οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με, ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀφ’ ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης· καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραήλ, ὡς ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ λέγων· τί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυίδ· τάδε λέγει κύριος παντοκράτωρ· ἔλαβόν σε ἐκ τῆς μάνδρας ἀπὸ ὄπισθεν τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν Ἰσραήλ, καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου· καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου· καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ἰσραὴλ καὶ καταφυτεύσω αὐτὸν ἐν κατασκηνώσει καθ’ ἑαυτόν· καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ ἀρχῆς ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου. καὶ ἀπαγγελεῖ σοι κύριος, ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ. καὶ ἔσται, ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐν τῇ κοιλίᾳ σου, καὶ ἑτοιμάσω τὴν βασι λείαν σου. αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. καὶ ἐὰν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων.
Will you not build me a house for me to dwell in, because I have not dwelt in a house from the day I led the sons of Israel out of Egypt until this day? And I was walking about in a lodging and in a tent in all the places I passed through in all Israel. If I spoke, did I speak to one tribe of Israel, as I commanded to shepherd my people Israel, saying: Why have you not built me a house of cedar? And now you will say this to my servant David: Thus says the Lord Almighty: I took you from the fold, from behind the sheep, to make you a leader over Israel, and I was with you in all your journeys. And I destroyed all your enemies from before you. And I made you renowned according to the name of the great ones on the earth. And I will place a place for my people Israel and will plant him in a settlement by himself. And he will no longer be anxious, and a son of injustice will no longer add to humble him as from the beginning from the days when I appointed judges over my people Israel. And I will give you rest from all your enemies. And the Lord will announce to you that you will build a house for him. And it will be that if your days are fulfilled, and you sleep with your fathers, I will raise up your seed after you, who will be in your womb, and I will prepare your kingdom. He will build me a house in my name, and I will set up his throne forever. I will be a father to him, and he will be a son to me. And if his injustice comes, I will reprove him with the rod of men and with the touches of the sons of men.
τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ, καθὼς ἀπέστησα ἀφ’ ὧν ἀπέστησα ἐκ προσώπου μου. καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην. οὕτως ἐλάλησεν Ναθὰν πρὸς τὸν Δαυίδ.
Ταῦτα δὴ πάντα παρεθέμην παραστῆσαι βουλόμενος, ὡς πρώτου ἐπηγγειλαμένου τοῦ Δαυὶδ οἶκον κατασκευάσειν τῇ κιβωτῷ τοῦ θεοῦ ἀποδεξάμενος αὐτὸν τῆς εὐσεβείας ὁ θεὸς ἀντεπαγγέλλεται τὸ σπέρμα αὐτοῦ ἀναστήσειν καὶ διὰ τούτου κατασκευάσειν ἑαυτῷ οἶκον, καὶ ὡς τοῦ Δαυὶδ πρώτου ὀμωμοκότος μὴ πρότερον ἄλλοτι ποιήσειν τοῦ τόπον εὑρεῖν τῷ θεῷ, ἀμοιβαίως καὶ ὁ θεὸς ἀντόμνυσι διὰ τῆς ἐπαγγελίας ἀνθρωπινώτερον συγκαταβαίνων τῷ λόγῳ· ἐπειδὴ καὶ ἄλλα μυρία ἐν τῇ θείᾳ γραφῇ ἀνθρωποπαθῶς περὶ τοῦ θεοῦ λέλεκται κατά τινα νοουμένην θεωρίαν.
Ὧν οὕτως ἀποδεδειγμένων καιρὸς ἤδη καὶ τὴν ἐν τῷ ψαλμῷ λέξιν ἐπιθεωρῆσαι. τί τοίνυν βούλεται ἡ ἐπαγγελία τοῦ θεοῦ; δύο ταῦτα προαγορεύει· πρῶτον μὲν τὸ σπέρμα τοῦ Δαυὶδ ἕως τοῦ αἰῶνος φυλάξειν, δεύτερον δὲ τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν εἰς γενεὰν καὶ γενεάν. εἶτ’ ἐπειδήπερ ἤμελλε ταῦτα μὴ ἐπὶ γῆς αἰσθητῶς συνίστασθαι, μηδ’ ἐν τῇ κατὰ ἄνθρωπον βασιλείᾳ, εἰς οὐρανοὺς ἑξῆς ἀναπέμπει τῶν ἐπαγγελιῶν τὰ ἀποτελέσματα. δι’ ὃ ὥσπερ ἀνωτέρω ἔφησεν·
But my mercy I will not withdraw from him, as I withdrew from those whom I removed from my presence. And his house and his kingdom will be confirmed before me forever; and his throne will be established for eternity according to all these words and according to this entire vision. Thus Nathan spoke to David.
I have set forth all these things, wishing to demonstrate that, since David first promised to build a house for the ark of God, God, accepting him for his piety, promises in return to raise up his seed and through it to build a house for himself; and since David first swore that he would do nothing else before finding a place for God, God reciprocally swears through the promise, condescending more humanly to the word—since countless other things in divine scripture are said about God in human terms according to a certain understood interpretation.
These things having been thus demonstrated, it is now time to examine the wording in the psalm as well. What, then, does God’s promise intend? It foretells these two things: first, that he will preserve the seed of David forever; second, that he will build his throne for generation after generation. Then, since these things were not to be established perceptibly on earth, nor in a human kingdom, he next sends the fulfillments of the promises up to the heavens. For this reason, as he said above:
ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου,
οὕτω καὶ νῦν μετὰ τὴν ἐπαγγελίαν τοῦ θεοῦ ἐπιφέρει τό·
ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε.
Οὐ γὰρ οἱ ἐπὶ γῆς ἄνθρωποι, φησίν, δυνήσονται συνεῖναι, ὁποῖον νοῦν ἔχουσιν, ὦ κύριε, αἱ ἐπαγγελίαι, οὐδ’ ὁποῖα τὰ ἀποτελέσματα τῶν προφητικῶν σου τυγχάνει λόγων, ἀλλ’ οἱ οὐρανοί, αὐτοὶ δηλαδὴ καὶ κατ’ οὐρανὸν θεῖαι δυνάμεις. διόπερ τοῖς οὐρανοῖς ἁρμόζει τὰ θαυμάσιά σου τὰ ἐμφερόμενα ταῖς ἐπαγγελίαις διηγεῖσθαι καὶ διερμηνεύειν.
Ὥσπερ πάλιν τὴν ἀλήθειάν σου τὴν ἐν ταῖς πρὸς τὸν Δαυὶδ ἐπαγγελίαις δεδοξασμένην οὐκ ἄλλων ἦν νοεῖν καὶ διηγεῖσθαι ἀλλ’ ἢ μόνων τῶν οὐρανῶν καὶ τῶν ἐν οὐρανοῖς ἀγγέλων. οὗτοι γὰρ καὶ τὴν ἀλήθειάν σου καὶ τὰ θαυμάσιά σου ἐν ἐκκλησίᾳ ἁγίων ἐξομολογήσονται. εἰ γάρ ποτε γένοιτο ἐκκλησία τις τοιαύτη ἐπὶ γῆς, ὡς ἁγίων ἐκκλησίαν αὐτὴν χρηματίζειν, παρὰ τούτοις οἱ οὐρανοί, εἴτε δυνάμεις θεῖαι, εἴτε καὶ οὐράνιοι ἄνδρες, τὰ θαυμάσιά σου καὶ τὴν ἀλήθειάν σου τὴν ἐμφερομένην ἐν ταῖς προκειμέναις ἐπαγγελίαις ἐξομολογήσονται. εἰ δέ ἐστι καὶ ἐν αὐτοῖς τοῖς οὐρανοῖς ἐκκλησία τις πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, κυριώτερον καὶ ἀληθέστερον λεχθείη ἂν ἐκείνη ἡ ἐκκλησία ἁγίων εἶναι ἐκκλησία, ἐν ᾗ οἱ οὐρανοὶ τὴν ἀλήθειαν τῶν ἐπαγγελιῶν τοῦ θεοῦ καὶ τὰ θαυμάσια τὰ ἐν αὐταῖς ἀποκείμενα διηγήσονται.
Your truth will be prepared in heaven.
Thus also now, after the promise of God, he adds:
The heavens will confess your wonders, O Lord.
For not the men on earth, he says, will be able to understand what meaning the promises have, O Lord, nor what the outcomes of your prophetic words are, but the heavens, that is, the divine powers themselves in heaven. Therefore it is fitting for the heavens to narrate and interpret your wonders that are contained in the promises.
Just as again your truth, which is glorified in the promises to David, was to be understood and narrated by none other than the heavens alone and the angels in the heavens. For these will confess both your truth and your wonders in an assembly of saints. For if ever there should be such a church on earth as to be called a church of saints, among these the heavens—whether divine powers or heavenly men—will confess your wonders and your truth contained in the promises set before us. But if there is also in the heavens themselves some church of firstborn enrolled in the heavens, that church would more properly and truly be said to be a church of saints, in which the heavens will narrate the truth of the promises of God and the wonders stored up in them.
Θαυμάσια δὲ τίνα ἦν ἀλλ’ ἢ τὸ ἐκλεκτὸν τοῦ θεοῦ χρηματίσαι τὸν Δαυὶδ καὶ τὸ ἐξ αὐτοῦ γενέσθαι σπέρμα θρόνον αἰώνιον καθέξον καὶ τὸ διαθήκην αἰώνιον διατίθεσθαι πρὸς αὐτὸν τὸν θεόν, ἢ συνθήκην πρὸς αὐτὸν γενέσθαι; οὕτω γὰρ ὁ Ἀκύλας καὶ Σύμμαχος ἡρμήνευσαν, συνθήκην ἀντὶ διαθήκης εἰρηκότες.
Θαυμάσιον ἦν καὶ τὸ ὀμνύναι τὸν θεὸν ἀνθρώπῳ καὶ τὸ φάσκειν πρὸς τὸν αὐτόν·
ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου,
κατὰ τὸν Σύμμαχον,
καὶ οἰκοδομήσω εἰς ἑκάστην γενεὰν τὸν θρόνον σου,
κατὰ τὸν αὐτόν.
Τὸ δὲ μεῖζον ἁπάντων θαῦμα τοῦτο ἦν, τὸ τοιαῦτα ἐπαγγελλόμενον τὸν θεὸν ὅρκῳ ταῦτα ἐπισφραγίσασθαι καὶ τὸ πάντων θαυμασιώτερον τὸ μετὰ τὸν θεῖον ὅρκον δοκεῖν μὴ τέλος εἰληφέναι τοὺς τοῦ θεοῦ λόγους, τἀναντία δὲ τῇ ὁρκωμοσίᾳ συμβῆναι. ἐπιφέρει γοῦν ἑξῆς, ἐναντία ταῖς τοῦ θεοῦ ἐπαγγελίαις δηλῶν συμβεβηκέναι. δι’ ἃ καὶ μάλιστα ἐκπλήττεται καὶ θαυμάζει ὁ προφήτης· ἀποδυσπετεῖ γοῦν ἑξῆς λέγων·
ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ σου;
And what were these wonders but that David was designated the chosen one of God, and that from him would come a seed that would hold an eternal throne, and that an eternal covenant would be established with God himself, or that a compact would be made with him? For thus Aquila and Symmachus interpreted, having said "compact" instead of "covenant."
It was also a wonder that God swore to a man and declared to him:
"I will prepare your seed for eternity,"
according to Symmachus,
"and I will build your throne for each generation,"
according to the same.
But the greatest wonder of all was this: that God, making such promises, sealed them with an oath, and, most astonishing of all, that after the divine oath the words of God seemed not to have reached their fulfillment, but the opposite of the oath occurred. For he then adds, indicating that the opposite of God's promises has come to pass. On account of this especially the prophet is astounded and marvels; he then laments, saying:
"Where are your ancient mercies, O Lord, which you swore to David in your truth?
Ἀλλ’ ἀποθεραπεύει τὴν ἑαυτοῦ ἀμηχανίαν, ἀνωτέρω μὲν εἰρηκώς·
ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου,
ἐν δὲ τοῖς μετὰ χεῖρας·
ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.
Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ, ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;
Ἀντὶ τοῦ· ἐν νεφέλαις, ὁ Σύμμαχός φησι· τίς γὰρ ἐν αἰθέρι;
Σφόδρα δὲ ἀκολούθως ἐπήγαγε τὰ προκείμενα τοῖς προλεχθεῖσι· τὴν γὰρ ἀλήθειάν σου, φησίν, καὶ τὰ θαυμάσιά σου, εἰ καὶ μὴ ἄνθρωποι συνεῖναι δύνανται (δι’ ὃ μέλλω λέγειν μικρὸν ὕστερον· ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαυίδ;), ἀλλ’ οὐρανοὶ διηγήσονται καὶ ἐκκλησία ἁγίων μαρτυρήσει, ὅτι μηδὲν ὤμοσας τῷ Δαυὶδ διαπεσεῖται, οὐδὲ ψεύσονταί σου αἱ ἐπαγγελίαι· ἀδύνατον γάρ ἐστι τὸ σὲ ψεύσασθαι.
Τίς γάρ σοι ἐξισωθήσεται ἐν ἀληθείᾳ, ἢ τίς ὁμοιωθήσεται ἐν τῷ λέγειν καὶ πιστοῦσθαί σου τὰς ἐπαγγελίας; οὐδὲ γὰρ ἀντιστῆναί σου τῇ βουλῇ δύναταί τις, ὡς ἀνατρέπειν τὰ ἅπαξ ὑπὸ σοῦ ὡρισμένα, μήτιγε τὰ καὶ μεθ’ ὅρκου ἐπηγγελμένα· ὥστε εἰ μὴ καὶ ἡμῖν ἔγνωσταί πω ἡ τῶν ἐπαγγελιῶν σου ἀλήθεια, ἀλλ’ ἐκεῖνο ἀκριβῶς ἴσμεν, ὅτι
But he remedies his own perplexity, having said above:
"In the heavens your truth will be prepared,"
and in the present passage:
"The heavens will confess your wonders,"
and indeed "your truth in an assembly of saints."
For who in the clouds will be equal to the Lord, or who will be likened to the Lord among the sons of God?
Instead of "in the clouds," Symmachus says: "For who in the aether?"
And very consistently he appended the present words to what was previously said: for "your truth" and "your wonders," he says, even if men cannot comprehend them (because of what I am about to say shortly: "Where are your ancient mercies, Lord, which you swore to David?"), yet the heavens will proclaim them, and an assembly of saints will bear witness that nothing you swore to David will fall through, nor will your promises prove false; for it is impossible for you to lie.
For who will be equal to you in truth, or who will be likened to you in speaking and confirming your promises? For no one can oppose your will so as to overturn what has once been determined by you, let alone what has been promised even with an oath. So that even if the truth of your promises is not known to us in some way, we know this precisely, that
δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.
πάντ’ οὖν, ὅσα καὶ βεβούλησαι δύνασαι, καὶ τῶν λόγων σου τῶν περὶ τοῦ Δαυὶδ προρρηθέντων ἡ ἀλήθεια ἀμφὶ σὲ εἱλεῖται, ὡς πᾶσι μὲν τοῖς περὶ σὲ οὖσι καὶ τὴν σὴν θεότητα δορυφοροῦσι γινώσκεσθαι, ἀγνοεῖσθαι δὲ τοῖς μακρὰν ἀφεστηκόσιν ἀπὸ σοῦ.
Δοκεῖ δέ μοι διὰ τούτων ὁ προφήτης ἁγίῳ πνεύματι θεοφορηθεὶς καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς φωτὶ νοερῷ καταυγασθεὶς τὴν δόξαν ἑωρακέναι τοῦ μονογενοῦς τοῦ θεοῦ ἐν μέσῳ τῆς ἐκκλησίας τῶν ἁγίων ἑστῶτος καὶ δορυφορουμένου ὑπὸ τῶν ἁγίων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ. μνημονεύσας γοῦν τῶν οὐρανῶν καὶ τῷ θείῳ πνεύματι ἐνατενίσας τῇ τῶν ἁγίων ἐκκλησίᾳ ἔοικεν ἑωρακέναι μέσον τὸν υἱὸν τοῦ θεοῦ· εἶτα μετὰ τὴν ἐκείνου κατανόησιν ἐπιστρέφειν τοὺς ὀφθαλμοὺς ἐπὶ τὸν τῶν πέριξ ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, πνευμάτων τε θείων καὶ δυνάμεων χορὸν καὶ θαυμάζειν μὲν τὴν τούτων θειότητα, ὑπερεκπλήττεσθαι δὲ τὸν ἐπέκεινα πάντων καὶ ὑπὲρ πάντας τὸν μονογενῆ τοῦ θεοῦ· εἶτ’ ἐκ τοῦ θαύματος ἀναπεφωνηκέναι τό·
You are powerful, Lord, and your truth is around you.
Therefore, all that you have willed you are able to do, and the truth of your words foretold concerning David revolves around you, so as to be known to all who are around you and who attend your divinity as a bodyguard, but to be unknown to those who have stood far away from you.
It seems to me that through these words the prophet, inspired by the Holy Spirit and having the eyes of his soul illuminated by intellectual light, has seen the glory of the only-begotten of God standing in the midst of the assembly of the saints and attended as a bodyguard by the saints in his kingdom. For having mentioned the heavens and having gazed with the divine Spirit at the assembly of the saints, he appears to have seen the Son of God in the middle; then, after that contemplation, to turn his eyes to the chorus of the surrounding holy angels and archangels, and of divine spirits and powers, and to marvel at their divinity, but to be utterly astounded at the one beyond all and above all, the only-begotten of God; then, from the wonder, to have exclaimed:
ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ;
ἢ κατὰ τὸν Σύμμαχον·
τίς γὰρ ἐν αἰθέρι ἀντιπαραθήσει τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;
Ταῦτα δὲ περὶ μὲν τοῦ μονογενοῦς τοῦ θεοῦ λεγόμενα σώζοι ἂν εὐσεβῆ τὴν διάνοιαν, οὐ μὲν περὶ τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων· ἀνοίκειος γὰρ καὶ ἀσεβὴς ἡ παράθεσις. τὸ γὰρ υἱοῖς θεοῦ παραβάλλειν τὸ πάντων αἴτιον καὶ τὸ συγκρίνειν ἑτέροις τολμᾷν τὸν ἐπέκεινα τὸν ὅλων θεὸν πάντων ἂν γένοιτο ἀνοσιώτατον. ἀκίνδυνος δ’ ἂν εἴη ὁ λόγος υἱοῖς θεοῦ συγκρίνων υἱὸν θεοῦ μονογενῆ, καὶ τὸ πρὸς πάντας ἀσύγκριτον αὐτοῦ καὶ ἀπαράθετον καθ’ ὑπερβολήν τε ὑπερέχον σημαίνειν διὰ τοῦ· τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ; ἀντὶ τοῦ· οὐδείς.
Εἰ γὰρ καὶ πολλοὶ ἅγιοι καὶ μυριάδες ἀγγέλων καὶ ἐκκλησία πρωτοτόκων ἀρχαί τε καὶ ἐξουσίαι καὶ θρόνοι καὶ κυριότητες πνεύματά τε ἅγια καὶ δυνάμεις θεῖαι ἐν ταῖς κατ’ οὐρανὸν στρατιαῖς πολιτεύονται τὴν ἐπουράνιον συμπληροῦντες ἐκκλησίαν, ἀλλὰ τίς, φησίν, ἐν τῷ αἰθέρι τῷ ἐπέκεινα τοῦ στερεώματος ἰσωθήσεται τῷ κυρίῳ; εἰ δὲ καὶ πολλοὶ υἱοὶ θεοῦ καὶ θεοὶ κατὰ τό· ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, καί· θεὸς θεῶν κύριος ἐλάλησε, καί· ἐγὼ εἶπον· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, ἀλλὰ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ; μυρίων γὰρ ὄντων υἱῶν οὐδείς, φησίν, τούτῳ ὁμοιωθήσεται οὐδὲ ἐξισωθήσεται ἐκλεκτῷ ὄντι καὶ μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως, λόγῳ τε καὶ σοφίᾳ καὶ δυνάμει καὶ σοφίᾳ θεοῦ. καί μοι δοκεῖ τὴν τούτων γνῶσιν διὰ τῶν ἀνωτέρω σημαίνειν, ἐν οἷς ἔφη·
For who in the clouds will be made equal to the Lord? Or according to Symmachus: For who in the aether will set himself against the Lord among the sons of God? Now these things, if spoken concerning the only-begotten of God, would preserve a pious understanding, but not concerning the Father and God of all; for the comparison is inappropriate and impious. For to compare the cause of all things with sons of God, and to dare to compare the God who is beyond all with others, would be the most unholy thing of all. But the statement would be without risk if it compared a son of God, the only-begotten, with sons of God, and indicated his incomparability and non-comparability with all, and his surpassing by excess, through the words: "Who in the clouds will be made equal to the Lord?" meaning: no one. For even if there are many saints and myriads of angels and an assembly of firstborn, and beginnings and powers and thrones and lordships, and holy spirits and divine powers, who dwell in the heavenly hosts, filling the heavenly church, yet who, it says, in the aether beyond the firmament will be made equal to the Lord? And even if there are many sons of God and gods, according to: "God stood in the assembly of gods," and: "The Lord God of gods spoke," and: "I said: You are gods and sons of the Most High, all of you," yet who will be likened to the Lord among the sons of God? For though there are myriads of sons, none, it says, will be likened to him or made equal to him, who is elect and only-begotten and firstborn of all creation, and word and wisdom and power and wisdom of God. And it seems to me that he indicates the knowledge of these things through the earlier words, in which he said:
ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου.
Ἓν γὰρ τῶν θαυμασίων καὶ τοῦτο ἦν, ὅπερ ἤμελλεν ἑξῆς ἐπιλέγειν περὶ τοῦ μονογενοῦς τοῦ θεοῦ. ἀναγκαίως δέ, ἐπειδὴ ἤμελλε τὸν ἐκ σπέρματος Δαυὶδ γενησόμενον διὰ τῆς προφητείας σημαίνειν, τὴν θεότητα τοῦ κατοικήσοντος ἐν αὐτῷ προθεωρεῖ, ὡς ἂν ὁμοῦ μάθοιμεν, τίς ἡ μέλλουσα κατοικεῖν ἐν αὐτῷ δύναμις, καὶ ὡς ὁ μὲν υἱὸς ἦν Δαυίδ, ὁ δὲ ἐν αὐτῷ κατοικήσων υἱὸς τοῦ θεοῦ.
Ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
Τὸν μὴ ἔχοντα σύγκρισιν, μηδὲ παράθεσιν, μηδὲ ὁμοίωσιν πρός τινα τῶν ὀνομασμένων υἱῶν θεοῦ, ὁποῖός τίς ἐστι παρίστησι λέγων· οὗτός ἐστιν
ὁ θεὸς ὁ ἐνδοξαζόμενος ἐν τῇ βουλῇ τῶν ἁγίων. Βουλὴν δὲ ἁγίων προσεῖπε τὴν ἀνωτέρω λεχθεῖσαν ἐκκλησίαν ἁγίων· καὶ ἐοίκει τὴν ἐκκλησίαν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς βουλὴν ὠνομακέναι, ἀναλόγως τοῖς κατὰ τόπον βουλευτηρίοις. ἐν ταύτῃ δὲ τῇ βουλῇ τῶν ἁγίων ἐνδοξαζόμενός ἐστιν ὁ μὴ ἔχων σύγκρισιν μηδὲ ὁμοίωσιν πρὸς τοὺς ὀνομαζομένους υἱοὺς θεοῦ.
The heavens will confess your wonders.
For this too was one of the wonders, which he was about to declare next concerning the only-begotten of God. And necessarily, since he was about to signify through the prophecy the one who would be born from the seed of David, he first contemplates the divinity of the one who would dwell in him, so that we might learn together what the power about to dwell in him is, and that while the son was David, the one who would dwell in him was the son of God.
God glorified in the council of the holy, great and fearsome to all those around him.
He who has no comparison, no juxtaposition, no likeness to any of those named sons of God—what sort he is, he sets forth, saying: This is
the God glorified in the council of the holy. And he called the council of the holy the aforementioned assembly of the holy; and he seems to have named the assembly of the firstborn enrolled in the heavens a council, analogously to local councils. In this council of the holy, the one who has no comparison nor likeness to those named sons of God is glorified.
Καὶ οὐ μόνος ἐνδοξαζόμενός ἐστιν ἐν τῇ βουλῇ τῶν ἁγίων, ἀλλὰ καὶ φοβερὸς ὑπάρχει ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. τίνες δ’ ἂν εἶεν οἱ περικύκλῳ αὐτοῦ, ἀλλὰ καὶ οἱ υἱοὶ τοῦ θεοῦ καὶ αὐτοὶ θεοὶ χρηματίζοντες, δι’ οὓς εἴρηται· ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν;
Καὶ γὰρ τό· ἐν βουλῇ ἁγίων, καὶ τό· ἐν ἐκκλησίᾳ πρωτοτόκων, καὶ τό· ἐν συναγωγῇ θεῶν, ἓν καὶ ταυτὸν εἶναί μοι δοκεῖ. τούτων τοιγαροῦν ἐν μέσῳ ἑστὼς καὶ ὑπὸ τούτων δορυφορούμενος ὁ υἱὸς τοῦ θεοῦ ἐνδοξαζόμενος εἴρηται καὶ μέγας καὶ φοβερός.
Ὅ γε μὴν Σύμμαχος τὰ προκείμενα τοῦτον ἐξέδωκε τὸν τρόπον·
θεὲ ἀήττητε ἐν ὁμιλίᾳ ἁγίων πολλῇ καὶ ἐπίφοβος ἐν πᾶσι τοῖς περὶ σεαυτόν.
ὁ δὲ Ἀκύλας φησίν·
ἰσχυρὸς κατισχυρευόμενος ἐν ἀπορρήτῳ ἁγίῳ {πλῆθος,} πλῆθος καὶ ἐπίφοβος ἐπὶ πάντας κύκλῳ αὐτοῦ.
Ἡ δὲ τοῦ λόγου διάνοια τὴν ἀκολουθίαν παρίστησιν. ἐπειδὴ γὰρ
δυνατὸς εἶ, κύριε, φησίν, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου,
εἰκότως μέγας εἶ, καὶ φοβερὸς εἶ, καὶ ἐνδοξαζόμενος εἶ ἐν βουλῇ ἁγίων καὶ ἐν τοῖς τὴν σὴν θεότητα περιπολοῦσιν, οἳ, τῶν σῶν ἐπαγγελιῶν τὴν ἀλήθειαν συνορῶντες τὰς πρεπούσας εὐχαριστίας μετὰ θαυμασμοῦ τῆς σῆς θεότητος ἀναπέμπουσι. διὸ μικρῷ πρόσθεν ἔλεγον·
And he is not only glorified in the council of the holy ones, but he is also fearsome to all those around him. And who would those around him be, if not also the sons of God, who are themselves called gods, on account of whom it is said: God stood in an assembly of gods?
For indeed, the phrase "in a council of holy ones," and the phrase "in an assembly of firstborn ones," and the phrase "in a gathering of gods" seem to me to be one and the same. Therefore, standing in their midst and attended by them, the Son of God is said to be glorified, and great, and fearsome.
Now Symmachus rendered the passage in question in this way:
"Invincible God, in a great assembly of holy ones, and fearsome among all those around you."
And Aquila says:
"Mighty, being strengthened in a holy secret, a multitude, and fearsome to all around him."
The meaning of the passage presents the sequence. For since
"You are powerful, Lord," it says, "and your truth is around you,"
it is fitting that you are great, and you are fearsome, and you are glorified in a council of holy ones and among those who attend your divinity, who, perceiving the truth of your promises, send up the appropriate thanksgivings with wonder at your divinity. Therefore, a little earlier they said:
ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.
Κύριε ὁ θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου.
Καὶ ἐν τούτοις οὐδένα φησὶ τῶν γενητῶν εἶναι ὅμοιον τῷ θεολογουμένῳ υἱῷ τοῦ θεοῦ· αὐτὸν γὰρ εἶναι τὸν δυνατὸν καὶ τὸν τῶν δυνατῶν θεὸν καὶ αὐτῶν τῶν δυνάμεων κύριον, ὡς μηδένα αὐτῷ ἀντιλέγειν δύνασθαι μηδὲ τῇ αὐτοῦ βουλῇ ἀνθίστασθαι· δι’ ὃ λέγειν αὐτὸν καὶ ποιεῖν, ἅτε μόνον δυνατὸν, τὰ πάντα· τὸ γάρ· τίς ὅμοιός σοι; καὶ ἐνταῦθα οὐκ ἐπὶ τοῦ σπανίου, ἀλλ’ ἐπὶ τοῦ μηδενὸς παρείληπται. οὐδένα γοῦν ὅμοιον εἶναί φησι τῷ κυριολογουμένῳ ἀντιπαραβάλλων αὐτῷ τοὺς ἀνωτέρω εἰρημένους υἱοὺς θεοῦ. τῆς γὰρ αὐτῆς ἔχεται διανοίας τὰ παρόντα καὶ τὰ πρότερα, ἐν οἷς εἴρητο·
The heavens will confess your wonders, and indeed your truth in the assembly of the holy ones.
Lord God of the powers, who is like you? You are mighty, Lord, and your truth is around you. You rule the dominion of the sea, and you calm the surge of its waves. You humbled the arrogant one as if wounded, and with the arm of your power you scattered your enemies.
And in these words he says that none of the created beings is like the theologically proclaimed Son of God; for he is the mighty one and the God of the mighty and the Lord of the powers themselves, so that no one can contradict him or resist his will; through which he says and does, since he alone is mighty, all things. For the phrase "who is like you?" is taken here not in the sense of "rare" but in the sense of "none." He says, therefore, that no one is like the one who is called Lord, comparing to him the previously mentioned sons of God. For the present passage and the earlier one, in which it was said, hold to the same meaning.
ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ, ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;
Καὶ νῦν δ’ οὖν· τίς ὅμοιός σοι; φησὶν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθεια τῶν λόγων σου αἵ τε ἐπαγγελίαι σου περὶ σὲ καὶ παρὰ σοὶ τυγχάνουσι. παρὰ σοὶ γάρ ἐστι καὶ παρὰ τοῖς κυκλοῦσί σε ἡ ἀλήθειά σου· εἰ γάρ τινές σου πλησίον καὶ κύκλῳ περιεστῶτες εἶεν, οὗτοι αὐτοὶ τὴν ἀλήθειάν σου γινώσκουσιν.
Ἡμεῖς δὲ οἱ ἐπὶ γῆς ἔτι μακράν σου τυγχάνοντες τὰς μεγαλουργίας σου ἀπὸ τῶν κατὰ γῆν καὶ κατὰ θάλασσαν ἐνεργουμένων ὑπὸ τῆς σῆς προνοίας θεωροῦντες ὁμολογοῦμεν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. τῆς τε γὰρ θαλάσσης καὶ τοῦ τοσούτου τῶν ὑδάτων κύτους σὺ μόνος δεσπόζεις καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ μόνος καταπραΰνεις, περιθεὶς αὐτῇ κλεῖθρα καὶ πύλας, καὶ ὅρια αὐτῇ πηξάμενος, ὡς ἂν μὴ ὑπερβᾶσα κατακλύσειε τὴν τῶν ἀνθρώπων οἰκουμένην. ὃ δὴ καὶ αὐτὸ ἕν τι τυγχάνει μέγιστον τῆς σῆς δυνάμεως δεῖγμα. ὡς γὰρ δεσπότῃ δουλεύουσα ἡ τοσαύτη τῶν ὑδάτων κίνησις κυρτουμένη εἰς ὕψος καὶ ἐπαιρομένη πτήσσει καὶ εἰς ἑαυτὴν καταράσσεται, εἴσω τῶν οἰκείων ὅρον ἀποκεκλεισμένη.
For who among the clouds will be equal to the Lord, or likened to the Lord among the sons of God?
And now then: Who is like you? it says, because you are mighty, and the truth of your words and your promises are about you and with you. For your truth is with you and with those who surround you; for if any are near you and stand around you in a circle, these themselves know your truth.
But we who are still far from you on earth, beholding your great works from what is wrought on land and sea by your providence, confess that you are mighty, and your truth is around you. For you alone rule the sea and the vast basin of its waters, and you alone calm the surge of its waves, placing upon it bars and gates, and fixing boundaries for it, so that it may not overstep and flood the inhabited world of men. This very thing is one of the greatest proofs of your power. For as serving a master, the vast motion of the waters, swelling to a height and rising, cowers and dashes back into itself, confined within its own bounds.
Ὥσπερ δὲ τὰ κύματα καὶ τὰς ἀπειλὰς τῆς θαλάσσης ἐχαλίνωσας τῷ σῷ προστάγματι καὶ τὰ ὑψώματα αὐτῆς τάς τε ὁρμὰς καὶ τοὺς θυμοὺς κατεπράϋνας, οὕτω καὶ ἐπὶ τῶν ἀοράτων δυνάμεων, εἴ τινές ποτε εἶεν ἐχθραὶ καὶ ἐναντίαι τῇ βουλῇ τῆς σῆς προνοίας, καὶ ταύτας, ἅτε μόνος καὶ ὑπὲρ πάντας ὢν δυνατώτατος, διεσκόρπισας τόν τε τούτων ἄρχοντα καὶ τύραννον καὶ ἀλαζόνα τινὰ ὄντα καὶ ὑπερήφανον ἄρχοντα τοῦ αἰῶνος τούτου σὺ τῇ σαυτοῦ δυνάμει ἐταπείνωσας· καὶ τραυματίαν εἰργάσω πατάξας αὐτὸν τῇ ῥομφαίᾳ τῇ μεγάλῃ καὶ τῇ φοβερᾷ ἀκολούθως φασκούσῃ προφητείᾳ· ἐπάξει κύριος τὴν ῥομφαίαν τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, ὄφιν τὸν σκολιόν, φεύγοντα· καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. καὶ ἐπειδήπερ ἄλλος προφήτης τὸν τραυματίαν τοῦτον δράκοντα ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς ἐδίδαξε φήσας·
αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός. δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ,
Just as you curbed the waves and the threats of the sea by your command, and calmed its swells, its rushes, and its furies, so also with the invisible powers, if ever there were any hostile and opposed to the counsel of your providence, you scattered these as well, being alone and mightiest beyond all, and you humbled their ruler and tyrant, some boastful and arrogant ruler of this age, by your own power; and you made him a wounded one, having struck him with the great and terrible sword, according to the prophecy that says: The Lord will bring the great and strong sword against the dragon, the crooked serpent that flees; and he will slay the dragon in the sea. And since another prophet taught that this wounded dragon makes his haunts in the sea, saying:
This is the great and spacious sea, There are creeping things there, of which there is no number. This is the dragon whom you fashioned to mock him.
ἐπίστησον, μήποτε ταύτην αὐτὴν ᾐνίξατο τὴν θάλασσαν καὶ ὁ παρὼν λόγος φήσας·
σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις.
Τούτοις γοῦν συνῆψε τό·
σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου.
Τὸ γὰρ χωρίον τῶν ἀντικειμένων δυνάμεων τῶν τε δαιμόνων καὶ τῶν πνευμάτων τῶν πονηρῶν θάλασσαν ἔοικεν ἀποκαλεῖν. διὸ καὶ ἐπήγαγε τῷ περὶ τῆς θαλάσσης λόγῳ τὰ περὶ τοῦ τραυματίου καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ θεοῦ, ἄντικρυς τὰς ἀντικειμένας δυνάμεις καὶ τὸν τούτων ἄρχοντα σημήνας. καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ·
σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι,
καὶ ἐν τῷ Ἰώβ· ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ· λαλήσει δέ σοι δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς, λήψει δὲ αὐτὸν δοῦλον αἰώνιον. καὶ ἑξῆς ἐπάγει· αὐτὸς δέ ἐστι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι. κατὰ τὸ αὐτὸ δὲ εἴρηται περὶ τοῦ αὐτοῦ δράκοντος ἐκ προσώπου τοῦ κυρίου πρὸς τὸν Ἰώβ· οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι τὰ χοῦν;
Consider whether this very sea is not what the present passage also alludes to, when it says:
"You rule the power of the sea, and you calm the surge of its waves."
To these words, then, it added:
"You humbled the arrogant one as though he were a wounded man; with the arm of your power you scattered your enemies."
For it seems to call the region of the opposing powers—both the demons and the evil spirits—"sea." Hence it also appended to the discourse about the sea the matters concerning the wounded man and concerning the enemies of God, plainly indicating the opposing powers and their ruler. And in another psalm it is said:
"You crushed the heads of the serpents upon the water. You crushed the head of the serpent; you gave it as food to the Ethiopian peoples."
And in Job: "You will lead the serpent with a hook; you will put a halter around its nose; with a ring you will pierce its lip; it will speak to you with entreaty and supplication softly; you will take it as an eternal slave." And further on it adds: "It itself is the king of all that are in the waters." In the same way it is said concerning the same serpent, from the Lord's address to Job: "Do you not fear, because the dust is prepared for me?
Καὶ διὰ τῶν προκειμένων ἀναγκαίως τούτων ἐμνημόνευσε τὸ θεῖον πνεῦμα διδάσκον τοῦ μονογενοῦς τοῦ θεοῦ τὴν μέχρι τῆς δηλωθείσης θαλάσσης κάθοδον. προθεολογήσας γοῦν αὐτὸν καὶ τὴν πρώτην αὐτοῦ διατριβὴν τὴν ἐν τοῖς ἁγίοις εἰπών, τίς τέ ἐστι, καὶ μεθ’ ὁποίων καὶ ἐν ποίοις πρόεισιν, ἑξῆς καὶ παρίστησιν, ὅτι δὴ αὐτὸς ἐκεῖνος καὶ τῆς δηλωθείσης ἡμῖν θαλάσσης κρατήσει καὶ τὸν ἐν αὐτῇ τραυματίαν ταπεινώσει, καὶ ἐν τῷ βραχίονι τοῦ κράτους αὐτοῦ πάντας τοὺς ἐχθροὺς αὐτοῦ διασκορπίσει. λέγει δὲ ταῦτα ἀναγκαίως· προειπὼν γάρ·
δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου,
παρίστησιν αὐτοῖς ἔργοις, πῶς ὑπάρχει δυνατὸς ὁ κύριος εἰς πίστωσιν τῆς ἀληθείας αὐτοῦ ὑπὲρ τοῦ τὰς ἐπαγγελίας πρὸς τὸν Δαυὶδ γεγενημένας ἀληθεῖς ἀποδεῖξαι.
Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ, τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. τὸν βορρᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας, Θαβὼρ καὶ Ἑρμῶν ἐν τῷ ὀνόμα τί σου ἀγαλλιάσονται.
And through the preceding passages, the divine Spirit necessarily recalled these things, teaching the descent of the only-begotten of God as far as the sea that has been indicated. For after first theologizing about him and stating his first abode among the saints, what he is, and with whom and in what places he proceeds, it next also sets forth that this same one will rule over the sea that has been indicated to us and will humble the wounded one in it, and will scatter all his enemies with the arm of his power. It says these things necessarily; for having said beforehand:
"You are mighty, Lord, and your truth is around you,"
it demonstrates by the deeds themselves how the Lord is mighty, as a confirmation of his truth, in order to prove that the promises made to David are true.
"The heavens are yours, and the earth is yours; you founded the inhabited world and its fullness. You created the north and the sea; Tabor and Hermon will rejoice in your name.
Ἡ διάνοια τῶν προκειμένων τοιαύτη τίς ἐστι· πεποίησαι μέν, ὦ κύριε, πρὸς τὸν Δαυὶδ ἐπαγγελίας περὶ τοῦ σπέρματος αὐτοῦ καὶ τοῦ εἰς αἰῶνα διαρκέσοντος θρόνου αὐτοῦ καὶ ταύτας ὤμοσας τῷ Δαυὶδ ἐπιτελέσειν. ὁρῶμεν δὲ ἡμεῖς οἱ ἄνθρωποι μὴ πληρουμένας αὐτάς, ὅσον ἐπὶ τοῖς αἰσθητοῖς καὶ ὁρωμένοις· διό φαμεν·
ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε;
Πλὴν ἀλλὰ πεπείσμεθά σε ἐξ ἅπαντος ἀληθεύειν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. καὶ μάρτυρές γε τῆς ἀληθείας σου πάντες οἱ περὶ σέ· αἱ γοῦν οὐράνιοι δυνάμεις ἐξομολογήσονται τὰ θαυμάσιά σου, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ὁσίων. καὶ εἰκότως αἱ οὐράνιοι δυνάμεις τὴν ἀλήθειάν σου ἐξομολογήσονται, ἐπειδὴ
ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου,
ὡς μηκέτι δεῖν τὰς ἐπαγγελίας σου τὰς πρὸς τὸν Δαυὶδ ἐπιγείους εἶναι καὶ σωματικὰς νομίζειν· ἐν γὰρ τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. ταῦτα δὲ καὶ αὐτὸς ἐκ τοῦ ἁγίου πνεύματος μεμαθηκώς φημι·
The sense of the present passage is this: You have made, O Lord, promises to David concerning his seed and his throne that will endure forever, and you have sworn to David to fulfill these. But we human beings see them not being fulfilled, as far as the perceptible and visible realm is concerned; therefore we say:
Where are your ancient mercies, O Lord?
Nevertheless, we are convinced that you are truthful in every respect, because you are powerful, and your truth is around you. And indeed all those around you are witnesses to your truth; at any rate, the heavenly powers will confess your wonders and your truth in an assembly of the holy. And fittingly the heavenly powers will confess your truth, since
your truth will be prepared in heaven,
so that it is no longer necessary to think that your promises to David are earthly and corporeal; for your truth will be prepared in heaven. And I say these things having learned them myself from the Holy Spirit.
τὰ ἐλέη σου εἰς τὸν αἰῶνα ᾄσομαι. εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.
Ἀληθεύειν δέ σε θεὸν ὄντα καὶ κύριον τῶν ὅλων πεπεῖσθαι χρὴ διὰ τὸ μηδένα εἶναι ὅμοιον τῇ σῇ δυνάμει· καὶ γὰρ καὶ τῶν ἀσωμάτων καὶ θείων δυνάμεων κύριος εἶ, καὶ δυνατὸς εἶ μόνος καὶ ὑπὲρ πάντας, ὡς τὴν ἀλήθειάν σου πιστοῦσθαι. εἰ δὲ καὶ ἔστι τις ἐν τοῖς οὖσιν ὑπερήφανος ὁ καλούμενος διάβολος ἀντικείμενος ἀεὶ καὶ πολεμῶν τῇ σῇ ἀληθείᾳ, ἀλλὰ σὺ τοῦτον ἐταπείνωσας· εἴτε τινές εἰσιν ὑπὸ τοῦτον ἐχθραὶ καὶ ἀντικείμεναι δυνάμεις, ἀλλὰ καὶ ταύτας διεσκόρπισας.
Πάντοτε σὺ κρατεῖς καὶ τῆς τῶν ὅλων οὐσίας σὺ δεσπόζεις, ἐπεὶ καὶ ποιητὴς τῶν ὅλων τυγχάνεις. αὕτη γὰρ ἡ θάλασσα καὶ τὸ τοσοῦτον τῆς ὑγρᾶς οὐσίας στοιχεῖον ἔργον ὑπάρχει σόν, καὶ σὲ κύριον ἐπιγράφεται. εἰ δὲ καὶ οὐρανοί τινες ἀνώτεροι τοῦ στερεώματος νοοῦνται, θείων πνευμάτων καὶ δυνάμεων ἁγίων τῶν τε τὴν σὴν θεότητα περιπολούντων ἀγγέλων καὶ ἀρχαγγέλων οἰκητήρια, καὶ οὗτοι σοί εἰσιν ἅμα πᾶσι τοῖς οἰκοῦσιν αὐτοῖς. καὶ ἄλλο δὲ στοιχεῖον οὐ μικρὸν ἡ ξηρὰ οὐσία καὶ ἡ τοῖς οὐρανοῖς ὑποκειμένη γῆ σή ἐστι καὶ αὕτη.
I will sing of your mercies forever. To generation and generation I will proclaim your truth with my mouth.
It is necessary to be persuaded that you, being God and Lord of all, speak truth, because there is no one like your power; for you are lord even of the bodiless and divine powers, and you alone are powerful and above all, so that your truth is confirmed. And if there is among existing things a proud one called the devil, always opposing and warring against your truth, yet you have humbled him; and if there are under him hostile and opposing powers, yet you have scattered these as well.
You always prevail and you rule over the substance of all things, since you are also the maker of all things. For this sea and such a great element of moist substance is your work, and it acknowledges you as lord. And if some heavens higher than the firmament are conceived, dwellings of divine spirits and holy powers and of angels and archangels who surround your divinity, these too are yours together with all who dwell in them. And another element, not small, the dry substance and the earth lying beneath the heavens, is also yours.
Ὅτε τοίνυν τὰ σύμπαντα τοῖς σοῖς νεύμασι δουλεύει, καὶ σὺ πάντων κρατεῖς κύριος ὢν ἁπάντων καὶ βασιλεὺς καὶ θεός, τίς ἀντιστήσεταί σοι; ἢ τί τὸ ἐμποδὼν ἔσται τοῦ μὴ πιστώσασθαι τὰς σὰς πρὸς τὸν ἐκλεκτόν σου Δαυὶδ ἐπαγγελίας, ἃς μεθ’ ὅρκου πρὸς αὐτὸν ἐποιήσω; σφόδρα τοίνυν καὶ ἀκολούθως τοῖς ἔμπροσθεν εἰρημένοις διὰ τῶν προκειμένων ἐπήγαγε τό·
σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας.
Οὐ γὰρ μόνον τὸν οὐρανόν, φησίν, καὶ τὰς ἐν αὐτῷ δυνάμεις, ἀλλὰ καὶ τὴν γῆν σὺ ἐθεμελίωσας, συμφώνως τῇ ἐν Παροιμίαις λεγούσῃ φωνῇ· ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν· ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει.
Κατ’ ἐξαίρετον δὲ ἐνταῦθα τὸ οἰκούμενον μέρος τῆς γῆς οἰκουμένην ὠνόμασεν ἀποδιαστείλας τῆς ἐρήμου καὶ ἀοικήτου· ἀλλὰ καὶ τὸ πλήρωμα τῆς οἰκουμένης προσέθηκεν, οὕτω σημήνας τὸ τῶν ἀνθρώπων γένος τῶν τὴν οἰκουμένην πληρούντων.
Πλήρωμα δὲ καὶ ἄλλως τῆς οἰκουμένης οὐκ ἂν ἁμάρτοις λέγων τὴν τοῦ σωτῆρος ἐκκλησίαν, ἣν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ἐθεμελίωσεν ἐπὶ τὴν πέτραν. διὸ καὶ ἐν ἑτέροις εἴρηται·
Since, then, all things serve your commands, and you rule over all, being Lord of all and king and God, who will oppose you? Or what will hinder the confirmation of your promises to your chosen one David, which you made to him under oath? Therefore, very strongly and consistently with what was said before, through the preceding words he added this:
Yours are the heavens, and yours is the earth; you founded the inhabited world and its fullness.
For not only the heaven, he says, and the powers in it, but also the earth you founded, in agreement with the voice speaking in Proverbs: God founded the earth with wisdom; he prepared the heavens with intelligence.
But here, by way of distinction, he called the inhabited part of the earth the inhabited world, separating it from the desert and uninhabited; and he also added the fullness of the inhabited world, thus indicating the race of men who fill the inhabited world.
And you would not err in calling the fullness of the inhabited world in another way the church of the savior, which the Word of God himself founded upon the rock. Therefore it is also said in other passages:
κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδήσατο. καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Πῶς δὲ ἐθεμελίωσε τὴν οἰκουμένην, ἐπιλέγει ἑξῆς·
τὸν βορρᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας αὐτά,
ἡ δὲ πέμπτη ἔκδοσις·
βορρᾶν καὶ νότον σὺ ἔκτισας.
Δοκεῖ δέ μοι διὰ τῶν δύο πλευρῶν τε καὶ ἄκρων τῆς οἰκουμένης τὸν σύμπαντα κόσμον δηλοῦν· ἐπλήρωσεν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις. θέα δὲ τίνα τρόπον διὰ τούτων παρίσταται πρόσωπον τοῦ σύμπαντος κόσμου τὸ ἀνατολικὸν μέρος· ἀριστερὸν δὲ τὸ βόρειον, δεξιὸν δὲ τὸ μεσημβρινὸν καὶ νότιον. ἐν τῷ γὰρ φάναι· τὸν βορρᾶν καὶ τὰ δεξιὰ σὺ ἔκτισας, ἤ· τὸν βορρᾶν καὶ τὸν νότον σὺ ἔκτισας, τὸ βόρειον πλευρὸν ἀριστερὸν εἶναι ἐδίδαξεν, εἴ γε δεξιὸν τὸ νότιον. εἰ δὴ οὖν ἑστῶτες ἔχοιμεν ἐν δεξιᾷ μὲν ἑαυτῶν τὸν νότον, ἐν δὲ τοῖς ἀριστεροῖς τὸν βορρᾶν, ἀντιπρόσωπον σχήσομεν τὴν ἀνατολήν, κατὰ νώτου δὲ τὴν δύσιν, ὥστε κατά τινα φυσικὴν θεωρίαν εἰρῆσθαι ταῦτα τὴν θέσιν τοῦ παντὸς κόσμου παριστῶντα· ἃ καὶ αὐτὰ ἀναγκαῖον ἐπισημήνασθαι εἰς παράστασιν τοῦ μηδὲ τὴν τούτων γνῶσιν παραλελοιπέναι τὴν τῶν θείων γραφῶν διδασκαλίαν. τὰ πάντα γάρ, φησίν, σὺ ἔκτισας, τά τε δεξιὰ τοῦ κόσμου μέρη καὶ τὰ ἀριστερά. ἀλλὰ τὰ μὲν δεξιὰ ὀνομαστὶ προσεῖπεν, ἐφυλάξατο δὲ χρήσασθαι τῷ τοῦ ἀριστεροῦ ὀνόματι. διὸ λέλεκται κατὰ τὸν Σύμμαχον·
The Lord has reigned, he has put on comeliness. For he has set right the inhabited world, which will not be shaken.
How then he founded the inhabited world, he adds next:
The north and the sea, you created them,
and the fifth edition:
North and south you created.
It seems to me that by the two sides and extremities of the inhabited world he indicates the whole cosmos; the power of our Savior has filled it. But see in what manner through these is presented the face of the whole cosmos: the eastern part; the left is the northern, the right the southern and meridional. For in saying, "The north and the right you created," or "The north and the south you created," he taught that the northern side is left, since the southern is right. If, then, we were standing with the south on our right and the north on our left, we would have the east facing us, and the west behind us, so that these things are said according to some natural theory, presenting the position of the whole cosmos. It is necessary to note these things themselves to demonstrate that the teaching of the divine scriptures has not omitted knowledge even of these matters. For, he says, you created all things, both the right parts of the cosmos and the left. But he named the right parts explicitly, but refrained from using the name of the left. Therefore it is said according to Symmachus:
εἰς βορρᾶν καὶ δεξιὰν σὺ ἔκτισας,
καὶ κατὰ τὸν Ἀκύλαν·
βορρᾶν καὶ δεξιὰν σὺ ἔκτισας.
Ἡ δὲ πέμπτη ἔκδοσις σαφέστερον ἡρμήνευσε τίνα τὰ δεξιὰ φήσασα·
βορρᾶν καὶ νότον σὺ ἔκτισας.
Τὸ δ’ ἀριστερὸν πάντη σεσιώπηται παρὰ τοῖς πᾶσι διὰ τὸ νομίζεσθαι σκαιὸν εἶναι καὶ ἐναντίον τῷ δεξιῷ· οὐδὲν δὲ ἐν τῷ παντὶ σκαιόν, οὐδὲ τῷ καλῷ ἐναντίον. πάντα μὲν οὖν, φησίν, σὺ ἔκτισας. ὄρη δὲ δύο ταῦτα, τὸ Θαβὼρ καὶ τὸ Ἑρμὼν ἐξαίρετόν τι κέκτηται παρὰ πάντα· τῷ γὰρ ὀνόματί σου ταῦτα ἀγαλλιάσονται. κατὰ δὲ τὸν Ἀκύλαν·
Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου αἰνέσουσι,
κατὰ δὲ τὸν Σύμμαχον·
Θαβὼρ καὶ τὸ Ἑρμὼν τὸ ὄνομά σου εὐφημήσουσι.
Τούτων δὲ τῶν ὀρέων μέμνηται διαφόρως ἡ τῆς παλαιᾶς διαθήκης ἱστορία· καὶ οἶμαί γε ἐν τούτοις τοῖς ὄρεσι τὰς παραδόξους τοῦ σωτῆρος ἡμῶν γεγονέναι μεταμορφώσεις καὶ τὰς πλείους διατριβάς, ὅτε σὺν ἀνθρώποις ἐπολιτεύετο. εἰ δὲ καὶ τῶν ὀνομάτων ἡ ἑρμηνεία συμβάλλεταί τι ἡμῖν εἰς τὴν τῶν προκειμένων διάνοιαν, καὶ αὐτὸς ἐπιστήσεις.
Into the north and the right you created them, and according to Aquila: north and right you created them. The fifth edition interpreted more clearly what the right are, saying: north and south you created them. The left is entirely passed over in silence by all, because it is considered sinister and opposite to the right; but nothing in the universe is sinister, nor opposite to the good. So, he says, you created everything. These two mountains, Tabor and Hermon, possess something exceptional beyond all; for they will exult in your name. According to Aquila: Tabor and Hermon will praise in your name, according to Symmachus: Tabor and Hermon will acclaim your name. The history of the Old Testament mentions these mountains in various places; and I think that in these mountains the extraordinary transformations of our Savior took place, and most of his sojourns, when he lived among men. And if the interpretation of the names contributes something to our understanding of the meaning of the text before us, you yourself will attend to it.
Σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου, ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου.
Καὶ ταῦτα εἰς τὴν τοῦ μονογενοῦς τοῦ θεοῦ δοξολογίαν παρείληπται, ἅπερ σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε, τοῦτον ἀποδοὺς τὸν τρόπον· σὸς ὁ βραχίων μετὰ δυναστείας· ἀήττητος ἡ χείρ σου, ὑψηλὴ ἡ δεξιά· δικαιοσύνη καὶ κρῖμα βάσις τοῦ θρόνου σου. καὶ ταύτας δὲ ἀναγκαίως τὰς θεοπρεπεῖς ἀρετὰς ἐν τῇ θεολογίᾳ παρείληφε διὰ τὰς τοῦ θεοῦ πρὸς τὸν Δαυὶδ ἐπαγγελίας. οὐδὲν γὰρ, φησὶν, ἀντιστήσεται σοῦ τῇ βουλῇ· μετὰ γὰρ τοῦ θέλειν καὶ τὸ δύνασθαί σοι οἷα θεῷ καὶ δεσπότῃ τῶν ὅλων πάρεστι. καὶ γὰρ βραχίων σοί ἐστι μέγας καὶ δυναστεία καὶ ἀρχὴ τῶν πάντων, κεκραταιωμένη τε χεὶρ καὶ ὑψηλοτάτη δεξιὰ, ὅτε θρόνος τῆς σῆς βασιλείας, ὥσπερ οἱ τῶν ἐπὶ γῆς βασιλευόντων θρόνοι ἐξ ὕλης τιμίας πεποίηνται, καὶ αὐτὸς οὗτος ἐκ τῶν πρεπόντων σοι τῷ θεῷ κατεσκεύασται.
Yours is the arm with power; let your hand be strengthened, let your right hand be raised. Righteousness and judgment are the preparation of your throne, mercy and truth go before your face.
And these things have been taken up for the doxology of the only-begotten of God, which Aquila interpreted more clearly, rendering them in this manner: Yours is the arm with power; your hand is invincible, your right hand is high; righteousness and judgment are the base of your throne. And he has necessarily taken up these godly virtues in the theology because of God’s promises to David. For nothing, he says, will oppose your will; for together with the willing, the ability is present to you as God and master of all. For you have a great arm and power and rule over all, a strengthened hand and a most high right hand, when the throne of your kingdom, just as the thrones of those who rule on earth are made of precious material, this very throne has been constructed from what is fitting for you, God.
Ἀρεταὶ γοῦν θεοπρεπεῖς, δικαιοσύνη καὶ κρῖμα, τὸν σὸν κατακοσμοῦσι θρόνον. διόπερ τοσούτων ὄντων παρὰ σοὶ τῷ θεῷ δυνάμεων, ὁμαλῶς καὶ ἀκωλύτως ἡ ἀλήθεια τῶν σῶν ἐπαγγελιῶν προτρέχει, μηδενὸς παραποδίζειν δυναμένου τὰς σὰς ἀποφάσεις, ἃς ὤμοσας τῷ Δαυὶδ ἐλέῳ καὶ χάριτι τὰς ἐκτεθείσας ἐπαγγελίας πρὸς αὐτὸν πεποιημένος. ἀντὶ δὲ τοῦ, δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου, κατὰ τὸν Ἀκύλαν, δικαιοσύνη καὶ κρῖμα τὸ ἕδρασμα τοῦ θρόνου αὐτοῦ, εἴρηται· ὁ δὲ Σύμμαχος τὴν βάσιν αὐτὴν εἶναί φησι τὴν δικαιοσύνην καὶ τὸ κρῖμα.
Τῆς γε μὴν δικαιοσύνης καὶ τοῦ κρίματος μετὰ δικαιοσύνης ἐκφερομένου, προτρέχει ἔλεος καὶ ἡ ἀλήθεια. τῷ γοῦν ἐλέῳ τὴν δικαιοσύνην ἀνακιρνὰς, πραοτέρας ποιεῖται τὰς κατὰ τῶν ἡμαρτηκότων ἀπειλάς· ἄλλως γὰρ ἄκρατον αὐτοῦ τὴν δικαιοσύνην οὐκ ἄν τις ἀνθρώπων ὑπομείνειεν.
Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψω θήσεται τὸ κέρας ἡμῶν. ὅτι τοῦ κυρίου ἡ ἀντίληψις καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.
Virtues befitting God, righteousness and judgment, adorn your throne. Therefore, though so many powers exist with you, the God, the truth of your promises runs ahead evenly and without hindrance, since nothing can obstruct your decrees, which you swore to David, having made the promises set forth to him with mercy and grace. And instead of "righteousness and judgment are the preparation of your throne," according to Aquila it is said, "righteousness and judgment are the foundation of his throne"; and Symmachus says that righteousness and judgment are the base itself.
Moreover, when righteousness and judgment are delivered with righteousness, mercy and truth run ahead. For by blending righteousness with mercy, you make the threats against sinners milder; otherwise, no human could endure your unmixed righteousness.
Blessed is the people who know the shout of joy. Lord, they will walk in the light of your face and will rejoice in your name all the day and will be exalted in your righteousness. For you are the boast of their power, and in your good pleasure our horn will be exalted. For the help is of the Lord and of the holy king of Israel, our king.
Νοήσεις δὲ καὶ ἄλλως τὸν ἀλαλαγμὸν ἀπὸ τῶν κατὰ τοὺς καιροὺς τῶν πολέμων ἀλαλαζόντων στρατιωτῶν καὶ φόβον ἐμποιούντων τοῖς ἐχθροῖς διὰ τῆς μείζονος βοῆς καὶ τῆς κατὰ ταύτην συμφωνίας. ὁ δὲ θεῖος ἀπόστολος τὰς ἐν ἁγίῳ πνεύματι εὐχὰς, τὰς μὴ διὰ γεγωνοῦ βοῆς, ἀλλὰ ἐν δυνάμει πνεύματος ἀναπεμπομένας, τοιαύτας εἶναι διδάσκει λέγων· αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. οὕτω δὲ μέγας τίς ἐστι καὶ σπάνιος ὁ πολλάκις ὑπὸ τῶν θείων γραφῶν ὀνομαζόμενος ἀλαλαγμὸς, ὡς μακαρίζεσθαι τὸν ἐπιστήμονα τούτου, ὁμοίως τοῖς μακαριζομένοις ἐπὶ τοῖς ἄλλοις κατὰ θεὸν κατορθώμασι. διὸ ἐνταῦθα λέλεκται· μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.
Ἑτέροις δὲ ὁ θεῖος λόγος θυσίαν εἶναι τὸν τοιοῦτον ἀλαλαγμὸν διδάσκει λέγων· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. δοκεῖ δὴ οὖν μοι ἐνταῦθα τὸ θεῖον πνεῦμα σαφῶς μακαρίζειν τὸν Χριστοῦ λαόν· οὗτος γὰρ, γνῶσιν ἀνειληφὼς τῆς κατὰ τῶν πολεμίων τοῦ σωτῆρος ἡμῶν νίκης, ἀλαλάζει κατὰ τῶν ἐχθρῶν, ὑπὲρ τοῦ οἰκείου βασιλέως τὸν ἀλαλαγμὸν ποιούμενος. ἀλλὰ καὶ τὴν θυσίαν τὴν ἄναιμον καὶ λογικὴν μόνος οὗτος ὁ λαὸς δι’ ἀλαλαγμοῦ εἴωθε προσφέρειν τῷ θεῷ, διὰ τοῦ σύμφωνον ἀναπέμπειν τῷ θεῷ εὐχαριστίαν ἐν ταῖς πνευματικαῖς ἱερουργίαις καὶ ταῖς κατὰ τὴν καινὴν διαθήκην ἐπιτελουμέναις ἡμῖν λατρείαις, ταῖς τε ἀναίμοις καὶ ἀΰλοις καὶ πνευματικαῖς θυσίαις. ἀντὶ δὲ τοῦ, ὁ γινώσκων ἀλαλαγμὸν, ὁ γινώσκων σημασίαν, ὁ Σύμμαχος ἡρμήνευσε.
You will also understand the war cry in another way from soldiers shouting in times of war and instilling fear in enemies through their louder shout and the harmony in it. The divine apostle teaches that prayers in the Holy Spirit, not sent up through a loud cry but in the power of the Spirit, are of this kind, saying: the Spirit itself intercedes for us with unutterable groans. So great and rare is the war cry often named by the divine scriptures that the one knowledgeable of it is blessed, similarly to those blessed for other accomplishments according to God. Hence it is said here: blessed is the people who know the war cry.
The divine word teaches others that such a war cry is a sacrifice, saying: I went around and sacrificed in his tent a sacrifice of war cry. It seems to me, then, that the divine Spirit here clearly blesses the people of Christ; for this people, having taken up knowledge of the victory of our savior over enemies, raises a war cry against the enemies, making the war cry on behalf of their own king. But also this people alone is accustomed to offer the bloodless and rational sacrifice through a war cry, by sending up harmonious thanksgiving to God in the spiritual liturgies and in the rites performed for us according to the new covenant, and in the bloodless, immaterial, and spiritual sacrifices. Instead of "the one who knows the war cry," Symmachus interpreted "the one who knows the meaning.
διὰ τί δὲ μακάριός ἐστιν οὗτος ὁ Χριστοῦ λαὸς ὁ τὸν εἰρημένον ἀλαλαγμὸν ἐπιστάμενος, ἀλλ’ ἐπειδήπερ τὴν θεότητα τοῦ σωτῆρος ἐπιγινώσκων, ἥτις ὠνόμασται πρόσωπον αὐτοῦ, τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ καταυγαζόμενος, τὴν ἑαυτοῦ ποιεῖται πορείαν λέγων, ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε· καὶ, ἐν τῷ φωτί σου ὀψόμεθα τὸ φῶς; καὶ διὰ τοῦτο γοῦν μακάριός ἐστιν οὗτος ὁ λαός.
Καὶ τρίτον ἐπεὶ μὴ ἀρκούμενος τῷ διὰ τῆς γνώσεως τοῦ Χριστοῦ φωτίζεσθαι, ἔτι καὶ τῷ ὀνόματι αὐτοῦ σεμνυνόμενος, καὶ Χριστιανὸς ἐξ αὐτοῦ καλούμενος, χαίρει καὶ ἀγαλλιᾷ ὅλην τὴν ἡμέραν, μᾶλλον δὲ πᾶσαν ἡμέραν· οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ διὰ τοῦτο γοῦν ἐστι μακάριος. καὶ τέταρτον ἐπειδὴ εἰς μέγεθος καὶ ὕψος ἐπιδοὺς τῇ τοῦ θεοῦ δικαιοσύνῃ ὑψοῦται, δίκαιον εἶναι κρίναντος τοῦ θεοῦ εἰς ὕψος ἄγειν καὶ ἐπὶ μέγα δόξης τὸν ἐπιστήμονα τοῦ εἰρημένου ἀλαλαγμοῦ λαὸν, καὶ τὸν ὑπὸ τοῦ προσώπου τοῦ σωτῆρος φωτιζόμενον, καὶ τὸν ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλόμενον, καὶ τὸν ἐγκαυχώμενον, ἀλλ’ οὐκ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν. ἀναγκαίως δὲ καὶ τοῦ δηλωθέντος μνήμην ὁ λόγος ἐποιήσατο, θεσπίζων τὸ κατόρθωμα τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας.
Why is this people of Christ blessed, who know the aforementioned war cry? Because, recognizing the divinity of the Savior, which is called his face, and being illuminated by the light of his face, they make their own journey, saying, "The light of your face, Lord, has been marked upon us," and, "In your light we will see the light." And for this reason, then, this people is blessed.
And thirdly, because not content with being illuminated through the knowledge of Christ, they also take pride in his name, being called Christian after him, and rejoice and exult all the day, or rather every day—for thus Symmachus translated—and for this reason, then, they are blessed. And fourthly, because having grown in magnitude and height through the justice of God, they are exalted, since God has judged it right to lead to height and to great glory the people who know the said war cry, and those illuminated by the face of the Savior, and those exulting in his name, and those boasting—but not in their own accomplishments. And necessarily the discourse has made mention of what has been indicated, prophesying the achievement of the presence of Christ among men.
Μέλλων γοῦν τὴν γένεσιν διδάσκειν τοῦ ἐκ σπέρματος Δαυὶδ προελευσομένου, καὶ τὴν καταστροφὴν τῶν παρὰ Ἰουδαίοις σεμνῶν προαγορεύειν, δι’ ἣν καὶ ἀπορῶν ἐπιλέγει, ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε; ἀναγκαίως περὶ μὲν τοῦ ἐπαληθεύσειν ἐξ ἅπαντος τὰς πρὸς τὸν Δαυὶδ τοῦ θεοῦ ἐπαγγελίας τὰς προειρημένας ἐποιήσατο διδασκαλίας. ἐπεὶ δὲ ἐχρῆν προμαθεὶν ἡμᾶς καὶ ποίῳ λαῷ ἡ χάρις τῆς τοῦ σωτῆρος εὐεργεσίας ἐταμιεύετο, ἀκολούθως ἐμνημόνευσεν οὐ τοῦ Ἰσραὴλ, οὐδὲ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τοῦ λαοῦ τοῦ γινώσκοντος ἀλαλαγμόν· καὶ τοῦτον εἰκότως τὸν λαὸν ἐμακάρισε, πλεῖστα αὐτῷ ἀγαθὰ εὐαγγελισάμενος. διὰ γὰρ τὸ εἰδέναι ἀλαλαγμὸν, πρῶτον μὲν ἐν τῷ φωτὶ τοῦ προσώπου τοῦ θεοῦ πορεύσονται, ἔπειτα ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται καθ’ ἑκάστην ἡμέραν· καὶ τρίτον ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ὑψωθήσονται· καὶ τέταρτον καύχημα τῆς δυνάμεως αὐτῶν ἔσται αὐτὸς ὁ κύριος.
Ἐπειδὴ γὰρ κραταιὸς καὶ δυνατὸς τυγχάνει ὁ λαὸς οὗτος, ἅτε ἐπὶ τὴν πέτραν ᾠκοδομημένος, ὡς μήτε πύλας ᾅδου κατισχύειν αὐτοῦ· εἰκότως καυχήσεται, ἀλλ’ οὐκ ἐπὶ τῇ οἰκείᾳ δυνάμει, ἀλλ’ ἐπὶ τῷ τεθεμελιωκότι αὐτὸν ἐπὶ τὴν πέτραν κυρίῳ. διὰ δὴ ταῦτα πάντα μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. καὶ ἡμῶν δὲ αὐτῶν τῶν ταῦτα θεσπιζόντων διὰ τοῦ πνεύματος προφητῶν τὸ κέρας ὑψωθήσεται. ποῖον δὲ κέρας ἢ τὸ μέλλον ἐκ σπέρματος Δαυὶδ κατὰ τὴν σὴν, ὦ κύριε, ἐπαγγελίαν προελεύσεσθαι;
Intending, then, to teach the birth of the one who would come from the seed of David, and to foretell the destruction of the things revered among the Jews, on account of which he also, being at a loss, adds, "Where are your ancient mercies, O Lord?" he necessarily made the aforementioned teachings concerning the fact that the promises of God to David would be fulfilled in every respect. But since it was also necessary for us to learn beforehand to which people the grace of the Savior's beneficence was reserved, he accordingly mentioned not Israel, nor the nation of the Jews, but the people who know the war cry; and he rightly blessed this people, proclaiming many good things to them. For because they know the war cry, first they will walk in the light of the face of God, then they will rejoice in his name each day; and third, they will be exalted in his righteousness; and fourth, the Lord himself will be the boast of their power.
For since this people is strong and powerful, being built upon the rock, so that the gates of Hades cannot prevail against it, it will rightly boast, but not in its own power, but in the Lord who has founded it upon the rock. On account of all these things, then, blessed is the people who know the war cry. And the horn of us ourselves, who are uttering these things through the spirit of the prophets, will be raised. But what horn is this, if not the one that is to come from the seed of David according to your promise, O Lord?
καὶ τοῦτο γὰρ τὸ κέρας ἡμῶν, ἐν ᾧ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται, σοῦ τοῦ ἁγίου Ἰσραὴλ, τοῦ βασιλέως ἡμῶν, ἀντιλαμβανομένου τῆς τούτου τοῦ κέρως γενέσεως. εἶεν δ’ ἂν αὗται φωναὶ προφητικαὶ ἐξ οἰκείου προσώπου τὰ προκείμενα ἀναφωνοῦσαι, κέρας τε αὐτῶν ὁμολογοῦσαι εἶναι τὸν κατὰ σάρκα φανησόμενον Χριστὸν τοῦ θεοῦ.
Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου καὶ εἶπας· ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ. εὗρον Δαυὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.
Ἅπαξ διὰ τῶν ἔμπροσθεν μνημονεύσας ὁ λόγος τοῦ κέρως ἐν οἷς ἔφη· ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν, ἀναγκαίως προϊὼν διδάσκει τί ποτε ἦν τοῦτο τὸ κέρας, καὶ πόθεν ἥξει, καὶ πῶς ὑψωθήσεται. διό φησιν· ὅτι τοῦ κυρίου ἐστὶν ἡ ἀντίληψις, ἡ τοῦ κέρως δηλονότι. κυρίου δὲ ποίου, ἢ τοῦ ἅγίου Ἰσραὴλ τοῦ βασιλέως ἡμῶν; αὐτὸς γὰρ ὁ κύριος καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ βασιλεὺς, ὁ τοῦ θεοῦ λόγος, ἀντίληψις ἔσται τοῦ κέρως ἡμῶν καθ’ ἃς πεποίηται ἐπαγγελίας, ὁπηνίκα λαλεῖ διὰ τῶν προφητῶν περὶ τοῦ μέλλοντος ἐκ σπέρματος Δαυὶδ προελεύσεσθαι.
For this horn of ours, with which we will gore our enemies, will be raised up in your good pleasure, you, the holy one of Israel, our king, taking hold of the genesis of this horn. These would be prophetic utterances from the speaker's own person, proclaiming the matters at hand and confessing that the horn of them is the Christ of God who will appear in the flesh.
Then you spoke in a vision to your sons and said: I placed help upon the mighty one, I raised up an elect one from the people. I found David my servant, I anointed him with my holy oil. For my hand will assist him, and my arm will strengthen him. An enemy will not prevail against him, and a son of lawlessness will not harm him. And I will strike down his enemies from before him and I will put to flight those who hate him. And my truth and my mercy will be with him, and his horn will be raised up in my name.
Having once mentioned the horn in the preceding passages, where it said, "In your good pleasure our horn will be raised up," the discourse necessarily proceeds to teach what this horn was, and whence it will come, and how it will be raised up. Therefore it says that the assistance belongs to the Lord, that is, of the horn. And of which Lord, if not the holy one of Israel, our king? For the Lord himself, the holy one of Israel, the king, the Word of God, will be the assistance of our horn according to the promises that have been made, whenever he speaks through the prophets concerning the one who is to come forth from the seed of David.
Ὅτε γὰρ, φησὶν, ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, τά τε προκείμενα ἐπηγγείλω σὺ, ὁ θεὸς, διὰ τῶν σεαυτοῦ υἱῶν τῶν προφητῶν, οἷς τὰς ὁράσεις τῶν μελλόντων ἀπεκάλυπτες· δι’ αὐτῶν γὰρ καὶ ποιούμενος τὰς ἐπαγγελίας τὰς πρὸς τὸν Δαυὶδ, τούτοις ἐχρήσω τοῖς λόγοις· ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. ἀνθ’ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· ἐπέθηκα ἀντίληψιν ἀνδρῶν, ὕψωσα ἐπίλεκτον ἀπὸ τοῦ λαοῦ. εὗρον Δαυὶδ τὸν δοῦλόν μου, καὶ τὰ ἑξῆς τοῖς ἑβδομήκοντα παραπλησίως· ὧν ἡ διάνοια τοῦτον ἔχει τὸν τρόπον· πολλὰ ζητήσας ἐν ἀνθρώποις ἄξιον εὑρεῖν ἐμαυτοῦ, μόλις ποτὲ εὗρον τὸν δοῦλόν μου Δαυὶδ, τὸν δι’ ὑπερβολὴν εὐσεβείας οἶκον ἐπὶ γῆς εὐκτήριον ἐμοὶ δείμασθαι μόνον τῶν ἐξ αἰῶνος διανενοημένον.
Διόπερ ἀμοιβὴν αὐτῷ τῆς ἀγαθῆς καὶ εὐσεβοῦς προαιρέσεως δωρούμενος, ἀνθ’ οὗ διανενόηται οἴκου, αὐτὸς ἐμαυτῷ νεὼν πανάγιον ἐκ σπέρματος αὐτοῦ κατασκευάσω. νεὼς γὰρ ἦν ὁ ἐκ σπέρματος Δαυὶδ γεγονὼς ἄνθρωπος τοῦ κατασκηνώσαντος ἐν αὐτῷ θεοῦ λόγου. ὃ δὴ καὶ αὐτὸς ὁ σωτὴρ ἐδίδασκε περὶ τοῦ ἰδίου σώματος λέγων· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. καὶ σφόδρα γε καταλλήλως τῇ τοῦ Δαυὶδ ἐπαγγελίᾳ καὶ ὁ θεὸς τὴν πρὸς αὐτὸν ἀμοιβὴν ἐποιήσατο. ἐπειδὴ τοίνυν, φησὶν, ἐπιτήδειον εὗρον καὶ ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν τὸν Δαυὶδ, διὰ τοῦτο κατηξίωσα αὐτὸν τῆς ἐμῆς βοηθείας, ἐκλεκτὸν αὐτὸν ἀποφήνας, καὶ ὑπὲρ πάντα τὸν λαὸν ἀνυψώσας.
For when, he says, you spoke in a vision to your sons, you promised the things set forth, you, God, through your own sons the prophets, to whom you revealed the visions of future events; for through them also, making the promises to David, you used these words: I placed help upon the mighty one; I raised up a chosen one from my people. In place of which Symmachus interpreted in this manner: I placed assistance of men, I raised up a select one from the people. I found David my servant, and the rest similarly to the Septuagint; the meaning of which is as follows: having sought much among men to find one worthy of myself, I at last with difficulty found my servant David, who alone from eternity had conceived the plan to build for me a house of prayer on earth on account of his exceeding piety.
Therefore, bestowing upon him a reward for his good and pious intention, in return for the house he had conceived, I myself will construct for myself a most holy temple from his seed. For the temple was the man born from the seed of David, of the divine Word who took up residence in him. Which indeed the Savior himself taught concerning his own body, saying: Destroy this temple, and in three days I will raise it up. And very fittingly, in accordance with David's promise, God also made his return to him. Since, then, he says, I found David suitable and worthy of my promises, for this reason I deemed him worthy of my help, declaring him chosen, and raising him above all the people.
Καὶ ἔτι πρὸς τούτοις ἐπειδὴ πολλὰ ζητήσας, μόνον αὐτὸν εὗρον ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν, καὶ εὑρὼν κατηξίωσα χρίσεως τοῦ ἁγίου μου ἐλαίου, δι’ οὗ καὶ Χριστὸν αὐτὸν ἀπειργασάμην, καὶ ταῦτα αὐτῷ δωρήσασθαι ἐπαγγέλλομαι· ἡ δεξιά μου βεβαίως συνέσται αὐτῷ, καὶ ὁ βραχίων μου στερεώσει αὐτόν. οὐκ ἐξαπατήσει αὐτὸν ἐχθρὸς, οὐδὲ υἱὸς ἀδικίας κακώσει αὐτόν. ἀλλὰ καὶ συγκόψω ἀπὸ ἔμπροσθεν αὐτοῦ τοὺς μισοῦντας αὐτὸν, καὶ τοὺς κακοποιοῦντας αὐτὸν πατάξω· ἡ δὲ βεβαίωσις καὶ ἡ χάρις μοῦ συνέσται αὐτῷ. καὶ ταῦτα μὲν αὐτῷ πάντα ἔσται κατὰ τὴν τοῦ Συμμάχου ἑρμηνείαν· κατὰ δὲ τοὺς ἑβδομήκοντα· ἡ χείρ μου, φησὶ, συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ· καὶ τέλος μετὰ ταῦτα πάντα, ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. τοῦτο δὴ τὸ κέρας αὐτοῦ τὸ μέλλον ἐξ αὐτοῦ προελεύσεσθαι, καὶ ὁ νεὼς ὁ ἐκ σπέρματος αὐτοῦ μέλλων μοι κατασκευάζεσθαι· ὅπερ κέρας αὐτοῦ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται· καταξιωθήσεται γὰρ τοῦ ἐμοῦ ὀνόματος καὶ τῆς ἐμῆς προσηγορίας. χρηματίσει γοῦν καὶ αὐτὸ τοῖς ἐμοῖς χρηματισμοῖς, καὶ διὰ τῶν ἐμῶν προσηγοριῶν παρὰ τοῖς πᾶσιν ὑψωθήσεται. διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.
And further to these things, since after much searching I found him alone worthy of my promises, and having found him I deemed him worthy of anointing with my holy oil, through which I also made him Christ, I promise to bestow these things upon him: my right hand will steadfastly be with him, and my arm will strengthen him. No enemy will deceive him, nor will a son of injustice harm him. But I will also strike down from before him those who hate him, and I will smite those who do him evil; and my confirmation and grace will be with him. And all these things will be for him according to the interpretation of Symmachus; but according to the Septuagint: "My hand," he says, "will assist him, and my arm will prevail over him. An enemy will not prevail against him, and a son of lawlessness will not harm him. And I will strike down from before his face his enemies, and I will put to flight those who hate him. And my truth and my mercy will be with him." And finally after all these things, "in my name his horn will be raised." This is his horn that is to come forth from him, and the temple that is to be built for me from his seed; which horn of his will be raised in my name, for it will be deemed worthy of my name and my appellation. For it too will be designated by my designations, and through my appellations it will be raised high among all. Therefore it was also said earlier, "and in your good pleasure our horn will be raised.
Ἀλλ’ ὁ μὲν τῶν προφητῶν χορὸς πρὸς τὸν θεὸν ἀνεφώνει πρότερον λέγων·
καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν·
αὐτὸς δὲ νῦν ὁ θεὸς τὰς ἐπαγγελίας περὶ τοῦ Δαυὶδ ποιούμενος ἐπισφράγισμα πάντων προστίθησι τό·
καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ,
τὸν ἐξ αὐτοῦ προελευσόμενον Χριστὸν δηλώσας, κέρας οὐ μόνον τῶν προφητῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ Δαυὶδ ὠνομασμένον· περὶ οὗ ἑξῆς ἐπιλέγει·
καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. αὐτὸς ἐπικαλέσεταί με· πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσιν τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ.
Εἴ τις ἀκριβῶς ἐπιστήσειε τῇ τῶν λεγομένων διανοίᾳ, εὕροι ἂν ταῦτα οὐ περὶ τοῦ Δαυὶδ, ἀλλὰ περὶ τοῦ προελευσομένου ἐξ αὐτοῦ κέρως προφητευόμενα. εἰπὼν γὰρ ὁ λόγος, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, ἐπισυνάπτει περὶ τοῦ κέρως, καὶ λέγει· θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, δῆλον δ’ ὅτι τοῦ κέρως, καὶ τὰ ἑξῆς· καὶ ἁρμόζει γε ἐντεῦθεν πάντα ἐπὶ τὸν Χριστὸν τὸν ἐκ σπέρματος Δαυὶδ γενησόμενον ἀναφέρεσθαι.
But the chorus of prophets formerly cried out to God, saying:
"And in your good pleasure our horn will be raised."
But now God himself, making promises concerning David, adds as a seal upon all:
"And in my name his horn will be raised,"
having indicated the Christ who would come forth from him, named a horn not only of the prophets but also of David himself. Concerning this he next says:
"And I will place his hand in the sea and his right hand in the rivers. He will call upon me: 'You are my father, my God and the supporter of my salvation.' And I will set him as a firstborn, high among the kings of the earth. I will keep my mercy for him forever, and my covenant is faithful to him."
If one were to attend carefully to the meaning of these words, one would find that these things are prophesied not concerning David, but concerning the horn that would come forth from him. For after the word says, "And in my name his horn will be raised," it adds concerning the horn and says, "I will place his hand in the sea," clearly that of the horn, and the rest. And from this point everything fits to be referred to the Christ who would be born from the seed of David.
Εἰ γοῦν τις μὴ τοῦτον ἐκλάβοι τὸν τρόπον, ἀλλ’ ἐπὶ τὸν Δαυὶδ ἀνάγοι τὰ προκείμενα, ἀσύστατος εἴη ἂν αὐτῷ ὁ λόγος. πῶς γὰρ τοῦ Δαυὶδ ἐν θαλάσσῃ ἔταξεν ὁ θεὸς τὴν χεῖρα καὶ ἐν ποταμοῖς τὴν δεξιὰν, ὁ βουλόμενος ἑρμηνευέτω. οὐδὲ γὰρ ἐκράτησεν ὁ Δαυὶδ τῆς παρ´ ἅλου χώρας. ἢ πῶς περὶ τοῦ Δαυὶδ λέγοιτ’ ἂν τὸ, αὐτὸς ἐπικαλέσεταί με· πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν; ἀντὶ τίνος γὰρ μᾶλλον τοῦ Ἀβραὰμ, ἢ τοῦ Ἰσαὰκ, ἢ τοῦ Ἰσραὴλ, ἢ αὐτοῦ Μωσέως, ἢ τοῦ Ἠλία, ἢ τῶν ἄλλων δικαίων τε καὶ προφητῶν, πρωτότοκος τοῦ θεοῦ νομισθείη ἂν ὁ Δαυΐδ;
Πῶς δὲ ἀληθεύσει περὶ αὐτοῦ φάσκων ὁ θεὸς, θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς; ἔσεσθαι αὐτόν φησιν ὑψηλόν· πότ’ οὖν ὁ Δαυὶδ παρὰ Πέρσαις φέρε, ἢ Σκύθαις, ἢ Ἰνδοῖς, ἢ Αἰθίοψιν, ἢ Μαύροις, ἢ Σπάνοις, ἢ Βρετανοῖς, ἢ παρὰ τοῖς λοιποῖς τῶν ἐθνῶν βασιλεῦσιν ὑψώθη; εἰ δὲ ἐκλάβοις ταῦτα ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ γεγονέναι, βεβαιότατα καὶ κυριώτατα εὕροις ἂν ἐφαρμόζοντα αὐτῷ τὰ λεγόμενα. μαρτυρεῖ δὲ τῇ τῆς προφητείας ἐκβάσει καὶ τὸ εὐαγγέλιον, ἐν ᾧ κατὰ τὸν Λουκᾶν Ζαχαρίας ὁ τοῦ Ἰωάννου πατὴρ προφητικῇ δυνάμει καὶ αὐτὸς κέρας αὐτὸν ὠνόμασε. λέγει δ’ οὖν ὁ εὐαγγελιστής· καὶ Ζαχαρίας ἐπλήσθη πνεύματος ἁγίου, καὶ ἐπροφήτευσεν λέγων· εὐλογητὸς ὁ θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυὶδ τοῦ παιδὸς αὐτοῦ. καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ.
If someone does not take this in that way, but refers the foregoing to David, his argument would be incoherent. For how did God set David's hand in the sea and his right hand in rivers? Let him who wishes interpret this. For David did not rule the whole region. Or how could it be said of David: "He will call upon me; you are my father, and I will set him as firstborn"? For why would David be considered firstborn of God more than Abraham, or Isaac, or Israel, or Moses himself, or Elijah, or the other righteous and prophets?
And how will God speak truth when he says about him: "I will set him high among the kings of the earth"? He says he will be high. When then was David exalted among Persians, or Scythians, or Indians, or Ethiopians, or Moors, or Spaniards, or Britons, or among the remaining kings of the nations? But if you take these things as having come to pass from his seed, you would find the words most firmly and most properly applying to him. The Gospel also bears witness to the fulfillment of the prophecy, in which, according to Luke, Zacharias, the father of John, by prophetic power also named him "horn." So the evangelist says: "And Zacharias was filled with the Holy Spirit, and prophesied, saying: 'Blessed is the God of Israel, because he has visited and made redemption for his people, and has raised up a horn of salvation for us in the house of David his servant, as he spoke through the mouth of his holy prophets from of old.'
Κέρας δὲ κυρίως ὠνόμασται ὁ Χριστὸς τοῦ θεοῦ. διὸ καὶ μονόκερως εἴρηται κατὰ τὴν φάσκουσαν γραφήν· καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων· ἐπείπερ δι’ αὐτοῦ πᾶσα ἡ ἀντικειμένη καὶ ἐχθρὰ τοῦ θεοῦ δύναμις ἀνετράπη κερατισθεῖσα καὶ κεραϊσθεῖσα. μόνος γοῦν ὡς ἀληθῶς τῶν γενομένων τοῦ Δαυὶδ διαδόχων Ἰησοῦς Χριστὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἐκ σπέρματος αὐτοῦ προελθὼν τῷ κέρατι τῆς ἐν αὐτῷ θεότητος, πᾶσαν τὴν δαιμονικὴν καὶ εἰδωλικὴν ἀνατρέψας καθεῖλε πλάνην. διὸ καὶ κέρας εἰκότως καὶ μονόκερως ἐν τοῖς ἱεροῖς ὠνόμασται λόγοις. αὐτοῦ δὲ, καὶ οὐδὲ ἄλλου, ἡ χεὶρ καὶ ἡ δεξιὰ κατεκυρίευσε τῆς οἰκουμένης πάσης, ἐν ποταμοῖς καὶ θαλάσσαις· ἐπεὶ καὶ τὰς νήσους τῶν ἐθνῶν ἐπλήρωσεν ἡ διδασκαλία αὐτοῦ καὶ πανταχοῦ γῆς κύριον αὐτὸν καὶ θεὸν καὶ βασιλέα, πᾶν γένος ἀνθρώπων ἀναγορεύει.
Ὅμοιον δέ ἐστι τὸ ἐνταῦθα φάσκον, θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ, τῷ ἐν οα ψαλμῷ αὖθις περὶ αὐτοῦ λέγοντι· καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης. ἀρξάμενος οὖν ὁ σωτὴρ ἀπὸ τοῦ βαπτίσματος τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τὴν βασιλείαν τοῦ θεοῦ κηρύττειν, τὴν πᾶσαν ἐπλήρωσεν οἰκουμένην. καὶ ἐν Ζαχαρίᾳ δὲ τῷ προ φήτῃ λέλεκται· χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ποταμῶν δι’ ἐκβολὰς γῆς. ἀνθ’ οὗ τὸ Ἑβραϊκὸν περιέχει, καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς γῆς.
Horn is properly named Christ of God. Therefore he is also called unicorn according to the scripture that says: "And the beloved is as a son of unicorns," since through him all the opposing and hostile power of God was overturned, being gored and destroyed. Indeed, alone truly of the successors of David, Jesus Christ our savior and lord, having come forth from his seed by the horn of the divinity in him, overthrew and destroyed all demonic and idolatrous error. Hence he is fittingly called horn and unicorn in the sacred writings. And his hand and right hand, and no other's, have dominated the whole inhabited world, in rivers and seas, since his teaching has filled even the islands of the nations, and everywhere on earth every race of men proclaims him lord and god and king.
Similar to what is said here, "I will set his hand in the sea and his right hand in rivers," is what is said again about him in Psalm 71: "And he will rule from sea to sea, and from river to the ends of the inhabited world." Therefore the savior, having begun from the baptism in the Jordan River to proclaim the kingdom of God, filled the whole inhabited world. And in Zechariah the prophet it is said: "Rejoice and be glad, daughter of Zion; behold, your king comes to you gentle and mounted on a donkey and a young colt. And he will rule from sea to sea, and from the outpourings of rivers of the land." In place of which the Hebrew text contains: "And from rivers to the ends of the earth.
Εἴποι δ’ ἄν τις ἀπορρητότερον καὶ ἄλλως διὰ τούτων, τὴν μὲν δεξιὰν αὐτοῦ ἐν ποταμοῖς λέγεσθαι, διὰ τὸ πάντας τοὺς ἐκ δεξιῶν αὐτοῦ διὰ λουτροῦ παλιγγενεσίας καθαίρεσθαι, καὶ τῆς ἐνθέου ἀναγεννήσεως διὰ τῆς τοῦ ἁγίου πνεύματος ἐπιρροῆς καταξιοῦσθαι· δεξιοὺς αὐτοῦ νοεῖν ἐδιδάχθημεν ἐκείνους, οἷς ἐπηγγείλατο φήσας· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς.
Τούτους γὰρ, πρόβατα ἑαυτοῦ ὠνόμασε, τοῖς δεξιοῖς στήσειν ἐπηγγείλατο· διόπερ κατὰ βαθύτερον λόγον καὶ ἀπορρητότερον, ἡ δεξιὰ αὐτοῦ λέλεκται ἐν ποταμοῖς ἔσεσθαι. ποταμοὶ δὲ αὐτοῦ εἴρηνται καὶ οἱ λαοὶ αὐτοῦ κατὰ τὸ, ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό· καὶ πάλιν· ἐπῆραν οἱ ποταμοὶ, κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.
Καὶ ἐπὶ τούτους γὰρ τοὺς ἑαυτοῦ ποταμοὺς τὴν δεξιὰν αὐτοῦ θήσειν ἐπαγγέλλεται. τὴν δὲ ἑτέραν αὐτοῦ χεῖρα, ἣν καταλέλοιπεν ἡμῖν νοεῖν ἀριστερὰν οὖσαν, θήσειν ἐν θαλάσσῃ φησὶν ἐν τοῖς ἁλμυροῖς τοῦ βίου κύμασιν· ἔνθα καὶ ὁ δράκων τὰς ἑαυτοῦ ποιεῖται διατριβὰς, κατὰ τὸ, αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν· δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. ἐπὶ τούτων γὰρ τῶν δρακόντων, καὶ τῆς οὕτω νοηθείσης θαλάσσης, οὐχ ἡ δεξιὰ, ἀλλ’ ἡ ἑτέρα παρὰ τὴν δεξιὰν ἐπιτεθήσεται χεὶρ, κολάζουσα καὶ τιμωρουμένη τοὺς ἐχθροὺς, καὶ ταπεινοῦσα αὐτούς.
One might speak more mysteriously and in another way through these things: his right hand is said to be in rivers, because all those on his right are cleansed through the bath of regeneration and deemed worthy of divine rebirth through the influx of the Holy Spirit. We have been taught to understand as his right those to whom he made a promise, saying: "Come, the blessed of my father, inherit the kingdom prepared for you from the foundation of the world. For I was hungry, and you gave me to eat," and so forth.
For he called these his sheep, and promised to set them on the right. Therefore, according to a deeper and more mysterious account, his right hand is said to be in rivers. And his rivers are also called his peoples, according to: "Rivers will clap with the hand together," and again: "The rivers raised, O Lord, the rivers raised their voice; the rivers will raise their afflictions."
And over these, his own rivers, he promises to place his right hand. But his other hand, which he leaves for us to understand as the left, he says he will place in the sea, in the salty waves of life, where the serpent also makes its haunts, according to: "This is the great and spacious sea; there are creeping things there which are not; this serpent which you fashioned to mock him." For over these serpents and over the sea understood in this way, not the right hand, but the other hand besides the right will be placed, punishing and chastising the enemies and humbling them.
αὐτὸς δὲ οὗτος ὁ δηλούμενος (δῆλον δ’ ὅτι κέρας Δαυὶδ), ὁ ἐκ σπέρματος αὐτοῦ γενηθησόμενος, πατέρα ἐπικαλέσεται τὸν θεὸν, ἅτε κατηξιωμένος τῆς ἐν αὐτῷ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ κατοικήσεως, συναφείας τε καὶ ἑνώσεως τῆς πρὸς αὐτόν. διὸ καὶ αὐτὸς ὁ θεὸς λόγος, ὁ πρωτότοκος πάσης κτίσεως, προεπαγγειλάμενος καὶ εἰπὼν, ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τῆς οἰκείας ὀνομασίας καὶ τοῦ οἰκείου ἀξιώματος μεταδοὺς τῷ ἐκ σπέρματος Δαυὶδ προελευσομένῳ, πρωτότοκον αὐτὸν θήσεται, ὅπως καὶ αὐτὸς ὁ κατὰ σάρκα ἐκ σπέρματος Δαυὶδ γενηθεὶς χρηματίσῃ υἱὸς θεοῦ, καὶ ὀνομασθείη πρωτότοκος διὰ τὴν συνάφειαν τὴν πρὸς τὸν μονογενῆ τοῦ θεοῦ.
Ταῦτα γὰρ ἦν, δι’ ὧν ὑψωθήσεσθαι αὐτὸν ἐπηγγείλατο, εἰπών· ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. τὸ γὰρ ἴδιον ὄνομα ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς τῷ κατὰ σάρκα υἱῷ Δαυὶδ ἐπιτέθεικε, πρωτότοκον καὶ θεοῦ υἱὸν καὶ αὐτὸν ἀναγορεύσας. Τοῦτον δὲ καὶ ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς θήσεσθαι ἐπηγγείλατο· ἢ κατὰ τὸν Σύμμαχον, ἀνώτατον τῶν βασιλέων τῆς γῆς. πάντων γὰρ τῶν μελλόντων αὐτὸν καταπολεμεῖν ἀνώτερος καὶ κρείττων γεγένηται· θραύων μὲν τὰς κατὰ τῆς ἐκκλησίας αὐτοῦ ἐπαναστάσεις καὶ τοὺς διωγμοὺς, δοξάζων δὲ καὶ ἰσχυροποιῶν τὸν τῆς διδασκαλίας αὐτοῦ λόγον. ἀλλὰ καὶ εἰς τὸν αἰῶνα φυλάξειν αὐτῷ φησι τὸ ἔλεος αὐτοῦ, καὶ τὴν διαθήκην αὐτοῦ πιστοποιήσειν αὐτῷ· πάντως που τὴν καινὴν διαθήκην, ἣν πᾶσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσιν ἐκήρυξεν, ἀντὶ τῆς παρὰ Μωσῇ διαθήκης τὸ εὐαγγέλιον παρασχὼν, ὅπερ πιστώσεσθαι καὶ βεβαιώσειν ἐπηγγείλατο.
But this same one who is indicated (clearly the horn of David), who will be born from his seed, will call upon God as father, when he has been deemed worthy of the dwelling of the only-begotten son of God within him, and of union and unity with him. Therefore also God the Word himself, the firstborn of all creation, having promised beforehand and said, "In my name his horn will be raised," having imparted his own name and his own dignity to the one who will come from the seed of David, will set him as firstborn, so that he who is born from the seed of David according to the flesh may also be called son of God, and be named firstborn because of his union with the only-begotten of God.
For these were the things through which he promised that he would be raised, saying, "In my name his horn will be raised." For the only-begotten son of God has placed his own name upon the son of David according to the flesh, proclaiming him also as firstborn and son of God. And he promised that this one would also be set high among the kings of the earth; or, according to Symmachus, highest of the kings of the earth. For he has become higher and mightier than all those who would war against him, crushing the uprisings and persecutions against his church, and glorifying and strengthening the word of his teaching. But he also says that he will keep his mercy for him forever, and will make his covenant sure for him; certainly the new covenant, which he proclaimed to all the nations throughout the whole world, providing the gospel in place of the covenant through Moses, which he promised to make sure and confirm.
Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίμασίν μου μὴ πορευ θῶσιν καὶ τὰ δικαιώματά μου βεβηλώσωσιν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέ ψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἀδικίας αὐτῶν. τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου, οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.
Τὰ μὲν εἰρημένα περὶ τοῦ κέρως διὰ τῶν ἔμπροσθεν πεπλήρωται. ἐδείκνυτο δὲ κέρας οὐκ ἀλλότριον τοῦ ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα γενηθέντος Χριστοῦ.
Τούτου δὴ οὖν, ἀκολούθως μετὰ τὰ περὶ αὐτοῦ τεθεσπισμένα, τὴν διαδοχὴν διὰ τῶν προκειμένων, ὁποία τίς ἐστι, παρίστησι φάσκων· οὐχ ἁπλῶς εἰς ἕνα μόνον τὸν παρόντα αἰῶνα, ἀλλὰ καὶ εἰς τὸν μετέπειτα αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα τοῦ δηλωθέντος κέρως θήσομαι· καὶ τὸν θρόνον αὐτοῦ οὐ πρὸς ὀλίγας ἡμέρας, οὐδὲ εἰς ἐτῶν περιόδους βραχείας φυλάξω, ἀλλὰ ταῖς ἡμέραις τοῦ οὐρανοῦ συμπαρεκτείνεσθαι ποιήσω. καὶ ὁ Σύμμαχος δὲ οὕτως ἡρμήνευσεν εἰπών· καὶ ποιήσω διηνεκὲς τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ἐφ’ ὅσον αἱ ἡμέραι τοῦ οὐρανοῦ. σπέρμα δὲ τοῦ Χριστοῦ τί χρὴ νοεῖν ἢ τὰς καθ’ ὅλης τῆς οἰκουμένης συνεστώσας ἐξ αὐτοῦ ἐκκλησίας, καὶ τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἀναγεννηθέντας αὐτῷ λαούς;
And I will set his seed for the age of the age, and his throne as the days of the sky. If his sons abandon my law and do not walk according to my judgments and profane my ordinances and do not keep my commandments, I will visit their lawlessness with a rod and their injustices with whips. But I will not scatter my mercy from him, nor will I do injustice in my truth, nor will I profane my covenant, and I will not annul what goes forth from my lips.
What was said about the horn has been fulfilled through the preceding passages. The horn was shown to be none other than Christ, who was born from the seed of David according to the flesh.
So then, after the things divinely spoken about him, he accordingly sets forth through the present passage what the succession is like, declaring: not merely for the present age alone, but also for the subsequent age of the age, I will set the seed of the indicated horn; and I will preserve his throne not for a few days, nor for brief cycles of years, but I will make it extend along with the days of the sky. And Symmachus interpreted it thus, saying: And I will make his seed perpetual, and his throne for as long as the days of the sky. What must one understand as the seed of Christ except the churches established by him throughout the whole world, and the peoples regenerated for him among all nations?
Θρόνος δὲ αὐτοῦ τυγχάνει ὁ κατὰ τὴν ἐκκλησίαν αὐτοῦ καθ’ ὅλης τῆς οἰκουμένης διὰ τῶν ἐξ αὐτοῦ κατὰ διαδοχὴν προέδρων ἱδρυμένος· ὅντινα θρόνον διαμένειν φησὶν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ· οὐχ ὁμοίως τῷ Ἰουδαίων τῷ βασιλικῷ θρόνῳ, ὃς ἐπ’ ὀλίγῳ διαρκέσας, ἀπέσβη, ἐγγύς που φυλαχθεὶς τετρακοσίοις μόνοις ἔτεσι, τοῖς ἀπὸ Δαυὶδ καὶ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν. οὗτος δὲ ὁ παρὼν θρόνος, ὁ διὰ τῶν προκειμένων θεσπιζόμενος τῶν τῆς ἐκκλησίας προέδρων, διαμενεῖ καὶ φυλαχθήσεται ὁμοίως ταῖς ἡμέραις τοῦ οὐρανοῦ. εἰ δὲ συμβαίη ποτὲ πλημμελεῖν τὸν λαὸν καὶ τοὺς υἱοὺς τοῦ προφητευομένου, λέγω δὲ τοὺς διαδόχους αὐτοῦ, πειραθήσεσθαι μὲν αὐτοὺς ἐπιστροφῆς τῆς διὰ τῶν διωγμῶν φησι, μὴ μὴν ἐκπεσεῖσθαί ποτε τῶν θρόνων, μηδὲ στερηθήσεσθαι τοῦ ἐλέους τοῦ θεοῦ. ἐὰν γὰρ τάδε καὶ τάδε πράξωσιν οἱ υἱοὶ αὐτοῦ, δῆλον δ’ ὅτι τοῦ Χριστοῦ, τάδε ἔσεσθαι αὐτοῖς φησιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, δηλαδὴ τῶν υἱῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ.
His throne is that established throughout the whole world in his church through the succession of his presiding bishops; this throne, he says, will endure as the days of the sky—not like the royal throne of the Jews, which, having lasted only a short time, was extinguished, having been preserved for about four hundred years only, from David to the captivity in Babylon. But this present throne, the one prophesied in the preceding passages for the presiding bishops of the church, will endure and be preserved like the days of the sky. And if it should ever happen that the people and the sons of the one prophesied—I mean his successors—transgress, he says that they will indeed experience a turning through persecutions, but they will never be cast out from the thrones nor be deprived of the mercy of God. For if the sons of him—clearly of Christ—do such and such things, he says that such and such will happen to them: I will chastise their lawlessnesses with a rod, that is, of the sons, and their injustices with whips; but I will not scatter my mercy away from him.
Καὶ πρόσχες, ὅτι μὴ εἴρηται, ἀπ’ αὐτῶν, ἀλλ’, ἀπ’ αὐτοῦ, δηλονότι τοῦ προφητευομένου, καίτοι τῶν ἀνωτέρω πληθυντικῶς εἰρημένων, κατὰ τὸ, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. τίνων δὲ αὐτῶν, ἢ δηλονότι τῶν τοῦ κέρως υἱῶν; ἐν δὲ τῷ, τὸ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ, περὶ ἑνὸς λέλεκται, ἤτοι τοῦ θρόνου ἢ τοῦ κέρως τοῦ προφητευομένου. καὶ ἐπιλέγει ἑξῆς· οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, δηλονότι τὴν νέαν καὶ καινὴν, περὶ ἧς ἀνωτέρω ἔφησε τὸ, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. καὶ πάλιν ἐπισφραγίζεται τοῦ λόγου τὴν ἀλήθειαν εἰπών· οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου, οὐδὲ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω· ἀλλὰ πιστὰ καὶ ἀληθῆ, φησὶ, ποιήσω τὰ ἐπηγγελμένα, ἐπιθεὶς τοῖς λόγοις ἔργα δι’ αὐτῶν τῶν ἀποτελεσμάτων. καὶ τὰ μὲν τῶν πρὸς τὸν Δαυὶδ ἐπαγγελιῶν τῶν περὶ τοῦ κέρως καὶ τοῦ θρόνου αὐτοῦ, περί τε τῶν ἐξ αὐτοῦ γενησομένων καὶ τῆς καινῆς διαθήκης αὐτοῦ τοσαῦτα.
And note that it is not said “from them,” but “from him,” clearly referring to the one prophesied, even though the preceding words were in the plural, as in “I will examine their iniquities with a rod, and their injustices with scourges.” But “their”—whose? Clearly, of the sons of the horn? In the phrase “I will not scatter my mercy from him,” it is spoken of one thing, either the throne or the horn that is prophesied. And he adds next: “Nor will I profane my covenant,” clearly the new and fresh covenant, concerning which he said above, “And my covenant is faithful to him.” And again he seals the truth of the word by saying: “Nor will I do injustice in my truth, nor will I repudiate what issues from my lips”; but, he says, I will make the promises faithful and true, adding deeds to words through the very outcomes. And such are the matters concerning the promises to David regarding the horn and his throne, as well as those concerning those who will come from him and his new covenant.
Ἐπεὶ δὲ ἐχρῆν τὰς τοιαύτας ἐπαγγελίας μὴ ἁπλῷ τινι καὶ ψιλῷ λόγῳ προενηνοχέναι νομίζειν, αὖθις ἐπαναλαμβάνει καὶ ἐπιδευτεροῖ τὸν λόγον ὅρκῳ ἐπισφραγιζόμενος τὰ εἰρημένα εἰς βεβαίωσιν τῶν ἐπηγγελμένων. διό φησιν·
ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου· εἰ τῷ Δαυὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. διάψαλμα.
Ἀψευδὴς μέν ἐστιν ὁ θεὸς καὶ ἀνωμότῳ χρώμενος τῇ ἐπαγγελίᾳ· ἐπεὶ δὲ ἐχρῆν ὡς πρὸς ἀνθρώπους διαλεγόμενον ἀνθρωπίνῃ χρήσασθαι συμπεριφορᾷ κατὰ τοὺς ἐν ἀνθρώποις εὐορκοῦντας, καὶ θεοῦ μαρτυρίᾳ χρωμένους εἰς πίστωσιν τῶν οἰκείων λόγων· καὶ αὐτός φησιν ὀμωμοκέναι καὶ μὴ διαψεύσασθαι τοὺς ὅρκους, ἵνα διὰ δύο, φησὶν ὁ θεῖος ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. εἴρηται δὲ καὶ ἄλλη αἰτία, δι’ ἣν ὀμνὺς ὁ θεὸς εἰσῆκται, κατὰ ἀμοιβὴν τῆς τοῦ Δαυὶδ μεθ’ ὅρκου ἐπαγγελίας.
Since it was necessary not to think that such promises were brought forward by some simple and bare word, he again takes up and repeats the discourse, sealing what was said with an oath for the confirmation of the promises. Therefore he says:
"I have sworn once in my holy one; if I will lie to David, his seed remains forever, and his throne is like the sun before me, and like the moon perfected forever; and the witness in heaven is faithful." Diapsalma.
God is truthful and uses an unsworn promise; but since it was necessary, as one speaking to men, to employ human accommodation according to those among men who keep their oaths and use the testimony of God to confirm their own words, he himself says that he has sworn and will not break the oaths, so that through two immutable things, in which it is impossible for God to lie, we may have strong assurance, as the divine apostle says. Another reason has also been stated, on account of which God is introduced as swearing, in return for David's promise made with an oath.
Ὀμνύει δὲ ὁ θεὸς κατὰ τοῦ ἁγίου αὐτοῦ, ὡς ἂν καὶ πατὴρ εὐορκῶν κατὰ σωτηρίας υἱοῦ γνησίου καὶ ἀγαπητοῦ· τὸν αὐτὸν τρόπον κἀγὼ, φησὶν, ὤμοσα ἐν τῷ ἁγίῳ μου, τουτέστι κατὰ τοῦ ἁγίου μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. τί δὲ περιεῖχεν ὁ ὅρκος; τὸ σπέρμα αὐτοῦ, φησὶν, εἰς τὸν αἰῶνα μένει. τοῦτο πρῶτον, καὶ αὕτη μὲν πρώτη ἐπαγγελία ἡ περὶ τοῦ σπέρματος· περὶ οὗ καὶ ἀνωτέρω ἐλέγετο· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ· ἐδήλου δὲ τοῦ Χριστοῦ τὴν διαδοχήν. δευτέρα δὲ ἐπαγγελία περὶ τοῦ θρόνου τοῦ προλεχθέντος· διὸ καὶ ἐπιλέγει· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. τὸ μὲν οὖν σπέρμα, τουτέστι τὸν τοῦ Χριστοῦ κατασπαρέντα λόγον, ἢ τὸν λαὸν αὐτοῦ καὶ τὴν ἐκκλησίαν, οὔποτε διαφθαρήσεσθαί φησιν, οὐδὲ διαλείψειν· τὸν δὲ θρόνον αὐτοῦ διαμένειν εἰς τὸν αἰῶνα· ἢ κατὰ τὸν Σύμμαχον, ὡς ἡ μήνη ἑδραία αἰωνίως μενεῖ· οὕτως ἔσται καὶ ὁ ἐκκλησιαστικὸς τοῦ Χριστοῦ θρόνος.
God swears by his holy one, just as a father who keeps his oath would swear by the safety of his own genuine and beloved son. In the same way, he says, "I swore by my holy one," that is, by my holy one, "if I will deceive David." And what did the oath contain? "His seed," he says, "remains forever." This is first, and this is the first promise concerning the seed, about which it was also said above: "And I will place his seed for eternity of eternity." This indicated the succession of Christ. The second promise concerns the throne mentioned earlier; therefore he adds: "And his throne is like the sun before me, and like a perfected moon forever." So the seed—that is, the sown word of Christ, or his people and the church—he says will never be destroyed nor cease; and his throne will endure forever. Or, according to Symmachus, "as the moon will remain steadfast eternally, so also will the ecclesiastical throne of Christ be.
Μήποτε δὲ προειπὼν ὁ λόγος, ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, καὶ ἐπισυνάψας ἑξῆς, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, τοῦ ἁγίου αὐτοῦ τὸ σπέρμα κρατήσειν εἰς αἰῶνα θεσπίζει; ὡς εἶναι σπέρμα τοῦ ἁγίου τοῦ θεοῦ, δηλαδὴ τοῦ μονογενοῦς τοῦ θεοῦ, ἣν ἔσπειρεν ἐπὶ γῆς διδασκαλίαν, αὐτὸς γενόμενος αὐτῆς σπορεὺς, κατὰ τὴν λεχθεῖσαν ὑπ’ αὐτοῦ παραβολὴν, δι’ ἧς εἴρηται· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν, φησὶν, οὕτως ἔστω καὶ γενήσεται καὶ πιστωθήσεται. ὁ γὰρ τούτων μάρτυς πιστός ἐστιν ὁ ἐν οὐρανῷ κατοικῶν θεός.
Συνίστησι δὲ τοῦ λόγου τὴν ἀλήθειαν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· ὀφθαλμοῖς γὰρ ὁρῶμεν τοῦ κέρως Δαυὶδ, τουτέστι τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ σπέρμα καὶ τὴν διαδοχήν· ἀλλὰ καὶ τοῦ ἁγίου τοῦ θεοῦ τοῦ μονογενοῦς αὐτοῦ λόγου τὸ καταβληθὲν ἐπὶ γῆς οὐράνιον σπέρμα τῆς εὐαγγελικῆς διδασκαλίας διαιωνίζον· οὐ μὴν ἀλλὰ καὶ καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, ἐν πᾶσιν ἔθνεσι, πόλεσί τε καὶ κώμαις καὶ χώραις ὁρῶμεν τὸν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ ἱδρυμένον θρόνον πληροῦντα τὸν σύμπαντα κόσμον.
But perhaps the Word, having said once, "I swore by my holy one," and then adding, "his seed remains forever," decrees that the seed of his holy one will prevail forever? So that the seed of the holy one of God—that is, of the only-begotten of God—is the teaching which he sowed on earth, he himself having become its sower, according to the parable spoken by him, through which it is said: "The sower went out to sow," and so forth. And these things, he says, are so, and will happen, and will be confirmed. For the witness of these things is faithful: God who dwells in heaven.
The truth of the Word is established by the outcome through deeds; for with our eyes we see the seed and succession of the horn of David, that is, of our Savior Jesus Christ. But also the seed of the holy one of God, his only-begotten Word, the heavenly seed of the evangelical teaching cast upon the earth, endures forever. Moreover, throughout the whole inhabited world of men, among all nations, cities, villages, and regions, we see the throne established in his church filling the entire world.
Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ Ἰουδαϊκῶς ἐκλάβοι τὸν θρόνον, τὴν σωματικὴν βασιλείαν τοῦ Δαυὶδ λέγεσθαι νομίζων, ψευδεῖς ἐλεγχθήσονται αἱ προφητεῖαι. μετὰ γὰρ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους, οὐδεὶς εἰς τὸν θρόνον ἐκαθέσθη Δαυΐδ· ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρο, ἐγγύς που ἔτη τυγχάνει χίλια, ἐξ οὗ, καθαιρεθείσης τῆς βασιλείας αὐτοῦ, καὶ τῆς διαδοχῆς αὐτοῦ παυσαμένης, λέλυτο τοῦ Δαυὶδ ὁ θρόνος. διὸ δὴ τὰ ἑξῆς τοῦ ψαλμοῦ αὐτὰ ταῦτα ἀποδύρεται, σαφῶς τοῦ σωματικοῦ θρόνου τὴν καταστροφὴν σημαίνοντα, καὶ τἀναντία παριστῶντα συμβεβηκέναι ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῷ αἰσθητῷ θρόνῳ καὶ τῇ σωματικῇ διαδοχῇ τῆς τοῦ Δαυὶδ βασιλείας· ἃ δὴ καὶ αὐτὰ ἐχρῆν μὴ ἀποσιωπηθῆναι, ἀναγκαίως δὲ ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ παραληφθῆναι· ὡς ἂν μάθοιμεν, ὅτι, ὁ τοῦ καιροῦ τῶν προφητευομένων ἐπιστάντος, τῶν μὲν αἰσθητῶν παρὰ Ἰουδαίοις νομιζομένων παντελῶς ἔσται λύσις, ἑτέρων δὲ θεοπρεπῶς νοουμένων ἀποτελεσμάτων τῆς τοῦ θεοῦ ἐπαγγελίας συμπλήρωσις.
If someone should not interpret it this way, but take it in a Jewish manner, supposing that the throne is spoken of as the bodily kingdom of David, then the prophecies will be shown to be false. For after the captivity of the Jewish nation in Babylon, no one sat on the throne of David; and from that time until now, nearly a thousand years have passed, since his kingdom was overthrown and his succession ceased, the throne of David has been dissolved. Therefore the following verses of the psalm lament these very things, clearly signifying the destruction of the bodily throne, and showing that the opposite of the promises has occurred, as far as concerns the perceptible throne and the bodily succession of the kingdom of David. These things themselves ought not to be passed over in silence, but must necessarily be included in the prophecy concerning Christ, so that we might learn that, when the time of the things prophesied arrives, there will be a complete dissolution of the perceptible things considered by the Jews, but a fulfillment of the promises of God in other results understood in a manner befitting God.
Σὺ δὲ ἀπώσω καὶ καθεῖλες, ἀνεβάλου τὸν χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. διήρπαζον αὐτὸν πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας· ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτῷ αἰσχύνην· διάψαλμα.
Ἀποδέδεικται ταῦτα τῇ σωματικωτέρᾳ τοῦ Δαυὶδ ἐφαρμόττειν διαδοχῇ καὶ τῇ σωματικῇ αὐτοῦ βασιλείᾳ, ἥτις καθῃρέθη κατὰ τοὺς χρόνους τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων λαοῦ. ἐξ ἐκείνου γὰρ καὶ ὁ Χριστὸς, τουτέστιν ὁ αἰσθητὸς βασιλεὺς, ὁ ἀπὸ γένους Δαυὶδ διαλέλοιπε, καὶ ὁ θρόνος τῆς βασιλείας αὐτοῦ κατερράγη, καὶ τὰ λοιπὰ πάντα τὰ προπεφητευμένα πεπλήρωται· ἐφ’ οἷς ἐκ προσώπου τοῦ Ἰουδαίων ἔθνους ἀπολοφύρεται ὁ λόγος, ὡς ἕτερα μὲν τοῦ θεοῦ ἐπαγγειλαμένου, ἑτέρων δὲ ἀποβάντων.
But you thrust away and cast down, you rejected your anointed one; you overturned the covenant of your servant, you profaned his sanctuary to the ground. You cast down all his fences, you made his fortifications cowardice. All who passed by plundered him, he became a reproach to his neighbors. You raised up the right hand of those who oppressed him, you gladdened all his enemies. You turned away the help of his sword, and you did not support him in the war. You dissolved him from purification, you dashed his throne to the ground; you shortened the days of his time, you poured shame upon him. Diapsalma.
These things are shown to apply to the more bodily succession of David and to his bodily kingdom, which was overthrown at the time of the captivity of the Jewish people in Babylon. For from that time both the Christ, that is, the perceptible king, the one from the line of David, has ceased, and the throne of his kingdom was shattered, and all the rest of the things prophesied have been fulfilled. At these things the word laments on behalf of the Jewish nation, as though God had promised one thing, but something else came to pass.
Προσήκει δὲ ἡμᾶς ἐπιστῆσαι τὸν νοῦν, ὡς, τοῦ θεοῦ ἀψευδοῦς ὄντος, ἀνάγκη πᾶσα ἐπαληθεύσεσθαι τοὺς αὐτοῦ λόγους· εἰ δὲ μὴ ἀληθεύοιντο ἐπὶ τῆς αἰσθητῆς τοῦ Δαυὶδ βασιλείας, ὥρα ἕτερον τρόπον νοεῖν τὰ ἐπηγγελμένα. τίς οὖν ὁ τρόπος, αὐτὸ τὸ θεῖον ἐδίδαξε πνεῦμα διὰ τῶν ἔμπροσθεν, ἐν οἷς εἴρητο· ἐν οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· καὶ πάλιν· ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε, καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων· καὶ πάλιν· δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· καὶ αὖθις· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου. ταῦτα γὰρ πάντα παραστατικὰ τυγχάνει τοῦ μὴ διαψεύσασθαι τὰς τοῦ θεοῦ ἐπαγγελίας, πληροῦσθαι δὲ αὐτὰς, καθ’ οὓς αὐτὸς οἶδε λόγους.
Ἐν γὰρ τῷ οὐρανῷ, φησὶν, ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· σαφῶς δηλῶν ἐπουρανίους εἶναι καὶ θείας τὰς τοῦ θεοῦ ἐπαγγελίας. καὶ παρέστησεν τῶν λόγων τὰ ἀποτελέσματα διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ πεπληρωμένα· τούτου γὰρ ἡ βασιλεία καὶ ὁ θρόνος οὐκ ἀνθρώπινος ἦν, οὐδὲ ἐκ τοῦ κόσμου τούτου. διὸ ἔλεγεν ἐπὶ τοῦ Πιλάτου· ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. ἐρωτηθείς τε ὑπ’ αὐτοῦ εἰ βασιλεὺς εἴη, ἀπεκρίνατο, εἰς τοῦτο καὶ γεγέννημαι. οὐκοῦν εἰ γεγέννηται, μενεῖ εἰς τοῦτο. καὶ μαρτυρεῖ τῷ λόγῳ ὁ τὴν γένεσιν αὐτοῦ τῇ παρθένῳ εὐαγγελισάμενος ἄγγελος ὁ Γαβριὴλ εἰπὼν πρὸς αὐτήν· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται.
It is necessary for us to apply our mind to the fact that, since God is truthful, all his words must necessarily be fulfilled. But if they were not fulfilled in the perceptible kingdom of David, it is time to understand the promises in another way. What then is this way? The divine Spirit itself taught it through the earlier passages, in which it was said: "In heaven your truth will be prepared," and again: "The heavens will confess your wonders, O Lord, and your truth in the assembly of the saints," and again: "You are mighty, O Lord, and your truth is around you," and further: "Mercy and truth will go before your face." For all these things serve to show that God's promises are not false, but are fulfilled according to the reasons he himself knows.
For it says, "In heaven your truth will be prepared," clearly indicating that God's promises are heavenly and divine. And it demonstrated the fulfillment of these words through our savior Jesus Christ, who was born from the seed of David, for his kingdom and throne were not human, nor from this world. Hence he said before Pilate: "My kingdom is not from this world." And when asked by him whether he was a king, he answered, "I was born for this." Therefore, if he was born for this, he will remain in it. And the angel Gabriel, who announced his birth to the virgin, bears witness to this word, saying to her: "Behold, you will conceive in your womb, and give birth, and you will call his name Jesus. He will be great, and will be called Son of the Most High.
καὶ δώσει αὐτῷ ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Γεγέννηται τοίνυν εἰς τοῦτο, ἀλλ’ οὐκ ἦν ἡ βασιλεία αὐτοῦ ἐκ τοῦ κόσμου τούτου· ἡ μὲν γὰρ τοῦ κόσμου τούτου βασιλεία οὐχ οἵα τέ ἐστι διαρκεῖν εἰς τὸν αἰῶνα, οὐδ’ ἐστὶν ἀτελεύτητος, οὐδ’ εἰς τὸ ἄπειρον ἐκτεινομένη· ἡ δὲ τῷ σπέρματι Δαυὶδ ἐπηγγελμένη βασιλεία αἰώνιός τις ἦν καὶ ἀθάνατος· καὶ ὁ θρόνος, γάρ φησιν, ἔσται αὐτοῦ ὡς ἥλιος ἐνώπιόν μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. τοιαῦτα δὲ τυγχάνει τὰ καὶ τῇ παρθένῳ ἐπηγγελμένα περὶ τοῦ ἐξ αὐτῆς γεννηθησομένου.
Χρηματίζων γοῦν αὐτῇ ὁ ἄγγελος εὐηγγελίσατο λέγων· καὶ δώσει αὐτῷ ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. ποῖος δὲ οὗτος καὶ ποταπὸς ἦν, ἑξῆς διερμηνεύσει φάσκων· καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. τοιοῦτος δ’ ἦν ὁ τῷ Δαυὶδ μεθ’ ὁρκωμοσίας ὑπὸ τοῦ θεοῦ ἐπηγγελμένος. ὃ δὴ παριστὰς ὁ ἄγγελος, διηρμήνευε τὸν ἑαυτοῦ χρησμόν· πρότερον μὲν εἰπὼν, καὶ δώσει αὐτῷ ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· εἶθ’ ἑξῆς ἐπαγαγὼν, καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. ταῦτα δὲ αὐτοῖς ἔργοις ἐπληροῦτο, εἰς τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν, τὸν Χριστὸν τοῦ θεοῦ, ὃς ἐκ σπέρματος Δαυὶδ γεγονὼς κρατεῖ καὶ νομοθετεῖ καὶ βασιλεύει καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, οὐκ ἀνθρωπίνως, ἀλλὰ θεϊκῇ δυνάμει· τό τε σπέρμα αὐτοῦ ἀληθῶς εἰς τὸν αἰῶνα μένει·
And God will give him the throne of David his father, and he will reign forever, and of his kingdom there will be no end.
He was born, then, for this purpose, but his kingdom was not of this world; for the kingdom of this world is not such as to endure forever, nor is it unending, nor is it extended into infinity; but the kingdom promised to the seed of David was eternal and immortal. And the throne, it says, will be his as the sun before me, and as the moon established forever, and the witness in heaven is faithful. Such are the things also promised to the virgin concerning the one to be born from her.
So the angel, addressing her, announced the good news, saying: And God will give him the throne of David his father. And what sort and of what kind this was, he will interpret next, declaring: And he will reign forever, and of his kingdom there will be no end. Such was the one promised to David under oath by God. And the angel, presenting this, interpreted his own oracle: first saying, And God will give him the throne of David his father; then adding next, And he will reign forever, and of his kingdom there will be no end. And these things were fulfilled in their very works, in our savior Jesus, the Christ of God, who, being born from the seed of David, rules and legislates and reigns over the whole inhabited world of men, not in a human manner, but by divine power; and his seed truly remains forever.
ἤτοι τὸ τῆς διαδοχῆς αὐτοῦ τῆς διὰ τῶν ἀποστόλων αὐτοῦ καὶ μαθητῶν τὸν σύμπαντα κόσμον πληρούσης· ἢ τὸ λογικὸν σπέρμα τῆς οὐρανίου διδασκαλίας αὐτοῦ.
Ἀλλὰ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐκλάμπει, φωτίζων καὶ καταυγάζων τὰς τῶν ἀνθρώπων ψυχάς. ταῦτα δὲ πάντα τέλους ἠξιοῦτο, καὶ εἰσέτι νῦν πληροῦται ἀκολούθως οἷς ὤμοσεν ὁ θεὸς τῷ Δαυΐδ. ἀλλ’ ἐπειδὴ μὴ ἀνθρωπίνως, μηδὲ συνήθως τοῖς κατὰ ἄνθρωπον βασιλεῦσιν εἰς τοὺς διαδόχους τοῦ Δαυὶδ ἐπληροῦτο τὰ ἐπηγγελμένα, ἀλλ’ οὐδ’ ἐπ’ αὐτὸν τὸν ἡμέτερον σωτῆρα σωμα τικῶς τέλους ἐτύγχανεν, ἐπεὶ μὴ γέγονεν αὐτοῦ ἡ βασιλεία ἐκ τοῦ κόσμου τούτου, μηδ’ ἐπὶ τὸν αἰσθητὸν θρόνον ἐκαθέσθη Δαυΐδ· τοὐναντίον δὲ ἀπέβη διὰ τὸ συμβεβηκὸς περὶ αὐτὸν πάθος· εἰκότως καὶ ταῦτα αὐτὰ τὸ θεῖον καὶ προφητικὸν πνεῦμα παρίστη, διεγεῖρον ἡμᾶς ἐπὶ ζήτησιν τῶν ἀποτελεσμάτων τῶν τοῦ θεοῦ λογίων· διό φησι· νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, κύριε, ἀνεβάλου τὸν χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, καὶ τὰ τούτοις ἑξῆς· δι’ ὧν σαφῶς ὀνομαστὶ μνημονεύσας τοῦ Χριστοῦ ὁ λόγος, παρίστη ὅτι μηδὲν αὐτὸν ἔλαθε τῶν καὶ περὶ τὴν διαδοχὴν τοῦ Δαυὶδ, καὶ τὴν σωματικὴν αὐτοῦ βασιλείαν, τῶν τε περὶ τὸ πάθος τῷ Χριστῷ τοῦ θεοῦ συμβεβηκότων.
either the succession of his apostles and disciples filling the whole world, or the rational seed of his heavenly teaching.
And his throne shines like the sun, illuminating and irradiating the souls of men. All these things were brought to fulfillment, and are still now being fulfilled in accordance with what God swore to David. But since the promises were not fulfilled in a human way, nor in the usual manner for human kings, with regard to the successors of David, nor did they reach a physical fulfillment even in the case of our Savior himself—because his kingdom was not of this world, nor did he sit on the visible throne of David; on the contrary, the opposite occurred due to the passion that befell him—fittingly, the divine and prophetic spirit presents these very things, rousing us to seek the outcomes of God's oracles. Therefore it says: "But now you have thrust away and despised, O Lord, you have postponed your Christ; you have overturned the covenant of your servant," and so forth. Through these words, the text, having clearly mentioned the Christ by name, shows that nothing escaped it concerning both the succession of David and his physical kingdom, as well as the events surrounding the passion of the Christ of God.
Ταῦτα γοῦν ἐδίδασκε προσδοκᾷν ἔσεσθαι καὶ περὶ τὴν διαδοχὴν αὐτοῦ, καὶ περὶ τὴν βασιλείαν, περί τε τὸν ἐκ σπέρματος Δαυὶδ προελευσόμενον. εἰ γὰρ καὶ τὰ μάλιστα πλεῖστα ὅσα διὰ τῶν ἀνωτέρω ἔνδοξα περὶ αὐτοῦ λέλεκτο, ὅτι τε ὑψωθήσεται, καὶ ἐν θαλάσσῃ καὶ ἐν ποταμοῖς τὴν χεῖρα τὴν ἑαυτοῦ ἐκτενεῖ, ἐπικαλέσεταί τε τὸν θεὸν πατέρα, καὶ πρὸς αὐτοῦ πάλιν πρωτότοκος ἀναγορευθήσεται, ἔσται τε ἀνώτατος τῶν βασιλέων, καὶ διαθήκην ἕξει πιστήν· καὶ σπέρμα διαμένον εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ θρόνον διαρκοῦντα κατὰ τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ κατὰ τὸν ἥλιον καὶ τὴν σελήνην·
Ἀλλ’ ὅμως καὶ τάδε τὰ σκυθρωπὰ περὶ αὐτὸν συμβήσεσθαι προλέγει, προφητεύει τε ταῦτα καὶ προδιδάσκει ἀναγκαίως τὸ θεῖον πνεῦμα, ἵν’ εἴ ποτε τοῖς λόγοις ἀκόλουθα ἀπαντήσειε τὰ ἔργα περί τε τὸν Χριστὸν τοῦ θεοῦ, καὶ περὶ τὴν τοῦ Δαυὶδ διαδοχὴν, μὴ ταράττοιντο οἱ πάλαι ταῦτα καὶ ἐκ προγόνων μέλλειν ἔσεσθαι παρειληφότες· εὖ εἰδότες ὅτι ταῦτα γενήσεσθαι περὶ αὐτὸν προεφητεύετο, τά τε σκυθρωπὰ καὶ χρηστότερα· οἷς γοῦν καὶ ὁ αὐτὸς λόγος τἀναντία περὶ ἕνα καὶ τὸν αὐτὸν ἔσεσθαι θεσπίζει, ἃ δὴ καὶ ἔργοις αὐτοῖς παρειλήφαμεν. κατὰ μὲν γὰρ τὸν χρόνον τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο εἰς αὐτὸν τὰ σκυθρωπότερα· κατὰ δὲ τὸν μετὰ ταῦτα αἱ τῶν κρειττόνων ἐπαγγελίαι ἔργοις πάλιν εἰς αὐτὸν ἐτελειοῦντο.
These things, then, he taught would come to pass concerning his succession, and concerning his kingdom, and concerning the one who would come from the seed of David. For although very many glorious things had been said about him in the preceding passages—that he would be exalted, that he would stretch out his hand over sea and rivers, that he would call upon God as father, and that he would again be proclaimed firstborn by him, that he would be the highest of kings, that he would have a faithful covenant, that his seed would endure for the age of ages, and that his throne would endure for the days of heaven and for the sun and the moon—
Nevertheless, it also foretells that these gloomy things will happen to him, and the divine Spirit necessarily prophesies and teaches these things in advance, so that if ever the works should follow the words concerning the Christ of God and concerning the succession of David, those who had long ago received from their ancestors that these things were to happen would not be disturbed, knowing well that it was prophesied that these things would happen to him—both the gloomy and the more favorable. For the same word declares that opposites will happen to one and the same person, which indeed we have received as accomplished in the very deeds. For at the time of our Savior's passion, the gloomier things were fulfilled in him; but afterward, the promises of better things were again fulfilled in him by deeds.
Τὰ μὲν οὖν περὶ τὸ πάθος αὐτῷ συμβάντα ἀκριβῶς ἐδηλοῦτο διὰ τοῦ· σὺ δὲ ἀπώσω, καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησὶν, ὑπερηθέτησας μετὰ ἠλειμμένου σου· ὁ δὲ Σύμμαχος, ἐχολώθης πρὸς τὸν Χριστόν σου. τηνικαῦτα δὲ καὶ τὰ τῆς διαθήκης αὐτοῦ τῆς πρὸς τοὺς ἀποστόλους διεσκεδάσθη, ὅτε καὶ ἠρνήσαντο αὐτὸν, καὶ τὸ ἁγίασμα δὲ αὐτοῦ, τουτέστι τὸ σῶμα τὸ ἀπὸ τῆς ἁγίας παρθένου, εἰς τὴν γῆν ἐβεβηλώθη· ἀλλὰ καὶ πάντας τοὺς φραγμοὺς αὐτοῦ τότε περιεῖλεν ὁ θεός· δηλαδὴ τοὺς περιφράττοντας, ὥσπερ καὶ δορυφοροῦντας αὐτὸν καὶ περιέποντας ἀγγέλους· οὐ μὴν ἀλλὰ καὶ τὰ ὀχυρώματα αὐτοῦ. ἦσαν δὲ οὗτοι οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ αὐτοῦ, ἐγένοντο εἰς δειλίαν, ὡς καὶ ἀρνήσασθαι αὐτὸν καὶ καταλιπόντας φυγεῖν.
Τότε δὲ καὶ ἐγενήθη ὄνειδος τοῖς γείτο σιν αὐτοῦ, καὶ ὑψώθη ἡ δεξιὰ τῶν θλιβόντων αὐτόν· καὶ τὰ λοιπὰ δὲ πάντα τότε εἰς τὸν ἐκ σπέρματος Δαυὶδ ἐπληροῦτο. ἄλλως γὰρ οὐκ ἄν τις ἔχοι ταῦτα ἐπ’ αὐτὸν τὸν Δαυὶδ ἐφαρμόζειν, οὐδ’ ἐπιδεῖξαι εἰς ἐκεῖνον πεπληρωμένα τὰ προκείμενα, ὡς οὐδὲ τὰ σεμνότερα καὶ χρηστότερα ἐμφερόμενα ταῖς τοῦ θεοῦ ἐπαγγελίαις. οὐ γὰρ δὴ τοῦ Δαυὶδ ὁ θρόνος κατηύγασε τὴν σύμπασαν οἰκουμένην, δίκην ἡλίου φωτίσας, οὐδ’ ὡς ἡ σελήνη διαρκὴς γέγονεν, οὐδὲ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος διεφυλάχθη· οὐδ’ ἔχει λόγον τὸν Δαυὶδ ἐκεῖνον πρωτότοκον χρηματίσαι τοῦ θεοῦ· ἐπεὶ καὶ πρὸ αὐτοῦ μυρίοι καλλίους αὐτοῦ καὶ μετ’ αὐτὸν γεγόνασιν.
Now concerning the events of his passion, it was precisely revealed through the words: "But you thrust away, and you despised, you rejected your Christ." Instead of this, Aquila says, "you were indignant with your anointed one," and Symmachus, "you were enraged at your Christ." At that time also the covenant of his with the apostles was broken, when they denied him, and his sanctification, that is, the body from the holy virgin, was profaned in the earth; but also all his barriers were then removed by God—clearly the surrounding ones, like the angels that guarded and attended him; and not only these, but also his fortifications. These were his apostles and disciples, who fell into cowardice, so as to deny him and, abandoning him, to flee.
Then also it became a reproach to his neighbors, and the right hand of those who oppressed him was raised; and all the rest was then fulfilled for the one from the seed of David. For otherwise one could not apply these things to David himself, nor show them fulfilled in him, any more than the more solemn and favorable things contained in the promises of God. For indeed David's throne did not illuminate the whole inhabited world, shining like the sun, nor did it become as enduring as the moon, nor was it preserved for eternity; nor does it make sense for that David to be called the firstborn of God, since countless others better than him existed before him and after him.
Ἀλλ’ οὐδὲ φαίνεται ὁ Δαυὶδ τὴν δεξιὰν ἐπὶ ποταμοὺς ἐκτείνας, καὶ τὴν ἀριστερὰν ἐπὶ θάλασσαν, οὐδὲ κατακυριεύσας ἀπὸ θαλάσσης ἕως θαλάσσης, οὐδὲ βασιλείαν κτησάμενος τὴν παρεκταθεῖσαν ἕως τῶν περάτων τῆς οἰκουμένης. ἀλλ’ οὐδ’ ἐπὶ τὸν ἐξ αὐτοῦ γενόμενον Σολομῶνα ταῦτα πάντα ἐφαρμοσθήσεται· οὐ πλέον γὰρ τῆς Ἰουδαίας οὐδ’ οὗτος κρατήσας ὁμοίως τῷ ἑαυτοῦ ἱστορεῖται πατρί· ἀλλ’ οὐδ’ ὑπερβὰς χρόνον ἐτῶν μ τῆς βασιλείας ὁμοίως τῷ ἑαυτοῦ πατρί· ἀλλ’ οὐδὲ ἀνεπίληπτον βίον διατελέσας.
Τοιαῦτα γοῦν ἦν τὰ περὶ αὐτὸν ὡς καὶ γυναιμανίαν καὶ εἰδωλολατρείαν διαβάλλεσθαι, ὧν ἕνεκα καὶ Σατανᾶν αὐτῷ ἐπιπέμψαι λέγεται ὁ θεός. ἀλλ’ οὐδ’ ἐφ’ ἕτερον τὸν μετὰ Σολομῶνα τοῦ Ἰουδαίων ἔθνους ἐκ σπέρματος καὶ διαδοχῆς Δαυὶδ βασιλευσάντων ἀνα φέρεσθαι δύναται τὰ ἐπηγγελμένα· πάντα δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τά τε χρηστότερα καὶ τὰ σκυθρωπὰ εἰς ἕνα μόνον τὸν ἐκ σπέρματος Δαυὶδ λεγόμενον Ἰησοῦν Χριστὸν τὸν ἡμέτερον σωτῆρα συνίσταται πεπληρωμένα· ἃ δὴ καὶ προείληφε τὸ θεῖον πνεῦμα, προτάξαν μὲν τὰς ἐνθέους ἐπαγγελίας, διδάξαν δὲ χρῆναι προσδοκᾷν περὶ ἕνα καὶ τὸν αὐτὸν συμβήσεσθαι τὰ σκυθρωπότερα· μάλιστα ὅτε καὶ πάσης τῆς τοῦ Δαυὶδ διαδοχῆς, τὸν αἰσθητὸν τῆς βασιλείας θρόνον καταλυθησόμενον προθεωρεῖ. μέχρι γοῦν τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ διήρκεσαν οἱ ἐκ σπέρματος Δαυὶδ βεβασιλευκότες· καὶ οὐδὲ ὅλου τοῦ Ἰουδαίων ἔθνους βασιλεύσαντες ἀλλὰ μόνων τριῶν φυλῶν, καὶ οὐδὲ τούτων ὅλων·
But David is not seen stretching out his right hand over rivers and his left over the sea, nor did he rule from sea to sea, nor did he acquire a kingdom extended to the ends of the inhabited world. Nor will all these things be applied to Solomon, who was born from him; for he is recorded as having held no more than Judea, like his father, nor did he exceed a reign of forty years, like his father, nor did he complete a blameless life.
Such, indeed, were the things concerning him that he is accused of woman-madness and idolatry, on account of which God is said to have sent Satan against him. Nor can the promises be referred to any other of the Jewish nation who reigned from the seed and succession of David after Solomon; but all together, both the more favorable and the grievous things, are found fulfilled in one alone, the one called from the seed of David, Jesus Christ our Savior. And this the divine Spirit anticipated, having first set forth the inspired promises and taught that one should expect the more grievous things to happen concerning one and the same person, especially since it also foresees that the visible throne of the kingdom of the entire succession of David will be overthrown. For the kings from the seed of David lasted until the captivity of the people in Babylon; and they did not rule over the whole Jewish nation, but only over three tribes, and not even over all of them.
ἀλλὰ καὶ σύμπας ὁ χρόνος τῆς τούτων ἀρχῆς ἀμφὶ τὰ τετρακόσια ἔτη μόνα συντείνει, μεθ’ ἃ, Ἰεχονίου ὑστάτου τῆς τοῦ Δαυὶδ διαδοχῆς γενομένου, οὐδέτερος βασιλεὺς Ἰουδαίων ἐκ σπέρματος Δαυὶδ γεγονὼς μνημονεύεται· ὡς καὶ κατὰ τοῦτον τὸν τρόπον πεπληρῶσθαι τὰ προκείμενα τοῦ θείου πνεύματος λόγια, δι’ ὧν εἴρηται· νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου. κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καὶ τὰ τούτοις ἐπιφερόμενα.
Εἶτ’ ἐπειδήπερ τὰ μὲν τῶν τοῦ θεοῦ πρὸς τὸν Δαυὶδ ἐπαγγελιῶν ἀγαθάς τινας καὶ μεγάλας ἐλπίδας τῷ σπέρματι Δαυὶδ ὑπέγραφε, τὰ δὲ περὶ τὴν διαδοχὴν αὐτοῦ συμβεβηκότα τἀναντία πάντα περιεῖχεν, ὅ τε θρόνος τῆς κατὰ ἄνθρωπον βασιλείας αὐτοῦ λέλυτο πεπαυμένος καὶ καθῃρημένος ἀπὸ τῶν Ἰεχονίου χρόνων· εἰκότως ταῦτα προθεωρῆσαν τὸ προφητικὸν πνεῦμα, ἐπὶ ζήτησιν ἡμᾶς παρορμᾷ τῆς τῶν λόγων τοῦ θεοῦ ἀληθείας, καὶ παρ’ αὐτοῦ τοῦ θεοῦ ζητεῖν καὶ μανθάνειν διδάσκει ἐρωτῶντας αὐτὸν καὶ λέγοντας· ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαυΐδ; ἥ τε γὰρ τῆς βασιλείας αὐτοῦ τῆς αἰσθητῆς καὶ κατὰ ἄνθρωπον διαδοχῆς λέλυτο, ἐκ μακροῦ καθῃρημένη, ὅ τε ἐκ σπέρματος αὐτοῦ γεγονὼς Ἰησοῦς ὁ Χριστὸς, προσδοκηθεὶς αὐτὸς εἶναι ὁ τῶν πρὸς τὸν Δαυὶδ ἐπαγγελιῶν κληρονόμος, αἰσθητὴν μὲν οὐκ ἐκτήσατο, οὐδ’ ἀνθρωπίνην βασιλείαν.
Moreover, the entire duration of their rule extends to only about four hundred years, after which, when Jeconiah became the last of David’s succession, no king of the Jews born from the seed of David is recorded. Thus in this way also the oracles of the divine Spirit set before us are fulfilled, through which it is said: “But now you have thrust away and despised, you have delayed your anointed one. You have overturned the covenant of your servant, you have profaned his sanctuary to the ground,” and the things that follow these.
Then, since on the one hand the promises of God to David indicated some good and great hopes for the seed of David, while on the other hand the events concerning his succession contained everything contrary, and the throne of his human kingship had been dissolved, having ceased and been overthrown from the time of Jeconiah, the prophetic Spirit, having foreseen these things, naturally urges us to inquire into the truth of the words of God, and teaches us to seek and learn from God himself by questioning him and saying: “Where are your ancient mercies, Lord, which you swore to David?” For both the succession of his perceptible and human kingship had been dissolved, having long since been overthrown, and Jesus the Christ, born from his seed, who was expected to be the heir of the promises to David, did not acquire a perceptible or human kingship.
Τἀναντία δὲ πάντα καὶ αὐτὸς οἷς προσεδόκησαν ἄνθρωποι πέπονθε, μέχρι καὶ θανάτου φθάσας καὶ πάντα ὑπομείνας, ἃ δὴ προγνωστικῇ δυνάμει τὸ θεῖον ἀνεφθέγξατο πνεῦμα. ὧν ἕνεκα εἰκότως ἀνερωτᾶν καὶ πυνθάνεσθαι διδάσκει λέγοντας·
ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε,
καὶ τὰ ἑξῆς· μεθ’ ἃ ἐπιλέγει·
ἕως πότε, κύριε, ἀποστρέψεις εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; διάψαλμα.
Ἀντὶ τοῦ· ἀποστρέψεις, ὁ μὲν Ἀκύλας φησὶν, ἕως πότε, κύριε, ἀποκρυβήσῃ εἰς νεῖκος; ὁ δὲ Σύμμαχος, ἕως τίνος, κύριε, ἀποκρυβήσῃ εἰς τέλος; καί μοι δοκεῖ ὁ λόγος τὸ ἀπόρρητον τῆς ἐπελθούσης ὀργῆς τῇ σωματικωτέρᾳ βασιλείᾳ Δαυὶδ, καὶ παντὶ τῷ Ἰουδαίων ἔθνει αἰνίττεσθαι.
Ἐναντίων γοῦν ἀποβάντων ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῇ προχείρῳ προσδοκίᾳ, ὁ τὰς ἀγαθὰς ἐπαγγελίας πρὸς τὸν Δαυὶδ πεποιημένος θεὸς ἀνεκηρύττετο. διὸ ἱκετεύει ὁ λόγος μὴ εἰς μακρὸν παρεκτεῖναι τὴν γενομένην κατ’ αὐτῶν ὀργὴν, ταχὺ δὲ παρελθεῖν μὲν τὰ σκυθρωπὰ, ἐπιστῆναι δὲ τὰς ἐπαγγελίας τοῦ θεοῦ. εἶτα ἐκ προσώπου τῆς ἀνθρωπίνης ἀσθενείας ἐπιλέγει, μνήσθητι τίς μου ἡ ὑπόστασις, καὶ τὰ ἑξῆς. διδάσκει δὲ τὸν λαὸν ταῦτα λέγειν ὁ προφητικὸς λόγος, εἰς τὸ παρακαλεῖν τὸν θεὸν καὶ δυσωπεῖν καταπαῦσαι μὲν τὴν ὀργὴν τὴν κατὰ τοῦ ἔθνους, παύσασθαι δὲ καὶ αὐτὸν ἀποκρυπτόμενον· καταξιῶσαι δὲ ἤδη ποτὲ παρασχεῖν ἀνθρώποις τὰ τῷ Δαυὶδ ἐπηγγελμένα.
On the contrary, everything turned out for him opposite to what people had expected, extending even to death, and he endured all that the divine Spirit proclaimed by its prophetic power. For this reason, it fittingly teaches one to ask and inquire, saying:
Where are your ancient mercies, O Lord,
and the following; after which it adds:
How long, O Lord, will you turn away to the end, will your anger be kindled like fire? Remember what my substance is; did you not create all the sons of men in vain? What man is there who will live and not see death, who will rescue his soul from the hand of Hades? Diapsalma.
Instead of "you will turn away," Aquila says, "How long, O Lord, will you hide yourself in strife?" And Symmachus says, "How long, O Lord, will you hide yourself to the end?" And it seems to me that the passage hints at the ineffable nature of the wrath that came upon the more earthly kingdom of David and upon the entire Jewish nation.
Since things turned out contrary to the promises, as far as the ready expectation was concerned, the God who had made the good promises to David was proclaimed. Therefore, the passage beseeches that the wrath that occurred against them not be prolonged, but that the gloomy things quickly pass away and the promises of God come to pass. Then, from the perspective of human weakness, it adds, "Remember what my substance is," and the following. The prophetic word teaches the people to say these things in order to entreat and implore God to stop the wrath against the nation, and also to cease hiding himself, and to deign at last to grant to men what was promised to David.
Ἐπειδήπερ, φησὶν, ἡ ἀνθρωπίνη φύσις ἀσθενὴς μέν ἐστι καὶ πτωχὴ, πλὴν ἀλλὰ πλείστης ἠξίωται παρὰ σοὶ τιμῆς· οὐ γὰρ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων, οὓς κατ’ εἰκόνα τὴν σὴν ἐδημιούργησας· δι’ ὃ ἵνα μὴ τὸ σὸν κτίσμα καὶ ἡ σὴ εἰκὼν παραπόληται διὰ τῆς ἐπελθούσης ὀργῆς, καὶ τῆς τῶν ἐπηγγελμένων ὑπερθέσεως, τάχυνον ἀνακτήσασθαι τὰ σκυθρωπὰ, καὶ θεραπεῦσαι τὰ νοσήσαντα διὰ τῆς τῶν ἀγαθῶν ἐπαγγελιῶν ἐκβάσεως. εἰ μὲν γὰρ ἦσαν οἱ ἄνθρωποι εἰς μάταιον ἐκτισμένοι ὁμοίως τοῖς ἐπὶ γῆς ἀλόγοις ζῴοις, κἂν οὐδὲν αὐτοῖς χρῆν μέγα ἐπαγγέλλεσθαι· ὅτε δὲ τοιαῦτα φθάνουσιν ἀνθρώποις εὐαγγελιζόμεναι αἱ πρὸς τὸν Δαυὶδ ὁρκωμοσίαι, παντί που δῆλον ποιοῦσιν, ὅτι μὴ ἐπὶ ματαίῳ ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Ἐπεὶ τοίνυν τοιαύτης ἠξίωται παρὰ σοὶ τιμῆς ἡ ἀνθρωπεία φύσις, εἰκότως φημὶ, μνήσθητι τίς μου ἡ ὑπόστασις· καὶ μνήσθητι, ὅτι μὴ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἀλλὰ καὶ τοῦτο μνησθῆναι ἀξιῶ, ὅτι οὐδείς ἐστιν ἄνθρωπος, ὃς ἄγευστος τυγχάνει θανάτου, οὐδὲ οἷός τέ τίς ἐστιν αὐτὸς ἑαυτοῦ τὴν ψυχὴν ἐκ θανάτου ῥύσασθαι, οὐδὲ καὶ τοῦτο τυγχάνει τῆς εὐεργεσίας. ὥστ´ εἰ καὶ τοιαῦτα ἡμάρτανον οἱ τοῦ Ἰουδαίων ἔθνους, ὡς τὰς ἐπαναστάσεις τὰς πρὸς τὸν Δαυὶδ εἰς τοὐναντίον αὐτὰς περιτραπῆναι, καὶ τὴν ἐκ σπέρματος αὐτοῦ διαδοχὴν σὺν τῷ τῆς βασιλείας θρόνῳ καταλυθῆναι· οὐ μὴν ἀλλὰ καὶ αὐτὸν τὸν Χριστόν σου τοιαῦτα παθεῖν ὑπὸ τῶν αὐτῶν, ὁποῖα προλαβόντες οἱ σοὶ λόγοι περὶ αὐτὸν γενήσεσθαι προεφήτευσαν·
Since, it says, human nature is weak and poor, yet it has been deemed worthy of the greatest honor by you; for you did not create the sons of men in vain, whom you fashioned according to your image. Therefore, lest your creation and your image be destroyed by the wrath that has come upon them and by the delay of the promised things, hasten to restore the gloomy state and to heal the ailing through the fulfillment of the promises of good things. For if men had been created in vain, like the irrational animals on the earth, then nothing great would need to be promised to them. But since such things reach men as the oaths sworn to David bring good news, they make it clear to everyone that you did not create the sons of men in vain.
Since, then, human nature has been deemed worthy of such honor by you, I rightly say: remember what my substance is; and remember that you did not create the sons of men in vain. But I also ask that this be remembered: that there is no man who is untouched by death, nor is any man able to deliver his own soul from death, nor does this benefit fall to him. So even if the people of the Jewish nation sinned so grievously that the rebellions against David were turned to the contrary, and the succession from his seed along with the throne of the kingdom was overthrown, yet even your Christ himself suffered such things at their hands as your words, which had previously foretold, said would happen to him.
ἀλλὰ μὴ εἰς τέλος ἀποστραφῆναι ἀξιοῦμεν, μηδὲ ὥσπερ ἐκκαυθῆναι τὴν ὀργήν σου, μνησθῆναι δὲ τίς μου ἐστὶν ἡ ὑπόστασις, τοῦ ταῦτα ὑπὲρ αὐτῶν πρεσβεύοντος, καὶ τίς ἡ τῶν ἀνθρώπων ἀσθένεια, τῶν θνητὴν φύσιν καὶ θανάτῳ δεδουλωμένην εἰληχότων· μνησθῆναι δὲ καὶ σαυτοῦ μὴ ἐπὶ ματαίῳ κτίσαντος τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ’ ἐπὶ μεγάλαις ἐλπίσι ταῖς παρὰ σοί. καὶ τούτων εἰς μνήμην ἐλθόντα ἱκετεύομεν ἤδη ποτὲ τὸν καὶ θανάτου ῥυόμενον, καὶ ἐξ ᾅδου ἀνακαλούμενον καταπέμψαι ἡμῖν, καὶ παύσασθαι μὲν ἀποστρέφοντα ἑαυτὸν ἐξ ἡμῶν, καταπαῦσαι δὲ καὶ τὴν πυρὸς δίκην ἐπελθοῦσαν ἐπὶ τὸν λαόν σου ὀργὴν, ἔργοις δὲ ἐπιτελέσαι ἃς ὤμοσας πρὸς Δαυὶδ ἐπαγγελίας.
Ποῦ ἐστιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ σου;
Ὅτι μὴ ματαίως, φησὶν, ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τετίμηνται δὲ παρὰ σοὶ, οὐχ οἷοί τε δέ εἰσιν ἑαυτοὺς ῥύσασθαι ἐκ θανάτου· τούτου χάριν δέομαι καὶ ἀντιβολῶ σπεῦσαι καὶ τῶν ἐπαγγελιῶν σου τῶν ἀγαθῶν δεῖξαι ἡμῖν τὰ ἀποτελέσματα, μετὰ τὰ συνενεχθέντα κατὰ τοῦ Χριστοῦ σου καὶ μετὰ τὴν τῆς βασιλείας τοῦ Δαυὶδ καθαίρεσιν.
But we ask that you not turn away completely, nor that your anger be kindled like fire, but that you remember what my nature is—the one interceding on their behalf—and what the weakness of humans is, who have drawn a mortal nature enslaved to death; and that you also remember yourself, who did not create the sons of men in vain, but for great hopes that lie with you. And having come to this recollection, we beseech you, who deliver from death and summon from Hades, to send him to us at last, and to cease turning yourself away from us, and to quell the wrath that has come upon your people like fire, and to fulfill in deeds the promises you swore to David.
Where are your ancient mercies, O Lord, which you swore to David in your truth?
For not in vain, it says, did you create all the sons of men, and they are honored by you, though they are not able to rescue themselves from death; for this reason I beg and implore you to hasten and show us the fulfillment of your good promises, after the things that have befallen your Christ and after the overthrow of the kingdom of David.
Δέομαι δὲ ἐπιταχῦναι πρὶν κατάπτωσιν παντελῆ τὸ τῶν ἀνθρώπων ὑποστῆναι γένος. τίς γάρ ἐστιν ἀνθρώπων ὁ δυνάμενος αὐτὸς ἑαυτὸν ἐκ χειρὸς ᾅδου ῥύσασθαι, εἰ μὴ εἷς μόνος ὁ πρῶτος μὲν αὐτὸς ἑαυτὸν, εἶτα δὲ καὶ πάντας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐκ τῶν τοῦ θανάτου πυλῶν ῥυσάμενος; εἰ καὶ τοιαῦτα πείσεται, οἷα διείληφεν ἡ προφητεία τὰ ἀπὸ τοῦ, νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, φήσασα· ὅμως καὶ τῶν σῶν πρὸς τὸν Δαυὶδ ἐπαγγελιῶν τεύξεται. τὰ γὰρ ἐλέη σου, κύριε, καὶ ἡ ἀλήθειά σου εἰς τὸν αἰῶνα μένει καὶ οὐδὲ εἷς λόγος τῶν σῶν ἐπαγγελιῶν διαπεσεῖται.
Εἰ δὲ καί φημι νῦν εἰς ὑπόμνησιν ἐλθὼν τῶν συμβησομένων σκυθρωπῶν, ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ σου; ἀλλ’ οὐκ ἀγνοῶ, ὅτι ἐν τῇ ἀληθείᾳ ὤμοσας· διόπερ καὶ ἐν ἀρχῇ τοῦ παντὸς λόγου εἰς τὸ χρηστὸν τέλος ἀποβλέπων ἔλεγον· τὰ ἐλέη τοῦ κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι· εἰς γε νεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου· καὶ πάλιν ἔλεγον· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου.
I beg that you hasten, before the human race suffers complete ruin. For what man is able to rescue himself from the hand of Hades, except one alone—who first rescued himself, and then also all who have believed in him from the gates of death? Even if he will suffer such things as the prophecy has taken up, from the words, “But now you have thrust away and despised, you have delayed your Christ,” yet he will also obtain your promises to David. For your mercies, Lord, and your truth remain forever, and not one word of your promises will fail.
But if I now, coming to a remembrance of the grievous things that will happen, say, “Where are your ancient mercies, Lord, which you swore to David in your truth?”—yet I am not ignorant that you swore in truth. Therefore, from the beginning of the whole discourse, looking to the favorable end, I said, “I will sing the mercies of the Lord forever”; “I will proclaim your truth in my mouth from generation to generation”; and again I said, “Mercy will be built forever; your truth will be prepared in heaven.
Αὐτὰ δὴ οὖν ἐκεῖνα τὰ ἐλέη σου, κύριε, ποῦ ἐστι μαθεῖν ἀξιῶ, καὶ ποῦ λανθάνει κρυπτόμενα, καὶ πότε ἥξει. ἀλλὰ γὰρ ἱκετεύω, σπευσάτω νῦν καὶ ἡκέτω, καὶ καταλαβέτω τὴν ἡμετέραν ἀσθένειαν. εἰ γὰρ μὴ ἐπιδείξειάς σου τὰ ἐλέη τὰ ἀρχαῖα, ἅπερ οὐχ ἁπλῶς ἐπηγγείλω, ἀλλὰ καὶ ὤμοσας τῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ σου, οὐδεμία λείπεται ἀνθρώποις ἐλπὶς σωτηρίας. ὡς οὖν ἐπηλήθευσεν ὁ λόγος ἐπὶ τῶν σκυθρωπῶν, καὶ γέγονε καὶ ἀπήντησεν ἅπαντα, οὕτως ἀκόλουθόν ἐστι καὶ τὰ κρείττονα τῶν ἐπαγγελιῶν μὴ διαψεύσασθαι, δι’ ὧν ὁ λόγος ἡμῖν εὐηγγελίσατο αἰώνιον σπέρμα Δαυὶδ καὶ θρόνον αὐτοῦ δίκην ἡλίου φωτὸς καταλάμψαντα πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην. ταῦτα μὲν οὖν ἐν εὐχαῖς ἔκειτο τοῖς παλαιοῖς, καὶ προσεδοκᾶτο τοῖς τὰς προφητικὰς φωνὰς μεμελετηκόσιν· ἡμῖν δὲ αὐτοῖς ἔργοις ὁρᾶται πεπληρωμένα, διὰ τῶν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποτελεσμάτων.
Μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν, οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου. εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.
Therefore, those very mercies of yours, Lord—where, I ask, may one learn of them, and where do they lie hidden, and when will they come? But I beseech you, let them now hasten and come, and overtake our weakness. For if you do not display your ancient mercies, which you not simply promised but also swore to David in your truth, no hope of salvation remains for men. Just as the word has been fulfilled in grievous matters, and everything has happened and come to pass, so it is consistent that the better promises not prove false, through which the word proclaimed to us an eternal seed of David and his throne, shining like the light of the sun over the whole inhabited world of men. These things, then, lay in the prayers of the ancients, and were expected by those who had studied the prophetic utterances; but for us they are seen fulfilled in deeds, through the accomplishments that have come to pass for our savior and Lord Jesus Christ.
Remember, Lord, the reproach of your servants, which they endured in my bosom, of many nations, with which your enemies reproached you, Lord, with which they reproached the exchange of your Christ. Blessed is the Lord forever; let it be, let it be.
Ἀπὸ τοῦ προτεταγμένου διαψάλματος δοκεῖ μοι μεταβολὴ γεγονέναι τῆς διανοίας. τὸ γοῦν θεῖον πνεῦμα, εὐξάμενον ὑπὲρ τοῦ λαοῦ διὰ τῶν ἔμπροσθεν, τὰς ἐπαγγελίας τοῦ θεοῦ προκαλεῖται ἀπὸ τοῦ, ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε; ἀξιοῖ δὲ ἤδη ποτὲ ἐπιστῆναι τῶν χρηστοτέρων τὰ ἀποτελέσματα, ἃ ὤμοσεν ὁ θεὸς τῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
Εἶτα παρακαλεῖ μνησθῆναι τοῦ ὀνειδισμοῦ τῶν δούλων αὐτοῦ. ὡς γὰρ ἤδη λοιπὸν, κατὰ τὸ σεσιωπημένον, χωρησάντων εἰς ἔργα τῶν προηγορευμένων σκυθρωπῶν, πολλῶν τε ἐχθρῶν καὶ ἐθνῶν ἐπικειμένων καὶ ὀνειδιζόντων τοὺς δούλους τοῦ θεοῦ διὰ τὰ συμβεβηκότα, τὴν ὑπὲρ τούτων εὐχὴν ἀναπέμπει λέγον· μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. ἀντὶ δὲ τοῦ, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπὼν, αἴροντός μου ἐν κόλπῳ πάσας ἀδικίας λαῶν· ὁ δὲ Σύμμαχος, ἐβάστασα ἐν τῷ κόλπῳ μου πάντων τῶν ἐθνῶν.
Οἱ μὲν οὖν ὀνειδιζόμενοι οἱ δοῦλοί εἰσι τοῦ θεοῦ· διὸ ἔφασκε· μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου· οἱ δὲ ὀνειδίζοντες οἱ ἐχθροὶ τοῦ θεοῦ· διὸ ἐπιλέγει ἑξῆς, οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. ὁ δὲ ταῦτα πρὸς τὸν θεὸν λέγων εἴη ἂν ὁ σωτήριος λόγος, ὁ αἴρων ἐν τῷ ἑαυτοῦ κόλπῳ τὰς ἀδικίας τῶν λαῶν.
From the preceding diapsalma, there seems to me to have been a change of thought. The divine Spirit, having prayed for the people in the earlier passages, now calls forth the promises of God from the words, "Where are your ancient mercies, Lord?" And it deems it fitting that the fulfillment of the more favorable things, which God swore to David in his truth, should at last arrive.
Then it beseeches that the reproach of his servants be remembered. For as if, now at last, according to what has been passed over in silence, the previously foretold grievous events have come to pass, and many enemies and nations are pressing upon and reproaching the servants of God because of what has happened, it sends up a prayer concerning these things, saying: "Remember, Lord, the reproach of your servants." And instead of the phrase, "which I have taken in the bosom of me of many nations," Aquila has rendered more clearly, saying, "of me taking in the bosom all injustices of peoples"; and Symmachus, "I have carried in the bosom of me of all the nations."
Now those who are reproached are the servants of God; hence it said, "Remember, Lord, the reproach of your servants." And those who reproach are the enemies of God; hence it adds next, "which your enemies have reproached, Lord, which they have reproached the ransom of your Christ." And the one who says these things to God would be the saving Word, who takes in his own bosom the injustices of the peoples.
Ἀντάλλαγμα δὲ τοῦ Χριστοῦ ὅπως εἴρηται, νοήσεις ἀπὸ τῆς τοῦ Συμμάχου ἑρμηνείας, δι’ ἧς εἴρηται, οὗ ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου. τὴν γὰρ πορείαν τοῦ Χριστοῦ τοῦ θεοῦ καὶ τὴν ὁδὸν αὐτοῦ τὴν κατὰ τὸ πάθος, τά τε ἴχνη τῆς κατὰ τὸν ἀνθρώπινον βίον οἰκονομίας, τοῦτον ᾐνίξατο τὸν τρόπον. ταῦτα γὰρ εἰώθασιν ὀνειδίζειν ἡμῖν οἱ ἐχθροὶ τοῦ θεοῦ. ἀλλὰ γὰρ ὡς ἐπακουσθεὶς καὶ πιστεύσας τεύξεσθαι τῶν εὐχῶν, ἐλπίσας τε ᾗ τάχος ἐπιστήσεσθαι τὰς πρὸς τὸν Δαυὶδ ἐπαγγελίας τοῦ θεοῦ, τὸ τέλος τοῦ παντὸς λόγου διὰ τῆς εὐχαριστίας καὶ εὐλογίας ἐπισφραγίζεται λέγων· εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα· ἡμᾶς τε διδάσκει προσυπακούειν τὸ, γένοιτο, γένοιτο, ὅπερ ἐστὶν Ἑβραϊκὴ φωνὴ, ἀμὴν, ἀμήν.
Περὶ δὲ τοῦ διαψάλματος, πολλάκις μεταξὺ παρεμβεβλημένου, ταῦτα λεκτέον. ἡ πρώτη ἐπαγγελία τοῦ θεοῦ ἐν ἀρχῇ λεχθεῖσα περιεῖχε, διεθέμην διαθήκην, καὶ, ὤμοσα Δαυὶδ, καὶ τὰ ἑξῆς· εἶτα τοῦ διαψάλματος παρατεθέντος, μεταβαλὼν ὁ λόγος τὸ πρόσωπον, ἐπιλέγει· ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου· καὶ πάλιν, ἐπαγγελίας λεχθείσης ἐκ προσώπου τοῦ θεοῦ τῆς ἀπὸ τοῦ, ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, μέχρι τοῦ, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστὸς, πάλιν τοῦ διαψάλματος παρεμβληθέντος, μεταβάλλει τὴν διάνοιαν ὁ λόγος, καί φησι· σὺ δὲ ἀπώσω καὶ καθεῖλες, ἀνεβάλου τὸν Χριστόν σου.
The exchange of Christ, how it is spoken, you will understand from the interpretation of Symmachus, through which it is said, "where they reviled the footsteps of your Christ." For the journey of Christ the God and his way according to the passion, and the footsteps of the economy according to human life, he intimated in this manner. For the enemies of God are accustomed to revile these things to us. But indeed, as one who has been heard and believes he will obtain his prayers, and having hoped that the promises of God to David will be fulfilled as quickly as possible, he seals the end of the whole discourse through thanksgiving and blessing, saying: "Blessed is the Lord forever." And he teaches us to subjoin, "May it be, may it be," which is a Hebrew expression, "Amen, amen."
Concerning the diapsalma, which has been inserted many times in between, this must be said. The first promise of God, spoken at the beginning, contained: "I made a covenant," and "I swore to David," and so forth. Then, after the diapsalma was placed, the discourse, having changed the person, adds: "The heavens will confess your wonders." And again, after a promise was spoken from the person of God, from "I set help upon the mighty" up to "and the witness in heaven is faithful," once the diapsalma was inserted, the discourse changes the thought and says: "But you thrust away and cast down, you put off your Christ.
Εἶτα, διεξελθὼν τὰ σκυθρωπότερα, πάλιν ἐντίθησι τὸ διάψαλμα, καὶ ἐναλλάττει τὴν διδασκαλίαν φάσκων· ἕως πότε, κύριε, ἀποστρέψεις εἰς τέλος; καὶ τὴν εὐχὴν ἀναπέμψας, πάλιν τῷ διαψάλματι μεταξὺ κέχρηται, καὶ ἐπιλέγει· ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε; μεταβαλὼν τὴν διά νοιαν καὶ ἀνακαλούμενος τὰς πρώτας τοῦ θεοῦ ἐπαγγελίας, τὰς ἐν ἀρχῇ λεχθείσας· ὥστε λόγον ἔχειν τινὰ καὶ τὰ διαψάλματα μεταβολῆς διανοίας ἢ προσώπου ἐναλλαγῆς δι’ αὐτῶν σημαινομένης. τοῦτο δὲ καὶ ἐπὶ πάντων ἐρεῖς τῶν ψαλμῶν ἐν οἷς φέρεται τὸ διάψαλμα· ἢ γὰρ τοῦ προσώπου παρίστησιν ἐναλλαγὴν ἢ τῆς διανοίας· ἔστι δ’ ὅτε καὶ μεταβολὴ τῆς κατὰ τὸ Ἑβραϊκὸν μελῳδίας. ὅ γε μὴν Ἀκύλας οὐδαμοῦ κέχρηται τῷ διαψάλματι· ἀντὶ δὲ τούτου ἐν πᾶσι τοῖς τόποις εἴωθεν ἑρμηνεύειν τὸ, ἀεί. ὅπερ ἐχρῆν ἡμᾶς μὴ ἀγνοεῖν.
Τὸ δ’ ἐπισφράγισμα παντὸς τοῦ λόγου τό·
εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο,
κατὰ μὲν τὸν Ἀκύλαν ἀντὶ τοῦ· γένοιτο, πεπιστωμένως, περιέχει, κατὰ δὲ τὸν Σύμμαχον ὁμοίως τῷ Ἑβραϊκῷ· ἀμὴν καὶ ἀμήν.
Then, having gone through the more somber matters, he again inserts the diapsalma and changes the teaching, saying: "How long, O Lord, will you turn away to the end?" And having sent up the prayer, he again uses the diapsalma in between, and adds: "Where are your ancient mercies, O Lord?" having changed the thought and recalling the first promises of God, those spoken at the beginning; so that the diapsalmata also have some significance of a change of thought or an alternation of person indicated through them. And you will say this concerning all the psalms in which the diapsalma occurs: for it either presents an alternation of person or of thought; and sometimes also a change of the melody according to the Hebrew. Aquila, however, nowhere uses the diapsalma; but instead of this, in all the places he is accustomed to render "always." Which it is necessary for us not to be ignorant of.
And the seal of the whole discourse is this:
"Blessed is the Lord forever, may it be, may it be,"
which according to Aquila, instead of "may it be," contains "firmly," and according to Symmachus, similarly to the Hebrew, "amen and amen.
Ἰουδαίων ἀποβολή
πθ
Προσευχὴ τῷ Μωσῇ. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ· πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ θεός.
Δόγμα παιδεύει ὁ λόγος διδάσκων τὸ μὲν θεῖον διαρκὲς ὑπάρχειν καὶ ἀίδιον. ὁ γὰρ εἰπὼν θεός· ἐγώ εἰμι ὁ ὤν, ἀεὶ ὢν καὶ ὁ αὐτὸς ὢν καὶ εἰς τοὺς ἀπείρους αἰῶνας διαμένων οὔποτε μεταβάλλει τὴν αὑτοῦ φύσιν. ἡμεῖς δὲ κατὰ καιροὺς παριόντες εἰς τὸν βίον χειμάρρου τρόπον ἀπορρέομεν, ἐπεὶ καὶ κατὰ τὸν Σολομῶνα· γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ τὰ ἀνθρώπινα πράγματα οὐδὲ πώποτε ἐν ταὐτῷ μένει, ἄλλοτε δ’ ἄλλως μεταβάλλοι. ὁ δὲ διαρκὴς καθ’ ἑκάστην γε νεὰν κύριος τῶν εἰς αὐτὸν ἐλπιζόντων καταφυγὴ γίνεται.
Πρὸ μὲν γὰρ τοῦ κατακλυσμοῦ Ἐνώχ, καὶ εἴ τις ἄλλος τῆς τότε γενεᾶς, καταφυγὴν αὐτὸν ἔσχηκεν. ἀπολλυμένου δὲ τοῦ τῶν ἀνθρώπων γένους ἐν τῷ κατακλυσμῷ πάλιν Νῶε καταφυγὴν αὐτόν, ἀλλ’ οὔ τινα ἕτερον ἐκτήσατο. καὶ μετὰ ταῦτα πάλιν ὁ Λὼτ ἐπὶ τῆς Σοδομιτῶν γενεᾶς Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐπὶ τῆς ἑαυτῶν ἕκαστος· οὐ μὴν ἀλλὰ καὶ Ἰωσὴφ ἐπὶ τῆς κατ’ αὐτὸν γενεᾶς, καὶ Μωσῆς πάλιν ἐπὶ ἄλλης, καὶ ἁπαξαπλῶς καθ’ ἑκάστην γενεὰν τὸν ἀεὶ ὄντα κύριον καταφυγὴν ἐσχήκασιν οἱ εἰς αὐτὸν ἠλπικότες.
Rejection of the Jews
90
Prayer to Moses. Lord, you have become a refuge for us in generation after generation; before the mountains were fixed and the earth and the inhabited world were formed, and from eternity to eternity you are, God.
The word teaches a doctrine, instructing that the divine is enduring and eternal. For the God who said, "I am the one who is," always being and being the same and remaining into infinite ages, never changes his own nature. But we, passing into life at different times, flow away like a winter torrent, since according to Solomon, "a generation goes and a generation comes," and human affairs never remain in the same state but change from one condition to another. The enduring Lord, however, becomes a refuge for each new generation for those who hope in him.
For before the flood, Enoch, and if there was any other of that generation, had him as a refuge. And when the race of men was being destroyed in the flood, again Noah obtained him as a refuge, and no one else. And after this again Lot in the generation of the Sodomites, and Abraham and Isaac and Jacob each in their own generation; and indeed also Joseph in the generation of his time, and Moses again in another, and simply in every generation those who have hoped in him have had the eternally existing Lord as a refuge.
Προτρέπει δὲ διὰ τούτων καὶ ἡμᾶς ὁ λόγος μὴ ἐπί τινα ἕτερον παρὰ τὸν θεὸν ἐλπίζειν, παντὶ δὲ καιρῷ καὶ ἡμέρᾳ πάσῃ καὶ ὥρᾳ ἐν ἑκάστῃ τε πράξει καὶ μάλιστα ἐν τοῖς περιστατικοῖς καιροῖς ἐπ’ αὐτὸν καταφυγεῖν. καὶ ἐπειδήπερ οἱ μὲν χειμαζόμενοι στέγης, οἱ δὲ κατὰ τὴν θάλασσαν κλυδωνιζόμενοι λιμένος οἵ τε ὑπὸ ἐχθρῶν καὶ πολεμίων ἢ καὶ θηρῶν ἀγρίων διωκόμενοι τείχους εἰς καταφυγὴν δέονται, πᾶσι δὲ τούτοις ὁ τοῦ θεοῦ ἄνθρωπος κατὰ τὸν παρόντα βίον παλαίει, ἀναγκαίως διδάσκεται καταφυγὴν ἑαυτοῦ καὶ τεῖχος λιμένα τε σωτήριον ἡγεῖσθαι τὸν ἑαυτοῦ κύριον, ἵν’, εἴτε ἐν καιροῖς διωγμῶν ὑπ’ ἐχθρῶν ἐλαυνώμεθα, εἴτε ὑπὸ ἀοράτων πολέμων πολεμούμεθα, εἴτε ὑπὸ τῶν συσκευάζεσθαι ἡμᾶς πει ρωμένων ἐπιβουλευοίμεθα, νηφόντως ἐπὶ τὸν κύριον ἡμῶν καὶ τὸν θεὸν καταφύγοιμεν τὸν κατὰ γενεὰν καὶ γενεὰν ὑπέρμαχον γιγνόμενον καὶ ὑπερασπιστὴν τῶν ἐπικαλουμένων αὐτόν.
Ἀντὶ δὲ τοῦ· ἐν γενεᾷ καὶ γενεᾷ, σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· ἐν ἑκάστῃ γενεᾷ. καὶ πάλιν·
The word through these things also exhorts us not to place hope in anyone other than God, but at every time and every day and every hour and in every action, and especially in critical moments, to take refuge in him. And since those who are storm-tossed need shelter, those who are tossed about on the sea need a harbor, and those pursued by enemies or foes or even wild beasts need a wall for refuge, and the man of God contends with all these things in the present life, he is necessarily taught to consider his own refuge and wall and saving harbor to be his own Lord, so that whether we are driven by enemies in times of persecution, or warred upon by invisible wars, or plotted against by those who attempt to conspire against us, we might soberly take refuge in our Lord and God, who becomes the defender and protector generation after generation of those who call upon him.
And instead of "in generation and generation," Symmachus more clearly rendered it, saying "in each generation." And again:
πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην,
συμφώνως ὁμοῦ Ἀκύλας καὶ Σύμμαχός φασιν·
πρὶν ὄρη τεχθῆναι καὶ ὠδινηθῆναι γῆν καὶ τὴν οἰκουμένην.
Καί μοι δοκεῖ ἡ Ἑβραϊκὴ λέξις φυσικὸν ἀποδεδωκέναι λόγον, ἐν αὐτοῖς διδάσκουσα μὴ ἀρχῆθεν συνυπάρξαι τῇ γῇ τὰ ἐν αὐτῇ ὄρη, ἀλλ’ ἀναφυῆναι δίκην τῶν τικτομένων. διὸ εἴρηται· πρὸ τοῦ ὄρη γενηθῆναι, ἤ· πρὶν ὄρη τεχθῆναι. καὶ εἰκὸς ἅμα τὸ τεχθῆναι τὰ ὄρη καὶ προβληθῆναι ἀπὸ τῆς γῆς καταλλήλως τοῖς βρέφεσιν, μὴ ὁποῖα νῦν τὸ μέγεθος ὑποστῆναι, ἀλλ’ ἄρτι μὲν γεννηθέντα καὶ τεχθέντα ὥσπερ τὰ ἀρτιγενῆ τῶν βρεφῶν μικρὰ καὶ ἐλάχιστα ὑπάρξαι, τῷ δὲ μακρῷ αἰῶνι αὔξην καὶ μέγεθος ἐπιδοῦναι.
Φασὶ γοῦν εἰς ἔτι δεῦρό τινες τῶν φυσιολόγων αὔξειν τὰ ὄρη καὶ τὰς πέτρας μείζους ἑαυτῶν γίνεσθαι κατά τινας λανθανούσας ἡμᾶς διὰ μακρῶν περιόδων βραχυτάτας προσθήκας. ἐπεὶ δὲ καὶ ὠδινηθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην εἰρήκασιν οἱ ἑρμηνεύσαντες ἐξακολουθήσαντες τῷ Ἑβραϊκῷ, μήποτε καὶ ἐπὶ τῆς γῆς τὸ παραπλήσιον τοῖς ὄρεσι νοῆσαι προσήκει, ὡς ἐξ ἑτέρου στοιχείου προελθούσης καὶ αὐτῆς καὶ πρότερον μὲν ὠδινηθείσης δίκην τῶν κυοφορουσῶν καὶ ἐν τῷ τίκτειν ὑπομενουσῶν ὠδῖνας;
Before the mountains came into being and the earth and the inhabited world were formed, Aquila and Symmachus both say in agreement: before the mountains were born and the earth and the inhabited world were brought forth in travail. And it seems to me that the Hebrew expression has rendered a natural account, teaching in these words that the mountains in the earth did not coexist with it from the beginning, but sprang up like things that are born. Hence it is said: before the mountains came into being, or: before the mountains were born. And it is likely that at the same time the mountains were born and thrust forth from the earth, correspondingly to infants, they did not subsist in their present magnitude, but having just been generated and born, like newborn infants, they were small and very tiny, and over a long age they increased in size and magnitude. Indeed, some natural philosophers say that even to this day mountains grow and rocks become larger than themselves through some very small additions over long periods that escape our notice. And since the translators, following the Hebrew, have said that the earth and the inhabited world were brought forth in travail, perhaps it is fitting to understand something similar concerning the earth as with the mountains, that it too proceeded from another element and was first brought forth in travail, like those who are pregnant and endure birth pangs in giving birth.
Εἰ δ’ οὖν συνέστηκεν ὁ τῶν φυσικῶν λόγος ὁ φάσκων πρῶτον στοιχεῖον γεγονέναι τὸ ὕδωρ, εἴθ’ ἐξ ὕδατος καὶ τῆς ὑγρᾶς οὐσίας ὑποστῆναι τὰ λοιπὰ στοιχεῖα, εἴποι ἄν τις τοῦτο καὶ ἐπὶ τῆς παρούσης γραφῆς σημαίνεσθαι δηλούσης, ὅτι ἦν ὅτε ἐν ἑτέρῳ οὖσα ἡ γῆ στοιχείῳ ἀφανὴς ἦν κυουμένη καὶ συλλαμβανομένη ἐν τῇ φύσει τῆς ὑγρᾶς οὐσίας. διὸ καὶ ἐν τῇ κοσμοποιίᾳ εἴρηται· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. ἀλλ’ ὕστερον ὥσπερ ἀπογεννηθεῖσα προῆλθεν ἐκ τῆς τῶν ὑδάτων οὐσίας, οὐκ ἄνευ θείας δυνάμεως καὶ κρείττονος ἀνάγκης ἐπιτεθείσης αὐτῇ. αὕτη δὲ ἦν ἡ τοῦ δημιουργοῦ βούλησις.
Ὡς γὰρ ἐπὶ τῶν κυοφορουσῶν γυναικῶν βίας καὶ ἀνάγκης ἐπελθούσης αὐταῖς τὸ κατὰ γαστρὸς προάγεται τοῦ ὁρισμένου χρόνου τῆς ἀποτέξεως ἐπιστάντος, καθ’ ὃν ὠδίνουσαι τίκτουσιν, τὸν αὐτὸν τρόπον δυνάμει καὶ σοφίᾳ τοῦ τῶν ὅλων δημιουργοῦ τὴν γῆν καὶ τὴν τῶν ἀνθρώπων οἰκουμένην τὰ ὕδατα προηνέγκατο. καὶ τοῦτ’ ἐπληροῦτο, ὁπηνίκα εἶπεν ὁ θεός· συναχθήτω τὰ ὕδατα ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτως. θέα γάρ μοι τῇ διανοίᾳ τὴν γῆν ἔνδον ἐν τοῖς ὕδασι πάλαι πρότερον ἐγκεκρυμμένην τρόπον τε ἰλύος ἀναλελυμένην καὶ τῷ πλήθει τῶν ὑδάτων ἀνακεκραμένην, ὡς ἀφανῆ εἶναι καὶ ἀόρατον, διὸ λέγεσθαι· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, εἶθ’ ὕστερον βουλήσει θεοῦ αὐτὴν συναγομένην πιλοῦσθαι πρότερον καὶ συμπήγνυσθαι καὶ μετὰ ταῦτα ἀθρόως ἀναδοθεῖσαν εἰς φῶς προελθεῖν καὶ ἀνακύψαι εἰς καθαρὸν ἀέρα.
If, then, the natural philosophers' account holds, which asserts that water was the first element to come into being, and that from water and the moist substance the remaining elements subsisted, one might say that this is also indicated in the present passage, which reveals that there was a time when the earth, being in another element, was invisible, being conceived and taken up in the nature of the moist substance. Hence it is said in the cosmogony: "And the earth was invisible and unformed, and darkness was upon the abyss." But later, as if brought forth, it came forth from the substance of the waters, not without divine power and a superior necessity being imposed upon it. This was the will of the creator.
For just as in the case of pregnant women, when force and necessity come upon them, the fetus is brought forth before the appointed time of birth, when the time of delivery arrives, at which they give birth in labor, in the same way, by the power and wisdom of the creator of all things, the waters brought forth the earth and the inhabited world of men. And this was fulfilled when God said: "Let the waters be gathered together under the heaven into one gathering, and let the dry land appear." And so it happened. For consider in your mind the earth, long before hidden within the waters, dissolved like mud and mixed with the mass of waters, so as to be invisible and unseen; hence it is said: "And the earth was invisible and unformed." Then later, by the will of God, it was first compacted and solidified as it was gathered together, and after that, suddenly raised up, it came forth into the light and emerged into the clear air.
Καὶ ἰδέ, ὡς οὐδὲν τῶν γεννωμένων ἀπὸ γαστρὸς διαφέρειν ἐδόκει τότε. ὅτε μὲν οὖν προβέβλητο τῶν ὑδάτων ἀνακύψασα, τικτομένη καὶ γεννωμένη ἐῴκει· πρὸ δὲ τῆς γεννήσεως ἔνδον ἐν τοῖς ὕδασι συμπηλουμένη πηγνυμένη τε καὶ δίκην ἰλύος ἐπὶ τὸ οἰκεῖον βάρος ὑφισταμένη καὶ συνιζάνουσα τὸ τηνικαῦτα συνελαμβάνετο, ὡς ὕστερον δὲ καὶ ὠδινηθεῖσα ἀπετέχθη καὶ γέγονεν οἰκητήριον τῶν ἐπὶ γῆς ζώων.
Ἀλλὰ πρὸ τοῦ ταῦθ’ οὕτω γενέσθαι καὶ πρό γε τῆς τοῦ κόσμου συστάσεως σύ, φησίν, αὐτὸς εἶ, ὁ θεός. καὶ καλῶς γε οὐ· σὺ ἦσθα, φησίν, ἀλλά· σὺ εἶ. ὁ γὰρ αὐτὸς καὶ ἦς, καὶ εἶ, καὶ ἔσῃ· μᾶλλον δὲ ὁ αὐτὸς ἀεὶ ὢν τυγχάνεις, καὶ ὁ αὐτὸς εἶ κατὰ τὴν φάσκουσαν θεολογίαν·
σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
Οὐδὲ γὰρ θέμις ἐπ’ αὐτοῦ φάναι τό· ἦς, ἢ τό· ἦν, ἢ τό· ἔσται. τὰ μὲν γὰρ τοῦ παρῳχηκότος, τὰ δὲ τοῦ μέλλοντος ἔσεσθαι χρόνου δηλωτικὰ τυγχάνει, ὧν οὐδὲν ἁρμόζει τῇ θείᾳ προσηγορίᾳ. μόνον γὰρ αὐτῇ τὸ ἀεὶ εἶναι ἁρμόττει. διὸ σφόδρα ἀκριβῶς ἐνταῦθά τε εἴρηται·
And see how nothing born from a womb seemed to differ at that time. When, then, it had emerged from the waters, rising up, it resembled something being born and generated; but before birth, within the waters, being compacted like clay, being solidified, and like mud subsiding to its own weight and settling, it was at that time conceived, and later, as if after labor, it was brought forth and became a dwelling place for the animals on the earth.
But before these things happened thus, and before the constitution of the cosmos, you, he says, are yourself, the God. And rightly so: not "you were," he says, but "you are." For the same one both was, and is, and will be; rather, you always exist as the same, and you are the same according to the theology that declares:
You are the same, and your years will not fail.
For it is not lawful to say of him "you were," or "he was," or "he will be." For these are indicative of past time and of future time, neither of which befits the divine appellation. For only "always being" befits it. Therefore it is said here with great precision:
ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ θεός,
καὶ ἐν ἑτέροις τό·
σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
Τηρητέον δέ, ὅτι ἐν τῷ· κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, τό· κύριε, οὐ διὰ τοῦ τετραγράμμου φέρεται παρ’ Ἑβραίοις, ἀλλὰ διὰ τῶν κοινῶν καὶ συνήθων γραφόμενον στοιχείων τῶν καὶ ἐπὶ τῆς ἀνθρωπίνης προσηγορίας ταττομένων, εἴποτε τὸν ἐν ἀνθρώποις δεσπότην κύριον καλοῖμεν. κατὰ τὰ αὐτὰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος τό· Ἀδωναΐ, ἡρμήνευται εἰς τὸν κύριον τοῦ τετραγράμμου ὀνόματος· ὃ τὴν ἀπόρρητον τοῦ θεοῦ θεολογίαν σημαίνει, μὴ κειμένου κατὰ τὴν παροῦσαν λέξιν, ἀλλὰ τοῦ δεσπότου μάλιστα εὐκαίρως ὠνομασμένου εἰς παράστασιν τοῦ κήδεσθαι αὐτὸν καὶ φροντίζειν τῶν αὑτοῦ οἰκετῶν, ὧν καὶ καταφυγὴ τυγχάνει.
Καὶ ὅρα, μήποτε ἐπὶ τὸν θεὸν λόγον ἀναφέρεται ἡ παροῦσα διδασκαλία. οὐδὲ γὰρ μακρὰν ἀπᾴδει ἡ ἐνταῦθα φήσασα λέξις· πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην σὺ εἶ, ὁ θεός, τῆς παρὰ Σολομῶνι ἐκ προσώπου τῆς σοφίας φασκούσης· πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, δι’ ὧν ἔοικεν αἰνίττεσθαι τὰς ἀσωμάτους καὶ ἀγγελικὰς δυνάμεις, ὧν προϋπάρχειν τὸν τοῦ θεοῦ λόγον καὶ τὴν σοφίαν τοῦ θεοῦ αὕτη ἡ σοφία διδάσκει.
From eternity to eternity you are, God, and in other places: You are the same, and your years will not fail. But it must be observed that in "Lord, you became a refuge for us," the word "Lord" is not conveyed among the Hebrews through the tetragrammaton, but is written with the common and usual letters that are also assigned to the human appellation, whenever we call the master among men "Lord." For in the same way, in the present passage, "Adonai" has been interpreted as the Lord of the tetragrammaton name, which signifies the ineffable theology of God, the tetragrammaton not being present in the current wording, but the master being especially aptly named to indicate that he cares for and is concerned for his own servants, of whom he is also the refuge.
And see whether the present teaching might be referred to the divine Word. For the wording here, which says, "Before the mountains were generated and the earth and the inhabited world were formed, you are, God," is not far removed from that in Solomon, spoken from the person of Wisdom: "Before the mountains were fixed, and before all hills, she gives birth to me," through which it seems to hint at the incorporeal and angelic powers, of which the Word of God and the Wisdom of God this Wisdom teaches to preexist.
Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν. καὶ εἶπας· ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων. ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί. τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τὸ πρωὶ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
Ἐπειδὴ Μωσέως ὑπάρχειν τὰς παρούσας φωνὰς ἡ προγραφὴ διδάσκει, πειρώμενος αὐτὰς ἐφαρμόσαι τῷ Μωσέως προσώπῳ ἐφίστημι, μήποτε λανθάνουσαν διὰ τούτων ὁ λόγος παραδίδωσι προφητείαν Μωσέως. οὐδὲ γὰρ ψαλμὸς εἶναί μοι δοκεῖ, ἀλλ’ ὡς ἡ προγραφὴ διδάσκει, προσευχὴ τοῦ Μωσῆ. ζητῶ δέ, κατὰ ποῖον ἄρα καιρὸν ταύτῃ κέχρηται τῇ προσευχῇ Μωσῆς, καὶ εἴπερ αὐτῷ ἢ μᾶλλον τῷ λαῷ κατάλληλος τυγχάνει, πότερον τῇ γενεᾷ τῇ κατ’ αὐτὸν καὶ τῷ συνόντι αὐτῷ λαῷ ἢ τῇ μετ’ ἐκείνους διαδοχῇ ἐφαρμοστέον αὐτήν. ὅτι μὲν οὖν οὐκ εἰς αὐτὸν προσήκει τὰ προκείμενα ἀναφέρειν, οἶμαι πάνθ’ ὁντινοῦν ὁμολογήσειν. πῶς γὰρ δύναται Μωσῆς, ὁ ἄνθρωπος τοῦ θεοῦ, περὶ ἑαυτοῦ λέγειν·
Do not turn a person back to humiliation. And you said: Return, sons of men. For a thousand years in your eyes are as yesterday, which has passed, and a watch in the night. Their worthless things will be years. In the morning, as grass, it would pass; in the morning, it would bloom and pass; in the evening, it would fall off, become hard and dry. For we have failed in your wrath and were disturbed in your anger.
Since the superscription teaches that the present words belong to Moses, I, attempting to apply them to the person of Moses, consider whether the discourse might not through these transmit a hidden prophecy of Moses. For it does not seem to me to be a psalm, but, as the superscription teaches, a prayer of Moses. And I inquire at what time Moses used this prayer, and whether it is suitable for him or rather for the people, and whether it should be applied to the generation of his own time and the people with him or to the succession after them. That it is not appropriate to refer the present words to him, I think anyone would agree. For how can Moses, the man of God, speak about himself?
ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου,
ἢ κατὰ τὸν Σύμμαχον·
ὅτι ἀνηλώθημεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν· ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου·
καὶ πάλιν· αἱ ἡμέραι ἡμῶν ἐξέλιπον ἐν τῇ ὀργῇ σου, καὶ πάλιν·
τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου;
Ἀλλ’ ὅτι μὲν ταῦτα οὐκ ἂν εἰς τὸν Μωσέα ἀναφέροιτο, οὐ μόνον ἀπὸ τοῦ πάντα περὶ ὀργῆς θεοῦ εἰρῆσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ πληθυντικῶς προενηνέχθαι τὰ εἰρημένα, δῆλόν ἐστιν. εἰκὸς οὖν τινα ἐπὶ τὸν συνόντα αὐτῷ κατὰ τὴν ἔρημον λαὸν ταῦτα ἀναφέρειν· ἀλλ’ οὐδὲ τοῦτο συγχωρεῖ νοεῖν ὁ λόγος. τί γὰρ καί φησιν·
τὸ πρωὶ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου;
Οὐκοῦν οὐ τῷ πρωί φησιν ἐκλελοιπέναι, ἀλλὰ τὸ μὲν πρωὶ ὡς ἡ χλόη παρέλθοι, καὶ πάλιν οὐ· κατὰ τὸ πρωὶ ἀποπέσοι, οὐδέ· κατὰ τὸ πρωὶ σκληρυνθείη καὶ ξηρανθείη, ἀλλ’· ἀνθήσαι, φησὶν ὁ λόγος, κατὰ τὸ πρωὶ καὶ παρέλθοι. τὸ δὲ ἀποπεσεῖν καὶ σκληρυνθῆναι καὶ ξηρανθῆναι ἑσπέρας ἔσεσθαί φησι λέγων·
that we perished in your wrath,
or according to Symmachus:
that we were consumed in your wrath, and in your fury we were troubled; you placed our lawlessness before you;
and again: our days perished in your wrath, and again:
who knows the power of your wrath and your fury from your fear?
But that these things would not be referred to Moses is evident not only from the fact that everything is said concerning the wrath of God, but also from the plural form in which the statements are made. It is likely, then, that someone would refer these things to the people who were with him in the wilderness; but the text does not allow even this to be understood. For what does it say?
In the morning, as the grass, it would pass away, in the morning it would bloom and pass away; in the evening it would fall off, become hard and dry; that we perished in your wrath?
Therefore, it does not say that we perished in the morning, but rather: in the morning, as the grass, it would pass away, and again not: in the morning it would fall off, nor: in the morning it would become hard and dry, but: it would bloom, the text says, in the morning and pass away. And it says that falling off, becoming hard and dry will happen in the evening, saying:
τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη,
καὶ τό·
ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου,
κατὰ τὸ ἑσπέρας ἔσεσθαι εἴρηται. ἐν τούτῳ γὰρ, φησίν, ἐξελίπομεν· ἐπειδήπερ τὸ πρωὶ ἄνθης γενομένης καὶ χλόης καὶ προσκαίρου τινὸς ὡραϊσμοῦ κατὰ τὴν ἑσπέραν σκληρυνθεῖσα ἡ χλόη καὶ ἀποξηρανθεῖσα ἡ ἄνθη ἐξέλιπεν.
Καὶ τὰ μὲν τῆς λέξεως τῆς παρούσης προσευχῆς τοῦτον ἔχει τὸν τρόπον. τὰ δὲ τῆς διανοίας οὐκ ἐπιτρέπει ἐπὶ τοὺς Μωσέως χρόνους καὶ τὴν κατ’ αὐτὸν γενεὰν συνάγειν τὰ εἰρημένα. οὐ γὰρ ἑσπέρα ἦν τότε, οὐδὲ τὰ ὕστατα τοῦ ἐκ περιτομῆς λαοῦ· ἀρχαὶ δὲ ἦσαν αὐτῶν, καὶ τότε πρῶτον αὐτοῖς ἀνατετάλκει τὸ ἐκ θεοῦ φέγγος. διὸ καὶ τὸ πρωὶ ὠνομάσθη ἡ τοῦ τότε καιροῦ κατάστασις καὶ ἡ τοῦ θεοῦ εἰς αὐτοὺς ἐπισκοπή. ἑσπέρα δὲ τότε αὐτοῖς γέγονεν ἡ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ’ ἣν ἔδυ αὐτοῖς ὁ τότε ἀνατείλας λόγος. ἀλλὰ τότε μὲν ἀνατετάλκει καὶ πρωίαν αὐτοῖς εἰργάζετο, ὅτε καὶ ἤνθει τὰ κατ’ αὐτοὺς πράγματα, οὐ παρέμεινε δὲ ἐν τῇ ἀληθείᾳ. ἀλλὰ γὰρ ἀνθήσαντα παρῆλθε καὶ σκιᾶς δίκην παρέδραμε. διὸ λέλεκται·
it would fall in the evening, it would become hard and dry,"
and:
"that we perished in your wrath,"
is said to be in the evening. For in this, he says, we perished, since in the morning, when there was bloom and verdure and a certain temporary beauty, in the evening the verdure became hard and the bloom dried up and perished.
Now the wording of the present prayer is of this sort. But the meaning does not permit us to refer what is said to the times of Moses and the generation of his day. For it was not evening then, nor the last days of the people of the circumcision; rather, those were their beginnings, and the light from God had then first risen for them. Hence the condition of that time and God's visitation upon them was called morning. But evening came for them at the consummation of the age, when the Word that had then risen set for them. But at that time it had risen and brought them morning, when their affairs were in bloom, yet it did not abide in truth. Rather, having bloomed, it passed away and ran by like a shadow. Therefore it is said:
τὸ πρωὶ ὡς ἡ χλόη παρέλθοι.
Μετὰ δὲ τὴν Μωσέως τελευτὴν πάλιν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐπιδόντες εἰς αὔξησιν καὶ μείζονα φυὴν οὐδὲ οὕτως διέμειναν, ἀλλὰ παρῆλθον· διὸ καὶ δεύτερον λέλεκται·
τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι.
Τὰ δέ γε τε λευταῖα αὐτῶν μετὰ ταῦτα σημαίνεται διὰ τοῦτο·
ἑσπέρας ἀποπέσοι καὶ σκληρυνθείη καὶ ξηρανθείη.
Tὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. ὃ δὴ καὶ περὶ αὐτοῖς γέγονεν ἐπιδύντος αὐτοῖς τοῦ τῆς δικαιοσύνης ἡλίου, κατὰ τὴν φήσασαν προφητείαν· καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου. ὥσπερ γὰρ περὶ τῶν δικαίων ἐλέχθη τό· ἀνατελεῖ τοῖς φοβουμένοις αὐτὸν ἥλιος δικαιοσύνης, οὕτω καὶ περὶ τῶν ἀσεβῶν εἴρηται τό· δύσεται ὁ ἥλιος ἐπὶ τούσδε, καὶ πάλιν ἀλλαχοῦ· καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.
Ἐπὶ συντελείᾳ τοίνυν τοῦ αἰῶνος μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, ὅτε αὐτοῖς ἡ ἑσπέρα ἐπῆλθε δύντος αὐτοῖς ὡς ἀληθῶς τοῦ τῆς ἀληθείας φωτός, ἡ ἔκπτωσις αὐτῶν καὶ ἡ ἀποβολὴ τέλους ἔτυχε καὶ τὸ παρὸν ἐπληρώθη λόγιον φῆσαν·
In the morning, like the grass, it would pass away.
But after the death of Moses, again in the subsequent times, when they had increased and grown larger, they did not remain even so, but passed away; wherefore it is also said a second time:
"In the morning it would bloom and pass away."
And their final state after these things is indicated by this:
"In the evening it would fall, and become hard, and dry."
For that which grows old and ages is near to disappearance. This indeed happened to them when the sun of righteousness set for them, according to the prophecy that says: "And the sun will set upon the prophets who lead my people astray." For just as it was said concerning the righteous: "The sun of righteousness will rise for those who fear him," so also it was said concerning the impious: "The sun will set upon such-and-such," and again elsewhere: "And the sun will set at noon, and the moon will not give its light."
Therefore, at the end of the age, after the coming of our Savior, when evening came upon them, with the light of truth truly setting for them, their fall and their rejection reached their conclusion, and the present oracle was fulfilled, which said:
τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη, ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
Καί μοι δοκεῖ διὰ τούτων ὁ Μωσῆς προσευχὴν συντάξαι ἁρμόζουσαν τῇ καταστάσει τοῦ λαοῦ τῇ μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν. προφήτης γὰρ ὢν προγνώσει τε θείᾳ τὸ τέλος αὐτῶν τῆς ἀποβολῆς καὶ τὴν ἐσχάτην ἀπόπτωσιν συνορῶν φάρμακον αὐτοῖς σωτήριον καὶ θεραπευτικὸν ὑπετίθετο τὴν παροῦσαν προσευχὴν ἐν ἀπορρήτοις, ὡς εἰκός, παραδοὺς αὐτὴν ἔξωθεν τῆς ἄλλης αὐτοῦ γραφῆς τοῖς δυναμένοις τὰ ἀπόρρητα παρ’ ἑαυτοῖς κατέχειν· παρ’ οἷς καὶ εἰκὸς φυλάττεσθαι αὐτήν, ἧν ἰδιαζόντως καὶ λεληθότως μέχρι πολλοῦ ὕστερόν γε μὴν ἐγκαταλεχθῆναι ἀναγκαίως τῇ βίβλῳ τῶν Ψαλμῶν, ὡς ἂν μὴ τῷ μακρῷ χρόνῳ διαπέσοι λαθοῦσα τοὺς πολλοὺς καὶ ἀμεληθεῖσα.
Ἵν’ οὖν σώζοιτο καὶ παραμένοι γινωσκομένη ὑπὸ πάντων, τῇ βίβλῳ τῶν Ψαλμῶν παρενεβλήθη, μὴ οὖσα ψαλμός. οὐδὲ γὰρ ψαλμοῦ τι περιέχει. θυμηδίας γὰρ ὁ ψαλμός, ἡ δὲ παροῦσα προσευχὴ ὀργῆς μνημονεύει καὶ θυμοῦ θεοῦ καὶ ἑτέρων σκυθρωπῶν· ἱλάσκεται τὸ θεῖον ὑπὲρ τῶν ἀποπεπτωκότων, τὸν ἱλασμὸν τοῦτον Μωσέως διὰ τῆς προσευχῆς διδάσκοντος λέγειν τὸν ἀποπεσόντα τοῦ θεοῦ λαὸν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν.
it would fall in the evening, become hard and dry, because we perished in your wrath, and we were troubled in your anger.
And it seems to me that through these words Moses composed a prayer suited to the condition of the people after the coming of our Savior. For being a prophet, and foreseeing by divine foreknowledge their end of rejection and the final falling away, he set before them, as a saving and healing remedy, this present prayer, delivered in secret, as is likely, outside the rest of his writings, to those able to keep the secrets among themselves; by whom it is also likely to have been preserved, being kept separately and unnoticed until much later, and then necessarily included in the book of the Psalms, so that it might not, over a long time, fall away, escaping notice and being neglected by the many.
Therefore, that it might be preserved and remain known to all, it was inserted into the book of the Psalms, though it is not a psalm. For it contains nothing of a psalm. For a psalm is of joy, but this present prayer mentions wrath and anger of God and other gloomy things; it propitiates the divine on behalf of those who have fallen away, Moses teaching through this prayer that the people who have fallen away from God after the coming of our Savior should recite it.
Καί μοι δοκεῖ οὐκ ἀσκόπως μετὰ τὸν πη ψαλμὸν καὶ τὰ δι’ αὐτοῦ περὶ τοῦ σπέρματος Δαυὶδ καὶ τοῦ ἐπηγγελμένου αὐτῷ θρόνου θεσπισθέντος ἡ παροῦσα προσευχὴ Μωσέως συνῆφθαι, μετά τινος δὲ βαθυτέρας θεωρίας αἰνιττομένου τοῦ λόγου ἀπόπτωσιν ἔσεσθαι καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν παρουσίαν τοῦ ἐκ σπέρματος Δαυὶδ προελευσομένου· ὃ δὴ καὶ ἐπισφραγίζεται ἡ τῶν πραγμάτων ἔκβασις.
Ἀλλὰ γὰρ προσευχὴν αὐτοῖς παραδίδωσιν ὁ Μωσῆς προφητικῇ δυνάμει ἐφαρμόσας τοὺς ἐν τῇ προσευχῇ λόγους τῷ προσώπῳ τοῦ ἐκπεσόντος καὶ ἀποβληθέντος λαοῦ. ἐπὰν οὖν λέγῃ·
μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας· ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων,
τοῦτόν μοι δοκεῖ διδάσκειν αὐτοὺς τὸν νοῦν προσευχομένους λέγειν· ὦ κύριε, σὺ κατὰ χρόνους ἡμῖν γέγονας καταφυγὴ καὶ καθ’ ἑκάστην γενεάν. πρῶτον μὲν γὰρ ἐν Αἰγύπτῳ τυγχάνουσιν ἡμῖν καὶ ὑπὸ τοῦ Φαραῶ καὶ τῶν Αἰγυπτίων καταπονουμένοις καταφυγὴ γέγονας· πάλιν δ᾿ ἐπὶ τῆς ἐρήμου πολεμούμενοι, τοτὲ μὲν ὑπὸ τοῦ Ἀμαλήκ, τοτὲ δὲ ὑπὸ τοῦ Χαναναίου, σὲ καταφυγὴν ἐσχήκαμεν· οὐ μὴν ἀλλὰ καὶ εἰσελθόντες εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὑπὸ ἀλλοφύλοις τε γενόμενοι πολλάκις τε καὶ μετὰ ταῦτα ἐπὶ τῶν βασιλέων ἡμῶν καὶ τέλος ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας σὲ καταφυγὴν ἔσχομεν· καὶ νῦν τοιγαροῦν ἱκετεύομεν τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν καί σε κτήσασθαι καταφυγήν· διὸ δεόμεθα·
And it seems to me not without purpose that after the seventy-second psalm and the oracles concerning the seed of David and the throne promised to him, the present prayer of Moses has been appended, with the word intimating through a deeper contemplation that there would be a fall and a casting away of the Jewish nation after the coming of the one who would proceed from the seed of David—which indeed the outcome of events confirms.
For Moses delivers to them a prayer, having applied by prophetic power the words of the prayer to the person of the fallen and cast-off people. When, then, he says:
"Do not turn a man to humiliation; and you said, 'Return, sons of men,'"
he seems to me to teach them to say this meaning when praying: O Lord, you have become for us a refuge at various times and in each generation. For first, when we were in Egypt and oppressed by Pharaoh and the Egyptians, you became a refuge; again, when we were warred upon in the wilderness, sometimes by Amalek, sometimes by the Canaanite, we had you as a refuge; and indeed, when we entered the land of promise and were under foreign peoples, many times and thereafter under our kings, and finally at the time of the captivity in Babylon, we had you as a refuge. And now, therefore, we beseech to obtain from you the same and to acquire you as a refuge; wherefore we pray:
μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν,
τουτέστιν· μὴ ἀποστρέψῃς ἡμᾶς εἰς τελείαν ἀπόπτωσιν καὶ ταπείνωσιν. σὺ γὰρ τῇ σῇ φιλανθρωπίᾳ εἶπας καὶ κηρύγματα πᾶσιν ἀνθρώποις ἐξενήνοχας λέγων· ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων. εἰ δὴ οὖν πάντα τὰ ἔθνη καὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων προσκέκληταί σου ἡ φιλανθρωπία, καὶ τοὺς πάλαι ἀποστραφέντας ἀπὸ σοῦ, καὶ δαίμοσι καὶ πνεύμασι πονηροῖς καταδουλωθέντας ἐπιστραφῆναι ἐπὶ σὲ κελεύσεις, μηδὲ ἡμᾶς ἀποστραφῇς, μηδὲ εἰς παντελῆ ἐρήμωσιν καταλείπῃς ἐλθεῖν τοὺς πάλαι σου γενομένους οἰκείους, οἵτινες πρὸς ὀλίγον ἀνθήσαντες χειμάρρου δίκην παρεδράμομεν.
Τὰ γοῦν χίλια ἡμῶν ἔτη, ἐν οἷς ἠκμάσαμεν, ταῦτα παρῆλθεν ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν. γενόμενος δὲ ἐν τούτοις ἐφίστημι πῶς εἴρηται τὰ χίλια ταῦτα ἔτη· εἰ μὲν γὰρ ἕνεκεν δοξολογίας τοῦ θεοῦ καὶ εἰς παράστασιν τῆς ἀϊδίου ζωῆς τοῦ θεοῦ, οὐδὲν οἶμαι τὸν λόγον μεγαλοπρεπὲς περιέχειν. οὐδὲ γὰρ τὸν σύμπαντα αἰῶνα, οὐδὲ τὸν ἀπὸ πρώτης κτίσεως τοῦ κόσμου καὶ μέχρι τῆς συντελείας παρατείνοντα χρόνον τὸ ἀκαρὲς ἡγοῦμαι εἶναι, οὐχ ὅτι τῆς ἡμέρας, ἀλλ’ οὐδὲ τῆς βραχυτάτης ὥρας παραθέσει τῆς ἀνάρχου καὶ ἀγεννήτου ζωῆς τοῦ θεοῦ πρὸ πάντων ὑπάρχοντος αἰώνων καὶ πρὸ παντὸς ἐπινοουμένου καὶ εἰς ἄπειρον ἐκτεινομένου λογισμοῦ ὑπέρ τε τοὺς μετὰ ταῦτα ἀπεράντους καὶ ἀτελευτήτους αἰῶνας διαρκοῦντος.
Do not turn a man back to humiliation,
that is: do not turn us back to complete downfall and humiliation. For you, in your love for humanity, have spoken and proclaimed messages to all men, saying: Return, sons of men. If, then, your love for humanity has summoned all nations and all the sons of men, and you command even those who long ago turned away from you and were enslaved by demons and evil spirits to turn back to you, do not turn us away either, nor abandon us to utter desolation—us who were once your own people, who flourished for a short time and then, like a winter torrent, passed by.
Our thousand years, then, in which we flourished, have passed like yesterday, which has gone by. Being engaged in these matters, I consider how these thousand years are spoken of: if it is for the sake of glorifying God and to demonstrate the eternal life of God, I think the statement contains nothing magnificent. For I do not consider the whole age, nor the time extending from the first creation of the world until its consummation, to be even an instant—not in comparison with a day, nor even with the briefest hour, when set beside the beginningless and unbegotten life of God, who exists before all ages and before every conceived and infinitely extended thought, and who endures beyond the subsequent infinite and unending ages.
Διόπερ ἕτερόν μοι δοκεῖ νοῦν ὑποβάλλειν ἡ παροῦσα προσευχὴ διδάσκουσα τὸν λαὸν λέγειν·
ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου
ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν,
καὶ φυλακὴ ἐν νυκτί.
Τὰ γοῦν σεμνὰ τῆς Ἱερουσαλήμ, ἐν οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἤκμασέν τε καὶ ἤνθησεν ἐν ἡμέραις, ὥσπερ καὶ ἐν φωτὶ γέγονεν, ταῦτ’ ἦν τὰ χίλια ἔτη. ἐπὶ μόνοις γὰρ χιλίοις ἔτεσι συνέστηκε καὶ διήρκεσε τὰ τῆς ἐν τῷ τόπῳ λατρείας, ἃ δὴ καὶ ἀριθμεῖται τοῦτον τὸν τρόπον. ἀπὸ μὲν τῆς πρώτης τοῦ ἱεροῦ κατασκευῆς καὶ τῶν Σολομῶνος χρόνων μέχρις τῆς ὑπὸ Βαβυλωνίων πολιορκίας ἔτη συνάγεται υλβ· μετὰ δὲ ταῦτα εἰς ἔρημον περιστάντος τοῦ τόπου αὖθις Ἰησοῦς καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ κατὰ τὸ δεύτερον ἔτος Δαρείου τοῦ Πέρσου ἀνανεοῦσι τὸν οἶκον· ἐξ ἐκείνου τε καὶ ἐπὶ τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου καίσαρος ἔτη συνάγεται φμη, ὥστε εἶναι τὰ πάντα ϡπ· διέμεινέν τε χειμαζομένη καὶ ἀστατοῦσα ἡ πόλις μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν ἑτέροις ἔτεσι μ, μεθ’ ἃ ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος καὶ ἡ ὑστάτη πολιορκία, ἡ ὑπὸ Ῥωμαίων γενομένη κατὰ Τίτον καὶ Οὐεσπασιανὸν αὐτοκράτορας. ταῦτ’ οὖν ἦν τὰ χίλια ἔτη περὶ ὧν εἴρηται·
Therefore, it seems to me that the present prayer suggests a different meaning, teaching the people to say:
that a thousand years in your eyes
are as yesterday, which has passed,
and a watch in the night.
The sacred things of Jerusalem, in which their entire nation flourished and blossomed in the days, as also in the light, these were the thousand years. For the things of the worship in that place were established and lasted only for a thousand years, which are indeed counted in this manner. From the first construction of the temple and the times of Solomon until the siege by the Babylonians, 432 years are gathered. After this, when the place had become desolate, Joshua and Zorobabel, son of Salathiel, in the second year of Darius the Persian, renew the house. From that time until the fifteenth year of Tiberius Caesar, 548 years are gathered, so that the total is 980. And the city, storm-tossed and unsettled, endured for another 40 years after their plot against our savior, after which complete destruction came upon them and the final siege, which was made by the Romans under the emperors Titus and Vespasian. These, then, were the thousand years concerning which it is said.
ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν.
Διελθόντα γὰρ ταῦτα καὶ μηκέτι ὄντα ἀποκλαίονται οἱ διὰ τῆς προσευχῆς τὸν θεὸν ἱλεούμενοι. ἀλλὰ καὶ ὡς φυλακὴν νυκτερινὴν ταῦτά φασι τὰ χίλια ἔτη παρεληλυθέναι. λύχνος γὰρ ἦν ὁ Μωσέως νόμος ἐν νυκτὶ φαίνων αὐτοῖς, ἀλλὰ καὶ οἱ προφῆται οἱ μετὰ Μωσέα λύχνοι ἦσαν ἢ καὶ ἀστέρες ἐν νυκτὶ φαίνοντες, οὔπω τοῦ φωτὸς τοῦ ἡλιακοῦ, τουτέστι τοῦ σωτηρίου λόγου, τὴν οἰκείαν ἡμέραν τε καὶ μεσημβρίαν πᾶσι τοῖς ἔθνεσιν ἐπιλάμψαντος.
Φυλακὴ δὲ νυκτερινὴ καιρός τις ὠνόμασται τῆς νυκτός· τοῦτο δὲ νοήσεις ἀπὸ τοῦ εὐαγγελίου, ἐν ᾧ εἴρηται· τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ πάλιν· εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται. δηλοῦται τοίνυν τὰ χίλια ἔτη οὐχ ὡς ἡμέρα ἡ παρελθοῦσα καὶ μηκέτ’ οὖσα μόνον, ἀλλὰ καὶ ὡς βραχύ τι μόριον νυκτός, ὡς μηδὲ ὅλην νύκτα νοῆσαι, ἀλλὰ μέρος τι ταύτης, ἐν ᾧ τὴν φυλακὴν τῆς σωματικῆς τοῦ νόμου λατρείας περιεῖπον. τούτοις ἑξῆς εἴρηται·
as the day yesterday, which has passed.
For these things, having passed and no longer existing, are lamented by those who propitiate God through prayer. But they also say that these thousand years have passed like a night watch. For the law of Moses was a lamp shining for them in the night, and the prophets after Moses were lamps or even stars shining in the night, since the light of the sun—that is, the saving Word—had not yet shone its own day and noonday upon all the nations.
A night watch is a certain period of the night so named; you will understand this from the Gospel, where it is said: "At the fourth watch of the night Jesus came walking on the sea," and again: "If the master of the house knew at what watch the thief comes." It is therefore made clear that the thousand years are not only like a past day that no longer exists, but also like a brief portion of the night, so that one should not conceive of an entire night, but a part of it, in which they observed the watch of the bodily service of the law. After these things it is said:
τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται.
Δοκεῖ δὲ μοι καὶ ἡ τούτου διάνοια τοιαύτη τις εἶναι· τὰ ἔτη αὐτῶν ἐξουδενώματα ἔσονται. οὐκ ἔτι γὰρ ἔντιμα ἔτη, οὐδὲ σπουδαῖα καὶ ἀναγκαῖα, ἀλλ’ ἐξουθενη μένα καὶ εἰς τὸ μηδὲν λελογισμένα γενήσεται. πῶς δὲ εἰς οὐδὲν λελογισμένα γενήσεται αὐτῶν τὰ ἔτη, διασαφεῖ λέγων ἑξῆς·
τὸ πρωὶ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη, ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου.
Πάλαι μὲν οὖν, φησίν, ὅτε ἀρχὰς εἶχε τὰ καθ’ ἡμᾶς καὶ ἐν πρωίᾳ ἦμεν, γεγόναμεν ὡς ἡ χλόη· ἀλλὰ παρελθούσης ἐκείνης τῆς γενεᾶς παρῆλθεν ἡ χλόη· ἢ μετὰ ταῦτα δὲ ἠνθήσαμεν μεῖζόν τε καὶ πλέον τῆς χλόης ἐσχήκαμεν, ὥστε καὶ ἄνθος ἐν ἡμῖν εὑρεθῆναι· καὶ τοῦτο δὲ παρῆλθε τὸ ἄνθος. ἐπ’ ἐσχάτων δὲ τῶν καιρῶν δύντος ἡμῖν παντελῶς τοῦ φωτὸς καὶ ἑσπέρας ἡμᾶς καταλαβούσης ἀποπεπτώκαμεν σκληρυνθέντες καὶ ξηρανθέντες. καὶ ταῦτα πεπόνθαμεν,
ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
Their abasements will be years.
It seems to me that the meaning of this is something like this: their years will be abasements. For they will no longer be honored years, nor earnest and necessary, but despised and accounted as nothing. And how their years will be accounted as nothing, he clarifies by saying next:
In the morning, as grass, it would pass away; in the morning, it would bloom and pass away; in the evening, it would fall off, become hard and withered, because we have failed in your wrath.
Long ago, then, he says, when our affairs had a beginning and we were in the morning, we became like grass; but when that generation passed, the grass passed away. Or after this we bloomed and had something greater and more than grass, so that a flower was found in us; and this flower also passed away. At the very end of the times, when the light has completely set for us and evening has overtaken us, we have fallen off, having become hard and withered. And we have suffered these things
because we have failed in your wrath and we were disturbed in your fury.
Δύναται δὲ καὶ καθ’ ἑτέραν διάνοιαν φυσικὸν λόγον ἀποδιδόναι διὰ τούτων ἡ λέξις, ὡς τῆς ἀνθρωπίνης φύσεως ἐν μὲν τῇ νεότητι δίκην ἁπαλῆς χλόης βλαστώσης, μετὰ δὲ ταῦτα ἐν τῇ ἀκμῇ τῆς ἡλικίας ἀνθούσης, εἶθ’ ὕστερον ἐπὶ γήραος οὐδῷ ἀποπιπτούσης, οὐκ ἄλλως ἢ πρῶτον σκληρυνομένης κατὰ τὸ γῆρας, ἔπειτα παντελῶς ξηραινομένης, ἑσπέραν δὲ σημαίνεσθαι τὰ τελευταῖα τῆς τῶν ἀνθρώπων ζωῆς.
Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν.
Ὁ Σύμμαχος·
προσέθηκας τὰς ἀνομίας ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου. πᾶσαι γὰρ αἱ ἡμέραι ἡμῶν διέδρασαν, ἐν τῷ χόλῳ σου ἀνηλώθημεν.
Καὶ ταῦτα λέγειν ἁρμόζει τῇ παρούσῃ καταστάσει τοῦ λαοῦ τοῦ ἐκ περιτομῆς. νῦν γὰρ ὡς ἀληθῶς πᾶσαι αἱ πρότεραι ἡμέραι αὐτῶν ἐξέλιπον, ὅτε ἡ ἑσπέρα αὐτοὺς κατέλαβε, καὶ ὅτε ἐξέλιπον ἐν τῇ ὀργῇ τοῦ θεοῦ. ἐπειδὴ πάλαι μὲν παρῄει καὶ ὑπερέβαινε τὰς ἀνομίας αὐτῶν, μετὰ δὲ τὴν κατὰ τοῦ σωτῆρος ἐπιβουλὴν ἐπληροῦτο εἰς αὐτοὺς τό· οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. διό φασιν·
It is also possible that the passage gives a natural explanation according to another sense, as of human nature sprouting like tender grass in youth, then blooming in the prime of life, and later falling at the threshold of old age, being first hardened in old age and then completely dried up, with evening signifying the final stages of human life.
You have placed our lawlessness before you; our time has become the illumination of your face. For all our days have passed away, and we have passed away in your wrath.
Symmachus:
You have added our lawlessness directly before you, our negligences to appear to your face. For all our days have run away, we have been consumed in your anger.
And these words are fitting for the present state of the people of the circumcision. For now truly all their former days have passed away, when evening overtook them, and when they passed away in the wrath of God. Since formerly he passed over and overlooked their lawlessness, but after the plot against the Savior, it was fulfilled for them: I will no longer overlook your sins. Therefore they say:
ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου,
καί·
ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου,
ἀνθ’ οὗ σαφέστε ρον ὁ Σύμμαχος ἀπέδωκεν εἰπών·
τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου.
Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν, ἐν αὐτοῖς ο ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.
Ἐνταῦθα κατὰ καιρὸν παραθετέον τὴν Ἡσαΐου προφητείαν, δι’ ἧς φησιν· ᾠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν. ταῦτα δὲ ἐθέσπιζεν ὁ προφήτης ἀναπέμπων τὸν λόγον ἐπὶ τὴν κατάστασιν τοῦ λαοῦ τὴν μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν, καθ’ ἣν οἱ ἄρχοντες αὐτῶν δίκην ὄρνιθος τικτούσης τὰ ἐξ αὐτῶν ἀπογεννώμενα τοσαῦτα προβάλλονται, ὡς ἀσπίδος ὁμοιοῦσθαι γεννήμασι διὰ τὸν ἐνιέμενον ὑπ’ αὐτῶν τῆς κατὰ τοῦ σωτῆρος ἡμῶν βλασφημίας ἰὸν καὶ τῆς ἄλλης εἰς αὐτὸν ἀπιστίας.
Πάλαι μὲν οὖν ὕφαινον χιτῶνας τῷ ἀρχιερεῖ καὶ στολὰς ἁγίας, νῦν δὲ πᾶσαν τὴν ὑφὴν αὐτῶν καὶ τὴν διὰ τοῦ λόγου κατασκευαζομένην διδασκαλίαν, ἣν διὰ τῆς τῶν θείων γραφῶν συμπλοκῆς τε καὶ ὑφάνσεως προβάλλονται, ἀράχνης ὑφάσματι παρείκασεν ὁ προφητικὸς λόγος. διό φησιν· ἱστὸν ἀράχνης ὑφαίνουσι. καὶ ὁ παρὼν δὲ ψαλμὸς τὴν ἐκ προσώπου αὐτῶν περιέχων ἐξομολόγησὶν φησί·
You placed our lawless deeds before you,
and:
Our lifetime is for the illumination of your face,
instead of which Symmachus more clearly rendered, saying:
Our negligences are made manifest to your face.
Our years like a spider’s web they spun. The days of our years, in them the years, if in powers, eighty years, and the greater part of them toil and pain.
Here it is opportune to set forth the prophecy of Isaiah, through which he says: They have broken the eggs of asps and weave a spider’s web. And the prophet uttered these things, referring the word to the condition of the people after the coming of our savior, in which their rulers, like a bird hatching, produce from themselves such offspring as to be likened to the progeny of an asp because of the venom of blasphemy against our savior instilled by them and of the other disbelief toward him.
Long ago, then, they wove tunics for the high priest and sacred vestments, but now the prophetic word has likened all their weaving and the teaching constructed through discourse, which they set forth through the interweaving and weaving of the divine scriptures, to a spider’s web. Therefore it says: They weave a spider’s web. And the present psalm, containing the confession from their perspective, says:
τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων.
Ἄντικρυς γὰρ τὰς μελέτας τῶν γραφῶν, ἐν αἷς κατατρίβονται, καὶ τὰς δευτερώσεις, δι’ ὧν ὑφάσματά τινα διδασκαλίας δοκοῦσιν ἀπεργάζεσθαι, ἀράχνης ἀπείκασεν ἔργοις.
Ἀλλὰ καὶ τὴν ζωὴν αὐτῶν μόνην φασὶν εἶναι τὴν πρόσκαιρον ἐν ο καὶ π ἔτεσι συμπεραιουμένην. τοῦτο δέ φασι τὴν αἰώνιον καὶ μέλλουσαν ζωὴν τὴν τοῖς θεοφιλέσιν ἐπαγγελλομένην ἀπογινώσκοντες.
Ὅτι ἐπῆλθεν πραΰτης καὶ παιδευθησόμεθα. τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτω γνώρισον, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ.
Ἀντὶ τοῦ·
ὅτι ἐπῆλθεν πραΰτης καὶ παιδευθησόμεθα,
ὁ Σύμμαχός φησιν·
τμηθέντες γὰρ ἄφνω ἐκπεταννύμεθα.
Ἔχεται δὲ τῆς προδηλωθείσης διανοίας καὶ ὁ παρὼν λόγος. τὰ γὰρ ἔτη ἡμῶν, φησίν, τὰ τῆς προσκαίρου ζωῆς εἰς ο καὶ π ἀριθμὸν ἐτῶν συντείνει· καὶ αὕτη ἐστὶν ἡ ἡμῶν ἐλπίς, μεθ’ ἣν οὐδεμία ἄλλη ἡμᾶς διαδέξεται. τμηθέντες γὰρ ἄφνω κατὰ τὴν τελευτὴν ἐκπεταννύμεθα. μετὰ δὲ ταῦτα, τί ποτε ἡμᾶς διαδέξεται, τίς οἶδεν; τίς γὰρ ἑρμηνεῦσαι δύναται ἢ καὶ ἀκριβῶς γνῶναί τε καὶ ἐξειπεῖν, ὁποία τίς ἐστιν ἡ μετὰ ταῦτα τοὺς ἁμαρτωλοὺς καταληψομένη ὀργή; διό φησι·
Our years like a spider’s web they were weaving.
For he likened the weaving of the scriptures, in which they waste away, and the secondary traditions, through which they seem to produce certain fabrics of teaching, to the works of a spider.
But they also say that their life alone is the temporary one, concluded within seventy or eighty years. This they say, rejecting the eternal and future life promised to those beloved of God.
That gentleness came and we shall be taught. Who knows the power of your anger and your wrath from your fear? To number your right hand, thus make known, and those taught in heart in wisdom.
Instead of:
That gentleness came and we shall be taught,
Symmachus says:
For having been cut off suddenly we are spread out.
And the present passage holds to the previously indicated meaning. For our years, he says, the years of temporary life extend to a number of seventy or eighty years; and this is our hope, after which no other will succeed us. For having been cut off suddenly at death we are spread out. But after this, what then will succeed us, who knows? For who can interpret or even know precisely and declare what kind of anger will overtake sinners after this? Therefore he says:
τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου;
Tίς δὲ οἷός τέ ἐστιν ἐξαριθμήσασθαι τὴν δεξιάν σου; ἀλλὰ σύ γε ἡμῖν ὁ θεὸς ἐντεῦθεν ἤδη γνώρισον τὴν δεξιάν σου εἰς τὸ δύνασθαι ἡμᾶς νοεῖν τε αὐτὴν καὶ τὰς δυνάμεις αὐτῆς ἀπαριθμεῖσθαι.
Δεξιὰν δὲ θεοῦ τὸν Χριστὸν αὐτοῦ πολλάκις ἐδίδαξαν οἱ ἱεροὶ λόγοι.
Παιδεύονται τοίνυν οἱ δηλούμενοι μετὰ τὴν ἐξομολόγησιν εὔχεσθαι καταξιωθῆναι πρῶτον μὲν τῆς τοῦ θεοῦ πραΰτητος, ὡς ἂν παιδευθεῖεν δι’ αὐτῆς, ἔπειτα τῆς δεξιᾶς αὐτοῦ, δηλαδὴ τῆς γνώσεως τοῦ Χριστοῦ αὐτοῦ τῶν τε παραδόξων αὐτοῦ δυνάμεων, ὡς ἂν βελτίους αὐτῶν γένοιντο ἀπὸ τῆς τούτων γνώσεως, καὶ ὡς ἂν παιδευθέντες τὴν διάνοιαν μετάσχοιεν τῆς τοῦ θεοῦ σοφίας. Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία.
Ἐπίστρεψον, κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου. ἐνεπλήσθημεν τῷ πρωὶ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. εὐφράνθημεν ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν· καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Who knows the power of your wrath and your anger from your fear?
And who is able to number your right hand? But you, God, make known to us from here your right hand, so that we may be able to understand it and enumerate its powers.
The sacred words have often taught that the right hand of God is his Christ.
Therefore, those indicated are instructed, after the confession, to pray that they may be deemed worthy first of the gentleness of God, so that they might be educated through it, and then of his right hand, that is, the knowledge of his Christ and of his wondrous powers, so that they might become better through the knowledge of these things, and so that, having their mind educated, they might partake of the wisdom of God. For Christ is the power of God and the wisdom of God.
Turn back, Lord; how long? And be comforted concerning your servants. We were filled in the morning with your mercy, and we rejoiced and were glad in all our days. We rejoiced because of the days in which you humbled us, the years in which we saw evils. And behold your servants and your works, and guide their sons; and let the splendor of the Lord our God be upon us, and direct the works of our hands upon us, and direct the work of our hands.
Ἀκολούθως μετὰ τὴν ἐξομολόγησιν τὴν διὰ τῶν προτεινομένων παραδοθεῖσαν ἔτι τὴν προσευχὴν ὁ Μωσῆς διδάσκει τοὺς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ἀποπεπτωκότας τοῦ Ἰσραὴλ εἰς τὸ λέγειν αὐτοὺς προσευχομένους μετὰ τῶν ἀποδοθέντων καὶ τὰ προκείμενα, ὧν τὴν διάνοιαν σαφέστερον ἑρμήνευσεν ὁ Σύμμαχος τοῦτον ἀποδοὺς τὸν τρόπον·
ἐπιστράφηθι, κύριε, ἕως πότε; παρακλήθητι ὑπὲρ τῶν δούλων σου. χόρτασον ἡμᾶς ὀρθρινοῦ ἐλέους σου, ἵνα ὑπνώσωμεν καὶ εὐφρανώμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. εὔφρανον ἡμᾶς πάσας ἡμέρας ἃς ἐκάκωσας ἡμᾶς, ἔτη, ἐν οἷς εἴδομεν κακά. φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου, καὶ τὸ ἀξιοπρεπὲς ἐπὶ τὰ τέκνα ἡμῶν· καὶ ἔστω τὸ κάλλος κυρίου τοῦ θεοῦ ἡμῶν ἐπάνω ἡμῶν, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν ἑδραῖα ποίησον ὑπὲρ ἡμῶν, καὶ τὴν πρᾶξιν τῶν χειρῶν ἡμῶν ἐπιτέλεσον.
Διδάσκει δὲ διὰ τούτων αἰτεῖσθαι τυχεῖν τοῦ ὀρθρινοῦ ἐλέους, ὡς ἂν καταξιωθεῖεν τῆς ἀνατολῆς τοῦ σωτῆρος. τὸ ὀρθρινὸν γὰρ ἔλεος Χριστοῦ τὴν τὸ ἐπὶ πάντας ἀνατεῖλαν ἀνθρώποις. ὡς γὰρ πάλαι γέγονε πρωία τῷ προτέρῳ λαῷ κατὰ τὴν πρώτην ἐπισκοπήν, ἧς κατηξιώθησαν ἐν Αἰγύπτῳ διατρίβοντες, οὕτως ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τὸ ὀρθρινὸν ἔλεος τοῖς πᾶσιν ἐξέλαμψε τοῖς ἔθνεσι διὰ τῆς σωτηρίου ἀνατολῆς, ἧς καταξιωθῆναι διδάσκονται οἱ δηλωθέντες διὰ τῆς προσευχῆς αἰτεῖν, ἀλλὰ καὶ λέγειν μετὰ τῶν ἄλλων·
Following the confession transmitted through the preceding verses, Moses further teaches prayer to those who, after the coming of our Savior, have fallen away from Israel, so that they may pray, together with the things already set forth, also the following words, whose meaning Symmachus rendered more clearly, giving it in this manner:
Turn back, Lord, how long? Be entreated on behalf of your servants. Nourish us with your morning mercy, that we may sleep and rejoice in all our days. Gladden us for all the days in which you have afflicted us, years in which we have seen evils. Let your works appear among your servants, and seemliness upon our children; and let the beauty of the Lord our God be above us, and make the works of our hands steadfast for us, and complete the action of our hands.
Through these words he teaches them to ask to obtain the morning mercy, so that they might be deemed worthy of the rising of the Savior. For the morning mercy of Christ is that which has dawned upon all people. For just as long ago there was a morning for the former people at the time of the first visitation, of which they were deemed worthy while dwelling in Egypt, so at the end of days the morning mercy has shone forth for all the nations through the saving rising, of which those indicated are taught to ask to be deemed worthy through the prayer, and also to say together with the rest:
καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς,
καί·
φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου
καὶ τὸ ἀξιοπρε πές σου καί· τὸ κάλλος κυρίου τοῦ θεοῦ ἡμῶν, ὡς ἂν καὶ αὐτοὶ καταξιωθεῖεν τῆς σωτηρίου θεοφανείας καὶ τῆς ἐνθέου δόξης αὐτοῦ τοῦ τε κάλλους, περὶ οὗ εἴρηται· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ τῶν λοιπῶν ἁπάντων τῶν κατὰ τὸν Χριστὸν τοῦ θεοῦ ἐπινοουμένων ἀγαθῶν.
Χριστοῦ νίκη καὶ παντὸς τοῦ κατ’ αὐτὸν τελειουμένου
ϙ
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
Ἀνεπίγραφος ὁ ψαλμός. μήποτε δὲ οὔτε ψαλμὸς τυγχάνει, ἀλλά τις προφητεία βαθυτέρους περιέχουσα λόγους περὶ Χριστοῦ καὶ τῶν ἐν αὐτῷ τελειουμένων; πολλὴν δὲ ἀσυμφωνίαν ἔχει τὰ προκείμενα πρὸς τὸν ἀνωτέρω ψαλμὸν τὴν ἀκολουθίαν. ὁ μὲν γὰρ τὴν ἐσχάτην ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τῆς Μωϋσέως προσευχῆς ἐθέσπιζεν· ὁ δὲ παρὼν τοὺς ἀγῶνας καὶ τὰ πειρατήρια τοῦ κατὰ κύριον τελειουμένου περιέχει· ἀλλὰ καὶ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν τὸν ἐν τῇ ἐρήμῳ πειρασμὸν προφητεύει, ὅτε ἀνήχθη ὑπὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ τὴν ἐπὶ πᾶσι νίκην αὐτοῦ.
And let the brightness of the Lord our God be upon us,
and:
Let your works appear among your servants
and your dignity and the beauty of the Lord our God, so that they too might be deemed worthy of the saving theophany and the divine glory and beauty itself, concerning which it is said: beautiful in form beyond the sons of men, and of all the remaining goods conceived in accordance with the Christ of God.
Victory of Christ and of everything perfected according to him
90
He who dwells in the help of the Most High will be lodged in the shelter of the God of heaven.
The psalm is without superscription. But perhaps it is not even a psalm, but rather some prophecy containing deeper words concerning Christ and those perfected in him? The present material has great discordance with the preceding psalm in sequence. For the former foretold the final rejection of the Jewish nation through the prayer of Moses; the present one contains the struggles and trials of him who is perfected according to the Lord. But it also prophesies the temptation of our Savior himself in the wilderness, when he was led up by the Spirit into the desert to be tempted by the devil, and his victory over all.
Τί δὴ οὖν φησιν ὁ προφητικὸς λόγος; ὁ μὲν πρότερος λαὸς ὁ διὰ τῆς προηγουμένης Μωϋσέως προσευχῆς ἀποκλαυσάμενος ὁμολογεῖ φάσκων, ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ τὰ λοιπὰ, ὅσα ἐδηλοῦτο διὰ τῶν ἐμφερομένων ὁ δὲ μέλλων συστήσεσθαι μετ’ ἐκεῖνον τῷ θεῷ διὰ τοῦ Χριστοῦ λαὸς, ἐπὶ τῇ βοηθείᾳ τοῦ ὑψίστου πεποιθὼς, καὶ ἀεὶ ἐν αὐτῇ κατοικῶν, ἀτάραχος καὶ ἀσάλευτος διαμένει· ὡς ἂν, ὑπὸ τὴν σκέπην τοῦ θεοῦ αὐλιζόμενος, οὐδένα τε τῶν πειρασμῶν ἐπιστραφήσεται, ἀλλ’ ἐφ’ ἑκάστῳ ἐρεῖ τῷ κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ θεός μου, ἐλπιῶ ἐπ’ αὐτόν.
Ἀντὶ δὲ τοῦ, ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, ὁ μὲν Σύμμαχος, ὁ κατοικῶν ὑπὸ σκέπην τοῦ ὑψίστου· ὁ δὲ Ἀκύλας, καὶ ἡ πέμπτη ἔκδοσις, ὁ καθήμενος ἐν ἀποκρύφῳ ὑψίστου, ἐκδεδώκασι· σημαίνοντος τοῦ λόγου τοῦ κατὰ θεὸν ἐν Χριστῷ ἀγωνιζομένου τὸ ἑδραῖον καὶ ἀπτόητον τῆς διανοίας, καὶ ὡς ἐν ἀποκρύφῳ τῆς αὐτοῦ ψυχῆς ἔνοικος ἐγκαθέζεται καὶ βοηθὸς αὐτὸς ὁ ὕψιστος. πάλιν δὲ ἀντὶ τοῦ, ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται, ὁ μὲν Ἀκύλας, ἐν σκέπῃ ἱκανοῦ αὐλισθήσεται· ὁ δὲ Σύμμαχος, ὑπὸ σκιὰν τοῦ ἱκανοῦ νυκτερεύων, εἰρήκασιν.
What then does the prophetic word say? The former people, who lamented through the preceding prayer of Moses, confess, declaring that we have failed in your wrath, and the rest, as many as were indicated by the things included; but the people who are to be established after that one before God through Christ, trusting in the help of the Most High, and always dwelling in it, remain undisturbed and unshaken; so that, encamping under the shelter of God, they will turn to none of the trials, but will say to the Lord on each occasion: You are my supporter and my refuge, my God, I will hope in him.
And instead of "the one dwelling in the help of the Most High," Symmachus has rendered "the one dwelling under the shelter of the Most High"; Aquila and the fifth edition have rendered "the one sitting in the secret place of the Most High," the word signifying the steadfastness and fearlessness of the mind of the one contending according to God in Christ, and that the Most High himself dwells and helps as an inhabitant in the secret place of his soul. And again, instead of "he will encamp in the shelter of the God of heaven," Aquila has said "he will encamp in the shelter of the sufficient one," and Symmachus has said "spending the night under the shadow of the sufficient one.
Ἀλλὰ ταῦτα μὲν ὡς ἐν προοιμίοις τὸ ἅγιον πνεῦμα διελάλησε· τὰ δ’ ἑξῆς αὐτῷ προσφωνεῖ, καὶ τὸν πάντα λόγον εἰς αὐτοῦ πρόσωπον ἀποτείνεται, ἤτοι τοῦ τῷ Χριστῷ ἀγωνιζομένου καὶ νικῶντος, ἢ καὶ τοῦ κατὰ τὸν σωτῆρα νοουμένου ἀνθρώπου, ᾧ δίκην ὀργάνου κέχρητο ὁ προὼν τοῦ θεοῦ λόγος· καὶ γὰρ οὗτος, ἐν βοηθείᾳ κατοικῶν τοῦ ὑψίστου, ὑπὸ τὴν σκέπην ηὐλίζετο τοῦ ἐνοικοῦντος αὐτῷ θεοῦ λόγου, ἐπισκιάζοντος αὐτῷ τῇ αὐτοῦ θεότητι, εἶχέ τε ἀντιλήπτορα καὶ καταφυγὴν καὶ ἐλπίδας αὐτοῦ τὴν πληροῦσαν αὐτὸν τοῦ θεοῦ λόγου δύναμιν. ὥσπερ δὲ σῶμα Χριστοῦ τὸ ἀνθρώπειον αὐτοῦ ὄργανον ἐχρημάτισεν, οὕτω καὶ ὁ λαὸς αὐτοῦ Χριστοῦ σῶμα προσηγόρευται ὑπὸ τοῦ ἱεροῦ ἀποστόλου λέγοντος· ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.
Εἰκότως τοιγαροῦν τὰ ἐν τοῖς προκειμένοις λεγόμενα ὡς περὶ τοῦ σώματος Χριστοῦ ἀναφέροιτ’ ἂν καὶ εἰς τὸ ἀνθρώπειον τοῦ σωτῆρος ἡμῶν καὶ εἰς τὸν ἐν αὐτῷ τελειούμενον. ὧν οὕτως εἰρημένων, ἑξῆς ὁ λόγος διεξέρχεται ὅσα παρὰ τοῦ θεοῦ ὑπάρξει τῷ κατοικοῦντι ἐν βοηθείᾳ τοῦ ὑψίστου καὶ αὐλιζομένῳ ὑπὸ τὴν σκέπην τοῦ θεοῦ, λέγοντί τε τῷ κυρίῳ·
But these things the Holy Spirit spoke as in prefaces; the following it addresses to him, and directs the entire discourse to his person, whether of the one contending and conquering for Christ, or also of the man understood according to the Savior, whom the preexistent Word of God used as an instrument. For this man, dwelling in the help of the Most High, was sheltered under the protection of the divine Word dwelling in him, overshadowing him with his own divinity, and had as his supporter, refuge, and hopes the power of the divine Word that filled him. And just as the human instrument of Christ was called the body of Christ, so also his people have been called the body of Christ by the holy apostle, who says: "You are the body of Christ, and members from a part."
Therefore, fittingly, the things said in the preceding passages, as concerning the body of Christ, could be referred both to the human nature of our Savior and to the one perfected in him. With these things thus spoken, the discourse next sets forth all that will be provided by God to the one dwelling in the help of the Most High and sheltered under the protection of God, and speaking to the Lord:
ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν.
Τίνα δέ ἐστι τὰ περὶ αὐτὸν γενησόμενα, καταλέγει διὰ τῶν ἑπομένων·
ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. ὅτι σὺ ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου.
Πολλὰς ἐπαναστάσεις ὁ λόγος προαγορεύει γενήσεσθαι τῷ προφητευομένῳ. οὗτος δὲ ἦν σπάνιός τις καὶ θαυμαστὸς, ἐν ἀποκρύφῳ τοῦ ὑψίστου καθήμενος, ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζόμενος, καὶ λέγων τῷ κυρίῳ· ἀντιλήπτωρ μου καὶ καταφυγή μου, ὁ θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν· ἢ κατὰ τὸν Ἀκύλαν, ὁ θεός μου, πεποιθήσω ἐν αὐτῷ· ἢ, ὁ Θεός μου, καὶ εὐθαρσήσω ἐν αὐτῷ, κατὰ τὸν Σύμμαχον.
You are my helper and my refuge, my God, and I will hope in him.
What things will happen concerning him, he enumerates through the following:
That he himself will deliver me from the trap of hunters, from a turbulent word. On his shoulders he will cast a shadow over you, and under his wings you will hope. His truth will encircle you with a weapon. You will not fear from a night terror, from a flying arrow by day, from a thing moving in darkness, from a mishap and a noonday demon. A thousand will fall from your side and ten thousand from your right, but they will not approach you. Yet with your eyes you will perceive, and you will see the retribution of sinners. For you are my hope; you have set the Most High as your refuge.
The discourse foretells that many uprisings will happen to the one prophesied. This one was some rare and wondrous man, sitting in the hiding place of the Most High, dwelling under the shadow of the sufficient one, and saying to the Lord: "You are my helper and my refuge, my God, and I will hope in him"; or according to Aquila, "my God, I will trust in him"; or, "my God, and I will be of good courage in him," according to Symmachus.
Τούτῳ δὴ οὖν τῷ τῶν εἰρημένων τρόπῳ ἀνακειμένῳ τῇ τοῦ θεοῦ βοηθείᾳ ἐπιβουλαί τινες καὶ συσκευαὶ μυρίων κατ’ αὐτοῦ στρατευομένων ἐπανέστησαν· παγίδες γοῦν θηρευτῶν ὠνομάσθησαν, καὶ λόγοι ταραχώδεις, καὶ φόβος νυκτερινὸς, καὶ βέλος πετόμενον ἡμέρας, καὶ πρᾶγμα ἐν σκότει διαπορευόμενον, καὶ σύμπτωμα δαιμονίου μεσημβρινοῦ· καὶ πρὸς τούτοις ἅπασι χιλιάδες καὶ μυριάδες· αἱ μὲν χιλιάδες τὰ ἀριστερὰ αὐτοῦ ἀπολαμβάνουσαι, αἱ δὲ τὰ δεξιὰ μυριάδες. αὐταὶ γὰρ τοῖς δεξιοῖς ὡς ἂν κραταιοτέροις καὶ ἰσχυροτέροις μέρεσιν ἐπεβούλευον. τούτων δὲ πάντων οὐδὲν προσψαύειν τῷ περὶ οὗ ὁ λόγος προφητεύει.
Ἔτι δὲ πρὸς τούτοις ἐπιβήσεσθαι λέγεται, ὅτι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων· μικρὰ γὰρ ἦν ταῦτα· ἀλλ’ ἐπ’ ἀσπίδα καὶ βασιλίσκον, καταπατήσειν τε λέοντα καὶ δράκοντα· ἃ δὴ βασιλικώτατα καὶ ἀρχικώτατα τῶν ἐν θηρίοις καὶ ἑρπετοῖς τυγχάνει.
Οἶμαι γοῦν διὰ τούτων τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου σημαίνεσθαι, καὶ τὰς ἀοράτους καὶ ἀρχοντικὰς δυνάμεις. πλὴν ὅμως ὁ προφητευόμενος καταπατήσειν ἀθρόως λέγεται τὰς πάσας. ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. τίς οὖν γένοιτ’ ἂν τοιοῦτος, ὡς ἐφαρμόζειν αὐτῷ δύνασθαι τὰ τοιαῦτα, καὶ ὃς ὁ λαὸς μὲν ἐχθρῶν μὲν μυριάδας ἐπιστρατεύεται αὐτοῦ τοῖς δεξιοῖς, τοῖς δὲ κατὰ θάτερον μέρος χιλιάδας, μὴ τολμᾷν δὲ αὐτοῦ προσψαύειν, καταπίπτειν δὲ ἔμπροσθεν αὐτοῦ, φέρε κατανοήσωμεν. φημὶ δὲ καθ’ ἕνα τρόπον ἀναφέρεσθαι ταῦτα ἐπὶ τὸν ἐν Χριστῷ τετελειωμένον ἄνθρωπον· οἷος ἦν ὁ Παῦλος λέγων· οἶδα ἄνθρωπον ἐν Χριστῷ·
In this very manner, then, with him devoted to the help of God, certain plots and machinations of countless forces arrayed against him arose; traps of hunters were named, and turbulent words, and nocturnal fear, and a flying arrow by day, and a thing traversing in darkness, and a noontime demonic accident; and in addition to all these, thousands and myriads—the thousands occupying his left side, the myriads his right. For these plotted against the right parts, as being stronger and more powerful. None of these, however, touches the one about whom the prophecy speaks.
Furthermore, it is said that he will also tread upon, and even over, snakes and scorpions—for these were small—but upon the asp and the basilisk, and that he will trample the lion and the dragon, which are indeed the most royal and ruling among beasts and reptiles.
I think, then, that through these the rulers of this age are signified, and the invisible and ruling powers. Nevertheless, the one prophesied is said to trample all of them at once. For it says, "You will tread upon the asp and the basilisk, and you will trample the lion and the dragon." Who, then, could be such as to be able to have these things apply to him, and who, while the people of enemies—myriads—march against his right side, and thousands against the other side, yet they dare not touch him, but fall down before him? Let us consider. I say that in one way these things are referred to the man perfected in Christ, such as was Paul, saying, "I know a man in Christ.
ἐπὶ πάντα τε τὸν ὁμοίως ἐκείνῳ λέγειν δυνάμενον· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάλιν· πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ· ὁ δὲ πρὸς τούτοις οἷός τε ὢν λέγειν· ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν, ἄξιος ἂν γένοιτο τοῦ καὶ ἐπ’ αὐτῷ λεχθῆναι τὰς προκειμένας φωνάς.
Ὁ γὰρ τοιοῦτος, κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, καὶ ἐν σκέπῃ τοῦ θεοῦ αὐλιζόμενος, ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ θεὸς, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. ταῦτα δὲ αὐτοῦ διαθέσει τελείᾳ εἰρηκότος, θεσπίζει αὐτῷ τὸ θεῖον πνεῦμα, ὅτι δὴ ἀσφαλῆ εἵλατο φύλακα, καὶ καλὴν ἐκτήσατο καταφυγὴν τὸν κύριον· τοιοῦτον γὰρ ἔχων βοηθὸν καὶ πρόμαχον καὶ ὑπερασπιστὴν, οὐδένα τῶν ἐχθρῶν φοβηθήσεται, ἅτε αὐτοῦ τοῦ κυρίου ῥυομένου αὐτὸν ἐξ ἁπάντων. καὶ γὰρ ἐκ παγίδος θηρευτῶν ἐξελεῖται αὐτὸν, καὶ ἀπὸ λόγου ταραχώδους τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει αὐτῷ· καὶ πάντα δὲ τὰ ἑξῆς κατηριθμημένα ἐπὶ πάντα τὸν ἐν Χριστῷ τέλειον ἄνθρωπον ἀνενεχθήσεται, καὶ ἐπὶ τὸ σῶμα δὲ Χριστοῦ, ἤτοι τὸν ἐκ τελείων ψυχῶν κατεσκευασμένον μαρτύρων χορόν· ἢ τὴν τελείαν ἐκκλησίαν αὐτοῦ, ἣν αὐτὸς ἑαυτῷ παρεστήσατο, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων.
To everyone likewise able to say: What will separate us from the love of God? Distress, or narrowness, or persecution, or famine, or nakedness, or danger, or the sword? And again: For I am persuaded that neither death nor life, neither present nor future things, neither powers nor height nor depth, nor any other creation will be able to separate us from the love of God in Christ Jesus. And whoever, in addition to these, is able to say: But in all these we prevail, would be worthy of having the preceding utterances spoken also over him.
For such a one, dwelling in the help of the Most High and encamped in the shelter of God, will say to the Lord: You are my protector and my refuge, O God, and I will hope in him. And when he has said these things with perfect disposition, the divine Spirit prophesies to him that he has indeed chosen a secure guardian and acquired a good refuge, the Lord. For having such a helper, champion, and defender, he will fear none of his enemies, since the Lord himself rescues him from all. For he will be delivered by him from the trap of hunters, and from turbulent speech he will overshadow his back; and all the subsequent enumerated things will be referred to every perfect man in Christ, and also to the body of Christ, that is, the chorus of martyrs composed of perfect souls, or his perfect church, which he himself established for himself, having no spot or wrinkle or anything of the sort.
Ὁ γοῦν ἐπὶ τὴν πέτραν οἰκοδομήσειν ἐπηγγελμένος τὴν ἐκκλησίαν αὐτοῦ, ὡς μὴ πύλας ᾅδου κατισχύσειν αὐτῆς, αὐτὸς αὐτῆς καὶ φύλαξ καὶ φρουρὸς ἔσται, περιφράττων αὐτὴν καὶ ἀσφαλιζόμενος, πρὸς τὸ μὴ τὰς πύλας τοῦ ᾅδου κατισχύειν αὐτῆς. διὸ τῇ τοιαύτῃ ἐκκλησίᾳ, καὶ τῷ τοιούτῳ δὴ Χριστοῦ μαρτύρων χορῷ, τῷ κατοικίαν μὲν μηδαμῶς ἔχοντι ἐπὶ γῆς, δυναμένῳ δὲ λέγειν, ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, λεχθήσεται· ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. εἶτ’ ἐρεῖ μὲν αὐτὸς τῷ κυρίῳ, οὗ εἵλατο κατοικεῖν ὑπὸ τὴν σκέπην· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. κτησαμένῳ δὲ αὐτῷ τοιοῦτον φύλακα καὶ τοιοῦτον σωτῆρα καὶ βοηθὸν ἐπιγραψαμένῳ λεχθήσεται ὑπὸ τοῦ θείου πνεύματος, ὡς ἄρα εἴη καλὴν εὑράμενος ἑαυτῷ μερίδα καὶ τεῖχος ὀχυρὸν, ὅπλον τε ἄμαχον τὸν ἑαυτοῦ κύριον.
Τοῦτον γὰρ ἔχων ἐν ἀσφαλεῖ καὶ ἀμερίμνως οἰκήσει, ἅτε κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, καὶ ἐν σκέπῃ τοῦ ἱκανοῦ αὐλιζόμενος. εἰ γοῦν ποτε, φησὶν, οἱ τῶν ἀνθρωπείων ψυχῶν θηρευταὶ, ἀφανεῖς καὶ ἀόρατοι δυνάμεις κατὰ τὸ σύνηθες αὐτοῖς παγίδας λαθραίως ἐγκρύπτοντες, προβάλλεσθαι κατὰ σοῦ πειρῷντο, οὐδὲν αὐτοῖς ἔσται πλέον· ὅτι αὐτὸς κύριος ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐρρύσθημεν. εἰ δὲ καὶ λόγοις θορυβεῖν ἐπιχειροῖεν ἱέντες ἑαυτῶν τὸν τῆς ἀσεβείας ἰὸν διὰ τῆς ἑαυτῶν γλώσσης, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν ὁ κύριος ἀβλαβῆ τὸν ἑαυτοῦ ἄνθρωπον φυλάξει.
The one who promised to build his church upon the rock, so that the gates of Hades would not prevail against it, will himself be its guard and watchman, fencing it in and securing it, so that the gates of Hades do not prevail against it. Therefore, to such a church, and indeed to such a chorus of Christ's martyrs, which has no dwelling at all on earth but can say, "Our citizenship is in the heavens," it will be said: "He who dwells in the aid of the Most High will lodge in the shelter of the God of heaven." Then he himself will say to the Lord, under whose shelter he has chosen to dwell: "You are my protector and my refuge, my God, and I will hope in him." And when he has acquired such a guardian and has inscribed such a savior and helper, it will be said to him by the divine Spirit that he has indeed found for himself a beautiful portion and a strong wall, an invincible weapon in his own Lord.
For having this, he will dwell securely and without care, since he dwells in the aid of the Most High and lodges in the shelter of the one who is sufficient. If ever, it says, the hunters of human souls, invisible and unseen powers, according to their custom secretly hiding snares, should try to set them against you, they will gain nothing; for the Lord himself will rescue you from the snare of hunters: the snare is broken, and we are rescued. And if they should attempt to trouble you with words, injecting the venom of their impiety through their tongue, again the Lord will keep his own man unharmed from these as well.
ἵνα μὴ ὁ φλογμὸς τοῦ τῶν ἀνθρώπων βίου καὶ ὁ τῆς κακίας καύσων, ἐπὶ πλεῖον ἐκκαυθεὶς, ἐξάψῃ τὰ κακὰ κατὰ τοῦ τῆς εὐσεβείας ἀθλητοῦ, θεσπίζει φάσκων ὁ λόγος αὐτῷ· ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς.
Εἰ δὲ καὶ πολεμίων στίφη πεπυρωμένα καὶ θανατηφόρα βέλη λόγων ψευδῶν καὶ τῆς ἀληθείας ἐναντίων ἀκοντίζοι κατὰ τοῦ δηλουμένου, αὐτὸς μὲν ἡσυχάσει νόμῳ θείῳ πειθαρχῶν λέγοντι· κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε· λεχθήσεται δὲ αὐτῷ κατὰ καιρὸν τὸ, ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. αὕτη γὰρ ἡ ἀλήθεια τῶν Χριστοῦ δογμάτων, μεγάλην κεκτημένη δύναμιν, τὸν ἔχοντα αὐτὴν περιφράξει, κυκλοῦσα αὐτὸν, καὶ περιβάλλουσα τῷ ἑαυτῆς ὅπλῳ, πρὸς τὸ μήτε νυκτὸς ἐπελθούσης, μήτε σκοτίας καταλαβούσης δεδιέναι, μηδ’ ὑπὸ φόβων ταράττεσθαι, μήτε τῶν ἐν ἡμέρᾳ πεμπομένων βελῶν φροντίζειν. δηλοῖ δὲ διὰ μὲν τῆς νυκτὸς καὶ τῆς σκοτίας τοὺς περιστατικοὺς καιροὺς, καθ’ οὕς φησι μηδὲν φοβηθήσεσθαι τὸν ὑπὸ τοῦ τῆς ἀληθείας ὅπλου περιπεφραγμένον· διὰ δὲ τῆς ἡμέρας τοὺς ἐν γαλήνῃ καὶ εὐδίᾳ καὶ εἰρηνικῇ καταστάσει, καθ’ οὓς πόρρωθεν βέλη πετόμενα καθ’ ἡμῶν πέμπειν εἰώθασιν οἱ ἐχθροὶ, τοὺς βλασφήμους καὶ ἀσεβεῖς ἑαυτῶν λόγους. κατὰ γὰρ τοὺς τῶν διωγμῶν καιροὺς, οὐ πόρρωθεν ἑστῶτες βέλη πέμπουσιν, ἀλλ’ ἐγγύθεν ὁρμῶντες, καταπιεῖν ἡμᾶς ὅλους οἷα θανάτου φίλοι πειρῶνται· ὃς κατέπιε τότε ἰσχύσας. ἀλλ’ ἡμεῖς γε, τῷ δηλωθέντι ὅπλῳ πεφυλαγμένοι, ἐροῦμεν· εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς.
so that the flame of human life and the scorching heat of wickedness, kindled further, might not ignite evils against the athlete of piety, the Word declares to him, saying: He will cast his shadow over you with his shoulders, and you will take refuge under his wings.
And if even fiery battalions of enemies and death-dealing missiles of false words, opposed to the truth, should be hurled against the one in view, he himself will keep quiet, obedient to the divine law that says: The Lord will fight for you, and you will be silent; but at the right time it will be said to him, The truth of him will encircle you with a weapon. For this truth of Christ’s teachings, possessing great power, will fence in the one who holds it, encircling him and surrounding him with its own weapon, so that he need fear neither night falling nor darkness overtaking him, nor be disturbed by terrors, nor be concerned with missiles sent by day. By night and darkness he indicates the times of crisis, during which, he says, the one fenced in by the weapon of truth will fear nothing; by day he indicates times of calm, fair weather, and peaceful conditions, during which the enemies are accustomed to send missiles flying against us from afar—their blasphemous and impious words. For during the times of persecutions, they do not stand at a distance and send missiles, but rush in close, attempting to swallow us whole, like friends of death; and at that time, having prevailed, one did swallow. But we, guarded by the indicated weapon, will say: If the Lord had not been among us when men rose up against us, they would have swallowed us alive.
Οὔτ’ οὖν ἡμέρας οὔτε νυκτὸς δυνήσονταί τι καθ’ ἡμῶν οἱ ἐχθροὶ διὰ τὸν ὑπερμαχοῦντα ἡμῶν κύριον. διὸ λέλεκται· οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· ἀλλ’ οὐδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ φοβηθησόμεθα. εἰ δὲ καὶ χιλιάδες καὶ μυριάδες ἀοράτων ἢ καὶ ὁρατῶν ἐχθρῶν καὶ πολεμίων κατὰ τοῦ λαοῦ τοῦ Χριστοῦ καὶ κατὰ τῆς ἐκκλησίας αὐτοῦ ἐπανασταῖεν, ἀλλὰ καὶ πάντας ἀθρόως ὁμοῦ καὶ πάσας ἡ αὐτοῦ δύναμις ἐν μιᾷ ῥοπῇ καθελεῖ, ὡς αὐτοῖς ὀφθαλμοῖς παραλαβεῖν ἡμᾶς τὴν ἐκδίκησιν. διὸ λέλεκται·
πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.
Ἡμεῖς δὲ τοῦ λόγου τὴν ἀλήθειαν ἐξ αὐτῆς τῆς ἑρμηνείας παρειλήφαμεν, κατὰ καιροὺς τὰ τέλη συνορῶντες τῶν τὴν ἐκκλησίαν τοῦ θεοῦ πολεμησάντων, παραχρῆμά τε καὶ οὐκ εἰς μακρὸν ὑπὸ τοῦ θεοῦ πολεμηθέντων. πάντα δὲ ταῦτα καὶ τὰ τούτοις ἑξῆς ἐπιλεγόμενα ἐπὶ τὸν ἐν Χριστῷ ἄνθρωπον ἀνενεχθήσεται, καὶ ἐπὶ πάντα τὸν οἷόν τε λέγειν· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. οὗτος δ’ ἂν εἴη ὁ Χριστοῦ χορὸς, ὁ ἐξ ἁγίων καὶ τελείων θεοῦ μαρτύρων συνεστὼς, ὁ μέχρις αἵματος ἀγωνιζόμενος ὑπὲρ ἀληθείας, καὶ τὰ βραβεῖα τῆς ἐν θεῷ νίκης κατὰ τῶν ἀντιπάλων αἰρόμενος.
Neither by day nor by night will the enemies be able to do anything against us because of our defending Lord. Hence it is said: You will not fear from nocturnal terror, from a flying arrow by day, from a thing that moves in darkness; nor will we fear from a mishap or a noonday demon. And even if thousands and myriads of invisible or visible enemies and foes should rise up against the people of Christ and against his church, yet his power will overthrow them all together and all at once in a single moment, so that we may receive vengeance with our own eyes. Hence it is said:
But with your eyes you will perceive and you will see the retribution of sinners.
We, however, have received the truth of the word from the interpretation itself, observing at the right times the ends of those who warred against the church of God, who were immediately and not long after warred against by God. All these things and those subsequently added will be referred to the man in Christ, and to every one of whom one might say: I am strong in all things through the one who empowers me, Christ Jesus. This would be the chorus of Christ, composed of holy and perfect martyrs of God, contending unto blood for the truth and bearing away the prizes of victory in God against the adversaries.
Καὶ ἐπὶ τὸν ἄνθρωπον δὲ τοῦ Χριστοῦ ἁρμοσθήσεται τὰ λεγόμενα· τοῦτο γοῦν παρίστησιν αὕτη ἡ τῶν ἐμφερομένων ἀκολουθία. εἰπὼν γὰρ ὁ λόγος πρὸς ἕνα τινὰ, ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους, καὶ, ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· καὶ πρὸς τὸν αὐτὸν ἐπάγων τὸ, ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ· καὶ τὸ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ· καὶ τὸ, πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· καὶ τούτοις προστιθεὶς τό·
πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.
Πάντα δὲ τὰ ἑνικῶς εἰπὼν ὡς πρὸς ἕνα τινὰ, ἐπισυνάπτει λέγων, ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου· σαφέστατα παρίσταται, ὅτι κύριος ἦν πρὸς ὃν ταῦτα πάντα ἐλέγετο. μηδεμιᾶς γὰρ διαμέσου ἐναλλαγῆς προσώπου γενομένης, συνῆψεν ὁ λόγος ὑπὸ μίαν διάνοιαν ὡς πρὸς ἕνα τὰ πάντα· παρέστησέ τε τίς ποτε ἦν οὗτος, διασαφῶν ἑξῆς καὶ λέγων· ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. ἐπειδὴ γὰρ σὺ, φησὶν, ὦ κύριε, ἐφ’ ὃν ἐγὼ ἤλπισα, τὸν ὕψιστον, δηλαδὴ τὸν ἀνωτάτω θεὸν, καὶ σαυτοῦ πατέρα, καταφυγὴν ἔθου σεαυτοῦ, διὰ τοῦτο οὐ προσελεύσεταί σοι οὔτε χιλιὰς, οὔτε μυριὰς, οὔτε παγίδες θηρευτῶν, οὔτε τι ἕτερον τῶν κατηριθμημένων· καὶ ἐπειδήπερ σὺ, ὦ κύριε, εἶ μου τοῦ ταῦτα λέγοντος ἐλπὶς, τὸν ὕψιστον ἔθου καταφυγήν σου· διὰ τοῦτο καὶ ἀρχόμενος ἔλεγον περὶ σοῦ, ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἢ, ὁ καθήμενος ἐν ἀποκρύφῳ ὑψίστου·
And these words will also be fitted to the man of Christ; indeed, this sequence of the things contained establishes it. For after the word has spoken to a certain individual, that he himself will deliver from a trap of hunters and from a disturbing word, and, "in his back he will overshadow you, and under his wings you will hope"; and, adding to the same person, "the truth of him will encircle you with a weapon"; and, "you will not fear from nocturnal terror"; and, "a thousand will fall from your side, and ten thousand from your right, but they will not approach you"; and, adding to these:
"but with your eyes you will perceive and you will see the retribution of sinners."
And having said all these things in the singular as to a certain one, he then adds, saying, "for you, Lord, are my hope, you have set the Most High as your refuge"; it is most clearly shown that it was the Lord to whom all these things were said. For with no intervening change of person having occurred, the word has joined everything under one thought as to one person; and it has shown who this one was, clarifying further and saying: "for you, Lord, are my hope, you have set the Most High as your refuge." For since you, he says, O Lord, upon whom I have hoped, have set the Most High, that is, the highest God and your own father, as your refuge, therefore neither a thousand nor ten thousand will approach you, nor traps of hunters, nor any other of the things enumerated; and since you, O Lord, are the hope of me who says these things, you have set the Most High as your refuge; therefore, I was saying at the beginning concerning you, "the one dwelling in the help of the Most High," or, "the one sitting in the secret place of the Most High.
ἐπειδήπερ ἐν ἀποῤῥήτοις καὶ ἀποκρύφοις σύνεδρόν σε καὶ σύνθρονον ὁ ὕψιστος ἐποιήσατο, φήσας πρὸς σέ· κάθου ἐκ τῶν δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ὑψίστου δὲ νοουμένου ἐν τούτοις τοῦ ἀνωτάτου θεοῦ τῶν ὅλων· κυρίου δὲ υἱοῦ τοῦ θεοῦ, ὃς τὸν ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, εἰκότως καὶ Μωσῆς τῷ αὐτῷ θείῳ πνεύματι θεοφορούμενος ἐδίδασκεν ἐν μεγάλῃ ᾠδῇ λέγων· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. καὶ ἐγενήθη μέρος κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
Διὰ τούτων γοῦν καὶ ὁ Μωσῆς ὕψιστον σαφῶς προσεῖπε τὸν ἀγέννητον θεὸν, διανέμοντα τὰ ἐπὶ γῆς ἔθνη τοῖς ἑαυτοῦ ἀγγέλοις· κύριον δὲ τὸν υἱὸν τοῦ θεοῦ, τὸν παρὰ τοῦ πατρὸς τὸν Ἰσραὴλ ὑποδεδεγμένον. αὐτὸς δ’ οὖν οὗτος ὁ κύριος καὶ διὰ τῶν προκειμένων ἐν βοηθείᾳ τοῦ ὑψίστου κατοικεῖν ἐλέγετο, καταφυγήν τε ἑαυτοῦ τὸν ὕψιστον τεθεῖσθαι, δηλαδὴ τὸν ἑαυτοῦ πατέρα. διὸ λέλεκται πρὸς αὐτόν· ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. ἐπεὶ δὲ Ἰουδαϊκώτερον ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὴν ἑρμηνείαν ἐκτεθείκασι, ὑφορώμενοι τὸ περὶ τοῦ ὑψίστου καὶ περὶ τοῦ κυρίου ἀποδεδομένον ἡμῖν δόγμα· καὶ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· ὅτι σὺ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα κατοικητήριόν σου· ὁ δὲ Σύμμαχος· σὺ γὰρ, θεὲ, ἀφοβία μου, ὑψίστην ἔθου τὴν κατοίκησίν σου· τηρητέον πρῶτον μὲν, ὡς ἡ πέμπτη ἔκδοσις συνᾴδει τοῖς ἑβδομήκοντα, φήσασα καὶ αὐτή· ὅτι σὺ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου.
Since the Most High made you a fellow councilor and fellow throne-holder in secret and hidden matters, saying to you: "Sit at my right hand, until I place your enemies as a footstool under your feet."
And with the Most High understood in these things as the highest God of all, and the Lord as the Son of God, who made the Most High his refuge, Moses also, inspired by the same divine spirit, fittingly taught in the great ode, saying: "When the Most High divided the nations, as he scattered the sons of Adam, he set boundaries of nations according to the number of the angels of God. And the people of Jacob became the portion of the Lord, and Israel the allotment of his inheritance."
Through these words, then, Moses clearly called the Most High the unbegotten God, distributing the nations on earth to his own angels, and the Lord the Son of God, who received Israel from the Father. This same Lord, then, was said in the preceding verses to dwell with the help of the Most High and to have made the Most High his refuge, that is, his own Father. Hence it is said to him: "For you, Lord, are my hope; you made the Most High your refuge." But since Aquila and Symmachus, being more Jewish in their interpretation, have set forth the translation, suspecting the doctrine we have expounded concerning the Most High and the Lord—Aquila rendered it saying: "For you, Lord, are my hope; I placed the Most High as your dwelling," and Symmachus: "For you, God, are my fearlessness; you placed the Most High as your dwelling"—it must first be observed that the Fifth Edition agrees with the Seventy, saying also itself: "For you, Lord, are my hope; you made the Most High your refuge.
Δεύτερον, ὡς ἡ Ἑβραϊκὴ φωνὴ, ἐλίων περιέχουσα τὸν ὕψιστον δηλοῖ. εὕρομεν γοῦν ἐν νς ψαλμῷ κείμενον τὸ, κεκράξομαι πρὸς τὸν θεὸν τὸν ὕψιστον· ἔνθα ἀντὶ τοῦ, τὸν ὕψιστον, τὸ Ἑβραϊκὸν ἐλίων περιέχει, ὡς καὶ ἐπὶ τοῦ παρόντος. οὐκ ἄρα χρὴ βιαζομένους τὴν ἀλήθειαν διαστρέφειν.
Καὶ ἄλλως δὲ, εἴπερ κατὰ τὸν Ἀκύλαν πρὸς αὐτὸν τὸν κύριον λέλεκται, ὅτι σὺ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα οἰκητήριόν σου· ἢ κατὰ τὸν Σύμμαχον, σὺ γὰρ, κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου· ἀναφέρεταί τε ὁ λόγος, ὡς ἂν οἰηθεῖεν Ἰουδαίων παῖδες, ἐπὶ τὸν τῶν ὅλων θεὸν, πῶς συνῆπται ἑξῆς κατὰ μὲν τὸν Ἀκύλαν τὸ, οὐ μεταχθήσεται πρὸς σὲ κακία, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου· ὅτι ἀγγέλοις αὐτοῦ ἐντελεῖταί σε φυλάξαι ἐν πάσαις ὁδοῖς σου. ἐπὶ ταρσῶν ἀροῦσι, μήποτε προσκόψῃ ἐν λίθῳ ὁ ποῦς σου· κατὰ δὲ τὸν Σύμμαχον, μετὰ τὸ, σὺ, κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου· πῶς ἐπιλέγεται τὸ, οὐ κατισχύσει σου κακὸν, οὐδὲ ἁφὴ ἐγγίσει τῇ σκηνῇ σου. ὅτι τοῖς ἀγγέλοις ἐντελεῖται περὶ σοῦ φυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς σου. ἐπὶ χειρῶν βαστάσουσί σε, ἵνα μὴ προσπαίσῃ ἐν λίθῳ ποδί σου;
Second, as the Hebrew word *elion* indicates the Most High. We find, for instance, in Psalm 56 the phrase, "I will cry out to God the Most High," where instead of "the Most High," the Hebrew contains *elion*, as also in the present passage. Therefore, one should not distort the truth by forcing it.
And otherwise, if according to Aquila it is said to the Lord himself, "You, Lord, are my hope; I have made the Most High your dwelling," or according to Symmachus, "For you, Lord, are my fearlessness; you have placed your dwelling on high," and the statement is referred, as the children of the Jews might suppose, to the God of all, how then is it connected subsequently, according to Aquila: "Evil will not be transferred to you, and a touch will not approach your shelter; for he will command his angels to guard you in all your ways; they will lift you on your tarsi, lest your foot strike a stone"? And according to Symmachus, after "You, Lord, are my fearlessness; you have placed your dwelling on high," how is it added: "Evil will not prevail over you, nor will a touch approach your tent; for he will command the angels concerning you to guard you in all your ways; they will carry you on their hands, lest your foot stumble on a stone"?
Ταῦτα γὰρ πρὸς τὸν τῶν ὅλων θεὸν λέγεσθαι πῶς οὐκ ἂν εἴη πάντων ἀσεβέστατον; τίς γὰρ ὁ τοῖς ἀγγέλοις αὐτοῦ ἐντελλόμενος περὶ τοῦ θεοῦ τῶν ὅλων, ὥστε φυλάττειν αὐτὸν ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ; ἢ πῶς τὸν ἐπὶ πάντων θεὸν ἐπὶ χειρῶν βαστάσουσιν, ἵνα μὴ προσπαίσῃ λίθῳ ὁ ποῦς αὐτοῦ;
Ἀλλ’ ὁρᾷς, ὡς ὁ λόγος οὐκ ἐπιτρέπει εἰς πρόσωπον τοῦ ἐπὶ πάντων θεοῦ ταῦτα ἀναφέρεσθαι· ἐπεὶ μηδὲ τὰ ἀνωτέρω ἀπὸ τοῦ, ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, καὶ τὰ τούτοις ἑπόμενα. εἰ δέ τις ταῦτα ἐκλάβοι ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ, καὶ ἐνταῦθα κύριον, ὥσπερ οὖν καὶ ἐν ἄλλοις ὠνομασμένον, οὐκ ἂν διαμάρτοι τῆς ἀληθείας· ἐπεὶ καὶ ὁ ἀπόστολος, εἷς θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος, δι’ οὗ τὰ πάντα· καὶ πάλιν, εἷς κύριος, φησὶ, μία πίστις, ἓν βάπτισμα. εἷς θεὸς ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσι. κύριοί τε δύο ἄντικρυς καὶ ὑπὸ τοῦ Δαυῒδ ὠνομάσθησαν κατὰ τὸ, εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἀλλὰ καὶ Μωσῆς λέγων, ἔβρεξε κύριος παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμογγα θεῖον καὶ πῦρ, τῆς αὐτῆς ἂν γένοιτο δόξης· ὥσπερ οὖν καὶ ἐν οἷς ἔφασκε τὸ, ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ· ἄντικρυς γὰρ διὰ τοῦ, τὸν ὕψιστον καὶ κύριον εἰδὼς φαίνεται· ὕψιστον μὲν τὸν διανέμοντα καὶ κληροδοτοῦντα τοῖς ἑαυτοῦ ἀγγέλοις, κύριον δὲ τὸν μετὰ τῶν ἀγγέλων κληρούμενον τὴν πάντων τῶν ἐθνῶν διαφέρουσαν μερίδα.
How could it not be the most impious of all things for these words to be spoken to the God of all? For who is it that gives orders to his angels concerning the God of all, that they should guard him on all his ways? Or how will they carry the God over all on their hands, so that his foot may not strike a stone?
But you see that the text does not permit these things to be referred to the person of the God over all, since neither do the earlier passages from the point where it says, "He himself will save you from the trap of hunters, from a word of confusion. On his shoulders he will overshadow you, and under his wings you will hope," and what follows them. But if one were to interpret these things as referring to the Christ of God, and here to the Lord, as indeed he is named elsewhere, he would not miss the truth. For the apostle says, "One God, from whom are all things, and one Lord, through whom are all things"; and again, "One Lord," he says, "one faith, one baptism." There is one God, over all and through all and in all. And two Lords are expressly named also by David, according to the passage, "The Lord said to my Lord, 'Sit at my right hand, until I place your enemies as a footstool for your feet.'" But also Moses, saying, "The Lord rained down from the Lord upon Sodom and Gomorrah brimstone and fire," would be of the same opinion. So too in the passage where he said, "When the Most High divided the nations, the Lord's portion became his people Jacob." For through the phrase "the Most High" and "Lord" he is clearly seen to recognize the Most High as the one who distributes and allots to his own angels, and the Lord as the one who, along with the angels, receives as his lot the portion of all the nations that is preeminent.
Ἐπεὶ τοίνυν ὁ δηλούμενος ἐν τούτοις κύριος μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γέγονε, καὶ σχήματι εὑρέθη ὡς ἄνθρωπος, ὑπέμεινέ τε πάντα πειρασμὸν μετὰ τὸ βάπτισμα τὸ ἐν Ἰορδάνῃ, ὅτε ἀνήχθη ὑπὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ ἐν τῇ ἐρήμῳ μ ἡμέρας καὶ μ νύκτας πειραζόμενος, καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστής· εἰκότως ταῦτα πάντα τὸ πνεῦμα τὸ ἅγιον προλαβὸν θεσπίζει, σημαῖνον ὅσα τε ἐν ταῖς τεσσαράκοντα ἡμέραις πειραζόμενος ὑπέμεινε, καὶ ὅσα κατὰ τὰς ἰσαρίθμους ταῖς ἡμέραις νύκτας.
Μέλλων γὰρ ἐπὶ τὸ εὐαγγέλιον τῆς τοῦ θεοῦ βασιλείας παριέναι, πρὶν ἄρξασθαι τοῦ κηρύγματος, καὶ πρὸ τῆς εἰς ἀνθρώπους εὐεργεσίας, ἐπὶ τὰς ἐχθρὰς καὶ πολεμίας τοῦ τῶν ἀνθρώπων γένους δυνάμεις ἀνήγετο· ὅπως, ἐκείνας πρώτας καταγωνισάμενος καὶ καθελὼν, οὕτως ἐπὶ τὴν τῶν πάλαι καταπονουμένων λύτρωσίν τε καὶ ἐλευθερίαν παρέλθοι. ἐχρῆν γὰρ αὐτοὺς δὴ μάλιστα πρώτους τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι θεοὺς εἶναι νομίσαντας, καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς αἰχμαλώτους, ἀπὸ τῆς τοῦ τῶν ὅλων θεοῦ γνώσεώς τε καὶ εὐσεβείας ἀφαρπάσαντας, καθυποτάξαι καὶ τῆς τυραννίδος καθελεῖν· εἶθ’ οὕτως ἅπασιν ἀνθρώποις τὸ εὐαγγέλιον τῆς τοῦ θεοῦ βασιλείας παραδοῦναι. διὸ δὴ πρὸ πάσης ἱστορουμένης αὐτοῦ πράξεως ἀνήγετο εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου· καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστὴς, θηρία προσειπὼν τὰς ἀπηγριωμένας καὶ θηριώδεις πονηρὰς δυνάμεις.
Since, then, the Lord indicated in these words, having taken the form of a slave, became in the likeness of men, and was found in form as a man, and endured every trial after the baptism in the Jordan, when he was led up by the Spirit into the wilderness to be tempted by the devil, and in the wilderness for forty days and forty nights was tempted, and was with the wild beasts, as the evangelist says, the Holy Spirit, anticipating, fittingly prophesies all these things, indicating what he endured while being tempted during the forty days, and what during the nights equal in number to the days.
For, about to proceed to the gospel of the kingdom of God, before beginning the proclamation, and before his benefaction to men, he was led up against the hostile and inimical powers of the human race, so that, having first conquered and overthrown those, he might then proceed to the deliverance and liberation of those long oppressed. For it was necessary that these very ones, who were considered gods among all the nations and who had carried off the souls of men as captives, snatching them away from the knowledge and piety of the God of all, be subjugated and deposed from their tyranny, and then the gospel of the kingdom of God be delivered to all men. Therefore, before any recorded action of his, he was led into the wilderness to be tempted by the devil, and was with the wild beasts, as the evangelist says, calling the savage and bestial evil powers "wild beasts.
Αὐτὰ δὴ οὖν ταῦτα καὶ ὁ παρὼν ψαλμὸς προαναφωνεῖ προφητικῷ πνεύματι ἀναγκαίως. χρὴ γὰρ, διὰ τῶν ἔμπροσθεν διδαχθέντας τὰ περὶ τῆς εἰς ἀνθρώπους παρουσίας τοῦ προφητευομένου, καὶ τὰ περὶ τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ, τά τε περὶ τοῦ θανάτου, ὅπως τε ἐκ σπέρματος Δαυῒδ προελεύσεσθαι προκεκήρυκτο, ἀκολούθως καὶ τὸν ἀγῶνα μαθεῖν ἡμᾶς ὃν ἤρατο κατὰ τῶν ἀντικειμένων δυνάμεων. ταῦτα οὖν ἡ παροῦσα παρίστησι προφητεία προλέγουσα, ὅσα κατὰ τὴν ἔρημον ὑπέμεινεν ἐφ’ ὅλαις ἡμέραις μ καὶ νυξὶ ταῖς ἴσαις πειραζόμενος ὑπὸ τοῦ διαβόλου.
Θηρευταὶ γὰρ ἦσαν περὶ αὐτὸν ἀόρατοι δυνάμεις, παγίδας αὐτῷ κατασκευάζουσαι. καὶ αἱ μὲν λόγοις ταραχώδεσιν αὐτὸν θορυβεῖν πειρώμεναι, αἱ δὲ φοβεῖν κατὰ τὰς νύκτας, καὶ πάλιν ἄλλα δι’ ἡμέρας βέλη νοητὰ πέμπουσαι κατ’ αὐτοῦ· καὶ αὖθις ἕτεραι οὐκ ὠνομάσθαι ἡμῖν, οὐδὲ λεχθῆναι δυνάμεναι θνηταῖς ἀκοαῖς, τὸν κατ’ αὐτοῦ πειρασμὸν πραγματευόμεναι· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν, ἀπὸ ῥήματος ἐν σκοτομήνῃ περιπατοῦντος· ὁ δὲ Σύμμαχος, οὐδὲ λοιμὸν ζόφῳ ὁδεύοντα. ἤδη δὲ καὶ τὰ ἀναιδέστατα καὶ ἀρχοντικὰ τῶν δαιμονίων, τὰ ἐν αὐτῇ τῇ μεσημβρίᾳ καὶ τῇ τοῦ ἡλιακοῦ φωτὸς ἀκμῇ τολμῶντα παραφαίνεσθαι, προσῄεσαν αὐτῷ.
These very things, then, the present psalm also proclaims beforehand by prophetic spirit of necessity. For it is necessary, having been taught through the preceding matters concerning the presence of the prophesied one among men, and concerning his fleshly birth, and also concerning his death, and how it had been proclaimed beforehand that he would come forth from the seed of David, that we should accordingly also learn the struggle which he undertook against the opposing powers. So then, the present prophecy sets forth these things, foretelling all that he endured in the wilderness for forty whole days and an equal number of nights, being tempted by the devil.
For there were hunters around him, invisible powers, setting snares for him. And some tried to trouble him with tumultuous words, others to frighten him during the nights, and again others sent forth perceptible arrows against him by day; and still others, which cannot be named by us nor spoken to mortal ears, contrived the temptation against him. This is what the word signifies, saying, "from a thing passing through darkness"; for which Aquila translated, "from a word walking in the dark of the moon"; and Symmachus, "not even a plague traveling in darkness." And already the most shameless and ruling of the demons, those daring to appear even at midday and at the peak of the sun's light, approached him.
Τῶν γὰρ ἄλλων τὸ οἰκεῖον σκότος μεταδιωκόντων, καὶ ἐν μόνῃ νυκτὶ φαντασιοῦν εἰωθότων, τὰ ἀναιδέστατα καὶ δι’ ἡμέρας τολμᾷ φαίνεσθαι, καὶ ἐν μέσαις αὐγαῖς ἡλίου. τοιαῦτα δὲ ἦν τὰ καὶ τῷ σωτῆρι ἐπιόντα· μεθ’ ἡμέραν μὲν οὖν τοιαῦτά τινα αὐτῷ προσῄει, κατὰ δὲ τὰς νύκτας ἕτερα. διὸ εἴρηται ἑξῆς· οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, καὶ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου. ὁρῶντα δὲ αὐτοῦ τὴν ἄμαχον καὶ ἀήττητον δύναμιν, ὁμοῦ πάλιν ἀθροιζόμενα κατὰ στίφη προσίεσαν αὐτῷ πλήθη δυνάμεων ἀντικειμένων. καί μοι δοκοῦσιν οἱ πάλαι παρ’ ἀνθρώποις νομιζόμενοι θεοὶ, καὶ τὰ ἀντικείμενα πνεύματα, ξένην τινὰ φύσιν καὶ δύναμιν πάντων αὐτῶν καθαιρετικὴν θεώμενα ἐν τῷ ἀνθρώπῳ τοῦ σωτῆρος ἡμῶν, ὁμοῦ συνῆχθαι ἁπανταχόθεν, ἀθρόα τε προσιέναι καὶ προσρήσσειν ἐθέλειν αὐτῷ.
Καὶ τὰ μὲν πρῶτα δι’ ἑτέρων μερικῶν πνευμάτων πειράζειν αὐτὸν ἐπιχειρεῖν τὸν διάβολον· διὸ λέλεκται· καὶ ἦν μετὰ τῶν θηρίων. ποίων δὲ θηρίων; ὁ μετὰ χεῖρας παρίστησι λόγος προϊὼν ἑξῆς καὶ λέγων· ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. τοιούτοις γάρ τισιν, ὡς εἰκὸς, εἴδεσί τε καὶ μορφαῖς σχηματιζόμεναι, τὸν ἀέριον τόπον διιπτάμεναί τινες δυνάμεις πονηραὶ, ἀρχαί τε καὶ ἐξουσίαι, καὶ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ πνευματικὰ πονηρίας, τρόποις ἀλληγορίας ἀσπίδες καὶ βασιλίσκοι καὶ δράκοντες καὶ λέοντες ὀνομαζόμεναι, ἢ καὶ διὰ τὸ ἐμφερὲς τῆς κακίας τούτοις παραβαλλόμεναι, πάντα πειρασμὸν ἐκίνουν κατ’ αὐτοῦ.
For while others pursue their own darkness and are accustomed to appear only at night, it dares to show itself most shamelessly even by day, in the very rays of the sun. Such were the things that attacked the Savior: by day, then, certain things of this kind approached him, and by night, others. Hence it is said next: "You will not be afraid of nocturnal fear, nor of a thing that moves in darkness." But seeing his invincible and unconquerable power, they again gathered in throngs and approached him in masses of opposing forces. And it seems to me that the beings once considered gods among men, and the opposing spirits, beholding some strange nature and power destructive of all of them in the man of our Savior, were gathered together from everywhere, and wished to approach and dash against him all at once.
And at first the devil attempts to tempt him through other partial spirits; hence it is said: "And he was with the wild beasts." But what wild beasts? The account that follows in hand sets forth, proceeding next and saying: "You will tread upon the asp and the basilisk, and you will trample the lion and the dragon." For with such forms and shapes, as is likely, certain evil powers, flying through the aerial region—principalities and powers and world-rulers of this darkness, and spiritualities of wickedness—called asps, basilisks, dragons, and lions by way of allegory, or compared to these because of the likeness of their wickedness, set every temptation in motion against him.
ἐπὶ τέλει δὲ πάντων, ὡς εἶδεν ὁ διάβολος ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκότα αὐτὸν καὶ καταπεπατηκότα πάσας τὰς ὑπ’ αὐτὸν ἐνεργείας, αὐτὸς ἤδη λοιπὸν δι’ ἑαυτοῦ προσῄει ταπεινὸς καὶ ὑποδεδοικὼς, προσέφερέ τε αὐτῷ τὰς ἐρωτήσεις τὰς ἐν τοῖς εὐαγγελίοις ἀναγεγραμμένας, πειράζων αὐτὸν καὶ λέγων, εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τάδε, καὶ ποίησον τάδε.
Τὴν οὖν ἀθρόαν ὁρμὴν τῶν πονηρῶν πνευμάτων καὶ τὴν ἧτταν αὐτῶν ἡ παροῦσα παρίστησι προφητεία· ὁμοῦ μὲν συνῆχθαι διδάσκουσα, μὴ μὴν δεδυνῆσθαί τι μηδ’ ἰσχυκέναι· ἀλλ’ ἐν τῷ πλησιάζειν αὐτῷ καταπίπτειν χαμαί. διὸ λέλεκται· πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου.
Ἀντὶ δὲ τοῦ· ἐκ τοῦ κλίτους σου, Ἀκύλας καὶ Σύμμαχος, ἐκ τοῦ πλαγίου σου, ἐκδεδώκασιν· οὕτω τῆς θεϊκῆς γραφῆς τὰ ἀριστερὰ τοῦ σωτῆρος ὀνομαζούσης, τάχα τὸ μηδὲν εἶναι ἐν αὐτῷ σκαιὸν μηδὲ ἀριστερόν. πλὴν ἀλλὰ περὶ πασῶν ἀθρόως τῶν ἀντικειμένων δυνάμεων εἴρηται τό·
πρὸς σὲ δὲ οὐκ ἐγγιοῦσι,
Finally, when the devil saw that he had set foot upon the asp and the basilisk and had trampled all the energies under his command, he himself then approached, humble and cowering, and presented to him the questions recorded in the Gospels, tempting him and saying, "If you are the son of God, say this and do that."
Thus the present prophecy sets forth the sudden onset of the evil spirits and their defeat, teaching that they were gathered together but were unable to do anything or prevail, but rather, as they drew near him, they fell to the ground. Hence it is said: "A thousand will fall from your side, and ten thousand from your right."
Instead of "from your side," Aquila and Symmachus have rendered "from your flank." Thus the divine Scripture names the left side of the Savior, perhaps indicating that there is nothing sinister or left-handed in him. Nevertheless, it is said concerning all the opposing powers collectively:
"But they will not approach you.
καὶ τό·
πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.
Καὶ ταῦτα, φησὶ, πάντα ἔσται περὶ σὲ, ἐπειδήπερ σὺ, ὦ κύριε, ἡ ἐμὴ ἐλπὶς, τὸν ὕψιστον ἔθου καταφυγήν σου. ἡγοῦμαι δὲ τὰς ἀοράτους ταύτας καὶ ἀντικειμένας δυνάμεις, τὰς ὑπὸ παντὶ τῷ οὐρανῷ συνῆχθαι πάσας ἀθρόως κατ’ αὐτοῦ θορυβηθείσας ἀπὸ τῆς ἐνεχθείσης πρὸς αὐτὸν φωνῆς, ὅτε ἐν εἴδει περιστερᾶς τὸ πνεῦμα τὸ ἅγιον κατέβαινεν ἐπ’ αὐτὸν, ἥ τε ἄνωθεν φωνὴ ἠκούσθη λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.
Ἀκούσασαι γοῦν τῆς φωνῆς ταύτης, καὶ θεασάμεναι τὸν ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ τῆς περιστερᾶς ἀναδειχθέντα ἄνθρωπον υἱὸν θεοῦ ὠνομασμένον, οὔτε τῇ φωνῇ ἀπιστεῖν εἶχον, οὔτε τὸν ἄνθρωπον ὁρῶσαι σάρκα ἠμφιεσμένον πιστεύειν τοῦτον εἶναι τὸν ἀγαπητὸν τοῦ θεοῦ. διὸ ξένον τι χρῆμα καὶ καινὴν ἀνθρώπου φύσιν θεώμεναι, τὰς οἰκείας ἐνεργείας δυνάμει κρείττονι καθαιρεθήσεσθαι προσεδόκησαν. διὸ δὴ ἐπῄεσαν αὐτῷ ἐπιδόντι εὖ μάλα προθύμως ἑαυτὸν εἰς πάντας τοὺς πειρασμοὺς, οὓς ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας ἀναδέδεκτο.
And this:
"But with your eyes you will perceive and you will see the retribution of sinners."
And these things, he says, will all be about you, because you, O Lord, my hope, have set the Most High as your refuge. I consider that these invisible and opposing powers, gathered under the whole heaven, were all at once thrown into confusion against him by the voice that was brought to him, when in the form of a dove the Holy Spirit descended upon him, and the voice from above was heard saying, "This is my beloved son, in whom I am well pleased."
Having heard this voice, then, and having seen the man designated by the Holy Spirit through the dove as named son of God, they could neither disbelieve the voice, nor, seeing the man clothed in flesh, believe that this was the beloved of God. Therefore, beholding some strange thing and a new nature of man, they expected that their own energies would be overthrown by a superior power. For this reason they attacked him, as he very readily gave himself over to all the temptations which he had undertaken for the salvation of men.
Μέλλων γοῦν, ὥσπερ ἔφην, κηρύττειν αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, κατὰ τὴν περὶ αὐτοῦ προφητείαν, ἀφέλκειν τε τὰς τῶν ἀνθρώπων ψυχὰς ἀπὸ τῶν πάλαι ᾐχμαλωτικότων αὐτὰς, ἐλευθεροῦν τε αὐτὰς ἀπὸ τῆς εἰδωλολάτρου πλάνης, ἀναγκαίως πρῶτον ἁπάντων κατ’ αὐτῶν ἐστρατεύετο τῶν τὸν μακρὸν αἰῶνα τετυραννηκότων.
Ἐπεὶ δὲ τούτοις κατηγωνίσατο δι’ ὑπομονῆς παντὸς πειρασμοῦ, διό φησιν ὁ Λουκᾶς· καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ’ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τὴν τῶν ἀνθρώπων θεραπείαν ἐχώρει· ἔνθεν καὶ ἔφριττον αὐτὸν οἱ δαίμονες, ὡμολόγουν τε αὐτὸν εἰδέναι ὅστις εἴη, βοῶντες καὶ λέγοντες· ἔα, τί ἡμῖν καί σοι, υἱὲ τοῦ θεοῦ; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. ἀπὸ γὰρ τῆς πρὸς αὐτὸν ἐνεχθείσης φωνῆς μεμαθήκεισαν ὅστις ἦν· ἀλλὰ καὶ ἀφ’ ὧν εἰργάσατο κατὰ τὸν τοῦ πειρασμοῦ καιρὸν ᾔδεσαν αὐτοῦ τὴν δύναμιν.
Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
Therefore, as I said, when about to proclaim release to captives and restoration of sight to the blind, according to the prophecy concerning him, and to draw men's souls away from those which had long held them captive, and to free them from idolatrous error, he necessarily first of all waged war against those who had tyrannized for the long age.
And since he overcame them through endurance of every trial, Luke says: "And having completed every trial, the devil departed from him." After this he proceeded to the healing of men. Hence the demons shuddered at him and confessed that they knew who he was, crying out and saying: "Ah, what have we to do with you, Son of God? We know who you are, the holy one of God." For from the voice brought to him they had learned who he was; but also from what he accomplished during the time of trial they knew his power.
Evil will not approach you, and a scourge will not come near your dwelling, because he will command his angels concerning you to guard you on all your ways. They will lift you up in their hands, lest you ever strike your foot against a stone.
Καὶ ταῦτα τῷ κατὰ Χριστὸν τετελειωμένῳ ἀνδρὶ καὶ τῷ χορῷ τῶν τοῦ Χριστοῦ μαρτύρων, τῇ τε ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, καὶ δὴ καὶ αὐτῷ τῷ Χριστοῦ σώματι ἁρμόσειεν ἂν λέγεσθαι· εἰ γὰρ παρεμβάλλει ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτοὺς, τῶν ὑπερβεβηκότων τὸν φόβον καὶ ἐν ἕξει τελείᾳ τῆς κατὰ ψυχὴν ἀρετῆς τυγχανόντων, ὁποῖός ἐστιν ὁ καθήμενος ἐν βοηθείᾳ τοῦ ὑψίστου, καὶ ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζόμενος· τῶν οὖν τοιούτων οὐχ εἷς ἄγγελος, ἀλλὰ παρεμβολαὶ πλείους καθίστανται φύλακες, ὅσαι καὶ πλείους οἱ τῷ κατὰ θεὸν τελείῳ ἐπιβουλεύοντες. οὕτω γοῦν καὶ τὸν προφήτην Ἑλισσαῖον ἐκύκλουν πλῆθος δορυφόρων ἀγγέλων. διὸ οὐδὲν τῶν βλαπτικῶν ἐπελεύσεσθαι λέγεται τῷ διὰ τοῦ ψαλμοῦ προφητευομένῳ.
Ἀλλ’ οὐδὲ μάστιξ ἐπὶ τὸ σῶμα ἐφάψασθαι τοῦ σκηνώματος αὐτοῦ· μάστιγα νοούντων ἡμῶν οὐ τὴν κοινότερον λεγομένην· ταύτῃ γὰρ ἐμαστίχθησαν μυρίοι τῶν ἁγίων τοῦ θεοῦ μαρτύρων καὶ αὐτοῦ δὲ τοῦ σωτῆρος ἡμῶν τὸ σωματικὸν σκήνωμα καὶ ἡ σὰρξ μάστιξιν ᾐκίσθη κατὰ τὸν καιρὸν τοῦ πάθους, ἀκολούθως τῇ φασκούσῃ περὶ αὐτοῦ προφητείᾳ, τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· διὸ μάστιγα νῦν δηλοῦσθαι τὴν ἀπὸ δαιμονικῆς ἐνεργείας πληγὴν νομιστέον, ὁποίας εἴρηται αὐτὸς ὁ σωτὴρ ἰάσασθαι καὶ θεραπεύειν ἐν ἀνθρώποις δαιμόνων ἀκαθάρτων μάστιγας.
And these things would be fittingly said of the man perfected according to Christ, and of the chorus of Christ's martyrs, and of his holy Church, and indeed of the body of Christ himself. For if an angel of the Lord encamps around those who fear him, and will rescue them, then those who have transcended fear and are in a perfect state of virtue of soul—such as the one who sits in the help of the Most High and dwells under the shadow of the Sufficient One—are not guarded by a single angel, but by multiple encampments of watchers, as many as there are who plot against the one perfected according to God. Thus, for example, the prophet Elisha was surrounded by a multitude of angelic bodyguards. Therefore, nothing harmful is said to befall the one prophesied in the psalm.
But neither does a scourge touch the body of his tabernacle—understanding "scourge" not in the more common sense. For by that kind, countless holy martyrs of God were scourged, and even the bodily tabernacle and flesh of our Savior himself was tormented with scourges at the time of his passion, in accordance with the prophecy about him that says, "I gave my back to scourges, and my cheeks to blows." Therefore, the "scourge" here must be understood as the blow from demonic activity, of the sort that the Savior himself is said to have healed and cured in men—the scourges of unclean demons.
Τοιαύτην οὖν μάστιγά φησιν ὁ παρὼν λόγος μὴ ἐγγίσειν τῷ σκηνώματι τοῦ προφητευομένου, διὰ τὸ φυλάττεσθαι ὑπὸ τῶν καθεσταμένων ἐπὶ τὸ φρουρεῖν αὐτὸν ἀγγέλων, οἳ δὴ καὶ ἐπὶ χειρῶν αὐτὸν μετέωρον ἀναλήψεσθαι λέγονται, πρὸς τὸ μὴ προσκόπτειν αὐτοῦ λίθῳ τὸν πόδα. σκήνωμα δὲ αὐτοῦ καθ’ ἕνα μὲν τρόπον ἐρεῖς εἶναι τὴν ἐκκλησίαν αὐτοῦ, κατὰ τὸ, ἕως ἂν εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ· οὕτω καὶ πλείονα σκηνώματα τὰς ἁπανταχοῦ γῆς εἰρημένας ἐκκλησίας οἶδεν ὁ φήσας λόγος· ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων· καθ’ ἕτερον δὲ τρόπον τὸ σωματικὸν ὄργανον, ἐν ᾧ κατεσκήνωσεν ὁ τοῦ θεοῦ λόγος, λεχθείη ἂν αὐτοῦ σκήνωμα.
Τὰ μὲν κεφαλαιωδέστερα καὶ μείζονα τῶν κατορθωμάτων τοῦ διὰ τῆς προφητείας δηλουμένου διὰ συνεργείας τοῦ μείζονος κατωρθοῦτο. καθήμενος γὰρ ἐν βοηθείᾳ τοῦ ὑψίστου ὁ κατὰ σάρκα νοούμενος ἡμῖν ὁ ἐκ σπέρματος Δαυῒδ γεγονὼς, ὁ αὐτὸς δὲ τὸν ὕψιστον θέμενος αὐτοῦ καταφυγὴν, εἰκότως ὑπὸ τοῦ ὑψίστου ἐφυλάττετο· διὸ καὶ αὐτῷ ἔλεγεν· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. αὐτὸς γὰρ αὐτὸν ἐρρύετο ἐκ παγίδος θηρευτῶν, καὶ ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπεσκίαζεν αὐτόν· ἀλλὰ καὶ ἐκύκλου αὐτὸν περιβάλλων ἀληθείας ὅπλῳ.
Such a scourge, then, the present word says will not approach the tabernacle of the one prophesied, because he is guarded by the angels appointed to watch over him, who are said to lift him up suspended in their hands, so that his foot does not strike a stone. You would say that his tabernacle is, in one sense, his Church, according to the phrase, "until I find a place for the Lord, a tabernacle for the God of Jacob"; and thus the word that has spoken knows more tabernacles as the churches mentioned throughout the earth, as in "beloved are your tabernacles, Lord of the powers." In another sense, the bodily instrument in which the Word of God dwelt would be called his tabernacle.
The more summary and greater achievements of the one indicated by the prophecy were accomplished through the cooperation of the greater one. For the one understood by us in the flesh, born from the seed of David, sitting in the help of the Most High, and having made the Most High his refuge, was fittingly guarded by the Most High; therefore he said to him: "You are my supporter and my refuge, my God, and I will hope in him." For he himself rescued him from the snare of hunters, and overshadowed him in his back; but also surrounded him, enclosing him with the weapon of truth.
Καὶ ταῦτα πάντα παρεῖχεν αὐτῷ ὕψιστος, ὅπως μὴ ταράττηται ἀπὸ φόβου νυκτερίνου, μήτε ἀπὸ βέλους πετομένου ἡμέρας, μηδὲ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, μηδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. ἔτι δὲ πρὸς τούτοις αὐτὸς ὁ ὕψιστος συνεργῶν τῷ περὶ οὗ ὁ λόγος, πάσας τὰς τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων δυνάμεις καθῄρει καὶ ὑπὸ πόδας αὐτοῦ κατέβαλλε. διὸ ἐλέγετο· πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ.
Τὰ μὲν οὖν, ὡς ἔφην, μεγάλα καὶ ἐντελῆ κατορθώματα ὁ ὕψιστος αὐτὸς συνεργῶν τῷ δηλουμένῳ ἐξετέλει· τὰ δὲ, ὡς ἂν εἴποι τις, λεπτὰ καὶ σωματικώτερα ἀγγέλοις διακονεῖσθαι προσέταττε. ταῦτα δὲ ἦν τὰ περὶ τὸ σκήνωμα αὐτοῦ, δηλαδὴ τὸ σωματικὸν ὄργανον, καὶ τὰ περὶ αὐτὴν τὴν σάρκα, ἃ δὴ ὡς σμικρὰ καὶ παραθέσει τῶν ἔμπροσθεν κατωνομασμένων εὐτελῆ, ὑπηρέταις ἀγγέλοις παρεδίδοτο εἰς τὸ φυλάττειν, μή τι κακοποιὸν ἐπέλθοι τῷ σώματι αὐτοῦ, μηδέ τις μάστιξ ἐγχρίμψειεν, οὐκ αὐτῷ, ἀλλὰ τῷ σκηνώματι αὐτοῦ· αὐτῷ γὰρ οὔτε χιλιάδες, οὔτε μυριάδες δυνάμεων πονηρῶν πλησιάζειν ἐτόλμων. διηκονοῦντο δὲ ἄγγελοι τῇ σαρκὶ τοῦ προφητευομένου καὶ τῷ σώματι, καὶ μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου· ὃ δὴ καὶ παρίστησιν ὁ λόγος φάσκων·
And all these things the Most High provided for him, so that he might not be disturbed by nocturnal fear, nor by a flying arrow by day, nor by anything moving in the darkness, nor by a mishap or a noonday demon. Moreover, in addition to these things, the Most High himself, cooperating with the one of whom the word speaks, destroyed all the forces of his enemies and adversaries and cast them down under his feet. Therefore it was said: "A thousand and ten thousand will fall from your side, on your right, but they will not approach you."
Now, as I said, the great and perfect achievements the Most High himself accomplished, cooperating with the one indicated; but the things that one might call small and more corporeal he ordered to be ministered by angels. These were the things concerning his tabernacle, that is, the bodily instrument, and concerning his flesh itself, which, being small and, in comparison with the things previously named, trivial, were entrusted to attendant angels to guard, so that nothing harmful might come upon his body, nor any scourge might touch—not him, but his tabernacle; for neither thousands nor ten thousands of evil powers dared to approach him. Angels ministered to the flesh of the one prophesied and to his body, even to the smallest and most trivial detail; which indeed the word sets forth, saying:
ὅπως μὴ προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
Σημαίνειν γὰρ οἶμαι διὰ τούτου τὸ καὶ μέχρι τοῦ τυχόντος καὶ βραχυτάτου συμβαίνειν εἰωθὸς περὶ τοῦ σώματος ἀγγέλους διακονεῖσθαι αὐτῷ. ἔχεις δὲ καὶ ἐν εὐαγγελίοις ἐπὶ τοῦ σωτῆρος αὐτοῦ ταύτην τὴν μαρτυρίαν. ὁ μὲν γὰρ Μάρκος ἀνέγραψε κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ τοῦ σωτῆρος, ὡς ἄρα ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ· ὁ Ματθαῖος πάλιν τὸν αὐτὸν καιρὸν ἐπισημηνάμενός φησι· τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Ἀλλὰ ὅτι μὲν οἱ ἄγγελοι διηκόνουν αὐτῷ, ἔδειξαν οἱ εὐαγγελισταί· ποίας δὲ διακονίας αὐτῷ παρεῖχον, οὗτοι μὲν οὐκ ἐμνημόνευσαν· ἡ δὲ προκειμένη προφητεία ἐδίδαξεν, ὅτι τὴν περὶ τὰ σωματικὰ καὶ σμικρὰ διακονίαν. ἐφύλαττον γὰρ αὐτοῦ τὸ σκήνωμα, ὅπως μὴ μάστιξ αὐτῷ πλησιάσῃ· ἐφρούρουν δὲ αὐτοῦ καὶ τοὺς πόδας, ὡς ἂν μὴ προσκόψειαν μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου.
Καὶ ταῦτα μὲν κατ’ αὐτὴν τὴν λέξιν· πρὸς δὲ διάνοιαν ἐπισκήνωμα τοῦ σωτῆρος ἡμῶν ἡ ἐκκλησία αὐτοῦ ἀποδέδεικται· ἀλλὰ καὶ σῶμα αὐτοῦ ὁ λαὸς αὐτοῦ κατὰ τὸν φήσαντα ἀπόστολον· ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. εἶεν ἂν τῶν μελῶν οἱ μὲν ὀφθαλμοὶ τοῦ Χριστοῦ σώματος, οἱ δὲ καὶ ὦτα, οἱ δὲ καὶ χεῖρες· κατὰ ταῦτα τοίνυν ἔσονται αὐτοῦ καὶ πόδες ἕτεροι, περὶ ὧν εἴρηται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά·
so that you might not strike your foot against a stone.
For I think that by this is signified that even the most trivial and minute bodily occurrences were ministered to him by angels. And you have this testimony also in the Gospels concerning the Savior himself. For Mark recorded that at the time of the Savior's temptation, he was with the wild beasts, and the angels ministered to him; and Matthew, again indicating the same time, says: Then the devil left him, and behold, angels came and ministered to him.
But that the angels ministered to him, the Evangelists have shown; what kind of ministry they provided to him, these writers did not mention; but the present prophecy has taught that it was the ministry concerning bodily and small matters. For they guarded his tabernacle, so that a scourge might not approach him; and they also protected his feet, so that they might not stumble, even in the most trivial and insignificant way.
And these things are according to the literal sense; but with regard to the spiritual meaning, the Church of our Savior has been shown to be his tabernacle; and also his people are his body, according to the Apostle who said: You are the body of Christ, and members in part. Among the members, some would be the eyes of Christ's body, others the ears, others the hands; accordingly, there would also be other feet of his, concerning which it is said: How beautiful are the feet of those who proclaim good tidings.
τούτων δὴ οὖν τῶν ποδῶν, ὅπως μή τις προσκόψῃ πρὸς λίθον τὸν πόδα, μηδὲ σκανδαλίζηται ἐν τῷ δρόμῳ, ὁμαλῶς τε καὶ ἀκωλύτως διατρέχῃ τὴν τοῦ εὐαγγελίου πορείαν, ἄγγελοι καθέστανται φρουροῦντες τοῦ δηλωθέντος σκηνώματος φύλακες.
Πάλιν ἕτεροι ἄγγελοι οἱ τὰς ἐκκλησίας τοῦ Χριστοῦ τὰς ἁπανταχοῦ γῆς ἱδρυθείσας πεπιστευμένοι. ταῦτα δὲ μὴ συνιεὶς ὁ διάβολος· πῶς γὰρ ἢ πόθεν αὐτῷ τοῦ θείου πνεύματος συνιέναι φωνάς; ἐν τῷ πειράζειν τὸν σωτῆρα, εἰς τὸ πτερύγιον αὐτὸν τοῦ ἱεροῦ ἀναγαγὼν, εἶπε πρὸς αὐτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω. γέγραπται γάρ·
ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ,
καί·
ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
Συνιδὼν γὰρ ἔργοις αὐτοῖς εἰς τὸν σωτῆρα πεπληρωμένην τὴν ἐν τοῖς προκειμένοις προφητείαν, ὁρῶν τε ξένον θέαμα ἐν ἀνθρώπου φύσει, ὡς πᾶσαν αὐτοῦ τὴν στρατείαν καθῃρῆσθαι, καὶ πάσας αὐτοῦ νενικῆσθαι τὰς δυνάμεις, ὑπὸ τοῦ φαινομένου, χιλιάδας τε ἀθρόας, καὶ μυριάδας ἀπέμπροσθεν αὐτοῦ πιπτούσας, αὐτόν τε ἀτρεμεὶ καὶ ἀπαραποδίστως ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνοντα, λέοντά τε καὶ δράκοντα, τὰς ἀρχοντικὰς αὐτοῦ δυνάμεις, καταπατοῦντα, καὶ τοῦτ’ ἐπείραζε γνῶναι, εἰ, ἑαυτὸν ἀπὸ τοῦ πτερυγίου ῥίψαντος, ἄγγελοι προσελθόντες αὐτὸν βαστάσουσι.
Of these feet, then, so that one might not strike one's foot against a stone, nor stumble in the course, but travel smoothly and without hindrance the journey of the gospel, angels have been appointed as guardians, watchers of the aforementioned tabernacle.
Again, there are other angels entrusted with the churches of Christ established throughout the whole earth. But the devil, not understanding these things—for how or whence could he comprehend the voices of the divine Spirit?—when tempting the Savior, led him up to the pinnacle of the temple and said to him: "If you are the son of God, throw yourself down." For it is written:
that he will give orders to his angels concerning you,
and:
they will lift you up in their hands, so that you might not strike your foot against a stone.
For, having perceived that the prophecy in the preceding verses was fulfilled in the Savior in actual deeds, and seeing a strange spectacle in human nature, that his entire host was overthrown and all his powers were vanquished by the one who appeared, and that thousands and myriads fell prostrate before him, while he himself, unshaken and unimpeded, trod upon the asp and the basilisk, the lion and the dragon—his ruling powers—trampling them underfoot, he then tempted him to learn whether, if he threw himself from the pinnacle, angels would come and bear him up.