Ταῦτα δὲ πάντα ἱκετεύει ἢ καὶ μᾶλλον θεσπίζει κατὰ τῶν ἐχθρῶν τοῦ θεοῦ ἔσεσθαι, ἵνα κἂν οὕτως ποτὲ ὠφεληθεῖεν, εἰ δὴ ὠφέλεια μεγίστη τυγχάνει τὸ γνῶναι τὸν θεόν καὶ ἐπὶ ζήτησιν τοῦ ὀνόματος αὐτοῦ ἐλθεῖν· ὅπερ ἔσεσθαι περὶ αὐτοὺς μετὰ τὰ προλεχθέντα διδάσκει λέγων· καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε.
Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν. καὶ γνώτωσαν, ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
Τῆς τῶν ἐχθρῶν τοῦ θεοῦ τελευτῆς δύο τρόπους ἔσεσθαι θεσπίζει· ἕνα μὲν καθ’ ὃν χρηστὰς αὐτοῖς ἐλπίδας ἐπιγράφει· εἰ δὴ ἀγαθὸν ἡ γνῶσις τοῦ θεοῦ καὶ ἡ τοῦ ὀνόματος αὐτοῦ κατάληψις καὶ τὸ παιδευθῆναι τοὺς πρότερον μὴ εἰδότας τὸν θεόν, ὡς ἄρα αὐτὸς εἴη μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν· τοὺς γὰρ ταῦτα ὁμολογοῦντας λήθην μὲν πεποιῆσθαι τῆς προτέρας ἑαυτῶν πολυθέου πλάνης εἰκὸς ἀποθέσθαι τε τὴν ματαίαν καὶ ἀπατηλὴν περὶ θεῶν ψευδολογίαν. τὸν δὲ ἕτερον τρόπον, καθ’ ὃν αἰσχύνην καὶ ταραχὴν καὶ ἐντροπὴν καὶ ἐπὶ πᾶσι τούτοις ἀπώλειαν προαγορεύει τοῖς τούτων ἀξίοις· τοῖς μὲν γὰρ ἐκ τῆς θείας ἐπιστροφῆς μεταβάλλουσιν ἐπὶ τὸ κρεῖττον τὴν θείαν γνῶσιν παρέσεσθαι διδάσκει, τοῖς δὲ τῇ ἑαυτῶν ἐγκαταγερῶσι κακίᾳ τὸν ὄλεθρον καὶ τὴν ἀπώλειαν ἀπειλεῖ. διὸ περὶ μὲν τῶν χειρόνων λέλεκται· αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν, περὶ δὲ τῶν ἐπὶ τὸ κρεῖττον μεταβληθησομένων τό· καὶ γνώτωσαν, ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
All these things he entreats, or rather prophesies, will happen against the enemies of God, so that even in this way they might at some time be benefited, if indeed the greatest benefit is to know God and to come to an inquiry into his name; which he teaches will happen to them after the things previously mentioned, saying: "And they will seek your name, Lord."
Let them be ashamed and troubled for ever and ever, and let them be put to shame and perish. And let them know that your name is Lord, you alone are the highest over all the earth.
He prophesies that there will be two ways of the end of the enemies of God: one according to which he ascribes to them good hopes, if indeed the knowledge of God and the comprehension of his name and the being taught of those who previously did not know God, that he alone is the highest over all the earth, is a good thing; for it is likely that those who confess these things have made forgetfulness of their former polytheistic error and have set aside the vain and deceitful falsehood about gods. And the other way, according to which he foretells shame and trouble and disgrace and, in addition to all these, destruction for those worthy of these things; for he teaches that for those who change for the better through divine conversion, divine knowledge will be present, but for those who persist in their own wickedness, he threatens ruin and destruction. Therefore, concerning the worse ones it is said: "Let them be ashamed and troubled for ever and ever, and let them be put to shame and perish," and concerning those who will be changed for the better: "And let them know that your name is Lord, you alone are the highest over all the earth.
Δύναται δὲ καὶ περὶ τῶν αὐτῶν τὰ πάντα λέγεσθαι ὡς τῶν ἐχθρῶν τοῦ θεοῦ, καθ’ ὃν πείσονται καιρὸν τὰ προκαταλεχθέντα, ἐντραπησομένων καὶ καταισχυνθησομένων καὶ ἀπωλείᾳ παραδοθησομένων, καὶ τότε αὐτῇ πείρᾳ γνωσομένων καὶ ὁμολογησόντων ἕνα εἶναι καὶ μόνον θεὸν τὸν ὕψιστον καὶ ἐπὶ πᾶσαν τὴν γῆν τὸν καὶ δικαίᾳ κρίσει μετελθόντα αὐτοὺς τῶν τετολμημένων αὐτοῖς χάριν.
πγ Χριστοῦ ἐνανθρώπησις καὶ περὶ τῶν ἐκκλησιῶν
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κορέ ψαλμός. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων. ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσατο ἐπὶ θεὸν ζῶντα.
Διαλελοιπότων τῶν ἐπιγεγραμμένων ψαλμῶν τοῦ Ἀσάφ, ὧν πρῶτος μὲν ἦν ὁ οβ, τελευταῖος δὲ ὁ β καὶ π, ἕπεται ὁ παρὼν πγ, τοῖς υἱοῖς Κορὲ ἐπιγεγραμμένος, περὶ ὧν ἐν τοῖς προτεχνολογουμένοις τὰ δόξαντα διειλήφαμεν.
Ἐπιτηρῆσαι δὲ ἀναγκαῖον, ὡς οἱ πάντες τοῦ Ἀσὰφ δώδεκα τυγχάνουσι τὸν ἀριθμὸν ψαλμοί· ἰσάριθμοι δὲ τούτοις εἰσὶ καὶ οἱ ἐπιγραφόμενοι τῶν υἱῶν Κορέ. ἀλλὰ τῶν υἱῶν Κορὲ ὀκτὼ μὲν ἦσαν ἑξῆς συνημμένοι οἱ ἀπὸ τοῦ μα ψαλμοῦ, οἱ δὲ λείποντες τέσσαρες ἐνταῦθα πρόκεινται, ἀρχόμενοι μὲν ἀπὸ τοῦ πγ, ἐφεξῆς δὲ κείμενοι τῶν ἐπιγεγραμμένων τοῦ Ἀσάφ. ὡς αὕτως δὲ καὶ οἱ τοῦ Ἀσὰφ ια μέν εἰσι συνημμένοι, οἱ ἀπὸ οβ καὶ ἐπὶ τὸν πβ, ὁ δὲ ιβ ἑξῆς κατατέτακται τοῖς πρώτοις ὀκτὼ τῶν υἱῶν Κορέ, ὥσπερ ἀντιδόσεως γενομένης διὰ τὰς ἐν ταῖς παρ’ ἑκατέροις προφητείας ἐπικοινωνούσας ἀλλήλαις θεωρίαις.
It is possible that all these things are said concerning the same enemies of God, with regard to the time when they will suffer the things previously enumerated, being turned to shame, disgraced, and consigned to destruction, and then, by that very experience, they will come to know and confess that there is one and only one God, the Most High over the whole earth, who also pursued them with just judgment because of the things they dared.
Psalm 83: The Incarnation of Christ and concerning the churches
For the end, concerning the winepresses; for the sons of Core, a psalm. How beloved are your tents, Lord of the powers. My soul longs and yearns for the courts of the Lord, my heart and my flesh have rejoiced in the living God.
Since the psalms inscribed to Asaph have been interrupted, of which the first was Psalm 72 and the last Psalm 82, the present Psalm 83 follows, inscribed to the sons of Core, concerning whom we have set forth our opinions in the preliminary discussions.
It is necessary to observe that all the psalms of Asaph are twelve in number; and equal in number to these are those inscribed to the sons of Core. But of the sons of Core, eight were previously joined in sequence, from Psalm 41, and the remaining four are now presented here, beginning with Psalm 83, placed in order after the psalms inscribed to Asaph. And likewise, eleven of the psalms of Asaph are joined together, from Psalm 72 to Psalm 82, while the twelfth is placed next to the first eight of the sons of Core, as if an exchange had occurred because of the theories common to each in their prophecies.
Ἦσαν μὲν οὖν οἱ πρῶτοι τῶν υἱῶν Κορὲ ὀκτὼ τὸν ἀριθμόν, οἱ πάντες ἀπὸ τοῦ μα ἀρχόμενοι, καὶ λήγοντες εἰς τὸν μη. περιεῖχον δὲ ὡς ἐν κεφαλαίῳ εἰπεῖν ἐπὶ τῷ ἐκ περιτομῆς λαῷ κλαυθμὸν καὶ θρῆνον καὶ ὀδυρμὸν Χριστοῦ τε παρουσίαν καὶ κλῆσιν ἐθνῶν.
Ἀλλὰ τῶν μὲν εἰρημένων ὀκτὼ τοιαύτη τις ἦν ἡ ὑπόθεσις· τῶν δὲ ἐπὶ τοῦ παρόντος ἐπιγεγραμμένων καὶ αὐτῶν υἱῶν Κορὲ τεσσάρων ὄντων, οἱ μὲν ὕστατοι δύο γένεσιν καὶ θάνατον αὐτοῦ περιειλήφασιν, ὥσπερ ἐπίτηδες ταμιευσαμένου τοῦ λόγου ἐπὶ τέλει πάντων τὰς περὶ τούτων προρρήσεις ἐκφῆναι. πολὺς γοῦν ἦν ὁ περὶ τῆς γενέσεως αὐτοῦ λόγος, ὃν ἐν τῷ πς ψαλμῷ ἐπικεκρυμμένως ᾐνίξατο, καὶ ἐπιπλείων καὶ βαθύτερος ὁ περὶ τοῦ θανάτου αὐτοῦ, ὃν ὑπὲρ ἀνθρώπων ἀνεδέξατο, ὃς ἐν τῷ πάντων τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ τελευταῖος, λέγω δὲ τῷ πζ, περιείληπται. οἱ δὲ τούτων ἡγούμενοι δύο ψαλμοί, ὅ τε μετὰ χεῖρας καὶ ὁ ἑξῆς αὐτῷ, τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν καὶ τὰ ἐπὶ ταύτῃ κατορθώματα θεσπίζουσιν.
Now there were eight of the first sons of Core in number, all beginning from the forty-first and ending with the forty-eighth. They contained, to speak summarily, lamentation, dirge, and wailing for the people of the circumcision, and the presence of Christ and the calling of the nations.
But such was the subject of the eight already mentioned; while of those now inscribed, also sons of Core, being four, the last two have encompassed his birth and death, as if the word had purposely reserved to the end the revelation of the prophecies concerning these matters. Indeed, there was much discourse about his birth, which he hinted at cryptically in the eighty-sixth psalm, and even more and deeper discourse about his death, which he underwent for the sake of men, and which is contained in the last of all the psalms inscribed to the sons of Core, I mean the eighty-seventh. The two psalms preceding these, namely the one at hand and the one following it, prophesy his presence among men and the achievements consequent upon it.
Ὅ γε μὴν προκείμενος ἐπιγέγραπται·
εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν.
Τριῶν δὲ ὄντων τῶν τὴν τοιαύτην ἐπιγραφὴν ἐχόντων εἷς μὲν οὗτος τυγχάνει· ὁμοίως δ’ ἐπιγέγραπται καὶ ὁ η καὶ πάλιν ὁ π. ἀλλὰ τούτων μὲν δύο ὠνομάσθησαν ψαλμοί, ὅ τε η καὶ ὁ παρών, διὸ χρηστῶν παρόντων ἀπαγγελίας περιέχουσιν. ὁ δὲ π ἦν μὲν ὑπὲρ τῶν ληνῶν, οὐ μὴν καὶ ψαλμός, διὰ τὸ σκυθρωπά τινα περιέχειν κατὰ τοῦ Ἰσραήλ.
Τρεῖς δὲ ὄντες οἱ ὑπὲρ τῶν ληνῶν τρισὶν ἀνάκεινται προσώποις· ὁ μὲν η τῷ Δαυίδ, ὁ δὲ π τῷ Ἀσὰφ, ὁ δὲ μετὰ χεῖρας τοῖς υἱοῖς Κορέ. καὶ συμφώνως γε οἱ τρεῖς ἐπιγράφονται εἰς τὸ τέλος, ὡς οἶμαι διὰ τὰς ἐν αὐτοῖς προφητείας εἰς τὸ τέλος τῶν καιρῶν καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἐπιτελεσθείσας.
Πάλαι μὲν οὖν, ὡς ἂν ἑνὸς ὑπάρχοντος ἀμπελῶνος, περὶ οὗ εἴρητο· ὁ γὰρ ἀμπελὼν κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν, μία ὥσπερ ληνὸς ἦν ἐν αὐτῷ, ἧς μέμνηται ὁ Ἡσαΐας ἐκ προσώπου τοῦ κυρίου λέγων· καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ. ἐσήμαινε δὲ ἄρα διὰ μὲν τοῦ πύργου τὸν ἐν Ἱεροσολύμοις νεὼν, διὰ δὲ τοῦ προληνίου τὸ πρὸς τῷ ναῷ θυσιαστήριον· ὅπερ οὐ ληνόν, ἀλλὰ προλήνιον ὠνόμασεν εἰκότως, ἐπειδὴ τῶν νοητῶν τὰ σωματικὰ προηγεῖτο καὶ πρὸ τῆς καινῆς διαθήκης ἡ παλαιὰ σύμβολα καὶ εἰκόνας τῶν ἀληθῶν περιέχουσα παρὰ Ἰουδαίοις ἐφυλάττετο. διόπερ οὐ ληνός, ἀλλὰ προλήνιον ὠνομάζετο τὸ παρ’ ἐκείνοις θυσιαστήριον. ὡς ἑνὸς δὲ τοῦ ἀμπελῶνος μία ἦν πάλαι ληνὸς καὶ ἑνὸς ναοῦ θυσιαστήριον.
The present psalm is inscribed:
"For the End, concerning the Winepresses."
There are three psalms bearing such an inscription; one is this one. Similarly inscribed are the eighth and again the eightieth. But of these, two were named psalms, both the eighth and the present one, for which reason they contain announcements of good things present. The eightieth, however, was concerning the winepresses, but not a psalm, because it contains some gloomy things against Israel.
Now the three concerning the winepresses are assigned to three persons: the eighth to David, the eightieth to Asaph, and the one at hand to the sons of Core. And all three are consistently inscribed "For the End," as I think, because of the prophecies in them fulfilled at the end of times and at the consummation of the age.
Formerly, then, as if there were a single vineyard, concerning which it was said, "For the vineyard of the Lord Sabaoth is the house of Israel," there was one winepress in it, of which Isaiah makes mention from the person of the Lord, saying, "And I built a tower, and I dug a fore-winepress in it." And he signified, indeed, by the tower the temple in Jerusalem, and by the fore-winepress the altar near the temple. He called it not a winepress, but a fore-winepress, fittingly, since the corporeal preceded the spiritual, and before the New Covenant the Old, containing symbols and images of the true things, was preserved among the Jews. For this reason, the altar among them was called not a winepress, but a fore-winepress. And as the vineyard was one, so formerly there was one winepress and one altar of the single temple.
Οἱ δὲ ἐν τῷ παρόντι δηλούμενοι τρεῖς ψαλμοὶ οὐ περὶ μιᾶς, ἀλλὰ περὶ πολλῶν μνημονεύουσι ληνῶν, τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην τοῦ σωτῆρος ἡμῶν ἐκκλησιῶν τοῦτον δηλουμένων τὸν τρόπον. αὐτίκα διὰ τῶν προκειμένων εἴρηται μὲν ἐν τῇ προγραφῇ· ὑπὲρ τῶν ληνῶν, ἑξῆς δὲ ἐπιλέγεται·
ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων,
μονονουχὶ σαφηνίζοντος τοῦ λόγου τὰς προτεταγμένας ληνούς, τίνες ποτὲ εἶεν. δηλοῖ γὰρ ταύτας εἶναι τὰ σκηνώματα τοῦ κυρίου, δηλαδὴ τὰς ἐκκλησίας αὐτοῦ, ἃς προϊὼν λευκότερον πάλιν ὀνομάζει λέγων·
ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου.
Καὶ αὖθις προϊών φησι·
τὰ θυσιαστήριά σου, κύριε τῶν δυνάμεων.
Καὶ ὅρα εἰ μὴ συμφώνως τῇ προγραφῇ ὑπὲρ τῶν ληνῶν περιεχούσῃ πληθυντικῶς τὰ σκηνώματα εἴρηται καὶ αἱ αὐλαὶ καὶ τὰ θυσιαστήρια, σαφῶς τοῦ λόγου οὐκέτι τὸ παλαιὸν ἓν σκήνωμα τὸ ἐν Ἱεροσολύμοις, οὐδὲ τὸ ἓν θυσιαστήριον τὸ αὐτόθι ἱδρυμένον, οὐδὲ τὴν αὐτόθι μίαν αὐλήν, ἀλλὰ τὰ καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης θυσιαστήρια καὶ τὰ σκηνώματα καὶ τὰς αὐλὰς δηλοῦντος.
The three psalms indicated in the present passage do not mention one winepress, but many, the churches of our savior throughout the whole world being indicated in this manner. For immediately in the preceding words it is said in the inscription: "Concerning the Winepresses," and then it is added:
"How beloved are your encampments, Lord of the powers,"
the word almost clarifying what the aforementioned winepresses might be. For it shows these to be the encampments of the Lord, that is, his churches, which as it proceeds it again calls more clearly, saying:
"My soul yearns and faints for the courts of the Lord."
And again, as it proceeds, it says:
"Your altars, Lord of the powers."
And see whether, in accordance with the inscription containing "Concerning the Winepresses" in the plural, the encampments, the courts, and the altars are not spoken of in the plural, the word clearly indicating no longer the one ancient encampment in Jerusalem, nor the one altar established there, nor the one court there, but the altars, encampments, and courts throughout the whole inhabited world of men.
Ἄλλοι μὲν οὖν ἄλλα, φησίν, ἀγαπῶσι καὶ περὶ πολλοῦ ποιοῦνται· ἐμοί δὲ, ὦ κύριε, τὰ σὰ σκηνώματα προσφιλῆ καὶ ἀγαπητὰ τυγχάνει, ἐν οἷς κατηξίωσας αὐτὸς ἅμα ἀνθρώποις τὰς διατριβὰς ποιησάμενος κατασκηνῶσαι φήσας· ὅπου δύο καὶ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. οὕτω δέ μοι προσφιλῆ καὶ ἀγαπητὰ τυγχάνει τὰ εἰρημένα, ὥστε δι’ ὑπερβολὴν ἐπιθυμίας αὐτῶν ὁμολογεῖν ἐκλείπειν τὴν ψυχήν μου τῷ περὶ αὐτὰς πόθῳ νικωμένην καὶ τῆς ζωῆς αὐτῆς προτιμᾶν τὰς ἐν ταῖς αὐλαῖς σου διατριβάς.
Kαὶ οὐ μόνη γε ἡ ψυχή μου ἐκλείπει, ἀλλὰ καὶ ἡ καρδία μου καὶ πρὸς τῇ καρδίᾳ μου καὶ αὐτό μου τὸ σῶμα καὶ ἡ σάρξ, ἣν περιβέβλημαι. καὶ ταῦτα γὰρ ἐκ τῆς μνήμης τῆς παρὰ σοὶ ζωῆς χαρᾶς πληροῦται καὶ εὐφροσύνης, ὥστ’ ἀληθεύοντά με λέγειν·
ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσατο ἐπὶ θεὸν ζῶντα.
Ζῶν γὰρ ὁ ἡμέτερος θεὸς καὶ μόνος ἰδιόκτητον καὶ φυσικὴν ἐν αὐτῷ κεκτημένος ζωήν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ πηγὴ πάσης ζωῆς πᾶσι τοῖς αὐτῷ πλησιάζουσι ταύτης μεταδίδωσι. διόπερ καὶ αὐτὴ ἡ φύσει θνητὴ καὶ φθαρτή μου σὰρξ χαίρει καὶ συγχαίρει, ἅτε δι’ αὐτῆς κοινωνήσουσα αἰωνίου ζωῆς καὶ τῆς τοῦ θεοῦ χάριτος μεταληψομένη. ταῦτα δέ φησιν ὁ προφήτης διδάσκων, ὁποῖον εἶχεν ἔρωτα καὶ πόθον περὶ τὰ ὑπ’ αὐτοῦ προφητευόμενα. διόπερ ὁ σωτὴρ ἡμῶν ἔλεγε· πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ ἴδον.
Others, then, love and value different things, he says, but for me, O Lord, your tents are dear and beloved, in which you yourself deigned to make your abode among men, having said, "Where two or three are gathered in my name, there I am in their midst." Thus these things are so dear and beloved to me that, due to the excess of my desire for them, I confess that my soul is failing, overcome by the longing for them, and I prefer the sojourns in your courts to life itself.
And not only does my soul fail, but also my heart, and along with my heart, even my body and the flesh which I have put on. For these too are filled with joy and gladness from the memory of the life with you, so that I speak truly:
"My heart and my flesh rejoiced in the living God."
For our God is living, and alone possesses in himself life that is his own and natural, or rather, he himself is the source of all life, and he imparts this to all who approach him. Therefore, even my flesh, which is by nature mortal and perishable, rejoices and rejoices with him, since through him it will partake of eternal life and receive the grace of God. The prophet says these things, teaching what kind of love and longing he had for the things he prophesied. For this reason, our Savior said, "Many prophets and righteous men desired to see what you see, and they did not see it.
Τὴν σάρκα δέ φησιν ἅμα τῇ καρδίᾳ ἀγαλλιᾶσθαι ἐπὶ θεὸν ζῶντα, αἰνιτ τόμενος ὡς οἶμαι καὶ τοῦ σωτῆρος τὴν ἐκ νεκρῶν ἀνάστασιν. ἐπειδὴ γὰρ οἱ τῶν ἐθνῶν νομιζόμενοι θεοὶ νεκροὶ καὶ ἄψυχοι τυγχάνουσι·
τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.
Ταῦτα δὲ ἔσεβον οἱ τότε ἄνθρωποι· ἐγώ, φησίν, οὐ τοιοῦτόν τινα θεόν, ἀλλὰ ζῶντα θεὸν προθεωρῶν τῇ καρδίᾳ εὐφραίνομαι καὶ αὕτη δέ μου ἡ σὰρξ ἐπὶ τούτῳ τῷ θεῷ ἠγαλλιάσατο, ὡς ἐπὶ θεῷ ἀληθῶς ζῶντι καὶ ζωοποιοῦντι τοὺς νεκρούς, ὃς καὶ αὐτήν μου ζωοποιήσει τὴν σάρκα διὰ τῆς ἑαυτοῦ ἀναστάσεως. διὸ πρὸς τῇ ψυχῇ καὶ ἡ σάρξ μου ἠγαλλιάσατο.
Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, κύριε τῶν δυνάμεων.
Καὶ πῶς γὰρ οὐ δίκαιον, φησί, προσφιλῆ καὶ ἀγαπητὰ ὁμολογεῖν εἶναι τὰ σκηνώματά σου, ὦ κύριε, ὁπότε καταφυγὴ γέγονε παντὶ τῷ οἵῳ τε λέγειν·
ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων,
The flesh, he says, rejoices together with the heart in the living God, hinting, I think, also at the resurrection of the Savior from the dead. For since the gods of the nations are considered dead and lifeless—for the idols of the nations are silver and gold, works of human hands—these were what people of that time worshiped. I, he says, do not worship such a god, but I rejoice in my heart, contemplating a living God, and this flesh of mine has rejoiced in this God, as in a God truly living and giving life to the dead, who will also give life to my flesh through his own resurrection. Therefore, along with my soul, my flesh also rejoiced.
"For a sparrow found a home for itself, and a turtledove a nest for itself, where it will place its young, your altars, Lord of the powers."
And how is it not right, he says, to confess that your tents are dear and beloved, O Lord, since they have become a refuge for everyone, so to speak: "Our soul, like a sparrow, was rescued from the trap of the hunters.
καὶ πάλιν τῷ φάσκοντι·
ἐπὶ τῷ κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου· μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν.
Πολλῶν γὰρ τὴν τοῦ θεοφιλοῦς ψυχὴν παγίσι περιβάλλειν καὶ δικτύοις ὥσπερ θηρεύειν αὐτὴν πειρωμένων διιπταμένην ὧδε κἀκεῖσε καὶ πάντη περινοστοῦσαν τῷ μὴ ἔχειν ἀνάπαυσιν ἐν τῷ θνητῷ βίῳ μόνα τὰ τοῦ θεοῦ σκηνώματα καταφυγὴ τῇ τοιαύτῃ γέγονε. διὸ εἴρηται·
καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν.
Ἀλλὰ καὶ τρυγὼν νοσσιάν ἡ κατὰ τὴν ἐνεστῶσαν ζωὴν σεμνότητα καὶ σωφροσύνην ἀσκοῦσα ψυχὴ (τοιοῦτον γὰρ εἶναι λέγεται τὸ ὄρνεον) ἀποκλᾳομένη καὶ θρηνοῦσα τὴν ἐν ἀνθρώποις κακίαν εὗρε καταφυγὴν καὶ αὐτὴ τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθέντα διὰ τῆς τοῦ Χριστοῦ σου διδασκαλίας θυσιαστήρια· ἔνθα ὥσπερ ἐν καλιαῖς καὶ νεοττίαις τὰ ἀρτιγενῆ καὶ νεογνὰ τῶν αὐτῆς τέκνων ἀποθήσεται ἀσφαλῆ καὶ ἀνεπιβούλευτον εὑροῦσα τοῖς ἑαυτῆς νεοττοῖς μονήν· ὥστε εἶναι τὰ θυσιαστήριά σου στρουθίῳ μὲν οἰκίαν, καλιὰν δὲ τρυγόνι.
And again to the one who says:
"I have trusted in the Lord; how will you say to my soul, 'Flit to the mountains like a sparrow'? For behold, the sinners have bent the bow, they have prepared arrows in the quiver."
For many attempt to surround the soul of the God-beloved with snares and nets, as if hunting it as it flits here and there and wanders everywhere, having no rest in mortal life; only the tents of God have become a refuge for such a soul. Therefore it is said:
"For the sparrow found a house for itself."
But also the turtledove—the soul that practices modesty and temperance in the present life (for such a bird it is said to be), being shut out and lamenting the wickedness among men—found refuge itself in the altars established throughout the whole world through the teaching of your Christ; where, as in nests and brood-chambers, it will deposit the newly-born and newly-hatched of its own young, having found a safe and unassailable dwelling for its nestlings; so that your altars are a house for the sparrow and a nest for the turtledove.
Ταῦτα γὰρ τὰ ὄρνεα, τὸ στρουθίον λέγω καὶ ἡ τρυγών, πάλαι μέν, πρὸ τοῦ συστῆναι τὰ πανταχοῦ γῆς θυσιαστήρια, οὐκ εἶχε καταφυγήν· ἐπλανᾶτο δὲ μακροῖς χρόνοις, ἐν οἷς ἠλαύνετο καὶ ἐδιώκετο πρὸς τῶν θηρευτῶν. διὸ δὴ ἔλεγον ὁ δίκην στρουθίου ἐλαυνόμενος·
ἐπὶ τῷ κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;
Καὶ οἱ ῥυσθέντες γε ἐκ χειρὸς ἐχθρῶν, ὡμολόγουν λέγοντες καὶ αὐτοί·
ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων.
Ἀφανεῖς οὖν καὶ ἀόρατοι οἱ θηρευταὶ ταῖς τὸν οὐράνιον καὶ μετάρσιον βίον μεταδιωκούσαις ψυχαῖς ἐπιβουλεύοντες δίκτυα καὶ παγίδας ἱστῶντες θήρατρά τε παντοῖα κατεσκεύαζον εἰς ἐπιβουλὴν αὐτῶν. καὶ ταῦτά γε παρίστατο διὰ τοῦ προηγουμένου ψαλμοῦ, ἐν ᾧ εἴρητο·
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν,
καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν.
ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην
καὶ ἐβουλεύσαντο κατὰ τῶν ὁσίων σου.
Κατὰ τούτους γὰρ τοὺς τῶν διωγμῶν καιροὺς, καθ’ οὓς οἱ ἐχθροὶ τοῦ θεοῦ τὸν λαὸν αὐτοῦ πολεμοῦντες ἤλαυνον, οἱ τοῦ θεοῦ ἄνθρωποι δίκην στρουθίων ὧδε κἀκεῖσε περιφεύγοντες ὕστερόν ποτε εἰρήνης καταξιωθέντες εὗρον τὰ σκηνώματα τοῦ θεοῦ καὶ τὰς αὐλὰς αὐτοῦ καὶ τὰ θυσιαστήρια καταφυγὴν ἑαυτοῖς καὶ ἀνάπαυσιν.
These birds, I mean the sparrow and the turtledove, formerly, before the altars throughout the earth were established, had no refuge; but they wandered for long periods, during which they were driven and pursued by the hunters. Therefore the one driven like a sparrow said:
"I have trusted in the Lord; how will you say to my soul, 'Flit to the mountains like a sparrow'?"
And those who were rescued from the hand of enemies also confessed, saying:
"Our soul was rescued like a sparrow from the snare of the hunters."
Thus the hunters are unseen and invisible, setting nets and snares and preparing all kinds of traps for the souls that pursue the heavenly and lofty life, plotting against them. And these things were set forth in the preceding psalm, in which it was said:
"For behold, your enemies have sounded,
and those who hate you have raised their head.
Against your people they have craftily devised a plan
and have plotted against your holy ones."
For in those times of the persecutions, when the enemies of God, warring against his people, drove them, the men of God, fleeing here and there like sparrows, later, when they were deemed worthy of peace, found the tabernacles of God and his courts and altars as a refuge and rest for themselves.
Εἴποις δ’ ἂν τοὺς μὲν εὐζώνους καὶ τὸν μονήρη βίον ἐπανῃρημένους εἶναι τὸ στρουθίον, τοὺς δὲ παιδοποιίας καὶ τῆς ἄλλης οἰκονομίας πρόνοιαν πεποιημένους τὴν τρυγόνα, ἣν τῷ θεῷ φησι προσφέρειν δεῖν τοὺς ἑαυτοὺς νεοττοὺς καὶ ἀνατιθέναι αὐτοὺς ὡς ἐν καλιᾷ ἐν τοῖς θυσιαστηρίοις αὐτοῦ.
Ὁ βασιλεύς μου καὶ ὁ θεός μου, μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. διάψαλμα.
Διὰ τί προσφιλῆ μοι τυγχάνει καὶ ἀγαπητὰ τὰ σκηνώματά σου, καὶ τίνος ἕνεκα ἐκλείπει ἡ ψυχή μου περὶ αὐτά, ἀλλὰ καὶ ἡ καρδία μου καὶ ἡ σάρξ μου ἐπὶ τίνι ἠγαλλιάσατο; ἐπειδήπερ εὗρεν ἑαυτῷ στρουθίον οἰκίαν καὶ τρυγὼν νοσσιὰν τὰ θυσιαστήριά σου, κύριε τῶν δυνάμεων· παρ’ οἷς θυσιαστηρίοις οἱ μὴ πρὸς βραχὺ διατρίβοντες, ἀλλ’ εἰς τὸ διηνεκὲς κατοικοῦντες καὶ παραμόνως ἐμμένοντες τρισμακάριοι τυγχάνουσι.
Τοῦτο δ’ εἰπὼν πάντα τὰ παρὰ Μωσεῖ νόμιμα περιέγραψεν. οὐ γὰρ μακαρίους εἶπε τοὺς ἐμπεριτόμους, οὐδὲ τοὺς τὰ Σάββατα φυλάττοντας, οὐδὲ τοὺς τὰς παρὰ Μωσεῖ θυσίας καὶ τὰς λοιπὰς τοῦ σωματικοῦ νόμου ἐντολὰς ἐπιτηροῦντας, ἀλλ’ οὐδὲ τοὺς ἀπογόνους Ἀβραάμ, οὐδὲ τὸν Ἰσραήλ, οὐδὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλ’ ἁπαξαπλῶς ἅπαντας τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ θεοῦ. καὶ τί γὰρ ἂν γένοιτο ἀληθῶς μακαριώτερον τοῦ βασιλέα μὲν τὸν θεὸν αὐτὸν καὶ τὸν κύριον τῶν δυνάμεων ἐπιγράφεσθαι, οἰκεῖν δὲ τὸν οἶκον αὐτοῦ διηνεκῶς, ἐξ οὗ πορίζεται ἡ τοῦ θεοῦ ἀθανασία καὶ ἡ αἰώνιος ζωή; τοῦτο γοῦν παρίστησιν ὁ λόγος φάσκων·
One might say that the sparrow represents those who are light-armed and have chosen the solitary life, and the turtledove those who have made provision for child-rearing and the rest of household management, whom he says must offer their own young to God and dedicate them as in a nest in his altars.
My king and my God, blessed are all who dwell in your house; through the ages of ages they will praise you. *diapsalma*.
Why are your tabernacles dear and beloved to me, and why does my soul yearn for them, and why did my heart and my flesh rejoice? Because your altars, Lord of the powers, have found for themselves a house for the sparrow and a nest for the turtledove; at which altars those who do not tarry briefly but dwell continuously and remain steadfastly are thrice-blessed.
Having said this, he circumscribed all the ordinances of Moses. For he did not call blessed the circumcised, nor those who keep the Sabbaths, nor those who observe the sacrifices and the other commandments of the bodily law according to Moses, nor the descendants of Abraham, nor Israel, nor the nation of the Jews, but simply all who dwell in the house of God. And what could truly be more blessed than to have God himself as king and lord of the powers, and to dwell in his house continuously, from which the immortality of God and eternal life are procured? This, then, the word sets forth, saying:
εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε
οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου. πῶς δ’ ἂν ἄλλως δύναιτό τις εἰς τοὺς αἰῶνας τῶν αἰώνων τὸν θεὸν αἰνεῖν ἢ διαιωνίζων καὶ αὐτὸς ἀΐδιόν τε καὶ ἀθάνατον κεκτημένος ζωήν;
Μακάριος ἀνήρ, οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοῖ, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν ἔθετο. καὶ γὰρ εὐλογίας δῶσει ὁ νομοθετῶν, πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν.
Πληρώσας τὸν εἱρμὸν καὶ τὴν ἀκολουθίαν τῆς διανοίας μεταβολῇ κέχρηται τοῦ λόγου ἀπὸ τοῦ διαψάλματος. διόπερ ἀνωτέρω πληθυντικῶς μακαρίους τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ θεοῦ εἰπὼν ἐνταῦθα ἕνα τινὰ μακαρίζει κατὰ ἐξαίρετον. τίνα δὲ τοῦτον ἢ τὸν ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος ἀντιλήψεως τῆς παρὰ τοῦ θεοῦ ἠξιωμένον τὸν καὶ ἀναβάσεις ἐσχηκότα θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ; τοῦτον γὰρ τὸν ἄνδρα πάλιν μακαρίζει· ἀλλ’ οὐ τὸν τῶν παρὰ Μωσεῖ σωματικῶν ἐντολῶν φύλακα.
Τοιοῦτος δέ ἐστι πᾶς ὁ ἀποκλᾳόμενος ἑαυτὸν ἐν τῷ θνητῷ καὶ ἀνθρωπίνῳ βίῳ καὶ τὴν ἐπίγειον ταύτην ζωὴν βαρούμενος, ἣν κοιλάδα κλαυθμῶνος ὁ λόγος ὀνομάζει διὰ τὸ κλαυθμοῦ ἄξια εἶναι τὰ ἐνταῦθα κλαυθμοῦ τε ἄξια πράττειν τοὺς ἐπὶ γῆς ἀνθρώπους καὶ διὰ τὸ τοὺς ἁγίους τοῦ θεοῦ κατὰ τὸν παρόντα βίον ἀποκλάεσθαι, στενάζοντας καὶ βαρουμένους κατὰ τὸν ἀπόστολον.
they will praise you for everlasting ages
those who dwell in your house. How else could one praise God for everlasting ages unless he himself also continues in everlasting and immortal life?
Blessed is the man whose support from you is with him, he has set ascents in his heart, into the valley of weeping, into the place which he has set. For the lawgiver will give blessings, they will go from strength to strength.
Having completed the sequence and the continuity of thought, he has employed a change of discourse from the diapsalma. Therefore, having above spoken in the plural of the blessed ones dwelling in the house of God, here he blesses a single individual by way of distinction. And who is this but the one in the valley of weeping who has been deemed worthy of support from God, the one who has also had ascents of God in his heart? For he blesses this man again; but not the keeper of the bodily commandments of Moses.
Such is everyone who shuts himself off in mortal and human life and is weighed down by this earthly existence, which the word calls a valley of weeping because the things here are worthy of weeping and those on earth do things worthy of weeping, and because the holy ones of God in the present life shut themselves off, groaning and being weighed down, according to the apostle.
Πᾶς οὖν ὁ ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος, τουτέστιν ἐν τῷ θνητῷ βίῳ, τῆς παρὰ τοῦ θεοῦ ἀντιλήψεως τυγχάνων μακάριος ἀληθῶς ἂν εἴη, ὅτε μάλιστα ἀναβάσεις τοῦ θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ γίγνονται. τῶν γὰρ ἄλλων ἀνθρώπων θνητοῖς λογισμοῖς καθελκομένων εἰς πᾶν εἶδος ἁμαρτίας, ἀλλὰ καὶ δαιμόνων ἐπιβολαῖς καὶ πονηρῶν πνευμάτων ἐνθυμήσεσι ὑποσκελιζομένων, ὁ μὴ τούτοις ἁλισκόμενος, κατὰ δὲ θεοῦ χάριν ἀναβάσεις ἀγαθὰς καὶ λογισμοὺς ἐκ θεοῦ πεμπομένους ἐν τῇ καρδίᾳ αὐτοῦ κτώμενος, οὗτος ἀληθῶς μακάριος· ὁ καὶ διὰ παντὸς κατοικῶν ἐν τῷ οἴκῳ τοῦ θεοῦ καὶ ὥσπέρ τις ἱερεὺς μόνῃ τῇ λατρείᾳ τοῦ θεοῦ σχολάζων καὶ μακάριος οὗτος, ἅτε πρῶτον μὲν ἀντιλήπτορα ἔχων τὸν θεὸν βοηθοῦντα αὐτῷ καὶ ἀντιλαμβανόμενον ἐν πάσαις αὐτοῦ ταῖς πράξεσιν, ἔπειτα κεκτημένος ἀναβάσεις θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ. ἀγαθοὺς δὲ λογισμοὺς σημαίνουσιν αἱ ἀναβάσεις καὶ ἀγαθὰς ἐνθυμήσεις τὰς κατὰ θεοῦ βουλὴν ἀνιούσας καὶ ἀνατρεχούσας ἐπὶ τὴν μνήμην τοῦ μακαριζομένου.
Therefore, everyone in the valley of weeping—that is, in mortal life—who receives assistance from God would truly be blessed, especially when ascents of God occur in his heart. For while other men are dragged down by mortal reasonings into every form of sin, and are also tripped up by the attacks of demons and the thoughts of evil spirits, he who is not caught by these, but by the grace of God acquires good ascents and reasonings sent from God in his heart, that man is truly blessed. He who continually dwells in the house of God and, like a priest, devotes himself solely to the service of God, is also blessed. This man, first, has God as his helper, assisting and supporting him in all his actions; and second, he possesses ascents of God in his heart. The ascents signify good reasonings, and the good thoughts that rise up according to God's will and run up into the memory of the blessed one.
Νοήσεις δὲ τοῦτο παραθεὶς τό· ὅταν διώκωσιν ὑμᾶς καὶ ἄγωσιν εἰς συνέδρια, μὴ μεριμνήσητε πως ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ὁ λόγος ἐν ἀνοίξει τοῦ στόματος ὑμῶν. οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς τὸ λαλοῦν ἐν ὑμῖν. ἐν ᾧ γὰρ τὸ πνεῦμα τοῦ θεοῦ λαλεῖ, τούτου ἀναβάσεις θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ γίγνονται. διὸ εἰκότως μακαρίζεται. οὗτος δὲ αὐτὸς ἐν τῷ χωρίῳ τοῦ κλαυθμῶνος, τουτέστιν ἐν τῷ περιγείῳ τόπῳ, τὴν τοῦ θεοῦ διαθήκην καὶ τὰ λόγια αὐτοῦ πρεσβεύων διέθετο.
Ἀντὶ δὲ τοῦ· διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, ὁ Σύμμαχός φησι· προοδεύων κοιλάδα ἔκλαιεν. κοιλάδα δὲ κλαυθμῶνος ἐν τούτοις τὸν ἀνθρώπινον ἔφαμεν δηλοῦσθαι βίον, ὃν ὁ μακαριζόμενος παροδεύων καὶ παρατρέχων ὥσπερ τις πάροικος καὶ παρεπίδημος τὴν ἐπουράνιον ἑαυτοῦ πατρίδα ποθῶν ἀποκλάεται κλαυθμὸν τὸν μακαριοποιὸν κατὰ τό· μακάριοι οἱ κλαίοντες καὶ μακάριοι οἱ πενθοῦντες. οἷος ἦν ὁ Παῦλος λέγων· ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι.
You will understand this by comparing the passage: "When they persecute you and bring you into councils, do not be anxious how or what you will say; for the word will be given to you at the opening of your mouth. For it is not you who speak, but the spirit of your father who is in the heavens that speaks in you." For in him in whom the spirit of God speaks, ascents of God occur in his heart. Therefore he is rightly called blessed. And this same man, in the place of weeping—that is, in the earthly region—arranged the covenant of God and his oracles, acting as their ambassador.
Instead of "he arranged in the valley of weeping," Symmachus says: "advancing, he wept in the valley." We have stated that the valley of weeping in these passages signifies human life, which the one being blessed, passing through and running past like a sojourner and temporary resident, longing for his heavenly homeland, laments a lament that produces blessedness, according to: "Blessed are those who weep, and blessed are those who mourn." Such was Paul, saying: "We who are in the tent groan, weighed down.
Ἀντὶ δὲ τοῦ· εἰς τόπον ὃν ἔθετο, ὁ μὲν Ἀκύλας φησί· πηγὴν θήσονται αὐτήν, ὁ δὲ Σύμμαχος· πηγὴ τάξεται. τίνα δὲ αὐτὴν, φησί, πηγὴν θήσονται, ἢ δηλονότι τὴν κοιλάδα τοῦ κλαυθμῶνος; ὅλον γοῦν οὕτως ἡρμήνευσεν ὁ Ἀκύλας εἰπών·
παρερχόμενοι ἐν κοιλάδι τοῦ κλαυθμοῦ πηγὴν θήσονται αὐτήν.
Δηλοῖ δὲ διὰ τούτων, ὡς ἄρα οἱ πάροικοι καὶ παρεπίδημοι ἐν τῷ βίῳ τούτῳ τὴν τῶν ἀνθρώπων κοιλάδα πηγὴν θήσουσι, ἢ τάξουσι πηγὴν κατὰ τὸν Σύμμαχον, τὴν ἔνθεον διδασκαλίαν τοῦτον ὀνομάσαντες τὸν τρόπον. πηγὴ γὰρ ζωῆς καὶ ποτὸν ἀθανασίας ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος τῷ τῶν ἀνθρώπων βίῳ καταβέβληται ὑπὸ τῶν τοῦ θεοῦ ἀνθρώπων διὰ τῆς ζωοποιοῦ καὶ θεοσεβοῦς διδασκαλίας, ἣν αὐτοὶ μετῆλθον καὶ ἑτέροις καταλελοίπασιν ἐν ταῖς ἑαυτῶν γραφαῖς.
Τούτοις δὲ αὐτοῖς, φησίν, εὐλογίας μισθὸν τοῦ κλαυθμοῦ καὶ καρπὸν ἐπάξιον δώσει ὁ νομοθέτης αὐτῶν. τίσι δὲ τούτοις δώσει τὰς εὐλογίας, ἢ δηλονότι τοῖς ἐν τῇ κοιλάδι ταύτῃ ἀποκλᾳομένοις καὶ πηγὴν ἐν αὐτῇ θεμένοις; ἀντὶ δὲ τοῦ· ὁ νομοθετῶν, ὁ μὲν Ἀκύλας· πρώϊμος ὠνόμασεν, ὁ δὲ Σύμμαχος· ὁ ὑποδείκτης, ἡ δὲ ε ἔκδοσις· ὁ φωτίζων, ἄλλη δέ τις παρὰ ταῦτα ἔκδοσις ἕκτη· ὁ διδάσκων· ὥστε ἐξ ἁπάντων τὸν σωτήριον λόγον ὑπονοεῖν. αὐτὸς γάρ ἐστιν ὁ νομοθετῶν· αὐτὸς καὶ ὁ φωτίζων καὶ ὁ διδάσκων· αὐτὸς καὶ ὁ πρώϊμος· αὐτὸς καὶ ὁ ὑποδείκτης καθ’ ἑκάστην ἐπίνοιαν τῶν ἐν αὐτῷ δυνάμεων ταύταις χρώμενος ταῖς ἐπωνυμίαις· παρ’ οὗ οἱ ἐν τῇ κοιλάδι κλαίοντες μεταλαβόντες εὐλογίας πορεύσονται τὴν ἑαυτῶν πορείαν ἀκολούθως διανύοντες καὶ δυναμούμενοι ὡς ἡμέραι·
Instead of "into the place which he appointed," Aquila says, "they will set her as a spring," and Symmachus says, "she will be appointed a spring." "Her," he says, "they will set as a spring"—whom else but clearly the valley of weeping? At any rate, Aquila interpreted the whole thus, saying:
"Passing through the valley of weeping, they will set her as a spring."
By these words he indicates that the sojourners and strangers in this life will set the valley of men as a spring, or will appoint a spring according to Symmachus, naming the divine teaching in this manner. For a spring of life and a drink of immortality has been laid down in the valley of weeping, the life of men, by the men of God through the life-giving and pious teaching which they themselves followed and have left to others in their own writings.
To these very ones, he says, their lawgiver will give a reward of blessing for the weeping and a worthy fruit. To whom will he give the blessings, if not clearly to those who are shut up in this valley and have set a spring in it? Instead of "the lawgiver," Aquila called him "the early one," Symmachus "the pointer-out," the Fifth Edition "the enlightener," and some other, a sixth edition, "the teacher"; so that from all these one may understand the saving Word. For he is the lawgiver; he is also the enlightener and the teacher; he is also the early one; he is also the pointer-out, using these appellations according to each conception of the powers in him. From him those who weep in the valley, having partaken of blessing, will go their own way, completing their journey accordingly and being strengthened like days.
ὡς ἀεὶ προκόπτειν καὶ ἐπιδιδόναι ἐκ δυνάμεως βραχυτέρας μείζονα ἐπὶ δύναμιν καὶ ἀπὸ δόξης εἰς δόξαν, ὥς φησιν ὁ θεῖος ἀπόστολος λέγων· τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν. ὅθεν καὶ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· ὁδεύσουσιν ἐκ δυνάμεως εἰς δύναμιν.
Ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών. κύριε, ὁ θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ θεὸς Ἰακώβ. ὑπερασπιστὰ ἡμῶν, ἰδέ, ὁ θεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου.
Εἰπών· εὐλογίας δώσῃ ὁ νομοθετῶν, ἀκολούθως διδάσκει, ὅπως δώσει τοῖς ἐν τῇ κοιλάδι τὰς εὐλογίας. πῶς οὖν, φησί, δώσει, ἀλλ’ ἢ καταξιώσας ὀφθῆναι ἐπὶ τῆς γῆς; σφόδρα δὲ ἀκολούθως θεσπίσας ὁ λόγος ληνοὺς θεοῦ πλείστας μέλλειν ἔσεσθαι καθ’ ὅλης τῆς οἰκουμένης καὶ σκηνώματα πλεῖστα καὶ αὐλὰς πλείους καὶ θυσιαστήρια πλεῖστα ἐπάγει τὴν αἰτίαν, δι’ ἣν ἤμελλε ταῦτα πάντα ἐπὶ γῆς συνίστασθαι. τίς δὲ ἦν ἡ αἰτία διδάσκει λέγων·
ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών.
always to advance and increase from a lesser power to a greater power and from glory to glory, as the divine apostle says: "transformed into the same image from glory to glory." Hence also Symmachus interpreted, saying, "they will journey from power to power."
The God of gods will be seen in Zion. Lord, God of the powers, hear my prayer, give ear, O God of Jacob. Our protector, behold, O God, and look upon the face of your Christ.
Having said, "the lawgiver will give blessings," he accordingly teaches how he will give the blessings to those in the valley. How then, he says, will he give, but by deigning to be seen on earth? And very consistently, after the word has prophesied that very many winepresses of God will exist throughout the whole world, and very many tents, and more courts, and very many altars, it adds the reason on account of which all these things were to be established on earth. And what the reason was, it teaches, saying:
The God of gods will be seen in Zion.
Σαφῶς παρουσίαν εἰς ἀνθρώπους θεοῦ καὶ φανέρωσιν αὐτοῦ διδάσκων. θεὸς δὲ θεῶν ὁ τοῦ θεοῦ λόγος ὠνόμασται νοουμένων ἡμῖν θεῶν τῶν μακαρίων καὶ θεοφιλῶν ἀνδρῶν, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο· οἷς καὶ εἴρηται· ἐγὼ εἶπον· θεοί ἐστε, καί· ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, καί· θεὸς θεῶν κύριος ἐλάλησεν, καὶ ἐκάλεσεν τὴν γῆν. καὶ γὰρ ἐν τούτοις θεὸς θεῶν οὐδ´ ἄλλος ἢ μόνος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγος ἀνηγόρευται, ὁ δὴ καὶ θεοὺς αὐτοὺς διὰ τῆς ἐξ αὐτοῦ χορηγίας καὶ μετοχῆς τοῦ αὐτοῦ πνεύματος ἀπεργασάμενος. θεοὺς γὰρ εἶναί φησιν ἐκείνους, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο.
Ἑξῆς δ’ οὖν καὶ ὀνομαστὶ τοῦ Χριστοῦ μνημονεύει λέγων ἐν εὐχῇ·
καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου.
Ἀντὶ δὲ τοῦ·
ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών,
ὁ Ἀκύλας φησίν·
ὀφθήσεται ἰσχυρὸς θεὸς ἐν Σιών.
Τίς δ’ ἂν εἴη οὗτος ὁ μέλλων ὁρατὸς καὶ ὀφθαλμοῖς θεατὸς ἔσεσθαι, διδάσκει προϊὼν καὶ λέγων·
ἐνώτισαι, ὁ θεὸς Ἰακώβ.
Clearly teaching the presence of God among men and his manifestation. And "God of gods" is the name given to the Word of God, by which we understand as gods the blessed and God-loving men to whom the Word of God came; to whom it is also said: "I said, 'You are gods,'" and "God stood in the assembly of gods," and "The God of gods, the Lord, spoke and called the earth." For in these passages "God of gods" is proclaimed as none other than the Word of God, who was in the beginning with God, who indeed made them gods through his own provision and participation in the same spirit. For he says that those to whom the Word of God came are gods.
Next, then, he also mentions Christ by name, saying in prayer:
"And look upon the face of your Christ."
And instead of:
"The God of gods will be seen in Zion,"
Aquinas says:
"A strong god will be seen in Zion."
And who this one is who is to become visible and seen by eyes, he teaches as he proceeds, saying:
"Give ear, O God of Jacob.
Οὗτος γὰρ ἦν αὐτὸς ἐκεῖνος ὁ τοῦ θεοῦ λόγος ὁ πάλαι καὶ τῷ Ἰακὼβ ἐν ἀνθρώπου σχήματι ὀφθεὶς φήσας τε πρὸς αὐτόν· οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. ἐφ’ ᾧ καὶ ὁ θεοφιλὴς συναισθόμενος τοῦ χρηματίζοντος αὐτῷ θεοῦ φησι· ἴδον θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.
Αὐτὸς οὖν ἐκεῖνος ὁ θεὸς ὁ τῷ Ἰακὼβ ὀφθεὶς αὖθις ὀφθήσεται, φησίν, ἐν Σιὼν διαρρήδην τῆς τοῦ θεοῦ λόγου εἰς ἀνθρώπους ἐπιφανείας τοῦτον σημαινομένης τὸν τρόπον. αὐτὸν δὴ οὖν τοῦτον τὸν θεὸν Ἰακὼβ ἐπικαλούμενος ἐπισπεῦσαι τὴν παρουσίαν αὐτοῦ ἱκετεύει λέγων·
ὑπερασπιστὰ ἡμῶν, ἰδέ, ὁ θεός.
Τίνας δέ, φησίν, ἰδὲ, ἀλλ’ ἢ τοὺς ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος καταπονουμένους; ἐπιλέγει δὲ ἑξῆς·
καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου,
εὐχόμενος ἐπιταχῦναι τὴν τοῦ θεοῦ λόγου εἰς τὸν χριστὸν αὐτοῦ, ὃν ἐκ σπέρματος Δαυίδ ἐνεδύσατο, παρουσίαν. διὸ καὶ ὁ Ἀκύλας φησί·
For this was that very Word of God, who long ago appeared to Jacob in human form and said to him: "Your name shall no longer be called Jacob, but Israel shall be your name, because you have prevailed with God and are mighty among men." At this, the God-loving man, perceiving the God who was addressing him, says: "I saw God face to face, and my soul was saved."
Therefore, that same God who appeared to Jacob will appear again, he says, in Zion, this plainly signifying the manifestation of the Word of God to men. So then, invoking this very God of Jacob, he beseeches him to hasten his presence, saying:
"Our defender, see, O God."
But whom, he says, should he see, if not those who are oppressed in the valley of weeping? He then adds:
"And look upon the face of your Christ,"
praying for the hastening of the presence of the Word of God in his Christ, whom he put on from the seed of David. Hence Aquila says:
θυρεὲ ἡμῶν, ἴδε, θεέ,
καὶ ἐπίστρεψον πρόσωπον ἠλειμμένου σου,
ὁ δὲ Σύμμαχος·
ὑπερασπιστὰ ἡμῶν, ἰδέ, ὁ θεός,
καὶ πρόσβλεψον τὸ πρόσωπον τοῦ χριστοῦ σου.
Ταῦτα δὲ εὔχονται οἱ τὸν πάντα ψαλμὸν λέγοντες· οὗτοι δὲ ἦσαν οἱ τοῦ θεοῦ προφῆται οἱ διασωθέντες ἀπὸ τῶν νοητῶν πολεμίων καὶ μεταβαλόντες ἀπὸ πολέμου εἰς εἰρήνην τά τε σκηνώματα τοῦ θεοῦ λοιπὸν τῷ θείῳ πνεύματι προορῶντες καὶ τὰς αὐλὰς αὐτοῦ καὶ τὰ θυσιαστήρια ποθοῦντες. οἳ καὶ παρακαλοῦσι τὸν τοῦ θεοῦ λόγον τὸν ἐν τῷ καιρῷ τῶν πολέμων ὑπερασπιστὴν αὐτῶν γενόμενον ἐπιβλέψαι ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ αὐτοῦ, ἵν’ ἐπιφανέντος αὐτοῦ καὶ τὸν ἐκ σπέρματος Δαυίδ κατὰ σάρκα Χριστὸν ἀναλαβόντος λύσις μὲν γένηται προτέρων κακῶν τοῖς πᾶσιν, ἀγαθὰ δὲ διὰ τοῦ Χριστοῦ τὸ τῶν ἀνθρώπων διαδέξηται γένος.
Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν·
Our shield, see, O God, and turn the face of your anointed one. But Symmachus: Our defender, see, O God, and look upon the face of your Christ. These things are prayed by those who recite the entire psalm; and these were the prophets of God who were saved from the intelligible enemies and who, having turned from war to peace, now foresee the tabernacles of God with the divine spirit and long for his courts and his altars. They also entreat the Word of God, who became their defender in the time of wars, to look upon the face of his Christ, so that when he appears and takes up the Christ from the seed of David according to the flesh, there may be a release from former evils for all, and good things through the Christ may succeed the human race. For one day in your courts is better than a thousand. I have chosen to be cast away in the house of my God rather than to dwell in the tents of sinners.
Τῆς τοῦ θεοῦ παρουσίας τὴν μίαν τῆς ἐκ νεκρῶν ἀναστάσεως ἡμέραν πολὺ κρείττονα χιλιάδων καὶ προτιμοτέραν ὁ τὸν παρόντα ψαλμὸν λέγων ἡγεῖται. αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τῶν χιλιάδων τὸν χρόνον τῆς συστάσεως τῆς Ἱερουσαλήμ. ἐν ὅλοις γὰρ χιλίοις ἔτεσι συνέστη ὁ ἐν αὐτῇ νεώς· τοσαῦτα γὰρ ἦν τὰ ἀπὸ τῆς Σολομῶνος κατασκευῆς τοῦ ναοῦ μέχρι τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας, ἃ καὶ αὖθις δηλοῦσθαι ἡγοῦμαι διὰ τοῦ πθ ψαλμοῦ, ὃς ἐπιγέγραπται μέν· προσευχὴ Μωσέως, φησὶν δὲ προϊών·
ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί.
Τῆς οὖν χιλιάδος ἐκείνης ἡ μία ἡμέρα τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν προκριτέα καὶ προτιμοτέρα τυγχάνει τῷ ταύτης ἐπιθυμητῇ γενομένῳ. διὸ εὔχεται ταχῦναι τὴν παρουσίαν αὐτοῦ λέγων·
...ἰδέ, ὁ θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου, ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας.
Οὐ πάντως δὲ πληθυντικῶς ἀκουστέον τῶν χιλιάδων· παρὰ γὰρ Ἑβραίοις αὕτη ἡ λέξις μίαν χιλιάδα σημαίνει, ὡς παντὶ τῷ ἐπιστήσαντι δῆλον ἔσται. καὶ ἐπειδήπερ ἡ μία ἡμέρα προτιμοτέρα ἐστὶ τῆς χιλιάδος ἐν ταῖς αὐλαῖς ταῖς καθ’ ὅλης τῆς οἰκουμένης διὰ τῆς θεοφανείας τοῦ προφητευομένου θεοῦ ἱδρυθείσαις, διὰ τοῦτο καὶ ἀνωτέρω ἔλεγεν·
The one who recites the present psalm considers the single day of resurrection from the dead, the day of the presence of God, to be far better and more honorable than thousands. And I think that through the thousands the time of the establishment of Jerusalem is hinted at. For the temple in it was established over a total of a thousand years; for that was the time from the construction of the temple by Solomon until the presence of our savior, which I think is also indicated again in Psalm 89, which is inscribed: Prayer of Moses, and says as it proceeds:
For a thousand years in your eyes are as yesterday, the day that has passed, and a watch in the night.
Therefore that single day of the resurrection from the dead of our savior is to be preferred and is more honorable to one who has become a desirer of it. Hence he prays to hasten his presence, saying:
...See, O God, and look upon the face of your Christ, for one day in your courts is better than thousands.
But one must not understand the thousands in the plural at all; for among the Hebrews this word signifies one thousand, as will be clear to anyone who pays attention. And since the one day is more honorable than the thousand in the courts established throughout the whole world through the theophany of the prophesied god, for this reason he said above:
ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου.
Καὶ πάλιν ἐπειδήπερ ἀνωτέρω ἔλεγε τό·
μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε·
Τούτῳ πιστεύων καὶ ἀκριβῶς πεπεισμένος ἀληθῆ εἶναι τὸν λόγον διὰ τοῦτό φημι·
ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον,
ἵν’ ἐν τῷ οἴκῳ τοῦ θεοῦ ὢν, δύνωμαι εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνεῖν τὸν θεόν. μᾶλλον δὲ ἐξελεξάμην ὥσπερ τὴν μίαν ἡμέραν ὑπὲρ τὴν χιλιάδα, οὕτως τὸν οἶκον τοῦ θεοῦ, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, μᾶλλον ἢ οἰκεῖν ἐν τοῖς πολλοῖς σκηνώμασι τῶν ἁμαρτωλῶν. μιμήματα γὰρ τῶν σκηνωμάτων τοῦ θεοῦ καὶ οἱ ἁμαρτωλοὶ ἑαυτοὺς κατεσκεύασαν· ἀλλὰ τὰ μὲν τοῦ θεοῦ ἀγαπητὰ τυγχάνει, μίσους δὲ ἄξια τὰ τῶν ἁμαρτωλῶν.
Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ κύριος ὁ θεός, χάριν καὶ δόξαν δώσει κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευουμένους ἐν ακακίᾳ. κύριε τῶν δυνάμεων μακάριος ἄνθρωπος ὃς ἐλπίζει ἐπὶ σέ.
My soul yearns and longs for the courts of the Lord.
And again, since above he said:
Blessed are those who dwell in your house; through the ages of ages they will praise you.
Trusting in this and firmly convinced that the word is true, I therefore say:
I have chosen to be cast away in the house of my God rather,
so that, being in the house of God, I may be able through the ages of ages to praise God. Rather, I have chosen, just as the one day is above the thousand, so the house of God, which is the church of the living God, a pillar and foundation of truth, rather than to dwell in the many tents of sinners. For sinners have also constructed for themselves imitations of the tents of God; but those of God are beloved, while those of sinners are worthy of hatred.
That the Lord God loves mercy and truth, he will give grace and glory; the Lord will not deprive those who walk in guilelessness of good things. Lord of the powers, blessed is the man who hopes in you.
Ἀντὶ τοῦ·
ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος,
ὁ Ἀκύλας φησίν·
ὅτι ἥλιος καὶ θυρεὸς κύριος ὁ θεός,
καὶ ἡ ε´ ἔκδοσις·
ὅτι ἥλιος καὶ σκεπαστὴς κύριος ὁ θεός,
καὶ ὁ Σύμμαχος δὲ τούτοις συμφώνως· ὅτι ἥλιον, ὠνόμασε. διὰ τοῦτο γάρ, φησίν, ἐκείνη ἡ μία ἡμέρα κρείσσων ἐστὶ χιλιάδων, ἐπειδήπερ αὐτὸς ὁ κύριος ὁ τοῦ θεοῦ λόγος ἥλιος τυγχάνει τῆς ἡμέρας ἐκείνης. τοῦτον δὲ καὶ ὁ προφήτης τὸν ἥλιον ᾐνίττετο φήσας· τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. τὸν αὐτὸν δὲ ἐδήλου καὶ ὁ εἰπών· καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου. γυμνότερον δὲ ὁ Ἡσαΐας· οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς τῆς ἡμέρας, φησίν, ἀλλ’ ἔσται σοι κύριος φῶς αἰώνιον, καὶ ὁ θεὸς δόξα σου.
Τοιοῦτος δὲ ἥλιος ὢν ὁ κύριος χάριν καὶ δόξαν καὶ ἔτι μεῖζον καὶ κρεῖττον ἄρρητόν τε καὶ ἀπόρρητον ἀγαθὸν δώσει τοῖς πορευομένοις ἐν ἀκακίᾳ, ἢ κατὰ τὸν Σύμμαχον· τοῖς ὁδεύουσιν ἐν τε λειότητι. διὰ τοῦτο πιστεύων τοῖς εἰρημένοις καὶ ἀκριβῶς ἐμαυτὸν πείσας ἀληθεῖς εἶναι τοὺς περὶ τούτων λόγους τέλος τοῦ παντὸς λόγου φημί·
Instead of:
"Because the Lord loves mercy and truth,"
Aquila says:
"Because the Lord God is sun and shield,"
and the Fifth Edition:
"Because the Lord God is sun and protector,"
and Symmachus agrees with these: "Because he named the sun." For this reason, he says, that one day is better than thousands, because the Lord himself, the Word of God, is the sun of that day. And the prophet also alluded to this sun when he said: "For those who fear me, the sun of righteousness will rise, and healing in its wings." And the same was indicated by the one who said: "And the sun will set upon the prophets who lead my people astray." More plainly, Isaiah says: "The sun will not be for you a light of the day, but the Lord will be for you an eternal light, and God your glory."
Since the Lord is such a sun, he will give grace and glory and an even greater and better good, unspeakable and ineffable, to those who walk in innocence, or according to Symmachus: "to those who travel in smoothness." Therefore, trusting in what has been said and having thoroughly convinced myself that the words concerning these things are true, I say at the end of the whole discourse:
κύριε τῶν δυνάμεων, μακάριος ὁ ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.
Πᾶς γὰρ ὁ ἄλλως παρὰ τοῖς πολλοῖς μακαριζόμενος πεπλανημένως ἂν μακαρίζοιτο. μόνος δέ, εἰ χρὴ τἀληθῆ φάναι, μακάριος διὰ τὰ προλελεγμένα, ὡς ἂν πάν των τῶν ἀγαθῶν ἔμπλεως, ὅ σοι μόνῳ ἑαυτὸν ἀναρτήσας καὶ πάσας ἑαυτοῦ τὰς ἐλπίδας ταῖς παρὰ σοὶ ἐπαγγελίαις ἀναθείς. ἤδη δὲ τρίτον ἐν τῷ παρόντι ψαλμῷ μακαρίσας ὁ λόγος τοὺς ἐμφερομένους ἐν αὐτῷ, οὐδαμῶς τοῦ Ἰουδαίων ἔθνους, οὐδὲ τοῦ Ἰσραὴλ ἐμνημόνευσεν, οὐδὲ τοὺς τὰ Μωσέως νόμιμα δι’ ἔργων ἀποπληροῦντας ἐμακάρισεν, ἀλλὰ πρῶτον μὲν καθόλου τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ θεοῦ, δεύτερον πάντα ἄνδρα οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ κυρίου, καὶ ἐπὶ τέλει τοῦ παντὸς λόγου ἀορίστως καὶ καθολικῶς πάντα ἄνθρωπον τὸν ἐλπίζοντα ἐπὶ κύριον. χρῆν γὰρ ἐπιφανείας θεοῦ καὶ Χριστοῦ παρουσίας εἰς ἀνθρώπους καταγγελλομένης μὴ Ἰουδαίοις μόνοις, ἀλλὰ καὶ πᾶσι τοῖς ἀνθρώποις τοὺς παρὰ τῷ θεῷ μακαρισμοὺς εὐαγγελίζεσθαι.
Lord of the powers, blessed is the man who hopes in you.
For everyone else who is called blessed by the many would be blessed in error. But only, if one must speak the truth, is blessed, on account of what has been said before, as one who is full of all good things, the one who has suspended himself from you alone and has dedicated all his hopes to the promises from you. Already for the third time in the present psalm, the word has pronounced blessed those who are mentioned in it, and it has made no mention at all of the Jewish nation, nor of Israel, nor did it bless those who fulfill the laws of Moses through works, but first it blessed generally those who dwell in the house of God, second every man whose support is from the Lord, and at the end of the whole discourse, indefinitely and universally, every man who hopes in the Lord. For it was necessary, when the manifestation of God and the coming of Christ to men was being proclaimed, that the blessings from God be announced as good news not only to Jews but also to all men.
Προφητεία εἰς Χριστὸν καὶ τοὺς δι’ αὐτοῦ λελυτρωμένους
πδ
Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορέ, ψαλμός. Εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. διάψαλμα. κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀγρῆς θυμοῦ σου.
Ἀκολούθως τῷ πρὸ τούτου ψαλμῷ μετὰ τὴν ἐν ἐκείνῳ θεσπισθεῖσαν θεοφάνειαν ἐν τῷ μετὰ χεῖρας κακῶν ἀπαλλαγὴ προφητεύεται καὶ λύτρωσις μὲν αἰχμαλωσίας, συγχώρησις δὲ καὶ ἄφεσις ἁμαρτημάτων. εἵπετο γὰρ ταῦτα τῇ τοῦ θεοῦ εἰς ἀνθρώπους παρουσίᾳ καὶ τοῖς λοιποῖς τοῖς ἐπὶ τῷ πρὸ τούτου ψαλμῷ δεδηλωμένοις. ἐπειδὴ γὰρ ἐν ἐκείνῳ σκηνώματα θεοῦ πλεῖστα καὶ αὐλαὶ καὶ θυσιαστήρια ἐπὶ τῆς γῆς ἐθεσπίζετο συστήσεσθαι, καὶ τὸ τούτων αἴτιον θεὸς ἦν μέλλων ἐπὶ γῆς φαίνεσθαι καὶ ὀνομαστὶ Χριστὸς ἦν ἐπιβλεπόμενος (ἐλέγετο γοῦν·
ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών,
καὶ πάλιν·
ἐπίφανον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου),
A prophecy concerning Christ and those who have been ransomed through him.
84
For the end, to the sons of Kore, a psalm. You have favored, Lord, your land; you have turned back the captivity of Jacob; you have forgiven the lawlessnesses of your people; you have covered all their sins. Diapsalma. You have caused all your wrath to cease; you have turned back from the wrath of your anger.
In accordance with the preceding psalm, after the theophany decreed in that one, in the present psalm deliverance from evils and release from captivity are prophesied, as well as pardon and remission of sins. For these things followed upon the presence of God among men and the other matters indicated in the preceding psalm. Since in that psalm it was decreed that very many tabernacles of God, and courts, and altars would be established on the earth, and the cause of these things was God, who was about to appear on earth, and Christ was being looked for by name (for it was said:
"The God of gods will be seen in Zion,"
and again:
"Show yourself upon the face of your Christ"),
εἰκότως ἐν τῷ προκειμένῳ ψαλμῷ τὰ μέλλοντα ἔσεσθαι καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης προαναφωνεῖται. ἃ δὴ καὶ πεπλήρωται ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας, καθ’ ἣν ηὐδόκησεν ὁ θεὸς καταξιώσας αὐτὴν τῆς ἐπιβάσεως τοῦ Χριστοῦ αὐτοῦ.
Πάλαι μὲν γὰρ εἴρητο τῷ πρωτοπλάστῳ· γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καί· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· καὶ ἄλλος προφητῶν ἔλεγεν· ἀρὰ καὶ φόνος καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· καὶ αἵματα ἐφ’ αἵμασι μίσγουσιν. ὡς δὲ ἐπεδήμει τῇ γῇ ὁ υἱὸς τοῦ θεοῦ καὶ τὸ ἀπὸ γῆς σῶμα ἀνελάμβανεν, μεταβολὴ προτέρων ἐγίγνετο κακῶν καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον ἀντὶ τῆς προτέρας ἀρᾶς εὐλογίας θεοῦ μετελάμβανεν ἐκκλησίαι τε καὶ οἶκοι τῷ θεῷ προσευκτήριοι καθ’ ὅλης τῆς οἰκουμένης συνίσταντο. διὸ νῦν μὲν λέλεκται·
ηὐδόκησας, κύριε, τὴν γῆν σου.
ἐν ἑτέροις δέ·
κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ,
καὶ πάλιν·
ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ.
Εἰκότως οὖν καὶ αὐτοῦ λέλεκται τοῦ κυρίου ἡ γῆ κατὰ τό·
Naturally, in the present psalm, what was to come to pass throughout the whole inhabited world of men is foretold. And this has indeed been fulfilled at the time of our Savior's advent, when God deigned to honor it with the visitation of his Christ.
For long ago it was said to the first-formed man: "You are earth, and to earth you shall return," and: "Cursed is the earth in your works." And another of the prophets said: "Curse and murder and falsehood, and theft and adultery, are poured out upon the earth; and they mingle blood with blood." But when the Son of God sojourned on the earth and took up a body from the earth, a change from the former evils occurred, and the whole element of earth, instead of the former curse, partook of the blessing of God; and churches and houses of prayer to God were established throughout the whole inhabited world. Therefore it is now said:
"You have favored, Lord, your land."
And elsewhere:
"The Lord has reigned; the earth will rejoice,"
and again:
"Sing to the Lord, all the earth."
Naturally, then, the earth is called the Lord's, according to the verse:
εὐδόκησας, κύριε, τὴν γῆν σου.
Οὐ μόνον γὰρ κτίσμα αὐτοῦ καὶ ποίημα, ἀλλὰ καὶ κτῆμα γέγονε διὰ τὰ λελεγμένα. πῶς δὲ εἴρηται τό·
ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ,
νοήσεις ἐκ τῆς σωτηρίου φωνῆς, δι’ ἧς τὴν φήσασαν τοῦ Ἡσαΐου προφητείαν· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀναγνοὺς ἐπήγαγε· σήμερον πεπλήρωται ἡ προφητεία αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν, διδάσκων εἰς ἑαυτὸν πληροῦσθαι τὸ λόγιον, ὅτι δὴ αὐτὸς ἦν ὁ σωτὴρ καὶ λυτρωτὴς τῶν ἀνθρωπίνων ψυχῶν, ἃς ἀπὸ τῆς πικρᾶς δουλείας τῆς πολυθέου πλάνης καὶ τῆς δαιμονικῆς ἐνεργείας ἠλευθέρου λύσας αὐτῶν τὰς σειρὰς τῶν ἁμαρτιῶν. ὃ δὴ καὶ αὐτὸ παρίσταται διὰ τοῦ προκειμένου ψαλμοῦ φάσκοντος·
ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.
Ἀνομίας δὲ ἀφιεμένας καὶ καλυπτομένας ἁμαρτίας οἶδε καὶ ἀλλαχοῦ φάσκων ὁ λόγος·
μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.
You have been pleased, Lord, with your land.
For it is not only his creation and work, but has also become his possession on account of what has been said. And how the phrase
You have turned back the captivity of Jacob
is spoken, you will understand from the saving utterance through which, having cited the prophecy of Isaiah, "The spirit of the Lord is upon me, for which reason he anointed me; he has sent me to proclaim good news to the poor, to announce release to captives and sight to the blind," he added after reading, "Today this prophecy has been fulfilled in your ears," teaching that the saying was fulfilled in himself, because he himself was the savior and deliverer of human souls, whom he freed from the bitter slavery of polytheistic error and demonic activity, loosening their bonds of sins. This very thing is also set forth through the present psalm, which says:
You have forgiven the lawless deeds of your people, You have covered all their sins.
And the word elsewhere knows lawless deeds being forgiven and sins being covered, saying:
Blessed are those whose lawless deeds have been forgiven, and whose sins have been covered.
Σημαίνει δὲ διὰ τούτων τὸ πνεῦμα τὴν ὑπὸ τοῦ σωτῆρος ἡμῶν δεδωρημένην ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων τοῖς ἀπὸ τῆς νοητῆς τῶν ψυχῶν αἰχμαλωσίας λελυτρωμένοις, οἷς, εἰ μετὰ τὴν ἄφεσιν πάλιν ἁμάρτοιεν, οὐκέτι δευτέραν ἄφεσιν, ἀλλ’ ἐπικάλυψιν ἁμαρτιῶν παρέχει. διὰ γὰρ δευτέρων κατορθωμάτων καλύπτειν τὰ προημαρτημένα συνεχώρησεν.
Ταῦτα δὲ πάντα τῇ τῶν ἀνθρώπων γῇ καὶ δηλαδὴ τοῖς κατοικοῦσιν αὐτὴν διὰ τῆς τοῦ σωτῆρος ἐπιδημίας ὁ τῶν ὅλων θεὸς ἐδωρήσατο, καταπαύσας τὴν ὀργὴν καὶ τὸν θυμόν, ὧν ἄξιοι τὸ πρὶν ἐτύγχανον οἱ τὴν γῆν οἰκοῦντες, ἅτε δὴ ἐχθροὶ ὄντες αὐτοῦ διὰ τὰς τῶν ἀσεβειῶν αὐτῶν ὑπερβολάς. ἀλλὰ θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος δὲ αὐτοῖς τὰ παραπτώματα. διὸ λέλεκται·
κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
Ἐπίστρεψον ἡμᾶς, ὁ θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν. μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; ὁ θεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.
Through these words the Spirit signifies the remission of former sins granted by our Savior to those who have been redeemed from the spiritual captivity of souls. For these, if after the remission they should sin again, it no longer provides a second remission, but a covering of sins. For through second righteous deeds it has allowed them to cover their former transgressions.
All these things the God of all has granted to the land of men and clearly to those dwelling in it through the advent of the Savior, having put an end to the wrath and anger of which the inhabitants of the land were previously worthy, since they were his enemies on account of the excesses of their impieties. But God was in Christ reconciling the world to himself, not holding their transgressions against them. Therefore it is said:
You have put an end to all your wrath, You have turned back from the anger of your wrath.
Turn us back, O God of our salvations, and turn away your wrath from us. Will you be angry with us forever, or will you extend your wrath from generation to generation? O God, having turned us back, you will give us life, and your people will rejoice in you.
Τὰ μὲν πρότερα προεφητεύετο περὶ τῶν γενησομένων καθ’ ὅλης τῆς γῆς, ἃ δὴ καὶ τέλους ἔτυχε διὰ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν· τὰ δὲ προκείμενα εὐχὴν περιέχει ὑπὲρ τοῦ ἐκ περιτομῆς λαοῦ. ἐπειδὴ γὰρ ὁ προφήτης προεώρα τῷ θείῳ πνεύματι τὴν εἰς τὸν Χριστὸν ἀπείθειαν τοῦ Ἰουδαίων ἔθνους καὶ τὴν καταληψομένην αὐτοὺς ὀργὴν τῶν τολμηθησομένων αὐτοῖς ἕνεκεν, εἰκότως τὴν προκειμένην εὐχὴν ὑπὲρ αὐτῶν ἀναπέμπει, ὡς μηκέτι δοκεῖν ἐναντιολογίαν περιέχειν τὸν ψαλμόν, ἀνωτέρω μὲν τὰ χρηστότερα θεσπίσαντα πάσῃ τῇ γῇ, ἐν δὲ τοῖς προκειμένοις ὡς μηδενὸς ἀγαθοῦ πεπραγμένου τὴν εὐχὴν διεξιόντα.
Τὰ τοίνυν πρῶτα περὶ τῶν διὰ τοῦ σωτῆρος ἡμῶν παρασχεθεισῶν τῷ τῶν ἀνθρώπων βίῳ εὐεργεσιῶν προεφητεύετο· τὰ δὲ δεύτερα ὁ προφήτης ὑπὲρ τῶν ὁμοεθνῶν εὔχεται ἱκετεύων παύσασθαι μὲν τὴν κατ’ αὐτῶν ὀργήν, καταξιωθῆναι δὲ καὶ αὐτοὺς τῆς τοῦ θεοῦ ἐπιστροφῆς καὶ τῆς ἐπὶ τῷ Χριστῷ τοῦ θεοῦ εὐφροσύνης.
The earlier things were prophesied concerning the events that were to take place throughout the whole earth, which indeed reached their fulfillment through the presence of our Savior according to the interpretation given. The present passage contains a prayer on behalf of the people of the circumcision. For since the prophet foresaw by the divine Spirit the disobedience of the Jewish nation toward Christ and the wrath that would overtake them because of the deeds they would dare to commit, he fittingly offers up the present prayer on their behalf, so that the psalm may no longer seem to contain contradiction—having above prophesied more favorable things for the whole earth, while in the present passage it sets forth the prayer as though no good had been accomplished.
Thus the first things were prophesied concerning the benefits provided to human life through our Savior. The second things the prophet prays for on behalf of his fellow countrymen, beseeching that the wrath against them may cease, and that they too may be deemed worthy of God’s attention and of joy in Christ the God.
Δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.
Ἔτι καὶ ταῦτα ὁ προφήτης εὔχεται ἱκετεύων καταξιωθῆναι καὶ αὐτὸς ὀφθαλμοῖς παραλαβεῖν τὰ μέλλοντα ἔσεσθαι διὰ τοῦ ἐλέους τοῦ θεοῦ, ἃ δὴ ἐν τοῖς ἀνωτέρω προεφητεύετο. παρακαλεῖ δὲ καὶ τῆς τοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιλάμψεως τυχεῖν διὰ τοῦ φάσκειν·
καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.
Σαφῶς δὲ τὸ σωτήριον αὐτὸν εἶναι τὸν Χριστὸν ἐδίδαξεν ὁ Συμεὼν ἐν τοῖς εὐαγγελίοις· λαβὼν γοῦν μετὰ χεῖρας ἔτι νήπιον ὄντα τὸν Ἰησοῦν εἶπε· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸν λόγον σου ἐν εἰρήνῃ· ὅτι ἴδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. τοῦτο οὖν αὐτὸ καὶ ὁ προφήτηςἰδεῖν εὔχεται· διό φησιν ὁ σωτήρ· πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον.
Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν.
Εὐξάμενος ὁ προφήτης τῇ σιωπῇ ἑαυτὸν παραδίδωσι, πιστεύσας ἐπακουσθήσεσθαι. εἶτα προσδοκήσας ἀποκρίσεως τυχεῖν φησιν αὐτὸς πρὸς αὐτόν· τὰ μὲν τῆς εὐχῆς μοι τοιαῦτα γέγονεν, καιρὸς δὲ λοιπὸν ἐπακοῦσαι τοῦ ἁγίου πνεύματος καὶ μαθεῖν παρ’ αὐτοῦ, τί μέλλοι θεσπίζειν περὶ τῆς εἰρήνης τοῦ λαοῦ αὐτοῦ, καὶ περὶ τῶν μελλόντων διὰ τοῦ Χριστοῦ αὐτοῦ ἐπιστρέφειν.
Show us, Lord, your mercy, and grant us your salvation.
Again the prophet prays, beseeching that he too might be deemed worthy to receive with his own eyes the things that were to come to pass through the mercy of God, which were prophesied in the earlier passages. And he also entreats to obtain the illumination of Christ among men by saying:
And grant us your salvation.
Symeon clearly taught in the Gospels that the salvation is Christ himself; for taking the infant Jesus in his hands, he said: Now you release your servant, Master, according to your word in peace, because my eyes have seen your salvation. Therefore the prophet also prays to see this very thing; hence the Savior says: Many prophets and righteous men desired to see what you see, and they did not see.
I will hear what the Lord God will speak in me, for he will speak peace upon his people, and upon his holy ones, and upon those who turn their heart.
Having prayed, the prophet gives himself over to silence, trusting that he will be heard. Then, expecting to receive an answer, he says to himself: Such were my prayers; now it is time to hearken to the Holy Spirit and learn from him what he is about to declare concerning the peace of his people, and concerning those who are to turn through his Christ.
Εἶτα βραχύ τι ἐφησυχάσας πληροῦται τοῦ πνεύματος τοῦ θείου, καὶ προφητεύει ἑξῆς ὧδέ πως λέγων·
πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
Παρίστησι δὲ διὰ τούτων, ὅσον οὐδέπω μέλλειν ἐπιστήσεσθαι ἀνθρώποις τὸ σωτήριον τοῦ θεοῦ, περὶ οὗ ἀνωτέρω ηὔξατο εἰπών·
δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.
Αὐτὸ δὴ οὖν τοῦτό φησι τὸ σωτήριον ἔγγιστα τυγχάνειν καὶ πλησίον ἤδη καὶ ἐγγὺς τῶν φοβουμένων αὐτὸν εἶναι, αἴτιον ὑπάρχον τοῦ κατασκηνῶσαι δόξαν καὶ σκηνώματα συστῆσαι ἐν τῇ γῇ ἡμῶν. ἔθος δὲ τῇ θείᾳ γραφῇ τὸν Χριστὸν τοῦ θεοῦ σωτήριον ὀνομάζειν, ὡς πολλάκις διὰ πολλῶν ἀπεδείξαμεν. ὃν δὴ καὶ νῦν θεσπίζων ὁ λόγος παρίστη διδάσκων ἀντὶ τῆς προτέρας ἀτιμίας τῆς κατὰ τὴν εἰδωλολατρείαν ὑποστάσης ἐν τῇ γῇ δόξαν ἐν αὐτῇ κατασκηνώσειν καὶ σκηνώματα πανταχοῦ γῆς ἱδρυθήσεσθαι δόξης τῆς τῷ θεῷ διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἀνατεθησομένης.
Then, after a brief silence, he is filled with the divine spirit and prophesies next, speaking somewhat as follows:
"Yet near to those who fear him is his salvation, to cause glory to dwell in our land."
Through these words he sets forth that the salvation of God, concerning which he had prayed above, saying,
"Show us, Lord, your mercy, and grant us your salvation,"
is not yet to come to men. He says that this very salvation is now very close and near to those who fear him, being the cause of glory dwelling and of tabernacles being established in our land. It is customary for divine Scripture to call the Christ of God "salvation," as we have often demonstrated through many passages. The word, now prophesying, sets this forth, teaching that instead of the former dishonor that existed in the land due to idolatry, glory will dwell in it, and tabernacles of glory will be established everywhere on earth, dedicated to God through the teaching of the Gospel.
Εἶτα τούτοις ἑξῆς τὸν τρόπον, καθ’ ὃν ἔμελλεν ἀποπληρωθήσεσθαι τὰ ἐπηγγελμένα, διασαφεῖ λέγων·
ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν.
Δύο δὴ διὰ τούτων συζυγίας φησὶν ἀλλήλαις συνηντηκέναι, δι’ ὧν ἡ πρώτη ἐλέους ἦν καὶ ἀληθείας, ἡ δὲ δευτέρα δικαιοσύνης καὶ εἰρήνης. συνήντησαν ἀλλήλαις, φησί, καὶ φιλικοὺς ἀσπασμοὺς ἀποδεδώκασι κατεφί λησάν τε ὁμοῦ τὴν δικαιοσύνην καὶ τὴν εἰρήνην ἡ ἀλήθεια καὶ τὸ ἔλεος. πόθεν δὲ ἀφικόμεναι ἀλλήλαις συνήντησαν, πάλιν ὑποβὰς διδάσκει λέγων·
ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυ ψεν.
Ὡς ἐκ μακροῦ τοιγαροῦν διαστήματος συντυχοῦσαι ἀλλήλαις, περιεπτύξαντο καὶ κατεφίλησαν. ἄνωθεν μὲν ἐξ οὐρανοῦ διακύψασα ἐπὶ τὴν γῆν ἡ δικαιοσύνη, κάτωθεν δὲ ἀπὸ τῆς γῆς ἀνατείλασα ἡ ἀλήθεια.
Τούτοις ἀκολούθως ἑξῆς παραθησόμεθα καὶ συνάψομεν τὰ πρῶτα τοῦ ψαλμοῦ, ἐν οἷς ἐλέγετο·
εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὴν ἀνομίαν τοῦ λαοῦ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.
Then, next to these things, he clarifies the manner in which what was promised was to be fulfilled, saying:
Mercy and truth met, and justice and peace kissed.
Through these words, he says that two pairs have met each other, the first being of mercy and truth, and the second of justice and peace. They met each other, he says, and exchanged friendly greetings, and truth and mercy kissed justice and peace together. From where they came and met each other, he teaches further on, saying:
Truth rose from the earth, and justice leaned out from heaven.
As if from a great distance, then, meeting each other, they embraced and kissed. Justice, leaning out from above, from heaven, toward the earth, and truth, rising from below, from the earth.
Following these, we will next set forth and join the first parts of the psalm, in which it was said:
You were pleased, Lord, with your land, you turned back the captivity of Jacob. You forgave the lawlessness of your people, you covered all their sins.
Ταῦτα γὰρ πάντα μέλλειν ἔσεσθαι προεφητεύετο τοῦ σωτηρίου τοῦ θεοῦ ἐπὶ γῆς ὀφθέντος, ἐπεὶ σὺν τῷ σωτηρίῳ ἀλήθεια ἐκ τῆς γῆς ἀνατείλασα ταύτῃ τε συναντήσασα ἡ ἐκ τοῦ οὐρανοῦ διακύψασα δικαιοσύνη εἰς πάντας ἀνθρώπους ἐξ ἴσου καὶ κατὰ τὸ δικαιότατον τὴν τοῦ θεοῦ χάριν ἐξήπλωσε.
Σαφῶς δὲ διὰ τούτων ἡ θεοφάνεια τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρίσταται, δι’ οὗ μόνου ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν· ἐπειδήπερ αὐτὸς ἦν ἡ ἀλήθεια, ὅ τε τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος οὐκ ἔθ’ ὡς τὸ παλαιὸν ἐν τύποις καὶ διὰ συμβόλων παραδέδοτο, ἀλλὰ δι’ αὐτῆς ἀληθείας. διὸ εἴρηται· ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
Καὶ πᾶσαι δὲ αὐτοῦ αἱ πράξεις ἀλήθεια ἦσαν, ἥ τε γένεσις αὐτοῦ καὶ τὸ πάθος καὶ τὰ λοιπά, ἃ δὴ κατὰ δόκησιν καὶ φαντασίαν ὑπέλαβον γεγονέναι οἱ ἄθεοι αἱρεσιῶται. εἰ δὲ καὶ πᾶς ἄνθρωπος ψεύστης, μόνος ἂν αὐτὸς εἰκότως ἀλήθεια ὢν ἀπὸ τῆς γῆς ἀνέτειλεν, ξένον τι χρῆμα τῆς γῆς καὶ οἷον οὐδεπώποτε προηνέγκατο ἀγαθὸν ἀποδούσης· ἐφ’ ὃν καὶ ἡ ἐξ οὐρανοῦ διακύψασα δικαιοσύνη ἀνεπαύσατο. τίς δ’ ἂν εἴη ἡ δικαιοσύνη ἡ ἀναπαυσαμένη ἐπὶ τὴν ἀλήθειαν ἀλλ’ ἢ αὐτὸς ὁ θεὸς λόγος, περὶ οὗ εἴρηται· ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις; οὗτος γὰρ ἐξ οὐρανῶν καταβὰς ἐπανεπαύσατο τῇ ἀπὸ τῆς γῆς ἀνατειλάσῃ ἀληθείᾳ ἡνώθη τε αὐτῇ καὶ ὡς φίλῃ περιπλοκὰς ἔδωκε φιλικάς.
All these things were prophesied to come to pass when the saving power of God appeared on earth, since with the saving power truth, rising from the earth, and justice, peering down from heaven, meeting her, spread the grace of God equally and most justly to all people.
Through these words the theophany of our Lord and Savior Jesus Christ is clearly presented, through whom alone truth rose from the earth; for he himself was the truth, and the word of his evangelical teaching was no longer, as in former times, handed down in types and through symbols, but through truth itself. Hence it is said: the law was given through Moses, grace and truth came through Jesus Christ.
And all his deeds were truth, both his birth and his passion and the rest, which the godless heretics supposed to have happened in semblance and imagination. But if every man is a liar, he alone, being truth, fittingly rose from the earth, the earth yielding up a strange thing and a good such as it had never before produced; and upon him justice, peering down from heaven, rested. And who would justice be, resting upon truth, other than the Word of God himself, concerning whom it is said: he became for us wisdom from God, justice and sanctification and redemption? For he, descending from the heavens, rested upon the truth rising from the earth, was united with her, and gave her friendly embraces as to a friend.
Συνῆν δὲ τῇ μὲν ἀπὸ τῆς γῆς ἀνατειλάσῃ ἀληθείᾳ τὸ ἔλεος προτρέχον αὐτῆς· διὰ γὰρ τὸ τοῦ θεοῦ ἔλεος ἡ πᾶσα τῆς ἀληθείας γέγονεν οἰκονομία· τῇ δὲ ἐξ οὐρανῶν κατελθούσῃ δικαιοσύνῃ εἵπετο ἡ εἰρήνη, ὅπως οἱ ἐπὶ γῆς οἰκοῦντες ἄνθρωποι μὴ μόνον ἐλέου θεοῦ καὶ ἀληθείας ἀπολαύσωσιν, ἀλλὰ καὶ τῆς ἐξ οὐρανῶν δικαιοσύνης ἅμα καὶ τῆς ταύτης φίλης εἰρήνης. πάλαι μὲν γὰρ οἰκητήριον ἐτύγχανε τῆς δικαιοσύνης καὶ τῆς εἰρήνης οὐρανός· νῦν δὲ καὶ ἡ γῆ, ὅτε ἐπὶ τῆς γῆς ὑπέστη τὸ ἔλεος τοῦ θεοῦ. τοῦτο γὰρ ἦν καὶ τῶν ἑξῆς αἴτιον· διὰ γὰρ τὸ ἔλεος τοῦ θεοῦ καὶ τὰ λοιπὰ πάντα ἐπηκολούθησε· μετὰ γὰρ τὸ ἔλεος ἡ ἀλήθεια, ἔπειτα ἡ δικαιοσύνη καὶ ἐπὶ πᾶσιν ἡ εἰρήνη. γέγραπται δὲ σαφῶς περὶ τοῦ σωτῆρος ἡμῶν· ὅτι αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καί· εἰρηνοποιήσας δι’ αὐτοῦ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ πάλιν· ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. εἰκότως οὖν διὰ ταῦτα ἐν τῷ ψαλμῷ εἴρηται τό·
Mercy accompanied truth as it rose from the earth, preceding it; for the entire economy of truth came about through the mercy of God. And peace followed justice as it descended from the heavens, so that men dwelling on earth might enjoy not only the mercy of God and truth, but also justice from the heavens together with its companion peace. For formerly, heaven was the dwelling place of justice and peace; but now the earth also is, when the mercy of God came to be on earth. This was the cause of what followed; for through the mercy of God all the rest followed: after mercy, truth; then justice; and finally peace. It is clearly written concerning our Savior that he himself is our peace, who made both into one, and that through him he brought peace to the things in the heavens and on the earth, and again, that coming he proclaimed peace to those far and near. Fittingly, therefore, for these reasons it is said in the psalm:
πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
Πολλὴ γὰρ καὶ μεγάλη δόξα ἐν τῇ ἡμετέρᾳ γῇ, λέγω δὲ τῇ τῶν ἀνθρώπων οἰκουμένῃ, διὰ τῆς τῶν προφητευομένων ἐκβάσεως συνέστη. καὶ πῶς γὰρ οὐκ ἤμελλε κατασκηνοῦν δόξα ἐν τῇ γῇ ἡμῶν, ὅτε καὶ τὸ σωτήριον τοῦ θεοῦ, αὐτὸς ὁ Χριστὸς αὐτοῦ, καὶ ἡ ἐξ οὐρανοῦ δικαιοσύνη ταύτης ἐπιβῆναι κατηξίωσε;
Ταῦτα δὲ πάντα ἐπακούσας τοῦ θεοῦ προορίσαντος καὶ προλαλήσαντος ἐπὶ τὸν λαὸν αὐτοῦ θεσπίζει μετὰ τὴν εὐχὴν εἰπών·
ἀκούσομαι τί λαλήσει κύριος ὁ θεός,
διὸ ἐπήγαγεν ἑξῆς·
ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ.
Αὕτη δὲ ἡ εἰρήνη γέγονε τῷ λαῷ, ὅτε τὸ ἔλεος καὶ ἡ ἀλήθεια συνήντησαν ἥ τε δικαιοσύνη καὶ ἡ εἰρήνη κατεφίλησαν. ὧν οὕτως ἐχόντων καὶ τὰ τῆς εὐχῆς ἀποδέδοται τοῦ προφήτου καὶ τὰ πρὸ τῆς εὐχῆς εἰρημένα. καὶ γὰρ εὐδόκησε κύριος τὴν γῆν αὐτοῦ καταξιώσας αὐτὴν ἐλέους καὶ ἀληθείας καὶ τῶν λοιπῶν· ἀλλὰ καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν τῶν ἀνθρωπίνων ψυχῶν, λύσας μὲν πάντα πόλεμον, χαρισάμενος δὲ τὴν εἰρήνην καὶ διαρρήξας τοὺς δεσμοὺς καὶ τοὺς κλοιοὺς τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐγγε νομένους. διὸ καὶ συνῆπται τό·
Yet his salvation is near those who fear him, so that glory might dwell in our land.
For great and abundant glory exists in our land—I mean the inhabited world of men—through the fulfillment of the things prophesied. And how could glory not dwell in our land, when the salvation of God, his Christ himself, and the justice from heaven deigned to set foot upon it?
All these things, after hearing God ordain and proclaim beforehand to his people, he decrees after the prayer, saying:
"I will hear what the Lord God will say."
Therefore he added next:
"That he will speak peace upon his people."
And this peace came to the people when mercy and truth met, and justice and peace embraced. With these things being so, both the prophet's prayer and what was said before the prayer have been fulfilled. For the Lord was pleased with his land, deeming it worthy of mercy and truth and the rest; but he also turned back the captivity of human souls, dissolving every war, granting peace, and breaking the bonds and fetters that arise from sin. Hence the following is also joined:
ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ,
τό·
ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου,
καὶ τό·
ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.
Ἡ γὰρ ἐπιστροφὴ τῆς αἰχμαλωσίας οὐκ ἄλλως ἀπετελέσθη ἢ δι’ ἀφέσεως τῶν ἁμαρτιῶν. ὅτι δὲ καὶ ταῦτα διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας τέλους ἔτυχεν, αὐτὸς ἐδίδαξεν ἐν τοῖς εὐαγγελίοις, ὅτε λαβὼν τὴν βίβλον τοῦ Ἡσαΐου καὶ ἀναγνοὺς τό· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τὰ ἑξῆς, ἐπήνεγκεν εἰπών· σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
Εἰ δ’ οὖν ἐννοήσειέ τις, εἴποι ἂν τὸ γένος τῶν ἀνθρώπων ἐπεπόνθει πάλαι πρότερον αἰχμαλωσίαν ὑπὸ τῶν ἀοράτων πολεμίων τῶν ἀληθῶς ἐχθρῶν τοῦ θεοῦ καθελκυσθὲν εἰς εἰδωλολατρείας καὶ πάσας πράξεις αἰσχρὰς καὶ ἀθεμίτους, οὐκ ἂν ὀκνήσειεν δεινὴν ταύτην φάναι ψυχῶν αἰχμαλωσίαν, ἧς ἀπαλλάξας καὶ ἐλευθέρους καταστησάμενος ἡμᾶς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἄφεσίν τε διὰ λουτροῦ παλιγγενεσίας παλαιῶν πλημμελημάτων καὶ λύσιν προτέρων ἀσεβημάτων παρασχὼν αἴτιος ἡμῖν κατέστη τῆς ἐν τῷ ψαλμῷ εὐχαριστίας, ὡς δύνασθαι καὶ ἡμᾶς λέγειν·
You turned back the captivity of Jacob, and: You forgave the lawless deeds of your people, and: You covered all their sins. For the reversal of the captivity was accomplished in no other way than through the remission of sins. And that these things too attained their fulfillment through the epiphany of our Savior, he himself taught in the Gospels, when, taking the book of Isaiah and reading: “The spirit of the Lord is upon me, for which reason he anointed me; he sent me to proclaim good news to the poor, to declare release to captives,” and so forth, he added, saying: “Today this scripture is fulfilled in your ears.”
If, then, one were to consider, he would say that the human race had formerly suffered captivity at the hands of the invisible enemies, the true foes of God, being dragged down into idolatry and all shameful and lawless deeds; he would not hesitate to call this a terrible captivity of souls, from which our Savior and Lord, having delivered us and set us free, and having provided remission through the laver of regeneration of old transgressions and release from former impieties, became for us the cause of the thanksgiving in the psalm, so that we too can say:
εὐδόκησας, κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.
Καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς.
Πάλαι μέν, ὅτε ὑπὸ κατάραν ἦν ἡ γῆ, ἀκάνθας καὶ τριβόλους ἔφυε κατὰ τὸ εἰρημένον· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. νῦν δ’ ὅτε τοιαῦτα ἀγαθὰ εἰς αὐτὴν ἐλήλυθεν, ἀκολούθως καὶ αὐτὴ τὸν προσήκοντα καρπὸν ἀποδιδόναι λέγεται, ἅτε δὴ τυχοῦσα τῆς παρὰ τοῦ κυρίου χρηστότητος. καρπὸς δὲ ἐπάξιος θεοῦ οὐκ ἄκανθαι καὶ τρίβολοι, ἀλλὰ πάντως που ταῦτα δι’ ὧν καταξιοῦται εὐλογίας τῆς παρὰ τοῦ θεοῦ. γῆ δὲ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν φέρουσά τε βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας τῆς παρὰ τοῦ θεοῦ. εἰκότως οὖν τὰ καινὰ ᾄσματα ᾄδειν προστάττεται ἡ γῆ, ὡς ἂν τοιούτων ἀρτίως δεδηλωμένων κατηξιωμένη τοῦ ἁγίου πνεύματος ἐπιφωνοῦντος αὐτῇ καὶ λέγοντος·
You were pleased, Lord, with your land; you turned back the captivity of Jacob; you forgave the lawless deeds of your people; you covered all their sins.
For the Lord will grant kindness, and our land will give its fruit.
In former times, when the land was under a curse, it produced thorns and thistles, according to what was said: "Cursed is the land in your works; it will bring forth thorns and thistles for you." But now, when such good things have come upon it, it is accordingly said to yield the appropriate fruit, since it has received kindness from the Lord. And fruit worthy of God is not thorns and thistles, but surely those things through which it is deemed worthy of blessing from God. And the land, having drunk the rain that often comes upon it and producing suitable pasture for those for whose sake it is cultivated, partakes of blessing from God. Naturally, then, the land is commanded to sing new songs, as having recently been deemed worthy of such things, with the Holy Spirit calling out to it and saying:
ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ,
ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν·
καί·
κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ,
καὶ ὅσα τούτοις ὅμοια τυγχάνει.
Δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ.
Τούτου τὴν διάνοιαν σαφέστερον ἐκδεδώκασιν οἱ λοιποὶ ἑρμηνευταί, καὶ μάλιστα ὁ Σύμμαχος εἰπών·
δικαιοσύνη ἑκάστου προελεύσεται αὐτόν, καὶ θήσει εἰς ὁδὸν τοὺς πόδας αὐτοῦ.
Μετὰ γὰρ τὰ τῇ γῇ κεχαρισμένα ἀγαθὰ ἕκαστος τῶν τὴν γῆν κατοικούντων, ὡς ἂν τῆς ἐξ οὐρανῶν διακυψάσης δικαιοσύνης μετασχὼν καὶ αὐτὸς ἰδίαν κτησάμενος δικαιοσύνην, ἕξει αὐτὴν προάγουσαν αὐτὸν εἰς τὴν ἄνω φέρουσαν ὁδὸν καὶ τὰ διαβήματα αὐτοῦ κατατάττουσαν, ὅπως ὁδεύσας τὴν εἰς οὐρανοὺς φέρουσαν ἐπιστηριζόμενός τε καὶ χειραγωγούμενος ὑπὸ τῆς προαγούσης αὐτὸν δικαιοσύνης αὐτοῦ τύχοι τῶν ἐπουρανίων ἐπαγγελιῶν, ἃς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκήρυττε πᾶσιν ἀνθρώποις λέγων· ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, καί· μακάριοι οἱ τοιοίδε, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Sing to the Lord, all the earth,
sing to the Lord a new song;
and:
The Lord has reigned, the earth will rejoice,
and all such things as are similar to these.
Righteousness will go before him, and will set his steps on the path.
The other translators have rendered the meaning of this more clearly, and especially Symmachus, saying:
Each one’s righteousness will go before him, and will set his feet on the path.
For after the good things granted to the earth, each of those dwelling on the earth, as if having partaken of the righteousness that has looked down from the heavens and having acquired his own righteousness, will have it leading him on the path that leads upward and arranging his steps, so that, traveling the way that leads to the heavens, supported and guided by the righteousness that goes before him, he might attain the heavenly promises which our Savior and Lord proclaimed to all men, saying: The kingdom of the heavens has drawn near, and: Blessed are such and such, for the kingdom of the heavens is theirs.
Προσευχὴ καὶ προφητεία κλήσεως ἐθνῶν
πε´
Προσευχὴ τῷ Δαυίδ. Κλῖνον, κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.
Τεσσάρων ὄντων ἐφεξῆς ψαλμῶν τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ κατὰ τοὺς παρόντας τόπους, πρώτου μὲν τοῦ πγ, ἔπειτα τοῦ πδ καὶ τρίτου τοῦ πς καὶ τελευταίου τοῦ πζ, πῶς ἡ προσευχὴ τοῦ Δαυὶδ ἀκαίρως, ὡς ἂν εἴποι τις, παρεμβέβληται μέση, εὐλόγως ἄν τις ἐξετάσειεν. ἡγοῦμαι τοίνυν οὐκ ἀλόγως, ἀλλ’ εὐκαιρότατα ταῖς περὶ τοῦ Χριστοῦ προφητείαις παραμεμίχθαι τὴν προκειμένην εὐχήν. ἐπειδὴ γὰρ ἀγαθῶν ἐπαγγελίας καὶ ἀφέσεις ἁμαρτημάτων θεοῦ τε εἰς ἀνθρώπους παρουσίαν καὶ Χριστοῦ ἄφιξιν λυτρωτοῦ καὶ σωτῆρος ἀνθρώπων οἱ πρῶτοι τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ προεφήτευον, ὅ τε πγ καὶ πδ´, ἀλλὰ καὶ οἱ ἑξῆς ἐπιλεγόμενοι τῶν υἱῶν Κορὲ καὶ αὐτοὶ ἐθνῶν κλῆσιν εὐηγγελίζοντο καὶ Χριστοῦ γένεσιν καὶ τὸν ὑπὲρ ἀνθρώπων αὐτοῦ θάνατον, ἀναγκαίως ἡγοῦμαι τῆς περὶ τούτων προφητείας μέσην παρεμβεβλῆσθαι τὴν προσευχὴν τοῦ Δαυίδ, δι’ ἧς ἱκετεύει τυχεῖν καὶ αὐτὸς τῶν διὰ τοῦ σωτῆρος πᾶσιν ἀνθρώποις προξενουμένων ἀγαθῶν· ὡς ἂν, καὶ αὐτὸς γενόμενος κοινωνὸς τῶν προφητευομένων, τύχοι μὲν ἀφέσεως ἁμαρτιῶν, ἀπολαύσοι δὲ τῆς σωτηρίου μεγαλοδωρεᾶς τῆς πᾶσι τοῖς ἔθνεσιν εὐαγγελιζομένης.
Prayer and Prophecy of the Calling of the Nations
85
A prayer of David. Incline your ear, O Lord, and hear me, for I am poor and needy.
Since there are four successive psalms inscribed as of the sons of Kore in the present passages—first the 83rd, then the 84th, third the 86th, and last the 87th—one might reasonably inquire how the prayer of David has been inserted, as it were, inopportunely in the middle. I think, then, that it has not been unreasonably, but most opportunely, intermingled with the prophecies concerning Christ. For since the first of those inscribed as of the sons of Kore, both the 83rd and the 84th, were prophesying promises of good things, remissions of sins, the presence of God among men, and the arrival of Christ as redeemer and savior of men, and also the subsequent ones designated as of the sons of Kore were themselves proclaiming the calling of the nations, the birth of Christ, and his death on behalf of men, I consider that the prayer of David has been necessarily inserted in the midst of the prophecy concerning these things, through which he entreats to obtain for himself also the good things procured for all men by the Savior; so that he too, becoming a participant in the things prophesied, might obtain remission of sins and enjoy the saving great gift proclaimed as good news to all the nations.
Μνημονεύει γοῦν ἐν τῇ ἑαυτοῦ προσευχῇ ὁ Δαυὶδ τῆς εἰς τὰ ἔθνη χυθείσης τοῦ θεοῦ χάριτος ἀποθαυμάζων καὶ ἐκπληττόμενος τὴν χάριν, δι’ ὧν φησιν·
οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου.
Ἐπεὶ τοίνυν καὶ αὐτὸς ηὔχετο τῶν ἴσων ἀγαθῶν τυχεῖν, εἰκότως τὴν ἑαυτοῦ προσευχὴν μέσην τῶν εὐαγγελικῶν ψαλμῶν παρεμβάλλει. ταῦτα μὲν οὖν εἰς τὴν λεχθεῖσαν πρότασιν εἰρήσθω.
Χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι καὶ ἄλλοι πλείους εἰσὶ προσευχῆς ἐπιγεγραμμένοι ψαλμοί· ἀλλ’ οὗτος μετὰ προσθήκης τοῦ Δαυὶδ εἴρηται, ἕτερος δὲ ἐπιγέγραπται· προσευχὴ τοῦ Μωσῆ ἀνθρώπου τοῦ θεοῦ, καὶ ἄλλος· προσευχὴ τοῦ πτωχοῦ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον τοῦ κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.
Ἀλλ’ ὡς ἐπαναβεβηκότες τὰς ἐν τῇ παλαιᾷ γραφῇ προσευχὰς οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι προσελθόντες ἠξίουν αὐτὸν διδάξαι αὐτοὺς προσεύχεσθαι· ὁ δὲ διδάσκει μόνοις αὑτοῖς καὶ τοῖς ὁμοίοις κατάλληλον παραδιδοὺς προσευχήν. διό φησι πρὸς αὐτούς· οὕτως οὖν προσεύχεσθε ὑμεῖς· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου καὶ τὰ ἑξῆς. ἕκαστος οὖν ἑαυτὸν δοκιμαζέτω, εἴτε ἄξιός ἐστιν ὡς ἤδη υἱὸς θεοῦ γεγονὼς τὸν ἐν τοῖς οὐρανοῖς ἐπικαλεῖσθαι πατέρα καὶ λέγειν τό· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἑξῆς. εἰ μὴ τοσοῦτος εἴη, ἀναλέγεσθαι ἑαυτῷ σπουδαζέτω τὴν ἁρμόζουσαν τῇ αὐτοῦ καταστάσει προσευχὴν ἀπό τε τῆς βίβλου τῶν Ψαλμῶν καὶ ἀπὸ τῶν προφητικῶν φωνῶν.
In his prayer, then, David recalls the grace of God poured out upon the nations, marveling at and being struck by that grace, through the words he speaks:
"There is none like you among the gods, O Lord, and there is nothing like your works. All the nations that you have made will come and worship before you."
Since he himself also prayed to obtain the same blessings, he fittingly inserts his own prayer in the midst of the evangelical psalms. Let these things be said, then, concerning the stated proposition.
But one must not be unaware that there are also many other psalms inscribed as prayers; yet this one is said with the addition "of David," while another is inscribed "Prayer of Moses, the man of God," and another "Prayer of the poor man, when he is distressed and pours out his supplication before the Lord."
But, as those who had surpassed the prayers in the Old Scripture, the apostles of our Savior approached and asked him to teach them to pray; and he teaches them, handing down a prayer suitable only to them and to those like them. Therefore he says to them: "Thus then pray you: 'Our Father who art in the heavens, hallowed be thy name,' and so forth." Let each one, then, test himself, whether he is worthy, as one who has already become a son of God, to call upon the Father in the heavens and to say "Our Father who art in the heavens" and so forth. If he is not such, let him be eager to take up for himself the prayer suitable to his own condition from the book of Psalms and from the prophetic utterances.
Ἡ μέντοι παροῦσα προσευχὴ τοῦ Δαυὶδ οὖσα τυγχάνει· οὕτως γὰρ ἡρμήνευσεν ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος, ἀντὶ τοῦ· τῷ Δαυίδ, τοῦ Δαυίδ εἰρηκότες. δοκεῖ δὲ ὁ Δαυὶδ τῷ θείῳ πνεύματι μὴ ἠγνοηκέναι τὸν περὶ τῶν πτωχῶν ὑπὸ τοῦ σωτῆρος ἡμῶν εἰρημένον μακαρισμόν· διὸ πτωχὸν ἑαυτὸν καὶ πένητα ὑπάρχειν ὁμολογεῖ, καὶ ταῦτα βασιλεὺς ὢν καὶ πλούτῳ πολλῷ περιρρεόμενος. ἀλλ’ ἐπειδὴ τῷ πνεύματι τοιοῦτος ἦν κατὰ τό· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, εἰκότως ἐν τῇ προσευχῇ ὡς ἀρετὰς ἑαυτοῦ καὶ κατορθώματα προβάλλεται τὴν πτωχείαν καὶ τὴν πενίαν.
Καὶ ἄλλως δὲ ἐρεῖς, ὅτι ὥσπερ Μωσῆς φωνῆς ἀκούσας θεοῦ ἰσχνόφωνον ἑαυτὸν εἶναι ὡμολόγει, κατὰ παράθεσιν τῆς θείας φωνῆς τοῦτο φήσας· τοῦτο καὶ ὁ Δαυίδ, εἰ καὶ μέγας ἦν καὶ πλούσιος καὶ σοφὸς ἀνθρώποις συγκρινόμενος, ἀλλ’ ἀνατείνας πρὸς τὸν θεὸν τοὺς ὀφθαλμοὺς ὁρᾷ ἑαυτὸν τὸ μηθὲν ὄντα. καὶ ἐπεὶ μήπω ἦν δυνατὸς πατέρα τὸν θεὸν ὀνομάζειν, κύριον αὐτὸν καλεῖ δούλου χώραν ἑαυτὸν ἐπέχειν σημαίνων.
This prayer, then, is David's; for both Aquila and Symmachus interpreted it thus, saying "of David" instead of "to David." And David seems not to have been ignorant of the beatitude spoken by our Savior concerning the poor; therefore he confesses himself to be poor and needy, and this though he is a king and abounding in great wealth. But since he was such in spirit, according to the saying "Blessed are the poor in spirit," he fittingly sets forth poverty and neediness as his own virtues and achievements in the prayer.
And you might say otherwise, that just as Moses, having heard the voice of God, confessed himself to be thin-voiced, saying this in comparison to the divine voice, so also David, even if he was great and rich and wise when compared to men, yet when he lifts his eyes to God, he sees himself as nothing. And since he was not yet able to call God "Father," he calls him "Lord," indicating that he holds the place of a servant.
Εἶθ’ ὡς αὐτὸς μένων κάτω που καὶ ἐν βυθῷ (τοῦ δὲ θεοῦ ὄντος ἐν ὕψει) κλῖναι τὸν θεὸν ἱκετεύει τὸ οὖς ἑαυτοῦ, ἅτε μὴ τοσοῦτον βοᾷν δυνάμενος διὰ τὴν οἰκείαν ἀσθένειαν, ὡς ἀναπέμπειν εἰς ὕψος καὶ τείνειν πρὸς τὸν θεὸν τὴν ἑαυτοῦ φωνήν. διὸ δεῖται κλῖναι ἑαυτοῦ τὸ οὖς τὸν θεὸν καὶ τῇ ἑαυτοῦ ταπεινότητι συγκαταβῆναι τὴν θείαν ἀκοήν.
Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ θεός, τὸν ἐλπίζοντα ἐπὶ σέ.
Ἐν οἷς ἦν, ἐν τούτοις φυλαχθῆναι ἀξιοῖ ὑπὸ τοῦ θεοῦ, ὡς ἂν μὴ συληθείη αὐτοῦ ἡ ψυχή, ὧν ἐκέκτητο ἀρετῶν· ἃς ἐδήλωσε πρῶτον εἰπών·
ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ·
Δεύτερον· ὅτι ὅσιός εἰμι· διὸ καὶ ἀλλαχοῦ φάσκει·
μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας.
Ἐπεὶ δὲ συνῄδει ἑαυτῷ μηδέπω ὄντι υἱῷ, εἰκότως δοῦλον ἑαυτὸν ὁμολογεῖ καί φησι·
σῶσον τὸν δοῦλόν σου, ὁ θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ.
Δοῦλος δὲ θεοῦ ἐστιν ὁ μὴ δουλεύων ἁμαρτίᾳ, μηδέ τινι πάθει ὑποκείμενος, μόνῳ δὲ θεοῦ λόγῳ ὑποτεταγμένος καὶ ὁ ἐπὶ μηδένα ἕτερον ἐλπίζων ἢ ἐπὶ μόνον τὸν θεόν.
Then, as if he himself remains below somewhere and in the depth (while God is in the height), he beseeches God to incline his own ear, since he is not able to shout so much on account of his own weakness, as to send up into the height and stretch his own voice toward God. Therefore he prays that God incline his own ear and that the divine hearing condescend to his own lowliness.
"Guard my soul, because I am holy; save your servant, O God, who hopes in you."
In what things he was, in these he deems it worthy to be guarded by God, so that his soul might not be plundered of the virtues which he possessed, which he indicated first by saying:
"Because I am poor and needy."
Secondly: "Because I am holy"; wherefore also elsewhere he says:
"Let not the foot of pride come to me."
But since he knew himself not yet being a son, he fittingly confesses himself a servant and says:
"Save your servant, O God, who hopes in you."
A servant of God is one who is not enslaved to sin, nor subject to any passion, but is subordinate only to the word of God, and who hopes in no other than only in God.
Ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σέ, κύριε, τὴν ψυχήν μου ἦρα.
Εἰ καὶ ὅσιός εἰμι, φησίν, εἰ καὶ πτωχὸς καὶ πένης τῷ πνεύματι, ἀλλ’ οὔπω θαρσῶν ἐμαυτῷ τὴν εὐχὴν ἀναπέμπω. δέομαι δὲ καὶ ἱκετεύω ἐλέου τοῦ παρὰ σοῦ τυχεῖν, καὶ αὕτη μού ἐστιν ἡ διηνεκὴς προσευχή.
Ἀντὶ γοῦν τοῦ· ὅλην τὴν ἡμέραν, ὁ Σύμμαχος ἐξέδωκεν·
ὅτι πρὸς σὲ βοῶ καθ’ ἑκάστην ἡμέραν.
Οὐ γὰρ πρὸς μίαν ἡμέραν δεῖ τῇ προσευχῇ σχολάζειν, ἀλλὰ διὰ πάσης τῆς ἑαυτῶν ζωῆς.
Καὶ ἐπειδήπερ ἐπ’ οὐδενὶ τῶν ἀνθρωπίνων πραγμάτων ἔχαιρε μέγα, ἠξίου διὰ τῆς προσευχῆς παρασχεθῆναι αὐτῷ ὑπὸ τοῦ θεοῦ· τοῦτο δὲ ἦν τὸ εὐφροσύνης τῆς παρ’ αὐτῷ τῷ θεῷ καταξιωθῆναι τὴν ἑαυτοῦ ψυχήν. τὸ μὲν γὰρ σῶμα ἑαυτοῦ καὶ τὴν σάρκα τοῖς σωματικοῖς χαίρειν ἠπίστατο. διὸ ταῦτα μὲν παραιτεῖται, μόνην δὲ τὴν παρὰ τοῦ θεοῦ εὐφροσύνην αἰτεῖ τῆς κατὰ ψυχὴν τρυφῆς μεταποιούμενος.
Εἰδὼς δὲ, ὅτι οὐ πάντων ἐστὶ δύνασθαι ταύτης τυχεῖν ἀλλ’ ἢ τῶν μακρυνόντων μὲν ἑαυτοὺς τοῦ θνητοῦ βίου καὶ τῶν σωματικῶν ἐπιθυμιῶν, μόνῳ δὲ αὐτῷ τῷ θεῷ τῇ διανοίᾳ καὶ τοῖς λογισμοῖς πλησιαζόντων, εἰκότως ἐπιλέγει·
Have mercy on me, O Lord, for I will cry out to you all the day long; gladden the soul of your servant, for to you, O Lord, I have lifted up my soul.
Even if I am holy, he says, even if I am poor and needy in spirit, yet I do not yet confidently send up the prayer. I beg and beseech to obtain mercy from you, and this is my continual prayer.
Instead of "all the day long," Symmachus rendered: "for I cry out to you each day."
For one must not devote oneself to prayer for a single day, but throughout one's entire life.
And since he took no great delight in any human affairs, he asked through prayer to be granted this by God; this was to be deemed worthy of the joy that comes from God himself for his own soul. For he knew that his own body and flesh rejoiced in bodily things. Therefore he declines these, and asks only for the joy from God, partaking of the delight of the soul.
Knowing that it is not possible for all to obtain this, but only for those who distance themselves from mortal life and bodily desires, and draw near to God alone in mind and thoughts, he fittingly adds:
ὅτι πρὸς σὲ, κύριε, τὴν ψυχήν μου ἦρα.
Ὅτι σύ, κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
Ἀντὶ τοῦ· καὶ ἐπιεικής, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων· καὶ ἱλαστής, εἰρήκασιν, ὁ δὲ Σύμμαχος· καὶ ἀφίων.
Καὶ ταῦτα δὲ χρησίμως ἐλέχθη τῷ Δαυὶδ θεραπεύοντι τὸ νομισθὲν φορτικὸν ῥῆμα· τοιοῦτον δὲ ἦν τό· πρὸς σὲ τὴν ψυχήν μου ἦρα, καὶ πάλιν ἀνωτέρω τό· ὅσιός εἰμι. καὶ ταῦτα γάρ μοι, φησίν, οὐκ ἐξ ἐμῆς δυνάμεως ἐπορίσθη, ἀλλ’ ἐκ τῆς σῆς χάριτος. σὺ γάρ με ἐπὶ ταῦτα ἤγαγες χρηστὸς ὢν καὶ ἀφίων ἁμαρτίας, οὐ μόνον ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἐπικαλουμένοις σε· πολυέλεος γὰρ τυγχάνεις.
Κοινοποιήσας δὲ τὸν λόγον διὰ τοῦ· καὶ πᾶσιν τοῖς ἐπικαλουμένοις σε, προτρέπει πᾶσιν ἡμῖν ἐπὶ τῷ τὰ ἴσα αὐτῷ προσεύχεσθαί τε καὶ ἐλπίζειν.
Ἐνώτισαι, κύριε, τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. ἐν ἡμέρᾳ θλίψεώς μου πρὸς σὲ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου.
Καὶ ἐντεῦθεν παρίσταται, ὅτι προσευχὴ τυγχάνει ὁ ψαλμός, ὡς καὶ διὰ τῆς προγραφῆς. ἐπεὶ δὲ κατὰ παρῳχηκότα χρόνον εἴρηται τό· ἐκέκραξα, καὶ τό· ἐπήκουσας, σημειώσῃ, ὅτι ὁ Ἀκύλας φησίν· ἐπικαλέσομαί σε, ὅτι εἰσακούσεις μου, ὥστ’ εἶναι τὰ τῆς προσευχῆς ἀναπεμπόμενα εἰς μέλλοντα χρόνον αἰτοῦντα παρὰ τοῦ θεοῦ βοήθειαν· ἵν’, εἴποτε καιρὸς γένοιτο περιστατικὸς καὶ εἴποτε θλίψις ἐπέλθοι, ἐπικαλούμενος τὸν κύριον ἐν ταῖς θλίψεσιν ἐπήκοον αὐτὸν σχοίη. καλὸν δὲ πρὸ θλίψεως καὶ πρὸ τῶν σκυθρωπῶν καιρῶν μὴ ὑπτιοῦσθαι ἐν ταῖς εὐθυμίαις, μηδὲ ἀπορρᾳθυμεῖν τῶν πρὸς τὸν κύριον εὐχῶν, ἀλλὰ προπαρασκευάζεσθαι εἰς τὸν μέλλοντα χρόνον.
Because to you, O Lord, I have lifted up my soul.
Because you, O Lord, are kind and gentle and very merciful to all who call upon you.
Instead of "and gentle," Aquila and Theodotion have said "and propitiator," while Symmachus has said "and forgiver."
And these things were said usefully by David, who was mitigating what was considered an offensive expression; such was the phrase "I have lifted up my soul to you," and again above the phrase "I am holy." For these things, he says, were not procured for me by my own power, but by your grace. For you led me to these things, being kind and forgiving sins, not only to me, but also to all who call upon you; for you are very merciful.
And having made the statement common through the phrase "and to all who call upon you," he exhorts all of us to pray and hope for the same things as he does.
Give ear, O Lord, to my prayer, and attend to the voice of my supplication. In the day of my distress I cried out to you, because you heard me.
And from this it is evident that the psalm is a prayer, as also from the superscription. But since the phrases "I cried out" and "you heard" are spoken in past time, note that Aquila says "I will call upon you, because you will hear me," so that the elements of the prayer are sent up into future time, asking for help from God; so that, if ever a time of crisis should occur and if ever distress should come, when calling upon the Lord in distresses, he might have him as a hearer. And it is good, before distress and before gloomy times, not to be indolent in times of well-being, nor to be negligent of prayers to the Lord, but to prepare beforehand for the future time.
Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου. ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ θεὸς μόνος.
Καὶ πᾶσαι μὲν ὠφέλιμοι καὶ ἀναγκαῖαι αἱ τῶν ἁγίων τοῦ θεοῦ προσευχαί, νομίζω δὲ μὴ πάσας γεγράφθαι, ἀλλ’ ἢ μόνας ἐκείνας, ἐν αἷς προσευχόμενοι ἐκ θείου πνεύματος ἐκινήθησαν, ὡς καὶ προφητικὰς ἀφεῖναι φωνάς. ἡγοῦμαι δ’ οὖν καὶ τὸν Δαυὶδ προσευχὰς πολλὰς ἀναπέμψαι τῷ θεῷ, ὧν οὐδεμία γραφῇ ἠξιώθη, ἀλλ’ αἱ μετέχουσαι προγνωστικῆς καὶ προφητικῆς δυνάμεως. διόπερ καὶ ἡ παροῦσα προσευχὴ τῇ βίβλῳ τῶν Ψαλμῶν παρελήφθη, καὶ μέση τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν παρεμβέβληται ὡς ἀνακεκραμένη προφητικοῖς λόγοις καὶ κλῆσιν ἐθνῶν περιέχουσα.
Ἄντικρυς γοῦν κλῆσις τῶν ἐθνῶν καὶ διὰ τούτων θεσπίζεται. ἐπειδὴ γὰρ τὰ πολλὰ περὶ ἑαυτοῦ μόνου ηὔξατο, ἐπάκουσόν μου, εἰπὼν καί· φύλαξον τὴν ψυχήν μου, καί· σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, καὶ τό· ἐλέησόν με, καί·
There is none like you among gods, O Lord, and there is nothing according to your works. All the nations, as many as you have made, will come and worship before you, O Lord, and will glorify your name. For you are great and work wonders; you are the only god.
And all the prayers of the saints of God are indeed beneficial and necessary, but I think that not all have been written down, but only those in which, while praying, they were moved by divine spirit, so as to utter prophetic utterances. I consider, therefore, that David also sent up many prayers to God, of which none were deemed worthy of writing, but only those that partake of a foreknowing and prophetic power. For this reason the present prayer has been taken up into the book of the Psalms, and has been inserted in the midst of the prophecies concerning Christ, as being intermingled with prophetic words and containing a calling of the nations.
Directly, then, a calling of the nations is also prophesied through these words. For since he prayed much concerning himself alone, saying "Hear me," and "Guard my soul," and "Save your servant, my God," and "Have mercy on me," and
εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου.
Ἐπεὶ τοίνυν τὰ τοσαῦτα περὶ ἑαυτοῦ ηὔξατο, ὁ πλούσιος καὶ μεγαλόδωρος θεὸς δείκνυσιν αὐτῷ, ὅτι μὴ αὐτῷ μόνῳ τὰ τῆς προσευχῆς αἰτουμένῳ παρέξει, ἁπλωθήσεται δὲ ἡ θεία χάρις καὶ εἰς πάντα τὰ ἔθνη, ὡς καὶ αὐτῶν μελλόντων ἀπολαύειν τούτων, ὧν ὁ Δαυὶδ τυχεῖν ἠξίου. ὅθεν τῷ πνεύματι τῷ ἁγίῳ φωτισθεὶς καὶ τὸ μέλλον θεασάμενος ὑπερεκπλήττεται τῆς τοῦ θεοῦ χάριτος τὴν μεγαλοδωρίαν καί φησι τὰ προκείμενα.
Θεοὺς δὲ ἐνταῦθα λέγεσθαι ὁ μέν τις ἡγήσεται τοὺς ἐν ἀνθρώποις δικαίους καὶ θεοφιλεῖς ἄνδρας διὰ τὸ λέγον· ἐγὼ εἶπον, θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες, ὁ δὲ τὰς κατ’ οὐρανὸν ἁγίας δυνάμεις διὰ τὸ φάσκειν τὸν ἀπόστολον· καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοί, καὶ κύριοι πολλοί· ἡμῖν εἷς θεὸς ὁ πατήρ.
Ἐπεὶ τοίνυν οὔτε ἀγγέλων τις οὔτε προφητῶν τὴν τῶν ἐθνῶν κλῆσιν ἐποιήσατο, εἰκότως εἰς πρόσωπον ἡγοῦμαι τοῦ Χριστοῦ λέγεσθαι τό·
Gladden the soul of your servant.
Since, then, he has prayed so much concerning himself, the rich and bountiful God shows him that he will not grant the things of the prayer to him alone, but the divine grace will be extended to all the nations, so that they too are about to enjoy those things which David deemed worthy to obtain. Hence, illuminated by the Holy Spirit and beholding the future, he is utterly amazed at the magnanimity of God's grace and speaks the foregoing words.
Now, as for the gods spoken of here, one person will consider them to be the righteous and God-loving men among humans, because of the saying: "I said, you are gods, and all sons of the Most High"; another will consider them to be the holy powers in heaven, because of the apostle's statement: "For even if there are those called gods, whether in heaven or on earth, just as there are many gods and many lords, for us there is one God, the Father."
Since, then, neither any angel nor any prophet has made the calling of the nations, I reasonably consider the following to be spoken in the person of Christ:
οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε.
Ἄλλος δέ τις φήσει, διὰ τὸ ψευδῶς μὲν καὶ πεπλανημένως παρὰ τοῖς πολλοῖς τῶν ἀνθρώπων νομίζεσθαι εἶναι θεοὺς καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἄλλον ἀλλαχοῦ θεοποιεῖσθαι, μόνον δὲ τὸν σωτῆρα καὶ κύριον ἡμῶν καθ’ ὅλης τῆς οἰκουμένης θεὸν ἀνηγορεῦσθαι ἐξ ἁπάντων τε τῶν ἐθνῶν λαοὺς ἑαυτῷ περιπεποιῆσθαι, τούτου χάριν προφητικῶς εἰς πρόσωπον αὐτοῦ τὰς προκειμένας ἀναφωνεῖσθαι θεολογίας. εἶτ’ ἐπειδήπερ πολλοὶ προφῆται πρὸ τοῦ σωτῆρος ἡμῶν παραδόξων ἔργων γεγόνασι ποιηταί, οὐδεὶς δὲ πώποτε τοιαῦτα πράξας ἀναγέγραπται, ὁποῖα ἐν τοῖς εὐαγγελίοις τοῦ σωτῆρος ἡμῶν ἐμφέρεται καὶ ὁποῖα δέδεικται διὰ τῆς τῶν ἐθνῶν ἁπάντων ἐπιστροφῆς· διὰ τοῦτο λέγεσθαι καὶ τό·
οὐκ ἔστι κατὰ τὰ ἔργα σου.
Καὶ ποῖα ἔργα διδάσκει λέγων ἑξῆς·
πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου.
Ἐὰν δὲ ἐπιφέρηται τό·
σὺ εἶ θεὸς μόνος,
καὶ τοῦτο ἐφαρμόσεις τῷ σωτῆρι παραθεὶς τό·
There is none like you among the gods, Lord.
Another will say that, because among the many of mankind it is falsely and erroneously thought that there are gods, and among all the nations different ones are deified in different places, but only our Savior and Lord has been proclaimed God throughout the whole inhabited world and has gathered peoples to himself from all the nations, for this reason the preceding theological declarations are prophetically uttered in his person. Then, since many prophets before our Savior have been doers of extraordinary works, but no one has ever been recorded as having done such things as are reported in the Gospels of our Savior and as have been shown through the conversion of all the nations, for this reason it is also said:
There is none like your works.
And what works these are, he teaches by saying next:
All the nations that you have made will come and worship before you.
But if the following is added:
You are the only God,
and you apply this to the Savior, adding:
οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε.
Ὥσπερ γὰρ ἐπὶ συγκρίσει τῶν ἀποδοθέντων θεῶν οὐκ ἔστιν ὅμοιός σοι, οὕτως ἐν παραθέσει τῶν αὐτῶν
σὺ εἶ θεὸς μόνος,
ἐπειδήπερ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐν ἀρχῇ ἦν καὶ θεοῦ λόγος ἦν καὶ πρὸς τὸν θεὸν ἦν καὶ θεὸς ἦν· διόπερ οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν θεοῖς, καὶ μόνος αὐτὸς ὡς ἐν θεοῖς εἴη ἂν θεὸς οὐδενὸς τῶν λεγομένων πολλῶν θεῶν ἐν τῇ αὐτοῦ παραθέσει δυναμένου χρηματίζειν θεοῦ.
Ἄλλος δὲ διὰ τὸ ἐπιφέρεσθαι πᾶσι τούτοις τό· ὅτι σὺ εἶ θεὸς μόνος, εἴποι ἂν πρὸς τὸν πατέρα καὶ θεὸν τῶν ὅλων τὰ προκείμενα πάντα διὰ τῆς εὐχῆς ἀναπέμπεσθαι. τῇ γὰρ αὐτοῦ δωρεᾷ καὶ χάριτι ἡ κλῆσις τῶν ἐθνῶν διὰ τοῦ υἱοῦ αὐτοῦ γέγονεν, καὶ αὐτὸς ἦν ὁ τῶν ὅλων κτίστης καὶ δημιουργὸς καὶ ποιητὴς διὰ τοῦ υἱοῦ τὰ πάντα συστησάμενος, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ αὐτὸς ἦν ὁ πάντα θαυματουργήσας διὰ τοῦ υἱοῦ, τά τε κατὰ τὴν παλαιὰν διαθήκην ἱστορούμενα καὶ τὰ ἐν τῇ καινῇ ἀναγεγραμμένα· διὸ λέγεσθαί·
There is none like you among the gods, Lord.
For just as in comparison with the gods that have been posited there is none like you, so in juxtaposition with them
you alone are God,
since our savior and Lord alone was in the beginning and was the Word of God and was with God and was God; therefore there is none like him among the gods, and he alone would be God as among gods, none of the so-called many gods being able to be accounted God in his juxtaposition.
Another, because the phrase "that you alone are God" is appended to all these things, would say that all the foregoing are sent up through the prayer to the Father and God of the universe. For by his gift and grace the calling of the nations came about through his Son, and he himself was the founder and creator and maker of the universe, having established all things through the Son, both those in heaven and those on earth; and he himself was the one who worked all wonders through the Son, both those recorded in the old covenant and those written in the new; therefore it is said:
οὐκ ἔστι κατὰ τὰ ἔργα σου,
καί·
μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος.
Τὸ δὲ μόνος εἴρηται καὶ ὑπὸ τοῦ σωτῆρος ἡμῶν πρὸς τὸν πατέρα ἐν τῷ· ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν.
Ἐπεὶ δὲ τῆς τοῦ πατρὸς θεότητος κοινωνὸς ὑπάρχει ὁ υἱὸς τῆς αὐτῆς μέτοχος ὢν βασιλείας, ἅτε μονογενὴς υἱὸς ὢν καὶ θεοῦ λόγος καὶ θεοῦ σοφία, εἰκότως ἂν καταλέγοιτο καὶ αὐτὸς τῇ παρούσῃ θεολογίᾳ διδασκούσῃ, ὅτι οὐκ ἔστιν ὅμοιος τῷ ἐπὶ πάντων θεῷ ἐν τοῖς πολλοῖς ὀνομαζομένοις θεοῖς. ἐν ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ αὐτοῦ λόγῳ ἡ τοῦ πατρὸς ὁμοιότης σώζεται. διὸ καὶ εἰκὼν χρηματίζει θεοῦ, καί· θεὸς ἦν λόγος, ὡς ἐν αὐτῷ μὲν σώζεσθαι μόνῳ τὴν τοῦ πατρὸς ὁμοίωσιν, οὐκέτι δὲ καὶ ἐν τοῖς πολλοῖς θεοῖς.
Ὁδήγησόν με, κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
Εἰς τὸ μὴ ἀποσφαλῆναι τῆς ἀληθείας θεοῦ ποδηγοῦ δεόμεθα· διόπερ ὁ μὲν Ἀκύλας·
φώτισόν με, φησί, κύριε, τῇ ὁδῷ σου, καὶ περιπατήσω ἐν ἀληθείᾳ σου,
There is none like your works,
and:
Great are you and doer of wonders, you alone are God.
The word "alone" is also spoken by our savior to the Father in: that they may know you as the only true God.
Since the Son is a partaker of the Father's divinity, being a participant in the same kingdom, and being the only-begotten Son and Word of God and Wisdom of God, he would appropriately be included in the present theology which teaches that there is none like the God over all among the many so-called gods. For in his only-begotten Word alone is the likeness of the Father preserved. Hence he is called the image of God, and: the Word was God, so that in him alone the likeness of the Father is preserved, but not also in the many gods.
Lead me, Lord, in your way, and I will walk in your truth, let my heart rejoice to fear your name.
Lest we stray from the truth of God, we need a guide. Therefore Aquila says:
Enlighten me, he says, Lord, in your way, and I will walk in your truth.
ὁ δὲ Σύμμαχος·
ὑπό δειξόν μοι, κύριε, τὴν ὁδόν σου, ἵνα ὁδεύσω τῇ ἀληθείᾳ σου.
Καὶ πάλιν ἀντὶ τοῦ·
εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου,
ὁ μὲν Ἀκύλας φησίν·
μονάχωσον τὴν καρδίαν μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου,
ὁ δὲ Σύμμαχος·
ἕνωσον τὴν καρδίαν μου εἰς φόβον τοῦ ὀνόματός σου.
Ἐξομολογήσομαί σοι, κύριε, ὁ θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, ὅτι τὸ ἔλεός σου μέγα ἐπ´ ἐμέ, καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.
Πολλὰ χρηστὰ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς ἀναγκαίως ἀναφέρει τῇ μνήμῃ τὴν περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν ἐξομολόγησιν, ὡς ἂν μὴ δοκοίη διὰ τῆς παρασχεθείσης αὐτῷ συγχωρήσεως καὶ τῶν μετὰ ταῦτα ὑπαρχθέντων αὐτῷ χαυνοῦσθαι καὶ ῥᾳθυμότερον ἀναστρέφειν. ἐπιστρέφει τοίνυν αὐτὸς ἑαυτὸν καὶ μνήμην ποιεῖται τῆς αὐτοῦ ἁμαρτίας, ἵνα μείζων γένηται ἡ πρὸς τὸν θεὸν εὐχαριστία. διό φησιν· ἐξομολογήσομαί σοι, καὶ ἐπάγει·
ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.
Symmachus says:
Show me, Lord, your way, that I may walk in your truth.
And again, instead of:
Let my heart rejoice to fear your name,
Aquila says:
Make my heart single to fear your name,
and Symmachus says:
Unite my heart in fear of your name.
I will confess to you, Lord, my God, with my whole heart, and I will glorify your name forever, because your mercy is great upon me, and you have rescued my soul from the lowest Hades.
Having said many good things in the preceding passages, he necessarily brings to mind the confession of the sin which he sinned, so that he might not seem, through the forgiveness granted to him and the benefits subsequently bestowed upon him, to become puffed up and to conduct himself more carelessly. He therefore turns himself back and makes mention of his own sin, so that the thanksgiving to God may become greater. Therefore he says: I will confess to you, and he adds:
You have rescued my soul from the lowest Hades.
Ἡ γὰρ πρὸς θάνατον ἁμαρτία τοιαύτη τυγχάνει εἰς τὸν κατώτατον ᾅδην κατασπῶσα. πολλῶν γὰρ οὐσῶν ἁμαρτιῶν ἐοίκασιν αἱ μὲν τοῦ ᾅδου εἰς τὰ ἐπιπόλαια φέρειν, αἱ δὲ εἰς τὰ κατώτατα καί, ὡς ἂν εἴποι τις, εἰς αὐτὸν τὸν πυθμένα, περὶ οὗ εἴρηται φησίν· ὁδοὶ ἀνδρὸς αἱ δοκοῦσαι ὀρθαὶ εἶναι, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. ἀλλ’ ἐκεῖθεν, φησίν, ἐρρύσω με, ἐπειδὴ γέγονε τὸ ἔλεός σου μέγα ἐπ’ ἐμέ.
Εὐξάμενος γὰρ μεγάλου τυχεῖν ἐλέους ἐν τῷ ν´ ψαλμῷ, ἐν ᾧ εἴρηκεν· ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου, ἐν τούτοις ὁμολογεῖται τετυχηκέναι τῆς εὐχῆς· διὸ καὶ ἐξομολογεῖται οὐχ ἁπλῶς, ἀλλ’ ἐν ὅλῃ αὐτοῦ τῇ καρδίᾳ.
Ὁ θεός, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησεν τὴν ψυχήν μου, καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. καὶ σύ, κύριε ὁ θεός, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.
Μεταβαλὼν ἀπὸ τῆς προσευχῆς εἰς τὴν ἐξομολόγησιν καὶ ὁμολογήσας τῷ θεῷ τὴν χάριν, ὅτι ἐρρύσατο τὴν ψυχὴν αὐτοῦ ἐξ ᾅδου κατωτάτου, ἀπολογεῖται τὴν αἰτίαν ἐξαγορεύων, δι’ ἣν ἥμαρτεν, καί φησιν, ὅτι ἐξ ἐπιβουλῆς πολλῶν ἀοράτων ἐχθρῶν τοῦτο πέπονθεν φθονησάντων αὐτοῦ τῇ κατὰ θεὸν προκοπῇ. διό φησιν·
For the sin that leads to death is of such a kind as to drag one down into the lowest Hades. For since there are many sins, some seem to bring one to the upper parts of Hades, others to the lowest parts and, as one might say, to the very abyss, concerning which it is said: The ways of a man that seem straight, yet their ends look to the abyss of Hades. But from there, he says, you have rescued me, because your mercy has become great upon me.
For having prayed to obtain great mercy in the fiftieth psalm, in which he said: Have mercy on me according to your great mercy, in these words he acknowledges that he has obtained his prayer; therefore he confesses not simply, but with his whole heart.
O God, lawless men have risen up against me, and a gathering of violent men sought my soul, and they did not set you before themselves. And you, Lord God, are compassionate and merciful, long-suffering and very merciful and true.
Having turned from prayer to confession and having acknowledged to God the grace, that he rescued his soul from the lowest Hades, he explains the reason, declaring why he sinned, and says that he suffered this because of the plot of many invisible enemies who envied his progress toward God. Therefore he says:
ὁ θεός, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ.
Οἱ δὲ λοιποὶ πάντες ἑρμηνευταί· ὑπερήφανοι, εἰρήκασι, τὰς ἀοράτους καὶ ὑπερηφάνους δυνάμεις αἰνιξάμενοι. ὁποίαν δὲ βίαν πέπονθεν ἡ τοῦ Δαυὶδ ψυχὴ οὐχ ὑπὸ μιᾶς δυνάμεως, ἀλλ’ ὑπὸ πλειόνων, διδάσκει λέγων· καὶ συναγωγὴ κραταιῶν, ἢ ὡς ὁ Ἀκύλας· καὶ συναγωγὴ κατισχυρευομένων, ἢ ὡς Σύμμαχος· καὶ συναγωγὴ ἀνυποστάτων ἐζήτησεν τὴν ψυχήν μου.
Ἀλλ’ ἡ μὲν τῶν ἐχθρῶν συναγωγὴ ἐζήτησεν τὴν ψυχήν μου μὴ θεμένων πρὸ ὀφθαλμῶν τὸν θεόν, σὺ δέ, κύριε, φησίν, ἅπερ ἐκεῖνοι μὴ προσεδόκησαν, συνεχώρησας καὶ ἐδωρήσω ῥυσάμενός μου τὴν ψυχὴν ἐξ ᾅδου κατωτάτου· καὶ τοῦτ’ ἔπραξας ὡς οἰκτίρμων καὶ ἐλεήμων καὶ μακρόθυμος καὶ πολυέλεος καὶ ἐν πᾶσι τούτοις ἀληθινὸς ὑπάρχων.
Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, δὸς τὸ κράτος τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
Ὁρῶν με, φησίν, ἐλέησόν με. δείκνυσι δ´ ἑαυτοῦ ὁ Δαυὶδ τὴν ταπείνωσιν καὶ τῆς ψυχῆς τὴν κάκωσιν, ἣν παρίστη καὶ ἀρχόμενος τῆς προσευχῆς, ἐν οἷς ἔλεγε· πτωχὸς καὶ πένης ἐγώ εἰμι.
God, lawless ones rose up against me.
All the other translators have said "arrogant," hinting at the invisible and arrogant powers. What violence the soul of David suffered, not from one power but from many, he teaches by saying: "and a gathering of strong ones," or as Aquila has: "and a gathering of those who are overpowered," or as Symmachus has: "and a gathering of insubstantial ones sought my soul."
But the gathering of enemies sought my soul, not having God before their eyes, but you, Lord, he says, granted and bestowed what they did not expect, rescuing my soul from the lowest Hades; and you did this as one who is compassionate, merciful, long-suffering, very merciful, and in all these things truly existing.
Look upon me and have mercy on me, give strength to your servant, and save the son of your maidservant.
Seeing me, he says, have mercy on me. David shows his own humility and the affliction of his soul, which he also set forth at the beginning of the prayer, in what he said: "I am poor and needy.
Ἀντὶ δὲ τοῦ·
δὸς τὸ κράτος τῷ παιδί σου,
σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών·
δὸς ἰσχὺν παρὰ σοῦ τῷ δούλῳ σου.
Ἵνα γὰρ μὴ ἐξασθενήσας ὀλισθήσω μετὰ τῶν ἄλλων ὧν παρέσχου, δυναμωθῆναι ἀξιῶ πρὸς τὸ μὴ αὖθις καταπαλαισθῆναι ὑπὸ τῆς συναγωγῆς τῶν κραταιῶν. οὕτω δέ με ἰσχυροποιήσας σώσεις ὡς ἄν σου δοῦλον γενόμενον, υἱὸν δὲ τῆς παιδίσκης σου ἤτοι τῆς ἐκκλησίας σου, ἢ καὶ τῆς ἐν τῇ κατὰ θεὸν παιδείᾳ ἀναθρεψαμένης αὐτὸν μητρός.
Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.
Ὥσπερ τῷ Κάϊν σημεῖον ἔθετο ὁ θεὸς τῆς πονηρίας αὐτοῦ δηλωτικὸν, ὅπερ σημεῖον οἱ θεωροῦντες εἴργοντο τοῦ ἀνελεῖν αὐτὸν διὰ τὸ κρῖναι τὸν θεὸν στένειν καὶ τρέμειν αὐτὸν ἐπὶ τῆς γῆς, οὕτως καὶ τοῖς τελείοις αὐτοῦ σημεῖον εἰς ἀγαθὸν δίδωσιν, ὅπερ ὁρῶντες οἱ μὲν φίλοι χαίρουσιν, οἱ δὲ ἐχθροὶ καὶ οἱ μισοῦντες αἰσχύνονται γνώρισμα λαβόντες διὰ τοῦ σημείου, ὅτι βεβοήθηται καὶ παρακέκληται ἐπὶ τῷ συμβεβηκότι.
Instead of:
"Give strength to your child,"
Symmachus more clearly interpreted, saying:
"Give strength from yourself to your servant."
For, lest I, having become weak, slip with the others whom you have provided, I ask to be strengthened so as not to be wrestled down again by the assembly of the mighty. Thus, having made me strong, you will save me, as one who has become your servant, but a son of your maidservant, that is, of your church, or also of the mother who raised him in godly education.
Make with me a sign for good, and let those who hate me see and be ashamed, that you, Lord, helped me and comforted me.
Just as God placed a sign on Cain indicative of his wickedness, which sign those who saw it were prevented from killing him because God judged that he should groan and tremble on the earth, so also to his perfect ones he gives a sign for good, which sign, when they see it, friends rejoice, while enemies and those who hate are ashamed, having received through the sign a token that he has been helped and comforted in the event.
Καὶ τάχα ἐπὶ μὲν τοῦ Κάϊν αἱ ἐχθραὶ δυνάμεις ὁρῶσαι τὸ ἐπιτεθὲν αὐτῷ σημεῖον ὑπὸ τοῦ θεοῦ ἐπέχαιρον αὐτῷ, ἅτε ἐπιχαιρησίκακοι οὖσαι· οἱ δὲ τοῦ θεοῦ ἄγγελοι ἐπέστενον αὐτῷ διὰ τοῦ σημείου τὴν ἐπηρτημένην αὐτῷ ἐκ θεοῦ ὀργὴν ἐπιγινώσκοντες. ἐπὶ δὲ τῆς θεοφιλοῦς ψυχῆς τοὐναντίον, αἱ μὲν ἐχθραὶ δυνάμεις καταισχύνονται τὸ ἀγαθὸν σημεῖον ἐπικείμενον ὁρῶσαι αὐτῇ, οἱ δὲ θεῖοι καὶ ἀγαθοὶ ἄγγελοι χαίρουσι καὶ συνευφραίνονται αὐτῇ. τοῦτο καὶ ὁ σωτὴρ ἡμῶν ἐδίδαξεν εἰπών· χαρὰν γίγνεσθαι ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Χριστοῦ γένεσις καὶ κλῆσις ἐθνῶν
πϛʹ
Τοῖς υἱοῖς Κορέ, ψαλμὸς ᾠδῆς. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. ἀγαπᾷ κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ. μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με.
Ἀντὶ τοῦ τοῖς υἱοῖς Κορὲ ὁ Ἀκύλας καὶ Σύμμαχος τῶν υἱῶν Κορὲ ἐκδεδώκασιν, ὡς ὑπ’ αὐτῶν πεποιημένου ἢ διὰ τούτων εἰρημένου τοῦ ψαλμοῦ καὶ λεχθέντος, οὐ μόνον διὰ ψαλτηρίου, ἀλλὰ καὶ μετ’ ᾠδῆς.
And perhaps in the case of Cain, the hostile powers, seeing the sign placed upon him by God, rejoiced over him, being malicious; but the angels of God grieved for him, recognizing through the sign the wrath from God impending upon him. In the case of the God-loving soul, on the contrary, the hostile powers are put to shame, seeing the good sign placed upon it, while the divine and good angels rejoice and celebrate with it. This our Savior also taught, saying that joy arises in the heavens over a single repentant sinner.
Christ's birth and the calling of the nations
Psalm 116
For the sons of Korah, a psalm of song. Its foundations are in the holy mountains. The Lord loves the gates of Zion more than all the dwellings of Jacob. Glorious things have been spoken about you, the city of God. I will remember Rahab and Babylon for those who know me.
Instead of "for the sons of Korah," Aquila and Symmachus have rendered "of the sons of Korah," as if the psalm were made by them or spoken through them and uttered not only with a psaltery but also with song.
Ζητῶν δὲ παρ’ ἐμαυτῷ, τίνι λόγῳ μὴ πάντες ἦσαν ἐφ’ ἑνὶ συνημμένοι οἱ ἐπιγεγραμμένοι τῶν υἱῶν Κορέ, ἀλλ’ ὀκτὼ μὲν ἰδίως πρῶτοι οἱ ἀπὸ τοῦ μα καὶ πάλιν ἰδίως ἀφωρισμένοι δύο, ὁ π δ καὶ πγʹ, καὶ πάλιν ἕτεροι δύο ὁ μετὰ χεῖρας καὶ ὁ ἑξῆς αὐτῷ, μέσος δὲ παρεμβέβληται τούτων ὁ πε ἐπιγεγραμμένος προσευχῆς τοῦ Δαυίδ - τὰ μὲν ἐμοὶ παραστάντα εἰς τὴν τῶν τελευταίων θεωρίαν διὰ τῶν εἰρημένων ἤδη πρότερον δεδηλώκει· εἴποι δ’ ἄν τις καὶ ἄλλως, ὅτι πάντες οἱ ἐν τῇ Βίβλῳ τῶν Ψαλμῶν φερόμενοι λόγοι ὑπὸ διαφόρων ἀνδρῶν προφητικῷ πνεύματι λελαλημένοι ἰδιάζοντες ἦσαν ὡς ἂν μήτε ὑφ’ ἕνα καιρὸν λεχθέντες μήτε ὑπὸ τῶν αὐτῶν προφητευθέντες· αὐτίκα γοῦν ἐπιγέγραπταί τις Μωϋσέως, καὶ ἕτεροι τοῦ Ἀσὰφ καὶ τοῦ Δαυὶδ πάλιν ἕτεροι καὶ ὁ Σολομῶντος ἄλλος καὶ πάλιν Αἰθὰν τοῦ Ἐσδραΐτου· καὶ ἕτεροι δὲ πλεῖστοι ὅσοι παρὰ τούτους φέρονται ἀνεπίγραφοι οὐ δυναμένων ἡμῶν εἰδέναι τίνος ἄρ’ εἶεν. διαφόρως οὖν εἰρημένων τὸ παλαιὸν σποράδην ὑπῆρχε παρὰ τοῖς περὶ ταῦτα σπουδαίοις πεφυλαγμένον εἶθ’ ὕστερον συναχθῆναι τοὺς ρν ὑπὸ μίαν βίβλον. μήποτ’ οὖν ὁ συναγαγών, εἴτ’ Ἔσδρας οὗτος ἦν, ὥς φασιν Ἑβραίων παῖδες, εἴτε τις ἕτερος παρὰ τοῦτον, τοὺς πρώτους εἰς αὐτὸν ἐρχομένους πρώτους ἐν τῇ βίβλῳ κατέταττεν. οὐκ ἀθρόως γὰρ τοὺς πάντας ὑφ’ ἕνα καιρὸν εὑρὼν ἐξ ἀνάγκης τοὺς πρὸς χεῖρα παρεμπίπτοντας συνῆπτε τοῖς προειληφόσι. διόπερ καὶ τοὺς πρώτους η τῶν υἱῶν Κορὲ εἰκὸς τότε κατατάξαι, ὅτε καὶ ἀθρόως ὁμοῦ πάντες εὕρηνται, μετ’ ἐκείνους δὲ συνάψαι τοὺς μετὰ ταῦτα εἰς αὐτὸν ἐλθόντας·
Seeking within myself for what reason not all the inscribed psalms of the sons of Korah were joined together in one group, but eight were first separately, those from the forty-first, and again two separately set apart, the forty-second and forty-third, and again another two, the one at hand and the one following it, while the forty-fifth, inscribed as a prayer of David, is inserted in the middle of these—what occurred to me for the interpretation of the last ones I have already indicated through what was said earlier. But one might also say otherwise, that all the words carried in the Book of Psalms, spoken by different men with prophetic spirit, were individual, as if neither spoken at one time nor prophesied by the same persons. For instance, one is inscribed as of Moses, and others of Asaph, and still others of David, and another of Solomon, and again of Aithan the Ezrachite. And very many others besides these are carried without inscription, we being unable to know whose they might be. So, having been spoken at different times, they anciently existed scattered, preserved among those diligent about these matters, and later the one hundred and fifty were collected into a single book. Perhaps, then, the collector, whether this was Ezra, as the children of the Hebrews say, or someone else besides him, arranged the first ones coming to him as first in the book. For not having found all at once at one time, he necessarily joined those falling to hand with those taken up before. Therefore it is likely that he arranged the first eight of the sons of Korah at that time when all were found together at once, and after those he joined those that came to him later.
εἶτα πολλῶν ἐν τῷ μεταξὺ εὑρημένων καὶ εἰς τὴν Βίβλον τῶν Ψαλμῶν ἀναληφθέντων μετὰ τὸν πβ ψαλμὸν εὑρῆσθαι πάλιν ἄλλους δύο τῶν υἱῶν Κορέ, οὓς καὶ ἀκολούθως συνάψας ἐν τῷ τρίτῳ καὶ π καὶ τῷ πδ κατέταξεν· εἶτα μεταξὺ τοῦ χρόνου τῆς τοῦ Δαυὶδ προσευχῆς εὑρεθείσης ἐνθεῖναι καὶ ταύτην μετὰ τὸν πδ· καὶ πάλιν μετὰ τὴν προσευχὴν τοῦ Δαυὶδ ἐν πε τόπῳ καταλεχθεῖσαν εὑρεθῆναι ἑτέρους δύο τῶν υἱῶν Κορέ, τὸν μετὰ χεῖρας καὶ τὸν ἐφεξῆς αὐτῷ, ἐξ ἀνάγκης τε καὶ αὐτοὺς συναχθῆναι τῇ προσευχῇ τοῦ Δαυίδ. τὸν αὐτὸν δὲ λόγον ὑπάρχειν ὁ αὐτὸς εἴποι ἂν καὶ ἐπὶ τῆς τῶν λοιπῶν ψαλμῶν συνθέσεως.
Πιστώσεται δὲ τὸ λελεγμένον ἀπὸ προφητικῶν ἀποδείξεων, ἐπεὶ καὶ ἐν ταῖς προφητικαῖς βίβλοις πολλάκις ἐστὶν εὑρεῖν τὰ τῷ χρόνῳ πρῶτα λεχθέντα δεύτερα κείμενα τῇ τάξει καὶ τὰ προφητευθέντα ὕστερα προτεταγμένα τῶν προαγόντων τοῖς χρόνοις. ὁ γοῦν Ἱερεμίας προφητεύειν μὲν ἄρχεται ἐπὶ Ἰωσίου, παρατείνει δὲ μέχρι Σεδεκίου καὶ τῆς αἰχμαλωσίας. Σεδεκίας δ’ ἦν τέταρτος ἀπὸ Ἰωσίου βασιλεύς· μετὰ γὰρ Ἰωσίαν δεύτερος Ἰωακεὶμ υἱὸς αὐτοῦ διαδέχεται τὴν ἀρχήν, μεθ’ ὃν τρίτος Ἰεχωνίας υἱὸς Ἰωακείμ, μεθ’ ὃν τέταρτος Σεδεκίας ἀδελφὸς Ἰωακείμ· καθ’ οὓς ἅπαντας τοῦ Ἱερεμίου προφητεύσαντος ἡ ἐπώνυμος αὐτοῦ γραφὴ ἄρχεται μὲν ἀπὸ τοῦ Ἰωσίου· εἶτα προϊοῦσα μέμνηται Ἰεχωνίου τοῦ τρίτου ἀπὸ τοῦ Ἰωσίου· εἶτα προφητεύει τὰ ἐπὶ Σεδεκίου, ὃς ἦν τέταρτος ἀπὸ Ἰωσίου· οἷς ἑξῆς τίθησι τὰ ἐν τῷ τετάρτῳ ἐπὶ Ἰωακεὶμ προφητευθέντα, ὃς ἦν δεύτερος μετὰ Ἰωσίαν· εἶθ’ ἑξῆς ἐπάγει τὰ ἐν ἀρχῇ τοῦ αὐτοῦ Ἰωακείμ·
then many psalms having been found in the meantime and taken up into the Book of Psalms, after the eighty-second psalm, two other psalms of the sons of Korah were found again, which he accordingly joined together and placed in the third and eighty-first and eighty-fourth; then, the prayer of David having been found in the interval of time, he inserted this also after the eighty-fourth; and again, after the prayer of David, which was placed in the eighty-fifth position, two other psalms of the sons of Korah were found, the one at hand and the one following it, and of necessity these also were joined to the prayer of David. The same reasoning would apply, the same author would say, also to the composition of the remaining psalms.
What has been said will be confirmed by prophetic evidence, since also in the prophetic books it is often possible to find things spoken first in time placed second in order, and things prophesied later placed before those earlier in time. Jeremiah, for instance, begins to prophesy under Josiah, but continues until Zedekiah and the captivity. Zedekiah was the fourth king from Josiah; for after Josiah, his son Jehoiakim, the second, succeeds to the throne, after whom the third is Jeconiah, son of Jehoiakim, after whom the fourth is Zedekiah, brother of Jehoiakim; during all of whose reigns Jeremiah prophesied, his eponymous writing begins from Josiah; then, proceeding, it mentions Jeconiah, the third from Josiah; then it prophesies the events under Zedekiah, who was the fourth from Josiah; after which it sets down the things prophesied in the fourth year under Jehoiakim, who was the second after Josiah; then it next brings in the things at the beginning of the same Jehoiakim.
εἶτα τὰ ἐπὶ Σεδεκίου, καὶ πάλιν τὰ ἐπὶ Ἰωακείμ· εἶτα μέμνηται τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, καὶ ὡς μετὰ Σεδεκίαν κατέστη ἡγούμενος τῶν ἀπολειφθέντων Γοδολίας, καὶ ὡς Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, μεθ’ ὃν Ἰωανᾶν υἱὸς Καρηὲ ἡγεῖται· καὶ μετὰ τούτους ἅπαντας ἑξῆς ἐπάγει τὰς ἐν τῷ δ ἔτει Ἰωακεὶμ λεχθείσας προφητείας καὶ πάλιν τὰς ἐν ἀρχῇ βασιλείας Σεδεκίου εἰρημένας.
Εὕροις δ’ ἂν καὶ παρὰ τῷ Ἐζεκιὴλ τὰ παραπλήσια, ἐπεὶ καὶ ἐν τῇ τούτου γραφῇ οὐχ ἑξῆς τοῖς χρόνοις σύγκεινται αἱ προφητεῖαι, ἀλλ’ εἰσὶν αἱ μὲν κατὰ τὸ κζ ἔτος τῆς αἰχμαλωσίας προτεταγμέναι τῷ κατὰ τὸ ια τῆς αἰχμαλωσίας εἰρημένῳ· μετὰ γὰρ τὰς ἐν τῷ κζ ἔτει φέρονται αἱ λεχθεῖσαι ἐν τῷ ια τῆς αἰχμαλωσίας ἔτει, καὶ πάλιν μετὰ τὰς ἐν τῷ ια ἄλλαι φέρονται ἐν τῷ ι ἔτει εἰρημέναι καὶ ἑξῆς αἱ ἐν τῷ κε ἔτει.
Καὶ τούτων ἁπάντων εἴποι ἄν τις τὴν αἰτίαν οὐκ ἄλλην εἶναι τῆς ἀποδεδομένης· σποράδην γάρ, ὡς εἰκός, τῶν κατὰ χρόνους καὶ καθ’ ἕκαστον βασιλέα μερικῶς προπεφητευμένων τὸ παλαιὸν παρὰ τοῖς σπουδαίοις σωζομένων ἤτοι τὸν Ἔσδραν ἢ καί τινας ἑτέρους ὑπὸ μίαν περιγραφὴν συνάγοντας τὰ ἑκάστῳ τῶν προφητῶν κατὰ χρόνους διαφόρους λεχθέντα τοὺς πρώτους εὑρισκομένους λόγους κατατάσσειν πρώτους, εἶθ’ ἑξῆς συνάπτειν τοὺς μετὰ ταῦτα εὑρισκομένους, εἰ καὶ προῆγον τῷ χρόνῳ· τὸν δ’ αὐτὸν εἶναι λόγον καὶ ἐπὶ τῆς τάξεως τῶν ψαλμῶν, καθόλου μὲν ἁπάντων, ἰδίως δὲ καὶ τῶν μετὰ χεῖρας ἡμῖν ἐξεταζομένων, εἰ μὴ ἄρα τις βαθύτερος νοῦς λανθάνων ἡμᾶς ἑτέρους τινὰς λογισμοὺς παραστήσει τῆς τῶν ἐζητημένων αἰτίας.
Then the events under Zedekiah, and again those under Jehoiakim; then it mentions the captivity to Babylon, and how after Zedekiah, Gedaliah was established as leader of those who were left behind, and how Ishmael kills Gedaliah, after whom Johanan son of Kareah leads; and after all these, it brings in sequence the prophecies spoken in the fourth year of Jehoiakim and again those spoken at the beginning of the reign of Zedekiah.
You would also find similar things in Ezekiel, since in his writing too the prophecies are not arranged in chronological order, but some from the twenty-seventh year of the captivity are placed before what was said in the eleventh year of the captivity; for after the things from the twenty-seventh year, those spoken in the eleventh year of the captivity are brought, and again after those from the eleventh year, others spoken in the tenth year are brought, and then those from the twenty-fifth year.
And of all this, one might say the cause is none other than that which has been given; for, as is likely, since the things prophesied piecemeal according to times and for each king were preserved in scattered form from old among the zealous, either Ezra or some others, when gathering under a single heading the things spoken by each of the prophets at different times, would place first the first discourses found, then join in sequence those found afterward, even if they were earlier in time; and the same reasoning applies to the arrangement of the psalms, both in general to all, and specifically to those we are now examining, unless perhaps some deeper meaning hidden from us will present other considerations for the cause of the matters under investigation.
τά γε μὴν ἡμῖν ὑποπεσόντα εἴς τε τὴν τάξιν τῶν υἱῶν Κορὲ καὶ περὶ τῆς προσευχῆς τοῦ Δαυὶδ τῆς πρὸ τοῦ μετὰ χεῖρας ψαλμοῦ κειμένης καὶ μέσης τῶν υἱῶν Κορὲ παρεμβεβλημένης πρόκειται τοῖς ἐθέλουσιν ἐντυγχάνειν τοῖς εἰρημένοις ἡμῖν ἔμπροσθεν. ταῦτα μὲν οὖν ἡμῖν ὧδέ πη προγεγυμνάσθω.
Ἐπεὶ δὲ ἀορίστως ἀρχόμενος ὁ λόγος ἐν τῷ ψαλμῷ φησιν·
οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις,
εἰκότως ἄν τις ζητήσειε, τίνος αὐτοῦ. προχείρως μὲν οὖν εἴποι τις ἂν νοεῖσθαι τοῦ θεοῦ, ἐπειδὴ ἑξῆς ἐπιλέγεται ἡ πόλις τοῦ θεοῦ. ἐγὼ δὲ ἐπιστήσας τῇ ἀκολουθίᾳ τοῦ ψαλμοῦ καὶ εὑρὼν ἑξῆς εἰρημένον τό·
μὴ τῇ Σιὼν ἐρεῖ· ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν,
ἀνθ’ οὗ ὁ Ἀκύλας πεποίηκεν·
καὶ τῇ Σιὼν λεχθήσεται· ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδράσει αὐτήν,
ὁ δὲ Σύμμαχος·
περὶ δὲ Σιὼν λεχθήσεται καθ’ ἕκαστον ἄνθρωπον· οὗτὸς ἐτέχθη ἐκεῖ, αὐτὸς δὲ ἥδρασεν αὐτήν,
ἡγοῦμαι σφόδρα ἀκολούθως εἰρῆσθαι τό·
What has fallen under our notice concerning the order of the sons of Kore and concerning the prayer of David which lies before the psalm at hand and is inserted in the middle of the sons of Kore is available to those who wish to consult what we have said earlier. Let these matters, then, be preliminarily treated by us here.
Since the discourse, beginning indefinitely in the psalm, says:
Its foundations are in the holy mountains,
one might reasonably inquire, of what is it? Readily, then, one might suppose it to be understood of God, because the city of God is mentioned next. But I, having attended to the sequence of the psalm and having found subsequently the statement:
Let not Zion say: A man and a man was born in her, and he himself founded her,
for which Aquila has rendered:
And to Zion it will be said: A man and a man was born in her, and he himself will establish her,
and Symmachus:
Concerning Zion it will be said for each man: This one was born there, he himself established her,
I consider that the following is very consistently stated:
οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι,
καὶ μὴ προσκεῖσθαι τό· τοῦ θεοῦ, ἵν’ ἐπιζητήσαντες τίνος αὐτοῦ εὕρωμεν ἀπὸ τῶν ἑξῆς τὸν λεγόμενον τεθεμελιωκέναι τὴν Σιὼν ἄνδρα τὸν καὶ γεννηθέντα ἐκεῖ· ἄνθρωπος γάρ, φησίν, ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν, ἤ· καὶ αὐτὸς ἥδρασεν αὐτήν.
Λεγομένου τοιγαροῦν τοῦ· οἱ θεμέλιοι αὐτοῦ, προσυπακούσωμεν ἡμεῖς τό· τοῦ ἀνδρὸς τοῦ θεμελιώσαντος αὐτήν, δῆλον δ’ ὅτι τὴν τοῦ θεοῦ πόλιν. πόλιν δὲ τοῦ θεοῦ νομίζειν τὴν κατὰ Παλαιστίνην τὸ πάλαι συνεστῶσαν Ἰουδαίων μητρόπολιν οὐ μόνον ταπεινόν, ἀλλὰ καὶ δυσσεβές. τὸ γὰρ περὶ τῆς νῦν ὑπὸ ἀλλοφύλων ἐθνῶν οἰκουμένης ἐν τῇ Ἰουδαίᾳ πόλεως λέγεσθαι νομίζειν τό·
ἀγαπᾷ κύριος τὰς πύλας Σιών,
τὰς νῦν ἐρήμους καὶ ἠφανισμένας, καὶ τό·
δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ,
καὶ πάλιν ἀλλαχοῦ·
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ,
καὶ πάλιν·
μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ,
Its foundations are in the mountains,
and the phrase “of God” is not added, so that when we inquire whose it is, we may find from what follows the man who is said to have founded Zion, the one also born there. For a man, it says, was born in it, and he himself founded it, or he himself established it.
Therefore, when it is said, “Its foundations,” let us supply for ourselves the phrase “of the man who founded it,” clearly meaning the city of God. But to consider the city of God to be the ancient metropolis of the Jews in Palestine is not only lowly but also impious. For to think that what is said about the city now inhabited by foreign nations in Judea applies to the verse:
“The Lord loves the gates of Zion,” now desolate and ruined, and:
“Glorious things have been spoken about you, the city of God,” and again elsewhere:
“The rushings of the river gladden the city of God,” and again:
“Great is the Lord and exceedingly praiseworthy in the city of our God, on his holy mountain.
καὶ ταῦτα πάντα νομίζειν λέγεσθαι περὶ πόλεως, ἣν ἄνδρες οἰκοῦσι νῦν Ἕλληνες καὶ ἀλλόφυλοι καὶ εἰδωλολάτραι, σφόδρα μοι δοκεῖ ταπεινῆς εἶναι καὶ μικροπρεποῦς διανοίας.
Εἰ δέ τις νοήσειεν, ὅπως εἰώθασιν αἱ θεῖαι καὶ προφητικαὶ φωναὶ πόλιν θεοῦ καλεῖν τὸ θεοσεβὲς πολίτευμα, ὄψεται τίνα τρόπον καθ’ ὅλης τῆς οἰκουμένης τὴν θεοφιλῆ ταύτην καὶ θεοσεβῆ πολιτείαν τε καὶ πόλιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς χριστὸς τοῦ θεοῦ ἐθεμελίωσέ τε καὶ ἥδρασε. διὸ καὶ ποικίλως κηρύττεται ὑπὸ τῶν προφητῶν ἐν οἷς λέγεται περὶ αὐτοῦ καὶ τό· οὗτος οἰκο δομήσει τὴν πόλιν μου. τὴν γὰρ τοῦ θεοῦ πόλιν, δηλαδὴ τὴν κατὰ θεὸν πολιτείαν καὶ τὸ θεοσεβὲς πολίτευμα, καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης μόνος αὐτὸς γεννηθεὶς ἐν αὐτῇ ἱδρύσατο καὶ κατεπήξατο διὰ τῆς ἐν παντὶ τόπῳ καὶ πάσῃ χώρᾳ καὶ πόλει συνεστώσης αὐτοῦ καθολικῆς ἐκκλησίας· περὶ ἧς πεπεῖσθαι προσήκει λέγεσθαι τό·
δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ,
And to think that all these things are said about a city which is now inhabited by Greeks and foreigners and idolaters seems to me to be of a very low and petty mind.
But if one were to understand how divine and prophetic utterances are accustomed to call the godly commonwealth the city of God, he will see in what manner the savior and lord of us, Jesus Christ of God, founded and established this God-loving and godly polity and city throughout the whole inhabited world. Therefore it is also proclaimed in various ways by the prophets, in which it is said about him also: "This one will build my city." For the city of God, that is, the polity according to God and the godly commonwealth, he alone, having been born in it, established and fixed throughout the whole inhabited world of men through his catholic church, which is constituted in every place and every country and city; about which it is fitting to be convinced that it is said:
"Glorious things have been spoken about you, the city of God.
καὶ τό·
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ,
καὶ ὅσα ἄλλα τοιαῦτα ἐν ταῖς θείαις φέρεται γραφαῖς.
Τῆς οὖν μεγίστης ταύτης καὶ θεοπρεποῦς πόλεως, λέγω δὲ τῆς τοῦ θεοῦ ἐκκλησίας, καὶ τοῦ κατ’ αὐτὴν ἐμφαινομένου θεοσεβοῦς πολιτεύματος οἱ θεμέλιοι τυγχάνουσιν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. ἑρμηνεύει δὲ τὸν λόγον ὁ ἀπόστολος φάσκων· ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.
Καὶ ἄλλως δὲ οἱ θεμέλιοι αὐτοῦ οὐκ ἐνταῦθα κάτω καὶ παρ’ ἡμᾶς τυγχάνουσιν, ἀλλ’ ἄνω που καὶ ἐν τοῖς καλουμένοις ἁγίοις ὄρεσι. διὸ λέλεκται·
οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.
Εἶεν δ’ ἂν ταῦτα τὰ ὄρη οἱ οὐρανοὶ τῶν οὐρανῶν, ἔνθα τὸ μέγα πολίτευμα τῆς ἐπουρανίου Σιὼν καὶ τῆς ἀληθῶς μεγάλης τοῦ θεοῦ πόλεως συνέστηκεν. οὐκ ἐμὸς δὲ οὗτος ὁ λόγος, ἀλλὰ καὶ αὐτὸς τοῦ φήσαντος ἀποστόλου· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, καί· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. ταύτης οὖν τῆς μεγάλης πόλεως τοῦ θεοῦ εἰκὼν μὲν εἴη ἂν ἡ ἐπὶ γῆς ἐκκλησία τοῦ θεοῦ, τὰ δὲ στηρίγματα αὐτῆς καὶ οἱ θεμέλιοι ἐν τοῖς ἀποδεδομένοις ἡμῖν ἁγίοις ὄρεσιν ὑφεστήκασιν. αἱ δὲ εἴσοδοι καὶ αἱ πρῶται στοιχειώσεις αὐτῆς ἐκείνης τῆς οὐρανοπόλεως ἐνταῦθα τυγχάνουσι παρ’ ἡμῖν· ἅσπερ εἰσόδους καὶ εἰσαγωγὰς τοῦ θεοσεβοῦς πολιτεύματος πύλας ὠνόμασε Σιὼν ὁ λόγος φάσκων·
And the verse: "The rushings of the river gladden the city of God," and all other such things that are borne in the divine scriptures. Therefore, the foundations of this greatest and most God-befitting city—I mean the Church of God and the pious polity manifested in it—are situated in the holy mountains. The Apostle interprets the word, saying: "Built upon the foundation of the apostles and prophets, with Jesus Christ Himself being the cornerstone." And in another way, its foundations are not here below and among us, but somewhere above and in the so-called holy mountains. Hence it is said: "Its foundations are in the holy mountains." These mountains would be the heavens of heavens, where the great polity of the heavenly Zion and the truly great city of God is established. This is not my own word, but that of the Apostle who said: "The heavenly Jerusalem is free, which is our mother," and: "You have approached the mountain of Zion and the city of the living God, the heavenly Jerusalem, and myriads of angels, a festival and church of firstborn enrolled in the heavens." Therefore, an image of this great city of God would be the Church of God on earth, while its supports and foundations subsist in the holy mountains that have been given to us. The entrances and first elements of that heavenly city are here among us; these entrances and introductions to the pious polity the Word named gates of Zion, saying:
ἀγαπᾷ κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
Σκηνώματα δὲ Ἰακὼβ αἱ Ἰουδαϊκαὶ παραδόσεις καὶ αἱ κατὰ Μωϋσέως σωματικαὶ θρησκεῖαι ἐνταῦθά μοι δοκοῦσι λέγεσθαι· ὧν προτιμότεραι τυγχάνουσι παρὰ τῷ θεῷ αἱ πύλαι τῆς Σιών, τουτέστιν αἱ εἴσοδοι καὶ εἰσαγωγαὶ τῆς ἐπουρανίου βασιλείας ἐπὶ τῆς ἐκκλησίας Χριστοῦ ἱδρυμέναι· ἐν μόνῃ γὰρ ταύτῃ κηρύσσεται ἡ τῶν οὐρανῶν βασιλεία. καὶ τοῦ σωτηρίου γε εὐαγγελίου ὁ πᾶς σκοπὸς ἐκεῖσε βλέπει, ἐπεὶ καὶ αἱ σωτήριοι ἐπαγγελίαι καὶ τὸ εὐαγγελικὸν κήρυγμα καὶ ἡ πᾶσα ἐλπὶς τοῦ κατὰ Χριστὸν πολιτεύματος τὴν βασιλείαν τῶν οὐρανῶν ὁρᾷ.
Γέγραπται γοῦν, ὅτι ἐκήρυσσεν ὁ σωτὴρ λέγων· ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, ἐμακάριζέ τε τοὺς ἀξίους τῶν οἰκείων μακαρισμῶν ἐπαγγελλόμενος αὐτοῖς βασιλείαν οὐρανῶν, ἀλλὰ καὶ ἐδίδασκεν εὔχεσθαι τοὺς αὐτοῦ μαθητὰς καὶ τὴν τῶν οὐρανῶν βασιλείαν ἐξαιτεῖσθαι φάσκοντας ἐν τῇ προσευχῇ· γενηθήτω τὸ θέλημά σου, ἐλθέτω ἡ βασιλεία σου. εἰκότως τοίνυν πάντα τὰ τοιαῦτα πύλαι τῆς τῶν οὐρανῶν βασιλείας ὠνομάσθησαν εἴσοδοί τινες καὶ εἰσαγωγαὶ τυγχάνουσαι τῆς ἐκεῖσε πορείας. ἀγαπᾷ τοίνυν ταύτας τὰς πύλας τῆς ἐπουρανίου Σιὼν ὑπὲρ τὰς νομικὰς καὶ Ἰουδαϊκὰς συναγωγάς, ἅσπερ ὠνόμασε σκηνώματα Ἰακώβ.
The Lord loves the gates of Zion more than all the tents of Jacob.
The tents of Jacob seem to me to be spoken of here as the Jewish traditions and the bodily observances according to Moses; and the gates of Zion are preferred before them by God, that is, the entrances and introductions to the heavenly kingdom established in the Church of Christ. For in this alone is the kingdom of the heavens proclaimed. And the whole aim of the saving gospel looks to that, since the saving promises, the evangelical proclamation, and the entire hope of the polity according to Christ behold the kingdom of the heavens.
It is written, then, that the Savior preached, saying, "The kingdom of the heavens has drawn near," and he blessed those worthy of his own beatitudes, promising them the kingdom of the heavens; but he also taught his disciples to pray and to ask for the kingdom of the heavens, saying in the prayer, "Let your will be done, let your kingdom come." Naturally, then, all such things were named gates of the kingdom of the heavens, being some entrances and introductions to the journey thither. Therefore, the Lord loves these gates of the heavenly Zion more than the legal and Jewish synagogues, which he called the tents of Jacob.
Οὐδὲν γοῦν παρ’ ἐκείνοις περὶ τῆς ἐπουρανίου πόλεως τοῦ θεοῦ μνημονεύεται, οὐδέ τις αὐτοῖς σκοπὸς περὶ βασιλείας οὐρανῶν ἔνεστι, κάτω δὲ δι’ ὅλου νενευκότες τὰς ἐλπίδας ἐπὶ γῆς ἔχουσι καὶ τὰς ἐπαγγελίας ἐνταῦθά που προσδωκῶσιν· διὸ προτιμότεραι παρὰ τῷ θεῷ τυγχάνουσι τῶν σκηνωμάτων Ἰακὼβ αἱ προδηλωθεῖσαι ἡμῖν πύλαι τῆς ἐπουρανίου Σιών· ἧς οἱ θεμέλιοι οὐκ ἐνταῦθα κάτω που ἐπὶ γῆς, ἀλλ’ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις ὑπάρχουσι τοῖς προτεθεωρημένοις.
Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.
Ἀντὶ τοῦ· μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ὁ μὲν Ἀκύλας ἀναμνήσω, φησίν, ὁρμήματος καὶ Βαβυλῶνος, ὁ δὲ Σύμμαχος· ἀναμνήσω ὑπερηφανίαν καὶ Βαβυλῶνα.
Ἡγοῦμαι δὲ διὰ Βαβυλῶνος καὶ Τύρου καὶ Ῥαὰβ διά τε τῶν ἀλλοφύλων καὶ τοῦ λαοῦ τῶν Αἰθιόπων τὴν κλῆσιν τῶν ἐθνῶν αἰνίττεσθαι τῶν μετα θεμένων καὶ μεταβεβλημένων ἀπὸ τῆς προτέρας ἀγωγῆς καταξιωθέντων τε ἀναγεννήσεως τῆς ἐν τῇ πόλει τοῦ θεοῦ· οὓς ὁ λόγος ἀναμιμνήσκειν βούλεται τοῦ προτέρου ἑαυτῶν γένους. τῷ γὰρ φάσκειν ἀλλοφύλους καὶ Τύρον καὶ λαοὺς Αἰθιόπων γεγενῆσθαι ἐκεῖ, τί ἕτερον παρίστησιν ἢ τῶν ἀλλοφύλων ἐθνῶν τὴν ἐν τῇ πόλει τοῦ θεοῦ ἀναγέννησιν;
Nothing at all is mentioned among them concerning the heavenly city of God, nor is any aim regarding the kingdom of heaven present to them, but they are wholly bent downward, placing their hopes on earth and expecting the promises somewhere here below. Therefore, the gates of the heavenly Zion, which we have previously indicated, are more honored by God than the tents of Jacob; whose foundations are not here somewhere on earth, but exist in the holy mountains that have been previously contemplated.
I will remember Rahab and Babylon to those who know me; and behold, the Philistines and Tyre and the people of the Ethiopians, these were there.
Instead of "I will remember Rahab and Babylon," Aquila says, "I will recall, he says, the assault and Babylon," and Symmachus says, "I will recall arrogance and Babylon."
I consider that through Babylon and Tyre and Rahab, as well as through the Philistines and the people of the Ethiopians, the calling of the nations is intimated—those who have changed and been transformed from their former way of life and have been deemed worthy of regeneration in the city of God; whom the discourse wishes to remind of their former race. For in saying that Philistines and Tyre and the peoples of the Ethiopians came to be there, what else does it present but the regeneration of the foreign nations in the city of God?
Καὶ ὁ Ἀκύλας δέ φησι·
Φυλιστιαία καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗτος ἐτέχθη ἐκεῖ.
Ὁμοίως δὲ καὶ ὁ Σύμμαχος ἐξέδωκεν εἰπών·
Ἰδοὺ Φυλιστιαῖοι καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗτος ἐτέχθη ἐκεῖ.
Ἐκεῖ δέ, ποῦ φησι τετέχθαι τοὺς ἀλλοφύλους, ἀλλ’ ἐν τῇ πόλει τοῦ θεοῦ ἢ ἐν ταῖς πύλαις αὐτῆς ταῖς νενοημέναις; τοῦτο γὰρ ἡ ἀκολουθία τῆς συμφράσεως ὑποβάλλει νοεῖν. προειπὼν γάρ·
δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ,
ἐπιλέγει συνάπτων ἑξῆς, ὡς ἄρα οἵδε καὶ οἵδε ἀλλόφυλοι ἐγενήθησαν ἐκεῖ, καὶ ὁ λαὸς Αἰθιόπων ἐτέχθη ἐκεῖ, δηλονότι ἐν τῇ προειρημένῃ πόλει τοῦ θεοῦ ἢ ἐν ταῖς ταύτης τεθεωρημέναις πύλαις. ἃ δὴ καὶ ἔργοις ἐπιτελεσθέντα τὴν τῶν λόγων ἀλήθειαν πιστοῦται τῆς σωτηρίου χάριτος, καὶ Βαβυλωνίους καὶ Τυρίους καὶ πάντας τοὺς ἀλλογενεῖς καὶ ἀλλοτρίους τοῦ γένους τοῦ Ἰσραηλιτικοῦ, καὶ διὰ λουτροῦ παλιγγενεσίας καὶ τῶν τῆς καινῆς διαθήκης μυστηρίων ἀναγεννώσης ἐν τῇ δηλωθείσῃ πόλει τοῦ θεοῦ.
Μὴ τῇ Σιὼν ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεν νήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα· ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.
And Aquila says:
“Philistia and Tyre together with Ethiopia, this one was born there.”
Similarly, Symmachus also rendered it, saying:
“Behold, the Philistines and Tyre together with Ethiopia, this one was born there.”
But there—where does he say the foreigners were born? In the city of God or in its gates, understood as such? For the sequence of the phrasing suggests this understanding. For having said earlier:
“Glorious things were spoken concerning you, the city of God,”
he then adds, connecting next, that such and such foreigners came to be there, and the people of Ethiopia were born there, evidently in the aforementioned city of God or in its contemplated gates. These things, indeed, when accomplished in deeds, confirm the truth of the words of saving grace: that Babylonians, Tyrians, and all those of other races and alien to the Israelite race are reborn through the bath of regeneration and the mysteries of the New Covenant in the indicated city of God.
“Do not say to Zion, ‘A man,’ and a man was born in her, and the Most High himself founded her.’ The Lord will recount in the record of peoples and rulers those who have come to be in her. *Diapsalma*: ‘As of all rejoicing, the dwelling is in you.’
Αἱ τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεις λευκότερον τὴν τῶν προκειμένων διάνοιαν παρέστησαν. ὁ μὲν γὰρ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον·
περί τε Σιὼν λεχθήσεται καθ’ ἕκαστον ἄνθρωπον· οὗτος ἐτέχθη ἐκεῖ· αὐτὸς δὲ ἥδρασεν αὐτὴν ὁ ὕψιστος. κύριος ἀριθμήσει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ.
Καὶ ὁ Θεοδοτίων φησί·
καὶ τῇ Σιὼν ῥηθήσεται· ἀνὴρ καὶ ἀνὴρ ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν, ἢ καὶ ἡτοίμασεν αὐτήν, ὁ ὕψιστος. κύριος διηγήσεται ἐν γραφῇ λαῶν· οὗτος ἐγεννήθη ἐν αὐτῇ.
Καὶ πρόσχες τίνα τρόπον ἐν τούτοις, οἷσπερ εἴρηται περὶ τῶν ἀλλοφύλων, τό·
ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ,
οὕτως καὶ ἐνταῦθα λεχθήσεται, φησίν·
ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐκεῖ,
καὶ πάλιν ἑξῆς·
κύριος γράφων λαούς οὗτος ἐτέχθη ἐκεῖ.
Πρότερον μὲν γὰρ εἴρητο περὶ τοῦ λαοῦ τῶν ἀλλοφύλων· δεύτερον δὲ περὶ τοῦ ἀνδρὸς τοῦ λεγομένου τετέχθαι ἐκεῖ, καὶ τρίτον περὶ αὐτοῦ τοῦ κυρίου. ὁ γὰρ κύριος, φησίν, αὐτὸς ὁ θεσπίζων ταῦτα καὶ γράφων λαούς, οὗτος ἐτέχθη ἐκεῖ.
The translations of the other interpreters have presented the meaning of the preceding passages more clearly. For Symmachus rendered it in this way:
"Concerning Zion it will be said, for each man: this one was born there; and the Most High himself founded her. The Lord will number, writing peoples: this one was born there."
And Theodotion says:
"And to Zion it will be said: man and man was born in her, and he himself founded her, or also prepared her, the Most High. The Lord will recount in the writing of peoples: this one was born in her."
And observe in what manner in these passages, where it is said concerning the Philistines:
"Philistines and Tyre and the people of Ethiopia, these were born there,"
so also here it will be said, he says:
"man and man was born there,"
and again subsequently:
"The Lord writing peoples, this one was born there."
For first it was said concerning the people of the Philistines; second concerning the man said to have been born there; and third concerning the Lord himself. For the Lord, he says, he himself who decrees these things and writes peoples, this one was born there.
Σαφῶς δὲ ὁ λόγος τὸν μὲν ἄνδρα τὸν τεχθέντα ἐκεῖ, τουτέστιν ἐν τῇ τοῦ θεοῦ πόλει, τὸν ἄνθρωπον τοῦ σωτῆρος ἡμῶν ᾐνίξατο· τὸν δὲ κύριον καὶ αὐτὸν τε τέχθαι ἐκεῖ φά σκων παρίστησι τὴν ἐν τῷ ἀνθρώπῳ τοῦ θεοῦ λόγου κατοίκησιν. ὥσπερ γὰρ ἡ Σιὼν πόλις οὖσα τοῦ θεοῦ χώρα τυγχάνει τοῦ τεχθέντος ἐν αὐτῇ ἀνδρός, οὕτω καὶ αὐτὸς ὁ ἀνὴρ χώρα γίνεται καὶ δοχεῖον τοῦ ἐν αὐτῷ γεννηθέντος θεοῦ λόγου, ὡς ἐν ἱερῷ ἁγίῳ καὶ ναῷ, μᾶλλον δὲ ὡς ἐν ἀγάλματι καὶ δοχείῳ τῆς αὐτοῦ θεότητος ἐν αὐτῷ κατῳκηκότος.
Καὶ ταῦτα δὲ ἀναγκαίως ὁ λόγος ἐδίδαξεν εἰς τὸ γνωσθῆναι πῶς ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων ἐγενήθησαν ἐν τῇ τοῦ θεοῦ πόλει καὶ γεγόνασιν υἱοὶ θεοῦ διὰ τῆς παρ’ αὐτῷ ἀναγεννήσεως. ὅπως γὰρ καὶ κατὰ τίνα τρόπον ἡ τοσαύτη εἰς ἀνθρώπους ἐξεχύθη χάρις, παρέστησεν εἰπὼν τὰ κατὰ τὸν ἄνδρα τὸν γεννηθέντα ἐκεῖ, καὶ τὸν ἐν τῷ ἀνδρὶ πάλιν γεννηθέντα κύριον.
Οἷς ἅπασιν ἐπιλέγει τό·
ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί·
Clearly the passage alludes to the man born there, that is, in the city of God, the man of our Savior; and by saying that the Lord himself was also born there, it sets forth the dwelling of the divine Word in the man. For just as Zion, being a city of God, is the place of the man born in it, so also the man himself becomes a place and receptacle of the divine Word born in him, as in a holy sanctuary and temple, or rather as in an image and vessel of his divinity dwelling in him.
And these things the passage necessarily taught in order that it might be known how foreigners and Tyre and the people of the Ethiopians came to be in the city of God and became sons of God through regeneration by him. For how and in what manner such grace was poured out upon men, it set forth by telling of the man born there, and of the Lord born again in the man.
To all these things it adds:
As of all rejoicing, the dwelling is in you.
ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησί·
καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοί,
ὁ δὲ Σύμμαχος·
καὶ αἰνέσουσιν ὡς ἐν αὐλοῖς πᾶσαι αἱ πηγαὶ ἐν σοί.
Οἶμαι δὲ σημαίνεσθαι καὶ διὰ τούτων τὴν τῶν πιστῶν ἁπάντων τῶν δὴ τῆς ἁγίας τοῦ θεοῦ πόλεως καταξιωθησομένων ἐπισυναγωγὴν καὶ τὴν εἰς ἕνα χορὸν ἀποκατάστασιν. τῷ γὰρ λέγεσθαι· ἐν σοί, τὸν τόπον πάλιν σημαίνειν ὑπολαμβάνω τῆς τοῦ θεοῦ πόλεως· ἧς οἱ μὲν θεμέλιοι ἦσαν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, αἱ δὲ πύλαι καὶ αἱ εἴσοδοι κάτω που καὶ παρ’ ἡμῖν· ἐν μέσῃ δὲ αὐτῇ πάντες ὡς ἐν χορείᾳ καὶ ἁρμονίᾳ θείᾳ μετ’ εὐφροσύνης συναγόμενοι κατοικήσειν προφητεύονται.
Ὅρα δέ, τίνα τρόπον ὁ παρὼν ψαλμὸς θεοῦ γένεσιν θεσπίζων κατὰ τὴν ἀνάγνωσιν τῆς τῶν ο ἑρμηνείας ἐπέκρυψε τὸ μυστήριον. τὸ γάρ·
κύριος ἀριθμήσει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ,
κατὰ τὸν Σύμμαχον, ἢ κατὰ τὸν Ἀκύλαν·
κύριος διηγήσεται ἐν τῷ γράφειν λαούς, οὗτος ἐτέχθη ἐκεῖ·
ἢ κατὰ τὸν Θεοδοτίωνα·
κύριος διηγήσεται ἐν γραφῇ λαῶν, οὗτος ἐγεννήθη ἐκεῖ,
Instead of this, Aquila says: "And all springs in you sing as choirs." And Symmachus says: "And all springs in you will praise as with flutes." I think that through these words is signified the gathering together of all the faithful who will be deemed worthy of the holy city of God and their restoration into a single chorus. For by the phrase "in you," I take it to indicate again the place of the city of God, whose foundations were in the holy mountains, but whose gates and entrances are somewhere below and among us; and in its midst all are prophesied to dwell, gathered together as in a dance and divine harmony with joy.
Now observe in what manner the present psalm, prophesying the birth of God, concealed the mystery according to the reading of the Septuagint translation. For the phrase: "The Lord will number, writing peoples; this one was born there," according to Symmachus, or according to Aquila: "The Lord will recount in writing peoples; this one was born there," or according to Theodotion: "The Lord will recount in the writing of peoples; this one was born there.
οὐ τοῦτον ἡρμήνευται παρὰ τοῖς ο τὸν τρόπον, ἀλλ’ εἴρηται·
κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ,
ἐπικρυψάντων, ὡς οἶμαι, τὴν διάνοιαν τῶν τὴν ἑρμηνείαν πεποιημένων διὰ τὸ ἔθνεσιν ἀλλοφύλοις μέλλειν ἐκδίδοσθαι τὴν γραφὴν κατὰ τοὺς Πτολεμαίου χρόνους, οὔπω τοῦ σωτῆρος ἡμῶν ἐπιλάμψαντος τῷ βίῳ.
Καὶ ὁ πᾶς δὲ ψαλμὸς σφόδρα αἰνιγματώδης καὶ σκοτεινῶς εἰρημένος τυγχάνει, θεμελίους αὐτοῦ λέγων σεσιωπημένως, τίνος δ’ αὐτοῦ μὴ διασαφῶν, καὶ πάλιν ὄρη ἅγια ὀνομάζων καὶ πύλας Σιὼν προτιμωμένας ὑπὸ τοῦ κυρίου τῶν σκηνωμάτων Ἰακὼβ καὶ πόλιν θεοῦ δεδοξασμένως λαλουμένην καὶ ἐπὶ πᾶσιν ἐν τῇ πόλει οὐ τὸν Ἰσραὴλ οὐδὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ Ῥαὰβ τήν ποτε πόρνην καὶ Βαβυλῶνα Τυρίους τε καὶ Αἰθίοπας καὶ ἀλλοφύλους. τούτους γὰρ πάντας τεχθήσεσθαι ἐν τῇ πόλει τοῦ θεοῦ διὰ ποίαν αἰτίαν οὐκ ἂν ἔχοι τις ἄλλην εἰπεῖν ἢ διὰ τὴν γένεσιν τοῦ ἐν αὐτῇ τεχθέντος ἀνδρὸς καὶ τοῦ κυρίου τεχθέντος ἐκεῖ, δηλαδὴ ἐν αὐτῷ τῷ προλεχθέντι ἀνδρί.
It has not been interpreted in this way by those who did so, but it has been said:
"The Lord will narrate in the writing of the peoples and of the rulers of those things that have happened in it,"
they having concealed, as I think, the meaning of those who made the translation, because the writing was to be given out to foreign nations in the times of Ptolemy, our savior not yet having shone upon the world.
And the whole psalm is very enigmatic and spoken obscurely, speaking of its foundations silently, and not clarifying whose, and again naming holy mountains and gates of Zion honored by the Lord of the dwellings of Jacob, and a city of God spoken of gloriously, and finally in the city not Israel nor the nation of the Jews, but Rahab the former prostitute, and Babylon, Tyrians, and Ethiopians, and foreigners. For all these are to be born in the city of God; for what other reason could one give than the birth in it of the man and of the Lord born there, that is, in that same aforementioned man.
Ἐφ’ οἷς πᾶσιν εὐφροσύνην κοινὴν καὶ χορείας ᾠδάς τε καὶ αἴνους καὶ πηγὰς θείων καὶ ἱερῶν λόγων ἐπὶ τέλει τοῦ ψαλμοῦ θεσπίζει. ἐπὰν δὲ λέγῃ ἐν γραφῇ λαῶν ταῦτα πάντα ἔσεσθαι, σημαίνειν ἡγοῦμαι τὸν καιρὸν τῆς ἀπογραφῆς τῶν ἐθνῶν, ἥτις ἐπληροῦτο ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως· τότε γὰρ ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην, ὅτε Κυρήνιος ἐπιστὰς τῇ Ἰουδαίᾳ τὰς ἀπογραφὰς ἐποιεῖτο. ἐπισημαίνεται γοῦν ὁ εὐαγγελιστὴς λέγων· αὕτη ἡ ἀπογραφὴ πρώτη, ὥστε καὶ τὸν καιρὸν αὐτὸν ἀκριβῶς διὰ τοῦ παρόντος ψαλμοῦ δηλοῦσθαι.
Μήποτε δὲ καὶ διὰ τοῦτο ἀφώρισται ὁ ψαλμὸς καὶ μακρὰν ἀπεσχοίνισται τῶν λοιπῶν τῶν ἐπιγεγραμμένων υἱῶν Κορέ, ἐπειδὴ κρύπτεσθαι ὁ λόγος τὰ δηλούμενα ἐν αὐτῷ μυστήρια περὶ τῆς τοῦ κυρίου γενέσεως ἐβούλετο, ὥστε καὶ ταύτην ἑτέραν εἶναι αἰτίαν τῶν ἐζητημένων ἡμῖν κατὰ τὴν ἀρχὴν τῶν προκειμένων. τὸ αὐτὸ δ’ ἂν εἴποις καὶ ἐπὶ τοῦ πζ ἑξῆς τούτῳ ἐπιλεγομένου ἐπιγεγραμμένου τε καὶ αὐτοῦ τῶν υἱῶν Κορέ· ἐπεὶ καὶ αὐτὸς τὸν θάνατον τοῦ σωτῆρος ἡμῶν προφητεύει ἀκολούθως τῷ μετὰ χεῖρας τὴν γένεσιν αὐτοῦ περιέχοντι.
For all these things, at the end of the psalm, he prophesies common joy, dances, songs, praises, and springs of divine and sacred words. And when he says that all these things will be in the writing of the peoples, I consider that he indicates the time of the census of the nations, which was fulfilled at the birth of our Savior Jesus Christ; for then a decree went out from Caesar Augustus that the whole inhabited world be registered, when Quirinius, having taken charge of Judea, conducted the censuses. The evangelist indeed notes this, saying: "This was the first census," so that the time itself is precisely indicated through the present psalm.
But perhaps also for this reason the psalm is set apart and separated far from the rest of those inscribed as sons of Korah, because the word wished to conceal the mysteries revealed in it concerning the birth of the Lord, so that this too is another cause of the matters we have investigated at the beginning of the preceding. And you might say the same also of Psalm 87, which is placed next after this one and is also inscribed as of the sons of Korah, since it too prophesies the death of our Savior, following the one at hand that contains his birth.
Χριστοῦ θάνατος
πζ´
ᾨδῆ ψαλμοῦ τοῖς υἰοῖς Κορέ, εἰς τὸ τέλος, ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι· συνέσεως Αἰμὰν τῷ Ἐσδραίτῃ. Κύριε ὁ θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σοῦ.
Καὶ ὁ παρὼν ψαλμὸς τῶν υἱῶν Κορὲ ὡς καὶ ὁ πρὸ αὐτοῦ τυγχάνει. ἀλλ’ ὁ μὲν πρὸ αὐτοῦ Χριστοῦ γένεσιν ᾐνίττετο φάσκων·
καὶ τῇ Σιὼν λεχθήσεται· ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδράσει αὐτήν,
ὡς ὁ Ἀκύλας ἡρμήνευσεν. καὶ τὸν καιρόν γε σημαίνει τῆς γενέσεως τοῦ εἰρημένου ἀνδρὸς προϊὼν ἑξῆς·
ἔφασκε γοῦν ἐν τῷ γράφειν λαούς, οὗτος ἐτέχθη ἐκεῖ.
Τούτου δὲ τὴν διάνοιαν σαφέστερον ἀποδέδωκεν ἡ πέμπτη ἔκδοσις, ἐν ᾗ εἴρηται·
... ἐν ἀπογραφῇ λαῶν, οὗτος γεννηθήσεται ἐκεῖ.
Σαφέστατα γὰρ τῆς ἀπογραφῆς ἐμνημόνευσεν, καθ’ ἣν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐγεννήθη, ὥσπερ οὖν δηλοῖ λέγων ὁ εὐαγγελιστής· ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.
Death of Christ
Psalm 87
A song of the psalm for the sons of Kore, for the end, concerning Maeleth to be answered; of understanding for Aiman the Esdrite. Lord God of my salvation, by day I cried out and by night before you.
The present psalm, like the one before it, is also of the sons of Kore. But the one before it alluded to the birth of Christ, saying:
And to Zion it will be said: a man and a man was born in her, and he himself will establish her,
as Aquila interpreted. And it indicates the time of the birth of the said man, proceeding next:
He said, then, in the writing of the peoples, this one was born there.
The fifth edition has rendered the meaning of this more clearly, in which it is said:
... in the census of the peoples, this one will be born there.
For it mentioned very clearly the census according to which our savior and lord was born, just as the evangelist declares, saying: in those days a decree went out from Caesar Augustus that the whole world should be registered; this was the first census when Quirinius was governing Syria.
Ἀλλ’ ἐκεῖνος μὲν τὴν γένεσιν ἐσήμανεν αὐτοῦ, ὁ δὲ μετὰ χεῖρας τὸν θάνατον. τὸ δέ· ὑπὲρ Μαελέθ, διὰ χοροῦ, ἡρμήνευσεν ὁ Σύμμαχος, ὁ δὲ Ἀκύλας· ἐπὶ χορείας. καί μοι δοκεῖ τὸν Χριστοῦ λαὸν αἰνίττεσθαι καὶ τὴν ἐκκλησιαστικὴν χορείαν, ἐν ᾗ τοῦ σωτῆρος ἡμῶν ὁ θάνατος ἀνυμνεῖται. ἐπεὶ δὲ καὶ ἡ γένεσις αὐτοῦ διὰ τῆς χορείας ταύτης ᾄδεται, εἰκότως καὶ ὁ πρὸ τούτου ψαλμὸς τὴν γένεσιν αὐτοῦ θεσπίσας ἐπήγαγε λέγων·
καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοί,
τοὺς ἐν τῇ ἐκκλησίᾳ Χριστοῦ χοροὺς ᾄδοντας αὐτοῦ καὶ ἀνυμνοῦντας τὰ μυστήρια δηλώσας.
Τὸν δὲ λεγόμενον Αἰμὰν τὸν Ἐσδραΐτην φασὶν εἶναι ἕνα τῶν υἱῶν Ζαρὰ τοῦ υἱοῦ Ἰούδα κεκλῆσθαί τε αὐτὸν παρ’ Ἑβραίοις πατρωνυμικῶς Ζαραΐτην, εἶναι δὲ πέντε τοὺς πάντας, μαρτυρεῖν δὲ τῷ λόγῳ τὴν πρώτην τῶν Παραλειπομέ νων τοῦτον περιέχουσαν τὸν τρόπον· υἱοὶ Ἰούδα· Φαρὲς καὶ Ζαρά· καὶ υἱοὶ Ζαρά· Ζαμβρὶ καὶ Αἰθὰμ καὶ Αἰμὰν καὶ Χαλχὰλ καὶ Δαρδά, πάντες ε´. τούτους ἔλεγεν ὁ Ἑβραῖος ἐν Αἰγύπτῳ προφητεῦσαι πρὸ Μωϋσέως γενομένους αὐτῶν τε εἶναι τοὺς ψαλμοὺς τοὺς εἰς ὄνομα αὐτῶν προγεγραμμένους, οἷον τὸν μετὰ χεῖρας καὶ τὸν ἑξῆς αὐτῷ καὶ αὐτὸν ἐπιγεγραμμένον· Αἰθὰν τῷ Ἐζραΐτῃ, ἀλλὰ καὶ περὶ αὐτῶν λελέχθαι ἐν τῇ γ´ τῶν Βασιλειῶν· καὶ ἐσοφίσατο Σαλομὼν ὑπὲρ Αἰθὰν τὸν Ἐζραΐτην καὶ Αἰμὰν καὶ τὸν Χαλχὰλ καὶ τὸν Δαρδάν.
But that one indicated his birth, while the present one indicates his death. The phrase "concerning Maeleth" was interpreted by Symmachus as "through a chorus," and by Aquila as "for a dance." And it seems to me to allude to the people of Christ and the ecclesiastical dance, in which the death of our Savior is hymned. Since his birth is also sung through this dance, it is fitting that the preceding psalm, having prophesied his birth, added the following:
"And all springs in you sing as choirs,"
indicating the choirs in the church of Christ singing and hymning his mysteries.
As for the one called Aiman the Esdrite, they say he is one of the sons of Zara, the son of Judah, and that among the Hebrews he is called by the patronymic Zarite, and that there are five in total, and that the first book of Chronicles bears witness to this in the following manner: "The sons of Judah: Phares and Zara; and the sons of Zara: Zambri, Aetham, Aiman, Chalchal, and Darda, all five." The Hebrew said that these men prophesied in Egypt before Moses, and that the psalms inscribed with their names are theirs, such as the present one and the one following it, which is also inscribed "Aetham the Ezrite," and that it is said about them in the third book of Kings: "And Solomon was wiser than Aetham the Ezrite, and Aiman, and Chalchal, and Darda.
Ταῦτα μὲν οὖν εἰς τὴν ἱστορίαν εἰρήσθω· εἰ δέ τι συμβάλλονται τῇ τοῦ ψαλμοῦ θεωρίᾳ αἱ τούτων τῶν ὀνομάτων ἑρμηνεῖαι, καὶ αὐτὸς ἐπιστήσεις. ὕστατος δὲ ὢν ὁ παρὼν τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ τὴν κάθοδον τὴν εἰς τὸν ᾅδην τοῦ σωτῆρος ἡμῶν περιείληφεν, ὥσπερ ἐξεπίτηδες ταμιευσαμένου τοῦ λόγου τὸ μυστήριον τοῦ θανάτου ἐπὶ τέλει τοῦ παντὸς παραδοῦναι. καί μοι δοκοῦσιν οἱ δ´ οὗτοι τῶν υἱῶν Κορέ, λέγω δὲ ὁ τρίτος καὶ π καὶ ὁ δ´ καὶ π´ ὅ τε πς καὶ ὁ πζ,ʹ ἔχειν τινὰ πρὸς ἀλλήλους ἀκολουθίαν. ὁ μὲν γὰρ πγ´ σαφῶς θεοῦ παρουσίαν εἰς ἀνθρώπους καὶ Χριστοῦ προφητείαν ὀνομαστὶ περιεῖχεν· ὁ δὲ ἑξῆς αὐτῷ ᾗ τάχος ἐπιστῆναι τὰ τεθεσπισμένα ηὔχετο· ὁ δὲ πρὸ τοῦ μετὰ χεῖρας ἤδη τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ᾐνίττετο. τούτοις δὲ πᾶσιν ἀκολούθως ὁ προ κείμενος τὸν θάνατον, ὃν ὑπὲρ ἀνθρώπων ἀνεδέξατο, προαναφωνεῖ.
Κύριε ὁ θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. εἰσελθέτω ἐναντίον σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
Let these things be said for the history. But if the interpretations of these names contribute anything to the contemplation of the psalm, you yourself will observe. The present psalm, being the last of those inscribed to the sons of Core, encompasses the descent of our savior into Hades, as if the Word had deliberately reserved the mystery of death to be delivered at the end of the whole. And it seems to me that these four of the sons of Core—I mean the eighty-third, the eighty-fourth, the eighty-sixth, and the eighty-seventh—have some sequence with one another. For the eighty-third clearly contained the presence of God among men and a prophecy of Christ by name; the one following it prayed that the oracles might come to pass as soon as possible; the one before the present already hinted at his incarnation. In accordance with all these, the present psalm proclaims beforehand the death which he underwent for the sake of men.
Lord, God of my salvation, by day I cried out and by night before you. Let my prayer enter before you, incline your ear to my supplication.
Ἐν τῷ κα´ ψαλμῷ καὶ αὐτῷ εἰς τὸν Χριστὸν ἀναφερομένῳ καὶ τὸ πάθος αὐτοῦ σαφῶς προφητεύοντι, ὅπερ διὰ τῆς ἀρχῆς παρίστησιν ὁ λόγος φάσκων·
ὁ θεός, ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλειπές με;
ὅ καὶ μεμαρτύρηται κατὰ λέξιν ἐπὶ τοῦ πάθους ὁ σωτὴρ ἡμῶν εἰρηκώς· μετὰ τὴν ἀρχὴν ἑξῆς ἐπιλέγεται·
ὁ θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
Καὶ ὁ παρὼν δὲ ψαλμός φησιν·
ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.
Kαί μοι δοκεῖ τὸ λόγιον τὸν βίον τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν ὑπογράφειν διὰ πάσης οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτὸς ἀνακειμένου τῷ θεῷ. ἔχει δὲ καὶ ἐν τοῖς εὐαγγελίοις, ὅπως ταῖς εὐχαῖς διὰ παντὸς ἐσχόλαζεν. ἐπὶ δὲ τοῦ παρόντος δέεται τοῦ πατρὸς καὶ ἀξιοῖ κλῖναι τὸ οὖς πρὸς τὴν δέησιν αὐτοῦ· τουτέστιν ἐπινεῦσαι τοῖς αἰτήμασιν αὐτοῦ. καὶ τοῦτ’ εὔχεται, ὡς ἂν μέλλων ὑπὲρ ἁπάντων τῶν ἐθνῶν αὐτὸς ἑαυτὸν τῷ πατρὶ προσφέρειν θυσίαν.
Πολλὰ δὲ περὶ τοῦ ἰδίου θανάτου μέλλων ἑξῆς διεξιέναι ὁρῶν τε τὴν μετὰ θάνατον διαδεξομένην αὐτὸν σωτηρίαν εἰκότως τὴν ἀπαρχὴν τοῦ ψαλμοῦ τῇ αὐτοῦ σωτηρίᾳ προλαβὼν ἀνατίθησι· διό φησιν·
In the twenty-first psalm, which is also referred to Christ and clearly prophesies his passion, the word sets forth from the beginning, saying:
My God, my God, attend to me; why have you forsaken me?
This has also been testified verbatim that our Savior said concerning the passion; after the beginning, it is added next:
My God, I will cry out by day, and you will not hear, and by night, and it is not to my folly.
And the present psalm says:
I cried out by day and by night before you.
And it seems to me that the oracle describes the life of the incarnation of our Savior throughout, not only by day but also by night, as he was devoted to God. It is also in the Gospels how he devoted himself continually to prayers. In the present passage, he beseeches the Father and asks him to incline his ear to his supplication; that is, to assent to his requests. And he prays this, as one about to offer himself as a sacrifice to the Father on behalf of all the nations.
And since he is about to go through many things concerning his own death, and seeing the salvation that will succeed him after death, he fittingly dedicates the beginning of the psalm to his own salvation, having anticipated it; therefore he says:
κύριε ὁ θεὸς τῆς σωτηρίας μου.
Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον.
Σαφῶς διὰ τούτων τὴν εἰς τὸν ᾅδην κάθοδον αὐτοῦ παρίστησι καὶ τὰ κακά, ὧν πεπληρῶσθαι ἑαυτοῦ ἔφασκε τὴν ψυχήν. κακὰ δὲ ἤτοι τὰς περιστάσεις ὀνομάζει κοινότερον ἐξακουομένου τοῦ τῶν κακῶν ὀνόματος, ἢ καὶ τὴν τῶν ἀνθρώπων κακίαν, ἧς πεπληρῶσθαι τὴν ψυχὴν αὐτοῦ ἔλεγεν· ἀλλὰ καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας, ἃς εἰς ἑαυτὸν ἀνείληφε, δι’ ἃς καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα κατὰ τὸν ἀπόστολον, ὃς ἔφη· Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγραπται· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. διὸ καὶ κατὰ τὸν ψαλμὸν ἐπλήσθη κακῶν ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ζωὴ αὐτοῦ τῷ ᾅδῃ ἤγγισεν, ὃ δὴ καὶ αὐτὸ σαφῶς τὴν εἰς τὸν θάνατον κάθοδον αὐτοῦ δηλοῖ. διόπερ ὁ μὲν Ἀκύλας ἐξέδωκεν εἰπών·
καὶ ἡ ζωή μου εἰς ᾅδην κατήντησεν,
ὁ δὲ Σύμμαχος·
καὶ ἡ ζωή μου ᾅδου ἥψατο.
Lord God of my salvation.
For my soul has been filled with evils, and my life has drawn near to Hades; I have been counted among those who descend into the pit.
Through these words he clearly sets forth his descent into Hades and the evils with which he said his soul had been filled. He calls them evils either in a more general sense, the term "evils" being understood of the circumstances, or the wickedness of men, with which he said his soul was filled; but also our sins, which he took upon himself, on account of which he also became a curse for us, according to the apostle, who said: Christ died for us, having become a curse for us; for it is written: Cursed is everyone who hangs on a tree. Therefore, according to the psalm, his soul was filled with evils, and his life drew near to Hades, which itself clearly indicates his descent into death. Hence Aquila rendered it, saying:
And my life arrived in Hades,
and Symmachus:
And my life touched Hades.
Ὥσπερ δὲ εἴρηται ἀλλαχοῦ τό· μετὰ ἀνόμων ἐλογίσθη, οὕτως καὶ ἐνταῦθα·
προσελογίσθην, φησίν, μετὰ τῶν καταβαινόντων εἰς λάκκον,
ἀνθ’ οὗ ἐξέδωκεν ὁ Σύμμαχος·
ἐλογίσθην μετὰ τῶν καταγομένων εἰς λάκκον.
Οἱ μὲν γὰρ πάντες ἄνθρωποι καθέλκονται καὶ κατάγονται εἰς τὸ χωρίον τοῦ θανάτου τὸ νῦν λάκκῳ παραβαλλόμενον καὶ καταβαίνουσιν ἐκεῖ διὰ τὰς ἑαυτῶν ἁμαρτίας, τῆς αὐτόθι χώρας ἄξιοι εἶναι κριθέντες. κἀγὼ δὲ ἐν τούτοις ἐλογίσθην οὐκ ὢν ἄξιος, ἀλλ’ ὑπήκοος γενόμενος τῷ πατρὶ μέχρι θανάτου. ἐνθάδε μὲν οὖν ἡ ζωή μου, φησίν, τῷ ᾅδῃ ἤγγισεν, καὶ προσελογίσθην, φησίν, μετὰ τῶν καταβαινόντων εἰς λάκκον. ἐν ἑτέρῳ δὲ ψαλμῷ τούτων αὐτῶν μνημονεύων τὴν ἐκεῖθεν ἄνοδον σημαίνει φάσκων·
κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον,
καὶ πάλιν ἀλλαχοῦ·
ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχε μοι· καὶ εἰσήκουσε τῆς δεήσεώς μου καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Just as elsewhere it is said, "He was counted among the lawless," so also here: "I was counted," he says, "among those who descend into the pit," instead of which Symmachus rendered, "I was counted among those who are led down into the pit." For all men are dragged and led down to the place of death, which is now compared to a pit, and they descend there because of their own sins, having been judged worthy of that region. And I too was counted among these, though not being worthy, but having become obedient to the Father unto death. Here then my life, he says, drew near to Hades, and I was counted, he says, among those who descend into the pit. In another psalm, however, recalling these same things, he indicates the ascent from there, saying: "Lord, you brought up my soul from Hades, you saved me from those who descend into the pit," and again elsewhere: "Waiting, I waited for the Lord, and he paid attention to me; and he heard my prayer and brought me up from the pit of misery and set my feet upon a rock.
Καὶ ἐν τῷ ιε ψαλμῷ εἴρηται· οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
Οἱ ἀληθῶς ἀβοήθητοι ὑπὸ τοῦ θανάτου κυριευόμενοι κατάγονται καὶ ἀπάγονται ὑπ’ αὐτοῦ. μόνος δὲ ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἑαυτὸν ἐκένωσε καὶ ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου, καὶ ὥσπερ γέγονεν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὕτως ἐγενήθη ὡς εἷς τῶν ἀβοηθήτων ἀνθρώπων.
Ἀλλ’ ἐπεὶ μὴ ἀληθῶς εἷς ἦν τῶν πολλῶν, μόνος ἐν νεκροῖς ἦν ἐλεύθερος ἀδούλωτος τῷ θανάτῳ μείνας. ἀντὶ δὲ τοῦ· ἐν νεκροῖς ἐλεύθερος, ὁ Ἀκύλας· ἐν τεθνηκόσιν ἐλεύθερος, ἐξέδωκεν, ὁ δὲ Σύμμαχος· ἐντὸς νεκρῶν ἀφεθεὶς ἐλεύθερος.
Ἀναγνώσῃ δὲ καὶ μετὰ ὑποδιαστολῆς ἰδίως μὲν ἀφορίσας τό· ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς, εἶτα ὑποστίξας εἰς τό· ἐν νεκροῖς, ἀποφατικῶς ἐπάξεις τό· ἐλεύθερος, τῆς διανοίας τοῦτο δηλούσης, ὅτι ἐγὼ ὁ ἐλεύθερος καὶ μόνος ἀληθῶς ἁπάντων κύριος γέγονα ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς.
And in the fifteenth psalm it is said: "You will not abandon my soul to Hades, you will not let your holy one see corruption."
"You will not abandon my soul to Hades, you will not let your holy one see corruption."
"I became like a helpless man among the dead, free, like the wounded sleeping in a tomb, whom you no longer remembered, and they were thrust away from your hand."
Those who are truly helpless, dominated by death, are led down and carried away by it. But our savior and Lord alone emptied himself and humbled himself to the point of death, and just as he became in the likeness of sinful flesh, so he became as one of the helpless men.
But since he was not truly one of the many, he alone among the dead was free, remaining unenslaved to death. Instead of "among the dead, free," Aquila rendered "among the dead, free," and Symmachus rendered "set free among the dead."
You should read it with a subdistinction, first setting apart "I became like a helpless man among the dead," then, after placing a comma at "among the dead," you will add "free" in a negative sense, the meaning indicating that I, the free one and truly the only Lord of all, became like a helpless man among the dead.
Ἀλλ’ οὐκ ἀληθῶς ἀβοήθητος, ἀλλ’ ὡς ἀβοήθητος. ταῦτα δὲ ὅτι μηδενὶ ἑτέρῳ λέγειν ἁρμόζει ἢ τῷ ἁψαμένῳ μὲν τοῦ θανάτου καὶ εἰς ᾅδην καταβεβηκότι, μὴ καταδουλωθέντι δὲ αὐτῷ, παντί τῷ οἶμαι φανερὸν τυγχάνειν, ὡς μὴ δύνασθαι ἐφ’ ἕτερον ἄνθρωπον ἐφαρμόζειν τὰ ἐν τῷ ψαλμῷ λεγόμενα ἢ ἐπὶ μόνον τὸν ἡμέτερον σωτῆρα. ὥσπερ δὲ γέγονεν ὡσεὶ ἄνθρωπος ἀβοήθητος, οὕτως καὶ
ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι.
Διὰ δὲ τούτων καὶ ἡ ταφὴ αὐτοῦ σημαίνεται, ἧς καὶ ὁ θεῖος ἀπόστολος μνημονεύει γράφων Κορινθίοις καὶ λέγων· παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη. καὶ Ἡσαΐας δὲ τῆς ταφῆς αὐτοῦ μέμνηται λέγων· ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ ἦρται ἐκ μέσου.
Ἀντὶ δὲ τοῦ· ὡσεὶ τραυματίαι, ὁ μὲν Ἀκύλας φησίν· ὅμοιος ἀνῃρημένοις, ὁ δὲ Σύμμαχος· ὡσεὶ τετρωμένοι. καὶ σαφές, τίνα τρόπον καὶ τοῦτο ἐπληροῦτο, ὁπηνίκα ὁ στρατιώτης λόγχῃ ἔτρωσεν αὐτοῦ τὴν πλευράν.
But not truly without help, but as if without help. That these things are fitting to be said by no one else than the one who touched death and descended into Hades, yet was not enslaved by it, is, I think, evident to everyone, that the things said in the psalm cannot be applied to any other man except our savior alone. And just as he became as a man without help, so also
as if wounded men sleeping in a tomb, whom you no longer remembered.
Through these words his burial is also signified, which the divine apostle also mentions, writing to the Corinthians and saying: "For I delivered to you first what I also received: that Christ died for our sins according to the scriptures, and that he was buried." And Isaiah also mentions his burial, saying: "In peace his burial has been taken from the midst."
And instead of "as if wounded men," Aquila says: "like those who have been slain," and Symmachus: "as if wounded." And it is clear in what manner this was fulfilled, when the soldier wounded his side with a spear.
Ἀλλ’ ὅτι μὲν τραυματίας γέγονε καὶ ἐν τάφῳ, σαφῶς παρίσταται· πλὴν εἰ λέγοι γεγονέναι ὡσεὶ τραυματίας καὶ ὅμοιος τοῖς καθεύδουσιν ἐν τάφῳ, ἀλλ’ οὐ μέχρι τούτου ἵσταται. ὅλον δὲ συνάψας ὄψει τὴν διάνοιαν τοῦ λόγου. γέγονα γάρ, φησίν, ὡσεὶ τραυματίαι, ὧν οὐκ ἐμνήσθης ἔτι. οἱ μὲν γὰρ λοιποὶ μετὰ τὸν θάνατον ἐν τοῖς τάφοις γενόμενοι ἀπελήφθησαν καὶ ἀπέμειναν γῆ καὶ κόνις μηκέτι μετὰ τὸν θάνατον μνημονεύσαντος αὐτῶν τοῦ θεοῦ· ἐγὼ δὲ ἐγενήθην ὡς εἷς τῶν τοιούτων, μὴ ὢν ὅμοιος αὐτοῖς· ἐμοῦ γὰρ μετὰ τὴν τρῶσιν καὶ μετὰ τὸν θάνατον καὶ μετὰ τὴν ἐν τῷ τάφῳ κατάθεσιν ἐμνήσθης ζωῆς μετὰ ταῦτά με καὶ σωτηρίας τῆς παρὰ σοὶ καταξιώσας. διὸ καὶ ἀρχόμενος εὐχαριστήριον ἀνέπεμπεν ὕμνον λέγων·
κύριε ὁ θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.
Καὶ τὰ μὲν κατ’ ἐμὲ τοιαῦτα ἦν. ὅμως δ’ οὖν γέγονα ὅμοιος τοῖς πολλοῖς τοῖς ἐν τάφῳ γενομένοις καὶ μηκέτι τῆς σῆς κατηξιωμένοις μνήμης, διὰ τὸ ἀπὸ τῆς σῆς χειρὸς ἀπεῶσθαι. ἀντὶ γὰρ τοῦ·
But that he became wounded and was in a tomb is clearly established; however, if he says he became as if wounded and like those sleeping in a tomb, he does not stop at this point. But by joining the whole, you will see the meaning of the statement. For I became, he says, as if wounded, whom you no longer remembered. For the rest, after death, having been placed in tombs, were taken away and remained earth and dust, God no longer remembering them after death. But I became as one of these, though not being like them; for after my wound, and after my death, and after my deposition in the tomb, you remembered me, deeming me worthy of life thereafter and of salvation from you. Therefore, beginning, he sent up a hymn of thanksgiving, saying:
Lord, God of my salvation, By day I cried out and by night before you.
And such were my circumstances. Yet nevertheless, I became like the many who were placed in a tomb and were no longer deemed worthy of your memory, because I was thrust away from your hand. For instead of:
ὧν οὐκ ἐμνήσθης ἔτι,
καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν,
ὁ μὲν Ἀκύλας ἐξέδωκεν·
ὧν οὐκ ἐμνήσθης αὐτῶν ἔτι, καὶ αὐτοὶ ἐκ χειρός σου ἀπετμήθησαν,
ὁ δὲ Σύμμαχός φησιν·
ὧν οὐ μνημονεύσεις ἔτι, οἵτινες ὑπὸ τῆς χειρός σου ἐξεκόπησαν.
Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
Ἀντὶ τοῦ· ἔθεντό με, ὁ μὲν Ἀκύλας· ἔθου με, ὁ δὲ Σύμμαχος· ἔταξάς με, ἐκδεδώκασι. δι’ ὧν παρίστησιν, ὅτι νεύματι τοῦ πατρὸς καὶ βουλῇ, οὐχ ἁπλῶς εἰς τὸν θάνατον, οὐδὲ εἰς τὸν ᾅδην καὶ τὸν καλούμενον λάκκον κατελή λυθεν, ἀλλὰ καὶ εἰς τὰ βαθύτατα καὶ τὰ κατώτατα καὶ τὰ ἔσχατα, ὡς ἂν εἴποι τις, τῶν ἐκεῖ χωρίων. παρίστησι δὲ τοῦτο καὶ αὐτὸς ἐν τοῖς εὐαγγελίοις φάσκων· δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Ἀντὶ δὲ τοῦ· ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου, ὁ Ἀκύλας· ἐν σκοτεινοῖς, φησίν, καὶ ἐν βυθοῖς, ὁ δὲ Σύμμαχος· ἐν σκοτεινοῖς ἐσκεπασμένον, ἡ δὲ ε΄ ἔκδοσις· ἐν σκοτεινοῖς ἐν καταδύτοις. τοῦτο δέ μοι παρα τετήρηται ἀναγκαίως, ὡς ἂν μή τις ὑπολάβῃ μὴ ἐν θανάτῳ αὐτὸν γεγονέναι διὰ τὸ λέγεσθαι παρὰ τοῖς ο΄· ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. δέδεικται γάρ, ὅτι ἐν ἐσκοτισμένοις καὶ βυθοῖς καὶ καταδύτοις αὐτοῦ τοῦ θανάτου γέγονε· διόπερ οὔτε τὸ Ἑβραϊκὸν οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ σκιὰν θανάτου ἡρμήνευσαν. τὸν γὰρ παρόντα βίον καὶ τὴν ἐνεστῶσαν ζωὴν πολλάκις ὁ λόγος σκιὰν θανάτου εἴωθεν ἀποκαλεῖν. ἐνταῦθα δὲ ὁ σωτὴρ ἐν αὐτῷ τῷ θανάτῳ γεγονὼς πᾶσαν αὐτοῦ τὴν οἰκονομίαν διαγράφει.
Of whom you made no further mention,
and they were thrust away from your hand.
Aquila rendered:
Of whom you made no further mention of them,
and they were cut off from your hand.
Symmachus says:
Of whom you will make no further mention,
who were cut out by your hand.
They placed me in the lowest pit,
in dark places and in the shadow of death.
Instead of "they placed me," Aquila rendered "you placed me," and Symmachus "you appointed me." Through these he shows that by the nod and will of the Father, he was not simply cast into death, nor into Hades and the so-called pit, but into the deepest, lowest, and most remote, as one might say, of those regions. He himself also sets this forth in the Gospels, saying: "The Son of Man must spend three days and three nights in the heart of the earth."
Instead of "in dark places and in the shadow of death," Aquila says "in dark places and in depths," Symmachus says "in dark places, covered," and the Fifth Edition says "in dark places, in sunken places." This has been necessarily observed by me, so that no one might suppose that he was not in death because the Septuagint says "in dark places and in the shadow of death." For it has been shown that he was in darkened places, depths, and sunken places of death itself; for this reason neither the Hebrew nor the other translators rendered "shadow of death." For the present life and the current existence the Word often calls the shadow of death. But here the Savior, having been in death itself, describes his entire economy.
Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμέ. διάψαλμα. ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
Ἐπειδὴ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, κατὰ τὸν ἀπόστολον, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· δι’ ὃ γέγραπται· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, καὶ ἐπειδὴ τὸν μὴ γνόντα ἁμαρτίαν ὁ θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, κατὰ τὸν αὐτόν, εἰκότως τὴν ἡμῖν τοῖς πρότερον ἀσεβέσι καὶ ἁμαρτωλοῖς ἐπικειμένην ὀργὴν τοῦ θεοῦ καὶ τὸν θυμὸν αὐτοῦ τὸν καθ’ ἡμῶν εἰς ἑαυτὸν ἐπισπασάμενος δι’ ὑπερβάλλουσάν τε φιλανθρωπίαν ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν τιμωρίαν τε καὶ κόλασιν, τὰς προκειμένας προφέρεται φωνάς, ἅτε δὴ γενόμενος ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. διό φησιν ὁ προφήτης περὶ αὐτοῦ· οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. τοῦτο τοίνυν καὶ αὐτὸς παρίστησι διὰ τοῦ ψαλμοῦ φάσκων·
Your wrath was fixed upon me, and you brought all your high waves against me. Interlude. You removed my acquaintances from me; they made me an abomination to themselves; I was given over and did not go out.
Since Christ died for us, according to the apostle, becoming a curse for us—on account of which it is written: "Cursed is everyone who hangs on a tree"—and since God made the one who did not know sin to be sin for us, according to the same apostle, it is fitting that he, having drawn upon himself the wrath of God that previously lay upon us, the impious and sinful, and having taken upon himself through surpassing love for humanity the punishment and chastisement for us, utters the words before us, being the lamb of God who takes away the sin of the world. Therefore the prophet says concerning him: "This one bears our sins and is pained for us; by his wound we were healed, and the Lord delivered him to our sins." This, then, he himself sets forth through the psalm, saying:
ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμέ,
ἀνθ’ οὗ φησιν ὁ Σύμμαχος·
ἐμοὶ ἐπέβρισεν ὁ θυμός σου, καὶ ταῖς καταιγίσιν σου ἐκάκωσάς με.
Οἷα γάρ τις φιλόστοργος πατὴρ ἐν ὥρᾳ χειμῶνος ἢ πολέμου γνησίων υἱῶν προασπίζων τοὺς μὲν ἐκάλυπτεν ἀποκρύπτων καὶ σκέπων ὑπὸ τὰς ἰδίας ἀγκάλας, ἑαυτὸν δὲ ἀντὶ πάντων ταῖς καταιγίσι καὶ τοῖς βέλεσι παρεῖχε τῆς τῶν παίδων σωτηρίας τὸν αὐτοῦ θάνατον ἀντικαταλλαττόμενος καὶ τὸν κατ’ ἐκείνων θυμὸν εἰς ἑαυτὸν ἀποστρέφων. δι’ ὃ γέγονε κατάρα, ἡ εὐλογία τοῦ θεοῦ αὐτὸς ὤν, καὶ γέγονεν ἁμαρτία, δικαιοσύνη τυγχάνων, καὶ τὸν κατ’ ἀνθρώπων ἐπιβρίσαντα θυμὸν τοῦ θεοῦ εἰς ἑαυτὸν περισπάσας τὸν μὲν ἐξ ἑαυτοῦ διεσκέδασεν, ὡς μηδὲν μήτ’ αὐτὸν μήθ’ ἑτέρους ἀδικῆσαι, τὸν δ’ οἷα πατέρα ἵλεω τῷ τῶν ἀνθρώπων κατεστήσατο γένει. ὅπως δὲ πάντες οἱ μαθηταὶ καταλελοίπασιν αὐτὸν παρὰ τὸν καιρὸν τοῦ πάθους, οἱ δὲ καὶ ἠρνήσαντο, οὐδὲν δεῖ λέγειν τῶν δ´ εὐαγγελιστῶν συμφώνως τὰ αὐτὰ διδασκόντων. αὐτὰ δὴ οὖν ταῦτα προλέγει προφητεύων τὸ μέλλον διὰ τῶν προκειμένων φωνῶν, ἃς ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον·
Your wrath was fixed upon me, and you brought all your high waves against me. Instead of which Symmachus says: Your wrath poured down upon me, and you afflicted me with your squalls. For like some affectionate father in a time of winter or war, shielding his genuine sons, he would hide them, concealing and sheltering them under his own arms, and offer himself instead of all to the squalls and the missiles, exchanging his own death for the salvation of the children and turning the wrath against them toward himself. For this reason he became a curse, being himself the blessing of God, and he became sin, being righteousness, and having drawn to himself the wrath of God that poured down against men, he dispersed it from himself so that it harmed neither him nor others, and established him as a father propitious to the race of men. And how all the disciples abandoned him at the time of the passion, and some even denied him, there is no need to say, since the four evangelists teach the same things in agreement. So then these very things he foretells, prophesying the future through the preceding utterances, which Symmachus interpreted in this way:
μακρὰν ἐποίησας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ· ἔταξάς με βδελυκτὸν αὐτοῖς, φρουρούμενον καὶ μὴ προερχόμενον.
Tότε γοῦν αὐτὸν καὶ ἠρνήσαντο οἱ μαθηταί, ἡνίκα ἐφρουρεῖτο ἐν τῇ οἰκίᾳ Καϊάφα τοῦ ἀρ χιερέως.
Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.
Σαφέστερον καὶ ταῦτα ὁ Σύμμαχος ἐξέδωκεν εἰπών·
ὁ ὀφθαλμός μου ἐξέρρευσεν ἀπὸ τῆς κακώσεως· ἐπεκαλεσάμην σε καθ’ ἑκάστην ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.
Ἀπεκλᾴετο γὰρ ἀεὶ τὰς τῶν ἀνθρώπων ταλαιπωρίας καὶ τοὺς ὀφθαλμοὺς ἑαυτοῦ κατεπόνει δάκρυσι πενθῶν τὴν ἀπώλειαν τῶν μὴ καταδεξαμένων αὐτόν. καὶ ὡς τὴν Ἱερουσαλὴμ ἀπεκλαύσατο, οὕτως εἰκὸς ἦν καὶ τοῦ προδεδωκότος αὐτὸν ἀποστόλου τὴν ἀπόπτωσιν καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ἀποβολὴν καὶ τῶν λοιπῶν τῶν ἀπολλυμένων τὸν ὄλεθρον, οἷα φιλάνθρωπον καὶ παναγάθου πατρὸς υἱὸν ἀποκαλέσασθαι· δι’ οὗ καὶ τὰς χεῖρας ἐξήπλου καὶ φωνὰς ἀνέπεμπε βοῶν ἐν ταῖς πρὸς τὸν πατέρα προσευχαῖς στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων τῷ πατρί.
You made my acquaintances far from me; you set me as an abomination to them, guarded and not going forth.
Then indeed his disciples denied him, when he was guarded in the house of Caiaphas the high priest.
My eyes grew weak from poverty; I cried out to you, Lord, all the day long; I spread out my hands to you.
Symmachus rendered these things more clearly, saying:
My eye flowed out from the affliction; I called upon you each day; I spread out my hands to you.
For he continually lamented the miseries of men and wore out his own eyes with tears, mourning the destruction of those who did not receive him. And just as he lamented Jerusalem, so it was fitting that he also lamented the fall of the apostle who betrayed him, the loss of the whole Jewish nation, and the ruin of the rest who were perishing, as befits a philanthropic and all-good father’s son to call upon; through whom he also stretched out his hands and sent up cries, shouting in his prayers to the father with inexpressible groans, interceding earnestly with the father.
Καὶ ἄλλως δὲ ὀφθαλμὸν αὐτοῦ ἢ ὀφθαλμοὺς ἀσθενήσαντας οὐκ ἂν ἁμάρτοις εἶναι εἰπὼν τοὺς ἀποστόλους, εἰ δὴ σῶμα αὐτοῦ ὁ πᾶς ὁ λαὸς αὐτοῦ τυγχάνει, ὡς ἐδίδαξεν ὁ εἰπών· ὑμεῖς δὲ πάντες σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. χεῖρας δὲ αὐτοῦ τὰς πράξεις, ἃς ἐνήργει εἰς δόξαν τοῦ πατρός, διεπετάννυεν ἐξαπλῶν αὐτὰς τῷ μόνῳ θεάσασθαι αὐτὰς δυναμένῳ· ἀλλὰ καὶ ἐν ταῖς συνεχέσιν εὐχαῖς ἔν τε τῷ πάθει τὰς χεῖρας διεπέτασεν ὑπὲρ τοῦ κόσμου, οὗ περιῄρει τὴν ἁμαρτίαν, τὸν πατέρα ἱλασκόμενος.
Τίνα δὲ ἦν, ἅπερ τὰς χεῖρας ἐξαπλῶν πρὸς τὸν πατέρα προσηύχετο καὶ κατ’ ἐκείνην τὴν δηλουμένην ἡμέραν αὐτῷ πρὸς τὸν πατέρα αὐτοῦ βεβοημένα, προϊὼν διδάσκει ἐν τούτοις·
μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια, ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; διάψαλμα. μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειαν σου ἐν τῇ ἀπωλείᾳ; μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
Ἀντὶ τοῦ·
And otherwise you would not be mistaken in saying that his eye or eyes grew weak, meaning the apostles, if indeed his whole people is his body, as the one who said taught: "You are all the body of Christ, and members of a part." And his hands—the actions which he performed for the glory of the Father—he would spread out, extending them for the one alone who was able to behold them; but also in his continuous prayers and in his passion he spread out his hands on behalf of the world, whose sin he was removing, propitiating the Father.
What these things were, which he prayed extending his hands to the Father, and which were cried out by him to his Father on that indicated day, he teaches further on in these words:
Will you not perform wonders for the dead, or will physicians raise them up and confess you? Interlude. Will someone recount in a tomb your mercy and your truth in destruction? Will your wonders be known in the darkness, and your righteousness in a forgotten land?
Instead of:
μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια,
φησὶν ὁ Σύμμαχος·
ἆρα νεκροῖς ποιήσεις τεράστια.
Καὶ δι’ ὅλων τῶν ἑξῆς, ἐν οἷς λέγεται· μὴ διηγήσεταί τις ἐν τάφῳ, καὶ πάλιν· μὴ γνωσθήσεται ἐν τῷ σκότει, ὁ Σύμμαχος· ἢ διηγήσεται, ἢ γνωσθήσεται, ἐξέδωκεν. οὐ γὰρ ἀπογινώσκων τὰ λεγόμενα ταύτας προέφερε τὰς φωνὰς κατ’ ἐκείνην τὴν ἡμέραν, δηλαδὴ τὴν τοῦ πάθους. τῷ πατρὶ δὲ μόνῳ δύναται εἶναι ταῦτα πεπεισμένος, τὰς αἰτίας τῆς εἰς θάνατον αὐτοῦ ἐδίδασκε καθόδου λέγων·
ἆρα νεκροῖς ποιήσεις τεράστια,
ἢ τάδε ἢ τάδε ἢ τάδε ποιήσεις; οὐ γὰρ ἂν ἄλλως ἠθέλησας, ὦ πάτερ, μέχρι τούτου με προελθεῖν καὶ ἐν θανάτῳ γενέσθαι καὶ ἐν τῷ λάκκῳ τῷ κατωτάτῳ, εἰ μὴ πάντως που καὶ ἐν τοῖς νεκροῖς θαυμάσια παρέχειν ἐβουλήθης, ἵν’, ἅπερ μὴ δύνανται ἰατροί, ταῦτα ἡ σὴ δύναμις κατεργάσηται· τουτέστιν, ὅπως οἱ ἐν θανάτῳ γενόμενοι ἀναστάντες ἐξομολογήσονταί σοι. οὐ γὰρ ἰατρῶν ἦν ταῦτα δύνασθαι ἐνεργεῖν, ἀλλὰ τῆς σῆς ἐνθέου μεγαλουργίας. ἄρ’ οὖν διὰ ταῦτα ὑπελθεῖν με τὸν θάνατον ἐβουλήθης, ἵν’ ἐν μὲν τοῖς τάφοις τὸ ἔλεός σου διηγηθῇ, ἐν δὲ τῇ ἀπωλείᾳ ἡ ἀλήθειά σου γνωσθῇ, ἐν δὲ τῷ σκότει τὰ θαυμάσιά σου κηρυχθῇ ἔν τε τῇ ἐπιλελησμένῃ γῇ ἡ δικαιοσύνη σου μνημονευθῇ. εἰ δέ τις τὸν νοῦν ἐπιστήσει ἐν τοῖς καθ’ ἡμᾶς ἀμφὶ τὸ μνῆμα καὶ τὸ μαρτύριον τοῦ σωτῆρος ἡμῶν ἐπιτελεσθεῖσι θαυμασίοις, ἀληθῶς εἴσεται ὅπως πεπλήρωται ἔργοις τὰ τεθεσπισμένα.
Will you not perform wonders for the dead?" says Symmachus. "Will you then perform prodigies for the dead?" And throughout all the following passages, where it is said: "Will one not tell in the tomb?" and again: "Will one not be known in the darkness?" Symmachus rendered it as "Will one tell?" or "Will one be known?" For he did not despair of the things spoken, but uttered these words on that day, namely, the day of the Passion. And he, being persuaded that these things can be for the Father alone, taught the reasons for his descent to death, saying: "Will you then perform prodigies for the dead, or do this or that or the other? For you would not have wished, O Father, that I should go so far as to be in death and in the lowest pit, unless you intended to provide wonders even among the dead, so that what physicians cannot do, your power might accomplish; that is, that those who have been in death, having risen, will confess you. For it was not for physicians to be able to effect these things, but for your divine great work. Therefore, did you wish me to undergo death for this reason, that in the tombs your mercy might be told, in destruction your truth might be known, in darkness your wonders might be proclaimed, and in the forgotten land your justice might be remembered." And if one applies the mind to the wonders performed among us at the tomb and the martyrion of our Savior, he will truly know how the things prophesied have been fulfilled in deeds.
Θέα δὲ διὰ τούτων, ὅπως τὴν ἐν τῷ θανάτῳ χώραν διαφόρως ἑρμηνεύει. πρῶτον μὲν νεκροὺς σαφῶς ἀποκαλῶν, δεύτερον τοὺς ἐν τάφῳ, τρίτον τοὺς ἐν ἀπωλείᾳ, τέταρτον τοὺς ἐν σκότῳ, πέμπτον τοὺς ἐν τῇ ἐπιλελησμένῃ γῇ. ταῦτα γὰρ πάντα περὶ τῶν αὐτῶν διεξέρχεται, οἷς ἤμελλεν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς θεὸς δεικνύναι τε καὶ παρέχειν θαυμάσια, τὸ ἔλεος αὐτοῦ δηλαδὴ καὶ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην τοῦ θεοῦ διηγήσονται.
Ἔστι δὲ ἐπιγνῶναι, ὅπως πάντα ταῦτα, λέγω δὲ τὰ θαυμάσια τοῦ θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ καὶ ἡ ἀλήθεια αὐτοῦ καὶ ἡ δικαιοσύνη αὐτοῦ ἔφθασεν ἐπὶ τοὺς πάλαι νεκροὺς καὶ ἐν τάφοις καὶ ἐν ἀπωλείᾳ καὶ ἐν σκότῳ καὶ ἐν γῇ ἐπιλελησμένῃ, εἰ νοήσαιμεν, ὅσων ἀγαθῶν αἴτιος γέγονεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν τοῖς πάλαι ἐν τῷ θανάτῳ γεγενημένοις, δι’ οὓς καὶ ἐν ἐκείνοις κατεληλύθει τοῖς τόποις, ἵνα μὴ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν κυριεύσῃ. τὰ γὰρ αἴτια τῆς μέχρι τοῦ θανάτου καθόδου αὐτοῦ διὰ τῶν προκειμένων τηλαυγῶς παρέστησεν· ἅπερ ἐπληροῦτο κατὰ τοὺς εὐαγγελιστὰς, ὅτε πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ σὺν αὐτῷ τῷ σωτῆρι εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν τοῦ θεοῦ, δηλαδὴ τὴν ἐπουράνιον.
Observe through these words how he interprets the place in death in various ways: first, clearly calling them dead; second, those in the tomb; third, those in destruction; fourth, those in darkness; fifth, those in the forgotten land. For he goes through all these things concerning the same ones, to whom the benevolent and good God was about to show and provide wonders—namely, his mercy, truth, and righteousness of God will be proclaimed.
It is possible to recognize how all these things—I mean the wonders of God, his mercy, his truth, and his righteousness—reached those who were formerly dead and in tombs and in destruction and in darkness and in forgotten land, if we understand how many good things our Savior and Lord caused for those who were formerly in death, for whose sake he also descended into those places, so that he might rule not only over the living but also over the dead. For the reasons for his descent as far as death he clearly set forth through the preceding passages; these were fulfilled according to the evangelists, when many bodies of the sleeping saints were raised and entered with the Savior himself into the holy city of God, namely, the heavenly one.
Καὶ ἐγὼ πρὸς σὲ ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε.
Ὥσπερ ἐν τῷ κα ψαλμῷ σαφῶς ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν εἰρημένῳ κατὰ τὴν προγραφὴν λέλεκτο· ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, τοῦ λόγου τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν αἰνιττομένου κατὰ τὴν ἑωθινὴν ὥραν γεγενημένην, οὕτω καὶ νῦν ταὐτὸν σημαίνεσθαι ἡγοῦμαι διὰ τούτου· πρωῒ ἡ προσευχή μου προφθάσει σε, δηλοῦντος τοῦ λόγου, ὅτι μὴ ἄλλῳ καιρῷ τὰ τῆς προσευχῆς τοῦ σωτῆρος εἰς ἔργα ἐχώρει ἢ κατὰ τὴν ἕω καὶ τὸ πρωῒ, ὅτε καὶ τὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως γεγενῆσθαι μεμαρτύρηται. δι’ ὃ οὔτε ἑσπέρας οὔτε μεσημβρίας οὔτε ἄλλῳ τινὶ καιρῷ, ἀλλὰ τῷ πρωΐ, φησίν, ἡ προσευχή μου προφθάσει σε.
Ἵνα τί, κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;
Καὶ ἐν τῷ κα ἔλεγε τό·
ὁ θεός, ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλειπές με;
Λέγει δὲ ἐν τούτοις· ἵνα τί, ἐρωτηματικῶς πυνθανόμενος, δι’ ἣν αἰτίαν ἐγκαταλέλειπται ὑπὸ τοῦ πατρὸς, καὶ ἵνα τί ἀπώσατο αὐτοῦ τὴν ψυχήν, ὡς ἂν καὶ ἡμεῖς, εἴ ποτε διαποροῖμεν, δι’ ἣν αἰτίαν ὁ θεὸς τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ παρέδωκεν αὐτὸν θελήσας ὑποχείριον ἀνθρώποις γενέσθαι (τοῦτο γὰρ ἦν τὸ καταλιπεῖν αὐτὸν καὶ ἀπώσασθαι), μανθάνοιμεν, ὅτι τοῦτο πᾶν ὑπὲρ ἡμῶν γέγονεν, ὡς ἐδίδαξεν ὁ ἀπόστολος εἰπών· ἀλλ’ ὑπὲρ ἡμῶν πάντων, ἵνα γένηται ἀμνὸς θεοῦ καὶ πρόβατον ἱερουργούμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. διόπερ ἔλεγε καὶ ὁ προφήτης· καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται·
And I cried out to you, and my prayer will anticipate you in the morning.
Just as in the twenty-first psalm, clearly spoken from the person of our Savior according to the superscription, it was said: concerning the morning assistance, the word hinting at the resurrection of our Savior having taken place at the morning hour, so also now I consider the same thing to be signified by this: "my prayer will anticipate you in the morning," the word indicating that the matters of the Savior's prayer were not accomplished at any other time than at dawn and in the morning, when also the events of the resurrection from the dead are testified to have occurred. For this reason, neither in the evening nor at midday nor at any other time, but in the morning, he says, "my prayer will anticipate you."
Why, O Lord, do you thrust away my soul, do you turn your face away from me?
And in the twenty-first psalm he said: "O God, my God, pay attention to me; why have you abandoned me?"
But he says in these words: "Why," inquiring interrogatively, for what reason he has been abandoned by the Father, and why he thrust away his soul, so that we also, if ever we are perplexed as to why God did not spare his own Son but handed him over, willing him to become subject to men (for this was to abandon him and thrust him away), might learn that all this happened for our sake, as the Apostle taught, saying: "but for all of us, so that he might become the lamb of God and a sheep sacrificed for the salvation of the world." For this reason the prophet also said: "And the Lord handed him over to our sins; and he bears our sins and is pained on our behalf.
καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.
Ἐπιφέρει δὲ λέγων ἐν κα·
ὁ θεός, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
Καὶ ἐν τοῖς προκειμένοις·
ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ.
Ὅμοια δὲ ἡγοῦμαι εἶναι ταῦτα τοῖς ἐν τῷ εὐαγγελίῳ ἔργῳ τετελειωμένοις, ἔνθα διαστὰς τῶν μαθητῶν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ, καὶ πάλιν· πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
And he himself was wounded because of our sins and was weakened because of our lawless deeds; by his wound we were healed.
He then adds, saying in the twenty-first psalm:
O God, I will cry out by day, and you will not hear, and by night, and it is not to my folly.
And in the present passage:
You turn your face away from me.
I consider these to be similar to the things accomplished in deed in the Gospel, where, having withdrawn from the disciples, he fell on his face praying and saying: Father, if it is possible, let this cup pass from me; yet not as I wish, but as you wish, and again: Father, if this cannot pass unless I drink it, let your will be done.
I am poor and in toils from my youth, and having been raised up, I was humbled and reduced to perplexity. Your wrath passed over me, your terrors shook me. They surrounded me like water all day long, they encompassed me all together. You removed from me friend and neighbor, and my acquaintances from misery.
Καὶ ταῦτα ὁ Σύμμαχος σαφέστερόν πως ἐξέδωκεν εἰπών·
πτωχὸς ὢν καὶ ἐκλείπων ἀπὸ νεότητος ἀνέλαβον τὸν φόβον σου πρὸς τούτοις. δι’ ἐμοῦ παρώδευσαν αἱ ὀργαί σου, αἱ ἐκπλήξεις σου κατεσιώπησάν με. περιῆλθόν με ὡς ὕδατα πᾶσαν τὴν ἡμέραν περιεκύκλωσάν με.
Καὶ ὁ Ἀκύλας·
ἐπ’ ἐμέ, φησίν, παρῆλθον αἱ ὀργαί σου.
Ὅπως δὲ πτωχὸς ἦν καὶ ἐν κόποις ἐκ νεότητος, διδάσκει αὐτὸς ἐν τοῖς εὐαγγελίοις περὶ ἑαυτοῦ λέγων· μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. καὶ ὁ ἀπόστολός φησιν· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν, ὥστε εἶναι σαφές, πῶς εἴρηται παρὰ τοῖς ο´ τό·
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου.
Ἀλλ’ ἐν μὲν τῇ νεότητι αὐτοῦ καὶ ἄλλως ὑπὸ τὸν νομιζόμενον πατέρα τὸν Ἰωσὴφ καὶ τὴν κατὰ σάρκα μητέρα τρεφόμενος πτωχὸς ἦν ἐν πτωχοῖς· καὶ τὸν ἄλλον δὲ αὐτοῦ βίον πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσεν, ὅπως ἡμεῖς τῇ αὐτοῦ πτω χείᾳ πλουτήσωμεν. ὅτε δὲ λοιπὸν παραδοξοποιῶν καὶ θεοῦ δυνάμεις ἀποτελῶν ὑψώθη τε καὶ διὰ τοῦ πάθους ὑψωθεὶς ἐταπεινώθη. δι’ ὃ ἔλεγεν· ὥσπερ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, καὶ πάλιν· ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι, καὶ ἐν τῷ προκειμένῳ·
Symmachus rendered this somewhat more clearly, saying:
Being poor and failing from youth, I took up your fear in addition. Your wrath passed through me, your terrors silenced me. They surrounded me like waters all day long, they encompassed me.
And Aquila:
Upon me, he says, your wrath passed.
But how he was poor and in toils from youth, he himself teaches in the Gospels, speaking about himself: Learn from me, that I am meek and lowly in heart. And the apostle says: He who, existing in the form of God, did not consider it a usurpation to be equal to God, but emptied himself, so that it is clear how it is said by the Seventy:
I am poor and in toils from my youth.
But in his youth, while being raised under his reputed father Joseph and his mother according to the flesh, he was poor among the poor; and for the rest of his life, though rich, he became poor for our sake, so that we might be enriched by his poverty. And when, performing wonders and accomplishing divine powers, he was exalted, and through his passion being exalted, he was humbled. For this reason he said: Just as Moses raised up the serpent in the desert, so must the Son of Man be raised up, and again: When you raise up the Son of Man, then you will know that I am he. And in the present passage:
ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
Τὸ δέ·
δι’ ἐμοῦ παρώδευσαν αἱ ὀργαί σου,
κατὰ τὸν Σύμμαχον, ἢ κατὰ τὸν Ἀκύλαν·
ἐπ’ ἐμὲ παρῆλθον αἱ ὀργαί σου,
ἢ κατὰ τοὺς ο´·
ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου,
σαφῶς παρίστησιν, ὅτι οὐκ εἰς αὐτὸν ἐπέσκηψαν, ἀλλὰ δι’ αὐτοῦ παρῆλθον, καὶ ὅτι μὴ ἔστησαν, ἀλλὰ διῆλθον. τὸ δέ· ἐξετάραξάν με, κατὰ τοὺς ο´, ὅμοιόν ἐστι τῷ εἰρημένῳ ἐν τοῖς εὐαγγελίοις· νῦν ἡ ψυχή μου τετάρακται, καί· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. καὶ τὰ λοιπὰ δὲ κατὰ τὴν ἱστορίαν ἐπληροῦτο, ὅτε καταλιπόντες αὐτὸν οἱ ἀπόστολοι ᾤχοντο, ὁ δὲ Πέτρος καὶ τρίτον αὐτὸν ἠρνήσατο.
Καὶ ἄλλως δὲ τὰ προκείμενα πάντα ἔφασκεν, ἰδιοποιούμενος τὰ ἑτέρων κακά, λέγω δὲ τοῦ προδότου Ἰούδα τὴν ἀπώλειαν καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ἀπόπτωσιν· ἐφ’ οἷς δι’ ὑπερβολὴν εὐσπλαγχνίας καὶ φιλανθρωπίας ὡς ἐφ’ υἱοῖς πονηροῖς διὰ τὰς αὐτῶν κακίας ἀπολλυμένοις ταῦτα εἰς ἑαυτοῦ πρόσωπον ἀναλαμβάνων ἀπωδύρετο. νοήσεις δὲ τοῦτο ἐπιστήσας τῷ λέγοντι προφήτῃ· οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. διὸ ὑπὲρ αὐτῶν ὀδυνώμενος ἐβόα λέγων·
Having been raised up, I was humbled and reduced to perplexity.
The phrase:
"Your wraths passed through me,"
according to Symmachus, or according to Aquila:
"Your wraths came upon me,"
or according to the Septuagint:
"Your wraths went through me,"
clearly indicates that they did not strike him, but passed through him, and that they did not stop, but went through. The phrase: "They troubled me," according to the Septuagint, is similar to what is said in the Gospels: "Now my soul is troubled," and: "My soul is deeply grieved unto death." And the rest was fulfilled according to the history, when the apostles left him and went away, and Peter denied him even a third time.
And in another way, he spoke all the foregoing things, appropriating the evils of others, I mean the ruin of the traitor Judas and the fall of the entire Jewish nation; on account of which, through an excess of compassion and philanthropy, as if for wicked sons perishing because of their own vices, he took these things upon his own person and lamented. You will understand this by attending to the prophet who says: "This one bears our sins, and is pained on our behalf." Therefore, being pained on their behalf, he cried out, saying:
ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με.
Ἑώρα γὰρ τὴν οὐκ εἰς μακρὸν ἐπελευσομένην αὐτοῖς ὀργήν, ἥτις αὐτῶν ἀθρόως τὰ σεμνὰ πάντα ἐξηφάνισεν, ὡς τὰ μὲν ἅγια τῶν ἁγίων καὶ τὸ θυσιαστήριον ἐκ βάθρων ἀπολέσθαι, βασιλέας δὲ αὐτῶν τοὺς ἐκ προγόνων διαδοχῆς εἰς ἐκεῖνο καιροῦ διαρκέσαντας καταλυθῆναι, τήν τε αὐτονομίαν, καθ’ ἣν ἐξ αἰῶνος μακροῦ ἐπολιτεύσαντο, καὶ τὴν κατὰ νόμους λατρείαν αὐτῇ ἱερωσύνῃ καὶ τοῖς λοιποῖς ἡγεμόσι τε αὐτῶν καὶ ἄρχουσιν ἀποσβεσθῆναι, ὡς μηδὲ ἴχνος αὐτῶν εἰσέτι νῦν περιλείπεσθαι. ἃ δὴ πάντα πεπόνθασιν ὑπὸ τῆς ὀργῆς τοῦ θεοῦ, τῆς οὐκ εἰς μακρὸν μετὰ τὸ πάθος αὐτοῦ τὸ πᾶν αὐτῶν ἔθνος καταλαβούσης διὰ τὰ τετολμημένα αὐτοῖς κατ’ αὐτοῦ· ἃ δὴ ἐδήλου λέγων·
ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου,
ὡσεὶ ἔλεγε· δι’ ἐμέ, ἢ κατὰ τὸν Σύμμαχον· δι’ ἐμοῦ· ἐπεὶ καὶ κατὰ τὸν ἀληθῆ λόγον δι’ αὐτὸν ταῦτα πάντα πεπόνθασιν. ἀλλὰ καὶ προορῶν αὐτῶν τὸν ὄλεθρον ἔλεγεν·
οἱ φοβερισμοί σου ἐξετάραξάν με.
Your wraths passed through me, your terrors shook me.
For he saw the wrath that would come upon them not long after, which suddenly obliterated all their solemn things, so that the Holy of Holies and the altar were destroyed from their foundations, their kings who had continued in succession from their ancestors up to that time were overthrown, and their autonomy, under which they had lived from ancient times, and their lawful worship, together with the priesthood and their remaining leaders and rulers, were extinguished, so that not even a trace of them now remains. All these things they suffered from the wrath of God, which not long after his passion overtook their entire nation because of the deeds they had dared against him. This he indicated by saying:
"Your wraths passed through me,"
as if to say: because of me, or according to Symmachus: through me, since in truth it was because of him that they suffered all these things. And foreseeing their destruction, he said:
"Your terrors shook me.
Εἰ γὰρ καὶ τὰ μάλιστα δι’ ἀναισθησίαν οὐκ ἐτάραττον ἐκείνους οἱ διὰ τῶν προφητῶν ἀπειλούμενοι κατ’ αὐτῶν φοβερισμοὶ τοῦ θεοῦ, ἀλλ’ ἐμέ, φησίν, ὁρῶντα τῶν φοβερῶν σου λόγων τὰς ἐκβάσεις ἐξετάρασσον οἱ φοβερισμοί σου. οὕτως οὖν διὰ τὰς ἐκείνων δυσσεβείας παρακαλῶν τὸν πατέρα ὑπὲρ αὐτῶν καὶ τὴν ψυχὴν ὑπεραλγῶν καὶ δι’ αὐτοὺς ταραττόμενος περίλυπος ἦν μέχρι θανάτου, ἐπειδὴ τὰ τῆς ὀργῆς τοῦ θεοῦ σφοδρῶς ἐπέκειτο κατ’ αὐτῶν, ὡς μηδὲ τυγχάνειν τῶν εὐχῶν, ὧν ἀνέπεμπεν ὑπὲρ αὐτῶν· δι’ ὧν παρακαλῶν καὶ δεόμενος ἐν τοῖς εὐαγγελίοις προσέπιπτεν πρηνής τε κατὰ προσώπου κείμενος ἐβόα· πάτερ, λέγων· εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ. εἶθ’ ὁρῶν ἀνανεύουσαν τὴν βουλὴν τοῦ πατρὸς ἐπέφερε· πλὴν ἀλλ’ οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ· καὶ δεύτερον ἀπελθὼν ἐπὶ πρόσωπον πίπτει καὶ προσεύχεται λέγων· πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· καὶ τρίτον δὲ πορευθεὶς τὸν αὐτὸν λόγον προὔφερε. διὸ δὴ ταῦτα σημαίνων καὶ διὰ τῶν προκειμένων ἔλεγεν·
For even if those men, due to their insensibility, were not disturbed by the threats of God proclaimed against them through the prophets, yet I, he says, seeing the outcomes of your terrible words, was shaken by your terrors. Thus, on account of their impieties, pleading with the Father on their behalf, deeply grieving in his soul, and being troubled for their sake, he was sorrowful unto death, since the wrath of God pressed heavily against them, so that he did not even obtain the prayers he offered up for them. Through these entreaties and supplications, he fell prostrate in the Gospels, lying face down, and cried out, saying: Father, if possible, let this cup pass from me. Then, seeing the Father's will refusing, he added: Yet not as I wish, but as you do. And going a second time, he falls on his face and prays, saying: Father, if this cannot pass unless I drink it, let your will be done. And a third time, going, he uttered the same words. Therefore, indicating these things also through the present passage, he said:
ἵνα τί, κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;
καὶ τό·
ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με.
Ὁρῶν δὲ μακρὰν ἐκπίπτοντας τῆς τοῦ θεοῦ σωτηρίας τούς, ὑπὲρ ὧν τὰς εὐχὰς ἐποιεῖτο, φιλτάτους ὄντας αὐτοὺς καὶ ἀγαπητοὺς διὰ τοὺς πατέρας ἔλεγεν·
ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Δηλοῖ δὲ τοὺς ἐν τῷ ἔθνει πάντας γνωστοὺς ὄντας αὐτοῦ πρότερον καὶ φίλους, ἐπεὶ καὶ μέρος ἦσαν αὐτοῦ καὶ κληρονομία. ἀλλ’ ἐμακρύνθησαν ἀληθῶς ἀπ’ αὐτοῦ διὰ τὰς ἑαυτῶν ἀπιστίας καὶ πάλαι ὄντες φίλοι ἐχθροὺς ἑαυτοὺς κατέστησαν. καὶ γνωστοὶ τυγχάνοντες αὐτοῦ ἐλθόντα αὐτὸν οὐκ ἐπέγνωσαν, οὐδὲ παρεδέξαντο. ὧν ἕνεκα πάντων καὶ ἀπὸ τοῦ θεοῦ ἐμακρύνθησαν δι’ αἰτίαν τῆς ἑαυτῶν ταλαιπωρίας. οὕτω δ’ οὖν καὶ ἐκπεπτώκασι τοῦ θεοῦ κατὰ τὸ φάσκον λόγιον· ὅτι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. καὶ εἰς τοῦτο καταλήγουσιν οἱ ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ ψαλμοί.
Why, O Lord, do you thrust away my soul, and turn your face away from me?
And also:
Your wrath has passed over me, your terrors have shaken me.
But seeing those for whom he was making prayers falling far short of the salvation of God, since they were his dearest and most beloved on account of their fathers, he said:
You have removed from me friend and neighbor, and my acquaintances from misery.
He indicates all those in the nation who were formerly his acquaintances and friends, since they were also his portion and inheritance. But they were truly removed from him because of their own faithlessness, and though formerly friends, they made themselves enemies. And though they were his acquaintances, when he came they did not recognize him, nor did they receive him. Because of all this, they were also removed from God on account of their own misery. And so indeed they have fallen away from God, according to the saying: "Those who remove themselves from you will perish." And the psalms inscribed with the name of the sons of Korah come to this conclusion.
Χριστοῦ βασιλεία ἐκ σπέρματος Δαυίδ
πη
Συνέσεως Αἰθὰν τῷ Ἐζραιθῇ. Τὰ ἐλέη τοῦ κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.
Ἐπειδὴ προϊὼν ἑξῆς μέλλει λέγειν·
ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ σου,
προθεραπεύει τὸ μέλλον ῥηθήσεσθαι διὰ τῶν προκειμένων δυνάμει τοῦτο λέγων· εἰ καὶ τὰ ἀνθρώπινα πράγματα τὴν ἐμὴν ψυχὴν εἰς ἀμηχανίαν ἐμβαλόντα ταράττει εἴλιγγόν τέ μοι καὶ ἀπορίαν ἐμποιεῖ, τῶν σῶν, ὦ κύριε, κριμάτων, ὡς μέλλειν μικρὸν ὕστερον ἀποτολμᾷν καὶ ἀπορεῖν, ὑπὲρ ὧν σὺ μέν, ὁ ἀψευδὴς θεός, πρὸς τὸν Δαυὶδ ἐπαγγελιῶν πεποίησαι, τἀναντία δὲ συμβέβηκε ταῖς σαῖς ὑποσχέσεσιν· διὸ καὶ μέλλω λέγειν·
ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε;
Ἀλλ’ ὅμως πεπεισμένος, ὅτι μὴ διαψεύσεταί σου ἡ ἐπαγγελία, οὐδὲ διαπεσεῖται ἡ τοῦ σοῦ λόγου ἀλήθεια, προλαβὼν τοὺς μέλλοντας ἐξ ἀνθρωπίνης ἀσθενείας ῥηθήσεσθαί μοι λόγους τὴν ἐμαυτοῦ πίστιν καὶ τὸ εὐσεβὲς τῆς ἐμαυτοῦ γνώμης προασφαλίζομαι· διό φημι·
The kingdom of Christ from the seed of David
Pē
A comprehension of Aithan the Ezraitē. I will sing the mercies of the Lord forever, from generation to generation I will proclaim your truth with my mouth.
Since as he proceeds he is about to say next:
Where are your ancient mercies, O Lord, which you swore to David in your truth,
he pre-treats what is going to be said through the preceding words, effectively saying this: Even if human affairs, having cast my soul into perplexity, trouble me and produce dizziness and perplexity in me, concerning your judgments, O Lord, as I am about a little later to dare and be perplexed, regarding which you, the truthful God, have made promises to David, but the opposite has happened to your promises; therefore I am about to say:
Where are your ancient mercies, O Lord?
But nevertheless, being persuaded that your promise will not prove false, nor will the truth of your word fall through, having anticipated the words that are about to be spoken by me from human weakness, I secure beforehand my own faith and the piety of my own mind; therefore I say:
τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.
Οὐ γὰρ νῦν μόνον, ὅτε ταῦτα λαλῶ καὶ φθέγγομαι, τὰ ἐλέη τοῦ κυρίου ᾄσομαι, ἀλλὰ καὶ ἐν τοῖς σκυθρωποτέροις καιροῖς καὶ ἐν αὐτοῖς ἐκείνοις, δι’ οὓς μέλλω λέγειν·
ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε;
Καὶ τότε γὰρ καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον καὶ διὰ παντὸς τοῦ αἰῶνος οὐ παύσομαι ἀνυμνῶν τὰ ἐλέη σου, κύριε, ἀκριβῶς εἰδώς, ὅτι ἅπαξ ἐπαγγειλάμενος τὰς ἐν τῷ ψαλμῷ προφητείας οὐ διαψεύσεις, ἅτε θεὸς ὢν ἀληθής. διόπερ οὐ μόνον
τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι,
ἀλλὰ καὶ τὴν ἀλήθειάν σου καθ’ ἑκάστην γενεὰν ἀπαγγελῶ. εἰ γὰρ καὶ τὰ μάλιστα τοιαῦτά τινα μεταξὺ γενήσεται, ὡς δοκεῖν ἐναντία ταῖς σαῖς πρὸς τὸν Δαυὶδ ἐπαγγελίαις συμβαίνειν, ἀλλὰ καὶ οὕτως ἐγὼ πεπίστευκα καὶ ἀληθῶς ἐμαυτὸν πέπεικα, ὅτι τῶν λόγων σου, ὦ κύριε, ἡ ἀλήθεια οὐδέποτε διαπεσεῖται. διόπερ τὸν πάντα μου χρόνον τῆς ζωῆς οὐ παύσομαι ἐν τῷ στόματί μου τὴν ἀλήθειάν σου ἀπαγγέλλων. ἀλλὰ καὶ παραδιδοὺς τῇ ἐμαυτοῦ γραφῇ ταύτην καταλείψω τοῖς μεταγενεστέροις εἰς τὸ καὶ αὐτοὺς διδάσκεσθαί τε καὶ μανθάνειν ὁμοίως ἐμοὶ καθ’ ἑκάστην γενεὰν τὴν ἀλήθειάν σου διὰ στόματος φέ ρειν καὶ πεπεῖσθαι μηδέποτε δύνασθαι διαπίπτειν τὰς σὰς ἐπαγγελίας.
Your mercies, Lord, I will sing forever.
For not only now, when I speak and utter these things, will I sing the mercies of the Lord, but also in the more grievous times and in those very circumstances through which I am about to speak:
Where are your ancient mercies, Lord?
For even then, and in the time after this, and throughout all eternity, I will not cease to hymn your mercies, Lord, knowing precisely that, having once promised the prophecies in the psalm, you will not prove false, since you are a true God. Therefore, not only
Your mercies, Lord, I will sing forever,
but also I will proclaim your truth in every generation. For even if some such things should occur in the meantime, appearing contrary to your promises to David, yet even so I have believed and have truly persuaded myself that the truth of your words, O Lord, will never fail. Therefore, throughout all the time of my life, I will not cease to proclaim your truth with my mouth. But also, by committing this to my own writing, I will leave it to those who come after, so that they too may be taught and learn, just as I do, to bear your truth on their lips in every generation and to be persuaded that your promises can never fail.
Ὁ δὲ πᾶς λόγος τὴν ἐκ σπέρματος Δαυὶδ γένεσιν τοῦ Χριστοῦ καὶ τὴν βασιλείαν αὐτοῦ θεσπίζει. ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν ἡ εἰς ἀνθρώπους γένεσις αὐτοῦ προεφητεύετο κατὰ τὰ ἐν τῷ π καὶ ς ψαλμῷ παραστάντα· ἐχρῆν δὲ πρὸς τῇ γενέσει μαθεῖν καὶ πόθεν προελεύσεται· διδάσκει τοῦτο ἀναγκαίως ἡ παροῦσα γραφὴ τὴν πρὸς τὸν Δαυὶδ ἐπαγγελίαν τοῦ θεοῦ περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι περιέχουσα, ὥστε ἔχειν ἀκολουθίαν καὶ τοῦτον πρὸς τοὺς πρὸ αὐτοῦ κατατεταγμένους ψαλμούς.
Συνέσεως δὲ ἐπιγέγραπται αὐτὸ μόνον, οὔτε δὲ ψαλμός, οὔτε ὕμνος. εἴη δ’ ἂν ᾠδὴ προφητικὴ συνέσεως τῆς κατὰ θεὸν δεομένη. δι’ ὃ λέλεκται· εἰς τὸν αἰῶνα ᾄσομαι, καί· εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου. ἀπὸ μὲν γὰρ τοῦ· εἰς τὸν αἰῶνα ᾄσομαι, ᾠδὴν αὐτὴν εἰκότως ἄν τις εἴποι· ἀπὸ δὲ τοῦ· ἀπαγγελῶ τὴν ἀλήθειάν σου εἰς γενεὰν καὶ γενεάν, καὶ ἀπὸ τῶν ἑξῆς ἐπιλεγομένων, προφητείαν.
Λέλεκται δὲ Αἰθὰν τοῦ Ἐζραΐτου, περὶ οὗ τὰ παραστάντα ἐν τοῖς προτεχνολογουμένοις τῶν Ψαλμῶν διειλήφαμεν.
The entire passage prophesies the birth of Christ from the seed of David and his kingdom. For since through the preceding passages his birth among men was foretold, as was demonstrated in the eighty-ninth and ninety-ninth psalms, it was necessary to learn not only about the birth but also from where he would come. This the present passage necessarily teaches, containing God's promise to David that the Christ would come from his seed, so that this psalm also has continuity with those placed before it.
It is inscribed only "of Understanding," but neither "psalm" nor "hymn." It would be a prophetic ode requiring understanding according to God. For this reason it is said: "I will sing forever," and "I will proclaim your truth from generation to generation." For from the phrase "I will sing forever," one might reasonably call it an ode; from "I will proclaim your truth from generation to generation," and from what follows, a prophecy.
It is said to be of Ethan the Ezrahite, concerning whom we have discussed the matters set forth in the preliminary remarks on the Psalms.
Ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκο δομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου.
Ἀντὶ τοῦ· ὅτι εἶπας, ὁ μὲν Ἀκύλας ἡρμήνευσεν· ὅτι εἶπα, ὁ δὲ Σύμμαχος· ὅτι εἶπον, καὶ ὁ Θεοδοτίων ὁμοίως· ὅτι εἶπον, καὶ ἡ πέμπτη ἔκδοσις· ὅτι εἶπα, ὡς ἐκ προσώπου τοῦ προφήτου λεγομένου τοῦ λόγου. οὗτος δὲ ἦν Αἰθὰν ὁ Ἐσδραΐτης, ὡς ἡ προγραφὴ παρίστησι.
Τοιαύτην δέ τινα διάνοιαν ὑποβάλοι ἂν ὁ προφήτης· φθάσας ἤδη πρότερον εἶπον, ὅτι τὰ ἐλέη τοῦ κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι. τοῦτο δὲ πῶς ποτ’ ἂν γένοιτο ἢ τοῦ πρώτου ἐλέους τοῦ θεοῦ τοῦ ἐξ ἀρχῆς καὶ ἀπὸ πρώτης κοσμογονίας καταβληθέντος εἰς ἀνθρώπους, ἐπίδοσιν κατὰ χρόνους λαμ βάνοντος καὶ δίκην οἰκοδομῆς αὔξοντος; αὔξει γὰρ ὁσημέραι τὸ ἔλεος τοῦ θεοῦ εἰς ἀνθρώπους καὶ δίκην οἰκοδομῆς προκόπτει καὶ οἰκοδομεῖται κατὰ γενεὰν καὶ γενεάν. ἐπειδὴ τοίνυν εἶπον καὶ διεβεβαιωσάμην, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος τοῦ θεοῦ οἰκοδομηθήσεται, καὶ διὰ τοῦτο τὰ ἐλέη αὐτοῦ εἰς τὸν αἰῶνα ᾄσομαι, οὐ προσήκει ἀγνοεῖν, ὅτι τοῦ λόγου ἡ ἀλήθεια ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται. τὰ γὰρ περίγεια πράγματα καὶ ἡ ἐν ἀνθρώποις κακία δόξειεν ἂν μὴ πάνυ τι ἐμφαίνειν τὸ ἀκριβὲς τοῦ λόγου, τῷ πολλὴν ἀνωμαλίαν εἶναι δοκεῖν κατὰ τὸν ἀνθρώπινον βίον.
Because you said, "Mercy will be built for eternity, your truth will be prepared in the heavens."
Instead of "because you said," Aquila translated "because I said," Symmachus "because I said," Theodotion likewise "because I said," and the fifth edition "because I said," as if the word is spoken from the person of the prophet. This was Aethan the Ezrahite, as the title indicates.
The prophet would suggest some such meaning as this: I have already said before that I will sing the mercies of the Lord for eternity. But how could this happen except that the first mercy of God, cast down from the beginning and from the first creation of the world to men, takes increase over time and grows like a building? For the mercy of God toward men increases day by day and advances like a building and is built up generation after generation. Since, then, I said and affirmed that the mercy of God will be built for eternity, and for this reason I will sing his mercies for eternity, it is not fitting to be ignorant that the truth of the word will be prepared in the heavens. For earthly matters and the wickedness among men would seem not to show the precision of the word at all, since there appears to be much irregularity in human life.
Ἀλλ’ ἐπειδήπερ αἱ ἐπαγγελίαι τοῦ θεοῦ αἱ πρὸς τὸν Δαυὶδ γεγενημέναι θεῖαι καὶ οὐράνιοι τυγχάνουσι καὶ οὐχ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαίων παῖδες, γεώδεις καὶ σωματικαί, εἰκότως διὰ τοῦτο προδιαστέλλεται ὁ προφήτης, ὅτι μὴ ἐπὶ τῆς γῆς, ἀλλ’ ἐν αὐτοῖς οὐρανοῖς ἡ ἀλήθεια τῶν ἐπαγγελιῶν τοῦ θεοῦ ἑτοιμασθήσεται. διόπερ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών·
ἐν τοῖς οὐρανοῖς ἑδρασθήσεται ἡ ἀλήθειά σου.
Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου· ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. διάψαλμα. ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε, καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.
Σαφῶς ταῦτα ἐκ προσώπου τοῦ θεοῦ εἴρηται· διόπερ δοκεῖ μοι παρὰ τοῖς ἑβδομήκοντα ἀνωτέρω εἰρῆσθαι τό·
ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου,
οἷς ἐπισυνῆπτε τό·
διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου,
But since the promises of God made to David are divine and heavenly, and not, as the children of the Jews might suppose, earthly and corporeal, the prophet appropriately distinguishes beforehand that the truth of God's promises will be prepared not on earth, but in the heavens themselves. Therefore Symmachus interpreted more clearly, saying:
"In the heavens your truth will be established."
I made a covenant with my chosen ones, I swore to David my servant: I will prepare your seed for eternity and I will build your throne for generation after generation. Diapsalma. The heavens will confess your wonders, O Lord, for your truth is in the assembly of the saints.
These things are clearly spoken from the person of God; therefore it seems to me that among the Seventy the following was said above:
"Because you said: Mercy will be built for eternity, your truth will be prepared in the heavens,"
to which was appended:
"I made a covenant with my chosen ones.
ἵνα καθ’ ὑπερβατὸν εἴη οὕτως ἔχων ὁ νοῦς τῶν προκειμένων· ἐπειδὴ σὺ αὐτός, ὦ κύριε, ἐν ταῖς περὶ τοῦ Δαυὶδ ἐπαγγελίαις εἶπας· εἰς τὸν αἰῶνα τὸ ἔλεός μου τὸ πρὸς τὸν Δαυὶδ ἢ καὶ τὸ εἰς πάντας ἀνθρώπους οἰκοδομηθήσεται, καὶ προσέθηκας λέγων·
διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου ἢ τῷ ἐπιλέκτῳ μου,
καί·
ὤμοσα Δαυὶδ τῷ δούλῳ μου,
καὶ τὰ τούτοις ἀκόλουθα, πέπεισμαι, ὅτι οὔποτε διαψευσθήσονταί σου αἱ ἐπαγγελίαι, μένουσι δὲ ἀληθεῖς καὶ ἀδιάπτωτοι· ἀλλ’ οὐχ ὥστε ἐπὶ τῆς γῆς συνίστασθαι αὐτάς· οὐδὲ γὰρ ἐπίγειοι καὶ αἰσθηταὶ, οὐδὲ ὠνηταὶ καὶ ὀλιγοχρόνιοι τυγχάνουσιν, οἷός ἐστιν ὁ τῶν ἀνθρώπων βίος, ἀλλ’ ἀθάνατοι καὶ αἰώνιοι καὶ τῇ σῇ θεότητι πρέπουσαι. διόπερ οὐκ ἐπὶ τῆς γῆς, ἀλλ’ ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθεια τῶν σῶν πρὸς τὸν Δαυὶδ ἐπαγγελιῶν.
Ἀντὶ δὲ τοῦ·
διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου,
οἱ λοιποὶ πάντες ἑρμηνευταί· τῷ ἐπιλέκτῳ μου, εἰρήκασι. καὶ μᾶλλον ἁρμόζει τῇ διανοίᾳ ἡ τοιαύτη ἔκδοσις· οὐδὲ γὰρ περὶ πολλῶν ἐστιν ὁ λόγος, ἀλλὰ περὶ μόνου τοῦ Δαυίδ· αὐτῷ γὰρ, φησίν, καὶ ὤμοσα, ἅτε δούλῳ μου ὄντι καὶ ἐπιλέκτῳ μου. οὐ γὰρ ἤρκει ἁπλῶς διαθέσθαι αὐτῷ διαθήκην, ὥσπερ διεθέμην τῷ Νῶε καὶ μετὰ ταῦτα τῷ Ἀβραὰμ καὶ πάλιν μετ’ ἐκεῖνον τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου διὰ Μωσέως· ἐκείνοις γὰρ δίχα ὁρκωμοσίας. τῷ δ’ ἐπιλέκτῳ μου καὶ τῷ ἐμῷ θεράποντι καὶ δούλῳ Δαυὶδ διεθέμην μετὰ ὅρκου παραλήψεως· ὤμοσα γὰρ αὐτῷ περὶ τοῦ δεῖν τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα ἑτοιμάσειν καὶ τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν, καὶ οὐκ εἰς μίαν γενεάν, ἀλλ’ εἰς γενεὰν καὶ γενεάν.
so that the sense of the passage may be understood by hyperbaton as follows: since you yourself, O Lord, in the promises concerning David said, "My mercy toward David will be for eternity," or "will be built for all men," and you added, saying:
"I established a covenant with my chosen ones" or "with my chosen one,"
and:
"I swore to David my servant,"
and the things consequent to these, I am persuaded that your promises will never be falsified, but remain true and unshaken; yet not so that they are established on earth. For they are not earthly and perceptible, nor purchasable and short-lived, such as is human life, but immortal and eternal and befitting your divinity. Therefore the truth of your promises to David will be prepared not on earth, but in the heavens.
And instead of:
"I established a covenant with my chosen ones,"
all the other translators have said, "with my chosen one." And this reading is more fitting to the sense; for the discourse is not about many, but about David alone. For to him, it says, I also swore, as he was my servant and my chosen one. For it was not enough simply to establish a covenant with him, as I established with Noah and after that with Abraham and again after him with the sons of Israel in the wilderness through Moses; for those were without an oath. But with my chosen one and my servant and slave David, I established a covenant with the inclusion of an oath; for I swore to him concerning the necessity that his seed be prepared for eternity and his throne be built, and not for one generation, but for generation after generation.
Περὶ δὲ τοῦ ὀμνύναι τὸν θεὸν ὁ ἱερὸς ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους φησίν· ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. κατ’ ἐπίτασιν γὰρ μείζονος διαβεβαιώσεως καὶ ὅρκος παρείληπται τῷ θεῷ. κατὰ τίνος δὲ ὁ ὅρκος ἑξῆς προϊὼν διδάσκει λέγων· ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου. ἔνθα καὶ ἐπιστήσεις, τίς ποτε ἄρα οὗτος ἦν ὁ ἅγιος τοῦ θεοῦ, καθ’ οὗ ὄμνυσιν ὡς κατὰ υἱοῦ μονογενοῦς εἰς τὸ ἐξ ἅπαντος τὰ τῆς ἐπαγγελίας κρατυνθῆναι. τὸν μὲν οὖν ἅγιον ὡμολόγουν καὶ οἱ δαίμονες ἐν τοῖς εὐαγγελίοις, ὅτε μὴ φέροντες αὐτοῦ τὴν ἔνθεον δύναμιν κολαστικὴν οὖσαν αὐτῶν καὶ ἀπελαστικὴν ἐβόων λέγοντες· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρῆνε; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. κατὰ τούτου τοίνυν ὀμνὺς ὁ θεὸς οἷα πατὴρ κατὰ μονογενοῦς καὶ ἀγαπητοῦ υἱοῦ τῷ Δαυὶδ τὴν ἐπαγγελίαν ἐποιεῖτο· ὃ δὴ καὶ διδάσκει λέγων·
ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι.
Ζητῶν δὲ παρ’ ἐμαυτῷ τὴν αἰτίαν, δι’ ἣν οὐδενὶ μὲν ἄλλῳ τῶν ἁγίων, μόνῳ δὲ τῷ Δαυὶδ δι’ ὅρκου πεποίηται τὴν περὶ τοῦ σπέρματος αὐτοῦ ἐπαγγελίαν ὁ θεός, δοκῶ μοι ταύτην εὑρηκέναι καταλαβὼν καὶ αὐτὸν τὸν Δαυὶδ ὅρκῳ κεχρημένον πρὸ τῆς πρὸς αὐτὸν ἐπαγγελίας τοῦ θεοῦ. ὀμωμοκέναι δὲ αὐτὸν διδάσκει τὸ θεῖον πνεῦμα ἐν ρλα λέγον·
Concerning the fact that God swears, the holy apostle says in the Epistle to the Hebrews: so that through two immutable things, in which it is impossible for God to lie, we may have a strong consolation. For by way of intensification, for the sake of greater confirmation, an oath has been employed by God. And against whom the oath is taken, the text teaches as it proceeds, saying: "I swore once by my holy one." There you will also consider who this holy one of God might be, by whom he swears as by an only-begotten son, so that the promises might be confirmed absolutely. Now the holy one was acknowledged even by the demons in the Gospels, when, unable to bear his divine power, which was punitive and expulsive for them, they cried out, saying: "Ha! What have we to do with you, Jesus the Nazarene? We know who you are, the holy one of God." So, swearing by this one, as a father by an only-begotten and beloved son, God made the promise to David; which indeed he teaches, saying:
"I swore once by my holy one, if I will lie to David."
And inquiring within myself the reason why God made the promise concerning his seed to no other of the saints, but only to David, by means of an oath, I think I have found this, having understood that David himself had employed an oath before God's promise to him. And that he swore, the divine Spirit teaches in Psalm 130, saying:
μνήσθητι, κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ, ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ· εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμόν, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ.
Τοιαῦτα εὐξαμένῳ καὶ ἐπαγγειλαμένῳ τῷ Δαυὶδ καὶ ἐπὶ τοιούτοις ὀμωμοκότι τὴν ἴσην ἀμοιβὴν ὁ θεὸς ἀντιδιδοὺς αὐτῷ, ἀντομνύει καὶ αὐτóς, καὶ ἀντεπαγγέλλεται ἓν ἀνθ’ ἑνὸς διδοὺς καὶ ὅρκῳ τὸν ὅρκον ἀμειβόμενος. διόπερ ἐν αὐτῷ τῷ ρλα, ἐν ᾧ λέγεται ὀμωμοκέναι ὁ Δαυíδ, συνῆπται ἑξῆς ἡ τοῦ ἁγίου πνεύματος μαρτυρία ὧδέ πη λέγουσα·
ὤμοσε κύριος τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν. ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.
Οὐκοῦν πρῶτος ὤμοσεν ὁ Δαυίδ, εἶτα ἀμειβόμενος αὐτὸν ὁ θεὸς ἀντωμοσίαν πρὸς αὐτὸν ἐποιήσατο· καὶ πρῶτος ὁ Δαυὶδ εὐσεβεῖ λογισμῷ κινηθεὶς ἐπηγγείλατό τι τῷ θεῷ, εἶτα πάλιν ὁ θεός, ὥσπερ ἀντιδιδοὺς αὐτῷ χάριν ἀντὶ χάριτος, καὶ αὐτὸς ἀντεπηγγείλατο ταῖς τοῦ σωτῆρος ἡμῶν ἀκολούθως φωναῖς, δι’ ὧν φησιν· ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν· μέτρον καλόν, σεσαλευμένον, πεπιεσμένον, ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. ᾧ μέτρῳ τοίνυν καὶ ὁ Δαυὶδ ἐμέτρησεν, ἐπ’ ἀγαθῷ καὶ θεοσεβεῖ λογισμῷ πρέπουσαν ἐπαγγελίαν μεθ’ ὅρκου ποιησάμενος, ἀντεμετρήθη αὐτῷ καὶ δίδοται αὐτῷ ἀμοιβαὶ αἱ ἐ παγγελίαι μεθ’ ὁρκωμοσίας θεοῦ.
Remember, O Lord, David and all his meekness, how he swore to the Lord, how he prayed to the God of Jacob: If I shall enter into the tent of my house, if I shall go up onto the bed of my couch, if I shall give sleep to my eyes and slumber to my eyelids, until I find a place for the Lord, a tent for the God of Jacob.
To David, who had prayed and made promises in such terms and had sworn such oaths, God, giving him an equal recompense, swears in return and makes a counter-promise, giving one thing for another and exchanging oath for oath. Therefore, in the same Psalm 131, in which David is said to have sworn, the testimony of the Holy Spirit is immediately joined, speaking thus:
The Lord swore truth to David, and he will not reject him. From the fruit of your womb I will place upon your throne.
Thus David swore first, and then God, reciprocating, made a counter-oath to him. And first David, moved by a pious intention, promised something to God; then again God, as if giving him grace for grace, made a counter-promise in turn, in accordance with the words of our Savior, through which he says: With the measure with which you measure, it will be measured back to you; a good measure, shaken, pressed, overflowing, they will give into your bosom. Therefore, with the measure with which David measured, having made a promise with an oath, fitting for a good and godly intention, it was measured back to him, and the promises with the oath of God are given to him as recompense.
Τί δὲ βούλεται ἡ τοῦ Δαυὶδ μεθ’ ὅρκου ἐπαγγελία θεωρῆσαι καιρός· ὁρῶν τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη τῇ δαιμονικῇ καὶ πολυθέῳ πλάνῃ δεδουλωμένα καὶ πανταχοῦ γῆς ναοὺς καὶ τεμένη καὶ ἱερὰ τοῖς πονηροῖς δαίμοσιν ἀνεγηγερμένα ἔν τε πόλεσι καὶ χώραις καὶ κώμαις, ἐν ὄρεσί τε καὶ βουνοῖς τὴν πονηρὰν καὶ ἀντικειμένην δύναμιν παρὰ πᾶσιν ἀνθρώποις τιμωμένην, θεοῦ δὲ τοῦ πάντων ποιητοῦ τε καὶ δημιουργοῦ μηδαμοῦ μνήμην παρά τισι γιγνομένην δηχθεὶς τὴν ψυχὴν ἐπὶ τῷ πράγματι καὶ ζῆλον ἀγαθὸν ζηλώσας κατὰ τὸν εἰπόντα· ζηλῶν ἐζήλωσα τῷ κυρίῳ, εὐχὴν ηὔξατο καὶ ἐπαγγελίαν ἐπηγγείλατο καὶ ταύτην ὅρκῳ κατεδήσατο· ἦ μὴν τῷ παμβασιλεῖ θεῷ πρῶτος νεὼν ἐπὶ γῆς καὶ ἱερὸν ἅγιον οἰκοδομήσειεν, ἔνθα τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς διαθήκης τὴν ὑπὸ Μωσέως κατὰ τὴν ἔρημον ἐκ προστάγματος θεοῦ κατασκευασθεῖσαν ἀποθέμενος ἀναπαύσειεν.
περιήγετο γοῦν ὧδε κἀκεῖσε μέχρι τῶν τοῦ Δαυὶδ χρόνων τόπον ἐκ τόπου μετακομιζομένη, ποτὲ μὲν ἐν Γαλγάλοις, ποτὲ δὲ ἐν Μανασῆφα, ποτὲ ἐν Σηλώ, καὶ ἄλλοτε παρ’ ἀλλοφύλοις, κἀκεῖθεν εἰς Βεσαμύς, ἔνθεν εἰς Καρειαθιρείμ, εἶτα εἰς οἶκον Ἀμιναδάβ, κἀκεῖθεν εἰς οἶκον Ἀβεδδαρά· ἔνθεν εἰς Σιὼν τὴν πόλιν ὁ Δαυὶδ μετεστήσατο. ὃ δὴ συνιδὼν γινόμενον διενοήθη οἶκον ἱερὸν ἐγεῖραι καὶ ναὸν οἰ κοδομῆσαι ἐν ταῦθά τε τὴν κιβωτὸν ἱδρῦσαι τοῦ θεοῦ. καὶ περὶ τούτου ὤμοσε Δαυὶδ τῷ κυρίῳ, καὶ ηὔξατο τῷ θεῷ Ἰακὼβ λέγων·
Now is the time to consider what David’s sworn promise means. Seeing that the nations throughout the whole world were enslaved to demonic and polytheistic error, and that temples, precincts, and shrines to the evil demons had been erected everywhere on earth, in cities, countryside, and villages, on mountains and hills, the evil and hostile power being honored among all men, while the God who is the maker and creator of all was nowhere remembered by anyone, he was stung in his soul at the matter and, having conceived a good zeal according to the one who said, “I was zealous with zeal for the Lord,” he made a prayer and a promise and bound this with an oath: that he would be the first to build on earth a temple and a holy shrine for the all-king God, where he might deposit and give rest to the tent of witness and the ark of the covenant, which had been constructed by Moses in the desert at God’s command.
So the ark was carried here and there until the time of David, being moved from place to place, sometimes at Gilgal, sometimes at Manasseh, sometimes at Shiloh, and at other times among the Philistines, and from there to Beth-shemesh, then to Kiriath-jearim, then to the house of Abinadab, and from there to the house of Obed-edom; from there David moved it to the city of Zion. Perceiving what was happening, he conceived the plan to raise a sacred house and build a temple, and there to establish the ark of God. And concerning this David swore to the Lord and prayed to the God of Jacob, saying:
εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμόν, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ.
Ταῦτα δὲ αὐτοῦ διανοηθέντος τὴν μὲν προαίρεσιν τῆς εὐσεβείας ἀποδέχεται ὁ θεός, οὐ μὴν ἐπιτρέπει τὸν οἶκον γενέσθαι· μὴ γὰρ δεῖσθαι θεὸν ὄντα οἴκου αἰσθητοῦ, μηδ’ ἐξ ἀψύχων λίθων οἰκοδομῆς συστησομένου, ἀλλ’ εἰ ἄρα ἐχρῆν θεὸν οἰκεῖν ἐπὶ γῆς, ἐκ σπέρματος αὐτοῦ τοῦ Δαυὶδ προελεύσεσθαι τὸν ὑποδεξόμενον αὐτοῦ τὴν θεότητα, ὃς καὶ οἰκοδομήσει τῷ θεῷ ἐπάξιον ἱερὸν οἶκον καὶ ναὸν ἅγιον, οὗ τὸν θρόνον εἰς τὸν σύμπαντα διαρκέσειν αἰῶνα· ἐδήλου δὲ ἄρα τὸν Χριστὸν αὐτοῦ τὸν ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα γενησόμενον καὶ τὴν δι’ αὐτοῦ καθ’ ὅλης τῆς οἰκουμένης συστησομένην ἐκκλησίαν.
Ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, ἡ τῶν Βασιλειῶν γραφὴ τοῦτον διδάσκει τὸν τρόπον· καὶ ἐγένετο ὅτε ἐκάθισε Δαυὶδ ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῷ· καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθὰν τὸν προφήτην· ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς· ἤ· ἐν μέσῳ δέρρεως, ὡς ἡ Ἑβραϊκὴ λέξις σημαίνει. καὶ εἶπε Ναθὰν πρὸς τὸν βασιλέα· πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι κύριος μετὰ σοῦ. καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ναθὰν λέγων· πορεύου πρὸς τὸν δοῦλον μου Δαυὶδ καὶ εἰπέ· τάδε λέγει κύριος·
If I shall enter into the tent of my house, if I shall go up upon the bed of my couch, if I shall give sleep to my eyes and slumber to my eyelids, until I find a place for the Lord, a tent for the God of Jacob.
Now when he had considered these things, God accepts the intention of piety, but does not permit the house to be built; for God, being God, has no need of a perceptible house, nor of a building composed of lifeless stones, but if indeed God were to dwell on earth, the one who would receive his divinity would come forth from the seed of David himself, who would also build a worthy sacred house and holy temple for God, whose throne would endure for the whole age; and he was indicating, then, his Christ, who would be born from the seed of David according to the flesh, and the church that would be established through him throughout the whole world.
That these things are so, the writing of the Books of Kings teaches in this manner: And it happened when David sat in his house, and the Lord allotted him a circuit from all his enemies; and the king said to Nathan the prophet: Behold, I dwell in a house of cedar, and the ark of God sits in the midst of the tent; or, in the midst of the curtain, as the Hebrew expression signifies. And Nathan said to the king: Whatever is in your heart, go and do, for the Lord is with you. And it happened that night, and a word of the Lord came to Nathan, saying: Go to my servant David and say: Thus says the Lord: