Εἰσάγει δὲ ὁ μετὰ χεῖρας πρῶτος ὢν τοῦ Ἀσὰφ τὸν προφήτην ὑπερθαυμάζοντα τὸ μακρόθυμον τοῦ παναγάθου θεοῦ καὶ τὴν ἐπὶ τοῖς ἀσεβέσιν ἀνεξικακίαν αὐτοῦ τήν τε ἐνδιδομένην συγχώρησιν τοῖς ἁμαρτάνουσιν· ἣν ὑπερεκπληττόμενος ἑαυτοῦ κατηγορεῖ ὡς ὀλιγοψυχοῦντος καὶ μικροῦ δεῖν σαλευθέντος καὶ τῆς ψυχῆς τὰς βάσεις περιτραπέντος, δι’ ἃς ἑώρα τῶν ἀσεβῶν καὶ ἀθέων ἀνδρῶν εὐπραγίας· πλὴν ἀποδυσπετήσας ἐν τοῖς πρώτοις προϊὼν τὴν καταστροφὴν αὐτῶν θεσπίζει λέγων· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι· πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα. ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, καὶ τὰ τούτοις ἀκόλουθα.
β
Ὁ δεύτερος ἐπὶ ποίαις περιστάσεσιν τὰ ἐν τῷ πρώτῳ λέλεκτο διδάσκει ἀποδυρόμενος τῆς Ἱερουσαλὴμ τὴν ἐσχάτην πολιορκίαν, ἣν πέπονθεν ἐπὶ τῶν Ῥωμαϊκῶν χρόνων, σημαίνων τε τὴν ἐπανάστασιν τῶν τὸν τόπον πολιορκησάντων· ὃ δὴ παρίστησι φήσας· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; οἷς ἑξῆς ἐπιλέγει· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· οἷς αὖθις ἐπιλέγει· τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν· οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
The first of the psalms in hand introduces the prophet of Asaph, who marvels exceedingly at the forbearance of the all-good God and at his patience with the impious, as well as the forgiveness granted to those who sin; being overwhelmed by this, he accuses himself of being faint-hearted and of having been shaken to a small degree, and of the foundations of his soul having been overturned, because of the successes of impious and godless men which he observed. Nevertheless, after expressing his distress in the opening verses, as he proceeds he prophesies their destruction, saying: "You cast them down when they were raised up; how did they suddenly come to desolation? They failed, they perished because of their folly," and the like.
The second psalm teaches under what circumstances the words of the first were spoken, lamenting the final siege of Jerusalem, which it suffered in the time of the Romans, and indicating the uprising of those who besieged the place; this it sets forth by saying: "Why, O God, have you rejected us utterly? Has your anger been kindled against the sheep of your pasture?" To which it adds in sequence: "As with axes in a forest of trees, they cut down its doors; with axe and chisel they shattered it together; they burned your sanctuary with fire." To which it further adds: "We have not seen our signs; there is no longer a prophet, and he will no longer know us.
Tῷ γὰρ φάσκειν μηκέτι προφήτας γεγονέναι κατὰ τὴν δηλουμένην πολιορκίαν σημεῖον ἦν τῆς ὑστάτης αὐτῶν ἀποπτώσεως. ἕπεται δὲ ταῦτα σφόδρα ἀκολούθως ταῖς διὰ τῶν ἔμπροσθεν περὶ τοῦ Χριστοῦ λεχθείσαις προρρήσεσιν. ἐπειδὴ γὰρ ἐλθόντα αὐτὸν μὴ παρεδέξαντο, ἀναγκαίως τὴν ἐπελθοῦσαν αὐτοῖς ὀργὴν μετὰ τὰ κατ’ αὐτοῦ τολμηθέντα αὐτοῖς θεσπίζει.
γ
Ὁ τρίτος τοῦ Ἀσὰφ εἰς τὸ τέλος παραπέμπει τὸν τοῖς προτέροις ἐντετυχηκότα καὶ παραινεῖ μὴ διαφθεῖραι· ἐπιγράφει τε πρὸς τούτοις, ὅτι καὶ ψαλμὸς εἴη καὶ ᾠδή, ἐπειδὴ περιέχει εὐχαριστίαν τῶν εἰς τὸν Χριστὸν πεπιστευκότων καὶ τὴν τοῦ θεοῦ δικαιοκρισίαν παρίστησι διδάσκων, ὅπως ἔστησεν ἡμέραν κρίσεως, ἐν ᾗ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ οὔτε οἱ κατὰ τὸν παρόντα βίον κακούμενοι τῆς παρὰ τῷ θεῷ μελλούσης ἐλπίδος ἀποπεσοῦνται, οὔθ’ οἱ κατὰ τὸν ἐνεστῶτα καιρὸν ἐπαρθέντες καὶ καταλαζονευσάμενοι τοῦ Χριστοῦ ἀτιμώρητον ἕξουσι τὸν μετὰ ταῦτα βίον. διὸ ἐκ προσώπου μὲν τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν ἀναφωνεῖ τό· ἐξομολογησόμεθά σοι, ὁ θεός, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου.
For to claim that there were no longer prophets at the time of the siege in question was a sign of their final apostasy. These things follow very consistently with the prophecies spoken earlier concerning Christ. For since they did not receive him when he came, it necessarily prophesies the wrath that came upon them after the deeds they dared against him.
The third psalm of Asaph refers the one who has encountered the previous psalms to the end and exhorts him not to destroy it. It also inscribes that it is both a psalm and a song, since it contains the thanksgiving of those who have believed in Christ and sets forth the just judgment of God, teaching how he established a day of judgment, on which he will render to each according to his works. And neither will those who are ill-treated in the present life fall away from the hope that awaits them with God, nor will those who in the present time have been puffed up and have boasted arrogantly against Christ have their subsequent life unpunished. Therefore, from the perspective of the apostles, disciples, and evangelists of our Savior, it proclaims: "We will confess you, O God, and we will call upon your name.
Περὶ δὲ τῶν τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τολμησάντων προϊὼν ἐπάγει τό· εἶπα τοῖς παρανομοῦσιν· μὴ παρα νομεῖτε, καὶ τοῖς ἁμαρτάνουσιν· μὴ ὑψοῦτε κέρας, μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν.
Εἶθ’ ἑξῆς ἐξ αὐτοῦ προσώπου τοῦ Χριστοῦ ἐπιφέρει τό· ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ἰακώβ· καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.
δ
Καὶ ὁ παρὼν ψαλμὸς λέλεκται ἐν ὕμνοις οὐ μόνον, ἀλλὰ καὶ ᾠδὴ τυγχάνει ἀναπέμπουσα εἰς τὸ τέλος. διαγράφει δὲ τῶν μὲν ἀποστόλων τοῦ σωτῆρος καὶ τῆς ἐκκλησίας αὐτοῦ τὴν ἀσφάλειαν, αὐτοῦ δὲ τὴν ἐν εἰρήνῃ μονὴν καὶ στάσιν καὶ τὴν ἐπὶ τῆς Ἰουδαίας παρουσίαν καὶ ὡς ἡ ἀληθινὴ αὐτοῦ πόλις καὶ τὸ Σιὼν ὄρος τὸ ἀληθινὸν αὐτοῦ οἰκητήριον πάντοτε εἰρηνεύεται οὐδὲ πώποτε ἐχθροῖς ὑποχείριον γιγνόμενον· ὃ δὴ σημαίνει λέγων· γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. ἐγενήθη ἐνεἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἶθ’ ἑξῆς τῶν ἐχθρῶν αὐτοῦ καὶ τῶν τῆς ἐκκλησίας αὐτοῦ πολεμίων τὴν πτῶσιν παρίστησιν ὧδε φάσκων· ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον, καὶ πάλιν· ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. ἀπὸ ἐπιτιμήσεώς σου, ὁ θεὸς Ἰακώβ, ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοὺς ἵππους· οἷς ἐπισυνάπτει τὴν ἔνδοξον τοῦ σωτῆρος παρουσίαν λέγων·
Concerning those who dared to do the things against our savior, as he proceeds he adds: "I said to those who transgress: Do not transgress, and to those who sin: Do not raise up a horn, do not lift your horn to a height, do not speak injustice against God."
Then next, from the person of Christ himself, he adds: "But I will proclaim for eternity, I will sing to the God of Jacob; and I will shatter all the horns of the sinners, and the horns of the righteous one will be raised."
4
And the present psalm is spoken not only in hymns, but it is also a song that sends up to the end. It describes the security of the savior's apostles and his church, and his own peaceful abiding and standing, and his presence in Judea, and how his true city and the mountain Zion, his true dwelling place, is always at peace and never falls into the hands of enemies. This he signifies by saying: "God is known in Judea, in Israel his name is great. His place came to be in peace, and his dwelling place in Zion." Then next he sets forth the fall of his enemies and the foes of his church, speaking thus: "There he shattered the powers of the bows, weapon and sword and war," and again: "All the foolish in heart were disturbed, they slept their sleep and found nothing, all the men of wealth with their hands. At your rebuke, O God of Jacob, all who mounted horses became drowsy." To these he joins the glorious presence of the savior, saying:
ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ καταστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς βασιλεῖς τῆς γῆς.
ε
Καὶ ὁ μετὰ χεῖρας τοῦ μὲν Ἀσὰφ τυγχάνει, ὑπογράφει δέ· ὑπὲρ Ἰδιθούμ, περὶ οὗ προδιειλήφαμεν διὰ τῶν ἔμπροσθεν. ἔοικεν δὲ ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάττειν τοὺς λόγους πολλὰ ὡς εἰκότως, ἐφ’ οἷς ἀκήκοεν περὶ τοῦ λαοῦ καταστενάζοντος λειποθυμοῦντός τε ἤδη καὶ μικροῦ δεῖν καὶ ἑαυτὸν ἀπογινώσκοντος διὰ τὰς τοῦ λαοῦ παρανομίας καὶ τὰ συμβησόμενα δι’ αὐτὰς τῷ παντὶ ἔθνει. δι’ ὃ ἐν ἀρχῇ μὲν ὡς ἐκ προσώπου αὐτοῦ τίθησιν τό· φωνῇ μου πρὸς τὸν θεὸν ἐκέκραξα, φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι.
Εἶθ’ ἑξῆς τὴν γενομένην αὐτῷ ἀθυμίαν ὑποφαίνει λέγων· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἠδολέσχησεν καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου. ἐταράχθην καὶ οὐκ ἐλάλησα. Καὶ ἐπιλέγει· νύκτωρ μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλον τὸ πνεῦμά μου. μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκρύψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεὸς ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ;
From heaven you sounded judgment, the earth feared and was still when God stood in judgment to save all the kings of the earth.
E
And the one at hand is indeed of Asaph, but it writes on behalf of Idithum, concerning whom we have already discussed in the preceding passages. It seems that he composes the words on behalf of Idithum, as is fitting, concerning what he has heard about the people groaning and already fainting and almost despairing of himself because of the lawless acts of the people and the things that will happen to the whole nation because of them. For this reason, at the beginning he sets forth as from his own person: "I cried out to God with my voice, with my voice to God, and he heeded me."
Then next he reveals the despondency that came upon him, saying: "My soul refused to be comforted, my spirit was weary and fainthearted. I was troubled and did not speak." And he adds: "By night I communed with my heart and I scraped my spirit. Will the Lord reject me forever and will he no longer be pleased? Or will he hide his mercy completely from generation to generation? Or will God forget to pity, or will he hold back his compassions in his anger?
Ταῦτ’ ἦν τὰ λυπήσαντα τὴν τοῦ Ἰδιθοὺμ ψυχήν· δι’ ὃ καλῶς ὠλιγοψυχηκέναι ὡμολόγει. ἀλλὰ τὸ θεῖον πνεῦμα διὰ τοῦ προφήτου Ἀσὰφ ἑξῆς τὰ λυπηρὰ θεραπεύει ἐν οἷς φησιν· τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν; σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ· καὶ αὖθις· εἴδοσάν σε ὕδατα, ὁ θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν αἱ ἄβυσσοι, πλῆθος ἤχους ὕδατος.
Καὶ ἐπισφραγίζεται λέγων· ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωσεῖ καὶ Ἀαρών.
Ἀναγκαίως δὲ τούτων ὁ Ἀσὰφ ὑπέμνησεν τὸν Ἰδιθούμ, ὡς ἂν μηκέτι λέγοι· ἠδολέσχησεν καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου, πιστεύων δὲ τοῖς πάλαι ἐπὶ Μωσέως τοῦ θεοῦ παραδόξοις ἔργοις, δι’ ὧν ἐλυτρώσατο τὸν λαόν, τὰ ὅμοια καὶ εἰς τὸν ἐπιόντα χρόνον ἐλπίζοι γενήσεσθαι.
ϛ
Ὁ ἕκτος οὐκέτι ψαλμὸς οὐδὲ ᾠδὴ οὐδὲ ὕμνος, οὐδὲ ἀναπέμπει εἰς τὸ τέλος· ὅθεν οὐδὲν τούτων ἐπιγέγραπται. διεγείρει δὲ ἡμᾶς εἰς σύνεσιν τῶν ἐμφερομένων. διὰ τί δὲ μηδὲν τῶν προειρημένων ἡ προγραφὴ περιέχει, ἀλλ’ ἐπειδήπερ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων ἔθνους κατηγορεῖ καταριθμούμενος αὐτῶν τὰ πάλαι ἀσεβήματα; τοῦτο δὲ πράττει ὁ προφήτης εἰς ἀπολογίαν τῆς τοῦ θεοῦ δικαιοκρισίας. μέλλων γὰρ θεσπίζειν τὰ συμβησόμενα τῷ ἔθνει πρὸ τῆς τοῦ σωτῆρος παρουσίας ἀναγκαίως διδάσκει, ὅτι μὴ ἐπὶ μικροῖς ἀσεβήμασιν ταῦτα πείσονται. διόπερ καταριθμεῖται, ὁσάκις ἥμαρτεν καὶ ὁσάκις ἤνεγκεν αὐτοὺς ἡ τοῦ θεοῦ μακροθυμία, καὶ ὡς ὕστερον πληρώσαντας αὐτοὺς τὸ μέτρον τῶν ἀσεβημάτων δικαιότατα μετῆλθεν ἡ ἐκ θεοῦ ὀργή.
These were the things that grieved the soul of Idithum; for which reason he rightly confessed to have been faint-hearted. But the divine Spirit through the prophet Asaph subsequently heals the grievous things in what he says: "Who is a great god like our God? You are the God who works wonders, you made known among the peoples your power; you redeemed your people with your arm, the sons of Jacob and Joseph." And again: "Waters saw you, O God, waters saw you and were afraid, the abysses were troubled, a multitude of water's sound."
And he seals it by saying: "You led your people like sheep by the hand of Moses and Aaron."
Necessarily Asaph reminded Idithum of these things, so that he might no longer say: "My spirit was idle and faint-hearted," but believing in the ancient paradoxical works of God at the time of Moses, through which he redeemed the people, he might hope that similar things would happen in the coming time.
6
The sixth is no longer a psalm nor an ode nor a hymn, nor does it send up to the end; hence none of these is inscribed. But it rouses us to an understanding of the things contained. And why does the superscription contain none of the aforementioned? But because the entire discourse accuses the nation of the Jews, enumerating their ancient impieties? The prophet does this in apology for the just judgment of God. For, about to prophesy the things that will happen to the nation before the coming of the Savior, he necessarily teaches that they will suffer these things not for small impieties. Therefore he enumerates how many times they sinned and how many times the patience of God bore them, and how, when they later filled the measure of their impieties, the wrath from God most justly overtook them.
ἵν’ οὖν ταῦτα γνῶμεν, ἀναγκαίως ἐπιγράφει·συνέσεως τῷ Ἀσάφ, καὶ προϊὼν ἑξῆς ἀνακεφαλαιοῦται αὐτῶν πάσας τὰς παρανομίας.
ζ
Ἐπιτεμόμενος τὸ πλῆθος τῶν ἀσεβημάτων τοῦ Ἰουδαίων ἔθνους καὶ ὥσπερ ἐν στήλῃ τὰς κατ’ αὐτῶν κατηγορίας ἐντυπώσας ἀκολούθως διὰ τῶν προκειμένων τὴν γενομένην κατ’ αὐτῶν ἐπανάστασιν κατὰ τοὺς χρόνους Ἀντιόχου τοῦ τῆς Συρίας βασιλέως θεσπίζει, ὅς ἐπελθὼν τοῖς Ἱεροσολύμοις οὐ καθαιρεῖ μέν, βεβηλοῖ δὲ τὸ ἱερὸν εἰδωλολατρεῖν ἐπαναγκάσας τὸ ἔθνος. τούτων δὲ τὴν ἱστορίαν ἡ τῶν ἐπιγεγραμμένων περιέχει, ἐν ᾗ καὶ τὰ πλήθη τῶν ἀνῃρημένων οἵ τε τρόποι τῶν ὑπὲρ εὐσεβείας μεμαρτυρηκότων παρ’ αὐτοῖς ἀνεγράφησαν. διὸ τὸ προφητικὸν πνεῦμα ἔντευξιν ὑπὲρ τοῦ παντὸς ἀναπέμπει λαοῦ φάσκον· ὁ θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς· ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ κύκλῳ Ἱερουσαλήμ, καὶ οὐκ ἦν ὁ θάπτων.
So that we may understand these things, he necessarily inscribes the psalm "of understanding" to Asaph, and proceeding further he recapitulates all their lawless acts.
He, having cut short the multitude of impieties of the nation of the Jews and having impressed the accusations against them as if on a monument, accordingly through the present verses prophesies the uprising that occurred against them in the times of Antiochus, the king of Syria, who, coming against Jerusalem, does not destroy the temple but profanes it, compelling the nation to idolatry. The history of these events is contained in the books of the Maccabees, in which both the multitudes of the slain and the modes of those who had borne witness for piety among them were recorded. Therefore the prophetic spirit sends up a supplication on behalf of the whole people, saying: O God, nations have come into your inheritance, they have defiled your holy temple, they have made Jerusalem into a fruit-watchman's hut. They have made the carrion of your servants food for the birds of the sky, the flesh of your holy ones for the beasts of the earth; they have poured out their blood like water around Jerusalem, and there was no one to bury them.
Ταῦτα γὰρ ἦν σεμνολογήματα τοῦ ἔθνους· διὸ σὺν παρρησίᾳ πολλῇ λέλεκτο. ἀλλ’ οὐ τοιαῦτα ἦν τὰ ἐν τῷ γ καὶ ο, δι’ οὗ ἐλέγετο· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
Ἐν ἐκείνοις γὰρ τὴν εἰς τέλος ἀποβολὴν τοῦ ἔθνους ἐδήλου καὶ τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ ἀπόπτωσιν. καὶ ἐν ἐκείνῳ μὲν οὐκ ἐμφέρεται χρηστὸν τέλος οὐδὲ ἐπαγγελία τις θεραπεύουσα τὰ λελεγμένα· ἐν δὲ τῷ παρόντι μετὰ τὰ σκυθρωπὰ ἐπισυνάπτει τῷ τέλει τοῦ παντὸς λόγου· ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, κύριε. ἡμεῖς δὲ λαός σου καὶ πρόβατα νομῆς σου ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα, εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. Αὗται γὰρ σαφῶς δικαίων τυγχάνουσι φωναί.
η
Ἡ ὀγδόη προφητεία τοῦ Ἀσὰφ πολλὰ σημαίνει κατὰ τὸ αὐτὸ διὰ τῆς προγραφῆς. ἔστι γάρ· εἰς τὸ τέλος, καί· ὑπὲρ τῶν ἀλλοιωθησομένων, καί· ψαλμός· πρὸς τούτοις ἅπασιν ἐπιτετήρηται, ὡς καὶ μαρτύριον εἴη μόνος οὗτος τῶν ἐν πάσῃ τῇ βίβλῳ φερομένων οὕτως ἐπιγεγραμμένος.εἰς μὲν οὖν τὸ τέλος ἀναπέμπει διὰ τὸ θεσπίζειν τὸ μέλλον· ὑπὲρ δὲ τῶν ἀλλοιωθησομένων διὰ τὴν μεταβολὴν τῶν διὰ τῆς προφητείας δηλουμένων· μαρτύριον δὲ εἴρηται διὰ τὸ μαρτύρεσθαι περὶ τοῦ ἐν αὐτῷ προαναφωνουμένου ἀνδρὸς καὶ τοῦ καλουμένου υἱοῦ ἀνθρώπου. υἱὸν γάρ τινα ἀνθρώπου εἰσάγει καὶ ἄνδρα δεξιᾶς τοῦ θεοῦ τοῦτον ὀνομάζει.
These were the proud boasts of the nation; therefore they were spoken with great boldness. But not so were the things in the third and seventieth psalm, through which it was said: "Why, O God, have you utterly cast us off? Has your anger been kindled against the sheep of your pasture?"
For in those psalms he indicated the complete rejection of the nation and the final downfall of Jerusalem. And in that psalm no favorable outcome is presented, nor any promise that remedies what has been said; but in the present psalm, after the gloomy things, he adds at the end of the whole discourse: "Give to our neighbors sevenfold into their bosom, their reproach with which they reproached you, O Lord. But we are your people and the sheep of your pasture; we will acknowledge you forever, from generation to generation we will proclaim your praise." For these are clearly the voices of the righteous.
8
The eighth prophecy of Asaph signifies many things by the same superscription. For it is: "For the end," and: "Concerning those who will be changed," and: "A psalm." In addition to all this, it has been observed that this alone among all those carried in the whole book is inscribed as also a "testimony." Now it refers to the end because it prophesies the future; and it is "concerning those who will be changed" because of the transformation of the things indicated by the prophecy; and it is called a "testimony" because it bears witness concerning the man proclaimed beforehand in it and concerning the one called the son of man. For it introduces a certain son of man and names this one a man of the right hand of God.
Πρῶτον μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους τὴν ἀπὸ Αἰγύπτου πορείαν καὶ τὴν ἐπὶ τῆς Παλαιστινῶν γῆς οἴκησιν παρίστησιν ἐν ἀλληγορίας τρόπῳ φάσκων· ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλας ἔθνη καὶ κατεφύτευσας αὐτήν, καὶ τὰ τούτοις ἀκόλουθα.
Εἶτα δηλοῖ τὴν ἐσομένην αὐτῶν ἐρημίαν φάσκων· ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;
Καὶ περὶ τῶν πολιορκησάντων δὲ διδάσκει λέγων· ἐλυ μήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.
Δι’ ὧν δύο πολιορκητὰς ἔσεσθαι τοῦ ἔθνους σημαίνει· ὃ δὴ γέγονε μὲν καὶ κατὰ τοὺς τῶν Βαβυλωνίων χρόνους. πρῶτος γὰρ ὁ Ἀσσύριος ἐπελθὼν τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ αἰχμαλώτους ἀπήγαγεν· εἶτα μετὰ τούτους ὁ Βαβυλώνιος τοὺς ὑπολοίπους ἐχειρώσατο τὴν Ἱερουσαλὴμ σὺν τῷ ναῷ πυρπολήσας· ὅ δὴ θεσπίζει φάσκων ὁ λόγος· ἐμπεπυρισμένη ἐν πυρὶ καὶ ἀνεσκαμμένη.
Γέγονε δὲ καὶ ἐπὶ τῆς Ῥωμαίων βασιλείας, πρώτου μὲν πολιορκήσαντος αὐτοὺς Τίτου τοῦ καὶ τὸ ἱερὸν πυρπολήσαντος μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ σωτῆρος ἡμῶν, ἔπειτα Ἀδριανοῦ τοῦ καὶ τὴν πόλιν αὐτὴν ἄβατον Ἰουδαίοις εἶναι νομοθετήσαντος. ἀλλ’ ἐπειδὴ ταῦτα περὶ τῆς πολιορκίας ἐθέσπισεν τοῦ ἔθνους, προϊὼν περὶ τῆς σωτηρίου θεοφανείας εὐχὴν ἀναπέμπει λέγων· γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ.
First, then, he represents the journey of the Jewish nation from Egypt and their settlement in the land of the Palestinians in a figurative manner, saying: "You transplanted a vine from Egypt, you cast out nations and planted it," and the things that follow these.
Then he indicates their coming desolation, saying: "Why did you tear down its fence, and do all who pass by on the road pluck it?"
And he teaches about those who besieged them, saying: "A boar from the thicket ravaged it, and a wild ass devoured it."
By these things he signifies that there will be two besiegers of the nation, which indeed happened also in the times of the Babylonians. For first the Assyrian came and led away the ten tribes of Israel captive; then after them the Babylonian subdued the remainder, burning Jerusalem together with the temple; which the word prophesies, saying: "Burned with fire and razed."
And it happened also in the time of the Roman empire, first Titus besieging them and burning the temple after the things they dared against our savior, then Hadrian who also legislated that the city itself be inaccessible to Jews. But since he prophesied these things about the siege of the nation, proceeding he sends up a prayer concerning the saving theophany, saying: "Let your hand be upon the man of your right hand and upon the son of man, whom you strengthened for yourself.
Παρακαλεῖ δὲ ἐν τούτοις τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ θεοῦ ὀφθῆναι ἐπὶ γῆς. δι’ αὐτοῦ γάρ, φησίν, ἡμεῖς οἱ παραδεξάμενοι αὐτὸν οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ἀλλὰ καὶ ζωώσεις ἡμᾶς δι’ αὐτοῦ· δι’ ὃ καὶ ἱκετεύομεν λέγοντες· κύριε τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου διὰ τοῦ δηλωθέντος ἀνδρός, καὶ σωθησόμεθα.
θ
Σφόδρα ἀκολούθως τοῖς προλεχθεῖσιν ἡ μετὰ χεῖρας προφητεία ὑπὲρ τῶν ληνῶν προγέγραπται καὶ εἰς τὸ τέλος ἀναπέμπει. ληνοὺς δὲ διὰ τούτων ὀνομάζει τὰς καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίας τοῦ θεοῦ, ἐν αἷς ὁ τρυγητὸς τῆς ἁγίας ἀμπέλου συνῆκται.
Παραδόξως δὲ προγέγραπται·ὑπὲρ τῶν ληνῶν, μετὰ τὸν ἀφανισμὸν τῆς προτέρας ἀμπέλου. ἐκείνης γὰρ λυμανθείσης ὑπὸ τοῦ ἀγρίου συὸς τοῦ τε φραγμοῦ αὐτῆς καθαιρεθέντος ἐνταῦθα πολλῶν ληνῶν καὶ οὐκέτι μιᾶς ὁ λόγος μνημονεύει. ληνὸν δὲ μίαν τὴν πρώτην ἐδήλου καὶ ὁ Ἡσαΐας λέγων·καὶ ᾠκοδόμησα πύργον καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, δηλαδὴ τῷ ἀμπελῶνι. ἀλλ’ ἐπεὶ τὴν πτῶσιν ἐδήλου τοῦ προτέρου πύργου καὶ τὸν ἀφανισμὸν τοῦ προληνίου τήν τε τοῦ παντὸς ἀμπελῶνος ἐρημίαν ἐν ἐκείνοις, εἰκότως διὰ τοῦ παρόντος τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν εὐαγγελίζεται ὑπὲρ τῶν ληνῶν ἐπιγράψας τὴν προφητείαν. διὸ καὶ ἐπὶ χαρὰν καὶ εὐφροσύνην προκαλεῖται τοὺς εὐαγγελιζομένους φάσκων· ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ θεῷ Ἰακώβ· λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας.
In these words he exhorts the man of the right hand of God to appear on earth. For through him, he says, we who have received him will not depart from you, but you will also give us life through him; on account of which we also beseech, saying: Lord of the powers, turn us back, and show your face through the man indicated, and we shall be saved.
Theta
Very consistently with what has been said beforehand, the prophecy at hand concerning the winepresses has been written beforehand and refers to the end. By these he names winepresses the churches of God throughout the whole inhabited world, in which the vintage of the holy vine has been gathered.
And it has been written beforehand in a remarkable manner: concerning the winepresses, after the destruction of the former vine. For when that vine had been ravaged by the wild boar and its fence had been demolished, here the account mentions many winepresses and no longer one. And Isaiah also indicated one winepress, the first, saying: And I built a tower and dug a fore-winepress in it, namely in the vineyard. But since he indicated the fall of the former tower and the destruction of the fore-winepress and the desolation of the entire vineyard in those passages, it is fitting that through the present passage he proclaims the calling of all nations, having inscribed the prophecy concerning the winepresses. For this reason he also summons those being evangelized to joy and gladness, saying: Rejoice in God our helper, shout aloud to the God of Jacob; take up a psalm and give a timbrel, a delightful psaltery with a kithara.
Ταῦτα μὲν οὖν τοῖς ἀξίοις τοῦ εὐαγγελίου τοῖς τὰς ληνοὺς ἀπὸ τῶν οἰκείων καρπῶν πληροῦσιν· περὶ δὲ τοῦ Ἰουδαίων ἔθνους σαφῶς ἐπιλέγει· καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχεν μοι· καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐτῶν.
Πολλῆς δὲ ἔχεται ἀκολουθίας ταῦτα πρὸς τὴν ἔμπροσθεν προφητείαν· ὡς γὰρ ἐκεῖ τῆς ἀμπέλου τὸν ἀφανισμὸν ἐδήλου, οὕτω καὶ ἐνταῦθα τῶν αὐτῶν τὸ ἀπειθὲς καὶ ἀνήκοον ἐλέγχει· καὶ ὡς ἐν ἐκείνῳ ἄνδρα δεξιᾶς τοῦ θεοῦ εἰσήγαγε καὶ υἱὸν ἀνθρώπου κεκραταιωμένον, οὕτως διὰ τῶν προκειμένων τὴν ὑπὲρ τῶν ληνῶν συνῆψε προφητείαν, δηλαδὴ τῶν ἐκκλησιῶν τοῦ θεοῦ, ἃς ὁ υἱὸς τοῦ ἀνθρώπου συνεστήσατο.
ι
Θεοὺς εἰσάγει καὶ θεὸν ἐν μέσῳ θεῶν διακρίνοντα τοὺς ὠνομασμένους θεοὺς ἐν τούτοις ὁ Ἀσὰφ ἀναγκαίως· ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν τοῦ παντὸς Ἰουδαίων ἔθνους κατηγόρει, ἀκολούθως ἡ πρὸ τοῦ παρόντος τοὺς παρ’ αὐτοῖς ἄρχοντας ἰδίως ἐλέγχει· εἶτ’ ἐπειδὴ τὸν Χριστὸν τοῦ θεοῦ ἐν τῷ πρὸ τούτου ἄνδρα ὠνόμασεν δεξιᾶς αὐτοῦ καὶ υἱὸν ἀνθρώπου κεκραταιωμένον τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν σημήνας, ἵνα μή τις αὐτὸν ψιλὸν ὑπολάβοι ἄνδρα καὶ τοῖς πολλοῖς ὅμοιον, θεολογεῖ αὐτὸν ἐν τοῖς μετὰ χεῖρας φήσας· ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν.
These things, then, are for those worthy of the gospel, those who fill the vats from their own fruits. But concerning the nation of the Jews he clearly adds: "And my people did not hear my voice, and Israel did not pay attention to me; and I sent them out according to the practices of their heart."
These words are closely connected in sequence to the preceding prophecy. For just as there he indicated the destruction of the vine, so here he rebukes the disobedience and heedlessness of the same people. And just as in that passage he introduced a man of the right hand of God and a strengthened son of man, so through the present words he joined the prophecy concerning the vats, that is, the churches of God, which the son of man established.
10
Asaph necessarily introduces gods and a god in the midst of gods distinguishing the named gods in these words. For since through the preceding passages he accused the whole nation of the Jews, accordingly the passage before the present one rebukes their rulers in particular. Then, since in the passage before this he named the Christ of God a man of his right hand and a strengthened son of man, signifying his incarnate presence, lest anyone suppose him to be a mere man and like the many, he theologizes about him in the present words, saying: "God stood in the assembly of gods.
Καὶ ὅπως μὴ ταραχθείη τις εἰς τὸν περὶ μοναρχίας λόγον θεὸν ἀκούων τὸν Χριστὸν τοῦ θεοῦ, εἰκότως καὶ πλείονας θεοὺς ὀνομάζει τοὺς διὰ τῶν ἑξῆς κατηγορουμένους μονονουχὶ παρακελευόμενος μὴ ἀποκνεῖν καὶ τὸν υἱὸν θεοῦ θεὸν ἀποκαλεῖν. εἰ γὰρ οἱ διαβαλλόμενοι τοῦ ἔθνους ἄρχοντες θεοὶ ἠξιώθησαν ὀνομασθῆναι, ποῖος ἂν γένοιτο κίνδυνος τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ θεοῦ καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου τὸν κεκραταιωμένον θεὸν ὁμολογεῖν; εἶτ’ ἐπὶ τέλει τοῦ παντὸς ὁ προφήτης εὐχὴν ἀναπέμπει ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως φάσκων· ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.
Ἔοικεν δὲ τούτῳ ἀκόλουθος εἶναι ὁ μθ ψαλμός, ἐν ᾧ καὶ αὐτῷ λέλεκτο· θεὸς θεῶν κύριος ἐλάλησεν.
Καὶ ἐν ἀμφοτέροις γοῦν θεὸς θεῶν εἰσῆκται· καὶ πάλιν ἐν ἀμφοτέροις κρίνων ἀναγέγραπται. καὶ ἐν μὲν τῷ παρόντι λέλεκται· ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐν δὲ τῷ μθ σφόδρα τούτοις ἀκολούθως, ὅπως ἀναστὰς κρίνει τὴν γῆν, ὑπογράφει ὁ λόγος φάσκων· θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ ἑξῆς· ὁ θεὸς ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ τὰ ἑξῆς· δι’ ὧν ὅπως μέλλει κρίνειν διεξέρχεται. καὶ ἐπειδήπερ ἐν τῷ μετὰ χεῖρας λέλεκται· ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰκότως ἐν τῷ μθ τοὺς παρὰ Μωσεῖ περὶ θυσιῶν ἀνατρέπει νόμους ἕτερον τρόπον παραδιδοὺς λογικῆς θυσίας τὸν καθ’ ὅλης τῆς οἰκουμένης ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπιτελούμενον· διὸ λέλεκται·
And so that no one might be disturbed concerning the doctrine of monarchy upon hearing "God" applied to the Christ of God, he fittingly also names as "gods" those who are accused in the following verses, virtually urging that one should not shrink from calling the Son of God "God." For if the reproached rulers of the nation were deemed worthy to be called gods, what danger could there be in confessing the man of the right hand of God and the Son of Man who has been strengthened as God? Then, at the end of the whole, the prophet sends up a prayer on behalf of the calling of the nations, saying: "Arise, O God, judge the earth, for you will receive an inheritance among all the nations."
Psalm 49 seems to be consistent with this, in which it is also said: "God of gods, the Lord has spoken."
And in both, at any rate, "God of gods" is introduced; and again, in both, he is recorded as judging. And in the present psalm it is said: "Arise, O God, judge the earth, for you will receive an inheritance among all the nations"; while in Psalm 49, very consistently with these words, the account describes how, having arisen, he judges the earth, saying: "God of gods, the Lord has spoken and called the earth from the rising of the sun to its setting," and further: "God will come manifestly, and he will not be silent; fire will burn before him," and so on, through which it expounds how he is about to judge. And since in the present passage it is said: "For you will receive an inheritance among all the nations," fittingly in Psalm 49 he overturns the laws of Moses concerning sacrifices, delivering in another manner a rational sacrifice performed throughout the whole world among all the nations; hence it is said:
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.
ια
Ὁ παρὼν λόγος τελευταῖος ὢν τοῦ Ἀσὰφ ἱκετηρίαν περιέχει καὶ παράκλησιν ὑπὲρ τοῦ λαοῦ σφόδρ’ ἀκολούθως. ἐπειδὴ γὰρ ἐν τοῖς πρώτοις ἐθέσπισεν τὴν ἐσχάτην τοῦ τόπου πολιορκίαν, εἶτ’ ἀναδραμὼν τῷ χρόνῳ δευτέραν τὴν ὑπ’ Ἀντιόχου γενομένην ἔταξεν, εἶτ’ ἐπὶ ταύτης τρίτης ἐμνημόνευσεν τῆς προαγούσης τοῖς χρόνοις, λέγω δὲ τῆς κατὰ τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων ἀρχῆς, ἀκολούθως διὰ τῶν προκειμένων δέησιν καὶ ἱκετηρίαν ἀναπέμπει ὑπὲρ τῆς τοῖς χρόνοις πρώτης πολιορκίας, καθ’ ἣν πάντες οἱ περίοικ Ἀσσυρίοις κατ’ αὐτῶν ὤρεξαν. ὃ δὴ σημαίνει λέγων· τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον· καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ· οἷς ἑξῆς τὸ καταληψόμενον αὐτοὺς ὑπογράφει τέλος φάσκων· ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡσεὶ φλὸξ κατακαύσει ὄρη, καὶ τὰ ἐπιφερόμενα.
that you will take possession among all the nations.
11
The present passage, being the last of Asaph, contains a supplication and entreaty on behalf of the people, very consistently. For since in the first parts he prophesied the final siege of the place, then, going back in time, he placed second the one that occurred under Antiochus, then third he mentioned the one that preceded in time, I mean the one against the Assyrians and Babylonians, accordingly through the present verses he sends up a prayer and supplication for the first siege in time, during which all the neighbors stretched out their hands against them with the Assyrians. This is what he signifies by saying: the tents of the Idumeans and the Ishmaelites, Moab and the Hagarenes, Gebal and Ammon and Amalek, the Philistines together with those dwelling in Tyre; for Assur also came along with them, they became a support for the sons of Lot; to whom he next describes the end that will overtake them, saying: my God, set them like a wheel, like chaff before the wind; like fire that will consume a thicket, like a flame that will burn up mountains, and the following.
Ἔνθα γενόμενος ἀναγκαίως ἐπιτηρήσεις, ὡς ὅπου μέμνηται τοῦ Ἀσσούρ - οὗτοι δὲ ἦσαν οἱ Ἀσσύριοι - καὶ τῶν προλεχθέντων ἐθνῶν, τὴν κατ’ αὐτῶν ποιεῖται δέησιν καὶ τὴν καταστροφὴν αὐτῶν ἑξῆς θεσπίζει· καὶ ἐν τῷ οη ὁμοίως, ἐν ᾧ τὰ κατὰ Ἀντίοχον προανεφώνει, ὃς ἑλληνίζειν καὶ παραβαίνειν τὰ πάτρια ἠνάγκαζεν Ἰουδαίους. πάλιν γὰρ κἀκεῖ τὴν καταστροφὴν τῶν πολεμίων προὔλεγεν. οὐκέτι δὲ καὶ ἐν τῷ ογ, καθ’ ὃν ἡ ἐσχάτη αὐτῶν ἐδηλοῦτο ἀποβολή.
Οὗτοι μὲν οὖν οἱ συνημμένοι τοῦ Ἀσὰφ ια. ὁ δὲ ιβ πρὸ τοῦ ν ψαλμοῦ κατατέτακται, δι’ ἣν ἀποδεδώκαμεν αἰτίαν τοὺς τόπους διηγούμενοι. ἀλλὰ γὰρ μετὰ τὴν τούτων ἐπιτομὴν φέρ’ ἐπαναλαβόντες τὸν πρῶτον, τὴν κατὰ μέρος αὐτοῦ διάνοιαν ἐπιθεωρήσωμεν.
οβ Ἐξομολόγησις τῆς ἀνθρωπίνης ἀσθενείας ἐπὶ τῇ τῶν ἀσεβῶν εὐπραγείᾳ καὶ τῇ μακροθυμίᾳ
Ψαλμὸς τῷ Ἀσάφ. Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.
When he has come to this point, he will necessarily observe that wherever he mentions Assour—these were the Assyrians—and the previously named nations, he makes his supplication against them and subsequently prophesies their destruction. And similarly in the seventy-second, where he foretold the events concerning Antiochus, who compelled the Jews to adopt Greek ways and to transgress their ancestral customs. For there again he predicted the destruction of the enemies. But no longer in the seventy-third, in which their final rejection was indicated.
These, then, are the eleven psalms of Asaph that are joined together. The twelfth, however, is placed before the fiftieth psalm, for the reason we have given when explaining the passages. But after this summary, let us take up the first one again and examine its meaning in detail.
Seventy-second: A confession of human weakness at the prosperity of the impious and at the patience of God.
A psalm for Asaph. How good God is to Israel, to those upright in heart. But my feet were almost shaken, my steps were nearly poured out, because I envied the lawless, seeing the peace of sinners.
Τὸ τρίτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν ἄρχεται μὲν ἀπὸ τοῦ παρόντος, περαιοῦται δὲ εἰς τὸν πη ὡς τοὺς πάντας περιέχειν ψαλμοὺς ἑπτακαίδεκα· ὧν ἐφεξῆς ια τυγχάνουσιν τοῦ Ἀσάφ, εἶτα τῶν υἱῶν Κορὲ δ καὶ τοῦ Δαυίδ εἷς καὶ Αἰθὰν τοῦ Ἐσδραΐτου τελευταῖος. ὁ μέντοι μετὰ χεῖρας τοῦ Ἀσὰφ (προφήτης δὲ ἦν οὗτος συγχρονίσας τῷ Δαυίδ) ψαλμὸς μὲν ἐπιγέγραπται διὰ τὸ περιέχειν ἐπὶ τέλει τῶν λόγων τῶν μὲν ἀσεβῶν τὴν καταστροφήν, τῶν δ’ εὐσεβῶν τὸ παρὰ τῷ θεῷ τεταμιευμένον ἀγαθὸν τέλος· ἃ δὴ παρίστη λέγων·
ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ· ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν.
Ἄρχεται δ’ ἀπὸ δογματικῆς διδασκαλίας, δι’ ἧς αἰτίαν ἀποδίδωσι τῆς τῶν ἀσεβῶν κατά τινας καιροὺς εὐπραγίας· τὸ γὰρ ἀγαθὸν εἶναι καὶ μακρόθυμον τὸν θεόν, τούτου φησὶν ὑπάρχειν αἴτιον· ὃ δὴ διδάσκει καὶ ὁ θεῖος ἀπόστολος λέγων· ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας καταφρονεῖς ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; καὶ ἀλλαχοῦ δὲ εἴρηται·
The third part of the book of Psalms begins with the present one and concludes with the eighty-eighth, so as to contain seventeen psalms in total. Of these, eleven in succession are by Asaph, then four by the sons of Kore, one by David, and the last by Aithan the Ezraite. Now the psalm at hand, by Asaph (who was a prophet contemporary with David), is entitled thus because it contains at the end of its words the destruction of the impious and the good end stored up by God for the pious. This it sets forth by saying:
For behold, those who distance themselves from you will perish; you have utterly destroyed all who fornicate away from you; but for me, to cling to God is good.
It begins with doctrinal teaching, through which it gives the reason for the prosperity of the impious at certain times. For that God is good and long-suffering, it says, is the cause of this. This is also taught by the divine apostle when he says: "Do you despise the wealth of his kindness and his long-suffering, not knowing that the goodness of God leads you to repentance?" And elsewhere it is said:
ὁ θεὸς κριτὴς δίκαιος καὶ ἀγαθὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν.
Ὡς ἀγαθὸς γοῦν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς· ἔνθεν καὶ ὁ σωτὴρ ὅρον περὶ τοῦ πατρὸς ἐξήνεγκεν εἰπών· οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. κἂν ἐξετάζῃς περὶ τοῦ υἱοῦ, μαθήσῃ ὅπως ἐστὶν καὶ αὐτὸς ἀγαθός, ἐπείπερ ἀπαύγασμά ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ πατρὸς ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.
Τοιοῦτος μὲν οὖν ὁ θεὸς πέφυκεν, ἔγνωσται δὲ οὐ πᾶσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραήλ, τῷ διορατικῷ δηλαδὴ καὶ γνωστικῷ ἀνδρί, ὃν δὴ παρίστησι συνάπτων ἑξῆς καὶ λέγων· τοῖς εὐθέσι τῇ καρδίᾳ· ὁ γὰρ μηδὲν σκολιὸν κεκτημένος ἐν τῇ ἑαυτοῦ ψυχῇ, λογισμοῖς δὲ ὀρθοῖς ἐπιβάλλων τοῖς τῆς προνοίας λόγοις, αὐτὸς ἂν εἴη ὁ Ἰσραήλ, ᾧ καὶ ἔγνωσται ἀγαθὸς ὢν ὁ θεὸς δι’ ὑπερβολήν τε ἀγαθότητος πάντων ἀνεχόμενος.
Ἀλλ’ ὁ μὲν θεὸς τοιοῦτος, ἐγὼ δὲ ἄνθρωπος φιλαλήθης εἶναι θέλων τὴν ἐμαυτοῦ διηγοῦμαι τῆς ψυχῆς νωθρίαν· μικροῦ γὰρ δεῖν τὴν ἐμαυτοῦ στάσιν καὶ βάσιν καί, ὡς ἂν εἴποι τις μεταφορικῶς, τοὺς τῆς ψυχῆς πόδας καὶ τὰ ἐρείσματα παρετράπην ἐκ τῆς εἰς τὸν θεὸν ἐλπίδος διὰ τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίας. ἀλλὰ παρὰ μικρὸν μὲν τοῦτ’ ἔπαθον, διὰ δὲ τὴν τοῦ θεοῦ χάριν οὐκ ἐσαλεύθην, οὐδὲ κατεκράτησέν μου ὁ προλεχθεὶς λογισμός· ἢ γὰρ ἂν ἀπωλόμην καὶ πάντα μου τὰ διαβήματα κέχυτο, παρ’ ὀλίγον γὰρ ἐξεχύθη τὰ διαβήματά μου, οὐ μὴν ἐξεχύθη.
God is a just, good, and patient judge, not bringing wrath each day.
As good, at least, he causes his sun to rise upon the just and the unjust, and rains upon the wicked and the good. Hence the Savior also set forth a definition concerning the Father, saying: No one is good except God alone. And if you inquire about the Son, you will learn that he too is good, since he is an emanation of eternal light, an unblemished mirror of the Father's energy, and an image of his goodness.
Such, then, is God by nature, but he is not known to all, only to Israel—that is, to the discerning and knowing man, whom he represents by adding next and saying: to those upright in heart. For the one who possesses nothing crooked in his own soul, but applies right reasonings to the words of providence, that one would be Israel, to whom God is known as good, and who, through an excess of goodness, endures all things.
But such is God, while I, wishing to be a truth-loving man, relate the sluggishness of my own soul. For I was nearly turned from my own stance and foundation—and, as one might say metaphorically, from the feet and supports of my soul—because of the prosperity of godless and impious men, away from hope in God. But I suffered this only to a small degree, and through the grace of God I was not shaken, nor did the aforementioned reasoning prevail over me. For otherwise I would have perished, and all my steps would have been scattered; for my steps were nearly scattered, but they were not scattered.
Νοήσεις δέ, ὅπως ἐκχεῖται ψυχῆς διαβήματα, ἐπιστή σας, ὡς ἤδη τινές προκόψαντες ἐν ἀσκήσει θεοσεβείας ἐν σωφροσύνῃ τε καὶ ἁγνείᾳ διαλάμψαντες μακροῖς χρόνοις ὕστερόν ποτε ὑπεσύρησαν χαυνότερον βιώσαντες καὶ ὀλισθήσαντες ἢ παντελῶς ἐκπεσόντες τοῦ σκοποῦ καὶ ὥσπερ ναυάγιον παθόντες τῶν πάλαι συνηγμένων αὐτοῖς ἀγαθῶν πράξεων· τούτων γὰρ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς πόδας τῆς ψυχῆς σεσαλεῦσθαι, οὐ μήν, ἀλλὰ καὶ ὅλους πεπτωκέναι τά τε διαβήματα αὐτῶν καὶ τὰς κατὰ θεὸν πορείας τὴν ἐν μακρῷ χρόνῳ προκοπήν ἀπορρεῦσαι καὶ ἐκκεχῦσθαι. ἀλλὰ ταῦτα μὲν παρὰ μικρόν, φησίν, ἔπαθον, οὐ μὴν πέπονθα διὰ τὸ τοῦ θεοῦ ἔλεος.
Πλὴν ἤμελλόν γε ταῦτα πάσχειν διὰ ζῆλον, ὃν ἐζήλουν ἐπὶ τοῖς ἀνόμοις ὁρῶν τὴν εἰρήνην αὐτῶν καὶ τὴν ἐν πλούτῳ καὶ τρυφῇ ἔν τε ἀρχαῖς καὶ ἀξιώμασιν εὐημερίαν· εἰς ταῦτα γὰρ ἀφορῶν διεπριόμην ὡς μικροῦ δεῖν κινδυνεῦσαι περιπεσεῖν ἀθέοις λογισμοῖς, οἷς οὐ περιπέπτωκα δόγμασιν ὀρθοῖς θεραπευόμενος τοῖς ὑπομιμνήσκουσιν ἀγαθὸν εἶναι τὸν θεὸν καὶ ἀνεξίκακον καὶ μακρόθυμον. διόπερ ἐκπληττόμενος αὐτοῦ καὶ ἀποθαυμάζων τὴν ὑπερβολὴν τῆς ἀγαθότητος εἶπον ἀρχόμενος τοῦ λόγου·
You will understand how the steps of the soul are poured out, when you consider that some who had already advanced in the practice of piety and shone in temperance and purity for long periods later slipped away, living more carelessly and stumbling, or entirely fell from their purpose and suffered, as it were, a shipwreck of the good deeds formerly gathered by them. For concerning these you would not err in saying that the feet of the soul were shaken, nay more, that they fell entirely, and that their steps and their godly journeys, the progress made over a long time, flowed away and were poured out. But these things, he says, I suffered for a short time, but I have not suffered them because of the mercy of God.
Nevertheless, I was about to suffer these things because of the zeal which I felt toward the lawless, seeing their peace and their prosperity in wealth and luxury, in offices and honors. For looking at these things I was inflamed, so that I was on the verge of falling into godless thoughts, into which I have not fallen, being healed by right doctrines that remind me that God is good, patient, and long-suffering. Therefore, struck with wonder and marveling at the excess of his goodness, I spoke at the beginning of the discourse.
ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ.
Ἀντὶ δὲ τοῦ ὡς ἀγαθός, ὁ Σύμμαχος
πλὴν ὄντως, φησίν, ἀγαθὸς ὁ θεὸς τῷ Ἰσραήλ, τοῖς καθαροῖς τὴν καρδίαν·
παρέστησεν γάρ, τίς εἴη ὁ Ἰσραήλ, ἐπισυνάψας καὶ εἰπών· τοῖς καθαροῖς τὴν καρδίαν· οὗτοι γάρ εἰσιν ὁ ἀληθινὸς Ἰσραήλ. διὸ ἐλέγετο καὶ ὑπὸ τοῦ σωτῆρος· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται, καὶ ὁ Ἰσραὴλ δὲ ὁρῶν τὸν θεὸν ἑρμηνεύεται.
Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν· ἐν κόποις ἀνθρώπων οὐκ εἰσίν, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, διήλθοσαν εἰς διάθεσιν καρδίας· διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.
Ὡς ἐν ἱστορίᾳ διεξέρχεται τὰ ταράξαντα αὐτοῦ τὴν ψυχήν, ἵνα γνῶμεν, ὅτι μὴ ἐπὶ μικροῖς ἐσαλεύθησαν αὐτοῦ οἱ πόδες παρ’ ὀλίγον, μηδὲ ἐπὶ τοῖς τυχοῦσιν ἤμελλον ἑαυτοῦ ἐκχεῖσθαι τὰ διαβήματα. τίνα δὲ ἦν ταῦτα; οἱ ἀσεβεῖς καὶ τὸν θεὸν οὐκ εἰδότες οὕτω, φησίν, ἐν εὐσταθεὶ βιῷ καὶ θυμηδίαις διῆγον καὶ μέχρις ἐσχάτης τελευτῆς τοσαύτης ἀπήλαυον τρυφῆς, ὡς καὶ πάνθ’ ὁντινοῦν εὔξασθαι τῶν ἴσων αὐτοῖς τυχεῖν ζηλῶσαί τε αὐτῶν οὐ μόνον τὴν ζωήν, ἀλλὰ καὶ τὸν θάνατον, ὃν οὐδὲ παραιτήσασθαι ἐξῆν οὐδὲ ἀπευκτὸν ἡγήσασθαι· οὕτως οὐκ ἦν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν.
How good God is to Israel, to those who are upright in heart.
Instead of "how good," Symmachus says: "Truly, he says, God is good to Israel, to those who are pure in heart."
For he made clear who Israel is, adding and saying: "to those who are pure in heart"; for these are the true Israel. Hence it was also said by the Savior: "Blessed are the pure in heart, for they will see God," and "Israel" is interpreted as "seeing God."
That there is no denial in their death, and no firmness in their scourging; they are not among the toils of men, and they will not be scourged along with men. Therefore pride overcame them completely; they clothed themselves in their own injustice and impiety. Their injustice will come forth like fat; they passed into a disposition of heart; they thought and spoke in wickedness; they spoke injustice to the height; they set their mouth against heaven, and their tongue passed over the earth.
As in a narrative, he goes through the things that disturbed his soul, so that we may know that his feet were not shaken by small things, nor were his steps about to be poured out over trivial matters. And what were these things? The impious and those who do not know God, he says, lived in such stability of life and cheerfulness, and enjoyed such luxury until their final end, that anyone would pray to obtain the same for themselves and envy not only their life but also their death, which it was not possible to decline or consider undesirable; thus there was no denial in their death.
Ἀλλὰ καὶ εἰ συνέβη ποτὲ μάστιγι καὶ πληγῇ, τουτέστι περιστάσει καὶ συμφορᾷ περιπεσεῖν αὐτῶν τινα ἢ ἐν νόσοις ἐξετασθῆναι καὶ ζημίαις, οὐκ ἦν στερέωμα ἐν τῇ μάστιγι αὐτῶν· οὐ γὰρ στερεά τις ἦν καὶ ἐπίμονος ἡ κατ’ αὐτῶν πληγή, βραχεῖα δέ τις καὶ ἐξ ἐπιπολῆς παρατρέχουσα.
Οὐδὲ ἐν κόποις δὲ ἀνθρώπων ἐξητάζοντο γεωπονοῦντες καὶ τὴν τροφὴν ἀπὸ χειρῶν ποριζόμενοι πενίᾳ τε κατατρυχόμενοι. τοὐναντίον δὲ πλούτῳ περιρρεόμενοι καθηδυπάθουν ἐντρυφῶντες καὶ μηδὲν ὅμοιον πάσχοντες τοῖς λοιποῖς ἀνθρώποις τοῖς μαστιζομένοις ἑκάστης ἡμέρας δι’ ἐπιπόνου καὶ μοχθηροῦ βίου. διὸ ἐν κόπῳ ἀνθρώπων οὐκ εἰσίν, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται· ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν·
ὅτι οὐκ ἐνεθυμοῦντο περὶ θανάτου, στερεὰ γὰρ ἦν τὰ πρόπυλα αὐτῶν· καὶ ἑξῆς ἐν ταλαιπωρίᾳ, φησίν, ἀνδρὸς οὐκ ἐγένοντο οὐδὲ μετὰ ἀνθρώπων ἐπλήσσοντο.
Ἐπεὶ οὖν ἐν τοιούτοις ἦσαν,
διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος·
δέον γὰρ ἀσεβεῖς ὄντας, ὅσον ἐν ἀνθρωπίνοις λογισμοῖς, τἀπίχειρα πάσχειν τοῖς ἀσεβήμασιν· οἱ δὲ κατενετρύφων τοῦ βίου θεομαχοῦντες· διὸ ἐπιτριβόμενοι χείρους ἑαυτῶν ἐγίγνοντο, καὶ
But even if it ever happened that they fell under a scourge and a blow—that is, under a circumstance and a calamity—or were tested in diseases and losses, there was no steadfastness in their scourge; for the blow against them was not something solid and persistent, but rather something brief and superficial, passing by on the surface.
Nor were they tested in the toils of men, laboring in the fields and procuring their food by their own hands, worn down by poverty. On the contrary, they were overflowing with wealth, living in luxury, indulging themselves, and suffering nothing like the rest of men who are scourged each day through a life of hardship and misery. Therefore, they are not in the toil of men, and they will not be scourged along with men. But Symmachus interpreted it thus:
that they did not ponder death, for their portals were steadfast; and further, they were not, he says, in the misery of a man, nor were they struck along with men.
Since, then, they were in such a state,
for this reason pride overcame them in the end;
for, being impious, they ought, as far as human reasoning goes, to have suffered the consequences of their impieties; but they reveled in life, fighting against God. Therefore, being crushed, they became worse than themselves, and
περιεβάλλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν,
ἀνθ’ οὗ ὁ Σύμμαχος
ὑπερηφανίαν, φησίν, ἠμφιάσαντο ἀποθήκας ἐξ ἀδικίας ἔχοντες.
Ἔτι μὴν πρὸς τούτοις
ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν,
οὗ δὴ σαφεστέραν ὁ Σύμμαχος ἀπέδωκεν τὴν διάνοιαν εἰπών·
προέπιπτον ἀπὸ λιπαρότητος οἱ ὀφθαλμοὶ αὐτῶν,
καὶ ὁ Ἀκύλας δὲ ὁμοίως ἡρμήνευσεν φήσας·
ἐξῆλθον ἀπὸ στέατος οἱ ὀφθαλμοὶ αὐτῶν.
Εἶτ’ ἐπὶ τούτοις
διήλθοσαν, φησίν, εἰς διάθεσιν καρδίας, διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ·
ἃ καὶ αὐτὰ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτως·
παρέβαινον τὰ φαινόμενα τῇ καρδίᾳ καταμωκώμενοι·
καὶ γὰρ αὐτὰ τὰ τοῖς πάντων ὀφθαλμοῖς ὁρώμενα ἔργα τοῦ θεοῦ καὶ τὰ προφανῆ τῆς προνοίας θαύματα πα ρέβαινον οὗτοι, νοοῦντες μὲν καὶ συνιέντες αὐτά, καταμωκώμενοι δὲ καὶ χλευάζοντες δι’ ὑπερβολὴν ἀπονοίας. Ἔτι μὴν ἐλάλησαν ἐν πονηρίᾳ καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐφθέγγοντο ἒθεντό τε εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. Καὶ ταῦτα δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· ἐλάλουν ἐν πολλῇ συκοφαντίᾳ, τοῦ ὕψους κατελάλουν· ἔτασσον εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, ἡ δὲ γλῶσσα αὐτῶν περιπατήματα ἐν τῇ γῇ. Βλάσφημα γὰρ προφερόμενοι ῥήματα κατὰ τοῦ θεοῦ ὡς μήτε ὁρῶντος μήτε ἐπισκοποῦντος ἀλλὰ μηδὲ μὴν ὑπάρχοντος ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν καὶ μέχρι τοῦ οὐρανοῦ ἐξέτεινον ἑαυτῶν τὸ στόμα καὶ ταῦτα ταπεινοὶ ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ τῆς γῆς ἔχοντες·
they clothed themselves with their own injustice and impiety,
instead of which Symmachus says,
they put on arrogance, he says, having storehouses from injustice.
Furthermore, in addition to these things,
their injustice will come forth as from fat,
of which Symmachus gave a clearer sense, saying,
their eyes protruded from fatness,
and Aquila similarly interpreted, saying,
their eyes came out from fat.
Then, after these things,
they passed through, he says, into a disposition of heart, they thought and spoke in wickedness;
which things Symmachus himself interpreted thus:
they transgressed the appearances in their heart, mocking;
for these men transgressed even those works of God visible to all eyes and the manifest wonders of providence, understanding and comprehending them, yet mocking and scoffing through excessive madness. Furthermore, they spoke in wickedness and uttered injustice into the height, and they set their mouth toward heaven, and their tongue passed over the earth. And these things Symmachus interpreted thus: they spoke with much slander, they slandered the height; they set their mouth toward heaven, and their tongue was a walking about on the earth. For uttering blasphemous words against God, as if he neither sees nor oversees nor even exists, they spoke injustice into the height and stretched their mouth as far as heaven, and these things while being humble and having their tongue on the earth.
ταῦτ’ ἦν, δι’ ἃ ὡμολόγουν τὸ ἐμαυτοῦ πάθος, κατ’ ἐμαυτοῦ στηλιτεύων ἔγγραφον κατηγορίαν, καὶ ὅτι παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες μου καὶ παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.
Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. καὶ εἶπαν· πῶς ἔγνω ὁ θεός, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ; ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται· εἰς τὸν αἰῶνα κατέσχον πλούτου. ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου; καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας.
Τὰ μὲν ἄθεα τῶν ἀσεβῶν ῥήματα καὶ ἡ κρατήσασα αὐτῶν ὑπερηφανία τοιαύτη τις ἦν, οἵα δεδήλωται, χρὴ δὲ μὴ ἀγνοεῖν, ὡς αὐτὰ ταῦτα πρὸς ἀγαθοῦ γεγένηται τῷ ἐμῷ λαῷ· εἰ γὰρ καὶ τὰ μάλιστα πρός τινα καιρὸν αὐτοῖς ἐκείνοις τοῖς ἀσεβέσιν ὁ ἐμὸς λαὸς παρεδόθη εἰς ἔκπραξιν ἁμαρτημάτων, ἀλλ’ ἡ ὑπερβολὴ τῆς τῶν προλεχθέντων ἀπονοίας πτῶσιν αὐτοῖς ἐργασαμένη καὶ ὀλέθρου γενομένη αὐτοῖς αἰτία ἄνεσιν καὶ ἀναπνοὴν τῷ ἐμῷ παρέξει λαῷ. ἐκπεσόντων γὰρ ἐκείνων καὶ ἀπολομένων διὰ τὰς οἰκείας ἀσεβείας ὁ λαός μου ἐπιστρέψει ἐνταῦθα, τουτέστιν ἐν τῷ παρόντι βίῳ, καὶ ἡμέραι δὲ πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς, δηλαδὴ τοῖς ἐν τῷ ἐμῷ λαῷ ἀξίοις.
These were the reasons why I confessed my own suffering, writing a formal accusation against myself, and why my feet were almost shaken and my steps nearly poured out, because I envied the lawless ones, seeing the peace of sinners.
Therefore my people will return here, and full days will be found among them. And they said: How does God know, and is there knowledge in the Most High? Behold, these are sinners and they prosper; they have held wealth forever. So have I vainly justified my heart and washed my hands among the innocent? And I have been scourged all day long, and my reproof comes in the mornings.
Such were the godless words of the impious and the arrogance that possessed them, as has been shown. But one must not fail to recognize that these very things have happened for the good of my people. For even though my people were handed over for a time to those impious ones for the exaction of sins, yet the excess of the madness of those previously mentioned, having brought about their fall and become the cause of their destruction, will provide relief and respite for my people. For when those have fallen and perished because of their own impieties, my people will return here, that is, in the present life, and full days will be found among them, clearly among those in my people who are worthy.
Πλήρεις δὲ ἡμέραι εἰσὶν αἱ παντὸς ἀγαθοῦ πεπληρωμέναι καὶ τὸν οἰκεῖον χρόνον τῆς ζωῆς ἀποπληροῦσαι· οὕτω λέλεκταί που, ὅτι ἐκοιμήθη πλήρης ἡμερῶν.
Ὁ μὲν οὖν ἐμὸς λαὸς ἐκ τούτων ὠφέληται· οἵ γε μὴν προλεχθέντες ἀσεβεῖς καὶ ἄθεοι οὕτως ἠσέβουν ὡς τοὺς ὁρῶντας ἀμηχανεῖν καὶ λέγειν· πῶς ἔγνω ὁ θεός, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ; εἰ γὰρ ἔστιν ἐν τῷ ὑψίστῳ γνῶσις, καὶ εἰ ταῦτα ἐφορᾷ καὶ τοὺς ἐπὶ γῆς ἐπισκοπεῖ, πῶς οὗτοι τοιαῦτα δρῶντες εὐθηνοῦσιν καὶ εἰς τὸν αἰῶνα κατέσχον πλούτου; κἀγὼ δὲ ταῦτα θεωρῶν ἐθορυβούμην τοῖς λογισμοῖς ὡς πρὸς ἐμαυτὸν ἐννοεῖν, μήποτε ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου, καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας; εἰ γὰρ τοῖς μὴ ταῦτα πεποιηκόσιν τοσαύτη πάρεστιν εὐθυμία, εἰς μάταιον ἄρα ἐγὼ κοπιῶ καὶ περιττῶς ἐσπούδακα δικαιοσύνης ἐπιμελούμενος· εἰκῇ δὲ καὶ μάτην ἐφύλαξά μου τὰς χεῖρας καὶ τὰς πράξεις καθαρὰς ἐξ ἀδίκων ἔργων· εἰκῇ καὶ νηστείαις καὶ κακοπαθείαις κατατρύχων ἐμαυτὸν καὶ μαστίζων πᾶσαν ἡμέραν διετέλεσα· εἰκῇ καὶ μάτην ἐπόνουν ἅμα τῇ ἕῳ ἀνιστάμενος καὶ ἐξαγορεύων ἐν ταῖς πρὸς τὸν θεὸν εὐχαῖς τὰς ἐμαυτοῦ ἁμαρτίας ἀποκλαόμενός τε καὶ τοὺς κατ’ ἐμαυτοῦ προφέρων ἐλέγχους ἐν ταῖς πρὸς τὸν θεὸν ἐξομολογήσεσιν. ταῦτ’ ἦν ἃ ἐνθυμούμενος παρὰ μικρὸν ἐσαλευόμην.
Full are the days that are filled with every good and complete the proper time of life; thus it is said somewhere, that he slept full of days.
Now my people have benefited from these things. But those previously mentioned impious and godless men were so impious that those who saw them were at a loss and said: How does God know, and is there knowledge in the Most High? For if there is knowledge in the Most High, and if he oversees these things and watches over those on earth, how is it that these men, doing such things, prosper and have held onto wealth forever? And I, seeing these things, was troubled in my thoughts, so that I considered to myself: Is it not perhaps in vain that I have justified my heart, and washed my hands among the innocent, and have been scourged the whole day, and has my reproof been for the mornings? For if those who have not done these things have such cheerfulness, then I labor in vain and have striven excessively in pursuing righteousness; in vain and to no purpose have I kept my hands and actions clean from unjust deeds; in vain have I worn myself out with fasts and hardships and have continued scourging myself every day; in vain and to no purpose have I toiled, rising at dawn and confessing in my prayers to God, bewailing my own sins and bringing forth accusations against myself in my confessions to God. These were the things I pondered, and I was nearly shaken.
Ἀντὶ δὲ τούτων ὁ Σύμμαχος τοῦτον ἡρμήνευσεν τὸν τρόπον· ἴσως οὖν κἀγὼ μάτην ἐκάθαρα τὴν ψυχήν μου, καὶ ἐνιπτόμην ἐν ἀναμαρτησίᾳ τὰς χεῖράς μου, καὶ διετέλεσα μυκτηριζόμενος καθ’ ἑκάστην ἡμέραν, καὶ ἐλεγχόμενος καθ’ ἕκαστον ὄρθρον.
Εἰ ἔλεγον· διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυντέθηκα. καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου· ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.
Τὰ προλεχθέντα ἐν τοῖς ἐμαυτοῦ λογισμοῖς ἐνεθυμήθην αὐτὸ μόνον, ἐφ’ οἷς καὶ ἐκινδύνευον σάλον παθεῖν, οὐ μὴν καὶ ἐξηγόρευον εἰς ἑτέρους· εἰ γὰρ κρίνας οὕτω φρονεῖν τὴν ἄθεον ταύτην διδασκαλίαν προέφερον εἰς ἑτέρους, παραβάτης ἂν ἐγενόμην τῶν εὐσεβῶν δογμάτων καὶ τὰς συνθήκας ἂν παρῆλθον τῆς γενεᾶς τῶν σῶν τέκνων· τέκνα γάρ σου τοῦ θεοῦ πάντες γεγόνασιν οἱ ἅγιοι καὶ θεοφιλεῖς ἄνδρες, γενεὰ δὲ αὐτῶν ἡ ἐξ αὐτῶν διαδοχὴ τῶν ἁγίων, ὧν τὰ μαθήματα καὶ τὰ δόγματα παρεχάραξα ἄν, εἰ προέφερον εἰς ἑτέρους τοὺς προλεχθέντας ἐμαυτοῦ λογισμούς.
Instead of these things, Symmachus interpreted in this way: Perhaps, then, I have also cleansed my soul in vain, and washed my hands in sinlessness, and continued to be mocked each day, and reproached each morning.
If I said, "I will relate it thus," behold, I have conspired with the generation of your sons. And I supposed to know this, it is a labor before me, until I enter into the sanctuary of God and understand their last things.
The things previously mentioned I pondered in my own thoughts alone, on which I also risked suffering a disturbance, but I did not confess them to others. For if, having judged to think thus, I had brought this godless teaching forth to others, I would have become a transgressor of the pious doctrines and would have violated the compacts of the generation of your children. For all the holy and God-loving men have become your children, O God, and their generation is the succession of the saints from them, whose teachings and doctrines I would have falsified if I had brought forth to others the previously mentioned thoughts of my own.
Ἀλλὰ καὶ εἰ παρεῖχον ἐμαυτὸν τοῦ γνῶναι τὰς αἰτίας, δι’ ἃς οἱ ἁμαρτωλοὶ εὔθυμοι διατελοῦσιν καὶ εἰς τὸν αἰῶνα κατέσχον πλούτου, οἱ δὲ δίκαιοι ταπεινοῦνται, οὐδὲ οὕτως κατέλαβον ἂν τὰς ἀπορρήτους περὶ τούτων κρίσεις, κόπους δὲ μόνον ἐμαυτῷ συνῆγον εἰς ἀπορίαν ἐμπίπτων καὶ εἰς ψυχῆς κάματον. διό φησιν·
καὶ εἰ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου,
ἢ κατὰ τὸν Σύμμαχον·
καὶ εἰ ἐλογιζόμην ἐπιγνῶναι τοῦτο, μόχθος ἐφαίνετό μοι.
Διόπερ ὁρῶν ἀκατάληπτον οὖσαν ἀνθρώποις τὴν τούτων γνῶσιν εὐσεβεῖ χρώμενος λογισμῷ διενοούμην παρ’ ἐμαυτῷ κρεῖττον εἶναι ἐπέχειν καὶ ἐκδέχεσθαι τὸν ἐπιτήδειον τῆς τούτων γνώσεως καιρόν. οὗτος δὲ ἦν·
ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, συνῶ εἰς τὰ ἔσχατα αὐτῶν,
ἢ κατὰ τὸν Σύμμαχον·
ἕως εἰσέλθω εἰς τὰ ἁγιάσματα τοῦ θεοῦ, συνετισθῶ τὰ ἔσχατα αὐτῶν.
Ταύτην δὲ καλὴν ἐμαυτῷ καταφυγὴν εὑρὼν τῆς τῶν ἀπορουμένων λύσεως, τὴν ἀπαλλαγὴν δηλαδὴ τοῦ θνητοῦ βίου καὶ τὴν εἴσοδον τὴν ἐπὶ τὰς ἐπαγγελίας τοῦ θεοῦ, θεραπείας ἐτύγχανον καὶ παραμυθίας εὖ εἰδώς, ὡς ἐκεῖσε γενόμενος συνετισθήσομαι τοὺς λόγους τῶν ἐζητημένων γνώσομαί τε τὰ ἔσχατα τῶν ἀσεβῶν· μὴ γὰρ προσήκει εἰς τὸν παρόντα μόνον ἀποβλέπειν βίον καὶ εἰς τὴν παροῦσαν αὐτῶν τρυφήν, ἀλλὰ καὶ εἰς τὰ ἔσχατα αὐτῶν ἀφορᾷν.
But even if I had offered myself to know the reasons why sinners remain cheerful and have held onto wealth forever, while the righteous are humbled, not even then would I have grasped the ineffable judgments concerning these matters; rather, I would have only brought toil upon myself, falling into perplexity and weariness of soul. Therefore he says:
And if I had undertaken to know this, it is a toil before me,
or according to Symmachus:
And if I had considered knowing this, it seemed a labor to me.
Therefore, seeing that this knowledge is incomprehensible to humans, I, using a pious reasoning, thought within myself that it was better to hold back and await the appropriate time for this knowledge. This was:
Until I enter into the sanctuary of God, I will understand their ends,
or according to Symmachus:
Until I enter into the sanctifications of God, I will be instructed in their ends.
Having found this good refuge for myself for the resolution of perplexities—namely, the release from mortal life and the entry into the promises of God—I obtained healing and comfort, knowing well that when I arrive there, I will be instructed in the reasons for the things sought and will know the ends of the impious. For one ought not to look only at the present life and their present luxury, but also to look to their ends.
Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων.
Τρισὶ λογισμοῖς ἐπιβαλὼν περὶ τῶν ἐζητημένων, τὸν μὲν ἑώρων ἀσεβῆ καὶ ἄθεον τὸν λέγοντα·
ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου,
τὸν δὲ τῆς τούτων καταλήψεως πεπληρωμένον κόπου καὶ πόνου διὰ τὰ βάθη τοῦ πλούτου τῆς γνώσεως τοῦ θεοῦ καὶ διὰ τὸ ἀνεξερεύνητα εἶναι τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνιάστους τὰς ὁδοὺς αὐτοῦ, ἐπὶ τὸν τρίτον μὲν οὖν ἔστην κρίνας ἐπέχειν μὲν τέως, περιμένειν δὲ καὶ ἀφορᾷν εἰς τὸ πάντων τέλος. τούτῳ δ’ ἐμπιστεύσας ἐμαυτὸν τῷ λογισμῷ εὐσεβεῖ ὄντι καὶ ἀληθεῖ ἐξ αὐτῆς ὠνάμην τῆς πίστεως· ἔγνων γὰρ ἐξ ὑποβολῆς τοῦ προφητικοῦ πνεύματος, ὡς διὰ τὰς δολιότητας αὐτῶν καταβαλεῖ αὐτοὺς οὐκ εἰς μακρὸν ὁ θεὸς μετὰ τὸ ἐπαρθῆναι καὶ ὑψωθῆναι. εἶτα φωτισθεὶς καὶ τὴν πτῶσιν αὐτῶν τὴν ἐπὶ τέλει καταληψομένην αὐτοὺς προφητικῇ δυνάμει συνειδὼν εἰκότως φημί· πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν.
Nevertheless, because of their deceptions, you set evils upon them; you cast them down when they were lifted up. How did they come to desolation suddenly? They failed, they perished because of their folly, as if awakening from a dream.
Having applied three lines of reasoning concerning the matters under investigation, I saw one as impious and godless, the one that says: "Then I have vainly justified my heart." The second, filled with toil and labor because of the depths of the wealth of the knowledge of God and because his judgments are inscrutable and his ways untraceable, I then settled upon the third, deciding to hold back for now, to wait and to look toward the end of all things. Entrusting myself to this reasoning, which is pious and true, I benefited from the faith itself; for I learned, by the prompting of the prophetic spirit, that because of their deceptions, God will cast them down not long after they are lifted up and exalted. Then, enlightened and having foreseen with prophetic power their fall that will overtake them in the end, I fittingly say: How did they come to desolation suddenly? They failed, they perished because of their folly.
Γεγόνασίν τε ὡσεὶ ἐνύπνιον ἐξεγηγερμένωνου· ἕως μὲν γάρ τις φαντάζεται ὀνειρώττων ἐν τοῖς ὕπνοις, δοκεῖ τι πράττειν ἀπατώμενος τῇ τοῦ ἐνυπνίου φαντασίᾳ· ἐπειδὰν δὲ διεγερθῇ τὸν ὕπνον ἀποτριψάμενος, οἴχεται αὐτῷ τὰ τῆς φαντα σίας. οὕτω δὴ καὶ τῶν ἀσεβῶν ἡ τοῦ παρόντος βίου δοκοῦσα εὐπραγία καὶ ὁ πλοῦτος καὶ ἡ ὑπερηφανία ὅμοιον ἕξει τὸ τέλος τοῖς ὀνειρώττουσιν καὶ ἐνυπνιαζομένοις, ἔπειτα διεγρηγοροῦσιν καὶ μηδενὸς ὧν ἐδόκουν ὁρᾶν ἢ καὶ κατέχειν ταῖς χερσὶν ἐπειλημμένοις.
Κατὰ δὲ τὸν Σύμμαχον ἀντὶ τοῦ· πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, τοῦτον εἴρηκε τὸν τρόπον· ὄντως ἐν τῷ ὀλίσθῳ ἔταξας αὐτούς, κατέβαλες αὐτοὺς εἰς ἀφανισμούς· ἐξαίφνης ἐξέλιπον, ἀνηλώθησαν ὡς οὐχ ὑπάρξαντες, ὡς ὄνειρον ἐξυπνίσαντι.
Eἰς δὲ τὸ ἐξαίφνης καὶ τὸ ἐξάπινα παραθήσεις τὴν σωτήριον φωνὴν τὴν λέγουσαν· γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ ὁ κύριος ὑμῶν ἔρχεται· καὶ πάλιν· ἥξει ὁ κύριος αὐτοῦ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει. συνᾴδει ἐν τούτοις καὶ τὸ·
They have become as a dream when one awakens. For as long as someone is dreaming in sleep, he seems to be doing something, deceived by the fantasy of the dream; but when he awakens, having shaken off sleep, the things of the fantasy are gone for him. So also the seeming prosperity of the impious in this present life, and their wealth and arrogance, will have an end similar to that of those who dream and have visions, and then wake up, finding none of the things they seemed to see or even to hold in their hands.
According to Symmachus, instead of: "Nevertheless, because of their deceptions, you set evils upon them," he has rendered it in this way: "Truly, in the slippery place you set them, you cast them down into desolations; suddenly they failed, they were consumed as if they had never existed, as a dream to one who has awakened."
And regarding the "suddenly" and "abruptly," you will add the saving utterance which says: "Watch, for you do not know on which day and at which hour your Lord comes"; and again: "His Lord will come on a day he does not expect, and at an hour he does not know." In agreement with these things is also the following:
εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπερόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐκ εὑρέθη ὁ τόπος αὐτοῦ.
Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενήσεις. ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων· κτηνώδης ἐγενόμην παρὰ σοί. καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ· ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με.
Ἀνωτέρω μὲν ἔλεγεν·
ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ·
νῦν δὲ τί ποτ’ ἦν τὸ ἁγιαστήριον, διδάσκει λέγων·
κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
Ἔνθεν εἰκότως ὁ θεῖος ἀπόστολος πόλιν οὐράνιον θεοῦ εἰδὼς ἔλεγεν· προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ πάλιν· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν. ταύτην οὖν καὶ ὁ παρὼν προφήτης τὴν πόλιν τοῦ θεοῦ σημαίνει λέγων· κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
I saw the impious one exalted and raised up like the cedars of Lebanon; and they passed by, and behold, he was not, and I sought him, and his place was not found.
Lord, in your city you will despise their image. For my heart was kindled, and my kidneys were changed, and I was despised and did not know; I became brutish before you. And I am always with you; you took hold of my right hand and led me in your counsel, and you received me with glory.
Above he said: until I enter the sanctuary of God; but now he teaches what the sanctuary was, saying: Lord, in your city you will despise their image.
Hence the divine apostle, knowing the heavenly city of God, fittingly said: we have come to Mount Zion and the city of the living God, heavenly Jerusalem, and again: the upper Jerusalem is free. Therefore the present prophet also signifies this city of God, saying: Lord, in your city you will despise their image.
Εἰ μὲν γὰρ ἦσαν, φησί, φυλάξαντες τὴν σὴν εἰκόνα, εἰκότως καὶ τῆς σῆς πόλεως κατηξιοῦντο. ἐπειδὴ δὲ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς ἀναλόγως τε τῇ ἑαυτοῦ κακίᾳ ἑαυτὸν μετεμόρφωσεν εἰς ἀγρίου θηρὸς τρόπον τε γέγονέν τε ἵππος θηλυμανής ἢ λύκος ἁρπακτικός ἢ ὄφις καὶ γέννημα ἐχιδνῶν ἢ ἄλλο τι τούτοις παραπλήσιον, τούτου χάριν ὥσπερ κίβδηλον νόμισμα τὴν τοιαύτην εἰκόνα τῆς ἑαυτοῦ πόλεως ἀπορρίπτει ὁ θεὸς ἐξουδενῶν αὐτήν, οὐδὲ ἀξίαν κρίνων τῶν ἐν τῇ πόλει αὐτοῦ μονῶν. πολλαὶ γὰρ μοναὶ παρὰ τῷ πατρί· διὸ λέλεκται· κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενήσεις.
Τοῦτο μὲν οὖν προφητικῶς ὁ Ἀσὰφ ἀπεφθέγξατο, ὥσπερ ἐπιθειάσας καὶ τὸ μέλλον πεφωτισμένοις ψυχῆς ὀφθαλμοῖς τεθεαμένος· τὴν δὲ αἰτίαν, δι’ ἣν ἐφωτίσθη τὴν πόλιν τοῦ θεοῦ συνιδεῖν, παρίστησι λέγων ἑξῆς· ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν· ἐπειδὴ γὰρ ζηλῶν ἐζήλωσα τῷ κυρίῳ κατὰ τὸν προφήτην Ἡλίαν ἐξειλκόμην τε τοῖς λογισμοῖς ὁρῶν ἀσεβεῖς εὐθυμουμένους, ἀλλὰ καὶ ἐπυρούμην τοὺς νεφροὺς καὶ τὰ βάθη τὰ κρύφια τῆς ἐμαυτοῦ ψυχῆς. διὸ καὶ ἔλεγον· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν. Τούτου χάριν ἠξιώθην φωτισθῆναι ὑπὸ τοῦ πνεύματος καὶ τὴν πόλιν ἰδεῖν τοῦ θεοῦ τούς τε ἀξίους αὐτῆς καὶ τοὺς μή.
If they had, he says, preserved your image, they would have been justly deemed worthy of your city. But since a man, while in honor, did not understand, he was compared to senseless beasts and made like them, and in proportion to his own wickedness he transformed himself into the manner of a wild beast, and became either a mad horse or a rapacious wolf or a serpent and offspring of vipers or something else similar to these. For this reason, like counterfeit coin, God casts out such an image from his city, despising it, and judging it unworthy of the dwellings in his city. For there are many dwellings with the Father; therefore it is said: Lord, in your city you will despise their image.
Now Asaph uttered this prophetically, as if inspired and having seen the future with the enlightened eyes of his soul. And he sets forth the reason why he was enlightened to perceive the city of God, saying next: because my heart was kindled and my kidneys were changed. For since I was zealously jealous for the Lord, according to the prophet Elijah, I was drawn out by my thoughts, seeing the impious rejoicing, but also I was inflamed in my kidneys and the hidden depths of my own soul. Therefore I said: because I was jealous over the lawless, seeing the peace of sinners. For this reason I was deemed worthy to be enlightened by the Spirit and to see the city of God, both those worthy of it and those not.
Ἀντὶ δὲ τοῦ·
ἐξεκαύθη ἡ καρδία μου,
ὁ Σύμμαχος
συνεστέλλετο, φησίν, ἡ καρδία μου, καὶ ἐντὸς τῶν νεφρῶν μου διελεγόμην ἀντιλέγων.
Εἶθ’ ἑξῆς εἴρηται· καὶ ἐγὼ ἐξουθενημένος, καὶ οὐκ ἔγνων· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· ἤμην δὲ ἀνεπιστήμων καὶ μὴ εἰδώς.
Καὶ πάλιν· κτηνώδης ἐγενήθην παρὰ σοί, ἢ κατὰ τὸν Σύμμαχον· κτηνωδῶς διετέλεσα παρὰ σοί. καὶ ἐγώ, φησίν, διὰ παντὸς μετὰ σοῦ, κατὰ δὲ τὸν Σύμμαχον· καὶ συνήμην σοι διὰ παντός· εἰ γὰρ καὶ τὰ μάλιστα οὐ συνείην πρὶν φωτισθῆναι καὶ γνῶναι τὰ περὶ τῆς σῆς πόλεως λελεγμένα καὶ τὰ περὶ τῆς εἰκόνος τῶν ἀσεβῶν, καὶ εἰ δίκην ἀλόγου κτήνους διετέλεσα πρότερον ἀνοηταίνων καὶ μὴ δυνάμενος ἐπιβαλεῖν τοῖς τῆς σῆς προνοίας λόγοις, ὅμως οὐκ ἀπελιμπανόμην σου τοῦ θεοῦ, οὐδὲ ἐξέπιπτον τῆς ἐπὶ σὲ ἐλπίδος, συνήμην δέ σοι διαπαντός. καὶ τοῦτ’ ἔπραττον οὐκ ἐξ ἐμαυτοῦ δυνάμεως, ἀλλ’ ἐκ τῆς σῆς χάριτος· σὺ γὰρ αὐτὸς τῇ σαυτοῦ φιλανθρωπίᾳ τῆς ἐμῆς δεξιᾶς χειρὸς ἐπιλαβόμενος συνεῖχες καὶ διεκράτεις πρὸς τὸ μὴ διαχεῖσθαί μου τὰ διαβήματα, μηδὲ τοὺς πόδας μου σαλεύεσθαι τῆς παρὰ σοὶ στάσεως. διό φημι· ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου· εἶχον γὰρ καλὴν δεξιάν, ἐρρωμένην καὶ πρακτικήν, τὰ δεξιὰ πάντα καὶ τά σοι ἀρεστὰ πράττουσαν· διὸ ἐπιλαβόμενος αὐτῆς τῇ βουλῇ σου ὡδήγησάς με, ἢ κατὰ τὸν Σύμμαχον· ἐν τῇ συμβουλίᾳ σου ὡδήγησάς με, τὸν θνητὸν διαπορθμεύων βίον καὶ εἰς εὔδιον καὶ ἀσφαλῆ λιμένα τῆς παρὰ σοὶ ἀναπαύσεως χειραγωγῶν με·
Instead of:
“My heart was kindled,”
Symmachus says:
“My heart was constricted, and within my kidneys I reasoned, objecting.”
Then it is said next: “And I was despised, and I did not know”; which Symmachus interpreted more clearly, saying: “I was ignorant and not knowing.”
And again: “I became bestial in your sight,” or according to Symmachus: “I continued bestially in your sight.” And “I,” he says, “was with you continually,” but according to Symmachus: “And I was with you continually.” For even if I did not at all understand before being enlightened and learning the things said about your city and about the image of the impious, and if I continued like a senseless beast, previously being foolish and unable to grasp the words of your providence, nevertheless I did not abandon you, the god, nor did I fall from hope in you; I was with you continually. And I did this not from my own power, but from your grace; for you yourself, by your own love for humanity, taking hold of my right hand, held and kept me from my steps being scattered, nor my feet being shaken from the position beside you. Therefore I say: “You held the hand of my right hand”; for I had a good right hand, strong and active, doing all right things and those pleasing to you; therefore, taking hold of it,
“by your counsel you guided me,”
or according to Symmachus: “in your counsel you guided me,”
conveying me through mortal life and leading me by the hand into a calm and safe harbor of rest beside you.
ὡς, εἴ γε μὴ τῆς δεξιᾶς τῆς ἐμῆς κεκρατήκεις, πάλαι ἂν ὥσπερ ὑπὸ χειμάρρου κατασύροντος περιτραπεὶς τοὺς τῆς ψυχῆς πόδας πτώματι περιέπιπτον ἐξαισίῳ. νῦν δὲ σὺ αὐτὸς ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με.
Καὶ τέλος μετὰ τοὺς δηλωθέντας πειρασμοὺς καὶ τοὺς χειμῶνας τοὺς ἀναθορυβήσαντάς μου τὴν ψυχὴν διαγαγών με ἀκινδύνως τὰ τοῦ βίου ῥεύματα
μετὰ δόξης προσελάβου με,
μηδὲν πεπονθότα ὑπὸ τῶν τοσούτων πειρασμῶν. κατὰ δὲ τὸν Σύμμαχον
ὕστερον, φησί, τιμὴ διεδέξατό με.
Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα.
Ὁ δὲ Σύμμαχος τίς μοί ἔστιν, φησίν, ἐν τῷ οὐρανῷ; καὶ μετὰ σοῦ οὐκ ἠθέλησα ἐν τῇ γῇ, ἀνηλώθη ἡ σάρξ μου καὶ ἡ καρδία μου, τὸ κραταίωμα τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα. Ἡ σὴ φιλανθρωπία, φησίν, καὶ τὸ σὸν ἔλεος καὶ ἡ χάρις πάντων μοι τῶν ἀγαθῶν γέγονεν αἰτία· τῇ γὰρ σαυτοῦ χρησάμενος ἀγαθωσύνῃ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ διέσωσάς με, ὥστε μὴ σαλευθῆναί μου τοὺς πόδας, μηδὲ διαχυθῆναί μου τὰ διαβήματα. ἀλλὰ καὶ μετὰ δόξης προσελάβου με, ἐπειδήπερ σοὶ τοῦτο ὡς ἀγαθῷ θεῷ πάρεστιν. ἐμοὶ γὰρ οὐδὲν ὑπάρχει ἐν τῷ οὐρανῷ, οὐδὲ κατὰ ὀφειλήν μοι ταῦτα γέγονεν, ἀλλ’ οὐδὲ ἔστιν μοί τίς ἄλλος ἐν τῷ οὐρανῷ ἢ σὺ μόνος. διὸ οὐδὲν ἐπὶ τῆς γῆς ἠθέλησα παρὰ σοῦ κτήσασθαι, οὐδὲ ηὐξάμην τυχεῖν θνητῶν καὶ ἐπικήρων πραγμάτων. εἰκότως δὲ οὐδὲν παρὰ σοῦ ἠθέλησα ἐπὶ τῆς γῆς·
as if, unless you had held my right hand, I would long ago have been overturned like a torrent sweeping away, and my soul’s feet would have fallen into a terrible disaster. But now you yourself
held my right hand, and in your counsel you guided me.
And finally, after the revealed trials and the storms that troubled my soul, you led me safely through the currents of life
and received me with glory,
I having suffered nothing from so many trials. According to Symmachus,
“Later,” he says, “honor succeeded me.”
For what do I have in heaven, and what did I desire from you on earth? My heart and my flesh failed, the god of my heart, and my portion is God forever.
Symmachus says:
“Who is there for me,” he says, “in heaven? And with you I did not desire on earth; my flesh and my heart were consumed, the strength of my heart, and my portion is God forever.” Your philanthropy, he says, and your mercy and grace have been the cause of all good things for me; for by using your own goodness,
you held my right hand, and you saved me, so that my feet were not shaken, nor my steps scattered. But
you also received me with glory, since this is present to you as a good God. For I have nothing in heaven, nor have these things come to me as a debt, but there is no other for me in heaven except you alone. Therefore I desired to acquire nothing on earth from you, nor did I pray to obtain mortal and perishable things. Naturally, I desired nothing from you on earth.
τὰς γὰρ ἐν οὐρανῷ ἐπόθουν διατριβάς καὶ τῶν αὐτόθι ἀγαθῶν τυχεῖν ηὐχόμην. διὸ κατέτηκον τὸν ἐμαυτοῦ βίον καὶ τὴν ἐπὶ γῆς ζωὴν κατέτρυχον τήν τε καρδίαν μου κατεπόνουν σὲ μόνον τὸν θεὸν τῆς ἐμαυτοῦ ἐλπίδος μερίδα τιθέμενος. ὅθεν φημί· ἐξέλιπεν ἡ σάρξ μου καὶ ἡ καρδία μου, ὁ θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα.
Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν, τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.
Ἀνωτέρω μὲν ἔλεγον· καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ, ἢ κατὰ τὸν Σύμμαχον· καὶ συνήμην σοι διὰ παντός, τῇ πίστει δηλαδὴ καὶ τῇ προαιρέσει καὶ τῇ πρὸς σὲ ἀγάπῃ· νυνὶ δὲ καὶ τὴν αἰτίαν καθίστημι φανεράν, δι’ ἣν συνήμην σοι διὰ παντὸς καὶ σὲ μερίδα ἐτιθέμην ἐμαυτοῦ· ᾔδειν γὰρ καὶ ἀκριβῶς ἐπεπείσμην, ὅτι ἴδου μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται.
For I longed for the sojourns in heaven and prayed to obtain the goods there. Therefore I wasted away my own life and wore out my existence on earth, and I distressed my heart, setting you alone, God, as the portion of my hope. Hence I say: my flesh and my heart have failed, the God of my heart, and my portion is God forever.
For behold, those who distance themselves from you will perish; you have utterly destroyed everyone who fornicates away from you. But for me, to cling to God is good, to place my hope in the Lord, to proclaim all your praises at the gates of the daughter of Zion.
Above I said: and I am with you always, or according to Symmachus: and I was with you always, that is, in faith and purpose and love for you. But now I also make clear the reason why I was with you always and set you as my portion: for I knew and was firmly convinced that behold, those who distance themselves from you will perish.
Διὸ οὐκ ἐμάκρυνον ἐμαυτόν, καίπερ ἀγνοῶν τοὺς λόγους τῆς σῆς διοικήσεως, ἀλλὰ συνήμην σοι διὰ παντός. μακρύνουσιν δὲ ἑαυτοὺς οἱ ταῖς ἑαυτῶν ἁμαρτίαις καὶ τοῖς ἀθέοις καὶ ἀσεβέσι λογισμοῖς ἀλλοτρίους ἑαυτοὺς καθιστῶντες τοῦ θεοῦ· οἵτινες ὅσῳ πορρωτάτω αὐτοῦ γίγνονται, τοσούτῳ τῇ ἀπωλείᾳ πλησιάζουσιν, ὡς ἔμπαλιν συναπτόμενοι τῷ θεῷ τῇ μὲν ζωῇ συνάπτονται, τῆς δὲ ἀπωλείας μακρύνονται.
Τέλος δὲ τῶν ἑαυτοὺς μακρυνόντων ὄλεθρος τυγχάνει, ἅτε δὴ ἐκπορνευσάντων ἀπὸ τοῦ θεοῦ. ὁ μὲν οὖν θεὸς οὐδένα μακρύνει ἑαυτοῦ οὐδὲ ἀπωθεῖται, ἀλλ’ ἕκαστος ἑαυτὸν ἀπαλλοτριοῖ τοῦ θεοῦ ἐκπορνεύων καὶ τὴν ἑαυτοῦ ψυχὴν ἔκδοτον παραδιδοὺς τοῖς τοῦ θεοῦ ἐναντίοις. οἱ δὲ μακρύνοντες ἑαυτοὺς ἐξ οἰκείας προαιρέσεως ἐπισπῶνται καθ’ ἑαυτῶν τὴν ἀπώλειαν· τούτους δὲ τῇ ἀπωλείᾳ οἰκειωθέντας ὁ θεὸς αὐτὸς τὸ ἑξῆς διατίθησιν. τί δὲ ἦν τοῦτο; ἐξωλόθρευσας, φησί, πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
Πορνεύει δὲ ἀπὸ τοῦ θεοῦ ὁ μετὰ τὸ πλησιάσαι αὐτῷ μακρύνας ἑαυτόν· αὐτὸς μὲν γὰρ καὶ νυμφεύεσθαι οὐκ ἀπαξιοῖ τὴν ἀνθρωπίνην ψυχὴν καὶ τὰ οἰκεῖα σπέρματα ἐν αὐτῇ καταβάλλεσθαι, ἡ δὲ μακρύνουσα ἑαυτὴν καὶ ἑτέροις παρέχουσα τοῖς καταπορνεύειν αὐτὴν ἐθέλουσι, πνεύμασι πονηροῖς καὶ δαίμοσιν ἀκαθάρτοις ἢ λογισμοῖς ἀθέοις καὶ ἀσεβέσιν ἢ πράξεσι μιαραῖς καὶ ἀκαθάρτοις, εἰκότως ὀλέθρῳ παραδίδοται. διὸ λέλεκται·
Therefore I did not distance myself, even though I was ignorant of the principles of your governance, but I was with you throughout. But those who, by their own sins and by godless and impious reasonings, set themselves apart from God, distance themselves. The farther they become from him, the closer they approach destruction, while conversely, those who are joined to God are united with life and are removed from destruction.
The end of those who distance themselves is ruin, since they have fornicated away from God. Now God does not distance anyone from himself nor does he thrust anyone away, but each person alienates himself from God by fornicating and by surrendering his own soul to the enemies of God. Those who distance themselves, by their own choice, draw destruction upon themselves. And when these have become familiar with destruction, God himself arranges what follows. And what was this? You utterly destroyed, it says, everyone who fornicates away from you.
One fornicates away from God who, after having approached him, distances himself. For God himself does not disdain to betroth the human soul and to implant his own seeds in her, but she who distances herself and offers herself to others who wish to debauch her—to evil spirits and unclean demons, or to godless and impious reasonings, or to polluted and unclean actions—is rightly given over to ruin. Therefore it is said:
ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
Ἀλλὰ γὰρ ταῦτα εἰδὼς ἐγὼ καὶ ἀκριβῶς πεπεισμένος περὶ τῆς σῆς δικαίας κρίσεως τὴν ἐναντίαν εἱλόμην τοῖς ἀσεβέσιν, καίπερ μὴ νοῶν τὰ σὰ μυστήρια· ἀλλὰ καὶ κτηνώδης γενόμενος παρὰ σοί, ὅμως συνήμην σοι διὰ παντός· οὐδὲν γὰρ ἐμοὶ κάλλιον ἐφαίνετο τοῦ προσκολλᾶσθαί σοι τῷ ἐμῷ θεῷ καὶ ταῦτα αἱ ρεῖσθαι, ἅπερ αὐτὸς ὥρισας καὶ ἐνετείλω· οὕτως γὰρ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι. διόπερ ἐμοὶ οὐδὲν κάλλιον οὐδὲ κρεῖττον κατεφαίνετο τοῦ προσκολλᾶσθαί σοι. διό φημι, ὅτι ἐμοὶ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν.
Εἰ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός, πόθεν ἂν γένοιτο ἑτέρῳ τι ἀγαθὸν ἢ ἐκ τοῦ προσκολλᾶσθαι αὐτῷ; καὶ ἤδη μὲν ἀπήλαυον παντὸς ἀγαθοῦ κολλώμενος καὶ συναπτόμενος τῷ θεῷ ὥστε λέγειν· ἐκολλήθη ὀπίσω σου ἡ ψυχή μου· καὶ εἰς τὸν μέλλοντα δὲ χρόνον ἀγαθὰς ὑπέγραφον ἐλπίδας ἐμαυτῷ· ἕτερόν τε τοῦτο ἀγαθόν μοι ἦν τὸ τίθεσθαι ἐν κυρίῳ τὴν ἐλπίδα μου· τέλος γάρ μοι τῆς πάσης ἐλπίδος ἦν τὸ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών· καταξιωθεὶς γὰρ τῆς εἰς τὴν πόλιν σου εἰσόδου, περὶ ἧς ἀνωτέρω ἐλέγετο· κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενώσεις, καὶ ταῖς πύλαις ταῖς ἐπουρανίοις ἐπιβάς ἀνακηρύξω τοῖς πᾶσι τὰς εἰς ἐμέ σου εὐεργεσίας. ἔνθα γενόμενος καὶ τῶν ἐπαγγελιῶν σου τεύξομαι, ἃς ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. τοιαῦτα γὰρ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
you utterly destroyed everyone who fornicated away from you.
But knowing these things and being firmly convinced about your just judgment, I chose the opposite path from the impious, even though I did not understand your mysteries; but even having become brutish beside you, nevertheless I was with you throughout; for nothing seemed better to me than to cleave to you, my God, and to be content with those things which you yourself ordained and commanded; for thus the one who cleaves to the Lord is one spirit. Therefore nothing seemed to me more beautiful or better than to cleave to you. Hence I say that cleaving to God is good for me.
For if no one is good except the one God, from where could any good come to another except from cleaving to him? And already I was enjoying every good by cleaving and being united with God, so as to say: my soul has cleaved behind you; and for the future time I inscribed good hopes for myself; and this other good was mine, namely to place my hope in the Lord; for the end of all my hope was to proclaim all your praises at the gates of the daughter of Zion; for having been deemed worthy of entry into your city, concerning which it was said above: Lord, in your city you will bring low their image, and having set foot upon the heavenly gates, I will proclaim to all your benefactions toward me. There, having arrived, I will attain your promises, which no eye has seen, nor ear heard, nor entered into the heart of man. For such things has God prepared for those who love him.
μὴ κείμενον δὲ ἐν τῷ Ἑβραϊκῷ, μηδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τὸ ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών, παρὰ μόνοις δὲ τοῖς ο φερόμενον ὠβέλισται διὰ τὸ καὶ περιττὸν εἶναι. τὸ γὰρ πάντων ἀγαθὸν τέλος ἐπ’ αὐτὴν ἄγει τὴν ἐπουράνιον Σιών, ἥτις ἦν ἡ ἀποδεδομένη τοῦ θεοῦ ἐν οὐρανοῖς πόλις, θυγατρὸς Σιὼν νοουμένης τῆς παρ’ ἡμῖν ἐκκλησίας, ὡς διὰ πολλῶν ἀποδεῖξαι ῥᾴδιον.
ογ Προαναφώνησις τῆς ἐσχάτης Ἰουδαίων πολιορκίας
Συνέσεως τῷ Ἀσάφ. Ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.
Διεγείρει μὲν ἡμᾶς καὶ παρορμᾷ ἐπὶ τὴν τῶν λεγομένων σύνεσιν τὸ πνεῦμα τὸ προφητικόν· οὔτε δὲ ψαλμὸν ἐπιγράφει συνήθως οὔτε ᾠδὴν οὔτε ὕμνον οὐδέ τι τῶν παραπλησίων διὰ τὸ σκυθρωπὸν τῶν ἀπαγγελλομένων· ἐν οἷς δοκεῖ ἔντευξις περιέχεσθαι, περὶ ἧς ὁ θεῖος ἀπόστολος διεκελεύετο δεῖν λέγων πάντας ἡμᾶς ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας.
The phrase “in the gates of the daughter of Zion” is not found in the Hebrew text, nor among the other translators, but is present only in the Septuagint, where it is obelized as being superfluous. For the good end of all things leads to that heavenly Zion, which is the city of God in the heavens that has been described, the daughter of Zion being understood as our church, as it is easy to demonstrate from many passages.
A Foreshadowing of the Final Siege of the Jews
Understanding for Asaph. Why, O God, have you utterly repulsed? Has your anger been kindled against the sheep of your pasture? Remember your congregation, which you acquired from the beginning; you redeemed the rod of your inheritance, this Mount Zion, on which you encamped.
The prophetic spirit rouses and urges us to the understanding of what is said; but it does not inscribe a psalm, as is customary, nor an ode, nor a hymn, nor anything similar, because of the gloomy nature of the things announced. In these, a supplication seems to be contained, concerning which the divine apostle instructed us, saying that we all must make petitions, prayers, supplications, and thanksgivings.
Ἐντυγχάνει γοῦν ὁ λόγος τῷ θεῷ προφητικῶς τὰ μέλλοντα ὡς παρῳχηκότα διεξιὼν καὶ τὴν ἐσχάτην σημαίνων πολιορκίαν τῆς Ἱερουσαλὴμ τὴν ὑπὸ Ῥωμαίων γενομένην μετὰ τὴν σωτήριον παρουσίαν. καὶ ταῦτα μηδὲ συστάντος πω τοῦ τόπου προαναφωνεῖ· ὁ μὲν γὰρ Ἀσάφ, δι’ οὗ ταῦτα προεφητεύετο, σύγχρονος γέγονεν τῷ Δαυίδ, Σολομὼν δὲ μετὰ τὴν τοῦ Δαυὶδ τελευτὴν οἰκοδομεῖ τὸν νεών. δύο δὲ πορθήσεις προθεωρήσας τοῦ τόπου, τήν τε προτέραν τὴν ὑπὸ Βαβυλωνίων γενομένην καὶ τὴν δευτέραν τὴν ὑπὸ Ῥωμαίων, τὴν μὲν πρώτην διὰ τοῦ οθ ψαλμοῦ σημαίνει καὶ διὰ τοῦ πβ, τὴν δὲ ὑστάτην διὰ τῆς μετὰ χεῖρας προφητείας, ἧς ἀπάρχεται λέγων· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; τέλος γὰρ αὐτοῖς παντελοῦς ἀποπτώσεως οὐδ’ ἄλλοτε γέγονεν ἢ ὅτε ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὴν κατ’ αὐτῶν ἐξηνέγκατο ἀπόφασιν εἰπών· ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· οἷς ἀκολούθως καὶ ὁ ἱερὸς ἀπόστολος μετὰ τὴν τῶν πραγμάτων ἔκβασιν γράφων περὶ αὐτῶν ἔλεγεν· ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. καὶ κατὰ μέρος δὲ τὰ ἑξῆς συμβάντα τῷ τόπῳ ἐπὶ τῆς Ῥωμαίων πολιορκίας παρίστησιν ὁ παρὼν προφήτης, ἐν οἷς φησιν· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς (δῆλον δ’ ὅτι τῆς Ἱερουσαλήμ), ἐπὶ τὸ αὐτὸ ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
The discourse, then, prophetically addresses God, recounting future events as though they were past, and indicates the final siege of Jerusalem that occurred under the Romans after the Savior's advent. And it foretells these things even before the place had yet been established: for Asaph, through whom these prophecies were uttered, was a contemporary of David, while Solomon built the temple after David's death. Having foreseen two destructions of the place—the first by the Babylonians and the second by the Romans—it signifies the first through Psalm 79 and Psalm 82, and the last through the prophecy at hand, which begins: "Why, O God, have you utterly cast us off? Has your anger been kindled against the sheep of your pasture?" For no other time has there been for them a complete falling away than when our Savior and Lord pronounced his judgment against them, saying: "Behold, your house is left to you desolate." In accordance with this, the holy apostle, writing after the outcome of events, said concerning them: "And wrath has come upon them to the full." And the present prophet sets forth in detail the subsequent events that befell the place during the Roman siege, in which he says: "As in a thicket of trees with axes, they cut down her gates" (clearly, of Jerusalem), "with the same axe and chisel they shattered her; they burned your sanctuary with fire; they profaned the tabernacle of your name to the ground.
Εἰ δὲ λέγοι τις ταῦτα καὶ ἐπὶ τῶν χρόνων τῶν Βαβυλωνίων γεγονέναι, προσεκτέον τοῖς ἑξῆς, δι’ ὧν εἴρηται· τὰ σημεῖα ἡμῶν οὐκ ἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Σημεῖα γὰρ ἦν τοῦ τὸν θεὸν ἐφορᾷν καὶ ἐπισκοπεῖν τὸ Ἰουδαίων ἔθνος τὸ παρέχειν αὐτοῖς προφήτας, ἐπεί, καὶ ὅτε κακῶς ἔπραττον, ὥσπερ ἰατροὺς καὶ σωτῆρας αὐτοῖς τοὺς προφήτας ἐφίστη. οὕτω γοῦν ἐπὶ τῆς πρώτης πολιορκίας τὸν μέγαν τοῦ θεοῦ προφήτην Ἱερεμίαν εἶχον καὶ τὸν Βαρούχ, ἀλλὰ καὶ γυνή τις Ὀλδᾶ τοὔνομα κατὰ τοὺς αὐτοὺς ἐπροφήτευεν χρόνους· ἐν αὐτῇ τε τῇ Βαβυλωνίων χώρᾳ συνῆν αὐτοῖς Ἐζεκιὴλ καὶ Δανιὴλ ἐπίσημοι καὶ διαφανεῖς προφῆται· καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον κατὰ τοὺς Κύρου καὶ Δαρείου χρόνους Ζαχαρίας καὶ Ἀγγαῖος προφῆται ἐγνωρίζοντο. πῶς οὖν οἷόν τε ἦν ἐφαρμόζειν τοῖς τότε χρόνοις τὴν παροῦσαν προφητείαν φάσκουσαν· τὰ σημεῖα ἡμῶν οὐκ ἴδομεν, καὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι;
Ἀλλὰ γὰρ ταῦτα τέλους ἐτύγχανεν μετὰ τὴν σωτήριον παρουσίαν καὶ τὰς προλεχθείσας αὐτοῦ φωνάς, μεθ’ ἃς οὐκ εἰς μακρὸν ἐπιστάντες Ῥωμαῖοι τὸν τόπον ἠφάνισαν. ὃ δὴ καὶ αὐτὸς ἐδήλου θεσπίζων τὸ μέλλον ὁ σωτὴρ διὰ παραβολῆς τῆς οὕτως ἐχούσης· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ· καὶ ἀπέστειλεν τοὺς ἑαυτοῦ δούλους καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν. πάλιν ἀπέστειλεν ἑτέρους· οἱ δὲ πρὸς τὸ μὴ θελῆσαι ἀπαντῆσαι ἔτι καὶ διαλαβόντες τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν· οἷς ἐπιλέγει·
If someone should say that these things also happened in the time of the Babylonians, one must attend to what follows, through which it is said: "We did not see our signs, there is no longer a prophet, and he will no longer know us." For signs were that God watched over and oversaw the nation of the Jews, in that he provided them with prophets, since, even when they acted badly, he set prophets over them like physicians and saviors. Thus, at the time of the first siege, they had the great prophet of God, Jeremiah, and Baruch, but also a woman named Huldah prophesied in the same period; and in the land of the Babylonians themselves, Ezekiel and Daniel, notable and distinguished prophets, were with them; and after the return from there, in the times of Cyrus and Darius, Zechariah and Haggai were known as prophets. How, then, could it be possible to apply the present prophecy to those times, which says: "We did not see our signs, and there is no longer a prophet, and he will no longer know us"?
But these things came to an end after the Savior's advent and his aforementioned utterances, after which, not long afterward, the Romans, having attacked, laid waste to the place. This indeed the Savior himself indicated, foretelling the future through a parable that runs thus: "The kingdom of heaven was likened to a king who made a wedding feast for his son, and sent his own servants to summon those invited to the wedding; but they did not wish to come. Again he sent others; but they, in addition to not wishing to attend, also seized the servants, insulted them, and killed them." To which he adds:
ὁ δὲ βασιλεὺς ἀκούσας ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. ταῦτα ὁ σωτὴρ ἐν αὐτῷ τῷ ἱερῷ ἔτι τότε συνεστῶτι ἀναγέγραπται εἰρηκώς, ἃ καὶ ἐπληροῦτο οὐκ εἰς μακρὸν Οὐεσπασιανοῦ καὶ Τίτου πολιορκησάντων τὸν τόπον, καθ’ οὓς προφητῶν οὐδεὶς γεγονὼς ἱστορεῖται. τὴν κατὰ τούτους τοιγαροῦν πολιορκίαν ὁ μετὰ χεῖρας παρίστησι λόγος. διό φησιν ἀρχόμενος· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος;
Ἔστιν δὲ ἐκ τούτων τὴν ἀρετὴν ἀποθαυμάσαι τῆς θεοπνεύστου γραφῆς, ὡς τὰ μακροῖς ὕστερον πραχθέντα χρόνοις προγνώσει θείᾳ προείληφεν· τὸ δέ· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος, εἴρηται, ἐπειδὴ πολλάκις ἀσεβείαις καὶ πλημμελείαις τὸ Ἰουδαίων ἔθνος ὑποπίπτον παρεδίδοτο τοῖς περιοίκοις ἀλλοφύλοις ἔθνεσι, καὶ ποτὲ μὲν αὐτοὺς Μωαβῖται ἐχειροῦντο ποτὲ δὲ Ἀμμανῖται καὶ ἄλλοτε δὲ Μαδιηναῖοι, εἶτ’ ἐπιστρέφων αὐτοὺς ἀνελάμβανεν ὁ θεὸς καὶ μετὰ ταῦτα πάλιν παρανομοῦντας παρεδίδου πολεμίοις ἑτέροις καὶ αὖθις ἀνεκτᾶτο, οὐδέποτε δὲ αὐτοὺς ἀπωθεῖτο εἰς τέλος, πρὸς βραχὺν δέ τινα καιρὸν ἐπιστρέφων ἐνῆγεν εἰς σωτηρίαν. μετὰ δὲ τὸ κατὰ τοῦ σωτῆρος τολμηθὲν αὐτοῖς ἄγος ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος κατὰ τὴν ἀποστολικὴν γραφὴν ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτ’ ἐπᾶραι κεφαλὴν αὐτούς· ὃ δὴ σημαίνουσα ἡ προφητεία φησίν· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος;
When the king heard this, he became angry and sent his armies, destroyed those murderers, and burned their city. The Savior is recorded as having said these things in the temple itself, which was still standing at that time, and they were fulfilled not long afterward when Vespasian and Titus besieged the place, during whose time no prophet is recorded to have existed. The account at hand, therefore, presents the siege that occurred under them. Hence it begins: "Why, O God, have you cast us off utterly?"
From these things one can marvel at the excellence of the divinely inspired scripture, how it anticipated by divine foreknowledge events that were accomplished long afterward. The phrase "Why, O God, have you cast us off utterly?" is spoken because the Jewish nation, often falling into impieties and transgressions, was handed over to the surrounding foreign peoples; at times they were subdued by the Moabites, at other times by the Ammonites, and at still other times by the Midianites. Then God would turn and take them back, and afterward, when they again transgressed, he would hand them over to other enemies, and again reclaim them. He never cast them off utterly, but for a brief time he would turn them and lead them to salvation. But after the outrage they dared to commit against the Savior, wrath came upon them utterly, according to the apostolic writing, so that from that time until now they have never again lifted their heads. It is this that the prophecy signifies when it says: "Why, O God, have you cast us off utterly?
Σεσιωπημένως δὲ ὁ λόγος διὰ τῆς ἐρωτήσεως ᾐνίξατο τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν πρᾶξιν, μεθ’ ἣν καὶ εἰς τέλος ἀπεβλήθησαν. τοῦτο δὲ καὶ ὁ σωτὴρ αὐτὸς παρίστη λέγων· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· τὸ γάρ· ποσάκις ἠθέλησα, δηλοῖ τὴν μακρῷ χρόνῳ ἐνδοθεῖσαν αὐτοῖς μακροθυμίαν, τὸ δέ· καὶ οὐκ ἠθελήσατε, παραστατικὸν ἂν γένοιτο τῆς ὑστάτης αὐτῶν ἀποβολῆς, ὅτε καὶ ὠργίσθη ὁ θυμὸς αὐτοῦ ἐπὶ τὰ πάλαι γενόμενα πρόβατα νομῆς αὐτοῦ.
Ἑξῆς δὲ ὁ λόγος ἱκετηρίαν προσάγει λέγων· μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς. Σφόδρα δὲ καταλλήλως συναγωγῆς ἐμνημόνευσεν καὶ πρῶτον κτῆμα τοῦ θεοῦ φησιν αὐτὴν γεγονέναι, ἅτε εἰδὼς καὶ τὴν μὴ ἐξ ἀρχῆς, ἀλλ’ ὕστερον μετὰ τὴν ἀπόπτωσιν ἐκείνης ἐξ ἁπάντων τῶν ἐθνῶν ὑποστᾶσαν ἐκκλησίαν· ἧς καὶ ἐν ἑτέροις μνημονεύει λέγων· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε, καὶ πάλιν· εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ πολλῇ, καὶ αὖθις· παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ. Ἀλλ’ οὐ τοιαύτη καὶ ἡ προτέρα ἐτύγχανεν συναγωγή· ἡ μὲν γὰρ ἐκ τοῦ κατὰ τὸ αὐτὸ συνάγεσθαι οὕτως ὠνομασμένη, ἡ δὲ τὸ ἐξαίρετον παριστῶσα τῆς ἐκλογῆς ἡ ἐκκλησία. εἰ δέ τις ἔροιτο τὴν αἰτίαν, δι’ ἣν ἀπεβλήθη ἡ συναγωγή, ἣν ἐκτήσατο ἀπ’ ἀρχῆς, αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ δι’ ἑτέρας προφητείας διδάξει λέγων·
The word, through the question, has covertly intimated the action against our Savior, after which they were finally cast off. And the Savior himself sets this forth, saying: "How many times did I wish to gather your children together, as a hen gathers her chicks under her wings, and you would not?" Behold, your house is left to you desolate. For the phrase "how many times did I wish" indicates the long-suffering extended to them over a long time, and the phrase "and you would not" would be indicative of their final rejection, when his wrath was kindled against those once his own sheep of his pasture.
Next, the word presents a supplication, saying: "Remember your congregation, which you acquired from the beginning." And it very fittingly mentioned "congregation" and says that it was the first possession of God, knowing that the church, which did not exist from the beginning but came into being later after the fall of that one, from all the nations, is also mentioned by him in other places, saying: "In the midst of the church I will hymn you," and again: "I proclaimed righteousness in a great church," and again: "My praise from you is in a great church." But the former congregation was not of such a kind; for the one is so named from being gathered together in the same place, while the other, the church, signifies the exceptional nature of the election. And if someone should ask the reason why the congregation, which he acquired from the beginning, was cast off, Christ himself of God will teach through another prophecy, saying:
περιεκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μοῦ, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· ταῦτ’ ἦν τὰ αἴτια, δι’ ἃ ἡ προτέρα συναγωγὴ ἀποβέβλητο. ἑξῆς δ’ ἐπιλέγει· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, δυσωπητικῶς· σὺ γάρ, φησίν, ταύτην ἐλυτρώσω τὴν συναγωγὴν καταξιώσας αὐτὴν σὴν χρηματίσαι μερίδα καὶ ῥάβδον κληρονομίας σου· ὅτε γὰρ διεμέριζεν ὁ ὕψιστος ἔθνη, ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. ταύτης οὖν τῆς σαυτοῦ κληρονομίας μνήσθητι.
Ἀντὶ δὲ τοῦ ῥάβδον κληρονομίας σου, σκῆπτρον κληροδοσίας ὁ Ἀκύλας ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος σκῆπτρον κληρουχίας σου, διδάσκοντος τοῦ λόγου πάντας μὲν ἀνθρώπους εἶναι τοῦ θεοῦ, τὸν δὲ ἀφωρισμένον αὐτοῦ λαὸν ὡσπερεὶ βασιλικὸν αὐτοῦ σκῆπτρον γεγονέναι.
Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ. καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν. ὡς εἰς τὴν ἔξοδον ὑπεράνω, ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς, ἐπὶ τὸ αὐτὸ ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.
Many dogs surrounded me, a gathering of evildoers encompassed me, they gnawed my hands and my feet, they counted all my bones, they divided my garments among themselves and cast lots for my clothing. These were the reasons for which the former congregation had been cast off. Next he adds: "You redeemed the staff of your inheritance," in a deprecating manner: "For you," he says, "redeemed this congregation, deeming it worthy to be called your portion and the staff of your inheritance." For when the Most High divided the nations, the people of Jacob became the portion of the Lord, the allotment of his inheritance, Israel. Therefore remember this inheritance of yours.
Instead of "staff of your inheritance," Aquila translated "scepter of your inheritance," and Symmachus "scepter of your allotment," the word teaching that all men belong to God, but his separated people have become like his royal scepter.
Mount Zion is this, where you encamped. Raise your hands against the acts of arrogance to the end; all the evil the enemy wrought in the holy place. And those who hate you boasted in the midst of your feast, they set up their signs as signs and did not know. As at the exit above, as in a thicket of wood they cut down its doors with axes, with axe and chisel they shattered it together. They burned your sanctuary with fire, they profaned to the ground the tabernacle of your name.
Τίς ἦν ἡ ῥάβδος ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τί ποτ’ ἦν τὸ προλεχθὲν σκῆπτρον, διασαφεῖ λέγων· ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ· βασιλικὸν γὰρ ἦν ὄρος καὶ σκῆπτρον βασιλείας, ἐν ᾧ κατεσκεύαστο ὁ νεὼς καὶ ὁ οἶκος τῆς κατασκηνώσεως τοῦ θεοῦ. διὸ μητρόπολις πιστὴ Σιὼν ἐχρημάτιζεν καὶ πόλις θεοῦ Ἱερουσαλὴμ εἰκόνα φέρουσα τῆς ἐπουρανίου, περὶ ἧς ὁ θεῖος ἀπόστολος διδάσκων ἔλεγεν· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ.
Τοῦτο δ’ εἰπὼν ἑξῆς θεσπίζει τὰ συμβησόμενα τῷ τόπῳ τὰ μέλλοντα ἔσεσθαι ὡς παρῳχηκότα συνήθως προφωνῶν. λέγει δ’ οὖν· καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἢ κατὰ τὸν Ἀκύλαν· ἐβρυχήσαντο οἱ πολέμιοί σου ἐν μέσῳ τῆς συνταγῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν ἔξοδον ὑπεράνω· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· ἔθηκαν τὰ σημεῖα αὐτῶν ἐπισήμως γνώριμα κατὰ τὴν εἴσοδον ἐπάνω. Ἀλλὰ καὶ ἀντὶ τοῦ· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν, πάλιν ὁ Σύμμαχος· ἐν ἀρμένοις ξυλίνοις ἀξίναις. νῦν δὲ καὶ τὰς πύλας αὐτῆς ὁμοῦ ἐν μοχλοῖς καὶ δικράνοις κατέρριψαν. Σημεῖα δὲ τῶν πολεμίων τίνα ἦν, ἅπερ ἐπισήμως πρὸ τῶν εἰσόδων ἔθηκαν, ἢ τὰ πολεμικὰ ὄργανα καὶ πελέκεις καὶ ἀξίναι καὶ τὰ τοιαῦτα δόρατά τε καὶ ὅπλα; εἰκὸς δὲ καὶ τὰς σημέας τὰς πρὸ τῶν στρατοπέδων φερομένας διὰ τούτων δηλοῦσθαι.
What was the rod, or, according to the other translators, what was the aforementioned scepter, he clarifies, saying: This is Mount Zion, which you inhabited; for it was a royal mountain and a scepter of the kingdom, on which the temple and the house of the dwelling of God were built. Therefore, Zion was called a faithful metropolis and Jerusalem a city of God, bearing an image of the heavenly city, concerning which the divine apostle taught, saying: You have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem.
Having said this, he next prophesies the things that will happen to the place, the future events, speaking of them as past, as is his custom. He says then: And those who hate you boasted in the midst of your feast, or according to Aquila: Your enemies roared in the midst of your assembly, they placed their signs as signs and did not know, as at the exit above; which Symmachus interpreted more clearly, saying: They placed their signs conspicuously recognizable at the entrance above. But also, instead of: As in a thicket of trees they cut down its doors with axes, with an axe and a chisel they shattered it, again Symmachus: with wooden axes. And now also its gates together with bars and forks they threw down. What were the signs of the enemies, which they placed conspicuously before the entrances, if not the instruments of war, axes and hatchets and such spears and weapons? It is likely that the standards carried before the camps are also indicated by these.
Ἀλλὰ καὶ ἐνεπύρισαν, φησί, ἐν πυρὶ τὸ ἁγιαστήριόν σου καὶ εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου· ἐν ᾧ διερμηνεύει τὴν διάνοιαν τοῦ ἀνωτέρω λελεγμένου· ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρητο· ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ, ὅπως κατεσκήνωσεν ἐν αὐτῷ διασαφεῖ νῦν φήσας· τὸ σκήνωμα τοῦ ὀνόματός σου· σκήνωμα γὰρ ἦν ὁ τόπος οὐκ αὐτοῦ τοῦ θεοῦ, ἀλλὰ τοῦ ὀνόματος αὐτοῦ.
Δυσωπεῖ δὲ ἐφ’ ἑκάστῳ προστιθείς· ἐν μέσῳ γάρ, φησί, τῆς ἑορτῆς σου, τὸ ἁγιαστήριόν σου καὶ τὸ σκήνωμα τοῦ ὀνόματός σου· τὰ γὰρ τοιαῦτα δυσωπητικὰ ἦν καὶ ἐγερτικὰ ἐπὶ ἐκδίκησιν τῶν τετολμημένων· ἐφ’ ἣν παρορμᾷ ἑξῆς λέγων· ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, κατὰ δὲ τὸν Σύμμαχον· τὸ ὕψωμα, φησίν, τῶν ποδῶν σου ἠφανίσθη εἰς νῖκος. Ὕψωμα δὲ τῶν ποδῶν αὐτοῦ ὁ νεὼς ἦν ὁ εὐκτήριος. Ἐνεκαυχήσαντο οἱ μισοῦντες τὸν θεὸν ἐν μέσῳ τῆς ἑορτῆς αὐτοῦ εἰκότως· ἐπειδὴ γὰρ αὐτοὶ πρότεροι τὸν τόπον οἰκοῦντες ἀθέους ἤραντο χεῖρας κατὰ τοῦ Χριστοῦ τοῦ θεοῦ ἐν μέσῳ τῆς ἑορτῆς αὐτοῦ βοαῖς τε ἀθέοις καὶ ἐναγέσιν ἐχρήσαντο ἐν αὐτῇ τῇ τοῦ Πάσχα ἡμέρᾳ τὸ αἷμα αὐτοῦ καθ’ ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων τέκνων ἐξαιτησάμενοι, εἰκότως ἐν μέσῳ τῆς ἑορτῆς μετῄει αὐτοὺς ἡ ἐκ θεοῦ ὀργὴ ὡς καὶ ἑτέραν προφητείαν πληροῦσθαι εἰς αὐτούς, δι’ ἧς εἴρητο· καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ τὰς πανηγύρεις ὑμῶν εἰς θρῆνον.
But also, it says, they burned your sanctuary with fire and profaned to the ground the tent of your name; in this he interprets the meaning of what was said above. For since it was said earlier, "This is Mount Zion, which you inhabited," he now clarifies how he inhabited it, saying, "the tent of your name"; for the place was a tent, not of God himself, but of his name.
He shames them by adding to each point: "in the midst of your feast," he says, "your sanctuary and the tent of your name"; for such things were meant to shame and to rouse to vengeance for the deeds that had been dared. To this he urges, saying next: "Lift up your hands against their acts of arrogance to the end," but according to Symmachus: "the height of your feet," he says, "was destroyed to victory." The height of his feet was the temple, the place of prayer. Those who hate God boasted in the midst of his feast, fittingly; for since they themselves, dwelling in the place earlier, raised godless hands against Christ the God in the midst of his feast and used godless and abominable shouts on that very day of Passover, calling down his blood upon themselves and upon their own children, fittingly in the midst of the feast did the wrath of God overtake them, so that another prophecy was fulfilled against them, through which it was said: "And I will turn your feasts into mourning and your festivals into lamentation.
Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· καταπαύσωμεν τὰς ἑορτὰς τοῦ θεοῦ ἀπὸ τῆς γῆς. τὰ σημεῖα ἡμῶν οὐκ ἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
Τὰ προλεχθέντα πάντα δυσσεβεῖ σκοπῷ, φησί, διεπράξαντο οἱ ἐχθροί σου· τό τε γὰρ ἁγιαστήριόν σου ἐνεπύρισαν καὶ τὸ σκήνωμα τοῦ ὀνόματός σου ἐβεβήλωσαν καὶ τὰ λοιπὰ πάντα τετολμήκασιν οὐκ ἀνθρώποις ἐπιβουλεύοντες οὐδὲ τὸν τόπον πολιορκεῖν προθέμενοι, σοὶ δὲ τῷ θεῷ πολεμοῦντες καὶ τὰς ἑορτάς σου καταλῦσαι διανοούμενοι. ταῦτα δέ, εἰ καὶ μὴ στόματι ἐλάλουν, ἀλλὰ ταῖς καρδίαις αὐτῶν καὶ ταῖς ἐνθυμήσεσιν ἐλογίζοντο.
Ἀλλὰ τότε μὲν οἱ ἐχθροὶ τοῦ θεοῦ ταῦτα λογιζόμενοι τὸν πάλαι τῷ θεῷ ἀφωρισμένον τόπον καθῄρουν, ὁ δὲ μέγας καὶ δυνατὸς θεὸς ἀνθ’ ἑνὸς ἐκείνου τὰς ἀπ’ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίας ἐν πᾶσι συνίστη τοῖς ἔθνεσι. καὶ οἱ μὲν ἐχθροί σου, φησίν, καὶ πολέμιοι τὰ ἑαυτῶν σημεῖα ἔθηκαν ἐν ὑψηλῷ καὶ ἐπισήμοις τόποις παρ’ αὐτὰς τὰς εἰσόδους τοῦ ἱεροῦ, ὡς ἂν πάντες οἱ διιόντες ὁρῷεν αὐτῶν τὰ νικητήρια· ἡμεῖς δέ, ὧν ἐκ προσώπου ἱκετήριος εὐχὴ ἀναπέμπεται, τὰ σημεῖα ἡμῶν οὐκ ἴδομεν.
They said in their heart, their families together: "Let us abolish the feasts of God from the earth. We have not seen our signs, there is no longer a prophet, and he will no longer know us."
All the things previously mentioned, he says, your enemies did with impious intent. For they burned your sanctuary with fire and profaned the tent of your name, and they dared all the rest, not plotting against men nor intending to besiege the place, but waging war against you, God, and planning to abolish your feasts. And these things, even if they did not speak them with their mouth, they yet pondered in their hearts and thoughts.
But at that time the enemies of God, planning these things, destroyed the place long consecrated to God; but the great and powerful God, in place of that one place, established churches throughout the whole inhabited world from the rising of the sun to its setting among all nations. And your enemies and foes, he says, placed their signs in a high and conspicuous place at the very entrances of the temple, so that all who passed by might see their trophies; but we, on whose behalf a suppliant prayer is sent up, have not seen our signs.
Πῶς δὲ οὐκ ἴδομεν ἡμῶν τὰ σημεῖα, ἀλλ’ ἐπεὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι;
Πάλαι μὲν γὰρ καθ’ ἕκαστον καιρὸν καὶ κατὰ γενεὰς καὶ κατὰ διαδοχὰς τῶν ἡμετέρων πατέρων προφῆται συνῆσαν αὐτοῖς πολιορκουμένοις καὶ εἰς αἰχμαλωσίαν ἀπαγομένοις, ὅπερ ἦν μέγιστον δεῖγμα καὶ σημεῖον τοῦ μὴ ἀνεπισκόπους αὐτοὺς ὑπάρχειν· ἡ γοῦν προνοητικὴ τῶν ὅλων δύναμις ὥσπερ ἰατροὺς ἐν ταῖς ἐσχάταις συμφοραῖς τοὺς προφήτας τῷ τότε λαῷ καθίστη, καὶ ταῦτα ἦν τοῦ θεοῦ τὰ σημεῖα. νῦν δὲ εἰς ἡμᾶς γινόμενα ὅτε τὰ προλεχθέντα δι’ ἔργων χωρεῖ, τὰ σημεῖα ἡμῶν οὐκ ἴδομεν, διὸ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι·
Εἰ μὲν γὰρ πρὸς καιρὸν βραχὺν διέλιπον οἱ προφῆται εἶτα μετὰ ταῦτα πάλιν ἀνεφάνησαν, οὐκ ἂν ἐλέγετο· καὶ ἡμᾶς οὐ γνώσεται ἔτι· νῦν δὲ ἐπειδὴ μετὰ τὰ κατὰ τοῦ σωτῆρος τολμηθέντα αὐτοῖς Ῥωμαίων ἐπιστάντων καὶ τὸν τόπον ἐκ βάθρων ἐρημωσάντων οὐδαμοῦ προφῆται παρῆσαν τοῖς πολιορκουμένοις ἀλλ’ οὐδὲ ἐν τοῖς μετὰ ταῦτα χρόνοις γεγόνασιν οὐδ’ ἤμελλον εἰσαῦθίς ποτε ἀναστήσεσθαι, θαυμαστῶς ἡ πρόρρησις φήσασα· οὐκ ἔστιν ἔτι προφήτης, ἐπήγαγεν· καὶ ἡμᾶς οὐ γνώσεται ἔτι· ὅπερ οὔτ’ ἐπὶ τῶν Βαβυλωνίων χρόνων ἥρμοττε λέγεσθαι οὔτ’ ἐπὶ τῶν παλαιοτέρων. ἤκμαζε γοῦν καθ’ ἑκάστην γενεὰν παρ’ αὐτοῖς ἡ τῶν προφητῶν διαδοχή, ἣ καὶ διήρκεσεν μέχρις Ἰωάννου τοῦ προφήτου.
How then did we not see our signs? But because there is no longer a prophet, and he will no longer know us.
For in former times, at every season and generation and succession of our fathers, prophets were present with them when they were besieged and led into captivity, which was the greatest proof and sign that they were not without oversight. Indeed, the providential power of the whole, like physicians in the most extreme calamities, appointed the prophets for the people of that time, and these were the signs of God. But now, when these things are happening to us as the aforementioned events proceed in deed, we have not seen our signs, therefore there is no longer a prophet, and he will no longer know us.
For if the prophets had ceased for a short time and then afterwards appeared again, it would not have been said: "And he will no longer know us." But now, since after the deeds dared against the Savior, when the Romans attacked and laid waste the place from its foundations, prophets were nowhere present for the besieged, nor have they arisen in the times thereafter, nor were they ever going to arise again, the prophecy wonderfully declared: "There is no longer a prophet," and added: "And he will no longer know us." This statement would not have been fitting in the time of the Babylonians nor in more ancient times. For among them, the succession of prophets flourished in every generation, and it lasted until the prophet John.
Ἕως πότε, ὁ θεός, ὀνειδίζει ὁ ἐχθρός, παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; ἵνα τὶ ἀποστρέφεις τὴν χεῖρά σου· καὶ τὴν δεξίαν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
Πολλάκις εἴρηται διὰ τῆς μετὰ χεῖρας προφητείας τὸ εἰς τέλος. ἐν ἀρχῇ μὲν γὰρ ἐλέγετο· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος; εἶθ’ ἑξῆς· ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος, καὶ τρίτον· παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος, καὶ αὖθις· ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; δι’ ὧν ὁ λόγος τὴν τελευταίαν πολιορκίαν τοῦ τόπου σημαίνει. πυνθανόμενος δὲ καὶ λέγων· ἕως πότε, ὁ θεός, ὀνειδιεῖ ὁ ἐχθρός; διδαχθῆναι ποθεῖ, ἕως πότε ταῦτ’ ἔσται, καὶ τίς ἔσται ἡ περιγραφὴ τοῦ χρόνου, καὶ μέχρι τίνος παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου, καὶ εἰ διαμένει εἰς τέλος τοῦτο πράττων. εἰθ’ ἑξῆς ἀπόκρισιν αὐτοῖς ἐπάγει λέγων· παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου· εἰς τέλος ἡ κατὰ τοῦ τόπου καὶ τῶν ἐν αὐτῷ ἠσεβηκότων ὀργή. εἶτ’ ἀκολούθως πυνθάνεται γνῶναι τὴν τούτων αἰτίαν ἀξιῶν. διό φησιν· ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
How long, O God, will the enemy revile, will the adversary provoke your name to the end? Why do you turn away your hand and your right hand from the midst of your bosom to the end?
The phrase "to the end" has been spoken many times in the prophecy at hand. For at the beginning it was said: "Why, O God, have you thrust us away to the end?" Then next: "Lift up your hands against the acts of arrogance to the end," and third: "The adversary provokes your name to the end," and again: "Why do you turn away your hand and your right hand from the midst of your bosom to the end?" Through these the discourse signifies the final siege of the place. And inquiring and saying: "How long, O God, will the enemy revile?" he desires to be taught how long these things will be, and what will be the limit of the time, and until when the adversary will provoke your name, and whether he continues doing this to the end. Then next he brings an answer to them, saying: "The adversary will provoke your name to the end," that is, the wrath against the place and those in it who have committed impiety. Then accordingly he inquires, deeming it worthy to know the cause of these things. Therefore he says: "Why do you turn away your hand and your right hand from the midst of your bosom to the end?
Ἡ δὲ τοῦ λόγου διάνοια τοῦτον ἔχει τὸν νοῦν· ὁ κόλπος τοῦ θεοῦ ἀγαθῶν ἐστι πλήρης, διὸ λέλεκται· μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο· καί ἐστιν ἀπόρρητος οὗτος τῆς πατρικῆς θεότητος θησαυρὸς καὶ πλήρωμα τῶν ἀγαθῶν ἁπάντων, ἐξ ὧν δίδωσι τὰ χαρίσματα τοῖς ἀξίοις αὐτοῦ. ἐπεὶ τοίνυν ἐκ μέσου τοῦ κόλπου τὰ χαρίσματα τοῖς ἀξίοις δωρεῖται ἐκτείνων εἰς αὐτοὺς τὴν ἑαυτοῦ δεξιὰν, ἀπὸ δὲ τῶν μὴ ἀξίων ἀποστρέφει τὴν χεῖρα τὴν δεξιὰν μηδὲν αὐτοῖς τῶν ἐν αὐτῷ δηλωθέντι κόλπῳ τεταμιευμένων ἀγαθῶν δωρούμενος, εἰκότως πυνθάνεται λέγων·
ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
καὶ πάλιν προστίθησιν τό· εἰς τέλος, σημαίνων, ὡς ἀποστροφὴ τῆς τοῦ θεοῦ δεξιᾶς εἰς τέλος ἔσται αὐτοῖς. διὰ δὲ τῆς ἐρωτήσεως ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας ἡμᾶς διεγείρει, ὡς ἂν ζητήσαιμεν τί τὸ αἴτιον γεγένηται τοῦ εἰς τέλος αὐτοὺς ἀποβληθῆναι· εἰ μὲν γὰρ ἁμαρτίας καὶ παρανομίας αἰτιάσαιτό τις, ἀλλὰ καὶ πάλαι τοιαῦτα πράξαντας αὐτοὺς ἔγνωμεν καὶ μὴ ἀπωσθέντας εἰς τέλος· μυρίους γὰρ ἀθεμίτους πράξεις μοιχείας τε καὶ εἰδωλολατρείας προφητῶν τε ἀναιρέσεις καταλέγουσιν αὐτῶν οἱ προφητικοὶ λόγοι· ἀλλ’ οὐ πώποτε ἐγκατελείφθησαν εἰς τέλος, συνῆσαν δὲ αὐτοῖς καίπερ τοιαῦτα πράττουσιν οἱ προφῆται, ἐγίγνοντο δὲ παρ’ αὐτοῖς καὶ ἀγγέλων ἐπιφάνειαι καὶ πνεύματος ἁγίου παρουσία. τί τοίνυν τὸ ξένον, καὶ τί τοσοῦτον αὐτοῖς τετόλμηται, ὡς εἰς τέλος αὐτοὺς ἀπωσθῆναι καὶ τὴν δεξιὰν τοῦ θεοῦ ἀποστραφῆναι αὐτοὺς εἰς τέλος;
The meaning of the passage is this: the bosom of God is full of goods, which is why it has been said, "Only-begotten Son, who is in the bosom of the Father," as that one explained. And this is an ineffable treasure of the paternal divinity and a fullness of all goods, from which he gives his gifts to those worthy of him. Since, therefore, from the midst of the bosom he bestows gifts upon the worthy by extending his right hand to them, but from those not worthy he turns away his right hand, granting them none of the goods stored in that bosom which has been mentioned, he fittingly inquires, saying:
"Why do you turn away your hand and your right hand from the midst of your bosom to the end?"
And again he adds the phrase "to the end," indicating that the turning away of God's right hand will be to the end for them. Through the question, he rouses us to seek the cause, so that we might inquire what the reason has been for their being cast off to the end. For if one were to blame sin and lawlessness, yet we know that even before, when they did such things, they were not thrust away to the end. For the prophetic writings recount countless lawless deeds of theirs, including adulteries and idolatries and murders of prophets, but never were they abandoned to the end; rather, the prophets associated with them even while they did such things, and there were appearances of angels and the presence of the Holy Spirit among them. What then is this strange thing, and what has been dared by them so great that they have been thrust away to the end and God's right hand has been turned away from them to the end?
λέγων δὲ ταῦτα αἰνίττεται σεσιωπημένως τὸ πραχθὲν αὐτοῖς κατὰ τοῦ Χριστοῦ τοῦ θεοῦ τόλμημα.
Ὁ δὲ θεός, βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν· σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν· σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους· σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ· σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον· σὺ κατηρτίσω πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ συ ἔπλασας αὐτά· μνήσθητι αὐτῆς.
Διελθὼν τὰ προλελεγμένα ἐπαναλαμβάνει τοὺς περὶ τῆς προνοίας λόγους καὶ τῆς δυνάμεως τοῦ θεοῦ παρίστησι τὰς μεγαλουργίας εὐκαίρως εὐσεβεῖς προϊέμενος φωνάς, ὡς ἂν μή τις νομίσειεν διὰ τὸ μὴ ἐφορᾶν αὐτὸν μηδὲ ἐπιστατεῖν τοῖς πᾶσιν τὰ προλεχθέντα γεγενῆσθαι. διό φησιν· εἰ καὶ ταῦτα τοῦτον ἐπράχθη τὸν τρόπον, ἀλλ’ ὅμως πεπείσμεθα, ὅτι σὺ ὁ θεὸς ἡμῶν, ὃν καὶ βασιλέα ἡμέτερον εἶναι γνωρίζομεν, κρίσει βασιλικῇ καὶ θείᾳ πάντα οἰκονομεῖς ἐπὶ σωτηρίᾳ τῶν ὅλων· ὁ γὰρ θεὸς ἡμῶν, βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς· ὥστ’ εἰ καὶ ἐν μιᾷ γωνίᾳ γῆς τοιαῦτα πραχθῆναι συγκεχώρηκας διὰ τοὺς οἰκήτορας τοῦ τόπου, ἀλλ’ ὅμως πεπείσμεθα, ὅτι τοὺς καθ’ ὅλης τῆς οἰκουμένης οἰκοῦντας ἀνθρώπους σωτηρίας ἀξιώσεις τὸν ἑαυτοῦ Χριστὸν ἐγείρας ἅπασιν ἀνθρώποις σωτῆρα.
By saying these things, he allusively hints, in a veiled manner, at the audacity they committed against Christ, the God.
And God, our king before time, wrought salvation in the midst of the earth. You strengthened the sea with your power; you crushed the heads of the serpents upon the water; you shattered the heads of the serpent, you gave him as food to the Ethiopian peoples; you burst forth springs and torrents; you dried up the rivers of Etham; yours is the day, and yours is the night; you established light and the sun; you established all the boundaries of the earth; you fashioned summer and spring; remember her.
Having gone through what was previously said, he resumes the discourses concerning providence and sets forth the great works of the power of God, opportunely uttering pious exclamations, so that no one might suppose that what was previously said happened because he does not oversee nor superintend all things. Therefore he says: even if these things were done in this way, nevertheless we are persuaded that you, our God, whom we also acknowledge to be our king, administer all things with royal and divine judgment for the salvation of all; for our God, our king before time, wrought salvation in the midst of the earth; so that even if in one corner of the earth you have permitted such things to be done on account of the inhabitants of the place, nevertheless we are persuaded that you will deem the men dwelling throughout the whole inhabited world worthy of salvation, having raised up your own Christ as a savior for all men.
Καί μοι δοκεῖ δι’ ἑνὸς τοῦ μετὰ χεῖρας στίχου ὥσπερ ἀνταπόδοσιν ποιεῖσθαι τῶν ἐπηπορημένων· ἀντὶ γὰρ τῶν συμβεβηκότων κατὰ τοῦ δηλωθέντος τόπου ἐργάσεται, φησίν, ὁ θεὸς σωτηρίαν ἐν μέσῳ τῆς γῆς· συνήθως δὲ καὶ νῦν τὰ ἐσόμενα ὡς παρῳχηκότα θεσπίζει.
Εἶτα διδάσκει ἑξῆς, ὁποίας ἤδη πάλαι πρότερον ὁ θεὸς κατειργάσατο θαυματουργίας, λέγων· σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν· ἀντὶ δὲ τοῦ σὺ ἐκραταίωσας, ὁ Σύμμαχος σὺ διεσκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν ἡρμήνευσεν· καί μοι δοκεῖ διὰ τούτων ὡς πρὸς τὴν ἱστορίαν σημαίνειν τὴν ἐπὶ Μωσέως γενομένην δίοδον τοῦ λαοῦ διὰ τῆς Ἐρυθρᾶς θαλάσσης. διὸ κατὰ μὲν τὸν Σύμμαχον εἴρηται· σὺ διεσκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν, κατὰ δὲ τὸν Θεοδοτίωνα· σὺ διέστησας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν.
Εἶτα τοὺς Αἰγυπτίους καὶ τὸν Φαραὼ αἰνίττεσθαί μοι δοκεῖ φάσκων· σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, δράκοντα μὲν τὸν Φαραώ, κεφαλὰς δὲ αὐτοῦ τοὺς ὑπ’ αὐτὸν ἄρχοντας αἰνιττόμενος, ἢ δράκοντας τοὺς Αἰγυπτίους, κεφαλὰς δὲ αὐτῶν τοὺς τριστάτας καὶ τοὺς ἡγουμένους αὐτῶν ὀνομάζων. τὸ δέ· ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, εἴποι ἄν τις τὰ νεκρὰ σώματα αὐτῶν ἐκβρασθέντα τῆς θαλάσσης βορὰν γεγονέναι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. ἀντὶ δὲ τοῦ τοῖς Αἰθίοψιν ὁ μὲν Ἀκύλας τοῖς ἐξελευσομένοις, ὁ δὲ Θεοδοτίων τῷ ἐσχάτῳ, καὶ ἡ ε ἔκδοσις τῷ ἐξεληλυθότι ἡρμήνευσαν.
And it seems to me that through this one verse at hand he makes, as it were, a recompense for the things that have been threatened; for instead of the things that have happened against the indicated place, he says, God will work salvation in the midst of the earth; and, as is his custom, he now prophesies future events as if they were past.
Then he teaches next what kind of miraculous works God already long ago accomplished, saying: You strengthened the sea with your power; but instead of "You strengthened," Symmachus translated, "You scattered the sea with your might." And it seems to me that by these words, with reference to the history, he indicates the crossing of the people through the Red Sea that took place under Moses. Therefore, according to Symmachus it is said, "You scattered the sea with your might," and according to Theodotion, "You divided the sea with your power."
Then he seems to me to allude to the Egyptians and Pharaoh, saying: "You crushed the heads of the serpents upon the water," "You shattered the heads of the serpent," hinting that the serpent is Pharaoh, and his heads are the rulers under him, or that the serpents are the Egyptians, and their heads are their commanders and leaders. And as for "You gave him as food to the Ethiopian peoples," one might say that their dead bodies, cast up from the sea, became prey for the birds of the sky. Instead of "to the Ethiopians," Aquila translated "to those who will come out," Theodotion "to the last," and the Fifth Edition "to the one who has come out.
Τῶν δ’ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ καταποντωθέντων μνημονεύσας ὁ λόγος ἑξῆς καὶ τῶν μετὰ ταῦτα πεπραγμένων ἀναφέρει τὴν μνήμην λέγων· σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους· οὐ γὰρ Μωσῆς, φησίν, ἦν ὁ τῇ ῥάβδῳ τύψας τὴν πέτραν καὶ ἐξαγαγὼν ἐξ αὐτῆς πηγὰς καὶ χειμάρρους, ἀλλὰ σὺ ἦσθα, ὁ θεός, ὁ ταῦτα διὰ Μωσέως παραδοξοποιῶν. καὶ τὸ ἐπιλεγόμενον δὲ ἐν τῷ· σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ, ἀναφέροιτο ἂν ἐπὶ τὸν Ἰορδάνη, ὃν ἀποξηρανθέντα διῆλθον ποσὶ μετὰ τὴν Μωσέως τελευτὴν οἱ υἱοὶ Ἰσραὴλ ἡγουμένου αὐτῶν Ἰησοῦ· ἔστιν δὲ ὁ τρόπος περιληπτικὸς ἀντὶ τοῦ ἑνικοῦ πληθυντικῶς προενηνεγμένος. τὸ δὲ Ἠθὰμ ὁ μὲν Ἀκύλας στερεοὺς ποταμοὺς ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος ἀρχαίους.
Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λέξιν εἰρήσθω. τροπικῶς δ’ ἄν τις ἐπιβαλὼν τοῖς τόποις ἀνοίσει ταῦτα ἐπὶ δυνάμεις ἀφανεῖς καὶ ἀοράτους, αὐτὰς εἶναι λέγων τοὺς δράκοντας τοὺς ἐνταῦθα ὠνομασμένους θάλασσάν τε τροπικῶς τὸ τούτων οἰκητήριον αὐτόν τε τὸν ἄρχοντα τῶν πονηρῶν πνευμάτων σημαίνεσθαι διὰ τοῦ πολυκεφάλου δράκοντος, περὶ οὗ φήσειέν τις εἰρῆσθαι τό· σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔ δωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν.
Having recalled those who were drowned in the Red Sea, the account next mentions the memory of what was done after these things, saying: You broke forth springs and torrents. For it was not Moses, it says, who struck the rock with his staff and brought forth springs and torrents from it, but it was you, O God, who performed these marvels through Moses. And the following phrase, "You dried up the rivers of Etham," would refer to the Jordan, which was dried up and crossed on foot by the sons of Israel after the death of Moses, with Joshua leading them. The manner of expression is inclusive, the plural being used instead of the singular. As for Etham, Aquila interpreted it as "strong rivers," while Symmachus rendered it as "ancient rivers."
Let these things be said with regard to the literal sense. But one who applies the passages figuratively might refer them to invisible and unseen powers, saying that these are the dragons named here, and that the sea is figuratively their dwelling place, and that the ruler of the evil spirits is signified by the many-headed dragon, concerning whom one might say that the words are spoken: You crushed the heads of the dragon, and gave him as food to the peoples of Ethiopia.
Ζητήσει δὲ ὁ τοιοῦτος καὶ τίνας Αἰθίοπας νόμοις ἀλληγορίας τοὺς τὰς ψυχὰς μεμελανωμένους φάσκων εἶναι· οὓς δὲ καὶ ἐσθίειν ἐρεῖ τὸν προλεχθέντα δράκοντα ἀναλόγως τοῖς ἐσθίουσιν τοῦ σωτηρίου λόγου τὰς σάρκας· ἀκολούθως δὲ τούτοις καὶ πηγὰς ῥηγνυμένας εἰς χειμάρρους καὶ ποταμοὺς ἀποξηραινομένους τροπικώτερον ἀποδοῦναι πειράσεται· ἀλλ’ ἡμεῖς πρὸς λέξιν τὴν διάνοιαν ἀποδεδωκότες ἐπὶ τὰ ἑξῆς διαβησόμεθα.
Παραστήσας ὁ προφήτης, ὁποῖα εἴργασται θαύματα ὁ πρὸ αἰώνων βασιλεὺς θεός, ἔτι καὶ ταῦτα προστίθησι λέγων· σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· τὴν γὰρ τοσαύτην τῶν πραγμάτων μεταβολὴν σὺ μόνος, ὁ παντοδύναμος, εἰργάσω· ὡς γὰρ τὴν στερέμνιον πέτραν εἰς ῥευστὴν οὐσίαν μεταβαλὼν πηγὰς καὶ χειμάρρους ἐξ αὐτῆς εἰργάσω καὶ ἀνάπαλιν τὰ τῶν ποταμῶν ῥεύματα εἰς τὸ ἐναντίον καταστήσας ἐξήρανας, οὕτω καὶ τὴν ἡμέραν, ὅτε θέλεις, νυκτοποιεῖς ἔμπαλίν τε τὴν νύκτα μετατρέπεις εἰς ἡμέραν· αὐτὸς καὶ φωστῆρας ἐν οὐρανῷ κατηστέρισας αὐτοῖς καὶ ἡλίῳ διέταξας δρόμους ὅρους τε τῷ παντὶ νομοθετήσας ὥσπερ μεθορίοις διεῖλας τὸν σύμπαντα αἰῶνα κατακερματίσας εἰς διάφορα τμήματα τοὺς τοῦ παντὸς ἐνιαυτοῦ καιρούς· ἑνὸς γὰρ ὄντος τοῦ χρόνου καὶ τῆς τοῦ παντὸς ἀνακυκλήσεως μιᾶς καὶ τῆς αὐτῆς οὔσης σύ, ὁ πάντα δυνατὸς θεός, τροπαῖς διαφόροις διεῖλας τὸ πᾶν θέρος μὲν ἔαρι συνάψας, τούτῳ δὲ μετό πωρον περιγράψας χειμῶνά τε περιορίσας ἔαρι· πάντα γὰρ ταῦτα σὺ ἔπλασας.
Such a one will also inquire whom he means by "Ethiopians" according to the laws of allegory, claiming they are those whose souls are blackened; and he will say that they also eat the aforementioned serpent, analogously to those who eat the flesh of the saving Word. Following these, he will attempt to interpret more figuratively the springs broken forth into torrents and the rivers dried up. But we, having given the literal sense, will proceed to what follows.
Having set forth what kind of wonders the king God, who existed before the ages, has wrought, the prophet adds these things as well, saying: The day is yours, and the night is yours; for you alone, the all-powerful one, have accomplished such a great change of things. For just as you transformed the solid rock into a fluid substance and produced springs and torrents from it, and conversely, having changed the streams of rivers into the opposite, you dried them up, so also you make the day into night whenever you wish, and conversely you transform the night into day. You yourself have set luminaries in the heavens, and for the sun you have ordained courses, and having established boundaries for the whole, you have divided the entire age as if by borders, cutting it into different segments, the seasons of the whole year. For though time is one and the cycle of the whole is one and the same, you, the all-powerful God, have divided the whole by different changes, joining summer to spring, and to this you have bounded autumn, and you have limited winter to spring; for you have fashioned all these things.
ἐπεὶ τοίνυν σύ, ὁ ἐξ αἰῶνος καὶ πρὸ αἰῶνος βασιλεὺς ἡμῶν, τοιαῦτα πέφυκας μεγαλουργεῖν καὶ παραδοξοποιεῖν μεταβάλλειν τε ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία τὰ τῷ σῷ νεύματι παριστάμενα, εἰκότως ἀντιβολοῦμεν καὶ νῦν ταῖς ἡμετέραις ἱκετηρίαις ἐπινεῦσαι μνησθῆναί τε ταύτης (ἀντὶ δὲ τοῦ ταύτης ταῦτα ὁ Σύμμαχος ἡρμήνευσεν), ὅπως καὶ ἐφ’ ἡμῶν μεταβολὴν ποιήσειας τῶν προκαταλαβόντων ἡμᾶς κακῶν.
Ἀντὶ δὲ τοῦ· σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον, ὁ Ἀκύλας σὺ ἡτοίμασας φωστῆρα καὶ ἥλιον ἡρμήνευσεν.
Ἐχθρὸς ὠνείδισεν τὸν κύριον, καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου. μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος· πένης καὶ πτωχὸς αἰνέσουσιν τὸ ὄνομά σου.
Τὰ μὲν τῆς σῆς ἀνεκφράστου δυνάμεως ἔργα τοιαῦτά τινα, ὁποῖα δεδήλωται, τυγχάνει· τούτων δέ σε μνησθῆναι καὶ ἐφ’ ἡμῶν ἱκετεύομεν.
Since, then, you, our king from eternity and before eternity, are by nature such as to perform great works and create marvels, and to transform from opposites to opposites the things that stand by your nod, we fittingly beseech you now also to incline to our supplications and to remember this (and Symmachus interpreted "these things" instead of "this"), so that you might also effect a change in us of the evils that have previously overtaken us.
And instead of "you established light and sun," Aquila interpreted "you prepared a luminary and sun."
An enemy reviled the Lord, and a senseless people provoked your name. Do not deliver to the beasts a soul that confesses you; do not forget the souls of your poor until the end. Look upon your covenant, for the darkened ones of the earth have been filled with houses of lawlessness. Let not the humiliated and shamed one be turned away; the poor and needy will praise your name.
Such are the works of your inexpressible power, as has been indicated; and we beseech you to remember these things also in our case.
ἐπειδὴ καὶ νῦν οἱ ἐχθροὶ καὶ οἱ πολέμιοι οὐχ ἡμᾶς τοὺς πολεμηθέντας καὶ ὑποχειρίους αὐτοῖς γενομένους ἀλλὰ σέ, τὸν θεὸν ἡμῶν, ὀνειδίζουσι, καὶ λαὸς ἄφρων ὁ σέ, τὸν θεόν, μὴ εἰδὼς ἐπὶ δαίμοσιν δὲ καὶ πολυθέῳ πλάνῃ καυχώμενος οὐχ ἡμᾶς ἀλλὰ σὲ καὶ τὸ σὸν ὄνομα παρώξυνεν, οὗ χάριν δεόμεθα καὶ ἀντιβολοῦμεν, μὴ ἐκδότους παραδοῦναι τοῖς ἀπηνέσι θηρσὶ τὰς ψυχὰς τῶν ἐξομολογουμένων σοι μηδὲ λήθην ἡμῶν ποιήσασθαι εἰς τὸ παντελές, μὴ βορὰ γενώμεθα θηρίων ψυχὰς ἐσθίειν πεφυκότων, ὁποῖαί εἰσιν αἱ ἀντικείμεναι δυνάμεις αἱ τῶν ψυχῶν τῶν ἀνθρωπίνων ἐπίβουλοί τε καὶ πολέμιοι. Ἀλλὰ γὰρ ἐπίβλεψον εἰς τὴν διαθήκην σου καὶ μνήσθητι τῆς συνθήκης σου, δι’ ἧς ηὐδόκησας σῶσαι τὸ τῶν ἀνθρώπων γένος καινὴν διαθήκην αὐτοῖς διὰ τοῦ Χριστοῦ σου δεδωρημένος. εἰ γὰρ καὶ τὰ μάλιστα γεγόνασί τινες ἐσκοτισμένοι τὴν διάνοιαν καὶ οἴκων ἀνομιῶν πεπληρωμένοι μὴ παραδεξάμενοι τὸν Χριστόν σου, ἀλλὰ σὺ ὡς φιλάνθρωπος θεὸς τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὰς ἱκετηρίας. τίνες δ’ ἂν εἶεν οἱ πτωχοὶ οἱ ταῦτα ὑπὲρ παντὸς εὐχόμενοι τοῦ λαοῦ ἀλλ’ οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, πρὸς οὓς ἐλέγετο· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν; τούτοις γὰρ καὶ Ἡσαΐας ἐμαρτύρει ἐκ προσώπου λέγων τοῦ Χριστοῦ· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέν με. οὗτοι γοῦν ὑπερηύχοντο τοῦ παντὸς λαοῦ μονονουχὶ φήσαντες ἂν οἱ πάντες αὐτοὶ ὁμοίως Παύλῳ τό· ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται.
Since even now the enemies and the adversaries reproach not us, who were warred against and became subject to them, but you, our God, and a senseless people, not knowing you, the God, but boasting in demons and polytheistic error, have provoked not us but you and your name, for this reason we beseech and implore you not to deliver up as prey to the savage beasts the souls of those who confess you, nor to consign us to utter oblivion, that we may not become food for beasts whose nature it is to devour souls, such as are the opposing powers, the plotters and enemies of human souls. But look upon your covenant and remember your compact, by which you deigned to save the human race, having granted them a new covenant through your Christ. For even if some have become utterly darkened in mind and filled with houses of lawlessness, not having accepted your Christ, yet you, as a philanthropic God, do not turn away from the supplications of your poor. And who would these poor be, who pray thus on behalf of the whole people, but the disciples and apostles of our Savior, to whom it was said, "Blessed are the poor in spirit, for the kingdom of heaven is yours"? For these also Isaiah testified, speaking in the person of Christ, "The spirit of the Lord is upon me, because of which he anointed me; he has sent me to proclaim good news to the poor." These, then, prayed earnestly for the whole people, almost as if all of them had said, like Paul, "I prayed to be an anathema for the sake of my brothers, my kinsmen by blood, who are Israelites.
καὶ αὐτοὶ δὲ οἱ προφῆται τοῦ θεοῦ οἱ δι’ αὐτὸν πτωχεύοντες ταῦθ’ ὑπὲρ τοῦ παντὸς καθικέτευον ἔθνους.
Ἀνάστα, ὁ θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἐχθρῶν σου ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός.
Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα ἀλλὰ σύ (σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρός, καὶ λαὸς ἄφρων τὸ σὸν ὄνομα παρώξυνεν ), τούτου χάριν ἀνάστηθι, ὁ θεός, καὶ δίκασον τὴν δίκην σου. κατὰ δὲ τὸν Σύμμαχον· στῆθι, ὁ θεός, προμάχησον τῆς μάχης σου, καὶ μνημόνευσον τοῦ ὀνείδους σου παρὰ ἄφρονος τοῦ διὰ πάσης ἡμέρας. μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν πολεμίων σου, ἤχου τῶν ἀνθεστηκότων σοι μέχρι σοῦ ἀναβαίνοντος ἀδιαλείπτως;
Καὶ μέχρι τούτων ἵσταται ὁ λόγος παρακαλῶν τὸν θεὸν διαναστῆναι καὶ δικάσαι τὴν δίκην αὐτοῦ μνησθῆναί τε τοῦ ὀνειδισμοῦ τῶν ἀφρόνων, μηδὲ λήθῃ παραδοῦναι τὰς φωνὰς τῶν ἐχθρῶν καὶ τὰς ὑπερηφανίας τῶν διὰ παντὸς ἐπαιρομένων. οὐ μὴν ἐπισυνῆπται τούτοις ἑξῆς χρηστοτέρα τις ἀπόκρισις οὐδὲ ἀγαθῶν ἐπαγγελία τοῖς δεηθεῖσιν, ὅπερ ἔστιν ἐφ’ ἑτέρων εὑρεῖν, διόπερ ἀρχόμενος ὁ λόγος ἀπωσμὸν εἰς τέλος ἐθέσπισεν τοῖς δηλουμένοις καὶ δι’ ὅλου τὸ εἰς τέλος ἐπῆγεν τῇ τῶν σκυθρωπῶν προρρήσει· ἔνθεν ὁρμώμενος καὶ ὁ θεῖος ἀπόστολος γράφων περὶ αὐτῶν ἔλεγεν τό· ἔφθασεν δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
And the prophets of God themselves, who through him become poor, were making these supplications on behalf of the entire nation.
Arise, O God, judge your case; remember the reproaches against you by the foolish man throughout the whole day. Do not forget the voice of your enemies, whose pride, of those who hate you, has risen continually.
Since it is not we who have been wronged but you (for the enemy has reproached you, and a senseless people has provoked your name), for this reason arise, O God, and judge your case. According to Symmachus: Stand, O God, champion your battle, and remember the reproach against you by the foolish man throughout every day. Do not forget the voice of your enemies, the sound of those who have set themselves against you, rising up to you unceasingly.
And up to this point the discourse stands, calling upon God to rise up and judge his case, to remember the reproach of the foolish, and not to consign to oblivion the voices of the enemies and the pride of those who are continually exalted. But no more favorable response nor promise of good things to those who have prayed is appended to these things in what follows, as can be found in other passages; for this reason, the discourse, beginning, pronounced a final rejection to those indicated, and throughout brought the end to the prediction of gloomy things. From this starting point, the divine apostle also, writing about them, said: "But wrath came upon them to the end.
οδ Χριστοῦ θεολογία καὶ ὕμνησις τοῦ θείου δικαιωτηρίου
Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς τῷ Ἀσάφ ᾠδῆς. Ἐξομολογησόμεθά σοι, ὁ θεός, ἐξομολογησόμεθά σοι καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου.
Ἀντὶ τοῦ· εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ὁ Σύμμαχος ἐπινίκιος περὶ ἀφθαρσίας, ψαλμὸς τοῦ Ἀσὰφ ἡρμήνευσεν. οὐκοῦν περὶ ἀφθαρσίας ὁ λόγος τῆς τοῖς δικαίοις ἀποκειμένης, οἷς καὶ τὰ τῆς νίκης ἀποτεθησαύρισται βραβεῖα· διὸ καὶ ἐπινίκιος ἐπιγέγραπται. ἀναπέμπει δὲ ἡμᾶς καὶ εἰς τὸ τέλος, περὶ οὗ φησιν ὁ ἀπόστολος· εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ· ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. εἰς ἐκεῖνο γὰρ τὸ τέλος οἱ κατὰ τὸν ἐνεστῶτα αἰῶνα τὸν καλὸν ἀγῶνα νενικηκότες τῆς ἀφθάρτου ζωῆς τεύξονται· ὃ δὴ πρὸς τοῖς τελευταίοις καὶ ὁ μετὰ χεῖρας λόγος παρίστησι λέγων· καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου· συμφώνως γὰρ τῷ ἀποστόλῳ καὶ ὁ παρὼν λόγος τῶν ἁμαρτωλῶν κλασθήσεσθαι τὰ κέρατα εἰπὼν ἐπήγαγεν τό· καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.
The theology and hymnody of Christ, and the praise of the divine court.
For the end: Do not destroy; a psalm for Asaph of a song. We will confess to you, O God, we will confess to you and we will call upon your name.
Instead of "For the end, do not destroy," Symmachus interpreted it as "a victory hymn concerning incorruptibility, a psalm of Asaph." Therefore, the discourse is about the incorruptibility reserved for the righteous, for whom the prizes of victory are also stored up; hence it is inscribed as a victory hymn. It also sends us back to the end, concerning which the apostle says: "Then the end, when he delivers the kingdom to God and Father, when he abolishes every beginning and every authority and power; for he must reign until he places all enemies under his feet; the last enemy, death, is abolished." For that end, those who in the present age have won the noble contest will attain incorruptible life; which indeed, near the end, the present discourse also sets forth, saying: "And I will shatter all the horns of the sinners, and the horns of the righteous will be raised high." For in agreement with the apostle, the present discourse, having said that the horns of the sinners will be broken, added: "And the horns of the righteous will be raised high.
Καὶ τοῦτ’ ἔστιν τὸ τῆς παρούσης προφητείας συμπέρασμα. διὸ καὶ ψαλμὸς καὶ ᾠδὴ κατὰ τὸ αὐτὸ ὠνόμασται. ἐκ προσώπου δὲ τῶν δικαίων τὴν καταρχὴν πεποίηται εἰπών· ἐξομολογησόμεθά σοι, ὁ θεός, ἐξομολογησόμεθά σοι καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· μόνοις γὰρ αὐτοῖς πρέπει ἡ εὐχαριστήριος ἐξομολόγησις, καθ’ ἣν καὶ ὁ σωτὴρ ἐξωμολογεῖτο ἐν εὐαγγελίοις πρὸς τὸν πατέρα φάσκων· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.
Πρῶτον δὲ ἐξομολογοῦνται εἶτα ἐπικαλοῦνται τὸ ὄνομα αὐτοῦ διὰ τῆς τοιᾶσδε ἐπικλήσεως παρὰ τῷ θεῷ τευξομένοις σωτηρίας κατὰ τὸ φάσκον λόγιον· καὶ πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται.
Δύναται δὲ ὁ λόγος διδασκαλικὸς εἶναι ἐξομολογήσεως τῶν ἐν τῷ πρὸ τούτου ἀποκλαυσαμένων τὴν πτῶσιν τῆς Ἱερουσαλὴμ καὶ τὴν ἐσχάτην αὐτῆς πολιορκίαν· οἱ γὰρ εἰρηκότες ἐν τοῖς ἔμπροσθεν· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου καὶ τὰ ἑξῆς, διδάσκονται νῦν ἐξομολογεῖσθαι τῷ θεῷ καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ.
And this is the conclusion of the present prophecy. For this reason it has been called both a psalm and a song. And it has made its beginning from the person of the righteous, saying: We will confess to you, O God, we will confess to you and we will call upon your name; for only to them does the thanksgiving confession belong, according to which also the Savior confessed in the Gospels to the Father, saying: I confess to you, Father, Lord of heaven and earth.
First they confess, then they call upon his name, through such an invocation, expecting to obtain salvation from God, according to the saying: And everyone who calls upon the name of the Lord will be saved.
The passage can also be a didactic confession for those who previously lamented the fall of Jerusalem and its final siege; for those who said earlier: Why, O God, have you rejected utterly, has your anger been kindled against the sheep of your pasture, and so forth, are now taught to confess to God and to call upon his name.
Ἐπειδὴ διττός ἐστιν ὁ τῆς ἐξομολογήσεως τρόπος, ἀναγκαίως δεύτερον εἴρηται ἐπὶ τοῦ παρόντος τό· ἐξομολογησόμεθά σοι, τοῦ μὲν πρώτου ὡς εἰκὸς ἐφ’ ἁμαρτίαις τὴν ἐξομολόγησιν δηλοῦντος, τοῦ δ’ ἑξῆς τὴν ἐφ’ οἷς εὖ πεπόνθασιν οἱ τὸ πρῶτον ἐξομολογησάμενοι εὐχαριστίαν.
Διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ. ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα.
Θεοῦ φωνὰς εἶναι τὰς προκειμένας ὁ νοῦς τῶν λεγομένων παρίστησι· τὸ γάρ· ἐγὼ εὐθύτητας κρινῶ, καὶ πάλιν τό· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς (δῆλον δ’ ὅτι τῆς γῆς), καὶ ἑξῆς τό· καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, τίνι ἂν ἁρμόζοι λέγειν ἢ θεῷ; εἰ τοίνυν ἐκ προσώπου τοῦ θεοῦ ταῦτα λέγεται, πῶς ἕτερον εἰδὼς θεόν, ὡς πρὸς αὐτὸν ἀναφωνεῖ λέγων· διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν, καὶ ἐπιφέρει· ὅτι ὁ θεὸς κριτής ἐστιν, καὶ πάλιν· ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου;
Since the manner of confession is twofold, the phrase "We will confess to you" has necessarily been spoken a second time in the present passage, the first evidently indicating confession for sins, and the subsequent one indicating thanksgiving for the good things that have befallen those who first confessed.
"I will recount your wonders, when I take the time; I will judge uprightnesses. The earth and all its inhabitants have melted; I have made firm its pillars." Diapsalma.
The sense of the words shows that the preceding are the words of God; for "I will judge uprightnesses," and again "I have made firm its pillars" (clearly of the earth), and further "And I will break all the horns of the sinners"—to whom would it be fitting to say these things except God? If, then, these things are spoken from the person of God, how does one, knowing another God, address him, saying: "I will recount your wonders, when I take the time," and adds: "that God is judge," and again: "that there is a cup of unmixed wine in the hand of the Lord"?
Πῶς δὲ πρὸς τούτοις ἅπασιν ἐπιλέγει· ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ἰακώβ, καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω; Ὅρα τοίνυν, εἰ μὴ διὰ τούτων ὁ μονογενὴς τοῦ θεοῦ λόγος τὰς οἰκείας ἐνεργείας διδάσκει τὴν τοῦ πατρὸς διεξιὼν θεολογίαν. φησὶν γοῦν· διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν. Ἀντὶ δὲ τοῦ· ὅταν λάβω καιρόν, ὁ μὲν Ἀκύλας· ὅταν λάβω συνταγάς, ὁ δὲ Σύμμαχος· ὅταν λάβω τὴν συναγωγήν· καί μοι δοκεῖ εὐκαίρως εἰρηκέναι τὸ ὅταν λάβω συνταγὰς ἢ τὴν συναγωγήν· ἐπαγγέλλεται γὰρ καιροῦ λαβόμενος πάντα τὰ θαυμάσια τοῦ πατρὸς διηγήσασθαι ἐπὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ἣν αὐτὸς ὁ πατὴρ ἐπηγγέλλετο αὐτῷ εἰπών·
αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Ὅταν οὖν λάβω, φησίν, ταύτην τὴν συνταγήν, καὶ ἐπειδὰν τύχω τούτου τοῦ καιροῦ, τηνικαῦτα παρ’ αὐτοῖς τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσιν διηγήσομαι πάντα τὰ θαυμάσιά σου· οἷς ἐπιλέγει· ἐγὼ εὐθύτητας κρινῶ· δικαιοσύνης γὰρ καὶ εὐθύτητος ἔργον τὸ μὴ Ἰουδαίους μόνους προσίεσθαι μηδὲ τὸ ἐξ Ἀβραὰμ γένος κατὰ τὴν Μωσέως κλῆσιν, ἀλλ’ ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐκλογὴν ποιεῖσθαι τῶν σωζομένων. διόπερ ὁ Πέτρος ἐν ταῖς Πράξεσιν ἀναγέγραπται εἰρηκώς· ἐπ’ ἀληθείας οἶδα, ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ θεός, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν δεκτός ἐστιν αὐτῷ. καὶ ὁ Παῦλος δὲ Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι τὸ εὐαγγέλιον κηρύττεσθαί φησιν λέγων· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·
How then, in addition to all this, does he add: "But I will proclaim for eternity, I will sing to the God of Jacob, and I will break all the horns of the sinners"? Observe, then, whether through these words the only-begotten Word of God does not teach his own activities while expounding the theology of the Father. For he says: I will recount your wonders, when I take the opportunity. And instead of "when I take the opportunity," Aquila has "when I take the orders," and Symmachus has "when I take the congregation." And it seems to me that he has spoken opportunely in saying "when I take the orders" or "the congregation"; for he promises that, when he takes the opportunity, he will recount all the wonders of the Father before the church from the nations, which the Father himself promised to him, saying:
Ask of me, and I will give you nations as your inheritance and the ends of the earth as your possession.
Therefore, when I take, he says, this order, and when I obtain this opportunity, then among those from the nations who are converting I will recount all your wonders. To these he adds: "I will judge uprightnesses"; for it is a work of justice and uprightness not to admit only Jews nor the race from Abraham according to the calling of Moses, but to make the selection of those who are saved from all the nations. For this reason Peter is recorded in the Acts as having said: "In truth I know that God is not a respecter of persons, but in every nation the one who fears him is acceptable to him." And Paul also says that the gospel is preached first to a Jew and then to a Greek, saying: "For I am not ashamed of the gospel; for it is the power of God for the salvation of everyone who believes, first to a Jew and then to a Greek.
δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται· οἷς ἀκολούθως ἐνταῦθα φάσκει τό· ἐγὼ εὐθύτητας κρινῶ.
Εἶτ’ ἐπιλέγει· ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, κατὰ δὲ τὸν Σύμμαχον συσταθήσεται, φησίν, ἡ γῆ σὺν τοῖς κατοικοῦσιν αὐτήν, ἐγὼ ἥδρασα τοὺς στύλους αὐτῆς. Ταῦτα δὲ τοῖς ἐν τῷ πρὸ τούτου λελεγμένοις εἴρηται συμφώνως. ἡ γὰρ πολιορκηθεῖσα γῆ καὶ πυρὶ παραδοθεῖσα, περὶ ἧς ἐλέγετο· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς, ἐπὶ τὸ αὐτὸ ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν· ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου· ταῦτα παθοῦσα ἐτάκη, καὶ πάντες δὲ οἱ κατοικοῦντες αὐτὴν διὰ τὰς ἀσεβείας αὐτῶν τοιαῦτα πεπόνθασιν. πλὴν τούτων ἀπολλυμένων ἐγώ, φησίν, ἐστερέωσα τοὺς στύλους αὐτῆς· τίνας δ’ ἂν εἴποις τούτους ἢ τοὺς ἱεροὺς ἀποστόλους καὶ πάντας τοὺς τοῦ σωτῆρος ἡμῶν μαθητάς τε καὶ εὐαγγελιστάς; ἐξ αὐτῆς γὰρ ἐκείνης προελθόντες τῆς γῆς στῦλοι καὶ ἑδραίωμα γεγόνασι τῆς ἐκκλησίας. διὸ καὶ Παῦλος τοὺς κορυφαίους τῶν ἀποστόλων στύλους ὠνόμαζε λέγων· Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι.
The righteousness of God is revealed in him; accordingly, here he declares: "I will judge uprightnesses."
Then he adds: "The earth melted, and all who dwell in it, I solidified its pillars." According to Symmachus: "The earth will be established, he says, together with those who dwell in it, I fixed its pillars." These words are spoken in harmony with what was said before this. For the besieged earth, delivered to fire, concerning which it was said: "As in a thicket of wood, they cut down its doors with axes, they shattered it with axe and chisel, they burned your sanctuary with fire, they profaned the tabernacle of your name into the earth"—having suffered these things, it melted, and all who dwell in it suffered likewise because of their impieties. Yet, while these perished, "I," he says, "solidified its pillars." Whom would you call these but the holy apostles and all the disciples and evangelists of our Savior? For, having come forth from that very earth, they became pillars and foundation of the Church. Hence Paul also called the foremost of the apostles pillars, saying: "James and Cephas and John, who seem to be pillars.
. Εἶπα τοῖς παρανομοῦσι· μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· μὴ ὑψοῦτε κέρας· μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν.
Τοὺς μὲν στύλους τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας ἐγώ, φησὶν ὁ Χριστός, ἐστερέωσα ἐκλεξάμενος αὐτοὺς ἐκ τῆς ἀποδοθείσης γῆς τακείσης μετὰ τῶν οἰκούντων αὐτήν, τοῖς δὲ λοιποῖς διεμαρτυράμην διαστειλάμενος καὶ παραινέσας μὴ παρανομεῖν. κατὰ δὲ τὸν Σύμμαχον
εἶπα, φησί, τοῖς στασιάζουσι· μὴ στασιάζετε, καὶ τοῖς παρανόμοις· μὴ ἐπαίρετε κέρας· μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν λαλοῦντες τραχήλῳ ἀνομίαν.
Δύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τῶν ἐκ περιτομῆς λέγεσθαι τῶν καταστασιασάντων τοῦ σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ, δι’ οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν.
Πλὴν καὶ τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι διὰ τοῦ τῶν ἀποστόλων κηρύγματος ἐμαρτύρατο μὴ παρανομεῖν καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦν τὸ τῆς ἁμαρτίας κέρας μηδὲ ἐπαίρεσθαι καὶ καταθρασύνεσθαι μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ θεοῦ· ὅπερ πρότερον ἔπραττον πολυθέῳ προσέχοντες πλάνῃ καὶ τὸν τῶν ὅλων θεὸν μὴ εἰδότες.
I said to those who transgress: do not transgress, and to those who sin: do not raise your horn; do not lift your horn high, do not speak injustice against God.
The pillars of the holy and catholic church, says Christ, I solidified, having chosen them from the given earth that melted together with those who dwell in it, and to the rest I gave witness, having instructed and exhorted them not to transgress. According to Symmachus:
I said, he says, to those who cause sedition: do not cause sedition, and to the lawless: do not raise a horn; do not lift your horn high, speaking lawlessness with your neck.
These things can also be said concerning the other order of those from the circumcision who opposed the Savior and rebelled against him, on account of whom their earth melted, and all who dwell in it.
Moreover, to the nations throughout the whole world, through the preaching of the apostles, he gave witness not to transgress, and to those who sin not to raise the horn of sin nor to be lifted up and grow insolent nor to speak injustice against God, which previously they did, adhering to polytheistic error and not knowing the God of all.
Ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων, ὅτι ὁ θεὸς κριτής ἐστιν, τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος· καὶ ἔκλινεν ἀπὸ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.
Καὶ ταῦτα, φησίν, διεμαρτυράμην διὰ τῶν ἐμῶν ἀποστόλων ἅπασιν ἀνθρώποις· μνημονεύειν τῆς κρίσεως τοῦ θεοῦ καὶ παύσασθαι πάσης παρανομίας πεπεισμένους, ὅτι οὐ πόρρω που ἀφέστηκεν ὁ τῶν ὅλων κριτής, πάντα δὲ πληροῖ καὶ πανταχοῦ πάρεστι. διὸ προσήκει ὡς ἐν ὀφθαλμοῖς αὐτοῦ ζῶντας ἐπιστρεφῶς πολιτεύεσθαι· οὐ γὰρ μακρὰν ἀφέστηκεν ὡς νομίσαι πόρρω που ἀπῳκίσθαι αὐτόν, ἢ πρὸς αὐταῖς ἀνατολαῖς ἢ κατὰ τὰ δυσμιαῖα μέρη ἤ που ἐν ἐρημίαις καὶ ὄρεσιν· μέσος γὰρ ἐπιπαρὼν τοῖς πᾶσιν κριτὴς τῶν ὅλων ἐστὶν ἔργον τε αὐτοῦ τῆς κρίσεως τὸ κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ καὶ τοῦτον μὲν ταπεινοῦν, τοῦτον δὲ ὑψοῦν· ταπεινοῦν μὲν τοὺς ὑπερηφάνους καὶ τοὺς ἐπαίροντας εἰς ὕψος τὸ κέρας αὐτῶν, ὑψοῦν δὲ τοὺς ταπεινοὺς κατὰ τό· ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. διό φησιν· ὅτι οὔτε ἀπὸ ἐξόδων καὶ ἀπὸ ἀνατολῶν ἡλίου οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων, ἀνθ’ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσεν τὸν τρόπον· οὐ γὰρ ἀπὸ ἀνατολῆς οὐδὲ ἀπὸ δύσεως οὐδὲ ἀπὸ ἐρήμου ὀρέων, ἀλλ’ ὁ θεὸς κριτὴς τοῦτον μὲν ταπεινοῖ, τοῦτον δὲ ὑψοῖ.
That neither from the east nor from the west nor from the desert mountains, because God is judge, he humbles this one and exalts that one. For a cup in the hand of the Lord is full of unmixed wine of mixture; and he tilted from this to that, yet its dregs were not emptied; all the sinners of the earth will drink.
And these things, he says, I testified through my apostles to all men: to remember the judgment of God and to cease from all lawlessness, being persuaded that the judge of all is not far off somewhere, but fills everything and is present everywhere. Therefore it is fitting to live circumspectly as if in his eyes; for he has not withdrawn far, as if one might suppose him to be settled somewhere far off, either in the east or in the western parts or somewhere in deserts and mountains; for he is present in the midst of all, judge of all, and it is the work of his judgment to assign to each according to worth, and to humble this one and exalt that one: to humble the proud and those who lift their horn high, and to exalt the humble according to: God opposes the proud, but gives grace to the humble. Therefore he says: That neither from the east and from the risings of the sun nor from the west nor from the desert mountains, instead of which Symmachus interpreted in this manner: For not from the east nor from the west nor from the desert mountain, but God is judge, he humbles this one and exalts that one.
Καὶ τοῦτο δὲ φησὶν ἀναγκαῖον εἰδέναι πάντας ἀνθρώπους, ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς· κατὰ δὲ τὸν Σύμμαχον· ποτήριον γὰρ ἐν χειρὶ κυρίου καὶ οἶνος ἄκρατος πληρῶν ἐκχυθεὶς ὥστε ἕλκειν ἀπ’ αὐτοῦ· πλὴν τὰς τρυγίας αὐτοῦ ἐκστραγγίσουσιν πίνοντες οἱ φαῦλοι τῆς γῆς.
Καὶ ταῦτα, φησίν, ἐδίδαξα πάντας ἀνθρώπους, ὡς ἂν μὴ ἀπογνοῖεν, ὅτι περιμένει τοὺς πάντας τὸ ποτήριον, ὅπερ ἑκάστῳ κίρνησιν ὁ τῶν ὅλων κριτής.
Νοήσεις δὲ τοῦτο ἀπὸ τῶν ἐν ταῖς προφητείαις λελεγμένων περὶ ποτηρίου. γέγραπται γοῦν ἐν Ἱερεμίᾳ οὕτως· εἶπεν κύριος ὁ θεὸς Ἰσραὴλ πρὸς μέ· λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου, καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς· καὶ πίονται καὶ ἐξεμοῦνται καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον αὐτῶν. καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς κυρίου καὶ ἐπότισα πάντα τὰ ἔθνη, πρὸς ἃ ἀπέστειλέν με κύριος ἐπ’ αὐτά· τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα καὶ βασιλεῖς αὐτοῦ καὶ ἄρχοντας αὐτοῦ τοῦ θεῖναι αὐτοὺς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμόν· καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ· καὶ ἑξῆς φησιν· καὶ πάντας τοὺς βασιλεῖς τῆς γῆς τῶν ἀλλοφύλων·
And this too, he says, it is necessary for all people to know: that a cup in the hand of the Lord is full of unmixed wine of mixture, and he tilted from this one to that one; yet its dregs were not emptied out; all the sinners of the earth will drink. According to Symmachus: For a cup in the hand of the Lord, and unmixed wine poured out to fill, so as to draw from it; yet its dregs they will drain out, the base ones of the earth drinking.
And these things, he says, I taught all people, so that they might not despair, because the cup awaits all, which the judge of all mixes for each.
You will understand this from what is said in the prophecies concerning a cup. It is written thus in Jeremiah: The Lord God of Israel said to me: Take the cup of unmixed wine from my hand, and you will give it to drink to all the nations to which I will send you against them; and they will drink and will vomit and will go mad from the face of the sword which I will send among them. And I took the cup from the hand of the Lord and gave it to drink to all the nations to which the Lord sent me against them: Jerusalem and the cities of Judah and its kings and its rulers, to make them a desolation and an impassable place and a hissing; and Pharaoh king of Egypt and his servants and his magnates; and then it says: and all the kings of the land of the foreigners.
τὴν Ἀσκάλωνα καὶ τὴν Γάζαν καὶ τὴν Ἀκκάρων καὶ τὴν Ἰδουμαίαν καὶ τὴν Μωαβῖτιν καὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ πάντας βασιλεῖς Τύρου καὶ πάντας βασιλεῖς Σιδῶνος καὶ πάντας βασιλεῖς νήσου τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης· μεθ’ ἃ ἐπιλέγει οὕτως· εἶπεν κύριος παντοκράτωρ ὁ θεὸς Ἰσραήλ· πίετε καὶ μεθύσθητε καὶ ἐξεμέσετε καὶ πεσεῖτε καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον ὑμῶν· καὶ ἔσται, ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς πρὸς αὐτούς· οὕτως εἶπεν κύριος τῶν δυνάμεων· πιόντες πίεσθε· δι’ ὧν διδάσκει ὁ λόγος δίκην ἰατροῦ τοῖς δεομένοις πικρᾶς ἀντιδότου τὸν θεὸν ἐπάγειν τὰς κολάσεις, ὡς ἂν ἐμέσαιεν καὶ ἀποκενώσειαν τὴν πλεονάσασαν ἐν αὐτοῖς κακίαν, καὶ πρώτην γε αὐτὴν τὴν Ἱερουσαλὴμ τοῦ λεχθέντος ποτοῦ πιεῖσθαι, εἶτα δὲ τὰ λοιπὰ ἔθνη ὡς καὶ πάντων τῆς ὁμοίας τευξομένων καθάρσεως διὰ τῶν ἐπαχθησομένων αὐτοῖς τιμωριῶν.
Καὶ τὸ παρὸν οὖν λόγιον καταλλήλως τῇ προφητικῇ διδασκαλίᾳ ποτήριον εἶναι διδάσκει ἐν χειρὶ κυρίου, ἐν ᾧ τοὺς ἑκάστου καρποὺς συναγαγὼν ὥσπερ ἄκρατον οἶνον ἐργάζεται. εἶτ’ ἐπιδίδωσι τὸ κατ’ ἀξίαν πόμα ἀναλόγως ταῖς ἑκάστου πράξεσιν κιρνῶν αὐτὸ κατὰ τὸν τοῦ δικαίου λόγον· μὴ γὰρ τὰς φαύλους πράξεις μόνας ἑκάστου, ἀλλὰ καὶ τὰς ἀγαθὰς λογίζεσθαι σταθμᾶσθαί τε ὥσπερ συμμετρίᾳ καὶ κατάλληλον τοῖς ἑκάστου ἔργοις ἀπεργάζεσθαι τὸ κρᾶμα· ὃ δὴ παρίστησι λέγον· καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, ὡς ἂν μία γένοιτο κρᾶσις τῶν τε ἑκάστου μοχθηρῶν πράξεων καὶ τῶν χρηστοτέρων. ἀντὶ δὲ τοῦ·
Ascalon and Gaza and Accaron and Idumaea and Moabitis and the sons of Ammon and all the kings of Tyre and all the kings of Sidon and all the kings of the island who are on the other side of the sea; after which he adds thus: the Lord Almighty, the God of Israel, said: drink and be drunk and vomit and fall and you shall not rise from before the sword which I shall send among you; and it shall be, when they do not wish to receive the cup from your hand so as to drink, and you shall say to them: thus said the Lord of the Hosts: having drunk, you shall drink; through which the word teaches that, like a physician, God applies punishments to those in need of a bitter antidote, so that they might vomit and empty out the excess evil in them, and that first Jerusalem herself would drink of the said potion, then the remaining nations, as all would obtain a similar purification through the punishments brought upon them.
And so the present oracle, in accordance with prophetic teaching, teaches that there is a cup in the hand of the Lord, in which, having gathered the fruits of each, he works them like unmixed wine. Then he gives the drink according to merit, mixing it in proportion to the deeds of each according to the principle of justice; for not only the base deeds of each, but also the good ones are counted and weighed as if by measure, and the mixture is made corresponding to the deeds of each; which he sets forth by saying: and he tilted from this one to that one, so that there might be one mixture of both the wretched deeds of each and the more virtuous ones. Instead of:
καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, ὁ Σύμμαχος ὥστε ἕλκειν ἀπ’ αὐτοῦ ἡρμήνευσεν.
Τὴν δὲ τρύγα, φησί, πιεῖσθαι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· οὐκέτι γὰρ κρᾶμα, ἀλλὰ τὸ ἔσχατον καὶ θολερὸν τοῖς τὰ μεγάλα ἡμαρτηκόσιν ἀποκείσεσθαι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· πλὴν τὰς τρυγίας ἐκ στραγγιοῦσι πίνοντες οἱ φαῦλοι τῆς γῆς.
Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ἰακώβ· καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου.
Τὰ μὲν προλεχθέντα πάντα εἶπα τοῖς παρανομοῦσιν καὶ διεστειλάμην ἅπασι μαρτυράμενος. ἐγὼ δέ, ὁ ἀνωτέρω εἰπών· διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν, καὶ πάλιν φήσας· ἐγὼ εὐθύτητας κρινῶ, καὶ αὖθις εἰπών· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, μετὰ τὸ κηρῦξαι καὶ μαρτύρασθαι τὰ προλεχθέντα τοῖς ἁμαρτωλοῖς καὶ μετὰ τὸ διδάξαι τὸν περὶ τῆς κρίσεως λόγον τοὺς πάντας, τί πράξω; εἰς τὸν αἰῶνα ψαλῶ τῷ θεῷ Ἰακώβ· οἶδα γὰρ ἐμαυτοῦ πατέρα τὸν γενόμενον τοῦ θεοφιλοῦς θεόν, κἀκείνῳ ψαλῶ κἀκείνῳ ἀπαγγελῶ τὰ ἐμαυτοῦ κατορθώματα.
And he inclined from this to that, which Symmachus interpreted as "so as to draw from him."
"The lees," he says, "all the sinners of the earth will drink; for no longer a mixture, but the last and turbid part will be set aside for those who have committed great sins. Therefore according to Symmachus it is said: 'But they will strain out the lees, drinking, the base ones of the earth.'
I will proclaim into eternity, I will sing to the God of Jacob; and I will break all the horns of the sinners, and the horn of the righteous will be raised.
All the things previously spoken I said to the lawbreakers and I gave instructions to all, bearing witness. But I, who said above: 'I will recount your wonders, when I take the opportunity,' and again having said: 'I will judge righteousness,' and again having said: 'I have strengthened her pillars,' after proclaiming and bearing witness to the things previously spoken to the sinners and after teaching the discourse concerning judgment to all, what will I do? Into eternity I will sing to the God of Jacob; for I know my own father, the one who became the God-beloved God, and to him I will sing, to him I will proclaim my own achievements.
Εἶθ’ οὕτως λαβὼν παρὰ τοῦ πατρὸς τὴν τοῦ κρίνειν ἐξουσίαν πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω· συγχωρήσας μὲν αὐτοῖς ἐπαίρεσθαι κατὰ καιρόν, καθ’ ὃν ἔδει χρήσασθαι τῇ ἀνοχῇ καὶ τῇ μακροθυμίᾳ καὶ τῇ χρηστότητι, πλὴν ἐπὶ τέλει τὰ κέρατα αὐτῶν κατεπαρθέντα τοῦ θεοῦ συγκλάσω.
Ἀνάπαλιν δὲ τὰ τοῦ δικαίου κέρατα ὑψώσω· ἐπείπερ ἦν τεταπεινωμένα, τότε δὲ ὑψωθήσεται, ἐπειδὰν συμβασιλεύῃ τῷ ἑαυτοῦ βασιλεῖ κατὰ τὸν ἀπόστολον, ὅς φησιν· ἀπαρχὴ γὰρ Χριστός, εἶτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, ὅτε καὶ πίονται οἱ δίκαιοι ποτήριον ζωῆς ἀθανάτου, ὅπερ αὐτοῖς ἐπήγγελται εἰπών· ἕως ἂν πίω αὐτὸ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
οε Ἐκδίκησις κατὰ ἀσεβῶν τῆς τοῦ θεοῦ κρίσεως
Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ἀσάφ, ᾠδή. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών· ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. διάψαλμα.
Then, having received from the Father the authority to judge, I will shatter all the horns of the sinners, having permitted them to be raised up for a time, during which it was necessary to employ forbearance, patience, and kindness, but in the end I will shatter their horns, which were raised up against God.
Conversely, I will raise up the horns of the righteous, since they were humbled, but then they will be raised up when they reign together with their own king, according to the apostle, who says: "For Christ is the firstfruits, then those of Christ at his coming, then the end," when he hands over the kingdom to God and Father, when he abolishes all authority and power, when also the righteous will drink a cup of immortal life, which is promised to them, as he said: "Until I drink it new with you in the kingdom of the heavens."
75. Vengeance against the impious of the judgment of God
To the end, in hymns; a psalm for Asaph, a song. God is known in Judea, in Israel his name is great. His place came to be in peace, and his dwelling in Zion; there he shattered the might of the bows, weapon and sword and war. Diapsalma.
Τῶν ἐπ’ ἀγαθὸν τέλος ἀναπεμπόντων καὶ ὁ παρὼν τυγχάνει ψαλμός. συνᾴδει δὲ τῷ πρὸ αὐτοῦ τοὺς περὶ τῆς κρίσεως τοῦ θεοῦ λόγους περιέχων· ὅ δὴ παρίστησι φάσκων ἑξῆς·
ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.
Καὶ ἐν ἐκείνῳ μὲν ἐλέγετο τοῖς παρανομοῦσι· μὴ ὑψοῦτε κέρας καὶ μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, ἐν δὲ τῷ μετὰ χεῖρας· ἐταράχθησαν, φησίν, οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου. οὗτοι δὲ ἦσαν οἱ τὰ κέρατα ὑψοῦντες.
Παιδεύει δὲ διὰ τῶν προκειμένων ὁ λόγος δόγμα βαθύτατον, ὡς ἂν εἰδείημεν τίς ποτέ ἐστιν ὁ ἀληθινὸς Ἰσραὴλ καὶ τίς ἡ τούτου κατὰ τὸν ἀληθῆ λόγον χώρα ἡ ὀνομαζομένη Ἰουδαία τίς τε ἡ ἀληθινὴ Ἱερουσαλὴμ καὶ ὁποῖον τὸ τοῦ θεοῦ οἰκητήριον. ταῦτα τὸ προφητικὸν πνεῦμα μεθ’ ὑπερβαλλούσης σοφίας οἰκονομεῖ ὁμοῦ καὶ τοῖς ταπεινότερον καὶ Ἰουδαϊκώτερον ἀκροωμένοις θυμηδίαν παρέχον διὰ τῆς ὁμωνυμίας τῶν δηλουμένων ὁμοῦ καὶ τοὺς θεωρητικοὺς παιδεύματα διδάσκον θείων δογμάτων.
This psalm is one of those that send up to a good end. It is in harmony with the one before it, containing words concerning the judgment of God; which the following declares, saying:
From heaven you made judgment heard, the earth feared and kept silent when God arose for judgment to save all the meek of the earth.
And in that psalm it was said to the lawless: Do not raise a horn and do not lift your horn high; but in the present one: The senseless were troubled in heart, they slept their sleep, and all the men of wealth found nothing. These were the ones raising their horns.
Through the foregoing, the discourse teaches a most profound doctrine, that we might know who the true Israel is, and what is his true land called Judea, and what the true Jerusalem is, and what kind of dwelling place of God. The prophetic spirit manages these things with surpassing wisdom, at once providing delight through the homonymy of the things signified to those who hear more humbly and Judaically, and at the same time teaching the contemplative ones lessons of divine doctrines.
Ὁ μὲν οὖν Ἰουδαῖος πλέον οὐδὲν ἢ σὰρξ καὶ αἷμα τυγχάνων σαρκίνως καὶ σωματικῶς ἀκούσεται τῶν προκειμένων κἄπειτα ἐπαρθήσεται εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ καὶ οὐ κρατῶν τὴν κεφαλὴν κατὰ τὸν ἱερὸν ἀπόστολον· διὸ ἑαυτὸν μὲν εἶναι τὸν Ἰσραὴλ οἰήσεται καὶ τὴν Ἰουδαίαν οὐδ’ ἑτέραν εἶναι τῆς Παλαιστίνων χώρας καὶ τὸν τόπον τοῦ θεοῦ τὴν ἐπὶ γῆς Ἱερουσαλήμ, ἐπειδήπερ ἡ Ἑβραϊκὴ λέξις περιέχει ἐν Σαλὴμ γεγονέναι τὸν τόπον αὐτοῦ καὶ οἱ λοιποὶ δὲ ἑρμηνευταὶ τοῦτον ἡρμήνευσαν τὸν τρόπον ἐν Σαλὴμ ἐκδεδωκότες.
Ὁ δὲ τοῖς θείοις δόγμασι μεμαθητευμένος παιδευθείς, ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ, οὐδὲ ὅσοι σπέρμα Ἀβραάμ εἰσιν πάντες τέκνα· οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα, ἔτι τε ἐπακούσας τοῦ αὐτοῦ ἀποστόλου λέγοντος· οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ θεοῦ, καὶ πάλιν· ἡμεῖς γάρ ἐσμεν ἐν περιτομῇ, οἱ ἐν πνεύματι θεοῦ λατρεύοντες καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, ἔτι μὴν ἐπιστήσας τό· βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα ὡς ἑτέρου ὄντος τοῦ μὴ κατὰ σάρκα ἀλλὰ κατὰ πνεῦμα ἀληθινοῦ Ἰσραήλ, τούτοις μεμαθητευμένος τὸν ἀληθινὸν Ἰσραὴλ ἐκδέξεται εἶναι τὸν ἐκ τοῦ πράγματος σημαινόμενον· μεταλαμβάνεται γοῦν τοὔνομα εἰς τὸν ὁρῶντα τὸν θεόν·
The Jew, then, being nothing more than flesh and blood, will hear the words before us in a fleshly and bodily manner, and then will be puffed up in vain, inflated by the mind of his flesh, and not holding the head, according to the holy apostle. Therefore he will suppose that he himself is Israel, and that Judea is none other than the land of the Palestinians, and that the place of God is the earthly Jerusalem, since the Hebrew text contains that his place was in Salem, and the other translators have rendered it in this way, giving it as "in Salem."
But one who has been instructed and trained in the divine doctrines, knowing that not all those from Israel are Israel, nor are all who are the seed of Abraham children; for the children of the flesh are not the children of God, but the children of the promise are counted as seed; and having further heard the same apostle saying: "For the one who is a Jew in the open is not a Jew, nor is circumcision in the flesh in the open, but the Jew in the hidden and circumcision of the heart in spirit, not in letter, whose praise is not from men but from God," and again: "For we are in circumcision, those who serve in the spirit of God and do not trust in the flesh"; and moreover having noted the saying: "Beware of Israel according to the flesh," as there is another Israel, not according to the flesh but according to the spirit, the true Israel; one instructed in these things will understand the true Israel to be that which is signified by the reality. For the name is translated as "the one who sees God.
τὸν διορατικὸν τοίνυν καὶ γνωστικὸν καὶ ἐπιστημονικὸν ἄνδρα μόνον εἶναι τὸν ἀληθινὸν Ἰσραὴλ ἀποφανεῖται, ὃν ἡ μετὰ χεῖρας παρίστησι λέξις φάσκουσα· ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
Ἐλέγχει δὲ τὸν Ἰουδαῖον οὐκ ἄξιον ὄντα τῆς προσηγορίας τοῦ Ἰσραὴλ ὁ προφητικὸς λόγος ἀποτεινόμενος πρὸς αὐτοὺς καὶ λέγων· οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, καί· ἀκούσατε λόγον κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον θεοῦ, λαὸς Γομόρρας, ὥσπερ οὖν ὁ φάσκων περὶ τῶν ἐθνῶν· διότι ἀπ’ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομα μοῦ ἐν τοῖς ἔθνεσιν, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, καὶ πάλιν· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, σαφῶς παρίστησι δύνασθαι τὰ ἔθνη εἶναι τὸν Ἰσραήλ, εἴπερ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. καὶ πρὸς μὲν Ἰουδαίους ἐλέγετο· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό, δῆλον δ’ ὅτι τὸ ὄνομα τοῦ θεοῦ, καὶ αὖθις εἴρηται πρὸς αὐτούς· δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. εἰ τοίνυν ἡ μετὰ χεῖρας γραφὴ διδάσκει ἐκεῖνον εἶναι τὸν Ἰσραήλ, παρ’ ᾧ τὸ τοῦ θεοῦ δοξάζεται ὄνομα, ἐκ τῶν εἰρημένων γένοιτ’ ἂν κατάδηλος ὁ ὀφείλων λέγεσθαι κυρίως Ἰσραήλ.
The discerning, knowledgeable, and scientific man alone, then, will be declared the true Israel, whom the passage at hand sets forth, saying: "In Israel his name is great."
But the prophetic word refutes the Jew as unworthy of the appellation "Israel," addressing them and saying: "Woe, sinful nation, a people full of sins," and: "Hear the word of the Lord, rulers of Sodom; pay heed to the law of God, people of Gomorrah." Just as, then, one who says concerning the nations: "Because from the rising of the sun to its setting my name has been glorified among the nations, and in every place incense is offered to my name and a pure sacrifice," and again: "Because my name is great among the nations," clearly shows that the nations can be Israel, if indeed "in Israel his name is great." And to the Jews it was said: "But you profane it"—clearly the name of God—and again it is said to them: "Because of you my name is continually blasphemed among the nations." If, then, the scripture at hand teaches that one is Israel with whom the name of God is glorified, from what has been said it would become clear who ought properly to be called Israel.
Ἀναλόγως δὲ τούτῳ νοήσεις καὶ τὴν Ἰουδαίαν· ἔνθα γάρ ἐστιν ἡ γνῶσις τοῦ θεοῦ, αὕτη ἐστὶν ἡ Ἰουδαία. τοῦτο γοῦν ἡ γραφὴ παρίστησι λέγουσα· γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός.
Εἰ δὲ μὴ τὸ πρᾶγμα ἐπὶ τῆς Ἰουδαίας (λέγω δὲ τῆς Παλαιστίνων χώρας) εὑρίσκοιτο πλείστης οὔσης εἰδωλολατρείας ἐν αὐτῇ γενομένης αὐτῶν Ἰουδαίων τὸ παλαιὸν εἰδωλολατρευόντων ἐν αὐτῇ, ὡς τοὺς προφήτας ἀπελέγχειν αὐτοὺς καὶ λέγειν· κατὰ γὰρ τὸν ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατὰ ἀριθμὸν ἀμφόδων Ἱερουσαλὴμ ἔθυον τῇ Βαάλ, πῶς δυνατὸν ταύτην εἶναι λέγεσθαι τὴν τὸ γνωστὸν τοῦ θεοῦ κεκτημένην Ἰουδαίαν; διὰ τί δὲ οὐκ ἂν εἴποις τὴν Αἰγυπτίων χώραν ἀξίαν τῆς προσηγορίας, περὶ ἧς εἴρηται· καὶ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ αὖθις· καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις; εἰ γὰρ παρ’ οἷς γνωστός ἐστιν ὁ θεὸς παρὰ τούτοις καὶ ἡ Ἰουδαία τυγχάνει, τί τὸ κωλῦον μὴ πάντας τοὺς τὴν γνῶσιν ἀνειληφότας τοῦ θεοῦ ἐν τῇ Ἰουδαίᾳ εἶναι λέγεσθαι; τούτοις οὖν ἀναλόγως καὶ ἡ καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησία θεοῦ, ἐν ᾗ ὁ ἐπὶ πάντων θεὸς γνωστὸς ὢν τυγχάνει, Ἰουδαία τε εὐλόγως ἂν ῥηθείη.
Correspondingly, you will understand also Judaea: for where the knowledge of God is, that is Judaea. This, at any rate, the scripture sets forth, saying: "God is known in Judaea."
But if the matter were not found in Judaea (I mean the land of the Palestinians), there being very much idolatry in it, the Jews themselves having anciently practiced idolatry in it, so that the prophets refute them and say: "For according to the number of your cities were your gods, O Judah, and according to the number of the streets of Jerusalem they sacrificed to Baal," how is it possible that this be said to be Judaea, which possesses the knowledge of God? And why would you not say that the land of the Egyptians is worthy of the appellation, concerning which it is said: "And there will be an altar to the Lord in the land of Egypt," and again: "And the Lord will be known to the Egyptians"? For if among those to whom God is known, there also Judaea is found, what prevents all who have received the knowledge of God from being said to be in Judaea? Correspondingly, then, the church of God throughout the whole world, in which the God over all is known, would reasonably be called Judaea.
Οὐκ ἂν δὲ ἁμάρτοις Ἰουδαίαν εἶναι λέγων πᾶσαν τὴν θεόπνευστον καὶ Ἰουδαϊκὴν γραφὴν κτῆμα οὖσαν καὶ ὡς περίχωρον τοῦ ἀληθινοῦ Ἰσραὴλ διὰ τὸ τὴν γνῶσιν τοῦ θεοῦ ἐν αὐτῇ περιέχεσθαι.
Οὕτω μὲν οὖν ἡ ἀληθινὴ Ἰουδαία καὶ ὁ ἀληθινὸς Ἰσραὴλ νοηθήσεται κατὰ τὸν ὅμοιον τρόπον· νοήσεις δέ, ὅπως ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών· εἰ μὲν γὰρ ὁ παρὰ Ἰουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος πεφύλακτο, λόγον ἂν εἶχε συγχωρεῖν Ἰουδαίων παισὶν αὐτὸν εἶναι νομίζειν τὸν ὑπὸ τῶν γραφῶν δηλούμενον· εἰ δ’ οὗτος μὲν ἐκ βάθρων ἀνῆρται ἁλοὺς πολλάκις ὑπὸ πολεμίων, ἐν εἰρήνῃ δὲ λέγεται ὑπάρχειν ὁ τόπος αὐτοῦ, οὐκ ἂν δύναιτο ἀληθεῖ λόγῳ νομίζεσθαι τόπος εἶναι τοῦ θεοῦ ὁ πολλάκις ὑπὸ πολεμίων ἁλούς. διὸ οὐδὲ ὠνόμασε νῦν ἐπὶ τὴν Ἱερουσαλήμ, ὡς ἂν μή τις ἐκπέσοι ἐπὶ τὴν Ἰουδαϊκὴν πόλιν· ἀντὶ δὲ ταύτης τὴν διάνοιαν τοῦ πράγματος παρέστησεν εἰπών· ἐγενήθη ἐν Σαλὴμ ὁ τόπος αὐτοῦ. Σαλὴμ δὲ ἑρμηνεύεται εἰρήνη. διὸ παρὰ τοῖς ο εἴρηται· ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ.
Nor would you be mistaken in saying that Judaea is every divinely inspired and Jewish scripture, being a possession and, as it were, a surrounding territory of the true Israel, because the knowledge of God is contained in it.
Thus, then, the true Judaea and the true Israel will be understood in a similar manner. And you will understand how "his place was in peace" and "his dwelling in Zion." For if the place honored among the Jews had been preserved unplundered and unwarlike, it would be reasonable to allow the children of the Jews to think that the place indicated by the scriptures is that one. But if this place has been razed from its foundations, having been captured many times by enemies, and yet his place is said to be in peace, it could not rightly be considered the place of God, which has been captured many times by enemies. Therefore, he did not now name Jerusalem, lest anyone fall back upon the Jewish city. Instead, he presented the meaning of the matter by saying: "His place was in Salem." And Salem is interpreted as "peace." Hence it is said by the others: "His place was in peace.
Εἰ μὲν οὖν καὶ ἐπὶ γῆς εὑρίσκοιντο ψυχαὶ παντὸς ἠλευθερωμέναι πολέμου ἐν εὐσταθείᾳ καὶ ἀταραξίᾳ καὶ γαλήνῃ διάγουσαι, εἰκότως ἂν λεχθεῖεν καὶ αὗται τόπος τοῦ θεοῦ ὡς ἂν χωρητικαὶ οὖσαι θείου πνεύματος· διὸ περὶ τῶν τοιούτων εἴρηται τό· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. εἰ δὲ σπανίως μὲν εὑρίσκοιντο ἐπὶ γῆς τοιοῦτοι, ἐν δὲ τῇ κατ’ οὐρανὸν χρηματιζούσῃ θεοῦ πόλει πληθύει τὸ τοῦ θεοῦ οἰκητήριον ἐν ἀγγέλοις καὶ ἀρχαγγέλοις καὶ θείαις δυνάμεσιν καὶ πνεύμασιν ἁγίοις, εἰκότως τὸν τόπον τοῦ θεοῦ παρ’ ἐκείνοις εἴποι ἄν τις κἀκείνην εἶναι τὴν εἰρήνην ἀληθῶς Σαλὴμ ἐνταῦθα κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ὠνομασμένην. διὸ καὶ ὁ ἀπόστολος ταύτην εἰδὼς ἔλεγεν· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν. Σαλὴμ μὲν γὰρ ἑρμηνεύεται εἰρήνη, Ἱερουσαλὴμ δὲ ὅρασις εἰρήνης· ἧς τὸ ἐφέστιον ἐν ταῖς κατ’ οὐρανὸν θείαις τυγχάνει δυνάμεσιν, ἐν αἷς ὁ θεὸς αὐτὸς ἐμπεριπατεῖ, χωρητικαῖς οὔσαις τῆς αὐτοῦ θεότητος.
If, then, souls were found on earth wholly free from war, living in stability, tranquility, and calm, they would reasonably be called a place of God, as being capable of containing divine spirit. Hence concerning such it is said: "I will dwell in them and walk among them, and I will be their God, and they will be my people." But if such are rarely found on earth, while in the city of God that is called heavenly the dwelling place of God abounds in angels, archangels, divine powers, and holy spirits, one would reasonably say that the place of God among them is that peace truly called Salēm here according to the Hebrew tongue. Hence the apostle, knowing this, said: "But the heavenly Jerusalem is free, which is our mother." For Salēm is interpreted as "peace," and Jerusalem as "vision of peace," whose hearth is among the divine powers in heaven, among which God himself walks, as they are capable of containing his divinity.
Ἑξῆς τούτοις λέγεται· καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών· εἶτα συνάπτει φάσκων ὁ λόγος· ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον.
Καὶ ἐνταῦθα πάλιν εἰ μὲν ἐπὶ τῆς αἰσθητῆς καὶ ἐπιγείου Σιὼν ταῦτα πέπρακται, οὐδὲν ἔδει φθονεῖν Ἰουδαίοις οὕτως ἐκδέχεσθαι βουλομένοις· εἰ δὲ πᾶν τοὐναντίον ἐξ αὐτῶν ὁρᾶται τῶν πραγμάτων διὰ τὸ ἠρημῶσθαι τὴν Σιὼν ἐκ τῆς τῶν πολεμίων πολιορκίας, ἀνάγκη τῇ ἀποδοθείσῃ εἰρήνῃ καταλλήλως καὶ τὴν Σιὼν ἐκλαμβάνειν ἤτοι τὴν ἐκκλησίαν τοῦ θεοῦ ἢ τὴν ἐπουράνιον, ἣν καὶ ὁ θεῖος ἀπόστολος παρίστη λέγων· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς· ἐν ταύτῃ γὰρ μηδεμιᾶς ἁμαρτίας ἐνεργούσης μηδέ τινος ὑφεστῶτος ψυχῶν πολεμίου συντέτριπται τὰ κράτη τῶν τόξων ἀνῄρηταί τε ὅπλον καὶ ῥομφαία ὡς λέγεσθαι περὶ τῶν καταξιουμένων τῆς ἐκεῖ διατριβῆς· ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
Next it is said: "And his dwelling place is in Zion." Then the discourse adds, saying: "There he shattered the powers of the bows, weapon and sword and war."
And here again, if these things have taken place with respect to the perceptible and earthly Zion, there would be no need to begrudge the Jews who wish to understand them in this way. But if, on the contrary, the opposite is seen from the facts themselves, because Zion has been laid waste by the siege of enemies, it is necessary, in accordance with the peace that has been described, to understand Zion as either the church of God or the heavenly Zion, which the divine apostle also presents, saying: "You have come to Mount Zion and the city of the living God, the heavenly Jerusalem, and to the festal assembly of myriads of angels and the church of the firstborn enrolled in the heavens." For in this Zion, since no sin is active and no enemy of souls exists, the powers of the bows have been shattered, and weapon and sword have been destroyed, so that it is said concerning those deemed worthy of that sojourn: "Pain and grief and groaning have fled.
Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, ἐταράχθησαν οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. ἀπὸἐκτιμήσεώς σου, ὁ θεὸς Ἰακώβ, ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.
Σφόδρα ἀκολούθως μετὰ τὸ παραστῆσαι τὸν τόπον τοῦ θεοῦ διδάσκει, ὅτι μὴ ἀποκέκλεισται εἴσω τοῦ τόπου αὐτοῦ τὰ ἀγαθά, ἀκτῖνας δ’ ὥσπερ ἐκπέμπει καὶ ἐπὶ τοὺς πορρωτάτω. διό φησι· φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.
Τίνα δὲ ἦν τὰ αἰώνια ὄρη ἀλλ’ ἡ Σιὼν καὶ ἡ Σαλὴμ τὰ διὰ τῶν ἔμπροσθεν ἀποδοθέντα; ἄνωθεν γοῦν ἀπὸ τῶν οὐρανίων ὑψωμάτων ὥσπερ ἐκ τινῶν αἰωνίων ὀρῶν τὰς αὐγὰς τῶν τῆς θεότητος αὐτοῦ μαρμαρυγῶν καὶ μέχρι τῶν ἐπὶ γῆς ἐκπέμπων φωτίζει τὰς τῶν ἀξίων ψυχὰς καταλάμπων αὐτὰς τῷ ἁγίῳ αὐτοῦ πνεύματι.
Ταύτας μὲν οὖν φωτίζει, τοὺς δὲ ἀναξίους τῶν φώτων αὐτοῦ προνοίᾳ τῆς δικαιοκρισίας αὐτοῦ μετερχόμενος θορυβεῖ. διὸ ἐπιλέγει· ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ἀσύνετοι γὰρ ἀληθῶς ὄντες τῇ καρδίᾳ ἢ κατὰ τὸν Σύμμαχον ὑπερήφανοι τὴν καρδίαν οὐ παρεδέξαντο τοῦ φωτὸς τοῦ θεοῦ τὰς μαρμαρυγάς· διὸ ἐταράχθησαν.
You illuminate wondrously from the eternal mountains; the senseless were troubled in heart; they slept their sleep and found nothing; all the men of wealth with their hands. From your valuation, O God of Jacob, all who mounted horses became drowsy.
Very consistently, after establishing the place of God, it teaches that the good things are not shut up within his place, but that he sends forth rays, as it were, even to those farthest away. Therefore it says: "You illuminate wondrously from the eternal mountains."
And what were the eternal mountains but Zion and Salem, which were set forth in the preceding passages? At any rate, from above, from the heavenly heights, as from some eternal mountains, sending forth the gleams of the radiances of his divinity even to those on earth, he illuminates the souls of the worthy, shining upon them with his Holy Spirit.
These, then, he illuminates, but the unworthy of his lights he confuses, proceeding with the forethought of his righteous judgment. Hence he adds: "All the senseless were troubled in heart." For being truly senseless in heart, or according to Symmachus, proud in heart, they did not admit the radiances of the light of God; therefore they were troubled.
Οἱ δ’ αὐτοὶ καὶ ὑπνώσαντες τὸν ὕπνον αὐτῶν οὐχ εὗρον οὐδὲν ταῖς χερσὶν αὐτῶν, ἄνδρες ὄντες πλούτου· πρὸς βραχὺ γὰρ ὀνειρώξαντες τῇ τοῦ θνητοῦ βίου φαντασίᾳ καὶ μέγα φρονήσαντες ἐπὶ πλούτῳ ἐνόμιζόν τινες εἶναι κατεντρυφῶντες ταῖς ἀπὸ τοῦ πλούτου ποριζομέναις αὐτοῖς ἡδυπαθείαις· ὡς δὲ τοῦ ὕπνου διεγρηγόρησαν μεταστάντες τοῦ παρόντος βίου, εὗρον ἑαυτοὺς οὐκ ἔχοντας οὐδὲν οὐδέ τι ταῖς χερσὶ κρατοῦντας. διὸ λέλεκταί που· μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.
Ἔνθεν εἰκότως οἱ ἀληθῶς ἀσύνετοι τῇ καρδίᾳ ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ θεοῦ Ἰακώβ ἢ κατὰ τὸν Σύμμαχον ἀπὸ ἐμβριμήσεως· τὸ τηνικαῦτα γὰρ ὑπὸ ἀπόφασιν γενόμενοι τῆς τοῦ θεοῦ δικαιοκρισίας ταραχθήσονται εἰκότως, ἐπειδήπερ ἐνύσταξαν ἐπιβεβηκότες τοῖς ἑαυτῶν ἵπποις, δηλαδὴ τοῖς ἀκολάστοις σώμασιν· δέον ἐγρηγορέναι καὶ νήφειν μνημονεύοντας θείου προστάγματος λέγοντος· γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. οἱ δὲ ἐνύσταζον καὶ ὕπνωσαν ὕπνον αὐτῶν ὀνείροις καὶ φαντάσμασιν ἐκδοθέντες ἵπποις τε θηλυμανέσιν τοῖς αὐτῶν σώμασι χρησάμενοι.
These same men, having slept their sleep, found nothing in their hands, being men of wealth. For having briefly dreamed in the fantasy of mortal life and having thought highly of their wealth, they imagined themselves to be something, taking delight in the pleasures procured for them by their wealth. But when they awoke from sleep, having departed from this present life, they found themselves possessing nothing and holding nothing in their hands. Hence it is said somewhere: Do not fear when a man grows rich and when the glory of his house increases, for when he dies he will not take all things, nor will his glory descend with him.
From this, naturally, those truly senseless in heart were troubled by the rebuke of the God of Jacob, or according to Symmachus, by the indignation. For at that time, having come under the sentence of God’s just judgment, they will be troubled naturally, since they nodded off while mounted on their own horses, that is, on their licentious bodies. They ought to have been awake and sober, mindful of the divine command that says: Watch, for you do not know the day nor the hour. But they nodded off and slept their sleep, given over to dreams and phantasms, and using their own bodies as horses mad for women.
Οὗτοι τοιγαροῦν πάντες οἱ ποτὲ μὲν λεγόμενοι ἀσύνετοι τῇ καρδίᾳ ποτὲ δὲ ἄνδρες τοῦ πλούτου νυνὶ δὲ ἐπιβεβηκότες τοὺς ἵππους, τέως μὲν κατὰ τὴν θνητὴν ζωὴν ἐνύσταξαν ἢ κατὰ τὸν Σύμμαχον ἐκαρώθησαν κάρῳ καὶ μέθῃ ψυχῆς περιενεχθέντες, εἶτα δὲ ὕπνωσαν ὕπνον αὐτῶν φαντασίαις ματαίαις ἐκδοθέντες, καὶ τέλος διυπνισθέντες ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ θεοῦ Ἰακώβ. οὗτος δὲ ἦν ὁ ἡμέτερος σωτήρ, ὁ τοῦ θεοῦ λόγος, ὁ τῷ Ἰακὼβ ἀναγεγραμμένος ὦφθαι θεός, ὁ τὴν κατὰ πάντων κρίσιν παρὰ τοῦ πατρὸς ἀναδεδεγμένος.
Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου. ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. διάψαλμα.
Τοῖς μὴ βουληθεῖσιν τοῦ θείου φωτὸς τὰς αὐγὰς παραδέξασθαι φοβερὸς εἶναι λέγεται· διὸ ἀνωτέρω μὲν αὐτῷ προσεφώνει τῷ θεῷ λέγων· φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, νυνὶ δὲ τῷ αὐτῷ· σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;
All these, then, who were once called foolish in heart, and once men of wealth, but now have mounted horses, for a time during mortal life dozed off, or, according to Symmachus, were stupefied, carried about by a stupor and intoxication of soul, and then slept their sleep, given over to vain fantasies, and finally, having been awakened, were disturbed by the rebuke of the God of Jacob. This was our Savior, the Word of God, the God who is recorded to have appeared to Jacob, who has received from the Father the judgment against all.
You are terrible, and who will withstand you? From then your wrath. From heaven you sounded judgment, the earth feared and kept silent when the God arose for judgment to save all the meek of the earth. Diapsalma.
To those who did not wish to receive the rays of divine light, he is said to be terrible; therefore above he addressed the God himself, saying, "You shine forth wondrously from the eternal mountains," but now to the same: "You are terrible, and who will withstand you?
Οὐκοῦν ὁ αὐτὸς καὶ φωτὸς πάροχος καὶ φοβερὸς τυγχάνει· τοῖς μὲν δεξιοῖς φωτὸς χορηγός, τοῖς δὲ ἀριστεροῖς φοβερός, οἷς δὴ καὶ φήσει· πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Εἶθ’ ἑξῆς ἐπιφέρει· ἀπὸ τότε ἡ ὀργή σου. Ἀπὸ τότε δέ, πότε ἀλλ’ ἢ ἀφ’ οὗ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους καὶ ὕπνωσαν ὕπνον αὐτῶν οἱ ἀσύνετοι τῇ καρδίᾳ; ἐξ ἐκείνου γὰρ αὐτοὶ ἑαυτοῖς ἐθησαύρισαν ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς ὡς λέγεσθαι πρὸς αὐτούς· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῷ φωτί, ᾧ ἐξεκαύσατε· ἕκαστος γάρ, καθ’ ὃν καιρὸν ἁμαρτάνει, ἀπὸ τότε ὀργὴν ἑαυτῷ θησαυρίζει ὀργῆς νοουμένης τῆς τοῖς πλημμελοῦσι τεταμιευμένης τιμωρίας.
Ἑξῆς δὲ εἴρηται· ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν. Πρόσχες δὲ ἐπιμελῶς, ὡς οὐκ εἴρηται ἐποίησας, ἀλλ’ ἠκούτισας. πρὶν γὰρ ἐπιβῆναι τὸν τῆς κρίσεως καιρὸν τοῖς πρὸ τῆς κρίσεως τὸν θνητὸν βίον διανύουσιν τοὺς περὶ τῆς κρίσεως λόγους ἀκουσθῆναι ἐποίησεν διὰ τῶν θείων ἀναγνωσμάτων· ἀλλὰ νῦν μὲν ἐκ τοῦ οὐρανοῦ ἀκουστὴν ἐποίησεν τὴν μέλλουσαν κρίσιν,
Therefore, the same one is both a provider of light and terrible: to those on the right, a giver of light; to those on the left, terrible, to whom indeed he will say: "Go into the eternal fire prepared for the devil and his angels."
Then next he adds: "From then your wrath." From then, but when, except from the time when those who mounted the horses dozed off and slept their sleep, the foolish in heart? For from that time they themselves stored up wrath for themselves on a day of wrath, as it is said to them: "Go to the light of your fire and to the light with which you kindled it." For each person, at the time when he sins, from then stores up wrath for himself, wrath being understood as the punishment reserved for those who transgress.
Next it is said: "From heaven you made judgment audible." Pay close attention, that it is not said "you made" but "you made audible." For before the time of judgment arrives, for those completing mortal life before the judgment, he caused the words concerning judgment to be heard through the divine readings. But now from heaven he made the coming judgment audible.
ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς τοῦ θεοῦ δικαιοκρισίας γῆ, φησίν, ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.
Σαφῶς δὲ παρίστησι διὰ τούτων ὁ λόγος τὸ αἴτιον τῆς κρίσεως· ὑπὲρ γὰρ τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς· περὶ γὰρ τῶν ἀσεβῶν εἴρηται· οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων, ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Ἀναστάντος τοίνυν τοῦ θεοῦ εἰς κρίσιν ὑπὲρ τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς γῆ φοβηθήσεται καὶ ἡσυχάσει· οἱ μὲν γὰρ πραεῖς τεύξονται σωτηρίας, οἱ δὲ ἀσεβεῖς τῇ ὀργῇ παραδοθήσονται, ἡ δὲ λοιπὴ γῆ καὶ οἱ τὴν μέσην εἰληχότες κατάστασιν παύσονται τῆς ταραχῆς τὸν θεῖον ἀνειληφότες φόβον.
Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.
Καὶ τοῦτό φησιν ἔσεσθαι ἐν τῷ ἀναστῆναι τὸν θεὸν εἰς κρίσιν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. τί δὲ τοῦτο ἢ ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι; πᾶσα γὰρ γλῶσσα καὶ πᾶς λογισμὸς καὶ ἐνθύμησις ἀνθρώπων ἐξομολογήσεται τῷ θεῷ κατὰ τὸν τῆς κρίσεως καιρόν, ὅτε τὰ κρυπτὰ τῶν ἀνθρώπων φανερὰ γενήσεται.
When the time of God’s righteous judgment comes, earth, it says, feared and kept quiet when God arose to judgment to save all the meek of the earth.
Through these words the discourse clearly sets forth the cause of the judgment: it is for the sake of saving the meek of the earth. For concerning the impious it is said: the impious will not arise in judgment, nor sinners in the counsel of the righteous, because the Lord knows the way of the righteous, and the way of the impious will perish. Therefore, when God arises to judgment to save all the meek of the earth, earth will fear and keep quiet. For the meek will obtain salvation, the impious will be given over to wrath, and the rest of the earth and those who have received the middle state will cease from turmoil, having taken up divine fear.
That the thought of a man will confess to you, and the remnant of thought will keep festival to you.
And this, he says, will happen when God arises to judgment to save all the meek of the earth. What else is this but: the thought of a man will confess to you? For every tongue and every reasoning and thought of men will confess to God at the time of judgment, when the hidden things of men become manifest.
Καὶ ἐγκατάλειμμα δέ, φησίν, ἐνθυμίου ἑορτάσει σοι. τί δ’ ἂν γένοιτο ἐγκατάλειμμα ἐνθυμίου ἢ ὁ κεκαθαρμένος ἀπὸ πάσης πονηρᾶς ἐν θυμήσεως λογισμὸς ὅμοιος ὢν ἐκείνοις, περὶ ὧν εἴρηται· λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν; οὕτω γοῦν καὶ αὐτὸς ἐγκατάλειμμα ἐνθυμίου ὠνόμασται· διὸ ἑορτάσει τότε, ἅτε δὴ κατὰ καιρὸν τὰς ἐπαγγελίας ἀπολαβὼν τῆς οὐρανίου βασιλείας.
Εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ τὰς εὐχὰς ὑμῶν, πάντες οἱ κύκλῳ αὐτοῦ· τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
Συντελέσας τὸν περὶ τῆς κρίσεως τοῦ θεοῦ λόγον παραινετικῶς λοιπὸν πᾶσιν ἡμῖν προστάττει εὔχεσθαι καὶ ἀποδιδόναι κυρίῳ τῷ θεῷ ἡμῶν τὰς εὐχάς· ὡς ἔτι δὲ καιρός ἐστιν κατὰ τὸν ἐνεστῶτα βίον, ἀναγκαίως τοῦτο ποιεῖν παραινεῖ.
Εὐχὰς δὲ τὰς ἐπαγγελίας εἴωθεν ὀνομάζειν. διὸ λέλεκται· ἐὰν εὔξῃ εὐχήν, μὴ χρονίσῃς ἀποδοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Ἕκαστος τοίνυν ἡμῶν τὴν ἑαυτοῦ πρόθεσιν καὶ τὴν οἰκείαν ἐπαγγελίαν ὥσπερ εὐχὴν ἀποδιδότω μεμνημένος τοῦ φήσαντος· θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ κυρίῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.
And “a remnant,” it says, “of thought will keep festival for you.” What could be a remnant of thought but the reasoning purified from every evil intention, similar to those concerning whom it is said: “a remnant has come into being by election of grace”? Thus indeed he himself has been named a remnant of thought; therefore he will keep festival then, when in due time he receives the promises of the heavenly kingdom.
“Pray and pay your vows to the Lord God, all who are around him; to the one who is fearsome and who removes the spirits of rulers, fearsome among the kings of the earth.”
Having completed the discourse concerning the judgment of God, it now exhortatively commands all of us to pray and to pay our vows to the Lord our God; and while there is still time in the present life, it urgently advises us to do this.
It is accustomed to call promises “vows.” Hence it is said: “If you make a vow, do not delay in paying it; it is better not to make a vow than to make one and not pay it.” Therefore let each of us pay his own intention and his personal promise as a vow, remembering the one who said: “Sacrifice to God a sacrifice of praise and pay your vows to the Lord; and call upon me in a day of distress, and I will deliver you, and you will glorify me.
Νῦν μὲν οὖν, φησίν, εὔξασθε καὶ ἀπόδοτε· ἔσται γὰρ καιρός, ἐν ᾧ πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα· κατὰ γὰρ τὸν τῆς βασιλείας αὐτοῦ καιρὸν βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσιν, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσιν, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.
Τότε γοῦν καθημένῳ ἐπὶ θρόνου δόξης αὐτοῦ προσκυνήσουσι πάντες μετὰ δώρων, τουτέστι μεθ’ ὧν ἐπιφέρεται ἕκαστος καρπῶν. διόπερ ὡς ἔτι καιρός ἐστιν, ἐντεῦθεν ἤδη παραινεῖ εὔξασθαι καὶ ἀποδιδόναι, ὡς ἂν τοὺς ἑαυτῶν θησαυροὺς ταμιευσάμενοι κατὰ καιρὸν αὐτῷ προσκομίσωμεν ἄξιοι γενόμενοι τῶν κυκλούντων αὐτοῦ τὸν θρόνον· πάντες γὰρ κύκλῳ αὐτοῦ προσοίσουσιν αὐτῷ δῶρα φοβερῷ ὄντι τοῖς μὴ πλησιάζουσιν αὐτῷ μηδὲ τὰ δῶρα προσφέρουσιν. διὸ ἐπιλέγεται· τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Τὸ γάρ· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, λεχθήσεται καὶ ἐπ’ ἐκείνων τῶν ποτε μὲν ἀρχόντων καὶ ἡγουμένων χρηματισάντων καὶ πνεύματος ἁγίου καταξιωθέντων, οὐ μὴν ἀξίως βιωσάντων τῆς χάριτος· ἀφ’ ὧν ἀφαιρεῖται τὸ πνεῦμα, ὅπως στερηθέντες αὐτοῦ τῇ προσηκούσῃ παραδοθῶσι τιμωρίᾳ. Κατὰ δὲ τὸν Σύμμαχον· τῷ νομοδότῃ, ἀφαιροῦντι μὲν πνεῦμα ἡγεμόνων, φοβερῷ δὲ τοῖς βασιλεῦσι τῆς γῆς.
Now then, he says, pray and pay; for there will be a time when all those around him will bring gifts; for at the time of his kingdom, kings of Tarshish and the islands will bring gifts, kings of the Arabs and Saba will offer gifts, and all the kings of the earth will worship him. Then, indeed, when he is seated on his throne of glory, all will worship him with gifts, that is, with the fruits each one brings. Therefore, since it is still the time, he here exhorts to pray and pay, so that, having stored up our own treasures, we may at the proper time bring them to him, having become worthy of those who surround his throne; for all around him will bring him gifts, he being terrible to those who do not approach him nor bring gifts. Hence it is added: to the terrible one who removes the spirits of rulers, terrible among the kings of the earth. For the saying, "My spirit will not remain upon the sons of men," will be said also of those who once were rulers and leaders and were deemed worthy of the Holy Spirit, but did not live worthily of the grace; from whom the spirit is removed, so that, deprived of it, they are handed over to the fitting punishment. And according to Symmachus: to the lawgiver, who removes the spirit of leaders, and is terrible to the kings of the earth.
οϛ Περὶ τῆς τοῦ θεοῦ μακροθυμίας καὶ τῶν θαυμασίων ἔργων αὐτοῦ
Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούμ· ψαλμὸς τῷ Ἀσάφ. Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι. ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. ἐμνήσθην τοῦ θεοῦ καὶ ηὐφράνθην· ἠδολέσχησα, καὶ ὀλιγοψύχησεν τὸ πνεῦμά μου. διάψαλμα.
Τῷ μὲν Ἀσὰφ εἴρηται ὁ ψαλμός, ἀνήνεκται δὲ εἰς πρόσωπον τοῦ Ἰδιθούμ, ὑπὲρ οὗ τὰ ἐμφερόμενα τῷ ψαλμῷ συνετάττετο· ὅθεν ὁ Σύμμαχος διὰ Ἰδιθούμ, ὁ δὲ Ἀκύλας ἐπὶ Ἰδιθούμ ἡρμήνευσαν. καὶ νῦν μὲν ὁ Ἀσὰφ τοὺς μετὰ χεῖρας λόγους συντάξας ὥσπερ διδάσκαλος μαθητῇ τούτοις ἐμμελετᾶν τῷ Ἰδιθοὺμ παραδέδωκεν ἢ ὥσπερ ἰατρὸς τῷ θεραπείας δεομένῳ σωτήριον φάρμακον ἐπὶ τὸ χρήσασθαι αὐτὸ καὶ ὠφελεῖσθαι τὸν θεραπευόμενον, ἐν δὲ τοῖς ἔμπροσθεν ὑπὲρ τοῦ αὐτοῦ ἀνδρὸς ὁ Δαυὶδ ποτὲ μὲν ᾠδήν, ποτὲ δὲ ψαλμὸν ἔγραφεν· διὸ ἐν μὲν τῷ λη ψαλμῷ ἐπεγέγραπτο· εἰς τὸ τέλος ὑπὲρ Ἰδιθούμ, ᾠδὴ τῷ Δαυίδ.ὅτι δὲ ὁ ἀνὴρ οὗτος συγχρονίσαι λέγεται τῷ Δαυὶδ καὶ τῷ Ἀσάφ, ἡ τῶν Παραλειπομένων παρίστησι γραφή, ὡς ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν.
On the patience of God and his wonderful works
For the end, concerning Idithum, a psalm for Asaph. With my voice I cried out to the Lord, with my voice to God, and he gave heed to me. In the day of my distress I sought God with my hands by night before him, and I was not deceived; my soul refused to be comforted. I remembered God and rejoiced; I talked idly, and my spirit became faint-hearted. Selah.
The psalm is ascribed to Asaph, but it is composed in the person of Idithum, on whose behalf the contents of the psalm were arranged; hence Symmachus translated "through Idithum," and Aquila "on behalf of Idithum." And now Asaph, having composed the words at hand, as a teacher to a student has handed them over to Idithum to practice, or as a physician to one in need of treatment gives a healing remedy for the patient to use and benefit from. In the earlier passages, David sometimes wrote an ode, sometimes a psalm, concerning the same man; therefore in the thirty-eighth psalm it was inscribed: "For the end, concerning Idithum, an ode for David." That this man is said to have been a contemporary of David and Asaph, the writing of the Chronicles demonstrates, as we have shown in the preceding passages.
Καί μοι δοκεῖ ὁ Ἰδιθοὺμ διδασκαλίας δεδεῆσθαι τοῦ περὶ προνοίας λόγου διὰ τὸ συνορᾶν ἐν τῷ τῶν ἀνθρώπων βίῳ πολλοὺς ἀθέους καὶ ἀσεβεῖς ἐπαιρομένους καὶ μεγαλαυχουμένους πλούτῳ τε καὶ περιουσίᾳ ἐντρυφῶντας, δικαίους δὲ ἔμπαλιν ταπεινουμένους καὶ πρὸς τῶν ἀσεβῶν καταπονουμένους. εἰκὸς γοῦν αὐτὸν ἐπὶ τούτοις ἀποδυσπετεῖν καὶ λόγους τινὰς κεκινηκέναι πρός τε αὐτὸν τὸν Δαυὶδ καὶ πρὸς τὸν Ἀσάφ, ὁποίους ἐκίνουν καὶ ἕτεροι τῶν παλαιῶν ὡς ὁ εἰπών· ἱνατί ἀσεβεῖς εὐθηνοῦσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ παιδία αὐτῶν παίζοντα ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν λέγει δὲ κυρίῳ· ἀπόστα ἀπ’ ἐμοῦ· ὁδούς σου εἰδέναι οὐ βούλομαι. τοιαῦτά τινα ὡς εἰκὸς ἐπαποροῦντι τῷ Ἰδιθοὺμ οἷα διδάσκαλοι καὶ ψυχῶν ἰατροὶ ποτὲ μὲν ὁ Δαυὶδ ποτὲ δὲ ὁ Ἀσὰφ διδασκαλίας παρεῖχον τῆς τοιᾶσδε δόξης θεραπευτικάς, ὅθεν ἐν μὲν τῷ λη ὁ Δαυὶδ τοιάδε λέγειν αὐτὸν ἐδίδασκεν· εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου· ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα καὶ τὰ τούτοις ἑξῆς, ἃ δὴ κατὰ τοὺς οἰκείους τόπους παραθέμενοι διεσαφήσαμεν. ἐν δὲ τῷ ξα πάλιν ὁ αὐτὸς λέγειν τὸν αὐτὸν ἐδίδασκεν· οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου. καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπιπλεῖον. ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον, φονεύετε πάντες ὑμεῖς;
And it seems to me that Idithum had need of instruction in the doctrine of providence, because he observed that in human life many godless and impious men are exalted and boast, revelling in wealth and abundance, while the righteous, on the contrary, are humbled and oppressed by the impious. It is likely, then, that he was indignant at these things and had stirred up some arguments both with David himself and with Asaph, of the kind that others of old also stirred up, as the one who said: Why do the impious flourish, while they have grown old and are in wealth? Their seed is according to the soul, and their children, playing, take up the psaltery and cithara; and he says to the Lord: Stand away from me; I do not wish to know your ways. Such things, as is likely, Idithum being perplexed, teachers and physicians of souls, sometimes David, sometimes Asaph, provided instruction of a kind therapeutic for such an opinion. Hence in the thirty-eighth psalm David taught him to say such things as: I said, I will guard my ways so as not to sin with my tongue. I set a guard for my mouth when the sinner stood before me; I became deaf and humbled and silent, and the things that follow these, which we have set forth and explained in their proper places. And in the sixty-first psalm again the same David taught the same man to say: Will not my soul be subject to God? For from him is my salvation. For he himself is my God and my savior, my protector; I shall not be shaken further. How long do you all attack a man, do you all murder?
Καὶ ταῦτα δὲ ὁποῖον ἔχει νοῦν κατὰ τὴν δοθεῖσαν χάριν ἡρμήνευται· οἷς ἀκολούθως καὶ ὁ Ἀσὰφ διὰ τῶν μετὰ χεῖρας τῷ αὐτῷ ἀνδρὶ παραδίδωσιν διδασκαλίαν τοῦ μὴ ταράττεσθαι ἐν τοῖς τοῦ βίου πειρατηρίοις, μηδὲ ἐν οἷς ἔγνω ἐκ τῶν ἔμπροσθεν αὐτοῦ προφητειῶν περὶ τῆς τῶν ἀσεβῶν ἐπαναστάσεως τῆς τε τοῦ λαοῦ τοῦ θεοῦ ταπεινώσεως, καταφεύγειν δὲ ὡς ἐπὶ λιμένα σωτήριον ἐν ταῖς τοιαῖσδε ἀμηχανίαις ἐπ’ αὐτὸν τὸν θεὸν ταῖς τε πρὸς αὐτὸν ἱκετηρίαις σχολάζειν καὶ ταῦτα λέγειν, ἅπερ αὐτῷ διὰ τοῦ προκειμένου ψαλμοῦ οἷα διδάσκαλος παρεδίδου. καὶ δῆτα παραλαβὼν τὸ μάθημα τοῦτο τὴν ἑαυτοῦ ψυχὴν ἐθεράπευεν κατεπᾴδων αὐτὸς ἑαυτῷ καὶ λέγων·
φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι.
Τοιοῦτον γάρ, φησίν, ἐμαυτὸν παρεσκεύαζον ὡς ἄξιον εἶναι τῆς προσοχῆς τοῦ θεοῦ, διὸ προσέσχεν μοι, καὶ τοιαύτας τε ἠφίειν φωνὰς καὶ βοὰς ὡς ἀξίας εἶναι αὐτὰς τῆς τοῦ θεοῦ ἀκοῆς· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· φωνῇ μου πρὸς τὸν θεὸν καὶ βοήσαντός μου πρὸς τὸν θεὸν παρέσχεν τὰς ἀκοὰς αὐτοῦ.
And these things, of what sort of meaning they are, have been interpreted according to the grace given. Following which, Asaph also, through the present passage, delivers to the same man instruction not to be disturbed in the trials of life, nor in what he learned from the prophecies before him concerning the uprising of the impious and the humiliation of the people of God, but to take refuge as in a saving harbor in such perplexities, to devote himself to God himself and to supplications to him, and to say these things which the teacher delivered to him through the present psalm. And indeed, having received this lesson, he healed his own soul, chanting to himself and saying:
With my voice I cried out to the Lord, With my voice to God, and he paid attention to me.
For such, he says, I prepared myself as to be worthy of the attention of God, therefore he paid attention to me, and I uttered such voices and cries as were worthy of the hearing of God; therefore according to Symmachus it is said: With my voice to God, and when I cried out to God, he lent his ears.
Διὰ τούτων γὰρ ἐδιδάσκετο ὁ Ἰδιθοὺμ μὴ νομίζειν πόρρω που ἀφεστάναι τὸν θεὸν τῶν ἐπιβοωμένων αὐτόν· εἰ γὰρ ἅμα τῷ τὴν φωνὴν ἀναπέμψαι ᾔσθετο ἐπηκόου αὐτοῦ γενομένου τοῦ θεοῦ, αὐτοῖς ἔργοις ἐδιδάσκετο πανταχοῦ παρεῖναι τὸ θεῖον καὶ τοὺς τῆς προνοίας ὀφθαλμοὺς ἐφορᾶν τοὺς ἀξίους. Ἀλλὰ καὶ ἐν ἡμέρᾳ θλίψεώς μου, φησίν, τὸν θεὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ καὶ οὐκ ἠπατήθην. Καὶ ὅτι μὲν πολλαὶ αἱ θλίψεις τῶν δικαίων, ἐπειδὴ ἀπείραστος ἀνὴρ ἀδόκιμος, παντοίως διδάσκουσιν οἱ θεῖοι λόγοι· ὡς δὲ θλιβόμενοι κρείττους ἑαυτῶν ἐγίγνοντο δοκιμὴν τῆς ἑαυτῶν παρέχοντες ὑπομονῆς οὐ μὴν συγχεόμενοι ὡς εἰλιγγιᾶν καὶ θορυβεῖσθαι, διδάσκει ὁ εἰπών· ἐν θλίψει ἐπλάτυνάς με, καὶ ὁ θεῖος ἀπόστολος λέγων· θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι· διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι. οὕτως οὖν καὶ ἐνταῦθά φησιν· ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα· οὐ γὰρ ἀπέβλεπον ἐπὶ τοὺς θλίβοντας οὐδ’ ἐπὶ τοὺς ἐπαιρομένους, ἐπιστρέφων δὲ ἐμαυτοῦ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν θεὸν κατ’ αὐτὸν τὸν τῆς θλίψεως καιρὸν αὐτὸν ἐξεζήτουν.
For through these things Idithum was taught not to think that God is far away somewhere from those who call upon him. For if, at the same time as sending up the voice, he perceived that God had become attentive to him, he was taught by the very deeds that the divine is present everywhere and that the eyes of providence watch over the worthy. But also, he says, in the day of my affliction I sought God with my hands by night before him and I was not deceived. And that the afflictions of the righteous are many, since an untested man is unproven, the divine words teach in every way; but that those who are afflicted become better than themselves, providing a test of their own endurance, not being confounded as if to become dizzy and disturbed, teaches the one who said, "In affliction you enlarged me," and the divine apostle saying, "Afflicted, but not distressed; cast down, but not destroyed; pursued, but not abandoned." Thus, then, he also says here: In the day of my affliction I sought God; for I did not look at those who afflict nor at those who exalt themselves, but turning the eye of my soul toward God, at the very time of affliction I sought him.
Ἐζήτουν δὲ αὐτὸν ταῖς χερσί μου δεδιδαγμένος ἐπαίρειν ὁσίους χεῖρας κατὰ τὸν φάσκοντα λόγον· βούλομαι δὲ τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσίους χεῖρας. καὶ τοῦτ’ ἔπραττον οὐ δι’ ἡμέρας μόνον ἀλλὰ καὶ διὰ νυκτὸς τὰς χεῖράς μου ἐπαίρων ἐναντίον αὐτοῦ καὶ διὰ τῆς προσευχῆς καὶ διὰ τῶν πρὸς αὐτὸν φωνῶν ἐπιζητῶν αὐτόν. διὸ ταῦτα πράττων οὐκ ἠπατήθην· εὑρίσκετο γάρ μοι ζητούμενος· διὸ προσέσχεν μοι καὶ τὰς ἑαυτοῦ ἀκοὰς ἐμοὶ παρέσχεν.
Ἀντὶ δὲ τοῦ· ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ καὶ οὐκ ἠπατήθην, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσεν τὸν τρόπον· ἡ χείρ μου νυκτὸς ἐκτέτατο διηνεκῶς. Ταύτην μὲν οὖν εἶχον μεγίστην καὶ μόνην παραμυθίαν· ἄλλως δὲ οὐδενὸς ἠνειχόμην παρακαλεῖν με καὶ θεραπεύειν ἐθέλοντος ἀνθρώπου ἐν τῷ τῆς θλίψεώς μου καιρῷ. διὸ ἐπιλέγει· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἢ κατὰ τὸν Σύμμαχον· οὐκ ἐπείθετο παρηγορεῖσθαι ἡ ψυχή μου. Ἀλλ’ ἀνθρώποις μὲν οὐκ ἐπειθόμην τοῖς ἄλλως με παρηγορεῖν καὶ παρακαλεῖν, ἐμνήσθην δὲ τοῦ θεοῦ καὶ ηὐφράνθην· ἀπήρκει γάρ μοι ἡ τοῦ θεοῦ μνήμη πρὸς εὐφροσύνην.
They sought him with my hands, having been taught to raise holy hands according to the saying: "I wish men to pray raising holy hands." And this I did not only by day but also by night, raising my hands before him and seeking him through prayer and through my cries to him. Therefore, doing these things, I was not deceived; for he was found by me when sought; wherefore he attended to me and gave his ears to me.
And instead of: "with my hands by night before him, and I was not deceived," Symmachus interpreted in this way: "my hand was stretched out continuously by night." This, then, I had as the greatest and only consolation; otherwise I endured no man who wished to comfort and tend to me in the time of my distress. Therefore he adds: "my soul refused to be comforted," or according to Symmachus: "my soul was not persuaded to be consoled." But I was not persuaded by men who otherwise comforted and consoled me, but I remembered God and rejoiced; for the memory of God sufficed for me for joy.
Ἀλλὰ καὶ ἠδολέσχησα, φησίν, καὶ ὠλιγοψύχησεν· ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· διελάλουν ἐν ἐμαυτῷ καὶ ἐλειποθύμουν. Ὅτι μέν, φησίν, ἐμαυτῷ διελάλουν, ἐλειποθύμουν· καὶ ὅτε ἠδολέσχουν παρ’ ἐμαυτῷ, τηνικαῦτα ὠλιγοψύχει τὸ πνεῦμά μου, ὅτε δὲ ἀνεμιμνησκόμην τοῦ θεοῦ, εὐφροσύνης ἐπληρούμην· ἀλλὰ καὶ ζητῶν αὐτὸν ταῖς χερσί μου νυκτὸς οὐκ ἠπατώμην, ηὕρισκον γὰρ ὥσπερ πλησίον παρεστῶτά μοι καὶ τῆς φωνῆς μου ἐπήκοον γιγνόμενον.
Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα· νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλον τὸ πνεῦμά μου· μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεᾶς; ἢ ἐπιπλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεὸς ἢ συνέξει ἐν τῇ ὀργῇ τοὺς οἰκτιρμοὺς αὐτοῦ; διάψαλμα.
Οἱ θλίβοντές με, φησί, λογισμοὶ οὗτοι οὗτοι ἦσαν· ἐπειδὴ γὰρ ἑώρων τὴν ἀποβολὴν τοῦ λαοῦ, ἣν ἐθέσπισαν οἱ προλεχθέντες προφητικοὶ λόγοι, ἐθορυβούμην εἰκότως καὶ ἐνενόουν πρὸς ἐμαυτόν, εἰ ἀθεράπευτον αὐτοῖς ἔσται τὸ κακόν. τὸ μὲν γὰρ ἀποβληθῆναι αὐτοὺς καιρῷ τινι καὶ εἰς τέλος αὐτοὺς τοῦτο παθεῖν ἐπίστευον τῇ προφητείᾳ λεγούσῃ· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Ἐνηπόρουν δὲ πρὸς ἐμαυτὸν διανοούμενος ταῦτα· μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος ἢ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεὸς ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ;
But also, he says, "I was in despair and I became faint-hearted"; in place of which Symmachus translated: "I was talking to myself and I was losing heart." That is, he says, I was talking to myself, I was losing heart; and when I was in despair with myself, then my spirit became faint-hearted, but when I remembered God, I was filled with joy. But also, seeking him with my hands by night, I was not deceived, for I found him as if standing near me and becoming attentive to my voice.
My eyes anticipated the watches, I was troubled and did not speak. I pondered ancient days and I remembered and meditated on eternal years; by night I conversed with my heart and I agitated my spirit: Will the Lord reject forever and will he no longer consent? Or will he cut off his mercy completely from generation to generation? Or will God forget to pity, or will he confine his compassions in his wrath? *Diapsalma.*
These, he says, were the distressing thoughts that troubled me. For since I saw the rejection of the people, which the aforementioned prophetic words foretold, I was naturally disturbed and considered within myself whether the evil would be incurable for them. For I believed that they were rejected at some time and that they suffered this completely, according to the prophecy that says: "Why, O God, have you rejected utterly, has your anger been kindled against the sheep of your pasture?" And I was perplexed, thinking to myself these things: Will the Lord reject forever, or will he no longer consent, or will he cut off his mercy completely, or will God forget to pity, or will he confine his compassions in his wrath?
Ταῦτα λογιζόμενος ἐταραττόμην.
Ἀλλ’ ἔφερόν τε τῇ μνήμῃ τὰς παλαιὰς ἡμέρας καὶ τὰ ἐξ αἰῶνος ἔτη ἀπὸ τῶν παλαιῶν γραμμάτων ἀναλεγόμενος, ὁσάκις ἁμαρτήσαντας αὐτοὺς ἀποβαλὼν ἐπανήγαγεν καὶ πολεμίοις παραδοὺς ἀσεβοῦντας αὖθις ἀνεκτήσατο. τί οὖν πάλαι μὲν αὐτοὺς καὶ μετὰ δεινὰς πλημμηλείας ἀνεκαλεῖτο μὴ εἰς τέλος ἀπωθούμενος μηδὲ ἀποκόπτων τὸ ἔλεος αὐτοῦ, νῦν δὲ οὐδὲν τούτων ποιήσει, λήθην δὲ ἕξει τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ μακρόθυμος καὶ πολυέλεος καὶ φιλοικτίρμων; ταῦτα νυκτὸς πρὸς ἐμαυτὸν διελογιζόμην καὶ τὸ πνεῦμά μου ἔσκαλλον διερευνῶν καὶ βασανίζων τοὺς ἐμαυτοῦ λογισμοὺς ἀνακρίνων τε τὸ πνεῦμα, εἴ τι ἄρα ὑποβάλοι πρὸς θεραπείαν τῶν ἠπορημένων.
Ἀντὶ δὲ τοῦ· προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ὁ Σύμμαχος ἐκώλυον, φησίν, τὰς ἀναβλέψεις οἱ ὀφθαλμοί μου.
Συνάγων γὰρ εἰς ἐμαυτὸν τοὺς ἐμαυτοῦ λογισμοὺς ἔμυον τὰ ὄμματα, ὡς ἂν μὴ τοῖς αἰσθητοῖς προσβάλλων περιελκοίμην τοῦ προκειμένου. μύων οὖν τοὺς ὀφθαλμοὺς τοῦ σώματος πρὸς ἐμαυτὸν διηπόρουν, οὐ φωνῇ φθεγγόμενος οὐδὲ πρὸς ἕτερον λαλῶν, αὐτὸς δὲ πρὸς ἐμαυτὸν ἐννοῶν. διὸ ἀντὶ τοῦ· ἐταράχθην καὶ οὐκ ἐλάλησα, καὶ τῶν ἑξῆς παρὰ τῷ Συμμάχῳ εἴρηται· διηπόρουν καὶ οὐκ ἐλάλησα. ἀνελογιζόμην τὰς ἡμέρας τὰς πρώτας, τὰ ἔτη τὰ ἀπ’ αἰῶνος ἀνεμιμνησκόμην. ἀλλὰ ψαλμούς μου νυκτὸς πρὸς τὴν καρ δίαν μου διελάλουν καὶ ἀνὴρ συνὼν τὸ πνεῦμά μου. Οὕτως ἐπαγρύπνως διακείμενος καὶ τὰς νύκτας διαγρηγορῶν ἐφρόντιζον περὶ τῶν ἐμοὶ πρόσθεν, δι’ ὧν εἴρητο·
Considering these things, I was troubled.
But I also recalled in memory the ancient days and the years from eternity, gathering from the ancient writings how many times, after casting them away for their sins, he brought them back, and after handing over the impious to enemies, he recovered them again. Why then, in the past, did he call them back even after terrible offenses, not thrusting them away completely nor cutting off his mercy, but now will he do none of these things, and will he forget his own philanthropy and neglect to show pity—he who is long-suffering, very merciful, and compassionate? These things I reasoned with myself at night, and I probed my spirit, examining and testing my own thoughts, and questioning my spirit, whether it might suggest something for the remedy of my perplexities.
And instead of "my eyes anticipated the watches," Symmachus says, "my eyes prevented the upward glances."
For, gathering my own thoughts into myself, I closed my eyes, so that I might not be distracted from the matter at hand by engaging with perceptible things. So, closing the eyes of the body, I was in perplexity with myself, not speaking aloud nor conversing with another, but thinking to myself. Therefore, instead of "I was troubled and I did not speak," and the following, it is said by Symmachus: "I was in perplexity and I did not speak. I reflected on the former days, I recalled the years from eternity. But I spoke my psalms at night to my heart, and a man dwelling with my spirit." Thus, being wakefully disposed and keeping vigil through the nights, I was concerned about the things previously mentioned to me, through which it was said:
ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς, ἐπὶ τὸ αὐτὸ ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· καταπαύσωμεν τὰς ἑορτὰς τοῦ θεοῦ ἀπὸ τῆς γῆς. τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
Ἐπὶ τούτοις οὖν διηπόρουν, εἰ θεραπεία ἔσται τοῖς ταῦτα πεπονθόσι τὰ κακά.
Καὶ εἰκός γε ἦν τὸν Ἰδιθοὺμ ἐπακούσαντα τῆς τοῦ Ἀσὰφ προφητείας καὶ ταῦτα πρὸς ἑαυτὸν λογισάμενον ἐπαπορῆσαι πρὸς τὸν προφήτην ὡς πρὸς διδάσκαλον ἐρώτησίν τε αὐτῷ προσαγαγεῖν καὶ ὥσπερ τινὰ προτείνοντα πρότασιν φάναι· τί οὖν, ὦ προφῆτα; ἐπειδὴ ταῦτα προεφήτευσας, βούλομαι γνῶναι καὶ μαθεῖν, μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεὸς ἢ συνέξει ἐν τῇ ὀργῇ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Καὶ δὴ πρὸς ταύτας τὰς προτάσεις τὴν διδασκαλίαν ὁ Ἀσὰφ ἐποιεῖτο ὑπὲρ αὐτοῦ τοῦ Ἰδιθοὺμ γράφων τὸν ψαλμὸν διδάσκων τε αὐτὸν λέγειν· φωνῇ μου πρὸς τὸν κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι, παιδεύων μὴ πολυπραγμονεῖν τὰς τοῦ θεοῦ βουλάς, εὐχαῖς δὲ σχολάζειν καὶ ταύταις μόναις προσέχειν τὸν νοῦν εὐσεβοῦντα καὶ εὐφημοῦντα τοῦ θεοῦ τὰς κρίσεις· ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
As in a thicket of wood they cut down her doors with axes, with an axe and a chisel together they shattered her. They profaned the tabernacle of your name to the ground. The families said in their heart together: Let us abolish the feasts of God from the earth. We have not seen our signs, there is no longer a prophet, and he will no longer know us.
Concerning these things, then, I was at a loss whether there would be healing for those who had suffered these evils.
And it was likely that Idithun, having heard the prophecy of Asaph and having considered these things with himself, was perplexed and addressed the prophet as a teacher, bringing a question to him and, as if proposing a premise, said: What then, O prophet? Since you have prophesied these things, I wish to know and learn: will the Lord reject us forever and no longer be pleased? Or will he cut off his mercy completely from generation to generation? Or will God forget to have compassion? Or will he restrain his compassions in his wrath? And indeed, in response to these premises, Asaph gave instruction on behalf of Idithun himself, writing the psalm and teaching him to say: With my voice I cried out to the Lord, with my voice I cried out to God, and he paid attention to me, instructing me not to meddle in the counsels of God, but to devote myself to prayers and to attend to these alone with my mind, revering and speaking well of the judgments of God; for his judgments are inscrutable and his ways untraceable.
Καὶ εἶπα· νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. ἐμνήσθην τῶν ἔργων κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω.
Ἀντὶ τού· καὶ εἶπα· νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου, ὁ μὲν Ἀκύλας καὶ εἶπα, φησίν, ἀρρωστία μου αὕτη ἀλλοίωσις δεξιᾶς ὑψίστου, ὁ δὲ Σύμμαχος· τρῶσίς μου ἐστὶν ἐπιδευτέρωσις δεξιᾶς τοῦ ὑψίστου, ἡ δὲ ε ἔκδοσις καὶ εἶπα, φησίν, ὠδῖνές μου εἰσὶν ἀλλοίωσις δεξιᾶς τοῦ ὑψίστου. Πρὸς τοῖς προηπορημένοις καὶ ταῦτα, φησί, πρὸς ἐμαυτὸν ἐνενόουν, ὅτι οἱ τοιοῦτοι λογισμοί, δι’ ὧν ἀρτίως ἐπηπόρουν, ἀρρωστία μου εἰσὶν ἢ ὠδῖνες εἰσὶν ἢ τρώσεις μού εἰσιν· ἐξ ἀσθενείας γὰρ ψυχῆς τοὺς τοιούτους προήκαμεν λόγους καὶ ἀπὸ τρώσεως ψυχῆς· τετρωμένος γὰρ καὶ συναλγῶν ὡς ὑπὲρ ἑαυτοῦ μελῶν ἀλλὰ καὶ ὠδίνων ὡς ὑπὲρ σπλάγχνων οἰκείων τοιαῦτα ἐφθεγξάμην.
Ταῦτα δὲ πέπονθα, ἐπειδήπερ ἴδον ἀλλοίωσιν γενομένην τῆς δεξιᾶς τοῦ ὑψίστου. πάλαι μὲν γὰρ αὕτη κατειργάζετο πολλά τε θαύματα καὶ παραδόξους εὐεργεσίας τῷ λαῷ παρέχουσα, νυνὶ δὲ ἀλλοίωσις γεγένηται τῆς δεξιᾶς τοῦ ὑψίστου· διὸ καὶ ὠδῖνές με κατέσχον, ὁμολογῶ τετρῶσθαι τὴν ψυχὴν ἀρρωστίᾳ καὶ ἀσθενείᾳ γνώσεως.
And I said: Now I have begun, this is the alteration of the right hand of the Most High. I remembered the works of the Lord, for I will remember from the beginning of your wonders. And I will meditate on all your works and I will discourse on your practices.
Instead of this: And I said: Now I have begun, this is the alteration of the right hand of the Most High. Aquila says: And I said, my sickness is this alteration of the right hand of the Most High. Symmachus says: My wound is a second application of the right hand of the Most High. The Sixth Edition says: And I said, my pains are an alteration of the right hand of the Most High. In addition to what has been previously discussed, he says, I was considering within myself that such thoughts, by which I was recently perplexed, are my sickness or are my pains or are my wounds; for from weakness of soul I uttered such words and from a wound of the soul; for being wounded and suffering together as over my own limbs, but also in travail as over my own vitals, I spoke such things.
I have suffered these things because I saw that an alteration had taken place of the right hand of the Most High. For formerly this right hand wrought many wonders and provided extraordinary benefits to the people, but now an alteration of the right hand of the Most High has occurred; therefore pains have seized me, and I confess that my soul is wounded with sickness and weakness of knowledge.
Τὴν δὲ ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ θεοῦ ἑώρων ἀναμιμνησκόμενος τῶν παλαιῶν ἔργων αὐτοῦ. διό φησιν· ἐμνήσθην τῶν ἔργων κυρίου ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω· ἀνθ’ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· ἀνεμιμνησκόμην τὰς περινοίας κυρίου, ἀναπολῶν τὰ ἀρχαῖα τεράστιά σου καὶ διεμελέτων πάσας τὰς πράξεις σου, καὶ τὰ μηχανήματά σου διηγούμην ταῦτα ἀναφέρων τῇ μνήμῃ. Ἔπειτα νῦν ἀκούων, ὡς εἰς τέλος ἀπώσω, καὶ ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου, εἰκότως ἐνενόησα, ὅτι ἀλλοίωσις ἔστι τῆς δεξιᾶς τοῦ ὑψίστου· μεταβολῆς γὰρ ταῦτα σημεῖα καὶ ἀλλοιώσεως τῆς πάλαι τοῦ θεοῦ περὶ τὸν λαὸν κηδεμονίας.
Ὁ θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδὸς αὐτοῦ· τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν; σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας τοῖς λαοῖς τὴν δύναμίν σου· ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. διάψαλμα.
Τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ ὑψίστου συνιδών, ὁποία εἰργάσατο· ἀντὶ γὰρ ἑνὸς ἔθνους πάντων τῶν ἐθνῶν εὐεργετικὴ κατέστη, οὐκέτι γὰρ ἑνὶ λαῷ τὴν δύναμιν αὐτοῦ, ἀλλὰ καὶ πᾶσιν τοῖς ἔθνεσιν καὶ πᾶσι τοῖς λαοῖς ἐγνώρισεν. διόπερ ἐκπληττόμενος καὶ ἀποθαυμάζων φημί· ὁ θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· ἐπέκεινα γάρ ἐστι τῆς θνητῆς φύσεως ἡ κατάληψις τῆς ὁδοῦ σου ὥστ’ ἂν εὐλόγως φᾶναι τό· ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
I saw the alteration of the right hand of God, recalling his ancient works. Therefore he says: I remembered the works of the Lord from the beginning of your wonders, and I will meditate on all your works, and I will converse on your practices. In place of which Symmachus rendered in this manner: I was recalling the contrivances of the Lord, recollecting your ancient marvels, and I was meditating on all your actions, and I recounted your devices, bringing them to mind. Then now hearing that you have finally thrust away and your anger was kindled against the sheep of your pasture, I naturally understood that it is an alteration of the right hand of the Most High; for these are signs of a change and alteration of God’s former care for the people.
God, his way is in the holy; what god is great like our God? You are the God who works wonders, you made known to the peoples your power; you redeemed with your arm your people, the sons of Jacob and Joseph. Diapsalma.
Having understood the alteration of the right hand of the Most High, what it has wrought: for instead of one nation, it has become beneficent to all nations, for no longer did he make known his power to one people, but also to all nations and all peoples. Therefore, being struck with amazement and wonder, I say: God, your way is in the holy; for the comprehension of your way is beyond mortal nature, so that one might rightly say: O depth of wealth and wisdom and knowledge of God; how inscrutable are his judgments and unfathomable his ways.
Οὐκέτ’ οὖν προσήκει πολυπραγμονεῖν οὐδὲ τὰ ἀπόρρητα διερευνᾶσθαι· τίς γὰρ ἔγνω νοῦν κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; διὸ κατὰ καιρὸν ταῦτα ἐννοήσας ὑπερεκπλήττεται τὸ βάθος τῆς σοφίας τοῦ θεοῦ καί φησίν· ὁ θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν; σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια. Ποῖα δὲ θαυμάσια, διερμηνεύει ἑξῆς εἰπών· ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἀνθ’ οὗ ὁ Σύμμαχος ἐξέδωκεν· γνωστὴν ἐποίησας ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου· ὥσπερ γὰρ ἐλυτρώσω πάλαι ποτὲ ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ, ὅτ’ ἠλευθέρους αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας, τὸν αὐτὸν τρόπον καὶ νῦν, ὅτε γέγονεν ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου καὶ ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου.
Εἴδοσάν σε ὕδατα, ὁ θεός, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν αἱ ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων. φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ.
It is no longer fitting, then, to be overly curious or to investigate the ineffable things. For who has known the mind of the Lord, or who has been his counselor? Therefore, having considered these things in due time, he is utterly astounded at the depth of the wisdom of God and says: O God, your way is in the holy one; what god is as great as our God? You are the God who works wonders. And what wonders these are, he explains next, saying: You made your power known among the peoples; for which Symmachus rendered: You made your strength known among the nations. For just as once you redeemed your people, the sons of Jacob and Joseph, with your arm, when you freed them from the land of Egypt, from the house of slavery, in the same way now, when an alteration of the right hand of the Most High has occurred, you made your power known among the peoples and your strength among the nations.
The waters saw you, O God, the waters saw you and they feared, and the abysses were troubled, a multitude of the sound of waters. The clouds gave forth a voice, for your arrows pass through; the voice of your thunder is in the wheel, your lightnings shone forth to the inhabited world.
Σφόδρ’ ἀκολούθως προειπών· ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, ἢ κατὰ τὸν Σύμμαχον· γνωστὴν ἐποίησας ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου, παρίστησι τὸ μυστήριον τῆς καινῆς διαθήκης προφητικῶς τὰ μέλλοντα θεσπίζων. διό φησιν· εἴδοσάν σε ὕδατα, ὁ θεός, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν· ὥσπερ γὰρ πάλαι ποτὲ ἐπὶ τῆς ἐξ Αἰγύπτου πορείας τῶν υἱῶν Ἰσραὴλ ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, τὸν αὐτὸν τρόπον καὶ κατὰ τὴν παρουσίαν τοῦ Ἐμμανουήλ, δηλαδὴ τοῦ μεθ’ ἡμῶν θεοῦ,ὁπηνίκα παρῄει ἐπὶ τὸν Ἰορδάνην ποταμόν, ἰδόντα αὐτὸν τὰ ὕδατα ἐξεπλάγη.
Οὐ μὴν ἀλλὰ καὶ τὰ πλήθη τῶν ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ συγκροτουμένων λαῶν ὕδασι παρωμοιωμένα (κατὰ τὸν φάσκοντα προφητικὸν λόγον φωνὴ ἐθνῶν πολλῶν ὁμοία ὑδάτων πολλῶν ) ἰδόντα ψυχῆς ὀφθαλμοῖς τὸν εἰς ἀνθρώπους ἐπιδεδημηκότα θεὸν φόβον ἀνέλαβον σωτήριον, περὶ οὗ εἴρηται· ἀρχὴ σοφίας φόβος θεοῦ· ἕως μὲν γὰρ τυφλώττοντα ἦν ταῦτα τὰ ὕδατα, οὐχ ἑώρα τὸν θεὸν οὐδὲ φόβον εἶχεν αὐτοῦ, νυνὶ δὲ τὰ μεγάλα ὠφέληται ἀπὸ τῆς θέας καὶ τῆς γνώσεως τοῦ ἐπιδημήσαντος αὐτοῖς λόγου.
Very consistently, after having said beforehand, "You made your power known among the peoples," or according to Symmachus, "You made your strength known among the nations," he sets forth the mystery of the New Testament, prophetically foretelling the things to come. Therefore he says, "The waters saw you, O God; the waters saw you, and they were afraid." For just as once long ago, at the departure of the sons of Israel from Egypt, the sea saw and fled, and the Jordan turned back, in the same way also at the coming of Emmanuel, that is, the God who is with us, when he passed by the Jordan River, the waters saw him and were astounded.
Moreover, the multitudes of peoples assembled in the churches of God, likened to waters (according to the prophetic saying, "The voice of many nations is like the sound of many waters"), having seen with the eyes of the soul the God who had come among men, took up a saving fear, concerning which it is said, "The beginning of wisdom is the fear of God." For as long as these waters were blind, they did not see God nor have fear of him, but now they have greatly benefited from the sight and knowledge of the Word who has come among them.
Καὶ αὖθις κατὰ τὴν ἱστορίαν, ὁπηνίκα ὁ σωτὴρ ἠνάγκασεν τοὺς μαθητὰς ἀνελθεῖν εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν, εἶτα τετάρτῃ φυλακῇ τῆς νυκτὸς ἤρχετο πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ τότε εἶδεν αὐτὸν τὰ ὕδατα καὶ ἐφοβήθησαν.
Ἀλλὰ καὶ ὅτε ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη, ἐταράχθησαν αἱ ἄβυσσοι καὶ πλῆθος ἤχους ὕδατος. Καὶ ταῦτα μὲν ἐτελεῖτο συμφώνως τῇ προφητείᾳ πρὸς λέξιν, πρὸς δὲ διάνοιαν τὰ μὲν ὕδατα, λέγω δὲ τὰ πλήθη τὰ ἐκκλησιαστικὰ ἐξ ἁπάντων τῶν ἐθνῶν συνηγμένα, ἀρχὴ σοφίας γέγονεν τὸν θεῖον ἀναλαβόντα φόβον κατὰ τό· ἀρχὴ σοφίας φόβος κυρίου· αἱ δὲ ἄβυσσοι, ἕτεραι οὖσαι παρὰ τὰ ὕδατα, ἐταράχθησαν ὡς ἦχον καὶ θόρυβον παρασχεῖν· εἴποις δ’ ἂν τὰς ἀβύσσους εἶναι τὸ τάγμα τῶν ἀπίστων ἐθνῶν τῶν τῇ ἐκκλησίᾳ κατὰ καιροὺς ἐπανισταμένων καὶ τοὺς κατ’ αὐτῆς διωγμοὺς ἐπεγειρόντων.
Ἀλλὰ μὲν πρῶτα ὕδατα ἐφοβεῖτο τὸν θεόν, αἱ δὲ δηλωθεῖσαι ἄβυσσοι ἐταράττοντο, τρίτον δὲ τάγμα τυγχάνει παρὰ τὰ λελεγμένα τὸ τῶν νεφελῶν, ὃ δὴ φωνὴν ἔδωκεν. τίνες δὲ ἦσαν αἱ νεφέλαι ἀλλ’ αἱ κελευσθεῖσαι μὴ βρέχειν ἐπὶ τὸν πρότερον ἀμπελῶνα κατὰ τὸ φῆσαν λόγιον· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’ αὐτόν ὑετόν, δῆλον δὲ ὅτι τὸν ἐκ περιτομῆς λαόν;
And again, according to the history, when the Savior compelled the disciples to go up into the boat and proceed to the opposite shore, then at the fourth watch of the night he came to them walking on the sea, and then the waters saw him and were afraid.
But also when he rebuked the winds and the sea, and a great calm occurred, the abysses were disturbed and a multitude of water's sound arose. And these things were accomplished in accordance with the prophecy literally, but in meaning the waters—I mean the ecclesiastical multitudes gathered from all nations—having taken up divine fear, became the beginning of wisdom according to: "The beginning of wisdom is fear of the Lord"; and the abysses, being different from the waters, were disturbed so as to produce sound and tumult; one might say that the abysses are the order of the unbelieving nations that from time to time rise up against the church and stir up the persecutions against it.
But the first waters feared God, while the indicated abysses were disturbed, and a third order exists besides those mentioned, that of the clouds, which gave forth a voice. And what were the clouds but those commanded not to rain upon the former vineyard according to the saying: "And I will command the clouds not to rain rain upon it," clearly meaning the people of the circumcision?
νεφέλαι δὲ πεπληρωμέναι ὑδάτων μὴ ὕουσαι ἐπὶ τὸν παλαιὸν ἀμπελῶνα τίνες ἂν εἶεν ἢ οἱ τοῦ σωτῆρος μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταί, οἳ καθ’ ὅλης τῆς οἰκουμένης τὸν ἐπουράνιον ὑετὸν διαδεδωκότες φωνὴν ἔδωκαν, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν φθόγγον αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν; διὸ λέλεκται· φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Ποῖα δὲ βέλη ἢ τὰ σωτήρια καὶ τὰ ἐκλεκτὰ τὰ τιτρώσκοντα τὰς τῶν σωζομένων ψυχάς, δι’ ὧν ἡ νύμφη Χριστοῦ, ἡ ἐκκλησία, τετρῶσθαι ὁμολογεῖ φάσκουσα· ὅτι τετρωμένη ἀγάπης ἐγώ; καὶ αὐτὸς δὲ ὁ σωτὴρ βέλος ὠνόμαστο κατὰ τὸν εἰπόντα προφήτην· ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέν με.
Ἀλλὰ τοῦ μὲν πατρὸς βέλος ἦν ὁ μονογενὴς αὐτοῦ λόγος, τοῦ δὲ υἱοῦ βέλη ἐτύγχανον οἱ ἀπόστολοι καὶ τὰ θεῖα καὶ πεπυρωμένα αὐτοῦ λόγια· διὸ λέλεκται ἐν τῷ περὶ τοῦ ἀγαπητοῦ ψαλμῷ· τὰ βέλη σου ἠκονημένα, λαοὶ ὑποκάτω σου πεσοῦνται. Οὕτω δ’ οὖν καὶ ἐνταῦθα εἴρηται· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· περιτρέχοντα γὰρ ἁπανταχοῦ τὰ τοῦ Χριστοῦ βέλη διεπορεύετο κηρύττοντα. διὸ φωνὴν ἔδωκαν αἱ νεφέλαι.
Clouds filled with water that do not rain upon the old vineyard—who could they be but the Savior's disciples, apostles, and evangelists, who throughout the whole world, having distributed the heavenly rain, gave forth a voice, so that their sound went out into every land and their words to the ends of the earth? Therefore it is said: "The clouds gave forth a voice." "For your arrows pass through." What arrows but the saving and chosen ones that wound the souls of those being saved, through which the bride of Christ, the Church, confesses herself wounded, saying: "For I am wounded with love"? And the Savior himself was named an arrow according to the prophet who said: "He set me as a chosen arrow and hid me in his quiver." But the arrow of the Father was his only-begotten Word, while the arrows of the Son were the apostles and his divine and fiery sayings. Therefore it is said in the psalm concerning the beloved: "Your arrows are sharpened; peoples will fall beneath you." So then it is also said here: "For your arrows pass through"; for the arrows of Christ, running everywhere, passed through, proclaiming. Therefore the clouds gave forth a voice.
Ἀλλὰ καὶ φωνὴ τῆς βροντῆς σου, φησίν, ἐν τῷ τροχῷ· βροντὴν δὲ ἐνταῦθα τὸ κήρυγμα τὸ εὐαγγελικὸν αἰνίττεται· ὡς γὰρ φωνὴ βροντῆς οὐράνιος τυγχάνει βοὴ καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβάλλουσα δύναμιν, τὸν αὐτὸν τρόπον καὶ τὸ εὐαγγελικὸν κήρυγμα, οὐράνιον τυγχάνον, οὐκ ἀνθρωπίνην περιεῖχεν ἰσχύν· οὐδὲ γὰρ ἐκ θνητῆς βουλῆς ὡρμᾶτο, σὺν θεϊκῇ δὲ δυνάμει τὸν σύμπαντα ἐπλήρου κόσμον. διὸ καὶ τοὺς ἀποστόλους αὐτοῦ ὁ σωτὴρ βοανῆργες ὠνόμαζεν, ὅπερ ἑρμηνεύεται υἱοὶ βροντῆς. oὐκοῦν καὶ ἐνταῦθα ἀκολούθως τοῖς ἔμπροσθεν εἴρηται· φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Τροχὸν δὲ σημαίνει τὸν σύμπαντα βίον, ἐπεὶ καὶ ἐν τῷ Ἐζεκιὴλ τροχὸς ἐν τροχῷ λέλεκται ὁ σύμπας τῶν ἀνθρώπων βίος. ἔστι μὲν οὖν τροχὸς ὁ κόσμος σφαιροειδὴς ὢν κυκλοφορητικῶς τε κινούμενος, ἐν τούτῳ δὲ τροχὸς ὁ τῶν ἀνθρώπων ἐστὶν βίος, ἄπαυστον τὴν στροφὴν ποιούμενος· διὸ καὶ τροχὸς ἐν τῷ τροχῷ εἴρηται. Κατὰ δὲ τὸν Ἀκύλαν· φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ, κατὰ δὲ τὸν Σύμμαχον· ἦχος βροντῆς σου ἐν τῷ τροχῷ, κατὰ δὲ τὸν Θεοδοτίωνα· φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ.
And also, it says, "the voice of your thunder in the wheel." Here "thunder" signifies the evangelical proclamation. For just as the voice of thunder is a heavenly roar surpassing all human power, in the same way the evangelical proclamation, being heavenly, did not contain human strength; nor did it arise from mortal counsel, but with divine power it filled the entire world. For this reason the Savior called his apostles "Boanerges," which is interpreted as "sons of thunder." Therefore, consistently with what was said before, it is stated here: "the voice of your thunder in the wheel." "Wheel" signifies the whole of life, since also in Ezekiel "wheel within a wheel" is said of the whole of human life. Now the wheel is the cosmos, being spherical and moving in a circular manner, and within this the wheel is human life, making an unceasing rotation; hence "wheel within a wheel" is said. According to Aquila: "the voice of your thunder in the wheel"; according to Symmachus: "the sound of your thunder in the wheel"; according to Theodotion: "the voice of your thunder in the wheel.
Καὶ θέα, ὅπως κατὰ πάντας τοὺς ἑρμηνευτὰς τροχὸς ὠνόμασται, ἐπεὶ καὶ ἡ Ἑβραϊκὴ λέξις βαγελγὲλ περιέχει, ὅπερ ἐστὶν ἐν τῷ τροχῷ· οὕτως δὲ ὠνόμασται καὶ ἐν τῷ Ἐζεκιήλ. ἔνθα γενόμενος παρασημειώσῃ, ὡς καὶ ἡ θεία γραφὴ τὸ περιέχον τροχὸν οἶδεν· διὸ σφαιροειδῆ φασιν εἶναι τὸν κόσμον, ἐπεὶ καὶ ἐν τῷ Ἔσδρα ὁ Ζοροβάβελ τὰ νικητήρια ἀπηνέγκατο παρὰ τῷ βασιλεῖ εἰρηκώς· μέγας ὁ οὐρανός, καὶ μέγας ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ ἐπανέρχεται εἰς τὸν ἴδιον τόπον ἐν ἡμέρᾳ μιᾷ.
Ταῦτα μὲν οὖν κατὰ τὴν φυσικὴν θεωρίαν· τὰ δὲ προκείμενα θεσπίζει τῆς εὐαγγελικῆς θεοφανείας τὴν δύναμιν καὶ ὡς δι’ αὐτῆς τὰ πλήθη μὲν τῶν ἐθνῶν τὸν θεὸν ἐπέγνω (αἱ δὲ ἄβυσσοι ἐταράχθησαν, αἱ δὲ προλεχθεῖσαι νεφέλαι ἔδωκαν φωνήν) καὶ ὥστε τὰ βέλη αὐτοῦ διεπορεύθη καὶ ὡς φωνὴ τῆς βροντῆς αὐτοῦ γέγονεν ἐν τῷ τροχῷ καὶ ἐπὶ πᾶσι τούτοις ὡς ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. Τίνας δ’ ἂν εἴποις τὰς ἀστραπὰς αὐτοῦ ἢ τὰ φέγγη τῶν τοῦ ἁγίου πνεύματος χαρισμάτων τὰ ἐξαστράπτοντα καθ’ ὅλης τῆς οἰκουμένης; διαιρέσεις γὰρ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα, καί· ᾧ μὲν διὰ τοῦ πνεύματος δέδοται λόγος σοφίας καὶ ἄλλῳ λόγος γνώσεως καὶ ἄλλῳ πίστις καὶ τὰ λοιπά· ἅτινα ἐξαίρετα ὄντα τοῦ θεοῦ χαρίσματα ἐξαστράπτει καὶ καταλάμπει τὴν ἐκκλησίαν αὐτοῦ.
And see how, according to all the interpreters, "wheel" has been named, since the Hebrew word "bagelgel" contains it, which is "in the wheel." Thus it is also named in Ezekiel. There, when you come upon it, note that divine Scripture knows the encompassing wheel. For this reason they say the cosmos is spherical, since in Ezra, Zerubbabel carried off the victory from the king by saying: "Great is the heaven, and great is the sun, because it turns in the circle of the heaven and returns to its own place in one day."
These things, then, according to natural contemplation. But the present text prophesies the power of the evangelical theophany, and how through it the multitudes of the nations came to know God (and the abysses were shaken, and the previously mentioned clouds gave voice), and that his arrows went forth, and that the voice of his thunder came to be in the wheel, and above all these, that his lightnings shone upon the inhabited world. Whom would you call his lightnings but the radiances of the gifts of the Holy Spirit, which flash out over the whole inhabited world? For there are divisions of gifts, but the same Spirit, and: to one is given through the Spirit a word of wisdom, and to another a word of knowledge, and to another faith, and the rest. These, being exceptional gifts of God, flash out and illuminate his church.
Ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωσῆ καὶ Ἀαρών.
Ἀκολούθως τοῖς ἀποδεδομένοις ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ· ἀντὶ γὰρ τοῦ καὶ ἔντρομος κατὰ πάντας τοὺς ἑρμηνευτὰς καὶ ἐσείσθη εἴρηται. οὕτω δὲ ἐσείσθη ἡ γῆ, ὡς εἴρηται ἐν εὐαγγελίοις· καὶ εἰσελθόντος τοῦ σωτῆρος εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος; ὡς γὰρ οἱ τὴν πόλιν οἰκοῦντες ἐδηλοῦντο διὰ τοῦ τόπου, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν τοὺς τὴν γῆν οἰκοῦντας κλονηθῆναί φησιν καὶ σεισθῆναι τὸ λόγιον. διὸ πᾶσα ἀκοὴ κεκίνηται ἐκ τοῦ εὐαγγελικοῦ κηρύγματος εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν κεκηρυγμένου. ἀκολούθως δὲ ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ ἢ ἐκλονήθη διὰ τὰ ἔμπροσθεν λελεγμένα· εἰ γὰρ ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἰ φωνὴ τῆς βροντῆς αὐτοῦ ἐξήχησεν ἐν τῷ τροχῷ, εἰ τὰ βέλη αὐτοῦ ἐπὶ πάντας διαπορεύηται, εἰ αἱ νεφέλαι τὴν αὐτῶν ἔδωκαν φωνήν, ἀκόλουθον ἦν ἐκ τούτων ἁπάντων κλονηθῆναι καὶ σαλευθῆναι τὴν γῆν.
The earth was shaken and became trembling. In the sea is your way, and your paths are in many waters, and your footprints will not be known. You led your people like sheep by the hand of Moses and Aaron.
Consistently with what has been set forth, the earth was shaken and quaked; for instead of "and trembling," according to all the interpreters, "and was shaken" has been said. And the earth was shaken in this way, as is said in the Gospels: when the Savior entered Jerusalem, the whole city was shaken, saying, "Who is this?" For just as the inhabitants of the city were indicated by the place, in the same manner now the oracle says that those inhabiting the earth were agitated and shaken. Therefore every ear has been stirred by the evangelical proclamation, which has been proclaimed as a testimony to all the nations. And consistently, the earth was shaken and quaked or was agitated because of what was said before; for if his lightnings shone upon the inhabited world, if the voice of his thunder resounded in the wheel, if his arrows go forth against all, if the clouds gave their voice, it was consistent that from all these things the earth be agitated and shaken.
Ὅπως δὲ ἐν τῇ θαλάσσῃ ἡ ὁδὸς αὐτοῦ γέγονεν καὶ αἱ τρίβοι αὐτοῦ ἐν ὕδασι πολλοῖς, καὶ ὡς τὰ ἴχνη αὐτοῦ οὐ γινώσκεται, εἴσῃ ἐπιστήσας τῇ πρὸς τοὺς μαθητὰς ἐπαγγελίᾳ αὐτοῦ φησάσῃ· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, καί· ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἀοράτως γὰρ ἁπανταχοῦ γῆς συνὼν τοῖς αὐτοῦ μαθηταῖς ἐν τῇ τοῦ βίου θαλάσσῃ καὶ τοῖς πολλοῖς τῶν ἐθνῶν ὕδασιν ἐπεπορεύετο. καὶ τοῦτ’ ἔπραττεν ἀοράτῳ καὶ ἀφανεῖ δυνάμει, διὸ λέλεκται· καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.
Ταῦτα μὲν οὖν ἐπληροῦτο κατὰ τὴν σωτήριον θεοφάνειαν· οὕτω δὲ ταῦτα, φησίν, ἐγίνετο ἐπὶ τῆς εἰς ἀνθρώπους παρουσίας αὐτοῦ κατὰ τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ ὑψίστου, ὥσπερ καὶ πάλαι ἐπὶ τοῦ προτέρου λαοῦ ὁπηνίκα ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου διήγαγεν διὰ τῆς θαλάσσης· καὶ τότε γὰρ δεικνὺς τὰς ἀρετὰς αὐτοῦ ὁδὸν ἐποίει καὶ τρίβους ἐν ὕδασι πολλοῖς ὡς προηγουμένῳ αὐτῷ ἐπακολουθεῖν ἐν τῇ πορείᾳ τῆς θαλάσσης τὸν πάντα Ἰσραὴλ ἄγνωστόν τε εἶναι καὶ ἀκατάληπτον ἀνθρώποις τὴν πορείαν αὐτοῦ· ὅτε καὶ ὡδήγησεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Μωσῆ καὶ Ἀαρών.
But how his way came to be in the sea and his paths in many waters, and how his footprints are not known, you will learn by attending to his promise to the disciples, which says: "Go and disciple all the nations in my name," and: "Behold, I am with you all the days until the end of the age." For invisibly he traveled everywhere on earth, being with his disciples in the sea of life and in the many waters of the nations. And this he did by an invisible and unseen power, wherefore it is said: "And your footprints will not be known."
These things, then, were fulfilled at the time of the saving theophany. And thus, he says, these things happened at his coming among men, according to the change of the right hand of the Most High, just as also long ago with the former people, when he led them out of the land of Egypt and brought them through the sea. For then too, showing his powers, he made a way and paths in many waters, so that all Israel followed him as he went before in the passage of the sea, and his journey was unknown and incomprehensible to men. At that time also he led his people like sheep by the hand of Moses and Aaron.
Ἄλλος μὲν οὖν τὰ προκείμενα παντα ἐπὶ τὴν ἔξοδον τὴν ἀπ’ Αἰγύπτου ἀνοίσει τότε πεπληρῶσθαι φάσκων τό· εἴδοσάν σε ὕδατα, ὁ θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὕδατος, πᾶσάν τε τὴν περικοπὴν ἀκολούθως ἐπὶ τὴν τότε πραχθεῖσαν ἱστορίαν ἀναπέμψει· ἐγὼ δὲ μὴ εὑρών, ὅπως τὰ ἑξῆς εἰρημένα κατὰ τὴν λέξιν ἐπληροῦτο (οὐ γὰρ μέμνηται ὁ Μωσέως νόμος, ὡς νεφέλαι τινὲς κατὰ τὸν καιρὸν ἐκεῖνον φωνὴν ἔδωκαν σωματικῶς οὐδὲ ὡς βέλη αἰσθητὰ διεπορεύετο οὐδὲ ὡς ὅλῃ τῇ οἰκουμένῃ ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ, καθ’ ὃν χρόνον ἦσαν ἐν τῇ ἐρήμῳ), τὴν ὑποπεσοῦσαν εἰς τοὺς τόπους ἑρμηνείαν παρεθέμην. ὁποίαν δὲ χρὴ τῶν εἰρημένων ἐκδοχῶν αἱρεῖσθαι θείᾳ κρίσει ὁ ἐντυγχάνων εἴσεται.
οζ Χριστοῦ διαστολὴ πρὸς τὴν ἐκκλησίαν περὶ τῆς τοῦ προτέρου λαοῦ παρανομίας
Συνέσεως τῷ Ἀσάφ. Προσέχετε, λαός μου, τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. ἀνοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς.
Another person, then, will refer all the foregoing to the exodus from Egypt, claiming that at that time the following was fulfilled: "The waters saw you, O God, the waters saw you and were afraid, the abysses were troubled, a multitude of water's sound," and will accordingly refer the entire passage to the history that was then enacted. But I, not finding how the things said subsequently according to the literal sense were fulfilled (for the law of Moses does not record that some clouds at that time gave voice corporeally, nor that perceptible missiles passed through, nor that his lightnings appeared to the whole inhabited world at the time they were in the desert), have set forth the interpretation that occurred to me concerning the passages. What kind of interpretation among those mentioned should be chosen, the reader will know by divine judgment.
OZ Christ's distinction to the church concerning the lawlessness of the former people.
Understanding to Asaph. Pay attention, my people, to my law, incline your ear to the words of my mouth. I will open my mouth in a parable, I will utter riddles from the beginning.
Παρορμῶν ἡμᾶς ὁ λόγος ἐπὶ τὴν σύνεσιν τῶν ἐμφερομένων, συνέσεως τὴν ἐπιγραφὴν ἐποιήσατο· ταύτης γὰρ δεόμεθα εἰς θήραν τῆς προκειμένης διανοίας. πρῶτον μὲν οὖν ζητήσειεν ἄν τις εὐλόγως, τίνος πρόσωπον τυγχάνει τὸ φάσκον ἐν ἀρχῇ· προσέχετε, λαός μου, τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· οὔτε γὰρ τῷ Ἀσὰφ οὔτε τῷ Δαυὶδ ἁρμόζει ταῦτα λέγειν, ἐπεὶ μὴ νομοθέται γεγόνασιν οὗτοι, οὔτε τό· οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου, ἔπρεπε λέγειν ἤτοι τὸν Ἀσὰφ ἢ τὸν Δαυίδ· οὐ γὰρ οἰκεῖα ῥήματα προσέφερον, τῇ δὲ τοῦ θείου πνεύματος βουλῇ διηκονοῦντο. διὸ συνέσεως προγέγραπται, ὡς ἂν συνῶμεν, τίς τέ ἐστιν ὁ ταῦτα λέγων καὶ τίς ὁ λαὸς αὐτοῦ καὶ τίς ὁ νόμος· ἕτερος γὰρ ἔοικεν εἶναι παρὰ τὸν Μωσέως.
Ταῦτα δ’ ἐπιλύεται τὸ εὐαγγέλιον, ἐν ᾧ εἴρηται· ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς. διὰ ποίου δὲ προφήτου ταῦτα εἴρητο ἢ διὰ τοῦ προκειμένου Ἀσάφ; ὃν μὴ συνιέντες τινὲς προσέθηκαν ἐν τῷ εὐαγγελίῳ τό· διὰ Ἡσαΐου τοῦ προφήτου· ἐν δέ γε τοῖς ἀκριβέσιν ἀντιγράφοις ἄνευ τῆς προσθήκης τῆς διὰ Ἡσαΐου ἁπλῶς οὕτως εἴρηται· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς· ἃ δὴ φέρεται ἐν τοῖς προκειμένοις, οὐ μὴν ἐν τῇ τοῦ Ἡσαΐου προφητείᾳ.
The word urges us toward understanding of the matters contained, and it has made "understanding" its title; for we need this for the pursuit of the meaning before us. First, then, one might reasonably inquire whose person it is that says at the beginning: "Pay attention, my people, to my law, incline your ear to the words of my mouth." For it is fitting neither for Asaph nor for David to say these things, since they were not lawgivers; nor would it be proper for either Asaph or David to say "your ear to the words of my mouth," for they did not offer their own words but served the will of the divine spirit. Therefore it is inscribed "of understanding," so that we may understand who it is that says these things, and who his people are, and what the law is; for it seems to be someone other than Moses.
The Gospel resolves these matters, in which it is said: "Jesus spoke all these things in parables to the crowds, and he did not speak to them without a parable, so that what was said through the prophet might be fulfilled, who says: 'I will open my mouth in parables, I will utter things hidden from the beginning.'" And through which prophet were these things said if not through the aforementioned Asaph? Some, not understanding this, added in the Gospel: "through the prophet Isaiah." But in the accurate copies, without the addition "through Isaiah," it is simply stated thus: "so that what was said through the prophet might be fulfilled, who says: 'I will open my mouth in parables, I will utter things hidden from the beginning.'" These words are indeed found in the present text, but not in the prophecy of Isaiah.
οὐκοῦν ἐκ τῆς εὐαγγελικῆς παραθέσεως ὁ σωτὴρ ἂν εἴη καὶ οὐδὲ ἄλλος ὁ ἐξ οἰκείου προσώπου φάσκων ἐπὶ τοῦ παρόντος τό· προσέχετε, λαός μου, τὸν νόμον μου.
Ἵνα δὲ συνῶμεν αὐτόν, συνέσεως τὴν προγραφὴν ἐποιήσατο, ὡς μήτε ψαλμὸν μήτε ᾠδὴν μήτε τι τοιοῦτον νομίζειν εἶναι τὰ λεγόμενα, ἀλλὰ Χριστοῦ διδασκαλίαν πρὸς τὸν αὐτοῦ λαόν, δηλαδὴ τὴν ἐκκλησίαν αὐτοῦ, περὶ τῶν παρανομημάτων τοῦ Ἰουδαίων ἔθνους διαστελλομένου. νοήσεις δὲ τὸν αὐτοῦ λαὸν ἕτερον ὄντα παρὰ τὸν ἐν τοῖς ἑξῆς κατηγορούμενον τὴν Ζαχαρίου προφητείαν τούτοις παραθείς, δι’ ἧς εἴρηται· χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον, καὶ ἔσονταί μοι εἰς λαόν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς θεόν· καὶ γνώσεσθε, ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς ὑμᾶς. θέα γὰρ ἐν τούτοις, ὡς ὁ κύριος ἀπεστάλθαι ἑαυτὸν ὁμολογεῖ ὑφ’ ἑτέρου κυρίου παντοκράτορος ἑαυτῷ τε ἐξ ἁπάντων τῶν ἐθνῶν συνάξειν ἐπαγγέλλεται λαόν. αὐτὸς οὖν οὗτος ὁ τοῦ θεοῦ λόγος τῷ ἐξ ἐθνῶν λαῷ προσεφώνει λέγων· προσέχετε λαός μου, τὸν νόμον μου. Νόμον δὲ αὐτοῦ τὸ εὐαγγέλιον εἶναι διδάσκει, περὶ οὗ καὶ Ἡσαΐας ἐθέσπιζε λέγων· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν. τοῦτον δὲ καὶ Ἱερεμίας διαθήκην καινὴν ὠνόμασεν εἰπών· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν. καὶ Ἡσαΐας δὲ πάλιν περὶ τοῦ σωτῆρος ἀνεφώνει λέγων·
Therefore, from the Gospel citation, it would be the Savior and no other who speaks in his own person at the present passage: "Pay attention, my people, to my law."
And in order that we might understand him, he made "understanding" the title, so that we might consider what is said to be neither a psalm nor an ode nor anything of that sort, but the teaching of Christ to his people, that is, his church, concerning the transgressions of the Jewish nation, which he distinguishes. You will understand his people to be different from the one accused in what follows by comparing the prophecy of Zechariah to these things, through which it is said: "Rejoice greatly, daughter of Zion; proclaim, daughter of Jerusalem: Behold, I am coming and will dwell in your midst, says the Lord; and many nations will flee to the Lord, and they will be my people, and I will be their God; and you will know that the Lord Almighty has sent me to you." For see in these things how the Lord confesses that he himself has been sent by another Lord Almighty, and promises to gather a people for himself from all the nations. Therefore, this very Word of God addressed the people from the nations, saying: "Pay attention, my people, to my law." And he teaches that his law is the Gospel, concerning which Isaiah also prophesied, saying: "For out of Zion will come forth a law, and a word of the Lord from Jerusalem, and it will judge between the nations." And Jeremiah also called this a new covenant, saying: "Behold, days are coming, says the Lord, and I will make a new covenant, not like the covenant I made with their fathers." And Isaiah again proclaimed concerning the Savior, saying:
ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον συντεθλασμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν· ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. ἀντὶ γὰρ τοῦ· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν, τὸ Ἑβραϊκὸν καὶ τῷ νόμῳ αὐτοῦ περιέχει, ὡς συμφώνως καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι καὶ τῷ νόμῳ αὐτοῦ εἰρηκότες.
Παραινεῖ τοίνυν ὁ Χριστὸς τῷ ἑαυτοῦ λαῷ τῷ ἐξ ἐθνῶν διὰ τῶν προκειμένων προσέχειν τῷ νόμῳ αὐτοῦ· προσέχειν γὰρ βούλεται καὶ οὐχ ὡς ἔτυχεν ἀκούειν, θεωρεῖν δὲ κατανενοημένως καὶ συνιέναι τὸν αὐτοῦ νόμον· ἀλλὰ καὶ κλίνειν τὸ οὖς εἰς τὰ ῥήματα τοῦ στόματος αὐτοῦ. διὸ καὶ ἐν εὐαγγελίοις συνεχῶς διεστέλλετο λέγων· ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. καὶ προσέχειν τῷ νόμῳ αὐτοῦ παρακελεύεται, ἐπειδήπερ τὰς διδασκαλίας ἐν παραβολαῖς ἐποιεῖτο. διὸ ἐπιλέγει· ἀνοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς· ὃ δὴ διδάσκει καὶ ἡ τῶν ἱερῶν εὐαγγελίων γραφή, δι’ ἧς εἴρηται, ὅτι πάντα ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς. ἀντὶ γὰρ τοῦ· φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς, Ἑβραῖος ὢν ὁ Ματθαῖος οἰκείᾳ ἐκδόσει κέχρηται εἰπών·
Behold my servant, whom I have chosen, my elect one; my soul has received him; he will bring judgment to the nations. He will not quarrel nor cry out, nor will his voice be heard outside; he will not break a crushed reed nor extinguish smoldering flax, but he will bring judgment in truth; he will shine and will not be broken, until he sets judgment upon the earth; and in his name nations will hope. For instead of "and in his name nations will hope," the Hebrew contains "and in his law," as all the other translators have consistently rendered, saying "and in his law."
Therefore, Christ exhorts his own people, who are from the nations, through the foregoing words to pay attention to his law; for he wishes them to pay attention and not merely to hear casually, but to observe thoughtfully and understand his law; and also to incline their ear to the words of his mouth. Hence, in the Gospels he frequently distinguished himself by saying, "He who has ears to hear, let him hear." And he commands them to pay attention to his law, since he made his teachings in parables. Therefore, he adds, "I will open my mouth in a parable, I will utter riddles from the beginning"; which indeed the text of the holy Gospels also teaches, through which it is said that Jesus spoke all these things in parables to the crowds and did not speak to them without a parable, so that the saying spoken through the prophet might be fulfilled: "I will open my mouth in parables, I will utter things hidden from the foundation." For instead of "I will utter riddles from the beginning," Matthew, being a Hebrew, has used his own version, saying:
ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς, ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ὀμβρήσω αἰνίγματα ἐξ ἀρχῆθεν ἐκδέδωκεν, ὁ δὲ Σύμμαχος· ἀναβλύσω προβλήματα ἀρχαῖα.
Μέλλων δὲ ὁ τοῦ θεοῦ λόγος τὰς κατηγορίας τοῦ προτέρου ποιεῖσθαι λαοῦ καὶ τὰς αἰτίας, δι’ ἃς ἀποβέβληται παρατίθεσθαι, ἀναγκαίως τῇ ἑαυτοῦ ἐκκλησίᾳ παρακελεύεται προσέχειν τοῖς λεγομένοις καὶ συνιέναι τὰς παραθέσεις τῆς τῶν παλαιῶν κατηγορίας, ὡς ἂν μὴ τοῖς αὐτοῖς περιπέσοι, μαθοῦσα δὲ ἐκ τῆς περὶ ἐκείνων διηγήσεως, ὁποῖον αὐτοὺς διεδέξατο τέλος, σωφρονίζοιτο ἐκ τοῦ παραδείγματος· εἰπών· διανοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς, ἐπιφέρει τὰς τοῦ προτέρου λαοῦ κατηγορίας· παραβολῇ γὰρ ἐκείνοις κέχρηται ἀντὶ ὑποδείγματος εἰς ἡμετέραν νουθεσίαν.
Καὶ καθ’ ἑτέραν δὲ διάνοιαν ὁ παρὼν λόγος τὰς παρανομίας τοῦ Ἰουδαίων ἔθνους συγκαταριθμεῖται, ἐπειδήπερ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ ὅσα ἄλλα περὶ τῆς καταλαβούσης αὐτοὺς πολιορκίας ἐλέγετο· τὰς γὰρ τούτων αἰτίας παρίστησι διὰ τῶν προκειμένων. καὶ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ἐλέγετο ψαλμῷ· μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεός, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; εἰκότως ἐπειδὴ τοιαῦτα ἐπηπόρηται, τὰς αἰτίας ἐπὶ τοῦ παρόντος καταλέγει τῆς εἰς τέλος μετελθούσης τὸ Ἰουδαίων ἔθνος ὀργῆς.
I will utter things hidden from the beginning, for which Aquila has rendered "I will rain riddles from the beginning," and Symmachus "I will gush forth ancient problems."
Now the Word of God, about to make the accusations against the former people and to set forth the reasons for which they have been rejected, necessarily commands his own church to pay attention to what is said and to understand the comparisons of the accusation against the ancients, so that it might not fall into the same things, but having learned from the narrative about them what end overtook them, it might be disciplined by the example. Having said, "I will open my mouth in a parable, I will utter problems from the beginning," he adds the accusations against the former people; for he has used a parable for them instead of an example for our admonition.
And according to another meaning, the present passage enumerates the lawless acts of the Jewish nation, since it was said earlier: "Why, O God, have you rejected them utterly, has your anger been kindled against the sheep of your pasture?" and all the other things that were said about the siege that overtook them; for it sets forth the causes of these things through what is before us. And since in the preceding psalm it was said, "Will the Lord reject them forever, and will he not again be pleased? Or will he cut off his mercy utterly from generation to generation? Or will God forget to have compassion, or will he hold back his compassions in his anger?" naturally, since such things have been questioned, it now recounts the causes of the anger that finally overtook the Jewish nation.
καὶ αὐτὸς δὲ ἐν εὐαγγελίοις ὁ σωτὴρ παραπλησίως τοῖς προκειμένοις πρὸς τοὺς αὐτοὺς ἀπετείνετο λέγων· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν, οὐκ ἀπεκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ, ἃ ἐποίησεν.
Τὰ μὲν πρῶτα ἐξ ἑνὸς ἐλέγετο προσώπου, ὅπερ τίνος ἦν ἀποδέδεικται· τὰ δὲ προκείμενα λέλεκται μὲν ἐκ τοῦ αὐτοῦ. συμπαραλαμβάνει δὲ καὶ ἕτερα ὑποκαταβὰς τῆς αὐτοῦ θεότητος καὶ ἀνθρωπινώτερον φθεγγόμενος, ὡς ἂν ἐκ προσώπου οὗ ἀνείληφεν ἀνθρώπου τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα· οὗ τὴν γένεσιν ἱστορεῖ τὸ εὐαγγέλιον φάσκον· βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ, υἱοῦ Ἀβραάμ. διόπερ συμπαραλαμβάνων τοὺς κατὰ σάρκα ὁμογενεῖς αὐτοῦ γενομένους μαθητὰς καὶ ἀποστόλους πληθυντικῶς διεξέρχεται τὰ μετὰ χεῖρας λέγων· ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά· ὃτε μὲν γὰρ τὸν λαὸν ἑαυτοῦ ἀνεκαλεῖτο καὶ οἰκεῖον νόμον αὐτοῖς προὐβάλλετο παρῄνει τε κλίνειν τὸ οὖς τοῖς αὐτοῦ ῥήμασιν, σὺν αὐθεντείᾳ βασιλικῇ ἐξ ἑνὸς προσώπου προεφέρετο τὴν παραγγελίαν, νῦν δέ, ὅτε τῶν παλαιῶν ἀναγνωσμάτων ἐπιτέμνεται τὴν διήγησιν, κοινοποιεῖ τὸν λόγον ὑπομιμνῄσκων τὰ πάλαι πεπραγμένα καὶ ὡς ἂν τοῖς πᾶσι γνώριμα ἐπαναλαμβάνων τὰ ἀπὸ τῆς ἱστορικῆς γραφῆς δηλούμενα. διό φησιν· ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά.
And likewise in the Gospels the Savior, in a manner similar to the preceding, addressed the same people, saying: "How often did I wish to gather your children together, as a hen gathers her chicks under her wings, and you did not wish it? Behold, your house is left desolate."
All that we have heard and known, and our fathers related to us, was not hidden from their children for another generation, as they proclaimed the praises of the Lord and his mighty deeds and his wonders, which he performed.
The first words were spoken from a single person, whose identity has been shown; the present words are spoken from the same. But he also includes others, descending from his own divinity and speaking in a more human manner, as from the person of the man he assumed, who was born from the seed of David according to the flesh. The Gospel records his genealogy, stating: "The book of the generation of Jesus Christ, son of David, son of Abraham." Therefore, including those who were his kinsmen by flesh, who became his disciples and apostles, he sets forth the matters at hand in the plural, saying: "All that we have heard and known." For when he called his own people and set forth his own law for them, and exhorted them to incline their ear to his words, he delivered the command with royal authority from a single person. But now, when he summarizes the narrative of the ancient readings, he makes the speech common, recalling what was done long ago and, as if taking up things familiar to all, he brings to light what is indicated by the historical text. Hence he says: "All that we have heard and known.