ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Commentary · 0300–0339

Commentarii in Psalmos

Eusebius of Caesarea · pta

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 1749 passages · 412,612 words

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

5070 commentary units 1189 scripture852 background815 structure631 term626 reception377 sense326 caution149 parallel82 transmission23 dating 27 derived notes 1335 open questions 1749 narrative
What the kinds mean

Pipeline notes

  • coverageNo English translation could be identified: a language model asked twice could not name one, though it could not rule one out either. That is not proof that none exists — translations in dissertations, recent books and other modern languages are easily missed.
  • limitThe English is a machine draft produced passage by passage from the transcribed Greek; no human has verified it. The commentary is model-written and cites only keys the pipeline could resolve.
  • registerRegister: commentary in ancient Greek; the English keeps the liturgical formulae and the vocatives rather than normalising them.
  • structurePassages: 1749 narrative.
  • caution21 passage(s) are fragmentary in the source; the English bridges each break and says so in the note.
  • scripture5 scriptural phrase match(es) noted: John 1:1; John 1:29; John 4:10; Luke 1:28; Psalm 118:22; Matthew 21:42.
  • sourceSource edition: pta.
  • sourceLicence: CC BY-SA 4.0

Term index

SourceRenderingCountFirst
no glossary terms recorded
pta0003.pta020:801 · narrativehigh
Source · Greek

Τούτων ἕνεκα οὐκ ἀπεικὸς ἦν αὐτὸν καταπονεῖν ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ τιθέναι τὸ ἔνδυμα αὐτοῦ σάκκον ἐφ’ ᾧ καὶ ἐχλεύαζον αὐτὸν οἱ ἀσεβεῖς, ἀντὶ παραβολῆς ταῖς κατ’ αὐτοῦ διηγήσεσιν ἀδολεσχοῦντες· καὶ τὸν μὲν ἄλλον καιρὸν τῆς ἡμέρας, ἐν ταῖς πύλαις συναγόμενοι, τοὺς δι’ αὐτῶν διερχομένους ταῖς κατ’ αὐτοῦ διαβολαῖς ἐπλάνων· ἐν δὲ τῷ καιρῷ τῆς τροφῆς, οἴνῳ καὶ μέθῃ σχολάζοντες, ᾠδὰς συνετίθεσαν κατ’ αὐτοῦ. διὸ συνεκάλυπτεν ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ ἐτίθετο τὸ ἔνδυμα αὐτοῦ σάκκον, ὑπὲρ τῆς ἑτέρων σωτηρίας, δι’ ὑπερβολὴν φιλανθρωπίας ταῦτα πράττων.

Κἀγὼ δὲ ἡ προσευχή μου πρὸς σέ, κύριε, καιρὸς εὐδοκίας, ὁ θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου· ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. σῶσόν με ἀπὸ πηλοῦ ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων· μή με καταποντισάτω καταιγὶς ὕδατος· μηδὲ καταπιέτω με βυθός· μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.

Οἱ μὲν ἐχλεύαζον, φησὶ, καὶ διέσυρον τὰς ἐμὰς κακώσεις· ἐγὼ δὲ προσεκαρτέρουν, τὴν ἐμὴν προσευχήν σοι τῷ κυρίῳ προσαναφέρων. τήρει δὲ, ὡς καὶ ἐνταῦθα τὸν κύριον διὰ τοῦ τετραγράμμου ἡ Ἑβραϊκὴ ἐπισημαίνεται γραφή. εὐχόμενος δὲ πρὸς σὲ τὸν κύριον ταῦτα ἔλεγον·

English

For this reason it was not unlikely that he should afflict his soul with fasting, and put on sackcloth as his garment, on account of which the impious mocked him, occupying themselves with tales against him as if with a parable; and at the other time of day, gathering at the gates, they led astray those passing through them with slanders against him; but at the time of food, devoting themselves to wine and drunkenness, they composed songs against him. Therefore he concealed his soul in fasting, and put on sackcloth as his garment, doing these things for the salvation of others, out of an excess of philanthropy.

And I, my prayer to you, Lord, is a time of favor, O God, in the abundance of your mercy; hear me in the truth of your salvation. Save me from the mire, that I may not stick fast; let me be rescued from those who hate me and from the deep waters; let not a water-spout drown me; nor let the deep swallow me up; nor let a well close its mouth over me.

Some mocked, he says, and disparaged my afflictions; but I persevered, offering up my prayer to you, the Lord. Note that here too the Lord is indicated by the Tetragrammaton in the Hebrew text. Praying to you, the Lord, I said these things.

pta0003.pta020:802 · narrativehigh
Source · Greek

Καιρὸς εὐδοκίας, ὁ θεός, ἢ κατὰ τὸν Σύμμαχον· καιρὸς διαλλαγῆς, ὁ θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.

Εἰ γὰρ καί ποτε ἄλλοτε ἡ σὴ τοῦ πατρὸς ἐμαρτύρησε φωνὴ λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. ἀλλὰ νῦν μάλιστα καιρός ἐστι τῆς εὐδοκίας· διὸ ἱκετεύω ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπακοῦσαί μου, καὶ ἐν ἀληθείᾳ τῆς σωτηρίας σου σῶσαί με. οὐ γὰρ ἀνθρωπίνης δέομαι σωτηρίας, ἀλλὰ τῆς ἀληθοῦς· τοιαύτη δέ ἐστιν ἡ παρὰ σοῦ, καθ’ ἣν σωθῆναι ἱκετεύω ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. ποίου δὲ πηλοῦ, ἢ περὶ οὗ ἀνωτέρω ἔλεγον·

Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις;

Ἡ γὰρ ἀνωτέρω λεχθεῖσα ἰλὺς βυθοῦ ἐνταῦθα πηλὸς ὠνόμασται. σημαίνει δὲ διὰ τούτων τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, περὶ ἧς ἐν ἑτέρῳ ἔφασκεν· οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.

Οἱ μὲν οὖν ὑπὸ τοῦ θανάτου κρατηθέντες, διαφθορὰν ὑπομείναντες καὶ ἐν φθορᾷ γενόμενοι, ἐναπομείναντές τε αὐτῇ, ἐνεπάγησαν εἰς τὸν πηλόν. ἐγὼ δὲ εἰ καὶ κατῆλθον κενώσας ἐμαυτὸν μέχρι τούτου· ἀλλ’ ἱκετεύω λέγων·

English

Time of favor, O God, or according to Symmachus: time of reconciliation, O God, in the abundance of your mercy, hear me.

For if at some other time your father’s voice testified, saying: This is my beloved son, in whom I was well pleased, yet now especially is the time of favor; therefore I beseech you, in the abundance of your mercy, to hear me, and in the truth of your salvation to save me. For I do not ask for human salvation, but for the true one; such is the one from you, according to which I beseech to be saved from the mire, so that I may not be stuck fast. And what mire, if not that about which I spoke above:

I have stuck fast in the slime of the deep, and there is no substance?

For the slime of the deep mentioned above is here called mire. And by these words he signifies the dissolution of the body in death, about which he said elsewhere: You will not abandon my soul to Hades, nor will you allow your holy one to see corruption.

Now those who have been seized by death, having undergone corruption and having come to be in corruption, and having remained in it, have stuck fast in the mire. But I, even if I have descended, having emptied myself as far as this, yet I beseech, saying:

pta0003.pta020:803 · narrativehigh
Source · Greek

Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ.

Τὰ δὲ ἑξῆς ἐπιλεγόμενα τὰς ἐν αὐτῷ τῷ θανάτῳ δυνάμεις παρίστησιν· ἀφ’ ὧν ῥυσθῆναι εὔχεται λέγων·

ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ κατα πιέτω με βυθός.

Ταῦτα δὲ τὰ ὕδατα οἵ τε ἐν αὐτοῖς δράκοντες καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦντο, κατὰ τό·

Σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.

Ἀλλὰ διὰ μὲν τῶν προτέρων τὴν κάθοδον αὐτοῦ τὴν εἰς ταῦτα παρίστη, διὰ δὲ τῶν μετὰ χεῖρας τὴν ἀπὸ τούτων ἐπάνοδον.

Ῥυσθείην γάρ φησιν ἐκ τῶν βαθέων τῶν ὑδάτων καὶ μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.

Τὰς μὲν γὰρ λοιπὰς τῶν ἀνθρώπων ψυχὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συνέσχε καὶ ἀπέκλεισε τῷ ἑαυτοῦ στόματι. φρέαρ δὲ στόμα ἔχον αὐτὸς ἂν λεχθείη ὁ θάνατος, ὁ ἐξ αἰῶνος πάντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ καταπιεῖν ἐνδακὼν, ὥσπερ καὶ ἀποκλείσας τὸ ἑαυτοῦ στόμα, πρὸς τὸ μή τινα παλινδρομῆσαι. ἐπ’ ἐμοῦ δὲ μὴ γένοιτο τοῦτο. διὸ ἀντιβολῶ σε τὸν πατέρα λέγων·

English

Save me from the mire, that I may not be stuck fast.

The following words set forth the powers in death itself, from which he prays to be delivered, saying:

May I be rescued from those who hate me and from the deep waters. Let not the storm of water drown me, nor the abyss swallow me.

These waters, and the serpents in them, were indicated also in the preceding, according to:

Save me, O God, for waters have entered up to my soul; I have stuck fast in the slime of the abyss, and there is no foothold; I have come into the depths of the sea, and a storm has drowned me.

But through the former he sets forth his descent into these things, and through the present passage his return from them.

For he says: May I be rescued from the deep waters, and let not the storm of water drown me, nor the abyss swallow me, nor the pit close its mouth over me.

For death, having prevailed, has swallowed the other souls of men, and the pit has closed and shut them in with its own mouth. The pit having a mouth would itself be called death, which from eternity has swallowed all who have fallen into it, and after swallowing has bitten down, as it were, and closed its own mouth, so that none may return. But in my case, may this not happen. Therefore I beseech you, the Father, saying:

pta0003.pta020:804 · narrativehigh
Source · Greek

Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ,

ἢ κατὰ τὸν Σύμμαχον·

Mηδὲ ἐπιπωμάσαι μοι φρέαρ τὸ στόμα αὐτοῦ.

Καὶ νῦν μὲν ὑδάτων μέμνηται καὶ βυθῶν καὶ φρέατος· ἐν δὲ τῷ κα´ ψαλμῷ τὰ αὐτὰ ταῦτα σημαίνων, ἑτέροις ὀνόμασι κέχρηται λέγων· ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.

Καὶ ταῦτα γὰρ περὶ τῶν ἐν τῷ καλουμένῳ ᾅδῃ δυνάμεων ἀντικειμένων λέλεκται, ὡς τοὺς τόπους διηγούμενοι παρεστήσαμεν.

Εἰσάκουσόν μου, κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ’ ἐμέ. μὴ ἀποστρέψῃς το πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου ὅτι θλίβομαι ταχὺ ἐπάκουσόν μου. πρόσχες τῇ ψυχῇ μου καὶ λυτρώσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥύσαι με· σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου· ἐναντίον σου πάντες οἱ θλίβντές με· ὀνειδισμὸν προσεδόκησεν ἡ καρδία μου καὶ ταλαιπωρίαν.

English

Let not the squall of water drown me, nor the deep swallow me up, nor a pit close its mouth over me, or according to Symmachus: Nor let a pit seal its mouth over me. And now he mentions waters and depths and a pit; but in the twenty-first psalm, signifying the same things, he has used different terms, saying: Rescue my soul from the sword, and my only one from the hand of a dog. Save me from the mouth of a lion, and my humility from the horns of unicorns. For these things too have been said concerning the opposing powers in the so-called Hades, as we have shown when explaining the passages. Hear me, Lord, for your mercy is good; according to the multitude of your compassions, look upon me. Do not turn your face away from your servant, for I am distressed; quickly hear me. Attend to my soul and redeem it; on account of my enemies, rescue me. You know my reproach and my shame and my disgrace; before you are all who oppress me. My heart has expected reproach and misery.

pta0003.pta020:805 · narrativehigh
Source · Greek

Καὶ ἐνταῦθα διὰ τοῦ παρ’ Ἑβραίοις ἀνεκφωνήτου τὸν ἑαυτοῦ πατέρα ὁ σωτὴρ ἐπικαλεῖται λέγων· ἐπειδὴ τάδε καὶ τάδε ᾔτησα, ἵνα μὴ ἐμπάγω εἰς τὸν πηλὸν, καὶ ὅπως ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων, τά τε τούτοις ἑξῆς, τούτου χάριν ἐπίνευσόν μου τῇ δεήσει, ὦ κύριε,

ὅτι χρηστὸν τὸ ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ’ ἐμέ. μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.

Ἐν οἷς παρακαλεῖ ἐπιβλέψαι, καὶ μὴ ἀποστρέψαι τὸ πρόσωπον ἐξ αὐτοῦ· ἵν’ ὥσπερ μέγας ἀγωνοθέτης δοκιμάσῃ τὸν ἀγῶνα ὃν ὑπέστη καὶ τὴν ὑπομονὴν καὶ τὴν ταπείνωσιν, ἐφ’ ᾗ σεμνυνόμενος ἀξιοῖ τὸν πατέρα μὴ ἀποστρέψαι τὸ πρόσωπον αὐτοῦ, ἀλλ’ ἐπιβλέψαι εἰς αὐτόν. εἶτα ἐπιλέγει·

Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου,

ἢ κατὰ τὸν Ἀκύλαν· Ὅτι στενόν μοι, ταχὺ ἐπάκουσόν μου.

Νοήσεις δὲ καὶ τούτου τὴν διάνοιαν ἐπιστήσας ὅπως εἴρηται τὸ, στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι’ αὐτῆς. πρῶτος γοῦν αὐτὸς τὴν στενὴν ταύτην καὶ τὴν τεθλιμμένην ὁδεύσας ἔλεγεν· ὅτι στενά μοι, καὶ,

English

And here, through the ineffable name among the Hebrews, the Saviour invokes his own father, saying: Since I have asked for these and those things, that I may not sink into the mire, and that I might be rescued from the depths of the waters, and the things following these, for this reason grant my petition, O Lord,

for your mercy is good, and according to the multitude of your compassions, look upon me. Do not turn your face away from your servant.

In these words he entreats him to look, and not to turn his face away from him; so that, as a great judge of contests, he might examine the struggle which he underwent, and the endurance and the humility, on account of which, taking pride, he deems it worthy that the father not turn his face away, but look upon him. Then he adds:

Because I am distressed, hear me quickly,

or according to Aquila: Because it is narrow for me, hear me quickly.

You will understand the meaning of this as well, if you consider how it is said: The way that leads to life is narrow and confined, and few are those who enter through it. So he himself, having first traveled this narrow and confined way, said: Because it is narrow for me, and,

pta0003.pta020:806 · narrativehigh
Source · Greek

Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.

Ἐδήλου δὲ καὶ διὰ τῶν ἔμπροσθεν τὴν θλίψιν ἑαυτοῦ καὶ τὴν στένωσιν λέγων·

Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον.

Ἐπὶ τούτοις οὖν καὶ παρεκάλει τὸν πατέρα ἐμβλέψαι καὶ θεάσασθαι τοὺς ἄθλους οὓς ὑπὲρ ἡμῶν ὑπέμεινε· διὸ ἔλεγε·

Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

Εἶτα δεικνὺς αὐτοῦ τὰ κατορθώματα οἷς ἐμβλέψαι παρεκάλει, ἐπιλέγει·

Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου.

Ὡς γὰρ ἀνωτέρω ἔλεγε·

Σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.

Οὕτω καὶ νῦν τῆς σῆς, φησί, γνώσεως τυγχάνουσιν ἄξιοι οἱ ὀνειδισμοί μου. ἐδήλου δὲ περὶ τούτων καὶ ἐν τοῖς ἔμπροσθεν λέγων·

Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ.

Ἐπεὶ τοίνυν σῇ κρίσει καὶ σῷ νεύματι τοὺς ὀνειδισμοὺς ὑπέμεινα, καὶ τὸ μεστὸν αἰσχύνης τὸ πάθος, διὰ τοῦτό φημι·

English

That I am distressed, quickly hear me.

And he made clear through the preceding also his own distress and constriction, saying:

And I covered my soul with fasting, and it became reproaches to me. And I put my garment as sackcloth.

Upon these things, then, he also entreated the father to look upon and behold the struggles which he endured on our behalf; wherefore he said:

Attend to my soul, and ransom it.

Then, showing his own achievements which he entreated him to look upon, he adds:

For the sake of my enemies, deliver me. You know my reproach and my shame, and my disgrace.

For as he said above:

You knew my folly, and my offenses were not hidden from you.

So also now, he says, my reproaches are worthy of your knowledge. And he made clear concerning these things also in the preceding, saying:

And the reproaches of those who reproach you fell upon me.

Since, therefore, by your judgment and your nod I endured the reproaches, and the passion full of shame, for this reason I say:

pta0003.pta020:807 · narrativehigh
Source · Greek

Σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου.

Τὴν μὲν ἐμὴν οἶδας αἰσχύνην οὐκ οὖσαν ἀναξίαν τῆς σῆς γνώσεως. καὶ τὴν ἐντροπήν μου, ἣν ὑπέμεινα, τὸν νῶτόν μου δοὺς εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα, γινώσκεις. οὐκέτι δὲ ὁμοίως ἐμοὶ τοὺς θλίβοντάς με γινώσκεις· οὐ γὰρ τῆς σῆς τυγχάνουσι γνώσεως ἄξιοι. διὸ περὶ αὐτῶν φημι,

Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.

Οὕτω δέ εἰσιν ἐναντίον σοῦ, ὡς τὰ ἐναντία σοὶ προῃρημένοι· θλίβουσι δέ με μηδὲν ὠφελούμενοι ἐκ τῆς ἐμῆς θεραπείας, καὶ θλίβουσι διὰ τῆς αὐτῶν ἀπωλείας. εἶτ’ ἐπιλέγει·

Ὀνειδισμὸν προσεδόκησεν ἡ καρδία μου καὶ ταλαιπωρίαν.

ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών·

Ὀνειδισμὸς κατέαξεν τὴν καρδίαν μου, καὶ ἠνιώμην,

ὁ δὲ Ἀκύλας·

Ὀνειδισμός, φησίν, συνέτριψε τὴν καρδίαν μου, καὶ ἀπεγνώσθην.

Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον. καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

English

You know my reproach and my shame and my disgrace.

You know my shame, which is not unworthy of your knowledge. And my disgrace, which I endured, giving my back to lashes and my cheeks to slaps, you know. But you do not likewise know those who oppress me; for they are not worthy of your knowledge. Therefore concerning them I say,

Before you all who oppress me.

Thus they are before you, as those who have chosen things contrary to you; they oppress me, gaining nothing from my service, and they oppress through their own destruction. Then he adds:

My heart expected reproach and misery.

Which Symmachus interpreted more clearly, saying:

Reproach broke my heart, and I was distressed.

And Aquila:

Reproach, he says, shattered my heart, and I was in despair.

And I waited for one to sympathize with me, and there was none, and for one to comfort me, and I found none. And they put gall into my food, and into my thirst they gave me vinegar to drink.

pta0003.pta020:808 · narrativehigh
Source · Greek

Κατὰ δὲ τὸν Σύμμαχον·

Καὶ ἀνέμενον συλλυπούμενον, καὶ οὐχ ὑπῆρ χεν,

καὶ παρηγοροῦντα, καὶ οὐχ εὕρισκον.

καὶ ἐνέβαλλον εἰς τὴν τροφήν μου χολήν,

καὶ ἐν τῇ δίψῃ μου ἐπότισάν με ὄξος.

Ὅτι μὲν οἱ μαθηταὶ αὐτοῦ, καταλιπόντες αὐτὸν, ἔφυγον κατὰ τὸν τοῦ πάθους καιρὸν, ὅμως δ’ ἐκτὸς λύπης οὐκ ἦσαν, διδάσκει τὸ εὐαγγέλιον. ὅτε γὰρ Πέτρος ἀναγέγραπται ἀποκλαυσάμενος πικρῶς, οἵ τε λοιποὶ συνηγμένοι καὶ ὑφ’ ἕνα κρυπταζόμενοι οἶκον διὰ τὸν φόβον τῶν Ἰουδαίων, οὐκ ἕξω λύπης ὑπῆρχον.

Οὐκ ἂν οὖν ἁρμόσειε ταῦτα περὶ τοῦ χοροῦ τῶν ἀποστόλων λέγεσθαι, ἀλλὰ περὶ τῶν θλιβόντων αὐτὸν, περὶ ὧν ἔλεγεν·

Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.

Ἐγὼ μὲν γὰρ πάντα ὑπὲρ τῆς αὐτῶν σωτηρίας ἐποίουν, καλύπτων ἐν νηστείᾳ τὴν ψυχήν μου, σάκκῳ τε ἐνδύματι χρώμενος· οἱ δὲ τὰ ἐναντία τούτοις ἔπραττον, τοτὲ μὲν ὀνειδίζοντες καὶ διασύροντες τὰς ἐμὰς νηστείας, τοτὲ δὲ ἐν ταῖς παροινίαις αὐτῶν κατ’ ἐμοῦ ψάλλοντες, καὶ πάντα μᾶλλον συλλυπούμενοι. κἀγὼ μὲν ὑπὲρ αὐτῶν ἀλγῶν ἐλυπούμην· οἱ δὲ οὐ συνήλγουν μοι, οὐδὲ συνέπασχον· ἀλλ’ οὐδὲ παράκλητός τις αὐτῶν εἰς ἐμὴν παραμυθίαν εὕρηται. πάντα δὲ τὰ κατ’ ἐμοῦ ἐγχειροῦντες, εἰς μὲν τὸ βρῶμά μου χολὴν ἔβαλλον, καίτοι τροφὰς αὐτοῖς ἐμοῦ πλουσίας παρεχομένου· διψῶντι δέ μοι ὄξος ἀντὶ ποτοῦ προσέφερον. τοιαύτην δέ μοι ἐκίρνων χολὴν ὁποίαν ἐδήλου ὁ προφητικὸς λόγος εἰπών· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;

English

According to Symmachus:

And I waited for someone to grieve with me, and there was none, and for someone to comfort me, and I found none. And they put gall into my food, and in my thirst they gave me vinegar to drink.

That his disciples, having abandoned him, fled at the time of the passion, yet were not without grief, the Gospel teaches. For when Peter is recorded as having wept bitterly, and the rest were gathered together and hidden in a single house for fear of the Jews, they were not without grief.

Therefore these things would not be fittingly said about the band of apostles, but about those who oppressed him, concerning whom he said:

All who oppress me are before you.

For I did everything for the sake of their salvation, veiling my soul in fasting, using sackcloth as my garment; but they did the opposite of these things, at one time reproaching and mocking my fasts, at another time singing against me in their carousals, and grieving all the more. And I, pained for them, was grieved; but they did not grieve with me, nor did they suffer with me; nor was any comforter of theirs found for my consolation. And undertaking everything against me, they put gall into my food, although I provided them with abundant food; and when I was thirsty, they offered me vinegar instead of drink. Such gall did they mix for me as the prophetic word indicated when it said: How have you turned to bitterness, the foreign vine?

pta0003.pta020:809 · narrativehigh
Source · Greek

Νοήσεις δὲ ὅπως τρέφεται ὁ σωτὴρ ἡμῶν ἐπακούων αὐτοῦ λέγοντος· ἐπείνων, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων, καὶ ἐποτίσατέ με. εἰ δὲ ἀντὶ τροφίμων καρπῶν τῶν διὰ εὐσεβοῦς βίου πικράς τις προσφέροι κατ’ αὐτοῦ βλασφημίας, τῇ τε διδασκαλίᾳ αὐτοῦ παρεμπλέκοι ἄθεα καὶ ψευδῆ δόγματα, οὗτος εἰς τὸ βρῶμα αὐτοῦ χολὴν ἐμβάλλει, καὶ διψῶντι οἶνον ἐκτροπίαν τὸν ἐκ τῆς εὐθείας ὁδοῦ παρατετραμμένον δίδωσιν.

Τοιαῦτα δὲ ἐθέσπιζε περὶ τοῦ Ἰουδαίων λαοῦ Μωσῆς ἐν μεγάλῃ ᾠδῇ προφητικῶς ἀναφωνῶν καὶ λέγων· ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. ἔνθεν εἰκότως τοῖς αὐτοῖς καὶ διὰ Ἡσαΐου καταμέμφεται τὸ πνεῦμα λέγον· ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καὶ πάλιν· ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.

Ἔργοις τοιγαροῦν καὶ πράξεσι, πικρῷ τε λόγῳ καὶ βίῳ ἔδωκαν εἰς τὸ βρῶμα τοῦ σωτῆρος χολὴν, καὶ εἰς τὴν δίψαν αὐτοῦ ἐπότισαν αὐτὸν ὄξος. ἐπεὶ δὲ ἔδει καὶ κατὰ τὴν ἱστορίαν τὸν τῆς προφητείας ἀποπληρωθῆναι λόγον, κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἱστορεῖ ὁ εὐαγγελιστὴς λέγων· μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται ἤδη, ἵνα πληρωθῇ ἡ γραφὴ, λέγει· διψῶ. λεκάνη ἔκειτο ὄξους μεστή. σπόγγον οὖν μεστὸν ποιήσαντες ὄξους μετὰ χολῆς καὶ ὑσσώ πῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. ὅτε οὖν ἔλαβεν ὁ Ἰησοῦς τὸ ὄξος μετὰ τῆς χολῆς, εἶπε· τετέλεσται καὶ αὕτη ἡ γραφή, καὶ κλίνας τὴν κεφαλὴν, ἀφῆκε τὸ πνεῦμα.

English

You will understand how our Savior is nourished when you hear him saying: I was hungry, and you gave me food; I was thirsty, and you gave me drink. But if, instead of nourishing fruits from a pious life, someone offers bitter blasphemies against him and interweaves godless and false doctrines into his teaching, that person puts gall into his food and, when he is thirsty, gives him wine that has been turned aside from the straight path.

Such things did Moses prophesy concerning the Jewish people, crying out prophetically in a great ode and saying: For their vine is from the vine of Sodom, and their shoot is from Gomorrah; their grape is a grape of gall, a cluster of bitterness. Hence the Spirit fittingly rebukes them also through Isaiah, saying: I waited for it to produce a grape, but it produced thorns; and again: I waited for it to produce justice, but it produced lawlessness, and not righteousness, but outcry.

Therefore, by deeds and actions, by bitter speech and life, they put gall into the Savior’s food, and in his thirst they gave him vinegar to drink. And since the word of prophecy had also to be fulfilled in history, at the time of his passion the evangelist records, saying: After this, Jesus, knowing that all was now accomplished, in order that the scripture might be fulfilled, says: I thirst. A bowl full of vinegar was lying there. So they made a sponge full of vinegar with gall and hyssop, placed it around a reed, and brought it to his mouth. Then when Jesus took the vinegar with the gall, he said: This scripture too is fulfilled, and bowing his head, he gave up the spirit.

pta0003.pta020:810 · narrativehigh
Source · Greek

Καὶ ἐπειδὴ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα μετὰ τὴν συμπλήρωσιν τῆς γραφῆς, εἰκότως καὶ ἐν τῷ ψαλμῷ μέχρι τούτου τὰ ἑαυτοῦ περιγράφει πάθη. εἶτ’ ἐντεῦθεν ὁποῖα μετελεύσεται αὐτοὺς θεσπίζει·

Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς· γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη· καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν.

Ὥσπερ κατά τινα συνήθειαν, τὰ μέλλοντα ὡς παρῳχηκότα προφέρεσθαι εἴωθεν ἡ γραφή· ἀρτίως γοῦν ἔλεγε τό·

ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν,

ἀντὶ τοῦ· δώσουσι,

καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος,

ἀντὶ τοῦ· ποτίσουσι.

Καὶ ἀλλαχοῦ δὲ ὁμοίως εἴρηται· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· καὶ πάλιν· παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. ὁμοίως γὰρ καὶ ταῦτα μέλλοντα γίγνεσθαι ὡς ἤδη παρῳχηκότα προανεφωνεῖτο. οὕτως καὶ ὅσα νομίζεται προστακτικῶς ἢ εὐκτικῶς λέγεσθαι, καὶ ταῦτα προφητικῷ τρόπῳ προαγορευτικῶς ἐξακούεται· οἷά ἐστι τὰ μετὰ χεῖρας.

English

And since he bowed his head and gave up the spirit after the completion of the scripture, it is fitting that in the psalm he describes his own sufferings only up to this point. Then from here he prophesies what will befall them:

Let their table be before them as a snare, and as retribution and as a stumbling block. Let their eyes be darkened so that they do not see, and bend their back forever. Pour out your wrath upon them, and the fury of your wrath may overtake them; let their dwelling be desolate; and let there be no inhabitant in their tents.

As is customary, scripture often presents future events as if they were past. For just now it said:

They put gall into my food,

instead of: they will put,

and into my thirst they gave me vinegar to drink,

instead of: they will give.

And elsewhere it is similarly said: They divided my garments among themselves, and they cast lots for my clothing; and again: The kings of the earth stood, and the rulers assembled together, against the Lord and against his Christ. For likewise these things, though future, were proclaimed beforehand as already past. Thus also whatever is thought to be said in the imperative or optative mood, these too are understood in a prophetic manner as predictive, such as the passages at hand.

pta0003.pta020:811 · narrativehigh
Source · Greek

Τὸ γὰρ, γενηθήτω ἡ τράπεζα αὐτῶν, ἀκουστέον ἀντὶ τοῦ, γενήσεται· καὶ τὸ, σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, ἀντὶ τοῦ, σκοτισθήσονται· καὶ τὰ ἑξῆς τούτοις παραπλησίως. οὐ γὰρ ἔχει λόγον τὸν ἡμῖν προστάττοντα μὴ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ εὐλογεῖν καὶ μὴ καταρᾶσθαι, ἀγαπᾷν δὲ καὶ τοὺς ἐχθροὺς, αὐτὸν τοιαῦτα κατεύχεσθαι ἑτέροις.

Οὐκ εὐκτικῶς τοίνυν, οὐδὲ προστακτικῶς, κατὰ δὲ τὸν ἀποδοθέντα τρόπον προφητικῶς καὶ ταῦτα λέλεκται. ἀνθ’ ὧν γὰρ τετολμήκασι καὶ διεπράξαντο κατ’ ἐμοῦ, τοιαῦτα αὐτοὺς διαδέξεται· ἡ τράπεζα αὐτῶν ἔσται αὐτοῖς οὐκ εἰς παράθεσιν τροφῆς, ἀλλ’ εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον, ἀνθ’ ὧν ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. τράπεζαν δὲ τοῦ Ἰουδαίων ἔθνους τίνα ἂν εἴποις ἢ τὰς θεοπνεύστους γραφὰς, ἃς μελετᾷν καὶ ἀποστοματίζειν εἰώθασιν; ὧν ἡ μὲν θεωρία καὶ ἡ νόησις, ψυχῶν τροφὴν λογικῶν περιέχει, ἡ δὲ λέξις τραπέζης χώραν περιέχει.

English

For "Let their table become" is to be understood in the sense of "will become," and "Let their eyes be darkened" in the sense of "will be darkened," and the following passages similarly. For it is not reasonable that he who commands us not to return evil for evil, but to pray for those who abuse us, and to bless and not to curse, and to love even our enemies, should himself utter such curses against others.

Therefore, these things are said not optatively, nor imperatively, but in the manner explained, prophetically. For in return for what they have dared and done against me, such things will overtake them: their table will be for them not a provision of food, but a snare, a requital, and a stumbling block, in return for the gall they put into my food. And what would you call the table of the Jewish nation but the divinely inspired scriptures, which they are accustomed to study and recite by heart? The contemplation and understanding of these contain the spiritual nourishment of rational souls, while the text itself holds the place of a table.

pta0003.pta020:812 · narrativehigh
Source · Greek

Ταύτην τοίνυν τὴν τράπεζαν αὐτῶν, τὴν πρόχειρον τῶν θείων γραφῶν ἀνάγνωσιν προαγορεύει ἔσεσθαι αὐτοῖς εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον· καὶ ἔσεσθαι αὐτὴν τοιαύτην αὐτοῖς, οὐ φύσει οὖσαν τοιαύτην, ἀλλὰ αὐτοῖς ἔσεσθαι τοιαύτην. τοῦτο γὰρ σημαίνει ὁ λόγος εἰπών·

Ἐνώπιον αὐτῶν γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον.

Ἔργῳ δὲ τοῦτο εἰς αὐτοὺς πληροῦται. ταῖς γοῦν θείαις γραφαῖς ἐντυγχάνοντες ἐξ αὐτῶν παγίσι περιπείρονται, ἑτέρως ἢ κατὰ τὸν ἀληθῆ νοῦν ἐκλαμβάνοντες τὰς λέξεις, καὶ διαστρέφοντες τὸν ἐν αὐταῖς ὀρθὸν λόγον, ἐξ αὐτῶν τε εἰς ἀπιστίαν τοῦ σωτῆρος περιπειρόμενοι.

Ἀλλὰ καὶ εἰς ἀνταποδόσεις γίνεται αὐτοῖς ἡ τράπεζα αὐτῶν. ἐν γὰρ αὐτῷ τούτῳ τῷ μὴ συνιέναι τὰ ἀναγνώσματα, ἀπολαμβάνουσιν ὧν ἔδρασαν κατ’ αὐτοῦ τὴν τιμωρίαν. διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ, καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς τιμωρίαν, ἡρμήνευσεν.

Ἀλλὰ καὶ εἰς σκάνδαλον γίνεται ἐνώπιον αὐτῶν ἡ τράπεζα αὐτῶν. σκανδαλίζονται γὰρ ἐντυγχάνοντες ψιλαῖς ταῖς λέξεσι, καὶ μὴ συνιέντες τὴν ἐν αὐταῖς θεωρίαν· οἷον ἀκούοντες, ὡς, ἐπιστάντος τοῦ Χριστοῦ, συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων καὶ βοῦς φάγεται ἄχυρα· ταῦτα καὶ τὰ τοιαῦτα μὴ συνιέντες, σκανδαλίζονται ἐπὶ τῷ ἐληλυθότι Χριστῷ, ὅτι μὴ αἰσθητῶς ἐγένετο ταῦτα ἐν τῇ αὐτοῦ παρουσίᾳ. οὕτως οὖν ἡ ἀποδοθεῖσα αὐτῶν τράπεζα γέγονεν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον.

English

Therefore, this table of theirs—the ready reading of the divine scriptures—he foretells will become for them a snare and a retribution and a stumbling block. And it will be such for them, not being such by nature, but becoming such for them. For this is what the passage means when it says:

"Let their table become before them a snare, and a retribution and a stumbling block."

And this is fulfilled in them in fact. For when they encounter the divine scriptures, they are pierced by snares from them, taking the words otherwise than according to the true sense, and perverting the right reason in them, and from them they are pierced into disbelief in the Savior.

But also their table becomes for them a retribution. For in this very thing—not understanding the readings—they receive the punishment for what they have done against him. Therefore Symmachus translated "and into retribution" as "and into punishment."

But also their table becomes before them a stumbling block. For they stumble when encountering the bare words and not understanding the theory in them. For example, hearing that, upon the coming of Christ, a wolf will graze together with a lamb, and a leopard will rest with a goat, and a lion and an ox will eat straw—not understanding these and similar things, they stumble at the Christ who has come, because these things did not happen sensibly in his presence. Thus, then, their table, as given, has become before them a snare, and a retribution and a stumbling block.

pta0003.pta020:813 · narrativehigh
Source · Greek

Καὶ ταῦτα πεπόνθασιν, ἐπειδήπερ ἐσκοτίσθησαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, διὰ τὸ παρῃτῆσθαι τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον, καὶ ἐπεὶ ὀφθαλμοὺς ἔχοντες οὐκ ἔβλεπον, καὶ ὦτα ἔχοντες οὐκ ἤκουον. ἐπαχύνθη γὰρ ἡ καρδία αὐτῶν, κατὰ τὸν Ἡσαΐαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν. διὸ προαγορεύει φάσκων ὁ λόγος·

Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.

Καὶ ἄλλο δὲ ἐναργῶς συμβὰν αὐτοῖς θεσπίζει λέγων·

Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμ ψον,

ἀντὶ τοῦ·συγκάμψεις, καί·

ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου,

ἀντὶ τοῦ· ἐκχεεῖς, καί·

ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς,

ἀντὶ τοῦ· καταλήψεται.

Ὅπως δὲ καὶ ταῦτα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν τόλμαν τῷ Ἰουδαίων συμβέβηκεν ἔθνει, οὐ δυσχερὲς καταμαθεῖν. πάλαι μὲν γὰρ διὰ τὰς εἰδωλολατρείας αὐτῶν ἐχθροῖς καὶ πολεμίοις πρὸς ὀλίγον καιρὸν ἐδουλοῦντο· εἶτ’ αὖθις τὴν οἰκείαν ἐλευθερίαν ἐλάμβανον· αὐτόνομοί τε καὶ αὐτοβασίλευτοι διετέλουν, τὸ ἱερὸν καὶ τὴν ἐν αὐτῷ κατὰ τὸν Μωσέως νόμον λατρείαν διακατέχοντες· μετὰ δὲ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν, πάντων ἀθρόως ἐστερήθησαν· πολιορκίαν τε καὶ δουλείαν τὴν ὑπὸ Ῥωμαίοις ὑπομείναντες, διέμειναν οὕτω ταπεινοὶ, καὶ μηκέτ’ ἀνανεῦσαι δεδυνημένοι· ὃ δὴ σημαίνει ἡ μετὰ χεῖρας προφητεία ἐν τῷ λέγειν·

English

And they have suffered these things because their eyes were darkened so as not to see, since the light that illumines every man was rejected, and because, though having eyes, they did not see, and though having ears, they did not hear. For their heart was hardened, according to Isaiah, and they closed their eyes and weighed down their ears. Therefore the Word declares, foretelling:

"Let their eyes be darkened so as not to see."

And it also plainly prophesies what has befallen them, saying:

"And bend their back continually,"

instead of "you will bend," and:

"Pour out your wrath upon them,"

instead of "you will pour out," and:

"May the fury of your wrath overtake them,"

instead of "will overtake."

How these things came to pass for the Jewish nation after their audacity against our Savior is not difficult to understand. For in olden times, because of their idolatries, they were enslaved for a short time to enemies and foes; then again they recovered their own freedom, and continued as an autonomous and self-governed people, retaining the temple and the worship in it according to the law of Moses. But after the plot against our Savior, they were suddenly deprived of everything; having endured siege and slavery under the Romans, they remained thus humbled, and have never been able to lift their heads again. This is what the prophecy at hand signifies when it says:

pta0003.pta020:814 · narrativehigh
Source · Greek

Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.

Πρόσχες γὰρ ὅπως εἴρηται τὸ, διαπαντός· οὐ γὰρ πρὸς ὀλίγον τινὰ χρόνον καθὼς ἄλλοτε ἐγένετο, ἀλλὰ, διαπαντὸς, φησίν. ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσε·

Καὶ τοὺς νώτους αὐτῶν ἐνδελεχῶς ἀτόνωσον,

ὁ δὲ Σύμμαχος·

Καὶ τὰς ὀσφῦς αὐτῶν διαπαντὸς ἐξάρθρωσον.

Καὶ τοῦτο δὲ αὐτοῖς συνέβη· ἐπεὶ ἡ ὀργὴ τοῦ θεοῦ οὐκέτι μέτρῳ κατὰ τὸ παλαιὸν μετῆλθεν αὐτούς· ἡ πᾶσα δὲ ἀθρόως κατ’ αὐτῶν ἐξεχύθη. διὸ ἐπιλέγεται·

Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.

Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ δηλοῦται ψαλμῷ τῷ φήσαντι· ἱνατί, ὁ θεὸς, ἀπώσω εἰς τέλος; καὶ ὁ θεῖος δὲ ἀπόστολος τούτοις συμφώνως ἔλεγεν· ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. πρῶτον οὖν ἡ τράπεζα αὐτῶν ἐγένετο αὐτοῖς εἰς παγίδα· εἶτα οἱ ὀφθαλμοὶ αὐτῶν ἐσκοτίζοντο· εἶτα ὁ νῶτος αὐτῶν διαπαντὸς ἐκάμπτετο, τῆς τοῦ θεοῦ ὀργῆς ἐπ’ αὐτοὺς ἐκχεομένης. μετὰ δὲ ταῦτα ἄλλο τι γενήσεσθαι αὐτοῖς προαγορεύει φάσκων·

English

And bend their back continually.

Observe how it is said, "continually"; for it is not for a short time, as at other times it happened, but "continually," he says. Instead of this, Aquila interpreted:

"And dislocate their backs unceasingly,"

and Symmachus:

"And dislocate their loins continually."

And this happened to them because the wrath of God no longer pursued them in measure as of old, but the whole was poured out upon them at once. Therefore it is added:

"Pour out your wrath upon them, and the fury of your wrath should overtake them."

This is also made clear in another psalm, which says: "Why, O God, have you cast them off utterly?" And the divine apostle spoke in agreement with these things: "And wrath came upon them to the full." First, then, their table became a snare for them; then their eyes were darkened; then their back was bent continually, as the wrath of God was poured out upon them. After these things, he foretells that something else will happen to them, saying:

pta0003.pta020:815 · narrativehigh
Source · Greek

Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη,

ἀντὶ τοῦ· γενηθήσεται,

καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν,

ἀντὶ τοῦ· μὴ ἔσεται.

Ἔδει γὰρ μηδὲ τοῦτο παρελθεῖν τὴν προφητικὴν γνῶσιν· ὡς ἄρα καὶ ἡ ἔπαυλις αὐτῶν ἔσται ἔρημος· ἢ κατὰ τὸν Σύμμαχον, ἀοίκητος· ἢ κατὰ τὸν Ἀκύλαν, ἠφανισμένη. ἔπαυλιν δὲ αὐτῶν τὴν Ἱερουσαλὴμ ὀνομάζει, οὐκέτι θεοῦ πόλιν οὖσαν, ἀλλ’ αὐτῶν ἔπαυλιν. διὸ καὶ ἔρημον αὐτὴν ἔσεσθαί φησιν· ὃ δὴ καὶ ἔργῳ δείκνυται. εἶτ’ ἐπιλέγει·

Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν,

ἐξ αὐτῶν δηλαδὴ τῶν πάλαι οἰκητόρων· ὃ καὶ αὐτὸ ὀφθαλμοῖς ἡ ἀλήθεια τοῦ λόγου παρίστησιν. εἰ γοῦν τις ἀφίκοιτο εἰς τοὺς τόπους, ἴδοι ἂν τὴν ἐσχάτην ἐρημίαν τοῦ τόπου· Ἰουδαίων δὲ οὐδένα τολμῶντα ἐπιβαίνειν τῇ πόλει, μήτι γε οἰκεῖν αὐτόθι· ἀλλ’ οὐδὲ οἴκησις Ἰουδαϊκὴ περιλέλειπται ἐν τῷ τόπῳ, ὥς τινα τῶν Ἑλλήνων οἰκεῖν ἐν αὐτῇ δύνασθαι. διὸ λέλεκται·

Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν,

English

Let their homestead become desolate,

instead of: it will become,

and in their tents let there be no dweller,

instead of: there will not be.

For it was necessary that not even this should escape prophetic knowledge: that their homestead will be desolate, or according to Symmachus, uninhabited, or according to Aquila, destroyed. He calls their homestead Jerusalem, no longer being the city of God, but their homestead. Therefore he says it will be desolate, which indeed is shown in fact. Then he adds:

And in their tents let there be no dweller,

that is, from among those who formerly inhabited them; and this too the truth of the word presents to the eyes. For if someone should come to the places, he would see the extreme desolation of the place, and that none of the Jews dares to set foot in the city, let alone dwell there; but not even a Jewish dwelling remains in the place, so that some of the Greeks could dwell in it. Therefore it is said:

And in their tents let there be no dweller,

pta0003.pta020:816 · narrativehigh
Source · Greek

ἢ κατὰ τὸν Σύμμαχον·

Ἐν ταῖς σκηναῖς αὐτῶν μὴ ἔστω ὁ κατοικῶν.

Ἄρδην γὰρ ἐκ βάθρων πᾶσαι αὐτῶν αἱ σκηναὶ καὶ αἱ οἰκήσεις κατεσκάφησαν.

Ὅρα τοίνυν ὁπόσων ἐμνημόνευσεν ὁ λόγος, ἐρημίας τοῦ ἁγίου τόπου, ἀφανισμοῦ τῶν σκηνωμάτων αὐτῶν, τοῦ ἔθνους παντελοῦς ταπεινώσεως, σκοτισμοῦ τῆς διανοίας αὐτῶν, ἀνοησίας τῶν θείων γραμμάτων, ἃ καὶ οὐκ ἄλλοτε ἐπληροῦτο εἰς αὐτοὺς ἢ μετὰ τὸ ἀσεβῆσαι εἰς τὸν Χριστὸν τοῦ θεοῦ. διὸ ἐπιλέγει τούτοις ἑξῆς τὴν αἰτίαν ὧδε φάσκουσα προφητεία·

Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν· πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου· ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ ἐγγραφήτωσαν.

Τὰ προλεχθέντα πάντα συμβήσεσθαι αὐτοῖς φησιν, οὐ διά τινα εἰδω λολατρείαν, ἀλλ’

ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν.

Σὺ μὲν γὰρ κατὰ τὴν λέγουσαν προφητείαν, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης, δι’ οὓς αὐτὸς οἶδας λόγους ἐπάταξας. ὅθεν εἴρηται παρὰ τῷ Ἀποστόλῳ· εἰ γὰρ τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. τίνι δὲ παρέδωκεν αὐτὸν, Ἡσαΐας διδάξει λέγων· καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· διὸ γέγονεν ὑπὲρ ἡμῶν κατάρα. μὴ γνόντα γὰρ αὐτὸν ἁμαρτίαν ὁ θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.

English

Or according to Symmachus:

"In their tents let there be no dweller."

For all their tents and dwellings were utterly razed from their foundations.

See, then, how many things the word has mentioned: desolation of the holy place, obliteration of their encampments, complete humiliation of the nation, darkening of their mind, senselessness regarding the divine scriptures—things which were fulfilled for them at no other time than after they impiously treated the Christ of God. Therefore the prophecy next adds the reason, speaking thus:

"Because him whom you struck, they pursued, and to the pain of my wounds they added more; add lawlessness to lawlessness and let them not enter into your righteousness; let them be erased from the book of the living, and let them not be enrolled among the righteous."

It says that all the things previously mentioned will happen to them, not because of any idolatry, but

"because him whom you struck, they pursued."

For you, according to the prophecy that says, "I will strike the shepherd, and the sheep of the flock will be scattered," struck for reasons you yourself know. Hence it is said by the Apostle: "For if he did not spare his own son, but handed him over for all of us." And to whom did he hand him over? Isaiah will teach, saying: "And the Lord handed him over to our sins"; therefore he became a curse for us. For God, not knowing him as sin, made him a sin for us, so that we might become the righteousness of God in him.

pta0003.pta020:817 · narrativehigh
Source · Greek

Ἀλλὰ καὶ ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν γέγονε· καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. οὐκοῦν καὶ πληγὰς καὶ μώλωπας εἴληφε, καὶ ταῦτα πάντα πέπονθε, τοῦ πατρὸς βουλομένου καὶ συγχωροῦντος οὕτω γίγνεσθαι. διὸ ἐν μὲν Ζαχαρίᾳ τῷ προφήτῃ λέλεκται· ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπ’ ἄνδρα πολίτην αὐτοῦ. πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτω τὰ πρόβατα τῆς ποίμνης· ἐν δὲ τῷ εὐαγγελίῳ αὐτὸς ὁ σωτὴρ ἡμῶν πρὸς τῷ πάθει γενόμενος τοῖς αὐτοῦ μαθηταῖς διεστέλλετο εἰπών· πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί. γέγραπται γάρ· πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης. καὶ ἐν τῷ μετὰ χεῖρας τοιγαροῦν τούτοις συμφώνως εἴρηται τὸ,

Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν.

Ὁ μὲν οὖν πατὴρ τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. δυνάμει τε αὐτὸς ἦν ὁ πατάξας διὰ τοῦ συγχωρῆσαι τοιαῦτα αὐτὸν παθεῖν. οἱ δὲ οὐκ ἐπάταξαν μόνον, ἀλλὰ καὶ ἤλασαν ἐξ ἑαυτῶν καὶ μακρὰν ἀπεδίωξαν αὐτόν· δέον καὶ παταχθέντα παραδέξασθαι· γνόντας, ὅτι Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ ὅτι μὴ γνόντα ἁμαρτίαν, αὐτὸν ὁ θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ.

English

But also a man who is in a plague, and who has learned to bear infirmity, has come to be; and by his wound we have been healed. Therefore he has received both blows and wounds, and has suffered all these things, the father willing and permitting it to happen thus. Hence in the prophet Zechariah it is said: "Sword, be roused against my shepherd, and against his fellow citizen. Strike the shepherd, and the sheep of the flock shall be scattered." And in the Gospel, our savior himself, when near his passion, instructed his disciples, saying: "All of you will be scandalized by me. For it is written: I will strike the shepherd, and the sheep of the flock will be scattered." And in the passage at hand, accordingly, it is said in harmony with these things:

"Whom you struck, they pursued."

The father, then, did not spare his own son, but handed him over for the sake of us all. And in effect, he himself was the one who struck, by permitting him to suffer such things. But they not only struck him, but also drove him away from themselves and chased him far off, when they ought to have received him even after he was struck, knowing that Christ died for us, having become a curse for us, and that, though he knew no sin, God made him sin for us, so that we might become the righteousness of God in him.

pta0003.pta020:818 · narrativehigh
Source · Greek

Μνημονεῦσαι δὲ χρὴ καὶ τῶν Ἡσαΐου φωνῶν, δι’ ὧν ἐλέγετο· ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· καὶ κύριος παρέδωκε ταῖς ἁμαρτίαις ἡμῶν· καὶ, ὅτι οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· ὅτι τε ἐτραυματίσθη οὐ δι’ ἄλλο τι, ἢ διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. οἱ δὲ τούτων μὲν οὐδὲν διενοήθησαν, ἤλασαν δὲ αὐτὸν καὶ ἀπεδίωξαν ἑαυτῶν, ἐξαιτησάμενοι μὲν τὸν φονέα, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀρνησάμενοι. διό φησιν ἐνταῦθα·

Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.

Ἐγὼ μὲν γὰρ τὰ ὑπὲρ αὐτῶν ἀνεδεχόμην τραύματα, καθαρμὸς αὐτῶν γενόμενος, καὶ ἀντίψυχον διὰ τὰς ἁμαρτίας αὐτῶν· οἱ δὲ προσέθηκαν ἐμοὶ τὰ ἑαυτῶν κακά.

Ἔδωκαν γοῦν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·

Οὐ μόνον καθ’ ὃν ἔπασχον ὑπ’ αὐτῶν καιρὸν, ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ταῖς κατ’ ἐμοῦ βλασφημίαις παραμένοντες. διὸ κατὰ τὸν Ἀκύλαν, ἀντὶ τοῦ, προσέθηκαν, διηγήσονται, εἴρηται· κατὰ δὲ τὸν Σύμμαχον, ἐξηγοῦντο. οὐ γὰρ ἀπήρκει τὸ ἅπαξ ποτὲ τραυματίσαι αὐτὸν, καὶ τοιαῦτα κατ’ αὐτοῦ τολμῆσαι· ἀλλ’ ὥσπερ ἐπὶ κατορθώμασιν ἐγκαυχώμενοι τοῖς ἑαυτῶν τέκνοις, τὰ κατ’ αὐτοῦ τολμηθέντα αὐτοῖς διηγοῦντο. ἐπεὶ τοίνυν αὐτοὶ ταύτην εἵλαντο τὴν μερίδα, διώξαντες μὲν ὃν σὺ ἐπάταξας, ἀνομίας δὲ καὶ ἀσεβείας ἐφ’ ἑαυτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν σωρεύσαντες· εἰκότως ἐπιλέγεται τούτοις·

English

It is also necessary to recall the words of Isaiah, through which it was said: "A man being in a plague, and knowing how to bear infirmity"; and "the Lord delivered us to our sins"; and that "this one bears our sins, and is pained on our behalf"; and that "he was wounded for no other reason than for our sins, and has been weakened because of our lawless deeds." But those who considered none of these things drove him away and banished him from themselves, having demanded the murderer, but denied the author of life. Therefore he says here:

"Because the one whom you struck, they pursued, and they added to the pain of my wounds."

For I indeed received the wounds on their behalf, becoming their purification, and a substitute life because of their sins; but they added their own evils to me.

"They put gall into my food, and into my thirst they gave me vinegar to drink."

Not only at the time when I suffered at their hands, but also in the times thereafter, persisting in blasphemies against me. Therefore, according to Aquila, instead of "they added," it is said "they will relate"; and according to Symmachus, "they recounted." For it was not enough to have wounded him once and to have dared such things against him; but, as if boasting of their achievements to their own children, they recounted to them the things dared against him. Since, then, they chose this portion for themselves, having pursued the one whom you struck, and having heaped up lawless deeds and impieties upon themselves and upon their children, it is fittingly added to these:

pta0003.pta020:819 · narrativehigh
Source · Greek

πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν,

ἀντὶ τοῦ· προσθήσεις. ἔσται γὰρ αὐτοῖς κακῶν προσθήκη. τὰ μὲν γὰρ ἐκ τοῦ ἐφ’ ἡμῖν ἀνθρώποις γίγνεται, τὰ δὲ ἐκ τῶν ἐπακολουθούντων ἔξωθεν τῷ ἐφ’ ἡμῖν. διὸ λέλεκταί που πρὸς τὸν θεόν· μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις· καὶ ἐν τῷ νόμῳ δὲ εἴρηται ἐκ προσώπου αὐτοῦ. καὶ ἐὰν πορευθῆτε πρὸς μὲ πλάγιοι, πορεύσομαι κἀγὼ πρὸς ὑμᾶς θυμῷ πλαγίῳ.

Ἐπεὶ τοίνυν αὐτοὶ ὥσπερ μακρῷ σχοινίῳ τὰς ἀνομίας ἑαυτῶν ἐπεσπάσαντο, εἰκότως καὶ σὺ ὁ δίκαιος κριτὴς προσθήσεις ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν· δευτέραν αὐτοῖς πρὸς τῇ προτέρᾳ λογιζόμενος. ἀλλὰ καὶ

μὴ εἰσελθέτωσαν, φησίν, ἐν δικαιοσύνῃ σου.

Ἡ μὲν γὰρ σὴ δικαιοσύνη δικαίους εἰσκαλεῖται, καὶ πάντας εἰς τὰ ἐνδοτάτω τῆς σῆς βασι λείας κατὰ τὰς ἐπαγγελίας ὑποδέχεται· οἱ δὲ τοιαῦτα τολμήσαντες οὐκ εἰσελεύσονται μετὰ τῶν τῇ σῇ δικαιοσύνῃ συνεισελευσομένων· ἀλλ’ οὐδὲ ἐγγραφήσονται ἐν βίβλῳ ζώντων· τοὐναντίον δὲ πείσονται τοῖς ἐγγραφομένοις. εἰ γὰρ καὶ πρῶτοι τῆς ἐμῆς χάριτος ἀξιωθέντες ἐνεγράφησάν ποτε ἐν τῇ βίβλῳ τῶν ζώντων διὰ τοὺς παρὰ τῷ θεῷ ζῶντας πατέρας αὐτῶν, ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας· ἀλλ’ ἐπεὶ τοιαῦτα τετολμήκασιν,

English

Add lawlessness to their lawlessness,

that is, you will add. For there will be an addition of evils for them. For some things come about from what is up to us humans, and others from what follows externally upon what is up to us. Therefore it has been said somewhere to God: "With a holy one you will be made holy, and with a crooked one you will pervert." And in the Law it has been said from his own person: "And if you go to me crookedly, I also will go to you with crooked wrath."

Since, then, they themselves have drawn their lawlessnesses upon themselves as if with a long rope, it is fitting that you, the righteous judge, will add lawlessness to their lawlessness, reckoning a second to them in addition to the first. But also,

"Let them not enter," it says, "in your righteousness."

For your righteousness invites the righteous, and receives all into the innermost parts of your kingdom according to the promises. But those who have dared such things will not enter with those who enter together with your righteousness; nor will they be enrolled in the book of the living. On the contrary, they will suffer the opposite of those who are enrolled. For if, having been deemed worthy of my grace first, they were once enrolled in the book of the living because of their fathers who were living with God, so that the promises were also given to them, yet since they have dared such things,

pta0003.pta020:820 · narrativehigh
Source · Greek

ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.

Διασαφῶν δὲ τὴν ἔννοιαν τῆς βίβλου τῶν ζώντων, ἐπιλέγει ἑξῆς·

καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.

Ἐκλογῆς γὰρ γιγνομένης τῶν κατὰ τὸν ἀνθρώπινον βίον, οἱ μὲν ζωῆς ἄξιοι τῆς παρὰ τῷ θεῷ διὰ τὴν οἰκείαν δικαιοσύνην ἀνάγραπτοι γενήσονται παρ’ αὐτῷ· οἱ δὲ ἀπόβλητοι τῆς βίβλου ἔσονται οἱ τὸν ἀρχηγὸν τῆς ζωῆς παραιτησάμενοι. καὶ τοῦτο μὲν τὸ τέλος τῶν τὰ προλεχθέντα κατὰ τοῦ σωτῆρος ἡμῶν τετολμηκότων· τὰ δ’ ἑξῆς ὁ λόγος ἐπὶ τὸ φαιδρότερον μεταβάλλει, ἐντεῦθεν λοιπὸν τῆς εὐαγγελικῆς χάριτος ἀπαρχόμενος.

Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ θεὸς, ἀντελάβετό μου. αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ´ ᾦδῆς· μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐφέροντα καὶ ὁπλάς· ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν·

Ὁ εἰπὼν ἐν εὐαγγελίοις· μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, διὰ τῶν προκειμένων πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, φησί. πτωχὸς δὲ ἦν τὸν πλοῦτον τῆς οὐρανίου βασιλείας ἀποθέμενος· διό φησιν ὁ Παῦλος· Ἰησοῦς Χριστὸς πλούσιος ὢν, δι’ ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. ἀλλὰ καὶ ἀλγῶν γέγονε· διὸ ἔλεγεν ἀνωτέρω·

English

Let them be erased from the book of the living.

Clarifying the meaning of the book of the living, he adds next:

And let them not be written with the righteous.

For when a selection is made among those in human life, those worthy of life in the sight of God because of their own righteousness will be registered with him; but those who have rejected the founder of life will be cast out of the book. And this is the end of those who have dared the aforementioned things against our savior; but the discourse now turns to a brighter subject, beginning from this point with the grace of the gospel.

I am poor and in pain, your salvation, O God, has taken hold of me. I will praise the name of God with song; I will magnify him in praise; and it will be pleasing to God more than a young calf, bearing horns and hooves; let the poor see and rejoice.

The one who said in the Gospels, "Learn from me, that I am meek and lowly in heart," says through the present words, "I am poor and in pain." He was poor, having laid aside the wealth of the heavenly kingdom; for this reason Paul says, "Jesus Christ, being rich, became poor for our sake, so that we might be enriched by his poverty." But he also came to be in pain; for this reason he said above:

pta0003.pta020:821 · narrativehigh
Source · Greek

καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.

Ἤλγει γὰρ ἐπὶ τοῖς ἀπολλυμένοις, καὶ ὑπερέπασχε τῶν μὴ προσιόντων τῇ δι’ αὐτοῦ προξενουμένῃ σωτηρίᾳ. διὸ ὥσπερ ἀλγῶν ἐβόα· ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη, ἕως πότε μεθ’ ὑμῶν εἰμι; ἕως πότε ἀνέχομαι ὑμῶν; διό φησι·

πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι· ἡ σωτηρία σου, ὁ θεὸς, ἀντελάβετό μου.

Αἰνίττεται δὲ διὰ τούτων τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν. εἰ γὰρ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης, διὰ τῶν τῆς προφητείας ἐδήλου, νυνὶ δέ φησιν·

ἡ σωτηρία σου, ὁ θεὸς, ἀντελάβετό μου.

Σαφῶς παρίστησιν ἀντιλήψεως τετυχηκέναι, μετὰ τὸ ἐληλυθέναι εἰς τὰ βάθη τῆς θαλάσσης, μετὰ τὸ πεπονθέναι τὰ προλεχθέντα. διὸ καὶ ἐν κα ψαλμῷ τὸν ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς ἀνέπεμπεν ὕμνον. εἶθ’ ὡς τυχὼν ἀντιλήψεως, μεταβάλλει τοὺς λόγους ἐπὶ τὸ φαιδρότερον, ὕμνους ἀναπέμπων τῷ ἑαυτοῦ πατρὶ, ἐν οἷς φησιν·

Αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ’ ᾠδῆς.

Τὸ δὲ μετὰ μέλους καὶ ᾠδῆς λόγους προσφέρεσθαι σύμβολον ἦν θυμηδίας καὶ εὐφροσύνης.

English

And they added to the pain of my wounds.

For he grieved over those who were perishing, and he suffered exceedingly for those who did not approach the salvation procured through him. Therefore, as if in pain, he cried out: "O faithless and perverse generation, how long am I with you? How long do I endure you?" Hence he says:

I am poor and in pain; your salvation, O God, has taken hold of me.

Through these words he hints at the salvation after his death. For if he was fixed in the wood of the deep and came into the depths of the sea, as was indicated through the words of the prophecy, now he says:

Your salvation, O God, has taken hold of me.

He clearly shows that he has obtained assistance after having come into the depths of the sea, after having suffered the things previously mentioned. Therefore, also in the [forty-ninth] psalm, he sent up a hymn for the morning assistance. Then, as one who has received assistance, he changes his words to a brighter tone, sending up hymns to his own father, in which he says:

I will praise the name of God with song.

To offer words with melody and song was a symbol of cheerfulness and joy.

pta0003.pta020:822 · narrativehigh
Source · Greek

Ἀλλὰ καὶ μεγα λυνῶ αὐτὸν, φησίν· δῆλον δ’ ὅτι τὸν αὐτοῦ πατέρα. πῶς δὲ αὐτὸν μεγαλυνεῖ, ἐπιλέγει ἑξῆς, ἐν αἰνέσει· ἢ κατὰ τὸν Ἀκύλαν, ἐν εὐχαριστίᾳ.

Νοήσεις δὲ τὴν εὐχαριστίαν καὶ τὴν αἴνεσιν δι’ ἧς ὁ υἱὸς μεγαλύνει τὸν πατέρα, ἐπιστήσας τοῖς μυστηρίοις τῆς καινῆς διαθήκης, ἐν οἷς καθ’ ὅλης τῆς οἰκουμένης ἡ ἐκκλησία τοῦ θεοῦ τὰς εὐχαριστίας καὶ τὰς λογικὰς καὶ ἀκάπνους λατρείας ἀναφέρειν τῷ θεῷ παρείληφεν. αὕτη δὲ ἡ αἴνεσις καὶ ἡ εὐχαριστία πολὺ κρείττων τυγχάνει τῶν σωματικῶν θυσιῶν, τῶν κατὰ τὸν Μωσέως νόμον πάλαι προσαγομένων. διὸ ἐπιλέγει·

Καὶ ἀρέσει τῷ κυρίῳ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.

Εἰ γὰρ ἐπὶ τούτοις σεμνύνονται Ἰουδαίων παῖδες, ἴστωσαν, ὅτι πολὺ βελτίων καὶ τῷ θεῷ προτιμοτέρα ἡ ἐμὴ εὐχαριστία καὶ ἡ ἐμὴ αἴνεσις τῶν προλεχθέντων. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται·

Καὶ ἀρέσει τῷ κυρίῳ μᾶλλον ἢ βοῦς ταῦρος διχηλῶν, κεράστης.

Διὰ τί δὲ ἐνταῦθα μόσχου μνημονεύει καὶ οὐχ ἑτέρου τινὸς τῶν προσφέρεσθαι εἰωθότων εἰς θυσίαν ζώων, ἄξιον μὴ ἀβασανίστως παρελθεῖν. τῶν γὰρ κατὰ τὸν Μωσέως νόμον θύεσθαι προσταττομένων ζώων τὰ μὲν ἐξ ἀγέλης βοῶν προσήγετο, τὰ δὲ ἐκ προβάτων, τὰ δὲ ἀπὸ πετεινῶν· καὶ τὰ μὲν ἄρρενα, τὰ δὲ θήλεα· καὶ τὰ μὲν ἑκούσια κατὰ προαίρεσιν, τὰ δὲ κατὰ ὀφειλήν· καὶ τὰ μὲν ὠνομάζετο θυσία σωτηρίου, τὰ δὲ ὑπὲρ ἁμαρτίας· καὶ τὰ μὲν ὑπὲρ τοῦ ἀρχιερέως προσεφέρετο, τὰ δὲ ὑπὲρ παντὸς τοῦ λαοῦ· τὰ δὲ ὑπὲρ ἄρχοντος ἡμαρτηκότος, τὰ δὲ ὑπὲρ ἰδιώτου·

English

But he says, "I will magnify him," clearly meaning his own father. And how he will magnify him, he adds next, "in praise," or, according to Aquila, "in thanksgiving."

You will understand the thanksgiving and the praise through which the Son magnifies the Father by attending to the mysteries of the New Covenant, in which throughout the whole world the Church of God has received the tradition of offering to God the thanksgivings and the rational and smokeless services. And this praise and this thanksgiving are far superior to the bodily sacrifices that were formerly offered according to the law of Moses. Therefore he adds:

"And it will please the Lord more than a young bullock, putting forth horns and hooves."

For if the children of the Jews pride themselves on these things, let them know that my thanksgiving and my praise are much better and more honored by God than the aforementioned things. Hence, according to Symmachus, it is said:

"And it will please the Lord more than a bull, a cloven-hoofed horned ox."

But why he mentions a young bullock here and not some other of the animals customarily offered for sacrifice is worth not passing over without examination. For among the animals commanded to be sacrificed according to the law of Moses, some were brought from the herd of cattle, some from sheep, some from birds; and some were male, some female; and some were voluntary according to choice, some obligatory; and some were called a sacrifice of salvation, some for sin; and some were offered for the high priest, some for the whole people; and some for a ruler who had sinned, some for a private person.

pta0003.pta020:823 · narrativehigh
Source · Greek

πολλῆς δὲ οὔσης ἐν τούτοις διαφορᾶς, οὐδὲ πώποτε ὑπὲρ τοῦ τυχόντος ἄρχοντος, οὐδ’ ὑπὲρ ἰδιώτου ἀνδρὸς μόσχος ἀνεφέρετο. ποτὲ δὲ ὁ μόσχος ὁ ἄρρην ἐθύετο, ἄλλοτε πᾶσα ἡ συναγωγὴ ἁμαρτίᾳ περιπεπτώκει, ὑπὲρ ἧς καὶ αὐτὸς ὁ ἱερεὺς ὥσπερ κεφαλὴ ὢν τοῦ παντὸς λαοῦ τῆς ἁμαρτίας κοινωνὸν τὸν μόσχον προσῆγε.

Ταῦτα δὲ ἐν Λευιτικῷ εὕροις ἂν ἐπιστήσας, ἐν ᾧ γέγραπται· καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων· λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγων· ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, μόσχον ἐκ βοῶν ἄμωμον τῷ κυρίῳ· καὶ ἑξῆς· ἐὰν δὲ πᾶσα συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς· καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν τοῦ κυρίου, ἢ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ· καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς ἁμαρτίας. καὶ μετὰ ταῦτα ἡ ἱστορία εἰσάγει ὑπὲρ τοῦ ἀρχιερέως θυσίαν μόσχον, ἐν οἷς εἴρηται· καὶ προσήγαγε Μωσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας, καὶ ἔσφαξεν αὐτόν.

English

There is, however, much difference in these matters; a calf was never offered for an ordinary ruler, nor for a private man. At times the male calf was sacrificed, at other times the whole congregation had fallen into sin, for which the priest himself, as being the head of the entire people, brought forward the calf as a partner in the sin.

You would find these things in Leviticus, if you attend to it, where it is written: "And the Lord spoke to Moses, saying, 'Speak to the sons of Israel, saying: If the anointed high priest sins so that the people sin, he shall bring for his sin which he sinned a calf from the cattle, without blemish, to the Lord.'" And so on: "If the whole congregation of Israel is ignorant, and a matter escapes the eyes of the congregation, and they do one of all the commandments of the Lord, or it is not done, and they transgress, and the sin which they sinned in it becomes known to them, the congregation shall bring a calf from the cattle for the sin." And after these things, the history introduces a sacrifice of a calf for the high priest, in which it is said: "And Moses brought the calf for the sin, and Aaron and his sons placed their hands on the head of the calf of the sin, and slaughtered it.

pta0003.pta020:824 · narrativehigh
Source · Greek

Ὁρᾷς ἐπὶ ποίοις ὁ μόσχος προσε φέρετο ἐπὶ πάσῃ τῇ συναγωγῇ Ἰσραὴλ ἁμαρτούσῃ, καὶ ἐπὶ ἀρχιερεῖ ἡμαρτηκότι· καὶ οὐχ ἁπλῶς ἡμαρτηκότι, ἀλλὰ καὶ τῷ λαῷ αἰτίῳ γενομένῳ ἁμαρτίας· λέγει γάρ· ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν, ἀνθ’ οὗ ὁ Ἀκύλας ἡρμήνευσεν· εἰς πλημμέλησιν τοῦ λαοῦ.

Ἐπεὶ τοίνυν κατὰ τὸ σωτήριον πάθος οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, τῷ τε παντὶ λαῷ διαστροφῆς αὐτοὶ γεγόνασιν αἴτιοι· γέγραπται γάρ· καὶ οἱ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώσωσιν αὐτόν· καὶ πάλιν ἑξῆς· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωσι τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν·

Χρεία δὲ ἦν καθάρσεως τοῖς ταῦτα τετολμηκόσι, καὶ θυσίας οὐκ ἄλλης, ἢ τῆς διὰ τοῦ μόσχου, ὡς μεμαρτύρηται διὰ τῆς προτεθείσης γραφῆς· εἰκότως, οὐκ αἰσθητὸν ἐγὼ, φησὶ, μόσχον προσφέρω, διὰ τῶν προκειμένων ὁ σωτὴρ ἡμῶν, ἀλλὰ τὴν καθαρὰν καὶ ἄναιμον θυσίαν, ἣν αὐτὸς ἐγὼ συνεστησάμην ἐν τῇ ἐμαυτοῦ ἐκκλησίᾳ διὰ τῆς ἀναίμου καὶ ἀπύρου λειτουργίας, τῆς δι’ αἰνέσεως· ἥτις ἀρέσει τῷ θεῷ μᾶλλον ἢ ὁ παρὰ Μωσεῖ νενομοθετημένος μόσχος. διὸ λέλεκται·

English

You see for what reasons the calf was offered for the whole congregation of Israel when it had sinned, and for a high priest who had sinned—and not simply for one who had sinned, but for one who had also become the cause of sin for the people. For it says: if the anointed high priest sins so as to cause the people to sin, for which Aquila translated: for the offence of the people.

Since, therefore, at the time of the saving passion the high priests and the rulers of the Jewish nation assembled together against the Lord and against his Christ, and themselves became the cause of perversion for the whole people—for it is written: the high priests and the whole council sought false testimony against Jesus, that they might put him to death; and again, subsequently: the high priests and the elders persuaded the crowds to ask for Barabbas and to destroy Jesus—

There was need of purification for those who had dared these things, and of a sacrifice of no other kind than that through the calf, as is testified by the passage set forth. Naturally, I do not offer a material calf, says our Saviour through the preceding words, but the pure and bloodless sacrifice which I myself established in my own church through the bloodless and fireless liturgy, that through praise, which is more pleasing to God than the calf legislated by Moses. Therefore it is said:

pta0003.pta020:825 · narrativemedium
Source · Greek

Μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει. καὶ ἀρέσει τῷ κυρίῳ, ἡ αἴνεσις δηλαδή, ὑπὲρ μό σχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.

Ἔτυχον δ’ ἂν ἀφέσεως καὶ καθάρσεως τῶν ἡμαρτημένων αὐτοῖς οἱ ἀρχιερεῖς καὶ οἱ τοῦ παντὸς ἔθνους, εἰ κέχρηντο ταύτῃ τῇ θυσίᾳ, τὴν καινὴν καὶ σωτήριον διαθήκην παραδεξάμενοι.

Εἶτα εὐχὴν ἀναπέμπει ὁ προλεχθεὶς πτωχὸς ὑπὲρ τῶν παραπλησίως αὐτῷ πτωχῶν, περὶ ὧν διδάσκει λέγων· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. καί φησι διὰ τῆς εὐχῆς·

Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.

Εὔχεται δὲ ἤδη ποτὲ εἰς ἔργα χωρῆσαι τὰ προλεχθέντα, ὥστε ὀφθαλμοῖς αὐτὰ θεάσασθαι τοὺς εἰρημένους πτωχοὺς, δηλαδὴ τοὺς μαθητὰς αὐτοῦ καὶ τοὺς ἀποστόλους. ἰδεῖν δὲ τούτοις εὔχεται τὴν ἀποδοθεῖσαν αὐτοῦ αἴνεσιν τὴν ὑπὲρ μόσχον νέον τὸν κέρατα ἐκφέροντα καὶ ὁπλάς.

Kαὶ δὴ πληρουμένης αὐτοῦ τῆς εὐχῆς μακροῖς ὕστερον χρόνοις, ἐμακάριζε τοὺς κατηξιωμένους τῆς τῶν πραγμάτων θέας· διὸ ἐν εὐαγγελίοις ἀναγέγραπται τοῖς αὐτοῦ μαθηταῖς εἰπών· ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι. ταῦτα γὰρ σύμφωνα ἦν τῷ φήσαντι λόγῳ·

English

I will magnify him in praise. And the praise will be pleasing to the Lord, evidently, more than a young calf, putting forth horns and hooves.

The high priests and the whole nation would have obtained remission and cleansing of their sins, if they had made use of this sacrifice, having accepted the new and saving covenant.

Then the aforementioned poor man sends up a prayer on behalf of those who are poor like him, concerning whom he teaches, saying: Blessed are the poor in spirit, because the kingdom of heaven is theirs. And he says through the prayer:

Let the poor see and rejoice.

He prays that what was previously said may at some time come to pass, so that the aforementioned poor, that is, his disciples and the apostles, may see these things with their own eyes. And he prays that they may see the praise offered for him, which is more than a young calf putting forth horns and hooves.

And indeed, when his prayer was fulfilled after a long time, he blessed those who had been deemed worthy of the sight of these things. Therefore it is recorded in the Gospels that he said to his disciples: Blessed are your eyes, because they see, and your ears, because they hear. For these things were in harmony with the word that had spoken.

pta0003.pta020:826 · narrativehigh
Source · Greek

Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριοϛ· καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.

Εὐξάμενος ὑπὲρ τῶν πτωχῶν, πρὸς αὐτοὺς λοιπὸν ποιεῖται τὸν λόγον, εὐαγγελίζεταί τε αὐτοῖς ζωὴν οὐ σωμάτων, ἀλλὰ ψυχῶν· καὶ ταύτην αὐτοῖς εὑρεθήσεσθαι ἐκζητήσασι τὸν θεὸν ἐπαγγέλλεται· διό φησιν·

Ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.

Πηγὴ γὰρ ζωῆς παρ’ αὐτῷ.

Διὸ πάντα δεύτερα θεμένους τοὺς εἰρημένους πτωχοὺς, ἐκζητεῖν αὐτὸν προστάττει μετὰ πίστεως καὶ ἀγαθῆς ἐλπίδος· ζήσεσθαι γὰρ αὐτοὺς ἐπαγγέλλεται ζωὴν ψυχῆς, περὶ ἧς καὶ ὁ ἀπόστολος ἐδίδασκε λέγων· ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. εἶτ’ ἐπιλέγει· ὅτι εἰσήκουσε τῶν πενήτων ὁ κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε.

Πάλιν δὲ κἀνταῦθα τὸ, εἰσήκουσεν, ἀντὶ τοῦ, εἰσακούσεται, εἴρηται, καὶ τὸ, οὐκ ἐξουδένωσεν, ἀντὶ τοῦ, οὐκ ἐξουδενώσει. προειπὼν γάρ·

English

Let the poor see and be glad: seek out God, and your soul will live, because the Lord has heard the poor, and he has not despised those who are bound.

Having prayed on behalf of the poor, he now addresses his word to them, and announces to them a life not of bodies but of souls; and he promises that this life will be found by them when they seek out God. Therefore he says:

Seek out God, and your soul will live.

For the source of life is with him.

Therefore he commands the aforementioned poor, setting all else as secondary, to seek him out with faith and good hope; for he promises that they will live a life of the soul, concerning which the apostle also taught, saying: For our life is hidden with Christ in God. When Christ is revealed, our life, then you also will be revealed with him in glory. Then he adds: that the Lord has heard the poor, and he has not despised those who are bound.

Again here, "has heard" is said instead of "will hear," and "has not despised" instead of "will not despise." For having said beforehand:

pta0003.pta020:827 · narrativehigh
Source · Greek

ζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,

θαρσούντως φησὶ, ζητήσατε, ὅτι εἰσακούσεται τῶν πενήτων. οὐ γὰρ τρυφώντων ἐστὶν ὁ θεὸς, οὐδὲ ἐπῃρμένων καὶ ἀλαζονευομένων, ἀλλὰ ταπεινῶν καὶ πενήτων. διὸ εἴρηται· ἐπὶ τίνα ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;

Θαρσοῦντες οὖν ζητήσατε τὸν θεὸν, εἰδότες, ὅτι εἰσακούσεται ὑμῶν τῶν πενήτων κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδενώσει· ἢ κατὰ τὸν Σύμμαχον,

Καὶ τοὺς δεσμώτας τοὺς ἑαυτοῦ οὐκ ἐξευτελίσει.

Νοήσεις δὲ ὅπως οἱ πτωχοὶ οὗτοι δεσμῶται καὶ πεπεδημένοι γεγόνασιν ἀκούων Παύλου λέγοντος· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ· ὁ παραπλησίως καὶ οἱ λοιποὶ μαθηταὶ δέσμιοι ἦσαν Χριστοῦ.

Ἀλλὰ καὶ οἱ ὄντες ἐν τῷ σκήνει ὥσπερ ἐν δεσμοῖς ὄντες στένουσι λυθῆναι τῶν δεσμῶν ἱκετεύοντες· διό φασι· ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ σώματος τοῦ θανάτου τούτου; οἱ μὲν οὖν τὸ φθαρτὸν σῶμα βαρούμενοι, καὶ τὴν φθορὰν ἀποστρεφόμενοι, στένοντές τε ἐπὶ τῷ φθαρτῷ βίῳ, δεσμῶται τοῦ θεοῦ τυγχάνουσι, καὶ πεπεδημένοι αὐτοῦ, ὧν τὰς εὐχὰς οὐκ ἐξουδενώσει, οὐδὲ ἀποστραφήσεται. οἱ δὲ τοὺς ἑαυτῶν δεσμοὺς πιαίνοντες, καὶ διὰ πολλῆς τρυφῆς περιέποντες, δεσμῶται φθορᾶς καὶ θανάτου λεχθεῖεν ἂν εἰκότως.

English

Seek out God, and your soul will live,

he says confidently, "Seek out," because he will hear the poor. For God is not of the luxurious, nor of the haughty and boastful, but of the humble and poor. Hence it is said: "Upon whom shall I look but upon the gentle and humble, and the quiet and those who tremble at my words?"

Therefore, confidently seek out God, knowing that the Lord will hear you, the poor, and he will not despise those who are bound; or according to Symmachus,

"And he will not hold in contempt his own prisoners."

You will understand how these poor have become prisoners and bound when you hear Paul saying: "Paul, a prisoner of Jesus Christ"; similarly, the other disciples were prisoners of Christ.

But also those who are in the body as if in bonds groan, beseeching to be released from their bonds; hence they say: "Wretched am I, a human; who will deliver me from this body of death?" Therefore, those burdened by the perishable body, turning away from corruption, groaning over the perishable life, are prisoners of God and his bound ones, whose prayers he will not despise nor reject. But those who fatten their own bonds and tend them with great luxury would rightly be called prisoners of corruption and death.

pta0003.pta020:828 · narrativehigh
Source · Greek

Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.

Ἐπειδὴ τοῖς πτωχοῖς ἐπηγγείλατο βασιλείαν οὐρανῶν εἰπὼν, μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· σφόδρα ἀκολούθως μετὰ τὸν περὶ τῶν πενήτων λόγον ἐπιφέρει·

Αἰνεσάτωσαν αὐτὸν οὐρα νοί.

Ἐπειδὴ κατὰ πᾶσαν τὴν οἰκουμένην κατά τε γῆν καὶ κατὰ θάλασσαν ἤμελλον ἐκκλησίαι τῷ θεῷ συνίστασθαι ἐκ τῶν προλελεγμένων πτωχῶν, ἀκολούθως ἐπισυνῆπται· καὶ γῆ καὶ

θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.

Ἕρποντα δὲ ἐπὶ γῆς καὶ θαλάσσης ἐνταῦθα κελευόμενα σὺν οὐρανῷ καὶ γῇ αἰνεῖν τὰ ἔθνη τυγχάνει τὰ ἐν τῷ θνητῷ βίῳ τῶν ἀνθρώπων ἑρπετῶν δίκην τὸ παλαιὸν ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευόμενα.

Καὶ παρὰ τῷ Ἡσαΐᾳ δὲ θηρία καὶ ἑρπετὰ ἀλληγορικῷ τρόπῳ τὰ ἔθνη κέκληται, ἐν οἷς εἴρηται· καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ ἀδικήσουσιν· ἃ καὶ διερμηνεύων ἑξῆς ὁ λόγος ἐπιφέρει· καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι.

English

Let heaven and earth praise him, the sea and all that creeps in it.

Since he promised the kingdom of heaven to the poor, saying, "Blessed are the poor in spirit, for the kingdom of heaven is theirs," very consistently after the discourse concerning the poor he adds:

Let heaven praise him.

Since throughout the whole inhabited world, both on land and at sea, churches were to be established for God from the aforementioned poor, it is consistently appended: and earth and sea and all that creeps in them.

Now "creeping" on land and sea, here commanded together with heaven and earth to praise, are the nations, which in the mortal life of men formerly went about on their chest and belly like creeping things.

And in Isaiah, beasts and creeping things are called allegorically the nations, in which it is said: "The wolf will graze together with the lamb, and the leopard will rest with the goat, and the lion will eat chaff like an ox; and a young child will put his hand into the hole of asps and into the lair of the young of asps, and they will not harm him." And interpreting these things, the discourse subsequently adds: "And the root of Jesse and the one who rises to rule over nations will be there; nations will hope in him.

pta0003.pta020:829 · narrativehigh
Source · Greek

Τῆς οὖν μεταβολῆς ταύτης τῶν ἐθνῶν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γιγνομένης, εἰκότως σὺν οὐρανῷ καὶ τοῖς κατ’ οὐρανὸν ἀγγέλοις τὰ ἀποδοθέντα ἑρπετὰ αἰνεῖν προστάττεται τὸν θεόν. διὸ λέλεκται·

Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.

Πῶς δὲ δύναται τὸν θεὸν αἰνεῖν τὰ ἑρπετὰ, εἰ μὴ μετάσχοι φρονήσεως καὶ θεοῦ γνώσεως; οὐκοῦν θύσει τὴν θυσίαν τῆς αἰνέσεως καὶ τὰ ἑρπετά; ὅτι δὲ ἀνθρώπους διὰ τούτων αἰνίττεται, διδάσκει τὸ εὐαγγέλιον, ἐν ᾧ γέγραπται· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρποὺς ἀξίους μετανοίας.

Ὅτι ὁ θεὸς σώσει τὴν Σιών, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας. καὶ κα τοικήσουσιν ἐκεῖ καὶ κατακληρονομήσουσιν αὐτήν, καὶ τὸ σπέρμα τῶν δούλων σου καθέξουσιν αὐτήν· καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.

Αἰτίαν ἀποδίδωσι δι’ ἣν οὐρανοὶ καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς αἰνέσειν λέγονται τὸν θεόν. ἡ δὲ αἰτία ἐστὶν αὕτη,

English

Since this change of the nations is taking place at the coming of Christ, it is fitting that, together with heaven and the angels in heaven, the creeping things that have been given back are commanded to praise God. Therefore it is said:

Let heaven and earth praise him, the sea and all that creeps in them.

How can the creeping things praise God, unless they partake of understanding and knowledge of God? Will the creeping things then offer the sacrifice of praise? But that he hints at human beings through these things, the Gospel teaches, in which it is written: "Offspring of vipers, who showed you how to flee from the coming wrath? Therefore produce fruits worthy of repentance."

That God will save Zion, and the cities of Judea will be built. And they will dwell there and inherit it, and the seed of your servants will hold it; and those who love your name will encamp in it.

He gives the reason why heaven and earth and sea and all that creeps in them are said to praise God. And this reason is as follows:

pta0003.pta020:830 · narrativehigh
Source · Greek

Ὅτι ὁ θεὸς σώσει τὴν Σιών, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας.

Ποίαν δὲ Σιὼν, ἢ δηλονότι τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαν τοῦ σωτῆρος ἡμῶν ἐκκλησίαν; πόλεις δὲ Ἰουδαίας μὴ ὄκνει λέγειν τὰς θεοπνεύστους γραφὰς, δι’ ὧν ἡ Ἰουδαϊκὴ πολιτεία διατετύπωται. ἀλλ’ αὗται μὲν αἱ πόλεις καθῄρηντο, ὅσον ἐπὶ Ἰουδαίοις, οἰκοδομὴν δὲ εἰλήφασι διὰ τῆς ἐν Χριστῷ καινῆς διδασκαλίας· δι’ ἧς καὶ ἡ ἀληθινὴ περιτομὴ συνίσταται, καὶ τὰ πνευματικὰ Σάββατα, καὶ αἱ πνευματικαὶ θυσίαι καὶ πάντα τούτοις ἀκολούθως κατὰ τὴν ἑρμηνείαν τοῦ πνευματικοῦ νόμου.

Οὕτως οὖν οἰκοδομοῦνται αἱ πόλεις τῆς Ἰουδαίας, καὶ κατοικήσουσιν ἐν αὐταῖς οἱ πολῖται καὶ οἱ κληρονόμοι τῶν ἐν ταῖς θείαις γραφαῖς ἐπηγγελμένων· διὸ λέλεκται·

Καὶ κληρονομήσουσιν αὐτήν, ἀλλὰ καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν.

Δοῦλοι δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ πάντως οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ, καὶ τὸ σπέρμα τὸ καθ’ ὅλης τῆς οἰκουμένης κατασπαρὲν, ὅπερ τὴν κληρονομίαν τὴν ἐπηγγελμένην ἐν ταῖς θείαις γραφαῖς καθέξει;

English

That God will save Zion, and the cities of Judaea will be built.

What Zion? Clearly the church of our Saviour established throughout the whole world. And do not hesitate to call the divinely inspired scriptures the cities of Judaea, through which the Jewish polity is formed. But these cities had been destroyed, as far as the Jews are concerned, and have received rebuilding through the new teaching in Christ, through which also the true circumcision is established, and the spiritual Sabbaths, and the spiritual sacrifices, and everything that follows these according to the interpretation of the spiritual law.

Thus, then, the cities of Judaea are built, and the citizens and the heirs of what is promised in the divine scriptures will dwell in them. Therefore it is said:

And they will inherit it, but also the seed of his servants will hold it.

Who would his servants be, if not the disciples of our Saviour? And the seed scattered throughout the whole world will hold the inheritance promised in the divine scriptures.

pta0003.pta020:831 · narrativehigh
Source · Greek

Ἀλλὰ καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ,

δῆλον δ’ ὅτι τῇ κληρονομίᾳ· οἷς λεχθήσεται· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Εἰ δὲ ἐπουράνιός ἐστι τοῦ θεοῦ πόλις Σιὼν, περὶ ἧς ὁ ἀπόστολος ἐδίδαξεν εἰπών· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· καὶ, προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, εἶεν ἂν πόλις τῆς Ἰουδαίας; δι’ ἃς ἀκολούθως τῇ ἐπουρανίῳ Σιὼν αἱ πολλαὶ παρὰ τῷ πατρὶ μοναὶ, ἐν αἷς κατοικήσουσι, καὶ ἃς κληρονομήσουσι πάντες οἱ δοῦλοι αὐτοῦ· οἵ τε πάλαι γενόμενοι προφῆται καὶ θεοφιλεῖς ἄνδρες, καὶ οἱ μετὰ ταῦτα ὑπηρέται καὶ διάκονοι τοῦ εὐαγγελίου αὐτοῦ. ἀλλὰ καὶ τὸ σπέρμα αὐτῶν, οἱ ἐξ αὐτῶν δηλαδὴ κατὰ θεὸν γεγενημένοι, προκόψαντες καὶ εἰς τὸ τέλειον ἐλθόντες τῆς τοῦ θεοῦ ἀγάπης, τοῦτο γέρας ἕξουσι καὶ μισθὸν ἐπάξιον παρ’ αὐτοῦ, τὸ κατασκηνῶσαι ἐν τῇ ἐπηγγελμένῃ αὐτοῖς κληρονομίᾳ.

English

But also those who love his name will dwell in her,

clearly in the inheritance; to them it will be said: Come, the blessed ones of my father, to the kingdom prepared for you from the foundation of the world.

But if the heavenly city of God is Zion, concerning which the apostle taught, saying: The upper Jerusalem is free, which is our mother; and, You have approached Mount Zion, and the city of the living God, heavenly Jerusalem, would these be cities of Judaea? On account of which, consistently with the heavenly Zion, there are many abodes with the father, in which all his servants will dwell and which they will inherit: both the prophets and God-loving men of old, and after them the servants and ministers of his gospel. But also their seed, that is, those born from them according to God, having advanced and come to the perfection of the love of God, will have this as a reward and fitting recompense from him: to dwell in the inheritance promised to them.

pta0003.pta020:832 · narrativehigh
Source · Greek

Ἱκετηρία δικαίου ἢ καὶ αὐτοῦ τοῦ Χριστοῦ

ξθ

Εἰς τὸ τέλος τῷ Δαυίδ εἰς ἀνάμνησιν. Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. κύριε εἰς τὸ βοηθῆσαί μοι σπεῦσον· αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου· ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά· ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὖγε εὖγε.

Οὔτε ᾠδὴ οὔτε ψαλμὸς οὔτε τι τῶν τοιούτων οἱ προκείμενοι τυγχάνουσι λόγοι· πλὴν ἀναπέμπουσιν εἰς τὸ τέλος, ἐπεὶ περὶ μελλόντων τὴν ἱκετηρίαν ποιοῦνται. εἴρηνται δὲ τῷ Δαυὶδ εἰς ἀνάμνησιν, ὡς ἂν εἰς αὐτὸ τοῦτο λεχθέντες, ἵν’ ἔχοι προχείρως διὰ στόματος ἀπομνημονεύειν αὐτοὺς καὶ ἀντὶ ἐπῳδῆς αὐτοῖς ἐν ταῖς περιστάσεσι χρῆσθαι.

Δύο δέ εἰσιν οἱ εἰς ἀνάμνησιν ἐπιγεγραμμένοι, ὅ τε μετὰ χεῖρας καὶ ὁ λζ ἐπιγεγραμμένος καὶ αὐτὸς εἰς ἀνάμνησιν. ἀλλ’ ἐκεῖνος μὲν οὐκ εἰς τὸ τέλος ἀνέπεμπεν, ἀλλ’ ἦν ψαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν· οὗτος δὲ εἰς τὸ τέλος ἐπιγράφει. ὁ μὲν οὖν λζ οὐ μελλόντων ἦν προαγορευτικός, ἀλλὰ παρῳχηκότων πραγμάτων ὑπομνηστικός· διὸ τὴν αὐτὴν ἀρχὴν εἶχε τῷ ς λέγων·

English

Supplication of the righteous, or also of Christ himself

69

For the end, to David for remembrance. O God, attend to my help. Lord, hasten to assist me. Let those who seek my soul be shamed and put to confusion. Let those who wish evils upon me be turned back and disgraced. Let those who say to me, "Well done, well done," be turned away immediately, ashamed.

The words before us are neither a song nor a psalm nor anything of that sort; nevertheless, they send up to the end, since they make the supplication concerning future things. They are spoken to David for remembrance, as if uttered for this very purpose, so that he might have them readily at hand to recite from memory and use them as an incantation in times of need.

There are two psalms inscribed "for remembrance": the one at hand and the thirty-seventh, which is also inscribed "for remembrance." But that one did not send up to the end, but was a psalm of David for remembrance; this one, however, is inscribed "for the end." Now the thirty-seventh was not predictive of future things, but reminiscent of past events; hence it had the same beginning as the sixth, saying:

pta0003.pta020:833 · narrativehigh
Source · Greek

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Μίαν τε οἱ ἀμφότεροι ὑπόθεσιν περιεῖχον. ὁ μὲν γὰρ ἕκτος προϊὼν ἐπιλέγει·

Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω·

Ὁ δὲ λζ τὰ ὅμοια διδάσκει λέγων·

Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου· ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.

Ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἐπὶ τὴν μνήμην τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἀνέφερε. διόπερ εἰς ἀνά μνησιν ἐπέγραφεν ἐπαναλαμβάνων τὰ παρελθόντα διὰ τῆς συνεχοῦς ἐξομολογήσεως. διὸ οὐκ ἐπέγραφεν εἰς τὸ τέλος.

Ὁ δὲ παρὼν εἰς τὸ τέλος εἴρηται, ἐπειδήπερ ἱκετηρία ἐστὶ προσδοκωμένων πραγμάτων, τοῦ προφήτου προλαμβάνοντος καὶ εὐχομένου· ἵν’, εἴ ποτε συμβαῖεν ἐχθρῶν ἐπαναστάσεις καὶ ἐπιβουλαὶ κατ’ αὐτοῦ, ταῖς προκειμέναις ἐπῳδαῖς χρώμενος ἀλεξιφάρμακα ὥσπερ ἀποτρόπαια παντὸς πονηροῦ ἀντιπεριάμματος ἐπάγοιτο. μήποτε δὲ καὶ προφητικῶς εἰς πρόσωπον ἀναφέρεται τὰ λεγόμενα τοῦ σωτῆρος; ἐπειδήπερ ἐν μὲν τῷ πρὸ τούτου σαφῶς θεσπίζοντι τὸ πάθος αὐτοῦ ἐλέγετο ἐξ αὐτοῦ προσώπου·

English

Lord, do not convict me in your wrath, nor discipline me in your anger.

Both of these contained one and the same subject. For the sixth Psalm, proceeding further, adds:

I have grown weary with my groaning; I will drench my bed each night; I will wet my mattress with my tears.

And the thirty-seventh teaches similar things, saying:

There is no peace in my bones from the face of my sins; for my iniquities have overtopped my head, as a heavy burden they have weighed heavily upon me; my sores have become foul and festered from the face of my folly.

Now these and suchlike things he referred to the memory of the transgression committed by him. Therefore he inscribed it for remembrance, taking up again the past events through continuous confession. Hence he did not inscribe it for the end.

But the present Psalm is said for the end, since it is a supplication for things expected, the prophet anticipating and praying: so that, if ever there should occur uprisings of enemies and plots against him, by using the incantations set forth he might bring on antidotes, as it were, as averters of every evil counter-charm. Or is it not also that prophetically the words are referred to the person of the Savior? Since in the Psalm before this, which clearly prophesies his passion, it was spoken from his person.

pta0003.pta020:834 · narrativehigh
Source · Greek

Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι,

ἡ σωτηρία σου, ὁ θεὸς, ἀντελάβετό μου·

ὡσαύτως δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προϊὼν φάσκει·

Ἐγὼ δὲ πτωχὸς καὶ πένης, ὁ θεός, βοήθησόν μοι.

Ὥστε καὶ διὰ τοῦτο ἀναγκαίως ἐπιγράφειν εἰς τὸ τέλος. ἐὰν μὲν οὖν ἐκ προσώπου τοῦ Δαυὶδ λέγοιτο, εἴποις ἂν ὅτι μεγάλου βασιλεύων ἔθνους, σφόδρα πλουσιώτατος ὢν, οὐκ ἠγνόει τὸ φάσκον λόγιον· ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτόν, καὶ ἐνώπιον κυρίου εὑρήσεις χάριν. διὸ μετριοφρονῶν καὶ ταπεινοφρονῶν καὶ ἀληθῶς σμικρύνων ἑαυτὸν, καὶ πρὸς τὸ μέγεθος ἀφορῶν τοῦ πλούτου τῆς χρηστότητος τοῦ θεοῦ, πτωχὸν καὶ πένητα ἑαυτὸν διὰ τῶν προκειμένων ὠνόμαζεν· καὶ ἀρχόμενος δὲ τοῦ λόγου, ὡς μηδὲν αὐτῷ συμβαλλομένου, μήτε πλούτου, μήτε βασιλείας, μήτε τῆς τοῦ παντὸς ἔθνους βοηθείας, μήτε τῆς ἐξ ἀσκήσεως πορισθείσης αὐτῷ δικαιοσύνης, τὴν παρὰ μόνου τοῦ θεοῦ βοήθειαν ἐξῄτει λέγων·

Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.

English

I am poor and in pain, and your salvation, O God, has taken hold of me. Likewise also in the passage that proceeds further it says: I am poor and needy, O God, help me. So that for this reason also it is necessary to inscribe it at the end. If, then, it were spoken from the person of David, you might say that, though he was a great king ruling a nation and exceedingly wealthy, he was not ignorant of the saying: The greater you are, the more you should humble yourself, and before the Lord you will find grace. Therefore, being moderate-minded and humble-minded and truly belittling himself, and looking to the magnitude of the wealth of the goodness of God, he called himself poor and needy through the words at hand. And beginning the speech, as if neither wealth, nor kingdom, nor the assistance of the whole nation, nor the righteousness procured for him through ascetic practice contributed anything to him, he sought help from God alone, saying: O God, attend to my help. Lord, hasten to help me.

pta0003.pta020:835 · narrativehigh
Source · Greek

Ὁρῶν δὲ πολλοὺς διαφθονουμένους τῇ κατὰ θεὸν αὐτοῦ προκοπῇ καὶ βασκαίνοντας αὐτοῦ τῇ σωτηρίᾳ τῆς ψυχῆς, προσετίθει τό·

αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε, εὖγε.

Διὰ τούτων γὰρ ὁμολογεῖ αὐτὸς μὲν ἑαυτῷ μὴ δύνασθαι ἐπαρκεῖν, δεῖσθαι δὲ τῆς παρὰ τοῦ κρείττονος βοηθείας· ὡς, εἰ μὴ τύχοι ταύτης, ἔρημος ἐσόμενος καὶ ἐλεγχθησόμενος ἀσθενὴς καὶ πλέον οὐδὲν ἢ θνητὸς ἄνθρωπος· καὶ ὡς οἱ ἐχθροὶ αὐτοῦ ἐπιχαιρεσίκακοί τινες ὄντες πεσόντι αὐτῷ ἐπαναβήσονται. εἰ δὲ βοηθοῦ τύχοι τοῦ θεοῦ, αὐτὸς μὲν ἔσται ἀνώτερος· αἰσχύνην δὲ καταχεοῦνται οἱ τῆς αὐτοῦ ψυχῆς ἐπίβουλοι· οἵτινες ἐφ’ ἑκάστῃ πράξει κατὰ πόδας αὐτοῦ βαίνοντες καὶ πειρώμενοι ἐπιλαμβάνεσθαι αὐτοῦ λέγειν εἰώθασιν, «εὖγε, εὖγε,» ὡς ἂν ἐπιτυγχάνοντες καὶ κατ’ εὐχὰς πράττοντες ἐν οἷς αὐτὸν σφάλλεσθαι ἐνόμιζον.

English

Seeing that many were begrudging his progress according to God and envying the salvation of his soul, he added this:

Let those who seek my soul be put to shame and confounded. Let those who wish me evil be turned back and disgraced. Let those who say to me, "Well done, well done," be turned back immediately, ashamed.

For by these words he confesses that he himself is unable to provide for himself, but stands in need of help from the superior; so that, if he does not obtain this, he will be deserted and shown to be weak and nothing more than a mortal man; and that his enemies, being malicious, will trample upon him when he has fallen. But if he obtains the help of God, he himself will be superior; and shame will be poured upon those who plot against his soul—who, following at his heels in every action and trying to catch him, are accustomed to say, "Well done, well done," as if they were succeeding and acting according to their wishes in the matters in which they thought he was going astray.

pta0003.pta020:836 · narrativehigh
Source · Greek

Εἰ δὲ ἐπὶ τὸν σωτῆρά τις ἀναφέροι ταῦτα διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, ἐρεῖ, ὅτι τοὺς ἐπιβουλεύοντας αὐτοῦ τῷ λόγῳ καὶ τῇ διδασκαλίᾳ, τῷ τε μεγάλῳ σώματι τῆς ἐκκλησίας αὐτοῦ θεωρῶν ἐπανισταμένους, καὶ τοὺς διωγμοὺς συνεχῶς κατ’ αὐτῆς ἐνεργοῦντας, ἀποτροπιαζόμενος αὐτῶν τὴν κακίαν, ταύτην προφητικῶς ἀνέπεμπε τὴν εὐχὴν, οὕτω δεῖν εὔχεσθαι διδάσκων τὴν ἐκκλησίαν αὐτοῦ.

Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σὲ πάντες οἱ ζητοῦντές σε. καὶ λεγέτωσαν διαπαντός· μεγαλυθήτω ὁ θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.

Τὰ μὲν πρῶτα ἀνατρεπτικὰ ἦν τῶν ἐναντίων· ἀκολούθως δὲ τὰ δεύτερα ὑπὲρ τῶν οἰκείων πρεσβεύει. καὶ εἰ μὲν ὁ Δαυὶδ δικαίῳ πρέπουσαν εὐχὴν ἐποιεῖτο, ὡς ἂν πάντες οἱ τὸν θεὸν ζητοῦντες, ὧν εἷς καὶ αὐτὸς ἦν, ἀγαλλιάσεως καὶ εὐφροσύνης μετέχοιεν τῶν ἐχθρῶν καταισχυνομένων· οἱ δὲ ἀγαπῶντες τὸ σωτήριον τοῦ θεοῦ λέγοιεν ἂν, «μεγαλυνθήτω ὁ θεός·» καὶ τοῦτο μὴ εἰσάπαξ, μηδὲ ἑνί ποτε καιρῷ, ἀλλὰ διαπαντὸς λέγοιεν, νικῶντος ἐν αὐτοῖς καὶ δι’ αὐτῶν πᾶν τὸ τῶν πολεμίων γένος τοῦ θεοῦ.

English

If someone should refer these things to the Savior for the reason given, he will say that, seeing those plotting against his word and teaching and the great body of his church rising up, and the persecutions constantly being set in motion against it, he, turning away their wickedness, prophetically sent up this prayer, thus teaching his church to pray.

Let all who seek you rejoice and be glad in you. And let them say continually: Let God be magnified, those who love your salvation.

The first part was directed against the adversaries; accordingly, the second part intercedes on behalf of his own. And if David made a prayer befitting a righteous man, that all who seek God, of whom he himself was one, might partake of joy and gladness when the enemies are put to shame, then those who love the salvation of God would say, "Let God be magnified"; and let them say this not once, nor at any single time, but continually, as every race of the enemies of God is overcome in them and through them.

pta0003.pta020:837 · narrativehigh
Source · Greek

Εἰ δὲ ὁ σωτὴρ τοῖς προλεχθεῖσιν ἀκολούθως εἴη ὑπὲρ τῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότων, λέγοι ἂν τό·

ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε.

Μὴ γὰρ μόνοι Ἰουδαῖοι, μηδὲ οἱ τὸν Ἀβραὰμ αὐχοῦντες, ἀλλὰ καθόλου καὶ ἀορίστως πάντες ὅσοι δήποτε καὶ ἐξ οἵου γένους εἶεν οἱ ζητοῦντές σε, ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ καὶ λεγέτωσαν· μεγαλυνθήτω ὁ θεός. καὶ τοῦτο λεγέτωσαν διαπαντὸς οἱ ἀγαπῶντες τὸ σωτήριόν σου· αὐτὸν δηλαδὴ τὸν σωτῆρα σωτήριον πολλαχοῦ τῶν γραφῶν ὠνομασμένον, ὃν ἀγαπῶσιν οἱ δι’ ἔργων τὴν διδασκαλίαν αὐτοῦ ἐν ἀγάπῃ καθαρᾷ περιέποντες.

Ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι. βοηθός μου καὶ ῥύστης μου σὺ εἶ· κύριε, μὴ χρονίσῃς.

Kαὶ Δαυὶδ πλούσιος ὢν ἐταπεινοφρόνει, ἅτε γνῶσιν ἔχων τοῦ μεγέθους τοῦ θεοῦ, καὶ τὸ μηδὲν ἑαυτὸν ὁρῶν. διὸ τὴν παρὰ μόνου τοῦ ἰσχυροῦ βοήθειαν ἐξῃτεῖτο λέγων·

... ὁ θεός, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς.

English

If the Savior, in accordance with what was previously stated, were speaking on behalf of those from all nations who have believed in him, he would say:

Let all who seek you rejoice and be glad on your account.

For not only Jews, nor those who boast of Abraham, but universally and without restriction, all who seek you, whatever their lineage, let them rejoice and be glad on your account and say: Let God be magnified. And let this be said continually by those who love your salvation—that is, the Savior himself, who is often called "salvation" in the Scriptures, whom those who practice his teaching through works in pure love cherish.

But I am poor and needy: O God, help me. You are my helper and my deliverer; Lord, do not delay.

And David, though rich, was humble, having knowledge of the greatness of God and seeing himself as nothing. Therefore he sought help from the only powerful one, saying:

... O God, help me; you are my helper and my deliverer; Lord, do not delay.

pta0003.pta020:838 · narrativehigh
Source · Greek

Καὶ ὁ Χριστὸς δὲ πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσεν, ὡς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος. διὸ καὶ ἑαυτὸν ἀνετίθει τῇ τοῦ πνεύματος βοηθείᾳ, πρεσβεύων ὑπὲρ τοῦ λαοῦ αὐτοῦ καὶ τῆς ἐκκλησίας, ὡς ἂν μὴ, εἰς μακροὺς χρόνους πολεμουμένη ἐν τοῖς καιροῖς τῶν διωγμῶν, μεγάλην ἀπενέγκοιτο βλάβην. διό φησι·

βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς.

Εἰ δὲ καὶ ταῦτα ἀναφέροιτο ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν, καὶ αὐτὸς ἐπιστήσεις. ἐπειδὴ γὰρ διέγραψεν ἐν τῷ πρὸ τούτου τὰς κατ’ αὐτοῦ ἐπαναστάσεις· ὅπως τε εἰσέλθοσαν ὕδατα ἕως τῆς ψυχῆς αὐτοῦ, καὶ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ὡς ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης· ἐπληθύνθησάν τε ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ οἱ μισοῦντές αὐτὸν δωρεάν· πέπονθέ τε ὅσα καὶ εἴρηται· εἰκότως τὴν παροῦσαν δέησιν ἀναπέμπει πρὸς τὸν πατέρα λέγων·

ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον, καὶ τὰ τούτοις ἀκόλουθα.

Ἐπειδὴ ἑώρα τὸ τάγμα τῶν ἀποστόλων αὐτοῦ ἐν πολλῇ συγχύσει γεγενημένον διὰ τὴν περὶ αὐτὸν ἀγάπην, τὰς δευτέρας ὑπὲρ αὐτῶν προΐετο φωνὰς, ὅπως, ἀπολαβόντες αὐτοῦ τὴν ἀνάστασιν ἣν περιέμενον ποθοῦντες ἰδεῖν, πληρωθεῖεν ἀγαλλιάσεως καὶ εὐφροσύνης, λέγοντες διαπαντός· μεγαλυνθήτω ὁ θεός, αὐτοὶ ὄντες οἱ ἀγαπῶντες τὸ σωτήριον αὐτοῦ.

English

And Christ, though rich, became poor for our sake, as the divine apostle taught. Therefore, he also entrusted himself to the assistance of the Spirit, interceding on behalf of his people and the church, so that, if it were to be warred against for long times in the periods of the persecutions, it might not suffer great harm. Hence he says:

You are my helper and my deliverer; Lord, do not delay.

But if these things also are referred to the time of our Savior's passion, you yourself will take note. For since he described in the preceding passage the uprisings against him—how waters entered up to his soul, and he was stuck in the matter of the deep, and how he came into the depths of the sea, and those who hated him for no reason became more numerous than the hairs of his head, and he suffered all that has been said—he fittingly sends up the present supplication to the Father, saying:

O God, attend to my help; Lord, hasten to assist me, and the things that follow these.

Since he saw that the order of his apostles was in great confusion because of their love for him, he uttered the second words on their behalf, so that, having received his resurrection, which they longed to see while desiring it, they might be filled with exultation and joy, saying continually: Let God be magnified, they themselves being those who love his salvation.

pta0003.pta020:839 · narrativehigh
Source · Greek

Χριστοῦ πάθη καὶ ἀνάστασις

ο

Ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξέλου με. κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσού με· γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν του; σῶσαί με.

Τὰ ἰσοδυναμοῦντα τούτοις καὶ ὁ λ περιέχει ψαλμὸς, τοῦτον καὶ αὐτὸς ἀρχόμενος τὸν τρόπον·

ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με. κλῖνον πρὸς μὲ τὸ οὖς σου. τάχυνον τοῦ ἐξελέσθαι με· γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν. καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.

Ἀλλ’ ἐκεῖνος μὲν, «εἰς τὸ τέλος,» καὶ «ψαλμὸς τῷ Δαυῒδ,» ἐπεγέγραπτο· ὁ δὲ παρὼν ἀνεπίγραπτος τυγχάνει. κἀκεῖνος μὲν ἐξομολόγησιν σὺν ἱκετηρίᾳ περιεῖχεν, ὁ δὲ προφητεία ἔοικεν ἐκ προσώπου τοῦ σωτῆρος προενηνεγμένη. διὸ οὐδὲ ἐπιγέγραπται συνήθως, «τοῦ Δαυΐδ.» εἴποι δ’ ἄν τις προσήκειν συμπεριλαμβάνειν αὐτὸν τοῖς πρὸ αὐτοῦ τεταγμένοις, διὰ τὸ πολλὴν πρὸς αὐτὰ σώζειν ἀκολουθίαν· ἐν γοῦν τῷ πρὸ τούτου ἐλέγετο·

English

The sufferings and resurrection of Christ

"In you, Lord, I have hoped; may I not be put to shame forever; in your righteousness deliver me, and take me out. Incline your ear to me and save me; be to me a protecting god and a fortified place to save me."

The equivalent to these things the 70th psalm also contains, itself beginning in this manner:

"In you, Lord, I have hoped; may I not be put to shame forever; in your righteousness deliver me. Incline your ear to me. Hasten to take me out; be to me a protecting god and a house of refuge to save me."

But that one was inscribed, "For the end," and "a psalm for David," while the present one happens to be uninscribed. And that one contained confession with supplication, but this one seems to be a prophecy delivered from the person of the Savior. For this reason it is not inscribed in the usual way, "of David." One might say that it is fitting to include it among those placed before it, because it preserves much continuity with them; at least in the one before this it was said:

pta0003.pta020:840 · narrativehigh
Source · Greek

ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά.

Καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ προϊὼν ὁ λόγος ταῖς αὐταῖς κέχρηται φωναῖς λέγων·

Ὁ θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες, αἰσχυνθήτωσαν καὶ ἐκλειπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχὴν μου· περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι·

Καὶ τὰ λοιπὰ δὲ τῆς αὐτῆς ἔχεται διανοίας, εἰς πλάτος ἐκτεινομένου τοῦ λόγου διὰ τῶν προκειμένων, ἅπερ οὐκ ἀπὸ σκόπου ἄν τις εἴποι ἁρμόζειν τῷ πατρί· διά τε τὸ λέγεσθαι ἐν αὐτῷ·

Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου· ἐπὶ σὲ ἐπεστερήχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαθής.

Αὐτὰ γὰρ ταῦτα καὶ ἐν τῷ κα ψαλμῷ ἐξ αὐτοῦ προσώπου ἐλέγετο ἐν τούτοις·

ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ συ.

English

God, attend to my help. Let those who seek my soul be shamed and put to confusion. Let those who wish me evil be turned back and put to shame.

And in the following passages, as the discourse proceeds, it uses the same expressions, saying:

My God, attend to my help; let those who slander my soul be shamed and cease; let those who seek evil for me be clothed with shame and confusion.

And the rest are of the same thought, the discourse being extended at length through the preceding passages, which one might not unreasonably say are fitting for the Father, both because it is said in it:

That you are my endurance, Lord, my hope from my youth; I have been supported by you from the womb, from my mother’s belly you are my shelter.

For these very things were said in the psalm from his own person in these words:

That you are the one who drew me out from the womb; my hope from my mother’s breasts; I was cast upon you from the womb, from my mother’s belly you are my God.

pta0003.pta020:841 · narrativehigh
Source · Greek

Ἀλλὰ καὶ τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῇ μετὰ χεῖρας προφητείᾳ ἐν τῷ,

Ὁ θεός μου, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ,

ἰσοδυναμεῖν ἔοικε τῷ ἐν κα ψαλμῷ φάσκοντι λόγῳ·

Ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη.

Πρόσχες γὰρ ἀκριβῶς ὅπως ἐν ἐκείνῳ μὲν ἐλέγετο,

Ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη,

ἐν δὲ τῷ προκειμένῳ·

ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.

Ἀλλὰ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ σαφῶς παρίστησιν ἡ μετὰ χεῖρας προφητεία λέγουσα ἐξ αὐτοῦ προσώπου·

Ὁ θεός, τίς ὅμοιός σοι; ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς, καὶ ἐπιστρέψας ἐζῳοποίησάς με, καὶ τῶν ἀναγκῶν τῆς γῆς πάλιν ἀνήγαγές με;

Εἴτ’ οὖν ἐκ προσώπου τοῦ σωτῆρος, εἴτε ἐκ προσώπου παντὸς δικαίου, τῶν προκειμένων ἀκουστέον. περιέχει γὰρ διδασκαλίαν παιδεύουσαν ἡμᾶς μετὰ διαθέσεως ὑγιοῦς πάντα μὲν δεύτερα τίθεσθαι, ἐπὶ μόνον δὲ τὸν κύριον τὰς ἑαυτῶν ἀναρτᾷν ἐλπίδας, ὥστε λέγειν αὐτῷ διαθέσει γνησίᾳ.

English

But also the following statement in the prophecy at hand, in the verse,

My God, do not abandon me, until I proclaim your arm to every coming generation,

seems to be equivalent to the saying in the psalm that declares,

The coming generation will be announced to the Lord.

For observe carefully how in that passage it was said,

The coming generation will be announced to the Lord,

while in the present passage it is,

until I proclaim your arm to every coming generation.

Moreover, the prophecy at hand clearly presents his resurrection from the dead, speaking in his own person:

God, who is like you? How many grievous and evil afflictions you have shown me, and having turned back, you restored me to life, and again brought me up from the constraints of the earth?

Whether, then, one should understand the present words as spoken in the person of the Savior or in the person of any righteous man, they contain teaching that instructs us, with sound disposition, to regard everything as secondary and to attach our hopes to the Lord alone, so as to address him with genuine affection.

pta0003.pta020:842 · narrativehigh
Source · Greek

Ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

Οἱ γὰρ ἐπὶ πλούτῳ καὶ πολλῇ περιουσίᾳ βίου, ἢ ἐπὶ ἀξιώμασι κοσμικοῖς, ἢ ἐπὶ ἀρχόντων οἰκειότητι καὶ προστασίᾳ, ἢ ἐφ’ ἑτέρῳ τινὶ τῶν θνητῶν καὶ ἐπικήρων τὰς ἑαυτῶν ἀνατιθέντες ἐλπίδας, αἰσχύνην ὀφλήσουσιν. «ἐπικατάρατος γὰρ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ.» κέκραγέ τε βοῶν ὁ λόγος·

Μὴ πεποίθατε ἐπ’ ἄρχοντας, μηδὲ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία,

καὶ πάλιν·

πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.

καὶ ἐν ἑτέροις δὲ λέγειν διδασκόμεθα·

Κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον, ἢ πεποιθέναι ἐπὶ ἄνθρωπον. ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον, ἢ ἐλπίζειν ἐπὶ ἄρχοντας.

Ὁ δὲ ἀγαθὰ ἑαυτῷ συνειδὼς εἴποι ἂν τῷ κυρίῳ καὶ τὸ, «ἐν δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» πολλῇ γὰρ πεποιθήσει τεθάρρηκεν, ὅτι, κατὰ τὸ δικαιότατον κρίνας ὁ θεὸς, εὑρήσει αὐτὸν οὐ κατακρίσεως, οὐδὲ ἀποβολῆς ἄξιον, ἀλλὰ βοηθείας καὶ ἀντιλήψεως· διό φησιν·

English

In you, Lord, I have hoped; may I not be put to shame forever.

For those who place their hopes in wealth and great abundance of life, or in worldly honors, or in the familiarity and protection of rulers, or in any other mortal and perishable thing, will incur shame. "For accursed is the man who has hope in man and leans on the flesh of his arm." And the word cries out, shouting:

Do not trust in rulers, nor in the sons of men, in whom there is no salvation,

and again:

If wealth flows, do not set your heart upon it.

And in other passages we are taught to say:

The Lord is my helper; I will not fear what man will do to me. It is good to trust in the Lord, rather than to trust in man. It is good to hope in the Lord, rather than to hope in rulers.

But one who is conscious of good things in himself would say to the Lord also, "In your righteousness, deliver me and take me out." For he has taken courage with great confidence that, when God judges most justly, he will find him worthy not of condemnation or rejection, but of help and assistance. Therefore he says:

pta0003.pta020:843 · narrativehigh
Source · Greek

Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.

Συνειδήσει δὲ κεκαθαρμένῃ τὰς ἱκετηρίους φωνὰς πρὸς τὸν θεὸν ἀναπέμπων, καὶ τό·

Κλῖνον πρὸς μὲ τὸ οὖς σου, καὶ σῶσόν με,

ἔλεγεν. ἀλλὰ καὶ ὡς ἀναγκαίως τῷ θεῷ παρεκάλει λέγων·

Γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με.

Προασπίζων γὰρ ὁ θεὸς καὶ ὑπερμαχῶν, οὐκ ἂν περὶ μικροῦ τινος τοῦτ’ ἐποίησε· μόνος δὲ ὁ τέλειος εἴποι ἂν τῷ θεῷ·

Ὅτι στερέωμά μου καὶ καταφυγή μου σὺ εἶ.

Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας·

Ὅτι πέτρα μου καὶ ὀχύρωμά μου σύ,

ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος·

Ὅτι πέτρα μου καὶ καταφυγή μου σὺ εἶ.

Ὁ θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου.

Ὁ τέλειος ὥσπερ ἴδιον κτῆμα τὸν θεὸν ἐπικαλεῖται λέγων· «ὁ θεός μου·» ἐπειδήπερ ἐπαγγελία ἐστὶ τοῦ θεοῦ περὶ τῶν ἀξίων λέγουσα· «ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» ὁ δὴ λέγων, «ἐπὶ σοὶ, κύριε, ἤλπισα,» καὶ πάντα μὲν δεύτερα θέμενος, ἐπὶ μόνον δὲ τὸν θεὸν ἑαυτὸν ἐπιρρίψας, εἰκότως εἴποι ἂν, «ὁ θεός μου.»

English

In your righteousness, deliver me and take me out.

With a purified conscience, sending up suppliant cries to God, he also said:

Incline your ear to me, and save me.

But also, as was necessary, he besought God, saying:

Be for me a protecting God and a secure place to save me.

For God, acting as a defender and champion, would not do this for some small matter; only the perfect one would say to God:

For you are my stronghold and my refuge.

Instead of which, Aquila rendered:

For you are my rock and my fortress,

and Symmachus:

For you are my rock and my refuge.

My God, deliver me from the hand of the sinful, from the hand of the lawless and unjust. For you are my endurance, Lord, my hope from my youth.

The perfect one, as if claiming God as his own possession, calls upon him saying: "My God;" since it is a promise of God concerning the worthy, saying: "I will be their God, and they will be my people." The one who says, "In you, Lord, I have hoped," and having set all things as secondary, having cast himself only upon God, would fittingly say, "My God.

pta0003.pta020:844 · narrativehigh
Source · Greek

Ῥυσθῆναι δὲ ἐκ χειρὸς ἁμαρτωλοῦ εὔχεται, ἵνα μὴ ταῖς πράξεσιν ὅμοιος γένηται τῷ ἁμαρτωλῷ, μηδὲ τῷ παρανομοῦντι· διὸ ἐπιλέγει·

Ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος.

Ἀλλὰ καὶ ὅπως μὴ ὑποχείριος γένηται τοῖς τοιούτοις, εὐλόγως δὲ τὸν θεὸν ἑαυ τοῦ θεὸν ὀνομάζοι ἂν, οὐ μόνον διὰ τὰ ἔμπροσθεν λελεγμένα, ἀλλὰ καὶ διὰ τὰς ἑξῆς ἐπιλεγομένας αἰτίας. σὺ γάρ μου, φησὶ, τυγχάνεις ὑπομονὴ, καὶ σύ μου ἐλπὶς ἐκ νεότητος. οὐ γὰρ πώποτε διέλειπόν σε ὑπομένων, οὐδὲ γέγονέ τις καιρὸς, ἐν ᾧ οὐχί σε προεθέμην ἐμαυτοῦ ἐλπίδα. ὧν χάριν ἱκετεύω ἐκ χειρὸς ἁμαρτωλῶν καὶ παρανομούντων ῥυσθῆναι.

Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός· ὡσεὶ τέρας ἐγενήθη τοῖς πολλοῖς σὺ βοηθὸς κραταιός·

Τὸ μὲν ἐκ νέας ἡλικίας ἐπὶ τὸν θεὸν ἐλπίζειν λέγοιτ’ ἂν καὶ ἐπὶ τοῦ Δαυΐδ. ἐπείπερ, νέος ὢν καὶ ποιμαίνων τὰ πρόβατα Ἰεσσαὶ τοῦ πατρὸς, πίστει καὶ ἐλπίδι τῇ εἰς τὸν θεὸν καὶ λέουσι καὶ ἄρκτοις ἐπῄει τῆς τῶν προβάτων σωτηρίας ἕνεκα· τὸν καλὸν μιμούμενος ποιμένα, περὶ οὗ εἴρηται· «ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λoβὸν ὠτίου.»

English

He prays to be rescued from the hand of a sinful man, so that he may not become like the sinner in his actions, nor like the lawbreaker. Therefore he adds:

From the hand of a sinful man, and from the hand of one who transgresses and does injustice.

But also, so that he may not fall under the power of such men, he would reasonably call God his own God, not only because of what has been said before, but also because of the reasons added subsequently. For you, he says, are my endurance, and you are my hope from my youth. For I have never at any time ceased to wait for you, nor has there been any occasion on which I did not set you before myself as my hope. For this reason I beseech you to be rescued from the hand of sinful and lawbreaking men.

Upon you I have been supported from the womb, from my mother's belly you are my protector. In you is my praise continually; I have become like a portent to the many. You are a mighty helper.

Now, hoping in God from a young age could be said also of David. For, being young and pasturing the sheep of his father Jesse, with faith and hope in God he approached both lions and bears for the sake of the sheep's safety, imitating the good shepherd, concerning whom it is said: "In the way that when the shepherd pulls from the mouth of the lion two legs, or the lobe of an ear.

pta0003.pta020:845 · narrativehigh
Source · Greek

Ἀλλὰ καὶ παιδάριον ὢν ἤλαυνε τὸ πνεῦμα τὸ πονηρὸν ἀπὸ τοῦ Σαοὺλ δυνάμει πίστεως καὶ ἐλπίδος τῆς εἰς τὸν θεόν. ἐπειδὰν καὶ πᾶς ὁ ἐκ νέας ἡλικίας τῆς κατὰ θεὸν ἐκλογῆς κατηξιωμένος, οἷος ἦν Τιμόθεος ἐκ παιδὸς ἅγια γράμματα μεμαθηκὼς τὸ,

Ἡ ἐλπίς μου ἐκ νεότητός μου.

Τὸ δὲ,

Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου, σύ μου εἶ σκεπαστής,

μόνῳ ἂν ἁρμόζοι τῷ σωτῆρι ἡμῶν ἀθολώτῳ καὶ ἀσυγχύτῳ γενομένῳ καθ’ ὃν ἐκυοφορεῖτο καιρόν. οἱ μὲν γὰρ λοιποὶ πάντες ἄνθρωποι ἐν τῷ κυΐσκεσθαι, καὶ πρώτην λαμβάνειν σύστασιν τοῦ σώματος, φυτικὴν ὥσπερ ζωὴν ζῶντες, οὔτε τοῖς τοῦ σώματος αἰσθητηρίοις, οὔτε τῇ διανοίᾳ παρακολουθούσῃ κέχρηνται· ἀλλὰ καὶ τὸ ἡγεμονικὸν αὐτὸ καὶ τὸν νοῦν βεβαπτισμένοι, οὐδὲν σκώληκος διενέγκoιεν ἄν. ὁ δὲ λέγων τῷ θεῷ,

Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός,

οὐ μόνον γνῶσιν ἐμφαίνει κεκτῆσθαι θεοῦ, ἀλλὰ καὶ μεγίστην ἀρετὴν φιλοθέου δυνάμεως, δι’ ἧς ἐπ’ αὐτὸν τὸν θεὸν ἐστηρίζετο. καὶ τοιοῦτος ἦν κυϊσκόμενος καὶ ἐν γαστρὶ τῆς μητρὸς συλλαμβανόμενος. τὸ δὲ,

English

But also, while still a child, he drove away the evil spirit from Saul by the power of faith and hope in God. Since also everyone who from a young age has been deemed worthy of election according to God, such as Timothy, who from childhood had learned the sacred writings, the verse:

My hope from my youth.

And the verse:

Upon you I was supported from the womb, from my mother’s belly, you are my protector,

would befit only our Savior, who remained untainted and unconfused during the time he was conceived. For all other human beings, when they are conceived and first receive the formation of the body, living a kind of vegetative life, neither use the bodily senses nor the accompanying intellect; but even the ruling principle itself and the mind are submerged, and they would differ in no way from a worm. But he who says to God,

Upon you I was supported from the womb,

indicates not only that he possessed knowledge of God, but also the greatest virtue of a God-loving power, through which he was supported upon God himself. And such he was while being conceived and while being carried in his mother’s womb. The verse:

pta0003.pta020:846 · narrativehigh
Source · Greek

Ἐκ κοιλίας μητρός μου εἶ σκεπαστής,

δύναται καὶ ἐπὶ πάντων ἁρμόζειν. εἰ γὰρ μὴ θεοῦ δύναμις ἐφρούρει καὶ ἐφύλαττε τὸ κατὰ γαστρὸς κυϊσκόμενον, οὐδ’ ἂν συνέστη, οὐδ’ ἂν μετέσχε ζωῆς, μήτε πνεῖν δυνάμενον, μήτε τοῖς λοιποῖς κεχρῆσθαι αἰσθητηρίοις.

Πάλιν δὲ καὶ ἐν τούτῳ λέγων, «σύ μου εἶ σκεπαστὴς,» ἐνέφαινεν ἐξαίρετόν τι ἐσχηκέναι παρὰ τοὺς λοιποὺς τοὺς ἐν κοιλίᾳ μητρὸς συλληφθέντας. τάχα γὰρ ἐπὶ μὲν τῆς τῶν λοιπῶν ἀνθρώπων γενέσεως ἄλλοι τινὲς ἐφεστήκασιν ἄγγελοι διακονούμενοι τῇ ἑκάστου εἰς τὸν βίον παρόδῳ· ἐπὶ δὲ τῆς γενέσεως τοῦ σωτῆρος, αὐτὸς ἦν ὁ πατὴρ σκεπαστὴς αὐτοῦ γιγνόμενος· διὸ καὶ ἐπὶ αὐτὸν ἐπεστηρίζετο. οὕτως διὰ πάντων «ὕμνησιν» ἑαυτοῦ εἶχε τὸν πατέρα. διὸ ἐπιλέγει·

Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.

Οὐ γὰρ διέλιπέ τινα καιρὸν ὑμνῶν τὸν πατέρα, ἢ καὶ ὑμνούμενος ὑπ’ αὐτοῦ ἐπὶ τῇ τοσαύτῃ ὑπακοῇ. ἀλλ’, ἡ μὲν ἐμὴ, φησὶν, αἴνεσις, ἢ καὶ ὕμνησις ἐν σοὶ γέγονε διαπαντός. οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων, μηδὲν τούτων ἐπιστάμενοι, ὡς περὶ τέρας ἐκτήσαντό με. τεράστιον γοῦν τι πρᾶγμα τοῖς πολλοῖς ἐγενόμην, ὡς διάφορα περὶ ἐμοῦ δοξάζειν αὐτούς· καί τινας μὲν θεὸν εἶναι ἄσαρκον καὶ ἀσώματον, δοκήσει μόνον ὀφθέντα ἐπὶ γῆς, ἡγεῖσθαι, τινὰς δὲ ψιλὸν ἄνθρωπον, ὡς μηδὲν πλέον παρὰ τοὺς λοιποὺς ἐσχηκότα· καὶ ἄλλους μὲν ἀραῖς καὶ δυσφημίαις ὑποβάλλειν, ἑτέρους δὲ σέβειν καὶ προσκυνεῖν.

English

From my mother’s womb you are my protector,

this can also apply to everyone. For if the power of God did not guard and protect the child conceived in the womb, it would not have been formed, nor would it have partaken of life, being unable to breathe or to use the other senses.

Again, in saying this, “You are my protector,” he indicated that he had something exceptional compared to the rest who were conceived in their mother’s womb. For perhaps in the case of the generation of other men, certain other angels are appointed, ministering to each one’s entry into life; but in the case of the generation of the Savior, the Father himself was his protector. Therefore he relied on him. Thus through all things he had his Father as his “hymn.” Hence he adds:

In you is my praise continually.

For he never ceased at any time to hymn the Father, or to be hymned by him for such great obedience. But, he says, my praise, or hymn, has been in you continually. The majority of men, knowing none of these things, regarded me as a marvel. Indeed, I became something of a prodigy to the many, so that they held various opinions about me: some consider me to be a god without flesh and without body, seen on earth only in appearance; others, a mere man, having nothing more than the rest; and some subject me to curses and slanders, while others worship and adore me.

pta0003.pta020:847 · narrativehigh
Source · Greek

Τέρας δὲ τοῖς πᾶσιν ἀληθῶς γέγονεν ὁ ἐμὸς θάνατος. τὸ γὰρ σταυρὸν ὑπομεῖναι θεὸν ὄντα, καὶ τοιαῦτα παθεῖν τὸν ἑτέροις ζωὴν κεχαρισμένον, τέρας ἦν ἀληθῶς. διό φησιν·

Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς.

Ἀλλ’ ἐν πᾶσι τούτοις σὺ, φησὶ, «βοηθός» μου γέγονας «κραταιός·» οὐδὲ γὰρ ἄλλον ἐκτησάμην βοηθόν. πάντα γὰρ ἦν δεύτερα καὶ ὑποβεβηκότα τὴν ἐμὴν δύναμιν· σὺ δὲ μόνος, ὃν ἐλπίδα ἐμαυτοῦ ἐπεγραψάμην, «βοηθός» μου γέγονας «κραταιός.» καὶ κατὰ τὸν Σύμμαχον δὲ ὁμοίως εἴρηται·

Σὺ ἐπεστηρίχθην ἀπὸ γαστρός, ἀπὸ τῶν ἐνδοσθίων τῆς μητρός μου σὺ ἐπεῖδές με. εἰς σὲ ἡ ἀναμονή μου ἐνδελεχῶς, ὡσεὶ τέρας ἐγενόμην τοῖς πολλοῖς· σὺ δὲ πεποίθησίς μου ἰσχυρά.

Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅλην τὴν ἡμέραν τῆς μεγαλοπρεπείας σου. μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με· ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοί· καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ λέγοντες· ὁ θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτὸν ὅτι οὐκ ἔστιν ὁ ρυόμενος.

English

A wonder indeed to all has my death become. For that a god should endure the cross, and that one who has bestowed life upon others should suffer such things, was truly a wonder. Therefore he says:

I became as a wonder to the many.

But in all these things, he says, you have become my "mighty helper"; for I acquired no other helper. For all things were secondary and inferior to my power; but you alone, whom I inscribed as my own hope, have become my "mighty helper." And according to Symmachus it is similarly said:

You I was supported from the womb, from my mother's inward parts you watched over me. My reliance is continually upon you, I became as a wonder to the many; but you are my strong confidence.

Let my mouth be filled with praise, all the day of your magnificence. Do not cast me off in the time of old age, do not abandon me when my strength fails; for my enemies said concerning me: and those who guard my soul took counsel together, saying: God has abandoned him; pursue and seize him, for there is no one to deliver.

pta0003.pta020:848 · narrativehigh
Source · Greek

Ἤδη μὲν καὶ τὸν παρελθόντα χρόνον ὕμνησίς μου, φησὶν, ἐν σοὶ γέγονε διὰ παντός· πλὴν ἀλλὰ καὶ περὶ τοῦ μέλλοντος δέομαι, ὡς ἂν μέχρις ἐσχάτης ὥρας τοῦ βίου τὸ στόμα μου τῆς σῆς αἰνέσεως πληρῷτο, καὶ οὕτω γε πληρῷτο, ὡς μηδένα χώραν σχολάζουσαν ἔχειν πρὸς τὸ ἄλλο τι φθέγγεσθαι, μηδὲ ἀνθρώποις ὁμιλεῖν· καὶ τοῦτό μοι ὑπάρξαι ἀξιῶ κατὰ πᾶσαν ἡμέραν, καὶ ἐν τῷ παντὶ χρόνῳ τῆς ἐμῆς ζωῆς μὴ ἀποστερηθῆναι καὶ ἀπορριφῆναι ταύτης τῆς χάριτος, κἂν ἐπὶ γήραος οὐδῷ δέοι φθάσαι, μηδὲ μέχρις ἐσχάτης τελευτῆς ἄλλο τί με πράττειν ἢ πληροῦσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλοπρεπείας.

Ἀντὶ δὲ τοῦ, «ὅλην τὴν ἡμέραν,» ὁ Σύμμαχος, «κατὰ πᾶσαν ἡμέραν» ἐξέδωκε·

Πλησθείη τὸ στόμα μου αἴνου σου κατὰ πᾶσαν ἡμέραν, ἐν τῇ εὐπρεπείᾳ σου μὴ ἀποβάλῃς με καιρῷ γήρως.

Εἰ γὰρ δέοι καὶ μέχρι γήρως παρατεῖναι τὴν ἡλικίαν, τοῦτο μὲν οὐ παραιτητέον, ἱκετεύω δὲ μὴ ἀποστερηθῆναί ποτε τοῦ πεπληρῶσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλοπρεπείας. εἰ δὲ καιρῷ τινι διὰ γῆρας ἐκλίποι ἡ ἰσχύς μου, μηδὲ τότε με σὺ ἐγκαταλίποις.

English

Already in the past time, he says, my hymnody in you has been continuous; but nevertheless I also pray concerning the future, that until the final hour of my life my mouth might be filled with your praise, and that it might be filled in such a way that it has no idle space for uttering anything else, nor for conversing with men; and I ask that this be granted to me every day, and that throughout the whole time of my life I not be deprived and cast off from this grace, even if I should reach the threshold of old age, and that until my final end nothing else occupy me but that my mouth be filled with your praise and your magnificence.

Instead of “the whole day,” Symmachus rendered “every day.”

Let my mouth be filled with your praise every day, in your comeliness; do not cast me off in the time of old age.

For if it should be necessary to extend my life even to old age, this is not to be refused, but I beseech that I never be deprived of having my mouth filled with your praise and your magnificence. But if at some time due to old age my strength should fail, do not you then abandon me.

pta0003.pta020:849 · narrativehigh
Source · Greek

Ταῦτα μὲν οὖν ἁρμόζοι ἂν λέγειν καὶ τῷ Δαυῒδ καὶ παντὶ ἀνθρώπῳ θεοφιλεῖ ἐν ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις. ἐπὶ δὲ τοῦ σωτῆρος ἐπίστησον ὅπως εἴρηται τῷ Ἀποστόλῳ τὸ, «ἐσταυρώθη δὲ ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ.» εἰ γὰρ καὶ ἐξ ἀσθενείας ἐσταυρώθη, ἀλλ’ οὔτι γε νικηθεὶς ὑφ’ ἑτέρων, αὐτὸς δὲ ἑαυτὸν ἀσθενῆ ποιήσας, καὶ ἑαυτὸν παραδοὺς ὑποχείριον ἀνθρώποις· ὃ δὴ διδάσκει φάσκων· «οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» ὥσπερ οὖν ἐκένωσεν αὐτὸς ἑαυτὸν μορφὴν δούλου λαβὼν, οὕτως ἀσθενῆ ἑαυτὸν εἰργάσατο, ὅπως ἁλωτὸς γένηται ἀνθρώποις, καὶ ἵνα σταυρὸν ὑπομένῃ «ὑπήκοος γιγνόμενος» τῷ πατρὶ «μέχρι θανάτου, καὶ θανάτου σταυροῦ.» διό φησιν·

Ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.

Εἶτα ἐπειδὴ τοῦ πάθους ἑαυτοῦ ἐμνημόνευσε καὶ τῶν τὸ πάθος ἐργασαμένων ἀκολούθως ποιεῖται μνήμην λέγων·

Ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου·

English

These things, then, would be fitting for David to say and for every God-loving man in his supplications to God. But concerning the Saviour, observe how the Apostle says, "He was crucified from weakness, but he lives from the power of God." For even if he was crucified from weakness, yet he was not conquered by others, but he himself made himself weak, and handed himself over subject to men; which indeed he teaches when he says, "No one takes my soul from me; but I myself lay it down from myself. I have authority to lay it down, and I have authority to take it up." Just as he emptied himself, taking the form of a slave, so he made himself weak, that he might become capturable by men, and that he might endure the cross, "becoming obedient" to the Father "unto death, and death by crucifixion." Therefore he says:

In the failing of my strength, do not abandon me.

Then, since he has made mention of his passion, he accordingly makes mention of those who wrought the passion, saying:

That my enemies said to me, and those who watch my soul.

pta0003.pta020:850 · narrativehigh
Source · Greek

ἢ κατὰ τὸν Σύμμαχον,

Καὶ οἱ ἐπιτηροῦντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ λέγοντες· ὁ θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.

Ταῦτα γὰρ ἔλεγον οἱ ἀρχιερεῖς καὶ οἱ σὺν αὐτοῖς κατὰ τὸν καιρὸν τοῦ πάθους, κινοῦντες αὐτῶν τὰς κεφαλὰς καὶ λέγοντες· «ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. εἰ βασιλεύς ἐστι τοῦ Ἰσραὴλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσωμεν αὐτῷ.»

Ὁ θεός, μὴ μακρύνῃς ἀπ’ ἐμοῦ· ὁ θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. αἰσχυνθήτωσαν καὶ ἐκλειπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου· περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι· ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ· καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου· ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου· ὅτι οὐκ ἔγνων γραμματείας. εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου· μνησθήσομαι τῆς διακαιοσύνης σου μόνου.

English

Or according to Symmachus:

"And those who watch my soul conspired together, saying, 'God has abandoned him; pursue and seize him, for there is no one to rescue him.'"

For these things were said by the high priests and those with them at the time of the Passion, shaking their heads and saying, "He who destroys the temple and raises it in three days has saved others, but cannot save himself. If he is king of Israel, let him now come down from the cross, and we will believe in him."

O God, do not distance yourself from me; O God, attend to my help. Let those who slander my soul be shamed and perish; let those who seek evil for me be clothed with shame and disgrace; but I will hope continually; and I will add to all your praise; my mouth will proclaim your righteousness; all the day your salvation; for I have not known letters. I will enter into the dominion of the Lord; I will remember your righteousness alone.

pta0003.pta020:851 · narrativehigh
Source · Greek

Οἱ μὲν προλεχθέντες ἐχθροί μου ἔλεγον· «ὁ θεὸς ἐγκατέλιπεν αὐτόν·» ἐγὼ δὲ ἀντιβολῶ καὶ δέομαί σε τὸν ἐμαυτοῦ θεὸν παρεῖναί μοι διαπαντὸς, μηδὲ μακράν μου ἵστασθαι, προσέχειν δὲ εἰς τὴν βοήθειάν μου. σὲ γὰρ βοηθὸν κτώμενος, οἶδ’ ὅτι ὄψομαι καταισχυνομένους πάντας μου τοὺς ἐχθρούς.

Τὸ δὲ, «αἰσχυνθήτωσαν,» συνήθως τῇ θείᾳ γραφῇ καὶ νῦν ἀντὶ τοῦ, «αἰσχυνθήσονται» εἴρηται· καὶ τὸ, «ἐκλειπέτωσαν,» ἀντὶ τοῦ, «ἐκλείψουσιν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου·» ἢ κατὰ τὸν Σύμμαχον· οἱ ἀντικείμενοι τῇ ψυχῇ μου. «

Ὅπως δὲ ἐκλελοίπασιν αἰσχύνην καταχεάμενοι οἱ τὸν θάνατον αὐτῷ τυρεύσαντες, οὐ μακρῶν ἡμῖν δεῖ λόγων· ὁπότε ἐξ ἐκείνου ἐκλέλοιπε πᾶς ἀρχιερεὺς παρ’ αὐτοῖς, Φαρισαίων δὲ οὐδὲ ὄνομα ἔτι λείπεται, οὐδὲ μνήμη τῶν παρ’ αὐτοῖς ἀξιωμάτων. ἐξέλιπον γὰρ ἄρχοντες ἐξ Ἰούδα καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐτοῦ, τῆς προσδοκίας τῶν ἐθνῶν ἐπιστάσης κατὰ τὴν τοῦτο θεσπίζουσαν προφητείαν. καὶ οὔτε βασιλεῖς, οὔτε ἡγεμόνες, οὔτε τινὲς παρ’ αὐτοῖς δυνάσται εἰσὶν, οὐδέ τι τάγμα τῶν πάλαι παρ’ αὐτοῖς ὄντων περιλέλειπται· καταισχυνθέντες δὲ πάντες ἐκ λελοίπασιν οἱ τότε ἐνδιαβάλλοντες αὐτοῦ τὴν ψυχήν.

English

My aforementioned enemies said, "God has abandoned him." But I entreat and beseech you, my own God, to be with me always, not to stand far from me, and to attend to my aid. For if I acquire you as a helper, I know that I will see all my enemies put to shame.

The phrase "let them be ashamed" is customarily used in divine scripture, and here it is said instead of "they will be ashamed." And "let them fail" is said instead of "those who slander my soul will fail," or according to Symmachus: "those who are opposed to my soul."

But how those who contrived death for him have failed, having poured shame upon themselves, we need not lengthy words; since from that time every high priest among them has failed, and there is no longer even a name of Pharisees, nor any memory of the offices among them. For the rulers from Judah and the leaders from his thighs have failed, when the expectation of the nations came to pass according to the prophecy that foretold this. And there are neither kings, nor governors, nor any potentates among them, nor has any order of those formerly among them survived; but all those who then slandered his soul have been put to shame and have failed.

pta0003.pta020:852 · narrativehigh
Source · Greek

Ἐν ὁποίᾳ δὲ αἰσχύνῃ τυγχάνουσιν εἰσέτι καὶ νῦν οἱ τῶν Ἰουδαίων προεστάναι νομιζόμενοι, ὁρῶντες ἑαυτοὺς μὲν διὰ πάσης γραφῆς ἐπὶ εἰδωλολατρείαις διαβεβλημένους, πάντα δὲ τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς πατροπαραδότου πλάνης μεταβεβληκότα· ἐν οἷς ἤδη τυγχάνουσιν, ἐντροπῇ ὁρῶντες ἑαυτοὺς μὲν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως καὶ ἀποβλήτους, Ἕλληνας δὲ ἄνδρας ἀλλογενεῖς καὶ ἀλλοφύλους τὸν τόπον αὐτῶν οἰκοῦντας, κατὰ πάσας τε ἐπαρχίας καὶ χώρας, καὶ πόλεις τοὺς ἐξ ἐθνῶν τὰς περὶ τοῦ σωτῆρος προφητικὰς φωνὰς κηρύττοντας; αἰσχύνη δὲ ἀληθῶς καὶ ἐντροπὴ κατείληφεν αὐτῶν τὰς ψυχὰς, τῶν χθὲς αὐτῶν σταυρῷ παραδοθέντα καθ’ ὅλης τῆς οἰκουμένης προσκυνούμενον καὶ θεολογούμενον ὁρῶντας· ἃ δὴ ἐπληροῦτο ἀκολούθως τῇ μετὰ χεῖρας προρρήσει λεγούσῃ·

Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.

Καὶ οὗτοι μὲν τάδε πείσονται· «ἐγὼ δὲ,» ὑπ’ αὐτῶν τὰ τοσαῦτα πεπονθὼς, «διαπαντὸς, φησὶν, ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.» ἐπεὶ δὲ κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὸ, «προσθήσω,» λέλεκται ὅ τε Ἀκύλας φησίν·

English

In what shame, then, do those who are considered to be the leaders of the Jews still find themselves even now, seeing themselves denounced throughout all scripture for idolatries, and seeing all the nations throughout the whole world transformed from their ancestral error through the teaching of Christ? In what disgrace do they already find themselves, seeing themselves cast out from their royal metropolis, and seeing Greek men, foreigners and aliens, dwelling in their place, and in every province, region, and city proclaiming the prophetic utterances concerning the Savior from among the nations? Shame and disgrace have truly seized their souls, seeing the one handed over to the cross yesterday now worshipped and acclaimed as God throughout the whole world. These things were fulfilled in accordance with the prophecy at hand, which says:

Let those who seek evil against me clothe themselves in shame and disgrace.

And these will suffer thus; "But I," having suffered so much at their hands, "will always hope," he says, "and I will add to all your praise." Since, according to all the interpreters, the phrase "I will add" is spoken, Aquila says:

pta0003.pta020:853 · narrativehigh
Source · Greek

Καὶ προσθήσω ἐπὶ πάσας ὑμνήσεις σου,

καὶ ὁ Σύμμαχος·

καὶ προσθήσω τοῖς ὕμνοις σου·«

Ὅρα εἰ μὴ προσθή κην ἐποιήσατο τοῖς τοῦ πατρὸς ὕμνοις, τὴν καινὴν διαθήκην πρὸς τῇ παλαιᾷ παραδούς. οὐ γὰρ ἀνεῖλε τὰ πρῶτα, εἰσαγαγὼν τὰ δεύτερα, προσθήκην δὲ ἐποιήσατο· καὶ τοῦτό ἐστιν εὑρεῖν ἐν ταῖς αὐτοῦ διδασκαλίαις, δι’ ὧν φησιν· «ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ὀργίζεσθαι. ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ἐπιθυμεῖν·» καὶ ὅσα ἄλλα τοιαῦτα προσθήκην ἔχοντα διὰ τῆς πνευματικῆς θεωρίας τε καὶ ἑρμηνείας τοῦ νόμου ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ παραδέδοται. ἀλλὰ καὶ «τὸ στόμα μου, φησὶν, ἀναγγελεῖ τὴν δικαιοσύνην σου.»

Τὸ γὰρ εὐαγγέλιον δικαιοσύνην ἐμφαίνει θεοῦ, οὐκ Ἰουδαίοις μόνοις ἀφωρισμένον ὥσπερ ὁ διὰ Μωϋσέως Μωϋσέως] vereinhetilichen! νόμος. διό φησιν ὁ ἀπόστολος· «οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον. δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται.» διὸ ἐνταῦθα λέλεκται·

English

And I will add to all your hymns,

and Symmachus:

"And I will add to your hymns."

See whether he did not make an addition to the hymns of the Father, delivering the New Covenant in addition to the Old. For he did not abolish the first things when he introduced the second things, but he made an addition. And this is to be found in his teachings, through which he says: "It was said to the ancients, 'You shall not kill'; but I say, 'Do not even become angry.' It was said to the ancients, 'You shall not commit adultery'; but I say, 'Do not even desire.'" And all such other things that have an addition through spiritual contemplation and interpretation of the law have been handed down in his Church. But also, "My mouth," he says, "will proclaim your righteousness."

For the Gospel manifests the righteousness of God, not restricted to Jews alone like the law given through Moses. Therefore the Apostle says: "For I am not ashamed of the Gospel. For it is the power of God for salvation to everyone who believes, both to the Jew first and to the Greek. For the righteousness of God is revealed in it." Therefore it is said here:

pta0003.pta020:854 · narrativehigh
Source · Greek

Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου,

ἢ κατὰ τὸν Σύμμαχον·

Κατὰ πᾶσαν ἡμέραν τὴν σωτηρίαν σου.

Καὶ τοῦτο δέ ἐστι πληρούμενον θεωρεῖν καθ’ ὅλης τῆς οἰκουμένης· ἐν ᾗ τὸ στόμα τοῦ σωτῆρος ἡμῶν διὰ τῶν θείων γραφῶν πᾶσιν ἀνθρώποις ἐφ’ ἑκάστης ἡμέρας τὴν δι’ αὐτοῦ προξενηθεῖσαν ἅπασι σωτηρίαν κηρύττει. ἐπιλέγει δὲ τούτοις, «ὅτι οὐκ ἔγνων γραμματείας.» τὰς κλεῖς εἰληφότες τῆς βασιλείας, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι μήτε ἑτέροις συγχωροῦντες, τὰς γραμματείας κατεῖχον. ἐγὼ δὲ, φησὶ, μὴ τῷ Μωϋσέως Μωϋσέως] vereinheitlichen! συγγράμματι προσέχων, μηδὲ τὰς τοῦ νόμου σωματικὰς γραμματείας τοῖς ἐμαυτοῦ παραδοὺς μαθηταῖς, οὐκ ἔγνων γραμματείας. τί δὲ ἔγνως; ἑξῆς διασαφεῖ λέγων·

Εἰσελεύσομαι ἐν δυναστείαις κυρίου κυρίου, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.

Αἱ μὲν γὰρ γραμματεῖαι Ἰουδαίοις μόνοις ἥρμοττον, τρὶς τοῦ ἐνιαυτοῦ παρακελευόμεναι ἀπαντᾷν εἰς τὰ Ἱεροσόλυμα, πολλά τε ἄλλα δυσχερῆ καὶ οὐκ ἀναγκαῖα περιεῖχον. ἐγὼ δὲ ἐν δυναστείᾳ κυρίου κυρίου, εἰς τὰς ἐμαυτοῦ ἐκκλησίας εἰσελεύσομαι, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. δικαιοσύνη γὰρ τοῦ πατρὸς ἦν τὸ πάντας ἀνθρώπους Ἕλληνας ἅμα καὶ βαρβάρους τῆς αὐτοῦ καταξιωθῆναι γνώσεως, καὶ τὸ ἐν παντὶ τόπῳ, ἀλλὰ μηκέτι ἐν ἑνὶ ἐπιτρέψαι λατρεύειν αὐτῷ· ὥστε ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δοξάζεσθαι αὐτοῦ τὸ ὄνομα ἐν τοῖς ἔθνεσιν.

English

My mouth will proclaim your righteousness, all the day your salvation, or according to Symmachus: "All the day your salvation." And this too is to be seen as fulfilled throughout the whole world, in which the mouth of our Savior through the divine scriptures proclaims to all men on each day the salvation procured for all through him. He adds to these words: "That I did not know letters." Those who had taken the keys of the kingdom, and neither entering themselves nor allowing others, held onto the letters. But I, he says, not attending to the writing of Moses, nor entrusting the bodily letters of the law to my own disciples, did not know letters. What then did you know? He clarifies next, saying: "I will enter into the dominions of the Lord, and I will remember your righteousness alone." For the letters suited only Jews, commanding them to assemble in Jerusalem three times a year, and contained many other difficult and unnecessary things. But I, in the dominion of the Lord, will enter into my own churches, and I will remember your righteousness alone. For the righteousness of the Father was that all men, Greeks and barbarians alike, should be deemed worthy of his knowledge, and that he should be worshipped in every place, no longer in one only, so that from the rising of the sun to its setting his name should be glorified among the nations.

pta0003.pta020:855 · narrativehigh
Source · Greek

Ὁ θεός, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου. καὶ ἕως γήρους καὶ πρεσβείου, ὁ θεός, μὴ ἐκγακαταλίπῃς με· ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ τὴν δικαιοσύνην σου· καὶ τὴν δυναστείαν σου, ὁ θεός, ἕως τῶν ὑψίστων ἃ ἐποίησας μεγαλεῖα.

Μόνος ὁ σωτὴρ τὸν πατέρα διδάσκαλον ἐπιγράφεται· διόπερ οἱ ἐν τῇ πατρίδι αὐτοῦ ἔλεγον· «πόθεν τούτῳ πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;» ᾔδεσαν γὰρ ἀκριβῶς μὴ διδασκάλοις ἀνθρώποις προσεσχηκότα αὐτόν. ἐπεὶ τοίνυν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τὴν παιδικὴν διῆλθεν ἡλικίαν, καὶ τῆς νεότητος τὴν ὥραν ὁμοίως ἡμῖν ὑπέμεινεν· οὔτε δὲ διατριβαῖς προσέσχεν, οὔτε διδασκάλοις κατὰ τοῦτον τὸν χρόνον, δυνάμει δὲ θεϊκῇ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ, καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις· εἰκότως ἐνταῦθά φησιν·

Ὁ θεός, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου.

English

O God, you taught me from my youth, and until now I will proclaim your wonders. And until old age and advanced years, O God, do not abandon me; until I proclaim your arm to every coming generation, your righteousness, and your power, O God, up to the highest magnificence that you have wrought.

Only the Savior claims the Father as teacher; therefore those in his homeland said, "Whence to him all this wisdom and these powers? Is this not the son of the carpenter?" For they knew precisely that he had not attended to human teachers. Since, then, having taken the form of a slave and being found in human guise, he passed through childhood and endured the season of youth similarly to us, and he neither attended to schools nor to teachers during this time, but advanced in age and wisdom and grace before God and men by divine power, he fittingly says here:

O God, you taught me from my youth, and until now I will proclaim your wonders.

pta0003.pta020:856 · narrativehigh
Source · Greek

Καὶ τοῖς ἐμοῖς φυλαχθείη μαθηταῖς μέχρι τῆς συντελείας τοῦ αἰῶνος· καὶ ὡς ἄν τις εἴποι, μέχρι γήρως καὶ τῆς εἰς ἄκρον τελειώσεως, σὲ πάλιν τὸν θεὸν ἱκετεύω μή με ἐγκαταλιπεῖν, συνεῖναι δέ μοι καὶ τὰ θαυμάσιά σου ἐνεργεῖν δι’ ἐμοῦ,

Ἕως ἀπαγγείλω τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.

Ἡ γὰρ νῦν, φησὶ, παροῦσα γενεὰ σκολιὰ τυγχάνει καὶ διεστραμμένη, καὶ γενεὰ πονηρὰ καὶ μοιχαλίς. διὸ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελῶ

Τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου, ὁ θεὸς, ἕως τῶν ὑψίστων, ἅ τε ἐποίησας μεγαλεῖα.

Σὺ αὐτὸς ὁ πατὴρ, δι’ ἐμοῦ ταῦτα πᾶσι τοῖς μετὰ ταῦτα γενησομένοις ἀνθρώποις καὶ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελῶ, καὶ κηρυχθήσεται ἡ δικαιοσύνη σου ἕως τῶν ὑψίστων. σωζομένων γὰρ τῶν ἐπὶ γῆς, χαρὰ ἔσται ἐν οὐρανοῖς, συγχαιρόντων τῶν ἐν τοῖς ὑψίστοις οἰκούντων ἀγγέλων τῇ τῶν ἀνθρώπων σωτηρίᾳ. γῆρας δὲ καὶ πρεσβεία μὴ ὄκνει λέγειν τὴν τελειότητα τῶν αὐτοῦ μαθητῶν καὶ τῆς ἐκκλησίας αὐτοῦ.

English

And may it be preserved for my disciples until the consummation of the age. And, as one might say, until old age and the utmost perfection, I again beseech you, O God, not to abandon me, but to be with me and to work your wonders through me,

Until I proclaim your arm to every coming generation.

For the present generation, he says, happens to be crooked and perverted, a wicked and adulterous generation. Therefore I will proclaim to the coming generation

Your power and your righteousness, O God, up to the highest, and the great deeds you have done.

You yourself, the Father, through me I will proclaim these things to all the people who will come after this and to the coming generation, and your righteousness will be proclaimed up to the highest. For when those on earth are saved, there will be joy in the heavens, as the angels dwelling in the highest rejoice together with the salvation of men. And do not hesitate to call old age and advanced years the perfection of his disciples and of his church.

pta0003.pta020:857 · narrativehigh
Source · Greek

Εἰ γὰρ σῶμα αὐτοῦ ἡ ἐκκλησία τυγχάνει, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους·» μέρος τῆς ἐκκλησίας καὶ πρεσβεῖον αὐτῆς λέγοιτ’ ἂν εἰκότως ἡ κατ’ ἀρετὴν τὴν ἐν τῷ παρόντι βίῳ τελείωσις, μεθ’ ἣν, ὥσπερ ἀποδυσαμένη τὸν ἐπὶ γῆς θνητὸν βίον, ἀνακαινισθήσεται τῆς οὐρανίου διατριβῆς καταξιωθησομένη, συναπτομένη τε τῇ ἐκκλησίᾳ τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. οὕτω νοήσεις καὶ τὸ ἀνώτερον λελεγμένον ἐν τῷ,

Μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.

Κατὰ γὰρ ἑτέραν ἐκδοχὴν ὑπερεύχεται τῆς σωτηρίας αὐτοῦ, ἵνα ἐν καιρῷ τῆς κατὰ γῆν μακρότητος μὴ ἀπορριφθείη· εἰ δὲ καί ποτε ἐκλείπει ἡ ἰσχὺς αὐτῆς, μηδὲ τότε ἐγκαταλειφθείη. συμβαίνει γὰρ πολλάκις ἐκλείπειν κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, ἐπειδὰν οἱ πολλοὶ τοῦ σώματος τῆς ἐκκλησίας δι’ ἀσθένειαν πίστεως ἐξομνύονται τὴν πίστιν.

Καὶ μήποτε ταῦτα ἀναπέμπεται ἐπὶ τὸν καιρὸν τῆς ἀποστασίας, περὶ οὗ καιροῦ ὁ ἀπόστολος ἐδίδασκε λέγων· «ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας.» τοῦτον δὲ τὸν καιρὸν ὁ σωτὴρ ἐδήλου λέγων· «ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» καὶ πάλιν· «διὰ δὲ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» τότε γὰρ ἔσται γηραλέον καὶ ἀσθενὲς τὸ σῶμα τῆς ἐκκλησίας. ἀλλ’ ἵνα μηδὲ τότε ἔρημος καταλειφθείη ὁ λαὸς αὐτοῦ, ἀναγκαίως τὰς προκειμένας ἀναπέμπει φωνάς·

English

For if the Church is his body, as the Apostle taught when he said, "You are the body of Christ and members in part," the perfection according to virtue in the present life would fittingly be called a part of the Church and its privilege, after which, as if having put off the mortal life on earth, it will be renewed, being deemed worthy of heavenly sojourn, and being joined to the Church of the firstborn enrolled in the heavens. Thus you will understand also what was said above in the verse,

"Do not cast me off in the time of old age, when my strength is failing, do not abandon me."

For according to another interpretation, he prays for his own salvation, that in the time of length on earth he might not be cast off; and if ever his strength fails, that even then he might not be abandoned. For it often happens that strength fails during the times of persecutions, when the many of the body of the Church, through weakness of faith, abjure the faith.

And never does he send up these prayers for the time of apostasy, concerning which time the Apostle taught, saying, "Unless the apostasy comes first, and the man of sin, the son of perdition, is revealed." And this time the Savior indicated, saying, "Then when the Son of Man comes, will he find faith on the earth?" and again, "Because lawlessness has multiplied, the love of the many will grow cold." For then the body of the Church will be aged and weak. But so that even then his people might not be left desolate, he necessarily sends up the aforementioned utterances.

pta0003.pta020:858 · narrativehigh
Source · Greek

Ὁ θεός, τίς ὅμοιός σοι; ὅσα ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά; καὶ ἐπιστρέψας ἐζῳοποίησάς με· καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με· ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με.

Τοὺς ἀκριβεῖς λόγους καθ’ οὓς ὁ θεὸς τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, μὴ γνόντα τε αὐτὸν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὐδεὶς δύναται διελθεῖν ἢ μόνος αὐτός. «τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν;»

Οὐδ’ ἂν ἐπιβάλοι τις τῇ τοῦ θεοῦ κρίσει, οὐδ’ ἂν ἐξεύροι τοὺς λογισμοὺς, δι’ οὓς ἐνεδείξατο τῷ μονογενεῖ αὐτοῦ θλίψεις πολλὰ καὶ κακά· οὐ μὲν εἴασεν αὐτὸν ἐν αὐταῖς· ἀλλ’ ἐπιστρέψας ἐζῳοποίησεν αὐτὸν καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγεν αὐτόν. σφόδρα δὲ ἀκριβῶς εἴρηται τὸ,

Ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά.

Ἰδὼν γὰρ τὰς θλίψεις καὶ τὰ ὀνομαζόμενα κακὰ, οὐχ ἑάλω ὑπ’ αὐτῶν, οὐδὲ ἡττήθη· κρείττων δὲ πάντων γενόμενος, θεωρὸς ἦν αὐτῶν· ὡς πάντων μᾶλλον εἰπεῖν ἂν τὸ, «ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι.» ταῦτα γὰρ Παῦλος καὶ οἱ παραπλήσιοι ὠφελημένοι τὸν διδάσκαλον ἔλεγον.

English

O God, who is like you? How many afflictions and evils you showed me! And turning back, you gave me life; and from the abysses of the earth you brought me up again; you multiplied your greatness and, turning back, you comforted me.

The precise reasons for which God did not spare even his own son, but handed him over for all of us, and made him, who knew no sin, undergo sin for us, no one can expound except him alone. "For who has known the mind of the Lord, who will interpret it?"

Nor could anyone apply himself to the judgment of God, nor could he discover the reasonings through which he displayed to his only-begotten many afflictions and evils; he did not leave him in them, but turning back, he gave him life and from the abysses of the earth brought him up again. And very precisely it is said,

"You showed me many afflictions and evils."

For having seen the afflictions and the so-called evils, he was not caught by them, nor was he defeated; but becoming greater than all, he was their spectator; as one might rather say, "In everything distressed, but not constricted; at a loss, but not in utter despair; cast down, but not abandoned." For these things Paul and those like him, having been benefited, said of the teacher.

pta0003.pta020:859 · narrativehigh
Source · Greek

Ἀβύσσους δὲ γῆς ἐνταῦθα τὴν τῶν καταχθονίων γῆν χώραν ὠνόμαζεν· ὃ δὴ σαφηνίζει ὁ ἀπόστολος λέγων· «μὴ εἴπῃς, τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν;» καὶ ἐν τῷ Ἰὼβ δὲ ὁ χρηματίζων αὐτῷ κύριος ἔλεγεν· «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.»

Ὁ δὲ εἰπὼν ἐνταῦθα,

καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,

σαφῶς ἐδίδαξεν ἑαυτὸν κατεληλυθέναι εἰς τὰς ἀβύσσους τῆς γῆς, καὶ πάλιν ἀνεληλυθέναι. οὐκ οἶδα δὲ εἴ τις δύναται ἑτέρως ἐκλαβεῖν ταῦτα ἢ ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀναφέρων τὴν προφητείαν. ὁ δ’ αὐτὸς ἐπιλέγει·

Ἐπλεόνασας τὴν μεγαλοσύνην μου, καὶ ἐπιστρέψας παρεκάλεσάς με.

Πῶς δὲ ἐπλεόνασεν ὁ πατὴρ τὴν μεγαλοσύνην τοῦ μονογενοῦς αὐτοῦ, ἢ διὰ τοῦ δεῖξαι αὐτῷ θλίψεις πολλὰς καὶ κακά; ὥσπερ γάρ τις ἀγωνοθέτης, πολλοῖς παραβάλλων τὸν ἑαυτοῦ ἀθλητὴν, μειζόνως αὐτοῦ τὴν ἀνδρείαν ἐπιδείκνυσι, νικητὴν αὐτὸν ἁπάντων ἀνακηρύττων· τὸν αὐτὸν τρόπον καὶ ὁ πατὴρ, τὴν μεγαλοσύνην τοῦ υἱοῦ τοῖς πᾶσι φανερὰν ἐπιδεικνὺς, θλίψεις πολλὰς καὶ κακὰ περιέβαλλεν αὐτῷ, ὡς ἂν τὰ κατὰ πάντων ἀράμενος νικητήρια, παρὰ τοῖς πᾶσι κηρυχθείη. διό φησιν·

English

Here he called the abysses of the earth the netherworld, the land of the subterranean. The apostle makes this clear, saying: "Do not say, 'Who will descend into the abyss, that is, to bring Christ up from the dead?'" And in Job, the Lord who spoke to him said: "You came to the source of the sea, and you walked in the tracks of the abyss. The gates of death open before you in fear; the gatekeepers of Hades, seeing you, cowered."

The one who said here,

"And from the abysses of the earth you brought me up again,"

clearly taught that he himself had descended into the abysses of the earth and had ascended again. I do not know if anyone can interpret these things otherwise than by referring the prophecy to our Savior and Lord. The same one adds:

"You multiplied my greatness, and turning back, you comforted me."

How did the Father multiply the greatness of his only-begotten, except by showing him many afflictions and evils? For just as a contest director, by matching his athlete against many opponents, displays his courage more greatly, proclaiming him victor over all, in the same way the Father, displaying the greatness of his Son manifest to all, surrounded him with many afflictions and evils, so that, having taken up the victory prizes over all, he might be proclaimed among all. Therefore he says:

pta0003.pta020:860 · narrativehigh
Source · Greek

Ἐπλεόνασας τὴν μεγαλοσύνην μου.

Ἀλλὰ μετὰ ταῦτα πάντα, φησὶν,

Ἐπιστρέψας παρεκάλεσάς με.

Πῶς δὲ παρεκάλεσεν αὐτὸν, προεδίδαξεν ἀνωτέρω εἰπών·

Καὶ ἐπιστρέψας ἐζῳοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.

Αὕτη γὰρ ἦν ἡ παράκλησις, ἣν καὶ ὁ ἀπόστολος παρέστησεν εἰπών· «διὸ καὶ ὁ θεὸς ὑπερύψωσεν αὐτὸν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.»

Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ θεός· ψαλῶ σοι ἐν κιθάρᾳ ὁ ἅγιος τοῦ Ἰσραήλ· ἀγαλλιάσεται τὰ χείλη μου, ὅταν ψαλῶ σοι· καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω· ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχύνθωσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.

Σὺ μὲν ἐμοὶ ταῦτα, φησὶν, ὦ πάτερ, παρέσχου· μετὰ γὰρ τὰς πολλὰς θλίψεις καὶ τὰ λελεγμένα κακὰ

ἐπιστρέψας ἐζῳοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,

English

You have multiplied my greatness.

But after all these things, he says,

Having turned back, you comforted me.

And how he comforted him, he taught earlier, saying:

And having turned back, you gave me life, and from the abysses of the earth you again brought me up.

For this was the comfort, which the apostle also set forth, saying: "Therefore God also exalted him, and granted him a name, the name above every name, so that in the name of Jesus every knee might bend, of the heavenly, the earthly, and the subterranean beings."

And indeed I will confess to you in the vessels of a psalm your truth, O God; I will sing to you on the cithara, the holy one of Israel; my lips will rejoice when I sing to you; and my soul, which you redeemed; and also my tongue will meditate on your righteousness all the day long, when those who seek evils against me are shamed and put to confusion.

You, he says, O Father, provided these things to me; for after the many afflictions and the evils mentioned,

having turned back, you gave me life, and from the abysses of the earth you again brought me up.

pta0003.pta020:861 · narrativehigh
Source · Greek

καὶ παρεκάλεσάς με, πλεονάσας τὴν μεγαλοσύνην μου· κἀγὼ δὲ, ἀμειβόμενος τὰς εἰς ἐμέ σου εὐεργεσίας, ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ·

τί γὰρ ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;

Ἀλλὰ γὰρ τά σοι πρέποντα σκεύη καταρτιζόμενος, ὄργανά τέ σου ἄξια ψαλμῳδίας κατασκευάσας, δι’ αὐτῶν τὴν ἀλήθειάν σου ψαλῶ σοι, καὶ τοιαύτας σοι κιθάρας ἀναστήσω, δι’ ὧν τὰ χείλη μου ἀγαλλιάσεται, ὅταν ψαλῶ σοι· καὶ οὐ μόνον τὰ χείλη μου ἀγαλλιάσεται, ἀλλὰ καὶ «ἡ ψυχή μου, ἣν ἐλυτρώσω,» ἀναβιβάσας αὐτὴν ἐκ τῶν ἀβύσσων τῆς γῆς, καὶ ζῳοποιήσας αὐτὴν μεθ’ ὃν ὑπέμεινε θάνατον.

Σκεύη δὲ καὶ ὄργανα τῷ θεῷ κεχαρισμένα, δι’ ὧν εἰσέτι καὶ νῦν ὁ Χριστὸς τοῦ θεοῦ καθ’ ὅλης τῆς οἰκουμένης ψαλμῳδίας ἀναπέμπει καὶ ὕμνους καὶ αἴνους τῷ πατρὶ, τίνας ἂν εἴποις ἢ τοὺς καθ’ ἑκάστην ἐκκλησίαν λαούς; ὧν τὰς ψυχὰς συντείνας ὁ τοῦ θεοῦ λόγος, συμφωνίᾳ τε καὶ ἁρμονίᾳ μιᾷ συνδησάμενος τῷ πατρὶ, προσφιλῆ καὶ ἡδεῖαν ἀναπέμπει μελῳδίαν.

English

And you comforted me, having multiplied my greatness. And I, in return for your benefactions to me, will make confession to you with the instruments of a psalm.

For what shall I give back to the Lord in return for all that he has given back to me?

But rather, preparing instruments befitting you, and fashioning tools worthy of your psalmody, I will sing your truth to you through them, and I will set up such lyres for you, through which my lips will rejoice when I sing to you. And not only my lips will rejoice, but also "my soul, which you redeemed," having raised it up from the abysses of the earth, and having given it life after the death it endured.

And what instruments and tools are pleasing to God, through which even now the Christ of God sends up psalmody and hymns and praises to the Father throughout the whole inhabited world? Would you not say the peoples in each church? Whose souls the Word of God has drawn together, binding them with one harmony and concord to the Father, and sends up a dear and sweet melody.

pta0003.pta020:862 · narrativehigh
Source · Greek

Εἰ γοῦν τις ὡς ἐν παραθέσει σύγκρισιν ποιήσοιτο τῶν πάλαι παρὰ Ἰουδαίοις σωματικῶν ὀργάνων ἐξ ἀψύχων χορδῶν κατεσκευασμένων, φωνήν τε ἄναρθρον ἐξηχούντων, καὶ τῶν ἐν τῇ Χριστοῦ ἐκκλησίᾳ ἐκ λογικῶν ψυχῶν ἀναπεμπομένων ὕμνων τῷ θεῷ, οὐδὲν ἂν εὕροι ὅμοιον. παντὸς γὰρ κρείττονα σωματικοῦ ψαλτηρίου τυγχάνει τὰ πλήθη τὰ καθ’ ὅλης τῆς οἰκουμένης συμφωνίᾳ μιᾷ καὶ ἁρμονίᾳ τὸν ἐπὶ πάντων θεὸν ὑμνοῦντα, δι’ ὧν ὁ υἱὸς τῷ πατρὶ ψάλλειν ὁμολογεῖ φάσκων·

Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ θεός.

Οὐκέτι γὰρ τύπους, οὐδὲ σκιὰς καὶ σύμβολα, οἷα ἦν τὰ παρὰ Μωϋσεῖ, τὴν δὲ ἀλήθειαν τὴν σὴν παραστήσω τοῖς ἀνθρώποις, καὶ

ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ,

ἢ κατὰ τὸν Ἀκύλαν·

Μελῳδήσω σοι ἐν κιθάρᾳ, ἅγιε Ἰσραήλ.

Ἀλλὰ καὶ

ἀγαλλιάσεται τὰ χείλη μου, ὅταν ψαλῶ σοι·

ἢ κατὰ τὸν Σύμμαχον·

Εὐφημήσει τὰ χείλη μου, ὅταν μελῳδήσω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου μελητήσει ὅλην τὴν ἡμέραν τὴν δικαιοσύνην σου·

English

If someone were to make a comparison, as if by way of juxtaposition, between the ancient corporeal instruments among the Jews, constructed from lifeless strings and producing inarticulate sound, and the hymns sent up to God in the Church of Christ from rational souls, he would find nothing similar. For the multitudes throughout the whole world, hymning the God over all with one accord and harmony, are superior to any corporeal psaltery; through them the Son confesses to sing to the Father, saying:

"For I will make confession to you in the instruments of a psalm, your truth, O God."

For no longer will I present types, nor shadows and symbols, such as those under Moses, but your truth to men, and

I will sing to you on the cithara, the holy one of Israel,

or according to Aquila:

"I will sing to you on the cithara, holy one of Israel."

But also

"my lips will rejoice when I sing to you";

or according to Symmachus:

"my lips will speak well when I sing to you,

and my soul, which you have redeemed. And further, my tongue will practice your righteousness all the day long.

pta0003.pta020:863 · narrativehigh
Source · Greek

χείλη δὲ καὶ γλῶσσαν αὐτοῦ μελετῶσαν τὴν δικαιοσύνην τοῦ πατρὸς οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ ἀσκήσει θείων λόγων ἑαυτοὺς ἀνατεθεικότας. καὶ ταῦτα πάντα, φησὶ, ποιήσω,

ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι,

ἢ κατὰ τὸν Σύμμαχον,

ὅτι κατῃ σχύνθησαν, ἤ· ὅτι ἀπωρύγησαν οἱ ζητοῦντες τὴν κάκωσίν μου,

ἢ κατὰ τὸν Ἀκύλαν·

ὅτι κατῃσχύνθησαν οἱ ζητοῦντες κακίαν μου.

Πάρεστι δὲ καὶ ταῦτα ἔργῳ πληρούμενα θεωρεῖν· ἁπανταχοῦ γὰρ γῆς τῶν ἐκκλησιῶν τοῦ σωτῆρος τὴν δικαιοσύνην τοῦ θεοῦ διεξερχομένων, καὶ αὐτοῦ δὲ σκεύη ἐκλογῆς, οἷα προλέλεκται, καὶ ὄργανα λογικὰ τῷ πατρὶ καταρτιζομένους, ἀνυμνοῦντός τε ἀεὶ δι’ αὐτῶν τὸν ἐπὶ πάντων θεὸν, αἰσχύνην περιβάλλονται οἱ ἐχθροὶ αὐτοῦ· ἐνετράπησάν τε καὶ ἐντρέπονται οἱ ζητοῦντες αὐτῷ κακά.

Οὗτοι δέ εἰσιν οἱ θηρεύοντες μὲν πάσας προφάσεις, ὕβρεις τε καὶ διαβολὰς, καὶ βλασφημίας κατ’ αὐτοῦ περινοοῦντες, μηδεμίαν δὲ εὑρίσκοντες ὑπόθεσιν διαβολῆς, μήτε κατ’ αὐτοῦ, μήτε τῆς ἐκκλησίας αὐτοῦ. διὸ καταχέονται αἰσχύνην καὶ ἐντρέπονται πρὸς τὸ μηκέτι μηδὲν τολμᾷν διαβολῆς ἄξιον ἐπικαλεῖν. καὶ ταῦτα πάντα ἔργῳ πληροῦται συμφώνως τῇ φασκούσῃ διὰ τῶν προκειμένων προφητείᾳ·

English

his lips and his tongue practicing the righteousness of the father, you would not err in calling those who in his church have devoted themselves to the exercise of divine words. And all these things, he says, I will do,

when those who seek evils against me are shamed and put to confusion,

or according to Symmachus,

because they were shamed, or: because those who seek my ill-treatment were disgraced,

or according to Aquila:

because those who seek my evil were shamed.

It is possible to see these things also being fulfilled in deed; for everywhere on earth the churches of the savior expound the righteousness of God, and his chosen vessels, as previously mentioned, and rational instruments are being prepared for the father, and through them he always hymns the God over all, his enemies are covered with shame; they were and are put to confusion, those who seek evils against him.

These are the ones who hunt for every pretext, devising insults and slanders and blasphemies against him, but find no ground for slander, either against him or against his church. Therefore they are covered with shame and put to confusion, so that they no longer dare to allege anything worthy of slander. And all these things are fulfilled in deed, in accordance with the prophecy that speaks through the preceding verses.

pta0003.pta020:864 · narrativemedium
Source · Greek

Ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.

Τότε γάρ, φησίν, ὅταν οἱ ἐχθροὶ καταισχύνωνται, ἐγὼ ψαλῶ σοι καὶ ἐξομολογήσομαί σοι τῷ ἐμαυτοῦ πατρί·

ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελητήσει τὴν δικαιοσύνην σου.

Προφητεία βασιλείας Χριστοῦ καὶ κλήσεως ἐθνῶν

οα

Εἰς Σολομών. Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱοῦ τοῦ βασιλέως κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει.

Οἱ λοιποὶ τοῦ «Σο λομῶνος» ἡρμήνευσαν. ἔστι δὲ καὶ ἕτερος τοῦ αὐτοῦ ἐν ταῖς ᾠδαῖς τῶν ἀναβαθμῶν, οὗ ἡ ἀρχή· «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.» ἐν οἷς ἔοικεν ὁ Σολομὼν ἐπὶ τῇ κατασκευῇ τοῦ οἴκου, ὃν ἤγειρεν ἐν Ἱεροσολύμοις, πρῶτος αὐτὸς οἰκοδομήσας τὸ αὐτόθι ἱερὸν, τὴν ᾠδὴν πεποιῆσθαι, διδάσκουσα μόνα τὰ τοῦ θεοῦ οἰκοδομήματα διαιωνίζειν· τὰ γὰρ ἀνθρώπινα καιρῷ συνίστασθαι· καὶ αὖθις καιρῷ διαλύσεσθαι· ὃ δὴ καὶ ἀπέβη ἐπὶ τῆς αὐτοῦ οἰκοδομῆς· οὐκ εἰς μακρὸν γοῦν ὁ ὑπ’ αὐτοῦ κατασκευασθεὶς νεὼς ὑπὸ Βαβυλωνίων κατελύθη.

English

When those who seek evil against me are shamed and put to confusion. For then, he says, when the enemies are put to shame, I will sing to you and make confession to you, my father; and further, my tongue will practice your righteousness all day long. Prophecy of the kingdom of Christ and the calling of the nations. 71. To Solomon. God, give your judgment to the king and your righteousness to the son of the king to judge your people in righteousness and your poor in judgment. The rest interpreted "of Solomon." There is also another of the same in the Songs of the Ascents, whose beginning is: "If the Lord does not build a house, those who build it have labored in vain." In these, Solomon seems to have composed the song concerning the construction of the house which he raised in Jerusalem, having himself first built the temple there, teaching that only the buildings of God endure forever; for human structures are established for a time and again dissolved in time—which indeed came to pass regarding his own building; for not long afterward the temple constructed by him was destroyed by the Babylonians.

pta0003.pta020:865 · narrativehigh
Source · Greek

Ἡ δὲ μετὰ χεῖρας προφητεία εἴτε εἰς αὐτὸν λέλεκται τὸν Σολομῶνα, εἴτε αὐτοῦ εἰσὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ λόγοι ἕτερόν τινα παριστῶσι τὸν προφητευόμενον. διὸ οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε ὕμνος, οὔτε τι τούτοις παραπλήσιον ἐπιγέγραπται. ἀλλ’ ἔστι προφητεία θεσπίζουσα ἀναφανήσεσθαί τινα ἐν ἀνθρώποις πενήτων καὶ πτωχῶν σωτῆρα, καὶ τοῦτον ἄνωθέν ποθεν ἠρέμα καταβήσεσθαι καὶ ἀψοφητί· «καταβήσεται γὰρ ὡς ὑετὸς ἐπὶ πόκον.» δικαιοσύνην τε λοιπὸν ἐμπολιτεύεσθαι τῷ γένει τῶν ἀνθρώπων ἐπὶ τῇ αὐτοῦ παρουσίᾳ. ἐπικρατήσειν τε αὐτὸν οὐ τῆς Ἰουδαίας μόνης, οὐδὲ δυεῖν ἢ τριῶν ἐθνῶν, ἀλλὰ πάντων τῶν καθ’ ὅλης τῆς οἰκουμένης, πάντα τε τὰ ἔθνη ὑποταγήσεσθαι αὐτῷ, ὀνομαστόν τε αὐτὸν ἔσεσθαι παρὰ τοῖς πᾶσιν, οὐ κατά τινα χρόνον βραχὺν, ἀλλ’ εἰς ἅπαντα τὸν αἰῶνα.

Καὶ τί γὰρ ἄλλ’ ἢ τοιοῦτόν τινα ἔσεσθαι τὸν θεσπιζόμενον ὁ μετὰ χεῖρας ὑπογράφει λόγος, ὁποῖον οὐδεὶς πώποτε οὔτε παρὰ τῷ Ἰουδαίων ἔθνει, οὔτε παρ’ ἑτέροις γεγονέναι μνημονεύει; οὔτε γὰρ αὐτὸς Σολομὼν, οὔτε Δαυίδ, οὔτε τις τῶν μετ’ αὐτοὺς τοιοῦτος ἐφάνη, ὡς ἁρμόσαι τινὶ αὐτῶν τὰ ὑπὸ τῆς προφητείας σημαινόμενα. ὅρα τοίνυν εἰ μὴ ταῖς προτεταγμέναις διὰ τῶν ἔμπροσθεν περὶ τοῦ πάθους τοῦ σωτῆρος προρρήσεσιν ἀκολούθως συνῆπται ἡ μετὰ χεῖρας τὴν βασιλείαν αὐτοῦ διαγράφουσα. ἐχρῆν γὰρ ἡμᾶς καὶ τὰ περὶ ταύτης παιδευθῆναι. πολλῶν δὲ προφητειῶν τὸν ἐκ Δαυὶδ προελευσόμενον Χριστὸν ἀνυμνουσῶν· ἐπειδὴ εἰκὸς ἦν ὑπολαβεῖν τινας τὸν Σολομῶνα δηλοῦσθαι δι’ αὐτῶν·

English

The prophecy at hand, whether spoken concerning Solomon himself or, according to other interpreters, are his own words, presents another figure as the one prophesied. Therefore, it is inscribed neither as a psalm, nor as an ode, nor as a hymn, nor as anything similar to these. But it is a prophecy declaring that a certain savior of the poor and needy will appear among men, and that he will descend gently and noiselessly from above; "for he will descend like rain on a fleece." And that thereafter, at his coming, justice will be established among the human race. And that he will rule not only over Judea, nor over two or three nations, but over all throughout the whole inhabited world, and that all nations will be subject to him, and that he will be renowned among all, not for a short time, but for all eternity.

And what else but that the one being prophesied will be such a figure as the passage at hand describes, such as no one ever remembers having existed either among the Jewish nation or among others? For neither Solomon himself, nor David, nor any of those after them appeared such as to fit the things signified by the prophecy for any of them. See, then, whether the passage at hand, which describes his kingdom, is not connected in sequence to the preceding predictions concerning the passion of the Savior. For it was necessary for us to be instructed also about this. And since many prophecies celebrate the Christ who was to come from David, it was likely that some would suppose that Solomon was indicated by them.

pta0003.pta020:866 · narrativehigh
Source · Greek

μόνος γὰρ οὗτος τῶν υἱῶν Δαυὶδ ἐπιδοξότατα βασιλεύσας, καὶ τὸν νεὼν ἤγειρε τῷ θεῷ, καὶ σοφίᾳ διαπρέψαι μεμαρτύρηται;

Ἀναγκαίως ἡ προκειμένη προφητεία «εἰς Σολομῶνα» ἐπιγέγραπται· ἢ αὐτοῦ τοῦ Σολομῶντος εἶναι λέλεκται· ἵνα μηκέτι αὐτὸς νομίζηται ὁ προσδοκώμενος εἶναι ἐκ Δαυίδ· ἐξ αὐτοῦ δὲ Σολομὼν ἐλπίζεται ἕτερος ὁ καὶ αὐτῷ ἐπηγγελμένος. ἐὰν μὲν οὖν ἐκδεξώμεθα εἰς αὐτὸν εἰρῆσθαι τὸν Σολομῶνα τὸν ψαλμὸν κατὰ τὴν τῶν ἑβδομήκοντα προγραφὴν, ἐροῦμεν, ὅτι τὸ πνεῦμα τὸ ἅγιον, περὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμψαν τῷ θεῷ διὰ τοῦ πρώτου στίχου, δι’ οὗ εἴρηται· «ὁ θεὸς, τὸ κρίμα σου τῷ βα σιλεῖ δὸς,» τουτέστι τῷ Σολομῶνι, τὸν ἑξῆς λόγον περὶ τοῦ ἐξ αὐτοῦ γενησομένου ποιεῖται· διὸ ἐπιλέγει· «καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως·» δηλαδὴ τῷ μέλλοντι προελεύσεσθαι ἐκ σπέρματος αὐτοῦ Ἰησοῦ. ἢ τῶν προκειμένων ὁ νοῦς τοιοῦτος· ὅρος παρὰ τῆς σῆς θεότητος ἐξενήνεγκται, δόγμα τε καὶ κρίμα βασιλικὸν ἐκ σοῦ νεύματος διατέτακται, ὡς ἂν ἐκ τῆς Σολομῶνος διαδοχῆς ὁ τοῦ κόσμου σωτὴρ κατὰ σάρκα γεννηθείη.

English

For only this one of David’s sons reigned most gloriously, and is attested to have built the temple for God and to have excelled in wisdom.

Necessarily, the prophecy at hand is inscribed “for Solomon”; or it is said to be Solomon’s own, so that he himself is no longer thought to be the one expected from David, but another is hoped for from Solomon, the one also promised to him. If, then, we accept that the psalm is spoken concerning Solomon himself, according to the inscription of the Seventy, we will say that the Holy Spirit, having sent up the prayer to God concerning him through the first verse, by which it is said, “O God, give your judgment to the king,” that is, to Solomon, makes the subsequent discourse about the one who will come from him. Hence it adds, “and your righteousness to the son of the king,” clearly to the one who is to proceed from his seed, Jesus. Or the meaning of the foregoing is this: a definition has been issued from your divinity, a royal decree and judgment has been ordained by your nod, so that from the succession of Solomon the savior of the world might be born in the flesh.

pta0003.pta020:867 · narrativehigh
Source · Greek

Τοῦτο οὖν τὸ κρίμα σου, ὁ θεὸς, ἤδη ποτὲ δώρησαι τῷ βασιλεῖ, δηλαδὴ τῷ Σολομῶνι, ὡς ἂν δι’ ἔργων χωρήσειαν οἱ λόγοι· καὶ αὐτῷ μὲν τῷ βασιλεῖ τὸ δηλωθὲν κρίμα παράσχου, τὴν δὲ δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, τῷ μέλλοντι ἐκ σπέρματος αὐτοῦ προελεύσεσθαι· ἵν’ ὁ γεννώμενος ὁ ἐκ σπέρματος καὶ διάδοχος αὐτοῦ, ὑποδεξάμενος τὴν σὴν δικαιοσύνην, «διακρίνῃ τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.»

Καὶ ταῦτα μὲν, εἴπερ εἰς αὐτοῦ πρόσωπον τοῦ Σολομῶνος ἀναφέροιτο ἡ προγραφὴ κατὰ τοὺς Ἑβδομήκοντα περιέχουσα, «εἰς Σολομῶντα·» εἰ δὲ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τοῦ Σολομῶντος εἶναι λέγοιτο ἡ προφητεία, φήσομεν, ὅτι αὐτὸς ὁ Σολομὼν, πνεύματος πληρωθεὶς, τρία διὰ τούτων παρίστησι πρόσωπα· τὸν θεὸν, ᾧ τὴν εὐχὴν ἀναπέμπει, καὶ τὸν βασιλέα, ὃν πέπειστο βασιλεύειν τῶν ὅλων, δηλαδὴ τὸν υἱὸν τοῦ θεοῦ· καὶ τρίτον ὃν ἀνείληφεν ἄνθρωπον τὸν ἐκ σπέρματος Δαυὶδ ἐξ αὐτοῦ τε τοῦ Σολομῶνος γεννώμενον, ἕτερον ὄντα παρὰ τὸν βασιλέα τὸν διὰ τοῦ ψαλμοῦ φάντα· «ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα κυρίου. κύριος εἶπε πρὸς μέ· υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» διὰ τούτων γὰρ σαφῶς καταστὰς, ἀκούει πρὸς τοῦ πατρός· «υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε.

English

Therefore, this judgment of yours, O God, bestow now upon the king, that is, upon Solomon, so that the words might proceed through deeds. And grant to the king himself the judgment indicated, and your righteousness to the son of the king, who is to come forth from his seed, so that the one born from his seed and his successor, having received your righteousness, "may judge your people in righteousness and your poor in judgment."

And these things, if the inscription according to the Seventy, containing "for Solomon," is referred to the person of Solomon himself; but if according to the other translators the prophecy is said to be of Solomon, we will say that Solomon himself, filled with the Spirit, presents three persons through these words: God, to whom he sends up the prayer, and the king, whom he is persuaded rules over all, that is, the Son of God; and third, the man whom he has assumed, born from the seed of David and from Solomon himself, being other than the king who appears through the psalm: "But I was appointed king by him over Zion, his holy mountain, proclaiming the command of the Lord. The Lord said to me: You are my son; today I have begotten you. Ask of me, and I will give you nations as your inheritance, and the ends of the earth as your possession." For through these words, having clearly been established, he hears from the Father: "You are my son; today I have begotten you.

pta0003.pta020:868 · narrativehigh
Source · Greek

αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» οἶδε δὲ καὶ αὐτὸς ὁ Σολομὼν τὸν υἱὸν τοῦ θεοῦ, σοφίαν ὀνομάζων αὐτὸν, ἐν οἷς ἐξ αὐτοῦ προσώπου ἐν Παροιμίαις τάδε φησίν· «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι·» καὶ ἑξῆς· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» γέννημα τοίνυν τοῦ θεοῦ ἡ σοφία καὶ ὁ υἱὸς αὐτοῦ ὁ μονογενής· καὶ περὶ αὐτοῦ τὴν παροῦσαν εὐχὴν ἀναπέμπει ὁ Σολομὼν φάσκων· «ὁ θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» δῆλον δ’ ὅτι τῷ μονογενεῖ λόγῳ σου.

Ἐπειδὴ γὰρ ἔκρινας αὐτὸν ἐπὶ γῆς ὀφθῆναι, ἵνα μὴ μόνον τῶν κατ’ οὐρανῶν, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς βασιλεύῃ, τοῦτο τὸ κρίμα ἤδη ποτὲ ἐπὶ πέρας ἀγέσθω· καὶ τὴν δικαιοσύνην δὲ τὴν σὴν τῷ υἱῷ τοῦ βασιλέως δὸς, ὁ θεός· υἱοῦ βασιλέως ἐνταῦθα τοῦ κατὰ σάρκα νοουμένου ἐκ σπέρματος Δαυὶδ, ὃν αὐτὸς ἑαυτῷ ὁ προὼν τοῦ θεοῦ λόγος ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου συνεστήσατο· ὃν καὶ ἐν Παροιμίαις αἰνίττεσθαι τὸν Σολομῶνα ἡγοῦμαι δι’ ὧν γράφει λέγων· «τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ υἱῷ αὐτοῦ;» οὕτω γὰρ ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· «τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ υἱῷ αὐτοῦ;» καὶ ὁ Θεοδοτίων ὁμοίως·

English

Ask of me, and I will give you nations as your inheritance." And Solomon himself knows the son of God, naming him wisdom, in what he says from his own person in Proverbs as follows: "I, wisdom, have made my dwelling in counsel, and I have summoned knowledge and understanding. Through me kings reign;" and further: "The Lord created me as the beginning of his ways for his works. Before the age he founded me, before the mountains were fixed; and before all hills he gives birth to me." Therefore, wisdom is an offspring of God and his only-begotten son; and concerning him Solomon sends up the present prayer, saying: "O God, give your judgment to the king," clearly to your only-begotten word.

For since you judged that he should appear on earth, so that he might reign not only over the heavens but also over those on earth, let this judgment now at last be brought to completion; and give your righteousness to the son of the king, O God—here the son of the king being understood in the flesh, from the seed of David, whom the preexistent word of God himself constituted for himself from the Holy Spirit and the holy virgin; whom I consider Solomon to allude to in Proverbs through what he writes, saying: "Who ascended into heaven and descended? Who gathered winds in a fold? Who turned water in a garment? Who held all the ends of the earth? What is his name, and what is the name of his son?" For thus the others interpreted: Aquila saying, "What is his name, and what is the name of his son?" and Theodotion likewise.

pta0003.pta020:869 · narrativehigh
Source · Greek

«τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ υἱῷ αὐτοῦ;» σαφῶς γὰρ ἐν τούτοις μὲν κρατήσας τῆς γῆς, καὶ καταβεβηκὼς καὶ ἀνελθὼν εἰς οὐρανὸν, τά τε λοιπὰ δεόμενα τῆς κατὰ σχολὴν ἑρμηνείας πεποιηκὼς, οὐδεὶς ἂν γένοιτο ἕτερος τοῦ υἱοῦ τοῦ θεοῦ, ὃς αὐτὰ δὴ ταῦτα διδάσκων ἔλεγεν· «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου·»

Ὁ δ’ ἐνταῦθα λεγόμενος αὐτοῦ υἱὸς εἴη ἂν ὁ κατὰ τὴν σάρκα νοούμενος, ἣν ἀνείληφεν ἐκ σπέρματος Δαυὶδ καὶ Σολομῶνος γενομένην. ἀλλ’ ἐπεὶ Ἰουδαίων παῖδες τὰς προκειμένας τῶν Παροιμιῶν φωνὰς ἐπὶ τὸν ἐπὶ πάντων θεὸν ἀνάξουσιν, οὐκ εἰδότες τὸν υἱὸν τοῦ θεοῦ, δεικτέον αὐτοῖς ἐκ τῶν προκειμένων ὡς υἱὸν θεοῦ, σαφῶς καὶ διαρρήδην παρίστησιν ἡ γραφὴ λέγουσα· «τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ υἱῷ αὐτοῦ;» φάσκων δὲ ὁ λόγος ἐν τῷ ψαλμῷ· «ὁ θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» ἄλλο εἶναι τὸ κρίμα παρὰ τὴν κρίσιν διδάσκει. κρίμα γὰρ τὸ ἅπαξ δόξαν τῷ θεῷ καὶ τὸ κριθὲν παρ’ αὐτῷ τυγχάνει· κρίσις δὲ τῶν κρινομένων διάκρισις, ᾗ παρακολουθεῖ τὸ κατ’ ἀξίαν ἀπονεμητικὸν ἑκάστῳ. διόπερ ἐνταῦθα οὐ τὴν κρίσιν ἀξιοῖ δοῦναι τῷ βασιλεῖ· ἀλλὰ τὸ κρίμα, τουτέστι τὸ δόγμα καὶ τὸ κριθὲν τῷ πατρὶ περὶ τῆς εἰς ἀνθρώπους θεοφανείας αὐτοῦ.

English

What is his name, and what is the name of his son?" For clearly in these things, having taken possession of the earth, and having descended and ascended into heaven, and having done the other things requiring interpretation at leisure, no one else could be the son of God, who taught these very things, saying: "No one has ascended into heaven except the one who descended from heaven, the son of man."

The son spoken of here would be the one understood according to the flesh, which he assumed, born from the seed of David and Solomon. But since the children of the Jews will refer the aforementioned sayings of Proverbs to the God over all, not knowing the son of God, it must be shown to them from the present passages that the scripture clearly and explicitly presents a son of God, saying: "What is his name, and what is the name of his son?" And the word in the psalm, saying: "God, give your judgment to the king," teaches that judgment is different from judging. For judgment is what has once been decided by God and what has been judged by him; but judging is the discrimination of those being judged, to which the apportionment according to merit to each one follows. Therefore, here it does not ask that judging be given to the king, but the judgment, that is, the decree and what has been decided by the father concerning his theophany among men.

pta0003.pta020:870 · narrativehigh
Source · Greek

Τὸ μὲν οὖν κρίμα τῷ βασιλεῖ δέδοται· ἡ δὲ δικαιοσύνη τῷ υἱῷ τοῦ βασιλέως. δικαιοσύνη γὰρ ἦν αὐτὸς ὁ βασιλεὺς, ὥσπερ οὖν παρίστησιν ὁ ἀπόστολος εἰπών· «ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις» αὕτη τοίνυν ἡ τοῦ πατρὸς δικαιοσύνη τῷ υἱῷ τοῦ βασιλέως δέδοται τῷ ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα γενομένῳ· ἐν ᾧ κατῴκησεν ὥσπερ ἐν ναῷ ὁ τοῦ θεοῦ λόγος καὶ ἡ σοφία, καὶ ἡ δικαιοσύνη. τὴν δὲ αἰτίαν τοῦ δοθῆναι τὴν δικαιοσύνην τῷ δηλωθέντι υἱῷ τοῦ βασιλέως, ἑξῆς διδάσκει λέγων· «κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» ἔδει γὰρ τοὺς πτωχοὺς τοῦ θεοῦ καὶ τὸν ἐν ἀνθρώποις λαὸν αὐτοῦ ὑπὸ τοῦ υἱοῦ τοῦ βασιλέως διακρίνεσθαι ἐν δικαιοσύνῃ· ἐπεὶ μὴ ἐχώρουν ἄλλως δέξασθαι τὸν βασιλέα. διόπερ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, δι’ οὗ ἀνείληφεν υἱοῦ ἀνθρώπου ἐξ ἁπάντων τῶν ἐθνῶν κατὰ τὸν τοῦ δικαίου λόγον, «ἐξελέξατο ἑαυτῷ λαὸν περιούσιον,» καὶ τοὺς καλουμένους αὐτοῦ πτωχοὺς, οὓς καὶ μακαρίζων ἔλεγε· «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» καὶ ἄλλως δὲ περὶ τῆς δικαιοσύνης διδάσκει ὁ ἀπόστολος λέγων· «οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. δικαιοσύνη γὰρ ἐν αὐτῷ ἀποκαλύπτεται.» καὶ περὶ τῶν πτωχῶν πάλιν ὁ αὐτὸς διασαφεῖ λέγων· «βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί· ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ εὐγενεῖς, οὐ πολλοὶ δυνατοί·

English

Now judgment has been given to the king, and righteousness to the son of the king. For righteousness was the king himself, as the apostle sets forth, saying: "He who became for us wisdom from God, righteousness and sanctification, and redemption." This righteousness of the father, then, has been given to the son of the king, who was born from the seed of David according to the flesh, in whom the Word of God and wisdom and righteousness dwelt as in a temple. And the reason for the giving of righteousness to the designated son of the king he next teaches, saying: "To judge your people in righteousness, and your poor in judgment." For it was necessary that the poor of God and his people among men be judged by the son of the king in righteousness, since they could not otherwise receive the king. Therefore, having taken the form of a servant and having been found in appearance as a man, through whom he assumed the role of a son of man from all the nations according to the principle of justice, "he chose for himself a chosen people," and those called his poor, whom he also blessed, saying: "Blessed are the poor in spirit, for the kingdom of heaven is theirs." And in another way the apostle teaches concerning righteousness, saying: "For I am not ashamed of the gospel; for it is the power of God for salvation to every believer, first to the Jew and to the Greek. For righteousness is revealed in it." And concerning the poor, the same again clarifies, saying: "For consider your calling, brothers: that not many are wise according to the flesh, not many are well-born, not many are powerful.

pta0003.pta020:871 · narrative
Source · Greek

ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.»

Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην. κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοφάντην καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν.

Πρὸς τοῖς προτέροις καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν εὔχεται, ὅπως τὰ ὄρη τὰ πάλαι ἐχθραίνοντα τῷ λαῷ εἰρηνεύσειε πρὸς αὐτὸν ἀπωθούμενα τὴν ἔχθραν, καὶ ὅπως οἱ βουνοὶ τὴν προλεχθεῖσαν δικαιοσύνην τῷ αὐτῷ λαῷ εὐαγγελίζωνται. πρότερον μὲν γὰρ τὰ ὄρη ἔχθραν εἶχε πρὸς τὸν λαὸν, καὶ οἱ βουνοὶ ὡσ αὕτως· ὅτε δὲ ὁ υἱὸς τοῦ βασιλέως ἴδιον ἐποιήσατο τὸν λαὸν πάλαι ἀπηλλοτριωμένον αὐτοῦ, τηνικαῦτα καὶ τὰ καλούμενα ἐνταῦθα ὄρη εἰρηνεύει πρὸς τὸν λαόν. ὄρη δὲ καὶ βουνοὺς εἰρηνεύοντα ἀνθρώποις τίνας ἂν εἴποις ἢ τὸν ἀγγέλων χορὸν καὶ τὰς τούτων ἀνωτέρας θείας δυνάμεις; ἢ πάλαι μὲν, ὅτε ἀλλότριος ἦν ὁ λαὸς τοῦ θεοῦ, ἐχθραὶ ἦσαν αὐτοῦ· νῦν δ’ ὅτε κτῆμα γέγονε τοῦ υἱοῦ τοῦ βασιλέως, ἐφιλιώθησαν αὐτῷ μεταβαλοῦσαι τῆς ἔχθρας.

English

But the foolish things of the world God chose, to put the wise to shame; and the weak and the despised he chose, and the things that are not, to abolish the things that are, so that no flesh may boast before God.

Let the mountains take up peace for the people, and the hills righteousness. He will judge the poor of the people and save the sons of the poor and humble the sycophant and abide with the sun and before the moon for generations of generations.

In addition to the former, the prophetic spirit also prays for these things: that the mountains, which were formerly hostile to the people, might be reconciled to them, casting off enmity, and that the hills might proclaim the aforementioned righteousness to the same people. For previously the mountains were at enmity with the people, and the hills likewise; but when the son of the king made the people his own, who were formerly alienated from him, then the mountains here called also make peace with the people. And what would you call mountains and hills that make peace with men but the chorus of angels and the higher divine powers above them? For formerly, when the people were alienated from God, these were hostile to him; but now that the people have become a possession of the son of the king, they have become reconciled to him, changing from enmity.

pta0003.pta020:872 · narrative
Source · Greek

Νοήσεις δὲ τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν συνηγμένον λαὸν, παραθεὶς τούτοις τὴν ἐν τῷ Ζαχαρίᾳ προφητείαν, ὧδε λέγουσαν· «χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών. ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καὶ κατασκηνώσει ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον, καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς θεόν. καὶ γνώσονται, ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» σαφῶς γὰρ διὰ τούτων ἀπὸ τῶν ἐθνῶν, ἀλλ’ οὐκ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους συντάξειν αὐτὸς ἑαυτῷ λαὸν ὁ κύριος εὐαγγελίζεται.

Τούτῳ δὴ οὖν τῷ λαῷ αἱ δυνάμεις αἱ ὑπερκόσμιοι καὶ αἱ ἀγγελικαὶ, ὄρη καὶ βουνοὶ ἐνταῦθα ὀνομαζόμεναι, εἰρήνευσαν ἐχθραίνουσαι τὸ πρὶν, ὅτε τῇ ἀθέῳ προσεῖχεν εἰδωλολατρείᾳ. αἱ δ’ αὐταὶ δικαιοσύνην εὐαγγελίζονται τῷ αὐτῷ λαῷ· ἤτοι τὸν Χριστὸν τοῦ θεοῦ, αὐτὸν ὄντα τὴν δικαιοσύνην, ἢ τὸ σωτήριον εὐαγγέλιον, δι’ ὃ λέλεκται· «ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.»

Καὶ ταῦτα ἔσται, ἐπειδὴ ὁ προλεχθεὶς υἱὸς τοῦ βασιλέως «κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων·» κρίνας γὰρ πρότερον ἀξίους εἶναι σωτηρίας, οὕτως αὐτοὺς σώζει. οὐ γὰρ ἀκρίτως, μετ’ ἐξητασμένης δὲ κρίσεως τὴν σωτηρίαν παρέχει τοῖς ἑαυτοῦ πτωχοῖς καὶ τοῖς υἱοῖς τῶν πενήτων, ὧν καὶ ἡ προφητεία μέμνηται λέγουσα· «εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» πτωχοὺς δὲ ποίους φησὶν, ἢ τοὺς δυναμένους ὁμοίως Παύλῳ λέγειν·

English

You will understand the people gathered from all the nations, if you set beside these the prophecy in Zechariah, which speaks thus: “Rejoice and be glad, daughter Zion. Behold, your king comes, and he will encamp in your midst, says the Lord. And many nations will flee to the Lord, and they will be to me a people, and I will be to them a god. And they will know that the Lord Almighty has sent me to you.” For clearly through these words the Lord announces that he will assemble for himself a people from the nations, and not from the nation of the Jews.

Now for this people, the supercosmic powers and the angelic ones, here called mountains and hills, made peace, having previously been hostile when the people adhered to godless idolatry. And these same powers proclaim righteousness to this people—either the Christ of God, who is himself righteousness, or the saving gospel, on account of which it is said: “Let the mountains take up peace for the people, and the hills righteousness.”

And these things will happen because the aforementioned son of the king “will judge the poor of the people, and will save the sons of the poor”; for having first judged them worthy of salvation, he then saves them. For he does not provide salvation indiscriminately, but with examined judgment, to his own poor and to the sons of the poor, whom the prophecy also mentions, saying: “He has sent me to proclaim good news to the poor, to announce release to captives and restoration of sight to the blind.” And what poor does it mean, if not those able to say, like Paul:

pta0003.pta020:873 · narrative
Source · Greek

«ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν·» τούς τε ὁμοίως Πέτρῳ φήσαντας· «ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι.» τοιούτους δὲ πτωχοὺς αὐτὸς ἑαυτῷ παρεσκεύαζε παραινῶν μὴ κτᾶσθαι χρυσίον μηδὲ ἀργύριον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον. «τοιοῦτοι δὲ ἦσαν καὶ οἱ πάλαι περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.»

Ἀλλ’ εἰ μὲν τούτων μόνον ἐμνημόνευσεν ὁ λόγος, ἀποκέκλειστο πᾶς ὁ μὴ τοιοῦτος· νῦν δὲ καὶ δεύτερον τάγμα καταριθμεῖται φάσκων· «καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων.» υἱοὶ δὲ πενήτων ἦσαν οἱ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν γνώριμοι, ὁποίους δηλῶν ὁ ἀπόστολος ἔλεγεν· «ἐὰν γὰρ πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα·» καὶ πάλιν· «τέκνα μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» ἀλλὰ τοὺς μὲν πτωχοὺς ἑαυτοῦ καὶ τοὺς υἱοὺς τῶν πενήτων σὺν δικαιοσύνῃ καὶ ὀρθῇ κρίσει σώζει· τὸν δὲ συκοφάντην προῃρημένον ἢ καὶ τὸν λαὸν αὐτοῦ καὶ τὴν ἐκκλησίαν πολεμεῖν (μυρίοι δὲ συκοφάνται τὴν Ἐκκλησίαν αὐτοῦ διαβάλλουσι), καὶ τὸν βίον τῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ διαπρεπόντων ἄλλοι συκοφαντοῦσιν· ὧν ἐπιστήσας τῇ τελευτῇ τοῦ βίου, ὄψει ὅπως εἴρηται τὸ, «καὶ ταπεινώσει συκοφάντην.»

English

Up to the present hour we both hunger and thirst, and we go naked, and we are buffeted, and we are unsettled”; and those who said similarly to Peter: “I have no silver or gold.” Such poor people he prepared for himself, exhorting them not to acquire gold or silver for their belts, nor a wallet for the road, nor two cloaks, nor sandals, nor a staff. “Such also were those who formerly went about in sheepskins, in goatskins, lacking, oppressed, maltreated, wandering in deserts and mountains and caves and in the hollows of the earth.”

But if the word had mentioned only these, every person not of this sort would be excluded. But now a second order is enumerated, saying: “And he will save the sons of the poor.” And the sons of the poor were the acquaintances of the apostles and disciples of our Savior, of the sort the apostle indicated when he said: “For if you have many guides in Christ, yet you do not have many fathers; for in Christ Jesus I begot you”; and again: “My children, whom I again bring forth until Christ is formed in you.” But he saves his own poor and the sons of the poor with righteousness and right judgment; but the one who has chosen to be a sycophant, or who wars against his people and his church (countless sycophants slander his Church), and others slander the life of those who are eminent in his church. If you attend to the end of their life, you will see how it is said: “And he will humble the sycophant.

pta0003.pta020:874 · narrative
Source · Greek

Τίς γὰρ τῶν τυραννευσάντων, καὶ τὴν τοῦ σωτῆρος ἡμῶν ἐκκλησίαν βλασφημίαις καὶ συκοφαντίαις περιβαλλόντων, οὐ τεταπείνωται; τίς τῶν σοφῶν τοῦ αἰῶνος τούτου, τὴν αὐτοῦ γλῶτταν ἀκονήσας κατὰ τῆς θεοπνεύστου γραφῆς, οὐ τὰ ἐπίχειρα πέπονθε τῆς συκοφαντίας; ἀλλὰ γὰρ πλείστων ὅσον ἐπισταμένων συκοφαντῶν κατὰ τῆς ἐκκλησίας αὐτοῦ, πάντων τε κατὰ καιροὺς ταπεινουμένων, αὐτὸς συμπαραμένειν τῷ ἡλίῳ θεσπίζεται, ὁμοίως ἡλίῳ ταῖς αὐγαῖς τῆς αὐτοῦ διδασκαλίας τὸν σύμπαντα καταλάμπων κόσμον· καὶ πρὸ τῆς σελήνης δέ· ἢ κατὰ τὸν Ἀκύλαν, «καὶ εἰς πρόσωπον τῆς σελήνης·» ἢ κατὰ τὸν Σύμμαχον, «καὶ ἔμπροσθεν τῆς σελήνης διαμενεῖ.» οὐ γὰρ πρὸ τῆς σελήνης, τουτέστι πρὶν γενέσθαι τὴν σελήνην· ἀλλ’ ἐνώπιον ὥσπερ καὶ ἔμπροσθεν ἡγούμενος τῆς σελήνης.

Ὥσπερ γὰρ ἥλιος μὲν ἡμέραν ἐργάζεται ὑπὲρ γῆς γενόμενος· σελήνη δὲ νυκτὸς διαλύει τὸ σκότος τῷ ἑαυτῆς φωτί· τὸν αὐτὸν τρόπον καὶ ὁ προφητευόμενος ὁμοίως μὲν σελήνῃ τὰς ἐν σκότῳ καὶ νυκτὶ τυγχανούσας ψυχὰς φωτίζει, ἡλίῳ δὲ παραπλησίως τὸν σύμπαντα καταλάμπει κόσμον, διαμένει τε καὶ συμπαραμένει ἄχρι τῆς συντελείας τοῦ αἰῶνος. εἰς ὅσον γὰρ ἥλιος τὸν σύμπαντα φαιδρύνει κόσμον, εἰς τοσοῦτον καὶ αὐτὸς τῷ ἡλίῳ συμπαραμένων καὶ συνεκτεινόμενος τὰς τῶν ἀνθρώπων φωτίζει ψυχάς· ὡς αὕτως δὲ καὶ σελήνῃ πλησιφαεῖ παραπλησίως εἰς γενεὰς γενεῶν λέγεται διαρκεῖν.

English

For who among the tyrants who have surrounded our Savior’s church with blasphemies and slanders has not been humbled? Who among the wise men of this age, having sharpened his tongue against the God-inspired scripture, has not suffered the consequences of his slander? But indeed, though very many slanderers against his church are known, and all are humbled in due time, he is prophesied to endure together with the sun, like the sun illuminating the whole world with the rays of his teaching; and also before the moon—or, according to Aquila, “and before the face of the moon,” or, according to Symmachus, “and he will endure before the moon.” For not “before the moon” in the sense of before the moon came into being, but “in the presence of” and “before” as taking precedence over the moon.

For just as the sun produces day when it is above the earth, and the moon dispels the darkness of night with its own light, in the same way the one prophesied likewise illuminates souls that are in darkness and night, like the moon, and like the sun he illuminates the whole world, and he endures and continues until the end of the age. For as long as the sun brightens the whole world, so also does he, enduring and extending together with the sun, illuminate the souls of men; and in the same way, like the full moon, he is said to persist through generations of generations.

pta0003.pta020:875 · narrative
Source · Greek

Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρέθῃ ἡ σελήνη. καὶ καὶ κατακυριεύει ἀπὸ θαλάσσης καὶ ἀπὸ ποθαμοῦ ἕως περάτων τῆκ οἰκουμένης.

Κατάβασιν τοῦ θεοῦ λόγου νοήσεις, ἐπιστήσας τῇ καταβάσει καὶ τῇ συμπεριφορᾷ καθ’ ἣν συμπεριενεχθεὶς τῇ τῶν ἀνθρώπων σμικρότητι, «ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» δι’ ὃ λέλεκται· «καταβήσεται.» ἀναγκαίως δὲ καὶ παραδείγματι κέχρηται προφητεία φήσασα, «ὡς ὑετὸς ἐπὶ πόκον.» ὃ δὴ συμφώνως οἱ λοιποὶ πάντες ἡρμήνευσαν· Ἀκύλας μὲν εἰπὼν, «καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ κουράν·» Σύμμαχος δὲ, «καταβήσεται ὡς δρόσος ἐπὶ πόκον·» καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ὁμοίως· παριστῶντες τοῦ λόγου τὴν ἐξ ὕψους τὴν ἐξ αὐτῶν οὐρανῶν κάθοδον ἐπὶ γῆς τοῦ προφητευομένου· καὶ ὡς ἠρέμα καὶ ἡσυχῆ μηδενὸς αἰσθομένου καταβέβηκεν.

Ὑετὸς γὰρ ἐπὶ πόκον κατιὼν, ἀνεπαισθήτως καὶ ἀψοφητὶ κάτεισιν. ἐπεὶ τοίνυν ἡ κατὰ σάρκα γένεσις τοῦ σωτῆρος ἡμῶν τοιαύτην ἀνείληφε τὴν οἰκονομίαν, ὡς μηδένα νοῆσαι μηδὲ ἀκουσθῆναι, μηδὲ τοῖς ἐκ γειτόνων οἰκοῦσι τὸ μυστήριον τῆς συλλήψεως καὶ τοῦ τοκετοῦ τῆς ἁγίας παρθένου. τοῦτ’ αὐτὸς ὁ παρὼν ᾐνίξατο λόγος, εἰπών· «καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον·» καὶ ἄλλως, ἐπειδὴ πόκος προβάτων δορὰ, νοήσας ὅπως αὐτὸς ἐδίδασκε λέγων ὁ σωτήρ· «οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» ἐφαρμόσεις τὸ παρὸν λόγιον τῇ αὐτοῦ φωνῇ.

English

It will come down like rain upon a fleece and like dripping drops upon the earth. In his days justice will arise and an abundance of peace until the moon is destroyed. And he will rule from the sea and from the river to the ends of the inhabited world.

You will understand the descent of the divine Word, having considered the descent and the condescension by which, having been brought down to the smallness of men, "he humbled himself, taking the form of a slave, and was found in appearance as a man." For this reason it is said: "he will come down." And necessarily the prophecy has used a figure, saying, "like rain upon a fleece." This all the others have interpreted consistently: Aquila saying, "and he will come down like rain upon a shearing"; Symmachus, "he will come down like dew upon a fleece"; and the other translators similarly, representing the descent of the Word from on high, from the heavens themselves to earth, and how gently and quietly, with no one perceiving it, he has come down.

For rain coming down upon a fleece descends imperceptibly and without sound. Since, then, the incarnation of our Savior took on such an economy that no one perceived or heard, not even those dwelling nearby, the mystery of the conception and birth of the holy virgin, this present passage hinted at this, saying: "he will come down like rain upon a fleece." And otherwise, since a fleece is the skin of sheep, understanding how the Savior himself taught, saying, "I came only for the lost sheep of the house of Israel," you will apply this present saying to his own voice.

pta0003.pta020:876 · narrative
Source · Greek

οὐ γὰρ ἐπὶ ἕτερον ἔθνος καταβέβηκεν, ἀλλ’ ἐπὶ μόνον τὸ Ἰουδαίων, παρ’ οἷς καὶ τὰς διατριβὰς ἐποιήσατο.

Ἡ μὲν οὖν πρώτη κατάβασις αὐτοῦ γέγονεν ὡς ὑετὸς ἐπὶ πόκον κατὰ τοὺς ἀποδοθέντας τρόπους· μετὰ ταῦτα δὲ οὐκέτι ὡς ἐπὶ πόκον, ἀλλὰ σὺν πολλῇ κινήσει· καὶ τύπος ἐξάκουστος γέγονε καθ’ ὅλης τῆς οἰκουμένης ἡ διδασκαλία αὐτοῦ. δι’ ὃ ἐπιλέγεται ἑξῆς, «καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» σταγόνες γὰρ αἱ ψεκάδες κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς στάζουσαι ἐπὶ τὴν γῆν οὐκέτ’ ἀψοφητὶ, σὺν πολλῷ δὲ ψόφῳ κατίασι. καὶ τοῦτο δὲ τέλους ἐτύγχανεν, ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. τούτοις ἑξῆς εἴρηται· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Ἀκύλαν, «βλαστήσει ἐν ἡμέραις αὐτοῦ δίκαιος καὶ πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Σύμμαχον, «ἀνθήσει ἐν ταῖς ἡμέραις αὐτοῦ δίκαιος.»

Ἡμέραι δὲ τοῦ σωτῆρος ἡμῶν αἱ ἀπὸ τῆς παρουσίας αὐτοῦ μέχρι τῆς συντελείας τοῦ αἰῶνος νοηθήσονται. ὥσπερ γὰρ ἀκούομεν τὸ, «ἐν ταῖς ἡμέραις Δαυὶδ,» καὶ, «ἐν ἡμέραις Ἱεροβοὰμ,» οὕτως εἶεν ἂν ἡμέραι τοῦ σωτῆρος ἡμῶν. ἀλλ’ ἐκεῖνοι μὲν, πρὸς ὀλίγον φανέντες, θᾶττον ἀπέσβησαν· δι’ ὃ καὶ αἱ ἡμέραι αὐτῶν ἐξέλιπον· αἱ δὲ ἡμέραι τοῦ σωτῆρος ἡμῶν ὁπόσαι τυγχάνουσι, φθάσας ὁ λόγος ἐδήλωσεν εἰπών· «συμπαραμενεῖ τῷ ἡλίῳ καὶ ἔμπροσθεν τῆς σελήνης γενεὰς γενεῶν·» οἷς ἀκολούθως καὶ αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπηγγέλλετο λέγων· «ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι ἄχρι τῆς συντελείας τοῦ αἰῶνος·»

English

For it did not descend upon another nation, but only upon that of the Jews, among whom he also made his sojourns.

Now his first descent took place like rain upon a fleece, according to the modes that have been set forth; but after this, no longer as upon a fleece, but with great movement; and his teaching became a renowned pattern throughout the whole inhabited world. For this reason it is added next: "and like dripping drops upon the earth." For drops are the droplets, according to the other translators, dripping upon the earth, no longer silently, but descending with much noise. And this too was reaching its fulfillment when the sound of his apostles went out into the whole earth, and their words to the ends of the inhabited world. After these things it is said: "In his days justice will arise and an abundance of peace;" but according to Aquila, "In his days a righteous man will sprout and an abundance of peace;" according to Symmachus, "In his days a righteous man will blossom."

Now the days of our Savior are to be understood as those from his advent until the consummation of the age. For just as we hear "in the days of David" and "in the days of Jeroboam," so would be the days of our Savior. But those men, having appeared for a short time, quickly faded away; for which reason their days also came to an end. But the days of our Savior, however many they happen to be, the Word has indicated, having arrived, by saying: "He will remain with the sun and before the moon for generations of generations;" in accordance with which he himself also promised his own disciples, saying: "Behold, I am with you until the consummation of the age.

pta0003.pta020:877 · narrative
Source · Greek

Οὕτως γὰρ ἤμελλε συμπαραμένειν τῷ ἡλίῳ. οὐκοῦν ἐν ταῖς ἡμέραις αὐτοῦ, καθ’ ἃς συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ ὁμοίως σελήνῃ τὰς τῶν ἐν σκότῳ φωτίσει ψυχὰς, ἀναλάμψει ἐπὶ πάσης τῆς γῆς δικαιοσύνη· ἢ κατὰ τὸν Ἀκύλαν, «δίκαιος·» οὐκέτι παρὰ Ἰουδαίοις μόνοις ἑνός που καὶ δευτέρου ὀνομαζομένου δικαίου, καθ’ ὅλης δὲ τῆς οἰκουμένης μυρίων ἐν Χριστῷ δικαιουμένων. τὸ δὲ πλῆθος τῶν δικαίων τῶν ἐν ταῖς ἡμέραις τοῦ σωτῆρος ἡμῶν ἀνθούντων καὶ φωτὸς δίκην ἀνατελλόντων ὁμοίως τῷ ἑαυτῶν φωστῆρι νοήσεις ἀπὸ τοῦ πλήθους τῶν ἁπανταχοῦ γῆς μαρτύρων αὐτοῦ καὶ τῶν κατὰ τὴν ἐκκλησίαν αὐτοῦ τὸν ἀγγελικὸν ἐν παντελεῖ ἁγνείᾳ κατορθούντων βίον.

Εἰ δὲ καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνθήσειν λέλεκται, καὶ τοῦτο ὅπως δι’ ἔργων πληροῦται ἔστι καταμαθεῖν ἐκ τοῦ μὴ Ἰουδαίους μόνους, ἀλλὰ καὶ πᾶν ἔθνος καλεῖσθαι ἐπὶ τὴν ἔνθεον πίστιν, δούλους τε ἐξ ἴσου τοῖς ἐλευθέροις θεοσεβεῖν, καὶ πένητας ὁμοίως τοῖς πλουσίοις, ἄρχοντάς τε σὺν ἀρχο μένοις σὺν πολλῇ θεοῦ δικαιοσύνῃ. ὅπως δὲ πλῆθος εἰρήνης ἀνατέταλκεν ἐν ταῖς δηλωθείσαις τοῦ σωτῆρος ἡμῶν ἡμέραις, νοῆσαι ἔστιν ἐπιστήσαντα τῇ καταστάσει τῶν πρὸ τῆς αὐτοῦ παρουσίας πραγμάτων. καθ’ ἣν τὸ σύμπαν τῶν ἀνθρώπων γένος διῄρητο ἀποτετμημένων ὥσπερ ἐξ ἑνὸς σώματος εἰς μυρία διεσπαρμένα μέλη, ἄλλων ἄλλως ἐθνῶν πάλαι πρότερον ἀφωρισμένων, πολεμούντων τε ἀλλήλοις καὶ πολεμουμένων καὶ τῶν μὲν τυραννουμένων, τῶν δὲ δημοκρατουμένων, ἑτέρων δὲ ὀλιγαρχουμένων· τοπάρχων κατ’ ἔθνος καὶ τυράννων κρατούντων· ὡς ἄμικτα εἶναι καὶ ἄβατα τοῖς πλησιοχώροις τὰ τῆς τῶν γειτόνων χώρας·

English

Thus it was destined to remain with the sun. Therefore, in its days, during which it will remain with the sun, and likewise with the moon, it will illuminate the souls that are in darkness; righteousness will shine forth over the whole earth—or, according to Aquila, "a righteous one." No longer will there be only one or another righteous person named among the Jews, but throughout the whole world, countless persons will be justified in Christ. You will understand the multitude of the righteous who flourish in the days of our Savior and rise like light, similar to their own luminary, from the multitude of his witnesses everywhere on earth and of those in his church who achieve the angelic life in perfect purity.

And if it is said that righteousness will bloom in his days, it is possible to learn how this is fulfilled in deeds from the fact that not only Jews but also every nation is called to the divine faith, that slaves equally with the free practice piety, and the poor similarly to the rich, and rulers together with the ruled, with great righteousness of God. And how a multitude of peace has arisen in the indicated days of our Savior can be understood by considering the state of affairs before his coming. At that time, the whole human race was divided, as if cut off from one body into countless scattered members, with different nations previously separated in various ways, warring against each other and being warred upon, some being tyrannized, others being democratically governed, and still others being oligarchically ruled; local rulers and tyrants held power over each nation, so that the territories of neighboring peoples were inaccessible and impassable to those nearby.

pta0003.pta020:878 · narrative
Source · Greek

πολέμους τε ἀσπόνδους καὶ ἔχθρας ἀκαταλλάκτους ἐκ μακροῦ αἰῶνος μέχρι τοῦ σωτῆρος ἡμῶν συνεστάναι. ἐξ ἐκείνου δὲ πάσης πολυαρχίας ἐκποδὼν ἀρθείσης, μοναρχία τῶν πλείστων ἐθνῶν ἐπικεκράτηκε· γέγονέ τε ὡς ἀληθῶς πλῆθος εἰρήνης, κοινωνίαν καὶ ἐπιμιξίαν κτησαμένων ἁπάντων τῶν ἐθνῶν· ὡς ἔργῳ μαρτυρεῖσθαι τὴν ἐν χερσὶ μαρτυρίαν μόνῳ τῷ σωτῆρι ἡμῶν ἐφαρμόττουσαν.

Τοῦτο δὲ τὸ πλῆθος τῆς εἰρήνης παραμένειν φησὶν «ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἕως οὗ ἡ σελήνη·» ἢ κατὰ τὸν Σύμμαχον, «ἕως παλαιώσεως τῆς σελήνης.» πότε δὲ παλαιοῦται σελήνη; κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος, καθ’ ἣν πληρωθήσεται ἡ φάσκουσα προφητεία· «ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι·» καὶ πάλιν· «οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἡ σελήνη φωτιεῖ σοι τὴν νύκτα.» οὐκοῦν ὥσπερ ἀνωτέρω συμπαραμένειν τῷ ἡλίῳ τὸν προφητευόμενον ἐδήλου, οὕτως καὶ ἐνταῦθα τὸ πλῆθος τῆς ὑπ’ αὐτοῦ προξενηθησομένης ἀνθρώποις εἰρήνης μέχρι τῆς συντελείας διαρκέσειν θεσπίζει.

English

Wars without truce and irreconcilable enmities had been established from a long age until our saviour. From that time, when every polyarchy was removed, monarchy has prevailed over most nations; and there has truly come a multitude of peace, all nations having acquired fellowship and intercourse; so that the testimony at hand, which applies only to our saviour, is confirmed by fact.

This multitude of peace, he says, remains "until the moon is taken away," or according to Aquila, "until the moon," or according to Symmachus, "until the moon grows old." But when does the moon grow old? At the consummation of the age, when the prophecy that says "the sun and the moon will be darkened" will be fulfilled; and again: "you will not have the sun for light by day, nor will the moon illuminate the night for you." Therefore, just as above it indicated that the one prophesied would remain with the sun, so here it decrees that the multitude of peace procured by him for men will last until the consummation.

pta0003.pta020:879 · narrative
Source · Greek

Ὅπως μὲν οὖν καταβήσεται ἠρέμα καὶ ἀψοφητὶ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, καὶ ὡς πληρώσει τὴν σύμπασαν οἰκουμένην δίκην σταγόνων σταζουσῶν ἐπὶ τῆς γῆς, καὶ ὡς δικαιοσύνη ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ πλῆθος εἰρήνης, δεδήλωται διὰ τῶν εἰρημένων. ἑξῆς δὲ διδάσκει, ὅτι μὴ ἐν γωνίᾳ γῆς περιγραφήσεται αὐτοῦ ἡ δεσποτεία· κυριεύσει δὲ τῶν ἐθνῶν ἁπάντων. δι’ ὃ λέλεκται· «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» εἰ γάρ ἐστί τινα πέρατα γῆς, ἃ δὴ πανταχοῦ κυκλοῦσι, θάλασσαι Ὠκεανός τε ἀπέραντος ἀνθρώποις· τοῦτο πάντων εἴσω τῶν ἁπανταχοῦ θαλασσῶν κύριον ὁμολογήσει τὸν θεσπιζόμενον. δι’ ὃ λέλεκται· «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» γνῴης δ’ ἂν τοῦ λόγου τὸ ἀποτέλεσμα συνιδὼν ὅπως ἁπανταχοῦ γῆς αἱ τοῦ θεοῦ ἐκκλησίαι τὸν Χριστὸν αὐτοῦ κύριον ἀναγορεύουσιν.

Ἀλλὰ καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης κατακυριεύσειν αὐτόν φησι σφόδρ’ ἀναγκαίως. ἐχρῆν γὰρ ἡμᾶς μαθεῖν ὁπόθεν ἄρξεται τῆς διδασκαλίας· σημαίνει δὲ, ὡς ἄρα ἔσται αὐτῷ ἡ καταρχὴ ἀπὸ ποταμοῦ. ὅντινα ποταμὸν παρί στησι τὸ εὐαγγέλιον φάσκον· «τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. ὁ δὲ διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην.»

English

How then it will descend gently and noiselessly upon the nation of the Jews, and how it will fill the whole inhabited world like drops falling upon the earth, and how justice will arise in his days and a multitude of peace, has been shown through what has been said. Next he teaches that his dominion will not be confined to a corner of the earth; he will rule over all nations. For this reason it is said: "And he will rule from sea to sea." For if there are any limits of the earth, which indeed the seas and the boundless Ocean surround everywhere, this will acknowledge the one foretold as lord of everything within all the seas everywhere. For this reason it is said: "And he will rule from sea to sea." You would recognize the fulfillment of the word by observing how throughout the earth the churches of God proclaim his Christ as lord.

But also that he will rule from a river to the ends of the inhabited world is said very necessarily. For it was necessary for us to learn from where his teaching will begin; and it signifies that his beginning will be from a river. Which river the Gospel indicates, saying: "Then Jesus comes from Galilee to the Jordan to John, to be baptized by him. But he prevented him, saying: 'I have need to be baptized by you, and you come to me.' And he answered and said to him: 'Let it be for now; for thus it is fitting to fulfill all justice.'

pta0003.pta020:880 · narrative
Source · Greek

Ὅτε μετὰ τὸ βαπτισθῆναι αὐτὸν «ἠνοίγησαν οἱ οὐρανοὶ, καὶ εἶδε τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον εἰς αὐτόν. φωνή τε ἐκ τῶν οὐρανῶν ἠκούσθη λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» ἐξ ἐκείνου γὰρ γνωρίζεσθαι αὐτοῦ ἤρξατο ἡ κυριότης. παραδόξως δὲ τούτου μέμνηται τοῦ ποταμοῦ καὶ Ἡσαΐας ὁ προφήτης εὐαγγελιζόμενος τὴν ἔρημον, ἐν ᾗ ἐκήρυττεν Ἰωάννης ὁ Βαπτιστής. ἐβόα δ’ οὖν λέγων· «εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου.» ἀντὶ τίνος γὰρ οὐχ ἑτέρου μέμνηται ποταμοῦ ὁ τοσοῦτος προφήτης, ἀλλ’ αὐτοῦ τοῦ Ἰορδάνου καὶ τῆς ἐρήμου ἀμφὶ τοῦτον· εὐφροσύνην τε καὶ ἀγαλλίασιν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἀλλ’ οὐχὶ τῇ Ἱερουσαλὴμ, οὐδὲ τῇ λοιπῇ Ἰουδαίᾳ εὐαγγελίζεται; οὐκοῦν ἔχομεν καὶ παρὰ τῷ Ἡσαΐᾳ τὴν δήλωσιν τοῦ ποταμοῦ περὶ οὗ φησιν ὁ παρὼν λόγος, «καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς οἰκουμένης» κατακυριεύσειν τὸν προφητευόμενον. ὀφθαλμοῖς δὲ παραλαβεῖν ἔστι δι’ ἔργων κεχωρηκυίας τὰς προαναφωνήσεις, ὁρῶντας μέχρι τῶν περάτων τῆς γῆς ἐν ταῖς ἐκκλησίαις αὐτοῦ κυριολογούμενον τὸν Χριστὸν τοῦ θεοῦ.

English

After he was baptized, "the heavens opened, and he saw the spirit of God descending like a dove and coming upon him. And a voice from the heavens was heard saying, 'This is my beloved son, in whom I am well pleased.'" For from that time his lordship began to be made known. And the prophet Isaiah also mentions this river in a remarkable way, proclaiming the good news to the wilderness in which John the Baptist preached. For he cried out, saying, "Rejoice, thirsty wilderness; let the wilderness exult and bloom like a lily; and the desolate places of the Jordan will blossom and exult." For why does such a great prophet mention no other river but this very Jordan and the wilderness around it? And does he proclaim good news of joy and exultation to the wilderness of the Jordan, but not to Jerusalem, nor to the rest of Judea? Therefore we have also in Isaiah the indication of the river concerning which the present passage says, "and from rivers to the ends of the inhabited world" the prophesied one will rule. And it is possible to perceive with our eyes that these prophecies have been fulfilled in deeds, seeing that to the ends of the earth in his churches the Christ of God is acknowledged as lord.

pta0003.pta020:881 · narrative
Source · Greek

Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσιν, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσιν· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς· πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.

Σφόδρ’ ἀκολούθως μετὰ τὸ εἰπεῖν, «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης,» αἰθιόπων ἐμνημόνευσεν, οἳ τὰ ἔσχατα τῆς καθ’ ἡμᾶς οἰκουμένης οἰκοῦσι, τά τε πρὸς ἀνατολὰς καὶ τὰ πρὸς δύοντα ἥλιον. ὅθεν καὶ παρὰ τοῖς ἔξω τοῦ καθ’ ἡμᾶς λόγου κατὰ φύσιν εἰρῆσθαι δοκεῖ τὸ, Αἰθίοπας, οἱ διχθὰ δέδεται ἔσχατα ἀνδρῶν· οἱ μὲν δυσομένου ὑπερίονος, οἱ δ’ ἀνιόντος.

Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ· «Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ·» καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέλεκται· «ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσιν οὐσίας μοι.» καὶ ἐν τοῖς προκειμένοις δὲ ἀκολούθως τούτοις τὸ, «ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες,» θεσπίζεται. δι’ ὧν ἁπάντων ὁ λόγος σημαίνει τὰ ἔσχατα τῆς γῆς τὴν τοῦ προφητευομένου γνῶσιν ἀναλήψεσθαι, καὶ προσκυνήσειν αὐτῷ, προσπίπτοντας καὶ γόνυ κλίνοντας. δι’ ὃ λέλεκται κατὰ τὸν Ἀκύλαν· «εἰς πρόσωπον αὐτοῦ κάμψουσιν Αἰθίοπες·» κατὰ δὲ τὸν Σύμμαχον· «ἔμπροσθεν αὐτοῦ ὀκλάσουσιν Αἰθίοπες.»

English

Before him Ethiopians will fall prostrate, and his enemies will lick dust. Kings of Tarshish and the islands will bring gifts, kings of the Arabs and Saba will offer gifts; and all the kings of the earth will worship him; all the nations will serve him.

Very consistently, after saying, "he will rule from sea to sea, and from the rivers to the ends of the inhabited world," he mentioned Ethiopians, who inhabit the extremities of our inhabited world, both toward the rising and the setting sun. Hence even among those outside our teaching it seems to have been said naturally: "Ethiopians, whom two extremities bind of men, some of the setting sun, others of the rising."

And in another psalm it is said: "Ethiopia will stretch out her hand to God"; and again in another prophet it is stated: "From the ends of the rivers of Ethiopia they will bring possessions to me." And in the present passage, consistently with these, it is prophesied: "Before him Ethiopians will fall prostrate." Through all of which the word signifies that the ends of the earth will receive the knowledge of the one prophesied, and will worship him, falling down and bending the knee. For this reason it is said according to Aquila: "Before his face Ethiopians will bend"; according to Symmachus: "Before him Ethiopians will crouch.

pta0003.pta020:882 · narrative
Source · Greek

Διὰ δὲ τῶν Αἰθιόπων τῶν τὰ ἔσχατα τῆς γῆς οἰκούντων καὶ τὰ εἴσω τῆς οἰκουμένης ἔθνη δηλοῦνται καὶ πρόδηλον ὅπως ἁπανταχοῦ γῆς οἱ εἰς αὐτὸν πεπιστευκότες, γόνυ κλίνοντες καὶ εἰς αὐτὴν προπίπτοντες τὴν γῆν, δι’ αὐτοῦ τὴν προσκύνησιν τῷ ἐπὶ πάντων ἀναπέμπουσι θεῷ. ἀλλὰ καὶ οἱ ἐχθροὶ αὐτοῦ, φησὶ, χοῦν λείξουσιν, ἐξομοιωθέντες τῷ ἑαυτῶν πατρὶ τῷ ὄφει, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευομένῳ, καὶ γῆν ἐσθίοντι κατὰ τὴν ἐξ ἀρχῆς γενομένην αὐτῷ προστίμησιν. οὕτω δ’ οὖν ὄψει τοὺς τῆς ἐκκλησίας τοῦ Χριστοῦ πολεμίους τὸν χοῦν καὶ τὰς σωματικὰς ἡδονὰς περιλιχμωμένους.

Εἰ γὰρ τὸ σῶμα, ὅπερ κεῖται ἡ ψυχὴ, χοῦς ἀνείρηται κατὰ τὴν φάσκουσαν γραφήν· «ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον·» οἱ τὸν χοῦν περιλιχμώμενοι καὶ τὰς τῆς σαρκὸς ἡδυπαθείας τιμῶντες διαβέβληνται εἰκότως, ὡς ἂν ἐχθροὶ τοῦ σωτηρίου τυγχάνοντες λόγου. ἀλλ’ οὗτοι μὲν τοιοῦτοι· τὸ δ’ ἕτερον τάγμα τῶν τὴν βασιλείαν τοῦ Χριστοῦ γνωριζόντων δῶρα προσοίσουσιν αὐτῷ, προφητεύεται· δι’ ὃ λέλεκται ἑξῆς· «βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι.» καὶ ἐν τούτοις δὲ ὁ λόγος, διελὼν εἰς δύο μέρη τὴν οἰκουμένην, τὸ μὲν ἀφορίζει ἐπὶ τὸ πρὸς δυσμαῖς ἡλίου κλίμα, ὃ δὴ πρῶτον παρίστησιν εἰπών· «βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι·» δι’ ὧν τὴν πρὸς δυσμαῖς σημαίνει θάλασσαν καὶ τὰς ἐν ταύτῃ νήσους. οὕτως οὖν ποτε καὶ Ἰωνᾶς ὁ προφήτης ἀνέστη φυγεῖν εἰς Θαρσεῖς καὶ κατέβη εἰς Ἰόππην, καὶ ἐνέβη εἰς πλοῖον τοῦ φυγεῖν εἰς Θαρσεῖς, ἥν φασιν εἶναι τὴν Θαρσόν.

English

Through the Ethiopians, who inhabit the ends of the earth, the nations within the inhabited world are also indicated, and it is evident how everywhere on earth those who have believed in him, bending the knee and prostrating themselves to the very ground, send up through him adoration to the God over all. But also his enemies, it says, will lick dust, having become like their father the serpent, who moves on his chest and belly and eats earth according to the penalty imposed on him from the beginning. Thus, then, you will see the enemies of the Church of Christ licking the dust and bodily pleasures.

For if the body, which the soul inhabits, is called dust according to the scripture that says, "God took dust from the earth and fashioned man," those who lick dust and honor the pleasures of the flesh are rightly denounced as enemies of the saving word. But these are such; the other order of those who recognize the kingdom of Christ will bring gifts to him, it is prophesied, through which it is said next: "Kings of Tarshish and the islands will bring gifts, kings of the Arabs and Saba will offer gifts." And in these words, the discourse, dividing the inhabited world into two parts, sets apart one toward the region of the setting sun, which it first presents by saying, "Kings of Tarshish and the islands will bring gifts," through which it signifies the sea toward the west and the islands in it. Thus, then, once the prophet Jonah arose to flee to Tarshish and went down to Joppa and boarded a ship to flee to Tarshish, which they say is Tarsus.

pta0003.pta020:883 · narrative
Source · Greek

ἐν δὲ τῷ Ἐζεκιὴλ τοῦ Θαρσεῖς ὀνόματος φερομένου, οἱ ἑβδομήκοντα Καρχηδόνα ἡρμήνευσαν.

Τὸ δὲ ἕτερον κλίμα τὸ πρὸς ἀνατολὰς ἡλίου δηλοῦται διὰ τοῦ, «βασιλεῖς Ἀράβων καὶ Σαβά.» τό τε γὰρ τῶν Ἀράβων γένος ἀνατολικὸν τυγχάνει, ἐπέκεινα δὲ αὐτοῦ τὰ Περσικὰ μέρη, καὶ ἡ τῶν Σαβαϊτῶν χώρα εἶναι λέγεται. ἀντὶ δὲ τοῦ, «βασιλεῖς Ἀράβων καὶ Σαβὰ,» ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, ἥ τε Ἑβραϊκὴ γραφὴ συντόνως τούτοις, «βασιλεῖς Σαβὰ καὶ Σαβὰ» εἰρήκασιν. ὥστ’ εἶναι ταὐτὸν μὲν ἐκφωνούμενον ὄνομα, διαλλάττειν δὲ τῇ τῶν στοιχείων διαφορᾷ· τὸ μὲν γὰρ πρῶτον Σαβὰ διὰ τοῦ καλουμένου παρ’ Ἑβραίοις Σὲν, τὸ δὲ δεύτερον διὰ τοῦ Σάδη στοιχείου κατὰ τὴν Ἑβραϊκὴν ἐμφέρεται γραφήν· ἔνθεν καὶ τὰ τῆς ἑρμηνείας αὐτοῖς ἐναλλάττει. καὶ ὁ σωτὴρ δὲ τούτου μέμνηται τοῦ ὀνόματος λέγων· «βασίλισσα Σαβὰ ἀναστήσεται ἐν ἡμέρᾳ κρίσεως, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος·» σαφῶς παριστὰς ὡς ἐν τοῖς πέρασι τῆς γῆς τὸ Σαβὰ ἔθνος τυγχάνει. ἱστορεῖ δὲ καὶ ἡ τρίτη τῶν βασιλειῶν περὶ τοῦ αὐτοῦ ἔθνους ταῦτα· «καὶ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σολομῶνος, καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι. καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα. καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τί μιον.» κέκλητο δὲ ἡ χώρα καὶ τὸ ἔθνος Σαβὰ ἀπὸ προπάτορος τοῦ Σαβὰ, ὃς ἀναγέγραπται υἱὸς γεγονὼς τοῦ Χοῦς. λέγει δ’ οὖν ἡ Μωσέως γραφή· «υἱοὶ δὲ Χοῦς, Σαβὰ καὶ Εὑίλα, καὶ Σαβάθα.» Χοῦς δὲ ἑρμηνεύεται «ὁ Αἰθίοψ.» γένος οὖν Αἰθιοπικὸν ἔοικεν εἶναι τὸ Σαβὰ ἔθνος.

English

In Ezekiel, when the name Tharseis is mentioned, the Seventy translated it as Carthage.

The other clime, toward the rising of the sun, is indicated through the phrase, "kings of the Arabs and Saba." For the race of the Arabs is eastern, and beyond it lie the Persian regions, and the land of the Sabaeans is said to be there. Instead of "kings of the Arabs and Saba," Aquila and Symmachus, and the Hebrew text in agreement with them, have said "kings of Saba and Saba." So it is the same name pronounced, but it differs in the difference of the letters: the first Saba is through the letter called by the Hebrews Sin, while the second is conveyed in the Hebrew writing through the letter Sadhe; hence their interpretations also vary. And the Savior mentions this name, saying: "The queen of Saba will rise up on the day of judgment and will condemn this generation, because she came from the ends of the earth to hear the wisdom of Solomon," clearly showing that the nation of Saba is at the ends of the earth. And the third book of Kings also records this about the same nation: "And the queen of Saba heard the name of Solomon, and came to test him with riddles. And she came to Jerusalem with a very great force, and camels carrying spices and very much gold and precious stone." The land and the nation were called Saba from the ancestor Saba, who is recorded as having been a son of Chous. So the writing of Moses says: "And the sons of Chous: Saba and Evila and Sabatha." Chous is interpreted as "the Ethiopian." So the nation of Saba seems to be an Ethiopian race.

pta0003.pta020:884 · narrative
Source · Greek

καὶ δεύτερος δὲ εἴρηται Σαβὰ, περὶ οὗ φησιν ἡ γραφή· «υἱοὶ δὲ Ῥεγμὰς, Σαβὰ καὶ Δαδάν.» εἰκότως τοίνυν ἐν τῷ ψαλμῷ γέγραπται κατὰ τοὺς λοιπούς· «βασιλεῖς Σαβὰ καὶ Σαβὰ δῶρα προσάξουσι.»

Πλὴν ἀλλ’ ἅ σημαίνει ἡ προφητεία διὰ τούτων τὰς κατὰ τὸ ἀνατολικὸν κλίμα βασιλείας καὶ τὰς πρὸς δυσμὰς ἡλίου δῶρα τῷ θεσπιζομένῳ προσοίσειν, οὕτω πως σημαινομένων τῶν ὑπὸ τὰς βασιλείας ἐθνῶν. μήποτε δὲ καὶ βασιλεῖς οἱ τῶν ἐθνῶν προεστῶτες ἄγγελοι δηλοῦνται ἱερωμένοι τῷ θεῷ καὶ δῶρα προσάγοντες αὐτῷ τὰς ἐκκλησίας ὧν καθηγοῦνται ἐθνῶν; δι’ ὃ ἑξῆς προσκυνήσειν αὐτῷ πάντας τοὺς βασιλεῖς θεσπίζει. οὐ γὰρ μόνον προσοίσειν αὐτῷ τὰ προλεχθέντα δῶρά φησιν, ἀλλὰ καὶ προσκυνήσειν αὐτῷ. ὃ δὴ καὶ Μωσῆς ἐν μεγάλῃ ᾠδῇ ἐδίδασκεν ὡδί πη περὶ Χριστοῦ λέγων· «εὐφράνθητε, οὐρανοὶ, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.»

Οὗτοι δῆτα οἱ βασιλεῖς, ἀφανεῖς καὶ ἀόρατοι τῶν ἐθνῶν ἄρχοντες, προσκυνήσαντες τὸν ἑαυτῶν κύριον, τὰς ὑπ’ αὐτοῖς ψυχὰς δῶρα προσῆγον αὐτῷ. διόπερ τούτοις ἑξῆς συνῆπται τό· «πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» σύμφωνον δ’ ἂν εἴη τοῦτο τῷ φήσαντι λόγῳ· «κύριος εἶπε πρὸς μέ· υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» ὃ δὴ καὶ πεπεῖσθαι χρὴ πληρωθήσεσθαι, ὅτ’ ἂν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ μάλιστα κατὰ τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν θεοφάνειαν. τότε γοῦν πάντες οἱ βασιλεῖς προσκυνήσουσιν αὐτῷ, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.

English

And a second is called Saba, concerning which the Scripture says: "The sons of Rehoboth are Saba and Dadan." Reasonably, then, in the Psalm it is written according to the others: "Kings of Saba and Saba will bring gifts."

Nevertheless, what the prophecy signifies through these things is that the kingdoms in the eastern clime and those toward the setting of the sun will bring gifts to the one being prophesied, the nations under the kingdoms being indicated in this way. But might it not be that the kings, the presiding angels of the nations, are indicated, consecrated to God and bringing to him as gifts the churches of the nations over which they preside? For this reason, it next prophesies that all the kings will worship him. For it says not only that they will bring to him the aforementioned gifts, but also that they will worship him. This indeed Moses taught in the great Ode, speaking somewhere about Christ: "Rejoice, heavens, together with him, and let all the angels of God worship him."

These kings, then, the invisible and unseen rulers of the nations, having worshipped their own lord, brought the souls under them as gifts to him. For this reason, next is joined the phrase: "All the nations will serve him." And this would be in agreement with the saying: "The Lord said to me: You are my son; I have begotten you today. Ask of me, and I will give you nations as your inheritance, and your possession the ends of the earth." This indeed must be believed will be fulfilled, when the fullness of the nations enters, and especially at the second theophany of our savior. Then, at any rate, all the kings will worship him, and all the nations will serve him.

pta0003.pta020:885 · narrative
Source · Greek

«καὶ τοῦτο ἔσται τὸ πάντων τέλος, ὅτ’ ἂν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ, ὅτ’ ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ πόδας αὐτοῦ, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.»

Ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα, ᾧ οὐχ ὑπῆρχε βοηθός. φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει· ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.

Ἀντὶ τοῦ· «ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου,» ὁ Σύμμαχος· «ὅτι ἐξελεῖται πένητα οἰμώζοντα.» οὐ γὰρ ὡς ἤδη γεγενημένα, ἀλλ’ ὡς μέλλοντα ἔσεσθαι ταῦτα θεσπίζει. ὅρα δὲ ὁσάκις τοῦ πτωχοῦ μνημονεύει, πρῶτον εἰπών· «κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει·» δεύτερον, «κρίνει τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων·» καὶ νῦν πάλιν· «ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός·» καὶ αὖθις· «φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει.»

English

And this will be the end of all things, when he hands over the kingdom to God and Father, when he abolishes every beginning and every authority and power. For he must reign until he places all enemies under his feet; the last enemy, death, is abolished.

That he rescued a poor man from a powerful man and a needy man who had no helper. He will spare the poor and needy, and will save the souls of the poor; he will redeem their souls from usury and from injustice, and their name will be honored before him.

Instead of "that he rescued a poor man from a powerful man," Symmachus has: "that he will take away a needy man who laments." For he does not prophesy these things as already having happened, but as about to be. Observe how many times he mentions the poor: first saying, "to judge your people in righteousness, and your poor in judgment"; second, "he judges the poor of the people, and will save the sons of the needy"; and now again, "that he rescued a poor man from a powerful man and a needy man who had no helper"; and again, "he will spare the poor and needy, and will save the souls of the poor.

pta0003.pta020:886 · narrative
Source · Greek

Οἶμαι δὲ διὰ τούτων ἁπάντων πτωχοὺς καὶ πένητας καλεῖν τοὺς ἀποστόλους καὶ τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν, οἳ, τὴν δι’ αὐτοῦ πτωχείαν ἀνειληφότες, τὴν εἰς ἄκρον ἀρετῆς ἐλαύνουσαν κατώρθουν φιλοσοφίαν· δι’ ὃ περὶ αὐτῶν Ἡσαΐας μὲν προανεφώνει λέγων· «εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» αὐτὸς δὲ ὁ σωτὴρ, αὐτοῖς προσομιλῶν, ἔλεγε· «μακάριοι οἱ πτωχοὶ, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. πάντα» οὖν «τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.»

Τὸ γὰρ, «ὅτι,» παρὰ πᾶσι τοῖς ἑρμηνευταῖς καὶ ἐν αὐτῇ τῇ Ἑβραϊκῇ γραφῇ κείμενον, αἰτιολογικὸν τυγχάνει, διδάσκον ὅπως πάντα τὰ ἔθνη δουλεύσειν ἤμελλε τῷ σωτῆρι. τοῦτο γὰρ, φησὶ, γενήσεται, «ἐπειδὴ ῥύσεται πτωχὸν ἐκ δυνάστου·» ὡς εἰ σαφέστερον ἔλεγεν· ὅτι τῶν ἀποστόλων αὐτοῦ τὸ τάγμα, τῶν δι’ αὐτοῦ πτωχῶν καὶ πενήτων, ῥύσεται ἀπὸ παντὸς δυνάστου. πολλῶν γὰρ δυναστῶν ὁρατῶν τε καὶ ἀφανῶν ἀντικειμένων καὶ ἐπανισταμένων τούτοις αὐτοῖς τοῖς πτωχοῖς καὶ τοῖς πένησιν, αὐτὸς, ἀφανεῖ δυνάμει προασπίζων αὐτῶν, ἐκ πάντων αὐτοὺς ῥύσεται, πρὸς τὸ μὴ κωλυθῆναι τὴν δι’ αὐτῶν ἐπιτελουμένην τοῦ εὐαγγελικοῦ κηρύγματος ὑπηρεσίαν.

English

I think that through all these things he calls the apostles and the disciples of our Savior poor and needy, who, having taken up poverty through him, accomplished the philosophy that drives to the extreme of virtue. On account of this, Isaiah proclaimed beforehand concerning them, saying: "He has sent me to proclaim good news to the poor." And the Savior himself, speaking to them, said: "Blessed are the poor, for the kingdom of heaven is theirs." Therefore, "all the nations will serve him, because he rescued a poor man from a potentate, and a needy man who had no helper."

For the word "because," which appears in all the translators and in the Hebrew text itself, is causal, teaching how all the nations were destined to serve the Savior. For this, he says, will happen, "since he will rescue a poor man from a potentate," as if he were saying more clearly: that the order of his apostles, the poor and needy through him, will rescue from every potentate. For many potentates, both visible and invisible, opposing and rising up against these very poor and needy, he, by an invisible power shielding them, will rescue them from all, so that the service of the evangelical proclamation accomplished through them may not be hindered.

pta0003.pta020:887 · narrative
Source · Greek

Καὶ τοῦτο πράξει συνὼν αὐτοῖς, καθ’ ἣν ποιήσεται πρὸς αὐτοὺς ἐπαγγελίαν φήσας· «ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» οὕτως οὖν καὶ ἐφείσατο πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων ἔσωσε· καὶ ταῦτα πάντα τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις παρεῖχεν, ἵν’ εἰς πᾶσαν τὴν γῆν ἐξέλθοι ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. τούτων δὲ τῶν πτωχῶν καὶ τῶν πενήτων ἐκ τόκου καὶ ἐξ ἀδικίας ἐλυτρώσατο τὰς ψυχὰς, ὅπως μηδενὶ μηδὲν ὀφείλοιεν. εἰ δὲ καί ποτε δεδανεισμένοι ὤφλησαν, ὥστε ἐνόχους αὐτοὺς γενέσθαι παλαιῶν ἁμαρτημάτων, ἀλλ’ αὐτὸς, τὸ αἷμα τὸ τίμιον λύτρον ὑπὲρ αὐτῶν δοὺς, ἐλυτρώσατο τὰς ψυχὰς αὐτῶν· ὅθεν ὁ θεῖος ἀπόστολος ἐδίδασκε λέγων· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.»

Ἐπειδὴ γὰρ χρεῶσται ἦσαν καὶ ὀφειλέται τῆς Μωσέως νομοθεσίας, οὐκ ἐπλήρουν δὲ τὰ γεγραμμένα, εἶθ’ ὑπὸ κατάραν ἦσαν, διὰ τὸ μὴ πάντα τὸν νόμον φυλάττειν. γέγραπτο γάρ· «ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.» εἰκότως ταύτης τῆς ἀρᾶς ἐλευθερώσας αὐτοὺς, ἐκ τόκου καὶ ἐξ ἀδικίας ἐλυτροῦτο αὐτοὺς, γινόμενος ὑπὲρ αὐτῶν κατάρα καὶ τὸ τίμιον αὐτοῦ αἷμα ὑπὲρ αὐτῶν διδοὺς, καὶ οὕτω τιμίους ἑαυτῷ ἀπεργαζόμενος. διὸ λέλεκται ἑξῆς· «καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.» ὅθεν ἀναγέγραπται εἰρηκὼς πρὸς αὐτούς· «μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ καὶ ἀγαλλιᾶσθε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.»

English

And this he will do while being with them, according to the promise he will make to them, saying, "Behold, I am with you all the days until the end of the age." Thus, then, he also spared the poor and the needy, and saved the souls of the needy; and he provided all these things to his own disciples and apostles, so that their voice might go out into the whole earth, and their words to the ends of the inhabited world. From these poor and needy, he ransomed their souls from usury and from injustice, so that they might owe nothing to anyone. And if ever, having borrowed, they incurred debts, so that they became liable for old sins, yet he himself, giving his precious blood as a ransom for them, ransomed their souls; whence the divine apostle taught, saying, "Christ bought us out from the curse of the law, having become a curse for us."

For since they were debtors and obligors of the Mosaic legislation, and did not fulfill what was written, they were then under a curse, because they did not keep the whole law. For it was written: "Cursed is everyone who does not abide by all that is written in the book of the law to do them." Naturally, having freed them from this curse, he ransomed them from usury and from injustice, becoming a curse for them and giving his precious blood for them, and thus making them precious to himself. Therefore it is said next: "And their name is honored before him." Whence it is recorded that he said to them: "Do not rejoice that the demons are subordinated to you; rejoice and exult that your names are inscribed in the heavens.

pta0003.pta020:888 · narrative
Source · Greek

Διὰ τί δὲ τὸ ὄνομα αὐτῶν ἔντιμον ἦν ἐνώπιον αὐτοῦ, ἀλλ’ ἐπειδήπερ αὐτὸς καὶ τῶν ὀνομάτων αὐτοὺς ἠξίου, τὸν μὲν Σίμωνα Πέτρον ἀνειπὼν, τὸν δὲ Θωμᾶν Δίδυμον, τούς τε οἱοὺς Ζεβεδδαίου Βοανεῖργες, ὅπερ ἑρμηνεύεται υἱοὶ βροντῆς; ἀλλὰ καὶ τὸ κοινὸν κατὰ πάντων αὐτῶν ἔντιμον ὄνομα ἦν ἐνώπιον αὐτοῦ. τοῦτο δὲ ἦν ὅπερ ἐπεσημήνατο ἡ τοῦ εὐαγγελίου γραφὴ φήσασα· «τούτους τοὺς ιβ´ ἐξελέξατο ὁ Ἰησοῦς, οὓς καὶ ἀποστόλους ὠνόμασεν.»

Ἀντὶ δὲ τοῦ, «τὸ ὄνομα αὐτῶν,» τὸ αἷμα αὐτῶν, ἡ Ἑβραϊκὴ γραφὴ περιέχει· οὕτω δὲ καὶ οἱ λοιποὶ ἡρμήνευσαν· ὁ μὲν Ἀκύλας εἰπών· «καὶ τιμηθήσεται τὸ αἷμα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτοῦ·» ὁ δὲ Σύμμαχος· «καὶ τίμιον ἔσται τὸ αἷμα αὐτῶν ἐνώπιον αὐτοῦ.» δι’ ὧν σαφῶς ᾐνίξατο τὸν θάνατον τῶν προλεχθέντων, ὧν ὁ καθεὶς ποικίλον ὑπέμεινε τὸ τοῦ μαρτυρίου τέλος, ἄλλος ἄλλως διὰ τὴν εἰς αὐτὸν μαρτυρίαν τὸν δι’ αἵματος ὑπομείνας ἀγῶνα· ὥστ’ εἰρῆσθαι περὶ αὐτῶν· «τίμιος ἐνώπιον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» τούτῳ γὰρ ὅμοιον τυγχάνει καὶ τὸ μετὰ χεῖρας φάσκον· «καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.»

English

Why was their name honored before him? Was it not because he himself deemed them worthy of names, calling Simon "Peter," Thomas "Didymus," and the sons of Zebedee "Boanerges," which is interpreted as "sons of thunder"? But also the common name for all of them was honored before him. This was what the Gospel text indicated when it said: "These twelve Jesus chose, whom he also named apostles."

Instead of "their name," the Hebrew text contains "their blood"; and so the other translators rendered it: Aquila saying, "and their blood will be honored in his eyes," and Symmachus, "and their blood will be precious before him." Through these words he clearly hinted at the death of those previously mentioned, each of whom endured a varied end of martyrdom, one in one way, another in another, for the testimony to him, undergoing the contest through blood. So it is said concerning them: "Precious before the Lord is the death of his saints." For similar to this is the passage at hand which states: "and their name is honored before him.

pta0003.pta020:889 · narrative
Source · Greek

Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν. ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρου τῶν ὁρέων.

Δοκεῖ μοι ἐνταῦθα τὸ, «καὶ ζήσεται,» συνᾴδειν τῇ σωτηρίῳ φωνῇ φησάσῃ πρὸς τοὺς αὐτοῦ μαθητάς· «ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» ἵνα γὰρ τὴν παραμονὴν καὶ τὴν παρατείνουσαν εἰς ἄπειρον ζωὴν τοῦ προφητευομένου παραστήσῃ, ἐπήγαγε τὸ, «καὶ ζήσεται.» μακρᾶς γὰρ ἔδει ζωῆς εἰς κατόρθωσιν τῶν εἰρημένων.

Εἰ γοῦν ὁ προφητευόμενος κρινεῖ τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς αὐτοῦ ἐν κρίσει, καὶ ταπεινοῖ συκοφάντην, καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, κατακυριεύει τε ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης· εἰκότως μακροβίου ζωῆς ἔδει αὐτῷ. πῶς τε ὑποταγεῖεν αὐτῷ Αἰθίοπες καὶ βασιλεῖς Θαρσεῖς καὶ νῆσοι, προσκυνήσουσί τε αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ; τούτων γὰρ ἕνεκα πάντων διαρκοῦς αὐτῷ ζωῆς ἔδει.

English

And he shall live, and gold from Arabia shall be given to him, and they shall pray for him continually; all day long they shall bless him. He shall be a support in the land on the summit of the mountains.

It seems to me that here the phrase "and he shall live" accords with the saving utterance that said to his disciples: "Behold, I am with you all the days until the end of the age." For in order to represent the continuance and the life extending to infinity of the one prophesied, he added the phrase "and he shall live." For a long life was needed for the accomplishment of the things mentioned.

If, then, the one prophesied will judge his people in righteousness and his poor in judgment, and humble the slanderer, and remain with the sun, and rule from sea to sea, and from the river to the ends of the inhabited world, he would naturally need a long life. And how would the Ethiopians and the kings of Tarshish and the islands be subject to him, and all the kings of the earth worship him, and all the nations serve him? For the sake of all these things, he needed a life of sufficient duration.

pta0003.pta020:890 · narrative
Source · Greek

Διὸ μετὰ ταῦτα πάντα καλῶς καὶ ἀναγκαίως ἐπενήνεκται τὸ, «καὶ ζήσεται·» τοῦτον δηλουμένης τὸν τρόπον τῆς τοῦ προφητευομένου ἀθανάτου καὶ αἰωνίου ζωῆς. ἑξῆς δ’ εἴρηται· «καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» ἀντὶ δὲ τοῦ, «τῆς Ἀραβίας,» πάλιν ἡ Ἑβραϊκὴ γραφὴ τὸ «Σαβὰ» περιέχει· οἵ τε λοιποὶ ἑρμηνευταὶ τῇ ὁμοίᾳ κέχρηνται τῇ φωνῇ. τροπικῶς μὲν οὖν εἴποι ἄν τις τὸ χρυσίον τοῦτο σημαίνειν τὸν ἐν ἀνθρώποις καθαρώτατον νοῦν. καὶ κατὰ ἱστορίαν δὲ ἐπληροῦτο τὸ λόγιον, ὅτε οἱ ἐξ ἀνατολῆς μάγοι ἐλθόντες παῖδα ὄντα προσεκύνησαν τὸν σωτῆρα, προσήνεγκάν τε αὐτῷ χρυσίον καὶ λίβανον καὶ σμύρναν.

Μήποτε δὲ καὶ τὸ, «ζήσεται,» εἰς ἐκεῖνον ἀναφέρεται τὸν χρόνον, καθ’ ὃν Ἡρώδης, ἐπιβουλεύων νηπιάζοντι τῷ Ἰησοῦ, «πέμψας ἀνεῖλε πάντας τοὺς περὶ τὴν Βηθλεὲμ παῖδας ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.» τότε γὰρ χρηματισθεὶς ὁ Ἰωσὴφ, παρέλαβε Μαρίαν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ παιδίον, καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. διὸ ταῦτα θεσπίζουσα ἡ παροῦσα προφητεία προὔλεγεν, ὅτι «ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας» τοῦ ἀπὸ Σαβά· ὡσεὶ σαφέστερον ἔλεγε «τοῦ ἐκλεκτοῦ.» ἡ γὰρ Σαβὰ αὕτη καὶ τὸ Σαβαϊτῶν ἔθνος λέγεται εἶναι τῆς Ἀραβίας τῆς καλουμένης Εὐδαίμονος· ἐντεῦθέν τε ἱστορεῖται τῷ Σολομῶνι φέρεσθαι μετὰ τῶν ἄλλων καὶ χρυσίον ἐκλεκτόν.

English

Therefore, after all these things, the phrase "and he shall live" has been well and necessarily added, indicating in this manner the immortal and eternal life of the one prophesied. Next it is said: "and gold from Arabia shall be given to him." But instead of "Arabia," the Hebrew text again contains "Saba"; and the other translators have used the same term. Allegorically, then, one might say that this gold signifies the purest mind among men. And historically, the oracle was fulfilled when the Magi from the East came and worshipped the Saviour as a child, and offered him gold, frankincense, and myrrh.

But perhaps also the phrase "he shall live" refers to that time when Herod, plotting against the infant Jesus, "sent and killed all the children in Bethlehem from two years old and younger, according to the time he had ascertained from the Magi." For then Joseph, having been warned, took his wife Mary and the child, and withdrew into Egypt. Therefore, the present prophecy, foretelling these things, predicted that "he shall live, and gold from Arabia shall be given to him," that is, from Saba; as if it said more clearly, "of the chosen." For this Saba and the nation of the Sabaeans are said to be part of Arabia called Felix; and from there it is recorded that, along with other things, chosen gold was brought to Solomon.

pta0003.pta020:891 · narrative
Source · Greek

Καὶ ἄλλως δὲ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν ἐν ταῖς ἐκκλησίαις Χριστοῦ μυρία κειμήλια ἀπὸ χρυσίου καθαροῦ εἰς αὐτοῦ τε τιμὴν ἀφιερούμενα. εἰκότως οὖν οὐδὲ τὴν τούτων μνήμην παριδεῖν ἠξίωσεν ὁ λόγος. ἐπιλέγει δὲ ἑξῆς· «καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντὸς καὶ ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν· ἢ κατα τὸν Σύμμαχον, καὶ προσεύξονται περὶ αὐτοῦ διηνεκῶς, διὰ πάσης ἡμέρας ἕκαστος εὐλογήσει αὐτόν.»

Οὐ δεῖ δὲ πολλῶν λόγων εἰς τὸ παραστῆσαι ὅπως πάντες οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες ἀδιαλείπτους ἀναφέρουσιν εὐχὰς «περὶ αὐτοῦ,» ὡς ἂν ἔχοιεν αὐτὸν αἰεὶ συνόντα, καὶ βοηθὸν αὐτοῖς ἐν πᾶσι γιγνόμενον. ὡς δὲ διὰ πάσης ἡμέρας ἕκαστος εὐλογεῖ αὐτὸν, τίς ἂν ἀμφιβάλλοι; νύκτωρ γοῦν καὶ μεθ’ ἡμέραν εἶον τῆς ἀναπνοῆς πᾶσα ψυχὴ τῶν εἰς αὐτὸν γνησίως πεπιστευκότων, τὴν προσηγορίαν αὐτοῦ τιμῶσα καὶ σέβουσα εὐλογεῖ αὐτὸν, πεπεισμένη εἰς ἑαυτὴν ἀντιστρέφει τὴν εὐλογίαν, ἀκολούθως λογίῳ εἰς αὐτοῦ πρόσωπον Χριστοῦ φήσαντι· «οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» ὅθεν καὶ αὔξει ὁσημέραι καὶ πληθύει τὸ Χριστιανῶν γένος, διὰ τὸ μετέχειν τῆς ἐκ θεοῦ εὐλογίας, ἧς ἀπολαύει διὰ τὸ ἀδιαλείπτως τὸν Χριστὸν αὐτοῦ εὐλογεῖν ἀκολούθως τῇ μετὰ χεῖρας γραφῇ φασκούσῃ· «ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν·» καὶ τὸ τούτου αἴτιον παρίστησι λέγων·

English

And in another way, we see with our own eyes in the churches of Christ countless treasures of pure gold dedicated in his honor. Naturally, therefore, the word has deemed it worthy not to overlook even the mention of these things. It then adds: "and they will pray for him continually and all day long they will bless him"; or according to Symmachus, "and they will pray for him perpetually, each one will bless him throughout every day."

There is no need of many words to demonstrate how all who have believed in the Christ of God offer unceasing prayers "for him," so that they might always have him present and becoming a helper to them in all things. And as to how each one blesses him throughout every day, who could doubt? For by night and by day, every soul of those who have genuinely believed in him, honoring and revering his name, blesses him, convinced that the blessing returns to itself, in accordance with a saying spoken in the person of Christ: "Those who bless you are blessed, and those who curse you are cursed." Hence the race of Christians increases and multiplies day by day, because it partakes of the blessing from God, which it enjoys through ceaselessly blessing his Christ, in accordance with the passage at hand which says: "all day long they will bless him"; and it sets forth the cause of this, saying:

pta0003.pta020:892 · narrative
Source · Greek

«ἔσεσθε στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρου τῶν ὀρέων.» οὕτω δὲ σημαίνει τὴν ἐκκλησίαν αὐτοῦ τεθεμελιωμένην καὶ ἐστηριγμένην ἐπὶ τὴν ἀρραγῆ τῆς αὐτοῦ δυνάμεως πέτραν, ἐπηρμένην δὲ καὶ ὑψωμένην, ὡς ἂν ἐπὶ ἄκρα ὀρέων κειμένην, προφητικῶν δηλαδὴ καὶ ἀποστολικῶν λόγων, οἷς ἡ ἐκκλησία τοῦ σωτῆρος ἡμῶν ἐποικοδομεῖται.

Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ· εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.

Ὅπως ὑπερήρθη τοῦ προφητευομένου σωτῆρος ἡμῶν ὁ καρπὸς ὑπὲρ τὸν Λίβανον νοήσεις τὰ περὶ τοῦ Λιβάνου ἐν προφητείαις λελεγμένα συναγαγών. εἴρηται δὲ ἐν μὲν τῷ Ἡσαΐᾳ· «ἰδοὺ δὴ κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος·» καὶ ἑξῆς· «ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.» λέλεκται δὲ καὶ ἐν Ζαχαρίᾳ· «διάνοιξον, ὁ Λίβανος, τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» εἴρηται δὲ καὶ ἐν κη ψαλμῷ· «συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον.» ἐπιλύεται δὲ ταύτας τὰς φωνὰς ἀσαφεῖς οὔσας ὁ παρὰ τῷ Ἐζεκιὴλ φάσκων λόγος· «ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ πλατὺς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκοψε τὰ ἁπαλὰ τῆς κέδρου·» οἷς ἑξῆς ἐπιλέγεται·

English

You will be a support in the land on the peak of the mountains." Thus it signifies his church, founded and established upon the unbreakable rock of his power, raised and elevated, as if lying on the peak of mountains, that is, of prophetic and apostolic words, upon which the church of our Savior is built.

His fruit will be raised above Lebanon, and they will blossom forth from the city like grass of the earth. His name will be blessed for the ages, his name endures before the sun; all the nations of the earth will be blessed in him, all the nations will call him blessed.

How the fruit of our prophesied Savior was raised above Lebanon you will understand by gathering together what has been said about Lebanon in the prophecies. It is said in Isaiah: "Behold, the Lord Sabaoth stirs up the glorious ones with might," and further: "And Lebanon together with the high places will fall." It is also said in Zechariah: "Open, Lebanon, your gates, and let fire devour your cedars." And it is said in the 29th Psalm: "The Lord will break the cedars of Lebanon, and will make them thin like the calf of Lebanon." And these obscure utterances are explained by the word in Ezekiel which says: "The great eagle, the great-winged one, broad in spread, full of claws, which has the intent to enter into Lebanon, and cut off the tender parts of the cedar," to which is added further:

pta0003.pta020:893 · narrative
Source · Greek

«ὅτ´ ἂν ἔλθῃ ὁ βασιλεὺς Βαβυλῶνος καὶ εἰσέλθῃ εἰς Ἱερουσαλὴμ, καὶ λήψεται τοὺς ἄρχοντας.» σαφῶς γὰρ διὰ τούτων ἡ προφητεία τὸν μὲν ἀετὸν τὸν μέγαν τὸν μεγαλοπτέρυγον τὸν βασιλέα τῶν Βαβυλωνίων ἡρμήνευσε, τὸν δὲ Λίβανον τὴν Ἱερουσαλήμ.

Ἐφαρμόσεις δὲ καὶ τὰ παρὰ τοῖς λοιποῖς προφήταις ὥσπερ Λιβάνου λελεγμένα τῇ Ἱερουσαλήμ. ἀλλ’ οὐδὲ τῶν ἐκ περιτομῆς τις ἀμφιβάλλοι ἂν μὴ οὐχὶ περὶ τῆς Ἱερουσαλὴμ αἰνίττεσθαι ὁμολογεῖν τὰ περὶ Λιβάνου λελεγμένα. «ὑπεραρθήσεται» τοίνυν, τὸ παρὸν λόγιόν φησιν, «ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ,» δηλαδὴ τοῦ προφητευομένου σωτῆρος. καρπὸς δὲ αὐτοῦ τίς ἂν γένοιτο ἢ ἡ ἐκκλησία αὐτοῦ ἡ καθ’ ὅλης τῆς οἰκουμένης ἐστηριγμένη, περὶ ἧς ἐλέγετο· «ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρον τῶν ὀρέων;» αὕτη τοίνυν ὑπεραρθήσεσθαι ὑπὲρ τὸν Λίβανον προφητεύεται· εἰ γὰρ καὶ ἔδοξέ ποτε ὁ δηλωθεὶς Λίβανος, λέγω δὲ ἡ Ἱερουσαλὴμ, δοξάζεσθαι καὶ ἀνθεῖν, ἀλλ’ ὑπερήρθη καὶ πολὺ κάλλιον ἐκείνης ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ σωτῆρος ἡμῶν ὁ καρπὸς, ἡ καθ’ ὅλης δηλαδὴ τῆς οἰκουμένης ἐκκλησία γέγονε.

English

When the king of Babylon comes and enters Jerusalem, he will seize the rulers." For through these words the prophecy clearly interpreted the great eagle, the large-winged one, as the king of the Babylonians, and Lebanon as Jerusalem.

And you may also apply what has been said by the other prophets concerning Lebanon to Jerusalem. But not even any of those of the circumcision would doubt or fail to confess that what is said about Lebanon is an allusion to Jerusalem. "His fruit will be raised higher than Lebanon," then, the present oracle says, that is, of the prophesied savior. And what could his fruit be but his church, established throughout the whole world, concerning which it was said: "It will be a support in the land on the peak of the mountains"? This, then, is prophesied to be raised higher than Lebanon. For even if the indicated Lebanon—I mean Jerusalem—once seemed to be glorified and to flourish, the fruit of our savior, that is, the church throughout the whole world, has been raised higher and has become far more beautiful than that, with an incomparable superiority.

pta0003.pta020:894 · narrative
Source · Greek

Τούτοις ἑξῆς τοὺς λαοὺς τοὺς κατὰ πᾶσαν πόλιν συγκροτουμένους καὶ τὰ πολλὰ πλήθη παρίστησι λέγων· «καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» τὸ δὲ, «ἐκ πόλεως,» εἴρηται, ἀντὶ τοῦ, καθ’ ἑκάστην πόλιν καὶ κατὰ πάντα τόπον. ἀλλὰ καὶ ἡ ἐκκλησία αὐτοῦ πόλις ὠνόμασται τοῦ θεοῦ διὰ τὴν ἐν αὐτῇ συνισταμένην νόμιμον καὶ εὐαγγελικὴν πολιτείαν. διὸ λέλεκται· «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ·» καὶ πάλιν· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ.»

Ἐπεὶ τοίνυν ἡ πόλις τοῦ θεοῦ, ἀρδευομένη τῷ ἐν αὐτῷ πλημμύροντι ποταμῷ, λόγῳ, πολὺ πλῆθος προφέρει τῶν ἐν τῇ ἐκκλησίᾳ συγκροτουμένων, εἰκότως ἐπιλέλεκται· «καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» προηγεῖτο μὲν οὖν τοῦ χόρτου δίκην ἐξανθοῦντος πλήθους ὁ προλελεγμένος καρπὸς αὐτοῦ, πολὺ βελτίων καὶ κρείττων τυγχάνων τοῦ χόρτου τῆς γῆς· διὸ προτέτακται τό· «ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ·» μετὰ δὲ τὸν καρπὸν τὸν ἐξαίρετον, τοὺς ἐν τῇ ἐκκλησίᾳ δηλαδὴ καρ ποφοροῦντας, τὰ λοιπὰ πλήθη καταριθμεῖ διὰ τοῦ· «καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» εἶτ’ ἐπὶ τούτοις λέγεται·

English

Next, he presents the peoples gathered in every city and the many multitudes, saying: "And they will spring forth from the city like grass of the earth." The phrase "from the city" is said instead of "in each city and every place." But also his church has been named the city of God because of the lawful and evangelical polity established in it. Hence it is said: "Glorious things have been spoken about you, the city of God," and again: "The rushings of the river gladden the city of God."

Since, therefore, the city of God, irrigated by the river that floods in it—the Word—produces a great multitude of those gathered in the church, it is fittingly added: "And they will spring forth from the city like grass of the earth." Now, preceding this multitude springing up like grass was his previously mentioned fruit, which is much better and superior to the grass of the earth; hence the phrase "his fruit will be raised above Lebanon" was placed first. But after the exceptional fruit—that is, those bearing fruit in the church—he enumerates the remaining multitudes through the words: "And they will spring forth from the city like grass of the earth." Then, after these things, it is said:

pta0003.pta020:895 · narrative
Source · Greek

Ἔσται τὸ ὄνομα αὐτοῦ εἰς τοὺς αἰῶνας.

Διαμένοντος δὲ καὶ διαιωνίζοντος τοῦ Χριστοῦ ὀνόματος συμπαρεκτείνεσθαι καὶ τὸ Χριστιανῶν ὄνομα ἀκόλουθον ἂν εἴη. τοῦτο δὲ»τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα« καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν· διὸ εἴρηται·

Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ.

Καὶ ἀνωτέρω δὲ ἐλέγετο συμπαραμένειν τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. ὅτι δὲ ταῦτα οὐ δυνατὸν θνητῇ ἐφαρμόσαι φύσει, φθάσαντες ἤδη παρεστήσαμεν. μετὰ ταῦτα δὲ λέλεκται·

Καὶ ἐνευλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.

Οἷς παραθήσεις τὸν φήσαντα πρὸς τὸν Ἀβραὰμ χρησμόν·»καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς«, καὶ θέα, ὅπως ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία ἐφυλάττετο κατὰ χρόνους ἀνανεουμένη δι’ ἑκάστου προφήτου. τῷ μὲν γὰρ Ἀβραὰμ πρώτῳ λέλεκτο τὸ»εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.« μετὰ δὲ ταῦτα ὁ Ἰακὼβ θεσπίζων περὶ τοῦ Χριστοῦ ἀναγέγραπται εἰρηκώς· ›οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ, ὃ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.‹ καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις αὖθις εἴρηται διὰ τοῦ Βαλαάμ·»ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν.« καὶ Μωσῆς δὲ τῶν ἐθνῶν ἐν ᾠδῇ μεγάλῃ μέμνητο λέγων· ›εὐφράνθητε, ἔθνη, λαὸς αὐτοῦ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ.‹ οὕτως οὖν καὶ ἐνταῦθα τὸ πρὸς τὸν Ἀβραὰμ διὰ τοῦ χρησμοῦ τεθεσπισμένον ἐπαναλαμβάνει τὸ λόγιον διδάσκον οὐκ ἄλλως ἢ διὰ τοῦ Χριστοῦ πληρωθήσεσθαι φάσκον·

English

His name will be for the ages.

Since the name of Christ endures and is everlasting, it would follow that the name of Christians also extends along with it. This "name above every name" existed even before the constitution of the world; therefore it is said:

His name endures before the sun.

And earlier it was said to remain with the sun and before the moon for generations of generations. That these things cannot apply to mortal nature, we have already demonstrated. After these things it is said:

And all the nations of the earth will be blessed in him.

To these you will add the oracle spoken to Abraham: "And all the nations of the earth will be blessed in your seed," and see how the promise to Abraham was preserved, renewed through each prophet over time. For to Abraham first it was said, "All the nations of the earth will be blessed in your seed." After this, Jacob, prophesying about Christ, is recorded as having said: "A ruler from Judah will not fail until the one who is reserved comes, and he will be the expectation of the nations." And in the times after these, it was said again through Balaam: "A man will come forth from his seed and will rule over many nations." And Moses also mentioned the nations in a great ode, saying: "Rejoice, nations, his people, and let all the sons of God worship him." Thus here too the oracle takes up what was decreed to Abraham through the oracle, teaching that it will be fulfilled in no other way than through Christ, saying:

pta0003.pta020:896 · narrative
Source · Greek

Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.

Εἶθ’ ἑξῆς φησι· «πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.» πῶς δὲ μακαριοῦσιν αὐτὸν πάντα τὰ ἔθνη; διὰ τῆς ἐν αὐτοῖς μακαριότητος τὴν ἐξ αὐτοῦ χάριν παριστῶντα.

Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος. καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ πληρωθήσεται τῆς δόξης πᾶσα ἡ γῇ. γένοιτο γένοιτο· ἐξέλιπον ὕμνοι Δαυὶδ τοῦ υἱοῦ Ἱεσσαί.

Εὐλογούμενα τὰ ἔθνη ἐν τῷ προφητευομένῳ κατὰ τὸ λόγιον τὸ φῆσαν· «καὶ εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη·» αὔξει τὴν κατὰ θεὸν αὔξησιν, καὶ πληθύει, καὶ τῆς γῆς κατακυριεύει. διόπερ φησὶν ὁ θεῖος ἀπόστολος· «εὐλογητὸς ὁ θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ.» οὕτω δὲ ἔχοντα, ἀντευλογεῖ τὸν τῆς εὐλογίας αὐτοῖς αἴτιον γεγενημένον. διὸ πρῶτον μὲν ἐμακάριζον αὐτὸν, εἶτα καὶ εὐλογεῖν διδάσκεται διὰ τοῦ λέγειν· «εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος.»

Ἐπιτήρει δὲ, ὡς ἕκαστον μέρος τῆς βίβλου τῶν Ψαλμῶν εἰς ὅμοιον καταλήγει τέλος. τοῦ μὲν γὰρ πρώτου μέρους τελευταῖος ἦν ὁ μ, οὗ πρὸς τῷ τέλει ἐλέγετο· «εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο·» τοῦ δὲ δευτέρου τελευταῖος ἦν ὁ μετὰ χεῖρας ὁμοίως ἐπὶ τῷ τέλει λέγων· «εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ,» καὶ τὰ ἑξῆς· τοῦ δὲ τρίτου μέρους τελευταῖος ὁ πη τυγχάνει, οὗ τέλος· «εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.» ὁμοίως δὲ καὶ τοῦ τετάρτου μέρους τελευταῖος μὲν ἔστιν ὁ ρε, τέλος δὲ τούτου·

English

And all the nations of the earth will be blessed in him.

Then he says next: "all the nations will call him blessed." How will all the nations call him blessed? By representing through the blessedness in them the grace that comes from him.

Blessed is the Lord, the God of Israel, who alone works wonders. And blessed is the name of his glory forever, and the whole earth will be filled with his glory. Amen, amen. The hymns of David, the son of Jesse, have ceased.

The nations are blessed in the one prophesied according to the oracle that said: "and all the nations will be blessed in him." It increases the increase according to God, and multiplies, and rules over the earth. Therefore the divine apostle says: "Blessed is God who blessed us with every spiritual blessing." Things being thus, it blesses in return the one who has become the cause of the blessing for them. Therefore first they called him blessed, and then it is taught to bless by saying: "Blessed is the Lord, the God of Israel, who alone works wonders."

Observe how each part of the book of Psalms ends with a similar conclusion. For the last psalm of the first part was the fortieth, at the end of which it was said: "Blessed is the Lord, the God of Israel, from now and forever. Amen, amen." The last psalm of the second part was the one at hand, similarly saying at the end: "Blessed is the Lord, the God of Israel, who alone works wonders. And blessed is the name of his glory," and so on. The last psalm of the third part is the eighty-eighth, whose end is: "Blessed is the Lord forever. Amen, amen." Similarly, the last psalm of the fourth part is the one hundred and fifth, and its end is:

pta0003.pta020:897 · narrative
Source · Greek

«εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαός· γένοιτο, γένοιτο.» τὸ δὲ πέμπτον μέρος εἰς τὸ «ἀλληλούϊα» καταλήγει, ἐν ᾧ καὶ πᾶσα περιγέγραπται ἡ βίβλος.

Πλὴν ὁ παρὼν μετὰ τὴν προεκτεθεῖσαν περὶ τοῦ Χριστοῦ πρόρρησιν ἐπιφέρει τό· «εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ,» καὶ προστίθησι τὸ, «ὁ ποιῶν θαυμάσια μόνος.» ποῖα δὲ θαυμάσια, ἢ τὰ προλεχθέντα ἐν οἷς ἦν τὸ καταβήσεσθαι αὐτὸν ἐπὶ πόκον ὡς ὑετὸν, καὶ τὸ ταπεινῶσαι συκοφάντην, καὶ τὸ συμπαραμενεῖν τῷ ἡλίῳ· καὶ τὸ ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνατελεῖν δικαιοσύνην, καὶ τὸ κατακυριεύσειν αὐτὸν ἀπὸ θαλάσσης ἕως θαλάσσης· τοὺς Αἰθίοπας προπίπτειν ἐνώπιον αὐτοῦ· δῶρά τε αὐτῷ προσαχθήσεσθαι ἐξ ἁπάντων τῶν ἐθνῶν· ἀλλὰ καὶ τὸ στήριγμα αὐτὸν ἐν τῇ γῇ γενήσεσθαι, καὶ τὸν καρπὸν αὐτοῦ ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι, καὶ ὅσα ἄλλα τούτοις ἑξῆς κατηρίθμηται;

Ἐφ’ οἷς πᾶσι διδασκόμεθα λέγειν· «εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα.» ὄνομα δὲ δόξης αὐτοῦ ἡ θεότης αὐτοῦ τυγχάνει· εἰ γὰρ τὸ ὑπὸ τῆς ἁγίας παρθένου γεγενημένον ὀνόματος ἠξίωται τοῦ Ἰησοῦ κατὰ τὸν Γαβριὴλ φήσαντα πρὸς τὸν Ἰωσήφ· «καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·» ἀκόλουθόν ἐστι τὸ τῆς δόξης αὐτοῦ ὄνομα τὴν περὶ αὐτοῦ νοεῖσθαι θεολογίαν, δι’ ἧς θεὸς λόγος καὶ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐπινενόηται· ὅθεν ἐπιλέγεται ἑξῆς·

English

Blessed is the Lord, the God of Israel, from eternity to eternity, and all the people will say, 'So be it, so be it.'" The fifth part ends with the "alleluia," in which the whole book is also circumscribed.

However, the present passage, after the previously set forth prophecy concerning Christ, adds: "Blessed is the Lord, the God of Israel," and further adds, "who alone works wonders." And what wonders are these, if not those previously mentioned, in which were included that he would descend upon a fleece like rain, and that he would humble a slanderer, and that he would remain with the sun, and that in his days righteousness would arise, and that he would rule from sea to sea, that the Ethiopians would fall prostrate before him, and that gifts would be brought to him from all the nations, and also that he would become a support in the land, and that his fruit would be raised above Lebanon, and all the other things that have been enumerated in order after these?

In all of these we are taught to say: "Blessed is the Lord, the God of Israel, who alone works wonders. And blessed is the name of his glory forever." And the name of his glory is his divinity; for if the one born of the holy virgin was deemed worthy of the name Jesus, according to Gabriel who said to Joseph, "And she will bear a son, and you will call his name Jesus, for he will save his people from their sins," it follows that the name of his glory is understood as the theology concerning him, through which God the Word and only-begotten God, who is in the bosom of the Father, has been conceived. Whence it is added next:

pta0003.pta020:898 · narrative
Source · Greek

«καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» πάλαι μὲν γὰρ «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» καὶ ἐπεὶ μηδὲ Ἰουδαῖοι οἷς τοσαύτας ἐνεδείξατο θαυματουργίας παρεδέξαντο τὴν γνῶσιν αὐτοῦ, εἰκότως φησὶ πρὸς Μωσῆν· «ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα·» καὶ ἐπιλέγει· «ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ.»

Εἰ γὰρ καὶ τὰ μάλιστα οὗτοι, φησὶ, παρωθοῦνται τὴν ἐμὴν δόξαν, ἀλλὰ καιρῷ τινι πληρωθήσεται ἡ οἰκουμένη πᾶσα τῆς ἐμῆς δόξης. ὃ δὴ καὶ τὸ παρὸν λόγιον διδάσκει φῆσαν· «καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» τοῦτο καὶ Ἡσαΐας παρίστη θεσπίζων τὰ Σεραφεὶμ κυκλοῦντα τὸν κύριον Σαβαὼθ βοῶντά τε καὶ λέγοντα· «ἅγιος, ἅγιος, ἅγιος κύριος Σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.»

Ἀλλὰ ταῦτα μὲν θεϊκῇ προγνώσει ἐθεσπίζετο πάλαι· ἔργοις δὲ ἐπληροῦτο πρότερον ἢ τὸν σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τῷ τῶν ἀνθρώπων ἐπιλάμψαι γένει· ἰδοὺ γὰρ καθ’ ἡμᾶς αὐτοὺς ἀνατέτραπται μὲν πᾶσα δαιμονικὴ πλάνη· πεπλήρωκε δὲ τὴν οἰκουμένην ἅπασαν ἡ ἐκκλησία Χριστοῦ, τὸν θεὸν Ἰσραὴλ ἐν πάσῃ τῇ γῇ δοξάζουσα. καὶ ἐπειδήπερ ταῦτα τὸ πνεῦμα τὸ ἅγιον προφητικῶς μέλλοντα ἔσεσθαι προανεφώνει, χορὸς ἀγγέλων ὑπακούει συνευχόμενος τῇ τῶν πραγμάτων τελειώσει, πιστούμενός τε αὐτὰ καὶ λέγων·

English

And the whole earth will be filled with his glory." For formerly, "he was in the world, and the world was made through him, and the world did not know him." And since not even the Jews, to whom he displayed so many miracles, accepted the knowledge of him, he fittingly says to Moses: "Let me be, and in my wrath I will destroy them, and I will make you into a great nation." And he adds: "My name lives, because the whole earth will be filled with my glory."

For even if these people, he says, most especially reject my glory, yet at some time the whole inhabited world will be filled with my glory. This indeed the present oracle teaches, saying: "And the whole earth will be filled with his glory." This also Isaiah sets forth, prophesying the Seraphim encircling the Lord Sabaoth, crying out and saying: "Holy, holy, holy is the Lord Sabaoth; the whole earth is full of his glory."

But these things were prophesied long ago by divine foreknowledge; they were fulfilled in deeds before our Savior and Lord Jesus Christ shone upon the human race. For behold, in our own time, every demonic error has been overturned; the Church of Christ has filled the whole inhabited world, glorifying the God of Israel in every land. And since the Holy Spirit prophetically proclaimed these things as about to happen, a chorus of angels responds, joining in prayer for the completion of these events, confirming them and saying:

pta0003.pta020:899 · narrative
Source · Greek

γένοιτο, γένοιτο,

ἢ κατὰ τὸν Ἀκύλαν, «πεπιστωμένως, πεπιστωμένως,» ἢ κατὰ τὸν Σύμμαχον· «ἀμὴν καὶ ἀμήν·» οἷς ἑξῆς ἐπιλέγεται· «ἐξέλιπον ὕμνοι Δαυὶδ τοῦ υἱοῦ Ἰεσσαί.» ἀνθ’ οὗ ὁ μὲν Σύμμαχος ἡρμήνευσεν· «ἐπετελέσθησαν προσευχαὶ Δαυὶδ υἱοῦ Ἰεσσαί·» ὁ δὲ Ἀκύλας· «ἐτελειώθησαν προσευχαὶ Δαυὶδ υἱοῦ Ἰεσσαι·» ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις· «ἀνεκεφαλαιώθησαν προσευχαὶ Δαυὶδ υἱοῦ Ἰεσσαί.» οἱ μὲν οὖν ἄπειροι τῆς ἀκριβείας τοῦ ἀναγνώσματος οὐχ ὡς μέρος τοῦ ὅλου ψαλμοῦ ἐξειλήφασι τὸ, «ἐξέλιπον ὕμνοι Δαυὶδ υἱοῦ Ἰεσσαί·» ἀλλ’ ὡς ἔξωθεν τῆς προφητείας παραγεγραμμένον ἀνέγνωσαν. αἱ δὲ λοιπαὶ ἑρμηνεῖαι καὶ ἡ Ἑβραϊκὴ γραφὴ σαφῶς παρίστησιν, ὅτι καὶ ταῦτα μέρος τυγχάνει τοῦ ὅλου ψαλμοῦ.

Ἐπειδὴ γὰρ Δαυὶδ ὁ βασιλεὺς ἐν προσευχαῖς ἐτίθετο ἀεὶ ἐπιλάμψαι τοῦ σωτῆρος τὴν ἐκ σπέρματος αὐτοῦ προφωνουμένην γένεσιν· ταύτης δὲ εἰς ἔργα χωρούσης, ἔμελλε συμπληροῦσθαι πάντα τὰ προπεφητευμένα· εἰκότως μετὰ τὸ συμπέρασμα τῶν προλελεγμένων ἐπιλέγεται, ὡς ἄρα ἐπετελέσθησαν καὶ συνεπληρώθησαν διὰ τῶν προλελεγμένων αἱ τοῦ Δαυὶδ προσευχαί. δύναται δὲ τὸ, «ἐπετελέσθησαν ἢ ἐξέλιπον,» προφητικῶς λέγεσθαι εἰς μέλλοντα χρόνον· τῶν γὰρ προκατηριθμημένων ἕκαστον γενήσεται ἐπὰν καὶ ἐπιτελεσθῶσι καὶ συμπληρωθῶσιν αἱ προσευχαὶ Δαυὶδ τοῦ υἱοῦ Ἰεσσαί. εὐκαιρότατα δὲ διὰ τὸν προφητευόμενον Χριστὸν τοῦ θεοῦ ἐμνημόνευσεν οὐχ ἁπλῶς «τοῦ Δαυὶδ,» ἀλλὰ μετὰ προσθήκης «τοῦ υἱοῦ Ἰεσσαί·» ἵνα συνάψωμεν τῇ παρούσῃ γραφῇ τὴν Ἡσαΐου προφητείαν, δι’ ἧς τὰ ὅμοια περὶ τοῦ Χριστοῦ θεσπίζεται ἐν οἷς εἴρηται·

English

May it be, may it be," or according to Aquila, "firmly, firmly," or according to Symmachus, "amen and amen," to which is added next: "The hymns of David the son of Jesse have ceased." In place of this, Symmachus translated: "The prayers of David the son of Jesse have been completed"; Aquila: "The prayers of David the son of Jesse have been finished"; Theodotion and the fifth edition: "The prayers of David the son of Jesse have been summarized." Now those inexperienced in the precision of the reading have not taken "The hymns of David the son of Jesse have ceased" as a part of the whole psalm, but have read it as if it were written as an addition outside the prophecy. But the other translations and the Hebrew text clearly show that these words are also a part of the whole psalm.

For since King David always set himself in prayers for the foretold birth of the Savior from his seed to shine forth, and since this was coming to pass, all the things previously prophesied were about to be fulfilled, it is fitting that after the conclusion of what has been said, it is added that the prayers of David have indeed been completed and fulfilled through what has been said. And the phrase "have been completed" or "have ceased" can be spoken prophetically for a future time; for each of the things previously enumerated will happen when the prayers of David the son of Jesse are also accomplished and fulfilled. And it is most opportune that, on account of the prophesied Christ of God, he mentioned not simply "David," but with the addition "the son of Jesse," so that we may connect the present text with the prophecy of Isaiah, through which similar things about Christ are prophesied, in which it is said:

pta0003.pta020:900 · narrative
Source · Greek

«ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν τὸ πνεῦμα τοῦ θεοῦ,» καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγεται· «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.» ὁρᾷς γὰρ ὅπως καὶ ἐνταῦθα διὰ τῆς ῥίζης Ἰεσσαὶ ἡ κλῆσις τῶν ἐθνῶν ἀναφωνεῖται· ὥστε μὴ μάτην μηδὲ τὴν προσθήκην τὴν «τοῦ υἱοῦ Ἰεσσαὶ» ἐν τῇ προκειμένῃ φέρεσθαι προφητείᾳ, κατὰ καιρὸν δὲ ἐνταῦθα, Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν εὐαγγελισθείσης, τὸ δεύτερον μέρος τῆς βίβλου τῶν Ψαλμῶν περιγράφεται, ἀρξάμενον μὲν ἀπὸ πρώτου καὶ τεσσαρακοστοῦ, καταλῆξαν δὲ εἰς τὸν μετὰ χεῖρας.

Τῶν ἐπιγεγραμμένων τοῦ Ἀσὰφ ψαλμῶν αἱ περιοχαί

α

Οἱ τοῦ Ἀσὰφ ἐπιγεγραμμένοι εἰσὶ μὲν τὸν ἀριθμὸν ιβ· τούτων δὲ εἷς ἀπεσχοίνισται τῆς τῶν προκειμένων ια συναφείας, κατατέτακται δὲ πρὸ τοῦ ν ψαλμοῦ. ὁ γοῦν μθ ἐπιγέγραπται τοῦ Ἀσάφ ∙ τὴν δὲ ὑποπεσοῦσαν ἡμῖν αἰτίαν τοὺς τόπους διηγούμενοι παρεθήκαμεν.

English

A rod will come forth from the root of Jesse, and a flower will rise from the root; and the spirit of God will rest upon him," and so forth; to which is added: "And the root of Jesse will be, and the one who rises to rule over nations, upon him nations will hope." For you see how here too through the root of Jesse the calling of the nations is proclaimed; so that the addition "of the son of Jesse" is not in vain nor carried in the present prophecy, but at the opportune moment here, when the kingdom of Christ and the calling of the nations are announced, the second part of the book of Psalms is concluded, having begun from the forty-first and ending with the one at hand.

The summaries of the psalms inscribed as of Asaph

1

The psalms inscribed as of Asaph are twelve in number; of these, one is separated from the continuity of the eleven in question, and is placed before the fiftieth psalm. The forty-ninth is inscribed as of Asaph; we have set forth the reason that occurred to us when explaining the passages.

Citation. Tergwame, “Commentarii in Psalmos”, pta0003.pta020:1, machine-draft, 2026. https://naxiai.com/christian/works/pta0003.pta020#s1
Colophon. Source: pta · licence: CC BY-SA 4.0 · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Relace · cost: $0.2459 · generated 2026-11-15.