ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Commentary · 0300–0339

Commentarii in Psalmos

Eusebius of Caesarea · pta

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 1749 passages · 412,612 words

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

5070 commentary units 1189 scripture852 background815 structure631 term626 reception377 sense326 caution149 parallel82 transmission23 dating 27 derived notes 1335 open questions 1749 narrative
What the kinds mean

Pipeline notes

  • coverageNo English translation could be identified: a language model asked twice could not name one, though it could not rule one out either. That is not proof that none exists — translations in dissertations, recent books and other modern languages are easily missed.
  • limitThe English is a machine draft produced passage by passage from the transcribed Greek; no human has verified it. The commentary is model-written and cites only keys the pipeline could resolve.
  • registerRegister: commentary in ancient Greek; the English keeps the liturgical formulae and the vocatives rather than normalising them.
  • structurePassages: 1749 narrative.
  • caution21 passage(s) are fragmentary in the source; the English bridges each break and says so in the note.
  • scripture5 scriptural phrase match(es) noted: John 1:1; John 1:29; John 4:10; Luke 1:28; Psalm 118:22; Matthew 21:42.
  • sourceSource edition: pta.
  • sourceLicence: CC BY-SA 4.0

Term index

SourceRenderingCountFirst
no glossary terms recorded
pta0003.pta020:601 · narrativehigh
Source · Greek

Ταῦτα τοῦ ἁγίου πνεύματος τῇ τοῦ Δαυὶδ ὑπηχήσαντος ψυχῇ μαθὼν ὥσπερ παρὰ διδασκάλου τὰ λεχθέντα ἐπισφραγίζεται τῇ πίστει τὸν λόγον ἀναφωνῶν καὶ λέγων·

οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Οὐχ ἁπλῶς δὲ ψαλῶ, φησί, τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀλλὰ μετὰ προσθήκης τῆς οὕτω. πῶς δὲ οὕτω, ἀλλ’ ὡς προεδίδαξεν τὸ πνεῦμα τὸ ἅγιον φῆσαν·

ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν,

ἢ διατηρήσουσιν αὐτόν; οὕτω γάρ, ὑπὸ τοῦ σοῦ ἐλέους καὶ ὑπὸ τῆς σῆς ἀληθείας περιφραττόμενος καὶ διατηρούμενος, ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τεθάρσηκα γὰρ ζωῆς αἰωνίου τεύξεσθαι καὶ ἀθανασίας τῆς παρὰ σοὶ διὰ τὸν σὸν ἔλεον καὶ διὰ τὴν σὴν ἀλήθειαν, ἀλλ’ οὐ διὰ τὰς ἐμὰς ἀρετάς.

οὕτως οὖν ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας,

ἢ κατὰ τὸν Σύμμαχον·

ἀποδιδοὺς τὰς εὐχάς μου καθ’ ἑκάστην ἡμέραν·

οὐδεπώποτε γὰρ ἀπολείψομαι τοῦ μὴ ἀποδιδόναι τὰς ἐμὰς ἐπαγγελίας, ὥσπερ ὀφειλὰς διηνεκεῖς καὶ ἐμοὶ σωτηρίους. ταύτας γὰρ διατελέσω καὶ εἰς τὸν ἄπειρον αἰῶνα ἀποδιδούς. οὐδὲ γὰρ ἀργὸς καὶ ἄπρακτος ἔσομαι κατ’ ἐκείνην τὴν αἰώνιον ζωήν, τὴν δὲ πρέπουσαν καὶ ὀφειλομένην ἀποδιδοὺς τῷ θεῷ κἀκεῖ πρᾶξιν διατελέσω· αὕτη δέ ἐστιν ἡ ὀφειλομένη καὶ αὐτῷ πρέπουσα διηνεκὴς εὐχαριστία.

English

These things the Holy Spirit, having sounded into the soul of David, he, learning as from a teacher what was said, seals with faith, proclaiming the word and saying:

Thus I will sing to your name for ever and ever.

Not simply, he says, will I sing to your name for ever and ever, but with the addition of "thus." And how "thus"? But as the Holy Spirit previously taught, saying:

Mercy and truth will fence him in,

or will preserve him? For thus, being fenced in and preserved by your mercy and by your truth, I will sing to your name for ever and ever; for I have taken courage that I will obtain eternal life and the immortality that is with you through your mercy and through your truth, but not through my own virtues.

Thus, then, I will sing to your name for ever and ever,

to pay my vows day by day,

or according to Symmachus:

paying my vows each day;

for I will never cease from paying my promises, as perpetual debts and saving for me. For I will fulfill these, paying them even into infinite eternity. For I will not be idle and inactive in that eternal life, but I will fulfill the fitting and owed action to God there as well; and this is the owed and to him fitting perpetual thanksgiving.

pta0003.pta020:602 · narrativehigh
Source · Greek

Διδασκαλία θεραπευτική

ξα

Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούμ· ψαλμὸς τῷ Δαυίδ. Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτῷ γὰρ τὸ σωτήριόν μου. Καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου· οὐ μὴ σαλευθῶ.

Ὁ μὲν προκείμενος ψαλμὸς εἴρηται μὲν τῷ Δαυίδ, πρόκειται δὲ τῇ ἐπιγραφῇ ὑπὲρ Ἰδιθοὺμ διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς ἄρα ὁ Δαυὶδ ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάξας τὸν ψαλμὸν παρέδωκεν αὐτῷ μελετᾶν καὶ ἀντὶ ἐπῳδῆς χρῆσθαι εἰς θεραπείαν συμφορᾶς τινος ἐπισυμβάσης αὐτῷ. καὶ ὁ λ δὲ καὶ η ἐπεγέγραπτο· εἰς τὸ τέλος, τῷ Ἰδιθούμ· ᾠδὴ τοῦ Δαυίδ, ἐν ᾧ καὶ αὐτῷ ὁμοίως διδασκαλίαν παρεδίδου ὁ Δαυὶδ τῷ Ἰδιθοὺμ διὰ τὴν αὐτήν, οἶμαι, κατάστασιν. ἐνταῦθα μὲν γὰρ λέλεκται·

Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Ἕως πότε ἐπι τίθεσθε ἐπ’ ἄνθρωπον, φονεύεσθε πάντες ὑμεῖς;

Ἐν δὲ τῷ λη·

Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.

Καὶ πάλιν·

Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με.

English

Therapeutic Teaching

62

For the end, concerning Idithum: a psalm for David. Shall my soul not be subject to God? For in him is my salvation. For he is my God and my savior, my supporter; I shall not be shaken.

The present psalm is indeed spoken by David, but it is set in the inscription "concerning Idithum," the word teaching us that David, having composed the psalm for Idithum, delivered it to him to meditate upon and to use as an incantation for the healing of some misfortune that had befallen him. And the 38th was also inscribed: "For the end, to Idithum: a song of David," in which likewise David gave teaching to Idithum for the same condition, I think. For here it is said:

I shall not be shaken any more. How long will you set upon a man? Will you all kill yourselves?

And in the 38th:

When the sinner stood against me, I was deafened and humbled and fell silent from good things, and my pain was renewed.

And again:

Deliver me from all my iniquities; you have given me as a reproach to a fool.

pta0003.pta020:603 · narrativehigh
Source · Greek

Καὶ θέα, τίνα τρόπον ἐμφαίνει δι’ ἀμφοτέρων ἐν πειρασμῷ τινι ἐξητάσθαι καὶ δεινὰ πεπονθέναι· διὸ ταύτας προσίετο τὰς φωνάς. καὶ ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ προϊών φησι·

Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι, αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.

Καὶ ἐν ἐκείνῳ δὲ ὁμοίως εἴρητο·

Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.

Καὶ πάλιν·

Πλὴν μάτην πᾶς ἄνθρωπος.

Ἅπερ οὐδὲν ἂν διαφέροι τοῦ·

Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.

Ἔτι πρὸς τούτοις ἐν μὲν τῷ λη εὕροις ἂν εἰρημένον τό·

Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος· πλὴν μάτην ταράσσονται· θησαυρίζει καὶ οὐ γινώσκει, τίνι συνάξει αὐτά.

Σύμφωνα δὲ τούτοις εἴη ἂν καὶ τὰ μετὰ χεῖρας λεγόμενα ἐν τούτοις·

Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθῆτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ.

Καὶ σὺ δ’ ἂν ἐπὶ σχολῆς ἐκ παραλλήλου τὰς ἐν ἀμφοτέροις τοῖς δηλωθεῖσι ψαλμοῖς ἐγκειμένας λέξεις παραθεὶς ἀλλήλαις εὕροις ἂν μιᾶς καὶ τῆς αὐτῆς ἐχομένας διανοίας.

English

And see in what way he indicates through both that he was tested in some trial and suffered terrible things; for this reason he adopted these utterances. And in the psalm at hand, proceeding further, he says:

"Yet vain are the sons of men, false are the sons of men in the balances of injustice, they themselves from vanity to the same."

And in that other psalm it was similarly said:

"Yet all things are vanity, every living man."

And again:

"Yet every man is in vain."

Which would differ in nothing from:

"Yet vain are the sons of men, they themselves from vanity to the same."

Further, in addition to these, in the thirty-eighth psalm you would find it said:

"Yet man passes by in an image; but in vain are they troubled; he amasses and does not know for whom he will gather them."

And in harmony with these would be the things said in the psalm at hand in these words:

"Do not hope in injustice, and do not long for plunder; if wealth flows, do not set your heart on it."

And you, at your leisure, by placing side by side the words contained in both of the indicated psalms, would find them holding to one and the same thought.

pta0003.pta020:604 · narrativehigh
Source · Greek

Ὁ τοίνυν Δαυὶδ ἔοικε τῷ Ἰδιθοὺμ πειρασμῷ τινι περιπεπτωκότι, τάχα που καὶ ὀλισθήματι, διδασκαλίαν θεραπευτικὴν παραδεδωκέναι, ὅπως ἂν λάβοι ἑαυτὸν καὶ ἀνακτήσοιτο τοῦ συμβάντος αὐτῷ πταίσματος. ἐδίδασκε γοῦν αὐτὸν ἐν μὲν τῷ λη ἑαυτῷ παραινεῖν καὶ πρὸς ἑαυτὸν διαλέγεσθαι καὶ λέγειν·

Εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου. Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη καὶ τὰ τούτοις ἑξῆς·

ἐν οἷς ἦν καὶ τό·

Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με. Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας.

Καὶ πάλιν·

Ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.

Ταῦτα καὶ τὰ τοιαῦτα ἐδιδάσκετο λέγειν καὶ τῷ θεῷ τοιαύτας εὐχὰς ἀναπέμπειν ὁ Ἰδιθοὺμ ἐν ἐκείνῳ· καὶ ἐν τῷ μετὰ χεῖρας δὲ ὡσαύτως τὸν αὐτὸν ἄνδρα ὁ Δαυὶδ διδάσκει ἑαυτῷ προσδιαλέγεσθαι καὶ λέγειν·

English

Thus David appears to have provided therapeutic instruction to Idithum, who had fallen into some trial, perhaps even a slip, so that he might recover himself and regain his footing after the stumble that had befallen him. He taught him, then, in the thirty-eighth [psalm] to exhort himself and to converse with himself and to say:

"I said, I will guard my ways so as not to sin with my tongue; I set a guard over my mouth when the sinner stood before me. I became deaf and humbled and fell silent from good things, and my pain was renewed," and what follows after these.

Among these was also:

"Deliver me from all my lawless deeds; you have given me as a reproach to a fool. I became deaf and did not open my mouth, because you did it."

And again:

"Remove your scourges from me; from the strength of your hand I have failed."

These and such things Idithum was taught to say and to send up such prayers to God in that psalm. And in the psalm at hand, likewise, David teaches the same man to converse with himself and to say:

pta0003.pta020:605 · narrativehigh
Source · Greek

Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.

Σημαίνει σεσαλεῦσθαι ἑαυτὸν καί τινα ταραχὴν τῇ ψυχῇ πεπονθέναι. ἐπεὶ τοίνυν τῶν πειραζόντων ἐπιθεμένων αὐτῷ γέγονέ τις αὐτῷ ἀτονία ᾔσθετό τε ἑαυτοῦ οὐ κατὰ τὸν εἰρηκότα· ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, ἀλλὰ καὶ ἀληθῶς σαλευθέντος, ἀναγκαίως διδάσκεται λέγειν· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον, ἢ κατὰ τὸν Ἀκύλαν· σφαλήσομαι πολλήν, καὶ κατὰ τὴν πέμπτην δὲ ἔκδοσιν εἴρηται· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.

Σύμφωνος δ’ ἂν εἴη ὁ νοῦς τῆς προκειμένης διδασκαλίας τῇ φασκούσῃ προφητείᾳ· οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας· καὶ τῷ· ›μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; ἵνα τί ἀποστρέφεται ἀποστροφὴν ἀναιδῆ, λέγει κύριος.‹ πάντα γὰρ ταῦτα διδάσκει τὸν ἅπαξ ἡμαρτηκότα μὴ παραμένειν τῷ ἁμαρτήματι μηδὲ ἀπογινώσκειν ἑαυτὸν μηδὲ ἔκδοτον παρέχειν τῷ τοῦ πειρατηρίου ῥεύματι. διὸ ἀναγκαίως διδάσκεται ὁ Ἰδιθοὺμ ἐπᾴδειν ἑαυτῷ καὶ τὰ προκείμενα λέγειν καὶ πρῶτον μὲν ἐπὶ τὸν μέγαν σωτῆρα καὶ τῶν ψυχῶν ἰατρὸν καταφεύγειν, ἔπειτα ὑποτάττειν τὴν ἑαυτοῦ ψυχὴν μηκέτι ἀνθρώποις μηδὲ τοῖς ἐκφοβοῦσιν, ἕνα δὲ μόνον πρὸ ὀφθαλμῶν θέμενον τὸν μέγαν κριτήν τε καὶ θεόν, αὐτῷ μόνῳ τὴν ἑαυτοῦ ψυχὴν ὑποτάττειν ἐλευθεροῦν τε αὐτὴν παντὸς ἀλλοτρίου φόβου. διό φησιν·

English

Will not my soul be subject to God? For from him is my salvation, for he himself is my God and my savior, my protector; I will not be shaken any further.

He indicates that he himself has been shaken and has suffered some disturbance in his soul. Since, then, when the tempters attacked him, some weakness occurred in him, and he perceived himself not as the one who said, "My feet were almost shaken," but as one truly shaken, he is necessarily taught to say, "I will not be shaken any further," or according to Aquila, "I will be shaken much," and according to the fifth edition it is said, "I will not be shaken any further."

The meaning of the present teaching would be in harmony with the prophecy that says, "Woe to those who draw out sins like a long rope and like the yoke-strap of a heifer the lawless deeds," and with the saying, "Does not the one who falls rise again, and does not the one who turns away return? Why does he turn away with a shameless turning away, says the Lord." For all these things teach the one who has once sinned not to persist in the sin, nor to despair of himself, nor to surrender himself to the current of the trial. Therefore Idithum is necessarily taught to chant to himself and to say the preceding words, and first to take refuge in the great savior and physician of souls, then to subject his own soul no longer to men or to those who terrify, but to set before his eyes only the great judge and God, to subject his soul to him alone and to free it from every alien fear. Therefore he says:

pta0003.pta020:606 · narrativehigh
Source · Greek

Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου· καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.

Πάλιν δὲ κἀνταῦθα τὸ σωτήριον Ἑβραϊκῇ φωνῇ διὰ τῶν αὐτῶν στοιχείων, δι’ ὧν γράφεται τὸ τοῦ σωτήρος ἡμῶν Ἰησοῦ ὄνομα, φέρεται.

Εὐλόγως δέ τις ζητήσειε τούτοις ἐντυγχάνων· τί δήποτε μόνων δύο ὄντων τῶν ὑπὲρ τοῦ Ἰδιθούμ, ἢ περὶ τοῦ Ἰδιθοὺμ κατὰ τὸν Ἀκύλαν εἰρημένων οὐκ ἐφεξῆς ἀλλήλοις κεῖνται ἀμφότεροι, μακρὰν δ’ ἀπεσχοινισμένοι τυγχάνουσι; τὴν δὲ τούτων αἰτίαν ἐν τοῖς εἰρημένοις ἡμῖν εἰς τὸν λη γραμματικαῖς ἀποδείξεσι παρεστήσαμεν.

Ἀλλὰ καὶ τίς ἦν ὁ Ἰδιθούμ, ἤδη πρότερον ἐν αὐτῷ ἐκείνῳ δεδηλώκαμεν τὴν ἀπὸ τῶν Παραλειπομένων ἱστορίαν παραθέμενοι, δι’ ἧς ἐδείκνυτο εἷς τῶν ἐκλελεγμένων εἰς τὸ αἰνεῖν τὸν θεὸν γεγονώς. γέγραπται γοῦν· καὶ κατέλειπον ἐκεῖ ἐναντίον τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λειτουργοὺς ἐναντίον τῆς κιβωτοῦ· καὶ ἑξῆς εἴρηται· Αἰμὰν καὶ Ἰδιθοὺμ καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ’ ὀνόματος τοῦ αἰνεῖν τὸν κύριον, ὅτι εἰς αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ πάλιν· μετ’ αὐτῶν Αἰμὰν καὶ Ἰδιθοὺμ σάλπιγγές τε καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ· υἱοὶ Ἰδιθοὺμ εἰς τὴν πύλην. καὶ αὖθις· καὶ ἔστησεν ὁ βασιλεὺς Δαυὶδ καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν καὶ Ἰδιθούμ, τοὺς ἀποφθεγγομένους ἐν κινύρᾳ καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις.

English

Will not my soul be subject to God? For from him is my salvation; for he himself is my God and my savior, my protector; I will not be shaken any further.

Again, here too the word “salvation” is borne in the Hebrew language by the same letters through which the name of our savior Jesus is written.

One might reasonably inquire, upon encountering these things: why, when there are only two psalms concerning Idithum or about Idithum according to Aquila, are they not placed consecutively to one another, but are separated by a great distance? The cause of this we have set forth in our remarks on the thirty-eighth psalm with grammatical demonstrations.

But also who Idithum was, we have already indicated earlier in that same place, having set forth the history from the books of Chronicles, through which it was shown that he was one of those chosen to praise God. For it is written: “And they left there before the ark of the covenant of the Lord Asaph and his brothers, ministers before the ark.” And further it is said: “Heman and Idithum and the rest chosen by name to praise the Lord, because his mercy is everlasting.” And again: “With them Heman and Idithum, trumpets and cymbals for sounding, and instruments of the songs of God; the sons of Idithum at the gate.” And again: “And King David and the commanders of the army appointed for the works the sons of Asaph and Heman and Idithum, who performed on the lyre and on the nabla and on the timbrels.

pta0003.pta020:607 · narrativehigh
Source · Greek

ἀντὶ δὲ τοῦ τοὺς ἀποφθεγγομένους, ὁ μὲν Ἀκύλας τῶν προφητῶν, ὁ δὲ Σύμμαχος τῶν προφητευσάντων διὰ λύρας ἐξέδωκεν, ὥστε προφήτας χρὴ νομίζειν γεγονέναι τοὺς δηλουμένους. καὶ αὖθις ἑξῆς εἴρηται· τῷ Ἰδιθούμ υἱοὶ Ἰδιθούμ, Γοδολείας καὶ Σουρεὶ καὶ Αἰείας καὶ Σεδείας καὶ Ματθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθοὺμ ἐν κινύραις ἀνακρουόμενοι. ἀντὶ δὲ τοῦ ἐν κινύραις ἀνακρουόμενοι πάλιν ὁ Ἀκύλας κιθάρᾳ προφητεύων, ὁ δὲ Σύμμαχος διὰ λύρας τοῦ προφητεύοντος ἐξέδωκεν.

Οὐκοῦν καὶ ὁ Ἰδιθοὺμ εἷς ἦν τῶν προφητευόντων διὰ λύρας· διὸ καὶ εἰκότως εἴποι ἄν τις ἐντεῦθεν ὁρμώμενος μὴ τὸν Δαυὶδ συντάξαι τὸν ψαλμὸν καὶ δεδωκέναι τῷ Ἰδιθοὺμ μηδὲ τὸν Ἰδιθοὺμ ὑποπεπτωκέναι τῷ πειρασμῷ καὶ θεραπείας δεδεῆσθαι τῆς παρὰ τοῦ Δαυίδ, μηδὲ γὰρ τὴν γραφὴν ὑπαίτιόν που τὸν Ἰδιθοὺμ εἰσάγειν, ἀλλ’ ἔμπαλιν μᾶλλον τὸν Δαυὶδ πειρασμῷ περιπεπτωκέναι διδάσκειν. διὸ καὶ φήσαι ἂν εἰκότως προφήτην ὄντα τὸν Ἰδιθοὺμ τοὺς ἐν ἀμφοτέροις τοῖς προδηλωθεῖσι ψαλμοῖς λόγους συντάξαι καὶ τῷ Δαυὶδ παραδεδωκέναι, ὡς ἂν ὠφελοῖτο καὶ θεραπεύοιτο ἐξ αὐτῶν ἐπὶ τοῖς αὐτῷ συμβεβηκόσι. δοκεῖ δέ πως ταύτῃ τῇ διανοίᾳ συμβάλλεσθαι καὶ ὁ Σύμμαχος τὴν προγραφὴν τοῦτον ἑρμηνεύσας τὸν τρόπον·

English

Instead of “those who utter oracles,” Aquila rendered “of the prophets,” and Symmachus rendered “of those who prophesied with the lyre,” so that the persons indicated must be considered to have been prophets. And again it is said further on: “To Idithum, sons of Idithum, Godoleias and Sourei and Aieias and Sedeias and Matthias, six, after their father Idithum, playing on citharae.” And instead of “playing on citharae,” again Aquila rendered “prophesying with the cithara,” and Symmachus rendered “of the one prophesying with the lyre.”

Therefore Idithum also was one of those who prophesied with the lyre; hence one might reasonably say, starting from this, that David did not compose the psalm and give it to Idithum, nor did Idithum fall into temptation and need healing from David, for Scripture nowhere introduces Idithum as blameworthy, but on the contrary rather teaches that David fell into temptation. Therefore one might reasonably assert that Idithum, being a prophet, composed the words in both of the previously mentioned psalms and gave them to David, so that he might be benefited and healed by them in his circumstances. And Symmachus seems somehow to contribute to this interpretation, having rendered the superscription in this manner:

pta0003.pta020:608 · narrativehigh
Source · Greek

Ἐπινίκιος διὰ Ἰδιθούμ, ᾠδὴ εἰς Δαυίδ.

Καὶ μήποτε μετὰ τὸ σφάλμα τὸ ἐπισυμβὰν τῷ Δαυὶδ ἐπὶ τῇ τοῦ Οὐρίου γυναικὶ μηκέτι οἵου τε αὐτοῦ κατὰ τὸ παλαιὸν προφητεύειν πολλῶν δὲ πειρασμῶν ἐπανισταμένων αὐτῷ καὶ συμφορῶν ἐπ’ ἀλλήλων ὁ Ἰδιθοὺμ πνεύματι ἁγίῳ συντάξας τοὺς προκειμένους λόγους ὥσπερ τινὰ φάρμακα ψυχῆς θεραπευτικὰ ἐπιδίδωσιν αὐτῷ εἰς τὸ παραμυθεῖσθαι ἐκ τῆς ἐν αὐτοῖς διδασκαλίας. καὶ δὴ δυσὶν ἐκδοχαῖς ἐπιβάλλοντες εἰς τὰ προκείμενα τοῖς ἐντυγχάνουσι θατέρας αὐτῶν τὴν αἵρεσιν καταλείψομεν.

Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον - φονεύετε πάντες ὑμεῖς - ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ;

Ἐμφαίνει διὰ τούτων μὴ ἕνα μόνον πειρασμὸν ὑπομεμενηκέναι ὁ Δαυὶδ μηδ’ ὥσπερ μίαν πληγὴν εἰληφέναι ὑπὸ τῶν ἀντιπάλων, ὡς δὲ ἐπὶ μακρῷ χρόνῳ τυπτόμενος καὶ καρτερῶς ὑπομένων τὰς ἐπαγομένας αὐτῷ πληγὰς φάσκειν τοῖς τύπτουσιν·

Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον;

Ἢ κατὰ τὸν Ἀκύλαν·

Ἕως τίνος ἐπιβουλεύετε;

English

A victory song through Idithum, a hymn to David.

And perhaps after the transgression that befell David concerning the wife of Uriah, he himself no longer prophesied as before, but when many trials and calamities arose against him one after another, Idithum, having composed the words before us by the Holy Spirit, offers them to him like healing remedies for the soul, so that he might be comforted by the teaching contained in them. And indeed, applying two interpretations to the passages before us, we will leave the choice of either to the readers.

How long do you assail a man — you all murder — like a leaning wall and a pushed fence?

Through these words it is indicated that David has not endured only one trial nor received a single blow from his adversaries, but as if struck over a long time and steadfastly enduring the blows brought upon him, he says to those striking him:

How long do you assail a man?

Or according to Aquila:

Until when do you plot?

pta0003.pta020:609 · narrativehigh
Source · Greek

Ἢ κατὰ τὸν Σύμμαχον·

Ἕως τίνος ματαιοπονήσετε;

Εἶτα τὴν προαίρεσιν τῶν ἐπιβουλευόντων αὐτῷ διελέγχων φησί·

Φονεύετε πάντες ὑμεῖς.

Φονευταὶ γάρ ἐστε, φησί, καὶ οὐχ ὥσπερ ἀνταγωνισταὶ πρὸς ἀθλητὴν ἱστάμενοι μέχρι γυμνασίου ποιεῖσθαι τὴν ἅμιλλαν, ἀλλὰ φονικῇ προαιρέσει ἐπιτίθεσθέ μοι· καὶ ἐπιτίθεσθε ὡς ἀβοηθήτῳ καὶ ὡς ἤδη κεκλιμένῳ τοίχῳ καὶ φραγμῷ ὠσμένῳ. ὡς γὰρ μηδενὸς περιφράττοντος μηδὲ περιτειχίζοντος καὶ τὴν ἐμὴν φρουροῦντος ψυχήν, οὕτως ἐπιτίθεσθε. ἕως οὖν πότε ταῦτα ματαιοπονήσετε καὶ οὐχὶ παύσεσθε λοιπὸν γνόντες, ὅτι εὗρον τὴν ἐμαυτοῦ φυλακὴν καὶ τὸν ἐμαυτοῦ φρουρὸν καὶ σωτῆρα; διὸ ἐθάρσησα φάναι·

Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου· καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.

Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει· τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Διάψαλμα.

Τὰ μὲν πρῶτα αὐτὸς ἑαυτῷ ἤτοι Δαυὶδ ἢ Ἰδιθοὺμ διείλεκται· τὰ δὲ δεύτερα πρὸς τοὺς ἐχθροὺς ἀπετείνατο· τὰ δὲ τρίτα διὰ τῶν προκειμένων ἡμᾶς διδάσκει, τίποτε βουλευόμενοι οἱ ἐπιβουλεύοντες αὐτῷ τὴν ἐπιβουλὴν κατεσκεύαζον. διό φησι·

English

Or according to Symmachus:

“How long will you toil in vain?”

Then, refuting the intention of those plotting against him, he says:

“You are all murderers.”

For you are murderers, he says, and not like antagonists standing against an athlete to contend only in the exercise, but you attack me with murderous intent; and you attack me as one without help, and as a wall already leaning and a fence pushed over. For as if no one were fencing me in, nor walling me around, nor guarding my soul, so you attack. How long then will you toil in vain at these things, and will you not cease at last, knowing that I have found my own guard and my own guardian and savior? Therefore I have dared to say:

“Will not my soul submit to God?” For from him is my salvation; for he is my God and my savior, my protector; I shall no longer be shaken.

Nevertheless, they plotted to cast away my honor; they ran in thirst; with their mouth they blessed, and in their heart they cursed. Diapsalma.

The first part he has spoken to himself, whether David or Idithum; the second part he directed against his enemies; the third part teaches us through the preceding verses what those plotting against him were devising in their scheming. Therefore he says:

pta0003.pta020:610 · narrativehigh
Source · Greek

Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι.

Ἡ γὰρ πᾶσα σκέψις αὐτῶν καὶ ἡ βουλὴ οὐδὲν ἕτερον, φησίν, ἢ καταβαλεῖν με τῆς παρὰ τῷ θεῷ τιμῆς, καὶ γυμνῶσαι τῆς δόξης, ἧς εἶχον πρότερον, ἐσπούδαζον. εἶτα βουλευσάμενοι ταύτην μου τὴν τιμὴν περιελεῖν ἔδραμον ἐν δίψει τὴν ἐμὴν ἀπώλειαν θεάσασθαι διψῶντες.

Ἀντὶ δὲ τοῦ ἐν δίψει ἐν διαψεύσματι ὁ Ἀκύλας, ὁ δὲ Σύμμαχος ἐν ψεύσματι, ἡ δὲ πέμπτη ἔκδοσις ἐν ψεύδει καὶ πάλιν ἑτέρα ἔκδοσις ἐν δόλῳ ἡρμήνευσαν. εἰκὸς οὖν καὶ ἐν τῇ καθ’ ἡμᾶς ἀναγνώσει κεῖσθαι μὲν πρότερον τὸ ἐν ψεύδει, ἵν’ ᾖ τὸ λεγόμενον· ἔδραμον ἐν ψεύδει, τουτέστιν οἱ ἐχθροί μου καὶ οἱ ἐπιβουλεύοντες οὐ σὺν ἀληθείᾳ τὸν κατ’ ἐμοῦ δρόμον καὶ τὴν κατ’ ἐμοῦ σπουδὴν ἐποιοῦντο, ὅλους δὲ ἑαυτοὺς τῷ ψεύδει παραδόντες. σφάλμα δὲ γραφικὸν γεγονέναι ἐν τοῖς μετὰ ταῦτα συνέβη χρόνοις, ὥστε ἀντὶ τοῦ ἐν ψεύδει ἐν δίψει γραφῆναι. πῶς δὲ ψευδόμενοι οἱ ἐπιβουλεύοντες ἔδραμον, διερμηνεύει λέγων ἑξῆς·

Τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.

English

Nevertheless, they plotted to cast aside my honor.

For their entire consideration and counsel, he says, was nothing other than to cast me down from the honor I have before God, and to strip me of the glory I formerly possessed, they eagerly strove. Then, having plotted to remove this honor of mine, they ran in thirst, thirsting to behold my destruction.

Instead of "in thirst," Aquila has "in falsehood," and Symmachus has "in deceit," the fifth edition rendered it "in falsehood," and again another edition rendered it "in guile." It is likely, therefore, that in our reading as well, the original text read "in falsehood," so that the meaning is: "They ran in falsehood," that is, my enemies and those plotting against me did not make their course and their zeal against me with truth, but gave themselves entirely to falsehood. And it happened that a scribal error occurred in later times, so that instead of "in falsehood," "in thirst" was written. And how those plotting ran while lying, he explains by saying next:

With their mouth they blessed, and in their heart they cursed.

pta0003.pta020:611 · narrativehigh
Source · Greek

Ἀπατῶντες γὰρ λόγοις γλυκέσιν ἐχρῶντο πρὸς τὸ καθελκῦσαί με καὶ καταβαλεῖν τῆς παρὰ τῷ θεῷ στάσεως· διὸ εὐλογεῖν ἐδόκουν καὶ ἐπαινεῖν με καὶ ἀποδέχεσθαι εἰς πρόσωπον· τὰ δὲ τῆς διανοίας αὐτῶν πεπλήρωτο καταρῶν, δι’ ὧν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι καὶ κατάρᾳ με ὑποβαλεῖν. διδασκόμεθα δὲ διὰ τούτων, ὅτι δὴ πάντες οἱ τοῖς τοῦ θεοῦ ἀνθρώποις ἐπιβουλεύοντες οὐδὲν ἕτερον σπουδάζουσιν ἢ τῆς παρὰ τῷ θεῷ τιμῆς γυμνῶσαι αὐτούς.

Πλὴν τῷ θεῷ ὑποτάγηθι, ψυχή μου, ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου. Καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου· οὐ μὴ μεταναστεύσω.

Ἀρχόμενος μὲν ἔλεγεν·

Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου;

ὥσπερ ἐνδυάζων ἔτι. ἐνταῦθα δὲ ἀποφατικῶς βεβαιωθεὶς ἐκ τῶν εἰρημένων τῇ ἑαυτοῦ ψυχῇ ἐπιθαρσεῖν παρακελεύεται· διό φησι πρὸς αὐτήν·

Πλὴν τῷ θεῷ ὑποτάγηθι, ἡ ψυχή μου.

Καὶ ἀνωτέρω μὲν ἔλεγε·

Παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου.

Ἐνταῦθα δέ·

Ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου.

Ὅμοιον δ’ ἂν εἴη τοῦτο τῷ φήσαντι· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με· οὐ γὰρ παρ’ ἐμαυτοῦ κέκτημαι τὴν ἰσχύν, ἀλλὰ παρὰ τοῦ ἐνδυναμοῦντός με· καὶ ἐνταῦθα ἡ ὑπομονή μου οὐκ ἐξ ἐμῆς, φησίν, ἀρετῆς καὶ δυνάμεως συνέστηκεν, ἀλλὰ παρὰ τῆς αὐτοῦ χάριτος·

English

For they used sweet words to deceive me, to drag me down and cast me from my standing before God. Therefore they seemed to bless me and praise me and accept me to my face; but their thoughts were filled with curses, by which they plotted to thrust away my honor and subject me to a curse. Through these things we learn that all who plot against the men of God strive for nothing other than to strip them of the honor they have before God.

Nevertheless, submit to God, my soul, for from him is my endurance. For he himself is my God and my Savior, my helper; I shall not migrate.

At the beginning he said:

Will not my soul submit to God?

as if still wavering. But here, having been confirmed decisively by what has been said, he exhorts his own soul to take courage; therefore he says to it:

Nevertheless, submit to God, my soul.

And earlier he said:

For from him is my salvation.

But here:

For from him is my endurance.

This would be similar to the one who said: I am strong in everything through the one who strengthens me; for I do not possess strength from myself, but from the one who strengthens me. And here, my endurance, he says, does not consist from my own virtue and power, but from his grace.

pta0003.pta020:612 · narrativehigh
Source · Greek

Καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου.

Διόπερ ὡς θεός μου καὶ σωτήρ μου παρέχει μοι τὴν ὑπομονήν. εἶτ’ ἀνωτέρω μὲν ἔχεις τό·

Καὶ γὰρ αὐτὸς θεός μου καὶ <σωτήρ μου· ἀντιλήπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.

᾿Ενταῦθα δε·

Κ αὶ γὰρ αὐτὸς θεός μου καὶ> σωτήρ μου, ἀντιλήπτωρ μου· οὐ μὴ μεταναστεύσω.

Ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· οὐ σφαλήσομαι. πολλὴ δὲ διαφορὰ τοῦ φάσκοντος· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον, καὶ τοῦ λέγοντος· οὐ σφαλήσομαι, καί· οὐ μεταναστεύσω· τὸ μὲν γὰρ ἐδήλου σαλεύεσθαι μέν, ἀλλ’ οὐκ ἐπὶ πλεῖον, ἐνταῦθα δὲ ἄρνησίς ἐστι παντελὴς τοῦ πταίσματος.

Ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ θεῷ.

Καὶ ἐνταῦθα τὸ σωτήριον ὁ Ἰησοῦς τῇ Ἑβραϊκῇ φωνῇ ὠνόμασται καὶ τοῖς χαρακτῆρσι τοῖς αὐτοῖς ἐγγέγραπται. ὥσπερ δὲ ὁ θεῖος ἀπόστολος περὶ τοῦ σωτῆρος ἡμῶν λέγων ἔγραφε· δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι· καὶ πάλιν· ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν θεὸν Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτός ἐστιν ἱλασμὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα λέλεκται· ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου καὶ ἡ βοήθειά μου καὶ ἡ ἐλπίς μου· ὡς εἰ λευκότερον τὸ σημαινόμενον ἀπὸ τῆς Ἑβραϊκῆς φωνῆς τέθειτο ἐν τῇ ἑρμηνείᾳ, οὕτως ἂν περιεῖχεν· Ἰησοῦς τὸ σωτήριόν μου ἐν τῷ θεῷ τυγχάνων καὶ ἐν τοῖς κόλποις τοῦ πατρὸς αὐτός ἐστιν ἡ δόξα μου καὶ ὁ φύλαξ μου καὶ ὁ θεὸς τῆς βοηθείας μου καὶ ἡ ἐλπίς μου ἡ ἐν τῷ θεῷ.

English

For he himself is my God and my Savior.

Therefore, as my God and my Savior, he provides me with endurance. Then, earlier you have:

"For he himself is my God and <my Savior; my protector; I shall no longer be shaken."

Here, however:

"For he himself is my God and> my Savior, my protector; I shall not migrate."

Or, according to Aquila and Symmachus: "I shall not be overthrown." There is a great difference between the one who says, "I shall no longer be shaken," and the one who says, "I shall not be overthrown," and "I shall not migrate." For the former indicated being shaken, but no longer, while here there is a complete denial of the fall.

My salvation and my glory depend on God; God of my assistance, and my hope is in God.

And here "salvation" is named by the Hebrew word "Jesus" and is written with the same characters. Just as the divine apostle, speaking about our Savior, wrote: "being justified freely by his grace through the redemption in Christ Jesus, whom God set forth as a propitiation through faith in his blood"; and again: "if anyone sins, we have an advocate before God, Jesus Christ the righteous; and he himself is the expiation for our sins." In the same way, it is said here: "My salvation and my glory and my help and my hope depend on God." As if the meaning, made clearer from the Hebrew word, were placed in the interpretation, it would contain: "Jesus, being my salvation in God and in the bosom of the Father, he himself is my glory and my guardian and the God of my assistance and my hope in God.

pta0003.pta020:613 · narrativehigh
Source · Greek

ταῦτα γὰρ πάντα ὁ τοῦ θεοῦ λόγος ἐστὶ τοῖς εἰς αὐτὸν ἐλπίζουσι. διὸ καὶ κατὰ τὸν Ἀκύλαν εἴρηται·

Ἐπὶ θεῷ σωτήριόν μου καὶ δόξα μου· στερεὸς κράτους μου, ἐλπίς μου ἐν θεῷ.

Ἐλπίσατε ἐπ’ αὐτόν, πᾶσα συναγωγὴ λαῶν· ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν· ὁ θεὸς βοηθὸς ἡμῶν. Διάψαλμα.

Μνημονεύσας τοῦ σωτηρίου συνεῖδεν, ὅτι οὐ μόνον αὐτοῦ θεραπευτικὸν ἔσται, κοινὸν δὲ γενήσεται ἀγαθόν· διὸ ἐπ’ αὐτὸ συγκαλεῖ τοὺς πάντας, φιλαυτίαν μὲν ἐκτρεπόμενος, φιλανθρωπίαν δὲ καὶ τὴν πρὸς τοὺς πέλας ἀγάπην ἐνδεικνύμενος. προσκαλεῖται τοίνυν ὡς ἐπὶ σωτήριον λιμένα φάσκων·

Ἐλπίσατε ἐπ’ αὐτόν, πᾶσα συναγωγὴ λαῶν.

Ἢ κατὰ τὸν Ἀκύλαν·

Ἀμεριμνεῖτε ἐν αὐτῷ ἐν παντὶ καιρῷ, λαός.

Ἀμεριμνoῦντας δὲ ἐν αὐτῷ καὶ ἐλπίζοντας ἐξαπλοῦν προσήκει τοὺς λογισμοὺς καὶ τῆς ψυχῆς ἀπογυμνοῦν αὐτῷ ὥσπερ ἰατρῷ τὰ πάθη. διὸ ἐπιλέγει∙

Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. ὁ θεὸς βοηθὸς ἡμῶν.

Ἔχοντες γάρ, φησί, βοηθὸν μηδὲν ὑποστέλλεσθε μηδέ τι ἐν ταῖς διανοίαις ὑμῶν ὑποκρύπτετε, ἀναπετάσαντες δὲ τὰ ταμεῖα τῆς ψυχῆς τοὺς ἐν αὐτῇ κρυπτομένους λογισμοὺς ἀνακαλύπτετε ὡσὰν μόνῳ ἀγαθῷ σωτῆρι καὶ δυνατῷ τὰ πάντα ἰᾶσθαι ἑαυτοὺς ἐμπιστεύοντες.

English

All these things are the Word of God for those who hope in him. Therefore, according to Aquila, it is said:

"Upon God is my salvation and my glory; the firm one of my strength, my hope is in God."

Hope in him, every assembly of peoples; pour out your hearts before him; God is our helper. Diapsalma.

Having remembered the salvation, he perceived that it would not only be therapeutic for himself, but would become a common good; therefore, he summons everyone to it, turning away from self-love, and displaying philanthropy and love for one's neighbor. He thus calls them, as to a saving harbor, saying:

"Hope in him, every assembly of peoples."

Or according to Aquila:

"Be free from care in him at all times, O people."

And for those who are free from care in him and who hope, it is fitting to spread out their thoughts and to lay bare the passions of the soul to him as to a physician. Therefore, he adds:

"Pour out your hearts before him; God is our helper."

For, he says, having a helper, do not shrink back nor conceal anything in your minds, but, having opened the chambers of the soul, uncover the thoughts hidden in it, entrusting yourselves as to the only good savior and one powerful to heal all things.

pta0003.pta020:614 · narrativehigh
Source · Greek

Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγῷ τοῦ ἀδικῆσαι, αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.

Καὶ ἐν τῷ λη ἐλέγετο· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν, καὶ πάλιν· πλὴν μάτην ταράσσονται, καί· μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. κἀνταῦθα συμφώνως ἐκείνοις λέλεκται τὰ προκείμενα, δι’ ὧν διδασκόμεθα ἐπὶ μόνον τὸν σωτῆρα ἐλπίζειν κἀκεῖνον βοηθὸν ἐπιγράφεσθαι, ἐπειδὴ πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων, κἂν ἄρχοντες εἶναι δοκοῖεν, κἂν πολλὰ δυνάμενοι κατὰ τὸν βίον, μάταιοι, ἢ κατὰ τὸν Σύμμαχον ἀτμός, μετ’ ὀλίγον ἐσόμενοι ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. ἐντεῦθεν ὁ Σολομὼν ὠφεληθεὶς τὸν πατέρα ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, καὶ ὅσα τοιαῦτα ἔγραφεν. ψευδεῖς δέ εἰσι κατὰ δύο τρόπους οἱ υἱοὶ τῶν ἀνθρώπων· καθ’ ἕνα μὲν ψευδολογοῦντες καὶ μακρὰν τῆς ἀληθείας ἀπερριμμένοι, κατὰ θάτερον δὲ ἀπάταις καὶ ψευδολογίαις πλανῶντες τοὺς πιστεύοντας αὐτοῖς. διὸ οὐ προσήκει τοῖς τοιούτοις ἑαυτοὺς ἐκδιδόναι· ψεύδεσθαι γὰρ εἰώθασι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, ἀλλὰ καὶ ζυγοὶ τῆς αὐτῶν ψυχῆς οὐδὲν δίκαιον οὐδὲ ἰσόρροπον περιέχουσιν, ἑτεροκλινεῖς δὲ ὄντες τἀναντία τῷ δικαίῳ πράττουσι. τούτοις οὖν τοῖς ἀδίκοις αὐτῶν ζυγοῖς τὴν ματαιότητα περιέπουσι τὴν ἀλήθειαν καὶ τὸν ταύτης θεὸν ἀποστρεφόμενοι. διὸ οὐ προσήκει αὐτοῖς ἐμπιστεύειν μόνον δὲ τὸν προλεχθέντα σωτῆρα βοηθὸν ἐπιγράφεσθαι.

English

Yet vain are the sons of men, false are the sons of men in the balance of injustice, they themselves from vanity to the same.

And in the thirty-eighth it was said: Yet all things are vanity, every living man, and again: Yet vainly are they troubled, and: Nevertheless, man passes by in an image. And here, in agreement with those, the present words have been spoken, through which we are taught to hope only in the Savior and to invoke him as helper, since all the sons of men, even if they seem to be rulers, even if they are powerful in life, are vain, or according to Symmachus, vapor, soon to be like dust, which the wind scatters from the face of the earth. From this, Solomon, being benefited, wrote: Vanity of vanities, all is vanity, and all such things. The sons of men are false in two ways: in one, they speak falsely and are cast far from the truth; in the other, they lead astray those who trust them by deceptions and falsehoods. Therefore, it is not fitting to entrust oneself to such men; for they are accustomed to lie, and there is no truth in them, but the balances of their soul contain nothing just nor equitable, and being uneven, they do the opposite of what is just. With these unjust balances, they attend to vanity, turning away from the truth and the God of truth. Therefore, it is not fitting to trust them, but only to invoke the aforementioned Savior as helper.

pta0003.pta020:615 · narrativehigh
Source · Greek

Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ.

Καὶ ἐν τῷ λη συγγενῶς τούτοις ἐλέγετο· πλὴν μάτην ταράσσονται· θησαυρίζει καὶ οὐ γινώσκει, τίνι συνάξει αὐτά. ἐπεὶ τοίνυν ὁ θησαυρίζων ἐπὶ τῆς γῆς καὶ πολλὰ χρήματα συνάγων εἰς μάταιον συνάγει, οὔτε γὰρ ἐξ ἅπαντος αὐτὸς αὐτῶν ἀπολαύσει, πταρμοῦ τάχιον τοῦ βίου μεθιστάμενος, οὔτε, ὁποῖον ἕξει διάδοχον, ἀκριβῶς πέπεισται· τί καὶ θορυβεῖται μάτην; πολλοὶ γοῦν ἢ καὶ σχεδὸν οἱ πάντες σφᾶς αὐτοὺς ἠπάτησαν, υἱοῖς μὲν καὶ φιλτάτοις τὸν αὐτῶν πλοῦτον καταλιπεῖν προσδοκήσαντες, ἀγνοήσαντες δὲ τὸ μέλλον καὶ ἀστοχήσαντες τοῦ σκοποῦ. μάτην οὖν πράττονται ἀληθῶς θησαυρίζοντες καὶ οὐ γινώσκοντες, τίς συνάξει αὐτά.

Διὸ προσήκει μὴ ἐλπίζειν ἐπὶ ἀδικίαν καὶ τὰ ἐξ ἀδικίας ποριζόμενα μηδέ, πλοῦτος ἐὰν ῥέῃ ποταμηδὸν φερόμενος, ἐπαίρεσθαι. εἰ δὲ προσήκει καὶ διὰ πλούτου ποτὲ ἀγαθήν τινα πορίζεσθαι ἐλπίδα, δικαίῳ χρησάμενοι πλούτῳ τῷ ἐκ θεοῦ πολλάκις παρεχομένῳ καὶ ζυγοῖς ὀρθοῖς καὶ ἰσοστασίοις δεξιαῖς, ὦ οὗτοι, χρήσασθε πράξεσι θησαυρίζοντες ἑαυτοῖς θησαυροὺς ἐν οὐρανοῖς καὶ σπείροντες ἐν εὐλογίαις κατὰ τὸ λελεγμένον· ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. αὕτη γὰρ μόνη ἐλπὶς ἀγαθή· ἄλλως δὲ προσήκει μὴ ἐλπίζειν ἐπὶ ἀδικίαν μηδὲ ἐπὶ τοῖς ἐξ ἁρπαγῆς καὶ πλεονεξίας συναγομένοις χρήμασι μέγα φρονεῖν.

English

Do not place hope in injustice, and do not yearn for plunder; if wealth flows, do not set your heart upon it.

And in the thirty-eighth psalm, akin to these, it was said: Yet they are vainly troubled; he amasses and does not know for whom he will gather them. Since, therefore, he who amasses on earth and gathers much wealth gathers in vain—for neither will he himself enjoy them at all, being removed from life more quickly than a sneeze, nor is he precisely persuaded what sort of successor he will have—why is he vainly disturbed? Many, indeed, or nearly all, have deceived themselves, expecting to leave their wealth to sons and dearest ones, but being ignorant of the future and missing their aim. So truly they act in vain, amassing and not knowing who will gather them.

Therefore it is fitting not to hope in injustice and in what is procured from injustice, nor, if wealth flows like a river, to be elated. But if it is fitting ever to procure some good hope through wealth, using righteous wealth—that which is often provided by God—and with right and equal balances, O you, use righteous deeds, amassing for yourselves treasures in the heavens and sowing in blessings according to what has been said: He scattered, he gave to the poor; his righteousness remains forever. For this alone is a good hope; otherwise, it is fitting not to hope in injustice nor to think highly of money gathered from plunder and greed.

pta0003.pta020:616 · narrativehigh
Source · Greek

ἀλλὰ καί, εἰ συμβαίη ποτὲ εὐροεῖν ἡμῖν τὰ πράγματα καὶ ἀκωλύτως φέρεσθαι πανταχόθεν τὸν πλοῦτον ποταμοῦ δίκην ῥέοντα, καὶ ὅθεν οὐκ ἄν τις ἀδικήσειε, φορᾷ τινι ἀδοκήτῳ φερόμενον, μὴ πάντως ἐκ θεοῦ τοῦτο γίνεσθαι καὶ νόμιζε μηδὲ μακάριζε σεαυτὸν ἀπατώμενος τῇ διανοίᾳ καὶ προστιθέμενος ὡς ἀγαθῷ τῷ πλούτῳ, γίνωσκε δέ, ὅτι ῥευστῆς ὢν φύσεως ὥσπερ ῥέων φέρεται, οὕτω καὶ ἀπορρεῖ, οὐδὲν δὲ βέβαιον οὐδὲ στερρὸν καὶ ἀσφαλὲς κεκτημένος.

Θαυμαστῶς δὲ τῷ τῆς ῥοῆς ὀνόματι κέχρηται, πλοῦτος ἐὰν ῥέῃ, φήσας· κατὰ δὲ τὸν Σύμμαχον·

Πλοῦτος, φησίν, ἐὰν καρποφορῇ, μὴ τάσσετε τὴν καρδίαν.

Ἀλλ’ ἐπὶ τίνα δεῖ τάσσειν τὴν καρδίαν καὶ τίνι προστίθεσθαι, εἴρηται πολλάκις ἐν τῷ·

Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου;

Καὶ πάλιν·

Πλὴν τῷ θεῷ ὑποτάγηθι, ἡ ψυχή μου· Aὐτὸς γὰρ θεός μου καὶ σωτήρ μου καὶ ἀντιλήπτωρ μου.

Καί·

Ἐλπίσατε ἐπ’ αὐτόν, πᾶσα συναγωγὴ λαοῦ.

Οὐκοῦν ἔχοντες τὸν μέγαν πλοῦτον καὶ τὸν ἀληθινὸν θησαυρὸν μὴ ἐλπίζωμεν ἐπὶ τῷ ματαίῳ καὶ ῥευστῷ καὶ ἀδίκῳ πλούτῳ· μάταιοι γὰρ ἀληθῶς πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων οἱ ἐπὶ τούτῳ πεποιθότες.

English

But also, if it should ever happen that our affairs flow smoothly and wealth is borne unhindered from all sides like a river, carried by some unexpected influx even from where one would not have done injustice, do not at all suppose that this comes from God, and do not count yourself blessed, deceived in your mind and attaching yourself to wealth as to a good thing. Know rather that, being of a flowing nature, just as it is borne in like a stream, so also it flows away, possessing nothing stable, firm, or secure.

He has used the word "flow" wonderfully, saying, "if wealth flows." According to Symmachus:

"If wealth bears fruit, do not set your heart upon it."

But upon what one ought to set the heart and to what one ought to attach oneself has been said often in the verse:

"Shall not my soul be subjected to God?"

And again:

"Submit yourself to God, my soul; for He is my God, my savior, and my supporter."

And:

"Hope in Him, all the assembly of the people."

Therefore, having the great wealth and the true treasure, let us not hope in vain, flowing, and unjust wealth; for truly vain are all the sons of men who have trusted in it.

pta0003.pta020:617 · narrativehigh
Source · Greek

Ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα· ὅτι τὸ κράτος τοῦ θεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Τοσαῦτα προπαιδεύσας ὁ λόγος ἀκολούθως τῆς τοῦ θεοῦ δικαιοκρισίας ὑπομιμνήσκει, ὡς ἂν ταύτην πρὸ ὀφθαλμῶν θέμενοι μήτε τῇ ἀδικίᾳ μήτε τοῖς ἁρπάγμασι μήτε τῷ προσκαίρῳ καὶ τυφλῷ πλούτῳ ἑαυτοὺς ἐπιδίδωμεν. οὐ γὰρ ἅπαξ μόνον περὶ τῆς κρίσεως ὁ θεὸς διεστεί λατο, ἀλλὰ καὶ δεύτερον· καὶ ταῦτα, φησίν, αὐτὸς ἐγὼ ἤκουσα ἀκριβῶς τὸν νοῦν ἐπιστήσας τοῖς δυσὶ τούτοις παραγγέλμασιν. ἅπαξ γὰρ ἐλάλησεν ὁ θεός, ἀλλ’ ἐγὼ δύο ταῦτα ἤκουσα· ἐλάλησε γὰρ καὶ διὰ προφητῶν, ἐλάλησε καὶ διὰ ἀποστόλων, καὶ τὸν ἕνα λόγον τὸν ἅπαξ ὑπὸ τοῦ θεοῦ ὁρισθέντα καὶ διὰ παλαιᾶς διαθήκης καὶ διὰ τῆς καινῆς ἤκουσα. τίς δὲ ἦν οὗτος, ἀλλ’

Ὅ τι τὸ κράτος τοῦ θεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος, καὶ ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ;

Ἔλεος δέ φησι καὶ κράτος· τὸ μὲν κράτος πρὸς τὸ τιμωρεῖσθαι καὶ ταπεινοῦν τοὺς ἀφηνιῶντας, τὸ δὲ ἔλεος πρὸς τὸ σῴζειν τοὺς εἰς αὐτὸν ἠλπικότας. ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν, φησὶν ὁ ἀπόστολος. ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν διὰ τοῦ κράτους, ἐπὶ δὲ σὲ χρηστότης διὰ τοῦ ἐλέους. ταῦτ’ εἰπὼν ἄνω τὸ πρόσωπον ἀνατείνας προσφθέγγεται τῷ θεῷ λέγων·

English

God spoke once, and I heard these two things: that the power belongs to God, and to you, Lord, belongs mercy; that you will repay each according to his works.

Having thus prepared us beforehand, the word accordingly reminds us of God’s righteous judgment, so that, keeping this before our eyes, we may not give ourselves over to injustice, nor to plunder, nor to transient and blind wealth. For God did not give instruction about judgment only once, but also a second time; and these things, he says, I myself heard, having carefully fixed my mind on these two commandments. For God spoke once, but I heard these two things: for he spoke through prophets, and he spoke through apostles, and I heard the one word, once defined by God, through both the Old Testament and the New. And what was this, if not

That the power belongs to God, and to you, Lord, belongs mercy, and that you will repay each according to his works?

He speaks of mercy and power: power for punishing and humbling those who are rebellious, mercy for saving those who have hoped in him. See, then, kindness and severity, says the apostle: severity toward the fallen through power, kindness toward you through mercy. Having said this, he raises his face upward and addresses God, saying:

pta0003.pta020:618 · narrativehigh
Source · Greek

Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Καὶ ὁ Ἀκύλας δὲ τὰ προκείμενα τοῦτον ἡρμήνευσε τὸν τρόπον·

Ἐλάλησεν ὁ θεός, καὶ δεύτερον ἐπήκουσα· ὅτι ἡ ἰσχὺς τοῦ θεοῦ, καὶ σοί, δέσποτα, τὸ ἔλεος. σὺ δὲ ἀπόδος κατὰ ἄνδρα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Εὐχαριστία τοῦ κατὰ θεὸν τελείου

ξβ

Ψαλμὸς τῷ Δαυὶδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας. Ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέν σοι ἡ ψυχή μου πωσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.

Φεύγων ὁ Δαυὶδ παραγίνεται πρὸς Ἀβιμέλεχ τὸν ἱερέα, ἔνθεν πρὸς Ἀχοῦς τὸν βασιλέα Γέθ, κἀκεῖθεν εἰς Μάσσηφα τῆς Μωάβ. συνὼν δὲ αὐτῷ Γὰδ ὁ προφήτης παραινεῖ μὴ ποιεῖσθαι παρὰ τοῖς ἀλλοφύλοις τὰς διατριβάς, διὸ μεταστὰς ἐντεῦθεν τὴν ἐρημίαν τῆς Ἰουδαίας οἰκεῖ, ὅτε καὶ ἱστορεῖ λέγουσα ἡ γραφή· καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ ἐρήμῳ Μασσενὲθ ἐν τοῖς στενοῖς καὶ ἐκάθητο ἐν τῷ ὄρει ἐν τῇ ἐρήμῳ Ζείφ· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ. ἐν τούτοις ὢν τὸν προκείμενον ψαλμὸν συντάττει τὸν χρόνον διὰ τῆς προγραφῆς σημήνας. διὸ εἴρηται·

English

That you will repay each according to his works.

And Aquila interpreted the foregoing in this manner:

God spoke, and I heard a second time: that the power belongs to God, and to you, Lord, belongs mercy; and you shall repay each man according to his works.

Thanksgiving of the one perfect according to God

62

A psalm of David when he was in the wilderness of Judea. O God, my God, I rise early to you; my soul thirsts for you, my flesh is wholly for you, in a desert land, trackless and waterless. Thus in the sanctuary I appeared to you, to see your power and your glory.

David, fleeing, comes to Abimelech the priest, then to Achish the king of Gath, and from there to Massepha of Moab. And the prophet Gad, being with him, advises him not to make his abode among the foreigners; therefore, having departed from there, he dwells in the wilderness of Judea, at which time the scripture also relates, saying: And David sat in the wilderness of Masseneth in the narrows, and he sat on the mountain in the wilderness of Ziph; and Saul sought him all the days, and the Lord did not deliver him into his hands. Being in these circumstances, he composes the present psalm, indicating the time through the superscription. Therefore it is said:

pta0003.pta020:619 · narrativehigh
Source · Greek

Ψαλμὸς τῷ Δαυὶδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.

Εὔλογον δὲ ἐνταῦθα γενομένους ἐπισημήνασθαι πάλιν, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν ψαλμῶν σύγκειται τάξις, ἐνήλλακται δὲ παρὰ πολὺ τοῖς χρόνοις. αὐτίκα γοῦν ἡ μὲν ἱστορία πρώτην περιέχει τὴν διήγησιν, καθ’ ἣν ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς τὸν οἶκον Δαυὶδ τοῦ θανατῶσαι αὐτόν, ὅτι Μελχὸλ ἡ γυνὴ αὐτοῦ καθῆκεν αὐτὸν διὰ τῆς θυρίδος· ἡ δὲ τῶν ψαλμῶν γραφὴ ἐν τῷ νη ταύτης μέμνηται τῆς πράξεως. εἶθ’ ἑξῆς ἡ μὲν γραφὴ τῶν ἱστοριῶν διδάσκει, ὡς ἔρχεται Δαυὶδ εἰς Νοβᾶ πρὸς Ἀχιμέλεχ τὸν ἱερέα· ἡ δὲ βίβλος τῶν Ψαλμῶν ταύτης μέμνηται τῆς πράξεως ἐν τῷ λγ ψαλμῷ. καὶ πάλιν ἡ μὲν γραφὴ τῶν Βασιλειῶν φησι· καὶ ἀπηλλάγη Δαυὶδ ἐντεῦθεν καὶ ἔρχεται καὶ διεσώθη εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ. ἡ δὲ βίβλος τῶν Ψαλμῶν ἐν τῷ νς μέμνηται τῆς τάξεως. καὶ αὖθις μετὰ ταῦτα ἡ μὲν γραφὴ τῶν Βασιλειῶν τοῦ Δωὴκ μέμνηται, ὡς διαβέβληκε τῷ Σαοὺλ τὸν ἱερέα Ἀχιμέλεχ, ἡ δὲ βίβλος τῶν Ψαλμῶν ἐν τῷ να τοῦτον σημαίνει τὸν χρόνον. γνοὺς δὲ ὁ Δαυὶδ τὴν τοῦ Δωὴκ διαβολὴν φεύγει καὶ παραγίνεται εἰς τὴν ἔρημον τῆς Ἰουδαίας, ὅτε καὶ συντάττει τὸν μετὰ χεῖρας ψαλμόν. καὶ ἡ μὲν γραφὴ τῶν Βασιλειῶν μετὰ τὸν χρόνον τοῦ μετὰ χεῖρας ψαλμοῦ, λέγω δὲ τοῦ ξβ, πράξεών τινων μέμνηται, ὡς οἱ Ζιφαῖοι διαβάλλουσι τῷ Σαοὺλ τὸν Δαυίδ, ἡ δὲ βίβλος τῶν Ψαλμῶν τούτων μέμνηται ἐν τῷ νγ, ὃς ἐπιγράφεται· εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυίδ· ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· ἰδοὺ Δαυὶδ κέκρυπται παρ’ ἡμῖν. καὶ ὁ νε ἐπιγέγραπται·

English

A Psalm for David when he was in the wilderness of Judea.

It is reasonable, having come to this point, to note again that the order of the Psalms is not arranged according to the sequence of the times of the history, but is greatly altered with respect to the times. For instance, the history contains first the account in which Saul sent messengers to the house of David to put him to death, because Michal his wife let him down through the window; but the writing of the Psalms mentions this event in the fifty-ninth. Then, next, the writing of the histories teaches that David comes to Nob to Ahimelech the priest; but the book of the Psalms mentions this event in the thirty-third Psalm. And again, the writing of the Kings says: And David departed from there and came and was saved into the cave of Adullam; but the book of the Psalms mentions this order in the fifty-sixth. And again, after these things, the writing of the Kings mentions Doeg, how he slandered the priest Ahimelech to Saul; but the book of the Psalms indicates this time in the fifty-first. And David, having learned of Doeg's slander, flees and arrives in the wilderness of Judea, at which time he also composes the Psalm at hand. And the writing of the Kings, after the time of the Psalm at hand—I mean the sixty-second—mentions certain events, how the Ziphites slander David to Saul; but the book of the Psalms mentions these in the fifty-third, which is inscribed: For the end, in hymns of understanding, for David, when the Ziphites came and said to Saul: Behold, David is hidden among us. And the fifty-fifth is inscribed:

pta0003.pta020:620 · narrativehigh
Source · Greek

ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· τοῦτο δὲ ἡ τῶν Βασιλειῶν γραφὴ ἐν ὑστέροις τίθησι τῆς ἱστορίας.

Ὁρᾷς, ὅπως τὰ πρῶτα ὕστερα καὶ τὰ ὕστερα πρῶτα τέτακται; ὡς εἰ κατὰ ἀκολουθίαν τῶν χρόνων τέθειτο, πρῶτος ἂν τέτακτο ὁ νη, εἶθ’ ἑξῆς τούτῳ ὁ λγ καὶ τρίτος καὶ μετὰ τοῦτον ὁ νς καὶ τούτοις τέταρτος ὁ να, εἶτ’ ἀκολούθως πέμπτος ὁ ξβ καὶ ἕκτος ὁ νγ καὶ μετὰ πάντας τούτους ὁ νε.

Μετὰ δὲ τὸν θάνατον τοῦ Σαοὺλ πρῶτον ψάλλει τὸν νθ, ἡνίκα ἐπάταξεν Ἰωὰβ τὴν Φάραγγα τῶν ἁλῶν καὶ ὑποχειρίους εἷλε τοὺς Μωὰβ ιβ χιλιάδας· τὸν δὲ ν μετὰ ταῦτα, ὅτε ἦλθε πρὸς αὐτὸν Ναθὰν ὁ προφήτης, ἡνίκα καὶ εἰσῆλθε πρὸς Βηθσαβεέ· εἶτα τὸν τρίτον συντάττει, ὅτε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· καὶ μετὰ ταῦτα τὸν ζ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεί.

Τίς οὖν οὐκ ἂν τὴν τούτων ζητήσειεν αἰτίαν; οὐ γὰρ ἔχει λόγον τὸ μὴ διά τινας ἀναγκαίας ὑποθέσεις ταῦτα τοῦτον διατετάχθαι τὸν τρόπον. ἄλλος μὲν οὖν τοὺς ἀριθμοὺς αὐτοὺς οἰήσεται ἔχειν τινὰ δύναμιν, διὸ καταλλήλως ἑκάστῳ ἀριθμῷ ἐφηρμόσθαι τὴν διάνοιαν τῶν ἐμφερομένων λόγων·

English

when the foreigners seized him in Geth; but the writing of the Kingdoms places this later in the history.

Do you see how the first things are placed last and the last things first? As if they were set according to the sequence of times, the 58th would have been placed first, then after it the 33rd, and third after that the 56th, and fourth after these the 51st, then in order fifth the 62nd, and sixth the 53rd, and after all these the 55th.

After the death of Saul, he first chants the 59th, when Joab smote the Valley of Salt and took captive twelve thousand Moabites; and the 50th after this, when Nathan the prophet came to him, at which time he also went in to Bathsheba; then he composes the third, when he fled from the face of Absalom his son; and after these the 7th concerning the words of Hushai the son of Jemini.

Who then would not seek the cause of these things? For it is not reasonable that these have been arranged in this way without some necessary reasons. One man, then, will suppose that the numbers themselves have some power, so that the meaning of the words contained is fittingly adapted to each number;

pta0003.pta020:621 · narrativehigh
Source · Greek

οἷον ὡς ἐπὶ παραδείγματος ὁ ν ἀριθμὸς τὸν περὶ ἀφέσεως ἁμαρτημάτων λόγον περιέχει διὰ τὴν ἐν τῷ νόμῳ φερομένην πεντηκονταετηρίδα, ἣν Ἰωβηλαῖον παῖδες Ἑβραίων ἐκάλουν, ἐν ᾧ ἀφέσεις καὶ συγχωρήσεις ἐγένοντο τοῖς χρεωφειλέταις ἐλευθερία τε οἰκέταις καὶ ἄλλα τινὰ τοιαῦτα πράττειν νενομοθέτητο, τούτου χάριν τὴν ἐξομολόγησιν τοῦ πλημμελήματος ὑπὲρ συγχωρήσεως καὶ ἀφέσεως ἁμαρτιῶν τῷ ν ψαλμῷ ἐφήρμοσεν, οὕτως οὖν καὶ ἐφ’ ἑκάστῳ ψαλμῷ κατά τινας λόγους τῇ τῶν ἀριθμῶν δυνάμει τὰς οἰκείας διανοίας εἴποι ἂν ἐφηρμόσθαι.

Ἀλλ’ ὁ ταῦτα λέγων οὔ μοι δοκεῖ τυγχάνειν τοῦ σκοποῦ· πρῶτον μὲν ὅτι οὐδὲ ὅλως ἀριθμός τις ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν Ψαλμῶν φέρεται, ἄνευ δὲ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν· εἶθ’ ὅτι διαφόρως οἱ μέν εἰσι συνημμένοι, οἱ δὲ διῃρημένοι· αὐτίκα γοῦν ὁ πρῶτος καὶ ὁ δεύτερος κατὰ τὴν ἀρχὴν τῆς βίβλου συνημμένοι εἰσὶ κατὰ τὸ Ἑβραϊκόν· καὶ πάλιν ὁ θ συνημμένος παρ’ ἡμῖν ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο· καὶ πᾶσα δὲ ἡ τῶν Ψαλμῶν βίβλος εἰς μέρη ε διῄρηται, καθὼς ἤδη πρότερον εἴρηται. ὧν οὕτως ἐχόντων σχολάζοι ἂν ἡ προλεχθεῖσα τῶν ἀριθμῶν θεωρία. ποῖον δὲ καὶ λόγον εἴποι ἄν τις ἔχειν, φέρ’ εἰπεῖν, τοῦ μετὰ χεῖρας ψαλμοῦ, λέγω δὲ τοῦ ξβ, τὴν διάνοιαν πρὸς τὸν τοιόνδε ἀριθμὸν ἐφαρμόττειν ἢ τῶν ἐφ’ ἑκάστῳ τῶν ρν ἀριθμῶν ἴδιον ἀφοριεῖσθαι νοῦν προσήκοντα τῷ τοιῷδε ἢ τῷ τοιῷδε ἀριθμῷ;

English

For example, the number 50 contains the discourse concerning the remission of sins because of the fiftieth year mentioned in the law, which the children of the Hebrews called the Jubilee, in which releases and remissions were granted to debtors, freedom to slaves, and certain other such things were ordained by law. For this reason, the confession of the transgression for the sake of remission and forgiveness of sins was applied to the 50th Psalm. So then, also for each Psalm, according to certain principles, one might say that the proper meanings have been applied by the power of the numbers.

But the one who says this does not seem to me to hit the mark. First, because no number at all is borne in the Hebrew book of the Psalms, but they were written without the addition of the number. Second, because they are variously conjoined or divided. For instance, the first and second at the beginning of the book are conjoined in the Hebrew. And again, the 9th, which is conjoined among us, is divided into two in the Hebrew. And the entire book of the Psalms is divided into five parts, as has already been said earlier. Since this is so, the aforementioned theory of numbers would be idle. And what reason, one might say, would there be, for example, to apply the meaning of the Psalm at hand—I mean the 62nd—to such a number, or to define a proper sense appropriate to such or such a number for each of the 150 numbers?

pta0003.pta020:622 · narrativehigh
Source · Greek

Ἀλλὰ ταῦτα μὲν ὅπη τις ἐθέλοι παραδεχέσθω· ἐγὼ δὲ ἡγοῦμαι τῆς τῶν ἐγγεγραμμένων διανοίας ἕνεκεν ἐφεξῆς ἀλλήλων τοὺς ψαλμοὺς κεῖσθαι κατὰ τὸ πλεῖστον οὕτως ἐν πολλοῖς ἐπιτηρήσας καὶ εὑρών, διὸ καὶ συνῆφθαι αὐτοὺς ὡσανεὶ συγγένειαν ἔχοντας καὶ ἀκολουθίαν πρὸς ἀλλήλους, ἔνθεν μὴ κατὰ τοὺς χρόνους ἐμφέρεσθαι, ἀλλὰ κατὰ τὴν τῆς διανοίας ἀκολουθίαν. δέδεικται δὲ τοῦτο ἤδη πρότερον καὶ ἀπὸ πλειόνων μὲν ἑτέρων, μάλιστα δὲ ἀπὸ τοῦ μα μέχρι τοῦ ν, ἐν οἷς ἀποδεικτικῶς παρεστήσαμεν τοὺς μὲν ἐπιγεγραμμένους τῶν υἱῶν Κορὲ πολλὴν σῴζειν ἀκολουθίαν πρὸς τὸν νοῦν τὸν ἐξ αὐτῶν δηλούμενον, ἐφεξῆς δὲ τούτοις κείμενον τὸν τοῦ Ἀσὰφ καὶ πάλιν τούτων συνημμένην τοῦ Δαυὶδ τὴν ἐξομολόγησιν τὴν ἐν τῷ ν φερομένην ἀβίαστον τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν παρέχειν.

Μία μὲν οὖν αὕτη ἡ αἰτία, ὡς ἐμοὶ δοκεῖ, τῆς ἀκολουθίας γένοιτ’ ἂν τῶν ψαλμῶν, ἔχω δὲ καὶ ἄλλην εἰπεῖν· πολλῆς γὰρ εἰδωλολατρείας κατακρατησάσης τοῦ Ἰουδαίων ἔθνους λήθην αὐτοὺς πεποιῆσθαι τῶν πατρίων γραφῶν ἡ τῶν Βασιλειῶν ἱστορία διδάσκει, ὡς μηδὲ φαίνεσθαι βίβλον τοῦ Μωϋσέως νόμου μηδὲ μνήμην τῆς τῶν πατέρων εὐσεβείας σῴζεσθαι παρ’ αὐτοῖς. oὕτω γοῦν καὶ τοὺς προφήτας ἀνῄρουν διελέγχοντας αὐτῶν τὰς δυσσεβείας καὶ τούτων ἕνεκα τὸ πρῶτον τῇ τῶν Ἀσσυρίων παρεδόθησαν αἰχμαλωσίᾳ.

English

But let these matters be accepted as one wishes. I, however, consider that for the sake of the meaning of the things written, the psalms are placed in sequence with one another for the most part, having observed and found this in many cases; therefore they are joined together as if having a kinship and continuity with one another, so that they are not arranged according to times, but according to the sequence of meaning. This has already been demonstrated before, from many other examples, but especially from the 41st to the 50th psalm, in which we have shown demonstratively that the psalms inscribed with the names of the sons of Kore preserve a great continuity with the meaning revealed from them, and that the psalm of Asaph placed after them, and again the confession of David attached to these, which is carried in the 50th psalm, provide the interpretation we have given without force.

This, then, is one cause, as it seems to me, of the sequence of the psalms. I have also another to mention. For when great idolatry had taken hold of the nation of the Jews, the history of the Kingdoms teaches that they had fallen into forgetfulness of the ancestral scriptures, so that no book of the law of Moses was to be found among them, nor was any memory of the piety of the fathers preserved among them. Thus, indeed, they also put to death the prophets who exposed their impieties, and because of these things they were first handed over to the captivity of the Assyrians.

pta0003.pta020:623 · narrativehigh
Source · Greek

Οὐδὲν οὖν θαυμαστὸν ἐν τοιαύτῃ καταστάσει καιρῶν καὶ τὰ ἐμφερόμενα τῇ βίβλῳ τῶν Ψαλμῶν διαπεπτωκέναι λήθῃ τε μακροῖς παραδεδόσθαι χρόνοις· μετὰ δὲ ταῦτα εἴτε Ἔζραν εἴτε τινὰ ἕτερον προφητῶν περὶ τὴν συναγωγὴν αὐτῶν ἐσπουδακέναι μετά τε τῶν λοιπῶν καὶ τὴν βίβλον τῶν Ψαλμῶν συναγηοχέναι οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους, κατατάττειν δὲ ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους, διὸ μηδὲ τοῦ Δαυὶδ ἐφεξῆς κεῖσθαι τοὺς πάντας, ἐν δὲ τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ καὶ τοῦ Ἀσὰφ καὶ Σολομῶνος καὶ Μωϋσέως Αἰθάν τε καὶ Αἰμάν, καὶ πάλιν τοῦ Δαυὶδ εὑρίσκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ κατατεταγμένους, οὐ καθ’ οὓς ἐλέχθησαν χρόνους, ἀλλὰ καθ’ οὓς εὕρηνται· ἔνθεν συμ| βῆναι τοὺς τοῖς χρόνοις ὑστέρους πρώτους εὑρεθέντας ἀναληφθῆναι πρώτους καὶ τοὺς τοῖς χρόνοις προτέρους μετὰ ταῦτα εὑρημένους ἐν δευτέρᾳ καταταγῆναι χώρᾳ. ταῦτα μὲν οὖν ἡμῖν εἰς τὴν προταθεῖσαν ζήτησιν ἐξ εἰκότων εἰρήσθω.

Ἤδη δὲ καὶ τῶν ἐμφερομένων ἐν τῷ μετὰ χεῖρας ψαλμῷ ἐφάψασθαι καιρός· πλανώμενος Δαυὶδ ὁμοίως τοῖς λοιποῖς προφήταις ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς τοῖς τε τῆς ἀνεξικακίας πόνοις ἐγγυμναζόμενος καὶ τὸν μετὰ χεῖρας ᾖδε ψαλμόν, τῇ κατὰ θεὸν ἀνατιθεὶς φιλοσοφίᾳ τὴν ἐπὶ τῆς ἐρήμου σχολήν. καὶ τὸν ἑαυτοῦ περὶ τὰ θεῖα ἔρωτα διεγείρων ὁμολογεῖται διψῆν τοῦ τῆς ἀθανασίας πόματος· διὸ ἐβόα πρὸς τὸν θεὸν λέγων·

English

Nothing then is surprising if in such a state of times the contents of the book of Psalms have fallen into neglect and been consigned to oblivion for long ages; and that afterward either Ezra or some other prophet was zealous for their collection, and together with the rest also gathered the book of Psalms, not finding them all at once, but at different times, and placed first those found first, for which reason not all the psalms of David lie in sequence, but in between are found the sons of Korah, Asaph, Solomon, Moses, Aethan, and Aiman, and again David, intermingled in the book, arranged not according to the times when they were spoken, but according to when they were found; whence it happens that those later in time, being found first, were taken up first, and those earlier in time, being found afterward, were placed in second order. Let these things be said by us for the proposed inquiry on the basis of likelihood.

Now it is time to take up the contents of the psalm at hand: David, wandering like the other prophets in deserts and mountains and caves and hollows of the earth, training himself in the labors of patience, sang the psalm at hand, devoting his leisure in the desert to philosophy according to God. And rousing his own desire for divine things, he confesses to thirst for the drink of immortality; wherefore he cried out to God, saying:

pta0003.pta020:624 · narrativehigh
Source · Greek

ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου.

Ἀντὶ δὲ τοῦ ποσαπλῶς σοι ἡ σάρξ μου, ὁ μὲν Ἀκύλας ἐπετάθη σοι ἡ σάρξ μου ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος· ἱμείρεταί σε ἡ σάρξ μου· ὥστε οὐχ ἡ ψυχὴ μόνη τοῦ Δαυὶδ πρὸς τὸν θεὸν τέτατο, ἀλλὰ καὶ αὐτὴ ἡ σὰρξ καὶ τὸ σῶμα αὐτοῦ ἁγνεύοντος δηλαδὴ καὶ καθαρεύοντος διὰ τὸ τῷ θεῷ σχολάζειν.

Καὶ τὸ λέγειν δέ· ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω, παραστατικὸν ἦν τῆς νυκτερινῆς καθαρότητος. οὐδεὶς γὰρ ἐν κοίταις καὶ ἀσελγείαις ῥυπάνας ἑαυτοῦ τὴν ψυχὴν καὶ τὸ σῶμα μιαρὸς ὢν καὶ ἀκάθαρτος οἷός τ’ ἂν εἴη τὰς τοιαύτας προσίεσθαι φωνάς. πλὴν ὁ μέγας Δαυὶδ πεπαρρησιασμένῃ συνειδήσει οὐχ ἀπλῶς τὸν θεὸν ἀνεκαλεῖτο λέγων· ὁ θεός· δεύτερον δὲ ὡς ἑαυτοῦ ἴδιον ὄντα ἐπεγράφετο, διὸ προστίθησι φάσκων· ὁ θεός μου.

Εἶτ’, ἐπειδήπερ ἑαυτοῦ θεὸν ἀναγορεῦσαι αὐτὸν τετόλμηκε, τῆς τόλμης τὴν αἰτίαν διδάσκει λέγων· πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου. διὰ ταῦτα γὰρ θεόν μου προσεῖπον, ἐπειδήπερ οὐδενὸς τῶν ἐπιγείων, ἀλλ’ οὐδὲ τῶν ὀφθαλμοῖς σαρκὸς ὁρωμένων περιέλκει με πόθος. ὥσπερ δὲ ὁ ἀπόστολος ζῶ, φησίν, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός, τοιαύτῃ διανοίᾳ καὶ Δαυὶδ τῷ θεῷ ἔλεγε· πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σοι ἡ ψυχή μου. ὡσεὶ καὶ χώρα τις μὴ τυχοῦσα τοῦ συνήθους ὑετοῦ διψῆν λέγοιτο τούτου, τὸν αὐτὸν δὲ τρόπον ἐδίψησέ σοι ἢ ἱμείρεταί σε πρὸς τῇ ψυχῇ μου καὶ αὐτὴ ἡ σάρξ μου, πολυπλάσιον ὡς διψῶσα. ὥσπερ γὰρ φυσικοῖς λόγοις τὴν γῆν αὐτήν φαμεν διψῆν ὕδατος, οὕτως καὶ ἡ σάρξ μου ἐδίψησέ σοι, φησί.

English

O God, my God, to you I rise at dawn; my soul thirsts for you, and my flesh yearns for you in manifold ways.

Instead of “my flesh yearns for you in manifold ways,” Aquila translated “my flesh is stretched out for you,” and Symmachus: “my flesh desires you”; so that not only David’s soul was stretched toward God, but also his very flesh and body, evidently because he was chaste and pure, devoting himself to God.

And the phrase “O God, my God, to you I rise at dawn” was indicative of his nightly purity. For no one who has defiled his soul and body in beds and debaucheries, being polluted and unclean, could utter such words. Yet the great David, with a clear conscience, did not simply call upon God, saying “O God”; but a second time he claimed him as his own, and therefore adds, saying “my God.”

Then, since he has dared to proclaim him his own God, he explains the reason for his boldness, saying: “to you I rise at dawn; my soul thirsts for you, and my flesh yearns for you in manifold ways.” For this reason I called him my God, because no desire for earthly things, nor even for things seen by the eyes of the flesh, distracts me. And just as the apostle says, “I no longer live, but Christ lives in me,” so with the same thought David said to God: “to you I rise at dawn; my soul thirsts for you.” As if some land that has not received its usual rain might be said to thirst for it, in the same way my soul thirsts for you, or desires you, and along with my soul, my very flesh also, as if thirsting manifoldly. For just as by natural principles we say that the earth itself thirsts for water, so too, he says, my flesh thirsts for you.

pta0003.pta020:625 · narrativehigh
Source · Greek

διὸ ἐπιφέρει·

ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ,

ἢ κατὰ τὸν Σύμμαχον·

ὡς ἐν γῇ διψάδι καὶ ἐκλύσει μὴ ὑπάρχοντος ὕδατος.

Δύναται δὲ καὶ τὴν ἔρημον αὐτὴν σημαίνειν διὰ τούτων, ἐν ᾗ φεύγων τὸν Σαοὺλ τὰς διατριβὰς ἐποιεῖτο· πάντως γάρ που ἐν ταύτῃ τυγχάνων καὶ μακρὰν ἀπῳκισμένος τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ τῆς τοῦ ἁγιάσματος σκηνῆς, ἐν ᾗ τὰς κατὰ νόμον ἐποιοῦντο λατρείας, τούτων ἐπόθει τὴν θέαν. ὥσπερ δὲ γῆ διψῶσα ὕδατος ὀρέγεται, οὕτω, φησί, καὶ ἡ ἐμὴ ψυχὴ τὰ σοὶ τῷ θεῷ ἀρεστὰ καὶ φίλα διψεῖ, ὡς ἐκλείπειν καὶ ἐκτήκεσθαι, εἰ μὴ μεταλάβοι τῆς παρὰ σοὶ πηγῆς, περὶ ἧς εἴρηται· ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. διὸ

ἔδίψησέ σοι ἡ ψυχή μου.

Ἐδίψησε δὲ πῶς, ἑρμηνεύει λέγων ἑξῆς·

οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι,

ὡσεὶ ἔλεγε τοῦτο· ἐδίψησεν ἡ ψυχή μου τὸ ὀφθῆναί σοι ἐν τῷ σῷ ἁγιάσματι

τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.

Τοιοῦτον δέ ἐστι καὶ τὸ διὰ τῶν ἔμπροσθεν εἰρημένον· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; γενόμενος γὰρ ἐν τῷ ἁγίῳ σου, περὶ οὗ εἴρηται ἐν ἑτέρῳ· ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, πρῶτον μὲν αὐτὸς ὀφθήσομαί σοι δοκιμασθησόμενος, εἰ ἄξιος εἴην τῆς σῆς θέας· εἶτα ἄξιος ὀφθεὶς ὄψομαι τὴν δύναμίν σου καὶ τὴν δόξαν σου· ὧν ἀδύνατόν ἐστιν εἰς θεωρίαν ἐλθεῖν, μὴ οὐχὶ πρότερον ἐν τῷ ἁγίῳ γενόμενον καὶ πρῶτον ὀφθέντα ἄξιον τῶν τοῦ θεοῦ ἀγαθῶν. μετὰ γὰρ ταῦτα ὄψεταί τις ὡς ἂν ἤδη δεδοκιμασμένος τὴν δύναμιν τοῦ θεοῦ καὶ τὴν δόξαν αὐτοῦ. καὶ τέλος τῶν ἀγαθῶν τοῦτ’ ἂν εἴη τὸ ἐν θεωρίᾳ τούτων γενέσθαι· διὸ λέλεκται·

English

Therefore he adds:

"In a deserted, impassable, and waterless land,"

or according to Symmachus:

"As in a thirsty land and a dissolution where no water exists."

But he may also be indicating the desert itself through these words, in which, while fleeing from Saul, he made his sojourns. For being somewhere in that place, far removed from the ark of God and from the tent of the sanctuary, where they performed the lawful rites, he longed for the sight of these things. And just as a thirsty land yearns for water, so, he says, my soul thirsts for what is pleasing and dear to you, God, to the point of failing and wasting away, unless it partakes of the spring from you, concerning which it is said: "For from you is the spring of life." Therefore:

"My soul thirsted for you."

And how it thirsted, he explains by saying next:

"Thus I was seen by you in the holy place,"

as if he were saying this: My soul thirsted to be seen by you in your sanctuary,

to see your power and your glory.

Such also is what was said earlier: "My soul thirsted for the strong, living God; when shall I come and be seen before the face of God?" For having been in your holy place, concerning which it is said elsewhere: "I once swore in my holy place," first I myself will be seen by you, being tested, whether I am worthy of your sight; then, having been found worthy, I will see your power and your glory, which it is impossible to come to behold without first having been in the holy place and first having been seen as worthy of the goods of God. For after these things, one will see, as one already tested, the power of God and his glory. And the end of goods would be this: to come to the contemplation of these things. Therefore it is said:

pta0003.pta020:626 · narrativehigh
Source · Greek

μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. τοῦτο οὖν ἐδίψησεν ἡ ψυχὴ τοῦ Δαυίδ· διὸ ἔλεγεν·

ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω. ἐδίψησέ σοι ἡ ψυχή μου.

Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ, ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.

Ὁ τὴν φύσιν τοῦ θνητοῦ βίου κατανοήσας καὶ τὴν πρόσκαιρον ζωήν, ὅση τίς ἐστι καὶ ὁποία τις, ἐξητακὼς ἀποστρέφεται μὲν ταῦτα ὡς μικρὰ καὶ οὐδενὸς λόγου ἄξια· ὅλος δὲ τῆς ἄνω ἐλπίδος γενόμενος ἐκείνης τυχεῖν εὔχεται ἐλέῳ θεοῦ χορηγουμένης. οὐ γὰρ δὴ κατὰ ὀφειλὴν οὐδὲ κατ’ ἀξίαν τῆς ἑαυτοῦ δικαιοσύνης τεύξεταί τις τῶν ἐπουρανίων· διόπερ ἀλλαχοῦ που εἴρηται· τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; τὸ δὲ πᾶν ἐλέῳ θεοῦ καὶ φιλανθρωπίᾳ δωρεῖται τοῖς σμικρὰ κατωρθωκόσι τὰ μεγάλα χαριζομένου. ὃ δὴ σημαίνει ὁ παρὼν λόγος φάσκων·

English

Blessed are the pure in heart, for they will see God. This, then, is what the soul of David thirsted for; therefore he said:

My God, my God, I rise early to you. My soul thirsts for you.

For your mercy is better than lives; my lips will praise you. Thus I will bless you in life, in your name I will raise my hands. May my soul be filled as with fat and richness, and my mouth praise with lips of joy.

He who has contemplated the nature of mortal life and examined temporal existence, what it is and of what kind, turns away from these things as small and worthless; and, becoming wholly devoted to that heavenly hope, prays to attain it, granted by the mercy of God. For it is not by debt nor by the merit of one's own righteousness that anyone will obtain the heavenly things; hence it is said elsewhere: What do I have in heaven? But everything is granted by the mercy and love of God for humanity, who bestows great things on those who have accomplished small things. This is what the present passage signifies, saying:

pta0003.pta020:627 · narrativehigh
Source · Greek

ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς.

Κἂν γὰρ μακρόβιος καὶ μακροχρόνιος ἐπὶ τοῦ παρόντος γένηταί τις, ὥσπερ πολλὰς ζωὰς ἐν πολλαῖς ἐτῶν περιόδοις κτησάμενος, ἀλλ’ οὐδέν ἐστι ταῦτα συγκρινόμενα πρὸς τὸ ἔλεος τοῦ θεοῦ τὸ τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπουρανίων ἀγαθῶν αἴτιον. διόπερ καὶ τῷ σῷ ἐλέῳ ἐπιθαρσήσας πᾶσάν μου τὴν παροῦσαν ζωήν σοι ἀναθήσω ὥσπερ τινὰ τίμια ἀναθήματα καὶ πολυτελῆ κειμήλια τὰ μέλη μου καὶ τὰ αἰσθητήρια τῇ σῇ ἀφορίσας λειτουργίᾳ. διὸ τὰ μὲν χείλη μου οὐδὲν ἕτερον λαλήσει, ἁγνεύσει δὲ καὶ καθαρὰ φυλαχθήσεται εἰς τὸ σχολάζειν τοῖς σοῖς ὕμνοις καὶ λόγοις, ἡ δὲ ζωή μου αὕτη περὶ τὸ εὐλογεῖν σε πάντοτε νύκτωρ καὶ μεθ’ ἡμέραν ἀσχοληθήσεται, καὶ τὰς χεῖρας δὲ τοῦ σώματός μου τάς τε διὰ τούτων ἐπιτελουμένας πράξεις ἐν τῷ ὀνόματί σου ἀρῶ μετεωρίζων εἰς ὕψος καὶ σοὶ καθαρὰς πάσης παρανόμου πράξεως ἐπιδεικνὺς αὐτὰς κατὰ τὸν φήσαντα· βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. οὕτως δὲ τὰ χείλη μου καὶ αἱ χεῖρες ἀφορισθήσονταί σοι, ὡς τὰ μὲν χείλη θυμιάματος εὐώδους τὸ μηθὲν διαφέρειν, τὰς δὲ χεῖρας θυσίας ἐνεργοῦς καὶ ἀληθινῆς μὴ λείπεσθαι, ὡς εἰπεῖν με εὐκαίρως περὶ μὲν τῶν χειλέων μου τό· γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, περὶ δὲ τῶν πράξεών μου τό· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

English

For your mercy is better than lives.

For even if someone should become long-lived and long-lasting in the present, as if having acquired many lives in many cycles of years, yet these things are nothing compared to the mercy of God, which is the cause of eternal life and of heavenly goods. Therefore, emboldened by your mercy, I will dedicate my entire present life to you, like precious offerings and costly treasures, having set apart my limbs and my senses for your service. Hence my lips will speak nothing else, but will be kept pure and clean to be occupied with your hymns and words; and this life of mine will always be occupied in blessing you night and day; and I will raise the hands of my body, and the actions performed through them, in your name, lifting them high and showing them pure from every unlawful deed, according to the one who said: I wish men to pray, raising holy hands without anger and distractions. Thus my lips and hands will be set apart for you, so that my lips differ in no way from fragrant incense, and my hands are not inferior to an effective and true sacrifice, so that I may fittingly say concerning my lips: Let my prayer be as incense before you, and concerning my actions: The raising of my hands is an evening sacrifice.

pta0003.pta020:628 · narrativehigh
Source · Greek

Καὶ ἡ μὲν σὰρξ καὶ τὸ σῶμα οὕτως ἀνατεθήσεται τῇ σῇ λειτουργίᾳ, ἡ δὲ ψυχή μου πλείονος μεθέξει δυνάμεως· διὸ καὶ περὶ αὐτῆς φημι·

ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου.

Οὐκέτι γὰρ ὁμοίως τῷ σώματι καὶ ἡ ψυχὴ χείλεσιν οὐδὲ χερσὶν οὐδὲ κατά τι μέρος ἢ μέλος ἕτερον, ὅλη δὲ αὕτη καθ’ ἑαυτὴν ὑπὲρ πᾶσαν ὁλόκαυτον θυσίαν καὶ ὑπὲρ πᾶν ζῷον εὐτραφὲς πιότητος καὶ στέατος γέμον σοὶ τῷ θεῷ προσενεχθήσεται, μόσχου καὶ ταύρου καὶ παντὸς ἀλόγου ζῴου τιμιωτέρα παρὰ σοὶ λελογισμένη. διὸ καὶ ταύτην σοι τὴν πιοτάτην καί σοι προσφιλῆ θυσίαν, λέγω δὲ τὴν ἐμαυτοῦ ψυχήν, ἀναθήσω· ἐπὶ τούτοις τε χάριτας ὁμολογῶν ὅλῳ τῷ στόματι καὶ αὐτοῖς χείλεσι χαρᾶς πεπληρωμένοις ἀνυμνήσω σε· διό φημι·

καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου,

ἢ κατὰ τὸν Σύμμαχον·

καὶ διὰ χειλέων εὐφήμων ὑμνήσει τὸ στόμα μου.

Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.

English

And the flesh and the body will thus be dedicated to your service, but my soul will partake of greater power; therefore I say concerning it:

As if my soul were filled with fat and richness.

For no longer, as with the body, does the soul use lips or hands or any other part or member, but this entire soul by itself, more than any whole burnt offering and more than any well-fed animal full of fat and richness, will be offered to you, O God, accounted by you as more valuable than a calf or a bull or any irrational animal. Therefore I will dedicate to you this fattest and most pleasing sacrifice, I mean my own soul; and in addition to these things, confessing gratitude with my whole mouth and with lips filled with joy, I will sing hymns to you; therefore I say:

And my mouth will praise with lips of exultation,

or according to Symmachus:

And my mouth will sing hymns through well-speaking lips.

If I remembered you upon my bed, in the mornings I meditated on you. Because you became my helper, and under the shelter of your wings I will exult. My soul clung behind you, and your right hand took hold of me.

pta0003.pta020:629 · narrativehigh
Source · Greek

Ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβων ὁ θαυμάσιος Δαυὶδ οὐ ζῷα θύειν ἐπαγγέλλεται οὐδὲ τὰς ἐξ ἀλόγων θρεμμάτων θυσίας, τὰς δὲ προλεχθείσας διὰ λόγων καὶ πράξεων καὶ ψυχῆς αὐτῆς. εἶτ’ ἐπὶ τούτοις τῷ θεῷ δείκνυσιν, ὅπως ἀνέκειτο σωφροσύνῃ καὶ παντελεῖ ἁγνείᾳ· διό φησιν·

εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ,

ἢ κατὰ τὸν Σύμμαχον·

ἀναμιμνησκόμενός σου ἐπὶ στρωμνῆς μου καθ’ ἑκάστην φυλακὴν ἐμελέτων σε.

Οὐ γὰρ ἄλλως, φησίν, οἷός τε ἤμην πρὸς σὲ ὀρθρίζειν οὐδὲ λέγειν εὐχόμενος·

ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω,

εἰ μὴ καθαρὰν ἐκεκτήμην τὴν στρωμνήν. ἐγινώσκετο δέ μου ἡ καθαρότης οὐκ ἄλλοθεν ἢ ἀπὸ τοῦ κατὰ τὸν ὄρθρον τὰ σὰ μελετᾶν λόγια· δῆλον γὰρ ἦν ἐκ τούτου μηδ’ ἄλλο τι πράττειν με τὰς νύκτας ἢ σὲ τὸν θεὸν πρὸ ὀφθαλμῶν ἔχειν.

Κατὰ δὲ τὸν Σύμμαχον λέγοντα·

καθ’ ἑκάστην φυλακὴν ἐμελέτων σε,

καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα·

ἐν φυλακαῖς φθέγγομαι ἐν σοί,

δηλοῦν ἔοικε τὰς νυκτερινὰς ὥρας ἀσκεῖσθαι ταῖς τῶν θείων γραφῶν μελέταις. διῄρηται μὲν γὰρ ὁ πᾶς τῆς νυκτὸς χρόνος εἰς φυλακὰς διαφόρους· οὕτω γοῦν εἴρηται ἐν εὐαγγελίοις τετάρτῃ φυλακῇ ἐληλυθὼς ὁ σωτὴρ πρὸς τοὺς μαθητάς· καὶ ἀλλαχοῦ δὲ αὐτός φησι· γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ φυλακῇ ὁ | κύριος ὑμῶν ἔρχεται, καὶ πάλιν· ἐκεῖνο δὲ γινώσκετε, ὅτι, εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται. ὁ δέ γε θεοφιλὴς καὶ τῷ θεῷ ἀνακείμενος, ἀναμιμνησκόμενος ἐπὶ τῆς ἑαυτοῦ στρωμνῆς τοῦ θεοῦ ἄσπιλόν τε αὐτὴν καὶ ἁγνὴν καὶ ἀμίαντον φυλάττων·

English

While dwelling in the wilderness of Judaea, the admirable David does not promise to sacrifice animals nor the sacrifices from irrational beasts, but those previously mentioned through words, deeds, and the soul itself. Then, in addition to these, he shows to God how he was devoted to temperance and perfect chastity; therefore he says:

If I remembered you upon my bed, in the mornings I meditated on you,

or according to Symmachus:

Remembering you upon my bed, every watch I meditated on you.

For not otherwise, he says, was I able to rise early for you nor to say in prayer:

O God, my God, I rise early for you,

unless I kept my bed pure. And my purity was known from nowhere else than from meditating on your oracles at dawn; for it was evident from this that I did nothing else at night but keep you, God, before my eyes.

And according to Symmachus, who says:

Every watch I meditated on you,

and according to Aquila, who said:

In watches I utter in you,

it seems to indicate that the night hours are spent in the study of the divine scriptures. For the entire time of night is divided into different watches; thus it is said in the Gospels that the Savior came to the disciples at the fourth watch; and elsewhere he himself says: Watch, for you do not know in which watch your Lord comes, and again: Know this, that if the master of the house knew in which watch the thief comes. But the God-loving man, devoted to God, remembering God upon his own bed, keeps it spotless, pure, and undefiled.

pta0003.pta020:630 · narrativehigh
Source · Greek

καθ’ ἑκάστην φυλακὴν τῆς νυκτὸς ἀνιστάμενος εὐχαῖς προσεῖχε καὶ τοῖς θείοις ἐνησκεῖτο μαθήμασιν· ὃ δὴ διδάσκων κατὰ τὸν Σύμμαχον ἔλεγεν·

ἀναμιμνησκόμενός σου ἐπὶ τῆς στρωμνῆς μου καθ’ ἑκάστην φυλακὴν ἐμελέτων.

Εἰς σὲ γὰρ αὐτὸν ἐμελέτων τὸν θεὸν ἀντὶ πάσης βίβλου καὶ γραφῆς ἄνω πρὸς σὲ τὸν νοῦν τεταμένος μελετῶν τε καὶ ἀναμιμνησκόμενος, ὅσων ἠξιώθην ὑπὸ σοῦ εὐεργεσιῶν καὶ ὡς γέγονάς μου πάντοτε βοηθὸς καὶ ἐκ μυρίων με πειρασμῶν διέσωσας καὶ ὡς ἐκσπάσας με ταῖς σαυτοῦ πτέρυξι, δηλαδὴ ταῖς δυνάμεσι τῆς σαυτοῦ προνοίας· ἅτινα ἀναπεμπαζόμενος τῇ μνήμῃ χαρᾶς ἐπληρούμην ἢ ἀνηυφήμουν σε τὸν θεόν μου κατὰ τὸν Σύμμαχον φήσαντα·

καὶ σκεπόμενος ἐν ταῖς πτέρυξί σου ἀνευφήμουν.

Μελετῶν δὲ τὰ σὰ λόγια καθ’ ἑκάστην φυλακὴν τῆς νυκτὸς κἄπειτα ἀκούσας τοῦ φήσαντος θείου νόμου· ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ καὶ πρὸς αὐτὸν κολληθεὶς ἢ διατεθεὶς τὴν ψυχήν, πειθήνιος γέγονα τῷ νόμῳ ὅλος τε εἰχόμην τοῦ πράγματος πάντα τε ἡγησάμενος, μᾶλλον δὲ ἀποστραφεὶς τὰ μετὰ τὸν θεὸν πάντα, ἀνώτερος καὶ ὑψηλότερος τῷ πόθῳ τῆς ψυχῆς κατέστην καὶ σοὶ τῷ θεῷ μου συνήφθην, ὡς εἰπεῖν μὴ ψευσάμενον·

English

Rising at each watch of the night, he attended to prayers and practiced the divine teachings; which indeed, teaching according to Symmachus, he said:

Remembering you upon my bed, at each watch I meditated.

For I meditated upon you yourself, God, instead of any book or scripture, with my mind stretched upward toward you, meditating and recalling how many benefits I was deemed worthy of by you, and how you have always been my helper and saved me from countless trials, and how you drew me out with your own wings, that is, with the powers of your own providence; and as I rehearsed these things in memory, I was filled with joy, or I praised you, my God, according to Symmachus, who said:

And being sheltered under your wings, I praised.

And meditating upon your oracles at each watch of the night, and then having heard the divine law that says, "You shall follow behind your God and cleave to him," or having disposed my soul accordingly, I became obedient to the law and wholly clung to the matter, and having considered all things, or rather having turned away from everything after God, I became higher and loftier in the desire of my soul and was united to you, my God, so as not to speak falsely.

pta0003.pta020:631 · narrativehigh
Source · Greek

Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.

Εἰς τοσαύτην δὲ ἤλασα προκοπὴν καὶ εἰς τοσοῦτον μέγεθος ἀρετῆς προῆλθον οὐκ ἐμαυτοῦ δυνάμει χρησάμενος, ἀλλὰ τῇ σῇ δεσποτείᾳ. σὺ γὰρ αὐτὸς τῷ σῷ ἐλέῳ τοῦτό μοι ἐδωρήσω, ὁρῶν γάρ μου τὸν περὶ σὲ πόθον καὶ ἀποδεξάμενος αὐτὸν κατηξίωσας τὴν σαυτοῦ δεξιὰν ἐκτείνας ἐπιλαβέσθαι μου καὶ ἀνελκῦσαι ἄνω πρὸς σαυτόν. διὰ τοῦτο γὰρ δεδύνηται ἡ ψυχή μου ὑπὸ σοῦ βοηθηθεῖσα κολληθῆναι ὀπίσω σου, ἐπειδήπερ

ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.

Οὐ γὰρ ἂν ἄλλως ἐφικνούμην τοῦ τοσούτου ὕψους, εἰ μὴ ἀντελάβετό μου ἡ δεξιά σου. διδάσκει δὲ ὁ ἀπόστολος, πῶς τις κολλᾶται τῷ κυρίῳ, λέγων· ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν, ὡς καὶ ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι. λέγων δὲ Δαυὶδ τῷ κυρίῳ·

ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου,

δῆλος ἦν καὶ ἐκ τούτου ἁγνείᾳ καὶ καθαρότητι σχολάζων.

Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται.

English

My soul has cleaved behind you.

And I advanced to such progress and came to such a height of virtue not by using my own power, but by your lordship. For you yourself granted this to me by your mercy, for seeing my desire for you and approving it, you deemed it worthy to stretch out your own right hand, to take hold of me and draw me upward to yourself. For this reason my soul, aided by you, has been able to cleave behind you, since

your right hand took hold of me.

For I would not otherwise have reached such a height, had your right hand not taken hold of me. And the apostle teaches how one cleaves to the Lord, saying: he who cleaves to the Lord is one spirit, just as he who cleaves to a harlot is one body. And David, saying to the Lord:

my soul has cleaved behind you,

was manifest even from this as devoting himself to chastity and purity.

But they sought my soul in vain; they will enter into the lowest parts of the earth; they will be delivered into the hands of the sword; they will be portions for foxes.

pta0003.pta020:632 · narrativehigh
Source · Greek

Ἐγὼ μέν, φησί, σοὶ τῷ ἐμαυτοῦ σωτῆρι προσεῖχον καὶ σοὶ τὴν ἐμὴν ψυχὴν συνῆπτον τοῖς τε σοῖς ἐμελέτων λόγοις ἐν φυγῇ τυγχάνων καὶ ἐν ἐρημίαις ποιούμενος τὰς διατριβάς· οὐ γὰρ ἠμυνόμην τοὺς ἐλαύνοντάς με, ἀλλ’ οὐδὲ σοὶ τῷ θεῷ σχολάζων εὐχὰς κατὰ τῶν ἐχθρῶν ἀνέπεμπον, σοὶ δὲ μόνῳ προσεῖχον, ὡς ἔφην. οἱ δὲ οὐ διέλιπον ματαίαν σπουδὴν κατὰ τῆς ψυχῆς μου ποιούμενοι· εἰς μάταιον γὰρ ἐζήτουν αὐτὴν ἀνεύρετον αὐτοῖς οὖσαν διὰ τὸ κεκολλῆσθαι ὀπίσω σου· διόπερ τὰ περιμένοντα αὐτοὺς αὐτοὶ μὲν οὐκ ἴσασι, τὸ δὲ πνεῦμα τὸ ἅγιον θεσπίζει· εἶθ’ ἑξῆς τούτοις προφητικῶς ἀναφωνεῖ λέγων·

εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς.

Ἐπειδὴ γὰρ τὰ τῆς γῆς ἐφρόνουν καὶ τῶν κάτω γεγόνασιν, εἰκότως τἀπίχειρα πείσονται οἷς ἔδρασαν. ὁ μὲν γὰρ τῷ θεῷ συναφθεὶς καὶ τὴν ψυχὴν αὐτῷ προσκολληθεὶς ἐλπίδας ἕξει βασιλείας οὐρανῶν· οἱ δὲ τὴν ἐναντίαν δραμόντες καὶ τὰ κάτω φρονήσαντες εἰς τὸν ἀλλαχοῦ λάκκον ὠνομασμένον καταχθέντες ἐν τοῖς κατωτάτω τῆς γῆς ἐλεύσονται. τέως μὲν γὰρ πᾶς ἄνθρωπος τὴν ἐπιφάνειαν οἰκῶν τῆς γῆς τὰ κάτω μόνα οἰκεῖν λέγεται κατὰ τὸν φήσαντα, ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ σὺ ἐν τῇ γῇ κάτω. μετὰ δὲ τὴν ἐνθένδε ἀπαλλαγὴν οἱ μὲν θεοφιλεῖς οὐρανὸν ἕξουσιν οἰκητήριον εἰς τὰ ἀνώτατα μετεωρισθέντες καὶ ἁρπαγησόμενοι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου οὕτω τε πάντοτε σὺν κυρίῳ ἐσόμενοι· οἱ δ’ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ εἰς τὰ κατώτατα τῆς γῆς καταβήσονται· ὧν μεμνημένος ὁ ἀπόστολος ἔλεγεν· εἰς τὰ κατώτερα τῆς γῆς ὁ καταβὰς αὐτός ἐστιν ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.

English

I, he says, was attending to you, my own savior, and I was joining my soul to you, and I was practicing your words while being in exile and making my abodes in deserts. For I was not defending myself against those who were driving me out, nor, while devoting myself to you, God, was I sending up prayers against my enemies, but I was attending only to you, as I said. But they did not cease making vain effort against my soul. For they were seeking it in vain, it being undiscoverable to them because it had cleaved behind you. Therefore, what awaits them they themselves do not know, but the Holy Spirit prophesies. Then, next to these things, he prophetically exclaims, saying:

They will go into the lowest parts of the earth.

For since they were minded of earthly things and have become of the lower things, they will fittingly suffer the consequences of what they did. For the one who is joined to God and has his soul cleaved to him will have hopes of the kingdom of heaven. But those who have run the opposite course and have been minded of the lower things, having been cast down into the pit named elsewhere, will come into the lowest parts of the earth. For the present, every man dwelling on the surface of the earth is said to inhabit only the lower parts, according to the one who said that God is above in heaven and you are below on the earth. But after departure from here, the God-beloved will have heaven as a dwelling place, having been raised to the highest parts and being snatched up in clouds to meet the Lord, and thus they will always be with the Lord. But the impious and sinful will descend into the lowest parts of the earth. Remembering these, the apostle said: The one who descended into the lower parts of the earth is the same one who ascended above all the heavens, in order to fill all things.

pta0003.pta020:633 · narrativehigh
Source · Greek

καὶ μέχρι γὰρ τῶν κατωτάτω τῆς γῆς ὁ σωτὴρ καὶ κύριος ἡμῶν καταβέβηκεν, ἵνα πληρώσῃ τὰ πάντα τῆς σωτηρίου δυνάμεως. τοῦτο δὲ καὶ τῷ Ἰὼβ σημαίνει ὁ χρηματίζων κύριος, ἐν οἷς φησιν· ἦλθες δὲ ἐπὶ γῆν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; ἀλλ’ ὁ μὲν καὶ μέχρι τῶν ἐκεῖ καταβέβηκεν, ἵνα τὰς πάλαι τῶν ἁγίων αὐτόθι συνεχομένας ψυχὰς ἐλευθερίας ἀξιώσῃ· οἱ δὲ ἀσεβεῖς εἰς τὰ κατώτατα τῆς γῆς κατενεχθέντες

παραδοθήσονται εἰς χεῖρας ῥομφαίας.

Ἔστι γάρ τις ἐκεῖ ῥομφαία θανάτου, ἧς ὁ σωτὴρ μνημονεύων ἐν κα ψαλμῷ ἔλεγε·

ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.

Ταῦτα δὲ πάντα περὶ ἀντικειμένων δυνάμεων ἐλέγετο. οὐ μόνον δὲ εἰς χεῖρας ῥομφαίας παραδοθήσονται οἱ προλεχθέντες, ἀλλὰ καὶ διασπασθήσονται ὧδε κἀκεῖσε περιελκόμενοι ὑπὸ δεινῶν τινων καὶ πανούργων πνευμάτων, οὓς ἀλώπεκας ὀνομάζει ὁ παρὼν λόγος διὰ τὸ καταδεδυκέναι καὶ τοῖς κατωτάτω μυχοῖς ἐμφωλεύειν. οὗτοι δ’ οὖν οἱ ἀλώπεκες ὥσπερ εὕρεμα τὰς ἐκεῖ καταπιπτούσας ψυχὰς τῶν ἀσεβῶν λαβόντες διαρπάσουσιν εἰς ἑαυτοὺς αὐτὰς μεριζόμενοι.

English

And indeed, our Savior and Lord has descended even to the lowest depths of the earth, in order to fill all things with saving power. This is also what the Lord who delivers oracles signifies to Job, in the words: "Did you come to the land of the sea, and did you walk in the tracks of the abyss? Are the gates of death opened to you in fear, and did the gatekeepers of Hades, seeing you, cower?" But He has descended even to those places in order to grant freedom to the souls of the saints long held there; whereas the impious, carried down to the lowest depths of the earth, will be delivered into the hands of a sword.

For there is a certain sword of death there, which the Savior, recalling in a psalm, said:

"Rescue my soul from the sword, and my only-begotten from the hand of the dog; save me from the mouth of the lion, and my humility from the horns of unicorns."

All these things were said concerning hostile powers. Not only will the aforementioned be delivered into the hands of a sword, but they will also be torn apart, dragged here and there by certain terrible and crafty spirits, which the present passage calls foxes because they have sunk down and lurk in the innermost recesses. These foxes, then, as if taking the souls of the impious that fall there as a find, will seize them, dividing them among themselves.

pta0003.pta020:634 · narrativehigh
Source · Greek

Καὶ τῶν μὲν ἀσεβῶν τοιοῦτον ἔσεσθαι τὸ τέλος τὸ πνεῦμα τὸ ἅγιον θεσπίζει· περὶ δὲ τοῦ δικαίου τοῦ τὰ προλεχθέντα κατωρθωκότος ἐπιφέρει λέγον·

ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

Σφόδρα παραδόξως ἐνταῦθα τὸ τοῦ βασιλέως εἰσῆκται ὄνομα· Δαυὶδ μὲν γάρ, φεύγων τὸν Σαοὺλ καὶ τὴν ἔρημον τῆς Ἰουδαίας οἰκῶν καθ’ οὓς ταῦτα ἔλεγε χρόνους, δείκνυται οὐ μὴν ἤδη που βασιλεύων· Σαοὺλ δὲ κρατῶν τοῦ ἔθνους τῆς βασιλείας ἡγεῖτο. ποῖος οὖν βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ; ἀλλ’ ἐρεῖ τις κατὰ πρόγνωσιν τοῦ μέλλοντος αὐτὸν σημαίνεσθαι τὸν Δαυίδ, ἤμελλε γὰρ ὅσον οὔπω τελευτήσαντος τοῦ Σαοὺλ βασιλεύειν αὐτός. ἕτερος δέ φησι καὶ τότ’ ἤδη βασιλέα εἶναι αὐτόν, ἐπειδὴ κέχριστο ὑπὸ τοῦ Σαμουὴλ εἰς βασιλέα καὶ παρὰ τῷ θεῷ λελόγιστο ἤδη βασιλεύς· οὐ μὴν ἀλλὰ καὶ ἐβασίλευε τοῦ συνόντος αὐτῷ πλήθους, οὗ μέμνηται ἡ ἱστορία. ἐπεὶ τοίνυν τὸ τέλος τῶν ἐλαυνόντων αὐτὸν παρέστησεν ὁ λόγος, εἰκότως καὶ αὐτοῦ ὡς ἂν πολλὴν ἐνδειξαμένου προκοπὴν τὰ τέλη τῶν πόνων προφητεύεται. διὸ λέγεται·

English

And the Holy Spirit prophesies that such will be the end of the impious; but concerning the righteous man who has accomplished the things previously mentioned, it adds, saying:

But the king will rejoice in God, Every one who swears by him will be praised, Because the mouth of those speaking unjust things has been stopped.

The name of the king is introduced here in a very paradoxical manner; for David, while fleeing from Saul and dwelling in the wilderness of Judea at the time when he spoke these things, is shown not yet to be reigning anywhere; but Saul, holding the nation, was leader of the kingdom. What king, then, will rejoice in God? But someone will say that David is signified by way of foreknowledge of the future, for he was about to reign himself as soon as Saul died. Another says that he was already king even then, since he had been anointed king by Samuel and was already reckoned as king in the sight of God; moreover, he did rule over the multitude that was with him, which the history mentions. Since, therefore, the account has presented the end of those who were persecuting him, it is fitting that the ends of his labors are prophesied, as of one who has shown great progress. Hence it is said:

pta0003.pta020:635 · narrativehigh
Source · Greek

ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ.

Ὡς γὰρ γενναῖος θεοῦ ἀθλητὴς μεγάλους ἀγῶνας διεξελθὼν βραβείων τε καὶ θείων στεφάνων κατηξιωμένος εὐφροσύνης ἀπολαύσει τῆς παρ’ αὐτῷ τῷ ἀγωνοθέτῃ.

Ὥσπερ γὰρ οἱ ἐχθροὶ αὐτοῦ τέλος οὐκ αἴσιον εἰλήφασιν εἰς τὰ κατώτατα τῆς γῆς εἰσελθόντες καὶ παραδοθέντες εἰς χεῖρας ῥομφαίας μερίδες τε ἀλωπέκων γενόμενοι, ἃ δὴ καὶ ἐπληροῦτο πρὸς λέξιν κατὰ τὴν ἱστορίαν, ὁπηνίκα φεύγων ὁ Σαοὺλ τοὺς πολεμίους ἐκρυπτάζετο ζητῶν τε παρὰ τοῦ θεοῦ βοήθειαν οὐχ ηὕρισκεν, ἀλλ’ οὐδὲ ἀποκρίσεως θείας ἠξιοῦτο, ὡς διὰ τοῦτ’ ἐλθεῖν αὐτὸν ἐπὶ τὴν ἐγγαστρίμυθον καὶ πολυπραγμονεῖν τὰ ἀπηγορευμένα ὑπὸ τοῦ θεοῦ· τότε γοῦν ἀληθῶς μερίδες ἀλωπέκων γεγόνασιν αὐτός τε καὶ οἱ σὺν αὐτῷ· διὸ καὶ καταλειφθέντες ὑπὸ τοῦ θεοῦ τῇ τῶν πολεμίων ῥομφαίᾳ παρεδόθησαν πεσόντες ἐν τῷ πολέμῳ. ὥσπερ οὖν ταῦτα μηδέπω γενόμενα κατὰ πρόγνωσιν εἴρητο μέλλοντα ἔσεσθαι τοῖς τὸν Δαυὶδ ἐλαύνουσιν, οὕτω καὶ αὐτῷ τὰ αἴσια τέλη τὸ πνεῦμα τὸ ἅγιον ἀνεφώνει λέγον·

English

But the king will rejoice in God.

For as a noble athlete of God, having completed great contests and been deemed worthy of prizes and divine crowns, he will enjoy joy in the presence of the contest-giver himself.

For just as his enemies met an unfavorable end, entering into the lowest parts of the earth and being delivered into the hands of the sword, becoming portions for foxes—which indeed were fulfilled literally according to history, when Saul, fleeing his enemies, hid himself and, seeking help from God, did not find it, nor was he deemed worthy of a divine response, so that for this reason he went to the ventriloquist and meddled in things forbidden by God; then indeed he and those with him truly became portions for foxes. Therefore, abandoned by God, they were delivered to the sword of the enemy, falling in battle. Just as these things, though not yet happening, were foretold as future events for those who persecuted David, so also the Holy Spirit proclaimed the favorable ends for him, saying:

pta0003.pta020:636 · narrativehigh
Source · Greek

ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ.

Ἐλπίσας γὰρ ἐπὶ τὸν θεὸν καὶ τὴν αὐτοῦ ψυχὴν συνάψας αὐτῷ, ὡς εἰπεῖν·

ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου,

τῆς ἀνωτάτω τεύξεται παρὰ τῷ θεῷ εὐφροσύνης. καὶ πᾶς δὲ ὁ ἐπὶ τούτοις ὀμνὺς ὡς ἂν εὐορκῶν ἐπαινεθήσεται, ἢ κατὰ τὸν Ἀκύλαν·

καυχήσεται ὁ ὀμνύων ἐν αὐτῷ.

Ὁ γὰρ μὴ ἀμφιβάλλων, ἀλλὰ καὶ ὅρκον τιθέμενος περὶ τοῦ μήποτε ἐκπεσεῖσθαι τὸν βασιλέα τῆς ἐπηγγελμένης ἐλπίδος, ὡσανεὶ εὐορκῶν ἐπαινεθήσεται. καὶ ταῦτα ἔσται περὶ τὸν βασιλέα καὶ περὶ πάντα τὸν ὀμνύντα περὶ αὐτοῦ,

ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

Καθ’ ἑτέραν δὲ διάνοιαν τοῦ δικαίου τελειουμένου κατὰ τὰς ἀποδοθείσας ἐν ἀρετῇ προκοπὰς χαίρει καὶ εὐφραίνεται ὁ βασιλεύς, ὁ τοῦ θεοῦ μονογενὴς υἱός, εὐχαριστῶν τῷ ἑαυτοῦ πατρὶ τῷ τὰ τηλικαῦτα χαρίσματα δεδωρημένῳ τῇ τῶν ἀνθρώπων φύσει. | τοῦτον δὲ τὸν βασιλέα ὁ γνοὺς καὶ ὅρκιον αὐτοῦ ποιούμενος τοὔνομα | παντὸς γένοιτ’ ἂν ἐπαίνου ἄξιος ὡς ἂν μεμαθηκώς, ὅτι τῇ αὐτοῦ δυνάμει καὶ ὁ δίκαιος ἐτελειώθη καὶ πᾶν στόμα τὸ πολλὰ λαλοῦν ἄδικα ἐνεφράγη. εἰ γὰρ καὶ τὰ μάλιστα καιρῷ τινι συνεχωρεῖτο τῷ τῶν ἀσεβῶν στόματι λαλεῖν ἄδικα καὶ καταβλασφημεῖν τοῦ δικαίου, καὶ αὐτοῦ τοῦ θεοῦ, ὡς μηδὲν ἐπαμύνοντος τοῖς δι’ αὐτὸν ἐλαυνομένοις, ἀλλ’ οὐκ εἰς τέλος τοιαῦτα λαλεῖν συγχωρηθήσονται· φραγήσεται δὲ αὐτῶν τὸ ἀσεβὲς στόμα καὶ ἡ κατὰ τῶν θεοφιλῶν ἀνδρῶν μεγαλαυχία παυθήσεται, ἐπειδὰν καταλάβῃ αὐτοὺς τὰ προλεχθέντα τέλη.

English

But the king will rejoice in God.

For having placed his hope in God and united his own soul with him, so to speak—

my soul has clung behind you—

he will attain the highest joy from God. And everyone who swears by these things will be praised as if keeping his oath, or according to Aquila:

the one who swears will boast in him.

For the one who does not doubt, but even takes an oath that the king will never fall from the promised hope, will be praised as if keeping his oath. And these things will happen concerning the king and concerning everyone who swears about him,

because the mouth of those speaking unjust things has been stopped.

According to another interpretation, when the righteous man is perfected through the progress in virtue that has been set forth, the king rejoices and is glad—the only-begotten son of God, giving thanks to his own father who has bestowed such great gifts upon human nature. | The one who knows this king and makes his name an oath | would be worthy of all praise, as having learned that by his power both the righteous man was perfected and every mouth that speaks many unjust things was stopped. For even if at some time the mouth of the impious was allowed to speak unjust things and to blaspheme the righteous man, and even God himself, as if he were not defending those persecuted for his sake, yet they will not be allowed to speak such things to the end; their impious mouth will be stopped, and their boasting against the God-loving men will cease, when the aforementioned ends overtake them.

pta0003.pta020:637 · narrativehigh
Source · Greek

Διδασκαλία θεοσεβείας ἀθλητοῦ

ξγ

Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ. Εἰσάκουσον, ὁ θεός, προσευχῆς μου ἐν τῷ δέεσθαί με, ἀπὸ φόβου ἐχθροῦ ἐξέλου τὴν ψυχήν μου. Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν.

Καὶ ὁ παρὼν ψαλμὸς εἰς τὸ τέλος ἀναπέμπει, ἐν ᾧ τὰ βραβεῖα τῆς ἄνω κλήσεως καὶ τοὺς τῆς δικαιοσύνης στεφάνους οἱ τὸν ἀγῶνα τὸν καλὸν διηγωνισμένοι παρὰ τοῦ μεγάλου λήψονται ἀγωνοθέτου. διὸ τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ ἐχθροὺς εἰσάγει καὶ πονηρευομένους ἐπανισταμένους τῷ δικαίῳ, ἐν δὲ τῷ τέλει τοῦ παντὸς λόγου χρηστὰς ἐλπίδας ἐπισφραγίζεται λέγων·

εὐφρανθήσεται δίκαιος ἐν τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ’ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Τοιαῦτα τὰ τέλη τῶν ὑπὲρ εὐσεβείας ἠγωνισμένων εἶναι διδάσκει. ὁ γέ τοι τῆς θεοσεβείας ἀθλητὴς μυρίους ἔχων ἐχθροὺς καὶ πολεμίους τῆς αὐτοῦ ψυχῆς, οὐχ ὁρατοὺς μόνον, ἀλλὰ καὶ ἀφανεῖς, μόνῳ προσφεύγει τῷ θεῷ καὶ τὴν παρ’ αὐτοῦ βοήθειαν αἰτεῖ μονονουχὶ λέγων· εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; διὸ ταῖς εὐχαῖς σχολάζει τὸν θεὸν ἀνακαλούμενος καὶ λέγων·

English

Teaching of piety of an athlete

63

To the end, a psalm for David. Hearken, O God, to my prayer when I beseech you, deliver my soul from fear of the enemy. You have sheltered me from a conspiracy of evildoers, from a multitude of those who work injustice.

The present psalm also sends up to the end, in which the prizes of the higher calling and the crowns of righteousness will be received from the great judge of the contest by those who have contended in the noble struggle. Therefore, the first parts of the psalm introduce enemies and evildoers rising up against the righteous man, but at the end of the whole discourse it seals good hopes, saying:

The righteous man will rejoice in the Lord and will hope in him, and all who are upright in heart will be praised.

Such, it teaches, are the ends of those who have struggled for piety. Indeed, the athlete of piety, having countless enemies and foes of his soul, not only visible but also invisible, flees only to God and asks for his help, virtually saying: if God is for us, who is against us? Therefore, he devotes himself to prayers, calling upon God and saying:

pta0003.pta020:638 · narrativehigh
Source · Greek

εἰσάκουσον, ὁ θεός, προσευχῆς μου ἐν τῷ δέεσθαί με.

Ὁ δὲ μὴ τοιοῦτος, παρακούων δὲ τῶν τοῦ θεοῦ παραγγελμάτων οὐκ ἂν δύναιτο χρῆσθαι τῇ τοσαύτῃ παρρησίᾳ· ᾧ γὰρ μέτρῳ μετροῦμεν ἀντιμετρεῖται ἡμῖν. διόπερ ἐν Παροιμίαις ἡ τοῦ θεοῦ σοφία πρὸς τοὺς ἀπειθεῖς ἀποτείνεται λέγουσα· ἀνθ’ ὧν ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε, ἀλλ’ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς, ταῖς δὲ ἐμαῖς ἐντολαῖς οὐ προσείχετε· τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι. ἔσται γὰρ ὅτε ἐπικαλέσεσθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. εἰ τοίνυν εἰσακούεσθαι βουλόμεθα, ἐν οἷς δεόμεθα τοῦ θεοῦ, καὶ αὐτοὶ τοῦτο πράττωμεν τοῖς τοῦ θεοῦ παραγγέλμασι καταπειθεῖς γιγνόμενοι. τότε γὰρ σὺν πολλῇ παρρησίᾳ καὶ αὐτοὶ φάναι δυνησόμεθα τῷ θεῷ·

εἰσάκουσον, ὁ θεός, τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με.

Τί δὲ ἐδεῖτο ὁ μακάριος Δαυίδ; αὐτοῦ γάρ εἰσιν οἱ λόγοι, ὡς οἶμαι, κατὰ τοὺς χρόνους εἰρημένοι, καθ’ οὓς τὸν Σαοὺλ ἔφευγε καὶ τοὺς σὺν αὐτῷ· τὴν ψυχὴν αὐτοῦ ῥυσθῆναι ἀπὸ φόβου ἐχθροῦ, οὐκ ἐχθροὺς μὴ ἔχειν οὐδὲ τὰς ἐκείνων ἀποκρουσθῆναι προαιρέσεις, τὴν δὲ αὐτοῦ ψυχὴν ἄτρομον καὶ ἀπτόητον καὶ ἄφοβον διατηρεῖσθαι, ὅπως ἐν ἕξει γενόμενος ἀταραξίας λέγῃ καὶ αὐτὸς ὁμοίως Παύλῳ· ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· διωκόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι. λέγων δὲ ταῦτα πρὸς τὸν θεὸν ὁ Δαυὶδ οὐκ ἠμνημόνει τῶν ἤδη πρότερον εἰς αὐτὸν γε νομένων εὐεργεσιῶν. διὸ εὐχαριστῶν ἐπὶ τοῖς παρῳχηκόσιν ἐπιλέγει·

English

Hearken, O God, to my prayer when I beseech you.

But one who is not such, who disobeys the commandments of God, could not use such boldness; for by the measure with which we measure, it is measured back to us. Therefore, in the Proverbs, the wisdom of God addresses the disobedient, saying: "Instead of those whom I called, you did not hearken, and I extended words, and you did not pay heed, but you rendered my counsels invalid, and you did not attend to my commandments; therefore I also will laugh at your destruction. For there will be a time when you will call upon me, but I will not hearken." If, then, we wish to be heard in what we beseech of God, let us ourselves do this, becoming obedient to the commandments of God. For then, with great boldness, we ourselves will be able to say to God:

"Hearken, O God, to my prayer when I beseech you."

And what did the blessed David beseech? For his are the words, spoken, I think, at the times when he fled from Saul and those with him: that his soul be delivered from fear of the enemy—not that he have no enemies, nor that their designs be repelled, but that his own soul be kept untrembling, undaunted, and fearless, so that, having come into a state of tranquility, he too might say, like Paul: "In everything distressed, but not constrained; persecuted, but not abandoned; cast down, but not destroyed." And saying these things to God, David did not forget the benefits that had already previously come to him. Therefore, giving thanks for what had passed, he adds:

pta0003.pta020:639 · narrativehigh
Source · Greek

ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν.

Ἤδη γὰρ πεῖραν εἰληφὼς τῶν φθασάντων εἰς ἐμὲ οὔποτε λήθην αὐτῶν ποιήσασθαι δύναμαι· φέρων δὲ αὐτὰ διὰ παντὸς ἐν μνήμῃ εὐχάριστος εἰς ἀεὶ τυγχάνω· ὅμως δὲ καὶ νῦν τῆς αὐτῆς ἀξιῶ παρὰ σοῦ βοηθείας τυχεῖν.

Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς μία καὶ ἡ αὐτὴ πεφύλακται τοῦ λόγου ἔγκλισις καὶ μία διάνοια τῶν εἰρημένων· διὸ λέλεκται κατὰ τὸν Σύμμαχον·

Εἰσάκουσον, ὁ θεός, τῆς φωνῆς μου προσλαλοῦντος, ἀπὸ ἐκπλήξεως ἐχθροῦ περιφράξεις τὴν ζωήν μου· κρύψεις με ἀπὸ συσκέψεων κακούργων, ἀπὸ κυκήσεως ἐργαζομένων ἀδικίαν.

Οὐ γὰρ ὡς περὶ παρῳχηκότων, ἀλλ’ ὡς περὶ μελλόντων τὰ ὅλα εἴρηται καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ὁμοίως.

Οἵτινες ἠκόνησαν ὡς ῥομφαίας τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον - πρᾶγμα πικρόν - τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται.

Εἰ καὶ προῆγε τοῖς χρόνοις εἰς τὴν σωτήριον ἐπιδημίαν ὁ Δαυίδ, ἀλλ’ οὐκ ἠγνόει τὰ εὐαγγελικὰ μαθήματα θείῳ πνεύματι μεμαθητευμένος· ᾔδει δὲ εὖ μάλα τὸ σωτήριον λόγιον τὸ φῆσαν· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· διὸ οὐκ ἠγωνία στρατιωτικῆς παρατάξεως πληθὺν οὐδὲ τοὺς παντευχίαις καὶ δόρασι παραταττομένους, ἀλλὰ τούτων μὲν κατεφρόνει, ὡς ἂν τὸν τοσοῦτον Γολιὰδ ἀκμητὶ καὶ ἀνιδρωτὶ καταβαλών, ἐκείνους δὲ ἠγωνία, οὓς ᾐνίττετο διὰ τῶν προκειμένων λέγων·

English

You sheltered me from a conspiracy of evildoers, from a multitude of those working injustice.

For having already experienced the things that have befallen me, I can never put them out of mind; bearing them always in memory, I am ever grateful; nevertheless, I now also ask to receive the same help from you.

According to the other translators, one and the same inflection of the word is preserved, and one meaning of what has been said; therefore it is said according to Symmachus:

Hearken, O God, to my voice as I speak, from the terror of an enemy you will fence in my life; you will hide me from the conspiracies of malefactors, from the turmoil of those working injustice.

For not as concerning past events, but as concerning future ones, everything has been said, and similarly according to the other translators.

Those who sharpened their tongues like swords, drew a bow—a bitter thing— to shoot down the blameless one in secret. Suddenly they will shoot him down and will not be afraid.

Even if David preceded in time the saving advent, yet he was not ignorant of the evangelical teachings, being discipled by the divine Spirit; he knew well the saving saying that declared: Do not fear those who kill the body, for they cannot kill the soul; therefore he was not anxious about a multitude of military array nor about those drawn up in full armor and with spears, but he despised these, as one who cast down the great Goliath without effort and without sweat, and he was anxious about those whom he hinted at through the present words, saying:

pta0003.pta020:640 · narrativehigh
Source · Greek

οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον - πρᾶγμα πικρόν.

Ὁρᾷς, ὁποίαν διαγράφει πανοπλίαν ἐχθρῶν; καὶ ἐν τοῖς ἔμπροσθεν δὲ ἐλέγετο· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα· ταῦτα δὲ ἀναγέγραπται εἰρηκώς, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. ἀπὸ τῶν ὁμοίων τοιγαροῦν λόγων φαίνεται ὁ αὐτὸς ὢν χρόνος, καθ’ ὃν καὶ τὰ μετὰ χεῖρας περὶ αὐτῶν ἐκείνων ἢ τῶν ἐκείνοις παραπλησίων λέλεκτο. ἀλλὰ καὶ ὅτε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν, περὶ τῶν αὐτῶν πάλιν τὰς ὁμοίας ἠφίει φωνὰς λέγων· ἰδού, ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν.

Ἀλλ’ ἐν ἐκείνοις μὲν ταῦτ’ ἐλέγετο, ἐν δὲ τοῖς μετὰ χεῖρας τοὺς ἐχθροὺς αὐτοῦ, ὧν ἀπὸ φόβου ῥυσθῆναι ηὔχετο, ἠκονηκέναι φησὶ τὰς γλώσσας αὐτῶν δίκην ῥομφαίας ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ὡς μάχαιραν· ἀλλὰ καὶ ἐνέτειναν τὸ τόξον αὐτῶν κατὰ μὲν τοὺς oʹ ἑρμηνευτὰς ἐν πράγματι πικρῷ, διὰ γὰρ πικροῦ πράγματος κατατοξεύειν ἐπειρῶντο τὸν δίκαιον· κατὰ δὲ τὸν Σύμμαχον·

English

who sharpened their tongues like a sword, and bent their bow—a bitter thing.

Do you see what kind of panoply of enemies he describes? And in the earlier passages it was said: "Sons of men, their teeth are a weapon and arrows, and their tongue a sharp sword." These things he wrote when he was fleeing from the face of Saul into the cave. From similar words, therefore, the time appears to be the same as that in which the matters at hand concerning those same persons or those like them were spoken. But also when Saul sent and watched his house to put him to death, he again uttered similar cries concerning the same persons, saying: "Behold, they will speak with their mouth, and a sword is on their lips."

But in those passages these things were said, while in the present passage he says that his enemies, from whose fear he prayed to be delivered, have sharpened their tongues like a sword, or according to the other translators, like a dagger. And they have bent their bow, according to the Seventy translators, in a bitter matter, for they attempted to shoot down the righteous man through a bitter matter; according to Symmachus:

pta0003.pta020:641 · narrativehigh
Source · Greek

Ἐπλήρωσαν, φησί, τὸ τόξον ἑαυτῶν λόγῳ πικρῷ.

Ἦσαν γὰρ ἀληθῶς πικροὶ οὐδὲν γλυκὺ περιέχοντες οἱ τὸν Δαυὶδ διαβάλλοντες πρὸς τὸν Σαούλ, οἷος ἦν ὁ Δωὴκ καὶ οἱ Ζιφαῖοι καὶ οἱ τούτοις παραπλήσιοι. ἀλλὰ καὶ πᾶς ἄθεος λόγος πικρὸς ἂν εἴη, ὥσπερ ὁ θεῖος χρηστὸς καὶ γλυκύς· διὸ εἴρηται· γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ κύριος. δεινὰ δὲ τόξα καὶ μάχαιραι ὡς ἀληθῶς ὀξεῖαι αἱ τῶν ἀθέων ἑτεροδόξων τῶν τὰς ἀκεραίους ψυχὰς κατατοξευόντων καὶ ταῖς ἑαυτῶν ῥομφαίαις κατασφαττόντων αὐτὰς καὶ οἱ σοφοὶ δὲ τοῦ αἰῶνος τούτου τὸν ἀπατηλὸν καὶ σεσοφισμένον λόγον προβαλλόμενοι πολλὰς ἀνεῖλον ψυχάς. εὐχῆς οὖν ἡμῖν δεῖ συντεταμένης πρὸς τὸ ῥυσθῆναι τούτων ἁπάντων. μάλιστα δὲ οἱ προλεχθέντες τὸν ἁπλοῦν καὶ ἀφελῆ κατατοξεύειν πειρῶνται· διὸ λέλεκται·

ἐνέτειναν τόξον - πρᾶγμα πικρόν - τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον.

Καὶ τὸν ἀναίτιον δὲ ἄμωμον καλεῖ τὴν κατὰ τῶν μηδὲν ἠδικηκότων ὑπογράφων συκοφαντίαν. ἀντὶ δὲ τοῦ ἄμωμον ἁπλοῦν ἡρμήνευσεν ὁ Ἀκύλας· τὸν γὰρ ἁπλοῦν καὶ ἀπειρόκακον μάλιστα κατατοξεύειν οἱ τοιοῦτοι πειρῶνται· διὸ ἐπιλέγει·

English

They filled, he says, their bow with a bitter word.

For truly those who slandered David to Saul were bitter, containing nothing sweet, such as Doeg and the Ziphites and those similar to them. But also every godless word would be bitter, just as the divine word is good and sweet; therefore it is said: taste and see that the Lord is good. Terrible bows and swords, truly sharp, are those of the godless heterodox who shoot down innocent souls and slaughter them with their own swords, and the wise men of this age, putting forward their deceitful and sophistical word, have destroyed many souls. Therefore we need earnest prayer to be delivered from all these. Especially do the aforementioned attempt to shoot down the simple and guileless; therefore it is said:

They bent a bow—a bitter thing— to shoot down the blameless one in secret.

And he calls the blameless one the innocent, describing the slander against those who have done no wrong. Instead of "blameless," Aquila interpreted "simple"; for such men especially attempt to shoot down the simple and inexperienced in evil; therefore he adds:

pta0003.pta020:642 · narrativehigh
Source · Greek

ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται.

Καιροφυλακοῦντες γὰρ οὗτοι ἀθρόως καὶ ἀπροσδοκήτως ἐπέρχονται τῷ ἀμώμῳ ἢ τῷ ἁπλῷ καὶ ἀκεραίῳ· διὸ γράφων που ὁ ἀπόστολος πρὸς τοὺς τοιούτους φησί· φοβοῦμαι μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς ἐν Χριστῷ· τὸν γὰρ πεφραγμένον τὴν ψυχὴν οὐκ ἄν ποτε δύναιντο καταβαλεῖν οἱ προλεχθέντες,

οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, καὶ ἐνέτειναν τόξον - πρᾶγμα πικρόν - τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον, ἢ· τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἁπλοῦν· ἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται.

Καὶ ὅρα, τίνα τρόπον, κατατοξεύσουσιν αὐτόν, φησίν, ἀλλ’ οὐκ ἐμὲ τὸν ταῦτα λέγοντα, τὸν δὲ ἁπλοῦν, τουτέστι τὸν ἀφελῆ καὶ ἀκέραιον καὶ ἔτι μικρόν, ὡς ἂν εἴποι τις, ἐξ ἐκείνων ὄντα, περὶ ὧν ὁ σωτὴρ ἐδίδασκε λέγων· μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τῶν ἐν τῇ ἐκκλησίᾳ μου, καί· ὅστις, ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν, συμφέρει αὐτῷ βληθῆναι εἰς τὴν θάλασσαν. σκανδαλιζόμενον γὰρ κἀκεῖ ὁ σωτὴρ οὐ μέγαν εἰσάγει, ἀλλὰ τὸν ἐν τῇ ἐκκλησίᾳ μικρόν, ὥσπερ ἐνταῦθα τὸν ἁπλοῦν. οἱ τοίνυν ἐχθροὶ οὐδὲ τολμῶσι προσιέναι τοῖς μεγάλοις οὐδὲ τοῖς παρὰ θεῷ σοφοῖς, τοὺς δὲ ἁπλοῦς καὶ ἀκεραίους μάλιστα θηρεύουσι. διόπερ ὁ Δαυὶδ μνημονεύ σας τῶν ἐχθρῶν καὶ περὶ τίνας μάλιστα εἱλεῖσθαι εἰώθασιν οὗτοι παρέστησεν.

English

Suddenly they will shoot him down with arrows and will not be afraid.

For these men, lying in wait, attack the blameless or the simple and innocent all at once and unexpectedly. Hence the apostle, writing somewhere, says to such persons: I fear that, just as the serpent deceived Eve, your minds may be corrupted from the simplicity that is in Christ. For those who have fortified their soul could never be overthrown by the aforementioned men,

who have sharpened their tongues like a sword, and have strung a bow—a bitter thing— to shoot down the blameless in secret, or: to shoot down the simple in secret. Suddenly they will shoot him down and will not be afraid.

And observe in what manner: they will shoot him down, he says, but not me who says these things, but the simple one, that is, the guileless and innocent and still young, as one might say, being among those about whom the Saviour taught, saying: Do not despise one of the little ones in my church, and: Whoever scandalizes one of the little ones, it is better for him to be thrown into the sea. For there too the Saviour introduces not a great one being scandalized, but the little one in the church, just as here the simple one. Therefore the enemies do not even dare to approach the great ones or those wise before God, but they especially hunt the simple and innocent. For this reason David, recalling the enemies, has shown around whom these men are especially accustomed to hover.

pta0003.pta020:643 · narrativehigh
Source · Greek

Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν· τίς ὄψεται αὐτούς; Ἐξηρεύνησαν ἀνομίας, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις.

Τροπικῶς διὰ τῶν ἔμπροσθεν τοὺς τῆς ψυχῆς ἐχθροὺς τὴν ῥομφαίαν αὐτῶν ἀκονῆσαι καὶ τὰ τόξα ἐντεῖναι προειπὼν σαφέστερον διὰ τῶν προκειμένων, τίς ἦν ἡ ῥομφαία καὶ τί τὸ τόξον, παρίστησιν εἰπών·

ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν.

Οὐ γὰρ παρὰ τοῦ θεοῦ λαβόντες λόγον, ἀλλ’ ἑαυτοῖς πλασάμενοι καὶ συνθέντες τοῦτον ἐκράτυναν. τοιοῦτοι δέ εἰσιν οἱ συκοφάνται καὶ οἱ κρατύνειν καὶ βεβαιοῦν πειρώμενοι, ἃς ἑαυτοῖς ἀνεζωγράφησαν καὶ ἀνεπλάσαντο ψευδοδοξίας. εἶτα δὲ τὸν πονηρὸν λόγον, ὃν ἑαυτοῖς ἐκράτυναν ὁρῶντες σαθρόν, οὐ γυμνὸν αὐτὸν προβάλλονται, ἀλλὰ περιβάλλουσιν ἔξωθεν παγίσι κρύπτοντες διά τινων σοφισμάτων καὶ παραλογισμῶν τὴν κατὰ τῶν ἐπιβουλευομένων συσκευήν· οὕτω γὰρ ἄληπτοι καὶ ἀθήρατοι ἔσεσθαι ὑπολαμβάνουσι. διὸ

εἶπαν ἐν ἑαυτοῖς· τίς ὄψεται αὐτούς; καὶ ἐξερεύνησαν ἀνομίας.

English

They strengthened for themselves an evil word, they recounted to hide snares; they said, "Who will see them?" They searched out lawless deeds, they ceased searching out searches.

Figuratively, through the preceding verses, having foretold that the enemies of the soul sharpen their sword and string their bows, through the present verses he makes clearer what the sword and the bow were, saying:

They strengthened for themselves an evil word.

For they did not receive a word from God, but having fashioned and composed it for themselves, they strengthened it. Such are the slanderers and those who try to strengthen and confirm the false opinions which they have painted and molded for themselves. Then, seeing that the evil word which they strengthened for themselves is unsound, they do not put it forward naked, but clothe it externally with snares, hiding through certain sophisms and fallacies the plot against those they conspire against; for they suppose that in this way they will be uncatchable and unhuntable. Hence

they said among themselves, "Who will see them?" and they searched out lawless deeds.

pta0003.pta020:644 · narrativehigh
Source · Greek

Οὐδὲν γὰρ ὠφέλιμον ἀπὸ τοῦ θείου νόμου ζητήσαντες εὗρον, ἀλλ’ ἀνομίας ἑαυτοῖς ἐπενόησαν. κατὰ δὲ τὸν Σύμμαχον·

Ἐξερεύνησαν ἀνομίας σύμπαντες.

Καὶ ἐπὶ τούτοις πολλὰ ζητήσαντες καὶ μυρία παρ’ ἑαυτοῖς ἐπινοήσαντες, μηδὲν δὲ ἀληθὲς ἐπὶ τέλει εὑρόντες ἐξέλιπον πλέον οὐδὲν ἀπὸ τῆς πολλῆς ἐρεύνης κτησάμενοι. διὸ λέλεκται·

ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις.

Τοσούτους τινὰς διέγραψεν ὁ Δαυὶδ τοὺς ἐχθροὺς καὶ πολεμίους, ἐξ ὧν τὴν ἑαυτοῦ ψυχὴν ῥυσθῆναι ηὔχετο, ἐξερευνητικούς τινας καὶ ζητητικοὺς ἀνομίας. οἱ γὰρ τοιοῦτοι ψυχῆς ἀληθῶς ἂν εἶεν φονευταί· διὸ δὴ μάλιστα θεὸν βοηθὸν ἐπὶ τῶν τοιούτων ἀνεκαλεῖτο τοὺς αἰσθητοὺς πολεμίους καὶ τοὺς τοῖς σώμασι παραταττομένους ἐν οὐδενὶ λόγῳ τιθέμενος.

Προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, καὶ ὑψωθήσεται ὁ θεός. βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, καὶ ἐξησθένησαν ἐπ’ αὐτοὺς αἱ γλῶσσαι αὐτῶν.

Οἱ μὲν τῆς ψυχῆς πολέμιοι λόγοις πονηροῖς ἑαυτοὺς περιφράξαντες καὶ τὰς ἑαυτῶν ἐγκρύψαντες παγίδας ἀνομίας τε ἐξερευνῶντες καὶ διὰ τούτων τὰς ἑαυτῶν ῥομφαίας ἀκονήσαντες καὶ ταῖς ἑαυτῶν γλώσσαις ἐντείναντες τόξα τὸν ἄμωμον ἢ τὸν ἁπλοῦν καὶ ἀκέραιον περιῄεσαν ζητοῦντες, ὅπως ἀνέλωσιν αὐτοῦ τὴν ψυχήν· ἀλλ’ ἐκεῖνον μὲν ὁ θεὸς ῥύσεται· τῶν γὰρ μικρῶν ἐν τῇ ἐκκλησίᾳ οἱ ἄγγελοι διὰ παντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός. προσελεύσεται δέ τις αὐτοῖς ἄνθρωπος, ἀληθῶς ἀνὴρ τέλειος καὶ φορῶν τὸν κατ’ εἰκόνα θεοῦ πεποιημένον·

English

For they found nothing beneficial from searching the divine law, but devised lawless deeds for themselves. According to Symmachus:

They searched out lawless deeds, all of them.

And after much searching and countless contrivances among themselves, finding nothing true in the end, they ceased, having gained nothing from their extensive investigation. Hence it is said:

They ceased searching out searches.

David depicted such as these as the enemies and foes, from whom he prayed his own soul might be rescued—some who are investigators and seekers of lawlessness. For such as these would truly be murderers of the soul; therefore he especially called upon God as helper against such enemies, regarding the perceptible foes and those who array themselves in bodily combat as of no account.

A man will approach, and a deep heart, and God will be exalted. The arrows of infants were their wounds, and their tongues were weakened against them.

The enemies of the soul, having fortified themselves with evil words and concealed their own snares, and searching out lawless deeds, and through these sharpening their own swords and stringing bows with their own tongues, went about seeking the blameless one or the simple and guileless one, in order to destroy his soul. But God will rescue that one; for the angels of the little ones in the church continually behold the face of the Father in the heavens. And a certain man will approach them, truly a perfect man, bearing the one made in the image of God.

pta0003.pta020:645 · narrativehigh
Source · Greek

ὃς ἐν καρδίᾳ βαθείᾳ πεφραγμένος ἀκατάπληκτος αὐτοῖς παρατάξεται πάντας τε αὐτοὺς καταλύσει ὡς ὑψωθῆναι καὶ δοξασθῆναι δι’ αὐτοῦ τὸν θεὸν καὶ πάντων ἐκείνων τὰ βέλη ἐλεγχθῆναι ἄτονα καὶ ἀσθενῆ, ὡς νηπίων λογισθῆναι βέλη τὰς πληγὰς αὐτῶν καὶ τὰς γλώσσας αὐτῶν ἐπ’ αὐτοὺς ἐξασθενῆσαι. τοιοῦτος γάρ ἐστιν ὁ τοῦ θεοῦ ἄνθρωπος ὁ παραταττόμενος τοῖς προλεχθεῖσιν ἐν καρδίᾳ βαθείᾳ ὡς δέχεσθαι μὲν αὐτῶν τὰς πληγὰς καὶ τὰ διὰ σοφισμάτων βέλη, γελᾶν δὲ αὐτὰ καὶ τὸ μηθὲν ἡγεῖσθαι ὡς ὑπὸ νηπίων ἀτόνων κατ’ αὐτοῦ πεμπόμενα· εἶτα καὶ ἐπιλυόμενος αὐτῶν τὰ σοφίσματα τὰς γλώσσας αὐτῶν καὶ τοὺς λόγους ἐξασθενοῦντας ἐλέγξει. βαθεῖα δὲ καρδία ἡ μὴ ἐξ ἐπιπολῆς ἔχουσα τὰ μαθήματα μηδὲ ἐν τῷ προφορικῷ λόγῳ σεμνυνομένη, ἀλλ’ ἔνδον ἐν αὐτῇ τοὺς τῆς πίστεως θεμελίους ἐρριζωμένους.

Ἢ ἀκολούθως τοίνυν λογικούς τινας πολεμίους τὴν γλῶτταν ἀκονήσαντας καὶ τόξα τοῖς χείλεσιν ἐντείνοντας ὑποστησάμενος ἀντιτάττει αὐτοῖς ἄνθρωπον θεοῦ καρδίαν βαθεῖαν κεκτημένον καὶ τὸν μὲν θεὸν διὰ τούτου δοξαζόμενον, ἐκείνους δὲ ἡττωμένους καὶ ἀσχημονοῦντας.

English

He who, fortified in a deep heart, will array himself against them unshaken and will destroy them all, so that God may be exalted and glorified through him, and that all those missiles may be proven feeble and weak, and that their blows and their tongues may be accounted as the missiles of infants and be weakened against him. For such is the man of God who arrays himself against those previously mentioned in a deep heart, so as to receive their blows and the missiles of their sophistries, but to laugh at them and consider them as nothing, as if sent against him by the feeble infants; and then, by unraveling their sophistries, he will expose their tongues and their words as weakened. A deep heart is one that does not have its teachings on the surface nor prides itself in the spoken word, but has the foundations of faith rooted within itself.

Or, accordingly, having posited certain logical enemies who have sharpened their tongue and strung bows with their lips, he sets against them a man of God who possesses a deep heart, and through him God is glorified, while they are defeated and disgraced.

pta0003.pta020:646 · narrativehigh
Source · Greek

Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς, καὶ ἐφοβήθη πᾶς ἄνθρωπος. καὶ ἀνήγγειλεν τὰ ἔργα τοῦ θεοῦ καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν· εὐφρανθήσεται δίκαιος ἐν τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ’ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Ἀκόλουθον ἦν τῶν δοκήσει σοφῶν ἀνατραπέντων καὶ τῶν τῆς ψυχῆς πολε μίων ἀπελεγχθέντων ὑπὸ τοῦ ἀνθρώπου τοῦ θεοῦ τοὺς μὴ οὕτω δεινοὺς ἐν σοφίᾳ τοῦ αἰῶνος τούτου ταράττεσθαι. τῆς γὰρ μερίδος ὄντες τῶν ἡττωμένων ἄθεοι καὶ αὐτοὶ καὶ δυσσεβεῖς· πλὴν ὡς ἐν κακίᾳ τῆς ἐκείνων δεινότητος ἐλάττους, ὁρῶντες νενικημένους τοὺς ἑαυτῶν βελτίους ταράττονται. διὸ λέλεκται·

ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς.

Ὅ γε μὴν τοῦ θεοῦ ἄνθρωπος καὶ πάντες οἱ τούτῳ φίλοι διὰ τοῦ ἑνὸς τὰ κατ’ ἐχθρῶν βραβεῖα ἀράμενοι μειζόνως τὸν θεὸν ἐφοβήθησαν

καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ θεοῦ

καὶ τὰ δικαιώματα αὐτοῦ συνῆκαν. εἰ γὰρ καὶ τὰ μάλιστα ἄνθρωπος ἐδόκει καὶ καρδίᾳ βαθείᾳ τὴν τῶν πολεμίων ἀνατροπὴν πεποιῆσθαι, ἀλλὰ τοῖς συνετοῖς ἐγνωρίζετο αὐτὸς ὢν ὁ θεὸς ὁ τῆς νίκης αἴτιος· διὸ τὰ ἔργα τοῦ θεοῦ ἀπήγγελλον ὑμνοῦντες αὐτοῦ τὰ δι’ ἀνθρώπων κατορθώματα. οὗτοι μὲν οὖν ὥσπερ θεαταὶ τὸν θεὸν δοξάζοντες ἐπὶ τῇ νίκῃ τοῦ νενικηκότος διετέλουν· αὐτὸς δὲ ὁ νικητὴς εὐφρανθήσεται ἐπὶ τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ’ αὐτόν. οὐ γὰρ ἐφ’ ἑαυτῷ μέγα φρονήσει οὐδ’ ἐπὶ τῇ νίκῃ ἐπαρθήσεται· χαρᾶς δὲ θείας καὶ εὐφροσύνης πληρωθήσεται ὡς ὑπουργὸς καὶ διάκονος τοῦ νικοποιοῦ θεοῦ γεγονώς. τούτου δὲ εὐφραινομένου πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ ἐπαινεθήσονται διὰ τοῦ ἑνὸς καὶ αὐτοὶ ὥσπερ νικηταὶ ἀποδειχθέντες.

English

All who beheld them were troubled, and every man was afraid. And he proclaimed the works of God, and they understood his creations; the righteous man will rejoice in the Lord and hope in him, and all who are upright in heart will be praised.

It was fitting that, after those reputed wise were overthrown and the enemies of the soul were refuted by the man of God, those not so formidable in the wisdom of this age should be troubled. For they belong to the party of the vanquished, being themselves godless and impious; yet, as they are inferior in wickedness to the cleverness of those others, seeing their betters defeated, they are troubled. Hence it is said:

All who beheld them were troubled.

But the man of God and all his friends, having through the one man carried off the prizes against the enemies, feared God all the more

and proclaimed the works of God

and understood his ordinances. For although it seemed that a man, fortified in a deep heart, had accomplished the overthrow of the enemies, yet to the discerning it was recognized that God himself was the cause of the victory; therefore they proclaimed the works of God, hymning his achievements accomplished through men. These, then, as spectators, continued glorifying God for the victory of the victor; but the victor himself will rejoice in the Lord and hope in him. For he will not think highly of himself nor be elated by the victory; rather, he will be filled with divine joy and gladness, having become a servant and minister of the victory-giving God. And when he rejoices, all who are upright in heart will be praised, being shown through the one man as victors themselves.

pta0003.pta020:647 · narrativehigh
Source · Greek

ὅλον γὰρ τὸ τάγμα καὶ τὸ σῶμα τῶν ἁγίων ἐπαίνου τεύξεται, ἐπειδὴ δοξαζομένου μέλους ἑνὸς συνδοξάζεται πάντα τὰ μέλη, κατὰ τὸν ἱερὸν ἀπόστολον.

Κλῆσις ἐθνῶν

ξδ

Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυὶδ ᾠδῆς. Σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. εἰσάκουσον προσευχῆς· πρὸς σὲ πᾶσα σὰρξ ἥξει.

Προφητείαν περιέχει μελλόντων εἰς τὸ τέλος ἀπαντήσεσθαι πραγμάτων· διὸ ἐπιγέγραπται εἰς τὸ τέλος. τίνα δὲ ἦν ταῦτα, διδάσκει ἑξῆς λέγων·

πρὸς σὲ πᾶσα σὰρξ ἥξει,

οὐκέτι γὰρ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πᾶσα σάρξ, τουτέστι πᾶν γένος ἀνθρώπων· οὕτως γὰρ εἴωθεν ὁ λόγος πάντας ἀνθρώπους σημαίνειν τοὺς πάλαι σαρκίνους καὶ γεώδεις. διὸ καὶ ἐν τῷ νόμῳ λέλεκται· διέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ· καὶ πάλιν· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. ἀλλὰ τότε μὲν πᾶσα σὰρξ κατηγορεῖτο, νῦν δὲ ἥξειν πρὸς τὸν θεὸν λέγεται. διὸ καὶ μετὰ τὸν Δαυὶδ Ἰωὴλ προφήτης γενόμενος τὰ κάλλιστα πάσης σαρκὸς θεσπίζει λέγων· ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν. ἀλλὰ καὶ ὁ Ἡσαΐας ταὐτὸν παρίστησιν εἰπών· ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. σωτήριον δὲ θεοῦ πάσῃ σαρκὶ γνωσθησόμενον τί ποτε ἦν ἄρα ἢ ὁ χριστὸς τοῦ θεοῦ, καθὼς πολλάκις ἀπεδείξαμεν; τοῦτο οὖν τὸ σωτήριον πᾶσιν ἀνθρώποις τοῖς πάλαι σαρκίνοις ἀποκαλυφθήσεσθαι προεφητεύετο. εἰκότως οὖν καὶ ὁ μετὰ χεῖρας ψαλμὸς τοῦτο αὐτὸ σημαίνων ἐπισφραγίζεται τὴν ἐπαγγελίαν διὰ τοῦ φάναι·

English

For the whole order and body of the saints will obtain praise, since when one member is glorified, all the members are glorified together, according to the holy apostle.

Calling of the Nations

64

For the end, a psalm of a song for David. A hymn is fitting for you, O God, in Zion, and a prayer will be rendered to you in Jerusalem. Hearken to the prayer; to you all flesh will come.

It contains a prophecy of things that will happen at the end; therefore it is inscribed "for the end." And what these things are, it teaches next, saying:

To you all flesh will come,

for no longer only the nation of the Jews, but also all flesh, that is, every race of men; for thus the word is accustomed to signify all men who were formerly fleshly and earthly. Hence also in the Law it is said: "All flesh corrupted its way"; and again: "My spirit will not remain in these men because they are flesh." But then all flesh was accused, but now it is said to come to God. Hence also after David, the prophet Joel, when he arose, prophesies the finest things of all flesh, saying: "I will pour out from my spirit upon all flesh, and they will prophesy." But also Isaiah sets forth the same, saying: "All flesh will see the salvation of God." And what was the salvation of God that would be known to all flesh, if not the Christ of God, as we have often demonstrated? So this salvation was prophesied to be revealed to all men who were formerly fleshly. Naturally, therefore, the psalm at hand, signifying this very thing, seals the promise by saying:

pta0003.pta020:648 · narrativehigh
Source · Greek

πρὸς σὲ πᾶσα σὰρξ ἥξει.

Ὑποκαταβὰς δὲ σαφέστερον ἑρμηνεύει τὴν διάνοιαν ἐπιλέγων·

ἐπάκουσον ἡμῶν, ὁ θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν.

Καὶ ἔτι σαφέστερον ἐπιλέγει·

καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.

Τὸ γὰρ φοβηθῆναι πάντας τοὺς κατοικοῦντας τὰ πέρατα ἀπὸ τῶν σημείων τοῦ θεοῦ ἀγαθὸν ἦν καὶ σοφίας ἀρχή, ἐπείπερ ἀρχὴ σοφίας φόβος κυρίου. διὰ δὴ ταῦτα εἰς τὸ τέλος προγέγραπται ὁ ψαλμὸς καὶ ἔστιν ᾠδῆς ψαλμὸς ἐπινίκιον ὕμνον εἰς τὸν σωτῆρα τῶν ἐθνῶν περιέχων, ἐφ’ οἷς τὸ πνεῦμα τὸ ἅγιον τὸν ἐπὶ πάντων θεὸν ἀνυμνεῖ φάσκον·

σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών.

Τίνα γὰρ ἐχρῆν ἄλλον ἐπὶ τῇ πάντων ἀνθρώπων σωτηρίᾳ ὑμνεῖσθαι ἢ τὸν παντὸς αἴτιον ἀγαθοῦ; διδάσκει δὲ τὸ αὐτὸ πνεῦμα τοὺς προσιόντας ἐξ ἐθνῶν μόνῳ τῷ θεῷ λέγειν· σοὶ πρέπει ὕμνος, ὡς ἂν κατεγνωκότας ἑαυτῶν, ὅτε μὴ πρέποντας ὕμνους ἀνέπεμπον τῇ πολυθέῳ πλάνῃ.

Πρέπει δὲ ὕμνος τῷ θεῷ οὐ πᾶς, ἀλλ’ ὁ ἐν Σιὼν ἀναπεμπόμενος, δηλαδὴ ὁ ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ. Σιὼν μὲν γάρ ἐστιν ἀληθινὴ ἡ ἐπουράνιος Ἱερουσαλὴμ καὶ τὸ ἐπουράνιον ὄρος τοῦ θεοῦ, περὶ οὗ διδάσκων ὁ ἀπόστολος ἔλεγε· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς· καὶ πάλιν· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.

English

All flesh will come to you.

Descending, he interprets the thought more clearly, adding:

Hear us, O God, our savior, the hope of all the ends of the earth and of those far off at sea.

And he adds even more clearly:

And those dwelling at the ends will be frightened by your signs.

For the fear of all those dwelling at the ends from the signs of God was good and the beginning of wisdom, since the fear of the Lord is the beginning of wisdom. For these reasons the psalm is inscribed for the end, and it is a song, a psalm, a victory hymn containing praise for the savior of the nations, on which the Holy Spirit hymns the God over all, saying:

A hymn is fitting for you, O God, in Zion.

For who else ought to be hymned for the salvation of all men than the one responsible for every good? The same Spirit teaches those approaching from the nations to say to God alone: A hymn is fitting for you, as if they had condemned themselves for when they sent up unfitting hymns to polytheistic error.

But not every hymn is fitting for God, but the one sent up in Zion, that is, in his church. For true Zion is the heavenly Jerusalem and the heavenly mountain of God, concerning which the apostle taught, saying: You have come to the mountain of Zion and the city of the living God, the heavenly Jerusalem, and to the myriad angels' assembly and the church of the firstborn enrolled in the heavens; and again: The upper Jerusalem is free, which is our mother.

pta0003.pta020:649 · narrativehigh
Source · Greek

αὕτη ἂν εἴη ἡ ἀληθὴς Ἱερουσαλὴμ καὶ ἡ κυρίως ἀναδειχθεῖσα Σιών, ἐφ’ ἧς καὶ βασιλεύειν λέλεκται ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὥσπερ οὖν διδάσκει λέγων αὐτὸς ἐν δευτέρῳ ψαλμῷ· ἐγὼ δὲ κατεστάθην βασιλεὺς ἐπ’ αὐτοὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. ἡ αὐτὴ δ’ ἂν εἴη καταγγελλομένη τοῖς τὸ εὐαγγέλιον παραδεχομένοις βασιλεία οὐρανῶν. εἰκὼν δ’ ἐκείνης ἡ ἐπὶ γῆς γένοιτ’ ἂν ἐκκλησία ὁμωνύμως καὶ αὐτὴ καλουμένη ποτὲ μὲν Σιὼν ποτὲ δὲ Ἱερουσαλὴμ καὶ ἄλλοτε θύγατερ Σιὼν ἢ θυγάτηρ Ἱερουσαλήμ. οὕτω γοῦν αὐτὴν οἱ προφῆται θεσπίζοντες ἀνηγόρευον.

Ὁ τοίνυν ὕμνος ὁ ἐν τῇ Σιὼν ἤτοι τῇ ἐπουρανίῳ ἢ καὶ τῇ ἐπὶ γῆς ἐκκλησίᾳ τοῦ θεοῦ ᾀδόμενος πρέποι ἂν μόνος τῷ ὑμνουμένῳ θεῷ· πᾶσα δὲ ἡ ἐκτὸς τῆς ἐκκλησίας τοῦ θεοῦ λεγομένη θεολογία, εἴτε παρὰ τοῖς Ἑλλήνων σοφοῖς εἴτε παρὰ τοῖς ἀθέοις ἑτεροδόξοις, ἀπρεπὴς ἂν εἴη. τῶν γὰρ παρ’ Ἕλλησι σοφῶν οἱ μὲν εἰς ἀθεότητα παντελῆ καταπεπτώκασιν, οἱ δὲ τὴν πολύθεον πλάνην ἐσέμνυναν. τῶν δὲ ἀθέων αἱρεσιωτῶν οἱ μὲν πλείστας καὶ ἐναντίας ἀρχὰς ὑπεστήσαντο, οἱ δὲ πονηραῖς καὶ φαύλαις δυνάμεσι τὴν τοῦ παντὸς διοίκησιν ἀνατεθείκασιν. ἤδη δὲ καὶ αὐτῶν Ἰουδαίων παῖδες ἀνθρωπόμορφον καὶ ἀνθρωποπαθῆ τὸν θεὸν τῷ μὴ νοεῖν τὰς γραφὰς εἰσάγοντες, ἀλλὰ καὶ μυρία ἔκτοπα καὶ ταπεινὰ μυθολογοῦντες, μακρὰν ἀποπεπτώκασι τοῦ πρέποντος ὕμνου. μόνοι δὲ οἱ ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τὸν πρέποντα ὕμνον παρ’ αὐτοῦ δεδιδα γμένοι τοῦ σωτῆρος ἐπαξίως τὸν πατέρα θεολογοῦσιν· ὃ δὴ παρίστησι διὰ τῆς μετὰ χεῖρας φάσκoν ᾠδῆς·

English

This would be the true Jerusalem and the Zion properly revealed, upon which our savior and lord is said to reign, as he himself teaches, saying in the second psalm: And I was established as king over them on Zion, his holy mountain. And this would be the kingdom of heaven proclaimed to those who accept the gospel. An image of that kingdom would be the church on earth, itself called by the same name, sometimes Zion, sometimes Jerusalem, and at other times daughter of Zion or daughter of Jerusalem. Thus, at any rate, the prophets, uttering oracles, proclaimed her.

Therefore, the hymn sung in Zion—whether the heavenly Zion or the church of God on earth—would be fitting only for the God who is hymned. But all theology spoken outside the church of God, whether among the wise men of the Greeks or among the godless heretics, would be unfitting. For among the wise men of the Greeks, some have fallen into complete atheism, while others have dignified polytheistic error. Among the godless heretics, some have posited many and contrary principles, while others have attributed the governance of the universe to evil and base powers. And already the children of the Jews themselves, by not understanding the scriptures, introduce God as anthropomorphic and subject to human passions, and moreover mythologize countless monstrous and base things, have fallen far from the fitting hymn. Only those in the church of God, taught the fitting hymn by the savior himself, worthily theologize about the Father; which the song at hand demonstrates, declaring:

pta0003.pta020:650 · narrativehigh
Source · Greek

σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών.

Ἀπρεπὴς δὲ ὕμνος λεχθείη ἂν ὁ δαίμοσι πονηροῖς καὶ πνεύ μασιν ἀκαθάρτοις ἀναπεμπόμενος· ἀπρεπὴς δέ ἐστι καὶ ὁ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις καὶ τοῖς λοιποῖς τοῦ κόσμου μέρεσιν ὑπὸ τῶν ταῦτα θεοποιούντων ᾀδόμενος. καὶ ἔτι μᾶλλον αἰσχίων καὶ ἀπρεπέστατος ὁ δι’ αἰσχρῶν καὶ ἀκολάστων ᾀσμάτων τοῖς περὶ θεῶν ἐρωτικοῖς διηγήμασιν ἀναπλαττόμενος. μόνος δ’ ἐκεῖνος ὡραῖος λεχθείη ἂν καὶ εὐπρεπὴς ὕμνος ὁ τῷ μόνῳ ποιητῇ καὶ δημιουργῷ καὶ βασιλεῖ τῶν ὅλων θεῷ ἀναπεμπόμενος, ᾧ καὶ τὰς εὐχὰς ἀποδιδόναι προσήκει καὶ τοῦτο ποιεῖν μὴ ἐκτὸς τῆς ἐκκλησίας αὐτοῦ. διὸ λέλεκται κατὰ τοὺς Ἑβδομήκοντα·

καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.

Εὐχὴν δὲ σύνηθες τῇ θείᾳ γραφῇ καλεῖν τὴν ἐπαγγελίαν, ἣν ἂν ἐπαγγέλληταί τις τῷ θεῷ ἤτοι σωφρονεῖν ταξάμενος καὶ τὸν ἑαυτοῦ βίον ἀναθεῖναι τῇ κατὰ θεὸν φιλοσοφίᾳ, ἢ τῶν κτημάτων ἀφιερῶσαί τι, ἢ τάξασθαί τινα σεμνὴν ἐπαγγελίαν πρέπουσαν τῷ κατὰ θεὸν βίῳ. διὸ λέλεκταί που· ἐὰν εὔξῃ εὐχήν, μὴ χρονίσῃς ἀποδοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι.

English

A hymn is fitting for you, O God, in Zion.

But a hymn would be called unfitting that is sent up to evil demons and unclean spirits; and it is also unfitting that which is sung to the sun and moon and stars and the remaining parts of the universe by those who deify these things. And even more shameful and most unfitting is that which is fabricated through shameful and licentious songs concerning erotic narratives about gods. Only that hymn would be called beautiful and fitting which is sent up to the sole maker and creator and king of all, God, to whom it is also proper to pay vows, and to do this not outside his church. Therefore it is said according to the Septuagint:

And a vow shall be paid to you in Jerusalem.

Now it is customary for divine scripture to call a vow the promise which one makes to God, either having pledged to be temperate and to dedicate one's own life to philosophy according to God, or to consecrate some of one's possessions, or to pledge some solemn promise befitting the life according to God. Hence it is said somewhere: If you make a vow, do not delay in paying it; it is good not to make a vow, or to make a vow and not pay it.

pta0003.pta020:651 · narrativehigh
Source · Greek

Πρέπει τοίνυν πρῶτα μὲν ἐπαξίως τὸν τῶν ὅλων ποιητὴν καὶ σωτῆρα θεὸν ἀνυμνεῖν, ἔπειτα δι’ ἔργων ἀκόλουθα πράττειν τῇ θεολογίᾳ ἐν ἀγαθαῖς ἐπαγγελίαις· ἐπειδὰν δὲ καὶ τὸν ὕμνον πρεπόντως καὶ τὰς εὐχὰς ἀποδῶμεν αὐτῷ τηνικαῦτα, ὡς ἂν τὰ παρ’ ἑαυτῶν πεπληρωκότες, παρρησίας μεθέξομεν, ὥστε λέγειν·

εἰσάκουσον προσευχῆς.

Ἀκριβῶς δ’ ἐνταῦθα προσευχῆς, ἀλλ’ οὐκ εὐχῆς εἴρηται· ἡ μὲν γὰρ ἐπαγγελίαν ἐδήλου, ἡ δὲ προσευχὴ δέησιν καὶ ἱκετηρίαν· ἣν τὸ πνεῦμα τὸ ἅγιον ὑπὲρ ἡμῶν ἐποιεῖτο πρέπουσαν ἱκετηρίαν προσαγαγὸν τῷ θεῷ καὶ λέγον·

εἰσάκουσον προσευχῆς.

Τίνων δὲ προσευχῆς εἰσάκουσον, παρίστησιν ἑξῆς, τῶν ἐθνῶν τὴν κλῆσιν θεσπίζον· διό φησι·

πρὸς σὲ πᾶσα σὰρξ ἥξει.

Ὑπερηύχετο δὴ τὸ πνεῦμα τὸ ἅγιον πάσης σαρκός, ἵν’, ἐπειδὰν ἐπιστραφῇ πᾶσα σὰρξ πρὸς τὸν θεὸν καὶ ἐπικαλῆται αὐτόν, τύχοι αὐτοῦ ἐπηκόου. διὸ οὐκ εἶπεν· εἰσάκουσον τῆς ἐμῆς προσευχῆς, ἀλλ’·

εἰσάκουσον προσευχῆς· πρὸς σὲ πᾶσα σὰρξ ἥξει·

English

It is fitting, then, first to hymn worthily the God who is the maker and savior of all things, and next to perform deeds that accord with the theology in good promises; and when we have rendered to him both the hymn fittingly and the prayers, then, as having fulfilled what lies in our power, we shall partake of boldness, so as to say:

Hear my prayer.

And here it is precisely "of prayer" that is said, not "of a vow"; for the one indicated a promise, while the prayer is a petition and supplication—which the Holy Spirit made on our behalf, bringing a fitting supplication to God and saying:

Hear my prayer.

Whose prayer to hear, he sets forth next, proclaiming the calling of the nations; therefore he says:

To you all flesh will come.

The Holy Spirit was praying on behalf of all flesh, so that when all flesh turns to God and calls upon him, it may obtain him as one who hears. Therefore he did not say, "Hear my prayer," but:

Hear my prayer; to you all flesh will come.

pta0003.pta020:652 · narrativehigh
Source · Greek

ὡσεὶ σαφέστερον ἔλεγεν· ἐπειδὴ μέλλει πᾶσα σὰρξ καὶ πᾶν γένος ἀνθρώπων ἀναχωρεῖν μὲν τῆς πολυθέου πλάνης, ἐπιστρέφειν δὲ ἐπὶ σὲ τὸν μόνον ἀληθινὸν θεὸν ὕμνους τέ σοι ἀναπέμπειν καὶ εὐχὰς ἀποδιδόναι προσευχάς τε καὶ ἱκετηρίας ποιεῖσθαι, εἰσάκουσον τῆς αὐτῶν προσευχῆς.

Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.

Σφόδρα ἀκολούθως μετὰ τὰ περὶ πάσης σαρκὸς λελεγμένα ἐπενήνεκται τὰ προκείμενα τῆς ὠνομασμένης πάσης σαρκὸς ἐξομολόγησιν περιέχοντα. οἱ γοῦν ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν πάλαι σαρκίνων τῆς δεισι δαίμονος πλάνης ἐπιστρέψαντες διδάσκονται ὑπὸ τοῦ θείου πνεύματος ὁμολογεῖν ἐν ὁποίοις ποτὲ κακοῖς γεγόνασι τῶν τε οἰκείων ἀσεβημάτων μνημονεύειν. διό φησι·

λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.

Ταῦτα μὲν οὖν λεγόμενα ἐκ προσώπου τῆς ἀποδοθείσης πάσης σαρκὸς πολλὴν ἂν ἔχοι ἀκολουθίαν· ἐπεὶ δὲ τοῦ Δαυὶδ ἐπιγέγραπται ἡ ᾠδὴ τοῦ ψαλμοῦ, ζητήσειεν ἄν τις, πότε τὸν Δαυὶδ ἢ τοὺς σὺν αὐτῷ λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἢ κατὰ τὸν Σύμμαχον κατεδυνάστευσαν, ποίας δὲ καὶ ἀσεβείας ἐκτήσατο ὁ τοσοῦτος τοῦ θεοῦ προφήτης καὶ οἱ σὺν αὐτῷ, ἐπείπερ πληθυντικῶς· τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ, φησίν. ἀλλὰ γάρ, ὡς ἀποδεδώκαμεν, προφητικῶς τὸ πνεῦμα τὸ ἅγιον τῆς τῶν ἐθνῶν κλήσεως μνημονεῦσαν καὶ φῆσαν·

English

As if he were saying more clearly: since every flesh and every race of men is about to withdraw from polytheistic error and turn to you, the only true God, sending up hymns to you and offering prayers and making supplications and entreaties, hear their prayer.

The words of lawless men overpowered us, and you will be propitiated by our impieties.

Very consistently, after what has been said about all flesh, the present words have been brought forward, containing the confession of that so-called all flesh. Those, then, from all the nations who have turned from the ancient fleshly superstitious error are taught by the divine Spirit to confess in what evils they have ever been, and to remember their own impieties. Therefore he says:

The words of lawless men overpowered us, and you will be propitiated by our impieties.

Now these words, spoken from the person of that all flesh which has been described, would have much consistency. But since the ode of the psalm is inscribed to David, one might inquire when David or those with him were overpowered or, according to Symmachus, dominated by the words of lawless men, and what impieties the great prophet of God and those with him acquired, since it says in the plural: "you will be propitiated by our impieties." But, as we have explained, the Holy Spirit, having prophetically mentioned the calling of the nations, said:

pta0003.pta020:653 · narrativehigh
Source · Greek

πρὸς σὲ πᾶσα σὰρξ ἥξει,

ἀκολούθως τὴν ἐξομολόγησιν αὐτῶν διαγράφει ἐξ αὐτῶν προσώπου φάσκον·

λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς,

τουτέστι κρείττους ἡμῶν γεγόνασι καὶ δυνατώτεροι ἡμῶν οἱ τῶν ἀνόμων λόγοι. ἄνομοι δὲ πάντες ἦσαν οἱ πρῶτοι συστησάμενοι τὴν τῶν εἰδώλων θεοποιΐαν λόγοι τε αὐτῶν οἱ διὰ ποιητῶν καὶ τῶν σοφῶν τοῦ αἰῶνος τούτου περὶ τῆς πολυθέου πλάνης ἐν συγγράμμασι καταβεβλημένοι. ἀλλ’ οὗτοι μὲν κατεδυνάστευσαν ἡμῶν, κατὰ τὸν Σύμμαχον· σὺ δ’ οὐχ ὑπερεῖδες ἡμᾶς, δέσποτα· ἱλάσω δὲ τὰς ἀσεβείας ἡμῶν καταπέμψας ἡμῖν τὸν ἱλασμόν, δι’ οὗ κατέστης ἡμῖν ἵλεως, ὑπερβὰς ἡμῶν τὰς ἀσεβείας. τίς δέ ἐστιν ὁ ἱλασμός, διδάσκει λέγων ὁ ἀπόστολος περὶ τοῦ σωτῆρος· ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι, καὶ πάλιν· αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· οὐχ ὑπὲρ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ κόσμου.

Μακάριος, ὃν ἐξελέξω καὶ προσελάβου, κατοικήσει ἐν ταῖς αὐλαῖς σου.

English

All flesh will come to you,

and accordingly he describes their confession from their own person, saying:

The words of the lawless have overpowered us,

that is, the words of the lawless have become stronger than us and more powerful than us. And all were lawless who first established the deification of idols, and their words, those through poets and the wise men of this age concerning polytheistic error, set down in writings. But these overpowered us, according to Symmachus; but you did not overlook us, O Lord; and you propitiated our impieties by sending down to us the propitiation, through which you became gracious to us, passing over our impieties. And what the propitiation is, the apostle teaches, speaking concerning the Savior: whom God set forth as a propitiation through faith in his blood, and again: he is a propitiation for our sins; not only for ours, but also for the whole world.

Blessed is he whom you have chosen and taken to yourself; he will dwell in your courts.

pta0003.pta020:654 · narrativehigh
Source · Greek

Οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιστρέψαντες τὰς ἑαυτῶν ἀσεβείας ἐξομολογησάμενοι, καὶ ὡς κατηξιώθησαν τοῦ ἱλασμοῦ, προκοπὴν ἐπιδείκνυνται καὶ ψυχῆς ὠφέλειαν πολλήν, γνῶσιν ἀνειληφέναι διδάσκοντες τοῦ ἀληθῶς μακαρίου. πάλαι μὲν γὰρ τὸν θνητὸν βίον καὶ τὴν πρόσκαιρον ζωὴν μόνην εἰδότες πάντως που ἐμακάριζον τοὺς ταύτης ἀπολαύοντας, τέλος ἡδονὴν ὁριζόμενοι καὶ πλούτους καὶ τὴν ἐν σώμασι τρυφήν· νῦν δ’ ὅτε τετυχήκασι τοῦ ἱλασμοῦ καὶ τὰς ἑαυτῶν ἀσεβείας ἀπεκαθήραντο, γνῶσιν ἀνειλήφασι τοῦ ὄντος μακαρίου· καὶ τοῦτον εἶναί φασι τὸν ὑπὸ θεοῦ ἐκλεγόμενον καὶ τῆς ὑπ’ αὐτοῦ προσλήψεως κατηξιωμένον· διό φασι· πάντες ἡμεῖς τῆς κλήσεως κατηξιώμεθα οἱ πάλαι ὄντες σάρξ· ἀλλ’ ἴσμεν, ὅτι πολλοὶ μὲν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. εἰκότως οὖν ὡς ἂν σπάνιον μακαρίζομεν τὸν ἐκλεκτόν. τίς δέ ἐστιν οὗτος ἀλλ’ ἢ ὁ ἀφορισθεὶς τῶν πολλῶν καὶ ἀναληφθεὶς ὑπὸ τοῦ θεοῦ; καὶ πῶς γὰρ οὐ μακάριος ἀληθῶς ὁ τοιοῦτος, ὁπότε τῶν δύο τούτων τυχών, λέγω δὲ τῆς ἐκλογῆς καὶ τῆς τοῦ θεοῦ προσλήψεως, ἑτέρου κρείττονος καταξιωθήσεται; κατοικήσει γὰρ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ. καὶ ταύτην λοιπὸν τὴν μονὴν εὑρὼν καὶ τὴν ἀνάπαυλαν ἐνταῦθα στηριχθήσεται τὸ τέλος ἀγαθὸν τοῦτο ἀπολαβών, οὗ τυχεῖν καὶ ἄλλος ηὔχετο προφήτης ὁ εἰπών· ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου. αὐλαὶ δὲ τοῦ κυρίου εἰσὶν αἱ κατ’ οὐρανὸν μοναί, περὶ ὧν εἴρηται ἐν εὐαγγελίῳ· πολλαὶ μοναὶ παρὰ τῷ πατρί.

English

Those who have turned back from all the nations, having confessed their own impieties, and having been deemed worthy of atonement, show progress and great benefit of soul, teaching that they have received knowledge of the truly blessed one. For formerly, knowing only the mortal life and temporary existence, they certainly blessed those enjoying this, defining pleasure, wealth, and bodily luxury as the end. But now, when they have obtained atonement and cleansed their own impieties, they have received knowledge of the truly blessed one. And they say that this one is the one chosen by God and deemed worthy of his adoption. Therefore they say: We have all been deemed worthy of the calling, we who were formerly flesh. But we know that many are called, but few are chosen. Naturally, then, as if it were rare, we bless the chosen one. And who is this but the one separated from the many and taken up by God? And how is such a one not truly blessed, since having obtained these two things, I mean election and adoption by God, he will be deemed worthy of something better? For he will dwell in the courts of God. And having found this abode and rest, he will be established there, having received this good end, which another prophet also prayed to obtain, the one saying: My soul yearns and longs for the courts of the Lord. And the courts of the Lord are the heavenly abodes, concerning which it is said in the Gospel: There are many abodes with the Father.

pta0003.pta020:655 · narrativehigh
Source · Greek

Ὁ τοίνυν ἐξ ἐθνῶν πάλαι μὲν ὢν σάρξ, μεταβαλὼν δὲ καὶ γενόμενος θεοῦ ἄνθρωπος μακαρίζει τὸν ἐξαίρετον καὶ ἤδη ἐκλεκτὸν ὡς ἂν προσληφθέντα ὑπὸ τοῦ θεοῦ καὶ παραληφθέντα εἰς τὰς αὐλὰς τῆς ἐπουρανίου Ἱερουσαλήμ.

Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Οἱ προλεχθέντες, τυχεῖν εὐχόμενοι καὶ αὐτοὶ τῶν ἐπουρανίων ἀγαθῶν, ὧν ἠξίωται ὁ προειρημένος μακάριος, φασίν·

πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.

Ἔγνωσαν γὰρ τὸν οἶκον τοῦ θεοῦ τὸν ἐπουράνιον, οὗ ἐν ταῖς αὐλαῖς ὁ ἤδη ἐκλεκτὸς κατατέτακται· διὸ ἱκετεύουσι καιρῷ ποτε καὶ αὐτοὶ τυχεῖν τῶν ἐπουρανίων ἀγαθῶν. εἰ δὲ καὶ οἶκος θεοῦ ἡ ἐκκλησία αὐτοῦ ἐστι κατὰ τὸν ἀπόστολον φήσαντα· ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, εἰκότως φασίν, ὅτι ὁ μὲν μακάριος ἤδη τῆς παρὰ σοὶ τετύχηκεν ἐκλογῆς, ἡμεῖς δὲ οἱ μηδέπω τοιοῦτοι, ἔτι δὲ περιβεβλημένοι ἀγαπῶμεν ἐντεῦθεν ἤδη τῶν ἐν τῷ οἴκῳ σου ἀγαθῶν ἀπολαύοντες λόγων δηλαδὴ θείων καὶ τῶν τῆς σοφίας μαθημάτων τε καὶ χαρισμάτων τοῦ ἁγίου πνεύματος, οἷς κεκόσμηται ὁ οἶκος τοῦ θεοῦ· ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι· ἄλλῳ χαρίσματα ἰαμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, καὶ ὅσα ἄλλα κατέλεξεν ὁ θεῖος ἀπόστολος. ἐν τούτοις οὖν ἑαυτοὺς παρασκευάζουσιν οἱ τῶν κρειττόνων ἐφιέμενοι. εἶτ’ ἐπειδὴ περὶ οἴκου θεοῦ ἐμνημόνευσαν, ἀκολούθως ὁποῖος οὗτος τυγχάνει διδάσκουσι λέγοντες·

English

Therefore, the one who was formerly from the nations, being flesh, but having changed and become a man of God, blesses the exceptional one who is already chosen, as one taken up by God and received into the courts of the heavenly Jerusalem.

We shall be filled with the good things of your house; holy is your temple, wonderful in righteousness.

Those previously mentioned, praying that they too might obtain the heavenly good things of which the aforementioned blessed one has been deemed worthy, say:

We shall be filled with the good things of your house.

For they have recognized the heavenly house of God, in whose courts the already chosen one has been stationed; therefore they beseech that at some time they too might obtain the heavenly good things. But if the house of God is also his church, according to the apostle who said, "that you may see how one ought to conduct oneself in the house of God," which is the church of the living God, a pillar and foundation of the truth, they fittingly say that the blessed one has already obtained the election by you, but we who are not yet such, still clothed, love even now to enjoy the good things in your house, namely divine words and the teachings and gifts of wisdom of the holy spirit, with which the house of God is adorned; for to one is given through the spirit a word of wisdom, to another a word of knowledge, to another faith in the same spirit; to another gifts of healings, to another kinds of tongues, and all the other things that the divine apostle enumerated. In these, then, those who desire better things prepare themselves. Then, since they have made mention of the house of God, they accordingly teach what sort this is, saying:

pta0003.pta020:656 · narrativehigh
Source · Greek

ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Οὗτος γὰρ ἦν ὁ οἶκος τοῦ θεοῦ, ὁ ἅγιος αὐτοῦ νεώς. νεὼν δὲ ἄκουε τοῦ θεοῦ ἅγιον οὐ τοίχων καὶ ὀρόφων οἰκοδομήματα, ἀλλὰ τὸν ἐκ ψυχῶν ἐκλεκτῶν συνεστῶτα ἤδη· λίθοι ζῶντες οἱ ἅγιοι καὶ οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον τὸ σύστημα τῶν θεοσεβῶν εἶναι ὁ ἱερὸς ἀπόστολος ἐδίδαξεν εἰπών· ὑμεῖς δὲ πάντες οἶκος θεοῦ ἐστε, καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. τοῦτο δὲ εἰπὼν συνῳδὰ τῷ μετὰ χεῖρας ἐδίδασκε λόγῳ φάσκοντι·

ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Ὡς γὰρ τῶν αἰσθητῶν ναῶν θαυμάζεται πολλάκις ἡ κατασκευὴ διὰ φιλοκάλου πολυτελείας γενομένη - χρυσόροφα γοῦν καὶ διάγλυφα τεκταίνουσι φιλοκαλοῦντες ὕλῃ τε κιόνων καὶ μαρμάρων κατακοσμοῦσι τὰς οἰκοδομάς -, τὸν αὐτὸν τρόπον ὁ τοῦ θεοῦ νεὼς ἅγιος ὢν καὶ τοῦτο πρῶτον κάλλιστον ἀγαθὸν κεκτημένος τὸν ἔξωθεν περιβέβληται κόσμον, πολυποικίλῳ σοφίᾳ θεοῦ δικαιοσύνῃ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς τοῖς τε τοῦ ἁγίου πνεύματος διαφόρας χαρίσμασι πεποικιλμένος, ὡς ἔκπληξιν ἐμποιεῖν καὶ θαῦμα παρέχειν τοῖς ὁρῶσιν. ὅθεν οἱ καταξιούμενοι τῆς ἐν αὐτῷ διατριβῆς χαίροντές φασι·

English

Holy is your temple, wonderful in righteousness.

For this was the house of God, his holy temple. But understand the holy temple of God not as the building of walls and roofs, but as that which already consists of chosen souls. The holy apostle taught that living stones are the saints, and that the spiritual house for a holy priesthood is the assembly of the God-fearing, saying: "You are all the house of God, and the Spirit of God dwells in you; if anyone destroys the temple of God, God will destroy him; for the temple of God is holy, which you are." Saying this, he taught in harmony with the passage at hand, which declares:

Holy is your temple, wonderful in righteousness.

For just as the construction of perceptible temples is often admired for being made with love of beauty and costliness—indeed, they build gold-roofed and carved works, adorning the buildings with love of beauty in the material of columns and marbles—in the same way, the temple of God, being holy and having this as its first and finest good, is clothed with external adornment, variegated with the manifold wisdom of God, with righteousness and the remaining virtues, and with the diverse gifts of the Holy Spirit, so as to cause astonishment and provide wonder to those who see it. Hence those deemed worthy of dwelling in it say with joy:

pta0003.pta020:657 · narrativehigh
Source · Greek

πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Τήρει δέ, ὅπως ταῦτα κατὰ τοὺς χρόνους ἐλέγετο τοῦ Δαυίδ, καθ’ οὓς ὁ αἰσθητὸς ὑπὸ Σολομῶνος οὐδέπω κατεσκεύαστο νεώς, δεικνύντος ἐναργῶς τοῦ λόγου, ὅτι ὁ ἀληθῶς ναὸς τοῦ θεοῦ οὐχ ὁ ἐκ λίθων ἀψύχων ᾠκοδομημένος ἦν, ἀλλ’ ὁ ἀποδοθεὶς ἡμῖν κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν.

Καὶ ἄλλως δὲ καθ’ ἑτέραν ἐκδοχήν· ἐπειδὴ ἀνωτέρω ἐμακάρισαν τὸν ἐκλεγέντα καὶ ἀναληφθέντα ὑπὸ τοῦ θεοῦ κατοικήσαντά τε ἤδη ἐν ταῖς αὐλαῖς αὐτοῦ ταῖς ἐπουρανίοις, εἰκότως καὶ αὐτοὶ τέως μένοντες κλητοί, εὐχόμενοι δὲ ἐκλεκτοὶ γενέσθαι καὶ τῶν αὐτῶν ἐπουρανίων μονῶν καταξιωθῆναι, ἐλπίδας ἀγαθὰς ἑαυτοῖς ὑπογράφουσιν ἱκετεύοντες τυχεῖν τοῦ αὐτοῦ ἐπουρανίου οἴκου καὶ τῶν ἐν αὐτῷ ἀγαθῶν. εἶθ’ ὡς μεμαθηκότες, ὁποῖός ἐστιν ὁ ἐπουράνιος τοῦ θεοῦ οἶκος, ἑρμηνεύουσι τὴν ἀρετὴν αὐτοῦ φάσκοντες·

ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Ναὸς δὲ ἐπουράνιος καὶ ἀληθῶς ἐπάξιος τοῦ θεοῦ, ἐν ᾧ κατοικῶν ἐπινοεῖται ὁ τῶν ὅλων θεός, - τίς ἂν γένοιτο ἢ ὁ μονογενὴς αὐτοῦ λόγος, εἰς ὃν εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι; οὗτος οὖν ἀληθῶς θαυμαστός ἐστιν ἐν δικαιοσύνῃ, ἐπειδὴ γέγονεν ἡμῖν αὐτὸς σοφία ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.

English

We shall be filled with the goods of your house; holy is your temple, wonderful in righteousness.

Observe, however, that these words were spoken in the time of David, when the perceptible temple built by Solomon had not yet been constructed, the word clearly showing that the true temple of God was not the one built from lifeless stones, but the one given to us according to the apostolic testimony.

And in another way, according to a different interpretation: since above they blessed the one chosen and taken up by God, who already dwells in his heavenly courts, it is fitting that they themselves, remaining for now as called ones, praying to become chosen and to be deemed worthy of the same heavenly abodes, set forth good hopes for themselves, beseeching to obtain the same heavenly house and the goods in it. Then, as having learned what kind of house the heavenly house of God is, they explain its virtue, saying:

Holy is your temple, wonderful in righteousness.

But a heavenly temple truly worthy of God, in which the God of all is conceived as dwelling—what could it be other than his only-begotten Word, in whom he was pleased that the whole fullness of the divinity should dwell? This one, then, is truly wonderful in righteousness, since he has become for us wisdom from God, and righteousness, and sanctification, and redemption.

pta0003.pta020:658 · narrativehigh
Source · Greek

Ἐπάκουσον ἡμῶν, ὁ θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν.

Ὁ μὲν δὴ ἐκλελεγμένος ὑπὸ σοῦ καὶ ἀναληφθεὶς εἰς τὸν ἐπουράνιον ναὸν μακάριος ἀληθῶς καὶ τρισμακάριος· ἡμεῖς δὲ ἐν ἐπαγγελίαις ὄντες τῶν προλεχθέντων ἀγαθῶν ἐλπίσι τε ἀνηρτημένοι ἤδη ποτὲ τούτων τυχεῖν εὐχόμεθα· διὸ παρακαλοῦμεν λέγοντες·

ἐπάκουσον ἡμῶν, ὁ θεός, ὁ σωτὴρ ἡμῶν.

Ἐπακούσας δὲ μακαρίους γενέσθαι καταξίωσον καὶ ἡμᾶς προσλαβόμενος καὶ ἐκλεξάμενος καὶ κατοικίσας ἐν ταῖς αὐλαῖς σου, ἵν’ ἐκεῖ γενόμενοι πλησθῶμεν τῶν ἀγαθῶν τοῦ οἴκου σου. ἀγαθὰ δὲ τοῦ ἐπουρανίου οἴκου ὁποῖα ἄν τις νοήσειεν, ἢ οἷα ὁ θεῖος ἀπόστολος διέγραφεν εἰπών· ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν;

Ἐπάκουσον τοίνυν ἡμῶν, ὁ θεός, ὁ σωτὴρ ἡμῶν, καὶ ἐπακούσας καταξίωσον καὶ ἡμᾶς τῶν ἀγαθῶν τοῦ οἴκου σου· ταῦτα διδάσκονται λέγειν οἱ πάλαι ὄντες σάρκες, τῆς δὲ τοῦ θεοῦ κλήσεως κατηξιωμένοι. ἐπικαλοῦνται δὲ εὐκαίρως ἐν τούτοις τὸν ἑαυτῶν σωτῆρα, ὃν καὶ ἀνωτέρω ἱλασμὸν ὠνόμασαν εἰπόντες· καὶ τὰς ἀνομίας ἡμῶν σὺ ἱλάσῃ. καὶ ἐνταῦθα δὲ τὸν σωτῆρα ἡ Ἑβραϊκὴ γραφὴ τούτοις ἐγγράφει τοῖς χαρακτῆρσι, δι’ ὧν καὶ ὁ ἡμέτερος σωτὴρ Ἰησοῦς γράφεται. τοῦτον δὲ αὐτὸν τὸν σωτῆρα καὶ τὸν ἱλασμόν·

English

Hear us, O God, our Saviour, the hope of all the ends of the earth and of those far off at sea. The one chosen by you and taken up into the heavenly temple is truly blessed and thrice-blessed; but we, being in the promises of the aforementioned goods and suspended by hopes, pray that we may at last obtain them. Therefore we beseech, saying: Hear us, O God, our Saviour. And having heard, deem us worthy to become blessed, taking us to yourself, choosing us, and settling us in your courts, so that, being there, we may be filled with the goods of your house. And what goods of the heavenly house could one conceive, or such as the divine apostle described, saying: things which no eye has seen, nor ear heard, nor entered into the heart of man, which God has prepared for those who love him? Hear us, then, O God, our Saviour, and having heard, deem us also worthy of the goods of your house. These things those who were once flesh but have been deemed worthy of the calling of God are taught to say. And they opportunely invoke in these words their own Saviour, whom they also named above as the expiation, saying: And you will expiate our lawless deeds. And here the Hebrew writing inscribes the Saviour with those characters by which our Saviour Jesus is also written. This same Saviour and this expiation.

pta0003.pta020:659 · narrativehigh
Source · Greek

ἐλπίδα πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν,

ὀνομάζουσιν ἄντικρυς παριστῶντες μηδὲν ταῦτα πρὸς Ἰουδαίους· οὐ γὰρ μόνοις αὐτοῖς, πᾶσι δὲ τοῖς ἔθνεσι τὴν τοῦ σωτῆρος χάριν εὐαγγελίζεσθαι, οἷς γνώμην θεοῦ καὶ ἐπιστήμην, θεσπίζουσιν, ὡς μηκέτι τὰς ἐλπίδας ἀναρτᾷν ἐπὶ τοὺς πάλαι νομιζομένους αὐτῶν θεούς, ἀλλ’ ἐπὶ μόνον τὸν αὐτῶν γενόμενον σωτῆρα.

Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ ἑαυτοῦ, περιεζωσμένος ἐν δυναστεία, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. ταραχθήσονται τὰ ἔθνη, καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.

Ἀντὶ τοῦ· ἑτοιμάζων ὄρη, ἥδρασας ὄρη ὁ Σύμμαχος ἡρμήνευσεν.

Ἐπάξει δὲ ὁ λόγος τὰς περὶ τοῦ προλεχθέντος σωτῆρος θεολογίας. σὺ γὰρ εἶ, φησίν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς ὁ τάδε καὶ τάδε καὶ τάδε τῇ σαυτοῦ δυνάμει μεγαλουργήσας. πρῶτον μὲν ἡτοίμασας ὄρη ἐν τῇ ἰσχύϊ σου περιζωσάμενος δυναστείαν· εἶτα συνετάραξας τὸ κύτος τῆς θαλάσσης καὶ τῶν κυμάτων αὐτῆς τὸ ἦχος ἐπράϋνας· εἶτα διὰ τούτων ἐτάραξας ἔθνη· τούτων δὲ γενομένων τὰ μεγάλα ὠφελήθησαν οἱ κατοικοῦντες τὰ πέρατα· ἔγνωσαν γάρ σε καὶ ἐφοβήθησαν ἀπὸ τῶν σημείων σου, ὡς μηκέτι λοιπὸν ἄλλην τινὰ ἐλπίδα πρὸ ὀφθαλμῶν τίθεσθαι ἢ σέ. διὸ ἀνω τέρω ἐλέγετο·

English

the hope of all the ends of the earth and of those far off at sea,

they name outright, showing that these things have nothing to do with the Jews; for the grace of the Saviour is proclaimed not to them alone, but to all the nations, to whom they declare the mind and knowledge of God, that they should no longer hang their hopes on their long-supposed gods, but only on the Saviour who has become theirs.

Preparing mountains in his own strength, girt with power, the one who stirs up the depth of the sea, the sound of its waves. The nations will be stirred up, and those dwelling at the ends will be afraid because of your signs.

Instead of “preparing mountains,” Symmachus translated “you fixed mountains.”

The discourse will now bring in the theological statements concerning the aforementioned Saviour. For you are, it says, the hope of all the ends of the earth, you who have done such and such and such great things by your own power. First, you prepared mountains in your strength, girding yourself with power; then you stirred up the depth of the sea and calmed the sound of its waves; then through these things you stirred up nations; and when these things happened, those dwelling at the ends were greatly benefited; for they came to know you and were afraid because of your signs, so that they no longer set any other hope before their eyes but you. Therefore it was said above:

pta0003.pta020:660 · narrativemedium
Source · Greek

ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.

Οὗτοι γὰρ οἱ τὰ πέρατα τῆς γῆς οἰκοῦντες ἐν τοῖς προκειμένοις φοβηθήσεσθαι τὸν θεὸν ἀπὸ τῶν σημείων αὐτοῦ θεσπίζονται ὑπὸ τοῦ φήσαντος λογίου·

καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.

Ποῖα δὲ ἦν τὰ σημεῖα, ἅπερ θεασάμενοι οἱ κατοικοῦντες τὰ πέρατα ἐφοβήθησαν τὸν θεὸν καὶ εἰς αὐτὸν ἤλπισαν, προεδίδαξεν εἰπών·

Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ περιεζωσμένος ἐν δυναστείᾳ, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. τίς ὑποστήσεται; ταραχθήσονται ἔθνη.

Tαῦτα θεασάμενοι οἱ κατοικοῦντες τὰ πέρατα, ἐφοβήθησαν ἀπὸ τῶν σημείων αὐτοῦ. δηλοῦται δὲ διὰ τούτων ἡ τῶν πάλαι ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ πονηρῶν πνευμάτων ταπείνωσις καὶ ἡ καθαίρεσις τῆς διαβολικῆς παρατάξεως - ἀρχῶν δηλαδὴ καὶ ἐξουσιῶν καὶ κοσμοκρατόρων καὶ πνευματικῶν τῆς πονηρίας -, ἅτινα πάλαι μὲν κατεκράτει τῶν ἐπὶ γῆς οἰκούντων ἐθνῶν συνεκύκα τε καὶ συνετάραττε τὴν τοῦ ἀνθρωπείου βίου θάλασσαν, ὡς θεῶν δόξαν ἀποστέλλειν παρὰ πᾶσι τοῖς τὸ τῆς γῆς οἰκοῦσι στοιχεῖον. καθῄρηται δὲ πάντα καὶ ἀνατέτραπται διὰ τῆς σωτηρίου θεοφανείας.

English

the hope of all the ends of the earth.

For those dwelling at the ends of the earth are prophesied in the preceding verses to fear God because of his signs, by the oracle that said:

and those dwelling at the ends shall be afraid because of your signs.

But what the signs were, which when they beheld, those dwelling at the ends feared God and hoped in him, he previously taught, saying:

Preparing mountains in his strength, girt with power, he who stirs up the depth of the sea, the sound of its waves. Who will withstand? Nations shall be troubled.

When they beheld these things, those dwelling at the ends were afraid because of his signs. Through these things is manifested the humiliation of the evil spirits formerly raised up against the knowledge of God, and the overthrow of the diabolical array—that is, of principalities and powers and world-rulers and spiritual forces of wickedness—which formerly held sway over the nations dwelling on earth, and stirred up and troubled the sea of human life, sending forth a reputation as gods among all who inhabit the element of earth. But all these have been cast down and overturned through the saving theophany.

pta0003.pta020:661 · narrativemedium
Source · Greek

Τὰ ὅμοια δὲ τούτοις καὶ ἄλλος προφήτης ὧδε θεσπίζει λέγων· ἀκούσατε, λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· καὶ ἔσται κύριος ὁ θεὸς ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδού· κύριος κύριος καταβήσεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς. καὶ συντριβήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός. δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.

Ἀλλὰ καὶ ἐν τῷ ιζ ψαλμῷ τὴν ἐξ οὐρανῶν ἐπὶ γῆς κατάβασιν τοῦ αὐτοῦ κυρίου περιέχοντι λέλεκται·

καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ θεός. ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται· ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ. καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη καὶ γνόφος ὑπὸ τούς πόδας αὐτοῦ.

Οἷς ἑξῆς ἐπιλέγεται·

καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς.

English

Similar to these, another prophet here utters an oracle, saying: Hear, all peoples, and let the earth and all who dwell in it pay attention; and the Lord God will be a witness for you, the Lord from his holy house. For behold: the Lord, the Lord, will descend from his place and will step upon the heights of the earth. And the mountains will be crushed beneath him, and the valleys will melt like wax before a fire. All this because of the impiety of Jacob and the sin of the house of Israel.

But also in the seventeenth psalm, which contains the descent of the same Lord from the heavens to the earth, it is said:

And the earth was shaken and became trembling, and the foundations of the mountains were disturbed and were shaken, because God was angered with them. Smoke rose in his anger, and fire from his face will be kindled; coals were ignited from him. And he inclined the heaven and descended, and darkness was under his feet.

To which is added next:

And he sent forth arrows and scattered them, and multiplied lightning and threw them into confusion.

pta0003.pta020:662 · narrativehigh
Source · Greek

Σημαίνεται δὲ διὰ τούτων κάθοδος τοῦ κυρίου, δηλαδὴ τοῦ θεοῦ λόγου, εἶτ’ ἐπὶ τῇ εἰς ἀνθρώπους καθόδῳ αὐτοῦ τῶν ἀφανῶν καὶ ἀοράτων δυνάμεων τῶν πάλαι εἰς ὕψος ἐπηρμένων, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσι τετιμημένων καθαίρεσις καὶ ταπείνωσις καὶ σκεδασμός. διὸ καὶ ἐν τοῖς μετὰ χεῖρας εἴρηται·

ἐτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ.

Δυναστείᾳ γὰρ περιεζωσμένος τῇ ἑαυτοῦ ἰσχύϊ τὰ προλεχθέντα ὄρη οὔπω μὲν εἰς τὸ παντελὲς ἀπώλεσεν· ἡτοίμασε δὲ εἰς τιμωρίαν τέως ἀφορίσας αὐτὰ καὶ ἀποστήσας τῆς κατὰ τῶν ἀνθρώπων τυραννίδος. ἀλλὰ καὶ τὸ κύτος τῆς θαλάσσης τῇ ἑαυτοῦ δυναστείᾳ κατέπαυσε. διὸ λέλεκται·

Συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς.

Ἀντὶ δὲ τοῦ ὁ συνταράσσων, ὁ μὲν Ἀκύλας· καταστέλλων, ὁ δὲ Θεοδοτίων· καταπραΰνων, καὶ ἡ ε ἔκδοσις· ὁ καταπραΰνων, ἡρμήνευσαν. λέγει δ’ οὖν ὁ Ἀκύλας·

καταστέλλων ἦχον θαλάσσης, θόρυβον κυμάτων αὐτῆς καὶ ὄχλον φυλῶν.

Ὥσπερ γὰρ τὰ προλεχθέντα ὄρη εἰς τὴν μέλλουσαν αὐτὰ διαλήψεσθαι τιμωρίαν ἡτοίμασεν, οὕτω κατέστειλε τὸν ἦχον τῆς θαλάσσης καὶ τὸν θόρυβον τῶν κυμάτων αὐτῆς.

English

Through these things is signified the descent of the Lord, that is, of the divine Word, and then, upon his descent to humanity, the deposition, humiliation, and dispersion of the invisible and unseen powers that were formerly raised to a height and honored among all nations. Therefore it is also said in the passage at hand:

Preparing mountains in his strength, girded with power.

For, girded with his own power, he has not yet utterly destroyed the aforementioned mountains; but he has prepared them for punishment, for the time being setting them apart and removing them from their tyranny over men. And he has also stilled the depth of the sea by his own power. Therefore it is said:

Stirring up the depth of the sea, the roar of its waves.

Instead of "stirring up," Aquila rendered "stilling," Theodotion "calming," and the Fifth Edition "calming." So Aquila says:

Stilling the sound of the sea, the tumult of its waves, and the multitude of tribes.

For just as he prepared the aforementioned mountains for the punishment that was to overtake them, so he stilled the sound of the sea and the tumult of its waves.

pta0003.pta020:663 · narrativehigh
Source · Greek

Τίς δὲ ἡ θάλασσα καὶ ποταπὸς ὁ ἦχος αὐτῆς καὶ τίς ὁ θόρυβος τῶν κυμάτων αὐτῆς, ἑξῆς διασαφεῖ ὁ Ἀκύλας εἰπών· καὶ ὄχλον φυλῶν. ὁ γὰρ πολὺς ὄχλος τῶν πάλαι ἐθνῶν καὶ τῶν κατὰ πᾶν γένος ἀνθρώπων φυλῶν ἦν, ὅτε κῦμα τοῦ τῶν ἀνθρώπων βίου καὶ ἡ τοιαύτη τοῦ θνητοῦ βίου θάλασσα τῆς τῶν ἀνθρώπων κακίας πεπληρωμένη πολὺν θόρυβον εἶχε μέγαν τε ἦχον ἐξαπέστελλεν, ἅτε τὸν δράκοντα οἰκοῦντα ἐν αὐτῇ κεκτημένη, περὶ οὗ λέλεκται· ἐπάξει κύριος ὁ θεὸς τὴν μάχαιραν ἐπὶ τὸν δράκοντα, ὄφιν τὸν σκολιόν, καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. καὶ ἀλλαχοῦ προειπὼν ὁ λόγος· αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐπιλέγει· ἐκεῖ δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.

Ἀλλὰ γὰρ ἀθρόως καὶ τὸν δράκοντα καὶ τὴν θάλασσαν καὶ τὸν τῶν κυμάτων αὐτῆς ἦχον ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς ἐπιφανεῖσα ἀνθρώποις κατέστειλε καὶ κατεπράϋνε τόν τε ὄχλον τῶν φυλῶν ἔσβεσεν. τούτων δὲ γενομένων ἑξῆς καὶ ἀκολούθως εἴρηται·

καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.

English

What is the sea and what is its sound and what is the roar of its waves, Aquila clarifies in what follows, saying: and the multitude of tribes. For the great multitude of the former nations and of the tribes of men of every kind was like a wave of human life, and that sea of mortal life, filled with human wickedness, had great noise and sent forth a mighty sound, since it possessed the dragon dwelling in it, concerning whom it is said: The Lord God will bring the sword against the dragon, the crooked serpent, and will slay the dragon in the sea. And elsewhere the Word, having said beforehand: This is the great and spacious sea, adds: There is that dragon which you fashioned to sport with him.

But suddenly, both the dragon and the sea and the sound of its waves, the hope of all the ends of the earth, having appeared to men, calmed and soothed, and extinguished the multitude of the tribes. These things having happened, it is said next and in sequence:

And those dwelling at the ends will be afraid because of your signs.

pta0003.pta020:664 · narrativehigh
Source · Greek

Ἱκανὰ γὰρ ἦν τὰ προλεχθέντα σημεῖα - ὄρη ταπεινούμενα καὶ θαλάσσης ἦχος καταστελλόμενος θόρυβός τε κυμάτων μηκέτι ταράττων κατὰ τὸ παλαιόν, ἀλλὰ καὶ ὄχλος φυλῶν καὶ αὐτὸς σβεννύμενος - φόβον ἐμποιῆσαι τοῖς κατοικοῦσι τὰ πέρατα, ὡς μηκέτι τὰ προλεχθέντα πάντα φοβεῖσθαι, ἀλλ’ ἕνα μόνον τὸν πάντων ἐκείνων νικητήν· ὅντινα λοιπὸν γνόντες καὶ φοβούμενοι τοῦ φάσκοντος μακαρισμοῦ τυγχάνουσι· μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον. τίνες δ’ ἂν εἶεν οὗτοι, τὸ παρὸν λόγιον διδάσκει φάσκον·

καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.

Κατοικεῖν δὲ λέγονται τὰ πέρατα οὐ πάντως οἱ τὰς ἐσχατιὰς τῆς γῆς οἰκοῦντες, ἀλλ’ οἱ δυνάμενοι ὁμοίως Παύλῳ λέγειν· ἐν σαρκὶ γὰρ ζῶντες οὐ κατὰ σάρκα στρατευόμεθα, καί· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. οὗτοι γάρ, οὔτε ἐμβαθύναντες τοῖς ἀνθρωπίνοις πράγμασιν οὔτε πάντη ἐκτὸς ὄντες αὐτῶν, ὥσπερ ἐν μεθορίῳ καθεστήκασιν ἀμφὶ τὰ πέρατα τῆς ἀνθρωπίνης ζωῆς πολιτευόμενοι· οἱ δὴ πολλῆς αἰσθήσεως μετασχόντες τὰ σημεῖα τοῦ σωτῆρος ἡμῶν θεασάμενοι, οἳ ἐν ἀρχῇ γεγόνασι σοφίας τὸν φόβον τοῦ θεοῦ ἀνειληφότες.

English

The signs previously mentioned were sufficient—mountains being humbled, the sound of the sea being stilled, the roar of the waves no longer troubling as before, and even the multitude of tribes itself being quenched—to instill fear in those who dwell at the ends, so that they no longer fear all those former things, but only one, the victor over all of them. Having come to know and fear him, they then obtain the beatitude that declares: Blessed are all who fear the Lord. Who these might be, the present oracle teaches, saying:

And those who dwell at the ends will be afraid because of your signs.

Now, those who are said to dwell at the ends are not necessarily those who inhabit the extremities of the earth, but those who are able to say, like Paul: For though we live in the flesh, we do not wage war according to the flesh, and: I no longer live, but Christ lives in me. For these, neither deeply immersed in human affairs nor entirely outside them, stand as if on a border, living their lives around the limits of human existence. Having partaken of great perception, they have beheld the signs of our Savior, and at the beginning have taken up the fear of God, which is the beginning of wisdom.

pta0003.pta020:665 · narrativehigh
Source · Greek

Τίς δὲ τὰ ὑψώματα τῶν κατὰ χρόνους ἀρχόντων καὶ τὰς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ ἐπαναστάσεις τούς τε διωγμοὺς καὶ τὰς ἀπειλὰς τῶν ἀσεβῶν ἀνδρῶν τεθεαμένος οὐκ ἂν εἴποι ὄρη εἶναι ὑψούμενα καὶ θάλασσαν ἀληθῶς κυμαίνουσαν ἦχόν τε κυμάτων τὰς τῶν ἀσεβῶν καὶ ἀθέων βλασφημίας; ἃ δὴ πάντα ἐν τῇ ἰσχύϊ αὐτοῦ ὁ σωτὴρ πάντων τῶν περάτων τῆς γῆς μιᾷ ῥοπῇ ταπεινοῦν εἴωθεν, ὡς τοὺς ὁρῶντας τὴν πτῶσιν αὐτῶν καὶ τὴν ἀπώλειαν ταράττεσθαι, τοὺς δὲ ὠφελεῖσθαι καὶ φόβον ἀναλαμβάνειν θεοῦ, σημεῖα ἐναργῆ τῆς τοῦ σωτῆρος ἐνθέου δυνάμεως τὴν τῶν ἀσεβῶν καθαίρεσιν εἶναι ὁμολογοῦντας.

Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις. ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία.

Πρὸς τοῖς κατειλεγμένοις καὶ ἄλλα σημεῖα τῆς τοῦ σωτῆρος δυνάμεως παρίστη λέγων·

ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις.

Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν·

English

Who, having seen the elevations of the rulers of each era and the uprisings against the church of God, the persecutions and the threats of impious men, would not say that they are mountains being raised high and a sea truly surging, and the roar of the waves the blasphemies of the impious and godless? All these things the savior, by his own strength, is accustomed to humble with a single turn of the scale at all the ends of the earth, so that those who see their fall and destruction are thrown into confusion, while others are benefited and take up fear of God, confessing that the overthrow of the impious is a clear sign of the divine power of the savior.

"Exodous prōias kai hesperas terpseis. Epeskepsō tēn gēn kai emethysas autēn, eplēthynas tou ploutisai autēn; ho potamos tou theou eplērōthē hydatōn; hētoimasas tēn trophēn autōn, hoti houtōs hē hetoimasia."

In addition to those enumerated, he sets forth other signs of the savior's power, saying:

"Exodous prōias kai hesperas terpseis."

Instead of which Symmachus translated:

pta0003.pta020:666 · narrativehigh
Source · Greek

τὰς προελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας τὰς ὑμνολογίας.

Ἓν γὰρ καὶ τοῦτο μέγιστον σημεῖον τυγχάνει τῆς σωτηρίου δυνάμεως τὸ μετὰ τὴν ταπείνωσιν τῶν προλεχθέντων συστήσασθαι ἐν ἀνθρώποις ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις, ἢ κατὰ τὸν Σύμμαχον· ὑμνολογίας, ἢ κατὰ τὸν Ἀκύλαν· αἰνοποιήσεις. τὸ γὰρ καθ’ ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ κατὰ τὰς πρωϊνὰς τοῦ ἡλίου ἐξόδους κατά τε τὰς ἑσπερινὰς ὥρας ὑμνολογίας καὶ αἰνοποιήσεις καὶ θείας ἀληθῶς τέρψεις τῷ θεῷ συστήσασθαι οὐ τὸ τυχὸν ἦν θεοῦ ἀρετῆς σημεῖον. θεοῦ δὲ τέρψεις οἱ πανταχοῦ γῆς ἐν τῇ ἐκκλη σίᾳ αὐτοῦ ἀναπεμπόμενοι κατὰ τοὺς ὀρθρινοὺς καὶ κατὰ τοὺς ἑσπερινοὺς καιροὺς ὕμνοι τυγχάνουσι. διὸ λέλεκταί που· ἡδυνθείη αὐτῷ ἡ αἴνεσίς μου, καὶ πάλιν· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή, καί· γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. καὶ αὗται οὖν αἱ τέρψεις σημεῖα τυγχάνουσι τοῦ σωτῆρος. καὶ ἄλλο δὲ πρὸς τούτοις σημεῖον μέγιστον καταριθμεῖται ἑξῆς λέγων·

English

the processions of dawn and evening, the hymn-singings.

For this too is a very great sign of the saving power, that after the humiliation of the aforementioned things, there were established among men morning and evening delights, or according to Symmachus: hymn-singings, or according to Aquila: praise-makings. For to have established throughout the whole inhabited world, in the churches of God, at the morning risings of the sun and at the evening hours, hymn-singings and praise-makings and truly divine delights for God was no ordinary sign of divine virtue. And the delights of God are the hymns sent up everywhere on earth in his church at the morning and evening times. Hence it is said somewhere: "Let my praise be sweet to him," and again: "The raising of my hands is an evening sacrifice," and: "Let my prayer be as incense before you." So these delights too are signs of the Savior. And another very great sign is enumerated next, as he says:

pta0003.pta020:667 · narrativehigh
Source · Greek

ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν.

Ὡς γὰρ νοσοῦντα ἰατρὸς ἐφορᾷ καὶ ἐπισκέπτεται ἐπιμέλειαν ποιούμενος τοῦ πάθους πάντα τε τὰ πρὸς ἴασιν καὶ σωτηρίαν συντελοῦντα συμβαλλόμενος, τὸν αὐτὸν τρόπον καὶ σὺ ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, περιζωσάμενος δυναστείαν τῇ ἰσχύϊ σου ταῦτα πάντα εἰργάσω· τὰς μὲν ἀντικειμένας καθεῖλες δυνάμεις, συνεστήσω δὲ ἐπὶ γῆς πρωϊνὰς καὶ ἑσπερινὰς τέρψεις· καὶ ταῦτ’ ἔπραξας καταξιώσας τῆς σαυτοῦ ἐπισκοπῆς τοὺς ἐπὶ γῆς ἀνθρώπους, δι’ ἧς μυρία αὐτοῖς ἀγαθὰ δεδώρησαι, ὡς πληρῶσαι αὐτοὺς καὶ μεθῦσαι ταῖς ἀγαθαῖς σου χορηγίαις πλουτίσαι τε αὐτοὺς κατὰ τὸν ἀπόστολον φήσαντα· ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, ἢ κατὰ τὸν Σύμμαχον φήσαντα·

πολυκαρπίᾳ πλουτίσεις αὐτήν.

Πῶς δὲ ἐμέθυσε τὴν γῆν καὶ πῶς ἐπλούτισε καὶ ἐπλήρωσεν αὐτὴν πολυκαρπίας, διασαφεῖ λέγων ἑξῆς·

ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων.

Τὸν γὰρ σεαυτοῦ ποταμὸν τοῦ ἁγίου πνεύματος τὸν ἀπὸ τῆς ἐν σοὶ πηγῆς ἀναβλυστάνοντα τοῖς ἐπὶ γῆς οἰκοῦσι δωρησάμενος τὴν λογικὴν καὶ νοερὰν αὐτῶν χώραν, γῆν ὀνομαζομένην, πολλῷ τῷ ῥεύματι κατακλύσας ἐμέθυσας τοῖς τῆς σοφίας ὀμβρήμασιν ἐπλήθυνάς τε τοῦ πλουτίσαι αὐτὴν τοῖς τοῦ ἁγίου πνεύματος διαφόροις χαρίσμασι· τούτου δὲ τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ. καὶ ὁ σωτὴρ δὲ περὶ τοῦ αὐτοῦ ἐδίδασκε λέγων· ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, - ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.

English

You surveyed the earth and made it drunk.

For just as a physician watches over and visits a sick person, taking care of the affliction and contributing everything that conduces to healing and salvation, in the same way you, our savior, the hope of all the ends of the earth, having girded yourself with power in your strength, accomplished all these things: you overthrew the opposing powers, and you established on earth morning and evening delights. And you did this by deigning to grant to the men on earth your own oversight, through which you have bestowed countless goods upon them, so as to fill them and make them drunk with your good provisions, and to enrich them, according to the apostle who said, "You were enriched in everything in him, in every word and every knowledge," or according to Symmachus who said,

"You will enrich her with abundant fruit."

But how he made the earth drunk and how he enriched and filled it with abundant fruit, he clarifies by saying next:

The river of God was filled with waters.

For by granting your own river of the Holy Spirit, which springs from the source in you, to those dwelling on earth, and by flooding their rational and intellectual land, called earth, with a great stream, you made it drunk with the showers of wisdom, and you multiplied to enrich it with the diverse gifts of the Holy Spirit. The surges of this river gladden the city of God. And the savior taught about the same, saying, "Whoever drinks from the water which I will give him—rivers will flow from his belly of living water leaping into eternal life.

pta0003.pta020:668 · narrativemedium
Source · Greek

τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.

Οὗτος οὖν ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων, ὥστ’ ἂν εἰπεῖν· ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. πολλῶν δὲ ὑδάτων ὁ ποταμὸς πεπλήρωται διὰ τὸ μὴ ὁμοίους εἶναι τοὺς ἐξ αὐτοῦ ποτιζομένους. διαφόρων δὲ ὄντων ταγμάτων τῶν μεταλαμβανόντων αὐτοῦ εἰκότως ἑκάστῳ παρέχων τὰ πρόσφορα πολλῶν ὑδάτων πεπληρῶσθαι λέγεται· ὧν μεταλαβοῦσα ἡ λογικὴ χώρα τὰς ἐπιτηδείους ἑκάστῳ ἀποδίδωσι τροφὰς καὶ τοὺς ἐπαξίους τοῦ τοσούτου ποταμοῦ καρπούς. διὸ λέλεκται·

ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία,...

Κατὰ δὲ τὸν Σύμμαχον· τελεσφορήσεις, φησί, τὴν σπερματίαν αὐτῆς, ὅτι οὕτως ἥδρασας αὐτήν, δηλονότι τὴν γῆν.

... καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν.

Τῷ οὖν ποταμῷ τῷ σῷ τελεσφορήσεις τὴν σπερματίαν αὐτῆς, τουτέστι τὰ σπέρματα ἐν αὐτῇ καταβληθέντα σὺ αὐτὸς διὰ τοῦ σαυτοῦ ποταμοῦ τελεσφορηθῆναι ποιήσεις, ὡς τελείους ἀποδοῦναι τοὺς στάχυς. οὕτω γοῦν κατὰ τὸ εὐαγγέλιον ἡ μὲν ποιήσει λ, ἡ δὲ ξ, ἡ δὲ ρ, τῆς ἀνθρωπίνης ψυχῆς γῆς ὀνομαζομένης καὶ κατὰ τὴν σωτήριον παραβολήν.

English

This he said concerning the spirit, which those who believed in him were about to receive.

So this river of God was filled with waters, so that one might say: we all received from his fullness. The river is filled with many waters because those who are watered from it are not alike. Since there are different orders of those who partake of it, it is fittingly said to be filled with many waters, as it provides what is suitable to each. The rational land, partaking of these, gives back to each the appropriate nourishment and the fruits worthy of such a river. Therefore it is said:

"You prepared their food," for thus the preparation...

According to Symmachus: "You will bring to perfection its seed," for thus you established it, namely the earth.

... "and you made it drunk, you multiplied to enrich it."

So by your river you will bring to perfection its seed, that is, the seeds cast into it, you yourself through your own river will cause them to be brought to perfection, so as to yield the full ears of grain. Thus, according to the Gospel, one will yield thirty, another sixty, another a hundred, the human soul being called earth, according to the Savior's parable.

pta0003.pta020:669 · narrativehigh
Source · Greek

Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γενήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.

Διεξελθὼν ὁ προφητικὸς λόγος τὰ σημεῖα τῆς τοῦ σωτῆρος ἀρετῆς καὶ τῇ τοῦ πνεύματος προγνώσει τὰ ἐσόμενα ὡς ἤδη δι’ ἔργων κεχωρηκότα τεθεαμένος· ὅπως μὲν τῶν ἀντικειμένων ἀνατροπὴν εἰργάσατο, ὅπως δὲ ἐπεσκέψατο τὴν γῆν καὶ ἐμέθυσεν αὐτήν, καὶ ὡς ἐπλήθυνε τοῦ πλουτίσαι αὐτὴν πληρωθέντος ὑδάτων τοῦ ποταμοῦ τοῦ θεοῦ, ταῦτα θεσπίσας καὶ ὡς ἤδη πρὸ ὀφθαλμῶν ὁρώμενα θεασάμενος ἐπ’ εὐχὴν τρέπεται καὶ τὸν θεὸν ἱκετεύει λέγων·

τοὺς αὔλακας αὐτῆς μέθυσον καὶ πλήθυνον τὰ γενήματα αὐτῆς.

Αὔλακες δὲ ψυχῆς εἶεν ἂν οἱ κατὰ βάθους αὐτῆς λογισμοὶ καὶ τῆς συνειδήσεως αὐτῆς ἡ κρύφιος καὶ τοὺς πολλοὺς λανθάνουσα δύναμις, ἣν ὁ τοῦ θεοῦ λόγος ἀρότρου δίκην ἀνατέμνων καὶ μεταβάλλων λεῖον ἀπεργάζεται· περιελών τε τὰς ἀκάνθας καὶ τὴν περιττὴν ὕλην ἐντίθησι τὰ ἑαυτοῦ σπέρματα· εἶτα τοῖς λογικοῖς νάμασιν ἀρδεύων μεθύσκει αὐτήν. διὸ λέλεκται·

English

Make her furrows drunk, multiply her produce, she will rejoice in her drops when she rises.

Having gone through the signs of the Savior's virtue, the prophetic word, by the foreknowledge of the Spirit, having beheld the things that were to come as if they had already been accomplished in deeds—how he wrought the overthrow of the adversaries, how he visited the earth and made it drunk, and how he multiplied to enrich it, the river of God having been filled with waters—having prophesied these things and beheld them as if already seen before his eyes, he turns to prayer and beseeches God, saying:

Make her furrows drunk and multiply her produce.

The furrows of the soul would be the deep-seated reasonings within it and the hidden power of its conscience, which escapes the many, which the Word of God, like a plow, cuts open and, turning it over, renders smooth; and, having removed the thorns and the superfluous matter, he implants his own seeds; then, irrigating with rational streams, he makes it drunk. Therefore it is said:

pta0003.pta020:670 · narrativehigh
Source · Greek

τοὺς αὔλακας αὐτῆς μέθυσον καὶ πλήθυνον τὰ γενήματα αὐτῆς.

Εἶτα ἀντὶ τοῦ·

ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα,

κατὰ τὸν Σύμμαχον·

ταῖς ψεκάσιν αὐτῆς χαυνώ σεις αὐτὴν καὶ τὸ βλάστημα αὐτῆς,

εἴρηται. καὶ πάντα δὲ ταῦτα σημεῖα τυγχάνει τοῦ ἐπισκεψαμένου τὴν ἐκκλησίαν αὐτοῦ· ἃ δὴ πάλαι προλεχθέντα οὐδ’ ἄλλως εἰς ἔργα κεχώρηκεν ἢ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας, δι’ ἧς οἱ κατηξιωμένοι τῆς αὐτοῦ χάριτος τὰ ἐξ οὐρανῶν σπέρματα ταῖς αὐτῶν ψυχαῖς ἀποδεξάμενοι καρποὺς εὐθαλεῖς παρέχουσιν· οἱ μὲν ρ ποιοῦντες, οἱ δὲ ξ, οἱ δὲ λ. ὁρῶν δέ τις ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τὰ διάφορα τάγματα τῶν ἐν Χριστῷ προκοπτόντων τὴν παγκαρπίαν εἴσεται τῶν διὰ τῆς προκειμένης προφητείας θεσπιζομένων.

Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσεται πιότητος. πιανθήσεται τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ἀγγαλίασιν οἱ βουνοὶ περιζώσονται. ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτῶν, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.

English

Make her furrows drunk, multiply her produce.

Then, instead of:

She will rejoice in her drops when she rises,

according to Symmachus:

Her sprinklings will puff her up and her sprout,

it is said. And all these things are signs of the one who has visited his church; these things, long foretold, have been brought to fulfillment in no other way than through the epiphany of our Savior, through which those deemed worthy of his grace, having received the seeds from heaven in their souls, provide flourishing fruits: some producing ρ, others ξ, others λ. And one who sees in the church of God the various orders of those advancing in Christ will know the full harvest of what is prophesied through the present prophecy.

You will bless the crown of the year of your goodness, and your fields will be filled with fatness. The beautiful places of the desert will be fattened, and the hills will gird themselves with rejoicing. The rams of the sheep have put on, and the valleys will multiply grain; they will cry out, for they will also sing hymns.

pta0003.pta020:671 · narrativemedium
Source · Greek

Ἐπειδὴ κηρῦξαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως ἐληλυθέναι λέγεται ὁ σωτὴρ κατὰ τὴν φάσκουσαν ἐξ αὐτοῦ προσώπου γραφήν· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, εἰκότως καὶ ἐνταῦθα τὴν ἡμέραν σημαίνει τῆς ἀνταποδόσεως. ἔστι δὲ αὕτη ὁ μέλλων ἐπιστήσεσθαι αἰὼν μετὰ τὴν τοῦ ἐνεστῶτος συντέλειαν. ἐκεῖνον τοίνυν τὸν ἐνιαυτὸν ὥσπερ στεφάνῳ κοσμηθήσεσθαι διὰ τῶν νεαρῶν καὶ ὡραίων ἀνθῶν τῶν μελλόντων ἐν αὐτῷ πολιτεύεσθαι τὸ παρὸν θεσπίζει λόγιον φάσκον·

εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.

Ὁ γὰρ ἐνιαυτὸς ἐκεῖνος ὁ τοῦ μέλλοντος αἰῶνος χρηστότητος ὢν θεοῦ στέφανον ἕξει εὐλογημένον σύμπαντα χορὸν τῶν ἁγίων· ὅντινα στέφανον εὐλογήσας περιθήσεται ὁ Χριστὸς τοῦ θεοῦ τοῖς τῆς αὐτοῦ γεωργίας ἄνθεσιν ὡραϊζόμενος. ἀλλὰ καὶ αὐτὸς αὐτῶν γενήσεται στέφανος κατὰ τὸν Ἡσαΐαν φήσαντα· καὶ ἔσται κύριος Σαβαὼθ ὁ στέφανος τῆς δόξης.

English

Since the savior is said to proclaim an acceptable year of the Lord and that the day of recompense has come, according to the scripture speaking from his own person: "The spirit of the Lord is upon me, for which reason he anointed me; he sent me to proclaim good news to the poor, to announce release to captives and restoration of sight to the blind, to call an acceptable year of the Lord and a day of recompense," it is fitting that here too he signifies the day of recompense. And this is the coming age that will be established after the consummation of the present one. Therefore, the present oracle declares that that year will be adorned like a crown with the fresh and beautiful flowers of those who will live in it, saying:

"You will bless the crown of the year of your goodness."

For that year of the coming age, being of the goodness of God, will have as a blessed crown the entire chorus of the saints; which crown, having blessed it, the Christ of God will put on, adorned with the flowers of his own cultivation. But he himself will also become their crown, according to Isaiah, who said: "And the Lord Sabaoth will be the crown of glory.

pta0003.pta020:672 · narrativehigh
Source · Greek

Τότε δὲ καὶ τὰ πεδία τοῦ θεοῦ πλησθήσεται πιότητος καὶ τὰ ὄρεα δὲ τῆς ἐρήμου τότε πιανθήσεται· ἔτι μὴν καὶ οἱ βουνοὶ τότε ἀγαλλίασιν περιζώσονται· καὶ πρὸς τούτοις ἅπασιν οἱ κριοὶ τῶν προβάτων τοὺς ἰδίους ἐνδύσονται πόκους. νοήσεις δὲ ταῦτα τὴν διαφορὰν ὑποθέμενος ἑαυτῷ τῶν σωζομένων· ὧν οἱ μὲν ὡς ἐν παραθέσει τῶν κρειττόνων τὸν βίον ὑποβεβηκότες ἀλληγορικῷ τρόπῳ πεδία θεοῦ προσηγορεύθησαν πιότητος πληρούμενα· διὸ λέλεκται·

τὰ πεδία σου πλησθήσεται πιότητος.

Οἱ δὲ ἤδη ἐν διαφόροις ἀρεταῖς ἀνθοῦντες ὄρεα τῆς πρὶν ἐρήμου ἐκκλησίας ὠνομάσθησαν· οἳ καὶ αὐτοὶ πλουσίως ἀρδόμενοι ἐκ τοῦ δηλωθέντος ποταμοῦ πιανθήσεσθαι λέγονται. ἀλλὰ καὶ οἱ ἔτι τούτων ὑψηλότεροι βουνοὶ τροπικῶς καλούμενοι ἀγαλλίασιν περιζώσονται.

Καὶ τρία μὲν ταῦτα τάγματα κατὰ τὸν μέλλοντα ἐνιαυτὸν τῆς χρηστότητος τοῦ θεοῦ τεύξεται τῆς μακαριότητος, τάχα που ἐξ ἐκείνων ὄντες, ὧν οἱ μὲν ἐποίουν ρ, οἱ δὲ ξ, οἱ δὲ λ. οἱ δὲ τούτων ἐπιστησόμενοι ἄρχοντές τινες καὶ ἡγεμόνες τινὲς αὐτῶν ἐν δυνάμεσιν ἐξαιρέτοις κοσμηθήσονται· διὸ λέλεκται·

English

Then the plains of God will be filled with fatness, and the mountains of the desert will then be made fat; moreover, the hills will then gird themselves with exultation; and in addition to all these, the rams of the sheep will put on their own fleeces. You will understand these things by supposing for yourself the difference among those who are saved: some, as though in a setting of better things, having descended in life, are allegorically called plains of God being filled with fatness; therefore it is said:

"Your plains will be filled with fatness."

But those already flourishing in various virtues were named mountains of the former desert church; and they themselves, being richly watered from the indicated river, are said to be made fat. Moreover, those still higher than these, called hills tropically, will gird themselves with exultation.

And these three orders, in the coming year of the Lord's goodness, will obtain blessedness, perhaps being from among those of whom some made 100, some 60, some 30. But those who will preside over these, certain rulers and leaders of theirs, will be adorned with exceptional powers; therefore it is said:

pta0003.pta020:673 · narrativehigh
Source · Greek

ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων,

ἀντὶ τοῦ· ἐνδύσονται. κριοὺς δὲ προβάτων τοὺς ἄρχοντας καὶ τοὺς ἡγουμένους τῶν προλεχθέντων νοήσεις, οἵτινες ἐνεδύσαντο ἢ καὶ μᾶλλον ἐνδύσονται. τί δὲ ἐνδύσονται, ἡμῖν καταλέλοιπεν νοεῖν· διδάσκει δὲ τὸ ἔνδυμα τούτων ὁ θεῖος ἀπόστολος λέγων· δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ πάλιν· ἐφ’ ᾧ οὐ θέλομεν ἐνδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.

Ἐνδύσονται τοίνυν οἱ κριοὶ τὸ ἐμπρέπον αὐτοῖς ἔνδυμα τοῦ φθαρτοῦ σώματος αὐτοῖς μεταβάλλοντος εἰς ἀφθαρσίαν, καὶ τοῦ θνητοῦ εἰς ἀθανασίαν. οὕτω γοῦν κατὰ τὸ παράδειγμα καὶ οἱ κριοὶ οἴκοθεν ἐπάγονται τὸ ἔνδυμα τοῦ σώματος αὐτοῖς καρποφοροῦντος τὸν πόκον. ἀλλὰ καὶ αὐτὸν ἐνδύσονται τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸ ἐξαίρετον ἔνδυμα τὸ φῶς τῆς θεότητος αὐτοῦ περιβαλούμενοι.

Ἔτι μὲν καὶ αἱ κοιλάδες τότε πληθυνοῦσι σῖτον· ἔδει γὰρ μηδὲ τῶν κοιλάδων ἀμνημονῆσαι· ἀνωτέρω μὲν γὰρ πεδιάδες ὠνομάσθησαν καὶ ὄρεα ἐρήμου καὶ βουνοί. ἐπειδὴ δέ εἰσι καὶ παρὰ τὰ λεχθέντα τάγματα ἄλλοι τινὲς ταπεινότεροι καὶ οὐκ ἀπόβλητοι μὲν τῆς βασιλείας, πλὴν ὡς ἐν παραθέσει τῶν προλεχθέντων σμικροὶ καὶ βραχεῖς πάντων τε, ὡς ἂν εἴποι τις, ἔσχατοι, ἀναγκαίως οὐδὲ τούτων παρῆλθε τὴν μνήμην ὁ λόγος, ἀλλὰ καὶ αὐτοὺς καρπὸν οἴσειν τὸν ἐπιβάλλοντα διδάσκει λέγων·

English

The rams of the sheep put on,

that is, they will put on. By "rams of the sheep" you will understand the rulers and the leaders of those previously mentioned, who put on or rather will put on. What they will put on, he has left for us to understand; but the divine apostle teaches the garment of these, saying: "This perishable thing must put on imperishability," and again: "which we do not wish to put on, but to put on over, so that the mortal may be swallowed up by life."

Therefore, the rams will put on the garment befitting them, their perishable body changing into imperishability, and the mortal into immortality. Thus, at least, according to the example, the rams from their own nature bring forth the garment of the body, which bears the fleece for them. But they will also put on our Lord Jesus Christ himself, the exceptional garment, wrapping themselves in the light of his divinity.

Moreover, the valleys will then multiply grain; for it was necessary not to forget the valleys either. For above, plains were named, and mountains of the desert, and hills. But since there are also, besides the orders mentioned, some others more humble and not rejected from the kingdom, yet as in comparison with those previously mentioned, small and insignificant and, as one might say, last of all, the discourse necessarily did not pass over the mention of these either, but teaches that they too will bear the fruit that befits them, saying:

pta0003.pta020:674 · narrativehigh
Source · Greek

καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.

Αὕται δὲ αἱ κοιλάδες σῖτον προφέρουσαι, ἢ τὴν τροφὴν κατὰ τὸν Σύμμαχον, κεκράξονται. τί δὲ κεκράξονται, ἑρμηνεύει ἑξῆς λέγων· καὶ γὰρ ὑμνήσουσιν, ὡσεὶ σαφέστερον εἰρήκει· εἰ καὶ κοιλάδες τυγχάνουσιν, ὅμως δ’ οὖν ὑμνήσουσι τὸν καὶ αὐταῖς τῶν ἀγαθῶν πάροχον· ὑμνοῦσαι δὲ κεκράξονται, παρρησίᾳ χρώμεναι καὶ βοῇ μεγάλῃ. βοῶσαι δὲ κραυγῇ καὶ ὑμνοῦσαι ποίας προήσονται φωνὰς ἢ τὰς ἐν ἀρχῇ παντὸς ψαλμοῦ φερομένας·

σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών, λέγουσαι;

Ἀναγκαίως δὲ πρόσκειται τό·

κεκράξονται, καὶ γὰρ ὑμνήσουσι,

περὶ τῶν κοιλάδων ἢ καὶ περὶ τῶν προλεχθέντων ἁπάντων, ὡς ἂν μάθοιμεν, ὅτι μὴ περὶ αἰσθητῶν καὶ σωματικῶν τόπων ὁ λόγος ταῦτα διδάσκει· καίτοι καὶ περὶ τούτων εἰκὸς ἦν τὰ προλεχθέντα λέγεσθαι νομίζειν ἐπὶ τοῖς αἰσθητοῖς τοῦ θεοῦ δωρήμασιν, ὥστ’ εἶναι εὐχαριστήριον ὕμνον (ὡς πρὸς τὴν λέξιν) ὑπὲρ τῶν κατ’ ἔτος ἀνθρώποις χορηγουμένων τὸν παρόντα λόγον.

English

And the valleys will produce an abundance of grain.

These valleys, producing grain, or food according to Symmachus, will cry out. And what they will cry out, he explains next, saying: "For they will sing," as if he had said more clearly: even if they are valleys, nevertheless they will sing to the one who provides good things to them as well; and while singing, they will cry out, using boldness and a loud shout. And crying out with a shout and singing, what voices will they utter, but those borne at the beginning of every psalm:

"A hymn is fitting for you, O God, in Zion," they say?

And necessarily the following is added:

"They will cry out, for they will sing,"

concerning the valleys, or also concerning all that has been previously said, so that we might learn that the discourse does not teach these things about perceptible and physical places; although it would be plausible to think that the things previously said were spoken concerning the perceptible gifts of God, so that the present discourse is a hymn of thanksgiving (according to the literal sense) for the things supplied to men year by year.

pta0003.pta020:675 · narrativehigh
Source · Greek

Καθ’ ἕκαστον γοῦν ἐνιαυτὸν ὁ φιλάνθρωπος καὶ παντὸς ἀγαθοῦ δοτὴρ θεὸς ἐπισκεπτόμενος τὴν γῆν μεθύσκει αὐτήν, ἄρδων τοῖς συνήθεσιν ὄμβροις, πληροῖ τε αὐτῆς τοὺς αὔλακας ταῖς τῶν ὑετῶν χορηγίαις τά τε γενήματα αὐτῆς πληθύνων εὐλογήσει· ἡ δὲ εὐφραίνεται νεαροποιηθεῖσά τε ἀνατέλλει. κἄπειτα πληρουμένη παντοίων καρπῶν σπορίμων τε καὶ ἀκροδρύων στεφανοῦται, ὡς μὴ ἂν ὀκνῆσαι κατὰ τὸν τοῦ ἔαρος καιρὸν ἐστεφανῶσθαι λέγειν αὐτὴν τά τε πεδία πληθύνεσθαι πιότητος, ναὶ μὴν καὶ τὰ ὄρεα τῆς ἐρήμου ἀνθεῖν καὶ τοὺς βουνοὺς ἀγαλλίασιν περιζώννυσθαι· ἀλλὰ καὶ τοὺς κριοὺς τῶν προβάτων τοῖς ἑαυτῶν πόκοις ἐνδιδύσκεσθαι αὐτάς τε τὰς κοιλάδας χώρας πολλάκις πληροῦσθαι σίτου καὶ μονονουχὶ τῷ ἔργῳ βοᾷν καὶ τὸν θεὸν δοξάζειν.

Ταῦτα δὲ εἰ καὶ ὅτι μάλιστα αἰσθητῶς πληροῦται καθ’ ἕκαστον ἔτος, ἀλλ’ ἡ σύμφρασις τῆς τοῦ παντὸς λόγου ἀκολουθίας ἐπὶ τὴν θεωρίαν ἡμᾶς ἀναπέμπουσα ἀποδέδεικται.

Ὁμοῦ δὴ οὖν τὰ προλεχθέντα πάντα, λέγω δὲ τὰ πεδία καὶ τὰ ὄρεα τῆς ἐρήμου οἵ τε βουνοὶ καὶ οἱ κριοὶ τῶν προβάτων καὶ πρὸς τούτοις αἱ ἀποδοθεῖσαι κοιλάδες, κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν κατά τε τὴν πρόχειρον διάνοιαν μίαν ἀφήσειν φωνὴν καὶ σύμφωνον μελῳδίαν τῷ θεῷ εἴρηνται. διὸ κατὰ πάντων ἀκούσει τό· κεκράξονται καὶ ὑμνήσουσιν.

English

Each year, then, the benevolent and giver of all good, God, visiting the earth, drenches it, watering it with the customary rains, and fills its furrows with the supplies of showers, and, multiplying its produce, will bless it; and it rejoices, renewed, and springs forth. Then, filled with all kinds of fruits, both sown and tree-borne, it is crowned, so that one would not hesitate to say that, at the season of spring, it is crowned, and the plains are filled with richness, and indeed the mountains of the wilderness bloom, and the hills are girded with exultation; but also the rams of the sheep are clothed with their own fleeces, and the valleys themselves are often filled with grain, and all but cry out in deed and glorify God.

These things, even if they are fulfilled in a most literal sense each year, yet the context of the entire sequence of the discourse, sending us up to contemplation, has been demonstrated.

Therefore, all the things mentioned before—I mean the plains and the mountains of the wilderness, the hills and the rams of the sheep, and in addition to these the valleys as interpreted—according to the interpretation given and according to the literal sense, are said to utter one voice and harmonious melody to God. Hence, over all of them, you will hear: "They will cry out and they will sing.

pta0003.pta020:676 · narrativehigh
Source · Greek

Κλῆσις ἐθνῶν καὶ ἀποστόλων μαρτυρία

ξε

Eἰς τὸ τέλος, ᾠδὴ ψαλμοῦ. Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ. εἴπατε τῷ θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Eὐαγγελικὸς ὑπάρχει καὶ ὁ παρὼν ψαλμὸς τὴν τῶν ἐθνῶν περιέχων κλῆσιν. ἤμελλε δὲ ἄρα οὐ καθ’ οὓς ᾔδετο χρόνους τέλους τυγχάνειν, ἀλλ’ ἐπὶ συντελείᾳ τῶν αἰώνων· διὸ ἀναπέμπει τὴν τῶν δηλουμένων προφητείαν εἰς τὸ τέλος.

῎Εστι δὲ ᾠδὴ ψαλμοῦ ἔμπαλιν ἢ κατὰ τὸν πρὸ αὐτοῦ, ὡς ἐπεγέγραπτο ψαλμὸς ᾠδῆς· ᾖδε γὰρ καὶ ἔψαλλε τὸ πνεῦμα τὸ ἅγιον σὺν πολλῇ χαρᾷ διὰ τῆς ὑποδεξαμένης αὐτὸ προφητικῆς ψυχῆς ἐπὶ τοῖς δι’ αὐτοῦ θεσπιζομένοις ἀγαθοῖς· ἐφ’ οἷς καὶ πᾶσι τοῖς ἔθνεσι τοῖς τὴν σωτήριον χάριν ὑποδεξομένοις παρακελεύεται πράττειν τινὰ, ἅπερ ἀναγκαῖον ἐπιτελεῖν ἡμᾶς, οἷς ταῦτα προανεφωνεῖτο.

Προστάττει τοίνυν πάσῃ τῇ γῇ, τουτέστι τοῖς τὸ τῆς γῆς στοιχεῖον οἰκοῦσιν ἅπασιν, μὴ τοῖς Μωσέως παραγγέλμασι καὶ τῷ βαρεῖ ζυγῷ τοῦ νόμου ἑαυτοὺς ὑποτάττειν, μόνα δὲ τὰ διὰ τῶν μετὰ χεῖρας κελευόμενα ποιεῖν καὶ πρῶτον μὲν ἀλαλάζειν τῷ θεῷ, δεύτερον ψάλλειν τῷ ὀνόματι αὐτοῦ, τρίτον δόξαν διδόναι τῇ αἰνέσει αὐτοῦ, τέταρτον λέγειν τῷ θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου, καί· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

English

Calling of the nations and testimony of the apostles

65

For the end, a song of a psalm. Shout aloud to God, all the earth, sing now to his name, give glory to his praise. Say to God: How awesome are your works; in the multitude of your power your enemies will deceive you.

The present psalm is also evangelical, containing the calling of the nations. It was not, then, to reach its fulfillment in the times in which it was sung, but at the consummation of the ages; therefore it sends up the prophecy of the things indicated to the end.

It is a song of a psalm, conversely to the one before it, which was inscribed "psalm of a song"; for the Holy Spirit sang and played with great joy through the prophetic soul that received it over the good things prophesied through it; over which it also commands all the nations that will receive the saving grace to do certain things, which it is necessary for us to perform, to whom these things were foretold.

It therefore commands all the earth, that is, all those inhabiting the element of earth, not to subject themselves to the commandments of Moses and the heavy yoke of the law, but only to do what is commanded in the present verses: first, to shout aloud to God; second, to sing to his name; third, to give glory to his praise; fourth, to say to God: How awesome are your works, and: In the multitude of your power your enemies will deceive you.

pta0003.pta020:677 · narrativehigh
Source · Greek

Τὸ μὲν οὖν πρῶτον δι’ ἐπιστήμης καὶ γνώσεως ἀληθοῦς ἐπιτελέσωμεν ἀλαλάζοντες τῷ θεῷ δίκην τῶν ἐν πολέμοις ἀναφωνούντων καὶ ἀλαλαζόντων στρατιωτῶν, οἳ τῇ δυνάμει τῆς φωνῆς καταπληκτικοὺς καὶ φοβεροὺς ἑαυτοὺς τοῖς πολεμίοις ἐμφαίνουσιν. ἐπεὶ τοίνυν τοὺς ἡμετέρους ἐχθροὺς τοὺς πάλαι τὴν ψυχὴν ἡμῶν εἰς τὴν πολύθεον πλάνην ᾐχμαλωτικότας ἐλαύνων καὶ πολεμῶν ὁ σωτὴρ ἡμῶν καὶ πάντας ἡμᾶς τοὺς αὐτοῦ στρατιώτας κατ’ αὐτῶν ὁπλίζει, εἰκότως διὰ τῶν πρὸς τὸν θεὸν εὐχῶν ἀλαλάζειν κελευόμεθα στεναγμοῖς τε ἀλαλήτοις συμπράττειν τῇ νίκῃ τοῦ βασιλέως ἡμῶν.

Γίνεται δὲ ὁ ἀλαλαγμὸς δι’ εὐχῶν, γίνεται δὲ καὶ διὰ θεολογίας, γίνεται δὲ καὶ διὰ ὑγιοῦς καὶ τετρανωμένης γνώσεως, γίνεται καὶ διὰ τῆς πνευματικῆς ἱερουργίας, ἣν ἐν ταῖς εὐχαριστίαις κατὰ τὰ μυστήρια τῆς καινῆς διαθήκης καθ’ ὅλης τῆς οἰκουμένης ἐπιτελοῦμεν, ὁπηνίκα, τῆς θυσίας τοῦ ἀμνοῦ τοῦ θεοῦ τὴν ἀνάμνησιν ποιούμενοι, τὴν προφητείαν πληροῦμεν τὴν φάσκουσαν· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ. διὸ καὶ ἕτερον λόγιον τὸν τούτων ἐπιστήμονα λαὸν μακαρίζει φάσκον· μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. τοῦτο δὴ οὖν πρῶτον ἀναγκαίως τὸ προφητικὸν πνεῦμα πᾶσιν ἀνθρώποις πράττειν διακελεύεται φάσκον·

English

First, then, let us accomplish the shout of praise to God through knowledge and true understanding, like soldiers in war who raise the war cry and shout aloud, making themselves terrifying and fearsome to the enemy by the power of their voice. Since our savior drives out and fights against our enemies, who long ago took our soul captive into polytheistic error, and arms all of us, his soldiers, against them, we are rightly commanded through prayers to God to shout aloud and to assist the victory of our king with inexpressible groans.

The shout of praise occurs through prayers, it occurs also through theology, it occurs also through sound and clear knowledge, and it occurs through the spiritual liturgy which we perform in the eucharists according to the mysteries of the new covenant throughout the whole world, whenever, making remembrance of the sacrifice of the lamb of God, we fulfill the prophecy which says: I went around and sacrificed in his tent a sacrifice of praise and shouting. Therefore another oracle blesses the people knowledgeable in these things, saying: Blessed is the people who know the shout of praise. So then, the prophetic spirit first necessarily commands all people to do this, saying:

pta0003.pta020:678 · narrativehigh
Source · Greek

Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ.

Εἶτα δεύτερον ψάλλειν τῷ ὀνόματι αὐτοῦ προστάττει, ὃ καὶ αὐτὸ κατὰ πάντα τόπον εἴωθεν ὑφ’ ἡμῶν ἐπιτελεῖσθαι, ἐπεὶ κατὰ πᾶσαν ἐκκλησίαν τοῦ θεοῦ τὴν ἐν τοῖς ἔθνεσιν ἱδρυμένην, αὐτὰ δὴ ταῦτα μελῳδεῖσθαι καὶ ψάλλεσθαι οὐχ Ἕλλησι μόνοις, ἀλλὰ καὶ βαρβάροις παραδέδοται. καὶ ἄλλως δὲ νόμοις ἀλληγορίας τὸ σῶμα τὸ ἀνθρώπιον, ὥσπερ ὄργανον τῇ ψυχῇ δεδομένον, ψαλτήριον εἴωθεν ὀνομάζεσθαι, δι’ οὗ ὁ εἴσω ἄνθρωπος ἀνακρουόμενος ἐπιστημόνως τὰ μέλη καὶ τὰ αἰσθητήρια τῷ ὀνόματι τοῦ θεοῦ λέγοιτ’ ἂν εἰκότως ψάλλειν.

Tὰ μὲν οὖν τῆς γνώσεως καὶ διὰ τοῦ ἀλαλαγμοῦ αὐτὴ καθ’ ἑαυτὴν ἡ ψυχὴ κατώρθου· διὸ αὐτῷ τῷ θεῷ ἠλάλαξεν· τὰ δὲ τοῦ ψάλλειν διὰ τῆς τοῦ σώματος ἠθικῆς καὶ πρακτικῆς κινήσεως ἐνεργεῖ· διὸ λέλεκται· τῷ ὀνόματι αὐτοῦ. εὐφημίαν γὰρ τῷ τοῦ θεοῦ ὀνόματι φέροι ἂν ἡ διὰ τῶν πράξεων τοῖς πολλοῖς θεωρουμένη κατόρθωσις.

Kαὶ τρίτον δὲ πρόσταγμα πᾶσιν ἡμῖν τοῖς ἐξ ἐθνῶν τὸν θεὸν ἐπεγνωκόσι παρήγγελται τὸ κελεῦον διδόναι δόξαν οὐ τῷ θεῷ, ἀπήρκει γὰρ ἀλαλάζειν αὐτῷ, ἀλλ’ οὐδὲ τῷ ὀνόματι αὐτοῦ, τούτῳ γὰρ ψάλλειν ἐκελευόμεθα, τῇ δὲ αἰνέσει αὐτοῦ. αἰνοῦντας γὰρ αὐτὸν προσήκει μὴ ταπεινῶς, μηδὲ ἀδόξως αἰνεῖν, σὺν πολλῇ δὲ τιμῇ καὶ δόξῃ. πρὸς γὰρ τῇ κατὰ διάνοιαν ἐρρωμένῃ περὶ θεοῦ γνώσει δι’ ὀργάνου κατορθουμένῃ προσήκει καὶ διὰ λόγων θείων αἴνους καὶ ὕμνους τοὺς εἰς τὸν θεὸν περιεχόντων σὺν εὐλαβείᾳ καὶ σεβασμίῳ τιμῇ τὸ πρῶτον ἀποπληροῦν πρόσταγμα. διὸ λέλεκται·

English

Shout to God, all the earth.

Then, secondly, it commands to sing to his name, which also is customarily performed by us in every place, since in every church of God established among the nations, these very things have been handed down to be chanted and sung not only by Greeks but also by barbarians. And in another way, by the laws of allegory, the human body, as an instrument given to the soul, is customarily called a psalterion, through which the inner man, when he skillfully strikes the limbs and the senses, might be said to sing to the name of God.

Now, the things of knowledge and through the shout the soul itself accomplished by itself; therefore it shouted to God himself. But the things of singing it effects through the ethical and practical movement of the body; therefore it is said: to his name. For the achievement observed by the many through actions would bring praise to the name of God.

And a third command has been given to all of us who have come from the nations and have known God, which orders us to give glory not to God—for it sufficed to shout to him—nor to his name—for we were commanded to sing to that—but to his praise. For it is fitting to praise him not humbly nor ingloriously, but with great honor and glory. For in addition to the robust knowledge of God in thought, accomplished through the instrument, it is fitting also through divine words containing praises and hymns to God, with reverence and venerable honor, to fulfill the first command. Therefore it is said:

pta0003.pta020:679 · narrativehigh
Source · Greek

δότε δόξαν αἰνέσει αὐτοῦ·

ἢ κατὰ τὸν Ἀκύλαν·

δότε δόξαν ὑμνήσει αὐτοῦ·

ἢ κατὰ τὸν Σύμ μαχον·

τάξατε εἰς τιμὴν τὸν ὕμνον αὐτοῦ.

Ἔτι πρὸς τούτοις τὸ πνεῦμα τὸ προφητικὸν παρακελεύεται πᾶσιν ἡμῖν τεθεωρημένως ἐνατενίζειν τοῖς ἔργοις τοῦ θεοῦ καὶ τὸν νοῦν ἐφιστᾷν, ὅπως φόβου καὶ ἐκπλήξεως γέμῃ τὰ τῆς σοφίας αὐτοῦ μεγαλουργήματα· ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, καί· τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. ταῦτ’ οὖν θεωροῦντας ὑπερεκπλήττεσθαι δεῖ καὶ λέγειν τῷ θεῷ·

ὡς φοβερὰ τὰ ἔργα σου.

Ἀλλ’ ἡμῖν μὲν τοῖς ὑπὸ σοῦ πεφωτισμένοις ἔγνωσται καὶ κατείληπται τὰ ἔργα σου ὄντα φοβερά· οἱ δὲ ἐχθροί σου ἐν σκότῳ καλινδούμενοι, κἂν ἐθέλωσί ποτε περὶ τῶν σῶν ἔργων διεξιέναι καὶ λόγους ὡς οἷόν τε φυσικοὺς ἀποδιδόναι, μακρὰν ἀποπίπτουσι τοῦ πλήθους τῆς σῆς δυνάμεως οὐδὲν ὑγιὲς οὐδὲ ἀληθὲς ἔχοντες λέγειν. διό φαμεν·

English

Give glory to his praise; or according to Aquila: give glory to his hymn; or according to Symmachus: appoint his hymn for honor. Furthermore, the prophetic spirit commands all of us to gaze contemplatively at the works of God and to fix our mind, so that the great works of his wisdom are filled with fear and astonishment; for from the magnitude and beauty of creations the creator is analogously perceived, and his invisible things, understood from the creation of the world through his works, are beheld, as well as his eternal power and divinity. Therefore, beholding these things, one must be utterly amazed and say to God: how fearful are your works. But to us, who have been enlightened by you, your works are known and understood to be fearful; but your enemies, wallowing in darkness, even if they ever wish to expound upon your works and give natural explanations as best they can, fall far short of the abundance of your power, having nothing sound or true to say. Therefore we say:

pta0003.pta020:680 · narrativehigh
Source · Greek

ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. διάψαλμα.

Τὰ μὲν πρῶτα παραγγέλματα ἦν πάσῃ τῇ γῇ, δηλαδὴ πᾶσι τοῖς ἔθνεσι, προφητικῶς παρηγγελμένα· ἐπεὶ δὲ εὐχῆς ἦν χρεία εἰς τὸ δυνηθῆναι δι’ ἔργων ταῦτα χωρῆσαι, ἀναγκαίως τὸ θεῖον πνεῦμα μετὰ τὰ πρῶτα πρὸς αὐτὸν ἐπιστρέφει τὸν θεὸν εὐχὴν ὑπὲρ πάσης τῆς γῆς ἀναπέμπον. διό φησι·

πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.

Ἀντὶ δὲ τοῦ· πᾶσα ἡ γῆ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· πάντες οἱ ἐπὶ γῆς, λευκότερον δηλώσας, ὅτι μὴ Ἰουδαίοις τὸ παράγγελμα δέδοτο, ἀλλὰ πᾶσι τοῖς ἐπὶ γῆς ἀνθρώποις. μεγίστης γὰρ ἐδέοντο εὐχῆς, ὡς ἂν δυνάμει θεοῦ παράδοξος γένοιτό τις ἐν αὐτοῖς μεταβολὴ πρὸς τὸ μηκέτι μὲν τῇ πολυθέῳ προσέχειν πλάνῃ, μόνον δὲ σέβειν ὃν δεῖ καὶ προσκυνεῖν, τὸν ἕνα καὶ μόνον καὶ προσκυνητὸν θεὸν, ἐπιτελεῖν τε τὸ πρόσταγμα, δι’ οὗ ἐλέγετο·

English

In the multitude of your power, your enemies will speak falsely of you.

Let the whole earth worship you and sing to you, let them sing to your name. Diapsalma.

The first commands were prophetically given to the whole earth, that is, to all the nations. But since prayer was needed to be able to accomplish these things in deed, the divine Spirit necessarily, after the first commands, turns to God himself, sending up a prayer on behalf of the whole earth. Therefore it says:

Let the whole earth worship you and sing to you, let them sing to your name.

Instead of "the whole earth," Symmachus interpreted more clearly, saying "all those on earth," indicating more plainly that the command was not given to the Jews, but to all people on earth. For they needed a very great prayer, so that by the power of God some extraordinary change might take place in them, so that they would no longer attend to polytheistic error, but would worship and adore only the one and only and worshipful God, and carry out the command, through which it was said:

pta0003.pta020:681 · narrativehigh
Source · Greek

ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ.

Ἵν’ οὖν ταῦτα γένηται, εὔχεται τὸ πνεῦμα τὸ ἅγιον λέγον·

πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.

Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ, φοβερὸς ἐν βουλαῖς παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος.

Ὡς μακρὰν ἀφεστηκόσι τοῖς καλουμένοις τὸ θεῖον πνεῦμα πλησίον ἔρχεσθαι προστάττει λέγον· δεῦτε. τοῦτο δὲ ὁ θεῖος ἀπόστολος παρίστη εἰπών· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς. καλεῖ δὲ ὁ λόγος τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη ἐπὶ τὴν τοῦ θεοῦ γνῶσιν ἐπί τε τὴν θεωρίαν τῶν ἔργων αὐτοῦ. μακρὰν γὰρ ἀφεστῶτα τοῦ θεοῦ οὔτε ἑώρα, οὔτε ἐγίνωσκεν. διό φησι·

δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ,

περὶ ὧν ἀνωτέρω ἐλέγετο·

εἴπατε τῷ θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου.

Ἀλλὰ πάλαι μὲν προσέταττε λέγειν· ὡς φοβερὰ τὰ ἔργα σου· ἐπειδὴ δὲ εἰκὸς ἦν ἀγνοεῖν τοὺς μακρὰν ἀφεστῶτας τίνα ἦν τὰ ἔργα τοῦ θεοῦ, ἀκολούθως ἐνταῦθα πρὸς τοὺς αὐτοὺς φάσκει·

English

Sing now to his name.

So that these things may come to pass, the Holy Spirit prays, saying:

Let the whole earth worship you and sing to you, let them sing to your name.

Come and see the works of God, fearsome in his counsels beyond the sons of men, he who turns the sea into dry land; they will pass through on foot in a river. There we shall rejoice in him who rules in his dominion over the age.

To those who are called, standing far off, the divine Spirit commands them to come near, saying: Come. And the divine apostle sets this forth, saying: And coming, he proclaimed peace to you who are far off and peace to those near. The Word calls the nations throughout the whole inhabited world to the knowledge of God and to the contemplation of his works. For being far removed from God, they neither saw nor knew him. Therefore he says:

Come and see the works of God,

concerning which it was said above:

Say to God: How fearsome are your works.

But earlier he commanded them to say: How fearsome are your works; but since it was likely that those standing far off were ignorant of what the works of God were, accordingly here he says to the same people:

pta0003.pta020:682 · narrativehigh
Source · Greek

δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ.

Ἰδόντες δὲ ταῦτα μαθήσεσθε, ὅτι

φοβερός ἐστιν ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

καὶ τοῦτο γνόντες

ἐρεῖτε τῷ θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου.

Ἀντὶ δὲ τοῦ·

φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,

τρανώτερον τὴν διάνοιαν ἀπέδωκεν ὁ Σύμμαχος εἰπών·

ἔλθετε καὶ ἴδετε πράξεις τοῦ θεοῦ, φοβερὰ μηχανήματα ὑπὲρ υἱῶν ἀνθρώπων.

Πάντα γὰρ ὑπὲρ σωτηρίας τῶν υἱῶν τῶν ἀνθρώπων ἐμηχανήσατο. εἶτα διδάσκει ὅσα πρότερον παρὰ τοῖς παλαιοῖς πεποιηκὼς ὁ θεὸς ἱστορεῖται· τίνα δὲ ταῦτα, ἐπιλέγει ἑξῆς·

ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν· ἐν ποταμῷ διελεύσονται ποδί.

Κατὰ δὲ τὸν Σύμμαχον·

μετέβαλε, φησί, τὴν θάλασσαν εἰς ξηράν· ποταμὸν διέβησαν ποδί.

Ταῦτα δὲ φέρεται ἐν τῇ τῆς ἱστορίας γραφῇ· ἃ δὴ ἀναγκαίως ὡς μὴ εἰδόσι τοῖς ἔθνεσιν ἀπαγγέλλεται, ὡς ἂν μάθοιεν, ὅτι καὶ ὁ πάλαι τοῦ θεοῦ λαὸς ἦν ποτε Αἰγυπτίοις δεδουλωμένος καὶ τῇ πλάνῃ τῆς Αἰγυπτιακῆς εἰδωλολατρείας ὑπηγμένος· ἀλλ’ εἴργασται ὑπὲρ αὐτῶν ὁ θεὸς μεγάλα καὶ φοβερά, πληγαῖς μὲν τοὺς Αἰγυπτίους θεηλάτοις μαστίξας, αὐτοὺς δὲ τῆς πικρᾶς δουλείας ἐλευθερώσας.

English

Come and see the works of God.

And having seen these things, you will learn that

he is fearsome in his counsels beyond the sons of men.

And having known this,

you will say to God: How fearsome are your works.

But instead of:

fearsome in counsels beyond the sons of men,

Symmachus rendered the sense more clearly, saying:

Come and see the deeds of God, fearsome contrivances beyond the sons of men.

For he contrived everything for the salvation of the sons of men. Then he teaches what things God is recorded as having done previously among the ancients; and what these things are, he adds next:

He who turns the sea into dry land; they will cross on foot through a river.

But according to Symmachus:

He changed, he says, the sea into dry land; they crossed a river on foot.

These things are reported in the writing of history; they are necessarily announced to the nations as to those who do not know, so that they might learn that the people of God of old were once enslaved to the Egyptians and subject to the error of Egyptian idolatry; but God wrought great and fearsome things on their behalf, scourging the Egyptians with god-sent plagues, and freeing them from bitter slavery.

pta0003.pta020:683 · narrativehigh
Source · Greek

Ταῦτα γὰρ ἦν τὰ φοβερὰ τοῦ θεοῦ ἔργα, οὐ μόνα, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης τῆς Ἐρυθρᾶς, ἣν εἰς ξηρὰν μεταβαλὼν διέσωσε μὲν τοὺς οἰκείους, τοὺς δὲ ἀσεβεῖς βυθῷ παρέδωκεν ἀπωλείας. ταῦτα δὲ μανθάνοντες, ὦ οὗτοι, φησί, θαρσεῖτε πιστεύοντες, ὅτι ὁ τὰ τοσαῦτα ἐργασάμενος ἐπὶ τῶν παλαιῶν οὐκ ἀδυνατήσει τὰ ὅμοια καὶ ἐφ’ ὑμῶν καταπράξασθαι. διό·

δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ, ὡς φοβερός ἐστιν ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Μετέστρεψε γοῦν τὴν θάλασσαν εἰς ξηράν· καὶ ἐπὶ τοῦ Ἰορδάνου δὲ ποταμοῦ ἄλλα τινὰ φοβερὰ θαύματα εἰργάσατο, ὅτε διῆλθον τοῖς ποσὶν ὑποσταλέντος τοῦ ποταμοῦ οἱ ἀπὸ τῆς ἐρήμου παριόντες ἐπὶ τήνδε τὴν γῆν. τούτοις δὴ οὖν αὐτοῖς ὑποδείγμασι χρησάμενοι θαρσεῖτε, ὡς καὶ τοὺς ὑμετέρους νοητοὺς Αἰγυπτίους, δαίμονας πονηροὺς τοὺς πάλαι καταδυναστεύοντας τῶν ὑμετέρων ψυχῶν, ἀπελάσει ὁ αὐτὸς θεός. κἂν κυμαίνῃ δὲ ἡ τῶν ἀνθρώπων θάλασσα, κἂν ὁ τῶν ἀθέων καὶ ἀσεβῶν βίος κλύδωνας καὶ κινδύνους ἐγείρῃ καθ’ ὑμῶν, θαρσεῖτε ὑμεῖς ἐναργὲς ἔχοντες ὑπόδειγμα τὴν πάλαι στραφεῖσαν θάλασσαν εἰς ξηράν. οὕτως γὰρ καὶ ὑμῖν ὁμαλή τις ἔσται, καὶ ἀπαραπόδιστος ἡ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν διάβασις. εἰ δὲ καὶ ποταμόν ποτε τὸν Ἰορδάνην παραδόξως διῆλθον οἱ παλαιοὶ, ἀλλὰ καὶ ὑμεῖς ἐντεῦθεν ἤδη εὐαγγελίζεσθε γινώσκοντες, ὅτι ὑμεῖς αὐτοὶ οἱ ταῦτα λέγοντες καὶ ὑμεῖς οἱ ἀκούοντες

English

For these were the fearsome works of God, not only these, but also at the Red Sea, which he turned into dry land, saving his own people and delivering the impious to the abyss of destruction. Learning these things, he says, "O you, take courage, believing that the one who accomplished such things in ancient times will not be powerless to do the same also in your case." Therefore:

Come and see the works of God, how fearsome he is in his counsels beyond the sons of men.

He turned the sea into dry land, indeed; and at the River Jordan he also wrought other fearsome wonders, when those passing from the desert to this land crossed on foot, the river having subsided. Using these very examples, then, take courage, that the same God will drive away your own mental Egyptians, the evil demons that long oppressed your souls. And even if the sea of men swells, even if the life of the godless and impious raises waves and dangers against you, take courage, having a clear example in the sea that was once turned into dry land. For thus for you also the crossing from error to truth will be smooth and unhindered. And if the ancients once crossed the River Jordan in a miraculous manner, you too are already being evangelized from this, knowing that you yourselves who say these things and you who hear them

pta0003.pta020:684 · narrativehigh
Source · Greek

ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ.

Ἐκεῖ, δηλαδὴ ἐν τῷ μνησθέντι ποταμῷ. ἔσται γάρ, ἔσται και ρός, καθ’ ὃν ὥσπερ εἰς συμπόσιον παρασκευαζόμενοι ἐπὶ λουτροῦ παλιγγενεσίας ἀπαντήσουσιν εἰς τὴν ἐν τῷ Ἰορδάνῃ ποταμῷ μυστικὴν ἀποκάθαρσιν οἱ τῆς Αἰγυπτιακῆς ἐλευθερούμενοι πλάνης.

Σημαίνει δὲ διὰ τούτων ὁ λόγος τὸ λουτρὸν τῆς παλιγγενεσίας ἀρξάμενον ἀπὸ τοῦ Ἰορδάνου ποταμοῦ, ὁπηνίκα ὁ βαπτιστὴς Ἰωάννης ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας παρῄει κηρύσσων βάπτισμα μετανοίας προσίετό τε πάντας Ἕλληνας καὶ Ἰουδαίους ἐπὶ τὴν ἐξομολόγησιν τῶν παραπτωμάτων· ὅτε καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐπιστὰς τὸν αὐτὸν κατηξίωσε ποταμὸν τῆς θεϊκῆς αὐτοῦ ἐπιβάσεως. διὸ ἐν τοῖς προκειμένοις λέλεκται·

ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ.

Ἔνθεν εἰκότως τὸ αὐτὸ προφητικὸν πνεῦμα διὰ Ἡσαΐου τὴν ἔρημον εὐαγγελιζόμενον καὶ αὐτοῦ μνήμην πεποίηται τοῦ Ἰορδάνου λέγον· εὐφράνθητι, ἔρημος διψῶσα· ἀλλ’ ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδού, ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδέδωκεν· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ. ταύτην διαλέλεκται ἐπὶ τοῦ παρόντος·

English

There we shall rejoice in him.

There, that is, in the river mentioned. For there will be, there will be a time, when, as if preparing for a banquet, they will come to the bath of regeneration for the mystical cleansing in the river Jordan, those who are being freed from Egyptian error.

Through these words, the discourse signifies the bath of regeneration, beginning from the river Jordan, at the time when John the Baptist in the wilderness of Judea went about proclaiming a baptism of repentance and welcomed all, both Greeks and Jews, to the confession of transgressions; at which time also our Savior and Lord himself, having arrived, deemed that same river worthy of his divine descent. Therefore, in the present passage it is said:

There we shall rejoice in him.

Hence, fittingly, the same prophetic spirit, through Isaiah, proclaiming good news to the wilderness, has also made mention of the Jordan itself, saying: Rejoice, thirsty wilderness; but let the wilderness exult and bloom like a lily; and the desolate places of the Jordan shall blossom and exult. Take courage, slack hands and paralyzed knees; take heart, you who are faint-hearted in mind; take courage, do not fear; behold, our God has rendered judgment; he himself will come and save us. Then the eyes of the blind shall be opened, and the ears of the deaf shall hear. Then the lame shall leap like a deer, and the tongue of the speechless shall be clear, because water has burst forth in the wilderness and a ravine in a thirsty land. This has been discussed in the present context.

pta0003.pta020:685 · narrativehigh
Source · Greek

ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ·

ἃ δὴ ἐπληροῦτο κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους θεοφάνειαν. ἔνθεν εἰκότως ὁ παρὼν ψαλμὸς ἅπασι τοῖς ἔθνεσι προσφωνῶν ἔλεγε·

δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ·

καὶ πάλιν·

εἴπατε τῷ θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου.

Σφόδρα δὲ ἀκολούθως εἰπών·

ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ,

ἐπιφέρει·

τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος.

Νοήσεις δὲ καὶ τοῦτο αὐτοῦ λέγοντος ἀκούων τοῦ σωτῆρος· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου. διὸ κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται·

τῷ ἐξουσιάζοντι ἐν δυναστείᾳ αὐτοῦ δι’ αἰῶνος.

Kαὶ ἄλλως δὲ εὐφρανθησόμεθα ἐν αὐτῷ τῶν προειρημένων καταξιωθέντες. πότε δὲ εὐφρανθησόμεθα, ἀλλ’ ἐπειδὰν ὁ μέλλων ἐπιστῇ αἰὼν, οὗ τὴν δεσποτείαν καὶ τὴν ἐξουσίαν οὐδ’ ἕτερος ἕξει, ἢ μόνος αὐτὸς ὁ τὴν δυνα στείαν παρὰ τοῦ πατρὸς εἰληφώς; νῦν μὲν γὰρ ἐν τῷ παρόντι αἰῶνι ἀρχαὶ πολλαὶ καὶ ἐξουσίαι καὶ κυριότητες καὶ πνευματικὰ πονηρίας καὶ κοσμοκράτορες· τότε δὲ, ὅτε καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, μόνος αὐτὸς ἐξουσιάσῃ τοῦ αἰῶνος, ἐν ᾧ ἐπαγγέλλεται ἡμῖν ὁ παρὼν λόγος τὴν εὐφροσύνην.

English

There we shall rejoice in him.

These things were fulfilled at the theophany of our Savior among men. Hence, fittingly, the present psalm, addressing all the nations, said:

Come and see the works of God;

and again:

Tell God: How fearful are your works.

And very consistently, after saying:

There we shall rejoice in him,

he adds:

In the one who rules in his dominion over the age.

And you will understand this also, hearing the Savior himself saying: All authority was given to me in heaven and on earth; go, disciple all the nations in my name. Therefore, according to Aquila, it is said:

To the one who exercises authority in his dominion through the age.

And in another way, we shall rejoice in him, having been deemed worthy of the things previously mentioned. But when shall we rejoice? Is it not when the coming age arrives, whose lordship and authority no other will hold, but only he himself who received the dominion from the Father? For now, in the present age, there are many principalities and authorities and lordships and spiritual powers of wickedness and world-rulers; but then, when he abolishes every principality and authority and power, he alone will exercise authority over the age, in which the present word promises us joy.

pta0003.pta020:686 · narrativehigh
Source · Greek

Oἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. διάψαλμα.

Διὰ τῶν ἔμπροσθεν ἐπεσκιασμένως τὴν τῶν ἐθνῶν κλῆσιν αἰνιξάμενος πᾶσαν τὴν γῆν ἐκάλει, οὐ μὴν σαφῶς τὰ ἔθνη· νυνὶ δὲ λευκότατα τῶν ἐθνῶν μέμνηται καὶ τῆς τοῦ θεοῦ διαλλαγῆς. ἐπὶ μὲν γὰρ τῶν ἁμαρτανόντων εἴρηται· ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου· καὶ πάλιν· ἵνα τί ἀποστρέφεις τὸ πρόσωπόν σου καὶ τὴν δεξιάν σου; καὶ πάλιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. ἐπὶ δὲ τῶν ἀγαθὰς ἐλπίδας ἐχόντων λέλεκται· ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· καὶ πάλιν· οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας· καὶ αὖθις· σημειωθήτω ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. μεγάλαι τοίνυν ἐπαγγελίαι διὰ τῶν προκειμένων τοῖς ἔθνεσι δέδονται, ἤδη·

οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν.

Καὶ θέα, ὅπως οὐδαμοῦ τῶν προκειμένων Ἰουδαίων μέμνηται, δι’ ὅλου δὲ τοῖς ἔθνεσι τὰ χρηστὰ εὐαγγελίζεται.

English

His eyes look upon the nations. Let those who are embittered not be exalted in themselves. Diapsalma.

Through the preceding verses, having obscurely hinted at the calling of the nations, he summoned the whole earth, yet not clearly the nations. But now he mentions the nations most plainly and the reconciliation of God. For concerning those who sin, it has been said: Turn your face away from my sins; and again: Why do you turn away your face and your right hand? And again: You turned away your face, and I was thrown into confusion. But concerning those who have good hopes, it has been said: The eyes of the Lord are upon the righteous, and his ears are open to their supplication; and again: Let your eyes see righteousness; and again: Let the light of your face be marked upon us, O Lord. Great promises, therefore, are given to the nations through the present verses, namely:

His eyes look upon the nations.

And see how nowhere in the present passage does he mention the Jews, but throughout he proclaims good tidings to the nations.

pta0003.pta020:687 · narrativehigh
Source · Greek

Ὁ μὲν οὖν φιλάνθρωπος τῶν ἐθνῶν σωτὴρ τοὺς ὀφθαλμοὺς αὐτοῦ, τὰς ἐπισκοπικὰς δηλαδὴ δυνάμεις, ἐξήπλωσεν ἐπὶ πάντα τὰ ἔθνη· φωτὸς δὲ ἀκτῖνες ἐκ τῶν ὀφθαλμῶν αὐτοῦ πεμπόμεναι τὰς χωρητικὰς αὐτῶν ψυχὰς καταλάμπουσιν. ἐπεὶ δὲ ἤμελλον μὴ πάντες τὴν χάριν ὑποδέχεσθαι, παροργίζειν δὲ τὸ ὅσον ἐπ’ αὐτοῖς καὶ παραπικραίνειν τὴν τοσαύτην φιλανθρωπίαν διὰ τὸ μὴ παραδέχεσθαι τὸ δῶρον, εἰκότως ἐπιλέλεκται·

οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.

Σημαίνει δὲ διὰ τούτων καὶ τοὺς ἐν τοῖς ἔθνεσιν ἀπειθεῖς καὶ ἀνυποτάκτους τῷ εὐαγγελικῷ λόγῳ· διὸ λέλεκται παρὰ τῷ Συμμάχῳ·

οἱ ὀφθαλμοὶ αὐτοῦ τὰ ἔθνη ἐπισκοπεύουσιν· οἱ ἀπειθεῖς μὴ ὑψούτωσαν ἑαυτούς.

Σημαίνει δὲ καὶ ἄλλως τοὺς ἐκ περιτομῆς ἀθετήσαντας τὴν χάριν καὶ τὴν τοῦ σωτῆρος κλῆσιν ὑπερφρονήσαντας· διὸ πρὸς αὐτοὺς τὸ πνεῦμα τὸ ἅγιον καὶ διὰ Ἡσαΐου ἀπετείνετο φῆσαν· ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε. εἰκότως τοιγαροῦν ἐπιρραπίζων αὐτοὺς ὁ παρὼν λόγος εἰκῇ φυσιουμένους ἐπὶ τοῖς προγόνοις καὶ μέγα φρονοῦντας ἐπὶ τῇ τῶν προπατόρων εὐδοκιμήσει φησίν·

English

Now the philanthropic savior of the nations extended his eyes, that is, the episcopal powers, over all the nations; and rays of light sent from his eyes illuminate the souls of those capable of receiving them. But since not all were going to accept the grace, but rather, as far as they were concerned, to provoke and embitter such great philanthropy by not receiving the gift, it is fittingly said:

Let those who are embittered not be exalted in themselves.

By these words he also indicates those among the nations who are disobedient and insubordinate to the evangelical word; hence it is said by Symmachus:

His eyes look upon the nations; let the disobedient not exalt themselves.

He also indicates in another way those from the circumcision who rejected the grace and disdained the savior's call; hence the Holy Spirit, through Isaiah, also addressed them, saying: You will hear with your ear and not understand, and you will see with your eyes and not perceive. Fittingly, therefore, the present word, rebuking them as they are vainly puffed up over their ancestors and think highly of the reputation of their forefathers, says:

pta0003.pta020:688 · narrativehigh
Source · Greek

οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.

Παύσασθε γάρ, φησί, βρενθυνόμενοι καὶ εἰκῇ τυφούμενοι, ὦ οὗτοι, γνῶντες, ὅτι οὐ μᾶλλον ὑμῖν ἐπιβλέπει ὁ θεὸς ἢ τοῖς λοιποῖς ἔθνεσιν. οἱ γοῦν τῆς ἐπισκοπικῆς αὐτοῦ δυνάμεως ὀφθαλμοὶ πάντων ἀνθρώπων πρόνοιαν ποιούμενοι ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν. τί οὖν ὑμεῖς ὥσπερ τι ἐξαίρετον κεκτημένοι ὑψοῦσθε ἐν ἑαυτοῖς καὶ ταῦτα ἄνδρες ὄντες ἀεὶ παραπικραίνοντες;

Ὅτι δὲ αὐτοὺς αἰνίττεται ὁ λόγος, σαφῶς παρίστησι τὸ πνεῦμα διὰ Ἰεζεκιὴλ λέγον· υἱὲ ἀνθρώπου, ἐξαποστελῶ σε ἐγὼ πρὸς τὸν οἶκον Ἰσραήλ, τοὺς παραπικραίνοντας, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας, καὶ ἑξῆς· ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, διότι οἶκος παραπικραινόντων ἐστίν, καὶ πάλιν· καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραινόντων ἐστίν.

Καὶ ἐν ἑκαστῷ δὲ πέμπτῳ ψαλμῷ λέλεκται· ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ πάλιν· πλεονάκις ἐρρύσατο αὐτούς· αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν. ναὶ μὴν καὶ Μωσῆς τὴν πικρίαν αὐτῶν παρίστησι λέγων· ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ εἴρηται πρὸς τοὺς αὐτούς· πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; εἰκότως τοίνυν καὶ ἐνταῦθα παραπικραίνοντες ὠνομάσθησαν. ἐκ παραλλήλου δὲ μνημονεύσας τῶν ἐθνῶν καὶ τῆς τούτων σωτηρίας ὁ λόγος παράθεσιν τῶν ἐκ περιτομῆς πεποίηται εἰπών·

English

Let those who are embittered not exalt themselves.

For cease, he says, preening yourselves and being vainly puffed up, O you, knowing that God looks upon you no more than upon the other nations. Indeed, the eyes of his episcopal power, exercising providence over all men, look upon the nations. Why then do you, as if possessing some exceptional privilege, exalt yourselves, and this while being men who are always embittered?

That the word alludes to them, the spirit clearly sets forth through Ezekiel, saying: Son of man, I will send you to the house of Israel, to those who are embittered, who have embittered me, they and their fathers, up to this very day, and so forth: whether they will hear or be frightened, because it is a house of those who are embittered, and again: and speak my words to them, whether they will hear or be frightened, because it is a house of those who are embittered.

And in every fifth psalm it is said: because they have embittered his spirit, and again: many times he delivered them; but they embittered him in their counsel. Indeed, Moses also sets forth their bitterness, saying: For their vine is from the vine of Sodom, and their shoot is from Gomorrah; their grape is a grape of gall, a cluster of their bitterness. And in Jeremiah it is said to the same: How have you turned to bitterness, the alien vine? Fittingly, therefore, they are here named those who are embittered. And having mentioned the nations and their salvation in parallel, the word has made a juxtaposition of those of the circumcision, saying:

pta0003.pta020:689 · narrativehigh
Source · Greek

οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.

Εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ, τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.

Εὐαγγελικὸν εἶναι τὸν ψαλμὸν καὶ ἀρχόμενοι τοῦ λόγου τετηρήκαμεν, ὃ καὶ δι’ ὅλου τοῦ ὕφους τῆς προφητείας παρίσταται. ἐκάλει μὲν γὰρ ἐν ἀρχῇ πᾶσαν τὴν γῆν· εἶτα ἐν τῷ μεταξὺ πλείονα διδάξας σαφέστερον περὶ τῶν ἐθνῶν ποιεῖται προφητείαν λέγων·

οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν.

Μετὰ δὴ οὖν τὴν τούτων διδασκαλίαν ἀκολούθως πᾶσι τοῖς ἔθνεσιν, ὡς ἂν ὠφελημένοις ἐκ τοῦ προμεμαθηκέναι τὰ προλεχθέντα, εὐλογεῖν τὸν τοσούτων θαυμάτων τῶν τε φοβερῶν ἔργων ποιητὴν παρακελεύεται λέγων·

εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν.

Μὴ γὰρ τοὺς ὑμετέρους, φησί, τοὺς πάλαι πεπλανημένως νομιζομένους θεούς, ἀλλὰ τὸν ἡμέτερον, ὃν ἐκ πατέρων ἡμεῖς ἐπεγραψάμεθα· τοῦτον γνόντες εἶναι τὸν ἀληθινὸν θεὸν νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, καὶ ὑμεῖς εὐλογεῖτε. εὐφημοῦντες δὲ αὐτὸν καὶ εὐλογοῦντες ὡς μόνον ἀληθινὸν καὶ κοινὸν ἁπάντων ἡμῶν τε καὶ ὑμῶν θεὸν μὴ σεσιωπημένως μηδὲ ἠρεμέᾳ τῇ φωνῇ τοῦτο πράττετε, σὺν πολλῇ δὲ παρρησίᾳ καὶ θάρσει, φωναῖς τε γεγωνοῖς καὶ βοαῖς χρήσασθε μεγάλαις, ὡς καὶ τοῖς ἀλλοτρίοις ἀκούεσθαι τὴν ἀναπεμπομένην εἰς τὸν θεὸν ὑφ’ ὑμῶν αἴνεσιν· ὃ δὴ καὶ ὁ σωτὴρ ἐδήλου λέγων· ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων. ταύτης οὖν ἔχεται τῆς διανοίας τὸ φάσκον λόγιον·

English

His eyes look upon the nations, let those who embitter not exalt themselves in themselves.

Bless, O nations, our God, and make heard the voice of his praise, who placed my soul in life and did not give my feet to the tossing.

We have observed from the beginning of the discourse that the psalm is evangelical, which is also demonstrated throughout the whole height of the prophecy. For at the beginning he called upon the whole earth; then, having taught more in the interim, he makes a clearer prophecy concerning the nations, saying:

His eyes look upon the nations.

After this teaching, then, he accordingly exhorts all the nations, as if benefited from having previously learned the things said before, to bless the maker of such great wonders and fearful works, saying:

Bless, O nations, our God.

For he says, not your own gods, those formerly erroneously believed in, but our God, whom we from our fathers have claimed; having now recognized him to be the true God, even if not before, you also bless him. And when praising and blessing him as the only true and common God of both us and you, do not do this with a silent or quiet voice, but with great boldness and confidence, use loud and clear voices and great shouts, so that even those outside may hear the praise sent up to God by you; which indeed the Savior indicated when he said: What I say to you in the darkness, speak in the light, and what you hear in the ear, proclaim on the housetops. This, then, is the meaning of the saying that declares:

pta0003.pta020:690 · narrativehigh
Source · Greek

καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,

ἢ κατὰ τὸν Σύμμαχον·

ἐξάκουστον ποιεῖτε τὴν φωνὴν τοῦ ὕμνου αὐτοῦ.

Θαυμάσαι δὲ ἔστι τοῦ λόγου τὸ ἀποτέλεσμα, ὅτε καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐν μέσαις ταῖς πόλεσι ἔν τε κώμαις καὶ χώραις κατὰ πάσας τὰς ἐκκλησίας τοῦ θεοῦ οἱ τοῦ Χριστοῦ λαοὶ ἐξ ἁπάν των τῶν ἐθνῶν συνειλεγμένοι τοὺς ὕμνους καὶ τὰς ψαλμῳδίας οὐκ ἐπὶ τοῖς πατρῴοις θεοῖς οὐδὲ τοῖς θεομάχοις δαίμοσι, μόνῳ δὲ τῷ παρὰ τοῖς προφήταις θεολογουμένῳ μετὰ μεγάλης ἀναπέμπουσι βοῆς, ὡς καὶ τοῖς ἐκτὸς ἑστῶσιν ἐξάκουστον εἶναι τῶν ψαλλόντων τὴν φωνήν, ἔργῳ πληρουμένου τοῦ φάσκοντος ἐνταῦθα λογίου·

εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.

Εἶθ’ ἑξῆς συνῆπται·

τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.

Ἀντὶ δὲ τοῦ· τὴν ψυχήν μου, τὴν ψυχὴν ἡμῶν, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασιν· καὶ πάλιν ἀντί· τοὺς πόδας μου, τοὺς πόδας ἡμῶν, ὁμοίως οἱ πάντες ἡρμήνευσαν. μὴ γὰρ ἐπὶ τοῖς παλαιοῖς, φησί, μόνοις ἔργοις τοῦ θεοῦ, ἃ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, τὸν ὕμνον αὐτῷ καὶ τὰς αἰνέσεις ἀναπέμπετε, ἀλλὰ καὶ διὰ τὰς εἰς ἡμᾶς αὐτοὺς τοὺς ταῦτα λέγοντας εὐεργεσίας. ἐπειδὴ γὰρ τοὺς ἡμετέρους πόδας πολλὰ δραμόντας, ὥστε πᾶσιν ὑμῖν τοῖς ἔθνεσι κηρύξαι τὸ σωτήριον εὐαγγέλιον, ἐδυνάμωσεν ἐφύλαξέ τε ἀδιατρέπτους ἐν τοῖς τοῦ βίου ῥεύμασι τὰ ἐμποδὼν κωλύματα περιελών, πολλῶν τε τῇ ψυχῇ ἡμῶν ἐπιβουλευόντων αὐτὸς ταύτης σωτὴρ καὶ φύλαξ ἐγένετο· καὶ τούτων αὐτῶν ἕνεκα

English

and make heard the voice of his praise,

or according to Symmachus:

make the voice of his hymn audible.

Now one may marvel at the fulfillment of this saying, when throughout the whole inhabited world, in the midst of cities, in villages and countrysides, in all the churches of God, the peoples of Christ gathered from all the nations send up hymns and psalmody not to the ancestral gods nor to the god-fighting demons, but only to the one who is theologically proclaimed by the prophets, with a great shout, so that even to those standing outside the voice of the singers is audible, the oracle here spoken being fulfilled in deed:

Bless, O nations, our God, and make heard the voice of his praise.

Then next is joined:

who placed my soul in life and did not give my feet to the tossing.

But instead of “my soul,” “our soul,” all the other translators have rendered; and again instead of “my feet,” “our feet,” all likewise have translated. For it is not only on account of the ancient works of God, which were indicated in the preceding, that you send up the hymn and praises to him, but also on account of the benefactions to us ourselves who say these things. For since he strengthened our feet, which ran much so as to proclaim the saving gospel to all you nations, and preserved them unshaken in the currents of life, removing the obstacles that stood in the way, and since many plotted against our soul, he himself became its savior and guardian; and on account of these very things

pta0003.pta020:691 · narrativehigh
Source · Greek

εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.

Ταῦτα δὲ ἄντικρυς ἐκ προσώπου τῶν κηρύκων τοῦ εὐαγγελίου προανεφωνεῖτο, ὧν τὸν δρόμον καὶ τῶν ποδῶν τὴν ἀρετὴν Ἡσαΐας, μᾶλλον δὲ τὸ πνεῦμα τὸ ἅγιον δι’ αὐτοῦ ἀποθαυμάζον ἐβόα· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά, τῶν εὐαγγελιζομένων εἰρήνην.

Ἐπεὶ τοίνυν πολλὰ κεκμηκότες οὗτοι καὶ τοὺς ἐκ τῶν ἀ πίστων ἐθνῶν διωγμοὺς ὑπομείναντες δεσμά τε καὶ φυλακὰς καὶ παντοίας ἐπιβουλὰς ἀδιάτρεπτοι μεμενήκασιν, εἰκότως τὸν δυναμώσαντα αὐτοὺς καὶ τὴν μὲν ψυχὴν εἰς ζωὴν φυλάξαντα, ὡς μὴ ἐκπεσεῖν αὐτὴν εἰς τὸν τῆς ἁμαρτίας θάνατον, τοὺς δὲ πόδας αὐτῶν στερροὺς ἀπεργασάμενον πρὸς τὸ μὴ σάλον ὑπομεῖναι μηδὲ ὄλισθον καὶ πτῶσιν, εὐλογεῖν πᾶσι τοῖς ἔθνεσι παρακελεύονται, ἐξάκουστόν γε ποιεῖν τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ, οὐκ ἐπὶ μόνοις τοῖς παλαιοῖς αὐτοῦ παραδόξοις καὶ φοβεροῖς ἔργοις, ἀλλὰ καὶ ἐπὶ τοῖς νεώτεροις ἀγαθοῖς, ἐφ’ οἷς τὴν ψυχὴν τῶν ταῦτα λεγόντων ἔθετο εἰς ζωὴν μὴ δοὺς εἰς σάλον τοὺς πόδας αὐτῶν. διὸ κατὰ τὸν Σύμμαχον πληθυντικῶς εἴρηται·

English

Bless, O nations, our God, and make heard the voice of his praise.

These things were proclaimed beforehand directly from the person of the heralds of the gospel, whose course and the excellence of whose feet Isaiah—or rather the Holy Spirit through him—marveling, cried out: How beautiful are the feet of those who proclaim good things, of those who proclaim peace.

Since, therefore, these men, having labored much and endured persecutions from the unbelieving nations, as well as bonds and imprisonments and every kind of plot, have remained unshaken, they fittingly exhort all the nations to bless the one who strengthened them and preserved their soul for life, so that it did not fall into the death of sin, and who made their feet firm so that they would not suffer shaking, slipping, or falling, and to make the voice of his praise audible, not only for his ancient and wondrous and fearful deeds, but also for the newer good things, for which he placed the soul of those speaking these things into life, not giving their feet to shaking. Therefore, according to Symmachus, it is said in the plural:

pta0003.pta020:692 · narrativehigh
Source · Greek

τοῦ τάξαντος τὴν ψυχὴν ἡμῶν εἰς ζωὴν καὶ μὴ δόντος σφαλῆναι τοὺς πόδας ἡμῶν.

Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Καὶ ταῦτα ἀκολούθως εἴρηται τοῖς ἔμπροσθεν. ἐχρῆν γὰρ ἡμᾶς διδαχθῆναι, πῶς ὁ θεὸς τὴν ψυχὴν ἔθετο εἰς ζωὴν τῶν ταῦτα φασκόντων καὶ πῶς τοὺς πόδας αὐτῶν οὐ παρέδωκεν εἰς σάλον. τί γὰρ παθόντες ἤμελλον οὐ τὸ σῶμα, ἀλλ’ αὐτὴν τὴν ψυχὴν ἀπολλύναι, τίνος δὲ γενομένου εἰς τοσοῦτον ἤλασαν κινδύνου, ὡς τοὺς πόδας μέλλειν σαλεύεσθαι, κατὰ μέρος διεξέρχονται εὐχαριστοῦντες ἅμα τῷ θεῷ καὶ διδασκαλίαν ποιούμενοι ὧν ὑπομεμενήκασιν. πρῶτον οὖν φασιν·

ἐδοκίμασας ὑμᾶς, ὁ θεός.

Καὶ πῶς ἐδοκίμασας, ἑρμηνεύουσι λέγοντες·

ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.

Φωναὶ δὲ αὗται, ὡς ἔφην, ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τυγχάνουσι τοῦ σωτῆρος, ὧν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα. εἶεν δ’ ἂν καὶ τῶν ἁγίων τοῦ θεοῦ μαρτύρων, οἳ κατὰ μίμησιν τῶν πρώτων τοῦ σωτῆρος ἡμῶν κηρύκων τὰ ἴσα πεπόνθασιν ἐν οἷς τοὺς ὑπὲρ θεοσεβείας ἄθλους ἠγωνίσαντο. φασὶν οὖν ἑρμηνεύοντες καὶ διασαφοῦντες, ὅπως τὴν ψυχὴν αὐτῶν ἔθετο εἰς ζωὴν καὶ ὅπως τοὺς πόδας αὐτῶν οὐκ ἔδωκεν εἰς σάλον·

English

of the one who set our soul toward life and did not allow our feet to slip.

Because you tested us, O God, you burned us as silver is burned. You led us into the trap, you placed afflictions upon our back, you set men over our heads; we passed through fire and water, and you led us out into refreshment.

And these things have been said consistently with what came before. For it was necessary for us to be taught how God set the soul toward life of those who say these things and how he did not deliver their feet to disturbance. For what they suffered, that they were about to lose not the body but the soul itself, and by what occurrence they were driven into such danger that their feet were about to be shaken, they go through in detail, at the same time giving thanks to God and making instruction of what they have endured. First, then, they say:

You tested us, O God.

And how you tested, they interpret, saying:

You burned us as silver is burned.

And these are voices, as I said, of apostles and disciples and evangelists of the savior, whose sound and words went out into every land and to the ends of the inhabited world. They would also be of the holy martyrs of God, who in imitation of the first heralds of our savior have suffered the same things in which they contended in the contests for piety. They say, then, interpreting and clarifying, how he set their soul toward life and how he did not give their feet to disturbance.

pta0003.pta020:693 · narrativehigh
Source · Greek

ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.

Ἐπειδὴ γὰρ ἀπείραστος ἀνὴρ ἀδόκιμος, εἰκότως ἐγγυμνάζων τοῖς πειρασμοῖς παραδίδωσι τοὺς οἰκείους ὁ θεός· οὐχ ἵνα αὐτὸς γνῷ ὁποῖοί τινές εἰσιν, ἀλλ’ ἵνα αὐτοὶ πυρωθέντες λαμπρότεροι καὶ καθαρώτεροι ἀποτελεσθῶσιν. ὥσπερ γὰρ ἐν ἀργύρῳ πολλάκις εὑρίσκεται ὕλης ἀλλοτρίας μίγμα, ὃ τέως μὲν λανθάνει πρὸ τῆς χωνείας, ἐν δὲ τῇ πυρώσει διελέγχεται καὶ διακρίνεται μένει τε λοιπὸν αὐτὸς καθαρὸς ὁ ἄργυρος κρείττων καὶ λαμπρότερος γεγονὼς ἐκ τῆς καθάρσεως, τὸν αὐτὸν τρόπον καὶ οἱ τοῦ θεοῦ ἄνδρες, ὅσον ἀλλότριον ἐν τῇ ἑαυτῶν ψυχῇ ἐκ τῆς περὶ τὴν σάρκα συμπλοκῆς ἐφειλκύσαντο, τοῦτο πᾶν ἐν τοῖς πειρασμοῖς καὶ τοῖς κατ’ αὐτῶν ἐπανισταμένοις διωγμοῖς ἀπορύπτονται πυρούμενοι καὶ καθαιρόμενοι διὰ τῆς τοιᾶσδε χωνείας, ὡς πᾶσαν ἀποβαλεῖν ἁμαρτίας κηλίδα, ἥντινά ποτε, ὡς ἄνθρωποι, ἔν τισιν ἐλαττώμασι γενόμενοι προσεκτήσαντο. ἐπὶ τούτοις οὖν εὐχαριστοῦντες φασίν·

English

Because you tested us, O God, you burned us as silver is burned.

For since an untested man is unproven, God naturally exercises his own by handing them over to trials, not that he himself may know what sort they are, but that they themselves, having been burned, may be rendered more brilliant and more pure. Just as in silver a mixture of foreign matter is often found, which for a time escapes notice before smelting, but in the burning is exposed and separated, and the silver itself remains pure, having become better and more brilliant from the purification; in the same way, the men of God, whatever foreign element they have drawn into their own soul from the entanglement with the flesh, all this they wash away in the trials and the persecutions that rise up against them, being burned and purified through such a smelting, so as to cast off every stain of sin which, as human beings, they may have acquired in some shortcomings. Therefore, giving thanks for these things, they say:

pta0003.pta020:694 · narrativehigh
Source · Greek

ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.

Οὐ γὰρ ὡς καλάμην, οὐδ’ ὡς χόρτον, οὐδ’ ὡς ἑτέραν εὔθραυστον ὕλην ἐπύρωσας ἡμᾶς, ἀλλ’ ὡς ἀργύριον τὸ ἀπὸ τῆς πυρώσεως καθαρώτερον γιγνόμενον. πῶς δὲ ἐπυρώθησαν ὑφηγοῦνται λέγοντες·

εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,

κατὰ δὲ τὸν Ἀκύλαν·

εἰσήγαγες ἡμᾶς, φασίν, ἐν ὀχυρώματι,

κατὰ δὲ τὸν Σύμμαχον·

εἰσήγαγες ἡμᾶς ἐντὸς πολιορκίας,

κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν·

εἰσήγαγες ἡμᾶς εἰς περιοχήν.

Δηλοῖ δὲ διὰ τούτων ὁ λόγος εἱρκτὰς καὶ φυλακὰς καὶ δεσμωτήρια, ἐν οἷς πρὸ τοῦ θανάτου κατάκλειστοι γίγνονται οἱ τοῦ θεοῦ μάρτυρες· ἃ δὴ παγίδι ἔοικεν εἴσω αὐτῆς ἀπολαβούσῃ τὸ τεθηρευμένον. ταύτης δὲ τῆς παγίδος μέμνηνται καὶ ἀλλαχοῦ οἱ αὐτοὶ φάσκοντες·

ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν.

Πρῶτον μὲν οὖν εἰς τὴν παγίδα οἱ πυρούμενοι εἰσάγονται, ἢ εἰς τὸ ὀχύρωμα, ἢ εἰς τὴν περιοχήν, ἢ εἰς τὴν πολιορκίαν· εἶτα δεύ τερον ἆθλον ἀγωνίζονται, ὃν διασαφοῦσι λέγοντες·

English

Because you tested us, O God, you burned us as silver is burned. For not as straw, nor as grass, nor as any other brittle material did you burn us, but as silver, which becomes purer from the burning. And they explain how they were burned, saying: You brought us into the snare, and according to Aquila: You brought us, they say, into a stronghold, and according to Symmachus: You brought us within a siege, and according to the fifth edition: You brought us into an enclosure. By these words the text indicates prisons and guards and dungeons, in which the martyrs of God are confined before death; this indeed resembles a snare that encloses the prey within itself. And these same ones mention this snare elsewhere, saying: Our soul was rescued like a sparrow from the snare of the hunters; the snare was broken and we were rescued. First, then, those who are burned are brought into the snare, or into the stronghold, or into the enclosure, or into the siege; then secondly they contend in a contest, which they explain by saying:

pta0003.pta020:695 · narrativehigh
Source · Greek

ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.

Κατὰ δὲ τὸν Ἀκύλαν φασίν·

ἔθηκας τρισμὸν ἐν τῷ νώτῳ ἡμῶν,

κατὰ δὲ τὸν Σύμμαχον·

ἔθηκας κύκλωσιν τῇ ὀσφύϊ ἡμῶν.

Δηλοῦσι δὲ διὰ τούτων τὰς κατὰ τοῦ σώματος πληγάς, ἃς ἐδήλου σαφέστερον ὁ ἀπόστολος λέγων· τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, ὑπὸ Ἰουδαίων τεσσαράκοντα παρὰ μίαν ἔλαβον.

Μετὰ δὲ τὰς εἱρκτὰς καὶ τὰς κατὰ τῶν νώτων ἢ κατὰ τῶν ὀσφύων πληγάς ἐπιλέγουσιν·

ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν.

Καὶ τοῦτο δὲ νοήσεις ὁρῶν κατὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπεμβαίνοντας τοὺς ἀθέους καὶ ἀσεβεῖς ἄνδρας καὶ κατεπαιρομένους τῶν τῆς θεοσεβείας ἀθλητῶν, τοὺς δὲ ταπεινουμένους καὶ τὰ πρόσωπα συνεσταλμένους ἐπὶ ταῖς τῶν ἀθέων βλασφημίαις τε καὶ μεγαλαυχίαις· ἤδη δὲ πολλάκις καὶ κατὰ κόρης ἔτυψαν παίοντες πληγαῖς τὰς τῶν ἀθλητῶν τοῦ θεοῦ κεφαλάς. ἀλλὰ ταῦτα πάντα, φασὶν οἱ τοῦ θεοῦ μάρτυρες, σὺ ἡμῖν ἐπήγαγες, ὁ θεός. μὴ γάρ σου βουλομένου, οὐκ ἄν τι τοιοῦτον καθ’ ἡμῶν ἐτολμᾶτο, συγχωροῦντος δέ σου ταῦτ’ ἐγίνετο. διό φασι πρὸς αὐτόν·

English

You placed afflictions upon our back.

According to Aquila they say:

You placed a grinding upon our back,

according to Symmachus:

You placed a girding about our loins.

Through these they indicate the blows against the body, which the apostle made clearer by saying: I was beaten with rods three times, I was stoned once, I received forty lashes less one from the Jews.

And after the imprisonments and the blows against the backs or against the loins, they add:

You set men upon our heads.

And this you will understand when you see, during the times of the persecutions, the godless and impious men mounting and trampling upon the athletes of piety, while the latter are humbled and their faces are contracted at the blasphemies and boastings of the godless; and often they have even struck them on the face, hitting the heads of the athletes of God with blows. But all these things, the martyrs of God say, you brought upon us, O God. For if you had not willed it, nothing of this sort would have been dared against us, but by your permission these things happened. Therefore they say to him:

pta0003.pta020:696 · narrativehigh
Source · Greek

εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα.

Σὺ γὰρ ἦσθα ὁ κατακλείστους ἡμᾶς ποιῶν, συγχωρῶν δὲ ταῦτα γίνεσθαι. καὶ σὺ

ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.

Οὐ γὰρ ἂν ταῦτα καθ’ ἡμῶν ἐτολμᾶτο, εἰ τῇ σαυτοῦ χειρὶ σκεπάσας ἐφύλαττες. σὺ δὲ καὶ τοὺς ἀθέους ἀνθρώπους ἐπεβίβασας ἐπὶ τὰς κεφαλὰς ἡμῶν. ἤδη δὲ πρὸς τούτοις εἰς ἔσχατα κακῶν ἤλθομεν, οἱ μὲν τὸν διὰ πυρὸς ὑπομείναντες θάνατον, οἱ δὲ τὸν δι’ ὕδατος. σίδηρος μὲν γὰρ καὶ αἱ διὰ σιδήρου κολάσεις οἵ τε ἄλλοι θάνατοι, οὓς οἱ πλείους ἡμῶν ὑπομεμενήκασιν, τὸ μηθὲν ἐνομίσθησαν παραθέσει τῶν χειρόνων· διὸ ἐκεῖνα μὲν σεσιωπήκαμεν· ἐπεὶ δέ, ὡς ἐν δεινοῖς, οὐδὲν χεῖρον τοῦ διὰ πυρὸς θανάτου καὶ τοῦ δι’ ὕδατος νενόμισται, ταῦτα δὲ αὐτά φαμεν ὑπομεμενηκέναι. τινὲς μὲν γὰρ ἡμῶν ὑποβρύχιοι θαλάττῃ καὶ ποταμοῖς παρεδόθησαν, οἱ δὲ τὴν διὰ πυρὸς τιμωρίαν ὑπέστησαν. διὰ τοσούτων οὖν ἐδοκίμασας ἡμᾶς, ὁ θεός, καὶ διὰ τούτων ἁπάντων

ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.

English

You led us into the snare.

For you were the one who made us confined, permitting these things to happen. And you

placed afflictions upon our back.

For these things would not have been dared against us if you, having sheltered us with your own hand, were guarding us. But you also set godless men over our heads. And now, in addition to these things, we have come to the extremes of evils, some of us having endured death by fire, others death by water. For iron and the punishments by iron and the other deaths, which the majority of us have undergone, were considered nothing in comparison with the worse things; therefore we have passed over those in silence. But since, as in terrible circumstances, nothing is considered worse than death by fire and death by water, we say that we have endured precisely these. For some of us were delivered to the sea and rivers, submerged, while others underwent the punishment by fire. Through so many trials, then, you tested us, O God, and through all these

you refined us, as silver is refined.

pta0003.pta020:697 · narrativehigh
Source · Greek

Ἀλλὰ ταῦτα πάντα ἐπαγαγὼν ἡμῖν, πάλιν σὺ αὐτὸς

ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Οὐ γὰρ ἡμῶν ἦν τὸ ὑπομεῖναι καὶ διαφυγεῖν τὰ τοσαῦτα, ἀλλὰ σοῦ τοῦ μεγάλου σωτῆρος. ὡς γὰρ εἰσήγαγες εἰς τὴν παγίδα, οὕτω καὶ ἐξήγαγες εἰς ἀναψυχήν, ἐπειδὴ μὴ παράμονα εἴασας καθ’ ἡμῶν τὰ σκυθρωπὰ μηδὲ εἰς ἄπειρον παρέτεινας τὴν θλίψιν μηδὲ εἰς μακρὸν χρόνον συνεχώρησας ἐπιβῆναι ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· ἀλλ’ οὐδὲ ἐν τῷ πυρὶ γενόμενοι ἐναπεμείναμεν, οὐδὲ ἐν τῷ ὕδατι ἐμβληθέντες κατεπόθημεν· καὶ τοῦτο δὲ διήλθομεν· διὸ λέλεκται· διήλθομεν διὰ πυρός· καὶ τὸν βυθὸν τῶν ὑδάτων διεξήλθομεν· διὸ καὶ δι’ ὕδατος εἴρηται.

Καὶ δὴ ἐπὶ τούτοις ἅπασιν ἐγγυμνάσας ἡμᾶς καὶ τῆς ὑπομονῆς ἡμῶν καὶ τῆς καρτερίας τὴν δοκιμὴν λαβὼν ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ἢ κατὰ τὸν Σύμμαχον εἰς εὐρυχωρίαν.

Καὶ τοῦτο δὲ ἐπληροῦτο διαφόρως· ἑνὸς γὰρ ὄντος τοῦ τῶν θεοσεβῶν σώματος καὶ τῶν μὲν τάδε πεπονθότων, τῶν δὲ ὑπομεινάντων τιμωρίαν, τῶν δὲ τῇ τῶν ὑπαρχόντων ζημίᾳ μόνῃ δοκιμασθέντων, τῶν δὲ διὰ φυγῆς καὶ τῆς τῶν οἰκείων ἀναχωρήσεως ἐγγυμνασθέντων, οὐκ εἰς μακρὸν τὸ πάντων τέλος τοῖς πᾶσιν αἴσιον ἀπήντα. οἱ μὲν γὰρ τοῦ θεοῦ μάρτυρες διὰ τοῦ θανάτου τελειωθέντες τὴν ἀληθῶς ἀναψυχὴν εὕραντο, ὡς δύνασθαι φάναι·

English

But having brought all these things upon us, you yourself again led us out into refreshment.

For it was not ours to endure and escape such great things, but yours, the great savior. For as you led us into the snare, so also you led us out into refreshment, since you did not allow the grievous things to persist against us, nor did you prolong the affliction indefinitely, nor did you permit men to set foot upon our heads for a long time. But even when we were in the fire, we did not remain there, nor when we were cast into the water were we swallowed up; and this also we passed through. Therefore it is said: we passed through fire; and we passed through the depth of the waters; therefore it is also said through water.

And indeed, after exercising us in all these things and having taken proof of our endurance and steadfastness, you led us out into refreshment, or, according to Symmachus, into spaciousness.

And this was fulfilled in various ways. For the body of the pious being one, and some having suffered these things, others having undergone punishment, others having been tested only by the loss of their possessions, others having been exercised through flight and the withdrawal of their own people, the end of all things, not long after, met all with a favorable outcome. For the martyrs of God, perfected through death, truly found refreshment, so as to be able to say:

pta0003.pta020:698 · narrativehigh
Source · Greek

ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε, ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος. εὐαρεστήσω τῷ κυρίῳ ἐν χώρᾳ ζώντων.

Ἀδελφὰ γὰρ ἂν εἴη ταῦτα τῶν διὰ τῶν μετὰ χεῖρας φασκόντων·

τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου·

καὶ πάλιν·

καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.

Οἱ δὲ ἐν τῷ βίῳ πεφυλαγμένοι καὶ τὴν τοῦ διωγμοῦ πυρκαϊὰν ἀποσβεσθεῖσαν τεθεαμένοι ἐν εἰρήνῃ φαιδρᾷ καταστάντες τῆς ἀναψυχῆς ἔτυχον καὶ εἰς εὔδιον λιμένα καταντήσαντες καὶ τῆς μετὰ τοῦ διωγμοῦ εὐφροσύνης ἀπολαύσαντες.

Νοήσεις δέ, ὅπως εἴρηται ἐνταῦθα τό·

ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν,

παραθεὶς τὸ ἐν ἑτέρῳ εἰρημένον·

καὶ νῦν ὕψωσεν κεφαλήν μου ἐπὶ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ σου θυσίαν ἀλαλαγμοῦ.

Ὥσπερ γὰρ κατὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπανίστησιν ὁ θεὸς ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, οὕτως μετὰ ταῦτα, ὅτε ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ὑψοῖ τὰς κεφαλὰς ἡμῶν ἐπὶ τοὺς ἐχθροὺς ἡμῶν. καὶ τοῦτο προφητικῶς ἐδήλου ὁ φήσας·

English

Turn back, my soul, to your rest, for the Lord has done you good, for he has delivered my soul from death, my eyes from tears, and my feet from slipping. I shall please the Lord in the land of the living.

For these things would be akin to those spoken in the following passages:

Who placed my soul in life and did not give my feet to the surge;

and again:

And you led us out into refreshment.

But those who were preserved in life and have seen the pyre of persecution extinguished, having been set in bright peace, obtained refreshment and, having arrived at a fair-weather harbor, enjoyed the joy that came after the persecution.

And you will understand how it is said here:

You set men over our heads,

by comparing it with what is said elsewhere:

And now he has raised my head over my enemies; I have encircled and sacrificed in your tent a sacrifice of acclamation.

For just as in the times of persecution God sets men over our heads, so after these things, when you led us out into refreshment, he raises our heads over our enemies. And this was prophetically indicated by the one who said:

pta0003.pta020:699 · narrativehigh
Source · Greek

καὶ νῦν ὑψώσει κεφαλήν μου ἐπὶ ἐχθρούς μου.

Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου· ὁλοκαυτώματα μεμυαλωμένα ἀνύσω σοι μετὰ θυμιάματος κριῶν, ἀνύσω σοι βόας μετὰ χιμάρων. διάψαλμα.

Οἱ μὲν ἅγιοι τοῦ θεοῦ μάρτυρες μετὰ τοὺς μεγάλους ἄθλους, οὓς ὑπομεμενήκασι διὰ πυρὸς καὶ ὕδατος διελθόντες, εἰς ἀναψυχὴν παρελήφθησαν· εἶτα τὸν ἐπουράνιον τοῦ θεοῦ οἶκον τὸν ἀληθινὸν ἀπολαβόντες φασίν·

εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασι.

Ὡς γὰρ διὰ πυρὸς καὶ ὕδατος διελθόντες τὰ ἑαυτῶν ὁλοκαυτώματα, ἐν οἷς ἐμαρτύρησαν, δίκην θυσίας τῷ ἑαυτῶν προσφέρουσι θεῷ πολλῇ παρρησίᾳ χρώμενοι ἐφ’ αἷς ηὔξαντο εὐχαῖς. ηὔξαντο δὲ ἀγωνίσασθαι, καὶ ταύτην ἐποιήσαντο τὴν ἐπαγγελίαν τὸ μέχρι θανάτου ὑπὲρ εὐσεβείας ἀθλῆσαι. ὡς οὖν κατωρθωκότες ἅπερ ηὔξαντο φασίν·

ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλεν τὰ χείλη μου· καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου.

English

And now he will raise my head over my enemies.

I will enter into your house with whole burnt offerings, I will pay you my vows, which my lips uttered and my mouth spoke in my distress; I will offer you whole burnt offerings of fatlings with the incense of rams, I will offer you oxen with goats. *Diapsalma.*

The holy martyrs of God, after the great contests which they have endured, having passed through fire and water, were taken into refreshment; then, having received the heavenly house of God, the true one, they say:

I will enter into your house with whole burnt offerings.

For, as if having passed through fire and water, they offer their own whole burnt offerings, in which they bore witness, as a sacrifice to their own God, with great boldness concerning the vows they had made. They had vowed to contend, and they made this promise: to struggle for piety until death. Therefore, as those who have accomplished what they vowed, they say:

I will pay you my vows, which my lips uttered; and my mouth spoke in my distress.

pta0003.pta020:700 · narrativehigh
Source · Greek

Κατ’ αὐτὰς γὰρ τὰς θλίψεις, περὶ ὧν ἀνωτέρω ἔλεγον·

ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν,

τὴν πρὸς τὸν θεὸν ἀγάπην τελείαν καὶ ὁλόκληρον ἐνδεικνύμενοι εὐχὰς ἐτίθεντο καὶ ἐπαγγελίας ἐποιοῦντο μέχρις θανάτου ἐνστῆναι, μονονουχὶ ὁμοίως τῷ Παύλῳ λέγοντες· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος; καί· πέπεισμαι γάρ, ὅτι οὔτε θάνατος οὔτε ζωή, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ. ταύτας οὖν φησι τὰς εὐχὰς ἀποδεδωκέναι τῷ θεῷ, ἃς διέστειλε τὰ χείλη αὐτῶν καὶ ἐλάλησε τὸ στόμα αὐτῶν ἐν τῇ θλίψει αὐτῶν.

Καὶ τοιαῦτά γε ἦν τὰ ὁλοκαυτώματα αὐτῶν μεμυαλωμένα ἀληθῶς. αἱ γοῦν ψυχαὶ αὐτῶν φέρουσαι τὸ πῖον καὶ δυνατὸν τῆς πίστεως εἶπον ἂν τὸ ἐν ἑτέρῳ λελεγμένον·

ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.

Οὕτως γοῦν μεμυαλωμένα λέγεται τὰ εὐτραφῆ καὶ πίονα καὶ λιπαρά. τοιαῦται δὲ τυγχάνουσιν αἱ τῶν ἀθλητῶν τοῦ θεοῦ ψυχαὶ ἐκ τῶν θείων καὶ λογικῶν τροφῶν μεμυαλωμέναι καὶ μηδὲν ὑποκείμενον ἔχουσαι μηδ’ ἀσθενές· διό φασιν·

English

For in these very distresses, about which I was speaking above—

"You placed distresses upon our back"—

displaying perfect and complete love for God, they made prayers and promises to stand firm even unto death, almost like Paul saying: What will separate us from the love of God? Distress or narrowness or persecution or famine or nakedness or danger? And: For I am persuaded that neither death nor life, neither present nor future things, will be able to separate us from the love of God in Christ Jesus. So then, he says, they have paid back to God those prayers which their lips uttered and their mouth spoke in their distress.

And such indeed were their whole burnt offerings, truly marrow-filled. For their souls, bearing the rich and powerful substance of faith, would have said what is spoken in another place:

"As though my soul were filled with fat and richness, and my lips of exultation would praise with my mouth."

Thus indeed "marrow-filled" is said of things well-nourished, rich, and fatty. And such are the souls of the athletes of God, marrow-filled from divine and rational foods, having nothing base nor weak. Therefore they say:

Citation. Tergwame, “Commentarii in Psalmos”, pta0003.pta020:1, machine-draft, 2026. https://naxiai.com/christian/works/pta0003.pta020#s1
Colophon. Source: pta · licence: CC BY-SA 4.0 · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Relace · cost: $0.2459 · generated 2026-11-15.