δώδεκα γὰρ ὄντων καὶ αὐτῶν ὀκτῶ μὲν ἐφεξῆς κατετάγησαν οἱ προλεχθέντες, τοὺς δὲ λείποντας τέσσαρες ἀφελόντες τῆς ἐνταῦθα συναφείας κατέταξαν μετὰ τοὺς ἐπιγεγραμμένους τοῦ Ἀσὰφ ψαλμούς· τὴν δὲ αἰτίαν ταύτην εἶναι ὑπολαμβάνω· οἱ ψαλμοὶ τοῦ Ἀσὰφ τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ ἐθέσπιζον σχεδὸν οἱ πάντες καὶ τῆς Ἱερουσαλὴμ τὴν ἐσχάτην πολιορκίαν τοῦ τε ἔθνους αὐτῶν τὴν εἰς πάντα τὰ ἔθνη διασποράν· ἐπεὶ οὖν μετὰ τὴν ἐκείνων ἀπόπτωσιν ἡ χάρις τοῦ θεοῦ τὰ ἔθνη πάντα μετῆλθεν, εἰκότως οἱ λείποντες τῶν υἱῶν Κορὲ ψαλμοὶ τὰ περὶ τῆς ἐκκλησίας τοῦ Χριστοῦ καὶ τῆς τῶν ἐθνῶν κλήσεως περιέχοντες ἐφ’ ἑξῆς κατετάγησαν τοῖς προλεχθεῖσιν τοῦ Ἀσάφ.
Αὐτὸς ὢν ὁ κύριος δῆλον ὅτι ὁ τοῦ θεοῦ λόγος ἐνανθρωπήσας ἐλάλησεν· ὅπερ δῆλόν ἐστιν ἀπὸ τοῦ σωτηρίου εὐαγγελίου. ποίαν δὲ γῆν διασαφεῖ λέγων ἑξῆς·
ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
Καὶ πάντας μὲν καλεῖ, οὐ πάντες δὲ ὑπήκουσαν τῷ εὐαγγελίῳ. καὶ οἱ μὲν ὑπακούσαντες τυγχάνουσιν τῶν ἐπηγγελμένων, τοῖς δὲ τὴν χάριν ἀθετοῦσιν τὸ πῦρ ἀπειλεῖ λέγων ἑξῆς·
For there were twelve of them, and of these, the eight previously mentioned were placed in sequence, but the remaining four, removing them from the connection here, they placed after the psalms inscribed to Asaph. And I suppose this to be the reason: the psalms of Asaph almost all prophesied the rejection of Israel and the final siege of Jerusalem and the dispersion of their nation among all the nations. Since, then, after their fall the grace of God passed over to all the nations, fittingly the remaining psalms of the sons of Korah, containing matters concerning the church of Christ and the calling of the nations, were placed in sequence after the aforementioned psalms of Asaph.
It is clear that the Lord himself, the Word of God, having become incarnate, spoke; this is evident from the saving Gospel. And what land he clarifies, saying next:
From the rising of the sun to its setting.
And he calls all, but not all heeded the Gospel. And those who heeded obtain the promised things, but to those who reject the grace he threatens fire, saying next:
πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.
Τότε δὲ καὶ τὴν ἔνδοξον αὐτοῦ παρουσίαν ποιήσεται ἥξων ἐκ τῆς ἐπουρανίου Σιών, ἣν εἰδέναι ὁ ἀπόστολος ἐδίδασκε λέγων· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ πάντων ἡμῶν, καί· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. διὸ καὶ νῦν εἴρηται·
ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ.
Εὐπρέπειαδὲ ὡραιότητος αὐτοῦ εἴη ἂν ἡ ἔνδοξος αὐτοῦ θεοφάνεια, ἣν ὁ λόγος παρίστησιν συνάπτων ἑξῆς·
ὁ θεὸς ἐμφανῶς ἥξει.
Καὶ τί ποιήσει ἐπιλέγει· οὐ παρασιωπήσεται. κατὰ μὲν γὰρ τὴν πρώτην αὐτοῦ παρουσίαν ὑπ’ ἀνθρώπων κρινόμενος ἐσιώπα, καὶ συκοφαντούμενος οὐδὲν ἀπεκρίνατο· ῥαπιζόμενός τε καὶ μαστιζόμενος οὐκ ἠμύνατο, ὅτε οὐδ’ ἐμφανῆ πᾶσιν τὴν ἑαυτοῦ θεότητα ἐδείκνυ· ἐπειδὰν δὲ τὸ δεύτερον ἀφίκηται,
ἥξει, φησίν, ἐμφανῶς καὶ οὐ παρασιωπήσεται.
Fire will burn before him, and a violent storm will rage around him.
Then he will make his glorious presence known, coming from the heavenly Zion, which the apostle taught us to know, saying: "But the upper Jerusalem is free, which is the mother of us all," and: "You have come to Mount Zion and the city of the living God, the heavenly Jerusalem, and to the myriad of angels in festal assembly, and to the church of the firstborn enrolled in the heavens." Therefore it is now said:
From Zion comes the comeliness of his beauty.
The comeliness of his beauty would be his glorious theophany, which the discourse presents, connecting next:
God will come manifestly.
And what he will do, it adds: he will not keep silent. For during his first coming, when judged by men, he was silent, and when falsely accused, he answered nothing; when struck and scourged, he did not defend himself, at which time he did not show his divinity manifestly to all. But when he arrives a second time,
he will come, it says, manifestly and will not keep silent.
Ἀλλὰ καὶ
πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.
Προλαμβάνον γὰρ τὸ πῦρ τὴν αὐτοῦ βασιλείαν καθαίρει, πᾶσαν ὕλην καυστικὴν ἀναλίσκον, πρὸς τὸ μὴ ξύλα ἢ χόρτον ἢ καλάμην πρὸ προσώπου αὐτοῦ φαίνεσθαι. ἐλέγξει δὲ κρίνων τοὺς ἐλέγχων δεομένους, καὶ ἀποδέξεται τοὺς ἀποδοχῆς ἀξίους, τοῖς μὲν φάσκων· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατετὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν καὶ τὰ ἑξῆς, τοῖς δέ· πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρίναι τὸν λαὸν αὐτοῦ. συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις, καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ θεὸς κριτής ἐστιν. Διάψαλμα.
Ὅτι μὲν οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων, ἐδίδαξεν ὁ πρῶτος ψαλμός, καὶ ὁ ἀπόστολος δὲ τοῦτο παρίστησι λέγων· ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. ὅτι δὲ ἰδιάζουσά τις ἔσται καὶ ἀφωρισμένη κρίσις τοῦ χρηματίσαντος λαοῦ αὐτοῦ, παρίστησιν ὁ παρὼν λόγος φάσκων·
And also fire will burn before him, and a violent storm will rage around him. For the fire, preceding his kingdom, purifies, consuming all combustible material, so that no wood or grass or straw appears before his face. And he will judge, convicting those who need conviction, and accepting those worthy of acceptance, saying to some: "Come, the blessed of my father, inherit the kingdom prepared for you," and so forth, and to others: "Go into the eternal fire prepared for the devil and his angels." He will summon the heaven above and the earth to judge his people. Gather to him his holy ones who arrange his covenant with sacrifices, and the heavens will proclaim his righteousness, for God is judge. Diapsalma. That the impious will not rise in judgment nor sinners in the council of the righteous, the first psalm taught, and the apostle also demonstrates this, saying: "so that we may not be condemned with the world." But that there will be a particular and separate judgment of his designated people, the present passage sets forth, saying:
προσκαλέσεται τὸν οὐρανὸν
καὶ τὴν γῆν τοῦ διακρίναι τὸν λαὸν αὐτοῦ.
Διὰ τί; ἐπειδήπερ τὸν διὰ Μωϋσέως νόμον ἐπὶ μαρτύρων τούτων αὐτοῖς παρεδίδου λέγων· διαμαρτύρομαι ὑμῖν σήμερον, τόν τε οὐρανὸν καὶ τὴν γῆν, καὶ πάλιν ἐν μεγάλῃ ᾠδῇ· πρόσεχε, οὐρανέ, καὶ λαλήσω καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. καὶ διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ Ἡσαΐας ἐβόα λέγων· ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. οὕτως οὖν καὶ ἐνταῦθα τοὺς αὐτοὺς μάρτυρας κληθήσεσθαι, φησίν, ἐν τῇ κρίσει τῶν τοὺς νόμους παρειληφότων· διὸ εἴρηται·
προσκαλέσεται τὸν οὐρανὸν ἄνω,
τουτέστιν τὸν ἄνω τυγχάνοντα οὐρανόν. Καὶ ὥσπερ ἐν εὐαγγελίοις ὁ σωτὴρ τὸ ποίμνιον αὐτοῦ, δηλαδὴ τοὺς ἐν τῇ ἐκκλησίᾳ συνηγμένους, ἀφορίζει καὶ τὰ μὲν πρόβατα ἵστησιν ἐκ δεξιῶν, τὰ δ’ ἐρίφια ἐξ εὐωνύμων, τὸν αὐτὸν τρόπον αὐτὸς ὁ κύριος καὶ ἐνταῦθα διακρίνει πάντα τὸν ἑαυτοῦ λαόν.
Εἴθ’ ὡς ἐν εὐαγγελίοις εἴρηται· καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάξουσιν πάντα τὰ ἔθνη ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἔως ἄκρου αὐτοῦ, οὕτως καὶ ἐνταῦθα προστάττει τοῖς αὐτοῖς ὑπηρέταις τῆς ἑαυτοῦ βασιλείας λέγων·
He will summon heaven and earth to judge his people. Why? Because he gave them the law through Moses with these as witnesses, saying: "I call you to witness today, both heaven and earth," and again in the great ode: "Pay heed, heaven, and I will speak, and let earth hear the words from my mouth." And for the same reason Isaiah also cried out, saying: "Hear, heaven, and give ear, earth, for the Lord has spoken: I have begotten sons and raised them up, but they have rejected me." Thus, then, here also, he says, the same witnesses will be called in the judgment of those who have received the laws; therefore it is said: He will summon heaven above, that is, the heaven that is above. And just as in the Gospels the Savior separates his flock, that is, those gathered in the church, and places the sheep on the right and the goats on the left, in the same way the Lord himself here distinguishes all his people. Then, as it is said in the Gospels: "And he will send his angels, and they will gather all the nations from one end of heaven to the other," so here he commands the same servants of his kingdom, saying:
συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ,
ἀνθ’ οὗ τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ ἑρμηνευταὶ συμφώνως·
συναγάγετέ μοι τοὺς ὁσίους μου
εἰρήκασιν. πρώτους γὰρ βούλεται ἀφορισθῆναι πρὸ τῶν ἀσεβῶν τοὺς ὁσίους αὐτοῦ, ἵν’ αὐτοῖς τὰς ὀφειλομένας καὶ καταλλήλους ἐπαγγελίας ἀποδῷ
τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις,
ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τὴν διαθήκην μου. τὰ μὲν οὖν ἄλλα πάντα τῶν ὁσίων αὐτοῦ ἀποδέχεται. ἐπειδὴ δὲ κατὰ τὸν πρότερον λαὸν θεοφιλεῖς ἄνδρες οὐκ ὤκνουν καὶ θυσίας προσάγειν διὰ ζῴων ἀλόγων σφαγῆς, εἰκότως, οἷα δὴ ὁσίους ἑαυτοῦ, ἐντεῦθεν ἤδη καὶ πρὸ τῆς μελλούσης κρίσεως ἐφίστησιν μὴ περὶ τὰς τοιαύτας θυσίας σπουδάζειν, γνῶσιν δὲ καὶ ἐπιστήμην ἀναλαβεῖν τῆς τῷ θεῷ προσφιλοῦς θυσίας. καὶ τοῦτο παρακελευσαμένου τοῦ κριτοῦ θαυμάσαντες αὐτοῦ καὶ ἀποδεξάμενοι τὸ δίκαιον οἱ οὐρανοί, δηλαδὴ αἱ οὐράνιοι δυνάμεις, καὶ ὡς ἀπὸ πρώτων τῶν ὁσίων αὐτοῦ κατήρξατο, εὐθὺς ἀναπέμπουσιν εὐφημίας καὶ ὕμνους. διὸ ἐπιλέγεται·
Gather to him his holy ones,
since the Hebrew and the other translators have said in agreement:
"Gather to me my holy ones."
For he wishes his holy ones to be separated first, before the impious, so that he may give to them the promises that are owed and appropriate.
Those who arrange his covenant with sacrifices,
or, according to the other translators, "my covenant." Now he accepts all the other things of his holy ones. But since among the former people, God-loving men did not shrink from also offering sacrifices through the slaughter of irrational animals, naturally, as to his own holy ones, he already here, even before the future judgment, instructs them not to be zealous about such sacrifices, but to take up knowledge and understanding of the sacrifice dear to God. And when the judge commanded this, the heavens, that is, the heavenly powers, marveled at and accepted his justice, and because he began with his holy ones first, they immediately send up praises and hymns. Therefore it is added:
καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ θεὸς κριτής ἐστιν.
Εὐφημήσουσιν γὰρ ὡς δίκαιον κριτὴν τὸν εἰρηκότα·
συναγάγετέ μοι τοὺς ὁσίους μου.
Οὐ μὴν καὶ ἡ γῆ τοῖς οὐρανοῖς τὰ αὐτὰ πράξει· ἀλλ’ ὅτε μὲν κρίνει τὸν λαὸν αὐτοῦ, προσκαλεῖται τὸν οὐρανὸν καὶ τὴν γῆν· ὅτε δὲ συνάγει τοὺς ὁσίους αὐτοῦ, μόνοι οἱ οὐρανοὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ ὡς ἂν αὐτοὶ ὑποδεδεγμένοι τοὺς συναχθέντας, συγχαίροντες αὐτῶν τῇ σωτηρίᾳ· τὸ δὲ τῆς γῆς οἰκητήριον τῷ ἑτέρῳ τάγματι, δηλαδὴ τῷ μὴ τῆς οὐρανίου κλήσεως ἠξιωμένῳ, καταλειφθήσεται.
Ἄκουσον λαός μου καὶ λαλήσω σοι Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι· ὁ θεός, ὁ θεός σού εἰμι ἐγώ· οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός· οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδ’ ἐκ τῶν ποιμνίων σου χιμάρους· ἐμὰ γάρ ἐστιν πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες· ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστιν. ἐὰν πεινάσω οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με. Διάψαλμα.
And the heavens will proclaim his righteousness, for God is judge.
For they will acclaim him as a righteous judge, who has said:
"Gather to me my holy ones."
But the earth will not do the same as the heavens. Rather, when he judges his people, he summons heaven and earth; but when he gathers his holy ones, only the heavens will proclaim his righteousness, as if they themselves have received those who are gathered, rejoicing together in their salvation. The dwelling place of the earth will be left for the other order, namely, that which has not been deemed worthy of the heavenly calling.
"Hear, my people, and I will speak to you, O Israel, and I solemnly declare to you: I am your God, your God. I will not reproach you for your sacrifices; your burnt offerings are before me always. I will not accept from your house calves, nor from your flocks goats; for all the wild beasts of the forest are mine, cattle in the mountains and oxen; I know all the birds of the sky, and the beauty of the field is with me. If I hunger, I will not tell you; for the inhabited world and its fullness are mine. Shall I not eat the flesh of bulls or drink the blood of goats? Sacrifice to God a sacrifice of praise, and pay your vows to the Most High; and call upon me in your day of distress, and I will deliver you, and you will glorify me." Diapsalma.
Εἰ χρεία μοι, φησίν, γένοιτό ποτε τροφῆς ὁποίας ἐγὼ πέφυκα μεταλαμβάνειν, οὐχ οὕτως ἐνδεὴς ἐγὼ ὡς παρὰ σοῦ τὰ τοιαῦτα αἰτεῖν·
ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.
Πέφυκα δὲ χρῆσθαι τροφῇ τὸν ἐξ ἀνθρώπων ἀπολαμβάνων καρπὸν ὡς καὶ φῆσαι τοῖς ἐμὲ θρέψουσιν· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρὸς μοῦ· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με καὶ τὰ τούτοις ἑξῆς. τραφήσομαι οὖν ὑπ’ ἐκείνων οὕτως λέξων αὐτοῖς· ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. ἔστιν δὲ θυσία λογικὴ καὶ ἡ δι’ αἰνέσεως καὶ θεολογίας καὶ εὐχαριστίας· ἔστιν δὲ καὶ ἄλλη θυσία τῷ θεῷ προσφιλὴς ἡ κατ’ εὐχὰς ἐπαγγελλομένη, ἐπειδάν τις καταθύμιόν τι τῷ θεῷ πράξαι ὑποσχόμενος, ἔργοις ἐπιτελέσῃ τὴν ἐπαγγελίαν. εὐχὰς γὰρ εἴωθεν ὁ λόγος ἁπανταχοῦ τῶν γραφῶν τὰς ἐπαγγελίας ὀνομάζειν ὥσπερ ἐν τῷ λέγεσθαι· ἐὰν εὔξῃ εὐχὴν μὴ χρονίσῃς ἀποδοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. ἐπειδὰν οὖν ταῦτα ποιήσῃς εὐκαίρως,
If ever I should have need, he says, of the kind of nourishment I am naturally suited to partake of, I am not so needy as to ask such things from you; for the inhabited world and its fullness are mine. And I am naturally disposed to use as food the fruit I receive from human beings, so as to say to those who will nourish me: "Come, you blessed ones of my father; inherit the kingdom prepared for you; for I hungered and you gave me to eat, I thirsted and you gave me to drink," and so forth. I will therefore be nourished by them, saying to them thus: "Insofar as you did this for one of these least ones, you did it for me." There is also a rational sacrifice consisting of praise, theology, and thanksgiving; and there is another sacrifice pleasing to God, that which is promised in prayers, whenever someone, having undertaken to do something agreeable to God, fulfills the promise by deeds. For Scripture everywhere customarily calls promises "prayers," as in the saying: "If you vow a vow, do not delay in paying it; it is good not to vow, or to vow and not pay." When, therefore, you do these things opportunely,
ἐπικαλέσῃ με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με.
Θαρσῶν γάρ, ἅτε σπείρας ἑαυτῷ εἰς δικαιοσύνην, ἔλπιζε τρυγήσειν καρπὸν ζωῆς· ἐπίστησον δέ, τίνα τρόπον ἐν τούτοις καὶ ὁ λέγων κύριός ἐστιν καὶ θεός, καὶ περὶ οὗ λέγει·
θύσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου.
Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ διηγῆ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις· τὸ στόμα σου ἐπλεόνασεν κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκεν δολιότητα· καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρὸς σου ἐτίθης σκάνδαλον. ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἄνομε ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου.
Φάσκων ὁ λόγος·
τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός,
διδάσκει ἄντικρυς τὰ προλεχθέντα μὴ τῷ ἁμαρτωλῷ ἀλλὰ τῷ τῶν δικαίων τάγματι λελέχθαι, ἵν’ ἔχῃ τι πλέον παρὰ τοὺς ἁμαρτωλούς· τὸ δὲ πλέον ἦν ἡ γνῶσις καὶ ἡ ἐπιστήμη τῶν τῆς Καινῆς διαθήκης λόγων. ἁμαρτωλὸν δ’ ἐνταῦθα οὐ τὸν ἀλλότριον τῶν γραφῶν οὐδὲ τὸν ξένον καὶ εἰδωλολάτρην εἰσάγει, ἀλλὰ τὸν ἐπιστήμονα μέν, παραβάτην δὲ τῶν θείων μαθημάτων· ὃν καὶ ἀπελέγχει, οὐχ ὅτι ἀμελὴς γέγονεν σαββάτου φυλακῆς, οὐδ’ ὅτι τὰς τοιασδὶ τοῦ Μωϋσέως νόμου παραβέβηκεν ἐντολάς, οἷον τὰς περὶ τροφῶν τοιῶνδε ἢ τὰς περὶ καθαρῶν καὶ ἀκαθάρτων ἢ τὰς περὶ θυσιῶν· ἐλέγχει δὲ τὸν ἁμαρτωλὸν ἐπὶ παραβάσει τῶν φυσικῶν νόμων.
If you call upon me in a day of distress, I will deliver you, and you will glorify me.
For being confident, when you have sown for yourself into righteousness, hope to harvest the fruit of life; but consider in what manner in these things both the speaker is Lord and God, and concerning whom he speaks:
Sacrifice to God a sacrifice of praise and pay your vows to the Most High.
But to the sinner God said: Why do you recite my ordinances and take up my covenant upon your mouth? Yet you hated discipline and cast my words behind you. If you saw a thief, you ran with him, and you placed your portion with adulterers; your mouth abounded in wickedness, and your tongue wove deceit; sitting down, you slandered your brother, and against your mother's son you laid a snare. These things you did, and I was silent; you thought, lawless one, that I would be like you; I will convict you and set it before your face.
The discourse says:
But to the sinner God said,
It teaches plainly that the things previously spoken were said not to the sinner but to the order of the righteous, so that they might have something more than sinners; and the more was the knowledge and understanding of the words of the New Covenant. Here it introduces as sinner not one alien to the scriptures nor one foreign and idolatrous, but one who is knowledgeable yet a transgressor of divine teachings; and it convicts him not because he has been negligent in keeping the Sabbath, nor because he has transgressed such commandments of the law of Moses, for example those concerning certain foods or those concerning pure and impure things or those concerning sacrifices; but it convicts the sinner for transgression of the natural laws.
τί γάρ σοι, φησίν, καὶ τοῖς ἐμοῖς ἀναγνώσμασιν; τί δὲ καὶ διὰ στόματος ἀπαγγέλλεις τοὺς ἐμοὺς λόγους, ἔργοις παραβαίνων αὐτούς, ἐχθρὸν καὶ μισητὴν σαυτὸν τῆς ἐμῆς παιδείας δεικνύς, καὶ τὰς μὲν σαυτοῦ προτιμῶν παρανόμους πράξεις, ῥίπτων δὲ καὶ καταπατῶν τοὺς ἐμοὺς νόμους διὰ τῆς καταφρονήσεως αὐτῶν; νόμος γοῦν φύσεως κλέπτειν ἀπαγορεύει καὶ πάλιν ἕτερος μοιχεύειν ἀποτρέπει, καὶ ὅσα ἄλλα μὴ βουλόμεθα πάσχειν, ταῦτα μηδὲ αὐτοὺς καθ’ ἑτέρων δρᾶν ὁ κατὰ φύσιν λόγος παραινεῖ. σὺ δὲ τἀναντία τούτων ἔπραττες. μοιχοὶ δὲ εἶεν ἂν πρὸς τοῖς προχείρως νοουμένοις καὶ οἱ ἄθεοι καὶ οἱ εἰδωλολάτραι· κλέπται δὲ πάλιν οἱ κλέπτοντες τὴν ἀλήθειαν. ἥδη δὲ καὶ
τὸ στόμα σου ἐπλεόνασεν κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκεν δολιότητα.
Ποτὲ μὲν γὰρ ἀναιδῶς καὶ ἀνεπικαλύπτως ἐχρῶ τῇ κακίᾳ σὺν πολλῇ παρρησίᾳ, ποτὲ δὲ λόγοις χρώμενος δολίοις εἰς ἐπιβουλὴν ἀνθρώπων, καὶ ἄλλοτε προσποιούμενος ὡς γνησίοις ἀδελφοῖς ὁμιλεῖν, λεληθότως τὰ τῆς κατ’ αὐτῶν ἐπιβουλῆς ἐνήργεις διαβάλλων αὐτοὺς καὶ καταλαλῶν. πρὸς δὲ τούτοις καὶ προσκόμματα καὶ σκάνδαλα τοῖς ποσὶν ὑπέβαλλες τῶν ἐκ τῆς αὐτῆς μητρός, ἤτοι συναγωγῆς ἢ καὶ ἐκκλησίας, γεγενημένων. σὺ μὲν οὖν τοσούτοις συνεφύρης κακοῖς προσποιούμενος τὸν ἐμὸν μετέρχεσθαι νόμον· ἐγὼ δὲ πάλαι μὲν ταῦτα θεωρῶν, ὅτε τὴν πρώτην ἐποιούμην εἰς ἀνθρώπους πάροδον, ἢ καὶ ὅτε ἄνωθεν ἐπεσκόπουν τὰ πάντα τῇ ἐμῇ προνοίᾳ, τῷ πλούτῳ τῆς ἐμῆς χρηστότητος καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας ἐχρώμην, σιωπὴν ἦγον· νῦν δὲ οὐκέτι σιωπήσομαι· τὴν γὰρ ἑμὴν σιωπὴν ἀντὶ κακοῦ ἐλάμβανες·
For what," he says, "have you to do with my scriptures? And why do you recite my words by mouth while transgressing them in deeds, showing yourself an enemy and a hater of my instruction, and preferring your own lawless actions, while casting down and trampling upon my laws through your contempt for them? For the law of nature forbids stealing, and another law deters adultery, and the natural reason exhorts that we should not do to others what we do not wish to suffer ourselves. But you did the opposite of these things. Adulterers would be, besides those commonly understood, also the godless and the idolaters; and thieves, again, are those who steal the truth. And already
your mouth abounded in wickedness, and your tongue wove deceit.
For at times you used wickedness shamelessly and openly with great boldness, and at other times you employed deceitful words for plotting against people, and at other times, pretending to converse as with genuine brothers, you secretly carried out your plots against them, slandering and speaking ill of them. In addition to these things, you placed stumbling blocks and snares under the feet of those born from the same mother, whether of the synagogue or of the church. You, then, were entangled in so many evils while pretending to follow my law. But I, long ago observing these things, when I first made my entrance among men, or when from above I surveyed all things with my providence, I used the wealth of my goodness and forbearance and patience, and I kept silence. But now I will no longer be silent; for you took my silence as an evil.
ὑπέλαβες γὰρ ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος
καὶ ἀποδέχομαι τὰς σὰς πράξεις. ἐγὼ δὲ καιρῷ τῷ δέοντι μακροθυμήσας, οὐκέτι σιωπήσομαι, ἀλλ’
ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου.
Παραστήσω δὲ εἰς τὸν κατὰ σοῦ ἔλεγχον τὰ σὰ ἁμαρτήματα, ἃ πάλαι διεπράξω· ἃ συ μὲν ὑπέλαβες μηκέτι ὑφεστάναι μηδὲ εἰς μνήμην ἥξειν τινός, ἐγὼ δὲ ὡς θεὸς εἰς φῶς προάξω καὶ προθήσω ἐνώπιόν σου. καὶ ὁρῶν αὐτὰ καὶ γνωρίζων αἰσχύνην καταχέῃ.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθεν πρὸς Βηθσαβεέ.
Ἐπακούσας ὁ Δαυὶδ τοῦ προφητικοῦ πνεύματος, θεσπίσας διὰ τοῦ προλεχθέντος ψαλμοῦ τὰ περὶ τῆς κρίσεως τοῦ θεοῦ καὶ τὸν ἔλεγχον μαθὼν, ὃν ἐπήγαγεν τῷ ἁμαρτωλῷ εἰπών· εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις, ἔπειτα τὴν ψυχὴν πληγεὶς ἐπὶ τῇ μνήμῃ τῆς κλεψιγάμου ἁμαρτίας, ᾗ περιπέπτωκεν, ὁπότε εἰσῆλθεν πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα τὴν Βηθσαβεέ, φθάσαι τὴν κρίσιν τοῦ θεοῦ καὶ τὴν ὀργὴν προλαβεῖν δι’ ἐξομολογήσεως σπουδὴν ἐποιήσατο. διὸ παράχρημα ὥσπερεὶ στήλην κατηγορίας αὐτὸς καθ’ ἑαυτοῦ τὸν προκείμενον συντάττει ψαλμὸν, ἔλεγχον ἀνεξάλειπτον καθ’ ἑαυτοῦ στηλιτεύσας διὰ τῆς προγραφῆς. ἀκαλύπτως γοῦν τῆς παρανόμου ἑαυτοῦ πράξεως μνημονεύει λέγων· εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυὶδ ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηθσαβεέ.
For you supposed lawlessness, that I would be like you and accept your deeds. But I, having been patient for the appropriate time, will no longer be silent, but I will convict you and set forth before your face. And I will set forth for the conviction against you your sins, which you long ago committed, which you supposed no longer subsist nor will come to the memory of anyone, but I, as God, will bring to light and place before you. And seeing and recognizing them, you will pour forth shame.
For the end: a psalm for David upon the coming to him of Nathan the prophet, when he went in to Bathsheba.
Having heard the prophetic spirit, David, prophesying through the aforementioned psalm concerning the judgment of God and learning the conviction which he brought against the sinner, saying: if you saw a thief, you ran with him, and you placed your portion with adulterers, then, struck in his soul at the memory of the adultery sin into which he had fallen, when he went in to the wife of Uriah, Bathsheba, he made haste to anticipate the judgment of God and forestall the wrath through confession. Therefore, immediately, as if a pillar of accusation, he himself composes against himself the present psalm, having pilloried an indelible conviction against himself through the superscription. For he openly mentions his lawless deed, saying: For the end, a psalm for David upon the coming to him of Nathan the prophet, when he went in to Bathsheba.
εἶτα δὲ φόβου καὶ ἀγωνίας γεγονὼς ἔμπλεως, ἐφ’ οἷς ὁ προφήτης Ἀσὰφ διὰ τοῦ πρώτου ψαλμοῦ ἐθέσπισεν εἰπών· ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα, ἱκετηρίους φωνὰς καὶ παρακλητικὰς τῷ θεῷ δεήσεις ἀναπέμπει λέγων· ἐλέησόν με, ὁ θεὸς, κατὰ τὸ μέγα ἔλεός σου καὶ τὰ ἑξῆς. Πάλιν τε αὖ πληγεὶς ὑπὸ τοῦ φήσαντος λόγου διὰ τοῦ Ἀσάφ· τὸ στόμα σου ἐπλεόνασεν κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητα· καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον, εἰς ἔννοιαν ἐλθὼν τῆς κατὰ τοῦ Οὐρίου ἐπιβολῆς, ὡς σκάνδαλον διὰ τῆς κατ’ αὐτοῦ γραφῆς ὑπέβαλεν, ἵν’ ἐν τῇ τοῦ πολέμου συμβολῇ πεσὼν ἀπόλοιτο, προστίθησιν τῇ ἱκετηρίᾳ λέγων· ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἔστι διὰ παντός. καὶ ἑξῆς ἐπιλέγει· ῥῦσαι με ἐξ αἱμάτων, ὁ θεὸς, ὁ θεὸς τῆς σωτηρίας μου, μονονουχὶ τῆς ἀναιρέσεως τοῦ Οὐρίου μνημονεύσας. καὶ αὖθις ἐπακούσας τοῦ θεοῦ διὰ τοῦ Ἀσὰφ εἰρηκότος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπον σου, ἀναγκαίως ἱκετεύει λέγων· ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας μου ἐξάλειψον. καὶ τελευτῶν ἐπιφέρει, ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις· θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον, σφόδρα ἀκολούθως τῇ διδασκαλίᾳ τοῦ Ἀσὰφ, καθ’ ἣν ἐλέγετο· οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστι διὰ παντός. οὐ δέξομαι ἐκ τοῦ οἶκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χειμάρρους.
Then, having become full of fear and anguish at what the prophet Asaph proclaimed through the first psalm, saying, "God will come manifestly, our God, and he will not be silent; fire will be burned before him, and around him a very violent storm," he sends up suppliant voices and entreating prayers to God, saying, "Have mercy on me, O God, according to your great mercy," and so forth. And again, struck by the word spoken through Asaph, "Your mouth has abounded in evil, and your tongue has woven deceit; sitting down, you slandered your brother, and against your mother's son you set a snare," having come to a realization of the plot against Uriah, how he set a snare through the writing against him, so that he might fall and perish in the clash of war, he adds to his supplication, saying, "For I know my lawlessness, and my sin is before me always." And he continues, "Deliver me from bloodshed, O God, the God of my salvation," almost as if recalling the murder of Uriah. And again, having heard God through Asaph saying, "I will convict you and set you before your face," he necessarily entreats, saying, "Turn your face away from my sins, and blot out all of mine." And finally he adds, "If you had wished for a sacrifice, I would have given it; you will not take pleasure in whole burnt offerings; a sacrifice to God is a crushed spirit," very much in accordance with the teaching of Asaph, according to which it was said, "I will not convict you over your sacrifices, but your whole burnt offerings are before me always. I will not accept calves from your house, nor yearling lambs from your flocks.
Ταῦτα μὲν οὖν ἡμῖν πρὸ τῆς κατὰ μέρος διηγήσεως ἐπιτετηρήσθω εἰς παράστασιν τῆς ἀκολουθίας.
ἴδωμεν δὲ λοιπὸν καὶ τὴν προγραφήν· ἀναγκαίως ἀναπέμπει ἡμᾶς ἐπὶ τὴν τοῦ προφήτου Ναθὰν πρὸς τὸν Δαυὶδ παρουσίαν, ὡς ἂν μάθοιμεν ἀπὸ τῆς ἱστορίας, ὁποίοις ἐλέγχοις κατ’ αὐτοῦ ἐχρήσατο ὁ προφήτης. γέγραπται τοίνυν ἐν τῆ δευτέρᾳ τῶν βασιλειῶν ταῦτα· Καὶ ἐφάνη πονηρὸν τὸ ῥῆμα, ὃ ἐποίησεν Δαυιδ, ἐν ὀφθαλμοῖς κυρίου. καὶ ἀπέστειλεν κύριος Ναθαν τὸν προφήτην πρὸς Δαυιδ, καὶ εἰσῆλθεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· δύο ἄνδρες ἦσαν ἐν πόλει μιᾷ, εἷς πλούσιος καὶ εἷς πένης. καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ, τῷ δὲ πένητι οὐδὲν ἀλλ' ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν, καὶ ἡδρύνθη μετ' αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν καὶ ἦν αὐτῷ ὡς θυγάτηρ. καὶ ἦλθεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ τῷ ἐλθόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν. καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ τῷ ἀνδρὶ σφόδρα, καὶ εἶπεν Δαυὶδ πρὸς Ναθᾶν· ζῇ κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο. καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα, ἀνθ' ὧν ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐφείσατο. καὶ εἶπεν Ναθᾶν πρὸς Δαυίδ· σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο.
Let these things, then, be observed by us before the detailed exposition, for the demonstration of the sequence.
Let us now also examine the superscription. It necessarily sends us back to the presence of the prophet Nathan before David, so that we might learn from the history what kind of reproaches the prophet used against him. It is written, then, in the second book of Kings as follows: "And the thing which David did appeared evil in the eyes of the Lord. And the Lord sent Nathan the prophet to David, and he went in to him and said to him: 'There were two men in one city, one rich and one poor. And the rich man had many flocks and herds, but the poor man had nothing but one small ewe lamb, which he had acquired and kept and raised, and it grew up with him and with his sons together, eating from his bread and drinking from his cup and sleeping in his bosom, and it was to him like a daughter. And a traveler came to the rich man, and he refrained from taking from his own flocks and from his herds to entertain the stranger who came to him, and he took the poor man's ewe lamb and prepared it for the man who came to him.' And David became very angry with the man, and David said to Nathan: 'As the Lord lives, the man who did this is a son of death. And he will repay the ewe lamb sevenfold, for what he did in this matter and because he showed no mercy.' And Nathan said to David: 'You are the man who did this.'
τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ·’Εγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ ἐγώ εἰμι, ὃς ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά τὸν οἶκον Ισραηλ καὶ Ιουδα. καὶ εἰ μικρόν, προσθήσω σοι κατὰ τὰ αὐτά. διὰ τί ἐφαύλισας τὸν λόγον κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Ἀμμών. καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος, ἀνθ' ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα Οὐρίου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα. τάδε λέγει κύριος· ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ' ὀφθαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου. ὅτι σὺ ἐποίησας κρυβδῇ, κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ισραηλ καὶ ἀπέναντι τοῦ ἡλίου τούτου.
Thus says the Lord God of Israel: ‘I am the one who anointed you king over Israel, and I am the one who rescued you from the hand of Saul and gave you the house of your lord and the wives of your lord in your bosom, and I gave the house of Israel and Judah. And if it is too little, I will add to you in like manner. Why did you despise the word of the Lord to do evil in his eyes? You struck Uriah the Hittite with the sword and took his wife for yourself as a wife, and you killed him with the sword of the sons of Ammon. And now the sword will not depart from your house forever, because you held me in contempt and took the wife of Uriah the Hittite to be your wife. Thus says the Lord: Behold, I will raise up evils against you from your own house, and I will take your wives before your eyes and give them to your neighbor, and he will sleep with your wives in the sight of this sun. Because you did it in secret, I will do this thing before all Israel and in the face of this sun.’
Τούτων ἀκούσας ὁ Δαυὶδ καὶ τὴν ψυχὴν πληγεὶς τὴν προκειμένην ἱκετηρίαν ἀναπέμπει τῷ θεῷ ἐξομολογούμενος καὶ αὐτὸς ἑαυτὸν στηλιτεύων. οὐδὲ γὰρ πρὸ τῶν λόγων τοῦ προφήτου τὸν ψαλμὸν συνέταξεν, οὐδ’ ἐξωμολόγει τὸ πρότερον τῷ θεῷ. ὥσπερ δὲ ὑπὸ κάρου καὶ μέθης τὴν διάνοιαν κεκρατημένος ἔκρυπτεν τὸ ἁμάρτημα, λανθάνειν καὶ τὸν θεὸν οἰόμενος, ὡς καὶ ἀνθρώπους. πάντα γὰρ αὐτῷ λαθραίως ἐπράττετο, ἡ πρὸς τὴν γυναῖκα παράνομος ὁμιλία, ὁ θάνατος τοῦ ἀνδρός. διὸ λέλεκτο αὐτῷ· ὅτι σὺ ἐποίησας κρύβδην. ἐπεὶ δὲ κατάφωρος γέγονεν ὡς ἂν ἐληλεγμένος πρὸς τοῦ θεοῦ, διανήφει μὲν τοῦ κάρου, στήλην δὲ καθ’ ἑαυτοῦ μεστὴν κατηγορίας ἐγείρει ἐλέγχους καὶ ἐξομολογήσεις ἱκετηρίας τε περιέχουσαν. αὐτὸ δὴ οὖν τοῦτο σημαίνων ἐδήλου διὰ τῆς ἐπιγραφῆς εἰπών· ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηθσαβεέ.
Ἀφίκετο δὲ πρὸς αὐτὸν ὁ προφήτης οὐ κατὰ τὴν ἀρχὴν τῆς ἁμαρτίας. τὸ γάρ· οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων καὶ ἐπὶ τοῦ Δαυὶδ ἦν εἰπεῖν. διόπερ, ἵνα μὴ τὸ ἐφ’ ἡμῖν αὐτοῦ τῆς αὐτεξουσίου προαιρέσεως ἀποκλεισθείη καὶ χεῖρόν τι γίγνοιτο κακὸν ἐν βάθει κρυπτομένης τῆς μοχθηρᾶς προαιρέσεως, ὁ μὲν διὰ τοῦ προφήτου ἔλεγχος ἐπείχετο κατὰ τὴν ἀρχὴν. ὅτε δὲ τὸ κακὸν ἐξωμόρξατο καὶ πᾶσαν τὴν ἐγκεκρυμμένην αὐτῷ σαπρίαν ἀπήλεγξεν, χρόνος τε μέσος διελήλυθεν, καθ’ ὃν ὥσπερ πυρετοῦ λωφήσας ἐν παρακμῇ γεγόνει τῆς νόσου, κατάστασίν τε ἀνελάμβανεν εὐσταθῆ, τότε δὴ τότε, ὥσπερ τις ἐπιστήμων ἰατρὸς, κατὰ καιρὸν τὸ βοήθημα τὸ διὰ τῶν ἐλέγχων ὁ προφήτης αὐτῷ προσῆγεν.
When David heard these things, he was struck in his soul and sends up the present supplication to God, confessing and himself denouncing himself. For he did not compose the psalm before the words of the prophet, nor did he previously confess to God. But as if his mind were overcome by stupor and drunkenness, he concealed the sin, thinking to escape the notice even of God, as well as of men. For everything was done by him in secret—the unlawful intercourse with the woman, the death of her husband. Hence it was said to him: "Because you did it secretly." But when he was detected, as if convicted by God, he recovers from his stupor and raises up a pillar against himself full of accusation, containing reproaches, confessions, and supplications. Indicating precisely this, he made it clear through the inscription, saying: "When Nathan the prophet came to him, at the time he went in to Bathsheba."
Now the prophet came to him not at the beginning of the sin. For it could be said of David as well: "The sins of the Amorites are not yet fulfilled." Therefore, lest his free and autonomous choice be foreclosed and some worse evil occur while the wicked disposition lay hidden in the depths, the reproof through the prophet was withheld at the beginning. But when the evil had fully manifested itself and exposed all the rottenness concealed within him, and a period of time had elapsed in between, during which, as if the fever had abated, he had come to a remission of the disease and was regaining a stable condition, then, at that very time, like a skilled physician, the prophet applied the remedy of reproofs to him at the opportune moment.
οὕτω γὰρ καὶ παῖδες ἰατρῶν οὐκ ὠμοῖς τοῖς τραύμασιν οὐδ’ ἔτι φλεγμαίνουσιν, ἐν παρακμῇ δὲ γεγομένοις προσφέρουσιν τὰ βοηθήματα. εἰκότως οὖν καὶ τὸν χρόνον ἐπισημαίνεται ἡ θεία γραφὴ ὧδε λέγουσα· καὶ συνήγαγεν αὐτὴν, δηλαδὴ τὴν Βηθσαβεὲ, μετὰ τὸν θάνατον τοῦ αὐτῆς ἀνδρός, εἰς τὸν οἶκον αὐτοῦ ὁ Δαυίδ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱὸν, καὶ ἐφάνη πονηρὸν τὸ ῥῆμα ὃ ἐποίησε Δαυὶδ ἐν ὀφθαλμοῖς κυρίου. καὶ ἀπέστειλε κύριος τὸν Νάθαν πρὸς Δαυὶδ, καὶ εἰσῆλθε πρὸς αὐτὸν, καὶ εἶπενπρὸς αὐτὸν τὰ ἀναγεγραμμένα. θέα δὲ ὅπως μετὰ τὸν θάνατον τοῦ Οὐρίου καὶ μετὰ τὸ συνοικῆσαι τῇ γυναικὶ, συλλαβεῖν τε αὐτὴν καὶ τεκεῖν υἱὸν, μεθ’ ὅλον ἐνιαύσιον χρόνον, ἀποστέλλεται πρὸς αὐτὸν ὁ προφήτης. διὸ μετὰ τοὺς ἐλέγχους ἐπιλέγει αὐτῷ· καί γε ὁ υἱός σου, ὃ τεχθείς σοι, θανάτῳ ἀποθανεῖται. καὶ τοῦτο εἰπὼν ὁ Νάθαν ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ταῦτα δὲ εἰ πρὸ τοῦ χρόνου τοῦ λεχθέντος εἴρητο ἔτι τῆς ψυχῆς τοῦ Δαυὶδ τεθολωμένης, εἰκὸς ἦν μηδὲ ἀνασχέσθαι αὐτὸν τῶν ἐλέγχων. τάχα δὲ καὶ μεῖζόν τι κατὰ τοῦ προφήτου δεδράκει κατὰ τοὺς ἐν ταῖς νόσοις παρακόπτοντας, οἳ καὶ γονεῦσιν καὶ φιλτάτοις καὶ αὐτοῖς ἰατροῖς ἐπανίστανται πολλάκις.
For just as physicians' assistants do not apply remedies to wounds that are still raw or inflamed, but to those that have passed their crisis, so also divine Scripture appropriately marks the time here, saying: "And he brought her"—that is, Bathsheba—"after the death of her husband, into his house, and she became his wife, and bore him a son, and the deed that David did appeared evil in the eyes of the Lord. And the Lord sent Nathan to David, and he went in to him and spoke to him the things that are recorded." Observe how, after the death of Uriah and after cohabiting with the woman, and after she conceived and bore a son, after a whole year's time, the prophet is sent to him. Therefore, after the reproaches, he adds to him: "And your son, who was born to you, shall die by death." And having said this, Nathan departed to his house. Now if these things had been said before the aforementioned time, while David's soul was still troubled, it was likely that he would not have endured the reproaches; perhaps he would even have done something worse against the prophet, like those who in their illnesses are delirious and often rise up against parents, dearest ones, and even physicians.
Ἀλλὰ γὰρ ἢδη καιρὸς καὶ τὴν αἰτίαν συνιδεῖν, δι’ ἣν ὁ τοσοῦτος ἀνὴρ τοιαύταις ὑποπέπτωκεν ἀθεμιτουργίαις. διδάσκει δὴ τὴν αἰτίαν αὐτὸς ὁ προφήτης διὰ τοῦ παραδείγματος δύο φήσας γεγονέναι ἄνδρας, τὸν μὲν πλούσιον, τὸν δὲ πένητα, ἐδήλου δὲ πλούσιον τὸν Δαυὶδ, πένητα τὸν Οὐρίαν. εἶτα παροδίτην εἰσάγει ξένον ἐπιδημήσαντα τῷ πλουσίῳ, ἔνθα τὸν νοῦν ἐπιστῆσαι προσήκει, ὡς ξένον τινὰ τῇ ψυχῇ τοῦ Δαυὶδ ἐπιδεδημηκέναι διδάσκει, μονονουχὶ σαφῶς παριστὰς ξένον τι πνεῦμα καὶ διαβολικὴν δύναμιν συνηρπακέναι αὐτὸν. οὐ γὰρ ἄν ποτε ὁ τοσοῦτος εἰς τοσοῦτον ἤλαυνεν ἀφροσύνης, οὐδ’ οὕτω χείρων ἐγίνετο γυναικὸς ἐπιθυμίας ἀνὴρ ἐν ἀκμῇ τῆς ἡλικίας ἐν αὐτῷ τε τῷ τῆς νεότητος ἄνθει πολλῆς ἐγκρατείας δεδωκὼς δοκιμὴν. εἶχε μὲν γὰρ ἐπὶ τῆς ἐρήμου τὸν Σαοὺλ φεύγων τὴν Ἀχινάαν, εἶχε καὶ τὴν Ἀβιγαίαν μετὰ τὸν θάνατον τοῦ ταύτης ἀνδρός, ἀλλ’ οὐδαμῶς φαίνεται πλησιάσας αὐταῖς πάντα τὸν χρόνον τῆς αὐτοῦ φυγῆς. οὐκοῦν οὐδὲ παῖδας ἀναγέγραπται ἐσχηκὼς, εἰ μὴ μετὰ τὴν τελευτὴν Σαοὺλ. ἐν φυγῇ γὰρ ἐξεταζόμενος ἱκετηρίαις καὶ προσευχαῖς προσανεῖχεν, ὡς δ’ ἐκράτησεν τῆς βασιλείας. τηνικαῦτα ἡ γραφὴ μαρτυρεῖ ὅτι ἐγένοντο αὐτῷ παῖδες ἐν Χεβρών. ὁ δὴ οὖν ἐν νεότητι καὶ ἐν ἀκμῇ τῆς ἡλικίας ἐγκρατέστατος οὐκ ἂν προβεβηκὼς καὶ κατὰ θεὸν προκοπαῖς διαλάμπων δίχα τινὸς μεγάλης καὶ ἀξιολόγου ἀνάγκης ἐπὶ τὸ τοιοῦτο παρῄει τόλμημα, ἀλλ’ ἦν ἄρα δεῖνός τις ξένος καὶ ἀλλότριος ἐχθρὸς φιλίαν ὑποκρινόμενος ὁ τῇ αὐτοῦ ψυχῇ περιπλακείς, ὃν οὐκ ἀγνοῶν ὁ Σολομῶν ἐδίδασκε λέγων·
But now it is time to understand also the reason why such a great man fell into such lawless acts. The prophet himself teaches the reason through the example, saying that two men existed, one rich and the other poor, indicating that David was the rich man and Uriah the poor man. Then he introduces a traveler, a stranger who visited the rich man, where one must pay attention to the mind, as he teaches that some stranger visited the soul of David, almost clearly presenting that some foreign spirit and diabolical power had seized him. For such a man would never have driven himself to such folly, nor would a man in the prime of his age, who had given proof of great continence in the very flower of his youth, have become so inferior to the desire for a woman. For while fleeing Saul in the wilderness, he had Achinoam, and he also had Abigail after the death of her husband, but he is nowhere recorded as having approached them during the entire time of his flight. Therefore, he is not recorded as having had children until after the death of Saul. For while he was in exile, he devoted himself to supplications and prayers, but when he took control of the kingdom, then Scripture testifies that children were born to him in Hebron. Thus, the one who was most continent in youth and in the prime of his age would not, when advanced and shining in divine progress, have passed over to such a daring act without some great and notable necessity, but rather some terrible stranger and alien enemy, pretending friendship, had entwined himself with his soul, whom Solomon, not ignorant, taught, saying:
ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σoυ μὴ ἀφῇς.
Ἐλέησόν με, ὁ θεὸς, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτειρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·
Ἐπὶ μεγάλῳ δὲ πταίσματι ὡς ἐπὶ μεγάλῳ ψυχῆς τραύματι μεγάλου δεῖσθαι ὡμολόγει ἐλέου.
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Πάλαι μὲν διὰ τὸ σὸν ἔλεος δοκῶν τις εἶναι καὶ ὑπὸ τῆς σῆς χάριτος δικαιούμενος ἀνεπαισθήτως εἶχον τῆς σῆς εὐεργεσίας καὶ τῶν προσόντων μοι καλῶν. οὐ σὲ τὸν θεὸν ἐπεγραφόμην αἴτιον, οὐδὲ σοὶ τὴν χάριν ὡμολόγουν, ἀλλ’ ἐπ’ αὐτῷ μέγα ἐφρόνουν ἡγούμην τε ἀμετάβλητον ἕξιν ἀνειληφέναι. διὸ ἔλεγον ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. ταῦτα δὲ μου φρονοῦντος σὺ, ὁ θεὸς, ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. ἐπειδὴ γὰρ μέγα φρονήσας ἀπηυθαδισάμην εὐθηνῶν τε καὶ εὐθυμούμενος ἐν ταῖς κατὰ θεὸν προκοπαῖς, ἐτόλμησα θρασύνεσθαι καὶ εἰπεῖν, ὡς ἆρα εἴην ἄτρεπτος οὔποτε σαλευόμενος τῆς ἐν θεῷ στάσεως. τούτου χάριν ὁ ἀγαθὸς θεὸς φειδόμενός μου καὶ διδάσκων αὐτῷ ἔργῳ, ὅτι ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες, καὶ ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων, ἀναγκαίως ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τὸ πάλαι με φωτίζον, ἵν’ αὐτὸς ἐμαυτὸν ἐπιγνοὺς καὶ τὴν οἰκείαν ἀσθένειαν καταμαθὼν μηκέτ’ ἀλόγως ἐπαιροίμην μηδ’ ἐπ’ ἐμαυτῷ μεγαφρονοίην, γινώσκοιμι δὲ τὸν πάντων ἐμοὶ πάροχον τῶν ἀγαθῶν.
If the spirit of the one who rules rises up against you, do not leave your place.
Have mercy on me, O God, according to your great mercy, and according to the multitude of your compassions, blot out my lawlessness.
For a great transgression, as for a great wound of the soul, he confessed that he needed great mercy.
However you may be justified in your words, and may you prevail when you are judged.
Long ago, because of your mercy, seeming to be someone and being justified by your grace, I was insensible of your beneficence and of the good things that belonged to me. I did not ascribe the cause to you, O God, nor did I acknowledge the grace to you, but I was proud of myself and thought that I had acquired an unchangeable state. Therefore I said in my prosperity: I will never be shaken for eternity. But while I was thinking these things, you, O God, turned away your face, and I became troubled. For since I was proud and became arrogant, being prosperous and cheerful in the progressions according to God, I dared to be bold and to say that I was indeed unchangeable, never shaken from my standing in God. For this reason the good God, sparing me and teaching me by the deed itself that unless the Lord builds a house, those who build labor in vain, and unless the Lord guards a city, the guard watches in vain, necessarily turned away his face, which formerly illuminated me, so that I, recognizing myself and learning my own weakness, might no longer be irrationally elated nor think highly of myself, but might know the provider of all good things to me.
ἐγὼ μὲν οὖν ἄνθρωπος ὢν ἐλήλεγμαι, σὺ δὲ νικᾷς ἐν τῷ κρίνεσθαι τῶν πραγμάτων παριστάντων, ὅτι καὶ πρὸ τῆς ἁμαρτίας οὐ δι’ ἐμαυτὸν, διὰ δὲ σὲ ἐτύγχανον οἷος ἐνομιζόμην.
ἰστέον δὲ, ὡς μετὰ ἐνιαυτὸν τοῦ φόνου Οὐρίου ἦλθεν ὁ Νάθαν πρὸς τὸν βασιλέα. Οὐ γὰρ ἔχρην τοῦ πάθους ἔτι φλεγμαίνοντος τῇ μέθει κεκρατημένῳ προσελθεῖν, ἀλλὰ μετὰ τὴν παρακμήν. Πρὸ γὰρ τούτου τῆς ψυχῆς ἔτι τεθολωμένης οὐκ ἂν ἠνέσχετο, ἔδρασε δ’ ἄν τι κατὰ τοῦ προφητοῦ κατὰ τοὺς ἐν νόσῳ παρακόπτοντας καὶ γονεῦσιν ἐπανισταμένους καὶ ἰατροῖς. Τὴν δ’ αἰτίαν, δι’ ἣν ὁ τοσοῦτος τοιαύταις ἀθεμιτουργίαις ὑποπέπτωκεν, αὐτὸς ὁ Νάθαν διὰ τοῦ παραδείγματος διδάσκει· δύο γὰρ, φησίν, ἦσαν ἄνδρες, ὁ μὲν πλούσιος, ὁ δὲ πενὴς, τὸν Δαυὶδ αἰνιττόμενος καὶ τὸν Οὐρίαν. Εἶτα παροδίτην εἰσάγει ξένον ἐπιδημήσαντα τῷ πλουσίῳ ξένον τι παριστὰς πνεῦμα καὶ διαβολικὴν δύναμιν συνηρπακέναι τὸν Δαυὶδ, ὥστε καταθῦσαι τὴν μίαν ἄμναδα τοῦ πένητος, τὴν γυναῖκα δηλαδὴ τοῦ Οὐρίου. Οἶμαι δὲ τούτῳ δὴ τῷ ξένῳ πνεύματι ἐκδεδόσθαι αὐτὸν διὰ τὸ εἰπεῖν· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, ἐναντίως τῷ· ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον. Ἐλεγχθεὶς δὲ ἐφ’ ᾦ ἥμαρτεν ὁ βασιλεὺς παρὰ τοῦ ἰδιώτου οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ ἐκάκισεν αὑτὸν, ὡς τὸν ἐλέγχοντα προφήτην εἰπεῖν· καὶ κύριος παρήγαγε τὸ ἁμάρτημα σου. Ἀνεγράφησαν δὲ τὰ τῶν ἁγίων ὀλισθήματα, ἵνα ὥσπερ ἀρετῆς οὕτω καὶ μετανοίας διδάσκαλοι ὦσιν.
I, being a human, have been convicted, but you prevail in the judgment, with the facts demonstrating that even before the sin it was not through myself but through you that I was what I was considered to be.
It must be noted that Nathan came to the king a year after the murder of Uriah. For it was not fitting to approach him while the passion was still inflamed, overcome by drunkenness, but after the abatement. For before this, while his soul was still turbid, he would not have tolerated it, but would have done something against the prophet, like those who in illness are delirious and rise up against parents and physicians. The reason why such a man fell into such unlawful acts is taught by Nathan himself through the parable: for there were, he says, two men, one rich and one poor, alluding to David and Uriah. Then he introduces a wayfarer, a stranger who visited the rich man, representing some alien spirit and diabolical power that had seized David, so that he sacrificed the one ewe lamb of the poor man, namely the wife of Uriah. I think that he was given over to this alien spirit because he said, "I shall not be shaken forever," contrary to the saying, "Unless the Lord builds a house." When the king was convicted by the private citizen of what he had sinned, he did not become indignant, but even reproached himself, so that the prophet who convicted him said, "And the Lord has brought your sin to light." The slips of the saints were recorded so that, just as they are teachers of virtue, so also they might be teachers of repentance.
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
ὅμοια δ’ ἂν εἴη ταῦτα τοῖς καὶ παρὰ τῷ Ἰὼβ λελεγμένοις ἐν τῷ ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐγενήθην καὶ ἡ νὺξ ἐν ᾗ εἶπαν· ἰδοὺ ἄρσεν.διὰ τί γὰρ ἦν ἐπικατάρατος, ἀλλ’ ὅτι ἐν ἀνομίαις συνελήφθη, καὶ ἐν ἁμαρτίαις ἐκίσσησεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. ἀκόλουθον γὰρ ἦν κατάραν ἕπεσθαι ἁμαρτίᾳ. καὶ παρὰ τῷ Ἱερεμίᾳ δὲ ὁ αὐτὸς φέρεται λόγος τοῦ προφήτου σχετλιάζοντος καὶ ὁμοίως τῷ Ἰὼβ λέγοντος· ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ, καὶ ἡ νὺξ, ἐν ᾗ συνέλαβέν με ἡ μήτηρ μου. μακάριον γὰρ ἦν τὸ μηδὲ τὴν πρώτην γυναῖκα παραβάσαν τὴν ἐντολὴν τοῦ θεοῦ ἀπόβλητον ἅμα τῷ ἀνδρὶ τοῦ παραδείσου γενέσθαι, καὶ κρεῖττον ἦν αὐτῇ τὸ μὴ συλλαβοῦσαν ὠδινῆσαι μηδὲ τῇ φθαρτῇ γενέσει διακονήσασθαι, μένειν δ’ ἐν παραδείσῳ θεοῦ ἀγγέλοις θείοις ἀφωμοιωμένην. ἀλλὰ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, θανάτῳ δὲ ἡ δι’ αἱμάτων καὶ σαρκὸς γένεσις ὑπηρετείτω εἰς διαμονὴν τοῦ θνητοῦ γένους. καὶ διὰ τοῦτο εἰκότως καὶ ἡ σύλληψις τῶν αὐτῶν ὡσανεὶ θανάτῳ ὑποκειμένη παρὰ τοῖς μακαρίοις διεβάλλετο. κατὰ δὲ τὸν Σύμμαχον· ἰδού, φησίν, εἰς ἀδικίαν ὠδινήθην, καὶ ἐν ἁμαρτίαις ἐκύησέν με ἡ μήτηρ. ὠδινήθην γάρ, φησίν, καὶ ἐκυήθην, ἵνα παρέλθω εἰς ἀδικίαν καὶ ἵνα ἐν ἁμαρτίᾳ γενόμενος ἐλεγχθῶ, καὶ ταῦτα κατηγορῶ τῆς πρώτης γενέσεως. οὐκοῦν κατὰ ταύτην τὴν ἔννοιαν, οὐκ ἐν ἀνομίαις, φησίν, τῆς ἐμῆς μητρὸς συνελήφθην.
For behold, I was conceived in lawlessness, and my mother nursed me in sins.
These words would be similar to those spoken by Job: “Cursed is the day on which I was born, and the night in which they said, ‘Behold, a male.’” For why was it cursed, except that he was conceived in lawlessness, and his mother nursed him in sins? For it was fitting that a curse should follow sin. And in Jeremiah the same saying is found, the prophet lamenting and speaking similarly to Job: “Cursed is the day on which I was born, and the night in which my mother conceived me.” For it would have been blessed if the first woman, having transgressed the command of God, had not been cast out of paradise together with her husband, and it would have been better for her not to have conceived and given birth, nor to have served corruptible generation, but to have remained in the paradise of God, likened to divine angels. But through the envy of the devil, death entered the world, and with death, generation through blood and flesh serves to perpetuate the mortal race. And for this reason, conception itself, as if subject to death, was naturally denounced by the blessed ones. According to Symmachus: “Behold,” he says, “I was brought forth into injustice, and my mother conceived me in sins.” For I was brought forth, he says, and conceived, so that I might pass into injustice and so that, having come into sin, I might be convicted, and these things I accuse of the first generation. Therefore, according to this understanding, it is not that I was conceived in the lawlessness of my mother.
οὐδὲ αὕτη ἡ γεννησαμένη μήτηρ ἐν ἀνομίαις ταῖς ἑαυτῆς ἐκίσσησέ με, ἀλλ’ ἐγώ, φησίν, εἰς ἀδικίαν ἐγεννήθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. ὠδινήθην γὰρ καὶ ἐκυήθην θνητὴν καὶ φθαρτὴν σάρκα περιβαλλόμενος, ἵν’ ἐμπέσω εἰς ἀδικίαν καὶ ἁμαρτίαν, καὶ ἵν’ ἐλεγχθῶ ὁποῖος πεφώραμαι. καὶ ταῦτά φημι, ἐπειδήπερ ἀλήθειαν ἠγάπησας.
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα·
ὅτι μὲν ἁμαρτίας ἡμῖν ἡ εἰς τὸν θνητὸν βίον πάροδος καὶ ἡ διὰ φθαρτῆς σαρκὸς γένεσις προυξένησεν, διὰ τῶν εἰρημένων δεδήλωται. ἀνθυποφορᾶς δὲ παρακειμένης τῷ λόγῳ, καθ’ ἣν ἀπορήσειεν ἄν τις, διὰ τί τοιαύτην ὑφίστη γένεσιν ὁ θεός, ὡς ἐν ἀνομίαις συλλαμβάνεσθαι καὶ ἐν ἁμαρτίαις, ἐπιλύεται ταύτην ἀναγκαίως ἑξῆς εἰπών· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ὁ μὲν γὰρ πολύς, φησίν, ἀγνοείτω οὐκ εἰδὼς τὰ ἀπόρρητα τῆς ἐν σοὶ οἰκονομίας, ὧν ἕνεκα ὁ καθεῖς ἡμῶν τὴν θνητὴν ὑπέμεινε γένεσιν, ἐμοὶ δὲ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆ σῆς σοφίας ἐδήλωσας, ὥστε γινώσκειν καὶ τοὺς τούτων λόγους. εἰ μὲν οὖν ἡ πᾶσα τοῦ βίου καταστροφὴ μέχρι τῆς θνητῆς ἤλαυνεν ζωῆς, οὐδὲν ἂν εἴχε σπουδῆς ἄξιον ἡ τῶν ἀνθρώπων γένεσις.
Nor did this mother who gave birth to me nurse me in her own lawlessnesses, but I, he says, was born into injustice, and my mother nursed me in sins. For I was brought forth in labor and conceived, putting on mortal and perishable flesh, so that I might fall into injustice and sin, and so that I might be exposed for what I have been found to be. And I say these things because you have loved truth.
You have revealed to me the hidden and secret things of your wisdom. You will sprinkle me with hyssop, and I shall be purified; you will wash me, and I shall be made whiter than snow. You will cause me to hear joy and gladness; my humbled bones will rejoice.
That our passage into mortal life and our generation through perishable flesh have procured sins for us has been made clear through what has been said. But since an objection lies near at hand in the argument, according to which one might be at a loss as to why God submits to such a generation, so as to be conceived in lawlessnesses and in sins, he necessarily resolves this by saying next: "You have revealed to me the hidden and secret things of your wisdom." For the many, he says, may be ignorant, not knowing the ineffable aspects of the economy in you, on account of which each of us has endured mortal generation, but to me you have revealed the hidden and secret things of your wisdom, so that I may know also the reasons for these things. If, then, the entire outcome of life extended only as far as mortal existence, the generation of humans would have nothing worthy of earnest effort.
ἐπεὶ δὲ ζωὴ αἰώνιος καὶ βίος ἀθάνατος καὶ βασιλείας οὐρανῶν ἐπαγγελία τεταμίευται τοῖς ἐν θεοσεβείᾳ κατορθώσασιν ἐν τῇ παρούσῃ ζωῇ, εἰκότως ἀναγκαία γένοιτ’ ἄν ἡ εἰς τὸν θνητὸν βίον πάροδος, ὡς ἂν ἐνταῦθα οἷα ἐν νηπίων διατριβῇ παιδαγωγηθεῖσα ἡ ψυχὴ ἐγγυμνασαμένη τε ὡς ἐν ἀγῶνι προπαρασκευάσοιτο εἰς τὴν ἐνθένδε ἐπὶ τὰ κρείττω μετάβασιν. ἀλλὰ καὶ εἰ ἡ ἐν ἀφροσύνῃ γενομένη καὶ ἐν ἁμαρτίαις ἐξολισθήσασα ψυχή ἀθεράπευτος ἦν, κἂν εὐλόγως ἄν τις ἐμέμψατο τῇ γενέσει ἢ τῷ ταύτην ἐπὶ κακῷ τῶν γεννησαμένων ὑποστησαμένῳ. νυνὶ δὲ, ὁ σωτὴρ καὶ ἰατρός, ψυχῶν θεραπείας προσάγεις, ὅπως πᾶν ἄθυρον ἀνδρῶν ἀθέων ἀποφραχθείη στόμα. ἐγὼ τοίνυν, φησίν, ὁ τῆς σῆς σοφίας καὶ τῶν ἀδήλων καὶ ἀπορρήτων λόγων μύστης ποτὲ γενόμενος ἐν τῷ πρὸ τῆς ἁμαρτίας καιρῷ ὡς ἂν τὴν τούτων γνῶσιν ἀνειληφὼς εὖ οἶδα, ὅτι καὶ τοῖς ἡμαρτηκόσιν θεραπείας προσφέρεις καὶ τὴν πεσοῦσαν ἀνεγείρεις ψυχήν, οὗ χάριν εὔελπίς εἰμι καὶ τεθάρρηκα τοῖς σοῖς βοηθήμασιν.
Since eternal life and immortal existence and the promise of the kingdom of heaven are reserved for those who have achieved success in piety in the present life, the passage into mortal life would reasonably be necessary, so that here, as in a nursery of infants, the soul, having been trained and exercised as in a contest, might prepare itself for the transition from here to better things. But also, if the soul that has come into being in folly and has slipped into sins were incurable, then one might reasonably blame birth or the one who established it for the evil of those who gave birth. But as it is, you, the savior and physician, apply therapies for souls, so that every mouth of godless men might be stopped. I, then, he says, having once become a mystic of your wisdom and of the hidden and ineffable words, in the time before sin, as one who has received knowledge of these things, know well that you offer therapies even to those who have sinned and raise up the fallen soul, for which reason I am hopeful and have taken courage in your aids.
διό φημι· ῥαντιεῖς με ὑσώπῳ καὶ καθαρισθήσομαι, καὶ ὅπερ ηὐξάμην ἀνωτέρω εἰπών ἐπὶ πλεῖον πλύνον με ἀπὸ τῆς ἁμαρτίας μου, τοῦτ’ αὐτό μοι δωρούμενος πλυνεῖς με τοσαύτῃ τε δυνάμει τῆς σῆς φιλανθρωπίας ἀποσμήξεις, ὡς ὑπὲρ χιόνα λευκανθῆναί με. καὶ τέλος μοι τῆς καθάρσεως ἔσται ἀγαθὴ παρὰ σοῦ φωνὴ εὐφροσύνης καὶ θυμηδίας ποιητική. διό φημι· ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀλλὰ καὶ τὰ νῦν τεταπεινωμένα ὀστέα μου, ἅπερ εἰσὶν αἱ τῆς ἐμῆς ψυχῆς λογικαὶ δυνάμεις αἱ νῦν διὰ τὴν ἁμαρτίαν συντεθλασμέναι, τῆς παρὰ σοὶ μεταλήψονται χαρᾶς. ἔοικε δὲ μυστήριόν τι αἰνίττεσθαι εἰπὼν ῥαντιεῖς με ὑσώπῳ καὶ καθαρισθήσομαι. ὁ γοῦν παρὰ Μωυσεῖ νόμος ὑσώπῳ δεῖν τὸ αἷμα τοῦ προβάτου τοῦ πάσχα τὰς φλιὰς τῶν οἰκιῶν ἐπιραίνειν παρακελεύεται, πάντες δὲ ἡμεῖς τιμίῳ αἵματι ἐξηγοράσθημεν ἐπεὶ τὸ πάσχα ἡμῶν ἐτύθῃ Χριστός. εἰ τοίνυν κατὰ τὰς εἰκόνας καὶ τὰ παρὰ Μωυσεῖ σύμβολα ὑσώπῳ τὸ αἷμα τοῦ προβάτου ταῖς φλιαῖς τῶν οἴκων ἐπιραινόμενον φυλακτήριον ἐγίγνετο τοῦ μή τι παθεῖν ὑπὸ τοῦ ὀλεθρευτοῦ τοὺς ἐνοικοῦντας, εἰκότως ὁ Δαυὶδ τοῦ αἵματος ἐκείνου ἐν ἀπορρήτῳ τὴν μνήμην ποιούμενος μυστικῶς ἔφασκεν ῥαντιεῖς με ὑσώπῳ καὶ καθαρισθήσομαι, αἰνιττόμενος τὴν διὰ τοῦ αἵματος τοῦ ἀληθινοῦ ἀμνοῦ τοῦ θεοῦ γενησομένην καὶ αὐτῷ ὥσπερ οὖν καὶ πᾶσι τοῖς λοιποῖς ἀνθρώποις κάθαρσιν. καὶ ταῦτ’ οὖν αἰνιττόμενος οὐκ ἀργῶς προδιελάλησεν εἰπών· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. τούτοις δὲ ὁμοίως καὶ ὁ Ἡσαΐας ἀνεφώνει τὸ λούσασθε καὶ καθαροὶ γένεσθε καὶ τὰ ἑξῆς·
Therefore I say: "You will sprinkle me with hyssop and I will be purified," and what I prayed for above when I said "wash me more from my sin," this very thing you will grant me, washing me and with such power of your love for humanity you will scrub me clean that I will be whitened beyond snow. And the end of my purification will be a good word from you productive of joy and gladness. Therefore I say: "You will cause me to hear exultation and joy," but also my now humbled bones, which are the rational powers of my soul now shattered because of sin, will partake of the joy that is with you. He seems to hint at some mystery in saying "You will sprinkle me with hyssop and I will be purified." At any rate, the law of Moses commands that with hyssop the blood of the paschal lamb should be sprinkled on the doorposts of houses, and we were all purchased with precious blood since Christ was sacrificed as our Passover. If, then, according to the images and symbols in Moses, the blood of the lamb sprinkled with hyssop on the doorposts of houses became a protection so that the inhabitants would suffer nothing from the destroyer, it is reasonable that David, making secret mention of that blood, mystically said "You will sprinkle me with hyssop and I will be purified," hinting at the purification that would come through the blood of the true lamb of God both to him and to all other people. And hinting at these things, he not idly proclaimed beforehand when he said: "You have revealed to me the hidden and secret things of your wisdom." Similarly to these things, Isaiah also cried out: "Wash yourselves and become clean," and so forth.
ἐὰν ὦσιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. διὸ κἀνταῦθα πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι εἴρηται.
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
ὁ μὲν παρρησίας γέμων καὶ τὴν ψυχὴν κεκαθαρμένος ἀπὸ συνειδήσεως πονηρᾶς εἴποι ἂν τῷ θεῷ· τὸ πρόσωπόν σου κύριε ζητήσω. μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. ὁ δὲ ἐπὶ νεαροῖς ἁμαρτίας τραύμασιν τὴν ψυχὴν πεπληγμένος τὸ αἰσχρὸν καὶ ἀπρεπὲς καὶ ἄσχημον τῆς πράξεως πρὸ τῶν ἑαυτοῦ ὀφθαλμῶν θεωρῶν ἐγκαλυπτόμενος ἐπὶ τῇ αἰσχύνῃ εἰκότως εἴποι ἂν τῷ θεῷ, οἷα μεγάλῳ κριτῇ· ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, ἀλλὰ μὴ ἐξ ἐμοῦ αὐτοῦ, ἀλλὰ μηδὲ ἀπὸ τῆς ἐμῆς ψυχῆς τῆς ἐξομολογουμένης σοι, ἀλλ’ ἐπιμέλειαν ὥσπερ νενοσηκότος μου καὶ κακῶς ἐσχηκότος ποιησάμενος ἴασαί με.
ῥῦσαί με ἐξ αἱμάτων ὁ θεὸς ὁ θεὸς τῆς σωτηρίας μου.
ὡς ἂν δὲ μάθοιμεν, ὅση τίς ἐστιν διαφορὰ τοῦ ὀνομαζομένου σωτηρίου παρὰ τὴν κοινώτερον λεγομένην σωτηρίαν, ἀναγκαῖα γένοιτ’ ἂν ἡμῖν ἡ παράθεσις τῆς ἑβραϊκῆς λέξεως. ὅτε μὲν οὖν τὸ σωτήριον ὀνομάζετο, ἡ ἑβραϊκὴ λέξις ἀντὶ τοῦ σωτηρίου σου Ἰησουὰχ περιέχει, καὶ ταύτην γε τὴν λέξιν συμφώνως ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ σωτήριόν σου ἡρμήνευσαν. ἐνταῦθα δὲ, ἐν ᾧ λέλεκται ῥῦσαί με ἐξ αἱμάτων ὁ θεὸς, ὁ θεὸς τῆς σωτηρίας μου, ἀντὶ τῆς σωτηρίας μου ἡ ἑβραϊκὴ φωνὴ Οἰσουὰθ περιέχει, ὡς μηκέτ’ ἄν τινα ὑπονοῆσαι ταὐτὸν σημαίνειν κατὰ τὴν Ἑβραίων φωνὴν τὸ σωτήριον καὶ τὴν σωτηρίαν.
If your sins are like scarlet, I will whiten them like snow. Therefore here too it is said: "You will wash me, and I will be whitened beyond snow."
Turn your face away from my sins, and blot out all my lawless deeds.
One who is full of boldness and whose soul is cleansed from a wicked conscience would say to God: "I will seek your face, Lord; do not turn your face away from me." But one whose soul is stricken with fresh wounds of sins, seeing the shameful, unseemly, and ugly character of the deed before his own eyes, and covering himself in shame, would fittingly say to God, as to a great judge: "Turn your face away from my sins—but not from me myself, nor from my soul that confesses to you; but having cared for me as for one who is sick and in a bad state, heal me."
Deliver me from bloodshed, O God, the God of my salvation.
But that we may learn how great the difference is between what is called the "savior" and the more commonly spoken "salvation," a comparison of the Hebrew expression would be necessary for us. Now when "savior" was named, the Hebrew word contains "Yeshuach" instead of "your savior," and this word Aquila, Symmachus, and all the other translators have rendered as "your savior." But here, where it is said "Deliver me from bloodshed, O God, the God of my salvation," the Hebrew sound contains "Yeshuath" instead of "my salvation," so that no one could suppose that "savior" and "salvation" mean the same thing in the Hebrew language.
ἡ μὲν γὰρ ἑλληνικὴ φωνὴ παραγώγως εἰρημένη πλείστην ἐγγύτητα παρίστησιν, ἡ δ’ ἑβραϊκὴ οὐχ οὕτως. ἀπεσχοίνισται δὲ πάμπολυ καὶ διέστηκε τὴν μὲν ἐν ἀνθρώποις σωτηρίαν Οἰσουὰθ ὀνομάζουσα, τὸ δὲ προφητευόμενον πᾶσι τοῖς ἔθνεσιν σωτήριον Ἰησουὰχ καλοῦσα σαφῶς τοῦ ὀνόματος Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν διὰ τῆς ἑβραϊκῆς λέξεως δηλουμένου.
θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην, ὁ θεὸς, οὐκ ἐξουδενώσεις.
Ἡ μὲν τῆς αἰνέσεως θυσία ὑγιέσιν ἁρμόττει, νοσοῦσι δὲ ἡ διὰ τῆς τεταπεινωμένης καὶ συντετριμμένης καρδίας. καὶ ἐπειδὴ κατεαγυῖα γέγονεν ἡ καρδία μου κατὰ Σύμμαχον, καὶ τὸ πνεῦμα μου συντετριμμένον, εἰκότως προηυξάμην λέγων καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεὸς ἀντὶ τῆς κατεαγυίας. ὡσαύτως δ’ ἔλεγον καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου ἀντὶ τοῦ συντετριμμένου πνεύματος. συντετριμμένον δὲ πνεῦμα τὸ δι’ ἐξομολογήσεως ἑαυτὸ συντρίβον τυγχάνει, καὶ καρδία συντετριμμένη καὶ τεταπεινωμένη γένοιτ’ ἂν ἡ διὰ τῆς μετανοίας ἑαυτὴν ταπεινοῦσα. τοιαύτην γὰρ αὐτὴν γενομένην μετὰ τὸ τῆς ἁμαρτίας οἴδημα ἀντὶ θυσίας προσδέξεται ὁ θεός.
The Greek word, being derived, indicates a very close proximity, but the Hebrew does not. It is separated and stands far apart, calling the salvation among men Oisouath, and calling the salvation prophesied for all nations Iesouach, the name of our savior Jesus being clearly indicated through the Hebrew word.
A sacrifice to God is a crushed spirit, a crushed and humbled heart; God, you will not despise.
The sacrifice of praise is fitting for the healthy, but for the sick, that through a humbled and crushed heart. And since my heart has become broken according to Symmachus, and my spirit crushed, I have fittingly prayed beforehand, saying: Create a pure heart in me, O God, instead of the broken one. Likewise I would say: Renew a straight spirit in my inward parts instead of the crushed spirit. A crushed spirit is one that crushes itself through confession, and a crushed and humbled heart would be one that humbles itself through repentance. For such a heart, after the swelling of sin, God will accept as a sacrifice.
ἀγάθυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ, τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ἀλλὰ πρὸς ταῦτα φήσειεν ἄν τις· πῶς ἀρτίως εἰπών, ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις, ἐνταῦθα ὡς ἄν μέλλοντος ὁλοκαυτώματα καὶ θυσίας παραδέχεσθαι τοῦ θεοῦ μετὰ τὴν οἰκοδομὴν τῆς Ἱερουσαλήμ φησίν· τότε εὐδοκήσεις θυσίαν καὶ ἀναφορὰν καὶ ὁλοκαυτώματα, καὶ τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. δόξειε μὲν οὖν ταῦτα ἐναντίως εἰρῆσθαι. οὐ μὴν γένοιτ’ ἂν ἐναντία, εἴ τις ἐπιμελῶς ἐξετάσειεν τὸν λόγον, οὐχ ἁπλῶς φήσαντι τότε εὐδοκήσεις θυσίαν καὶ μέχρι τούτου στάντι, ἀλλὰ προσθέντι τὸ θυσίαν δικαιοσύνης. οὐκοῦν ἐπειδ’ ἂν εὐδοκήσειας τὴν Σιὼν καὶ ἐπειδ’ ἂν οἰκοδομηθῆ τὰ τείχη Ἱερουσαλὴμ, τότε δικαιοσύνης θυσίαι, ἀλλ’ οὐχὶ αἱ διὰ ζώων ἀλόγων ἀνενεχθήσονταί σοι. τὸ γὰρ θεοσεβὲς πολίτευμα εἰκόνα φέροι ἂν τῆς ἐπουρανίου πόλεως τοῦ θεοῦ. τούτων γὰρ εἰκόνα φέρουσα ἡ ἐκκλησία τοῦ θεοῦ τῆς αὐτῆς ὁμωνυμίας ἠξίωται. ἐπειδ’ ἂν οὖν φησιν ἀγαθύνῃς ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν τὴν ἀποδεδομένην, καὶ ἐπειδ’ ἂν τὰ τείχη τῆς Ἱερουσαλὴμ οἰκοδομηθῆ (λέγει δὲ τὰ τείχη τῆς ἐκκλησίας τοὺς περιφράττοντας αὐτὴν καὶ φυλάττοντας ἀγγέλους, ἢ καὶ τοὺς ἐν αὐτῇ ἱερωμένους προεστῶτάς τε αὐτῆς καὶ οἱονὶ προμαχῶνας αὐτῆς ὄντας), τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἢ κατὰ τὸν Σύμμαχον τότε προσδέξῃ θυσίας δικαιοσύνης, ἀλλὰ καὶ ἀναφορὰς καὶ ὁλοκαυτώματα, δηλαδὴ καὶ αὐτὰ δικαιοσύνης.
Make good, O Lord, in your good pleasure, Zion, and let the walls of Jerusalem be built; then you will take pleasure in a sacrifice of righteousness, an offering, and whole burnt offerings; then they will bring calves upon your altar.
But to these things someone might say: How is it that, having just said, "If I had wished for a sacrifice, I would have given it; you will not take pleasure in whole burnt offerings," here, as if the Lord will accept whole burnt offerings and sacrifices after the building of Jerusalem, he says, "Then you will take pleasure in a sacrifice and an offering and whole burnt offerings, and then they will bring calves upon your altar." These things might seem to have been said in contradiction. Yet they would not be contradictory if one were to examine the statement carefully, not simply stopping at "then you will take pleasure in a sacrifice," but adding "a sacrifice of righteousness." Therefore, when you have taken pleasure in Zion and when the walls of Jerusalem have been built, then sacrifices of righteousness, but not those offered through irrational animals, will be brought to you. For the godly commonwealth would bear the image of the heavenly city of God. For the Church of God, bearing the image of these things, has been deemed worthy of the same name. So when he says, "when you make good in your good pleasure the Zion that has been described, and when the walls of Jerusalem have been built" (he means by the walls of the Church the angels that surround and guard it, or also the priests in it and its leaders, who are like its bulwarks), then you will take pleasure in a sacrifice of righteousness, or according to Symmachus, "then you will accept sacrifices of righteousness," and also offerings and whole burnt offerings, clearly these too being of righteousness.
τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, δηλαδὴ καὶ αὐτοὺς δικαιοσύνης. κατὰ πάντων γὰρ ἐξακούσει τὸ δικαιοσύνης. πάντα γὰρ διὰ δικαιοσύνης ἐκτελεῖται κατὰ τὰς ἀναίμους καὶ πνευματικὰς καὶ λογικὰς θυσίας τὰς καθ’ ὅλης τῆς οἰκουμένης ἐν τῇ Χριστοῦ ἐκκλησίᾳ προσφερομένας τῷ θεῷ. λέγει δ’ οὖν καὶ ἀλλος προφήτης θεσπίζων πρὸς τὸ Ἰουδαίων ἀποτεινόμενος ἔθνος· οὐκ ἔστιν μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, δι’ ὅτι ἀπ’ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἐθνεσιν, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσίᾳ καθαρᾷ. αὕτη δ’ ἂν εἴη ἡ καθαρὰ θυσία ἡ ἐνταῦθα ὠνομασμένη θυσία δικαιοσύνης καὶ ἡ τῆς αἰνέσεως, περὶ ἧς διὰ τῶν ἔμπροσθεν ἐλέγετο· θύσον τῷ θεῷ θυσίαν αἰνέσεως. ἀλλὰ ταῦτα μὲν ἐλέγετο πάλαι καὶ ἐθεσπίζετο, τέλους δὲ τετύχηκεν. εἰς ἔτι τε νῦν ἐν πᾶσι τοῖς ἔθνεσιν διὰ τῆς σωτηρίου χάριτος ἐνεργεῖται.
Then they will bring calves up to your altar, clearly also these of righteousness. For the term "of righteousness" will apply to all things. For all things will be accomplished through righteousness, in accordance with the bloodless, spiritual, and rational sacrifices that are offered to God throughout the whole world in the Church of Christ. Now another prophet also speaks, addressing the Jewish nation: "I have no pleasure in you," says the Lord Almighty, "and I will not accept sacrifice from your hands, because from the rising of the sun to its setting my name has been glorified among the nations, and in every place incense is offered to my name and a pure sacrifice." This would be the pure sacrifice here named the sacrifice of righteousness and of praise, concerning which it was said earlier: "Sacrifice to God a sacrifice of praise." But these things were said and prophesied long ago, and they have been fulfilled. And even now they are still being accomplished among all the nations through the grace of salvation.
να Ἔλεγχος μοχθηροῦ τρόπου καὶ τέλος τοῦ αὐτοῦ
Εἰς τὸ τέλος, συνέσεως τῷ Δαυίδ, ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ καὶ εἰπεῖν αὐτῷ· ἦλθε Δαυὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. διάψαλμα. ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.
Ὁ μὲν λγ ψαλμὸς εἴρηται τῷ Δαυίδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν. οὑτοσὶ δὲ ἐκείνῳ ἀκόλουθος ἂν εἴη κατὰ τὴν ἱστορίαν· λέγει γὰρ ἡ γραφὴ τῶν Βασιλειῶν· καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπισημαίνεται δὲ τὸν καιρόν, ἐν ᾧ ἦλθεν Δαυὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν λαβὼν παρὰ τοῦ ἀρχιερέως, ὅτε καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ καὶ ἀπέλυσεν αὐτὸν καὶ ἀπῆλθεν. κατ’ αὐτὸ γὰρ ἐκεῖνο τοῦ καιροῦ ἐκεῖ ἦν, φησίν, ἓν τῶν παιδαρίων τοῦ Σαούλ, Δωὴκ ὁ Σύρος, ὁ νέμων τὰς ἡμιόνους Σαούλ, ὃς μετὰ ταῦτα ἐλθὼν πρὸς Σαοὺλ εἶπεν· ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγενόμενον εἰς Νοβὰν πρὸς Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα, καὶ ἠρώτα αὐτῷ διὰ τοῦ θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ῥομφαίαν τοῦ Γολίαθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ τὸν ἱερέα καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοῦ κυρίου τοὺς ἐν Νοβᾷ, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα Σαούλ·
Refutation of a Wicked Way and Its End
For the end, of understanding, to David,
When Doeg the Idumaean came and reported to Saul and said to him: "David came to the house of Abimelech." Why do you boast in evil, O mighty one, in lawlessness all the day? Your tongue devised injustice; you made deceit like a sharpened razor. You loved evil more than goodness, injustice more than speaking righteousness. Diapsalma. You loved all words of destruction, a deceitful tongue.
Now the thirty-third psalm was spoken by David when he altered his appearance before Abimelech, and Abimelech dismissed him, and he departed. This one would be consequent to that according to the history; for the text of the Books of Kings says: "And there was one of Saul's servants there on that day." It marks the time when David came to the house of Abimelech and ate the loaves of proposition, having received them from the high priest, when he also altered his appearance before Abimelech, and Abimelech dismissed him, and he departed. For at that very time, it says, one of Saul's servants was there, Doeg the Syrian, who tended Saul's mules, who afterwards came to Saul and said: "I have seen the son of Jesse arriving at Nob to Abimelech son of Ahitub the priest, and he inquired of God for him, and gave him provisions, and gave him the sword of Goliath the Philistine." And the king sent to summon Abimelech the priest and all the sons of his father, the priests of the Lord who were in Nob, and they all came before King Saul.
ὅτε καὶ κελεύσαντος τοῦ Σαοὺλ αὐτὸς ἐκεῖνος ὁ Δωὴκ ἐθανάτωσεν τοὺς ἱερεῖς τοῦ κυρίου τριακόσιους καὶ πέντε ἄνδρας φέροντας· καὶ τὴν Νοβὰν τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι μαχαίρας ἐν στόματι ῥομφαίας. ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου ἐν στόματι ῥομφαίας.
Ταῦτ’ οὖν μαθὼν ὁ Δαυὶδ τοῦτον πεπραγμένα τὸν τρόπον τοὺς προκειμένους προφέρεται λόγους, οὔτε ᾠδὴν περιέχοντας, οὔτε ὕμνον, οὔτε ψαλμόν, οὔτ’ ἔτι τοιοῦτον· πῶς γὰρ καὶ οἷόν τε ἦν ἐπὶ συμφορᾷ τοσούτων ἱερέων ᾠδὰς αὐτὸν καὶ ψαλμοὺς ᾄδειν; διὸ οὐδὲν τοιοῦτον ἐπιγέγραπται, μόνον δὲ εἰς τὸ τέλος εἴρηται καὶ συνέσεως, ἐπειδὴ τὰ τελευταῖα τῶν λόγων ἀγαθῶν ἐστιν ἀπαγγελτικά, ἐν οἷς φησιν·
ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ· ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καὶ συνέσεως δὲ τῆς ἐκ θεοῦ δεῖται ἡ τῶν ἐμφερομένων λόγων διάνοια.
Ὅτε μὲν οὖν παρὰ τῷ Ἀβιμέλεχ γενόμενος τῆς ἱερατικῆς ἀπεγεύσατο τροφῆς ἀλλοιώσας τὴν γεῦσιν αὐτοῦ ἢ τὸν τρόπον αὐτοῦ κατὰ τὴν τῶν λοιπῶν ἑρμηνείαν, εὐλογίας καὶ εὐχαριστίας ἀνέπεμπεν τῷ θεῷ λέγων· εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου , καὶ τὰ ἑξῆς· νυνὶ δέ, ὅτε τοῦ διαβόλου Δωὴκ τὴν πρᾶξιν ἔγνω καὶ ὡς τοσούτους ἀνεῖλεν ἱερεῖς ἔργῳ διαβολικῷ χρησάμενος, ὡς πρὸς αὐτὸν συντάττει τοὺς προκειμένους λόγους φάσκων· τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου.
At that time, when Saul commanded, that same Doeg put to death the priests of the Lord, three hundred and five men bearing the ephod; and he smote Nob, the city of the priests, with the edge of the sword, with the mouth of the sword, from man to woman, from infant to suckling, and calf and donkey and sheep, with the mouth of the sword.
Having learned that these things had been done in this manner, David utters the words before us, which contain neither a song, nor a hymn, nor a psalm, nor anything of that sort. For how could it be fitting for him to sing songs and psalms at the calamity of so many priests? Therefore, nothing of that kind is inscribed, but only "For the End" and "of Understanding" is said, since the final words are announcements of good things, in which he says:
"But I, like a fruitful olive tree in the house of God, have hoped in the mercy of God forever and ever and ever."
And the meaning of the words contained requires understanding from God.
Now, when he was with Abimelech and tasted the priestly food, altering his taste or his manner according to the interpretation of others, he sent up blessings and thanksgivings to God, saying: "I will bless the Lord at all times, his praise is continually in my mouth," and so forth. But now, when he learned of the deed of the devil Doeg and how he slew so many priests, using a devilish work, he composes the words before us as if addressing him, saying: "Why do you boast in evil, O mighty one, in lawlessness all the day? Your tongue devised injustice.
Kαὶ λέλεκται μὲν τὰ μετὰ χεῖρας πολὺ πρότερον τοῖς χρόνοις τῆς ἱστορίας τοῦ ν ψαλμοῦ· ἔτι γὰρ ζῶντος τοῦ Σαοὺλ καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυὶδ ταῦτα καὶ πέπρακτο καὶ εἴρητο. μακροῖς δὲ ὕστερον χρόνοις μετὰ τὸν θάνατον Σαοὺλ καὶ πρὸς τοῖς τελευταίοις τῆς ἑαυτοῦ βασιλείας ὁ Δαυὶδ τὴν ἐν τῷ ν ποιεῖται ἐξομολόγησιν, ἣν προὔταξεν διὰ τὴν πρὸς ἀκολουθίαν, ὥσπερ οὖν καὶ ἀποδέδεικται. οἱ δ’ ἀπὸ τοῦ α καὶ ν τὸν ἀριθμὸν εἴκοσι τοῦ Δαυὶδ ἐπιγεγραμμένοι μέχρι τοῦ ο ἐξ ἑτέρας ἀρχῆς τὴν ὑπόθεσιν εἰλήφασιν· ἐοίκασιν γοῦν ἔτι ζῶντος Σαοὺλ εἰρῆσθαι πρὶν ἢ βασιλεῦσαι τὸν Δαυίδ· ὅ τε γὰρ μετὰ χεῖρας ἔτι ζῶντος Σαοὺλ ἐλέχθη, ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαούλ, ὅτι ἦλθεν Δαυὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. ἀλλὰ καὶ ὁ νγ ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· οὐχὶ ἰδοὺ Δαυὶδ κέκρυπται παρ’ ἡμῖν,εἴρητο· καὶ ὁ ε δὲ καὶ ν, ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ, ἐπιγέγραπται· ἦν δὲ καὶ οὗτος ὁ χρόνος ὁ πρὸ τῆς βασιλείας τοῦ Δαυὶδ ἔτι τοῦ Σαοὺλ περιόντος τῷ βίῳ. καὶ ὁ νϛʹ ἐπιγράφει· τῷ Δαυίδ, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· ὡσαύτως καὶ ὁ νη ὁπότε, φησίν, ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. ὅ γε μὴν νθ, εἰ καὶ μετὰ τὸν θάνατον Σαοὺλ εἴρητο ἤδη βασιλεύοντος τοῦ Δαυίδ, ἀλλὰ καὶ αὐτὸς πρὸ τῆς κατὰ τὸν Οὐρίαν πράξεως· ὃ δὴ σημαίνεται ἀπὸ τῆς προγραφῆς, ἥτις δηλοῖ τὸν χρόνον φάσκουσα· ὁπότε ἐνεπύρισεν τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβᾶ καὶ ἀπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξεν τὴν Φάραγγα τῶν ἁλῶν δώδεκα χιλιάδας.
And what is at hand was said much earlier in the time of the history of Psalm 50; for while Saul was still alive and before David became king, these things were both done and spoken. But much later, after the death of Saul and near the end of his own reign, David makes the confession in Psalm 50, which he placed first for the sake of sequence, as indeed has been demonstrated. And those from Psalm 51 to 70, inscribed with David’s name, have taken their subject from another beginning; they seem, at any rate, to have been spoken while Saul was still alive, before David became king. For what is at hand was spoken while Saul was still alive, when Doeg the Edomite came and reported to Saul that David had gone to the house of Ahimelech. But also Psalm 53 was spoken when the Ziphites came and said to Saul, “Is not David hidden among us?” And Psalm 56 and 57 are inscribed when the Philistines seized him in Gath; and this time was also before David’s reign, while Saul was still alive. And Psalm 56 inscribes: “For David, when he fled from the face of Saul into the cave.” Likewise also Psalm 58, when, it says, Saul sent and guarded his house to put him to death. And Psalm 59, even if it was spoken after the death of Saul when David was already king, yet it too was before the affair concerning Uriah; which is indicated by the inscription, which reveals the time, stating: “When he burned Mesopotamia of Syria and Syria of Zobah, and Joab returned and struck down the Valley of Salt, twelve thousand.
ταῦτα δὲ τοῖς χρόνοις προάγει τὴν ἐν τῷ ν ψαλμῷ ἐξομολόγησιν. ἔτι μὴν καὶ ὁ ξβ ψαλμὸς ἐλέχθη τῷ Δαυίδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, ζῶντος ἔτι τοῦ Σαούλ.
Καὶ θέα, ὅπως σχεδὸν οἱ πλεῖστοι τοῦ δευτέρου μέρους τῆς βίβλου τῶν τοῦ Δαυὶδ παρεκτὸς τοῦ ν τοὺς πρόπαλαι εἰρημένους αὐτῷ πρὸ τῶν χρόνων τῆς κατὰ τὸν Οὐρίαν πράξεως περιειλήφασι. τό γε μὴν πρῶτον μέρος τῆς αὐτῆς βίβλου τὸ ἀπὸ πρώτου καὶ μέχρι μ τὴν ἐναντίαν εἶχε τάξιν· τοὺς γὰρ μετὰ τὴν ἐξομολόγησιν τοῦ ν ἐκεῖνο περιεῖχεν τὸ μέρος· ὁ γοῦν τρίτος ψαλμὸς λέλεκτο τῷ Δαυίδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· ἔφευγεν δὲ τὸν υἱὸν μετὰ τὴν ἱστορίαν τοῦ Οὐρίου. ἀλλὰ καὶ ἐν τῷ ϛʹ τῆς αὐτῆς ἕνεκα πράξεως ἀπεκλαίετο λέγων· ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ ὁ ζ δὲ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεὶ λελεγμένος τῶν αὐτῶν εἴη ἂν χρόνων· Χουσὶ γὰρ ἀρχιεταῖρος γεγονὼς τοῦ Δαυὶδ τῷ Ἀβεσσαλὼμ συνεγένετο. ἔτι μὴν καὶ ὁ ιζ ἀποδέδεικται περὶ τὰ τελευταῖα τῆς ζωῆς Δαυὶδ λελεγμένος. ἀλλὰ καὶ ὁ λζ ἐπιγεγραμμένος εἰς ἀνάμνησιν τὴν αὐτὴν ἔχων διάνοιαν τῷ ϛʹ· ἄρχεται μὲν ἀπὸ τῶν αὐτῶν ῥημάτων λέγων· κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Προϊὼν δὲ τὴν αὐτὴν ἐξομολόγησιν τῇ ἐν τῷ ν φερομένῃ ποιεῖται ἔν τε τοῖς ἄλλοις καὶ δι’ ὧν φησιν· ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.
These things in time precede the confession in Psalm 50. Moreover, Psalm 62 was spoken by David while he was in the wilderness of Judea, while Saul was still alive.
And observe how almost all of the second part of the book of David's psalms, except for Psalm 50, include those spoken to him long before the time of the deed concerning Uriah. The first part of the same book, from Psalm 1 to Psalm 40, had the opposite order; for that part contained those after the confession of Psalm 50. Thus Psalm 3 was spoken by David when he fled from the face of his son Absalom; he fled from his son after the story of Uriah. And also in Psalm 6, on account of the same deed, he lamented, saying: "I am weary with my groaning; I will drench my bed each night, I will wet my mattress with my tears." And Psalm 7, spoken concerning the words of Hushai the son of Jemini, would be of the same time; for Hushai, having become a close friend of David, was with Absalom. Moreover, Psalm 17 has been shown to have been spoken near the end of David's life. But also Psalm 37, inscribed for remembrance, having the same thought as Psalm 6, begins with the same words, saying: "Lord, do not rebuke me in your anger, nor discipline me in your wrath." And proceeding, it makes the same confession as that carried in Psalm 50, among other things through what it says: "For my iniquities have exceeded my head; my wounds have festered and rotted from the face of my folly.
Καὶ σὺ δ’ ἂν κατὰ σαυτὸν συναγαγὼν εὕροις ἂν τὰ πλεῖστα τῶν ἐν τῷ πρώτῳ μέρει τῶν μετὰ τοὺς χρόνους τῆς κατὰ τὸν Οὐρίαν ἱστορίας εἰρημένα, τὰ δὲ μετὰ τὸν ν τοῖς χρόνοις προάγοντα τὴν κατὰ τὸν Οὐρίαν πρᾶξιν.
Τί δήποτε οὖν οὐ κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν οἱ πρῶτοι τοῖς χρόνοις πρῶτοι κατετάγησαν καὶ οἱ δεύτεροι δεύτεροι, ἀλλ’ οἱ μὲν πρῶτοι λελεγμένοι ἔτι ζῶντος Σαοὺλ ἐν τῷ δευτέρῳ μέρει τῶν, ἐν δὲ τῷ πρώτῳ οἱ τοῖς χρόνοις ὕστατοι; ἡγοῦμαι δὴ ταύτην εἰληφέναι τὴν τάξιν, ὡς ἂν μὴ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω φέροιτο ὁ λόγος· τὸ γὰρ εἰς τὸ τέλος μὴ διαφθείρῃς καὶ ἐπὶ τῆς τῶν τάξεως πεφυλάχθαι ἔοικεν. διὸ καὶ τὰ σκυθρωπότερα πρῶτα τέθειται, ἵνα ἐν δευτέρῳ τὰ χρηστότερα φυλαχθῇ καλυπτομένων καὶ ἐξαφανιζομένων τῶν χειρόνων διὰ τῶν ἐν τοῖς δευτέροις κρειττόνων. εἰκὸς δὲ τὸν Δαυὶδ τὸ πλημμεληθὲν αὐτῷ ὕστερον διὰ τῶν προτέρων αὐτοῦ κατορθωμάτων ἐθέλειν καλύπτειν. εἴποι δ’ ἄν τις, ὅτι καθ’ ὑπερβολὴν εὐλαβείας πρώτας ἔταττε τὰς ἐξομολογήσεις ἑαυτοῦ· ἐπειδὴ δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.
And if you were to gather for yourself, you would find that most of the things said in the first part after the times of the story concerning Uriah, and those after Psalm 50, precede in time the act concerning Uriah.
Why then were the first in time not placed first in order, and the second second, but rather those spoken first while Saul was still alive are in the second part, while those latest in time are in the first? I think this order was adopted so that the discourse might not move from better to worse; for the principle "do not spoil the end" seems to have been preserved also in the arrangement of the psalms. Therefore the more somber things are placed first, so that the more cheerful may be kept for second, with the worse things being concealed and obliterated by the better things in the second part. It is likely that David wished to conceal the offense he later committed through his earlier righteous deeds. One might say that out of extreme piety he placed his confessions first, since a righteous man accuses himself in the first part of his speech.
Ἀλλὰ τοσούτων ἡμῖν εἰς τὴν ἀποδοθεῖσαν τάξιν γεγυμνασμένων καιρὸς ἤδη καὶ ἐπὶ τὰς προκειμένας φωνὰς τοῦ να παρελθεῖν. γράφει τοίνυν τοὺς προκειμένους λόγους μαθών, ὁποῖα διεπράξατο Δωὴκ ὁ Σύρος ἐν ταῖς κατ’ αὐτοῦ διαβολαῖς· διὸ ὡς πρὸς αὐτὸν ἀποτείνεται λέγων· τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἢ ὡς πρὸς τὸν ἐνεργήσαντα ἐν αὐτῷ διάβολον. οὐ γὰρ ἠγνόει τὸν πάντοτε αὐτῷ ἀντικείμενον καὶ διὰ παντὸς αὐτὸν πολεμοῦντα, ποτὲ μὲν διὰ τοῦ Σαοὺλ νυνὶ δὲ διὰ τοῦ Δωὴκ καὶ ἄλλοτε ἄλλως δι’ ἑτέρων. ὁ μὲν οὖν ἀδύνατος καὶ ἄτονος καὶ ὀλίγος ἐν κακίᾳ πλεονάζοντος ἐν αὐτῷ τοῦ κρείττονος τρόπου ὡς ἂν ἀσθενέστερος ἐν κακίᾳ ἐγκαλύψεται ἁμαρτάνων καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος μετανοήσειεν ἂν καὶ τῆς ἑαυτοῦ κακίας περινοήσειεν ἂν ἑαυτῷ φάρμακον δι’ ἐξομολογήσεως καὶ εἰλικρινοῦς μετανοίας. ὁ δὲ δυνατὸς ἐν κακίᾳ τυφοῦται ἐπ’ αὐτῇ καὶ ἐγκαυχᾶται ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνόμενος.
Καί μοι δοκεῖ τὸν ἐναντίον τρόπον διαγράφειν ὁ παρὼν λόγος τῷ προεξομολογησαμένῳ ἐν τῷ ν ψαλμῷ· ἐν ἐκείνῳ μὲν γὰρ ὀλισθήσας ἐν κακίᾳ ἅπαξ ποτὲ μετεγίνωσκεν καὶ ἑαυτὸν ἔκοπτεν ἐξομολογούμενος καὶ τὰ ἑαυτοῦ κακὰ ἀποκλαιόμενος· ὁ δὲ παρὼν ἐν κακίᾳ ὢν δυνατὸς οὐδὲ τοὺς ἔξωθεν περιμένει ἐλέγχους, ἀλλ’ ἐναβρυνόμενος ὡς ἐν ἀρετῇ κακίᾳ σεμνύνεται ἀπερυθριάσας πρὸς τὴν ἐν αὐτῷ συνείδησιν. εἶτα καὶ ἀνομίαν δι’ ὅλης τῆς ἡμέρας βουλεύεται ἢ καὶ καθ’ ἑκάστην ἡμέραν κατὰ τὸν Σύμμαχον.
But after we have exercised ourselves so much concerning the order that has been given, it is now time to proceed to the present words of the fifty-first psalm. He writes these present words, then, having learned what Doeg the Syrian did in his slanders against him; therefore, as if addressing him, he says: Why do you boast in evil, O mighty one, or as if addressing the devil who worked through him. For he was not unaware of the one always opposed to him and constantly warring against him, sometimes through Saul, now through Doeg, and at other times in other ways through others. Now, the one who is powerless and weak and slight in evil, with the better character prevailing in him, being weaker in evil, would be ashamed when sinning and, stung by his conscience, would repent and devise a remedy for his own evil through confession and sincere repentance. But the one who is mighty in evil is puffed up over it and boasts, taking pride in it as in a great achievement.
And it seems to me that the present passage describes the opposite character to the one who previously confessed in the fifty-first psalm: for in that one, having once slipped into evil, he later repented and struck himself, confessing and bewailing his own evils; but the present one, being mighty in evil, does not even wait for external reproaches, but, exulting as if in virtue, takes pride in evil, having lost all shame before his own conscience. Then he also plans lawlessness throughout the whole day, or every day according to Symmachus.
ἀλλὰ καὶ τοὺς λογισμοὺς τοὺς ἀδικίας πλήρεις ἐπὶ τῆς γλώσσης φέρει, οὐ καλύπτων αὐτοὺς ἔνδον ἐν τῷ τῆς ψυχῆς ταμιείῳ, ἀλλ’ εἰς ἐξάκουστον τοῖς πᾶσιν αὐτοὺς διὰ τῆς γλώσσης ἀπαγγέλλων. διὸ λέλεκται· ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. Ὁποῖοί εἰσιν οἱ ἀδεῶς καὶ ἀκατακαλύπτως αἰσχρορρημονοῦντες ἢ ἀφυλάκτως ῥήματα βλάσφημα φθεγγόμενοι ἢ οἱ διαφόροις ψευδολογίαις καὶ ἐπιορκίαις χρώμενοι οἵ τε ἐκ τοῦ φανεροῦ κατὰ τῶν πέλας διαβολὰς προφερόμενοι, ὧν εἷς τις ἦν καὶ ὁ Δωὴκ τοιαύταις κατὰ τοῦ Δαυὶδ καὶ κατὰ τοῦ Ἀβιμέλεχ χρησάμενος καταλαλιαῖς.
Καὶ ὁ μὲν δυνατὸς ἐν κακίᾳ τοὺς ἀθέους λογισμοὺς ἐπὶ τῆς γλώττης ἑαυτοῦ φέρει· ὁ δὲ ἐλάττων ἐν κακίᾳ, εἰ μὴ κεκάθαρταί γε λογισμοῖς, ἀλλ’ οὖν κρύπτει αὐτοὺς καὶ ὅση δύναμις σβεννύειν καὶ ἀφανίζειν αὐτοὺς ἐν ἑαυτῷ πειρᾶται. ἔτι μὴν ὁ δυνατὸς ἐν κακίᾳ ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησε δόλον, ἐξαπατῶν μὲν ἁπαλῷ λόγῳ τὸν ἐπιβουλευόμενον, λαθραίως δὲ αὐτὸν συσκευαζόμενος. καὶ τοῦτο δὲ Δωὴκ ὁ Σύρος ἐποίει παρὼν μὲν ἐν τῇ πόλει τῶν ἱερέων, ὁπηνίκα ἐπεδήμει τῷ Ἀβιμέλεχ ὁ Δαυίδ, δολίως δὲ ἐπιτηρῶν τὰ πραττόμενα καὶ μηδὲν μὲν εἰς φανερὸν τότε φθεγγόμενος, τάχα δέ που καὶ φιλίαν πρὸς αὐτόν τε τὸν Δαυὶδ καὶ πρὸς τοὺς ἱερέας ὑποκρινόμενος, ὕστερον δὲ δείξας ἑαυτόν, ὅστις ἦν, καὶ τὸν ἐν αὐτῷ κρυπτόμενον δόλον ὥσπερ ἰὸν ἀποπτύσας.
But he also brings the reasonings full of injustice upon his tongue, not concealing them within the inner chamber of the soul, but proclaiming them audibly to all through his tongue. Therefore it is said: "Your tongue devised injustice." Such are those who shamelessly and openly speak obscenities, or who carelessly utter blasphemous words, or who employ various falsehoods and perjuries, and those who openly bring slanders against their neighbors, of whom one was Doeg, who used such calumnies against David and against Abimelech.
And the one powerful in evil brings the godless reasonings upon his own tongue; but the one lesser in evil, even if not purified in reasonings, nevertheless conceals them and, as much as possible, tries to quench and obliterate them within himself. Moreover, the one powerful in evil made deceit like a sharpened razor, deceiving the one plotted against with a soft word, while secretly contriving against him. And this Doeg the Syrian did, being present in the city of the priests at the time when David was staying with Abimelech, craftily watching what was done and saying nothing openly then, perhaps even feigning friendship toward David himself and toward the priests, but later revealing himself for who he was, and spitting out the deceit hidden within him like venom.
Ὁ δὲ αὐτός, δύο προκειμένων κακίας καὶ ἀγαθοσύνης δέον ἑλέσθαι τὴν κρείττονα, ὁ δὲ τὴν κακίαν προυτίμα παρόν τε αὐτῷ λαλῆσαι δικαιοσύνην τὴν ἀδικίαν εἵλετο· ἠδίκει γὰρ καταψευδόμενος τοῦ ἱερέως καὶ τὰ μὴ πραχθέντα κατ’ αὐτοῦ λέγων· τὸ γὰρ ἐπερωτῆσαι τὸν θεὸν ὑπὲρ τοῦ Δαυὶδ ψεῦδος ἦν καὶ οὐκ ἀλήθεια· οὐδὲν γοῦν τοιοῦτον μεμαρτύρηκεν ἡ γραφή. ἐξῆν δὲ αὐτῷ καὶ λαλῆσαι δικαιοσύνην διδάξαντι τὸν Σαούλ, ὅτι τὴν μὲν αἰτίαν τῆς ἀναχωρήσεως τοῦ Δαυὶδ ἠγνόει ὁ ἱερεύς, ὡς φίλον δὲ αὐτὸν ὑπεδέχετο τοῦ βασιλέως καὶ ἀπεσταλμένον ἐπὶ διακονίαν βασιλικὴν εἰς τιμὴν τοῦ πέμψαντος ἐδεξιοῦτο. καὶ οὐκ ἐδίδου μὲν ἐπισιτισμόν, οὐδὲ γὰρ παρῆσαν αὐτῷ ἄρτοι δυνάμενοι ἐφοδιάσαι τὸν Δαυίδ· τοῦτο γοῦν αὐτὸ καὶ ἀπελογήσατο ὁ ἱερεὺς τῷ Δαυὶδ εἰπών· οὐκ εἰσὶν ἄρτοι βέβηλοι ἀλλ’ ἢ μόνοι οἱ τῆς προθέσεως. οὐκοῦν οὐκ ἐδίδου ἐπισιτισμόν, ἀνάγκης δέ καλούσης καὶ πλέον τοῦ νενομοθετημένου τολμᾷ τῶν τῆς προθέσεως μεταδιδοὺς ὡς ἀνδρὶ θεοφιλεῖ καὶ δικαίῳ. ταῦτα καὶ τὰ τοιαῦτα ἀναδιδάξας ὁ Δωὴκ ἐλάλησεν ἂν δικαιοσύνην, εἰ ἠβούλετο· ὁ δὲ ψευδέσι διαβολαῖς χρησάμενος ἠγάπησεν ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην.
The same man, when two things were set before him—vice and virtue—ought to have chosen the better, but he preferred vice; and though it was possible for him to speak justice, he chose injustice. For he did wrong by lying against the priest and saying things about him that had not been done. For the claim that he inquired of God concerning David was false and not true; at any rate, Scripture bears witness to nothing of the sort. It was possible for him also to speak justice by teaching Saul that the priest was ignorant of the cause of David’s withdrawal, but received him as a friend of the king and as one sent on a royal mission, honoring him for the sake of the one who sent him. And he did not give him provisions, for there were no loaves with him capable of supplying David; indeed, the priest himself made this very defense to David, saying: “There are no profane loaves, but only those of the offering.” Therefore he did not give provisions, but when necessity called, he dares to do more than what was prescribed, giving him some of the loaves of the offering as to a God-loving and righteous man. If Doeg had taught these and similar things, he would have spoken justice, had he wished; but by using false slanders, he loved injustice more than speaking justice.
Ἀλλὰ καὶ πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν ἠγάπησεν· πάντα γὰρ τὰ πρὸς ἐπιβουλὴν καὶ φόνον καὶ θάνατον τοῦ τε ἱερέως καὶ τῶν λοιπῶν ἁπάντων τῶν σὺν αὐτῷ τεθανατωμένων διεπράξατο. διὸ ῥήματα καταποντισμοῦ οἱ λόγοι τῆς τοῦ Δωὴκ ψευδολογίας εἴρηνται· ἀθρόως γὰρ πᾶσαν τὴν πόλιν τῶν ἱερέων ὥσπερ ἐν βυθῷ κατεπόντισεν τοῖς ἑαυτοῦ ῥήμασιν.
Ἀλλὰ ταῦτα μὲν οὐ Δωὴκ μόνος, ἀλλὰ καὶ πᾶς ὁ ἐν κακίᾳ δυνατὸς πράξειεν ἂν δυνάμει κακίας χρώμενος ἀκωλύτως· ὁποῖα δὲ αὐτὸν τὰ ἐκ τῆς τοῦ θεοῦ κρίσεως μετελεύσεται, ἑξῆς ὁ λόγος διδάσκει φάσκων·
Διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. διάψαλμα. ὄψονται δίκαιοι καὶ φοβηθήσονται, καὶ ἐπ’ αὐτὸν γελάσονται καὶ ἐροῦσιν· ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.
Ὥσπερ ὁ κῆρυξ τῆς ἀληθείας λόγῳ χρώμενος μυρίοις αἴτιος ἐγένετο σωτηρίας, τὸν αὐτὸν τρόπον καὶ ὁ δυνατὸς ἐν κακίᾳ τῷ αὐτῷ λόγῳ πολλοῖς προξενεῖ θάνατον καὶ ἀπώλειαν ῥήματα καταποντισμοῦ προφέρων καὶ ξίφει λογικῷ χρώμενος ἐπ’ ἀνθρώπων ἀπωλείᾳ καὶ μάλιστα, ὅτε μὴ μόνον σώματα ταῖς αὐτοῦ διαβολαῖς ἀναιρεῖ, ἀλλὰ καὶ ψυχὰς αὐτὰς γλώσσῃ δολίᾳ καταβαλὼν ἐπὶ ψευδεῖς καὶ ἀθέους δόξας. διὸ λέλεκταί που· οἱ υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη καὶ ἡ γλώσσα αὐτῶν μάχαιρα ὀξεῖα , οὓς δεῖ φυλάττεσθαι μᾶλλον ἢ τοὺς ἐν ταῖς συμφοραῖς κακουργοῦντας, ὧν εἷς ἐστι καὶ ὁ Δωήκ·
But also all his words were words of sinking, and he loved a deceitful tongue; for he carried out everything that led to the plot, murder, and death of the priest and all the others who were put to death with him. Therefore, the words of Doeg’s falsehood are called words of sinking; for all at once he sank the entire city of the priests as if into an abyss with his own words.
But these things were done not by Doeg alone, but also by every man powerful in wickedness, who would act using the power of evil without restraint; and what consequences will overtake him from the judgment of God, the account next teaches, saying:
Therefore God will destroy you utterly, uproot you and remove you from your dwelling, and your root from the land of the living. Selah. The righteous will see and be afraid, and they will laugh at him and say: Behold a man who did not make God his helper, but placed his hope in the abundance of his wealth and grew strong in his vanity.
Just as the herald of truth, using speech, became the cause of salvation for countless people, in the same way the man powerful in wickedness, with the same speech, brings death and destruction to many, uttering words of sinking and using a rational sword for the destruction of men, especially when he not only destroys bodies by his slanders, but also casts down souls themselves with a deceitful tongue into false and godless opinions. Therefore it has been said somewhere: The sons of men, their teeth are weapons and arrows, and their tongue is a sharp sword, whom one must guard against more than those who do evil in calamities, of whom Doeg is one.
ψευδεῖ λόγῳ καὶ διαβολῇ χρησάμενος τοὺς ἱερέας ἀνεῖλεν τοῦ θεοῦ. ἀλλ’ ὁποία τὸν τοιοῦτον ἡ ἐκ θεοῦ μετελεύσεται δίκη, ὁ παρὼν διδάσκει λόγος ὡς πρὸς τὸν δυνατὸν ἐν κακίᾳ φάσκων· διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος.
Ἐπειδὴ γὰρ ἠγάπησας κακίαν, τούτου χάριν αὐτὸς ὁ τῶν ἁπάντων κριτὴς θεὸς πρῶτον μέν σε τῆς ἐπάρσεως καὶ τῆς μεγαλαυχίας καθελεῖ καὶ ἀντὶ ὑψηλοῦ ταπεινὸν ποιήσει, ὡς ἂν μηκέτι καυχᾷ ἐν κακίᾳ, εἶτα δὲ ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Κατὰ δὲ τὸν Σύμμαχον καθελεῖ σε, φησί, καὶ ἀποξύσει σε ἀπὸ τῆς σκηνῆς σου καὶ ἐκριζώσει σε ἐκ γῆς ζώντων εἰς ἀεί, ἵνα βλέποντες δίκαιοι ἀεὶ φοβῶνται καὶ καταγελῶσιν αὐτοῦ λέγοντες· ἰδοὺ ἄνθρωπος, ὃς οὐ προέταξε τὸν θεὸν ἰσχὺν αὐτοῦ, ἀλλ’ ἐπεποίθησεν τῷ πλήθει τοῦ πλούτου αὐτοῦ καὶ ἐνισχυρεύσατο τῇ συμφορᾷ ἑαυτοῦ. Λέλεκται δὲ ταῦτα ὡς πρὸς τὸν Δωήκ, ὄντα μὲν Σύρον τὸ γένος, ἀναστρεφόμενον δὲ ἐν μέσῳ τοῦ Ἰσραὴλ καί που τάχα καὶ παραβάλλοντα μετὰ τοῦ πλήθους εἰς τὴν σκηνὴν τοῦ θεοῦ θεοσεβεῖν τε προσποιούμενον.
Using a false word and slander, he put to death the priests of God. But what divine justice will overtake such a man, the present word teaches, speaking to the one powerful in evil: For this reason God will destroy you utterly.
For since you loved evil, for this reason God, the judge of all, will first bring you down from your arrogance and boastfulness and make you low instead of high, so that you may no longer boast in evil; then he will pluck you out and remove you from your dwelling and your root from the land of the living. According to Symmachus, he says, he will destroy you and scrape you away from your tent and uproot you from the land of the living forever, so that the righteous, seeing this, may always fear and mock him, saying: Behold a man who did not set God as his strength, but trusted in the abundance of his wealth and fortified himself in his own misfortune. These things are said with reference to Doeg, who was a Syrian by race, but dwelt in the midst of Israel and perhaps even mingled with the multitude in the tent of God, pretending to be pious.
Λέλεκται δὲ καὶ πρὸς πάντα τὸν ἐν κακίᾳ δυνατὸν τῇ γλώσσῃ χρώμενον ἀντὶ ξίφους ἐπὶ ψυχῶν ἀπωλείᾳ, ὃν ὥσπερ τινὰ πικρὰν καὶ λυμαντικὴν ῥίζαν ὁ τῶν ψυχῶν γεωργὸς ἐκτίλαι, κἂν δοκῇ πρὸς βραχύν τινα χρόνον ἐν τῷ σκηνώματι τοῦ θεοῦ καὶ ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ πεφυτεῦσθαι. ἐκτιλεὶς δὲ ὁ τοιοῦτος καὶ μακρὰν ἀπορριφεὶς τοῦ τῶν ἁγίων σκηνώματος θέαμα κείσεται οἰκτρὸν ἐπ’ ὠφελείᾳ καὶ σωφρονισμῷ τῶν ὁρώντων, οἳ τὴν ἀπότομον τοῦ θεοῦ κατὰ τοῦ τοιούτου κρίσιν ὀφθαλμοῖς παραλαβόντες ἀγωνιάσουσι καὶ φυλάξονται μὴ τοῖς ὁμοίοις περιπεσεῖν· εἶτα ἀναφέροντες τῇ μνήμῃ τὴν προτέραν τοῦ δυνατοῦ ἐν κακίᾳ μεγαλαυχίαν τό τε ὕψος καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁρῶντες δὲ καὶ τὴν μετὰ ταῦτα μετελθοῦσαν αὐτὸν ταπείνωσίν τε καὶ ἀπώλειαν καταγέλαστον αὐτὸν ἡγήσονται, ἐξ οἵων εἰς οἷα μεταπέπτωκεν θεώμενοι· ἀποδέξονται δὲ τοῦ θεοῦ τὴν κρίσιν, δικαίαν αὐτὴν εἶναι ὁμολογοῦντες.
Εἶτα καὶ τὰς αἰτίας διελεύσονται, δι’ ἃς ταῦτα πέπονθεν ὁ ἀσεβής, δικαιοῦντες τὴν τοῦ θεοῦ κρίσιν· δέον γὰρ μὴ ἐπὶ πλούτῳ μέγα φρονεῖν μηδ’ ἐπὶ τῇ ματαιότητι τοῦ παρόντος βίου ἐπαίρεσθαι, μόνον δὲ τὸν θεὸν ἐλπίδα καὶ βοηθὸν αὐτοῦ τίθεσθαι καὶ ἐπὶ ταύτῃ μὴ σαλεύειν τῇ ἐλπίδι. ὁ δὲ τὴν μὲν ἀγαθὴν ἄγκυραν τῆς ἑαυτοῦ ψυχῆς καταλέλοιπεν, ἐπὶ ματαίῳ δὲ πλούτῳ τὰς ἐλπίδας ἀναρτήσας ἑαυτὸν ἔπαιξεν πλέον οὐδὲν ἢ γέλωτα ὀφλήσας ἐπὶ τῇ αὑτοῦ ματαίᾳ καὶ ἄφρονι μεγαλαυχίᾳ.
It has been said also to every one powerful in evil who uses his tongue as a sword for the destruction of souls, whom, like some bitter and destructive root, the husbandman of souls will pluck out, even if for a short time he seems to have been planted in the tabernacle of God and in his church. Such a one, when plucked out and cast far from the tabernacle of the saints, will lie as a pitiful spectacle for the benefit and correction of those who see, who, having received with their eyes the severe judgment of God against such a man, will be distressed and will guard themselves lest they fall into similar things. Then, recalling to memory the former boastfulness of the one powerful in evil, his height and his pride, and seeing also the humiliation and destruction that afterward overtook him, they will consider him laughable, observing from what things to what things he has fallen. And they will approve the judgment of God, acknowledging it to be just.
Then they will also go through the reasons for which the impious man has suffered these things, justifying the judgment of God. For one ought not to be proud of wealth nor to be elated by the vanity of the present life, but to set only God as his hope and helper, and not to waver in this hope. But he has abandoned the good anchor of his own soul, and having hung his hopes on vain wealth, he has deceived himself, incurring nothing more than ridicule for his vain and foolish boastfulness.
Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ· ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.
Ὁ μὲν ἐν κακίᾳ δυνατὸς ὁποίου τέλους τεύξεται, διὰ τῶν εἰρημένων μεμαθήκαμεν· ἐγὼ δέ, φησὶν ὁ Δαυίδ, ταῦτα παιδευθεὶς πρὸς τοῦ ἁγίου πνεύματος οὔτε ἐπὶ πλήθει πλούτου προσκαίρου ἐπαρθείην ποτὲ οὔτε ἐπὶ ματαιότητι τοῦ θνητοῦ βίου· ματαιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης. ἀλλὰ καὶ φεύγων τὴν ὁδὸν τοῦ δυνατοῦ ἐν κακίᾳ τὴν ἐμαυτοῦ γλῶτταν καὶ τὰ ῥήματα οὐκ εἰς ἀπώλειαν ἑτέρων ἀκονήσαιμι, ἀλλ’ ἐπ’ ὠφελείᾳ ψυχῶν καὶ εἰς διακονίαν σωτηρίων λόγων· καὶ ταῖς λοιπαῖς δὲ πράξεσιν οὕτως ἂν γενοίμην εὐθαλὴς καὶ εὔκαρπος ὡς παραβάλλεσθαί μου τὴν ψυχὴν ἀειθαλεῖ καὶ πολυκάρπῳ φυτῷ ἐν οἴκῳ θεοῦ πεφυτευμένῳ. διό φημι· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ, ἢ κατὰ τὸν Σύμμαχον· ἐγὼ δὲ ὡσεὶ ἐλαία εὐθαλὴς ἐν τῷ οἴκῳ τοῦ θεοῦ . Οὐδὲ γὰρ ἀπένευον τοῦ οἴκου τοῦ θεοῦ, ἀλλ’ ἔνδον ἐν αὐτῷ ὥσπερ ἐν γεωργίῳ θεοῦ πεφυτευμένος καὶ τῶν ναμάτων τῆς ἐν τῷ οἴκῳ τοῦ θεοῦ πηγῆς ἀπολαύων, πολύκαρπος ἐγενόμην καὶ ἀειθαλής, κατὰ τὸ παράδειγμα τοῦ τῆς ἐλαίας φυτοῦ, ὅπερ ἐν τοῖς ἀειθαλέσιν παρείληπται.
But I, like a fruitful olive tree in the house of God, have hoped in the mercy of God for eternity and for the eternity of eternity. I will confess to you forever, because you have acted, and I will endure your name, because it is good before your saints.
We have learned through what has been said what end the one powerful in evil will meet. But I, says David, having been taught these things by the Holy Spirit, would never be puffed up by a multitude of temporary wealth nor by the vanity of mortal life; for vanity of vanities, all is vanity. But also, fleeing the path of the one powerful in evil, I would not sharpen my tongue and my words for the destruction of others, but for the benefit of souls and for the service of saving words. And in my other actions as well, I would become so flourishing and fruitful that my soul could be compared to an ever-blooming and fruitful plant planted in the house of God. Therefore I say: But I, like a fruitful olive tree in the house of God, or according to Symmachus: But I, like a flourishing olive tree in the house of God. For I did not turn away from the house of God, but planted within it as in a field of God and enjoying the streams of the spring in the house of God, I became fruitful and ever-blooming, after the example of the olive plant, which is counted among the evergreens.
Τήρει δέ, ὅτι ταῦτα λέγων ὁ Δαυὶδ οὔτε ἐπὶ τῆς Ἱερουσαλὴμ ἐτύγχανεν, ἣν ἐνόμιζον εἶναι Ἰουδαίων παῖδες οἶκον τοῦ θεοῦ, οὐδὲ γὰρ ᾠκοδόμητο αὕτη, ἀλλ’ οὐδὲ ἐν τῇ σκηνῇ τῇ ὑπὸ Μωσέως κατεσκευασμένῃ εἰσέτι τότε παρὰ Ἰουδαίοις οὔσῃ· φεύγων γὰρ τὸν Σαοὺλ παρ’ ἑτέροις τὰς διατριβὰς ἐποιεῖτο. ὅμως δ’ οὖν οὐκ ἠγνόει ἑαυτὸν ἐν τῷ οἴκῳ τοῦ θεοῦ πεφυτευμένον, οἶκον θεοῦ νοῶν τὸ θεοσεβὲς πολίτευμα. καὶ ἐπειδήπερ κατάκαρπος ἦν, ἀλλ’ οὐκ ἄκαρπος οὐδὲ πικροὺς φέρων καρπούς, γλυκεῖς δὲ καὶ πολλῆς γέμοντας φιλανθρωπίας, εἰκότως ἐλαίας φυτῷ κατακάρπῳ παρεβάλλετο τὸν εἰς τοὺς πέλας ἔλεον σημαίνοντος καὶ τὴν εἰς ἅπαντας φιλανθρωπίαν τοῦ παραδείγματος. ὡς οὖν τοσούτοις βρίθων ἀγαθοῖς ἀκολούθως ἐπιλέγει· ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τοῦ μὲν γὰρ ἐν κακίᾳ δυνατοῦ τὸ τέλος ἐκρίζωσιν αὐτῷ καὶ ἀφανισμὸν ἐδήλου· ἐχρῆν γὰρ τὴν τῶν πικρῶν οἰστικὴν ῥίζαν καρπῶν πρὸς τοῦ τῶν ὅλων σοφοῦ γεωργοῦ ἀπεκτιλῆναι·· ὁ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἤλπισεν ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ἀθανασίαν καὶ ζωὴν αἰώνιον ποριζόμενος ἀπὸ τῆς ἀγαθῆς ἐλπίδος, ἧς οὔποτε ἐκπεσεῖται· ἡ γὰρ ἐλπὶς κατὰ τὸν ἀπόστολον οὐ καταισχύνει.
Observe, however, that David when saying these things was not present in Jerusalem, which the children of the Jews supposed to be the house of God, for it was not yet built, nor was he even in the tent constructed by Moses, which was still among the Jews at that time; for fleeing from Saul, he made his abode among others. Nevertheless, he was not unaware that he was planted in the house of God, understanding the house of God to be the godly commonwealth. And since he was fruitful, not barren nor bearing bitter fruits, but sweet ones full of much benevolence, he was fittingly compared to a fruitful olive tree, the example signifying mercy toward neighbors and benevolence toward all. Therefore, laden with so many goods, he accordingly adds: "I have hoped in the mercy of God for eternity and for the eternity of eternity." For the end of one powerful in wickedness indicated uprooting and destruction for him; for the root productive of bitter fruits had to be plucked out by the wise farmer of the universe. But he, like a fruitful olive tree in the house of God, hoped in the mercy of God for eternity and for the eternity of eternity, procuring immortality and eternal life from the good hope, from which he will never fall; for hope, according to the apostle, does not shame.
Εἶθ’ ὡς ἐπ’ ἀγαθοῖς καρποῖς ἀγαθὰς ἐλπίδας ἑαυτῷ ὑπο τυπωσάμενος τὴν αἰτίαν ἐξάπτει τῷ πάντων τῶν ἀγαθῶν χορηγῷ λέγων· ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας. Οὐ γὰρ ἐγώ, φησίν, ἐποίησα ἐμαυτὸν ὡσεὶ ἐλαίαν κατάκαρπον, ἀλλὰ σὺ ἐποίησας· παρὰ σοῦ γὰρ ἡ χάρις· διὸ οὐδέποτε παύσομαί σοι τὴν χάριν εἰδὼς καί σοι ἐξομολογούμενος.
Ἅπαξ δὲ ἐλπίσας ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ ὑπομενῶ τὸ ὄνομα αὐτοῦ· τῆς γὰρ ἀγαθῆς ἐλπίδος ὑποκειμένης ὑπομονῆς ἡμῖν χρεία. διὸ ὑπομενῶ τὸ ὄνομά σου, φησίν, ὅτι χρηστόν ἐστιν ἐναντίον τῶν ὁσίων σου, ἢ κατὰ τὸν Σύμμαχον ὅτι ἀγαθὸν τὸ ὄνομά σου ἄντικρυς τῶν ὁσίων σου. Εἰδὼς οὖν, ὅτι ἀγαθόν ἐστιν καὶ ἀγαθῶν ποιητικόν, οὐ τοῖς δυνατοῖς ἐν κακίᾳ οὐδὲ τοῖς ἀποβλήτοις τῶν ζώντων, ἀλλὰ τοῖς σοῖς ὁσίοις εἰκότως ὑπομενῶ τὸ ὄνομά σου εὔελπις ὢν μήποτε ἐκπεσεῖν τοῦ σοῦ ἐλέους. οὕτω γοῦν ἤλπισα ἐπ’ αὐτὸν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
νβ Σωτήριος ἐπιφάνεια καὶ ἀθεότητος ἀπαλλαγή
Then, as though he had formed for himself good hopes based on good fruits, he fastens the cause upon the supplier of all good things, saying: I will confess to you forever, because you have done it. For I, he says, did not make myself like a fruitful olive tree, but you made me; for the grace is from you; therefore I will never cease knowing your grace and confessing to you.
Having once hoped in the mercy of God, I will endure his name; for with good hope underlying it, we need endurance. Therefore I will endure your name, he says, because it is good before your holy ones, or according to Symmachus: because your name is good directly before your holy ones. Knowing, then, that it is good and productive of good things, not to those powerful in wickedness nor to the outcasts of the living, but to your holy ones, I will fittingly endure your name, being hopeful that I will never fall from your mercy. Thus, at any rate, I have hoped in him forever and for the age of ages.
52. Savior’s epiphany and deliverance from godlessness
Εἰς τὸ τέλος, ὑπὲρ Μαελέθ, συνέσεως τῷ Δαυίδ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστιν θεός· διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, οὐκ ἔστιν ποιῶν ἀγαθόν.
Ὁ μὲν ν ἐξομολόγησιν τρόπου μεταγινώσκοντος, ἐφ’ οἷς ἥμαρτεν, περιεῖχεν· ὁ δ’ ἑξῆς αὐτῷ ἀπόνοιαν τοῦ ἐν κακίᾳ δυνατοῦ καὶ ἀθέου τρόπου ὁποῖόν τε τοῦτον διεδέχετο τὸ τέλος καὶ ὁποῖον τὸν πρότερον· τῷ μὲν γὰρ καυχησαμένῳ ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς ἐλέγετο· διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, ἐκ προσώπου δὲ τοῦ ἐξομολογησαμένου ἐπήγετο ἑξῆς τό· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα.
Ὁ δὲ παρὼν οὐκ ὢν ψαλμός, οὐ γὰρ οὕτως ἐπιγέγραπται, ἀλλ’ οὐδὲ ᾠδὴ οὐδέ τι τῶν τοιούτων προφητείαν περιέχει τῆς σωτηρίου θεοφανείας, ἣν πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ὥσπερ οὖν καὶ ὁ μετὰ χεῖρας ἐπὶ τῇ πάντων ἀνθρώπων διαπτώσει, καὶ ὥσπερ ἐπὶ κοινῷ ναυαγίῳ εὐχόμενος καὶ λέγων·
For the end, concerning Maëleth, of understanding for David. A fool said in his heart: There is no god; they were corrupted and abhorred in lawlessnesses, there is no one doing good.
The former contained a confession of a repenting manner, for the things he had sinned; the next to it contained the folly of one powerful in wickedness and an atheistic manner, and what end succeeded this one and what the former: for to the one who boasted in his own evils it was said: Therefore God will cast you down to the end, to pluck you out and remove you from your dwelling; but from the perspective of the one who confessed, it was added next: But I, like a fruitful olive tree in the house of God, hoped in the mercy of God forever.
The present one, not being a psalm—for it is not inscribed as such—nor a song nor any such thing, contains a prophecy of the saving theophany, which many prophets and righteous men desired to see, just as also the one at hand, over the fall of all mankind, and as if praying over a common shipwreck and saying:
τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.
Ὅ τε γὰρ ἐξομολογούμενος καὶ ἐξαγορεύων τὰ ἑαυτοῦ ἁμαρτήματα διὰ τῆς σωτηρίου θεοφανείας καθάρσεως ἔμελλεν τεύξεσθαι, ὅ τε ἄθεος ἐν ἀνθρώποις καὶ ἐν κακίᾳ δυνατὸς τρόπος οὐδ’ ἄλλως οἷός τε ἦν ἢ διὰ μόνου τοῦ σωτῆρος θεραπείας τυχεῖν, τοῦ καὶ τὰ ἀνίατα τῆς ψυχῆς πάθη ἰάσασθαι δυναμένου.
Καὶ ταῦτα μὲν εἰς τὴν ἀκολουθίαν εἰρήσθω· σημειώσῃ δέ, ὅτι δεύτερον ἤδη ἡ προκειμένη προφητεία ἔγκειται τῇ· ἐν μὲν τῷ πρώτῳ μέρει κατὰ τὸν ιγ, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὰ προκείμενα. σχεδὸν γὰρ αὐτοῖς ῥήμασιν ἀπ’ ἀρχῆς μέχρι τέλους καὶ ὁ ιγ ὁμοίως ἔχει τῷ παρόντι· ἀρχόμενος μὲν ἀπὸ τοῦ· εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός, τελευτῶν δὲ εἰς τό· τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.
Who will give from Sion the salvation of Israel? When the Lord turns back the captivity of his people, Jacob will exult and Israel will rejoice.
For the one who confesses and declares his own sins was about to obtain purification through the saving theophany, and the godless among men, powerful in wickedness, was able to receive healing in no other way than through the Saviour alone, who is capable of healing even the incurable passions of the soul.
And let these things be said for the sake of continuity; but let it be noted that this prophecy now lies before us for the second time: in the first part according to Psalm 13, and in the second according to the present passage. For almost word for word from beginning to end, Psalm 13 is similar to the present one: beginning from, "A fool said in his heart: There is no god," and ending with, "Who will give from Sion the salvation of Israel? When the Lord turns back the captivity of his people, Jacob will exult and Israel will rejoice.
Βραχεῖαι δὲ λέξεις τὴν ἐν ἀμφοτέροις διαφορὰν ἐργάζονται. ἐν μὲν γὰρ τῇ προγραφῇ ὁ μὲν ιγ εἰς τὸ τέλος τῷ Δαυὶδ ἐλέγετο· ὁ δὲ παρὼν ἔχει μὲν τὴν αὐτὴν ῥῆσιν, πλεονάζει δὲ ἐν τῷ λέγειν· ὑπὲρ Μαελὲθ συνέσεως. τὸ δὲ ὑπὲρ Μαελὲθ ὁ μὲν Ἀκύλας ἐπὶ χορείᾳ ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος διὰ χοροῦ, ὁ δὲ Θεοδοτίων ὑπὲρ τῆς χορείας καὶ ὡσαύτως. ἀναγκαίως δὲ πρόσκειται τὸ συνέσεως, ἐπειδήπερ συνέσεως ἡμῖν δεῖ πρὸς τὸ νοῆσαι, τίς ἐστιν ἡ χορεία ἡ διὰ τῆς προγραφῆς δηλουμένη, καὶ τίς ὁ λόγος, καθ’ ὃν ἅπαξ προλεχθείσης τῆς προφητείας κατὰ τὸν ιγ δεύτερον ἐνταῦθα παρείληπται. τὸ δὲ εἰς τέλος ἐν ἀμφοτέροις κείμενον σημαντικὸν ἂν εἴη τοῦ χρόνου, καθ’ ὃν ἤμελλεν ἀποτελεῖσθαι τὰ προφητευόμενα· γὰρἐπειδὴ γὰρ κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος τὸ σωτήριον τοῦ θεοῦ ἐπιφανὲν τοῖς ἐπὶ γῆς ἀνθρώποις χορείαν συνεστήσατο τὴν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ συγκροτουμένην εἰς ὕμνους καὶ δοξολογίας τοῦ αὐτοῦ πατρός, εἰκότως ἐπὶ σύνεσιν ἡμᾶς ταύτης τῆς χορείας ὁ λόγος παρορμᾷ.
Short phrases produce the difference between the two. In the superscription of the former, the thirteenth, it was said "to the end" for David; the present one has the same wording but adds the phrase "concerning Ma'aleh of understanding." The phrase "concerning Ma'aleh" Aquila interpreted as "for a dance," Symmachus as "through a chorus," and Theodotion as "concerning the dance," and similarly. The addition "of understanding" is necessary, since we need understanding to perceive what the dance indicated by the superscription is, and what the rationale is according to which the prophecy, once previously uttered in the thirteenth, is here taken up a second time. The phrase "to the end" occurring in both would be indicative of the time at which the things prophesied were to be accomplished; for since at the consummation of the age the saving power of God, having appeared to men on earth, established a dance composed of all the nations, assembled in his church for hymns and doxologies to his own father, the word fittingly urges us toward understanding of this dance.
Καὶ ὅρα τὸ παράδοξον· προγράφει μὲν γὰρ ὑπὲρ τῆς χορείας ἢ ὑπὲρ τοῦ χοροῦ, εἰσάγει δὲ οὐδένα ἐπὶ γῆς ἄνθρωπον ἀγαθὸν οὐδὲ ποιοῦντα χρηστότητα ἕως ἑνὸς λέγων ἑξῆς· κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν, εἰ ἔστιν συνιὼν ἢ ἐκζητῶν τὸν θεόν. πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθόν, οὐκ ἔστιν ἕως ἑνός. Εἰ δὲ οὖν τοιαῦτα ἦν τὰ ἐν ἀνθρώποις ὡς μηδένα ἀγαθὸν εὑρίσκεσθαι ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων, πῶς ὑπὲρ τῆς χορείας τὰ τῆς προγραφῆς λέγεσθαι σημαίνει; ἀλλ’ ἐρεῖς, ὅτι, ἐπειδὴ πάντες ἐξέκλιναν ἕως ἑνὸς διεφθάρησάν τε οἱ ἐπὶ γῆς καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, εἰκότως ὁ προφήτης ἐπηύξατο ἐν τοῖς μετὰ ταῦτα εἰπών· τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ. Συνεῖδεν γὰρ τῇ προγνώσει τοῦ πνεύματος τοῦ προφητικοῦ, ὡς ἄρα διὰ τοῦ σωτηρίου ἤμελλεν ἡ αἰχμαλωσία τοῦ λαοῦ θεοῦ ἐπιστρέφειν καὶ ἐλευθεροῦσθαι τῆς τῶν πολεμίων δυναστείας, ὧν ἐπιτελουμένων ἡ τοῦ θεοῦ χορεία συνίστατο ἐξ αὐτῶν ἐκείνων τῶν ἐλευθερουμένων τῆς αἰχμαλωσίας. εἰκότως οὖν εἰς τὸ τέλος ἀναπέμπεται τὰ λεγόμενα καὶ ὑπὲρ Μαελέθ, τουτέστιν ὑπὲρ τῆς χορείας, λέλεκται, ὡσεὶ σαφέστερον ἡρμήνευτο· ὑπὲρ τῶν ἐλευθερωθησομένων τῆς αἰχμαλωσίας· διόπερ καὶ εἰς σύνεσιν ἡμᾶς ἀναπέμπει.
And observe the paradox: the superscription speaks "concerning the dance" or "concerning the chorus," yet it introduces no good man on earth, nor anyone doing good, not even one, as it says next: "The Lord from heaven looked down upon the sons of men to see if there is anyone understanding or seeking God. All turned aside, together they became useless; there is no one doing good, not even one." If, then, such was the state of affairs among men that no good person was to be found among the sons of men, how does the wording of the superscription signify that it is spoken concerning the dance? But you will say that, since all turned aside, even to the last man, and those on earth were corrupted and abhorred in their lawlessness, the prophet fittingly prayed in the following verses, saying: "Who will give from Zion the salvation of Israel? When the Lord turns back the captivity of his people, Jacob will rejoice and Israel will be glad." For he perceived through the foreknowledge of the prophetic spirit that through the salvation the captivity of the people of God was about to be turned back and freed from the dominion of the enemies, and when these things were accomplished, the dance of God was constituted from those very ones freed from captivity. Fittingly, therefore, the words are referred to the end and are spoken "concerning Ma'aleh," that is, concerning the dance, as if it were more clearly interpreted: concerning those who will be freed from captivity. For this reason it also refers us to understanding.
Εἴρηται δὲ τῷ Δαυὶδ ἡ προφητεία ὑπ’ αὐτοῦ λεχθεῖσα· διὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τοῦ Δαυὶδ ἐπιγέγραπται. καὶ ἔστιν εἰπεῖν ὡς ἄρα αὐτὸς ὁ Δαυὶδ προφήσας τό· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ, οὐκ ἄλλως τεύξεσθαι τοῦ ἐλέους ἠπίστατο ἢ διὰ τοῦ προφητευομένου σωτηρίου· διὸ ἐν μὲν τῷ ν ἔλεγεν· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, ἐν δὲ τῷ προκειμένῳ· τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ηὔχετο γὰρ καὶ αὐτῷ δοθῆναι τὸ κοινὸν ἀγαθόν. Καὶ ὁ ιγ δὲ πρὸς τὸν πρὸ αὐτοῦ, λέγω δὲ τὸν ιβ, πολλὴν εἶχεν ἀκολουθίαν· εὐξάμενος γὰρ ἐν τῷ ιβ ὁ αὐτὸς καὶ εἰπών· ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; καὶ τὰ τούτοις ἑξῆς, συνάψας ἐπιλέγει· ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· Καὶ ἐπειδήπερ ἐμνημόνευσε τοῦ σωτηρίου ἐν τῷ ιβ, ἐν τῷ ιγ ἀκολούθως φησίν· τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; Ἡ μὲν οὖν προγραφὴ πολλῆς συνέσεως δεομένη ὑπὲρ τῆς χορείας ἐλέγετο τῆς μελλούσης διὰ τοῦ σωτηρίου συνίστασθαι ἐν ἀνθρώποις· ἥτις ἔργῳ ἐπετελέσθη μετὰ τὴν ἐπιφάνειαν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καθ’ ὅλης τῆς οἰκουμένης μία συνέστη τῷ θεῷ χορεία, οἵα οὐδεπώποτε, ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησία ἐπὶ τὴν ἀρραγῆ καὶ ἄσειστον πέτραν τοῦ σωτηρίου λόγου τεθεμελιωμένη. τὰ δὲ ἐν ἀρχῇ τῆς προφητείας λεγόμενα ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ὥσπερ τι ναυάγιον εἰσάγει· εἶπεν γάρ· φησὶν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστιν θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ·
The prophecy was spoken by David, and it was uttered by him; therefore, among the other translators it is inscribed as of David. And it is possible to say that David himself, having prophesied, said: "But I, like a fruitful olive tree in the house of God, hoped in the mercy of God." He knew that he would obtain mercy in no other way than through the prophesied salvation; hence in Psalm 12 he said: "Give me back the exultation of your salvation," and in the present Psalm: "Who will give from Zion the salvation of Israel?" For he prayed that the common good might also be given to him. And Psalm 13 had great continuity with the one before it, I mean Psalm 12; for having prayed in Psalm 12, the same author said: "How long, O Lord, will you forget me utterly? How long will you turn your face away from me?" and so forth, and then, joining it, he adds: "But I hoped in your mercy; my heart will exult in your salvation." And since he mentioned salvation in Psalm 12, in Psalm 13 he accordingly says: "Who will give from Zion the salvation of Israel?" Now the superscription, requiring much understanding, was spoken concerning the dance that was to be established among men through the salvation; which was accomplished in deed after the appearance of our Savior Jesus Christ, through whom throughout the whole world one dance was established for God, such as never before, the universal Church of God founded upon the unbreakable and unshakable rock of the saving word. And the things said at the beginning of the prophecy introduce something like a shipwreck of all men on earth; for it says: "The fool says in his heart, 'There is no God.' They were corrupted and became abominable in lawlessness.
οὐκ ἔστι ποιῶν ἀγαθόν. Τὰ αὐτὰ δὲ καὶ ἐν τῷ ιγ ἐδηλοῦτο,, μάλιστα κατὰ τὴν Ἑβραϊκὴν γλῶσσαν, ἐν ᾗ αἱ αὐταὶ λέξεις ἐμφέρονται καὶ τὰ αὐτὰ στοιχεῖα ἐν ἀμφοτέροις, εἰ καὶ τὰ μάλιστα τῆς παρ’ ἡμῖν ἑρμηνείας λέξεις τινὰς ἐνηλλαγμένας περιέχειν δοκεῖ· ἀντὶ γὰρ τοῦ· διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, ὁ ιγ· διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, καὶ πάλιν ἀντὶ τοῦ· οὐκ ἔστιν ποιῶν ἀγαθόν, οὐκ ἔστι ποιῶν χρηστότητα , περιέχει· παρὰ γὰρ τοὺς ἑρμηνεύσαντας ἡ ἐναλλαγὴ φέρεται.
Σημαίνει δὲ διὰ τούτων ὁ λόγος τὴν ἔκπτωσιν τῶν κοινῶν περὶ θεοῦ ἐννοιῶν καὶ τὸν δυσσεβῆ καὶ ἄθεον λογισμὸν τῆς ἀνθρωπότητος ἁπάσης πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας ἐπικρατήσαντα. τοῦ γὰρ θεοῦ ταῖς κοιναῖς ἐννοίαις ἀγαθὰ σπέρματα τῆς περὶ αὐτοῦ γνώσεως καταβαλλομένου, τοσαύτη τις κατέσχεν διαστροφὴ πάντα τὸν ἐν ἀνθρώποις ἄφρονα ὡς δόξαν ἄθεον ἐν τῷ ἑαυτοῦ λογισμῷ κτήσασθαι, καὶ ὅτι μηδεὶς ἔστιν μηδὲ ὑφέστηκεν ἐν τῷ παντὶ ὁ θεὸς διανοηθῆναι. Οὗτος μὲν οὖν ἀληθῶς ἄθεός τις ἦν καὶ παντελῶς ἄφρων, οὔτε πρόνοιαν τὰ πάντα ἐφορῶσαν οὔτε νοῦν τὸν καθόλου οὔτε τὴν ἐπέκεινα τῶν ὅλων οὐσίαν τὴν ἁπάντων ποιητικὴν ὑφεστάναι ὁριζόμενος· οἱ δὲ λοιποὶ τῶν ἀνθρώπων πολυθέῳ πλάνῃ τῇ κατὰ τὴν εἰδωλολατρείαν ἑαυτοὺς ἐκδόντες ἑτέρῳ ἀφροσύνης τρόπῳ εἰς ἀθεότητα πεπτώκασιν· οἳ καὶ αὐτοὶ διέφθειραν τὰ σπαρέντα ἐν αὐτοῖς ὑγιῆ περὶ θεοῦ σπέρματα καὶ τῇ τῶν νεκρῶν εἰδώλων βδελυρίᾳ ἑαυτοὺς παραδεδώκασιν τὰ ἄτιμα καὶ ἀληθῶς βδελύγματα σεβασθέντες. διὸ εἴρηται· διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ·
There is no one doing good. The same things were also made clear in the thirteenth, especially according to the Hebrew language, in which the same words and the same letters are present in both, even if the words of our translation seem to contain some changes. For instead of "they corrupted and were abhorred in lawlessness," the thirteenth has "they were corrupted and were abhorred in practices," and again instead of "there is no one doing good," it contains "there is no one doing kindness." The variation is borne by the translators.
Through these things the discourse signifies the fall of common conceptions about God and the impious and atheistic reasoning that prevailed over all humanity before the appearance of our savior. For although God by common notions sows good seeds of knowledge about himself, such a perversion seized all the foolish among men that they acquired an atheistic opinion in their own reasoning, and thought that God neither exists nor subsists in the universe. This one, then, was truly an atheist and completely foolish, defining that neither providence overseeing all things, nor the universal intellect, nor the transcendent substance of all things that is creative of everything subsists. But the rest of men, having given themselves over to polytheistic error through idolatry, have fallen into atheism by another form of folly. They too corrupted the healthy seeds about God sown in them and gave themselves over to the abomination of dead idols, venerating the dishonorable and truly abominable things. Therefore it is said: "they corrupted and were abhorred in lawlessness.
ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· διεφθάρησαν καὶ βδελυρίαν ἐπετήδευσαν μετὰ ἀδικίας· ἐπετήδευσαν γὰρ τὴν βδελυρίαν τὰ μὴ ὄντα ὡς ὄντα ἂν εἰδωλοποιήσαντες μετὰ τῆς ἀνωτάτω ἀδικίας· τίς γὰρ ἂν γένοιτο ταύτης ἑτέρα χείρων ἀδικία, καθ’ ἣν φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν κατὰ τὸν ἱερὸν ἀπόστολον;
Εἶτ’ ἀκόλουθα δρῶντες τοῖς ἀθέοις καὶ διαστρόφοις ἑαυτῶν ἐπιτηδεύμασιν εἰς πᾶν εἶδος βίου μοχθηρίας περιπεπτώκασιν. διὸ ἐπιλέγεται ἑξῆς· οὐκ ἔστι ποιῶν ἀγαθόν.
Ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν, εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν θεόν. πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα ἕως ἑνός.
Ὁ μὲν ἄφρων ἠπάτα ἑαυτὸν λέγων ἐν τῇ καρδίᾳ ἑαυτοῦ μὴ εἶναι θεόν, καὶ οἱ λοιποὶ δὲ πάντες ἐβδελύχθησαν βδελυρίαν ἐπιτηδεύσαντες· ὁ δὲ ἀληθὴς λόγος τὸν ἐπὶ πάντων θεὸν καὶ κύριον οὐχ ὑφεστάναι μόνον καὶ τὰ πάντα περιέχειν, ἀλλὰ καὶ ἐφορᾶν καὶ ἐπισκέπτεσθαι οὐ τὰ καθόλου μέρη τοῦ παντὸς μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος καὶ τοὺς ἐπὶ τῆς γῆς τὰς διατριβὰς ποιουμένους υἱοὺς τῶν ἀνθρώπων διδάσκει.
Symmachus interpreted this more clearly, saying: "They were corrupted and practiced abomination with injustice." For they practiced abomination by fashioning as beings things that are not, as if they were beings, with the utmost injustice. For what other injustice could be worse than this, according to which, claiming to be wise, they became foolish and exchanged the glory of the incorruptible God for the likeness of an image of a corruptible human being, and of birds, and of quadrupeds, and of reptiles, according to the holy apostle?
Then, acting consistently with their godless and perverted practices, they have fallen into every form of depravity of life. Therefore it is added next: "There is no one doing good."
God leaned out from heaven upon the sons of men to see if there is anyone who understands or seeks God. All turned aside, all together became useless; there is no one doing good, not even one.
The fool deceived himself, saying in his heart that there is no God, and all the rest abominated, having practiced abomination. But the true word teaches that the God and Lord over all not only exists and encompasses all things, but also oversees and inspects not only the universal parts of the whole, but also the particular parts and the sons of men who make their abode on the earth.
Εἶτ’, ἐπειδήπερ πρόνοιαν ποιούμενος τῶν υἱῶν τῶν ἀνθρώπων, τοῦ ἰδίου μεγέθους ὑποβαίνων καὶ ὥσπερ ἐξ ὑψηλοτάτης ἀκρωρείας τῆς ἀνωτάτω καὶ ὑπὲρ πάντα δυνάμεως ἑαυτοῦ καθίησιν ἐπὶ τὴν διάκρισιν τῶν ἐπὶ γῆς ἀνθρώπων, ἐπισκοπῶν, εἴ πού τις ἔστι τῆς αὐτοῦ προνοίας τὴν διοίκησιν συνιών, καὶ εἴ πού τις πάντα δεύτερα θέμενος τὰ τῆς τοῦ βίου ἀπάτης τὴν περὶ αὐτοῦ ζήτησιν ἀνείληφεν, καὶ ἐπειδὴ ζητῶν οὐδένα τοιοῦτον εὗρεν τῷ πάντας ἐκκλῖναι ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ἀχρειωθῆναι ὡς μὴ ποιοῦντα ἀγαθὸν ἕως ἑνὸς εὑρεῖν, εἰκότως ἐπαπειλεῖ τοῖς διαφθείρασιν αὐτοὺς τὰ ἑξῆς λέγων.
Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἔσθοντες τὸν λαόν μου |βρώσει ἄρτου; τὸν κύριον οὐκ ἐπεκαλέσαντο. ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς.
Ἐπειδὴ διακύψας ἐκ τοῦ ἰδίου κατοικητηρίου ὁ θεός, τουτέστιν ἐκ τοῦ οὐρανοῦ, ἔνθα κατοικεῖν λέγεται διὰ τοὺς αὐτόθι χωροῦντας αὐτοῦ τὴν βασιλείαν, πάντας ἴδεν τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀχρειωθέντας καὶ τῆς εὐθείας καὶ ὀρθῆς ἀποκλίναντας ὁδοῦ, εἰκότως οἷά τις ποιμὴν ἀγαθὸς κηδόμενος τῆς ἐν ἀνθρώποις αὐτοῦ ἀγέλης ἐπαπειλεῖ τοῖς αἰτίοις τῆς διαστροφῆς λέγων· οὐχὶ γνώσονται οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου; Καί μοι δοκεῖ ταῦτα περὶ δυνάμεων ἀντικειμένων λέγεσθαι τῶν ἀοράτων ἐχθρῶν καὶ πολεμίων τοῦ γένους τοῦ ἀνθρωπείου·
Then, since he takes thought for the sons of men, descending from his own greatness and, as it were, from the highest peak of his supreme and all-transcending power, he stoops to the judgment of men on earth, observing whether anyone understands the governance of his providence, and whether anyone, setting all the deceptions of life as secondary, has taken up the inquiry concerning him; and since, searching, he found no one such, because all alike and at the same time had become useless, so that not even one doing good could be found, he naturally threatens those who have corrupted themselves, saying the following:
"Will not all who work lawlessness know, who eat my people as bread? They did not call upon the Lord. There they will fear a fear where there was no fear, because God scattered the bones of those who please men; they were put to shame, because God despised them."
Since God, peering out from his own dwelling—that is, from heaven, where he is said to dwell because of those there who receive his kingdom—saw all the sons of men become useless and deviate from the straight and right path, naturally, like a good shepherd caring for his human flock, he threatens those responsible for the perversion, saying: "Will not those who work lawlessness know, who eat my people as bread?" And it seems to me that these things are said about opposing powers, the invisible enemies and foes of the human race.
οὗτοι γὰρ τὸ τῶν ἀνθρώπων γένος κατάβρωμα ἑαυτοῖς ἐποιήσαντο οἷα δεινοὶ θῆρες τὰς ψυχὰς αὐτῶν κατεσθίοντες κατὰ τὸ εἰρημένον ἐν προφητείαις· οἱ κατεσθίοντες τὸν λαόν μου ὅλῳ τῷ στόματι. Οὗτοι οὖν αὐτοὶ νῦν μέν, φησίν, ὡς ἂν τὸν θεὸν μὴ πρὸ ὀφθαλμῶν θέμενοι ταῦτα κατὰ τοῦ λαοῦ καὶ κατὰ τῆς ἐμῆς ἐν ἀνθρώποις λογικῆς ἀγέλης διεπράξαντο. μήτι οὖν καὶ εἰς τὸ παντελὲς ταῦτα πράττοντες διατελέσουσιν; ἔστω δὲ νῦν· τὸν θεὸν οὐκ ἐπεκαλέσαντο τὰ ἐναντία τῷ θεῷ καὶ τὰ ἐχθρὰ αὐτῷ ἐνεργοῦντες. μὴ οὐχὶ γνώσονται καιρῷ τινι τὴν ἐπελευσομένην αὐτοῖς δίκην; καὶ μὴν ἔσται καιρός, ἐν ᾧ φοβηθήσονται φόβον. ποῖος δ’ ἂν εἴη οὗτος ἢ ἐκεῖνος, καθ’ ὃν ἐπιλάμψαντος τοῦ σωτηρίου οὐκέτι τοῖς ἐμοῖς θρέμμασι φόβος ἐπιστήσεται; αὐτοὺς δὲ τοὺς δεινοὺς θῆρας καὶ τοὺς ἀφανεῖς καὶ ἀοράτους δαίμονας φόβος λήψεται ἐκεῖ, οὗ οὐκ ἔσται φόβος· τότε γὰρ τοῖς μὲν τῶν ἀγαθῶν ἀξίοις οὐκ ἔσται φόβος, τοῖς δὲ νῦν ἐπαιρομένοις κατὰ τοῦ λαοῦ μου ἐπιπεσεῖται φόβος ὁ τῆς μετελευσομένης αὐτοὺς ὀργῆς,, ἥτις ἐπιστᾶσα διασκορπίσει ὀστᾶ ἀνθρωπαρέσκων· ἐν ᾗ καὶ καταισχυνθήσονται, ἐπειδὴ τότε αὐτοὺς ὁ τῶν ἁπάντων ἐξουδενώσει κριτής. Ἀντὶ δὲ τοῦ· ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων , ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· ὁ γὰρ θεὸς διασκορπίσει ὀστᾶ τῶν παρεμβαλλόντων περὶ σέ· καταισχυνθήσῃ, ὅτι ὁ θεὸς ἀπεδοκίμασεν αὐτούς, καὶ ὁ Ἀκύλας δὲ τῆς αὐτῆς ἔχεται διανοίας λέγων· ὅτι ὁ θεὸς ἐσκόρπισεν ὀστᾶ παρεμβεβληκότων σου· ᾔσχυνας, ὅτι ὁ θεὸς ἀπέρριψεν αὐτούς.
For these men made the human race a meal for themselves, devouring their souls like terrible beasts, according to what is said in the prophecies: "Those who devour my people with the whole mouth." These same men now, he says, as if not setting God before their eyes, have done these things against the people and against my rational flock among men. Will they then continue doing these things to the very end? Let it be for now: they did not call upon God while working things contrary to God and hostile to him. Will they not at some time come to know the penalty that will overtake them? And indeed there will be a time when they will fear a fear. What kind of time would this be but that one, when the saving light shines and no fear will beset my flocks? But the terrible beasts themselves, the invisible and unseen demons, will be seized by fear there where there will be no fear; for then for those worthy of good things there will be no fear, but for those now rising up against my people fear will fall, the fear of the wrath that will overtake them, which, when it comes, will scatter the bones of the men-pleasers; in which they will also be put to shame, since then the judge of all will hold them in contempt. Instead of "that God scattered the bones of the men-pleasers," Symmachus interpreted this way: "For God will scatter the bones of those who interpose around you; you will be put to shame, because God rejected them," and Aquila holds to the same sense, saying: "That God scattered the bones of those who interposed for you; you were put to shame, because God cast them away.
Ἡ δὲ τοῦ λόγου διάνοια παρίστησι τῶν προλεχθέντων ἐπιβούλων τοῦ λαοῦ, δηλαδὴ τῶν ἀοράτων ἐχθρῶν καὶ τῶν ἀφανῶν πολεμίων, τὰς δυνάμεις καθαιρεθήσεσθαι. ὀστᾶ γὰρ διασκορπιζόμενα τῶν ἐχθρῶν εἶεν ἂν αἱ τῆς κακίας αὐτῶν δυνάμεις, ἃς >διασκορπίζειν κατὰ τὸν σημαινόμενον καιρὸν ὁ λόγος ἀπειλεῖ. τότε δὲ καὶ καταισχυνθήσονται, ἐπειδὰν ἀποδοκιμάσῃ αὐτοὺς ὁ θεὸς ἢ ἐξουθενήσῃ τὸ μηθὲν αὐτοὺς εἶναι ἀποδείξας. ταῦτα εἰκότως ἠπείλησεν ὁ τῶν ἀνθρώπων κηδεμὼν τοῦ θεοῦ λόγος, ἐπειδὴ διακύψας ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων ζητήσας τε ἐν αὐτοῖς, εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν θεόν, οὐδένα εὗρεν, κατέλαβεν δὲ τοὺς πάντας ἐξ ἐπιβουλῆς ἐχθρῶν ἐκκλίνοντας καὶ ἀχρειωθέντας ὡς μηδὲ ἕως ἑνὸς περιλείπεσθαι ἀγαθῶν ἔργων ποιητήν.
Τὰ μὲν οὖν πρῶτα ὁμοίως καὶ ὁ ιγ περιέχει, παρήλλακται δὲ τὰ ἑξῆς· ἐν μὲν γὰρ τῷ ιγ συνῆπται τούτοις τό· ὅτι ὁ θεὸς ἐν γενεᾷ δικαίᾳ· βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι κύριος ἐλπὶς αὐτοῦ ἐστιν· ἐνταῦθα δέ· ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς. Ἀλλὰ τὰ μὲν εἰς τὸν ιγ οἰκείας ἔτυχεν ἑρμηνείας κατὰ τοὺς οἰκείους τόπους, τὰ δὲ προκείμενα, ὅπως ἡμῖν παρέστη, πρόκειται τοῖς ἐντυγχάνουσιν.
The meaning of the passage sets forth that the powers of the previously mentioned plotters against the people—that is, the invisible enemies and unseen foes—will be overthrown. For the scattered bones of the enemies would be the powers of their wickedness, which the Word threatens to scatter at the appointed time. Then they will also be put to shame, when God rejects them or disdains them, having shown that they are nothing. These things the Word of God, the guardian of men, fittingly threatened, because, having looked down from heaven upon the sons of men and having sought among them whether there is anyone who understands or seeks God, he found no one, but found all, through the plotting of enemies, turning aside and being rendered useless, so that not even one doer of good works remains.
Now the first parts are similarly contained also in Psalm 13, but the following differ: for in Psalm 13, to these is joined: "that God is in a righteous generation; you have put to shame the counsel of the poor, because the Lord is his hope"; but here: "that God has scattered the bones of the men-pleasers; they were put to shame, because God despised them." But the former received their proper interpretation in their own places in Psalm 13, while the present passage, as it has been set before us, lies before those who encounter it.
Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι τὸν θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ. Μεγάλα φαντασθεὶς ὁ προφήτης ἐκ τῆς τοῦ ἁγίου πνεύματος ἀποκαλύψεως περὶ τῆς ἀπωλείας τῶν ἐχθρῶν τοῦ τῶν ἀνθρώπων γένους ἑξῆς ἐπήγαγεν τό· τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον; ὡσεὶ ἔλεγεν· τίς δώσει ἤδη ποτὲ ταῦτα δι’ ἔργων χωρῆσαι; οὐ γὰρ ἄλλως σεσῶσθαι κακῶν ἐλευθερίαν τοῖς υἱοῖς τῶν ἀνθρώπων ἢ διὰ μόνης τῆς ἐπιφανείας τοῦ σωτηρίου τοῦ θεοῦ, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν φέρεται τῶν γραφῶν. ἐπεύχεται τοίνυν λέγων· τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; Πολλάκις δὲ ἡμῖν εἴρηται, ὡς ὁ Χριστὸς τοῦ θεοῦ ὁ σωτὴρ καὶ κύριος ἡμῶν τοῦτον ἐν ταῖς προφητείαις προαγορεύεται τὸν τρόπον. σωτήριον γὰρ αὐτὸν καλεῖν εἰώθασιν, ὃ καὶ πᾶσι τοῖς ἔθνεσι γνωσθήσεσθαι προεκήρυττον ἔν τε τοῖς ἄλλοις καὶ ἐν οἷς εἴρηται· ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ. Καὶ πάλιν· ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν. ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ. Καὶ ὁ Ἡσαΐας ἀποκαλύψει, φησί, κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν καὶ γνώσονται πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.
Who will give from Zion the salvation of Israel? When God returns the captivity of his people, Jacob will exult and Israel will rejoice. Having conceived great visions from the revelation of the Holy Spirit concerning the destruction of the enemies of the human race, the prophet next added: "Who will give from Zion the salvation?" as if he were saying: Who will grant that these things be accomplished in deeds at some time? For there is no other way for the sons of men to be delivered from evils and set free than through the sole manifestation of the salvation of God, concerning which much discourse is carried throughout all the scriptures. Therefore he prays, saying: "Who will give from Zion the salvation of Israel?" It has often been said by us that the Christ of God, our Savior and Lord, is foretold in this manner in the prophecies. For they are accustomed to call him "salvation," which they also proclaimed beforehand would become known to all nations, both in other passages and in those where it is said: "Sing to the Lord a new song, sing to the Lord, all the earth. Sing to the Lord, bless his name, proclaim from day to day his salvation. Announce among the nations his glory." And again: "Sing to the Lord a new song, for he has done marvelous things. The Lord has made known his salvation, before the nations he has revealed his righteousness." And Isaiah says: "The Lord will reveal his holy arm before all the nations, and all the ends of the earth will know the salvation of our God.
Ἤδη δὲ πολλάκις παρατεθείμεθα τῶν λόγων τὸ ἀποτέλεσμα, μαρτυρούμενον ὑπὸ τοῦ Συμεῶν, ὃς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἔτι νήπιον ὄντα ταῖς ἀγκάλαις λαβὼν ἀνεφώνησε λέγων· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ. ὅτι ἴδον οἱ ὀφθαλμοί μου τὸ σωτήριον, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν ἐθνῶν. φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ἀλλὰ ταῦτα μὲν ἐν εὐαγγελίοις ἐπληροῦτο. οἵ γε μὴν παλαιοὶ προφῆται τὸ μέλλον τῷ πνεύματι προθεωροῦντες καὶ τῶν ἀγαθῶν εἰς ἔρωτα καὶ πόθον ἐρχόμενοι ἐπεβόων ἐν εὐχαῖς τοτὲ μὲν φάσκοντες· δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δώῃς ἡμῖν, τοτὲ δὲ ἐν εὐχῇ λέγοντες· τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; Τί γὰρ καὶ ἔμελλεν γίγνεσθαι ἐπιφανέντος τοῦ σωτηρίου, ἑξῆς ὁ λόγος παρίστησι φάσκων· ἐν τῷ ἐπιστρέψαι τὸν κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ. Ὁρᾷς, ὡς ἐπιφανέντος τοῦ σωτηρίου ἐπιστροφὴν γενήσεσθαι τῆς αἰχμαλωσίας θεσπίζει κατὰ τὴν σωτήριον φωνὴν τὴν ἐμφερομένην ἐν τῷ λέγοντι ἐξ αὐτοῦ προσώπου προφήτῃ· πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς· ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνάβλεψιν, ἣν μετὰ χεῖρας αὐτὸς ὁ σωτὴρ ἐπὶ τῆς συναγωγῆς τῶν Ἰουδαίων λαβὼν καὶ τὸν τόπον διελθὼν ἐπεσφραγίσατο φήσας· σήμερον ἡ γραφὴ αὕτη πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν. Τῆς οὖν αἰχμαλωσίας ἀνεθείσης χορεῖαι λοιπὸν ἐξ αὐτῆς συνίστανται τοὺς ὕμνους ἀναπέμπουσαι τῷ ἐλευθερωτῇ βασιλεῖ·
We have already frequently set forth the fulfillment of these words, as witnessed by Symeon, who, taking our Savior and Lord Jesus Christ in his arms while he was still an infant, cried out, saying: "Now you release your servant, O Master, according to your word in peace, because my eyes have seen the salvation which you have prepared before all the nations: a light for the revelation of the nations and the glory of your people Israel." But these things were fulfilled in the Gospels. The ancient prophets, however, foreseeing the future in spirit and coming to desire and longing for the good things, cried out in prayers, sometimes saying: "Show us, O Lord, your mercy, and give us your salvation," and at other times saying in prayer: "Who will give from Zion the salvation of Israel?" For what was to happen when the salvation appeared, the word next sets forth, saying: "When the Lord returns the captivity of his people, Jacob will exult and Israel will rejoice." You see how, when the salvation appears, it prophesies that a return from captivity will take place, according to the saving voice contained in the prophet speaking in his own person: "The spirit of the Lord is upon me, because of which he anointed me to proclaim good news to the poor; he sent me to announce release to captives, sight to the blind." This the Savior himself, taking up with his hands before the assembly of the Jews and passing through the place, sealed by saying: "Today this scripture has been fulfilled in your ears." Therefore, when the captivity is released, dances are formed from it, sending up hymns to the liberator king.
τότε δὲ καὶ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ. τότε δέ, πότε ἢ κατὰ τὸν καιρὸν τῆς δηλουμένης ἐλευθερίας τοῦ λαοῦ τοῦ θεοῦ; ὡς νοεῖν σε ἕτερον μὲν εἶναι τὸν ἐλευθερούμενον λαὸν καὶ ἑτέρους τοὺς ἐπὶ τῇ αὐτοῦ σωτηρίᾳ εὐφραινομένους· τοῦτο γὰρ ἡ διάνοια ὑποβάλλει φάσκοντος τοῦ λόγου· ἐν τῷ ἐπιστρέψαι τὸν θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ· οὗτοι γὰρ εὐφρανθήσονται ἐν τῷ ἐπιστρέφειν κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ.
Δύο τοίνυν διὰ τούτων παρίσταται τάγματα, τὸ μὲν τῶν μὴ ὑποπεπτωκότων τῇ αἰχμαλωσίᾳ, τὸ δὲ τῶν ὑποπεπτωκότων μὲν ἐλευθερίας δὲ τετυχηκότων διὰ τοῦ σωτηρίου. ἐρεῖς οὖν τοὺς μὲν πάλαι προφήτας καὶ δικαίους καὶ πατριάρχας καὶ πάντας τοὺς καθαροὺς τῆς εἰδωλολάτρου πλάνης γενομένους, αὐτοὺς εἶναι τοὺς μὴ ὑποπεπτωκότας τῇ τῶν νοητῶν πολεμίων ἁλώσει, τοὺς δὲ ἐξ ἐθνῶν εἰς ἀθεότητα περιτραπέντας τούς τε τῇ πολυθέῳ πλάνῃ καταδουλωθέντας ἢ καὶ τοὺς ἐκ περιτομῆς τοὺς ταῖς ἑαυτῶν ἁμαρτίαις πραθέντας καὶ ἁπαξαπλῶς ἅπαντας, περὶ ὧν ἀνωτέρω ἐλέγετο· εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός, διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, τούτους τυγχάνειν τοὺς τὴν αἰχμαλωσίαν πεπονθότας· προφητικὸς χορός,ὧν ἐλευθερουμένων διὰ τῆς τοῦ σωτηρίου ἐπιλάμψεως ὁ πάλαι παρὰ θεῷ ἤδη ἀναπεπαυμένος προφητικὸς χορός, Ἰακὼβ καὶ Ἰσραὴλ κυρίως ὀνομαζόμενος διὰ τὰ ἐκ τῶν ὀνομάτων σημαινόμενα πράγματα, ἀγαλλιάσεται καὶ εὐφρανθήσεται συγχαίρων ὡς οἰκείοις μέλεσι τοῖς διὰ τοῦ σωτηρίου ἐλευθερουμένοις.
Then also Jacob will exult and Israel will rejoice. Then—when? At the time of the manifest liberation of the people of God? So that you understand that one is the liberated people and others are those who rejoice at its salvation; for this is what the sense suggests when the word says: when God turns back the captivity of his people, Jacob will exult and Israel will rejoice; for these will rejoice when the Lord turns back the captivity of his people.
Two orders, therefore, are presented through these words: one of those who have not fallen into captivity, and the other of those who have fallen into captivity but have obtained freedom through the Savior. You will say, then, that the ancient prophets and righteous men and patriarchs and all those who were pure from idolatrous error are themselves those who have not fallen into the capture of the spiritual enemies, while those from the nations who turned to godlessness, those enslaved by polytheistic error, or even those from the circumcision who were sold by their own sins, and simply all those concerning whom it was said above: "The fool said in his heart, 'There is no God,' they corrupted and were abominated in lawlessness"—these are the ones who have suffered captivity. The prophetic chorus, which has long been at rest with God, and which is properly called Jacob and Israel because of the things signified by those names, will exult and rejoice, rejoicing together as with their own limbs with those who are liberated through the Savior.
νγ Προσευχὴ τοῦ διὰ θεὸν προσελαυνομένου
Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυίδ· ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ’ ἡμῖν; Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσον με, καὶ ἐν τῇ δυναστείᾳ σου κρῖνόν με. ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ’ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· καὶ οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα.
Ὥσπερ ἀπεδείκνυντο οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν μετὰ τὸ πταῖσμα τὸ εἰς τὴν τοῦ Οὐρίου γεγονὸς λελεγμένοι ἐκ τῆς ἐφ’ ἑκάστῳ κειμένης προγραφῆς, οὕτω καὶ νῦν αἱ καθ’ ἕκαστον ψαλμὸν προγραφαὶ δηλωτικαὶ τυγχάνουσι τοῦ χρόνου, καθ’ ὃν ἐλέχθησαν· αὐτίκα γοῦν καὶ ὁ προκείμενος ἀνέπεμψεν ἐπὶ τὴν πρώτην βίβλον τῶν Βασιλειῶν, ὡς ἂν ἐκεῖθεν μάθοιμεν, ἐφ’ οἵοις πράγμασι τὸν προκείμενον ὕμνον ὁ Δαυὶδ ἀνέπεμψεν.
Ἔχει δὲ ἡ ἱστορία τοῦτον τὸν τρόπον· καὶ ἐκάθισεν Δαυὶδ ἐν τῇ ἐρήμῳ Μασεδὲκ ἐν τοῖς στενοῖς, καὶ ἐκάθητο ἐν τῷ ὄρει ἐν τῇ ἐρήμῳ Ζείφ· εἶθ’ ὡς ἦλθεν Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραήλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον, καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. καὶ συνέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου, καὶ Δαυὶδ ἐκάθητο, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. οἷς ἑξῆς ἐπιλέγει· καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες· οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ’ ἡμῖν ἐν Μεσαρᾷ, ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ;
53. Prayer of the one who is persecuted for God's sake.
For the end, in hymns; of understanding, for David; when the Ziphites came and said to Saul, "Is not David hidden among us?" O God, in your name save me, and in your power judge me. O God, hear my prayer, give ear to the words of my mouth. For strangers have risen up against me, and mighty ones have sought my soul; and they did not set God before them. *Diapsalma*.
Just as the ones spoken after the transgression concerning Uriah were indicated by the title placed over each in the first part of the book of Psalms, so also now the titles of each psalm are indicative of the time in which they were spoken. For example, the present psalm refers back to the first book of Kings, so that we might learn from there on what occasions David sent up the present hymn.
The history runs as follows: And David sat in the wilderness of Masedek in the narrows, and he sat on the mountain in the wilderness of Ziph. Then, when Jonathan the son of Saul came to him and said to him, "Do not fear, for the hand of Saul my father will not find you, and you will rule over Israel, and I will be second to you, and Saul my father knows this." And both made a covenant before the Lord, and David sat, and Jonathan went to his house. To which it adds next: And the Ziphites went up from the dry place to Saul on the hill, saying, "Is not David hidden among us in Mesara, in the narrows in the New?
ὃ δὴ μαθὼν ὁ Σαοὺλ ἐπὶ δίωξιν ἐτράπη τοῦ Δαυὶδ ἤδη τε λοιπὸν ἐγγὺς ἦν τοῦ λαβεῖν αὐτὸν ὑποχείριον· γέγραπται γάρ· καὶ ἤκουσεν Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυὶδ εἰς τὴν ἔρημον Μαών. καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου. καὶ ἐγένετο Δαυὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ· καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλλον ἐπὶ Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς. καὶ ἄγγελος ἦλθε πρὸς Σαοὺλ λέγων· σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο ἀλλόφυλοι ἐπὶ τὴν γῆν. καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυὶδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων.
Ταῦτα μὲν τὰ ἀπὸ τῆς ἱστορίας, ἐφ’ οἷς τὸν προκείμενον ὕμνον διασωθεὶς ἐκ χειρὸς Σαοὺλ ὁ Δαυὶδ γραφῇ παραδίδωσιν, ἐπισημηνάμενος τὸν καιρὸν καὶ τὸ πρᾶγμα δηλώσας διὰ τῆς προγραφῆς. διὸ καὶ ἐπὶ σύνεσιν ἡμᾶς παρορμᾷ τῶν ἐμφερομένων, λέγων· εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυίδ, κατὰ δὲ τὸν Ἀκύλαν· τῷ νικοποιῷ ἐν ψαλμοῖς ἐπιστήμονος τοῦ Δαυίδ, κατὰ δὲ τὸν Σύμμαχον· ἐπινίκιον διὰ ψαλτηρίων περὶ συνέσεως τοῦ Δαυίδ«· ἐπειδὴ καὶ φεύγων καὶ τὴν ἔρημον μεταδιώκων ἀντὶ φυλακτηρίου ἐπήγετο τὸ τοῦ ψαλτηρίου ὄργανον, αὐτῷ χρώμενος καὶ τοῖς δι’ αὐτοῦ εἰς θεὸν ἀναπεμπομένοις ὕμνοις, καὶ ᾠδαῖς μὲν καὶ ψαλμοῖς πνευματικοῖς ἀντὶ θυσίας χρώμενος, ἀντὶ δὲ εὐώδους θυμιάματος δι’ εὐχῶν τὴν πνευματικὴν ἀποτελῶν λειτουργίαν.
When Saul learned this, he turned to pursue David, and was already near to capturing him. For it is written: "And Saul heard, and he pursued after David into the wilderness of Maon. And Saul and his men went on one side of this mountain. And David was sheltered as he went from the face of Saul. And Saul and his men encamped against David to seize him and his men. And an angel came to Saul, saying: 'Hasten and come here, for the Philistines have attacked the land.' And Saul turned back, not pursuing after David, and went to meet the Philistines."
These things are from the history, on account of which David, having been saved from the hand of Saul, commits the present hymn to writing, indicating the occasion and making the matter clear through the superscription. Therefore he also urges us to understand the things contained therein, saying: "For the end, in hymns; of understanding, for David"; but according to Aquila: "For the victory-maker, in psalms, of the understanding David"; according to Symmachus: "A victory song through psalteries concerning the understanding of David." For even while fleeing and pursuing the wilderness, he carried the instrument of the psaltery as a safeguard, using it and the hymns sent up through it to God, and employing songs and spiritual psalms instead of sacrifice, and instead of fragrant incense, performing the spiritual liturgy through prayers.
Ἐν τῷ ἐλθεῖν τοίνυν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ’ ἡμῖν; τοῦτο μαθὼν ὁ Δαυὶδ (ἤτοι ἐξ ἀποκαλύψεως τοῦ πνεύματος τοῦ προφητικοῦ ἢ ἔκ τινος τῶν τὰς τοιαύτας ἀπαγγελίας διακονεῖν εἰωθότων) τὸ ψαλτήριον μετὰ χεῖρας παραχρῆμα λαβὼν δι’ αὐτοῦ τῷ θεῷ τὴν λογικὴν ἀναφέρει θυσίαν λέγων τὰ προκείμενα, δι’ ὧν ἀξιοῖ σωθῆναι ὑπὸ τοῦ θεοῦ, οὐκ ἄλλως ἀλλ’ ἢ διὰ τοῦ ὀνόματος αὐτοῦ· διό φησιν· ὁ θεός, ἐν τῷ ὀνόματί σουσῶσόν με· ᾔδει γὰρ εἶναί τι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ὥσπερ γὰρ ἔστι τινα ἐν ταῖς ἐπῳδαῖς ταῖς κατὰ τῶν ἰοβόλων ἑρπετῶν ῥήματα καὶ ὀνόματα τοσαύτην ἐμφαίνοντα δυνάμεως ἰσχὺν ὡς κατακοιμίζειν ἢ καὶ νεκροῦν τὰ φοβερώτατα τῶν ἑρπετῶν, τὸν αὐτὸν τρόπον καὶ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ἠπίστατο σωτήριον μὲν τυγχάνειν τῶν σωτηρίας ἀξίων, τῶν δὲ ἐχθρῶν καὶ ἐναντίων δυνάμεων ἀπελαστικόν.
Ἐβούλετο τοίνυν σωθῆναι ἐν τῷ ὀνόματι τοῦ θεοῦ, καὶ οὐκ ἀκρίτως γε ἐβούλετο, ἀλλ’ εἰ ἄξιος εὑρίσκοιτο τῆς σωτηρίας· διὸ ἐπιλέγει· καὶ ἐν τῇ δυναστείᾳ σου μοι, κρινεῖς μοι, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς δικάσεις μοι· πρότερον γὰρ ἀξιοῖ κρίνεσθαι καὶ δικάζεσθαι πρὸς τοὺς ἐλαύνοντας ἢ καὶ διαβεβληκότας αὐτόν· εἶθ’ οὕτως εἰ φανείη ἀδικούμενος ἐκδικήσεως τυχεῖν τῆς παρὰ τοῦ κριτοῦ μετερχομένου τοὺς ἀδικοῦντας. ταῦτ’ εἰπὼν προστίθησι λέγων· ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου, ὥσπερ δικαιολογίαν ποιούμενος ἐνώπιον τοῦ κρίνοντος αὐτῷ τε καὶ τοῖς ἀδικοῦσιν αὐτόν.
When the Ziphites came and said to Saul, "Is not David hidden among us?" David, learning this—whether by revelation of the prophetic spirit or from someone accustomed to conveying such reports—immediately took the psaltery in his hands and through it offered to God the rational sacrifice, speaking the words before us, by which he asks to be saved by God, not otherwise than through his name. Therefore he says: "O God, save me in your name." For he knew that there is a name above every name. Just as there are certain words and names in incantations against venomous reptiles that display such power as to lull or even kill the most fearsome serpents, in the same way he understood that the name above every name is salvific for those worthy of salvation and repulsive to hostile and opposing powers.
He wished, then, to be saved in the name of God, and he did not wish this without judgment, but only if he should be found worthy of salvation. Hence he adds: "And in your power, judge for me," or, according to the other translators, "you will judge me." For first he asks to be judged and tried against those who pursue or even slander him; then, if he should appear to be wronged, to receive vengeance from the judge who punishes the wrongdoers. Having said this, he adds: "O God, hear my prayer, give ear to the words of my mouth," as if making a plea before the one judging both him and those who wrong him.
καὶ ἵνα γε τὰ τῆς δικαιολογίας παραδεχθῇ, τὴν εὐχὴν ἀναπέμπει, ἣν καὶ εἰσακουσθῆναι ἀξιοῖ λέγων· ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. Τί δ’ ἂν ἐβούλετο ἡ προσευχὴ καὶ ποίαν δικαιολογίαν εἶχεν, ἑξῆς παρίστησι λέγων· ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ’ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. Ταῦτ’ ἦν τὰ τῆς δικαιολογίας. καὶ ὅρα, ὅπως οὐ διὰ μακρῶν ἐκτείνει τοὺς λόγους, ἀλλ’ ἅτε θεῷ τῷ πάντα εἰδότι διαλεγόμενος αὐτῷ μόνον ὑπόμνησιν ποιεῖται τὴν μακρὰν τῶν πραγμάτων ἀποσιωπῶν διδασκαλίαν. μήποτε δὲ τοὺς μὲν ἀλλοτρίους ᾐνίσσετο τοὺς Ζιφαίους τοὺς πρὸς τὸν Σαοὺλ ἐνδιαβάλλοντας αὐτόν, τοὺς δὲ κραταιοὺς τοὺς τὴν ψυχὴν αὐτοῦ ζητοῦντας αὐτὸν τὸν Σαοὺλ καὶ τοὺς σὺν αὐτῷ, οἳ μὴ προθέμενοι τὸν θεὸν ἐνώπιον αὐτῶν ἤλαυνον τὸν μηδὲν αὐτοὺς ἠδικηκότα ἑαυτοὺς ἀπατῶντες τῷ νομίζειν, ὅτι καὶ παρὰ τὸ βούλημα τοῦ θεοῦ δυνήσονταί τι κατ’ αὐτοῦ· τοῦτο δ’ ἦν ἀνδρῶν μὴ προθεμένων τὸν θεὸν ἐνώπιον αὐτῶν· ἐγράφη δὲ ταῦτα, φησὶν ὁ ἀπόστολος, εἰς νουθεσίαν ἡμῶν, ὡς ἂν μιμηταὶ γιγνοίμεθα τῶν ἁγίων, εἴ ποτε τοῖς ὁμοίοις περιπίπτοιμεν· οὐκ ἔστι γὰρ ὅτε πάντες οἱ θέλοντες εὐσεβῶς ζῆν οὐχὶ διώκονται καὶ μισοῦνται μῖσος ἄδικον ὑπὸ τῶν τὸν ἐναντίον αἱρουμένων βίον·
And so that his self-defense might be accepted, he sends up a prayer, which he deems worthy of being heard, saying: "O God, hear my prayer, give ear to the words of my mouth." What the prayer intended and what kind of self-defense it contained, he next sets forth, saying: "Because strangers rose up against me, and mighty ones sought my soul, and they did not set God before themselves." These were the points of his self-defense. And observe how he does not prolong his words at length, but, as one conversing with God who knows all things, he merely reminds him, passing over in silence the lengthy instruction of the events. But perhaps by "strangers" he alluded to the Ziphites who slandered him to Saul, and by "mighty ones" he meant those seeking his soul—Saul himself and those with him—who, not setting God before themselves, drove after him who had done them no wrong, deceiving themselves by thinking that they could accomplish something against him even contrary to God's will; this was the act of men who did not set God before themselves. And these things were written, the apostle says, for our admonition, so that we might become imitators of the saints, if ever we fall into similar circumstances; for it is not the case that all who wish to live piously are not persecuted and hated with unjust hatred by those who choose the opposite way of life.
καὶ ἀναγκαῖά γε ἡμῖν τὰ προκείμενα εἰς διδασκαλίαν, ὡς ἂν καὶ αὐτοὶ δίκην ἐπῳδῆς ἑαυτοῖς ἐπᾴδοιμεν τὰς τοιαύτας φωνὰς ἀναπέμποντες τῷ θεῷ, ἐπειδὰν ἐχθροῖς περιπεσόντες ἐπιβουλευοίμεθα ὑπ’ αὐτῶν καὶ διαβαλλοίμεθα καὶ κινδυνεύοιμεν πεπεισμένοι οὐκ ἀργὰ ἔσεσθαι τὰ ῥήματα τῆς προσευχῆς· τὰ μεγάλα δὲ συμβαλοῦνται ἡμῖν, ὥσπερ οὖν καὶ αὐτοῖς τοῖς πρώτοις εὐξαμένοις.
Αὐτίκα γοῦν εὐξάμενος ταῦτα ὁ Δαυὶδ παραχρῆμα ἐπηκόου ἔτυχεν τοῦ θεοῦ καὶ ἀξιοῦται τῆς παρ’ αὐτοῦ βοηθείας. ἤδη γὰρ μέλλων ἁλίσκεσθαι καὶ ταῖς τοῦ Σαοὺλ χερσὶ παραδίδοσθαι, παραδόξως ἐκ θεοῦ σῴζεται, ἀγγελίας τὸν Σαοὺλ ἀπαγαγούσης ἐφ’ ἑτέρας ἀσχολίας κατὰ τὴν παρατεθεῖσαν ἱστορίαν. διὸ ἑξῆς φησιν·
Ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι, κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. .
Τὸ διάψαλμα μεταβολὴν εἰργάσατο τῆς διανοίας· τὰ μὲν γὰρ ὡς ἐν προσευχῇ ἀνεπέμπετο τῷ θεῷ, τὰ δὲ προφητικῶς ἐπιλέγει τὰ θεσπίζοντα σωτηρίαν μὲν τῷ εὐξαμένῳ πτῶσιν δὲ τοῖς ἐχθροῖς, ἀφ’ ὧν ῥυσθῆναι ηὔξατο. ταῦτ’ οὖν ἐξ ἁγίου πνεύματος προφητεύει, τὰ μὲν περὶ αὐτοῦ σημαίνων ἐν τούτοις·
And indeed these matters before us are necessary for our instruction, so that we too, as if chanting an incantation to ourselves, might send up such utterances to God whenever we fall among enemies, are plotted against by them, slandered, and endangered, persuaded that the words of the prayer will not be idle; and they will greatly assist us, just as they did for the first ones who prayed.
Immediately, then, after praying these things, David at once found God attentive and was deemed worthy of his help. For already on the point of being captured and handed over to the hands of Saul, he is unexpectedly saved by God, a message having led Saul away to other business according to the history that has been set forth. Therefore he says next:
For behold, God helps me, the Lord is the supporter of my soul. He will turn the evils against my enemies, in your truth destroy them.
The diapsalma has effected a change of thought: for the former things were sent up to God as in prayer, but the latter he adds prophetically, uttering oracles that foretell salvation for the one who prayed and ruin for the enemies, from whom he prayed to be delivered. These things, then, he prophesies from the Holy Spirit, indicating some things concerning himself in these words:
ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι, κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου,
τὰ δὲ περὶ τῶν ἐναντίων αὐτῷ, ἤτοι περὶ τῶν Ζιφαίων τῶν διαβεβληκότων αὐτὸν πρὸς τὸν Σαοὺλ ἢ καὶ νοητῶν τινων ἢ καὶ ἀφανῶν ἐχθρῶν τῶν διαφθονουμένων αὐτοῦ τῇ κατὰ θεὸν προκοπῇ καὶ διὰ τοῦτο συσκευαζομένων αὐτόν, ἐν τῷ· ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς· κατὰ δὲ τὸν Σύμμαχον ἀνταποδώσει, φησίν, κακὰ τοῖς ἀποτειχίζουσί με, ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς. Καὶ ὅρα, εἰ μὴ συμφωνεῖ ταῦτα τῇ ἱστορίᾳ· ἐπειδήπερ οἱ Ζιφαῖοι βουλόμενον αὐτὸν κρύπτεσθαι παρ’ αὐτοῖς ὥσπερ ἀπογυμνοῦντες καὶ»ἀποτειχίζοντες« διέβαλλον πρὸς τὸν Σαοὺλ λόγοις διαβολικοῖς κατ’ αὐτοῦ χρώμενοι, διόπερ αὐτοὺς ὡς εἰκὸς αἰνιττόμενος ἔλεγεν·
ἀνταποδώσει κακὰ τοῖς ἀποτειχίζουσί με καὶ ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς·
καλὴ γὰρ αὐτοῖς ἡ σιωπή, ἵνα μὴ τοιαύταις χρῶνται κατ’ ἐμοῦ διαβολαῖς.
Σφόδρα δὲ καταλλήλως τὸν θεὸν ἀντιλήπτορα ἢ ὑπέρεισμα κατὰ τὸν Σύμμαχον ὠνόμασεν τῆς ἑαυτοῦ ψυχῆς. ἐπειδὴ γὰρ ἀνωτέρω οἱ κραταιοὶ ἐζήτουν τὴν ψυχὴν αὐτοῦ οὐχ οὕτως ἐπιβουλεῦσαι αὐτοῦ τῷ σώματι προῃρημένοι ὡς τῇ ψυχῇ, εἰκότως καὶ αὐτὸς τὸν κύριον ἀντιλήπτορα τῆς ἑαυτοῦ ψυχῆς ὠνόμαζεν· ἔμελεν γὰρ αὐτῷ οὐδὲν τοῦ σώματος οὐδὲ τῶν ἐκτὸς ὑπαρχόντων οὐδὲ τῆς προσκαίρου ταύτης ζωῆς, μόνης δὲ τῆς ἑαυτοῦ ψυχῆς.
For behold, God helps me, the Lord is the supporter of my soul. And the matters concerning his adversaries, whether concerning the Ziphites who slandered him to Saul, or concerning certain intelligible or invisible enemies who begrudged his progress according to God and therefore plotted against him, are in the phrase: "He will turn back evils upon my enemies, and in your truth destroy them." But according to Symmachus: "He will repay, he says, evils to those who wall me off; in your truth silence them." And see if these things do not agree with the history: since the Ziphites, when he wished to hide among them, as if exposing and "walling him off," slandered him to Saul, using slanderous words against him; therefore, as is likely, alluding to them, he said: "He will repay evils to those who wall me off, and in your truth silence them." For silence is good for them, so that they may not use such slanders against me. And very appropriately he named God the supporter or, according to Symmachus, the support of his own soul. For since above the mighty ones sought his soul, having resolved to plot not so much against his body as against his soul, he fittingly called the Lord the supporter of his own soul; for he cared nothing for his body, nor for external possessions, nor for this temporary life, but only for his own soul.
Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνό ματί σου, κύριε, ὅτι ἀγαθόν· ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπίδεν ὁ ὀφθαλμός μου.
Διὰ τῶν πρώτων δέησιν καὶ ἱκετηρίαν ἀναπέμψας τῷ θεῷ καὶ τὴν δικαιολογίαν αὐτοῦ ἐκθέμενος, ἐν τοῖς δευτέροις πληρωθεὶς τοῦ πνεύματος θεσπίζει τά τε περὶ αὐτὸν μέλλοντα ἔσεσθαι τά τε τοῖς ἐχθροῖς αὐτοῦ συμβησόμενα, εἶθ’ ἑξῆς καὶ ἀκολούθως ἐν τῷ τρίτῳ μέρει θυσίας καὶ εὐχαριστίας ἀνύσειν ἐπαγγέλλεται τῷ θεῷ, ἐφ’ οἷς εὖ πέπονθεν· ὡς γὰρ δὴ διασωθεὶς καὶ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ἠλευθερωμένος οὐ μόνον, ἀλλὰ καὶ τὸν ὄλεθρον τῶν ἐχθρῶν ἐπιδὼν θύσειν καὶ ἐξομολογήσασθαι τῷ ὀνόματι τοῦ κυρίου ὑπισχνεῖται.
Καὶ ταῦτα προλέγει θεσπίζων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως· ὅτε γὰρ οἱ Ζιφαῖοι ἐλθόντες πρὸς τὸν Σαοὺλ εἶπον· ἰδοὺ Δαυὶδ κέκρυπται παρ’ ἡμῖν, ἀρχὴν ἔτ’ ἐχούσης τῆς κατ’ αὐτῶν ἱστορίας καὶ τῶν Ζιφαίων ἄρτι διαβεβληκότων αὐτόν, τότε δὴ τὰ τέλη τῶν πραγμάτων αὐτὸς θεσπίζει τὰ ὕστερόν ποτε γενησόμενα προλαμβάνων ὡς ἤδη γεγονότα· διό φησιν· ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπίδεν ὁ ὀφθαλμός μου. Ταῦτα γὰρ ὕστερον μέν ποτε γέγονεν, ὅμως δὲ προγνώσει τοῦ ἁγίου πνεύματος ὡς ἤδη αὐτὰ γεγονότα ἀπαγγέλλει καὶ ἐπ’ αὐτοῖς εὐχαριστεῖ καὶ θύσειν ἐπαγγέλλεται καὶ ἐξομολογήσεσθαι τῷ κυρίῳ λέγων· ἑκουσίως θύσω σοι, ὁ δὲ Ἀκύλας ἐν ἑκουσιασμῷ, φησίν, θυσιάσω σοι. Ἐπειδὴ γὰρ ἄοικος καὶ ἄπολις καὶ ἀνέστιος ὢν ἐν ταῖς ἐρήμοις ἐποιεῖτο τὰς διατριβάς, καινὸν ἐξεῦρε τρόπον θυσίας. τίς δ’ ἦν οὗτος; ἐν ἑκουσιασμῷ, φησίν, θυσιάσω σοι·
I will willingly sacrifice to you, I will confess to your name, Lord, because it is good; because you have rescued me from every affliction, and my eye has looked upon my enemies.
Through the first part, having sent up a prayer and supplication to God and having set forth his own justification, in the second part, filled with the Spirit, he prophesies both what will happen concerning himself and what will befall his enemies. Then, next and in sequence, in the third part, he promises to offer sacrifices and thanksgivings to God for the good things he has experienced. For, as one who has been saved and freed not only from the plot of his enemies but also having seen the destruction of his enemies, he promises to sacrifice and to confess to the name of the Lord.
And he foretells these things, prophesying before the outcome of the events. For when the Ziphites came to Saul and said, "Behold, David is hidden among us," when the history concerning them was still at its beginning and the Ziphites had just slandered him, then he prophesies the ends of the events, anticipating what would later come to pass as if they had already happened. Therefore he says: "Because you have rescued me from every affliction, and my eye has looked upon my enemies." For these things did indeed happen later, but by the foreknowledge of the Holy Spirit he announces them as already having happened, and for them he gives thanks and promises to sacrifice and to confess to the Lord, saying: "I will willingly sacrifice to you." And Aquila says: "In willingness, I will sacrifice to you." For since he was without a home, without a city, and without a hearth, making his abode in the deserts, he devised a new manner of sacrifice. What was this? "In willingness," he says, "I will sacrifice to you.
ἀρκεῖ γὰρ ἡ ἑκουσιότης καὶ ἡ προαίρεσις, δι’ ἧς ἀναπέμψω σοι τὴν θυσίαν. οὐ γὰρ ἠγνόει τὸν θεὸν παραιτούμενον μὲν τὰς δι’ αἱμάτων καὶ ζῴων σφαγῆς θυσίας, λογικὴν δὲ θυσίαν τὴν δι’ αἰνέσεως ἀσπαζόμενον, ἅτε προμεμαθηκὼς τό· θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ κυρίῳ τὰς εὐχάς σου. Ταύτην οὖν, φησίν, ἑκουσίως θύσω σοι τὴν θυσίαν αὐτὸ τὸ ἐπ’ ἐμοὶ ἑκούσιον καὶ τὸ θέλημά μου καὶ τὴν ἐμὴν προαίρεσιν ἀνατιθείς σοι τήν τε εὐχαριστίαν αὐτὴν ἀντὶ θυσίας σοι προσφέρων. διὸ συνάπτει ἑξῆς λέγων· ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαθόν, σαφέστατα ἐπὶ τοῦ παρόντος τῆς ἐξομολογήσεως ἀντὶ εὐχαριστίας παραλαμβανομένης· ἐφ’ οἷς γὰρ ἐκ πάσης θλίψεως ἐρρύσθη, καὶ ἐν τοῖς ἐχθροῖς αὐτοῦ ἐπίδεν ὁ ὀφθαλμὸς αὐτοῦ, ἐπὶ τούτοις εὐχαριστίας ἀναπέμπει καὶ τὰς τοῦ ἑκουσιασμοῦ θυσίας ἐπαγγέλλεται ἀποδώσειν τῷ θεῷ.
νδ Δήλωσις τῶν κατὰ τοῦ Χριστοῦ τετολμημένων
Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυίδ. Ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. πρόσχες μοι καὶ εἰσάκουσόν μου· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.
For willingness and intention suffice, through which I will offer you the sacrifice. For he was not unaware that God, while rejecting sacrifices involving blood and the slaughter of animals, welcomes a rational sacrifice through praise, having previously learned the saying: "Sacrifice to God a sacrifice of praise and pay your vows to the Lord." Therefore, he says, I will willingly offer you this sacrifice, dedicating to you that which is voluntary in me, my will, and my intention, and offering you thanksgiving itself as a sacrifice. Hence he adds next, saying: "I will confess to your name, Lord, because it is good," with confession here being very clearly taken in the sense of thanksgiving; for on account of having been rescued from every affliction and because his eye has looked upon his enemies, he sends up thanksgivings and promises to render to God the sacrifices of willingness.
54. Declaration of the Deeds Dared Against Christ
For the end, in hymns; of understanding, for David. "Hearken, O God, to my prayer and do not overlook my supplication. Pay attention to me and listen to me; I was grieved in my meditation and was disturbed by the voice of an enemy and by the affliction of a sinful man, because they turned lawlessness upon me and bore me a grudge in anger.
Ὡς μὲν πρὸς τὴν ἱστορίαν δόξειεν ἂν καὶ τὰ προκείμενα εἰρῆσθαι τῷ Δαυίδ, καθ’ οὓς ἀπεδίδρασκε χρόνους φεύγων ἀπὸ προσώπου Σαοὺλ ἐν ταῖς ἐρήμοις τὰς διατριβὰς ποιούμενος· λέγει δ’ οὖν ἑξῆς προϊών· ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. Καὶ ἐπειδὴ μέχρι θανάτου ἐπεβούλευεν αὐτῷ Σαοὺλ καὶ οἱ συμπράττοντες αὐτῷ, εἶπεν ἂν ἐξ οἰκείου προσώπου καὶ τό· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ταῦτα μὲν οὖν ἁρμόσαι τῷ τοῦ Δαυὶδ προσώπῳ οὐ δυσχερές· οὐ μὴν καὶ τὰ ἑξῆς, ἐν οἷς ἐπιλέγει· ὅτι ἴδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐλίπανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Ποίαν γὰρ πόλιν βούλεται σημαίνειν, ἐφ’ ἧς ταῦτα τεθέαται, ἅ φησιν ἑωρακέναι, οὐκ ἂν ἔχοι τις ἀπὸ τῆς ἱστορίας εἰπεῖν. τίς δὲ οὗτος ἦν, ᾧ προσεφώνει λέγων· σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα;
As regards the history, it might seem that the foregoing words were spoken by David, during the times when he was fleeing from the face of Saul, making his abode in the deserts. He says, then, proceeding further: "Behold, I have lengthened my flight and lodged in the desert." And since Saul and those acting with him plotted against him even to the death, he would have said from his own person also: "I was grieved in my meditation, and I was troubled by the voice of the enemy and by the oppression of the sinner, because they turned lawlessness upon me, and they bore a grudge against me in anger." Now it is not difficult to fit these things to the person of David; but not so the following, in which he adds: "Because I saw lawlessness and dissension in the city; day and night it will surround it upon its walls, and lawlessness and toil are in its midst, and usury and deceit have not ceased from its streets. For if an enemy had reviled me, I would have endured it, and if one hating me had spoken boastfully against me, I would have hidden from him. But you, man of like soul, my leader and my acquaintance, who together with me seasoned my food for me, we went in the house of God in concord." For what city he means to indicate, concerning which he says he has seen these things, one could not tell from the history. And who this was to whom he addressed the words: "But you, man of like soul, my leader and my acquaintance, who together with me sweetened my food for me"?
Εἰ μὲν γὰρ ὑπ’ ἐχθροῦ ταῦτ’ ἔπασχον, φησίν, ἢ εἰ μῖσος ὁμολογῶν τις ἔχειν πρὸς μὲ ταῦτ’ ἐποίει, οὐδὲν ἦν θαυμαστόν, νυνὶ δὲ οὔτε μισῶν οὔτε ἐχθρός, συνήθης δὲ ὢν καὶ φίλος ἰσόψυχός τε καὶ ἡγεμὼν ὑπ’ ἐμοῦ καθεσταμένος κοινῆς τε τραπέζης ἀξίωμα ἔχων ἴσον μιᾶς τε καὶ τῆς αὐτῆς ἐν τῷ οἴκῳ τοῦ θεοῦ εἰσόδου μοι καὶ εὐχῆς κεκοινωνηκὼς τοιαῦτα εἰς ἐμὲ τετόλμηκας; ταῦτα δὲ τὸν Δαυὶδ λέγειν ἐξ οἰκείου προσώπου οὐκ οἶδ’ εἴ τινα ἔχοι λόγον· οὔτε γὰρ Σαοὺλ ἰσόψυχος αὐτοῦ φίλος ἢ κατὰ τὸν Σύμμαχον ὁμότροπος ἦν· ποία γὰρ ὁμοιοτροπία γένοιτ’ ἂν ἐν τοῖς ἑκατέρων βίοις πάμπολυ διαλλάττουσιν; ἀλλ’ οὐδὲ ἰσόψυχος πώποτε γέγονεν τῷ Δαυὶδ ὁ Σαούλ, οὐδὲ ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἱστοροῦνται πώποτε πεπορευμένοι ἐν ὁμονοίᾳ. προφανῶς δ’ ἐχθρὸς ὁ Σαοὺλ τοῦ Δαυὶδ πάντοτε φαίνεται γεγονώς· ἔφευγε δ’ οὖν αὐτὸν εἰκότως καὶ ἐκρύπτετο ὡς φανερὸν ἐχθρὸν φυλαττόμενος.
Ἀλλ’ οὐδὲ τὰ περὶ τῆς εἰρημένης πόλεως ἐφαρμόσαι ἄν τις τῇ κατὰ τὸν Δαυὶδ ἱστορίᾳ· ἐν ποίᾳ γὰρ ἴδεν πόλει, ἥν φησιν ἀνομίαν καὶ ἀντιλογίαν, οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτός, κόπον τε καὶ πόνον ἀδικίαν τε καὶ τόκον ἐκ τῶν πλατειῶν αὐτῆς μὴ ἐκλείποντα; ἡ μὲν γὰρ πόλις τοῦ Σαοὺλ ἐλέγετο εἶναι ἡ Ῥαμά, τὸ δ’ οἰκητήριον αὐτοῦ ἡ Γαβεέ οὔπω τῆς Ἱερουσαλὴμ ὑπὸ τῷ Ἰσραὴλ γενομένης ἀλλ’ ἔτι ἀλλοφύλων οὔσης.
If, he says, I were suffering these things at the hands of an enemy, or if someone who confessed to having hatred toward me were doing these things, it would be nothing remarkable; but now, you who are neither hating nor an enemy, but are an intimate and a friend, of like soul, and a leader appointed by me, having the dignity of a common table, and having shared with me the same entrance and prayer in the house of God—have you dared such things against me? I do not know whether it would be reasonable for David to say these things in his own person; for Saul was neither his like-souled friend nor, according to Symmachus, of like character. For what similarity of character could there be in the lives of each, which differ so greatly? Nor was Saul ever like-souled with David, nor are they ever recorded as having gone together in concord into the house of God. Saul clearly appears to have always been an enemy of David; so he fled from him fittingly and hid himself, guarding against him as a manifest enemy.
But neither could the things concerning the aforementioned city be fitted to the history of David. For in what city did he see, which he says does not cease from lawlessness and contradiction, not only by day but also by night, from toil and labor, from injustice and usury, from its streets? For the city of Saul was said to be Ramah, and his dwelling place Gibeah, Jerusalem not yet being under Israel but still belonging to the foreigners.
Τὸ δ’ ἐπαρᾶσθαι δοκεῖν τὸν Δαυὶδ καὶ λέγειν· ἐλθέτω θάνατος ἐπ’ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ποίαν ἔχοι ἂν συμφωνίαν πρὸς τὸ σεμνολόγημα τῆς ὑμνουμένης αὐτοῦ ἀρετῆς, ἐφ’ ᾗ λέγων ἀναγέγραπται· εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιν ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός; Τὸ γὰρ τοιαύτας ἀρὰς κατεύχεσθαι τῶν ἐχθρῶν, οὐκ ἂν εἴη τοῦ ἀνεξικάκου Δαυίδ, ὃς πάντοτε τιμῶν καὶ σέβας ἔχων τοῦ Σαούλ, ὡς μηδὲ τολμᾶν ἐπιβάλλειν αὐτῷ χεῖρας, ὅτε καί ποτε ὑποχείριον αὐτὸν εἴληφεν, ἐξ αὐτῆς δείκνυται τῆς ἱστορίας. Καὶ προϊὼν δὲ ἐπιλέγει· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες· τίνα οὖν ἄν τις ἔχοι δεῖξαι τὸν ταῦτα τῷ Δαυὶδ πεποιηκότα;
Ἐξ ὧν ἁπάντων ἡγοῦμαι μὴ χώραν ἔχειν ἀναφέρεσθαι τὰ προκείμενα ἐπὶ τὸ τοῦ Δαυὶδ πρόσωπον. προφητικῇ δὲ οἶμαι δυνάμει λελέχθαι αὐτὰ καὶ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν συνίστασθαι πεπληρωμένα, ὅτε κατὰ τὸ αὐτὸ συναχθέντες οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες ἐπὶ τῆς Ἱερουσαλὴμ συνέδριον ἐποιήσαντο καὶ σκέψιν, ὅπως αὐτὸν ἀπολέσωσιν· ἐν ᾧ οἱ μὲν θάνατον αὐτοῦ κατεψηφίζοντο, ἕτεροι δὲ ἀντέλεγον ὡς ὁ Νικόδημος λέγων· μὴ ὁ νόμος ἡμῶν κατακρίνει τὸν ἄνθρωπον, εἰ μή τι ἀκούσῃ παρ’ αὐτοῦ; ταῦτ’ οὖν προφητικῶς τὸ πνεῦμα τὸ ἅγιον ἀποθεσπίζει διὰ τῶν προκειμένων λέγον· ὅτι ἴδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός. Σαφῶς δὲ καὶ ἡ τοῦ εὐαγγελίου γραφὴ μαρτυρεῖ τῇ προφητείᾳ ἐπὶ τὸν προδότην Ἰούδαν ἐκλαβοῦσα τό· εἰ ὁ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ.
But that David appears to curse and say, "Let death come upon them, and let them go down to Hades alive"—what harmony would this have with the dignified claim of his celebrated virtue, on account of which he is recorded as saying, "If I have given back evil to those who give back evil to me, would I then fall empty from my enemies?" For uttering such curses against enemies would not be characteristic of the patient David, who always honored and revered Saul, so as not even to dare to lay hands on him when he once had him in his power, as is shown from the history itself. And further on he adds, "His words were softened more than oil, and they themselves are darts." What then could one point to as having done these things to David?
From all this I consider that there is no room for the passages at hand to be referred to the person of David. But I think they have been spoken by prophetic power and are fulfilled only with reference to our Savior and Lord, when the rulers of the Jewish nation gathered together in Jerusalem at the same time and held a council and deliberation on how to destroy him; in which some voted for his death, while others objected, as Nicodemus said, "Does our law condemn the man unless it hears something from him?" So then the Holy Spirit prophetically declares these things through the passages at hand, saying, "I saw lawlessness and dissension in the city by day and night." And clearly the Gospel writing also bears witness to the prophecy, taking the words "If the enemy had reviled me, I would have endured it, and if the one hating me had spoken boastfully against me, I would have hidden from him" as referring to the traitor Judas.
σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτό ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Ἐπεὶ τοίνυν καὶ ἡ σύμφρασις τῶν λόγων οὐκ ἄλλως πεπληρῶσθαι ἀποδείκνυται ἢ διὰ τῶν εἰς τὸν σωτῆρα πεπραγμένων ἥ τε μαρτυρία τῆς εὐαγγελικῆς παραθέσεως ἐπὶ τὸν προδότην ἀναφέρει τὸ προλεχθὲν μέρος τοῦ ἀναγνώσματος, ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς ἐπὶ τὸν καιρὸν τοῦ σωτηρίου πάθους τὴν παροῦσαν ἐκλαβεῖν προφητείαν δεῖξαί τε ἕκαστα τῶν ἐν ταύτῃ φερομένων ἐν καιρῷ τῆς κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῆς τέλους τετυχηκότα.
Τὰ μὲν οὖν τῆς προγραφῆς καὶ νῦν ἡμᾶς ἐπὶ σύνεσιν διεγείρει τῶν ἐμφερομένων, καὶ εἰς τὸ τέλος δὲ παραπέμπει διὰ τὸ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος δι’ ἔργων αὐτὰ πεπληρῶσθαι· εἴρηται δὲ καὶ ἐν ὕμνοις ἢ κατὰ τὸν Ἀκύλαν ἐν ψαλμοῖς ἢ κατὰ τὸν Σύμμαχον διὰ ψαλτηρίων, ἐπειδὴ τὸ τέλος τοῦ πάθους τοῦ σωτηρίου ὕμνων καὶ ψαλτηρίων καὶ ᾠδῶν μετεῖχεν τῆς τε ἀναστάσεως αὐτοῦ ἕνεκα καὶ τῆς σωτηρίας τῶν δι’ αὐτῆς λελυτρωμένων.
You, my equal-souled man, my guide and my acquaintance, who sweetened the same dishes for me, we walked in concord in the house of God. Since, then, the combination of the words is shown to be fulfilled in no other way than through the deeds done for the Savior, and the testimony of the Gospel citation refers the aforementioned part of the reading to the traitor, it would be consistent for us also to interpret the present prophecy with reference to the time of the saving Passion and to demonstrate that each of the things mentioned in it reached its fulfillment at the time of the plot against our Savior.
Now, the matters of the title also now rouse us to an understanding of the things contained, and they also refer to the end because they were fulfilled through deeds at the consummation of the age. And it is said "in hymns" or, according to Aquila, "in psalms" or, according to Symmachus, "through psalteries," since the end of the saving Passion partook of hymns and psalteries and songs, both on account of his resurrection and the salvation of those ransomed through it.
Καὶ τοιαῦτα μὲν τὰ τῆς προγραφῆς, τὰ δὲ τῆς προφητείας παρακαλεῖ τὸν θεὸν ἐνωτίσασθαι τὴν προσευχὴν τοῦ λέγοντος καὶ τοῦτ’ αὐτῷ πρῶτον παρασχεῖν, εἶτα δεύτερον γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν καὶ ἱκετηρίαν μὴ ὑπεριδεῖν τε αὐτήν, καὶ τρίτον τὴν κατάστασιν θεάσασθαι τοῦ τὴν προσευχὴν ἀναπέμποντος καὶ οὕτως αὐτὸν καταξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει· πρόσχες μοι καὶ εἰσάκουσόν μου· ὥσπερ γὰρ δυσωπεῖ τὸν θεὸν ἑαυτὸν δεικνὺς ὁ τὴν προσευχὴν ἀναπέμπων καὶ λέγων τῷ θεῷ· πρόσχες μοι· τὴν δὲ ἑαυτοῦ κατάστασιν παρίστησι καὶ ἑξῆς λέγων· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· τὴν γὰρ λύπην ἑαυτοῦ δείκνυσι τῷ θεῷ καὶ τὴν ταραχὴν καὶ ἥν φησιν ἀδολεσχίαν καὶ ὡς ἄξια τῆς αὐτοῦ θεωρίας· διὸ τούτοις, φησίν, πρόσχες, ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίας πεπλήρωμαι, ἀποδεξάμενός τε ταῦτα ἐπάκουσόν μου. λέγει δὲ ταῦτα πνεύματι θείῳ ὁ προφήτης τὰ κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ μέλλοντα ὑπὸ Ἰουδαίων τολμᾶσθαι ὡς ἤδη παρόντα βλέπων· ἐφ’ οἷς συγχεόμενος καὶ ταραττόμενος λύπης τε πληρούμενος καὶ ἀμηχανίας, ἣν ἀδολεσχίαν ὠνόμασε, διετέλει. ἐλυπεῖτο γοῦν καὶ ἐταράττετο καὶ ἠδολέσχει ἀμηχανῶν καὶ ἀπορῶν ἐπὶ τοῖς τολμωμένοις, ἃ μικρὸν ὕστερον διέξεισι φάσκων· εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτήν. Καὶ τὰ τούτοις ἀκόλουθα, ἅπερ ὕστερόν ποτε δι’ ἔργων κεχωρηκότα, προλαβὼν τῷ πνεύματι τῷ ἁγίῳ ὁ προφήτης ἐλυπεῖτο καὶ ἐταράττετο καὶ ἠδολέσχει ἀθυμίας ἐμπιπλάμενος ἐπὶ τοῖς τὰ τοιαῦτα τολμῶσιν·
Such are the matters of the superscription. As for those of the prophecy, it calls upon God to hearken to the prayer of the speaker and to grant him this first, then secondly to know the entreaty and supplication sent up through the prayer and not to overlook it, and thirdly to behold the state of the one sending up the prayer and thus to deem him worthy of his own hearing. Hence he adds: "Attend to me and hear me." For as if beseeching God, the one sending up the prayer shows himself and says to God: "Attend to me." And he presents his own state by saying further: "I was grieved in my meditation and I was troubled by the voice of the enemy and by the oppression of the sinful man." For he displays his grief to God, and his trouble, and what he calls meditation, and how these are worthy of his contemplation. Therefore, he says, attend to these things: how I was grieved, how I was troubled, how I am filled with meditation, and having received these, hear me. Now the prophet says these things by divine spirit, seeing as already present the things that were to be dared against the Son of God by the Jews. At these he was confounded and troubled, filled with grief and perplexity, which he named meditation. Indeed, he was grieved and troubled and meditated, being perplexed and at a loss at the things dared, which a little later he recounts, saying: "I saw lawlessness and contradiction in the city; day and night will encompass it." And the things following these, which later were accomplished in deeds, the prophet, having anticipated them by the Holy Spirit, was grieved and troubled and meditated, filled with despondency at those who dared such things.
διὸ καὶ τὸν θεὸν ἐπόπτην τῆς ἑαυτοῦ καταστάσεως γενέσθαι παρακαλεῖ λέγων· ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ἐν τοιαύτῃ δὲ γεγονὼς καταστάσει ἠξίου λέγων ἑξῆς· καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· δι’ ὧν ἱκέτευεν τὴν συμφωνίαν αὐτῶν τὴν κατὰ τοῦ σωτῆρος διασκεδασθῆναι τήν τε μεγαλαυχίαν αὐτῶν καὶ τὸ τῆς ἀλαζονείας ἔπαρμα ταπεινωθῆναι πρὸς τὸ μὴ ἐπιτρίβεσθαι καὶ αὔξειν αὐτῶν τὰ κακά. εὔλογα τοίνυν αἰτῶν διὰ τῆς δεήσεως ἠξίου μὴ ὑπεροραθῆναι. ἀλλὰ καὶ λύπης ἐπληροῦτο καὶ ταραχῆς καὶ ἀδολεσχίας φάσκων· ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ἐχθροῦ δηλαδὴ καὶ ἁμαρτωλοῦ λαοῦ· θλίψιν γὰρ παρεῖχον τῷ πνεύματι τῷ προφητικῷ οἱ τὰ τοιαῦτα τολμῶντες. εἶτ’ ἐπιλέγει ἑξῆς· ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, ἰδιοποιούμενον τὰ κατὰ τοῦ σωτῆρος τετολμημένα· καὶ ἐκ προσώπου δὲ τοῦ σωτῆρος δύναται λέγεσθαι τά τε ἄλλα καὶ τό· ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, ἢ κατὰ τὸν Σύμμαχον· ὅτι ἐπέρριψαν κατ’ ἐμοῦ ἀσέβειαν καὶ μετ’ ὀργῆς ἠναντιώθησάν μοι.
Therefore he calls upon God to be the overseer of his own condition, saying: "Hearken, O God, to my prayer, and do not overlook my supplication; pay attention to me and give ear to me." And being in such a condition, he deemed it right to say next: "Overwhelm, Lord, and divide their tongues," by which he entreated that their concord against the Savior be scattered, and that their boastfulness and the swelling of their arrogance be humbled, so that their evils might not be crushed and increase. So, making reasonable requests through his supplication, he deemed it right not to be overlooked. But he was also filled with grief, disturbance, and anxiety, saying: "From the voice of the enemy and from the oppression of the sinner," that is, from the enemy and sinful people; for those who dared such things caused oppression to the prophetic spirit. Then he adds next: "Because they turned lawlessness upon me and in anger they bore a grudge against me," appropriating the things dared against the Savior. And it is possible for the other things, as well as "Because they turned lawlessness upon me and in anger they bore a grudge against me," to be spoken from the person of the Savior, or according to Symmachus: "Because they cast impiety against me and with anger they opposed me.
Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ· φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμέ, καὶ ἐκάλυψέν με σκότος. καὶ εἶπα· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω; ἰδοὺ ἐμάκρυνα |φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. διάψαλμα. προσεδεχόμην τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.
Πάντα ταῦτα πεπονθέναι ὁ προφήτης ὁμολογεῖ διὰ τὸ προεωρακέναι τῷ πνεύματι τῷ προφητικῷ τὴν ἑξῆς δηλουμένην πόλιν, ἀνομίας πληρουμένην καὶ ἀντιλογίας καὶ κόπου καὶ πόνου καὶ ἀδικίας, καὶ τὸν ἰσόψυχον καὶ γνωστὸν τοῦ σωτῆρος ἡμῶν τὰ ἐχθρῶν αὐτὸν καὶ πολεμίων διατιθέντα· ἐπὶ τούτοις γὰρ τὴν συμπάθειαν αὐτοῦ δείκνυσι τῷ θεῷ καὶ ἣν ὑπέμεινεν εὔλογον ταραχήν, περὶ ἧς καὶ ἀνωτέρω ἔλεγεν· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην, καὶ νῦν πάλιν· ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, κατὰ δὲ τὸν Ἀκύλαν ἡ καρδία μου, φησίν, ὠδίνησεν ἐν ἐγκάτῳ μου , κατὰ δὲ τὸν Σύμμαχον ἡ καρδία μου διεστρωφᾶτο ἔνδον μου. Ἀλλὰ καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ αὐτόν, ἤτοι τοῦ σωτηρίου θανάτου, ἐφ’ ᾧ δειλίας ὁ προφήτης ἐπληροῦτο ἀνθρωπίνῳ λογισμῷ κινούμενος, ἢ τοῦ τῶν ψυχῶν θανάτου τῶν ἀπόλλυσθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα.
My heart was troubled within me, and a dread of death fell upon me; fear and trembling came upon me, and darkness covered me. And I said: Who will give me wings like a dove, and I will fly away and rest? Behold, I have fled far off, taking refuge, and I have lodged in the wilderness. Diapsalma. I was waiting for the one who would save me from faint-heartedness and from the storm.
The prophet confesses that he has suffered all these things because he had foreseen in spirit, with the prophetic spirit, the city that is indicated next, filled with lawlessness and contradiction and toil and labor and injustice, and the one who is of like soul and known to our Savior treating him as an enemy and adversary; for on account of these things he shows his sympathy to God and the reasonable disturbance he endured, concerning which he also said above: I was grieved in my meditation and I was troubled, and now again: My heart was troubled within me. According to Aquila: My heart, he says, ached in my inward parts. According to Symmachus: My heart was twisted within me. But also a dread of death fell upon him, either of the saving death, at which the prophet was filled with dread, moved by human reasoning, or of the death of souls that are about to perish because of such audacities.
Ἀλλὰ καὶ φόβος καὶ τρόμος δι’ ὑπερβολὴν εὐλαβείας ἐπέπιπτεν τῷ προφήτῃ ὁρῶντι τὸν ἀγαπητὸν τοῦ θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα, ἐκάλυπτέν τε αὐτὸν σκότος ἢ κατὰ τὸν Ἀκύλαν εἰλίνδησις ἢ κατὰ τὸν Σύμμαχον φρίκη, ὡσανεὶ φρικτὰ καὶ σκότους ἀληθῶς ἄξια τὰ κατὰ τοῦ σωτῆρος δρώμενα θεωροῦντα.
Νοήσεις δὲ τὰ λεγόμενα ἐκ παραδείγματος τῶν κατὰ τοὺς ὀνείρους ἡμῖν συμβαινόντων· ἐπεὶ πολλάκις ὀνειρώττοντες κἄπειτά τινα ὁρῶντες φοβερά, ἢ θῆρας διώκοντας ἢ ἑρπετὰ ἢ πολεμίους ἐπιόντας ἡμῖν, θορυβούμεθα τὴν ψυχὴν καὶ ἐξιστάμεθα τρόμου καὶ ἀγωνίας καὶ ἱδρῶτος ἐμπιπλάμενοι· κατὰ τὸν αὐτὸν γὰρ οἶμαι τρόπον καὶ τὴν τοῦ προφήτου ψυχὴν τῶν μηδέπω παρόντων, μελλόντων δὲ γίγνεσθαι πραγμάτων τὴν θεωρίαν φωτὶ τοῦ προφητικοῦ πνεύματος τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἐντυπουμένην ὁρῶντα τεταράχθαι καὶ φόβου καὶ δειλίας καὶ τρόμου πεπληρῶσθαι διὰ τὴν τῶν θεωρουμένων κακῶν ὑπερβολήν.
Εἶθ’ ὥσπερ μέσος ἀποληφθεὶς τῶν ταῦτα δρώντων μηδεμίαν τε ἔχων ἀποφυγὴν μηδέ, ὅποι κλίνας ἑαυτὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται μετέωρος ἀρθῆναι πτηνός τε δι’ ἀέρος ἐκφυγεῖν· διὸ ἐπιλέγει· καὶ εἶπα· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω; Περιστερᾶς γὰρ δίκην ἀκάκου πτέρυγας ἐκφυγεῖν καὶ πετασθῆναι, ὡς ἂν φύγοι τὰ κακά, ἠξίου. οὐκοῦν καὶ περὶ τούτου ἀνωτέρω ἔλεγεν τό· ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδης τὴν δέησίν μου, ὡς ἂν τύχοι πτερύγων περιστερᾶς καὶ πετασθείη· μόνως γὰρ οὕτως καὶ οὐδὲ ἄλλως πόρρω γίνεσθαι τῆς τῶν ἀσεβῶν πόλεως οἷός τε ἦν. Κατὰ δὲ τὸν Σύμμαχον·
But fear and trembling also fell upon the prophet to an excessive degree of reverence, as he saw the beloved of God suffering such things at the hands of the impious; and darkness covered him, or, according to Aquila, a rolling darkness, or, according to Symmachus, a shudder, as if he were beholding things truly worthy of shuddering and darkness that were being done against the Savior.
You will understand what is said from the example of what happens to us in dreams, since often when dreaming and then seeing some fearful things—either beasts pursuing, or reptiles, or enemies attacking us—we are disturbed in soul and are beside ourselves, filled with trembling, anguish, and sweat. For in the same way, I think, the soul of the prophet, seeing the vision of things not yet present but about to happen, imprinted by the light of the prophetic spirit upon the eyes of his mind, was disturbed and filled with fear, cowardice, and trembling because of the excess of the evils he beheld.
Then, as if caught in the midst of those doing these things and having no escape, nor any place to turn himself away from the evils, he prays to be lifted up into the air and to flee through the air as a winged creature. Therefore he adds: "And I said: Who will give me wings like a dove, and I will fly away and rest?" For he deemed it right to flee and fly away like an innocent dove, so that he might escape the evils. Therefore, concerning this, he said above: "Hearken, O God, to my prayer, and do not overlook my supplication," so that he might obtain the wings of a dove and fly away; for only in this way and no other could he be far from the city of the impious. According to Symmachus:
καὶ εἶπον· τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς πετασθῆναι καὶ ἑδρασθῆναι; πόρρω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ. ἐξαίφνης ἂν ἐποίησα τὴν ἔκφευξίν μου ἀπὸ πνεύματος ἐπαίροντος. Πόρρω γὰρ ἂν ἐποίησα, φησί, τὴν ἀναχώρησίν μου, εἰ ἔτυχον πτερύγων, φεύγων τοὺς τὰ προλεχθέντα τολμῶντας καὶ τὰς ἐρήμους μᾶλλον τῆς εἰρημένης πόλεως προετίμων· οὕτως τε ἐν τῇ ἐρήμῳ γεγονὼς προσεδεχόμην ἂν τὸν σῴζοντά με ἀπὸ τῆς γενομένης μοι ὀλιγοψυχίας καὶ ἀπὸ τῆς καταλαβούσης με καταιγίδος.
Καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι ἴδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὸ τεῖχος αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς. ἀδικία ἐν μέσῳ αὐτῆς· καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν τόκος καὶ δόλος.
Τὴν αἰτίαν, δι’ ἣν ηὔξατο πτερύγων τυχεῖν, ὡς ἂν πετασθείη καὶ φύγοι, ἔρημόν τε μᾶλλον οἰκεῖν ἑλέσθαι ἢ τὴν δηλουμένην πόλιν, διὰ τῶν προκειμένων διδάσκει λέγων· ἐπειδὴ τάδε καὶ τάδε προγνώσει τοῦ προφητικοῦ πνεύματος ἐθεασάμην πραχθησόμενα ἐν τῇ πόλει, τούτου χάριν ἐντεῦθεν ἤδη φεύγειν διανενόημαι τὴν τῶν κακῶν πληθύν· πρῶτον γὰρ ἀσέβημα τῶν τὴν προλεχθεῖσαν πόλιν οἰκησόντων ὁρῶ τὸ ἐκ τῆς γλώττης αὐτῶν· πάντες γὰρ ὤξυναν ἑαυτῶν ἐπὶ κακῷ συμφωνήσαντες τὰς γλώττας κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ· διὸ μὴ φέρων αὐτῶν τὴν μοχθηρὰν ταύτην καὶ ἀσεβῆ συμφωνίαν εὔχομαι λέγων· ὦ κύριε, καταπόντισον καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον· καταποντισθῆναι ποίησον, δέσποτα, καὶ ἀσύμφωνον ποίησον τὴν γλῶσσαν αὐτῶν«·
And they said: "Who will give me wings like a dove to fly and to settle? I would have made my retreat far away, I would have lodged in the desert. Suddenly I would have made my escape from a rising wind." For "I would have made my retreat far away," he says, "if I had chanced upon wings," fleeing those who dare the aforementioned things, and I would have preferred the deserts to the aforementioned city; thus, having been in the desert, I would have awaited the one who saves me from the faint-heartedness that befell me and from the storm that overtook me.
"Plunge down, Lord, and divide their tongues, because I saw lawlessness and dissension in the city. Day and night it will encircle her upon her wall, and lawlessness and toil are in her midst. Injustice is in her midst; and usury and deceit have not ceased from the streets."
The reason for which he prayed to obtain wings, so that he might fly and flee, and choose to inhabit the desert rather than the indicated city, he teaches through the foregoing words, saying: Since I have seen, by the foreknowledge of the prophetic spirit, such and such things that will be done in the city, for this reason I have already resolved to flee from here the multitude of evils. For first I see the impiety of those who will inhabit the aforementioned city, arising from their tongue; for all have sharpened their tongues, having conspired for evil against the son of God. Therefore, unable to bear this wicked and impious conspiracy of theirs, I pray, saying: "O Lord, plunge down and divide their tongues," or according to Symmachus: "Cause to be plunged down, Master, and make their tongue discordant.
τῆς γὰρ μοχθηρᾶς συμφωνίας πολὺ κρεῖττον γένοιτ’ ἂν ἡ ἀσυμφωνία ἀτονωτέραν καὶ ἀσθενεστέραν κακίαν ἀπεργαζομένη. τοῦτο μὲν οὖν τὸ πρῶτον ἦν αὐτῶν κακόν· οἵ τε γὰρ τοῦ ἔθνους προεστῶτες, νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς καὶ λοιποὶ ἄρχοντες τοῦ λαοῦ, δολίως αὐτῷ προϊόντες πειράζειν αὐτὸν ἐτόλμων λαβὰς θηρώμενοι καὶ ἐπιβουλὰς κατ’ αὐτοῦ συσκευαζόμενοι· ὃ δὴ καὶ ἕτερος ᾐνίττετο ψαλμὸς ἐξ αὐτοῦ προσώπου φήσας· περιεκύκλωσάν με ταῦροι πολλοί, μόσχοι πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος· κἀκεῖ γὰρ τοὺς ἄρχοντας ᾐνίττετο τοῦ λαοῦ· διὸ πάλιν τοῦ στόματος αὐτῶν ἐμνημόνευεν διὰ τὰς κατ’ αὐτοῦ ἐπιβουλάς τε καὶ σκέψεις. καὶ ὁ πᾶς δὲ τῶν Ἰουδαίων λαός, ὁποίας ἐπὶ τοῦ Πιλάτου κατ’ αὐτοῦ προσήκατο φωνάς, ἱστορεῖ τὰ εὐαγγέλια· ὃ δὴ καὶ αὐτὸ παρίστη ἐν κα ψαλμῷ ὁ εἰπών· ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με. Καὶ ταῦτα πάντα ἐν τῇ δηλουμένῃ ἐπράττετο πόλει· διὸ λέλεκται ἐν τοῖς προκειμένοις· καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Εἶτ’ ἐπιλέγει· | ὅτι ἴδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτήν, καὶ τὰ ἑξῆς· ἀνθ’ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· ὅτι ἐθεώρησα βίαιον ἀδικίαν καὶ διαδικασίαν ἐν τῇ πόλει, ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτὴν τὰ τείχη αὐτῆς, ὀδύνην καὶ ταλαιπωρίαν ἔνδον αὐτῆς, ἐπηρείας ἔνδον αὐτῆς, ἀχώριστον ἀπὸ τῶν πλατειῶν αὐτῆς ζημίαν καὶ ἐπίθεσιν. Ἀνομίας δὲ ἔργα ἦν τὰ κατὰ τοῦ σωτῆρος τολμώμενα καὶ βίαιος ὡς ἀληθῶς ἀδικία.
For the evil harmony would be far better than the discord that produces a weaker and feebler wickedness. This, then, was their first evil: for the leaders of the nation—the teachers of the law, the high priests, and the other rulers of the people—approached him deceitfully and dared to test him, seeking pretexts and plotting conspiracies against him. This indeed another psalm hinted at, speaking in his person: "Many bulls surrounded me, fat calves encompassed me; they opened their mouths against me like a roaring, seizing lion." For there too it alluded to the rulers of the people; hence it again mentioned their mouths because of the plots and schemes against him. And the whole Jewish people—what cries they raised against him in the time of Pilate, the Gospels record. This too the one who said in a psalm made clear: "Many dogs surrounded me, a gathering of evildoers encompassed me." And all these things took place in the city in question; therefore it is said in the present passage: "Sink, Lord, and divide their tongues." Then it adds: "For I saw lawlessness and contradiction in the city; day and night it will surround her," and so forth. In place of this, Symmachus rendered it in this way: "For I saw violent injustice and litigation in the city, day and night her walls surrounding her, grief and misery within her, insults within her, inseparable from her streets—loss and attack." And the works of lawlessness were the deeds dared against the Savior, and truly violent injustice.
ἀντὶ γὰρ τοῦ ἀγαπᾶν με, φησίν, ἐνδιέβαλλόν με· καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου . Ἀντιλογία δὲ ἦν ἐν αὐτοῖς καὶ διαδικασία πολλῶν ψευδομαρτύρων παριόντων κατ’ αὐτοῦ καὶ μηδὲν ἀληθὲς μηδὲ σύμφωνον λεγόντων. καὶ ταῦτα ἐπράττετο οὐ δι’ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός· οὕτω γὰρ ἐν νυκτὶ Πέτρος ἀρνεῖται· […] ὅτε Ἰούδας μετὰ φανῶν καὶ λαμπάδων ἐπῄει· ἀλλὰ καὶ νὺξ ἦν, ὅτε ἀπῆγον αὐτὸν ποτὲ μὲν πρὸς Ἄνναν, ποτὲ δὲ καὶ πρὸς Καϊάφαν, ὕβρεσι παντοίαις ἀτιμάζοντες· πρωΐας τε γενομένης δήσαντες αὐτὸν ἤγαγον καὶ παρέδωκαν Πιλάτῳ τά τε κατὰ τὸ πάθος ἐνήργουν· ἃ δὴ πάντα τῷ πνεύματι προϊδὼν ὁ προφήτης ἀνεφώνει λέγων· ὅτι ἴδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτήν , κατὰ τὸν Σύμμαχον. Καὶ ταῦτα μὲν ἐν τῇ πόλει, περὶ δὲ τὰ τείχη αὐτῆς ἀνομία καὶ κόπος ἢ κατὰ τὸν Σύμμαχον ὀδύνη καὶ ταλαιπωρία· σημαίνει δὲ τὰ ἐκτὸς τῆς πόλεως πεπραγμένα, ὁπηνίκα ἐξαγαγόντες αὐτὸν ἤγαγον εἰς τὸν λεγόμενον τόπον Γολγοθά. καὶ τὰ μὲν ἔξω τοιαῦτα ἦν μεστὰ ὡς ἀληθῶς ὀδύνης καὶ ταλαιπωρίας· πάλιν δὲ τὰ ἔνδον αὐτῆς, ἐπηρείας, φησίν, καὶ ζημίας καὶ ἐπιθέσεως εἶδον μεστά, ἀδικία τε ἦν ἐν μέσῳ αὐτῆς. καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος, ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ὄφλημα καὶ ἐπίθεσιν ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος» ζημίαν καὶ ἐπίθεσιν· πάντων γὰρ πεπλήρωντο κακῶν οἱ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν συσκευασάμενοι.
Instead of loving me, he says, they slandered me; and they set evils against me instead of goods, and hatred instead of my love. And there was contradiction among them and a contest of many false witnesses coming forward against him and saying nothing true nor consistent. And these things were done not only by day, but also by night; for thus in the night Peter denies; [...] when Judas with torches and lamps approached; but it was also night when they led him away, sometimes to Annas, sometimes also to Caiaphas, dishonoring him with every kind of outrage; and when morning came, having bound him they led him away and handed him over to Pilate, and they carried out the things concerning the passion; all of which the prophet, having foreseen in spirit, cried out saying: that I saw lawlessness and contradiction in the city, surrounding it by day and night, according to Symmachus. And these things were in the city, but around its walls lawlessness and toil, or according to Symmachus grief and misery; and it signifies the things done outside the city, when they led him out and brought him to the place called Golgotha. And the things outside were such, truly full of grief and misery; and again the things within it, he says, I saw full of insolence and loss and attack, and injustice was in its midst. And interest and deceit did not cease from its streets, instead of which Aquila interpreted debt and attack, and Symmachus loss and attack; for those who conspired against our savior were filled with all evils.
Ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐλίπανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.
Εἰς ἑαυτοῦ πρόσωπον ἀναλαβὼν ὁ προφήτης τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τολμηθησόμενα, εἰκότως ἔφασκε τεταράχθαι καὶ δειλίας θανάτου πεπληρῶσθαι. μάλιστα μὲν γὰρ καὶ πᾶσα, φησίν, ἡ πόλις πεπλήρωτο ἀνομίας καὶ ἀντιλογίας, οὐ δι’ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός· τὰ δ’ ἐκτὸς τῆς πόλεως ἀμφὶ τὰ τείχη αὐτῆς ἀνομίας ἔμπλεα ἦν καὶ ὀδύνης καὶ ταλαιπωρίας· οὐ μὴν ἀλλὰ καὶ πάντων αὐτῶν αἱ ψυχαὶ ζημίας ἐτύγχανον καὶ ἐπιθέσεως μεσταί. τὸ δὲ πάντων χείριστον, ὅτι καὶ τῶν ἐμῶν ἰσοψύχων εἷς τῶν τε σφόδρα γνωρίμων καὶ γνωστῶν ἐμοὶ τοιαῦτα κατ’ ἐμοῦ πεπαρῴνηκεν ὡς ἀφόρητα εἶναι καὶ οὐκ οἰστά.
Τὰ μὲν γὰρ ὑπ’ ἐχθρῶν καὶ ὁμολογούντων ἐναντιοῦσθαι καὶ μισεῖν ἐκ τοῦ προφανοῦς οἰστὰ ἂν γένοιντό ποτε, ἐπεὶ καὶ προφυλάττεσθαι τοὺς ἐχθροὺς κρύπτεσθαί τε ἀπ’ αὐτῶν δυνατὸν καὶ μηδὲν ξένον ἡγεῖσθαι τοὺς τῶν ἐχθρῶν ὀνειδισμούς· ὅταν δὲ φίλος ἰσόψυχος, ὅταν ὁ τῆς παρ’ ἐμοὶ τιμῆς τε καὶ ἐκλογῆς κατηξιωμένος, ὅταν ὁμοτράπεζος μαθητής, ὅταν ὁ συνεισελθὼν ἐμοὶ πολλάκις εἰς τὸν τοῦ θεοῦ οἶκον συμπροσευξάμενός τε καὶ μυστικῆς ἀπολαύσας τροφῆς λόγων τε ἀπορρήτων τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν μετασχών, τοιαῦτα κατ’ ἐμοῦ δρῶν, οὐκέτ’ ἂν γένοιτο ἀνεκτά. ταῦτα δὲ ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τῶν ἐν τῇ πόλει τετολμημένων ἰδίως περὶ τοῦ προδότου Ἰούδα ἐθεσπίζετο·
If an enemy had reproached me, I would have endured it, and if the one hating me had spoken boastfully against me, I would have hidden from him. But you, a man of like soul, my leader and my acquaintance, who anointed the same dishes for me, we went in concord into the house of God.
Taking upon himself his own person, the prophet fittingly said that he was disturbed and filled with the cowardice of death regarding what would be dared against our savior. For especially, he says, the whole city was filled with lawlessness and contradiction, not only by day but also by night; and the areas outside the city around its walls were full of lawlessness and pain and misery; and moreover, the souls of all of them were full of loss and attack. And the worst of all, that one of those of like soul with me, one of those very familiar and known to me, has committed such outrages against me as to be unbearable and not to be endured.
For the things from enemies and those openly confessing opposition and hatred might at some time become bearable, since it is possible to guard against enemies and to hide from them and to consider the reproaches of enemies as nothing strange; but when a friend of like soul, when one deemed worthy of honor and selection by me, when a fellow table-companion disciple, when one who entered with me many times into the house of God, who prayed together with me and partook of mystic food and shared in secret words concerning the kingdom of the heavens, does such things against me, it would no longer be tolerable. And these things were prophetically spoken, following the previously mentioned things about what was dared in the city, specifically concerning the traitor Judas.
ἃ δὴ καὶ αὐτὰ τοῦτον ὁ Σύμμαχος ἡρμήνευσε τὸν τρόπον· οὐ γὰρ ἐχθρὸς προεπηλάκισέν με, ἵνα βαστάξω, οὐδὲ διὰ μίσους μοι ἐπ’ ἐμὲ ἐμεγάλυνε πτερνισμόν, ἵνα κρύβωμαι αὐτόν. ἀλλὰ σύ, ἄνθρωπε, ὁμοιότροπός μοι, συνήθης καὶ γνώριμός μοι· οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἀναστρεφόμεθα συνδιαιτώμενοι.
Ἐλθέτω θάνατος ἐπ’ αὐτούς, καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν.
Ἤδη πολλάκις ἡμῖν καὶ διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται, ὅτι τὰ προρρητικὰ προστακτικῷ τρόπῳ ἔθος τῇ θείᾳ γραφῇ προφέρεσθαι· καὶ ἐνταῦθα τοίνυν ἀντὶ τοῦ· ἐλεύσεται θάνατος ἐπ’ αὐτούς, καὶ καταβήσονται εἰς ᾅδου ζῶντες, προστακτικῶς εἴρηται τὰ προκείμενα· θεσπίζει δὲ τὸ πνεῦμα τὸ ἅγιον τὰ συμβησόμενα τοῖς τὰ προλεχθέντα τετολμηκόσιν. ὁ γοῦν Ἀκύλας ὀρθότερον ἡρμήνευσεν εἰπών· ἐπάξει θάνατον ἐπ’ αὐτούς. Τίς δὲ θάνατον ἐπάξει ἐπ’ αὐτοὺς ἢ τὰ ἔργα αὐτῶν (αὐτὰ γὰρ αὐτοῖς αἴτια γεγένηται θανάτου) ἢ ὁ κρίνας αὐτοὺς θανάτου ἀξίους διὰ τὰς ἀσεβεῖς πράξεις αὐτῶν;
And these things Symmachus interpreted in this way: "For an enemy did not insult me, that I might bear it, nor did one who hates me magnify a heel against me out of hatred, that I might hide from him. But you, a man of like character to me, my companion and acquaintance, with whom I shared sweet conversation, we who frequent the house of God and live together.
Let death come upon them, let them descend into Hades alive, because wickedness is in their settlements, in their midst."
It has already been demonstrated many times by us, even in the preceding passages, that it is customary for divine scripture to utter prophetic statements in an imperative manner. And here, therefore, instead of "death will come upon them, and they will descend into Hades alive," the foregoing words are spoken in the imperative. The Holy Spirit prophesies what will happen to those who have dared the aforementioned things. At any rate, Aquila interpreted more correctly, saying: "He will bring death upon them." And who will bring death upon them but their own deeds (for these have become the cause of death to them) or the one who judged them worthy of death because of their impious actions?
Θάνατος δὲ τοὺς ἀσεβεῖς μετερχόμενος οὐχ ὁ κοινὸς ἂν λέγοιτο· ὥσπερ οὖν ἐδίδαξεν ὁ σωτὴρ εἰπών· ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακὼβ οὐκ ἔστι θεὸς νεκρῶν, ἀλλὰ ζώντων· οὗτος γὰρ καὶ τοὺς δικαίους ἅπαντας μετῆλθεν, οἳ καὶ μετὰ τὸν κοινὸν θάνατον ζῶσι παρὰ τῷ θεῷ, ὥσπερ οὖν ἐδίδαξεν ὁ σωτὴρ εἰπών· ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακὼβ οὐκ ἔστι θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ψυχῶν δὲ θάνατος καὶ παρὰ τῷ Ἐζεκιὴλ δεδήλωται φάσκοντι· ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. ἐπεὶ τοίνυν ἑαυτοὺς τῆς ζωῆς οἱ δηλούμενοι κεχωρίκασιν (ἦν δὲ ὁ σωτὴρ ἡμῶν ἡ ζωή· ὃ γέγονεν γὰρ ἐν αὐτῷ, ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων ), εἰκότως ἀποτμηθέντες αὐτοῦ τῷ τῆς ψυχῆς θανάτῳ παρεδόθησαν, οὐχ ὥστε φθαρῆναι αὐτὴν καὶ ἀφανισθῆναι εἰς τὸ μὴ ὂν χωρήσασαν. ἀλλ’ ὥστε ζῶσαν αὐτὴν καὶ ἀθάνατον τὴν οὐσίαν κεκτημένην ἐν τῷ λεχθέντι θανάτῳ διάγειν. διὸ λέλεκται· καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· οὐ γὰρ ἀφανισμὸν ψυχῶν ἐδήλου λέγων· ἐλθέτω θάνατος ἐπ’ αὐτούς, ἀλλὰ τὸν ἀπὸ τῆς κατὰ θεὸν ζωῆς χωρισμὸν καὶ τὴν εἰς τὸν ᾅδην κατοίκησιν.
Death that overtakes the impious would not be called the common death. For just as the Savior taught, saying, "The God of Abraham and the God of Isaac and the God of Jacob is not a god of the dead, but of the living," so this death also overtook all the righteous, who even after the common death live with God. For just as the Savior taught, saying, "The God of Abraham and the God of Isaac and the God of Jacob is not a god of the dead, but of the living," so the death of the soul is also indicated by Ezekiel when he says, "A soul that sins, this one will die." Since, therefore, those indicated have separated themselves from life (and our Savior was life; for what came to be in him was life, and the life was the light of men), they were fittingly cut off from him by the death of the soul, not so that the soul might be destroyed and vanish into non-being, but so that, possessing a living and immortal substance, it might dwell in the said death. Hence it is said, "And let them descend into Hades living." For he did not indicate an annihilation of souls by saying, "Let death come upon them," but rather the separation from life according to God and the dwelling in Hades.
Μήποτε δὲ καὶ ἄλλως ζῶντες εἰς ᾅδου κατῄεσαν ἐν γνώσει ἁμαρτάνοντες καὶ εἰδότες μὲν τὸν σωτῆρα, ὡς αὐτὸς εἶ ὁ χριστὸς τοῦ θεοῦ, προσποιούμενοι δὲ μὴ εἰδέναι; διὸ καὶ ὁμοίως τοῖς περὶ Δαθὰν καὶ Ἀβηρὼν καταποθήσεσθαι καὶ αὐτοὺς εἰς ᾅδου τε ζῶντας καταβήσεσθαι προαγορεύει. Ἀντὶ δὲ τοῦ· ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν, ὁ Σύμμαχος ἡρμήνευσεν· ὅτι πονηρία ἐν συστάσεσιν αὐτῶν· τῶν γὰρ κατὰ τοῦ σωτῆρος γενομένων αἱ» συστάσεις« καὶ αἱ κατὰ τὸ αὐτὸ σύνοδοι πονηραὶ γεγόνασι· διὸ καὶ ὁ Ἀκύλας φησίν· ὅτι πονηρίαι ἐν συστροφῇ αὐτῶν. Ἐπεὶ τοίνυν οὐκ ἐπὶ καλῷ συνήρχοντο συστροφάς τε καὶ συστάσεις πονηρὰς ἐποιοῦντο, εἰκότως ἐθέσπισεν, ὁποῖον αὐτοὺς διαλήψεται τέλος.
Ἐγὼ πρὸς θεὸν ἐκέκραξα, καὶ κύριος ἔσωσέν με. ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου· λυτρώσεται τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. διάψαλμα.
But perhaps they also went down to Hades while still alive in another way, sinning knowingly and, while recognizing the Savior—that he himself is the Christ of God—pretending not to know? Therefore he also foretells that they, like those around Dathan and Abiron, will be swallowed up and will descend to Hades while still alive. Instead of "that wickednesses are in their sojournings, in their midst," Symmachus rendered: "that wickedness is in their conspiracies." For the "conspiracies" and the gatherings in the same place that occurred against the Savior have become wicked. Hence Aquila says: "that wickednesses are in their conspiracy." Since, then, they did not assemble for a good purpose but formed wicked conspiracies and gatherings, he fittingly prophesied what end will overtake them.
I cried out to God, and the Lord saved me. Evening and morning and midday I will recount and proclaim, and he will hear my voice; he will ransom my soul from those drawing near to me, because they were with me in many things. God will hear and humble them, he who exists before the ages. Diapsalma.
Εἰ καὶ τὰ μάλιστα, φησίν, τῷ πνεύματι τῷ προφητικῷ τὴν μέλλουσαν γενήσεσθαι ἀνομίαν ἐν τῇ προλεχθείσῃ πόλει θεασάμενος ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην, ὅμως δ’ οὖν τὰ τέλη συνιδὼν τῶν πραγμάτων εὖ οἶδ’, ὅτι βοήσας πρὸς τὸν θεὸν οὐ καταλειφθήσομαι, τεύξομαι δὲ σωτηρίας τῆς τοῦ κοινοῦ σωτῆρος χάριτος καὶ μέχρις ἐμοῦ διαβησομένης.
Λέγει δὲ ταῦτα ὁ προφήτης κατὰ μὲν τοὺς ο τὸ μέλλον ἔσεσθαι ὡς παρῳχηκὸς ἑρμηνεύων· διὸ λέλεκται· ἐγὼ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος ἔσωσέ με. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς μελλητικῶς προφητεύει καὶ ταῦτα· ὁ γοῦν Ἀκύλας φησίν· ἐγὼ πρὸς τὸν θεὸν καλέσω, καὶ κύριος σώσει με· καὶ ὁ Θεοδοτίων· ἐγὼ δὲ πρὸς τὸν θεὸν κεκράξομαι, καὶ κύριος σώσει με. Τῶν γὰρ κατὰ τοῦ σωτῆρος τολμηθησομένων τοιούτων ὄντων ἐγὼ ὁ πρότερον εἰρηκώς· ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ· φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμέ, καὶ ἐκάλυψέν με σκότος, ταῦτα παθὼν διὰ τὴν τῶν ἀποκαλυφθέντων μοι θέαν πρὸς τὸν θεὸν ἐκέκραξα· ὁ δὲ μὴ παριδών με κατηξίωσεν φανερά μοι καταστῆσαι· ὥσπερ τὰ σκυθρωπὰ πρότερον ἐδείκνυ, οὕτω καὶ τὰ φαιδρότερα, λέγω δὲ καὶ τὴν ἀνάστασιν τοῦ σωτῆρος καὶ τὴν παρὰ τῷ πατρὶ δόξαν. καὶ ταῦτα δὲ ἰδὼν ἐσώθην, διό φημι· ἐγὼ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ κύριος ἔσωσέν με. Σωθεὶς δὲ οὐκέτι ἠρεμῶ οὐδὲ ἡσυχίαν ἄγειν δύναμαι, ἀλλὰ κηρύττω καὶ πάντας ἀνθρώπους εὐαγγελίζομαι διηγούμενος ἐφ’ ἑκάστης ἡμέρας καὶ ὥρας ἀπαγγέλλων τε εἰς πάντας, ἅπερ ἐν ἁγίῳ πνεύματι τῷ προφητικῷ τεθέαμαι θαυμαστὰ καὶ παράδοξα. διό φημι·
Even though, he says, having seen in the prophetic spirit the lawlessness that was to occur in the aforementioned city, I was grieved in my meditation and troubled, yet, having observed the outcomes of events, I know well that by crying out to God I will not be abandoned, but will obtain salvation, the grace of the common Savior reaching even to me.
The prophet says these things, according to those who interpret what is to come as if it were past; therefore it is said: I cried out to God, and the Lord saved me. But according to the other translators, he prophesies these things in the future tense; at any rate, Aquila says: I will call to God, and the Lord will save me; and Theodotion: I will cry out to God, and the Lord will save me. For such being the things that will be dared against the Savior, I, who earlier said: My heart was troubled within me, and the fear of death fell upon me; fear and trembling came upon me, and darkness covered me—having suffered these things because of the vision revealed to me, I cried out to God; and he, not overlooking me, deemed me worthy to have things made clear to me; just as he previously showed the gloomy things, so also the brighter things—I mean both the resurrection of the Savior and his glory with the Father. And having seen these things, I was saved; therefore I say: I cried out to God, and the Lord saved me. But having been saved, I can no longer rest or keep quiet, but I proclaim and announce the good news to all men, relating each day and hour and reporting to everyone the marvelous and extraordinary things I have seen in the holy prophetic spirit. Therefore I say:
ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ. Ἐμοῦ δὲ ταῦτα βοῶντος εἰς πάντας ἐξότε καὶ μέχρις ἑσπέρας ἐν αὐτῷ τε τῷ ἀκμαιοτάτῳ φωτὶ τῆς μεσημβρινῆς ἡμέρας τὰ σωτήρια τέλη κηρύττοντος εἰσακούσεται τῆς φωνῆς μου ὁ ταύτης με τῆς γνώσεως καταξιώσας. καὶ οὐκέτι μὲν ταράττεσθαι ἐν ἐμοὶ ἐάσει τὴν καρδίαν μου οὐδὲ τὴν δειλίαν τοῦ θανάτου ἐπικεῖσθαί μοι. ταῦτα δὲ πάντα παραγαγὼν καὶ διασκεδάσας τῆς ἐμῆς ψυχῆς λυτρώσεται αὐτὴν ἐν εἰρήνῃ ἀπὸ τῶν θορυβεῖν αὐτὴν ἐθελόντων. διό φημι· λυτρώσεται τὴν ψυχήν μου ἐν εἰρήνῃ ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί· ἀνθ’ οὗ ἐξέδωκεν ὁ Σύμμαχος· πολλοστοὶ γὰρ ἐγένοντο πρὸς ἐμέ· οἱ γὰρ θορυβεῖν ἐθέλοντές μου τὴν ψυχήν μου οὐ βραχεῖς τινες ἦσαν· οὓς ὁ θεὸς ὁ πρὸ τῶν αἰώνων ὑπάρχων ταπεινώσει τῆς ἐμῆς κραυγῆς ἐπακούσας.
Ταῦτα μὲν οὖν ὡς τοῦ προφήτου ἐξ οἰκείου προσώπου τὰς προκειμένας φωνὰς προενηνεγμένου· εἰ δὲ ἐξ αὐτοῦ τοῦ σωτῆρος ταῦτα λέγοιτο διὰ τοῦ προφητικοῦ πνεύματος, ἐπειδήπερ ἐξ αὐτοῦ ἐλέγετο τό· εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ τὰ ἑξῆς, ἀκολούθως καὶ ταῦτα φήσειεν ἂν ὁ σωτήρ· ὅτι ὁ μὲν οὐκ ἐχθρός, ἀλλὰ φίλος, καὶ οὐχ ὁ μισῶν, ἀλλ’ ὁ μικρῷ πρόσθεν ἀγαπῶν τοιαῦτα κατ’ ἐμοῦ τετόλμηκεν· ἐγὼ δὲ πλέον οὐδὲν ἔπραττον, ἀλλ’ ἐβόων πρὸς τὸν θεὸν (κατὰ τὸ ἀνθρώπινον δηλονότι) εἶχόν τε αὐτὸν οἷα πατέρα ἐπήκοον. ἀλλὰ καὶ οἱ μὲν ἐπεβούλευον ἐμοί, ὁ δὲ ἔσῳζέν με· διὸ οὐ παύσομαι ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας τὰς τοῦ πατρὸς ἀρετὰς διηγούμενος εἰς πάντας εἰσακουστόν τε πᾶσιν ἀνθρώποις κηρύττων τὸ σωτήριον εὐαγγέλιον·
Evening and morning and midday I will recount and proclaim. And while I cry out these things to all, from evening until the very brightest light of the midday day, proclaiming the saving ends, he who has deemed me worthy of this knowledge will hear my voice. And he will no longer allow my heart to be troubled within me, nor will he let the dread of death press upon me. And having removed and scattered all these things from my soul, he will deliver it in peace from those who wish to disturb it. Therefore I say: he will deliver my soul in peace from those who draw near to me, because they were many with me; for which Symmachus rendered: "they became very many against me"; for those who wished to disturb my soul were not few; whom God, who exists before the ages, will humble, having heard my cry.
Now these things are as if the prophet, from his own person, has uttered the preceding words. But if these things were spoken from the Savior himself through the prophetic spirit, since from him was said: "If an enemy had reviled me, I would have endured," and so forth, accordingly the Savior would also say these things: that it was not an enemy, but a friend, and not one who hated, but one who shortly before loved, who has dared such things against me; and I did nothing more, but cried out to God (evidently according to the human aspect) and had him as a father who hears. And while they plotted against me, he saved me; therefore I will not cease, evening and morning and midday, recounting the virtues of the father to all, and proclaiming the saving gospel to all men as something to be heard.
καὶ ταύτης μου τῆς φωνῆς ἐπακούσας ὁ πατὴρ λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, τουτέστιν ἀπὸ τῶν ἐγγύθεν καὶ οὐ πόρρωθέν με πολεμούντων (ἢ καὶ ἀπὸ τῶν ἐγγιζόντων αὐτῷ Ἰουδαίων καὶ σὺν αὐτῷ ὄντων ἐν ἀναγνώσει καὶ μελετῇ γραφῶν καὶ ἐν τῇ ἀποδοχῇ τοῦ νόμου), οἵτινες ἦσαν πολλοστοί, οὓς καὶ ταπεινώσει ὁ προϋπάρχων πρὸ τῶν αἰώνων θεός· οὐδὲ γὰρ ἡ πρὸς ὀλίγον αὐτοῖς γενομένη εὐκαιρία, καθ’ ἣν ἐμεγαλαύχησαν καὶ ἐπλήρωσαν τὴν ἑαυτῶν πόλιν ἀνομίας καὶ ἀντιλογίας, παραμενεῖ αὐτοῖς· ὅσον δὲ οὔπω, ταπεινωθήσονται τῆς ἐκ θεοῦ ὀργῆς μετελευσομένης αὐτοὺς καὶ τὴν πόλιν αὐτῶν ὡς καὶ τὸν ἐν αὐτῇ διαβόητον νεὼν ἀφανισθῆναι καὶ πᾶσαν τὴν ἐν αὐτῷ ἐπιτελουμένην λατρείαν καταλυθῆναι. οὕτως οὖν τῆς ἐμῆς ἐπακούσας ὁ θεὸς βοῆς ταπεινώσει αὐτούς.
Οὐ γάρ ἔστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν. ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσιν βολίδες.
And when my father hears this voice of mine, he will ransom my soul in peace from those who press upon me—that is, from those who fight me from close at hand and not from afar (or also from the Jews who are close to him and are with him in reading and studying the scriptures and in accepting the law), who were numerous, whom the God who preexists before the ages will humble. For even the brief opportunity that came to them, in which they boasted and filled their own city with lawlessness and contradiction, will not remain with them. But before long, they will be humbled, as the wrath of God will overtake them and their city, and the notorious temple in it will be destroyed, and all the worship performed in it will be abolished. Thus, when God hears my cry, he will humble them.
For there is no exchange for them, and they did not fear God. He stretched out his hand in giving; they profaned his covenant. They were divided from the wrath of his face, and his heart drew near; his words became softer than oil, and they are darts.
Ταπεινώσει τοὺς προλεχθέντας ἀσεβεῖς ὁ προϋπάρχων πρὸ τῶν αἰώνων θεός,ἔσονταί τε ταπεινοὶ καὶ διαμενοῦσιν ἐπὶ μήκιστον τοιοῦτοι, ἐπεὶ μηδεὶς ἔσται ὁ ὑπὲρ αὐτῶν διδοὺς ἀντάλλαγμα· ἅπαξ γὰρ ὁ υἱὸς τοῦ θεοῦ λύτρον ἑαυτὸν διδοὺς καὶ ἀντάλλαγμα ὑπὲρ τῶν ἁμαρτωλῶν· τοὺς μὲν εἰς αὐτὸν πεπιστευκότας ἐξηγόρασεν πάντων τε αὐτοὺς τῶν προτέρων ἁμαρτημάτων ἠλευθέρωσεν, τοὺς δὲ εἴασεν ταπεινούς, ἐπεὶ μὴ προσήκαντο τὴν ὑπὲρ αὐτῶν δοθεῖσαν τιμὴν μηδὲ ἐπίστευσαν εἰς τὸ τίμιον αἷμα τοῦ πάντων ἀνθρώπων λυτρωτοῦ καὶ σωτῆρος. διό φησιν περὶ αὐτῶν ὁ λόγος· οὐ γάρ ἔστιν αὐτοῖς ἀντάλλαγμα. Διὰ τί δὲ οὐκ ἔστιν αὐτοῖς ἀντάλλαγμα, ἑξῆς διδάσκει λέγων· ἐπεὶ μὴ ἐφοβήθησαν τὸν θεόν· ὁ μὲν γάρ, ἅτε ἀγαθός, πάντας ἀνθρώπους θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν ἐξέτεινε τὴν χεῖρα αὐτοῦ τὴν σωτήριον εἰς τὸ καὶ αὐτοῖς μεταδοῦναι τῶν ἑαυτοῦ ἀγαθῶν, οἱ δὲ οὐκ ἐδέξαντο τὰ παρὰ τῆς δεξιᾶς τοῦ θεοῦ προτεινόμενα, ἀλλ’ ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ, τὸν καινὸν νόμον τὸν εὐαγγελικὸν παρακρουσάμενοι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς τοὺς εἰρηνεύοντας πρὸς αὐτόν· παρέβησαν συνθήκην, καὶ κατὰ τὸν Ἀκύλαν· ἀπέστειλε χεῖρα αὐτοῦ ἐν εἰρηνικοῖς αὐτοῦ. Αὐτὸς μὲν γὰρ εἰρηνικὴν δεξιὰν προὔτεινε πρὸς τοὺς ἐλθόντας παραδέχεσθαι τὴν παρ’ αὐτοῦ εἰρήνην, οἱ δὲ παρέβησαν τὴν διαθήκην αὐτοῦ μὴ καταδεξάμενοι τὴν προτεινομένην αὐτοῖς εἰρήνην. διὸ πόλεμον ἀντικαταλλαξάμενοι εἰρήνης διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ·
The God who pre-exists before the ages will humble the previously mentioned impious ones, and they will be humble and remain so for a very long time, since there will be no one who gives a ransom for them. For once the Son of God gave himself as a ransom and exchange on behalf of sinners: those who believed in him he redeemed and freed from all their former sins, but the others he left humble, since they did not accept the price offered for them nor did they believe in the precious blood of the redeemer and savior of all men. Therefore the word says concerning them: For there is no ransom for them. And why there is no ransom for them, it next teaches, saying: Because they did not fear God. For he, being good, wishing all men to be saved and to come to knowledge of the truth, stretched out his saving hand to give them a share of his own goods as well, but they did not accept what was offered by the right hand of God, but they profaned his covenant, rejecting the new law, the evangelical one. Therefore according to Symmachus it is said: He stretched out his hand to those who are at peace with him; they broke the covenant, and according to Aquila: He sent his hand among his peaceful ones. For he himself offered a peaceful right hand to those who came to accept the peace from him, but they broke his covenant by not accepting the peace offered to them. Therefore, having exchanged war for peace, they were scattered from the wrath of his face.
ἐπεὶ γὰρ μὴ προσεδέξαντο τὴν χάριν, εἰκότως ὀργῇ παραδοθέντες μακρὰν διεσκορπίσθησαν καὶ εἰς πάντα τὰ ἔθνη διασκεδασθέντες διεσπάρησαν. Ἀντὶ δὲ τοῦ· καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· λειότερα βουτύρου τὰ στόματα αὐτῶν, πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν· ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου ὄντες ἀνατμητικοί. Ὅρα δέ, τίνα τρόπον κἀνταῦθα δύο τάγματα παρίστησιν ὁ λόγος· ἓν μὲν πολλῶν ἀθρόως κατὰ τὸ αὐτό, περὶ ὧν πληθυντικῶς φησι· λειότερα βουτύρου τὰ στόματα αὐτῶν, πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν«, ἕτερον δὲ ὥσπερ ἑνὸς μεμονωμένου, περὶ οὗ ἰδίως ἐπιλέγει· ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ὄντες ἀνατμητικοί. Καὶ ταῦτ’ ἦν τὰ δύο τάγματα τὰ διὰ τῶν ἔμπροσθεν δηλούμενα· τό τε τῶν τὴν πόλιν οἰκούντων, περὶ ὧν ἐλέγετο· ὅτι ἴδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὸ περὶ τοῦ προδότου, περὶ οὗ ἔφασκεν ὁ λόγος· ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ προσῄεσαν τῷ σωτῆρι μεθ’ ὑποκρίσεως καὶ κολακείας οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ποτὲ μὲν αὐτὸν διδάσκαλον ἀποκαλοῦντες οὐ σὺν καθαρᾷ καρδίᾳ, ποτὲ δὲ λέγοντες αὐτῷ· οἴδαμεν, ὅτι ἀληθὴς εἶ καὶ τὸν λόγον τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου, εἰκότως περὶ αὐτῶν φησιν ἐνταῦθα ὁ λόγος· λειότερα βουτύρου τὰ στόματα αὐτῶν, πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν.
Since they did not accept grace, they were rightly given over to wrath, scattered far and wide, and dispersed among all the nations. And instead of "and his heart drew near," "his words were softer than oil, and they are darts," Symmachus interpreted more clearly, saying: "Their mouths are smoother than butter, but the heart of each of them wages war; his words, being softer than oil, are incisive." Observe how here too the account presents two orders: one of many together at the same time, concerning whom it says in the plural: "Their mouths are smoother than butter, but the heart of each of them wages war," and another as of a single isolated one, concerning whom it adds specifically: "His words, being softer than oil, are incisive." And these were the two orders indicated previously: that of the inhabitants of the city, concerning whom it was said that they saw lawlessness and dissension in the city, and that concerning the traitor, about whom the account said that if an enemy had reproached me, I would have endured. And here then, since the rulers of the Jewish nation approached the Savior with hypocrisy and flattery, at times calling him teacher not with a pure heart, at times saying to him: "We know that you are true and teach the word of God in truth, and you care for nothing; for you do not look at a person's face," the account fittingly says here concerning them: "Their mouths are smoother than butter, but the heart of each of them wages war.
Ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ἐπειδὴ καὶ Ῥαββεὶν αὐτὸν καὶ διδάσκαλον ἀποκαλεῖ σύμβολά τε διαθέσεως καὶ φιλίας παρεῖχεν τὴν προδοσίαν ποιούμενος, εἰκότως περὶ αὐτοῦ λέλεκται· ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου ὄντες ἀνατμητικοί, ἢ κατὰ τοὺς ο· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.
Ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. σὺ δέ, ὁ θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ.
Οἱ μὲν σὺν ἀπάτῃ καὶ ὑποκρίσει ἁπαλύνοντες ἑαυτῶν τοὺς λόγους ἐκ τοῦ φανεροῦ ἔσωθεν δὲ αὐτοὺς ἀκονήσαντες ὑπὲρ βολίδας, ἀλλὰ καὶ αὐτὸς ὁ προδότης γεγονὼς τοῦ σωτῆρος, ὁποίου τέλους τεύξονται δεδήλωται. σὺ δέ, ὁ τούτων ἀκροώμενος σωφρονισθεὶς ἀπὸ τοῦ τῶν προλελεγμένων τέλους καὶ ὁ τῷ προφητευομένῳ σωτῆρι ὅλον σαυτὸν ἐπιδιδούς, θάρσει τὴν σαυτοῦ φροντίδα ἐπιρρίψας ἐπ’ αὐτόν, οἷα μαθητευθείς, δι’ ἧς αὐτὸς ὁ σωτὴρ παιδεύει λέγων· μὴ μεριμνήσητε τί φάγητε μηδὲ τί πίητε, καί· μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. ταῦτ’ οὖν φυλάξας ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει , τὸν ἄρτον σοι διδοὺς τὸν ἐπιούσιον καὶ τὴν λογικὴν καὶ ἐπουράνιον τροφήν, ἐπαρκῶν δὲ καὶ τὰ πρὸς τὸν βίον χρειώδη· τούτῳ γὰρ ἐπήγγελται φήσας· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος, ὧν χρείαν ἔχετε, πρὸ τοῦ τι αὐτὸν αἰτῆσαι ὑμᾶς. οὕτως σε δὲ διαθρέψει ὡς καὶ πάντα δίκαιον·
Again, concerning the traitor specifically, since he calls him both Rabbi and teacher and provided symbols of disposition and friendship while committing the betrayal, it is fittingly said about him: "His words were softer than oil, being cutting," or according to the Septuagint: "His words were softened more than oil, and they are darts."
Cast your care upon the Lord, and he himself will nourish you; he will not give disturbance to the righteous man forever. And you, O God, will cast them down into a pit of destruction; men of blood and deceit will not halve their days; but I will hope in you.
Those who soften their words with deceit and hypocrisy outwardly, while inwardly sharpening them more than darts—and also the traitor himself, who became such to the Savior—what end they will meet has been shown. And you, who hear these things, having been disciplined by the outcome of what has been foretold, and who give yourself entirely to the prophesied Savior, take courage, having cast your care upon him, as one instructed, through what the Savior himself teaches, saying: "Do not worry about what you will eat or what you will drink," and: "Do not acquire gold or silver or bronze in your belts." Therefore, having observed these things, "Cast your care upon the Lord, and he himself will nourish you," giving you the daily bread and the rational and heavenly food, while also supplying the necessities for life; for this is promised to him, having said: "For your heavenly Father knows what you need, before you ask him." Thus he will nourish you, as he does every righteous man.
οὐδένα γὰρ πώποτε τῶν δικαίων καταλέλοιπεν ὡς ὑπομεῖναι αὐτὸν σάλον πρὸς τὸ σαλευθῆναι καὶ ἐκπεσεῖν· διὸ λέλεκται ἑξῆς· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ, ἢ κατὰ τὸν Σύμμαχον· οὐκ ἐκδώσει εἰς αἰῶνα κλεισθῆναι δίκαιον· διὸ λέλεκται ἐν ἑτέροις· νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτῶν ζητοῦν ἄρτους. Ταῦτ’ εἰπὼν ἑξῆς ἐπάγει περὶ τῶν ἐπιβούλων τοῦ σωτῆρος τό· σὺ δέ, ὁ θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς, ἢ κατὰ τὸν Σύμμαχον· σὺ δέ, ὁ θεός, κατενέγκεις αὐτοὺς εἰς λάκκον διαφθορᾶς· Περὶ οὗ λάκκου μυρία διὰ τῶν ἔμπροσθεν εἴρηται, ὥσπερ ἐν τῷ· ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι. καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ὕλεως, καὶ πάλιν· μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον, καὶ αὖθις· κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἀλλ’ ὁ μὲν δίκαιος διασῴζεται πρὸς τὸ μὴ κατενεχθῆναι εἰς τὸν δηλούμενον λάκκον, οἱ δὲ ἀσεβεῖς κάτω φέρονται εἰς αὐτὸν ὑπὸ τοῦ θεοῦ καταρασσόμενοι ὡς εἰς κατάλληλον αὐτοῖς χωρίον. λάκκον δὲ ταλαιπωρίας καὶ πηλὸν ὕλεως καὶ φρέαρ διαφθορᾶς τὸν τοῦ θανάτου τόπον καλεῖν εἴωθεν ὁ λόγος, εἰς ὃν καταβάλλονται δίκην τῶν ἄνωθεν καταφερομένων ἐν τοῖς λάκκοις ὑδάτων αἱ τῶν ἀσεβῶν ψυχαί.
For never has it abandoned any of the righteous to endure a tossing so as to be shaken and fall away; therefore it is said next: "He will not give a tossing to the righteous forever," or according to Symmachus: "He will not deliver a righteous man to be shut up forever." Therefore it is said in other passages: "I became younger, for I grew old, and I did not see a righteous man abandoned, nor their offspring seeking bread." Having said this, he next adds concerning the plotters against the Savior: "But you, O God, will cast them down into a pit of destruction," or according to Symmachus: "But you, O God, will bring them down into a pit of destruction." Concerning this pit, countless things have been said in the preceding passages, as in: "Waiting, I waited for the Lord, and he gave heed to me, and he led me up from the pit of misery and from the mire of clay," and again: "May you never be silent away from me, and I will be likened to those who go down into a pit," and again: "Lord, you led my soul up from Hades, you saved me from those who go down into a pit." But the righteous man is preserved from being brought down into the indicated pit, while the impious are carried down into it by God, being dashed down as into a place suitable for them. The Word is accustomed to call the place of death a pit of misery and mire of clay and a pit of destruction, into which the souls of the impious are cast down like waters carried down from above in pits.
Καὶ ἐπειδήπερ διὰ τῶν ἔμπροσθεν τοὺς φονευτὰς τοῦ σωτῆρος ἡμῶν ἐδήλου, ἀκολούθως καὶ νῦν περὶ τῶν αὐτῶν φησιν· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον·
μιαιφόνοι καὶ δόλιοι οὐχ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν«,
ἢ κατὰ τὸν Ἀκύλαν· ἄνδρες αἱμάτων καὶ ἐπιθέσεως οὐχ ἡμισεύσωσιν ἡμέρας αὐτῶν. Νοήσεις δέ, ὅπως ἐπληροῦτο καὶ ταῦτα, ἐπιστήσας, ὡς παραχρῆμα καὶ οὐ μετ’ οὐ πολὺν χρόνον τῆς κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῆς ἄρδην τὸ πᾶν γένος τῶν προλεχθέντων ὀλέθρῳ παρεδόθη, μετελθούσης αὐτοὺς τῆς ὀργῆς ἐν τῇ καταλαβούσῃ αὐτοὺς πολιορκίᾳ κατὰ τὸν Ῥωμαϊκὸν πόλεμον. καὶ τέως μὲν κατὰ τὸν παρόντα καιρὸν καὶ τὸν θνητὸν ἐν ἀνθρώποις βίον μηδὲ ἡμισεύσαντες τὰς ἡμέρας αὐτῶν τοιαύτῃ παρεδόθησαν ἀπωλείᾳ οἱ ἄνδρες αἱμάτων καὶ τῆς δολιότητος· μετὰ δὲ τὴν ἐνταῦθα τελευτὴν ὁποῖα αὐτοὺς διαδέξεται, προδεδήλωται διὰ τοῦ· σὺ δέ, ὁ θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς. Ταῦτα μὲν οὖν ἐκεῖνοι πείσονται, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ· ἤτοι ὁ ταῦτα θεσπίζων προφήτης ἢ καὶ αὐτὸς ὁ προφητευόμενος.
And since through the preceding passages he was indicating the murderers of our savior, accordingly he now says concerning the same: "men of blood and treachery will not halve their days," or according to Symmachus: "murderers and treacherous men will not halve their days," or according to Aquila: "men of blood and assault will not halve their days." You will understand how these things were fulfilled when you consider that immediately and not long after the plot against our savior, the entire race of those previously mentioned was utterly delivered to destruction, the wrath overtaking them in the siege that befell them during the Roman war. And for the present, in this mortal life among men, not even halving their days, the men of blood and treachery were delivered to such destruction; but after their death here, what will befall them has been previously indicated through: "But you, O God, will cast them down into a pit of destruction." So those will suffer these things, but I will hope in you—whether the prophet who utters these oracles or the one who is prophesied.
νε Δικαίου εὐχαριστία ῥυσθέντος ἐξ ἐχθρῶν
Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ Δαυὶδεἰς στηλογραφίαν· ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. Ἐλέησόν με, ὁ θεός, ὅτι κατεπάτησέν με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με. κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν, ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. ἡμέρας φοβηθήσομαι, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ.
Λαὸς ἀπὸ τῶν ἁγίων μεμακρυμμένος, ὅσον ἐπὶ τῇ ἱστορίᾳ, ἔοικεν εἶναι ὁ σὺν τῷ Δαυὶδ φεύγων ἀπὸ προσώπου Σαούλ· ἦσαν δὲ τὸν ἀριθμὸν ἄνδρες ἑξακόσιοι, ὡς ἡ γραφὴ μαρτυρεῖ τῶν Βασιλειῶν. ἐπεὶ δὲ δὶς γέγονεν παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις, ἅπαξ, ὅτε μόνος ἀποληφθεὶς εἴσω πυλῶν μανίαν προσεποιήθη, ὅτε καὶ ἐτυμπάνιζεν ἐν ταῖς πύλαις τῆς πόλεως καὶ κατέρρει τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα αὐτοῦ, ἄλλοτε δέ, ὅτε σὺν ἀνδράσιν ἑξακοσίοις προσέφυγεν τῷ βασιλεῖ τῆς Γὲθ ἀφώρισέν τε αὐτῷ οἰκητήριον τὴν Σίκελα, ταῦτ’ ἔοικεν ἡ προκειμένη στηλογραφία εἰρῆσθαι τῷ Δαυίδ, καθ’ ὃν καιρὸν ἅμα τοῖς ἑξακοσίοις τοῖς σὺν αὐτῷ φεύγουσιν ἐπεδήμει τοῖς ἐν Γέθ· ὑπεδέξαντό τε αὐτὸν καὶ κατέσχον παρ’ ἑαυτοῖς ὡς φίλον, ὅτε καὶ τιμῆς ἀξιοῦται παρὰ τῷ βασιλεῖ τῆς Γέθ. διὸ τὰ τῆς προγραφῆς περιέχει· εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, τῷ Δαυὶδ εἰς στηλογραφίαν, ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· τῷ νικοποιῷ, ὑπὲρ περιστερᾶς ἀλάλου, μακρυσμῶν τοῦ Δαυὶδ ταπεινοῦ τελείου ἐν τῷ κρατῆσαι αὐτὸν Φυλισταίους ἐν Γέθ , κατὰ δὲ τὸν Σύμμαχον·
A people separated from the holy ones, so far as the history is concerned, appears to be those who fled with David from the face of Saul; they were six hundred men in number, as the text of the books of Kings testifies. Since he was twice among the Philistines in Gath—once, when he was left alone within the gates and feigned madness, when he also drummed at the gates of the city and his spittle ran down his beard; another time, when he fled with six hundred men to the king of Gath, who assigned him the dwelling place of Ziklag—this present inscription seems to have been spoken by David at the time when, together with the six hundred who fled with him, he was residing among those in Gath. They received him and kept him among themselves as a friend, when he was also deemed worthy of honor by the king of Gath. Hence the contents of the superscription: "For the end, concerning the people separated from the holy ones, to David for an inscription, when the Philistines held him in Gath." According to Aquila it is said: "To the victory-maker, concerning a voiceless dove, the humiliations of the lowly perfect David when the Philistines held him in Gath"; according to Symmachus:
ἐπινίκιον ὑπὲρ τῆς περιστερᾶς, ὑπὲρ τοῦ φύλου ἀπωσμένων τοῦ Δαυίδ, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ὅτε κατέσχον αὐτὸν οἱ Φυλισταῖοι ἐν Γέθ, ἡ δὲ πέμπτη ἔκδοσις· τῷ νικοποιῷ, ὑπὲρ τῆς περιστερᾶς τῆς μογγιλάλου, κεκρυμμένων τῷ Δαυίδ, εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. Καὶ ὁ Θεοδοτίων δὲ ἀντὶ τοῦ· ὑπὲρ τοῦ λαοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, ὑπὲρ τῆς περιστερᾶς ὁμοίως τοῖς λοιποῖς ἐξέδωκεν.
Τάχα δέ που αἰνίττονται οἱ περιστερὰν ἄλαλον ἢ μογγιλάλον εἰρηκότες αὐτὸν τὸν Δαυὶδ παρὰ τοῖς ἀλλοφύλοις ὄντα καὶ μὴ δυνάμενον λαλεῖν συνήθως τὰς ἐν ἁγίῳ πνεύματι προφητείας μηδὲ σὺν παρρησίᾳ τοὺς ὕμνους προσφέρεσθαι· διὸ μογγιλάλον περιστερὰν« ἢ καὶ ἄλαλον αὐτὸν ὠνόμαζον. καὶ ἐν τῷ πρὸ τούτου δὲ ψαλμῷ λέλεκτο· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι ἢ καὶ ἑδρασθήσομαι; πόρρω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ , κατὰ τὸν Σύμμαχον. ἐπεὶ τοίνυν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν τῷ προφήτῃ ἐνεργοῦν, ὃ καὶ ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν σωτῆρα κατεληλυθέναι μαρτυρεῖται, τρυφερὸν ὂν καὶ ἄκακον ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ διωκομένου τοῦ Δαυὶδ ἐλαυνόμενόν τε οὐκ ἠμύνετο, ἀλλ’ ἐῴκει περιστερᾷ ἀλάλῳ μακρυνομένῃ καὶ ἀπωθουμένῃ ὑπὸ τῶν διωκόντων, τούτου χάριν κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ὑπὲρ τῆς περιστερᾶς εἴρηται.
A victory song for the dove, for the people of David who were thrust away, the humble and blameless one, when the Philistines held him in Gath. The fifth edition reads: for the victory-maker, for the dove that speaks with a lisp, for those hidden with David, for an inscription, when the foreigners held him in Gath. And Theodotion, instead of "for the people separated from the holy ones," likewise published "for the dove" like the others.
Perhaps those who have called the dove speechless or lisping are hinting that David himself, when among the foreigners, was unable to speak the prophecies in the Holy Spirit as usual, nor to offer the hymns with frankness; for this reason they called him a lisping dove or even a speechless one. And in the preceding psalm it was said: "Who will give me wings like a dove, and I will fly or even be settled? Far away would I have made my retreat, I would have lodged in the desert," according to Symmachus. Since, therefore, the Holy Spirit that was active in the prophet, which is also attested to have descended upon the Savior in the form of a dove, being delicate and guileless, was driven away by Saul when David was pursued, and being driven it did not defend itself, but resembled a speechless dove being removed and thrust away by the pursuers, for this reason, according to the other translators, it is said "for the dove.
Ἀντὶ δὲ τοῦ· εἰς στηλογραφίαν, ὁ μὲν Ἀκύλας ταπεινοῦ τελείου, ὁ δὲ Σύμμαχος τοῦ ταπεινόφρονος καὶ ἀμώμου ἡρμήνευσαν τὸν τρόπον δηλοῦντες, δι’ ὃν ὡσπερεὶ στήλης καὶ αἰωνίας μνήμης ἠξιοῦτο παρὰ τῷ θεῷ ἡ τοῦ προφήτου ἀρετή· τὸ γὰρ μέγιστον τοῦ Δαυὶδ κατόρθωμα ἡ ταπεινότης ἦν καὶ ἡ ταπεινοφροσύνη, καθ’ ἣν τελείαν ἐπεδείκνυτο ἀρετήν, οὐδένα μῶμον ἐπαγομένη· διὸ τοὺς προκειμένους λόγους ὑπερβαλλούσης καὶ τελείας ταπεινοφροσύνης δείγματα περιέχοντας ἀνέπεμπεν τῷ θεῷ λέγων· ἐλέησόν με, ὁ θεός, ὅτι κατεπάτησέν με ἄνθρωπος, ὡς πρὸς τὴν λέξιν τὸν Σαοὺλ σημαίνων ἐπαναβάντα αὐτῷ καὶ οὐ μίαν ἡμέραν, ἀλλὰ καὶ πολλὰς ἐπιθέμενον τῷ κατ’ αὐτοῦ πολέμῳ. διὸ ἐπιλέγει· ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με. Εἶτ’, ἐπειδήπερ τῷ θείῳ πνεύματι συνεώρα οὐχ οὕτως τὸν Σαοὺλ αἴτιον ὄντα τῆς τοσαύτης κατ’ αὐτοῦ σπουδῆς ὅσον ἀφανεῖς τινας καὶ νοητοὺς ἐχθροὺς ἀοράτους, δηλαδὴ δυνάμεις καὶ πνεύματα πονηρὰ τὸν Σαοὺλ ἐνεργοῦντα καὶ διεγείροντα ἐπὶ τὸν κατ’ αὐτοῦ πόλεμον, εἰκότως ἐπιλέγει· κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν, ἢ κατὰ τὸν Σύμμαχον· ἐπέτριβον οἱ θλίβοντές με κατὰ πᾶσαν ἡμέραν.
Instead of "for a stele inscription," Aquila translated "of a humble and perfect one," and Symmachus translated "of the humble and blameless one," indicating the manner on account of which the virtue of the prophet was deemed worthy, as it were, of a stele and eternal memory before God. For the greatest achievement of David was his humility and his humbleness, according to which he displayed a perfect virtue, bringing no blame upon itself. Therefore, he sent up to God the words at hand, which contain examples of surpassing and perfect humility, saying: "Have mercy on me, O God, because a man has trampled me," indicating by the literal sense Saul, who had risen up against him and had attacked him in war not for one day but for many. Hence he adds: "Fighting all day long, he oppressed me." Then, since he perceived by the divine Spirit that not so much Saul was the cause of such great zeal against him, but rather certain invisible and intelligible enemies, namely evil powers and spirits that activated and incited Saul to war against him, he fittingly adds: "My enemies have trampled me all day long," or, according to Symmachus: "Those who oppress me have crushed me every day.
Τίνες δὲ οἱ ἐχθροὶ καὶ οἱ θλίβοντες αὐτὸν οἱ τὸν Σαοὺλ ἐνεργοῦντες, διασαφεῖ ἑξῆς λέγων· ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους.
Οὐ γὰρ ἠγνόει, ὡς οὐκ ἦν αὐτῷ ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὑφ’ ὧν ὁ Σαοὺλ ἀκονώμενος τὸν μηδὲν αὐτῷ λελυπηκότα πώποτε μάτην ἤλαυνε καὶ ἐπολέμει. εἶθ’ ἑξῆς φησιν· ἡμέρας φοβηθήσομαι, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ, ὃ δὴ διεσάφησεν ὁ Σύμμαχος εἰπών· ἐν ᾗ ἂν ἡμέρᾳ φοβηθῶ, σοὶ πέποιθα· εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ ἄνθρωπός με καταπεπατηκέναι πολὺς γενόμενος κατ’ ἐμοῦ ὁ Σαούλ, ἀλλ’ οἱ ἐχθροί μου καὶ οἱ πολεμοῦντές με ἄνωθεν ἀπὸ ὕψους τὰ ἑαυτῶν βέλη κατὰ τῆς ἐμῆς βάλλοντες ψυχῆς πλεῖστοι τυγχάνουσιν. τούτων δὲ πάντων καταφρονεῖν μεμάθηκα διὰ σὲ τὸν ἐμὸν πρόμαχον καὶ ὑπερασπιστήν· σοὶ γὰρ πεποιθώς, εἴποτε ἐμπέσοι φόβος τῇ ἐμῇ ψυχῇ, διακρούομαι τοῦτον σοὶ τῷ ὑπερασπιστῇ μου θαρρῶν.
Who then are the enemies and those who oppress him, who set Saul in motion, he clarifies next, saying: because many are those who war against me from on high.
For he was not unaware that his struggle was not against blood and flesh, but against the principalities, against the powers, against the world-rulers of this darkness, against the spiritual forces of evil, by whom Saul, whetted, vainly drove and warred against one who had never grieved him at all. Then next he says: by day I shall be afraid, but I shall hope in you,
which Symmachus clarified, saying: on whatever day I am afraid, I trust in you. For even if it seems that a man, Saul, has trampled me down, having become great against me, yet my enemies and those who war against me, shooting their own darts from above, from on high, against my soul, are very many. But I have learned to despise all these because of you, my champion and protector. For trusting in you, if ever fear falls upon my soul, I beat it back, emboldened by you, my protector.
Ἐν τῷ κυρίῳ ἐπαινέσω τοὺς λόγους μου, ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι σάρξ; ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύττοντο, κατ᾿ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
Ἀντὶ τοῦ· ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου, ὁ μὲν Σύμμαχος διὰ τοῦ θεοῦ ὑμνήσω τὸν λόγον αὐτοῦ, ὁ δὲ Ἀκύλας ἐν τῷ θεῷ ὑμνήσω τὰ ῥήματα αὐτοῦ, καὶ ἡ ε ἔκδοσις ἐν τῷ θεῷ ἐπαινέσω τὸν λόγον μου, ἐκδεδώκασιν. εἴ ποτε, φησί, φόβος ἐκ τῆς τῶν πολεμούντων με ταραχῆς ἐνέπιπτέν μοι, διεκρουόμην αὐτὸν ἐλπίζων ἐπὶ σέ· καὶ ἀντὶ ἐπῳδῆς καὶ φυλακτηρίων ὕμνους διεξῄειν· ὑμνῶν γὰρ τὸν λόγον σου ἐβοηθούμην ὡς μηδένα τῶν διωκόντων ἐπιστρέφεσθαι. Οὕτως ἐπὶ τῷ θεῷ ἐλπίζων καὶ τοὺς λόγους αὐτοῦ φέρων ἐν τῷ στόματί μου πάσης τῆς ἐξ ἀνθρώπων ἐπιβουλῆς κατεφρόνουν οὐ φοβούμενος, τί ποιήσει μοι σάρξ· τί γὰρ ἂν καὶ δύναιτο σὰρξ καὶ αἷμα πρὸς θεὸν βοηθόν; εἰ γὰρ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; φησὶν ὁ ἀπόστολος. σὰρξ δὲ ἦν ὁ Σαοὺλ τὰ τῆς σαρκὸς φρονῶν· ὃ δὴ παρίστησιν ὁ ἀπόστολος γράφων Κορινθίοις· ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σάρκινοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὁ δὴ καὶ τὸν Σαοὺλ ζήλου πεπληρωμένον καὶ ἔριδος καὶ διὰ ταῦτα τὸν Δαυὶδ ἐλαύνοντα σάρκα ὠνόμασεν εἰπών· οὐ φοβηθήσομαι· τί ποιήσει μοι σάρξ; εἶτά φησιν· ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν, ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· διὰ πάσης ἡμέρας λόγους περὶ ἐμοῦ ἐφρόντιζον, κατ’ ἐμοῦ πᾶς διαλογισμὸς αὐτῶν εἰς κακόν·
In the Lord I will praise my words, I hoped in God, I will not be afraid; what will flesh do to me? All the day they abhorred my words, all their designs against me are for evil.
Instead of: "In God I will praise my words," Symmachus has: "Through God I will hymn his word," Aquila: "In God I will hymn his words," and the Fifth Edition: "In God I will praise my word," they have rendered. If ever, he says, fear from the disturbance of those warring against me fell upon me, I repelled it by hoping in you; and instead of an incantation and amulets, I recited hymns; for by hymning your word I was helped so as to pay no heed to any of my pursuers. Thus, hoping in God and bearing his words in my mouth, I despised all conspiracy from men, not fearing what flesh will do to me; for what could flesh and blood do against God as helper? For if God is for us, who is against us? says the apostle. But Saul was flesh, thinking the thoughts of flesh; which indeed the apostle demonstrates writing to the Corinthians: For where among you there is jealousy and strife, are you not fleshly and walking according to man? This is why he called Saul, filled with jealousy and strife and for these reasons driving out David, "flesh," saying: I will not be afraid; what will flesh do to me? Then he says: All the day they abhorred my words, all their designs against me are for evil, which Symmachus interpreted more clearly, saying: Through every day they pondered words about me, every design of theirs against me is for evil.
ὡς γὰρ μηδὲν ἔχοντες ἕτερον πράττειν μηδὲ περὶ ἑτέρων λόγους κινεῖν τὴν πᾶσαν ἑαυτῶν σχολὴν τοῖς περὶ ἐμοῦ λόγοις καὶ τοῖς κατ’ ἐμοῦ λογισμοῖς ἀνετίθεσαν οὐδὲν ἀγαθὸν περὶ ἐμοῦ βουλευόμενοι, ἀλλ’ εἰς κακὸν καὶ ἐπὶ κακῷ τὴν ἑαυτῶν ἀναλίσκοντες σπουδήν.
Παροικήσουσι καὶ κατακρύψουσιν· αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν· καθάπερ ὑπέμειναν τὴν ψυχήν μου. ὑπὲρ τοῦ μηδενὸς σώσεις αὐτούς, ἐν ὀργῇ λαοὺς κατάξεις, ὁ θεός.
Καὶ ταῦτα ἀσαφῶς εἰρημένα παρὰ τοῖς Ἑβδομήκοντα λευκότερον διηρμήνευσεν ὁ Σύμμαχος εἰπών· συνήγοντο λάθρα καὶ τὰ ἴχνη μου παρετήρουν προσδοκῶντες τὴν ψυχήν μου. διὰ τὴν ἀδικίαν ῥῦσαι ἀπ’ αὐτῶν, ἐν ὀργῇ λαοὺς κατάγαγε, ὁ θεός. Οὕτως γάρ, φησί, διὰ πάσης ἡμέρας ἐμοὶ ἐσχόλαζον τοὺς περὶ ἐμοῦ λόγους κινοῦντες, καὶ πᾶς διαλογισμὸς αὐτῶν κατ’ ἐμοῦ ἐγίγνετο ὡς σπουδάζειν συνάγεσθαι αὐτοὺς ὁμοῦ καὶ λαθραίας ποιεῖσθαι τὰς κατ᾿ ἐμοῦ συσκευάς καὶ μὴ μέχρι τούτου χωρεῖν, ἀλλὰ καὶ περιεργάζεσθαί μου τὴν πτέρναν, τουτέστι τὴν τοῦ βίου πορείαν, εἴ πως σκελίσαντες δυνηθεῖεν καταβαλεῖν με· καὶ τὰ ἴχνη δέ μου παρετήρουν, ὅποι ἂν βαδίζοιμι, καὶ ἵν’ ὅπως ἐπιλάβοιντό μου.
For as if they had nothing else to do and could discuss no other matters, they devoted their entire leisure to words about me and to designs against me, planning nothing good concerning me, but consuming their zeal for evil and to my harm.
They will dwell near and hide; they themselves will watch my heel; as they have waited for my soul. For nothing you will save them, in anger you will bring down peoples, O God.
And these things, obscurely spoken by the Seventy, Symmachus interpreted more clearly, saying: They gathered secretly and watched my tracks, awaiting my soul. Because of injustice, deliver from them, in anger bring down peoples, O God. For thus, he says, throughout every day they occupied themselves with me, stirring up words about me, and every thought of theirs was against me, so that they zealously assembled together and secretly made their plots against me, and did not stop at this, but even scrutinized my heel, that is, the course of my life, to see if somehow they might trip me and cast me down; and they watched my tracks, wherever I might go, so that they might seize me.
Ταῦτα μὲν οὖν οἱ μάτην διώκοντες κατ’ ἐμοῦ ἔπραττον· σὺ δέ, κύριε, ἡ ἐμὴ ἐλπίς, ἐμὲ μὲν τῆς ἀδίκου αὐτῶν συσκευῆς ῥῦσαι, αὐτοὺς δὲ μετελθὼν τῇ σεαυτοῦ ὀργῇ κατάβαλε τῆς μεγαλαυχίας καὶ τῆς ὑψηλοφροσύνης. τοῦτο γὰρ αὐτοῖς συνοίσει· ὑψούμενοι γὰρ καὶ ἐπαιρόμενοι ἐπ’ ὀλέθρῳ τῷ ἑαυτῶν ταῦτ’ ἔπραττον· ὁ γὰρ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. διὸ ἱκετεύω· πάντας τοὺς ἐπανισταμένους μοι κατάγαγε, ἢ κατὰ τὸν Ἀκύλαν καταβίβασον, ὡς ἂν μέτριον φρόνημα λαβόντες καὶ ταπεινὰ φρονοῦντες τὰ μεγάλα ὠφεληθεῖεν.
Τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου. ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε.
Καὶ ταῦτα ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν, οὕτως εἰπών· τὰ ἔνδον μου ἐξηρίθμησας σύ, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου· μὴ οὐχὶ ὅταν ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω, ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε;
Οἱ μὲν ἐχθροί μου, φησίν, διὰ πάσης ἡμέρας λόγους περὶ ἐμοῦ ἀνεκίνουν, καὶ κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν ἦσαν· ἐγὼ δὲ ὁποίους ἐν ἐμαυτῷ συνῆγον λογισμοὺς καὶ ὁποίας ἐνθυμήσεις εἶχον, σὺ αὐτὸς ὡς καρδιογνώστης θεὸς οἶδας· τὰ γὰρ ἔνδον μου ἐξηρίθμησας πάντα καὶ τὰ κρύφιά μου καὶ τὰς ἐνθυμήσεις τῆς ψυχῆς μου γινώσκεις· διόπερ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου καὶ οὐκ ἀπεστράφης αὐτά, ἀλλ’ ὥσπερ ἐν τῇ ἐπαγγελίᾳ σου ὑπισχνοῦ λέγων· ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι· οὕτως ἀκόλουθα πράττων ταῖς σαῖς ἐπαγγελίαις ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου.
These things, then, those who vainly persecuted me did against me. But you, Lord, my hope, deliver me from their unjust conspiracy, and, having pursued them, cast down with your own wrath their boastfulness and high-mindedness. For this will benefit them; for, being exalted and lifted up to their own destruction, they did these things. For God sets himself against the proud and gives grace to the humble. Therefore I beseech you: bring down all who rise up against me, or, according to Aquila, cause them to descend, so that, having taken on a moderate disposition and thinking humbly, they might be greatly benefited.
I have declared my life to you, you have placed my tears before you as also in your promise. My enemies will turn back, on whatever day I call upon you.
And Symmachus interpreted these things more clearly, speaking thus: You have numbered my inward parts, you have placed my tears before you; is it not that when you number, then my enemies will be turned back, on whatever day I call upon you?
My enemies, he says, stirred up words about me every day, and all their deliberations were against me. But what sort of reasonings I gathered within myself and what sort of thoughts I had, you yourself, as a heart-knowing God, know. For you have numbered all my inward parts, and you know my secrets and the thoughts of my soul. Therefore you have placed my tears before you and have not turned them away, but, as in your promise you undertake, saying, "While you are still speaking, I will say, 'Behold, I am present,'" so, acting consistently with your promises, you have placed my tears before you.
Καὶ κατὰ τὴν τῶν ο δὲ ἑρμηνείαν τὴν ζωήν μου, φησίν, ἐξήγγειλά σοι, ὡς ἂν παρρησίαν ἄγων καὶ μὴ ἐπαισχυνόμενος ἐπὶ τῇ ἐμαυτοῦ ζωῇ· σύ τε ἀποδεχόμενός μου τὴν ζωὴν τὰ δάκρυά μου οὐκ ἀπεσείσω, ἀλλὰ πρὸ τῶν σῶν ὀφθαλμῶν ἔθου αὐτὰ πιστούμενος τὰς σὰς ἐπαγγελίας. διὸ συνέβαινεν ἐμοῦ εἰσακουομένου τοὺς ἐχθρούς μου εἰς τὰ ὀπίσω χωρεῖν, ὅθεν φημί· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, κατὰ δὲ τὸν Σύμμαχον μὴ οὐχὶ ὅταν, φησίν, ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω·
ἐπειδὰν γὰρ φυλοκρινῶν διακαθάρῃς ἀφορίζων τοὺς ἑαυτοῦ ἀξίους καὶ ἐξαρίθμησιν ποιούμενος τῶν μελλόντων εἰς τὰ δεξιὰ ἵστασθαι καὶ τῶν εἰς τὰ ἀριστερὰ χωρούντων, τότε (ἐν τῷ σὲ τὴν ἐξαρίθμησιν ταύτην ποιεῖσθαι) ἀποστραφήσονται οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω.
Ἰδοὺ ἔγνων, ὅτι θεός μοί ἐστιν. ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον· ἐπὶ τῷ κυρίῳ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
And according to the interpretation of "the," he says, "I declared my life to you," as if speaking with frankness and not being ashamed of my own life; and you, accepting my life, did not reject my tears, but placed them before your own eyes, confirming your promises. Hence it came about that, when I was heard, my enemies retreated backward, whence I say: "On whatever day I call upon you, my enemies will turn backward." According to Symmachus: "Is it not, he says, when you count, that then my enemies will be turned backward?" For when, distinguishing the tribes, you purify, separating those worthy of yourself, and making a count of those who are to stand on the right and those who go to the left, then (when you make this count) my enemies will be turned backward. "Behold, I know that God is mine. On God I will praise a word, on the Lord I will praise a saying; on the Lord I have hoped, I will not be afraid; what will a man do to me?
Kατὰ δὲ τὸν Σύμμαχον τοῦτό φησιν· οἶδα, ὅτι ἔστιν θεός μοι. τὸν θεὸν ὑμνολογήσω, διὰ τοῦ θεοῦ ὑμνοποιήσομαι λόγον· τῷ θεῷ πέποιθα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; Αὐτοῖς ἔργοις, φησί, παρείληφα καὶ ἔγνων ἀληθῶς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἤλπισα, ἀλλὰ θεὸν βοηθὸν ἐκτησάμην· τούτου δὲ ἔλεγχος, ἐπεὶ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. εἶτα ἐμοῦ μὲν ἐπήκοος ἐγίγνου, οἱ δὲ ἐχθροί μου ἐχώρουν εἰς τὰ ὀπίσω· διὸ ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα, ἢ κατὰ τὸν Ἀκύλαν ἐν θεῷ καυχήσομαι ῥῆμα, κατὰ δὲ τὸν Σύμμαχον τὸν θεὸν ὑμνολογήσω. Ἀλλὰ καὶ ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον, ἢ κατὰ τὸν Ἀκύλαν ἐν κυρίῳ ὑμνήσω λόγον, ἢ κατὰ τὸν Σύμμαχον διὰ τοῦ κυρίου ὑμνοποιήσομαι λόγον. Καὶ πάλιν, ὡς ἀνωτέρω μοι εἴρηται· ἐπὶ τῷ κυρίῳ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι σάρξ; καὶ νῦν φημι· ἐπὶ τῷ κυρίῳ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; σὰρξ γὰρ καὶ ἄνθρωπος ἓν καὶ ταὐτόν ἐστιν, ἐπειδὴ λέλεκται· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, καί· ὅταν γὰρ ᾖ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
According to Symmachus, he says this: "I know that there is a god for me. I will hymn the god, through the god I will compose a word of song; I have trusted in the god, I will not be afraid; what will a man do to me?" By the deeds themselves, he says, I have received and truly known that I did not hope in vain, but acquired a god as helper; and the proof of this is that you placed my tears before you. Then you became attentive to me, while my enemies retreated; therefore, "I will praise a word upon the god," or according to Aquila, "I will boast in the god of a word," and according to Symmachus, "I will hymn the god." But also, "I will praise a word upon the Lord," or according to Aquila, "I will hymn a word in the Lord," or according to Symmachus, "I will compose a word of song through the Lord." And again, as I said above: "I hoped upon the Lord, I will not be afraid; what will flesh do to me?" And now I say: "I hoped upon the Lord, I will not be afraid; what will a man do to me?" For flesh and man are one and the same, since it is said: "You die as men," and: "For when there is zeal and strife among you, are you not fleshly and walk according to man?
Ἐν ἐμοί, ὁ θεός, εὐχαί, ἃς ἀποδώσω αἰνέσεώς σοι, ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου, καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων.
Ἀντὶ τοῦ· ἐν ἐμοί, ὁ θεός, αἱ εὐχαί, ἃς ἀποδώσω αἰνέσεώς σοι, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· ἀναδέχομαι, θεέ, ἃ ηὐξάμην· ἀποδώσω αἰνέσεις σοι· οὐ γὰρ ἐπιλέλησμαι, φησίν, ὧν ηὐξάμην, ἀλλ’ ἐν ἐμοί εἰσι, καὶ κατέχω τῇ μνήμῃ πάντα, ὅσα ἐπηγγειλάμην εὐξάμενος· ἃ καὶ ὥσπερ τι χρέος ἀποδώσω θυσίας ἀναφέρων τὰς δι’ αἰνέσεως καὶ κατὰ τὸ φάσκον λόγιον· θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ κυρίῳ τὰς εὐχάς σου, καὶ πάλιν· ἀποδώσω τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου. Ἀποδώσω τοίνυν αἰνέσεώς σοι, ἐπειδὴ πολλὰ σύνοιδα ἐμαυτῷ ὀφείλοντι ὑπὲρ τῆς ἐμαυτοῦ σωτηρίας. αὐτὴν γοῦν τὴν ψυχήν μου ἐρρύσω ἐκ θανάτου· οἱ μὲν γὰρ ἐχθροί μου τὸ ὅσον ἐπ’ αὐτοῖς ἤλαυνον αὐτὴν καὶ ἐξεβιάζοντο εἰς θάνατον ἐκπεσεῖν· ἐλαύνοντές με γὰρ καὶ μέσον ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν οἰκεῖν καταναγκάζοντες τὸ ἐπ’ αὐτοῖς τὴν ψυχήν μου ἐθανάτουν· ἤγουν ἤμελλον συνάπτεσθαι τῇ τῶν ἀλλοφύλων εἰδωλολατρείᾳ μέσος αὐτῶν οἰκῶν; καθ’ οὓς χρόνους παρὰ τῷ Ἀχοῦς καὶ ἐν Γὲθ παρὰ τοῖς ἀλλοφύλοις ἐποιούμην τὰς διατριβάς, πάλαι ἂν τὴν ψυχήν μου τεθνήκειν, τῆς παρὰ σοὶ ζωῆς ἐκπεσών, ἀλλ’ ἡ σὴ χάρις καὶ τὸ σὸν ἔλεος οὐ συνεχώρησε τοῦτο γενέσθαι, ἐπεὶ καὶ παρὰ τοῖς ἀλλοφύλοις με ὄντα περιέφραττες ὡς μηδὲν καταβλάπτεσθαι ἐκ τῆς τούτων συνουσίας. διό φημι· ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου. Ἀλλὰ καὶ τοὺς πόδας μου ἐρρύσω ἐξ ὀλισθήματος·
In me, O God, are the vows which I will render to you in praise, because you rescued my soul from death, and my feet from slipping, to be pleasing before God in the light of the living.
Instead of: "In me, O God, are the vows which I will render to you in praise," Symmachus interpreted more clearly, saying: "I undertake, O God, what I vowed; I will render praises to you." For I have not forgotten, he says, what I vowed, but they are in me, and I hold in memory all that I promised when I prayed; and these, like a debt, I will render by offering sacrifices through praise, according to the saying: "Sacrifice to God a sacrifice of praise, and render your vows to the Lord," and again: "I will render my vows, which my lips have uttered." Therefore, I will render praise to you, because I am conscious of owing much for my own salvation. For you rescued my very soul from death; my enemies, as far as they could, drove it and forced it to fall into death. For by driving me and compelling me to dwell among foreign and alien nations, they were, as far as they could, putting my soul to death—or rather, was I not about to be joined to the idolatry of the foreigners, dwelling in their midst? In those times, when I was staying with Achish and in Gath among the foreigners, my soul would long ago have died, having fallen from the life that is with you, but your grace and your mercy did not permit this to happen, since even when I was among the foreigners, you fenced me about so that I suffered no harm from their company. Therefore I say: you rescued my soul from death. But also you rescued my feet from slipping.
τίς γὰρ οὐκ ἂν διετράπη ὥσπερ εἰς πηλὸν ἐμβὰς καὶ ὀλισθηροῖς περιπεσὼν χωρίοις μέσος τοσούτων ἀποληφθεὶς ἀθέων καὶ εἰδωλολατρῶν ἀνδρῶν; ἀλλ’ ἦν ἄρα καὶ ἐν τούτῳ τὸ σὸν ἔλεος καὶ ἡ σὴ χάρις ῥυομένη μου τοὺς πόδας ἐξ ὀλισθήματος· οὐ γὰρ ἐμαυτοῦ δυνάμει ἐπιγράφω ταῦτα, ἐπεὶ μηδ’ οὕτως ἤμην στερρὸς τὴν ψυχὴν ὡς ἀδιάτρεπος μένειν ἐν τῷ μεταξὺ τοσούτων εἱλῆσθαι, εἰ μὴ σὺ ἦσθα βοηθός. διὸ ἐξομολογούμενος εὐχαριστῶ, ὅτι ἐρρύσω τοὺς πόδας μου ἐξ ὀλισθήματος. καὶ ταῦτά μοι τὸ σὸν ἔλεος ἐδωρεῖτο, ὑπὲρ τοῦ εὐαρεστῆσαι ἐνώπιόν σου ἐν φωτὶ ζώντων, ἢ κατὰ τὸν Σύμμαχον ὡς τὸ ὁδεύειν ἔμπροσθεν τοῦ θεοῦ διὰ φωτὸς τῆς ζωῆς . Διατρίβων γοῦν καὶ παρὰ τοῖς ἀλλοφύλοις τῆς ὀρθῆς καὶ βασιλικῆς ὁδοῦ οὐ παρέξεισιν· ἀλλὰ σοὶ εὐαρέστως ὥδευον ὑπὸ σοῦ ποδηγούμενος καὶ φωτιζόμενος φωτός τε μεταλαγχάνων οὐ τοῦ κοινοῦ καὶ πᾶσιν ἐγκειμένου, λογικοῖς τε καὶ ἀλόγοις, θηρίοις τε καὶ ἑρπετοῖς, νεκροῖς τε καὶ ἀψύχοις, ἀλλὰ τοῦ μόνοις τοῖς παρὰ σοῦ ζῶσιν ἀφωρισμένου.
Who would not have been confounded, as if stepping into mud and falling into slippery places, caught in the midst of so many godless and idolatrous men? But there was, even in this, your mercy and your grace, rescuing my feet from slipping. For I do not ascribe this to my own strength, since I was not so firm in soul as to remain unshaken while entangled among so many, had you not been my helper. Therefore, confessing, I give thanks that you rescued my feet from slipping. And these things your mercy bestowed upon me, for the sake of being pleasing before you in the light of the living, or according to Symmachus, "as traveling before God through the light of life." So, even while dwelling among those of alien race, I did not depart from the straight and royal road; but I journeyed in a manner pleasing to you, guided and illuminated by you, partaking not of the common light that lies upon all—rational and irrational beings, beasts and reptiles, the dead and the lifeless—but of that light reserved only for those who live by you.
Νοήσεις δὲ τὸ φῶς τῶν ζώντων, ἐν ᾧ καὶ Δαυὶδ καὶ πάντες οἱ θεοφιλεῖς προφῆται καὶ δίκαιοι ἐφωτίσθησαν, ἐπιστήσας τῷ εὐαγγελιστῇ λέγοντι· ὅ γέγονεν ἐν αὐτῷ, δηλαδὴ τῷ λόγῳ τοῦ θεοῦ τῷ ἐν ἀρχῇ πρὸς τὸν θεὸν ὄντι, ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, καὶ πάλιν· ἦν τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. οὐκοῦν ἦν ἐν τῷ κόσμῳ, κἀκείνῳ τῷ φωτὶ οἱ τῆς παρὰ τῷ θεῷ ζωῆς καταξιούμενοι ἐφωτίζοντο· ὕστερον δὲ καὶ εἰς τὰ ἴδια ἦλθεν· ὅσοι τε ἐδέξαντο αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. τοσαύτη δύναμις παρῆν τῷ φωτὶ τῶν ζώντων ὡς τέκνα θεοῦ ἀπεργάζεσθαι τοὺς καταδεχομένους αὐτό· ὅπερ εἰδὼς καὶ ὁ Δαυὶδ δι’ εὐχῆς εἶχε τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων.
νϛʹ Εὐχαριστία τοῦ Δαυὶδ καὶ προφητεία κλήσεως ἐθνῶν
Εἰς τὸ τέλος, μὴ διαφθείρῃς· τῷ Δαυίδ, εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία.
You will understand the light of the living, in which both David and all the God-loving prophets and righteous were illuminated, by attending to the evangelist who says: "What came to be in him"—that is, in the Word of God, who was in the beginning with God—"was life, and the life was the light of men," and again: "It was the true light that illuminates every man coming into the world; it was in the world, and the world came to be through it, and the world did not know it." Therefore it was in the world, and by that light those deemed worthy of life with God were illuminated; later it also came to its own, and to all who received it, it gave them the power to become children of God. Such power attended the light of the living that it could make those who admitted it children of God; knowing this, David also prayed to be pleasing before God in the light of the living.
56. Thanksgiving of David and prophecy of the calling of the nations.
"For the end, do not destroy; for David, for a stele-inscription, when he was fleeing from the face of Saul into the cave. Have mercy on me, O God, have mercy on me, for my soul trusts in you, and in the shelter of your wings I will hope until the lawlessness passes by.
Ὥσπερ ἀπὸ τῆς ἱστορίας ἐδείκνυτο δεύτερον γινόμενος ὁ Δαυὶδ παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις, παρ’ οἷς διατρίβων τὸν νε ἀναγέγραπται ψαλμὸν εἰρηκώς, οὕτω δὶς φαίνεται ἐν τῷ σπηλαίῳ ἐληλυθώς· ἅπαξ μέν, ὅτε μανίαν προσποιηθεὶς τὰς χεῖρας τοῦ Ἀγχοῦς καὶ τῶν ἐν Γὲθ ἀλλοφύλων διαφεύγει. κἀκεῖθεν διασῴζεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλάμ, ἔνθα πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καταβαίνουσι πρὸς αὐτόν· συνήγοντό τε παρ’ αὐτῷ πᾶς ἐν ἀνάγκῃ ὢν καὶ πᾶς ὑπόχρεως καὶ πᾶσα κατώδυνος ψυχή· καὶ ἦν ἐπ’ αὐτῶν ἡγούμενος. ἦσαν δὲ ὡς τετρακόσιοι ἄνδρες. δεύτερον δέ, ὅτε ἀνέστρεψεν ὁ Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ, ὅτι ἰδοὺ Δαυὶδ ἐν τῇ ἐρήμῳ τῇ Γαδδί. καὶ ἔλαβεν μεθ’ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτῶν ἐκ τοῦ Ἰσραὴλ καὶ ἐπορεύθη ζητῶν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Αἰλείν. καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ· καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ εἰσῆλθεν Σαοὺλ παρασκευάσασθαι· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτεροι τοῦ σπηλαίου ἐκάθηντο. καὶ εἶπαν οἱ ἄνδρες Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπεν κύριος πρὸς σὲ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυὶδ καὶ ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοΐδος Σαοὺλ λαθραίως. καὶ ἐγενήθη μετὰ ταῦτα, καὶ ἐπάταξεν καρδία Δαυὶδ αὐτόν, ὅτι ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ. καὶ εἶπεν Δαυὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ·
Just as from the history David was shown to have become a second time among the aliens in Gath, among whom he is recorded to have composed the new psalm while staying, so he appears to have come twice into the cave: once, when feigning madness he escapes the hands of Achish and the aliens in Gath, and from there he is saved into the cave of Adullam, where all his brothers and his entire father’s household go down to him; and all who were in need, every debtor, and every sorrowful soul gathered with him, and he was their leader. And there were about four hundred men. And a second time, when Saul returned from behind the aliens, and it was reported to him, “Behold, David is in the wilderness of Gaddi.” And he took with him three thousand chosen men from Israel and went seeking David and his men toward the face of Ailein. And he came to the flocks of sheep that were on the road; and there was a cave there, and Saul entered to prepare himself; and David and his men were sitting in the inner part of the cave. And David’s men said to him, “Behold, this is the day that the Lord said to you he would deliver your enemy into your hands, and you will do to him as seems good in your eyes.” And David arose and secretly cut off the edge of Saul’s cloak. And after this, David’s heart struck him because he had cut off the edge of his cloak. And David said to his men,
μηδαμῶς μοι παρὰ κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπ’ αὐτόν, ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος. καὶ ἔπεισεν Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοὺς ἀναστάντας θανατῶσαι τὸν Σαούλ.
Ζητητέον οὖν, κατὰ ποίους χρόνους τὴν προκειμένην στηλογραφίαν ὁ Δαυὶδ ἀνέγραψεν καὶ ἐν ποίῳ σπηλαίῳ διατρίβων, πότερον ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ ἢ ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδί. ἀλλὰ καὶ ἐπειδὴ δύο εἴρηνται ψαλμοὶ αὐτῷ ἐν τῷ σπηλαίῳ, ὁ μὲν προκείμενος στηλογραφία τυγχάνων, ὁ δὲ ρμα ἐπιγεγραμμένος· συνέσεως, τῷ Δαυίδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή, ζητήσαι ἄν τις εὐλόγως, εἰ κατὰ τὸν αὐτὸν εἴρηνται χρόνον, καὶ εἰ ἐν τῷ σπηλαίῳ τυγχάνων ἀμφοτέρους συνέταξεν. δοκεῖ τοίνυν ἐμοί, κινουμένῳ ἐκ τῶν ἐν ἑκατέρῳ φερομένων λόγων, ἡ μὲν μετὰ χεῖρας στηλογραφία ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ εἰρῆσθαι, ἡ δὲ ἐν τῷ ρμα προσευχὴ ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδί, ὅτε τοῦ Σαοὺλ παρασκευαζομένου ἐν τῷ σπηλαίῳ ἔνδον κρυπτόμενος εὕρηται. οὕτω δέ μοι παρέστη κινηθέντι ἐκ τῶν παρ’ ἑκατέρῳ φερομένων λόγων· ὁ μὲν ρμα φαίνεται εἰρημένος ἐν πολλῇ συνοχῇ καὶ ἀγῶνι τυγχάνοντι τῷ Δαυίδ· φησὶν γοῦν ἐν αὐτῷ· φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν θεὸν ἐδεήθην. ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Διὰ τούτων γὰρ τὴν συνοχήν, ἐν ᾗ ἐξητάζετο, παρίστησι· καὶ ἔτι μᾶλλον δι’ ὧν ἐπάγει λέγων ἑξῆς· ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ.
By no means from the Lord, if I do this thing to my lord, the anointed of the Lord, to lay my hand upon him, because this one is the anointed of the Lord." And David persuaded his men with words and did not allow them, when they had risen up, to put Saul to death.
It must be inquired, then, at what times David recorded the present inscription and in which cave he was staying, whether in the cave of Adullam or in the cave of En-gedi. But also, since two psalms are said to have been composed by him in the cave—the present one, which is an inscription, and the 141st, entitled "Of Understanding, to David, when he was in the cave, a prayer"—one might reasonably inquire whether they were composed at the same time, and whether, while in the cave, he composed both. It seems to me, then, moved by the words borne in each, that the inscription at hand was spoken in the cave of Adullam, while the prayer in the 141st was in the cave of En-gedi, when Saul was preparing and he was found hidden inside the cave. Thus it has appeared to me, moved by the words borne in each: the 141st seems to have been spoken when David was in great distress and struggle; for he says in it: "With my voice I cried out to the Lord, with my voice I besought God. I will pour out my supplication before him, I will declare my distress before him, when my spirit fails from me, and you know my paths; in this way, on which I was going, they set a snare for me." For through these words he represents the distress in which he was examined, and even more so through what he adds next, saying: "Flight has perished from me.
Πρὸ τῶν θυρῶν γὰρ τοῦ σπηλαίου καθεζομένου τοῦ Σαοὺλ ἔνδον κρυπτόμενος ἀπεγνώκει τὴν ἑαυτοῦ φυγήν. πλὴν τὴν φυγὴν ἀπογνοὺς ἐπὶ τὸν σωτήριον λιμένα καταφεύγει. διὸ ἐπιλέγει·
ἐκέκραξα πρὸς σέ, κύριε, εἶπα· σὺ εἶ ἐλπίς μου·
καὶ προστίθησι λέγων·
ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου.
Ὁρᾷς ὅπως τὸν εἴσω τοῦ σπηλαίου ἀποκλεισμὸν σημαίνει; εἰκότως οὖν καὶ προσευχὴν ἐπιγράφει τοὺς λόγους, δηλῶν διὰ τῆς προγραφῆς τὸν καιρόν. λέγει γοῦν·
συνέσεως τῷ Δαυίδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή.
Ἀλλὰ ταῦτα μὲν προσηύξατο ἐν μεγάλῳ περιστὰς ἀγῶνι κατὰ τὸν δηλωθέντα χρόνον· ἡ δὲ μετὰ χεῖρας στηλογραφία λέλεκτο αὐτῷ, ὡς οἶμαι, ὄντι ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ πάντας τε ὑποδεχομένῳ τούς τε ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς καὶ τοὺς λοιποὺς φυγάδας (τάχα που δι’ αὐτὸν ἐπιβουλευομένους ὑπὸ τοῦ Σαούλ)· ἀλλὰ καὶ πᾶσα κατώδυνος ψυχὴ καὶ πᾶς ἀδικούμενος κοινωνὸς ἐγίγνετο τῆς τοῦ Δαυὶδ φυγῆς. δίκαιον γὰρ ἄνδρα καὶ παρὰ τῷ θεῷ τετιμημένον ἐλαυνόμενον ὑπὸ τοῦ Σαοὺλ ἀδίκως ὁρῶντες τὰ ἑαυτῶν παρεμυθοῦντο κακά. εἶτα καὶ αὐτοὶ τοὺς ἀδικοῦντας αὐτοὺς φεύγοντές τε τὸν Δαυὶδ ἐζήλουν ἠσπάζοντό τε τὴν σὺν αὐτῷ μερίδα, μᾶλλον ἀγαπῶντες ἐλαύνεσθαι σὺν αὐτῷ ἢ τῷ ἐλαύνοντι συνεῖναι. ἐπὶ σχολῆς τοίνυν διάγων ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ τὴν παροῦσαν ἔγραφεν στηλογραφίαν. παρίστησι δὲ τοῦτο τὰ ἐπιλεγόμενα, τά τε ἄλλα καὶ δι’ ὧν φησιν·
For Saul was sitting before the mouth of the cave, while David, hidden inside, had despaired of his own flight. Yet, having given up on flight, he takes refuge in the saving harbor. Therefore he adds:
"I cried out to you, Lord, I said: You are my hope."
And he further says:
"Bring my soul out of prison."
Do you see how he indicates the confinement inside the cave? Naturally, then, he entitles the words a prayer, indicating the occasion through the title. For he says:
"An inscription of understanding for David, when he was in the cave: a prayer."
But these things he prayed while standing in a great struggle at the indicated time. The inscription at hand, however, was spoken by him, as I think, when he was in the cave of Adullam, receiving all his brothers, relatives, and the other fugitives (perhaps those plotted against because of him by Saul). Moreover, every distressed soul and every wronged person became a sharer in David's flight. For seeing a righteous man, honored even by God, unjustly driven out by Saul, they took comfort in their own misfortunes. Then, fleeing from those who wronged them, they also emulated David and embraced being on his side, preferring to be driven out with him rather than to be with the one driving him out. So, while at leisure in the cave of Adullam, he wrote the present inscription. This is shown by the appended words, among others, through which he says:
ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέν με,
καὶ πάλιν·
ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων.
Ὁρᾷς, ὡς τοὺς ἐν Γὲθ ἀλλοφύλους διαφυγών, ἅτε δὴ ἐν ἀσφαλείᾳ τυγχάνων καὶ ἐν ἀνέσει ὤν τοιαύτας ἠφίει φωνὰς καὶ ἔτι μᾶλλον τὰς ἑξῆς ἐπιφερομένας, δι’ ὧν εἴρηται·
ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ. ἐξεγέρθητι, ἡ δόξα μου· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. ἐξομολογήσομαι ἐν λαοῖς, κύριε, ψαλῶ σοι ἐν ἔθνεσι.
Ταῦτα γὰρ πολλῆς σχολῆς ἐμφατικὰ τυγχάνει, ἀλλὰ καὶ θυμηδίας. λέγει γοῦν ὁ ἱερὸς ἀπόστολος· κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. ἀλλ’ οὐδὲ οἷός τε ἦν ταῦτα λέγειν ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ συνεχόμενος ὑπὸ τοῦ Σαοὺλ πρὸ τῆς εἰσόδου καθεζομένου. ποία γὰρ ἦν εὐκαιρία τότε ὡς ψαλτήριον ἀναλαμβάνειν καὶ κιθάραν κρυπταζόμενον ἐνδοτάτω τοῦ σπηλαίου; ὡς αὖ πάλιν οὐκ εἶχε λόγον ἐν σχολῇ καὶ ἀνέσει διάγοντα αὐτὸν ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ μετὰ τετρακοσίων ἀνδρῶν τῶν συνόντων αὐτῷ λέγειν·
He sent from heaven and saved me,
and again:
God sent his mercy and his truth and rescued my soul from among the lion cubs.
You see how, having escaped the Philistines in Gath, being now in safety and at ease, he uttered such cries and even more so the following words, through which it is said:
My heart is ready, O God, my heart is ready; I will sing and play the harp. Awake, my glory; awake, psaltery and cithara; I will arise at dawn. I will make confession among the peoples, O Lord; I will sing to you among the nations.
For these things are indicative of great leisure, but also of cheerfulness. Indeed, the holy apostle says: Does someone among you suffer? Let him pray. Is someone cheerful? Let him sing. But he was not able to say these things in the cave of Engaddi while confined, with Saul sitting before the entrance. For what opportunity was there then to take up the psaltery and cithara while hidden deep within the cave? Just as again it was not reasonable for him, while spending time in leisure and ease in the cave of Adullam with four hundred men who were with him, to say: