ἀναλαμβάνει δὲ ᾆσμα καινὸν τοῦ σώσαντος αὐτὸν ἐμβάλλοντος εἰς τὸ στόμα αὐτοῦ καινὸν ᾆσμα καὶ ὕμνον, ἀποδυσαμένου τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνδυσαμένου δὲ τὸν νέον τὸν ἀνακαινούμενον κατ’ ἐπίγνωσιν τοῦ θεοῦ. εἶτα μετὰ πάντα ταῦτα ὑπόδειγμα πολλοῖς γίνεται, ὡς ἂν καὶ ἕτεροι τὴν μεταβολὴν αὐτοῦ θεώμενοι ἐλπίδας ἀγαθὰς ἀναλάβοιεν καὶ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ποιήσαιντο μεταβολήν. διό φησιν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ κύριον. τί δὲ ὄψονται; αὐτὸ τοῦτο, φησίν, ὡς εἰς βάθος ἐλήλυθα κακῶν, καὶ εἰς τὸν λάκκον καὶ τὸν πηλὸν τῆς ὕλεως· κἀκεῖθεν θεοῦ χάριτι ἀνελκυσθεὶς ἐπὶ τὴν πέτραν ἔστην καὶ κατηυθύνθη τὰ διαβήματά μου, καὶ ᾄσματος κατηξιώθην καινοῦ. ταῦτα γὰρ οἱ πολλοὶ θεασάμενοι φόβον θεοῦ, περὶ οὗ λέλεκται· ἀρχὴ σοφίας φόβος θεοῦ, ἀναλήψονται, καὶ τὴν ὁμοίαν ἑαυτοῖς ὑπογράψουσιν ἐλπίδα.
Μακάριος ἀνήρ, οὗ ἐστιν τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.
He takes up a new song, the one who saved him placing a new song and hymn in his mouth, having put off the old man together with his deeds, and having put on the new man who is renewed according to the knowledge of God. Then after all these things he becomes an example to many, so that others also, beholding his transformation, might take up good hopes and make the change from worse to better. Therefore he says: Many will see and will fear, and will hope in the Lord. And what will they see? This very thing, he says, that I have gone into a depth of evils, and into the pit and the mire of matter; and from there, by the grace of God, having been drawn up, I stood upon the rock, and my steps were directed, and I was deemed worthy of a new song. For when the many see these things, they will take up fear of God, concerning which it is said: The beginning of wisdom is fear of God, and they will inscribe for themselves a similar hope.
Blessed is the man whose hope is the name of the Lord, and he did not look upon vanities and false frenzies.
Ὁ διὰ πείρας ἐλθὼν τῆς τοῦ θεοῦ χάριτος τοῖς πᾶσι κηρύττει τὰς εἰς αὐτὸν γενομένας εὐεργεσίας προφέρει τε καθολικὴν ἀπόφασιν ἐκ τῶν περὶ αὐτὸν συμβάντων διδάσκων, ὅτι πᾶσι δυνατὸν ἀνθρώποις τῶν ὁμοίων αὐτῷ τυχεῖν· οὐ γὰρ ἐγώ, φησίν, μόνος τοιούτων ἀξιωθεὶς εἴην ἂν μακάριος, ἔκκειται δὲ τοῖς πᾶσιν ἡ αὐτὴ ὁδός, καὶ οὐ τισὶ μέν, τισὶ δὲ οὔ. πᾶς οὖν ὁ τὴν ἐλπίδα αὐτοῦ ἐπὶ τὸν θεὸν ἀναρτήσας οὐκ ἀποπεσεῖται τοῦ μακαρισμοῦ, οὗ καὶ αὐτὸς κατηξιώθην. ματαιότης δὲ καὶ μανίαι ψευδεῖς πᾶσαι αἱ περὶ τὰ πρόσκαιρα καὶ μάταια τυγχάνουσι σπουδαί, ἐπείπερ ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· πλὴν τὰ πάντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν, καὶ πάλιν· πλὴν μάτην ταράσσονται. θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. μανίαι δὲ ψευδεῖς αἱ εἰς κενὸν καὶ μάταιον σπουδαζόμεναι τοῖς πολλοῖς φροντίδες. ὥσπερ οὖν μανία σώφρων ἡ τοῦ παρόντος βίου κατεξανάστασις, δι’ ἣν καὶ ἐξεστῶτες ἐνομίζοντο τοῖς πολλοῖς οἱ τοῦ θεοῦ προφῆται. σεμνύνεται δ’ ἐπὶ τῇ τοιαύτῃ ἐκστάσει λέγων ὁ δίκαιος· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης· καὶ ὁ ἀπόστολος δὲ τοῦτο πεπονθὼς ἔλεγεν· εἴτε γὰρ ἐξέστημεν θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν.
The one who has come through experience of the grace of God proclaims to all the benefactions that have come to him, and he puts forward a universal declaration, teaching from what has happened to him that it is possible for all people to obtain the same things as he. For he says, I alone, having been deemed worthy of such things, would not be blessed; the same path lies open to all, and not to some but not to others. Therefore, everyone who has hung his hope on God will not fall short of the blessedness of which I too was deemed worthy. Vanity and false madness are all the pursuits concerning the temporary and vain, since vanity of vanities, all is vanity. And it was said earlier: Yet all is vanity, every living person, and again: Yet they are disturbed in vain. He amasses wealth, and does not know for whom he will gather it. False madness are the cares that are zealously pursued in vain and to no purpose by the many. Just as, then, the uprising against the present life is a sober madness, on account of which the prophets of God were considered by the many to be out of their minds, so the righteous man takes pride in such an ecstasy, saying: And I said in my ecstasy, Every man is a liar. And the apostle, having experienced this, said: For whether we were out of our minds for God, or we are in our right minds for you.
Πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου, καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστιν τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν. θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὠτία δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐξῄτησας. τότε εἶπα· ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ· τοῦ ποιῆσαι ὁ θεὸς τὸ θέλημά σου ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.
Ὁ τὴν πολυποίκιλον τοῦ θεοῦ σοφίαν κατανενοηκὼς ἔν τε τοῖς καθόλου κτίσμασι καὶ τοῖς κατὰ μέρος τοῖς τε αἰσθητοῖς καὶ τοῖς κατὰ διάνοιαν θεωρουμένοις εἰς ἔκπληξιν ἐλθὼν τῆς ὑπερμεγέθους δυνάμεως τοῦ τῶν ὅλων θεοῦ εἴποι ἄν· πολλὰ ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ θαυμάσιά σου. ἀλλὰ καὶ τοὺς λόγους ἐξετάσας τῆς καθ’ ὅλου προνοίας, καθ’ οὓς τὰ σύμπαντα διοικεῖ, κἄπειτα εὑρὼν αὐτοὺς ἀκαταλήπτους, προσθήσει λέγων· καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι. οἷος ἦν ὁ λέγων· ὦ βάθος πλούτου καὶ σοφίας, καὶ γνώσεως θεοῦ ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. ἐν δὲ τοῖς προκειμένοις ὁ Δαὺδ κατὰ καιρὸν ταύτας προηνέγκατο τὰς φωνὰς ἔργῳ μαθών, ὡς καινῷ τινι τρόπῳ σέσωσται τῷ δι’ ὑπακοῆς τῶν θείων λογίων· πάλαι μὲν γὰρ διὰ Μωϋσέως θυσίαι καὶ ὁλόκαυτοι ἀναφοραὶ προσετάττοντο ὑπὲρ ἁμαρτιῶν προσφέρεσθαι, νυνὶ δὲ καινὸς παραδίδοται τρόπος σωτηρίας ὁ δίχα θυσιῶν καὶ ὁλοκαυτωμάτων.
Many are the things you have done, Lord my God, your wonders, and to your designs there is none who can be likened to you. I have proclaimed and spoken; they have become more than number. Sacrifice and offering you did not desire, but you prepared ears for me. Whole burnt offerings and offerings for sin you did not require. Then I said, "Behold, I have come." It is written in the heading of a book concerning me: I desired to do the will of God, your will, and I placed your law in the midst of my belly.
He who has observed the manifold wisdom of God both in the universal creations and in the particulars, both in the perceptible and in those contemplated by the mind, and has been struck with awe at the immense power of the God of all, would say, "Many are the things you have done, Lord my God, your wonders." But also, having examined the principles of universal providence according to which he administers all things, and then finding them incomprehensible, he will add, saying, "And to your designs there is none who can be likened to you." Such was the one who said, "O depth of wealth and wisdom, and of knowledge of God, how unsearchable are his judgments, and inscrutable his ways." In the present passage, David uttered these words at the opportune moment, having learned by experience how he had been saved in a new manner, that through obedience to the divine oracles. For formerly, through Moses, sacrifices and whole burnt offerings were commanded to be offered for sins, but now a new manner of salvation is handed down, one without sacrifices and whole burnt offerings.
διδάσκει δὲ καὶ ὡς ἔστι μυρία σωτηρίας φάρμακα, ἅπερ ἡ τοῦ θεοῦ χάρις τοῖς ἀνθρώποις ἐδωρήσατο, οὐκ ἔστι τε κατ’ ἀξίαν εἰπεῖν οὐδὲ διανοίᾳ περιλαβεῖν τῶν τοῦ θεοῦ διαλογισμῶν τὸ πλῆθος.
Ὁ δὲ Σύμμαχος· πάμπολλα, φησίν, ἐποίησας σύ, κύριε ὁ θεός μου, τὰ τεράστιά σου, καὶ τοὺς διαλογισμούς σου τοὺς ὑπὲρ ἡμῶν οὐκ ἔστιν ἐκθέσθαι ἐπὶ σοῦ. εἶτα ἀντὶ τοῦ· ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἅμμον, πάλιν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· ἐὰν ἀπαγγέλλων καταγγέλλω, πλείω ἐστὶ τοῦ διηγηθῆναι. ἐκ μέρους μὲν γάρ, φησίν, γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν. τά γε μὴν πάντα ἀναρίθμητα καὶ ἀκατάληπτα τυγχάνει τὰ θαυμάσιά σου. πλὴν ἐν οἷς κατέλαβον καὶ τοῦθ’ εὗρον, ὅτι κατὰ τὸν παρόντα καιρὸν τὰς παρὰ Μωϋσεῖ θυσίας καὶ προσφορὰς οὐκ ἠθέλησας· ἀντὶ δ’ ἐκείνων τὰ ὦτά μου καὶ τὴν ὑπακοὴν τῶν σῶν λογίων κατηρτίσω· καὶ ἀντὶ ὁλοκαυτωμάτων καὶ τῶν περὶ ἁμαρτίας θυσιῶν αὐτὸς ἐμαυτὸν προσήγαγόν σοι. διό φησιν· ἰδοὺ ἥκω κληθεὶςὑπὸ σοῦ καὶ προθυμότατα ὑπακούσας. ἥκω δὲ σπεύσας τοῦ ποιῆσαι τὸ θέλημά σου· τοῦτο γὰρ ἀντὶ πάσης ὁλοκαύτου θυσίας πέπεισμαί σε ἀποδέχεσθαι. καὶ τοῦτο δὲ ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, ἢ κατὰ τὸν Σύμμαχον· ἐν τῷ τεύχει τοῦ ὁρισμοῦ σου γέγραπται περὶ ἐμοῦ, τοῦτο δὲ ποῖον ἢ τὸ προτιμῆσαι τὸ θέλημά σου θυσιῶν καὶ ὁλοκαυτωμάτων; καὶ τὸ ποιῆσαι τὸν νόμον σου οὐ κατὰ τὴν πρόχειρον λέξιν οὐδὲ ὁμοίως τοῖς πολλοῖς τὰ παρὰ Μωϋσεῖ παρηγγελμένα φυλάττοντας· ἐν μέσῳ δὲ τῆς κοιλίας μου, ἢ κατὰ τὸν Σύμμαχον· προεθυμήθην τὸν νόμον σου ἔνδοθεν τῶν ἐγκάτων μου.
He also teaches that there are countless remedies for salvation, which the grace of God has bestowed upon men, and that it is not possible to speak worthily or to comprehend in thought the multitude of God's designs.
Symmachus says: "Very many things have you done, Lord my God, your wonders, and your designs concerning us cannot be set forth before you." Then, instead of "I proclaimed and spoke, they have become more than number," Symmachus again interpreted in this manner: "If I proclaim and declare, they are more than can be narrated." For in part, he says, we know and in part we prophesy. Yet all your wonders are countless and incomprehensible. But in what I have comprehended, I have also found this, that at the present time you have not desired the sacrifices and offerings according to Moses; instead of those, you have prepared my ears and my obedience to your words; and instead of whole burnt offerings and the sacrifices for sin, I have offered myself to you. Therefore he says: "Behold, I come, called by you, and I have obeyed most willingly. I come, having hastened to do your will; for this, I am persuaded, you accept instead of every whole burnt offering." And this is written in the heading of a book concerning me, or according to Symmachus: "In the volume of your ordinance it is written concerning me." But what is this except to prefer your will to sacrifices and whole burnt offerings? And to keep your law not according to the superficial reading nor as the many who observe what was commanded by Moses; but in the midst of my bowels, or according to Symmachus: "I have desired your law within my very entrails.
εἰ γάρ τίς ἐστι κοιλία ψυχῆς, τροπικῶς οὕτως ὀνομαζομένη, περὶ ἧς καὶ ἐν εὐαγγελίοις λέλεκται· ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον· ἐν τούτῳ τῷ ἀπορρήτῳ καὶ ἀποκρύφῳ τῆς ψυχῆς ταμείῳ τὸν νόμον σου, φησίν, ἐβουλήθην ποιῆσαι, καὶ περὶ θυσιῶν καὶ ὁλοκαυτωμάτων ἐντολὰς πνευματικῶς καὶ κατὰ διάνοιαν ἐπιτελέσαι· ταῦτα γὰρ ἔγνων σοι φίλα καὶ πολλῷ κρείττονα τῶν σωματικῶς Ἰουδαίοις παραδεδομένων.
Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ· ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· κύριε, σὺ ἔγνως. τὴν δικαιοσύνην μου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα, οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς. σὺ δέ, κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. ὅτι περιέσχον με κακά, ὧν οὐκ ἔστιν ἀριθμός, κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλειπέν με.
If there is a "belly of the soul," so called figuratively, concerning which it is also said in the Gospels, "Rivers of living water will flow from his belly, leaping into eternal life," in this secret and hidden chamber of the soul, he says, I wished to make your law, and to fulfill the commandments concerning sacrifices and whole burnt offerings spiritually and according to the mind; for I knew these things are pleasing to you and far superior to those delivered corporeally to the Jews.
I proclaimed righteousness in a great assembly; behold, I will not restrain my lips; Lord, you know. I did not hide my righteousness in my heart, I spoke your truth and your salvation, I did not hide your mercy and your truth from a great multitude. But you, Lord, do not keep your compassions far from me; your mercy and your truth have always supported me. Because evils, of which there is no number, have surrounded me, my transgressions have overtaken me, and I was unable to see; they have multiplied beyond the hairs of my head, and my heart has abandoned me.
Νοήσεις δὲ καὶ οὕτως· ὡς ὁ μακάριος Δαυὶδ ὑπισχνεῖται ἐν ἐκκλησίᾳ μεγάλῃ τῇ κατὰ πᾶσαν τὴν οἰκουμένην ὑπὸ τῆς θείας χάριτος συλλεγείσῃ τὴν τοῦ θεοῦ δικαιοσύνην κηρύττειν καὶ τὴν τῆς προφητείας ἀλήθειαν καὶ τὴν ἀξιάγαστον σωτηρίαν καὶ τὸν ἀμέτρητον ἔλεον καὶ αὐτῶν δὲ τῶν πιστῶν ὁ σύλλογος, εἴποι ἂν ταῦτα ὑπισχνούμενος τὴν ὑπὲρ τῆς σωτηρίας ἀντίδοσιν δώσειν τῷ συντρέχειν εἰς ἐκκλησίαν καὶ τὰ χείλη κινεῖν εἰς ὑμνῳδίαν καὶ τοῦ θεοῦ τὴν δικαίαν κρίσιν ἀνακηρύττειν καὶ τὴν ἄρρητον διεξιέναι κηδεμονίαν καὶ τῶν προφητικῶν ὑποσχέσεων ὑποδεικνύναι τὸ ἀληθές.
σὺ δέ, κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου.
καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ θεοῦ ἐκκλησία δεῖται πάλιν τῆς αὐτῆς προμηθείας διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς τὴν μνήμην πεποίηται·
ὅτι περιέσχον με κακὰ ὧν οὐκ ἔστιν ἀριθμός· κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατέλειπέ με.
You will also understand it this way: as the blessed David promises in a great assembly—the one gathered throughout the whole world by divine grace—to proclaim the justice of God, the truth of prophecy, the admirable salvation, and the immeasurable mercy; and the assembly of the faithful themselves, if it were to speak, would promise this, that it will give a return for salvation to those who hasten to the assembly and move their lips to hymnody, and proclaim the righteous judgment of God, and expound the unspeakable care, and demonstrate the truth of the prophetic promises.
But you, Lord, do not keep your compassions far from me; your mercy and your truth have always supported me.
And the Church of God, having obtained salvation, again begs for the same providence because of the manifold uprisings of men and demons, which it has recalled in what follows:
For evils have surrounded me of which there is no number; my transgressions have overtaken me, and I was unable to see; they have multiplied beyond the hairs of my head, and my heart has abandoned me.
μηδεὶς δὲ ἀνάρμοστα ἡγείσθω τὰ εἰρημένα τοῖς ἡρμηνευμένοις· καὶ γὰρ οἱ τρεῖς παῖδες τῆς ἄκρας ἀρετῆς ἐπειλημμένοι καὶ τὸν νικηφόρον ἀναδησάμενοι στέφανον ἐν τῇ καμίνῳ προσευχόμενοι ἔλεγον· ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, καὶ ἀπέστημεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ οὐκ ἐφυλάξαμεν τὰ δικαιώματά σου. οὕτως ὁ θαυμάσιος Δανιήλ, οὕτως ὁ θεσπέσιος Ἱερεμίας, οὕτως ὁ θεῖος Ἡσαΐας, οὕτως ὁ σοφώτατος Παῦλος· Χριστὸς γάρ, φησίν, εἰσῆλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν· οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος. οὕτω τοίνυν κἀνταῦθα ταῖς παρὰ τῶν δυσσεβῶν τρικυμίαις βαλλομένη ἡ τοῦ θεοῦ ἐκκλησία οὐ μέγα φρονεῖ ὡς ἀγωνιζομένη, ἀλλ’ ἁμαρτίαις καὶ πλημμελείαις ἀνατίθησι τὰ γινόμενα καὶ τῆς παρὰ τοῦ σωτῆρος ἐπικουρίας ἀπολαῦσαι παρακαλεῖ. ἄλλως τε οὐδ’ ἐκ τελείων ἅπασα συνέστηκεν ἡ τοῦ θεοῦ ἐκκλησία, ἀλλ’ ἔχει καὶ τοὺς ῥᾳστώνῃ συζῶντας καὶ τὸν ἀνειμένον βίον ἀσπαζομένους καὶ ἡδοναῖς δουλεύειν αἱρουμένους. καὶ ἐπειδὴ ἕν ἐστι σῶμα, ὡς ἐξ ἑνὸς προσώπου καὶ ταῦτα κἀκεῖνα προσφέρεται.
Let no one consider what has been said to be discordant with what has been interpreted. For even the three youths, having attained the highest virtue and having bound on the victorious crown, said while praying in the furnace: "We have sinned, we have transgressed, we have done wrong, and we have departed from your commandments, and we have not kept your ordinances." So the admirable Daniel, so the inspired Jeremiah, so the divine Isaiah, so the most wise Paul. For Christ, he says, entered the world to save sinners, of whom I am the first. And again: I am not worthy to be called an apostle. So then here also, the church of God, battered by the triple waves from the impious, does not think highly of itself as it contends, but attributes what happens to sins and faults and calls for the assistance of the Savior. Moreover, the church of God is not entirely composed of the perfect, but also includes those who live with ease, who embrace a relaxed life, and who choose to be slaves to pleasures. And since it is one body, both these things and those are offered from one person.
Εὐδόκησον, κύριε, τοῦ ῥύσασθαί με· κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά, κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· εὖγε εὖγε.
Νοήσεις καὶ οὕτως· ἐπεὶ οὐ δεῖ μακαρίζειν ἄνθρωπον πρὸ τελευτῆς αὐτοῦ, εἰκότως ὁ μὲν ἀπόστολος καίπερ ἀπόστολος ὢν καὶ κλητὸς καὶ ἐκλεκτὸς Χριστοῦ Ἰησοῦ, ὅμως οὐκ ὀκνεῖ λέγειν· ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι. τὸ αὐτὸ δὲ καὶ ὁ Δαυὶδ εἰ καὶ ἐν πολλοῖς ἐνδειξάμενος ἔτυχεν ὑπηκόου τοῦ θεοῦ ἠλευθέρωτό τε ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως, ἐν ἀσφαλεῖ τε ἤδη λοιπὸν ἑστήκει, ὡς ἂν ἐπὶ πέτραν τοὺς πόδας ἐρηρεισμένος καὶ ᾄσματος καινοῦ ἠξιωμένος τοῦ περὶ θυσιῶν ἀληθοῦς λόγου τοῦ τε τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ μεγάλῃ εὐηγγελισμένου κηρύγματος· τοῦτο γὰρ ἦν τὸ καινὸν ᾆσμα, οὗ χάριν ἀνωτέρω ἔλεγεν· καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν. ὅμως δ’ οὖν τοσούτων τετυχηκὼς διὰ τὸ σαθρὸν τῆς ἐν ἀνθρώποις ζωῆς ἐπαναλαμβάνει τοὺς τῆς ἱκετηρίας λόγους ἀντιβολεῖ τε καὶ δέεται φυλάττεσθαι ὑπὸ τῆς χάριτος καὶ τοῦ ἐλέου τοῦ θεοῦ· ἀναπεμπάζετο γὰρ διὰ τούτων καὶ ἀνεπόλα τὰ πρότερον αὐτῷ συμβεβηκότα κακά. ἡ γοῦν μνήμη τῶν παλαιῶν κακῶν φυλακτικωτέρους ἡμᾶς ἀπεργάζεται πρὸς τὸ μὴ αὖθις τοῖς αὐτοῖς περιπεσεῖν· ἀλλὰ καὶ τῆς μεταβολῆς τῆς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω ἡ ἀνάμνησις εὐχαρίστους ἡμᾶς ἀπεργάζεται καὶ συντεταμένους μᾶλλον εἰς προσοχήν.
Be pleased, Lord, to deliver me; Lord, pay heed to help me. Let those who seek my soul to remove it be put to shame and confounded together, let those who wish me evil be turned back and put to shame, let those who say to me, "Well done, well done," receive their shame forthwith.
You will understand it also in this way: since one ought not to call a man blessed before his death, the apostle, although he is an apostle and called and chosen of Christ Jesus, nevertheless does not hesitate to say, "I mortify my body and enslave it, lest after preaching to others I myself become reprobate." And David likewise, even though he had shown himself in many things and had obtained a hearing from God and had been delivered from a pit of misery and from the mire of clay, and now stood securely, as if having planted his feet on a rock and having been deemed worthy of a new song—the true account concerning sacrifices and the proclamation proclaimed to the great church of God; for this was the new song, on account of which he said above, "And he put into my mouth a new song"—nevertheless, having obtained so much, because of the frailty of human life, he takes up again the words of supplication, entreats and prays to be guarded by the grace and mercy of God. For through these things he was recalling and going over the evils that had previously befallen him. Indeed, the memory of past evils makes us more cautious, so that we do not fall into the same things again; but also the recollection of the change from worse to better makes us grateful and more intent on attentiveness.
εἰκότως τοίνυν ἐπαναλαμβάνει τὴν τῶν προτέρων αὐτοῦ ἀνομιῶν μνήμην διδάσκει τε ὡς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καιρῷ τινι συνεκάλυψαν αἱ ἀνομίαι αὐτοῦ δίκην ἀχλύος τῷ τῆς διανοίας βλεπτικῷ ἐπιχυθεῖσαι.
Τὰ δὲ λοιπὰ τοῖς προειρημένοις ἀκολούθως· εὐδόκησον, κύριε, τοῦ ῥύσασθαί με· κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες. καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά, κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· εὖγε, εὖγε.
ἔτι καὶ νῦν αἴσθεται πολλῶν περὶ αὐτὸν ἐχθρῶν ἐπικειμένων τῇ αὐτοῦ ψυχῇ, καὶ περὶ τούτων τὴν προκειμένην εὐχὴν ἀναπέμπει. οὐ γὰρ παύονται διαφθονούμενοι καὶ τοῖς ἤδη τελείοις καὶ βεβηκόσιν ἐπὶ τὴν πέτραν. διὸ ῥυσθῆναι ἀπὸ τῶν εἰρημένων ἀξιοῖ, κἀκείνους μὲν καταισχυνθῆναι καὶ ἐντραπῆναι τοὺς ζητοῦντας αὐτοῦ τὴν ψυχὴν τοῦ ἐξᾶραι αὐτήν, αὐτὸν δὲ περιφράττεσθαι ὑπὸ τῆς αὐτοῦ δεξιᾶς. ἐντρέπονται δὲ καὶ ἀσχημονοῦσιν (οὕτως γὰρ ἐξέδωκεν ὁ Σύμμαχος) οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ δικαίου, ἐπειδὰν πᾶσαν κατ’ αὐτοῦ μηχανὴν ἐπινοήσαντες ἄπρακτοι γένωνται· εἶθ’ ὡς μηδὲν δεδυνημένοι ἀπογνόντες ἀπαλλάττονται, αἰσχύνην καταχεάμενοι. διὸ μετὰ τὸ ἀσχημονῆσαι αὐτοὺς καταισχυνθῆναί τε καὶ ἐντραπῆναι ἐπιλέγει· ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ ἐντραπείησαν οἱ θέλοντες τὰ κακά μοι. μηδὲν γὰρ δεδυνημένοι καὶ μὴ κατελπίσαντες περιγενήσεσθαι ἀποστρέφονται καὶ ἀπαλλάσσονται εἰς τὰ ὀπίσω· εἶτ’ ἀπαλλαγέντες καὶ μακρὰν γενόμενοι τἀπείχειρα τῆς αὑτῶν ἀπολήψονται κακίας.
Naturally, then, he repeats the memory of his former lawless acts and teaches that his lawless acts covered the eyes of his soul at some time, like a mist poured over the sight of his mind.
The rest follows consistently with what was said before: "Be pleased, Lord, to deliver me; Lord, pay heed to help me. Let those who seek my soul to remove it be put to shame and confounded together, let those who wish me evil be turned back and put to shame, let those who say to me, 'Well done, well done,' receive their shame immediately."
Even now he perceives many enemies pressing upon his soul, and concerning these he sends up the present prayer. For they do not cease envying even those who are already perfect and have set foot on the rock. Therefore he asks to be delivered from those mentioned, and that those who seek his soul to remove it be put to shame and confounded, while he himself is fenced about by his right hand. And those who seek the soul of the righteous are confounded and disgraced (for Symmachus rendered it thus), when, after devising every scheme against him, they become ineffective; then, as if having accomplished nothing, they depart in despair, pouring shame upon themselves. Hence, after their being disgraced, put to shame, and confounded, he adds: "Let those who wish me evil be turned back and put to shame." For having accomplished nothing and having no hope of prevailing, they turn back and depart to the rear; then, having departed and gone far away, they will receive the recompense of their own wickedness.
διὸ μετὰ ταῦτα λέλεκται· κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· εὖγε, εὖγε, ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· ἀά, ἀά, αὐτῇ συγχρησάμενος οὕτως ἐχούσῃ τῇ Ἑβραϊκῇ φωνῇ. ἔστι δὲ αὕτη σχετλιαστικὴ τῶν ἤδη νενικημένων καὶ εἰς τὰ ὀπίσω κεχωρηκότων καὶ τὴν ἑαυτῶν αἰσχύνην ἀπειληφότων. κατὰ δὲ τοὺς Ἑβδομήκοντα καὶ τὸν Σύμμαχον φήσαντα· οἱ λέγοντες περὶ ἐμοῦ· εὖγε, εὖγε, τάχα ποτὲ οἱ ἐχθροὶ τοῦ δικαίου πολλὰς ἐπιβουλὰς ἐπινοοῦντες κατ’ αὐτοῦ, ἐφ’ ἑκάστῃ προσδοκῶντες περιγενήσεσθαι, ἔλεγον· εὖγε, εὖγε. ἀλλὰ πολλάκις τοῦτο, φησίν, εἰρηκότες, μηδὲν δὲ ἰσχύσαντες διὰ τὴν σὴν χάριν ἀπαλλαττέσθωσαν ἤδη ποτὲ τὴν ἑαυτῶν κομισάμενοι αἰσχύνην.
Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος.
Προιὼν ἑξῆς ὁ λόγος ἐπιφέρει· καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν. ταῦτα δὲ ἀναγέγραπται ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὡς ἐξ οἰκείου προσώπου εἰρηκὼς ἐν τῇ πρὸς τοὺς μαθητὰς ὁμιλίᾳ, δι’ ὧν ἔφασκεν· ἀμήν, ἀμήν, λέγω ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ὅταν ποιῆτε αὐτά. οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ· ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ πτέρναν αὐτοῦ. ἄλλη δὲ γραφὴ τοῦτο φήσασα οὐχ εὑρίσκεται, μόνη δὲ ἡ παροῦσα, δι’ ἧς εἴρηται· ὁ ἐσθίων ἄρτον μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.
Therefore after these things it has been said: "Let them immediately receive their shame, those who say to me: 'Well done, well done,'" instead of which Symmachus translated: "Aah, aah," using the same Hebrew word as it stands. This is an exclamation of those already defeated and having retreated and having received their own shame. According to the Seventy and Symmachus, who said: "Those who say about me: 'Well done, well done,'" perhaps the enemies of the righteous man, devising many plots against him, expecting to prevail in each one, said: "Well done, well done." But having said this many times, he says, and having accomplished nothing because of your grace, let them now depart, having received their own shame.
"Blessed is he who understands concerning the poor and needy; on a bad day the Lord will deliver him."
Proceeding next, the discourse adds: "For the man of my peace, on whom I relied, who eats my bread, has magnified treachery against me." These things have been recorded by our Savior and Lord in the Gospel according to John as spoken from his own person in his address to the disciples, through which he said: "Amen, amen, I say to you: There is no servant greater than his master, nor an apostle greater than the one who sent him. If you know these things, you are blessed when you do them. I do not speak about all of you; I know whom I have chosen. But that the scripture might be fulfilled: 'He who eats my bread has lifted his heel against me.'" No other scripture is found that says this, only the present one, through which it is said: "He who eats my bread has magnified treachery against me.
ὥρα τοιγαροῦν εἰς τὸ αὐτοῦ πρόσωπον τὰ ἐμφερόμενα τῷ ψαλμῷ ὡς ἂν προφητικῶς εἰρημένα ἐκλαβεῖν. διὸ καὶ εἰς τὸ τέλος ἐπιγέγραπται ἀναπέμποντα ἡμᾶς ἤτοι ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος, καθ’ ἣν ἐπληροῦτο τὰ ἀναγεγραμμένα ἢ ἐπὶ τὰ τελευταῖα τῶν διὰ τοῦ ψαλμοῦ δηλουμένων.
Εἰ μὲν οὖν ἐπὶ τὸ τοῦ σωτῆρος ἀναφέροιτο τὰ προκείμενα, εἴποις ἂν μακαρίζεσθαι τὸν δυνάμενον συνιεῖναι, δι’ ἣν ἀνείληφε δι’ ἡμᾶς πτωχείαν. ἔτι γὰρ πλούσιος ὢν, δι’ ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν· ἐν μορφῇ τε θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν σαφῶς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος. καὶ ἄλλως δ’ ἄν τις συνήσει ἐπὶ πτωχὸν καὶ πένητα ἀκούων αὐτοῦ λέγοντος ἐν εὐαγγελίοις· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα, καὶ ἐποτίσατέ με, ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνός, καὶ περιεβάλετέ με, ἠσθένουν, καὶ ἐπεσκέψασθε· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς μέ, οἷς ἐπιλέγει· ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων τῶν ἀδελφῶν μου, ἐμοὶ ἐποιήσατε.
Therefore it is time to take the things contained in the psalm as having been spoken prophetically in his person. Hence also at the end it is inscribed, sending us either to the consummation of the age, at which the things recorded were fulfilled, or to the final things indicated through the psalm.
If then the matters at hand are referred to the person of the Savior, one might say that the one who is able to understand is blessed, on account of the poverty which he assumed for our sake. For being still rich, he became poor for us, so that we might become rich through his poverty; and while existing in the form of God, he emptied himself, taking the form of a slave, as the divine apostle clearly taught. And in another way one might understand, hearing him speak as a poor and needy man in the Gospels: "Come, the blessed ones of my father, inherit the kingdom prepared for you from the foundation of the world. For I was hungry, and you gave me to eat; I was thirsty, and you gave me to drink; I was a stranger, and you took me in; I was naked, and you clothed me; I was sick, and you visited me; I was in prison, and you came to me," to which he adds: "Insofar as you did this for one of these least of my brothers, you did it for me.
Καὶ οὕτως οὖν μακάριος ἀληθῶς ὁ συνιὼν ἐπὶ τὸν οὕτως ἀποδοθέντα πτωχὸν καὶ πένητα. εἰ δὲ καὶ ἐπὶ τὸν Δαυὶδ ἀναφέροιτο τὰ λελεγμένα, εἴποις ἂν ἀκολούθως τῷ πρὸ τούτου ψαλμῷ ταῦτα συνῆφθαι· ἐπεὶ γὰρ πρὸς τοῖς τελευταίοις τοῦ λθ ἐλέγετο ἐκ προσώπου τοῦ Δαυίδ· ἐγὼ δὲ πένης εἰμὶ καὶ πτωχός. ταῦτα δ’ ἔλεγεν ὁ τοσοῦτος βασιλεὺς ὁ τὸν ἄφατον πλοῦτον συνηγιοχὼς εἰς τὴν παρασκευὴν τοῦ μετὰ ταῦτα ἐγηγερμένου διὰ Σολομῶνος ναοῦ σμικρύνων ἑαυτὸν καὶ ταπεινῶν καὶ τῇ ψυχῇ μετριοφρονῶν καὶ ἀληθῶς τῇ διαθέσει πτωχεύων· τούτου χάριν ἐπισυνῆπται ὁ παρὼν ψαλμὸς μακαρίζων τοῦ συνιέντος ἐπὶ τὸν οὕτως πτωχόν. τὸ δὲ πένητα οὔτε ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐμφέρεται.
Καὶ κατὰ τετάρτην δὲ διάνοιαν εἴποι ἄν τις γνωμονικὸν εἶναι τὸν λόγον καὶ παραινετικὸν φιλανθρωπίας καὶ φιλοπτωχείας· προσήκει γὰρ καὶ ἐπὶ τῶν κοινότερον λεγομένων πτωχῶν συμπαθητικοὺς εἶναι καὶ μεταδοτικοὺς συνιέντας, ὡς ὁ κρίνων αὐτοὺς πτωχεύειν θεὸς εἰς ταύτην αὐτοὺς ἤγαγε τὴν κατάστασιν, ὁμοῦ μὲν καὶ αὐτοὺς ἐγγυμνάζων διὰ τῆς πτωχείας, ὁμοῦ δὲ καὶ τοὺς ἐν περιουσίᾳ βίου καρποὺς τῆς ἑαυτῶν προαιρέσεως παρέχειν διὰ τῆς εἰς τοὺς ἐνδεεῖς κοινωνίας βεβουλημένος. πειράζεται γοῦν ὁ πλούσιος διὰ τοῦ πένητος, εἴτε τις ἀνηλεὴς καὶ ἀσυμπάθητος καὶ ἄσπλαγχνος εἴη εἴτε φιλάνθρωπος καὶ ἐλεημονικός. διὸ πολὺς ὁ περὶ πενήτων καὶ πτωχῶν λόγος ἐν τοῖς θείοις παραγγέλμασι.
And so truly blessed is the one who understands the poor and needy man thus given back. But if what has been said should be referred to David, one might say that these things have been attached in accordance with the preceding psalm. For since at the end of the thirty-ninth psalm it was said from the person of David, "I am needy and poor," and this was said by so great a king, who had amassed unspeakable wealth for the preparation of the temple later built by Solomon, humbling and abasing himself, being modest in soul and truly poor in disposition, for this reason the present psalm has been appended, blessing the one who understands the poor man in this way. The word "needy" is found neither in the Hebrew nor among the other translators.
And according to a fourth sense, one might say that the saying is gnomic and exhortative to philanthropy and love of the poor. For it is fitting, even in the case of those more commonly called poor, to be sympathetic and generous, understanding that the God who judges them to be poor has brought them into this state, at once training them through poverty and also wishing to provide those in prosperous circumstances with the fruits of their own choice through sharing with the needy. The rich man is tested, then, through the poor man, whether he is pitiless, unsympathetic, and unmerciful, or philanthropic and charitable. Hence there is much discourse about the needy and the poor in the divine commandments.
Καὶ κατὰ πέμπτην δὲ διάνοιαν ἄλλο τάγμα πτωχῶν εὕροις ἂν τὸ ὑπὸ τοῦ σωτῆρος μακαριζόμενον κατὰ τό· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἐν οἷς τοὺς κατὰ θεὸν φιλοσοφοῦντας καὶ διὰ τὴν ἔνθεον ἄσκησιν πτωχεύοντας ὁ σωτὴρ ἐμακάριζεν· οἳ ἦσαν οἱ αὐτοῦ μαθηταὶ καὶ ἀπόστολοι. μακάριος οὖν ὁ συνιὼν ἐπὶ πτωχόν, ἐπὶ τὸν οὕτω πτωχὸν καὶ πένητα· τῆς ἀγαθῆς ταύτης καὶ τρισμακαρίας συνέσεως καρπὸν λήψεται τὸν ἑξῆς εἰρημένον· ἐν ἡμέρᾳ γὰρ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος, ἢ κατὰ τὸν Σύμμαχον· ἐν ἡμέρᾳ κακώσεως. εἰ γὰρ γένοιτό τις πειρασμὸς ἢ περιπέσοι ποτὲ συμφορᾷ καὶ περιστάσει, ὥσπερ αὐτὸς συνῆκεν ἐπὶ πτωχὸν καὶ πένητα, οὕτω καὶ αὐτοῦ εὐκαίρως συνήσει ὁ κύριος μετρῶν αὐτῷ τὸ ἴσον μέτρον, ᾧ ἐμέτρησεν.
Κύριος διαφυλάξαι αὐτὸν καὶ ζωῶσαι αὐτόν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῷ αὐτὸν εἰς ψυχὴν ἐχθρῶν αὐτοῦ.
Ἀλλὰ καὶ φυλάξαι αὐτὸν καὶ ζῆσαι ποιήσει αὐτόν, ἢ κατὰ τὸν Σύμμαχον· φυλάξει αὐτὸν καὶ περισώσει αὐτόν. καὶ τρίτον δὲ αὐτῷ παρέξει, μακαρίσει αὐτὸν ἐν τῇ γῇ, ἢ κατὰ τὸν Σύμμαχον, μακαριστὸς ἔσται ἐν τῇ γῇ. ὡς ἔτι γὰρ ἐν τῇ γῇ ταύτῃ τυγχάνει, τῆς παρὰ τοῦ θεοῦ μακαριότητος τεύξεται μενόντων αὐτὸν τῶν μετὰ ταῦτα ἐπηγγελμένων οὐρανίων ἀγαθῶν. τούτοις ἐπιλέγει· καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, ἀνθ’ οὗ ὁ Σύμμαχός φησιν· καὶ οὐκ ἐκδώσει αὐτὸν εἰς ψυχὰς ἐχθρῶν αὐτοῦ.
And according to a fifth sense, you would find another order of poor men, that which is blessed by the Savior according to the saying: "Blessed are the poor in spirit, for theirs is the kingdom of heaven," in which the Savior blessed those who philosophize according to God and who are poor through divine asceticism; these were his disciples and apostles. Blessed, then, is the one who understands the poor man, the one who is thus poor and needy; he will receive the fruit of this good and thrice-blessed understanding, which is stated next: "For on an evil day the Lord will rescue him," or according to Symmachus, "on a day of affliction." For if some trial should occur, or if he should ever fall into misfortune and distress, just as he himself understood the poor and needy man, so also will the Lord understand him in turn, measuring out to him the same measure with which he measured.
The Lord will guard him and give him life, and will bless him on the earth, and will not deliver him into the soul of his enemies.
But also, he will guard him and make him live, or according to Symmachus, "he will guard him and preserve him." And thirdly, he will provide for him: he will bless him on the earth, or according to Symmachus, "he will be blessed on the earth." For while he is still on this earth, he will obtain blessedness from God, the promised heavenly goods remaining for him afterward. To these things he adds: "And do not deliver him into the hands of his enemies," instead of which Symmachus says, "and he will not give him over to the souls of his enemies.
Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτον μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.
Κατὰ δὲ Σύμμαχον· ἀλλὰ καὶ ἄνθρωπος, ὃς εἰρήνευέ μοι, φησίν, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμὸν κατεμεγαλύνθη μου ἀκολουθῶν, ἢ κατὰ Ἀκύλαν· κατεμεγαλύνθη μου πτέρνᾳ. τῆς δὲ τοῦ σωτῆρος εἰρήνης ἦν ἄνθρωπος ὁ Ἰούδας ἀκούσας καὶ αὐτὸς μετὰ τῶν λοιπῶν μαθητῶν τοῦ σωτῆρος λέγοντος· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. ἀλλὰ καί· ἐφ’ ὃν ἤλπισα, φησίν, ἢ κατὰ τὸν Ἀκύλαν· ἐπεποίθησα, ἢ κατὰ τὸν Σύμμαχον· ἐπεποίθειν. ἐπειδήπερ καὶ αὐτῷ ὁμοίως τοῖς λοιποῖς ἀποστόλοις τῶν ἴσων μετεδίδου χαρισμάτων. ἐπεποίθει δὲ ἐπ’ αὐτὸν ὁ σωτὴρ καὶ ἀγαθὰς εἶχεν ἐλπίδας ἐπ’ αὐτῷ διὰ τὸ καὶ ἐπ’ αὐτῷ αὐτεξούσιον· οὐ γὰρ ἦν φύσεως ἀδυνάτου σώζεσθαι ὁ Ἰούδας, ἀλλ’ οἷός τε ἦν θελήσας ὁμοίως τοῖς λοιποῖς ἀποστόλοις μαθητευθῆναι τῷ υἱῷ τοῦ θεοῦ καὶ καλὸς καὶ ἀγαθὸς μαθητὴς ἀποτελεῖσθαι· συνέστιος δὲ ὢν τῷ διδασκάλῳ οὐ τὸν κοινὸν ἄρτον αὐτῷ μόνον συνήσθιεν, ἀλλὰ καὶ τοῦ τῆς ψυχῆς θρεπτικοῦ μεταλαμβάνειν ἠξιοῦτο· περὶ οὗ ἔλεγεν ὁ σωτήρ· ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τοῖς ἀνθρώποις. οὗτος οὖν ὁ τοσούτων ἠξιωμένος τὴν πτέρναν αὐτοῦ ὥσπερ λὰξ ἐντείνων κατὰ τοῦ σωτῆρος ἐπῆρε. διὸ λέλεκται· ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν. ἀντὶ δὲ τοῦ πτερνισμὸν παρὰ τοῖς Ἑβδομήκοντα εἰρημένου ἡ Ἑβραϊκὴ ἀνάγνωσις πτέρναν περιέχει. οὕτως οὖν δουλεύσας τῷ Ἑβραϊκῷ ὁ Ἀκύλας ἐξέδωκεν.
For the man of my peace, on whom I had set my hope, who ate my bread, magnified the heel against me.
According to Symmachus: "But also the man who was at peace with me," he says, "in whom I had trusted, eating bread with me, my own bread, was magnified following me," or according to Aquila: "was magnified against me with the heel." Now Judas was a man of the Savior's peace, having heard, along with the rest of the Savior's disciples, the Savior saying: "I give you my peace, I bequeath to you my peace." And also: "on whom I had set my hope," he says, or according to Aquila: "I had trusted," or according to Symmachus: "I had trusted." For he too, like the other apostles, was granted equal gifts. The Savior had trusted in him and held good hopes for him because of his free will; for Judas was not of a nature incapable of being saved, but he was such that, had he wished, like the other apostles, to be a disciple of the Son of God and to become a good and noble disciple. And being a table-companion of the teacher, he not only ate common bread with him, but was also deemed worthy to partake of the nourishment of the soul, concerning which the Savior said: "I am the bread that came down from heaven and gives life to men." This man, then, who had been deemed worthy of such great things, raised his heel against the Savior, as if kicking him. Therefore it is said: "He magnified the heel against me." And instead of "heel" as rendered by the Seventy, the Hebrew reading contains "heel." Thus Aquila, serving the Hebrew, rendered it.
ὅθεν καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης, ὡς ἂν Ἑβραῖος ἐξ Ἑβραίων τὸν σωτῆρα οὐ πτερνισμόν, ἀλλὰ πτέρναν ὠνομακέναι ἐμνημόνευσεν.
Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα. γένοιτο, γένοιτο.
Εἰς τό· ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· διὰ τὴν ἁπλότητα, ἐπειδήπερ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγων τὸ στόμα· καί· λοιδορούμενος οὐκ ἀντελοιδόρει· πάσχων οὐκ ἠπείλει· τὴν ἄκραν δὲ ἀνεξικακίαν ἐνδεικνύμενος ἐν τῷ κατηγορεῖσθαι ἐσιώπα ψευδομαρτυρούμενός τε οὐδὲν ἀπεκρίνατο· ἀλλὰ καὶ τὸν νῶτον αὐτοῦ δεδώκει εἰς μάστιγας καὶ τὰς σιαγόνας εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπον οὐκ ἀπέστρεψεν ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. διό φησιν· ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς αἰῶνα. τούτοις πᾶσιν ἐπὶ τέλει τὸ προφητικὸν πνεῦμα εὐχαριστήριον φωνὴν ἀναπέμπει τῷ θεῷ λέγων· εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο, ἢ κατὰ τὸν Ἀκύλαν· πεπιστωμένως, πεπιστωμένως, κατὰ δὲ τὸν Σύμμαχον· ἀμήν, ἀμήν· ἔνθεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐν τοῖς ἑαυτοῦ διαλόγοις εἰς πίστωσιν τῶν ὑπ’ αὐτοῦ λεγομένων παραλαμβάνειν εἴωθε τό· ἀμήν, λέγω ὑμῖν, οὗ τὴν διάνοιαν σαφέστερον ἡρμήνευσεν ὁ Ἀκύλας εἰπών· πεπιστωμένως, πεπιστωμένως.
Hence also the evangelist John, as a Hebrew from Hebrews, recorded that the Savior named not the heel-strike but the heel.
But of me, because of my innocence, you took hold, and you confirmed me before you for eternity. Blessed is the Lord, the God of Israel, from eternity to eternity. Amen, amen.
On the phrase: "But of me, because of my innocence, you took hold," or according to Aquila and Symmachus: "because of my simplicity," since he was led like a sheep to slaughter, and like a lamb before its shearer, voiceless, thus not opening his mouth; and: when reviled, he did not revile in return; when suffering, he did not threaten; displaying extreme forbearance, when accused he was silent, and when falsely testified against he answered nothing; but he also gave his back for lashes and his cheeks for blows; he did not turn his face away from the shame of spittings. Therefore he says: "But of me, because of my innocence, you took hold, and you confirmed me before you for eternity." To all these things, at the end, the prophetic spirit sends up a voice of thanksgiving to God, saying: "Blessed is the Lord, the God of Israel, from eternity to eternity; amen, amen," or according to Aquila: "faithfully, faithfully," and according to Symmachus: "amen, amen." Hence our Savior and Lord, in his own discourses, is accustomed to adopt the "amen" for the confirmation of what he says: "Amen, I say to you," the meaning of which Aquila explained more clearly by saying: "faithfully, faithfully.
Ἀλλὰ γὰρ διῃρημένης τῆς ὅλης βίβλου τῶν ψαλμῶν εἰς πέντε μέρη· τὸ πρῶτον μέρος ἐνταῦθα περιγράφεται· ἀρχόμενον μὲν ἀπὸ τοῦ αʹ ψαλμοῦ, τελευτῶν δὲ εἰς τὸν μετὰ χεῖρας· ὥρα δὴ οὖν μεταβῆναι καὶ ἐπὶ τὸ δεύτερον, ὅπερ ἄρχεται μὲν ἀπὸ τοῦ μαʹ ψαλμοῦ, συμπεραιοῦται δὲ εἰς τὸν οαʹ.
Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε.
Τὸ μὲν πρῶτον μέρος τῆς τῶν ψαλμῶν βίβλου μ ψαλμοὺς καὶ πάντας τοῦ Δαυὶδ περιεῖχε, τὸ δὲ μετὰ χεῖρας λα· ὧν ὀκτὼ μέν εἰσι τῶν υἱῶν Κορέ, εἷς δὲ τοῦ Ἀσὰφ καὶ Σολομῶνος εἷς· οἱ δὲ λοιποὶ τοῦ Δαυίδ. πρώτους δὲ τούτων ὄντας τοὺς τῶν υἱῶν Κορὲ διασκεψώμεθα ἐπὶ τὸ συνεῖναι τὰ λεγόμενα. παρορμῶσιν ἡμᾶς οἱ υἱοὶ Κορὲ διὰ τῶν προγραφῶν πρὸς τὸ μὴ παρέργως χρήσασθαι τῇ τῶν λεγομένων ἐντεύξει. εἰσάγει δὲ ὁ παρὼν ψαλμὸς τὸν προφητικὸν χορὸν περίλυπον καὶ σκυθρωπὸν τὴν ψυχὴν ἐπὶ τῇ τοῦ λαοῦ τοῦ ἐκ περιτομῆς ἐκπτώσει· καὶ ἐξαιτεῖται λύτρωσιν καὶ κακῶν ἐλευθερίαν διὰ τῆς σωτηρίου βοηθείας. ὃ δὴ καὶ ἐπὶ τέλει τοῦ λόγου ἐπισφραγίζεται εἰπών· ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου ὁ θεός μου.
Now the whole book of the Psalms is divided into five parts. The first part is concluded here, beginning from the first Psalm and ending with the one at hand. It is therefore time to move on to the second part, which begins from the forty-first Psalm and is completed with the seventy-first.
To the end; for understanding, to the sons of Kore.
The first part of the book of the Psalms contained forty Psalms, all of David. The part at hand contains thirty-one, of which eight are of the sons of Kore, one is of Asaph, and one of Solomon; the rest are of David. Since these first are those of the sons of Kore, let us examine them so as to understand what is said. The sons of Kore urge us through their superscriptions not to treat the reading of what is said carelessly. The present Psalm introduces the prophetic chorus, grieved and sullen in soul over the fall of the people of the circumcision, and it seeks deliverance and freedom from evils through saving assistance. This is indeed sealed at the end of the discourse, saying: Hope in God, for I will confess to him; the salvation of my face is my God.
Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ.
Οὔτε ψαλμὸν οὔτε ᾠδὴν οὔτε τι τῶν τοιούτων ἡ προγραφὴ περιέχει, καὶ εἰκότως. ἐπειδήπερ σκυθρωποτέρων λόγων πεπλήρωται τὰ ἑξῆς ἐπιλεγόμενα, διὰ ταῦτα ἁπλῶς εἰς τὸ τέλος ἐπιγέγραπται· μὴ γὰρ ὑφεστώτων πραγμάτων, μελλόντων δέ ποτε ἔσεσθαι, προρρήσεις περιέχει· γεγόνασι μὲν γὰρ οἱ υἱοὶ Κορὲ ἐπὶ τῆς ἐρήμου κατὰ τοὺς χρόνους Μωϋσέως. εἶτα τοῦ πατρὸς αὐτῶν τοῦ Κορὲ καταστασιάσαντος Μωϋσέως καὶ ἀπολομένου σὺν τῇ αὑτοῦ φρατρίᾳ, τοὺς τούτου παῖδας συνέβη μὴ συναπολαῦσαι τῷ πατρί· διὰ τὸ μὴ κεκοινωνηκέναι αὐτοὺς τῇ τοῦ πατρὸς δυσσεβείᾳ, μετάνοιαν δὲ ἐνδειξαμένους καὶ πλείστην περὶ τὸν θεὸν εὐλάβειαν, τοσαύτης ἀποδοχῆς ἀξιωθῆναι παρὰ τῷ θεῷ ὡς καὶ προφητικοῦ χαρίσματος μετασχεῖν. ἐκ δὲ τῆς τούτων διαδοχῆς κατὰ τοὺς χρόνους Δαυῒδ γίνεται ἕτερος Κορὲ ὁμώνυμος τῷ προτέρῳ, καὶ τούτου ἕτεροι παῖδες. εἴτ’ οὖν οὗτοι, εἴτε οἱ πρότεροι τὴν μακρὰν ὕστερον ἔτεσιν γενομένην αἰχμαλωσίαν τοῦ λαοῦ καὶ τὴν εἰς πάντα τὰ ἔθνη τοῦ Ἰουδαίων ἔθνους διασπορὰν θεσπίζουσι διὰ τῶν μετὰ χεῖρας. προϊόντες γοῦν φασιν· καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον αὐτούς. ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς. ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς· καὶ ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν. οὐ γὰρ ἐπὶ τοῦ Δαυὶδ ταῦτα ἡ ἱστορία γεγενῆσθαι περιέχει· διὰ τοῦτο προγέγραπται εἰς τὸ τέλος.
Just as a deer longs for the springs of waters, so my soul longs for you, O God. My soul thirsted for the strong, living God: when shall I come and be seen before the face of God?
The superscription contains neither a psalm nor a song nor anything of that sort, and reasonably so. Since the following words are filled with rather gloomy utterances, for this reason it is simply inscribed "For the End." For it contains prophecies not of things already existing, but of things that will be at some time. For the sons of Korah came into being in the wilderness during the times of Moses. Then, when their father Korah rebelled against Moses and perished together with his company, it happened that his children did not share in their father's fate. Because they had not participated in their father's impiety, but showed repentance and very great reverence toward God, they were deemed worthy of such acceptance by God as to partake even of the gift of prophecy. From their succession, in the times of David, another Korah, namesake of the former, arises, and from him other children. So either these, or the former ones, prophesy through the present words the captivity of the people that occurred many years later and the dispersion of the Jewish nation among all the nations. For as they proceed, they say: "And those who hate us plundered them. You gave us as sheep for food, and you scattered us among the nations. You sold your people without price, and you made us a reproach to our neighbors." For history does not record that these things happened in the time of David. For this reason it is superscribed "For the End.
καὶ ἐπεὶ θεϊκῆς δεῖ συνέσεως τῷ μέλλοντι ταῦτα νοεῖν ἀναγκαίως εἴρηται εἰς σύνεσιν.
Ἀντὶ δὲ τοῦ· τοῖς υἱοῖς Κορὲ συμφώνως ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τῶν υἱῶν Κορὲ ἡρμήνευσαν διδάσκοντες αὐτῶν εἶναι τὰς προφητείας· οἳ διψῇν ὡμολόγουν αὐτὸν τὸν θεὸν πόθον τε καὶ ἥμερον καὶ ἐπιθυμίαν ἔχειν τῆς παρ’ αὐτῷ πηγῆς, περὶ ἧς εἴρηται· ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. διὸ ἔλεγον·
ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων,
οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός.
κερασφόρον ζῶον ἡ ἔλαφος· ἀλλὰ καὶ καθαρὸν κατὰ τὸν νόμον, ἤδη δὲ καὶ ὀφιοκτόνον, καὶ πάντων ἑρπετῶν ἀναιρετικόν, ἀλλὰ καὶ τῶν τὰς ἐρήμους μεταδιωκόντων. τοιοῦτος δὲ ἦν ὁ προφητικὸς χορὸς φιλέρημος καὶ ἀνακεχωρηκώς. ἐν ἐρημίαις γοῦν καὶ ὄρεσι καὶ σπηλαίοις πεποιῆσθαι λέγονται τὰς διατριβάς· ἀλλὰ καὶ πάσης ἐτύγχανον ἀντικειμένης δυνάμεως καὶ παντὸς τοῦ κατὰ διάνοιαν ἑρπετοῦ ἀναιρετικοὶ ὡς ἂν ἔχοντες καὶ αὐτοὶ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. κερασφόροι δὲ ὑπῆρχον ὡς λέγειν δύνασθαι· ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. ἀλλὰ καὶ καθαροὶ τὴν ψυχὴν ἐτύγχανον, εἰ καί τινες ἄλλοι· διὸ ἐλάφῳ παρεβάλλοντο. ἐπεὶ καὶ αὐτὸς ὁ νυμφίος ἐν Ἄσματι ᾀσμάτων νεβρῷ ἐλάφων ἀφωμοίωτο, καὶ ἐν τῷ Ἰὼβ δὲ εἴρηται· ἐφύλαξας δὲ μῆνας ἐλάφων ὠδῖνας δέ· αὐτῶν ἐξαποστελεῖς. τοιαύτας δὲ λογικὰς ἐλάφους ὁ κύριος καταρτίζεσθαι λέγεται ἐν κη ψαλμῷ, φάσκοντι· φωνὴ κυρίου καταρτιζομένη ἐλάφους.
And since divine understanding is necessary for the one who is to comprehend these things, it has necessarily been spoken for understanding.
Instead of "to the sons of Core," Aquila and Symmachus have interpreted "of the sons of Core," teaching that the prophecies belong to them. They confessed that they thirsted for God himself, and had longing, desire, and yearning for the spring from him, concerning which it is said: "For with you is the spring of life; in your light we shall see light." Therefore they said:
"Just as a deer longs for the springs of waters, so my soul longs for you, O God."
The deer is a horned animal; but also clean according to the law, and moreover a serpent-killer, and a destroyer of all creeping things, and also of those who pursue the deserts. Such was the prophetic chorus, fond of the desert and withdrawn. For they are said to have made their abodes in deserts and mountains and caves; but also they were destroyers of every opposing power and of every creeping thing in thought, as if they themselves could tread upon snakes and scorpions, and upon the entire power of the enemy. And they were horned, so as to be able to say: "In you we shall gore our enemies." But also they were pure in soul, if any others were; therefore they were compared to a deer. Since also the bridegroom himself in the Song of Songs was likened to a fawn of deer, and in Job it is said: "You have guarded the months of deer; you will send forth their birth-pangs." And such rational deer the Lord is said to prepare in the 29th Psalm, which says: "The voice of the Lord preparing deer.
Aὗται τοίνυν αἱ ἔλαφοι τῆς πηγῆς διαλειπούσης αὐτὰς διὰ τὰς ἀνομίας τοῦ λαοῦ, καὶ ἀποστραφέντος τοῦ θεοῦ, καθ’ ἑαυτὰς ἀπεκλαίοντο καὶ τοῖς ἑαυτῶν δάκρυσιν ἐχρῶντο τροφῇ, νυκτὸς καὶ ἡμέρας τὴν ἀπώλειαν τοῦ λαοῦ ἀποθρηνοῦσαι ὡμολόγουν τε διψῇν οὐ τοῖς σώμασι καὶ ταῖς σαρξὶ τὰς τούτῳ φίλας ἡδονάς, ἀλλ’ αὐτῇ τῇ ψυχῇ ποθεῖν καὶ ἱμείρεσθαι κατὰ τὸν Σύμμαχον τῆς πρὸς τὸν θεὸν πορείας. διὸ ἔλεγον· οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός· καὶ πάλιν· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. ζῇν γὰρ τὸν θεὸν κατὰ τὸ εἰρημένον· ὁ μόνος ἔχων ἀθανασίαν, καὶ μόνον ζωὴν ἔχειν παρ’ ἑαυτῷ κατὰ τό· ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ᾔδεσαν. καὶ τοῦτό γε τὸ ζῶν ὕδωρ ὕστερόν ποτε ἐπιστάσα κατὰ τὰς τῶν προφητῶν εὐχὰς ἡ πηγὴ αὐτὸς ὁ σωτὴρ παρέχειν ἀνθρώποις ἐδίδασκεν, ὧδέ πη λέγων· ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον. καὶ πάλιν· εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τούτου δὴ οὖν τοῦ πόματος ὁ προφητικὸς χορὸς διψῶν ἔλεγεν· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, καί· πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; ὁρῶντες γὰρ ἑαυτοὺς μακρὰν ὑπάρχοντας τῆς πρόσωπον πρὸς πρόσωπον θέας τοῦ θεοῦ ταῦτα ἔλεγον.
These hinds, then, of the spring, when it failed them because of the lawlessness of the people and because God had turned away, lamented by themselves and used their own tears as food, mourning night and day the destruction of the people, and they confessed that they thirsted not for the pleasures dear to the body and the flesh, but that in their very soul they longed and yearned, according to Symmachus, for the journey to God. Therefore they said: "Thus my soul yearns for you, O God"; and again: "My soul thirsted for the strong, living God." For God lives, according to the saying: "He alone who possesses immortality," and that he alone has life in himself, according to: "Because they knew that with you is the spring of life." And this living water, the spring itself, the Savior, later drawing upon it according to the prayers of the prophets, taught that it provides to men, speaking somewhere thus: "Whoever drinks of the water that I give him, there will become in him a spring of living water leaping into eternal life." And again: "If anyone thirsts, let him come to me and drink. He who believes in me," as the scripture said, "rivers of living water will flow from his belly." So then, it was for this drink that the prophetic chorus, thirsting, said: "My soul thirsted for the strong, living God," and: "When shall I come and be seen before the face of God?" For seeing themselves as far from the face-to-face vision of God, they said these things.
ἀλλὰ καὶ συναισθόμενοι, ὡς ἀπέστραπτο τὸν λαὸν τὸ τοῦ θεοῦ πρόσωπον, καὶ οὐκέτ’ αὐτοὺς ἐπισκοπεῖ ἡ πάντοτε πρόνοιαν αὐτῶν ποιουμένη δύναμις, ἀπεθρήνουν μὲν τὴν ἐπὶ γῆς διατριβήν, εὐχὴν δ’ ἐτίθεντο παραστῆναί ποτε τῷ προσώπῳ τοῦ θεοῦ. διὸ ἔλεγον· πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; πολλῆς δὲ γέμοντες παρρησίας καὶ συνειδήσεως ἀγαθῆς τοιαύταις ἐχρῶντο φωναῖς· ὡς γὰρ ὅλοι διόλου τὰς ψυχὰς ὑγιεῖς καὶ παντὸς μώμου καὶ σπίλου καὶ μολυσμοῦ κεκαθαρμένοι, ὀφθῆναι ἠξίουν τῷ προσώπῳ τοῦ θεοῦ. ὁ δὲ ἁμαρτάνων φεύγει τὸ πρόσωπον καὶ παραιτεῖται δι’ εὐχῆς καὶ ἱκετηρίας λέγων· ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.
Ἐγενήθη τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτός ἐν τῷ λέγεσθαί μοι καθ’ ἑκάστην ἡμέραν· ποῦ ἐστιν ὁ θεός σου; ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου.
Ὀ διψῶν τοῦ θεοῦ καὶ δι’ εὐχῆς λέγων· πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ; πάντα τὰ ἐπὶ γῆς ἀποστρεφόμενος καὶ πᾶσαν τρυφὴν τὴν ἐν ἀνθρώποις βδελυττόμενος, μόνῳ δὲ ἄρτῳ ἐπάναγκες χρώμενος, καὶ τούτῳ μετὰ δακρύων, ἐρεῖ· ἐγενήθη τὰ δάκρυά μου ἄρτος μοι ἡμέρας καὶ νυκτός. ὁ δὲ τῶν προφητῶν χορός, ἐπεὶ ἑώρα τὸ πρόσωπον τοῦ θεοῦ ἀποστραφὲν πάντα τὸν λαὸν τὴν τῶν πολλῶν ἀπώλειαν ἑαυτοῦ εἶναι ζημίαν ἡγούμενος τοὺς ὑπὲρ ἁπάντων ἀνεδέχετο θρήνους εἰς τοσοῦτόν τε ἐπέτεινον τὴν κακοπάθειαν οἱ τοῦ θεοῦ ἄνθρωποι ὡς τοῖς δάκρυσιν ἑαυτῶν τρέφεσθαι καὶ διὰ πάσης ἡμέρας καὶ νυκτός, παραιτεῖσθαι μὲν καὶ αὐτὸν τὸν ἄρτον, μόνῳ δὲ τῷ κλαυθμῷ σχολάζειν.
But also, perceiving that the face of God had turned away from the people and that the power which always exercised providence over them no longer watched over them, they lamented their sojourn on earth and set themselves the prayer that they might one day stand before the face of God. Hence they said: "When shall I come and be seen before the face of God?" And, filled with great boldness and a good conscience, they used such utterances; for, as though their souls were entirely healthy and cleansed of every blemish, stain, and defilement, they deemed themselves worthy to be seen before the face of God. But the sinner flees the face and begs off through prayer and supplication, saying: "Turn your face away from my sins."
My tears became bread by day and by night, while it was said to me each day: "Where is your God?" These things I remembered and poured out my soul over myself.
The one who thirsts for God and says in prayer: "When shall I come and be seen before the face of God?"—turning away from everything on earth and abhorring every luxury among men, using only bread of necessity, and that with tears—will say: "My tears became bread for me by day and by night." And the chorus of prophets, since they saw the face of God turned away from the whole people, considering the ruin of the many as their own loss, undertook the lamentations on behalf of all; and to such an extent did the men of God intensify their suffering that they fed themselves with their own tears throughout every day and night, begging off even bread itself and devoting themselves solely to weeping.
μάλιστα δὲ ταῦτ’ ἔπραττον καὶ ταῦτ’ ἔπασχον ἀκούοντες αὐτοῦ τοῦ λαοῦ, μᾶλλον δὲ τῶν ἀσεβῶν τῶν ἐν αὐτῷ λεγόντων· ποῦ ἐστιν ὁ θεός σου; οὐ γὰρ δήπου οἱ ἐχθροὶ καὶ πολέμιοι καθ’ ἑκάστην ἡμέραν ταῦτα αὐτοῖς ἔλεγον, ἀλλ’ εἰκὸς τοὺς ἐν τῷ ἔθνει ἀπίστους ὡς μάτην θεοσεβοῦντας καὶ εἰκῆ μοχθοῦντας τοὺς προφήτας καταμέμφεσθαι καὶ λέγειν αὐτοῖς· ποῦ ἐστιν ὁ θεός σου; ἃ δὴ παρὰ τῶν ἀδελφῶν καὶ συγγενῶν καὶ γνωρίμων ἀκούοντες τὰ τοῦ πένθους ἐπέτεινον. διό φασι· ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου. οὐ γὰρ ἔξω τὴν ἐμαυτοῦ ταραχὴν ἐνέφαινον, ἀλλ’ ἔνδον ἐν τῇ ἐμαυτοῦ ψυχῇ κρύπτων τὴν ἐμὴν ἀλγηδόνα καὶ παρ’ ἐμαυτῷ συγχεόμενος. τοιοῦτον δέ τι πεπονθὼς καὶ ὁ ἀπόστολος ἔλεγεν· ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν. οὕτως οὖν καὶ νῦν· ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου, φασίν.
Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος. ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου ὁ θεός μου.
But they did and suffered these things especially when they heard from the people themselves—or rather, from the impious among them—saying, "Where is your God?" For it is not as though the enemies and adversaries said these things to them every day, but it is likely that the unbelievers in the nation, as those who worship God in vain and toil for nothing, reproached the prophets and said to them, "Where is your God?" Hearing these things from brothers and kinsmen and acquaintances, they intensified their mourning. Therefore they say, "I remembered these things, and I poured out my soul upon myself." For I did not display my disturbance outwardly, but I hid my pain within my own soul and was confounded within myself. The apostle, having suffered something like this, said, "But we ourselves have held the sentence of death within ourselves." So then also now, they say, "I poured out my soul upon myself."
"How shall I pass through the place of a marvelous tent until the house of God, with a voice of rejoicing and confession, with the sound of one celebrating?" Why are you so sorrowful, my soul, and why do you disturb me? Hope in God, for I will confess to him; my God is the salvation of my face.
Λεγόντων μοι, φησίν, τῶν ὀνειδιζόντων με· ποῦ ἐστιν ὁ θεός σου; ἐδακνόμην μὲν τῇ λύπῃ καὶ ὑπερήλγουν τὴν ψυχὴν πληττόμενος ὑπὸ τῶν λόγων τῶν ἀσεβῶν. ὅμως δ’ οὖν ἐν ἐμαυτῷ συνεῖχον τοὺς ἐμαυτοῦ λογισμοὺς πρὸς τὸ μὴ προχυθῆναι καὶ τῆς προκειμένης μοι τοῦ θεοῦ ἐκπεσεῖν ἐλπίδος. ἀνέφερον γὰρ τῇ μνήμῃ τὸ περιμένον με τέλος· ἐπεὶ μὴ ἠγνόουν, ὅτι μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· καὶ μακάριοι οἱ πενθοῦντες ὅτι παρακληθήσονται. διὸ δὴ ἀκριβῶς ἐπιστάμενος, ὅτι μετὰ τὰ σκυθρωπὰ διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος, ταῦτα ἐμνήσθην· καὶ οὐκ ἐξέπιπτον τῆς ἐλπίδος, ἀλλ’ εἴσω παρ’ ἐμαυτῷ ἐξέχεα τὴν ψυχήν μου. καὶ ἐπειδὴ τοιαύτας ὑπέγραφεν ἑαυτῷ ἐλπίδας, εἰκότως αὐτὸς ἑαυτὸν θεραπεύει καὶ λέγει· ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ σωτήριον τοῦ προσώπου μου ὁ θεός μου· θαρσεῖ γὰρ ἑαυτῷ καὶ τὰ παρόντα λυπηρὰ γενναίως φέρειν παρεκελεύετο. λέγων δὲ ὁ Σύμμαχος· ὅτι εἰσελεύσομαι εἰς τὴν σκηνὴν, διαβασταχθήσομαι ἕως τοῦ οἴκου τοῦ θεοῦ, μετὰ φωνῆς εὐφημίας καὶ ἐξομολογήσεως πλήθους πανηγυριζόντων, ἢ κατὰ τὸν Ἀκύλαν· αἰνέσεως καὶ εὐχαριστίας ὄχλου ἑορτάζοντος. παρίστη ὁποῖον ἔσται τὸ τέλος τῶν ἐν τῷ παρόντι βίῳ πᾶν τὸ ἐπιὸν γενναίως ὑπομενόντων· διαδέξεται γὰρ τούτους τὸ τρισμακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ θεοῦ καὶ ὁ ἐνδοτάτω αὐτῆς οἶκος αὐτοῦ, ἐν ᾧ οἱ ἄξιοι διαβασταζόμενοι καὶ μετέωροι ὑπὸ ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσαχθήσονται.
They say to me, he says, those who reproach me: "Where is your God?" I was stung with grief and deeply pained in my soul, struck by the words of the impious. Yet I contained within myself my own reasonings, so as not to be poured out and fall away from the hope in God that lay before me. For I recalled to memory the end that awaited me, since I was not ignorant that blessed are those who weep, for they will laugh; and blessed are those who mourn, for they will be comforted. Therefore, knowing precisely that after the gloomy things I would pass through into a place of a marvelous tent, as far as the house of God, with a voice of exultation and confession, with the sound of one celebrating, I remembered these things; and I did not fall away from hope, but within myself I poured out my soul. And since he inscribed such hopes for himself, he naturally heals himself and says: Why are you exceedingly grieved, my soul, and why do you disturb me? Hope in God, for I will confess to him a salvation of my face, my God; for he takes courage for himself and commanded himself to bear the present griefs nobly. And Symmachus says: "That I will enter into the tent, I will be carried through as far as the house of God, with a voice of good report and confession of a multitude celebrating," or according to Aquila: "of praise and thanksgiving of a celebrating crowd." He sets forth what the end will be for those who in the present life endure everything that comes upon them nobly; for the thrice-blessed end will succeed them, the marvelous tent of God and the innermost house of him, into which the worthy, being carried through and raised aloft by angelic powers, will be brought in.
ἃ δὴ καὶ ὁ ἀπόστολος εἰδὼς ἔλεγεν· ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.
Σκηνὴν δὲ θαυμαστὴν τοῦ θεοῦ ὀνομάζει πρὸς ἀντιδιαστολὴν ἑτέρας οὐ θαυμαστῆς, ὁποία ἦν ἡ ἐπὶ Μωϋσέως ἐπὶ γῆς κατεσκευασμένη. θαυμαστὴν δὲ ἀληθῶς σκηνὴν νοήσεις, ἣν οἱ μακάριοι τοῦ θεοῦ ἐν ἐλπίσιν ἐτίθεντο. αὕτη δὲ ἦν ἡ ἐπουράνιος, ἧς τύπους κατεσκεύαζε Μωϋσῆς ἐπὶ τῆς ἐρήμου. περὶ ἧς θαυμαστῆς σκηνῆς καὶ ὁ θεῖος ἀπόστολος διδάσκων ἔλεγεν· τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος· οἷς ἐπιλέγει ἑξῆς· οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. ὅρα, γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. ἀλλὰ ταῦτα μὲν εἰκόνες ἦσαν καὶ σύμβολα τῶν ἐπουρανίων· περὶ δὲ τῶν ἀρχετύπων ἐπιλέγει· Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
This indeed the Apostle knew and said: "We shall be snatched up in clouds to meet the Lord in the air, and thus we shall always be with the Lord."
He calls it a wondrous tent of God to distinguish it from another, not wondrous, such as the one constructed on earth in the time of Moses. You will understand as truly wondrous the tent which the blessed ones of God placed in their hopes. This was the heavenly tent, of which Moses constructed types in the desert. Concerning this wondrous tent the divine Apostle also taught, saying: "We have such a high priest, who sat down at the right hand of the throne of majesty in the heavens, minister of the saints and of the true tent, which the Lord pitched, not a man." To which he adds next: "Who serve a pattern and shadow of the heavenly things, just as Moses was instructed when about to complete the tent. 'See,' he says, 'you will make everything according to the pattern shown to you on the mountain.'" But these were images and symbols of the heavenly things. Concerning the archetypes he adds: "But Christ, having arrived as high priest of the good things to come, through the greater and more perfect tent not made by hands—that is, not of this creation—nor through the blood of goats and calves, but through his own blood, entered once for all into the holy places, having found eternal redemption.
Εἰ δὲ χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, εἰκότως θεοφιλοῦς ψυχῆς μετὰ τὸν αὐτάρκη κατὰ τὸν παρόντα βίον διὰ γυμνασίαν καταξιουμένης τῆς εἰς τὰ ἅγια τὰ ἐπουράνια εἰσόδου, φωνὴ γίνεται εὐφημίας πλήθους πανηγυριζόντων καὶ εὐχαριστούντων ἐπὶ τῇ σωτηρίᾳ τοῦ σωζομένου. ἃ δὴ πεπεισμένος εἶναι ἀληθῆ ὁ τούτοις μαθητευθεὶς εἰκότως πρὸς ἑαυτὸν φάσκει· ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; ἢ κατὰ τὸν Σύμμαχον· τί κατακάμπτῃ, ψυχή μου, καὶ τί θορυβῇ κατ’ ἐμοῦ; ἀνάμεινον τὸν θεόν, ὅτι διηνεκῶς ἐξομολογήσομαι αὐτῷ τὰς σωτηρίας τοῦ προσώπου αὐτοῦ ἢ ταῖς σωτηρίαις τοῦ προσώπου αὐτοῦ, κατὰ τὸν Ἀκύλαν· γενόμενος γὰρ ὅσον οὐδέπω ἐν τῇ σκηνῇ τοῦ θεοῦ καὶ ὑπὸ ἀγγέλων ὁσίων διαβασταχθεὶς διὰ τὸ ὕψος καὶ τὸ ἔπαρμα αὐτῆς τὸ ἐπουράνιον, παραστήσομαι τῷ προσώπῳ τοῦ θεοῦ, καὶ τεύξομαι τῆς θέας τοῦ σωτηρίου αὐτοῦ τούτων τε ἀξιωθεὶς κατὰ καιρὸν ἀναπέμψω τὴν ἐξομολόγησιν καὶ τὴν ὀφειλομένην εὐχαριστίαν αὐτῷ.
If joy arises in the heavens among the angels of God over a single repentant sinner, then fittingly, when a soul beloved of God, after sufficient self-discipline in the present life through exercise, is deemed worthy of entry into the holy, heavenly places, a voice arises of a multitude praising and giving thanks for the salvation of the one being saved. Convinced that these things are true, one instructed in them rightly says to himself: "Why are you so grieved, my soul, and why do you trouble me?" Or, according to Symmachus: "Why do you bow down, my soul, and why do you clamor against me? Wait for God, for I will continually confess to him the salvations of his face," or, "with the salvations of his face," according to Aquila. For having entered, as yet not at all, into the tent of God and having been carried by holy angels through the height and the heavenly elevation of it, I will stand before the face of God and will attain the sight of his saving power; and having been deemed worthy of these things in due time, I will send up the confession and the thanksgiving owed to him.
Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ἑρμωνιείμ, ἀπὸ ὄρους μικροῦ. ἄβυσσος ἀβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον.
Τὰ μὲν ἐλπίσιν ἀποκείμενά μοι ταῦτ’ ἔστι τὰ λελεγμένα. τέως δ’ ἐπὶ τοῦ παρόντος πολλῶν με ταραττόντων, αὐτὸς οὐχ οὕτως ἐταραττόμην, ὡς ἐκπεσεῖν καὶ φανερὸς γενέσθαι τοῖς ταράττουσιν· ἀλλ’ ὥσπερ ἀνωτέρω, ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου, οὕτως καὶ ἐνταῦθα πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. κατὰ δὲ τὸν Σύμμαχον· ἐπ’ ἐμέ, φησίν, ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκωμαί σου ἀπὸ γῆς Ἰορδάνου καὶ ἀπὸ Ἑρμωνιείμ, ὄρους μικροτάτου. ἄβυσσος ἀβύσσῳ ἀπαντᾷ ἀπὸ ἤχου τῶν κρουνῶν σου. δοκεῖ δέ μοι ἡ τῶν εἰρημένων διάνοια τοῦτον ἔχειν τὸν νοῦν· μετὰ τὴν Μωϋσέως τελευτὴν, Ἰησοῦ τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγόντος, ὡς οἱ ἱερεῖς ἐπέβησαν τῷ Ἰορδάνῃ τὴν κιβωτὸν ἐπ’ ὤμων φέροντες. ὁ δὲ Ἰορδάνης, ὥς φησιν ἡ γραφὴ, ἐπληροῦτο καθ’ ὅλην τὴν κρηπῖδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν. καὶ ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν πῆγμα ἕν. τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν τῶν ἁλῶν. καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, τοῦ μὲν κάτω φερομένου ῥεύματος χωροῦντος εἰς τὴν θάλασσαν τὴν ἁλυκήν· τοῦ δὲ ἄνωθεν κατιόντος παραδόξως θεοῦ δυνάμει ἀναστελλομένου καὶ εἰς τοὐπίσω χωροῦντος.
My soul was troubled within me; therefore I will remember you from the land of the Jordan and from Hermonieim, from a small mountain. Abyss calls to abyss at the sound of your cataracts; all your high swells and your waves passed over me.
These things that have been said are what lie in store for me in hope. For the present, however, with many things troubling me, I myself was not so troubled as to fall away and become visible to those who trouble me; but just as above I poured out my soul upon myself, so here my soul was troubled within me. According to Symmachus: "Upon me," he says, "my soul melts away, when I remember you from the land of the Jordan and from Hermonieim, a very small mountain. Abyss meets abyss from the sound of your springs." It seems to me that the meaning of the words spoken has this sense: after the death of Moses, when Joshua led the people into the land of promise, as the priests set foot on the Jordan carrying the ark on their shoulders. And the Jordan, as the scripture says, was filled throughout its entire bank, as in the days of the wheat harvest. And the waters descending from above stood as one mass. And the descending water went down into the Salt Sea. And all the sons of Israel crossed on dry ground in the middle of the Jordan, while the lower current flowing down went into the salt sea, and the water coming down from above was miraculously held back by the power of God and went backward.
καὶ δὴ τὰ ἀπὸ τῶν πηγῶν ἄνωθεν προχεόμενα τοῦ Ἰορδάνου ῥεύματα μὴ ἔχοντα διέξοδον, ἐκυρτοῦτο, καὶ σωρὸς εἷς ἐγίνετο ἐπαιρομένων καταλλήλων τῶν ὑδάτων διὰ τὸ ἀποκεκλεῖσθαι αὐτοῖς τὴν διέξοδον. τότε δὴ ἄβυσσος ἀβύσσῳ ἀπήντα ἀναστελλομένων τῶν ὑδάτων καὶ κορυφουμένων. ἀναπολῶν οὖν τῇ μνήμῃ τῆς τότε γενομένης τῷ λαῷ ἐπισκοπῆς τὴν χάριν εἰκότως ἐπὶ τοῦ παρόντος τὴν ψυχὴν κατατήκομαι μηδεμιᾶς τοιαύτης καὶ ἐφ’ ἡμῶν γιγνομένης θεοῦ προνοίας. οἱ μὲν γὰρ παραδόξως τὸν Ἰορδάνην διῆλθον καὶ τὸ ὄρος τὸ πρὸς αὐτῷ Ἑρμωνιεὶμ ὀνομαζόμενον, μικρότατον τυγχάνον. ἐπ’ ἐμοῦ δὲ τοῦ ταῦτα λέγοντος τοιοῦτον μὲν οὐδὲν πέπρακται· πάντες δὲ οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον, ἢ κατὰ τὸν Σύμμαχον· πᾶσαι αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον. εἰκότως οὖν πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· ἢ ἐπ’ ἐμὲ ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκωμαί σου ἀπὸ γῆς Ἰορδάνου, κατὰ τὸν Σύμμαχον, καὶ ἀπὸ Ἑρμωνιείμ, ὄρους μικροτάτου. ἐν γὰρ τούτοις τοῖς χωρίοις πάλαι ποτὲ ἄβυσσος ἀβύσσῳ ἀπήντα ἀπὸ ἤχου τῶν κρουνῶν σου ἀναστελλομένου τοῦ ὕδατος εἰς τὸ μὴ διοχλῆσαι τοὺς τὸν Ἰορδάνην παριόντας. ἀλλὰ τότε μὲν ταῦτα διὰ τὴν ἐπισκοποῦσαν τοὺς τότε πρόνοιαν· νυνὶ δὲ πᾶσαι αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον κατακλύζοντά με καὶ καταποντοῦντα μηδενὸς ἀναστέλλοντος. λέγει δὲ ταῦτα εἰκότως ὁ χορὸς τῶν υἱῶν Κορὲ προφητικῶς ἀποκλαιόμενοι τὴν ἐσχάτην ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους, οὗ τὰ πάθη εἰς ἑαυτὸν ἀνελάμβανεν.
And indeed the streams of the Jordan flowing from above from its sources, having no outlet, were swelling up and becoming a single heap as the waters rose against one another because their outlet was blocked. Then abyss was meeting abyss as the waters were held back and rose to a peak. Recalling in memory the grace of that oversight which occurred for the people at that time, I naturally now melt in my soul, since no such providence of God occurs for us. For they crossed the Jordan miraculously, and the mountain beside it called Hermonieim, which is very small. But in my own case, the one who says these things, nothing of the sort has happened; rather, all your high swells and your waves have passed over me, or according to Symmachus: all your cataracts and your waves have passed over me. Naturally, then, my soul was troubled within me; or, according to Symmachus, my soul melts within me when I remember you from the land of the Jordan and from Hermonieim, a very small mountain. For in these places long ago abyss was meeting abyss at the sound of your cataracts, as the water was held back so as not to trouble those crossing the Jordan. But then these things happened because of the providence overseeing those people; now, however, all your cataracts and your waves have passed over me, flooding and drowning me, with nothing holding them back. And the chorus of the sons of Kore fittingly says these things, prophetically lamenting the final abandonment of the Jewish nation, whose sufferings they took upon themselves.
Ερῶ τῷ θεῷ· ἀντιλήπτωρ μου εἶ· διὰ τί μου ἐπελάθου; καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρὸν; ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ ἐχθροί μου ἐν τῷ αὐτοὺς λέγειν μοι καθ’ ἑκάστην ἡμέραν ποῦ ἐστιν ὁ θεός σου;
Εἰ καὶ πᾶσαι, φησίν, αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον, ἀλλ’ εὖ οἶδα καὶ πέπεισμαι ἀκριβῶς, ὅτι οὐκ ἔστι καιρὸς ἐν ᾧ οὐκ ἐλεεῖς· θεὸς γὰρ ἐλεήμων εἶ, καὶ οἰκτίρμων καὶ μακρόθυμος. διὸ ἐμαυτὸν θεραπεύων ἀγαθαῖς ἐλπίσιν εἰδώς, ὅτι καθ’ ημέραν τὸ ἔλεος αὐτοῦ ἐντελεῖται ὁ θεός, τὰς νύκτας τῇ ᾠδῇ αὐτοῦ σχολάζων διατελῶ. μεθ’ ἡμέραν μὲν γὰρ τὰς τῶν ἀνθρώπων ὀρῶν πράξεις καὶ τὰς κυκλούσας ἡμᾶς συμφορὰς τούς τε μετεωρισμούς σου καὶ τὰ κύματά σου πρὸς ἐμαυτὸν ἀποδύρομαι, τῶν δὲ δι’ ἡμέρας με θορυβούντων σχολάσας διὰ τῆς νυκτὸς ἀναπεμπάζομαι τὰ ἐλέη τοῦ κυρίου· ἀναμιμνησκόμενός τε ὅπως καθ’ ἡμέραν τὸ ἔλεος αὐτοῦ ἐντέλλεται ᾄσματα αὐτῷ καὶ ᾠδὰς ἀναπέμπω σχολὴν ἄγων τὰς νύκτας. διὸ δὴ καὶ λέλεκται· καὶ νυκτὸς ᾠδὴ αὐτοῦ παρ’ ἐμοί, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἐν νυκτὶ ᾆσμα αὐτοῦ μετ’ ἐμοῦ. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου· ᾄδω μὲν γὰρ ὕμνον εὐχαριστήριον δεδιδαγμένος ἐν παντὶ εὐχαριστεῖν ταῖς μελλούσαις ἐλπίσιν χρησταῖς ἐμαυτὸν ἀνακτώμενος. διὰ δὲ τὰ τέως ἐν τῷ παρόντι συνέχοντά με λυπηρὰ προσευχὴν ἀναπέμπω τῷ θεῷ τῆς ζωῆς μου· οἶδα γάρ, ὅτι αὐτὸν ἔχω τῆς ἐμαυτοῦ ζωῆς αἴτιον. προσευχόμενος δὲ αὐτῷ φημι· ἀντιλήπτωρ μου· ἢ κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον· πέτρα μου· ἐφ’ ὃν ἑστὼς οὐ διατραπήσομαι· διὰ τί μου ἐπελάθου;
I will say to God: "You are my protector; why have you forgotten me? And why do I go about with a gloomy face while I am pressing the enemy? While I was crushing my bones, my enemies reproached me, saying to me each day, 'Where is your God?'"
Even if all your squalls and your waves have passed over me, he says, I know well and am firmly persuaded that there is no time when you do not have mercy; for you are a merciful God, compassionate and long-suffering. Therefore, healing myself with good hopes, knowing that day by day God will dispense his mercy, I spend the nights devoting myself to his song. By day, indeed, seeing the deeds of men and the misfortunes that surround us, as well as your agitations and your waves, I lament to myself; but having ceased from the things that trouble me by day, during the night I rehearse the mercies of the Lord. Remembering how day by day he dispenses his mercy, I send up songs and odes to him, keeping the nights as leisure. Hence it is said: "And by night his song is with me," and according to Aquila: "And in the night his song is with me." Not only this, but also: "Prayer to the God of my life." For I sing a hymn of thanksgiving, having been taught to give thanks in everything, reviving myself with good hopes for the future. But because of the sorrows that presently beset me, I send up a prayer to the God of my life; for I know that I have him as the cause of my own life. Praying to him, I say: "My protector," or according to Aquila and Symmachus: "My rock," on which standing I will not be shaken; "why have you forgotten me?
ἐγὼ μὲν γάρ σου οὐκ ἐπιλέλησμαι, ἀλλ’ οἶδά σου τὰ ἐλέη καὶ τοὺς οἰκτιρμούς, οἶδα δὲ καὶ τὰς ἀποκειμένας μοι ἐλπίδας. διὸ καὶ τὴν ᾠδήν σου παρ’ ἐμαυτῷ ἀδιαλείπτως φυλάττω. σὺ δέ μου ἐπελάθου· διὰ τί; τὴν αἰτίαν μαθεῖν βούλομαι, δι’ ἣν πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου, οἱ πειρασμοὶ δηλαδὴ καὶ τοσαῦται περιστάσεις ἐπ’ ἐμὲ διῆλθον σοῦ συγχωροῦντος· μέγα γάρ τι ὀφείλει τυγχάνειν τὸ αἴτιον τῆς περὶ ἐμοῦ λήθης.
Λέγων δὲ ταῦτα ὁ χορὸς ὁ προφητικὸς ἰδιοποιεῖται, ὡς ἔφην, τὴν τοῦ λαοῦ κατάστασιν· τὴν γὰρ ἐσχάτην ἀποβολὴν καὶ τὴν ἀπόπτωσιν τοῦ παντὸς ἔθνους τὴν γενομένην μετὰ τὴν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀπιστίαν αὐτῶν ἐμφαίνειν μοι διὰ τούτων δοκεῖ. εἶπε δ’ ἂν αὐτῷ ἐρωτήσαντι καὶ φάντι· διὰ τί μου ἐπελάθου; τὸ ἐν εὐαγγελίῳ λεχθέν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; ἐπεὶ τοίνυν διὰ τὴν αὐτῶν κακίαν ἐπελήσθησαν, εἰκότως ὁ χορὸς ὁ προφητικός, ἐπεὶ φυσικοῖς λόγοις πάσχοντος ἑνὸς μέλους, συμπάσχει πάντα τὰ μέλη, ὡς ὑπὲρ οἰκείου σώματος ἀλγῶν ἐπιλέγει κατὰ τὸν Σύμμαχον· ἵνα τί σκυθρωπὸς περιπατῶ, θλίβοντος ἐχθροῦ; καὶ ὡς σφαγὴν διὰ τῶν ὀστῶν μου ὠνείδιζον οἱ ἐναντίοι μου, ἢ· ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ θλίβοντές με. τῶν γὰρ ὀστέων τῶν προφητικῶν διὰ τοῦ κλαυθμοῦ καὶ τῶν ὀδυρμῶν καταθλωμένων, τουτέστι τῶν τῆς ψυχῆς δυνάμεων, οἱ ἐν τῷ λαῷ ἐχθροὶ τοῦ θεοῦ ὡς μηδενὸς ἐπαμύνοντος ἐπανέβαινον ὀνειδίζοντες καὶ λέγοντες· ποῦ ἐστιν ὁ θεός σου;
I for my part have not forgotten you, but I know your mercies and your compassions, and I also know the hopes that are stored up for me. Therefore I also keep your song unceasingly with myself. But you have forgotten me; why? I wish to learn the cause on account of which all your high waves and your billows—that is, the trials and so many circumstances—have passed over me with your permission; for the cause of this forgetfulness concerning me must be something great.
In saying these things, the prophetic chorus appropriates, as I said, the condition of the people; for it seems to me that through these words it indicates the final rejection and the falling away of the whole nation that occurred after their disbelief in our savior and lord. And to him who asked and said, "Why have you forgotten me?" it would have said what was spoken in the Gospel: "How many times did I wish to gather your children together, in the way a hen gathers her chicks under her wings, and you did not wish it?" Since, then, on account of their own wickedness they were forgotten, the prophetic chorus fittingly—since by natural principles, when one member suffers, all the members suffer together—grieving as for its own body, adds according to Symmachus: "Why do I go about with a gloomy face while the enemy oppresses me?" And: "As a slaughter through my bones, my opponents reproached me," or: "While my bones were being crushed, those who oppressed me reproached me." For when the prophetic bones are crushed through lamentation and wailing—that is, the powers of the soul—the enemies of God among the people, as if no one were defending, rose up reproaching and saying, "Where is your God?
Τῷ Δαυὶδ ψαλμός. κρῖνόν με, ὁ θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου δολίου καὶ ἀδίκου ῥῦσαί με. ὅτι σύ, ὁ θεός, κραταίωμά μου· ἵνα τί ἀπώσω με; ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίψαι ἐχθρόν;
Ἀνεπίγραφος παρ’ Ἑβραίοις ὁ ψαλμός· διὸ οὐδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐπιγραφὴν ἔχει. ἀλλὰ καὶ ὅτι μέρος ἔοικεν εἶναι τοῦ πρὸ αὐτοῦ, δεδήλωται ἔκ τε τῶν ὁμοίων ἐν ἀμφοτέροις λόγων καὶ ἐκ τῆς ἐμφεροῦς διανοίας. φημὶ τοίνυν καὶ ἐπὶ τοῦ παρόντος τὸν χορὸν τὸν προφητικὸν τὰ προκείμενα διεξιέναι ὑπὲρ τοῦ λαοῦ ὡς ἀπωσμένου καὶ παραδοθέντος ἔθνεσι καὶ ἀνθρώποις πονηροῖς, δεομένου δὲ καὶ ἀντιβολοῦντος ἐκδικίας τυχεῖν καὶ ῥυσθῆναι τῶν χειρῶν τῶν πολεμίων. ὥσπερ δὲ διὰ τὴν τοῦ λαοῦ κάκωσιν συνέβαινε τοῖς δικαιοπραγοῦσι συμπάσχειν καὶ συναλγεῖν καὶ συνδιατίθεσθαι, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν θεοφιλῶν ἀνδρῶν δικαιοπραγία κοινωνίαν καὶ μετάδοσιν ἀγαθῶν παρέχει τῷ πλήθει. διὸ δὴ τὰ πάθη τοῦ λαοῦ εἰς ἑαυτοὺς ἀναλαμβάνοντες εὐχὰς ὑπὲρ τοῦ πλήθους ἐποιοῦντο κοινήν τε ἱκετηρίαν τῷ θεῷ ἀνέπεμπον. εἰκότως οὖν ὡς ἐξ ἑνὸς στόματος ταύτας ἠφίεσαν τὰς φωνάς.
A Psalm of David. Judge me, O God, and give judgment in my case against an unholy nation; deliver me from a deceitful and unjust man. For you, O God, are my strength; why have you thrust me away? Why do I go about with a gloomy face when the enemy oppresses me?
The psalm is without a title among the Hebrews; therefore it also has no title among the other translators. But that it seems to be a part of the preceding psalm has been shown both from the similar words in both and from the similar thought. I therefore say also in the present case that the prophetic chorus is setting forth the matters before us on behalf of the people as having been thrust away and handed over to nations and to wicked men, and as begging and entreating to obtain justice and to be delivered from the hands of the enemies. And just as, because of the people's suffering, it happened that those who acted righteously sympathized and felt pain and shared in their disposition, in the same way the righteous action of God-loving men provides fellowship and a sharing of good things to the multitude. Therefore, taking the people's sufferings upon themselves, they made prayers on behalf of the multitude and sent up a common supplication to God. Naturally, then, they uttered these words as from one mouth.
κρῖνόν με, ὁ θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου δολίου καὶ ἀδίκου ῥῦσαί με. ὅτι σὺ ὁ θεὸς κραταίωμά μου, ἵνα τί ἀπώσω με; ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίψαι ἐχθρόν;
εἴποι δ’ ἄν τις ταῦτα λέγειν ἕνα που καὶ δεύτερον ἐν ὅλῳ τῷ ἔθνει τῶν Ἰουδαίων ηὑρημένον δίκαιον. αὐτὸς οὖν ὁ εἷς καὶ σπάνιος, οἷον Ἱερεμίας ἤ τις ἕτερος ὅμοιος αὐτῷ, ἀποκλαιέσθω, καὶ ταύτας ἀναπεμπέτω τὰς φωνὰς, ἱκετεύων ῥυσθῆναι ἐξ ἀνοσίου ἔθνους· δηλούτω δὲ αὐτοὺς τοὺς ἐκ περιτομῆς καὶ ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου, ὡς ἂν μήποτε καὶ αὐτὸς γένοιτο ἄδικος καὶ δόλιος. παρακαλείτω δὲ τὸν θεὸν λέγων· σὺ εἶ ὁ θεὸς κραταίωμά μου, ἵνα τί με ἀπώσω, καταλιπών με ἐν μέσῳ τοιούτου λαοῦ; ἥρμοζε δὲ τὰ προκείμενα καὶ τῷ προφήτῃ Ἠλίᾳ, ὃς ἔλεγεν κατεντυγχάνων τοῦ λαοῦ· κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελίφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχὴν μου λαβεῖν αὐτήν. σαφῶς δὲ διδάσκει Ἱερεμίας ἐκλελοιπέναι πάντα δίκαιον ἐκ τοῦ λαοῦ, λέγων· περιδράμετε ἐν ταῖς ἀμφόδοις Ἱερουσαλὴμ καὶ ἐν ταῖς πλατείαις αὐτῆς, καὶ ἴδετε εἰ ἔστι συνιὼν καὶ ἵλεως ἔσομαι αὐτοῖς.
Judge me, O God, and give judgment in my case against an unholy nation; deliver me from a deceitful and unjust man. For you, O God, are my strength; why have you thrust me away? Why do I go about with a gloomy face when I am to crush an enemy?
Now one might say that these words are spoken by some one or second righteous man found in the whole nation of the Jews. So let this one and rare man, such as Jeremiah or someone else like him, lament and send up these cries, beseeching to be delivered from an unholy nation; let him point out those of the circumcision and from an unjust and deceitful man, so that he himself might never become unjust and deceitful. Let him call upon God, saying: You are God, my strength; why have you thrust me away, leaving me in the midst of such a people? The foregoing words would also suit the prophet Elijah, who said, interceding for the people: Lord, they have killed your prophets and demolished your altars, and I alone have been left behind, and they seek to take my soul. And Jeremiah clearly teaches that every righteous man has departed from the people, saying: Run through the streets of Jerusalem and its squares, and see if there is anyone who understands, and I will be merciful to them.
Εἶτ’ ἐπεὶ δὲ τὸ πλῆθος τῶν κακῶν ἀνδρῶν θλίψιν παρεῖχε τῷ δικαίῳ, σκυθρωπάζειν ἐπὶ τούτῳ ἔλεγεν· ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίψαι ἐχθρόν; καὶ ἄλλως δὲ τῶν ἐχθρῶν καὶ πολεμίων θλιβόντων καὶ ἐπικρατεστέρων γιγνομένων τοῦ ἔθνους, ὁ τῷ θεῷ ἀνακείμενος ἐδάκνετο τὴν ψυχὴν ζήλου πληρούμενος ἐπὶ τῇ τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίᾳ. διὸ καὶ ἱκετηρίαν ἀνέπεμπεν, ὡς ἂν κρίνας ὁ θεὸς καὶ δικάσας αὐτῷ καὶ τὴν πρέπουσαν περὶ αὐτοῦ δίκην ἐξενεγκάμενος τὴν αὐτοῦ προσοφειλομένην ἀμοιβὴν τῶν αὐτοῦ κατορθωμάτων τῷ παντὶ πλήθει χαρίσοιτο, καὶ δι’ αὐτοῦ ῥύσαιτο τοὺς πάντας ἐκ χειρὸς τῶν πολεμίων· ἵν’, ὥσπερ κοινωνὸς αὐτὸς γέγονε τῆς τοῦ λαοῦ κακοπραγίας, οὕτως καὶ ὁ λαὸς μετάσχοι τῆς αὐτοῦ δικαιοπραγίας. ὥσπερ δὲ οἱ δίκαια ἔχοντες ἐν τοῖς δικαστηρίοις τοὺς δικαστὰς ἱκετεύουσιν ἐπακοῦσαι τῶν δικαίων αὐτῶν δικάσαι τε καὶ κρίναι αὐτοὺς ὀρθῶς, τὸν αὐτὸν τρόπον καὶ ὁ θεοφιλὴς διὰ τῶν προκειμένων τῷ θεῷ φησιν· κρῖνόν μοι, ὁ θεός, οὐχὶ κρῖνόν με· κατὰ δὲ τὸν Σύμμαχον· κρῖνόν μοι. σὺ γὰρ αὐτὸς γενοῦ μοι κριτὴς καὶ τὴν κρίσιν μου ταύτην κρῖνον καὶ ὑπερδίκησον τῆς δίκης μου, ἵνα τυχὼν ἐκδικίας συμβάλωμαι τῇ σωτηρίᾳ τοῦ παντὸς πλήθους τὰ ἐμαυτοῦ κατορθώματα.
Then, since the multitude of evil men was causing distress to the righteous man, he said that he was gloomy on this account: "Why do I go about with a gloomy face when the enemy is pressing hard?" And in another way, when the enemies and foes were pressing and proving stronger than the nation, the one devoted to God was stung in his soul, filled with zeal at the prosperity of the godless and impious men. Therefore he also sent up a supplication, that God, having judged and given judgment in his case and having delivered the fitting sentence concerning him, might grant to the whole multitude the reward owed to him for his own righteous deeds, and through him might deliver all from the hand of the enemies; so that, just as he himself had shared in the people's misfortune, so also the people might share in his righteousness. And just as those who have just cases in the courts beseech the judges to hear their just claims and to judge and decide for them rightly, in the same way the God-loving man says through the present words to God: "Judge for me, O God," not "judge me"; according to Symmachus: "Judge for me. For you yourself be my judge, and judge this judgment of mine, and plead my case beyond what is required, so that, having obtained justice, I may contribute my own righteous deeds to the salvation of the whole multitude.
Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ, πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ὁ θεός μου ἐν κιθάρᾳ· ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ θεός μου.
Νοήσεις καὶ οὕτως· τοῦ παρὰ σοὶ φωτὸς καὶ τῆς παρὰ σοὶ ἀληθείας τυχὼν ὁδηγηθήσομαι, ὑπὸ μὲν τοῦ φωτὸς φωτιζόμενος, ὑπὸ δὲ τῆς σῆς ἀληθείας χειραγωγούμενος ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἐπουράνιον καὶ ἐπὶ τὰ αὐτόθι σκηνώματά σου, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου ἔλεγον, ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος· ὡς ἂν δέ σοι τῷ θεῷ ἱερωμένος ἐπὶ τὰ ἐνδοτάτω καὶ μέχρι τοῦ θυσιαστηρίου ἥξω, καὶ πρὸς σὲ τὸν θεὸν ἐλεύσομαι τὸν εὐφραίνοντα τὴν νεότητά μου τὴν πνευματικήν. κιθάραν δὲ τὸ σῶμά φησι, δι’ οὗ ἀνακρούεσθαι πέφυκεν ὁ νοῦς, καὶ διὰ τῶν αἰσθητηρίων ὥσπερ διὰ χορδῶν τὴν τῷ θεῷ πρέπουσαν μελῳδίαν ἀναπέμπειν εἴωθε. σαφῶς οὖν διὰ τούτων ὁ χορὸς ὁ προφητικὸς παρακαλεῖ τὸ φῶς ἀποσταλῆναι τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, ὡς μηδέπω τότε φαῖνον ἐπὶ τῆς γῆς μηδὲ τῆς ἀληθείας ὑπαρχούσης πῶς σὺν ἀνθρώποις, ὅτε ταύτας ἠφείει τὰς φωνάς. φῶς δὲ ἀποστελλόμενον ἕτερον ὂν εἴη τοῦ ἀποστέλλοντος, περὶ τούτου εἴρηται· ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. διδάσκει δὲ καὶ αὐτὸς ὁ σωτὴρ αὐτοπροσώπως λέγων· ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με;
And I shall go in to the altar of God, to the God who gladdens my youth; I shall make confession to you, my God, with a cithara; why are you very sorrowful, my soul, and why do you disturb me? Hope in God, for I shall make confession to him; salvation of my face and my God.
You will understand it also in this way: having obtained the light that is with you and the truth that is with you, I shall be guided, being illuminated by the light, and being led by the hand by your truth to your holy mountain, the heavenly one, and to your dwellings there, concerning which I was also saying in the preceding passage, that I shall pass through a place of a marvelous tent until the house of God with a voice of exultation and confession of a festive sound; so that, being consecrated to you, the God, I shall come to the innermost parts and as far as the altar, and I shall come to you, the God who gladdens my spiritual youth. And he calls the body a cithara, through which the mind is naturally struck, and through the senses as through strings it is accustomed to send up the melody befitting God. Clearly, therefore, through these things the prophetic chorus calls for the light of God and his truth to be sent, since at that time it was not yet shining on the earth nor was truth present among men when it uttered these words. And the light being sent would be other than the sender; concerning this it is said: there was the light that illuminates every man coming into the world. And the savior himself teaches in person, saying: I am the light and the truth and the life. Why are you very sorrowful, my soul, and why do you disturb me?
ἔλπισον ἐπὶ τὸν θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου καὶ ὁ θεός μου. Σύμμαχος δέ· τί καταρέεις, ψυχή μου, καὶ τί θορυβεῖς ἐπ’ ἐμέ; ἀνάμεινον τὸν θεόν· εἰς ἀεὶ γὰρ ἐξομολογήσομαι αὐτῷ, τῇ σωτηρίᾳ τοῦ προσώπου μου καὶ θεῷ μου. ἀνάμεινον, φησίν, ἵνα καὶ αὐτὴ δυνηθῇς ποτε εἰπεῖν· ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχε μοι. ἀλλὰ καὶ ἔλπισον ἐπὶ τὸν θεόν· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. τί γὰρ καὶ χρὴ ταράττεσθαι; τί δὲ περίλυπον γίνεσθαι, τοιούτων προσδοκωμένων ἀγαθῶν; ἔτι γὰρ μικρὸν ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, καὶ τὸ φῶς ἀποσταλήσεται, καὶ ἡ ἀλήθεια παραγενήσεται, καὶ τὰ προφητευθέντα τέλους τεύξεται· καὶ τέλος παντὸς λόγου τὸ σωτήριόν ἐστι τοῦ προσώπου, αὐτὸς ὁ θεός μου. ἐπειδ’ ἂν γὰρ καταξιωθῶ παραστὰς τῷ θεῷ πρόσωπον πρὸς πρόσωπον ἐποπτεῦσαι τὸ σωτήριον, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν τῶν γραφῶν, τότε δὲ αὐτῷ ἐξομολογήσομαι ὡς ἂν θεῷ μου καὶ σωτῆρί μου· καλῶς δὲ συνῆψε τὸ φῶς τῇ ἀληθείᾳ· ὅπερ γὰρ φῶς αἰσθητὸν ὀφθαλμοῖς σώματος, τοῦτο ἀλήθεια τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ἐνατενίζουσι τῇ φύσει τῶν πραγμάτων, καὶ μηκέτι ἀπατωμένοις, δι’ αὐτῆς δὲ τῆς τῶν ὄντων καταλήψεως φωτιζομένοις καὶ γνῶσιν τῆς ἀληθείας ἀναλαμβάνουσιν. ἑρμήνευσεν τοίνυν αὐτὸς ὁ λόγος τοῦ νοητοῦ φωτὸς τὴν ἐνέργειαν ἀληθείας οὖσαν παραστατικήν. εἰκότως οὖν ὁ σωτὴρ ταῦτα παραδιδοὺς τοῖς αὑτοῦ μαθηταῖς ἐδίδασκε λέγων· ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.
Hope in God, for I shall make confession to him, the salvation of my face and my God. Symmachus, however: Why do you lament, my soul, and why do you disturb me? Wait for God; for I shall always make confession to him, to the salvation of my face and my God. Wait, he says, so that you yourself may one day be able to say: I waited, and I waited for the Lord, and he heeded me. But also hope in God; for hope does not shame. For why must one be troubled? Why become very sorrowful, when such good things are expected? For it is but a little while until the one who is coming will arrive, and he will not delay, and the light will be sent forth, and the truth will be present, and the things prophesied will reach their fulfillment. And the end of every word is the salvation of the face, my God himself. For when I am deemed worthy to stand before God face to face and behold the salvation, concerning which there is much discourse throughout all the Scriptures, then I shall make confession to him as to my God and my savior. And he has fittingly joined the light to the truth; for what perceptible light is to the eyes of the body, that truth is to the eyes of the soul, which gaze upon the nature of things and are no longer deceived, but are illuminated by the very apprehension of beings and acquire knowledge of the truth. Therefore, the word itself has interpreted the activity of the intelligible light as being productive of truth. Naturally, then, the savior, when transmitting these things to his disciples, taught, saying: I am the light and the truth and the life.
Katenist: καὶ ἑκάστη δὲ τῶν λοιπῶν ἐκδόσεων ἁρμόσεις ἀκολούθως τὸ τέλος, εἴτε τοῖς ἐν Βαβυλῶνι ταῦτα λέγουσιν εἴτε τοῖς ἐξ ἐθνῶν μήπω πεπιστευκόσιν.
Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορέ, εἰς σύνεσιν.
Ἀλλ’ οὐδὲ οἱ προκείμενοι λόγοι ψαλμὸν κατὰ τὴν προγραφὴν περιέχουσιν οὐδὲ ᾠδὴν οὐδὲ ὕμνον οὐδέ τι τῶν τοιούτων, ἐπεὶ μηδὲ τὰ τῆς διανοίας τῶν ἐν αὐτοῖς φερομένων τοιαύτης ἔχεται θεωρίας. ἱκετηρίαι δέ εἰσιν ὅμοιαι ταῖς ἔμπροσθεν καὶ περὶ τῆς αὐτῆς ὑποθέσεως, λέγω δὲ περὶ τῆς ἀποπτώσεως τοῦ Ἰουδαίων ἔθνους ἐκ προσώπου τῶν προφητῶν προσπεφωνημέναι διὰ τῶν υἱῶν Κορέ. διασαφοῦσι δ’ ἐπὶ τοῦ παρόντος λευκότερον ἐκφαίνοντες τὴν διάνοιαν, δι’ ἣν ἐν τοῖς ἔμπροσθεν ἀπεκλαύσαντο. διεξέρχονται γοῦν τὰ συμβεβηκότα πάθη τῷ λαῷ, ὅθεν διεγείρουσιν ἡμᾶς εἰς σύνεσιν, καὶ εἰς τὸ τέλος ἀναπέμπουσι διὰ τῆς προγραφῆς διὰ τὸ μέλλειν ἐπὶ τέλει ταῦτα συμβαίνειν, εἰ καὶ ὡς ἤδη συμβεβηκότα αὐτὰ οἱ υἱοὶ Κορὲ προφητικῶς ἐθέσπιζον. διὰ μὲν οὖν τῶν ἔμπροσθεν ἀπεκλαύσαντο καὶ τὰς ἑαυτῶν ἐξήγγειλαν τῷ θεῷ λύπας, ἐν δὲ τοῖς προκειμένοις καὶ αὐτὰ τὰ πάθη διεξέρχονται.
And each of the remaining editions will accordingly fit the end, whether to those speaking these things in Babylon or to those from the nations who have not yet believed.
For the end; to the sons of Kore, for understanding.
But the words before us contain neither a psalm according to the inscription nor an ode nor a hymn nor anything of the sort, since the meaning of the things carried in them does not pertain to such a contemplation. They are supplications similar to those before and concerning the same subject, I mean concerning the falling away of the nation of the Jews, spoken from the perspective of the prophets through the sons of Kore. They clarify at the present time, revealing the meaning more plainly, for which they lamented in the earlier passages. They go through the sufferings that have befallen the people, from which they rouse us to understanding, and they send us up to the end through the inscription because these things are to happen at the end, even if the sons of Kore prophetically proclaimed them as already having happened. Through the earlier passages, then, they lamented and announced their own griefs to God, but in the present passages they also go through the sufferings themselves.
Ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
Οἱ γὰρ κατὰ τὴν αἰχμαλωσίαν γενόμενοι καὶ κατὰ τὴν διασπορὰν τοῦ ἔθνους οὐκ αὐτοὶ τῶν πάλαι πεπραγμένων κατὰ τοὺς χρόνους Μωυσέως ὑπῆρχον, ἀλλ’ οὐδὲ τῶν ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ. ἀκοῇ δὲ ταῦτα μαθόντες ᾔδεσαν ἐκ πατέρων διαδοχῆς καὶ τῶν ἐν τῇ ἱστορίᾳ τῶν θεοπνεύστων γραφῶν κειμένων. φασὶν οὖν, ἅπερ πάλαι ταῖς ἡμετέραις παρελάβομεν ἀκοαῖς. ταῦτα ἱκετεύομεν καὶ καθ’ ἡμᾶς γενέσθαι· εἰς γὰρ ὢν καὶ ὁ αὐτὸς θεὸς τότε καὶ νῦν τὰ δυνατὰ πράττειν δυνατὸς εἶ.
Ἠ χείρ σου ἔθνη ἐξολόθρευσεν καὶ κατεφύτευσεν αὐτούς, ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς. οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, ἀλλ’ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι ηὐδόκησας ἐν αὐτοῖς.
Διὸ δεόμεθα καὶ παρακαλοῦμεν, ἱν’ ὥσπερ ἐπήμυνας ἀδικουμένοις ποτὲ τοῖς ἡμετέροις προπάτορσιν. οὕτως καὶ ἡμῶν ἐπισκοπὴν ποιήσοιτο, ὅπως δὲ διὰ Ἰησοῦ τοῦ Ναυῆ νικητὰς τοὺς πατέρας τῶν ταῦτα λεγόντων εἰργάσατο καὶ ὡς τῶν πάλαι κρατούντων τῆς χώρας ἀλλοφυλῶν ἐθνῶν περιγεγόνασιν. οὐδὲν δεῖ λέγειν παρὸν ἐκ τῆς ἱστορίας ἀναλέγεσθαι. ἀλλ’ οὐκ ἦσαν, φασίν, οἱ πατέρες ἡμῶν οἱ ταῦτα κατωρθωκότες, αλλ’ ἡ χείρ σου καὶ ἡ δεξιά σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου· τούτων τοιγαροῦν καὶ ἡμεῖς δεόμεθα. εἰ δὲ καὶ πλείοσιν ὀνόμασιν προενήνεκται ταῦτα, ὅμως δ’ οὖν καθ’ ἑνὸς ὑποκειμένου νοεῖται·
God, we have heard with our ears, our fathers announced to us a work which you wrought in their days, in days of old.
For those who came into being during the captivity and during the dispersion of the nation were not themselves present at the deeds done long ago in the times of Moses, nor even at those in the time of Joshua son of Nun. But they knew these things by hearing, having learned them from the succession of fathers and from what is set down in the history of the inspired scriptures. They say, therefore, what we long ago received with our ears. These things we entreat also to happen in our own time; for the same God, then and now, is able to do what is possible.
Your hand destroyed nations and planted them, you afflicted peoples and cast them out. For they did not inherit the land by their own sword, and their arm did not save them, but your right hand and your arm and the light of your face, because you were well pleased with them.
Therefore we beg and beseech that, just as you once defended our forefathers when they were wronged, so also you might take oversight of us, and that, just as through Joshua son of Nun you made the fathers of those who say these things victorious, and as they prevailed over the alien nations that formerly held the land, there is no need to recount what is present from history. But, they say, it was not our fathers who accomplished these things, but your hand and your right hand and the light of your face; of these things, therefore, we also beg. And if these things have been expressed with more names, yet they are understood with reference to a single subject.
τὸν γὰρ σωτήριον λόγον τὸν ἐν ἀρχῆ πρὸς τὸν θεὸν θεὸν ὄντα κατὰ διαφόρους ἐπινοίας χεῖρα τοῦ θεοῦ καὶ δεξιὰν αὐτοῦ καὶ βραχίονα καὶ φῶς αἱ θεῖαι ὀνομάζουσιν γραφαί· ὁ δ’ αὐτός ἐστιν σοφία θεοῦ καὶ δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.
Οἱ οὖν τὰς προκειμένας φωνὰς διεξιόντες ὁμολογοῦσι παρά τῶν πατέρων μεμαθηκέναι, τίς ποτ’ ἦν ὁ ἐν τῇ ἐρήμῳ προπορευόμενος αὐτῶν θεὸς καὶ ὁ διὰ τοῦ Μωυσέως διαδόχου πάντας αὐτοῖς τοὺς ἐχθροὺς καὶ πολεμίους καθυποτάττων. αὐτὸ δὴ οὖν ἐκεῖνο τὸ φῶς καὶ τὸν βραχίονα καὶ τὴν δεξιάν σου χεῖρα τὴν τοῖς πατράσιν ἡμῶν συμπράξασαν καὶ νῦν ἐπιλάμψαι ἱκετεύομεν. διδάσκονται τοίνυν οἱ ἐκπεσόντες καὶ ἐν διασπορᾷ γενόμενοι τοῦ λαοῦ μὴ ἀγνοεῖν τὸν βραχίονα τοῦ θεοῦ καὶ τὴν δεξιὰν αὐτοῦ καὶ τὸ ἐξ αὐτοῦ ἀπαυγάζον φῶς, δι’ οὗ καὶ οἱ πατέρες αὐτῶν κρείττους τῶν ἐθρῶν καὶ πολεμίων γεγόνασιν.
33
Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου, ὁ ἔντελλόμενος τὰς σωτηρίας Ἰακώβ· ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματι σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. ἐν τῷ θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. διάψαλμα.
For the saving Word, which in the beginning was with God, being God, the divine scriptures call by various conceptions the hand of God and his right hand and arm and light; and the same is the wisdom of God and righteousness and sanctification and redemption.
Those, then, who expound the words before us confess that they have learned from the fathers who this God was who went before them in the wilderness and who through the successor of Moses subdued all their enemies and foes. That very light, then, and the arm and your right hand which cooperated with our fathers we beseech to shine forth now as well. Therefore those who have fallen away and come to be in dispersion of the people are taught not to be ignorant of the arm of God and his right hand and the light shining forth from him, through which their fathers also became superior to their enemies and foes.
33
You yourself are my king and my God, who commands the deliverances of Jacob; in you we will gore our enemies and in your name we will bring to nothing those who rise up against us. For I will not hope in my bow, and my sword will not save me; for you saved us from those who oppressed us and you put to shame those who hate us. In God we will be praised all the day and in your name we will make confession forever. Diapsalma.
Ἀντὶ τοῦ· ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ, ὁ Σύμμαχος· σὺ εἶ ὁ βασιλεύς μου· ὁ θεὸς, ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώβ. ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. οἱ μὲν ἐν τῷ λαῷ κατορθοῦντες οἵ τε ἐν αὐτῷ προφῆται, ταῦτα ἂν εἴποιεν ὁμολογοῦντες μὴ οἰκείᾳ δυνάμει μηδὲ τόξῳ καὶ ῥομφαίᾳ ἑαυτοῖς τὰ τῆς σωτηρίας περιποιεῖσθαι, τῇ δὲ τοῦ κέρως αὐτῶν δυνάμει. κέρατα δὲ ἡ τοῦ Δανιὴλ γραφὴ τὰς βασιλείας ὀνομάζει, τῶν δὲ ἁγίων κέρας λέλεκται αὐτὸς ὁ κύριος. διό φησιν· ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. καὶ ἐν ἑτέροις λέλεκται· ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου εἶ. τοίνυν αὐτός ἐστι τὸ κέρας. ζητεῖ, ὅπως λέλεκται ἀλλαχοῦ· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ ὡς ἑτέρου ὄντος τοῦ ὑψοῦντος τὸ προδεδηλωμένον κέρας. ὅρα οὖν, εἰ μὴ σαφῶς ὁ τοῦ θεοῦ λόγος αὐτὸς ὁ κύριος εἴη ἂν τὸ κέρας τοῦ λαοῦ, ὁ δὲ ὑψῶν αὐτὸν ὁ γεννήσας αὐτὸν πατήρ. ἐπειδὴ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο ὁ θεὸς αὐτὸν ὑπερύψωσε, κατὰ τὸν ἀπόστολον. τούτῳ οὖν τῷ κέρατι ἑαυτῶν καὶ τῷ βασιλεῖ θαρσοῦντες ὁμολογοῦσι μὴ τόξῳ μηδὲ ῥομφαίᾳ μηδὲ οἰκείᾳ ἀρετῇ τῶν ἐχθρῶν περιγενήσεσθαι, ἀλλὰ τῇ τοῦ βασιλέως αὐτῶν δυνάμει.
Instead of: "The one who commands the salvation of Jacob," Symmachus says: "You are my king; O God, command concerning the salvation of Jacob. In you we will gore our enemies." Those in the people who are upright, and the prophets among them, would say these things, confessing that they do not procure the means of salvation for themselves by their own power or by bow and sword, but by the power of their horn. The writing of Daniel calls kingdoms "horns," and the Lord himself is called the horn of the saints. Therefore it says: "In you we will gore our enemies." And elsewhere it is said: "You are my protector and the horn of my salvation." So then, he himself is the horn. It is asked how it is said elsewhere: "His confession is on earth and heaven, and he will raise the horn of his people," as if the one who raises the previously mentioned horn were another. See, then, whether it is not clear that the Word of God, the Lord himself, would be the horn of the people, and the one who raises him is the Father who begot him. For since he humbled himself to the point of death, and death by the cross, for this reason God exalted him, according to the Apostle. Trusting, therefore, in this horn of theirs and in their king, they confess that they will not overcome their enemies by bow or by sword or by their own virtue, but by the power of their king.
Εἶτ’ ἐπειδὴ βασιλέα καὶ κέρας ἐκτήσαντο αὐτὸν τὸν κύριον, εἰκότως τοῖς ἐχθροῖς μὴ ὑποχείριοι γενήσεσθαί φασι· κρείττους δὲ τῶν πολεμίων ὑπάρξαι. τοῦτο γοῦν δηλοῦσι λέγοντες· ἔσωσας ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. καὶ ἐπειδήπερ οἱ μὲν ἐχθροὶ αἰσχύνην κατεχέαντο, αὐτοὶ δὲ οὐκ οἰκείᾳ δυνάμει, τῇ δὲ τοῦ κέρως αὐτῶν ἐσώθησαν, εἰκότως ἐπισυνάπτουσι λέγοντες· ἐν τῷ θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν, ἢ κατὰ τὸν Ἀκύλαν· ἐν τῷ θεῷ καυχησόμεθα, ἢ κατὰ τὸν Σύμμαχον· τὸν θεὸν ὑμνοῦμεν ὅλην τὴν ἡμέραν, καὶ τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. τὴν δὲ ἐξομολόγησιν ἀντὶ εὐχαριστίας παραλαμβάνειν εἰώθασιν αἱ γραφαὶ ὥστε εἰκότως καὶ καυχᾶσθαι καὶ ὑμνεῖν καὶ ἐπαινεῖν καὶ ἐπαινεῖσθαι εὐχαριστεῖν τε καὶ ἐξομολογεῖσθαι οἱ σεσωσμένοι τῇ τοῦ βασιλέως αὐτῶν ἀρετῇ φασιν. ἀλλὰ ταῦτα μὲν ἐκ προσώπου τοῦ χοροῦ τῶν προφητῶν εἴρηται, τὰ δ’ ἑξῆς ἐπιφερόμενα πάλιν οἱ αὐτοὶ ἰδιοποιούμενοι τὰ τῷ πλήθει συμβεβηκότα διεξέρχονται.
Then, since they had acquired the Lord himself as king and horn, they naturally say that they will not become subject to their enemies, but will be superior to their foes. This they make clear by saying: "You saved us from those who oppressed us, and you put to shame those who hated us." And because the enemies were covered with shame, while they themselves were saved not by their own power but by that of their horn, they fittingly add, saying: "In God we will be praised all the day," or according to Aquila: "In God we will boast," or according to Symmachus: "We hymn God all the day, and we will make confession to your name forever." The scriptures are accustomed to use "confession" in the sense of thanksgiving, so that those who have been saved by the virtue of their king naturally say that they boast, hymn, praise, are praised, give thanks, and make confession. But these things have been spoken from the person of the chorus of the prophets; the following words, which are added, are again taken up by the same speakers, who, appropriating to themselves what has happened to the multitude, go through them in detail.
Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν· ἀπέστρεψας ἡμᾶς ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καὶ ἐν τοῖς ἔθνεσιν διέσπειρας ἡμᾶς· ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν ἡμῶν. ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν· ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστιν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.
Ἐπεὶ τὸ πλῆθος τοῦ παντὸς Ἰουδαίων ἔθνους ἐν παντοίαις ἀσεβείαις καὶ παρανομίαις ἐξητασμένον, οὐκ ἦν ἀλλότριον τοῦ σώματος τοῦ προφητικοῦ, εἰκότως τὰ τῷ πλήθει συμβάντα ἰδιοποιούμενοι οἱ τὰ πρῶτα εἰρηκότες μέσου διαψάλματος παρεμβληθέντος εἰς παράτασιν τῆς μεταβολῆς τῶν λεχθησομένων προφέρονται· οἱ μὲν οὖν πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, καὶ τοῖς ἡμετέροις ἠκούσαμεν ὠσὶν ὁποῖα κατειργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, καὶ τὰ ἑξῆς. νυνὶ δὲ ὀφθαλμοῖς οὐ τοιαῦτα ὁρῶμεν, τὰ δὲ τούτοις ἐναντία· ἀπώσω γὰρ ἡμᾶς, σὺ ὁ θεός, ὁ πάλαι τοὺς πατέρας ἡμῶν διασώσας διὰ τὰς ἡμετέρας ἁμαρτίας τοὺς πάλαι ἐπὶ σοὶ μέγα φρονοῦντας καὶ ἐν σοὶ καυχωμένους κατῄσχυνας ἐρήμους καταλιπὼν καὶ ἀβοηθήτους ἐν τῇ πρὸς τοὺς πολεμίους συμβολῇ· οὐδὲ γὰρ συνεξῆλθες ταῖς δυνάμεσιν ἡμῶν, ἢ κατὰ τὸν Σύμμαχον·
Now you have thrust us away and put us to shame, and you will not go forth with our armies; you have turned us back before our enemies, and those who hate us have plundered for themselves. You have given us as sheep for food and scattered us among the nations; you have sold your people without price, and there was no multitude in our war cries. You have made us a reproach to our neighbors, a mockery and a scorn to those around us; you have made us a byword among the nations, a shaking of the head among the peoples. All day long my shame is before me, and the shame of my face has covered me from the voice of one reproaching and speaking ill, from the face of an enemy and a persecutor.
Since the multitude of the entire Jewish nation, having been examined in all kinds of impieties and lawless acts, was not alien to the prophetic body, those who spoke the first words, with a diapsalma inserted in the middle for the prolongation of the change of what is about to be said, fittingly appropriate to themselves what happened to the multitude and utter it. Now our fathers announced to us, and we heard with our own ears what things you wrought in their days, and so forth. But now we do not see such things with our eyes, but rather the opposite: for you have thrust us away, you, the God who once saved our fathers, because of our sins; you have put to shame those who once boasted greatly in you and gloried in you, leaving them deserted and without help in the encounter with the enemy; for you did not go forth with our armies, or according to Symmachus:
ταῖς στρατεύσασιν ἡμῶν καὶ διὰ τοῦτο ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, ἢ κατὰ τὸν Σύμμαχον· ἔταξας ἡμᾶς ἐσχάτους παντὸς ἐναντίου, καὶ οἱ μισοῦντες ἡμᾶς διαρπάζουσιν ἑαυτοῖς. ἔδωκας ἡμᾶς ὡς βοσκήματα βρώσεως, καὶ εἰς τὰ ἔθνη ἐλίκμησας ἡμᾶς. ἀπέδου τὸν λαόν σου οὐχ ὑπάρξεως, καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν· προπηλακισμὸν μετὰ χλευασμοῦ τοῖς κύκλῳ ἡμῶν. ἐποίησας ἡμᾶς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν ταῖς φυλαῖς. δι’ ὅλης ἡμέρας ἡ ἀσχημόνησίς μου ἄντικρύς μου, καὶ ὁ καταισχυμμὸς τοῦ προσώπου μου καλύπτει με ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ βλασφημοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ τιμωροῦντος ἑαυτῷ. τοσαῦτα κατὰ τὸν Σύμμαχον ὁ χορὸς ὁ προφητικὸς ἐν τῇ πρὸς τὸν θεὸν ἱκετηρίᾳ διεξῆλθεν εἰς ἑαυτὸν ἀναλαμβάνων τὰ τοῦ λαοῦ πάθη. σεσαφήνισται τοίνυν ἐν τοῖς προκειμένοις, δι’ ἣν ἔμπροσθεν ἀπεκλαύσαντο.
Ταῦτα πάντα ἦλθεν ἐφ’ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου, καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν· καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.
to those who served in our armies, and because of this you turned us back before our enemies, or according to Symmachus: you placed us last of every adversary, and those who hate us plunder for themselves. You gave us as beasts for food, and you winnowed us among the nations. You sold your people for no substance, and you made their price not great; mockery with derision to those around us. You made us a byword among the nations, a shaking of the head among the tribes. All day long my shame is before me, and the disgrace of my face covers me from the voice of one reproaching and blaspheming, from the face of an enemy and one taking vengeance for himself. So much, according to Symmachus, the prophetic chorus went through in its supplication to God, taking upon itself the sufferings of the people. It has therefore been made clear in the foregoing passages, on account of which they lamented earlier.
All these things came upon us, and we did not forget you, and we did not wrong in your covenant, and our heart did not turn back; and you turned our paths away from your way.
Ὥσπερ ἀσεβήσαντός ποτε τοῦ λαοῦ ἐπὶ τῆς ἐρήμου, ἔπειτα παραδοθέντος τῷ ὀλοθρευτῇ, λαβὼν Ἀαρὼν τὸ θυμιατήριον προσήνεγκεν ὑπὲρ τοῦ λαοῦ τὸ θυμίαμα, καὶ ἱλάσθη ὁ θεὸς τῷ πλήθει διὰ τὴν τοῦ ἱερέως ἀναφοράν, τὸν αὐτὸν τρόπον καὶ ὁ χορὸς ὁ προφητικὸς καὶ οἱ ἐν τῷ λαῷ κατορθοῦντες τὴν λογικὴν αὐτῶν θυσίαν διὰ τῆς ὑπὲρ τοῦ λαοῦ εὐχῆς ἀναπέμπουσι τὰ οἰκεῖα κατορθώματα ἀντὶ θυσίας καὶ θυμιάματος εὐόδους ὑπὲρ τοῦ πλήθους τῷ θεῷ προσάγοντες· οὐ γὰρ ἁρμόζει ταῦτα τῷ πλήθει λέγειν οὐδὲ τοῖς διὰ τὰς ἀσεβείας αὐτῶν τοῖς ἐχθροῖς παραδεδομένοις· ἀλλ’ ὥσπερ τὰ πάθη τοῦ λαοῦ εἰς ἑαυτοὺς ἀνελάμβανον οἱ προφῆται, καὶ αὐτοὶ ταῦτα πεπονθέναι ἔφασκον. οὕτω τὰ ἑαυτὸν κατορθώματα κοινοποιοῦσιν εἰς πάντας· οὐ γὰρ ἠγνόουν ἑαυτοὺς εἶναι μέλη τοῦ παντὸς σώματος ἀκόλουθόν τε ἦν πάσχοντος μέλους ἑνὸς συμπάσχειν πάντα τὰ μέλη καὶ δοξαζομένου πάλιν μέλους συγχαίρειν πάντα τὰ μέλη. πάντα τοίνυν, φασίν, ἃ προειρήκαμεν πεπόνθαμεν, ἀλλ’ ἡμᾶς τούτων οὐδὲν παρεκίνησε τῆς περὶ σοῦ μνήμης, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου, ἢ κατὰ τὸν Σύμμαχον· οὐδὲ παρελογισάμεθα τὴν συνθήκην σου οὐδὲ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν. ἀντὶ δέ· καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, ὁ Σύμμαχος σαφέστερον ἐξέδωκεν εἰπών· οὐδὲ μετετέθη τὰ ὑπορθοῦντα ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου, ἀλλὰ συνὲν ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, ἢ κατὰ τὸν Ἀκύλαν· συνέθλασας ἡμᾶς ἐν τόπῳ ἀοικήτῳ καὶ ἐπεπώμασας ἡμῖν σκιὰν θανάτου· μέχρις γὰρ σκιᾶς θανάτου ἠγωνισάμεθα·
Just as once when the people had sinned in the wilderness and were then given over to the destroyer, Aaron took the censer and offered incense on behalf of the people, and God was propitiated toward the multitude through the offering of the priest, in the same way the prophetic chorus and those in the people who are upright in their rational sacrifice send up their own righteous deeds through prayer on behalf of the people, offering them to God instead of sacrifice and incense of good omen for the multitude. For it is not fitting for the multitude to say these things, nor for those who because of their own impieties have been given over to enemies. But just as the prophets took upon themselves the sufferings of the people and claimed to have suffered these things themselves, so they make their own righteous deeds common to all. For they were not ignorant that they themselves were members of the whole body, and it was fitting that when one member suffers, all the members suffer together, and when a member is glorified, all the members rejoice together. Therefore, they say, we have suffered all the things we have previously spoken of, but none of these things moved us from our remembrance of you, and we did not wrong in your covenant, or according to Symmachus: we did not falsify your covenant, nor did our heart fall back. And instead of: and you turned aside our paths from your way, Symmachus more clearly rendered, saying: nor were the things that set us straight removed from your way, but understanding, you humbled us in a place of affliction, or according to Aquila: you crushed us in an uninhabited place and you covered us with a shadow of death; for we struggled even to the shadow of death.
ἡμεῖς δὲ καὶ εἰς αὐτὸν φθάσαντες τὸν θάνατον oὐκ ἐπελαθόμεθά σου οὐδὲ παρέβημεν τὰς πρὸς σὲ συνθήκας.
Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον· οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε; ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος.
Σὲ μάρτυρα, φησίν, ἀνακαλούμεθα κριτήν τε καὶ ἐξεταστὴν τῶν ἡμετέρων λόγων τῶν τε κατὰ διάνοιαν λανθανόντων τοὺς πολλοὺς λογισμῶν. αὐτὸς γοῦν οἶσθα, εἰ τοσαῦτα παθόντες καὶ ταπεινωθέντες ἐν τόπῳ κακώσεως καὶ καλυφθέντες ὑπὸ τῆς σκιᾶς τοῦ θανάτου λήθην τοῦ ὀνόματός σου πεποιήμεθα· καὶ εἰ μὴ ἐπὶ τῷ σῷ ὀνόματι παρρησίας γέμοντες ἐκαυχώμεθα, εἰ δὲ καὶ ἀπογνόντες τὴν παρὰ σοῦ βοήθειαν, ἐπὶ ἕτερόν τινα ἤλθομεν ἑτέρῳ θεῷ χεῖρας ἀναπετάσαντες· καὶ τούτων σὺ κριτὴς τυγχάνεις. οἶσθα δὲ καὶ τὰ κρυφία τῆς καρδίας καὶ τοὺς λογισμοὺς αὐτούς, ἐν οἷς καθ’ ἑκάστην ἡμέραν ἕνεκα τῆς εὐσεβείας θανατούμεθα· ὁ γὰρ τῇ προθέσει λογισάμενος ἐφ’ ἑκάστῳ πειρασμῷ τὸν ὑπὲρ ἀληθείας ἀναδέξασθαι θάνατον δυνάμει ὁ τοιοῦτος τέθνηκε. καὶ ὁ ἀπόστολος δὲ τοῦτο ἔλεγεν, ἐπειδὴ συνεχεῖς ἦσαν καὶ ἐπάλληλοι οἱ διωγμοὶ καὶ οἱ περισπασμοὶ θάνατον ἀπειλοῦντες αὐτῷ. ὁ δὲ καθ’ ἕκαστον πειρασμὸν παρεσκεύαστο ἐνστατικῶς μέχρι θανάτου ἀγωνίσασθαι. διὸ εἰκότως καθ’ ἡμέραν ἀποθνήσκειν ἔλεγε.
We, however, even when we had reached death itself, did not forget you nor transgress the covenants we made with you.
If we forgot the name of our God, and if we stretched out our hands to a foreign god, will not God investigate these things? For he himself knows the secrets of the heart. Because we are put to death all day long for your sake, we were counted as sheep for slaughter. Awake; why do you sleep, Lord? Rise up and do not cast us off utterly.
We call upon you as witness, he says, and judge and examiner of our words and of the thoughts hidden from the many in our mind. You yourself know, then, whether, having suffered so much and been humbled in a place of affliction and covered by the shadow of death, we have made forgetfulness of your name; and whether we did not boast, full of boldness, in your name; and whether, despairing of help from you, we went to some other, stretching out our hands to another god. And of these things you are the judge. You know also the secrets of the heart and the very thoughts, in which we are put to death each day for the sake of piety. For he who in intention has resolved, in each trial, to undergo death for the truth, such a one has in effect died. And the apostle said this, since the persecutions were continuous and successive, threatening him with death. And he, in each trial, was prepared to contend steadfastly unto death. Therefore he fittingly said that he died each day.
Ταύτῃ οὖν τῇ διανοίᾳ καὶ οἱ πάλαι τοῦ θεοῦ προφῆται διὰ τῶν προκειμένων ταῦτα ἔφασκον· ἐν γὰρ τοῖς κρυφίοις ἡμῶν ἐθανατούμεθα πᾶσαν ἡμέραν. ἀλλὰ γὰρ καὶ ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἅπαξ γὰρ ἑαυτοὺς παραδεδωκότες ὥσπερ εἰς θυσίαν ἀντὶ παντὸς τοῦ λαοῦ τῷ λογισμῷ καὶ τῇ προθέσει ἐσφαγιάσθημεν, ὡς αὐτὸς σὺ ὁ θεὸς μαρτυρεῖς· μόνος γὰρ γινώσκεις τὰ κρύφια τῆς καρδίας. ἐπεὶ τοίνυν τοσαῦτα πεπόνθαμεν, εἰκότως μετὰ παρρησίας ἐπιστρέφομέν σε πρὸς ἡμᾶς καὶ διεγείρομεν ὥσπερ καθεύδοντα καί φαμεν· ἵνα τί ὑπνοῖς, κύριε; ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος, ἢ κατὰ τὸν Σύμμαχον· ἵνα τί ὡς ὁ ὑπνῶν εἶ, δέσποτα; ἐξύπνισον, καὶ μὴ ἀποβάλῃ εἰς τέλος. εἰ γὰρ καὶ ἐκ μέρους ἀπώσω διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ, ἀλλ’ ἱκετεύομεν μὴ εἰς τέλος ἀπώσασθαι, τὰ δ’ ἡμέτερα παραδέξασθαι κατορθώματα ὑπὲρ τοῦ παντὸς λαοῦ.
Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας καὶ τῆς θλίψεως ἡμῶν; ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. ἀνάστα, κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.
With this understanding, the ancient prophets of God also spoke these things through the preceding words: for in our hidden parts we were being put to death every day. But indeed we were also counted as sheep for slaughter; for once we had handed ourselves over, as if for a sacrifice on behalf of the whole people, we were slaughtered in intention and purpose, as you yourself, God, bear witness; for you alone know the secrets of the heart. Since, then, we have suffered so much, it is fitting that with boldness we turn you back to us and rouse you as if sleeping, and say: Why do you sleep, Lord? Arise, and do not reject us utterly, or according to Symmachus: Why are you like one who sleeps, Master? Awaken, and do not cast us off utterly. For even if you have partly rejected us because of the sins of the people, we beseech you not to reject us utterly, but to accept our righteous deeds on behalf of the whole people.
Why do you turn your face away? Do you forget our poverty and distress? Because our soul has been humbled to dust, our belly has clung to the ground. Arise, Lord, help us and deliver us for the sake of your name.
Σύμμαχος· ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις, ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν καὶ θλίψεως; κρύπτεις μὲν τὸ ἑαυτοῦ πρόσωπον, ὁ θεὸς, καὶ ἀποστρέφεις πρὸς τὸ μὴ βλέπειν τὰ αἰσχρὰ καὶ ἀπρεπῆ, καὶ τῆς σῆς θέας ἀλλότρια. ἀλλ’ ἐπεὶ ἡμεῖς ἐπὶ τοῖς λεχθεῖσι κατορθώμασι παρρησίαν ἄγομεν· ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις; τοσαῦτα δὲ πασχόντων καὶ κακοπαθούντων τῆς σῆς ἕνεκεν εὐσεβείας, ἵνα τί ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν; ἤτοι τῆς πτωχείας κατὰ τοὺς Ἑβδομήκοντα· εἰ γὰρ καὶ μεγάλα ταῦτα ὡς πρὸς ἡμᾶς τὰ κατορθώματα, ἀλλ’ ὡς πρὸς σὲ πάντα πτωχὰ καὶ σμικρὰ καὶ ὀλίγιστα. πλὴν ὡς ἐξ ἡμῶν μεγάλα. διὸ ἱκετεύομεν μὴ λήθην ποιήσασθαι τῆς ἡμετέρας πτωχείας· μνησθῆναι δὲ καὶ τῆς θλίψεως ἡμῶν, ἧς ὑπεμείναμέν σου χάριν. καὶ ἐπεὶ ἡ ψυχὴ ἡμῶν εἰς χοῦν τεταπείνωται, συγγνῶναι ταῖς ἀσθενείαις ἡμῶν ἱκετεύομεν. καὶ ἀλλαχοῦ δὲ τῷ αὐτῷ λόγῳ δυσωπεῖ τὸν θεὸν λέγων· μνήσθητι, ὅτι χούς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. ἀλλὰ καί· ἡ γαστὴρ ἡμῶν ἐκολλήθη εἰς γῆν. δέον γὰρ αὐτὴν πεπληρῶσθαι ναμάτων ἁγίων καὶ πηγῆς ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον, ἐξ ἀνυδρίας ὑπερβαλλούσης ἡ γαστὴρ ἡμῶν ἐκολλήθη εἰς γῆν.
Symmachus: “Why do you hide your face, why do you forget our misery and affliction?” You hide your own face, O God, and turn away so as not to see the shameful and unseemly things, which are alien to your sight. But since we, on account of the achievements just mentioned, have gained boldness of speech: why do you hide your face? And when we suffer and endure so many evils for the sake of your piety, why do you forget our misery? Or, according to the Septuagint, our poverty. For even if these achievements are great in relation to us, yet in relation to you they are all poor and small and very insignificant. Nevertheless, from our perspective they are great. Therefore we beseech you not to be forgetful of our poverty, but to remember also our affliction, which we have endured for your sake. And since our soul has been humbled to the dust, we beseech you to be lenient with our weaknesses. And elsewhere, with the same argument, he importunes God, saying: “Remember that we are dust; a man’s days are like grass.” And also: “Our belly has cleaved to the ground.” For it ought to be filled with holy streams and a spring of living water leaping into eternal life, but from excessive drought our belly has cleaved to the ground.
Γαστέρα δὲ ψυχῆς νόει τὸ μνημονικὸν αὐτῆς ἢ καὶ τὸ ἡγεμονικόν, ἐν ᾧ πάντα συνάγει τὰ μαθήματα καὶ τὰ θεωρήματα, ἐν ᾧ καὶ σπέρματα ὑποδεξαμένη κύει, καὶ τελεσφορήσασα γεννᾷ πνεῦμα σωτηρίας κατὰ τὸν φήσαντα· ἐκ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας. τοσαῦτα δυσωπητικὰ οἱ πάλαι τοῦ θεοῦ προφῆται, καὶ οἱ κατορθοῦντες ἐν τῷ λαῷ δεηθέντες ἱκετεύουσι καὶ λυτρώσεως τυχεῖν· ὃ δὴ καὶ γεγένηται· ἔτι γὰρ λαλούντων αὐτῶν εἰσακούσας ὁ θεὸς μεταβάλλει τοὺς ὀδυρμοὺς αὐτῶν ἐπὶ τὸ φαιδρότερον. διόπερ ἑξῆς οἱ τοσαῦτα ἀποκλαυσάμενοι ὑπὲρ τῶν ἀλλοιωθησομένων προφητεύουσι καὶ ᾠδὴν ᾄδουσι τὴν ὑπὲρ τοῦ ἀγαπητοῦ, δι’ οὗ τὴν τῶν κακῶν ἐλευθερίαν καὶ τῶν ψυχῶν τὴν ἀπολύτρωσιν ὁ ἀγαθὸς θεὸς ἐπακούσας τῶν εὐξαμένων τῷ παντὶ γένει τῶν ἀνθρώπων ἐδωρήσατο.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κορε εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
Understand the belly of the soul as its memory or also its ruling part, in which it gathers all lessons and contemplations, in which also, having received seeds, it conceives, and, having brought them to term, gives birth to a spirit of salvation, according to the one who said: “From fear of you, O Lord, we conceived in the belly and travailed, and we gave birth to a spirit of salvation.” Such are the supplications of the ancient prophets of God, and those who are upright among the people, having prayed, beseech and obtain deliverance; which indeed has happened: for while they are still speaking, God, having heard, changes their lamentations to something more cheerful. Therefore, next, those who have lamented so much over the things that are to be changed prophesy and sing a song concerning the beloved, through whom the good God, having heard those who prayed, bestowed upon the whole race of men freedom from evils and the redemption of souls.
For the end, concerning the things that are to be changed; for the sons of Kore, for understanding; a song concerning the beloved. My heart has belched forth a good word, I say my works to the king, My tongue is the pen of a swift-writing scribe.
Οἱ τὰ τοσαῦτα διὰ τῶν ἔμπροσθεν ἀποκλαυσάμενοι ἐντεῦθεν ᾠδὰς καὶ ᾄσματα ἀντὶ τῶν προτέρων ὀδυρμῶν ᾄδουσι τῆς ἀπὸ τῶν σκυθρωπῶν μεταβολῆς αἴτιον αὐτοῖς γεγονέναι τὸν ἀγαπητὸν τοῦ θεοῦ δηλοῦντες, ὃν καὶ δι’ ὅλης τῆς ᾠδῆς ἀνυμνοῦσιν. ἀλλ’ ἐπείπερ ταῦτα μακροῖς ὕστερον χρόνοις γίγνεσθαι ἤμελλεν, εἰκότως εἰς τὸ τέλος ἐπιγράφουσι τὴν προφητείαν ἢ ἐπινίκιον ἢ τῷ νικοποιῷ διὰ τὰ κατὰ τῶν νοητῶν πολεμίων νικητήρια. προσέθηκαν δὲ τῇ ἐπιγραφῇ τὸ ὑπὲρ τῶν ἀλλοιωθησομένων, ἐπειδὴ καὶ αὐτοὶ οἱ ταῦτα φάσκοντες ἀλλοίωσιν τὴν ἀπὸ τῶν σκυθρωπῶν λόγων ἐπὶ τὴν φαιδροτέραν ᾠδὴν πεποίηνται. οὐ μὴν ἀλλὰ καὶ τὰ ἐμφερόμενα δι’ ὅλης τῆς ᾠδῆς πλείστης πεπλήρωται ἀλλοιώσεως· ὅ τε γὰρ ἀγαπητὸς τοῦ θεοῦ ἑαυτὸν κενώσας καὶ μορφὴν δούλου λαβὼν σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἀλλοίωσιν οὐ τὴν τυχοῦσαν ἔδοξεν ὑπομένειν ἀναλλοίωτος ὢν καὶ ἄτρεπτος ὡς θεός.
Οἵ τε δι’ αὐτοῦ τῆς ὑπὸ τὸν διάβολον αἰχμαλωσίας λυτρωθέντες εἰς ἐλευθερίαν τε τὴν ὑπὸ τῷ θεῷ μετενηνεγμένοι τὴν καλλίστην ἀληθῶς αὐτοὶ ἀλλοίωσιν ὑπομεμενήκασιν. διὸ καὶ ἡ ἐμφερομένη τοῖς λόγοις βασίλισσα κελεύεται λήθην ποιήσασθαι τοῦ λαοῦ ἑαυτῆς καὶ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτῆς· καὶ θυγάτηρ δὲ Τύρου ἀλλόφυλος ἐπὶ τὴν καλὴν μεταβολὴν ταύτην καλεῖται· παρθένοι τε καὶ υἱοί τινες ἀντὶ πατέρων γενώμενοι λαοί τε ἐξομολογούμενοι τῷ θεῷ τῆς αὐτῆς ἠξιώθησαν ἀλλοιώσεως. ὧν δὴ ἕνεκα πάντων ὑπὲρ τῶν ἀλλοιωθησομένων προγέγραπται ἡ ᾠδή. κατὰ δὲ τὸν Ἀκύλαν ἐπὶ τοῖς κρίνοις· κατὰ δὲ τὸν Σύμμαχον ὑπὲρ τῶν ἀνθῶν.
Those who had lamented so much in the preceding passages here sing odes and songs instead of their former dirges, indicating that the beloved of God has become the cause for them of the change from gloomy things, and they hymn him throughout the entire ode. But since these things were to happen at much later times, they fittingly inscribe the prophecy at the end as a victory ode or to the victory-bringer on account of the victory-prizes over the intelligible enemies. And they added to the inscription "for those who will be changed," since even those who say these things themselves have undergone a change from gloomy words to a more cheerful ode. Moreover, the things contained throughout the whole ode are filled with very much change: for the beloved of God, having emptied himself and taken the form of a slave, being found in appearance as a man, seemed to undergo no ordinary change, though he is unchangeable and immutable as God.
And those who through him were freed from captivity under the devil and transferred to freedom under God have themselves truly undergone the best change. Therefore the queen mentioned in the words is commanded to forget her people and her father's house; and the daughter of Tyre, a foreigner, is called to this beautiful change; and certain virgins and sons, becoming instead of fathers, and peoples confessing to God, were deemed worthy of the same change. For the sake of all these things, the ode is inscribed beforehand "for those who will be changed." And according to Aquila, "for the lilies"; according to Symmachus, "for the flowers.
οἱ γὰρ ἀλλοιωθέντες οὗτοι εὐωδίας πνεύσαντες καὶ ἄνθη νεαρὰ τῆς ἐκκλησίας γενόμενοι τοῦτον ὠνομάσθησαν τὸν τρόπον. διό, ἵνα ταῦτα νοηθῇ, ἀναγκαίως πρόσκειται τῇ προγραφῇ τὸ εἰς σύνεσιν, καὶ ἵνα συνῶμεν, ὡς ὁ πᾶς λόγος ᾠδὴν περιέχει ὑπὲρ τοῦ ἀγαπητοῦ, ἢ κατὰ τὸν Σύμμαχον· ᾄσμα εἰς τὸν ἀγαπητόν. ἔνθα δὴ γενόμενος πάντα, ὅσα περὶ ἀγαπητοῦ εἴρηται, συνάξεις, οἷον ἐν Ἡσαΐᾳ· ᾄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελῶν ἐγενήθη τῷ ἠγαπημένῳ, δι’ ὧν σημαίνεται ἀμπελὼν μὲν ὁ οἶκος τοῦ Ἰσραήλ· τοῦτο γὰρ ἑξῆς ὁ λόγος δηλοῖ. ἠγαπημένος δὲ καὶ ἀγαπητὸς ὁ μονογενὴς τοῦ θεοῦ υἱός, οὗ μερὶς γέγονε καὶ κλῆρος πρότερος ὁ δηλωθεὶς ἀμπελών. ἐπεὶ δὲ πᾶς ἠγαπημένος καὶ ἀγαπητὸς ἔχει τὸν ἀγαπῶντα, σαφῶς διὰ τούτων ὁ λόγος παρίστησι τὸν ἀμπελῶνα κτῆμα γεγονέναι τοῦ ἀγαπητοῦ τοῦ θεοῦ, περὶ οὗ ἡ προκειμένη ᾠδὴ εἴρηται ὑπὲρ τοῦ ἀγαπητοῦ. καὶ ἐν ψαλμοῖς δὲ λέλεκται· κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, σαφῶς δὲ κἀνταῦθα ἰδίως μνημονευομένου κυρίου τοῦ θεοῦ τῶν ὅλων καὶ πάλιν ἰδίως τοῦ ἀγαπητοῦ καὶ ἐν τῇ τρίτῃ τάξει τῶν εὐαγγελιζομένων τὸν ἀγαπητόν, οἷς ἄνωθεν δίδοσθαι ῥῆμα ἐξ αὐτοῦ τοῦ θεοῦ ἄνωθεν λέλεκται, ἡ περὶ τοῦ σωτῆρος ἡμῶν συνίσταται μαρτυρία. καὶ ἐν ἑτέρῳ δὲ αὖθις εἴρηται· καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. προσκείσθω τούτοις καὶ τὸ ἐπισφράγισμα τῶν ὅλων τὸ σωτήριον εὐαγγέλιον, ἐν φωνῇ πατρικῇ τὸν ἀγαπητὸν ἄνωθεν παρ’ ἀνθρώποις ἐδείκνυ βοώσῃ· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
For these transformed ones, having breathed in fragrance and become the fresh flowers of the Church, were named in this way. Therefore, so that this might be understood, the phrase "for understanding" is necessarily added to the title, and so that we may comprehend that the entire discourse contains a song on behalf of the beloved, or according to Symmachus: "a song to the beloved." There, having arrived, you will gather everything that has been said about the beloved, as in Isaiah: "I will sing to the beloved a song of the beloved to my vineyard." A vineyard became for the beloved, by which it is signified that the vineyard is the house of Israel; for the subsequent discourse makes this clear. The beloved and the loved one is the only-begotten son of God, whose portion and lot was first the vineyard indicated. Since every beloved and loved one has one who loves, through these things the discourse clearly presents the vineyard as having become a possession of the beloved of God, concerning whom the present song has been uttered on behalf of the beloved. And in the Psalms it is said: "The Lord will give a word to those proclaiming the gospel with great power, the king of the powers of the beloved." Clearly here too, the Lord God of all is mentioned specifically, and again the beloved is mentioned specifically, and in the third order of those proclaiming the gospel to the beloved, to whom a word from God himself is said to be given from above, the testimony concerning our Savior is established. And in another place it is said again: "And the beloved is like a son of unicorns." Let the saving gospel, the seal of all things, be added to these, which in a paternal voice showed the beloved from above among men, crying out: "This is my beloved son, in whom I am well pleased.
τοσούτων ἀποδεδειγμένων περὶ τοῦ ἀγαπητοῦ σαφὴς ἂν εἴη λοιπὸν καὶ ἀναμφίλεκτος ἡ προκειμένη προφητεία διὰ τῆς προγραφῆς φήσασα· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. ὅτι δὲ ὁ Χριστὸς ἦν οὗτος ἕτερος ὢν παρὰ τὸν χρίσαντα αὐτὸν πατέρα προϊὼν ἑξῆς ὁ λόγος ἐν αὐτῷ τῷ ψαλμῷ παρίστησιν. ταῦτα μὲν οὖν εἰς τὴν προγραφὴν εἰρήσθω· τὰ δ’ ἑξῆς πάλιν ὁ χορὸς ὁ προφητικὸς διεξέρχεται ὁ καὶ τὰ πρῶτα διεξελθών.
Τινὲς ᾠήθησαν ὡς ἐκ προσώπου τοῦ πατρὸς λέγεσθαι τὸν ψαλμὸν ἤτοι τὴν ᾠδὴν περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν λόγου, ὃν ἐκ τῆς οἱονὶ καρδίας ἢ αὐτῶν τῶν σπλάγχνων, φησίν, προήγαγεν· καὶ ἀπὸ ἀγαθῆς καρδίας ἀγαθὸς λόγος προῆλθεν. ἐμοὶ δὲ δοκεῖ ταῦτα ἐπὶ τὸ προφητικὸν ἀναφέρεσθαι πρόσωπον· τὰ γὰρ ἐφ’ ἑξῆς τοῦ ῥητοῦ οὐκέτι ὁμοίως ἐξομαλίζει ἡμῖν τὴν περὶ τοῦ πατρὸς ἐξήγησιν· οὔτε γὰρ ἂν περὶ τῆς ἑαυτοῦ γλώσσης ὁ πατὴρ εἶπεν, ὅτι ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. οὐ γὰρ ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συγκρίσεως τὴν ὑπεροχὴν τοῦ κάλλους ἔχει. καὶ προϊὼν δέ φησίν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως· οὐ γὰρ εἶπεν· ἔχρισά σε ἐγὼ ὁ θεός, ἀλλ’ ἔχρισέ σε, ὥστε ἐκ τούτου παρίστασθαι ἕτερον εἶναι τὸ διαλεγόμενον πρόσωπον. ποῖον οὖν ἐστι τοῦτο ἢ ὁ προφήτης ὁ χωρήσας τὴν τοῦ ἁγίου πνεύματος εἰς ἑαυτὸν γενομένην ἐνέργειαν;
With so many things demonstrated concerning the beloved, the prophecy at hand would be clear and indisputable, having stated through the inscription: "Ode concerning the beloved." And that this was Christ, being other than the father who anointed him, the discourse in the psalm itself sets forth in what follows. Let these things be said concerning the inscription; the prophetic chorus, which also went through the first things, again goes through what follows.
Some thought that the psalm, or the ode, is spoken from the person of the father concerning the word that was in the beginning with him, which he brought forth from his heart, as it were, or from his very bowels, they say; and from a good heart a good word came forth. But it seems to me that these things refer to the prophetic person; for what follows in the text no longer accommodates for us the interpretation concerning the father in the same way. For the father would not have said concerning his own tongue, "My tongue is the reed of a swift-writing scribe. Beautiful in form beyond the sons of men." For he does not have the superiority of beauty from comparison with men. And proceeding further, it says: "Therefore God, your God, anointed you with the oil of gladness." For it did not say, "I, God, anointed you," but "anointed you," so that from this it is established that the speaking person is other. What then is this but the prophet who received into himself the energy of the Holy Spirit that came to be?
Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
Ἀντὶ δὲ τοῦ ἐξερεύξατο ἡ καρδία μου, ὁ Σύμμαχος ἐκινήθη, φησίν, ἡ καρδία μου λόγῳ ἀγαθῷ· ὡς γὰρ ἑτέρου ἀπαγγείλαντος τὸν λόγον αὐτὸς κεκινῆσθαί φησι διὰ τῆς ἀκοῆς. ἐν δὲ τῷ φάσκειν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, οὐδέτερον δηλοῦσι βασιλέα ἢ τὸν ἀγαπητὸν αὐτόν, ᾧ καὶ τὰ ἑξῆς προσπεφώνηται. τούτῳ γάρ, φησίν, τὰ ἔργα μου διηγήσομαι· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· τὰ δικαιώματά μου ἐξαγγέλλω. πολλῆς δὲ γέμων παρρησίας ἐπ’ ἀγαθοῖς ἔργοις ὁ τῶν προφητῶν χορὸς ταῦτα λέγειν τεθάρσηκεν. εἰ δὲ καὶ γνῶναι ποθείς, τίνα ἦν τῶν προφητῶν τὰ ἔργα, μάθοις ἂν διὰ τῶν ἔμπροσθεν, ἐν οἷς ἔφασκον· ταῦτα πάντα ἦλθεν ἐφ’ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου· καὶ πάλιν· ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν. μέγα δὲ ἦν ἔργον καὶ τὸ διὰ γλώττης τὰ μέλλοντα προφητεύειν, καὶ τῷ βασιλεῖ διακονεῖσθαι τὴν εὐαγγελικὴν ᾠδήν. ἀντὶ δὲ τοῦ κάλαμος γραμματέως ὀξυγράφου, ὁ μὲν Ἀκύλας· σχοῖνος γραμματέως ταχινοῦ· ὁ δὲ Σύμμαχος· ἡ γλῶσσά μου, φησίν, γραφεῖον γραφέως ταχεινοῦ. σφόδρα δὲ θαυμαστῶς τὴν ἑαυτοῦ γλῶσσαν οὐ χεῖρα γραμματέως ἐπιστήμονος, οὐδὲ γραμματέα φησίν, ἀλλὰ κάλαμον γραμματέως ὀξυγράφου·
My tongue is the pen of a swift-writing scribe.
And instead of "my heart poured forth," Symmachus says "my heart was stirred," he says, "by a good word"; for as if another had announced the word, he says he himself was stirred through hearing. But in the statement "I recount my works to the king," they indicate neither a king nor the beloved himself, to whom also the following words are addressed. For to him, he says, I will relate my works; or according to Aquila and Symmachus: "I proclaim my righteous acts." The chorus of prophets, full of great boldness in good works, has dared to say these things. And if you desire to know what the works of the prophets were, you might learn from the earlier passages, in which they said: "All these things came upon us, and we did not forget you, and we did no wrong in your covenant"; and again: "Because of you we are put to death all day long." And it was a great work also to prophesy future events through the tongue, and to minister the evangelical ode to the king. And instead of "the pen of a swift-writing scribe," Aquila says: "the reed of a swift scribe"; and Symmachus says: "My tongue," he says, "is the writing instrument of a swift scribe." And he very wonderfully calls his own tongue not the hand of a skilled scribe, nor a scribe, but the pen of a swift-writing scribe.
δηλῶν, ὅτι ὄργανον ἦν ἡ προφητικὴ γλῶσσα ἑτέρου τοῦ χρωμένου αὐτῇ, ἁγίου πνεύματος, ὅπερ ἦν ὁ γραμματεύς, οὗ γραφεῖον καὶ κάλαμος ἐτύγχανεν ἡ τῶν προφητῶν γλῶσσα, ὥσθ’ ἕτερον εἶναι τὸν ὀξυγράφον γραμματέα, δηλαδὴ τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἕτερον τὸν προφήτην καὶ τρίτον τὴν γλῶσσαν τὴν προφητικήν, ἣ καλάμου καὶ γραφείου χώραν ἐπεῖχεν ὄργανον τυγχάνουσα τοῦ χρωμένου αὐτὴν ἁγίου πνεύματος.
Εἰδέναι δὲ δεῖ, ὡς κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν συνῆπται ἡ διάνοια τῷ καλάμῳ τοῦ γραμματέως ὑφ’ ἕνα τε στίχον τὸ ὅλον ἀπείληπται λόγιον οὕτως ἔχον· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἐπεὶ δὲ ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ τὴν τῶν ἀνωτέρω διάνοιαν περιγράψαντες ἀπὸ ἑτέρας ἀρχῆς τὴν ἔκθεσιν ἐποιήσαντο, εἰκότως καὶ ἡμεῖς ἐξ ἑτέρας ἀρχῆς τό· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, παρεθήκαμεν. ὁ μὲν οὖν Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον· κάλλει ἐκαλλιώθης ἀπὸ υἱῶν ἀνθρώπων, ὁ δὲ Σύμμαχος· κάλλει καλὸς εἶ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἡ δὲ πέμπτη ἔκδοσις· κάλλει ὡραιώθης παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὥστε εἶναι τὰ πρῶτα τῆς ᾠδῆς ἀντὶ προοιμίου λελεγμένα. μέλλων γὰρ εὐαγγελίζεσθαι τὸν ὑπὲρ τοῦ ἀγαπητοῦ λόγον καὶ τὴν ὑπὲρ αὐτοῦ προφέρειν ᾠδὴν ὁ προφητικὸς χορὸς προοιμίῳ κέχρηται στήσας τὸ προοίμιον ἕως τοῦ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ἐντεῦθεν δὲ λοιπὸν ἀπάρχεται τῆς εἰς πρόσωπον τοῦ ἀγαπητοῦ ᾠδῆς ἀναφωνεῖ τε πρὸς αὐτόν·
indicating that the prophetic tongue was an instrument of another who used it, the Holy Spirit, which was the scribe, whose writing tablet and pen were the tongue of the prophets, so that the swift-writing scribe is one thing, namely the Holy Spirit, and the prophet is another, and the prophetic tongue a third, which occupied the place of a pen and writing tablet, being an instrument of the Holy Spirit who used it.
But one must know that according to the translation of the Seventy, the thought is joined to the pen of the scribe under a single verse, and the whole saying is taken together, thus: "My tongue is the pen of a swift-writing scribe; beautiful in form beyond the sons of men." Since the Hebrew reading and the other translators, having circumscribed the thought of the preceding verses, began the exposition from a different starting point, we too have fittingly placed the phrase "beautiful in form beyond the sons of men" from a different beginning. Now Aquila interpreted it in this way: "You were beautified in beauty beyond the sons of men," and Symmachus: "You are beautiful in beauty beyond the sons of men," and the Fifth Edition: "You were made beautiful in beauty beyond the sons of men," so that the first parts of the ode are spoken as a proem. For about to proclaim the word concerning the beloved and to utter the ode on his behalf, the prophetic chorus used a proem, having set the proem up to: "My tongue is the pen of a swift-writing scribe." From this point, then, it begins the ode in the person of the beloved and addresses him.
ὡραῖος εἶ κάλλει, καλὸς εἶ ἢ κάλλει ἐκαλλιώθης ἢ κάλλει ὡραιώθης, ὦ ἀγαπητέ, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. εἰ γὰρ καὶ τὰ μάλιστα εἷς τις γέγονας καὶ αὐτὸς τῶν υἱῶν τῶν ἀνθρώπων καὶ κατηριθμήθης τοῖς ἐπὶ γῆς πολιτευσαμένοις, ἀλλ’ οὐκ ἔστι παραβαλεῖν τῷ κάλλει σου ἕτερον, δῆλον δέ, ὅτι τῷ κατὰ τὴν ἀρετήν· οὕτω γὰρ οὔτε δόξειεν ἐναντία τούτοις Ἡσαΐας λέγειν φήσας· καὶ ἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἐκεῖνα γὰρ τὸν σταυρὸν καὶ τὸ πάθος προανεφώνει, ἃ παροινίας καὶ ὕβρεως ὑπῆρχε μεστά. διὸ δὴ καὶ ἐπήγαγεν ὁ προφήτης· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. ὁ δὲ ψαλμὸς κάλλος αὐτοῦ καλεῖ, καθ’ ἃ εἴρηται, οὐ τὸ τοῦ σώματος, ἀλλὰ τὸ τῆς ἀρετῆς τὸ ἁμαρτίας οὐ δεξάμενον σπῖλον.
Τούτοις ἑξῆς εἴρηται· ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα. Μωϋσῆς μὲν οὖν εὗρε μίαν τινὰ χάριν, καὶ Νῶε πάλιν εὗρέ τινα χάριν ἐνώπιον τοῦ θεοῦ, καὶ ἕκαστος τῶν δικαίων χάριτος μετέσχεν. ἐπὶ δὲ τοῦ ἀγαπητοῦ πᾶσα ἡ πατρικὴ εἰς αὐτὸν ἐκενώθη χάρις· ἦν γὰρ ὁ πατὴρ λαλῶν ἐν υἱῷ· ἔνθεν καὶ ἡ διακονησαμένη τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον κεχαριτωμένη ἐλέχθη. ἐν αὐτῷ γὰρ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς. διὸ πάντες οἱ ἅγιοι ἐκ τοῦ πληρώματος αὐτοῦ εἰλήφασιν.
You are beautiful in form, beautiful you are, or you were beautified in form, or you were made beautiful in form, O beloved one, beyond the sons of men. For even though you have become one of the sons of men and have been numbered among those who lived on earth, yet there is no other to compare with your beauty—clearly, that according to virtue. For thus Isaiah would not seem to speak contrary to these things when he said: "And we saw him, and he had neither form nor beauty; but his form was dishonored, lacking, compared to the sons of men." For those things foretold the cross and the passion, which were full of outrage and insult. Hence the prophet also added: "A man being in a state of affliction and knowing how to bear weakness was dishonored and not accounted." But the psalm calls his beauty, as has been said, not that of the body, but that of virtue, which admitted no stain of sin.
Next to these it is said: "The grace was poured out upon your lips; therefore God blessed you for eternity." Moses indeed found some one grace, and Noah again found some grace before God, and each of the righteous partook of grace. But in the case of the Beloved, all the paternal grace was emptied into him; for the Father was speaking in the Son. Hence also the one who ministered his entry among men was called graced. For in him the whole fullness of the divinity deigned to dwell bodily. Therefore all the saints have received from his fullness.
Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.
Ἐπιβάλεις δὲ καὶ οὕτως· τὸ πρῶτον ἔργον τοῦ ἀγαπητοῦ ἡ χάρις ἡ ἐν τοῖς χείλεσιν αὐτοῦ κεχυμένη κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν· καὶ καθ’ ἕτερον δὲ τρόπον ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. ἐπειδὴ πάντα χαριζόμενος ἔπραττε τοῖς μὲν ἀφιεὶς τὰς ἁμαρτίας, τῶν δὲ τὰς νόσους καὶ τὰς μαλακίας ἰώμενος, τοῖς δὲ τὸ ἅγιον πνεῦμα δωρούμενος. διὸ πρὸς αὐτὸν εἰκότως εἴρητο· ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου.
Τούτοις ἑξῆς οἱ πρόσθεν ἀποκλαυσάμενοι καὶ τὴν ὑπὸ τοῖς πολεμίοις δουλείαν ἑαυτῶν ὑπογράψαντες εὐκαίρως τὸν ἀγαπητὸν ἱκετεύουσι σπεῦσαι καὶ μέχρις αὐτῶν ἐλθεῖν φραξάμενον ὅπλοις πολεμικοῖς διὰ τοὺς ἐπικειμένους ἐχθρούς, ὡς ἂν τροπωσάμενος αὐτοὺς τὴν ὑπ’ αὐτοῖς αἰχμαλωσίαν ὑπεξαγάγοι. διό φασιν· περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ· ὡραῖος μὲν γὰρ εἶ καὶ καλός, πλὴν ἀλλὰ πρὸς τῇ ὡραιότητί σου καὶ πρὸς τῷ κάλλει σου ἀνάλαβε τὴν σαυτοῦ πανοπλίαν δι’ ἡμᾶς τοὺς σοὺς ἱκέτας ῥομφαίαν τε περιθοῦ τῷ σαυτοῦ μηρῷ, καὶ οὕτως τὴν σὴν δύναμιν ἀναλαβὼν ἔντεινόν σου τὰ τόξα. ἔπειτα βαλὼν τοὺς ἐχθροὺς κατευοδοῦ καὶ βασίλευε. ῥομφαίαν δὲ τοῦ ἀγαπητοῦ νόει τὴν δύναμιν τὴν τῶν ἐχθρῶν καθαιρετικὴν καὶ κολαστήριον. ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. καὶ ἄλλως δὲ ῥομφαίας θεοῦ ὁ προφήτης μέμνηται Ἰεζεκιὴλ ὧδε λέγων· τάδε λέγει· ἀδοναῒ κύριος· εἶπον·
Gird your sword upon your thigh, O mighty one, for the sake of your beauty and your comeliness, for the sake of truth and gentleness and justice, and your right hand will guide you wondrously.
You may also interpret it thus: the first work of the beloved is the grace that is poured forth upon his lips, according to the meaning that has been given; and in another way, grace and truth came through Jesus Christ, since he did everything by bestowing gifts, forgiving some their sins, healing others of their diseases and infirmities, and granting the Holy Spirit to others. Therefore it was fittingly said to him: "Grace was poured forth upon your lips."
After these things, those who previously lamented and described their own slavery under the enemies now opportunely beseech the beloved to hasten and come to them, armed with weapons of war because of the pressing foes, so that, having routed them, he might deliver the captivity that is under them. Therefore they say: "Gird your sword upon your thigh, O mighty one." For you are beautiful and fair, but in addition to your beauty and your comeliness, take up your own panoply for us, your suppliants, and gird a sword upon your thigh, and thus, having taken up your power, string your bows. Then, having struck the enemies, proceed successfully and reign. Understand the sword of the beloved as the power that destroys and punishes the enemies. For the Word of God is living, active, and sharper than any two-edged sword. And in another way, the prophet Ezekiel mentions the sword of God, saying thus: "Thus says Adonai the Lord: I said—
ῥομφαία, ῥομφαία, ὀξύνου καὶ θυμώθητι, ὅπως σφάξῃς σφάγια· ὀξύνου, ὅπως γένῃ εἰς στίλβωσιν ἑτοίμη εἰς παράλυσιν, καὶ πάλιν· ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου· ὅτι αὕτη ἐγένετο ἐν τῷ λαῷ μου· αὕτη ἐν τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ,καὶ ἑξῆς· διάταξον σεαυτῷ δύο ὁδοὺς τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται, καὶ τὰ τούτοις ἀκόλουθα, δι’ ὧν ῥομφαίαν τοῦ κυρίου λέγει τὴν ῥομφαίαν τοῦ Ναβουχοδονόσορ τὴν ἐπαχθεῖσαν τῷ λαῷ. ἔχεις δὲ καὶ ἐν τοῖς εὐαγγελίοις, ὡς ὁ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ βασιλεὺς τοὺς παραιτησαμένους τὴν κλῆσιν καὶ ἀνελόντας τοὺς βασιλικοὺς δούλους παραδίδωσιν εἰς σφαγήν· καὶ πέμψας, φησίν, τὸ στράτευμα αὐτοῦ ἐνέπρησε τὴν πόλιν αὐτῶν. στράτευμα δὲ τοῦ βασιλέως τὴν Ῥωμαϊκὴν χεῖρα σημαίνει τὴν πολιορκήσασαν τὴν Ἱερουσαλήμ. ἐπεὶ τοίνυν χρεία ἦν καὶ τοιαύτης ῥομφαίας κατὰ τῶν ἐπαναστάντων τῷ ἀγαπητῷ, εἰκότως φησὶν ἡ προφητεία εἰς αὐτοῦ πρόσωπον· περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε.
Sword, sword, sharpen yourself and become enraged, so that you may slaughter victims; sharpen yourself, so that you may become ready for a gleaming, for paralysis, and again: cry out and raise the war cry, son of man; for this has happened among my people; this among the leaders of Israel, and so forth: ordain for yourself two ways for the sword of the king of Babylon to enter; from one country they will come out, and the things that follow these, through which he calls the sword of the Lord the sword of Nebuchadnezzar that was brought against the people. You also have in the Gospels, how the king who made a wedding for his son hands over to slaughter those who refused the invitation and killed the king's servants; and having sent, it says, his army, he burned their city. The army of the king signifies the Roman hand that besieged Jerusalem. Since, therefore, there was need also of such a sword against those who rebelled against the beloved, the prophecy fittingly says in his person: Gird your sword upon your thigh, O mighty one, for the sake of your beauty and your comeliness, and draw it tight, and prosper, and reign.
Εἶτ’ ἐπιλέγει· ἕνεκεν ἀληθείας καὶ πραύτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. ταῦτα δὲ ὁμοίως τοῖς ἄλλοις ἐξηγήσατο· τὰ βέλη σου ἠκονημένα, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως· ὃ δὴ καθ’ ὑπερβατὸν κεῖται. συνάψεις δὲ τὴν διάνοιαν τοῦτον τὸν τρόπον· τὰ βέλη σου ἠκονημένα ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. πρῶτον μὲν γάρ φησιν· τὰ βέλη σου ἠκονημένα γενήσεται κατὰ τῆς καρδίας τῶν σῶν ἐχθρῶν· ἔπειτα λαοὶ ὑποκάτω σου πεσοῦνται ἐλαθέντων τοῖς σοῖς βέλεσι τῶν ἐχθρῶν. τὸ τηνικαῦτα γοῦν ἐλευθερίας τυχόντες οἱ λαοὶ καὶ ἀναπνεύσαντες τῶν πιεζούντων αὐτοὺς κακῶν τοῖς σοῖς ὑποδραμοῦνται ποσί. βέλη δὲ τοῦ ἀγαπητοῦ ἀποστελλόμενα κατὰ τῆς καρδίας τῶν ἐχθρῶν ἀοράτους τινὰς καὶ ἀφανεῖς πληγὰς νοήσεις κατὰ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· οἷς βέλεσι τιτρωσκόμενοί ποτε οἱ δαίμονες ἔλεγον· ἔα, τί ἡμῖν καὶ σοὶ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.βέλη δὲ αὐτοῦ καὶ οἱ εὔστοχοι λόγοι καθικνούμενοι τῶν ἀκροωμένων βάλλοντες καὶ τιτρώσκοντες εὐαισθήτους ψυχάς· λόγοι γὰρ σοφῶν φησιν ὡς τὰ βούκεντρα· ἐκ τούτων τῶν βελῶν τιτρώσκονται αἱ παραδεξάμεναι τὴν πίστιν ψυχαί, καὶ εἰς τὴν ἄκραν τοῦ θεοῦ ἀγάπην ἐκκαυθεῖσαι λέγουσιν παραπλησίως τῇ νύμφῃ τὸ Τετρωμένη ἀγάπη ἐγώ εἰμι· νοήσεις δὲ ἠκονημένα βέλη, καὶ τοὺς ἀποστελλομένους ἐπισπεῖραι πάσῃ τῇ οἰκουμένῃ τὸ Εὐαγγέλιον· οἳ διὰ τὸ ἠκονῆσθαι ἔλαμπον τοῖς τῆς δικαιοσύνης ἔργοις, καὶ λεπτῶς ἐπὶ τὰς τῶν διδασκομένων ψυχὰς παρεδύοντο·
Then he adds: "for the sake of truth and gentleness and justice, and your right hand will guide you wondrously." And these things he interpreted similarly to the others: "your arrows are sharpened, peoples will fall beneath you, in the heart of the king's enemies"—which indeed is placed by hyperbaton. You will connect the sense in this way: "your arrows are sharpened in the heart of the king's enemies." For first he says: "your arrows will become sharpened against the heart of your enemies"; then "peoples will fall beneath you," when your enemies have been struck by your arrows. At that time, then, having obtained freedom and having breathed again from the evils oppressing them, the peoples will run under your feet. And as "arrows of the beloved" sent against the heart of the enemies, you will understand certain invisible and unseen wounds against the rulers of this age; by which arrows the demons, once wounded, said: "Alas, what have we to do with you, son of God? You have come before the time to torment us." And his arrows are also the well-aimed words reaching the hearers, striking and wounding sensitive souls; for it is said, "the words of the wise are like goads." By these arrows the souls that have received the faith are wounded, and, inflamed to the highest love of God, they say, similarly to the bride: "I am wounded with love." And you will understand as sharpened arrows also those sent forth to sow the Gospel throughout the whole world; who, because they were sharpened, shone with the works of justice and slipped subtly into the souls of those being taught.
ταῦτα γὰρ τὰ βέλη πανταχοῦ προπεμπόμενα, παρεσκεύαζον τοὺς λαοὺς ὑποκάτω πίπτειν τοῦ Χριστοῦ. οὐδεὶς δὲ θεομάχος καὶ ἀλαζὼν καὶ ὑπερήφανος. ὑποκάτω πίπτει τοῦ θεοῦ, ἀλλ’ οἱ τὴν ἐκπτώσεως ὑποταγὴν καταδεξάμενοι· τὰ γὰρ βέλη ταῖς καρδίαις ἐμπεσόντα τῶν ποτε ἐχθρῶν τοῦ βασιλέως ἕλκει αὐτοὺς εἰς τὸν περὶ τῆς ἀληθείας πόθον· ὥστε ἐχθροὺς ὄντας τῷ θεῷ καταλλαγῆναι αὐτῷ διὰ τῶν διδαγμάτων·
Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Ὅτι μὲν ὡραῖος καὶ καλὸς καὶ χάριτος πλήρης εὐλογημένος τε βασιλεὺς καὶ τῶν ἐχθρῶν νικητὴς ὁ ἀγαπητὸς τοῦ θεοῦ ἦν, ἐκ τῶν ἔμπροσθεν μεμαθήκαμεν· ὅτι δὲ πρὸς ἐκείνοις πᾶσι καὶ θεὸς ἦν, διὰ τῶν προκειμένων διδασκόμεθα· εἰς αὐτοῦ γὰρ πρόσωπον τὸ πνεῦμα τὸ ἅγιον ἀναφωνεῖ λέγον· ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἢ κατὰ τὸν Ἀκύλαν· ὁ θρόνος σου, θεέ, εἰς αἰῶνα καὶ ἔτι. ἐπεὶ δὲ καὶ βασιλέα αὐτὸν ὠνόμασε διὰ τῶν ἔμπροσθεν, εἰκότως ἐπιλέγει· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. οὐδὲν γὰρ ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες, καὶ ἵνα μή τις Ἰουδαϊκῶς ἐκδεξάμενος ὑπολάβοι θνητόν τινα τοῖς πολλοῖς ὅμοιον ἔσεσθαι βασιλέα τὸν ἀγαπητὸν τοῦ θεοῦ, ἀναγκαίως διδάσκει, ὡς ἄρα ἐξ αἰῶνος ἦν ὁ θρόνος τῆς βασιλείας αὐτοῦ διαρκῶν τε καὶ διαμένων ἔσται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
For these arrows, sent forth everywhere, prepared the peoples to fall beneath Christ. No one who is a god-fighter and boastful and arrogant falls beneath God, but those who accept the submission of falling away; for the arrows, falling into the hearts of those who were once enemies of the king, draw them into a desire for truth; so that, being enemies of God, they are reconciled to him through the teachings.
Your throne, O God, is for the eternity of eternity, a scepter of straightness is the scepter of your kingdom. You loved justice and hated lawlessness; therefore your God anointed you with oil of exultation beyond your companions.
That the beloved of God was beautiful and good and full of grace, and a blessed king and victor over enemies, we have learned from the preceding; but that in addition to all these he was also God, we are taught through the present passage; for the Holy Spirit proclaims in his person, saying: Your throne, O God, is for the eternity of eternity, or according to Aquila: Your throne, O God, is for eternity and beyond. And since he also named him king in the preceding, he fittingly adds: a scepter of straightness is the scepter of your kingdom. For there is nothing crooked or twisted in him, and lest someone, understanding in a Jewish manner, suppose that the beloved of God would be a mortal king similar to the many, he necessarily teaches that the throne of his kingdom was from eternity and will endure and remain for the eternity of eternity.
ταῦτα δέ, ὅτι μὴ εἰς πρόσωπον τοῦ πατρὸς ἀναπεφώνηται, ἀλλ’ εἰς τὸ τοῦ ἀγαπητοῦ καὶ μονογενοῦς υἱοῦ προϊὼν διασαφεῖ λέγων· ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου. θεὸς γὰρ ἐν τούτοις χρειόμενος ὑπὸ θεοῦ, τίς ἂν εἴη ἢ ὁ ἐν εὐαγγελίοις θεολογούμενος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος; οὗτος οὖν ὁ θεὸς λόγος ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν. ἀνθ’ οὗ ὁ Ἀκύλας ἀκριβέστερον ἡρμήνευσεν εἰπών· ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀσέβημα. κρίσει γὰρ ὀρθῇ τοὺς ὑπ’ αὐτῷ δικαίους ἀγαπᾷ, μισεῖ δὲ τοὺς ἐναντίους. διὸ χρίεται κρείττονι ἢ παρὰ τοὺς μετόχους αὐτοὺς ἐλαίῳ τῷ καλουμένῳ ἀγαλλιάσεως καὶ χρίεται ὑπὸ τοῦ θεοῦ τοῦ ἑαυτοῦ πατρὸς ἢ ἐλαίῳ χαρᾶς κατὰ τὸν Ἀκύλαν, ἢ ἐλαίῳ ἀγλαϊσμοῦ κατὰ τὸν Σύμμαχον. πολλῶν δὲ ὄντων τῶν μετόχων αὐτοῦ ἢ ἑταίρων αὐτοῦ τῶν τῆς αὐτοῦ χάριτος μετεσχηκότων, οἳ καὶ εἴποιεν ἄν· μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν.
Ἀνέγνωσαν δέ τινες τὴν προκειμένην λέξιν ὧδέ πως· διὰ τοῦτο ἔχρισέ σε, θεέ, ὁ θεός σου, καὶ ταύτῃ γε κέχρηνται τῇ ἀναγνώσει τῇ Ἑβραϊκῇ λέξει δουλεύσαντες. ἐπειδήπερ Ἐλωεὶμ ὁ θεὸς ἐν τῇ Ἑβραϊκῇ ὠνόμασται γραφῇ, ὅπερ ἡρμήνευσεν ὁ Ἀκύλας θεὲ εἰπών· ἐν ἀρχῇ θρόνος σου, θεέ, αἰῶνα καὶ ἔτι. οἱ μὲν οὖν Ἑβδομήκοντα καὶ ὁ Σύμμαχος· ὁ θρόνος σου, ὁ θεός, εἰρήκασιν· ὁ δὲ Ἀκύλας· θεέ, δουλεύσας τῇ Ἑβραϊκῇ λέξει, περιεχούσῃ Ἐλωείμ. ἀλλ’ ὁ αὐτὸς Ἀκύλας ὁ νῦν θεὲ εἰρηκὼς προϊὼν ἑξῆς δεύτερον εἰρημένου τοῦ Ἐλωεὶμ ἐν τῷ· διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, οὐκέτι, θεέ, ἡρμήνευσεν, ἀλλὰ, θεὸς εἰπών·
These things, because they are not spoken to the face of the Father, but to that of the beloved and only-begotten Son, he proceeds to clarify, saying: "You loved righteousness, and you hated lawlessness. Therefore, God, your God, anointed you." For God being anointed by God in these passages, who could he be but the one theologized in the Gospels: "And the Word was with God, and the Word was God"? This God-Word, then, loved righteousness and hated lawlessness. Instead of this, Aquila interpreted more precisely, saying: "He loved righteousness, and he hated impiety." For by right judgment he loves the righteous under him, and hates the contrary. Therefore, he is anointed with something better than his partakers, with oil called "of exultation," and is anointed by the God who is his own Father, either with "oil of joy" according to Aquila, or with "oil of splendor" according to Symmachus. And there are many partakers or companions of his who have shared in his grace, who might say: "We have become partakers of Christ."
Some have read the present phrase in this way: "Therefore, God, your God, anointed you," and they have used this reading, serving the Hebrew expression. Since Elohim, "God," is named in the Hebrew scripture, which Aquila interpreted as "O God," saying: "In the beginning, your throne, O God, for eternity and beyond." Now the Seventy and Symmachus have said: "Your throne, O God," but Aquila said: "O God," serving the Hebrew expression containing Elohim. But the same Aquila, who now said "O God," proceeding further, when Elohim is mentioned a second time in "Therefore, God, your God, anointed you," no longer interpreted it as "O God," but said "God.
ἐπὶ τούτῳ ἤλιψέν σε ὁ θεὸς ὁ θεός σου δέον ἑαυτῷ συμφώνῳ καὶ ἐνταῦθα θεὲ εἰπεῖν ἐπὶ τῆς αὐτῆς λέξεως· οὕτω δὲ ἑρμηνεύσας εἶπεν ἄν· διὰ τοῦτο ἔχρισέ σε, θεέ, ὁ θεός σου.
Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε.
Ἀντὶ δὲ βάρεων ἐλεφαντίνων ὁ Ἀκύλας· ἀπὸ ναῶν ὀδόντος εἴρηκε· ναοὶ γὰρ ἐνταῦθα εἴρηνται τοῦ νυμφίου αἱ ἐκκλησίαι καὶ αἱ Χριστῷ ἀνακείμεναι ψυχαὶ ἐν λογικῇ τροφῇ πᾶσαν ἔχοντες τὴν δύναμιν. τροφῆς δὲ καὶ λόγων σύμβολον οἱ ὀδόντες. ἔνθεν καὶ αὐτοῦ τοῦ Χριστοῦ οἱ ὀδόντες λευκοὶ λέγονται εἶναι ὑπὲρ γάλα ἐν τῇ περὶ αὐτοῦ φασκούσῃ προφητείᾳ· χαρωποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ ὀδόντες αὐτοῦ ἢ γάλα. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐλεφάντινοι οἱ ναοὶ ἢ αἱ βάρεις αὐτοῦ λέγονται διὰ τὸ νεκροῦ ζώου τυχεῖν τὸν ἐξ ἐλέφαντος κόσμον οἵ τε ἐν τῇ ἐκκλησίᾳ εὐδοκιμοῦντες οὐκ ἄλλως διαλάμπουσιν ἢ νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κατὰ τὴν ἀποστολικὴν παραγγελίαν.
For this reason, your God anointed you, O God, it being necessary to say "God" here in the same wording; and having interpreted thus, he would have said: For this reason, your God anointed you, O God.
Myrrh, storax, and cassia from your garments, from ivory towers, from which they delighted you.
Instead of "ivory towers," Aquila has said "from temples of tusk"; for "temples" here are spoken of the churches of the bridegroom and the souls dedicated to Christ, who in rational nourishment have all their power. And teeth are a symbol of nourishment and words. Hence also the teeth of Christ himself are said to be whiter than milk in the prophecy concerning him: "His eyes are bright from wine, and his teeth whiter than milk." According to the other translators, his temples or towers are called "ivory" because the ornament from ivory comes from a dead animal, and those who are esteemed in the church shine forth in no other way than by having mortified their earthly members, according to the apostolic injunction.
Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, καὶ πεποικιλμένη.
Αἱ μὲν θυγατέρες τῶν βασιλέων, Χριστοῦ δηλαδὴ καὶ τῆς ἐκκλησίας αὐτοῦ, αἱ κατὰ μέρος ἦσαν ψυχαί. αὐτὴ δὲ ἡ βασίλισσα ἡ μήτηρ τῶν θυγατέρων παρέστη ἐκ δεξιῶν αὐτοῦ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. τίς δ’ ἂν εἴη αὕτη, ἀλλ’ ἢ πᾶσα καθολικὴ ἐκκλησία ἡ ἀπὸ περάτων γῆς ἕως περάτων ἐκ πάντων ἐθνῶν συνειλεγμένη; ἣν αὐτὸς ἑαυτῷ ᾠκοδόμησεν ἐπὶ τὴν πέτραν πρὸς τὸ μὴ πύλας ᾅδου κατισχύειν αὐτῆς. κυριώτερον δ’ ἂν εἴποις διὰ τούτων τὴν ἐπουράνιον δηλοῦσθαι ἐκκλησίαν, ἥτις ἐστὶ μήτηρ τῶν ἐπὶ γῆς ἁγίων ἀνδρῶν. τοῦτο γοῦν ἐδίδαξεν ὁ θεῖος ἀπόστολος εἰπών· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστíν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. καλεῖ δ’ αὐτὴν καὶ πόλιν θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουράνιον ἐν μυριάσιν ἀγγέλων πανηγύρει, καὶ ἐκκλησίαν πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, συνεστῶσαν. αὕτη μὲν οὖν εἴη ἂν ἡ τελεία Χριστοῦ νύμφη. ταύτης δ’ οὐκ ἂν ἁμάρτοις θυγατέρα φήσας ὑπάρχειν τὴν ἐπὶ γῆς ἐκκλησίαν. βασίλισσα δ’ ἐκείνη, ὡς ἂν ἤδη συμβασιλεύουσα τῷ ἑαυτῆς νυμφίῳ, δι’ ὃ ἐκ δεξιῶν παρεστάναι τοῦ βασιλέως εἴρηται ἅτε νύμφην οὖσαν αὐτοῦ, καὶ τὰ παρ’ αὐτοῦ σπέρματα δεχομένη κύουσάν τε καὶ τίκτουσαν διὰ παντὸς πνεῦμα σωτηρίας, ἣ καὶ τὸ βασιλικὸν ἔνδυμα περιτίθησι τὸ φωτοειδὲς τῆς ἀφθαρσίας ἔνδυμα, ὃ δὴ πνευματικὸν δι’ ὅλου τυγχάνον ταῖς κατ’ οὐρανὸν ἀγγελικαῖς δυνάμεσι περιβέβληται. τοῦτο δὲ καὶ διάχρυσον ὁ παρὼν λόγος ὠνόμασε.
The queen stood at your right hand, clothed in a garment interwoven with gold and richly adorned.
The daughters of the kings—that is, of Christ and his church—were the individual souls. But the queen herself, the mother of the daughters, stood at his right hand, clothed in a garment interwoven with gold and richly adorned. Who would this be, if not the whole catholic church, gathered from the ends of the earth to the ends, from all nations? Which he himself built for himself upon the rock, so that the gates of Hades might not prevail against her. More properly, you might say that through these things the heavenly church is signified, which is the mother of the holy men on earth. For the divine apostle taught this, saying: "But the upper Jerusalem is free, which is our mother." He also calls her the city of the living God, the heavenly Jerusalem, in a festal assembly of myriads of angels, and the church of the firstborn enrolled in the heavens, constituted. This, then, would be the perfect bride of Christ. And you would not err in saying that the church on earth is her daughter. And that one is queen, as already reigning together with her own bridegroom, for which reason she is said to have stood at the right hand of the king, since she is his bride, and receiving his seeds, conceiving and giving birth continually to the spirit of salvation; she also puts on the royal garment, the light-bearing garment of incorruption, which, being entirely spiritual, is worn by the angelic powers in heaven. And this the present passage has called interwoven with gold.
τὸ δὲ περιβεβλημένη καὶ πεποικιλμένη οὔτε ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. διὸ ὠβέλισται.
Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη.
Νοήσεις, φησίν, πῶς κροσσοῖς χρυσοῖς περιβέβληται Παύλου λέγοντος ἀκούων· ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν. ἡ γὰρ γνῶσις ἡ ἐκ μέρους ἐν ἄκροις μόνοις χρυσίου τὸν κόσμον αὐτῇ περιτίθησιν· ὅταν δ’ ἔλθῃ τὸ τέλειον, φησίν, τὸ ἐκ μέρους καταργηθήσεται. ἐπειδὰν εἰς τὴν ἐπουράνιον ἐκκλησίαν μεταστῇ ἥ τε ὡς ἐπὶ γῆς παιδοτροφουμένη, τὸ τηνικαῦτα ἀποθήσεται μὲν τὰ κροσσωτὰ τὰ χρυσᾶ, τὴν ἐκ μέρους γνῶσιν, ἐν ἱματισμῷ δὲ χρυσῷ τελείᾳ τῇ γνώσει κοσμηθήσεται.
Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἐν ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.
Ἡ διὰ τῶν ἔμπροσθεν πολλάκις ὠνομασμένη θυγάτηρ οὐκ ἐπὶ γῆς εἰς τὸ παντελὲς διαμενεῖ, μετατεθήσεται δὲ κατὰ καιρόν. ἀλλ’ οὐ πᾶσα ἀθρόως τῆς τοιαύτης μεταβάσεως ἀξιωθήσεται, ἐν μέρει δὲ αἱ πρώτῳ βαθμῷ ἐν αὐτῇ τετιμημέναι ἀπενεχθήσονται τῷ βασιλεῖ. αὗται δέ εἰσιν αἱ τὴν ἐν Χριστῷ ἁγνείαν κατορθώσασαι ψυχῇ καὶ σώματι καὶ πνεύματι καθηγιασμέναι.
The phrase "clothed and richly adorned" is not found in the Hebrew reading nor among the other translators. Therefore it is obelized.
All the glory of the king's daughter is within, clothed in golden fringes, richly adorned.
You will understand, he says, how she is clothed in golden fringes by hearing Paul say: "We know in part and we prophesy in part." For knowledge that is partial places upon her an ornament of gold only at the edges; but when the perfect comes, he says, the partial will be done away. When she who is being nurtured as on earth passes into the heavenly church, then she will put aside the golden fringes, that is, partial knowledge, and will be adorned with a garment of gold, that is, perfect knowledge.
Virgins will be brought to the king behind her, those near her will be brought; they will be brought in joy and exultation, they will be led into the temple of the king.
The daughter often named in the preceding passages will not remain on earth entirely, but will be transferred in due time. But not all at once will be deemed worthy of such a transition; rather, those honored in the first rank within her will be brought to the king in part. These are the souls who have achieved chastity in Christ, sanctified in soul and body and spirit.
Μετὰ δὲ τὸ πρῶτον τάγμα αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ πατρί. αὗται δέ εἰσιν αἱ τὸν ἔγγιστα τόπον τῶν παρθένων ἐπέχουσαι διὰ σεμνοῦ καὶ σώφρονος βίου. ὅπως δὲ ἀπενεχθήσονται παρίστησι λέγων· ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. νοήσεις δε, ὅπως εἴρηται τοῦτο παραθεὶς τὴν ἀποστολικὴν φωνὴν ᾗ φησιν· ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα. οὐ γὰρ ἐλεύσονται οὐδὲ ἀπελεύσονται τῷ βασιλεῖ παρθένοι, ἀλλ’ ἀπενεχθήσονται ἄλλων αὐτὰς ἀπαγόντων. ἀγγέλων δηλαδὴ θείων μετεωριζόντων αὐτὰς καὶ εἰς ὕψος ἐπαιρόντων, ὡς ἂν εὐμαρῆ τὴν ἄνω ποιήσαιντο πορείαν. ἀπενεχθήσονται δ’ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, καὶ εἰσαχθήσονται εἰς ναὸν βασιλέως, εἰς τὸν οἶκον τὸν βασιλικὸν τῆς τῶν οὐρανῶν βασιλείας καταξιούμεναι. ναὸς δὲ οἶκος θεοῦ ἐστιν· ἐπεὶ οὖν ὁ οἶκος καὶ βασιλέως ἐστίν, σαφῶς παρίσταται θεὸς ὢν ὁ βασιλεύς·
Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.
After the first rank, those near her will be carried up; for there are many abodes with the father. These are the ones occupying the place closest to the virgins through a chaste and temperate life. How they will be carried up he sets forth, saying: "in joy and exultation." You will understand how this is said by comparing the apostolic voice which says: "We shall be snatched up in clouds to meet the Lord in the air, and thus we shall always be with the Lord." For the virgins will not come nor go to the king, but will be carried up, with others leading them. That is, divine angels lifting them up and raising them to a height, so that they might make their upward journey easily. They will be carried up in joy and exultation, and will be led into the king's temple, into the royal house of the kingdom of the heavens, being deemed worthy. A temple is a house of God; since, therefore, the house is also the king's, it is clearly shown that the king is God.
"In place of your fathers, your sons have been born; you will appoint them rulers over the whole earth.
Τούτων τὴν διάνοιαν σαφέστερον ἀποδεδώκασιν οἱ λοιποί, ὁ μὲν Ἀκύλας εἰπών· ἀντὶ τῶν πατέρων σου ἔσονταί σοι υἱοί, ὁ δὲ Σύμμαχος· ἀντὶ πατέρων ἐγένοντο υἱοί σου. ἡ δ’ ἑρμηνεία τοῦ λόγου ταύτην ἔχει τὴν διάνοιαν· οἱ υἱοί σου οἱ ἐν σοὶ καὶ ὑπὸ σοῦ γεγενημένοι ἀντὶ πατέρων γενήσονταί σοι· ἕξεις γὰρ αὐτοὺς πατέρας, οὓς αὐτὴ γεγέννηκας. νοήσεις δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα ἐπιστήσας, ὅπως οἱ ἐξ ἐθνῶν ἀλλόφυλοι προσελθόντες τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ ἀναγεννηθέντες ἐν αὐτῇ, υἱοὶ αὐτῆς γίγνονται· κἄπειτα ἐπιδιδόντες τῇ προκοπῇ πατέρες αὐτῆς καθίστανται προαγόμενοι εἰς τὴν αὐτῆς προστασίαν καὶ τῆς ἱερατικῆς λειτουργίας καταξιούμενοι. πῶς δ’ ἕξεις αὐτοὺς ἀντὶ πατέρων διερμηνεύει σαφέστερον λέγων· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. λέγει δὲ ταῦτα πρὸς τὴν ἐπὶ γῆς ἐκκλησίαν ὁ λόγος τὴν ἀπὸ περάτων ἕως περάτων διήκουσαν, ἐφ’ ἣν ἄρχοντας καὶ πατέρας τοὺς ἰδίους υἱοὺς αὕτη ἡ ἐκκλησία τοῦ θεοῦ καθίστησιν.
The others have given a clearer interpretation of this meaning, Aquila saying, "Instead of your fathers, you will have sons," and Symmachus, "Instead of fathers, your sons have become." The interpretation of the passage has this meaning: your sons, who are in you and born from you, will become fathers to you; for you will have as fathers those whom you yourself have borne. You will understand the outcome of the passage when you consider how those from foreign nations, approaching the church of God and being reborn in it, become its sons; and then, advancing in progress, they become its fathers, being promoted to its leadership and deemed worthy of the priestly ministry. And how you will have them instead of fathers, it explains more clearly, saying, "You will establish them as rulers over the whole earth." The word says these things to the church on earth, which extends from one end to the other, upon which this church of God establishes its own sons as rulers and fathers.
Μνησθήσομαι τοῦ ὀνόματός σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι· εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Σύμμαχος· ἀναμνήσω τὸ ὄνομά σου κατὰ πᾶσαν γενεάν, διὰ τοῦτο λαοὶ ὑμνήσουσίν σε εἰς αἰῶνα διηνεκῶς.
Ἡ προλεχθεῖσα θυγάτηρ τῶν βασιλέων, αὕτη δὲ ἦν ἡ ἐπὶ γῆς ἐκκλησία συναισθομένη τῆς δυνάμεως τοῦ πατρικοῦ ὀνόματος, ἐπειδήπερ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, μετὰ τὰς πρὸς αὐτὴν λεχθείσας ἐπαγγελίας πιστεύσασα ταῖς φωναῖς χαρᾶς τε καὶ εὐφροσύνης πληρωθεῖσα εὐχαριστήριον ὕμνον ἀναπέμπει τῷ μεγάλῳ αὐτὴν καταξιώσαντι κυρίῳ καί φησιν· μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. τοῦτο δὲ καὶ αὐτοῖς ἔργοις πληροῦσαι διατελεῖ· χριστιανὴ μὲν κεκλημένη, ἀγαλλομένη δὲ καὶ σεμνυνομένη τῷ Χριστῷ ὀνόματι. καὶ ἐπειδήπερ ἐγὼ ἡ σὴ θυγάτηρ οὐ διαλείπω τοῦ σοῦ ὀνόματος μνημονεύουσα, εἰκότως διὰ τοῦτο καὶ οἱ ὑπ’ ἐμὲ λαοὶ κατὰ μέρος συναγόμενοι ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
I will remember your name in every generation and generation; therefore peoples will confess you, for ever and ever and ever.
Symmachus: I will recall your name in every generation, therefore peoples will hymn you for ever continually.
The aforementioned daughter of the kings, this was the church on earth, perceiving the power of the fatherly name, since she had bestowed upon him a name above every name, so that in the name of Jesus every knee might bow, of heavenly, earthly, and subterranean beings, after the promises spoken to her, having believed the words, filled with joy and gladness, sends up a hymn of thanksgiving to the great Lord who deemed her worthy, and says: I will remember your name in every generation and generation. And this she continues to fulfill in very deeds, being called Christian, and rejoicing and taking pride in the name of Christ. And since I, your daughter, do not cease to remember your name, it is fitting that therefore also the peoples under me, gathered in part, will confess you for ever and ever and ever.
Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε, ὑπὲρ τῶν κρυφίων ψαλμός.
Προφητικὸς ὢν ὁ ψαλμὸς εἰς μέλλοντάς τε χρόνους ἀναπεμπόμενος εἰς τὸ τέλος ἐπιγέγραπται, ἢ διὰ τὰς ἐν αὐτῷ νίκας τὰς κατὰ τῶν πολεμίων ἐμφερομένας ἐπινίκιος τυγχάνει, ἢ τῷ νικοποιῷ θεῷ ἀνάκειται. ἀντὶ δὲ τοῦ ὑπὲρ τῶν υἱῶν Κορὲ παρέκειτο ἔξωθεν τοῖς υἱοῖς Κορὲ (τούτοις γὰρ εἴρηται ὁ ψαλμός), ἢ τῶν υἱῶν Κορὲ τυγχάνει κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον. ἔστιν δὲ καὶ αὐτὸς ὅμοιος τῷ πρὸ αὐτοῦ ᾠδὴ κατὰ τὸν Σύμμαχον, ἀλλ’ ἡ μὲν ὑπὲρ τοῦ ἀγαπητοῦ ἐλέγετο, ἡ δὲ μετὰ χεῖρας ᾠδὴ ὑπὲρ τῶν κρυφίων τῶν ἐν αὐτῇ προφητευομένων. ἀπόκρυφα γὰρ καὶ λανθάνοντα τὴν τῶν πολλῶν γνῶσιν θεσπίζει. ἀναφωνεῖται δὲ τὰ λεγόμενα ἐκ προσώπου τῶν ἀποστόλων.
διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράττεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. ἤχησαν καὶ ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα.
Νοήσεις δὲ καὶ ἄλλως τὴν σύγχυσιν τῆς γῆς καὶ τὴν ταραχὴν αὐτῆς ἀκούων τοῦ σωτῆρος λέγοντος· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; καὶ πάλιν· μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς, καὶ θυγατέρα κατὰ τῆς μητρὸς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ, ὡσεὶ σαφέστερον ἔλεγε· καὶ ἐχθροὺς ἑκάστου ποιῆσαι τοὺς οἰκιακοὺς αὐτοῦ. τί χρὴ λέγειν, ὡς καὶ πόλεις ὅλαι καὶ δῆμοι ἔθνη τε παντοῖα ἐπὶ τῷ εὐαγγελικῷ λόγῳ συνεχύθησαν λυομένης αὐτοῖς τῆς παλαιᾶς δεισιδαιμονίας;
For the end; concerning the sons of Kore, concerning the hidden things, a psalm.
The psalm, being prophetic and sent forth to future times, is inscribed "for the end," either because it is a victory ode on account of the victories over enemies that are contained in it, or because it is dedicated to the victory-bringing God. Instead of "concerning the sons of Kore," it was placed externally "to the sons of Kore" (for the psalm is spoken to them), or it is "of the sons of Kore" according to Aquila and Symmachus. This psalm is also similar to the one before it, a song according to Symmachus, but that one was spoken "concerning the beloved," while the song at hand is "concerning the hidden things" that are prophesied in it. For it foretells things that are secret and hidden from the knowledge of the many. The things said are uttered from the person of the apostles.
Therefore we will not be afraid when the earth is shaken and mountains are moved into the hearts of seas. The mountains resounded and were shaken in his might. Diapsalma.
You will also understand the confusion of the earth and its disturbance in another way, hearing the Savior say: "I came to cast fire upon the earth; and what do I wish if it is already kindled?" And again: "Do not think that I came to cast peace upon the earth; I did not come to cast peace, but a sword. For I came to divide man against father, and daughter against mother, and bride against mother-in-law, and the enemies of a man are his own household," as if he said more clearly: "and to make the household of each his enemies." What need is there to say how whole cities and peoples and all kinds of nations were thrown into confusion by the evangelical word, as their ancient superstition was being dissolved?
ἀλλὰ τούτων ταραττομένων καὶ συγχεομένων οἱ τῆς ἐκκλησίας υἱοὶ καὶ προεστῶτες αὐτῆς φασιν· οὐ φοβηθησόμεθα. ἰδιοποιοῦνται δὲ τὸν θεὸν λέγοντες· ὁ θεὸς ἡμῶν, πρὸς ἀντιδιαστολὴν τῶν πεπλανημένων παρὰ τοῖς ἔθνεσιν ὀνομαζομένων θεῶν. καὶ εἰ μὲν ἄνθρωποι μόνοι ἐταράσσοντο, ἀπήρκει εἰπεῖν· ἐν τῷ ταράσσεσθαι τὴν γῆν οὐ φοβηθησόμεθα. ἐπεὶ δὲ καὶ ἀφανεῖς δυνάμεις καὶ δαίμονες πονηροὶ ἐπὶ τῷ σωτηρίῳ λόγῳ κλόνον καὶ σάλον ἐπεπόνθεσαν, εἰκότως καὶ περὶ τούτων, ὥσπερ κρυφίων καὶ λανθανόντων τοὺς τῶν ἄλλων ὀφθαλμοὺς, ᾐνίττετο φάσκων καὶ μετατίθεσθαι ὄρη ἐν καρδίᾳ θαλασσῶν. ἤχησαν καὶ ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ.
νοήσεις δὲ ταῦτα τὰ ὄρη τὰ πνευματικὰ τῆς πονηρίαςἀπὸ τῆς εὐαγγελικῆς διδασκαλίας. ὁπηνίκα γὰρ τὸν σεληνιαζόμενον ὁ σωτὴρ ἰάσατο, ἐπιφέρει λέγων τοῖς μαθηταῖς· ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι ἐνθεν ἐκεῖ· καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν, ὄρος ὀνομάζων τὸ προδηλωθὲν δαιμόνιον. πῶς δ’ ἐν καρδίᾳ θαλασσῶν μετατίθεται τὰ ὄρη, μάθοις ἂν ἀπὸ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου, ἔνθα εἴρηται, ὅτι παρεκάλουν τὸν σωτῆρα οἱ δαίμονες, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. τὴν δὲ ἄβυσσον εἴωθεν ἡ γραφὴ καλεῖν θαλάσσας, ὡς ἐν τῷ Ἰὼβ εἴρηται· ἦλθες δ’ ἐπὶ γῆς θαλάσσης· ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. περὶ ταύτης τῆς ἀβύσσου καὶ Μωϋσῆς ἐν τῇ κοσμοποιίᾳ ἐδίδασκε λέγων· καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. ἀλλὰ τούτων γινομένων·
But while these are disturbed and thrown into confusion, the sons of the church and its leaders say: we shall not be afraid. They appropriate God for themselves, saying: our God, by way of contrast to the falsely named gods among the nations. And if only men were disturbed, it would suffice to say: when the earth is disturbed, we shall not be afraid. But since invisible powers and evil demons also suffered commotion and agitation at the saving word, it was fitting that concerning these, as hidden and concealed from the eyes of others, he hinted by saying that mountains are also transferred into the heart of the seas. The mountains resounded and were disturbed in his might.
You will understand these spiritual mountains of wickedness from the teaching of the Gospel. For when the Savior healed the lunatic, he adds, saying to the disciples: truly I say to you, if you have faith as a grain of mustard, you will say to this mountain: move from here to there; and it will move, and nothing will be impossible for you, calling the previously indicated demon a mountain. And how the mountains are transferred into the heart of the seas, you might learn from the Gospel according to Luke, where it is said that the demons besought the Savior that he not order them to go into the abyss. And Scripture is accustomed to call the seas the abyss, as it is said in Job: you came upon the sea; and you walked in the tracks of the abyss. Concerning this abyss, Moses also taught in the cosmogony, saying: and darkness over the abyss. But while these things happen:
ἡμεῖς, φησίν, οὐ φοβηθησόμεθα ἠχούντων καὶ θολουμένων τῶν ὑδάτων αὐτῶν καὶ σειομένων ὀρέων ἐν τῷ παραδοξασμῷ αὐτοῦ κατὰ τὸν Σύμμαχον. ἐνδοξασμὸς δὲ ἦν τοῦ σωτῆρος ἡ τῆς ἐκκλησίας αὔξησις καὶ πληθυσμὸς τῶν εἰς αὐτὸν πιστευόντων, ἥ τε ἀνατροπὴ τῆς πολυθέου πλάνης. ταῦτα γὰρ οὐ μόνον τὴν δόξαν τοῦ σωτῆρος παρίστησιν, ἀλλὰ καὶ τὴν κραταιότητα αὐτοῦ καὶ τὴν ἔνθεον ἰσχῦν.
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τῆν πόλιν τοῦ θεοῦ·
Τὸ διάψαλμα διαστολὴν εἰργάσατο τῆς τῶν προλεχθέντων διανοίας πρὸς τὰ μέλλοντα ῥηθήσεσθαι. διόπερ ὡς ἐπὶ ἕτερον τάγμα διαβὰς ὁ λόγος, πάλιν δι’ αἰνιγμῶν τῆς ἐκκλησίας τοῦ θεοῦ τὴν εἰρηνικὴν κατάστασιν σημαίνει, ἣν πόλιν τοῦ θεοῦ ὀνομάζει διὰ τὸ θεοσεβὲς πολίτευμα. θεοῦ δὲ πόλις τὸ τῶν κατὰ θεὸν πολιτευομένων σύστημα. τοῦτο δὲ τὴν σύμπασαν οἰκουμένην πληροῖ, ἐπειδήπερ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἔστιν εὑρεῖν διὰ τῆς ἐκκλησίας συνισταμένην τὴν τοιαύτην τοῦ θεοῦ πόλιν, ἥτις, τὸν οὐράνιον ἔχουσα λόγον πηγάζοντα ἐν αὐτῇ καὶ ἀνομβροῦντα, πάσης θεϊκῆς εὐφροσύνης πληροῦται. Ἀκύλας δὲ καὶ Σύμμαχος· τοῦ ποταμοῦ, φασὶν, αἱ διαιρέσεις εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ.νοήσεις δὲ τὰς διαιρέσεις ἀκούων Παύλου λέγοντος· διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δ’ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις εἰσὶν ἐνεργημάτων, ὁ δ’ αὐτὸς θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
We, he says, shall not be afraid when their waters roar and are troubled and mountains are shaken in his glorification according to Symmachus. The glorification of the savior was the growth of the church and the increase of those believing in him, as well as the overthrow of polytheistic error. For these things not only present the glory of the savior, but also his might and his divine strength.
The rushings of the river gladden the city of God.
The diapsalma has effected a separation of the meaning of what was previously said from what is about to be spoken. Therefore, as if the discourse had passed to another order, it again signifies through enigmas the peaceful state of the church of God, which it calls the city of God because of its godly polity. The city of God is the community of those who live according to God. This fills the whole inhabited world, since from the rising of the sun to its setting one can find such a city of God established through the church, which, having the heavenly word springing up and raining down within it, is filled with every divine joy. Aquila and Symmachus say: the divisions of the river gladden the city of God. You will understand the divisions when you hear Paul saying: there are divisions of gifts, but the same spirit; and there are divisions of ministries, but the same Lord; and there are divisions of operations, but the same God, who works all things in all.
ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.
Κατὰ δὲ τὸν Σύμμαχον· τὸ ἅγιον τῆς σκηνώσεως τοῦ ὑψίστου. μεγάλης γὰρ οὔσης καὶ πολλῆς τῆς πόλεως ἔστι τι αὐτῆς τὸ ἐξαίρετον. τῶν γὰρ ἐν τῇ ἐκκλησίᾳ πολὺ μὲν τὸ ἄλλο πλῆθος, σπάνιοι δὲ οἱ τῇ ἁγιωσύνῃ προσανακείμενοι καὶ τὴν ἐντολὴν τὴν λέγουσαν· ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ἅγιος φυλάττοντες. καὶ ἐν τούτοις τε τοῖς ἁγίοις ἡ κατασκήνωσις λέλεκται εἶναι τοῦ ὑψίστου. ἐν μόνοις γὰρ αὐτοῖς χώραν ἔχει ἡ φάσκουσα τοῦ θεοῦ φωνή· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.
ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ τὸ πρὸς πρωὶ πρωί.
Ἕτερος δὲ πάλιν φησίν· οἶμαι αὐτὸν αἰνίττεσθαι τὰς πρωϊνὰς συνόδους, ἐν αἷς εἰώθαμεν κατὰ τὰς ἀπανταχοῦ γῆς ἐκκλησίας συγκροτεῖσθαι. καὶ ἄλλως δὲ διεγείρει ἡμᾶς τὸ λόγιον καὶ παρορμᾷ ἐπὶ τὰς ἑωθινὰς προσευχάς, ἵν’ ὥσπερ τὰς ἀπαρχὰς τῆς ἑαυτῶν ζωῆς ἀναφέροιμεν αὐτῷ. κατὰ γὰρ τούτους τοὺς καιροὺς ἀτάραχος οὖσα μάλιστα ἡ κεκαθαρμένη διάνοια ἱερέως τρόπον λειτουργεῖν εἴωθεν τῷ θεῷ.
He sanctified his tabernacle, the Most High.
According to Symmachus: the holy of the encampment of the Most High. For the city being great and large, there is something of it that is exceptional. For among those in the church, the rest of the multitude is great, but rare are those who are devoted to holiness and who keep the commandment that says: you shall be holy, because I, the Lord your God, am holy. And in these holy ones the dwelling of the Most High is said to be. For only in them does the voice of God that declares have place: I will dwell among them and walk among them. And I will be their God, and they will be my people.
God in her midst, she will not be shaken; he will help her in the early morning, early.
Another again says: I think he alludes to the morning assemblies, in which we are accustomed to gather in the churches throughout the earth. And in another way the saying rouses us and urges us to the morning prayers, so that we may offer up the firstfruits of our own life to him. For at these times, the purified mind, being especially undisturbed, is accustomed to serve God in the manner of a priest.
ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ.
Ἐνταῦθα τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους εἰσάγει ταραττομένους, τάς τε ἐπὶ γῆς βασιλείας ὁπλιζομένας κατὰ τῆς ἐκκλησίας καὶ πόλεμον αἰρομένας κατὰ τοῦ εὐαγγελικοῦ λόγου. εἶθ’ ὥσπερ ἐν ταῖς συμβολαῖς ἐπικρατοῦντος τοῦ τῶν νικώντων μέρους τὸ ἐναντίον ταράττεται καὶ εἰς φυγὴν χωρεῖ, οὕτω καὶ νῦν νικῶντος τοῦ εὐαγγελικοῦ λόγου ἐταράχθησαν ἔθνη καὶ ἔκλιναν βασιλεῖαι, ἢ, περιετράπησαν βασιλεῖαι κατὰ τὸν Σύμμαχον. ἀλλὰ καὶ διδόντος φωνὴν αὐτοῦ διελύθη ἡ γῆ. τοῦ γὰρ εὐαγγελικοῦ λόγου νεωστὶ περιόντος εἰς τὸν βίον ξενιζόμενα τὰ ἔθνη καὶ τὴν προτέραν ἑαυτῶν δεισιδαιμονίαν διεκδικοῦντα συνεκινήθη, οἵ τε τούτων βασιλεῖς ἐπανέστησαν τῇ ἐκκλησίᾳ. ἀλλ’ ἐπεὶ ὁ θεὸς καταφυγὴ αὐτῆς ἦν, οἱ πάντες ἀνετράπησαν, πλέον οὐδὲν ἢ φωνὴν μόνην τοῦ σωτῆρος ἡμῶν δεδωκότος. ἔδωκεγὰρ φωνὴν αὐτοῦ, ἡ δ’ ἐσαλεύετο. ποίαν δὲ φωνὴν ἢ τὴν διὰ τοῦ κηρύγματος τῶν ἀποστόλων αὐτοῦ; εἰκότως οὖν πάλιν ἡμεῖς οἱ ἀνωτέρω εἰρηκότες· ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις τὴν αὐτὴν ὁμολογίαν ἐπαναλαμβάνομεν λέγοντες, ὅτι μὴ ἐξ ἡμετέρας δυνάμεως τὰ τοσαῦτα κατορθώματα, ἀλλ’ ἦν μεθ’ ἡμῶν ὁ ταῦτα ἐνεργῶν κύριος τῶν δυνάμεων. αὐτός τε ἦν ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ.
Nations were troubled, kingdoms gave way; he gave his voice, the earth was shaken. The Lord of the powers is with us, our protector is the God of Jacob.
Here he introduces the men inhabiting the earth as being troubled, and the kingdoms on earth as arming themselves against the church and taking up war against the evangelical word. Then, just as in battles, when the side of the victors prevails, the opposite side is troubled and takes to flight, so now, with the evangelical word prevailing, nations were troubled and kingdoms gave way, or, according to Symmachus, kingdoms were overturned. But also, when he gave his voice, the earth was dissolved. For when the evangelical word was newly present in life, the nations, being astonished and defending their former superstition, were stirred up, and the kings of these rose up against the church. But since God was her refuge, they were all overthrown, though our Savior gave nothing more than his voice alone. For he gave his voice, and it was shaken. And what voice but that through the proclamation of his apostles? Naturally, therefore, we who said above, "Our God is refuge and power," take up the same confession again, saying that these great achievements are not from our own power, but the Lord of the powers, who wrought them, was with us. He himself was our protector, the God of Jacob.
εὐκαίρως δὲ καὶ ἐνταῦθα τοῦ θεοῦ Ἰακὼβἐμνημόνευσαν ἀναπέμποντες ἡμᾶς ἐπὶ τὸν ὀφθέντα τῷ Ἰακὼβ ἐν σχήματι ἀνδρός. ἐπάλαισε γὰρ, φησὶν, ἄνθρωπος μετ’ αὐτοῦ, ὃς καὶ εἶπεν αὐτῷ· οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ. καὶ ἀναστὰς Ἰακὼβ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος θεοῦ, εἰπών· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον. οὗτος γὰρ αὐτὸς ἐκεῖνος, ὁ ἐν ἀνθρώπου σχήματι τῷ Ἰακὼβ φανείς, αὐτὸς ἐστιν ὁ κύριος τῶν δυνάμεων ὁ μεθ’ ἡμῶν, καὶ αὐτός ἐστιν ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. δι’ αὐτοῦ γὰρ τὰ προγεγραμμένα πάντα κατορθώσαμεν.
δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συγκλάσει ὅπλον καὶ θυραιοὺς κατακαύσει ἐν πυρί.
Ἔστι γε ἐπιστήσαντα τοῖς χρόνοις καὶ πρὸς λέξιν αὐτὰ ταῦτα πεπληρωμένα παραλαβεῖν· εἴ γε πρὸ μὲν τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας τοποκρατεῖαι καὶ τοπαρχίαι κατὰ χώρας ἦσαν καὶ κατὰ πόλεις, πόλεμοί τε συνίσταντο καθ’ ἑκάστην γωνίαν τῆς γῆς, ὡς καὶ αὐτοὺς τοὺς γεοπόνους τὴν χώραν ἐργαζομένους δοράτων καὶ ξιφῶν καὶ παντοίων πολεμικῶν ὅπλων ἐπιμελεῖσθαι, μετὰ δὲ τὴν σωτήριον θεοφάνειαν μόναρχος μὲν ἡ Ῥωμαίων βασιλεία ἐπικρατεῖν πλείστων ἐθνῶν ἤρξατο, διέτρεχε δὲ συναρξάμενον αὐτῇ τὸ σωτήριον εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη, ἐπληροῦτο δὲ καὶ ἄλλη προφητεία ὧδέ πη ἀναφωνοῦσα διὰ Ἡσαΐου· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα·
And here too they opportunely recalled the God of Jacob, sending us back to the one who appeared to Jacob in the form of a man. For it says, a man wrestled with him, who also said to him: "Your name shall no longer be called Jacob, but Israel shall be your name, because you have prevailed with God." And rising up, Jacob called the name of that place "Face of God," saying: "For I saw God face to face." For this same one, the one who appeared to Jacob in human form, is the Lord of the powers who is with us, and he is our protector, the God of Jacob. For through him we have accomplished all that was previously written.
Come and see the works of God, which he set as wonders upon the earth, abolishing wars to the ends of the earth; he will shatter the bow and break the weapon, and burn the doorposts with fire.
It is possible, by attending to the times, to receive these very things as fulfilled even literally. For before the epiphany of our Savior, there were toparchies and toparchies in various regions and cities, and wars were waged in every corner of the earth, so that even the farmers tilling the land attended to spears, swords, and all kinds of military weapons. But after the saving theophany, the monarchy of the Roman Empire began to prevail over most nations, and the saving gospel, beginning together with it, ran through all the nations. And another prophecy was also fulfilled, which somewhere here cries out through Isaiah: "And they will beat their swords into plowshares and their spears into pruning hooks.
καὶ οὐ μὴ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. ταῦτα δὴ οὖν καὶ διὰ τῶν παρόντων δηλοῦται καὶ τέλους ἐτύγχανε, ῥητῶς μὲν κατὰ τὴν ἀποδοθεῖσαν ἱστορίαν, πρὸς δὲ διάνοιαν κατὰ τὴν τῶν νοητῶν καὶ ἀοράτων πολεμίων καθαίρεσιν. δόρατα δὲ καὶ ὅπλα καὶ θυραιοὺς τῶν ἀντικειμένων δυνάμεων ἐποίησαν εἶναι τὰ ἄψυχα ξόανα καὶ τὰ ἀγάλματα τῆς πολυθέου πλάνης, ἢ καὶ τοὺς ἀθέους ἄνδρας καὶ τοὺς δυσσεβεῖς λογισμοὺς τοὺς ταῖς διανοίαις τῶν ἀνθρώπων ὑποβαλλομένους ὑπὸ τῶν ἀοράτων πνευμάτων, δι’ ὧν κατατοξεύουσιν ἀκοντίζοντες τὰ πεπυρωμένα βέλη κατὰ τῶν ἀφράκτων καὶ μὴ τῇ πίστει πεφραγμένων ψυχῶν.
σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεὸς· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.
Ἐπειδὴ λοιπὸν πέπαυτο τὰ τοῦ πολέμου καὶ λέλυτο τὰ τῆς ταραχῆς, εἰρήνη δὲ βαθεία δέδοτο τοῖς ἐπὶ γῆς ἅπασιν, εἰκότως βούλεται εἰς ἀγαθὸν χρῆσθαι τῷ καιρῷ καὶ σχολὴν ἀναλαβεῖν ψυχῆς σωτήριον. διό φησι· σχολάσατε καὶ γνῶτε· οὐδὲ γὰρ ἑτέρως ἔστι γνώσεως μετασχεῖν θείας μὴ σχολάσαντα τῶν ἀφελκόντων ἐπὶ τἀναντία. ἔνθεν εἰκότως ὁ τῆς Αἰγύπτου βασιλεὺς πρὸς τὴν τοιαύτην διαβεβλημένος σχολὴν τοῖς φάσκουσιν· ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα, καὶ λατρεύσομεν κυρίῳ τῷ θεῷ ἡμῶν, ἀποκρίνεται λέγων· σχολάζετε, σχολασταί ἐστε. εἶτα μὴ βουλόμενος αὐτοὺς τῷ θεῷ σχολάζειν καταπονεῖ τῷ πηλῷ καὶ τῇ πλινθείᾳ. ἀλλ’ ἡμῖν γε οἱ καταστάντες ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆνἐπιβοῶσι σχολάζειν, καρπὸν τῆς σχολῆς ἐπαγγελλόμενοι τὴν ἔνθεον γνῶσιν. λαλεῖ δὲ ὁ θεὸς δι’ αὐτῶν λέγων·
And no nation will take up sword against nation, nor will they learn to wage war any longer. These things, then, are made clear through the present passages and were brought to fulfillment, literally according to the historical account given, but allegorically according to the destruction of the intelligible and invisible enemies. They made the spears and weapons and gates of the opposing powers to be the lifeless idols and statues of polytheistic error, or also the godless men and the impious reasonings that are insinuated into the minds of men by invisible spirits, through which they shoot, hurling fiery darts against souls that are unfortified and not fenced with faith.
"Be at leisure and know that I am God; I will be exalted among the nations, I will be exalted on the earth."
Since, then, the things of war had ceased and the things of turmoil were dissolved, and deep peace was given to all on earth, he naturally wishes to use the occasion for good and to take up a saving leisure of the soul. Therefore he says: "Be at leisure and know." For it is not otherwise possible to partake of divine knowledge without being at leisure from the things that distract to the contrary. Hence the king of Egypt, being hostile to such leisure, says to those who declare, "We will go a three days' journey and serve our Lord God," and he answers, saying: "You are at leisure, you are idlers." Then, not wishing them to be at leisure for God, he oppresses them with mud and brickmaking. But for us, the rulers set over the whole earth call upon us to be at leisure, promising as the fruit of leisure the knowledge of God. And God speaks through them, saying:
γνῶτε, ὅτι ἐγώ εἰμι ὁ θεός, ἀλλὰ καὶ ὅτι ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. πάλαι μὲν γὰρ παρὰ Ἰουδαίοις ἐγινωσκόμην μόνοις, ὅτε γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, νυνὶ δὲ ὑμῖν παρακελεύομαι σχολὴν ἄγειν, ὡς ἂν μάθοιτε καὶ γνῶτε τίνα τρόπον καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὑψωθήσομαι, δοξαζόμενος παρ’ αὐτοῖς μᾶλλον ἢ παρὰ τοῖς πάλαι με εἰδέναι νομιζομένοις.
Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κορε, ψαλμός. πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι κύριος ὕψιστος φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Δοκεῖ μοι τὰ τῆς προγραφῆς ἐσφαλμένως ἔχειν. οὐ γὰρ ὑπὲρ τῶν υἱῶν Κορὲ, ἀλλὰ τοῖς υἱοῖς Κορὲ ἢ τῶν υἱῶν Κορὲ ἐχρῆν ἐπιγεγράφθαι κατὰ τὰς ἔμπροσθεν προγραφάς. οἱ γοῦν λοιποὶ ἑρμηνευταὶ καὶ τὸ Ἑβραϊκὸν ὁμοίως ἔχουσι τοῖς ἔμπροσθεν. καὶ ἐπειδήπερ σαφέστατα τοῖς ἔθνεσιν ὁ λόγος παρακελεύεται οὐδὲν ἔχων ἐπικεκαλυμμένον, εἰκότως οὐδὲ τὰ τῆς προγραφῆς εἰς σύνεσινἡμᾶς παρορμᾷ οὐδὲ ὑπὲρ τῶν κρυφίων, ψαλμὸς δὲ ἁπλῶς εἴρηται ἢ μελῴδημα ἢ ᾆσμα κατὰ τοὺς λοιπούς. τὸ δὲ εἰς τὸ τέλος ἀναγκαίως πρόκειται διὰ τὸ ἐν ὑστέροις χρόνοις μέλλειν ἀποπληροῦσθαι τὴν πρόρρησιν. προστάττει δὲ τὸ πνεῦμα τὸ ἅγιον σφόδρα ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τοῦ ἀγαπητοῦ καὶ περὶ τῶν τούτου κηρύκων πᾶσι τοῖς ἔθνεσιν εὐφροσύνης σύμβολα πράττειν διὰ τοῦ κροτεῖν μὲν τὰς χεῖρας, ὡς ἐπὶ γάμοις συντελουμένοις νυμφίου καὶ νύμφης, ἀλαλάζειν δὲ θεῷ, ὡς ἐπὶ βασιλέως εὐφημουμένου ἐπὶ τῇ κατὰ τῶν πολεμίων νίκῃ.
Know that I am God, but also that I will be exalted among the nations, I will be exalted in the earth. For formerly I was known only among the Jews, when God was known in Judaea, his name great in Israel, but now I bid you to keep leisure, so that you may learn and know in what manner I will also be exalted among all the nations, being glorified among them more than among those who formerly thought they knew me.
To the end: for the sons of Kore, a psalm. All you nations, clap your hands, shout aloud to God with a voice of exultation, for the Lord most high is fearsome, a great king over all the earth.
It seems to me that the superscription is erroneous. For it should have been inscribed not "for the sons of Kore" but "to the sons of Kore" or "of the sons of Kore," according to the earlier superscriptions. The other translators and the Hebrew likewise have it as in the earlier ones. And since the discourse most clearly commands the nations, having nothing concealed, it is reasonable that the superscription does not urge us to understanding nor is it about hidden things, but it is simply called a psalm or a melody or a song according to the others. The phrase "to the end" is necessarily placed because the prophecy is to be fulfilled in later times. The Holy Spirit very consistently commands, after the things previously said about the beloved and about his heralds, that all the nations perform symbols of joy by clapping their hands, as at weddings being celebrated of a bridegroom and bride, and by shouting aloud to God, as at the acclamation of a king for his victory over enemies.
καὶ εἰκότως μετὰ τὴν κατὰ τῶν πολεμίων νίκην τοῦ σωτῆρος τὴν νύμφην ἑαυτοῦ δηλαδὴ τὴν ἐκκλησίαν ἀπειληφότος πάντας παρακαλεῖ τὸ πνεῦμα τὸ ἅγιον σπεύδειν ἐπὶ τὴν ἑορτήν. διὸ βοᾷ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι λέγον· πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. τὸ δ’ αἴτιον τῆς παρακελεύσεως διδάσκει ἑξῆς φάσκον· ὅτι κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. πρότερον μὲν γὰρ κύριος αὐτὸς ὁ ὕψιστος μόνων τῶν κατ’ οὐρανὸν ἐβασίλευεν, ἠγνοεῖτο δὲ τοῖς ἐπὶ τῆς γῆς, ὅτε δαίμονες ἐκράτουν τῶν ἐπὶ γῆς ἀνθρώπων. νυνὶ δὲ διὰ τοῦ ἀγαπητοῦ ἐπέλαμψε τοῖς ἐπὶ γῆς τὴν αὐτοῦ χάριν, καὶ αὐτὸς ὁ ὑψιστος φοβερὸς γέγονεν ἐκείνοις τοῖς πολεμίοις τοῖς τὴν πολύθεον ἐνεργοῦσι πλάνην. πάντας γὰρ αὐτοὺς ἤλασε καὶ μακρὰν τῆς τῶν ἀνθρώπων ἐποίησεν ἀγέλης. σχολῆς δὲ γενομένης βασιλεὺς μέγας τῶν ἐπὶ πᾶσαντὴν γῆν ἐθνῶν ἀνεκηρύττετο. διὸ τοῖς βασιλευομένοις κροτεῖν ταῖς χερσὶν ὁ λόγος παρακελεύεται, τουτέστιν ἔργοις καὶ πράξεσι, ὥσπερ εἰ φωνὰς ἀφιέναι ἀξίας τῆς τοῦ ὑψίστου βασιλείας καὶ ἀλαλάζειν δὲ αὐτῷ ἐν φωνῇ ἀγαλλιάσεως προστάττει, ὡς ἂν μὴ μόνον ἔργοις καὶ βίῳ, ἀλλὰ καὶ δόγμασιν ὀρθοῖς καὶ θεολογίαις ἀνυμνεῖν αὐτόν.
And fittingly, after the Savior’s victory over his enemies, when he had recovered his bride, namely the Church, the Holy Spirit exhorts all to hasten to the feast. Hence it cries out to all the nations throughout the inhabited world, saying: All you nations, clap your hands, raise the cry of exultation to God with a voice of joy. And it teaches the reason for this exhortation, declaring next: Because the Lord Most High, the Awesome One, the Great King, is over the whole earth. For formerly the Lord himself, the Most High, reigned only over those in heaven, but was unknown to those on earth, when demons held sway over the men on earth. But now, through the Beloved, he has shone his grace upon those on earth, and the Most High himself has become awesome to those enemies who work the polytheistic error. For he has driven all of them away and removed them far from the flock of men. And when this was accomplished, the Great King was proclaimed over all the nations of the whole earth. Therefore the Word exhorts those who are ruled to clap with their hands, that is, with deeds and actions, as if to utter voices worthy of the kingdom of the Most High, and it commands them also to raise the cry to him with a voice of exultation, so that they may hymn him not only with deeds and life, but also with right doctrines and theologies.
ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. διάψαλμα.
Ὅτι τοῖς υἱοῖς Κορὲ οὔτε λαοὶ ὑπετάγησαν, οὔτε ἔθνη ὑπὸ τοὺς πόδας αὐτῶν γεγένηνται, παντί τῳ δῆλον. οὐκοῦν ὡς ἐκ προσώπου τῶν ἀποστόλων ταῦτα εἴρηται. οὗτοι γὰρ προσταχθέντες ὑπ’ αὐτοῦ τοῦ σωτῆρος μαθητεῦσαι πάντα τὰ ἔθνη, ὑπὸ τῆς αὐτοῦ δυνάμεως ἐμπνευσθέντες, τὴν εἰς πάντα τὰ ἔθνη πορείαν στειλάμενοι διῆλθον καὶ τὰ βάρβαρα φῦλα καὶ τὴν οἰκουμένην διέδραμον σύμπασαν. εἰκότως οὖν ἐξ αὐτῶν προσώπου τοῖς τὸ κήρυγμα παραδεξαμένοις λέγεται ταῦτα, ὅτι εἰ καὶ μὴ σώματι καταλαμβάνεται καὶ σαρκὸς ὀφθαλμοῖς ὁ ὑφ’ ἡμῶν κηρυττόμενος κύριος, ἀλλ’ αὐτῷ ἔργῳ μάθετε τίς ποτέ ἐστι καὶ πηλίκος οὗτος. οὐχ ὁρᾶτε τοὺς κήρυκας ἡμᾶς τίνες ἐσμὲν καὶ ὁποῖοι ἄνδρες εὐτελεῖς καὶ ἰδιῶται; ὅμως γοῦν τοσοῦτον ὁ δι’ ἡμῶν ἰσχύει λόγος, ὡς τὴν σύμπασαν οἰκουμένην πληρῶσαι. πόθεν οὖν ἡ τοσαύτη δύναμις ἡ ὑποτάξασα ἡμῖν λαοὺςκαὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, τοὺς μὲν προτέρους λαοὺς τοὺς πειθηνίους γενομένους τῇ ἡμετέρᾳ διδασκαλίᾳ, τὰ δὲ ἔθνη τοὺς ἔτι ἐν ἀπιστίᾳ μείναντας, οὓς ἐπαναστάντας πολλάκις καὶ πολεμῆσαι βεβουλημένους ἡμᾶς τε καὶ τὸν ὑφ’ ἡμῶν κηρυττόμενον λόγον ὁ μέγας βασιλεὺς ὑπέταξε τοῖς ἡμετέροις ποσίν, ὡς ἐπελθεῖν ἡμᾶς καὶ ἐπιβῆναι αὐτοῖς; αὐτίκα δ’ οὖν καὶ μὴ βουλομένων αὐτῶν ἡμεῖς ἐν μέσαις ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις τῷ ἡμετέρῳ θεῷ συνεστησάμεθα ἐκκλησίας.
He subjected peoples to us and nations beneath our feet; he chose for us his own inheritance, the beauty of Jacob, which he loved. Diapsalma.
That neither peoples were subjected to the sons of Korah, nor nations placed beneath their feet, is evident to everyone. Therefore these things are spoken from the person of the apostles. For they, having been commanded by the Savior himself to disciple all the nations, inspired by his power, set out on a journey to all the nations, passed through even the barbarian tribes, and traversed the whole inhabited world. Fittingly, then, from their person these things are said to those who have received the proclamation: that even if the Lord proclaimed by us is not apprehended in body nor by the eyes of flesh, yet by the deed itself learn who and how great this one is. Do you not see who we the heralds are, what sort of men, lowly and unlettered? Yet the word through us prevails so much as to fill the entire inhabited world. Whence, then, such power that has subjected peoples and nations beneath our feet—the former peoples who became obedient to our teaching, and the nations who remained still in unbelief, whom, often rising up and intending to war against us and the word proclaimed by us, the great king subjected to our feet, so that we might go forth and set foot upon them? And indeed, even against their will, we established churches to our God in the midst of their cities and lands.
ἐξελέξατο δὲ ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, ἣν ἐπηγγείλατο τῷ ἑαυτοῦ ἀγαπητῷ εἰπών· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. ταύτην οὖν δηλαδὴ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἡμῖν τοῖς ἀποστόλοις αὐτοῦ ἐκλεξάμενος διένειμεν. ἐκλεκτὴ γάρ ἐστιν αὕτη κατ’ ἐκλογὴν ἐκ πάντων τῶν ἐθνῶν ὑποστᾶσα, καὶ οὐ κατὰ διαδοχὴν γένους. ἀντὶ δὲ τοῦ τὴν κληρονομίαν ἑαυτοῦ οἱ λοιποὶ τὴν κληρονομίαν ἡμῶν ἢ τὴν κληρουχίαν ἡμῶν ἐκδεδώκασιν. ὥσπερ γὰρ ἐπὶ τοῦ προτέρου λαοῦ τὴν γῆν τῆς ἐπαγγελίας κλήρῳ διενείμαντο οἱ μετὰ Ἰησοῦ τοῦ Ναυῆ τοὺς πρὶν οἰκήτορας ἐκβαλόντες, τὸν αὐτὸν τρόπον καὶ οἱ τῆς τοῦ θεοῦ βασιλείας κήρυκες τὴν σύμπασαν οἰκουμένην διελθόντες κατεκληρώσαντο τοὺς προλεχθέντας λαοὺς τοὺς ἀφανεῖς καὶ ἀοράτους πολεμίους ἐλάσαντες. ταύτην τὴν κληρονομίαν τὴν καλλονὴν Ἰακὼβ εἶναί φασιν ἢ κατὰ τὸν Ἀκύλαν τὸ ὑπερφερὲς Ἰακώβ, κατὰ δὲ τὸν Σύμμαχον τὸν ἐνδοξασμὸν Ἰακώβ, κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν τὸ καύχημα Ἰακώβ. ἡ γὰρ ἐκκλησία Χριστοῦ καύχημα καὶ δόξα τοῦ παλαιοῦ προφήτου Ἰακὼβ γέγονε διὰ τὰς αὐτοῦ τοῦ Ἰακὼβ περὶ τῶν ἐθνῶν προαναφωνήσεις. ἀδοξία γὰρ ἦν αὐτῷ τὸ μὴ ἐπαληθεῦσαι αὐτοῦ τοὺς λόγους, τὸ δὲ εἰς ἔργα κεχωρηκέναι δόξα καὶ καύχημα αὐτοῦ.
He chose for us his own inheritance, which he promised to his beloved, saying: "Ask of me, and I will give you nations as your inheritance, and the ends of the earth as your possession." This, then, is clearly the church from the nations, which he chose and distributed to us, his apostles. For this is elect, having come into being by selection from all the nations, and not by succession of race. Instead of "his own inheritance," the others have rendered "our inheritance" or "our allotment." For just as in the case of the former people, those with Joshua son of Nun, after casting out the previous inhabitants, divided the land of promise by lot, in the same way the heralds of the kingdom of God, traversing the whole inhabited world, allotted to themselves the aforementioned peoples, having driven out the invisible and unseen enemies. This inheritance, they say, is the beauty of Jacob, or, according to Aquila, "the preeminence of Jacob," according to Symmachus, "the glorification of Jacob," and according to the fifth edition, "the boast of Jacob." For the church of Christ has become the boast and glory of the ancient prophet Jacob, because of Jacob's own prophecies concerning the nations. For it was a disgrace to him that his words should not be fulfilled, but that they have come to pass is his glory and boast.
ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραὰμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς, σφόδρα ἐπήρθησαν.
Μετὰ τῶν ἄλλων τῶν προλεχθέντων καὶ ἄρχοντες λαῶν ὑπὸ μίαν συνήχθησαν ἐκκλησίαν γενόμενοι λαὸς τοῦ θεοῦ Ἀβραάμ. οὕτως γὰρ ἡρμήνευσε θαυμαστῶς ἀποδοὺς ὁ Σύμμαχος εἰπών· ἄρχοντες λαῶν ἠθροίσθησαν, λαὸς τοῦ θεοῦ Ἀβραάμ. οἱ γὰρ πάλαι ἄρχοντες τῶν λαῶν οἱ εἰδωλολάτραι καὶ πάσῃ δεισιδαιμονίᾳ πλάνης ἐκδεδομένοι, οὗτοι λαὸς γεγόνασι τοῦ θεοῦ Ἀβραὰμ, τὸν θεὸν Ἀβραὰμ ἐπιγνόντες καὶ τοῦτον ἐν ταῖς εὐχαῖς ἀναβοώμενοι καὶ μετ’ αὐτοῦ ποιούμενοι τὴν σύνοδον. καὶ ὁ Θεοδοτίων δὲ, εἷς καὶ αὐτὸς τῶν ἐπιμελῶς ἑρμηνευσάντων τυγχάνων, ὁμοίως τῷ Συμμάχῳ ἑρμήνευσεν εἰπών· ἄρχοντες λαῶν συνήχθησαν, λαὸς τοῦ θεοῦ Ἀβραάμ. διὰ τί δὲ οἱ Ἑβδομήκοντα μετὰ τοῦ θεοῦ Ἀβραὰμ εἰρήκασι; ἐπειδὴ ἡ Ἑβραϊκὴ φωνὴ τοῖς αὐτοῖς στοιχείοις γράφει τὸ μετὰ καὶ τὸ λαός. εἴρηται γὰρ ἀμ Ἐλώμ, ὃ δύναται καὶ μετὰ τοῦ θεοῦ λέγεσθαι καὶ λαὸς τοῦ θεοῦ.
Rulers of peoples were gathered together with the God of Abraham, because the powerful of the earth, belonging to God, were greatly exalted.
Along with the others previously mentioned, rulers of peoples were gathered together under one church, becoming the people of the God of Abraham. For thus Symmachus interpreted wonderfully, rendering it: "Rulers of peoples were assembled, a people of the God of Abraham." For those who were formerly rulers of the peoples—the idolaters and those given over to every superstition of error—these became the people of the God of Abraham, having recognized the God of Abraham and crying out to him in their prayers and making their assembly with him. And Theodotion, who is himself one of those who interpreted carefully, likewise interpreted like Symmachus, saying: "Rulers of peoples were gathered together, a people of the God of Abraham." Why then did the Seventy say "with the God of Abraham"? Because the Hebrew word, with the same letters, writes both "with" and "people." For it is said "am Elohim," which can be rendered both as "with the God" and "people of the God.
ᾠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορε·
Τρεῖς μὲν οἱ πρῶτοι ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ συμφορᾶς καὶ λύπης περιεῖχον λόγους, ὁ δὲ τέταρτος μεταβολὴν ἐπὶ τὸ φαιδρότερον ἐδήλου. διὸ ᾠδὴἐτύγχανεν ὑπὲρ τοῦ ἀγαπητοῦ. ὡσαύτως καὶ ὁ πέμπτος ὑπὲρ τῶν κρυφίωνἦν. ἀλλὰ καὶ ὁ ἕκτος ὁμοίως ψαλμὸςἦν. ὁ δὲ μετὰ χεῖρας μείζονα τῶν ἔμπροσθεν θεολογίαν περιέχων εἰκότως ᾠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορὲἐπιγέγραπται. κατὰ τὸ αὐτὸ γὰρ οἱ μὲν διὰ φωνῆς ἀναβοῶντες ὕμνουν τὸν θεὸν, οἱ δὲ δι’ ὀργάνων μουσικῶν τὴν αὐτὴν ἀνεκρούοντο ᾠδὴν τῷ μέλει σύμφωνον ποιούμενοι τὴν ἁρμονίαν. ὕμνον δὲ ὑπὲρ τῆς ἐκκλησίας ἀναπέμπουσι τῷ τὰς κατὰ τῶν πολεμίων νίκας ἀραμένῳ καὶ τὴν ἐκκλησίαν αὐτοῦ τῆς πικρᾶς καὶ χαλεπῆς δουλείας λυτρωσαμένῳ. ὁ μὲν οὖν πρὸ τούτου παρεκελεύετο τοῖς ἔθνεσι κροτεῖν καὶ ἀλαλάζειν τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ψάλλειν αὐτῷ, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλλειν τε συνετῶς, ἐπείπερ ἐβασίλευσεν ἐπὶ τὰ ἔθνη. ἔδει δὲ τοὺς κεκελευσμένους ταῦτα πράττειν καὶ τὸν τρόπον τοῦ ἀλαλαγμοῦ καὶ τὸν ψαλμὸν αὐτὸν ὡς παρὰ διδασκάλου μαθεῖν. διὸ ἀναγκαίως ὁ παρὼν λόγος τοῦτο διδάσκει. παιδεύεται τοίνυν τὰ ἔθνη τὰ ἐξ ἀθεότητος ἐπὶ τὴν ἔνθεον διδασκαλίαν μεταβεβλημένα τὸν ἑαυτῶν θεολογεῖν κύριον καὶ λέγειν· μέγας κύριος καὶ αἰνετὸς σφόδραἢ καὶ ὑμνητὸς σφόδρα κατὰ τοὺς λοιπούς. νοήσεις δὲ, ὅπως μέγας εἴρηται ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ τὸν σύμπαντα περιαθρήσας κόσμον κατὰ τὸν Ἡσαΐαν φήσαντα· ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε, τίς κατέδειξε ταῦτα πάντα.
A song of a psalm for the sons of Kore.
The first three inscribed of the sons of Kore contained words of calamity and grief, but the fourth indicated a change to a brighter state. Hence it was a song concerning the beloved. Likewise, the fifth was concerning hidden things. But also the sixth was similarly a psalm. The one at hand, containing a greater theology than those before, is fittingly inscribed as a song of a psalm for the sons of Kore. For in the same way, some, crying out with their voice, hymned God, while others, with musical instruments, struck up the same song, making the harmony consonant with the melody. They send up a hymn for the church to the one who has taken up victories against enemies and has ransomed his church from bitter and harsh slavery. Now, the one before this commanded the nations to clap and raise a cry of acclamation to God with a voice of rejoicing and to sing psalms to him, because God is king of the whole earth, and to sing psalms intelligently, since he has reigned over the nations. But it was necessary for those commanded to do these things to learn both the manner of the acclamation and the psalm itself as from a teacher. Therefore, the present discourse necessarily teaches this. So the nations, having changed from atheism to divine teaching, are instructed to theologize their own lord and to say: "Great is the Lord and exceedingly praiseworthy," or "and exceedingly hymned" according to others. And you will understand how "great" is said by looking up at the heaven and surveying the whole cosmos, according to Isaiah who said: "Lift up your eyes to the height and see, who has ordained all these things.
ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, οὐ σωματικῷ μεγέθει, δυνάμει δὲ ἀκαταλήπτῳ. ἀλλὰ καὶ σοφίᾳ μέγας ἐστὶ καὶ ἀγαθότητι καὶ ἀνεξικακίᾳ καὶ φιλανθρωπίᾳ ταῖς τε λοιπαῖς ἐπινοουμέναις ἐν αὐτῷ θεϊκαῖς δυνάμεσι. διὸ λέλεκται· καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεται.
Μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, εὖ ῥίζων ἐν ἀγαλλιάματι πάσης τῆς γῆς.
Μέγας οὖν κύριος ὁ τοὺς πολεμίους τῶν ἐθνῶν ἀθέους τινὰς ὄντας δαίμονας ἐκποδὼν πεποιημένος, ὁ τὴν ἑαυτοῦ βασιλείαν ἐπὶ γῆς συστησάμενος καὶ τὰ καθ’ ἕκαστον τῶν ἔμπροσθεν κατηριθμημένων ἐν ἀνθρώποις ἐπιτελέσας. οὐ μόνον δὲ μέγας ἐστίν, ἀλλὰ καὶ ὑμνητὸςσφόδρα, οὐ μὴν παρὰ πᾶσιν, οὐδὲ ἐν παντὶ τόπῳ, ἀλλ’ ἐν τῇ πόλει τοῦ θεοῦ ἡμῶν καὶ ἐν τῷ ὄρει τῷ ἁγίῳ αὐτοῦ, ἐπείπερ οἱ ἐκτὸς τῆς αὐτοῦ πόλεως ἀμαθεῖς ὄντες τῆς ἐνθέου διδασκαλίας οὐκ ἴσασιν αὐτὸν ὑμνεῖν οὐδ’ ἐπαξίως θεολογεῖν. διόπερ τὴν σεβάσμιον προσηγορίαν ἐπὶ τὴν ἄψυχον ὕλην καταβεβλήκασιν, ἢ ζώων ἀλόγων γένη, ἢ ἐπὶ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἢ ἐπὶ τὰ μέρη τοῦ κόσμου. καὶ ἄλλοι ἄλλως πως περὶ θεοῦ ἐδόξασαν ἀσεβῶς. καὶ διὰ τοῦτο τῆς πόλεως ὄντες ἀλλότριοι τοῦ θεοῦ ἀποπεπτώκασι τοῦ ἀληθοῦς ὕμνου. πόλις δὲ τοῦ θεοῦ ἡμῶν ἡ ἐκκλησία, ἣν καὶ τὰ ἀνωτέρω ἐδήλου λόγια, δι’ ὧν εἴρητο· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. καὶ ταῦτα μὲν περὶ τῆς κατὰ γῆν ἐκκλησίας, περὶ ἧς εἴρηται· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω·
From the magnitude and beauty of the creations, the creator is analogously perceived, not by bodily size, but by incomprehensible power. Yet he is also great in wisdom, goodness, forbearance, philanthropy, and the other divine powers conceived in him. Therefore it is said: "And to your reasonings there is none who will be likened."
Great is the Lord and very praiseworthy in the city of our God, on his holy mountain, well-rooted in the exultation of the whole earth.
Great, then, is the Lord who has removed the enemies of the nations, some being godless demons, who has established his own kingdom on earth and accomplished each of the things previously enumerated among men. And not only is he great, but also very praiseworthy, yet not among all, nor in every place, but in the city of our God and on his holy mountain, since those outside his city, being ignorant of divine teaching, do not know how to hymn him or to theologize worthily. Therefore they have cast the venerable appellation upon inanimate matter, or upon kinds of irrational animals, or upon the elements—earth, water, air, fire—or upon the parts of the cosmos. And others have thought impiously about God in various other ways. And for this reason, being aliens from the city of God, they have fallen away from the true hymn. Now the city of our God is the Church, which the earlier oracles also indicated, through which it was said: "The rushings of the river gladden the city of God; the Most High has sanctified his tabernacle." And these things concern the Church on earth, about which it is said: "I will dwell among them and walk among them.
καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. εἰ δ’ ἔστι τις ἄλλη κρείττων ταύτης πόλις, ἧς τεχνίτης καὶ δημιουργὸς αὐτός, θέα ὅπως καὶ ἐν ταύτῃ μέγας καὶ ὑμνητὸς καὶ αἰνετός ἐστι σφόδρα, κατ’ ἀξίαν νοούμενος ἐν αὐτῇ καὶ θεολογούμενος. ποῖ δὲ γῆς ᾠκοδόμηται ἡ πόλις αὕτη, ὁ μὲν ψαλμὸς διδάσκει λέγων· ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ, τουτέστι τῷ εὖ τεθεμελιωμένῳ καὶ ἐρριζωμένῳ, καὶ τῷ ἀγαλλιάματι πάσης τῆς γῆς. ποῖον δ’ ἂν εἴη τοῦτο τὸ ὄρος, ὁ μέγας ἀπόστολος διδάξει λέγων· προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. ταύτην δὲ αὐτὴν εἶναι τὴν πόλιν τοῦ θεοῦ τὴν ἀληθινὴν ὁ αὐτὸς παρίστη λέγων· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. ὄρος δὲ τοῦ θεοῦ ἐπάξιον αὐτὸς ὁ οὐρανός. ἐπειδὴ δὲ καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ἀπηξίωσε τῆς οἰκείας βασιλείας (τοῦτο γὰρ ἐδήλου ὁ πρὸ τούτου ψαλμὸς λέγων· βασιλεὺς πάσης τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη), εἰκότως καὶ ἐπὶ τῆς γῆς συνέστη αὐτῷ πόλις, τὸ θεοσεβὲς δηλαδὴ πολίτευμα τὸ καθ’ ὅλης τῆς οἰκουμένης διὰ τοῦ εὐαγγελικοῦ συστᾶν κηρύγματος. ὄρος δὲ τοῦ θεοῦ, ἐν ᾧ τὸ πολίτευμα τοῦτο συνέστηκε, μὴ ὄκνει λέγειν τὸν λόγον τοῦ θεοῦ ἤτοι τὸν Χριστόν, ἐπείπερ ἐπὶ τὴν πέτραν ᾠκοδόμηται αὐτοῦ ἡ ἐκκλησία, αὐτός τε ἦν ἡ πέτρα. οὗτος οὖν καὶ ὄρος καὶ πέτρα καὶ θεμέλιος τῆς ἐκκλησίας αὐτὸς ἂν μόνος εἴη κατὰ τὸν φάσκοντα· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
And I will be their God, and they will be my people. But if there is some other city, better than this, whose artisan and creator is himself, see how in this city also he is great and hymned and highly praised, being understood and theologized in it according to his worth. And where on earth this city is built, the psalm teaches, saying: on his holy mountain, well-rooted, that is, on the one well-founded and rooted, and on the delight of the whole earth. And what this mountain might be, the great apostle will teach, saying: we have approached Mount Zion and the city of the living God, the heavenly Jerusalem, and the festal assembly of myriads of angels and the church of the firstborn enrolled in the heavens. And that this is the true city of God, the same apostle sets forth, saying: the upper Jerusalem is free, which is our mother. A mountain worthy of God is heaven itself. But since he did not deem unworthy of his own kingdom even the men on earth (for this the preceding psalm indicated, saying: God is king of the whole earth, sing intelligently; God has reigned over the nations), fittingly also on earth a city was established for him, namely the godly polity, that throughout the whole world, constituted through the evangelical proclamation. And the mountain of God, on which this polity is established, do not hesitate to call the Word of God, that is, Christ, since his church is built upon the rock, and he himself was the rock. Therefore, he alone would be both mountain and rock and foundation of the church, according to the one who says: for no one can lay another foundation besides the one that is laid, which is Jesus Christ.
ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου,
Διόπερ καὶ τὰ πλευρὰ τοῦ Βορρᾶ ἐπέχειν λέγεται. παρὰ μὲν οὖν τοῖς παλαιοῖς ἐλέγετο· ἀπὸ Βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. ἐπεὶ δὲ ἡ βασιλεία τοῦ θεοῦ ἐπὶ τῆς γῆς συστᾶσα ἤλασε τοὺς τὰ πλευρὰ τοῦ Βορρᾶ πάλαι κρατοῦντας καὶ τὸν ἐν αὐτοῖς λέβητα τὸν ὑποκαιόμενον ἔσβεσε, κρείττων τε γεγένηται τῶν κακῶν τῶν πάλαι τὸν Βορρᾶν πληρούντων, εἰκότως ἐνταῦθα τὸ προλεχθὲν ὄρος διήκειν λέγεται ἐπὶ τὰ πλευρὰ τοῦ Βορρᾶ. ἐπεὶ δὲ καὶ μέχρι τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν ἡ τοῦ βασιλέως ἐξεχύθη χάρις, δύο δὲ νοουμένων κατὰ τὰς γεωγραφίας τῆς ὅλης γῆς μερῶν, τοῦ μὲν κατὰ τὸ μεσημβρινὸν καὶ νότιον κλίμα, ὃ δή φασιν εἶναι τῆς ἀντοικουμένης, τοῦ δ’ ἑτέρου κατὰ τὸ βόρρειον, ἐν ᾧ οἰκοῦμεν ἡμεῖς, εἰκότως ὁ παρὼν λόγος τὴν καθ’ ἡμᾶς οἰκουμένην σημαίνων τὰ πλευρὰ τοῦ Βορρᾶ ὠνόμασεν. ἄλλως δὲ οὐκ ἔστι ταῦτα δέξασθαι ἢ μόνως οὕτως· ἐπειδήπερ ἡ ἐκκλησία τοῦ θεοῦ πεπληρωκυῖα τὰ πλευρὰ τοῦ Βορρᾶ καὶ πᾶσαν τὴν βόρρειον οἰκουμένην ὀφθαλμοῖς ὁρᾶται, διὸ λέλεκται· ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.
the mountains of Sion, the sides of the North, the city of the great king.
Therefore it is said to occupy the sides of the North. Now among the ancients it was said: from the North evils will be kindled against all who inhabit the earth. But since the kingdom of God, established on earth, drove out those who formerly held the sides of the North and extinguished the cauldron kindled among them, and has become stronger than the evils that once filled the North, it is fitting that here the aforementioned mountain is said to extend to the sides of the North. And since the grace of the king was poured out even to the formerly idolatrous nations, and since two parts of the whole earth are understood according to geography—one in the southern and meridian clime, which they say is the antipodal region, and the other in the northern clime, in which we dwell—it is fitting that the present discourse, signifying our inhabited world, named the sides of the North. Otherwise it is not possible to accept these things except in this way: because the church of God, having filled the sides of the North and the entire northern inhabited world, is seen with the eyes, therefore it is said: the mountains of Sion, the sides of the North, the city of the great king.
Ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς ἐπιγινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό· αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτῶν, ἐκεῖ ὠδῖνες ὡς τικτούσης. ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα θαρσεῖς.
Πάλιν κἀνταῦθα σημεῖα τῆς παρουσίας τοῦ θεοῦ τῆς ἐν τῇ πόλει αὐτοῦ τῇ προλεχθείσῃ δίδωσιν. ὥσπερ γὰρ ἐν τοῖς ἀνωτέρω εἴρητο· ὁ θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται. βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωῒ πρωΐ. ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ, τὸν αὐτὸν τρόπον καὶ νῦν τὸ ἐναργὲς τῆς παρουσίας τοῦ θεοῦ τῆς ἐν τῇ πόλει αὐτοῦ παρίστησι λέγων· ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.ἀντὶ δὲ τοῦ ἐν ταῖς βάρεσιν αὐτῆς ὁ Σύμμαχος ἐν τοῖς βασιλείοις αὐτῆς γνωσθήσεται εἴρηκεν. ἀφανοῦς γὰρ ὄντος τοῦ θεοῦ καὶ ἀοράτου τότε μάλιστα ἡ παρουσία αὐτοῦ γινώσκεται, ὅταν πολεμίων ἐπιθεμένων τῇ αὐτοῦ πόλει τὴν ἀντίληψιν αὐτοῦ παρέχῃ. βάρεις δὲ τῆς πόλεως τίνας ἂν εἴποις ἢ τὰς ἀφωρισμένας κατὰ χώρας καὶ κατὰ τόπους ἐκκλησίας; τὸ μὲν γὰρ πᾶν θεοσεβὲς πολίτευμα τὸ καθ’ ὅλης τῆς οἰκουμένης συνεστὼς ἡ μεγάλη νοεῖται πόλις τοῦ βασιλέως, αἱ δὲ κατὰ τόπον ἐκκλησίαι τυγχάνουσιν αἱ βάρεις, ὧν μέσος ἀεὶ ὢν ὁ εἰρηκὼς θεός· ὅπου δύο καὶ τρεῖς συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν,καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. τότε γινώσκεται, ἐπειδὰν πολεμίων ἐπιθεμένων ἀντιλαμβάνηται τῆς ἑαυτοῦ πόλεως καὶ τῶν βάρεων αὐτῆς.
God is known in her towers, when he comes to her aid. For behold, the kings gathered together, they passed through to the same place; they saw thus and marveled, they were troubled, they were shaken, trembling seized them, there were pangs as of a woman giving birth. With a violent wind you will shatter ships of Tarshish.
Again and here he gives signs of the presence of God in his previously mentioned city. For as it was said above: God is in her midst, and she will not be shaken. God will help her at dawn. Nations were troubled, kingdoms gave way, he gave his voice, the earth was shaken. In the same way now he sets forth the clear evidence of the presence of God in his city, saying: God is known in her towers, when he comes to her aid. And instead of "in her towers," Symmachus has said, "he will be known in her palaces." For God, being invisible and unseen, his presence is especially known when he provides his aid to his city when enemies attack it. And what would you call the towers of the city but the churches appointed throughout the lands and places? For the whole godly polity established throughout the whole world is understood as the great city of the king, and the local churches are the towers, in whose midst God, who said, "Where two or three are gathered, there I am in their midst," and "Behold, I am with you all the days until the end of the age," is always present. Then he is known, when he comes to the aid of his city and its towers when enemies attack.
ἑξῆς τούτοις συνῆπται ἡ τῶν πολεμίων κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ ἔφοδος· διὸ εἴρηται· ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. κατὰ δὲ τὸν Σύμμαχον· ἰδοὺ γὰρ, φησὶν, οἱ βασιλεῖς συνετάξαντο, ἦλθον ὁμοῦ. ποῖοι δὲ βασιλεῖς ἢ οἱ ἐχθροὶ τοῦ θεοσεβοῦς πολιτεύματος συνετάξαντο ἀλλήλοις καὶ νόμους ἐγγράφους ἔθεντο τοῦ πολεμεῖν τὴν ἐκκλησίαν τοῦ θεοῦ; πλὴν τὸ μέγα θαῦμα τοῦ ἐν ταῖς βάρεσιν αὐτῆς γινωσκομένου θεοῦ τότε δείκνυται, ἐπειδὰν οἱ βασιλεῖς συναχθέντες πόλεμον ἄρωνται κατὰ τῆς ἐκκλησίας αὐτοῦ, διωγμούς τε κινοῦντες καὶ μυρίας ἐπιβουλὰς κατ’ αὐτῆς βουλευόμενοι μηδὲν ἰσχύωσι. διὸ ἐπιλέγει· αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν. ἔργῳ γὰρ τὴν δύναμιν αὐτοῦ παραλαβόντες οὕτως ἐθαύμασαν, πρὸ τούτου μὴ θαυμάσαντες. εἶτα ἐταράχθησαν, ὡς ἂν θεοῦ πολέμιοι καταστάντες· ἐσαλεύθησάν τε καὶ τρόμος ἐπελάβετο αὐτῶν. ἐκεῖ ὠδῖνες ὡς τικτούσης. λοιπὸν γὰρ ὑπέπιπτεν αὐτῶν τοῖς ὀφθαλμοῖς ὁ περὶ τῆς κρίσεως τοῦ θεοῦ λόγος τοῦ ὑπ’ αὐτῶν πολεμουμένου. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐξεπλάγησαν, φρίκη κατέσχεν αὐτοὺς, ὠδῖνες ὡς τικτούσης. Ὤδινον γὰρ κατὰ τὸ λελεγμένον· ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.
Next to these things is joined the assault of the enemies against the church of God; therefore it is said: "For behold, the kings gathered together, they passed through to the same place." According to Symmachus: "For behold," he says, "the kings conspired together, they came together." What kings, if not the enemies of the pious polity, conspired with one another and enacted written laws to make war on the church of God? Yet the great wonder of God, who is known in her towers, is then shown, when the kings, having gathered, raise war against his church, stirring up persecutions and devising countless plots against her, yet prevail nothing. Therefore he adds: "They themselves, seeing thus, marveled." For having experienced his power in deed, they marveled thus, not having marveled before. Then they were troubled, as having become enemies of God; they were shaken, and trembling seized them. There, "pains as of a woman giving birth." For the word concerning the judgment of God, whom they were warring against, was now falling before their eyes. Therefore, according to Symmachus, it is said: "They themselves, seeing thus, marveled, were troubled, were astounded, a shudder seized them, pains as of a woman giving birth." For they were in labor, according to what has been said: "Behold, injustice was in labor, conceived pain, and gave birth to lawlessness." He dug a pit and excavated it, and will fall into the hole he made. His pain will return upon his own head, and his injustice will descend upon his own crown.
ταῦτα δι’ ἔργων πληρούμενα ὀφθαλμοῖς αὐτοῖς ἡμεῖς παρειλήφαμεν, ἃ καὶ εἰκὸς τοῖς μεθ’ ἡμᾶς ἀπίστοις μηδὲ ἀκοῇ πιστεύεσθαι λεγόμενα. πάντες γοῦν οἱ καθ’ ἡμᾶς τῆς ἐκκλησίας τοῦ θεοῦ πολέμιοι καταστάντες ἄρχοντες τοῦ αἰῶνος τούτου καὶ τύραννοι, θεηλάτοις μάστιξιν αἰκισθέντες οἱ μὲν σήψεις τοῦ σώματος ὑπέμειναν, ὡς καὶ σκώληκας ἐξ αὐτῶν ἔτι ζώντων μετ’ ἀφορήτου δυσωδίας βρύειν, οἱ δὲ τὰς ὄψεις ἔτι ζῶντες ἐπηρώθησαν, ὡς καὶ εἰς συναίσθησιν ἐλθεῖν τῆς καταλαβούσης αὐτοὺς θεηλάτου μάστιγος, παλινῳδίαν τε ᾆσαι καὶ τὸν τῆς ἐκκλησίας θεὸν μέγαν εἶναι καὶ ἀληθῆ καὶ μόνον κύριον ὁμολογῆσαι, προστάξαι τε σὺν πολλῇ σπουδῆ ἀνανεοῦσθαι καὶ οἰκοδομεῖν τὴν πάλαι πρὸς αὐτὸν πολεμηθεῖσαν τοῦ θεοῦ πόλιν.
τὸ δ’ ἑξῆς εἰρημένον· ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς, ἢ κατὰ τὸν Ἀκύλαν· ἐν πνεύματι καύσωνος συντρίβεις νῆας Θαρσεῖς, ἢ κατὰ τὸν Σύμμαχον· δι’ ἀνέμου βιαίου κατεάξεις ναῦς Θαρσεῖς, νοήσεις ἐπιστήσας ὡς νῆες Θαρσεῖς ἐλέγοντο πλοῦτον μέγαν φέρειν τῷ Σολομῶντι ποτὲ κατὰ τὴν ἱστορίαν τὴν ἐν ταῖς βασιλείαις κειμένην. οὕτως οὖν καὶ τῶν προλεχθέντων βασιλέων τὸν πλοῦτον καὶ τὴν δυναστείαν συντριβήσεσθαι, ὁλόστολόν τε καὶ κατὰ βυθῶν χωρήσειν παντελῶς τε ἀφανισθήσεσθαι, ὁ λόγος ᾐνίξατο διὰ τῶν νηῶν Θαρσεῖς τῶν συντριβομένων.
We have ourselves received these things being fulfilled in deeds before our very eyes, things which will likely be disbelieved even when heard by the unbelievers after us. At any rate, all the rulers of this age and tyrants who became enemies of the church of God in our time, scourged by god-sent plagues, some suffered putrefaction of the body, so that even while still alive worms bred from them with unbearable stench, while others were blinded while still alive, so that they came to perceive the god-sent scourge that had overtaken them, and sang a palinode, confessing that the God of the church is great and true and the only Lord, and ordering with great zeal that the city of God, long ago warred against by him, be renewed and rebuilt.
As for what is said next: "With a violent wind you will shatter the ships of Tarshish," or according to Aquila: "With a scorching wind you shatter the ships of Tarshish," or according to Symmachus: "With a violent wind you will break the ships of Tarshish," you will understand, having noted that ships of Tarshish were said once to bear great wealth to Solomon according to the history in the book of Kings. Thus, then, the wealth and power of the aforementioned kings will be shattered, and the whole fleet will go to the depths and be utterly destroyed—this the word hinted at through the ships of Tarshish being shattered.
Καθάπερ ἠκούσαμεν, οὕτως καὶ ἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν· ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. διάψαλμα.
Λεχθείη ταῦτα καὶ ὡς ἐκ προσώπου τῶν ἱερῶν ἀποστόλων, οἳ πάλαι μὲν ἤκουον μόνον τῶν προφητικῶν φωνῶν ἐκ τῶν ἱερῶν ἀναγνωσμάτων, νυνὶ δὲ αὐτοῖς πράγμασι τὰ ἀποτελέσματα τῶν προρρήσεων ὀφθαλμοῖς ὁρῶντες φασί· καθάπερ ἠκούσαμεν, οὕτως καὶ ἴδομεν. διὸ τοῖς ταῦτα φάσκουσιν ἔλεγεν ὁ σωτήρ· πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε· καὶ ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. ἁρμόζοι δ’ ἂν καὶ ἡμῖν ἡ τοιαύτη φωνὴ τὰ ὅμοια τεθεαμένοις κατὰ τοὺς ἡμετέρους χρόνους, ἃ δὴ καὶ ἐπληροῦτο ἐν τῇ προλεχθείσῃ πόλει, ἣν οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ θεὸς ἐθεμελίωσεν εἰς τὸν αἰῶνα. μάλιστα γὰρ τότε αὐτῆς φαίνεται ὁ θεμέλιος αἰώνιος ἥ τε οἰκοδομὴ οὐκ ἐξ ἀνθρώπων ἱδρυμένη, ἀλλ’ ἐξ αὐτοῦ θεοῦ, ἐπειδὰν τοσούτων πολεμίων πολιορκούντων ἀήττητος καὶ ἀκαθαίρετος διαμένῃ.
Just as we heard, so also we saw in the city of the Lord of the powers, in the city of our God: God founded it for eternity. Diapsalma.
These things might be spoken as from the person of the holy apostles, who formerly only heard the prophetic voices from the sacred readings, but now see with their own eyes the fulfillments of the prophecies in actual deeds, and say: just as we heard, so also we saw. Therefore the Savior said to those who speak these things: Many prophets and righteous men desired to see what you see; and blessed are your eyes, because they see. This same utterance would also be fitting for us, who have beheld similar things in our own times, things which were indeed fulfilled in the aforementioned city, which not a man, but God himself founded for eternity. For especially then does its foundation appear eternal and its building not established by men, but by God himself, when, though so many enemies besiege it, it remains unconquered and indestructible.
δικαιοσύνης πλήρης ἡ δεξιά σου. εὐφρανθήτω ὄρος Σιων, καὶ αγγαλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκα τῶν κριμάτων σου, κύριε.
Ἐπειδήπερ ἡ δεξιὰ αὐτοῦ, ἡ εὐεργετικὴ καὶ πάντων τῶν ἀγαθῶν πάροχος, πεπλήρωται ἰσότητος καὶ δικαιοσύνης, οὐκ ἔστι τε προσωποληψία παρ’ αὐτῷ, εἰκότως τὸ εὐαγγέλιον πᾶσιν ἐκηρύττετο τοῖς ἔθνεσι. διό φησιν ὁ ἀπόστολος· οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον. δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. τούτοις ἀκολούθως ἐπιλέγεται ἑξῆς· εὐφρανθήτω ὄρος Σιών. τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐφ’ ᾧ τεθεμελίωτο ἡ ἐκκλησία. ἡ πέτρα οὖν καὶ τὸ ὄρος αὐτὸς ἦν ὁ Χριστός. χαίρει τοίνυν καὶ πάσης εὐφροσύνης πληροῦται ἐπὶ τῇ μεγάλῃ ἐπ’ αὐτῷ οἰκοδομῇ καὶ τῇ ἀκαταμαχήτῳ πόλει, καὶ συγχαίρει τοῖς σωζομένοις ὁ σώζων αὐτοὺς κύριος, ἀλλὰ καὶ αἱ θυγατέρες τῆς Ἰουδαίας ἀγαλλιῶνται ἕνεκεν τῶν κριμάτων τοῦ θεοῦ. τίνες δ’ ἂν εἶεν αὗται, ἀλλ’ αἱ ἀποστολικαὶ ψυχαὶ καὶ πᾶς ὁ τῶν μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χορὸς ἐξ Ἰουδαίων γεγενημένος; ἔχαιρόν γε μὴν καὶ πάσης ἀγαλλιάσεως καὶ θυμηδίας ἐπληροῦντο διὰ τὰ δίκαια κρίματα τοῦ θεοῦ, ἐπείπερ δι’ αὐτῶν πᾶσιν ὁμοῦ τοῖς ἔθνεσι καὶ πᾶσιν ἀνθρώποις ἐκηρύττετο τὸ σωτήριον εὐαγγέλιον.
Your right hand is full of righteousness. Let Mount Zion rejoice, and let the daughters of Judaea be glad because of your judgments, Lord.
Since his right hand, the beneficent and provider of all good things, is filled with equality and righteousness, there is no partiality with him; accordingly, the gospel was proclaimed to all the nations. Therefore the apostle says: For I am not ashamed of the gospel. For it is the power of God for salvation to every believer, first to the Jew and then to the Greek. For the righteousness of God is revealed in it. In accordance with these things, it is next said: Let Mount Zion rejoice. This was also indicated in the preceding passages, on which the church was founded. The rock and the mountain, therefore, was Christ himself. So he rejoices and is filled with all gladness at the great building upon him and the invincible city, and the Lord who saves them rejoices together with those being saved. But also the daughters of Judaea are glad because of the judgments of God. Who would these be, if not the apostolic souls and the whole chorus of disciples and evangelists of our Lord and Savior Jesus Christ, who were born from among the Jews? Indeed, they rejoiced and were filled with all exultation and delight because of the righteous judgments of God, since through them the saving gospel was proclaimed to all the nations together and to all men.
κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν, αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.
τὰ μὲν προλεχθέντα πάντα θεολογίαν περιέχει τοῦ τὰ τοσαῦτα ἐν ἀνθρώποις κατορθωκότος, τὰ δὲ προκείμενα προσφωνεῖται εἰς πρόσωπόν τινων, ὡς ἂν τὴν προλεχθεῖσαν πόλιν τοῦ θεοῦ διαλάβοιεν κυκλώσαντες αὐτὴν καὶ ταῖς χερσὶ περιλαβόντες, ὡς ἂν πανταχόθεν αὐτὴν περιστοιχισάμενοι φυλάττοιεν. τίσι δὲ ἄρα προστάττεται ταῦτα ποιεῖν; οἶμαι, ὅτι ταῖς τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ τὸ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα φρουρούσαις θείαις δυνάμεσιν, ἀγγέλοις τε ἁγίοις. τούτοις οὖν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον προσφωνεῖ λέγον· κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν ἤγουν περιτειχίσατε κατὰ τὸν Σύμμαχον. ἀντὶ δὲ τοῦ· διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς ὁ μὲν Ἀκύλας ψηφίσατε, φησὶ, πύργους αὐτῆς, ὁ δὲ Σύμμαχος· ἀριθμήσατε. μάλιστα γὰρ τὰ ἐξοχώτατα τῶν οἰκοδομημάτων καὶ τὰ ὀχυρότατα τῆς πόλεως, ὡς ἂν κρείττονα καὶ τῶν λοιπῶν ἀναγκαιότερα, παραδέδοται σὺν ἀριθμῷ τοῖς εἰρημένοις φρουροῖς φυλάττειν ἐπιμελῶς, ὡς ἂν παραδῶσιν ἔμπαλιν σῶον καὶ πλήρη ὃν παρειλήφασι ἀριθμόν.
Surround Zion and encompass her, recount in her towers. Set your hearts upon her strength, and distribute her fortresses, so that you may recount to another generation. For this is God, our God; he himself will shepherd us for the ages.
All that has been previously said contains theology of the one who has accomplished such great things among men, but the present words are addressed to the person of some, so that they might take hold of the previously mentioned city of God by surrounding her and embracing her with their hands, so as to guard her by stationing themselves around her on all sides. To whom, then, is it commanded to do these things? I think, to the divine powers that guard the church of God and the pious polity within it, and to the holy angels. To these very ones, then, the Holy Spirit addresses, saying: "Surround Zion and encompass her," that is, wall her around, according to Symmachus. And instead of "recount in her towers," Aquila says "count her towers," and Symmachus says "number them." For the most prominent and strongest of the buildings, and the most necessary of the city, are entrusted by number to the aforementioned guards to guard diligently, so that they may in turn hand over the number they received safe and complete.
νοήσεις δὲ τὸ λεγόμενον ἀπὸ τῆς σωτηρίου φωνῆς, δι’ ἧς τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, τοῖς ὡσπερεὶ πύργοις ἐξέχουσι καὶ διαφέρουσι τῆς λοιπῆς οἰκοδομῆς, ἔλεγεν ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. ὁ γὰρ εἰς τοσοῦτον ὕψος αὐτοὺς ἐπάρας καὶ πύργους τῆς ἐκκλησίας αὐτοῦ καταστήσας, ὡς ἂν μή τινα πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, μείζοσιν αὐτοὺς φύλαξιν, ἁγίοις ἀγγέλοις, παραδίδωσιν. ἔνθεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εἰδότες, ὡς ἕκαστος τῶν μαθητῶν τοῦ σωτῆρος ἀγγέλοις τισὶ παραδέδοται, τῆς παιδίσκης ἀπαγγειλάσης, ὡς ἄρα Πέτρος εἴη ὁ τὴν θύραν παίσας, οἱ λοιποὶ μαθηταὶ ἔφασαν· μήποτε ἄγγελος αὐτοῦ ἐστι; διδάσκει δ’ οὖν καὶ περὶ τῶν μικρῶν τῶν ἐν τῇ ἐκκλησίᾳ ὁ σωτὴρ λέγων· οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. εἰκότως οὖν προστάττει ὁ παρὼν λόγος τούτοις αὐτοῖς λέγων· ἀριθμήσατε τοὺς πύργους αὐτῆς.
εἶθ’ ἑξῆς τό· τάξατε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, κατὰ δὲ τὸν Σύμμαχον· τάξατε τὰς καρδίας ὑμῶν εἰς τὸν περίβολον αὐτῆς, διαμετρήσατε τὰ βασίλεια αὐτῆς. πάντα ταῦτα προστάττονται ποιεῖν οἱ φρουροὶ τῆς ἐκκλησίας. παρεμβαλεῖ γὰρ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. ποίας δὲ βάρεις φησὶν ἢ περὶ ὧν καὶ ἀνωτέρω ἐλέγετο· ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς; ἐλέγομεν δὲ πόλιν μὲν νοεῖσθαι πᾶν τὸ θεοσεβὲς πολίτευμα τὸ καθ’ ὅλης τῆς οἰκουμένης, βάρεις δὲ αὐτῆς τὰς κατὰ μέρος καὶ κατὰ τόπον ἐκκλησίας.
You will understand what is said from the saving utterance, through which he said to his disciples and apostles, who stand out and differ from the rest of the building like towers, "And all the hairs of your head are numbered." For having raised them to such a height and established them as towers of his church, so that they might suffer nothing from enemies, he entrusts them to a greater guard, holy angels. Hence in the Acts of the Apostles, when they knew that each of the Savior's disciples is entrusted to certain angels, the maidservant having reported that Peter was the one who knocked at the door, the other disciples said, "Could it be his angel?" And the Savior teaches also about the little ones in the church, saying, "For their angels continually behold the face of my Father in the heavens." Naturally, then, the present passage commands these very ones, saying, "Number her towers."
Then next: "Set your hearts upon her strength, and distribute her fortresses," and according to Symmachus, "Set your hearts upon her circuit, measure out her palaces." All these things the guards of the church are commanded to do. For an angel of the Lord will encamp around those who fear him and will rescue them. And what fortresses does he mean, or about which it was said above, "God is known in her fortresses, when he comes to her aid"? And we said that the entire godly polity throughout the whole inhabited world is understood as a city, and her fortresses are the individual churches in each place.
αὐτὰς οὖν ταύτας τὰς κατὰ μέρος ὁ παρὼν προστάττει λόγος καταδιελέσθαι. βούλεται γὰρ ἕκαστον τῶν ἀγγέλων ἀφωρισμένως ἐκκλησιῶν τινων φρουρὸν ἐπιστῆσαι. εἶτ’ ἐπιλέγει τούτοις· ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. ἀγγέλων γὰρ ἦν τὸ εἰς γενεὰς διαφόρους δύνασθαι τὰς ἀρετὰς τοῦ θεοῦ διηγήσασθαι. καὶ ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. ὑμεῖς μὲν γὰρ φρουροὶ ἂν εἴητε καὶ ὥσπερ ποίμνης φύλακες, ὁ δὲ τῶν θρεμμάτων ποιμὴν ἄλλος ἂν εἴη. τίς δὲ οὗτος ἢ ὁ εἰπών· ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὑφ’ ὃν ποιμαινόμενοι εἴποιμεν ἂν ἐγκαίρως· κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει;
Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός.
Ἔδει δὲ τοὺς υἱοὺς Κορὲ τὰ πρῶτα κατὰ καιρὸν ἐκθεμένους καὶ τὰ δεύτερα εὐαγγελισαμένους, ἐπὶ τούτοις τε τὴν τῶν ἐθνῶν κλῆσιν κηρύξαντας τά τε περὶ τῆς ἐκκλησίας τοῦ θεοῦ παραδόντας, μετὰ πάντα διαμαρτύρασθαι τὰ περὶ τῆς συντελείας τοῦ παρόντος βίου καὶ τοῦ θείου δικαιωτηρίου· ἐν ᾧ πᾶν τὸ ποίημα ἄξει ὁ θεὸς εἰς κρίσιν, καὶ πάντες παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτ’ ἀγαθὸν εἴτε φαῦλον. ἀναγκαίως τοίνυν πάντα καλεῖ τὰ ἔθνη ἐπὶ τὴν τῶν λεχθησομένων ἀκρόασιν. ὡς γὰρ ἐπὶ τὴν σωτηρίαν πᾶν γένος ἀνθρώπων παρεκάλει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τὴν διδασκαλίαν τῆς θείας κρίσεως ὁμοῦ πάντας ἀνακαλεῖται φάσκων·
Therefore, the present word commands that these individual parts be divided. For it wishes to appoint each of the angels as a distinct guardian of certain churches. Then it adds to them: "so that you may recount to another generation." For it was the role of angels to be able to recount the virtues of God to different generations. And that this is the God, our God, for eternity and for the eternity of eternity; he himself will shepherd us for the eternities. For you would be guardians and like keepers of a flock, but the shepherd of the flock would be another. And who is this but the one who said, "I am the good shepherd," under whose shepherding we might say opportunely, "The Lord shepherds me, and nothing will I lack?"
For the end; a psalm for the sons of Kore.
Now the sons of Kore, having set forth the first things in due time and proclaimed the second things as good news, and having heralded the calling of the nations and delivered the matters concerning the church of God, after all this it was necessary for them to testify concerning the consummation of the present life and the divine judgment, in which God will bring every creation to judgment, and we will all stand before the tribunal of God, so that each may receive according to what he did through the body, whether good or evil. Therefore, he necessarily calls all the nations to hear what will be said. For just as he summoned every race of humanity to salvation, in the same way he also calls all together to the teaching of divine judgment, saying:
Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης.
Νοήσεις καὶ οὕτως. Ἐπειδὴ τῶν ἐθνῶν τὰ μὲν ἀγριώτερα τυγχάνει ἐν ἐρήμοις σκηνοποιούμενα, τὰ δὲ τὸν πολιτικὸν μετέρχεται βίον καὶ τὰς γεωργουμένας χώρας οἰκεῖ, ἀναγκαίως διαστολῇ κέχρηται καὶ μετὰ τὴν κοινὴν κλῆσιν τῶν ἐθνῶν ἴδιον εἰσάγει τάγμα τὸ τῶν οἰκούντων τὴν οἰκουμένην. διό φησιν· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον οἱ κατοικοῦντες τὴν κατάδυσιν. οὕτω δὲ καλεῖ τὰς πόλεις καὶ τὰς κώμας καὶ τοὺς οἴκους, ἐν οἷς καταδύνουσιν οἱ ἐν αὐτοῖς κατοικοῦντες. εἶτα πάλιν διαιρεῖ τοὺς οἰκήτορας τῆς γῆς φάσκων· οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπεὶ μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ τὸ οἰκετικὸν γένος προσίεται ἐπὶ τὴν ἀκρόασιν, ἢ τοὺς ἀγροικώτερον μετερχομένους βίον καὶ τοὺς ἄλλως εὖ γεγονότας καὶ τροφῆς ἠξιωμένους ἐλευθερίου – ἢ γηγενεῖς μὲν τοὺς τὴν ἔρημον οἰκεῖν ᾑρημένους, υἱοὺς δὲ ἀνθρώπων τοὺς ἡμερωτέρους. ὁ δὲ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· ἥ τε ἀνθρωπότης καὶ προσέτι καὶ υἱοὶ ἑκάστου ἀνδρός, ἵν’ ᾖ διὰ μὲν τοῦ προτέρου καθολικῶς πᾶν γένος ἀνθρώπων δηλούμενον, διὰ δὲ τοῦ δευτέρου ὁ κατὰ μέρος ἕκαστος.
Hear these things, all the nations; give ear, all who inhabit the inhabited world, both the earthborn and the sons of men, rich and poor together.
You will understand it also in this way. Since some of the nations are more savage, dwelling in tents in deserts, while others pursue the civil life and inhabit the cultivated lands, it has necessarily employed a distinction, and after the common summons of the nations it introduces a special order, that of those inhabiting the inhabited world. Therefore it says: "Give ear, all who inhabit the inhabited world," or, according to Aquila and Symmachus, "those who inhabit the descent." Thus it calls the cities and the villages and the houses, in which those dwelling in them descend. Then again it divides the inhabitants of the earth, saying: "both the earthborn and the sons of men," since it admits not only free men but also the servile class to the hearing, or those who pursue a more rustic life and those who are otherwise well-born and deemed worthy of liberal nurture—or "earthborn" meaning those who have chosen to inhabit the desert, and "sons of men" the more civilized. Symmachus interpreted this manner thus: "both humanity and also sons of each man," so that by the former the whole race of men is indicated universally, and by the latter each individual in particular.
τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν· κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. ταῦτα δὲ καὶ ἀπὸ τῶν ἁγίων ἀποστόλων δύναται λέγεσθαι. [παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους. καὶ γὰρ ὁ κύριος παραβολικῶς τοῖς ὄχλοις διαλεγόμενος τοῖς ἀποστόλοις κατ’ οἶκον τούτων τὰς ἑρμηνείας προέφερεν.] διὸ ἐξ αὐτῶν προσώπου καὶ οἱ ἔμπροσθεν ἀνεφωνοῦντο ψαλμοί. ὁ τοίνυν χορὸς ὁ ἀποστολικός τὴν σοφίαν τοῦ θεοῦ (δηλαδὴ τὸν Χριστόν· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία) διὰ στόματος φέρων ἔλεγεν τὸ στόμα μου λαλήσει σοφίαν, ἐπειδὴ τὸν Χριστὸν θεολογοῦντες εἰς πᾶν γένος ἀνθρώπων ἐκήρυττον τῷ ἑαυτῶν στόματι, τὰ δὲ τῆς διανοίας αὐτῶν οὐδὲν ἕτερον ἢ συνέσεις ἐμελέτα. οὕτω δὲ αὐτῶν ἠκονῆτο πρὸς σύνεσιν ὁ νοῦς, ὡς τὰς παραβολὰς τοῦ σωτῆρος ἡμῶν τὰς ἐν τοῖς εὐαγγελίοις φερομένας συνεῖναι πάσας καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. αὐτίκα γοῦν μετὰ τὴν ἔκθεσιν τῶν παραβολῶν ὁ μὲν σωτὴρ ἠρῶτα αὐτοὺς λέγων· συνήκατε ταῦτα πάντα, οἱ δὲ λέγουσιν αὐτῷ, ναί. ἡ καρδία τοίνυν αὐτῶν ἐμελέτα συνέσεις. εἰτ’ ἐπὶ τούτοις ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου· ἐγὼ μὲν γάρ φησιν ἀκονήσας τὸ διανοητικόν μου εἰς σύνεσιν τῶν σωτηρίων παραβολῶν δεδύνημαι ἐπακολουθῆσαι τῇ ἐμφερομένῃ ἐν αὐταῖς διανοίᾳ, τοῖς δὲ μὴ τοῦτο πράττειν δυναμένοις διὰ νηπιότητα ἀνοίξω τὰ κεκλιμένα καὶ διασαφήσω τὰ προβλήματα καὶ τὰς παραβολάς.
My mouth will speak wisdom, and the meditation of my heart, understanding; I will incline my ear to a parable, I will open my problem on the psaltery. These things can also be spoken by the holy apostles. [He calls enigmatic words "parables." For the Lord, conversing with the crowds in parables, would bring forth the interpretations of these to the apostles in private.] Therefore, the psalms previously recited were also from their person. So the apostolic choir, bearing the wisdom of God (that is, Christ; for Christ is the power of God and the wisdom of God) in their mouth, said, "My mouth will speak wisdom," since, theologizing about Christ, they proclaimed him to every race of men with their own mouth, while the thoughts of their mind meditated on nothing other than understandings. And their mind was so sharpened for understanding that they comprehended all the parables of our Savior carried in the Gospels, even before his interpretation. For instance, after the exposition of the parables, the Savior asked them, saying, "Do you understand all these things?" and they say to him, "Yes." So their heart meditated on understandings. Then, after this, "I will open my problem on the psaltery": "For I," he says, "having sharpened my intellect for understanding the Savior's parables, have been able to follow the meaning inherent in them; but for those unable to do this due to immaturity, I will open what has been inclined and clarify the problems and the parables.
καὶ ταῦτα πράξω διὰ τοῦ ἐμοῦ ψαλτηρίου τοῦ σωματικοῦ δηλαδὴ ὀργάνου, ὅπερ ὄργανον τῆς ἐνοικούσης ἐμαυτῷ ψυχῆς τυγχάνον ἀντὶ ψαλτηρίου αὐτῇ παραδέδοται πρὸς τὸ ἀνακρούεσθαι ἐν αὐτῷ τῷ θεῷ τοὺς ὕμνους καὶ ἀναπέμπειν ἕκαστον αἰσθητήριον καὶ μέλος καὶ μέρος τοῦ σώματος ἐπιστημόνως κινοῦσαν.
ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με.
Τὰ πρῶτα ὡς ἐν προοιμίῳ διαλάλησας ἐντεῦθεν ἄρχεται τοῦ διδασκαλικοῦ λόγου καὶ δὴ πεῦσιν τίθησι καὶ τὴν πρὸς ταύτην ἀπόκρισιν συνάπτει· [ δέδια, φησίν, καὶ τρέμω τὴν ἡμέραν τῆς ἀντιδόσεως, ἐν ᾗ ὁ δίκαιος κριτὴς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.] τοῦτο δὲ γνόντες καὶ αὐτοὶ τὸν τοιοῦτον πρὸ ὀφθαλμῶν ἀναλάβετε φόβον. Εἰ γὰρ ἐγὼ ὁ δεδυνημένος εἰπεῖν τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελετὴ τῆς καρδίας μου συνέσεις, κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, μετὰ τοσαῦτα ἔμφοβός εἰμι καὶ ἔτρομος, διατί οὐχὶ καὶ ὑμεῖς; εἰ δέ τις πυνθάνοιτο, ἵνα τὶ φοβοῦμαι, ἀκουέτω μετὰ παρρησίας· ἔστι τις ἡμέρα πονηρὰ περὶ ἧς μυρία ἐν ταῖς προφητικαῖς ἀναφωνεῖται γραφαῖς. [ πονηρὰν δὲ τὴν τῆς κρίσεως ἡμέραν προσηγόρευσε κατὰ τὸ παρ’ ἡμῖν πολιτευόμενον ἔθος. εἴωθασι γὰρ πολλοὶ κακὴν ὀνομάζειν ἡμέραν, ἐν ᾗ λυπηροῖς τισιν αὐτοὺς συμβαίνει περιπεσεῖν.] εἰκότως τοίνυν οὕτως προσαγορεύεται ὡς ἂν τῆς ἑκάστου πονηρίας οὖσα ἐλεγκτικὴ καὶ ὡς τὰς κολάσεις τοῖς ἀσεβέσι διὰ τῆς περιμενούσης αὐτοῖς ὀργῆς ἐπάγουσα. Διὰ τοῦτο κἀγὼ φρίττω ὁ ταῦτα φθεγγόμενος. ἡ γὰρ ἀνομία τῆς πτέρνης μου κατ’ αὐτὴν ἐκείνην τὴν πονηρὰν κυκλώσει με.
And I will do these things through my psaltery, that is, the bodily instrument, which instrument, being that of the soul dwelling in me, has been given to it instead of a psaltery for striking up hymns to God himself and for sending up each sense and limb and part of the body, moving them knowingly.
Why am I afraid on the evil day? The lawlessness of my heel will surround me.
Having spoken the first things as in a preamble, from this point he begins the didactic discourse and indeed poses a question and appends the answer to it: [I fear, he says, and tremble at the day of retribution, on which the just judge will render to each according to his works.] Knowing this, you yourselves also take up such fear before your eyes. For if I, who have been able to say, "My mouth will speak wisdom, and the meditation of my heart, understanding; I will incline my ear to a parable," am after such things fearful and trembling, why are you not also? But if someone should inquire, "Why am I afraid?" let him hear with frankness: there is an evil day concerning which countless things are proclaimed in the prophetic writings. [He called the day of judgment "evil" according to the custom practiced among us. For many are accustomed to call a day "bad" on which they happen to encounter something grievous.] Naturally, then, it is so called as being the expositor of each one's wickedness and as bringing punishments to the impious through the wrath awaiting them. Therefore I too, who utter these things, shudder. For the lawlessness of my heel will surround me on that very evil day.
Ἀνομία δὲ πτέρνης λέλεκται ἡ τῆς ὁδοῦ, καθ’ ἣν τὸν παρόντα βίον διανύομεν, παρεκτροπὴ ἤγουν ἀπάτη.
Τὰ πρῶτα ὡς ἐν προοιμίῳ διαλάλησας ἐντεῦθεν ἄρχεται τῆς διδασκαλίας κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν. Εἰ γὰρ τις ἐρωτᾷ, φησίν, ἵνα τὶ φοβοῦμαι, τὴν αἰτίαν θέλων γνῶναι παρ’ ἐμοῦ τῆς συνεχούσης με ἀγωνίας, ἀκουέτω μετὰ παρρησίας, ὡς ἔστι τις ἡμέρα πονηρὰ ἡ τῆς κρίσεως ἢ τῆς ἀντιδόσεως, ἐν ᾗ φησιν ὁ προφήτης ὅτι κυκλώσει ἕκαστον τὰ διαβούλια αὐτοῦ, ἐν ᾗ κυκλώσει κἀμὲ ἡ παρεκτροπὴ τῆς θείας ὁδοῦ, ἣν πεποίημαι κατὰ τὸν βίον περισπασμοῖς καὶ ἀπάτῃ τὸν θεῖον παραβὰς νόμον.
Τῆς οὖν πτέρνης μου ἡ ἀνομία καὶ τῶν ἐμῶν ποδῶν ἡ παρεκτροπὴ εἰς πρόσωπόν μου, φησὶ, στήσεται ἐν τῇ προλεχθείσῃ ἡμέρᾳ, καὶ κυκλώσει με πανταχόθεν, καθ’ ἃ εἶρηται, τὰ διαβούλιά μου.
οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι, ἀδελφὸς οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ θεῷ ἐξίλασμα αὐτοῦ καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. καὶ ἐκόπασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος, ὅτι οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας.
The lawlessness of the heel is said to be the deviation or deception of the path along which we complete the present life.
Having spoken the first things as in a proem, from here he begins the teaching by question and answer. For if someone asks, he says, why I am afraid, wishing to learn from me the cause of the distress that holds me, let him hear with frankness that there is a certain evil day, that of judgment or of retribution, on which the prophet says that each person's designs will surround him, on which the deviation from the divine path that I have made through distractions and deception in life, having transgressed the divine law, will also surround me.
Therefore, the lawlessness of my heel and the deviation of my feet will stand before my face, he says, on the aforementioned day, and my designs will surround me from all sides, as has been said.
Those who trust in their own strength and boast in the abundance of their wealth, a brother does not ransom; will a man ransom? He will not give to God his propitiation and the price of the ransom of his soul. And he ceased into eternity and will live to the end, because he will not see corruption, when he sees the wise dying.
Νοήσεις δὲ καὶ οὕτως· ἐγὼ μὲν ὁ θεσπίζειν ἁγίῳ πνεύματι τὰ θεῖα λόγια κατηξιώμενος περίφοβός εἰμι τὴν κρίσιν τοῦ θεοῦ πεφρικώς. ὑμεῖς δὲ ἀκούσατε οἱ ἄφοβοι, οἱ διὰ τὴν παροῦσαν τρυφὴν καθηδυπαθοῦντες τοῦ βίου, οἱ μὴ ἐπὶ τῷ θεῷ, ἀλλ’ ἐπὶ τῇ δυνάμει ἑαυτῶν πεποιθότες καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου ὑμῶν καυχώμενοι, γινώσκετε, ὅτι ταῦτα ὑμῖν οὐ παραστήσεται ἐν τῇ προλεχθείσῃ ἡμέρᾳ. οὔτε δὲ ἀδελφὸς ἀδελφὸν λυτρώσεται, οὔτε φίλος φίλον. ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται, καὶ ἑκάστου τὸ ἔργον, ὁποῖον ἐστι, τὸ πῦρ δοκιμάσει. τίς οὖν ἄλλος ἀνθρώπων λυτρώσεται τὸν τοιοῦτον; διὸ λέλεκται· ἀδελφὸς οὐ λυτροῦται. λυτρώσεται ἄνθρωπος; ἀλλ’ οὐδὲ δώσει τις τῷ θεῷ ἐξίλασμα ὑπὲρ ἑαυτοῦ κατ’ ἐκείνην τὴν ἡμέραν, οὐδ’ ὥσπερ ἐξωνούμενος ἑαυτὸν τιμὴν ἀντὶ τῆς ἑαυτοῦ ψυχῆς καταθήσεται, ὥστε μάταιος ὁ πλοῦτος τῷ κεκτημένῳ, καὶ ματαία ἡ θνητὴ δύναμις τῶν ἐπ’ αὐτῇ πεποιθότων. εἰ μὲν γὰρ κατὰ τὸν παρόντα βίον καὶ τὴν ἐνεστῶσαν ζωὴν χρήσαιτό τις πλούτῳ καλῶς ἐπιστημόνως χρώμενος αὐτοῦ τῇ κτήσει κατὰ τὴν σωτήριον παραγγελίαν, ἥ φησιν· τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκόνομος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις;, ἐλπίδας ἕξει ἀγαθάς. ἐντεῦθεν ἤδη σπείρας ἑαυτῷ εἰς δικαιοσύνην τρυγήσει δὲ τότε καρποὺς ζωῆς. λύτρον γὰρ ἀνδρὸς, ᾗ φησὶν ὁ σοφὸς, ὁ ἴδιος πλοῦτος. εἰ δὲ μηδὲν τούτων πράξειεν ναυάγιον πεπονθὼς σὺν αὐτῷ τῷ φόρτῳ τοῦ πλούτου, τὴν ἑαυτοῦ ψυχὴν ζημιωθήσεται οὐκέτι χρῆσθαι δυνάμενος τῷ πλούτῳ μετὰ τὴν ἔνθενδε ἀπαλλαγήν.
You will also understand it this way: I, who have been deemed worthy to prophesy the divine oracles by the Holy Spirit, am full of fear, trembling at the judgment of God. But you, the fearless, who indulge in the present luxury of life, who trust not in God but in your own power and boast in the abundance of your wealth, hear this: know that these things will not stand by you on the aforementioned day. Neither will a brother ransom a brother, nor a friend a friend. For each will receive his own reward, and the fire will test each one's work, such as it is. Who else among men, then, will ransom such a one? Therefore it is said: a brother does not ransom. Will a man ransom? But no one will give to God an atonement on his own behalf on that day, nor will he, as if buying himself off, deposit a price in exchange for his own soul, so that wealth is vain for its possessor, and mortal power is vain for those who trust in it. For if, in the present life and the current existence, one should use wealth well, employing his possession wisely according to the saving commandment, which says: "Who then is the faithful and prudent steward, who will give the grain ration to his fellow servants in due time?" he will have good hopes. Having already sown for himself righteousness here, he will then reap fruits of life. For the ransom of a man, as the wise one says, is his own wealth. But if he does none of these things, having suffered shipwreck along with the cargo of his wealth, he will be deprived of his own soul, no longer able to use his wealth after his departure from here.
διὸ ἐν τῇ προλεχθείσῃ ἡμέρᾳ οὔτε αὐτὸς ὑπὲρ ἑαυτοῦ ἐξίλασμα δώσει οὐδὲ τιμὴν λυτρώσεως καὶ ἐλευθερίας τῆς ἑαυτοῦ ψυχῆς, οὔτε ὑπ’ ἀδελφοῦ καὶ συγγένεως ὠφεληθήσεται. οἱ δὲ μητ’ ἐπὶ πλούτῳ πεποιθότες μητ’ ἐπὶ δυνάμει ἀλαζονευόμενοι ἔγκοπον δὲ καὶ ἐπίπονον τὸν παρόντα κτησάμενοι βίον τῆς ὑπὸ τοῦ λόγου ἐπηγγελμένης ζωῆς καταξιωθήσονται.
ἀντὶ τοῦ καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα ὁ Σύμμαχος· ἀλλὰ παυσάμενος, φησί, τῷ αἰῶνι τούτῳ ζῶν εἰς αἰῶνα διατελέσει, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἐπαύσατο εἰς αἰῶνα καὶ ζήσεται εἰς νῖκος. Ἡ δὲ πεμπτὴ ἔκδοσις· καὶ ἐκοπίασε, φησίν, εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς νῖκος. Ὁ γὰρ ἐν τῷ παρόντι αἰῶνι κοπίασας ὑπὲρ εὐσεβείας καὶ δικαιοσύνης τῆς πολλῆς τύρβης καὶ ταραχῆς παυσάμενος ἤρεμον καὶ ἡσύχιον βίον διάξει τευξόμενος ἐπὶ τέλει τῆς αἰωνίου ζωῆς. ὁ τοιοῦτος οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας, ἢ κατὰ τὸν Σύμμαχον· οὐκ ὄψεται τὴν διαφθοράν, ὅταν βλέπῃ σοφοὺς ἀποθνήσκοντας. Εἰς τοσοῦτον γὰρ μακρὰν ἔσται τῶν ἀσεβῶν, ὡς μηδὲ πλησιάζειν αὐτῶν τῇ ἀπωλείᾳ, πόρρωθεν δὲ καὶ ἄνωθέν ποθεν ὡς ἀφ’ ὑψηλοῦ σκοποῦ τὴν διαφθορὰν τῶν σοφῶν πεύσεται. Ποίων δὲ σοφῶν; ἢ ὧν ὁ θεὸς ἐμώρανεν τὴν σοφίαν.
Therefore, on the aforementioned day, he will neither offer atonement on his own behalf nor pay a price for the ransom and freedom of his own soul, nor will he be helped by a brother or kinsman. But those who trust neither in wealth nor boast in power, but have acquired the present life as laborious and toilsome, will be deemed worthy of the life promised by the Word.
Instead of "and he labored for eternity," Symmachus says: "but having ceased," he says, "living in this age, he will continue into eternity." According to Aquila: "and he ceased for eternity and will live for victory." The fifth edition says: "and he labored," it says, "for eternity and will live for victory." For he who has labored in the present age for piety and righteousness, having ceased from much turmoil and disturbance, will lead a calm and quiet life, attaining at the end to eternal life. Such a one will not see destruction when he sees wise men dying, or according to Symmachus: "he will not see corruption when he sees wise men dying." For he will be so far removed from the impious that he will not even approach their ruin, but from afar and from above, as from a high watchtower, he will learn of the destruction of the wise. And what wise men? Those whose wisdom God has made foolish.
καὶ καταλείψουσι ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν, καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν. ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν.
Νοήσεις δὲ καὶ οὕτως· οὐδὲν πλέον ἕξουσιν οἱ σοφοὶ τοῦ αἰῶνος τούτου τῶν ἀφρόνων καὶ ἀνοήτων, ἐπεὶ σοφίαν ἐπαγγελλόμενοι πλήρεις ἐτυγχανον ἀφροσύνης καὶ τῶν ἀνοήτων οὐδὲν διέφερον ὁμοίως εἰδωλολατροῦντες καὶ ἀδιαφοροῦντες περὶ τὰς αἰσχρουργίας. ὁμοίως δὲ ἄθεα καὶ δύσφημα καὶ ἀσεβῆ φρονοῦντες καταλείψουσίν τε ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν, καὶ τὸν αἰσθητὸν καὶ ὃν διὰ μαθημάτων συνήγαγον ἐν συγγράμμασιν. οὐδὲν γὰρ ἐξ αὐτῶν εὑρήσουσι κέρδος κατὰ τὴν ἡμέραν τῆς κρίσεως, ἓν δὲ μόνον αὐτοῖς ὑπάρξει. τί τοῦτο; γενήσονται αὐτῶν οἱ τάφοι οἰκίαι, ἐπεὶ μὴ ἐθησαύρισαν ἐν οὐρανῷ μηδ’ ἐφόδια ἑαυτοῖς ζωῆς αἰωνίου ἐπορίσαντο. ὅσα γὰρ ἐάν τις κατὰ τὸν παρόντα βίον κτήσοιτο ἐν ὑπάρξει βίου καὶ πολλῷ πλούτῳ ἢ ἐν λόγοις καὶ συγγράμμασιν, ταῦτα πάντα παρὰ τὸν καιρὸν τοῦ θανάτου ἀλλότρια αὐτοῦ ἔσται. κενὴ γὰρ καὶ γυμνὴ τῶν ἀσεβῶν ἡ ψυχὴ ἀπαχθήσεται, οὐδὲν πλέον ἢ τὸν ἑαυτῆς τάφον ἐπαγομένη, δηλαδὴ τὸ σῶμα καὶ τὴν φθορὰν, ἐν ᾗ ὥσπερ ἐν τάφῳ κατώρυκτο. καὶ ἄλλως δὲ πλέον οὐδὲν ἕξει πᾶς ἄνθρωπος ἐκ τῆς πολλῆς αὐτοῦ περιουσίας, ἢ τὸν τοῦ τάφου τόπον, ἐν ᾧ τελευτήσας κείσεται νεκρὸς ἐφθαρμένος. τὰ δὲ σκηνώματα αὐτῶν, ἐν οἷς ἔτι ζῶντες κατεσκήνουν, εἰς ἑτέρους ἥξει ἀλλοτρίους, καὶ διαδοθήσεται εἰς γενεὰν καὶ γενεάν.
And they will leave their wealth to strangers, and their tombs will be their houses, their tents for generation after generation. They have called their own names upon the lands.
You will understand it also in this way: the wise men of this age will have nothing more than the foolish and senseless, since, while professing wisdom, they were full of folly and differed in no way from the senseless, equally idolatrous and indifferent to shameful acts. Likewise, thinking godless, blasphemous, and impious thoughts, they will leave their wealth to strangers, both the perceptible wealth and that which they gathered through learning in writings. For they will find no profit from these on the day of judgment, but one thing alone will be theirs. What is this? Their tombs will become their houses, since they stored up nothing in heaven nor procured for themselves provisions for eternal life. For whatever one might acquire in the present life, whether in the possession of life and great wealth or in words and writings, all these at the time of death will be alien to him. For the soul of the impious will be led away empty and bare, bringing nothing more than its own tomb, that is, the body and the corruption in which it was buried as in a tomb. And otherwise, every man will have nothing more from his great abundance than the place of the tomb, in which, having died, he will lie as a corrupted corpse. And their tents, in which they still dwelt while living, will come to others, to strangers, and will be passed down for generation after generation.
καἱ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς. αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς, καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν. διάψαλμα
Εὐκαιρότατα ἐπήγαγε ταῦτα τοῖς προλεχθεῖσιν. εἰ γὰρ ἔτυχεν συνεὶς τὴν ἑαυτοῦ τιμὴν, ἔμεινεν ἂν ἐν παραδείσῳ θεοῦ, καὶ οὐκ ἂν οἶκον ἐκτήσατο τὸν ἑαυτοῦ τάφον οὔτ’ ἂν ἤκουσε· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. καὶ εἰ συνεὶς ἔτυχε τὴν ἑαυτοῦ τιμὴν, ὡς κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν πεποίητο, οὐκ ἂν παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις. καὶ εἰ συνῆκεν τὴν αὐτοῦ τιμὴν, ὡς εὐλογίας ἠξιώθη πνευματικῆς ἐν τοῖς ἐπουρανίους ἐν Χριστῷ, καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν ἐν αὐτῷ, οὐκ ἂν ἐπεκαλέσατο ἐπὶ τῶν γαιῶν τὸ ὄνομα αὐτοῦ. πῶς δὲ παρασυνεβλήθη τοῖς κτήνεσι καὶ πῶς ὡμοίωθη αὐτοῖς, ἑξῆς διασαφεῖ λέγων· αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. ὁδὸν εἴωθεν ὁ λόγος καλεῖν τὸν ἑκάστου βίον καὶ τὸν τῆς ἑκάστου ζωῆς χρόνον, καθ’ ἣν ὁδεύει, ἤτοι τὴν στενὴν καὶ τεθλιμμένην τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν, ἢ τὴν πλατεῖαν καὶ εὐρύχωρον τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν. ἀλλὰ γὰρ τούτοις τοῖς μὴ τὴν ἑαυτῶν τιμὴν συνεῖσιν, παρασυμβληθεῖσιν δὲ τοῖς κτήνεσιν, αὐτὸς ὁ βίος καὶ ὁ τῆς ζωῆς χρόνος σκάνδαλον γέγονεν καὶ ἐμπόδιον τῆς σωτηρίας, ἐπείπερ αὐτοὶ ἑαυτοῖς κατεσκεύασαν τὴν ἑαυτῶν ὁδὸν τραχεῖαν καὶ κωλυτικὴν τῆς σωτηρίας. καὶ νῦν μὲν ὅτε φέρονται ἐν αὐτῇ, οὐκ αἴσθονται τῶν σκανδάλων ἐν οἷς προσκόπτουσιν.
And a man being in honor did not understand, he was compared to senseless beasts and likened to them. This is their path, a stumbling block to them, and after this they will take delight in their own mouth. *Diapsalma*
Most opportunely he has added these things to what was previously said. For if he had happened to understand his own honor, he would have remained in the paradise of God, and would not have acquired his own tomb as a house, nor would he have heard: "You are earth and to earth you will go." And if he had happened to understand his own honor, that he was made according to the image of God and according to the likeness, he would not have been compared to senseless beasts. And if he had understood his own honor, that he was deemed worthy of spiritual blessing in the heavenly realms in Christ, just as he chose us in him before the foundation of the world for us to be holy and blameless before him, having predestined us in love for adoption in him, he would not have called his own name upon the lands. But how he was compared to beasts and how he was likened to them, he next clarifies, saying: "This is their path, a stumbling block to them." The Word is accustomed to call "path" the life of each and the time of each one's life, along which he travels, either the narrow and compressed one leading to life, or the broad and spacious one leading to destruction. But for these who did not understand their own honor, but were compared to beasts, their very life and the time of their life has become a stumbling block and an impediment to salvation, since they themselves have prepared for themselves their own path as rough and obstructive of salvation. And now, while they are carried along in it, they do not perceive the stumbling blocks against which they strike.
μετὰ δὲ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, τουτέστιν ὁμολογήσουσιν μετανοήσαντες ἐφ’ οἷς τοιαύτην ὥδευσαν ἵπποι θηλυμανεῖς γεγονότες καὶ τῶν ἀλόγων ζώων μιμησάμενοι τὰς ὁρμὰς, ὅτε καιρὸν οὐκέθ’ ἕξουσιν μετανοίας. κατὰ δὲ τὸν Σύμμαχον αὕτη, φησὶν, ἡ ὁδὸς αὐτῶν ἀνοίας αὐτοῖς. οἱ δὲ μετ’ αὐτοὺς λόγον αὐτῶν εὐδοκήσουσιν. οὐ γὰρ ἀπήρκει τοῖς πρώτοις ὁδὸν ἀνοίας βαστάσαι, ἀλλ’ ἤδη καὶ τοῖς μετ’ αὐτοὺς ὑπόδειγμα πονηρὸν γενόμενοι ὅμοιον ἑαυτοῖς ζῆλον καταλελοίπασιν, ὡς κἀκείνους τοὺς μετ’ αὐτοὺς γενομένους εὐδοκῆσαι τῷ βίῳ τῶν πρὸ αὐτῶν καὶ ἐπακολουθῆσαι αὐτοῖς.
ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς· καὶ κατακυριεύουσιν αὐτῶν οἱ εὐθεῖς εἰς τὸ πρωί, καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν. πλὴν ὁ θεὸς λυτρώσεται τὴν ψυχὴν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. διάψαλμα.
Τὰ μὲν πρῶτα περὶ τῶν πρὸ τοῦ θανάτου τῶν ἀσεβῶν ἐλέγετο, τὰ δὲ παρόντα διδάσκει, ὁποῖα ἐν αὐτῷ τῷ ᾅδῃ γενόμενοι μετὰ τὴν φθορὰν τοῦ σώματος πείσονται. θρέμματα γὰρ ἔσονται θανάτου, ἐπείπερ αὐτοὶ ἑαυτοὺς εἰς τοῦτο ἔταξαν. διὸ θάνατος ποιμανεῖ αὐτούς, κατὰ δὲ τὸν Σύμμαχον ὡς βοσκήματα ᾅδου ἔταξαν ἑαυτούς. θάνατος νεμήσεται αὐτούς. οὐ γὰρ ἠθέλησαν ὑπὸ τῷ καλῷ ποιμένι ποιμανθῆναι καὶ διὰ τοῦτο γεγόνασι θρέμματα θανάτου, καὶ τοὺς μὲν ἀπάξει εἰς τὸ πῦρ τὸ αἰώνιον, τοὺς δὲ ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, καὶ ἄλλους εἰς τὸ σκότος τὸ ἐξώτερον.
After this they will take delight in their own mouth, that is, they will confess, having repented of the things for which they traveled such a path, having become mares mad for males and having imitated the impulses of irrational animals, when they will no longer have an opportunity for repentance. According to Symmachus, "This," he says, "is their path of folly for them. And those after them will take delight in their own word." For it was not enough for the first ones to bear a path of folly, but having become an evil example even for those after them, they have left behind a zeal similar to themselves, so that those who came after them also took delight in the life of those before them and followed them.
As sheep they placed in Hades, death will shepherd them; and the upright will have dominion over them until morning, and their help will grow old in Hades from their glory. But God will ransom my soul from the hand of Hades, when he takes me. *Diapsalma*
The first things were said concerning the impious before death, but the present things teach what they will suffer when they are in Hades itself after the destruction of the body. For they will be flocks of death, since they themselves appointed themselves to this. Therefore death will shepherd them; according to Symmachus, "As cattle of Hades they appointed themselves. Death will graze them." For they did not wish to be shepherded by the good shepherd, and because of this they have become flocks of death, and death will lead some to the eternal fire, others to where there is weeping and gnashing of teeth, and others to the outer darkness.
εἰς τοσοῦτόν τε αὐτοὺς νεμήσει ποιμαίνων ὁ θάνατος, ὡς τὴν βοήθειαν αὐτῶν παλαιωθῆναι ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν, ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας τοῦτον ἡρμήνευσεν τὸν τρόπον· καὶ χαρακτὴρ αὐτῶν κατατρίψαι ᾅδην ἐκ κατοικητηρίου αὐτῶν. Ὁ γὰρ χαρακτὴρ αὐτῶν, ὃν ἑαυτοῖς ἐξετύπωσαν τὸ μὲν κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ θεοῦ ἐξ αὐτῶν ἀφανίσαντες, εἴδη δὲ καὶ μορφὰς ἀλόγων ζώων καὶ ἑρπετῶν διὰ τρόπων μοχθηρίας τῇ ψυχῇ περιθέμενοι, κατατριβήσεται ἐν τῷ κατοικητηρίῳ τοῦ ᾅδου. κατὰ δὲ τὸν Σύμμαχον εἴρηται τὸ δὲ κρατερὸν αὐτῶν πάλαι, ὡσεὶ ᾅδης ἀπὸ τῆς οἰκήσεως τῆς ἐντίμου αὐτοῦ. ὃ γὰρ ἔδοξαν ἑαυτοῖς περιποιεῖν κραταιὸν διὰ τῆς ἐμφυείσης αὐτοῖς κακίας, τοῦτο παλαιώσει ὁ ᾅδης ἐν ταῖς οἰκήσεσι ταῖς παρ’ αὐτῷ. καὶ τοιοῦτον μὲν τοὺς ἀσεβεῖς περιμένει τέλος.
οἱ δὲ εὐσεβεῖς κατ’ ἐκεῖνο καιροῦ πρωΐας ἀξιωθέντες καὶ νέου φωτὸς ἀνατολῆς τῶν προλεχθέντων ἀσεβῶν κατακυριεύσουσι, ἢ κατὰ τὸν Ἀκύλαν ἐπικρατήσουσιν, ἢ κατὰ τὸν Σύμμαχον ὑποτάξουσιν αὐτούς. νῦν μὲν γὰρ κατὰ τὸν παρόντα καιρὸν κατεπαίρονται οἱ ἀσεβεῖς τῶν τὴν εὐθείαν ὁδευόντων, τότε δὲ οἱ μὲν ταπεινωθήσονται οἱ δὲ εὐθεῖς κατακρατήσουσιν αὐτῶν. τότε δὲ κἀμοῦ τοῦ ταῦτα λέγοντος τὴν ψυχὴν ὁ θεὸς λυτρώσεται ῥυόμενός με ἐκ χειρὸς ᾅδου καὶ ἀφαρπάξων με πρὸς τὸ μὴ καὶ τὴν ἐμὴν ψυχὴν συναπαχθῆναι τοῖς ἀσεβέσιν, ἀλλ’ ἐν ἑτέροις ποιμνίοις κατατάξει μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν.
And to such an extent will death shepherd them, pasturing them, that their help will have grown old in Hades from their glory, instead of which Aquila interpreted in this manner: "And their character will wear down Hades from their dwelling." For their character, which they molded for themselves, having obliterated from themselves the image and likeness of God, and having placed around their soul forms and shapes of irrational animals and reptiles through the depravity of their ways, will be worn down in the dwelling of Hades. According to Symmachus, it is said: "And their strong thing will be old, as if Hades from its honorable dwelling." For what they thought to procure for themselves as strong through the wickedness implanted in them, Hades will make old in its own dwellings. And such an end awaits the impious.
The pious, however, at that time, having been deemed worthy of morning and the rising of a new light, will dominate the aforementioned impious, or according to Aquila "will prevail," or according to Symmachus "will subdue them." For now, in the present time, the impious exalt themselves over those who walk the straight path, but then the former will be humbled and the straight will prevail over them. Then also the God will ransom my soul, who says these things, rescuing me from the hand of Hades and snatching me away so that my soul not be carried off together with the impious, but will place me in other flocks after my departure from here.
μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος,
ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ
ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα,
οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα τοῦ οἴκου αὐτοῦ.
ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται·
ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ.
εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτου,
ἕως τοῦ αἰῶνος οὐκ ὄψεται φῶς.
Ταῦτά φησι παιδευθεὶς δηλαδὴ τὰ προλεχθέντα· μηκέτι μακάριζε τοὺς ἐν τῇ θνητῇ ζωῇ νομιζομένους πλουσίους, μηδὲ φοβηθῇς, ὡς αὐτὸς πάσης ἀποκεκλεισμένος ἐλπίδος, μηδὲ ἀθύμει ὡς μεγάλων ἀγαθῶν τῶν παρόντων ἐστερημένος. εὖ δὲ ἴσθι ὡς σὲ μὲν περιμένει ἡ ἐκ τοῦ θανάτου λύτρωσις καὶ ἡ αἰώνιος ζωή. ὁ δὲ παρὰ τοῖς πολλοῖς μακαριζόμενος διὰ πλοῦτον καὶ δόξαν, ἢ καὶ διὰ τὴν ψευδώνυμον σοφίαν, οὐδὲν πλέον ἕξει. οὐ γὰρ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, γυμνὸς δὲ ἀπαγόμενος τοῦ βίου ἑτέροις καταλείψει τὸν πλοῦτον αὐτοῦ, καὶ πάντων ἔρημος γενόμενος ὑπὸ τὸν πικρὸν ἔσται ποιμένα, οὐδὲν αὐτῷ συμβαλλομένης τῆς προσκαίρου ἀξίας ἐν τοῖς τοῦ θανάτου καταγωγίοις. διὸ λέλεκταί που· εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. ἐν γὰρ τοῖς κατωτάτοις τῆς γῆς ἐστί τις ῥομφαία θανάτου, καὶ μερίδες εἰσὶν ἀλωπέκων, αἵτινες ἦσαν αἱ αὐταὶ ταῖς τοῦ θανάτου νομαῖς. ὡς γὰρ μοναὶ πολλαὶπαρὰ τῷ πατρὶ αἱ τοῖς μακαρίοις καὶ θεοφιλέσιν ἡτοιμασμέναι, οὕτω πολλαὶ μερίδες τῶν ἀσεβῶν ἐν τοῖς καταχθονίοις τυγχάνουσιν.
Do not fear when a man grows rich, or when the glory of his house is multiplied, for in his dying he will not take all things, nor will the glory of his house descend with him. For his soul will be blessed in his life; he will confess to you when you do good to him. He will enter as far as the generation of his fathers, as far as eternity he will not see light. He says these things, having been instructed, evidently, in the things previously mentioned: no longer bless those who are considered rich in mortal life, nor fear as though you yourself were cut off from all hope, nor be disheartened as though you were deprived of great present goods. Know well that for you awaits the deliverance from death and eternal life. But the one blessed by the many for wealth and glory, or even for false wisdom, will have nothing more. For in his dying he will not take all things, but stripped and led away from life, he will leave his wealth to others, and having become bereft of all, he will be under the bitter shepherd, with his temporary worth availing him nothing in the abodes of death. Hence it is said somewhere: they will enter into the lowest parts of the earth; they will be delivered into the hands of a sword; they will be portions for foxes. For in the lowest parts of the earth there is a certain sword of death, and there are portions for foxes, which were the same as the pastures of death. For just as there are many abodes with the Father prepared for the blessed and God-loving, so there are many portions of the impious in the underworld.
τοῦτο δὲ μόνον κερδαίνειν ἔδοξεν ὁ ἄθλιος ἀπὸ τοῦ πλούτου αὐτοῦ, τὸ ἀπατηθῆναι τὴν ψυχὴν ἐν τῇ θνητῇ ταύτῃ καὶ προσκαίρῳ ζωῇ, δόξασαν εὐλογίας τινὸς μετειληφέναι παρὰ τοῖς ἀνοήτοις. ἡ γὰρ ἀληθὴς εὐλογία ἡ πνευματική ἐστιν ἐν τοῖς ἐπουρανίοις. ἔδοξεν γοῦν ὁ ἄθλιος ἐν τούτοις εὖ πράττειν καὶ τοῦ παρόντος ἀπολαύειν βίου καὶ μακαρίζεσθαι ὑπὸ τῶν πολλῶν.
εἶθ’ ἑξῆς τούτοις ἐπιλέγεται· ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ. Ὡς γὰρ τὴν παροῦσαν ζωὴν μόνην ἐπιστάμενος καὶ τὴν ἐν αἰσθητοῖς καὶ σωματικοῖς εὐλογίαν ὁ προλεχθεὶς πλούσιος, ἐπειδὰν χαρίζῃ τι αὐτῷ καὶ παρέχῃς, τότε σοι τῷ θεῷ ἤγουν καὶ ἀνθρώπῳ παρέχοντι αὐτῷ τὰ πρὸς ἡδονὴν χάριτας ὁμολογήσει. κατὰ δὲ τὸν Σύμμαχον ἑτέρα παρίσταται διάνοια εἰρηκότα· ἐπαινέσουσίν σε, ἐὰν καλῶς ποιήσῃς σεαυτῷ. ἐὰν γὰρ, φησὶ, σεαυτῷ χαρίζῃ καὶ ἀπολαύῃς τῆς παρούσης ἡδονῆς καὶ τῆς τοῦ πλούτου περιουσίας, πάντες σε μακαριοῦσιν καὶ ἀποδέξονται ὡς εὐφρονοῦντα καὶ καλῶς διατιθέμενον τὴν σεαυτοῦ ζωὴν, μηδ’ ἑτέροις τὰ σαυτοῦ ἀγαθὰ καταλιμπάνοντα.
This alone the wretched man seemed to gain from his wealth: that his soul was deceived in this mortal and temporary life, having thought to have partaken of some blessing among the foolish. For the true blessing, the spiritual one, is in the heavenly realms. So the wretched man thought he was doing well in these things, enjoying the present life and being deemed blessed by the many.
Then next to these it is added: "He will confess to you, when you do good to him." For the aforementioned rich man, knowing only the present life and the blessing in things perceptible and corporeal, when you bestow something on him and provide it, then he will confess gratitude to you, whether to God or to the man providing him with pleasures. But according to Symmachus, another meaning is presented, who said: "They will praise you, if you do well to yourself." For if, he says, you gratify yourself and enjoy the present pleasure and the abundance of wealth, all will deem you blessed and approve you as being sensible and arranging your own life well, leaving none of your own goods to others.
Ἑξῆς δὲ ὁ λόγος φησίν· εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως τοῦ αἰῶνος οὐκ ὄψεται φῶς. κατὰ δὲ τὸν Σύμμαχον· ἐλεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ· διατελέσουσιν οὐ βλέποντες φῶς. ὁ γὰρ ταῦτα ἐνθυμούμενος καὶ τοιαῦτα παρ’ ἑαυτῷ λογιζόμενος παντὸς ἐστέρηται φωτὸς, οὐ μόνος αὐτὸς, ἀλλὰ καὶ πάντες οἱ διὰ τὴν ὁμοιοτροπίαν αὐτοῦ πατέρες αὐτοῦ χρηματίζοντες. ἀνέκαθεν γὰρ καὶ ἐξ ἀρχῆς οἱ τὰ τοιαῦτα φρονήσαντες πάντες τυφλοὶ τὰς ψυχὰς γεγόνασιν, μήτε ἐν τῷ θνητῷ βίῳ τῷ φωτὶ τῆς γνώσεως φωτισθέντες, μήτε ἐν τῷ μέλλοντι τοῦ αἰωνίου φωτὸς καταξιωθησόμενοι. διὸ χωρήσουσιν εἰς τὸ σκότος τὸ ἐξώτερον, ὡς ἂν τὰ τοῦ σκότους ἔργα καταπραξάμενοι.
ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν,
παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.
Ἐνταῦθα οἱ παρόντες ὀκτὼ ψαλμοὶ τῶν υἱῶν Κορὲ περιγράφονται, πᾶσιν ἀνθρώποις τὰ περὶ τῆς καθολικῆς τῆς τοῦ θεοῦ κρίσεως ἐπὶ τέλει μαρτυράμενοι.
Ἀνατροπὴ τοῦ περὶ θυσιῶν Μωϋσέως νόμου καὶ εἰσαγωγὴ τοῦ τῆς Καινῆς διαθήκης τρόπου
Next, the discourse says: "He will go in as far as the generation of his fathers; until eternity he will not see light." According to Symmachus: "He will go as far as the generation of his fathers; they will continue without seeing light." For the one who ponders these things and reasons such thoughts within himself is deprived of all light—not only he himself, but also all who, because of their similarity of character, are called his fathers. From the beginning and from the start, all who have thought such things have become blind in their souls, neither illuminated in mortal life by the light of knowledge, nor deemed worthy of eternal light in the future. Therefore, they will go into the outer darkness, as those who have accomplished the works of darkness.
"A man who was in honor did not understand; he was compared to senseless beasts and made like them."
Here the present eight psalms of the sons of Korah are concluded, bearing witness to all people concerning the universal judgment of God at the end.
Overthrow of the Mosaic law concerning sacrifices and introduction of the manner of the New Covenant.
μθ ʹ
Ψαλμὸς τῷ Ἀσάφ. Θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.
Οἱ ἐπιγεγραμμένοι τοῦ Ἀσάφ εἰσιν μὲν οἱ πάντες τὸν ἀριθμὸν δώδεκα· ἐφ’ ἑξῆς δὲ φέρονται ἕνδεκα ἀρχόμενοι ἀπὸ τοῦ δευτέρου καὶ ἑβδομηκοστοῦ, ἐξ ὧν ὥσπερ ἀπόσπασμα ὁ μετὰ χεῖρας τυγχάνει ἐνταῦθα, ὡς ἂν δόξειέν τισιν ἀκαίρως παρεμβεβλημένος· ζήτησιν ἡμῖν οὐ τὴν τυχοῦσαν παρέχει· δι’ ἣν αἰτίαν τῆς οἰκείας ἀκολουθίας ἀφορισθεὶς ἐνταῦθα κατετάγη; ἡγοῦμαι τοίνυν χρησίμως αὐτὸν ἐνταῦθα κεῖσθαι τῆς ἀκολουθίας τῶν προκειμένων ἕνεκα· ἐπειδὴ γὰρ μετὰ τὴν προφητείαν τῶν υἱῶν Κορὲ τὴν περὶ τοῦ ἀγαπητοῦ λελεγμένην τὸ κήρυγμα τὸ ἀποστολικὸν ἐθεσπίζετο ἀκολούθως τε αὐτῷ ἡ κλῆσις τῶν ἐθνῶν, εἶτα μετὰ ταῦτα τοῖς ἔθνεσι πᾶσιν περὶ τῆς κρίσεως τοῦ θεοῦ διεστέλλετο, ἀκολούθως τούτοις ἡγοῦμαι τὸν προκείμενον τοῦ Ἀσὰφ συνῆφθαι ψαλμόν, ὁμοίως τοῖς ἔμπροσθεν πᾶσιν ἀνθρώποις τὰ περὶ τῆς κρίσεως τοῦ θεοῦ διαστελλόμενον καὶ ἀνατροπὴν μὲν τῶν παρὰ Μωϋσεῖ νενομοθετημένων, τῆς δὲ Καινῆς διαθήκης τὸν τοῖς ἔθνεσι παραδοθέντα τρόπον περιέχοντα. ὡς ἀδελφὰ τοιγαροῦν ταῦτα τοῖς προλελεγμένοις τῶν υἱῶν Κορὲ ψαλμοῖς συμπαρελήφθη, ὡς αὖ πάλιν καὶ ἐπὶ τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ πεποιήκασιν οἱ συνθέντες τὴν τῶν Ψαλμῶν βίβλον.
Psalm 49 (LXX 48).
A psalm for Asaph. "The God of gods, the Lord, has spoken and called the earth, from the rising of the sun to its setting. From Zion is the comeliness of his beauty; God will come manifestly, our God, and he will not be silent; fire will be burned before him, and around him a very violent storm."
Those inscribed to Asaph are in total twelve in number; but in sequence eleven are presented, beginning from the seventy-second, from which the one at hand here is, as it were, a fragment, having been inserted, as it might seem to some, inopportunely. It provides us with no ordinary inquiry: for what reason, having been separated from its proper sequence, was it placed here? I think, then, that it is usefully placed here for the sake of the sequence of the preceding matters. For after the prophecy of the sons of Korah concerning the Beloved, the apostolic proclamation was prophesied, and following that, the calling of the nations; then after these things, the judgment of God was set forth to all the nations. Consequently, I think that the present psalm of Asaph was joined to these, similarly setting forth to all men the matters concerning the judgment of God, and containing an overturning of the things legislated by Moses, and the manner of the New Covenant delivered to the nations. Therefore, these things were taken together as akin to the previously mentioned psalms of the sons of Korah, just as, conversely, the compilers of the book of Psalms have also done in the case of those inscribed to the sons of Korah.