Ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, κύριε· εἶπα· σὺ εἶ ὁ θεός μου, ἐν ταῖς χερσίν σου οἱ καιροί μου· ῥῦσαι με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με.
Ταῦτα τῶν ἐχθρῶν μου, φησί, βουλευομένων κατ’ ἐμοῦ, ἐπὶ σὲ ἤλπισα, κύριε· ἔλεγόν τέ σε μόνον βοηθόν μοι ἀπαρκεῖν· θεὸς γάρ μου εἶ σύ, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· ἀνθ’ οὗ οἱ καιροί μου ἡ Ἑβραϊκὴ ἀνάγνωσις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. εἰ γὰρ καὶ τὰ μάλιστα νῦν οἱ ἐχθροὶ κατισχύουσιν, ὥσπερ καιρὸν ἔχοντες κατ’ ἐμοῦ, ἀλλ’οἱ ἐμοὶ καιροὶπεφυλαγμένοι εἰσὶν ἐν ταῖς σαῖς χερσίν· ἐν οἷς καιροῖς καὶ τοὺς ἐμαυτοῦ κλήρους οἶδα παρὰ σοὶ φυλάττεσθαι. διὸ εἰκότως ἱκετεύω καὶ δέομαι ἐπὶ τοῦ παρόντος ῥυσθῆναιἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με.
Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν ἐλέει σου. κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου. ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανία καὶ ἐχουδενώσει. ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε, ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.
But I hoped in you, Lord; I said: you are my God, in your hands are my times; deliver me from the hand of my enemies and from those who pursue me.
These things, he says, when my enemies were plotting against me, I hoped in you, Lord; and I said that you alone suffice as my helper; for you are my God, in your hands are my lots; instead of which the Hebrew reading and the other translators have rendered "my times." For even if now the enemies prevail exceedingly, as though having an opportunity against me, yet my times are preserved in your hands; in which times I know that my own lots also are guarded by you. Therefore I fittingly entreat and beseech at present to be delivered from my enemies and from those who pursue me.
Reveal your face to your servant, save me in your mercy. Lord, may I not be put to shame, because I called upon you; may the impious be put to shame and be cast down into Hades. May the deceitful lips that speak lawlessness against the righteous in pride and contempt be struck silent. How great is the abundance of your goodness, Lord, which you have hidden for those who fear you, you have wrought for those who hope in you, in the presence of the sons of men. You will conceal them in the hidden place of your face from the turmoil of men, you will shelter them in a tent from the contradiction of tongues.
Ὥσπερ ἡλίου ἀνατείλαντος λύεται τὸ σκότος, ὑπὸ γῆν δὲ γενομένου, νὺξ διαλαμβάνει τὸ πᾶν προΐασί τε ἐκ τῶν οἰκείων καταδύσεων θῆρες ἄγριοι καὶ ἄνδρες κακουργίας ἐργάται, οὕτως, ἀποστρεφομένου μὲν τοῦ θεοῦ, οἱ τῆς ψυχῆς ἐχθροὶ ἐπανίστανται καὶ κατατρέχουσιν αὐτῆς· ἐπιλάμψαντος δὲ αὐτοῦ τὸ φῶς τῆς αὐτοῦ θεότητος, ὅπερ πρόσωπον θεοῦ ὀνομάζειν εἴωθεν ἡ γραφή, ἀποτρέπονται μὲν καὶ ἀποφεύγουσι πάντες οἱ τὰ φίλα τοῦ σκότους ἔργα διαπραττόμενοι, διαλύεται δὲ πᾶν τὸ ἐναντίον τῷ θεῷ. διὸ παρακαλεῖ ὁ τὰ πρῶτα ἐξομολογησάμενος φάσκων· ἐπίφανον τὸ πρόσωπόν σου εἰς τὸν δοῦλόν σου· καὶ πάλιν· οὐ διὰ τὰς ἐμὰς πράξεις, φησί, διὰ δὲ τὸ σὸν ἔλεος σωθῆναι ἀξιῶ· καὶ αὖθις· ἐπεὶ δέ σε ἐπεκαλεσάμην, φησί, μὴ καταισχυνθείην, ὅτι ἐπὶ σοὶ ἤλπισα. τοῖς μὲν γὰρ ἀσεβέσι, τοῖς σὲ τὸν θεὸν οὐκ ἐπισταμένοις, αἰσχύνη πρέπει· διό φησιν· αἰσχυνθείησαν ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· σιωπάτωσαν εἰς ᾅδην. νῦν μὲν γὰρ λαλοῦσι πολλὰ τολμῶντες· ἐπειδὰν δὲ καταχθῶσιν εἰς τὸ κατάλληλον αὐτοῖς χωρίον, τὸ τηνικαῦτα παύσονται τῆς μεγαλαυχίας· τότε δὲ καὶ ἄλαλα γενήσεται τὰ ἐπὶ τοῦ παρόντος πολλὰ κατὰ τοῦ δικαίου φθεγγόμενα χείλη μεθ’ ὑπερηφανίας· τότε δὲ καὶ ἐκδικηθήσεται πᾶσα ἡ κατὰ τῶν δικαίων ἐξουδένωσις. ταῦτα, φησίν, ἱκέτευσα ἐπιφάναι τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου καὶ σωθῆναι τῷ ἐλέει σου μὴ καταισχῦναι, ὅτι ἐπεκαλεσάμην σε πεπεισμένος, ὡς ἡ σὴ χρηστότης πολλή τις καὶ ἄφατος τυγχάνει, πλούτου δὲ γέμει πολλοῦ. διὸ καὶ παρὰ τῷ ἀποστόλῳ εἴρηται·
Just as when the sun rises the darkness is dissolved, but when it goes beneath the earth, night overtakes everything, and wild beasts and men who work evil come forth from their own lairs, so, when God turns away, the enemies of the soul rise up and overrun it; but when the light of his divinity shines forth—which Scripture is accustomed to call the face of God—then all who practice the works dear to darkness are turned back and flee, and everything opposed to God is dissolved. Therefore the one who has first made confession exhorts, saying: Let your face shine upon your servant; and again: Not because of my own deeds, he says, but because of your mercy I ask to be saved; and again: Since I have called upon you, he says, let me not be put to shame, because I hoped in you. For to the impious, to those who do not know you as God, shame is fitting; therefore he says: Let the impious be put to shame and be brought down to Hades; or, according to Aquila and Symmachus: Let them be silent in Hades. For now they speak many things, daring greatly; but when they are brought down to the place that is fitting for them, then they will cease from their boastfulness; then also the lips that at present utter many things against the righteous with arrogance will become speechless; then also every contempt of the righteous will be avenged. These things, he says, I entreated: that your face shine upon your servant, and that I be saved by your mercy, and not be put to shame because I called upon you, persuaded that your goodness is great and ineffable, and full of much wealth. Therefore it is also said by the Apostle:
ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; ἀλλὰ νῦν μὲν οὐ τοῖς πᾶσι φανερὰν ποιεῖς τὴν χρηστότητά σου· κρύπτεις δὲ αὐτὴν καὶ ταμιεύῃ φυλάττων τοῖς φοβουμένοις σε. ἐπεὶ καὶ ἐξειργάσω αὐτὴν εἰς αὐτὸ τοῦτο, λέγω δὲ εἰς τὸ τοῖς ἐλπίζουσιν ἐπὶ σὲ παρασχεῖν αὐτήν, καὶ παρέξεις γε αὐτὴν κατὰ καιρὸν πρὸ τῶν ὀφθαλμῶν τῶν υἱῶν τῶν ἀνθρώπων ὥστε πάντας ἰδεῖν τὴν σὴν χρηστότητα καιρῷ τῆς τῶν ἀγαθῶν ἀμοιβῆς διδομένην τοῖς ἀξίοις· διόπερ καὶ ἐν τῷ βίῳ τάς σοι ἀνακειμένας ψυχὰς κατὰ τοὺς τῶν πειρατηρίων καιροὺς τῆς παρὰ σαυτοῦ σκέπης καταξιῶν ἀποκρύπτεις ῥυόμενος αὐτοὺς ἀπὸ ταραχῆς ἀνθρώπων, καὶ ὥσπερ ἐν σκέπη ὑπὸ τὴν σαυτοῦ χεῖρα σκεπάζων αὐτοὺς ἀπὸ ἀντιλογίας γλωσσῶν πρὸς τὸ μηδὲν καταβλάπτεσθαι μήτε ὑπὸ τῶν λόγοις αὐτοὺς καταπολεμούντων μήτε ὑπὸ τῶν δι’ ἔργων τὰς κατ’ αὐτῶν μηχανὰς συσκευαζομένων.
Εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς.
Or do you despise the wealth of his goodness, his forbearance, and his long-suffering? But now you do not make your goodness manifest to all; rather you conceal it and store it up, keeping it for those who fear you. For you have wrought it for this very purpose, I mean to provide it to those who hope in you, and you will indeed provide it at the opportune time before the eyes of the sons of men, so that all may see your goodness given at the time of the recompense of good things to those who are worthy. Therefore also in life you deem the souls dedicated to you worthy of your own protection at the times of trials, hiding them away and rescuing them from the disturbance of men, and as if in a shelter, shielding them under your own hand from the contradiction of tongues, so that they suffer no harm either from those who assail them with words or from those who contrive machinations against them through deeds.
Blessed is the Lord, for he has made his mercy wondrous in a city of siege.
Διὰ τοσούτων τὴν πρὸς τὸν θεὸν ἔντευξιν πεποιημένος ὁ ἐξομολογούμενος ἐπὶ χρηστὸν περιγράφει τέλος τὸν λόγον εὐλογῶν τὸν θεόν, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς, ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτως· εὐλογητὸς κύριος ὁ παραδείξας τὸ ἔλεος αὐτοῦ ἐμοὶ ὡς ἐν πόλει περιπεφραγμένῃ. δι’ ἐμοῦ γάρ, φησίν, ὁ θεὸς ἐδοξάσθη, ὅτι μυρίων ἐπ’ ἐμὲ πολεμίων συστάντων καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πεπειραμένων ὁ ἐμὸς φύλαξ φραγμόν μοι περιβαλὼν τὸ ἔλεος αὐτοῦ θαυμαστὸν ἔδειξεν οὕτω με σώσας ὡσεὶ καὶ πόλιν τείχει περιβεβλημένην ὀχυρῷ. τοιοῦτος δέ μοι γέγονας σὺ ὁ ἐμὸς κύριος, ὁπηνίκα αὐτὸς ἐμαυτὸν ταπεινῶν ἐν τῇ γενομένῃ μοι ἐκστάσει, ἐν ᾗ ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου καὶ ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. οὐκ ἐπετρίβην, ἀλλ’ ἐταπείνουν ἐμαυτὸν ὡς ἀπορριφεὶς ἀπὸ τῶν σῶν ὀφθαλμῶν διὰ τὴν ἐμὴν ἁμαρτίαν. ἀλλὰ ταῦτα ἐγὼ μὲν ἔλεγον ἐξομολογούμενος· σὺ δὲ φιλάνθρωπος καὶ ἀγαθὸς θεός, οὐκ ἀπέρριψας τὸν σὸν οἰκέτην, ἀλλὰ κατὰ τὴν ἐπαγγελίαν τὴν φάσκουσαν· ὃταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ· ταῦτα ἐμοῦ λέγοντος εἰσήκουσας καὶ διὰ τοῦτο ἐθαυμάστωσας τὸ ἔλεός σου ἐμοὶ ἐν πόλει περιοχῆς.
After making his supplication to God through so many words, the one making confession brings his speech to a good conclusion by blessing God, because he made his mercy wonderful in a city of enclosure, which Symmachus interpreted thus: "Blessed is the Lord who displayed his mercy to me as in a fenced city." For through me, he says, God was glorified, because when countless enemies gathered against me and attempted to besiege my soul like a great city, my guardian, having cast his mercy around me as a rampart, showed it as wonderful, saving me as if a city were surrounded by a strong wall. And you, my Lord, became such to me, when I humbled myself in the ecstasy that came upon me, in which my eye and my soul were disturbed in wrath, and my belly. I was not crushed, but I humbled myself as if cast away from your sight because of my sin. But these things I said while confessing; and you, a philanthropic and good God, did not cast away your servant, but according to the promise that says, "When you turn away and groan, then you will be saved," you listened when I said these things, and for this reason you made your mercy wonderful to me in a city of enclosure.
Ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖ κύριος καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.
Ἐξ ὧν αὐτὸς ἔτυχεν εὐεργεσιῶν, μὴ μόνος ἀπολαῦσαι τῆς παρὰ τοῦ θεοῦ σωτηρίας βουλόμενος, μετὰ πολλῶν δὲ σωθῆναι προτρέπεται τοῖς πᾶσιν ἐπιφωνῶν ἀγαπᾶν τὸν θεὸν καὶ μηδὲν ἕτερον πράττειν ἢ τῇ ἀγάπῃ τοῦ κυρίου ἑαυτοὺς ἀνατιθέναι, καὶ τοῦτο πράττειν μετὰ ἀληθείας γνησίως καὶ καθαρῶς, ἀλλὰ μὴ ἐπιπλάστως μηδὲ μεθ’ ὑποκρίσεως· διὸ ἐπιλέγει· ὅτι ἀληθείας ἐκζητεῖ κύριος. πεπεῖσθαι δὲ χρή, φησίν, ὑμᾶς τοὺς τῷ θεῷ καθωσιωμένους δικαιοκρισίας, ἐν ᾗ ἀποδώσει τἀπίχειρα, ὧν πράττουσιν ἐπὶ τοῦ παρόντος οἱ τὸν θεὸν μὴ εἰδότες, οἱ μηδὲ μετρίως, ἀλλ’ εἰς ὑπερβολὴν ἀλαζονευόμενοι· οὓς οὐ χρὴ φοβεῖσθαι εἰς τὸ τέλος αὐτῶν ἀφορῶντας, ἀλλ’ ἀνδρίζεσθαι καὶ κραταιοῦσθαι τοὺς λογισμοὺς τὴν διάνοιαν ἑδραίαν καὶ στερεὰν κεκτημένους καὶ τὴν ἐλπίδα ἐπὶ κύριον τιθεμένους.
Τῷ Δαυίδ· συνέσεως. μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι.
Love the Lord, all his holy ones, for the Lord seeks out truth and repays those who do excessive pride.
Wishing not to enjoy the salvation from God alone, from the benefits he himself received, but urging that many be saved along with him, he calls out to all to love God and to do nothing other than devote themselves to the love of the Lord, and to do this with truth, genuinely and purely, and not feignedly nor with hypocrisy. Therefore he adds: for the Lord seeks out truth. And you, he says, who are consecrated to God must be convinced of a just judgment, in which he will repay the rewards for what those who do not know God, who are not even moderate but excessively boastful, are doing in the present. You must not fear them, looking to their end, but be manly and strengthen your reasonings, possessing a mind that is steadfast and firm, and placing your hope in the Lord.
To David: of understanding. Blessed are those whose lawless deeds have been forgiven, and whose sins have been covered over.
Πολλὰ κακώσας ἑαυτὸν ἐπὶ τῷ συμβεβηκότι πλημμελήματι ὁ Δαυὶδ καὶ τὰς διὰ τοῦ τριακοστοῦ φωνὰς προέμενος φροντίζων καὶ ἀγωνιῶν τὴν τοῦ θεοῦ κρίσιν, ἐφ’ οἷς αὐτὸς ἑαυτῷ συνεγνώκει, εἶτα τῷ πνεύματι τῷ ἁγίῳ καὶ τῇ δυνάμει τῇ προφητικῇ τὴν διὰ τῆς σωτηρίου χάριτος μέλλουσαν ἔσεσθαι πᾶσιν ἀνθρώποις συγχώρησιν τῶν ἁμαρτημάτων ἐπιγνοὺς καὶ ὡς οἱ ἐξ ἐθνῶν εἰδωλολάτραι καὶ ἄθεοι μυρίοις κακοῖς ἐμπεπαρμένοι ἀθρόας ποτὲ τεύξονται ἀφέσεως ἁμαρτιῶν διὰ λουτροῦ παλιγγενεσίας τρισμακαρίους τούτους ἀποφαίνει διὰ τῶν προκειμένων.
Μακάριος ἀνήρ, οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν.
Τὰ μὲν προλελεγμένα γενικῶς εἴρηται καὶ καθόλου περὶ πάντων τῶν μελλόντων ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τυγχάνειν, τὰ δὲ προσκείμενα, ὅπως ἡ ἄφεσις δίδοται, παρίστησι διὰ τοῦ· οὗ μὴ λογίσηται κύριος ἁμαρτίαν. ἅπαξ μὲν γὰρ γενομένην τὴν παραχθεῖσαν ἁμαρτίαν ἀγένητον μὴ δύνασθαι εἶναι δηλοῖ, τόν γε μὲν κύριον τὸν ἐξουσίαν ἔχοντα ἐν τῷ λογοθεσίῳ λογίζεσθαι τῷ ἡμαρτηκότι ἢ μὴ λογίζεσθαι τὸ πεπραγμένον, ἀλλὰ συγχωρεῖν ποιεῖσθαι τὴν ἄφεσιν. καὶ ἐπειδήπερ ἕκαστος τῶν προσιόντων τῇ διὰ τοῦ βαπτίσματος δωρουμένῃ συγχωρήσει δι’ ὁμολογίας τῆς εἰς τὸν σωτῆρα, τῆς γε εἰς τὸν τῶν ὅλων θεὸν πίστεως καὶ δι’ ἐξομολογήσεως εἰλικρινοῦς, τῆς ἀφέσεως τεύξεται· σφόδρα ἀκριβῶς ὁ λόγος προστίθησι τὴν φάσκουσαν προσθήκην· οὐδ’ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος ἢ ἐν τῷ πνεύματι αὐτοῦ δόλος· ἑκατέρως γὰρ φέρεται ἐν τῷ ἀναγνώσματι.
Having greatly afflicted himself over the transgression that had occurred, David, having uttered the words of the Thirty-First Psalm, being anxious and distressed about the judgment of God concerning what he had acknowledged to himself, then, by the Holy Spirit and prophetic power, recognizing the future forgiveness of sins for all people through saving grace, and that even idolaters and atheists from the nations, steeped in countless evils, will at some time obtain remission of sins through the laver of regeneration, he declares them thrice-blessed in the preceding verses.
Blessed is the man whose sin the Lord will not reckon, nor is there deceit in his mouth. For I was silent, my bones grew old from my crying out all day long.
Now the preceding statements have been made generally and universally concerning all who are to obtain remission of sins through grace, but the following words show how remission is given, through the phrase: whose sin the Lord will not reckon. For it indicates that the sin that has been committed cannot be made as if it never happened, but that the Lord, who has authority in the accounting, either reckons the sin to the sinner or does not reckon it, but grants remission. And since each of those approaching the forgiveness granted through baptism will obtain remission through confession to the Savior, through faith in the God of all, and through sincere exomologesis, the text very precisely adds the clause stating: nor is there deceit in his mouth or in his spirit; for it is transmitted in both ways in the reading.
οὗτος γὰρ μακάριος ὁ καθαρῷ πνεύματι τὴν ἐξομολόγησιν ποιούμενος καὶ τὰς ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας φωνὰς προσφερόμενος. εἰ δ’ εὑρεθείη ἐν τῷ στόματι αὐτοῦ δόλος, ἢ ἐν τῷ πνεύματι καὶ τῇ ψυχῇ, ὡς ἀπατήσας ἑαυτὸν πρὸς τὸ μὴ τυχεῖν τῆς ἀφέσεως, ἔτι καὶ αὐξήσει τὰ ἑαυτοῦ κακὰ ἐπισωρεύσας καθ’ ἑαυτοῦ πλείονα ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. ἐκεῖνοι μέν εἰσι μακάριοι, οὓς τῷ πνεύματι γνοὺς ἐμακάρισα· ἐγὼ δὲ πολλὰ κοπιάσας ἐν ταῖς πρὸς τὸν θεὸν βοαῖς καὶ ἐξομολογήσεσιν, ἀπέκαμον καὶ ἐσίγησα· ἀνθ’ οὗ ὁ μὲν Σύμμαχος· ὅτι ἀπεσίγησα· ὁ δὲ Θεοδοτίων· ὅτι ἐκοπίασα, ἡρμήνευσαν. ἀντὶ δὲ τοῦ ἀπὸ τοῦ κράζειν με, ἀπὸ τοῦ ὀδύρεσθαί με πᾶσαν ἡμέραν, ἐκδέδωκεν ὁ Σύμμαχος, ἐπαλαιώθη δὲ αὐτοῦ τὰ ὀστᾶ συντριβόμενα ἐκ τῆς πολλῆς κακώσεως τῆς κατὰ τὴν ἐξομολόγησιν αὐτῷ γεγενημένης, ἐν ᾗ καὶ τὰς δυνάμεις τῆς ψυχῆς ὀστέα ὀνομαζομένας κατεπόνει. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· ὅτι ἐκώφευσα, κατετρίβη τὰ ὀστᾶ μου ἐν βρυχήματί μου· κατὰ δὲ τὸν Σύμμαχον, ὅτι ἀπεσιώπησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ ὀδύρεσθαι πᾶσαν ἡμέραν. οὐδὲ μέχρι μηνός, ἀλλὰ πάσας τὰς ἡμέρας κατέτρυχεν ἑαυτὸν καὶ κατεπόνει.
For this one is blessed who makes confession with a pure spirit and offers the words of the bath of regeneration. But if deceit is found in his mouth, or in his spirit and soul, as one who has deceived himself so as not to obtain forgiveness, he will even increase his own evils, having heaped upon himself greater wrath on a day of wrath. Those are blessed whom I, knowing by the spirit, have declared blessed; but I, having labored much in my cries and confessions to God, grew weary and fell silent; instead of which Symmachus translated: "that I fell silent," and Theodotion: "that I labored." And instead of "from my crying," Symmachus rendered "from my lamenting every day," and his bones grew old, being crushed from the great affliction that had come upon him in the confession, in which he also wore down the powers of the soul, called bones. Therefore, according to Aquila it is said: "that I grew deaf, my bones were worn out in my roaring"; but according to Symmachus: "that I fell silent, my bones grew old, from lamenting every day." Not even for a month, but every day he wore himself out and distressed himself.
Τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. διάψαλμα.
Ἄλλοι δὲ οὐ τὴν ἀσέβειαν τῆς καρδίας, ἀλλὰ τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου ἐξέθεντο. ἀντὶ δὲ τούτου ἀκριβέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· ἵνα σὺ ἀφέλῃς τὴν ἁμαρτίαν μου. τάδε γάρ, φησίν, καὶ τάδε διεπραξάμην, ἵνα τάδε μοι γένωνται. οὐκ ἤδη τετυχηκὼς τῆς ἀφέσεως, ἀλλ’ ὡς πάντα πράττων, ἵνα αὐτῆς τύχῃ, ταῦτ’ ἔλεγε κατὰ τὸν Σύμμαχον. καὶ ἔχεταί γε λόγου ἡ τοιαύτη ἑρμηνεία· εἰ γὰρ ἑτέρους ἐμακάριζεν, ὧν ἀφέθησαν αἱ ἀνομίαι, ὡς μηδέπω αὐτὸς τετυχηκὼς τῆς ἀφέσεως, πῶς ἐνταῦθα ἐδύνατο λέγειν· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου; διόπερ κατὰ τὸν Σύμμαχον ἀκριβέστερον εἰρῆσθαί φημι τό· ἵνα σὺ ἀφέλῃς τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου.
Ὑπὲρ ταύτης προσεύξεταί πᾶς ὅσιος πρὸς σὲ ἐν καιρῷ εὐθέτῳ· πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. διάψαλμα. συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ, ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου.
I have made known my sin and I have not concealed my lawlessness. I said, I will declare against myself my lawlessness to the Lord; and you have forgiven the impiety of my heart. Diapsalma.
Others, however, have set forth not the impiety of the heart, but the impiety of my sin. And instead of this, Symmachus interpreted more precisely, saying: that you may remove my sin. For, he says, I have done such and such things, so that such and such things might happen to me. Not having already obtained remission, but as one doing everything in order to obtain it, he spoke these things according to Symmachus. And such an interpretation has reason; for if he was blessing others whose lawlessnesses were forgiven, as not yet having himself obtained remission, how could he here say: and you have forgiven the impiety of my sin? Therefore, according to Symmachus, I say that the phrase: that you may remove the impiety of my sin, is more precisely spoken.
Every holy person will pray to you concerning this at a suitable time; but in a flood of many waters they will not approach him. You are my refuge from the distress that surrounds me; my exultation, deliver me from those who have encircled me. Diapsalma. I will instruct you and I will initiate you in this way, which you will travel; I will fix my eyes upon you.
Διὰ τοῦτο πᾶς ὅσιος ὑπόδειγμα λαβὼν ἐκ τῶν κατ’ ἐμὲ πεπραγμένων προθυμότατα καὶ εὐθαρσῶς προσεύξεταί σοι, εἴ ποτε καιρὸς αὐτὸν καλῇ ἐπὶ τὴν ὁμοίαν ἐμοὶ προσευχὴν ἐλθεῖν. προσευξαμένου δὲ αὐτοῦ κατὰ τὸ ὑπόδειγμα τὸ ἐμὸν καὶ αὐτοῦ ἐπακούσεις παρέξεις τε αὐτῷ τὴν παρὰ σοῦ σωτηρίαν ὥστε μηδὲν αὐτὸν βλαβῆναι, κἂν μυρία κατακλύζοντα ὕδατα κατ’ αὐτοῦ φέρηται. ὡς γὰρ ἐπὶ πέτραν οἰκοδομήσας αὑτοῦ τὴν οἰκίαν καὶ ἐπὶ σὲ τὸν μέγαν σωτῆρα ἀναρτήσας ἑαυτοῦ τὰς ἐλπίδας, ἄπτωτος καὶ ἑδραῖος μενεῖ· διὰ γὰρ τὴν σὴν φυλακὴν οὐδὲ πλησιάσαι αὐτῷ οὐδὲ ἐγγὺς γενέσθαι δυνήσεται. καὶ ταύτην γε τὴν διάνοιαν ἡ τοῦ Συμμάχου παρέστησεν ἑρμηνεία φήσασα· περὶ τούτου προσεύξεται πᾶς ὅσιος, ἀντὶ τοῦ, διὰ τοῦτο προσεύξεται πᾶς ὅσιός σοι καιρὸν εὑρὼν ὥστε ἐπικλύζοντα ὕδατα πολλὰ πρὸς αὐτὸν μὴ ἐγγίσαι. ἐὰν δὲ κατὰ τοὺς Ἑβδομήκοντα λέγηται· ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος, ἐροῦμεν, ὅτι, ὑπὲρ ταύτης, δηλαδὴ τῆς ἀφέσεως τῆς ἐμοὶ γενομένη· διὰ γὰρ τὸν σὸν ἔλεον καὶ τὴν εἰς ἐμὲ γενομένην φιλανθρωπίαν πᾶς ὅσιος εὔελπις ἔσται τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν· εἴ ποτε αὐτῷ γένοιτο ὡς ἀνθρώπῳ σάρκα περικειμένῳ τοιοῦτό τι σφάλμα καὶ καιρὸς δεόμενος ὁμοίας ἐμοὶ ἐξομολογήσεως καὶ προσευχῆς τὸ λεγόμενον διὰ τοῦ προφήτου· ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι, καὶ ἐπὶ τοῦ Δαυὶδ ἐπληροῦτο. διότι εὐχομένου καὶ τὴν δέησιν ἀναπέμποντος τὸ πνεῦμα τὸ θεῖον ἀποκρίσεως αὐτὸν ἀξιοῖ θαρσεῖν αὐτῷ παρακελευόμενον· ἐγὼ γάρ σε, φησίν, συνετιῶ καὶ συμβιβῶ σε· ἀνθ’ οὗ ὁ Ἀκύλας φησίν· ἐπιστημώσω σε καὶ φωτίσω σε ἐν ὁδῷ ταύτῃ, ᾗ πορεύσῃ·
For this reason every holy person, taking an example from what has been done by me, will pray to you most eagerly and with good courage, if ever an occasion calls him to come to a prayer similar to mine. And when he has prayed according to my example, you will also hear him and will provide him with salvation from you, so that he may suffer no harm, even if countless overwhelming waters are borne against him. For as one who has built his house upon a rock and has hung his hopes upon you, the great savior, he will remain unshaken and steadfast; for because of your protection, it will not be able to approach him or come near him. And this meaning the translation of Symmachus has set forth, saying: "Concerning this every holy person will pray," instead of "For this reason every holy person will pray to you, having found an occasion so that overwhelming many waters may not approach him." But if it is said according to the Septuagint: "On behalf of this every holy person will pray," we will say that "on behalf of this" means, clearly, the forgiveness that has occurred for me; for because of your mercy and the philanthropy shown to me, every holy person will be hopeful of obtaining similar things from you, if ever it should happen to him, as a human being clothed in flesh, some such fault and an occasion needing a confession and prayer similar to mine, the saying through the prophet: "While you are still speaking, I will say, 'Behold, I am here,'" was fulfilled also in the case of David. Because while he was praying and sending up his supplication, the divine Spirit deigns to grant him an answer, urging him to take courage: "For I," it says, "will instruct you and will teach you"; instead of which Aquila says: "I will make you understand and will enlighten you in this way, in which you will go.
ὁ δὲ Σύμμαχος· συνετίσω σε καὶ ὑποδείξω σοι ὁδόν, ἣν ὁδεύσεις. ἐπαγγέλλεται γὰρ δεῖξαι αὐτῷ τὸν εἰπόντα· ἐγώ εἰμι ἡ ὁδός. ἦν δὲ οὗτος ὁ τοῦ θεοῦ λόγος ὁ τοὺς ὁδεύοντας ἄγων ἐπὶ τέλος τὸ τρισμακάριον τὸν ἑαυτοῦ πατέρα.
Ἀντὶ δὲ τοῦ· ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου, ὁ Σύμμαχος βουλεύσομαι, φησίν, περὶ σοῦ τῷ ὀφθαλμῷ μου. ἐπειδὴ γὰρ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· εἰκότως τὸν τοσαῦτα ηὐγμένον καταξιοῖ τοῦ ἰδίου ὀφθαλμοῦ, ὅπως ἐκ τῶν φωτιστικῶν αὐτῶν τῶν ἐκ τοῦ θείου ὀφθαλμοῦ πεμπομένων φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν θεάσηται τὴν ἐπηγγελμένην αὐτῷ. διόπερ ὀφθαλμοὶ κυρίου οὐκ ἐπὶ πάντας, ἀλλ’ ἐπὶ μόνους τοὺς δικαίους· ἀπὸ γὰρ τῶν ἀσεβῶν ἀποστρέφει τοὺς ἑαυτοῦ ὀφθαλμούς.
Εὐφράνθητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
Περιγράψας ὁ λόγος τὴν πρὸς τὸν εὐξάμενον ἀπόκρισιν ἐπαγγειλάμενός τε αὐτῷ τὰ προλελεγμένα μεταβαίνει ἐπὶ τὸ κοινὸν τῶν ἀνθρώπων γένος, δι’ ὑπερβολὴν φιλανθρωπίας πάντας βουλόμενος σωθῆναι. καὶ αὐτὸς δὲ ὁ Δαυὶδ προσδιελθὼν τὴν ἑαυτοῦ ἐξομολόγησιν αἰσίας τε ἀποκρίσεως καὶ ἐπαγγελίας καταξιωθεὶς ἐξ ὑπερβαλλούσης χαρᾶς καὶ τοῖς λοιποῖς ἀνθρώποις προξενεῖ τὰ τῆς ὠφελείας. εὐφράνθητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
Symmachus says: "I will make you understand and I will show you a way which you will travel." For he promises to show him the one who said, "I am the way." This was the Word of God, who leads those who travel to the thrice-blessed end, his own father.
Instead of "I will fix my eyes upon you," Symmachus says, "I will deliberate," he says, "concerning you with my eye." For since the eyes of the Lord are upon the righteous and his ears are open to their prayer, it is fitting that he who has prayed so much is deemed worthy of his own eye, so that, illuminated in his understanding by the illuminating rays sent from the divine eye, he may see the way promised to him. Therefore the eyes of the Lord are not upon all, but only upon the righteous; for he turns his own eyes away from the impious.
Rejoice in the Lord and exult, righteous ones, and boast, all you who are upright in heart.
Having described the response to the one who prayed and having promised him the things previously mentioned, the discourse passes to the common race of men, wishing all to be saved through an excess of philanthropy. And David himself, having gone through his own confession and having been deemed worthy of a favorable response and promise, from overwhelming joy also procures the benefits for the rest of men. Rejoice in the Lord and exult, righteous ones, and boast, all you who are upright in heart.
ὥσπερ τῷ ἀριστερῷ τάγματι τῶν ἁμαρτωλῶν τὰ κατάλληλα παρῄνεσεν ἑαυτὸν ὑπόδειγμα παρασχὼν τοῖς ἐξ ἁμαρτιῶν ἐπιστρέφουσιν, οὕτω καὶ τοῖς δικαίοις τὰ οἰκεῖα καὶ αὐτοῖς ἁρμόδια εὐαγγελίζεται διὰ τῶν προκειμένων παραινῶν αὐτοῖς ἐπὶ μηδενὶ μὲν τῶν κοσμικῶν εὐφραίνεσθαι, ἐπὶ δὲ τὸν κύριον μέγα φρονεῖν καὶ ἐπ’ αὐτῷ μόνῳ εὐφραίνεσθαι χαίρειν τε καὶ ἀγαλλιᾷν ἐπὶ τῷ τοσούτῳ ἀγαθῷ. ἀλλὰ καὶ ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω, κατὰ τὸν ἀπόστολον. εἰκότως οὖν καὶ ἐνταῦθα τὸ συμπέρασμα τοῦ παντὸς λόγου ἐπισφραγίζεται λέγων· καὶ καυχᾶσθε ἐν αὐτῷ, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ· μὴ γὰρ ἐφ’ ἑαυτοῖς μέγα φρονεῖν, ἀλλ’ ἐπ’ αὐτῷ τῷ πάσης ὑμῖν ἀρετῆς αἰτίῳ γενομένῳ κυρίῳ.
Τῷ Δαυίδ. ἀγαλλιᾶσθε, δίκαιοι, ἐν κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις.
Κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἀνεπίγραφός ἐστιν ὁ ψαλμός. πολλὴν δὲ σώζει ἀκολουθίαν πρὸς τὸν πρὸ αὐτοῦ· προειπὼν γὰρ κατὰ τὸ τέλος ἐκείνου· εὐφράνθητε ἐπὶ κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, μονονουχὶ αὐτῆς ἤρξατο τῆς λέξεως τοῦ προκειμένου φήσας· ἀγαλλιᾶσθε, δίκαιοι, ἐν κυρίῳ. καί μοι δοκεῖ προφητικῶς τὰ λεγόμενα διὰ τῶν προκειμένων εἰς πρόσωπον ἀναπέμπεσθαι τῶν ἐν τῷ πρὸ τούτου ψαλμῷ δηλωθέντων κατὰ τό· μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. ὡς γὰρ πρὸς ἐκείνους τοὺς τετυχηκότας τῆς ἀφέσεως τῶν ἁμαρτημάτων διὰ τῆς σωτηρίου χάριτος ἀναφωνεῖται τό· ἀγαλλιᾶσθε, δίκαιοι, ἐν κυρίῳ.
Just as he offered himself as a fitting example to the left-hand rank of sinners, those turning from their sins, so also he proclaims to the righteous what is proper and suitable for them through the preceding words, exhorting them to take no delight in worldly things, but to think highly of the Lord and to rejoice, be glad, and exult in him alone for such a great good. And let the one who boasts in the Lord boast, according to the Apostle. Fittingly, then, the conclusion of the whole discourse is sealed here, saying: "And boast in him, all you who are upright in heart." For you are not to think highly of yourselves, but of the Lord himself, who has become the cause of all virtue for you.
To David. Rejoice, righteous ones, in the Lord; praise is fitting for the upright.
According to the Hebrew reading and the other translators, the psalm is without a title. It preserves a strong continuity with the one before it; for having said at the end of that one, "Rejoice in the Lord and be glad, righteous ones," it almost began the very wording of the present psalm by saying, "Rejoice, righteous ones, in the Lord." And it seems to me that the things spoken through the present words are prophetically addressed to those indicated in the previous psalm according to the phrase: "Blessed are those whose lawless deeds were forgiven and whose sins were covered over." For as if to those who have obtained the remission of sins through saving grace, it proclaims: "Rejoice, righteous ones, in the Lord.
μὴ γὰρ ἐφ’ ἑαυτοῖς ἢ ἐπί τι τῶν κοσμικῶν, ἀλλ’ ἐπὶ τῷ κυρίῳ πεποιθότες καὶ ἐπ’ αὐτῷ σεμνυνόμενοι καὶ ἐν αὐτῷ καυχώμενοι, ἀγαλλιᾶσθε ὑμεῖς οἱ μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. πρέπει γάρ, φησίν, πᾶσιν τοῖς εὐθέσιν ἡ εἰς τὸν θεὸν αἴνεσις. κατὰ δὲ τὸν Ἀκύλαν· τοῖς εὐθέσιν ὡραιοῦται ὕμνησις. ἐπεὶ γὰρ οὐχ ὡραῖος ὕμνος ἐν στόματι ἁμαρτωλοῦ, εἰκότως τοῖς καθαρὰς διανοίας καὶ καθαρὰ χείλη κεκτημένοις εὐπρέπει ἡ τοῦ θεοῦ αἴνεσις.
Ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ.
Καὶ ὁ τὰς ἔσω δὲ καὶ τὰς ἔξω αἰσθήσεις καθαρὰς καὶ ἀμέμπτους φυλάττων ἐν δεκαχόρδῳ ψαλτηρίῳ ψάλλει τῷ θεῷ.
Ἄισατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.
Τὸ μὲν παλαιὸν ᾆσμα διὰ παλαιᾶς κιθάρας καὶ παλαιοῦ ψαλτηρίου, τῶν ἀψύχων ὀργάνων, ὥσπερ διὰ συμβόλων καὶ εἰκόνων ἐσπουδάζετο τῷ προτέρῳ λαῷ, τὸ δὲ καινὸν ᾆσμα μεγαλοφυέστερον καὶ θεοπρεπέστερον διὰ κιθάρας ζώσης καὶ διὰ τοῦ ἀποδοθέντος δεκαχόρδου ψαλτηρίου ἀναπέμπεται τῷ θεῷ. καλῶς ψάλατε ἐν ἀλαλαγμῷ. οὗτος ὁ ἀλαλαγμός ἐστι μυστικός· διὸ εἴρηταί που· μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. ἀλλὰ καὶ ἀντὶ βοῶν καὶ μόσχων καὶ τῶν δι’ αἵματος θυσιῶν θυσίας ἀλαλαγμοῦ κατατεθυκέναι φησὶν ὁ εἰπών· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.
For do not rely on yourselves or on any worldly thing, but trusting in the Lord and priding yourselves on him and boasting in him, you rejoice, you blessed ones, whose lawless deeds have been forgiven and whose sins have been covered over. For it is fitting, he says, for all the upright to praise God. And according to Aquila: "Praise is becoming to the upright." For since praise is not seemly in the mouth of a sinner, it is naturally fitting for those who possess pure minds and pure lips to praise God.
Confess to the Lord with a kithara, and sing to him with a ten-stringed psalterion.
And he who keeps both his inner and outer senses pure and blameless sings to God with a ten-stringed psalterion.
Sing to him a new song, and sing well with a cry of joy.
The old song was performed with an old kithara and an old psalterion, the inanimate instruments, as if through symbols and images, for the former people, but the new song, more magnificent and more befitting God, is sent up to God through a living kithara and through the given ten-stringed psalterion. "Sing well with a cry of joy." This cry of joy is mystical; hence it is said somewhere: "Blessed is the people who know the cry of joy." And also, instead of oxen and calves and sacrifices through blood, the one who said, "I went around and sacrificed in his tent a sacrifice of the cry of joy," declares that he has offered sacrifices of the cry of joy.
Ὅτι εὐθὺς ὁ λόγος τοῦ κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν· τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ.
Τὰ μὲν τῆς τῶν ὄντων καταλήψεως διὰ πίστεως ἡμῖν χωρείτω, τὰ δὲ τοῦ πρακτικοῦ βίου διὰ ἐλεημοσύνης καὶ κρίσεως. ταῦτα γὰρ ἀγαπᾷ ὁ εὐθὺς τοῦ κυρίου λόγος ἅτε κριτικοὺς ἡμᾶς κατασκευάσας καὶ διακριτικοὺς τοῦ τε καλοῦ καὶ τοῦ ἐναντίου. διὸ βούλεται ἡμᾶς μηδὲν ἀκρίτως πράττειν μηδὲ ἀλόγως φέρεσθαι ταῖς ἐξ αὐτῶν ὁρμαῖς κεκριμένως περὶ τῶν πρακτέων βουλεύεσθαι καὶ πρός γε πάντων ἐλεημονικοὺς εἶναι, συγνωμονικοὺς δὲ πρὸς τοὺς ἁμαρτάνοντας γιγνομένους, συμπαθεῖς δὲ καὶ φιλανθρώπους πρὸς τοὺς ἐλέου δεομένους.
Φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Σφόδρα δὲ ἀκολούθως τὰς τοῦ θεοῦ μεγαλουργίας παραστήσας καὶ μονονουχὶ ὀφθαλμοῖς ἐπιδείξας ὁπηλίκος ἐστὶν ὁ τῶν τοιούτων δημιουργὸς κύριος, παρακελεύεται τοῦτον φοβεῖσθαι. εὐαγγελίζεται δὲ εἰδώλοις μηκέτι προσέχειν τὸν νοῦν μήτε δαίμονας σέβεσθαι, ἀλλὰ τὸν τοσούτων ποιητήν.
That the word of the Lord is straight, and all his works are in faith; he loves mercy and judgment; the land is full of the mercy of the Lord.
Let the apprehension of beings proceed for us through faith, and the practical life through mercy and judgment. For these are what the straight word of the Lord loves, having made us critical and discerning of both the good and its opposite. Therefore he wishes us to do nothing without judgment, nor to be carried away irrationally by our impulses, but to deliberate with discernment about what is to be done, and to be merciful towards all, becoming forgiving towards those who sin, and sympathetic and philanthropic towards those in need of mercy.
Let the whole earth fear the Lord, and let all who dwell in the inhabited world be shaken by him.
Very consistently, having set forth the great works of God and almost shown before our eyes how great the Lord is who is the creator of such things, he commands that this one be feared. And he proclaims the good news that we should no longer pay heed to idols nor worship demons, but the maker of such great things.
Ἀντὶ δὲ τοῦ σαλευθήτωσαν ὁ Σύμμαχος εὐλαβείσθωσαν ἐξέδωκε. νοήσεις, ὅπως ἔμελλον σαλεύεσθαι ἀπ’ αὐτοῦ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην ἐπιστήσας τὴν διάνοιαν, ὡς ἐπὶ τῷ κηρύγματι τῷ εὐαγγελικῷ καὶ τῇ σωτηρίῳ διδασκαλίᾳ καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίαι τῷ θεῷ συνέστησαν πᾶσά τε ἀκοὴ ἐπληρώθη τοῦ λόγου καὶ πάντες ἄνθρωποι ἐπὶ τῇ τοσαύτῃ δυνάμει κεκίνηνται μεταβάλλοντες ἀπὸ τῆς προτέρας περὶ τὰ εἴδωλα πλάνης καὶ εἰς ὑπόμνησιν ἐλθόντες τῆς ἀληθοῦς εὐσεβείας.
Ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Τὸ εὔλογον τοῦ φοβεῖσθαι τὸν κύριον παρίστησι τὴν αἰτίαν διδάσκων τοῦ δεῖν τὸν αὐτοῦ φόβον πρὸ ὀφθλμῶν ἔχειν· ἐπειδὴ γὰρ τὰ τοσαῦτα καὶ τηλικαῦτα δημιουργήματα τά τε κατ’ οὐρανὸν καὶ τὰ ἐπὶ γῆς. οὐ μὴν ἀλλὰ καὶ τὰ ἐν ταῖς ἀββάτοις τουτέστιν τοῖς καταχθονίοις αὐτοῦ κελεύσαντος ἐγένετο καὶ αὐτοῦ νεύσαντος ὑπέστη.
Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων.
Instead of "let them be shaken," Symmachus rendered "let them be in awe." You will understand how all those inhabiting the inhabited world were destined to be shaken by him, when you apply your mind to the fact that, by the evangelical proclamation and the saving teaching throughout the whole inhabited world, churches were established for God, and every ear was filled with the word, and all people were moved by such great power, changing from their former error concerning idols and coming to a recollection of true piety.
That he spoke, and they came into being; he commanded, and they were created.
The reasonableness of fearing the Lord sets forth the cause, teaching that one must keep his fear before one's eyes; for so many and so great creations, both in heaven and on earth, and indeed also those in the abysses, that is, in the subterranean regions, came into being at his command and subsisted at his nod.
The Lord scatters the plans of nations, nullifies the designs of peoples, and nullifies the plans of rulers.
Ἐπεὶ συνεώρα τὸ προφητικὸν πνεῦμα μέλλοντας ἐξάπτεσθαι διωγμοὺς κατὰ τῶν ἀναχωρούντων μὲν τῆς προτέρας δεισιδαιμονίας καὶ ἀποστρεφομένων τὴν πολύθεον πλάνην, ἐπὶ δὲ τὸν τῶν ὅλων κύριον ἐπιστρεφόντων, ἀναγκαίως τῶν ἐν ἀπιστίᾳ μεινάντων ἐθνῶν τοὺς φόβους καὶ τὰς ἀπειλὰς μὴ δεδιέναι παρακελεύεται τοῖς τῶν ὅλων ποιητὴν ἐπεγνωκόσιν· κἂν γὰρ μυρία καθ’ ὑμῶν ἐπιβουλεύσωνται, ἀλλ’ οὐδέν, φησίν, ἰσχύσουσι καθ’ ὑμῶν ἐνεργῆσαι· αὐτὸς γὰρ ὁ πάντων δημιουργὸς καὶ κύριος, ᾧ προσεφύγετε, τὰς καθ’ ὑμῶν ἐπιβουλὰς τῶν ἐθνῶν καὶ τῶν ἀπίστων λαῶν, τοὺς καθ’ ὑμῶν λογισμοὺς ἑνὶ νεύματι διασκεδάσει. εἰ δὲ καὶ ἄρχοντές ποτε καὶ βασιλεῖς μέλλοιεν καθ’ ὑμῶν ἐξάπτεσθαι, ἀλλὰ καὶ τούτων ἀθετήσει βουλάς. κρατήσει δὲ μόνη ἡ αὐτοῦ βουλὴ εἰς τὸν αἰῶνα. ἀλλὰ καὶ τῆς σοφίας οἱ λογισμοὶ αὐτοῦ οὐχ ὁμοίως τοῖς λογισμοῖς τῶν ἀνθρώπων ἀθετήσονται. παραμένουσι δὲ ἑαυτοῦ κρίσεις εἰς γενεὰν καὶ γενεάν· φυλάττει γὰρ τοὺς αὐτοῦ λογισμοὺς τοῖς ἑαυτοῦ ἀξίοις. καὶ ἐπειδήπερ καθ’ ἑκάστην γενεὰν καὶ διαδοχὴν ἀνθρώπων εὑρίσκονταί τινες ἄξιοι, εἰκότως τούτοις αὐτοῖς διατηρῶν τοὺς αὐτοῦ λογισμοὺς εἰς γενεὰν καὶ γενεὰν αὐτοὺς παρεκτείνει. καὶ ταῦτα μὲν πάλαι προελέγετο προφητικῶς, ἔργοις δὲ αὐτοῖς τὴν ἔκβασιν τῶν λόγων ἡμεῖς παρειλήφαμεν· ὅσα γὰρ ἐμηχανήσαντο κατὰ τῆς ἐκκλησίας αὐτοῦ, καὶ ὁποίους καθ’ ἡμῶν ἐπήγειραν διωγμοὺς ὁποίας τε βουλὰς ἐβουλεύσαντο οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου καθ’ ἡμῶν, οὐκ ἔστιν ἐπαξίως διηγήσασθαι·
Since the prophetic spirit foresaw that persecutions were about to be kindled against those who were withdrawing from their former superstition and turning away from polytheistic error, while turning toward the Lord of all, it necessarily exhorts those who have come to know the creator of all not to fear the fears and threats of the nations that remained in unbelief. For even if they devise countless plots against you, yet, it says, they will be able to accomplish nothing against you; for the creator and Lord of all himself, to whom you have fled, will scatter the plots of the nations and the unbelieving peoples, and their designs against you, with a single nod. And if ever rulers and kings should be kindled against you, yet he will also nullify their counsels. His counsel alone will prevail forever. Moreover, the reasonings of his wisdom will not be nullified like the reasonings of men. His judgments abide from generation to generation; for he preserves his own reasonings for those worthy of him. And since in each generation and succession of men some worthy ones are found, he fittingly preserves his reasonings for them, extending them from generation to generation. And these things were long ago foretold prophetically, and we have received the fulfillment of these words in actual deeds; for what plots were devised against his church, and what persecutions were raised against us, and what counsels the rulers of this age deliberated against us, it is not possible to describe worthily.
καὶ ὡς ταῦτα πάντα θεοῦ δυνάμει διεσκεδάννυντο καὶ ὡς οὐκ ἐφ’ ἡμῶν μόνον, ἀλλὰ καθ’ ἑκάστην γενεὰν ἔργοις ταῦτα ἐπληροῦτο ἀπὸ τῶν χρόνων τῆς τοῦ σωτῆρος θεοφανείας ἀρξάμενα.
Μακάριον τὸ ἔθνος, οὗ ἐστιν κύριος ὁ θεὸς αὐτοῦ, λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἐξ ἑτοίμου κατοικητηρίου αὑτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, ὁ πλάσας κατα μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς ἐπὶ πάντα τὰ ἔργα αὐτῶν. οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.
Πάλαι μὲν γὰρ ἦν Ἰσραὴλ μερὶς καὶ κληρονομία αὐτοῦ, ἀλλ’ ἐπεὶ ἠθέτησε μεταβέβληται ἡ χάρις ἐπὶ τὰ ἔθνη, ἵνα γνῶμεν, πῶς ὑπέστη τὸ μακαριζόμενον ἔθνος καὶ πόθεν εἴληφε τὴν σύστασιν ὁ λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ, ἀκολούθως διδάσκει, ὡς ἄρα αὐτὸς ὁ κύριος πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων τοὺς κατοικοῦντας τὴν γῆν ἐπισκεψάμενος, ἐξ ἁπάντων τούτων συνεστήσατο τὸ προλεχθὲν ἔθνος καὶ τὸν προειρημένον λαὸν οὐ διακόνοις ἑτέροις κεχρημένος.
and how all these things were scattered by the power of God, and how not only in our time, but in every generation, these things were fulfilled in deeds, beginning from the times of the Savior's theophany.
Blessed is the nation whose God is its Lord, the people whom he chose for his own inheritance. The Lord looked down from heaven, he saw all the sons of men; from his ready dwelling he looked upon all who inhabit the earth, he who alone fashioned their hearts, he who understands all their works. A king is not saved by great might, and a giant will not be saved by the abundance of his strength; a false horse is for salvation, but by the abundance of his power he will not be saved. Behold, the eyes of the Lord are upon those who fear him, those who hope in his mercy to rescue their souls from death and to sustain them in famine.
For formerly Israel was his portion and inheritance, but since it rejected him, the grace has been transferred to the nations, so that we may know how the blessed nation came to be and whence the people whom he chose for his own inheritance received their constitution. Consequently, he teaches that the Lord himself, having inspected all the sons of men who inhabit the earth, constituted from all of them the aforementioned nation and the aforesaid people, not employing other ministers.
Ἀντὶ δὲ τοῦ ἐξ ἑτοίμου κατοικητηρίου αὑτοῦ, ὁ μὲν Ἀκύλας· ἀπὸ ἑδράσματος καθέδρας αὑτοῦ, ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος· ἀπὸ ἕδρας κατοικίας αὑτοῦ ἐπέβλεψεν.
Ὁ δὲ λόγος αὐτοῦ τὴν σωτηρίαν διεκονεῖτο τοῖς σωζομένοις· ἀπέστειλε γὰρ τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. διὰ τί δὲ ἐξ οὐρανοῦ ἐπέβλεψε κύριος, καὶ τί τὸ αἴτιον τοῦ καταξιῶσαι τῆς ἑαυτοῦ ἐπισκοπῆς πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, παρίστησιν ἑξῆς λέγων· ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν, ἀνθ’ οὗ ὁ Σύμμαχός φησιν· ὁ πλάσσων καταμόνας ἑκάστην καρδίαν αὐτῶν. εἰ μὲν γὰρ ὁμοίως τοῖς ἀλόγοις ζῴοις καὶ τὸν ἀνθρώπινον νοῦν ὑφίστη, οὐδὲν ἦν ἀναγκαῖον ἐπιβλέπειν αὐτὸν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἀπήρκει γὰρ ἡ καθ’ ὅλου πρόνοια πάντων ἐξ ἴσου προνοουμένη. νυνὶ δέ, ἐπειδήπερ ἐξαίρετός τις οὐσία ἀνθρώπου ψυχή, ἐπεὶ περὶ μόνου ἀνθρώπου μεμαρτύρηται εἰρηκώς· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ κύριος τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. εἰκότως, ὡς ἂν τῆς ἑαυτοῦ εἰκόνος προνοῶν, ἐξ οὐρανοῦ ἐπέβλεψε καὶ εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. ὃ δὴ παριστὰς ὁ παρὼν λόγος φησίν· ὁ πλάσσων καταμόνας τὰς καρδίας αὐτῶν. καταμόνας δὲ εἴρηται ἀντὶ τοῦ ἀφωρισμένως παρὰ τὰ λοιπὰ ζῷα. καρδίας δὲ λέγων τοὺς λογισμοὺς ἐδήλου, καὶ ὅτι ἀφωρισμένως ἕκαστος ἄνθρωπος ὥσπερ ταμιεῖον ἀποκεκλεισμένον ἔχει τὴν ἑαυτοῦ διάνοιαν ὡς μηδένα δύνασθαι ἑτέρους καταλαμβάνειν λογισμούς. οὐδεὶς γοῦν οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ.
Instead of "from his ready dwelling," Aquila translated "from the seat of his throne," and Symmachus, "from the seat of his dwelling he looked down."
His Word ministered salvation to those being saved; for he sent his Word and healed them and delivered them from their corruptions. But why the Lord looked down from heaven, and what the reason was for deigning to bestow his oversight upon all the sons of men, he sets forth next, saying: "the one who fashions each of their hearts individually," instead of which Symmachus says: "the one who fashions each heart of theirs individually." For if he had constituted the human mind in the same way as that of irrational animals, there would have been no need for him to look down upon the sons of men; the general providence that cares equally for all would have sufficed. But as it is, since the soul of man is a certain exceptional substance—because concerning man alone it is testified that he said, "Let us make man according to our image and likeness," and the Lord made man, he made him according to the image of God—fittingly, as one providing for his own image, he looked down from heaven and saw all the sons of men. This is what the present passage indicates when it says: "the one who fashions each of their hearts individually." "Individually" is said instead of "separately from the other animals." And by "hearts" he indicated their thoughts, and that each man individually has his own mind as a sealed chamber, so that no one else can apprehend another's thoughts. For no man knows the things of another man, except the spirit of the man that is within him.
διὸ περὶ μόνου τοῦ σωτῆρος ἡμῶν εἰς παράστασιν τῆς αὐτοῦ θεότητος ἐλέγετο· αὐτὸς γὰρ ᾔδει, τί ἦν ἐν τῷ ἀνθρώπῳ, καὶ πάλιν· εἰδὼς δὲ τοὺς διαλογισμοὺς αὐτῶν. τοῦτο δὲ καὶ ἐν τοῖς προκειμένοις παρίσταται· μετὰ γὰρ τό· ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν, συνῆπται τό· ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. μόνος γὰρ αὐτὸς συνίησιν ἐξ ὁποίας προαιρέσεως τὰ τῶν ἀνθρώπων ἔργα ἐπιτελεῖται μηδενὸς ἄλλου δυναμένου συνιέναι, ποίᾳ προθέσει καὶ ὁποίᾳ ὁρμῇ ἕκαστος τῶν ἀνθρώπων πράττει, ἃ πράττει.
Ἔχεται τῆς τῶν προλελεγμένων διανοίας τὰ προκείμενα· συγκαλέσας γὰρ ὁ λόγος πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ἐπὶ τὸν φόβον τοῦ θεοῦ διὰ τοῦ προειπεῖν· φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, εἶτα παραθαρρύνας μὴ ἀγωνιᾶν μηδὲ φοβεῖσθαι τοὺς μέλλοντας ἐπανίστασθαι αὐτοῖς διωγμοὺς συνῆψε διὰ τῶν ἔμπροσθεν τό· κύριος διασκεδάζει βουλὰς ἐθνῶν καὶ τὰ ἑξῆς. τῆς οὖν αὐτῆς διανοίας ἐχόμενος καὶ διὰ τῶν προκειμένων φησί· θαρσεῖτε, πάντες ὑμεῖς πρὸς οὓς ὁ λόγος. εἰ γοῦν προσέλθοιτε τῷ αὐτοῦ φόβῳ, ἕξετε τοὺς αὐτοῦ ὀφθαλμοὺς καὶ τὴν διορατικὴν αὐτοῦ δύναμιν ἐπισκοποῦσαν ὑμᾶς, καὶ πάντων ἐχθρῶν καὶ ἐπιβούλων ῥυομένην. ἰδοὺ γὰρ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. δίχα γὰρ αὐτῶν τῶν τοῦ θεοῦ ὀφθαλμῶν οὐκ ἔστιν ἄλλη σωτηρίας ἐλπὶς οὔτε βασιλεῖ στρατιωτικῇ δυνάμει θαρροῦντι οὔτε γίγαντι ἐπὶ πλήθει δυνάμεως καὶ ἰσχύος γαυρουμένῳ οὔτε ἵππῳ ποδῶν ὠκύτητι θαρροῦντι· πάντα γὰρ ταῦτα διαψεύδεται, σφάλλει καὶ πλανᾷ τοὺς ἐπ’ αὐτοῖς ἠλπικότας.
Therefore, this was said about our Savior alone to demonstrate his divinity; for he himself knew what was in the man, and again: knowing their thoughts. This is also shown in the present passage; for after the phrase "the one who formed their hearts individually," the phrase "the one who understands all their works" is joined. For he alone understands from what intention the works of men are accomplished, no one else being able to comprehend with what purpose and with what impulse each of men does what he does.
The present passage follows the meaning of what was said before; for the Word, having summoned all men on earth to the fear of God by saying beforehand, "Let the whole earth fear the Lord," then encouraging them not to be distressed nor to fear the persecutions that were about to rise against them, he added through the preceding verses, "The Lord scatters the plans of nations," and so forth. Therefore, holding to the same meaning, he says through the present passage: "Take courage, all of you to whom the Word is addressed." For if you would approach his fear, you will have his eyes and his discerning power watching over you, and rescuing you from all enemies and plotters. For behold, the eyes of the Lord are upon those who fear him, who hope in his mercy to rescue their souls from death. For without these eyes of God themselves, there is no other hope of salvation, neither for a king trusting in military might, nor for a giant boasting in a multitude of strength and power, nor for a horse trusting in the swiftness of its feet; for all these things deceive, mislead, and beguile those who have hoped in them.
Ἀλλ’ ὑμεῖς θαρσεῖτε οἱ τὸν κύριον ἐπικαλοῦντες καὶ τὸν αὐτοῦ φόβον ἀνειληφότες καὶ μήτε βουλὰς ἐθνῶν φοβεῖσθε, ἃς ὁ κύριος διασκεδάννυσι, μήτε λογισμοὺς λαῶν, οὓς ὁ κύριος ἀθετεῖ, μήτε βουλὰς ἀρχόντων, ἃς αὐτὸς ἀνατρέπει. ἀλλὰ μηδὲ βασιλέα πλήθει στρατιωτικῆς δυνάμεως πεποιθότα καταπλήττεσθε μηδὲ γίγαντα ἰσχύϊ καὶ ἀλκῇ σώματος τυφούμενον, ἔχοντες δὲ μέγα φυλακτήριον τοὺς τῆς προνοίας αὐτοῦ ὀφθαλμούς, ἐπ’ αὐτὸν ἐλπίζετε μόνον καὶ ἐπὶ τὸ ἔλεος αὐτοῦ εἰς τὸ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. θάνατος δ’ ἂν εἴη ψυχῆς ἡ ἄρνησις τοῦ θεοῦ καὶ ἡ παντελὴς ἀποστασία καὶ αἱ πρὸς θάνατον ἁμαρτίαι ὥστε, κἂν συμβῇ ποτε τῶν ἐλπιζόντων ἐπὶ τὸν κύριον τὰ σώματα θανάτῳ παραδίδοσθαι τῷ κοινῷ διὰ τὴν εἰς αὐτὸν μαρτυρίαν, ἀλλ’ οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ κρείττονος ἐπιμεληθέντες τὰς ψυχὰς αὐτῶν ἐρρύσαντο ἐκ θανάτου. οὐ μόνον δὲ τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ τοῦ διαθρέψαι αὐτοὺς ἐν λιμῷ πρόνοιαν ποιοῦνται· ἐν γὰρ τοῖς καιροῖς τῶν διωγμῶν, καθ’ οὓς πολλάκις κεκώλυνται μὲν αἱ διδασκαλίαι καὶ τὰ τῶν θεοπνεύστων γραφῶν ἀναγνώσματα, σπανίζει δὲ ὁ τὰς πνευματικὰς τροφὰς ταῖς τῶν ἀνθρώπων διαδιδοὺς ψυχαῖς, ὅμως οἱ ὀφθαλμοὶ τοῦ κυρίου τῇ τοῦ θείου πνεύματος ἐπιρροῇ καὶ τούτων τὰς ψυχὰς διατρέφουσι θεοδιδάκτους αὐτοὺς ἀπεργαζόμενοι ὡς καὶ ἄνευ τῆς ἀνθρώπων διδασκαλίας ἀπορρήτῳ δυνάμει τρέφεσθαι.
But take courage, you who call upon the Lord and have taken up his fear, and fear neither the counsels of the nations, which the Lord scatters, nor the reasonings of the peoples, which the Lord rejects, nor the plans of the rulers, which he himself overturns. Do not be dismayed even by a king trusting in the multitude of his military might, nor by a giant puffed up with strength and bodily vigor, but having as a great protective charm the eyes of his providence, hope only in him and in his mercy for the deliverance of your souls from death. Now death of the soul would be the denial of God and total apostasy and the sins that lead to death, so that even if it should ever happen that the bodies of those hoping in the Lord are given over to common death on account of their testimony for him, yet his eyes, having cared for the better part, have delivered their souls from death. And they do not only this, but they also provide for nourishing them in famine; for in the times of the persecutions, during which teachings and the readings of the divinely inspired scriptures are often prohibited, and the one who distributes spiritual food to the souls of men is scarce, nevertheless the eyes of the Lord, by the influx of the divine Spirit, nourish the souls of these as well, rendering them taught by God so that even without human teaching they are fed by an ineffable power.
Τῷ Δαυίδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ καὶ ἀπέλυσεν αὐτὸν καὶ ἀπῆλθεν.
Ὑπέλαβόν τινες τὴν τοῦ προκειμένου ψαλμοῦ προγραφὴν ἐκείνην σημαίνειν τὴν ἱστορίαν, δι’ ἧς φεύγων Δαυὶδ ἀπὸ προσώπου Σαούλ ἐληλυθέναι πρὸς Ἀγχοὺς βασιλέα Γὲθ ἀναγέγραπται· ὅτε μανίαν προσποιηθεὶς ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως, καὶ παρεφέρετο, καὶ ἔπιπτε, καὶ κατέῤῥει τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα αὐτοῦ· ὥστ’ εἰπεῖν τὸν Ἀγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ· ἄνδρα ἐπίληπτον ἵνα τί εἰσηγάγετε πρὸς μέ; ἀλλ’ ὅτι μὲν ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ, ἤκουσαν οἱ τοιοῦτοι, ὅτι δ’ ἑξῆς συνῆπται· ἐναντίον Ἀβιμέλεχ, δοκοῦσί μοι παρεωρακέναι. ὁ μὲν οὖν Ἀγχοῦς τῶν ἀλλοφύλων ἦν βασιλεὺς τῶν κατοικούντων τὴν Γέθ, ὁ δὲ Ἀβιμέλεχ ἱερεὺς τοῦ θεοῦ μνημονεύεται· πρὸς ὃν καὶ αὐτὸν ἐληλυθὼς ὁ Δαυὶδ πρὸ τῆς παρουσίας τῆς πρὸς τὸν Ἀγχοὺς ἱστορεῖται· λέγει γὰρ ἡ γραφή· καὶ ἔρχεται ὁ Δαυὶδ εἰς Νοβὰ πρὸς Ἀχιμέλεχ τὸν ἱερέα, καὶ ἐξέστη Ἀχιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί ὅτι σὺ μόνος καὶ οὐδεὶς μετὰ σοῦ; καὶ εἶπε Δαυὶδ τῷ ἱερεῖ· ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέ μοι· μηδεὶς γνώτω τὸ ῥῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ θεοῦ πίστις. καὶ νῦν εἴ εἰσιν ὑπὸ τὴν χεῖρά σου ἄρτοι, δὸς εἰς χεῖράς μου τὸ εὑρεθέν. καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυὶδ καὶ εἶπεν· οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ’ ἢ ἄρτοι ἅγιοί εἰσιν. εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγετε.
To David, when he altered his face before Abimelech and dismissed him, and he departed.
Some have supposed that the superscription of the present psalm signifies that history in which David, fleeing from the face of Saul, is recorded to have come to Achish, king of Gath; when, feigning madness, he beat a drum at the gates of the city, and raved, and fell, and let his spittle run down his beard; so that Achish said to his servants, "Why have you brought a man with epilepsy to me?" But that he altered his face, such persons have heard; but that it is joined next, "before Abimelech," they seem to me to have overlooked. Now Achish was king of the Philistines dwelling in Gath, but Abimelech is remembered as a priest of God, to whom also David himself is recorded to have come before his appearance before Achish. For the Scripture says: "And David comes to Nob, to Ahimelech the priest, and Ahimelech was astonished at his coming and said to him, 'Why are you alone and no one with you?' And David said to the priest, 'The king has commanded me a matter today and said to me, "Let no one know the matter about which I am sending you and which I have commanded you." And I have been charged to the servants in the place called God's Faith. And now, if there are loaves under your hand, give into my hands what is found.' And the priest answered David and said, 'There are no profane loaves under my hand, for there are only holy loaves. If the servants are kept from women, then eat.'
καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ· ἀλλ’ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε τὰ παιδάρια ἡγνισμένα, καὶ αὕτη ἡ ὁδὸς βέβηλος. διότι σήμερον ἁγιασθήσεται διὰ τὰ σκεύη μου. καὶ ἔδωκεν αὐτῷ Ἀχιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἄρτος, ἀλλ’ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμόν, ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.
Ταῦτα μὲν οὖν ἡ περὶ τοῦ Ἀχιμέλεχ διήγησις περιέχει· ἑξῆς δὲ συνῆπται ὡς ἀνέστη Δαυὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ τε Ἀχιμέλεχ ἀναχωρήσας ἦλθε πρὸς Ἀγχοῦς βασιλέα Γέθ. ὁ μὲν οὖν τις ἐρεῖ, ἐπεὶ μὴ ἐμφέρεται ἐν τῇ ἱστορίᾳ τῇ κατὰ τὸν Ἀχιμέλεχ· ἀλλοιώσας τὸ πρόσωπον αὐτοῦ ὁ Δαυίδ, κατὰ σφάλμα κεῖσθαι τὸ ὄνομα τοῦ Ἀβιμέλεχ ἀντὶ τοῦ ὀνόματος Ἀγχούς· σαφῶς γὰρ ἐπὶ τοῦ Ἀγχοῦς εἴρηται· ἀλλοιώσας τὸ πρόσωπον αὐτοῦ, ὅτε καὶ τὰ σίελα αὐτοῦ κατέρρει καὶ ἐτυμπάνιζεν. ἔργον δὲ θρασὺν καὶ προπετὲς εἶναι ἡγοῦμαι τὸ ἀποφήνασθαι τολμᾶν τὴν θείαν γραφὴν ἡμαρτῆσθαι καὶ τοσοῦτον περιέχειν σφάλμα ὡς ἀντὶ ἀλλοφύλου ἀνδρὸς ἱερέα θεοῦ παρενθεῖναι· μάλιστα ὅτε καὶ ἡ Ἑβραϊκὴ ἀνάγνωσις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ πάντες τὸν Ἀχιμέλεχ περιέχουσιν. οὐκοῦν ἀκόλουθον ἂν εἴη ἀληθευούσης τῆς προγραφῆς ἐπιζητεῖν πῶς καὶ πότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ Δαυὶδ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν καὶ ἀπῆλθε. δοκεῖ δή μοι ἐκ τῆς παραθέσεως τῶν λοιπῶν ἑρμηνευτῶν λύσεις εὑρίσκεσθαι τοῦ ζητουμένου. ὁ μὲν γὰρ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις τοῦτον ἡρμήνευσαν τὸν τρόπον·
And David answered the priest and said to him: "But we have abstained from women yesterday and the day before; when I set out on the journey, the servants were purified, and this road is profane. For today it will be sanctified because of my vessels." And Ahimelech the priest gave him the loaves of presentation, because there was no bread, but only the loaves of the face that had been removed from before the Lord, to set forth warm bread on the day he took them.
Now these things the narrative concerning Ahimelech contains; and next it is added that David arose and fled on that day, and having departed from Ahimelech, he came to Achish, king of Gath. Now someone will say, since it is not recorded in the history concerning Ahimelech that David altered his face, that the name Abimelech is placed by error instead of the name Achish; for it is clearly said of Achish: "he altered his face," when his spittle flowed and he beat a drum. But I consider it a rash and presumptuous act to dare to declare that the divine scripture has erred and contains so great a mistake as to insert a priest of God instead of a foreign man; especially since the Hebrew reading and all the other translators contain Ahimelech. Therefore it would be consistent, since the superscription is true, to inquire how and when David altered his face before Abimelech, and dismissed him, and he departed. It seems to me that from the comparison of the other translators solutions to the question are found. For Aquila and the fifth edition interpreted it in this way:
τοῦ Δαυὶδ ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ εἰς πρόσωπον Ἀβιμέλεχ, καὶ ἐξέβαλεν αὐτὸν καὶ ἀπῆλθε. μήποτε γὰρ διὰ τοὺς ἄρτους τῆς προθέσεως, οὓς λαβὼν παρὰ τοῦ Ἀβιμέλεχ, ἔφαγεν αὐτὸς καὶ τὰ παιδάρια τὰ μετ’ αὐτοῦ, ἠλλοιωκέναι λέγεται τὸ γεῦμα αὐτοῦ εἰς πρόσωπον Ἀβιμέλεχ. ἡγιασμένης γὰρ τροφῆς γευσάμενος καὶ τῶν ἄρτων τῶν ἱερατικῶν, οἷς οὐκ ἐξῆν χρήσασθαι εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν, ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ. ὁ δὲ Σύμμαχος εἰπών· τοῦ Δαυίδ, ὁπότε μετεμόρφωσε τὸν τρόπον τὸν ἑαυτοῦ ἔμπροσθεν Ἀβιμέλεχ, ἑτέραν διάνοιαν ὑποβέβληκε τὸν τρόπον τοῦ Δαυὶδ ἠλλοιῶσθαι φήσας ἔμπροσθεν Ἀβιμέλεχ, διὰ τὸ ἐρωτηθέντα, τίς εἴη αὐτῷ ἡ αἰτία τῆς ὁδοῦ, ψεύσασθαι καὶ παραλογίσασθαι τὸν ἱερέα· ἀλλότριον γὰρ ἦν τοῦ τρόπου τοῦ Δαυὶδ τὸ ἀπάτῃ κεχρῆσθαι, ᾗ κατ’ ἐκεῖνον τὸν καιρὸν χρησάμενος ἠλλοίωσε τὸν τρόπον αὐτοῦ, κατὰ τὸν Σύμμαχον. ἐκ δὲ τῶν εἰρημένων καὶ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν ἐφαρμόσεις τῇ κατὰ τὸν Ἀβιμέλεχ ἱστορίᾳ φησάσῃ ἠλλοιωκέναι τὸν Δαυὶδ τὸ πρόσωπον ἑαυτοῦ ἐνώπιον Ἀβιμέλεχ διὰ τὸ μὴ ἀπαγγεῖλαι αὐτῷ τὸν ἀληθῆ λόγον τῆς ἑαυτοῦ φυγῆς, παραλογίσασθαι δὲ καὶ ἕτερα ἀνθ’ ἑτέρων εἰπεῖν· ὡς καὶ τὴν ῥομφαίαν τοῦ Γολιὰθ παρ’ αὐτοῦ δέξασθαι γενέσθαι τε αὐτῷ αἴτιον ἀπωλείας· μαθὼν γὰρ μετὰ ταῦτα Σαοὺλ τὰ πεπραγμένα πέμψας ἀνεῖλεν αὐτόν τε τὸν Ἀβιμέλεχ καὶ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου καὶ τὴν Νοβὰν τὴν πόλιν τῶν ἱερέων ἐπάταξε. καὶ ταῦτα πάντα πέπρακται, διότι ἠλλοίωσε Δαυὶδ τὸν τρόπον αὐτοῦ ἢ τὸ πρόσωπον αὐτοῦ ἐνώπιον Ἀβιμέλεχ.
Of David, when he altered his demeanor before Abimelech, and he cast him out and he departed. For perhaps it is because of the loaves of the presentation, which, having received from Abimelech, he himself and the young men with him ate, that he is said to have altered his demeanor before Abimelech. For having tasted sanctified food and the priestly loaves, which it was not lawful to use except only by the priests, he altered his demeanor. But Symmachus, saying, "Of David, when he transformed his own manner before Abimelech," has suggested a different meaning, asserting that the manner of David was altered before Abimelech because, when asked what was the cause of his journey for him, he lied and deceived the priest. For it was foreign to the manner of David to have used deceit, which at that time he used, he altered his own manner, according to Symmachus. But from what has been said, you will also apply the interpretation of the Seventy to the history concerning Abimelech, which says that David altered his own face before Abimelech because he did not report to him the true reason for his own flight, but deceived him and said one thing instead of another; as also that he received the sword of Goliath from him, and this became for him a cause of destruction. For having learned afterward the things that had been done, Saul sent and slew both Abimelech himself and all the priests of the Lord, and smote Nob, the city of the priests. And all these things were done because David altered his own manner or his own face before Abimelech.
Ἡ τῶν βασιλειῶν γραφὴ Ἀχιμέλεχ περιέχει· ἐναλλαγῆς στοιχείου γενομένης οὐδὲν δεῖ κινεῖσθαι· παρὰ γὰρ τὴν ὁμοιότητα τοῦ στοιχείου τοῦ βὴθ παρ’ Ἑβραίοις καλουμένου καὶ τοῦ χὰφ διαφόρως ἐξεδόθη τοὔνομα· σχεδὸν γὰρ ἓν καὶ ταυτόν ἐστι τὰ δύο στοιχεῖα βραχυτάτης κεραίας μόνης ἐναλλαττούσης.
Μέμνηται δὲ καὶ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις τῆς προκειμένης κατὰ τοῦ Δαυὶδ ἱστορίας λέγων· οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυίδ, ὅτε ἐπείνασε καὶ οἱ μετ’ αὐτοῦ, ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν φαγεῖν οὐδὲ τοῖς μετ’ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι; τοῦτο μὲν οὖν ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ εἴρηται. ἐπεὶ δὲ ἐν τῷ κατὰ Μάρκον εὐαγγελίῳ ἀναγέγραπται ὁ σωτὴρ εἰρηκώς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυίδ, ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε; τίς οὐκ ἂν ἀπορήσειε, πῶς ὁ σωτὴρ ἐνταῦθα οὐ τοῦ Ἀβιμέλεχ, ἀλλὰ τοῦ Ἀβιάθαρ μέμνηται; πρὸς ὃ εἴποι τις ἂν διώνυμον γεγενῆσθαι τὸν Ἀβιμέλεχ ὥστ’ εἶναι τὸν αὐτὸν τῷ Ἀβιάθαρ. αὐτίκα γοῦν καὶ υἱὸς αὐτῷ Ἀβιάθαρ κεκλημένος ἐμφέρεται τῇ γραφῇ τῶν βασιλειῶν· ὃς διαφυγὼν ἀπὸ τῶν ἀναιρεθέντων ἱερέων μόνος τῷ Δαυὶδ συνῆν. ἄλλος δ’ ἂν εἴποι τοῦ μὲν Ἀβιμέλεχ τὴν ἱστορίαν ὡς ἱερέως μνημονεύειν· ἐνταῦθα δὲ τὸν σωτῆρα τὸν Ἀβιάθαρ ἀρχιερέα τυγχάνειν κατ’ ἐκεῖνο καιροῦ φῆσαι. εἰσῆλθε γάρ, φησίν, Δαυὶδ εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως.
The text of the Kingdoms contains Abimelech; since a change of letter has occurred, there is no need to be disturbed; for due to the similarity of the letter called beth by the Hebrews and the letter kaph, the name was published differently; for the two letters are nearly one and the same, with only a very small stroke differing.
And the Savior also mentions in the Gospels the present story concerning David, saying: "Have you not read what David did when he and those with him were hungry, how he entered the house of God and ate the loaves of the presentation, which it was not lawful for him or those with him to eat, but only for the priests?" This is said in the Gospel according to Matthew. But since in the Gospel according to Mark the Savior is recorded as having said: "Have you never read what David did when he and those with him were in need and hungry? How he entered the house of God under Abiathar the high priest and ate the loaves of the presentation?" Who would not be perplexed as to how the Savior here mentions not Abimelech, but Abiathar? To this one might say that Abimelech had two names, so that he is the same as Abiathar. Indeed, a son named Abiathar is also mentioned in the text of the Kingdoms; he, having escaped from the slain priests, alone was with David. Another might say that the story of Abimelech as a priest is mentioned; but here the Savior asserts that Abiathar was the high priest at that time. For, he says, David entered the house of God under Abiathar the high priest.
καὶ φαίνεται ἡ τῶν ἱστοριῶν γραφὴ τὸν Ἀχιμέλεχ καὶ τοὺς ἱερεῖς τοῦ θεοῦ ἀνῃρῆσθαι φήσασα ὑπὸ τοῦ Σαοὺλ ἀρχιερέα ἀνῃρημένον οὐχ ἱστορήσασα. ταῦτα μὲν οὖν ἡμῖν εἰς τὴν τοῦ ψαλμοῦ προγραφὴν εἰρήσθω.
Εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
Εὐχαριστῶν ὁ Δαυίδ, ἐφ’ οἷς ἠξιώθη τροφῆς ἱερατικῆς, οὐκ ἐπὶ τοῦ παρόντος, φησί, μόνον, ἀλλὰ καὶ διὰ πάσης τῆς ζωῆς χάριτας ὁμολογῶν καὶ εὐλογῶν αὐτὸν διατελέσω, οὐδὲ ἀπολειφθήσεταί ποτε τὸ στόμα μου τῆς εἰς αὐτὸν αἰνέσεως· ἀντὶ γὰρ θυσίας καὶ ὁλοκαυτωμάτων πεπαίδευμαι τὴν διὰ χειλέων προσάγειν αὐτῷ θυσίαν.
Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν.
Ἐπειδὴ γὰρ φεύγοντί μοι οὐδεὶς βοηθὸς πάρεστιν οὐδέ τις καταφυγὴ οὐδὲ ἀσφάλεια· μόνον δὲ τὸν κύριον φυλακτήριον ἐπάγομαι τῆς ἐμαυτοῦ ψυχῆς καὶ ἐπ’ αὐτῷ, ἀλλ’ οὐκ ἐπὶ ταῖς ἐμαῖς δικαιοπραγίαις ἡ ψυχή μου θαρρεῖ· εἰκότως, ἐπὶ τῷ κυρίῳ καυχήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. ἐμὲ δὲ λαβόντες ὑπόδειγμα πάντες οἱ πρᾶοι καὶ ταπεινοὶ καὶ ἐπιεικεῖς διὰ τὴν εἰς τὸν θεὸν εὐλάβειαν θαρρείτωσαν καὶ πληρούσθωσαν εὐφροσύνης τὰ ἴσα μοι προσδοκήσαντες καὶ αὐτὸν ἐλπίδα τὸν κύριον θέμενοι.
And it appears that the writing of the histories, having stated that Abimelech and the priests of God were slain by Saul, did not record that a high priest was slain. Let these things be said by us concerning the superscription of the psalm.
I will bless the Lord at every time, His praise is continually in my mouth.
David, giving thanks for the things for which he was deemed worthy of priestly food, says that not only at the present time, but throughout his whole life, he will continue confessing gratitude and blessing him, and my mouth will never be lacking in praise to him; for instead of sacrifice and burnt offerings, I have been taught to offer him the sacrifice through my lips.
In the Lord my soul will be praised; let the meek hear and rejoice.
For since when I am fleeing, no helper is present, nor any refuge or security, but I bring only the Lord as a safeguard for my own soul, and my soul takes courage in him, not in my own righteous deeds; naturally, my soul will boast in the Lord; let the meek hear and rejoice. And taking me as an example, let all the meek and humble and gentle, through their reverence for God, take courage and be filled with joy, expecting the same things as I, and placing their hope in the Lord himself.
Ἐπεὶ δὲ καὶ τὴν ῥομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου παρὰ τῷ Ἀβιμέλεχ λαβὼν ἀπῄει, ἀλλ’ οὐδ’ ἐπὶ τούτῳ, φησί, καυχήσομαι, ἀλλ’ ἐπὶ τῷ κυρίῳ, δι’ ὃν ταύτην ἐκτησάμην τὴν ῥομφαίαν ὡς καὶ τὸν ἱερέα εἰπεῖν αὐτῷ· ἰδοὺ ἡ ῥομφαία Γολιὰθ τοῦ Φιλισταίου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλᾷ, καὶ αὐτὴ ἐνειλημμένη ἱματίῳ. εἰ ταύτην λήψῃ, σαυτῷ λάβε, ὅτι οὐκ ἔστιν ἑτέρα παρὲξ αὐτῆς, ὥστε τούτων ἀκούσαντα τὸν Δαυὶδ εἰπεῖν· ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. μεγάλην δόξαν ἔφερεν ἐκεῖνο τὸ δόρυ τῷ Δαυίδ, παιδαρίῳ μὲν ὄντι καὶ μηδὲ φέρειν ὅπλα πολεμικὰ ἐπισταμένῳ, πίστει δὲ τῇ εἰς θεὸν καταγωνισαμένῳ τὸν Γολιὰθ ὡς διὰ τοῦτο ἀντὶ ἀναθήματος τὴν ῥομφαίαν μόνην ἐκείνην ἀνακεῖσθαι ἐν τῷ ἱερῷ· ὃ δὴ καὶ ἐπεσημήνατο φήσας ὁ ἱερεύς· καὶ οὐκ ἔστιν ἄλλη· οὐδὲ γὰρ ἐξῆν ἐν τῇ σκηνῇ τοῦ θεοῦ ὅπλα πολεμικὰ ἀποτίθεσθαι· μόνη δὲ ἐκείνη εἰς μνήμην τοῦ Δαυὶδ τῆς κατὰ τοῦ ἀλλοφύλου νίκης ἀνέκειτο ὡσανεὶ εὐχαριστήριον ἀποκειμένη τῷ τὴν νίκην αὐτῷ δεδωρημένῳ τῷ θεῷ.
Since he also took the sword of Goliath the Philistine from Abimelech and departed, yet not even on this account, he says, will I boast, but on the Lord, through whom I acquired this sword, as also the priest said to him: Behold the sword of Goliath the Philistine, whom you struck down in the valley of Elah, and it is wrapped in a cloth. If you take this, take it for yourself, for there is no other besides it, so that David, hearing these things, said: In the Lord my soul will be praised. That spear brought great glory to David, who was a youth and did not even know how to bear weapons of war, but by faith in God overcame Goliath, so that for this reason that single sword was dedicated as a votive offering in the sanctuary, which indeed the priest indicated by saying: And there is no other; for it was not permitted to store weapons of war in the tent of God; but that one alone was deposited as a memorial of David's victory over the Philistine, like a thank-offering set aside for the God who had granted him the victory.
Μεγαλύνατε τὸν κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
Οἱ γὰρ δι’ ἔργων καὶ βίου τοῦ κατ’ ἀρετὴν τὴν ἐν ἑαυτοῖς εἰκόνα τοῦ θεοῦ κοσμοῦντες αὐτὸν δοξάζουσι καὶ ὑψοῦσιν.
Οὗτος ὁ πτωχὸς ἐκέκραξεν, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.
Πάλιν ἑαυτόν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν, ὑπογραμμὸν παρέχει τῆς ἑτέρων διδασκαλίας· πτωχὸν γὰρ ἑαυτὸν εἰπὼν διὰ τὴν τῆς ψυχῆς ἑαυτοῦ ταπείνωσιν καὶ μετριοσύνην, ὡς περὶ ἑτέρου περὶ ἑαυτοῦ διδάσκει λέγων· οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ. ἀλλὰ μὴ ἐμέ, φησίν, μόνον τετυχηκέναι νομίζετε, τὸν νομιζόμενον μὲν εἶναι βασιλέα καὶ ἄρχοντα τοῦ παντὸς ἔθνους, τῇ δὲ ψυχῇ πτωχεύοντα διὰ τὸν τοῦ θεοῦ φόβον· ἀκριβῶς δὲ γινώσκεται, ὅτι ὁ αὐτὸς κύριος καὶ παρὼν τῶν ὁμοίως ἐμοὶ πτωχῶν, λέγω δὲ τῶν φοβουμένων αὐτόν, εἰσακούσεται.
Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ’ αὐτόν.
Magnify the Lord with me, and let us exalt his name together.
For those who, through works and a life of virtue, adorn the image of God within themselves, glorify and exalt him.
This poor man cried out, and the Lord heard him and saved him from all his afflictions.
Again he offers himself, as in the preceding passages, as a pattern for the instruction of others; for having called himself poor on account of the humility and moderation of his own soul, he teaches about himself as if about another, saying: This poor man cried out, and the Lord heard him. But do not think, he says, that I alone have obtained this, I who am considered to be king and ruler of the whole nation, but who am poor in soul because of the fear of God; know precisely that the same Lord will also hear those who are poor like me, I mean those who fear him.
Taste and see that the Lord is good; blessed is the man who hopes in him.
Ὁ διὰ τὸ τελείως καὶ ἀνελλιπῶς ἐλπίζειν ἐπὶ θεὸν ἀνὴρ ὑπάρχων μακάριός ἐστιν. οὐκ ἀπεικότως ἄν τις ἐφαρμόσειεν τῇ κατὰ τὸν Ἀκύλαν ἑρμηνείᾳ τὴν προκειμένην λέξιν· ἐπείπερ ἐν τῇ προγραφῇ κατὰ τὸν Ἀκύλαν ἐλέγετο· τοῦ Δαυίδ, ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ εἰς πρόσωπον Ἀβιμέλεχ. ἐπεὶ τοίνυν αὐτὸς τῶν ἄρτων τῆς προθέσεως μεταλαβὼν ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ, εἶτ’ ἀπὸ τῆς γεύσεως ᾔσθετο δυνάμεως θείας χορηγηθείσης αὐτῷ· τούτου χάριν κατὰ τό· ἀδόλως ἔλαβον, ἀφθόνως μεταδίδομαι, παρακαλεῖ καὶ ἑτέρους σπεύδειν ἐπὶ τὴν ὁμοίαν αὐτῷ γεῦσιν, εὔξασθαί τε τραφῆναι τῷ ἄρτῳ τῆς ζωῆς· οὗ σύμβολον καὶ εἰκὼν ἐτύγχανον οἱ διὰ Μωϋσέως νενομοθετημένοι ἄρτοι τῆς προθέσεως. διόπερ ὁ Δαυὶδ νοήσας τίνος ἦν εἰκὼν ὁ τῆς προθέσεως ἄρτος οὐκ ἐπὶ τὸν σωματικὸν σπεύδειν προτρέπει, ἀλλ’ ἐπὶ τὸν δι’ αὐτοῦ νοούμενον. ἡμεῖς μὲν οὖν οἱ ἐπὶ γῆς ἐκ τοῦ οὐρανοῦ καταβεβηκότος τοῦ ἄρτου καὶ τοῦ λόγου κενώσαντος ἑαυτὸν καὶ σμικρύναντος μεταλαμβάνομεν, οἱ δὲ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν πλήρους αὐτοῦ καὶ τελείου μεταλαμβάνουσι τρεφόμενοι αὐτοῦ τῇ θεότητι καὶ τῶν τῆς σοφίας θεωρημάτων ἀπολαύοντες, ὧν καὶ ἡμᾶς καιρῷ ποτε μετασχεῖν ἐλπίζειν προσήκει. διὸ λέλεκται· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ’ αὐτόν.
The man who hopes in God perfectly and without deficiency is blessed. One might not inappropriately apply the present phrase to the interpretation according to Aquila, since in the superscription according to Aquila it was said: "Of David, when he changed his taste into the face of Abimelech." Since he himself, having partaken of the loaves of presentation, changed his taste, and then from the tasting perceived that divine power had been supplied to him; for this reason, according to the saying, "I took without guile, I share without envy," he also exhorts others to hasten to the same tasting as his, and to pray to be nourished by the bread of life; of which the loaves of presentation legislated through Moses were a symbol and image. Therefore David, understanding of what the bread of presentation was an image, does not urge haste toward the physical bread, but toward that which is understood through it. We, then, who are on earth, partake of the bread and the word that has come down from heaven, having emptied and diminished itself, while those in the kingdom of heaven partake of it full and complete, being nourished by its divinity and enjoying the contemplations of wisdom, which it is fitting for us also to hope to share in at some time. Hence it is said: "Blessed is the man who hopes in him.
Φοβήθητε τὸν κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
Πάντα ταῦτα γνωμικῶς ὁ Δαυὶδ εἰς τὴν ἑτέρων ὠφέλειαν προφέρεται, αὐτὸς πρότερον ἀπολαύσας αὐτῶν, ὅτε ἐκζητήσας τὸν κύριον ἐπηκόου αὑτοῦ τετύχηκε. παρακελεύεται τοίνυν τὸν φόβον τοῦ κυρίου πρὸ ὀφθαλμῶν τίθεσθαι τοὺς ἁγίους αὐτοῦ· ὑπὸ γὰρ αὐτοῦ τοῦ φόβου ἅγιοι ἀνατελοῦνται. διὸ λέλεκται ἐν ἑτέρῳ ψαλμῷ· ὁ φόβος κυρίου ἁγνός, ἀντὶ τοῦ· ἁγνοποιός. διὸ καὶ ὁ θεῖος νόμος φησίν· ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ἅγιος. καὶ σημεῖον τοῦ φοβεῖσθαι τὸν κύριον, τοῦτ’ ἂν γένοιτο τὸ καθαρεύειν μὲν πάσης ῥυπαρίας καὶ αἰσχρᾶς πράξεως, φυλάττειν δὲ αὑτοὺς ἁγίους καὶ σώματι καὶ πνεύματι. τοῖς δὲ τὸν κύριον φοβουμένοις καὶ διὰ τὸν αὐτοῦ φόβον ἡγιασμένοις οὐδὲν ἂν δεήσῃ ὡς ἂν μέγαν πλοῦτον καὶ θησαυρὸν ἀγαθὸν ἐν αὐτῷ τῷ φόβῳ κυρίου εὑρηκόσιν.
Τῷ Δαυίδ.
Ὅτι μὲν ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ καὶ τῶν σὺν αὐτῷ, παρίστησιν ἡ ἱστορία, καὶ ὡς ἐν φυγῇ ὢν ταύτας ἠφίει πρὸς τὸν θεὸν τὰς φωνάς. ὁ πρὸ τούτου ψαλμὸς ἐδίδασκεν εἰρημένος καθ’ ὃν καιρὸν τὸν Σαοὺλ ἀποδιδράσκων ἀφίκετο εἰς μόνα τὴν πόλιν τῶν ἱερέων, ἀλλ’ ὅτι μὴ τὰ προκείμενα ἐξ ἅπαντος διὰ τὸν Σαοὺλ καὶ τοὺς σὺν αὐτῷ προηνέγκατο ἐκ τοῦ ἄλλου τρόπου τοῦ θεοφιλοῦς καταμαθεῖν ἔνεστιν· πρᾶος γὰρ καὶ ἀνεξίκακος εἰσῆκται ὡς λέγειν· εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά, καὶ ὅτι μὴ φωνῇ μόνῃ ταῦτ’ ἔλεγεν. δῆλον ἐκ τοῦ ὑποχείριον μὲν ἐσχηκέναι πολλάκις τὸν Σαοὺλ μὴ δεδρακέναι δ’ ἔτι λιπηρὸν κατ’ αὐτοῦ.
Fear the Lord, all you his saints, for there is no deficiency for those who fear him.
All these things David sets forth sententiously for the benefit of others, having himself first enjoyed them, when he sought the Lord and found him attentive. He therefore exhorts his saints to place the fear of the Lord before their eyes; for by this very fear they will be made holy. Hence it is said in another psalm: "The fear of the Lord is pure," that is, purifying. Therefore the divine law also says: "You shall be holy, because I, the Lord your God, am holy." And a sign of fearing the Lord would be this: to be clean of all filth and shameful action, and to keep themselves holy in both body and spirit. For those who fear the Lord and are sanctified through that fear, nothing will be lacking, as they have found great wealth and a good treasure in the fear of the Lord itself.
To David.
That he was pursued by Saul and those with him, the history shows, and that while in flight he uttered these cries to God. The preceding psalm taught this, spoken at the time when, fleeing from Saul, he arrived at the city of the priests alone; but that he did not utter the foregoing words entirely because of Saul and those with him can be learned from the other manner of the God-beloved; for he is introduced as gentle and forbearing, saying: "If I have repaid evil to those who repay me evil," and that he did not say these things merely in word is clear from the fact that he often had Saul in his power but did not do anything harmful against him.
Ὥρα οὖν ταῦτα μὴ περὶ ἀνθρώπων νομίζειν λέγεσθαι, περὶ δέ τινων ψυχῆς πολεμίων καὶ ἀοράτων δυνάμεων πήγας αὐτῇ καὶ δείκτυα καὶ μηχανὰς κατασκευάζουσῶν πρὸς τὸ ὑποσκελίσαι καὶ καταβαλεῖν αὐτὴν τῆς ἐν θεῷ στάσεως· ὧν ἀντιλαμβανόμενος ὁ Δαυὶδ συνορῶν τε ὡς οὐδὲν αὐτῷ συμβαλεῖται πρὸς τὴν τούτων ἄμυναν ἀνθρωπίνη συμμαχία οὐδὲ ὁπλιτῶν πλῆθος οὐδὲ στρατόπεδα ἐπὶ τὸν μέγαν βοηθὸν καταφεύγει καὶ αὐτὸν παρακαλεῖ ὁπλίτην αὐτοῦ γενέσθαι καὶ τὸν ὑπὲρ αὐτοῦ ἀναδέξασθαι πόλεμον· Δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. Διδάσκει δὲ καὶ ἐν ἑτέροις, τίνες ἦσαν οἱ πολεμοῦντες αὐτὸν λέγων· ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους· οἱ μὲν οὖν πολεμοῦντες αὐτὸν ἠδίκουν τὸν μηδὲν ἀδικήσαντα, αὐτὸς δὲ οὐκ ἀδικηθῆναι τοὺς ἐχθροὺς εὔχεται, ἀλλὰ δικασθῆναι τῇ τῶν ἐχθρῶν ἀδικίᾳ τὴν τοῦ θεοῦ δικαιοσύνην ἀντιτάττων ἀναιρετικὴν οὖσαν τῆς ἀδικίας, ὡς τὸ φῶς ἀναιρετικὸν τυγχάνει τοῦ σκότους, ἡ μὲν οὖν ἀδικία ἐναντία οὖσα καὶ ἀντικειμένη τῇ τοῦ θεοῦ δικαιοσύνη. πολεμηθείη ἂν ἐξ αὐτῆς. διὸ καὶ ὁ ἄδικος ἄνθρωπος, ἐχθρὸς ἂν λέγοιτο τῷ δικαίῳ. ἡ δὲ δικαιοσύνη τὸν δίκαιον φίλον ποιεῖ τῷ θεῷ, ὅτι δὴ τὰ ἴσα τοῖς ἴσοις φίλα. διὸ λέλεκται· δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, θαρρῶν τε τῇ αὐτοῦ δικαιοσύνη ὁ δίκαιος εἴποι ἄν· κρίνον με, κύριε, καὶ δίκασον τὴν δίκην μου. δικάζων τοίνυν ὁ κύριος τοὺς ἀδικοῦντας τὴν ἐν αὐτοῖς ἀδικίαν ἀπόλλυσιν· οὕτω δὲ καὶ πολεμεῖ τοὺς πολεμοῦντας τὸν δίκαιον ἐπ’ ἀγαθῷ τῶν πολεμουμένων τοῦτο ποιῶν, ὡς ἂν παύσαιντο πότε τὰ ἐχθρα τῇ δικαιοσύνῃ πράττοντες.
Therefore, one must not think that these things are said about human beings, but about certain enemies of the soul and invisible powers that construct snares, nets, and devices for it, to trip it up and cast it down from its standing in God. Taking hold of these, David, perceiving that no human alliance, no multitude of hoplites, no armies will avail him for defense against them, flees to the great helper and calls upon him to become his soldier and to undertake the war on his behalf: "Judge, Lord, those who wrong me, war against those who war against me." And he teaches also in other passages who those warring against him were, saying: "For many are those warring against me from on high." Now those warring against him wronged him who had wronged no one, but he does not pray that his enemies be wronged, but that they be judged, opposing the justice of God to the injustice of the enemies, which justice is destructive of injustice, as light is destructive of darkness. Injustice, then, being contrary and opposed to the justice of God, would be warred upon by it. Hence also the unjust man would be called an enemy of the just man. Justice makes the just man a friend of God, because like is friendly to like. Therefore it is said: "The Lord is just and loves justices." Trusting in his own justice, the just man would say: "Judge me, Lord, and give judgment in my case." So the Lord, in judging those who do injustice, destroys the injustice in them. And thus he also wars against those who war against the just man, doing this for the good of those warred upon, so that they might at last cease doing things hostile to justice.
Ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με· εἶπον τῇ ψυχῇ μου· σωτηρία σου ἐγώ εἰμι. αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. γενηθήτωσαν ὡσεὶ χοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς.
Ἐπεὶ καὶ ἐν τῷ πολλὰ περὶ ῥομφαίας εἴρηται· ῥομφαία γάρ, φησίν, ῥομφαία, ἐξεγέρθητι, καὶ φάγε αἷμα τραυματιῶν· καὶ πάλιν· γῆ ἐὰν ἁμάρτῃ μοι, καὶ ἀποστελῶ ῥομφαίαν ἐπ’ αὐτήν. πάντα δὲ ταῦτα κατὰ τῆς ἐν ἀνθρώποις κακίας ἐπαφίησιν ὡς ἀγαθὸς πρὸς ὠφέλειαν τῶν ὑπ’ αὐτῆς κεκρατημένων· ἐπεὶ καὶ πολέμων σώζει, ὥσπερ ἰατρός, τέμνων καὶ καίων τὰ πεπονθότα τοῦ σώματος πρὸς θεραπείαν παντός· τούτοις ἐπιφέρει λέγων ἑξῆς· εἶπον τῇ ψυχῇ μου· σωτηρία σου ἐγώ εἰμι, πιστεύων καὶ ἀκριβῶς πεπεισμένος, ὅτι τὸ λεγόμενον ὑπὸ τοῦ θεοῦ οὐκ ἀργῶς πρόεισιν, ἀλλ’ εἰς ἔργον ἐκβαίνει πάντως τὸ λεγόμενον. καὶ ἐν τούτῳ δὲ τὴν μὲν ἑαυτοῦ ἠρνεῖτο σωτηρίαν καὶ τὴν ἑαυτοῦ παρῃτεῖτο ζωήν, τὴν δὲ τοῦ κυρίου σωτηρίαν τῇ ἑαυτοῦ ψυχῇ χαρισθῆναι ηὔχετο, ὅπως καὶ αὐτὸς ἔχοι λέγειν· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. αὐτὸς γάρ ἐστιν ἡ σωτηρία ἡμῶν· τοῦτο γοῦν αὐτὸ σημαίνει καὶ ἡ τοῦ Ἰησοῦ ὀνόματος ἑρμηνεία.
Pour out the sword and close in against those who pursue me. I said to my soul, "I am your salvation." Let those who seek my soul be shamed and confounded. Let those who plot evil against me turn back and be put to shame. Let them become like dust before the wind, and let an angel of the Lord crush them.
Since much has been said about the sword: "Sword, sword, arise and eat the blood of the wounded," and again, "If the earth sins against me, I will send a sword against it." All these things he unleashes against the wickedness in human beings as a good physician, for the benefit of those dominated by it. For he saves even from wars, like a doctor cutting and burning the affected parts of the body for the healing of the whole. To these he adds, saying next, "I said to my soul, 'I am your salvation,'" believing and being firmly convinced that what is said by God does not proceed idly, but that what is said always comes to pass. And in this he denied his own salvation and renounced his own life, praying that the Lord's salvation be granted to his own soul, so that he too might say, "I no longer live, but Christ lives in me." For he is our salvation. This is also what the interpretation of the name Jesus signifies.
Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. τούτου γάρ, φησίν, κύριε, ὑπὸ σοῦ γενομένου καὶ ἐπακούσαντός μου τῆς εὐχῆς αἰσχυνθήσονται καὶ ἐντραπήσονται ὡς μάτην ἐπιχειρήσαντες. διὸ καὶ ἀπέτυχον τοῦ σπουδαζομένου.
Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. οὐκέτι γὰρ στήσονται πρὸ προσώπου μου· νῶτα δὲ δόντες παραχωρήσουσί μοι τὰ νικητήρια. φεύγοντας δὲ αὐτοὺς καὶ εἰς τὰ ὀπίσω χωροῦντας διασκορπισμὸς λήψεται· γενηθήτωσαν γὰρ ὡσεὶ χοῦς κατὰ πρόσωπον ἀνέμου καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς, μηδὲ συναχθῆναι μηδὲ παλινδρομῆσαι συγχωρῶν, ὁ δ’ αὐτὸς ἐπιμενέτω ἐκθλίβων αὐτούς, τουτέστι κολάζων.
Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχὴν μου. ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκουσιν, καὶ ἡ θήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.
Ἀνθ’ οὗ ὁ Σύμμαχος ἐξέδωκεν οὕτως· ὅτι ἀναιτίως κατέκρυψάν μοι διαφθορὰν δικτύων αὐτῶν. μηδὲν γὰρ ὑπ’ ἐμοῦ προπεπονθότες δωρεὰν καὶ ἀναιτίως ἐπεβούλευόν μοι κρύπτοντες παγίδα, δι’ ἧς ἐμοὶ διαφθορὰν κατεσκεύαζον· εἰ καὶ τὰ μάλιστα γὰρ ἐδόκουν δι’ ἀνθρώπων με πολεμεῖν, ἤτοι διὰ τοῦ Σαοὺλ ἢ καὶ δι’ ἑτέρων, ἀλλ’ οὐκ ἠγνόουν ἐγὼ τῆς τοῦ Σαοὺλ ζηλοτυπίας τοὺς αἰτίους καὶ τῶν λοιπῶν ἐχθρῶν τοὺς ὑποβολεῖς· ἄλλοι γὰρ ἦσαν οἱ τὰς ἑαυτῶν παγίδας κρύπτοντες καὶ τὴν ψυχήν μου διαφθεῖραι πειρώμενοι, οἳ καὶ μάτην ὠνείδισαν τὴν ψυχήν μου. ἀνθ’ οὗ ὁ Σύμμαχος ἐξέδωκεν· ἀναιτίως ὑπώρυξαν τὴν ψυχήν μου.
Let them be shamed and confounded, those who seek my soul. For when this happens, he says, O Lord, by your action and by your hearing my prayer, they will be shamed and confounded as having attempted in vain. Therefore they also failed to achieve what they sought.
Let them turn back and be put to shame, those who plot evil against me. For they will no longer stand before my face; but turning their backs, they will yield the victory to me. And as they flee and go backwards, dispersion will seize them; for let them become like dust before the wind, and let an angel of the Lord be one who crushes them, not allowing them to gather together or to run back again, and let the same angel continue crushing them, that is, punishing them.
Because they hid destruction from me in vain by their snare, they reproached my soul in vain. Let a snare come upon them which they do not know, and let the trap which they hid catch them, and let them fall into the snare in it.
Instead of which Symmachus rendered thus: because they hid destruction from me without cause by their nets. For having suffered nothing previously at my hands, they plotted against me gratuitously and without cause, hiding a snare by which they prepared destruction for me. For although they seemed to war against me through men, whether through Saul or through others, yet I was not ignorant of the instigators of Saul’s jealousy and of the other enemies’ prompters; for there were others who hid their own snares and tried to destroy my soul, who also reproached my soul in vain. Instead of which Symmachus rendered: they undermined my soul without cause.
πάντα γὰρ ἔπραττον ἐκστῆσαι βουλόμενοι αὐτοῦ τὴν ψυχὴν τῆς ἐνυπαρχούσης αὐτῇ πραότητος καὶ ἀνεξικακίας, καὶ ὅπως πληρωθεὶς θυμοῦ καὶ ὀργῆς ἐπὶ τὴν ἄμυναν ἔλθοι καὶ δράσῃ τι κακὸν τὸν Σαούλ.
Ταῦτα μὲν οὖν περὶ τῶν πολλῶν ἐχθρῶν· περὶ δὲ τοῦ ἐν αὐτοῖς κορυφαίου ἐπιλέγει· […] ταῦτα δὲ ὥσπερ ἐν εὐχῇ τῷ Δαυὶδ εἰρημένα μελλόντων ἦν προαγορευτικὰ καὶ συμβησομένων προφητικά. οὕτω γοῦν καὶ ἀνωτέρω προφητικῶς ἐλέγετο· αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν, ἀντὶ τοῦ· αἰσχυνθήσονται καὶ ἐντραπήσονται· καὶ πάλιν· ἀποστραφήτωσαν καὶ καταισχυνθήτωσαν καὶ γενηθήτωσαν ὡς χοῦς, ἀντὶ τοῦ· ἀποστραφήσονται καὶ αἰσχυνθήσονται καὶ γενήσονται ὡς χοῦς. τὰ γὰρ μέλλονται συμβήσεσθαι τοῖς ἐχθροῖς αὐτοῦ προηγόρευεν· καὶ ὁ μὲν γὰρ ἡγήσεται περὶ τοῦ Σαοὺλ εἰρῆσθαι τὴν προκειμένην ῥῆσιν, ἐπεὶ καὶ πέπονθεν οὐκ εἰς μακρὰν ταῦτα· ἡμεῖς δὲ μεμνημένοι τῶν προλελεγμένων εἰς τὴν ἀρχὴν τοῦ ψαλμοῦ καὶ ταῦτα εἰς ἕνα τινὰ τῶν νοητῶν ἐχθρῶν τὸν ὡς ἐν κακίᾳ δυνατώτερον, δηλαδὴ τὸν διάβολον, ἐκληψόμεθα.
For they did everything, wanting to drive his soul from the gentleness and forbearance present in it, and so that, filled with rage and anger, he might come to vengeance and do some evil to Saul.
These things, then, concerning the many enemies; but concerning the chief among them he adds: […] And these things, as if spoken in prayer by David, were predictive of future events and prophetic of what would happen. Thus, indeed, also above it was said prophetically: “Let them be shamed and confounded,” instead of “They will be shamed and confounded”; and again: “Let them be turned back and put to shame and become as dust,” instead of “They will be turned back and put to shame and become as dust.” For he foretold what would happen to his enemies in the future. And one will suppose that the saying at hand is spoken about Saul, since he also suffered these things not long after; but we, remembering what was said earlier at the beginning of the psalm, will interpret these things also as referring to one of the intelligible enemies, the one more powerful in evil, namely the devil.
Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
Ὀστᾶ ψυχῆς αἱ διανοητικαὶ αὐτῆς δυνάμεις ὡς ἔμπροσθεν εἴρηται· φωτιζόμεναι δὲ αὗται ἐκ τῆς αὐτοῦ παρουσίας φήσουσι· κύριε, τίς ὅμοιός σοι; εἰ μὴ γὰρ σὺ παρῇς τῷ πτωχῷ καὶ κατηξίωσας αὐτὸν τῆς παρὰ σοῦ βοηθείας, τίς ἂν καὶ πόσος μόνος αὐτὸς συγκρινόμενος τοῖς τοσούτοις καὶ τηλικούτοις αὐτοῦ ἐχθροῖς; νοήσεις δὲ καὶ ἀπὸ ψιλῆς τῆς ἱστορίας τὸν λόγον ἐν νῷ λαβών, ὡς φεύγων ὁ Δαυὶδ εἰς τοσαύτην ἤλαυνε πτωχείαν ὥστε ἄρτων καὶ τῆς ἀναγκαίας τροφῆς δεηθῆναι εἰς ἀνάγκην τε ἐλθεῖν τοῦ τολμῆσαι τῶν ἄρτων τῆς προθέσεως μεταλαβεῖν· οὐ γὰρ τρυφῶν ἐπὶ τοῦτ’ ἤρχετο οὐδ’ ἐπαιρόμενος δικαιοσύνῃ οὐδ’ ἄλλως καταφρονῶν τοῦ νόμου, ἀλλ’ ἐκ πολλῆς ἀσιτίας. διό φησιν ὁ σωτήρ· οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυίδ, ὅτε ἐπείνασε; καὶ αὐτὸς μὲν ἦν πτωχὸς σὺν ὀλίγοις φεύγων, οἱ δ’ ἐλαύνοντες αὐτὸν δυνατοί· βασιλεὺς γὰρ ἦν τοῦ παντὸς ἔθνους Σαοὺλ καὶ οἱ μετ’ αὐτοῦ ἄρχοντες· οἵ τε τῶν ἀλλοφύλων πολεμίων καθηγεμόνες στερεώτεροι ὄντες τοῦ Δαυίδ, ὧν τὰς χεῖρας διαδιδράσκων, οὐκ ἠγνόει τὸν αὐτοῦ βοηθόν.
All my bones will say, Lord, who is like you? Rescuing a poor man from the hand of those stronger than him, and a poor and needy man from those who plunder him.
The bones of the soul are its intellectual faculties, as has been said before. When these are illuminated by his presence, they will say: Lord, who is like you? For if you had not been present to the poor man and deemed him worthy of your help, who, and how great, would he be, alone, compared with his many and mighty enemies? You will also understand from the bare history, taking the account in mind, that David, when fleeing, was driven to such poverty that he needed bread and necessary sustenance, and came to the necessity of daring to partake of the loaves of the showbread. For he did not come to this in luxury, nor puffed up with righteousness, nor otherwise despising the law, but from great hunger. Hence the Savior says: Have you not read what David did when he was hungry? And he himself was a poor man fleeing with a few, while those who drove him were powerful: for Saul was king of the whole nation, and the rulers with him; and the leaders of the foreign enemies were stronger than David, from whose hands he was escaping, and he was not ignorant of his helper.
Καὶ ταῦτα μὲν πρὸς τὴν ἱστορίαν, εἰ δὲ τοὺς ἀφανεῖς καὶ ἀοράτους ἐχθροὺς τῆς τοῦ δικαίου ψυχῆς νοήσειας, ὄψει, ὡς οὐδ’ ἄλλου βοηθοῦ δεόμεθα καὶ σωτῆρος ἢ τοῦ Χριστοῦ αὐτοῦ ἐν τῇ παρατάξει τῇ πρὸς τοὺς νοητοὺς πολεμίους τοὺς τὴν ψυχὴν αὐτοῦ διαρπάζειν ἀεὶ πειρωμένους.
Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.
Ἀντὶ δὲ τοῦ· ἀτεκνίαν τῇ ψυχῇ μου, ἀνεστραμμένα κατὰ τῆς ψυχῆς μου, ὁ Σύμμαχος ἐξέδωκεν.
Ἐπειδὴ τὰ προκείμενα συνῆπται τοῖς ἐν τῷ τριακοστῷ τρίτῳ ψαλμῷ προλελεγμένοις· ἐκεῖνα δὲ τῆς ἱστορίας ἐμνημόνευε τῆς κατὰ τὸν Ἀβιμέλεχ, ἐφ’ οὗ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ, κατὰ τὰ ἀποδεδομένα· τάχα που δύναται καὶ τὰ μετὰ χεῖρας ἐπ’ ἐκεῖνα ἀναφέρεσθαι· μαθὼν γὰρ ὁ Σαοὺλ παρὰ Δωήκ, ὡς ἀφῖκται Δαυὶδ πρὸς Ἀβιμέλεχ ἄρτους τε εἰληφὼς διασέσωσται, πάντας ἀνεῖλε τοὺς ἱερεῖς τοῦ κυρίου αὐτόν τε τὸν Ἀβιμέλεχ παγγενεί. δύναται οὖν ταῦτα ὁ Δαυὶδ εἰς πρόσωπον τοῦ Σαοὺλ εἰρηκέναι ὡς καὶ πάντα τὸν ψαλμὸν εἰς ἐκεῖνον ἀναφέρεσθαι τὸν καιρόν, καθ’ ὃν Δωὴκ ἐψευδομαρτύρησε τοῦ Ἀβιμέλεχ παρὰ τοῦ Σαούλ· καὶ τάχα τὸ πνεῦμα τὸ ἅγιον τὰ πάθη τῶν ἱερέων ὑπογράφον τὰ προκείμενα ἀνεφώνει λέγων· δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, καὶ τὰ ἑξῆς. τὰ δὲ μονοτρόπως εἰρημένα περὶ ἑνός τινος ἐν τῷ· ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣν ἔκρυψε συλλαβέτω αὐτόν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ, δύναται τῷ Δωὴκ ἐφαρμόζειν. καὶ τό· ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου, ἐκ προσώπου λεχθείη ἂν τοῦ Ἀβιμέλεχ.
These things are said with reference to the history; but if you were to conceive of the invisible and unseen enemies of the righteous man's soul, you will see that we need no other helper and savior than Christ himself in the battle against the noetic enemies who always attempt to plunder his soul.
"They repaid me evil for good and childlessness to my soul."
And instead of "childlessness to my soul," Symmachus rendered "things turned against my soul."
Since the present passage is connected to what was previously said in the thirty-third psalm, and those things recalled the history concerning Abimelech, at whose time he altered his face, according to what has been set forth, perhaps what is at hand can also be referred to those events. For when Saul learned from Doeg that David had come to Abimelech and, having received loaves, had been saved, he killed all the priests of the Lord, and Abimelech himself with his whole family. Therefore, David could have said these things in the person of Saul, just as the whole psalm could be referred to that time when Doeg bore false witness against Abimelech to Saul. And perhaps the Holy Spirit, describing the sufferings of the priests, uttered the present words, saying: "Judge, Lord, those who wrong me," and so forth. And what is said in a singular manner concerning one person in the phrase: "Let a snare come upon him which he does not know, and the trap which he hid let it catch him, and he will fall into the snare in it," can be applied to Doeg. And the words: "Unjust witnesses rose up; they questioned me about things I did not know; they repaid me evil for good and childlessness to my soul," could be spoken from the person of Abimelech.
καὶ ταῦτα δὲ εἰκὸς εἰρηκέναι τὸν Δαυίδ· αὐτοῦ γὰρ ἐπιγέγραπται ὁ ψαλμὸς ἀποστολικῇ διαθέσει λέξοντος ἄν· τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; καί· παθόντος ἑνὸς μέλους συμπάσχει πάντα τὰ μέλη.
Καὶ ἄλλος δὲ παρὰ ταῦτα μάρτυρας μὲν ἀδίκους εἴποι ἄν τις πάντας τοὺς ἐνδιαβάλλοντας τὸν Δαυὶδ παρὰ τοῦ Σαούλ· τότε μὲν γὰρ οἱ Ζιφαῖοι ἔλεγον ἐλθόντες· ἰδοὺ Δαυὶδ κέκρυπται παρ’ ἡμῖν, καὶ ἄλλοτε ἄλλους εἰκὸς κεχαρισμένα τῷ βασιλεῖ πράττοντας πολλὰ κατ’ αὐτοῦ ψευδομαρτυρεῖν καὶ ἃ μὴ ἐγίνωσκεν μηδὲ διενοεῖτο, ταῦτα κατ’ αὐτοῦ λέγειν. τὸ δ’ ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, δύναται εἰς αὐτὸν ἀναφέρεσθαι. ἐπειδὴ πολλάκις εὖ παθὼν ὑπὸ τοῦ Δαυὶδ ὁ Σαοὺλ τοῖς ἐναντίοις αὐτὸν ἠμείβετο, δεινὰ κατὰ τῆς ψυχῆς αὐτοῦ μηχανώμενος, καὶ ἀτεκνίαν ἐμποιῶν τῇ ψυχῇ αὐτοῦ. ἀτεκνία δὲ ψυχῆς ἐστιν, ὅταν τὰ ἑαυτῆς σπέρματα, ἃ καταβάλλεται δι’ εὐποιιῶν εἰς ἑτέρους ἢ καὶ διὰ διδασκαλίας μὴ φέρει καρπόν. οὕτω γοῦν πολλὰ γεννῶντος ἀγαθὰ τοῦ Δαυὶδ εἰς τὸν Σαούλ, ἀτεκνίαν αὐτῷ ὁ Σαοὺλ εἰργάζετο, μὴ ἀξίους προφέρων καρποὺς τῶν εἰς αὐτὸν ἐσπαρμένων.
And it is likely that David said these things as well, for the psalm is inscribed to him, and he would speak with apostolic disposition: "Who is weak, and am I not weak? Who is scandalized, and am I not inflamed?" And: "When one member suffers, all the members suffer together."
And besides these, one might say that all those who slandered David to Saul were unjust witnesses. For at that time the Ziphites came saying, "Behold, David is hidden among us," and at other times it is likely that others, doing favors for the king, bore many false witness against him and said about him things that he neither knew nor intended. And the phrase "they repaid me evil for good" can be referred to him. Since Saul, having often been treated well by David, requited him with the opposite, devising terrible things against his soul and causing barrenness in his soul. Barrenness of the soul is when its own seeds, which it sows through good deeds toward others or through teaching, do not bear fruit. Thus, although David generated many good things for Saul, Saul worked barrenness for him, not producing worthy fruits from the seeds sown in him.
Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.
Πρὸς τοῖς ἀποδοθεῖσιν ἐπίσκεψαι, μήποτε τὰ προκείμενα ἐφαρμόζειν δύναται τῷ προσώπῳ τοῦ σωτῆρος ἡμῶν προφητικῶς ἐξ αὐτοῦ τεθεσπισμένα. ὅρα δ’ οὖν, εἰ μὴ καὶ οὕτως ἐξομαλίζεται ἡ διάνοια κατ’ οὐδένα τρόπον ἐμποδιζομένη· ἔστω γὰρ ὁ σωτὴρ ἡμῶν λέγων κατὰ τὸ ἀνθρώπινον πρὸς τὸν ἑαυτοῦ πατέρα τὴν ἀρχὴν τοῦ ψαλμοῦ ἕως· καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν διωκόντων με. καὶ ἐν εἰκοστῷ δὲ καὶ πρώτῳ ψαλμῷ σαφῶς ὑπ’ αὐτοῦ λεγομένῳ εἴρηται· εἰς τὴν βοήθειάν μου πρόσχες. ἀλλὰ καὶ ἐν τοῖς εὐαγγελίοις τῇ προσευχῇ σχολάζων ἱστορεῖται.
Ναὶ μὴν καὶ δι’ ἔργων ἐπλήρου τὰ ἀναγεγραμμένα μετὰ τὴν κατ’ αὐτοῦ τῶν Ἰουδαίων τόλμαν· ῥομφαία γὰρ στρατιωτικὴ καὶ πόλεμος Ῥωμαϊκὸς οὐκ εἰς μακρὰν μετῆλθεν αὐτούς, οὐκ ἄνευ τῆς τοῦ θεοῦ κρίσεως· θεὸς γὰρ ἦν ὁ πολεμῶν αὐτοὺς διὰ τοῦ τῶν πολεμίων στρατοῦ. τοῦτο καὶ αὐτὸς ὁ σωτὴρ διὰ παραβολῆς παρίστησι τοῖς παρῃτημένοις τὴν κλῆσιν τοῦ γάμου καὶ τοὺς κλήτορας φονεύσασι· πέμψαι φήσας τὸν βασιλέα τὰ στρατιωτικὰ αὐτοῦ καὶ τὴν πόλιν αὐτῶν ἐμπρῆσαι. οὕτω τοίνυν καὶ τὰ μετὰ χεῖρας ἐπληροῦτο· ἐπειδὴ γὰρ αὐτοὶ ἠδίκουν τὸν υἱὸν τοῦ θεοῦ, ἐδικάσθησαν ἐκδικουμένου τοῦ αἵματος αὐτοῦ. καὶ ἐπειδὴ πολεμίους αὐτοὺς κατέστησαν τοῦ Χριστοῦ, ἐπολεμήθησαν ὑπὸ τοῦ θεοῦ μετελθόντος ὅπλῳ καὶ θυρεῷ καὶ ῥομφαίᾳ· οὐ γὰρ ἀφανῶς αὐτοὺς ἡ θεία μετῄει δίκη, ἀλλὰ διὰ τῶν ἐν ἀνθρώποις πολεμίων. θαυμάσαι δ’ ἔστιν, ὅπως εἴρηται τό· ἔκχεον ῥομφαίαν.
But I, when they were troubling me, put on sackcloth and humbled my soul with fasting, and my prayer will be turned back into my bosom.
In addition to what has been given, consider whether the present words can be applied to the person of our Savior, prophetically uttered from him. See, then, if the sense is not smoothed out in this way, being hindered in no respect: let our Savior be speaking, according to his human nature, to his own Father, from the beginning of the psalm up to: "and close in from the opposite side against those who persecute me." And in the twenty-first psalm also, which is clearly spoken by him, it is said: "Give heed to my help." But also in the Gospels he is recorded as being occupied with prayer.
Indeed, he also fulfilled through deeds what was recorded after the audacity of the Jews against him: for a military sword and a Roman war overtook them not long after, not without the judgment of God; for it was God who was warring against them through the army of the enemies. This the Savior himself also sets forth by a parable to those who had refused the invitation to the marriage and had killed the invitees, saying that the king would send his soldiers and burn their city. Thus, then, what was at hand was fulfilled: for since they wronged the son of God, they were judged, with his blood being avenged. And since they made themselves enemies of Christ, they were warred against by God, who pursued them with weapon, shield, and sword; for divine justice did not overtake them invisibly, but through the enemies among men. It is to be wondered at how it is said: "Pour out the sword.
οὐκέτι γὰρ κατὰ τὸ παλαιὸν μερικῶς αὐτοὺς ὁ πόλεμος μετῄει· ἀλλ’ ἐξεχύθη κατ’ αὐτῶν πολεμικὴ ῥομφαία· διὸ λέλεκται· ἔφθασε δ’ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος· καὶ ἀλλαχοῦ· ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου. τίς δὲ διελθὼν μαθών τε ἐξ αὐτῶν ὅπως ἐν συγκλεισμῷ ἀποληφθέντες λιμῷ καὶ στάσει διεφθάρησαν, οὐ θαυμάσει τὴν ἐνταῦθα λέγουσαν φωνήν· καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με; ἑξῆς δὲ τούτοις μόνῳ τῷ σωτῆρι πρέπει ἂν λέγειν τῷ ἑαυτοῦ πατρὶ κατὰ τὸ ἀνθρώπινον· εἶπον τῇ ψυχῇ μου· σωτηρία σου εἰμὶ ἐγώ, καὶ τὰ ἑξῆς, ἕως τοῦ· καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς. καὶ ταῦτα δὲ ἐπληροῦτο, ὅτε τῆς μὲν ἑαυτῶν μητροπόλεως ἠλαύνοντο, διεσκορπίζοντο δὲ εἰς πάντα τὰ ἔθνη. εἶτα λέλεκται· γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα. ὁδὸς δὲ αὐτῶν, ἣν ὥδευον πάλαι ἡ σωματικὴ ἐτύγχανε λατρεία, ἥτις αὐτοῖς γέγονε σκότος καὶ ὀλίσθημα· ἀλλὰ καί· ἄγγελος κυρίου καταδιώκων αὐτούς.
Ταῦτα μὲν οὖν τἀπίχειρα, ὧν κατ’ αὐτοῦ τετολμήκασιν. ἀκούσῃ δὲ τῶν εἰρημένων, οὐχ ὡς τοῦ σωτῆρος κατευχομένου τῶν ἑαυτοῦ ἐχθρῶν τοῦ τοῖς ἑαυτοῦ μαθηταῖς παρηγγελκότος· προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ ἀδικούντων αὐτούς· ἀλλὰ γὰρ τούτων ἄκουε ὡς προφητικῶς εἰρημένων καὶ τὰ μέλλοντα αὐτοῖς συμβήσεσθαι προαναφωνούντων. ταῦτα δὲ αὐτοῖς ἔσεσθαι θεσπίζει διὰ ποίαν αἰτίαν, ἑξῆς διδάσκει λέγων· ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου.
For the war no longer attacked them partially, as in former times, but a martial sword was poured out against them. Hence it is said: "And wrath overtook them to the full," and elsewhere: "Pour out your wrath upon them." And who, after going through and learning from them how, being caught in a siege, they were destroyed by famine and sedition, will not marvel at the voice here speaking: "And shut up from the opposite side those who pursue me"? Next, after these things, it would be fitting for the Savior alone to say to his own Father, according to his human nature: "I said to my soul, 'I am your salvation,'" and the rest, up to: "And an angel of the Lord pressing them hard." And these things were fulfilled when they were driven from their own metropolis and scattered among all the nations. Then it is said: "Let their way be darkness and a slipping." And their way, which they formerly traveled, was the bodily service, which became for them darkness and a slipping; but also: "An angel of the Lord pursuing them."
These, then, are the penalties for what they have dared against him. But you shall hear these things not as though the Savior were cursing his own enemies—he who commanded his own disciples: "Pray for those who abuse and wrong you"—but rather hear these things as spoken prophetically and foreannouncing what will happen to them. And he prophesies that these things will befall them for what reason, he next teaches, saying: "Because they gratuitously hid from me the destruction of their snare, they vainly reproached my soul.
Καὶ ταῦτα μὲν περὶ τοῦ πλήθους τῶν κατ’ αὐτοῦ συνελθόντων· τὰ δὲ ἑξῆς οὐκέτι περὶ πολλῶν, περὶ δ’ ἑνὸς λελεγμένα, δύναται προσαγορεύεσθαι περὶ τοῦ Ἰούδα, ὅς κρύπτων τὴν κατ’ αὐτοῦ συσκευὴν φιλίαν τε καθυποκρινόμενος φιλήματι παρεδίδου τὸν διδάσκαλον. διὸ περὶ αὐτοῦ λέγοι ἂν τό· ἐλθέτω αὐτῷ παγί, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣν ἔκρυψεν, συλλαβέτω αὐτόν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ. καὶ ταῦτα μὲν περὶ τούτων.
Εὖ δὲ εἰδὼς εἰς οἷον ἀγαθὸν τέλος ἡ κατ’ αὐτοῦ παραστήσεται ἐπιβουλὴ καὶ τοῦτο παρίστησι λέγων· ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ, τερφθήσεται τῷ σωτηρίῳ αὐτοῦ. πάντα τὰ ὀστᾶ μου ἐροῦσι· κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἀπὸ τῶν διαρπαζόντων αὐτόν. ἐν μὲν οὖν τῷ κα ψαλμῷ σαφῶς ἐκ προσώπου τοῦ σωτῆρος λελεγμένῳ εἴρητο· ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, τοῦ λόγου σημαίνοντος τῶν ἀποστόλων αὐτοῦ τὸν διασκορπισμὸν καὶ τὴν φυγήν, ἣν ὑπέμειναν κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὅτε ἐπληροῦτο τό· πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης. ὀστᾶ γὰρ ἦσαν τοῦ σώματος αὐτοῦ οἱ πρῶτοι αὐτοῦ μαθηταί, οἳ τότε μὲν διεσκορπίσθησαν σκανδαλισθέντες ἐπ’ αὐτῷ, ὥσπερ οὖν καὶ αὐτὸς ἐδήλου λέγων· πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. μετὰ δὲ τὴν ἀνάστασιν θεασάμενοι αὐτὸν ἐπληρώθησαν χαρᾶς καὶ ἀγαλλιάσεως. καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ περὶ τῶν αὐτῶν λέλεκται· πάντα τὰ ὀστᾶ μου ἐροῦσι· κύριε, τίς ὅμοιός σοι; σφόδρα δὲ κατάλληλα τῷ τοῦ σωτῆρος ἡμῶν προσώπῳ καὶ τὰ τούτοις συνημμένα τυγχάνει, δι’ ὧν εἴρηται·
And these things concerning the multitude that came together against him; but what follows is no longer said about many, but about one, and can be spoken concerning Judas, who, concealing the plot against him and feigning friendship, betrayed the teacher with a kiss. Therefore, concerning him, it would be said: "Let a snare come upon him, which he does not know, and the trap, which he hid, let it catch him, and in the snare he will fall in it." And these things concerning these matters.
Knowing well to what good end the plot against him will be brought, he also sets this forth, saying: "But my soul will exult in the Lord, will delight in his salvation. All my bones will say: Lord, who is like you? Rescuing a poor man from those who plunder him." Now in the 22nd Psalm, clearly spoken from the person of the Savior, it was said: "I was poured out like water, and all my bones were scattered," the word signifying the scattering of his apostles and the flight they endured at the time of his passion, when it was fulfilled: "Strike the shepherd, and the sheep of the flock will be scattered." For the bones of his body were his first disciples, who then were scattered, having been scandalized by him, just as he himself indicated, saying: "All of you will be scandalized by me on this night." But after the resurrection, having seen him, they were filled with joy and exultation. And in the present passage, it is said concerning the same: "All my bones will say: Lord, who is like you?" And the things joined to these are very fitting to the person of our Savior, through which it is said:
ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με. ἀταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. τούτοις ὅμοια καὶ ἐν ρῃ ψαλμῷ εὑρήσεις, ἐν οἷς εἴρηται· καὶ ἐπολέμησάν με δωρεάν· ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με· καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. ἀτεκνίαν δὲ αὐτῷ εἰργάσαντο πάντα πράττοντι ἐπὶ τὸ συναγαγεῖν αὐτοὺς καὶ ἀναγεννῆσαι ἑαυτῷ, ὃ δὴ καὶ ἐδήλου λέγων· ποσάκις ἐθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; οὕτω γοῦν ἀνταπεδίδοσαν αὐτῷ πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ αὐτοῦ.
Ἀλλὰ γὰρ ἐν τούτοις ταῦτα θεσπίσας διὰ τῶν ἑξῆς τὸ αὑτοῦ φιλάνθρωπον καὶ ἀνεξίκακον παρίστησι λέγων· ἐγὼ δ’ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκῳ. ἀντὶ δὲ τοῦ· ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, σφόδρα θαυμαστῶς ὁ μὲν Ἀκύλας φησίν· καὶ ἐγὼ ἐν ἀρρωστίᾳ αὐτῶν ἔνδυσίς μου σάκκος, ὁ δὲ Σύμμαχος· ἐμοῦ ἐν ταῖς ἀρρωστίαις αὐτῶν τὸ ἔνδυμα σάκκος, καὶ ὁ Θεοδοτίων δὲ καὶ ἡ πέμπτη ἔκδοσις· ἐγὼ δὲ ἐν τῷ παρενοχλεῖσθαι αὐτούς, εἰρήκασιν· ἐπεὶ γὰρ τοῖς ἐκείνων κακοῖς καὶ ταῖς ἀρρωστίαις τῆς αὐτῶν ψυχῆς συμπάσχων ὁ σωτὴρ πένθους καὶ ὀδυρμῶν σύμβολα ποιεῖ σάκκον περιβαλλόμενος ὑπὲρ αὐτῶν, ἀλλὰ καὶ ἐταπείνου ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ. διὸ καὶ ἐδίδασκε λέγων· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καί· νῦν ἡ ψυχή μου τετάρακται. ταῦτα γὰρ ὑπερβολῇ φιλανθρωπίας ὑπέμεινεν ὑπερπάσχων καὶ ὑπεραλγῶν, οἷα πατὴρ ἐφ’ υἱοὺς ἀπολλυμένους. διὸ ἔλεγεν ἐν προφήταις περὶ αὐτοῦ·
Unjust witnesses rose up and questioned me about things they did not know. They repaid me evil for good, and childlessness for my soul. You will find things similar to these also in the eighty-eighth psalm, where it is said: And they warred against me for nothing; instead of loving me, they slandered me; and they set evils against me instead of goods, and hatred instead of my love. And they worked childlessness for him who did everything to gather them together and regenerate them for himself, which indeed he made clear, saying: How many times did I wish to gather your children together, the way a hen gathers her chicks under her wings, and you did not wish it? Thus, then, they repaid him evil for good, and childlessness for his soul.
But after prophesying these things in these words, through what follows he sets forth his own philanthropy and forbearance, saying: And I, while they were troubling me, put on sackcloth. And instead of: while they were troubling me, Aquila says, very wonderfully: And I, in their sickness, my clothing is sackcloth; and Symmachus: In their sicknesses, my garment is sackcloth; and Theodotion and the fifth edition have said: And I, while they were being troubled. For since the Savior, sympathizing with their evils and the sicknesses of their soul, makes symbols of mourning and lamentation by putting on sackcloth for them, but also humbled his soul in fasting. Therefore he also taught, saying: My soul is very sorrowful unto death; and: Now my soul is troubled. For he endured these things by an excess of philanthropy, suffering and grieving exceedingly, as a father over sons who are perishing. Therefore he said in the prophets concerning himself:
ἄνθρωπος ἐν πληγῇ ὤν καὶ εἰδὼς φέρειν μαλακίαν· καὶ πάλιν· οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ αὖθις· αὐτὸς δ’ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. διὸ καὶ ἐν ταῖς ἀρρωστίαις αὐτῶν καὶ ἐν τῷ παρενοχλεῖσθαι αὐτοὺς ἐκείνους θεωρῶν ὁ σωτὴρ τὸν καταληψόμενον αὐτοὺς ὄλεθρον καὶ τὴν ἐσχάτην ἀπώλειαν ὑπὲρ αὐτῶν ἐνεδύετο σάκκον καὶ ἐταπείνου ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ. οἱ δὲ τοιαῦτα ἔπραττον ὡς τὴν εὐχὴν αὐτοῦ τὴν ὑπὲρ αὐτῶν μὴ παραπέμπεσθαι εἰς τὰ ὦτα τοῦ πατρός, ἀλλ’ ὥσπερ ἀντικρουομένην ὑπὸ τοῦ μεγέθους τῆς αὐτῶν δυσσεβείας καθέλκεσθαι καὶ ἐπαναστρέφειν πρὸς αὐτόν. διὸ ἔλεγεν· καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. εἰ γὰρ σώζεσθαι ἔμελλον καὶ μεταβάλλειν τῶν ἀσεβημάτων εὐθυδρομοῦσα ἡ προσευχὴ τοῦ σωτῆρος, ἀκωλύτως καὶ ἀπαραποδίστως ἐπὶ τὰ ὦτα τὰ πατρικὰ παρῄει. καὶ ταῦτα δέ μοι πᾶσαν ψηλαφῶντι διάνοιαν εἰς τοὺς τόπους ἀναγκαίως τεθεωρήσθω.
A man being in a wound and knowing how to bear infirmity; and again: this one bears our sins and is pained on our behalf; and again: he himself was wounded on account of our sins, and by his bruise we were healed. Therefore also in their sicknesses and in their being troubled, the Savior, beholding those who would overtake them in destruction and final ruin, would put on sackcloth for them and humble his soul in fasting. But they acted in such a way that his prayer on their behalf was not conveyed to the ears of the Father, but rather, as if repelled by the magnitude of their impiety, it was dragged down and turned back to him. Hence he said: "And my prayer will be turned back into my bosom." For if they were going to be saved and change from their impieties, the Savior's prayer, running straight, would pass without hindrance or obstruction to the Father's ears. And these things, as I handle every thought, have necessarily been observed by me in regard to the passages.
Καὶ κατ’ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν, συνήχθησαν ἐπ’ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων, διεσχίσθησαν καὶ οὐ κατενύγησαν. ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν, ἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν. κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου.
Ταῦτα ἐκληπτέον διχῶς, ὡς καὶ ἤδη ἔφαμεν. ἢ γὰρ ὁ Δαυὶδ ταῦτα περὶ ἑαυτοῦ διεξῄει ὑπὸ τοῦ Σαοὺλ διωκόμενος ἢ περὶ τοῦ σωτῆρος προφητικῶς ὑπὸ τοῦ ἁγίου πνεύματος λέγεται.
Ἀντὶ δὲ τοῦ· κατ’ ἐμοῦ ηὐφράνθησαν, ὁ Ἀκύλας δουλεύων τῇ Ἑβραϊκῇ λέξει φησίν· καὶ ἐν σκασμῷ μου ηὐφράνθησαν καὶ συνελέγησαν, ὁ δὲ Σύμμαχος· σκάζοντος δέ μου ηὐφραίνοντο καὶ ἠθροίζοντο, ἡ δὲ πέμπτη ἔκδοσις· καὶ ἐν τῇ ἀσθενείᾳ μου ηὐφράνθησαν. δι’ ὧν ἡγοῦμαι δηλοῦσθαι τὸν καιρὸν τοῦ πάθους, ἐν ᾧ κατὰ τὸν ἀπόστολον· ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. ὑπέμεινε δὲ καὶ σκασμὸν δι’ ἡμᾶς, ἑκὼν ὑπομείνας τὴν ὑπὲρ ἡμῶν ἀσθένειαν· αὐτὸς γὰρ ἑαυτὸν ἀσθενῆ πεποίηκεν οὐ νικηθεὶς ὑφ’ ἑτέρου, ἀλλ’ ὑπερβαλλούσῃ δυνάμει κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν ἐπικρύψας τε καὶ ταπεινώσας ἑαυτὸν καὶ ἀσθενῆ ποιήσας μέχρι θανάτου.
And they rejoiced against me and gathered together, scourges were gathered against me, and I did not know; they were split apart and were not stung. They tempted me, they mocked me with mockery, they gnashed their teeth at me. Lord, when will you look upon me? Restore my soul from their malice, my only one from lions.
These things are to be understood in two ways, as we have already said. For either David recounts these things about himself when pursued by Saul, or they are spoken prophetically about the Savior by the Holy Spirit.
Instead of "they rejoiced against me," Aquila, adhering to the Hebrew wording, says: "and at my limping they rejoiced and were gathered together"; Symmachus says: "while I was limping, they rejoiced and were assembled"; the Fifth Edition says: "and at my weakness they rejoiced." Through these I consider the time of the Passion to be indicated, in which, according to the Apostle, "he was crucified from weakness, but lives from the power of God." He also endured limping for our sake, willingly undergoing the weakness on our behalf; for he made himself weak, not being overcome by another, but by surpassing power emptying himself and taking the form of a slave, concealing and humbling himself and making himself weak unto death.
Ἐν τοίνυν τῷ σκασμῷ καὶ ἀσθενείᾳ συνήχθησαν, ἀλλὰ καὶ μάστιγας αὐτῷ ἐπιτεθείκασι· ὃ δὴ καὶ ἐν ἑτέρῳ ἐδήλου προφήτῃ φάσκοντι ἐξ αὐτοῦ προσώπου· τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. ἐπληροῦτο δὲ ταῦτα κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν.
Ὁ δὲ Σύμμαχός φησιν· καὶ ἀπορρήσσοντες οὐκ ἠρέμουν. οὐκ ἔγνων δέ, φησίν, τὴν αἰτίαν δι’ ἣν ἐμάστιζον· οὐ γὰρ εἶχόν τινα εὔλογον πρόφασιν, ὧν ἐπετίθεσάν μοι πληγῶν. ἀντὶ δὲ τοῦ· ἐπείρασάν με μυκτηρισμῷ, ὁ Σύμμαχός φησιν· ἐν ὑποκρίσει φθέγμασι πεπλασμένοις ἔπριον κατ’ ἐμοῦ ὀδόντας αὐτῶν. πολλὰ δ’ ἂν εὕροις ἐν τοῖς εὐαγγελίοις τούτων παραστατικά· καὶ ὡς προσῄεσαν πειράζοντες αὐτὸν οἱ Φαρισαῖοι, ἄλλοτε δὲ ἐμυκτήριζον, καὶ ὡς ἔβρυχον κατ’ αὐτοῦ τοὺς ὀδόντας αὐτῶν διαπριόμενοι ἐπὶ τῷ πλήθει τῶν μαθητευομένων αὐτῷ.
Ἀντὶ τοῦ· πότε ἐπόψῃ; συμφώνως οἱ λοιποὶ πάντες ἑρμηνευταί· κύριε, πόσα ὄψῃ; εἰρήκασιν. ἀποθαυμάζει ὁ σωτὴρ τοῦ πατρὸς τὴν μακροθυμίαν καὶ τὴν ὑπερβάλλουσαν ἀνοχήν. διό φησιν· πόσα ὄψῃ; εἶτα παρακαλεῖ λέγων· ἀποκατάστησον τὴν ψυχήν μου. ὅμοιον δ’ ἂν εἴη τοῦτο τῷ· πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. ἑξῆς παρακαλεῖ ῥυσθῆναι τὴν μονογενῆ αὐτοῦ ἀπὸ λεόντων. συγγενὴς δὲ ὢν τῷ μετὰ χεῖρας ψαλμῷ καὶ ὁ κα κατὰ τὰ ἤδη πρότερον ἀποδεδειγμένα τὰ ὅμοια τούτοις περιέχων, φάσκων· σῶσόν με ἐκ στόματος λέοντος καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. κἀκεῖ γὰρ μονογενοῦς ἐμνημόνευσε καὶ κυνὸς καὶ λέοντος·
In the rending and weakness, then, they gathered together, and they also laid scourges upon him. This is also indicated in another prophet speaking from his person: "I gave my back to scourges, and my cheeks to blows. But I did not turn my face away from the shame of spittings." These things were fulfilled at the time of his passion.
Symmachus says: "And tearing apart, they were not at rest." "I did not know," he says, the reason for which they scourged; for they had no reasonable pretext for the blows they inflicted upon me. And instead of "they tempted me with mockery," Symmachus says: "with feigned utterances and fabricated words they gnashed their teeth against me." You would find many things in the Gospels that illustrate these things: how the Pharisees approached tempting him, at other times mocked him, and how they gnashed their teeth against him, being enraged at the multitude of those who became his disciples.
Instead of "when will you see?" all the other translators have said in agreement: "Lord, how long will you see?" The Savior marvels at the Father's patience and exceeding forbearance. Therefore he says: "How long will you see?" Then he entreats, saying: "Restore my soul." This would be similar to: "Father, glorify me with the glory I had before the world existed, with you." Next he entreats that his only-begotten be rescued from lions. And akin to the psalm at hand is also the one which, as already demonstrated earlier, contains things similar to these, saying: "Save my only-begotten from the mouth of a lion and from the hand of a dog." For there too he mentioned an only-begotten, and a dog, and a lion.
οὐ μόνον, ἀλλὰ καὶ μονοκερώτων λέγων· καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου· δι’ ὧν σημαίνειν αὐτὸν ἡγοῦμαι τὰς ἀντικειμένας δυνάμεις, τὰς κατὰ τὸν καιρὸν τοῦ πάθους τῇ μονογενεῖ αὐτοῦ ψυχῇ ἐπιβεβουλευκυίας. ἀντὶ δὲ τοῦ· τὴν μονογενῆ μου, ὁ μὲν Ἀκύλας· τὴν μοναχήν μου. ὁ δὲ Σύμμαχος· τὴν μονότητά μου, ἡρμήνευσεν. εἰ δὲ ὁ Δαυὶδ ταῦτα λέγει, οὐδὲ χαλεπὸν καὶ εἰς αὐτὸν τὰ τῆς διανοίας ἐφαρμόσαι.
Ἐξομολογήσομαί σοι, κύριε, ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ’ ὀργὴν δόλους διελογίζοντο καὶ ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν· εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν.
Καὶ ὁ κα ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν λελεγμένος μετὰ τὰς προφητείας τὰς περὶ τοῦ πάθους αὐτοῦ, τῆς ἐκκλησίας αὐτοῦ ἐμέμνητο, δι’ ὧν ἔφη· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. ταῦτα δὲ ἐκεῖ ἐλέγετο μετὰ τό· ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. συνῆπτο γοῦν τούτοις τό· διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. καὶ ἐν τοῖς προκειμένοις παραπλησίως προειπών· ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου, ἐπιλέγει· ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε.
Not only that, but also speaking of unicorns: "and from the horns of unicorns my humiliation." By these words I take him to signify the opposing powers, which at the time of his passion plotted against his only-begotten soul. Instead of "my only-begotten," Aquila rendered "my solitary one," and Symmachus rendered "my solitude." But if David says these things, it is not difficult to apply the sense to him as well.
"I will confess to you, Lord, in a great assembly, in a weighty people I will praise you. Let not those who unjustly hate me, who hate me for nothing and wink with their eyes, rejoice over me. For they spoke peaceably to me, but in anger they devised treacheries, and they opened their mouth wide against me; they said, 'Well done, well done, our eyes have seen.'"
And the passage spoken from the person of our Savior, after the prophecies concerning his passion, recalled his church, through the words: "In the midst of the church I will hymn you." These things were said there after: "Deliver my soul from the sword, and my only-begotten from the hand of a dog. Save me from the mouth of a lion, and from the horns of unicorns my humiliation." Then to these was joined: "I will recount your name to my brothers, in the midst of the church I will hymn you." And in the present passage, having similarly said beforehand: "Restore my soul from their malice, my only-begotten from lions," he adds: "I will confess to you in a great assembly, in a weighty people I will praise you.
Ἀντὶ δὲ τοῦ βαρεῖ ὁ Ἀκύλας ἐξέδωκεν ὀστεΐνῳ, τουτέστιν ἰσχυρῷ, ἐπεὶ τοῦ παντὸς σώματος τὰ δυνατώτατα καὶ ἰσχυρότατα ὀστᾶ τυγχάνει. βαρὺς οὖν ὁ ἐπὶ τὴν πέτραν τεθεμελιωμένος, ὁ ἀσάλευτος καὶ ἀρραγής. τῷ τοίνυν πατρὶ ἐξομολογεῖται εὐχαριστῶν ἐπὶ τῇ ἐκκλησίᾳ αὐτοῦ τῇ πολλῇ· πολλὴ γὰρ ὡς ἀληθῶς αὕτη ἡ ἐκκλησία, ἣν ἐν τῷ εἰκοστῷ πρώτῳ μεγάλην ὠνόμασεν εἰπών· παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ. ὁ μὲν οὖν πατὴρ ἔπαινον τῷ υἱῷ κατεργάζεται ἐν ἐκκλησίᾳ μεγάλῃ, ὁ δὲ υἱὸς ἐξομολογεῖται τῷ πατρὶ ἐν ἐκκλησίᾳ πολλῇ τῇ καθ’ ὅλης τῆς ἐκκλησίας ἱδρυμένῃ.
Εἰ μὴ τὰ τέλη αἴσια τὰ μετὰ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν ἑωρᾶτο, τάχα που χώραν εἶχον καταχαρῆναι αὐτοῦ οἱ τὴν κατ’ αὐτοῦ συσκευὴν μεμηχανημένοι ὡς ἀφανισθέντος καὶ μηδὲν δεδυνημένου. ἐπεὶ δὲ ἡ ἐκκλησία αὐτοῦ ἡ πολλὴ καὶ μεγάλη διαλάμπει καθ’ ὅλης τῆς οἰκουμένης αὐτός τε εἰσέτι καὶ νῦν ἐν μέσῳ ἑστὼς συγκροτεῖ τὸν βαρὺν καὶ δυνατὸν αὑτοῦ λαόν, καὶ ἐξομολογεῖται δι’ αὐτῶν τῷ ἑαυτοῦ πατρί· ὅπου γὰρ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν. εἰκότως οἱ ἐπιχαιρεσίκακοι, αἰσχύνην καταχεάμενοι ἀπεστράφησαν εἰς τὰ ὀπίσω· τί γὰρ καὶ ἄξιον ἔχθρας παθόντες τὸ πρὸς αὐτὸν ἤραντο μῖσος; διόπερ ὁ Ἀκύλας ἀναιτίως ἡρμήνευσε. διένευον δὲ ὀφθαλμοῖς χλευάζοντες αὐτὸν καὶ διασύροντες τὰ τῆς σοφίας μου παιδεύματα. εἶτα, ἐμοὶ μέν, φησίν, εἰρηνικὰ ἐλάλουν, ἐν δὲ τῇ καρδίᾳ αὐτῶν δόλους καὶ ὀργὴν διελογίζοντο. ἐπληροῦτο δὲ καὶ ταῦτα, ὅτε λαβὰς θηρώμενοι ἔλεγον πρὸς αὐτὸν οἱ Φαρισαῖοι·
Instead of "heavy," Aquila rendered it "bony," that is, strong, since the strongest and most powerful parts of the whole body are the bones. "Heavy," then, is he who is founded upon the rock, the immovable and unbreakable one. So the father makes confession, giving thanks for his great church; for this church is truly great, which in the twenty-first psalm he called great, saying: "My praise is from you in a great church." The father, then, produces praise for the son in a great church, and the son confesses to the father in a great church, the one established throughout the whole church.
If the favorable outcomes after the passion of our savior were not seen, perhaps those who contrived the plot against him would have had reason to rejoice over him, as though he had been destroyed and had been able to do nothing. But since his great and large church shines throughout the whole world, and he himself even now stands in their midst and assembles his heavy and strong people, and through them confesses to his own father—for where two or three are gathered in his name, there I am in their midst—naturally the malicious, having been covered with shame, turned back; for what worthy cause of enmity did they suffer that they took up hatred against him? Therefore Aquila rendered it "without cause." They winked with their eyes, mocking him and disparaging the teachings of my wisdom. Then, "to me," he says, "they spoke peacefully, but in their heart they plotted deceit and anger." And these things were fulfilled when the Pharisees, seeking pretexts, said to him:
διδάσκαλε, οἴδαμεν, ὅτι ἀληθὴς εἶ, καὶ τὸν λόγον τοῦ θεοῦ ἐπ’ ἀληθείας διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον· εἰπὲ οὖν ἡμῖν· ἔξεστι δοῦναι κῆνσον καίσαρι ἢ οὔ; ταύτας γὰρ δολίως προέφερον τὰς φωνάς. διὸ προλαβὼν ταῦτ’ ᾐνίττετο φάσκων· ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ’ ὀργῇ δόλους διελογίζοντο. ἀλλ’ ἐνταῦθα μὲν δολίως τὰς πρὸς αὐτὸν ἐποιοῦντο ὁμιλίας· ἐν τέλει γε μὴν κατὰ τὸν καιρὸν τοῦ πάθους ὅλῳ τῷ στόματι ἐβόων αἰτοῦντες αὐτοῦ τὸ αἷμα καθ’ ἑαυτῶν καὶ κατὰ τῶν τέκνων αὐτῶν· ὃ δὴ καὶ αὐτῷ παρίστησι διὰ τῶν προκειμένων λέγων· ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν. εἶτ’ ἐπειδὴ παρεδόθη αὐτοῖς ὡς πρόβατον ἐπὶ σφαγὴν καὶ ὡς ἀμνὸς ἄκακος ἐναντίον τοῦ κείραντος ἄφωνος ὁρῶντες αὐτοῦ τὸ πάθος ἐπεφώνουν· εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.
Εἶδες, κύριε, μὴ παρασιωπήσῃς, κύριε, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ· ἐξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου. κρινὸν με κατὰ τὴν δικαιοσύνην σου, κύριε ὁ θεός μου, καὶ μὴ ἐπιχαρήσειάν μοι· μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν· εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴπαισαν· κατεπίομεν αὐτόν. αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου, ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ’ ἐμέ. ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.
Teacher, we know that you are truthful, and that you teach the word of God in truth, and you care for nothing; for you do not look at the face. Tell us, then: is it permitted to give the census to Caesar or not?" For they craftily uttered these words. Therefore, anticipating this, he hinted at these things, saying: "To me they spoke peacefully, and in anger they plotted deceit." But here they deceitfully made their conversations with him; yet at the end, at the time of the passion, they cried out with full voice, demanding his blood against themselves and against their children. This he himself sets forth through the preceding words, saying: "They opened their mouth wide against me." Then, when he was delivered to them as a sheep for slaughter and as a harmless lamb before the shearer, speechless, seeing his passion, they cried out: "Well done, well done, our eyes have seen."
You saw, Lord; do not be silent, Lord, do not depart from me; arise, Lord, and attend to my judgment, my God and my Lord, to my cause. Judge me according to your justice, Lord my God, and let them not rejoice over me; let them not say in their hearts: "Well done, well done to our soul"; nor let them say: "We have swallowed him up." Let those who rejoice at my misfortunes be shamed and confounded together, let those who boast against me clothe themselves in shame and confusion. Let those who desire my righteousness rejoice and be glad, and let them say always: "Let the Lord be magnified," those who desire the peace of his servant. And my tongue will meditate on your righteousness, all the day long your praise.
Καὶ ἄνωθεν εἶπεν· πότε ἐπόψῃ; καὶ διὰ τῶν προκειμένων· εἶδες, κύριε. τί δὲ εἶδεν; ὡς δολίως αὐτῷ προσῄεσαν καὶ ὡς ἐπλάτυναν κατ’ αὐτοῦ τὸ στόμα αὐτῶν καὶ ὡς κατ’ εὐχὰς πράξαντες ἐπεβόων· εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. σὺ δέ, κύριε, ταῦτα θεασάμενος ἀνασχόμενός τε καὶ μακροθυμήσας μὴ παρασιωπήσῃς, ἀλλ’ ἀναλαβὼν τὸ τῆς δικαιοσύνης σου κριτήριον λέγε· ταῦτα ἐποίησας, καὶ ἐσίγησα· καὶ πάλιν· ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι; ἀνθρωπίνως δὲ ἱκετεύει λέγων πρὸς τὸν ἑαυτοῦ πατέρα· μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, καί· ἐξεγέρθητι καὶ πρόσχες τῇ κρίσει, ὁ θεός μου καὶ ὁ κύριός μου εἰς τὴν δίκην μου. κατὰ γὰρ τὸν καιρὸν τοῦ ὑπὲρ ἡμῶν πάθους τοιαύτας ἠφίει φωνάς, ἵνα πιστευθῇ ἄνθρωπος ἀτρεκέως κατὰ ἀλήθειαν γεγονὼς καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον ἑκουσίως καταδεχόμενος. Καὶ μὴ ἐπιχαρήσειάν μοι, μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· εὖγε, εὖγε, ἡ ψυχὴ ἡμῶν μηδὲ εἴποισαν· κατεπίομεν αὐτόν. σοῦ γάρ, φησίν, ἐπεξελθόντος τοῖς τετολμημένοις καὶ κρίναντος κατὰ τὴν δικαιοσύνην σου οὐκ ἐπιχαρήσονται οὐδ’ ἐροῦσιν ἐν ταῖς καρδίαις αὐτῶν· εὖγε, εὖγε, ἴσχυσεν ἡ ψυχὴ ἡμῶν. εἰ γὰρ καὶ τῷ στόματι αὐτῶν ποτε τοῦτο εἰρήκασιν, ἀλλ’ οὐ καὶ ταῖς καρδίαις αὐτῶν ἐροῦσιν· οὐδὲ φήσουσι· κατεπίομεν αὐτόν, τὴν ἀνάστασίν μου καὶ τῆς ἐκκλησίας τῆς ἐμῆς τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἵδρυσιν θεώμενοι· καταπίνεται μὲν γὰρ ὁ ἅπαξ εἰς βυθὸν χωρήσας καὶ μηκέτ’ ἀναβεβηκώς· οὕτω γάρ ποτε κατέπιεν ὁ θάνατος ἰσχύσας. ἀλλὰ κἀκεῖ οἱ καταποθέντες ἐπαλινδρόμησαν. διὸ λέλεκται· καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.
And above he said: "When will you look?" And through the preceding: "You saw, Lord." But what did he see? That they approached him deceitfully, and that they widened their mouth against him, and that, having acted according to their wishes, they cried out: "Well done, well done, our eyes have seen." But you, Lord, having beheld these things, and having endured and been patient, do not remain silent, but taking up the judgment seat of your justice, say: "You did these things, and I was silent." And again: "I was silent; shall I be silent forever?" And in a human manner he beseeches, saying to his own father: "Do not depart from me," and: "Rise up and attend to the judgment, my God and my Lord, to my cause." For at the time of the passion on our behalf, he uttered such cries, so that he might be believed to have truly become a man according to truth and to have willingly accepted death on our behalf. "And let them not rejoice over me, let them not say in their hearts: 'Well done, well done, our soul,' nor let them say: 'We have swallowed him up.'" For, he says, when you have prosecuted the audacious deeds and judged according to your justice, they will not rejoice nor will they say in their hearts: "Well done, well done, our soul has prevailed." For even if they have at some time said this with their mouth, they will not say it in their hearts; nor will they declare: "We have swallowed him up," seeing my resurrection and the establishment of my church throughout the whole world. For he who has once gone into the deep and never risen again is swallowed up; thus death once swallowed, having prevailed. But even there, those who were swallowed returned. Therefore it is said: "And again God removed every tear from every face.
Καὶ ἐνταῦθα τοίνυν, εἰ καὶ πρὸς καιρόν τινα ἔδοξαν αὐτὸν καταπίνειν, ἀλλ’ οὐκ εἰς τέλος, φησίν, ἐροῦσι προφητικῶς κατ’ αὐτὰ θεσπίζων· αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ’ ἐμέ. καὶ ταῦτα δὲ ὅπως τέλους ἔτυχεν ἀναφερόμενα ἐπὶ τὸ τοῦ σωτῆρος ἡμῶν πρόσωπον, ῥᾴδιον δὴ ἰδεῖν· ἐξ ἐκείνου γὰρ καὶ εἰς δεῦρο τοῦ χρόνου ἀπερριμμένοι καὶ ἀπόβλητοι τυγχάνουσι πάλαι κομῶντες ἐπὶ πολλοῖς χαρίσμασιν, οἱ δ’ ἐξ ἁπάντων τῶν ἐθνῶν τὸν ὑπ’ αὐτῶν ἀνῃρημένον παραδεδεγμένοι τῆς μὲν πολυθέου πλάνης ἠλευθέρωνται, τὸν δ’ ἐπὶ πάντων θεὸν εὐσεβοῦντες διατελοῦσιν. εἶθ’ οἱ μὲν αἰσχύνην καταχεάμενοι ἐφ’ οἷς ἔδρασαν, ἐνετράπησαν, οἱ δὲ χαρᾷ καὶ παρρησίας ὁσημέραι πληροῦνται ὡς πληροῦσθαι τὸ παρὰ Μωϋσεῖ λόγιον φῆσαν πρὸς τὸν Ἰουδαίων λαόν· ὁ προσήλυτος ὁ ἐν ὑμῖν ἔσται ἄνω ἄνω, σὺ δὲ ἔσῃ κάτω κάτω· αὐτός σου ἔσται κεφαλή, σὺ δὲ ἔσῃ οὐρά. Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. Ἡ μὲν ἀρχὴ τῆς προφητείας δίκην καὶ πόλεμον ἐπελεύσεσθαι ἠπείλει κατὰ τῶν ἀδικησάντων καὶ πολεμησάντων τὸν προφητευόμενον, τὰ δὲ μέσα τὸν τρόπον αὐτῶν διέβαλλε· τὰ δὲ ἐπὶ τέλει τὴν καταλαβοῦσαν αὐτοὺς διέγραφεν αἰσχύνην καὶ ἐντροπήν.
And here, therefore, even if for a time they seemed to swallow him, yet not to the end, he says, they will speak, prophesying accordingly in a prophetic manner: Let them be shamed and disgraced together, those who rejoice at my misfortunes; let them put on shame and disgrace, those who boast against me. And that these things came to fulfillment when referred to the person of our Savior, it is easy to see; for from that time until now, those who once boasted in many gifts are cast off and rejected, while those from all nations who have received the one slain by them have been freed from polytheistic error and continue to worship the God over all. Then, those who poured shame on themselves for what they did were disgraced, while the others are filled daily with joy and confidence, as the saying from Moses is fulfilled, which spoke to the Jewish people: The proselyte among you will be above, above, and you will be below, below; he will be your head, and you will be the tail. Let those who desire my righteousness rejoice and be glad, and let them say continually: Let the Lord be magnified, those who desire the peace of his servant. And my tongue will meditate on your righteousness, all the day your praise. The beginning of the prophecy threatened judgment and war to come against those who wronged and warred against the one prophesied, the middle part exposed their manner, and the end described the shame and disgrace that overtook them.
ἡ δὲ τῆς ὅλης προφητείας περιγραφὴ ἀγαλλίασιν καὶ εὐφροσύνην καὶ ἀγαθὰ πάντας εὐαγγελίζεται τοὺς τὴν δικαιοσύνην αὐτοῦ θέλοντας. νοήσεις δὲ τὴν αὐτοῦ δικαιοσύνην θεότητα αὐτοῦ ἐκλαβών· ἐπειδὴ αὐτὸς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. οἱ γοῦν ταύτην νοήσαντες ἀγαλλιάσαιντο, φησίν, καὶ εὐφρανθείησαν· τούτους δὲ καὶ διδάσκει λέγειν ἀεί· μεγαλυνθήτω ὁ κύριος, εἰ δὴ ἀσπάζοιντο τὴν πρὸς τὸν προφητευόμενον εἰρήνην, ἐπεὶ οἱ ἀράμενοι πρὸς αὐτὸν ἔχθραν δίκην δεδώκασιν τὴν ἀξίαν. εἴη δ’ ἂν αὕτη ἡ εἰρήνη αὐτοῦ, ἣν ἐχαρίζετο τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.
Καὶ ταῦτα μὲν περὶ τῶν ἐθελόντων καὶ ἀγαπώντων τὴν εἰρήνην αὐτοῦ τήν τε δικαιοσύνην αὐτοῦ τιμώντων. λοιπὸν δὲ αὐτὸς περὶ ἑαυτοῦ τὸ τέλος τοῦ παντὸς λόγου ἐπισφραγίζεται φάσκων· καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου; τούτων, φησίν, γενομένων ἐπί τε τοὺς ἀγαπῶντάς με καὶ μισοῦντάς με οὐ παύσομαι μελετῶν τὴν δικαιοσύνην σου καὶ ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου, οὐχὶ πάσας τὰς ἡμέρας, ἀλλὰ μίαν μόνην τὴν ἄπειρον καὶ διηνεκῆ· ἡ γὰρ παρὰ σοὶ μονὴ καὶ διατριβὴ ἡμέρα αἰώνιος τυγχάνει. μελετήσω δὲ αὐτὴν ἀνυμνῶν, καθ’ ἣν τὰ δίκαια κρίνας οὐχ ἓν ἔθνος, ἀλλὰ πάντα τὰ καθ’ ὅλης τῆς οἰκουμένης τῆς σῆς χάριτος καὶ κλήσεως κατηξίωσας.
The conclusion of the whole prophecy announces joy and gladness and good things to all who desire his righteousness. And you will understand his righteousness as his divinity, since he became for us wisdom from God, righteousness, sanctification, and redemption. Therefore, those who have understood this, he says, would rejoice and be glad; and he teaches these to say always: Let the Lord be magnified, if indeed they would embrace peace with the one prophesied, since those who took up enmity against him have paid the fitting penalty. And this would be his peace, which he granted to his own disciples, saying: I give you my peace, I leave you my peace.
And these things concern those who are willing and love his peace and honor his righteousness. Finally, he himself seals the end of the whole discourse concerning himself, saying: And my tongue will meditate on your righteousness, all the day your praise? When these things have happened, he says, both to those who love me and those who hate me, I will not cease meditating on your righteousness and all the day your praise—not all days, but one single day, the infinite and perpetual one; for the abode and sojourn with you is an eternal day. And I will meditate on it by hymning, according to which, having judged justly, you deemed worthy not one nation, but all throughout the whole world, of your grace and calling.
Καθ’ ἑτέραν δὲ διάνοιαν, ἐπεὶ σῶμά ἐσμεν Χριστοῦ καὶ μέλη ἐκ μέρους οἱ ἀσκηταὶ τῶν θείων μαθημάτων, λέγοιντο ἂν αὐτοῦ γλῶσσα ὡς δύνασθαι καὶ εἰς αὐτοὺς ἀναφέρεσθαι τὰ προκείμενα.
Εἰς τὸ τέλος· τῷ δούλῳ κυρίου τῷ Δαυίδ.
Οὔτε ψαλμὸς οὔτε ᾠδὴ οὔτε τι τοιοῦτον ἐπιγέγραπται, διδασκαλίαν δὲ περιέχει κατὰ μὲν τὴν ἀρχὴν ἐλέγχουσαν πάντα τὸν ἄφοβον καὶ ἀνευλαβῆ καὶ διὰ τοῦτο πάσαις παρανομίαις ἐκδεδομένον, κατὰ δὲ τὸ συμπέρασμα τὸ τῶν τοιούτων τέλος. εἰπὼν γοῦν ἐν ἀρχῇ· φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, πρὸς τῷ τέλει· ἐκεῖ ἔπεσαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ δυνήσονται στῆναι. κατὰ δὲ τὰ μέσα θεολογίαν περιέχει καὶ τῶν θεοφιλῶν ἀνδρῶν ἀγαθὰς ἐλπίδας. λέλεκται δὲ ταῦτα τῷ δούλῳ κυρίου τῷ Δαυίδ. τοῦτο γὰρ ἡ προγραφὴ σημαίνει· ὅς ἀφορίσας ἑαυτὸν τῆς τῶν παρανόμων τάξεως συνῆψε τῇ τοῦ θεοῦ ἱκετείᾳ τῷ νόμῳ καὶ ταῖς τοῦ θεοῦ διαταγαῖς ἑαυτὸν καταδουλώσας. διδάσκει δὲ καὶ τοὺς λοιποὺς ἀνθρώπους τὰ ὅμοια αὑτῷ πράττειν καὶ μὴ συναπάγεσθαι τοῖς παρανόμοις.
According to another interpretation, since we are the body of Christ and members in part, the ascetics of divine teachings could be called his tongue, so that the present words might also be referred to them.
To the end: to the servant of the Lord, David.
Neither a psalm nor an ode nor anything of that sort is inscribed, but it contains a teaching which at the beginning refutes every person who is without fear and irreverent and therefore given over to all lawlessness, and at the conclusion the end of such persons. Having said at the beginning, "The lawless one says to himself to sin," near the end, "There all who work lawlessness fell, they were thrust out and will not be able to stand." In the middle parts it contains theology and good hopes for God-loving men. These things have been said to the servant of the Lord, David. For this is what the inscription signifies: he, having separated himself from the order of the lawless, joined in supplication to God, having enslaved himself to the law and the ordinances of God. And he teaches the rest of men to do the same things as he does and not to be carried away with the lawless.
Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ· ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι· ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ.
Σαφέστερον δὲ τὰ προκείμενα ἡρμήνευσεν ὁ Σύμμαχος τοῦτον ἀποδοὺς τὸν τρόπον· φησὶν περὶ ἀσυνθεσίας τοῦ ἀσεβοῦς ἔνδοθεν ἡ καρδία μου· οὐ πρόκειται ὁ φόβος θεοῦ ἄντικρυς τῶν ὀφθαλμῶν αὐτοῦ. ὅτι ἐξολισθαίνειν τὰ περὶ αὐτοῦ δοκεῖ τοῦ εὑρεθῆναι τὴν ἀδικίαν αὐτοῦ εἰς τὸ μισηθῆναι αὐτήν. διὰ τούτων γὰρ αὐτὸς ὁ Δαυὶδ ἐμοῦ, φησίν· ἡ καρδία καὶ ὁ ἐμὸς λογισμὸς ταῦτα περὶ τοῦ ἀσεβοῦς ἀνδρὸς ἐνενόησε. τὴν γὰρ θεωρητικὴν αὐτοῦ δύναμιν, δι’ ἧς ἐδύνατο γνῶναι τὸν φόβον τοῦ θεοῦ, ἐδόλωσεν αὐτοὺς ἑαυτὸν τῆς διανοίας αὐτοῦ τοὺς ὀφθαλμοὺς διαστρέψας. διὸ κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν· ἐν ὀφθαλμοῖς αὐτοῦ εἴρηται δεδολωκέναι τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. οὕτω, φησίν, ἑαυτὸν διέστρεψε καὶ τὸν φόβον τοῦ θεοῦ τῶν ἑαυτοῦ ἀπέρριψεν ὀφθαλμῶν ὡς τὴν ἀνομίαν αὐτοῦ προφανῆ τυγχάνειν καὶ πάλιν ὁρᾶσθαι καὶ εὑρίσκεσθαι καὶ διὰ τοῦτο μίσους ἀξίαν εἶναι. ἀκαλύπτως δὲ ὁ τοιοῦτος ἐξέδωκεν ἑαυτὸν τῇ ἁμαρτίᾳ ὡς καὶ τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομίαν εἶναι καὶ δόλον. πάνυ δὲ ταῦτα ἑκὼν εἵλετο, ἅτε δὴ αὐτεξούσιος ὤν καὶ δυνάμενος μὲν τὴν ἀγαθὴν μετελθεῖν ὁδόν, μὴ βουληθεὶς δέ· διὸ λέλεκται· οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι, ἀνομίαν δὲ διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ·
The lawless one says within himself that there is no sinning, there is no fear of God before his eyes; because he has falsified before himself to find his lawlessness and hate it. The words of his mouth are lawlessness and deceit; he did not wish to understand so as to do good; he devised lawlessness upon his bed.
Symmachus interpreted the present passage more clearly, rendering it in this manner: he speaks concerning the faithlessness of the impious: my heart within; the fear of God is not set directly before his eyes. Because it seems that matters concerning him slip away, so that his injustice may be found in order to be hated. For through these things David himself says to me: my heart and my reasoning have considered these things concerning the impious man. For he falsified his theoretical faculty, through which he was able to know the fear of God, having twisted the eyes of his own mind. Therefore, according to the Hebrew reading, it is said that he has falsified in his eyes to find his lawlessness and hate it. Thus, he says, he twisted himself and cast the fear of God from his own eyes, so that his lawlessness becomes evident and is again seen and found, and for this reason is worthy of hatred. Such a man has uncovered himself and given himself over to sin, so that even the words of his mouth are lawlessness and deceit. He chose these things entirely willingly, since he is self-determined and able to follow the good path, but did not wish to; therefore it is said: he did not wish to understand so as to do good, but he devised lawlessness upon his bed.
οὐδὲ γὰρ κατὰ τὸν καιρὸν τῆς ἡσυχίας ἐν ᾧ μετὰ τὰς μεθημερινὰς πράξεις ἑαυτοὺς ἐπιδιδόασιν ἄνθρωποι ἠρεμίᾳ καὶ εὐσταθείᾳ καὶ ὕπνῳ, ἐν καταστάσει γαλήνῃ γέγονεν ὁ τοιοῦτος· ἀλλὰ καὶ ἐν τούτῳ τῷ καιρῷ ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ.
Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν· ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ, τὰ κρίματά σου ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε. ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς· ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Σφόδρα ἀκολούθως μετὰ τὴν ὑπογραφὴν τῆς τοῦ παρανόμου κακίας τὸν ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ θεοῦ μακροθυμίας παρίστησιν, δι’ ἧς καὶ τῶν παρανόμων καὶ ἀσεβῶν ἀνδρῶν ἀνέχεται διδάσκων, ὅτι ὁ πλοῦτος τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας ἐλέου πεπλήρωται μεγάλου. καὶ τοῦτο τὸ ἔλεος τοῦ θεοῦ αἴτιον τυγχάνει τῆς τῶν ἁμαρτωλῶν καὶ ἀσεβῶν ἀνδρῶν ζωῆς τε καὶ εὐθυμίας. τὸν μὲν οὖν θησαυρὸν τοῦ ἐλέους αὐτοῦ τεταμιεῦσθαί φησιν ἐν τῷ οὐρανῷ, ἀλλὰ καὶ τὴν ἀλήθειαν αὐτοῦ εἶναι παρ’ αὐτῷ πληροῦντες πάντα τὰ ὑπερουράνια· ὅμως δὲ καὶ μέχρι τῶν νεφελῶν, ἢ μέχρι τῶν αἰθέρων κατὰ τὸν Σύμμαχον, διήκειν. οὕτω γοῦν καὶ ἐν ἑτέρῳ λέλεκται· ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. ἔστι μὲν οὖν ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ οὐρανῷ, δίκην δὲ ὑετοῦ φερομένου διὰ νεφῶν καὶ μέχρι τῆς γῆς ἐπιστάζει. διὸ εἴρηται· καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.
For not even at the time of rest, when after their daily activities men give themselves over to tranquility and stability and sleep, has such a one come into a calm state; but even at this time he devised lawlessness upon his bed.
Lord, your mercy is in heaven, and your truth reaches to the clouds; your righteousness is like the mountains of God, your judgments are a great abyss; you will save men and beasts, Lord. How you have multiplied your mercy, O God; and the sons of men will hope under the shelter of your wings. They will be intoxicated with the fatness of your house, and you will water them with the torrent of your delight; for with you is the spring of life, in your light we shall see light.
Very consistently, after the description of the lawless one's wickedness, he presents the surpassing wealth of God's forbearance, through which he endures even lawless and impious men, teaching that the wealth of his goodness and tolerance and forbearance is filled with great mercy. And this mercy of God is the cause of the life and well-being of sinful and impious men. He says that the treasure of his mercy is stored up in heaven, but also that his truth is with him, filling all the supra-celestial regions; yet it also extends as far as the clouds, or as far as the ethers according to Symmachus. Thus, indeed, it is said elsewhere: "In heaven your truth will be prepared." So the truth of God is in heaven, but like rain carried through clouds, it drips down even to the earth. Therefore it is said: "And your truth reaches to the clouds.
ἐκ δὲ τῶν λεγομένων νεφελῶν καὶ εἰς ἀνθρώπους προχέεται ἡ τοῦ θεοῦ ἀλήθεια· νεφέλας δὲ τοὺς προφήτας ἢ τὰς ἀγγελικὰς δυνάμεις, δι’ ὧν ἡ ἀλήθεια τοῦ θεοῦ καὶ εἰς ἀνθρώπους κατελήλυθεν, εἴωθεν ὁ λόγος ὀνομάζειν. οὕτω λέλεκται ἐν Ἡσαΐᾳ· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν, δηλαδὴ εἰς τὸν Ἰουδαίων λαόν, ἀμπελῶνα τροπικῶς ὠνομασμένον.
Ἔτι πρὸς τούτοις ἡ δικαιοσύνη σου, φησίν, ὦ κύριε, μεγάλη τυγχάνει καὶ ὑψηλή, ὄρεσι παραβαλλομένη καὶ ὄρεσι θεοῦ καὶ πρὸς τούτοις τὰ κρίματά σου ἀκατάληπτα· ὡς γὰρ ἡ καλουμένη ἄβυσσος ἄπειρός ἐστιν ἀνθρώποις καὶ ἀκατάληπτος, ὃ δὴ σημαίνει ὁ φήσας λόγος· τιθεὶς ἐν θησαυροῖς ἀβύσσους· οὕτως καὶ τὰ σὰ κρίματα, ὦ κύριε, τὰ ἐκ τῆς σῆς δικαιοσύνης φερόμενα, ὡς ἡ ἄβυσσός ἐστι πολλή. ἀντὶ δὲ τοῦ· ἡ δικαιοσύνη σου ὡς ὄρη θεοῦ, ὁ Ἀκύλας· δικαιοσύνη σου ὡς ὄρη ἰσχυρά, ἡρμήνευσε. τούτων δὲ πάντων εὐκαίρως ἐμνημόνευσεν ὁ λόγος δεικνύς, ὅτι διὰ τὸ ἔλεός σου τοῦ θεοῦ τὸ ἐν τῷ οὐρανῷ καὶ διὰ τὴν ἀλήθειαν αὐτοῦ καὶ διὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ διὰ τό· ὡς ἄβυσσος πολλὴ ἀκατάληπτα τὰ κρίματα αὐτοῦ, καὶ ἀσεβεῖς καὶ ἄθεοι καὶ ἁμαρτωλοὶ οὐ μόνον ζωῆς ἀπολαύουσιν, ἀλλὰ καὶ τῶν λοιπῶν τῶν ἀπὸ τῆς φιλανθρωπίας αὐτοῦ χορηγουμένων. διὸ ἐπιλέγεται·
From the so-called clouds, the truth of God is poured out even to men. The Word is accustomed to call "clouds" the prophets or the angelic powers, through whom the truth of God has come down even to men. Thus it is said in Isaiah: "And I will command the clouds not to rain upon him," that is, upon the Jewish people, tropically called a vineyard.
Furthermore, "Your righteousness," he says, "O Lord, is great and high, compared to mountains, and to the mountains of God, and besides, your judgments are incomprehensible." For just as the so-called abyss is infinite and incomprehensible to men—which the saying "placing in treasuries abysses" signifies—so also your judgments, O Lord, which proceed from your righteousness, are as great as the abyss. Instead of "Your righteousness is like the mountains of God," Aquila rendered: "Your righteousness is like strong mountains." The Word opportunely recalled all these things, showing that because of your mercy, O God, which is in heaven, and because of his truth, and because of his righteousness, and because "his judgments are incomprehensible as a great abyss," not only do the impious, the godless, and the sinners enjoy life, but also the other things supplied by his philanthropy. Therefore it is added:
ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε, ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός.
Διὰ γὰρ τὰ κρίματά σου τὰ ὡς ἄβυσσος πολλή, καὶ διὰ τὴν δικαιοσύνην σου καὶ τὴν ἀλήθειάν σου τὴν ἐν τῷ οὐρανῷ, ἄνθρωποι καὶ κτήνη κατὰ τὸ αὐτὸ σῴζονται· οὕτως ἐπλήθυνας τὸ ἔλεός σου, θεός, ὡς μὴ μόνον τοὺς ἀξίους τῆς ἐκ σοῦ ζωῆς μεταλαμβάνειν, ἀλλὰ καὶ τοὺς κτηνώδεις καὶ ἀνοήτους τῶν ἀνθρώπων· ἐπειδὴ γὰρ πολλοὶ μέμφονται καὶ καταιτιῶνται, ἵνα τί ἀσεβεῖς εὐθηνοῦσι καὶ τῶν τοῦ θεοῦ ἀγαθῶν ἀπολαύουσιν; ἀναγκαίως διδάσκει, ὅτι πολυέλεός ἐστιν. ἀλλ’ εἰ μὲν ἦν ἔλεος μόνον καὶ φιλανθρωπία, οὐδὲν ἐκώλυεν τὸν τῶν ἁμαρτωλῶν μετέρχεσθαι βίον, διδάσκει δέ, ὅτι σὺν τῷ ἐλέῳ ἀνακέκραται ἀλήθεια καὶ δικαιοσύνη ὡς τῆς δικαιοσύνης καὶ τῆς ἀληθεία ς διαληψομένης τοὺς ἁμαρτωλοὺς μετὰ τὸ ἔλεος· εἰ γὰρ μὴ ὠφελοῖντο τῷ ἐλέῳ καὶ τῇ μακροθυμίᾳ τοῦ θεοῦ, ἡ δικαιοσύνη αὐτοῦ καὶ ἡ ἀλήθεια μετελεύσεται αὐτούς· ὑποβληθήσονται γὰρ κρίσει δικαίᾳ· ἔστι γάρ, ἔστιν ἀπόρρητα τὰ κρίματα τοῦ θεοῦ πολύς τε καὶ ἄπειρος βυθὸς ἤ, καθὼς ἡ γραφή φησιν, ἄβυσσος πολλὴ ἐν τῷ λόγῳ τῶν κριμάτων αὐτοῦ περιέχεται. ταῦτα τοίνυν μένει τοὺς ἀσεβεῖς.
You will save men and beasts, Lord, as you have multiplied your mercy, O God.
For because of your judgments, which are like a great abyss, and because of your justice and your truth in heaven, men and beasts are saved alike; thus you have multiplied your mercy, O God, so that not only those worthy of life from you partake of it, but also the beastly and senseless among men. Since many blame and complain, asking why the impious prosper and enjoy the good things of God, it necessarily teaches that he is full of mercy. But if it were only mercy and philanthropy, nothing would prevent one from pursuing the life of sinners; it teaches, however, that truth and justice are mingled with mercy, since justice and truth will take hold of sinners after mercy. For if they are not benefited by the mercy and forbearance of God, his justice and truth will overtake them; they will be subjected to a just judgment. For there are, there exist ineffable judgments of God, a vast and infinite depth, or, as Scripture says, a great abyss is contained in the word of his judgments. These, then, await the impious.
Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Ἐπειδὴ τὰ κρίματά σου ἄβυσσος πολλή, εἰκότως οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ κτηνῶν προνοεῖς· οὕτως ἐπλήθυνας τὸ ἔλεός σου, ὁ θεός. ἔστι δ’ ἔτι παρὰ ταῦτα ἐξαίρετον τάγμα τῶν μετὰ τὰ προλεχθέντα ὀνομαζομένων υἱῶν ἀνθρώπων, οἵτινες πλέον τι ἔχοντες τῶν ἀνθρώπων καὶ τῶν κτηνῶν τῶν ὑπὸ σοῦ σῳζομένων κατηξίωνται ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπίζειν, ἢ κατὰ τὸν Σύμμαχον· ὑπὸ σκιὰν τῶν πτερύγων σου ἀμεριμνοῦσι. τοὺς γὰρ ἐπὶ σὲ ἠλπικότας καὶ ἀφωρισμένους τοῦ τάγματος τῶν διαβεβλημένων σὺ αὐτὸς ὁ θεὸς ταῖς ἑαυτοῦ πτέρυξι περιέπεις καὶ σκέπεις. καὶ ἐπεὶ ἤλπισαν οὗτοι ἀγαθὴν ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. οἶκος μὲν τοῦ θεοῦ ἐστιν ἡ ἐκκλησία αὐτοῦ· πιότης δὲ τοῦ οἴκου τὰ θεόπνευστα ἀναγνώσματα· μέθη δὲ σώφρων καὶ νηφάλιος ἡ ἀπὸ τῶν ἀναγνωσμάτων ὠφέλεια· χείμαρρος δὲ τρυφῆς, ἐξ οὗ ποτίζονται οἱ ἐπὶ σκέπῃ τῶν πτερύγων αὐτοῦ ἠλπικότες, ὁ ἐν ἐκκλησίᾳ τοῦ θεοῦ ποταμός, περὶ οὗ λέλεκται· τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, καί· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων. χείμαρρος δὲ τρυφῆς ὁ Χριστὸς διὰ τὸ πρόσκαιρον τῆς ἐν ἀνθρώποις ἐπιφανείας αὐτοῦ. ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ζωὴν δὲ ὄντα ἔγνωμεν τὸν Χριστὸν ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας, δι’ ἧς αὐτὸς ὁ σωτὴρ διδάσκει λέγων·
And the sons of men will hope under the shelter of your wings. They will be intoxicated with the richness of your house, and you will water them with the torrent of your delight. For with you is the fountain of life; in your light we will see light.
Since your judgments are a great abyss, it is fitting that you provide not only for men but also for beasts; thus you have multiplied your mercy, O God. Yet beyond these there is also a distinct order of those called sons of men, mentioned after the foregoing, who, having something more than the men and beasts saved by you, have been deemed worthy to hope under the shelter of your wings, or, according to Symmachus, to be free from care under the shadow of your wings. For those who have hoped in you and have been separated from the order of the reprobate, you yourself, O God, encompass and shelter with your own wings. And since these have hoped a good hope, and hope does not disappoint, they will be intoxicated with the richness of your house, and you will water them with the torrent of your delight. The house of God is his church; the richness of the house is the divinely inspired readings; the intoxication, sober and temperate, is the benefit derived from the readings; the torrent of delight, from which those who have hoped under the shelter of his wings are watered, is the river in the church of God, concerning which it is said: the streams of the river gladden the city of God, and: the river of God was filled with waters. The torrent of delight is Christ, because of the temporary nature of his manifestation among men. For with you is the fountain of life. And we have known Christ to be life from the gospel teaching, through which the Savior himself teaches, saying:
ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. ἀλλὰ καί· ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. διὸ καὶ ἐνταῦθα τῇ ζωῇ συνῆπται τὸ φῶς συμφώνως τῷ Εὐαγγελίῳ· μετὰ γὰρ φάναι· ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐπιλέγεται· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. φωτὸς γὰρ λογικοῦ χορηγητικὴ τυγχάνει αὕτη ἡ ζωή. διὸ λέγεται· καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. οἱ δὲ τούτων μεταλαβόντες τέλος ἕξουσι τοῦ φωτὸς τὴν θέαν.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ.
Τοῖς μὴ γινώσκουσιν αὐτὸν πρόσκαιρον ἔσται τὸ ἔλεος· τοῖς δὲ γινώσκουσί σε, σῶτερ, παράτεινον τὸ ἔλεός σου καὶ τὴν δικαιοσύνην σου, ἐν ᾗ κατ’ ἀξίαν κρίνων τοῖς μὲν ἀποδώσεις κατὰ τὰ ἔργα αὐτῶν, τοῖς δὲ πιστώσεις τὰς σὰς ἐπαγγελίας. ἀντὶ δὲ τοῦ· καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ, ὁ Σύμμαχος· καὶ τὴν ἐλεημοσύνην σου τοῖς ἁπλοῖς τὴν καρδίαν, ἐξέδωκε.
Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με. ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.
I am the light and the truth and the life. But also: “What came into being in him was life, and the life was the light of men.” Therefore here too the light is joined with life in agreement with the Gospel; for after saying, “With you is the fountain of life,” it adds, “In your light we shall see light.” For this life is capable of supplying rational light. Hence it is said, “And the life was the light of men.” And those who partake of these will have the vision of light as their end.
Extend your mercy to those who know you and your righteousness to those upright in heart.
To those who do not know him, mercy will be temporary; but to those who know you, Savior, extend your mercy and your righteousness, in which, judging according to worth, you will repay some according to their deeds, and you will confirm your promises to others. And instead of “and your righteousness to those upright in heart,” Symmachus rendered, “and your almsgiving to those simple in heart.”
Let not the foot of pride come to me, and let not the hand of sinners shake me. There fell those who work lawlessness; they were thrust out and cannot stand.
Ὡσεὶ σαφέστερον ἔλεγεν· μὴ γενοίμην ὑπερήφανος μηδὲ κτησαίμην χεῖρα καὶ πράξεις ἁμαρτωλῶν· ταῦτα γὰρ σαλεύειν εἴωθε καὶ μετακινεῖν τῆς παρὰ σοὶ τῷ θεῷ στάσεως τοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξωσθησομένους.
Ἀντὶ δὲ τοῦ· ἐκεῖ ἔπεσον, ὁ Σύμμαχος· ὅπου πίπτουσιν οἱ ἐργαζόμενοι τὴν ἀδικίαν, ἐξέδωκε. μὴ γὰρ γενοίμην, φησίν, ἐκεῖ, ἔνθα οἱ σαλευθέντες πίπτουσι, καὶ πεσόντες ἐξωθοῦνται, καὶ ἐξωσθέντες οὐκέτι ἐπανελθεῖν δυνήσονται. ἀκολούθως δὲ αὐτὰ ἔφη μετὰ τὸ ὑπογράψαι, ὁποῖον ἔσται τὸ τέλος τῶν ἐν τῇ σκέπῃ τοῦ θεοῦ ἠλπικότων ἐπαναλαμβάνων τὴν μνήμην τοῦ κατ’ ἀρχὰς παρανόμου, ὃς ἔφασκεν ἐν ἑαυτῷ τοῦ ἁμαρτάνειν καὶ τῶν ἐκείνῳ παραπλησίων.
Τοῦ Δαυίδ. Μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν.
Ἐπειδὴ γὰρ ἐν ἐκείνῳ εἰσῆγε τὸν παράνομον παρορμῶντα ἑαυτὸν εἰς ἁμαρτίας τόν τε βίον ὑπέγραφε τοῦ τοιούτου καὶ τὸ τέλος τῆς καταστροφῆς αὐτοῦ, ἀκολούθως ἐπὶ τοῦ παρόντος παραινεῖ φεύγειν τοὺς τῶν παρανόμων τρόπους μηδὲ τὰς ὁμοίους αὐτῶν πράξεις ζηλοῦν. ἐπεὶ δ’ ἕτερόν ἐστι τοῦ ζηλοῦν τὸ παραζηλοῦν, ἐρεῖς, ὅτι τὸ ἐρεθίζειν καὶ εἰς ζηλοτυπίαν ἐγείρειν τοῦτό ἐστι τὸ παραζηλοῦν. ὅθεν ὁ μὲν Ἀκύλας ἡρμήνευσεν· μὴ διαμάχου ἐν πονηρευομένοις· ὁ δὲ Σύμμαχος· μὴ φιλονείκει κακούργοις. νοήσεις δὲ τὸ εἰρημένον καὶ ἀπὸ τοῦ· αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. οὕτω καὶ ὁ ἀπόστολος γράφων Κορινθίοις ἔλεγεν· ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
As if he were saying more clearly: may I not become arrogant, nor acquire the hand and deeds of sinners; for these things are accustomed to shake and dislodge from their station with you, God, those who will be thrust out into the outer darkness.
And instead of "there I fell," Symmachus rendered: "where those who work injustice fall." For may I not be there, he says, where those who are shaken fall, and having fallen are thrust out, and having been thrust out are no longer able to return. And he spoke these things consistently after describing what the end will be of those who have hoped in the shelter of God, resuming the mention of the lawless one from the beginning, who asserted within himself the sinning and those like him.
Of David. Do not be jealous among those who are evil, nor envy those who do lawlessness.
For since in that passage he introduced the lawless one urging himself into sins and described the life of such a one and the end of his destruction, consistently in the present passage he exhorts to flee the ways of the lawless and not to emulate their similar deeds. But since "to be jealous" is one thing and "to be rivalrous" another, you will say that to provoke and to rouse to jealousy is what "to be rivalrous" means. Hence Aquila translated: "do not contend among those who are evil"; and Symmachus: "do not be quarrelsome with wrongdoers." You will understand what is said also from: "they provoked me against not God, they angered me with their idols; and I will provoke them against not a nation, I will anger them against a senseless nation." Thus also the apostle, writing to the Corinthians, said: "Or do we provoke the Lord? Are we not stronger than he?
Τὸ δὲ ζηλοῦν τοῦ βούλεσθαι καὶ ἑαυτῷ ὑπάρχειν, ὃ νομίζει τῷ πέλας παρεῖναι, ἀγαθόν. καὶ ἔστι τὸ ζηλοῦν μέσον· πολλάκις γὰρ ὁ ζῆλος, περὶ οὗ ὁ αὐτός φησιν· ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλ’ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν. φθόνος μὲν οὖν οὐκ ἂν γένοιτό ποτε ἀγαθός· λύπη γάρ ἐστιν ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ· ζῆλος δέ ἐστιν ὅτε γίνεται ἀγαθὸς καθὼς ἀποδεδώκαμεν. ἐνταῦθα δὲ ὁ λόγος κατὰ μὲν τὸν Ἀκύλαν μὴ διαμάχεσθαι ἐν πονηρευομένοις παραινεῖ, κατὰ δὲ Σύμμαχον, μὴ φιλονεικεῖν ἐν κακούργοις, κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, μὴ ἐρεθίζεσθαι ἐν πονηρευομένοις· κατὰ δὲ τοὺς Ἑβδομήκοντα· μὴ παροξύνου, φησίν, μηδὲ ἐρεθίζου ὁρῶν ἑτέρους πονηρευομένους μηδέ σε ἐγειρέτωσαν εὐθηνούμενοι κακοὶ ἐπὶ τὸ καὶ ἐθέλειν ὁμοίως αὐτοῖς εὐπραγεῖν· ἐκεῖνοι μὲν γὰρ εὐθηνούμενοι καὶ τρυφῶντες παραζηλοῦσί σε· σὺ δὲ μὴ παραζήλου μηδὲ παροξύνου, ἀλλὰ μηδὲ ζήλου τοὺς ποιοῦντας ἀνομίαν μηδὲ μακάριζε αὐτοὺς καὶ ἐν ἀγαθοῖς εἶναι νόμιζε μηδ’ εὔχου καὶ σαυτὸν ὁμοίως αὐτοῖς πράττειν.
To be envious is to wish and to have for oneself what one thinks is present in one's neighbor, which is good. And to be envious is a middle term; for often envy, concerning which the same author says: they envy you not rightly, but they wish to exclude you. Jealousy, then, could never be good; for it is grief at the neighbor's good fortune. But envy is sometimes good, as we have explained. Here the passage, according to Aquila, exhorts not to contend with those who are doing evil; according to Symmachus, not to be contentious with evildoers; according to the fifth edition, not to be provoked by those who are doing evil; according to the Septuagint: do not be provoked, he says, nor irritated seeing others doing evil, nor let prosperous evil men rouse you to wish to prosper likewise; for they, being prosperous and luxurious, provoke you; but do not be provoked nor irritated, nor even envy those who do lawlessness, nor consider them blessed and in good circumstances, nor pray that you yourself act likewise.
Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται.
Εἶτα τὴν αἰτίαν διδάσκει λέγων, ὅτι τὸ τέλος αὐτῶν τοιοῦτόν ἐστιν, ὁποῖον τὸ τοῦ χόρτου, ὃς πρὸς ὀλίγον ἀνθήσας ταχὺ ἀποξηραίνεται. πᾶσα γὰρ σὰρξ χόρτος καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. ἀλλὰ καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται οὐδὲ γεωργουμένοις λαχάνοις ἄξιοί εἰσι παραβάλλεσθαι. τί οὖν ἄξιον ζηλοῦν τούτους, οἳ πρὸς ὀλίγον ἀνθήσαντες αὔριον εἰς κλίβανον βάλλονται, ὡς ἐδίδαξεν ὁ σωτήρ;
bἜλπισον ἐπὶ κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γῆν καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς: κατατρύφησον τοῦ κυρίου καὶ δῴη σοι πάντα τὰ αἰτήματα τῆς καρδίας σου.
Ἀποστρέψας τοῦ ζήλου τῶν πονηρῶν διὰ τῶν πρώτων εὐθὺς ἐκ παραλλήλου τὴν ὀρθὴν καὶ βασιλικὴν ὁδὸν τίθησι δεικνὺς ὁποίαν χρὴ βαδίζειν. διό φησιν· ἄνω βλέπε, ὦ οὗτος, ἀφορῶν εἰς τὸν τῶν ὅλων κυβερνήτην καὶ αὐτὸν σεαυτοῦ ἐλπίδα θέμενος θάρσει ὡς ἐπὶ μεγάλην ἄγκυραν ἡδρασμένος, καὶ τὰ μὲν τῆς διανοίας σου ταύτην ἐχέτω τὴν ἐλπίδα, ταῖς δὲ πράξεσιν ἐργάζου καὶ ποίει χρηστότητα ὡσανεὶ σπόρους σαυτῷ βαλλόμενος ἐπ’ ἀγαθῇ καρπῶν συγκομιδῇ. ταῦτα δὲ τὰ δύο κτησάμενος, μηκέτι περί τινος ἀγωνία. κατασκήνου τὴν γῆν ἀμερίμνως, καὶ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν ὥσπερ ἐν σκηνῇ πρὸς ὀλίγον ἑστὼς δίαγε· ποιμανθήσῃ γὰρ δίκην θρέμματος ἀγαθοῦ ὑπὸ ποιμένι καλῷ ποιμαινόμενος. εἰ γάρ τίς ἐστιν ἐν ἀνθρώποις ἀληθινὸς ψυχῆς πλοῦτος ὁ ἐν θείοις δόγμασι καὶ τοῖς τῶν θείων ἀναγνωσμάτων μαθήμασι τούτων ἀπολαύσεις ὥστε λέγειν· κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.
That they will be dried up quickly like grass.
Then he teaches the cause, saying that their end is such as that of grass, which, having bloomed for a short time, is quickly dried up. For all flesh is grass, and all its glory is like the flower of grass. The grass is dried up, and the flower has fallen off. But also, they will fall off quickly like garden herbs; they are not even worthy to be compared to cultivated vegetables. What, then, is worthy of envy in these, who, having bloomed for a short time, are thrown into the oven tomorrow, as the Savior taught?
Hope in the Lord and do kindness, and pitch your tent on the earth, and you will be pastured on its wealth: Take delight in the Lord, and he will give you all the desires of your heart.
Having turned away from envy of the wicked through the first things, he immediately sets forth, by way of contrast, the straight and royal road, showing what path one must walk. Therefore he says: Look upward, O this one, looking to the helmsman of all things, and having placed your hope in him, take courage as one anchored to a great anchor, and let the thoughts of your mind have this hope, but in your actions work and do kindness, as if casting seeds for yourself for a good harvest of fruits. And having acquired these two things, be anxious about nothing. Pitch your tent on the earth without care, and pass this temporary life as if standing for a short time in a tent; for you will be pastured like a good flock by a good shepherd. For if there is among men any true wealth of the soul, it is in divine teachings and the lessons of divine readings; you will enjoy these so as to say: The Lord pastures me, and nothing will be lacking to me.
οὐδὲν γάρ σε ὑστερήσει ποιμαινόμενον ἐν τῷ πλούτῳ τοῦ καλοῦ ποιμένος τῷ δεδωρημένῳ τοῖς ἔτι ἐπὶ γῆς ποιμαινομένοις ἀνθρώποις. ἀντὶ δὲ τοῦ καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς, ὁ Σύμμαχος· καὶ ποιμαίνου διηνεκῶς, ἐξέδωκεν, ὁ δὲ Ἀκύλας· καὶ νέμου πίστιν.
Εἶθ’ ὥσπερ τῶν πονηρευομένων καὶ τῶν ποιούντων τὴν ἀνομίαν ὑπέγραψε τὸ τέλος οὕτως καὶ σοὶ τῷ ἐλπίζοντι ἐπὶ τὸν κύριον καὶ ποιοῦντι χρηστότητα ὁπόσα ὑπάρξει ἀγαθὰ καταριθμεῖται· πρῶτον μὲν γὰρ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ τῷ ἀληθινῷ τοῦ καλοῦ ποιμένος· δεύτερον κατατρυφήσεις τοῦ κυρίου· καὶ τρίτον δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. κατατρυφᾷν δὲ τοῦ κυρίου δυνήσεται ὁ τῆς ψυχῆς τὰ αἰσθητήρια κεκαθαρισμένος ὡς δύνασθαι ἐσθίειν τὸν ζῶντα ἄρτον καὶ τὰς ζωοποιοὺς αὐτοῦ σάρκας πίνειν τε τὸ σωτήριον αὐτοῦ αἷμα. τούτοις τρεφόμενος καὶ πιαινόμενος τῆς ἐνθέου μέθης ἀπολαύων κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. ἤδη μὲν γὰρ ἐντεῦθεν κατατρυφήσει ἐθελήσας σε αὐτὸν ἐπιδοῦναι αὐτῷ. αἴτει δὲ αὐτὸν καὶ τὰ μέλλοντα, ὧν προσδοκᾷς τὴν λῆψιν· ὁ γὰρ τὰ παρόντα δεδωκὼς ἀφθόνως δωρήσεται καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδ’ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
For nothing will be lacking to you, who are shepherded in the wealth of the good shepherd, which has been granted to men still being shepherded on earth. And instead of "and you will be shepherded in her wealth," Symmachus rendered, "and you will be shepherded continuously," while Aquila rendered, "and you will graze faith."
Then, just as he described the end of those who are wicked and who commit lawlessness, so also for you, who hope in the Lord and do good, he enumerates how many good things will be yours. For first, you will be shepherded in the true wealth of the good shepherd; second, you will delight in the Lord; and third, he will give you the requests of your heart. And one who has purified the senses of the soul will be able to delight in the Lord, so as to be able to eat the living bread and his life-giving flesh and to drink his saving blood. Nourished and fattened by these, enjoying divine intoxication, delight in the Lord, and he will give you the requests of your heart. For already from here, he will delight, having wished to give himself to you. Ask him also for future things, whose reception you anticipate; for he who has given the present things ungrudgingly will also bestow what no eye has seen, nor ear heard, nor has entered into the heart of man.
Ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας.
Ἀντὶ δὲ τοῦ ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτὸν ὁ Ἀκύλας φησίν· σίγησον τῷ κυρίῳ καὶ ἀποπαραδόκει αὐτόν· ὁ δὲ Σύμμαχος· ἡσύχαζε τῷ κυρίῳ καὶ ἱκέτευε αὐτῷ. τὰ γὰρ προλεχθέντα πράττοντα καὶ ἐπὶ τοῖς εἰρημένοις ἐλπίζοντα ἡσυχάζειν προσήκει τέως ἐν τῷ παρόντι καὶ μετὰ σιωπῆς προσδοκᾷν τὰ ἐπηγγελμένα.
Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας. παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμόν, μὴ παραζήλου ὥστε πονηρεύεσθαι· ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, οἱ δὲ ὑπομένοντες τὸν κύριον, αὐτοὶ κληρονομήσουσι γῆν.
Ἐπαναλαμβάνει τὸν λόγον ἀναγκαίως· ἐπεὶ γὰρ ἔγνως, φησίν, ὁποῖός σοι πλοῦτος τεταμίευται, μὴ παραζήλου ἐν τῷ νομιζομένῳ κατὰ τὸν παρόντα βίον κατευοδοῦσθαι ἀνθρώπῳ ποιοῦντι παρανομίας· μὴ γὰρ παροξύνου μηδὲ μακάριζε τὸν τοιοῦτον ἀκριβῶς εἰδώς, ὅτι μένει αὐτὸν ὀργὴ ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας τοῦ θεοῦ. διὸ σὺ μὴ ὀργίζου μηδὲ θυμοῦ κατὰ τοῦ νομιζομένου εὐθηνεῖν ἀσεβοῦς μηδὲ ζήλου αὐτὸν ὡς καὶ θέλειν τὰ ὅμοια αὐτῷ πονηρεύεσθαι· εὖ γὰρ ἴσθι καὶ πέπεισο ἀκριβῶς, ὅτι τὸ τέλος τῶν πονηρευομένων ὀλέθριον τυγχάνει· οἱ γὰρ πονηρευόμενοι ἐξολοθρευθήσονται, μόνοι δὲ οἱ μακρόθυμοι καὶ ὑπομένοντες τὸν κύριον, αὐτοὶ κληρονομήσουσι τὴν γῆν. εἴ τις γάρ ἐστι γῆ ἀγαθὴ τοῖς ἁγίοις ἐπηγγελμένη, ταύτην κληρονομήσουσιν οἱ ὑπομένοντες τὸν κύριον· μετὰ γὰρ τῶν ἄλλων τῶν κατηριθμημένων ἀγαθῶν καὶ αὐτὸς αὐτοῖς δοθήσεται ὁ κλῆρος.
Submit yourself to the Lord and beseech him; do not be jealous of the one who is successful in his way, of a man who commits lawless acts.
Instead of "submit yourself to the Lord and beseech him," Aquila says: "be silent before the Lord and wait for him unexpectedly"; and Symmachus: "be quiet before the Lord and beseech him." For it is fitting for one who does the things previously mentioned and hopes for the things spoken of to be quiet for the present and to await in silence the things that have been promised.
"Do not be jealous of the one who is successful in his way, of a man who commits lawless acts." Cease from anger and abandon wrath; do not be jealous so as to be wicked; for those who are wicked will be utterly destroyed, but those who endure the Lord, they will inherit the earth.
He repeats the statement necessarily. For since you have learned, he says, what wealth has been stored up for you, do not be jealous of a man who commits lawless acts and is thought to be successful in the present life. Do not be provoked nor count such a man blessed, knowing well that wrath awaits him on the day of wrath and righteous judgment of God. Therefore, do not be angry nor rage against the one thought to be thriving in impiety, nor envy him so as to wish to be wicked like him. For know well and be fully persuaded that the end of those who are wicked is destructive; for those who are wicked will be utterly destroyed, and only the patient and those who endure the Lord, they will inherit the earth. For if there is any good land promised to the saints, those who endure the Lord will inherit it; for along with the other enumerated goods, the allotment itself will be given to them.
εἰ δ’ ἔστιν ἐν οὐρανοῖς Ἰερουσαλὴμ καὶ Σιὼν ὄρος τοῦ θεοῦ τὸ ἐπουράνιον, ἀκόλουθόν ἐστι καὶ γῆν ἐπουράνιον νοεῖν τὴν ἐπηγγελμένην τοῖς ἀξίοις.
Καὶ ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς· οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.
Διερμηνεύει τὰ ἀνωτέρω λελεγμένα, τὸ μέν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται, διὰ τοῦ· ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς· τὸ δέ· κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου, σαφέστερον ἀποδίδωσι διὰ τοῦ· οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. πῶς γάρ τις κατατρυφήσει τοῦ κυρίου παρίστησι πλῆθος εἰρήνης παρ’ αὐτῷ εἶναι λέγων· οὗ πλήθους εἰρήνης ἀπολαύσουσιν οἱ τοῦ κυρίου κατατρυφήσαντες. διὰ τούτων δὲ ὁ λόγος σαφῶς ἑτέραν τινὰ γῆν ἀγαθὴν τὴν τοῖς πραέσι δοθησομένην διδάσκει, καὶ τρυφὴν καὶ πλῆθος εἰρήνης εἰς μέλλουσαν ἀναπέμπει ζωήν· οὐ γὰρ ἠγνόει, ὅτι ὁμοίως τοῖς ἁμαρτωλοῖς κατὰ τὸν παρόντα βίον καὶ οἱ δίκαιοι τελευτήσουσιν ὡς δύνασθαι καὶ περὶ αὐτῶν λέγεσθαι τό· ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ὁ δίκαιος, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς· τελευτῶσι γὰρ ὁμοίως τοῖς ἁμαρτωλοῖς καὶ αὐτοί. οὐκ ἂν δὲ εἶπε περὶ τῆς παρούσης γῆς τόδε· οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν, σαφῶς ὁρῶν τῶν πάντων πραότατον Μωϋσέα πάλαι ἐξ ἀνθρώπων γενόμενον καὶ τῆς παρούσης γῆς ἀπηλλαγμένον.
If there is a heavenly Jerusalem and a heavenly Zion, the mountain of God, in the heavens, it follows that one must also conceive of a heavenly land, the one promised to the worthy.
And a little while longer, and the sinner will be no more, and you will seek his place and not find it; but the meek will inherit the land and will delight in an abundance of peace.
This interprets what was said above: the part that says, "they will be dried up quickly like grass and will fall away quickly like garden herbs," through the words: "a little while longer, and the sinner will be no more, and you will seek his place and not find it"; and the part that says, "delight in the Lord, and he will give you the requests of your heart," it renders more clearly through the words: "the meek will inherit the land and will delight in an abundance of peace." For how one might delight in the Lord, it sets forth by saying that there is an abundance of peace with him; of which abundance of peace those who have delighted in the Lord will enjoy. Through these words, the passage clearly teaches that there is some other good land that will be given to the meek, and it refers delight and an abundance of peace to a future life. For it was not unaware that, just as sinners in the present life, so also the righteous will die, so that it could be said of them as well: "a little while longer, and the righteous will be no more, and you will seek his place and not find it"; for they too die just like sinners. But it would not have said of the present land: "the meek will inherit the land," clearly seeing that Moses, the meekest of all, long ago passed from among men and departed from the present land.
Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ’ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ· ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ· ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί, ἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ.
Ὥσπερ συγγραφεὺς ἐπιστήμων τοὺς ἀγῶνας καὶ τὰ γυμνάσια τῶν δικαίων ὑπογράφει τῶν τε ἀσεβῶν τὰς κατὰ τῶν δικαίων ἐπαναστάσεις καὶ ἀμφοτέρων τῶν ταγμάτων τὰ τέλη· μὴ γὰρ ἀρκούμενος, φησίν, τοῖς ἑαυτοῦ πλημμελήμασιν ὁ ἁμαρτωλὸς οὐ φέρει βλέπων τὸν δίκαιον θεοσεβοῦντα· ἔλεγχον γὰρ τὸν ἐκείνου βίον τῆς ἑαυτοῦ μοχθηρίας ἡγεῖται. διὸ λέγει· βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος· ὅθεν ἐπιτηρεῖ, ὅπως αὐτὸν καταβάλῃ. ἀλλ’ ὁ μὲν δίκαιος οὐ προσποιεῖται οὐδὲ γινώσκει τὰ λαθραίως κατ’ αὐτοῦ μηχανώμενα, ὁ δὲ παντεπόπτης κύριος προορῶν τὴν τοῦ ταῦτα διανοουμένου πτῶσιν τῶν λογισμῶν αὐτοῦ καταγελᾷ. καὶ τέως μὲν πλέον οὐδὲν ἢ γελᾷ ἐπ’ αὐτῷ μάτην τοιαῦτα λογιζομένῳ, ἐπειδὰν δ’ ἐπὶ τὰ ἔργα χωρῇ ἀκονήσας ἑαυτοῦ τὰ ξίφη ὡς μέχρι θανάτου ἐπιβουλεῦσαι τῷ τὴν διὰ θεὸν πτωχείαν καὶ πενίαν ἀνειληφότι καὶ τὴν ἄκραν κατορθοῦντι φιλοσοφίαν, τὸ τηνικαῦτα στρέφει τὴν αὐτῶν ῥομφαίαν κατὰ τῆς αὐτῶν καρδίας ὁ πάλαι καταγελῶν αὐτῶν κύριος καὶ τὰ κατὰ τοῦ δικαίου τόξα τῶν ἀσεβῶν συντρίβει· μετελεύσεται γὰρ αὐτοὺς οὐδὲ ἔτι γελῶν ἐφ’ οἷς διανοοῦνται, ἀλλὰ τῇ δίκῃ τῇ προσηκούσῃ κατ’ αὐτῶν χρώμενος.
The sinner will watch the righteous man and gnash his teeth at him; but the Lord will laugh at him, because he foresees that his day will come. The sinners have drawn a sword, they have strung their bow to strike down the poor and needy, to slay those upright in heart.
Just as a skilled author describes the contests and exercises of the righteous, and the uprisings of the impious against the righteous, and the ends of both orders. For, it says, the sinner, not content with his own transgressions, cannot bear to see the righteous man revering God; for he considers that man's life a reproach of his own depravity. Hence he says: He is burdensome to us even to look upon. Therefore he lies in wait, to strike him down. But the righteous man does not pretend nor know the things secretly contrived against him, while the all-seeing Lord, foreseeing the fall of the one who devises these things, laughs at his schemes. And for the moment, he does nothing more than laugh at him for vainly thinking such things; but when he proceeds to deeds, having sharpened his swords to plot even death against the one who has taken up poverty and need for God's sake and who practices extreme philosophy, then the Lord, who has long been laughing at them, turns their sword against their own heart and shatters the bows of the impious aimed at the righteous man. For he will pursue them, no longer laughing at what they devise, but employing against them the fitting penalty.
ταῦτα δέ, ὅτι μὴ λόγοι τυγχάνουσιν, ἀλλ’ ἔργα ἀληθῆ μαρτυρούμενα ὑπ’ αὐτῆς ἐνεργείας, καὶ ἡμῖν αὐτοῖς τοῖς ταῦτα νυνὶ διεξιοῦσιν ἡ πεῖρα τῶν ἔργων ἐπιστώσατο.
Ὀφθαλμοῖς γοῦν παρειλήφαμεν, ὡς οἱ ἁμαρτωλοὶ ἐν τοῖς καθ’ ἡμῶν διωγμοῖς ῥομφαίαν ἐσπάσαντο κατὰ τῶν δικαίων, καὶ ὡς ἐνέτειναν τὰ τόξα αὐτῶν τοῦ καταβαλεῖν πένητα καὶ πτωχὸν καὶ τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ καὶ ὡς ἔπραξαν καὶ κατέβαλον καὶ ἀνεῖλον ποικίλοις τρόποις θανάτων τοὺς κατὰ θεὸν ἀνδρισαμένους ἁγίους μάρτυρας. ὥσπερ δὲ ταῦτα ἱστορησάμενοι οὕτω καὶ τὴν μετελθοῦσαν αὐτοὺς τοῦ θεοῦ δίκην τεθεάμεθα, τοιαύτην γενομένην ὡς μὴ ἁμαρτεῖν τὸν φήσαντα ἀληθῶς, τὴν ῥομφαίαν αὐτῶν εἰσεληλυθέναι εἰς τὴν καρδίαν αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντετρῖφθαι.
Κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πιολύν· ὅτι βραχίονες ἁμαρτωλῶν συβτριβήσονται ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος.
Ἀλλὰ τὰ μὲν κατὰ τοὺς διωγμούς, ὅπως ἔσται, οὐ προείρηται μόνον, ἀλλὰ δι’ ἔργων ἀποπεπλήρωται, καὶ τὸν ἄλλον δὲ χρόνον. ὁ μὲν δίκαιος πτωχεύων ἀρκεῖται τῷ ὀλίγῳ δεδιδαγμένος ἐν προσευχῇ λέγειν· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. ὁ δὲ ἁμαρτωλὸς πλούτῳ περιρρεόμενος ἀγαθοῦ τινος ἀπόλαυσιν νομίζει. ἀλλ’ ἐγώ, φησίν, εὖ οἶδα, διδάσκω δὲ καὶ ἑτέρους, ὅτι πολλῷ βελτίων ἐστὶν ὁ δίκαιος τὸν ἐφήμερον ἄρτον παρὰ τοῦ θεοῦ λαμβάνων τοῦ τῶν ἁμαρτωλῶν πλούτου. εἰ δ’ ἐρωτᾷς, τὴν αἰτίαν μάνθανε, ὅτι ὁ μὲν ὀλίγῳ ἀρκούμενος ἔχει τὸν κύριον ὑποστηρίζοντα αὐτοῦ τὴν ψυχὴν καὶ τὴν ζωὴν καὶ τὸν βίον ὑπὲρ πάντα τε πλοῦτον ἐπαρκοῦντα αὐτῷ·
These things, because they are not words, but true deeds attested by the action itself, the experience of the works has confirmed even for us who are now going through them.
For we have received with our own eyes how the sinners in the persecutions against us drew a sword against the righteous, and how they strung their bows to strike down the poor and needy and to slaughter those upright in heart, and how they acted and struck down and slew by various modes of death the holy martyrs who had shown manliness according to God. And just as we have recorded these things, so also we have beheld the justice of God that overtook them, which came to pass in such a way that the one who truly said, "Their sword has entered into their own heart and their bows have been shattered," did not err.
A little is better for the righteous than the wealth of sinners; for the arms of sinners will be broken, but the Lord supports the righteous.
But these things concerning the persecutions have not only been foretold as to how they will be, but have been fulfilled through deeds, and also in the other time. The righteous man, being poor, is content with little, having been taught to say in prayer: "Give us our daily bread today." The sinner, overflowing with wealth, thinks he enjoys some good. But I, he says, know well, and I teach others too, that the righteous man receiving his daily bread from God is much better than the wealth of sinners. And if you ask, learn the reason: because the one who is content with little has the Lord supporting his soul and his life and his livelihood, supplying him with more than all wealth.
οἱ δὲ τῶν ἁμαρτωλῶν βραχίονες οὐ διαμένουσιν ἰσχυροὶ οὐδὲ ὁ πλοῦτος αὐτῶν βέβαιος· συντριβήσονται γὰρ ὅσον οὐδέπω γενόμενοι ὡσεὶ λάχανα χλόης καὶ ὡσεὶ χόρτος ἀποξηραινόμενοι.
Γινώσκει κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται· οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται. οἱ δ’ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον.
Καὶ τοῦτο μάνθανε, καὶ μὴ ἀγνόει, ὅτι τοῦ δεξιοῦ τάγματος, λέγω δὲ τῶν δικαίων, οὐ μόνον ὑποστηρίζει ὁ θεὸς τὴν ζωήν, ἀλλὰ καὶ τὰς περιμενούσας αὐτοὺς ἐν τῷ μέλλοντι αἰῶνι ἡμέρας ἀκριβῶς οἶδε τήν τε ἡτοιμασμένην αὐτοῖς κληρονομίαν, περὶ ἧς ἀνωτέρω ἐλέχθη. διὸ οὐδὲν αὐτοὺς καταβλάψει τὸ βραχὺ καὶ λυπηρὸν τοῦ παρόντος βίου καὶ τὸ πένεσθαι καὶ πτωχεύειν διὰ τὸν κύριον· γυμνάσιον γὰρ αὐτῶν ἐστι τῆς προαιρέσεως ἡ καρτερία, δι’ ἧς τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες, τεύξονται τῶν ἐπηγγελμένων.
The arms of sinners do not remain strong, nor is their wealth secure; for they will be crushed, as soon as they come into being, like garden vegetables and like grass that withers.
The Lord knows the ways of the blameless, and their inheritance will be everlasting; they will not be put to shame in a time of evil, and in days of famine they will be filled. For the sinners will perish. And the enemies of the Lord, as soon as they are glorified and exalted, vanish like smoke that has vanished.
And learn this, and do not be ignorant, that of the right order—I mean of the righteous—not only does God support their life, but He also knows precisely the days that await them in the future age and the inheritance prepared for them, concerning which was spoken above. Therefore, the brief and grievous nature of the present life, and being poor and needy for the Lord’s sake, will harm them not at all; for their endurance is a training of their resolve, by which, traveling the narrow and compressed path, they will attain what has been promised.
Ἀντὶ δὲ τοῦ γινώσκει ὁ Σύμμαχος προοῖδεν ὁ κύριος τὰς ἡμέρας τῶν ἀμώμων ἐξέδωκεν.
Καὶ ἄλλο δὲ μέγα ὑπάρξει τούτοις· ἐν γὰρ καιρῷ πονηρῷ οὐ καταισχυνθήσονται καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. καιρὸς δὲ πονηρός ἐστιν ὁ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς, ἐν ᾧ οἱ μὲν τῆς δικαιοκρισίας τοῦ θεοῦ πειρασθήσονται, οἱ δὲ τοῦ δεξιοῦ τάγματος ἀπολείψονται δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦντες ζωὴν αἰώνιον. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν ἑστῶτα καιρόν, οἱ μὲν δίκαιοι τῆς ἐνθέου τροφῆς ἀπολαύοντες χορτασθήσονται, οἱ δὲ ἁμαρτωλοὶ λιμῷ καὶ ἐνδείᾳ λογικῆς τροφῆς ἀπολοῦνται. τίς δὲ ὀφθαλμοῖς παραλαβὼν τοὺς καθ’ ἡμᾶς ἀσεβεῖς πλούτῳ καὶ δόξῃ καὶ ἀξιώμασι θαυμασθέντας μεγάλων τε ἐθνῶν ἄρξαντας, ἀθρόως ἐκπεσόντας τοῦ ὑψώματος, οὐκ ἂν ὁμολογήσειεν ἀληθῆ τυγχάνειν τὸ φῆσαν λόγιον· οἱ δ’ ἐχθροὶ τοῦ θεοῦ ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ἐπαρθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον. καπνὸς δὲ πυρὸς σβεσθέντος σημεῖον. διὸ καὶ τούτους καιρῷ φλέξαντας πυρὸς δίκην, κἄπειτα ἀποσβεσθέντας, ὁμοίως ἐν τῷ παραδείγματι […]
Instead of "knows," Symmachus has "the Lord foresaw the days of the blameless" and rendered it.
And there will be another great thing for them: for in a time of evil they will not be put to shame, and in days of famine they will be filled. The time of evil is that of the wrath against the impious, in which some will experience the just judgment of God, while those of the right order will be left behind, seeking glory and honor and incorruption, eternal life. Moreover, even in the present time, the righteous, partaking of divine nourishment, will be filled, while the sinners will perish from hunger and lack of rational food. Who, taking with their own eyes the impious among us, who were admired for wealth and glory and offices and ruled over great nations, suddenly falling from their height, would not acknowledge that the saying is true: "The enemies of God, as soon as they were glorified and exalted, vanished like smoke." Smoke is a sign of fire that has been extinguished. Therefore, these, having blazed like fire for a time and then been extinguished, likewise in the example...
Δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ· ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται.
Ὁ ἁμαρτωλὸς μηδὲν κεκτημένος παρὰ τοῦ δικαίου πολλάκις δανειζόμενος λόγους ὠφελίμους καὶ σωτηρίους ἢ παρὰ τοῦ θεοῦ εὐεργεσίας τυγχάνων οὐκ ἀποτίννυσι τὴν ὀφειλήν· δέον γὰρ ὠφεληθέντα ἔργα καὶ πράξεις παρασχεῖν ἀξίας ὧν εἴληφεν. ὁ δὲ οὐκ ἀποτίννυσιν, μένει δὲ ἄκαρπος τῶν τῆς δικαιοσύνης ἔργων. ὁ δὲ δίκαιος πλουτῶν ἐν τῷ κατὰ θεὸν πλούτῳ οἰκτείρει καὶ παρέχει τοῖς δεομένοις. ἀλλὰ καὶ οἱ τὸν δίκαιον εὐλογοῦντες συγκληρονόμοι αὐτοῦ γενήσονται· ἣν γὰρ ἐπηγγείλατο ἀνωτέραν τοῖς δικαίοις κληρονομίαν ὁ λόγος, ταύτην αὐτὴν καὶ τοῖς εὐλογοῦσι τὸν δίκαιον ὑπισχνεῖται ἀκολούθως τῷ πρὸς τὸν Ἀβραὰμ χρησμῷ φήσαντι· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε. τὸ δέ· καὶ οἱ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται, ὅμοιον ἂν εἴη τῷ λελεγμένῳ πρὸς τὸν Ἀβραάμ· καὶ τοὺς καταρωμένους σε καταράσομαι. ὥσπερ γὰρ ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν ἑαυτοῦ βάλλει οὕτως ὁ κατάραις βάλλων τὸν δίκαιον διὰ τὸ μὴ δύνασθαι κατάραν ἵστασθαι κατ’ αὐτοῦ ἀντιστρέφουσαν αὐτὴν εἰς ἑαυτὸν λήψεται.
The sinner borrows and does not repay, but the righteous man shows mercy and gives; for those who bless him will inherit the land, and those who curse him will be utterly destroyed.
The sinner, possessing nothing, often borrows from the righteous man words that are beneficial and salvific, or receives benefactions from God, yet does not repay the debt; for having been benefited, he ought to provide works and actions worthy of what he has received. But he does not repay, and remains barren of the works of righteousness. The righteous man, rich in the wealth that is according to God, shows mercy and provides for those in need. Moreover, those who bless the righteous man will become his co-heirs; for the inheritance which the Word promised to the righteous as higher, this same inheritance it also promises to those who bless the righteous man, in accordance with the oracle spoken to Abraham: "And I will bless those who bless you." And the phrase "and those who curse him will be utterly destroyed" would be similar to what was said to Abraham: "And those who curse you I will curse." For just as one who throws a stone upward throws it upon his own head, so one who hurls curses at the righteous man, because a curse cannot stand against him, will receive it turned back upon himself.
Παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει.
Πρὸς τοῖς εἰρημένοις καὶ ταῦτα ὑπάρχει τῷ τοῦ θεοῦ ἀνθρώπῳ· τὰς ὁδοὺς αὐτοῦ ἐξομαλίζει ὁ θεὸς ὥστε εὐροεῖν αὐτοῦ τὸν βίον καὶ ἀπαραποδίστως θεοσεβεῖν μηδενὸς ὑποσκελίζοντος διὰ τὸν κατευθύνοντα αὐτοῦ τὰ διαβήματα, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει ἀποδοχῆς ἀξίαν ποιοῦντα ὥστε λέγεσθαι· καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει.
Ὅταν πέσῃ, οὐ καταρραχθήσεται, ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.
Εἰ δὲ καὶ πεσεῖν αὐτόν ποτε ὀλισθήσαντα συμβῇ καὶ ἐν πειρασμῷ γενόμενος ὀλισθήσειεν ὀκλάσας τε ὑποπέσοι τινὶ ἁμαρτήματι, ἀλλ’ οὐ καταρραχθήσεται· οἷα δὲ γενναῖος ἀθλητὴς ἐκβιασθεὶς καὶ πρὸς ὀλίγον ἐνδοὺς παραχρῆμα ἑαυτὸν ἀναλήψεται.
Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους· ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.
Ταῦτα δέ φησιν ὁ Δαυὶδ οὐκ ἐξ ἀκοῆς, ἀλλὰ πείρᾳ παραλαβὼν ἔγνων, ἀλλ’ ἐκ παίδων μέχρι γήρως τὸν τοῦ δικαίου περιεργασάμενος βίον. ὅτι οὐδὲ εἷς γέγονε καιρός, καθ’ ὃν ἔρημος καταλέλειπται ὁ δίκαιος, ἀεὶ δὲ πάρεδρον καὶ βοηθὸν κέκτηται τὸν ἑαυτοῦ κύριον. διό φησιν· νεώτερος ἐγενόμην, ἢ κατὰ τὸν Σύμμαχον· νέος ἐγενόμην, ἀλλὰ καὶ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. καὶ πῶς γὰρ οἷόν τε ἦν τὸ σπέρμα τοῦ δικαίου ἐνδεὲς ἄρτων γενέσθαι, ὁπότε αὐτὸς διὰ τὸν παρὰ τοῦ θεοῦ χορηγούμενον αὐτῷ πλοῦτον ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει;
From the Lord are the steps of a man directed, and his path he will approve.
In addition to what has been said, these things also belong to the man of God: God smooths his ways so that his life flows easily and he can practice piety without hindrance, with no one tripping him up because of the one who directs his steps, and he will approve his path, making it worthy of acceptance, so that it is said: and his path he will approve.
When he falls, he will not be shattered, because the Lord supports his hand.
But if it should happen that he ever falls, having slipped, and being in temptation he should slip and, giving way, succumb to some sin, yet he will not be shattered; but like a noble athlete who has been forced and yielded for a moment, he will immediately recover himself.
I was younger, and indeed I have grown old, and I have not seen a righteous man abandoned, nor his seed seeking bread; all day long he shows mercy and lends, and his seed will be for blessing.
These things David says not from hearsay, but I have learned them by experience, having examined the life of the righteous man from childhood to old age. That there has never been a time when the righteous man has been left desolate, but he always has his Lord as an attendant and helper. Therefore he says: I was younger, or according to Symmachus, I became young, but I also grew old, and I have not seen a righteous man abandoned, nor his seed seeking bread. And how could it be possible for the seed of the righteous man to be in need of bread, when he himself, because of the wealth supplied to him by God, shows mercy and lends all day long?
νοήσεις δὲ τοῦτο κατὰ μὲν τὴν διάνοιαν μαθών, ὅτι τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου καὶ τὴν μνᾶν τὴν παρὰ τοῦ κυρίου τῇ τούτων χρῆται πραγματείᾳ πειθαρχῶν τῷ φήσαντι· ἔδει σε τὸ ἀργύριόν μου βαλεῖν εἰς τράπεζαν. τὰ λόγια κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ.
Ὁ τοίνυν ἀνακείμενος τῇ τῶν θείων ἀσκήσει λόγων καὶ πολλὰ λογικὰ χρήματα συναγαγὼν οὐδὲν ἕτερον οἶδε πράττειν ἢ διὰ πάσης ἡμέρας ἐλεεῖν καὶ δανείζειν. κατὰ δὲ τὸν Ἀκύλαν· ὅλην τὴν ἡμέραν δωρεῖται καὶ δανείζει· τοῖς μὲν δωρεῖται, τοῖς δὲ δανείζει· τὰ μὲν δόγματα θεωρήματα δωρεῖται ταῖς τῶν χωρούντων ψυχαῖς, τὰ δ’ ἐν ἠθικαῖς ἐντολαῖς δανείζει ἐπὶ τῷ τοὺς εἰληφότας δι’ ἔργων τὸν καρπὸν ἀποδοῦναι τοῦ δάνους. οὕτως ἀκούσῃ καὶ Μωϋσέως ἐπαγγελλομένου τοῖς τῶν θείων νόμων φύλαξιν τό· δανιεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανιεῖ.
Kαὶ τοῦτόν γε τὸν τρόπον οἱ θεῖοι ἀπόστολοι ἐδάνειζον ἔθνεσι πολλοῖς, καὶ μάλιστά γε ὁ Παῦλος· καὶ διὰ τοῦτο οἱ μαθητευόμενοι αὐτοῖς, σπέρμα ὄντες αὐτῶν, οὐδεπώποτε ἐνδεεῖς ἦσαν ἄρτων· ἅτε δὴ ἔχοντες τοὺς χορηγοῦντας αὐτοῖς τὴν λογικὴν τροφὴν, ἧς μεταλαμβάνοντες, εὐλογίαις ἐπληροῦντο. διὸ λέλεκται· καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται. καὶ κατὰ ψιλὴν δὲ τὴν λέξιν, εἴ τις λογίσαιτο, ὅπως εἴρηται τῷ σωτῆρι τό· καὶ ἐν τῷ αἰῶνι τούτῳ ἑκατονταπλασίονα λήψεται ἔργοις τε αὐτοῖς θεάσαιτο πληρούμενον τὸν λόγον διὰ τῶν αὐτοῦ μαθητῶν, ὄψεται πῶς ὁ δίκαιος ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει.
You will understand this in accordance with the meaning, having learned that, having received talents from the householder and the mina from the Lord, he uses them in this business, obeying the one who said: "You should have placed my silver on the table." The oracles of the Lord are pure oracles, refined silver, a test for the earth.
Therefore, the one devoted to the practice of divine words and having gathered many rational riches knows to do nothing other than to show mercy and lend throughout every day. According to Aquila: "The whole day he gives gifts and lends." To some he gives gifts, to others he lends. The doctrinal contemplations he gives as gifts to the souls of those who can receive them, while the things in ethical commandments he lends, on condition that those who have received them return the fruit of the loan through works. Thus you will also hear Moses promising to the guardians of the divine laws: "You will lend to many nations, but you will not borrow."
And in this manner the divine apostles lent to many nations, and especially Paul. And because of this, those who were their disciples, being their seed, were never in need of bread, since they had those who supplied them with rational nourishment, partaking of which they were filled with blessings. Therefore it is said: "And his seed will be for a blessing." And even according to the bare literal sense, if one were to consider how it is said by the Savior: "And in this age he will receive a hundredfold," and were to see with his own works the word being fulfilled through his disciples, he will see how the righteous man shows mercy and lends the whole day.
εἰ γὰρ πάντων τῶν πιστευόντων ἦν ἡ ψυχὴ καὶ ἡ καρδία μία καὶ οὐδεὶς ἔλεγεν ἴδιόν τι ἑαυτοῦ εἶναι, ἀλλ’ ἦν πάντα κοινά, ὅσοι τε ἦσαν κύριοι κτημάτων πιπράσκοντες ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων διεμέριζόν τε ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε· δῆλον ὅπως ὅλην τὴν ἡμέραν οὗτοι ἠλέουν καὶ ἐδάνειζον.
Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν καὶ κατασκήνου εἰς αἰῶμα αἰῶνος· ὅτι κύριος ἀγαπᾷ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, εἰς τὸν αἰῶμα φυλαχθήσονται. ἄνομοι δὲ ἐκδιωχθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολεθρευθήσεται· δίκαιοι δὲ κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ’ αὐτῆς.
Τοσαῦτά φησιν μεμαθηκὼς ὑπάρχειν ἀγαθὰ τῷ δικαίῳ· γίνου δίκαιος ἐλευθερώσας σεαυτὸν πάσης κακίας· ἐπὶ σοὶ γάρ ἐστι τοῦτο, καὶ βουληθεὶς δυνήσῃ· οὐ μὴν ἤδη τέλειος ἔσῃ τοῦτο πράξας, εἰ μὴ καὶ τὸ δεύτερόν σοι παρείη. τοῦτο δ’ ἐστὶ τὸ ἐργάζεσθαι τὸ ἀγαθόν· πρὸς γὰρ τὸ μὴ κλέπτειν προσήκει σε καὶ τῶν σῶν ὑπαρχόντων τοῖς δεομένοις κοινωνεῖν καὶ πρὸς τὸ μὴ πλεονεκτεῖν ἕτερον, τὸ καὶ εὐεργετεῖν τοὺς δεομένους καὶ πρὸς τὸ κακίας ἀπέχεσθαι τὸ καὶ ἑτέρους ἀπὸ κακίας ῥύεσθαι. ἐπὰν δὲ ταῦτα ποιήσῃς, κατασκήνου, φησίν, εἰς αἰῶνα αἰῶνος. ἀνθ’ οὗ ὁ Σύμμαχος ἐξέδωκε· καὶ ἠρεμήσεις εἰς αἰῶνα· τοῦτο γὰρ περιμένει σε τὸ τέλος τῆς αἰωνίου ζωῆς· κριτικὸς γὰρ ὢν ὁ κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, ἀλλ’ εἰς τὸν αἰῶνα αὐτοὺς διαφυλάξει. ἄνομοι ἐκδικηθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται·
For if the soul and heart of all believers were one and no one said anything was his own, but all things were common, as many as were owners of possessions, selling them, placed them at the feet of the apostles and distributed to each according to whatever need one had; it is clear how all day long these were pitying and lending.
Turn away from evil and do good, and dwell in the eternity of eternity; for the Lord loves judgment and will not abandon his holy ones; they will be guarded into eternity. But the lawless will be driven out, and the seed of the impious will be utterly destroyed; the righteous will inherit the earth and will dwell in the eternity of eternity upon it.
So many good things, he says, exist for the righteous man; become righteous, having freed yourself from all evil; for this is in your power, and if you wish, you will be able; but you will not yet be perfect having done this, unless the second also is present to you. This second is to work the good; for in addition to not stealing, it is fitting for you to share your possessions with those in need, and in addition to not coveting another's, to benefit those in need, and in addition to refraining from evil, to rescue others from evil. When you have done these things, dwell, he says, in the eternity of eternity. Instead of which Symmachus rendered: "and you will rest in eternity"; for this end of eternal life awaits you; for the Lord, being a judge, loves judgment, and will not abandon his holy ones, but will preserve them into eternity. The lawless will be punished, and the seed of the impious will be utterly destroyed.
δίκαιοι δὲ κληρονομήσουσι τὴν γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ’ αὐτῆς· ἀκολούθως τοῖς προειρημένοις διδάσκει, ὅτι οἱ μὴ τὸ παράγγελμα φυλάξαντες ἄνομοι δίκην δώσουσιν αἰώνιον· καὶ ὥσπερ τοῦ δικαίου τὸ σπέρμα εἰς εὐλογίαν ἔσεσθαι ἐλέγετο, οὕτως τῶν ἀσεβῶν τὸ σπέρμα ἐξολοθρευθήσεται. οἱ δὲ δίκαιοι τὴν ἐπηγγελμένην τοῖς πραέσι κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν ἐν αὐτῇ εἰς αἰῶνα αἰῶνος. ἐπίτηδες δὲ ταῦτα πολλάκις ἐπαγγέλλεται ὁ λόγος βεβαιῶν διὰ τῆς ἐπαναλήψεως τὰς ὑποσχέσεις ἡμᾶς τε βουλόμενος ἐνδιατρίβειν τοῖς αὐτοῖς λόγοις καὶ καταμελετᾶν αὐτοὺς ὡσανεὶ τροφὴν λογικὴν μασωμένους εἰς ἀνάδοσιν τῆς κατὰ τὴν ψυχὴν ἡμῶν εὐπεψίας.
Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν. ὁ δὲ κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ οὐδ’ οὐ μὴ καταδικάσηται αὐτόν, ὅταν κρίνηται αὐτῷ.
The righteous will inherit the earth, and they will dwell upon it for eternity. In accordance with what has been said before, it teaches that those who did not keep the commandment, the lawless, will pay an eternal penalty. And just as the seed of the righteous was said to be for blessing, so the seed of the impious will be utterly destroyed. The righteous will inherit the earth promised to the meek and will dwell in it for eternity. The Word deliberately announces these things repeatedly, confirming the promises through repetition, and wishing us to dwell upon the same words and to meditate upon them as if chewing rational food for the digestion of our soul's well-being.
The mouth of the righteous will meditate on wisdom, and his tongue will speak judgment. The law of God is in his heart, and his steps will not be tripped up. The sinner observes the righteous and seeks to put him to death. But the Lord will not abandon him into his hands, nor will he condemn him when he is judged.
Ἐπιμένων τῇ τοῦ λόγου προτροπῇ ζηλωτὰς ἡμᾶς γίνεσθαι τοῦ δικαίου παρορμᾷ τὸν πλοῦτον αὐτοῦ καταριθμούμενος· πρὸς γὰρ τοῖς εἰρημένοις ἔτι καὶ ταῦτα αὐτῷ πρόσεστι· κεχάρισται αὐτῷ μέγα δῶρον ὁ θεὸς ἀνθρώπῳ ὄντι, τῆς ἀληθοῦς σοφίας τὴν γνῶσιν· σοφία μὲν γάρ ἐστι θείων καὶ ἀνθρωπείων ἐπιστήμη, καὶ δι’ ἧς πάντα γέγονε· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησεν. καὶ αὕτη ἐστὶν ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸς λόγος, δι’ οὗ τὰ πάντα ἐγένετο. ταύτης οὖν φωνὰς καὶ λόγους καὶ μαθήματα ὁ θεὸς εἰς ἀνθρώπους κατεβάλετο, ὡς ἂν μὴ ἀργὸς εἴη ὁ δίκαιος μηδὲ ἄπρακτος καὶ ἔρημος ἀγαθῶν· ἔχοι δὲ ἅμα στόμα τῆς οὐρανίου σοφίας τὴν μελέτην· ἧς μεταλαμβάνων ὥσπερ οὐρανίου τροφῆς τὴν ψυχὴν πρῶτος αὐτὸς δυναμοῦται, εἶτα καὶ ἑτέροις χορηγεῖ. διὸ λέλεκται· στόμα δικαίου οὐ μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτου λαλῃσει κρίσιν.
Εἰδὼς δέ, ὅτι ὁ νόμος τοῦ θεοῦ πνευματικός ἐστι, συνήδεται δὲ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, ἐν αὐτῇ τῇ καρδίᾳ αὐτοῦ τὴν θεωρίαν τοῦ νόμου καὶ τὸ βάθος τῶν ἐν αὐτῷ μυστηρίων ὑποδέδεκται. διὰ δὲ ταύτην τὴν ἄσκησιν οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ· ἐπειδὴ παρὰ κυρίου τὰ διαβήματα αὐτοῦ κατευθύνεσθαι καὶ διὰ τῶν ἀνωτέρω ἐλέλεκτο. εἰ δὲ καί ποτε ἁμαρτωλὸς διαφθονούμενος τῇ αὐτοῦ προκοπῇ ἐπιβουλεύσειεν αὐτῷ εἰς θάνατον, ἄφρων οὗτος λεχθήσεται ἀδυνάτοις ἐπιχειρῶν· ὁ γὰρ μέγας αὐτοῦ προστάτης οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ οὐδ’ οὐ μὴ καταδικάσῃ αὐτὸν ἐν τῷ κρίνεσθαι αὐτῷ. ὁ δὲ Σύμμαχος· οὐδὲ καταδικάσει κρινόμενον.
Persisting in the exhortation of the word, he urges us to become emulators of the righteous man, enumerating his wealth; for in addition to what has been said, these things also belong to him: God has granted him a great gift, though he is a man, the knowledge of true wisdom. For wisdom is the knowledge of divine and human things, and of that through which all things have come to be; for he made all things in wisdom. And this is the Word of God, who was with God in the beginning, through whom all things came to be. Therefore, God has laid down its voices, words, and teachings for men, so that the righteous man might not be idle, nor inactive and bereft of goods; but that he might have, as it were, the study of heavenly wisdom as his mouth; partaking of which, as of heavenly food, he first strengthens his own soul, and then supplies it to others. Hence it is said: The mouth of the righteous will not meditate wisdom, and his tongue will speak judgment.
Knowing that the law of God is spiritual, and rejoicing in the law of God according to the inner man, he has received in his very heart the contemplation of the law and the depth of the mysteries in it. And because of this discipline, his steps will not be tripped up; since it was said above that his steps are directed by the Lord. And if ever a sinful man, begrudging his progress, should plot against him to the death, this one will be called a fool, attempting the impossible; for his great protector will not abandon him into his hands, nor will he condemn him when he is judged. But Symmachus says: nor will he condemn him when he is judged.
Εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα, ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ.
Ὥσπερ ἀνωτέρω πεῖραν εἰληφέναι τοῦ δικαίου παρίστη λέγων· νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὕτως ἐπὶ τοῦ παρόντος διὰ πείρας ἐληλυθέναι τοῦ τέλους τῶν ἀσεβῶν φησιν· οὐ γὰρ ἐξ ἀκοῆς πάλαι ποτὲ γενόμενα ἑτέρων λεγόντων ἀκήκοα· ἀλλ’ αὐτὸς εἶδον, φησί, βλασφήμους ἄνδρας καὶ ἀθέους, θαυμαζομένους μὲν ὑπὸ πάντων, ἐπαιρομένους δὲ καὶ γαυριῶντας οἰομένους τε διαιωνίζειν ἐν τῷ βίῳ. ἀλλ’ ὡς ἔτι παρ’ ἐμαυτῷ διελογιζόμην, πῶς οἵδε καίπερ ἀσεβεῖς ὄντες τοσούτων τετυχήκασι, δεύτερον αὐτοὺς θεάσασθαι βουληθεὶς ἐπῇρα τοὺς ὀφθαλμούς· οἱ δὲ οὐκ ἦσαν οὐδαμοῦ, ἀφανεῖς δ’ ἀθρόως ὑπῆρχον, εἶτα δὲ ἴχνος αὐτῶν καὶ ὑπόλειμμα βουληθεὶς καταλαβεῖν οὐδὲ τὸν τόπον, ἐν ᾧ ἑστάναι ἐδόκουν εὑρεῖν δεδύνημαι. διόπερ ἐπειδὴ τοιοῦτο τὸ τούτων τέλος, φεῦγε σὺ ὁ μαθητευόμενος τοῦτον τῶν ἀσεβῶν τὸν τρόπον, καὶ ἀπόνιψον μὲν ἑαυτοῦ πᾶσαν κακίαν, ἀγάπησον δὲ τὴν εὐθεῖαν ὁδόν· μένει γὰρ ἐγκατάλειμμα καὶ ἐλπὶς ἀγαθὴ τῷ τὴν εἰρήνην καὶ τὴν φιλίαν τὴν πρὸς τὸν θεὸν μεταδιώξαντι καὶ διὰ τοῦτο εἰρηνικῷ ἀνθρώπῳ γενομένῳ. κατὰ δὲ τὸν Σύμμαχον, φύλασσε, φησίν, ἁπλότητα καὶ ὅρα εὐθύ, ὅτι ἔστι μέλλοντα ἀνθρώπῳ εἰρηνικῷ.
I saw the impious one exceedingly exalted and raised up like the cedars of Lebanon; and I passed by, and behold, he was not, and I sought him, and his place was not found. Guard innocence and behold righteousness, because there is a remnant for a peaceful man.
Just as above he represented the righteous man as having gained experience, saying, "I became younger, for I also grew old, and I did not see a righteous man abandoned," so in the present passage he says that he has come through experience to the end of the impious; for he has not heard from hearsay things that happened long ago from others telling them, but he himself saw, he says, blasphemous and godless men, admired by all, but also raised up and priding themselves, and thinking they would continue forever in life. But while I was still reasoning with myself, how these men, although impious, had obtained such things, I wished to see them a second time and lifted my eyes; but they were nowhere, they suddenly vanished, and then, wishing to find a trace and remnant of them, I was unable to find even the place where they seemed to stand. Therefore, since such is their end, you, the disciple, flee this manner of the impious, and wash away all wickedness from yourself, and love the straight path; for a remnant and good hope remains for the one who pursues peace and friendship with God and thus becomes a peaceful man. According to Symmachus, he says, "Guard simplicity and see straight, because there is a future for a peaceful man.
λζ Διδασκαλία ἐξομολογήσεως
Ψαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν.
Οἱ τῆς θεοπνεύστου γραφῆς λόγοι στήσονται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ· ἐλέγξω γάρ, φησί, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. οὕτω καὶ πρόσχωμεν νηφόντως τοῖς λεγομένοις κατὰ τὴν γραφὴν καὶ εἰς ἔργον προάγειν τὰς ἐντολὰς τοῦ κυρίου σπουδάσαι ἐπειχθῶμεν, ὅτι οὐκ οἴδαμεν, ποίᾳ ὥρᾳ ἢ ἡμέρᾳ ὁ κύριος ἡμῶν ἔρχεται.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Τούτοις τοῖς ῥήμασι καὶ ταῖς συλλαβαῖς καὶ ὁ ἕκτος ψαλμὸς τούτῳ παραπλησίως ἄρχεται καὶ τὰ λοιπὰ δὲ τοῦ ἕκτου τοῖς ἐν τῷ προκειμένῳ φερομένοις συγγενῆ τυγχάνει. τεταπεινῶσθαι γὰρ αὐτοῦ τὰ ὀστᾶ καὶ τὴν ψυχὴν κεκοπιακέναι ἐν τῷ στεναγμῷ αὐτοῦ ἔφασκεν ἐν τῷ ἕκτῳ καὶ προστίθει λέγων· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω καὶ τὰ τούτοις συνημμένα. παραπλήσια δ’ ἂν εἴη ἐκείνοις καὶ τὰ ἐν τῷ προκειμένῳ, δι’ ὧν εἴρηται· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, καὶ οὐκ ἔστιν εἰρήνη ἐντοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου· ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, καὶ τὰ τούτοις δι’ ὅλου τοῦ ψαλμοῦ ἐπαγόμενα, ἐν οἷς ἀποκλαίεται τὴν ἑαυτοῦ ταλαιπωρίαν. ταύτῃ γὰρ καὶ αὐτὸς τῇ λέξει κέχρηται εἰπών· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
A lesson of confession.
A psalm for David for remembrance.
The words of the divinely inspired scripture will stand before the tribunal of Christ; for I will convict, he says, and I will set your sins before your face. Therefore let us also attend soberly to what is said according to scripture, and let us hasten to be eager to bring the Lord's commandments into effect, because we do not know at what hour or on what day our Lord comes.
Lord, do not convict me in your wrath, nor discipline me in your anger.
With these words and syllables the sixth psalm also begins similarly, and the rest of the sixth psalm is akin to what is contained in the present one. For it said in the sixth psalm that his bones were humbled and his soul had labored in his groaning, and it added, saying: I will wash my bed each night, I will wet my mattress with my tears, and things joined to these. And what is said in the present psalm would be similar to those, through which it is said: There is no healing in my flesh, and there is no peace in my bones from the face of my sins; because my lawless deeds have overtopped my head, and the things brought in throughout the whole psalm, in which he bewails his own misery. For he himself has also used this expression, saying: I was in misery and I was bent down to the end, going about gloomy all day long.
Ἀλλ’ ἐν τῷ ἕκτῳ ἡ προγραφὴ εἶχεν· εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυίδ, ἐν δὲ τῷ παρόντι τούτων μὲν οὐδέν, μόνον δέ ὁ ψαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν λέλεκται. ἥ γε μὴν προσθήκη εἰς ἀνάμνησιν ἔοικεν ἀναπέμπειν ἡμᾶς τῆς ἐν τῷ ἕκτῳ προγραφῆς ὥστε εἶναι τὰ παρόντα εἰς τέλος καὶ ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης· πάντων γὰρ ἂν εἴη τούτων παραστατικὸν τὸ εἰς τέλος· ἀλλ’ ἐπεὶ διεξιόντες τὰ ἐν τῷ ἕκτῳ ὑποπεσόντα εἰς τὴν προγραφὴν εἰρήκαμεν εἰς τὴν ἐκείνων ἀνάμνησιν καὶ ἡμεῖς ἐπὶ τοῦ παρόντος εἰς ἀνάμνησιν.
Δοκεῖ δέ μοι ὁ Δαυὶδ ἐν διαφόροις καὶ πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἐξομολογησάμενος ἰδίως τὸν παρόντα ψαλμὸν ἀφωρικέναι εἰς ἀνάμνησιν, ὡς ἀεὶ καὶ διὰ παντὸς φέρειν αὐτὸν ἀνὰ στόμα, κεχρῆσθαι δὲ αὐτῷ ἀντ’ ἐπῳδῆς ἐπὶ θεραπείᾳ τῆς ἑαυτοῦ ψυχῆς. ἱκετηρίαν γοῦν ἀναπέμπει τῷ θεῷ, δι’ ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσι τοῖς ἁμαρτάνουσιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν κύριον ταῖς μεθ’ ὑπερβαλλούσης ἐξομολογήσεως φωναῖς. λέγων δέ· κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, οὐ τὸν ἔλεγχον παραιτεῖται, ἀλλὰ τὸν μετὰ θυμοῦ· καὶ τῷ· μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, οὐ φεύγει τὸ παιδευθῆναι, δίχα δὲ ὀργῆς τῆς παιδείας τυχεῖν ἀξιοῖ. ὡς εἰ καὶ ἰατρῷ τις τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντιδότων προσφέροντι βοηθήματα ἐπὶ θεραπείᾳ πάθους ὑποκειμένου λέγοι· μὴ διὰ πυρός με θεραπεύσῃς, μηδὲ διὰ σιδήρου καὶ τομῶν, διὰ δὲ ἠπίων καὶ πραοτέρων φαρμάκων· ὁ γὰρ τοιοῦτος οὐ τὴν θεραπείαν ἀρνεῖται, ἀλλὰ τὸ ἐπίπονον τῶν βοηθημάτων.
But in the sixth, the superscription had: "For the end, in hymns, concerning the eighth; a psalm for David," while in the present one, none of these, but only "the psalm for David for remembrance" is said. The addition "for remembrance" seems to refer us back to the superscription in the sixth, so that the present is "for the end and in hymns concerning the eighth"; for "for the end" would be indicative of all these things. But since, when going through the matters falling under the superscription in the sixth, we have spoken "for their remembrance," we also, in the present case, have "for remembrance."
It seems to me that David, having confessed in various and many ways concerning the offense committed by him, has specifically set apart the present psalm for remembrance, so that he might always and continually keep it on his lips, and use it as an incantation for the healing of his own soul. At any rate, he sends up a supplication to God, by which he turns away the wrath that hangs over all who sin, and propitiates the good Lord with words of exceeding confession. And when he says, "Lord, do not convict me in your wrath," he does not decline the conviction, but that which is with wrath; and with, "nor discipline me in your anger," he does not flee from being disciplined, but deems it worthy to receive discipline without anger. As if someone, to a physician offering remedies by means of cautery and iron and bitter antidotes for the treatment of an underlying ailment, were to say, "Do not treat me with fire, nor with iron and incisions, but with gentle and milder drugs"; for such a person does not deny the treatment, but the painfulness of the remedies.
Πολλάκις δὲ εἴρηται, ὡς ὀργὴ καὶ θυμὸς τοῦ θεοῦ λεγόμενα ἐν ταῖς θεοπνεύστοις γραφαῖς οὐ πάθη σημαίνει (παντὸς γὰρ πάθους ἀλλότριον τὸ θεῖον), κατὰ μεταφορὰν δὲ τὰ τοιαῦτα εἴωθεν ὀνομάζειν ὁ τῆς γραφῆς λόγος, ὡς καὶ ὀφθαλμοὺς θεοῦ καὶ ὦτα καὶ χεῖρας καὶ δακτύλους καὶ πόδας καὶ τὰ λοιπὰ μέλη· ἅπερ ὡς πρὸς ἀνθρώπους χρησίμως οἰκονομεῖται συγκατιὼν τῇ τῶν ἀκροωμένων ποιότητι. οὕτως οὖν καὶ τὰς ἐπαγομένας τιμωρίας τοῖς ἁμαρτάνουσι κατὰ θεοῦ κρίσιν σκυθρωπὰς οὔσας καὶ ἀλγεινὰς τοῖς πάσχουσιν ὡσανεὶ ἐξ ὀργῆς καὶ θυμοῦ ἐπαγομένας ὑποτυποῦται. τοῦτο δὲ διδάσκει καὶ ὁ ἱερὸς ἀπόστολος λέγων· κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὡς εἴ τις καὶ τὰς ἐκ τοῦ νόμου τῷ ἀνδροφόνῳ ἐπηρτημένας κολάσεις ὀργὴν καὶ θυμὸν ὀνομάζοι οὐκ ἀληθῶς τοῦ νόμου θυμουμένου καὶ ὀργιζομένου, τοῦ δὲ κολαζομένου ὀργὴν τοῦ νόμου τὴν τιμωρίαν ὑπειληφότος· ἤδη δὲ καὶ οἱ τὰς κολάσεις διακονοῦντες κατὰ τῶν ἀσεβῶν πονηροὶ δαίμονες αἵ τε ὑπηρετικαὶ δυνάμεις τοῦ θεοῦ αἱ τοιαῦται καὶ ὀργὴ καὶ θυμὸς ὠνομάσθησαν. οὕτω γοῦν εἴρηται ἐν τῷ περὶ τῆς δεκαπλήγου τῆς κατ’ Αἰγυπτίων ἐπαχθείσης λόγῳ τό· ἀπέστειλεν ἐπ’ αὐτοὺς ὀργὴν καὶ θυμόν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν. οὕτως δεξιὰ λέλεκται τοῦ θεοῦ τὰ διὰ τῶν δεξιῶν καὶ ἀγαθῶν δυνάμεων τοῖς ἀξίοις χορηγούμενα.
It has often been said that what is called anger and wrath of God in the divinely inspired scriptures does not signify passions (for the divine is alien to every passion), but the language of scripture customarily names such things metaphorically, just as it speaks of eyes of God and ears and hands and fingers and feet and the other members; these are expediently managed for the sake of men, descending to the quality of the hearers. Thus also the punishments brought upon sinners according to God’s judgment, being grim and painful to those who suffer them, are depicted as if inflicted from anger and wrath. The holy apostle also teaches this, saying: “According to your hardness and unrepentant heart, you store up for yourself wrath in the day of wrath and revelation and righteous judgment of God, who will render to each according to his works,” just as if someone were to call the penalties imposed by the law upon a murderer anger and wrath, not because the law is truly enraged and angry, but because the one punished conceives of the penalty as the law’s wrath. Moreover, the evil demons who administer punishments against the impious, and the ministerial powers of God of such a kind, have also been named wrath and anger. Thus, for example, it is said in the account concerning the ten plagues brought upon the Egyptians: “He sent upon them wrath and anger,” a sending through evil angels. Thus also what is provided through the right and good powers to the worthy is called the right hand of God.
Ἱκετεύει τοίνυν ὁ Δαυὶδ μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι’ ἀποστολῆς ἀγγέλων πονηρῶν παιδευθῆναι, διὰ λόγων δὲ σωτηρίων καὶ μαθημάτων ὠφελίμων. καὶ ἄλλως δὲ ἀντιβολεῖ μὴ τηρηθῆναι εἰς ἡμέραν ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ, ἤδη δὲ ἐντεῦθεν καὶ κατὰ τὸν παρόντα βίον πρὸ τῆς τελευτῆς ἀπολήψεσθαι τὰ ἁμαρτήματα. καὶ ἔτυχέ γε τοῦ σκοποῦ· φαίνεται γοῦν δίκην δεδωκώς, δι’ ὧν ἔπαθε, πρὸ τῆς τελευτῆς. καὶ ἄλλως δὲ αὐτὸς ἑαυτὸν ἐτιμωρεῖτο παντοίαις ὑποβάλλων κολάσεσιν ἐν τοῖς τῆς ἐξομολογήσεως τρόποις.
Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
Ὁ μὲν μέγας ἀθλητὴς Ἰώβ παντοίους ὑπομείνας πειρασμοὺς οὐκ ἠγνόει, πόθεν αὐτῷ τοῦτο ἐγένετο, διὸ ἔλεγεν· βέλη γὰρ κυρίου ἐν τῷ σώματί μου ἐστίν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὁ δὲ Δαυὶδ οὐ τὸ σῶμα πληγεὶς ὁμοίως τῷ Ἰώβ, αὐτὴν δὲ τὴν ψυχὴν καιρίαν τρωθεὶς οὐχ ὁμοίως τῷ Ἰὼβ φάσκει· βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού εἰσιν, ἀλλ’· ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. ὁ δὲ Ἰὼβ μνημονεύει τῆς χειρὸς κυρίου λέγων· χεὶρ κυρίου ἐστιν ἡ ἁψαμένη μου, καὶ ὁ διάβολος τῷ κυρίῳ λέγων· ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει, ἔφασκε καὶ πάλιν· ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι τῶν σαρκῶν αὐτοῦ καὶ τῶν ὀστέων αὐτοῦ. ἀλλ’ ἑτέρα τις ἦν χεὶρ καὶ ἕτερα βέλη τῶν σαρκῶν αὐτοῦ καθικνούμενα καὶ τῶν σωματικῶν ὑπαρχόντων.
David therefore entreats that he not be convicted by evil powers, nor disciplined by the dispatch of evil angels, but through saving words and beneficial teachings. And in another way, he implores that he not be reserved for a day of wrath and revelation and righteous judgment of God, but that even now, in this present life before death, he might receive the penalty for his sins. And indeed he achieved his aim; at any rate, he appears to have paid the penalty, through what he suffered, before death. And in another way, he punished himself, subjecting himself to all kinds of chastisements in the modes of confession.
That your arrows have been fixed in me, and you have set your hand upon me; there is no healing in my flesh from the face of your wrath, there is no peace in my bones from the face of my sins.
The great athlete Job, having endured all kinds of trials, was not ignorant of whence this came to him; therefore he said: "For the arrows of the Lord are in my body, whose fury drinks my blood." But David, not struck in the body like Job, but wounded mortally in the soul itself, does not say like Job: "For the arrows of the Lord are in my body," but: "That your arrows have been fixed in me, and you have set your hand upon me." And Job mentions the hand of the Lord, saying: "It is the hand of the Lord that has touched me," and the devil, saying to the Lord: "Send your hand and touch all that he has," and again said: "Send your hand and touch his flesh and his bones." But it was a different hand and different arrows that reached his flesh and his bodily possessions.
ἐνταῦθα δὲ ἐπειδήπερ τὴν ψυχὴν αὐτὴν νενοσήκει ὁ Δαυίδ, ἕτερα βέλη καθικέσθαι αὐτοῦ σημαίνει καὶ ἑτέραν χεῖρα ἧφθαι αὐτοῦ· καί μοι δοκεῖ τὰ ἐνταῦθα λεγόμενα βέλη λογικὰ εἶναι, μᾶλλον δὲ αὐτοὺς τοὺς τοῦ θεοῦ λόγους νύττοντας καὶ τιτρώσκοντας αὐτοῦ τὴν ψυχὴν καὶ τὴν συνείδησιν αὐτὴν τιμωρουμένους καὶ κολάζοντας, ἐπεὶ τοσοῦτος ὢν ὁ ἀνὴρ καὶ τοσούτων τετυχηκὼς ἀγαθῶν ὑπὸ τοῦ θεοῦ αἰσχρᾷ πράξει ἑαυτὸν ἐξέδωκεν. μήποτε δὲ καὶ αὐτὸν τὸν διάβολον καὶ τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη τὰ παθητικὰ καὶ ἐρωτικὰ εἰς ἐπιθυμίαν ἐξάψαντα τῆς τοῦ Οὐρίου γυναικὸς σημαίνει, περὶ ὧν καὶ ὁ ἀπόστολος διδάσκει λέγων· ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· ἐπειδὴ γὰρ ἄφρακτος εὑρεθεὶς οὐκ ἀντέσχε πρὸς τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, εἰκότως τὴν ψυχὴν τρωθεὶς ἥλω τῇ ἐπιθυμίᾳ.
Ὥσπερ δὲ ὁ Ἰὼβ τὰ τοῦ διαβόλου βέλη τὰ ἕλκη τὰ ἐπιτεθέντα αὐτῷ κατὰ τοῦ σώματος (ἐπειδὴ κατὰ συγχώρησιν ἐγίγνετο τοῦ θεοῦ) βέλη κυρίου ὠνόμασεν εἰπών· βέλη γὰρ κυρίου ἐν τῷ σώματί μου ἐστίν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα, οὕτως εἰκὸς καὶ τὸν Δαυὶδ ἐνταῦθα βέλη κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· ἐπεὶ γὰρ τῇ χάριτι τοῦ θεοῦ δυναμούμενος μέγα ἐφ’ ἑαυτῷ ἐφρόνησέ ποτε ὡς ἀπαυθαδιάσασθαι καὶ εἰπεῖν· ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς τῆς ψυχῆς αὐτοῦ καθαψάμενος μειζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν.
Here, since David’s soul itself had been sick, he indicates that other arrows strike him and another hand touches him. And it seems to me that the arrows spoken of here are rational, or rather the very words of God, piercing and wounding his soul and punishing and chastising his conscience itself, because, being such a man and having received so many good things from God, he gave himself over to a shameful deed. But perhaps it also signifies the devil himself and the fiery arrows of the evil one, the passionate and erotic ones, which kindled desire for the wife of Uriah, concerning which the apostle also teaches, saying: “Take up the full armor of God so as to be able to quench all the fiery arrows of the evil one.” For since he was found unprotected and did not withstand the fiery arrows of the evil one, he was naturally wounded in his soul and captured by desire.
And just as Job called the arrows of the devil—the sores inflicted upon his body (since they occurred by the permission of God)—“arrows of the Lord,” saying, “For the arrows of the Lord are in my body, whose rage drinks my blood,” so it is likely that David here has spoken of “arrows of the Lord,” since by the permission of the Lord the adversary made war against him, so that he might learn not to say, “I shall never be shaken.” For because, strengthened by the grace of God, he once thought highly of himself, so as to become insolent and say, “And I said in my prosperity, ‘I shall never be shaken,’” for this reason he was naturally handed over to the tempter, who, having laid hold of his soul, harmed him more grievously than Job.
οἱ δὲ λόγοι τῆς δικαιοκρισίας αὐτοῦ ὑπομνηστικοὶ καὶ τῆς ὀργῆς τῆς τοῖς ἁμαρτάνουσιν ἐπηρτημένης διδασκαλία, οἳ βελῶν εἰσὶν ὀξύτεροι, τὴν συνείδησιν νύττοντες τιτρώσκοντές τε καὶ κεντοῦντες αὐτήν. καὶ οὕτως εἴποις ἂν τὸν Δαυὶδ τοῖς ἱεροῖς τούτοις καὶ θείοις κεντούμενον εὐλόγως παραιτεῖσθαι τὸν διὰ θυμοῦ ἔλεγχον καὶ τὴν δι’ ὀργῆς τοῦ θεοῦ παιδείαν· μὴ γὰρ τῷ θυμῷ σου, φησίν, ἐλέγξῃς με, κύριε, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. διὰ τί; ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι· παραλαβόντα γὰρ τὴν ὀργὴν καὶ τὸν θυμὸν τὰ παρὰ σοῦ καθικόμενα βέλη ἱκανῶς με τιμωρεῖται καὶ αὐτάρκως με κολάζει· διὸ ἱκετεύει μὴ ὀργῆς ἑτέρας μηδὲ θυμοῦ πειραθῆναι.
Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι ἢ καθίκεταί μου κατὰ τὸν Σύμμαχον, καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου· Χεῖρα δὲ κυρίου καθαψαμένην αὐτοῦ νόησον καὶ τὴν ἐπὶ τοῦ Ἰὼβ δεδηλωμένην· αὕτη δὲ ἡ χεὶρ τοῦ κυρίου πάντα τὸν οἶκον τοῦ Δαυὶδ ἐκ βάθρων ἔσεισε, τὸν μὲν πρωτότοκον αὐτοῦ τῶν παίδων τὸν Ἀμνὼν ἔρωτι τῆς ἀδελφῆς ἐκμήνασα, πυρώσασα δὲ τὸν Ἀβεσσαλὼμ τῇ κατὰ τοῦ ἀδελφοῦ ὀργῇ, ὡς ἀνελεῖν τὸν Ἀμνών, ἔπειτα καὶ αὐτῷ ἐπαναστῆναι τῷ πατρί καὶ τὰ λοιπὰ δὲ πάντα διὰ τῆς ἱστορίας παριστάμενα ἡ δηλωθεῖσα χείρ.
The words of his righteous judgment are reminiscent and a teaching of the wrath that hangs over those who sin, which are sharper than arrows, pricking, wounding, and goading the conscience. And thus you might say that David, being goaded by these sacred and divine things, reasonably declines the reproof through anger and the discipline through the wrath of God: "Do not," he says, "reprove me with your anger, Lord, nor discipline me with your wrath." Why? Because your arrows have been fixed in me; for the arrows that have come from you, having taken up wrath and anger, punish me sufficiently and chastise me adequately; therefore he beseeches that he not experience another wrath or anger.
That your arrows have been fixed in me, or have reached me according to Symmachus, and you have laid your hand upon me. Understand the hand of the Lord that has touched him, and that which was revealed in the case of Job. This hand of the Lord shook the entire house of David from its foundations, driving his firstborn son Amnon mad with lust for his sister, inflaming Absalom with anger against his brother, so that he killed Amnon, then rose up against his own father, and all the rest that is presented through the history, the revealed hand did.
Χείρ σου καθήψατό μου διὰ τῶν ἐπαλλήλων συμφορῶν· ἱκετεύω, φησί, μὴ ἄλλῳ θυμῷ ἐλεγχθῆναι μηδὲ χείρονι ὀργῇ παιδευθῆναι. καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ ἐπιλεγόμενα, ἃ διδάσκει ἑξῆς λέγων· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. ἐγώ, φησί, προλαβών, οὐδὲ περιμείνας, ἵνα μού τις ἔξωθεν τὸ σῶμα κολάσῃ, ἕλκει πονηρῷ ἐμαυτὸν ἐτιμωρησάμην καὶ τὴν σάρκα μου, δι’ ἧς πέπρακταί μοι τὸ ἁμάρτημα, κολάσεσι παρέδωκα τιμωρούμενος ἐμαυτὸν καὶ κολάζων παντοίαις κολάσεσιν. τοῦτο γὰρ ἐδήλου καὶ δι’ ἑτέρων λέγων· ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καί· ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον, καί· ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὰ ὀστᾶ μου τῇ σαρκί μου, καί· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. οὕτως οὖν καὶ νῦν φησίν· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου.
Your hand has touched me through the succession of calamities. I beseech, he says, that I not be reproved by another wrath nor disciplined by a worse anger. And not only these things, but also the words that follow, which he teaches by saying next: There is no healing in my flesh from the face of your wrath, there is no peace in my bones from the face of my sins. I, he says, having anticipated, and not having waited, so that someone from outside might punish my body, I punished myself with an evil ulcer and delivered my flesh, through which the sin was committed by me, to punishments, avenging myself and chastising myself with all kinds of punishments. For this he also indicated by saying through other words: I humbled my soul in fasting, and: My flesh was altered through oil, and: I forgot to eat my bread from the voice of my groaning, my bones clung to my flesh, and: I will wash my bed each night, I will wet my bedding with my tears. Thus then also now he says: There is no healing in my flesh from the face of your wrath.
Ἀντὶ δὲ τῆς ὀργῆς συμφώνως ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος ἀπὸ προσώπου ἐμβριμήσεώς σου ἡρμήνευσαν· ἀπήρκει γάρ μοι, φησίν, ἡ ἀπὸ τῶν σῶν θείων γραφῶν ἐμβρίμησις καὶ ἡ διὰ τοῦ σοῦ προφήτου Νάθαν ἀπειλή, διὸ ἀπὸ προσώπου τῆς ἐμβριμήσεώς σου ἐμαυτὸν οὕτως ἐτιμωρησάμην, ὡς κολάσαι τὴν ἐμαυτοῦ σάρκα καὶ τὰ ὀστᾶ μου μὴ ἔχειν εἰρήνην ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου, ἀνθ’ οὗ ὁ Σύμμαχος· διὰ τὰς ἁμαρτίας μου.
Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους σφόδρα, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
Ἐπειδὴ τάδε μοι, φησί, πέπρακται, διὰ τοῦτο ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους καὶ ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. διὰ τούτων δὲ παρίστησιν, ἃ πέπονθε, καὶ ὅπως ἑαυτὸν ἐτιμωρεῖτο, οὐ μίαν ἑαυτῷ κατηγορῶν ἁμαρτίαν, ἀλλ’ ἀθρόως πολλάς καὶ τοσαύτας ὡς μηδὲ ἔνδον κρύπτεσθαι ἐν τῇ ἑαυτοῦ ψυχῇ μηδὲ εἴσω τοῦ σώματος λανθάνειν, ἀλλ’ ὑπερβεβηκέναι αὐτοῦ ὥστε καὶ πᾶσιν αὐτὰς γνωρίζεσθαι. αὐτὸς γοῦν ἦν κατήγορος ἑαυτοῦ ἐν πρωτολογίᾳ καὶ παρὰ τοῖς πᾶσιν, ὡς ἂν πληρωθείη ἐπ’ αὐτῷ· δίκαιος ἑαυτοῦ κατήγορος, φθάνων πάντα ἄνθρωπον κατήγορον. αὐτὸς μὲν ἑαυτὸν κατέκρινε, πᾶν δὲ ἐχθρῶν ἀπέφραττε στόμα, μὴ ἐχόντων ἕτερόν τι κατ’ αὐτοῦ λέγειν. διδάσκει δὲ ἡμᾶς ὁ λόγος μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ μηδὲ ὥσπερ τινὰ μελανίαν καὶ σῆψιν κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα, τὴν συνείδησιν καυτηριαζομένους.
Instead of "wrath," both Aquila and Symmachus have translated from the phrase "your indignation." For it was enough for me, he says, the indignation from your divine scriptures and the threat through your prophet Nathan; therefore, from the face of your indignation I punished myself in such a way as to chastise my own flesh, and my bones have no peace from the face of my sins, for which Symmachus says: "because of my sins."
That my iniquities have overtopped my head, as a heavy burden they have weighed heavily upon me. My sores have stunk and festered from the face of my folly. I have been afflicted and bent down utterly, and all day long I have gone about looking gloomy.
Since these things have been done by me, he says, therefore I have been afflicted and bent down utterly, and all day long I have gone about looking gloomy. Through these things he sets forth what he has suffered and how he punished himself, accusing himself not of one sin but of many all at once, and so many that they could not be hidden within his own soul nor concealed inside his body, but had overtopped him so that they were known to all. He himself was his own accuser in the first speech and before everyone, so that it might be fulfilled in him: "a just accuser of himself," anticipating every human accuser. He himself condemned himself, and he stopped the mouth of all enemies, so that they had nothing else to say against him. The word teaches us not to hide our own evils nor to contain our sins like some blackness and rot deep within the soul, while our conscience is cauterized.
ὥσπερ ἐπὶ τῶν πυρετῶν εἴσω μὲν καὶ κατὰ βάθους χωρῶν ὁ πυρετὸς μείζονα τὴν νόσον ἐργάζεται, προκόψας δὲ εἰς τοὐμφανὲς ἐλπίδα παρακμῆς ὑποφαίνει, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς ἂν γένοιτο.
Καὶ ἄλλο δέ τι διδάσκει περὶ ἑαυτὸν γεγονὸς ὁ Δαυὶδ λέγων· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ· ἐβάρει γὰρ αὐτοῦ τὴν συνείδησιν τὰ τετολμημένα αὐτῷ ὡς μὴ δύνασθαι βαστάζειν αὐτὰ δι’ εὐγένειαν καὶ εὐγνωμοσύνην ψυχῆς. ὁ μὲν γὰρ ἀτεράμνων καὶ ἀπόσκληρος κατὰ τὴν σκληρότητα ἑαυτοῦ καὶ ἀμετανόητον καρδίαν θησαυρίζει ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, ἐπισπώμενος ἁμαρτίαν ἐφ’ ἁμαρτίας, αὔξων τὰ ἑαυτοῦ κακά· ὅταν γὰρ ἔλθῃ ἁμαρτωλὸς εἰς βάθος κακῶν, καταφρονεῖ, ὁ δὲ εὐγνώμων, εἰ καὶ ἅπαξ ποτὲ ὀλισθήσειε κατά τινα τοῦ διαβόλου συναρπαγήν, δεινῶς βαρεῖται τὴν συνείδησιν ὡς μὴ δύνασθαι σιγᾶν μηδὲ κρύπτειν τὸ ἑαυτοῦ κακόν.
Ἐκ περισσεύματος γοῦν καρδίας τὸ στόμα λαλεῖ· ὅθεν μὴ φέρων σιωπᾶν ἐξέφηνε τὰ συνέχοντα αὐτὸν λέγων· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ, δῆλον δέ, ὅτι αἱ ἀνομίαι μου, καὶ πάλιν· προσώζεσαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. ἀφροσύνην δὲ ὀνομάζει τὴν ἄφρονα πρᾶξιν ἐξ ἀφροσύνης γενομένην· πᾶν γὰρ ἁμάρτημα κατὰ ἀφροσύνην γίνεται, ἀρετὴ δὲ οὖσα ἡ φρόνησις πάντα τὰ καθ’ ἑαυτὴν πραττόμενα ἐπαίνου καὶ ἀρετῆς ἄξια ἀποφαίνει. ἀλλὰ καὶ ὑγείας ἐστὶ τῇ ψυχῇ ποιητικὰ τὰ κατὰ φρόνησιν γινόμενα, ἡ δὲ ἀφροσύνη τραύματα καὶ μώλωπας ἀπεργάζεται. οἱ μὲν οὖν ἐπὶ τοῖς ἁμαρτήμασιν ἐπιμένοντες, χαίροντες ἐπ’ αὐτοῖς καὶ ἐνηδόμενοι, χοίροις ἐοίκασιν ἐγκυλιομένοις βορβόρῳ·
Just as in the case of fevers, when the fever penetrates inward and deep it produces a greater illness, but when it has advanced to the surface it gives hope of abatement, so also it might be with the soul.
And David teaches something else that happened concerning himself, saying: "Like a heavy burden, they weighed heavily upon me." For his conscience was burdened by the deeds he had dared, so that he could not bear them because of the nobility and good conscience of his soul. For the hard and unyielding man, by his own hardness and unrepentant heart, stores up wrath for himself on a day of wrath, drawing sin upon sin, increasing his own evils. For when a sinner reaches the depth of evils, he becomes contemptuous; but the man of good conscience, even if he should slip once through some snatching away by the devil, is terribly burdened in his conscience, so that he cannot be silent nor conceal his own evil.
From the abundance of the heart, then, the mouth speaks. Hence, unable to bear silence, he revealed what was oppressing him, saying: "Like a heavy burden, they weighed heavily upon me," and it is clear that these are my transgressions; and again: "My wounds have festered from the face of my folly." And he calls "folly" the foolish action that comes from folly. For every sin occurs through folly, while prudence, being virtue, renders all things done according to it worthy of praise and virtue. Moreover, things done according to prudence are productive of health for the soul, while folly produces wounds and sores. Now those who persist in their sins, rejoicing in them and taking pleasure in them, resemble pigs wallowing in filth.
ὁ δὲ εἰς ἅπαξ ὀλισθήσας, ἔπειτα ἀναλαβὼν ἑαυτὸν καὶ τὴν μιαρὰν ἐκείνην πρᾶξιν ὡς δυσώδη καὶ ἀκάθαρτον βδελύσσεται. τοιοῦτόν τι πεπονθὼς ὁ Δαυὶδ ὑπὸ συναισθήσεως ὑγιοῦς ὁμολογεῖ λέγων· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.
Ἐπεὶ τοίνυν ὑπερήρθησαν αἱ ἀνομίαι μου πληθυνθεῖσαι καὶ τῆς κεφαλῆς ἀνώτεραι γενόμεναι ἐβαρύνθησαν ἐπ’ ἐμὲ καὶ προσώζεσαν καὶ ἐσάπησαν, τούτου χάριν ἰατρεύων ἐμαυτὸν ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους· καὶ οὐδὲ πρὸς μίαν ἡμέραν, οὐδὲ πρὸς βραχεῖαν ὥραν, ἀλλὰ πᾶσαν ἡμέραν σκυθρωπάζων ἐπορευόμην ἢ κατὰ τὸν Σύμμαχον σκυθρωπὸς περιεπάτουν· οὐκ ἀδιαφορῶν ἐπὶ τῶν πεπραγμένων μοι, οὐδ’ οἷα βασιλεὺς ἐπαιρόμενος διὰ τὸ μηδενὶ κριτῇ ὑποκεῖσθαι· διὰ δὲ τὸν σὸν φόβον καὶ τὴν σὴν ἐμβρίμησιν, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
But the one who has slipped once, then recovered himself, abhors that foul deed as foul and unclean. Having experienced something of this sort, David, with a healthy self-awareness, confesses, saying: "My wounds have become foul and festered because of my folly."
Since, then, my lawless acts have been exalted, multiplied, and have risen above my head, they have weighed heavily upon me and have become foul and festered; for this reason, healing myself, I have suffered and been bowed down to the end. And not for a single day, nor for a brief hour, but every day I went about gloomy, or, according to Symmachus, I walked about gloomy; not being indifferent to what I had done, nor, like a king, being puffed up because I was subject to no judge; but because of your fear and your sternness, I went about gloomy all day long.
That my loins have been filled with mockeries, and there is no healing in my flesh; I have been weakened and humbled exceedingly, I have roared from the groaning of my heart. Lord, all my desire is before you, and my groaning has not been hidden from you.
Ἀντὶ τοῦ αἱ ψόαι μου ἐνεπλήσθησαν ἐμπαιγμάτων ὁ Ἀκύλας ὅτι ἐπληρώθησαν αἱ λαγόνες ἀτιμίας, ὁ δὲ Σύμμαχος ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἀτιμίας ἐκδεδώκασιν.
Καὶ διὰ τοῦτο εἰς ὑπόμνησιν ἐλθὼν τῆς αἰσχρᾶς καὶ ἀτίμου πράξεως τῷ ἐρρῶσθαι αὐτῷ τὸ τῆς ψυχῆς αἰσθητήριον, ταῦτα ἔλεγε· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. διὰ τί δὲ προσώζεσαν, ἐπάγει λέγων· ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων ἢ αἱ λαγόνες μου ἀτιμίας· ᾐνίξατο δὲ διὰ τούτων τὸ εἶδος τῆς αἰσχρᾶς πράξεως.
Εἶτα ἑαυτὸν ἀνακτώμενος ἔλεγεν· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ἐπειδὴ γὰρ αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, διὰ τοῦτο, φησίν, εἰς μετάνοιαν τῶν πεπραγμένων ἐλθὼν τὴν ἐμαυτοῦ σάρκα κολάζω καὶ τιμωροῦμαι, διό φημι· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, ὡς ἂν δυνηθείη ποτὲ κατορθώσας εἰπεῖν· εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται.
Καὶ ἀνωτέρω δὲ ἔλεγεν· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, καί· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου· εἶτα ἐπάγει· ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα· τοῦτο δὲ ἑτέρως ἐν τοῖς ἔμπροσθεν ἐδήλου φήσας· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους· ἴδιον ἀνδρῶν συνετῶν τὸ μὴ ἐπαίρεσθαι ἐπὶ τοῖς κατὰ πρόληψιν καὶ συναρπαγὴν ἁμαρτανομένοις, ἀλλ’ αἰδεῖσθαι καὶ ἐρυθριᾶν καὶ τὴν συνείδησιν πλήττεσθαι καὶ ταπεινοῦσθαι.
Instead of "my loins were filled with mockeries," Aquila has "my flanks were filled with dishonor," and Symmachus has "my loins were filled with dishonor."
And for this reason, having come to a recollection of the shameful and dishonorable deed, because the faculty of perception in his soul was sound, he said these things: "My wounds have become foul and have putrefied from the face of my folly." And why they became foul, he adds, saying: "because my loins were filled with mockeries," or "my flanks with dishonor"; through these words he hinted at the nature of the shameful deed.
Then, recovering himself, he said: "There is no healing in my flesh"; for since my loins were filled with mockeries, therefore, he says, having come to repentance for what was done, I punish and chastise my own flesh, wherefore I say: "There is no healing in my flesh," as one who might ever, having succeeded, say: even if our outer man is corrupted, yet the inner man is renewed.
And earlier he said: "There is no healing in my flesh," and "There is no peace in my bones"; then he adds: "I was ill-treated and humbled exceedingly"; this he indicated differently in the preceding passages, having said: "I suffered hardship and was bent down to the end." It is characteristic of prudent men not to be elated over sins committed by anticipation and snatching, but to feel shame and blush and to be struck in conscience and humbled.
Ὁ μὲν γὰρ Δαυὶδ πρὸς τούτοις ἐπιλέγει· ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου ἢ κατὰ τὸν Ἀκύλαν· ἐβρυχόμην ἀπὸ βρυγμοῦ τῆς καρδίας μου· οὐ γὰρ ἵνα τοῖς πολλοῖς φανερὸς γένωμαι, τοῖς χείλεσιν ἐξομολογοῦμαι, ἔνδον δὲ ἐν αὐτῇ τῇ καρδίᾳ τὸ ὄμμα μύων σοὶ μόνῳ τῷ βλέποντι τὰ ἐν κρυπτῷ τοὺς ἐμαυτοῦ στεναγμοὺς ἐπιδεικνύω ἐν ἐμαυτῷ ὠρυόμενος. οὐδὲ γὰρ μακρῶν μοι λόγων χρεία ἦν πρὸς τὴν ἐξομολόγησιν· ἀπήρκουν γὰρ οἱ στεναγμοὶ τῆς καρδίας μου πρὸς ἐξομολόγησιν καὶ οἱ ἀπὸ βάθους ψυχῆς πρὸς σὲ τὸν θεὸν ἀναπεμπόμενοι ὀδυρμοί.
Ἀλλὰ καὶ ἡ ἐπιθυμία καλὴ οὖσα ἐναντίον σου ἦν, κύριε, καὶ αὕτη δὲ ἦν ἡ περὶ τῆς ἐμαυτοῦ σωτηρίας· ὅτε μὲν γὰρ κακῶν γέγονα ἐπιθυμητής, οὐκ ἐναντίον σου ἦν ἡ ἐπιθυμία μου, νυνὶ δέ, ὅτε πάντα πράττω ταπεινούμενος καὶ ὠρυόμενος ἀπὸ στεναγμοῦ τῆς καρδίας μου καὶ σοῦ τοῦ θεοῦ σωτῆρος καὶ ἰατροῦ τυχεῖν ἐπιθυμῶν, ἐναντίον σου ἐστὶν ἡ ἐπιθυμία μου.
Καὶ τὴν αἰτίαν τῶν ἐμῶν στεναγμῶν οὐκ ἀγνοεῖς· οἶσθα γάρ, ὅτι πρέποντα τῇ σου φιλανθρωπίᾳ στεναγμὸν ἀναπέμπω, ἐπεὶ μὴ βούλῃ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. διό φημι· καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
For David adds to these: "I roared from the groaning of my heart," or according to Aquila: "I gnashed my teeth from the grinding of my heart." For it is not that I may become visible to the many that I confess with my lips, but within, in my heart itself, closing my eye, I display my own groans to you alone, who see what is hidden, roaring within myself. For I had no need of lengthy words for confession; the groans of my heart sufficed for confession, and the lamentations sent up from the depth of my soul to you, God.
But also the desire, being good, was before you, Lord, and this was concerning my own salvation. For when I was a desirer of evils, my desire was not before you; but now, when I do everything humbling myself and roaring from the groaning of my heart and desiring to obtain you, God, as savior and physician, my desire is before you.
And you are not ignorant of the cause of my groans; for you know that I send up a groan befitting your love for humanity, since you do not wish the death of the sinner, but his repentance. Therefore I say: "And my groan is not hidden from you.
Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ. οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
Προεπισημηνάμενος ἐν τῇ προγραφῇ, ὡς ἄρα εἴη εἰς ἀνάμνησιν, εἰκότως ἀναπέμπεται καὶ τῇ μνήμῃ τὰ πάλαι αὐτῷ συμβεβηκότα ἐπαναλαμβάνει. διδάσκει δὲ ἐν οἷς γέγονεν ἐν τῷ τῆς ἁμαρτίας ὀλισθήματι περιπεσών, οὗ χάριν καὶ τὴν πᾶσαν ποιεῖται ἐξομολόγησιν· ἐταλαιπώρησα οὖν καὶ κατεκάμφθην καὶ σκυθρωπάζων ἐπορευόμην, καὶ ἐταπεινώθην καὶ ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. εἰς πάντα ταῦτα ἐλήλυθα· ἐπειδὴ γὰρ γὰρ καιρῷ τινι ἡ καρδία μου ἐταράχθη, καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ. κατὰ γὰρ τὸν τῆς ἁμαρτίας καιρὸν οὐ μικρὰν ὑπέμεινεν αὐτοῦ ταραχὴν τὸ διανοητικὸν συγχυθὲν καὶ σκοτωθὲν ὑπὸ τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος ὡς καὶ εἰς ἀφροσύνην πεσεῖν. διὸ καὶ ἀνωτέρω ἔλεγε· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταράχθη τοίνυν ἡ καρδία αὐτοῦ, ὅτε ἐν ἀφροσύνῃ ἐγεγόνει καὶ τῆς μὲν κατὰ τὴν φρόνησιν ἀρετῆς ἐξέπιπτεν, ἔργα δὲ ἀφροσύνης ἔπραττε. τότε δὲ καὶ ἐγκατέλιπεν αὐτὸν ἡ ἰσχὺς αὐτοῦ· οὐκέτι γὰρ οἷός τε ἦν λέγειν· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, νικηθεὶς ὑπὸ τοῦ πάθους καὶ ἐξατονήσας·
My heart was troubled, my strength abandoned me, and the light of my eyes itself is not with me. My friends and my neighbors drew near and stood opposite me, and those closest to me stood far off; and those who sought my life pressed hard, and those who sought evils for me spoke vanities and practiced deceits all day long.
Having indicated beforehand in the prologue that it was for remembrance, he naturally recalls and takes up again in memory the things that happened to him long ago. And he teaches in what circumstances he fell into the slip of sin, on account of which he makes the whole confession: I suffered, then, and was bowed down, and went about gloomy, and was humbled, and roared from the groaning of my heart. I have come to all these things; for since at some time my heart was troubled, and my strength abandoned me, and the light of my eyes itself is not with me. For at the time of sin, his reasoning faculty, being confused and darkened by that which works sin, suffered no small disturbance, so as even to fall into folly. Hence he said above: My wounds stank and festered from the face of my folly. His heart was troubled, then, when he fell into folly and fell away from the virtue of prudence and did works of folly. Then also his strength abandoned him; for he was no longer able to say: I am strong in all things through Christ who strengthens me, being overcome by passion and enfeebled.
ἐπὶ μὲν γὰρ τῶν κατορθούντων τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής,ἐπὶ δὲ τῶν νικωμένων ἡ σὰρξ κατεπαίρεται καὶ κατισχύει, ἀτονεῖ δὲ καὶ ἐξασθενεῖ ἡ ψυχή. Τότε οὖν, φησίν, ὅτε ἡμάρτανον, ἡ καρδία μου ἐταράχθη καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τι ἄλλο τι χαλεπὸν περὶ ἐμὲ γέγονεν· τὸ γὰρ φῶς τῶν ὀφθαλμῶν μου (τοῦτο δὲ ἦν τὸ προφητικὸν πνεῦμα τὸ φωτίζον αὐτοῦ τῆς ψυχῆς τὴν ὅρασιν) καὶ αὐτὸ οὐκ ἦν μετ’ ἐμοῦ, καταλεῖψάν με καὶ ἀναχωρῆσαν, ἐπεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. ἀναχωρῆσαν τοίνυν ἀπ’ αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον ἔρημον αὐτὸν καταλέλοιπε μετὰ τὸ ταραχθῆναι αὐτοῦ τὴν καρδίαν καὶ ἐξατονῆσαι αὐτοῦ τὴν ἰσχύν· τότε γὰρ καὶ τὸ φῶς τῶν ὀφθαλμῶν αὐτοῦ ἔρημον αὐτὸν εἴασεν.
Ἀλλὰ καὶ οἱ πρότερον αὐτοῦ φίλοι καὶ οἱ πλησίον αὐτοῦ, οἱ τὸν πάντα χρόνον αὐτῷ συνόντες, ἐάσαντες αὐτὸν μακρόθεν ἔστησαν οὐκέτι αὐτῷ συνεῖναι βουλόμενοι, πόρρωθεν ἀποκλαιόμενοι, ὡς ἔοικε, φίλου συμφοράν. τίνες δὲ ἦσαν, ἀλλ’ ἢ οἱ ἐπὶ τοῖς προτέροις αὐτοῦ ἀγαθοῖς χαίροντες ἄγγελοι, δηλαδὴ ἀγαθοὶ καὶ λειτουργοὶ θεοῦ τῇ τῶν ἀνθρώπων συγχαίρειν εἰωθότες σωτηρίᾳ; εἴ γε ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι ἐν τοῖς οὐρανοῖς χαρὰ γίνεται, καὶ παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. καὶ οὗτοι οὖν πάντες οἱ τοῦ Δαυὶδ φίλοι κατὰ τὸν τῆς ἁμαρτίας αὐτοῦ καιρὸν ἀνεχώρουν ἀποστρεφόμενοι· οὐ μὴν πάντῃ αὐτὸν κατελίμπανον, μακρὰν δὲ ἑστῶτες ἐπέστενον· ὃ δὴ καὶ αὐτὸ διδάσκει λέγων·
For among those who succeed, the spirit is eager, but the flesh is weak; while among those who are overcome, the flesh is arrogant and prevails, and the soul is slack and weakens. Then, he says, when I was sinning, my heart was troubled and my strength abandoned me, and some other grievous thing happened to me: for the light of my eyes (and this was the prophetic spirit that illumines the vision of his soul) was itself not with me, having left me and withdrawn, since wisdom will not enter a crafty soul nor dwell in a body defiled by sin; for the holy spirit of instruction will flee from deceit and will depart from foolish thoughts. Therefore, the holy spirit having withdrawn from him left him desolate after his heart was troubled and his strength failed; for then the light of his eyes also left him desolate.
But also his former friends and his neighbors, who had been with him all the time, having left him, stood far off, no longer wishing to be with him, lamenting from afar, as it seems, the misfortune of a friend. And who were they but those who rejoiced at his former good deeds, namely, good angels and ministers of God, accustomed to rejoice with men in their salvation? For if there is joy in heaven over a repentant sinner, and an angel of the Lord encamps around those who fear him, then all these friends of David at the time of his sin withdrew, turning away; yet they did not entirely abandon him, but standing far off they groaned; and this very thing he teaches, saying:
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· ὧν μακράν μου γενομένων ἄλλοι τινὲς οἱ τὴν ἁμαρτίαν ἐνεργοῦντες πλησίον μου γενόμενοι ἐξεβιάζοντο καὶ τῆς ἐμῆς ψυχῆς κατέπαιζον. διὸ ἐπιλέγει· ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. πάλαι γὰρ οὗτοι διψῶντες τοῦ ἐμοῦ αἵματος καὶ ἐκ μακρῶν χρόνων εὐχόμενοι θεάσασθαί μου τὴν πτῶσιν, ὡσανεὶ καιροῦ λαβόμενοι, ὅτε εἶδον καταλείψασάν με τὴν ἰσχύν μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου ἀναχωρῆσάν μου τούς τε φίλους μου καὶ τοὺς πλησίον μου μακράν μου γενομένους, παραχρῆμα ἐπιπηδήσαντες ἐξεβιάζοντο τὴν ψυχήν μου, καὶ ὡς ἂν ἐθελόκακοι ἐλάλησαν ματαιότητας ἔνδον ὑποβάλλοντές μου τῇ ψυχῇ ματαίους λόγους, ἀλλὰ καὶ σὺν δόλῳ θέλγοντες καὶ ἀπατῶντες, ὡς ἐπὶ ἀγαθοῖς ἐδελέαζον καθέλκοντές με εἰς τὴν ἁμαρτίαν. διὸ ἐπάγει· καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
My friends and my neighbors drew near and stood opposite me, and those closest to me stood far off; and when they had gone far from me, certain others who were working the sin, coming near me, pressed hard and mocked my soul. Therefore he adds: Those who sought my soul pressed hard, and those who sought evils for me spoke vanities and practiced deceits all the day long. For these, long thirsting for my blood and from distant times praying to see my fall, as if seizing the opportunity, when they saw that my strength had left me and the light of my eyes had withdrawn from me, and that my friends and my neighbors had gone far from me, immediately leaping upon me they pressed hard against my soul, and as if malicious they spoke vanities, inwardly suggesting vain words to my soul, but also with guile, charming and deceiving, as if for good things they lured me, dragging me down into sin. Therefore he adds: And they practiced deceits all the day long.
Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
Ἐπειδὴ οἱ ζητοῦντες τὴν ψυχήν μου εὗρον αὐτήν, εἶθ’ εὑρόντες κατέπαιζον, ἐπέβησαν δὲ ἐπιτωθάζοντες τοῖς ἐμοῖς κακοῖς, εἶτα ἐλάλουν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν, ἐπὶ τούτοις ἐγὼ ἔρημος γεγονὼς τῶν ἐμαυτοῦ φίλων οὐδὲν εἶχον λέγειν, αἰσχύνης πεπληρωμένος· διὸ ὡσεὶ κωφὸς οὐκ ἤκουον, ἀλλ’ ὁ πάλαι λογιώτατος καὶ τῇ παρούσῃ σοφίᾳ σεσοφισμένος γέγονα ὡσεὶ κωφὸς οὐκ ἀκούων καὶ ὡς ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. οὐδεὶς γάρ μοι λόγος ἦν πρὸς ἀπολογίαν, οὐδ’ εἶχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι, ἅπαξ ὑπ’ αὐτῶν νενικημένος. ἀλλ’ ἤμην ὡς ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. ἠλεγχόμην γὰρ αὐτός, ἀλλ’ οὐκ ἤλεγχον, οὐδὲ εἶχον παρρησίαν αἰσχύνῃ κεκαλυμμένος.
Ὅτι ἐπὶ σοί, κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου. ὅτι εἶπον· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησαν.
But I, like a deaf man, did not hear, and like a mute, not opening his mouth, and I became like a man not hearing and having no reproaches in his mouth.
Since those who sought my soul found it, then having found it they mocked, and they set about jeering at my misfortunes, then they spoke vanities and deceits the whole day, upon this I, having become bereft of my own friends, had nothing to say, being filled with shame; therefore like a deaf man I did not hear, but I, once most eloquent and wise in present wisdom, became like a deaf man not hearing and like a mute not opening his mouth. For I had no word for defense, nor had I anything to say to my enemies, once defeated by them. But I was as a man not hearing and having no reproaches in his mouth. For I myself was reproached, but I did not reproach, nor did I have boldness, being covered with shame.
That I hoped in you, Lord; you will hear, Lord my God. Because I said: May my enemies never rejoice over me, and when my feet were shaken, they spoke boastfully against me.
Τὰ δὴ συμβεβηκότα μοι ταῦτα· διὸ γέγονα ὡσεὶ κωφὸς οὐκ ἀκούων καὶ ὡς ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ καὶ ὡσεὶ ἄνθρωπος οὐκ ἔχων ἐλεγμούς, διὸ οὐδὲν πρὸς τοὺς ἐχθροὺς ἔλεγον ὡς ἂν ὑπ’ αὐτῶν νενικημένος. οὐ μὴν διὰ τοῦτο ἀπέγνων ἐμαυτοῦ· συνῆγον δὲ πάλιν ἐμαυτὸν τῆς μὲν ἁμαρτίας ὡς θανάτου ἀποπηδήσας, τοῖς δὲ τῆς ἐξομολογήσεως φαρμάκοις τὸ ἐμαυτοῦ ἕλκος ἰώμενος, καὶ τοὺς προσοζέσαντάς μοι μώλωπας ἀπὸ τῆς ἀφροσύνης μου θεραπείας τυχεῖν ἀξιῶ. διὸ ἐπὶ σοί, κύριε, ἤλπισα· οὐ γὰρ ἐμαυτῷ θαρρῶν οὐδὲ ἄλλην τινὰ ἐλπίδα θέμενος πρὸ ὀφθαλμῶν ἢ σὲ τὰ τῆς ἰάσεως ὑπέγραφον ἐμαυτῷ. ἐπειδὴ οὖν ἤλπισα, κύριε, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, διὰ τοῦτο εἰσάκουσον, ὅτι θελητὴς ἐλέους εἶ σὺ καὶ οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ. διότι ἤλπισα ἐπὶ σέ, ἱκετεύω τῆς παρὰ σοῦ βοηθείας ἐπιτυχεῖν, μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου.
Οὔπω μὲν γὰρ παντελῶς ἐχάρησαν, ἐπιχαροῦνται δέ, εἰ μὴ τύχοιμι τοῦ σοῦ ἐλέους· ἀλλ’ ἵνα μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθροί μου οἱ ἤδη καὶ πρότερον ἐν τῷ σαλευθῆναι πόδας μου μεγαλορρημονήσαντες, ἐπὶ σὲ κατέφυγον καί φημι· μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου· καὶ πάλιν φημί· πρὸς σέ, κύριε, κεκράξομαι, μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. καὶ τὰ λοιπὰ ἐν τοῖς ἑτέροις ψαλμοῖς διαφόρως μοι λελεγμένα ἐν τῇ πρὸς σὲ ἱκετηρίᾳ συνάγων τῆς παρὰ σοῦ βοηθείας τυχεῖν ἀξιῶ.
These things have happened to me. Therefore I became as a deaf man not hearing, and as a speechless man not opening his mouth, and as a man having no reproaches. Therefore I said nothing to my enemies, as if conquered by them. Yet I did not despair of myself on this account; but I gathered myself again, having leaped away from sin as from death, and healing my own wound with the medicines of confession, and I deem the bruises that stank from my folly worthy to receive treatment. Therefore I hoped in you, Lord; for not trusting in myself, nor placing any other hope before my eyes but you, I prescribed the remedies for myself. Since, then, I hoped, Lord, and hope does not put to shame, therefore hear me, because you are a desirer of mercy and you do not wish the death of the sinner as you wish his repentance. Because I hoped in you, I beseech you to obtain help from you, lest my enemies ever rejoice over me.
For they have not yet fully rejoiced, but they will rejoice if I do not obtain your mercy. But in order that my enemies, who already earlier boasted when my feet were shaken, may not rejoice over me, I have fled to you and I say: may I not be put to shame forever, nor let my enemies mock me; and again I say: to you, Lord, I will cry out, do not be silent away from me, lest you be silent away from me and I become like those who go down into a pit. And gathering together the rest of what I have said in various ways in the other psalms in my supplication to you, I deem it worthy to obtain help from you.
εἰ γὰρ καὶ τὰ μάλιστα σαλευθῆναί μου συνέβη τοὺς πόδας, καθ’ ὃν καιρὸν ἡ καρδία μου ἐταράχθη καὶ ἐγκατέλιπέ με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἦν μετ’ ἐμοῦ, ἀλλ’ οὐ πάντῃ περιετράπην, οὐδὲ πτῶμα ἔπεσον τοιοῦτον, οἷον οἱ ἀποστάται γενόμενοι, ἑπειδὴ ἐν αὐτῷ ἐκείνῳ τῷ καιρῷ, ἐν τῷ σαλευθῆναι τοὺς πόδας μου, ἐπ’ ἐμὲ ἐμεγαλορρημόνησαν οἱ ἐχθροί μου, ἵνα μὴ μειζόνως ἐπικροτήσωσι κατ’ ἐμοῦ, ἐπὶ σὲ κατέφυγον ὡς ἐπὶ λιμένα σωτηρίας, τὸν καὶ τὰ ἀνίατα παρὰ ἀνθρώποις τῆς ψυχῆς πάθη ἰάσασθαι δυνάμενον.
Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου ἐστὶ διαπαντός. ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
Καταρχὰς εἰπών· μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, ἐπὶ τοῦ παρόντος φησίν· ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος. οὐκοῦν τὴν μὲν ὀργὴν παραιτεῖται καὶ τὸν θυμόν, ἕτοιμος δὲ μαστίζεσθαι εἶναι λέγει· οἶδε γάρ, ὅτι ὃν ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. διὸ καὶ ἔφερε γενναίως τὰς μάστιγας τὰς διὰ τῶν ἐπαλλήλων συμφορῶν μετὰ τὸ ἁμάρτημα συμβεβηκυίας αὐτῷ, ἃς ἡ ἱστορία τῶν Βασιλειῶν περιέχει.
For even if it happened that my feet were very greatly shaken, at the time when my heart was troubled and my strength abandoned me and the light of my eyes was not with me, yet I was not entirely overturned, nor did I fall such a fall as those who become apostates, since at that very time, when my feet were shaken, my enemies spoke boastfully against me, so that they might not more greatly applaud against me, I fled to you as to a harbor of salvation, you who are able to heal even the incurable passions of the soul among men.
That I am ready for scourges, and my pain is before me continually. For I will declare my lawlessness and I will be anxious about my sin.
Having said at the beginning: do not rebuke me in your wrath, he now says: that I am ready for scourges. Therefore he declines anger and wrath, but says he is ready to be scourged; for he knows that the Lord disciplines whom he loves, and scourges every son whom he receives. Therefore he bore nobly the scourges through the successive misfortunes that befell him after the transgression, which the history of the Kingdoms contains.
Καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου ἐστὶ διαπαντός· οἱ μὲν γὰρ πολλοὶ λήθην ποιοῦνται τῶν προτέρων ἁμαρτημάτων ἀδιαφοροῦντες ἐπ’ αὐτοῖς καὶ καταφρονοῦντες, ὡς μηδεμιᾶς ἐκδικήσεως γενησομένης· ὁ δὲ τὸ δικαστήριον τοῦ θεοῦ πρὸ ὀφθαλμῶν διαπαντὸς ἔχων καὶ πεπεισμένος, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ὃ ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε φαῦλον, ἐν ἀγωνίᾳ καθέστηκε πάντοτε καὶ τὴν ἀλγηδόνα τὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ ταύτην ἰάσασθαι φροντίζων αὐτὸς ἑαυτοῦ κατηγορεῖ διὰ τῶν πρὸς τὸν θεὸν ἐξομολογήσεων. διὸ φησίν· ἡ ἀλγηδών μου ἐνώπιόν μου ἐστὶ διαπαντός, ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. πιστῆς δὲ ψυχῆς καὶ ἀκριβῶς πεπεισμένης περὶ τῆς κρίσεως τοῦ θεοῦ τυγχάνουσιν αἱ τοιαῦται φωναί.
Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην, μὴ ἐγκαταλίπῃς με, κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου.
And my pain is before me continually; for the many indeed make forgetfulness of their former sins, being indifferent to them and despising them, as if no vengeance will occur; but the one who has the tribunal of God before his eyes continually and is convinced that we will all stand before the judgment seat of Christ, so that each may receive what he has done through the body, whether good or evil, is always in anguish and, concerned to heal this pain in his own soul, accuses himself through his confessions to God. Therefore he says: my pain is before me continually, because I will declare my lawlessness and I will be anxious about my sin. Such utterances belong to a faithful soul and one precisely convinced about the judgment of God.
But my enemies live and have grown stronger than me, and those who hate me unjustly have multiplied; those who repay me with evil for good slandered me, because I pursued goodness; do not abandon me, Lord; my God, do not depart from me; pay attention to my help, Lord of my salvation.
Πάντων τῶν ἐχθρῶν αὐτοῦ μέμνηται τῶν ἐπὶ τὴν ἁμαρτίαν αὐτὸν κατασυράντων ἱκετεύει τε καὶ παρακαλεῖ μὴ ἀποστῆναι αὐτοῦ τὸν κύριον. ἑώρα γὰρ τοὺς ἐχθροὺς ἔτι καὶ νῦν περὶ αὐτὸν ἑστῶτας καὶ ἐπικειμένους, μηδὲ τῇ προτέρᾳ κατ’ αὐτοῦ τόλμῃ ἀρκουμένους. διὸ ἀγωνιῶν, μὴ καὶ δεύτερον τοῖς αὐτοῖς περιπέσῃ, σφόδρα ἐγρηγορότως φησίν· οἱ δὲ ἐχθροί μου ζῶσιν· οὐ γὰρ τεθνήκασιν οὐδὲ ἅπαξ ἐνεργήσαντες παρῆλθον, διὸ γέγραπται· μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ.
Ζῶσιν, ἀλλὰ καὶ κεκραταίωνται πλείους ὄντες ὑπὲρ ἐμέ· ἐπληθύνθησαν γὰρ οἱ μισοῦντές με καὶ οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν· οἵτινες οὔπω καὶ νῦν παύονται ἐνδιαβάλλοντές με, ἐπεὶ τὴν ἀγαθὴν καὶ σωτήριον ὁδὸν μεταδιώκω, διαφθονούμενοί μου τῇ σωτηρίᾳ. τούτου χάριν ἱκετεύω καὶ δέομαι· μὴ ἐγκαταλίπῃς με, κύριε· μόνος γὰρ πρὸς τοσούτους οὐχ οἷός τ’ ἂν εἴην ἀντέχειν. σὺ οὖν, ὁ θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, πάρεσο δέ μοι βοηθὸς καὶ φύλαξ τῆς ἐμῆς σωτηρίας.
He remembers all his enemies, those who dragged him into sin, and he entreats and beseeches the Lord not to abandon him. For he saw the enemies still now standing around him and pressing upon him, not content even with their former audacity against him. Therefore, in anguish, lest he fall into the same things a second time, he says with great vigilance: "But my enemies live." For they have not died, nor have they passed away after acting once; hence it is written: "Do not call a man blessed before his death."
They live, and they have grown strong, being more numerous than I. For those who hate me and those who return evil to me for good have multiplied. They do not even now cease slandering me, because I pursue the good and saving path, begrudging me my salvation. For this reason I entreat and implore: "Do not abandon me, Lord." For I alone would not be able to withstand so many. Therefore, my God, do not depart from me, but be present to me as a helper and guardian of my salvation.
Εἰς τὸ τέλος, τῷ Ιδιθουν· ᾠδὴ τῷ Δαυίδ.
Πολλὴν δὲ ἐμφέρειαν ἔχει τὰ ἐν τῇ προκειμένῃ ᾠδῇ λεγόμενα τοῖς ἐν τῷ πρὸ τούτου ψαλμῷ. ἀλλ’ ἐκεῖνον μὲν ὁ Δαυὶδ ψάλλων εἰς ἀνάμνησιν ἑαυτῷ συνέταττεν, τοῦτον δὲ ἤδη καὶ ἑτέροις παραδίδωσι τοὺς τὰ ὅμοια πεπονθότας αὐτῷ διὰ τῆς ἴσης ἐξομολογήσεως ζηλοῦν αὐτὸν καὶ μιμεῖσθαι παιδεύων, εἰ μὴ ἄρα τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ Ἰδιθοὺμ ταῦτα τὸν Δαυὶδ ἐδίδασκε λέγειν· ἠξίωτο γὰρ καὶ αὐτὸς ὁ Ἰδιθοὺμ πνεύματος προφητικοῦ. μανθάνομεν δὲ διὰ τῶν προκειμένων, ὡς ἄρα προσήκει ἕκαστον ἑαυτῷ διαλέγεσθαι μηδὲ περιμένειν τοὺς ἔξωθεν διδασκάλους αὐτὸν δι’ ἑαυτῷ προσομιλοῦντα τῷ λογισμῷ καὶ τῇ διανοίᾳ ταῦτα πρὸς ἑαυτὸν λέγειν.
Εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. ἐθέμην τῷ στόματί μου φυλακήν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.
Κατ’ αὐτόν, φησίν, τὸν καιρὸν τοῦ πειρασμοῦ ἐπαναβαίνοντός μοι τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος ἐγὼ ἔλεγον· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. τότε δὲ καὶ ἐθέμην τῷ στόματί μου φυλακήν· καὶ ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν. ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· εἶπον· φυλάξω τὰς ὁδούς μου μὴ ἁμαρτεῖν διὰ τῆς γλώσσης μου. φυλάξω τὸ στόμα μου φιμῷ ἔτι ὄντος ἀσεβοῦς ἐξ ἐναντίας μου. ἄλαλος ἐγενόμην σιγῇ, ἐσιωπήθην μὴ ὢν ἐν ἀγαθῷ. ὁρᾷς, τίνα τρόπον τὴν αἰτίαν τοῦ μὴ τολμᾶν διαίρειν τὸ στόμα ἐδίδαξεν εἰπών· καὶ ἐσιώπησα ἐξ ἀγαθῶν, ἢ ἐσιωπίσθην μὴ ὢν ἐν ἀγαθῷ, κατὰ τὸν Σύμμαχον;
For the end, to Idithun; a song for David.
Now the things said in the present song bear much resemblance to those in the psalm before this. But David composed that one, singing it for his own remembrance, whereas this one he already hands over to others as well, teaching those who have suffered similarly to him to emulate and imitate him through an equal confession—unless, indeed, the Holy Spirit, through Idithun, taught David to say these things; for Idithun himself was deemed worthy of the prophetic spirit. We learn from the present passage that it is fitting for each person to converse with himself and not to wait for external teachers, but to speak these things to himself through his own reasoning and mind.
I said, I will guard my ways so as not to sin with my tongue. I set a guard over my mouth. When the sinner stood before me, I became speechless and humbled and fell silent from good things, and my pain was renewed.
At that very time of temptation, he says, when the one who works sin was coming upon me, I said: I will guard my ways so as not to sin with my tongue. Then I also set a guard over my mouth; and I became speechless and humbled and fell silent from good things. But Symmachus interpreted it thus: I said, I will guard my ways not to sin through my tongue. I will guard my mouth with a muzzle while an impious one is still opposite me. I became speechless in silence, I was silenced, not being in a good state. Do you see in what way he taught the reason for not daring to open his mouth, saying: and I fell silent from good things, or, according to Symmachus, I was silenced, not being in a good state?
μὴ γὰρ ὢν ἐν ἀγαθοῖς μηδὲ παρρησίαν ἄγων ἐμεμνήμην τοῦ λέγοντος· ἥμαρτες, ἡσύχασον. διὸ ἐσιώπησα μὴ ὢν ἐν ἀγαθῷ. οὐ μόνον δὲ ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, ἀλλὰ καὶ ἄλγημά μου ἀνεκαινίσθη. τὸ γὰρ τῆς ψυχῆς μου ἄλγος καὶ τὸ ἐκ τῆς ἁμαρτίας ἐγγενόμενόν μοι ἕλκος κατὰ βάθους ἐγκείμενον καὶ κατ’ αὐτῆς τῆς συνειδήσεως ἐμπεπηγμένον ἀνενεοῦτο ἐπαναβαίνοντός μοι καὶ ἐπονειδίζοντος τοῦ τὴν ἁμαρτίαν ἐνηργηκότος.
Γνώρισόν μοι, κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ, τί ὑστερῶ ἐγῶ. ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασις μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· καὶ τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. Τί τὸ πέρας ἔσται μετὰ τὰ συμβεβηκότα μοι καὶ μετὰ τὴν ἐξομολόγησιν ὁποίου τέλους τεύξομαι μαθεῖν ἀξιῶ. βαρούμενος δὲ ταῦτα ἔλεγε τὴν πρόσκαιρον καὶ θνητὴν ζωὴν διὰ τὸ ἐπαχθὲς αὐτῆς μακροτάτην ἡγούμενος. διὸ γνωρισθῆναι αὐτῷ τὸν τῆς ἀπαλλαγῆς χρόνον ἐπόθει, ἵν’ εὔθυμος γένοιτο τὴν ἀπὸ τῶν τῇδε ἐλευθερίαν καὶ τῶν πειρατηρίων τὴν ἀπαλλαγὴν εὐαγγελισθείς. καὶ ἐν τοῖς δ’ ἑξῆς προϊὼν ἔλεγεν· πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου,
For I was not in good things nor living in freedom, and I remembered the one who says: "You have sinned, be silent." Therefore I was silent, not being in a good state. And not only was I deafened and humbled and silenced from good things, but also my pain was renewed. For the pain of my soul and the wound from sin that had come to be in me, lying deep and fixed in my very conscience, was renewed as the one who had wrought the sin came up against me and reproached me.
Reveal to me, Lord, my end and the number of my days, what it is, that I may know what I lack. Behold, you have set my days as handbreadths, and my substance is as nothing before you; and all things are vanity, every living man. What the end will be after what has befallen me and after the confession, what sort of conclusion I will obtain, I ask to learn. And being weighed down, he said these things, considering the temporary and mortal life, because of its burdensomeness, to be very long. Therefore he longed for the time of release to be revealed to him, so that he might become cheerful, having been given the good news of freedom from these things and release from the trials. And proceeding in what follows, he said: I am a sojourner with you and a stranger, as all my fathers were. Behold, you have set my days as handbreadths, and my substance is as nothing before you.
ἀνθ’ οὗ ὁ Σύμμαχος· ἰδοὺ ὡς σπιθαμὰς ἔδωκας τὰς ἡμέρας μου, ἐξέδωκεν. ἄλλος δ’ ἂν εἴποι παλαιστὰς εἰρῆσθαι τὰς τῶν ἀνθρώπων ἡμέρας διὰ τὸ πεπληρῶσθαι αὐτὰς ἀγῶνος καὶ πάλης καὶ πειρατηρίων. ἑξῆς τούτοις φησίν· καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου, ἀνθ’ οὗ Ἀκύλας ἡρμήνευσεν· καὶ κατάδυσίς μου ὡς οὐκ ἔστιν ἐναντίον σου, ὁ δὲ Σύμμαχος· καὶ ἡ βίωσίς μου ὡς οὐδὲν ἄντικρύ σου. ὁ γὰρ πᾶς τῆς ζωῆς ἀνθρώπου χρόνος παραβαλλόμενος τῇ τοῦ θεοῦ ζωῇ καὶ τοῖς αἰῶσι τοῖς ἀπείροις ὥσπερ οὐθέν ἐστι ἐνώπιον τοῦ θεοῦ. διὸ ἀλλαχοῦ εἴρηται· οἱ οὐρανοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ὡς ἱμάτιον καὶ ἀλλαγήσονται. σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. ἀλλὰ καὶ πᾶσα ἡ παρὰ ἀνθρώποις σπουδὴ ματαιότης ματαιοτήτων ἐστὶ καὶ τ ὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν, ἢ πᾶς ἄνθρωπος ἐστηλωμένος, κατὰ τὸν Ἀκύλαν, ἢ πᾶς ἄνθρωπος ἑστώς, κατὰ τὸν Σύμμαχον. ὁ γὰρ νῦν ἑστὼς καὶ ὁ κατὰ τὸν παρόντα χρόνον ὁ τὴν θνητὴν ἔτι ζωὴν διεξανύων ματαιότης ἂν εἴη. εἰ γοῦν μὴ ἀπέκειτό τις ἀνθρώποις ἐλπὶς ἀθανασίας καὶ ζωῆς αἰωνίου βασιλείας τε οὐρανῶν, εὐλόγως ἂν ἐνομίσθη μάταιόν τι εἶναι πᾶς ἄνθρωπος ζῶν.
Instead of which Symmachus says: "Behold, you have given my days as spans," he rendered. Another might say that the days of men are spoken of as palms because they are filled with struggle and wrestling and trials. Next to these he says: "And my substance is as nothing before you," instead of which Aquila interpreted: "And my setting is as not existing before you," and Symmachus: "And my living is as nothing opposite you." For the whole time of human life, when compared to the life of God and the infinite ages, is as nothing before God. Therefore it is said elsewhere: "The heavens will perish; but you endure, and all will grow old like a garment; and you will roll them up like a cloak, like a garment, and they will be changed. But you are the same, and your years will not fail." But also all human endeavor is vanity of vanities, and all things together are vanity, every living man, or every man set up, according to Aquila, or every man standing, according to Symmachus. For the one now standing and the one in the present time who is still passing through mortal life would be vanity. Indeed, if there were not reserved for men some hope of immortality and eternal life and the kingdom of heaven, every living man would reasonably be considered something vain.
Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν. ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄφρονι ἔδωκάς με. ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας· ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ γὰρ τῆς χειρὸς τῆς ἰσχύος σου ἐγὼ ἐξέλειπον. ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· πλὴν μάτην πᾶς ἄνθρωπος. διάψαλμα.
Ὁ δὲ Σύμμαχος οὕτως τὰ προκείμενα ἐξέδωκε ῥητά· νῦν οὖν τί προσδοκῶ, δέσποτα; ἡ ἀναμονή μου εἰς σέ ἐστιν. ἀπὸ πασῶν τῶν ἀθεσιῶν μου ἐξελοῦμαι, ἐπονείδιστον ἄφρονι μὴ τάξῃς με. ἄλαλος ἐγενόμην, οὐκ ἀνοίξεις στόμα μου· σὺ γὰρ ἐποίησας. μετὰ τὰ προλελεγμένα πάντα, φησίν, οὐδέν μοι λείπεται, ὦ κύριε, ἢ σὲ προσδοκᾷν καὶ εἰς σὲ τὰς ἐλπίδας ἔχειν· παρὰ σοῦ γὰρ τῆς ψυχῆς μου ἡ ὑπόστασίς ἐστι. διὸ δέομαι καὶ ἱκετεύω ἐλευθερωθῆναί με τῶν τῇδε κακῶν καὶ τῶν ἀνομιῶν μου ῥυσθῆναι. ἅπαξ γὰρ περιπέπτωκα ἄφρονι, περὶ οὗ καὶ ἀνωτέρω ἔλεγον· ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν. αὐτίκα γοῦν ἀφροσύνῃ παραδοθεὶς γέγονα ἐπονείδιστος. εἰκότως οὖν, ὡς ἂν γνωσιμαχῶν ἐφ’ οἷς ἥμαρτον, ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας. ὁ γὰρ σὸς φόβος κωφεῦσαί με ἐποίησε πλήττων με ἐφ’ οἷς ἥμαρτον καὶ κατασιγάζων πρὸς τὸ μὴ φθέγγεσθαι. ἀντὶ δὲ τοῦ· ὄνειδος ἄφρονι ἔδωκάς με, ὁ μὲν Ἀκύλας ὄνειδος ἀπορρέοντι, φησίν, μὴ θῇς με, ὁ δὲ Σύμμαχος· ἐπονείδιστον ἄφρονι μὴ τάξῃς με, ἡ δὲ πέμπτη ἔκδοσις· ὄνειδος ἄφρονι μὴ δῷς με.
And now what is my endurance? Is it not the Lord? And my existence is from you. Deliver me from all my lawless deeds, you have given me as a reproach to a fool. I was silenced and did not open my mouth, because you did it. Remove your scourges from me; for I have perished from the hand of your strength. Through reproofs for lawlessness you disciplined a man, and you melted away his soul like a spider’s web; but every man is in vain. Diapsalma.
Now Symmachus rendered the preceding verses as follows: “Now then, what do I expect, O Master? My waiting is upon you. I will be delivered from all my impieties; do not set me as a reproach to a fool. I became speechless; will you not open my mouth? For you did it.” After all that has been said, he says, nothing remains for me, O Lord, but to expect you and to have my hopes in you; for my soul’s existence is from you. Therefore I beg and entreat to be freed from the evils here and to be delivered from my lawless deeds. For once I fell in with a fool, about whom I also spoke above: when the sinner stood before me, I was silenced and humbled and fell silent from good things. At any rate, having been given over to folly, I have become reproachful. Naturally, then, as if acknowledging my errors in what I sinned, I was silenced and did not open my mouth, because you did it. For fear of you caused me to be silenced, striking me for what I sinned and reducing me to silence so as not to speak. And instead of “you have given me as a reproach to a fool,” Aquila says, “do not set me as a reproach to one who is falling away,” and Symmachus says, “do not set me as a reproach to a fool,” and the fifth edition says, “do not give me as a reproach to a fool.
ὅπερ παράκλησιν ἐμφαίνει τοῦ ἡμαρτηκότος ἱκετεύοντος μὴ παραδοθῆναι εἰς ὀνειδισμὸν ἄφρονι. εἰ δ’ αὐτὸς ὁ κύριος παραδίδωσιν ἄφρονι τὸν ἡμαρτηκότα ὀνειδίζεσθαι πρὸς αὐτοῦ, καὶ τοῦτο ἂν εἴποις ἐπ’ ὠφελείᾳ γίνεσθαι τοῦ ὀνειδιζομένου, ὡς ἄν κακούμενος μείζονα ποιήσοιτο τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ἐξομολόγησιν· ὅπερ ἠξίου μὴ παθεῖν ὁ Δαυὶδ ὡς πάντα πράττων τὰ τῷ θεῷ ἀρεστὰ ἐξ ἑαυτοῦ.
Ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ γὰρ τῆς χειρὸς τῆς ἰσχύος σου ἐγὼ ἐξέλειπον. ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· πλὴν μάτην πᾶς ἄνθρωπος. διάψαλμα.
Ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ παρεῖχεν ἑαυτὸν ταῖς ἐπιστρεπτικαῖς πληγαῖς οἷά τις εὐγνώμων μαθητὴς διδασκάλῳ. διὸ ἔλεγεν· ἐγὼ εἰς μάστιγας ἕτοιμος. ἐπεὶ δὲ λοιπὸν αὐτάρκως τῶν μαστίγων πεπείρατο ἐπιμόνως αὐτὸν αἰκιζομένων, ἱκετεύει τοῦ λοιποῦ παύσασθαι καὶ μέχρι τούτου στῆναι τὰς μάστιγας ὁμολογεῖ τε ἑξῆς λέγων· ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλειπον. περὶ δὲ τῆς χειρὸς ταύτης καὶ ἀνωτέρω ἐλέγετο· ἐπεστήρισας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. εἶτα διδάσκει, ὅτι μὴ μάτην ἡ χεὶρ ἐπαίδευε μηδὲ εἰς ἀργὸν ἐμαστίγου, ἀλλ’ ἐπ’ ὠφελείᾳ τοῦ ἡμαρτηκότος. διό φησιν· ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον. ὑπὲρ γὰρ τῆς πραχθείσης ἀνομίας καὶ διὰ τὸ πραχθὲν ἁμάρτημα ἐλέγχων τὸν παιδευόμενον καὶ τὰς μάστιγας ἐπῆγες καὶ τὴν χεῖρά σου προλεχθεῖσαν· τούτοις δὲ αὐτοῖς καὶ τὴν ψυχὴν τοῦ παιδευομένου ἐξέτηξας ταπεινουμένην καὶ λεπτυνομένην ἐπ’ ὠφελείᾳ τῇ αὐτῆς· καθ’ ὃν γὰρ ἐτρύφα χρόνον, εἰς ἁμαρτίας ἐξώλισθε κατὰ τό·
Which shows the supplication of the one who has sinned, begging not to be handed over to the reproach of a fool. But if the Lord himself hands over the one who has sinned to be reproached by a fool, you might say that this too happens for the benefit of the one reproached, so that, being afflicted, he might make a greater confession of his sins. This David asked not to suffer, since he does everything pleasing to God of his own accord.
"Remove your scourges from me; for from the hand of your strength I have fainted." In rebukes for lawlessness you disciplined a man, and you melted his soul like a spider's web; yet every man is in vain. *Diapsalma*.
In the preceding psalm, he offered himself to the corrective blows like a well-disposed student to a teacher. Therefore he said, "I am ready for scourges." But since he had now sufficiently experienced the scourges, being persistently afflicted by them, he begs that they cease from now on and that the scourges stop at this point, and he confesses further, saying, "From the strength of your hand I have fainted." Concerning this hand, it was also said above, "You have set your hand upon me." Then he teaches that the hand did not discipline in vain nor scourge idly, but for the benefit of the one who had sinned. Therefore he says, "In rebukes for lawlessness you disciplined a man." For on account of the lawlessness committed and because of the sin that was done, you applied rebukes to the one being disciplined and inflicted the scourges and your previously mentioned hand. By these very things you also melted the soul of the one being disciplined, humbled and refined for its own benefit. For during the time he lived in luxury, he slipped into sins, according to the saying:
καὶ ἔφαγε καὶ ἔπιεν Ἰακώβ, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐπλατύνθη καὶ ἐπαχύνθη, καὶ ἀπέστη ἀπὸ θεοῦ τοῦ τρέφοντος αὐτόν. διό, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου, ἡ σὰρξ παραδέδοται εἰς ὄλεθρον· ἧς τιμωρουμένης ἐκτήκεται ψυχὴ ἐξισχνουμένη δίκην ἀράχνης. διό φησιν· καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ, καὶ ἐπιλέγει· πλὴν μάτην πᾶς ἄνθρωπος, πάλιν τὸν ἐν τῷ βίῳ τούτῳ εἰκῆ καὶ μάτην μοχθοῦντα καὶ κακοπαθοῦντα ταλανίζων.
Εἰσάκουσον τῆς προσευχῆς μου, κύριε, καὶ τῆς δεήσεώς μου ἐνώτισαι· τῶν δακρύων μου μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω
Ὁ πολλάκις εἰπὼν πλὴν μάτην πᾶς ἄνθρωπος ἐνταῦθα ὁμολογεῖ πάροικος εἶναι καὶ παρεπίδημος οἶδέ τε ἑτέραν ζωὴν ἀναψύξεως, ἧς τυχεῖν γλίχεται λέγων· ἄνες μοι, ἵνα ἀναψύξω. οὐκοῦν μάτην πάντα τὸν ἄνθρωπον πάροικον ἔλεγε, μετὰ κλαυθμοῦ δὲ καὶ δακρύων τὴν ἱκετηρίαν ἀναπέμπει ἀκριβῶς εἰδώς, ὅτι μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται, καί· μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται· καὶ τὰ κατορθώματα δὲ αὐτοῦ ὑπογράφει ἐπιλέγων· ὅτι πάροικος ἐγώ εἰμι καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. σπανίου δέ ἐστιν ἀνδρὸς τὸ δύνασθαι κατὰ μίμησιν τῶν θεοφιλῶν πατέρων καὶ τῶν προφητῶν τοῦ θεοῦ μὴ ὡς ἔνοικος, ἀλλ’ ὡς πάροικος τὴν πρόσκαιρον διαβιῶμαι ζωήν, ἐφ’ ᾧ καὶ ὁ παρὼν ἐσεμνύνετο παροικίαν ἡγούμενος καὶ ξενιτείαν τὸν ἀνθρώπινον βίον· ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω, ἀνθ’ οὗ ὁ Σύμμαχός φησιν·
And Jacob ate and drank, and the beloved one kicked, grew broad and fat, and departed from the God who nourished him. Therefore, in order that the spirit might be saved on the day of the Lord, the flesh is handed over to destruction; while it is being punished, the soul wastes away, becoming thin like a spider. Hence he says: "And you have wasted away his soul like a spider," and he adds: "But vain is every man," again lamenting the one who toils and suffers in vain and to no purpose in this life.
"Hear my prayer, Lord, and give ear to my supplication; do not be silent before my tears, for I am a sojourner with you and a stranger, as all my fathers were. Give me respite, so that I may take breath before I depart, and I will no longer exist."
The one who has often said "But vain is every man" here confesses that he is a sojourner and a stranger, and he knows another life of refreshment, which he yearns to obtain, saying: "Give me respite, so that I may take breath." Therefore, he called every man vain as a sojourner, but with weeping and tears he sends up his supplication, knowing well that "blessed are those who weep, for they will laugh," and "blessed are those who mourn, for they will be comforted." And he also describes his own achievements, adding: "For I am a sojourner and a stranger, as all my fathers were." It is a rare man who, in imitation of the God-beloved fathers and the prophets of God, can live the temporary life not as a dweller but as a sojourner, on which account the present one prided himself on considering human life a sojourn and a stay in a foreign land. "Give me respite, so that I may take breath before I depart, and I will no longer exist," instead of which Symmachus says:
ἀπόσχου μου, ἵνα μειδιάσω πρὶν ἀπελθεῖν με καὶ μὴ ὑπάρχειν. ἐὰν γὰρ ἐντεῦθεν, φησίν, μὴ μεταβαλὼν τὰ δάκρυα εἰς γέλωτα διὰ τὴν σὴν χάριν, μειδιάσω, καὶ ἐὰν μὴ ἐν τῷ παρόντι βίῳ ἀνῇς μοι τὸ ἁμάρτημα καὶ συγχωρήσῃς τὰ πεπραγμένα, ἵνα ἀναλάβω ἐμαυτὸν καὶ ἀναψύξω ἀπαλλαγεὶς τοῦ προσκαίρου βίου οὐκέτι ἕξω καιρὸν μετανοίας. μὴ τυχὼν δὲ ἀφέσεως οὐκέτι ὑπάρξω ἐν τῇ παρὰ σοὶ ζωῇ, ἀπόβλητος δὲ γενόμενος ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. διὸ ἐντεῦθεν ἱκετεύω λέγων· μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσεν τῆς δεήσεώς μου καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνεν τὰ διαβήματά μου. καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ κύριον.
Ἐπειδὴ ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. εἰκότως οὐχ ἁπλῶς ὁ δίκαιος ὑπομένει, ἀλλ’ ἐπιτείνων τὴν ἐλπίδα καὶ μὴ ἀπογινώσκων τὴν παρὰ θεῷ σωτηρίαν παραμένει τῇ ὑπομονῇ. κἂν παραχρῆμα δεηθεὶς μὴ ὑπακουσθῇ, ὅμως ἐλπίζων ὑπομένει καὶ προσκαρτερεῖ ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς. εἰ δὲ καὶ ἐν σφάλματί ποτε γένοιτο, ὥσπερ ὁ Δαυίδ, ὁμολογεῖ μὴ ἀγνοεῖν οἷ κακῶν ἐλήλυθεν.
Keep away from me, so that I may smile before I depart and cease to exist. For if from here, he says, I do not change tears into laughter through your grace, and smile, and if in the present life you do not remit my sin and forgive what has been done, so that I may recover myself and take breath, having been released from this temporary life, I will no longer have an opportunity for repentance. And not obtaining forgiveness, I will no longer exist in the life that is with you, but being cast off, I will be likened to those who descend into a pit. Therefore, from here I beseech, saying: Do not be silent away from me, never be silent away from me, and I will be likened to those who descend into a pit.
Having endured, I endured the Lord, and he paid attention to me, and he heard my supplication, and he led me up from the pit of misery and from the clay of matter, and he set my feet upon a rock, and he directed my steps. And he placed in my mouth a new song, a hymn to our God: many will see and be afraid, and they will hope in the Lord.
Since affliction produces endurance, and endurance produces testing, and testing produces hope, and hope does not put to shame. Reasonably, the righteous man does not simply endure, but, intensifying his hope and not despairing of salvation with God, he persists in endurance. Even if, having prayed immediately, he is not heard, nevertheless, hoping, he endures and perseveres in supplications and prayers. And if he should ever fall into error, like David, he confesses that he is not ignorant of the evils from which he has come.
εἰ δὲ καὶ μετὰ ταῦτα ἀναλάβοι ἑαυτὸν τοῦ σφάλματος συνῃσθημένως, εὐχαριστήσει γνωρίζων, ἀφ’ οἵου βάθους ταλαιπωρίας ἀνειμήσατο αὐτὸν ὁ τῆς ψυχῆς αὐτοῦ γενόμενος ἰατρὸς καὶ σωτήρ. διόπερ ἐρεῖ· ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως. τούτου δὲ τεύξεται, ἐπειδήπερ ὑπομένων ὑπέμεινε τὸν κύριον. λάκκον δὲ ταλαιπωρίας τὸ βάθος τῆς ἁμαρτίας, καὶ πηλὸν ὕλεως τὰς τοῦ πηλώδους σώματος ἡδυπαθείας, ἐν αἷς ὀλισθήσασα ψυχὴ βαπτίζεται καὶ ὥσπερ ἐν βυθῷ καταποντοῦται, οὐκ ἂν ἁμάρτοις εἰπών.
Ὁ δὴ οὖν ἐκ τούτων ἀνακύψας καὶ ὑπὸ τῆς δεξιᾶς τοῦ σωτῆρος ἀνειμηθείς, εἶτα λοιπὸν ἐν καθαρῷ τῷ λόγῳ τὰς τῆς ψυχῆς βάσεις στηρίξας εὐλόγως ἐρεῖ· καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως· καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου. πέτραν δὲ πρὸς ἀντιδιαστολὴν τοῦ πηλοῦ τῆς ὕλεως. τὸν εὐπαγῆ καὶ ἑδραῖον τοῦ στερεοῦ λόγου θεμέλιον ὀνομάζει, ἐφ’ ὃν ὁ βεβηκὼς φήσει· τίς ἡμᾶς χωρήσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμός; καὶ τὰ ἑξῆς. οὐ μόνον δ’ ἔστησε τοὺς πόδας ἐπὶ τὴν πέτραν, ἀλλὰ καὶ βαδίζειν καὶ τρέχειν ἐπ’ αὐτῆς διὰ τῆς τῶν καλῶν εὐδοκιμήσεως ποιεῖ. διὸ ἐπιλέγει· καὶ κατηύθυνε τὰ διαβήματά μου. εἶτ’ ἀκολούθως, ὡς ἂν μεταβληθεὶς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω, τὸ μὲν παλαιὸν ᾆσμα, δι’ οὗ ἀπεκλαύσατο τὰ ἐν τοῖς πρὸ τούτου ψαλμοῖς λελεγμένα, ἀποτίθεται·
But if after this he recovers himself, having become aware of his error, he will give thanks, recognizing from what depth of misery he was drawn up by the one who became the physician and savior of his soul. Therefore he will say: He led me up from the pit of misery and from the mire of matter. And he will obtain this because, by enduring, he waited for the Lord. The pit of misery is the depth of sin, and the mire of matter is the pleasures of the muddy body, in which the soul, slipping, is immersed and, as if in an abyss, is drowned—one would not err in saying so.
Now the one who has emerged from these things and has been drawn up by the right hand of the Savior, and then has firmly set the steps of his soul on the pure Word, will rightly say: And he led me up from the pit of misery and from the mire of matter, and he set my feet upon a rock, and he directed my steps. He calls the rock, in contrast to the mire of matter, the firm and stable foundation of the solid Word, upon which the one who stands will say: What will separate us from the love of Christ—distress, narrowness, persecution, or famine? and so on. And not only did he set the feet upon the rock, but he also makes them walk and run upon it through the approval of good deeds. Therefore he adds: And he directed my steps. Then, accordingly, as if changed from worse to better, he sets aside the old song, through which he lamented the things spoken in the psalms before this.