ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ· οὐκ ἂν ἐκτὸς βάλοις τῆς ἀληθείας. ταῦτ’ οὖν τὰ θεμέλια τῆς οἰκουμένης ἀνεκαλύφθησαν· τῶν ἐχθρῶν τοῦ θεοῦ τῶν πάλαι ἐπισκοτούντων τὰ τῆς ψυχῆς ἡμῶν ὄμματα πρὸς τὸ μὴ τὰ θεῖα βλέπειν ἐκ ποδῶν μεταστάντων καὶ τοῖς ἀποδοθεῖσι τοῦ κυρίουβέλεσι διασκορπισθέντων πεφευγότων τε ἀπὸ ἐπιτιμήσεως κυρίου καὶ ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς αὐτοῦ. εἰκότως οὖν ἐλευθερωθέντες τούτων ἡμεῖς καὶ ἀναβλέψαντες τὰς πηγὰς τῶν ὑδάτων ἐθεασάμεθα, καὶ τὰ θεμέλια τῆς οἰκουμένηςἐπωπτεύσαμεν.
Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν.
Καταποθέντα γὰρ αὐτὸν καὶ ληφθέντα ὥσπερ αἰχμάλωτον ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ ἐξαποστείλας τὸν ἑαυτοῦ υἱὸν ἔλαβε. πόθεν δὲ αὐτὸν ἔλαβεν, ἑξῆς διδάσκει λέγων· ἐξ ὑδάτων πολλῶν. φησὶ γοῦν καὶ ἐν ἑξηκοστῷ ὀγδόῳ ψαλμῷ· σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. τούτοις τοιγαροῦν ἀκολούθως καὶ ἐν τοῖς προκειμένοις εὐχαριστῶν, φησί· προσελάβετό με ἐξ ὑδάτων πολλῶν. τίνα δὲ τὰ ὕδατα, ἐπιφέρει σαφέστερον εἰπών· ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ. προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου. καὶ ταῦτα δὲ τὸ πνεῦμα τὸ ἅγιον εὐαγγελίζεται αὐτὸνἀναλαβεῖν ἐκ τῶν πολλῶν ὑδάτων, ἐλευθερίαν δὲ τὴν ἀπὸ τῶν ἐχθρῶν τῶν πάλαι κατακεκρατηκότων αὐτοῦ γενέσθαι.
built upon the foundation of the apostles and prophets, with Jesus Christ himself as the cornerstone—you would not miss the truth. So then, these foundations of the inhabited world were uncovered; the enemies of God, who had long obscured the eyes of our soul so that we could not see divine things, having been removed from the scene and scattered by the missiles of the Lord that were discharged, and having fled from the Lord’s rebuke and from the inspiration of his spirit of wrath. Naturally, then, freed from these, we looked up and beheld the springs of the waters, and we observed the foundations of the inhabited world.
He sent from on high and took me, he took me from many waters.
For, having been swallowed up and taken captive, as it were, the God and Father of all, by sending his own Son, took him. And from where he took him, he next teaches, saying: from many waters. Indeed, he also says in the sixty-eighth psalm: Save me, O God, for waters have entered up to my soul; I have sunk into the mire of the deep, and there is no foothold. Accordingly, then, in line with these things and in the present passage, giving thanks, he says: He took me from many waters. And what the waters are, he makes clearer by adding: from my powerful enemies and from those who hate me, because they were stronger than me; they overtook me on the day of my affliction. And this the Holy Spirit proclaims: that he was taken up from the many waters, and that liberation from the enemies who had long overpowered him came about.
Καὶ ἐξήγαγέ με εἰς πλατυσμόν, ῥύσεταί με, ὅτι ἠθέλησέ με. καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι.
Ἤδη μέν, φησὶ, τῆς ἐξομολογήσεώς μου καὶ τῶν προσευχῶν καὶ τῶν ἱκετηρίων ἐπακούσας ὁ κύριος γέγονέ μοι ἀντιστήριγμα, μέλλοντα γάρ με περιτρέπεσθαι καὶ μέγα πτῶμα ὑπομένειν, εἰ μετὰ τὴν ἁμαρτίαν εἰς παντελῆ ἐξέπιπτον ἀποστασίαν αὐτὸς παραστὰς ἔρεισμά μοι καὶ ἀντιστήριγμα γέγονεν, ὁπηνίκα, τὸν αὑτοῦ προφήτην Ναθὰν πέμψας ἔλεγχόν μοι ἐπήγαγε τῆς ἁμαρτίας καὶ ἀνώρθωσεν. ἀλλὰ καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν καὶ εἰς εὐρυχωρίαν κατὰ τὸν Σύμμαχον· στενοχωρηθέντα γάρ με καὶ μικροῦ δεῖν ἀπογνόντα ἑαυτοῦ τὴν σωτηρίαν ἐρρύσατο καὶ εἰς πλατυσμὸν ἐξήγαγεν, ὡς κατὰ πλάτος δυνηθῆναι ἐμαυτὸν ἀναλαβεῖν καὶ τῆς ἐμαυτοῦ θεραπείας ἐπιμέλειαν ποιήσασθαι. πλὴν ἀλλὰ καὶ παντελῶςῥύσεταί με, φησίν, διδοὺς ἄφεσιν τῆς ἁμαρτίας κατὰ τὸν προφητευόμενον καιρὸν τῆς αὑτοῦ παρουσίας. καὶ τοῦτο ποιήσει εὐεργετῶν με ὁ κύριος,ὅτι ἠθέλησέ με· ἢ κατὰ τὸν Ἀκύλαν· ὅτι ἐβουλήθη ἐν ἐμοί· οὐ γὰρ ἂν ἐπεστράφην οὐδ’ ἂν τὸν ἔλεγχόν μοι προσήγαγεν οὐδ’ ἂν τὸν προφήτην ἑαυτοῦ πρὸς ἐμὲ ἀπεστάλκει, εἰ μὴ σῶσαί με ἤθελεν. εὖ δὲ οἶδα καὶ ἀκριβῶς πέπεισμαι, ὅτι κατὰ τὸν καιρὸν τῆς δικαιοκρισίας αὐτοῦ οὐ μνημονεύσας μου τῆς ἁμαρτίας καὶ τῶν τολμηθέντων μοι ἐν ἡμέρᾳ ταλαιπωρίας μου κατὰ τὴν δικαιοσύνην μου ἀποδώσει μοι.
And he led me out into a broad place; he will rescue me, because he desired me. And the Lord will reward me according to my righteousness and according to the cleanness of my hands he will reward me.
Already, he says, the Lord, having heard my confession and my prayers and my supplications, has become a support for me. For when I was about to be overturned and to suffer a great fall—if after my sin I had fallen into complete apostasy—he himself, standing by, became a prop and a support for me, at the time when, sending his prophet Nathan, he brought a reproof of my sin upon me and set me upright. But also he led me out into a broad place and into a spacious place, according to Symmachus; for when I was in a narrow place and on the verge of despairing of my own salvation, he rescued me and led me out into a broad place, so that I could take hold of myself at large and attend to my own healing. Yet he will also completely rescue me, he says, granting remission of the sin at the prophesied time of his own coming. And the Lord will do this, benefiting me, because he desired me; or, according to Aquila, because he willed in me; for he would not have turned me back, nor would he have brought reproof upon me, nor would he have sent his own prophet to me, unless he had wished to save me. And I know well and am firmly convinced that at the time of his righteous judgment, not remembering my sin and the things I dared in the day of my misery, he will reward me according to my righteousness.
τὰς γὰρ ἄλλας μου πράξεις τὰς ἐν ἀρετῇ καὶ δικαιοσύνῃ, ὥσπερ ἐν τρυτάνῃ καὶ ζυγῷ ἀντιπαραλαβὼν καὶ ἀντιστήσας τῷ ἁμαρτήματί μου κατὰ πολὺ πλεοναζούσας εὑρήσει τοῦ γενομένου ἁμαρτήματος. διὸ ἀνταποδώσει μοι οὐ καθ’ ὃ ἥμαρτον (ἤδη γὰρ ἀνταπέδωκε μετελθών με κατὰ τὸν παρόντα βίον διὰ τῶν καταλαβουσῶν με συμφορῶν), κατὰ δὲ τὰς λοιπὰς πράξεις τὰς ἐν δικαιοσύνῃ ἀποδώσει μοιἐν τῇ ἡμέρᾳ τῆς αὑτοῦ δικαιοκρισίας, καὶ τῶν χειρῶν μου κατὰ τὴν καθαριότητα τὴν ἀμοιβὴν ποιήσεται· ἀπέπλυνα γὰρ τὸν πρότερον αὐταῖς ἐγγενόμενον ῥύπον.
Καὶ ἔσομαι ἄμωμος μετ’ αὐτοῦ καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
Διεξέρχεται ἑξῆς καταλέγων τίς ἦν ἡ δικαιοσύνη αὐτοῦ, καὶ ὅπως ἀπεκάθηρεν ἑαυτοῦ τὰς χεῖρας, ὅτι ἐφύλαξα τὰς ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου, ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησεν ἀπ’ ἐμοῦ. καὶ ἔσομαι ἄμωμος μετ’ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. ἐπεὶ τοίνυν ταῦτα ἐπορισάμην ἐμαυτῷ, φησί, μετὰ τὴν ἁμαρτίαν καὶ τοσαύτας συνήγαγον ἐμαυτῷ θεραπείας, εἰκότως πάλιν ἐπαναλαβὼν τὸν αὐτὸν ἐν δευτέρῳ λόγον φημί· ὅτι διὰ τὰ προλεχθέντα καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ· ἀντὶ δὲ τοῦ ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ ὁ Σύμμαχος τὴν ἀντικρὺ τῶν ὀφθαλμῶν αὐτοῦ ἐξέδωκεν.
For my other deeds, those in virtue and righteousness, as if on a balance and scale, taking them and setting them against my transgression, he will find them far exceeding the transgression that occurred. Therefore he will reward me not according to what I sinned (for he has already rewarded me by pursuing me in the present life through the misfortunes that befell me), but according to my remaining deeds in righteousness he will reward me on the day of his righteous judgment, and he will make recompense for the cleanness of my hands; for I have washed away the filth that was previously on them.
And I will be blameless with him, and I will guard myself from my lawlessness. And the Lord will reward me according to my righteousness and according to the cleanness of my hands before his eyes.
He proceeds next to enumerate what his righteousness was, and how he cleansed his hands, that he kept the ways of the Lord and did not impiously depart from his God, that all his judgments were before him and his ordinances did not depart from him. And I will be blameless with him, and I will guard myself from my lawlessness. Since, then, I procured these things for myself, he says, after the transgression and gathered so many remedies for myself, naturally taking up again the same statement in a second discourse I say: that because of what was said before, the Lord will reward me according to my righteousness, and according to the cleanness of my hands before his eyes; and instead of "before his eyes," Symmachus rendered "opposite his eyes.
oὐ γὰρ ἀνθρώπων ὀφθαλμοῖς ἐσπούδαζον τὴν ἐμαυτοῦ καθαριότητα δεικνύναι οὐδὲ ὥστε ἀρέσκειν τοῖς πολλοῖς, ἀλλ’ ἀντικρὺ τῶν αὐτοῦ τοῦ κριτοῦ ὀφθαλμῶν πᾶσαν ἐποιούμην σπουδὴν τῆς ἐμαυτοῦ καθαρότητος.
Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. ὅτι σὺ φωτιεῖς τὸν λύχνον μου, κύριε· ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου. ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος.
Μήποτε προφητικῶς λαὸν μὲν ταπεινὸν ἢ, κατὰ τὸν Ἀκύλαν, πένητα ἢ, κατὰ τὸν Σύμμαχον, πρᾶον τὸν χορὸν αἰνίττεται τὸν ἀποστολικόν· ὑπερηφάνους δὲ τοὺς πάλαι ἐπηρμένους, τοὺς ἀρχιερέας καὶ διδασκάλους καὶ ἄρχοντας τοῦ ἐκ περιτομῆς λαοῦ; οὓς πάλαι ὀφθαλμοῖς ὑπερηφάνοις κατὰ τοῦ σωτῆρος ἡμῶν κεχρημένους ἐταπείνωσεν ὁ θεὸς ἐν πᾶσι σώσας τὸν αὑτοῦ ταπεινὸν καὶ πένητα καὶ πρᾶον τὸν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν λαόν· ζητῶν δὲ τὸν λύχνον τοῦ Δαυιδ εὗρον ἐν ἑκατοστῷ τριακοστῷ πρώτῳ ψαλμῷ φερόμενον τὸ ἐκεῖ ἐξανατελῷ κέρας τῷ Δαυιδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου. λύχνος δὲ ἑτοιμαζόμενος τῷ χριστῷ ἐκ σπέρματος Δαυιδ, τίς ἂν γένοιτο ἢ τὸ γέννημα τὸ κατὰ σάρκα γενόμενον ἐκ διαδοχῆς Δαυιδ, ᾧ κέχρηται ὁ Χριστὸς ἐν αὐτῷ γενόμενος καὶ τὰς τῆς δυνάμεως αὐτοῦ μαρμαρυγὰς καὶ τοῦ φωτὸς τὰς ἀνατολὰς πᾶσιν ἐξέλαμψεν ἀνθρώποις; διὸ καὶ ἐν τοῖς προκειμένοις προφητικῶς φησιν ὁ Δαυιδ· ὅτι σὺ φωτιεῖς λύχνον μου, κύριε. σὺ γὰρ αὐτός, φησίν, ὁ κύριος τὸ φῶς τὸ ἀληθινὸν τυγχάνων ἑνωθείς ποτε ἀπορρήτως τῷ ἐξ ἐμοῦ γενησομένῳ λύχνῳ, φωτιεῖς αὐτόν·
For I was not eager to display my own purity before the eyes of men, nor to please the many, but I made every effort for my own purity directly before the eyes of the judge himself.
That you will save a humble people and humble the eyes of the proud. That you will light my lamp, Lord; my God, you will light my darkness. That in you I will be rescued from the snare and in my God I will surmount the wall.
Is it not prophetically that "humble people" or, according to Aquila, "poor people" or, according to Symmachus, "gentle people" hints at the apostolic chorus? And "the proud" at those formerly exalted, the high priests and teachers and rulers of the people of the circumcision? Those who formerly used proud eyes against our Savior, God humbled in all things, saving his own humble and poor and gentle people, the people of our Savior's apostles and disciples. Seeking the lamp of David, I found in the one hundred thirty-first psalm the phrase carried there: "I will cause a horn to spring forth for David, I have prepared a lamp for my Christ." And a lamp prepared for Christ from the seed of David, what could it be but the offspring born in the flesh from the succession of David, which Christ used, having come into it, and shone forth to all men the flashes of his power and the risings of his light? Therefore also in the present passage David says prophetically: "That you will light my lamp, Lord." For you yourself, he says, being the true light, having once been united ineffably with the lamp that will come from me, will light it.
ἀλλὰ καὶ τὸ ἐγγενόμενόν μοί ποτε σκότος τότε παντελῶς περιελεῖς, ὡς μηδὲ μνήμην αὐτοῦ ἀνιέναι ἐπὶ τὴν ἐμὴν διάνοιαν. εὖ δὲ οἶδα, ὅτι καὶ τῆς παρὰ σοῦ δυνάμεως καὶ ἰσχύος καταξιωθεὶς ἐπιβήσομαι τοῦ ἐν οὐρανοῖς τείχους ἐν ἀσφαλεῖ τε γενόμενος, τότε τῆς παρὰ σοὶ τεύξομαι σωτηρίας, ἤ·ὑπερβήσομαι καὶ ὑπερπηδήσω πάντα τὰ τῶν ἐχθρῶν ὀχυρώματα καὶ τοὺς φραγμοὺς καὶ τὸ τεῖχος, ὃ περιβάλλειν μοι εἰς τὸ ἀποκλεῖσαι σπεύδονται.
Ὁ θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτόν. ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου; ἢ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν;
Διὰ τῶν προκειμένων τὴν ὁδὸν τοῦ θεοῦ ἄμωμον εἶναι ἀποφαίνεται, τουτέστιν ἀνεπίληπτον τὴν διοίκησιν αὐτοῦ καὶ τὴν τῆς προνοίας οἰκονομίαν. ἀλλὰ καὶ τὰ λόγια αὐτοῦ πεπυρωμένα, τουτέστι βεβασανισμένα καὶ δεδοκιμασμένα· οὐκ ἔστι τε αὐτοῖς ἐπισκέψαι οὐδὲ ἀλλοτρίας ὕλης παρεμβεβλημένον τι ἐν αὐτοῖς εὑρεῖν, ὁποῖα τὰ παρὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου τυγχάνει, μετέχοντα μέν τινος ἔσθ’ ὅτε φαντασίας, πάσης δὲ ἀθεότητος καὶ δυσσεβείας πεπληρωμένα. τί οὖν τὰ πεπυρωμένα λόγια τοῦ κυρίου διδάσκει; ὡς ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτόν· καὶ ὅτι οὐκ ἔστιν ἄλλος θεὸς ἢ μόνος ὁ ἡμέτερος κύριος οὐδ’ ἔστιν κραταιὸς ἄλλος ἢ ὁ θεὸς ἡμῶν· καὶ διὰ τοῦτο εἰκότως ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτὸν μηδενὸς ἑτέρου εὑρισκομένου τοῦ δυναμένου στῆναι πρὸς τοσοῦτον καὶ τοιοῦτον.
But you will also completely remove the darkness that once arose in me, so that not even its memory will rise up into my mind. I know well that, having been deemed worthy of your power and strength, I will set foot upon the wall in the heavens and, being in safety, will then obtain salvation from you, or I will overstep and leap over all the fortifications and barriers and the wall of the enemy, which they hasten to cast around me to shut me out.
My God, his way is blameless, the oracles of the Lord are fiery, he is the defender of all who hope in him. For what god except the Lord? Or what god except our God?
Through the foregoing, he declares the way of God to be blameless, that is, his administration and the economy of his providence are irreproachable. Moreover, his oracles are fiery, that is, tested and approved; it is not possible to examine them or to find any extraneous matter intermingled in them, such as occurs among the wise men of this age, who sometimes partake of some semblance but are filled with all atheism and impiety. What then do the fiery oracles of the Lord teach? That he is the defender of all who hope in him, and that there is no other god except our Lord alone, nor is there any other mighty one except our God; and for this reason he is fittingly the defender of all who hope in him, since no other is found who can stand against such and so great a one.
Ὁ θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφων καὶ ἐπὶ τὰ ὕψη μου ἱστῶν με.
Οὐκ ἀπρακτῶν, φησί, καὶ ἀργῶν προΐσταται καὶ ὑπερασπίζει, ἀλλὰ καὶ αὐτῶν συμβαλλομένων τῇ αὑτῶν σωτηρίᾳ διὰ τοῦ ἀγωνίζεσθαι καὶ τοὺς ἐχθροὺς καταπολεμεῖν. οὕτω γοῦν καὶ ἐμὲ ὁπλίζων ταῖς ἑαυτοῦ δυνάμεσι, τὴν θνητὴν καὶ ἀνθρωπίνην μου ἰσχὺν τῇ αὑτοῦ χάριτι δυναμοῖ, ἵν’ ὥσπερ ἀνὴρ τὴν ὀσφὺν περιεζωσμένος τὴν ἐξ αὐτοῦ χορηγουμένην μοι δύναμιν στῶ πρὸς τοὺς πολεμίους. ἀλλὰ καὶ ὥσπερ εἴρηται· ὁ θεός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ· οὕτως κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτοῦ καὶ ἐμὲ βουλόμενος εἶναι, καὶ τὴν ἐμὴν ὁδὸν ἔθετο ἄμωμον διδασκαλίαις καὶ παραινέσεσιν καὶ παντοίοις μαθήμασι τὴν ὁδόν μου, τουτέστι τὴν ζωὴν καὶ τὸν βίον ἄμωμον καταρτιζόμενος. ἀντὶ δὲ τοῦ ἄμωμον Ἀκύλας τέλειον ἐκδέδωκεν. ἔτι δὲ πρὸς τούτοις καὶ τοὺς πόδας μου ὡσεὶ ἐλάφων κατηρτίσατο· περὶ ὧν ἐλάφων πολὺς ἐν τοῖς ἱεροῖς πράγμασι φέρεται λόγος. ἐπὶ σχολῆς δ’ ἄν τις τῶν προτεθέντων ἐξετάσας εὕροι ἂν αὐτῶν τὸν νοῦν ἀναφερόμενον ἐπὶ τοὺς ἁγίους τοῦ θεοῦ ἄνδρας τοὺς ἀναιρετικοὺς παντὸς ἑρπυστικοῦ καὶ ἰοβόλου ζώου. ἐπεὶ καὶ τῆς ἐλάφου τοιαύτη πέφυκεν ἡ φύσις ὀφιοκτόνος οὖσα καὶ ἀναιρετικὴ παντὸς ἑρπετοῦ. ὀρεινοβατὲς δὲ τὸ ζῶον καὶ δρομικὸν ὡς καὶ οἱ ἅγιοι τοῦ θεοῦ τὰ ἄνω σκοποῦντες καὶ μὴ τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ὑψηλὰ διώκοντες πόθῳ τῆς τῶν οὐρανῶν βασιλείας. τὴν πρὸς τοὺς ἁγίους τοίνυν ὁμοιότητα ἑαυτοῦ καὶ ὁ Δαυῒδ τῇ τοῦ θεοῦ χάριτι ἀνατίθησι λέγων ἑξῆς· καὶ ἐπὶ τὰ ὕψη μου ἱστῶν με.
The God who girds me with strength and set my path blameless, fitting my feet like those of deer and setting me upon my heights.
He does not, he says, stand before and protect me while I am idle and inactive, but rather while I myself contribute to my own salvation by striving and fighting against my enemies. Thus, at any rate, he also arms me with his own powers, strengthening my mortal and human might with his grace, so that, like a man girded about the loins, I may stand against my enemies with the power supplied to me from him. But also, as it is said: "God, his path is blameless," so, wishing me to be in his image and likeness, he also set my path blameless, fitting my path—that is, my life and conduct—blameless through teachings, exhortations, and all kinds of learning. Instead of "blameless," Aquilas has rendered "perfect." Furthermore, in addition to these things, he also fitted my feet like those of deer. Concerning these deer, much discourse is carried in the sacred writings. But if someone, at leisure, were to examine the matters set forth, he would find their meaning referring to the holy men of God who destroy every creeping and venomous creature. For the nature of the deer is such, being a serpent-killer and destroyer of every reptile. The animal is also mountain-ranging and swift, just as the holy men of God, looking to the heights and not to things on the earth, and pursuing lofty things out of desire for the kingdom of the heavens. David, therefore, attributes to himself the likeness to the saints by the grace of God, saying next: "and setting me upon my heights.
εἰ γὰρ καὶ τὰ μάλιστα ἕτεροι καθέλκειν ἡμᾶς καὶ καταβιβάζειν ἐπὶ τὰ βάθη καὶ τὰς κοιλάδας τῆς κακίας πειρῶνται· ἀλλ’ ὁ θεὸς ἡμῶν, οἷά τις ἀγωνοθέτης διδάσκων ἡμᾶς ἀγαθοὺς εἶναι δρομεῖς, ἐπὶ τὰ κατάλληλα ἡμῖν ὕψη παρορμᾷ· αὐτοῦ τε ἡ χάρις. οὐ γὰρ ἡμετέρα δύναμις ἵστησιν ἐν τοῖς ἡμετέροις ὕψεσι· φύσει γὰρ ἀνθρώπου ψυχῇ τὸ οὐράνιόν ἐστιν οἰκητήριον καὶ τὰ ἐκεῖ ὕψη οὐκ ἀλλότρια, ἀλλ’ οἰκεῖα· διὸ ἐπὶ τὰ ὕψη μου, φησίν, ἱστῶν με.
Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ δεξιά σου ἀντελάβετό μου.
Ἀκριβῶς γὰρ ἐπιστήσεις, τί ποτέ ἐστι τὸ διὰ πάσης γραφῆς προφητευόμενον σωτήριον τοῦ θεοῦ, περὶ οὗ καὶ Συμεὼν ἐν τῷ εὐαγγελίῳ ἔλεγεν· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. καὶ ἡ δεξιά σου ἀντελάβετό μου. τάχα δεξιὰ τοῦ θεοῦ εἶναι δύναται, ἐν ᾗ ἐστερέωσε τὸν οὐρανὸν μονογενὴς λόγος.
Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου, αὐτή με διδάξει. ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου.
For even if others especially try to drag us down and bring us down to the depths and valleys of vice, our God, like some trainer teaching us to be good runners, urges us toward the heights that are fitting for us, and it is his grace. For it is not our own power that sets us in our heights; for by nature the soul of man has the heavenly realm as its dwelling place, and the heights there are not alien but proper to it; therefore, he says, setting me upon my heights.
And you gave me the shield of my salvation, and your right hand took hold of me.
For you will carefully consider what the salvation of God is that is prophesied throughout all scripture, concerning which Symeon also said in the Gospel: Now you release your servant, master, according to your word in peace, because my eyes have seen your salvation. And your right hand took hold of me. Perhaps the right hand of God can be that by which the only-begotten Word strengthened the heaven.
And your discipline set me upright in the end, and your discipline, it will teach me. You widened my steps beneath me, and my tracks did not weaken.
Σύμμαχος δὲ ἐξέδωκε· καὶ τὸ ὑπακούειν με αὐξήσει με. ὁ δὲ Ἀκύλας· καὶ πραότητός σου ἐπλήθυνέ με. ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου. τὰ διαβήματα, καθ’ ἃ ἐκ κακίας εἰς ἀρετὴν καὶ ἐξ αἰσθητῶν ἐπὶ νοητὰ καὶ ἀπὸ τοῦ παρόντος εἰς τὸν μέλλοντα αἰῶνα διαβαίνω, ἐπλάτυνας ὑποκάτω μου· κατ’ ἀρχὰς γὰρ στενὰ καὶ ἐπίπονα φαινόμενα τῷ τὴν τεθλιμμένην ὁδεύειν ὁδόν· ὑπεράνω αὐτῶν τῇ προκοπῇ γεγενημένος πλατυνθέντα αὐτὰ ἐθεασάμην. ὁ γὰρ ἀνωτέρω τῶν προκοπῶν γεγενημένος τῷ ἐπὶ τέλος ἐφθακέναι, οὐκέτι αἴσθεται τῆς στενότητος τῶν πόνων καὶ ἱδρώτων τῶν ἐπὶ ταῖς προκοπαῖς ἐν εὐρυχωρίᾳ γεγενημένος. καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου. εἰ διηνεκῶς ἐν τῷ πονεῖν ἐτέλουν, κἂν ἠσθένησε τὰ ἴχνη μου, τουτέστι τοῦ ἔσω ἀνθρώπου τὰ σκέλη· ἐπειδὴ μετὰ τοὺς ὑπὲρ ἀρετῆς καμάτους ἀνάπαυλα διαδέχεται, οὐκ ἀσθενεῖ, ἀλλ’ ἰσχυροποιεῖται τὰ ἴχνη μου, ὥστ’ ἂν εἰπεῖν· καὶ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. ἀλλὰ καὶ ὁ Ἰησοῦς ἑπόμενος ἐπακολουθεῖ τοῖς ἴχνεσιν αὐτοῦ· ἐξ αὐτοῦ τοῦ πατεῖν τὴν τετριμμένην ὑπὸ Ἰησοῦ ὁδὸν ἰσχυρὰ κτᾶται τὰ ἴδια ἴχνη, ὡς ἔργῳ φάναι· ὀὐκ ἠσθένησε τὰ ἴχνη μου.
Symmachus rendered it: "And my obedience will increase me." But Aquila: "And your meekness multiplied me." "You widened my steps beneath me." The steps, by which I pass from vice to virtue and from perceptible things to intelligible things and from the present age to the future age, you widened beneath me; for at first they appear narrow and painful to one traveling the compressed road; but having come to be above them by progress, I saw them widened. For one who has come to be above the stages of progress by having reached the end no longer perceives the narrowness of the toils and sweats involved in the stages of progress, having come to be in a spacious place. "And my tracks did not weaken." If I were continually engaged in toiling, then my tracks would have weakened, that is, the legs of the inner man; but since after the labors for virtue a rest follows, my tracks do not weaken but are strengthened, so that one might say: "And you set my feet in a spacious place." But also Jesus, following, accompanies his tracks; from treading the road worn by Jesus, he acquires his own tracks strong, so as to say in fact: "My tracks did not weaken.
Καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλείπωσιν.
Ἐπαναλαμβάνει τῇ μνήνῃ τὰς εἰς αὐτὸν εὐεργεσίας τοῦ θεοῦ καὶ ὅσων ἐχθρῶν καὶ πολεμίων περιγέγονε διὰ τῆς τοῦ θεοῦ βοηθείας. καὶ τοῦτο δέ μοι, φησίν, παρὰ τῆς σῆς χάριτος ὑπῆρξε τὸ μὴ στενοχωρηθῆναί μου τοὺς πόδας καὶ τὸ μὴ δικτύοις τῶν ἐχθρῶν καὶ τοῖς σκανδάλοις τοῖς ὑπ’ αὐτῶν προβεβλημένοις περιπαρῆναι. ταῦτα γὰρ πάντα περιελὼν σὺ αὐτὸς ὁ θεός μου ὁμαλὴν κατηρτίσω μου τὴν πορείαν. τὸ δὲ πεσοῦνται ὑπὸ τοὺς πόδας μου νοήσεις ἐπαξίως τοῦ προφητικοῦ πνεύματος, τῆς τοῦ σωτῆρος πρὸς τοὺς ἀποστόλους ἐπαγγελίας μνησθείς, δι’ ἧς πρὸς αὐτοὺς ἔλεγεν· ἰδοὺ δίδωμι ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ.
Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ’ ἐμὲ ὑποκάτω μου καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐωξωλέθρευσας.
I will pursue my enemies and I will overtake them, and I will not turn back until they fail.
He recalls in memory the benefactions of God to him and how many enemies and foes he has overcome through the help of God. And this too, he says, came to me from your grace: that my feet were not constricted and that I was not pierced by the nets of my enemies and the snares set by them. For you, my God, removing all these things, have made my path smooth. And the phrase "they will fall under my feet" you will understand worthily of the prophetic spirit, recalling the promise of the Savior to the apostles, through which he said to them: Behold, I give you authority to tread upon snakes and scorpions, and upon every power of the enemy.
And you girded me with strength for war, you caused all who rose up against me to be tripped up under me, and you gave me the back of my enemies, and you utterly destroyed those who hated me.
Εἰπὼν ἀνωτέρω· ὁ θεὸς ὁ περιζωννύων με δύναμιν, ἐνταῦθα καὶ τοῦ ἔργου τὸ ἀποτέλεσμα διδάσκει λέγων· καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον· καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον· οἱ ἐκ μετανοίας ἄρτι τῆς ἔχθρας ἀπαλλαττόμενοι διὰ τὸ μηδέπω τὴν ἐπ’ ἀρετῇ παρρησίαν ἔχειν τεθεῖεν τοῦ Ἰησοῦ νῶτος ὑπὸ τοῦ πατρός· οὕτω γὰρ καὶ ἀκολουθῆσαι αὐτῷ ὀπίσω γενόμενοι δυνήσονται. τάχα δὲ καὶ τοῦτο ῥηθείη· ὁ σπουδαῖος παρρησίαν πρὸς τὸν θεὸν κεκτημένος ἐνώπιον κυρίου παρίσταται· ὁ δὲ φαῦλος ὀπίσω ἐκβαλλόμενος διὰ τὴν ἰδίαν κακίαν νῶτος τεθήσεται τοῦ κυρίου. ἐπεὶ γὰρ πρότεροι αὐτοὶ οἱ φαῦλοι ἔστρεψαν πρὸς αὐτὸν νῶτα καὶ οὐχὶ πρόσωπα αὐτῶν, καὶ αὐτὸς ἀποστραφεὶς αὐτοὺς νῶτος αὐτοὺς ἕξει. εἰ δὲ καὶ πᾶς δίκαιος ταῦτα λέγοι, ἐρεῖς, ὅτι αἱ μοχθηραὶ δυνάμεις εἰς πρόσωπον ἐρχόμεναι βλάπτουσι τοὺς ὁρῶντας διὰ παντὸς ὄντες εἰδεχθεῖς· εἰς νῶτον δὲ ῥιφέντες οὐδὲν δυνήσονται ἐπὶ τούτου τεκταίνεσθαι κατὰ τό· ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί.
Having said above, "God who girds me with strength," here he also teaches the outcome of the deed, saying: "And you girded me with strength for war; and you gave me my enemies' backs." Those who are just now, through repentance, being released from enmity, because they do not yet have the boldness that comes from virtue, are placed as the back of Jesus by the Father; for in this way, having become behind him, they will be able to follow him. And perhaps this might also be said: the zealous man, possessing boldness toward God, stands before the Lord; but the base man, being cast behind on account of his own wickedness, will be placed as the back of the Lord. For since the base men themselves first turned their backs toward him and not their faces, he too, having turned away from them, will have them as his back. And if every righteous man were to say these things, you would say that the wicked powers, coming face to face, harm those who see them, being always repulsive; but cast to the back, they will be able to contrive nothing against him, according to: "On my back the sinners contrived.
Καὶ λεπτυνῶ αὐτοὺς ὡς χοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτοὺς.
Νοήσεις, ὅπως ὁ ἄνθρωπος τοὺς ἐχθροὺς τοῦ θεοῦ λεπτύνει καὶ λεπτοποιεῖ ὡς χοῦν κατὰ πρόσωπον ἀνέμων ἐπιστήσας, ὅπως τοῖς ἐλέγχοις τοῖς ἀποδεικτικοῖς τὴν τῶν ἀσεβῶν κοσμικὴν σοφίαν καὶ τὸν νομιζόμενον αὐτῶν πλοῦτον πᾶσάν τε αὐτῶν τὴν δόξαν καὶ τὴν πρόσκαιρον ζωὴν μηδὲν διαφέρειν τοῦ καταφυσωμένου καὶ διασκεδαννυμένου ἀπὸ γῆς χοὺς παρίστησιν.
Ῥύση με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
Προφητικῇ δυνάμει συνορῶν τὸ μέλλον ὁ Δαυιδ δύο τάγματα διὰ τοῦ λόγου παρίστησιν· καὶ τοῦ μὲν ἑνὸς ῥυσθῆναι εὔχεται, τοῦ δ’ ἑτέρου καταξιωθῆναι· ἐπεὶ δὲ σαφῶς οἷς εὔχεται συγκαταλεχθῆναι, τὰ ἔθνη εἶναι παρίστησιν αὐτὸς λέγων· καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, δῆλον ὡς τὸ ἕτερον τάγμα τοῦ λαοῦ οὗ ῥυσθῆναι ηὔχετο οὐδὲ ἕτερον ἦν τοῦ ἐκ περιτομῆς λαοῦ, τούτου γὰρ δηλωθέντος λαοῦ ῥυσθῆναι εὔχεται ἐξ ἀντιλογιῶν. ἔνθα ἐπιστήσεις, ὡς οὐ διέβαλλεν αὐτῶν τὰς εἰδωλολατρείας οὐδὲ τὰς ἄλλας πλημμελείας καὶ παρανομίας, ἀλλὰ τὰς ἀντιλογίας. ὅρα τοίνυν ταῦτα ἀναφέρειν προφητικῶς ἐπὶ τὴν τοῦ Ἰσραὴλ ἀντιλογίαν τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν γενομένην, ἣν πᾶς ὁ λαὸς ἐποιήσατο κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὁπηνίκα Πιλάτου προσφωνήσαντος, τίνα θέλοιεν ἀπολυθῆναι τῶν δυοῖν, τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;
And I will grind them fine as dust before the wind, as mud of the streets I will level them.
You will understand how the man of God grinds and makes fine the enemies of God as dust before the winds, when you consider how, by demonstrative refutations, he shows that the worldly wisdom of the impious, their reputed wealth, all their glory, and their temporary life differ in nothing from dust blown about and scattered from the earth.
Deliver me from the contradictions of the people, you will set me as head of nations; a people whom I did not know served me, obeyed me at the hearing of the ear; alien sons lied to me, alien sons grew old and went lame from their paths.
By prophetic power, foreseeing the future, David presents two orders through his speech: he prays to be delivered from one, and to be deemed worthy of the other. Since he clearly states that the order with which he prays to be numbered is the nations, saying, "You will set me as head of nations," it is evident that the other order, the people from whom he prayed to be delivered, was none other than the people of the circumcision; for it is from this people, thus indicated, that he prays to be delivered from their contradictions. Here you will note that he did not denounce their idolatries nor their other transgressions and lawless acts, but their contradictions. Observe, therefore, that these things refer prophetically to the contradiction of Israel against our Savior, which the whole people made at the time of his passion, when Pilate asked them which of the two they wished to be released, Barabbas or Jesus called Christ.
ᾐτήσαντο ἀπολυθῆναι μὲν τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσθαι περισσῶς τε ἐβόων καὶ ἔκραζον τὴν ἑαυτῶν ἀντιλογὶαν ἐνδεικνύμενοι, ὅτε καὶ εἰρηκότος Πιλάτου· ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου. ὑμεῖς ὄψεσθε· ἀποκριθεὶς ὁ λαὸς εἶπεν· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. τοῦτ’ οὖν αὐτῷ τῷ θειῷ πνεύματι προθεωρήσας ὁ Δαυιδ εὔχεται ῥυσθῆναι ἀπὸ τῶν ἀντιλογιῶν τοῦ λαοῦ, ἵνα μήποτε αὐτοῦ ἡ ψυχὴ μετὰ τὸν θάνατον συγκαταριθμηθῇ τῇ τοῦ θεοῦ δυσσεβείᾳ. διὸ ἔλεγεν· ρῦσαί με ἀντιλογιῶν λαοῦ, καὶ προιὼν ἑξῆς πάλιν φησί· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. υἱοὺς μὲν γὰρ αὐτοὺς ὀνομάζει διὰ τὴν τοῦ γένους διαδοχὴν καὶ τὸ σπέρμα τὸ ἐξ Ἀβραάμ· ἀλλοτρίους δὲ καλεῖ διὰ τὸν τρόπον. μεταβαλὼν δὲ ἐπὶ τὸ ἕτερον τάγμα λευκότατα τὴν τῶν ἐθνῶν προαναφωνεῖ κλῆσιν καὶ τὴν μέλλουσαν παρ’ αὐτοῖς τοῖς ἔθνεσιν ἀπονέμεσθαι καὶ τὴν τιμήν· διό φησι· κατασταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· ὧν τὸ ἀποτέλεσμα καὶ ἡ τῶν λόγων ἔκβασις διὰ τῆς ἐνεργείας θεωρουμένη τοῦ ἁγίου πνεύματος πιστοῦται τὴν πρόγνωσιν.
They asked that Barabbas be released, but that Jesus be destroyed; and they shouted excessively and cried out, displaying their own contradiction, even when Pilate said, "I am innocent of this blood; you will see." The people answered, "His blood is on us and on our children." So David, having foreseen this with the divine Spirit, prays to be delivered from the contradictions of the people, so that his soul after death might never be counted with the impiety against God. Therefore he said, "Deliver me from the contradictions of the people," and proceeding further he again says, "Foreign sons lied to me; foreign sons grew old, and they limped from their paths." For he calls them sons because of the succession of the race and the seed from Abraham, but he calls them foreign because of their character. Changing to the other order, he very clearly preannounces the calling of the nations and the honor that will be assigned among those nations; therefore he says, "You will establish me as head of nations; a people whom I did not know served me, they obeyed me at the hearing of the ear." The outcome and the fulfillment of the words, observed through the activity of the Holy Spirit, confirms the foreknowledge.
τίς γὰρ ὁρῶν καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης παρά τε Βαρβάροις καὶ παρὰ τοῖς Ἕλλησιν, τὰ ἔθνη πάντα, παντοίᾳ γλώττη καὶ φωμῇ ἄνω καὶ κάτω τῇ μνήμῃ περιφέροντα τὸν Δαυίδ αὐτοῦ τε τοὔνομα τιμῶντα καὶ τὰς αὐτοῦ φωνὰς περιέποντα ἐν πάσαις ταῖς Χριστοῦ ἐκκλησίαις τὸν ἐξ ἐθνῶν συγκεκροτημένον λαόν, ὃν οὐδέποτε γνώριμον ἔσχηκεν ὁ Δαυίδ δουλεύοντα ταῖς Δαυὶδ ὑμνῳδίαις καὶ ὑπακούοντα καὶ συνυπηχοῦντα ταῖς πρόπαλαι ὑπ’ αὐτοῦ γραφῇ παραδοθείσαις ψαλμῳδίαις, οὐκ ἂν συνομολογήσειεν ἀλήθειαν τοῖς προκειμένοις; δύναται δὲ ταῦτα καὶ ἐξ αὐτοῦ λέγεσθαι τοῦ σωτῆρος ἡμῶν τοῦ Δαυὶδ πρόσωπον ἀνειληφότος τοῦ ἐκ σπέρματος αὐτοῦ γενησομένου, περὶ οὗ μυρίαι πρὸς αὐτὸν γεγόνασιν ἐπαγγελίαι.
Ζῇ κύριος, καὶ εὐλογητὸς ὁ θεός μου, καὶ ὑψωθήτω ὁ θεὸς τῆς σωτηρίας μου, ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ καὶ ὑποτάξας λαοὺς ὑπ’ ἐμὲ, ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.
Who, seeing David’s name and his words honored and celebrated throughout the whole inhabited world of mankind, among both barbarians and Greeks, all nations, in every tongue and speech, up and down, carried about in memory, and the people gathered from the nations in all the churches of Christ, a people whom David never knew as his own, serving David’s hymns and obeying and echoing the psalms long ago committed to writing by him, would not acknowledge the truth of what is set forth? And these things can also be spoken from our Savior himself, who has taken up the person of David, who was to come from his seed, concerning whom countless promises were made to him.
The Lord lives, and my God is blessed, and let the God of my salvation be exalted, the God who gives me vengeance and subdues peoples under me, my deliverer from my angry enemies, who raises me up from those who rise up against me, deliver me from the unjust man. Therefore I will confess you among the nations, Lord, and I will sing to your name.
Εἰ γὰρ καὶ ἐταπείνωσεν ἑαυτὸν κλίνας οὐρανοὺς καὶ καταβάς, ἀλλ’ ὑψηλός ἐστι κατὰ τό· ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάσσων λαοὺς ὑπ’ ἐμέ, ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ ὑψώσεις με, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. τῷ μὲν γὰρ ἀπειθοῦντι λαῷ καὶ ἀντιλέγοντι ἐπάξειν τὰς ἐκδικήσεις καὶ τὰς τιμωρίας εἴρηται· ἢ κατὰ τὸν Σύμμαχον· ὁ θεὸς ὁ παρασχὼν τιμωρίας ἐμοί· τῷ δ’ ἑτέρῳ τάγματι, περὶ οὗ ἀνωτέρω εἴρηται· καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· τούτῳ τὴν ὑποταγὴν τὴν ὑπ’ αὐτὸν χαρίζεται. διὸ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· καὶ ὑποτάσσων λαοὺς ἐπ’ ἐμέ. οὗτος καὶ ῥύστης μου, φησὶ, γέγονεν ἐξ ἐχθρῶν μου ὀργίλων, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ ὕψωσέ με, ὁ δ’ αὐτὸς καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ἐρρύσατό με. δι’ ὧν σαφῶς παρίστησιν ἐχθρούς τινας αὑτοῦ καὶ ἀνθεστηκότας· καὶ παρὰ τούτους ἕτερόν τινα ἄνδρα μεστὸν ὡς ἀληθῶς πάσης ἀδικίας. σημαίνει δὲ ὁ λόγος διὰ τούτων προφητικῶς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους καὶ τὸν προδότην Ἰούδαν παντὸς ἀδίκου χείρονα γενόμενον, ὅτι δὴ τοιούτων ἀξιωθεὶς παρὰ τοῦ σωτῆρος τοῖς ἐναντίοις αὐτὸν ἠμείψατο.διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ Δαυῒδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. ἐπὶ τὸ ἕτερον μεταβαίνει, ὡς ἂν εἴποι τις τὸ δεξιὸν τάγμα, καὶ ἔστιν ἔργοις αὐτοῖς καὶ ὀφθαλμοῖς παραλαβεῖν·
For even if he humbled himself, bending the heavens and descending, yet he is high, according to: "God exalted him exceedingly and granted him a name above every name." God who gives vengeances to me, and subjugates peoples under me, my deliverer from my wrathful enemies, from those rising up against me you will raise me, and from an unjust man deliver me. For to the disobedient and contradicting people it is said that he will bring vengeances and punishments; or according to Symmachus: "God who provided punishments to me." But to the other order, concerning which it was said above: "You will set me as head of nations. A people whom I did not know served me"; to this one he grants the subjugation under him. Therefore he adds according to Symmachus: "and subjugating peoples to me." This one has also become my deliverer, he says, from my wrathful enemies, and from those rising up against me he raised me, and the same also delivered me from an unjust man. Through these things he clearly presents some enemies of his own and opponents; and besides these, another man truly full of all injustice. And the discourse signifies through these things prophetically the rulers of the Jewish nation and the traitor Judas, who became worse than any unjust man, because having been deemed worthy of such things by the Savior, he requited him with the opposite. Therefore I will confess to you among the nations, Lord, and I will sing to your name. Magnifying the deliverances of his king and showing mercy to his anointed David and to his seed forever. He passes to the other, as one might say the right order, and it is to be received by deeds themselves and eyes.
ὥσπερ ὁ Δαυῒδ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, ὥσπερ εἰσέτι καὶ νῦν ζῶν καὶ σὺν ἀνθρώποις πολιτευόμενος, διὰ τῶν ἑαυτοῦ γραφῶν ᾠδῶν τε καὶ ὕμνων ἐν πᾶσι τοῖς ἔθνεσι ψάλλει τῷ θεῷ τῶν ὅλων· καὶ ὁ ἐκ σπέρματος δι’ αὐτοῦ γεγονώς, οὗ εἰς πρόσωπον ἀναφέρεται τὰ προκείμενα, ὁμοίως κρείττων γενόμενος τῶν ἐπιβεβουλευκότων αὐτῷ εἴποι ἄν· καὶ ἀπὸ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ ὑψώσεις με. ἐκείνους μὲν οὖν καταλείπει· τὴν δὲ χάριν τὴν ἐξ αὐτοῦ καὶ τὴν ἀλήθειαν πᾶσι τοῖς ἔθνεσιν μεταδίδωσιν· εἰσέτι τε καὶ νῦν πανταχοῦ γῆς αὐτὸς παρὼν καὶ μέσος τῶν εἰς αὐτὸν ἠλπικότων ἑστὼς τῷ πατρὶ διὰ τῆς ἑαυτοῦ ἐκκλησίας ἐξομολογεῖται· διό φησι· διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Καὶ ὁ παρὼν ψαλμὸς τῶν εἰς ἀγαθὸν τέλος παραπεμπόντων τυγχάνει· ἀλλὰ καὶ εὐχαριστήριος ἀναγράφῃ ᾠδὴ τοῖς τοὺς ἐχθροὺς καταγωνισαμένοις ἐπινίκιος εἰρημένη. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἐπινίκιος ᾠδὴ τοῦ Δαυιδ. ἀλλὰ καὶ διὰ τὸ ἀνακεῖσθαι τῷ τὰς νίκας δωρουμένῳ θεῷ κατὰ τὸν Ἀκύλαν τῷ νικοποιῷ μελῴδημα λέλεκται.
Just as David after the coming of our savior, as if still living and dwelling among men, through his own writings, odes, and hymns, sings to the God of all among all nations; and the one born from his seed, to whose person the present words refer, having similarly become superior to those who plotted against him, would say: "And from those rising up against me you will exalt me." He leaves those behind, but he imparts the grace from himself and the truth to all nations; even now, present everywhere on earth and standing in the midst of those who have hoped in him, he confesses to the Father through his own church; therefore he says: "For this reason I will confess to you among the nations, Lord, and I will sing to your name."
To the end: a psalm for David.
The present psalm is also one of those that lead to a good end; but it is also recorded as a thanksgiving ode, said as a victory song for those who have overcome their enemies. Therefore, according to Symmachus, it is said: "A victory ode of David." But also, because it is dedicated to the God who bestows victories, according to Aquila it is called "a victory-bestowing melody.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Διδασκαλίαν περιέχει τῆς τοῦ θεοῦ μεγαλουργίας παραστατικήν. ἐπειδὴ γὰρ τὸ ἀφανὲς καὶ ἀόρατον τῆς ἀσωμάτου καὶ ἀγενήτου καὶ θεϊκῆς οὐσίας διὰ τὸ μὴ σαρκὸς ὀφθαλμοῖς καταλαμβάνεσθαι, οἱ τὰ ὄμματα τῆς ψυχῆς πεπηρωμένοι τῆς τῶν ὄντων ὑπάρξεως ἐκβεβλήκασιν ἀθέοις στόμασιν ἀποφηνάμενοι μὴ εἶναι θεὸν μηδὲ ὑπάρχειν τι κρεῖττον τῶν ἐν σώμασιν ὁρωμένων· αὐτομάτῳ δὲ καὶ ἀλόγῳ συντυχίᾳ εἰκῆ καὶ μάτην ἐξ οὐδεμιᾶς αἰτίας ὑποστῆναι τὸν πάντα κόσμον· ἀναγκαίως ὁ παρὼν λόγος διὰ τῆς ψαλμῳδίας ἀποδεικτικῶς καὶ μετὰ δημιουργικῆς τῶν ὅλων δυνάμεως τὴν θεολογίαν παρίστησι τοιοῦτόν τινα λογισμὸν διεξιών. θνητῶν μὲν φύσις μικρὰ τυγχάνει καὶ ἀσθενής λογισμοί τε ἀνθρώπων δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· διὸ πλεῖστον ὅσον ἀποδέομεν τῆς κατ’ ἀξίαν τοῦ θεοῦ δοξολογίας. οὐδὲ γὰρ ἀνθρώπων φωναῖς οὐδὲ γλώττῃ σαρκὸς καὶ χείλεσιν δύνασθαί ποτε νομίζειν ἐπάξιον περὶ θεοῦ λόγον ἀποδίδοσθαι. εἰ δὲ χρὴ διδασκαλίας ἐνεργοῦς καὶ μεγίστης αὐτῷ τε πρεπούσης τῷ θεῷ ἐπακούειν, εἴ τις ἔρρωται τῆς ψυχῆς τὰ αἰσθητήρια, συντεινάτω ἑαυτὸν καὶ διεγειράτω πρὸς ἀκρόασιν ἐπαξίως ἀναφωνουμένην τῆς ἀπειρομεγέθους δυνάμεως τοῦ θεοῦ, ἣν αὐτοὶ προφέρονται οἱ τὸν σύμπαντα περιέχοντες οὐρανοὶ τὸν ἑαυτῶν κτίστην καὶ ποιητὴν τῶν ὅλων θεὸν ᾠδαῖς καὶ δοξολογίαις ἀνυμνοῦντες.
The heavens relate the glory of God, and the firmament announces the work of his hands.
This contains a teaching that sets forth the greatness of God. For since the invisible and unseen nature of the incorporeal, unbegotten, and divine essence is not apprehended by the eyes of the flesh, those whose soul’s eyes are blinded have cast out the existence of beings, declaring with godless mouths that there is no God and that nothing superior to what is seen in bodies exists, but that the whole world came to be by chance and irrational coincidence, vainly and without any cause. Necessarily, the present discourse through the psalmody presents theology demonstratively and with the creative power of the whole, going through a reasoning of this kind: the nature of mortals is small and weak, and the reasonings of humans are timid and our thoughts precarious; therefore we fall far short of the worthy doxology of God. For it is not possible to think that a worthy word about God can ever be delivered by human voices or by the tongue of flesh and lips. But if one must hear an effective and greatest teaching befitting God himself, if one’s soul’s senses are strong, let him strain himself and rouse himself to a hearing that worthily proclaims the immeasurable power of God, which the heavens themselves, encompassing the whole, utter, hymning their own creator and maker of all, God, with songs and doxologies.
αὐτοὶ γὰρ οἱ ἀνωτάτω πάντων καὶ τοῦ ὑποβεβηκότος στερεώματος ὑπερκείμενοι οὐρανοὶ οἱ σύμπασαν περιειληφότες τὴν αἰσθητὴν καὶ πνευματικὴν κτίσιν τὴν δόξαν θεοῦ οὐκ Ἑλληνικῇ φωνῇ φθεγγόμενοι οὐδ’ ἑτέρᾳ τινὶ διαλέκτῳ χρώμενοι, αὐτῷ δὲ ἔργῳ διὰ τοῦ ἑαυτῶν κόσμου καὶ τῆς εὐρύθμου καὶ ἐναρμονίου καὶ πανσόφου στάσεως τοῦ αἰτίου αὐτοῖς τῆς τοιᾶσδε κινήσεως τὴν ἀπειρομεγέθη δύναμιν ἐκδιδάσκουσιν. ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καί· τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. ὁ οὖν τοὺς οὐρανοὺς νομίζων δίχα τινὸς δημιουργικοῦ λόγου καὶ θείας ἄνευ δυνάμεως ἑαυτοὺς ὑποστήσασθαι καὶ τοῦ τοσοῦδε μεγέθους καὶ τοῦ τοιοῦδε σχήματος τῆς τε εὐσταθοῦς καὶ εὐτάκτου κινήσεως τὴν αἰτίαν τοῖς σώμασιν αὐτῶν προσγράφων, ἄφρων καὶ ἀσεβής. διὸ τοὺς ἔμφρονα νοῦν κεκτημένους προσήκει συνομολογεῖν μονονουχὶ φωνῆς ἀκούειν ἔργῳ βοώσης αὐτῶν τῶν οὐρανῶν τὴν πρέπουσαν δόξαν ἀναπεμπόντων τῷ ἑαυτῶν ποιητῇ καὶ δημιουργῷ θεῷ. οὕτω δὲ καὶ τὸ στερέωμα, ὃ δὴ Μωϋσῆς κατὰ τὴν δευτέραν ἡμέραν τῆς κοσμοποιίας γεγονέναι παρίστη· καὶ τοῦτο τοιγαροῦν τὸ στερέωμα, ἕτερον ὂν παρὰ τοὺς προωνομασμένους οὐρανοὺς κηρύττει τοῖς πᾶσι καὶ κέκραγε διδάσκων, ὅτι μὴ ἐξ αὐτομάτου τοιόνδε ὑπέστη· ἔργον δέ ἐστι καὶ αὐτὸ τοῦ τῶν ὅλων ποιητοῦ θεοῦ· διὸ εἴρηται· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. οἶδε δὲ Μωϋσῆς πρὸ τῆς τοῦ στερεώματος συστάσεως οὐρανὸν πρότερον τῆς ἡμέρας γεγενημένον λέγων·
For the highest heavens of all, which lie above the lower firmament and encompass the entire sensible and spiritual creation, do not proclaim the glory of God in the Greek tongue or in any other dialect, but by their very deed—through their own order and their well-rhythmed, harmonious, and all-wise stability—they teach the cause of such motion to them, the immeasurable power. For from the magnitude and beauty of created things, their creator is analogously perceived; and his invisible attributes are seen through the works of creation, understood by the things made; so too his eternal power and divinity. Therefore, whoever thinks that the heavens subsisted without any creative reason and without divine power, and ascribes the cause of such great magnitude, such form, and such stable and well-ordered motion to their bodies, is foolish and impious. Hence, it is fitting for those who possess a rational mind to agree that they almost hear a voice crying out in deed, as the heavens themselves send up the appropriate glory to their own maker and creator God. And so too the firmament, which Moses represents as having come into being on the second day of the creation of the world; this firmament, then, being different from the previously named heavens, proclaims to all and cries out, teaching that it did not come into being of its own accord; it too is a work of the maker God of all things; therefore it is said: "The firmament announces the work of his hands." And Moses knows that before the establishment of the firmament, a heaven had previously come into being before the day, as he says.
ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ἑξῆς δ’ οὖν μετὰ τὴν ποίησιν τοῦ πρώτου οὐρανοῦ φωτὸς εἰσάγει δύναμιν καὶ γένεσιν ἡμέραν τε διδάσκει τὸ φῶς κεκλῆσθαι γεγονέναι τε πρωΐαν φησὶ καὶ ἑσπέραν, ἡμέραν μίαν. εἶτα δευτέρας ἡμέρας ἀρχόμενος τὴν τοῦ στερεώματος εἰσάγει ποίησιν. οἶδε δὲ ἡ γραφὴ καὶ πλείους οὐρανούς· διό φησιν· αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν· καὶ πάλιν· αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν· καὶ ἀλλαχοῦ εἴρηται· ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ. καὶ τὸ στερέωμα κέκληται οὐρανὸς καὶ ὁ σωτὴρ τὴν βασιλείαν τῶν οὐρανῶν ἐπαγγέλλεται καὶ ἐν τῇ εὐχῇ διδάσκει εἰπεῖν· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.
In the beginning God made the heaven and the earth. Next, then, after the making of the first heaven, he introduces the power of light and its generation, and he teaches that the light has been called day, and he says that morning and evening have come to be, one day. Then, beginning the second day, he introduces the making of the firmament. And Scripture knows of more heavens as well; therefore it says: Praise the Lord from the heavens; and again: Praise him, you heavens of heavens, and the water above the heavens; and elsewhere it is said: The heaven of heaven belongs to the Lord. And the firmament is called heaven, and the Savior promises the kingdom of the heavens, and in the prayer he teaches us to say: Our Father who is in the heavens, and: The powers of the heavens will be shaken.
Day belches forth word to day, and night announces knowledge to night. They are not speeches nor words, whose voices are not heard; their sound has gone out into all the earth, and their words to the ends of the inhabited world. In the sun he has placed his tent.
Διδάσκει ἡμέρα καὶ διδάσκει νὺξ τοὺς ἐθέλοντας παιδεύεσθαι, ὅση τίς ἐστιν ἡ σοφία ἡ ἄρρητος καὶ ἀπερίληπτος δύναμις τοῦ τὰ διαστήματα τῶν χρόνων καταμετρήσαντος αὐτοῖς θεοῦ. εἰ μὲν γὰρ μηδεὶς ἦν ὁ καὶ ταύταις ὥραις καὶ χρόνους καὶ καιροὺς διαταξάμενος, ἀπρονοήτῳ δὲ καὶ ἀλόγῳ κινήσει κατά τι σύμβαμα τυχιμαῖον ὑφεστῶτα ἦν· ἐχρῆν δήπου μὴ τὰ ἴσα διαστήματα τῶν ἡμερῶν διὰ παντὸς τοῦ αἰῶνος ὑφεστάναι, ἢ συγκεχυμένους αὐτῶν εἶναι τοὺς καιροὺς καὶ τὰς νύκτας δὲ ὡσαύτως εἰκῆ καὶ ὡς ἔτυχεν φέρεσθαι. ἀλογίας γὰρ ἀδελφὴ ἀταξία, καὶ τῷ τυχιμαίῳ ἕπεται σύγχυσις· ὡς ἔμπαλιν πάσης εὐταξίας ἡγεῖται λόγος ἁρμονίας τε καὶ συμφωνίας ἡγεῖται σοφία. αἱ τοίνυν τούτων πρὸς ἀλλήλας ἀμοιβαὶ καὶ ὑποχωρήσεις, ποτὲ μὲν ἡμερῶν μηκυνομένων, ὑποχωρουσῶν δὲ αὐτῶν νυκτῶν, ποτὲ δὲ τῶν νυκτῶν τὸ προδεδανεισμένον χρέος κατὰ τὴν τῶν ὡρῶν αὔξησιν ἀπολαμβανουσῶν, μονονουχὶ φθέγγονται καὶ λαλοῦσι μεγάλῃ φωνῇ τῇ πανσόφῳ διατάξει τοῦ τῶν ὅλων μαρτυροῦσαι θεοῦ καὶ κηρύττουσιν ἀνθρώποις τὴν τοῦ θεοῦ γνῶσιν· οὕτω δὲ κεκραγόσιν αὐτοῖς ἔργοις αἱ τῶν ἡμερῶν καὶ τῶν νυκτῶν φωναὶ τοῖς ἐπαΐειν αὐτῶν δυναμένοις ὡς μηδεμίαν ἀκοὴν λανθάνειν τὴν διδασκαλίαν αὐτῶν. πεπλήρωται γοῦν ἡ σύμπασα τῶν ἀνθρώπων οἰκουμένη τῆς εὐρύθμου καὶ ἀμοιβαίας αὐτῶν χορείας· δι’ ἃ λέλεκται· οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·
Day teaches and night teaches those who wish to be instructed, how great is the ineffable wisdom and incomprehensible power of the God who measured out the intervals of time for them. For if there were no one who arranged these hours and times and seasons, but they existed by some random chance through an improvident and irrational motion, then it would be necessary that the equal intervals of days not persist throughout all eternity, or that their seasons be confused, and likewise that nights be carried about aimlessly and haphazardly. For disorder is the sister of irrationality, and confusion follows upon chance; conversely, reason governs all good order, and wisdom governs harmony and concord. Thus their alternations and retreats with respect to each other—sometimes days lengthening while nights recede, sometimes nights recovering the debt previously lent as the hours increase—all but speak and cry out with a loud voice, bearing witness to the all-wise arrangement of the God of all, and proclaim to men the knowledge of God. In this way, the voices of days and nights, crying out through their very works, do not escape the hearing of those able to perceive them, so that their teaching escapes no one's notice. Indeed, the whole inhabited world of men is filled with their rhythmic and reciprocal dance; for this reason it is said: "They are not speeches nor words, whose voices are not heard. Their sound has gone out into all the earth, and their words to the ends of the inhabited world.
δῆλον δέ, ὅτι τῶν ἡμερῶν καὶ τῶν νυκτῶν τῶν τε διηγουμένων τὴν τοῦ θεοῦ δόξαν οὐρανῶν καὶ τοῦ τὴν ποίησιν τῶν χειρῶν αὐτοῦ ἐξαγγέλλοντος στερεώματος. ἔνθα δὲ γενομένῳ μοι θαυμάζειν ἔπεισιν, ὅπως ὁ ἱερὸς ἀπόστολος τό· εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, ἐπὶ τοὺς μαθητὰς καὶ εὐαγγελιστὰς καὶ ἀποστόλους τοῦ σωτῆρος ἡμῶν ἀνήνεγκεν ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. ἐπιστήσας δὲ τὸν νοῦν τῇ ἀποστολικῇ λέξει σφόδρα ἀκριβῶς εὗρον αὐτὸν καταχρηστικῷ τρόπῳ εὐκαίρως τὴν παράθεσιν πεποιημένον· οὐ γὰρ ὥσπερ ποτὲ μὲν ἔφη· Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ποτὲ δὲ, καθὼς προείρηκεν Ἡσαΐας· καὶ πάλιν· καθὼς γέγραπται· καὶ αὖθις· λέγει γὰρ ἡ γραφή· οὐχ οὕτως καὶ ἐπὶ τοῦ·εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, εἴρηκε μετὰ προσθήκης ὁμοίας τοῖς προεκτεθεῖσιν. εἰ γάρ τι τοιοῦτον προφήσας εἶπε, τάχ’ ἄν τις ἐλάβετο ὡς βεβιασμένως ἐκδεξαμένου τὴν ἐν τῷ ψαλμῷ ῥῆσιν· νυνὶ δὲ ἁπλῇ φράσει φαίνεται συγχρησάμενος τῇ ἀπὸ τοῦ ψαλμοῦ παραθέσει· διὸ εἴποι τις αὐτὸν κατακεχρῆσθαι εὐκαίρως καὶ ὠφελίμως καὶ εὐρύθμως τῇ μαρτυρίᾳ.
It is clear, then, that the days and the nights, and the heavens which recount the glory of God, and the firmament which proclaims the work of his hands, are meant. And when I come to this point, I am moved to wonder how the holy apostle, in his Epistle to the Romans, applied the words "Their sound went forth into all the earth, and their words to the ends of the inhabited world" to the disciples, evangelists, and apostles of our Savior. Having carefully considered the apostolic expression, I found that he had made the citation in a catachrestic manner, opportunely and with great precision. For he did not say, as he sometimes does, "Isaiah cries out on behalf of Israel," or "as Isaiah foretold," or "as it is written," or again, "for Scripture says." Not so with the phrase "Their sound went forth into all the earth." He did not speak with the addition of such formulas as those previously mentioned. For if he had uttered something of that sort, someone might have taken hold of it, as though he had forcibly interpreted the saying in the Psalm. But as it is, he appears to have used the citation from the Psalm in a simple phrase. Hence one might say that he has employed the testimony catachrestically, yet opportunely, profitably, and rhythmically.
Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.
Πρὸς τοῖς εἰρημένοις τῆς τοῦ θεοῦ δοξολογίας διδάσκαλος καθέστηκεν ὁ ἥλιος, οἷα δεσπότου καὶ μεγάλου βασιλέως νόμον ἀπαράβατον τηρῶν. οὐ γάρ ποτε ἄλλην τρέπεσθαι παρὰ τὴν ὁρισθεῖσαν αὐτῷ πορείαν τολμᾷ οὐδ’ ὑπερβαίνει τοὺς ὅρους τῆς κατ’ οὐρανὸν διατάξεως· ἀλλ’ ἐκπορεύεται μὲν ὄρθριος, ὥσπερ ἐξ ἀδύτου καὶ ἀβάτου νυμφῶνος προϊών, ὡραϊσμένος δὲ οἷα νυμφίος καὶ τῷ τοῦ φωτὸς ἠγλαϊσμένος ἄνθει· ἐπειδὰν τὸν ὁρίζοντα τὸν ἀνατολικὸν ὑπερβῇ, τὸν σύμπαντα διιππεύει κόσμον ἀκοπιάστως τὸν οἰκεῖον ἐξανύων δρόμον. κυκλοῖ δὲ κυκλῶν οἷά τις γίγας ἰσχυρὸς τὴν ἀλκὴν καὶ ἄμαχος, ὥσπερ ἐκ νύσσης ἀρξάμενος ἀπ’ ἄκρου κέντρου τοῦ κατὰ ἀνατολὰς ὁρίζοντος διατρέχων νυχθημέρῳ ἑνὶ τὸν σύμπαντα κόσμον ὡς μηδένα ἀνεπαίσθητον εἶναι θέρμης. ταῦτα δὲ ἐνεργεῖ δουλεύων τῷ τοῦ πεποιηκότος αὐτὸν νεύματι καὶ τεθεικότος ἐν τῷ στερεώματι. διὸ εἴρηται· ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ. ὅπερ σαφῶς εἰρημένον λευκότερον ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· τῷ ἡλίῳ ἔθετο σκήνωμα ἐν αὐτοῖς· ὁ δὲ Σύμμαχος· τῷ ἡλίῳ ἔταξε σκηνὴν ἐν αὐτοῖς· ὁ δὲ Θεοδοτίων· τῷ ἡλίῳ ἔθετο σκήνωμα ἐν αὐτοῖς· ὁμοίως δὲ καὶ ἡ πέμπτη ἔκδοσις ἐξέδωκεν.
In the sun he placed his tent; and he himself, like a bridegroom coming forth from his bridal chamber, will rejoice as a giant to run his course. From the edge of the heaven is his exit, and his descent is to the edge of the heaven, and there is none who will hide from his heat.
In addition to what has been said, the sun has been established as a teacher of the doxology of God, observing an inviolable law as of a master and great king. For it never dares to turn to another course than the one assigned to it, nor does it transgress the boundaries of the heavenly arrangement; but it comes forth at dawn, proceeding as from an inviolate and inaccessible bridal chamber, adorned like a bridegroom and resplendent with the bloom of light; when it passes over the eastern horizon, it traverses the whole world without weariness, completing its own course. And it goes around in circles like a mighty and invincible giant in strength, as if starting from a starting point from the extreme center of the eastern horizon, running through the whole world in one day and night so that no one is insensible to its heat. These things it does, serving the will of its maker, who placed it in the firmament. Therefore it is said: "In the sun he placed his tent." This, clearly stated, the others have interpreted more plainly: Aquila saying, "In the sun he placed a tent in them"; Symmachus, "In the sun he appointed a tent in them"; Theodotion, "In the sun he placed a tent in them"; and likewise the fifth edition rendered it.
ἐν γὰρ τοῖς προλεχθεῖσιν οὐρανοῖς καὶ ἐν τῷ ἀποδοθέντι στερεώματι τὸ τοῦ ἡλίου σκήνωμα καὶ τὸ οἰκητήριον τέθειται ὁ θεὸς κατὰ τὸ λελεγμένον παρὰ Μωϋσεῖ· καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους· τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς καὶ τοὺς ἀστέρας. καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· διὰ τούτων δεικνὺς ὁ ἥλιος καὶ μονονουχὶ βοῶν, μὴ αὐτὸς εἶναι ἑαυτοῦ κύριος μηδ’ ἐλεύθερος τυγχάνειν, γνωρίζειν δὲ τὸν καὶ ἑαυτοῦ καὶ πάντων δεσπότην.
Ὁ νόμος κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία κυρίου πιστὴ σοφίζουσα νήπια· τὰ δικαιώματα κυρίου εὐθεῖα εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς· ὁ φόβος κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό.
Ταῦτα δὲ πάντα περιείληφεν ὁ τοῦ θεοῦ νόμος ὑπὲρ ἐπιστροφῆς τῆς ψυχῆς. μαρτυρίας γὰρ πρῶτον περιέχει καὶ δικαιώματα καὶ ἐντολάς. ἔπειτα τούτοις ἅπασιν ἐπήρτησεν, ὥσπερ βακτηρίαν ἐπιστρεπτικήν, τὸν φόβον, καὶ ἐπὶ πᾶσιν ὥσπερ κορωνίδα τὰ κρίματα ἐπέθηκε τοῦ θεοῦ. ἑκάστῳ δὲ τῶν εἰρημένων ἰδίωμα συνῆψε· τῷ μὲν κατὰ πάντα γενικῷ ὠνομασμένῳ νόμῳ τὴν τῆς ψυχῆς ἐπιστροφήν· ὅπως δὲ ἐπιστρέφει ψυχὴ διὰ τῶν ἑξῆς παρίστησι μαρτυρίαν πιστὴν εἰπών, δι’ ἧς σοφίζεται ὁ ἐν Χριστῷ νήπιος· ἔπειταδικαιώματα κυρίου καὶ τούτων ἰδίωμα προσθεὶς τὸ εἶναι αὐτὰ εὐθέα καρπόν τε τοῖς μεταλαμβάνουσι παρέχοντα τὴν εὐφροσύνην.
For in the previously mentioned heavens and in the firmament that was given, the tent and dwelling place of the sun have been placed by God according to what was said by Moses: "And God made the two great luminaries: the greater luminary for the beginnings of the day, and the lesser luminary for the beginnings of the night, and the stars. And he placed them in the firmament of the heaven, so that they might shine upon the earth." Through these things the sun shows and all but cries out that it is not its own master nor does it happen to be free, but it makes known the master of both itself and all things.
The law of the Lord is blameless, turning souls; the testimony of the Lord is faithful, making infants wise; the ordinances of the Lord are straight, gladdening the heart; the commandment of the Lord is clear, enlightening the eyes; the fear of the Lord is pure, remaining for an eternity of eternity; the judgments of the Lord are true, having been justified together.
All these things the law of God has encompassed for the conversion of the soul. For it first contains testimonies, and ordinances, and commandments. Then to all these it has attached, like a staff of conversion, fear, and upon all, like a crown, it has placed the judgments of God. To each of the things mentioned it has joined a proper attribute: to the law, named generically in all respects, the conversion of the soul; and how the soul is converted, it shows through the following, saying "faithful testimony," through which the infant in Christ is made wise; then the ordinances of the Lord, adding their proper attribute that they are straight and provide gladness as fruit to those who partake.
καὶ ἐπὶ τούτοις ἐντολὴν κυρίου, ἧς καὶ αὐτῆς τὸ ἰδίωμα παρέστησεν τηλαυγῆ φήσας αὐτὴν καὶ τῶν ὀφθαλμῶν τῆς ψυχῆς φωτιστικήν. τῷ δὲ φόβῳ τοῦ κυρίου συνῆψεν τὴν ἁγνείαν, καὶ τῇ ἁγνείᾳ τὴν διαρκῆ καὶ αἰώνιον ζωήν. καὶ ἐπὶ πᾶσι καὶ μετὰ πάντα προσέθηκεν τὴν τοῦ θεοῦ κρίσιν, συνῆψέ τε αὐτῇ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην.
Καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου· ἐὰν μή μου κατακυριεύσωσιν, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.
Ἀντὶ δὲ τοῦ ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου, ὁ Ἀκύλας ἐξέδωκε· καί γε ἀπὸ ὑπερηφάνων συντήρησον τὸν δοῦλόν σου. σφόδρα ἀναγκαίως καὶ ταύτην ἐκπέμπων τὴν εὐχήν, ὡς ἂν ῥυσθείη ἀπὸ ὑπερηφανίας. ἐπειδὴ γὰρ τοῖς κατορθοῦσι παρέπεταί τις λογισμὸς πολλάκις ὑπερήφανος ἐπαιρομένης καὶ χαυνουμένης τῆς ψυχῆς, ἐφ’ οἷς ἑαυτῇ συνοῖδεν ἀγαθοῖς· εἶτα τῷ τῆς ὑπερηφανίας περιπεσοῦσα κακῷ, ἄλλῳ τρόπῳ τραχηλίζεται καὶ καταπίπτει ὡς διὰ τοῦτο φάσκειν τὸν ἀπόστολον· ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ἀναγκαίως προειπών· καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ καὶ φύλακα τῶν τοῦ θεοῦ ἐντολῶν ἑαυτὸν εἰπὼν ἱκετεύει ῥυσθῆναι ἀπὸ ὑπερηφανίας, καὶ ἐπιλέγει· ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ τότε καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. τέως μὲν γὰρ ἐπὶ τοῦ παρόντος εἰ καὶ φύλακα ἐμαυτὸν εἴρηκα τῶν τοῦ θεοῦ παραγγελμάτων, ἀλλ’ ἐπεὶ οὐδέπω συνοῖδα ἐμαυτῷ κεκαθαρισμένῳ ἐκ τῶν κρυφίων μου, ἔτι δ’ ἀγωνιῶ καὶ πεφρόντικα, ὡς ἂν ῥυσθείην ἀπὸ ὑπερηφανίας, εἰκότως φημί, ἅτε μηδέπω τὸ τέλειον καθορθώσας.
And in addition to these things, the command of the Lord, whose distinctive character he also made manifest, declaring it to be illuminating even the eyes of the soul. To the fear of the Lord he joined purity, and to purity, enduring and eternal life. And after all and above all, he added the judgment of God, and joined to it truth and righteousness.
"And spare your servant from alien things; if they do not gain mastery over me, then I will be blameless and purified from great sin."
Instead of "spare your servant from alien things," Aquila rendered: "And preserve your servant from the arrogant." He sends forth this prayer very necessarily, that he might be delivered from arrogance. For since to those who succeed there often accompanies a certain arrogant thought, as the soul is lifted up and puffed up over the goods it is conscious of in itself; then, falling into the evil of arrogance, it is in another way thrown off balance and falls, as the apostle says: "Lest, being puffed up, you fall into the judgment of the devil." Having necessarily said beforehand: "For your servant guards these things," and having called himself a guardian of the commandments of God, he beseeches to be delivered from arrogance, and adds: "If they do not gain mastery over me, then I will be blameless, and then I will be purified from great sin." For the present, even if I have called myself a guardian of the commandments of God, yet since I am not yet conscious of being purified from my hidden faults, but still struggle and am anxious, that I might be delivered from arrogance, I rightly say, since I have not yet fully accomplished the perfect.
τότε ἀκριβῶς γνώσομαι ἐμαυτὸν ἄμωμον, καὶ τότε ἀπὸ μεγάλης καθαρισθήσομαι ἁμαρτίας, ἐπειδὰν μήτε τὰ κρύφιά μου κατακυριεύσωσι μήτε λογισμὸς ὑπερήφανος καταδουλώσει με, ἢ πονηροὶ δαίμονες.
Ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ.
Ἔστι μὲν τῷ Δαυῒδ ἀνακείμενος ὁ ψαλμὸς κατὰ τὴν προγραφήν. ἐπίστησον δέ, μήποτε ὡς πρὸς τὴν ἱστορίαν εὐχή τις ἦν αὐτὴ συνεργὸς ταῖς τοῦ Δαυῒδ ἱκετηρίαις δεομένου τε καὶ ἀντιβολοῦντος διὰ προσευχῆς τυχεῖν θεοῦ σωτῆρος πρὸς ἐχθροὺς καὶ πολεμίους παραταττομένου. εἰκὸς γὰρ ἦν αὐτῷ ταῦτα πράττοντι χορὸν ἁγίων ἀγγέλων ἢ καὶ θεοφιλῶν ἀνδρῶν, αὐτῶν δὴ τῶν ἱερῶν καὶ λειτουργῶν τοῦ θεοῦ, τὰ προκείμενα πάντα συνεύχεσθαι αὐτῷ καὶ λέγειν· ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως, καὶ τὰ ἑξῆς· τό τε δὲ καὶ παρασταίη σοι τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. ἀπαρκεῖ γὰρ αὐτὴ ἡ ἐπίκλησις καὶ ἡ προσηγορία πρὸς ἄμυναν παντὸς ἐναντίου. ταῦτα δὲ οὐ μόνῳ τῷ Δαυιδ, ἀλλὰ καὶ παντὶ τῷ καθ’ ὁμοίωσιν ἐκείνου τὰς δι’ εὐχῶν ἀναπέμποντι τῷ θεῷ νοερὰς καὶ καθαρὰς θυσίας, δυνάμεις ἁγίας καὶ ἀγγέλων ἱερῶν χορούς, εἰκὸς ἂν εἴη συνεύχεσθαι καὶ ἐπεύχεσθαι.
Then I will know myself precisely as blameless, and then I will be cleansed of great sin, when neither my hidden thoughts dominate me nor a proud reasoning enslaves me, nor evil demons.
May the Lord hear you on a day of distress, may the name of the God of Jacob shield you.
The psalm is ascribed to David according to its title. But consider whether, with respect to the history, this was a prayer co-working with David's supplications as he entreated and implored through prayer to obtain God as savior against enemies and adversaries when he was arrayed for battle. For it was likely that for him doing these things, a chorus of holy angels or even of God-loving men, indeed the sacred ministers and servants of God, would join in praying all the foregoing with him and say: May the Lord hear you on a day of distress, and so forth; and also, may the name of the God of Jacob stand by you. For this invocation and appellation alone suffices for defense against every adversary. And these things would likely be joined in prayer and invoked not only for David, but also for everyone who, in imitation of him, sends up to God through prayers the intellectual and pure sacrifices, holy powers and choruses of sacred angels.
Δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν τῷ ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου.
Ἀπὸ τοῦ διαψάλματος προφητεύουσιν αὐτῷ οἱ πρότερον ἐπευξάμενοι, καὶ προαναφωνοῦσιν τὰ μέλλοντα εὐαγγελιζόμενοι. τίνα δὲ ταῦτα; αὐτός, φασίν, οὗτος, ᾧ τὰς λογικὰς θυσίας προσανήνεγκαν, δώσει σοι πάντα ὅσα κατὰ διάνοιαν ᾐτήσω, ἐφαμίλλως τῇ καρδίᾳ σου παρασχόμενός σοι τὰς ἐξ αὐτοῦ εὐεργεσίας. εὖ δὲ ἴσθι, ὅτικαὶ τὴν βουλὴν σου πᾶσαν πληρώσειεν ὁ αὐτός, ἐπεὶ οὐκ ἀλλότρια αὐτοῦ τυγχάνει τὰ βεβουλευμένα σοι, τοιαῦτα δὲ ἔσται τὰ περὶ σὲ χρηστὰ καὶ ἀγαθὰ τέλη ὡς καὶ ἡμᾶς τοὺς ἔμπροσθεν συνευξαμένους σοι καὶ ἀπευξαμένους συναπολαβεῖν τῶν ἀγαθῶν· ἀγαλλιασόμεθα γοῦν ἐπὶ τῷ σωτηρίῳ τῷ σῷ· μεμαθήκαμεν γὰρ καὶ ἔγνωμεν ἐκ τῆς τοῦ ἁγίου πνεύματος ὑποβολῆς, ὡς προελεύσεται ἐκ σοῦ τοῦ Δαυὶδ γέννημα πάντων ἀνθρώπων σωτήριον. ἐφ’ ᾧ ἡμεῖς οἱ νῦν καὶ ταῦτα λέγοντες ἀγαλλιασόμεθα τότε τοῦ σωτηρίου ἐπιφανέντος· οὐ σὺ μόνος, ἀλλὰ καὶ ἡμεῖς ἅμα σοὶ μεγαλυνθησόμεθα ἐν τῷ ὀνόματι τοῦ θεοῦ ἡμῶν, ἐπεὶ δὲ καὶ τὰ αἰτήματά σου θεοῦ ἄξια τυγχάνει. θάρσει καὶ πέπεισο ἀκριβῶς, ὅτι καὶ ταῦτα πάντα ἐπινεύσας ταῖς σαῖς εὐχαῖς δωρήσεταί σοι ὁ θεός, καὶ πληρώσει πάντα τὰ αἰτήματά σου.
May he grant you according to your heart and fulfill your every purpose. We shall rejoice in your salvation and be magnified in the name of our God. May the Lord fulfill all your requests.
From the diapsalma, those who previously prayed for him now prophesy to him and proclaim in advance the things that are to come, bringing good news. And what are these? He himself, they say, this one to whom they offered the rational sacrifices, will give you everything that you asked for in your mind, providing you with benefits from himself commensurate with your heart. Know well also that the same one would fulfill your every purpose, since the things you have deliberated are not alien to him, and such will be the good and virtuous outcomes concerning you that even we, who previously joined in prayer for you and in prayer against evil, will share in the good things together with you. For we shall rejoice in your salvation; for we have learned and known from the suggestion of the Holy Spirit that a savior of all people will come forth from you, from the seed of David. At that time, when the salvation has appeared, we who now speak these things will rejoice; not only you, but we also together with you will be magnified in the name of our God, since your requests are worthy of God. Take courage and be firmly persuaded that God, having assented to your prayers, will grant you all these things and will fulfill all your requests.
Ἐν δυναστείαις σωτηρία τῆς δεξιᾶς αὐτοῦ. οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. κύριε, σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσόμεθά σε.
Δεξιὰ δὲ χεὶρ καὶ πᾶσαι αἱ σωτήριοι καὶ δεξιαὶ πράξεις ἐν δυναστείαις. δυνάμεσι γὰρ καὶ σημείοις καὶ τέρασι τὰς εἰς ἀνθρώπους ποιήσεται εὐεργεσίας. οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν ἐπικαλεσόμεθα.αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. σῶσον, κύριε, τὸν βασιλέα καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσόμεθά σε. ἀλλὰ γὰρ ἡ πεῖρα τῶν πραγμάτων γένοιτ’ ἂν ἔλεγχος τοῦ κρείττονος. οἱ μὲν γὰρ σοὶ ἐχθροὶ ἐφ’ ἵπποις καὶ ἅρμασι πεποιθότες συμποδισθέντες πεσοῦνται ὁμοίως τῷ Φαραὼ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάττης καταποντωθέντι· ἡμεῖς δὲ οἱ τῷ ὀνόματι κυρίου τοῦ θεοῦ ἡμῶν ὡπλισμένοι καὶ σοὶ τῷ τὰς θυσίας ἀναπέμποντι ταῖς εὐχαῖς συναγωνιζόμενοι ἀναστησόμεθα καὶ ἀνορθωθησόμεθα σοῦ τὰς κατὰ τῶν ἐχθρῶν νίκας ἀραμένου. ἀλλὰ ταῦτα μὲν ἔσται, φασὶ, καὶ νῦν κατὰ τὸν καιρὸν τῆς τοῦ ἀποδοθέντος σωτηρίου ἐπιφανείας. τότε γὰρ μάλιστα πᾶσαι αἱ ἀντικείμεναι δυνάμεις καὶ οἱ ἀφανεῖς καὶ ἀόρατοι τοῦ θεοῦ πολέμιοι, δι’ αὐτοῦ τοῦ σωτηρίου τροπούμενοι, πεσοῦνται. πάντες δὲ οἱ τὸ σωτήριον παραδεξάμενοι τοῦ πάλαι αὐτῶν πτώματος διαναστήσονται. διὸ περὶ αὐτοῦ Συμεὼν ἔλεγεν· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν·
In his mighty acts is the salvation of his right hand. These are in chariots and these are on horses, but we shall be magnified in the name of the Lord our God. They were entangled and fell, but we arose and were set upright. Lord, save your king and hear us, on whatever day we call upon you.
The right hand and all saving and right actions are in mighty acts. For by powers and signs and wonders he will perform his benefactions to men. These are in chariots and these are on horses, but we shall call upon the name of the Lord our God. They were entangled and fell; but we arose and were set upright. Save, Lord, the king and hear us, on whatever day we call upon you. But indeed, the experience of events would be a proof of the better. For your enemies, trusting in horses and chariots, having been entangled, will fall, like Pharaoh drowned in the Red Sea; but we, armed with the name of the Lord our God and contending together with you who offer the sacrifices in prayers, will arise and be set upright, when you have taken up the victories over the enemies. But these things, they say, will happen, and now at the time of the epiphany of the delivered salvation. For then especially all the opposing powers and the invisible and unseen enemies of God, being routed by the salvation itself, will fall. And all who have received the salvation will rise up from their former fall. Therefore concerning this, Symeon said: Behold, this one lies for the fall and the rising of many.
πτῶσιν μὲν δηλαδὴ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῶν πολεμίων· ἀνάστασιν δὲ τῶν πάλαι πεπτωκότων, δι’ αὐτοῦ δὲ ἐγηγερμένων. καὶ ταῦτα μὲν τότε γενήσεται· νῦν δέ, κύριε, σῶζε ἡμῖν τὸν βασιλέα Δαυιδ καὶ ἐν παντὶ τῷ ὄντι καιρῷ, καὶ ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Εἰς αἴσιον τέλος καὶ ὁ παρὼν ψαλμὸς ἀναπέμπων τὰ ἐν αὐτῷ λελεγμένα ἐπιγέγραπταιεἰς τὸ τέλος· ἀλλὰ καὶ ἐπινίκιός ἐστιν ᾠδὴ κατὰ τὸν Σύμμαχον· ἢ καὶ τῷ νικοποιῷ μελῴδημα περιέχει κατὰ τὸν Ἀκύλαν· διὸ καὶ τῶν ἐχθρῶν καὶ τῶν πολεμίων τοῦ θεοῦ τὸν ὄλεθρον διεξέρχεται.
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς.
Οἶμαι καὶ ταῦτα λέγεσθαι τὰ προκείμενα ἐκ τῶν καὶ τὰ πρὸ τούτου τῷ Δαυῒδ ἐπευξαμένων. μαθὼν γοῦν νῦν ὁ Δαυῒδ ἀπὸ τῶν πρὸς αὐτὸν γενομένων χρησμῶν τὰ περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου σωτηρίου καὶ τῆς ἐν τῷ σωτηρίῳ δυνάμεως ἐπὶ τούτοις εὐφρανθήσεται καὶ ἀγαλλιάσεται σφόδρα. καὶ τούτοις γε θαρσῶν τῶν τε ἐχθρῶν διὰ τούτων περιγενόμενος σοὶ τῷ νικοποιῷ θεῷ τὰ βραβεῖα τῆς νίκης ἀνατίθησι. χαίρει τε καὶ ὑπερβαλλόντως ἀγάλλεται τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ὑπὸ σοῦ διασωζόμενος· καὶ οὐχ οὕτως ἐπὶ τῆς ἑαυτοῦ σωτηρίᾳ ἀγαλλιᾷ, ὅσον ὅτι παρὰ σοῦ τὸ σωτήριον αὐτοῦ προσγίνεται. καὶ γὰρ ἐπιθυμήσας τὸ παρὰ σοῦ σωτήριον καὶ περὶ τούτου τοῖς χείλεσιν ἑαυτοῦ ἐν ταῖς πρὸς τὸν θεὸν εὐχαῖς ἱκετηρίαν ἀναπέμψας, οὐκ ἐκπεσεῖται τῆς ἐλπίδος οὐδὲ στερηθήσεται τοῦ αἰτήματος, ἀλλὰ κατ’ εὐχὰς παρέξει τευξόμενος τῆς ἐπιθυμίας.
the fall, clearly, of his enemies and adversaries; and the rising of those who had long since fallen, but have been raised up through him. And these things will happen then; but now, Lord, save for us King David at every present moment, and on whatever day we call upon you.
For the end; a psalm for David.
The present psalm also, sending up what is said in it to a favorable end, is inscribed "for the end"; but it is also a victory ode according to Symmachus; or it contains a melody for the victory-bringer according to Aquila; therefore it also recounts the destruction of the enemies and adversaries of God.
Lord, in your power the king will rejoice.
I think these present words are spoken by those who also prayed for David in the preceding verses. Having now learned from the oracles given to him concerning the savior who would come from his seed and the power in that savior, David will rejoice and exult exceedingly over these things. And emboldened by these, and having overcome his enemies through them, he dedicates the prizes of victory to you, the victory-bringing God. He rejoices and exults exceedingly at being saved by you from the plot of his enemies; and he does not exult so much over his own salvation as over the fact that his salvation comes from you. For having desired the salvation that comes from you, and having sent up a supplication with his lips in his prayers to God concerning this, he will not fall short of hope nor be deprived of his request, but will obtain his desire according to his prayers.
Καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
Εἰς τὸν Δαυὶδ ἐξείληφεν τὰ προκείμενα. εὐφραίνει γὰρ αὐτόν, φησίν, ὁ θεὸς ἐν χαρᾷ, ἐπειδὰν πρόσωπον πρὸς πρόσωπον τῆς αὐτοῦ δόξης ἐπόπτην αὐτὸν καταστήσηται. διό φησιν ὁ Σύμμαχος· χαροποιήσεις αὐτὸν ἐν εὐφροσύνῃ παρὰ τοῦ προσώπου σου. τῷ γὰρ καιρῷ τοῦ δικαιωτηρίου, ἐπειδὰν τὸ πρόσωπον τοῦ μεγάλου βασιλέως μέσος ἑστὼς ὁ Δαυῒδ τῶν σωζομένων θεάσοιτο καὶ τῷ τιμίῳ λίθῳ τὴν κεφαλὴν ἐστεμμένος δόξῃ τε καὶ μεγαλοπρεπείᾳ κεκοσμημένος ἐνθέου χαρᾶς καὶ οὐρανίου εὐφροσύνης πληρωθήσεται.
Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν· ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αιῶνος, εὐρφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου.
Τὰς προλεχθείσας ἐπαγγελίας θεσπίσας ὁ λόγος τῷ Δαυῒδ ἀκολούθως τὴν αἰτίαν διδάσκει, δι’ ἣν τῶν τοσούτων τεύξεται. τίς δὲ ἦν ἡ αἰτία ἀλλ’ ἐλπὶς ἡ ἐπὶ τὸν κύριον, δι’ ἣν ἐλέου τυχὼν τῆς παρὰ θεοῦ τοῦ ὑψίστου ἐλπίδος οὐκ ἀποπεσεῖται οὐδὲ σαλευθήσεται τῆς ἐρρωμένης ταύτης στάσεως; ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει.
And at your salvation he will rejoice exceedingly.
He has taken the foregoing to refer to David. For God, he says, gladdens him with joy, when he sets him as a spectator of his glory face to face. Hence Symmachus says: "You will gladden him with joy from your face." For at the time of the judgment, when David, standing in the midst of those being saved, beholds the face of the great king and is crowned on the head with the precious stone and adorned with glory and magnificence, he will be filled with divine joy and heavenly gladness.
Great is his glory in your salvation; you will bestow glory and magnificence upon him; for you will give him blessing for an age of ages; you will gladden him with joy in the presence of your face.
Having prophesied the aforementioned promises, the word accordingly teaches David the reason for which he will obtain such great things. And what was the reason but hope in the Lord, on account of which, having obtained mercy, he will not fall away from the hope from the Most High God, nor will he be shaken from this steadfast position? For hope does not put to shame.
Εὑρεθείη ἡ χείρ σου πᾶσιν τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου· κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ.
Λέγεται ταῦτα πρὸς τὸν θεὸν ὑπὸ τῶν τὴν εὐχὴν ἀναπεμπόντων, οἳ καὶ φασίν· εἰ καὶ τὰ μάλιστα οἱ ἑαυτοὺς ἐχθροὺς σοὶ τῷ θεῷ καταστήσαντες, τὰς ἀνακειμένας σοι ψυχὰς καὶ τοὺς ἁγίους πάντας τούς σοι προσῳκειωμένους ἐκπολεμοῦντες οὐ παύονται· ἀλλ’ οὐ διαφεύξονται τὴν ἄφυκτόν σου χεῖρα καὶ τὴν ἀήττητόν σου δύναμιν. τέως μὲν γὰρ εἰς ὅσον γυμνάζειν τοὺς σοὺς οἰκείους ὥσπερ ἀθλητὰς ἐπετράπησαν οἱ ἐχθροί σου ἐπαίρονται· πλὴν πρὸς ὀλίγον ἐπαρθέντας αὐτοὺς οὐκ εἰς μακρὰν ἡ σὴ χεὶρ καταλήψεται, καὶ ἡ σὴ δεξιὰ φεύγοντας θηρεύσει. τί δὲ ποιήσει καταλαβοῦσα;θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. ἐν τῷ καιρῷ γὰρ τῆς ἐπιλάμψεως τοῦ προσώπου σου, ἐν ᾧ τὴν σαυτοῦ δείξεις βασιλείαν αὐτοὺς ἑαυτοῖς τὸ τῆς κακίας πῦρ συνάξαντας, τὴν καθ’ ἑαυτῶν κόλασιν ἐξάψαι ποιήσεις· ὅπως αὐτοὶ ἑαυτοῖς κλίβανος πυρὸς γένοιντο. ὁποῖα πάσχουσιν οἱ ἐν ταῖς νόσοις τὸ σῶμα πυρέττοντες· μηδενὸς γὰρ ἔξωθεν ὑποκαίοντος, ἔνδον τὸ πῦρ ἐξ ἑαυτῶν ἐπάγονται. οὕτως οὖν καὶτοὺς ἐχθρούς σου καὶ τοὺς μισοῦντάς σε, φησί, θήσεις ὡς κλίβανον πυρός. διὸ λεχθήσεται πρὸς αὐτούς· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.
May your hand be found by all your enemies, and may your right hand find all who hate you. You will set them as a furnace of fire at the time of your face; the Lord in his wrath will confound them, and fire will consume them.
These words are spoken to God by those who offer up the prayer, who also say: Even if those who have made themselves enemies to you, O God, do not cease from warring against the souls dedicated to you and all the saints who are attached to you, yet they will not escape your inescapable hand and your invincible power. For the present, indeed, insofar as your enemies have been permitted to train your own, like athletes, they are puffed up; but having been raised up for a short time, your hand will soon seize them, and your right hand will hunt them as they flee. And what will it do when it seizes them? It will set them as a furnace of fire at the time of your face. For at the time of the shining of your face, when you show your kingdom, you will cause them, having gathered the fire of evil for themselves, to kindle the punishment against themselves; so that they themselves become a furnace of fire. Just as those who are sick in body with fevers suffer; for with nothing kindling from outside, they bring the fire from within themselves. Thus, then, he says, you will set your enemies and those who hate you as a furnace of fire. Therefore it will be said to them: Go by the light of your fire, and by the flame which you have kindled.
Τὸν καρπὸν αὐτὸν ἀπὸ γῆς ἀπολεῖς καὶ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων, ὅτι ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλήν, ἣν οὐ μὴ δύνωνται στῆσαι. ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν.
Ἡ εἰρημένη ἐκδοχὴ οὐ πάντως ἀληθής· διαδοχαὶ γὰρ γεγόνασι μυρίων ἀσεβῶν καὶ ἀθέων ἀνδρῶν· πολλάκις δὲ καὶ πονηρῶν πατέρων υἱοὶ θεοσεβεῖς καὶ θεοφιλεῖς ἀπεφάνθησαν. σπέρμα δὲ τῶν ἀθέων καὶ καρπὸς τῶν ἀσεβῶν, οἱ λόγοι αὐτῶν καὶ αἱ διδασκαλίαι καὶ τὰ ἄθεα δόγματα μετὰ τὴν τελευτὴν αὐτῶν ἐν ἀνθρώποις ἀποφανθέντα τυγχάνει. ἃ δὴ ὡς ἀγαθὸς ὁ Θεὸς ἀπωλείᾳ καὶ ἀφανισμῷ παραδίδωσιν, ἵνα μήτε καρπὸς τῶν ἀσεβῶν μήτε σπέρμα αὐτῶν περιλείπηται. ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλάς, ἃς οὐ μὴ δύνωνται στῆσαι, ὅτι θήσεις αὐτοὺς νῶτον ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. πάλιν παρατίθησι τὴν αἰτίαν, δι’ ἣν ταῦτα πείσονται λέγων· ὅτι ἔκλιναν εἰς σὲ κακά. ἀντὶ δὲ τοῦ ἔκλιναν ὁ Σύμμαχος· ὅτι συνέφραξαν κατὰ σοῦ εἰς κακόν. εἰ γὰρ καὶ ἀνθρώπους ἐδόκουν πολεμεῖν, ἀλλ’ ἐπεὶ μὴ δι’ εὔλογον αἰτίαν μηδὲ διά τινα πρᾶξιν ἄτοπον ἐκείνοις ἐπεβούλευον, διὰ δὲ μόνην τὴν εἰς σὲ εὐσέβειαν· εἰκότως εἴποι ἄν τις αὐτοὺς σοὶ τῷ θεῷ ἐπιβεβουλευκέναι καὶ πάσας τὰς μηχανάς, ἃς ἐβουλεύσαντο, κατὰ τῶν σῶν ὁσίων κατὰ σοῦ τοῦ θεοῦ μεμηχανῆσθαι. διὸ δὴ τὰ προλεχθέντα αὐτοὺς καταλήψεται οὐδὲ τὰς σὰς διαδράναι δυνήσονται χεῖρας. οἱ μὲν γὰρ ἐμηχανῶντο καὶ πάντα ἔπραττον ἀθέῳ φρονήματι κατὰ σοῦ τοῦ θεοῦ βουλευόμενοι·
You will destroy their fruit from the earth and their seed from among the sons of men, because they inclined evils against you, they devised a plan which they cannot accomplish. For you will turn them back; among your survivors you will prepare their face.
The interpretation just given is not entirely true; for successions of countless impious and godless men have occurred; and often sons of pious and God-beloved men have turned out to be wicked. But the seed of the godless and the fruit of the impious are their words, teachings, and godless doctrines that appear among men after their death. These, as a good God, he consigns to destruction and annihilation, so that neither the fruit of the impious nor their seed may remain. "Because they inclined evils against you, they devised plans which they cannot accomplish, for you will turn them back; among your survivors you will prepare their face." Again he sets forth the reason why they will suffer these things, saying: "Because they inclined evils against you." And instead of "they inclined," Symmachus has: "because they conspired against you for evil." For even if they seemed to be fighting against men, yet since they plotted against them not for a reasonable cause nor because of any wrongful act on their part, but solely because of their piety toward you, one might reasonably say that they conspired against you, God, and that all the devices they contrived against your holy ones were engineered against you, God. Therefore the aforementioned things will overtake them, and they will not be able to escape your hands. For they devised and did everything with a godless mind, plotting against you, God.
σὺ δὲ αὐτοὺς ἐπιστρόφους ἐποίεις καὶ φυγάδας ὡς τὰ νῶτα παραχωρεῖν ἐλαυνομένους ὑπὸ τῆς σῆς ὀργῆς.
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς· ψαλμὸς τῷ Δαυιδ.
Ἡ τοῦ ψαλμοῦ προγραφὴ πᾶσαν τὴν ὑπόθεσιν τῶν ἐν αὐτῷ φερομένων ἐν τῷ καιρῷ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν ἀνατίθησιν. διὸ ἐπιγράφει· περὶ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. ὁποῖα δὲ ἦν τὰ τῆς ἑωθινῆς ἀντιλήψεως, αὖθις οἱ εὐαγγελισταὶ παραστήσουσιν· ὁ μὲν Λουκᾶς ὧδε γράφων· τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἐπὶ τὸ μνῆμα ἦλθον γυναῖκες φέρουσαι, ἃ ἡτοίμασαν ἀρώματα. εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ. καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου· καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ, οἳ καὶ εἶπον αὐταῖς· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη· μνήσθητε, ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ· ὁμοίως δὲ καὶ οἱ λοιποὶ εὐαγγελισταὶ εἰρήκασιν.
But you made them turn back and flee, driven as fugitives with their backs turned by your wrath.
For the end, concerning the protection of the morning: a psalm for David.
The superscription of the psalm attributes the entire subject of the matters carried in it to the time of the resurrection of our Savior from the dead. Therefore it inscribes: concerning the protection of the morning. What the things of the morning protection were, the evangelists will again set forth: Luke writing thus: On the first day of the week, at early dawn, women came to the tomb bearing the spices they had prepared. They found the stone rolled away from the tomb. Entering, they did not find the body of the Lord Jesus. And it happened while they were perplexed about this: and behold, two men stood before them in shining garments, who said to them: Why do you seek the living among the dead? He is not here, but has risen; remember how he spoke to you while he was still in Galilee. Likewise the other evangelists have also said.
Ὁρᾷς, ὅπως τὰ τῆς ἑωθινῆς ἀντιλήψεως κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο; διὸ τὴν πᾶσαν οἰκονομίαν τοῦ σωτηρίου πάθους τῇ ἀναστάσει αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον ἀνατίθησιν καὶ εἰς αὐτὸ ἐκεῖνο τὸ τέλος τὴν προφητείαν ἀναπέμπει διὰ τῆς λεγούσης προγραφῆς· εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸς τῷ Δαυΐδ. καὶ πῶς γὰρ οὐκ ἔμελλεν ψαλμὸς ἔσεσθαι ἡ τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν περιέχουσα προφητεία καὶ τῆς ἐκκλησίας αὐτοῦ τὴν σύστασιν καὶ τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν τῆς τε γενεᾶς καὶ τοῦ τεχθησομένου λαοῦ τὴν πρόγνωσιν; ἐπὶ τούτοις γὰρ ὡς ἐπὶ μεγάλοις ἀγαθοῖς συγχαῖρον τὸ πνεῦμα τὸ ἅγιον τὴν ψαλμῳδίαν ποιεῖται.
Ὁ θεός ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.
Μὴ προσκειμένου δὲ ἐν τῷ Ἑβραϊκῷ τοῦ πρόσχες μοι, ὃ δὴ κατὰ μόνους τοὺς Ἑβδομήκοντα προσέκειτο τῷ πρώτῳ στίχῳ, ἀκριβῶς καὶ ὑπὸ τῆς φωνῆς τοῦ σωτῆρος ἡμῶν παραλέλειπται.
You see how the things of the morning protection were fulfilled at the time of the resurrection of our savior? Therefore the Holy Spirit ascribes the entire economy of the saving passion to his resurrection and sends the prophecy up to that very end through the superscription which says: For the end, concerning the protection of the morning, a psalm for David. And how could it not be a psalm, the prophecy containing the resurrection of our savior and the establishment of his church and the calling of all nations and the foreknowledge of the generation and of the people who would be born? For upon these things as upon great goods the Holy Spirit, rejoicing, makes the psalmody.
O God, my God, attend to me; why have you abandoned me? Far from my salvation are the words of my transgressions.
But since "attend to me" is not present in the Hebrew, which was added to the first verse only by the Seventy, it has been precisely omitted also by the voice of our savior.
Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.
Καὶ θέα, τίνα τρόπον ἐν πᾶσι τούτοις οὐδαμοῦ παραπτωμάτων ἐμνημόνευσαν οἱ λοιποὶ ἑρμηνευταί· οὐδὲ γὰρ ἥρμοζε παραπτώματα ἐφαρμόζειν τῷ τοῦ σωτῆρος ἡμῶν προσώπῳ, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Ὑπέρ τε τῶν κλαυθμῶν καὶ θρήνων ἄξια πραττόντων ἐν τῷ λαῷ, ὑπὲρ δὲ τοῦ ἀποστόλου ἑαυτοῦ Ἰούδα τοῦ ἐξολισθήσαντος καὶ τῆς οἰκείας ἀξίας ἀποπεσόντος, ὀδυρόμενος διετέλει βοῶν· μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶνμου. οἱ γὰρ λόγοι, φησίν, τῶν ἐμῶν τῶν ὑπὲρ τοῦ λαοῦ πάντοτε γινομένων τῆς ἐμῆς σωτηρίας μακρὰν γεγόνασιν οὐδὲν ὀφεληθέντος τοῦ λαοῦ ἀπὸ τῆς ἐξ ἐμοῦ προξενηθείσης αὐτοῖς σωτηρίας.
Ἀκύλας· ῥήματα βρυχήματός μου· Σύμμαχος· οἱ λόγοι τῶν ὀδυρμῶν μου· ἡ πέμπτη ἔκδοσις· οἱ λόγοι τῆς βοήσεώς μου. ἐπὶ γὰρ τοῦ ἁμαρτήτου λέγειν οὐκ ἦν πλημμελήματα· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ὠδύρετο δὲ τὸν ἀσεβοῦντα λαὸν καὶ τὸν ἐξ ἀποστόλων Ἰούδαν πεσόντα· οὐδὲν γάρ, φησίν, ὠφελήθησαν ἀπὸ τῆς ἐξ ἐμοῦ σωτηρίας.
Far from my salvation are the words of my transgressions.
And see how in all these things the other translators nowhere mentioned transgressions; for it was not fitting to apply transgressions to the person of our savior, who committed no sin nor was any deceit found in his mouth.
On behalf of those in the people who do things worthy of weeping and lamentation, and on behalf of his own apostle Judas, who slipped and fell from his proper worth, he continued lamenting, crying out: far from my salvation are the words of my lamentations. For the words, he says, of my own, which are always made on behalf of the people, have become far from my salvation, the people having gained no benefit from the salvation procured for them by me.
Aquila: words of my roaring; Symmachus: the words of my lamentations; the fifth edition: the words of my crying out. For it was not possible to speak of transgressions in the case of the sinless one; for he committed no sin nor was any deceit found in his mouth. But he lamented the impious people and Judas, who fell from the apostles; for they gained no benefit, he says, from the salvation that came from me.
Ὁ θεός μου, κεκράξομαι ἡμέρας πρὸς σέ, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
Ταῦτα δὲ περὶ ἡμῶν ἐξομολογούμενος ὁ σωτὴρ λέγει· οὕτω δέ μου βοῶντος οἶδα, ὅτι εἰσακούσῃ· μεθ’ ὑποστιγμῆς γὰρ ἀναγνωστέον. καὶ νυκτὸς δὲ κεκράξομαι οὐκ ἀνοίας μοι λογιζομένης, ὅτε τὰ περιεστηκότα ἐστὶν σκυθρωπά. τῶν πολλῶν ἐν ταῖς περιστάσεσι σκοτιζομένων ὡς καὶ αὐτὸ τοῦτο τί δεῖ κράζοντα πρὸς θεὸν λέγειν ἀγνοεῖν· ἐπίσταμαι γὰρ ἐγώ, τίνος ἕνεκα περὶ ἐμὲ νυκτερινὴ κατάστασίς ἐστιν.
Σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.
Καὶ μὴν ἐν πᾶσιν τοῖς ἁγίοις σου ἐνοικεῖς ἀεὶ συνὼν αὐτοῖς καὶ πάντοτε αὐτῶν εἰσακούων. ἐν τούτῳ γοῦν καὶ ἔπαινος γίνεσθαι εἴωθας τοῦ Ἰσραήλ, τουτέστιν παντὸς ἁγίου. εἰ δὲ ἐν πᾶσιν τοῖς ἁγίοις κατοικεῖ ὁ θεός, πολλῷ μᾶλλον ἐν τῷ αὐτοῦ μονογενεῖ, καὶ μειζόνως αὐτοῦ εἰσακούσεται.
Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐρρύσω αὐτούς· πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.
My God, I will cry out by day to you, and you will not hear, and by night, and it is not folly for me.
These things the savior says, confessing on our behalf; I know that when I cry out in this way, you will hear; for it must be read with a comma. And by night I will cry out, and it is not counted as folly for me, when the circumstances are gloomy. For many are darkened in their circumstances, so that they do not even know what they should cry out to God; for I know why a nocturnal state surrounds me.
But you dwell among the saints, the praise of Israel.
Indeed, you always dwell among all your saints, being with them and always hearing them. In this, at least, you are accustomed to be the praise of Israel, that is, of every holy one. But if God dwells among all the saints, much more does he dwell in his only-begotten, and he will hear him more greatly.
In you our fathers hoped, they hoped, and you rescued them; they cried out to you and were saved, they hoped in you and were not put to shame.
Καίτοι, φησίν, οἶδα σαφῶς ὡς ἅπαντες ἡμῶν οἱ πατέρες τῇ σῇ βοηθείᾳ θαρρήσαντες οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος καὶ εἰς ἐπικουρίαν σε καλέσαντες τῆς σῆς προνοίας ἀπήλαυσαν.
Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ.
Τὸν σκώληκα παντὸς μὲν ζώου εὐτελέστατον καὶ ἀσθενέστατον εἶναι συμβαίνει, ὑφίστασθαι δὲ ἀπὸ φθορᾶς σωμάτων· ἀφανιστικὸν δὲ εἶναι καὶ φθαρτικόν, οὗ δ’ ἂν ἐφάψηται. μέμνηται δὲ τούτου Ἡσαΐας ὁ προφήτης λέγων· μὴ φόβου, σκώληξ Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε, ἅγιος Ἰσραήλ. ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινούς, πριστηροειδεῖς· καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν θήσεις· καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τῷ κυρίῳ. δι’ ὧν ἡ προφητεία σκώληκα ὀνομάσασα καὶ ὀλιγοστὸν εἰποῦσα διὰ τὸ εὐτελὲς καὶ σμικρὸν τοῦ ζώου, δύναμιν αὐτῷ μεγάλην συνῆψεν· ἀλοήσεις ὄρη φήσασα καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν θήσεις, καὶ λικμήσεις. καὶ διὰ τῶν προκειμένων τοίνυν λέγων ὁ σωτήρ· ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, τὸ εὐτελὲς καὶ ἀσθενὲς καὶ ἀπόβλητον καὶ ἀπερριμμένον τοῦ πάθους ἑαυτοῦ παρίστησιν, τό τε τῶν ἐναντίων δυνάμεων ἀφανιστικόν. ἤμελλεν γὰρ ὑποδὺς τὸν θάνατον καὶ ἐν αὐτῷ γενόμενος τῷ τῶν νεκρῶν χωρίῳ σκώληκος δίκην τὰς δυνάμεις τὰς ἀντικειμένας φθορᾷ παραδιδόναι. καὶ ἄλλως δ’ ἂν εἴποις σκώληκα αὐτὸν ὠνομάσθαι καὶ οὐκ ἄνθρωπον διὰ τὸ μὴ ὁμοίως ἀνθρώποις ἐκ συνουσίας ἄρρενος καὶ θηλείας τὴν τῆς σαρκὸς γένεσιν ἐσχηκέναι.
And yet, he says, I know clearly that all our fathers, having taken courage from your assistance, were not disappointed in their hope, and having called upon you for aid, they enjoyed your providence.
But I am a worm and not a man, a reproach of man and an object of contempt of the people.
Now the worm happens to be the most worthless and weakest of all animals, and it arises from the corruption of bodies; but it is also destructive and corrupting of whatever it touches. The prophet Isaiah makes mention of this, saying: Fear not, worm of Jacob, few in number, Israel; I have helped you, says the God who redeems you, holy Israel. Behold, I have made you like the wheels of a threshing wagon, new, saw-like; and you will thresh mountains and grind down hills and make them like chaff; and you will winnow, and the wind will take them, and the storm will scatter them. But you will rejoice in the Lord. Through these words, the prophecy, having named the worm and called it few in number because of the animal's worthlessness and smallness, has attached great power to it, saying you will thresh mountains and grind down hills and make them like chaff, and you will winnow. Therefore, in the present passage, when the savior says, "But I am a worm, and not a man," he sets forth the worthlessness, weakness, abjectness, and despicableness of his own passion, as well as its power to destroy the opposing forces. For he was about to descend into death and, being in the very place of the dead, like a worm, to deliver the opposing powers to corruption. And you might also say that he is called a worm and not a man because he did not have the generation of his flesh from the union of male and female, as men do.
Κατὰ τρίτον δὲ τρόπον τὸν θάνατον ἑαυτοῦ σημαίνει καὶ τὸν ἄψυχον νεκρόν· διὸ ἐπιλέγει· ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. ὁ γὰρ νεκρὸς οὐκ ἄνθρωπος. ἀλλ’ εἰ μὲν ἦν πάντη νεκρός, ἀπήρκει φάναι· ἐγὼ δέ εἰμι οὐκ ἄνθρωπος· ἀλλ’ ἐπεὶ δυνάμεώς τινος ἀφανιστικῆς τοῦ θανάτου μετεῖχεν, εἰκότως σκώληκα αὑτὸν καὶ οὐκ ἄνθρωπον ὠνόμαζεν. γέγονε δὲ ἀληθῶς ὁ σωτὴρ καὶ κύριος ἡμῶν πάντων ἀνθρώπων ὄνειδος τὸν ἐπονείδιστον σταυρὸν ὑπὲρ ἡμῶν ἀναδεδεγμένος. διὸ καὶ ἑτέρα προφητεία ἐξ αὐτοῦ προσώπου φησίν· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ.οἱ μὲν οὖν ἄλλοι ἄνθρωποι ἐπονείδιστον αὐτὸν ἔσχον κατὰ τὸν τοῦ πάθους καιρόν. ἕτερον δὲ τάγμα παρὰ τούτοις ἐξουδένωμα αὐτὸν ἐκτήσαντο. ποῖον δὲ τοῦτο ἢ ὁ ἐκ περιτομῆς λαός; διὸ ἐπιλέγει ἑξῆς· καὶ ἐξουδένωμα λαοῦ. διαπαίζοντες γὰρ αὐτὸν οὗτοι καὶ χλευάζοντες ἔλεγον· οὐᾶ, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν. ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν. εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσωμεν αὐτῷ. περὶ τῶν αὐτῶν καὶ τὰ ἑξῆς ἐπιφέρει λέγων·
In a third way, he indicates his own death and the lifeless corpse; therefore he adds: "But I am a worm, and not a man; a reproach of men and an abomination of the people." For the corpse is not a man. But if he were altogether dead, it would have sufficed to say, "But I am not a man"; but since he partook of some power that destroys death, he fittingly called himself a worm and not a man. Truly, the savior and our Lord became a reproach of all men, having taken upon himself the shameful cross for us. Therefore another prophecy from his own person says: "The reproaches of those who reproach you fell upon me." Now, other men held him as shameful at the time of the passion. But a different group besides these made him an abomination. And what is this but the people of the circumcision? Therefore he adds next: "And an abomination of the people." For mocking and deriding him, they said: "Woe, the one who destroys the temple and rebuilds it in three days. He saved others, let him save himself. If he is the king of Israel, let him now come down from the cross, and we will believe in him." Concerning these same matters, he also adds the following, saying:
Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπισεν ἐπὶ κ Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν. ύριον, ῥυσάσθω αὐτόν.
Καὶ ταῦτα ἐπληροῦτο κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους, καθ’ ὃν ἱστορεῖ λέγων ὁ Ματθαῖος· οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐᾶ, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν· σῶσον ἑαυτόν. εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ. ὁμοίως καὶ οἱ ἀρχιερεῖς παίζοντες μετὰ τῶν Φαρισαίων καὶ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. εἰ βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσωμεν αὐτῷ. πέποιθεν ἐπὶ τῷ θεῷ, ῥυσάσθω αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ, ὅτι τοῦ θεοῦ εἰμι ὁ υἱός.
Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ.
All who beheld me mocked me, they spoke with their lips, they shook their head. He hoped in the Lord, let him rescue him.
And these things were fulfilled at the time of the saving passion, at which Matthew relates, saying: "Those who passed by blasphemed him, shaking their heads and saying, 'Woe, the one who destroys the temple and rebuilds it in three days; save yourself. If you are the son of God, come down now from the cross.'" Likewise the high priests, jesting with the Pharisees and the scribes, said: "He saved others, but cannot save himself. If he is king of Israel, let him come down now from the cross, and we will believe in him. He trusted in God, let him rescue him, if he wants him; for he said that he is the son of God."
That you are the one who drew me from the womb, my hope from the breasts of my mother; upon you I was cast from the womb, from my mother's belly you are my God.
Παρίστησιν, ὅτι οὐ κατὰ φύσιν οὐδὲ ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις οὐδὲ τοῖς λοιποῖς ζώοις παραπλησίως, τοῖς ἐξ ἄρρενος καὶ θηλείας συνιστάμενοις καὶ τὰ τῆς αὐτοῦ γενέσεως συνετελεῖτο· εἶχεν δέ τι πλέον παρὰ τὴν κοινὴν φύσιν.
Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.
Οὐκ ἂν ἁμάρτοις τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους ταύρους πίονας, ἀρχιερέας καὶ γραμματεῖς καὶ πρεσβυτέρους διὰ τούτων δηλοῦσθαι φήσας. μέμνηται δὲ αὐτῶν ὁ λόγος ἐν ἑξηκοστῷ ἑβδόμῳ ψαλμῷ λέγων· ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. ἀλλ’ ἐνταῦθα σαφῶς τοὺς μὲν λαοὺς δαμάλεις ὠνόμασεν, τοὺς δὲ τῶν λαῶν ἡγουμένους ταύρους. καὶ ἐν τῷ παρόντι δὲ ψαλμῷ ἀντὶ τοῦ· περιεκύκλωσάν με μόσχοι πολλοὶ ὁ Ἀκύλας· δαμάλαιοι ταῦροι πίονες. ἠ κατὰ τὸν Σύμμαχον ἀντὶ τοῦ ταῦροι πίονες· οἱ σιτιστοὶ περιέσχον με, φησί, καὶ περιεστοιχίσαντό με· κατὰ δὲ τὸν Ἀκύλαν· δυνάσται Βασὰν διεδειγματίσαντό με, εἴρηται τοῦ λόγου αἰνιττομένου τὴν τοῦ Πιλάτου στρατιωτικὴν τάξιν, ἣν Βασὰν ὠνόμασεν, οἳ στέφανον ἐξ ἀκανθῶν πλέξαντες ἀντὶ διαδήματος ἐπέθηκαν αὐτῷ. ἤνοιξάν τε ἐπ’ αὐτῷ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος, βοῶντες· αἶρε, αἶρε, σταύρωσον αὐτόν. τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Ἀκύλας δέ· ὡς λέων, φησίν, ἁλίσκων καὶ βρυχώμενος· κατὰ δὲ τὸν Σύμμαχον· ὡς λέων θηρεύων βρυχώμενος.
He demonstrates that it was not according to nature, nor similarly to all other men, nor in like manner to the other animals, which are constituted from male and female, that the events of his own generation were accomplished; but he had something beyond the common nature.
Many calves surrounded me, fat bulls encompassed me; they opened their mouth against me like a seizing and roaring lion.
You would not err if you said that the rulers of the Jewish nation—the high priests, scribes, and elders—are indicated by these fat bulls. The word mentions them in the sixty-seventh psalm, saying: "Rebuke the beasts of the reed; the assembly of bulls among the heifers of the peoples." But here it clearly named the peoples "heifers" and the leaders of the peoples "bulls." And in the present psalm, instead of "Many calves surrounded me," Aquila has: "heifers, fat bulls." Or according to Symmachus, instead of "fat bulls": "the fatted ones encompassed me," he says, "and they stood around me." But according to Aquila: "the rulers of Bashan made a show of me," the word being spoken enigmatically of Pilate's military cohort, which he named "Bashan," who wove a crown of thorns and placed it on him instead of a diadem. And they opened their mouth against him like a seizing and roaring lion, crying: "Away, away, crucify him! His blood on us and on our children." Aquila says: "like a lion seizing and roaring"; according to Symmachus: "like a lion hunting, roaring.
οἱ γὰρ αἵματος διψῶντες καὶ τοῖς ἑαυτῶν τέκνοις ἐπισπώμενοι τὸ τοῦ σωτῆρος αἷμα βρυχωμένου λέοντος οὐδὲν διέφερον.
Ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με.
Ταύρους μὲν ἔλεγεν ὡς ὑπονόμου ζυγὸν Ἰουδαίους· κύνας δὲ νῦν διὰ τὸ κατανόμον ἀκάθαρτον τοὺς ἐθνικοὺς στρατιώτας, οἷς παρέδοτο· τοιγαροῦν τῇ χαναναίᾳ φησὶν ὁ σωτήρ· οὐκ ἔστιν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ δοῦναι τοῖς κυναρίοις· μετὰ δὲ τὸ πάθος οἱ μὲν κύνες ἐθνικοὶ γεγόνασιν υἱοί, οἱ δὲ υἱοὶ Ισραηλῖται γεγόνασι κύνες κατὰ τοῦ σωτῆρος λυγγήσαντες, περὶ ὧν ὁ Παῦλος ἔφη· βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργατάς.
Οἱ φοβούμενοι κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ.
Τοῦ παντὸς Ἰουδαίων ἔθνους εἰς τρία τάγματα διῃρημένου, πρῶτον μὲν εἰς τὸ κοινὸν πλῆθος τοῦ ἔθνους, ὅπερ ἐκαλεῖτο Ἰσραήλ· ἔπειτα εἰς τὸ ἱερατικόν, ὅπερ ἦν οἶκος Ἀαρών, καὶ τρίτον εἰς τὸ τῶν ἱερέων ὑπηρετικόν, ὅπερ ἦν οἶκος Λευΐ. τὰ τρία καταριθμησάμενος ἕτερος ψαλμὸς ἕτερον τάγμα τέταρτον παρὰ τὰ προειρημένα εἰσάγει, τὸ τῶν φοβουμένων τὸν κύριον. τοῦτο δὲ ἦν τὸ ἐξ ἐθνῶν ἐπὶ τὸν θεὸν ἐπιστρεφόντων. ἔφη γάρ· οἶκος Ἰσραήλ, εὐλογήσατε τὸν κύριον· ὁμοίως δὲ καὶ οἶκος Ἀαρὼν καὶ οἶκος Λευΐ, ἐπὶ τέλει δὲ οἱ φοβούμενοι τὸν κύριον. ἀλλ’ ἐν τούτῳ μὲν προετάττοντο τῶν φοβουμένων τὸν κύριον οἱ ἐκ τοῦ Ἰσραήλ· ἐνταῦθα δὲ μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος προτάττονται τοῦ Ἰσραὴλ οἱ φοβούμενοι τὸν κύριον. ἔδει γὰρ εἰρηκότος αὐτοῦ·
For those thirsting for blood and drawing the blood of the Savior to their own children were no different from a roaring lion.
“That many dogs surrounded me, a gathering of evildoers encompassed me.”
He called the Jews bulls, as under the yoke of the law; and now dogs, because of their lawless impurity, the gentile soldiers to whom he was delivered. Therefore the Savior says to the Canaanite woman: “It is not right to take the bread of the children and give it to the puppies.” But after the Passion, the gentile dogs became sons, while the sons of Israel became dogs, barking against the Savior, concerning whom Paul said: “Beware of the dogs, beware of the evil workers.”
“You who fear the Lord, praise him, all the seed of Jacob, glorify him, let all the seed of Israel fear him.”
The whole nation of the Jews being divided into three orders: first, the common multitude of the nation, which was called Israel; then the priestly order, which was the house of Aaron; and third, the order of the servants of the priests, which was the house of Levi. Another psalm, having enumerated the three, introduces a fourth order beyond those previously mentioned, that of those fearing the Lord. This was the order of those from the nations turning to God. For it said: “House of Israel, bless the Lord”; and likewise “House of Aaron” and “House of Levi”; and at the end, “those fearing the Lord.” But in that psalm, those from Israel were placed before those fearing the Lord; here, after the resurrection of the Savior, those fearing the Lord are placed before Israel. For it was necessary, since he had said:
διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· τὸν ὕμνον πρώτοις παραδοθῆναι τοῖς τῆς ἐκκλησίας αὐτοῦ. οὗτοι δὲ ἦσαν οἱ ἐξ ἐθνῶν δι’ αὐτὸν σεσωσμένοι· οὓς δὴ σημαίνει λέγων· οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν. σφόδρα ἀκριβῶς τοῖς μὲν ἑαυτοῦ ἀδελφοῖς καὶ μαθηταῖς τὸ ὄνομα διηγεῖσθαι τὸ πατρικὸν ὡς ἂν κρείττοσι καὶ υνατωτέροις ἐπαγγέλλεται· ἐπὶ δὲ τῆς ἐκκλησίας αὐτοῦ καὶ τοῦ πλήθους τοῦ λαοῦ οὐκέτι τὸ πατρικὸν ὄνομα παραδίδωσιν· οὐ γὰρ ἐχώρουν οὗτοι· ὕμνον δὲ αὐτοὺς διδάσκει· ἔπειτα τῷ σπέρματι Ἰακὼβ προστάττει δοξάζειν αὐτὸν δεύτερον τάγμα τιθεὶς τὸ Ἰουδαϊκὸν μετὰ τὸν ἐξ ἐθνῶν λαόν· οὓς καὶ ὀνομάζει οὐκ Ἰακώβ, ἀλλὰ σπέρμα Ἰακὼβ καὶ Ἰσραὴλ σφόδρα ἀκριβῶς διὰ τὴν ἐκ τοῦ πατριάρχου γένεσιν. οὐ γὰρ διὰ τὸν ζῆλον τὸν πατρικὸν οὐδὲ διὰ τὴν πρὸς τὸν πατέρα ὁμοίωσιν ἄξιοι ἦσαν κεκλῆσθαι Ἰακώβ, ἀλλὰ τοῦ σπέρματος ἕνεκεν τοῦτον ἐχρημάτιζον τὸν τρόπον.
Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
I will recount your name to my brothers; in the midst of the assembly I will hymn you; the hymn is to be handed down first to those of his church. These were the ones from the nations saved through him, whom he signifies by saying: "Those who fear the Lord, praise him." Very precisely, to his own brothers and disciples he promises to recount the paternal name as to those who are better and more capable; but before his church and the multitude of the people he no longer hands down the paternal name—for these were not able to receive it—but he teaches them a hymn. Then he commands the seed of Jacob to glorify him, placing the Jewish order second after the people from the nations. These he calls not "Jacob" but "seed of Jacob" and "Israel" very precisely on account of their descent from the patriarch. For they were not worthy to be called Jacob on account of the paternal zeal or the likeness to the father, but they were designated in this way because of the seed.
The poor will eat and be filled, and those who seek the Lord will praise him; their hearts will live for an age of ages.
Ἐνταῦθα μέν, φησί, φάγονται· ὑποκαταβὰς δέ· ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς. ἀλλ’ ὅτε μὲν ἔφαγον, πίονες ἐγένοντο· πρὸ δὲ τοῦ φαγεῖν πένητες ὠνομάζοντο, οὓς ἐπαγγέλλεται βρώσει χρήσασθαι τῇ ὑπ’ αὐτοῦ χορηγηθησομένῃ. φάγονται γάρ, φησί, πένητες. οὗτοι δὲ ἦσαν, οὓς καὶ ἐν τοῖς μακαρισμοῖς προτάττει τῶν λοιπῶν φάσκων· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· οἷς καὶ τὰ ἑξῆς ἐπηγγείλατο λέγων· μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. ἐπειδὰν δὲ φάγωσι, φησίν, οἱ πένητες, καὶ φαγόντες ἐμπλησθῶσιν, ἢ κορεσθῶσιν κατὰ τὸν Σύμμαχον, τότε αἰνέσουσι κύριον ἐκζητοῦντες αὐτόν· φαγόντες δὲ τὴν ὑπ’ αὐτοῦ δοθεῖσαν αὐτοῖς βρῶσιν καὶ ζητήσαντες αὐτὸν μέγαν ἕξουσι καρπὸν τὸν ἑξῆς δηλούμενον· ζήσονται γὰρ αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. ὁ γὰρ ἄρτος ζωῆς ὁ ὑπ’ αὐτοῦ χορηγηθεὶς αὐτοῖς αἴτιος αὐτοῖς ἔσται ἀθανασίας καὶ ζωῆς αἰωνίου, καθὼς ἐδίδαξεν αὐτὸς εἰπών· ἐγώ εἰμι ὁ ἄρτος ζωῆς ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ διδοὺς ζωὴν τῷ κόσμῳ· καὶ πάλιν· ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς. ὁρᾷς, ὅπως συνᾴδει ταῦτα τῷ φάσκοντι ψαλμῷ· φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος;
Here, he says, they will eat; and descending a little: they ate and all the fat ones of the earth prostrated themselves. But when they ate, they became fat; before eating they were called poor, whom he promises will partake of the food to be supplied by him. For the poor will eat, he says. These were the ones whom he also places first among the rest in the Beatitudes, saying: Blessed are the poor in spirit, for the kingdom of heaven is theirs; to whom he also promised the following, saying: Blessed are those who hunger and thirst for righteousness, for they will be filled. When the poor eat, he says, and having eaten are filled, or sated according to Symmachus, then they will praise the Lord, seeking him; having eaten the food given them by him and having sought him, they will have a great fruit, which is revealed next: for their hearts will live for ever and ever. For the bread of life supplied by him to them will be the cause for them of immortality and eternal life, as he himself taught, saying: I am the bread of life that comes down from heaven and gives life to the world; and again: If anyone eats of my bread, he will live forever, and so forth. Do you see how these things agree with the psalm that says: The poor will eat and be filled, and their hearts will live for ever and ever?
Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιόν σου πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.
Τοῦ γὰρ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος ἀναμνησθήσονται, ὡς ἄρα ἦν τις αὐτοῖς κύριος, ὅ γε ἀληθῶς τῶν ὅλων δεσπότης· οἱ γὰρ νενομισμένοι αὐτοῖς ἦσαν κυρίου· εἰς ἀνάμνησιν δὲ ἐλθόντες τοῦ σφῶν δεσπότου ἐπ’ αὐτὸν καταφεύξονται· καὶ ὃν πάλαι ἀπεστράφησαν κατά τινα ἐχθρῶν ἐπιβουλήν, τοῦτον κύριον αὐτῶν ὄντα ἐπιγνώσονται καὶ ἐπιστραφήσονται πρὸς αὐτόν. ἀλλ’ ἵνα μή τις νομίσειε ταῦτα λέγεσθαι περὶ τοῦ Ἰουδαίων ἔθνους, ἀκριβῶς ὁ λόγος προστίθησιν, ὡς ἄρα ταῦτα πληρωθήσεται ἐπὶ πάντα τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη· εἶτ’ ἐπιστραφέντες τί ποιήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ἀνθ’ οὗ Σύμμαχος καὶ Ἀκύλας· πᾶσαι αἱ συγγένειαι τῶν ἐθνῶν, εἰρήκασι σφόδρα ἀκριβῶς. ποῖον γὰρ ἔθνος οὐχὶ συγγενείας ἔχει ἐπιστραφείσας πρὸς τὸν τῶν ὅλων θεόν; ποία δὲ πόλις ἢ ποία χώρα ἢ ποῖος οἶκος οὐκ ἔχει τινὰς ἀφωρισμένους καὶ ἐξειλεγμένους τῷ θεῷ; πῶς δ’ ἔμελλον ἀποτίθεσθαι μὲν τὴν ἑαυτῶν λήθην, ἀνάμνησιν δὲ ποιεῖσθαι τοῦ τῶν ὅλων θεοῦ αἱ συγγένειαι τῶν ἐθνῶν· πῶς δὲ ἐπιστρέφειν πρὸς αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς, ἐπιλέγει ἑξῆς· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. οἱ γὰρ πάλαι κρατήσαντες δαίμονες καὶ διάβολος κατελύθησαν, καὶ μόνη ἡ τοῦ ἐπὶ πάντων θεοῦ βασιλεία ἐπεκράτησε. τάξει οὖν ὁ λόγος καὶ ἀκολουθίᾳ κέχρηται πρῶτον φήσας·
All the ends of the earth will remember and turn toward the Lord, and all the families of the nations will prostrate themselves before you, because the kingdom is the Lord’s, and he himself rules the nations.
For when the light of salvation shines upon them, they will remember that there was indeed a Lord for them, the true master of all; for those whom they had supposed were lords. Coming to a recollection of their own master, they will flee to him; and him whom they formerly turned away from, by some plot of enemies, they will recognize as being their Lord and will turn toward him. But so that no one might think these things are said about the nation of the Jews, the text precisely adds that these things will be fulfilled for all the nations throughout the whole world. Then, having turned, what will all the families of the nations do before him? Instead of which Symmachus and Aquila have said, “all the kinships of the nations,” very precisely. For what nation does not have kinships that have turned toward the God of all? What city, or what country, or what house does not have some set apart and chosen for God? How were the kinships of the nations to put aside their own forgetfulness and make recollection of the God of all? And how were all the ends of the earth to turn toward him? The text adds next: because the kingdom is the Lord’s, and he himself rules the nations. For the demons and the devil who formerly held power have been overthrown, and only the kingdom of the God over all has prevailed. The text, then, uses order and sequence, having first said:
μνησθήσονται, εἶτα δεύτερον, ἐπιστραφήσονται, καὶ τρίτον, προσκυνήσουσι. ταῦτα δὲ πάντα ἔσται, ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.
Ἒφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν. καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη.
Ἔστι δὲ καθ’ ἑκάστην ἀναστάσιμον ἡμέραν τοῦ σωτῆρος ἡμῶν, τὴν καλουμένην κυριακήν, ὄψει παραλαβεῖν τοὺς τῆς τροφῆς τῆς ἁγίας καὶ τοῦ σώματος τοῦ σωτηρίου μεταλαμβάνοντας καὶ μετὰ τὸ φαγεῖν προσκυνοῦντας τὸν δοτῆρα καὶ χορηγὸν τῆς ζωοποιοῦ τροφῆς θαυμάσαι τε τῶν λόγων τὸ ἀποτέλεσμα καὶ κατ’ αὐτὴν τὴν πρόχειρον λέξιν δι’ ἔργων πληρούμενον.
Ἀντὶ δὲ τοῦ· οἱ πίονες τῆς γῆς ἡρμήνευσεν ὁ Σύμμαχος· οἱ λιπαροὶ τῆς γῆς. σημαίνονται δὲ διὰ τούτων οἱ ἐκ τῆς οὐρανίου τροφῆς τὰς ψυχὰς εὐτραφεῖς καὶ ῥωμαλέοι. ἀλλ’ οὗτοι μὲν ἔφαγον καὶ προσεκύνησαν. ἐπειδὴ δὲ δεῖ αὐτῷ πᾶν γόνυ κάμψαι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, εἰκότως ἑξῆς ἐπισυνάπτει λέγων· ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας· εἰς πρόσωπον αὐτοῦ κάμψουσι πάντες οἱ καταβαίνοντες εἰς χοῦν, ἐκδέδωκε. σαφῶς δὲ διὰ τούτων καὶ τὸ σχῆμα τῶν γόνυ κλινόντων ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ παρίσταται, ἐν ᾗ γόνατα κλίναντες καὶ τὰ μέτωπα εἰς γῆν ἐρείσαντες, τοῦτον προσκυνεῖν εἰώθασι τὸν τρόπον. εἶθ’ ἑξῆς εἴρηται· καὶ ἡ ψυχή μου αὐτῷ ζῇ· καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος συνάψας καὶ εἰπών·
They will remember, then secondly, they will turn back, and thirdly, they will prostrate themselves. And all these things will happen because the kingdom is the Lord’s, and he himself rules the nations.
They ate and prostrated themselves, all the fat ones of the earth; before him all who descend into the earth will fall prostrate. And my soul lives for him, and my seed will serve him; the coming generation will be announced to the Lord.
Now on each resurrection day of our Savior, the one called the Lord’s Day, you may see those who partake of the holy food and the salvific body, and after eating, prostrating themselves before the giver and provider of the life-giving food, and marvel at the fulfillment of the words, which is accomplished even in the literal sense through deeds.
And instead of “the fat ones of the earth,” Symmachus translated “the sleek ones of the earth.” By these are signified those who are well-nourished and robust in soul from the heavenly food. But these ate and prostrated themselves. Since every knee of the heavenly, earthly, and subterranean beings must bow to him, it fittingly adds next, saying: “Before him all who descend into the earth will fall prostrate”; in place of which Aquila rendered: “Before his face all who descend into the dust will bow.” And through these words the posture of those bending the knee in the church of God is clearly represented, in which, bending their knees and pressing their foreheads to the ground, they are accustomed to worship in this manner. Then it is said next: “And my soul lives for him, and my seed will serve him.” This Symmachus interpreted more clearly, joining and saying:
ἔμπροσθεν αὐτοῦ ὀκλάσουσιν ἅπαντες οἱ καταβαίνοντες εἰς κόνιν· οὗ ἡ ψυχὴ ζήσει, σπέρμα δὲ λατρεύσει αὐτῷ. πάντες γὰρ αὐτοί, φησίν, ὀκλάσαντες καὶ γόνυ κλίναντες προσκυνήσουσιν· ὧν ἐλπὶς ζήσεσθαι τὴν ψυχὴν καὶ ὧν τὸ σπέρμα λατρεύσει αὐτῷ. εἰ δὲ ἐκ προσώπου τοῦ λέγοντος σωτῆρος βούλοιτό τις ἀκοῦσαι τό· καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν· καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· εἴποι ἂν ταῦτα λέγεσθαι ὑπὸ τοῦ σωτῆρος τοῦτον πάντα τὸν ψαλμὸν διεξιόντος περὶ πάσης ψυχῆς αὐτῷ ἀνακειμένης καὶ περὶ τοῦ αὐτοῦ σπέρματος. σπέρμα δὲ αὐτοῦ τί ἂν εἴποις ἢ τοὺς διὰ γεννήσεως ἁγίου πνεύματος γεννωμένους αὐτῷ υἱούς, οἳ καὶ δουλεύσαντες τῷ αὐτοῦ πατρὶ τῆς αἰωνίου καὶ μακαρίας ζωῆς μεθέξουσιν;
Καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃτι ἐποίησεν ὁ κύριος.
Προονομάσας σπέρμα αὐτοῦ ὁ σωτὴρ ἐν τῷ· καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· τί ποτε εἴη τοῦτο τὸ σπέρμαδιασαφεῖγενεὰν ἐρχομένην ὀνομάζων καὶ λαὸν τεχθησόμενον. ὥσπερ γὰρ τὰ γεννώμενα ἀπὸ σπερμάτων τὴν ἀρχὴν τῆς ὑποστάσεως λαμβάνει, τὸν αὐτὸν τρόπον τὸν τεχθησόμενον λαὸν καὶ τὴν ἐλευσομένην γενεὰν νέαν οὖσαν καὶ καινὴν οὐδαμόθεν ἕξειν τὴν ἀρχὴν παρίστησιν, ἀλλ’ ἢ ἐκ τῶν αὐτοῦ λογικῶν σπερμάτων, ὧν ἐπὶ γῆς παρὼν κατεβάλλετο διὰ τῶν ἀποστόλων αὐτοῦ τὸ πνεῦμα τῆς υἱοθεσίας. ἀντὶ δὲ τοῦ· ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, σφόδρα θαυμαστῶς ὁ Σύμμαχος· ἀναγραφήσεται ἐν βιβλίῳ τῷ κυρίῳ· ἤμελλεν ἀναγγέλλεσθαι ἡ γενεὰ ἡ ἐρχομένη·
Before him all who descend into dust will crouch; there the soul will live, and the seed will serve him. For all of them, he says, crouching and bending the knee, will prostrate themselves—those whose hope is that the soul will live and whose seed will serve him. But if one wishes to hear from the person of the speaker, the Savior, the phrase: “And my soul lives for him,” according to the translation of the Seventy, and “my seed will serve him,” one would say that these things are spoken by the Savior as he goes through this entire psalm concerning every soul devoted to him and concerning his own seed. And what would you say his seed is, other than those who are born to him through the generation of the Holy Spirit, who, having served his Father, will partake of eternal and blessed life?
And they will proclaim his righteousness to the people who will be born, that the Lord has done it.
Having previously named his seed in the phrase “and my seed will serve him,” the Savior now clarifies what this seed might be, calling it the coming generation and the people who will be born. For just as things born from seeds take the beginning of their existence, in the same way he shows that the people who will be born and the coming generation, being new and fresh, will have their beginning from nowhere else but from his rational seeds, which he, while present on earth, sowed through his apostles, the spirit of adoption. And instead of “the coming generation will be announced to the Lord,” Symmachus very wonderfully has: “will be enrolled in a book for the Lord”; the coming generation was to be announced.
ἀλλ’ ἀνατεθήσεσθαι τῷ κυρίῳ βίβλος προφητείας περὶ τῆς γενεᾶς τῆς ἐρχομένης καὶ τοῦ τεχθησομένου λαοῦ.
Ψαλμὸς τὸ Δαυιδ. κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.
Μέση τυγχάνει κατάστασις ἡ τῶν προβάτων τῆς τε τῶν τελείων προκοπῆς καὶ τῶν ἐν βυθῷ κακίας καλινδουμένων, καὶ διὰ τοῦτο ἑρπετοῖς καὶ θηρίοις ἀγρίοις παραβαλλομένων. ὁ μὲν γὰρ τέλειος γένοιτ’ ἂν ὁ κατὰ τὴν εἰκόνα τοῦ θεοῦ καὶ τὴν ὁμοίωσιν αὐτοῦ τὴν ψυχὴν τοῖς κατ’ ἀρετὴν τρόποις κεχαρακτηρισμένοις· ὁ καὶ βασιλέα τὸν κύριον, ἀλλ’ οὐ ποιμένα ἐπιγραφόμενος· ὁ δὲ ἐκπεσὼν ταύτης, ἐξ αὐτοπροαιρέτου δὲ διαστροφῆς ἐπὶ τὴν θηριώδη μεταβεβληκὼς ἕξιν, ἵππος θηλυμανὴς χρηματίσοι ἂν καὶ λύκος ἁρπακτικός. ὄφεις δὲ καὶ γεννήματα ἐχιδνῶν καὶ χοίρους καὶ κύνας καὶ ἀλώπεκας τοὺς τοιούτους εἴωθεν ὀνομάζειν ἡ γραφή. οἱ δὲ ἐκ τῆς τοιαύτης καταπτώσεως μεταβάλλοντες ἐπὶ τὴν κρείττον κατάστασιν, τέως μὲν ὥσπερ ἐν εἰσαγωγαῖς καὶ προθύροις γιγνόμενοι τῆς κατὰ θεὸν γνώσεως, πρόβατα ἂν εἰκότως κληθεῖεν θεοῦ· προκόψαντες δὲ ἐπὶ τὸ τελειότερον ἄνθρωποι χρηματίζουσιν.
But a book of prophecy concerning the coming generation and the people who will be born will be dedicated to the Lord.
A Psalm of David. The Lord shepherds me, and nothing will I lack.
The state of sheep is intermediate between that of those who have advanced to perfection and that of those who wallow in the depths of vice, and for this reason are compared to reptiles and wild beasts. For the perfect one would be he who, in accordance with the image of God and his likeness, has his soul characterized by virtuous ways; he also acknowledges the Lord as king, but not as shepherd. But he who has fallen from this state, having changed by his own deliberate perversion to a bestial condition, would be called a horse mad for mares and a rapacious wolf. And Scripture is accustomed to call such persons snakes, offspring of vipers, pigs, dogs, and foxes. Those who change from such a fall to a better state, being for a time as if in introductions and forecourts of knowledge of God, would reasonably be called sheep of God; but when they advance to greater perfection, they are called men.
Ὅτε γε μὴν πρόβατα τυγχάνουσιν ὑπὸ ποιμένι τῷ διὰ Ἰεζεκιὴλ δηλωθέντι Δαυίδ, τουτέστι τῷ ἐκ σπέρματος Δαυῒδ σωτῆρι ἡμῶν καὶ Χριστῷ ἀγόμενοι, διδάσκονται λέγειν· κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. οἱ δὲ αὐτοὶ τῆς νοερᾶς καὶ καινῆς τροφῆς καὶ πόας ἀντιλαμβανόμενοι τῆς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἐροῦσιν· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. πίνων δὲ τοῦ ὕδατος ὁ εἰσαγόμενος ἐν Χριστῷ, οὔπω δὲ τοῦ οἴνου τοῦ τῆς ἀληθινῆς ἀμπέλου οἷός τε ὢν μεταλαμβάνειν διὰ τὸ ἔτι πρόβατον εἶναι, τέως δὲ τῷ σωτηρίῳ τρεφόμενος ὕδατι, περὶ οὗ ἐβόα ὁ σωτὴρ λέγων· εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω·καὶ πάλιν· ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· καὶ αὖθις· ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· εἴποι ἄν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. ἀλλὰ καὶ πᾶν ἄχθος ἀποθέμενος τῶν παλαιῶν ἁμαρτημάτων διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου, εἴποι ἄν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. ἀναπαύσεως γὰρ ὡς ἀληθῶς ἐκεῖνο τὸ ὕδωρ, δι’ οὗ τὸ βαρὺ καὶ ἐπίμοχθον φορτίον τῶν ἁμαρτιῶν τὸ πιεζοῦν τὴν ψυχὴν ἀπορρίψας τις καὶ πάντα ῥύπον καὶ σπίλον καὶ κηλίδα σμηξάμενος δεσμῶν τε ἀνεθεὶς πολυπλόκων συνῃσθημένος τούτων ἁπάντων ἐρεῖ· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. εἶθ’ ὥσπερ ἐκλείπων πάλαι τὴν ψυχήν, ἔπειτα διὰ τῆς ἀποδοθείσης χλόης καὶ τοῦ σωτηρίου ὕδατος ἀναλαβὼν ἑαυτὸν καὶ ὥσπερ ἐκ θανάτου παλινδρομήσας φήσει· τὴν ψυχήν μου ἐπέστρεψε.
When indeed they are sheep under the shepherd revealed through Ezekiel as David, that is, under our savior and Christ from the seed of David, they are taught to say: The Lord shepherds me, and nothing will I lack. And these same ones, partaking of the spiritual and new food and grass in the holy Gospels, will say: To a place of grass, there he has encamped me. And drinking the water, the one being initiated in Christ, but not yet able to partake of the wine of the true vine because he is still a sheep, being nourished for the time being by the saving water, about which the savior cried out saying: If anyone thirsts, let him come to me and drink; and again: He who drinks from the water which I will give him, rivers of living water will flow from his belly; and further: He who drinks from the water which I will give him, will never thirst for eternity, would say: On water of rest he nourished me. But also, having laid aside every burden of old sins through the bath of regeneration and renewal of the Holy Spirit, he would say: On water of rest he nourished me. For that water is truly of rest, through which, having cast off the heavy and laborious burden of sins that oppresses the soul, and having wiped away every filth and stain and blemish, and having been freed from intricate bonds, being conscious of all these things, he will say: On water of rest he nourished me. Then, as if his soul had long been failing, but afterwards having recovered himself through the grass given and the saving water, and as if having run back from death, he will say: He turned my soul back.
ταῦτα πάντα ὑπάρξει τῷ διὰ τοῦ δηλωθέντος Δαυῒδ ὑπὸ τοῦ κυρίου ποιμαινομένῳ.
Ἐἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.
Ταῦτα, φησίν, πράττει, ὡς ἂν μὴ βλασφημῆται αὐτοῦ τὸ ὄνομα τῶν αὐτοῦ προβάτων ἀπολλυμένων ἢ κακῶς ἀγομένων.
Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ.
Σκιὰν θανάτου τὸν κοινόν φησι θάνατον καὶ τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος λύσιν πρὸς ἀντιδιαστολὴν τοῦ θανάτου τῆς ψυχῆς, καθ’ ὃ εἴρηται· ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· καὶ, ἔστιν ἁμαρτία πρὸς θάνατον. οὐκ ἔστι γὰρ σκιὰ θανάτου· ἀλλ’ ἀληθινὸς θάνατος ἡ τῆς ψυχῆς ἀπώλεια τυγχάνει. ἐπεὶ οὖν μεμαθήκασιν, ὡς ἄρα ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα, μεταβέβηκε δὲ ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν, σφόδρα ἀκριβῶς οὐ φασὶ θάνατον ἐπιέναι αὐτοῖς, ἀλλ’ ἢ ἄρα σκιὰν θανάτου, ταύτῃ δηλοῦντες τοὺς κατὰ ἄνθρωπον κινδύνους καὶ τὸν σωματικὸν θάνατον οὐδὲν ἕτερον ὄντα ἢ χωρισμὸν ψυχῆς ἀπὸ σώματος.
All these things will belong to the one shepherded by the Lord through the David revealed.
He encamped me in a place of grass, he nourished me upon water of rest, he turned my soul back. He led me on paths of righteousness for the sake of his name.
These things, he says, he does, so that his name may not be blasphemed by his sheep being lost or badly led.
For even if I walk in the midst of the shadow of death, I will not fear evils, because you are with me.
He calls the common death and the separation of the soul from the body the shadow of death, in contradistinction to the death of the soul, according to what is said: a sinning soul, this one will die; and, there is sin unto death. For it is not a shadow of death, but true death is the destruction of the soul. Since, therefore, they have learned that the one who believes in the son of God will never die for eternity, but has passed from death to life, they very precisely do not say that death comes upon them, but rather a shadow of death, indicating by this the human dangers and bodily death, which is nothing other than the separation of soul from body.
Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ κυρίου εἰς μακρότητα ἡμερῶν.
Πεποιθὼς τῷ σῷ ἐλέει καὶ τῇ σῇ χάριτι οἶδ’, ὅτι οὐκ ἐκπεσοῦμαι τῆς παρὰ σοὶ ἐλπίδος παιδαγωγούμενος πάσας τὰς ἡμέρας τῆς ζωῆς μου ὑπὸ τοῦ σοῦ ἐλέους. τοῦτο γοῦν τὸ σὸν ἔλεος καὶ αὐτή σου ἡ χάρις κατηξίωσέ με οἰκητήριον κτήσασθαι τὸν σὸν οἶκον καὶ τὴν σὴν ἐκκλησίαν· ἔνθα τὰς διατριβὰς ποιούμενος ὡς ἐν οἴκῳ θεοῦ, ἱερῷ καὶ ἁγίῳ ναῷ, μακρότητος τῶν παρὰ σοὶ ἡμερῶν καὶ ζωῆς αἰωνίου τεύξομαι. τὸ γὰρ κατοικεῖν με ἐν τῷ σῷ οἴκῳ καὶ μηδέποτε αὐτοῦ ἐξίστασθαι μηδὲ ἀπονεύειν, ἀεὶ δὲ εἴσω περιβόλων ἱερῶν τὰς διατριβὰς ποιεῖσθαι, ταῦτά μοι αἴτια γενήσεσθαι πιστεύω μακρότητος ἡμερῶν τῶν ἐκ τοῦ σοῦ φωτὸς ὑφισταμένων. ἀντὶ δὲ τοῦ εἰς μακρότητα ἡμερῶν, εἰς μῆκος χρόνου ὁ Σύμμαχος ἡρμήνευσε τῆς κατὰ τὸν θεὸν ζωῆς τὸ ἄπειρον καὶ ἀθάνατον σημήνας.
Ψαλμὸς τὸ Δαυιδ· τῆς μιᾶς τῶν σαββάτων. τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.
And your mercy will pursue me all the days of my life, and my dwelling in the house of the Lord for length of days.
Trusting in your mercy and in your grace, I know that I will not fall from the hope placed in you, being educated all the days of my life by your mercy. For this your mercy and your grace itself deemed me worthy to acquire as a dwelling-place your house and your church; where, making my abode as in a house of God, a sacred and holy temple, I will obtain length of days from you and eternal life. For I believe that my dwelling in your house, and never departing from it nor turning away, but always making my abode within sacred precincts, will be the cause for me of length of days, which subsist from your light. And instead of "for length of days," Symmachus interpreted "for length of time," indicating the infinite and immortal nature of life according to God.
A psalm of David, for one of the Sabbaths. The Lord's is the earth and its fullness, the inhabited world and all who dwell in it; he himself founded it upon seas and prepared it upon rivers.
Εἰ μὴ γὰρ λόγος αὐτῆς, φησίν, ἐπεστάτει θεῖος, καὶ εἰ μὴ σοφία θεοῦ τοῦτον αὐτὴν τεθεμελιώκει τὸν τρόπον, πάλαι ἂν φυσικῷ βάρει κάτω που φερομένη κατὰ βυθῶν κεχωρήκει. ἀλλ’ ἦν ἄρα κρείττων αὐτῆς ἡ θαυματουργὸς καὶ παραδοξοποιὸς τοῦ τῶν ὅλων κυρίου δύναμις ἢ τὸν τοσοῦτον ὄγκον καὶ τὸ τοσοῦτον τῆς γῆς πλήρωμα ὅλην τε τὴν οἰκουμένην καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνω φέρεσθαι μετέωρον ὑπὲρ τὰ νῶτα τῶν ὑδάτων βεβούληται. διὸ αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν εἴρηται. οὐ γὰρ αὐτὴ ἑαυτὴν ἡ βαρεῖα καὶ ἄψυχος γῆ ἐπὶ τῶν βυθῶν ἐστήριξεν, ἀλλ’ ὁ πάντων δημιουργὸς ὁ τοῦ θεοῦ υἱός, ὃς τὸ στερέμνιον καὶ βαρὺ τῆς γῆς στοιχεῖον θεϊκῇ δημιουργίᾳ ὑπὲρ νώτων ὀχεῖσθαι θαλάσσης καὶ ὑπεράνω τῆς ὑγρᾶς φύσεως ἑστάναι βουληθεὶς καὶ τοῦτον αὐτὴν θεμελιώσας τὸν τρόπον. καὶ καθ’ ἕτερον δὲ λογισμὸν παρίστησι τὸ μὴ αὐτόματον ὑποστῆναι τὴν γῆν μηδὲ ὡς ἔτυχεν εἰκῆ καὶ ἀλόγως τὸ τοιοῦτον αὐτῇ περιβεβλῆσθαι σχῆμα· διὸ ἐπιλέγει· καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. εἰ μὲν γὰρ ὅλη δι’ ὅλου λεία καὶ ὁμαλὴ κατὰ τὴν σφαῖραν τῶν Ἑλλήνων ὑπῆρχεν, οὐκ ἄν ποτε τῆς τῶν ποταμῶν συστάσεως δεκτικὴ ἐγεγόνει οὐδ’ ἂν εἰς γεωργίαν ἐπιτηδεία ἐκρεόντων ἁπανταχόθεν τῶν εἰς αὐτὴν φερομένων ὄμβρων· ὡς αὖ πάλιν ἐκ τοῦ ἐναντίου, εἰ πλὰξ ἦν μία ἡπλωμένη καὶ ἀνειμένη εἰς πεδιάδας χώρας, οὐδ’ οὕτως συνέστησαν ἐν αὐτῇ ποταμοί· οἵ τ’ ἐξ ἀεννάων πηγῶν φερόμενοι οἵ τε ἐκ τῶν χειμερινῶν ὄμβρων συνιστάμενοι· πάλαι δ’ ἂν ἐπικλύσαντες πᾶσαν οὔτε σπέρμασιν οὔτε φυτοῖς οὔτε γεωργίαις ἐπιτηδείαν αὐτὴν παρεῖχον·
If not for her divine word, he says, governing her, and if the wisdom of God had not founded her in this manner, she would long ago have been borne downward by natural weight into the depths. But the wonder-working and paradoxical power of the Lord of all was greater than her, who willed that such a mass and such a fullness of the earth, the whole inhabited world and its inhabitants, be borne aloft above the backs of the waters. Therefore it is said, He himself founded her upon the seas. For the heavy and inanimate earth did not establish herself upon the depths, but the creator of all, the Son of God, who, willing the solid and heavy element of the earth to ride upon the back of the sea and to stand above the watery nature, founded her in this manner by divine craftsmanship. And by another reasoning he shows that the earth did not come into being spontaneously, nor was such a form cast about her at random and without reason; therefore he adds, And he prepared her upon rivers. For if she were entirely smooth and uniform according to the sphere of the Greeks, she would never have been receptive to the formation of rivers, nor would she have been suitable for agriculture, with the rains carried into her flowing away everywhere; as, on the contrary, if she were a single flat and level expanse of plains, neither would rivers have formed in her—whether those borne from ever-flowing springs or those formed from winter rains—but they would long ago have flooded her entirely, rendering her unsuitable for seeds, plants, or agriculture.
ἀλλ’ οὐδὲ αὐτοῖς τοῖς οἰκήτορσιν γεγόνει ἂν χρήσιμος πάντων ἐπικλυζομένων καὶ κατασυρομένων ὑπὸ τῆς τῶν ὑδάτων πλημμύρας. ταῦτα μὲν οὖν ἦν, εἰ μὴ λόγος τις δημιουργικὸς καὶ θεοῦ σοφία τεχνικῶς αὐτῇ τοιόνδε σχῆμα περιβεβλήκει· νυνὶ δὲ οὕτως κατεσκευάσθη, ὡς εἰς ὄρη καὶ νάπας βουνούς τε καὶ φάραγγας ἐσχηματίσθαι ὡς καὶ ποταμοὺς τὰς ἑαυτῶν διεξόδους ἀκωλύτως ποιεῖσθαι ὄρη τε καὶ ἄλση καὶ φυτὰ ζώοις ἀπονέμεσθαι χώρας τε καὶ πεδιάδας εἰς οἰκήσεις καὶ γεωργίας ἀνθρώποις ἀφωρίσθαι. τίς τοίνυν οὐκ ἂν ὁμολογήσειεν ἀληθῶς σοφῆς εἶναι προμηθείας ταῦτα; ἣ προλαβοῦσα τὸ μέλλον πρὸ τοῦ πληρώματος τῆς γῆς καὶ πρὸ τοῦ συστῆναι τὰ ἐν αὐτῇ τοιάνδε αὐτὴν ἐσχημάτισε καταλλήλῳ διαπλάττουσα τύπῳ, ὡς ἂν τοῖς πᾶσι γένοιτο ἐπιτηδεία.
Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
Τό τε διάψαλμα πρὸ τοῦ· ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν κείμενον τῆς μελῳδίας ἔοικε μεταβολὴν πεποιῆσθαι, ἐπεὶ καὶ τῆς διανοίας αὐτῆς. ἐν δὲ τῷ λέγειν εἰσελεύσεσθαι αὐτὸν λεληθότως καὶ ἔξοδον αὐτοῦ ᾐνίξατο. εἶτ’ ἐπεὶ μὴ μόνος ἤμελλεν εἰσιέναι εἰς τὴν αὐτοῦ βασιλείαν, πάσας ἀναπετασθῆναι τὰς πύλας ὁ λόγος παρακελεύεται διὰ τοὺς μέλλοντας κληρονομεῖν τὴν βασιλείαν τῶν οὐρανῶν σὺν τῷ υἱῷ τοῦ θεοῦ. πολλὰς γὰρ ἀνέῳξε καὶ διαφόρους πύλας τῆς εἰς τοὺς οὐρανοὺς εἰσόδου, ἐπεὶ καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί. ὅρα δέ, εἰ μὴ ἐν τούτοις λυθείη ἂν τὸ ζητούμενον ἐν τῷ φάσκοντι ψαλμῷ· ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος.
But not even for its inhabitants would it have been useful, with everything being flooded and swept away by the deluge of waters. These things would have been the case, then, had not a certain creative word and wisdom of God skillfully clothed it in such a form. But as it is, it was constructed in such a way as to be shaped into mountains and glens, hills and ravines, so that rivers might make their channels unhindered, and mountains, groves, and plants be allotted to animals, and regions and plains be set apart for human dwellings and agriculture. Who, then, would not acknowledge that these things are truly the result of wise forethought, which, anticipating the future before the filling of the earth and before the things in it came to be, shaped it in such a form, molding it with a suitable pattern, so that it might become suitable for all?
Lift up the gates, your rulers, and be raised up, eternal gates, and the king of glory will enter.
The diapsalma placed before "Lift up the gates, your rulers" seems to have effected a change in the melody, since also in the thought itself. And in saying that he will enter, it has covertly intimated his exit as well. Then, since he was not about to enter his kingdom alone, the word commands that all the gates be thrown open because of those who are to inherit the kingdom of the heavens together with the son of God. For he opened many and various gates of entrance into the heavens, since there are also many abodes with the Father. And see whether in these things the question in the psalm that says, "God went up with a shout, the Lord with the sound of a trumpet," might be resolved.
ἐνταῦθα γὰρ τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸν ἀλαλαγμὸν καὶ τὴν φωνὴν τῆς σάλπιγγος ἀποδίδωσιν. ἐν γὰρ τῇ εἰς οὐρανοὺς ἀναβάσει τοῦ υἱοῦ τοῦ θεοῦ τοὺς διακονησαμένους αὐτῷ ἀγγέλους τὴν εἰς ἀνθρώπους οἰκονομίαν προτρέχειν αὐτῷ εἰκὸς καὶ τὰς οὐρανίους πύλας αὐτῷ παρασκευάζειν φωνάς τε ἀφιέναι καὶ βοὰς ἀγγελικὰς τὰς ἐν τῷ ψαλμῷ φερομένας· ἃς δὴ ἀλαλαγμὸν καὶ φωνὴν σάλπιγγος ὠνόμασε φήσας· ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος.
Ψαλμὸς τὸ Δαυιδ. πρὸς σέ, κύριε, ᾖρα τὴν ψυχήν μου, ὁ θεός μου.
Ἐπεὶ μήτε ψαλμὸς ἐπιγέγραπται μήτε ᾠδὴ μήτε τι τῶν παραπλησίων, ἀλλ’ οὐδ’ εἰς τὸ τέλος ἀναπέμπεται τὰ προκείμενα, λόγοι δέ εἰσιν ἐν ἁγίῳ πνεύματι τῷ Δαυῒδ συγγεγραμμένοι· διὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τοῦ Δαυῒδ προγέγραπται· εἰκότως φήσομεν διδασκαλίαν περιέχειν τῆς πρὸς τὸν θεὸν ἐξομολογήσεως, ᾗ πρῶτος μὲν αὐτὸς ὁ Δαυῒδ ἐχρήσατο, ἔπειτα δὲ καὶ ἡμῖν παραδέδωκε παιδεύων ὅπως, χρὴ νοσήσαντα τὴν ἑαυτῶν θεραπεύειν ψυχὴν δι’ ἐξομολογήσεως.
For here the Holy Spirit attributes both the shout and the sound of the trumpet. For in the ascent of the Son of God to the heavens, it is likely that the angels who served him in his economy among men preceded him and prepared the heavenly gates for him, and uttered the angelic cries and shouts that are carried in the psalm; which he indeed called a shout and the sound of a trumpet, saying: God ascended with a shout, the Lord with the sound of a trumpet.
A Psalm of David. To you, Lord, I have lifted up my soul, my God.
Since neither a psalm nor an ode nor anything of the sort is inscribed, nor are the present words sent up to the end, but they are discourses composed by David in the Holy Spirit; therefore, among the other translators it is prefixed as "of David." We will fittingly say that it contains instruction in confession to God, which David himself first employed, and then handed down to us, teaching how one who is sick must heal his own soul through confession.
Ἐπὶ σοὶ πέποιθα· μὴ κατασχυνθείην, μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου.
Ταῦτά φησιν ὡσανεὶ ἐπάρας εἰς ὕψος μεταθείς τε καὶ μετεωρίσας τῶν τῇδε πραγμάτων τὴν ἑαυτοῦ ψυχὴν ἄνω τε πλησίον αὐτὴν τοῦ θεοῦ τῇ διαθέσει καταστήσας δι’ ἀποστροφῆς μὲν τῶν θνητῶν καὶ ἀνθρωπίνων, ἐπιστροφῆς δὲ γνησίας τῆς πρὸς αὐτόν. ἔπειτά φησι· τοῦτο πεποίηκα, οὐκ ἐμαυτῷ θαρρῶν, ἀλλ’ ἐπὶ σοὶ τῷ θεῷ μου πεποιθὼς πολλῇ παρρησίᾳ χρώμενος. ὁ πάντων μὲν τῶν αἰσθητῶν καὶ ὁρωμένων καταφρονήσας, ἐπὶ δὲ τὸν ἀσώματον καὶ ἀόρατον θεὸν τὴν ἑαυτοῦ ψυχὴν ἐπάρας, ὡς ἂν ἴδιον ἑαυτοῦ κτῆμα γενόμενον τὸν θεὸν ἐπικαλεῖσθαι θαρρεῖ· διὸ λέγει· ὁ θεός μου, ἐπὶ σοὶ πέποιθα. καὶ τὰ παρ’ ἐμοῦ μέν, φησὶ, ταῦτα. λοιπὸν δὲ εὐχῆς μοι δεῖ καὶ τῆς παρὰ σοῦ τοῦ θεοῦ συνεργείας πρὸς τὸ μὴ ἐκπεσεῖν τοῦ σκοποῦ μηδ’ ὥσπερ ἀφ’ ὑψηλῆς ἀκρωρείας πεσόντα ἀπορραγῆναι. διὸ δέομαι καὶ ἱκετεύω μὴ καταισχυνθῆναι μηδὲ καταγελασθῆναι ὑπὸ τῶν ἐχθρῶν μου· ταῦτα δέ μοι ἔσται ἐκ τῆς σῆς τοῦ θεοῦ μου βοηθείας. τὰ μὲν γὰρ πρῶτα ἐξ ἐμῆς ἦν προαιρέσεως τὸ ἄγειν καὶ φέρειν τὴν ἐμαυτοῦ ψυχήν, ὅπη καὶ βούλομαι· τὰ δὲ δεύτερα τῆς σῆς ἀντιλήψεως καὶ συνεργείας δεῖται.
In you I have trusted; may I not be put to shame, and may my enemies not laugh at me.
He says these things as if having raised, transferred, and elevated his own soul above the things of this world, having placed it near God in disposition through a turning away from mortal and human things and a genuine turning toward him. Then he says: I have done this, not trusting in myself, but having trusted in you, my God, with great boldness. He who has despised all sensible and visible things and has raised his own soul to the incorporeal and invisible God dares to call upon God as his own possession. Therefore he says: my God, in you I have trusted. And these things, he says, are from me. But for the rest, I need prayer and the cooperation from you, God, so that I may not fall short of my aim nor be broken off as if falling from a high peak. Therefore I beg and entreat that I not be put to shame nor laughed at by my enemies; these things will be mine through the help of you, my God. For the first things were from my own choice—to lead and carry my own soul wherever I wish—but the second things require your assistance and cooperation.
Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες δια κενῆς. τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με. ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
Μόνον ὑπομένειν τῇ προθέσει μηδὲ μεταβάλλειν καὶ μεθίστασθαι τῆς πίστεως· οἱ γὰρ εὐρίπιστοι καὶ παντὶ ἀνέμῳ περιφερόμενοι πάθοιεν ἄν ποτε τὰ τῆς αἰσχύνης, οὐ μὴν καὶ οἱ λέγειν μεμαθηκότες· ὑπομένων ὑπέμεινα τὸν κύριον. ἀντὶ δὲ τοῦ ἀνομοῦντες οἱ λοιποὶ καὶ ἡ πέμπτη ἔκδοσις οἱ ἀποστατοῦντες, ἡρμηνεύκασιν· σαφῶς τοὺς παραβάτας καὶ μὴ τῷ προτέρῳ ἑαυτῶν σκοπῷ ἐμμένοντας καταισχυνθήσεσθαι ἀποφηνάμενοι. τῆς γὰρ ἀποστασίας ἑαυτῶν καρπὸν ὑπόκενον εὑρόντες ὡς ἂν διακενῆς ἀποστατήσαντες τοῦ θεοῦ καταισχυνθήσονται. τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με.ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. εἰσὶ δὲ ὁδοὶ τοῦ κυρίου αἱ τῆς προνοίας αὐτοῦ διοικήσεις, καθ’ ἃς τὰ σύμπαντα διακυβερνᾷ· περὶ ὧν ὁ θεῖος ἀπόστολος διδάσκων ἔλεγεν· ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. οὕτω δὲ καὶ τρίβοι αὐτοῦ εἶεν αἱ κατὰ μέρος διοικήσεις τῶν ὅλων, καθ’ ἃς ὥσπερ ἐπιπορευόμενος τά τε κατ’ οὐρανὸν καὶ τὰ ἐπὶ γῆς τῇ προνοητικῇ δυνάμει, τρίβους ἑαυτοῦ καὶ πορείας τοῖς νοεῖν δυναμένοις δείκνυσι· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ τὰς πορείας σου δίδαξόν με.
Let those who transgress in vain be put to shame. Make your ways known to me, Lord, and teach me your paths. Lead me to your truth and teach me, for you are God my savior, and I have waited for you the whole day.
Only to persevere in the resolve and not to change or depart from the faith; for those who are unstable and carried about by every wind might at some time suffer the things of shame, but not those who have learned to say: waiting, I waited for the Lord. Instead of “those who transgress,” the rest and the Fifth Edition have rendered “those who apostatize,” clearly declaring that transgressors and those who do not abide by their former purpose will be put to shame. For having found the fruit of their own apostasy empty, as if having apostatized from God in vain, they will be put to shame. Make your ways known to me, Lord, and teach me your paths. Lead me to your truth and teach me, for you are God my savior, and I have waited for you the whole day. The ways of the Lord are the administrations of his providence, according to which he governs all things; concerning these the divine apostle, teaching, said: O the depth of the wealth and wisdom and knowledge of God; how inscrutable are his judgments and untraceable his ways. And so his paths would be the particular administrations of the whole, according to which, as if traveling, he shows his own paths and journeys to those able to perceive, by his providential power, both the things in heaven and those on earth; therefore according to Symmachus it is said: and teach me your journeys.
ταῦτα δέ με διδάσκων ἐπίστησόν με τῇ ἀληθείᾳ σου πρὸς τὸ μὴ σφάλλεσθαι ψευδοδοξοῦντα καὶ ἕτερα ἀνθ’ ἑτέρων ἐν τῇ τῶν φυσικῶν θεωρίᾳ δοξάζειν, ὁποῖα πεπόνθασιν οἱ σοῦ τοῦ θεοῦ μὴ τυχόντες διδασκάλου, λογισμοῖς δὲ θνητοῖς καὶ ἀνθρωπίνοις καταστοχασάμενοι τῶν πραγμάτων καὶ μακρὰν τῆς ἀληθείας ἐξακοντισθέντες. διδαχθεὶς δὲ παρὰ σοῦ, ὅτι μὴ μόνον κτίστης καὶ δημιουργὸς καὶ θεός μου τυγχάνεις, ἀλλὰ καὶ σωτήρ μου, εἰκότως σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν, τουτέστι πᾶσαν τὴν ζωήν μου μεμαθηκώς, ὅτι πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν.
Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκα τῆς χρηστότητός σου, κύριε.
Οὐχ ἡγοῦμαι ταῦτα τῷ Δαυῒδ τοσοῦτον ἁρμόζειν ὅσον τοῖς ἐξομολογεῖσθαι ἐπὶ τοῖς πρότερον ἁμαρτήμασιν ἑαυτῶν διδασκομένοις. οὐ γὰρ εὑρίσκομεν τὸν Δαυῒδ ἐν τῇ νεότητι αὐτοῦ ἡμαρτηκότα οὐδ’ ἐν τῇ παιδικῇ ἡλικίᾳ, ἀλλ’ οὐδ’ ἐν ἀγνοίᾳ γεγενημένον. μήποτ’ οὖν ἡ διδασκαλία ὡς παρὰ ἰατροῦ τοῖς νενοσηκόσι καὶ ἐν τῇ τῆς ἡλικίας ἀκμῇ ἐντὸς γενομένοις θεοῦ γνώσεως νεωτερικοῖς ἁμαρτήμασιν ἐγκαλινδηθεῖσιν δίκην φαρμάκου παραδέδοται; ὡς ἂν μαθόντες ἐξομολογοῖντο τὰ ἐν ἀγνοίᾳ αὐτοῖς πεπλημμελημένα ἀνακαλύπτοντες τῷ θεῷ καὶ ὥσπερ παλαιὰ τραύματα τῆς ἑαυτῶν ψυχῆς ἀπογυμνοῦντες αὐτῷ δεόμενοί τε ἰάσεως καὶ θεραπείας τυχεῖν διὰ τοῦ ἐλέους αὐτοῦ ἕνεκεν τῆς χρηστότητός σου, κύριε.
Teaching me these things, set me in your truth so that I do not err by holding false opinions and thinking one thing in place of another in the contemplation of natural things, as have those who, not having you as teacher, God, have conjectured about matters with mortal and human reasonings and have been cast far from the truth. And having been taught by you that you are not only my creator, maker, and God, but also my savior, I have rightly waited for you the whole day, that is, all my life, having learned that all who wait for you will not be put to shame.
Do not remember the sins of my youth and my ignorance; according to your mercy, remember me because of your goodness, Lord.
I do not think these words suit David so much as those who are being taught to confess their former sins. For we do not find that David sinned in his youth or in his childhood, nor that he was in ignorance. Has the teaching, then, as from a physician, been handed down like a drug to those who have been sick and, in the prime of life, having been within the knowledge of God, have rolled in youthful sins, so that, having learned, they might confess the errors committed in ignorance, revealing them to God and, as it were, laying bare the old wounds of their own soul to him, and begging to obtain healing and treatment through his mercy because of your goodness, Lord?
Χρηστὸς καὶ εὐθὺς ὁ κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
Χρηστός ἐστιν καὶ εὐθύς, φησίν, ὁ κύριος εὖ διατιθέμενος τὰ πάντα καὶ τὴν εὐθεῖαν ὁδὸν ἀγαπῶν τά τε σκολιὰ εἰς εὐθεῖαν ἄγων. διὰ τοῦτο οὐκ ἀποστρέφεται οὐδὲ παρορᾷ καταλιμπάνων αὐτοὺς φθείρεσθαι ταῖς ἑαυτῶν ἁμαρτίαις· ἀλλ’ οἷα φιλάνθρωπος καὶ ἀγαθὸς σωτὴρ νοσούντων μᾶλλον ἢ ὑγιαινόντων τὴν φροντίδα ποιεῖται· καὶ τούτοις νομοθετεῖ μετανοίας ὁδοὺς ὑποδεικνὺς αὐτοῖς καὶ νόμους τοὺς ἁρμόζοντας αὐτοῖς πρὸς σωτηρίαν παρατιθέμενος. ἔστι γάρ τις καὶ ὁδὸς τοῖς ἁμαρτάνουσιν ἐπιδεδειγμένη σωτηρίας, ἡ τῆς ἐπιστροφῆς καὶ μετανοίας καὶ ἐξομολογήσεως, ὡς ἑτέρα οὖσα παρὰ τὴν τοῖς τελείοις δεδομένην. νομοθετῶν γὰρ ὁ θεός, ἄλλην μὲν ἁμαρτάνουσιν ὁδὸν δείκνυσιν, ἑτέραν δὲ τοῖς ἐπιστρέφουσιν ἐξ ἁμαρτίας καὶ ἄλλην πάλιν τοῖς ἐν ἀρετῇ προκόπτουσι καὶ ἑτέραν τοῖς τελειοτέροις. διὸ τοῖς μὲν ἁμαρτάνουσιν ὑποδείκνυσιν ὁδόν· τοὺς δὲ πραεῖς ὁδηγήσει ἐν κρίσει κεκριμένως καὶ αὐτῶν πρόνοιαν ποιούμενος ὡς βελτιόνων· διὸ καὶ μακαρισμῶν αὐτοὺς ἀξιοῖ κατὰ τὸ μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. τούτους δὲ καὶ διδάσκει ὁδοὺς αὐτοῦ. ἀντὶ δὲ τοῦ ὁδοὺς αὐτοῦ ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος ὁδὸν ἑαυτοῦ ἔφησεν. ταύτην γὰρ αὐτὸς ὁ σωτὴρ ὥδευσε τὴν ὁδὸν κατὰ τὸ λελεγμένον· μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.
The Lord is kind and upright; therefore he will legislate for those who sin on the way. He will guide the meek in judgment, he will teach the meek his ways. All the ways of the Lord are mercy and truth for those who seek out his covenant and his testimonies.
The Lord is kind and upright, he says, disposing everything well and loving the straight way, and leading the crooked to the straight. Therefore he does not turn away nor overlook them, abandoning them to be destroyed by their own sins; but, like a philanthropic and good savior, he takes care of the sick rather than the healthy; and for these he legislates, showing them ways of repentance and setting before them laws that are suitable for their salvation. For there is also a way of salvation shown to those who sin, that of return and repentance and confession, being different from the one given to the perfect. For God, in legislating, shows one way to those who sin, another to those who return from sin, and another again to those who advance in virtue, and another to the more perfect. Therefore, to those who sin he points out a way; but the meek he will guide in judgment, with discernment, taking care of them as better; hence he also deems them worthy of beatitudes, according to "Blessed are the meek, for they will inherit the earth." And these he also teaches his ways. Instead of "his ways," Aquila and Symmachus said "his own way." For the savior himself traveled this way, according to what has been said: "Learn from me, that I am meek and humble in heart.
κατὰ ταύτην οὖν ἄγων αὐτοὺς ὁδηγὸς αὐτῶν καὶ χειραγωγὸς γίνεται· διόπερ ὡς σοφὸς νομοθέτης, ἄλλην μὲν ὁδὸν ἐπιδείκνυσι τοῖς ἁμαρτάνουσιν, ἑτέραν δὲ τοῖς πράοις. πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. πολλαὶ μέν, φησίν, αἱ ὁδοὶ τοῦ κυρίου, πλὴν ἀλλ’ ἐν πάσαις τὸ ἔλεος αὐτοῦ προτρέχει· τῷ τε ἐλέει συμπαρορμᾷ ἡ ἀλήθεια· ἐλεεῖ γὰρ τὰ ὄντα καὶ οὐδὲν βδελύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατεσκεύασε. καθ’ ἑκάστην τοίνυν ὁδὸν τῆς τοῦ θεοῦ διοικήσεώς τε καὶ προνοίας τὸ ἔλεος αὐτοῦ προτρέχει, ἕπεται δὲ τῷ ἐλέῳ ἡ ἀλήθεια. τοῖς δ’ ἐκζητοῦσιν ἀσχολουμένοις ὁ εἰπών· ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν, τὴν περὶ τῶν ζητουμένων ἀλήθειαν παραδίδωσιν. διαθήκη δὲ αὐτοῦ γενικῶς καὶ καθ’ ὅλου ὠνόμασται πᾶσα ἡ ἀνθρώποις παραδοθεῖσα θεόπνευστος γραφή. μαρτύρια δὲ αὐτοῦ τυγχάνει ἤτοι τὰ προφητικῶς περὶ αὐτοῦ ἐν τῇ θείᾳ γραφῇ μεμαρτυρημένα ἢ τὰ κατὰ διαμαρτυρίαν ὑπ’ αὐτοῦ τοῖς τὰ θεῖα παιδευομένοις παρηγγελμένα.
Leading them along this path, therefore, he becomes their guide and leader. Consequently, as a wise lawgiver, he shows one path to those who sin and another to the meek. All the ways of the Lord are mercy and truth for those who seek his covenant and his testimonies. Many, he says, are the ways of the Lord, but in all of them his mercy precedes; and truth accompanies mercy. For he has mercy on all that exists and abhors nothing that he has made; nor did he create anything out of hatred. Thus, on every path of God's governance and providence, his mercy precedes, and truth follows mercy. To those who are diligently seeking, the one who said, "Seek, and you will find; knock, and it will be opened to you," delivers the truth concerning what is sought. His covenant is generally and comprehensively named as the entire divinely inspired scripture given to humanity. His testimonies are either those things prophetically testified about him in the divine scripture, or those things commanded by him as a testimony to those being instructed in divine matters.
Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον;
Πᾶς ὁ τῷ φόβῳ τοῦ θεοῦ προσιέναι βουλόμενος θαρρῶν ἡκέτω εἰδώς, ὅτι αὐτὸς ὁ κύριος ὑποδεξόμενος οἷα διδάσκαλος μαθητὴν τὸν βουλόμενον αὐτῷ πλησιάζειν. πρῶτον μὲν πολλὰς ἐπιδείξει αὐτῷ ὁδούς, ἔπειτα νομοθετήσει, ὅπως δεῖ καθ’ ἑκάστην ὁδεύειν, ἣν ὁποίαν ἕλοιτό τις αὐτὸς ἑαυτῷ ταύτην βαδίζοι· ὡς γὰρ πολλαὶ μοναὶ παρὰ τῷ πατρί, οὕτως καὶ πολλοὶ βίοι τῶν κατὰ θεὸν προκοπτόντων. ἕκαστος δὲ ἑαυτῷ αἱρετίζει καὶ ἐκλέγεται, ἣν ἂν θέλοι ὁδόν· ἐν ἑκάστῳ δὲ βίῳ δυνατὸν ἀρέσαι θεῷ.
Νομοθετήσει αὐτῷ ἐν ὅδῳ, ᾗ ᾑρετίσατο. ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
Πᾶς ὁ τῷ φόβῳ τοῦ θεοῦ προσιέναι βουλόμενος θαρρῶν ἡκέτω εἰδώς, ὅτι αὐτὸς ὁ κύριος ὑποδεξόμενος, οἷα διδάσκαλος μαθητὴν τὸν βουλόμενον αὐτῷ πλησιάζειν. πρῶτον μὲν πολλὰς ἐπιδείξει αὐτῷ ὁδούς, ἔπειτα νομοθετήσει ὅπως δεῖ καθ’ ἑκάστην ὁδεύειν, ἣν ὁποίαν ἕλοιτό τις αὐτὸς ἑαυτῷ ταύτην βαδίζοι· ὡς γὰρ πολλαὶ μοναὶ παρὰ τῷ πατρί, οὕτως καὶ πολλοὶ βίοι τῶν κατὰ θεὸν προκοπτόντων. ἕκαστος δὲ ἑαυτῷ αἱρετίζει καὶ ἐκλέγεται ἣν ἂν θέλοι ὁδόν· ἐν ἑκάστῳ δὲ βίῳ δυνατὸν ἀρέσαι θεῷ.
Who is the man who fears the Lord?
Everyone who wishes to approach the fear of God, let him come confidently, knowing that the Lord himself will receive him as a teacher receives a disciple who wishes to draw near to him. First, he will show him many paths; then he will legislate how one must travel along each one, whichever path one might choose for oneself, that one should walk. For just as there are many abodes with the Father, so too are there many lives of those who advance according to God. Each one chooses and selects for himself whichever path he wishes; and in each life it is possible to please God.
He will legislate for him on the path which he has chosen. His soul will be lodged in good things, and his seed will inherit the land.
Everyone who wishes to approach the fear of God, let him come confidently, knowing that the Lord himself will receive him, as a teacher receives a disciple who wishes to draw near to him. First, he will show him many paths; then he will legislate how one must travel along each one, whichever path one might choose for oneself, that one should walk. For just as there are many abodes with the Father, so too are there many lives of those who advance according to God. Each one chooses and selects for himself whichever path he wishes; and in each life it is possible to please God.
Κραταίωμα κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς.
Ὁ μὲν Ἀκύλας ἀπόρρητον κυρίου ἐξέδωκεν· ὁ δὲ Σύμμαχος ὁμιλία κυρίου· ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις μυστήριον κυρίου. ἐντεῦθεν γὰρ εἰς τοσαύτην ἤλασε μακαριότητα ὁ ἀνωτέρω προλεχθεὶς φοβούμενος κύριον ἐκ τοῦ ὁμιλίαν τοῦ κυρίου καὶ ἀπόρρητον αὐτοῦ καὶ τὸ μυστήριον αὐτοῦ γνωστὸν αὐτῷ γεγονέναι, καὶ τὰ ἐν τῇ διαθήκῃ αὐτοῦ, τοῦτ’ ἔστιν ἐν τῇ θείᾳ γραφῇ, περιεχόμενα μυστήρια.
Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
Οὐ διὰ τὰ κατορθώματα ὥσπερ ὀφειλομένην τὴν σωτηρίαν αὐτῷ· οἶδα γάρ, ὅτι πάντα ποιήσας τὰ παρ’ ἐμαυτοῦ ἔτι τοῦ σοῦ ἐλέους δέομαι. διὸ ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με. σύνοιδα γὰρ ἐμαυτῷ πτωχῷ καὶ ἀβοηθήτῳ καὶ μὴ ἐπαρκοῦντι πρὸς σωτηρίαν. ἴδιόν τέ ἐστι πάντων τῶν θεοφιλῶν τὸ ἑαυτοὺς κακοῦν ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις καὶ διωγμοῖς, ἀλλ’ οὐ καὶ ἀγνοοῦσι τὸ τούτων τέλος· διὸ τυχεῖν αὐτοῦ παρὰ τοῦ θεοῦ ἱκετεύουσι λέγοντες· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ὡς ἂν διελθόντες τὰς τοῦ βίου ἀνάγκας, τὰς δὲ συμφορὰς καὶ τὰς περιστάσεις εἰπεῖν ποτε δυνηθεῖεν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
The Lord is a stronghold for those who fear him, and his covenant is to reveal itself to them.
Aquila rendered it as "the Lord's secret," Symmachus as "the Lord's communion," Theodotion and the fifth edition as "the Lord's mystery." For from this point the one who fears the Lord, mentioned above, advanced to such blessedness that the Lord's communion, his secret, and his mystery became known to him, as well as the mysteries contained in his covenant, that is, in the divine scripture.
Look upon me and have mercy on me, for I am alone and poor. The distresses of my heart have multiplied; lead me out of my necessities.
Not because of his achievements, as if salvation were owed to him; for I know that, having done everything on my part, I still need your mercy. Therefore, look upon me and have mercy on me. For I am aware of myself as poor and helpless and insufficient for salvation. It is characteristic of all who are dear to God to afflict themselves in distresses, in necessities, in straits and persecutions, but they are not ignorant of the end of these; therefore they beseech God to obtain it, saying: Lead me out of my necessities, so that, having passed through the necessities of life, they might one day be able to say of the misfortunes and circumstances: We passed through fire and water, and you led us out into refreshment.
Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, κύριε. λύτρωσαι, ὁ θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.
Τὰ μὲν παρ’ ἐμοῦ σπουδάζεται, τὰ δὲ παρὰ σοῦ τυχεῖν ἀξιῶ. ἐγὼ μὲν οὖν ἐμαυτὸν κολάζω, καὶ ὥσπερ δίκην εἰσπραττόμενος ὧν πρότερον ἐπλημμέλησα, ἐμαυτὸν τιμωροῦμαι ταπεινῶν ἐμαυτὸν ἐν κόποις καὶ πόνοις· σὺ δέ, ὁ θεός, οἷά τις ἀγωνοθέτης, τὸν ἐμὸν ἀγῶνα θεωρῶν καὶ τοὺς ἐμοὺς καμάτους δίδου τὴν ἄφεσιν τῶν ἁμαρτημάτων καὶ συγχώρει ὅσα πώποτε διεπραξάμην ἐν ἁμαρτίαις. ἀλλὰ καὶ θεασάμενος τοὺς ἐμοὺς ἐχθρούς, ὁπόσοι ὄντες ἐπεβούλευον, καὶ ὡς μῖσος ἄδικον ἐμίσησάν με, φύλαξ γενοῦ τῆς ἐμῆς ψυχῆς, καὶ ῥῦσαί με τῆς τῶν πολεμίων ἐπιβουλῆς. τοσαῦτα δὲ πράξας καὶ τοσαῦτα δεηθεὶς μὴ καταισχυνθῆναι ἀξιῶ. σὲ γὰρ ἐλπίδα ἐμαυτοῦ θέμενος ἀκριβῶς οἶδα καὶ πέπεισμαι, ὅτι ἡ ἐλπὶς οὐ καταισχύνει. ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε. λύτρωσαι, ὁ θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. καὶ τοῦτό μοι πρὸς τοῖς ἄλλοις κατορθώμασι μέγα ὑπῆρξε, καὶ σοὶ τῷ θεῷ φίλον· πολλοῖς γὰρ ἐγινόμην ὑπογραμμὸς καρτερίας βίου τε σεμνοῦ καὶ μετανοίας καὶ ἐξομολογήσεως· διὸ ἄκακοι ἄνδρες καὶ εὐθεῖς συνήπτοντό μοι κολλώμενοι καὶ συμβιοῦν ἀξιοῦντες δι’ οὐδὲν ἕτερον ἢ ὅτι ὑπέμενον καρτερῶν καὶ πάντα ὑπέφερον σὲ τὴν ἐμαυτοῦ ἐλπίδα προβεβλημένος. τούτοις ἅπασιν ἐπιλέγει·
See my humility and my labor, and forgive all my sins. See my enemies, that they have multiplied and have hated me with unjust hatred. Guard my soul and deliver me; may I not be put to shame, because I have hoped in you. Guileless and upright men clung to me, because I waited for you, Lord. Deliver, O God, Israel from all its afflictions.
The efforts are on my part, but I ask to obtain them from you. I therefore punish myself, and as if exacting a penalty for what I previously transgressed, I take vengeance on myself by humbling myself in toils and labors. But you, O God, like a judge of contests, beholding my struggle and my labors, grant the forgiveness of my sins and pardon all that I have ever done in sins. And also, having seen my enemies, how many they were who plotted against me, and how they hated me with unjust hatred, be a guardian of my soul, and deliver me from the plot of my enemies. Having done so much and prayed so much, I ask not to be put to shame. For I have placed my hope in you, and I know and am convinced that hope does not put to shame. Guileless and upright men clung to me, because I waited for you. Deliver, O God, Israel from all its afflictions. And this, in addition to my other achievements, was a great thing for me and pleasing to you, O God; for I became an example to many of endurance, of a virtuous life, of repentance, and of confession. Therefore, guileless and upright men attached themselves to me, clinging and deeming it worthy to live with me for no other reason than that I waited, enduring and bearing all things, having set you, my hope, before me. To all these things he adds:
λύτρωσαι, ὁ θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ· ἤτοι αὐτὸς ἑαυτὸν ἐξομολογούμενος Ἰσραὴλ ὀνομάζων διὰ τὰ προλεχθέντα αὐτοῦ κατορθώματα· τοιοῦτος γάρ ἐστιν ὁ κατὰ ψυχὴν Ἰσραήλ. ἢ ἄλλως διδασκόμενος μὴ ἑαυτὸν μόνον φυλάττειν μηδὲ αὐτῷ μόνῳ σπουδάζειν καὶ περὶ μόνου ἑαυτοῦ τὸν θεὸν ἱκετεύειν· μετὰ δὲ τὸ κατορθῶσαι καὶ εὖ τὰ καθ’ ἑαυτὸν διαθέσθαι ὑπὲρ τοῦ παντὸς λαοῦ τοῦ θεοῦ τὰς παρακλήσεις ἀναπέμπει· ἱκετεύει τε, ἵν’ ὥσπερ ἀνωτέρω ἑαυτὸν ἠξίου ῥυσθῆναι ἀπὸ τῶν ἑαυτοῦ θλίψεων, οὕτω καὶ πάντα τὸν τοῦ θεοῦ λαὸν κατὰ διάνοιαν Ἰσραὴλ ὀνομαζόμενον.
Τοῦ Δαυιδ. Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω.
Ἰδίως ἄν τις ἐπὶ τὸν Δαυῒδ ἀναφέρων τοὺς προκειμένους λόγους εἴποι ἂν ἐντυχίαν αὐτὸν ποιεῖσθαι πρὸς τὸν θεὸν περὶ τοῦ ἰδίου βίου. τοῦ γὰρ ἱεροῦ Ἀποστόλου φήσαντος· πρῶτον πάντων δεῖ ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας· καὶ διελόντος τὰ προλεχθέντα εἰς εἴδη τέσσαρα ἡμᾶς προσήκει τὴν διάνοιαν τοῖς ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ἐμφερομένοις ἐφιστᾷν τὸν νοῦν, ἐπισημαινομένους τίνες μὲν αὐτῶν περιέχουσι δεήσεις καὶ τίνες προσευχὰς καὶ τίνες ἐντεύξεις καὶ ἐπὶ πᾶσι τίνες εὐχαριστίας· τί τε διαφέρει θάτερον θατέρου ἀναλέγεσθαί τε ἀπὸ πάσης τῆς βίβλου τῶν ψαλμῶν τὰ ἰδιώματα τῶν εἰρημένων· οἷον τὰς μὲν δεήσεις ἀπὸ τῶν περιεχόντων παρακλήσεις καὶ ἱκετηρίας, ἐν αἷς δὲ καὶ ἐξομολογήσεις φέρονται· ὁποῖός ἐστιν ὁ εἰκοστὸς τέταρτος ψαλμὸς οὔτε ᾠδὴ οὔτε ψαλμὸς οὔτε ὕμνος οὔτε τι τοιοῦτον, ἀλλ’ ἁπλῶς τῷ Δαυῒδ ἐπιγεγραμμένος.
Deliver, O God, Israel from all his afflictions; that is, either he himself, confessing, names himself Israel on account of his previously mentioned righteous deeds; for such is the one who is Israel in soul. Or, otherwise, being taught not to guard only himself nor to be zealous only for himself nor to beseech God concerning only himself; but after having accomplished and set his own affairs in order, he sends up supplications on behalf of the whole people of God; and he beseeches that, just as above he deemed himself worthy to be delivered from his own afflictions, so also the whole people of God, called Israel in thought.
Of David. Judge me, Lord, for I have walked in my innocence, and hoping in the Lord I will not weaken.
One might say, referring the present words specifically to David, that he is making an entreaty to God concerning his own life. For the holy Apostle said: first of all, one must make petitions, prayers, intercessions, thanksgivings; and having divided the aforementioned into four forms, it is fitting for us to apply our mind to the meaning contained in the book of Psalms, noting which of them contain petitions and which prayers and which intercessions and, above all, which thanksgivings; and what distinguishes one from the other, and to gather from the whole book of Psalms the characteristics of the said forms; for example, petitions from those containing supplications and entreaties, in which also confessions are borne; such as the twenty-fourth psalm, which is neither an ode nor a psalm nor a hymn nor anything of that sort, but simply inscribed to David.
ποροσευχαὶ δέ εἰσιν, ὅσοι ἐν τῇ προγραφῇ προσευχῶν ἐπιγράφουσιν· οἷον ὁ ἓξ καὶ δέκατος, καὶ ὁ ὀγδοηκοστὸς πέμπτος, καὶ ὀγδοηκοστὸς ἔννατος, καὶ ἑκατοστὸς πρῶτος, καὶ ἑκατοστὸς τεσσαρακοστὸς πρῶτος. εὐχαριστίαι δέ εἰσιν οἱ ὁμοίως ἔχοντες τῷ ἑκατοστῷ δευτέρῳ, ἐν ᾧ εἴρηται· εὐλόγει ἡ ψυχή μου τὸν κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, καὶ τὰ ἑξῆς.
Ἔντευξιν δὲ περιέχει ὁ μετὰ χεῖρας, ἐν ᾧ γέγραπται· κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ τὰ ἑξῆς. ἐρεῖς οὖν, ἐπειδὴ ὄντως ἤρξατο ὁ Δαυίδ, ὡς οἱ θεοφιλεῖς ἄνδρες ἐν τοῖς ἑαυτῶν τοῦ βίου κατορθώμασιν εἶχόν τινα πλεονεκτήματα ἐξαίρετα, ἐν οἷς ἕκαστος αὐτῶν ἰδίως διαπρεπὴς γέγονεν· οἶον ὡς ἐπὶ παραδείγματος Ἰωσὴφ ἐν σωφροσύνῃ, Ἰὼβ τῇ τῶν δεινῶν ὑπομονῇ, Σολομὼν ἐν σοφίᾳ καὶ φρονήσει, Ἀβραὰμ διὰ τῆς πίστεως δεδικαιῶσθαι λέγεται, καὶ ἄλλος πάλιν ἐν ἄλλῳ ἀρετῆς ἀγῶνι μεμαρτύρηται διαλάμψας. τούτοις οὖν ὁμοίως καὶ ὁ Δαυῒδ ἐξαίρετον ἀρετὴν κτησάμενος ἀναγέγραπται τὴν ἀνεξικακίαν, δι’ ἣν καὶ τὸν Σαοὺλ ἤνεγκε μυρία κατ’ αὐτοῦ δεδρακότα, ἅπερ πράως καὶ ἀνεξικάκως ὑπομείνας ἀναγέγραπται. ἐπεὶ τοίνυν ἐξαίρετος ἦν αὕτη τοῦ Δαυῒδ ἀρετὴ, λέγω δὲ ἡ τῆς πραότητος καὶ ταπεινοφροσύνης καὶ ἀνεξικακίας, ταῦτα πάντα ὁμοῦ περιλαβὼν ἀκακίαν αὐτὰ ὠνόμασε· καὶ ὡς ἐν τούτῳ μάλιστα τῷ μέρει κατορθώσας ἐν τῇ πρὸς τὸν θεὸν ἐντεύξει φησί· κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην.
There are also prayers, as many as in the superscription are inscribed as prayers: for example, the sixteenth, the eighty-fifth, the eighty-ninth, the hundred and first, and the hundred and forty-first. There are thanksgivings, those similarly having the character of the hundred and second, in which it is said: "Bless, my soul, the Lord, and do not forget all his recompenses," and so forth.
The present psalm contains an entreaty, in which it is written: "Judge me, O Lord, for I have walked in my innocence," and so forth. You will say, then, since David truly began, as the God-loving men in their own life's achievements had certain exceptional advantages, in which each of them became especially distinguished: for example, Joseph in temperance, Job in endurance of evils, Solomon in wisdom and prudence, Abraham is said to have been justified through faith, and another again is testified to have shone in another contest of virtue. Similarly to these, David also is recorded as having acquired an exceptional virtue, namely forbearance, on account of which he endured Saul, who had done countless things against him, which he is recorded as having suffered mildly and with forbearance. Since, therefore, this virtue of David was exceptional—I mean that of gentleness, humility, and forbearance—he encompassed all these together and named them innocence; and as having succeeded especially in this respect, he says in his entreaty to God: "Judge me, O Lord, for I have walked in my innocence.
ἐπεὶ δὲ μέγα περὶ ἑαυτοῦ ἀπεφήνατο, ὥσπερ ἐγκαυχησάμενος τῷ ἐξαιρέτῳ ἑαυτοῦ κατορθώματι τῆς ἀκακίας ἢ τῆς ἁπλότητος, ἐπιλαμβάνεται αὐτὸς ἑαυτοῦ καὶ ἐπιλέγει ἀναγκαίως ἑξῆς· καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω. ἀναγκαίως οὖν συνέπλεξεν ἑαυτὸν τῇ ἐπὶ τὸν κύριον ἐλπίδι καὶ ἑαυτοῦ κατηγορεῖ ὡς δυναμένου σαλευθῆναι καὶ ἐκτραπῆναι καὶ ἐξασθενῆσαι. πλὴν οὐδὲν πείσεσθαι διὰ τὴν εἰς θεὸν ἐλπίδα θαρρῶν διεβεβαιοῦτο· ᾔδει γάρ, ὅτι ἡ ἐλπὶς οὐ καταισχύνει κατὰ τὸν ἀπόστολον.
Δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστίν, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
Οὐχ ὡς ἀλαζονευόμενος οὐδ’ ἐπαιρόμενος ἔλεγε τό· δοκίμασόν με, κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου, ἀλλ’ ὡς ἐν εὐχῇ παρακαλῶν ὑπὸ τοῦ θεοῦ καθαρθῆναι διὰ τῆς πυρώσεως, εἰ δέοιτο καθάρσεως. παρακαλεῖ τοίνυν δοκιμασθῆναι καὶ πειρασθῆναι τὴν προλεχθεῖσαν αὑτοῦ ἀρετήν, καθ’ ἢν διαπρέψας ἀποδέδεικται οὐκ ἐφ’ ἑαυτῷ πεποιθώς, ἀλλ’ ἐπὶ τῷ τοῦ θεοῦ ἐλέῳ. οὕτω γοῦν, φησί, διὰ παντὸς σὲ τὸν θεὸν καὶ τὸν σὸν ἔλεον πρὸ ὀφθαλμῶν ἔχων πάντα τὸν ἐμαυτοῦ βίον καὶ πάσας μου τὰς πράξεις ἐπαιδαγώγουν ὡς εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου. οὐ γὰρ μεθ’ ὑποκρίσεως, ἀλλ’ ἐν ἀληθείᾳ περιεπάτησα καὶ ἀνεστράφην μόνῳ τῷ θεῷ εὐαρεστῆσαι σπουδάζων.
Since he made a great declaration about himself, as if boasting of his exceptional achievement of innocence or simplicity, he takes himself to task and necessarily adds next: "And hoping in the Lord, I will not grow weak." So he necessarily bound himself to hope in the Lord and accuses himself as capable of being shaken, turned aside, and weakened. Yet he confidently affirmed that he would suffer nothing because of hope in God; for he knew that hope does not disappoint, according to the Apostle.
"Test me, Lord, and try me, burn my kidneys and my heart. For your mercy is before my eyes, and I have pleased in your truth."
He did not say, "Test me, Lord, and try me, burn my kidneys and my heart," as one boasting or being puffed up, but as one in prayer entreating to be purified by God through burning, if he needed purification. So he entreats to be tested and tried in his aforementioned virtue, in which he has been shown to excel, not trusting in himself but in God's mercy. Thus, he says, I always kept you, God, and your mercy before my eyes, and I educated my whole life and all my actions so as to please in your truth. For I did not walk with hypocrisy, but in truth I walked and conducted myself, striving only to please God.
Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
Εἴ που τοίνυν συνήρχοντο κατὰ τὸ αὐτὸ ἄνδρες οὐ σπουδαῖοι οὐδ’ ἐπὶ σπουδαίοις πράγμασι συνεδρεύοντες, ἐπὶ ματαίοις δὲ καὶ οὐκ ἀναγκαίοις ποιούμενοι τὴν σύνοδον· τούτους, φησίν, ἔφευγον ὥστε μὴ συμπεριπλέκεσθαι αὐτῶν τῇ ματαιότητι, ὡς καὶ παρὰ τὸν θεῖον νόμον τολμᾷν τινὰ δρᾷν· καὶ τούτους ἔτι μᾶλλον ἔφευγον παραιτούμενος τὴν ἅμα αὐτοῖς εἰς τὴν πλάνην εἴσοδον. καὶ εἴ ποτε δὲ ἑώρων ἐκκλησιάζοντάς τινας καὶ οὐκ ἐπὶ ματαιότητος συνερχομένους, ἀλλ’ οὐδ’ ἐπὶ παρανόμοις ἔργοις, ἀλλ’ ἐπὶ πονηροῖς καὶ ἀσεβέσι δόγμασιν, ἐν ἐκκλησίᾳ δῆθεν συγκροτουμένους, τούτους δὴ μάλιστα παρὰ τοὺς προλεχθέντας μίσους ἀξίους ἡγούμην. καὶ ἕτερον δὲ τάγμα παρὰ τὰ προλελεγμένα εἰδὼς τὸ τῶν ἀσεβῶν τῶν τὸν θεὸν μὴ εἰδότων εἰδωλολατρείαις καὶ πλάνῃ καλινδουμένων ἀνεχώρουν αὐτῶν, ὡς μηδὲ βούλεσθαι αὐτοῖς συγκαθέζεσθαι μηδ’ ἐπὶ πολὺ συγχρονίζειν, μὴ ἄρα τις ἐξ αὐτῶν γένοιτό μοι μετάδοσις ἀσεβείας· διὸ φημί· καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
I did not sit with a council of vanity, and with those who transgress the law I will not enter; I hated a gathering of those who do evil, and with the impious I will not sit.
If, then, men who were not serious nor assembled for serious matters came together in the same place, holding their meeting for vain and unnecessary things, he says he fled from these so as not to become entangled in their vanity, as also when some dared to act contrary to divine law. And he fled from these even more, refusing to enter into error together with them. And if ever he saw some gathering together and not assembling for vanity, nor for unlawful deeds, but for evil and impious doctrines, supposedly convened in a gathering, he considered these especially, beyond those previously mentioned, worthy of hatred. And knowing another order beyond those previously mentioned, that of the impious who do not know God, wallowing in idolatries and error, he withdrew from them, so as not even to wish to sit with them or to spend much time with them, lest perhaps some transmission of impiety come to me from them. Therefore I say: and with the impious I will not sit.
Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε, τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου. μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
Κυκλῶν σου τὸ θυσιαστήριον ὕμνους ἀνέπεμπον ἀντὶ θυσίας καὶ τὴν ἐμὴν φωνὴν ἀκουστὴν ἐποίουν τοῖς πλησιάζουσιν ὥστε πάντας ἀκούειν τῆς ἐμῆς φωνῆς αἰνούσης σε τὸν θεὸν καὶ διηγουμένης πάντα τὰ θαυμάσιά σου. ἐν γὰρ τοῖς εἰς σὲ ὕμνοις συμπαρελάμβανον τὰς θαυμασίας σου πράξεις, ἃς ἐνεδείξω τοῖς ἡμετέροις προπάτορσιν. οὐ μόνον δὲ τὸ θυσιαστήριόν σου ἐκύκλουν, ἀλλὰ καὶ πάντα τὸν οἶκόν σου ἠγάπησα, κύριε· καὶ τούτου μάλιστα τὴν εὐπρέπειαν θεωρουμένην ἐν εὐσεβέσι δόγμασι καὶ λόγοις ἔν τε τοῖς θεοπνεύστοις ἀναγνώσμασιν. εὐπρέπεια δὲ εἴη τοῦ οἴκου τοῦ θεοῦ καὶ ὁ τῶν συνερχομένων κόσμος ὅ τε βίος ὁ ἀνεπίληπτος καὶ τὸ κόσμιον τοῦ πλήθους καὶ ἡ ὁμοφροσύνη τῶν συνερχομένων.
I will wash my hands among the innocent and encircle your altar, Lord, to hear a voice of praise and to recount all your wonders. Lord, I have loved the seemliness of your house and the place of the encampment of your glory. Do not destroy my soul together with the impious, nor my life with men of blood, in whose hands are lawless deeds, whose right hand is filled with bribes.
Encircling your altar, I sent up hymns instead of sacrifice, and I made my voice audible to those nearby, so that all might hear my voice praising you, the God, and recounting all your wonders. For in the hymns to you I included your wondrous deeds, which you displayed to our forefathers. Not only did I encircle your altar, but I also loved your whole house, Lord; and especially its seemliness, which is observed in pious doctrines and words and in the divinely inspired readings. The seemliness of the house of God would also be the order of those who assemble, the blameless life, the decorum of the multitude, and the concord of those who gather.
Ἀλλ’ ἐπεὶ καὶ αὐτὸ ἔδαφος δι’ ὑπερβολὴν τῆς πρὸς θεὸν ἀγάπης ἀγαπητὸν τυγχάνει ταῖς φιλοθέοις ψυχαῖς ἕτερον ὂν παρὰ τὴν ἀποδοθεῖσαν ἡμῖν εὐπρέπειαν τοῦ οἴκου τοῦ θεοῦ, εἰκότως ἐπιλέγει· καὶ τόπον σκηνώματος δόξης σου.
Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με, κύριε, καὶ ἐλέησόν με. ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε.
Ἐπεὶ τοίνυν ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρηθήσεται ἡμῖν, καὶ ἐν ᾧ κρίματι κρίνομεν, κριθησόμεθα, διὰ τοῦτο συνεχῶς τὴν ἀκακίαν προβάλλεται, τουτέστι τὴν ἀμνηστίαν κακῶν καὶ τὴν πρὸς τοὺς εἰς αὐτὸν ἡμαρτηκότας ἀνεξικακίαν, ὡς ἂν καὶ αὐτὸς τῆς ἴσης παρὰ τοῦ θεοῦ τύχοι ἀμνηστίας ἐπὶ τῷ συμβεβηκότι αὐτῷ σφάλματι. καὶ ταῦτα ἱκετεύσας ἐπιθειάζει τῷ ἁγίῳ καὶ προφητικῷ πνεύματι λέγων ἑξῆς· ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε. προφητεύει γάρ, ὅτι, εἰ καί ποτε γέγονεν ἐν τοῖς ποσὶν αὐτοῦ σάλος καὶ κλόνος καὶ κίνησις, ἀλλ’ οὐ πεσεῖται ἐπὶ τούτοις, στήσεται δὲ ἐν εὐθύτητι μέλλων ἐν ἐκκλησίαις εὐλογεῖν τὸν θεὸν τὴν διὰ πασῶν τῶν ἐκκλησιῶν τοῦ θεοῦ μνήμην ἑαυτοῦ προαναφωνήσας· εἰς ἔτι γοῦν καὶ σήμερον καθ’ ὅλης τῆς οἰκουμένης ἐν ταῖς Χριστοῦ ἐκκλησίαις ὁ Δαυὶδ εὐλογεῖ τὸν κύριον.
But since even the very ground itself, due to the excess of love for God, is beloved to God-loving souls, being something other than the seemliness of the house of God that has been set forth for us, he fittingly adds: and the place of the encampment of your glory.
I walked in my innocence; deliver me, Lord, and have mercy on me. My foot stood in uprightness; in the assemblies I will bless you, Lord.
Since, therefore, by whatever measure we measure, it will be measured back to us, and by whatever judgment we judge, we will be judged, for this reason he continually puts forward innocence, that is, forgetfulness of evils and forbearance toward those who have sinned against him, so that he himself might receive equal forgetfulness from God for the error that has befallen him. And after making these supplications, he speaks with divine inspiration by the holy and prophetic spirit, saying next: My foot stood in uprightness; in the assemblies I will bless you, Lord. For he prophesies that, even if there has ever been a shaking and a disturbance and a movement in his feet, he will not fall on account of these things, but will stand in uprightness, about to bless God in the assemblies, having previously proclaimed his own memory throughout all the assemblies of God; for even to this day throughout the whole world, in the churches of Christ, David blesses the Lord.
Τοῦ Δαυιδ, πρὸ τοῦ χρισθῆναι. κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας εἰς τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροὶ μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.
Καὶ διὰ τοῦτο τί διδάσκει τὸ πνεῦμα τὸ προφητικόν; ὅπως προσήκει τὸν τῷ θεῷ ἀνακείμενον εὐχαριστεῖν αὐτῷ καὶ ὁποῖα παρὰ τοῦ θεοῦ αἰτεῖν. περιέχει δὲ ὁ λόγος εὐχαριστίαν. εἰκότως τοίνυν οὔτε ψαλμὸς οὔτε ᾠδὴ οὔτε τι τῶν παραπλησίων ἐπιγέγραπται· κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; ὁ μὲν τὴν ψυχὴν ἐν νυκτὶ καὶ σκότῳ καλινδούμενος οὐκ εἰδώς, ὅποι φέρεται καὶ ὅπως προσκόπτει, μυρία κακὰ φοβηθήσεται, ὡς ἂν παντελῶς ἐπισπώμενος· ὅθεν πάντα φόβον ὑπιδόμενος καταπτήσσει καὶ τῆς εἰς τὸν θεὸν ὁμολογίας ἔξαρνος γίνεται. ὁ δὲ τῆς ψυχῆς τοὺς ὀφθαλμοὺς ὑπὸ τῆς κυρίου ἐλλάμψεως φωτισθεὶς πρῶτον μὲν ἁπάντων αὐτὸν τὸν αὐτοῦ πρόμαχον καὶ σωτῆρα, ὁπόσος τίς ἐστι, θεωρεῖ· εἶτ’ ἔργῳ παραλαβών, ὡς ὁ τῶν ἁπάντων δεσπότης καὶ κύριος, θυρεὸς αὐτοῦ καὶ ὅπλον ἄμαχον καὶ ὑπερασπιστὴς καθέστηκεν, ἀτρεμὴς γίνεται, καὶ ἅτε τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἀτρεμεῖς ἔχων καὶ πεφωτισμένους πάντας τοὺς ἑαυτοῦ ἐχθρούς, εἴτε τοὺς τὸν θεὸν ἀγνοοῦντας ἀνθρώπους, εἴτε τὰς ἀοράτους καὶ πονηρὰς δυνάμεις ἐρήμους ὁρᾷ τοῦ τοσούτου σωτῆρος καὶ βοηθοῦ, καὶ ὡς ἤδη πεπτωκότας θεωρεῖ· διὸ πάσης αὐτῶν τῆς ἐπιβουλῆς καταγελᾷ θαρσῶν τῷ ἑαυτοῦ ὑπερμάχῳ· διό φησιν·
Of David, before he was anointed. The Lord is my light and my savior, whom shall I fear? The Lord is the defender of my life, at whom shall I tremble? When those who would harm me draw near to devour my flesh, those who oppress me and my enemies themselves have weakened and fallen.
And through this, what does the prophetic spirit teach? How it is fitting for one who is devoted to God to give thanks to him and what sort of things to ask from God. The discourse contains thanksgiving. Naturally, then, it is inscribed neither as a psalm nor as an ode nor as anything similar: The Lord is my light and my savior, whom shall I fear? One who rolls about in night and darkness, not knowing where he is carried or how he stumbles, will fear countless evils, as if utterly dragged along; hence, suspecting every fear, he cowers and denies his confession to God. But one whose eyes of the soul are illuminated by the Lord's radiance first of all beholds his own champion and savior, whatever he is; then, having taken him up in deed, as the master and lord of all has become his shield and invincible weapon and defender, he becomes fearless, and having the eyes of his soul steady and illuminated, he sees all his enemies, whether men ignorant of God or the invisible and evil powers, bereft of such a savior and helper, and beholds them as already fallen; therefore he laughs at all their plotting, trusting in his own defender; therefore he says:
εἰ μὲν μή μοι ὁ τοσοῦτος παρῆν βοηθὸς φωτίζων μου τὴν ψυχὴν καὶ ὑπερασπίζων μου τῆς ζωῆς, εἰκότως ἐφοβήθην ἂν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας τούς τε ὑπὸ τούτων ἐνεργουμένους καὶ κατὰ τῶν τοῦ θεοῦ ἀθλητῶν ἐπανισταμένους. ἱκανοὶ γὰρ ἦσαν οὗτοι θορυβῆσαι τὴν ψυχήν μου μὴ πεφωτισμένην· ἐπεὶ δὲ αὐτὸς ὁ τῶν ὅλων δεσπότης, ὁ τοῦ θεοῦ υἱός, φωτισμὸς τυγχάνει, ὁ αὐτὸς δὲ καὶ σωτήρ μου ἐστίν, εἰκότως φήσαιμ’ ἄν· τίνα φοβηθήσομαι; οὐδένα γὰρ ἐπιστραφήσομαι τῶν τοσούτων ἐχθρῶν οὐδὲ ἀπό τινος τούτων δειλιάσω θαρσῶν τῷ ὑπερασπιστῇ τῆς ζωῆς μου. πάλιν δ’ ἐνταῦθα τηρήσεις, ὡς τὸ σωτήρ μου ἐν τῷ Ἑβραϊκῷ τὸ ὄνομα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ αὐτοῖς χαρακτῆρσιν Ἑβραϊκοῖς περιέχει, ἐν οἷς ἄν τις τὸν Ἰησοῦν γράψειεν. ὁ δὲ ταῦτα λέγων διδάσκει ὁποίου πειραθεὶς τοῦ ἑαυτοῦ σωτῆρος τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς κατεγέλασε· διό φησιν· ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντες καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. οἱ μὲν ἐπίεσάν μοι θηρίων ἀτιθάσσων δίκην μονονουχὶ καταπιεῖν με βουλόμενοι καὶ αὐτάς μου καταμασήσασθαι τὰς σάρκας. διὸ λέλεκται παρὰ τῷ Συμμάχῳ· ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακούργους εἰς τὸ καταφαγεῖν τὰς σάρκας μου. ἀλλ’ οἱ ταῦτα κατ’ ἐμοῦ διανοηθέντες καὶ ἤδη πλησίον γενόμενοι τῶν ἐμῶν σαρκῶν, οὐκ οἶδ’ ὅπως, ἅπερ πρᾶξαι κατ’ ἐμοῦ διανενόηντο, ταῦτα πεπόνθασιν· αὐτοὶ γάρ, φησίν, ἠσθένησαν καὶ ἔπεσαν οὐδὲν ἐμοῦ κατ’ αὐτῶν ἐνηργηκότος·
If such a great helper were not present with me, illuminating my soul and defending my life, I would naturally have feared the principalities and powers and world-rulers of this darkness, and the spiritual forces of evil, and those who are energized by them and rise up against the athletes of God. For these were capable of troubling my soul if it were not illuminated. But since the Lord of all, the Son of God, is illumination, and he is also my savior, I would naturally say: Whom shall I fear? For I shall turn away from none of these many enemies, nor shall I tremble at any of them, trusting in the defender of my life. Again, observe here that the phrase "my savior" in the Hebrew contains the name of our savior Jesus Christ in Hebrew characters, in which one might write Jesus. The one who says this teaches what kind of experience he had of his own savior, so that he laughed at the plot of his enemies. Therefore he says: When those who would harm me draw near to devour my flesh, those who oppress me and my enemies, they themselves grew weak and fell. Some pressed upon me like untamed beasts, all but wanting to swallow me and chew up my very flesh. Hence it is said in Symmachus: When evil-doers draw near to devour my flesh. But those who plotted these things against me and had already come near to my flesh, somehow, what they had intended to do to me, they themselves suffered. For they themselves, he says, grew weak and fell, though I had done nothing against them.
ἀλλὰ δηλαδὴ τοῦ ἐμοῦ φωτὸς καὶ τοῦ ἐμοῦ σωτῆρος ἀπορρήτῳ καὶ θεϊκῇ δυνάμει κατ’ αὐτῶν στρατευσαμένου καὶ καταβαλόντος αὐτούς, ἵν’ ἐγώ τε ῥυσθείην τῆς αὐτῶν ἐπιβουλῆς καὶ μηδὲν βλαβείην, αὐτοί τε ὠφεληθεῖεν τῆς ἑαυτῶν κακίας ἐξασθενήσαντες, κερδάναντες τῷ μὴ τὴν ἑαυτῶν αὐξῆσαι μοχθηρίαν διὰ τῆς κατ’ ἐμοῦ βλάβης.
Μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσέν με.
Κάλλος κυρίου καὶ εὐπρέπεια καὶ τερπνότης ἐν τῷ οἴκῳ τοῦ θεοῦ θεωρεῖται, δηλαδὴ ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ, διὰ τῶν θεοπνεύστων καὶ ἱερῶν μαθημάτων, ἐν οἷς τὸ ἀληθινὸν τοῦ λόγου κάλλος καὶ ἡ ἀληθὴς εὐπρέπεια, ᾗ καὶ αὐτὸς ἐπιτέρπεται ὁ θεὸς καὶ ἐμπολιτεύεται. οὐκ ἂν δὲ ἁμάρτοις εὐπρέπειαν λέγων καὶ τὸν σώφρονα καὶ σεμνὸν βίον καὶ πᾶσαν τὴν ἐνάρετον πολιτείαν τῶν ἐν θεοσεβείᾳ διαπρεπόντων. ὅτι ἔκρυψέ με ἐν σκηνῇ· ἐν ἡμέρᾳ κακῶν ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. ἐν πέτρᾳ ὕψωσέ με. ταῦτά μοι πάντα παρέσχεν ὁ σωτήρ μου ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου. οἱ μὲν γὰρ ἠσθένουν καὶ ἔπιπτον· ἐγὼ δὲ ὑπὸ τῆς αὐτοῦ δεξιᾶς ἐκρυπτόμην ἐν σκηνῇ κατοικῶν διὰ τὸ ἐν ἐρημίαις τὰς διατριβὰς ποιεῖσθαι, καὶ μὴ ἔχειν τότε τὸν οἶκον τοῦ θεοῦ μηδὲ τὸν ναὸν αὐτοῦ. ἀλλὰ καὶ ἐσκέπασέ με ἐν τῇ τῶν κακῶν ἡμέρᾳ, τουτέστιν ἐν καιρῷ τῶν διωγμῶν καὶ τῶν πειρατηρίων·
But clearly, with the ineffable and divine power of my light and my savior having campaigned against them and cast them down, so that I might be rescued from their plot and suffer no harm, and they themselves might benefit, having been weakened in their own wickedness, gaining by not increasing their depravity through harm done to me.
I asked one thing of the Lord, and this I will seek: that I dwell in the house of the Lord all the days of my life, that I behold the delightfulness of the Lord and visit his temple. For he hid me in a tent on the day of my evils; he sheltered me in the hidden part of his tent; he raised me up on a rock.
The beauty, comeliness, and delightfulness of the Lord are beheld in the house of God, that is, in his church, through the inspired and sacred teachings, in which lie the true beauty of the word and the true comeliness, with which God himself is delighted and in which he dwells. Nor would you err in calling comeliness the temperate and reverent life and the whole virtuous conduct of those who excel in piety. For he hid me in a tent; on the day of evils he sheltered me in the hidden part of his tent; he raised me up on a rock. All these things my savior provided for me when those who would harm me drew near to devour my flesh. For some grew weak and fell; but I, by his right hand, was hidden, dwelling in a tent because I made my abode in deserts, and at that time had neither the house of God nor his temple. But he also sheltered me on the day of evils, that is, in the time of persecutions and trials.
οὐκ ἀλλαχοῦ που, ἀλλ’ ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. νοήσεις δὲ τὸ λελεγμένον ἀπὸ τῶν παρὰ Μωϋσεῖ περὶ τῆς σκηνῆς ἀναγεγραμμένων καὶ περὶ τῶν ἐσωτάτω τῆς σκηνῆς τῶν τοῖς πᾶσιν ἀβάτων, ἅπερ ἐκάλουν ἅγια ἁγίων. ταῦτα γὰρ ἦν τὰ ἀπόκρυφα τῆς σκηνῆς. οὕτω τοίνυν καὶ ἐν τῷ καιρῷ τῶν πειρατηρίων αὐτὸς ἐμὸς κύριος καὶ σωτὴρ ἐσκέπασε καὶ ἀπέκρυψέ με ἐν τῷ ἐσωτάτῳ τῆς αὑτοῦ σκηνῆς· οὐ πάντως ἐν τόπῳ τοίῳ δὴ καταστήσας, ἀλλ’ ἐν ψυχῆς καταστάσει ἡγιασμένῃ καὶ τῆς τῶν πολλῶν κοινότητος ἀποκεχωρισμένῃ. καὶ ταῦτα, φησί, περὶ ἐμὲ ἐγίνετο μέχρι καιροῦ τῆς τῶν κακῶν ἡμέρας κατὰ τὸ λελεγμένον ἐν ἑτέροις· βάδιζε, ὁ λαός μου, εἴσελθε εἰς τὰ ταμεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου. ἀλλ’ οὐκ εἰς τὸ παντελὲς κρύπτεσθαί με βουληθεὶς οὐδ’ ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ λανθάνειν, καὶ μόνον ὠφελεῖσθαι, χρήσιμον δὲ καὶ ἕτερον καταστῆναι κρίνας ἐπὶ τέλει τῆς τῶν κακῶν ἡμέρας ἐν πέτρᾳ ὕψωσέ με. ἡ πέτρα δὲ ἦν, φησὶν ὁ ἀπόστολος, ὁ Χριστός. ἐν γὰρ τῷ αὑτοῦ λόγῳ καὶ τῇ αὑτοῦ σοφίᾳ καὶ τῇ δυνάμει τῇ σωτηρίῳ ὕψωσέ με ὁ πάλαι ἀποκρύψας ἐν τῇ σκηνῇ αὐτοῦ καὶ σκεπάσας ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ ἐν ἡμέρᾳ κακῶν. παραγαγὼν γὰρ τὰ κακὰ καὶ τὸν καιρὸν τῶν ἐχθρῶν καὶ τῶν θλιβόντων με πολεμίων εἰς εὔδιον καὶ εἰρηναῖον λιμένα κατέστησεν ἀγαγών τε εἰς τὸ ἐμφανὲς τὸν πάλαι κρυπταζόμενον, μετέωρον ἐπῆρε καὶ ὑψηλὸν ἔστησεν, ὡς πᾶσιν ὁρᾶσθαι καὶ παρὰ τοῖς πᾶσι δοξάζεσθαι ἡδρασμένον καὶ τεθεμελιωμένον ἐν τῇ ἀρραγεῖ καὶ ἀσφαλεστάτῃ αὐτοῦ πέτρᾳ.
Not elsewhere, but in the hidden part of his tent. You will understand what has been said from what is recorded by Moses concerning the tent and concerning the innermost parts of the tent, which are inaccessible to all, which they called the holy of holies. For these were the hidden parts of the tent. Thus, then, also at the time of the trials, my own Lord and Savior sheltered and hid me in the innermost part of his tent, not by placing me in some such place, but in a sanctified state of soul separated from the commonality of the many. And these things, he says, happened to me until the time of the day of evils, according to what is said elsewhere: "Walk, my people, enter into your chambers, close your door, hide yourself for a little while, until the wrath of the Lord passes by." But not wishing me to be hidden completely nor to lie concealed in the hidden part of his tent and be benefited only, but having judged it useful for me to become something else as well, at the end of the day of evils he raised me up on a rock. And the rock was, the apostle says, Christ. For by his own word and his own wisdom and the saving power, he who formerly hid me in his tent and sheltered me in the hidden part of his tent on the day of evils raised me up. For having led the evils and the time of the enemies and of the foes who were oppressing me into a fair and peaceful harbor, and having brought into the open the one who was formerly hidden, he lifted me up high and set me aloft, so as to be seen by all and glorified by all, established and founded on his unbreakable and most secure rock.
Καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου ἐπ’ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ.
Νοήσεις ἐπιστήσας ὅπως εἴρηται παρὰ τῷ ἀποστόλῳ τό· ἕως οὗ τὸ σήμερον καλεῖται. οὕτω γὰρ ἐρεῖς καὶ ἐπὶ τοῦ παρόντος τὸ διαρκὲς τοῦ χρόνου σημαίνεσθαι. ὁ γὰρ τοῦ θεοῦ ἄνθρωπος, τὰ νικητήρια κατὰ τῶν ἐχθρῶν εἰληφὼς, ἀεὶ τῆς τῶν ἐχθρῶν κεφαλῆς ἀνώτερος γίνεται· οὕτως καὶ αὐτὸς ὁ Δαυῒδ μέχρι τοῦ παρόντος χρόνου ἐπαίρεται καὶ ὑψοῦται καθ’ ὅλης τῆς οἰκουμένης ᾀδόμενος καὶ βοώμενος παρὰ πᾶσι τοῖς ἔθνεσι, καὶ ὕψωταί γε ἀληθῶς ἡ κεφαλὴ αὐτοῦ ἐπὶ τοὺς πάλαι γενομένους αὐτοῦ ἐχθροὺς τὰς ἀοράτους δυνάμεις. ὁ δὲ τοῦ θεοῦ ἄνθρωπος, τοῦτον ὑψωθεὶς τὸν τρόπον οὐκ ἀργίᾳ ἑαυτὸν δίδωσιν οὐδὲ ἀπραξίᾳ, πλείονα δὲ σπουδὴν περὶ τὴν τοῦ θεοῦ λατρείαν εἰσφέρει. διὸ ἐπιλέγει· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. αὗται δὲ ἦσαν αἱ διὰ φωνῆς καὶ θεολογίας ὕμνων τε καὶ εὐχαριστίας ἀναπεμπόμεναι. ἐν μὲν οὖν τῷ πρὸ τούτου ψαλμῷ μελλητικῶς ἐδιδάσκετο λέγειν ὁ τὰ θεῖα παιδευόμενος· νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε· ἐνταῦθα δὲ ὡς ἤδη προκύψας καὶ τυχὼν τῆς εὐχῆς τὸ ἀποτέλεσμα τῆς ἐπαγγελίας, ἐπάγει λέγων· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ· καὶ ἐν μὲν τοῖς ἔμπροσθεν ἐλέγετο· τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως· ἐνταῦθα δέ· ᾄσω καὶ ψαλῶ τῷ κυρίῳ.
And now behold, he has raised my head above my enemies: I have gone around and sacrificed in his tent a sacrifice of acclamation, I will sing and play the lyre for the Lord.
You will understand, if you attend, how it is said by the apostle: "until today is called." For thus you will say also in the present case that the duration of time is signified. For the man of God, having taken the victory over his enemies, always becomes higher than the head of his enemies. Thus David himself up to the present time is exalted and raised up throughout the whole world, being sung and proclaimed among all nations, and truly his head has been raised above his former enemies, the invisible powers. And the man of God, having been raised in this way, does not give himself over to idleness or inactivity, but brings greater zeal to the service of God. Therefore he adds: I have gone around and sacrificed in his tent a sacrifice of acclamation. And these were the sacrifices sent up through voice and theology, hymns and thanksgiving. Now in the preceding psalm, the one being instructed in divine matters was taught to say in a future sense: I will wash my hands in innocent ones, and I will go around your altar, Lord. Here, however, as one who has already advanced and obtained the prayer, he brings forward the fulfillment of the promise, saying: I have gone around and sacrificed in his tent a sacrifice of acclamation. And in the earlier passages it was said: to hear a voice of praise; here: I will sing and play the lyre for the Lord.
Σοὶ εἶπεν ἡ καρδία μου· ἐζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, κύριε, ζητήσω. μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ· μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ θεὸς ὁ σωτήρ μου.
Ἀντὶ δὲ τοῦ σοὶ εἶπεν ἡ καρδία μου, ἐζήτησέ σε τὸ πρόσωπόν μου, ὁ Σύμμαχος σαφέστερον ἐξέδωκεν εἰπών· σοὶ προσελάλει ἡ καρδία μου· σὲ ἐζήτει τὸ πρόσωπόν μου. τὸ γὰρ τῆς ψυχῆς πρόσωπον τὴν ἁρμόττουσαν θέαν ἐπόθει. τούτου δὲ καὶ Μωϋσῆς ποτε τυχεῖν ἠξίου λέγων τῷ θεῷ· ἰδοὺ εὕρηκα χάριν ἐνώπιόν σου· ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε· ὅπως ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτρίζοιτο, διό φησι· τὸ πρόσωπόν σου, κύριε, ζητήσω· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. εἰ γὰρ εἰς ἄκρον τελειότης καὶ ἡ κατὰ θεὸν ὑστάτη προκοπὴ αὕτη ἂν γένοιτο ἡ ἐπὶ τὸ πρόσωπον ἄγουσα τοῦ θεοῦ ὡς παρεστάναι αὐτῷ καὶ τῶν μαρμαρυγῶν τῆς αὐτοῦ θεότητος ἀπολαύειν. εἰδὼς δέ, ὅτι πολλάκις ὁ θεὸς ἀπὸ τῶν μὴ χωρούντων τὸ αὐτοῦ πρόσωπον μηδὲ ἐξιὼν αὐτοῦ ὄντων ἀποστρέφει ἑαυτὸν τὰ νῶτα ἑαυτοῦ δεικνύς, ὥσπερ οὖν τῷ Μωϋσεῖ ἔλεγεν· ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι· ἵν’ οὖν μὴ τοῦτο πάθοι ὁ διὰ τῶν προκειμένων δηλούμενος ἱκετεύει καὶ δέεται λέγων· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ· μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ θεὸς ὁ σωτήρ μου. ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπέ με· ὁ δὲ κύριος προσελάβετό μου. μὴ ὅτι τοιαῦτα τετόλμηκα, ἀποστράφῃς με τὸν δοῦλόν σου.
My heart said to you; my face sought you; your face, Lord, I will seek. Do not turn your face away from me; do not turn away in anger from your servant; be my helper, do not spurn me and do not abandon me, my God and savior.
Instead of "my heart said to you, my face sought you," Symmachus more clearly rendered it, saying: "my heart spoke to you; my face sought you." For the face of the soul longed for the fitting vision. And Moses once deemed it worthy to obtain this, saying to God: "Behold, I have found grace before you; reveal yourself to me; let me see you clearly"; so that with unveiled face he might behold the glory of the Lord. Therefore he says: "Your face, Lord, I will seek; do not turn your face away from me." For if there is any ultimate perfection and final advancement according to God, it would be this: to be led to the face of God, so as to stand before him and enjoy the radiances of his divinity. But knowing that often God turns himself away from those who cannot bear his face nor are worthy of him, showing them his back—just as he said to Moses: "You will see my back, but my face will not be shown to you"—so that the one indicated in the preceding verses might not suffer this, he entreats and beseeches, saying: "Do not turn your face away from me; do not turn away in anger from your servant. Be my helper, do not spurn me, and do not abandon me, my God and savior." For my father and my mother abandoned me; but the Lord took me in. Not because I have dared such things, turn away your servant.
οὐ γὰρ ἐφεῖται ἀνθρώπῳ σάρκα περιβεβλημένῳ τῶν τοιούτων ἀξιοῦσθαι· διὸ ἔλεγες τῷ Μωϋσεῖ· οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. ἀδυνατεῖ γὰρ ἡ θνητὴ ζωὴ πρὸς τὴν θέαν τοῦ προσώπου σου· διὸ μᾶλλον βοηθός μου γενοῦ πρὸς τὸ τυχεῖν τῶν ᾐτημένων. μὴ ἀποσκορακίσῃς με· ἀνθ’ οὗ ὁ Σύμμαχος· μὴ ἀπορρίψῃς με ἐξέδωκεν· ὁ δὲ Ἀκύλας· μὴ ἐάσῃς με. εἶτ’ ἐπιλέγει· καὶ μὴ ἐγκαταλείπῃς με, ὁ θεὸς ὁ σωτήρ μου. σοῦ γὰρ ἀντιλαμβανομένου καὶ δεξιὰν ὀρέγοντος πάντων ἐλπὶς τυχεῖν τῶν ἀγαθῶν, ἐπεὶ μηδεὶς ἕτερός μοι πάρεστι βοηθός· τῶν γὰρ ἐν ἀνθρώποις ἀναγκῶν οὐδεὶς ἂν γένοιτο πατρὸς καὶ μητρὸς μᾶλλον προσφιλής· οὗτοι δὲ αὐτοὶ καταλελοίπασί με διὰ τὸ πάντων αὐτῶν ἀνακεχωρηκέναι καὶ σοὶ μόνῳ σχολάζειν τῷ θεῷ ὅθεν καὶ χάριν ὁμολογῶ, ὅτι πάντων ἔρημος καὶ ταλειφθεὶς ὑπὸ σοῦ προσελήφθην.
Νομοθέτησόν με, κύριε, τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου. μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.
For it is not permitted that a man clothed in flesh be deemed worthy of such things; therefore you said to Moses: No one shall see my face and live. For mortal life is incapable of beholding your face; therefore rather be my helper for obtaining what I have asked. Do not spurn me; instead of which Symmachus rendered: Do not cast me off; and Aquila: Do not abandon me. Then he adds: And do not forsake me, my God and savior. For with you supporting and extending your right hand, there is hope of obtaining all good things, since no other helper is present to me; for among human necessities, no one could be more beloved than father and mother; but these very ones have abandoned me because I have withdrawn from all of them and devote myself only to you, God; whence I also give thanks, that, bereft of all and left behind, I was taken up by you.
Legislate for me, Lord, in your way, and guide me on a straight path because of my enemies. Do not deliver me into the souls of those who oppress me, for unjust witnesses have risen up against me, and injustice has lied to itself.
Πολλάκις περὶ ἑαυτοῦ ὁ θεῖος ἀπόστολος διδάξας καὶ εἰπών· οὐδὲν γὰρ ὑστέρηκα τῶν ὑπὲρ λίαν ἀποστόλων· τούτοις ἐπῆγε λέγων· οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι· διώκω δὲ εἰ καὶ καταλάβω· καὶ πάλιν ἀλλαχοῦ· ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ· μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. ὅσον μὲν γὰρ ὡς πρὸς ἀνθρώπων σύγκρισιν, συνῄδει ἑαυτῷ προκεκοφότι καὶ τὴν ἐν ἀνθρώποις τελειότητα ἀνειληφότι· ὅσον δὲ ἐπὶ τῷ ἀληθεῖ, ἐν πολλοῖς ἑαυτῶν ὑστερεῖν ἐγίνωσκεν ἀτελῆ τε εἶναι ἑαυτὸν διὰ τοῦθ’ ὡμολόγει. ταύτῃ μοι δοκεῖ τῇ διανοίᾳ καὶ ὁ τὰ προκείμενα διεξελθὼν περὶ μὲν τῶν παρῳχηκότων τὴν πρέπουσαν εὐχαριστίαν ἀποδεδωκέναι τῷ θεῷ, οἷα δὲ ἄνθρωπος τὸν ὄλισθον τῆς ἀνθρωπίνης ἀσθενείας ὑφορᾶσθαι. διὸ περὶ τοῦ μέλλοντος χρόνου παρεκάλει τὸν θεόν, ὅπως αὐτὸς αὐτῷ γένοιτο νομοθέτης. οὐ γὰρ ἀπαρκεῖ μοι, φησί, τὰ παρὰ Μωϋσεῖ νόμιμα· δικαίοις γὰρ ὁ νόμος ἐκεῖνος οὐ νενομοθέτητο, ἀλλ’ ἀνόμοις καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς καὶ τοῖς παραπλησίοις. τούτοις γὰρ ὁ Μωϋσῆς ἐνομοθέτει κατὰ τὴν σκληροκαρδίαν αὐτῶν διαταττόμενος. ἐγὼ δέ, φησίν, οὐ τῇ Μωϋσέως νομοθεσίᾳ ὑποβέβληκα ἐμαυτόν. διὸ οὐδὲ τὴν διὰ ζώων σφαγῆς θυσίαν ἐπηγγειλάμην, ἀλλὰ θυσίαν ἀλαλαγμοῦ καινότερον τρόπον ἢ κατὰ τὰ Μωϋσέως νόμιμα. διόπερ ἀξιῶ καινῆς νομοθεσίας παρὰ σοῦ τυχεῖν. αὐτὸς οὖν τὴν σὴν ὁδὸν ἐπίδειξόν μοι· ἢ φώτισον κατὰ τὸν Ἀκύλαν. μὴ μόνον δὲ ὑποδείξῃς μηδὲ νομοθετήσῃς μοι, ὦ κύριε, ἀλλὰ καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, πρὸς τὸ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα μου, ἕνεκεν τῶν ἐχθρῶν μου.
Often the divine apostle taught about himself and said: "For I have fallen short of none of the super-eminent apostles." To these words he added, saying: "Not that I have already received or am already perfected; but I pursue, if indeed I may overtake." And again elsewhere: "I bruise my body and enslave it, lest after preaching to others I myself be found reprobate." For as far as comparison with men went, he knew that he had advanced and had attained the perfection possible among men; but with respect to the truth, he recognized that he fell short in many things and that he was imperfect, and for this reason he confessed it. It seems to me that with this same thought the one who expounded the present passages also rendered to God the fitting thanksgiving for what had passed, and, as a man, was wary of the slip of human weakness. Therefore, concerning the future time, he besought God that He himself might become his lawgiver. For, he says, the ordinances of Moses are not sufficient for me; for that law was not legislated for the righteous, but for the lawless and insubordinate, the impious and sinners, and those like them. For Moses legislated for these, making arrangements according to their hardness of heart. But I, he says, have not subjected myself to the legislation of Moses. Therefore I have not promised a sacrifice through the slaughter of animals, but a sacrifice of a new kind of acclamation, beyond the ordinances of Moses. For this reason I ask to receive a new legislation from you. So then, show me your way, or, according to Aquila, enlighten me. Do not merely indicate or legislate for me, O Lord, but also lead me on a straight path, so that my foot may not strike against a stone because of my enemies.
μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με. δι’ ὁμαλῆς γὰρ ὁδοῦ καὶ εἰρηνικῆς ὅπως διαγάγῃς με ἀξιῶ τὸν τῆς ζωῆς μου χρόνον. οὐ γὰρ μόνον πολέμιοι τυγχάνουσιν, ἀλλὰ καὶ συκοφάνται ἄδικοι καὶ ψευδομάρτυρες καὶ πάντα τὰ ἐχθρῶν πράττοντες. τότε δὲ ἀληθῶς ἑαυτῇ ψεύδεται ἡ ἀδικία, ὅταν μὴ κατὰ πραγμάτων φέρηται μηδὲ κατισχύῃ τῶν ψευδομαρτυρουμένων.
Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων.
Μήποτε δὲ καὶ ἐπὶ τὴν ἀνωτέρω αἴτησιν ἀναπέμπει· ἀγαθὰ κυρίου λέγων τὸ ἀνωτέρω εἰρημένον πρόσωπον αὐτοῦ, περὶ οὗ ἔφασκε· τὸ πρόσωπόν σου, κύριε, ζητήσω. μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· ἐπίστευσα τοῦ ἰδεῖν ἐν ἀγαθῷ κυρίου· κατὰ δὲ τὸν Σύμμαχον· ἐπίστευον ἰδεῖν τὴν ἀγαθοσύνην κυρίου. ἀλλ’ ὄψεταί γε τοῦ κυρίου τὸ πρόσωπον καὶ τὰ ἀγαθὰ κυρίου, οὐκ ἐν τῷ περιγείῳ τόπῳ, ἀλλ’ οὐδὲ ἐν τῷ τῶν θνητῶν χωρίῳ, ἀλλ’ ἐν γῇ ζώντων, ἣν καὶ ὁ σωτὴρ ἐπηγγείλατο λέγων· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Do not deliver me into the souls of those who oppress me. I ask that you lead me through a level and peaceful path for the time of my life. For they are not only enemies, but also unjust slanderers and false witnesses, doing everything that enemies do. Then truly injustice lies to itself, when it is not borne out by the facts and does not prevail over those who are falsely testified against.
I believe that I will see the good things of the Lord in the land of the living.
But perhaps he also refers back to the earlier request, calling the good things of the Lord that face of his mentioned above, about which he said: "Your face, Lord, I will seek. Do not turn your face away from me." Hence according to Aquila it is said: "I believed that I would see the good of the Lord"; and according to Symmachus: "I believed that I would see the goodness of the Lord." But he will indeed see the face of the Lord and the good things of the Lord, not in the earthly place, nor in the region of mortals, but in the land of the living, which the Savior also promised, saying: "Blessed are the meek, for they will inherit the land.
Τοῦ Δαυιδ. Πρὸς σέ, κύριε, ἐκέκραξα, ὁ θεός μου, μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Οὐκ ἐπιλελησμένοι τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων περὶ τῶν ἄνευ τινὸς προσθήκης ἐπιγεγραμμένων τῷ Δαυῒδ ἢ τοῦ Δαυῒδ προσθήσομεν ἐκείνοις ἐπὶ τοῦ παρόντος τὴν εἰς ἡμᾶς ἐλθοῦσαν παράδοσιν. φασὶ τοίνυν Ἑβραίων παῖδες ἐπὶ τῶν τοιαύτην ἐχόντων γραφὴν δεῖν ἀνατρέχειν ἐπὶ τοὺς ἀνωτέρω καὶ σκοπεῖν, ὁποῖος ἦν ὁ ἐν ἀρχῇ προτεταγμένος ψαλμὸς τῶν μετὰ ταῦτα ἤτοι παντελῶς ἀνεπιγράφων ἢ τῷ Δαυῒδ ἐπιγεγραμμένων καὶ μαθόντες ἐξ ἐκείνου τὴν προγραφὴν ἐφαρμόζειν αὐτῇ καὶ τῶν μετὰ ταῦτα συνημμένων τὴν διάνοιαν. ὁ μὲν οὖν μετὰ χεῖρας κζ ὢν ταύτην ἔχει τὴν προγραφήν, καὶ ὁ κϛ καὶ ὁ κε καὶ ὁ κδ· ἀλλ’ ὁ κγ ψαλμὸς ἦν τῷ Δαυιδ, ὁμοίως δὲ καὶ ὁ κβ οὐκοῦν ἀκόλουθόν ἐστι κατὰ τὴν Ἑβραϊκὴν παράδοσιν καὶ τοὺς ἐφεξῆς πάντας ψαλμοὺς εἶναι ὑπολαμβάνειν ὡς κατὰ τοῦτον τὸν λόγον καὶ τὸν μετὰ χεῖρας ἡγεῖσθαι εἶναι ψαλμὸν περιέχοντα δέησιν. τοῦτο γὰρ παρίστησιν αὐτὸς προϊὼν καὶ λέγων· εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ. τίνα δὲ διάνοιαν περιέχει ὁ τῆς δεήσεως λόγος, φέρε κατανοήσωμεν. βοᾷν φησὶ πρὸς κύριον ἐπικαλεῖσθαί τε αὐτὸν ὡς ἴδιον αὐτοῦ θεόν. σὺ γάρ, φησίν, ὁ καταξιώσας ἐμὸς χρηματίσαι θεός, καθ’ ἣν περιποιῆσαι πρὸς τοὺς ἁγίους ἐπαγγελίαν εἰπών· καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. παράδεξαί μου τὴν δέησιν. καὶ μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Of David. To you, Lord, I have cried out, my God, do not be silent away from me, never be silent away from me, and I will become like those who descend into a pit.
Not having forgotten what was said before by us concerning those psalms inscribed without any addition as "of David" or "for David," we will add to those at present the tradition that has come to us. So the children of the Hebrews say that in the case of those having such a superscription, one must go back to the earlier psalms and consider what sort of psalm was placed at the beginning among those that are either entirely without superscription or inscribed "for David," and having learned the superscription from that one, to apply to it the meaning of the psalms joined after it. Now the psalm at hand, the 27th, has this superscription, and so do the 26th, the 25th, and the 24th; but the 23rd psalm was "for David," and likewise the 22nd. Therefore it is consistent, according to the Hebrew tradition, to suppose that all the subsequent psalms are also as according to this reasoning, and to consider the psalm at hand to be a psalm containing a prayer. For this is shown by the psalm itself as it proceeds, saying: "Hear the voice of my prayer when I pray to you." What meaning the word of the prayer contains, let us now understand. He says he cries out to the Lord and calls upon him as his own God. "For you," he says, "who have deigned to be called my God, according to the promise you made to the saints, saying, 'And I will be their God, and they will be my people.' Accept my prayer. And do not be silent away from me, never be silent away from me, and I will become like those who descend into a pit.
ταῦτα δ’ ἔφασκεν ἐν ἀγωνίᾳ καθεστώς, μή πη ἄρα τοῖς μετὰ τὴν ἀνάλυσιν τοῦ θνητοῦ βίου καταβαίνουσιν εἰς τὸν τοῦ θανάτου λάκκον παρομοιωθείη. εἰ γὰρ τὰ μάλιστα ἐν τῷ πρὸ τούτου ἔλεγε ψαλμῷ· πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων· ἀλλ’ ὅμως ὡς ἄνθρωπος ἔτι σάρκα περικείμενος ἠγωνία διὰ τὸ σαθρὸν καὶ εὐμετάβολον τοῦ βίου. ἐπεὶ καὶ ὁ ἀπόστολος ἠγωνία, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται. λάκκον δὲ εἰώθασιν οἱ θεῖοι λόγοι ὀνομάζειν τὸ τῶν ψυχῶν οἰκητήριον τὸ ἐν τῷ καλουμένῳ ᾅδῃ· ὃ δὴ παρίστησιν αὐτὸς ὁ Δαυῒδ οὐκ εἰς μακρὰν ἐν τῷ κθ ψαλμῷ λέγων· κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σὲ καὶ ἰάσω μἐ· κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. ὁρᾷς, ὅπως τὸν ᾅδην καὶ τὸν λάκκον ἐν ταὐτῷ διὰ τούτων συνῆψεν; ἀλλ’ ἐν μὲν τῷ μετὰ χεῖρας βοὰς πρὸς τὸν θεὸν ἀφίησιν παρακαλῶν μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς λάκκον· ἐν δὲ τῷ ἐννάτῳ καὶ εἰκοστῷ κατωρθῶσθαι αὑτῷ τὰ τῆς εὐχῆς διδάσκει λέγων· κύριε, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. προσφυῶς δὲ λάκκος ὠνόμασται τὸ ἐν τῷ ᾅδῃ τῶν ψυχῶν οἰκητήριον. ὡς γὰρ ὁ λάκκος δοχεῖόν ἐστι τῶν ἄνωθεν καὶ ἐξ ὕψους εἰς αὐτὸν καταφερομένων ὑδάτων· τὸν αὐτὸν τρόπον καὶ ὁ τοῦ θανάτου χῶρος ὁ καλούμενος ᾅδης τὰς ἄνωθεν ἀπὸ τοῦ τῶν ἀνθρώπων βίου εἰς αὐτὸν καταφερομένας ψυχὰς ὑποδεχόμενος προσφυῶς λάκκος ὠνόμασται. παρακαλεῖ τοίνυν μὴ συνελκυσθῆναι εἰς τὸν δεδηλωμένον λάκκον. τοῦτο δέ, φησίν, ἔσται, εἰ ὅμοιος γενοίμην τοῖς λοιποῖς ἀνθρώποις τοῖς μὴ εἰσακουομένοις ὑπὸ σοῦ·
He said these things while in a state of anguish, lest he be likened to those who descend into the pit of death after the dissolution of mortal life. For although in the psalm before this he said, "I believe that I shall see the good things of the Lord in the land of the living," yet, as a man still clothed in flesh, he was in anguish because of the frail and unstable nature of life. Indeed, even the apostle was in anguish, lest after preaching to others he himself be found reprobate. The divine writings are accustomed to call "pit" the dwelling place of souls in what is called Hades. This David himself presents not long afterward in the twenty-ninth psalm, saying, "Lord my God, I cried out to you, and you healed me; Lord, you brought up my soul from Hades; you saved me from those who descend into the pit." Do you see how he joined Hades and the pit together through these words? But in the present passage he sends forth cries to God, entreating not to be likened to those who descend into the pit; while in the twenty-ninth he teaches that his prayer has been accomplished, saying, "Lord, I cried out to you, and you healed me; you saved me from those who descend into the pit." Aptly has the dwelling place of souls in Hades been named "pit." For just as a pit is a receptacle for waters carried down into it from above and from a height, so too the place of death called Hades, receiving the souls carried down into it from above from the life of men, has been aptly named "pit." He therefore entreats not to be dragged down into the aforementioned pit. This, he says, will happen if I become like the rest of men who are not heard by you.
ὃ δὴ σημεῖον τυγχάνει τῆς σῆς ἀποστροφῆς. ἀντὶ δὲ τοῦ μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, ὁ Σύμμαχος μὴ σιγήσῃς ἐξ ἐμοῦ, φησί, μήποτε ἡσυχάσαντός σου ἄποθέν μου, ὁμοιωθῶ τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. εὐλογητὸς κύριος, ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου. κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.
Ἔργα δὲ κυρίου εἴποις ἂν τὴν τῶν γενητῶν πάντων ὑπόστασιν, καθ’ ἣν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν ὁ τῶν πάντων ποιητὴς θεός· ἔργα δὲ χειρῶν αὐτοῦ τὴν τῶν γενομένων διοίκησιν, καθ’ ἣν προνοεῖ καὶ διέπει ὡσπερεὶ χερσὶ ταῖς ἑαυτοῦ προνοητικαῖς δυνάμεσι διακυβερνῶν τὰ πάντα. εὐλογητὸς ὁ θεός, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μοι καὶ ἐβοηθήθην. καὶ ἀνέθαλεν ἡ σάρξ μου, καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. ὁ ἀψευδὴς θεὸς πιστούμενος ἑαυτοῦ τὰς ὑποσχέσεις, δι’ ὧν ἐπήγγελται λέγων· ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι· ὡς ἐγγὺς ἑστὼς τῶν καθαρῶς αὐτὸν ἐπικαλουμένων, καὶ ὡς οὐ πόρρω τυγχάνων τοῦ τὰ πραχθέντα δεηθέντος ἐπήκοον ἑαυτὸν παρέσχε ταῖς προλεχθείσαις ἱκετηρίαις. εἶθ’ ὥσπερ σημεῖον δίδωσι διὰ τοῦ προφητικοῦ πνεύματος τῇ τοῦ δεηθέντος ψυχῇ περὶ τοῦ εἰσηκοῦσθαι αὐτήν.
This is indeed a sign of your turning away. And instead of "you will not be silent from me," Symmachus says, "you will not be silent from me," lest when you are quiet away from me, I be likened to those who descend into a pit.
That they did not understand the works of the Lord and the works of his hands: you will cast them down and you will not build them up. Blessed is the Lord, because he heard the voice of my supplication. The Lord is my helper and my protector; my heart hoped in him, and I was helped, and my flesh flourished; and of my own will I will confess to him.
One might say that the works of the Lord are the substance of all created things, according to which the maker God, the creator of all things, brought all things from non-existence into being; and the works of his hands are the administration of what has come into being, according to which he provides for and governs all things, as if with his own providential powers, steering them. Blessed is God, because he heard the voice of my supplication. The Lord is my helper and my protector; my heart hoped in him and I was helped. And my flesh flourished, and of my own will I will confess to him. The truthful God, confirming his own promises, through which he has pledged, saying, "While you are still speaking, I will say, 'Behold, I am here,'" as one standing near to those who call upon him purely, and as one not far from the one who has prayed, he presented himself as listening to the aforementioned supplications. Then, as if giving a sign through the prophetic spirit to the soul of the supplicant that it has been heard.
ἡ δὲ συναισθομένη, μεταβάλλει μὲν τὰς ἱκετηρίους φωνὰς εἰς εὐχαριστίαν, ἐγνωκέναι δὲ ὁμολογεῖ τὴν γενομένην αὐτῇ εὐεργεσίαν· διό φησιν· εὐλογητὸς κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου· κύριος βοηθός μου καὶ ὑπασπιστής μου, ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην. σνῄσθετο γὰρ τῆς δεξιᾶς τοῦ θοῦ ἐκταθείσης έχρις αὐτῆς καὶ ἀντιλαμβανομένης αὐτῆς πρὸς τὸ ὴ καθελκυσθῆναι εἰς τὸν δηλωθέντα λάκκον. ἐπερβαλλούσης δὲ χαρᾶς ὁ προφήτης οὐ τὴν ψυχὴν μόνον, ἀλλὰ καὶ τὴν σάρκα αὐτοῦ φησὶ γεγηθέναι καὶ νανεῶσθαι διὰ τὴν καὶ αὐτῷ σώματι ἐπηγγελμένην ἀγαθὴν ἐλπίδα κατὰ τὴν τῶν νεκρῶν ἀνάστασιν· διὸ ἐπιλέγει· καὶ ἀνέθαλεν ἡ σάρξ μου· οἷς ἐπισυνάπτει· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ· ὅπερ ὅμοιον εἶναί μοι δοκεῖ τῷ· ἑκουσίως θύσω σοι. ἀντὶ δὲ τοῦ καὶ ἀνέθαλεν ἡ σάρξ μου, ὁ μὲν Σύμμαχος ἄνθησαι, φησίν, ἡ καρδία μου· ὁ δὲ Ἀκύλας· ἐγαυριάσατο ἡ καρδία μου· ὁ δὲ Θεοδοτίων· καὶ ἀνέθαλεν ἡ καρδία μου· ἡ δὲ πέμπτη ἔκδοσις· ἐκρατύνθη ἡ καρδία μου. καὶ πάλιν ἀντὶ τοῦ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ, ὁ μὲν Σύμμαχος· καὶ ἐν ᾠδαῖς μου ὑμνήσω αὐτὸν ἐξέδωκεν· ὁ δὲ Ἀκύλας· καὶ ἀπὸ ᾄσματός μου ἐξομολογήσομαι αὐτῷ.
She, perceiving this, changes her suppliant cries into thanksgiving and acknowledges that she has recognized the benefaction that has come to her. Therefore she says: "Blessed is the Lord, because he heard the voice of my supplication; the Lord is my helper and my shield; my heart hoped in him, and I was helped." For she perceived the right hand of God stretched out to her and taking hold of her so that she would not be dragged down into the aforementioned pit. From overwhelming joy, the prophet says that not only his soul but also his flesh rejoiced and was refreshed because of the good hope promised even to his body at the resurrection of the dead. Hence he adds: "And my flesh flourished." To this he appends: "And of my own will I will confess to him," which seems to me similar to "I will willingly sacrifice to you." Instead of "And my flesh flourished," Symmachus says, "My heart blossomed"; Aquila says, "My heart exulted"; Theodotion says, "And my heart flourished"; the Fifth Edition says, "My heart was strengthened." And again, instead of "Of my own will I will confess to him," Symmachus rendered, "And in my songs I will hymn him"; Aquila says, "And from my song I will confess to him.
Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν.
Σαφῶς οὖν ἐν τούτοις τοῦ Χριστοῦ καὶ τῶν ὑπ’ αὐτοῦ σωζομένων ἐμνημόνευσεν ἡ προφητεία εὐκαίρως ἐξ ἑνὸς τοῦ Δαυῒδ τοὺς πάντας χαρακτηρίσασα. ὥσπερ γάρ, φησίν, ἐκεῖνον δεηθέντα ἔσωσεν, οὕτως, φησίν, καὶ παντὸς τοῦ ἰδίου λαοῦ κραταίωμα ἔσται.
Σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.
Ποία δὲ τοῦ Χριστοῦ ἡ κληρονομία δείκνυται ἐν τῷ δευτέρῳ ψαλμῷ· αἴτησαι γὰρ, φησίν, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. οὐκ ἂν δὲ ἁμάρτοις καὶ τοὺς ἐν τῷ προτέρῳ λαῷ θεοφιλεῖς καὶ προφήτας καὶ δικαίους ἄνδρας τῆς τοῦ Χριστοῦ γεγονέναι κληρονομίας εἰπὼν καὶ τῶν σωτηρίων αὐτοῦ μετεσχηκέναι. οὐδὲ γὰρ τὰ πλήθη καὶ τοὺς ἀναξίως παραβαλόντας τῇ ἐκκλησίᾳ τοῦ θεοῦ προσήκει λαὸν ἀποφαίνειν αὐτοῦ, ἀλλ’ ἢ μόνως τοὺς ἀρεσκόντως αὐτῷ βιοῦντας, περὶ ὧν εἴποι ἄν· καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.
The Lord is the strength of his people and the defender of the salvations of his Christ.
Clearly, then, in these words the prophecy made mention of Christ and of those saved by him, opportunely characterizing all from the one David. For just as, it says, he saved him when he prayed, so, it says, he will be the strength of his own entire people.
Save your people and bless your inheritance, and shepherd them, and raise them up unto eternity.
What the inheritance of Christ is, is shown in the second psalm: for ask, it says, and I will give you nations as your inheritance, and the ends of the earth as your possession. Nor would you err in saying that the God-loving men, prophets, and righteous men among the former people have become the inheritance of Christ and have partaken of his salvations. For it is not fitting to declare the multitudes and those who have unworthily associated with the church of God to be his people, but only those who live in a manner pleasing to him, concerning whom he might say: And I will be their God, and they will be my people.
Καὶ ποίμανον αὐτούς, καὶ ἔπαρον ἕως τοῦ αἰῶνος. ποιμαίνει δὲ αὐτοὺς ἐνταῦθα τὴν ψυχὴν αὐτοῦ τιθεὶς ὑπὲρ αὐτῶν, ὥς φησιν ἐν εὐαγγελίοις· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· καὶ πάλιν· τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει· καὶ πάλιν· ἔσομαι μεθ’ ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος· καιρῷ δὲ ἐπιτηδείῳ ἐπάρας αὐτοὺς εἰς ὕψος τῆς οὐρανίου βασιλείας καταξιώσει.
Ψαλμὸς τῷ Δαυιδ· ἐοδίου σκηνῆς. Ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ, ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν. ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
Τούτοις ἰσοδυναμεῖν ἡγοῦμαι κατὰ τὴν διάνοιαν τὰ ἐν πέμπτῳ καὶ ἐνενηκοστῷ ψαλμῷ περὶ τῆς τῶν ἐθνῶν κλήσεως τοῦτον λελεγμένα τὸν τρόπον· ἄσατε τῷ κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ. ἄσατε τῷ κυρίῳ, εὐλογήσατε ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς· οἷς ἑξῆς ἐπιλέγεται· ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. ἐν οἷς ὁ λόγος τὴν εὐαγγελικὴν χάριν τὴν εἰς πάντα χυθεῖσαν τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη προευαγγελισάμενος καὶ τοῦ καινοῦ ᾄσματος, δηλαδὴ τῆς καινῆς διαθήκης μνημονεύσας, ἑξῆς προστάττει κομίζειν τῷ κυρίῳ δόξαν καὶ τιμήν, καὶ τὰ ἑξῆς.
And shepherd them, and raise them up until the end of the age. Here he shepherds them, placing his own life for them, as he says in the Gospels: "The good shepherd lays down his life for the sheep." And again: "My sheep hear my voice." And again: "I will be with you until the end of the age." And at the opportune time, having raised them up, he will deem them worthy of the height of the heavenly kingdom.
A Psalm for David for the Dedication of the Tabernacle. Bring to the Lord, sons of God, bring to the Lord rams' sons. Bring to the Lord glory and honor, bring to the Lord glory to his name, worship the Lord in his holy court.
I consider these to be equivalent in meaning to what is said in the ninety-fifth psalm concerning the calling of the nations in this manner: Sing to the Lord a new song; sing to the Lord, all the earth. Sing to the Lord, bless his name, proclaim from day to day his salvation. Announce among the nations his glory, among all peoples his wonders. For the Lord is great and exceedingly praiseworthy, he is fearsome to all the gods. To which is added in sequence: Bring to the Lord glory to his name. Take up sacrifices and enter into his courts. Worship the Lord in his holy court. In these, the discourse, having proclaimed beforehand the evangelical grace poured out upon all the nations throughout the whole world and having mentioned the new song, that is, the New Covenant, then commands to bring to the Lord glory and honor, and the rest.
ταῦτά τε κομίζειν παρακελεύεται οὐκ Ἰουδαίοις, ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς καὶ κατὰ τὴν Ἑβραϊκὴν ἀκρίβειαν· ταῖς συγγενείαις τῶν λαῶν. ταῦτα μὲν οὖν σαφῶς ἐν τῷ πέμπτῳ καὶ ἐνενηκοστῷ ψαλμῷ περὶ τῶν ἐθνῶν ἐθεσπίζετο· ἐν δὲ τῷ μετὰ χεῖρας ὁ λόγος τὰ αὐτὰ τῷ κυρίῳ προσφέρειν τοῖς υἱοῖς τῶν κριῶν κελεύει, οὓς νομίζω μηδὲν διαφέρειν τῶν πατριῶν τῶν ἐθνῶν ἢ τῶν συγγενειῶν τῶν λαῶν. οὐ γὰρ αὐτοὶ οἱ κριοὶ προστάττονται προσφέρειν τὰ κεκελευσμένα, ἀλλ’ οἱ υἱοὶ τῶν κριῶν. καὶ ταῦτά φημι κατὰ τὴν Ἑβραίων ἀνάμνησιν, καθ’ ἣν οὐκ ἐκφέρεται τό· ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ. διὸ καὶ ὠβέλισται παρὰ τοῖς Ἑβδομήκοντα ὡς μὴ κείμενον μήτε ἐν τῷ Ἑβραϊκῷ μήτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. εἰ δὲ χρὴ καὶ εἰς τὴν τῶν Ἑβδομήκοντα θεωρῆσαι ἔκδοσιν, φημὶ τὸν λόγον προστάττειν τοῖς υἱοῖς τοῦ φέρειν τῷ κυρίῳ οὐ κριούς, ἀλλὰ υἱοὺς κριῶν· καὶ δόξαν καὶ τιμὴν καὶ τὰ ἑξῆς ἐπιλεγόμενα· ἃ δὴ ἀπὸ τῆς παραθέσεως τοῦ πέμπτου καὶ ἐνενηκοστοῦ ψαλμοῦ περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς εἴποιμι ἂν προφητεύεσθαι. οὐκ ἂν δὲ ἁμάρτοιμεν τοὺς ἐνταῦθα υἱοὺς θεοῦ λεγομένους τοὺς τοῦ σωτῆρος ἡμῶν μαθητὰς καὶ ἀποστόλους καὶ εὐαγγελιστὰς εἶναι ἀποφηνάμενοι, δι’ ὧν ἡ κλῆσις τῶν ἐθνῶν φαίνεται κατωρθωμένη· οἷς ὁ μετὰ χεῖρας λόγος προστάττει φέρειν τῷ κυρίῳ πρῶτον μὲν ἁπάντων υἱοὺς κριῶν, ἀλλ’ οὐ κριούς· ἐπειδήπερ πρὸς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἐλέγετο ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ· ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν υἱοί σου. τῶν δὲ πατέρων λήθην ποιήσασθαι παρεκελεύσατο αὐτῇ ὁ λόγος εἰπών·
He commands that these things be brought, not to Jews, but to the tribes of the nations, or, according to the other translators and the Hebrew precision, to the kinships of the peoples. Now these things were clearly prophesied in the Ninety-Fifth Psalm concerning the nations; but in the present passage, the word commands that the same things be offered to the Lord by the sons of the rams, whom I consider to differ in no way from the tribes of the nations or the kinships of the peoples. For it is not the rams themselves who are commanded to offer what is ordered, but the sons of the rams. And I say this according to the Hebrew text, according to which the phrase "Offer to the Lord, sons of God" is not found. Hence it is obelized by the Seventy as not being present either in the Hebrew or among the other translators. But if one must also consider the edition of the Seventy, I say that the word commands the sons to bring to the Lord not rams, but sons of rams, and glory and honor and the things that follow; which things, from the comparison with the Ninety-Fifth Psalm concerning the conversion of the nations, I would say are prophesied. And we would not err in declaring that those here called sons of God are the disciples and apostles and evangelists of our Savior, through whom the calling of the nations is seen to have been accomplished; to whom the present word commands, first of all, to bring to the Lord sons of rams, but not rams, since it was said to the church from the nations in the Forty-Fourth Psalm: "Instead of your fathers, your sons have become." And the word commanded her to forget the fathers, saying:
ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι κύριός σου. ταῦτα γὰρ οὐδὲ πρὸς ἄλλην ἢ πρὸς μόνην τὴν ἐκκλησίαν τοῦ Χριστοῦ ἐλέγετο παραινοῦντος αὐτῇ τοῦ θείου πνεύματος λήθην ποιήσασθαι τοῦ προτέρου αὐτῆς λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς διὰ τὴν πολύθεον πλάνην καὶ τὴν τῶν πατέρων αὐτῆς δεισιδαιμονίαν. εἶτ’ ἐπειδὴ τῶν πατέρων ἐπιλαθέσθαι αὐτῇ παρεκελεύσατο, ἀναγκαίως ἐπάγει λέγων· ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου. τούτους υἱοὺς κριῶν διὰ τὸ ἄλογον ἀποκαλεῖ. εἶτ’ ἐπιλέγει· ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν· ὃ δὴ νοήσεις ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν πρὸς τοὺς μαθητὰς παρακελεύσεως, δι’ ἧς παραινεῖ λέγων αὐτοῖς· λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως βλέποντες τὰ καλὰ ὑμῶν ἔργα, δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. καὶ τρίτον ἔτι πρὸς τούτοις φέρειν τῷ κυρίῳ προστάττει συμφώνως ὁ μετὰ χεῖρας ψαλμὸς καὶ ὁ ἐνενηκοστὸς πέμπτος δόξαν ὀνόματι αὐτοῦ. αὐτῷ μὲν γὰρ προσφέρομεν δόξαν διὰ δογμάτων ἐρρωμένων· ἀλλὰ καὶ τιμὴν αὐτῷ προσφέρομεν πειθαρχοῦντες προστάγματι λέγοντι· τίμα τὸν κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. τῷ δὲ ὀνόματι αὐτοῦ δόξαν περιάπτομεν, ἐπειδὰν λάμπῃ ἡμῶν τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων· ὥστε ὁρῶντας αὐτοὺς δοξάζειν τὸν πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Listen, daughter, and see, and incline your ear, and forget your people, and the house of your father; and the king will desire your beauty; for he is your lord. For these things were said to no other than to the Church of Christ alone, the divine Spirit urging her to forget her former people and the house of her father on account of polytheistic error and the superstition of her fathers. Then, since it had commanded her to forget her fathers, it necessarily adds, saying: in place of your fathers, your sons have come to be. It calls these sons of rams on account of their irrationality. Then it adds: bring glory and honor to the lord; which you will understand from our Savior's exhortation to his disciples, through which he urges them, saying: let your works shine before men, so that, seeing your good works, they may glorify your father in the heavens. And thirdly, in addition to these things, the psalm at hand and the ninety-fifth psalm command to bring glory to the lord in his name, in agreement. For we offer glory to him through steadfast doctrines; but we also offer honor to him by obeying a command that says: honor the lord from your righteous labors, and offer to him from your fruits of righteousness. And we attach glory to his name when our works shine before men; so that, seeing them, they may glorify our father in the heavens.
ὅπως δὲ παρὰ τοῖς ἔθνεσι τὸ ὄνομα αὐτοῦ δοξάζεται, καὶ ὁ διὰ τοῦ προφήτου παρίστησι λόγος πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτεινόμενος καὶ λέγων· οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν· ὑμεῖς δὲ βεβηλοῦντες αὐτό. πρὸς τούτοις ἅπασιν οἱ δηλωθέντες υἱοὶ τοῦ θεοῦ ἢ υἱοὶ τῶν κριῶν κελεύονται προσκυνεῖν τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. οὐ γὰρ ἔξω τῆς αὐλῆς βούλεται οὐδὲ ἀνακεχωρημένως ἰδιάζοντας προσκυνεῖν αὐτῷ, ἀλλ’ ἀπαντῶντας εἰς τὴν ἐκκλησίαν αὐτοῦ. ἀντὶ δὲ τοῦ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, ὁ μὲν Ἀκύλας ἐν διαπρεπείᾳ ἡγιασμένῃ ἐξέδωκεν· ὁ δὲ Σύμμαχος· ἐν διαπρεπείᾳ ἁγίᾳ. βούλεται γὰρ ἡμᾶς ὁ λόγος μετὰ τοῦ πρέποντος κόσμου καὶ τῆς τῷ θεῷ προσφιλοῦς δικαιοσύνης τὴν προσκύνησιν ποιεῖσθαι ὅλους αὐτοὺς ἐν ἁγιασμῷ γενομένους καὶ ἐν εὐπρεπείᾳ.
How his name is glorified among the nations, the word through the prophet also sets forth, addressing the people of the Jews and saying: I have no will in you, says the Lord Almighty, and I will not accept sacrifice from your hands; because from the rising of the sun to its setting my name has been glorified among the nations; and in every place incense is offered to my name and a pure sacrifice; because my name is great among the nations; but you profane it. In addition to all these things, the indicated sons of God or sons of the rams are commanded to worship the Lord in his holy court. For he does not wish them to worship him outside the court or in a withdrawn, private manner, but to come together into his church. And instead of "in his holy court," Aquila rendered "in a distinguished sanctified state," and Symmachus "in a distinguished holy state." For the word wishes us to perform the worship with proper adornment and with the righteousness pleasing to God, all of them having become sanctified and in seemliness.
Φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν. φωνὴ κυρίου ἐν ἰσχύι.
Καὶ ὅλως συναγαγών τις τὰ ἐν τῇ παλαιᾷ περὶ ὑδάτων ἀναγεγραμμένα, καὶ ὡς τὸ πνεῦμα τοῦ θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· καὶ τό· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα, τά τε ἐν τῷ κατακλυσμῷ, ὡς ἁπάντων ὑποβρυχίων γινομένων μόνος ὁ Νῶε καὶ οἱ σὺν αὐτῷ διεσώζοντο ἐν τῇ κιβωτῷ· καὶ τὰ ἐπὶ τῆς Αἰγύπτου καὶ τὰ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ καὶ τὰ ἐν τῷ Ἰορδάνῃ, ὅπως ἀβρόχῳ ποδὶ διεβίβασαν οἱ υἱοὶ Ἰσραήλ, ὄψεται. φωνὴ κυρίου ἐν ἰσχύϊ. ὁ γὰρ πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ, οὗτος ἀκούει τῶν ἐντολῶν κυρίου καὶ ποιεῖ. φωνὴ οὖν κυρίου οὐκ ἐν τῇ ἀσθενεῖ καὶ λελυμένῃ ψυχῇ, ἀλλ’ ἐν τῇ εὐτόνῳ ἰσχυρῶς κατεργαζομένῃ τὸ ἀγαθόν.
Φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ.
Οὐ διὰ μόνων, φησί, τῶν εἰρημένων ἡμῖν περὶ ὑδάτων ἡ φωνὴ παρίσταται τοῦ κυρίου, ἀλλὰ καὶ διὰ τῆς ἰσχύος αὐτοῦ καὶ τῆς μεγαλοπρεπείας, ἣν ἔστιν ὀφθαλμοῖς κατανοῆσαι ἀθρόως τὸν σύμπαντα κόσμον ἀπείρατα ἰδίως τε τὰ τούτου μέρη θεασάμενον τά τε μεγέθη τὰ ἀνεκδιήγητα καὶ τὰ ἀνέκφραστα κάλλη τήν τε ἐν αὐτοῖς ὁρωμένην πολυποίκιλον σοφίαν· ἃ δὴ τυγχάνει παραστατικὰ τῆς τοῦ συστησαμένου τὰ πάντα δυνάμεώς τε καὶ ἰσχύος. ἔνθεν οἱ προφητικοὶ λόγοι τὴν θεολογίαν ἀπὸ τῆς μεγαλουργίας αὐτοῦ παρελάμβανον. διὸ εἴρηται παρὰ τῷ Ἱερεμίᾳ· κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ τὰ ἑξῆς.
The voice of the Lord is upon the waters, the God of glory thundered, the Lord is upon many waters. The voice of the Lord is in strength.
And if one were to gather together all that is recorded in the Old Testament concerning waters—how the Spirit of God was borne over the water; and the passage: "Let the waters bring forth creeping things of living souls and flying birds"; and the events of the flood, when all things became submerged and only Noah and those with him were saved in the ark; and the events in Egypt and at the Red Sea and at the Jordan, how the sons of Israel crossed with dry foot—he will see: the voice of the Lord is in strength. For he who is all-powerful in Christ who empowers him, this one hears the commandments of the Lord and acts. Therefore, the voice of the Lord is not in a weak and slack soul, but in one that is vigorous and works the good with strength.
The voice of the Lord is in magnificence.
It is not only through what we have said about waters, he says, that the voice of the Lord is manifested, but also through his strength and his magnificence, which one can perceive with the eyes by beholding the whole universe at once and its individual parts in their boundless extent—the indescribable magnitudes, the inexpressible beauties, and the manifold wisdom seen in them. These things are indicative of the power and strength of the one who established all things. Hence the prophetic words derived their theology from his great works. Therefore it is said in Jeremiah: "The Lord who made the earth in his strength," and so forth.
Φωνὴ κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
Ἡγοῦμαι διὰ τοῦ μόσχου τοῦ Λιβάνου καὶ τοῦ ἠγαπημένου τοῦ υἱοῦ τῶν μονοχερώτων αἰνίττεσθαι τὴν Ἱερουσαλὴμ καὶ τὸν ἐκ περιτομῆς λαὸν πάλαι ὄντα ἠγαπημένον καὶ υἱὸν μονοκερώτων ἐκ πατέρων γεγόνασιν ἁγίων, οἵτινες μονοκέρωτες ὀνομάζοιντο, διὰ τὸ μόνῳ θεῷ κέρατι κεχρῆσθαι, ὡς ἐπ’ αὐτῷ σεμνύνεσθαι καὶ λέγειν· ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, ὥστ’ εἶναι μονοκέρωτας τοὺς προφήτας καὶ τοὺς πατριάρχας καὶ τοὺς ἁγίους πάντας, ὧν υἱοὶ γεγόνασιν οἱ ἡγούμενοι τῶν ἐκ περιτομῆς Σαρίων ἐνταῦθα κακλημένοι κατὰ τὰς ἄλλας ἐκδόσεις, ὃ ἑρμενεύεται ἄρχοντες· συντρίψας γὰρ κύριος τὴν Ἱερουσαλὴμ καὶ τοὺς ἄρχοντας τοῦ Ἱουδαίων ἔθνουςυἱοὺς ὄντας μονοκερώτων ἐταπείνωσεν· μόσχον δὲ καὶ Λίβανον τὴν Ἱερουσαλὴμ οὐκ ἂν ἁμάρτοις εἰπὼν Λίβανον κεκλημένην καὶ ἐν προφήταις. λέλεκται γοῦν ἐν Ζαχαρίᾳ· διάνοιξον, ὁ Λίβανος, τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. ὃ δὴ σαφέστερον Ἰεζεχιὴλ ὁ προφήτης παρίστησι λέγων· τὰ δὲ λέγει· ὁ ἀετὸς ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχειτὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον. καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαλδαίων· ἃ καὶ προϊὼν διηρμήνευσε λέγων· υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον παραπικραίνοντα· οὐκ ἐπίστασθε τί ἐστι ταῦτα; εἰπὸν·
The voice of the Lord shattering cedars, and the Lord will shatter the cedars of Lebanon and will make them thin as the calf of Lebanon, and the beloved as a son of unicorns.
I consider that by the calf of Lebanon and the beloved son of unicorns, Jerusalem and the people of the circumcision are hinted at, who were formerly beloved and a son of unicorns, having been born from holy fathers, who were called unicorns because they used a horn only for God, so as to pride themselves on this and say: In you we will horn our enemies, so that the unicorns are the prophets and the patriarchs and all the saints, whose sons were the leaders of those of the circumcision, here called Sarim according to the other versions, which is interpreted as rulers; for the Lord, having shattered Jerusalem and the rulers of the Jewish nation, who were sons of unicorns, humbled them. And you would not err in calling Jerusalem a calf and Lebanon, for Lebanon is called also in the prophets. For it is said in Zechariah: Open, O Lebanon, your gates, and let fire devour your cedars. And the prophet Ezekiel presents this more clearly, saying: And he says: The great-winged eagle, long in extension, full of claws, which has the intention to enter into Lebanon. And it took the choice parts of the cedar, the tips of the tenderness, and brought them to the land of the Chaldeans; which he also interpreted as he proceeded, saying: Son of man, speak now to the embittered house: Do you not know what these things are? Speak.
ὅταν ἔλθη βα σιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλήμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξῃ αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα. σαφῶς γὰρ ἐν τούτοις τὸν αἐτὸν, τὸν μεγαλοπτέρυγον τὸν βασιλέα τῶν Βαβυλωνίων ᾐνίξατο· τὸν δὲ Λίβανον τὴν Ἱερουσαλήμ, τὰ δ’ ἐπίλεκτα τῆς κέδρου καὶ τὰ ἄκρα τῆς ἁπαλότητος τὸν βασιλέα τῆς Ἱερουσαλὴμ καὶ τοὺς ἄρχοντας αὐτῆς· οὕτω τοιγαροῦν καὶ ἐνταῦθα, Λίβανος μὲν ὠνόμασται ἡ Ἱερουσαλήμ, μόσχος δὲ τὸ πάλαι ἐν αὐτῇ ἱδρυμένον θυσιαστήριον, ἐν ᾧ οἱ μόσχοι καὶ αἱ θυσίαι ἀνεφέροντο· ἃ δὴ πάντα συντέτριπται μετὰ καὶ τοῦ Σαρίων, ὅπερ ἑρμηνεύεται ἄρχοντες. οὗτοι δὲ ἦσαν οἱ υἱοὶ τῶν μονοκερώτων, οἱ ἄρχοντες δηλαδὴ τοῦ Ἰουδαίων λαοῦ· ὥσπερ οὖν συντέτριπται ὁ μόσχος καὶ ὁ Λίβανος καὶ ὁ καλούμενος Σαρίων ὁ πάλαι ἠγαπημένος. ἢ καὶυἱὸς τῶν μονοκερώτων ὁ Ἰουδαίων λαός, οὕτως φησί· συντρίψεις τὰς κέδρους τοῦ Λιβάνου· οὐ μόνους ἐκείνους τοὺς παρὰ Ἰουδαίοις συντριβέντας διὰ τὰς ὑπερηφανίας αὐτῶν μετῆλθεν ἡ τῶν ὅλων ἔφορος δίκη, ἀλλὰ καὶ πάντας τοὺς παρὰ τοῖς λοιποῖς ἔθνεσιν ἀσεβεῖς, τοὺς ὑπερυψουμένους καὶ ἐπαιρομένους, ὼς τὰς κέδρους τοῦ Λιβάνου.
When the king of Babylon comes against Jerusalem, and takes its king and its rulers, and leads them away to himself in Babylon. For clearly in these things he alluded to the eagle, the great-winged one, the king of the Babylonians; and to Lebanon, Jerusalem; and to the choice parts of the cedar and the extremities of tenderness, the king of Jerusalem and its rulers. So then also here, Lebanon is named Jerusalem, and calf is the altar formerly established in it, on which calves and sacrifices were offered; all of which have been shattered together with Sarion, which is interpreted as rulers. And these were the sons of unicorns, that is, the rulers of the Jewish people. Just as, then, the calf and Lebanon and the so-called Sarion, once beloved, have been shattered. Or also, the son of unicorns is the Jewish people. Thus he says: you will shatter the cedars of Lebanon. Not only those among the Jews who were shattered on account of their pride did the overseer justice of all things pursue, but also all the impious among the remaining nations, those who are exalted and raised up, like the cedars of Lebanon.
Φωνὴ κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει κύριος τὴν ἔρημον Κάδης.
Ἀληθῶς γὰρ ἡ σύμπασα τῶν ἀνθρώπων οἰκουμένη ἔρημος οὖσα πρότερον θεοῦ γνώσεως καὶ εὐσεβείας συνεσείσθη διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὡς μεταβαλεῖν αὐτὴν ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ ἀγνοίας εἰς ἐπιστήμην θείαν. γέγονεν οὖν ἐξ ἐρήμου οἰκουμένη.
Φωνὴ κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμοὺς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
Ἐλάφους γάρ, φησὶν, ὁ κύριος καταρτισάμενος· ζῶον φιλέρημον ὀφιοκτόνον τε καὶ κερασφόρον καὶ κατὰ τὸν νόμον καθαρόν, ὃν ἐξέπεμψεν εἰς τὴν προδηλωθεῖσαν ἔρημον. οἱ δὲ ταύτην διαδραμόντες τοὺς ἐν αὐτῇ ὄφεις τοῖς ἑαυτῶν κατεπάτησαν ποσὶ πάντα τε τὰ ἐν τῇ ἐρήμῳ ἰοβόλα θηρία μακρὰν ἀπήλασαν· ὧν ἐλαθέντων ἀπεκαλύφθησαν οἱ δρυμοί· καὶ ἐν τῷ ναῷ πᾶς τις λέγει δόξαν. σφόδρα ἀκριβῶς εἴρηται· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν· οὐκέτι γὰρ Ἰουδαῖοι οὐδὲ ὁ ἐκ περιτομῆς λαός, ἀλλὰ πᾶς τις ὁ ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιστραφείς.
The voice of the Lord shaking the desert, and the Lord will shake the desert of Kades.
For truly the whole inhabited world of men, being formerly a desert of knowledge of God and piety, was shaken by the evangelical proclamation, so as to change it from vice to virtue and from ignorance to divine knowledge. Thus it became inhabited from a desert.
The voice of the Lord preparing deer, and he will reveal thickets; and in his temple everyone says glory.
For the Lord, he says, having prepared deer—an animal fond of deserts, serpent-killing and horned and clean according to the law—which he sent into the previously indicated desert. And those who ran through this desert trampled the serpents in it with their own feet and drove away all the venomous beasts in the desert far off. When these were driven away, the thickets were revealed; and in the temple everyone says glory. It is said very precisely: "and in his temple everyone says glory." For it is no longer Jews nor the people of the circumcision, but everyone from all the nations who has turned.
Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαυιδ.
Ἀλλ’ εἴποι τίς ἂν πρὸς τοῦτο, ὡς οὐδεμίαν οἰκοδομῆς οἴκου ἢ ναοῦ ποιεῖται μνήμην· οὐδέ τις λόγος ἐστὶν ἐν τῷ ψαλμῷ δυνάμενος ἁρμόζειν ἐγκαινίοις οἴκου ὡς νομίσαι τινὰ ἐπὶ ἐγκαινισμῷ τοῦ ἐν Ἱεροσολύμοις νεὼ τὸν προκείμενον ψαλμὸν εἰρῆσθαι. ἀλλ’ ἐπεὶ προγέγραπταιᾠδῆς ἐγκαινισμοῦ τοῦ οἴκου, σκόπει μήποτε οἶκον ἐνταῦθα τὴν ἑαυτοῦ ψυχὴν αἰνίττεται· ἐν ᾗ τὸ θεῖον πνεῦμα ὡς ἐν ναῷ οἰκῆσάν ποτε καιρῷ τινι ἔρημον αὐτὴν καταλέλοιπεν ἀναχωρῆσαν διὰ τὴν πλημμεληθεῖσαν αὐτῷ κατὰ τὸν Οὐρίαν καὶ τὴν τούτου γυναῖκα πρᾶξιν· δι’ ἣν καὶ μέχρι τοῦ θανάτου κατελήλυθε τὰ πρὸ θάνατον ἁμαρτήσας· δυνάμει δὲ τότε καὶ εἰς τὸν λάκκον καὶ εἰς τὸν ᾅδην κατηνέχθη κατέβη τε ἀληθῶς εἰς διαφθοράν· ὡς διὰ ταῦτα θρήνοις αὐτὸν σχολάσαι σάκκον τε ἀντὶ τῆς βασιλικῆς ἐσθῆτος περιβαλέσθαι. ἀλλ’ ἐπειδὴ ἀξιόλογον ἐνδειξάμενος μετάνοιαν ἑαυτόν τε κολάσας καὶ τιμωρησάμενος ἱκανῶς τε ἐγκαρτερήσας ταῖς ἐξομολογήσεσιν, ἐπαγγελίαν ἀφέσεως τῆς ἁμαρτίας εἴληφε διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου Χριστοῦ μέλλοντος καὶ μέχρις ᾅδου καταβήσεσθαι· εἰκότως τῆς κατηφείας μεταβαλὼν καὶ τῆς ἐφ’ οἷς ἐτόλμησεν ἐξομολογήσεως, εὐχαριστίαν ἀναπέμπει τῷ θεῷ λέγων· κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον μεταβεβλῆσθαί τε αὐτῷ τὰ τοῦ πένθους εἰς εὐφροσύνην σημαίνει καὶ δι’ ὧν φησίν· ἔστρεψας τὸν κοπετὸν εἰς χαρὰν ἐμοί· διέρρηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην.
For the end: a psalm of a song for the dedication of the house; for David.
But someone might say to this that it makes no mention of the building of a house or temple, nor is there any word in the psalm that could be suited to a house dedication, so as to suppose that the psalm in question was spoken for the dedication of the temple in Jerusalem. But since it is inscribed as a song for the dedication of the house, consider whether the house here alludes to his own soul, in which the divine spirit once dwelt as in a temple, but at some time left it deserted, having withdrawn because of the offense committed against him concerning Uriah and his wife, for which he also descended as far as death, having sinned the sins before death; and in effect he was then brought down into the pit and into Hades, and truly went down into corruption, so that because of these things he devoted himself to lamentations and put on sackcloth instead of royal attire. But since, after showing noteworthy repentance, punishing and chastising himself, and persevering sufficiently in his confessions, he received a promise of remission of the sin through the Christ who was to come from his seed and who would descend even to Hades, it is reasonable that, having changed from his dejection and from his confession of what he had dared, he sends up thanksgiving to God, saying: Lord, you brought up my soul from Hades, you saved me from those who go down into the pit; and that his mourning has been changed into joy is indicated also by what he says: You turned my lamentation into joy for me; you tore my sackcloth, and you girded me with joy.
δεδειγμένου τοίνυν τοῦ οἴκου τῆς τοῦ Δαυῒδ ψυχῆς ἄρα τῷ ἐγκαινισμῷ τοῦ τοιούτου οἴκου ἐφαρμόζειν τὰ προκείμενα.
Κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με.
Ταῦτα μὲν ὁ Δαυῒδ διὰ τοῦ μετὰ χεῖρας ψαλμοῦ λέγει· ἐν δὲ τῷ εἰκοστῷ ἑβδόμῳ ψαλμῷ ὁ αὐτὸς ἐβόα λέγων· πρὸς σέ, κύριε, κεκράξομαι, ὁ θεός μου, μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀλλ’ ἐπεὶ μὲν ταῦτα ηὔχετο, ἐνταῦθα δὲ εὐχαριστεῖ ὡς κατενεχθεὶς πρότερον καὶ καταπεσὼν εἰς τὸν λάκκον, ἀνενεχθεὶς δὲ πάλιν καὶ ἀνασωθεὶς ἐξ αὐτοῦ, καὶ μὴ ταῦτα παθὼν τοῖς καταβεβηκόσιν μὲν εἰς αὐτόν, μὴ ἀναβεβηκόσι δέ· προηγουμένως γὰρ μακάριον τὸ μὴ ἁμαρτεῖν, ἐπειδὴ ἡ ἀσθένεια τῆς ἀνθρωπίνης φύσεως τούτοις ὑπόκειται, δεύτερος, ὡς ἂν εἴποι τις, πλοῦς τὸ ἀναπαλέσαι καλὸν καὶ τὸ ἀναλαβεῖν ταὐτὸν μετὰ τὴν νόσον καὶ τὴν κατὰ φύσιν πολαβεῖν ὑγείαν.
Ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ· ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ.
Since the house of David’s soul has been demonstrated, then the present words are to be applied to the dedication of such a house.
Lord my God, I cried out to you, and you healed me.
Now David says these things through the psalm at hand; but in the twenty-seventh psalm the same cried out saying: To you, Lord, I will cry out, my God, do not be silent toward me, never be silent toward me, and I will be likened to those who descend into a pit. But while he prayed for these things then, here he gives thanks as one who was previously brought down and fell into the pit, but was brought up again and rescued from it, and did not suffer the fate of those who descended into it but did not ascend; for primarily it is blessed not to sin, since the weakness of human nature is subject to these things; a second, so to speak, voyage is to recover the good and to regain the same after illness and to recover natural health.
Sing to the Lord, his holy ones, and confess in remembrance of his holiness; for there is anger in his wrath, and life in his will.
Συγχαίρειν αὐτῷ μετανοήσαντι καὶ ἐξομολογεῖσθαι, τουτέστιν εὐχαριστεῖν τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ· ἀντὶ τοῦ τὴν μνήμην ἀναζωπυροῦντες μηδ’ ἐπιλανθανόμενοι τῶν παρὰ τοῦ κυρίου χορηγουμένων ἀνθρώποις ἀγαθῶν. μάλιστα δὲ προσήκει τὴν εὐχαριστίαν ἐπιτείνειν μεμνημένους τῆς τοῦ θεοῦ φιλανθρωπίας, ἥτις τοσαύτη τυγχάνει ὡς μηδέποτε βούλεσθαί τι κακὸν ἀνθρώποις. εἰ δὲ καί ποτέ τις διὰ τὴν οἰκείαν μοχθηρίαν ἐπιστροφῆς δεηθείη, αὐτὸς μὲν ἑαυτῷ κατασκευάζει θυμὸν ὀργῆς· τό γε μὴν θέλημα τοῦ θεοῦ μήποτε βούλεσθαι θάνατον ἀνθρώπῳ, ἀλλὰ ζωήν. διὸ ἐν ἑτέροις λέγεται· ζῶ ἐγὼ, λέγει κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ. οὕτω γοῦν καὶ ἐνταῦθα λέλεκται· ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· οὐ γὰρ ὀργὴ ἐν τῷ θελήματι αὐτοῦ. παρὰ προαίρεσιν δὲ θεοῦ καὶ παρὰ τὸ βούλημα αὐτοῦ τοῖς ἁμαρτάνουσι κατασκευάζεται θυμὸς καὶ ὀργή· ὃ δὴ παρίστησιν ὁ ἀπόστολος φήσας· ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει. κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Rejoice with him who has repented and made confession, that is, give thanks in remembrance of his holiness; instead of rekindling the memory and not forgetting the goods supplied to men by the Lord. It is especially fitting to intensify thanksgiving, remembering the philanthropy of God, which is so great that it never wishes any evil for men. But if ever someone, due to his own depravity, should need correction, he himself prepares for himself wrath and anger; yet the will of God never wishes death for a man, but life. Therefore it is said elsewhere: “I live, says the Lord; I do not desire the death of the sinner as much as his repentance.” So too it is said here: “Life is in his will; for there is no anger in his will.” But contrary to God’s intention and contrary to his will, wrath and anger are prepared for those who sin; which the apostle makes clear when he says: “Do you despise the wealth of his goodness, and his forbearance and patience? Not knowing that the goodness of God leads you to repentance. But according to your hardness and unrepentant heart, you store up for yourself anger on the day of anger and revelation and righteous judgment of God, who will render to each according to his works.
Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.
Δικαιοῖ τὴν κρίσιν τοῦ κυρίου ὁμολογῶν πόθεν αὐτῷ συμβέβηκεν ἡ πτῶσις· δέον γὰρ ἑστῶτα ἐν τῇ παρὰ τῷ θεῷ στάσει μεμνῆσθαι τοῦ φάσκοντος λόγου· ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ὁμολογεῖν τε τῷ θεῷ χάριν ὑπὲρ τῆς στάσεως. ὁ δὲ οὐκ ὀρθῶς λογισάμενος παρὰ τὴν αὐτοῦ ἀρετὴν ἐν τοῖς καλλίστοις ἑστάναι ἐνόμιζεν ἀπέφαινέ τε ἑαυτὸν καὶ ἄτρεπτον καὶ ἀμετάβλητον. κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. ἐπεὶ ταῦτα τὰ προειρημένα οὐκ ὀρθῶς ἐλογίζετο, ἔγνω, ὅτι ἡ στάσις αὐτοῦ ἐκείνη καὶ ἡ εὐθηνία καὶ τὸ προσὸν αὐτῷ τότε κάλλος οὐκ ἦν ἐξ αὐτοῦ οὐδὲ παρὰ τὴν ἑαυτοῦ αἰτίαν ὑπῆρχεν αὐτῷ. διὸ ἐξομολογούμενος ταῦτά φησιν ἔργῳ τὴν πεῖραν παραλαβὼν τῆς ἑαυτοῦ ἀσθενείας· ἀπέστρεψας δέ σου τὸ πρόσωπον, καὶ ἐγενήθην τεταραγμένος. σὺ μὲν γὰρ οὐδὲν πλέον ἔπραξας οὔτε ὦσας οὔτε κατέβαλες· αὐτὸ δὲ τοῦτο διὰ τὴν ἐμὴν μεγαλαυχίαν μεμονωμένον με εἴασας καὶ τῆς παρὰ σοῦ βοηθείας ἔρημον. ἀπέστρεψας τὸ πρόσωπόν σου· ἐγὼ δὲ παραχρῆμα ἠλεγχόμην καὶ ἐγινόμην τεταραγμένος ὑποπίπτων τοῖς ἐμοῖς ἁμαρτήμασι καὶ τοῖς ἐμοῖς ἐχθροῖς.
I said in my prosperity, "I shall never be shaken." Lord, by your will you gave strength to my beauty; you turned away your face, and I became troubled.
He justifies the judgment of the Lord, confessing from where his fall came to him; for it is necessary, while standing in the station granted by God, to remember the saying: "He who thinks he stands, let him see that he does not fall," and to give thanks to God for the station. But he who reasoned incorrectly, contrary to his own virtue, thought he stood among the most excellent things, and declared himself both unshakable and immutable. "Lord, by your will you gave strength to my beauty." Since he had not reasoned correctly about these things previously, he recognized that his station, his prosperity, and the beauty then present in him were not from himself nor did they exist for him by his own agency. Therefore, confessing, he says these things, having learned by experience of his own weakness: "You turned away your face, and I became troubled." For you did nothing more—neither pushed nor cast down; but this very thing, because of my arrogance, you left me isolated and bereft of your assistance. You turned away your face; and I was immediately exposed and became troubled, falling under my own sins and my own enemies.
Πρὸς σέ, κύριε, κεκράξομαι, καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι. τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀπαγγελεῖ τὴν ἀλήθειάν σου;
Κατὰ δὲ τὸν Σύμμαχον· ἐν τοῖς κακοῖς γενόμενος ἔλεγον· πρὸς σέ, κύριε, βοήσω, καί σε τὸν δεσπότην μου ἱκετεύσω· τί κέρδος ἐν τῷ αἵματί μου, κατενεχθέντος μου εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι κόνις ἢ ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἱκετεύω κάτωθεν κραυγὰς ἀφιεὶς ἀπὸ τοῦ βαθυτάτου λάκκου πυθόμενος ὡς παρὰ διδασκάλου μαθεῖν παρὰ σοῦ τοῦ θεοῦ. τίς ὠφέλεια γίνεται ἢ ἐμοὶ ἢ ἑτέροις ἐκ τοῦ ἐμοῦ αἵματος; ἢ τί πλέον ἀνθρώποις ὑπάρξει ἐκ τοῦ ἐμὲ ἐλθεῖν εἰς διαφθοράν; ἑτέρου μὲν γὰρ ἐν τῷ αἵματι ὑπάρξει πολλή τις καὶ μεγάλη ὠφέλεια τῷ παντὶ κόσμῳ· ἐπειδὰν ὁ σὸς ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς πρόβατον ἐπὶ σφαγὴν ἔλθοι, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος. τούτου γὰρ τῷ αἵματι ἀπολύτρωσις καὶ κακῶν ἐλευθερία πᾶσι τοῖς δι’ αὐτοῦ σωθησομένοις γενήσεται. ἀλλὰ καὶ ἡ κατάβασις ἐκείνου ἡ μέχρι τῶν διαφθαρέντων καὶ ἐν θανάτῳ γενομένων πολλοῖς αἰτία σωτηρίας ἔσται. πολλὸς γὰρ χοῦς καὶ πολλὴ κόνις τῶν πάλαι καὶ σαρκίνων καὶ χοϊκῶν ἀνθρώπων ἐξομολογήσεταί σοι· οἳ καὶ ἐπὶ τὸ κρεῖττον μεταβληθέντες ἀπαγγελοῦσι τὴν ἀλήθειάν σου. μήτι οὖν καὶ ἐν τῷ ἐμῷ αἵματι ἔσται τι τοιοῦτον ἀγαθὸν τῷ κόσμῳ; ἢ ὠφεληθήσεταί τις ἐμοῦ κατασυρέντος ὑπὸ τοῦ θανάτου;
To you, Lord, I will cry out, and to my God I will pray. What benefit is there in my blood, in my descent into corruption? Will dust confess to you or proclaim your truth?
According to Symmachus: When I was in troubles, I said: To you, Lord, I will shout, and I will supplicate you, my master. What gain is there in my blood, when I am brought down into corruption? Will dust confess to you or proclaim your truth? These and similar things I entreat, sending up cries from below, from the deepest pit, inquiring as from a teacher to learn from you, God. What benefit arises either to me or to others from my blood? Or what more will exist for men from my coming into corruption? For in the blood of another there will be some great and mighty benefit to the whole world: when your lamb, who takes away the sin of the world, comes as a sheep to slaughter, and as a lamb voiceless before the shearer. For by his blood redemption and freedom from evils will come to all who will be saved through him. But also his descent, even to those who are corrupted and in death, will be a cause of salvation for many. For much dust and much ash of the ancient, fleshly, and earthly men will confess to you; and they, transformed for the better, will proclaim your truth. Is there then also in my blood any such good for the world? Or will anyone be benefited when I am dragged down by death?
ἢ χοῦς καὶ ὁ ἀπὸ τοῦ χοῦ ληφθεὶς καὶ γεγονὼς ἄνθρωπος μεταβληθεὶς ἀπὸ τοῦ χοϊκοῦ καὶ γενόμενος πνευματικὸς ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; ἀλλὰ γὰρ οὐδὲν ἔσται ἐξ ἐμοῦ τοιοῦτον· διὸ ἱκετεύω μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἤκουσεν κύριος καὶ ἠλέησέν με, κύριος ἐγενήθη βοηθός μου. ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην, ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ· κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.
Ταῦτα, φησί, δεηθέντος μου ὁ μὴ μακρὰν ἀφεστὼς τῶν καθαρῶς καὶ πιστῶς ἐπικαλουμένων αὐτὸν κύριος ἤκουσε, περὶ οὗ εἴρηται· ἐγγὺς κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ· καὶ ἀκούσας ἠλέησέ με, καὶ ἔργον ἐπεδείξατο τοῦ εἰς ἐμὲ οἴκτου· ἐγενήθη γὰρ βοηθός μου. ταῦτα ὡς πρὸς ἡμᾶς διαλεχθεὶς καὶ τὰ συμβεβηκότα αὐτῷ διδάξας ἡμᾶς ἀποστρέφει πάλιν τὴν εὐχαριστίαν ἐπ’ αὐτὸν θεὸν τὰς εἰς αὑτὸν εὐεργεσίας διεξιών. ἠλέησας γάρ με σύ, φησί, καὶ γέγονας βοηθός μου· οὕτω τε μετέβαλες τὰ παλαιά μου δάκρυα καὶ τοὺς θρήνους καὶ τὸν κοπετὸν εἰς γέλωτα καὶ χαρὰν καὶ ἀγαλλίασιν ἐπαληθεύσας τὸν ὕστερόν ποτε λεχθέντα μακαρισμὸν περὶ τῶν κλαιόντων καὶ πενθούντων κατὰ τό· μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· καὶ μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. τὰ σύμβολα γοῦν τοῦ πένθους ἀπέδυσάς με τὸν σάκκον, ἐν ᾧ κακοπαθὼν ἐμαυτὸν ἐτιμωρούμην καὶ ζώσματι εὐφροσύνης περιέζωσάς με. καὶ ταῦτα πάντα μοι παρέσχου, ἵνα μὴ ἀπομείνω κόνις καὶ χοῦς ὁ μὴ ἐξομολογούμενός σοι, ἀλλ’ ἵνα ψάλλῃ σοι ἡ δόξα μου.
or will dust, and the one taken from dust and having become a human, transformed from the earthly and having become spiritual, proclaim your truth? But indeed, nothing of that sort will come from me; therefore I beseech that I not be likened to those who descend into a pit.
The Lord heard and had mercy on me, the Lord became my helper. You turned my lamentation into a dance for me, you tore my sackcloth and girded me with gladness, so that my glory might sing to you and not be stricken; Lord my God, I will confess to you forever.
These things, he says, when I had prayed, the Lord, who is not far from those who call upon him purely and faithfully, heard, concerning whom it is said: the Lord is near to all who call upon him in truth; and having heard, he had mercy on me, and he showed the work of his pity toward me; for he became my helper. Having spoken these things to us and having taught us what happened to him, he again turns the thanksgiving toward God himself, recounting the benefits to himself. For you had mercy on me, he says, and you became my helper; thus you transformed my old tears and my dirges and lamentation into laughter and joy and exultation, confirming the beatitude spoken later about those who weep and mourn, according to: blessed are those who weep, for they will laugh; and blessed are those who mourn, for they will be comforted. At any rate, you stripped me of the symbols of mourning, the sackcloth in which I was punishing myself in suffering, and you girded me with a girdle of gladness. And you provided all these things to me so that I might not remain dust and ashes that do not confess you, but so that my glory might sing to you.
ἐν μὲν γὰρ τῷ καταβῆναί με εἰς διαφθορὰν οὐδεμία τις ἦν ὠφέλεια οὔτ’ ἐμοὶ οὔτε ἑτέροις. ἐγώ τε γὰρ ἀπεστερούμην τῆς παρὰ σοῦ ζωῆς ἄλλοι τε οὐδαμῶς ἐτύγχανον τῆς δι’ ἐμοῦ σωτηρίας. ἐν δὲ τῷ μεταβάλλειν σε τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ καὶ ἐν τῷ διαρρῆξαί σε τὸν σάκκον μου καὶ περιζῶσαι εὐφροσύνην οὐχ ἡ τυχοῦσα γεγένηται ὠφέλεια· ἀπολαβὼν γὰρ τὴν προτέραν ἐμαυτοῦ δόξαν, διὰ ταύτης σοι ψαλῶ, καὶ ψαλῶ σοι οὐ μετά τινος φαύλης συνειδήσεως, ἀλλὰ μετὰ πεπαρρησιασμένης καὶ καθαρᾶς διανοίας. διό φησιν· ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. οὕτω τε διατελέσω εἰς τὸν σύμπαντα αἰῶνα ἐξομολογούμενός σοι, καὶ τὰς σὰς διὰ παντὸς εὐεργεσίας τὰς εἰς ἐμὲ διεξιών. κύριος ἐγενήθη βοηθός μου.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ· ἐκστάσεως.
Οὔτε ἐν τῇ Ἑβραίων γραφῇ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἡ προγραφὴ περιέχει· ἐκστάσεως. μήποτε δὲ διὰ τὸ ἐκφέρεσθαι τῷ ψαλμῷ· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· ἀπέρριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, τὴν προσθήκην τις ἐποιήσατο ἐν τῇ προγραφῇ εἰς τὸν καιρόν, καθ’ ὃν ἐν ἐκστάσει γενόμενος εἶπεν· ἀπέρριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου ἀναπέμψας τὰ ἐμφερόμενα τῷ λόγω; πλὴν ἀλλ’ εἰς τὸ τέλος τοὺς ἐντυγχάνοντας παραπέμπει καὶ ἡ παροῦσα προγραφὴ ἤτοι διὰ τὰ τελευταῖα, ἐν οἷς παραίνεσιν ἀναγκαιοτάτην περιέχει ἡ λέγουσα· ἀγαπήσατε τὸν κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖται κύριος καὶ τὰ ἑξῆς· ἢ διὰ τὸ προφητεύειν τινὰ περὶ τῶν κατὰ τὸ πάθος τοῦ σωτῆρος πεπραγμένων· ἃ δὴ γίγνεσθαι ἤμελλεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος.
For when I descended into corruption, there was no benefit at all either to me or to others. For I was deprived of life from you, and others in no way obtained salvation through me. But when you transformed my lament into joy for me, and when you tore my sackcloth and girded me with gladness, no ordinary benefit occurred; for having recovered my former glory, through it I will sing to you, and I will sing to you not with any base conscience, but with a bold and pure mind. Therefore he says: so that my glory may sing to you, and I may not be stricken with grief. And thus I will continue for the whole age, confessing to you and recounting your benefactions to me throughout. The Lord became my helper.
To the end: a psalm for David, of ecstasy.
Neither in the Hebrew text nor among the other translators does the superscription contain "of ecstasy." But perhaps because the psalm utters: "And I said in my ecstasy, I am cast away from before your eyes," someone added the phrase in the superscription for the time when, being in ecstasy, he said: "I am cast away from before your eyes," sending up the things contained in the discourse? Nevertheless, the present superscription also directs readers to the end, either because of the final things, in which the saying contains a most necessary exhortation: "Love the Lord, all you his holy ones, because the Lord seeks truth," and so forth; or because it prophesies some things concerning the events of the Savior's passion, which were to happen at the consummation of the age.
ἀλλ’ ἐπεὶ καὶ τοῦ Δαυῒδ ἐλπίδας ὑπογράφει ἀγαθὰς ὁ λόγος, αἵτινες ἤμελλον αὐτῷ εἰς τὸν μέλλοντα χρόνον ἀποδίδοσθαι, εἰκότως εἰς τὸ τέλος ἀναπέμπει τὴν προγραφήν. περιέχει δὲ ὁ πᾶς ἱκετηρίαν τοῦ Δαυΐδ ὅλον ἑαυτὸν ἀναρτήσαντος τοῦ θεοῦ καὶ παρακαλεῖ μὴ ἐκπεσεῖν τῆς ἐλπίδος.
Γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με.
Εἰ γὰρ καὶ βασιλεὺς ἦν ὁ Δαυὶδ τοῦ Ἰουδαίων ἔθνους πολλῷ τε πλούτῳ περιρρεόμενος, εἰ καὶ νίκαις ταῖς κατ’ ἐχθρῶν ἐκόμα, ἀλλὰ τούτων οὐδὲν πρὸς ἀσφάλειαν συμβαλεῖσθαι αὐτῷ ἐπέπειστο, μόνην δὲ τὴν ἐπὶ κύριον ἐλπίδα· διὸ ἱκέτευε ταύτης μήποτε ἐκπεσεῖν· ἀλλὰ καὶ ἡμᾶς ἐδίδασκε τὰ ὅμοια αὐτῷ ζηλοῦντας καὶ φρονεῖν καὶ λέγειν. ἀντὶ δὲ ἐν τῇ δικαιοσύνῃ σου· ἐν τῇ ἐλεημοσύνῃ σου, ὁ Σύμμαχος ἐξέδωκε. γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σύ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με.
But since the word also describes the good hopes of David, which were to be fulfilled for him in the future time, it fittingly refers the superscription to the end. The whole contains a supplication of David, who has suspended his entire self from God and entreats not to fall from hope.
Be for me a protecting god and a house of refuge to save me. For you are my strength and my refuge, and on account of your name you will guide me and nourish me.
For even if David was king of the Jewish nation and abounded in great wealth, and even if he was elated with victories over enemies, he was convinced that none of these things would contribute to his security, but only hope in the Lord; therefore he entreated never to fall from this hope; and he also taught us, emulating him, to think and speak similarly. Instead of “in your righteousness,” Symmachus rendered “in your mercy.” Be for me a protecting god and a house of refuge to save me. For you are my strength and my refuge, and on account of your name you will guide me and nourish me.
Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου. εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, κύριε ὁ θεὸς τῆς ἀληθείας.
Ἐξ ὧν ἐπειράθην πάλαι πρότερον πέπεισμαι, ὅτι καὶ νῦν ἐξάξεις με ἐκ πάσης παγίδος τῆς ὑπὸ τῶν ἐχθρῶν μοι κατασκευαζομένης. ἕως γὰρ ἐν τῷ βίῳ τῷ θνητῷ τυγχάνω, οἶδα πολεμούμενος· καὶ μέχρις ἐσχάτης ἀναπνοῆς ἐν ἀγωνίᾳ κατέστην καὶ διὰ τὰς τῶν ἐχθρῶν ἐπιβουλάς. ἀλλὰ πέπεισμαι, ὅτι ἐπὶ σοὶ ἀναρτήσας τὴν ἐμαυτοῦ ἐλπίδα οὐ καταισχυνθήσομαι εἰς τὸν αἰῶνα. θεὸν δὲ ἀληθείας εὐκαίρως καὶ καταλλήλως τοῖς λεγομένοις ὠνόμασεν· οὐ γὰρ ἔστι διαψευσθῆναι τὸν ἐπὶ σὲ ἠλπικότα οὐδὲ τὸν ἐπὶ ταῖς σαῖς ἐπαγγελίαις πεπιστευκότα.
Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας δια κενῆς· ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα. ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
You will lead me out of this snare, which they set for me, because you are my protector. I will entrust my spirit into your hands; you have redeemed me, Lord, God of truth.
From what I experienced long ago, I am convinced that even now you will lead me out of every snare contrived for me by my enemies. For as long as I am in this mortal life, I know I am under attack; and until my last breath I have been in distress because of the plots of my enemies. But I am convinced that, having hung my hope upon you, I will not be put to shame for all eternity. And he fittingly and appropriately called you the God of truth in relation to what is said; for it is impossible for one who has hoped in you to be deceived, nor for one who has trusted in your promises.
You have hated those who guard vanities in vain; but I have hoped in the Lord. I will exult and rejoice in your mercy, because you have looked upon my humiliation, you have saved my soul from distresses, and you have not delivered me into the hands of an enemy, you have set my feet in a spacious place.
Εἰκότως χαίρεις μὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς, καὶ τούτους προσίεσαι· διὸ λέλεκται· ἀληθείας ἐκζητεῖ κύριος· τοὺς δὲ τὴν ματαιότητα περιέποντας εἰκότως ἀποτρέπῃ καὶ μισεῖς, ὡς ἂν τὸ ψεῦδος μεταδιώκοντας. ματαιότης γὰρ τὸ ψεύδους γέμον· διὸ παραινεῖς λέγων· υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖσθε ψεῦδος; ἐγὼ δέ, ἀποστραφεὶς τὰ μάταια ἐπὶ σὲ μόνον τὸν ἐμαυτοῦ κύριον ἤλπισα· διὸ πέπεισμαι οὐκ εἰκῇ σοι ἐμαυτὸν παρατεθεῖσθαι. τὸ γὰρ τέλος τῆς εἰς σὲ ἐλπίδος χαρὰ καὶ εὐφροσύνη. ἤδη καὶ ἄλλοτε ἐπεῖδες τὴν ταπείνωσίν μου πολλάκις τε περιπεσούσης τῆς ἐμῆς ψυχῆς ἀνάγκαις ταῖς ὑπὸ τῶν ἐχθρῶν ἐπιτεθείσαις αὐτῇ ἐμοῦ τε μηδὲν πλέον πράττοντος ἢ ταπεινοῦντος ἐμαυτὸν καὶ κακοῦντος διὰ τῶν πρὸς σὲ τὸν θεὸν ἱκετηρίων, σὺ αὐτὸς ὁ ἐμὸς ὑπέρμαχος καὶ ὑπερασπιστής, μὴ ἀντιπαρελθών με, ἀποδεξάμενος δὲ τὴν ἐμὴν ταπείνωσιν, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· παραδόξως δέ με εἴσω δικτύων ἤδη γενόμενον καὶ ταῖς χερσὶ τῶν ἐχθρῶν παραδεδομένον ἁρπάσας ἐλεύθερον ἀνῆκας, καὶ τοὺς πόδας μου ἐν πλατύτητι καὶ εὐρυχωρίᾳ κατέστησας, συγχωρήσας ἄφετόν με βαδίζειν, ὅποι καὶ βούλομαι.
Naturally you rejoice in the lovers of truth, and you welcome them; therefore it is said: the Lord seeks truth. But those who attend to vanity you naturally turn away and hate, as those who pursue falsehood. For vanity is full of falsehood; therefore you exhort, saying: Sons of men, how long will you be heavy-hearted? Why do you love vanity and seek falsehood? But I, having turned away from vain things, have hoped only in you, my own Lord; therefore I am convinced that I have not entrusted myself to you in vain. For the end of hope in you is joy and gladness. Already at another time you looked upon my humiliation, and when my soul often fell into the necessities laid upon it by my enemies, and I did nothing more than humble myself and afflict myself through supplications to you, God, you yourself, my champion and protector, not passing me by, but accepting my humiliation, saved my soul from the necessities, and you did not shut me up into the hands of my enemies; but, having already come within nets and been delivered into the hands of my enemies, you snatched me away and set me free, and you placed my feet in breadth and spaciousness, allowing me to walk freely wherever I wish.
Ἐλέησόν με, κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. ὅτι ἐχέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου και τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.
Ἱκετεύω, φησί, καὶ δέομαι ἐλεηθῆναι, ὅτι θλίβομαι· ἀνθ’ οὗ ὁ Ἀκύλας φησίν· ὅτι στενὸν ἐμοί. τὴν γὰρ στενὴν καὶ τεθλιμμένην ὁδεύω διὰ σὲ καὶ τὰς σὰς ἐπαγγελίας. ἀλλὰ καὶ ὁ τῆς ψυχῆς μου ὀφθαλμός, αὐτὸς ὁ νοῦς καὶ τὸ ἐν ἐμοὶ λογιστικόν, ἐταράχθη ἐν θυμῷ· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησίν· ηὐχμώθη ἐν παροργισμῷ ὁ ὀφθαλμός μου· ὁ δὲ Σύμμαχος· ἐθολώθη διὰ παροργισμὸν ὀφθαλμός μου. ὅτε γὰρ παρώργισα, φησί, καὶ θυμὸν ἐμαυτῷ ἐπήγειρα τολμήσας διαπράξασθαι τὰ θυμοῦ καὶ ὀργῆς ἄξια, τὸ τηνικαῦτα σύγχυσις καὶ θόλωσις καὶ αὐχμὸς τὸ λογιστικὸν τῆς ἐμῆς ψυχῆς κατείληφεν. ἀλλὰ καὶ ἡ ψυχή μου, φησί, καὶ ἡ γαστήρ μου, καὶ αὐτὴ ἐθολώθη καὶ ἐταράχθη κατὰ τὸν καιρὸν τοῦ παροργισμοῦ μου. ὥσπερ δὲ ὀφθαλμὸν ψυχῆς κατὰ μεταφορὰν τοῦ αἰσθητοῦ ὀφθαλμοῦ νενοήκαμεν, οὕτω καὶ τὴν γαστέρα αὐτῆς οὐκ ἂν ἁμάρτοις εἰπὼν τὴν δύναμιν τὴν μνημονικήν, ἐν ᾗ ὥσπερ ἐν κοιλίᾳ καὶ γαστρὶ πάσας τὰς διὰ λόγων τροφὰς ἐναποτίθεσθαι εἴωθε. διὸ λέλεκταί που· εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. καὶ ὁ σωτὴρ δέ· ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. κἀνταῦθα τοίνυν τὴν μνημονικὴν δύναμιν ἢ καὶ αὐτὸ τὸ ἡγεμονικὸν τῆς ψυχῆς κοιλίαν ὠνόμασεν ὁ σωτήρ.
Have mercy on me, Lord, for I am distressed; my eye, my soul, and my belly have been disturbed in wrath. For my life has failed in pain, and my years in groans; my strength has weakened in poverty, and my bones have been disturbed.
I beseech, he says, and beg to be pitied, because I am distressed; instead of which Aquila says: because it is narrow for me. For I travel the narrow and afflicted path for your sake and your promises. But also the eye of my soul, the mind itself and the rational part in me, was disturbed in wrath; instead of which Aquila says: my eye was parched in anger; Symmachus says: my eye was turbid through anger. For when I provoked, he says, and stirred up wrath against myself, daring to do things worthy of wrath and anger, then confusion, turbidity, and dryness overtook the rational part of my soul. But also my soul, he says, and my belly, this too was turbid and disturbed at the time of my provocation. And just as we have understood the eye of the soul by metaphor from the perceptible eye, so too you would not err in calling its belly the mnemonic faculty, in which, as in a cavity and belly, it is accustomed to store all nourishment through words. Hence it is said somewhere: bless, my soul, the Lord, and all my inner parts, his holy name. And the Savior says: whoever drinks from the water that I will give him, rivers of living water will flow from his belly, leaping into eternal life. Here, then, the Savior has called the mnemonic faculty, or even the ruling part of the soul, the belly.
θολωθεὶς τοίνυν τὸνὀφθαλμὸν τῆς ψυχῆς καὶ τὴν γαστέρα τὴν παραδεδομένην ἰατρείᾳ καὶ θεραπείᾳ ἐμαυτὸν παρεῖχον, ὀδύνῃ καὶ στεναγμοῖς καὶ πτωχείᾳπαραδιδοὺς τὸν ἐμαυτοῦ βίον ὥσπερ διά τινων κύκλων ἰατρευόμενος. ἀντὶ δὲ τοῦ ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· οὕτω γάρ, φησίν, ἐμαυτὸν ἐκάκουν, ὡς διὰ τὴν ὑπερβολὴν τῆς κακώσεως ἐξατονῆσαί μου καὶ ἐξασθενῆσαι τὴν ἰσχύν, καὶ αὐτὰ τὰ τῆς ψυχῆς μου ὀστέα, καὶ τὰς δυνάμεις ἐν αἷς πάλαι ἠνδριζόμην ηὐρωτίασαν· ἢ κατὰ τὸν Ἀκύλαν· καὶ τὰ ὀστᾶ μου ηὐχμώθη. ταῦτα δὲ ἀναγκαῖα πρὸς διδασκαλίαν καὶ ὑπογραμμὸν τῶν ἀφέσεως τυχεῖν βουλομένων τῶν οἰκείων πλημμελημάτων.
Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσίν μου σφόδρα καὶ φόβος τοῖς γνωστοῖς μου, οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ’ ἐμοῦ. ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.
Ταῦτα ἀναφέρομεν ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν, ἁρμόζοι ἂν ὑπ’ αὐτοῦ λέγεσθαι, ὅτε οἱ ἐχθροὶ ἀνηρτημένον ὁρῶντες αὐτὸν ἐπετώθαζον ὀνειδίζοντες κατὰ τὰ γεγραμμένα ἐν τοῖς εὐαγγελίοις· οἵ τε γνωστοὶ καὶ οἱ μαθηταὶ καὶ φίλοι φόβῳ ὑποπεσόντες ἀνεχώρουν καταλείποντες αὐτόν· ὅτε καὶ ὁ πρωτοστάτης τοῦ χοροῦ τῶν αὐτοῦ μαθητῶν ἤρνηται αὐτὸν τρίτον. τότε δὲ καὶ ἀπελήσθη ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἀλλὰ καὶ ἐνομίσθη γεγονέναι ὡς σκεῦος ἀπολωλός. πλὴν ἀλλὰ καὶ ταῦτα ἐπὶ τὸν ἐν τῷ ψαλμῷ ἐξομολογούμενον ἀναφερόμενα ὑπερβάλλουσαν αὐτοῦ παρίστησι κάκωσιν.
Having thus darkened the eye of my soul and my belly, I gave myself over to medicine and treatment, delivering my life to pain, groans, and poverty, as if being healed through some cycles. Instead of "my strength in poverty," and "my bones were disturbed," Symmachus interpreted more clearly, saying: "For thus," he says, "I was afflicting myself, so that because of the excess of affliction my strength grew faint and weak, and the very bones of my soul, and the powers in which I formerly acted manfully, became enfeebled"; or according to Aquila: "and my bones became squalid." These things are necessary for instruction and as a model for those who wish to obtain remission of their own faults.
I became a reproach to all my enemies, and greatly to my neighbors, and a fear to my acquaintances; those who saw me from outside fled from me. I was forgotten as a dead man from the heart; I became like a lost vessel.
We refer these things to the time of the passion of our Savior; they would be fittingly spoken by him, when the enemies, seeing him suspended, mocked and reproached him according to what is written in the Gospels; and his acquaintances, disciples, and friends, overcome with fear, withdrew, abandoning him; when also the leader of the chorus of his disciples denied him three times. Then he was forgotten as a dead man from the heart; but also he was considered to have become like a lost vessel. Nevertheless, even these things, when referred to the one making confession in the psalm, represent his surpassing affliction.
οὕτω γὰρ ἑαυτὸν ἐξέτηκεν, ὡς ἐκλείπειν μὲν αὐτοῦ ἐν ὀδύνῃ τὴν ζωὴν καὶ ἔτη ἐν στεναγμοῖς, ἀσθενῆσαι δὲ ἐν πτωχείᾳ τὴν ἰσχὺν καὶ τὰ ὀστέα τῆς ψυχῆς αὐτοῦ ταραχθῆναι· ἐφ’ οἷς καὶ ἐγελᾶτο ὑπὸ τῶν ἐχθρῶν, ὡς εἰκῆ καὶ μάτην ἑαυτὸν κατακόπτων. οὐ μόνον δὲ παρὰ τοῖς ἐχθροῖς ἐγίνετο ὄνειδος, ἀλλὰ καὶ παρὰ τοῖς γείτοσιν αὐτοῦ τοῖς μάλιστα αὐτὸν εἰδόσι διὰ τὸ ἔγγιστα οἰκεῖν. οὗτοι γὰρ ὁρῶντες αὐτὸν κατατρύχοντα ἐν τῇ πρὸς τὸν θεὸν ἐξομολογήσει κατεγέλων αὐτοῦ καὶ ὠνείδιζον. οἱ δὲ προσήκοντες αὐτῷ συγγενεῖς καὶ φίλοι καὶ ἐφοβοῦντο ὡς μεμηνότα καὶ τὰς φρένας ἐξεστηκότα ὥστε ἀναχωρεῖν καὶ φεύγειν ἐξ αὐτοῦ ἀπογινώσκοντας αὐτοῦ τὴν σωτηρίαν λήθην τε αὐτοῦ ποιεῖσθαι ὡσεὶ καὶ νεκροῦ ἤδη γενομένου καὶ ὡς περὶ σκεύους ἀπολωλότος διακεῖσθαι. ταῦτα πάντα πεπονθέναι ἔφασκεν ἑαυτὸν κακῶν ἐξομολογήσει καὶ μετανοίᾳ. ἀλλ’ οἵδε μέν, φησί, τοιοῦτοι γεγόνασι περὶ ἐμέ. ἐγὼ δὲ οὐκ ἄνευ λόγου οὕτως ἐμαυτὸν ἦγον, ἀλλ’ ἐπειδήπερ ἤκουον ψόγον πολλῶν παροικούντων κυκλόθεν, οἱ τότε συναιρόμενοι ἐπὶ τὸ αὐτὸ λαβεῖν τὴν ψυχήν μου ἐνεθυμοῦντο· οἱ γὰρ ἀφανεῖς καὶ ἀόρατοι ἐχθροὶ περιπεσόντος μου τῇ ἁμαρτίᾳ, συνετάσσοντο πρὸς ἀλλήλους, ὅπως διαρπάσωσι τὴν ἐμὴν ψυχήν. διόπερ ἐγὼ τῆς τούτων ἐπιβουλῆς συναισθόμενος τῇ τοσαύτῃ ἐμαυτὸν ἐπεδίδουν τιμωρίᾳ, εἴ πως ἄρα ὁ θεὸς διὰ τὴν τοσαύτην μου ταπείνωσιν ἐλεήσειέ με καὶ ῥύσαιτο τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς.
For thus he wasted himself away, so that his life was spent in pain and his years in groans, and his strength was weakened in poverty, and the bones of his soul were disturbed. At this he was also laughed at by his enemies, as one who cut himself down in vain and to no purpose. And not only among his enemies did he become a reproach, but also among his neighbors, who knew him best because they lived very near. For these, seeing him wearing himself out in confession to God, mocked and reproached him. And his own relatives and friends were afraid of him as one who was mad and out of his senses, so that they withdrew and fled from him, despairing of his salvation, and made him an object of oblivion as if he were already dead, and regarded him as a lost vessel. All these things, he said, he had suffered through confession of evils and repentance. But these people, he says, became such toward me. I, however, did not conduct myself thus without reason, but because I heard the reproach of many dwelling round about; those who then conspired together to seize my soul were plotting. For the invisible and unseen enemies, when I fell into sin, arrayed themselves against one another, so as to plunder my soul. Therefore, perceiving their plot, I gave myself over to such great punishment, in the hope that God, because of my great humiliation, might have mercy on me and deliver me from the plot of my enemies.