οὔτε γὰρ τὸν πατραλοίαν Ἀβεσ σαλὼμ ἐμίσησεν, οὔτε τὸν Σαοὺλ, (περὶ οὗ εἶπεν ὁ Θεός· «Μεταμεμέλημαι χρίσας τὸν Σαοὺλ εἰς βασι λέα»)· διαφόρως τῷ Δαυῒδ ἐπιβουλεύσαντα, οὔτε ἄλ λον τινὰ παράνομον· ὅθεν «παρανόμους» εἰπὼν, οὐ προσέθηκεν «ἀνθρώπους·» ὡς γὰρ ἅγιος ἐμίσει τὰ μίσους ἄξια, τοὺς λόγους τοὺς παρανόμους, τὰ δόγμα τα τὰ παράνομα, τὰς τοιαύτας διδασκαλίας, τὴν διά θεσιν καθ' ἣν ἁμαρτάνουσιν· ὅθεν τοῖς παρανόμοις λόγοις ἀντέθηκε τὸν ἀγαπώμενον νόμον. Κατὰ ταύτην τὴν ἔννοιαν καὶ πατέρα καὶ μητέρα μισεῖν προστετάγμεθα, τουτέστιν ἀποστρέφεσθαι παρακαλοῦντας ἡμᾶς εἰς ἀσέβειαν, ἢ τοῦ κατὰ Χριστὸν ἀποτρέποντας μαρτυρίου. Ἄλλως γὰρ καὶ τοὺς ἐχθροὺς ἡμῶν ἀγα πᾷν προστετάγμεθα. Θεοῦ δὲ προκαλουμένου εἰς τὸ καὶ τὴν ἰδίαν μισῆσαι ψυχὴν, ὁμοίως καὶ ἀνθρώπους δεῖ παρανόμους μισεῖν, ὡς ἂν αὐτοὺς ἐπιστρέψωμεν βελτιούμενοι
τῷ μὴ τούτοις ὁμοιωθῆναι. Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου, κ. τ. ἑ. Ἐὰν μὴ ἐκκλίνωσιν ἀφ' ἡμῶν οἱ δαίμονες, τὰς ἐντολὰς τοῦ Θεοῦ ποιεῖν οὐκ ἰσχύομεν· πρὸς γὰρ ταύτας μάλιστα ἵστανται, διὰ τὸ προξένους ἡμῖν γενέσθαι τῆς γνώ σεως τοῦ Θεοῦ. Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσομαι, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου, κ. τ. ἑ. «Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.» Τοῦ αὐτοῦ. «Κατὰ τὸ λόγιόν σου·» τουτέστι κατὰ τὴν ὑπόσχεσίν σου. Ἐπηγγείλω γὰρ ἐν τῷ νόμῳ ὑπερασπίζειν τῶν φυλασσόντων αὐτόν.
For he did not hate Absalom, the parricide, nor Saul, concerning whom God said, "I have repented that I anointed Saul as king," who plotted against David in various ways, nor any other lawless person. Therefore, having said "lawless," he did not add "men." For as a holy man he hated what is worthy of hatred: lawless words, lawless doctrines, such teachings, the disposition according to which they sin. Hence to lawless words he opposed the law that is loved. According to this understanding, we are commanded to hate both father and mother, that is, to turn away from those who urge us to impiety, or who turn us aside from martyrdom for Christ. For otherwise we are commanded to love even our enemies. But when God calls us to hate even our own soul, likewise we must hate lawless men, so that we may convert them by becoming better through not being made like them. Depart from me, you who do evil, and I will search out the commandments of my God, etc. If the demons do not depart from us, we cannot keep the commandments of God; for they stand especially against these, because they have become for us the procurers of the knowledge of God. Uphold me according to your word, and I shall live, and do not put me to shame from my expectation, etc. "For tribulation produces endurance, and endurance produces proven character, and proven character produces hope, and hope does not put to shame." Of the same. "According to your word," that is, according to your promise. For you promised in the law to shield those who keep it.
Τοῦτον τοίνυν ἔχοντα τὸν σκοπὸν τῆς σῆς προνοίας ἀξίωσον, ἵνα μὴ ἐπιτυχὼν τῆς ἐλπίδος, αἰσχύνης ἀναπλησθῶ. Τὸ δὲ λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν δηλοῖ· ἀντὶ τοῦ· Τὴν ἐπαγγελθεῖσάν μοι παράσχου σωτηρίαν. Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντὸς, κ. τ. ἑ. Εἰ γὰρ καὶ ἔφη· «Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ,» ἀλλὰ δεῖται βοηθείας ἀδιαλείπτου. Ἐν ὅσῳ γάρ ἐσμεν ἐνταῦθα, οὔπω τέλειον τὸ «σωθήσομαι,» ἀλλ' ὅταν μετὰ τῶν ἀγγέλων ζήσωμεν τοῦ Θεοῦ. Τότε γὰρ καὶ μελέτη δικαιωμάτων πρόσωπον πρὸς πρόσωπον, οὐ κατὰ τὴν σκιὰν, ἀλλὰ κατὰ τὴν ἀλήθειαν. Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρ τωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου, κ. τ. ἑ. Ἡμεῖς μὲν «παραβαίνοντας» λέγομεν τοὺς δεδιδαγμένους τὸν λόγον, καὶ μετὰ τὸ δεδιδάχθαι, μὴ τετηρηκότας, ἀλλ' ἀποστάντας καὶ παραβεβηκότας. Οὗτος δὲ ὁρᾷ, ὅτι πάντες ἔχουσιν ἀφορμὰς πρὸς καλοκἀγαθίαν, εἰ καὶ μὴ ἐδιδάχθησαν· ὥστε μὴ μό νους παραβάτας λέγεσθαι τοὺς μετὰ τὴν πίστιν ἀπο στάντας, ἀλλὰ καὶ τοὺς ὁπωσποτοῦν ἁμαρτάνοντας. Ἁμαρτωλοὶ δὲ τῆς γῆς οἱ ἐπὶ γῆς ἡμαρτηκότες ἄν θρωποι. Ἄλλοι γάρ εἰσιν ἁμαρτωλοὶ οὐρανοῦ, πρὸς οὓς ἡμῖν ἐστιν ἡ πάλη «πρὸς τὰ πνευματικὰ τῆς πο νηρίας ἐν τοῖς ἐπουρανίοις.» Ἐκεῖ γὰρ πρῶτον ἁμαρτόντες, ὕστερον καὶ ἐπὶ γῆς τοῦτο ποιοῦσιν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην, κ. τ. ἑ. Ὁ καθηλούμενος σταυροῦται. Ζητῶ οὖν τὸν σταυρὸν, καὶ ζητῶ μήποτε ὁ σταυρός ἐστιν ὁ φόβος τοῦ Θεοῦ. Καὶ γὰρ εἶπεν ὁ Σωτήρ·
Since therefore he has this aim, count him worthy of your providence, so that he may not, having attained his hope, be filled with shame. And the saying here declares the promise; instead of: Grant me the salvation that was promised to me. Help me, and I shall be saved, and I shall meditate on your statutes continually, and so on. For even if he said, "You are my helper and my defender," yet he needs unceasing help. For as long as we are here, "I shall be saved" is not yet complete, but when we live with the angels of God. For then there is also meditation on the statutes face to face, not according to the shadow, but according to the truth. I considered all the sinners of the earth as transgressors; therefore I loved your testimonies, and so on. We, on the one hand, call "transgressors" those who have been taught the word and, after being taught, have not kept it, but have fallen away and transgressed. But he sees that all have occasions for virtue, even if they were not taught; so that not only those who have fallen away after the faith are called transgressors, but also those who sin in any way. And "sinners of the earth" are the men who have sinned on the earth. For there are other sinners of heaven, against whom our struggle is "against the spiritual forces of wickedness in the heavenly places." For having first sinned there, they later do this also on the earth. Nail my flesh with your fear; for I was afraid because of your judgments, and so on. The one who is nailed is crucified. I seek, then, the cross, and I seek whether perhaps the cross is the fear of God. For the Savior also said:
«Ὃς ἐὰν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος.» Πολλάκις δὲ διεστειλάμεθα περὶ φόβου καὶ ἀγάπης· καὶ τελειότερον εἰρήκαμεν τὸν ἀγαπῶντα τοῦ φοβου μένου, καὶ ἀναγκαῖον εἶναι τὸν φόβον πρὸς εἰσαγωγήν. Ὅπου δὲ εἰσέλθῃ «τελεία ἀγάπη, ἔξω βάλλει τὸν φόβον.» Ἐπεὶ τοίνυν εὑρίσκεται καθηλούμενος ἐκ τοῦ φόβου ὑπὸ τοῦ Θεοῦ ὁ δίκαιος, ζητῶ, μήποτε ὁ μὲν σταυρούμενος φοβεῖται καθηλούμενος ἐκ τοῦ φόβου, ἵνα νεκρώσῃ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· ἡνίκα δ' ἂν ἔλθῃ ἡ τελεία ἀγάπη, καθαιρεῖται ἀπὸ τοῦ σταυροῦ, θάπτεται, ἐκ νεκρῶν ἐγείρεται, ἱν' ἐν καινότητι ζωῆς περιπατήσῃ, οὐκέτι κατὰ φόβον, ἀλλὰ κατὰ τὴν ἀγάπην τὴν ἐν Χριστῷ Ἰησοῦ. Ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με, κ. τ. ἑ. Πῶς οὖν Ἰὼβ ποιήσας κρίμα καὶ δικαιοσύνην, ὡς αὐτὸς ὁ Κύριος ἐμαρτύ ρησε, παρεδόθη τοῖς ἀδικοῦσιν αὐτόν; Ἢ τὴν ψυχὴν αὐτοῖς οὐ βούλεται παραδίδοσθαι· σώματος γὰρ καὶ κτημάτων ὁ δίκαιος οἶδεν καταφρονεῖν. Δοῦλός σου εἰμὶ ἐγώ· συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου, κ. τ. ἑ. Οὐδεὶς δοῦλος τῆς ἁμαρτίας δοῦλός ἐστι τοῦ Θεοῦ· ὁ οὖν δουλεύων ἐν πά σῃ πράξει καὶ διανοήσει, ποιῶν πάντα κατὰ τὸν λόγον αὐτοῦ, οὗτος λεγέτω· «Δοῦλός σου εἰμὶ ἐγώ.» Τοιοῦ τος ὢν ὁ Προφήτης, ἀξιοῖ μισθὸν λαβεῖν τῆς δουλείας τό· «Συνέτισόν με.» Ἔστι γὰρ σύνεσις διδομένη ἀπὸ Θεοῦ, ἣ ἀπόκειται παρὰ τῷ Θεῷ ὡς ἐν θησαυροφυλακίῳ. Πνεῦμα γὰρ, φησὶ, σοφίας καὶ συνέσεως, καὶ τὰ ἑξῆς τῶν ἀγαθῶν χαρίσματα ἀναπαύσεται ἐπ' αὐτόν. Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου, κ. τ. ἑ.
Whoever does not take up his cross and follow me is not worthy of me." We have often distinguished between fear and love, and we have said that the one who loves is more perfect than the one who fears, and that fear is necessary for introduction. But where "perfect love" enters, "it casts out fear." Since, therefore, the righteous man is found being nailed by fear under God, I ask whether perhaps the one being crucified fears as he is nailed by fear, in order to put to death the members that are on the earth; but when perfect love comes, he is taken down from the cross, is buried, is raised from the dead, so that he may walk in newness of life, no longer according to fear, but according to the love that is in Christ Jesus. I have done judgment and righteousness; do not deliver me to those who wrong me, and so on. How then was Job, having done judgment and righteousness, as the Lord himself testified, delivered to those who wronged him? Or he does not wish the soul to be delivered to them; for the righteous man knows how to despise the body and possessions. I am your servant; give me understanding and I shall know your testimonies, and so on. No one who is a slave of sin is a slave of God; therefore the one who serves in every deed and thought, doing all things according to his word, let him say: "I am your servant." Being such, the Prophet thinks it worthy to receive as wages of his service the words: "Give me understanding." For there is understanding given from God, which is stored up with God as in a treasury. For the Spirit, it says, of wisdom and understanding, and the rest of the good gifts, will rest upon him. It is time to act for the Lord; they have broken your law, and so on.
Καιρός ἐστι χρόνος κατορθώσεως τῷ Κυρίῳ, τοῦ ποιῆσαι ἐκδίκησιν δηλονότι. Κατέλυ σαν, ἠθέτησαν τὸν νόμον σου οἱ παράνομοι. Σύμμαχος· «Καιρὸς πρᾶξαι τῷ Κυρίῳ, ὅτι σκεδαννύουσι τὸν νόμον σου.» Ἀκύλας·
«Ἠκύρωσαν.» Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα, κ. τ. ἑ. Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας οὐδὲ πᾶσαν ὁδὸν ἄδικον ἐμίσησεν. Εἰ δὲ ὁ φοβούμενος τὸν Κύριον μι σεῖ ἀδικίαν, οὗτος δὲ οὐκ ἐμίσησεν, οὐ φοβεῖται τὸν Κύριον. Ὁ δὲ μὴ φοβούμενος οὐ μακάριος, εἴπερ, «Μακάριος ὁ φοβούμενος τὸν Κύριον.» Ὁ τὰς ἐντολὰς τοῦ Θεοῦ ἀγαπῶν μισεῖ πᾶσαν κακίαν, ὡς ἀντι κειμένην αὐταῖς. Ἀσύμβατον γὰρ ἀρετὴ καὶ κακία, φῶς καὶ σκότος, ὑγεία καὶ νόσος. Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύ νησεν αὐτὰ ἡ ψυχή μου, κ. τ. ἑ. Ἐπεὶ μεγάλα ὄντα καὶ πολὺν ἔχοντα νοῦν τὰ μαρτύριά σου, θαυμα στά ἐστι, τούτου χάριν οὐχ ὡς ἔτυχεν αὐτοῖς προσέχω, ἀλλ' ἐπιτεταμένως ἐξερευνᾷ αὐτὰ ἡ ψυχή μου· ἔχων γὰρ τὴν αὐτῶν θεωρίαν, ὁρῶ ἐμαυτὸν πολὺ τῆς ἐπι στήμης αὐτῶν ἀπολειπόμενον, καὶ δεύτερον αὐτοῖς ἐπιβάλλω· εἶτα πάλιν ὁρῶν, ὅτι μόγις ἐν εἰσαγωγῇ αὐτῶν ὑπάρχω, ἐπιτείνω τοίνυν ἐγχωροῦσάν μοι ἔρευναν, ἕως οὗ τὴν ἀκραιφνεστάτην τῆς ἐπιστήμης αὐ τῶν ἕξω ἀλήθειαν. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν, κ. τ. ἑ. Ὁ ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρδίαν, ἕλκει τὸ ἅγιον Πνεῦ μα τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ Θεοῦ. Τὸ στόμα τῆς ψυχῆς μου ἐστὶν ἡ διάνοια.
It is a time of setting right for the Lord, namely, to execute vengeance. The lawless have broken, they have set aside your law. Symmachus: "It is a time for the Lord to act, because they scatter your law." Aquila: "They have annulled it." For this reason, toward all your commandments I kept setting myself right; I hated every unjust way, and so on. The one who has not set right all the commandments has not hated every unjust way either. But if the one who fears the Lord hates injustice, and this one has not hated it, he does not fear the Lord. And the one who does not fear is not blessed, if indeed, "Blessed is the one who fears the Lord." The one who loves the commandments of God hates all wickedness, as being opposed to them. For virtue and wickedness are incompatible, light and darkness, health and disease. Your testimonies are wonderful; therefore my soul has searched them out, and so on. Since your testimonies, being great and having much meaning, are wonderful, for this reason I do not attend to them casually, but my soul searches them out intently. For having the contemplation of them, I see myself falling far short of the knowledge of them, and I apply myself to them a second time; then again, seeing that I am scarcely at the introduction to them, I intensify the search as far as it is possible for me, until I attain the purest truth of the knowledge of them. I opened my mouth and drew in spirit, because I longed for your commandments, and so on. The one who has opened his heart through practice draws in the Holy Spirit, who reveals to him the mysteries of God. The mouth of my soul is the mind.
Τοῦτο οὖν κλείσας τοῖς πονηροῖς λογισμοῖς, ἤνοιξα τοῖς ἀγαθοῖς, καὶ εἵλκυσα Πνεῦμα συνέσεως, χάριτος, καὶ σοφίας. Τοῦ αὐτοῦ. Μισθὸς ἄρα τῆς χορηγίας τοῦ Πνεύματος ἡ φράσις τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ ἡ κατόρθωσις, ὥστε ἀνοῖξαι μόνον ἡμᾶς τὸ στόμα, καὶ παρα χρῆμα Πνεῦμα ἐξ οὐρανῶν ἕλκειν. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία, κ. τ. ἑ. Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία· τοῦ δὲ κατ' ἐνέργειαν παρανομοῦντος, κατακυριεύειν. Ἢ τάχα τῶν μὲν ὀλίγα ἁμαρτανόντων κυριεύει ἡ ἀνομία, τῶν δὲ πλείονα κατακυριεύει. Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου, κ. τ. ἑ. Τοὺς κατὰ διάνοιαν πειρασμοὺς νῦν τροπικῶς ὕδατα ὀνομά ζει, ὧν ἡμᾶς ἀποτρέπει Σολομὼν, λέγων· «Ἀπὸ ὕδα τος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς.» Τοῦ αὐτοῦ. Οἱ ἡμέτεροι ὀφθαλμοὶ εἰς διεξόδους ὑδάτων καταδύνουσι τὰ τοῦ βίου πράγματα ἄστατα, οἷς ἐστι χρεία λοιπὸν ἐκεῖθεν ἀναχθῆναι καὶ διαβλέψαι, ὥστε τὰ ἑστηκότα τοῦ μέλλοντος αἰῶνος διαθρεῖν λοιπόν. Τοῦ αὐτοῦ. Ὁ Σύμμαχος οὕτω· «Διαιρέσεις ὑδά των κατέδυναν οἱ ὀφθαλμοί μου περὶ τῶν μὴ φυλασ σόντων τὸν νόμον σου.» Ἐξέτηξέ με ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λό γων σου οἱ ἐχθροί μου, κ. τ. ἑ. Οἷον ζῆλον ἀνελάμβανον, εἴποτε ἑώρων τινὰ ἐπιλελησμένον τῶν σῶν λό γων; Οὐχ ἁπλῶς ζῆλον, ἀλλὰ διάπτοντά τε καὶ ἔνθερμον, καὶ αὐτόχρημα καῦσιν, εἰ ἐθεώρουν τινὰς ἐπιλανθανομένους σου τῶν λόγων.
Having therefore closed it to evil thoughts, I opened it to good ones, and drew in a Spirit of understanding, grace, and wisdom. By the same author. The wage, then, of the Spirit's provision is the utterance of God's commandments and their right fulfillment, so that we need only open our mouth and immediately draw in the Spirit from the heavens. Direct my steps according to your word, and let no lawlessness rule over me, and so on. Of the one who sins in thought, lawlessness is said to be lord; of the one who transgresses in deed, to be absolute lord. Or perhaps lawlessness is lord over those who sin in small ways, but absolute lord over those who sin in greater ways. My eyes gushed forth streams of waters, because I did not keep your law, and so on. The temptations that come through thought he now figuratively calls waters, from which Solomon turns us away, saying: "Keep away from alien water, and do not drink from an alien spring." By the same author. Our eyes gush forth into streams of waters—the unstable affairs of life, from which there is need henceforth to be led up and to see clearly, so as to discern henceforth the stable things of the age to come. By the same author. Symmachus renders it thus: "Divisions of waters my eyes gushed down, concerning those who do not keep your law." Your zeal has melted me, because my enemies forgot your words, and so on. What zeal did I take up whenever I saw someone forgetful of your words? Not zeal in a simple sense, but one that flies and burns, and is outright fire, if I beheld certain people forgetting your words.
Περὶ τούτου τοῦ ζήλου ἐμνήσθησαν οἱ μαθηταὶ ἐκ προσώπου τοῦ Κυρίου ἐν ψαλμῷ εἰρημένου, ὅτι «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτὸ, κ. τ. ἑ. Ἄδολος, φησὶν, ὁ τοῦ Θεοῦ νόμος, ὡς αὐτῷ πεπυρωμένος τῷ πνεύματι· διόπερ οὐ κολακείαν, οὐκ εἰρωνείαν κέκτηται, ἀλλὰ φανερῶς τοὺς ἁμαρτάνοντας ἐλέγχει, τοὺς ἀμελοῦντας στύφει. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.» Τοῦτον τοίνυν, εἴπερ ἐσμὲν δοῦλοι τοῦ Θεοῦ, καὶ ἡμεῖς ἀγαπήσωμεν, μηδαμῶς αὐτὸν κυβεύοντες μηδὲ δολοῦντες (ὅπερ πᾶς ὁ Παῦλος ᾐνίξατο), καθαρὸν δὲ προφέροντες, κα θάπερ ἐκ τῆς τοῦ Πνεύματος χωνείας ἐδεξάμεθα. Τοῦ αὐτοῦ. Τὸ πεπυρωμένον λόγιον τοῦ Θεοῦ κατακαίει ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις ἀναλίσκον. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια, κ. τ. ἑ. Ἡ παρὰ ἀνθρώ ποις δικαιοσύνη πρὸς ὀλίγον ψηφίζεται. Δικαιοσύνη αἰώνιος δικαιοσύνη κυρίως· ὃν ἂν δικαιοῖς, αἰωνίως καὶ δικαίως βεβαιοῖς. Ἡ δὲ τῶν ἀνθρώπων οὐ τοι
Concerning this zeal the disciples made mention, in the person of the Lord, of what was said in the psalm: "The zeal of your house has consumed me." Your oracle is exceedingly refined by fire, and your servant has loved it, and so on. Guileless, he says, is the law of God, as being refined by fire in the Spirit himself; wherefore it possesses no flattery, no dissimulation, but openly it convicts those who sin, and stings those who are negligent. "For the word of God is living and active, and sharper than any two-edged sword, and piercing even to the division of soul and spirit, of joints and marrow, and is a discerner of the thoughts and intents of the heart." This word, then, if we are truly servants of God, let us also love, never gambling it away nor falsifying it (which is what every follower of Paul hinted at), but bringing it forth pure, just as we received it from the Spirit's refining furnace. By the same author. The oracle of God refined by fire burns up wood, hay, stubble, consuming the wicked dispositions. Your righteousness is righteousness forever, and your law is truth, and so on. The righteousness that exists among men is reckoned for a little while. Everlasting righteousness is righteousness in the proper sense; whomsoever you judge righteous, you establish eternally and justly. But the righteousness of men is not so
αύτη· πρόσκαιρός τε γὰρ καὶ σφαλλομένη τὰ πολλά. Καὶ ὁ νόμος σου αὐτὸ χρῆμα ἀληθείας, σφόδρα ἀλη θεύων ἐν πᾶσι. Νοεῖται δὲ ἀλήθεια καὶ ἡ ὀρθότης κατὰ τό· «Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου.» Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελέτη μου, κ. τ. ἑ. Ὥσπερ ἐκζητουσῶν ἡμᾶς τῶν θλίψεων καὶ τῶν ἀναγκῶν, λέγει τὸ, «Εὕροσάν με.» Ἢ τάχα θλίψεις οἱ θλίβοντες λέγονται, καὶ ἀνάγκαι οἱ τὰς ἀνάγκας ἐπάγοντες· ἔθος γὰρ ἔχει ἡ Γραφὴ τὰς ἕξεις ἀντὶ τῶν ἐχόντων αὐτὰς ὀνομάζειν. Οὕτω γὰρ παρὰ Παύλῳ· «Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει·» καὶ παρὰ Σολομῶντι· «Ἡ κακὴ βουλὴ ἀπέλιπε τὴν διδασκαλίαν τὴν ἐκ νεότητος, καὶ τῆς θείας ἐπελάθετο διαθήκης.» Ποιεῖ δὲ πολλάκις καὶ τὸ ἀνά παλιν ἡ Γραφὴ, καὶ τὸν πεφυκότα δέχεσθαι τὴν ἀρε τὴν ἀντὶ τῆς ἀρετῆς ὀνομάζει. Ἐν γὰρ ταῖς Παροι μίαις φησίν· «Οἱ ἀπαίδευτοι ἐμίσησαν σοφίαν,» ἀντὶ τοῦ ἀρετήν. Καὶ ὁ Παῦλος· «Μὴ μετατίθεσθε ἀπὸ τοῦ νοὸς ἡμῶν,» τουτέστιν ἀπὸ τῆς τοιᾶσδε γνώμης. Ἐν ταῖς θλίψεσιν αἱ ἐντολαί σου μελέτῃ μου ἦσαν παρηγοροῦσαι καὶ τὸ ἄλγος ἐπικουφίζουσαι. Ταῦτα γὰρ συνέζευκται τοῖς ἐργάταις τῆς ἀρετῆς· ἐκ γὰρ τῆς τούτων διδασκαλίας τὴν ἀνδρίαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυπηρά. Οὕτω καὶ Σύμμαχος ἡρμήνευσεν· «Θλίψεις καὶ κακώσεις κατέλαβόν με, αἱ δὲ ἐντολαί σου ἔτερπόν με.» Ὁ δὲ Ἀκύλας οὕτω· «Θλιμμὸς καὶ συνοχὴ εὗρόν με· αἱ ἐντολαί σου ἀπόλαυσίς μου.» Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι, κ. τ. ἑ. Ἡ σύνεσις προτέρα ἐστὶ τῆς γνώσεως, ὡς εἶναι τὸν γνωστικὸν καὶ συνετόν·
This is temporary and for the most part deceptive. And your law is a thing of truth itself, being very true in all things. But truth is also understood as uprightness, according to the verse: "You are righteous, O Lord, and your judgments are upright." Afflictions and constraints found me; your commandments are my meditation, and so on. As though the afflictions and constraints were seeking us out, he says, "They found me." Or perhaps afflictions are so called from those who afflict, and constraints from those who bring constraints; for Scripture has a habit of naming states of being instead of those who possess them. For thus with Paul: "Love never fails"; and with Solomon: "Evil counsel has abandoned the instruction from youth, and has forgotten the divine covenant." Scripture often does the reverse as well, and names the one naturally disposed to receive virtue instead of the virtue itself. For in Proverbs it says: "The undisciplined have hated wisdom," instead of virtue. And Paul: "Do not be shifted from our mind," that is, from such a disposition. In afflictions your commandments were my meditation, consoling me and lightening the pain. For these things are yoked together for the workers of virtue; for from their teaching I learn courage, and I bear grievous things nobly. Thus Symmachus also interpreted it: "Afflictions and hardships overtook me, but your commandments delighted me." And Aquila thus: "Pressure and constraint found me; your commandments are my enjoyment." Your testimonies are righteousness forever; give me understanding, and I shall live, and so on. Understanding is prior to knowledge, so that the one who knows is also understanding.
τὸν δὲ συνετὸν οὐ πάντως καὶ γνω στικόν. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω, κ. τ. ἑ. Ἐξ ὅλης καρδίας ἀγαπῶν τὸν Θεὸν, οὗτος ἐν ὅλῃ κράζει καρδίᾳ. Τοῦ αὐτοῦ. Οὐχ ἡ κραυγὴ μεγάλη ἐστὶ φωνὴ, ἀλλὰ τὸ μέγεθος τῶν σημαινομένων ὑπ' αὐτῆς τῷ Θεῷ. Ὁ γὰρ δίκαιος μεγάλην ἀποτελεῖ πρὸς τὸν Θεὸν φωνὴν, αἰτῶν ἐπουράνια καὶ μεγάλα. Οὕτω καὶ ὁ δίκαιος Ἄβελ ἀποθανὼν λαλεῖ· «Φωνὴ γὰρ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς·» ἵνα δηλωθῇ, ὅτι δίκαιος πρὸς τὸν Θεὸν μεγάλῃ κέκραγε φωνῇ. Καὶ τῷ Μωσῇ καταδιωκομένῳ ὑπὸ τῶν Αἰγυπτίων λέγει· «Τί βοᾷς πρὸς μέ;» Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐξέκραξα· εἰς τοὺς λόγους σου ἐπήλπισα, κ. τ. ἑ. Ἀωρία ἐστὶ νοητὴ διάθεσις ἕξεως ἐπὶ τὴν γνῶσιν σπουδάζουσα. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν, κ. τ. ἑ. Διδασκόμεθα ἀπὸ τοῦ λεγομένου εἰδέναι τί πάσχει ὁ καταδιώκων τὸν δίκαιον· ὅσῳ γὰρ ἐγγίζει εἰς τὸ διώ κειν τὸν δίκαιον, τοσούτῳ μακρὰν γίνεται τοῦ νόμου τοῦ Θεοῦ. Ὅσον δὲ ἀπὸ τοῦ νόμου, μακρύνεται καὶ ἀπὸ τῆς ζωῆς, ὅτι αὐτὴ ζωὴ ἡμῶν. Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, κ. τ. ἑ. Αὐτὸς μὲν οὖν ἐγγίζει οὕτως· ἀλλ' ἐὰν μὴ καὶ ἡμεῖς ἐνεργήσωμεν αὐτοῦ ἐγγίζοντος τὸ ἐγγίζειν αὐτῷ, οὐκ ἀπολαύσομεν τῆς ἐγγύτητος αὐ τοῦ. Διὰ τοῦτο πόῤῥω εἰσὶν οἱ ἁμαρτωλοὶ τοῦ Θεοῦ. «Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται.» Ὁ δὲ δίκαιος ἐνεργεῖ τὸ ἐγγίζειν τῷ Θεῷ. Τοῦ αὐτοῦ. Ἐγγύς ἐστιν ἡ δικαιοσύνη τοῦ πεφυ κότος δικαιοπραγεῖν·
But the intelligent person is not altogether also a knower. I cried out with my whole heart, hear me, O Lord; I will seek your statutes, etc. He who loves God with his whole heart, this man cries out with his whole heart. By the same author. A loud cry is not a voice, but the greatness of the things signified by it to God. For the righteous man sends up a great voice to God, asking for heavenly and great things. Thus also the righteous Abel, though dead, speaks: "For the voice of your brother's blood cries out to me from the ground," so that it may be shown that the righteous man has cried out to God with a great voice. And to Moses, when he was being pursued by the Egyptians, he says: "Why do you cry out to me?" I arose before dawn and cried out; in your words I hoped, etc. Dawn is an intelligible disposition of a state earnestly striving toward knowledge. Those who pursue me in lawlessness drew near, but from your law they were far off, etc. We are taught from what is said to know what the one who persecutes the righteous suffers; for to the extent that he draws near to persecuting the righteous, to that extent he becomes far from the law of God. And as far as he is from the law, he is also far from life, because it is our very life. You are near, O Lord, and all your ways are truth, etc. He himself, then, draws near in this way; but unless we also, while he draws near, put into effect his drawing near to us, we shall not enjoy his nearness. Therefore sinners are far from God. "Behold, those who remove themselves far from you shall perish." But the righteous man puts into effect his drawing near to God. By the same author. Righteousness is near to the one whose nature it is to act righteously;
πολλῷ δὲ πλέον ἐστὶν ἐγγύτερον τῶν κατ' ἐνέργειαν κτησαμένων δικαιοσύνην καὶ γνῶσιν. Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυριῶν σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτὰ, κ. τ. ἑ. Ἡ γνῶ σίς μοι ἀρχῆθεν ἀρξαμένῳ τοῦ θεοσεβεῖν ἐλήλυθεν ἀπὸ τῶν σῶν μαρτυρίων· συνεργούμενος γὰρ ἀπὸ τοῦ νενοηκέναι τὰ μαρτύρια τὰ παραδεδομένα, οὕτως ἐφωτιζόμην, καὶ ἠκοντιζόμην ἐπὶ τὴν γνῶσιν, καὶ ἔγνων, ὅτι τὰ μαρτύρια εἰς τὸν αἰῶνα ἐθεμελίωσας. Εἰ δὲ ἐθεμελίωσεν ὁ Θεὸς τὰ μαρτύρια, οὐδέπω λή γει εἰς τὸ θεμελιοῦσθαι, ἀλλὰ ζῇ τὸ θεμελιούμενον καὶ οἰκοδομούμενον. Τί δὲ ἐποικοδομεῖ; προστάγμα τα, ἐντολὰς, δικαιώματα, κρίματα, σοφίαν, γνῶσιν· καὶ οὕτως ἀπαρτίζει τὴν οἰκοδομὴν ἐν πᾶσιν ἀγαθοῖς ἔργοις, λόγοις σοφίας, ἐπιστήμης γνώσει· ἅτινα ἐὰν κατὰ τὴν θεμελίωσιν τεθῇ, ἔχει τις ἑαυτοῦ οἰκοδόμημα τέλειον, ἄξιον τοῦ ἐνοικῆσαι ἐν αὐτῷ τὸν Θεὸν καὶ ἐμπεριπατῆσαι. Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ
νόμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Μακάριον ἐνώπιον τοῦ Θεοῦ ταπεινοῦσθαι· φησὶ γὰρ Ἰάκωβος· «Ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς.» Ὅταν τοίνυν οὕτως ταπεινωθῶμεν, κἂν ὑπὸ δαιμό νων ἐπιβουλευθῶμεν, κἂν ὑπὸ ἀνθρώπων μισούντων τὰς ἀρετὰς πολεμηθῶμεν, ἔχομεν τὸν Θεὸν ἐξαιρού μενον, μόνον ἵνα τοῦ νόμου αὐτοῦ μὴ ἐπιλαθώμεθα, μηδὲ ἀποκάμωμεν ἐν ταῖς θλίψεσι. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δι καιώματά σου οὐκ ἐξεζήτησαν, κ. τ. ἑ. Εἰ ἡ σω τηρία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τοῦ Θεοῦ, αὕτη δὲ καθαραῖς ψυχαῖς ἐγγίνεται, καλῶς λέγεται τὸ, «Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία·
But it is much more closely near to those who have acquired righteousness and knowledge in actual deed. I knew from the beginning from your testimonies, that you founded them forever, etc. Knowledge came to me from the beginning, when I began to practice religion, from your testimonies; for being helped by having understood the testimonies that were handed down, I was thus enlightened and spurred on toward knowledge, and I knew that you founded the testimonies forever. But if God founded the testimonies, it has not yet ceased to be founded, but what is being founded and built up is alive. And what does he build upon it? Ordinances, commandments, statutes, judgments, wisdom, knowledge; and thus he completes the building in all good works, in words of wisdom, in knowledge of understanding; and if these are laid down in accordance with the foundation, one has his own building perfect, worthy of God dwelling in it and walking about in it. See my humiliation and deliver me, for I have not forgotten your law, etc. It is blessed in the sight of God to be humbled; for James says: "Humble yourselves before the Lord, and he will exalt you." When, therefore, we are thus humbled, even if we are plotted against by demons, even if we are warred against by men who hate the virtues, we have God delivering us, provided only that we do not forget his law, nor grow weary in afflictions. Salvation is far from sinners, because they have not sought your statutes, etc. If salvation for the rational nature is the knowledge of God, and this comes to be in pure souls, it is well said: "Salvation is far from sinners.
εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.» Οὗ γὰρ ἐγγὺς ἡ κρίσις, ἐγγὺς καὶ ἡ σωτηρία· καὶ οὗ μα κρὰν ἡ σωτηρία, καὶ ἡ κρίσις μακράν. Διὰ τί; Ἐπει δὴ τὰ δικαιώματά σου οὐκ ἐξεζήτησεν. Οὐ γὰρ ἡ σωτηρία σου φεύγει ἡμᾶς, ἀλλ' ἡμεῖς αὐτήν· «Ἦλ θε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ἡ σωτηρία, ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.» Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε· κατὰ τὸ κρῖ μά σου ζῆσόν με, κ. τ. ἑ. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα· καὶ ὁ δικαιότατος γὰρ ἄνθρωπος ὡς πρὸς τὴν ἀκριβῆ τοῦ Θεοῦ κρίσιν ἐλέου δεῖται Θεοῦ· ὅπου γε καὶ αὐτὸ τὸ δοκεῖν γεγονέναι δίκαιον, ἐλέῳ γίνεται τοῦ Θεοῦ. Τί γὰρ ἄξιόν τις πεποίηκεν αἰωνίου μακαριότητος; οὐδὲν δὲ ἀκρίτως ὁ Θεὸς ποιεῖ, οὐδὲ ζωοποιεῖ. Οἱ οἰκτιρμοὶ δὲ πολλοὶ, πολλῶν ὄντων, ἐφ' οὓς γίνονται. Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα, κ. τ. ἑ. «Μακά ριοι, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Τοῦ αὐτοῦ. Τὸ πλῆθος ἐχθροὺς ὁρατοὺς καὶ ἀορά τους αἰνίττεται, ὧν οἱ διωγμοὶ καὶ αἱ θλίψεις διά φοροι. Οἱ μὲν γὰρ φιλίαν ὑποκρινόμενοι τὰς ἡδονὰς ὑποβάλλουσιν· οἱ δὲ τὴν ἔχθραν γυμνώσαντες πᾶν εἶδος πειρασμῶν ὑποφέρουσιν. Ἀλλ' ἡμεῖς ἐκ τῶν μαρτυρίων τοῦ Θεοῦ μὴ ἐκκλίνωμεν, ἐν οἷς ἡμῖν διεμαρτύρατο· «Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσ ελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο, κ. τ. ἑ.
For wisdom will not enter a soul skilled in evil. For where judgment is near, salvation is also near; and where salvation is far off, judgment is also far off. Why? Because they did not seek your statutes. For your salvation does not flee from us, but we flee from it; for the Son of Man, salvation, came to seek and to save the lost. Your mercies are many, O Lord; according to your judgment give me life, etc. A man's mercy is toward his neighbor, but the Lord's mercy is toward all flesh; for even the most righteous man, when compared with the exact judgment of God, needs the mercy of God; since even the very appearance of having become righteous comes about by the mercy of God. For what has anyone done that is worthy of eternal blessedness? And God does nothing without judgment, nor does he give life without it. But his mercies are many, since those upon whom they come are many. Many are those who persecute me and afflict me; I have not turned aside from your testimonies, etc. Blessed, he says, are those who have been persecuted for the sake of righteousness, for theirs is the kingdom of heaven. Of the same. The multitude hints at enemies both visible and invisible, whose persecutions and afflictions are of various kinds. For some, pretending friendship, suggest pleasures; others, having laid bare their enmity, endure every form of temptation. But let us not turn aside from the testimonies of God, in which he testified to us: that through many afflictions we must enter the kingdom of heaven. I saw the foolish and I wasted away, because they did not keep your words, etc.
«Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με, κ. τ. ἑ. Καὶ ἐπὶ τοῦτο προ καλεῖται τὸν Θεὸν, καί φησι πρὸς αὐτόν· Καλῶ σου τὸ πρόσωπον. Θαῤῥῶ γὰρ, ὅτι τὸ πρόσωπόν σου κλί νων πρὸς μὲ, ἵνα με κατανοήσῃς, ὄψει τίνα τρόπον τὰς ἐντολάς σου τετήρηκα· τοὺς γὰρ τύπους τῶν ἀγαθῶν ἔργων εὑρήσεις ἐν ἐμοί. Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου, κ. τ. ἑ. Ἄρ χοντας λέγει τοὺς κοσμοκράτορας τοῦ σκότους τού του. «Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν.» Κόσμον δὲ λέγει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας. Τοῦ αὐτοῦ. Ἔχει μὲν καὶ τὸ ἴδιον τοῦ Δαυῒδ ὁ λόγος, ὅτι, μάτην καὶ κατὰ φθόνον ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, φόβῳ τῷ πρὸς Θεὸν ἐπέσχε τὸ ἀμύνασθαι. Διήκει δὲ καὶ εἰς τὸ κοινὸν, ὅτι τῶν ἀρχοντικῶν πολεμίων οὐκ ἔστιν ἑτέρως ἀβλαβεῖς ἀπαλλάττεσθαι, μὴ οὐχὶ φόβῳ Θεοῦ φρουρουμένους. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· ἐπὶ τὰ κρίμα τα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. Ὥσπερ ἡ ὀγδόη σύμβολόν ἐστι τοῦ μέλλοντος αἰῶνος, δύναμιν ἀνα στάσεως περιέχουσα, οὕτω καὶ ἡ ἑβδόμη σύμβολόν ἐστι τοῦ κόσμου τούτου. Μήποτε οὖν τοὺς περὶ δικαιοκρισίας λόγους τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ γινώσκων ὁ Δαυῒδ, ᾔνει τὸν Κύριον. Τοῦ αὐτοῦ. Παρ' ὅλον τὸν βίον αὐτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ἔσται τελείᾳ, οὐ μεσολαμβανομένῃ ὑπὸ νυκτός· καὶ αἰνεῖ τὸν Θεὸν ἑπτάκις ὑπερ κόσμιος γεγονὼς, τῷ ἄνω κεχωρηκέναι τοῦ ἓξ ἡμέ ραις γενομένου κόσμου·
Zeal for your house has consumed me." See, because I have loved your commandments, O Lord, in your mercy give me life, and so on. And for this he calls upon God, and says to him: I call upon your face. For I am confident that you, inclining your face toward me so as to observe me, will see in what manner I have kept your commandments; for you will find in me the patterns of good works. Princes persecuted me without cause, and my heart feared because of your words, and so on. He calls "princes" the rulers of this world of darkness. "For the ruler of this world comes," he says, "and finds nothing in me." And he calls "world" not the system of heaven and earth, but those who live a worldly life. By the same author. The passage has also David's own meaning, that, being persecuted by Saul in vain and out of envy, he restrained himself from retaliating through fear toward God. But it extends also to the common case, that it is not possible to escape unharmed from the enemies who are rulers in any other way, except by being guarded by the fear of God. Seven times a day I have praised you, because of the judgments of your righteousness, and so on. Just as the eighth is a symbol of the age to come, containing the power of resurrection, so also the seventh is a symbol of this world. Perhaps, then, David, knowing the words concerning righteous judgment of this perceptible world, was praising the Lord. By the same author. Throughout his whole life the righteous man, being enlightened, will be in a perfect day, not interrupted by night; and he praises God seven times, having become supramundane, by having advanced above the world that came into being in six days.
ὅτε καὶ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ γενόμενος, τὸν τῆς δημιουργίας καὶ προ νοίας Θεοῦ λόγον θεωρήσας, ἐξομολογεῖται τὰ κρίμα τα τῆς δικαιοσύνης τοῦ Θεοῦ· καθ' ἃ κρίματα ἕκαστον πρᾶγμα ποικίλην δημιουργίαν καὶ πρόνοιαν ἔσχεν. Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον, κ. τ. ἑ. Εἰ οἱ μικροὶ σκανδαλίζονται, οἱ μικροὶ οὐκ
ἀγαπῶσι τὸν Κύριον. «Ὅστις γὰρ σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τούτων.» Οἱ δὲ ἀγαπῶντες τὸν Κύριον οὐ σκανδαλίζονται. Οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν Κύριον· διὸ καὶ ἀγνοοῦσι τοὺς λόγους τῶν γινομένων, ἐφ' οἷς καὶ σκανδαλίζονται. Εἰρήνη οὐ πρὸς τοὺς ἀοράτους ἐχθροὺς, ἀλλὰ πρὸς τὸν Θεὸν, καὶ οὐκ ἔστιν αὐτοῖς πρόσκομμα. Ἐξομαλίζει γὰρ τούτοις ὁ νόμος τὴν ὁδὸν τῆς ἀρετῆς, πᾶν σκῶλον τῆς ἁμαρτίας ἐξαίρων. Ἢ εἰ ρήνη καὶ πρὸς τοὺς τῆς αὐτῆς πίστεως, εἰ καὶ ἐκεῖνοι πολλάκις εἰρηνεύειν πρὸς τούτους οὐ βούλονται. Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα, κ. τ. ἑ. Μακάριος ὁ προσ δεχόμενος τοῦ Θεοῦ τὸ σωτήριον, ἀγαπῶν δὲ αὐτοῦ καὶ τὰς ἐντολάς· οὗτος γὰρ εἰς βίον τέλειον εἰς ἀκ μὴν προκόπτει μακαριότητος, ἥτις αὐτοῖς τοῖς ἀπο στόλοις κεκλήρωτο, πρὸς οὓς ἔλεγεν· «Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον αὐτῶν.» Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με, κ. τ. ἑ. Κατὰ τὰ πρότερα στοιχεῖα ὥδευε πρὸς τὸν Θεὸν, οὐδέπω ἦν ἐγγὺς αὐτοῦ·
When he had also come to be in the paradise of God, and had contemplated the principle of God's creation and providence, he gives thanks for the judgments of God's righteousness—judgments according to which each thing received its varied creation and providence. Great peace have those who love your law, and there is no stumbling block for them, and so on. If the little ones are caused to stumble, the little ones do not love the Lord. For he says, "Whoever causes one of these little ones to stumble." But those who love the Lord are not caused to stumble. The little ones do not love the Lord; therefore they are also ignorant of the principles of what happens, at which they are caused to stumble. Peace is not toward the unseen enemies, but toward God, and there is no offense for them. For the law makes straight for them the path of virtue, removing every thorn of sin. Or peace is also toward those of the same faith, even if they often do not wish to be at peace with these. I waited for your salvation, O Lord, and I loved your commandments, and so on. Blessed is the one who receives God's salvation, and who also loves his commandments; for this one advances toward the perfect life, to the summit of blessedness, which was allotted to the apostles themselves, to whom he said: "Let your loins be girded about, and your lamps burning; and be like men who are waiting for their Lord." Let my supplication come near before you, O Lord; according to your word give me understanding, and so on. According to the earlier elementary principles he was journeying toward God, and was not yet near him.
ὅτε δὲ ἐπὶ τέλει γεγένηται τοῦ λόγου τοῦ προκειμένου, καὶ κατὰ τὸ τελευταῖον παρ' Ἑβραίοις στοιχεῖον, τότε εὔχεται ἵνα ἡ εὐχὴ αὐτοῦ ἐγγίσῃ τῷ Θεῷ, καὶ φθάσῃ πρὸς αὐτόν. Περὶ δὲ τοῦ Θεῷ ἐγγίσαι, χρὴ εἰδέναι, ὅτι διαφορὰς εὕρομεν ταύτας. Ὁ μὲν τελειότερος ἐγγίζει τῷ Θεῷ· ὁ δὲ ὑποδεέστερος καὶ ἐγγὺς τούτου, αὐτὸς μὲν οὐκ ἐγγίζει τῷ Θεῷ· εὐχὴν δὲ ἔχει ἐγγίζουσαν αὐτῷ· ὅθεν περὶ Μωϋσέως εὕροις ἂν τό· «Ἐγγιεῖ Μωσῆς μό νος πρὸς τὸν Θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσιν·» ἐπὶ δὲ τούτου εὐχὴν λέγουσαν «Ἐγγισάτω ἡ δέησίς μου,» καὶ ἑξῆς. Τίς δὲ τούτων ἡ διαφορὰ ἄξιον ἤδη θεωρῆσαι. Ὁ Θεὸς οὐκ ἐν τόπῳ ἐστὶν, ἀλλὰ δύναμίς ἐστιν ἄῤῥητος καὶ ἄφθεγκτος καὶ ἀόρατος. Εἰ δ' οὐκ ἔστιν ἐν τόπῳ ὁ Θεὸς, ἐγγίζειν δὲ ἔστι ποτὲ τῷ Θεῷ, δηλονότι τῷ ἐν ἡμῖν ἀοράτῳ ἐγγίζομεν αὐτῷ. Τί δὲ ἐν ἡμῖν ἀόρατον; Ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ὃν ὠνόμασεν ἡ Γραφὴ «ἔσω ἄν θρωπον;» Τούτου γοῦν ἐστιν ἐγγίσαι τῷ Θεῷ. Ἔστι δὲ ἐγγίσαι διὰ Ἰησοῦ Χριστοῦ· καὶ μάλιστα ἐὰν νοήσωμεν τὸν Χριστὸν, ὅτι ἐστὶ δικαιοσύνη, ὅτι ἐστὶν ἀλήθεια καὶ σοφία, καὶ ἀνάστασις καὶ φῶς ἀληθινόν. Ἄνευ γὰρ τούτων οὐκ ἔστιν ἐγγίσαι Θεῷ, ἀλλ' οὐδὲ χωρὶς εἰρήνης, τῆς φρουρούσης τὴν καρδίαν καὶ τὰ νοήματα, ἥτις ἐστὶν ὁ Χριστός. Ὅσῳ δέ τις ἀπολεί πεται τούτων, δικαιοσύνης φημὶ καὶ σοφίας, τοσούτῳ μακράν ἐστιν ὁ τοιοῦτος τοῦ Θεοῦ. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με, κ. τ. ἑ. Παρακαλεῖ τοιαύτην εἶναι τὴν ἀξίωσιν δόκιμον, καὶ βέβαιον, καὶ ἀκατάγνωστον, ὥστε εἰσελθεῖν ἐνώπιον Κυρίου.
But when he has come to the end of the word set before him, and according to the last letter among the Hebrews, then he prays that his prayer may draw near to God and reach him. Concerning drawing near to God, one must know that we have found these distinctions. The more perfect man draws near to God; but the lesser man, and one near to this, does not himself draw near to God, but has a prayer that draws near to him. Hence concerning Moses you would find: "Moses alone shall draw near to God, but the rest shall not draw near." But in this man's case, a prayer says, "Let my supplication draw near," and so on. What the difference between these is, it is now worth considering. God is not in a place, but is an ineffable and unutterable and invisible power. If God is not in a place, yet it is possible at some time to draw near to God, clearly we draw near to him by the invisible within us. What is invisible within us? The hidden man of the heart, whom Scripture has named the "inner man." It belongs to this man, then, to draw near to God. And it is possible to draw near through Jesus Christ; and especially if we understand Christ, that he is righteousness, that he is truth and wisdom, and resurrection and true light. For without these it is not possible to draw near to God, nor indeed without peace, which guards the heart and the thoughts, which is Christ. And to the extent that one falls short of these—I mean righteousness and wisdom—to that extent such a man is far from God. Let my worthiness enter before you, Lord; according to your word deliver me, and so on. He exhorts that such a request be approved, and firm, and beyond reproach, so as to enter before the Lord.
Γνώσομαι δὲ εἰ εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, εἰ ῥυσθείην ὑπὸ σοῦ κατὰ τὸν λόγον καὶ τὸ ἀξίωμά μου καὶ τὴν σοφίαν σου. Ὁ γὰρ ἀνώτερος πάντων πα θῶν γεγονὼς, καὶ τῆς ἀχρειούσης μακρὰν ὅτι μάλιστα κακίας χωρήσας, ἐῤῥύσθη ὑπὸ τοῦ Θεοῦ κατὰ τὸ λόγιον αὐτοῦ. Ἀντὶ δὲ τοῦ «τὸ ἀξίωμά μου» ὁ μὲν Ἀκύλας «δέησίς μου,» ὁ δὲ Σύμμαχος «ἱκεσία μου» εἰρήκασι. Δύο δὴ οὖν αἰτεῖ, τὴν σύνεσιν τῶν ἱερῶν λογίων, καὶ τὴν ἀπαλλαγὴν καὶ ἐλευθερίαν τῶν ἐν τῷ βίῳ κακῶν· ὃ δὴ καὶ ἡμῖν ἀναγκαῖον. Ἐξερεύξονται τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου, κ. τ. ἑ. Ἡ ἐρυγὴ ὡς ἐπίπαν γίνεται τοῖς κεκορεσμένοις. Πλησθέντες γὰρ οὕτως ἐρευγόμεθα τὴν ποιότητα τῆς τροφῆς, ἣν εἰλήφαμεν. Οἶδεν οὖν ὁ θεῖος λόγος πνευματικὴν τρο φήν· αὐτὸς γὰρ ὁ Λόγος φησὶν ἄρτος εἶναι· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐξ οὐρανοῦ καταβάς· ὁ φαγὼν τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα.» Καί φησι γὰρ ὁ Λόγος ἔχειν σάρκας ἐν τῷ· «Ὁ τρώγων μου τὴν σάρκα, ἔχει ζωὴν ἐν ἑαυτῷ· ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις.» Ἐὰν οὖν κορεσθῶμεν τούτου τοῦ ἄρτου, ὅ ἐστι τοῦ Λόγου, ἐρευξόμεθα ὕμνον. Ποτὲ δὲ ἐξερεύξονται καὶ εὐχαί· τὸ γὰρ αὐτὸ γενέσθαι ἐπάναγκες καὶ διὰ τῶν εὐχῶν, ὅταν διδάξῃς με τὰ δικαιώματά σου· ἐὰν γὰρ μὴ διδαχθῶ τὰ δικαιώματά σου, τοιαύτην ἐρυγὴν ἐξερεύξασθαι οὐ δύναμαι. Τοῦ αὐτοῦ. Ὥσπερ τῶν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν («εὐθυμεῖ γάρ τις,
I will know whether my worthiness enters before you, whether I am rescued by you according to your word and my worthiness and your wisdom. For he who has become superior to all passions, and has removed himself as far as possible from worthless wickedness, was rescued by God according to his oracle. Instead of "my worthiness," Aquila says "my petition," and Symmachus says "my supplication." So then he asks two things: understanding of the sacred oracles, and release and freedom from the evils in life—which is also necessary for us. My lips will pour forth a hymn, when you teach me your statutes, etc. Belching generally happens to those who are satiated. For having been filled, we thus belch forth the quality of the food we have received. The divine Word therefore knows spiritual food; for the Word himself says he is bread: "I am the living bread that came down from heaven; whoever eats this bread will live forever." And the Word says he has flesh in the passage: "Whoever eats my flesh has life in himself; for my flesh is true food." If then we are satiated with this bread, which is the Word, we will belch forth a hymn. But sometimes prayers too will pour forth; for the same thing must necessarily happen also through prayers, when you teach me your statutes; for if I am not taught your statutes, I cannot pour forth such a belch. By the same author. Just as it belongs to those who are cheerful to sing psalms ("for someone is cheerful,
φησὶν, ἐν ὑμῖν; ψαλλέτω»), οὕτω τὸ ὑμνεῖν τῶν θεωρούντων τοὺς λόγους τῶν δικαιωμάτων ἐστίν. Ἀλλὰ τὸ μὲν ψάλλειν ἀν θρώποις ἁρμόζει, τὸ δὲ ὑμνεῖν ἀγγέλοις, ἢ τοῖς ἀγ γελικὸν ἔχουσι βίον· διὸ καὶ οἱ ἀγραυλοῦντες ποιμέ νες οὐκ ἤκουσαν ἀγγέλων ψαλλόντων, ἀλλ' ἀνυμνούντων καὶ λεγόντων· «Δόξα ἐν ὑψίστοις Θεῷ,» καὶ τὰ ἑξῆς. Ἔστι τοίνυν εὐθυμία ἀπάθεια ψυχῆς ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν ἀληθινῶν δογμάτων προσγινομένη· ὕμνος δέ ἐστι δοξολογία. Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι, κ. τ. ἑ. Εἰς τὸν μέλλοντα χρόνον ἐνέκλειε τὴν ζωὴν τῆς ψυχῆς· «Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.» Τότε ὑμνήσει κυρίως τὸν Θεόν. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Πρῶτον μὲν τὴν πλανηθεῖσαν ψυχὴν ὡς δικαιοσύνη ἐπιστρέφει ὁ Κύριος, ἔπειτα δὲ καὶ ὡς σοφία, εἴπερ πλάνη ἐστὶ ψυχῆς κακία καὶ ἀγνωσία. ΨΑΛΜΟΣ ΡΙΘʹ. Ὠδὴ τῶν ἀναβαθμῶν, κ. τ. ἑ. Μόνοι οἱ τῷ βίῳ καὶ τῷ λόγῳ ἀναβαίνοντες οἰκεῖοί εἰσι τῶν ἀνα βαθμῶν, καὶ τῶν ἐν ταῖς ᾠδαῖς αὐτῶν μυστηρίων. Στοχαζόμεθα τὴν μὲν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν λέγεσθαι ἐν τῷ λαῷ, εἴποτε πόλεμος προσεδοκᾶτο· τὴν δὲ δευτέραν, ὁπότε παρεσκευάζοντο, καὶ συμ μάχων ἐδέοντο· τὴν δὲ τρίτην, μετὰ τὸ συμβαλόντες τοῖς πολεμίοις ὑπέρτεροί πως αὐτῶν γεγονέναι· τὴν δὲ τετάρτην, ὅτε περὶ τῆς νίκης ἐπὶ τέλει ἤλπι ζον· τὴν δὲ πέμπτην, ἐπὶ τῷ κατωρθωκέναι· τὴν δὲ ἕκτην, ἐπανερχόμενοι· τὴν δὲ ἑβδόμην, ἐπανεληλυθότες· τὴν δὲ ὀγδόην, ἐπισκευάζοντες τὸν ναόν·
he says, in you? Let him sing psalms), so the singing of hymns belongs to those who contemplate the words of the ordinances. But singing psalms is fitting for humans, while singing hymns is for angels, or for those who have an angelic life; therefore the shepherds keeping watch in the fields did not hear angels singing psalms, but singing hymns and saying: Glory to God in the highest, and so on. There is, then, good cheer—a freedom of the soul from passions that comes from the commandments of God and true doctrines; and a hymn is a doxology. My soul shall live and praise you, and your judgments shall help me, and so on. He was enclosing the life of the soul in the future time; for our life is hidden with Christ in God. Then it will sing hymns to God in the true sense. I went astray like a lost sheep; seek your servant, for I did not forget your commandments, and so on. First, the Lord turns back the soul that has gone astray as righteousness, and then also as wisdom, since the wandering of the soul is wickedness and ignorance. PSALM 119. A song of the ascents, and so on. Only those who ascend by life and by word are akin to the ascents, and to the mysteries in their songs. We consider that the first song of the ascents is spoken among the people, whenever war was expected; the second, when they were preparing and needed allies; the third, after they had engaged the enemies and had somehow become superior to them; the fourth, when they hoped for victory at the end; the fifth, for having succeeded; the sixth, as they were returning; the seventh, when they had returned; the eighth, as they were repairing the temple.
τὴν δὲ ἐννάτην, μετὰ τὸ ἐν εἰρήνῃ γενέσθαι, διαγρά φοντες τίς ὁ μακάριος, ἐπὶ τῷ τοὺς οἰκείους ἀπειληφέναι, καὶ εἶναι σὺν αὐτοῖς· τὴν δὲ δεκάτην, ἐν βαθείᾳ τυγχάνοντες εἰρήνῃ, ὅτε φασὶ πολλάκις μὲν πεπολεμῆσθαι, μηδεπώποτε δὲ δεδυνῆσθαι κατ' αὐ τῶν τοὺς πολεμίους· τὴν δὲ ἑνδεκάτην, ἤδη τοῖς θείοις σχολάζοντες καὶ τὰ βάθη αὐτῶν συνιέντες· τὴν δὲ δωδεκάτην, ὡς οὐκ ἐπαιρόμενοι ἐπὶ τοῖς γνωσθεῖσιν· τὴν δὲ τρισκαιδεκάτην, περὶ ἀποκαταστάσεως εὔχονται Χριστοῦ· τὴν δὲ τεσσαρεσκαιδεκάτην, περὶ ἀποκαταστάσεως τῆς Ἐκκλησίας· τὴν δὲ πεντεκαιδεκάτην, περὶ τοῦ δεῖν αὐτοὺς, φθάσαντας εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἑστάναι ἐν αὐτῷ, καὶ εὐλογεῖν αὐτὸν, ἐπαίροντας τὰς χεῖρας εἰς τὰ ἅγια, ἵνα καὶ αὐτοὶ εὐλογηθῶσιν ἀπὸ Κυρίου. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, κ. τ. ἑ. Τῶν δι' ἀρετὴν καὶ γνῶσιν θλιβομένων ἐπακούει Θεὸς ἐν τῇ θλίψει τῆς αἰχμαλωσίας καὶ τῆς ἐκεῖθεν κακοπαθείας. Κραυγὴν δὲ λέγει τὴν ἐπάνοδον ψυχῆς καὶ συντετριμ μένης καὶ τεταπεινωμένης πρὸς τὸν δυνάμενον ῥύ σασθαι, ἧς εὐθέως ὑπακούει Θεός. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδί κων καὶ ἀπὸ γλώσσης δολίας, κ. τ. ἑ. Συνεχῶς ἄνω καὶ κάτω τοῦτο παρακαλεῖ τὸν Θεὸν, τῶν τοιού των ἐπιβουλῶν ἀπαλλάττεσθαι. Εἰ δὲ τοὺς δολεροὺς δεῖ φεύγειν καὶ ὑπούλους, πολλῷ μᾶλλον τοὺς ἀπατεῶνας, καὶ πονηρὰ δόγματα ἐνιέντας. Μάλιστα δὲ ἄδικα εἴποι τις ἂν χείλη ἐκεῖνα τὰ περὶ τὴν ἀρετὴν βλάπτοντα, τὰ πρὸς κακίαν ἐπάγοντα. Διὰ δὴ τοῦτο καὶ ὁ προφήτης οὗτος καὶ τὴν ψυχὴν αὐτοῦ ἀξιοῖ ῥυ σθῆναι.
The ninth, after being in peace, describing who the blessed one is, on account of having received his own and being with them; the tenth, when they are in deep peace, when they say that they have often been warred against, but their enemies have never been able to prevail against them; the eleventh, when they are already at leisure for divine things and understand their depths; the twelfth, as not being puffed up over what has been known; the thirteenth, they pray concerning the restoration of Christ; the fourteenth, concerning the restoration of the Church; the fifteenth, concerning the need for them, having arrived at the house of God, to stand in it and bless him, lifting up their hands to the holy things, so that they too may be blessed by the Lord. To the Lord in my affliction I cried out, and he heard me, etc. God hears those who are afflicted for the sake of virtue and knowledge in the affliction of captivity and of the hardship that comes from there. He calls the return of a soul that is crushed and brought low a cry to the one who is able to rescue, which God immediately heeds. Lord, rescue my soul from unjust lips and from a deceitful tongue, etc. Continually, up and down, he entreats God to be delivered from such plots. But if one must flee the deceitful and the treacherous, much more the impostors, and those who inject wicked doctrines. And one would say that those lips are especially unjust which harm virtue, which lead to vice. For this reason this prophet also deems his soul worthy to be rescued.
Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς, κ. τ. ἑ. Οὐδὲν οὕτως ἁρμόζει πρὸς τὰς ἀντικειμένας δυνάμεις, ὡς τὰ βέλη τοῦ Χριστοῦ τὰ ἀντικείμενα τοῖς πεπυρωμένοις βέ λεσι τοῦ πονηροῦ, καὶ οἱ ἄνθρακες οἱ καταναλίσκον τες ξύλα, χόρτον, καλάμην. Εἰ δέ ἐστι βέλος ἀγάπης κατὰ τὴν ἐν τοῖς Ἄσμασι νύμφην· «Τετρωμένη γὰρ, φησὶν, ἀγάπῃ ἐγώ·» ἔστι βέλος δικαιοσύνης καὶ ἀνδρίας καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἀρετῶν, οἷς βέλεσι τιτρωσκόμενοι ὑποκάτω τοῦ Θεοῦ πίπτουσιν οἱ λαοί. Τοῦ αὐτοῦ. Ὁ λέγων· «Ἔθηκάς με βέλος ἐκλεκτὸν,» οὗτός ἐστιν ἐν πολλοῖς βέλεσι βέλος ἐκλεκτὸν, ὡς ἐν πολλοῖς υἱοῖς καὶ υἱὸς ἐκλελεγμένος. Οὐκ ἂν δὲ φαρέτρα ἦν τῷ Θεῷ δι' ἒν βέλος, περὶ ἧς φησι· «Καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με.» Πάντα οὖν τὰ βέλη τοῦ δυνατοῦ Θεοῦ
ἠκονημένα, ἐναντία ὄντα τοῖς βέλεσι τοῦ πονηροῦ. Οἴμοι· ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδὰρ, κ. τ. ἑ. Οὐκ ἔστι τοῦ αὐτοῦ λέγειν· «Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου·» καὶ τό· «Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη.» Ἢ τάχα ἡμέρας ἐκεῖ λέγει ἃς ὁ φόβος τοῦ Κυρίου κατὰ τὸν Σολομῶντα προστίθησι, τὰς ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένας, ἐν αἷς καὶ Ἀβραὰμ ἀπέθανε πλήρης ἡμερῶν. Ἐνταῦθα δὲ πρὸς τὴν αἰσθητὴν δωρεὰν ἀποδύρεται· ἔχει γὰρ καὶ οὗτος «ἐπιθυμίαν τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρείσσονα· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον» διὰ τοὺς ὠφελημένους, εἴπερ ὁ Δαυῒδ κατὰ τὸν Λουκᾶν ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, ἢ καὶ κατὰ Παῦλον «ἰδίᾳ γενεᾷ ὑπερετήσων» ἐξαπεστάλη. Τοῦ αὐτοῦ.
The arrows of the mighty one sharpened, together with the coals of the desert, etc. Nothing is so suited against the opposing powers as the arrows of Christ, which are opposed to the fiery arrows of the evil one, and the coals that consume wood, hay, and stubble. But if there is an arrow of love according to the bride in the Songs: "For I am wounded with love," she says; there is an arrow of righteousness and courage and temperance and the remaining virtues, by which arrows the peoples, being wounded, fall beneath God. Of the same. He who says, "You have made me a chosen arrow," this one is among many arrows a chosen arrow, as among many sons also a chosen son. Nor would there be a quiver for God on account of one arrow, concerning which he says: "And in his quiver he hid me." All therefore the arrows of the mighty God are sharpened, being contrary to the arrows of the evil one. Woe is me, that my sojourning has been prolonged, I have dwelt with the tents of Kedar, etc. It is not for the same person to say, "Do not bring me up in the midst of my days," and this: "Woe is me, that my sojourning has been prolonged." Or perhaps he calls days there which the fear of the Lord, according to Solomon, adds, those that have come to be under the sun of righteousness, in which also Abraham died full of days. But here he laments toward the perceptible gift; for this one too has "a desire to depart and be with Christ, much more better; but to remain in the flesh is more necessary" on account of those who have been benefited, if indeed David, according to Luke in the Acts of the Apostles, or also according to Paul, was sent forth "to serve his own generation." Of the same.
«Κηδὰρ» ἑρμηνεύεται σκοτασμός. Κατεσκήνωσα οὖν, φησὶ, μετὰ τῶν σκηνω μάτων τοῦ σκοτασμοῦ, ὅπερ ἐστὶ τοῦ σώματος τοῦ θανάτου, καὶ ἡ ψυχή μου αὕτη, φησὶ, πολλάκις παρῴκησεν. ΨΑΛΜΟΣ ΡΚʹ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου, κ. τ. ἑ. Ἐγὼ μὲν ᾖρα, φησὶ, τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, τοὺς ἁγίους ἀγγέλους, ὡς μέλλων ὑπό τινος αὐτῶν βοηθεῖσθαι· ἦλθε δέ μοι ἡ βοήθεια παρὰ Κυρίου, «τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Οὐ γὰρ ἁπλῶς προσέθηκε, «τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Εἰ γὰρ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν αὐτὸς, φησὶν, ἐποίησεν, πανταχοῦ δύναται καὶ ἐν ἀλλοτρίᾳ βοηθεῖσθαι, καὶ ἐν βαρβάροις χεῖρα ὀρέξαι. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυ στάξῃ ὁ φυλάσσων σε, κ. τ. ἑ. Μὴ περιτραπῇς, φησὶ, μηδὲ σκανδαλισθῇς, καὶ τότε ἕξεις τὸν Θεὸν χεῖρα ὀρέγοντα· ὥστε παρ' ἡμῶν δεῖ εἶναι τὰς ἀρχὰς, καὶ ὁ Θεὸς τοῦ ὀρέξαι χεῖρα ἕτοιμος. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σε λήνη τὴν νύκτα, κ. τ. ἑ. Οὗτος, οἶμαι, ὁ ἥλιος ὃς ἀνατέλλει ἐπὶ τὴν σπαρεῖσαν γῆν καὶ ξηραί νων αὐτὴν, καθ' ἢν «ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦται.» Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξ οδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Ἔξοδον τὴν ἀπὸ κακίας εἰς ἀρετὴν, εἴσοδον τὴν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν γνῶσιν τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΡΚΑʹ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλὴμ, κ. τ. ἑ. Δύνανται οἱ εἰρηκότες τῷ δικαίῳ·
Kedar" is translated as "darkening." So I dwelt, it says, among the tents of darkening, which is the body of death, and my soul, it says, often sojourned there. PSALM 120. I lifted up my eyes to the mountains, from where my help will come, etc. I, it says, lifted up my eyes to the mountains, the holy angels, as one about to be helped by one of them; but help came to me from the Lord, "who made heaven and earth." For he did not add "who made heaven and earth" without purpose. For if he himself, it says, made heaven and earth, he is able everywhere both to be helped in a foreign land and to extend a hand among barbarians. Do not give your foot to slipping, nor let the one who guards you slumber, etc. Do not be overturned, it says, nor be scandalized, and then you will have God extending a hand; so the beginnings must come from us, and God is ready to extend a hand. By day the sun will not burn you, nor the moon by night, etc. This, I think, is the sun that rises on the sown earth and dries it up, according to which "the fool is changed like the moon." The Lord will guard your entrance and your exit from now and forever, etc. Exit means from vice to virtue, entrance from virtue to the knowledge of God. PSALM 121. I rejoiced over those who said to me: We will go into the house of the Lord. Our feet were standing in your courts, Jerusalem, etc. Those who said to the righteous one can be—
«Εἰς οἶκον Κυρίου πορευσόμεθα,» αὐτοὶ λέγειν καὶ τὸ, «Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν,» τοῖς εἰρηκόσιν Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ ἀγγέλοις ἁγίοις ἢ ἀνθρώποις, τοῖς διὰ τοῦ βίου καλῶς τὴν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ πο ρείαν ποιουμένοις. Τοῦ αὐτοῦ. «Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν·» τὸ μέλλον ὡς παρεληλυθὸς λέγεται, ὡς καὶ ἐν τῷ, «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς·» καὶ ἐν τῷ, «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν.» Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετ οχὴ αὐτῆς ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ. Ὅταν ἡ τῶν πιστευόντων καρδία καὶ ψυχὴ μία ᾖ, καὶ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, Ἱερουσαλήμ εἰσι, καὶ ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, κ. τ. ἑ. Προφη τεύει ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ· πᾶσαι γὰρ αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῦ Θεοῦ. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι, κ. τ. ἑ. Περὶ τῶν θρό νων τούτων καὶ ἐν τῷ Εὐαγγελίῳ εἴρηται τό· «Καθήσεσθε ἐπὶ θρόνους δώδεκα, κρίνοντες τὰς δώ δεκα φυλὰς τοῦ Ἰσραήλ.» Περὶ τῶν ἐν τῇ Ἱερουσαλὴμ θρόνων ὁ Ἱερεμίας οὕτως φησί· «Καὶ εἶπε Κύριος πρὸς μέ· Ἀπὸ προσώπου τοῦ Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν· διότι ἰδοὺ ἐγὼ καλῶ πάσας τὰς βασιλείας ἀπὸ Βοῤῥᾶ, λέγει Κύριος· καὶ ἥξουσι, καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐ τῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα.
We will go into the house of the Lord," they themselves say, and also, "Our feet were standing," to those who have spoken to the Son and the Holy Spirit, and to holy angels or men, to those who through their life make the journey to the house of God well. Of the same. "Our feet were standing": the future is spoken of as past, as also in, "They divided my garments among themselves," and in, "They gave gall for my food." Jerusalem being built as a city, whose participation is together, etc. When the heart and soul of those who believe is one, and the members care for one another for the same end, they are Jerusalem, and as a city whose participation is together. For there the tribes went up, etc. He prophesies concerning the tribes that are to go up to virtue and the knowledge of God; for all the tribes have obtained virtue and the knowledge of God. For there sat thrones, etc. Concerning these thrones it is also said in the Gospel: "You shall sit upon twelve thrones, judging the twelve tribes of Israel." Concerning the thrones in Jerusalem, Jeremiah speaks thus: "And the Lord said to me: From the face of the north evils shall be kindled upon all the inhabitants of the land; for behold, I am calling all the kingdoms from the north, says the Lord; and they shall come, and each shall set his throne at the entrances of the gates of Jerusalem, and against all its walls round about, and against all the cities of Judah.
Καὶ λαλήσω μετὰ κρίσεως πρὸς αὐτοὺς περὶ πάσης τῆς κακίας αὐτῶν, ἧς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλο τρίοις, καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.» ΨΑΛΜΟΣ ΡΚΒ. Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου,
τὸν κατοι κοῦντα ἐν τῷ οὐρανῷ, κ. τ. ἑ. Ὁ Θεὸς ἐν μὲν τοῖς σωματικοῖς οὐρανοῖς ὡς δημιουργὸς κατοικεῖ διὰ τῆς πολυποικίλου σοφίας αὐτοῦ· ἐν δὲ τοῖς νοητοῖς ὡς δικαιοσύνη, καὶ γνώσει, καὶ σοφίᾳ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυ ρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρήσαι ἡμᾶς, κ. τ. ἑ. Δοῦλοι κυρίων Πατρὸς καὶ Υἱοῦ πνεῦμα καὶ σῶμα· παιδίσκη δὲ κυρίας τοῦ ἁγίου Πνεύματος ἡ ψυχή. Τὰ δὲ τρία Κύριος ὁ Θεὸς ἡμῶν ἐστιν· οἱ γὰρ τρεῖς τὸ ἕν εἰσιν. Ὀφθαλμοὶ γοῦν δούλων εἰς χεῖρας κυρίων ὁρῶντες, ὅτε διὰ χειρῶν νεύοντες κε λεύσουσιν. Ἢ χεῖρες κυρίων μὲν Πατρὸς καὶ Υἱοῦ οἱ ἑκατέρου ἄγγελοι· κυρίας δὲ τοῦ ἁγίου Πνεύματος αἱ οἰκεῖαι αὐτοῦ δυνάμεις. Τοῦ αὐτοῦ. Τῶν μὲν ἐχόντων τὸ πνεῦμα τῆς δουλείας εἰς φόβον, οἱ ὀφθαλμοὶ εἰς χεῖρας κυρίων καὶ εἰς χεῖρας κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθε σίας ἔχοντος, πρὸς Κύριον τὸν Θεόν. Ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, κ. τ. ἑ. Σύμμαχος οὕτως· «Ὅτι πολὺν ἐχορτάσθημεν ἐξευτελισμόν.» Τοῦ αὐτοῦ. «Τὰ ἐξουδενωμένα τοῦ κόσμου ἐξε λέξατο ὁ Θεός·» διὸ δεῖ τοὺς ἐξουδενωμένους καθίζειν ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ἔστι τοῦτο δυνάμενον παραμυθήσασθαι ἐξουδενωμένους. Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνει δος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις, κ. τ. ἑ.
And I will speak with judgment to them concerning all their wickedness, in that they forsook me, and sacrificed to strange gods, and worshiped the works of their own hands. PSALM 122. To you I have lifted up my eyes,
to you who dwell in heaven, etc. God dwells in the bodily heavens as creator through his manifold wisdom; but in the intelligible heavens as righteousness, and knowledge, and wisdom. Behold, as the eyes of servants are on the hands of their masters, as the eyes of a maidservant on the hands of her mistress, so our eyes are on the Lord our God, until he has mercy on us, etc. The spirit and the body are servants of the masters, the Father and the Son; but the soul is a maidservant of the mistress, the Holy Spirit. And the three are the Lord our God; for the three are one. The eyes, then, of servants are on the hands of their masters, seeing when they give commands by nodding with their hands. Or else the hands of the masters, the Father and the Son, are the angels of each; and the hands of the mistress, the Holy Spirit, are his own powers. By the same author. Of those who have the spirit of slavery unto fear, the eyes are on the hands of the masters and on the hands of the mistress; but of him who has the spirit of adoption, they are on the Lord God. For we have been exceedingly filled with contempt, etc. Symmachus renders it thus: "For we have been greatly filled with scorn." By the same author. "God has chosen the despised things of the world;" therefore it is necessary that the despised sit in the Church. And this is able to comfort those who are despised. Our soul has been more than filled: reproach to those who prosper and contempt to the proud, etc.
Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες. Ὁ δὲ Σύμμαχος οὕτως· «Πολλῶν ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν, ἐπιλαλούντων τῶν εὐθηνούντων, καὶ ἐξευτελιζόντων τῶν ὑπερηφάνων.» Ἀκύλας· «Πολλὰ ἐνεπλήσθη ἡ ψυχὴ ἡμῶν τοῦ μυχθισμοῦ τῶν ὀνειδιζόντων, τοῦ ἐξουθενισμοῦ τῶν ὑπερηφάνων.» ΨΑΛΜΟΣ ΡΚΓʹ. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, κ. τ. ἑ. Εἰκὸς τῶν ἱερέων τινὰ ἑστῶτα ἐπί τινος τῶν ἀναβαθμῶν λέγειν ἐλθόντι τῷ λαῷ ἐπὶ τὸν ναὸν ἕωθεν τοιοῦτόν τι· «Εἰπάτω δὴ Ἰσραὴλ, Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν·» εἶτα ποιοῦντα τὸ προσταχθὲν τὸν Ἰσραὴλ ἄρχεσθαι μὲν ἀπὸ τοῦ, «Κύριος ἦν ἐν ἡμῖν·» συνάπτειν δὲ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Λεγέτω δὴ τὸ, «Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν,» οὐχ ὁ τυχὼν, ἀλλ' ὁ ἀληθινὸς Ἰσραὴλ, ᾧ Κύριός ἐστιν εἰπόντι· «Ἡμῖν εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ·» ὅπερ καὶ Παῦλος εἶπε· «Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί·» καὶ τό· «Ἰσραηλῖταί εἰσι, κἀγώ.» Καὶ τοῦτόν γε εἰκὸς ὑπὸ τοῦ λαοῦ λέγε σθαι τὸν ψαλμὸν ἐκ προστάξεως ἱερέως, εἴποτε κινδυνεύσας ὁ λαὸς ἐν πολέμῳ, ἤ τινι ἀπὸ τῶν ἐθνῶν ἐπι βουλῇ διεσώθη, νικήσας τοὺς πολεμίους· μάλιστα εἰ μετά τινος παραδόξου ἐπιφανείας ἀνδραγαθήσαντες ἐπανῄεσαν. Εἰπάτω δὲ ὁ Ἰσραὴλ καὶ τὸ, «Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου,» ὡς ἐν ρκηʹ ψαλμῷ λέγεται. Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, κ. τ. ἑ. Τὸν προδότην Ἰούδαν ζῶντα κατέπιον· εἶχε γὰρ πρὸ τῆς παραδόσεως τὴν ζωὴν τὴν εἰποῦσαν· «Ἐγώ εἰμι ἡ ζωή·» τοὺς δὲ ἀπ' ἀρχῆς τῇ κακίᾳ ἐντρεφομένους, νεκροὺς καταπίνουσιν. Ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, κ. τ. ἑ.
Behold, these are sinners and prospering. But Symmachus renders it thus: "Our soul has been filled with many things, while the prosperous were speaking against us, and the proud were despising us." Aquila: "Our soul has been filled with much loathing from those who reproach us, with contempt from the proud." PSALM 123. If it had not been that the Lord was among us, let Israel now say, etc. It is likely that one of the priests, standing on one of the steps, said something of this sort to the people when they came to the temple at dawn: "Let Israel now say, If it had not been that the Lord was among us"; then, when Israel had done what was commanded, he began with "The Lord was among us," and joined to it the rest of the psalm. Let him say, "If it had not been that the Lord was among us," not just anyone, but the true Israel, for whom the Lord is, when he says: "For us there is one Lord Jesus Christ, through whom are all things, and we through him"; which Paul also said: "For I also am an Israelite"; and: "Are they Israelites? So am I." And it is likely that this psalm was spoken by the people at the command of a priest, whenever the people, having been in danger in war or in some plot from the nations, were saved, having conquered their enemies—especially if they returned having distinguished themselves with some wondrous manifestation. And let Israel also say, "Many a time they have fought against me from my youth," as is said in Psalm 128. Then they would have swallowed us alive, etc. They swallowed Judas the traitor alive; for before the betrayal he had the life that said, "I am the life." But those who from the beginning have been nurtured in evil, they swallow as dead. Then the water would have drowned us, etc.
Ὕδωρ τροπικῶς λέγει τοὺς πειρασμοὺς τοὺς καταποντίζοντας τὴν ψυχήν· οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, κ. τ. ἑ. Χείμαῤῥον δὲ πάλιν λέγει τοὺς λογισμοὺς, διὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾷν εἰς τὸν νοῦν, καὶ πάλιν ξηραίνεσθαι. Τοῦ αὐτοῦ. «Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού· Πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς, καὶ κρύ βηθι ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰθ τῷ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. Καὶ ἔσται, ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ· καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ. Καὶ ἐποίησεν Ἠλιοὺ κατὰ τὸ ῥῆμα Κυρίου, καὶ ἐκάθισεν ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. Καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωῒ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάῤῥου ἔπινεν ὕδωρ. Καὶ ἐγένετο μεθ' ἡμέρας, καὶ ἐξηράνθη ὁ χείμαῤῥος, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς.» Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων, κ. τ. ἑ. Ἐῤῥύσθημεν τῶν θηρευτῶν δαιμόνων τῆς παγίδος, συντρίψαντος Χριστοῦ τὸν διάβολον, δόντος τε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν
He calls "water" figuratively the temptations that sink the soul; and these same temptations are also called thoughts. "A torrent passed through our soul," and so on. And again he calls "torrent" the thoughts, because they do not linger but leap suddenly into the mind, and again are dried up. By the same author. "And the word of the Lord came to Elijah: Go from here toward the east, and hide yourself in the torrent Cherith, which is before the Jordan. And it shall be that you shall drink water from the torrent; and I will command the ravens to feed you there. And Elijah did according to the word of the Lord, and sat in the torrent Cherith, which is before the Jordan. And the ravens brought him bread in the morning and meat in the evening, and he drank water from the torrent. And it came to pass after days, that the torrent dried up, because there was no rain upon the earth." "Our soul was delivered as a sparrow from the snare of those who hunt," and so on. We were delivered from the snare of the hunting demons, when Christ crushed the devil, and gave us to tread upon serpents and scorpions, and upon all the power
τοῦ ἐχθροῦ ὡς πρὸς μόνους αὐτὴν ἰσχύουσαν τοὺς ῥᾳθυμοῦντας· Πνεύματος γάρ τε ἐλάβομεν χάριν, καὶ τρεφόμεθα τῷ τοῦ Χριστοῦ αἵματί τε καὶ σώματι. Τοῦ αὐτοῦ. Θηρεύουσιν ἐπὶ ψυχὴν δικαίου αἱ ἀντικείμεναι δυνάμεις, ὧν παγίδες οἱ ὑπ' αὐτῶν ἐνεργούμενοι, καὶ ἐρεθίζοντες προσκαλούμενοι ἡμᾶς εἰς τὸ ἁμαρτεῖν, καὶ πᾶσα ὕλη ἐπὶ τὸ ἁμαρτάνειν προκαλουμένη. Οὐ πίπτει δὲ στρουθίον εἰς παγίδα ἄνευ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν, κ. τ. ἑ. Ἡ μὲν Παλαιὰ Διαθήκη τὰς κατ' ἐνέργειαν συντρίβει παγίδας, νομοθετοῦσα τό· «Οὐ μοιχεύσεις·» ἡ δὲ Καινὴ τὰς κατὰ διάνοιαν φθείρει παγίδας, παραγγέλλουσα τό· «Οὐκ ἐπιθυμήσεις.» Πλὴν ἐπὶ μὲν τοῦ Ἀβιμέλεχ τῶν Γεραρῶν τὴν κατ' ἐνέργειαν παγίδα διέφθειρε, μὴ συγχωρήσας τῆς ἀλλοτρίας αὐτὸν ἅψασθαι γυναικός· ἐπὶ δὲ Ἰωσὴφ τὴν κατὰ διάνοιαν. Οὐ γὰρ εἰσάγει ἡ Γραφὴ ἐπιθυμήσαντα τῆς ἀλλοτρίας αὐτὸν γυναικός. Καὶ μακάριος μὲν οὗ συν έτριψε Κύριος τὴν κατ' ἐνέργειαν παγίδα, μακαριώτερος δὲ οὗ τὴν κατὰ διάνοιαν παγίδα διέφθειρεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ΨΑΛΜΟΣ ΡΚΔʹ. Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, κ. τ. ἑ. Οἱ προσερχόμενοι Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, φοροῦσι τὴν εἰκόνα τοῦ ἐπουρανίου, καὶ πεποιθότες ἐπὶ Κύριον γίνονται ὡς ἐκεῖνο τὸ Σιὼν ὄρος. Τοῦ αὐτοῦ. Εἰ ἐκ τοῦ πεποιθέναι ἐπὶ Κύριον γίνεταί τις ὡς ὄρος Σιὼν, ἄλλος ἂν ἐξ ἄλλου τινὸς γένοιτ' ἂν ὡς ὄρος Χωρὴβ, καὶ ἄλλος ὡς ὄρος Σινά·
of the enemy, as being strong against those alone who are careless; for we have received the grace of the Spirit, and we are nourished by the blood and body of Christ. Of the same. The opposing powers hunt for the soul of the righteous; their snares are those who are energized by them, and who provoke and invite us to sin, and every material thing that entices to sin. But a sparrow does not fall into a snare without the Father who is in the heavens. The snare was broken, and we were delivered, and so on. The Old Testament breaks the snares that pertain to action, legislating, "You shall not commit adultery"; but the New destroys the snares that pertain to thought, commanding, "You shall not covet." Moreover, in the case of Abimelech of Gerar, he destroyed the snare that pertains to action, not permitting him to touch another man's wife; but in the case of Joseph, the snare that pertains to thought. For the Scripture does not present him as having coveted another man's wife. And blessed is he whose snare that pertains to action the Lord has broken, but more blessed is he whose snare that pertains to thought he has destroyed, nor was deceit found in his mouth. PSALM 124. Those who trust in the Lord are as Mount Zion, and so on. Those who draw near to Mount Zion and the city of the living God, the heavenly Jerusalem, bear the image of the heavenly one, and, having trusted in the Lord, become like that Mount Zion. Of the same. If from trusting in the Lord one becomes like Mount Zion, another might become from something else like Mount Horeb, and another like Mount Sinai.
καὶ ἐκ τῶν ἐναντίων εἴη ἄν τις ὡς ὄρος Αἰγύπτου, καὶ ὄρος Βαβυλῶνος, καὶ τοιούτων τῶν παρὰ τοῖς ἐχθροῖς ὀρῶν. Ἢ ὥσπερ οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος εἰσὶ Σιὼν, οὕτως οἱ ὑποδεέστεροι ὡς τὰ κύκλῳ αὐτῆς ὄρη. Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, κ. τ. ἑ. Ὄρη κύκλῳ Ἱερουσαλὴμ δυνάμεις, οἶμαι, θεῖαί εἰσι. «Παρεμβάλλει» γὰρ «ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν· κύκλῳ δὲ τοῦ λαοῦ αὐτοῦ» αὐτὸς «ὁ Κύριος.» Ἕτε ρος οὖν ὁ λαὸς Κυρίου τῶν φοβουμένων τὸν Κύριον· ἄλλο γὰρ, «Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον·» ἄλλο, «Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον.» Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρ τωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, κ. τ. ἑ. Ἔργον Κυρίου κύκλῳ ὄντος τοῦ λαοῦ αὐτοῦ τὸ μὴ ἀφιέναι τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον φθάναι τῶν δικαίων. Δίκαιος δὲ ὁ λαὸς Κυρίου. Τοῦ αὐτοῦ. Εἰ κλῆρος δικαίων ἐστὶν ἡ γνῶ σις τοῦ Θεοῦ, οὐκ ἀφήσει τοὺς δικαίους ἐν ἀγνωσίᾳ, ἵνα μὴ γένηται αὐτοῖς πρόξενος ἀγνωσίας. Ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν, κ. τ. ἑ. Τήρει τὸ «Ἐκτείνω σιν,» ὅτι ἐν ἀνομίᾳ γίνεται. Πλὴν εἰ καθ' ὑπόθεσιν ἀφεθείη ἡ ῥάβδος ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δι καίων, ἐκτενοῦσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν. Χρησόμεθα δὲ τοῖς ῥητοῖς, ἐὰν ἐν διωγμῷ πολλοὶ τὸν Θεὸν ἀρνῶνται, καὶ τοῖς εἰδώλοις ἐπιθύωσι, λέγον τες, ὅτι, Ἐπεὶ μὴ ἦσαν δίκαιοι οἱ ἀρνούμενοι, ἀφῆκε Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον αὐτῶν, ὅπως ἐκτείνωσιν ἐν ἀνομίᾳ χεῖρας ἑαυτῶν· «Ἀπὸ γὰρ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται.» ΨΑΛΜΟΣ ΡΚΕʹ.
And from the opposite side, one might be as a mountain of Egypt, and a mountain of Babylon, and such mountains as are among the enemies. Or just as those who have trusted in the Lord are as Mount Zion, so those of lesser rank are as the mountains round about her. Mountains round about her, and the Lord round about his people, and so on. The mountains round about Jerusalem are, I think, divine powers. For an angel of the Lord encamps round about those who fear him; and round about his people is the Lord himself. Different, then, is the people of the Lord from those who fear the Lord; for one thing is, O house of Israel, bless the Lord; another, You who fear the Lord, bless the Lord. That the Lord will not leave the rod of sinners upon the lot of the righteous, and so on. It is the work of the Lord, who is round about his people, not to let the rod of sinners reach the lot of the righteous. And the people of the Lord is righteous. Of the same. If the lot of the righteous is the knowledge of God, he will not leave the righteous in ignorance, lest it become for them a cause of ignorance. That the righteous may not stretch out their hands in lawlessness, and so on. Observe the stretching out, that it happens in lawlessness. But if, by hypothesis, the rod of sinners were let go upon the lot of the righteous, the righteous would stretch out their hands in lawlessness. And we shall use these sayings if, in persecution, many deny God and sacrifice to idols, saying, Since those who denied were not righteous, the Lord let the rod of sinners upon their lot, so that they stretched out their hands in lawlessness; for from the one who has not, even what he has will be taken away. Psalm 125.
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι, κ. τ. ἑ. Οἱ ἀπόστολοι ταῦτα προφητεύονται λέξειν περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι. Καὶ μετὰ ταῦτα ἀπο φαίνεται περὶ σπόρου καὶ θερισμοῦ. Τοῦ αὐτοῦ. Αἰχμαλωσία ἐστὶ φύσεως λογι κῆς ἀπὸ ἀρετῆς καὶ γνώσεως ἐπὶ κακίαν καὶ ἀνοησίαν μετάβασις. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως, κ. τ. ἑ. Τὸ μὲν στόμα ἐπλήσθη χαρᾶς, ἡ δὲ γλῶσσα ἀγαλλιά σεως, ἀφ' ὧν ῥεῖ χαρὰ καὶ ἀγαλλίασις. Τούτων δὲ γενομένων, οἱ ἀπὸ τῶν ἐθνῶν διδασκόμενοι λέγουσιν· «Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ τούτων.» Καὶ περὶ ἑαυτῶν δέ φασιν εὐχαριστοῦντες· «Ἐμεγάλυνε Κύριος ποιῆσαι μεθ' ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι.» –»Ἐπὶ μὲν τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν·» –»Ἐν δὲ τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν.» Ἐπὰν ποιήσωμεν τὸ, «Ἐθέμην τῷ στόματί μου φυλακήν·» καὶ τὸ,
«Στόμα δικαίου μελετᾷ σοφίαν·» καὶ τὸ, «Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ·» καὶ ὅμοια τῷ, «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι·» τότε ἀλη θεύοντες φήσομεν καὶ τὸ, «Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν.» Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν, κ. τ. ἑ. «Μετὰ ταῦτα γὰρ ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ, κ. τ. ἑ. Ἀνωτέρω μὲν ὡς ἤδη ἐπιστροφῆς ἀπὸ τῆς αἰχμαλωσίας γενομένης εἴρηνται οἱ δύο στίχοι· νῦν δὲ ὡσεὶ ἐν αἰχμαλωσίᾳ ὢν ταῦτά φησιν ὁ Προφήτης·
When the Lord turned back the captivity of Zion, we became like those who are comforted, and so on. The apostles are prophesied to say these things about themselves and about those among the Gentiles. And after these things, he speaks about seed and harvest. By the same author. Captivity is the transition of a rational nature from virtue and knowledge to vice and folly. Then our mouth was filled with joy and our tongue with exultation, and so on. The mouth was filled with joy, and the tongue with exultation, from which joy and exultation flow. When these things have happened, those who are taught from among the Gentiles say: "The Lord has magnified himself in doing with these." And concerning themselves also they say, giving thanks: "The Lord has magnified himself in doing with us; we became glad." — "By the rivers of Babylon, there we sat down and wept;" — "But when the Lord turned back the captivity of Zion, our mouth was filled with joy." Whenever we do the thing, "I set a guard on my mouth," and the thing, "The mouth of the righteous meditates on wisdom," and the thing, "Open your mouth for the word of God," and things like, "Our mouth is open to you, Corinthians," then, speaking truth, we shall also say the thing, "Our mouth was filled with joy." Then they will say among the Gentiles: The Lord has magnified himself in doing with them, and so on. "For after these things he appeared on the earth, and conversed with men." Turn back, O Lord, our captivity like streams in the south, and so on. Above, the two verses were spoken as though the turning back from captivity had already happened; but now the Prophet says these things as though he were in captivity.
τὸ μὲν πρότερον προφητεύων, οἶμαι, περὶ τῶν ἀποστόλων· τὸ δὲ δεύτερον ἐκ προσώπου λέγων ἐθνῶν. Τῶν γὰρ ἐν τοῖς ἔθνεσίν ἐστι τὰ ἀπὸ τοῦ, «Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ τούτων,» ἕως τοῦ, «Ὡς χειμάῤῥους ἐν τῷ νότῳ.» Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν, κ. τ. ἑ. Οἱ μὲν τὴν πρακτικὴν μετὰ πόνου καὶ δακρύων κατεργαζόμενοι ἐν δάκρυσι σπεί ρουσιν· οἱ δὲ τῆς γνώσεως ἀπόνως μεταλαμβάνοντες ἐν ἀγαλλιάσει θεριοῦσι. ΨΑΛΜΟΣ ΡΚ ʹ. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσ σων, κ. τ. ἑ. Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ διὰ συνεργείας τῆς παρ' αὐτοῦ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Τοῦ αὐτοῦ. Πρῶτον «ᾠκοδόμησε Κύριος τὴν πλευρὰν ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ εἰς γυναῖκα·» ὃς ἐπεὶ μὴ ᾠκοδόμησε μετὰ τοῦ Κάϊν οἰκοδομοῦντος ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνὼχ πόλιν, εἰς μά την ἐκοπίασεν ὁ οἰκοδομῶν Κάϊν. Ἀλλὰ καὶ οἱ κινή σαντες ἀπ' ἀνατολῶν, καὶ εἰπόντες, «Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον,» μάτην ἐκοπίασαν οἰκοδομοῦντες, ἐπεὶ μὴ συνῳκοδόμει αὐτοῖς Κύριος. Ἐστέναξαν δ', οἶμαι, Ἑβραῖοι ἐν Αἰγύπτῳ,ὡς μάτην ἐν τῷ οἰκοδομεῖν κοπιῶντες, ἐπεὶ μὴ Κύριος ᾠκοδόμει σὺν αὐτοῖς. Τοῦ αὐτοῦ. Τὸν ἐν Ἱερουσαλὴμ οἶκον οἰκο δομοῦντες μάτην ἐκοπίασαν· διὸ καθῃρέθη· οὐκ ἂν καθῃρέθη, εἰ Κύριος αὐτὸν ᾠκοδομήκει. Τὸν δὲ οἶκον τοῦ Θεοῦ, ὄντα Ἐκκλησίαν αὐτοῦ, οἱ οἰκοδομοῦντες ἀπόστολοι Χριστοῦ, καὶ οἱ τεταγμένοι ὑπ' αὐτοῦ διδάσκαλοι, οὐ μάτην ἐκοπίασαν·
The first part, I think, prophesies concerning the apostles; the second part he speaks in the person of the Gentiles. For the words from "The Lord has magnified to do with these" up to "as torrents in the south" belong to those among the Gentiles. Those who sow in tears shall reap in exultation, and so on. Those who work out the practical life with toil and tears sow in tears; but those who partake of knowledge without toil shall reap in exultation. Psalm 120. Unless the Lord builds the house, those who build it have labored in vain; unless the Lord guards the city, the one who guards it has stayed awake in vain, and so on. This passage must be used against thoughts of pride. Unless the Lord builds through cooperation that comes from him, those who build have labored in vain. By the same author. First "the Lord built the rib which he took from Adam into a woman"; and since he did not build together with Cain, who was building a city in the name of his son Enoch, Cain the builder labored in vain. But also those who set out from the east and said, "Come, let us build for ourselves a city and a tower," labored in vain as they built, since the Lord was not building together with them. And the Hebrews, I think, groaned in Egypt, as laboring in vain in their building, since the Lord was not building with them. By the same author. Those who were building the house in Jerusalem labored in vain; therefore it was destroyed; it would not have been destroyed if the Lord had built it. But the house of God, which is his Church, those who build it—the apostles of Christ and the teachers appointed by him—did not labor in vain.
Κύριος γὰρ αὐτὸν ᾠκοδόμησε. Καὶ ἄλλως δὲ οἶκον οἰκοδομοῦσιν οὐ μετὰ Κυρίου οἱ ἑτερόδοξοι, τὴν Ἐκκλησίαν πονη ρευομένων· διὸ εἰς μάτην ἐκοπίασαν. Ὁμοίως καὶ Ἰουδαῖοι. Τοῦ αὐτοῦ. Ἐφ' ὅσον οἶκός ἐστιν ἡ ψυχὴ, ὡς οἰκοδεσπότην ἔχει ἐν ἑαυτῇ τὸν Θεόν· ἐὰν δὲ γένηται ναὸς, ὡς Θεὸν ὑπάρχοντα ἔχει ἐν αὐτῇ τὸν Χριστόν· καὶ διὰ μὲν πρακτικῆς κτᾶται ὡς οἰκο δεσπότην αὐτὸν, διὰ δὲ φυσικῆς θεωρίας ὡς βασι λέα· καὶ πάλιν διὰ θεολογίας ὡς Θεόν. Καὶ τῷ μὲν τρίτῳ ἕπεται ἐξ ἀνάγκης τὰ δύο, ὥσπερ καὶ τῷ δευτέρῳ τὸ πρῶτον· τῷ δὲ πρώτῳ νῦν οὐκ ἐξ ἀνάγκης τὸ δεύτερον καὶ τὸ τρίτον. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν· ἐγείρεσθε μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, κ. τ. ἑ. Ὥσπερ ὁ ὕπνος ἀφίστησιν ἡμᾶς τῶν αἰσθη τῶν, οὕτω καὶ ἡ τοῦ Θεοῦ θεωρία τῶν αὐτῶν ἀφί στησι. Τοῦ αὐτοῦ. Ὥσπερ ὑπνοῦντες οὐδ' αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ὑπνοῦμεν, οὕτω καὶ θεω ροῦντες μηδ' αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ἐν θεωρίᾳ γεγόναμεν. Τοῦ αὐτοῦ. Εἰ ἡ πρακτικὴ ἄρτου λόγον ἐπέχει, ὁ δὲ ὕπνος τῆς γνώσεως, καλῶς μετὰ τὴν βρῶσιν τοῦ ἄρτου τῆς ὀδύνης δίδοται ἡμῖν ὁ ὕπνος· μόνη γὰρ ἡ γνῶσις τοῦ Θεοῦ πέφυκε λύειν τὸν κά ματον τῆς πρακτικῆς. Τοῦ αὐτοῦ. Εἰ ὁ ὕπνος εἴωθε σῶμα θερ μαίνειν, καλῶς ἡ γνῶσις λέγεται ὕπνος· πάντας γὰρ τοὺς κεκτημένους αὐτὴν ποιεῖ τῷ πνεύματι ζέοντας. Τοῦ αὐτοῦ. Ὥσπερ ὁ ὕπνος πέπτων τὰς τροφὰς διὰ τῶν χυμῶν τρέφει τὸ σῶμα, οὕτω καὶ ἡ γνῶσις τρέφει τὴν ψυχὴν, τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα.
For the Lord built it. And in another way, those of heterodox opinion build a house without the Lord, when they practice wickedness against the Church; therefore they have labored in vain. Likewise also the Jews. By the same author. Insofar as the soul is a house, it has God within itself as a householder; but if it becomes a temple, it has Christ within itself as God. And through the practical life it acquires him as a householder, but through natural contemplation as a king; and again through theology as God. And the two necessarily follow the third, just as the first follows the second; but the second and the third do not now necessarily follow the first. It is vain for you to rise early; rise up after you have sat down, you who eat the bread of pain, when he gives sleep to his beloved, and so on. Just as sleep separates us from sensible things, so also the contemplation of God separates us from the same. By the same author. Just as when sleeping we do not even know this very fact, that we are sleeping, so also when contemplating we do not even know this very fact, that we have come to be in contemplation. By the same author. If the practical life holds the place of bread, and sleep holds the place of knowledge, then rightly after eating the bread of pain sleep is given to us; for the knowledge of God alone is by nature able to release the toil of the practical life. By the same author. If sleep is accustomed to warm the body, rightly knowledge is called sleep; for it makes all who possess it boiling in the spirit. By the same author. Just as sleep, having digested foods, nourishes the body through the humors, so also knowledge nourishes the soul, teaching it the principles of the practical life.
Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοὶ, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρὸς, κ. τ. ἑ. Ἡ κληρονομία Κυρίου οὐ θυγατέρες, ἀλλ' υἱοὶ, οἵτινές εἰσι μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Τοιοῦτοι δὲ οἱ δίκαιοι υἱοί. Διὸ τρὶς ὀφθήσονται τοῦ ἐνιαυτοῦ ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Οὐδεὶς δὲ ἄδικος υἱὸς μισθός ἐστιν ἢ κληρονο μία Κυρίου. ΨΑΛΜΟΣ ΡΚΖʹ. Μακάριοι
πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ, κ. τ. ἑ. Πολλαὶ ὁδοὶ Κυρίου, ἐν αἷς οἱ πορευόμενοι μακάριοι, ἀφ' ὧν ἔστιν ὁδεῦσαι ἐπὶ τὸν εἰπόντα· «Ἐγώ εἰμι ἡ ὁδὸς,» ὡς ἀπὸ τῶν πολλῶν μαργαριτῶν ἐπὶ τὸν πολύτιμον ἕνα. Εἰ μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ μὴ φοβούμενοι τὸν Κύριον οὐ μακάριοι· ἐπεὶ μὴ οὕτως μακάριοι οἱ ἔξω βαλόντες τὸν φόβον. Οἱ δὲ φοβούμενοι τὸν Κύριον πορεύονται ἐν ταῖς ὁδοῖς αὐτοῦ. Εἰ δέ τις μὴ πορεύεται, οὐ φοβεῖται. Τοῦ αὐτοῦ. Εἰ φόβος Κυρίου προστίθησιν ἡμέρας, μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Τοῦ αὐτοῦ. Εἰ ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι, κ. τ. ἑ. Ὅσῳ πλείους οἱ πόνοι τῶν καρπῶν, τοσούτῳ πλείους αἱ ἐν τῷ μέλλοντι αἰῶνι τροφαί. Πόνους δὲ λέγει τῶν ἐν ταῖς χερσὶ μελῶν, ἃ καρποὶ ὀνομά ζονται. Ἀγαθοὶ οὖν οἱ πόνοι τῶν καρπῶν καὶ τρόφιμοι, ἀφ' ὧν ἀναβαίνομεν ἐπὶ τὸν ζῶντα ἄρτον. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου, κ. τ. ἑ. Οὐδεὶς ἀλλότριος τοῦ Θεοῦ τούτων τεύξεται· οὐ γάρ ἐστι σωματικὰ, ἀλλὰ πνευματικὰ, περὶ ὧν ταῦτα λέ λεκται.
Behold, the inheritance of the Lord is sons, the reward of the fruit of the womb, etc. The inheritance of the Lord is not daughters but sons, who are the reward of the fruit of the womb. Such are the righteous sons. Therefore they shall appear three times in the year before the Lord God. But no unrighteous person is a son, a reward, or an inheritance of the Lord. PSALM 127. Blessed are all who fear the Lord, who walk in his ways, etc. There are many ways of the Lord, in which those who walk are blessed, from which it is possible to journey to the one who said, "I am the way," as from the many pearls to the one pearl of great price. If all who fear the Lord are blessed, those who do not fear the Lord are not blessed; since those who have cast out fear are not blessed in this way. But those who fear the Lord walk in his ways. And if someone does not walk, he does not fear. By the same. If the fear of the Lord adds days, blessed are all who fear the Lord. By the same. If the one who walks rightly fears the Lord, blessed are all who fear the Lord. You shall eat the labors of your fruits, etc. The more the labors of the fruits, the more the nourishment in the age to come. He calls labors those of the members in the hands, which are named fruits. Therefore the labors of the fruits are good and nourishing, from which we ascend to the living bread. Your wife is like a flourishing vine on the sides of your house; your sons are like newly planted olive shoots around your table, etc. No stranger to God will obtain these things; for they are not bodily but spiritual, concerning which these things have been said.
Ὅτε ἀμπελῶνες καὶ ἐλαιῶνες εὐλογοῦνται τῶν δικαίων, τροπολογητέον εἰς γυναῖκα καὶ υἱοὺς τὸν λόγον, ἤτοι αὐτολεξεί. Ἢ ὅτι σοφία μὲν ἡ γυνὴ, πράξεις δὲ οἱ υἱοί. Γυνὴ δὲ, ἡ οὖσα μερὶς ἀγαθὴ, ἢ ἡ παρὰ τῷ Σολομῶντι ἀνδρεία, ἄμπελός ἐστιν εὐθη νοῦσα, καὶ μάλιστα ὅτε οἰκουρός ἐστιν ἀγαθή. Ἡ δὲ μὴ τοιαύτη γυνὴ ἐξ ἀμπέλου ἐστὶ Σοδόμων· καὶ λέ γοιτο δ' ἂν πρὸς μεταβάλλουσαν εἰς τὸ χεῖρον γυναῖκα· «Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;» Τοῦ αὐτοῦ. Γυνὴ τοῦ νοῦ ἡ σοφία ἐστίν. «Ἐράσθητι γὰρ, φησὶν, αὐτῆς, καὶ τηρήσει σε. Τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ, καὶ κτήσῃ ἀπ' αὐ τῆς λόγους σοφούς.» –»Εἶπον τὴν σοφίαν ἀδελφὴν σὴν εἶναι·» ἀδελφὴν δὲ αὐτὴν ὀνομάζει, διότι καὶ αὐτὴ ἐκ τοῦ Πατρὸς πάντων ἐστί. Μνημονευτέον δὲ καὶ τοῦ Ἀβραὰμ πῶς τὴν ἰδίαν γυναῖκα ὠνόμασεν ἀδελφὴν, πάντως τοῦ βουλομένου τὴν σοφίαν εἶναι διδάσκων. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβού μενος τὸν Κύριον, κ. τ. ἑ. Ὁ λεγόμενος ἄν θρωπος διὰ τὸ φοβεῖσθαι τὸν Κύριον ἀγρὸν ἔχει· ἄμπελον δὲ ἐν τοῖς κλίτεσι τῆς οἰκίας αὐτοῦ τὴν γυναῖκα· νεόφυτα δὲ ἐλαιῶν κύκλῳ τῆς τραπέζης ἑαυτοῦ τοὺς υἱούς. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου, κ. τ. ἑ. Καὶ ὁ Σολομών φησιν· «Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν.» ΨΑΛΜΟΣ ΡΚΗʹ. Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραὴλ, κ. τ. ἑ. Ὁ ἐκ παίδων ἀγωνιζόμενος ταῦτα ἐρεῖ, καὶ ἐν τῷ πολλάκις πε πολεμῆσθαι νικήσας τοὺς πολεμίους· καὶ ὁ φάσκων· «Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου.» Ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν, κ. τ. ἑ.
When the vineyards and olive groves of the righteous are blessed, the statement must be interpreted figuratively, as referring to a wife and sons, or else literally. Or else: wisdom is the wife, and actions are the sons. And the wife, who is a good portion, or the valiant woman in Solomon, is a flourishing vineyard, especially when she is a good keeper of the house. But the woman who is not such is a vine of Sodom; and it might be said to a woman changing for the worse: "How have you turned to bitterness, you foreign vine?" By the same author. Wisdom is the wife of the mind. For he says, "Desire her, and she will keep you. Honor her, that she may embrace you, and you may acquire wise words from her." — "Say that wisdom is your sister"; and he calls her sister because she too is from the Father of all. One must also remember Abraham, how he called his own wife sister, certainly teaching that the one who wishes it should have wisdom. Behold, thus shall the man be blessed who fears the Lord, etc. The man said to fear the Lord has a field; and a vine on the slopes of his house is his wife; and young olive plants around his table are his sons. And may you see your sons' sons, etc. And Solomon says: "A good man will inherit sons' sons." PSALM 128. Often they have fought against me from my youth, let Israel now say, etc. The one who struggles from childhood will say these things, and in being often fought against has conquered his enemies; and the one who says: "God who nourishes me from my youth." They prolonged their lawlessness, etc.
Χρή σιμον εἰς τοῦτο τὸ, «Οὐαὶ οἱ ἐπισπώμενοι ἁμαρ τίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας.» Ὅσῳ δέ τις μακρύνει τὴν ἀνο μίαν ἑαυτοῦ, τοσούτῳ μακρύνει ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη, κ. τ. ἑ. Ἡ διδασκα λία τῶν κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἐπαιρομένων ὑψωμάτων χόρτος ἐστὶ δωμάτων, ξηραινόμενος πρὸ τοῦ ἐκσπασθῆναι· μήτε πλήρεις ποιῶν τὰς χεῖρας ἐν πράξεσιν ἀγαθαῖς, μήτε τὸν κόλπον ἐν γνώ σει· περὶ ἧς οὐ φασὶν οἱ παράγοντες ὁμοίως τῷ εἰπόντι· «Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο.» ΨΑΛΜΟΣ ΡΚΘʹ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, κ. τ. ἑ. Οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' ἐκ τῶν ἐν ἑαυτῷ βαθέων κέκραγε πρὸς Κύριον. Τὸ δὲ «ἐκέκραξά σοι,» ἕτερον τυγχάνον τοῦ «ἐκέκραξα πρὸς σὲ,» δύναται ση μαίνειν, ὅτι μεγάλως καὶ μεγάλῃ φωνῇ (νοητῶς δὴ μεγάλῃ) ἐθεολόγησα. Ὁ μὲν οὖν φαῦλος τοῖς χείλεσι τιμᾷ Κύριον, πόῤῥω ἀπέχων ἀπ' αὐτοῦ τῇ καρδίᾳ· ὁ δὲ μακάριος, τῷ τὸ πνεῦμα κράζειν ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐκ βαθέων ἐκέκραγε πρὸς τὸν Κύριον. Τοῦ αὐτοῦ. Ὁ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, οὗ τος ἐκ βαθέων κράζει πρὸς Κύριον. Γενηθήτω τὰ ὦτά σου προσέχοντα, κ. τ. ἑ. Τὰ ὦτα Κυρίου καλεῖ τὴν ἐπακουστικὴν εὐχῶν δύναμιν αὐτοῦ. Ἐὰν ἀνομίας
One must note regarding this: "Woe to those who draw sins as with a long rope, and iniquities as with a heifer's strap." For to whatever extent a person lengthens his own iniquity, to that extent he lengthens himself away from God. Let them be like grass on the rooftops, which withers before it is pulled up, etc. The teaching of the lofty things that are raised up against the knowledge of God is grass on the rooftops, withering before it is pulled up—producing neither hands full in good deeds nor the bosom in knowledge, about which those who pass by do not speak as did the one who said: "I will pass by and see this great sight." Psalm 129. Out of the depths I cried to you, O Lord, etc. Not from the surface, but from the depths within himself he cried out to the Lord. But "I cried to you," being different from "I cried out to you," can signify that he spoke greatly and with a great voice (great, that is, in the intelligible sense) about God. The wicked man, then, honors the Lord with his lips, being far from him in heart; but the blessed man, by the Spirit crying out in his heart, cried out to the Lord from the depths. By the same author. The one who searches the depths of God—this one cries out to the Lord from the depths. Let your ears be attentive, etc. He calls the ears of the Lord his power that listens to prayers. If iniquities
παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται, κ. τ. ἑ. Ἐὰν αἱ κατὰ διάνοιαν ἁμαρτίαι, τὸν νοῦν ἀκάθαρτον ποιοῦσαι, τῆς τοῦ Θεοῦ γνώσεως αὐτὸν ἀφιστῶσιν, οὐδεὶς ἀνθρώπων καταξιωθήσεται γνώσεως. «Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν;» Ἢ τίς παῤῥησιάσεται καθα ρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; «Καὶ οὐδεὶς, φησὶ, κα θαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν ἐν μιᾷ ὥρᾳ ἡ ζωὴ αὐτοῦ.» Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι, κ. τ. ἑ. Ὁ παρὰ τῷ Κυρίῳ ἱλασμὸς τῶν ἀνομιῶν ὁ Χριστός ἐστιν· «Αὐτὸς γὰρ ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν.» Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, κ. τ. ἑ. Ἡ διὰ τοῦ Θεοῦ ὄνομα ὑπομονὴ κρείττων τῆς δι' ἄλλο τι. Καὶ εἰς λόγον τοῦ Κυρίου γενομένη ἡ ψυχὴ, ἐπαινετῶς ὑπομένει. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου· ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον, κ. τ. ἑ. Ἡ ἐλπὶς ἐκ δοκιμῆς πέφυκε γίνεσθαι, ἡ δὲ δοκιμὴ ἐκ τῆς ὑπομονῆς, ἡ δὲ ὑπομονὴ ἐκ τῆς θλίψεως, ἡ δὲ θλίψις ἐκ τῆς ἐγκρατείας καὶ τῶν πειρασμῶν. Τούτων δὲ αἴτιος ὁ φόβος τοῦ Θεοῦ, ὅστις τῇ ὀρθῇ πίστει συνέζευκται. Πίστις δέ ἐστιν ἡ πρὸς τὰ μὴ κατειλημμένα συγκατάθεσις. Καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, κ. τ. ἑ. Τοτηνικαῦτα ὁ νοῦς ἀπαλλάσσεται τῶν κατὰ διάνοιαν ἁμαρτιῶν ἢ ἀνομιῶν, ὁπηνίκα ἂν γνώσεως καταξιωθῇ· ἡ γὰρ πρακτικὴ οὐ τὰ νοήματα τῆς καρδίας περιαιρεῖ, ἀλλὰ τὰ ἐμπαθῆ νοήματα. ΨΑΛΜΟΣ ΡΛʹ. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, κ. τ. ἑ.
If you should mark iniquities, O Lord, O Lord, who shall stand, and the rest. If the sins that are according to the mind, making the mind unclean, remove it from the knowledge of God, no man will be deemed worthy of knowledge. For who will boast that he has a pure heart? Or who will speak boldly that he is clean from sins? And no one, it says, is clean from filth, not even if his life is but one hour. For with you is propitiation, and the rest. The propitiation of iniquities that is with the Lord is Christ; for he himself is the propitiation for our sins. For your name's sake I have waited for you, O Lord, and the rest. The endurance that comes through the name of God is better than that which comes through anything else. And the soul that has come to be for the word of the Lord endures in a praiseworthy manner. My soul has waited for your word; my soul has hoped in the Lord, and the rest. Hope naturally comes from testing, and testing from endurance, and endurance from affliction, and affliction from self-control and temptations. The cause of these is the fear of God, which is yoked together with right faith. And faith is the assent to things not yet comprehended. And he himself will redeem Israel from all his iniquities, and the rest. At that time the mind is released from the sins or iniquities that are according to the mind, whenever it is deemed worthy of knowledge; for the practical life does not remove the thoughts of the heart, but the passionate thoughts. Psalm 130. O Lord, my heart has not been exalted, nor have my eyes been lifted up, and the rest.
Αὗται φω ναὶ δικαίου ἐν χαρίσμασι μεγάλοις καὶ θαυμα σίοις μὴ τετυφωμένου, μηδὲ ὑπεραιρομένου, μηδὲ φυσιουμένου, ἀλλὰ καὶ ἐν τούτοις ταπεινοφρονοῦν τος. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου. Ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου, κ. τ. ἑ. Ὡς ὁ Ἰσαὰκ καὶ ὁ Σαμουὴλ ἀπεγαλακτίσθησαν, οὕτως καὶ οὗτος ἐκείνους καὶ τοὺς ὁμοίους αὐτοῖς μιμησάμενος. Οὐχ ὑψοῦται δὲ ἡ ψυχὴ τοῦ ἀπογαλακτισθέντος τινὸς ὑψοῦντος αὐτὴν, ἀλλ' ὑψοῦται ἐπὶ τὴν ἑαυτοῦ μητέρα, περὶ ἧς εἴρηται· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν,» καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Τῇ τοῦ ἀπογεγαλακτισμένου ψυχῇ ἀποδίδωσιν ὁ Κύριος μισθὸν τῆς ἐπὶ τοσοῦτον ἀναβάσεως. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. Ἐν μὲν τῇ πρὸ ταύτης ᾠδῇ λέλεκται· «Ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον·» ἐν δὲ ταύτῃ καὶ ἕως πότε; «Διὰ τὸ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.» Μετ' ἐκεῖνον γάρ τις ἀπολαύει τὰ ἐλπιζό μενα. ΨΑΛΜΟΣ ΡΛΑʹ. Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ, κ. τ. ἑ. Ἐκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ᾧ γίνεται, κἀκείνου οὐ μνημονεύει τοῦ ἐν ᾧ οὐ γίνεται. Εἰ δὲ πραότητος μνημονεύει ὁ Κύριος, πολλῆς ἀοργησίας χρεία, ἵνα τις δέξηται τὸν Κύριον. Πραότης γάρ ἐστιν ἀταραξία θυμοῦ κατὰ στέρησιν ἡδονῶν προσγινομένη φθαρτῶν. Τοῦ αὐτοῦ. Ἀντὶ «πραότητος» Ἀκύλας «κακουχίαν» ἐξέδωκεν· ὁ δὲ Σύμμαχος «κάκωσιν,» ἡ δὲ πέμπτη «ταπείνωσιν.» Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, κ. τ. ἑ. Τό πος Κυρίου ὁ νοῦς καθαρός.
These are the utterances of a righteous man in the midst of great and wondrous gifts, not puffed up, nor exalted, nor inflated, but even in these things thinking humbly. If I did not think humbly, but lifted up my soul. As the weaned child upon its mother, so shall you repay upon my soul, and the rest. As Isaac and Samuel were weaned, so also this man, having imitated them and those like them. The soul of one who has been weaned is not exalted by someone exalting it, but is exalted upon its own mother, concerning whom it has been said: But the Jerusalem above is free, which is our mother, and the rest. Of the same. To the soul of the weaned child the Lord repays the reward of so great an ascent. Let Israel hope in the Lord from now and until the age, and the rest. In the ode before this one it has been said: From the morning watch let Israel hope in the Lord; but in this one also until when? Because of the from now and until the age. For after that one, a person enjoys the things hoped for. PSALM 131. Remember, O Lord, David and all his gentleness, and the rest. The Lord remembers that man in whom he comes to be, and does not remember that man in whom he does not come to be. But if the Lord remembers gentleness, there is need of much freedom from anger, so that one may receive the Lord. For gentleness is a calmness of temper that comes about through the absence of corruptible pleasures. Of the same. Instead of gentleness, Aquila rendered it ill-treatment; but Symmachus, affliction; and the Fifth, humiliation. Until I find a place for the Lord, and the rest. The place of the Lord is the pure mind.
Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, κ. τ. ἑ. Περὶ τῆς σοφίας λέγει προφητικῶς, ἥτις ἐστὶν ὁ Χριστός. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται, κ. τ. ἑ. Ὥσπερ ἐνδύε ταί τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ μακροθυμίαν, καὶ τὰς λοι πὰς ἀρετάς. ΨΑΛΜΟΣ ΡΛΒʹ. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρὼν, κ. τ. ἑ. Μύρον ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώ γων δὲ ὁ λόγος· ἐμπεριέχει δὲ τὴν καρδίαν ὁ λόγος. Πώγων δὲ τοῦ Ἀαρὼν ὁ λόγος ὁ καταφράττων τὰ πάθη, καὶ ἱερουργῶν τῷ Θεῷ τὰς ἀρετάς. Καταβαί νει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ· τουτέστι διαδίδοται διὰ τῆς πρα κτικῆς ἀρετῆς καὶ ἐπὶ τῆς ἠθικῆς φιλοσοφίας. Ἡ γὰρ ὤα τοῦ ἐνδύματος, αὐτοῦ ἐστι τὸ πέρας. Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν, κ. τ. ἑ. Ἐν τῷ Δευτερονομίῳ Μωϋ σῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζει Ἀερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιὼρ, οἱ δὲ Ἀμοῤῥαῖοι Σανείρ. Ἔστι δὲ
We found her in the fields of the wood, etc. He speaks prophetically concerning Wisdom, which is Christ. Your priests shall be clothed with righteousness, and your holy ones shall rejoice, etc. Just as one is clothed with righteousness, so also with self-control and courage and love and patience, and the remaining virtues. PSALM 132. Like ointment upon the head, running down upon the beard, the beard of Aaron, etc. The ointment is the Holy Spirit, the head is the mind, the beard is the word; and the word encompasses the heart. The beard of Aaron is the word that stops up the passions and performs the sacred rites of the virtues to God. And the grace of the Spirit descends also upon the fringe of his garment; that is, it is distributed through practical virtue and also to ethical philosophy. For the fringe of the garment is its edge. Like the dew of Hermon that descends upon the mountains of Zion, etc. In Deuteronomy Moses names this mountain Hermon; but the Phoenicians call it Sanior, and the Amorites Saneir. And it is
πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τοῦτο τὸ ὄρος ἐσκέφθαι περὶ τῆς ἀποστασίας αὐτῶν καὶ συνθήκας πεποιη κέναι. Τοῦ αὐτοῦ. Ὄρη Σιὼν οἱ τὰ ὑψηλὰ σκοπεύοντες ἅγιοι, ἐφ' οὓς καταβαίνει ἡ δρόσος. Ἀερμὼν δὲ ἑρμηνεύεται ἀποστροφὴ θηρίων. Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ποτὲ ἐκεῖ γεννᾶσθαι. Σημαίνει δὲ καὶ τοῦτο τὴν τοῦ ἁγίου βαπτίσματος χάριν· αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους, καὶ δι' αὐτῆς γίνεται ἡ ἀποστροφὴ τῶν νοητῶν θηρίων. ΨΑΛΜΟΣ ΡΛΓʹ. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ. τ. ἑ. «Οἱ ἑστῶτες, φησὶν, ἐν οἴκῳ Κυρίου,» καὶ μὴ «ὡς εἷς τῶν ἀρχόντων» πί πτοντες, ἀλλὰ καὶ βλέποντες μὴ πέσητε, «εὐλογεῖτε τὸν Κύριον.» Τοῦ αὐτοῦ. Οἱ μὲν θεωρητικοὶ ἐν οἴκῳ Θεοῦ εἰσιν, οἱ δὲ πρακτικοὶ ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον, κ. τ. ἑ. Ἀντὶ τοῦ «εἰς τὰ ἅγια,» ἕτερος «ἁγίως,» ἕτερος «ἡγιασμένως.» Διὰ δὲ τοῦ «ἐν οἴκῳ Κυρίου» ἔδειξεν, ὡς πανταχοῦ μὲν αἴρειν ὁσίους χεῖράς τις οὐ κεκώλυται· οὐχ ἥκιστα δὲ ἐν τοῖς ἀφιερωμένοις τοῦτο προσήκει χω ρίοις ποιεῖν. ΨΑΛΜΟΣ ΡΛΔʹ. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ. τ. ἑ. Αἰνεῖτε οὐκ ἄλλοι ἢ ἑστῶ τες, καὶ οὐκ ἀλλαχοῦ ἢ ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Σημειώσῃ δὲ, ὅτι οἶκος μὲν Κυρίου λέγεται, αὐλαὶ δὲ τοῦ Θεοῦ ἡμῶν·
Beyond the Jordan. The Word means that the angels who apostatized had on this mountain contemplated their own apostasy and made agreements. By the same author. The mountains of Zion are the saints who look upon lofty things, upon whom the dew descends. And Hermon is interpreted as the turning away of wild beasts. They say also that the Jordan was once born there. This too signifies the grace of holy baptism; for this always descends upon the saints, and through it comes the turning away of the spiritual wild beasts. Psalm 133. Behold now, bless the Lord, all you servants of the Lord, who stand in the house of the Lord, in the courts of the house of our God, etc. Those who stand, he says, in the house of the Lord, and not falling like one of the rulers, but also seeing lest you fall, bless the Lord. By the same author. The contemplative are in the house of God, while the practical are in the courts of the house of our God. In the nights lift up your hands to the holy places, and bless the Lord, etc. Instead of to the holy places, another has holily, another in a sanctified manner. And through in the house of the Lord he showed that while no one is prevented from lifting up holy hands everywhere, it is especially fitting to do this in places consecrated to God. Psalm 134. Praise the name of the Lord, praise the Lord, you servants, who stand in the house of the Lord, in the courts of the house of our God, etc. Praise, none other than those who stand, and nowhere else than in the house of the Lord, in the courts of the house of our God. And you will note that it is called the house of the Lord, but the courts of our God.
καὶ ἀνωτέρω μὲν εἰρῆσθαι «εὐλογεῖτε,» νῦν δὲ «αἰνεῖτε·» κἀκεῖ μὲν μόνον τὸ, «οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου,» ὡς ἐν τῷ Ἑβραϊκῷ· νῦν δὲ μετὰ τοῦ, «ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.» Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεοὺς, κ. τ. ἑ. Ὁ μὲν Ἰοθώρ φησι· «Νῦν ἔγνων, ὅτι μέγας Κύριος παρὰ πάντας τοὺς θεούς·» ὁ δὲ Προφήτης· «Ὅτι ἐγὼ ἔγνων» πρῶτον, «ὅτι μέγας ὁ Κύριος,» εἶτα, «καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς.» Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις, κ. τ. ἑ. Ὅσα ἐποίησεν ὁ Κύριος ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσ σαις καὶ ἐν ταῖς ἀβύσσοις καλά ἐστιν, ἅτε θελήματι γενόμενα Θεοῦ. Εἰ δέ τίς ἐστιν ἐν οὐρανῷ, ὡς τὰ πνευματικὰ τῆς πονηρίας, ἢ ἐν τῇ γῇ, ὡς οἱ ἁμαρ τωλοὶ ἄνθρωποι, ἢ ἐν ταῖς θαλάσσαις, ὡς ἡ τοῦ δρά κοντος κακία, ἢ ἐν ταῖς ἀβύσσοις, ὡς ἡ πονηρία τῶν προστασσομένων ἐκεῖ ἀπελθεῖν· κακὸν τοῦτο οὐχ ὁ Θεὸς ἐποίησε τῷ θελήματι αὐτοῦ· «Ἐκ γὰρ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν.» Τοῦ αὐτοῦ. Ὥσπερ ὁ οὐρανὸς ἁγίων δυνά μεών ἐστιν οἰκητήριον, οὕτω καὶ ἡ γῆ τῶν ἀνθρώπων. «Ὁ οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων.» Καὶ ὥσπερ ἐν ταῖς τροπικῶς λεγομέναις θαλάσσαις οἰκοῦσιν οἱ ἀντικείμενοι ἡμῖν δαίμονες, ἐν αἷς καὶ ὁ δράκων ἐπλάσθη τοῦ ἐμπαίζειν αὐτῷ· οὕτω καὶ ἐν ταῖς ἀλληγορικῶς λεγομέναις ἀβύσσοις οἱ καταχθόνιοι δαίμονες. Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἀστρα πὰς εἰς ὑετὸν ἐποίησεν, κ. τ. ἑ.
And above it had been said, "Bless," but now "Praise"; and there only, "who stand in the house of the Lord," as in the Hebrew; but now with the addition, "in the courts of the house of our God." That I know that the Lord is great, and our Lord is above all gods, etc. Jethro says, "Now I know that the Lord is great above all gods"; but the Prophet says, "That I know" first, "that the Lord is great," then, "and our Lord is above all gods." All that the Lord willed, he did in heaven and on earth, in the seas, and in all the deeps, etc. All that the Lord made in heaven, and on earth, in the seas and in the deeps, is good, inasmuch as it came to be by the will of God. But if there is anything in heaven, as the spiritual hosts of wickedness, or on earth, as sinful men, or in the seas, as the wickedness of the dragon, or in the deeps, as the wickedness of those commanded to go there—this evil God did not make by his will; "For out of the mouth of the Most High shall not come evil and good." By the same author. Just as heaven is the dwelling-place of holy powers, so also the earth is that of men. "For the heaven," he says, "is the Lord's heaven, but the earth he gave to the sons of men." And just as in the seas, spoken of figuratively, dwell the demons that oppose us, in which the dragon also was formed to be mocked by him; so also in the deeps, spoken of allegorically, dwell the demons of the underworld. Bringing up clouds from the end of the earth; he made lightnings for rain, etc.
Νεφέλη ἐστὶ φύσις λογικὴ, τοὺς περὶ Προνοίας λόγους πεπιστευ μένη· ἀστραπὴ δέ ἐστι διδασκαλία πνευματικὴ, λο γικὰς ψυχὰς ἀπὸ κακίας ἐπ' ἀρετὴν ἐπανάγουσα. Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν, κ. τ. ἑ. Εἰ ἡ κληρονομία ἡμῶν γνῶσίς ἐστιν ἡ τοῦ Θεοῦ, πῶς λέγονται κατέχειν ταύτην οἱ ἀντικείμενοι; Καὶ ζητήσεις μήποτε λέγονται κατέχειν, οὐχ ὡς γινώ σκοντες, ἀλλ' ὡς κωλύοντες ἡμᾶς ἐλθεῖν πρὸς αὐτήν. Εὐλογητὸς Κύριος ἐκ Σιὼν ὁ κατοικῶν Ἱερουσαλὴμ, κ. τ. ἑ. Ὁ ἐν καθαρᾷ καρδίᾳ κατοι κῶν κατοικεῖ ἐν Ἱερουσαλήμ. Κατοικεῖν δὲ αὐτὸν ἐν Ἱερουσαλὴμ ἔφη, οὐ τὴν θείαν φύσιν ἐκεῖ περιγράφων, ἀλλ' ἐκεῖ τηνικαῦτα τὴν θείαν ἐπιφάνειαν εἰδὼς ἐν τῷ ναῷ τῆς Ἱερουσαλήμ. ΨΑΛΜΟΣ ΡΛΕʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, κ. τ. ἑ. Οἱ ταλαιπω ροῦντες ἐν τῷ αἰῶνι εἰκότως χρῄζουσι καὶ ἐλέ ους ἐν τῷ αἰῶνι. Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, κ. τ. ἑ. Ἡ ἐξομολόγη σις τὴν εὐχαριστίαν καὶ δοξολογίαν
A cloud is a rational nature, entrusted with the accounts concerning Providence; and lightning is spiritual teaching, leading rational souls back from vice to virtue. And he gave their land as an inheritance, etc. If our inheritance is the knowledge of God, how are those who oppose it said to possess it? And you might inquire whether they are said to possess it, not as knowing it, but as hindering us from coming to it. Blessed is the Lord out of Zion, who dwells in Jerusalem, etc. He who dwells in a pure heart dwells in Jerusalem. And he said that he dwells in Jerusalem, not circumscribing the divine nature there, but knowing that the divine manifestation was then there in the temple of Jerusalem. PSALM 135. Give thanks to the Lord, for he is good, for his mercy endures forever, etc. Those who are distressed in this age rightly need mercy in this age. Give thanks to the God of gods, for his mercy endures forever, etc. Thanksgiving is gratitude and doxology
σημαίνει· κεῖται δὲ καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῶν ἁμαρτιῶν, ὡς ἐνταῦθα. Τοῦ αὐτοῦ. Θεὸς θεῶν ἐστιν ἐκείνων τῶν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, κατὰ τὴν Γραφὴν τὴν λέγουσαν· «Ἐγὼ εἶπα· Θεοί ἐστε· καὶ, Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ·» δηλαδὴκατὰ τὴν πολλὴν πρὸς αὐτοὺς ἀγάπην καὶ οἰκείωσιν. Τῶν δὲ δαιμόνων Θεός ἐστι κατὰ τὴν δημιουργίαν. Φησὶ δὲ καὶ ὁ Ἀπόστολος· Εἴπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἀλλὰ τοὺς λεγο μένους μετὰ τὴν Τριάδα θεοὺς μετουσίᾳ θεότητος εἶ ναι τοιούτους· ὁ δὲ Σωτὴρ οὐ κατὰ μετουσίαν, ἀλλὰ κατ' οὐσίαν ἐστὶ Θεός. Τὸ δὲ, «Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,» ἐφυμνίας τρόπῳ ἐπιλέγεται. Ἐπεὶ γὰρ ἀεὶ ἐλεεῖ, εἰκότως οἱ ἐφυμνοῦντες λέγουσιν, «Ὅτι εἰς τὸν αἰῶνα,» καὶ τὰ ἑξῆς. Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, κ. τ. ἑ. Δείκνυσιν αὐτὸν διηνεκῶς εὐεργετοῦντα καὶ θαυματοποιοῦντα. Καὶ δύο ταῦτα αὐτοῦ τίθησι καὶ τρία καὶ τέσσαρα· ὅτι τε ποιεῖ, καὶ ὅτι θαύματα, καὶ ὅτι μεγάλα θαύματα, καὶ ὅτι μόνος ποιεῖ. Ταῦτα δὲ οὐ πρὸς ἀθέτησιν τοῦ παιδὸς, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν δαιμόνων. Καὶ τίνα ταῦτά ἐστι τὰ θαύ ματα ἃ μόνος ποιεῖ; Καίτοιγε ἀρχόμενος τοῦ ψαλ μοῦ οὐ περὶ δυνάμεως ἔλεγεν, ἀλλὰ περὶ ἀγαθότη τος. Πῶς οὖν νῦν εἰς τὸν περὶ δυνάμεως ἐμπίπτει λόγον ἐνταῦθα λοιπόν; Ὅτι οὐχὶ δυνάμεως μόνον, ἀλλὰ καὶ ἀγαθότητος καὶ φιλανθρωπίας ταῦτά ἐστι τὰ θαύματα. Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, κ. τ. ἑ. Εἰ τοῦ ὕδατός ἐστι βάσις ἡ γῆ, πῶς ἡ γῆ ἐπὶ τῶν ὑδάτων ἐστερέωται;
It signifies; and it is also used of the confession of sins, as here. Of the same author. He is God of those gods to whom the word of God came, according to the Scripture that says: "I said: You are gods; and, I am the God of Abraham, and the God of Isaac, and the God of Jacob;" evidently according to his great love and intimacy toward them. But of the demons he is God according to creation. And the Apostle also says: "If indeed there are many gods and many lords in heaven and on earth;" but those called gods after the Trinity are such by participation in divinity; whereas the Savior is God not by participation, but by essence. And the phrase, "For his mercy endures forever," is added in the manner of a refrain. For since he always shows mercy, those singing the refrain rightly say, "For forever," and the rest. To him who alone made great wonders, etc. He shows him continually doing good and working wonders. And he sets down these two things of his, and three, and four: that he makes, and that he makes wonders, and that he makes great wonders, and that he alone makes them. And these things are said not to the rejection of the Son, but to distinguish him from the demons. And what are these wonders that he alone makes? And yet, beginning the psalm, he was speaking not about power, but about goodness. How then does he now fall into the account concerning power here at last? Because these wonders are works not of power only, but also of goodness and love for humanity. To him who established the earth upon the waters, etc. If the earth is a base of water, how has the earth been established upon the waters?
Πῶς δὲ καὶ ὁ Ἰὼβ ἀληθεύει λέγων, «Ὁ κρεμάσας τὴν γῆν ἐπ' οὐδε νός;» Καὶ μήποτε ἡ μὲν ὑποκάτω γῆ τῆς ἀβύσσου κρέμαται ἐπ' οὐδενὸς, ἡ δὲ ἐπάνω γῆ τῆς ἀβύσσου ἐφ' ἧς καὶ ἡμεῖς κατοικοῦμεν ἐπὶ τῆς ἀβύσσου ἐστε ρεώθη· ὡς εἶναι τὴν ἄβυσσον ἐν μέσῳ τῆς γῆς περιεχομένην ὡς ἐν ἀγγείῳ. Καὶ ταῦτα μὲν εἴ τις βούλοιτο τῇ ἱστορίᾳ συναγωνίζεσθαι· πρὸς δὲ διάνοιαν, Δοξολογήσατε, φησὶ, τὸν στερεώσαντα τὴν φύσιν τὴν λο γικὴν ἐπὶ τῆς ἀληθοῦς γνώσεως. Ὅτι δὲ ἐν τοῖς Εὐ αγγελίοις ὁ Κύριος γῆν λέγει τὰς λογικὰς ψυχὰς, καὶ ὕδωρ τὴν γνῶσιν, ἐκ τοῦ σπόρου τοῦ πεσόντος εἰς τὴν γῆν τὴν καλὴν ἔστι καταμαθεῖν, καὶ ἐκ τοῦ ῥέοντος ποταμοῦ τῆς κοιλίας τοῦ πεπιστευκότος ὕδατος ζῶν τος. Καὶ τὰ ἑξῆς δὲ τοῦ ψαλμοῦ ἀκολουθεῖ τῇ δευτέρᾳ ἐξηγήσει. Ἡ σελήνη καὶ ἀστέρες φωτίζουσι ταύτην τὴν γῆν ἐν ἀγνοίᾳ τέως διάγουσαν καὶ μήπω δυνα μένην φωτισθῆναι ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου· καὶ πάλιν Αἴγυπτος καταλαμβάνεται σύμβολον οὖσα κακίας τῶν κατὰ διάνοιαν πρωτοτόκων φθαρέντων, καὶ κολάζεται Φαραὼ τοῖς πνευματικοῖς ἐναποπνιγόμενος ὕδασι, καὶ ὁ Ἰσραὴλ ὁδεύει τὴν ἔρημον πει νῶν καὶ διψῶν, καὶ πειραζόμενος, ἥτις ἐστὶ σύμβο λον τῆς πρακτικῆς, σπεύδων ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας, ἥν φασιν εἶναι τὴν γνῶσιν τοῦ Θεοῦ. Καὶ ἐκτινάξαντι Φαραὼ, καὶ τὴν δύναμιν αὐ τοῦ εἰς θάλασσαν Ἐρυθρὰν, κ. τ. ἑ. Τὴν εὐκο λίαν τοῦ καταποντισμοῦ βουλόμενος δηλῶσαι, τῇ λέξει ταύτῃ ἐχρήσατο. Κοινωνεῖ δὲ καὶ τὸ στρατόπεδον τῆς τιμωρίας καὶ κολάζεται· ἐπειδὴ τῶν ἁμαρτη μάτων τῶν περὶ τοὺς Ἰουδαίους ἐκοινώνησαν, καὶ τῆς διώξεως μετέσχον.
How is Job also speaking truth when he says, "He hung the earth upon nothing"? And perhaps the earth below the abyss is hung upon nothing, while the earth above the abyss, on which we also dwell, has been established upon the abyss; so that the abyss is contained in the middle of the earth as in a vessel. And this is so if one wishes to contend on the side of the historical account. But as for the deeper meaning, it says: Give glory to the one who established the rational nature upon true knowledge. That in the Gospels the Lord calls rational souls "earth," and knowledge "water," can be learned from the seed that fell upon the good earth, and from the river of living water flowing from the belly of the one who believes. And the rest of the psalm follows the second interpretation. The moon and the stars give light to this earth that is for the time being passing its life in ignorance and is not yet able to be illuminated by the sun of righteousness. And again, Egypt is seized, being a symbol of the wickedness of the firstborn according to the mind who have been corrupted, and Pharaoh is punished, being drowned in the spiritual waters, and Israel journeys through the wilderness, hungering and thirsting and being tempted, which is a symbol of the practical life, hastening toward the land of promise, which they say is the knowledge of God. And to him who shook off Pharaoh and his power into the Red Sea, etc. Wishing to indicate the ease of the drowning, he used this expression. And the army also shares in the punishment and is chastised, since they shared in the sins committed against the Jews and took part in the persecution.
Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν, κ. τ. ἑ. Ὅταν μὲν ὡς ἀκαθάρτων ἡμῶν μνημο νεύει ἡμῶν ὁ Κύριος, κατὰ τὴν ἐπίνοιαν τῆς δικαιο σύνης ἡμῶν μνημονεύει· ὅταν δὲ πάλιν ὡς καθαρῶν, κατὰ τὴν ἐπίνοιαν τῆς σοφίας· πλὴν τοῦτο ἰστέον, ὅτιπερ αὗται αἱ ἐπίνοιαι κατὰ τῆς τῶν γεγονότων θεωρίας κατηγοροῦνται, ἥτις ὡς δημιουργὸν παρίστησι τὸν Χριστόν. Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, κ. τ. ἑ. Ἡ τρεφομένη σὰρξ παρὰ τοῦ Θεοῦ, αὕτη ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΡΛ ʹ. Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιὼν, κ. τ. ἑ. Πολὺς ὁ πόθος τοῖς ἀνδράσι τῆς πόλεως. Τίνος δὲ ἕνεκα παρὰ τοὺς ποταμοὺς ἐκάθηντο; Ὅτι, αἰχμάλωτοι ὄντες καὶ ἐκ πολεμίας εἰ λημμένοι χώρας, ἔξω τειχῶν καὶ πόλεων ηὐλίζοντο. Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, κ. τ. ἑ. Ὅσαι ψυχαὶ κάθηνται ἐν σκιᾷ καὶ ἀγνωσίᾳ, ἰστέον ὅτι λόγον ἄκαρπον ἔχουσι, τὰ ὄργανα
κρεμάσασαι τὰ συντελοῦντα εἰς τὴν πρακτικήν. Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιὼν, κ. τ. ἑ. Ἔγνων ἐγὼ καὶ δαίμονας ἀναγκάζειν λέγειν ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰς ἐν αἷς ἐστί τις ἐντολὴ ἣν παρέβημεν, ὡς ἂν ἀκούοντες καταγελῶσιν ἡμῶν ὡς λεγόντων καὶ μὴ ποιούντων. Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς, κ. τ. ἑ. Τὸ «Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ,» ὡς παρὰ τῶν ἐχθρῶν λεγόμενον τέθειται·
For in our humiliation he remembered us, etc. When the Lord remembers us as unclean, he remembers us according to the conception of our righteousness; but when again as clean, according to the conception of wisdom. Nevertheless this must be known, that these conceptions are predicated according to the contemplation of created things, which presents Christ as creator. He who gives food to all flesh, etc. The flesh that is nourished by God, this will see the salvation of God. PSALM 130. By the rivers of Babylon there we sat down and wept when we remembered Zion, etc. Great is the longing of the men of the city. And for what reason did they sit by the rivers? Because, being captives and taken from an enemy land, they lodged outside walls and cities. Upon the willows in the midst of it we hung up our instruments, etc. As for all the souls that sit in shadow and ignorance, it must be known that they have unfruitful reason, having hung up the instruments that contribute to the practical life. For there those who had taken us captive asked us for words of songs, and those who had led us away: Sing us a hymn from the songs of Zion, etc. I myself have known even demons to be compelled to speak psalms and spiritual songs in which there is some commandment that we have transgressed, so that hearing them they mock us as saying and not doing. Remember, O Lord, the sons of Edom on the day of Jerusalem, who say: Raze it, raze it, to its very foundations, etc. The phrase "Raze it, raze it, until the foundation within it" has been set down as spoken by the enemies.
δηλοῖ δὲ τοὺς παλαίοντας ἡμῖν πειρωμένους τῶν φυ σικῶν τῆς ἀρετῆς ἅπτεσθαι σπερμάτων· ἅπερ τρο πικῶς ὠνόμασε θεμέλιον, ἀπ' ἀρχῆς καταβεβλημένον ἐν αὐτῇ τῇ ψυχῇ, δηλονότι ἵνα παντάπασιν ὁ νοῦς, ἐκπεσὼν ἀρετῆς, κατὰ τὴν παροιμίαν περιπατήσῃ γυμνώτερος ὑπέρου, μὴ ἐνδυσάμενος τὸν Χριστὸν μηδὲ ἔχων ἔνδυμα γάμου. Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν, κ. τ. ἑ. Ὅσοι κατὰ τὴν διδα σκαλίαν τοῦ Χριστοῦ τὰ φαῦλα νοήματα διαφθείρουσι τῆς ψυχῆς, οὗτοι τὰ νήπια Βαβυλῶνος ἐδαφίζουσι πρὸς τὴν πέτραν. ΨΑΛΜΟΣ ΡΛΗʹ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με, κ. τ. ἑ. Καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς ἀναφαινομένης τῆς καρδίας ἐν τοῖς πειρασμοῖς εἴρηται· «Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου·» ἡ δὲ πέμπτη ἔκδοσις νῦν μὲν, «ἐξηρεύνησας,» εἶπεν· ἐν δὲ τοῖς ἑξῆς «ἐξερεύνησον.» Ὡς γὰρ χρυσὸς ἐν χωνευτηρίῳ δοκιμάζεται, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπει νώσεως. Γέγραπται δὲ ἐν ψαλμῷ· «Ἐδοκίμασας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Νοήσας τοῦτο, γνώσῃ, ὅτι μόνος ὁ δίκαιος καὶ πᾶς δοκιμασθεὶς γινώσκεται, ὡς ὢν ἐν Χριστῷ ἀπὸ Θεοῦ· ὡς δῆλον καὶ ἐκ τοῦ· «Δοκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρ δίαν μου.» Τοῦ αὐτοῦ. Πάντα προειδὼς ὁ Θεὸς, ὅμως δοκιμάζει, οὐχ ἵνα γνῷ, ἀλλ' ἵνα τοὺς ὑπομένοντας δοκιμωτέρους ἐργάζηται. Ἵνα δὲ μή τις αὐτὸν ὑπο λάβοι δοκιμάζοντα γινώσκειν, ἐπήγαγε τῷ λόγῳ· «Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν.» Ὁ γὰρ τοὺς διαλογισμοὺς εἰδὼς καὶ πρὸ τοῦ κινηθῆναι αὐτοὺς, μᾶλλον δὲ πρὸ πολλοῦ χρόνου, πῶς ἂν δεη θείη δοκιμασίας πρὸς ἰδίαν γνῶσιν;
He shows those who wrestle against us, attempting to grasp the natural seeds of virtue, which he figuratively called a foundation, laid from the beginning in the soul itself, evidently so that the mind, having wholly fallen away from virtue, may walk, according to the proverb, more naked than a spindle, not having put on Christ nor having a wedding garment. Blessed is he who will seize and dash your little ones against the rock, etc. As many as, according to the teaching of Christ, destroy the base thoughts of the soul, these dash the little ones of Babylon against the rock. Psalm 138. O Lord, you have tested me, and you have known me, etc. And in what follows it is said as though the heart were being revealed in temptations: "Test me, O God, and know my heart;" but the fifth edition has said here, "you have searched out," and in what follows, "search out." For as gold is tested in a crucible, so men acceptable in the furnace of humiliation. And it is written in a psalm: "You have tested us as silver is refined by fire." Having understood this, you will know that only the righteous man and everyone who has been tested is known, as being in Christ from God; as is clear also from: "Test me, O Lord, and know my heart." Of the same. God, foreknowing all things, nevertheless tests, not in order to know, but in order to make those who endure more approved. But lest anyone suppose that he who tests comes to know, he added to the statement: "You understood my thoughts from afar." For he who knows the thoughts even before they are stirred, or rather long before, how could he need testing for his own knowledge?
Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας, κ. τ. ἑ. Τῶν καλῇ τρίβῳ χρωμένων ἐξιχνιάζει ὁ Θεὸς τὴν σχοῖνον, καὶ πάντα τὰ μέτρα τῆς ὁδοῦ τῶν τοιούτων προεῖδεν ὁ Θεός. Ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου, κ. τ. ἑ. Οὐκ ἔστι, φησὶ, δόλος ἐν γλώσσῃ μου· ἀντὶ τοῦ, Οὐκ ἔστιν ἐπιπόλαιός μοι λόγος, ἀλλ' ἐν βάθει καὶ καρδίᾳ. Ἐν στόματι δὲ μωρῶν ἡ καρδία αὐτῶν. Τοῦ αὐτοῦ. Γλῶσσαν τροπικῶς τὴν καρδίαν ὠνόμασεν. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα, κ. τ. ἑ. Ἐπίσκεψαι διὰ τί τὰ μέσα παρασεσιώπηται· διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξὺ, οὔτε ἐν τῇ ἀρχῇ, οὔτε ἐν τῷ τέλει ὑπάρχου σαν. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτὴν, κ. τ. ἑ. Φωνὴ πολλοὺς ὠφελήσαντος διδασκάλου σοφοῦ, τὰ θαυ μάσια τῆς γνώσεως μυστήρια οἰκονομήσαντος. Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει, κ. τ. ἑ. Ὡς δυνάμενος πορεύεσθαι καὶ φυγεῖν εἰς οὐρανὸν καὶ εἰς ᾅδην, καὶ ἵπτασθαι εἰς τὰ ἔσχατα τῆς θαλάσσης, ταῦτά φη σιν· εἰκὸς δὲ καθ' ἑαυτὴν γενομένην δύνασθαι τὴν ψυχήν. Συνεξετάσεις δὲ τούτοις τὰ ἐκ τοῦ Δευτερονομίου οὕτως ἔχοντα· «Ἡ ἐντολὴ αὕτη οὐχ ὑπέρογκός ἐστιν, οὐδὲ μακρὰν ἀπὸ σοῦ ἐστιν· οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ, λέγων· Τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν, καὶ λήψεται αὐτήν; Οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶ, λέγων· Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης, καὶ λάβῃ αὐτὴν ἡμῖν, καὶ ἀκούσαντες αὐ τὴν ποιήσομεν αὐτήν;
You have traced my path and my measuring line, and so on. For those who walk a good path, God traces their measuring line, and God has foreseen all the measures of the way of such people. That there is no deceit in my tongue, and so on. There is no deceit in my tongue, he says; instead of, My speech is not superficial, but from the depth and the heart. But in the mouth of fools is their heart. By the same author. He has figuratively called the heart a tongue. Behold, Lord, you have known all the last things and the first things, and so on. Consider why the middle things have been passed over in silence: because evil is in the middle, existing neither at the beginning nor at the end. Your knowledge has been made wonderful by me, it has been strengthened, I cannot attain to it, and so on. The voice of a wise teacher who benefited many, who administered the wonderful mysteries of knowledge. If I ascend into heaven, you are there; if I descend into Hades, you are present, and so on. As one able to journey and flee into heaven and into Hades, and to fly to the farthest parts of the sea, he says these things; and it is likely that the soul, when it has come to be by itself, is able to do so. And you will examine alongside these the words from Deuteronomy that read as follows: This commandment is not too high, nor is it far from you; it is not in heaven above, saying, Who will go up for us into heaven, and take it? Nor is it beyond the sea, saying, Who will cross over for us to the other side of the sea, and take it for us, and having heard it we will do it?
Ἔστιν ἐγγύς σου τὸ ῥῆμα σφόδρα, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, καὶ ἐν ταῖς χερσί σου ποιεῖν αὐτό.» Συγκρινεῖς δὲ καὶ ἀπὸ Ἀμὼς ταῦτα· «Οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων· καὶ οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος· ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖθεν κατάξω αὐτούς· ἐὰν κρυβῶσιν εἰς τὴν
κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι, καὶ δή ξεται αὐτούς· καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐτῶν, ἐκεῖθεν ἐντελοῦμαι τῇ ῥομφαίᾳ, καὶ ἀποκτενεῖ αὐτούς.» Καὶ εἶπα· Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου, κ. τ. ἑ. Εἰ ἡ ἄγνοια καρδίας σκότος ἐστὶν, («ἐσκοτίσθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία·») εἰκότως ἄρα ὁ αἴ τιος ἡμῖν τοῦ σκότους τούτου γινόμενος, καὶ αὐτὸς ὀνομάζεται σκότος, ὅστις ἡμῶν τὴν ἐν γνώσει τρυφὴν προαιρεῖται σκοτίζειν, τοῦ Θεοῦ μὴ συγχωροῦντος, ἀλλὰ τὸ σκότος φωτίζοντος· «Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.» Ὡς γὰρ τὴν ἄγνοιαν διὰ τῆς κακίας ἐπεκτησάμεθα, οὕτω καὶ τὴν γνῶσιν διὰ τῆς ἀρετῆς προσελάβομεν. Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κ. τ. ἑ. Μακάριος οὗ οἱ νεφροὶ κτῆμα γεγόνασι τοῦ Κυρίου. Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ἐν κρυφῇ, κ. τ. ἑ. Ὀστοῦν τὴν ψυχὴν ὠνόμασε νῦν, ἣν ἐποίησε μόνος ὁ Θεός. Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, κ. τ. ἑ. Ἀκατέργαστον ψυχὴ ἡ μὴ δι' ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως.
The word is very near you, in your mouth and in your heart and in your hands to do it. And you will compare these things also from Amos: "The one who flees shall surely not escape from them, and the one who is saved shall surely not be delivered from them. If they dig down into Hades, from there my hand will draw them up; and if they ascend into heaven, from there I will bring them down. If they hide themselves on the
peak of Carmel, from there I will search them out and seize them; and if they sink down out of my sight into the depths of the sea, there I will command the dragon, and it shall bite them. And if they go into captivity before the face of their enemies, from there I will command the sword, and it shall kill them." And I said: Surely darkness will trample me, and night will be light in my delight, and so on. If the ignorance of the heart is darkness — "for their senseless heart was darkened," it says — then reasonably the one who becomes for us the cause of this darkness is himself also called darkness, he who chooses to darken our delight in knowledge, while God does not permit it but enlightens the darkness: "For the light shines in the darkness, and the darkness did not overcome it." For just as we acquired ignorance through vice, so too we received knowledge through virtue. For you have possessed my kidneys, and so on. Blessed is the one whose kidneys have become a possession of the Lord. My bone was not hidden from you, which you made in secret, and so on. He has now called the soul a bone, which God alone made. Your eyes saw my unformed substance, and so on. The soul that has not been formed through virtue and knowledge is an unformed substance.
Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται, κ. τ. ἑ. Βιβλίον Θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, ἐν ᾧ πέφυκε διὰ τῆς γνώσεως γρά φεσθαι νοῦς καθαρός. Ἐν δὲ τούτῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ Προνοίας λόγοι καὶ κρίσεως, δι' οὗ βιβλίου γινώσκεται ὁ Θεὸς ὡς δημιουργὸς καὶ σοφὸς καὶ προνοητὴς καὶ κριτής· καὶ δημιουργὸς μὲν διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· σοφὸς δὲ διὰ τοὺς ἀποκειμένους λόγους αὐτῆς· προνοητὴς δὲ διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κριτὴς δὲ πάλιν διὰ τὰ διάφορα σώματα τῶν λογικῶν, καὶ τοὺς ποικίλους κόσμους, καὶ τοὺς περι έχοντας τοὺς αἰῶνας. Ἡμέραι πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς, κ. τ. ἑ. Ἐν γνώσει πλασθήσονται, καὶ οὐδεὶς ἔσται γνώσεως ἐκτὸς, ὅπως γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ, κ. τ. ἑ. «Ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπι φαύσει σοι ὁ Χριστός·» διὸ ἔγερσίς ἐστιν ἡ ἀπὸ κα κίας ἐπ' ἀρετὴν ἐπάνοδος. Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, κ. τ. ἑ. Εἰ ὁ τέλειος, μισήσας τὸ πονηρὸν, ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων τῆς οἱασδηποτοῦν κακίας αὐτῶν τελείως οὐ μεμίσηκε τὸ πονηρόν. Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου, κ. τ. ἑ. Εἰ ὁ Θεὸς πῦρ καταναλίσκον ἐστὶ, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων. ΨΑΛΜΟΣ ΡΛΘʹ. Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους, κ. τ. ἑ.
And in your book all shall be written, etc. The book of God is the contemplation of bodies and incorporeal things, in which a pure mind is naturally written through knowledge. And in this book are written also the accounts concerning Providence and judgment, through which book God is known as creator and wise and provident and judge: creator indeed through the things that have come from non-being into being; wise through the principles of wisdom stored up; provident through the things that contribute to virtue and knowledge for us; and judge again through the diverse bodies of rational beings, and the varied worlds, and the things that encompass the ages. Days shall be formed and no one in them, etc. In knowledge shall they be formed, and no one shall be outside knowledge, so that God may become all things in all. I arose, and I am still with you, etc. "You who sleep, arise from the dead, and Christ will shine upon you;" therefore resurrection is the return from vice to virtue. With perfect hatred I hated them, etc. If the perfect man, having hated evil, abstains from all wickedness, the one who partakes of any wickedness whatsoever has not perfectly hated evil. Test me, O God, and know my heart, etc. If God is a consuming fire, clearly through the concept of fire he tests the souls of men. PSALM 139. Those who devised injustice in their heart, all the day they arrayed wars, etc.
Διὰ τῶν λογισμῶν ἡμῖν οἱ δαίμονες παρατάσσονται, ποτὲ μὲν ἐπιθυμίας κινοῦντες, ποτὲ δὲ ὀργὰς, ἄλλοτε πάλιν ἐν ταυτῷ θυμὸν καὶ ἐπιθυμίαν, δι' ὧν γίνεται ὁ λεγόμενος πεπλεγμένος λογισμός· ἀλλ' οὗτος ἐν καιρῷ τῆς ἀκηδίας συμβαίνει μόνον, οἱ δ' ἄλλοι ἐκ δια λείμματος ἐπέρχονται ἀλλήλους διαδεχόμενοι. Τὸν δὲ τῆς ἀκηδίας λογισμὸν κατ' ἐκείνην τὴν ἡμέραν οὐ δεὶς διαδέχεται διαλογισμὸς, πρῶτον μὲν, ὅτι καὶ χρονίζει, ἔπειτα δὲ καὶ σχεδὸν πάντας τοὺς λογισ μοὺς ἔχει ἐν ἑαυτῷ. Ἠκόνησαν τὴν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, κ. τ. ἑ. Τὸν ὀξύτατον λογισμὸν ἠκονημένον λέγει. Τοιοῦτος δὲ καὶ ὁ πρὸς βλασφημίαν τὸν νοῦν ὑφαρπάζων λογισμός. Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου, κ. τ. ἑ. Ἀλλὰ καὶ τὰ φαῦλα νοή ματα πολλάκις οἱ δαίμονες οὐ γυμνὰ ἀποτίθενται ἡμῖν, ἵνα μὴ ὁ νοῦς ἄντικρυς τὸ ἄλογον αὐτῶν θεασά μενος, τοὺς λογισμοὺς ἀποῤῥίψῃ· ἀλλὰ μετά τινων ἄλλων χρηστοφανῶν νοημάτων τὰ πονηρὰ νοήματα ἐπισπείρουσι· καὶ τοῦτο μόνον ἐπὶ τῶν τελείων ποιοῦσι, τῶν μὴ ἐχόντων πάθη· τοῖς γὰρ ἐμπαθέσι καὶ ἀκαθάρτοις καὶ φανερῶς ἐμβάλλουσι τοὺς λογισ μοὺς, οὓς ἀπώσασθαι ἀδυνατοῦσιν. Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρὸς, κ. τ. ἑ. Τοῦτο τὸ πῦρ καὶ οἱ ἄνθρακες κατακαίουσι ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις καταναλίσκοντα. Ἔγνων, ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶν πενήτων, κ. τ. ἑ. Προφητεία τοῦτο περὶ
Through our thoughts the demons array themselves against us, sometimes stirring up desires, sometimes anger, and at other times both temper and desire together, from which arises what is called the entangled thought. But this happens only in the time of despondency, while the others come upon us at intervals, succeeding one another. The thought of despondency, however, is not succeeded by any reasoning on that day, first because it also lingers, and then because it holds nearly all the thoughts within itself. They sharpened their tongue like a serpent, etc. He calls the sharpest thought sharpened. Such also is the thought that steals the mind away toward blasphemy. Who devised to trip up my steps, etc. But the demons often do not set base thoughts before us naked, lest the mind, beholding their irrationality outright, cast the thoughts away; rather, along with certain other fair-seeming thoughts they sow the wicked thoughts. And this they do only in the case of the perfect, those who do not have passions; for into the passionate and impure they cast the thoughts openly, which such people are unable to thrust away. Coals of fire shall fall upon them, etc. This fire and these coals burn up wood, hay, stubble, consuming the wicked dispositions. I know that the Lord will execute judgment for the poor, and justice for the needy, etc. This is a prophecy concerning
τῆς μελλούσης κρίσεως, καθ' ἣν τῶν ἀσεβῶν τῷ πυρὶ παραδιδομένων εἰς ἄνεσιν οἱ δίκαιοι παραληφθήσονται. Ἐντεῦθεν καὶ Σολομὼν ὠφεληθεὶς εἶπεν· «Ὅτι πᾶν τὸ ποίημα ὁ Θεὸς ἄξει εἰς κρίσιν.» Εἰς χρηστὸν δὲ τέλος κατέληξεν, ἐπεὶ καὶ «εἰς τέλος» ἐπιγέγραπται, τὴν ἀποκειμένην τοῖς δικαίοις λέγων ἐλπίδα. «Κατοική σουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.» Ἀντὶ δὲ «σὺν τῷ προσώπῳ σου» ὁ Σύμμαχος «παρὰ τῷ προσώπῳ σου» λέγει, τὸ κεκαθαρμένῃ διανοίᾳ πρόσωπον πρὸς πρόσωπον ὁρᾷν τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΡΜʹ. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, κ. τ. ἑ. Τούτου κατευθύνεται ἡ προσευχὴ ὡς θυμίαμα, τοῦ δυναμένου εἰπεῖν· «Χρι στοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις.» Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, κ. τ. ἑ. Οὐδὲν οὕτω φυλάσσει τὴν καρδίαν ἡμῶν ὡς ὁ φόβος τοῦ Θεοῦ, εἴ γε τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφα λήν μου, κ. τ. ἑ. Ἔλαιον λέγει ἁμαρτωλοῦ τὴν εὐποιίαν, τὴν μὴ διὰ γνῶσιν Θεοῦ γενομένην, ἀλλὰ διὰ δόξαν τὴν παρὰ ἀνθρώπων· τοῦτο γάρ ἐστι καὶ τὸ σαλπίζειν τὸν τὴν ἐλεημοσύνην ποιοῦντα. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοὶ, κ. τ. ἑ. Ἀμφίβληστρόν ἐστι κόλασις ποικίλη ἐκ βυ θοῦ κακίας ἀνιμωμένη. Ἀλλὰ τοῦτο τὸ ἀμφίβληστρον τοῦ μέλλοντός ἐστιν αἰῶνος· τοῦ δὲ ἐνεστῶτος αἰῶνός ἐστιν ἀμφίβληστρον διδασκαλία πνευματικὴ, τοὺς ἀποπλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπὶ τὴν ἀρετὴν ἀνάγουσα. ΨΑΛΜΟΣ ΡΜΑʹ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην, κ. τ. ἑ.
of the coming judgment, according to which, while the impious are delivered over to fire, the righteous will be received into rest. Hence Solomon too, having been benefited, said: "For God will bring every work into judgment." And it came to a good end, since it is also inscribed "to the end," meaning the hope laid up for the righteous. "The upright shall dwell with your face." But instead of "with your face," Symmachus says "beside your face," meaning that with a purified mind one beholds the face of God face to face. PSALM 140. Let my prayer be set straight as incense before you, etc. His prayer is set straight as incense, who can say: "We are the fragrance of Christ among those being saved and among those perishing." Set, O Lord, a guard on my mouth, etc. Nothing so guards our heart as the fear of God, since by the fear of the Lord everyone turns away from evil. And let not the oil of the sinner anoint my head, etc. He calls the oil of the sinner the doing of good, not done through knowledge of God, but through glory from men; for this is also what it means to trumpet when giving alms. The sinners shall fall in his net, etc. A net is a varied punishment drawn up from the depth of wickedness. But this net belongs to the age to come; whereas the net of the present age is spiritual teaching, leading back to virtue those who have wandered from the worship of God. PSALM 141. With my voice I cried to the Lord, with my voice I made supplication to the Lord, etc.
Ὡς φύσιν ἔχει τὸ πῦρ ἀνώφορον, οὕτως ἡ τοῦ δικαίου φωνὴ, τὸ πρὸς Κύριον γίνεσθαι, καὶ οἱονεὶ προκαλεῖσθαι αὐτὸν ἐπὶ τὸ παρέχειν ὧν τις δεῖται ἀπὸ Θεοῦ. Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ, κ. τ. ἑ. Ὁ μόνα μεγάλα καὶ ἐπουράνια αἰτῶν, καὶ προσευχόμενος πνεύματι καινῷ, θαῤῥεῖ ἐνώπιον Κυρίου ἐκχέαι τὴν δέησιν ἑαυτοῦ, οὐδὲν ταπεινὸν, οὐδὲ αἰσχρόν τι ἐν ἑαυτῇ ἔχουσαν· ὁποῖά ἐστιν ἐν ταῖς δεή σεσι τῶν βαττολογούντων, καὶ οὐκ ἄξια Θεοῦ αἰ τούντων, ἢ ἀπὸ καθαρᾶς καρδίας ἐκχεόντων. Ἁγίου οὖν παῤῥησίας ἔχεται ὁ στίχος, ὃν οὐκ εὐλόγως ἐρεῖ ὁ ἁμαρτωλός· καὶ τὸν ἑξῆς δὲ ὁ ἐν παντὶ θλιβόμενος, ἀλλ' οὐ στενοχωρούμενος, καυχώμενος ἐν ταῖς ὑπο μονὴν κατεργαζομέναις θλίψεσι, τῷ ὁδεύειν τὴν στε νὴν καὶ τεθλιμμένην ἀπάγουσαν ἐπὶ τὴν ζωὴν ὁδόν. Ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι, κ. τ. ἑ. Πάσαις οἱ ἐχθροὶ ἡμῶν ἐπιβουλεύ ουσι ταῖς ἀρεταῖς· καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τὴν τῆς δειλίας παγίδα, καὶ ἐν τῇ πραότητι ἐμβάλ λουσι τὴν θρασύτητα, καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ διὰ τὸν Θεὸν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν· καὶ ἐν τῇ νηστείᾳ, τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. Καὶ ταῦτα μὲν ἐπὶ τῆς πρακτικῆς· τί δ' ἄν τις εἴποι καὶ ἐπὶ τῆς θεωρίας, ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τῶν αἱρέσεων τοῖς ὀρθοδόξοις δόγμασι; Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζη τῶν τὴν ψυχήν μου, κ. τ. ἑ. Ὁ ἀπολέσας τὴν φυγὴν ταύτην οὐ δύναται εἰπεῖν· «Ἐν θλίψει ἐπλάτυνάς μοι.» Ἐκέκραξα πρὸς σὲ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων, κ. τ. ἑ.
As fire has a nature that carries upward, so does the voice of the righteous—namely, to come before the Lord and, as it were, to summon him to supply whatever one needs from God. I pour out my supplication before him; I declare my affliction before him, and so on. The one who asks only for great and heavenly things, and prays in a new spirit, has confidence before the Lord to pour out his supplication, having nothing base or shameful in it—such things as are found in the supplications of those who babble and ask for things unworthy of God, or who pour out their prayers from anything but a pure heart. This verse therefore belongs to the boldness of a saint, which the sinner will not reasonably utter; and the next verse belongs to one who is afflicted in every way but not constrained, who boasts in the afflictions that produce endurance, by walking the narrow and constrained road that leads to life. In this path wherein I walked they hid a snare for me, and so on. Our enemies plot against all the virtues: in courage they hide the snare of cowardice; in gentleness they cast in recklessness; in almsgiving, the motive of giving alms not for God's sake but for the sake of onlookers; and in fasting, the motive of fasting for the sake of men. And these things pertain to the practical life; but what could one say also concerning contemplation—how many snares do the enemies set through heresies against orthodox doctrines? Flight has perished from me, and there is none who seeks after my soul, and so on. The one who has lost this flight cannot say: "In affliction you enlarged me." I cried out to you, O Lord; I said: You are my hope, my portion in the land of the living, and so on.
Εἰ ὁ Κύριος ἡμῶν σοφία ἐστὶ, καὶ μερὶς δὲ τῶν ζώντων αὐτός· ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ, καθ' ἣν καὶ χρηματίζουσι ζῶντες, ἥτις ἐστὶν ὁ Χρι στός. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, κ. τ. ἑ. Πειρασμοὶ συνεχεῖς καταδιώκουσι τὸν νοῦν ἀπὸ γνώσεως. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, κ. τ. ἑ. Οὐ πάντων ἐστὶ τὸ λέγειν· «Ἔκβαλε ἐκ φυλακῆς τὴν ψυχήν μου,» εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβαλεῖν τῇ θεωρίᾳ τῶν γεγονότων. ΨΑΛΜΟΣ ΡΜΒʹ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὁ θαῤ ῥῶν ὅτι ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖ τὸν Θεὸν καὶ οὐκέτι ἐν τύπῳ, λέγοι ἂν τὸ, «Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου.» Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, κ. τ. ἑ. Ἐπὰν κρίνηται μετὰ τοῦ ἀνθρώπου ὁ Κύριος, καὶ λέγῃ· «Λαός μου, τί
ἐποίησά σοι, ἢ τί ἐλύπησά σε;» οὐδεὶς ζῶν δικαιωθήσεται· ἐνώπιον μὲν γὰρ Κυρίου οὐ δικαιωθήσεται πᾶς ζῶν· ἐνώπιον δὲ ἀνθρώπων οὐ μόνον ἀδίκων, ἀλλὰ καὶ ἄλλων δι καίων ἔσθ' ὅτε. Τὰ δὲ αἴτια τοῦ μὴ δικαιοῦσθαι ἐπι φέρει συγγενῶς τῷ στίχῳ τούτῳ· «Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρί νεσθαί σε.» Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι, κ. τ. ἑ. Γῆ ἄνυδρός ἐστι ψυχὴ καθαρὰ πνευματικὴν γνῶσιν ἐπιζητοῦσα. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦ μά μου, κ. τ. ἑ. Ἐπὶ πλεῖον ἀκηδιῶν ἐκλείπει τὸ πνεῦμα τοῦ ἀνθρώπου.
If our Lord is wisdom, and he himself is the portion of the living, then the portion of the living is wisdom, according to which they also bear the name "living," which is Christ. Rescue me from those who pursue me, and so on. Continuous temptations pursue the mind away from knowledge. Bring my soul out of prison, and so on. It is not for everyone to say, "Bring my soul out of prison," but only for those who are able, through purity and apart from this body, to apply themselves to the contemplation of created things. PSALM 142. Lord, hear my prayer; give ear to my supplication in your truth, answer me in your righteousness, and so on. One who is confident that he worships God in spirit and in truth and no longer in a type might say, "Give ear to my supplication in your truth." And do not enter into judgment with your servant, for no living being will be justified before you, and so on. When the Lord enters into judgment with man and says, "My people, what have I done to you, or in what have I grieved you?" no living being will be justified; for before the Lord no living being will be justified, but before men—not only unjust men, but sometimes even others who are just. And he adds the reasons for not being justified, in a manner akin to this verse: "So that you may be justified in your words, and prevail when you are judged." My soul is like a waterless land before you, and so on. A waterless land is a pure soul that seeks spiritual knowledge. Hear me quickly, Lord; my spirit has failed, and so on. When a man is greatly disheartened, his spirit fails.
Τούτῳ δὲ ὅμοιον τὸ, «Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου.» Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου, κ. τ. ἑ. Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶνος, ἣν καὶ βασιλείαν οὐρανῶν ἔθος ὀνομάζειν τῇ θείᾳ Γραφῇ. Τοῦ αὐτοῦ. Δύναται τοῦτο εἰπεῖν περὶ γνω ρισμοῦ ὁδοῦ φερούσης ἐπ' ἀρετὴν, ἢ τῆς ἣν μετὰ τὴν ἔξοδον ὁδεύει τις, ἥτις ἐστὶν ὁδὸς τοῦ ξύλου τῆς ζωῆς, ἣν φυλάσσει τὰ χερουβὶμ καὶ φλογίνη ῥομ φαία. Τοῦ αὐτοῦ. Γῆ ζώντων καὶ γῆ εὐθεῖα ἡ αὐτή ἐστιν ἀγαθὴ, ἐφ' ἣν τὸ ἀγαθὸν τοῦ Θεοῦ Πνεῦμα ὁδη γεῖ τοὺς ἀξίους. Καὶ ἐντεῦθεν τὴν ἀξίαν τοῦ πνεύμα τος ἐδιδάχθημεν. Ὥσπερ γὰρ ὁ Θεὸς, οὕτω καὶ τὸ πνεῦμα ὠνόμασται ἀγαθόν· καὶ καθάπερ τὸν Θεὸν ὁδηγῆσαι αὐτὸν ἱκετεύσας, οὕτω καὶ τῆς τοῦ πνεύματος ὁδηγίας ἀπολαῦσαι παρακαλεῖ, ὥστε μηδὲν αὐτῷ φανῆναι πρόσαντες μηδὲ δυσχερὲς, ἀλλ' εὐ θεῖαν τὴν ὁδὸν ὁδεύειν καὶ λείαν καὶ πλάνης ἀπηλλαγμένην. ΨΑΛΜΟΣ ΡΜΓʹ. Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον, κ. τ. ἑ. Ὁ διδαχθεὶς παρὰ Κυρίου τὸν πρὸς τὴν ἀντικειμένην δύναμιν πόλεμον ἐπίστα ται λόγους ἀρετῶν καὶ κακιῶν, καὶ διαφορὰς λογι σμῶν, γνωρίσματά τε ἀθεΐας καὶ ὅρους αὐτῆς, ἔτι δὲ καὶ τῶν νυκτερινῶν φαντασμάτων καὶ ἐνυπνίων γινώσκει τοὺς λόγους, ὧν οἱ μὲν ἀπὸ τοῦ λογικοῦ μέρους γίνονται τῆς ψυχῆς, κινουμένης τῆς μνήμης, οἱ δὲ ἀπὸ τοῦ θυμικοῦ, ἕτεροι δὲ ἀπὸ τοῦ ἐπιθυμητικοῦ· ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν τῷ αʹ εἰλήφαμεν.
Similar to this is, "When my spirit was failing within me." Make me hear your mercy in the morning, for in you have I hoped. Make known to me, Lord, the way in which I should walk, for to you I have lifted up my soul, and so on. He seeks the contemplation of the age to come, which divine Scripture customarily calls the kingdom of heaven. By the same author. He can say this concerning the knowledge of the way that leads to virtue, or of the way that one travels after the departure from this life, which is the way of the tree of life, which the cherubim and the flaming sword guard. By the same author. The land of the living and the upright land are the same good land, to which the good Spirit of God guides those who are worthy. And from this we have been taught the worth of the Spirit. For just as God, so also the Spirit has been called good; and just as he besought God to guide him, so also he exhorts us to enjoy the guidance of the Spirit, so that nothing may appear to him offensive or difficult, but that he may walk the way that is straight and smooth and free from error. PSALM 143. Blessed is the Lord my God, who teaches my hands for battle, my fingers for war, and so on. He who has been taught by the Lord the war against the opposing power knows the principles of virtues and vices, and the differences of thoughts, and the marks of godlessness and its boundaries; and further, he also knows the principles of nighttime apparitions and dreams, of which some arise from the rational part of the soul, when the memory is stirred, others from the spirited part, and others from the appetitive part; but concerning these things we have treated more precisely in the first book.
Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐ τοῦ ὡσεὶ σκιὰ παράγουσι, κ. τ. ἑ. Ἐπεὶ «ἄνθρω πος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, αἱ ἡμέ ραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.» Τὰ γὰρ ἐνταῦθα παισὶν ἔοικε παίζουσιν. Ὁ σήμερον γὰρ δικάζων ἕστηκεν αὔριον δικαζόμενος, καὶ ὁ σοβαρὸς ἐν τῷ ἄρχειν, ὑπὸ δημίου πολλάκις ἀπαγόμενος, καὶ ὁ πλούσιος ἐν πενίᾳ, καὶ ὁ ἀνέλπιστος καὶ ἀνώνυμος πολλάκις τῶν ὅλων κρατῶν. Καὶ πυκναὶ αἱ μεταβολαὶ καὶ ἀνώμαλοι αἱ μεταστάσεις. Τοῦ αὐτοῦ. Ματαιότης ἐστὶν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἣν τὰς φθαρτὰς ἡδονὰς προαι ρουμένη τῶν ἀϊδίων καὶ ἀφθάρτων καταφρονεῖ. Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται, κ. τ. ἑ. Ἁφή ἐστι Θεοῦ διδασκαλία πνευματικὴ, τὸν ἐκ τῆς κακίας ἀποκείμενον καπνὸν ταῖς ψυχαῖς ἐξελαύ νουσα. Ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτοὺς, κ. τ. ἑ. Ταῦτα τὰ βέλη ἀντίκεινται τοῖς πεπυρωμένοις βέλεσι τοῦ ἐχθροῦ. Ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας, κ. τ. ἑ. Τῶν ἑτεροδόξων διὰ μεγάλα δόγματα ἐλάλησε τὸ στόμα ματαιότητα, διὰ δὲ τὰς πράξεις πονηρὰς ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Οἱ ἀλλότριοι δὲ υἱοὶ οἴονταί τινα εἶναι δεξιὰ, ἅτινα ἀδικίας ἐστί· διὸ καὶ ὁ διάβολος ἵσταται ἐκ δεξιῶν αὐτῶν, ὡς καὶ τοῦ Ἰούδα. Τοῦ αὐτοῦ. Καὶ ὁ προφήτης φησί· «Πλὴν κρί μα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;» Καὶ πάλιν ὁ Δαυΐδ φησι·
Man was likened to vanity, his days pass by like a shadow, etc. Since "Man, being in honor, did not understand; he was compared to the senseless beasts and was likened to them, his days pass by like a shadow." For the things here resemble children at play. For he who today stands judging, tomorrow is being judged; and he who is haughty in ruling is often led away by the executioner; and the rich man in poverty; and he who is without hope and nameless often rules over all. And the changes are frequent and the reversals uneven. Of the same author. Vanity is the worst disposition of a rational soul, according to which, choosing corruptible pleasures in preference to eternal and incorruptible things, it despises them. Lord, incline your heavens and come down; touch the mountains, and they shall smoke, etc. The touch of God is spiritual teaching, driving out from souls the smoke that lies upon them from evil. Send forth your arrows, and you shall trouble them, etc. These arrows are opposed to the fiery arrows of the enemy. Deliver me and rescue me from many waters, from the hand of foreign sons, whose mouth has spoken vanity, and their right hand is a right hand of injustice, etc. Through the great doctrines of the heterodox, their mouth has spoken vanity, and through their wicked deeds their right hand is a right hand of injustice. But the foreign sons think that certain things are right hands, which are of injustice; therefore also the devil stands at their right hand, as also at Judas's. Of the same author. And the prophet says: "Nevertheless, let me speak judgment with you: why is the way of the impious prosperous?" And again David says:
«Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρή νην ἁμαρτωλῶν ὁρῶν.» Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι, κ. τ. ἑ. Ὁ τὴν καινὴν Διαθήκην διατιθέμενος, τὴν καινὴν ᾠδὴν ᾄδει τῷ Θεῷ· ἢ ὁ τὸν καινὸν ἄρτον τῆς καινῆς Διαθήκης, καὶ τὸ ποτήριον ἀπὸ τοῦ Ἰησοῦ ἐν τῷ ἀνωγαίῳ λαβών. Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν, κ. τ. ἑ. Τοῦ μὲν διὰ τὸ φοβεῖσθαι τὸν
Κύριον μακαρίου οἱ υἱοὶ «ὡσεὶ νεόφυτά» εἰσιν «ἐλαιῶν κύκλῳ τῆς τραπέζης» αὐτοῦ· τῶν δὲ ἀλλο τρίων υἱῶν οἱ υἱοὶ «ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν.» Κἀκείνῳ μὲν οὖν οὐκ εἰσὶ θυγατέρες, τούτοις δὲ κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Κἀκείνῳ μέν εἰσιν υἱοὶ υἱῶν, τούτοις δὲ οὐχί. Ἔτι ἐκείνῳ μὲν οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη· τούτων δὲ «ταμεῖα πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο,» Καὶ κατὰ τὸ Εὐαγγέλιον δὲ τοῖς τρεφομένοις ὑπὸ τοῦ οὐρανίου Πατρὸς πετεινοῖς τοῦ οὐρα νοῦ οὐκ ἔστι ταμιεῖον οὐδὲ ἀποθήκη. Καὶ πάλιν τού τοις ἐστὶ πρόβατα πολυτόκα πληθύνοντα οὐκ ἐν ἄλλοις τισὶν ἢ ταῖς ἐξόδοις αὐτῶν, καὶ βόες παχεῖς, ὁποῖοι οἱ τῆς Αἰγυπτίας εὐθηνίας. Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι, κ. τ. ἑ. Μακαριότης ἀδίκων ἐστὶ βίος ἀπενθὴς μετὰ χρη μάτων πολλῶν· δικαίων δὲ μακαριότης ἀπάθεια ψυχῆς μετὰ γνώσεως Θεοῦ. ΨΑΛΜΟΣ ΡΜΔʹ. Ὑψώσω σε, ὁ Θεός μου, κ. τ. ἑ. Ὕψωσις πνευματική ἐστιν εὐχαριστία νοῦ καθαροῦ ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ παρὰ τοῦ Θεοῦ ἀγαθοῖς. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, κ. τ. ἑ. Καὶ ἐν περιστάσεσι καὶ πειρασμοῖς ὢν εὐλογήσω σε, φησὶ, Κύριε· τουτέστι διηνεκῶς.
My steps had well-nigh slipped, because I envied the wicked when I saw the peace of sinners." God, I will sing a new song to you, etc. He who establishes the new covenant sings a new song to God; or he who has received the new bread of the new covenant and the cup from Jesus in the upper room. Whose sons are like newly planted shoots established in their youth, etc. Of the blessed man who fears the Lord, his sons are "like newly planted shoots of olive trees around his table"; but of the sons of strangers, their sons are "like newly planted shoots established in their youth." And for that man there are no daughters, but for these there are daughters adorned, decked out as the likeness of a temple. And for that man there are sons of sons, but for these there are not. Furthermore, for that man there is no treasury nor storehouse; but for these "their storehouses are full, pouring forth from this one to that one." And according to the Gospel, for the birds of heaven that are fed by the heavenly Father there is no treasury nor storehouse. And again, these have many-bearing sheep multiplying in none other than their goings forth, and fat cattle, such as those of Egyptian plenty. They called blessed the people who have these things, etc. The blessedness of the wicked is a life without grief along with many possessions; but the blessedness of the righteous is impassibility of soul along with knowledge of God. PSALM 144. I will exalt you, my God, etc. Spiritual exaltation is the thanksgiving of a pure mind for the good things that have come to it from God. Every day I will bless you, etc. Even when I am in circumstances and temptations, I will bless you, he says, Lord; that is, continually.
Καὶ γὰρ πολλῶν ἐσμεν ὀφειλέται αὐτῷ, ὅτι οὐκ ὄντας ἐποίησεν, ὅτι τοιούτους εἰργάσατο, ὅτι γενομένους διακρατεῖ, ὅτι καθ' ἑκάστην προνοεῖ τὴν ἡμέραν καὶ κοινῇ καὶ ἰδίᾳ, καὶ λάθρα καὶ φανερῶς, καὶ οὐκ εἰδότων. Οὐ διὰ ταῦτα δὲ μόνον αἶνον ᾄδειν διαπαντὸς προσῆκεν, ἀλλὰ καὶ διὰ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ, διὰ τὴν ἀκήρατον οὐσίαν. Καὶ γὰρ διὰ ταύτην ὀφείλεται παρ' ἡμῶν αὐτῷ αἶνος καὶ εὐλογία, καὶ διηνεκὴς εὐχαριστία, καὶ λατρεία, καὶ διακονία συνεχής. Τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Προφήτης ἐπήγαγεν. Μέγας ὁ Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, κ. τ. ἑ. Ἐπείπερ ἡ μεγαλωσύνη τοῦ Θεοῦ ἐν τῷ Χριστῷ καὶ ἐν τοῖς κτίσμασιν οὖσα θεωρεῖται, καὶ οὐκ ἔστι πέρας τῆς μεγαλωσύνης αὐτοῦ, μήποτε ἡ ἐξ ἀπείρου ἐπ' ἄπειρον καὶ ἐντεῦθεν παρίσταται τοῦ Θεοῦ εἰς τὰ ὄντα ὑπ' αὐτοῦ γενόμενα πρόνοια. Τοῦ αὐτοῦ. Πάντων μὲν τῶν γεγονότων ἡ θεωρία πεπέρασται· μόνη δὲ ἡ γνῶσις τῆς ἁγίας Τριάδος ἐστὶν ἀπέραντος. Καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐ τοῦ, κ. τ. ἑ. Εἰ οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, πῶς εἰσί τινες ἐφ' οὓς οὐ φθάνουσιν; Ἄρα καὶ ἐπ' αὐτοὺς οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ· εἰ μὴ ἄρα ἐπὶ μὲν τὰ ἔργα αὐτοῦ φθάνουσιν οἱ οἰκτιρμοὶ αὐτοῦ, ἐπὶ δὲ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ πάντως. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάσθωσάν σε, κ. τ. ἑ. Νῦν ἔργα τὰς φύσεις τὰς λογικὰς λέγει· αὗται γὰρ πεφύκασιν ἐξομολογεῖσθαι Θεῷ. Εἰ δ' ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀπὸ τῆς λοιπῆς κτίσεως, Θεὸς ἂν εἰδείη.
For we are debtors to him for many things: because he made us when we were not, because he fashioned us as such, because he sustains us once we have come to be, because he provides for us each day, both in common and individually, both secretly and openly, and even when we do not know it. But it is not for these reasons alone that it is fitting to sing praise at all times, but also because of the greatness of his glory, because of his pure essence. For on account of this too, praise and blessing are owed to him by us, and unceasing thanksgiving, and service, and continual ministry. At any rate, declaring this very thing, the Prophet added: Great is the Lord and greatly to be praised, and of his greatness there is no end, and so on. Since the greatness of God is contemplated as being in Christ and in the created things, and there is no end of his greatness, perhaps the providence of God from infinite to infinite, and from there, is presented to the things that exist, having been brought into being by him. Of the same. The contemplation of all things that have come to be is limited; but the knowledge of the Holy Trinity alone is without limit. And his mercies are upon all his works, and so on. If the mercies of God are upon all his works, how is it that there are some upon whom they do not reach? Therefore the mercies of God are also upon them; unless perhaps his mercies reach his works, but not altogether the works of his hands. Let all your works give thanks to you, O Lord, and let your holy ones bless you, and so on. Now he calls the rational natures "works"; for these are by nature disposed to give thanks to God. But if some thanksgiving is also sent up from the rest of creation, God would know.
Βασιλεία σου βασιλεία πάντων αἰώνων, κ. τ. ἑ. Εἰ ἡ βασιλεία τοῦ Θεοῦ ἡ θεωρία τῶν γεγο νότων καὶ γενησομένων αἰώνων ἐστὶ, καλῶς εἴρηται τό· «Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων.» Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐ τὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει, κ. τ. ἑ. Ἐξολόθρευσις ἁμαρτωλοῦ ἐστι λογικῆς ψυχῆς χωρισμὸς ἀπὸ τῆς συμπάσης κατὰ κακίαν ζωῆς. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ. Πᾶσα σὰρξ εὐλογοῦσα τὸ ὄνομα Κυρίου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ἔσται δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ὀψομένη τὸ σωτήριον τοῦ Θεοῦ. Τοῦ αὐτοῦ. Καὶ ὁ Παῦλός φησιν· «Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις.» Πλὰξ τοίνυν σαρκίνη ἐστὶ ψυχὴ λογικὴ εὐκόλως ὑποδεχομένη τὸν τοῦ Θεοῦ νόμον. Ἔστι δὲ καὶ ψεκτὴ σὰρξ, ὡς τό· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Καὶ πάλιν ὁ Παῦλός φησι· «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται.» Ἐνταῦθα γὰρ σὰρξ τὴν κακίαν σημαίνει. ΨΑΛΜΟΣ ΡΜΕʹ. Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρίσιν τοῖς ἀδικουμένοις, διδόντα τρο φὴν τοῖς πεινῶσιν, κ. τ. ἑ. Ἀλήθειαν εἶπε τὸν ἀληθινὸν, ἀπὸ τῆς ἕξεως ὀνομάσας
Your kingdom is a kingdom of all ages, etc. If the kingdom of God is the contemplation of the ages that have come to be and will come to be, it is well said: "Your kingdom is a kingdom of all the ages." The Lord guards all who love him, and all sinners he will utterly destroy, etc. The utter destruction of a sinner is the separation of a rational soul from the whole life according to vice. My mouth will speak the praise of the Lord, and let all flesh bless his holy name forever and ever, etc. All flesh that blesses the name of the Lord forever and ever will evidently be, forever and ever, beholding the salvation of God. Of the same author. And Paul also says: "Not on tablets of stone, but on tablets of a fleshy heart." A fleshy tablet, then, is a rational soul that readily receives the law of God. But there is also a blameworthy flesh, as in: "My Spirit shall not remain among these men, because they are flesh." And again Paul says: "Flesh and blood cannot inherit the kingdom of God." For here flesh signifies vice. PSALM 145. The one who keeps truth forever, who executes judgment for the wronged, who gives food to the hungry, etc. He called the true one "truth," naming him from his state.
τὸν μετέχοντα τῆς ἕξεως· οὕτω καὶ ἐλεημοσύνην ἀγαπᾷ καὶ κρίσιν, του τέστιν ἐλεήμονα καὶ δικαιόκριτον. Καὶ παρὰ Παύλῳ «ἀγάπη οὐ περπερεύεται,» ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην. Κατὰ τὰ αὐτὰ δὲ καὶ ἀπὸ τῶν χειρόνων ἕξεων εὑρήσεις ὀνομαζομένους τοὺς κεκτημένους αὐτάς. Κύριος λύει πεπηδημένους, Κύριος σοφοῖ τυφλοὺς, Κύριος ἀνορθοῖ κατεῤῥαγμένους, κ. τ. ἑ. Οὔτε τὰ πράγματα δεσμοῖ τὸν νοῦν, οὔτε τὰ τού των νοήματα, ἀλλὰ τὰ ἐμπαθῆ τῶν πραγμάτων νοή ματα. Καὶ γὰρ τὸν χρυσὸν ὁ Κύριος ἔκτισε, καὶ αὐ τὸς τὴν γυναῖκα ἐποίησεν, οὐδὲν δὲ τῶν γεγονότων ὑπὸ Θεοῦ ἐναντιοῦται τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἀλλ' ἡ πορνεία καὶ ἡ πλεονεξία δεσμοῦσι τὸν νοῦν, ἀναγκάζουσι χρονίζειν τὰ νοήματα τῶν πραγμάτων ἐν καρδίᾳ. Τοῦ αὐτοῦ. Ἐκείνους δηλαδὴ λέγει τυφλοὺς τοὺς μήτε τὰ ἑαυτῶν κατορθώματα, μήτε τῶν ἄλλων τὰ ἐλαττώματα καταβλέποντας. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ὁ Χρι στὸς ἐβασίλευσε μὲν πρὸ τῶν αἰώνων ἄσαρκος, ἐβασίλευσε δὲ καὶ τῇ σαρκὶ αἰωνίως. Ταῦτα δὲ τὸ Πνεῦμα τὸ ἅγιον εὐαγγελίζεται τῇ Ἐκκλησίᾳ. ΨΑΛΜΟΣ ΡΜ ʹ. Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος καὶ τὰς δια σπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει, κ. τ. ἑ. Οὓς διασκορπίζει ἡ κακία, τούτους συνάγει ἡ ἀρετή. Οὕτω καὶ Κύριος ἐν τοῖς Εὐαγγελίοις· «Καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ, σκορπίζει.» Ὁ ἀριθμῶν πλήθη ἄστρων, κ. τ. ἑ. Ὁ ἀριθμὸς ᾧ χρώμενος ὁ Θεὸς ἀριθμεῖ τὰ λογικὰ, κα ταστάσεως ἄστρων μηνύει διαφορὰς, καὶ ἃ τίθησιν ὀνόματα αὐτοῖς διαφόρους πνευματικὰς γνώσεις ση μαίνει. Περὶ δὲ τῶν ἑρπετῶν τῶν ἐν τῇ θαλάσσῃ φησίν·
the one who partakes of the state; thus he also loves mercy and judgment, that is, he is merciful and righteous in judgment. And in Paul: "Love does not boast," instead of, the one who has love. In the same way also from the worse states you will find those who possess them named after them. The Lord looses the bound, the Lord makes wise the blind, the Lord raises up the broken down, and so on. Neither things bind the mind, nor the thoughts of them, but the passionate thoughts of things. For the Lord created gold, and he himself made woman, and none of the things that have come to be by God is opposed to the salvation of men, but porneia and greed bind the mind, they compel the thoughts of things to linger in the heart. Of the same author. He calls blind, clearly, those who look upon neither their own accomplishments nor the failings of others. The Lord shall reign forever, and so on. Christ reigned before the ages without flesh, and he reigned also in the flesh eternally. These things the Holy Spirit proclaims as good news to the Church. Psalm 140. The Lord builds up Jerusalem and gathers the dispersions of Israel, and so on. Those whom vice scatters, virtue gathers. Thus also the Lord in the Gospels: "And the one who does not gather with me scatters." He who numbers the multitudes of stars, and so on. The number which God uses to number rational beings indicates differences of the constitution of stars, and the names which he sets for them signify different spiritual knowledges. And concerning the creeping things in the sea he says:
«Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός.» Πῶς γὰρ ἐφαρμοσθήσεται ὁ πνευματικὸς ἀριθμὸς τοῖς ἕρπουσιν ἐπὶ γαστέρα, καὶ δουλεύουσιν ἡδοναῖς, ὧν «ὁ θυμὸς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, καὶ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν;» Καὶ πάλιν ὁ Σολομὼν πολλοὺς λέγει τοὺς τετρωμένους ὑπὸ κακίας, καὶ ἀναριθμήτους τοὺς πεφονευμένους. Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς, κ. τ. ἑ. Ζητητέον πόθεν ταπεινοῖ τοὺς ἁμαρτωλούς. Διδάσκει δὲ τὸ ὅπου εἰπὼν, «ἕως γῆς.» Καὶ μήποτε ταπεινοῖ, ποιῶν εἶναι ἐν τῷ γηΐνῳ τῆς ταπεινώσεως σώματι. Ἀνα λαμβάνει μὲν οὖν πραεῖς, οὓς πρότερον ἐταπείνωσε· ταπεινοῖ δὲ ἕως γῆς ἁμαρτωλοὺς, πρὸ τῆς ἁμαρτίας ὄντας ἐν ὕψει. Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, κ. τ. ἑ. Περιβάλλεται καὶ καλύπτεται ὁ οὐρανὸς καὶ τὰ θειότερα νεφέλαις, ἐφ' ἃς φθάνει ἡ ἀλήθεια. ΨΑΛΜΟΣ ΡΜΖʹ. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, κ. τ. ἑ. Μοχλοὶ, οἶμαι, τῶν πυλῶν εἰσιν Ἱερουσαλὴμ συνεχόμενοι ὑπὸ Κυρίου, τὰ ὑπὲρ τῆς θεωρου μένης ἀληθείας καὶ καταλαμβανομένης λογικὰ δυνα τῶς αὐτὴν παριστάντα. Τοῦ αὐτοῦ. Μοχλοὶ μὲν τῆς Ἱερουσαλήμ εἰ σιν αἱ πρακτικαὶ ἀρεταὶ κωλύουσαι τοὺς ἐχθροὺς παρεισδῦναι· τῆς δὲ Σιὼν τὰ οὐράνια δόγματα καὶ ἡ ὀρθὴ πίστις τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος, εἴπερ ἡ μὲν Ἱερουσαλὴμ τὴν ψυχὴν σημαίνει, ἡ δὲ Σιὼν τὸν νοῦν. Ἑρμηνεύεται γὰρ Ἱερουσαλὴμ μὲνὅρασις εἰρήνης, Σιὼν δὲ σκοπευτήριον. Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην, κ. τ. ἑ. Τὰ ὅρια τῆς Ἱερουσαλὴμ εἰρήνη ἐστὶ πάντα· ἔξω δὲ τῶν ὁρέων αὐτῆς οὐκ ἔστιν εἰρήνη· διὸ ὁ μὴ ἐν εἰρήνῃ ἔξω ἐστὶ τῶν ὁρέων Ἱερουσαλήμ.
There are creeping things without number. For how will the spiritual number be applied to those who creep upon the belly and are slaves to pleasures, whose wrath is like the likeness of the serpent, and the venom of asps under their lips? And again Solomon says that many are those wounded by evil, and countless are those slain. The Lord takes up the meek, but brings sinners down to the ground, and so on. One must inquire from where he brings sinners low. He teaches the where by saying, to the ground. And perhaps he brings them low by making them to be in the earthly body of humiliation. He takes up the meek, then, whom he previously brought low; but he brings sinners down to the ground, who before their sin were in a high place. To him who covers the heaven with clouds, and so on. Heaven and the more divine things are covered and veiled with clouds, which the truth reaches. PSALM 147. For he strengthened the bars of your gates, and so on. The bars of the gates, I think, are those of Jerusalem, held fast by the Lord—the rational principles concerning the truth that is contemplated and apprehended, which powerfully present it. By the same author. The bars of Jerusalem are the practical virtues that prevent enemies from slipping in; but those of Zion are the heavenly doctrines and the right faith of the worshipful and holy Trinity, if indeed Jerusalem signifies the soul and Zion the mind. For Jerusalem is interpreted as vision of peace, and Zion as watchtower. He who makes your borders peace, and so on. All the borders of Jerusalem are peace; but outside its mountains there is no peace; therefore the one who is not in peace is outside the mountains of Jerusalem.
Τοῦ αὐτοῦ. Ὅρια τῆς εἰρήνης φασὶν εἶναι τὴν ἀπάθειαν τῆς ψυχῆς. Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε, κ. τ. ἑ. Ὅμοιον ἐν ὀγδοηκοστῷ οὕτως· «Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ.» Ὁ κόκκος τοῦ σίτου ὁ Σωτήρ ἐστι· διὸ καὶ πυρός ἐστιν οὗ ἐμπίπλησιν ὁ Θεὸς τὴν Ἱερουσαλήμ. Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, κ. τ. ἑ. Γῆν ἐνταῦθα ἀλληγορεῖ, τάχα μὲν καὶ ἡμᾶς τοὺς ἐν ὀστρακίνοις σκεύεσι τὸν θησαυρὸν περιφέροντας· ἄμεινον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκδέχεσθαι τὸν ἐν τῇ σαρκὶ, ἣν χωρῆσαι ἠθέλησε τὸν τοσοῦτον Κύριον. Τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος, κ. τ. ἑ. Διττῶς λέγεται διδόναι Θεὸς, ἢ συγχωρῶν ἢ ἐνεργῶν· ὡς εἰ καὶ περὶ τοῦ ἡλίου τις ἔλεγεν, ὅτι αὐτός ἐστιν ὁ τὴν ἡμέραν ποιῶν καὶ τὴν νύκτα, ἀλλ' ἡμέραν μὲν λάμπων, νύκτα δὲ ὑποχωρῶν. Κατὰ οὖν τὸ δεύτερον σημαινό μενον τὸ διδόναι τὸν Θεὸν ἐνταῦθα νομιστέον, εἴπερ ἀποστέλλων τὸν
λόγον αὐτοῦ τήκει αὐτά. Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτὰ, κ. τ. ἑ. Ἡ χιὼν καὶ ὁ κρύσταλλος, καὶ ἡ ὁμίχλη καὶ τὸ ψῦχος κατὰ στέρησιν τοῦ ἡλίου τῆς δικαιοσύνης ἐπισυμβαίνει τῇ φύσει τῇ λογικῇ, ἅπερ ἔτηξεν ὁ τοῦ Θεοῦ Λόγος ἀποσταλείς· «Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.» ΨΑΛΜΟΣ ΡΜΗʹ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, κ. τ. ἑ. Αἶνός ἐστιν ὕμνος εἰς Θεὸν ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων. Αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς, κ. τ. ἑ. Τὸ φῶς νῦν συμβολικῶς λογικὴν φύσιν σημαίνει· «Ὑμεῖς γὰρ, φησὶν, ἐστὲ τὸ φῶς τοῦ κόσμου.» Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, κ. τ. ἑ.
Of the same. They say the boundaries of peace are the soul's freedom from passion. And the fat of wheat shall fill you, etc. Similar in the eightieth psalm thus: "And he fed them from the fat of wheat." The grain of wheat is the Savior; therefore it is wheat with which God fills Jerusalem. He who sends his word to the earth, etc. Here he allegorizes "earth," perhaps also meaning us who carry the treasure in earthen vessels; but better to understand it as the Son of God in the flesh, which was willing to contain so great a Lord. To him who gives snow like wool, who scatters mist like ashes, etc. God is said to give in two ways: either by permitting or by working; as if one were to say of the sun that it is he who makes the day and the night, but the day by shining, the night by withdrawing. According to the second meaning, then, we must understand God's giving here, since by sending his word he melts them. He will send out his word and melt them, etc. Snow and ice, and mist and cold, come upon the rational nature by deprivation of the sun of righteousness, which the Word of God, when sent, melted; "For I came," he says, "to cast fire upon the earth." PSALM 148. Praise the Lord from the heavens, etc. Praise is a hymn to God on the contemplation of what has come to be. Praise him, all you stars and the light, etc. Light here symbolically signifies the rational nature; "For you," he says, "are the light of the world." Praise him, you heavens of heavens, and let the water above the heavens praise the name of the Lord, etc.
Οὐρανός ἐστι νοητὸς φύσις λογικὴ τὸν τῆς δικαιοσύνης ἥλιον ἐν αὐτῇ περιφέ ρουσα. Τοῦ αὐτοῦ. Ὕδωρ τὸ ἐπάνω τῶν οὐρανῶν λογικὰς φύσεις σημαίνει, κεχωρισμένας ἀπὸ τῶν ἐν τοῖς οὐ ρανοῖς ὄντων ὑδάτων. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, κ. τ. ἑ. Κέρας ἐστὶ νοῦς καθαρός. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, κ. τ. ἑ. Ὕμνος ἐστὶν ἔμπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων καὶ γενομένων ὑπὸ Θεοῦ. ΨΑΛΜΟΣ ΡΜΘʹ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, κ. τ. ἑ. Οὗτος ᾄδει καινὸν ᾆσμα ὁ τὸν παλαιὸν ἄνθρωπον ἀπο θέμενος, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων, κ. τ. ἑ. Ὡς «οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ·» οὕτως οὐδὲ ἐν Ἐκκλησίᾳ πονηρευομένων, ἀλλ' ἐν Ἐκκλησίᾳ ὁσίων· καὶ ἐν ταύτῃ μᾶλλον ἢ ἐν ἑνὶ, ἢ ἐν ὀλίγοις. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐ τῶν, κ. τ. ἑ. Ἐπεὶ περὶ μὲν τοῦ κατ' εἰκόνα τὸ «ἐποίησεν» εἴρηται, περὶ δὲ τοῦ ἀπὸ τοῦ χοῦ τὸ «ἔπλασε,» καὶ ἡ ἁγία εὐφροσύνη ἐν τῷ κατ' εἰκόνα ἐστί· διὰ τοῦτο Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν προστάσσεται εὐφραίνεσθαι. Υἱῶν δὲ Σιὼν βασιλεύει Χριστὸς, τουτέστι σοφία, λόγος, ἀλήθεια, ἐφ' ᾧ ἀγαλλιάσθωσαν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, κ. τ. ἑ. Ἐὰν οἱ πολλοὶ ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ ὁμοθυμαδὸν μιᾷ ψυχῇ καὶ μιᾷ καρδίᾳ αἰνῶσι τὸ ὄνομα καὶ τὴν ἰδιότητα τοῦ βασιλέως, αἰνοῦσι τὸ ὄνομα αὐτοῦ ἐν χορῷ μετὰ συμφωνίας. Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, κ. τ. ἑ.
A heaven is an intelligible nature, rational, carrying within itself the sun of righteousness. Of the same. The water above the heavens signifies rational natures, separated from the waters that are in the heavens. And he shall exalt the horn of his people, etc. A horn is a pure mind. A hymn for all his holy ones, etc. A hymn is an ecstasy with glorification at the contemplation of the things that have come to be and that are done by God. PSALM 149. Sing to the Lord a new song, etc. This one sings a new song who has put off the old man, which is corrupted according to the desires of deceit, and has put on the new, which was created according to God. His praise is in the assembly of holy ones, etc. As "praise is not comely in the mouth of a sinner," so neither is it in an assembly of the wicked, but in an assembly of holy ones; and in this rather than in one, or in a few. Let Israel be glad in him who made him, and let the sons of Zion exult in their king, etc. Since "he made" is said of what is according to the image, and "he formed" of what is from the dust, and holy gladness is in what is according to the image; for this reason Israel is commanded to be glad in him who made him. And Christ, that is wisdom, word, truth, reigns over the sons of Zion, in whom let them exult. Let them praise his name in the dance, etc. If the many, in the same mind and the same judgment, with one accord, with one soul and one heart, praise the name and the peculiar excellence of the king, they praise his name in the dance with harmony. With timbrel and psaltery let them sing psalms to him, etc.
Οἱ μὲν νεκρώσαντες τὰ ἐπὶ γῆς μέλη, καὶ ἀναγαγόντες ἐπὶ τὸ ξύλον τῷ Χριστῷ συσταυ ροῦσθαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐν τυμπάνῳ ψάλλουσι τῷ Θεῷ· οἱ δὲ ὁλόκληροι καὶ ἁρμόνιοι τῷ πνεύματι, ἐν ψαλτηρίῳ. Ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ, κ. τ. ἑ. Εὐδοκεῖ Κύριος ἐν τῇ ἰδίᾳ μερίδι, ἥτις ἐστὶν ὁ λαὸς αὐτοῦ, οὐκ ἐν ἄλλῳ τινὸς ἄρχοντος τοῦ αἰῶνος τούτου λαῷ. Καὶ ὑψώσει πραεῖς εἰς γῆν ἣν κληρονομοῦσιν οἱ πραεῖς, οὐ τὴν κάτω, ἀλλὰ ταύτην ἐφ' ἧς ἐστιν ἡ ἄνω Ἱερουσαλήμ· ὑψώσει γὰρ Θεὸς πραεῖς ἐν σωτηρίᾳ· καὶ καυχήσονται ὅσιοι ἐν δόξῃ. Ἐν ποίᾳ δόξῃ; εὐλόγως περὶ ἧς φησιν· «Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω·» ἢ τοιαύτῃ ὁποίαν εἶχε Μωϋσῆς, ὅτε δεδόξασται ἡ ὄψις τοῦ προσώπου αὐτοῦ· καὶ περὶ ἧς φησιν ὁ Παῦλος· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰ κόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν.» Καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν, κ. τ. ἑ. Ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν, οἷς «ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν·» οἳ καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦσιν, «οὐ κώμοις καὶ μέθαις, οὐ κοίταις καὶ ἀσελγείαις.» Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, κ. τ. ἑ. Ὧν οὐ τάφος ἀνεῳγμένος ὁ λάρυγξ, τού των ὑψώσεις Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τῶν ἑτοίμως ἐχόντων ἐκδικεῖν πᾶσαν παρακοὴν, καὶ καθαιρούντων πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν, κ. τ. ἑ. Ῥομφαῖαί εἰσι διαλογισμοὶ καὶ πράξεις ψυχῆς ἐκ κακίας καὶ ἀγνωσίας. Τοῦ αὐτοῦ.
Those who have put to death the members that are on the earth, and have led up to the wood the principalities and the powers to be crucified together with Christ, sing to God with a timbrel; but those who are whole and harmonious in spirit, with a psaltery. For the Lord takes pleasure in his people, and will exalt the meek in salvation, and so on. The Lord takes pleasure in his own portion, which is his people, not in the people of any other ruler of this age. And he will exalt the meek into the land which the meek inherit, not the land below, but this one on which the Jerusalem above is; for God will exalt the meek in salvation; and the saints shall boast in glory. In what glory? Reasonably, that of which he says: Let him who boasts boast in the Lord; or such as Moses had, when the appearance of his face was glorified; and of which Paul says: But we all, with unveiled face beholding as in a mirror the glory of the Lord, are transformed into the same image from glory to glory. And they shall exult upon their beds, and so on. They shall exult upon their beds, for whom the night is far spent and the day is at hand; who also walk decently as in the day, not in reveling and drunkenness, not in beds and licentiousness. The exaltations of God are in their throat, and so on. Those whose throat is not an open grave, of these the exaltations of God are in their throat, and two-edged swords in their hands, of those who are ready to avenge every disobedience, and who cast down every high thing that exalts itself against the knowledge of God. And two-edged swords in their hands, and so on. Swords are the reasonings and actions of a soul arising from wickedness and ignorance. Of the same.
Ῥομφαία ἐστὶ νοῦς λογικὸς ἐκ κόπτων ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, κ. τ. ἑ. «Ἐκδίκησιν μὲν ἐν τοῖς
ἔθνεσιν,» ἐν τοῖς ἑτεροδόξοις· «ἐλεγμοὺς δὲ ἐν τοῖς λαοῖς,» τοῖς ἁμαρτάνουσι, κατὰ τὸν βίον νομιζομένοις ἐκκλησιαστικοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, κ. τ. ἑ. Ὁ συμβιβάζων διδασκάλους ἑτεροδόξων καὶ τοὺς ἐν ἐκείνοις δοκοῦντας διὰ νομιζομένην ἱκα νότητα ἐνδόξους, δεῖται βασιλεῖς αὐτῶν ἐν πέδαις, ἵνα μὴ προβαίνωσι τῷ λόγῳ αὐτῶν, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, ἵνα μηκέτι κρατῶσι τὸν πάλαι διὰ τὸ εὐεξαπάτητον κρατούμενον. Τοῦ αὐτοῦ. Δεσμός ἐστι νοητὸς ἀπάθεια λο γικῆς ψυχῆς· ἢ φόβος Κυρίου ἐκκλίνων ἀπὸ κακίας· ἢ διδασκαλία πνευματικὴ μὴ συγχωροῦσα τὸν νοῦν ἐπὶ τὴν κακίαν ὁδεύειν· ἢ ἀγάπη πνευματικὴ μηδὲν προτιμῶσα τῆς γνώσεως τοῦ Θεοῦ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, κ. τ. ἑ. Ποιοῦσιν οἱ ὅσιοι κρῖμα ἔγγραφον καὶ γραφῆς τῆς ἐν πνεύματι ἄξιον ἐν τοῖς προειρημένοις βασιλεῦσι καὶ ἐνδόξοις· καὶ πάντα τὰ προειρημένα δόξα ἐστὶ πᾶσι τοῖς ὁσίοις τοῦ Θεοῦ, ὡς τὸν μὴ ἔχοντα ταῦτα μὴ εἶναι ὅσιον Θεοῦ. ΨΑΛΜΟΣ ΡΝʹ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, κ. τ. ἑ. Μηδεὶς ἐξελθὼν τὰ ἅγια αἰνείτω τὸν Θεόν· «Πῶς» γὰρ «ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;» Ἀλλοτρία δὲ γῆ τὰ μὴ ἅγια. Ἢ ἐπεὶ οὐ δοτέον τὰ ἅγια τοῖς κυσὶν, οὐδὲ βλητέον τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, ἡ δὲ αἴνεσις Κυρίου ἁγία καὶ μαργαρίτης·
A sword is a rational mind that cuts the soul away from evil and ignorance. To execute vengeance among the nations, rebukes among the peoples, and so on. "Vengeance among the nations," among the heterodox; "and rebukes among the peoples," among those who sin, who are reckoned by their manner of life to be members of the church. To bind their kings in fetters, and their nobles in iron chains, and so on. He who brings together the teachers of the heterodox and those among them who are thought to be noble on account of an assumed competence, binds their kings in fetters, so that they may not advance by their word, and their nobles in iron chains, so that they may no longer hold captive the one long held captive because of his readiness to be deceived. By the same author. A bond is an intelligible freedom from passion of a rational soul; or the fear of the Lord that turns one away from evil; or spiritual teaching that does not permit the mind to walk toward evil; or spiritual love that prefers nothing to the knowledge of God. To execute among them a written judgment, and so on. The holy ones execute a written judgment, worthy of the writing that is in the Spirit, upon the aforementioned kings and nobles; and all the aforementioned things are a glory for all the holy ones of God, so that the one who does not have these things is not a holy one of God. PSALM 150. Praise God in his holy ones, and so on. Let no one who has gone outside the holy places praise God; for "How shall we sing the song of the Lord in a foreign land?" A foreign land is that which is not holy. Or, since what is holy must not be given to the dogs, nor pearls cast before swine, and the praise of the Lord is holy and a pearl—
ἐν ἁγίοις αἰνετέον τὸν Θεὸν, καὶ οὔτε ἐν κυσὶν οὔτε ἐν χοίροις. Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ, κ. τ. ἑ. Ὅπου στερέωμα πίστεως καὶ οἰκοδομῆς ὁμοίας τῇ ἐπὶ πέτραν ὑπὸ ἀνδρὸς φρονίμου οἰκοδομηθείσῃ, καὶ Χριστὸς ἡ τοῦ Θεοῦ δύναμις, ἐκεῖ ὡς ἐν στερεώματι δυνάμεως Θεοῦ αἰνείσθω ὁ Θεός. Καὶ ἔστω ταῦτα ἐν τῷ λέγοντι καὶ ἐν τῷ ἀκούοντι. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, κ. τ. ἑ. Ὡς ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλογεῖ ἡ ψυχὴ τοῦ δικαίου τὸν Θεόν· οὕτως καὶ αἰνετέον αὐτὸν καὶ ἐφ' αἷς ἔστησε καὶ ἔταξε δυναστείαις, ἃς νοείτωσαν, ἵνα καὶ μετέχωσιν αὐτῶν ὁ λέγων καὶ ἀκούων. Ἄῤῥητα γὰρ τὰ διὰ τῶν ἁγίων αὐτοῦ διηνεκῶς κατορθούμενα. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, κ. τ. ἑ. Νοηθείσης ἑκάστης μεγαλωσύνης τοῦ Θεοῦ, καὶ ἕκαστον τῶν κτισμάτων νοη θήσεται, καὶ τὸ πλῆθος τῆς μεγαλωσύνης, ἧς ἑκάστης οὐκ ἔστι πέρας. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, κ. τ. ἑ. Κατὰ τὸν πνευματικὸν περὶ σαλπίγγων κατασκευῆς ἐν Ἀριθμοῖς λόγον κατασκευαστέον σάλπιγγα, ἵνα ἐν ἤχῳ αὐτῆς αἰνέσωμεν τὸν Θεόν. Τοιαῦται δὲ, οἶ μαι, σάλπιγγες δηλοῦνται καὶ ἐν τῷ· «Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι·» καὶ ἐν τῷ· «Ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι τοῦ Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ.» Ἔστι δὲ καὶ ἑορτὴ νεομηνία ἑβδόμου μηνὸς μνημόσυνον σαλπίγγων· καθ' ὃ λέγεται· «Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.» Τοῦ αὐτοῦ. Σάλπιγξ ἐστὶ νοῦς θεωρητικὸς, ἢ νοῦς διδασκαλίαν πνευματικὴν πεπιστευμένος.
Among the saints God is to be praised, and neither among dogs nor among swine. "Praise him in the firmament of his power," and so on. Where there is a firmament of faith and of a building like that built upon a rock by a prudent man, and Christ is the power of God, there God is to be praised as in a firmament of God's power. And let these things be in the one who speaks and in the one who hears. "Praise him for his mighty acts," and so on. As in every place of his dominion the soul of the righteous blesses God, so he is also to be praised for the mighty acts which he established and appointed, which let both the speaker and the hearer understand, so that they may also partake of them. For the things continually accomplished through his saints are ineffable. "Praise him according to the multitude of his greatness," and so on. When each greatness of God is understood, each of the created things will also be understood, and the multitude of his greatness, of which each has no limit. "Praise him with the sound of a trumpet," and so on. According to the spiritual account concerning the construction of trumpets in Numbers, a trumpet must be constructed, so that with its sound we may praise God. And such, I think, are the trumpets indicated also in the passage: "For the trumpet will sound, and the dead will be raised incorruptible"; and in the passage: "With the voice of an archangel and with the trumpet of God he will descend from heaven." There is also a feast of the new moon of the seventh month, a memorial of trumpets, according to which it is said: "Sound the trumpet on the new moon, on the notable day of our feast." Of the same. A trumpet is a contemplative mind, or a mind entrusted with spiritual teaching.
Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ, αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ, κ. τ. ἑ. Κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. Τύμπανόν ἐστι νέκρωσις τοῦ ἐπιθυμητικοῦ δι' αὐτὸ τὸ καλόν. Χορὸς δέ ἐστι συμφωνία ψυχῶν λογικῶν τὸ αὐτὸ λεγουσῶν καὶ μὴ ἐχουσῶν σχίσματα. Χορδαί εἰσι συμφώνησις ἀνταναιρεθείσης φωνῆς ἀρετῶν καὶ ὀργάνων. Ὄργανόν ἐστιν Ἐκκλησία Θεοῦ, ἀπὸ θεωρητικῶν καὶ πραγματικῶν συνεστῶσα ψυχῶν. Κύμβαλόν ἐστιν εὔηχον ψυχὴ πρακτικὴ τῷ πόθῳ προσηλωμένη τοῦ Χριστοῦ. Κύμβαλόν ἐστιν ἀλαλαγμοῦ νοῦς καθαρὸς παρὰ τῆς τοῦ Χριστοῦ ἐμπνεόμενος σωτηρίας. Τοῦ αὐτοῦ. Χορδαὶ πλείους ἁρμονίως συντεθειμέναι, καὶ μουσικῶς ἑκάστη ἐν οἰκείᾳ χώρᾳ τεταγμένη, αἱ πολλαί εἰσιν ἐντολαὶ καὶ τὰ περὶ πλειόνων δόγματα, οὐδεμίαν ἔχοντα πρὸς ἄλληλα διαφω νίαν. Ὄργανον δὲ τούτων πάντων περιεκτικὸν ἡ τοῦ σοφοῦ ἐν Χριστῷ ψυχή. Τοῦ αὐτοῦ. Ὁ μὲν ταῖς γλώσσαις τῶν ἀνθρώπων ἢ τῶν ἀγγέλων λαλῶν, ἀγάπην δὲ
Praise him with the psaltery and the cithara; praise him with the timbrel and the dance; praise him with strings and the organ; praise him with well-sounding cymbals; praise him with cymbals of shouting, and so on. The cithara is a practical soul moved by the commandments of Christ. The timbrel is the mortification of the desiring part for the sake of the good itself. The dance is the concord of rational souls saying the same thing and having no divisions. Strings are the concord of virtues and instruments when a voice has been taken up in response. The organ is the Church of God, consisting of contemplative and practical souls. A well-sounding cymbal is a practical soul nailed fast by longing for Christ. A cymbal of shouting is a pure mind inspired by the salvation of Christ. By the same author. Many strings arranged harmoniously, and each set musically in its own place, are the many commandments and the doctrines concerning many things, having no discord with one another. And the organ containing all these is the soul of the wise man in Christ. By the same author. He who speaks with the tongues of men or of angels, but does not have love...
μὴ ἔχων, οὐκ ἔστιν εὔηχον κύμβαλον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον, κ. τ. ἑ. Εἰ τὸ φῶς τοῦ Κυρίου κατὰ τὸν Σολομῶντα ἡ πνοὴ ἀνθρώπων ἐστὶ, πᾶσα λογικὴ φύσις ἀναπνέουσα τοῦτο τὸ φῶς αἰνεσάτω τὸν Κύριον.
not having, it is not a well-sounding cymbal. Let every breath praise the Lord, and so on. If, according to Solomon, the breath of men is the light of the Lord, let every rational nature that breathes this light praise the Lord.