οὐκ ἄτοπον δὲ καί τινι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμέ νων ἐν τῇ ἐκκλησίᾳ διδασκάλων προσελθόντας ἡμᾶς προτείνειν ἀνάλογόν τι πρόβλημα τῷ τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. τί μὲν οὖν ἤδη ἔγνωστο τοῖς μαθη ταῖς τῶν κατὰ τὸ πύσμα τοῦτο; τί δὲ ἐζητεῖτο; ὅτι μὲν γὰρ οὐκ ἔστιν ἰσότης τῶν ἀξιουμένων τῆς βασιλείας τῶν οὐρανῶν, κατειλήφεισαν, καὶ ὅτι (μὴ οὔσης ἰσότητος) ἔστι τις ὁ μείζων καὶ οὕτω καθεξῆς μέχρι τοῦ ἐλαχίστου. ὁποδαπὸς δὲ ὁ μείζων, καὶ ὅπως βιώσας ὁ ἐλάχιστος καὶ τίνες οἱ μεταξύ, ἔτι ἐζήτουν. εἰ μὴ ἄρα ἀκριβέστερον ἔστιν εἰπεῖν ὅτι, τίς μὲν ὁ ἐλάχιστος ᾔδεισαν ἐκ τοῦ «ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τού των τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κλη θήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρα νῶν», τίς δὲ ὁ πάντων μείζων οὐκ ἐγίνωσκον, εἰ καὶ κατελάμβανον τὸ «ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέ γας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν»· μεγάλων γὰρ ὄντων πλειό νων, τίς ὁ τῶν μεγάλων μείζων (ὡς ἐν ἀνθρώποις) οὐκ ἦν αὐτοῖς σαφές. καὶ ὅτι μεγάλοι μὲν πλείους, οὐκ ἐπίσης δὲ μεγάλοι οἱ μεγάλοι, δη λώσει τὸ μέγας ὄνομα κείμενον ἐπὶ τοῦ Ἰσαάκ, «ὃς προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγένετο σφόδρα σφόδρα», εἰρημένον δὲ καὶ ἐπὶ Μωσέως καὶ ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου καὶ ἐπὶ τοῦ σωτῆρος. καὶ πᾶς γε ὁμολογήσει ὅτι εἰ καὶ πάν τες οὗτοι μεγάλοι ἦσαν κατὰ τὴν γραφήν, ἀλλὰ μείζων αὐτῶν ἦν ὁ σωτήρ. εἰ δὲ καὶ Ἰωάννης τοῦ Ἰσαὰκ καὶ τοῦ Μωσέως μείζων ἦν, οὗ «μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν» ἦν, ἢ οὐ μείζων μὲν ἴσος δὲ ἀμφοτέροις ἤ τινι αὐτῶν, οὐκ ἀκίνδυνον ἀποφήνασθαι.
It is not out of place for us, having come to one of the teachers appointed by God in the church, to put forward a question analogous to "Who then is greatest in the kingdom of heaven?" What, then, had the disciples already understood concerning this inquiry, and what were they still seeking? That there is no equality among those deemed worthy of the kingdom of heaven they had grasped, and that (since there is no equality) there is one who is greater, and so on in order down to the least. But of what sort the greater one is, and how the least must live, and who are those in between—these things they were still seeking. Unless perhaps it is more accurate to say that they knew who the least was from "Whoever loosens one of these least commandments and teaches men so shall be called least in the kingdom of heaven," but who is the greatest of all they did not know, even though they grasped "Whoever does and teaches, this one shall be called great in the kingdom of heaven." For since there are many great ones, who is the greater among the great (as among men) was not clear to them. And that the great are many, but the great are not equally great, the name "great" applied to Isaac will make clear—"who, going forward, became greater until he became very exceedingly great"—and it is also spoken of Moses and of John the Baptist and of the Savior. And everyone will agree that even if all these were great according to the Scripture, yet the Savior was greater than they. But whether John was greater than Isaac and Moses—he of whom "none is greater among those born of women"—or whether he was not greater but equal to both or to one of them, it is not without risk to pronounce.
καὶ ἐκ τοῦ Ἰσαὰκ δὲ «προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο», οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης τῆς «σφόδρα» δὶς κατειλεγμένης, ἔστι μαθεῖν ὅτι διαφορά ἐστι μεγάλων, τινὸς μὲν ὄντος μεγάλου, ἑτέρου δὲ σφόδρα μεγάλου καὶ ἄλλου σφόδρα σφόδρα μεγάλου. ἐζήτουν τοίνυν οἱ μαθηταὶ προσελθόντες τῷ Ἰησοῦ μαθεῖν, τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐ ρανῶν. καὶ τάχα ἐκεῖνοι μὲν ἐβού λοντο μαθεῖν ἀκούσαντες ἀπ' αὐτοῦ τὸ τοιοῦτον· ὁ δεῖνα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὁ δὲ ἐπὶ τὸ καθολικώτερον ἀνάγει τὸν λόγον, δεικνὺς ὁποδαπὸς τῇ ποιότητι μείζων ἐστὶν ἐν τῇ βα σιλείᾳ τῶν οὐρανῶν, ὅντινα κα τὰ δύναμιν ἐκ τῶν γεγραμμένων κατανοήσωμεν. Προσκαλεσάμενος γὰρ ὁ Ἰησοῦς παιδίον καὶ τὰ ἑξῆς. Ἔστι δὲ πρότερον ἁπλῶς διηγήσασθαι. εἴποι δ' ἂν ὁ κατὰ τὸ ἁπλοῦν διη γούμενος τὸν τοῦ σωτῆρος ἐν τού τοις λόγον ὅτι, ἐὰν ἀνήρ τις ὢν ἐπὶ τοσοῦτον νεκρώσῃ τὰς ἀνδρικὰς ἐπιθυμίας, «πνεύματι τὰς πράξεις τοῦ σώματος» θανατῶν καὶ «πάντοτε τὴν νέκρωσιν τοῦ
And from Isaac too, "going forward he became greater, until he became great"—not simply, but with the addition of "exceedingly" twice recorded—it is possible to learn that there is a difference among great ones, one being great, another exceedingly great, and another exceedingly exceedingly great. The disciples, then, came to Jesus and sought to learn who then is greater in the kingdom of heaven. And perhaps they wished to learn, having heard from him such a thing as this: such-and-such a one is greater in the kingdom of heaven; but he leads the account to the more universal, showing of what sort one is who is greater in quality in the kingdom of heaven, whom we may also understand in power from what is written. For Jesus, having called a child and the rest. But it is first necessary to narrate simply. One who narrates according to the simple sense might say that the Savior's words in these matters are: if a man, being a man, has so put to death his manly desires, "by the Spirit" putting to death "the deeds of the body" and "always the mortification of the
Ἰησοῦ ἐν τῷ σώματι» περι φέρων, ὥστε παιδίου ἀγεύστου ἀφροδισίων καὶ ἀνεννοήτου ἀνδρικῶν κι νημάτων ἔχειν κατάστασιν, ὁ τοιοῦ τος ἐστράφη καὶ γέγονεν ὡς τὰ παιδία. καὶ ὅσον γε προσέθηκε τῇ τῶν παιδίων περὶ τῶν τοιούτων κινη μάτων καταστάσει, τοσούτῳ μᾶλλον ἄλλων τῶν ἀσκούντων καὶ ἐπὶ το σοῦτον οὐκ ἐληλακότων σωφρο σύνης [τὸ] μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ὅπερ δὲ ἐπὶ τῶν κατὰ τὰ ἀφροδίσια λέλεκται περὶ τῶν παιδίων, τοῦτ' ἂν λεχθείη καὶ περὶ τῶν λοιπῶν παθῶν καὶ ἀρρωστημάτων καὶ νοσημάτων τῆς ψυχῆς, εἰς ἃ μὴ πέφυκε παιδία ἐμπίπτειν, ὅσα τὸν λόγον μηδέπω συμπεπλήρωκεν· οἷον ἵνα στραφῇ τις καὶ ὁποῖόν ἐστι τὸ βραχὺ παιδίον πρὸς ὀργὴν τοιοῦτος γένηται ὢν ἀνήρ, καὶ ὁποῖόν ἐστι τὸ παιδίον πρὸς λύπην (ἔσθ' ὅτε παρὰ τὸν και ρὸν τοῦ τεθνηκότος πατρὸς ἢ μητρὸς ἤ τινος φίλου, ὡς γελᾶν καὶ παίζειν κατ' ἐκεῖνον τὸν χρόνον), τοιοῦτος ἂν γένοιτο ὁ στραφεὶς ὡς παιδία καὶ ἕξιν ἀναλαβὼν ἐκ λόγου τῆς λύ πης ἀπαράδεκτον, ὥστε ὁποῖόν ἐστι πρὸς λύπην τὸ βραχὺ παιδίον αὐτὸν γενέσθαι. τὸ δ' ὅμοιον φή σεις περὶ τῆς καλουμένης ἡδονῆς, καθ' ἣν ἀλόγως ἐπαίρονται οἱ φαῦλοι, ἣν οὐ πάσχει τὰ παιδία οὐδ' οἱ στραφέντες καὶ γενόμενοι ὡς τὰ παιδία. Ὡς μὲν οὖν πρὸς τὸ ἀκριβές, ἀποδέδεικται καὶ ἄλλοις ὅτι οὐδὲν τῶν παθῶν πίπτει εἰς τὰ μηδέ πω συμπεπληρωκότα τὸν λόγον παι δία·
bearing about "Jesus in the body," so as to have the condition of a child untouched by sexual pleasures and unacquainted with manly impulses, such a one has turned and become as the children. And to the extent that he has advanced beyond the condition of children in regard to such impulses, to that extent he is greater in the kingdom of heaven than others who practice self-control but have not reached so far. And what has been said about children in relation to sexual pleasures could be said also about the remaining passions and infirmities and diseases of the soul, into which children are not naturally prone to fall—as many as have not yet completed their reason. For example, that a man should turn and become such toward anger as the little child is, and such as the child is toward grief (sometimes, at the time of a father's or mother's or a friend's death, so as to laugh and play at that very time), such a one would become who has turned as the children and has taken on, by reason, a disposition that does not admit grief, so as to become himself such as the little child is toward grief. And you will say the same about what is called pleasure, in accordance with which the base are unreasonably elated, which children do not experience, nor do those who have turned and become as the children. That, then, to speak precisely, has been shown also by others, that none of the passions falls upon children who have not yet completed their reason.
εἰ δ' οὐδέν, δηλονότι οὐδὲ φόβος, ἀλλ' εἰ ἄρα ἀνάλογόν τι τοῖς ἄλλοις πάθεσι, καὶ ταῦτα ἀμυδρὰ καὶ τάχιστα ἀνασκευαζόμενα καὶ θεραπευόμενα γίνεται ἐν τοῖς παιδίοις, ὡς ἀγαπητὸν εἶναι ἐπὶ τοῦ το φθάσαι τὸν στραφέντα ὡς τὰ παιδία ὅσον ἔχει τῆς οἱονεὶ ὑποβολῆς τῶν παθῶν ὡς τὰ παιδία. καὶ περὶ φόβου τοίνυν τὰ ὅμοια τοῖς ἀπο δεδομένοις νοήσεις ὅτι τὰ παιδία τὸν μὲν φόβον τῶν φαύλων οὐ πάσχει, ἄλλο δέ τι ὃ οἱ μὴ ἀκριβοῦντες τὰ τῶν παθῶν καὶ τῶν ὀνομάτων ἐκεί νων λέγουσιν εἶναι φόβον, οἷον δὴ καὶ τὸ τῶν παιδίων ἀμνησίκακον παρ' αὐτοὺς τοὺς τῶν δακρύων και ροὺς ἐν ἀκαρεῖ μεταβαλλομένων καὶ γελώντων καὶ συμπαιζόντων τοῖς νομιζομένοις λελυπηκέναι καὶ πεφοβηκέναι, ἀλλ' οὐ κατὰ τὴν ἀλήθειαν ταῦτα ἐνηργηκόσιν. οὕτω δὲ καὶ ταπεινώσει ἑαυτόν τις ὡς ὃ προσεκαλέσατο ὁ Ἰησοῦς παιδίον· οὐ γὰρ πίπτει ὑψηλοφροσύνη καὶ οἴησις εὐγενείας ἢ πλούτου ἤ τινος τῶν νομιζομένων μὲν οὐκ ὄν των δὲ ἀγαθῶν εἰς παιδίον. διόπερ ἔστιν ἰδεῖν τὰ κομιδῇ νήπια μέχρι τριῶν καὶ τεττάρων ἐτῶν ὅμοια τοῖς ἀγενέσι, κἂν εὐγενῆ εἶναι δοκῇ, καὶ μὴ μᾶλλον πάντως φιλεῖν δοκοῦντα τὰ πλούσια παιδία παρὰ τὰ πενιχρά. ἐὰν οὖν ὅπερ παρὰ τὴν ἡλικίαν πά σχει τὰ παιδία πρὸς τὰ τοὺς ἀνοή τους ἐπαίροντα τοιαῦτα πάθη, ἀπὸ λόγου ὁ τοῦ Ἰησοῦ μαθητὴς ἀνα λάβῃ, ἐταπείνωσεν ἑαυτὸν ὡς ὃ ἔδειξεν ὁ Ἰησοῦς παιδίον, οὐκ ἐπαιρόμενος ἐπὶ δοξαρίῳ οὐδὲ φυσιούμενος ἐπὶ πλούτῳ οὐδ' ἐπὶ περιβολῇ οὐδὲ ὀγκούμενος ἐπὶ εὐγενείᾳ.
But if nothing, then clearly not fear either, but if anything analogous to the other passions, these too become faint and very quickly dispelled and healed in children, so that it is desirable that the one who has turned as the children should attain, as the children do, as much as there is of the so to speak suggestion of the passions. And concerning fear, then, you will understand things similar to what has been given, that children do not experience the fear of base things, but something else which those who are not precise about the passions and those names call fear—such as, indeed, the forgetfulness of wrongs in children, who in a moment change even at the very times of tears and laugh and play together with those who are thought to have grieved and frightened them, though they have not done these things in truth. And in this way also one humbles himself as the child whom Jesus called to himself; for high-mindedness and conceit over noble birth or wealth or any of the things that are thought to be good but are not do not fall upon a child. Therefore one can see infants up to three and four years old alike to the low-born, even if they seem to be well-born, and not at all more fond, as they seem, of rich children than of poor ones. If, then, the disciple of Jesus takes up from reason what children experience beyond their age in relation to such passions as puff up the foolish, he has humbled himself as the child whom Jesus showed, not being puffed up over vainglory nor inflated by wealth nor by fine clothing nor swelling with pride over noble birth.
μάλιστα δὲ τοὺς τοιούτους, οὓς ὁ λόγος ἀπέδειξε στραφέντας ὡς ὃ προσελάβετο ὁ Ἰησοῦς παιδίον, ἀποδεκτέον καὶ τιμητέον ἐπὶ τῷ Ἰησοῦ ὀνόματι, ἐπεὶ μάλιστα ἐν τούτοις ἐστὶν ὁ Χριστός. καὶ διὰ τοῦτο λέγει τὸ καὶ ὃς ἂν δέξη ται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Τὸ δὲ ἑξῆς ἐργῶδες κατὰ ἀκολουθίαν τῶν προαποδεδομένων διηγήσασθαι. εἴποι γὰρ ἄν τις, πῶς ὁ στραφεὶς καὶ γενόμενος ὡς τὰ παιδία μικρός ἐστι τῶν πιστευόντων εἰς τὸν Ἰησοῦν καὶ ἐπιδεκτικὸς τοῦ σκανδαλισθῆναι; πειρασώμεθα δὲ καὶ τοῦτο ἀκολούθως σαφηνίσαι. πᾶς ὁ τῷ Ἰησοῦ ὡς υἱῷ συγκαταθέμενος θεοῦ κατὰ τὴν ἀληθῆ περὶ αὐτοῦ ἱστορίαν καὶ ὁδεύων διὰ τῶν κατὰ τὸ εὐαγ γέλιον πράξεων εἰς τὸ βιῶσαι κατ' ἀρετὴν ἐστράφη καὶ ὁδεύει πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, τοῦτον ἀμήχανον μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δὲ μὴ στραφεὶς πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία τοῦτον ἀμήχανον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. πολλοὶ οὖν οἱ τοιοῦτοι, ἀλλ' οὐ πάντες οἱ στραφέντες πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, ἐφθάκασιν ὡς ἐπὶ τὸ ἐξομοιωθῆναι τοῖς παιδίοις· ἀλλ' ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς τὰ παιδία
Especially such persons, whom the argument has shown to have turned so as to become as the child whom Jesus took to himself, must be accepted and honored in the name of Jesus, since Christ is especially in them. And for this reason he says, "And whoever receives one such child in my name receives me." But what follows is difficult to explain in accordance with the sequence of what has been set out above. For someone might say, how is the one who has turned and become as little children small among those who believe in Jesus and capable of being scandalized? Let us attempt to clarify this too in a consistent manner. Everyone who has assented to Jesus as the Son of God according to the true account concerning him, and who walks through the deeds recorded in the gospel toward living virtuously, has turned and is walking toward becoming as little children; it is impossible for this person not to enter the kingdom of heaven. But the one who has not turned toward becoming as little children—it is impossible for this person to enter the kingdom of heaven. Many, then, are such persons, but not all who have turned toward becoming as little children have already attained to being made like little children; rather, each one falls short of likeness to little children to the extent that
ὁμοιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. ἐν παντὶ οὖν τῷ πλήθει τῶν πιστευόντων εἰσὶ καὶ οἱ ὡσπερεὶ ἄρτι στραφέντες περὶ τὸ γενέσθαι ὡς τὰ παιδία, οἵτινες κατ' αὐτὸ τὸ ἐστράφθαι ἵνα γένων ται ὡς τὰ παιδία μικροὶ χρηματίζουσι, καὶ τούτων οἱ στραφέντες μὲν ἵνα γένωνται ὡς τὰ παιδία, πολὺ δὲ ἀπολειπόμενοι τοῦ γενέσθαι ἀκριβῶς ὡς τὰ παιδία, μικροί εἰσι καὶ ἐπιδέχονται τὸ σκανδαλισθῆναι· ὧν ἕκαστος τοσοῦ τον ἀπολείπεται τῆς πρὸς αὐτὰ ὁμοιώσεως, ὅσον ἀπολείπεται τῆς ἀπο δεδομένης τῶν παιδίων πρὸς τὰ πά θη ἕξεως. οἷς οὐ δέον ἀφορμὰς παρέχειν τοῦ σκανδαλισθῆναι· εἰ δὲ μή γε, ὁ σκανδαλίσας δεήσεται ὡς συμφέροντος αὐτῷ ἐπὶ θεραπείᾳ ἁμαρτίας τοῦ κρεμασθῆναι μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῆναι ἐν τῷ πελάγει τῆς θαλάσσης. οὕτω γὰρ τίσας τὴν αὐτάρκη δίκην ἐν τῇ θαλάσσῃ (ὅπου ὁ «δράκων» ὃν «ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ») καὶ οὕτω τὸ συμφέρον πρὸς τὸ τέλος ὁ κολασθεὶς παθών, ἐν τοῖς ἑξῆς ἔξω ἔσται τῶν κατὰ τὸ πέλαγος τῆς θαλάσσης πόνων, οὓς ὑπέ μεινε καθελκόμενος ὑπὸ τοῦ ὀνικοῦ μύλου. εἰσὶ γὰρ καὶ μύλων διαφοραὶ ὡς εἶναι τὸν μέν τινα αὐτῶν (ἵν' οὕτως ὀνομάσω) ἀνθρωπικόν, ἄλλον δὲ ὀνικόν· καὶ ἀνθρωπικὸς μέν ἐστιν ἐκεῖνος, περὶ οὗ γέγραπται· «δύο» ἔσονται «ἀλήθουσαι ἐν» ἑνὶ «μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται», ὀνικὸς δὲ ὁ περιτεθησόμενος τῷ σκανδαλίσαντι.
of likeness, insofar as they fall short of the disposition of children toward passions that has been set forth. In the whole multitude of believers, then, there are also those who have, as it were, just now turned so as to become as the children—who, by the very fact of having turned in order to become as the children, are reckoned as little ones; and of these, those who have turned to become as the children but fall far short of becoming exactly as the children are little ones and are liable to be caused to stumble; each of whom falls short of likeness to them to the same extent that he falls short of the disposition of children toward passions that has been set forth. To these one ought not to give occasions of stumbling; otherwise, the one who causes stumbling will need, as being advantageous to him for the healing of sin, to have a millstone of an ass hung about his neck and to be sunk in the depth of the sea. For thus, having paid the sufficient penalty in the sea (where the "dragon" whom "God formed to mock him" is) and thus having suffered what is advantageous toward the end, the one punished will thereafter be outside the toils in the depth of the sea, which he endured when dragged down by the millstone of an ass. For there are also differences of millstones, so that one of them is, to use the term, a human millstone, and another an ass's millstone; and the human one is that concerning which it is written: "Two shall be grinding at one mill, one is taken and one is left"; and the ass's millstone is the one that will be placed around the one who causes stumbling.
εἴποι δ' ἄν τις, οὐκ οἶδα πότερον ὑγιῶς ἢ ἐσφαλμένως λέγων, ὀνικὸν εἶναι τὸ βαρὺ τοῦ φαύλου σῶμα καὶ κατωφερές, ὅπερ ἀναλήψεται ἐν τῇ ἀναστάσει πᾶς ἁμαρτωλός, ἵνα καταποντισθῇ ἐν τῇ ἀβύσσῳ λεγο μένῃ πελάγει θαλασσίῳ, ὅπου ὁ «δράκων» ὃν «ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ». ἄλλος δὲ τὸ σκανδαλίζειν ἕνα τῶν μικρῶν ἀνοίσει ἐπὶ τὰς ἀοράτους ἀνθρώποις δυνά μεις· πολλὰ γὰρ καὶ ἀπὸ τούτων σκάνδαλα εἰς τοὺς δεικνυμένους ὑπὸ τοῦ Ἰησοῦ μικροὺς γίνεται. ἐπὰν δὲ σκανδαλίσωσιν τῶν δεικνυμένων ὑπὸ τοῦ Ἰησοῦ μικρῶν ἕνα πι στευόντεν εἰς αὐτόν, ὀνικὸν μύλον τὸ φθαρτὸν σῶμα τὸ βαρῦνον ψυχὴν ἀναλήψεται, κρεμάμενον ἐκ τοῦ καθελκομένου αὐτὸν ἐπὶ τὰ τῇδε πράγματα τραχήλου, ἵνα διὰ τούτων καθαιρεθῇ αὐτῶν τὸ οἴημα καὶ τί σαντες δίκην ἐν τῷ συμφέροντι αὐ τοῖς διὰ τοῦ ὀνικοῦ μύλου γένωνται. Καὶ ἄλλη δὲ διήγησις παρὰ τὴν ἁπλούστερον λεγομένην λελέχθω, εἴτε ὡς δόγματος εἴτε ὡς γυμνα σίου ἕνεκεν. καὶ ζητήσωμεν ποῖον προσκαλεσάμενος παιδίον ὁ Ἰησοῦς ἔστησεν ἐν μέσῳ τῶν μαθητῶν. ὅρα δὲ εἰ δύνασαι τὸ τα πεινῶσαν ἑαυτὸ πνεῦμα ἅγιον, ὑπὸ τοῦ σωτῆρος προσκληθὲν καὶ στα θὲν ἐν μέσῳ τῷ ἡγεμονικῷ τῶν μαθητῶν Ἰησοῦ, εἰπεῖν εἶναι ὃ προσεκαλέσατο ὁ Ἰησοῦς παιδίον, εἴ τε βούλεται ἡμᾶς πάντα τὰ ἄλλα ἀποστραφέντας στραφῆναι πρὸς τὰ παραδείγματα ὑπὸ τοῦ ἁγίου ὑποβαλ λόμενα πνεύματος, ὥστε ἡμᾶς οὕτω γενέσθαι ὡς τὰ παιδία τουτέστι τοὺς ἀποστόλους, τὰ καὶ αὐτὰ στραφέντα καὶ ὁμοιωθέντα τῷ ἁγίῳ πνεύματι· ἅτινα παιδία ἔδωκεν ὁ θεὸς τῷ σω τῆρι κατὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον· «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδω κεν ὁ θεός».
One might say—though I do not know whether he speaks soundly or in error—that the heavy and downward-tending body of the wicked man is "of an ass," which every sinner will take up again in the resurrection, so that he may be sunk in the abyss that is called a sea of water, where the "dragon" whom "God formed to mock him" is. But another will refer the stumbling of one of the little ones to the powers invisible to men; for many stumbling-blocks also come from these to the little ones pointed out by Jesus. And when they cause one of the little ones pointed out by Jesus, who believe in him, to stumble, he will take up the millstone of an ass—the corruptible body that weighs down the soul—hanging from the neck that drags him down to the things here below, so that through these their pride may be brought down and, having been weighed, they may receive judgment in what is profitable for them through the millstone of an ass. And let another account also be given, besides the one more simply stated, whether for the sake of doctrine or for the sake of exercise. And let us inquire which child Jesus, having called to himself, set in the midst of the disciples. But see whether you can say that the Holy Spirit, which humbles itself, having been called by the Savior and set in the midst of the governing part of the disciples of Jesus, is the child whom Jesus called to himself, and whether he wishes us, having turned away from all other things, to turn to the examples suggested by the Holy Spirit, so that we may become as the children—that is, the apostles—which themselves also turned and were made like the Holy Spirit; which children God gave to the Savior according to what is said in Isaiah: "Behold, I and the children whom God has given me.
καὶ οὐκ ἔστι γε εἰσελ θεῖν εἰς τὴν τῶν οὐρανῶν βα σιλείαν μὴ στραφέντα ἀπὸ τῶν κοσμικῶν πραγμάτων καὶ ἐξομοιωθέντα τοῖς τὸ πνεῦμα τὸ ἅγιον πεφορηκόσι παιδίοις· ὅπερ πνεῦμα ἅγιον προσκαλεσάμενος ὁ Ἰησοῦς, ἀπὸ τῆς ἰδίας τελειότητος καταβεβηκὸς πρὸς ἀνθρώπους, ὡς παι δίον ἔστησεν αὐτὸ ἐν μέσῳ τῶν μαθητῶν. δεῖ οὖν στραφέντα ἀπὸ τῶν κοσμι κῶν ἐπιθυμιῶν ταπεινῶσαι ἑαυτόν, οὐχ ἁπλῶς ὡς τὸ παιδίον, ἀλλὰ κατὰ τὸ γεγραμ μένον ὡς τὸ παιδίον τοῦτο. ἔστι δὲ τὸ ταπεινῶσαι ἑαυτὸν ὡς τὸ παιδίον ἐκεῖνο τὸ ταπεινῶσαι ἑαυτὸν ὑπὲρ θεοῦ καὶ τὸ μιμήσασθαι τὸ ὑπὲρ σωτηρίας ἀνθρώπων ταπεινῶσαν ἑαυτὸ πνεῦμα ἅγιον. ὅτι δὲ ὁ σωτὴρ καὶ τὸ ἅγιον πνεῦμα ἐξαπεστάλη ὑπὸ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, δεδήλωται ἐν τῷ Ἡσαΐᾳ ἐκ προσώπου τοῦ σωτῆρος λέγοντι· «καὶ νῦν κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ». ἰστέον μέντοι ὅτι ἀμφίβολός ἐστιν ἡ λέξις· ἢ γὰρ ὁ θεὸς ἀπέστειλεν, ἀπέστειλε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν σωτῆρα, ἢ (ὡς ἐξειλήφαμεν) ἀμ φότερα
And indeed it is not possible to enter into the kingdom of the heavens unless one has turned away from worldly things and become like the little children who have borne the Holy Spirit—which Holy Spirit Jesus, having called to himself, having come down from his own perfection to men, set as a little child in the midst of his disciples. It is necessary, then, that one who has turned away from worldly desires humble himself, not simply as the little child, but according to what is written, "as this little child." And to humble oneself as that little child is to humble oneself for God's sake and to imitate the Holy Spirit who humbled himself for the salvation of men. That both the Savior and the Holy Spirit were sent by the Father for the salvation of men has been shown in Isaiah, speaking in the person of the Savior: "And now the Lord has sent me, and his Spirit." One must know, however, that the phrase is ambiguous; for either God sent, and also the Holy Spirit sent, the Savior, or (as we have understood it) both
ἀπέστειλεν ὁ πατήρ, τὸν σω τῆρα καὶ τὸ ἅγιον πνεῦμα. μείζων οὖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁ ταπεινώσας ἑαυ τὸν παρὰ πάντας τοὺς ταπεινοῦντας ἑαυτοὺς μιμητικῶς ἐκείνου τοῦ παι δίου. πολλοὶ μὲν γὰρ οἱ θέλοντες ἑαυτοὺς ταπεινῶσαι ὡς τὸ παι δίον ἐκεῖνο, ὁ δὲ πάντη παραπλή σιος γενόμενος τῷ ταπεινώσαντι ἑαυτὸν παιδίῳ, ἐκεῖνος ἂν εὑρεθείη ὁ χρηματίσων πάντων μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. δεῖ οὖν δέχεσθαι ἓν παιδίον τοι οῦτο ἐπὶ τῷ ὀνόματι τοῦ Ἰη σοῦ, μάλιστα ἐν αὐτῷ ὄντος τοῦ Ἰη σοῦ. ὥσπερ δὲ τὸν Ἰησοῦν δέχεται, ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι αὐτοῦ, οὕτως τὸν Ἰησοῦν ἀποδοκιμάζει καὶ ἐκβάλλει ὁ μὴ βουλόμενος δέξασθαι ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. εἰ δὲ καὶ τῶν τοῦ ἁγίου πνεύματος ἀξιουμένων ἐστὶ διαφορά, πλεῖον ἢ ἔλαττον λαμβανόντων τοῦ ἁγίου πνεύματος τῶν πιστευόντων, εἶεν ἄν τινες οἱ μικροὶ τῶν εἰς θεὸν πιστευόντων σκανδαλίζεσθαι δυνάμενοι, οὓς ἐκδικῶν σκανδαλισθέντας ὁ λόγος φησὶ περὶ τῶν σκανδα λισάντων αὐτοὺς τὸ συμφέρει αὐ τῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. ταῦτα λελέχθω κατὰ τὰ ἐκκείμενα τοῦ Ματ θαίου ῥητά. Ἴδωμεν δὲ καὶ τὰ παρα πλήσια ἀπὸ τῶν λοιπῶν. Μᾶρκος τοίνυν φησὶν ὅτι «διελέχθησαν ἐν τῇ ὁδῷ» οἱ δώ δεκα, «τίς» αὐτῶν «μείζων» ἐστί·
The Father sent the Savior and the Holy Spirit. Therefore, greater in the kingdom of the heavens is the one who humbled himself beyond all who humble themselves in imitation of that child. For many are those who wish to humble themselves as that child, but the one who has become entirely like the child who humbled himself—that one would be found to be the one who is called greater than all in the kingdom of the heavens. It is necessary, then, to receive one such child in the name of Jesus, especially when Jesus himself is in him. And just as he receives Jesus who receives one such child in his name, so he rejects and casts out Jesus who does not wish to receive one such child in the name of Jesus. And if there is also a difference among those deemed worthy of the things of the Holy Spirit, since those who believe receive more or less of the Holy Spirit, there would be some who are the little ones among those who believe in God, able to be caused to stumble; and the Word, avenging them when they are caused to stumble, says concerning those who cause them to stumble, "It is better for him that a millstone of a donkey be hung around his neck and that he be drowned in the depth of the sea." Let these things be said according to the cited passages of Matthew. Let us also consider the similar passages from the other Gospels. Mark, then, says that the twelve "discussed on the way" which of them "is greater.
διὸ καὶ «καθίσας ἐφώνησεν» αὐτοὺς καὶ διδάσκει τίς ὁ μείζων, λέγων πρωτείων ὡς μείζονα τεύξεσθαι τὸν γε νόμενον «πάντων» διὰ τῆς μετριότητος καὶ τῆς ἐπιεικείας ἔσχατον, ὥστε τὸν μὲν τοῦ διακονουμένου μὴ ἀνα δέξασθαι τόπον τὸν δὲ τοῦ διακο νοῦντος, καὶ τοῦτον οὐ πρὸς τινὰς μὲν τινὰς δ' οὔ, ἀλλὰ πρὸς πάντας ἁπαξαπλῶς. πρόσχες γὰρ τῷ «εἴ τις θέλει πρῶτος γενέσθαι, ἔσται πάν των ἔσχατος καὶ πάντων διάκονος». καὶ ἑξῆς τούτοις φησὶν ὅτι «λαβὼν παιδίον (δηλονότι ὁ Ἰησοῦς) ἔστησεν ἐν μέσῳ» τῶν μαθη τῶν αὐτοῦ, «καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὃς ἐὰν ἓν τῶν παιδίων τοιούτων δέξηται ἐπὶ τῷ ἐμῷ ὀνόματι, ἐμὲ δέχεται». ποῖον δὲ ἔλαβε παιδίον καὶ ἐνηγκαλίσατο ὁ Ἰησοῦς κατὰ τὸν βαθύτερον ἐν τοῖς τόποις λόγον ἢ τὸ ἅγιον πνεῦμα; καὶ τούτῳ γε τῷ παιδίῳ ἐξωμοιώθησάν τινες, περὶ ὧν εἶπε τὸ «ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται». κατὰ μέντοι τὸν Λου κᾶν «διαλογισμὸς» εἰς τοὺς μαθητὰς οὐκ ἀναβέβηκεν ἀλλ' «εἰσῆλθε» περὶ τοῦ «τίς αὐτῶν εἴη μείζων».
Therefore he also "sat down and called" them and teaches who is greater, saying that the one who becomes "last of all" through humility and gentleness will obtain the first place as greater, so that one should not accept the place of the one being served but of the one serving, and this not toward some but not others, but toward all without exception. For pay attention to the words "if anyone wishes to become first, he will be last of all and servant of all." And next to these things he says that "taking a child (evidently Jesus) he stood him in the midst" of his disciples, "and having embraced him he said to them: whoever receives one of such children in my name, receives me." But what child did Jesus take and embrace according to the deeper meaning in these passages, if not the Holy Spirit? And certain ones were made like this child, concerning whom he spoke the words "whoever receives one of such children in my name, receives me." According to Luke, however, a "dispute" did not arise among the disciples but "entered in" concerning "who of them would be greater.
καὶ «ἰδὼν ὁ Ἰησοῦς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν» (ἅτε ἔχων ὀφθαλ μοὺς διαλογισμοὺς καρδιῶν βλέπον τας «ἰδὼν τὸν διαλογισμὸν τῆς καρ δίας αὐτῶν» οὐδὲ ἐρωτηθεὶς) κατὰ τὸν Λουκᾶν ἔλαβεν παιδίον καὶ «ἔστησεν», οὐ μόνον ἐν μέσῳ αὐ τῶν, ὡς ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος εἰρήκασιν, ἀλλ' ἤδη καὶ «παρ' ἑαυ τῷ καὶ εἶπε» τοῖς μαθηταῖς οὐ μόνον τὸ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἢ «ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται», ἀλλ' ἤδη καὶ ἐπαναβεβηκότως τὸ «ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται». χρὴ οὖν κατὰ τὸν Λουκᾶν ἐκεῖνο τὸ παιδίον, οὗ λαβόμενος ὁ Ἰησοῦς «ἔστησεν αὐτὸ παρ' ἑαυτῷ», δέξασθαι «ἐπὶ τῷ ὀνόματι» τοῦ Ἰησοῦ. Καὶ οὐκ οἶδα εἰ δύναταί τις μὴ τροπολογῆσαι τὸ «ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου». χρὴ γὰρ ἐκεῖνο τὸ παιδίον, ὃ τότε «ἔστησεν» ὁ Ἰησοῦς «παρ' ἑαυ τῷ λαβόμενος» αὐτοῦ, δέξασθαι ἕκαστον ἡμῶν «ἐπὶ τῷ ὀνόματι» τοῦ Ἰησοῦ. ζῇ γὰρ ὡς ἀθάνατον, καὶ χρὴ αὐτὸ ἀπ' αὐτοῦ τοῦ Ἰησοῦ κατασταθὲν παρὰ τῷ Ἰησοῦ δέξασθαι «ἐπὶ τῷ ὀνόματι» τοῦ Ἰησοῦ, οὗ μὴ χωριζό μενος ὁ Ἰησοῦς γίνεται παρὰ τῷ δε χομένῳ τὸ παιδίον, ὡς κατὰ τοῦτο λελέχθαι τὸ «ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνό ματί μου, ἐμὲ δέχεται». εἶτ' ἐπεὶ ἀχώριστός ἐστι τοῦ υἱοῦ ὁ πατήρ, ὁμοῦ καὶ ὁ πατὴρ γίνε ται παρὰ τῷ δεξαμένῳ τὸν υἱόν· διὸ λέλεκται· «καὶ ὃς ἐὰν ἐμὲ δέξη ται, δέχεται τὸν ἀποστείλαντά με». ὁ δὲ δεξάμενος τὸ παιδίον καὶ τὸν σωτῆρα καὶ τὸν ἀποστείλαντα αὐτόν, «μικρότερός» ἐστιν «ἐν πᾶσι» τοῖς Ἰησοῦ μαθηταῖς ἑαυτὸν σμικρύνων·
And "Jesus, seeing the reasoning of their heart" (since he has eyes that see the reasonings of hearts, "he saw the reasoning of their heart" even without being asked), according to Luke he took a child and "set him," not only "in the midst of them," as Matthew and Mark have said, but already also "by himself and said" to the disciples not only the saying, "Whoever receives one such child" or "whoever receives one of such children in my name receives me," but already also, in a more advanced sense, the saying, "Whoever receives this child in my name receives me." It is necessary, then, according to Luke, to receive that child, whom Jesus took and "set by himself," "in the name" of Jesus. And I do not know whether one can avoid interpreting figuratively the saying, "Whoever receives this child in my name." For it is necessary that each of us receive "in the name" of Jesus that child whom Jesus then "set by himself, taking hold of him." For he lives as immortal, and it is necessary to receive him, appointed by Jesus himself and standing beside Jesus, "in the name" of Jesus, from whom Jesus is not separated and is present with the one who receives the child, so that in this sense the saying has been spoken: "Whoever receives this child in my name receives me." Then, since the Father is inseparable from the Son, the Father also is present together with the one who has received the Son; therefore it has been said: "And whoever receives me receives the one who sent me." But the one who has received the child and the Savior and the one who sent him is "lesser" "than all" the disciples of Jesus, making himself small;
ὅσον δὲ ἑαυτὸν σμικρύνει, τοσοῦτον γίνεται «μέγας» ὑπ' αὐτοῦ τοῦ
ἐπιτέλλοντος σμικρύνειν αὑτὸν καὶ ποιοῦντος ἐπιδιδόναι εἰς μέγεθος· πρόσχες γὰρ τῷ «ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας». ἀνέγνωμεν δὲ καὶ ἐν ἄλλοις «καὶ ἔσται μέγας». κατὰ δὲ τὸν Λουκᾶν ἐὰν μή τις «δέξηται τὴν τοῦ θεοῦ βασιλείαν ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν»· καὶ ἔστιν ἀμφίβολος ἡ λέξις, ἢ γὰρ ἵνα ὁ δεχόμενος τὴν τοῦ θεοῦ βασι λείαν γένηται ὡς παιδίον, ἢ ἵνα τὴν τοῦ θεοῦ βασιλείαν παραδέξηται γενομένην αὐτῷ ὡς παιδίον. καὶ τάχα ἐνταῦθα μὲν οἱ δεχόμενοι τὴν τοῦ θεοῦ βασιλείαν δέχονται αὐτὴν οὖσαν ὡς παιδίον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι οὐκέτι ὡς παιδίον κατὰ τὸ μέ γεθος τῆς τελειότητος ἐν τῇ (ἵν' οὕτως ὀνομάσω) πνευματικῇ ἡλικίᾳ ἐπιδεικνυμένης πᾶσι τοῖς ἐπὶ τοῦ παρόντος παραδεξαμένοις αὐτὴν οὖσαν ἐνταῦθα ὡς παιδίον. Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων (18, 7[–14]). Καθ' αὑτὴν μὲν καὶ ἀπολελυμένως εἴρηται ἡ τοῦ κόσμος φωνὴ ἐν τῷ «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐ τὸν οὐκ ἔγνω». κατὰ δὲ τὴν πρός τι σχέσιν, μετὰ τῆς πρὸς ἐκεῖνο ἐπι πλοκῆς οὗ κόσμος ἐστίν, ὠνόμα σται ἐν τῷ «μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐ τοῖς καὶ λατρεύσῃς αὐτοῖς». τὸ δ' ὅμοιον φήσεις ἐν τῇ Ἐσθὴρ λελέ χθαι περὶ αὐτῆς, ὅτε γέγραπται περιελομένη «πάντα τὸν κόσμον αὐτῆς». οὐ γὰρ ταὐτόν ἐστιν ἁπλῶς ὁ κόσμος καὶ ὁ κόσμος τοῦ οὐρανοῦ ἢ ὁ κόσμος τῆς Ἐσθήρ. τὸ δὲ νῦν ἡμῖν ζητούμενον ἄλλο.
To the extent that one makes oneself small, to that extent he becomes "great" by the very one who commands him to make himself small and causes him to advance toward greatness. For attend to the saying, "The one who is lesser among you all, this one is great." And we have read also elsewhere, "And he will be great." According to Luke, unless one "receives the kingdom of God as a child, he will certainly not enter it." And the phrase is ambiguous: either that the one who receives the kingdom of God should become as a child, or that he should receive the kingdom of God as having become for him as a child. And perhaps here those who receive the kingdom of God receive it as being as a child, but in the age to come it is no longer as a child, according to the magnitude of perfection, in the (so to speak) spiritual stature, being displayed to all who in the present have received it here as being as a child. Woe to the world because of stumbling blocks (18:7[-14]). In itself and absolutely, the word "world" is used in the passage "He was in the world, and the world did not know him." But in its relation to something, together with its connection to that of which it is the world, it is named in the passage "lest, looking up to heaven and seeing the sun and the moon and all the world of heaven, you be led astray and worship them and serve them." And you will say that something similar has been said in Esther concerning her, when it is written that she took off "all her world." For "the world" simply is not the same as "the world of heaven" or "the world of Esther." But what is now being sought by us is something else.
νομίζω οὖν ὅτι οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημά ἐστι κατὰ τὰ θεῖα γράμματα ὁ κόσμος, ἀλλ' ὁ περίγειος μόνος τόπος, καὶ οὗτος οὐ καθ' ὅλην νοούμενος τὴν γῆν, ἀλλ' ὁ κατὰ τὴν ἡμετέραν οἰκουμένην· «ἐν τῷ κόσμῳ» γὰρ «ἦν τὸ ἀληθινὸν φῶς», τῷ περιγείῳ τόπῳ τῷ κατὰ τὴν ἡμετέραν οἰκουμένην νοουμένῳ, «καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω», οἱ ἐν τῷ περιγείῳ τόπῳ ἄνθρωποι, τάχα δὲ καὶ αἱ οἰκεῖαι τῷ χωρίῳ τού τῳ δυνάμεις. ἄτοπον γὰρ λέγειν τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς σύστημα, ὥστ' εἰπεῖν ἂν ὅτι ἥλιος καὶ σελήνη καὶ ὁ χορὸς τῶν ἀστέρων καὶ οἱ ἐν ὅλῳ τῷ κόσμῳ τούτῳ ἄγ γελοι οὐκ ἔγνωσαν «τὸ ἀληθινὸν φῶς» καὶ ἀγνοοῦντες αὐτὸ ἐτήρησαν τὴν ἐπιτεταγμένην αὐτοῖς ἀπὸ θεοῦ τάξιν. ἀλλὰ καὶ ὅταν λέγηται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· «καὶ νῦν δόξασόν με, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί», χρὴ ἀκούειν κόσμον λέγεσθαι τὴν καθ' ἡμᾶς ἐπὶ γῆς οἰκουμένην· ἀλλὰ καὶ ὁ σωτὴρ λέγων· «κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ», τὸν ἐπίγειον λέγει κόσμον· οὐ γὰρ νομιστέον τὰ ἀντικείμενα αὐτὸν λέγειν φά σκοντα· «κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ κόσμῳ εἰμί». ἀλλὰ καὶ ἐν τῷ «καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ» τὸν περίγειον τόπον τοῦτον νομιστέον. ἀπὸ γὰρ τούτου τοῦ κόσμου ἔδωκε τῷ υἱῷ ὁ πατὴρ ἀνθρώπους, περὶ ὧν ὁ σωτὴρ ἐρωτᾷ τὸν πατέρα μόνων, καὶ «οὐ περὶ τοῦ κόσμου» ὅλου τῶν ἀνθρώπων. σαφῶς δὲ οὗτος σημαίνεται καὶ ἐκ τοῦ «καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου»·
I think, then, that according to the divine Scriptures the "world" is not the system composed of heaven and earth, but only the region around the earth, and this not understood as the whole earth, but as that which is in our inhabited world. For "in the world was the true light," understood as the region around the earth that is in our inhabited world, "and the world did not know him"—the human beings in the region around the earth, and perhaps also the powers proper to this place. For it would be absurd to speak of the system composed of heaven and earth and the things in them, so as to say that the sun and the moon and the chorus of the stars and the angels in this whole world did not know "the true light" and, not knowing it, failed to keep the order appointed to them by God. But also when it is said by the Savior in the prayer to the Father, "And now glorify me, Father, with yourself with the glory which I had before the world was with you," one must understand the "world" to mean our inhabited world on earth. But also the Savior, saying, "And I am coming to you, and I am no longer in the world," means the earthly world; for one must not think that he is speaking of the things opposed to him when he says, "And I am coming to you, and I am no longer in the world, and I am in the world." But also in "and these things I speak in the world" one must understand this region around the earth. For from this world the Father gave to the Son human beings, concerning whom alone the Savior asks the Father, and "not concerning the whole world" of human beings. And this is clearly indicated also from "and the world hated them, because they are not of the world.
ἐμίσησε γὰρ ἡμᾶς (ἐξ οὗ μηκέτι σκοποῦμεν «τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα») διὰ τὴν Ἰησοῦ διδασκαλίαν οὐ κόσμος ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς συνεστηκὼς πᾶς, ἀλλ' οἱ ἐπὶ γῆς μεθ' ἡμῶν ἄνθρωποι. τὸ «οὐκ εἰσὶν ἐκ τοῦ κόσμου» ἴσον ἐστὶ τῷ οὐκ εἰσὶν ἐκ τοῦ περιγείου τόπου· οὕτω δὲ καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ «ἐκ τοῦ κόσμου οὐκ εἰσὶν» ὡς οὐδ' αὐτὸς «ἐκ τοῦ κόσμου» ἦν. ἔτι δὲ καὶ τὸ «ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας» (δὶς εἰρημένον ἐν τῷ κατὰ Ἰωάννην) οὐκ ἀναφέρεται ἐπὶ τὰ κρείττονα τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ τοὺς χρῄζοντας πιστεύειν ἀνθρώπους ὅτι ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν τῇδε κόσμον ἀπέ στειλε. καὶ παρὰ τῷ ἀποστόλῳ δὲ «ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ». Εἰ δὲ οὐαὶ τοῖς πανταχοῦ τῆς γῆς ἀνθρώποις ἀπὸ τῶν σκανδάλων, ὧν καὶ τὰ σκάνδαλα ἅπτεται, οὐκ εἰσὶ δὲ οἱ μαθηταὶ «ἐκ τοῦ κόσμου» μὴ σκοποῦντες «τὰ βλεπόμενα» καθὼς οὐδὲ ὁ διδάσκαλος «ἐκ τοῦ κόσμου» ἐστίν, οὐδενὶ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἐστιν ἀπὸ τῶν σκανδάλων οὐαί, ἐπείπερ «ἐστὶν εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν
For he hated us (since we no longer look at "the things that are seen but at the things that are not seen") because of Jesus' teaching—not the world composed of heaven and earth and all things in them, but the people on earth who are with us. The phrase "they are not of the world" is equivalent to "they are not of the region around the earth"; and in this way also Jesus' disciples "are not of the world," just as he himself was not "of the world." Moreover, the phrase "that the world may believe that you sent me" (spoken twice in the Gospel according to John) does not refer to the better among men, but to men who need to believe that the Father sent the Son into this world. And in the apostle: "your faith is proclaimed in the whole world." But if woe to the men everywhere on earth because of the stumbling blocks, which the stumbling blocks also touch, and the disciples are not "of the world" since they do not look at "the things that are seen" just as the teacher is not "of the world," then for none of Jesus' disciples is there a woe from the stumbling blocks, since "there is great peace for those who love the
νόμον τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδα λον». εἰ δέ τις δοκεῖ μὲν χρηματίζειν μαθητής, ἔτι δέ ἐστιν «ἐκ τοῦ κόσμου» διὰ τὸ ἀγαπᾶν «τὸν κόσμον» καὶ «τὰ ἐν αὐτῷ» (λέγω δὲ τὴν ἐν τῷ περιγείῳ τόπῳ ζωὴν καὶ τὰ ἐν αὐτῷ χρήματα ἢ κτήματα ἢ ὁποιανποτοῦν περιουσίαν), ὡς μὴ ἁρμόζειν αὐτῷ τὸ «ἐκ τοῦ κόσμου οὐκ εἰσίν», ἀληθῶς ὡς «ἐκ τοῦ κόσμου» ὄντι τούτῳ τὸ τῷ κόσμῳ συμβαῖνον οὐαὶ ἀπὸ τῶν σκανδάλων συμβήσεται αὐτῷ. ὁ δὲ θέλων ἐκκλῖναι τὸ οὐαὶ τοῦτο μὴ ἔστω φιλόζωος, ἀλλὰ λεγέτω κατὰ Παῦλον· «ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ»· οἱ γὰρ «ὄντες ἐν τῷ σκήνει» ἅγιοι στενάζουσι «βαρούμενοι» ἀπὸ τοῦ τῆς ταπεινώσεως σώματος καὶ πάντα πράττουσιν, ἵνα ἄξιοι γένωνται εὑ ρεθῆναι ἐν τῷ τῆς ἀναστάσεως μυ στηρίῳ, ὅτε «μετασχηματίσει» ὁ θεὸς οὐ πάντων «τὸ σῶμα τῆς τα πεινώσεως», ἀλλὰ τῶν Χριστῷ γνη σίως μαθητευομένων, εἰς τὸ γενέ σθαι αὐτὸ «σύμμορφον τῷ σώματι τῆς δόξης» τοῦ Χριστοῦ. ὥσπερ γὰρ οὐδὲν τῶν οὐαὶ συμβαίνει τινὶ τῶν Χριστοῦ μαθη τῶν, οὕτως οὐδὲ τὸ οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. ἐὰν γὰρ καὶ μυρία σκάνδαλα γίνηται, ἀλλ' οὐχ ἅψεται τῶν οὐκέτι «ἐκ τοῦ κόσμου». εἰ δὲ ἐπιδέχεταί τις τὸ σκανδαλίζεσθαι παρὰ τὸ ἀνερμάτιστον τῆς πίστεως καὶ ἀβέβαιον τῆς πρὸς τὸν λόγον τοῦ θεοῦ συγκατα βάσεως, ἴστω μηδέπω χρηματίζων παρὰ τῷ Ἰησοῦ μαθητὴς αὐτοῦ. τοσαῦτα δὲ ἔρχεσθαι νομιστέον σκάνδαλα, ὥστε τὸ οὐαὶ μὴ ἐπί τινα μόρια τῆς γῆς φθάνειν, ἀλλ' ἐπὶ τὸν ὅλον ἐν αὐτῇ κόσμον. Καὶ ἀνάγκη ἐστὶν ἐλ θεῖν τὰ σκάνδαλα, ἅπερ ἄλλα νομίζω εἶναι τῶν ἀνθρώπων δι' ὧν ἔρχεται.
the law of God, and there is no stumbling block to them." But if anyone seems to be called a disciple, yet is still "of the world" because he loves "the world" and "the things in it" (I mean the life in the region around the earth and the money or possessions or any property whatsoever in it), so that the words "they are not of the world" do not fit him, truly, as one who is "of the world," the woe that befalls the world from the stumbling blocks will befall him. But let the one who wishes to avoid this woe not be a lover of life, but let him say with Paul: "the world has been crucified to me, and I to the world"; for the saints who "are in the tent" groan, "being burdened" by the body of humiliation, and they do everything so that they may be found worthy in the mystery of the resurrection, when God will "transform" not the "body of humiliation" of all, but of those who are genuinely disciples of Christ, so that it becomes "conformed to the body of glory" of Christ. For just as no woe befalls any of Christ's disciples, so neither does the woe that comes upon the world from the stumbling blocks. For even if countless stumbling blocks arise, they will not touch those who are no longer "of the world." But if anyone admits being caused to stumble by the imbalance of his faith and the instability of his agreement with the word of God, let him know that he is not yet called a disciple of Jesus. And so many stumbling blocks must be considered to come that the woe does not reach certain parts of the earth, but the whole world in it. And it is necessary that the stumbling blocks come, which I think are other than the men through whom it comes.
τὰ οὖν ἐρχόμενα σκάν δαλα στρατιά τις ἐστὶ τοῦ διαβόλου, ἄγγελοι αὐτοῦ καὶ μοχθηρὸς χορὸς πνευμάτων ἀκαθάρτων, ἅπερ ζη τοῦντα ὄργανα δι' ὧν ἐνεργήσει εὑ ρίσκει πολλάκις μὲν τοὺς πάντη ξέ νους τῆς εὐσεβείας, ἔσθ' ὅτε δὲ καὶ τῶν νομιζομένων τινὰς πιστεύειν τῷ λόγῳ τοῦ θεοῦ, οἷς χεῖρόν ἐστι τὸ οὐαὶ παρὰ τὸ οὐαὶ τῷ σκανδαλιζομένῳ, ὥσπερ καὶ «Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως» ἤπερ τοῖς τόποις ἔνθα ἐποίησε μὲν σημεῖα ὁ Ἰησοῦς καὶ τέρατα, οὐκ ἐπιστεύθη δέ. δυνηθείη δ' ἄν τις ὥσπερ πραγμα τείαν ποιῆσαι ἀπὸ τῶν γραφῶν ἐκ τῆς τῶν μακαριζομένων καὶ ἐφ' οἷς μακαρίζονται συναγωγῆς, οὕτω καὶ ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ τῶν ἐφ' οἷς λέλεκται τὸ οὐαί. ἔτι δὲ καὶ εἰς τὸ χεῖρον εἶναι τὸ ἀπὸ τοῦ σκανδαλίζοντος οὐαὶ παρὰ τὸ τοῦ σκανδαλιζομένου παραστήσεις τὸ «ὃς δ' ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ» καὶ τὰ ἑξῆς· ἐκδικουμένου γὰρ τοῦ σκανδαλισθέντος μικροῦ ἀπὸ τοῦ σκανδαλί σαντος αὐτὸν τοιοῦτον συμφέρει βαρὺ καὶ δυσυπομόνητον ὃ ἀναγέ γραπται εἶναι περὶ τοῦ σκανδαλί ζοντος. ταῦτα δὲ εἰ ἐπιμελέστερον ἐνενοοῦ μεν, ἐφυλαξάμεθα ἂν ἁμαρτάνειν «εἰς τοὺς ἀδελφοὺς καὶ» τύπτειν «αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν», ἵνα μὴ «εἰς Χριστὸν» ἁμαρτάνωμεν, πολλάκις ἀπολλυμένων οὐ μόνον τῇ ἡμετέρᾳ «γνώσει» ἀλλὰ καὶ ἄλλοις τισὶ τῶν περὶ ἡμᾶς ἀδελφῶν, δι' οὓς «Χριστὸς ἀπέθανεν» ἐφ' οἷς «εἰς Χριστὸν» ἁμαρτάνοντες τίσομεν δίκας ἐκδικουμένης τῆς τῶν δι' ἡμᾶς ἀπολλυμένων ψυχῆς ἐξ ἡμῶν.
The stumbling blocks that come, then, are a kind of army of the devil, his angels and a wicked chorus of unclean spirits, which, seeking instruments through which they will work, often find those wholly estranged from piety, and sometimes even some of those who are thought to believe in the word of God, for whom the woe is worse than the woe of the one who is caused to stumble, just as "it will be more tolerable for Tyre and Sidon in the day of judgment" than for the places where Jesus did signs and wonders, yet was not believed. And one could, as it were, make a treatise from the Scriptures out of the collection of those who are called blessed and the things for which they are called blessed, and likewise out of the woes that are written and the things for which the woe is spoken. Further, to show that the woe from the one who causes stumbling is worse than that of the one who is caused to stumble, you will set forth "whoever causes one of these little ones who believe in me to stumble, it is better for him" and the following words; for when the little one who was caused to stumble is avenged by the one who caused him to stumble, such a heavy and hard-to-endure thing as is written concerning the one who causes stumbling is fitting for him. But if we had considered these things more carefully, we would have guarded against sinning "against the brothers and" wounding "their conscience when it is weak," so that we might not sin "against Christ," since often not only by our "knowledge" but also by certain other things among the brothers around us are they destroyed, for whom "Christ died," and for these, sinning "against Christ," we shall pay the penalty, when the soul of those who are destroyed through us is avenged at our hands.
Μετὰ ταῦτα βασανιστέον τὸ τῆς ἀνάγκης ὄνομα ἐν τῷ ἀνάγ κη γάρ ἐστιν ἐλθεῖν τὰ σκάν δαλα καὶ τὸ ἰσοδυναμοῦν αὐτῷ παρὰ τῷ Λουκᾷ· «ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα» (ἀντὶ τοῦ ἀδύνατον). καὶ ὥσπερ ἀνάγκη τὸ θνη τὸν ἀποθνῄσκειν καὶ ἀνένδεκτον αὐ τὸ μὴ ἀποθανεῖν, καὶ ἀνάγκη τρέ φεσθαι τὸν ἐν σώματι–ἀνένδεκτον γὰρ τὸν μὴ τρεφόμενον ζῆν–, οὕτως ἀνάγκη ἐλθεῖν τὰ σκάν δαλα καὶ «ἀνένδεκτον μὴ ἐλθεῖν τὰ σκάνδαλα», ἐπεὶ ἀνάγκη καὶ προϋφεστάναι τὴν κακίαν τῆς ἀρετῆς ἐν οὐρανίοις, ἀφ' ἧς κακίας τὰ σκάνδαλα. ἀνένδεκτον γάρ ἐστιν ἄνθρωπον εὑ ρεθῆναι πάντη ἀναμάρτητον καὶ χωρὶς ἁμαρτίας ἀνειληφότα τὴν ἀρε τήν. ἡ γὰρ ἐν ταῖς πονηραῖς δυνάμεσι κα κία, ἀρχηγικὴ τυγχάνουσα τῆς ἐν ἀνθρώποις κακίας, πάντως ὁρμᾷ ἐπὶ τὸ διά τινων ὀργάνων ἐνεργῆσαι κατὰ τῶν τοῦ κόσμου ἀνθρώπων. τάχα δὲ καὶ πλεῖον αἱ πονηραὶ δυνά μεις ἐξαγριοῦνται ἐκβαλλόμεναι τῷ λόγῳ τοῦ Ἰησοῦ καὶ
οἱ δαίμονες τρεφθέντες τῷ αἵματι τῶν θυσιῶν ἐξοργίζονται μειουμένης τῆς λατρείας αὐτῶν τῶν ἐθίμων θυσιῶν αὐτοῖς οὐ προσφερομένων, καὶ ἀνάγκη ἐστὶ ταῦτα ἐλθεῖν, οὐκ ἀνάγκη δὲ διὰ τοῦδέ τινος. διό περ ὡς τόπον δεδωκότι τῇ πονηρᾷ ἐνεργείᾳ σκανδαλίζειν προαιρουμένῃ τῷ ἀνθρώπῳ δι' οὗ τὸ σκάνδα λον ἔρχεται, γίνεται τὸ οὐαί. μὴ νομίσῃς δὲ φύσει τινὰ καὶ ἐκ κατα σκευῆς τὰ σκάνδαλα εἶναι ἀνθρώ πους ζητοῦντα δι' ὧν ἔλθῃ· ὡς γὰρ «ὁ θεὸς θάνατον οὐκ ἐποίησεν», οὕτως οὐδὲ σκάνδαλα ἔκτισεν, ἀλλὰ τὸ αὐτεξούσιον ἐγέννησεν ἔν τισι τὸ σκάνδαλον, μὴ βουληθεῖσιν ἀνα τλῆναι τοὺς ὑπὲρ ἀρετῆς πόνους.
After this, one must examine the word "necessity" in the phrase "for it is necessary that the stumbling blocks come," and its equivalent in Luke: "It is impossible that the stumbling blocks not come" (in place of "impossible"). And just as it is necessary that the mortal die and impossible that he not die, and it is necessary that the one in a body be nourished—for it is impossible that the one not nourished live—so it is necessary that the stumbling blocks come and "impossible that the stumbling blocks not come," since it is also necessary that evil pre-exist virtue in the heavenly realms, from which evil come the stumbling blocks. For it is impossible that a human being be found entirely without sin and having taken up virtue apart from sin. For the evil in the wicked powers, being the originating principle of the evil among humans, certainly rushes to act through certain instruments against the humans of the world. And perhaps the wicked powers are even more enraged when cast out by the word of Jesus, and
the demons, nourished by the blood of sacrifices, are provoked to anger when the service of their customary sacrifices is diminished and they are not offered to them, and it is necessary that these things come, but not necessary through this particular person. Therefore, since he has given a place to the wicked activity that chooses to cause stumbling, the "woe" comes upon the human being through whom the stumbling block comes. But do not suppose that the stumbling blocks are by nature and by constitution humans seeking through whom they might come; for just as "God did not make death," so neither did he create stumbling blocks, but the free will in some people gave birth to the stumbling block, when they did not wish to endure the labors for the sake of virtue.
Καὶ καλὸν μὲν οὖν εἰ ἐπαινετὸς εἴη ὁ ὀφθαλμὸς καὶ ἡ χείρ, ἵνα μὴ δύνηται εὐλόγως «εἰπεῖν ὁ ὀφθαλμὸς τῇ χειρί· χρείαν σου οὐκ ἔχω». εἰ δέ τις ἐν τῷ ὅλῳ σώματι τῶν συναγωγῶν τῆς ἐκκλησίας χεὶρ χρηματίσας διά τι πρακτικόν, μεταβαλὼν γένοιτο σκανδαλίζουσα χείρ, λεγέτω τῇ τοιαύτῃ χειρὶ ὁ ὀφθαλμός· «χρείαν σου οὐκ ἔχω», καὶ εἰπὼν ἐκκοψάτω αὐτὴν καὶ βαλέτω ἀφ' ἑαυτοῦ. οὕτω δὲ καλὸν μέν, εἰ καὶ κεφαλή τις εἴη μακαρία καὶ πό δες ἄξιοι τῆς μακαρίας κεφαλῆς, ἵνα μὴ δύνηται τὰ πρέποντα ἑαυτῇ τη ροῦσα «ἡ κεφαλὴ τοῖς ποσὶν» εἰπεῖν· «χρείαν ὑμῶν οὐκ ἔχω». εἰ μέντοι τις εὑρεθείη ποὺς σκάνδαλον τοῦ ὅλου γινόμενος σώματος, λεγέτω ἡ κεφα λὴ τῷ τοιούτῳ ποδί· «χρείαν σου οὐκ ἔχω», καὶ ἐκκόψας αὐτὸν βαλέτω ἀπ' αὐτοῦ. καὶ γὰρ πολλῷ βέλτιον εἰσελθεῖν εἰς τὴν ζωὴν τὸ λοιπὸν σῶμα (λεῖπον τῷ σκανδαλίσαντι ποδὶ ἢ τῇ σκανδαλισάσῃ χειρί), ἤπερ διαδοθέντος τοῦ σκανδάλου ἐπὶ ὅλον τὸ σῶμα ὅλον τὸ σῶμα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς μετὰ τῶν δύο ποδῶν ἢ τῶν δύο χειρῶν. οὕτω δὲ καλὸν μὲν τὸν δυνηθέντα γε νέσθαι ὀφθαλμὸν τοῦ ὅλου σώματος ἄξιον εἶναι τῆς κεφαλῆς Χριστοῦ καὶ τοῦ ὅλου σώματος. εἰ μέντοι μεταβάλοι ποτὲ ὁ τοιοῦτος ὀφθαλ μὸς εἰς τὸ γενέσθαι αὐτὸν σκάνδαλον τοῦ ὅλου σώματος, καλὸν αὐτὸν ἐξελόντα ἔξω βαλεῖν τοῦ σώματος ὅλου καὶ χωρὶς ἐκείνου τοῦ ὀφθαλμοῦ σω θῆναι τὸ λοιπὸν σῶμα, ἢ (μετ' αὐτοῦ ὅλου βεβλαμμένου τοῦ σώματος) βληθῆναι ὅλον βεβλαμμένον τὸ σῶμα εἰς τὴν γέενναν τοῦ πυρός.
And it is good, then, if the eye and the hand be praiseworthy, so that the eye cannot reasonably say to the hand, "I have no need of you." But if anyone in the whole body of the assemblies of the church, having served as a hand because of some practical activity, should change and become a stumbling-block hand, let the eye say to such a hand, "I have no need of you," and having said it, let it cut it off and cast it from itself. So too it is good if some head also be blessed and the feet worthy of the blessed head, so that the head cannot say to the feet the things fitting to itself, "I have no need of you." If, however, some foot be found becoming a stumbling block to the whole body, let the head say to such a foot, "I have no need of you," and having cut it off, let it cast it from itself. For it is far better that the rest of the body enter into life (lacking the foot or the hand that caused stumbling) than that, when the stumbling block has spread over the whole body, the whole body be cast into the Gehenna of fire with the two feet or the two hands. So too it is good that the one who was able to become an eye of the whole body be worthy of the head, Christ, and of the whole body. If, however, such an eye should ever change so as to become a stumbling block to the whole body, it is good to remove it and cast it outside the whole body, and that the rest of the body be saved without that eye, rather than (with it, the whole body being damaged) that the whole damaged body be cast into the Gehenna of fire.
Δυνατὸν δὲ τοῖς ῥητοῖς τού τοις χρήσασθαι καὶ ἐπὶ τῶν οἰκειοτά των καὶ ὡσπερεὶ μελῶν ἡμῶν, διὰ τὴν πολλὴν οἰκειότητα εἴτε συγγενικὴν εἴτε ἔκ τινος συνηθείας (ἵν' οὕτως ὀνομάσω) φιλικῆς μελῶν ἡμῶν νενο μισμένων, ὧν οὐ χρὴ φείσασθαι τὴν ψυχὴν ἡμῶν βλαπτόντων. ἐκκόψω μεν γὰρ ἀφ' ἑαυτῶν, ὡς χεῖρα ἢ πόδα ἢ ὀφθαλμόν, πατέρα ἢ μητέρα τὰ ἐναντία τῇ θεοσεβείᾳ ἡμᾶς πράττειν θέλοντας καὶ υἱὸν ἢ θυγα τέρα (τὸ ὅσον ἐφ' ἑαυτοῖς) ἀφιστάν τας ἡμᾶς τῆς ἐκκλησίας τοῦ Χριστοῦ καὶ τῆς ἀγάπης αὐτοῦ. ἀλλὰ κἂν «γυνὴ ἡ ἐν κόλπῳ ἢ φίλος ὁ ἴσος τῆς ψυχῆς» σκάνδαλα ἡμῶν γίνωνται, μὴ φεισώμεθα, ἀλλὰ ἐκκόψαντες αὐτοὺς ἀφ' ἑαυ τῶν βάλωμεν ἔξω τῆς ψυχῆς ἡμῶν ὡς οὐκ οἰκείους, ἀλλὰ πολεμίους ἡμῶν τῇ σωτηρίᾳ. ὅστις γὰρ «οὐ μι σεῖ τὸν πατέρα καὶ τὴν μητέρα» καὶ τὰ ἐπιφερόμενα, ὅτε καιρός ἐστιν αὐτὰ μισεῖν ὡς πολέμια καὶ ἐπίβουλα, ἵνα δυνηθῇ κερδῆσαι Χρι στόν, οὗτος οὐκ ἔστιν ἄξιος τοῦ υἱοῦ τοῦ θεοῦ. καὶ ἐπὶ τούτων γε ἔστιν εἰπεῖν ὅτι ἐκ περιστάσεως οἱονεὶ χωλός τις σώζεται ἀπολέσας πόδα (φέρε εἰπεῖν τὸν ἀδελφὸν) καὶ μόνος κληρονομῶν τὴν βασιλείαν τοῦ θεοῦ, καὶ κυλλός τις σώζεται (μὴ σωζο μένου αὐτῷ τοῦ πατρὸς ἢ τῆς μη τρός, ἀλλ' ἐκείνων μὲν ἀπολλυμένων αὐτοῦ δὲ χωριζομένου ἐκείνων), ἵνα μόνος τύχῃ τῶν μακαρισμῶν. οὕτω δὲ καὶ μονόμματός τις σώζεται (τὸν ὀφθαλμὸν τῆς ἑαυτοῦ οἰκίας ἐκκόψας, τὴν γαμετὴν πορνεύσασαν), ἵνα μὴ μετὰ τοιούτου ὀφθαλμοῦ δύο ὀφθαλμοὺς ἔχων ἀπέλθῃ εἰς τὴν γέενναν τοῦ πυρός.
It is possible to apply these words also to those who are most our own, and, as it were, our members, who are reckoned our members because of great kinship—whether of family or from some habit of friendship (to use that name)—whom our soul must not spare when they harm it. For we must cut off from ourselves, as a hand or a foot or an eye, a father or a mother who wish us to do things contrary to our piety, and a son or a daughter who, as far as lies in them, draw us away from the church of Christ and from his love. But even if "a wife in one's bosom or a friend equal to one's soul" become stumbling blocks to us, let us not spare them, but having cut them off from ourselves let us cast them outside our soul as not our own but our enemies to our salvation. For whoever does not "hate father and mother" and the things that follow, when it is time to hate them as hostile and treacherous, so that he may be able to gain Christ—this man is not worthy of the Son of God. And in these cases too it can be said that by circumstance a certain lame man is saved, having lost a foot (say, his brother) and alone inheriting the kingdom of God; and a certain maimed man is saved (his father or mother not being saved with him, but those perishing while he is separated from them), so that he alone may obtain the blessings. And in the same way a certain one-eyed man is saved (having cut out the eye of his own house, his wife who committed fornication), so that with such an eye he may not, having two eyes, depart into the Gehenna of fire.
δύναται γὰρ καὶ τὸ ἁμαρτητικῶς μὲν (ἵν' οὕτως ὀνομάσω) πρακτικὸν καὶ πορευτικὸν τῆς ψυχῆς, ἁμαρτητικῶς δὲ διορατικὸν ἡ σκανδαλίζουσα εἶναι χεὶρ καὶ ὁ σκανδαλίζων ποὺς καὶ ὁ σκανδαλίζων ὀφθαλμός· ἅτινα κρεῖττον ἀποβαλεῖν κακὰ ὄντα καὶ ἀποθέμενον αὐτὰ χωρὶς αὐτῶν εἰ σελθεῖν εἰς τὴν ζωὴν *** οἱονεὶ χωλὸν ἢ κυλλὸν ἢ μονόμματον, ἢ μετ' ἐκείνων τὴν ὅλην ἀπολέσαι ψυχήν. ὁμοίως καὶ ἐπὶ τῆς
ψυχῆς καλὸν καὶ μακάριον ἐπὶ τοῖς βελτίστοις χρῆσθαι τῇ δυνάμει αὐτῆς· εἰ δὲ μέλλομεν διά τινα μίαν *** ἀπολέσθαι, αἱρετώτερον ἀποβαλεῖν τὴν χρῆσιν αὐτῆς σκανδαλιζούσης, ἵνα μετὰ τῶν ἄλλων δυνάμεων σω θῶμεν. Ὁρᾶτε μὴ καταφρονή σητε ἑνὸς τῶν μικρῶν τούτων. δοκεῖ μοι ὅτι ὥσπερ ἐν τοῖς ἀνθρω πίνοις σώμασίν ἐστι μεγέθη διάφορα, ὡς τινὰς μὲν αὐτῶν εἶναι μικροὺς ἑτέρους δὲ μεγάλους καὶ ἄλλους τοὺς μεταξύ, καὶ πάλιν εἶναι μικρῶν διαφορὰς ἐπὶ πλεῖον ἢ ἔλαττον ὄντων μικρῶν, ὁμοίως καὶ μεγάλων, καὶ τῶν μετα ξύ, οὕτως καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐστί τινα χαρακτηρίζοντα τὴν μικρότητα αὐτῶν καὶ ἄλλα τὴν (ἵν' οὕτως εἴπω) μεγαλότητα καὶ ἁπαξαπλῶς ἄλλα ἀνάλογον τοῖς σωματικοῖς τὴν μεταξύτητα. ἀλλ' ἐπὶ μὲν τῶν σωμάτων οὐ παρὰ τὴν αἰτίαν τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ τοὺς σπερματικοὺς λόγους ὁ μέν τίς ἐστι βραχὺς καὶ μικρός, ὁ δὲ μέγας, ὁ δὲ μεταξύ. ἐπὶ δὲ τῶν ψυχῶν καὶ τὸ ἐφ' ἡμῖν καὶ αἱ τοιαίδε πράξεις καὶ τὸ τοιοῦτον ἦθος τὴν αἰτίαν ἔχει τοῦ μέγαν τινὰ εἶναι ἢ μικρὸν ἢ ἐν τοῖς μεταξὺ τυγχάνειν· καὶ ἔστιν ἐκ τοῦ ἐφ' ἡμῖν ἤτοι προκόπτειν τῇ ἡλικίᾳ ἐπιδιδόντα εἰς μέγεθος ἢ μὴ προκόπτοντα εἶναι βραχύν.
For the hand that causes stumbling can also be the practical and locomotive power of the soul—if I may so name it—when it acts sinfully, and the foot that causes stumbling can be the power that sees sinfully, and the eye that causes stumbling. These things it is better to cast away as evil, and having set them aside, to enter into life without them, as it were lame or maimed or one-eyed, rather than with them to lose the whole soul. Likewise also with respect to the soul, it is good and blessed to use its power for the best things; but if we are about to be lost because of one particular [power], it is preferable to cast away its use when it causes stumbling, so that together with the other powers we may be saved. See that you do not despise one of these little ones. It seems to me that just as in human bodies there are different sizes, so that some of them are small and others large and others in between, and again there are differences of smallness in things that are small to a greater or lesser degree, and likewise of things that are large, and of those in between, so also in the souls of human beings there are certain characteristics marking their smallness, and others their (if I may so put it) largeness, and simply others corresponding to bodily things marking their intermediate state. But in the case of bodies, it is not due to the cause belonging to the human being, but due to the seminal principles, that one person is short and small, another large, and another in between. But in the case of souls, both what is in our power and such actions and such character have the cause of someone being large or small or falling among those in between; and it is from what is in our power either to advance, increasing in stature toward greatness, or, not advancing, to be short.
καὶ οὕτω γε ἀκούω περὶ τοῦ σωτῆρος ἀναλαβόντος καὶ ἀνθρωπίνην ψυχὴν τὸ «ὁ Ἰησοῦς προέκοπτεν». ὡς γὰρ ἐκ τοῦ ἐφ' ἡμῖν τῆς ψυχῆς αὐτοῦ ἦν ἡ «ἐν σοφίᾳ» προκοπὴ «καὶ χάριτι», οὕτως καὶ ἐν «ἡλικίᾳ»· καὶ ὁ ἀπόστολος· «μέχρι καταντή σωμεν πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ». καταντᾶν γὰρ εἰς ἄνδρα καὶ τοῦτο[ν] τέλειον, «κατὰ τὸν ἔσω ἄνθρωπον» νομιστέον, τὸν διαβάντα τὰ τοῦ νηπίου καὶ φθάσαντα ἐπὶ τὸν ἄνδρα καὶ καταργήσαντα «τὰ τοῦ νηπίου» καὶ ἁπαξαπλῶς τελειώσαντα τὰ τοῦ ἀνδρός. οὕτω δ' ὑποληπτέον εἶναί τι καὶ μέ τρον πνευματικῆς ἡλικίας, ἐφ' ὃ ἡ τελειοτάτη δύναται φθάσαι ψυχὴ ἐκ τοῦ μεγαλύνειν τὸν κύριον καὶ μεγάλη γίνεσθαι. Οὕτως οὖν καὶ μεγάλοι μὲν περὶ ὧν τοῦτ' ἀναγέγραπται γεγόνασιν, Ἰσαὰκ καὶ Μωσῆς καὶ Ἰωάννης καὶ αὐτὸς ἐπὶ πᾶσιν ὁ σωτήρ· καὶ γὰρ περὶ αὐτοῦ ὁ Γαβριὴλ εἶπε τὸ «ἔσται μέγας». μικροὶ δὲ τὰ «ἀρτιγέννητα βρέφη» ἐν Χριστῷ *** ὡς «ἀρτιγέννητα βρέφη», «λογικὸν ἄδολον γάλα» ἐπιποθοῦντα, οἵτινες καὶ τῶν παρὰ τῷ Ἡσαΐᾳ λε γομένων τιθηνῶν δέονται καὶ τρο φῶν, λέγοντι περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως· «καὶ ἄξουσι τοὺς υἱοὺς ἐν κόλπῳ, τὰς δὲ θυγατέρας ἐπὶ τῶν ὤμων ἀροῦσι, καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου». ἐπιστήσεις οὖν διὰ ταῦτα καὶ τῷ μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν, μήποτε οἱ ἄγ γελοι αὐτῶν οἱ ἄγοντες αὐτούς εἰσιν «ἐν κόλπῳ», ἐπὰν ὦσιν υἱοί, ἀλλὰ καὶ ἐπὶ τῶν «ὤμων» αἴροντες τὰς λεγομένας «θυγατέρας», καὶ ἀπὸ τούτων εἰσὶ «τιθηνοὶ» μὲν οἱ λεγό μενοι «βασιλεῖς», «τροφοὶ» δὲ αἱ ὀνομαζόμεναι «ἄρχουσαι».
And in this way I understand concerning the Savior, who also took on a human soul, the saying "Jesus advanced." For just as the advancement "in wisdom" and "in grace" was from what depended on his soul's own free choice, so also was the advancement "in stature"; and the apostle says: "until we all attain to a perfect man, to the measure of the stature of the fullness of Christ." For attaining to a man, and this one perfect, must be understood "with respect to the inner man"—the one who has passed beyond the things of an infant and has reached the man and has abolished "the things of an infant" and, in a word, has perfected the things of a man. And thus one must suppose that there is also a certain measure of spiritual stature, to which the most perfect soul can attain by magnifying the Lord and becoming great. In this way, then, great were those of whom this is recorded—Isaac and Moses and John, and above all the Savior himself; for Gabriel said concerning him, "He will be great." But small are the "newly born babes" in Christ *** as "newly born babes," longing for "rational, unadulterated milk," who also need the nurses and foster mothers spoken of in Isaiah, where he says concerning the calling from the Gentiles: "And they shall bring the sons in their bosom, and shall carry the daughters on their shoulders, and kings shall be your nurses, and their princesses your foster mothers." You will therefore also attend, on account of these things, to the command "Do not despise one of these little ones," lest perhaps their angels who carry them are "in the bosom," when they are sons, but also carry on their "shoulders" those called "daughters," and from these there are "nurses"—those called "kings"—and "foster mothers"—those named "princesses.
καὶ ἐπεὶ οἱ δεικνύμενοι ὑπὸ τοῦ σωτῆρος ἡμῶν μικροὶ ὡς ὑπὸ τροφῶν καὶ τιθηνῶν οἰκονομοῦνται, διὰ τοῦτ' οἶμαι καὶ Μωσέα, πιστεύοντα ἐν τῇ τῶν μεγά λων ἤδη τετάχθαι χώρᾳ, εἰρηκέναι πρὸς τὸ «ὁ ἄγγελός μου προπορεύσεται ὑμῶν» τὸ «εἰ μὴ αὐτὸς συμ πορεύῃ μετ' ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν»· εἴπερ γὰρ ὁ μικρὸς μὲν καὶ «κληρο νόμος»–ᾗ «νήπιος» δὲ ὡς μηδὲν δια φέρων «δούλου» (ὅτε ἐστὶ νήπιος) καὶ ᾗ μικρός ἐστι–τὸ τῆς «δουλείας εἰς φόβον» ἔχει πνεῦμα, ὁ δὲ μηδαμῶς ἔτι τοιοῦτος, οὐκέτι μὲν τὸ τῆς «δουλείας», ἤδη δὲ τὸ τῆς «υἱοθεσίας», ὅτε «ἡ τε λεία ἀγάπη ἔξω βάλλει τὸν φόβον», δῆλον ἔσται σοι, ὅτι κατὰ ταῦτα παρεμβάλλειν λέγεται ὁ «ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν» καὶ ῥύεσθαι «αὐτούς». ἐπιστήσεις δὲ κατὰ ταῦτα καὶ εἰ μικρῶν μέν εἰσιν ἄγγελοι τῶν πνεύματι «δουλείας [τῶν] εἰς φόβον» ἀγομένων (ἐπεὶ «παρ εμβάλλει ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύεται αὐ τούς»), μεγάλων δὲ ὁ τῶν ἀγγέλων μείζων κύριος (ὅστις λέγοι ἂν περὶ ἑνὸς ἑκάστου αὐτῶν τὸ «μετ' αὐτοῦ εἰμι ἐν θλίψει»). καὶ ὅσον μέν ἐσμεν ἀτελεῖς καὶ δεόμενοι τοῦ βοηθοῦντος ἡμῖν πρὸς τὸ ῥυσθῆναι ἀπὸ κακῶν, ἀγγέλου δεόμεθα περὶ οὗ ἔλεγεν ὁ Ἰακὼβ τὸ «ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν»· τελειωθέντες δὲ καὶ
And since those who are shown to be little by our Savior are managed as by nurses and caretakers, for this reason I think that Moses also, believing that he had already been placed in the rank of the great, said to the words "My angel shall go before you" the words "If you yourself do not go with me, do not lead me up from here." For if indeed the little one and the "heir"—insofar as he is a "child" differing in nothing from a "slave" (when he is a child) and insofar as he is little—has the spirit of "slavery unto fear," but the one who is no longer such at all has no longer the spirit of "slavery" but already that of "adoption," when "perfect love casts out fear," it will be clear to you that according to these things the "angel of the Lord" is said to encamp "round about those who fear him" and to deliver "them." And according to these things you will also consider whether there are angels of the little ones—of those led by the spirit of "slavery unto fear" (since "the angel of the Lord encamps round about those who fear him and delivers them")—but of the great ones, the Lord who is greater than the angels (who would say concerning each one of them, "I am with him in affliction"). And as long as we are imperfect and in need of one who helps us to be delivered from evils, we need an angel of whom Jacob spoke: "The angel who delivers me from all evils." But when we have been perfected and
διελθόντες τὸ ὑπὸ «τιθηνοὺς» εἶναι καὶ «τροφοὺς» καὶ «οἰκονόμους» καὶ «ἐπιτρόπους», χωροῦμεν ἤδη ὑπ' αὐτῷ οἰκονομεῖσθαι τῷ κυρίῳ. Εἶτα πάλιν ζητήσαι ἄν τις, πό τε τῶν δεικνυμένων ὑπὸ τοῦ σωτῆρος μικρῶν οἱ λεγόμενοι αὐτῶν ἄγγε λοι προΐστανται, πότερον ἀρξάμενοι τὴν οἰκονομίαν περὶ αὐτοὺς διοικεῖν, ἀφ' οὗ «διὰ λουτροῦ παλιγγενεσίας» (ᾧ ἐγεννήθησαν) «ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα» ἐπιπο θοῦσι, καὶ μηκέτι ὑποκείμενοι πονηρᾷ τινι δυνάμει· ἢ ἀπὸ γενέσεως κατὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ τὸν προορισμὸν αὐτοῦ ἐπιταχθέντες τούτοις «οὓς καὶ προέγνω καὶ προώρι σεν» ἐσομένους «συμμόρφους» «τῆς δόξης» τοῦ Χριστοῦ ὁ θεός. καὶ πρὸς μὲν τὸ ἀπὸ γενέσεως ἔχειν ἀγγέλους εἴποι ἄν τις ταῦτα, τὸ «ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου» καὶ τὸ «ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστὴς» καὶ «ἀντελάβου μου ἐκ κοιλίας μητρός μου» καὶ «ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας» καὶ ἐν τῇ Ἰούδα ἐπιστολῇ «τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστοῦ τετηρημένοις κλητοῖς», πάν τως ὑπὸ τῶν τηρούντων ἀγγέλων. Πρὸς δὲ τὸ ὅτε «διὰ λουτροῦ» γεγόνασιν «ἐν Χριστῷ» νήπιοι μὴ παρεῖναι ἅγιον ἄγγελον τοῖς ἔτι κακίᾳ *** ἀλλὰ κατὰ μὲν τὸν καιρὸν τῆς ἀπιστίας ὑπὸ τοῖς ἀγγέλοις εἶναι τοῦ σατανᾶ· μετὰ δὲ τὴν ἀναγέννησιν ὁ τοῦ ἰδίου αἵματος ἐξαγοράσας ἡμᾶς παραδίδωσιν ἁγίῳ ἀγγέλῳ καὶ διὰ τὴν καθαρότητα βλέποντι τὸ πρό σωπον τοῦ θεοῦ.
Having passed beyond being under "nurses" and "caretakers" and "stewards" and "guardians," we now proceed to be managed under the Lord himself. Then again, one might ask: when is it that the angels said to preside over the little ones shown by the Savior begin to administer their stewardship over them—whether they began to manage them from the time when, "through the washing of regeneration" (by which they were born again), they long for "the rational and guileless milk" "as newborn infants," and are no longer subject to some evil power; or whether from birth, according to God's foreknowledge and his predestination, they were appointed to those "whom he also foreknew and foreordained" to be "conformed" "to the glory" of Christ. And in favor of their having angels from birth one might cite these words: "he who set me apart from my mother's womb," and "from my mother's womb you are my protector," and "you took me up from my mother's womb," and "upon you I was cast from the womb," and in the letter of Jude, "to those who are in God the Father, beloved and kept for Jesus Christ, called"—certainly kept by the angels who guard them. But in favor of the view that when they have become "in Christ" as infants "through the washing," a holy angel is not present with those who are still in wickedness *** but that during the time of their unbelief they are under the angels of Satan; and after regeneration, he who redeemed us by his own blood hands us over to a holy angel, who because of their purity beholds the face of God.
Καὶ τρίτος δ' ἄν τις τοιοῦτος εἴη κατὰ τὸν τόπον λόγος φάσκων ὅτι δυνατόν, ὥσπερ μεταβαλεῖν ἄν θρωπον ἀπὸ ἀπιστίας εἰς πίστιν καὶ ἀπὸ ἀκολασίας εἰς σωφροσύνην καὶ ἁπαξαπλῶς ἀπὸ κακίας εἰς ἀρετήν, οὕτω καὶ τὸν ἐγκεχειρισμένον ἅμα γενέσει ψυχήν τινα κατὰ μὲν τὰς ἀρχὰς φαῦλον εἶναι δύνα σθαι, ὕστερον δέ ποτε ἀνάλογον τῷ πιστεύοντι πιστεύειν καὶ ἐπὶ το σοῦτον προκόπτειν, ὡς γενέσθαι αὐτὸν ἄγγελον ἕνα τῶν διὰ παντὸς βλεπόντων τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός. ἀρξάμενος ἀπὸ τοῦδε τοῦ χρόνου τῷ προγνωσθέντι κατὰ τόνδε τὸν χρόνον πιστεύ ειν καὶ προορισθέντι συζεύγνυται, τῶν ἀρρήτων κριμάτων τοῦ θεοῦ καὶ ἀνεξερευνήτων καὶ ἀβύσσοις ἐοικότων εἰκότως πᾶσαν τὴν τοιαύ την ἁρμονίαν συναγαγόντων ἀγγέλων πρὸς ἀνθρώπους. δυνατὸν δὲ καὶ ὥσπερ ἀνδρὸς καὶ γυναικὸς ἀμφοτέ ρων ἀπίστων, ὁτὲ μὲν ὁ ἀνὴρ πρότερον πιστεύσας τῷ χρόνῳ σώζει τὴν γυναῖκα, ὁτὲ δὲ ἡ γυνὴ ἀρξαμένη ὕστερόν ποτε πείθει τὸν ἄνδρα, οὕτω γίνεσθαι καὶ ἐπὶ τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων. εἰ μὲν οὖν καὶ ἐπ' ἄλλων γίνεται ἀγγέλων τὸ τοιοῦτον ἢ μή, καὶ αὐτὸς ἐξετάσεις. μήποτε δὲ οὐχ ἁρμόζει περὶ τοῦ ἑκάστου ἀγγέλου τὸ τοιοῦτο λέγειν, τοσοῦ τον τετιμημένου κατὰ τὸν τοῦ σωτῆρος ἡμῶν λόγον, ὥστε διὰ παντὸς αὐτὸν βλέπειν λέγεσθαι τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς.
And a third such account might be given in this place, which says that it is possible that, just as a man can change from unbelief to faith and from licentiousness to chastity and, simply put, from vice to virtue, so also a soul entrusted to someone at the same time as its birth can be base in the beginning, but later, at some point, believe in a manner analogous to the one who believes and advance to such a degree that it becomes one of the angels who always behold the face of the Father in the heavens. Beginning from this time, it is joined to the one foreknown to believe at this time and foreordained, since the ineffable and unsearchable judgments of God, resembling bottomless depths, reasonably bring together all such harmony of angels with humans. And it is possible that, just as with a man and a woman both unbelieving, sometimes the man, having believed first, saves the woman in time, and sometimes the woman, having begun later, at some point persuades the man, so it also happens with angels and humans. Whether, then, such a thing also happens with other angels or not, you yourself will examine. Perhaps, however, it is not fitting to say such a thing about each angel, who has been honored so greatly according to the word of our Savior as to be said to behold always the face of the Father in the heavens.
ἐπεὶ δὲ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν τῶν μὲν μικρῶν εἶναι τοὺς ἀγγέλους, διεληλυθέναι δὲ τὴν τοιαύτην τάξιν τοὺς μεγάλους, ἀντερεῖ τις ἡμῖν ἐκ τῶν Πράξεων τῶν ἀποστόλων, ἔνθα γέγραπται ὅτι Ῥόδη παιδίσκη τις τοῦ Πέτρου «κρούσαντος τὴν θύραν» προσῆλθεν ὑπακοῦσαι, «καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου», εἰσδραμοῦσα «ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος»· θαυμάσαντες δὲ οἱ ἐν τῷ οἴκῳ συνηθροισμένοι καὶ ὡσπερεὶ ἀδύνατον εἶναι νομίσαντες τὸν Πέτρον ἀληθῶς ἑστηκέναι «ἔλε γον ὅτι ὁ ἄγγελος αὐτοῦ ἐστι». φήσει γὰρ ὅτι ἅπαξ μαθόντες ἐκεῖνοι ἕκαστον τῶν πιστευόντων ἔχειν ἄγγελον τόνδε τινά, ᾔδεισαν καὶ Πέτρου τινὰ εἶναι ἄγγελον. ὁ δὲ παριστάμενος οἷς προειρήκαμεν φή σει ὅτι οὐκ ἀναγκαῖον εἶναι δόγμα τὸν τῆς Ῥόδης λόγον, τάχα δὲ καὶ οὐκ ἠκριβωκότων πότε μὲν ὑπ' ἀγγέλων τῳ ὡς μικρός τις καὶ φο βούμενος τὸν θεὸν οἰκονομεῖται, πότε δὲ ἤδη ὑπ' αὐτῷ τῷ κυρίῳ. μετὰ ταῦτα εἰς κατασκευὴν τοῦ ὡς ἐξειλήφαμεν νοεῖσθαι τὸν μικρὸν λεχθήσεται ὅτι οὐ δεόμεθα μὲν ἐντολῆς τῆς περὶ τοῦ μὴ καταφρονεῖν ἐπὶ τῶν μεγάλων ***, χρῄζομεν δὲ αὐτῆς ἐπὶ τῶν μικρῶν. διὸ οὐχ ἁπλῶς εἴρηται· μὴ κατα φρονήσητε ἑνὸς τούτων, δεικνυ μένων πάντων τῶν μαθητῶν, ἀλλ' ἑνὸς τούτων τῶν μικρῶν, μι κρῶν δεικνυμένων ὑπὸ τοῦ βλέπον
But since in the passages above we said that angels belong to the little ones, and that the great ones have passed beyond such an order, someone will object to us from the Acts of the Apostles, where it is written that a certain servant girl, Rhoda, when Peter "knocked at the door," came to answer, "and recognizing Peter's voice," she ran in and "reported that Peter was standing before the gate"; and those gathered in the house, marveling and thinking it impossible that Peter was truly standing there, "said that it was his angel." For he will say that those who had once learned that each of the believers has this or that angel also knew that Peter had a certain angel. But the one who maintains what we have said above will say that Rhoda's statement is not a necessary doctrine, and perhaps also that they had not accurately understood when a man is administered by angels as one who is small and fears God, and when he is already under the Lord himself. After this, for the establishment of the understanding as we have expounded it, it will be said that we do not need a commandment about not despising the great ones, but we do need it concerning the little ones. Therefore it was not said simply, "Do not despise one of these," with all the disciples being indicated, but "one of these little ones," with the little ones being indicated by the one who sees
τος μικρότητα καὶ μεγαλότητα ψυχῆς. Ἄλλος δ' ἂν λέγοι μικρὸν ἐν τούτοις λέγεσθαι τὸν τέλειον συγ χρώμενος τῷ «ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέ γας», καὶ φήσει ὅτι ὁ ταπεινῶν ἑαυτὸν καὶ γινόμενος μιμητὴς τοῦ ἑαυτὸν ταπεινώσαντος ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ γινόμενος νήπιος ἐν μέσῳ πάντων τῶν πιστευόντων (κἂν ἀπόστολος, κἂν ἐπίσκοπος ᾖ) καὶ γινόμενος τοιοῦτος «ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα», οὗτός ἐστιν ὁ δεικνύμενος ὑπὸ τοῦ Ἰησοῦ μικρός, καὶ ἄξιόν γε τοῦ τοιούτου ἄγγελον εἶναι βλέποντα τὸ πρόσωπον τοῦ θεοῦ. τὸ γὰρ μικροὺς λέγειν ἐνταῦθα τοὺς τελείους κατὰ τὸ «ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρ χων, οὗτός ἐστι μέγας» καὶ ὡς ὁ Παῦλος εἶπεν τὸ «ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη» δόξει μὴ συνᾴδειν τῷ «ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων» καὶ τῷ οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. ὁ γὰρ ὡς ἀποδέδοται νῦν μικρὸς οὐ σκανδαλισθείη οὐδ' ἀπόλοιτο ἄν· «εἰρήνη γὰρ πολλὴ τοῖς ἀγα πῶσι τὸ ὄνομα τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον». καὶ οὐκ ἂν ἀπόλοιτο ὁ πάντων μικρότερος ἐν πᾶσι τοῖς μαθηταῖς Χριστοῦ ὑπάρχων καὶ διὰ τοῦτο γινόμενος μέγας· καὶ ἐπεὶ οὐκ ἂν ἀπόλοιτο, λέγοι ἂν τὸ «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης» καὶ τὰ ἑξῆς. ἀλλ' ὁ βουλόμενος τὴν τελευταίαν ταύτην κρατεῖν διήγησιν φήσει, ὅτι μεταπτωτή ἐστι καὶ ἡ τοῦ δικαίου ψυχή, ὡς μαρτυρεῖ καὶ ὁ Ἰεζεκιὴλ λέγων τὸν δίκαιον ἀφίστασθαι δύνασθαι τῶν ἐντολῶν τοῦ θεοῦ, ὡς μὴ λογισθῆναι αὐτῷ τὴν προτέραν δικαιοσύνην.
Another might say that "little" is used here of the perfect, availing himself of the saying, "For the one who is lesser among you all, this one is great," and he will assert that the one who humbles himself and becomes an imitator of the one who humbled himself for the salvation of men, and becomes a child in the midst of all who believe (whether he be an apostle or a bishop), and becomes such "as a nurse might warm her own children"—this is the one shown by Jesus to be little, and worthy indeed of such a one having an angel who beholds the face of God. For to say that the perfect are "little" here, according to "For the one who is lesser among you all, this one is great," and as Paul said, "To me, the least of all the saints, this grace was given," will seem not to accord with "Whoever causes one of these little ones to stumble" and with "It is not so the will before my Father who is in heaven that one of these little ones should perish." For the one who is now called little would neither be caused to stumble nor perish; "for great peace have those who love the name of God, and there is no stumbling block for them." And the one who is lesser than all, being among all the disciples of Christ and for this reason becoming great, would not perish; and since he would not perish, he would say, "Who shall separate us from the love" and the rest. But the one who wishes to maintain this last interpretation will say that the soul of the righteous is also subject to change, as Ezekiel also testifies, saying that the righteous man is able to depart from the commandments of God, so that his former righteousness is not reckoned to him.
διὰ τοῦτο λέγεται· «ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων» καὶ τὸ οὐκ ἔστι θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. τὰ δὲ περὶ τῶν ἑκατὸν προβάτων ἔχεις εἰς τὰς κατὰ Λουκᾶν ὁμιλίας. Ἐὰν δὲ ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου (18, 15[–18]). Ὁ μὲν ἐπερεισάμενος τῇ λέξει καὶ τὴν ὑπερβάλλουσαν τοῦ Ἰησοῦ φιλ ανθρωπίαν παριστὰς φήσει ὅτι, τῶν ῥητῶν διαφορὰν ἁμαρτημάτων οὐχ ὑποβαλλόντων, περισσὸν ποιήσουσι καὶ παρὰ τὴν χρηστότητα τοῦ Ἰησοῦ οἱ προσυπακούοντες ἐπὶ τῶν ἐλατ τόνων μόνων ἁμαρτημάτων ταῦτα χώραν ἔχειν λέγεσθαι. ἄλλος δέ τις καὶ τῇ λέξει ἐπερειδόμενος καὶ μὴ ἔξωθεν προσυπα κούειν θέλων ταῦτα μὴ περὶ παντὸς ἁμαρτήματος λέγεσθαι φήσει, ὅτι ὁ τὰ μεγάλα ἐκεῖνα ἁμαρτάνων οὐδὲ ἀδελφός ἐστιν, ἀλλ' (εἰ ἄρα) ἀδελφὸς ὀνομαζόμενος, ὥς φησιν ὁ ἀπόστολος· «ἐὰν [δέ] τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης (καὶ τὰ ἑξῆς) τῷ τοιούτῳ μηδὲ συνεσθίειν». οὐδεὶς γὰρ εἰδωλολάτρης ἀδελφὸς οὐδὲ πόρνος οὐδὲ πλεονέκτης· εἰ γὰρ ἔχει τι τούτων, δο κῶν φορεῖν τὸ Χριστοῦ ὄνομα «ἀδελ φὸς ὀνομαζόμενος» ἀλλ' οὐκ ἀδελ φὸς ἐνδίκως ἂν λέγοιτο.
For this reason it is said, "Whoever causes one of these little ones to stumble," and also, "It is not the will of my Father who is in the heavens that one of these little ones should perish." But the matters concerning the hundred sheep you have in the homilies on Luke. "If your brother sins, go and reprove him between you and him alone" (18:15–18). Now the one who relies on the wording and sets forth the surpassing love of humanity of Jesus will say that, since the express words do not introduce a distinction of sins, those who understand in addition that these things are said to have a place only for lesser sins will be doing something superfluous and contrary to the goodness of Jesus. But another, relying on the wording and not wishing to understand anything from outside, will say that these things are not said about every sin, because the one who commits those great sins is not even a brother, but (if indeed at all) one called a brother, as the apostle says: "If any brother is named a fornicator or a covetous man or an idolater (and the rest), do not even eat with such a one." For no idolater is a brother, nor a fornicator, nor a covetous man; for if he has any of these things, though he seems to bear the name of Christ, he is "one called a brother," but would not rightly be called a brother.
ὥσπερ οὖν φαντασίᾳ τῆς εἰς ὑπερβολὴν χρηστό τητος Χριστοῦ ἐπιτριβῆς ἀφορμὰς παρεῖχεν ὁ ἐπὶ παντὸς ἁμαρτήματος λέγων τὰ τοιαῦτα εἰρῆσθαι, κἂν φόνος ᾖ τὸ ἁμάρτημα ἢ φαρμα κία ἢ παιδοφθορία ἤ τι τῶν τηλι κούτων, οὕτως ἐκ τοῦ ἐναντίου ὁ τὸν ἀδελφὸν διαστειλάμενος ἀπὸ τοῦ ὀνομαζο μένου ἀδελφοῦ διδάξαι ἂν τὸν ἐπ' ἐλάττοσι τῶν ἀνθρωπίνων ἁμαρτημάτων μὴ ἐπι στρέφοντα μετὰ τὸν ἔλεγχον ὡς ἐθνικὸν καὶ τελώνην λογισθῆναι ἐπὶ ἁμαρτήμασι τοῖς «μὴ πρὸς θάνα τον» ἢ (ὡς ὠνόμασεν ἐν Ἀριθμοῖς ὁ νόμος) τοῖς μὴ θανατηφόροις· ὅπερ δόξαι ἂν ὠμότερον τυγχάνειν. οὐ γὰρ οἶμαι ταχέως εὑρεθήσεσθαί τινα τὸν μὴ τρὶς ἐπὶ τῷ αὐτῷ εἴδει τῆς ἁμαρτίας ἐλεγχθέντα, φέρ' εἰπεῖν λοιδορίᾳ (καθ' ἣν οἱ λοιδοροῦντες δυσφημοῦσι τοὺς πέλας) ἤτοι φυσιώσει ἢ πολυποσίᾳ ἢ λόγῳ ψευδεῖ καὶ ἀργῷ, ἤ τινι τῶν ἐν τοῖς πολλοῖς. Ζητήσεις οὖν, μήποτε λανθά νει τις κατὰ τὸν τόπον τήρησις καὶ τοὺς φαντασίᾳ τῆς τοῦ λόγου χρη στότητος καὶ πρὸς τοὺς τὰ μέγιστα ἡμαρτηκότας τὸ συγγνωμονικὸν δι δόντας, καὶ τοὺς ἐπὶ τοῖς ἐλαχίστοις διδάσκοντας λογίζεσθαι καὶ διὰ τοῦ το εὐθέως ὡς ἐθνικὸν καὶ τελώνην τὸν μετὰ τὸ ἐλεγχθῆναι δὶς ἢ τρὶς τὰ βραχύτερα ἡμαρτηκότα ἀλλότριον ποιοῦντας τῆς ἐκκλησίας. τὸ δὲ λανθάνον
Just as, therefore, by a false impression of the Christ's goodness beyond measure, the one who said that such things were spoken concerning every sin provided occasions for indulgence—even if the sin were murder or sorcery or the corruption of children or any of such things—so, on the contrary, the one who separated the brother from the one called brother would teach that the one who does not turn back after the reproof for the lesser human sins is to be reckoned as a Gentile and a tax collector for sins that are "not unto death" or (as the law named them in Numbers) not deadly; which would seem to be rather harsh. For I do not think that anyone will quickly be found who has not been reproved three times for the same kind of sin—for instance, reviling (by which those who revile speak ill of their neighbors), or arrogance, or much drinking, or a false and idle word, or any of the common sins. You will inquire, then, whether some observance according to the passage escapes notice—both of those who by a false impression of the Word's goodness grant forgiveness even to those who have sinned the greatest sins, and of those who teach that one is to be reckoned for the very least sins and by this at once make the one who after being reproved twice or three times has sinned the lesser sins as a Gentile and a tax collector, alien to the church. But what escapes notice
ἑκατέρους τοιοῦτόν μοι φαίνεται· τὸ ἐκέρδησας τὸν ἀδελφόν σου ἐπὶ τοῦ μόνου ἀκού σαντος τάξας ὁ λόγος, οὐκέτι αὐτὸ ἔθηκεν ἐπὶ τοῦ δεύτερον ἢ τρίτον πταίσαντος καὶ ἐλεγχθέντος, ἀλλ' ὡσπερεὶ μετέωρον εἴασε τὸ ἀνά λογον τῷ ἐκέρδησας τὸν ἀδελ φόν σου λεχθησόμενον περὶ τοῦ δεύτερον ἢ τρίτον ἐλεγχθέντος. οὐ πάντως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται ἢ πληγὰς λήψεται. καὶ πρόσχες ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι· ἐάν σου ἀκούσῃ, ἐκέρ δησας τὸν ἀδελφόν σου· τῷ δὲ δευτέρῳ κατὰ τὴν λέξιν τόπῳ φάσ κοντι· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. τί οὖν μετὰ τὸ σταθῆναι πᾶν ῥῆμα ἐπὶ δύο ἢ τριῶν μαρτύ ρων ἔσται τῷ τὸ δεύτερον νουθε τηθέντι, ἡμῖν ἐννοεῖν καταλέλοιπε. καὶ πάλιν ἐὰν παρακούσῃ αὐ τῶν, δῆλον δ' ὅτι τῶν παραληφθέντων μαρτύρων, εἰπὸν (φησὶ) τῇ ἐκκλησίᾳ· καὶ οὐκ εἶπε τί πείσεται, ἐὰν μὴ ἀκούσῃ τῆς ἐκκλησίας, ἀλλ' ἐδίδαξεν ὅτι ἐὰν τῆς ἐκκλησίας παρακούσῃ, δεῖ αὐτὸν εἶναι τῷ τρὶς νουθετήσαντι καὶ μὴ ἀκουσθέντι πρὸς τὸ λοιπὸν ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην. οὐ πάν τως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται, ἀλλ' ὅ τί ποτε πείσεται ὁ τὸ πρότερον μὲν μὴ ἀκούσας μαρτύρων δὲ δεηθείς, ἢ καὶ ὁ τού των παρακούσας ἐπὶ τὴν ἐκκλησίαν δὲ ἀχθείς, ὁ θεὸς ἂν εἰδείη. ἡμεῖς γὰρ οὐκ ἀποφαινόμεθα κατὰ τὸ «μὴ κρίνετε, ἵνα μὴ κριθῆτε» καὶ τὸ «μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν».
To both cases, this seems to me to apply: the word, having assigned "you gained your brother" to the one who alone heard, no longer placed this same thing upon the one who sinned a second or third time and was reproved, but left, as it were, in suspense the statement corresponding to "you gained your brother," which would be said concerning the one reproved a second or third time. Therefore he is not altogether gained, nor is he altogether lost or will receive blows. And pay careful attention to the first place, which says, "If he hears you, you gained your brother," and to the second place according to the wording, which says, "But if he does not hear, take with you one or two, so that every matter may be established on the mouth of two or three witnesses." What, then, will happen to the one admonished a second time after every matter has been established on two or three witnesses, he has left for us to consider. And again, "if he disregards them"—clearly, that is, the witnesses who were taken along—he says, "tell it to the church"; and he did not say what he will suffer if he does not hear the church, but taught that if he disregards the church, he must henceforth be to the one who admonished him three times and was not heard as the Gentile and the tax collector. Therefore he is not altogether gained, nor is he altogether lost, but whatever he will suffer—whether the one who did not hear at first and then required witnesses, or the one who disregarded these and was brought to the church—God would know. For we do not pronounce judgment, in accordance with "Do not judge, so that you may not be judged" and "Do not judge anything before the time, until the Lord comes, who will both bring to light the hidden things of darkness and make manifest the counsels of the hearts.
Πρὸς δὲ τὸ δοκοῦν σκληρὸν πρὸς τοὺς τὰ ἐλάττονα ἡμαρτηκότας εἴποι τις ἂν ὅτι οὐκ ἔξεστι, δὶς ἑξῆς μὴ ἀκούσαντα τὸ τρίτον ἀκοῦσαι, ὡς διὰ τοῦτο μηκέτι εἶναι ὡς ἐθνικὸν καὶ τελώνην καὶ μηκέτι δεηθῆναι τοῦ ἐπὶ πάσης τῆς ἐκκλησίας ἐλέγχου; δεῖ γὰρ μεμνῆσθαι τοῦ «οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων». καὶ γὰρ εἴπερ δεῖ «τοὺς πάντας ἡμᾶς» παραστῆναι «ἔμπροσθεν τοῦ βήμα τος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον», χρὴ ὅση δύναμις τὰ παρ' αὑτὸν ποι εῖν, ἵνα μὴ περὶ πλειόνων κομίσηται φαύλων διὰ τοῦ σώματος πεπραγμένων, κἂν μέλλῃ περὶ πάντων ὧν ἐποίησε χειρόνων ἀπολαμβάνειν· φιλοτιμητέον δὲ περὶ πλειόνων εὐποιιῶν μισθὸν κομίσασθαι, ἐπεὶ «ᾧ μέτρῳ» μετροῦμεν, «ἀντι μετρηθήσεται» ἡμῖν καὶ «κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν συμβήσεται» ἡμῖν. καὶ οὐκ ἀπειροπλάσια μέν, ἤτοι δὲ διπλάσια ἢ ἑπταπλάσια λήψονται οἱ ἡμαρτηκότες ἐκ χειρὸς κυρίου τὰ ἁμαρτήματα. ἔστι δὲ ὅταν μὴ [καὶ] «κατὰ τὰ ἔργα τῶν χειρῶν» τινι ἀποδιδῶται, ἀλλὰ πλείονα ὧν πεποίηκεν· Ἱερουσαλὴμ μὲν γάρ, ὡς ὁ Ἡσαΐας ἐδίδαξεν, «ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς», οἱ δὲ γείτονες τοῦ Ἰσραὴλ (οἵτινές ποτ' ἂν ὦσιν) ἑπταπλάσια λήψονται κατὰ τὸ ἐν Ψαλμοῖς οὕτως εἰρημένον· «ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδισάν σε, κύριε».
But to what seems harsh toward those who have sinned lesser offenses, one might say that it is not permitted, after not hearing twice in succession, to hear a third time, so that for this reason one is no longer as a Gentile and a tax collector, and no longer needs the reproof before the whole church. For one must remember the saying, "Thus it is not the will before my Father who is in the heavens that one of these little ones should perish." For indeed, if "we all" must stand "before the judgment seat of Christ, so that each may receive what is due for the things done through the body, whether good or evil," one must do what lies in one's power with all one's might, so that one may not receive a greater number of evil things for what has been done through the body, even if one is destined to receive recompense for all the worse things one has done; and one must strive earnestly to receive the reward for a greater number of good deeds, since "with the measure" we measure, "it will be measured back" to us, and "according to the works of our hands it will happen" to us. And it is not that those who have sinned will receive their sins from the hand of the Lord in infinitely many multiples, whether double or sevenfold. But there is a case when it is not "according to the works of their hands" that repayment is made to someone, but more than what they have done; for Jerusalem, as Isaiah taught, "received from the hand of the Lord double for her sins," but the neighbors of Israel (whoever they may be) will receive sevenfold, according to what is thus said in the Psalms: "Repay to our neighbors sevenfold into their bosom, for their reproach with which they reproached you, O Lord.
καὶ ἄλλοι ἂν εὑρεθεῖεν τρόποι τῆς ἀνταποδόσεως, οὓς ἐὰν νοῶμεν, εἰ σόμεθα ὅτι λυσιτελεῖ μεθ' ὁποσαοῦν ἁμαρτήματα μετα νοεῖν, ἵνα πρὸς τῷ μὴ περὶ πλειό νων κολάζεσθαι ἡμᾶς καὶ περὶ ἀγα θῶν ἐλπίς τις ἡμῖν ὕστερόν ποτε τῶν πεπραγμένων ἀπολειφθῇ, κἂν πρὸ αὐτῶν μυρία ὅσα ἐπταισμένα τινὶ ᾖ· ἄτοπον γὰρ τὰ μὲν χείρονα λογισθῆναί τινι τὰ δὲ μετὰ τὰ χείρονα κρείττονα μηδὲν ὠφελεῖν, ἅπερ καὶ ἀπὸ τοῦ Ἰεζεκιὴλ τοῖς ἐπιμελῶς τη ροῦσι τὰ περὶ τῶν τοιούτων ῥητὰ ἔστι μαθεῖν. Καλῶς δέ μοι δοκεῖ συνῆ φθαι τῷ μετὰ τὸ τρὶς νενουθετῆσθαι κριθέντι εἶναι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης τὸ ἀμὴν λέγω ὑμῖν (δηλονότι τοῖς κρίνασιν εἶναί τινα ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης), ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. δικαίως γὰρ ἔδησεν ὁ τρὶς νουθετήσας καὶ μὴ ἀκουσθεὶς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην. διό περ ὁ τοιοῦτος δεδεμένος καὶ δεδικασμένος ὑπὸ τοῦ τοιουδὶ μένει δεδεμένος, οὐδενὸς τῶν ἐν οὐρανῷ ἀναλύοντος τοῦ δεδεκότος αὐτὸν τὴν ψῆφον. οὕτω δὲ καὶ ὁ ἅπαξ νουθετηθεὶς ἄξια ποιήσας τοῦ
And other modes of recompense might be found, which we would understand if we recognize that it is advantageous to repent after however many sins, so that, in addition to not being punished for more sins, some hope of good things may be left to us at some later time after our deeds, even if countless offenses have been committed by someone before them. For it is absurd that the worse things should be reckoned to someone's account while the better things that come after the worse should be of no benefit—matters which one may learn, even from Ezekiel, as stated to those who carefully observe the things concerning such matters. And it seems to me that the one judged, after being admonished three times, to be as the Gentile and the tax collector, has been well joined with the "Amen I say to you" (evidently to those who have judged someone to be as the Gentile and the tax collector), "whatever you bind on earth," and the rest. For justly has the one who admonished three times and was not heard bound the one judged to be as a Gentile and a tax collector. Therefore such a one, bound and judged by such a person, remains bound, since none of those in heaven annuls the verdict of the one who bound him. So too the one admonished once and doing things worthy of
κερδηθῆναι, λυθεὶς διὰ τῆς νουθεσίας τοῦ κερ δήσαντος αὐτὸν καὶ μηκέτι «σειραῖς τῶν ἁμαρτιῶν» ἑαυτοῦ περὶ ὧν ἐνουθετήθη δεδε μένος, λελυμένος κριθήσεται δικαίως καὶ ὑπὸ τῶν ἐν οὐρανοῖς. πλὴν τὰ ἐν τοῖς ἀνωτέρω μόνῳ τῷ Πέτρῳ δεδο μένα ἔοικε δηλοῦσθαι δεδωκέναι πᾶσι τοῖς τὰς τρεῖς νουθεσίας προσαγαγοῦσι πᾶσι τοῖς ἡμαρτηκόσιν, ἵν', ἐὰν μὴ ἀκουσθῶσιν, δήσωσιν ἐπὶ γῆς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώ νην ὡς δεδεμένου τοῦ τοιούτου ἐν τῷ οὐρανῷ. ἀλλ' ἐπεὶ ἐχρῆν, εἰ καὶ κοινόν τι ἐπὶ τοῦ Πέτρου καὶ τῶν νουθετησάντων τρὶς τοὺς ἀδελ φοὺς λέλεκται, ἐξαίρετόν τι ἔχειν τὸν Πέτρον παρὰ τοὺς τρὶς νουθετήσαντας, ἰδίᾳ τοῦτο προτέτακται ἐπὶ τοῦ Πέτρου τὸ «δώσω σοι τὰς κλεῖς τῆς βασι λείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς» τοῦ καὶ ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. καίτοιγε εἰ ἐπιμελῶς προσέχομεν τοῖς εὐαγγε λικοῖς γράμμασι, καὶ ἐν τούτοις εὕροιμεν ἂν καὶ κατὰ ταῦτα, τὰ δο κοῦντα εἶναι κοινὰ πρὸς τὸν Πέτρον καὶ τοὺς τρὶς νουθετήσαντας τοὺς ἀδελφούς, πολλὴν διαφορὰν καὶ ὑπεροχὴν ἐκ τῶν πρὸς τὸν Πέτρον εἰρημένων παρὰ τοὺς δευτέρους.
to be gained, and, once released through the admonition of the one who bound him, and no longer bound by “the cords of his own sins” concerning the things of which he was admonished, he will be judged justly as released, and by those in the heavens. Moreover, the things given above to Peter alone seem to be shown to have been given to all who bring the three admonitions to all who have sinned, so that, if they are not heard, they may bind on earth the one judged to be as a Gentile and a tax collector, since such a one is bound in heaven. But since it was necessary that, even if something common was said concerning Peter and those who admonish their brothers three times, Peter should have something exceptional beyond those who admonish three times, this was set forth separately in the case of Peter: “I will give you the keys of the kingdom of the heavens, and whatever you bind on earth will be bound in the heavens, and whatever you loose on earth will be loosed in the heavens,” than also “whatever you bind on earth” and the following. And yet, if we attend carefully to the gospel writings, even in these we would find, also according to these things, that the things which seem to be common to Peter and to those who admonish their brothers three times have a great difference and superiority from the things said to Peter over the latter.
οὐ γὰρ ὀλίγη διαφορὰ τὸν Πέτρον εἰληφέναι τὰς «κλεῖδας» οὐχ ἑνὸς οὐ ρανοῦ ἀλλὰ πλειόνων, [καὶ] ἵνα, ὅσα ἐὰν δήσῃ «ἐπὶ τῆς γῆς», ᾖ δεδεμένα οὐκ ἐν ἑνὶ μόνον οὐρανῷ ἀλλ' ἐν πᾶσιν οὐρανοῖς, πρὸς τοὺς πολλοὺς δὲ ὄντας δέον τας ἐπὶ τῆς γῆς καὶ λύοντας ἐπὶ τῆς γῆς οὕτω λέγεσθαι, ὥστε ταῦτα δεδέσθαι καὶ λελύσθαι οὐκ ἐν «οὐρανοῖς», ὡς ἐπὶ Πέτρου, ἀλλ' ἐν οὐρανῷ ἑνί· οὐ γὰρ διαβαίνουσι τῇ δυνάμει, ὡς Πέτρος, ἵνα δήσωσιν ἢ λύσωσιν ἐν πᾶσιν «οὐρανοῖς». ὅσῳ οὖν βελτίων ὁ δεσμεύων, τοσοῦτον ὁ δεδεμένος πλεῖον ἢ ἐν ἑνὶ οὐρανῷ δέδεται, καὶ ὅσῳ βελτίων ὁ λύων τοσοῦτον μακαριώτερος ὁ λελυμένος, ὡς πανταχοῦ τῶν οὐρανῶν εἶναι αὐ τοῦ τὸ λελύσθαι. 14. Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ιδʹ. Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγμα τος οὗ ἐὰν αἰτήσωνται, γενη [θή]σεται αὐτοῖς (18, 19 ). Κυρίως τὸ τῆς συμφωνίας ὄνομα τάσσεται ἐπὶ τῶν κατὰ μουσικὴν ἐν φωναῖς ἁρμονιῶν· καὶ εἰσί γε παρὰ τοῖς μουσικοῖς φθόγγοι φθόγγοις σύμφωνοι καὶ ἄλλοι διάφωνοι. οἶδε δὲ καὶ ἡ εὐαγγελικὴ γραφὴ τὸ ὄνομα ἐπὶ τῶν κατὰ μουσικὴν τεταγμένον ἐν τῷ «ἤκουσε συμφωνίας καὶ χο ρῶν». ἔπρεπε γὰρ ἐπὶ τῇ ἐκ μετα νοίας συμφωνίᾳ πρὸς τὸν πατέρα τοῦ ἀπὸ ἀπωλείας εὑρεθέντος υἱοῦ ἀκουσθῆναι συμφωνίαν ἐπὶ τῇ εὐ φροσύνῃ τῆς οἰκίας. τὸ δὲ τῆς συμ φωνίας ὄνομα ὁ φαῦλος οὐκ οἶδε Λά βαν, ἐν οἷς φησι πρὸς τὸν Ἰακώβ· «καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ' εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθά ρας».
For it is no small difference that Peter received the “keys” not of one heaven but of more, and that whatever he binds “on earth” should be bound not in one heaven only but in all the heavens; but those who are many, being on earth and loosing on earth, must be spoken of in such a way that these things are bound and loosed not in “heavens,” as in Peter’s case, but in one heaven; for they do not pass through with power, as Peter does, so as to bind or loose in all the “heavens.” Therefore, by as much as the one who binds is better, by so much is the one bound bound in more than one heaven; and by as much as the one who looses is better, by so much is the one loosed more blessed, so that his being loosed is everywhere in the heavens. 14. From the exegetical commentaries of Origen on the Gospel according to Matthew, volume 14. Again I say to you that if two of you agree on earth about any matter whatever they may ask, it shall be done for them (18:19). The name of “agreement” is properly applied to harmonies in voices according to music; and there are among musicians sounds that are consonant with sounds and others that are dissonant. The gospel Scripture also knows the name applied to things arranged according to music in the passage “he heard agreement and dances.” For it was fitting that, at the agreement through repentance with the father of the son who was found from destruction, agreement should be heard at the gladness of the house. But the wicked Laban does not know the name of agreement, in the words he speaks to Jacob: “And if you had told me, I would have sent you away with gladness and with musicians and timbrels and a lyre.
ἀδελφὸν δὲ τῆς τοιαύτης συμ φωνίας τὸ ἐν τῇ δευτέρᾳ τῶν Βασι λειῶν γεγραμμένον, ἡνίκα «οἱ ἀδελ φοὶ» τοῦ Ἀμιναδὰβ «ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ, καὶ Δαυῒδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ καὶ ᾠδαῖς»· τὰ γὰρ ἡρμοσμένα ὄργανα «ἐν ἰσχύϊ καὶ ᾠδαῖς» εἶχεν ἐν ἑαυτοῖς τὴν μουσικὴν συμφωνίαν, ἥτις τοσοῦτον δύναται, ὡς δύο μό νων μετὰ τῆς πρὸς τὴν θείαν μουσι κὴν καὶ πνευματικὴν συμφωνίας αἴ τησιν προσαγόντων τῷ ἐν τοῖς οὐρα νοῖς πατρὶ περὶ οὑτινοσοῦν, τὸν πα τέρα διδόναι τὰ αἰτήματα τοῖς μετὰ τοῦ συμφωνεῖν ἐπὶ γῆς (ὅπερ ἐστὶ παραδοξότατον) αἰτήσασιν, ἅπερ αἰτήσαιεν ἂν οἱ τὴν εἰρημένην συμ φωνίαν συμφωνήσαντες. οὕτως ἐγὼ ἀκούω καὶ τοῦ ἀποστολικοῦ ῥητοῦ· «μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ». ἐπεὶ γὰρ τὸ τῆς ἁρμονίας ὄνομα ἐπὶ τῶν κατὰ θεὸν γαμούντων τέτακται ἐν τῷ οὕτως ἐκ Παροιμιῶν τεταγμένῳ ῥητῷ· «οἶκον καὶ ὕπαρξιν μεριοῦνται πατέρες παισί, παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί», ἀκόλουθόν ἐστι τῇ ἀπὸ θεοῦ ἁρμονίᾳ τὸ ὄνομα καὶ τὸ ἔργον ἀπολαύειν τῆς συμφωνίας εἰς εὐχήν, ὅπερ δηλοῦται ἐν τῷ «εἰ μή τι ἂν ἐκ συμφώνου». Εἶτ' ἐπιδιηγούμενος ὁ λόγος τὸ συμφωνεῖν ἐπὶ τῆς γῆς δύο, ὅτι ταὐτόν
But akin to this same agreement is what is written in the second book of Kings, when “the brothers” of Aminadab “went before the ark, and David and the sons of Israel were playing before the Lord on instruments tuned in strength and with songs”; for the instruments tuned “in strength and with songs” contained within themselves the musical agreement, which has such power that, when only two, together with agreement with the divine and spiritual music, bring a request to the Father in the heavens concerning anything whatever, the Father grants the requests to those who ask on earth with agreement (which is most paradoxical)—whatever those who have agreed in the said agreement might ask. So I understand also the apostolic saying: “Do not deprive one another, except perhaps by agreement for a time, that you may devote yourselves to prayer.” For since the name of harmony is applied to those who marry according to God in the saying thus recorded from Proverbs: “Fathers will divide house and substance among children, but a wife is fitted to a man by God,” it follows that, by the harmony that comes from God, both the name and the work partake of agreement for prayer, which is indicated in “except perhaps by agreement.” Then the discourse, explaining further that two agree on the earth, that the same
ἐστι τοῦτο τῷ συμφωνεῖν τῷ Χριστῷ, ἐπιφέρει τὸ οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα. οὐκοῦν οἱ συνηγμένοι εἰς τὸ τοῦ Χριστοῦ ὄνομα δύο ἢ τρεῖς, οἱ συμφωνοῦντές εἰσιν ἐπὶ γῆς οὐ μόνον δύο, ἀλλ' ἔσθ' ὅτε καὶ τρεῖς. ἐπιστήσει δὲ ὁ δυνάμενος εἰ ἡ συμ φωνία αὕτη καὶ ἡ τοιαύτη συναγωγή, ἧς ὁ Χριστὸς ἐν μέσῳ ἐστί, δύναται εὑρεθῆναι ἐν πλείοσιν, ἐπεὶ «στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν». τάχα δὲ καὶ τὴν τοιαύτην συμφωνίαν οὐδὲ ὀλίγοι, ἀλλὰ δύο ἢ τρεῖς συμφωνοῦσιν, ὡς Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἷς ὡς συμφωνοῦσιν ἔδειξεν αὑτοῦ τὴν δόξαν ὁ λόγος τοῦ θεοῦ. συνεφώνησαν δὲ δύο μὲν Παῦλος καὶ Σωσθένης, γράφοντες τὴν πρώτην Κορινθίοις ἐπιστολήν, μετὰ τοῦτο δὲ Παῦλος καὶ Τιμόθεος, ἐπιστέλ λοντες τὴν δευτέραν τοῖς αὐτοῖς· καὶ τρεῖς δὲ συνεφώνησαν, ὅτε «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος» ἐπαίδευον δι' ἐπιστολῆς Θεσσαλονικεῖς. εἰ δὲ καὶ ἀπὸ τῶν παλαιῶν γραμμάτων δεήσει παρα στῆσαι τοὺς συμφωνήσαντας ἐπὶ γῆς τρεῖς, ὡς εἶναι τὸν λόγον ἐν μέσῳ αὐτῶν ἑνοῦντα αὐτούς, ἐπί στησον τῇ ἐπιγραφῇ τῶν Ψαλμῶν, ὡς τῇ τοῦ τεσσαρακοστοῦ πρώτου οὕτως ἐχούσῃ· «εἰς τὸ τέλος· εἰς σύ νεσιν τοῖς υἱοῖς Κόρε».
This is [equivalent] to being in agreement with Christ, and he adds the saying, "For where two or three are gathered together in my name." Therefore those gathered in the name of Christ, two or three, are those who are in agreement on earth—not only two, but sometimes even three. But one who is able will consider whether this agreement and such a gathering, of which Christ is in the midst, can be found among more people, since "narrow and constricted is the way that leads to life, and few are those who find it." And perhaps such agreement is reached not even by few, but by two or three, as Peter and James and John, to whom, as being in agreement, the word of God showed his glory. And two were in agreement—Paul and Sosthenes—when they wrote the first letter to the Corinthians, and after this Paul and Timothy, when they sent the second letter to the same people; and three were in agreement when "Paul and Silvanus and Timothy" instructed the Thessalonians by letter. And if it is also necessary to demonstrate from the ancient writings those who were in agreement on earth—three, so that the word might be in their midst uniting them—consider the superscription of the Psalms, how the forty-first has it thus: "For the end; for understanding, to the sons of Korah.
τριῶν γὰρ ὄν των υἱῶν Κόρε, ὧν τὰ ὀνόματα ἐν τῇ Ἐξόδῳ εὕρομεν, τοῦ Ἀσήρ, ὃς ἑρμηνεύεται ΠΑΙΔΕΙΑ, καὶ τοῦ δευτέρου τοῦ Ἑλκανά, ὃς μεταλαμ βάνεται εἰς τὸ ΘΕΟΥ ΚΤΗΣΙΣ, καὶ τρίτου τοῦ Ἀβιασάφ, ὃς Ἑλλάδι φωνῇ λέγοιτ' ἂν ΠΑΤΡΟΣ ΣΥΝΑΓΩΓΗ, αἱ προφητεῖαι οὐ διῃρέθη σαν, ἀλλ' ὡς ὑπὸ ἑνὸς πνεύματος καὶ μιᾶς φωνῆς ἐν μιᾷ ψυχῇ ἀληθῶς συμφώνως ἐνεργοῦντος καὶ εἴρηνται καὶ ἐγράφησαν, καὶ λαλοῦσι λέ γοντες οἱ τρεῖς ὡς εἷς· «ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός». φασὶ δὲ καὶ πληθυντικῶς ἐν τῷ τεσσαρακοστῷ τρί τῳ· «ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκού σαμεν». Εἰ δὲ θέλεις ἔτι μᾶλλον ἰδεῖν τοὺς συμφωνοῦντας ἐπὶ τῆς γῆς, ἴδε τοὺς ἀκούσαντας· «ἵνα ἦτε κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ», καὶ ζηλώσαντας τὸ «ἦν ἡ ψυχὴ καὶ ἡ καρδία (πάντων τῶν πιστευόντων) μία» γενομένων ἓν εἴ γε δυνατὸν *** ἐν πλείοσι τοιοῦ τον εὑρεθῆναι, ὥστε μηδὲ τὴν τυχοῦσαν διαφωνίαν εἶναι ἐν αὐτοῖς, ὡς οὐκ ἔστι διαφωνία τῶν τοῦ δεκαχόρδου ψαλτηρίου χορδῶν πρὸς ἀλλήλας. οὐ συνεφώνουν δὲ ἐπὶ τῆς γῆς οἱ λέγοντες· «ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ», ἀλλὰ ἦν ἐν αὐτοῖς «σχί σματα», ὧν καταλυομένων συνήγοντο μετὰ τοῦ ἐν Παύλῳ πνεύματος «σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ Χριστοῦ», ἵνα μηκέτι ἀλλήλους δάκνωσι καὶ κατεσθίωσιν, ὡς «ὑπὸ ἀλλήλων» αὐτοὺς ἀναλίσκεσθαι· ἀναλίσκει γὰρ ἡ διαφωνία, ὥσπερ συνάγει ἡ συμ φωνία, καὶ χωρίζει τὸν ἐν μέσῳ τῶν συμφωνούντων μόνων γινόμενον υἱὸν τοῦ θεοῦ.
For there being three sons of Korah, whose names we found in Exodus—Asher, which is interpreted as DISCIPLINE, and the second, Elkanah, which is rendered as GOD'S POSSESSION, and the third, Abiasaph, which in the Greek tongue would be called GATHERING OF THE FATHER—their prophecies were not divided, but as by one spirit and one voice truly working in harmony in one soul, they were both spoken and written, and the three speak as one, saying: "As the deer longs for the springs of water, so my soul longs for you, O God." And they also speak in the plural in the forty-third [psalm]: "O God, we have heard with our ears." But if you wish to see even more those who are in agreement on earth, look at those who have heard: "that you may be perfectly joined together in the same mind and in the same judgment," and who have emulated the saying "the soul and heart of all the believers was one," having become one—if indeed it is possible *** for such a thing to be found in more people, so that not even the slightest disagreement exists among them, just as there is no disagreement among the strings of the ten-stringed psaltery with one another. But those who said, "I am of Paul, and I of Apollos, and I of Cephas, and I of Christ," were not in agreement on earth, but there were "divisions" among them, which, when being destroyed, they were gathered together with the spirit that was in Paul "with the power of the Lord Jesus Christ," so that they might no longer bite and devour one another, so as to be consumed "by one another"; for disagreement consumes, just as agreement gathers together, and it separates the Son of God, who comes to be only in the midst of those who are in agreement.
καὶ κυρίως γε ἐν δύο γενικοῖς γίνεται ἡ συμφωνία, τῷ (ὡς ὠνόμασεν ὁ ἀπόστολος) καταρτισμῷ τοῦ αὐτοῦ νοὸς κατὰ τὸ ταὐτὰ δόγματα ἔχειν νενοημένα, καὶ τῷ τῆς αὐτῆς γνώμης κατὰ τὸ ὁμοίως βιοῦν. ἴδε τὸ ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρὸς Ἰησοῦ τοῦ ἐν τοῖς οὐρανοῖς. καὶ δῆλον ὅτι ὅπου οὐ γίνεται παρὰ τοῦ ἐν οὐρανοῖς πατρὸς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, ἐκεῖ οὐδὲ δύο συνεφώνησαν ἐπὶ τῆς γῆς. καὶ τοῦτο αἴτιον ἡμῖν ἐστι τοῦ μὴ ἐπακούεσθαι εὐχομένους τὸ μὴ συμφωνεῖν ἡμᾶς ἀλλήλοις ἐπὶ τῆς γῆς μήτε δόγ μασι μήτε βίῳ. ἔτι δὲ καὶ εἴπερ σῶμά ἐσμεν Χριστοῦ, καὶ «ἔθετο ὁ θεὸς τὰ μέλη, ἕκαστον αὐτῶν ἐν τῷ σώματι», ἵνα «τὸ αὐτὸ μεριμνῶ σιν ὑπὲρ ἀλλήλων τὰ μέλη» καὶ συμφωνῶσιν ἀλλήλοις, καὶ πάσχοντος μὲν ἑνὸς μέλους συμπάσχῃ πάντα δοξαζομένου δὲ συγχαίρῃ, ὀφείλομεν ἀσκεῖν τὴν ἀπὸ τῆς θείας μουσικῆς συμφωνίαν, ἵνα συναγομένων ἡμῶν εἰς τὸ ὄνο μα τοῦ Χριστοῦ Χριστὸς ᾖ ἐν μέσῳ ἡμῶν, ὁ τοῦ θεοῦ λόγος καὶ ἡ τοῦ θεοῦ σοφία καὶ ἡ δύναμις αὐτοῦ. Ταῦτα μὲν οὖν ὡς τῶν δύο καὶ τριῶν, οὓς προκαλεῖται συμφω νεῖν ὁ λόγος, κοινότερον νοουμένων. ἤδη δὲ καὶ ἄλλης διηγήσεως ἁψώμεθα, ἣν ἔλεγέ τις τῶν
And properly speaking, the agreement comes about in two general respects: in the (as the apostle named it) perfecting of the same mind, in that they hold the same doctrines understood alike, and in the sameness of judgment, in that they live in like manner. See the passage: "If two of you agree on earth about any matter whatever they may ask, it shall be done for them by my Father Jesus who is in the heavens." And it is clear that where it is not done by the Father who is in the heavens concerning any matter whatever they may ask, there not even two have agreed on earth. And this is the reason why we are not heard when we pray—that we do not agree with one another on earth, neither in doctrines nor in manner of life. Moreover, if indeed we are the body of Christ, and "God placed the members, each one of them, in the body," so that "the members may have the same care for one another" and may agree with one another, and when one member suffers all the members suffer with it, and when one is glorified they rejoice together, we ought to cultivate the agreement that comes from divine music, so that when we are gathered together in the name of Christ, Christ may be in our midst—the Word of God and the Wisdom of God and his Power. These things, then, have been said on the understanding that the two and three whom the word invites to agree are taken in a more general sense. But now let us also touch upon another interpretation, which one of the
πρὸ ἡμῶν, προ τρέπων ἐπὶ ἁγνείαν καὶ καθαρότητα τοὺς γεγαμηκότας. δύο γάρ, οὓς βούλεται (φησὶν) ὁ λόγος συμφω νεῖν ἐπὶ τῆς γῆς, ἄνδρα καὶ γυναῖκα νοητέον, ἐκ συμφωνίας ἀποστεροῦντας ἀλλήλους σωματικῆς ὁμι λίας, ἵνα σχολάσωσι «τῇ προσευχῇ», ὅτε προσευχόμενοι περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσων ται λήψονται, γιγνομένου αὐτοῖς τοῦ ἀπὸ τοιαύτης συμφωνίας αἰτήματος παρὰ τοῦ ἐν οὐρανοῖς πατρὸς Ἰησοῦ Χριστοῦ. καὶ ἔοικεν ἡμῖν ἡ διήγησις αὕτη οὐ διάλυσιν ποιεῖν γάμου, ἀλλ' ἐπὶ συμ φωνίαν προτροπήν· ὡς εἰ ὁ ἕτερος μὲν βούλοιτο καθαρεύειν, ὁ δὲ ἕτερος μὴ θέλοι ἢ μὴ δύναιτο καὶ διὰ τοῦτο συγκαταβαίνοι τῷ ἢ μὴ θέ λοντι ἢ μὴ δυναμένῳ ὁ καὶ βουλό μενος καὶ δυνάμενος τὸ κρεῖττον, οὐκ ἂν ἔχοιεν ἀμφότεροι τὸ περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτή σωνται, γίνεσθαι αὐτοῖς παρὰ τοῦ ἐν τοῖς οὐρανοῖς πα τρὸς Ἰησοῦ Χριστοῦ. Οἶδα δὲ καὶ ἄλλην διήγησιν μετὰ τοὺς γεγαμηκότας περὶ τῆς τῶν δύο συμφωνίας τοιαύτην. ἐν μὲν τοῖς φαύλοις βασιλεύει «ἡ ἁμαρτία» τῆς ψυχῆς, ἱδρυμένη ὡς ἐν οἰκείῳ θρόνῳ «τῷ θνητῷ» τούτῳ «σώματι εἰς τὸ ὑπακούειν» τὴν ψυχὴν «ταῖς ἐπιθυμίαις αὐτοῦ». ἐν δὲ τοῖς ἐγείρασιν ὡς ἀπὸ θρόνου τοῦ σώματος τὴν προβασιλεύσασαν ἁμαρτίαν καὶ ἀγωνιζομένοις πρὸς αὐτήν, «ἡ μὲν σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός».
...before us, urging married people toward chastity and purity. For the two whom the word says he wishes to be in agreement on earth must be understood as a man and a woman, who by agreement deprive each other of bodily intercourse, so that they may devote themselves "to prayer," when, praying about every matter for which they may ask, they will receive it, since the request that comes from such agreement is granted to them by the Father of Jesus Christ who is in the heavens. And this account seems to us to make not a dissolution of marriage but an exhortation to agreement; so that if the one should wish to be pure, but the other should not wish it or should not be able, and for this reason the one who both wishes and is able for the better thing should yield to the one who does not wish or is not able, then both would not have the promise that for every matter for which they may ask, it will be granted to them by the Father of Jesus Christ who is in the heavens. But I know also another account, after the married, concerning the agreement of the two, of this kind. In the wicked "sin" reigns over the soul, established as on its own throne in this "mortal body," so as to make the soul "obedient to its desires." But in those who have roused themselves as from the throne of the body against the sin that previously reigned and who struggle against it, "the flesh desires against the spirit, and the spirit against the flesh.
ἐν δὲ τοῖς ἤδη τελειωθεῖσι κεκράτηκε τὸ πνεῦμα καὶ «τὰς πράξεις» ἐθανάτωσε «τοῦ σώματος» καὶ μεταδίδωσι τῆς ἑαυτοῦ ζωῆς τῷ σώματι, ὡς ἤδη γίνεσθαι καὶ τὸ «ζωοποιήσει καὶ τὰ θνητὰ ἡμῶν σώματα διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν», καὶ γίνεται συμφωνία τῶν δύο (σώματος καὶ πνεύματος) ἐπὶ τῆς γῆς, ἧστινος κατορθωθείσης σύμφωνος καὶ ἡ εὐχὴ ἀναπέμπεται τοῦ «καρδίᾳ μὲν» πιστεύοντος «εἰς δικαιοσύνην, στό ματι δὲ» ὁμολογοῦντος «εἰς σωτη ρίαν», ὥστε μηκέτι τὴν καρδίαν πόρρω εἶναι τοῦ θεοῦ, καὶ μετὰ ταύτης ἐγγίζειν αὐτοῦ καὶ τοῖς χείλεσι καὶ τῷ στόματι τὸν δίκαιον τῷ θεῷ ***. ἔτι δὲ μακαριώτερον εἰ οἱ τρεῖς συναχθεῖεν ἐπὶ τὸ αὐτὸ εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ, ἵνα πληρωθῇ τὸ «ὁ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκλη ρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη». ζητήσει δέ τις διὰ τὴν εἰρημένην συμφωνίαν πνεύματος καὶ σώματος, εἰ δυνατὸν ταῦτα μὲν συμφωνεῖν, μὴ καὶ τὸ τρίτον δέ, λέγω δὴ τὴν ψυχήν, μήποτε οὐκ ἀκολουθῇ τῇ τούτων συμφωνίᾳ ἐπὶ τῆς γῆς, μετὰ τὸ τοὺς δύο συνῆχθαι εἰς τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ καὶ τοὺς τρεῖς ἤδη συνάγεσθαι εἰς τὸ ὄνομα αὐτοῦ, ὧν ἐν μέσῳ ἔρχεται ὁ υἱὸς τοῦ θεοῦ, ὡς πάντων αὐτῷ ἀνακειμένων (λέγω δὲ τῶν τριῶν) καὶ μηδενὸς ὄντος αὐτῷ ἐναντίου, οὐ μόνον τοῦ πνεύματος οὐκ ἐναντιου μένου, ἀλλ' οὐδὲ τῆς ψυχῆς ἔτι οὐδὲ τοῦ σώματος. Χαρίεν δὲ καὶ τὸ τῆς συμ φωνίας ἀσκῆσαι καὶ νοῆσαι καὶ παραστῆσαι τῶν δύο διαθηκῶν, τῆς τε πρὸ τῆς σωματικῆς τοῦ σωτῆρος ἐπιδημίας καὶ τῆς καινῆς·
But in those who have already been perfected the spirit has prevailed and has put to death “the deeds of the body” and imparts its own life to the body, so that what is written already comes to pass: “he will also give life to our mortal bodies through his Spirit that dwells in us,” and there comes to be an agreement of the two—body and spirit—upon the earth; and when this has been set right, the prayer is sent up in harmony by the one who “believes with the heart unto righteousness and confesses with the mouth unto salvation,” so that the heart is no longer far from God, and with it the righteous man draws near to him also with his lips and mouth to God ***. But it is still more blessed if the three are gathered together in the same place into the name of Jesus, so that what is written may be fulfilled: “may the God of peace sanctify you wholly, and may your spirit and soul and body be preserved blameless at the coming of our Lord Jesus Christ.” And someone will inquire, because of the agreement of spirit and body just mentioned, whether it is possible for these to be in agreement while the third also—I mean the soul—does not follow along with their agreement upon the earth, after the two have been gathered into the name of Christ, so that the three are now gathered into his name, in the midst of whom the Son of God comes, since all things are dedicated to him (I mean the three) and nothing is opposed to him—not only the spirit not being opposed, but no longer even the soul nor the body. And it is a pleasant thing to exercise and understand and set forth the agreement of the two covenants, both the one before the bodily coming of the Savior and the new one.
ἐν οἷς γὰρ συμφωνοῦσιν αἱ δύο δια θῆκαι, ὡς μηδὲν εἶναι διάφωνον ἐν αὐταῖς τῆς ἑτέρας πρὸς τὴν ἑτέραν, ἐν τούτοις εὑρεθεῖεν ἂν εὐχαὶ ὡς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενέσθαι αὐ τοῖς παρὰ τοῦ ἐν οὐρανοῖς πατρός. εἰ δὲ καὶ τὸν συναγωγέα τῶν δύο τρίτον ποθεῖς, μὴ ὄκνει λέγειν αὐτὸ εἶναι τὸ ἅγιον πνεῦμα, ἐπεὶ «λόγοι σοφῶν» (εἴτε τῶν πρὸ τῆς παρουσίας εἴτε τῶν κατ' αὐτὴν καὶ μετ' αὐτήν) εἰσὶν «ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθεμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός». μηδὲ τοῦτο δὲ ἀπαρατήρητον ἐάσῃς, ὅτι οὐκ εἶπεν· οὗ δύο εἰσὶν ἢ τρεῖς συνηγμένοι, ἐκεῖ ἔσομαι ἐν μέσῳ αὐτῶν, ἀλλ' ἐκεῖ εἰμι, οὐ μέλλων οὐδὲ βραδύνων, ἀλλ' ἅμα τῇ συμφωνίᾳ καὶ αὐτὸς εὑρισκόμενος καὶ ἐν μέσῳ γινόμενος αὐτῶν. Τότε προσελθὼν ὁ Πέτρος εἶπεν αὐτῷ· κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐ τῷ (18, 21[22]); τὸ νομίζειν ἁπλούστερον εἰρῆσθαι ταῦτα, ὑπὸ μὲν Πέτρου ὡς αἱρουμένου ἑπτὰ μὲν ἁμαρτίας τῷ ἀδελφῷ ἀφιέναι ἁμαρτάνοντι εἰς αὐτόν, ὀγδόην δὲ μηκέτι, ὑπὸ δὲ τοῦ σωτῆρος ὡς διδάσκοντος καθεζόμενόν τινα ἀριθμεῖν τὰ ἁμαρτήματα τοῦ πέλας εἰς αὐτόν, ἵνα τὰ μὲν ἑπτὰ καὶ τὰ ἑβδομήκοντα
For in those in whom the two covenants are in agreement, so that there is nothing discordant in them, the one with the other, in these persons prayers might be found to the effect that concerning every matter for which they may ask, it comes to them from the Father who is in the heavens. But if you also desire the third, the one who brings the two together, do not hesitate to say that it is the Holy Spirit, since "the words of the wise" (whether of those before the coming or of those at it and after it) "are as goads and as nails planted, which were given from the collections by one shepherd." And do not let this either pass unobserved, that he did not say, "Where two or three are gathered together, there I will be in the midst of them," but "there I am," not intending it and not delaying, but at the very agreement itself he is found and comes to be in the midst of them. Then Peter came and said to him: Lord, how many times will my brother sin against me and I forgive him (18:21[22])? To suppose that these things were said rather simply—by Peter as choosing to forgive his brother seven sins when he sins against him, but no longer an eighth, and by the Savior as teaching someone who sits counting the sins of his neighbor against him, so that the seven and the seventy
καὶ ἑπτὰ συγχωρῇ ἀπὸ δὲ ἑβδομηκοστοῦ ὀγδόου μὴ ἀφῇ τῷ ἠδικηκότι αὐτόν, πάνυ μοι δοκεῖ εὔ ηθες εἶναι καὶ ἀνάξιον καὶ τῆς Πέτρου παρὰ τῷ Ἰησοῦ προκοπῆς καὶ τῆς τοῦ Ἰησοῦ θείας μεγαλονοίας. μή ποτ' οὖν καὶ ταῦτα ἔχεται συγγε νοῦς ἀσαφείας τῷ «ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ» καὶ τὰ ἑξῆς. τὸν μὲν οὖν ἀληθῆ καὶ ὡς αὐτὸς ἂν ἐσαφήνισεν ὁ Ἰησοῦς εἰς ταῦτα λόγον, εἴ τις ἤδη φίλος γέγονε τῷ Ἰησοῦ, ὡς μαθητεύεσθαι τῷ πνεύ ματι αὐτοῦ φωτίζοντι τὸ ἡγεμονικὸν τοῦ ἐπὶ τοσόνδε προεληλυθότος κατ' ἀξίαν, εἰδείη ἄν. ἡμεῖς δέ, οἱ τοῦ φιλικοῦ πρὸς τὸν Ἰησοῦν μεγέ θους ἀπολειπόμενοι, ἀγαπητόν, εἰ κἂν περιλαλῆσαι ἐπὶ βραχὺ δυνάμεθα τὰ κατὰ τὸν τόπον. ἔοικεν οὖν ὁ μὲν ἓξ ἀριθμὸς ἐργαστικός τις εἶναι καὶ ἐπίπονος, ὁ δὲ ἑπτὰ περιέχειν ἀνάπαυσιν. καὶ πρό σχες, εἰ δύνασαι τὸν μὲν ἀγαπῶντα «τὸν κόσμον» καὶ τὰ τοῦ κόσμου ἐργαζόμενον καὶ ὑλικὰ πράττοντα λέ γειν ἁμαρτάνειν ἑξάκις, καὶ τὸ τέ λος αὐτῷ εἶναι τῆς ἁμαρτίας τὸν ἑπτὰ ἀριθμόν, ὡς τοιοῦτόν τι τὸν Πέτρον νενοηκότα ἑπτὰ συγχωρεῖν ἐθέλειν ἁμαρτίας τῶν εἰς αὐτὸν ἡμαρτη μένων τῷ ἀδελφῷ. ἐπεὶ δὲ αἱ κατὰ τὰς μονάδας δεκάδες καὶ ἑκατοντάδες λόγον μέν τινα κοινὸν ἀναλογίας ἔχουσι πρὸς τὸν ἐν μονάσιν ἀριθμόν, ᾔδει δὲ ἐπιτεινόμενόν τινα καὶ ἐπὶ πλεῖον τὰ ἁμαρτήματα, διὰ τοῦτ' οἶμαι τὸν Ἰησοῦν προσπαραλαμβάνειν τῷ ἑπτὰ ἀριθμῷ καὶ τὸν ἑβδομήκοντα, καὶ λέγειν ἄφεσιν μὲν δεῖν γενέ σθαι ἀδελφοῖς τοῖς ἐνταῦθα καὶ εἰς τὰ τῇδε πράγματα ἁμαρτήσασιν·
And that he should forgive seven times, but from the seventy-eighth not forgive the one who has wronged him, seems to me altogether naive and unworthy both of Peter's progress in the presence of Jesus and of Jesus' divine magnanimity. Perhaps, then, these words too partake of a kindred obscurity with "Hear my voice, you wives of Lamech" and what follows. The true meaning of these words, such as Jesus himself would have clarified, if anyone has already become a friend of Jesus, so as to be discipled by his Spirit enlightening the governing principle of one who has advanced to such a degree according to worth, he would know. But we, who fall short of the friendly greatness toward Jesus, may count it a beloved thing if we can at least prattle briefly about the matters in this passage. It seems, then, that the number six is something active and laborious, while seven contains rest. And consider whether you can say that the one who loves "the world" and does the things of the world and practices material things sins six times, and the end of his sin is the number seven, so that Peter, having understood something of this sort, wished to forgive seven sins of a brother who had sinned against him. But since the tens according to the units and the hundreds have a certain common principle of proportion to the number in units, and he knew that sins are intensified even further, for this reason, I think, Jesus takes in addition to the number seven also the seventy, and says that forgiveness must be granted to brothers who have sinned here and in the affairs of this place.
εἰ δέ τις ὑπερβὰς τὰ κατὰ τὸν κόσμον καὶ τὸν αἰῶνα τοῦτον ἁμαρτήσαι, ἐὰν καὶ τοῦτο μικρόν τι ᾖ, οὐκέτι ἂν ἔχοι εὔλογον ἁμαρτιῶν ἄφεσιν. ἡ γὰρ ἄφεσις ἐπὶ τὰ τῇδε φθάνει πράγματα καὶ ἐν τοῖς τῇδε ἡμαρτη μένοις δικαίως παρέχεται, εἴτε βράδιον γένοιτ' ἂν ἡ ἄφεσις εἴτε τάχιον. οὐκ ἔστι δὲ ἄφεσις οὐδὲ ἀδελφῷ τῷ ὑπὲρ τὰ ἑβδομήκοντα καὶ ἑπτὰ ἡμαρτηκότι. εἴποις δ' ἂν τὸν τοιόνδε ἁμαρτά νοντα ἢ ὡς εἰς Πέτρον ἀδελφὸν ἢ ὡς εἰς Πέτρον, οὗ μὴ κατισχύουσιν «ᾅδου πύλαι», κατὰ μὲν τὰ τοιάδε ἁμαρτήματα ἐν τῷ ἐλάττονι εἶναι αὐτὸν ἀριθμῷ τῆς ἁμαρτίας· κατὰ δὲ τὰ ἔτι χείρονα ἐν τῷ ἀριθμῷ τῷ μὴ ἔχοντι ἄφεσιν ἁμαρτημάτων. Διὰ τοῦτο λέγω ὑμῖν· ὡμοιώθη ἡ βασιλεία τῶν οὐ ρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ (18, 23[–35]). Ἡ μὲν περίνοια τῆς παρα βολῆς διδάσκειν βούλεται συγχωρητικοὺς εἶναι τῶν εἰς ἡμᾶς ἡμαρτη μένων τοῖς ἀδικήσασιν ἡμᾶς, καὶ μάλιστα εἰ μετὰ τὸ ἀδικῆσαι δέοιτο τοῦ ἠδικημένου ὁ ἀδικήσας, συγχωρηθῆναι ἀξιῶν αὑτῷ τὰ προημαρτημένα. καὶ ταῦτα διδάσκειν ἡμᾶς βούλεται ἡ παραβολὴ παριστᾶσα ὅτι καὶ τῶν ἤδη συγχωρηθέντων ἡμῖν ὑπὸ τοῦ θεοῦ ἁμαρτημάτων, ἐφ' οἷς ἄφεσιν εἰλήφαμεν, ἔκπραξις γέ νοιτ' ἂν καὶ μετὰ τὴν ἄφεσιν, εἰ μὴ ἀφίοιμεν τοῖς ἡμᾶς ἠδικηκόσι τὰ ἁμαρτήματα αὐτῶν, ὡς μηδὲ τὴν τυχοῦσαν μνήμην ἔτι ἐν ἡμῖν καταλείπεσθαι τοῦ ἠδικῆσθαι. ἀλλ' ὅλῃ καρδίᾳ ὑπὸ ἀμνησικακίας ὠφελημένῃ (οὐ τῆς τυχούσης ἀρετῆς) συγχωροῖμεν τῷ ἡμᾶς ἀδικήσαντι τὰ κακῶς εἴς τινα ἡμῶν ἀπ' αὐτοῦ καὶ ἐπιβουλευτικῶς πεπραγμένα.
But if someone, having passed beyond the things of the world and this age, should sin—even if this too is something small—he would no longer have a reasonable forgiveness of sins. For forgiveness reaches the things here, and is justly granted for sins committed in these things, whether the forgiveness comes later or sooner. But there is no forgiveness even for a brother who has sinned beyond seventy-seven times. And you might say that such a one sins either against Peter as a brother or against Peter, against whom the gates of Hades do not prevail; in the case of such sins he is in the lesser number of sin, but in the case of still worse ones he is in the number that has no forgiveness of sins. Therefore I say to you: The kingdom of heaven was likened to a man, a king, who wished to settle accounts with his servants. The meaning of the parable wishes to teach that we should be forgiving of those who have sinned against us, and especially if, after doing the wrong, the wrongdoer should ask it of the one wronged, deeming worthy to be forgiven his former sins. And the parable wishes to teach us these things, presenting that even for sins already forgiven us by God, for which we have received forgiveness, a reckoning could come even after the forgiveness, if we do not forgive those who have wronged us their sins, so that not even the slightest memory of having been wronged remains in us. But with the whole heart benefited by forgetfulness of wrongs (not an ordinary virtue), let us forgive the one who has wronged us the evil things done by him against any of us, even with malicious intent.
Μετὰ δὲ τὴν περίνοιαν τῆς παραβολῆς ἔστι μὲν καὶ ἁπλούστε ρον κατὰ λέξιν πᾶσαν αὐτὴν ἐξετά σαι, ὥστ' ὄνασθαι ἀπὸ τῆς βασάνου τῶν λελεγμένων τὸν ἐπιμελῶς ἐπὶ τὸ ὀρθῶς ζητεῖν ἕκαστον τῶν προ γεγραμμένων προκόπτοντα. ἔστι δὲ (ὡς εἰκὸς) καὶ ἐπαναβεβηκυῖα διήγησις καὶ δυστέκμαρτός τις μυστικωτέρα, καθ' ἣν ἀνάλογον ταῖς ἑρμηνευθείσαις ὑπὸ τῶν εὐαγγελιστῶν παραβολαῖς ζητήσαι τις ἂν ἕκαστον τῶν ἐν ταύτῃ. οἷον τίς ὁ βασιλεὺς καὶ τίνες οἱ δοῦλοι καὶ τίς ἡ ἀρχὴ τοῦ συναίρειν λόγον καὶ τίς ὁ εἷς πολλῶν ὀφειλέτης ταλάντων, τίς τε ἡ γυνὴ αὐτοῦ καὶ τίνα τὰ τέκνα καὶ τίνα τὰ παρὰ ταῦτα λελεγμένα πάντα, ἅτινα ἐκέλευσεν ὁ βασι λεὺς πραθῆναι ὑπὲρ τοῦ ἀποδο θῆναι τὴν ὀφειλὴν ἐκ τῶν ὑπαρχόντων ἐκείνου, τί τε τὸ ἐξελθεῖν τὸν συγκεχωρημένον τὰ πολλὰ τά λαντα καὶ τίς ὁ εὑρεθεὶς τῶν συν- δούλων εἷς, οὐ τῷ οἰκοδεσπότῃ ἀλλὰ τῷ συγκεχωρημένῳ δούλῳ ὀφεί λων, καὶ τί βούλεται ὁ ἀριθμὸς τῶν ἑκατὸν δηναρίων, τί δὲ τὸ ἔπνιγε λέγων· ἀπόδος εἴ τι ὀφείλεις, καὶ τίς ἡ φυλακὴ εἰς ἣν
After the preliminary survey of the parable, it is possible to examine the whole of it in a simpler way, according to the letter, so as to profit from the examination of what has been said by advancing carefully toward the correct investigation of each of the things written before. But there is, as is likely, also a higher explanation and one more mystical and hard to discern, according to which one might inquire into each of the things in this parable in proportion to the parables interpreted by the evangelists—for example, who the king is, and who the servants are, and what the beginning of reckoning accounts is, and who the one debtor of many talents is, and who his wife is, and who the children are, and what all the things said besides these are, which the king commanded to be sold in order that the debt might be repaid from that man's possessions; and what the going out of the one who had been forgiven the many talents means, and who the one of his fellow servants found was, owing not to the master of the house but to the servant who had been forgiven; and what the number of the hundred denarii means, and what the meaning is of his saying while choking him, "Pay back whatever you owe," and what the prison is into which
ἀπελθὼν ἔβαλε τὸν σύνδουλον ὁ συγχωρηθεὶς πάντα τὰ τάλαντα, τίνες τε οἱ λυπηθέντες σύνδουλοι καὶ διασαφήσαντες τῷ κυρίῳ πάντα τὰ γενόμενα, καὶ τίνες οἱ βασανισταὶ οἷς παρεδόθη ὁ εἰς φυλα κὴν τὸν σύνδουλον βαλών; καὶ πῶς ἀπέδωκε παραδοθεὶς τοῖς βασανισταῖς πᾶν τὸ ὀφειλόμενον, ὡς μηδὲν ὀφείλειν ἔτι; εἰκὸς δὲ καὶ ἄλλα τινὰ δύνασθαι ἂν ὑπὸ τοῦ ἐξεταστικωτέρου προσ αχθῆναι τῷ λόγῳ, ὧν τὴν διήγησιν καὶ τὴν ἑρμηνείαν μείζονα ἢ «κατὰ ἄνθρωπον» εἶναι νομίζω καὶ δεομένην πνεύματος Χριστοῦ τοῦ εἰπόντος αὐτά, ἵνα ὡς εἶπεν ὁ Χριστὸς νοηθῇ. ὡς γὰρ οὐδεὶς «οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, καὶ οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ», οὕτως οὐδεὶς οἶδε (μετὰ τὸν θεὸν) τὰ ὑπὸ τοῦ Χριστοῦ λελαλημένα ἐν παροιμίαις καὶ παραβολαῖς εἰ μὴ τὸ Χριστοῦ πνεῦμα, οὗ ὁ μετέχων οὐ μόνον καθὸ Χριστοῦ ἐστι πνεῦμα, ἀλλὰ καὶ καθὸ Χριστοῦ ὡς σοφίας καὶ ὡς λόγου, θεωρήσαι ἂν τὰ κατὰ τὸν τόπον αὐτῷ ἀποκαλυπτόμενα. ἀλλὰ περὶ μὲν τῆς ἀνωτάτω διηγήσεως οὐκ ἐπαγγελλόμεθα μὲν οὐ μὴν οὐδ' ἀπελπίζομεν, ὑπὸ Χριστοῦ, ὅς ἐστι σοφία θεοῦ, βοηθούμενοι καταλαβεῖν τὰ ἐν τῇ παρα βολῇ δηλούμενα· πότερον δὲ ὥστε καὶ ὑπαγορευθῆναι τὰ τοιαῦτα τῇδε τῇ γραφῇ ἢ μή, θεὸς ἂν ὑποβάλοι ἐν Χριστῷ ποιῆσαι τὸ ἀρεστὸν αὐτῷ, μόνον ἵνα δοθῇ καὶ περὶ τούτων ὁ «διὰ τοῦ πνεύματος» διδό μενος «λόγος σοφίας» ἀπὸ τοῦ θεοῦ καὶ ὁ «κατὰ τὸ πνεῦμα» ἐπιχορη γούμενος «λόγος γνώσεως». Ὡμοιώθη (φησὶν) ἡ βα σιλεία τῶν οὐρανῶν καὶ τὰ ἑξῆς.
The one who had been forgiven all the talents went away and threw his fellow servant [into prison]; and who are the fellow servants who were grieved and reported to their lord all that had happened, and who are the torturers to whom was handed over the one who threw his fellow servant into prison? And how did he, when handed over to the torturers, pay back all that was owed, so that he owed nothing any longer? It is likely that certain other things as well could be adduced to the account by the more inquisitive, the narration and interpretation of which I consider to be greater than "according to man" and to require the Spirit of Christ who spoke them, so that they may be understood as Christ spoke them. For just as no one "among men knows the things of a man except the spirit of the man that is in him, and no one knows the things of God except the Spirit of God," so no one knows (after God) the things spoken by Christ in proverbs and parables except the Spirit of Christ; and the one who partakes of it, not only insofar as it is the Spirit of Christ, but also insofar as it is of Christ as wisdom and as word, would behold the things revealed to him in this passage. But concerning the highest narration, we do not promise, yet neither do we despair, that with the help of Christ, who is the wisdom of God, we may grasp the things indicated in the parable. But whether such things were also to be dictated to this writing or not, God would suggest in Christ to do what is pleasing to him, only that there may be given also concerning these things the "word of wisdom" that is given "through the Spirit" from God, and the "word of knowledge" that is supplied "according to the Spirit." The kingdom of heaven (he says) was likened, and so on.
εἰ δὲ βασιλεῖ ὡμοιώθη τοιῷδε καὶ τοιάδε πεποιηκότι, τίνα χρὴ λέγειν ἢ τὸν υἱὸν τοῦ θεοῦ; αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν οὐρανῶν, καὶ ὥσπερ αὐτός ἐστιν ἡ αὐτοσοφία καὶ ἡ αὐτοδικαιοσύνη καὶ ἡ αὐτοαλήθεια, οὕτω μήποτε καὶ ἡ αὐτοβασιλεία. βασιλεία δὲ οὐ τῶν κάτω τινὸς οὐδὲ μέρους τῶν ἄνω, ἀλλὰ πάντων τῶν ἄνω, ἅτινα ὠνομάσθησαν οὐρανοί. κἂν ζητῇς δὲ πῶς «αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», δύνασαι λέγειν ὅτι αὐτῶν ἐστιν ὁ Χριστός, καθὸ αὐτοβασιλεία ἐστίν, βασιλεύων καθ' ἑκάστην ἐπίνοιαν αὐτοῦ τοῦ μηκέτι βασιλευομένου ὑπὸ τῆς ἁμαρτίας, βασι λευούσης «ἐν τῷ θνητῷ σώματι» τῶν ἑαυτοὺς ὑποταξάντων αὐτῇ. καὶ ἐὰν λέγω· βασιλεύων καθ' ἑκάστην ἐπίνοιαν αὐτοῦ, τοιοῦτόν τι δηλῶ· βασιλεύων, ᾗ δικαιοσύνη ἐστὶ καὶ ᾗ σοφία καὶ ᾗ ἀλήθεια καὶ αἱ λοιπαὶ ἀρεταί, τοῦ γενομένου (διὰ τὸ φορεῖν «τὴν εἰκόνα τοῦ ἐπου ρανίου») οὐρανοῦ καὶ πάσης δυνάμεως, εἴτε ἀγγελικῆς εἴτε τῶν λοιπῶν ὀνομαζομένων «οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι» ἁγίων καὶ ἀξίων τῆς τοιαύτης βασιλείας. αὕτη τοίνυν ἡ βασιλεία τῶν οὐρανῶν, ἡνίκα «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» ἐγένετο, ἵνα «περὶ ἁμαρτίας» κατακρίνῃ «τὴν ἁμαρτίαν», ἡνίκα «μὴ γνόντα» αὐτὸν «ἁμαρ τίαν ἐποίησεν ὑπὲρ ἡμῶν ἁμαρτίαν» τῶν «τῆς ἁμαρτίας» ἡμῶν φορούντων σῶμα, ὡμοιώθη ἀνθρώπῳ βασιλεῖ τῷ κατὰ τὸν Ἰησοῦν νοουμένῳ, ἑνωθεῖσα αὐτῷ, πλεῖον (εἰ δεῖ οὕτω τολμήσαντα εἰπεῖν) ἔχοντι πρὸς τὸ ἡνῶσθαι καὶ πάντη ἓν γενέσθαι τῷ πρωτοτόκῳ «πάσης κτίσεως», εἰ «ὁ κολλώμενος τῷ κυρίῳ» «ἓν πνεῦμα» πρὸς αὐτὸν γίνεται.
But if he was likened to a king of such a kind and who had done such things, whom must one say this is but the Son of God? For he himself is the king of the heavens, and just as he himself is the very wisdom and the very righteousness and the very truth, so perhaps also the very kingship. And his kingship is not of any of the things below nor of a part of the things above, but of all the things above, which were named heavens. And if you inquire how "theirs is the kingdom of the heavens," you can say that theirs is Christ, insofar as he is the very kingship, reigning according to each of his own conceptions, since he is no longer ruled by sin, which reigns "in the mortal body" of those who have subjected themselves to it. And if I say, "reigning according to each of his own conceptions," I indicate something of this sort: reigning insofar as he is righteousness and insofar as he is wisdom and insofar as he is truth and the remaining virtues, over the heaven that has come to be (through bearing "the image of the heavenly one") and over every power, whether angelic or of the remaining saints who are named "not only in this age but also in the one to come" and who are worthy of such a kingship. This kingdom of the heavens, then, when it came to be "in the likeness of sinful flesh," so that "concerning sin" it might condemn "sin," when "him who knew not" sin "he made to be sin for us" who bear the body of "our sin," was likened to a man who is a king, understood according to Jesus, having been united to him, who has (if one must dare to say so) a greater capacity for being united and becoming altogether one with the firstborn "of all creation," if "he who is joined to the Lord" becomes "one spirit" with him.
αὕτη δὲ ἡ ὁμοιωθεῖσα βασιλεία τῶν οὐρανῶν τῷ κατὰ τὸν σω τῆρα νοουμένῳ ἀνθρώπῳ βασι λεῖ καὶ ἑνωθεῖσα αὐτῷ προληπτικῶς λέγεται, ὅτι ἠθέλησε συν ᾶραι λόγον μετὰ τῶν δού λων αὐτοῦ. οὔπω μὲν γὰρ συνῆρε, μέλλει δὲ συναίρειν λόγον μετ' αὐτῶν, ἵνα φανῇ ὅπως ἕκαστος τοῖς τοῦ οἰκο δεσπότου δοκίμοις ἀργυρίοις καὶ νομίσμασι λογικοῖς ἐχρήσατο. καὶ ἐλήφθη γε ἐν τῇ παραβολῇ τὸ παράδειγμα ἀπὸ τῶν συναιρόντων δεσποτῶν λόγον μετὰ τῶν ἰδίων δούλων. Ἀκριβέστερον δὲ νοήσομεν τὸ τῆς παραβολῆς ἐν τούτοις δηλού μενον ἐρείσαντες αὑτῶν τὴν διά νοιαν τοῖς γινομένοις παρὰ τοῖς οἰκονομήσασι δεσποτικὰ χρήματα οἰκέταις καὶ λόγον περὶ αὐτῶν ἀπαιτουμένοις· ἕκαστος γὰρ ἐκεί νων ἀπὸ τῶν δεσποτικῶν διαφόρως λαμβάνων χρημάτων κέχρηται αὐ τοῖς ἤτοι εἰς δέον, ὥστε αὐξάνειν τὰ δεσποτικὰ χρήματα, ἢ ἀσώτως ἀναλίσκων εἰς ἃ μὴ δεῖ καὶ ἐκχέων ἀκρίτως χωρὶς εὐλαβείας τὰ ἐγκεχειρισμένα. εἰσὶ δὲ οἳ τάδε μὲν καὶ τὰ τοσάδε
καλῶς ᾠκονόμησαν χρή ματα ἕτερα δὲ ἀπολωλέκασι, καὶ ἡνίκα ἂν διδῶσι τὸν λόγον συναίροντος αὐτὸν τοῦ δεσπότου μετ' αὐ τῶν, συνάγεται μὲν πόσον ἐζημιώθη ἕκαστος ἀριθμεῖται δὲ καὶ πόσον κέρδος προσήγαγε, καὶ κατὰ τὴν ἀξίαν τοῦ πῶς ᾠκονόμησεν ἤτοι τιμᾶται ἢ ἐκπράσσεται ἢ ἐπὶ τινῶν μὲν συγχωρεῖται ἐπὶ τινῶν δ' ἀφαι ρεῖται. φέρε τοίνυν ἀπὸ τῶν εἰρημένων πρῶτον ἴδωμεν τὰ λογικὰ νομίσματα καὶ δόκιμα τοῦ δεσπότου ἀργύρια, ἅπερ ὁ μέν τις πλείονα ἕτερος δ' ἐλάττονα λαμβάνει.
But this kingdom of the heavens, which was likened to the man understood in accordance with the Savior as a king and was united to him, is spoken of in anticipation, because he wished to settle accounts with his servants. For he has not yet settled them, but he is going to settle accounts with them, so that it may be shown how each one used the master of the house's approved silver and rational coinage. And indeed the example in the parable was taken from masters who settle accounts with their own servants. But we will understand more precisely what is indicated in the parable in these matters by fixing our attention on what happens among servants who have administered their master's goods and are required to give an account of them. For each of those, receiving from their master's goods in different ways, has used them either as needed, so as to increase the master's goods, or squandering them wastefully on things that are not needed and pouring out without judgment and without reverence what was entrusted to them. And there are those who have managed well these particular goods and so many of them, but have lost others; and whenever they give the account, with the master settling it with them, there is gathered how much each one was fined, and there is also counted how much profit he brought in, and according to the worth of how he managed, he is either honored or punished, or in some cases it is forgiven and in other cases it is taken away. Come then, from what has been said let us first see the rational coinage and the master's approved silver, which one person receives more and another fewer.
κατὰ γὰρ τὴν ἑκάστου δύναμιν ᾧ μὲν δίδονται «πέντε τάλαντα», ὡς δυναμένῳ διοι κεῖν τὰ τοσαῦτα, ἄλλῳ «δὲ δύο», ὡς μὴ χωροῦντι τὰ τοῦ πρὸ αὐτοῦ, ἄλλῳ «δὲ ἕν», ὡς καὶ τοῦ ἑτέρου ὑποδεεστέρῳ. πότερον δὲ αὗται μόναι αἱ διαφο ραί εἰσιν, ἢ αὗται μὲν περί τινων ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου λέγονται, εἰσὶ δὲ καὶ ἄλλαι παρὰ ταύτας; καὶ ἐπ' ἄλλαις παραβολαῖς εὑρίσκονταί τινες, τῇ μὲν ὀφειλέται δύο, ὁ μὲν πεντακοσίων ὁ δὲ πεντήκοντα δηναρίων, ἤτοι ταῦτα πιστευθέντες καὶ κακῶς οἰκονομήσαντες (ἐλάτ τους τῇ δυνάμει τοῦ τὸ τάλαντον πεπιστευμένου), ἢ *** ὅτι μὲν εἰλήφασιν οὗτοι, οὐ μεμαθήκαμεν, ὅτι δὲ τοσοῦτον ὤφειλον, ἀπὸ τῆς παραβολῆς δεδιδάχθαι δοκοῦμεν. εὑρίσκονται καὶ ἄλλοι δέκα δοῦλοι πιστευόμενοι μνᾶς ἕκαστος ἀνὰ μίαν. καὶ εἴ τις δὴ κατανοήσαι τὸ ποι κίλον τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὰς πολλῷ διαφερούσας ἀλλήλων εὐ φυΐας καὶ ἀφυΐας εἰς πλείονας τῶν ἀρετῶν ἢ ἐλάττονας καὶ τάσδε τὰς ἀρετὰς ἢ τάσδε, τάχα ἂν ἐννοήσαι πῶς ἑκάστη ψυχὴ ἐλήλυθε μετά τινων τοῦ οἰκοδεσπότου νομισμάτων εἰς τὸν κόσμον τοῦτον, ἀναφαινομένων μετὰ τῆς τοῦ λόγου συμπληρώσεως καὶ τῆς ἑξῆς τῇ συμπληρώσει τοῦ λόγου ἐπιμελείας καὶ ἀσκήσεως, τῆς πρὸς τὰ δέοντα, ἢ ἐπιμελείας μὲν καὶ ἀσκήσεως, τῆς πρὸς ἄλλα δὲ ἤτοι χρήσιμα (ὁποῖά ἐστι τὰ ἐπιτηδεύματα), ἢ πῆ μὲν χρήσιμα πῆ δὲ οὐ χρήσιμα (ὁποῖά ἐστι τὰ μήτε πάντη ἀληθῆ δόγματα μήτε δι' ὅλων ψευδῆ).
For according to each one's capacity, to one are given "five talents," as being able to manage so much; to another "two," as not having room for the things of the one before him; to another "one," as being inferior even to the other. But are these differences the only ones, or are these spoken concerning certain people in what follows in the Gospel, and are there also others besides these? And in other parables certain people are found: to one debtor two, the one of five hundred and the other of fifty denarii—either having been entrusted with these and managing them badly (being inferior in capacity to the one entrusted with the talent), or *** that these received, we have not learned, but that they owed so much, we seem to have been taught from the parable. There are found also ten servants each entrusted with one mina apiece. And if someone should consider carefully the manifold nature of the human soul and the natural endowments and deficiencies that differ greatly from one another, extending to more or fewer of the virtues, and these particular virtues or those, perhaps he would understand how each soul has come into this world with certain coins of the householder, becoming manifest together with the completion of the reason and the care and discipline that follows the completion of the reason—care and discipline directed toward what is needful, or care and discipline directed toward other things either useful (such as are occupations), or in some respects useful and in some respects not useful (such as are doctrines neither entirely true nor wholly false).
Ζητήσεις δὲ ἐν τούτοις, πότερον πάντες δύνανται ἄνθρωποι δοῦλοι τούτου λέγεσθαι τοῦ βασι λέως, ἢ τινὲς μὲν δοῦλοι, «οὓς προ έγνω καὶ προώρισεν», ἕτεροι δὲ οὐ δοῦλοι ἀλλ' οἱ τοῖς δούλοις συμπραγματευόμενοι λεγόμενοι τραπεζῖται. καὶ οὕτω δὲ ζητήσεις, εἰ ἔξω τῶν δούλων εἰσὶν ἀφ' ὧν μετὰ τόκων ἐκπράττειν ἐπαγγέλλεται ὁ οἰκοδεσπότης, οὐ μόνον ἀλλότριοι τῆς θεοσε βείας, ἀλλὰ καί τινες τῶν πιστευ όντων. δοῦλοι δὲ μόνοι οἱ τοῦ λόγου οἰκονόμοι ***. συναίρων δὲ λόγον μετὰ τῶν δούλων ὁ βασιλεὺς ἀπαιτεῖ καὶ τοὺς ἀπὸ τῶν δούλων δεδανεισμένους, εἴτε «ἑκατὸν κόρους σίτου», εἴτε «ἑκατὸν βάδους ἐλαίου», εἴτε ὅ τι δήποτε εἰληφότας τοὺς ἔξω τῆς τοῦ βασιλέως οἰκετίας· οὐ γὰρ σύνδουλος «τοῦ οἰκονόμου τῆς ἀδικίας» εὑρίσκεται κατὰ τὴν παρα βολὴν ὁ τοὺς ἑκατὸν ὀφείλων τοῦ σίτου κόρους καὶ τοὺς ἑκατὸν τοῦ ἐλαίου βάδους, ὡς δῆλον ἐκ τοῦ «πόσον ὀφείλεις τῷ κυρίῳ μου;» καὶ οὐκ εἶπε· «τῷ κυρίῳ» ἡμῶν. νόει δέ μοι ἑκάστην πρᾶξιν ἐοικέναι ἀγαθὴν μὲν ἢ καθή κουσαν κέρδει καὶ ἐπιγεννήματι, μοχθηρὰν δὲ ζημίᾳ·
But in these matters you will inquire whether all human beings can be called servants of this king, or whether some are servants, "whom he foreknew and foreordained," while others are not servants but are called bankers, who do business together with the servants. And in this way you will inquire whether outside the servants are those from whom the master of the house promises to exact payment with interest—not only those alien to the worship of God, but also some of the believers. And servants are only those who are stewards of the word ***. And the king, reckoning accounts with the servants, also demands from those who have borrowed from the servants, whether "a hundred measures of wheat" or "a hundred baths of oil," or whatever else those outside the king's household have received; for he who owes the hundred measures of wheat and the hundred baths of oil is not found, according to the parable, to be a fellow servant "of the unjust steward," as is clear from "How much do you owe my lord?"—and he did not say "our lord." And understand me to mean that each action is like a good or fitting one by way of gain and increase, but a wicked one by way of loss.
καὶ ὥσπερ ἐστί τι κέρδος πλειόνων ἀργυρίων καὶ ἄλλο ἐλαττόνων καὶ διαφόρως πλειόνων καὶ ἐλαττόνων, οὕτως κατὰ τὰς καλὰς πράξεις οἱονεὶ συντί μησίς ἐστι κερδῶν πλειόνων ἢ ἐλαττόνων [ὃ] *** τοῦ μόνου ἐπισταμένου τὰ τοιαῦτα ἐξετάζειν (ὁρῶντος ἀπὸ τῆς διαθέσεως καὶ τοῦ λόγου καὶ τῆς πράξεως καὶ τῶν συνεργούντων τοῖς ἐφ' ἡμῖν ἐκ τῶν οὐκ ἐφ' ἡμῖν) καὶ λογίσασθαι ποῖον μὲν ἔργον μέγα κέρδος ἐστί, ποῖον δὲ ἔλαττον, ποῖον δὲ ἐλάχιστον, οὕτω δὲ καὶ ἐπὶ τῶν ἐναντίων ποῖον μὲν ἁμάρτημα ἐν τῷ συναίρεσθαι λόγον τοῖς δούλοις εὑρίσκεται μεγάλη ζημία, ποῖον δὲ ἐλάττων καὶ ποῖον (εἰ δεῖ οὕτως ὀνομάσαι) ζημία τοῦ ἐσχάτου λεπτοῦ ἢ τοῦ ἐσχάτου κοδράντου. ὅλου τοίνυν καὶ παντὸς τοῦ βίου συναίρεται ὑπὸ τῆς εἰρη μένης βασιλείας τῶν οὐρανῶν (ὁμοιωθείσης ἀνθρώπῳ βασιλεῖ) λόγος, ὅτε «τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βή ματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦ λον»· καὶ τότε, συναιρομένου λόγου, ἀχθήσεται εἰς τὸν συναιρόμενον λόγον καὶ «πᾶν ῥῆμα ἀργὸν ὃ
And just as there is a certain gain of more silver coins and another of fewer, and variously of more and fewer, so in the case of good deeds there is, as it were, a reckoning of gains of more or fewer, which only he who knows such things can examine (seeing from the disposition and the reason and the action and from the things that cooperate with what is in our power, out of the things that are not in our power), and can reckon what deed is a great gain, what a lesser, and what the least, and so also in the case of the opposite: what sin, when reason is reckoned together for servants, is found to be a great loss, what a lesser, and what (if one must so name it) a loss of the last lepton or the last quadrans. Therefore the reason of the whole and entire life is reckoned together by the said kingdom of the heavens (which was likened to a man, a king), when "we must all stand before the judgment seat of Christ, so that each may receive the things done through the body, according to what he has done, whether good or evil"; and then, when reason is reckoned together, every idle word will be brought into the reckoning, which
ἂν λαλήσωσιν οἱ ἄνθρωποι» καὶ εἴ ποτέ τις ἐπότισε «ποτήριον ὕδατος ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ». Καὶ ταῦτα ἔσται, ἡνίκα ἂν γίνηται τὸ παρὰ τῷ Δανιὴλ γεγραμμένον τὸ «βίβλοι ἠνεῴχθησαν, καὶ κριτήριον ἐκάθισεν». οἱονεὶ γὰρ πάντων τῶν λελαλημένων καὶ τῶν πεπραγμένων καὶ τῶν νενοημένων ἀναγραφή τις γίνεται, καὶ θείᾳ δυνάμει πᾶν κρυπτὸν ἡμῶν φανερωθήσεται καὶ πᾶν κεκαλυμμένον ἀποκαλυφθήσεται, ἵν' ἐπὰν μὲν μὴ εὑρεθῇ τις δεδωκὼς «ἐργασίαν ἀπηλ λάχθαι» τοῦ ἀντιδίκου, ὁδεύσῃ διὰ τοῦ ἄρχοντος, τοῦ κριτοῦ καὶ τοῦ ὑπηρέτου ἐπὶ τὴν φυλακήν, ἕως τὸν ἔσχατον λεπτὸν ἀποδῷ, ἐπὰν δὲ ᾖ δοὺς «ἐργασίαν ἀπηλλάχθαι» ἐκείνου καὶ «μηδενὶ μηδὲν» ὀφείλων, καὶ ἤδη τὴν μνᾶν δεκαπλασιάσας ἢ πενταπλασιάσας ἢ τὰ «πέντε τά λαντα» διπλασιάσας ἢ τὰ «δύο» τέσσαρα ποιήσας τύχῃ τῆς δεούσης ἀμοιβῆς, εἰσερχόμενος «εἰς τὴν χα ρὰν τοῦ κυρίου» αὐτοῦ ἢ «ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ» καθι στάμενος ἢ ἀκούων «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων» ἢ «ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων». ταῦτα δὲ ἡμεῖς μὴ ὡς χρόνου πολ λοῦ δεόμενα, ἵνα συναρθῇ ἡμῖν περὶ τῶν ὅλων χρόνων τῆς ἐνταῦθα ζωῆς λόγος, νομίζωμεν λέγεσθαι, ὥστ' ἂν ὑπολαβεῖν τοῦ βασιλέως συναίροντος ἑνὶ ἑκάστῳ τοσούτων δούλων λόγον τοσούτου χρόνου δεῖ σθαι τὰ πράγματα, ἕως ἐπὶ τὸ τέλος ἔλθῃ τὰ ἀπὸ τῆς ἀρχῆς τοῦ κόσμου ἕως τῆς συντελείας [τοῦ] αἰῶνος οὐχ ἑνός, ἀλλὰ καὶ πλειόνων αἰώνων ***. τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει.
Whatever men shall speak," and if ever someone gave "only a cup of cold water to drink in the name of a disciple." And these things will happen when what is written in Daniel comes to pass: "Books were opened, and a tribunal sat." For, as it were, a record is made of all things spoken, all things done, and all things thought, and by divine power everything hidden in us will be made manifest and everything covered will be revealed, so that when someone is not found to have given "effort to be rid of" his accuser, he will go through the ruler, the judge, and the officer to prison, until he pays back the last lepton; but when someone has given "effort to be rid of" that one and owes "nothing to no one," and has already multiplied his mina tenfold or fivefold, or doubled the "five talents," or made the "two" into four, he may obtain the recompense that is due, entering "into the joy of his lord" or being set "over all his possessions" or hearing, "Be one having authority over ten cities," or "Be one having authority over five cities." But we should not think that these things are said as though they required a long time, so that a reckoning concerning all the times of life here might be fitted together for us, such that one might suppose, with the king settling accounts with each individual for so many servants, that the matters require so much time, until the things from the beginning of the world to the consummation of the age come to their end—not of one age only, but of more ages ***. But the truth is not so.
ἀθρόως γάρ, βουληθεὶς ὁ θεὸς ἀναρριπίσαι ἐν ταῖς πάντων μνήμαις (ὑπὲρ τοῦ ἕκαστον τῶν ἰδίων συναισθηθῆναι κρεῖττον ἢ χεῖρον πεπραγμένων) πάντα τὰ παρ' ὅλον τὸν χρόνον γεγενημένα ἑκάστῳ, ποιήσαι ἂν δυνάμει ἀφάτῳ. οὐ γὰρ ὥσπερ ἡμεῖς βουλόμενοι ὑπόμνησίν τινων ποιῆσαι δεόμεθα χρόνου διαρκοῦς πρὸς τὴν διέξοδον τῶν ὑφ' ἡμῶν λεγομένων καὶ φερόντων εἰς ἀνάμνησιν ὧν βουλόμεθα ἀναμνῆσαι, οὕτως ὁ θεὸς βουληθεὶς ἡμᾶς ὑπομνῆσαι τῶν ἐν τῷ βίῳ τούτῳ πεπραγμένων, ἵνα συναισθηθέντες ὧν πεποιήκαμεν καταλάβωμεν δι' ἃ κολαζόμεθα ἢ τιμώμεθα, ποιή σαι ἄν. εἰ δέ τις τῷ τάχει τῆς τοῦ θεοῦ περὶ ταῦτα δυνάμεως ἀπιστεῖ, οὗτος οὐδέπω νενόηκε τὸν ποιήσαντα τὰ ὅλα θεὸν οὐ δεηθέντα χρόνων εἰς τὸ ποιῆσαι τὴν τηλικαύτην οὐρα νοῦ καὶ γῆς καὶ πάντων τῶν ἐν αὐτοῖς κτίσιν. κἂν γὰρ δοκῇ ἐν ἓξ ἡμέραις ταῦτα πεποιηκέναι, συνέσεως χρεία πρὸς τὸ νοῆσαι πῶς λέγεται τὸ ἐν ἓξ ἡμέραις διὰ τοῦτο· «αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς» καὶ τὰ ἑξῆς. τολμητέον οὖν καὶ λεκτέον, ὅτι ὁ τῆς προσδοκωμένης κρίσεως καιρὸς οὐ δεῖται χρόνων, ἀλλ' ὡς ἡ ἀνά στασις λέγεται γίνεσθαι «ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ», οὕτως (οἶμαι) καὶ ἡ κρίσις. Μετὰ ταῦτα λεκτέον εἰς τὸ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν λόγον, προσήχθη αὐτῷ εἷς ὀφειλέτης πολλῶν ταλάν των. ὅπερ τοιοῦτόν μοι δοκεῖ ἔχειν νοῦν· ὁ μὲν «καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα» ἐστὶν ἀρχόμενος «ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ», εἰπόντος (ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ γέγραπται) τοῖς ἀγγέλοις τοῖς ἐπὶ τῶν κολάσεων τεταγμένοις·
For if God wished suddenly to stir up in everyone's memories all that had happened throughout all time—so that each person might become conscious of his own deeds, whether better or worse—he would do so by ineffable power. For just as we, when we wish to bring certain things to someone's remembrance, need sufficient time for the recital of what we say and what leads to the recollection of the things we wish to recall, so God, when he wishes to remind us of the deeds done in this life—so that, becoming conscious of what we have done, we may understand for what we are punished or honored—would do so. And if anyone disbelieves the swiftness of God's power in these matters, he has not yet understood that God, who made all things, needed no time to make so great a creation of heaven and earth and all things in them. For even if he seems to have made these things in six days, understanding is needed to grasp how it is said that it was in six days for this reason: "This is the book of the generation of heaven and earth," and what follows. We must dare to say, then, that the time of the expected judgment needs no time, but just as the resurrection is said to take place "in an atom, in the twinkling of an eye," so, I think, does the judgment. After this we must speak to the point, "And when he had begun to settle accounts, one debtor of many talents was brought to him." This seems to me to have the following meaning: the "time to begin the judgment" is when it begins "from the house of God," when he says (as is also written in Ezekiel) to the angels appointed over the punishments:
«ἀπὸ τῶν ἁγίων μου ἄρξασθε», καὶ «ῥιπῇ ὀφθαλμοῦ» ἐοι κώς ἐστιν, ὁ δὲ τοῦ συναίρειν λόγον τὴν ἀρχὴν ἔχει (ἐπινοίᾳ λαμβανομένην· οὐ γὰρ ἐπιλελήσμεθα τῶν προειρημένων) ἀπὸ τῶν ὀφειλόντων πλείονα· διόπερ οὐ γέγραπται μὲν συναίροντος δὲ αὐτοῦ λόγον, εἴρηται δὲ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη (ἐν τῇ ἀρχῇ τοῦ συναίρειν αὐτὸν λόγον) εἷς ὀφει λέτης πολλῶν ταλάντων ὡς μυρία ὅσα ζημιωθεὶς καὶ μεγάλα μὲν ἐγκεχειρισμένος καὶ πιστευθεὶς πολλά, μηδὲν δὲ κέρδος προσαγα γὼν τῷ δεσπότῃ, ἀλλὰ μυρία ὅσα ζημιωθείς, ὥστε αὐτὸν ὀφείλειν πολλὰ τάλαντα. καὶ τάχα διὰ τοῦτο πολλὰ ὤφειλε τάλαντα, ἐπείπερ ἠκολούθησε πολ λάκις τῇ ἐπὶ τὸ τάλαντον τοῦ μολίβου καθημένῃ γυναικί, ᾗ ὄνομα Ἀνομία. νόει δὲ κατὰ τὸν τόπον ἕκαστον μέγιστον ἁμάρτημα ταλάν των εἶναι ζημίαν οἰκοδεσποτικῶν, καὶ τοιαῦτα ἁμαρτάνουσι πόρνοι, μοιχοί, ἀρσενοκοῖται, μαλακοί, εἰδωλολάτραι, φονεῖς. οὐδὲν οὖν τάχα μικρὸν ἀλλὰ πάντα μεγάλα καὶ χαλεπὰ ἥμαρτεν ὁ προσαχθεὶς τῷ βασιλεῖ
Begin from my holy ones," and "in the twinkling of an eye" is like this; but the one who has the beginning of settling accounts (understood by conception; for we have not forgotten what was said before) begins from those who owe more. Therefore it is not written that he settled accounts, but it is said, "when he began to settle accounts, one debtor of many talents was brought to him" (at the beginning of his settling accounts)—one who had been fined countless times and had been entrusted with great things and believed with many things, yet brought no gain to the master, but was fined countless times, so that he owed many talents. And perhaps for this reason he owed many talents, since he often followed the woman who sits upon the talent of lead, whose name is Lawlessness. Understand in this passage that each greatest sin is a loss of talents belonging to the householder, and such sins are committed by fornicators, adulterers, sodomites, the soft, idolaters, murderers. Nothing, then, perhaps, was small, but all things great and grievous did the one brought to the king sin.
εἷς ὀφειλέτης πολλῶν ταλάν των, ὅντινα εἰ μὲν ἐν ἀνθρώποις ζητήσεις, ἴσως ἂν αὐτὸν εὕροις ὄντα τὸν ἄνθρωπον «τῆς ἁμαρτίας», τὸν υἱὸν «τῆς ἀπω λείας», τὸν ἀντικείμενον καὶ ἐπαι ρόμενον «ἐπὶ πάντα θεὸν ἢ σέβασμα»· εἰ δὲ ἔξω ἀνθρώπων, τίς ἂν εἴη οὗτος ἢ ὁ διάβολος τοσαῦτα τάλαντα ὅσους ἀνθρώπους ἀπολωλεκὼς δεξαμένους αὐτὸν ἐνερ γοῦντα τὴν ἁμαρτίαν; «μέγα γὰρ ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων», τίμιον ὡς ταλάντου εἶναι ἄξιον ἤτοι χρυσοῦ (ὁποία ἡ λυχνία ἡ ταλαντιαία ἦν ἡ ἐκ χρυσοῦ) ἢ ἀργύρου ἢ ὁποίας δήποτε νοητῶς παραλαμβανομένης ὕλης. ὧν σύμβολα ἐν τοῖς Λόγοις τῶν ἡμερῶν ἀναγέγραπται, Δαυῒδ πλουτήσαντος πολλοῖς ταλάν τοις ὧν καὶ ὁ ἀριθμὸς δέδεικται, ταλάντοις χρυσοῦ τοσοῖσδε καὶ ἀρ γύρου τοσοῖσδε καὶ τῆς λοιπῆς ὀνομαζομένης ἐκεῖ ὕλης, ἐξ ἧς κατεσκεύασται ὁ τοῦ θεοῦ νεώς. Πλὴν μὴ ἔχων ἀποδοῦναι τὰ τάλαντα (ἀπολωλέκει γὰρ ταῦτα) ἔχει γυναῖκα καὶ τέκνα καὶ ἄλλα περὶ ὧν γέγραπται· πάντα ὅσα ἔχει. καὶ ἦν δυνατόν, πιπρασκόμενον αὐτὸν μετὰ τῶν ἰδίων εὐπορῆσαι, τοῦ ὠνησαμένου αὐτὸν καὶ πληρώσαντος διὰ τῆς τιμῆς αὐτοῦ καὶ τῶν αὐτοῦ πᾶν τὸ ὄφλημα· καὶ οἷόν τε ἦν αὐτὸν μηκέτι μὲν εἶναι δοῦλον τοῦ βασιλέως, γίνεσθαι δὲ τοῦ ὠνησαμένου. καὶ ἐπιδικάζεταί γε τοῦ μὴ πραθεὶς ἅμα τοῖς ἰδίοις μένειν ἐν τῇ τοῦ βασιλέως οἰκίᾳ· διὸ πεσὼν προσκυνεῖ αὐτῷ (θεὸν ἐπιστάμενος τὸν βασιλέα) καὶ λέγει· μακροθύμησον ἐπ' ἐμοί, καὶ πάντα ἀποδώσω σοι· ἦν γὰρ (εἰκὸς) καὶ δραστήριος, ὁρῶν ὅτι δύναται ἐκ δευτέρων πράξεων ἀνα πληρῶσαι πᾶν τὸ ἐνδεὲς ἀπὸ τῆς προ τέρας ζημίας τῶν πολλῶν ταλάν των.
One debtor of many talents—if you look for him among humans, perhaps you would find him to be the human of "sin," the son of "perdition," the one opposed and exalted "above every god or object of worship"; but if outside humans, who would this be except the devil, who has received so many talents—as many humans as he has destroyed, who received him working sin in them? "For great is man and precious is a merciful man," precious as being worth a talent either of gold (such as the lampstand worth a talent was, the one of gold) or of silver or of whatever material is understood intelligibly. Their symbols are recorded in the Words of the Days, when David became rich with many talents, whose number too is shown—so many talents of gold and so many of silver and of the rest of the material named there, from which the temple of God was constructed. However, not having [anything] to repay the talents (for he had lost them), he has a wife and children and other things about which it is written: all that he has. And it was possible that he, being sold with his own possessions, might find relief, since the one who bought him and paid through his price and that of his possessions the whole debt; and it was possible for him no longer to be a slave of the king, but to become [the slave] of the one who bought him. And he claims the right not to be sold together with his own possessions and to remain in the house of the king; therefore, falling down, he worships him (knowing the king to be God) and says: Be patient with me, and I will repay you everything; for he was (likely) also capable, seeing that he could from second actions make up all the deficiency from the former loss of the many talents.
καὶ ὁ ἀγαθός γε βασιλεὺς οὗ τος ἐσπλαγχνίσθη καὶ ἐπὶ τὸν ὀφει λέτην τῶν πολλῶν ταλάντων, καὶ τότε μὲν ἀπέλυσεν αὐτόν, πλεῖόν τι χαρισάμενος αὐτῷ ἧς ἠξιώθη ἀξιώσεως. ὁ μὲν γὰρ ὀφει λέτης ἐπηγγείλατο μακροθυμήσαντι τῷ δεσπότῃ ἀποδοῦναι ἅπαντα τὰ ὀφειλήματα· ὁ δὲ σπλαγχνισθεὶς ἐπ' αὐτῷ κύριος (οὐκ ἐπὶ τῷ ἀπολαβεῖν ἐκ τοῦ μακροθυμεῖν) τότε ἀφῆκεν αὐτὸν οὐ μόνον, ἀλλὰ καὶ παντελῶς ἀπέλυσε, καὶ πᾶ σαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ. ὁ δὲ πονηρὸς δοῦλος οὗτος καὶ μακροθυμίαν ἀπὸ τοῦ δεσπότου αἰ τήσας ἐπὶ τοῖς πολλοῖς ταλάντοις ἀνηλεῶς πεποίηκεν. εὑρὼν γὰρ ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος εἴ τι ὀφείλεις. πῶς δὲ οὐχ ὑπερβολὴν πονηρίας ἐπεδείξατο, δι' ἑκατὸν δηνάρια κρατήσας τὸν σύνδουλον καὶ πνίγων καὶ ἀποστερῶν αὐτὸν ἐλευ θέρας ἀναπνοῆς, αὐτὸς ἐπὶ τοῖς πολ λοῖς ταλάντοις μήτε κρατηθεὶς μήτε πνιγείς, ἀλλὰ πρότερον μὲν κελευ σθεὶς πραθῆναι ἅμα γυναικὶ καὶ τέκνοις καὶ τοῖς ἑαυτοῦ, ὕστερον δὲ (μετὰ τὸ προσκυνῆσαι) σπλαγχνισθέντος ἐπ' αὐτῷ τοῦ κυρίου ἀπο λυθεὶς καὶ περὶ πάσης ἀφεθεὶς τῆς ὀφειλῆς; Καὶ ἔργον γε εἰπεῖν κατὰ τὸ βούλημα τοῦ Ἰησοῦ, τίς ἐστιν *** ὁ εὑρεθεὶς σύνδουλος εἷς ὀφείλων, οὐ τῷ κυρίῳ ἑαυτοῦ ἀλλὰ τῷ πολλὰ ὀφείλοντι τάλαντα, ἑκατὸν δηνάρια, καὶ τίνες οἱ ἰδόντες τὸν μὲν πνίγοντα τὸν δὲ πνιγόμενον σύνδουλοι καὶ λυπηθέντες σφόδρα καὶ σαφῶς παραστήσαντες τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.
And this good king was moved with compassion even for the debtor of many talents, and at that time he released him, granting him something greater than the consideration he was deemed worthy of. For the debtor promised his longsuffering master to repay all his debts; but the lord, moved with compassion for him (not for the sake of recovering anything by his longsuffering), not only forgave him then, but even released him completely, and forgave him the whole debt. But this wicked servant, who had asked longsuffering from his master for the many talents, acted mercilessly. For finding one of his fellow servants who owed him a hundred denarii, he seized him and was choking him, saying, "Pay what you owe." How did he not display an excess of wickedness, seizing his fellow servant for a hundred denarii and choking him and depriving him of free breath, while he himself for the many talents was neither seized nor choked, but first was ordered to be sold together with his wife and children and his possessions, and afterward (after he had prostrated himself) was released when the lord was moved with compassion for him, and was forgiven concerning his whole debt? And it is a task, in accordance with the will of Jesus, to say who is the one fellow servant found owing—not to his own lord but to the one owing many talents—a hundred denarii, and who are the fellow servants who saw the one choking and the other being choked, and were greatly grieved and clearly reported to their lord all that had happened.
ὡς μὲν οὖν [ἐπ'] ἀλη θείας ἔχει τὰ πράγματα, ἀποφαίνομαι μηδένα δύνασθαι διηγήσασθαι εἰ μὴ Ἰησοῦ, τοῦ «τοῖς ἰδίοις μαθη ταῖς κατ' ἰδίαν» λύσαντος «πάντα», ἐπιδημήσαντος αὐτοῦ τῷ ἡγεμονικῷ καὶ ἀνοίγοντος τοὺς ἐν τῇ παρα βολῇ θησαυροὺς πάντας σκοτεινούς, ἀποκρύφους, ἀοράτους καὶ πληρο φοροῦντος δι' ἐναργῶν ἀποδείξεων ὃν βούλεται φωτίσαι τῷ φωτὶ τῆς γνώσεως πάντων τῶν κατὰ τὴν παραβολὴν ταύτην, ἵν' ἅμα τε παραστήσῃ τίς ὁ εἷς προσαχθεὶς τῷ βασιλεῖ ἀνθρώπῳ ὀφειλέτης πολλῶν ταλάντων καὶ τὰ ἑξῆς, καὶ ὁ ὀφείλων τούτῳ τὰ ἑκατὸν δηνάρια ἄλλος εἷς καὶ τὰ λοιπά, εἴτε δύναται εἶναι ὁ προαποδεδομένος «ἄνθρωπος τῆς ἁμαρτίας» εἴτε καὶ ὁ διάβολος εἴτε μηδέτερος μὲν τού των, ἄλλος δέ τις ἤτοι ἄνθρωπος ἢ τῶν ὑπὸ τὸν διάβολόν τις. ἔστι γὰρ τῆς σοφίας τοῦ θεοῦ ἔργον καὶ τὰ περὶ τῶν ἰδίως ποιῶν ἤτοι πεποιωμένων κατὰ τὰς τοιάσδε ποιό τητας (εἴτε ἐν ἀοράτοις δυνάμεσιν, εἴτε καὶ ἔν
τισιν ἀνθρώποις) ἀπο δοῦναι προφητευόμενα ὁπωσποτοῦν ὑπὸ τοῦ θείου πνεύματος ἀναγεγραμ μένα. ὡς δὲ μηδέπω διαρκῆ νοῦν ἀναλαβόντες ἡμεῖς τὸν δυνάμενον ἀνακραθῆναι τῷ Χριστοῦ νῷ καὶ ἕως τῶν τοσούτων χωροῦντα φθάνειν καὶ μετὰ τοῦ πνεύματος «πάντα» ἐρευνᾶν «καὶ τὰ βάθη τοῦ θεοῦ», οἰό μεθα, ἔτι ἀορίστως περὶ τῶν κατὰ τὸν τόπον λαμβάνοντες φαντασίαν, ἐπί τινα ἕνα ἀναφέρεσθαι πονηρὸν δοῦλον διὰ τῆς παραβολῆς δηλού μενον τὸν ἐνταῦθα παριστάμενον περὶ τῆς τῶν πολλῶν ταλάντων ὀφειλῆς.
As the matter truly stands, then, I declare that no one is able to explain it except Jesus, who "privately" explained "all things" to "his own disciples," when he visits the ruling faculty and opens all the dark, hidden, and invisible treasures in the parable, and by clear demonstrations fully convinces whomever he wishes to enlighten with the light of the knowledge of all the things in this parable—so that he may at the same time set forth who the one debtor of many talents brought before the human king is, and the rest, and who the other one is who owes him the hundred denarii, and the rest—whether the one previously mentioned, "the man of sin," can be this, or the devil, or neither of these, but some other, either a man or one of those under the devil. For it is the work of the wisdom of God also to set forth the things concerning those who are specifically qualified or disposed according to such and such qualities (whether among invisible powers or among certain men), as prophesied and recorded in some way or other by the divine Spirit. But since we have not yet taken up a mind sufficient to be mingled with the mind of Christ and able to reach as far as such great matters and, with the Spirit, to "search all things, even the deep things of God," we think that, as we still grasp an undefined impression concerning the matters in this passage, the one wicked servant indicated through the parable refers to the one here presented concerning the debt of the many talents.
Πότε δὲ ὁ (κατὰ τὴν παρα βολὴν) βασιλεὺς ἄνθρωπος ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, ἄξιον ἐπισκέψασθαι, καὶ ἐπὶ τίνα καιρὸν χρὴ ἀνα φέρειν τὰ λεγόμενα. εἰ μὲν γὰρ μετὰ τὴν συντέλειαν ἢ ἐπ' αὐτὴν (κατὰ τὸν τῆς προσδοκωμένης κρί σεως καιρόν), πῶς ἄν τις σώσαι τὰ περὶ τοῦ ὀφείλοντος ἑκατὸν δηνάρια καὶ πνιγομένου ὑπὸ τοῦ συγχωρηθέντος τὰ πολλὰ τάλαντα; εἰ δὲ πρὸ τῆς κρίσεως, πῶς ἂν δύναιτό τις παραστῆσαι πρὸ ἐκείνης συναιρόμενον λόγον ὑπὸ τοῦ βασι λέως ἀνθρώπου μετὰ τῶν δού λων αὐτοῦ; ἁπαξαπλῶς δὲ χρὴ φρονεῖν περὶ πάσης παραβολῆς, ἧς μὴ ἀναγέγραπται ἡ διήγησις ὑπὸ τῶν εὐαγγελιστῶν, ὅτι καὶ Ἰησοῦς «τοῖς ἰδίοις μαθηταῖς κατ' ἰδίαν ἐπέλυε πάντα» καὶ διὰ τοῦτο ἀπέκρυψαν οἱ τὰ εὐαγγέλια γράφοντες τὴν σαφήνειαν τῶν παραβολῶν, ἐπεὶ μείζονα ἦν τὰ κατ' αὐτὰς δηλού μενα τῆς τῶν γραμμάτων φύσεως, καὶ ἦν γε ἑκάστη λύσις καὶ ἡ σαφή νεια τῶν τοιούτων παραβολῶν τοι αύτη, ὡς μηδὲ αὐτὸν «τὸν κόσμον χωρεῖν τὰ γραφόμενα» εἰς τὰς τοιαύτας παραβολὰς «βιβλία». γένοιτο δ' ἀνευρεθῆναι καρδίαν ἐπιτηδείαν καὶ διὰ τὴν καθαρότητα χωροῦσαν τὰ γράμματα τῆς σαφηνείας τῶν παραβολῶν, ὥστε ἐν αὐτῇ γραφῆναι «πνεύματι θεοῦ ζῶντος». ἀλλ' ἐρεῖ τις ὅτι μήποτε ἀσεβοῦμεν οἱ θέλοντες (διὰ τὸ ἀπόρρητόν τινων καὶ μυστικὸν) τῶν ὑπεράνω γραμμάτων εἶναι δηλωτικὰ ταῦτα καὶ πειρώμενοι ταῦτα σαφηνίσαι, κἂν δοκῇ καθ' ὑπόθεσιν, ὅτι ἔγνωμεν ἐπιμελῶς αὐτῶν τὸ βούλημα.
But when the king—the man in the parable—wished to settle accounts with his servants, it is worth examining, and to what time one ought to refer the things said. For if it is after the consummation, or at the consummation itself (at the time of the expected judgment), how could anyone preserve the matters concerning the one who owed a hundred denarii and was choked by the one who had been forgiven the many talents? But if it is before the judgment, how could anyone demonstrate that before that the settling of accounts by the king—the man—with his servants took place? And in general one must hold concerning every parable whose explanation has not been recorded by the evangelists, that Jesus also "privately explained all things to his own disciples," and for this reason those who wrote the Gospels concealed the clarity of the parables, since the things made clear in them were greater than the nature of the letters, and each solution and the clarity of such parables was of such a kind that not even "the world itself could contain the books" written for such parables. And may it come to pass that a heart fit for the purpose be found, and through its purity able to contain the writings of the clarity of the parables, so that in it they might be written "by the Spirit of the living God." But someone will say that perhaps we act impiously, we who wish (because of the secret and mystical nature of certain things) that these things are indicative of matters beyond the letters, and who attempt to clarify them, even if it seems by hypothesis that we have carefully known their meaning.
λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι οἱ μὲν ἀκριβῶς εἰληφότες αὐτὰ νοεῖν οἴδασι τὸ πρακτέον αὐτοῖς, ἡμεῖς δὲ οἱ ὁμολογοῦντες ἀπολείπεσθαι τοῦ δυνηθῆναι ἐπὶ τὸ βάθος φθάσαι τῶν δηλουμένων ἐν τούτοις, εἰ καί τινα βραχυτέραν περίνοιαν ἐπὶ ποσὸν λαμβάνομεν τῶν κατὰ τὸν τόπον, φήσομεν ὅτι τινὰ μὲν ὧν ἐκ πολλῆς βασάνου καὶ ζητήσεως εὑρίσκειν δοκοῦμεν, εἴτε χάριτι θεοῦ εἴτε δυνάμει τοῦ ἐν ἡμῖν νοῦ, οὐ τολμῶμεν ἐμπιστεῦσαι γράμμασι, τινὰ δὲ γυμ νασίας ἡμετέρας καὶ τῆς τῶν ἐντευξομένων χάριν ἐπὶ ποσὸν ἐκτιθέμεθα. Ἀλλὰ ταῦτα μὲν ἀπολελογήσθω διὰ τὸ τῆς παραβολῆς βάθος· πρὸς δὲ τὸ πότε ἠθέλησεν ὁ τῆς παρα βολῆς βασιλεὺς ἄνθρωπος συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, φήσομεν ὅτι ἔοικεν περὶ τὸν κεκηρυγμένον τῆς κρίσεως καιρὸν τὸ τοιοῦτο γίνεσθαι. παριστᾶσι δὲ τοῦτο μία μὲν πρὸς τοῖς τελευταίοις τοῦ προκειμένου εὐαγγελίου παρα βολή, μία δὲ ἐκ τοῦ κατὰ Λουκᾶν. καὶ ἵνα μὴ αὐτὴν ἐκτιθέμενοι τὴν λέξιν μηκύνωμεν τὸν λόγον, δυναμένου τοῦ βουλομένου ἀπ' αὐτῆς τῆς γραφῆς λαβεῖν, φήσομεν ὅτι ἡ μὲν κατὰ Ματθαῖον παραβολή ἐστι δηλοῦσα ὅτι «ὡς ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ», καὶ τινὶ μὲν πέντε, τινὶ δὲ δύο, τινὶ δὲ ἓν τά λαντον. εἶτ' ἐκεῖνοι πεποιήκασι περὶ τὰ ἐγκεχειρισμένα, καὶ «μετὰ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων» καὶ αὐταῖς λέξεσι γέγραπται ὅτι «καὶ συναίρει μετ' αὐτῶν λόγον». τήρησον οὖν ὃ λέγει·
But one must also say to this, that those who have received these things to understand them accurately know what must be done by them; but we, who confess that we fall short of being able to reach the depth of the things made clear in these words, even if we grasp some rather brief understanding of the matters in this passage to some extent, will say that some of the things which we seem to find through much toil and searching—whether by the grace of God or by the power of the mind within us—we do not dare to entrust to writing, while some things we set forth to some extent for the sake of our own exercise and the benefit of those who will read. But let this be our apology, because of the depth of the parable. And as to when the king—the man in the parable—wished to settle accounts with his servants, we will say that such a thing seems to happen around the proclaimed time of judgment. And one parable at the end of the Gospel before us attests to this, and one from the Gospel according to Luke. And so that by expounding the wording itself we do not lengthen the discourse—since anyone who wishes is able to take it from the Scripture itself—we will say that the parable according to Matthew is one that makes clear that "as a man going on a journey called his own servants and handed over to them his possessions," and to one five talents, to another two, to another one. Then those men did something with what had been entrusted to them, and "after a long time the lord of those servants comes," and in these very words it is written that "and he settles accounts with them." Observe, then, what he says:
«καὶ συναίρει μετ' αὐτῶν λόγον» καὶ σύγκρινον τῷ καὶ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, καὶ ὅρα ὅτι ἀποδημίαν μὲν ἐκάλεσε τοῦ οἰκοδεσπότου τὸν χρόνον καθ' ὃν «ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου», ἐπιδημίαν δὲ αὐτοῦ, ὅτε «μετὰ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων», τὸν ἐπὶ συντε λείᾳ ἐν τῇ κρίσει καιρόν· μετὰ γὰρ χρόνον πολὺν «ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ' αὐτῶν λόγον» καὶ τὰ ἑξῆς γίνεται. ἡ δὲ κατὰ Λουκᾶν σαφέστερον παρίστησιν ὅτι εὐγενὴς ἄνθρωπος πορευθεὶς «εἰς
χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι», πορευόμενος ἐκάλεσε δέκα δού λους καὶ «ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν αὐτοῖς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι». οὗτος δὲ ὁ εὐγενὴς ἄνθρωπος, μισούμενος ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστειλάντων «πρεσβείαν ὀπίσω αὐτοῦ», οὐ θελόντων αὐτὸν βασιλεῦσαι ἐπ' αὐτούς, ἐπανῆλθε λαβὼν «τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο». ἰδὼν δὲ ἃ πεποιήκασι, τῷ μὲν τὴν μνᾶν δέκα μνᾶς ποιήσαντι ἔπαινον ἀποδοὺς διὰ τοῦ «εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου», δίδωσιν αὐτῷ ἐξουσίαν δέκα πό λεων τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ. καὶ ἄλλῳ τῷ τὴν μνᾶν πενταπλασιάσαντι τὸν μὲν ἔπαινον ὃν ἐπὶ τοῦ πρώτου ἔταξεν οὐκ ἀποδέδωκεν οὐδὲ τὸ ὄνομα τῆς ἐξουσίας ὡς ἐπὶ τοῦ προτέρου ὡρίσατο, εἶπε δὲ αὐτῷ· «καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων». τῷ δὲ τὴν μνᾶν ἀποδήσαντι ἐν σουδαρίῳ εἶπεν· «ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε», «καὶ τοῖς παρεστῶσιν εἶπεν·
and settles accounts with them," and compare it with "when he had begun to settle accounts," and observe that he called the time during which "while we are at home in the body we are away from the Lord" the absence of the householder, and his arrival, when "after a long time the lord of those servants comes," the time at the end at the judgment; for after a long time "the lord of those servants comes and settles accounts with them" and the rest takes place. But the account in Luke presents more clearly that a nobleman went "into a far country to receive for himself a kingdom and to return"; as he went, he called ten servants and "gave them ten minas, and said to them: Do business until I come." But this nobleman, hated by his own citizens, who sent "an embassy after him," not wishing him to reign over them, returned having received "the kingdom and said that the servants to whom he had given the money be called to him, so that he might know what they had gained by trading." And seeing what they had done, to the one who had made the mina ten minas, giving praise through "Well done, good servant, because you were faithful in a very little," he gives him authority over ten cities under his kingdom. And to another who had increased the mina fivefold he did not give the same praise that he had assigned in the case of the first, nor did he define the name of authority as in the case of the former, but said to him: "And you, be over five cities." But to the one who had tied up the mina in a handkerchief he said: "Out of your mouth I will judge you, wicked servant," "and to those standing by he said:
ἄρατε ἀπ' αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι». τίς οὖν καὶ ἐπὶ ταύτης τῆς παρα βολῆς οὐ φήσει ὅτι ὁ μὲν εὐγενὴς ἄνθρωπος πορευθεὶς «εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι» ὁ Χριστός ἐστιν οἱονεὶ ἀποδημῶν ἐπὶ τῷ λαβεῖν τὴν βασι λείαν καὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, οἱ δὲ τὰς δέκα λαβόντες μνᾶς οἱ ἐγκεχειρισμένοι εἰσὶ διοικεῖν λόγον ὃν ἐπιστεύθησαν, οἱ δὲ πολῖται αὐτοῦ (ἐμπολιτευσαμένου τούτῳ τῷ κόσμῳ κατὰ τὸ ἐνηνθρωπηκέναι), οἱ μὴ θελήσαντες αὐτὸν βασιλεῦσαι, τάχα μὲν ὁ ἀπιστήσας αὐτῷ Ἰσραήλ ἐστι, τάχα δὲ καὶ τὰ ἀπιστήσαντα αὐτῷ ἔθνη; Πλὴν ταῦτά μοι εἴρηται διὰ τὸ τὴν ἐπάνοδον αὐτοῦ ἀναφέρειν ἐλθόντος μετὰ τῆς βασιλείας ἐπὶ τὴν συντέλειαν, ὅτε «εἶπε φωνη θῆναι αὐτῷ τοὺς δούλους οἷς [ἐ]δε δώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο», καὶ διὰ τὸ ἐκ τούτου βούλεσθαι ἀποδεικνύναι καὶ τῆς περὶ τῶν ταλάντων παρα βολῆς, ὅτι καὶ τὸ ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ ἀναφέρεται ἐπὶ τὴν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν ἀπολαμβάνων τὴν βασιλείαν, δι' ἣν (καθ' ἑτέραν παραβολὴν) «ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι». ὑποστρέψας οὖν καὶ λαβὼν «τὴν βασιλείαν» ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ ἀρξαμένου αὐτοῦ συναίρειν, προσηνέχθη εἷς ὀφειλέτης πολλῶν ταλάντων· προση νέχθη δὲ ὡς βασιλεῖ ὑπὸ τῶν αὐτοῦ τεταγμένων λειτουργῶν, οἶμαι ἀγγέ λων.
Take the mina from him and give it to the one who has the ten minas." Who, then, in the case of this parable too, will not say that the nobleman who "went into a far country to receive for himself a kingdom and return" is Christ, as it were departing in order to receive the kingdom both of the world and of those in it; and that those who received the ten minas are those entrusted to administer the word with which they were entrusted; and that his citizens (since he had lived as a citizen in this world by reason of his having become man), who did not wish him to reign over them, are perhaps Israel who disbelieved him, and perhaps also the nations that disbelieved him? Nevertheless, I have said these things because of referring his return, when he comes with the kingdom, to the consummation, when "he said that the servants to whom he had given the money should be called to him, so that he might know what they had gained by trading," and because from this I wish also to demonstrate concerning the parable of the talents, that the phrase "whoever wished to settle accounts with his servants" is referred to the consummation, when he is already king, receiving the kingdom for which (according to another parable) "he went into a far country to receive for himself a kingdom and return." Having returned, then, and received "the kingdom," he wished to settle accounts with his servants; and when he began to settle, one debtor of many talents was brought to him; and he was brought to him as to a king by his appointed ministers, I think angels.
καὶ τάχα εἷς τίς ἐστιν τῶν ὑπὸ τὴν βασιλείαν ἐγχειρισθείς τινα οἰκονομίαν μεγάλην καὶ μὴ καλῶς αὐτὴν διοικήσας, ἀλλὰ διασκορ πίσας τὰ ἐγχειρισθέντα, ὡς ὀφει λέτην αὐτὸν γενέσθαι πολλῶν τα λάντων ὧν ἀπολώλεκεν. οὗτος δὴ τάχα μὴ ἔχων ἀποδοῦναι, κελεύεται ὑπὸ τοῦ βασιλέως πραθῆναι ἅμα τῇ γυναικί, ἀφ' ἧς γέγονε κοινωνὸς αὐτῇ πατήρ τινων τέκνων. ἔργον δὲ οὐ τὸ τυχόν ἐστιν ἰδεῖν ἐν νοητοῖς πατέρα καὶ μητέρα καὶ τέκνα. ὡς μὲν οὖν πρὸς τὸ ἀληθές, θεὸς ἂν εἰδείη τοῦτο τὸ ἔργον ὃ βούλεται· καὶ ἡμῖν δέ, εἴτε αὐτὸς δέδωκεν εἴτε μή, ὁ δυνάμενος κρινέτω. πλὴν τοιαῦτα κατὰ τὸν τόπον ὑπολαμ βάνομεν ὅτι, ὥσπερ Ἰερουσαλὴμ μήτηρ ἐστὶ Παύ λου καὶ τῶν παραπλησίων αὐτῷ ἡ ἄνω, οὕτως εἴη ἂν ἑτέρων μήτηρ, ἀνάλογον Ἱερουσαλὴμ μητρί, φέρ' εἰπεῖν Σοήνη τῆς Αἰγύπτου ἢ Μέμφις, ἑτέρων δὲ Τύρος καὶ Σιδὼν ἢ ὅσαι ὠνομάσθησαν ἐν ταῖς γραφαῖς πόλεις. εἶθ' ὥσπερ Ἱερουσαλὴμ νύμφη ἐστὶ κεκοσμημένη «τῷ ἀνδρὶ αὐτῆς» Χρι στῷ, οὕτως εἶεν ἂν ἐκεῖναι αἱ μητέρες δυνάμεών τινων τῶν κεκληρωμένων αὐτὰς οἱονεὶ γυναῖκες ἢ νύμφαι. καὶ ὥσπερ ἐστί τινα τέκνα τῆς Ἱερουσαλὴμ ὡς μητρὸς καὶ Χριστοῦ ὡς πατρός, οὕτως εἴη ἄν τινα τέκνα Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος καὶ τῶν ἐπιτε ταγμένων αὐταῖς ἀρχόντων ὡς πατέρων. τάχα οὖν καὶ οὗτος ὁ εἷς προσαχθεὶς ἀνθρώπῳ βασιλεῖ ὀφειλέτης πολλῶν ταλάντων ἔχει (ὡς ἀποδεδώκαμεν) γυναῖκα καὶ τέκνα, ἅτινα πρότερον μὲν ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, πραθῆναι δὲ καὶ πάντα ἃ εἶχεν, ὕστερον δὲ σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ,
And perhaps one of those entrusted under the kingdom with some great stewardship, who did not manage it well but scattered what was entrusted to him, so that he became a debtor of many talents which he had lost. This man, perhaps having nothing to repay, is ordered by the king to be sold together with his wife, by whom he has become a partner and father of certain children. And it is no ordinary task to see, among intelligible realities, a father and a mother and children. As regards the truth, God would know this work which he wills; and let the one who is able judge for us too, whether he has given it or not. However, we suppose such things in this passage: that just as the Jerusalem above is the mother of Paul and of those like him, so there would be a mother of others, corresponding to Jerusalem as a mother—say, Soene of Egypt or Memphis—and of others Tyre and Sidon, or as many cities as were named in the Scriptures. Then, just as Jerusalem is a bride adorned "for her husband" Christ, so those mothers would be wives or brides, as it were, of certain powers that have been allotted them. And just as there are certain children of Jerusalem as a mother and of Christ as a father, so there would be certain children of Soene or Memphis or Tyre or Sidon, and of the rulers appointed over them as fathers. Perhaps, then, this one also who was brought before a human king, a debtor of many talents, has (as we have set forth) a wife and children, whom the king first ordered to be sold, and to be sold along with all that he had, but afterward, moved with compassion, he released him and forgave him the whole debt,
οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλ' ἵνα ἡμεῖς μάθωμεν τὸ γεγενημένον, οὕτως ἀναγέγραπται πεποιηκέναι. ἕκαστος οὖν τῶν ἐχόντων (ὡς ἀπο δεδώκαμεν) γυναῖκα καὶ τέκνα, λόγον ἀποδώσει, ἡνίκα ἂν ἔλθῃ ὁ βασιλεὺς συνᾶραι λόγον, λα βὼν «τὴν βασιλείαν» καὶ ὑποστρέψας· καὶ ἕκαστος αὐτῶν ἔχει, ὡς ἄρχων τινὸς ἢ Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος ἤ τινος παραπλησίου, καὶ τοὺς ὀφειλέτας. Οὗτος οὖν, ἀπολυθεὶς καὶ συγ χωρηθεὶς πᾶσαν τὴν ὀφειλήν, ἐξελθὼν ἀπὸ τοῦ βασιλέως εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο (οἶμαι) ἔπνιγεν, ἐπείπερ ἦν ἐξελθὼν ἀπὸ τοῦ βα σιλέως· οὐκ ἂν γὰρ μὴ ἐξελθὼν ἔπνιγε τὸν σύνδουλον αὐτοῦ. εἶτα παρατήρει τὴν ἀκρίβειαν τῆς γραφῆς, ὅπως ὁ μὲν πεσὼν προσεκύνει, ὁ δὲ πεσὼν οὐ προσεκύνει ἀλλὰ παρεκάλει. καὶ ὁ μὲν βασιλεὺς σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, ὁ δὲ δοῦλος οὐδὲ ἐλεῆσαι ἠθέλησε τὸν σύνδουλον αὐτοῦ. κἀκεῖνος μὲν καὶ πρὸ τῆς ἀφέσεως ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ὁ δὲ συγχωρηθεὶς ἔβαλεν αὐτὸν εἰς τὴν φυλακήν. καὶ πρόσχες ὅτι οἱ σύνδουλοι οὐ διέβαλον ἢ εἰρήκασιν ἀλλὰ διεσάφησαν, καὶ ὅτι τὸ πονηρὲ οὐκ εἶπε κατ' ἀρχὰς περὶ τῶν χρημάτων, ἀλλ' ἐτήρησεν ὕστερον περὶ τοῦ συνδούλου. ἴδε δὲ καὶ τὸ μέτριον τοῦ βασιλέως· οὐκ εἶπε· προσεκύνησάς μοι, ἀλλά· παρεκάλεσάς με καὶ οὐκέτι ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ἀλλὰ παρέδωκε τοῖς βασανισταῖς ὡς πεισόμενον τὸ χεῖρον διὰ τὴν πονηρίαν. τίνες δ' ἂν εἶεν οὗτοι ἢ οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι;
not because he was ignorant of what was to come, but so that we might learn what had happened, it is recorded that he acted in this way. Each one, then, of those who have (as we have set forth) a wife and children will give an account, whenever the king comes to settle accounts, having received "the kingdom" and returned; and each of them has, as it were, a ruler either of Soene or Memphis or Tyre or Sidon or some similar place, and also debtors. This man, then, having been released and forgiven all his debt, went out from the king and found one of his fellow servants, and so on. And for this reason (I think) he was choking him, since he had gone out from the king; for he would not have choked his fellow servant if he had not gone out. Then observe the precision of the Scripture: how the one who fell down was worshiping, but the other who fell down was not worshiping but pleading. And the king, moved with compassion, released him and forgave him all the debt, but the servant did not even wish to have mercy on his fellow servant. And that one, even before the forgiveness, commanded him to be sold, and his possessions too, but the one who had been forgiven threw him into prison. And note that the fellow servants did not slander or speak falsely but made it clear, and that he did not mention the wickedness concerning the money at the beginning, but kept it for later concerning the fellow servant. See also the moderation of the king: he did not say, "You worshiped me," but, "You pleaded with me"; and he no longer commanded him to be sold, and his possessions too, but handed him over to the torturers, as one who would suffer worse because of his wickedness. And who could these be but those appointed over punishments?
ἅμα δὲ πρόσχες διὰ τοὺς ἀπὸ τῶν αἱρέσεων χρωμένους τῇ παραβολῇ ὅτι, εἴπερ κατηγοροῦσι τοῦ δημιουρ γοῦ ὡς ὀργίλου διὰ τὰ ἐμφαίνοντα ὀργὴν θεοῦ ῥήματα, ἐχρῆν αὐτοὺς καὶ τοῦ βασιλέως τούτου κατηγο ρεῖν, ἐπείπερ ὀργισθεὶς παρέ δωκε τὸν ὀφειλέτην τοῖς βασανισταῖς. ἔτι δὲ λεκτέον τοῖς μὴ βουλομένοις παραδίδοσθαί τινα ἀπὸ τοῦ Ἰησοῦ τοῖς βασανισταῖς ὅτι διηγήσασθε ἡμῖν, ὦ οὗτοι, τίς ὁ βασιλεὺς ὁ παραδιδοὺς τὸν πονη ρὸν δοῦλον τοῖς βασανισταῖς; προσεχέτωσαν δὲ καὶ τῷ οὕτως οὖν ποιήσει καὶ ὑμῖν ὁ πατήρ μου ὁ οὐράνιος. τοῖς αὐτοῖς δὲ ἔτι μᾶλλον λεχθείη ἂν τὰ ἐν τῇ τῶν δέκα μνῶν παραβολῇ ὅτι ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱὸς εἶπε· «πλὴν τοὺς ἐχθρούς μου ἐκείνους τοὺς μὴ θελήσαντάς με» καὶ τὰ ἑξῆς. τὸ συμπέρασμα μέντοι τῆς παρα βολῆς καὶ τοῖς ἁπλουστέροις ἁρμό ζει· πάντες γὰρ ἅμα διδασκόμεθα πείσεσθαι, οἱ ἄφεσιν ἁμαρτημάτων εἰληφότες καὶ μὴ συγχωροῦντες τοῖς ἀδελφοῖς, τὰ τοῦ συγχωρηθέντος καὶ μὴ συγχωρήσαντος τῷ συνδούλῳ. Καὶ ἐγένετο ὅτε ἐτέ λεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους (19, 1[– 2]). Ὁ ἕκαστον τῶν προκειμένων προβλημάτων ἐντελῶς διεξιών, ὡς μηδὲν αὐτῶν ἐνδεὲς καταλιπεῖν, οὗτος τελεῖ τοὺς ἑαυτοῦ λόγους. θαρσαλεώτερον δ' αὖ τις ἀποφανεῖται περὶ τούτου προσέχων ἐπιμελέστερον πάσῃ ἀναγνώσει παλαιᾶς καὶ καινῆς διαθήκης.
At the same time, pay attention, on account of those from the heresies who use the parable, that if indeed they accuse the Creator as irascible because of the words that display God's anger, they ought also to accuse this king, since having become angry he handed the debtor over to the torturers. Moreover, it must be said to those who do not wish anyone to be handed over by Jesus to the torturers: Tell us, you there, who is the king who hands the wicked servant over to the torturers? And let them also pay attention to the words, "So also my heavenly Father will do to you." And the same point might be said still more strongly to them from what is in the parable of the ten minas, that the son of the good God said, "But those enemies of mine who did not wish me" and the rest. The conclusion, however, of the parable is fitting even for the simpler sort; for we are all taught at once that those who have received forgiveness of sins and do not forgive their brothers will suffer the things of the one who was forgiven and did not forgive his fellow servant. And it came to pass, when Jesus finished these words (19:1-2). He who expounds each of the proposed problems completely, so as to leave none of them deficient, this man finishes his words. But someone will declare this more boldly, paying more careful attention to every reading of the Old and New Testament.
ἐὰν γὰρ ἐπὶ μηδενὸς ᾖ τεταγμένον τὸ ἐτέλεσε τοὺς λόγους τούτους, ἢ Μωσέως ἤ τινος τῶν προφητῶν, ἀλλ' ἢ μόνου τοῦ Ἰησοῦ, τότε τολμήσας ἄν τις εἴποι ὅτι μόνος ἐτέλεσε τοὺς λόγους ὁ Ἰησοῦς, ὁ ἐλθὼν τέλος ἐπιθεῖναι τοῖς πράγμασι καὶ πλη ρῶσαι τὸ ἐνδεὲς τοῦ νόμου διὰ τοῦ «ἐρρέθη τοῖς ἀρχαίοις» καὶ τὰ ἑξῆς· καὶ πάλιν· «ἵνα πληρωθῇ τὰ εἰρη μένα διὰ τῶν προφητῶν». εἰ δέ που γέγραπται καὶ ἐν ἐκείνοις, τότε ἂν συνεξετάζοι καὶ τελεσθέντας ὑπ' ἐκείνων λόγους τελεσθεῖσιν ὑπὸ τοῦ σωτῆρος, ἵνα εὕρῃ τὴν διαφορὰν αὐτῶν πρὸς ἀλλήλους. καίτοιγε κἀ κεῖ ζητηθείη ἄν, εἰ ἐπὶ τῶν κατὰ χρηματισμὸν λεγομένων κεῖται τὸ ἐτέλεσεν, ἢ ἐπὶ τῶν Μωσέως ἤ τινος τῶν προφητῶν εἰρημένων ἢ ἐπὶ συναμφοτέρων· ἡ γὰρ ἐπιμελὴς τήρησις μέγιστα ἂν ὑποβάλλοι νοή ματα τοῖς ἐπισταμένοις «πνευματικὰ πνευματικοῖς» συγκρίνειν καὶ διὰ τοῦτο λαλοῦσιν «οὐκ ἐν διδακτοῖς ἀν θρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος». ἄλλος δ' ἄν τις περιεργότερον ἀκούων τοῦ ἐτέλεσεν, τεταγμένου ἐπὶ τῶν μυστικωτέρων (καθὸ ὁ μέν τις «παρέ δωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς» οὐκ ἐπαινετῶς, ὁ δέ τις μυστήρια θεοῦ τοῖς ἀξίοις, καὶ ἀνάλογον τοῖς τοιούτοις μυστηρίοις τελετὰς) εἴποι ὅτι
For if "he finished these words" is not recorded of anyone—neither of Moses nor of any of the prophets—but of Jesus alone, then one might dare to say that Jesus alone finished the words, he who came to put an end to things and to fill up what was lacking in the law through "it was said to the ancients" and what follows; and again: "that what was spoken through the prophets might be fulfilled." But if it is written somewhere also in those men, then one would compare words finished by them with words finished by the Savior, in order to find the difference between them. And yet even there one might inquire whether "he finished" applies to things spoken by divine oracle, or to things said by Moses or one of the prophets, or to both together; for careful observation would suggest the greatest thoughts to those who know how to compare "spiritual things with spiritual," and for this reason speak "not in words taught by human wisdom, but in words taught by the Spirit." But another, hearing "he finished" more curiously, since it is applied to the more mystical things (inasmuch as one person "handed down mysteries and initiations" to his subordinates, not commendably, while another hands down the mysteries of God to those who are worthy, and initiations corresponding to such mysteries), might say that
τελετὴν ἐποίησε μυήσας αὐτούς, δι' ἣν τελετὴν ἀνεφάνησαν οἱ λόγοι συνατοί, ὡς κηρυχθῆναι «τὸ εὐαγγέλιον» Ἰησοῦ «ἐν ὅλῳ τῷ κόσμῳ» καὶ κρατῆσαι διὰ τὴν θείαν τελετὴν πάσης ψυχῆς, ἣν ἕλκει ὁ πατὴρ πρὸς τὸν υἱὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος· «οὐδεὶς ἔρχεται πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν». διὰ τοῦτο δὲ καὶ ὁ λόγος τῶν χάριτι θεοῦ πρεσβευόντων τὸ εὐαγγέλιον καὶ «τὸ κήρυγμα» αὐτῶν «οὐκ ἐν πει θοῖ σοφίας» γέγονε «λόγων, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως», οἷς ἐτελέσθησαν οἱ λόγοι τῆς διδασκαλίας Ἰησοῦ. καὶ σὺ μὲν οὖν τηρήσεις, ὁσάκις εἴρηται τὸ ἐτέλεσε καὶ ἐπὶ τίσι· λήψῃ δὲ παράδειγμα τὸ ἐπὶ τοῖς μακαρισμοῖς καὶ ὅλῃ τῇ διδασκα λίᾳ λελεγμένον, οἷς ἐπιφέρεται· «καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο πάντες οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ». Ἀναφέρεται δὲ καὶ νῦν τὸ ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λό γους τούτους προσεχῶς μὲν ἐπὶ τὴν μυστικωτάτην παραβολήν, καθ' ἣν «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρα νῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ», ἔτι δὲ ταύτης ἀνωτέρω εἰς τὰ πρὸ αὐτῆς ἀναγεγραμ μένα. πλὴν ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, λαλήσας αὐτοὺς ἐν τῇ Γαλιλαίᾳ περὶ τὴν Καφαρναούμ, τότε μετῆρεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὰ τῆς Ἰουδαίας ὅρια, ἕτερα τυγχάνοντα παρὰ τὴν Γαλι λαίαν. ἦλθε δὲ ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας καὶ οὐκ ἐπὶ τὰ μέσα, ἀλλ' οἱονεὶ τὰ ἄκρα· ἔνθα ἠκολούθησαν αὐτῷ ὄχλοι πολ λοί, οὓς ἐθεράπευσε παρ' αὐτοῖς τοῖς ὁρίοις τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου, ἔνθα τὸ βάπτισμα ἐδίδοτο ἀνθρώποις.
He made a completion, initiating them, through which completion the words appeared comprehensible, so that "the gospel" of Jesus might be proclaimed "in the whole world" and might prevail through the divine completion over every soul whom the Father draws to the Son, according to what was said by the Savior: "No one comes to me unless the Father who sent me draws him." And for this reason also the word of those who by the grace of God proclaim the gospel—even "their proclamation"—has come to be "not in persuasive words of wisdom, but in demonstration of spirit and power," by which the words of Jesus' teaching were completed. And you will indeed observe how many times "he completed" is said, and in reference to what; and you will take as an example what is said in connection with the beatitudes and the whole teaching, to which is appended: "And it came to pass, when Jesus had completed these words, that all the crowds were astonished at his teaching." And now too "Jesus completed these words" is referred immediately to the most mystical parable, according to which "the kingdom of heaven was likened to a man, a king, who wished to settle accounts with his servants," and further, above this, to the things recorded before it. But when Jesus had completed these words, having spoken them in Galilee around Capernaum, then he departed from there and came to the borders of Judea, which are different from Galilee. And he came to the borders of Judea, and not to the middle, but, as it were, to the extremities; where many crowds followed him, whom he healed at those very borders of Judea beyond the Jordan, where baptism was given to people.
τηρήσεις δὲ διαφορὰν ὄχλων ἁπλῶς ἀκολουθησάντων καὶ Πέτρου καὶ τῶν ἄλλων ἀφέν των πάντα καὶ ἀκολουθησάντων καὶ Ματθαίου, ὃς «ἀναστὰς ἠκολούθησεν αὐτῷ». οὐχ ἁπλῶς ἠκολούθησεν, ἀλλ' «ἀναστάς»· μεγάλη γὰρ ἡ προσθήκη τὸ «ἀναστάς». εἰσὶν οὖν ἀεὶ οἱ μὲν (ὡς ὄχλοι) πολλοὶ ἀκολουθοῦντες, μήτε ἀνα στάντες ἵνα ἀκολουθήσωσι μήτε ἀφέντες πάντα τὰ πρότερα· ὀλίγοι δὲ οἱ ἀναστάντες καὶ οἱ πάντα ἀφέντες ἀκολουθήσαντες, οἳ καὶ καθεδοῦνται [οἱ] «ἐν τῇ παλιγγενεσίᾳ» «ἐπὶ δώδεκα θρόνους». πλὴν εἰ βούλεταί τις θεραπευθῆναι, ἀκολουθησάτω τῷ Ἰησοῦ. Μετὰ τοῦτο γέγραπται ὅτι προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες· εἰ ἔξεστιν ἀνθρώ πῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; (τὸ ἰσοδυναμοῦν ἀνέγραψε καὶ ὁ Μᾶρκος) (19, 3[–12]). Οὐκοῦν τῶν προσιόντων καὶ πυνθανομένων τῷ Ἰησοῦ ἦσάν τινες οἳ πειράζοντες ἐπηρώτων αὐτόν· πειραζομένου δὲ τοῦ τηλικούτου σωτῆρος ἡμῶν, τίς ἂν τῶν μαθητῶν αὐτοῦ ἀγανακτοίη, τεταγμένος εἰς διδασκαλίαν, ἐπὶ τῷ πειράζεσθαι ὑπό τινων καὶ πυνθανομένων οὐκ ἐκ φιλομα θείας, ἀλλ' ἀπὸ τοῦ πειράζειν ἐθέ λειν; πολλὰ δ' ἂν ἐπὶ τὸ αὐτὸ συναγαγὼν εὕροις, ἐν οἷς ἐπείρασαν τὸν Ἰησοῦν ἡμῶν οἱ Φαρισαῖοι καὶ ἄλλοι παρὰ τούτους (ὡς νομικός τις, τάχα δὲ καὶ γραμμα τεῖς), ἵν' ἐπὶ τὸ αὐτὸ τὰ περὶ τῶν πειραζόντων αὐτὸν συναγαγών, εὕ ροις τι [τὰ περὶ τῶν πειραζόντων αὐτὸν] ἐκ τῆς ἐξετάσεως χρήσιμον εἰς τὸ εἶδος τῶν λόγων τούτων. πλὴν ὁ σωτὴρ καὶ τοῖς πειράζουσιν ἀποκρίνεται δόγματα εὐσεβείας· οἱ μὲν γὰρ ἔλεγον· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
You will observe the difference between the crowds who followed simply and Peter and the others who left all things and followed, and Matthew, who "arose and followed him." He did not follow simply, but "arose"; for great is the addition of "arose." There are, then, always many who follow as crowds, neither arising in order to follow nor leaving all their former things; but few are those who arose and who left all things and followed, who also "in the regeneration" will sit "upon twelve thrones." Yet if anyone wishes to be healed, let him follow Jesus. After this it is written that the Pharisees came to him, testing him and saying, "Is it lawful for a man to put away his wife for every cause?" (Mark recorded the equivalent) (19:3[-12]). Therefore, of those who came to Jesus and questioned him, there were some who asked him testing him; and when our Savior of such greatness is being tested, who of his disciples would be indignant, one appointed to teaching, at being tested by some and questioned not from love of learning but from a desire to test? And gathering many things together on this point, you would find instances in which the Pharisees and others besides these (as a certain lawyer, and perhaps also scribes) tested our Jesus, so that gathering together the passages about those who tested him, you might find something useful from the examination for the form of these words. Yet the Savior even to those who test him answers with doctrines of piety; for they said, "Is it lawful for a man to put away his wife for every cause?
ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ' ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίη σεν αὐτούς; καὶ τὰ ἑξῆς. καὶ οἶμαι, ὅτι κατὰ τοῦτο προέτεινον τὸν λόγον οἱ Φαρισαῖοι τοῦτον, ὡς ἐπιληψόμενοι αὐτοῦ, ὅ τι ποτ' ἂν εἴπῃ· οἷον εἰ μὲν εἶπεν· ἔξεστιν, ἐνεκάλεσαν ἂν αὐτῷ ὡς ἐπὶ τοῖς τυχοῦσι διαλύοντι τοὺς γάμους· εἰ δέ· οὐκ ἔξεστιν, ὡς καὶ μετὰ ἁμαρτημάτων ἐπιτρέποντι συν οικεῖν ἄνδρα γυναικί. οὐχ ἑώρων δὲ τίνα τρόπον ἀνεπι λήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρι νεῖται, ὡς ἐπὶ τοῦ κήνσου· εἰ μὲν γὰρ εἶπε διδόναι, ἐνεκάλεσαν ἂν ὡς ὑποτάσσοντι τὸν λαὸν τοῦ θεοῦ ἀνθρώποις καὶ προσποιοῦντα αὐτὸν τοῖς Ῥωμαίοις καὶ οὐ τῷ νόμῳ τοῦ θεοῦ, εἰ δὲ μὴ διδόναι, ὡς πόλεμον ἐμποιοῦντι καὶ στάσιν καὶ διεγείροντι τοὺς μὴ δυναμένους στῆ ναι πρὸς τηλικαύτην στρατιάν. [οὐχ ἑώρων δὲ τίνα τρόπον
ἀνεπιλήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρίνεται]. ὅρα δὲ πῶς ἀνεπιλήπτως ἀπεκρίνατο πρότερον μὲν ἀποφάσκων τὸ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰ τίαν, δεύτερον δὲ ἀποκρινόμενος πρὸς τὰ περὶ τοῦ βιβλίου τοῦ κατὰ τὸ ἀποστά σιον ***. ἑώρα γὰρ ὅτι οὐ πᾶσα αἰτία εὐλόγως λύει γάμον, καὶ ὅτι δεῖ τὸν ἄνδρα συνοικεῖν τῇ γυναικὶ «ὡς ἀσθενεστέρῳ σκεύει ἀπονέμοντα τιμὴν» καὶ βαστάζοντα αὐτῆς τὰ ἐν ἁμαρ τήμασι «βάρη». καὶ δυσωπεῖ ἐκ τῶν ἐν τῇ Γενέσει ἐγγεγραμμένων τοὺς ἐπὶ τοῖς Μωσέως γράμμασιν αὐχοῦντας Φαρισαίους λέγων τὸ οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ' ἀρχῆς ἄρρεν καὶ θῆλυ ἐποίη σεν αὐτούς;
But he answered and said, "Have you not read that the one who created from the beginning made them male and female?" and what follows. And I think that it was with this in view that the Pharisees put forward this question, intending to catch him out in whatever he might say. For example, if he had said, "It is lawful," they would have accused him of dissolving marriages on any chance pretext; but if he had said, "It is not lawful," they would have accused him of permitting a man to live with a woman even in sins. But they did not see in what way he would answer them blamelessly and wisely, as in the case of the tribute money. For if he had said to pay it, they would have accused him of subjecting the people of God to men and attaching them to the Romans and not to the law of God; but if he had said not to pay, they would have accused him of causing war and sedition and stirring up those who were unable to stand against so great an army. [But they did not see in what way he answers them blamelessly and wisely.] But observe how blamelessly he answered: first, by denying that a woman should be put away for every cause; secondly, by answering the matters concerning the bill of divorcement ***. For he saw that not every cause reasonably dissolves a marriage, and that a man must live with his wife "giving honor as to the weaker vessel" and bearing her "burdens" in sins. And he shames the Pharisees who pride themselves on the writings of Moses, from what is written in Genesis, saying, "Have you not read that the one who created from the beginning made them male and female?
καὶ τὰ ἑξῆς, καὶ ἐπιφέρων αὐτοῖς διὰ τὸ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ἀκόλουθον τῷ εἰς σάρκα μίαν διδασκαλίαν τὴν ὥστε οὐ κέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μία. δυσωπητικὸν δὲ πρὸς τὸ μὴ ἀπο λῦσαι τὴν γυναῖκα κατὰ πᾶ σαν αἰτίαν καὶ τὸ ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χω ριζέτω. Παρατηρητέον μέντοιγε ἐν τῇ ἐκθέσει τῶν ἀπὸ τῆς Γενέσεως ἐν τῷ εὐαγγελίῳ ῥητῶν, ὅτι οὐ τὰ ἐφεξῆς ἀλλήλοις γεγραμμένα εἴρηται. ἐγὼ δὲ οἶμαι ὅτι οὐδὲ περὶ τῶν αὐτῶν λέγεται, τῶν κατ' εἰκόνα θεοῦ γενομένων καὶ τῶν ἀπὸ τοῦ χοὸς τῆς γῆς καὶ μιᾶς τῶν πλευ ρῶν τοῦ Ἀδάμ. ὅπου μὲν γὰρ λέ λεκται τὸ «ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς», περὶ τῶν κατ' εἰκόνα ἐστίν· ὅπου δὲ καὶ εἶπεν· «ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ» καὶ τὰ ἑξῆς, οὐκ ἔστι περὶ τῶν κατ' εἰκόνα· ὕστερον γάρ ποτε ἐκείνων «ἔπλασε κύριος ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς» καὶ ἀπὸ τῆς πλευρᾶς αὐτοῦ τὴν βοηθόν. ἅμα δὲ πρόσχες ὅτι ἐπὶ μὲν τῶν κατ' εἰκόνα οὐκ ἀνὴρ καὶ γυνὴ εἴρηται, ἀλλὰ «ἄρρεν καὶ θῆλυ». τοῦτο δὲ καὶ ἐν τῷ Ἑβραϊκῷ τετηρήκαμεν· ἀνὴρ μὲν γὰρ δηλοῦται τῇ ΙΣ φωνῇ, ἄρρεν δὲ τῇ ΖΑΧΑΡ· καὶ πάλιν γυνὴ μὲν τῇ ΕΣΣΑ φωνῇ, θῆλυ δὲ τῇ ΟΥΝΚΗΒΑ· οὐδέποτε γὰρ γυνὴ κατ' εἰκόνα οὐδὲ ἀνήρ, ἀλλ' οἱ μὲν διαφέροντες ἄρρεν οἱ δὲ δεύτεροι θῆλυ. ἀλλὰ καὶ ἐὰν κατα λίπῃ ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, κολλᾶται οὐ τῷ θήλει ἀλλὰ τῇ γυναικὶ αὑτοῦ καὶ γίνονται (ἐπεὶ ἓν σαρκὶ ἀνὴρ καὶ γυνή) εἰς σάρκα μίαν.
and what follows, and by adding to them, because of "and the two shall become one flesh," teaching that follows upon "one flesh"—namely, "so that they are no longer two but one flesh." And it is a deterrent against divorcing a wife for any cause at all, and also the saying, "What God has joined together, let no man separate." One must observe, however, in the citation of the sayings from Genesis in the Gospel, that they are not quoted as they are written in sequence with one another. And I think that they are not even said about the same things—those made in the image of God and those made from the dust of the earth and from one of Adam's ribs. For where it is said, "Male and female he made them," it is about those in the image; but where he also said, "For this cause a man shall leave his father and his mother" and what follows, it is not about those in the image; for later than those, "the Lord God formed man, taking dust from the earth," and from his rib the helper. And at the same time note that in the case of those in the image it is not said "man and woman," but "male and female." And we have observed this also in the Hebrew: for "man" is indicated by the sound ISH, but "male" by ZACHAR; and again "woman" by the sound ISHSHAH, but "female" by UNQEBHA; for never is "woman" in the image, nor "man," but those who are distinguished are "male" and those who are secondary are "female." But also if a man leaves his father and his mother, he cleaves not to the female but to his woman, and they become (since man and woman are one flesh) one flesh.
εἶτα διαγράφων ὃ δεῖ εἶναι ἐν τοῖς ὑπὸ θεοῦ συνεζευγμένοις ἀξίως τοῦ συνεζεῦχθαι ὑπὸ θεοῦ, ἐπιφέρει ὁ σωτὴρ τὸ ὥστε οὐκέτι εἰσὶ δύο. καὶ ὅπου γε ὁμόνοια καὶ συμφωνία καὶ ἁρμονία ἀνδρός ἐστι πρὸς γυναῖκα καὶ γυναικὸς πρὸς ἄνδρα, τοῦ μὲν ὡς ἄρχοντος, τῆς δὲ ὡς πειθομένης τῷ «αὐτός σου κυριεύσει», ἀληθῶς ἔστιν εἰπεῖν ἐπὶ τῶν τοιού των τὸ οὐκέτι εἰσὶ δύο. εἶτ' ἐπεὶ ἔδει τηρεῖσθαι τῷ κολλωμένῳ κυρίῳ τὸ γενέσθαι αὐτὸν πρὸς αὐτὸν «ἓν πνεῦμα», λέλεκται ἐπὶ τῶν ὑπὸ τοῦ θεοῦ συνεζευγμένων μετὰ τὸ ὥστε οὐκέτι εἰσὶ δύο τὸ ἀλλὰ σὰρξ μία. καὶ ὁ θεός ἐστιν ὁ συζεύξας τὰ δύο εἰς ἕν, ἵνα μηκέτι ὦσι δύο, ὅπου «παρὰ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή». καὶ ἐπεὶ ὁ θεὸς συνέζευξε, διὰ τοῦτο χάρισμά ἐστιν ἐν τοῖς ὑπὸ θεοῦ συνεζευγμένοις· ὅπερ ὁ Παῦλος ἐπιστάμενος ἐπίσης τῷ εἶναι τὴν ἁγνὴν ἀγαμίαν χάρισμά φησι καὶ τὸν κατὰ λόγον θεοῦ γάμον εἶναι χάρισμα, φάσκων· «θέλω δὲ πάντας ἀνθρώ πους εἶναι ὡς ἐμαυτόν, ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως». οἱ δὲ ὑπὸ θεοῦ συνεζευγμένοι καὶ φρονοῦσι καὶ ποιοῦσι τὸ «οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυ ναῖκας, ὡς καὶ ὁ Χριστὸς τὴν ἐκ κλησίαν». ὁ μὲν οὖν σωτὴρ ἐνετείλατο, ἵν' ὅπερ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωρίζῃ· ἄνθρωπος δὲ χωρίζειν βούλεται ὃ ὁ θεὸς συνέζευξεν, ὅτε ἀποστὰς «τῆς» ὑγιοῦς «πίστεως», προσέχων «πνεύ μασι πλάνης καὶ διδασκαλίαις δαι μονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων» οὐ πορνεύειν μόνον ἀλλὰ καὶ «γαμεῖν», διαλύει καὶ τοὺς φθάσαντας τῇ προνοίᾳ συνεζεῦχθαι τοῦ θεοῦ.
Then, describing what ought to be in those whom God has joined together, worthily of their having been joined by God, the Savior adds the words "so that they are no longer two." And indeed, wherever there is concord and agreement and harmony of a man with a woman and of a woman with a man—the one as ruling, the other as obeying the words "he shall rule over you"—it is truly possible to say of such people, "they are no longer two." Then, since it was necessary that for the one who cleaves to the Lord, his becoming "one spirit" with him be preserved, it has been said of those joined together by God, after "so that they are no longer two," "but one flesh." And God is the one who joined the two into one, so that they are no longer two, where "a wife is fitted to a man by God." And since God joined them, for this reason there is a gift in those joined together by God; which Paul, knowing, says that chaste celibacy is equally a gift, and that marriage according to the word of God is a gift, saying: "I wish that all people were as I myself am, but each has his own gift from God, one in this way, another in that way." And those joined together by God both think and do the words "husbands, love your wives, as Christ also loved the church." The Savior, then, commanded that what God has joined together, man should not separate; but man wishes to separate what God has joined together, when, having fallen away from the sound faith, attending to "spirits of error and teachings of demons, in the hypocrisy of liars, whose own conscience is seared, who forbid" not only to commit fornication but also "to marry," he dissolves even those who had already been joined together by the providence of God.
ταῦτα μὲν οὖν τηρουμένων τῶν ῥητῶν εἰς τὰ περὶ ἄρρενος καὶ θήλεος, καὶ ἀνδρὸς καὶ γυναι κός, ὡς ἐδίδαξεν ὁ σωτὴρ ἐν τῇ πρὸς τοὺς Φαρισαίους ἀποκρίσει, λελέχθω. Ἐπεὶ δὲ ὁ ἀπόστολος «εἰς τὸν Χριστὸν» ἐκλαμβάνει «καὶ τὴν ἐκκλησίαν» τὸ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, λεκτέον ὅτι οὐκ ἀπέλυσεν ὁ Χριστὸς τὴν προτέ ραν (ἵν' οὕτως ὀνομάσω) γυναῖκα αὐτοῦ (τὴν προτέραν
συναγωγὴν) κατ' ἄλλην αἰτίαν, τηρῶν τὸ ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω, ἢ ὅτε ἐπόρνευσεν ἐκείνη ἡ γυνὴ μοιχευθεῖσα ὑπὸ τοῦ πονηροῦ καὶ μετ' ἐκείνου ἐπιβουλεύσασα τῷ ἀνδρὶ καὶ ἀποκτείνασα αὐτὸν ἐν τῷ λέγειν· «αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον» καί· «σταύρου σταύρου αὐτόν». ἐκείνη οὖν ἑαυτὴν ἀπέστησε μᾶλλον ἢ ὁ ἀνὴρ αὐτὴν ἀπέστειλεν ἀπολύσας· διόπερ ὀνειδίζων αὐτῇ ἀποστάσῃ αὐτοῦ ἐν Ἡσαΐᾳ φησί· «ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἀπέστειλα αὐτήν;» καὶ ὁ κτίσας γε ἀπ' ἀρχῆς τὸν κατ' εἰκόνα (ὡς «ἐν μορφῇ θεοῦ ὑπάρ χων») ἄρρεν αὐτὸν ἐποίησε καὶ θῆλυ τὴν ἐκκλησίαν, ἓν τὸ κατ' εἰκόνα ἀμφοτέροις χαρισάμενος. καὶ καταλέλοιπέ γε διὰ τὴν ἐκκλη σίαν κύριος ὁ ἀνὴρ πρὸς ὃν ἦν πα τέρα ὅτε «ἐν μορφῇ θεοῦ» ὑπῆρχε, καταλέλοιπε δὲ καὶ τὴν μητέρα, καὶ αὐτὸς υἱὸς ὢν τῆς ἄνω Ἱερου σαλήμ, καὶ ἐκολλήθη τῇ ἐνταῦθα κατα πεσούσῃ γυναικὶ αὐτοῦ, καὶ γεγόνασιν ἐνθάδε οἱ δύο εἰς σάρκα μίαν. διὰ γὰρ αὐτὴν γέγονε καὶ αὐτὸς σάρξ, ὅτε «ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», καὶ οὐκέτι γέ εἰσι δύο, ἀλλὰ νῦν μία γέ ἐστι σάρξ, ἐπεὶ τῇ γυναικὶ ἐκκλησίᾳ λέγεται τὸ «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους»·
Let these things, then, be said while the literal words are being preserved with reference to the matters concerning male and female, and man and woman, as the Savior taught in his answer to the Pharisees. But since the apostle understands "and the two shall become one flesh" as referring "to Christ and the church," it must be said that Christ did not put away his former wife (so to call her)—his former congregation—for any other reason, keeping the command "therefore what God has joined together, let no man separate," except when that woman committed fornication, having been seduced by the evil one and, with him, plotted against her husband and killed him by saying, "Take such a one from the earth," and "Crucify, crucify him." She, then, removed herself rather than her husband sending her away by a bill of divorce; therefore, reproaching her who had departed from him, he says in Isaiah: "What is the bill of divorce of your mother, with which I sent her away?" And he who created from the beginning him who is according to the image (as "being in the form of God") made him male, and the church female, granting to both the one likeness according to the image. And indeed the Lord, the man, left for the sake of the church the father to whom he was related when he "was in the form of God," and he also left the mother, himself being a son of the Jerusalem above, and he cleaved to his wife who had fallen down here, and here the two became one flesh. For for her sake he himself also became flesh, when "the Word became flesh and dwelt among us," and they are no longer two, but now are one flesh, since to the woman, the church, it is said: "But you are the body of Christ and members individually.
οὐ γάρ ἐστί τι ἰδίᾳ σῶμα Χριστοῦ ἕτερον παρὰ τὴν ἐκκλησίαν οὖσαν «σῶμα» αὐτοῦ «καὶ μέλη ἐκ μέρους»· καὶ ὁ θεός γε τούτους τοὺς μὴ δύο, ἀλλὰ γενομένους σάρκα μίαν συνέζευξεν, ἐντελλόμενος ἵνα ἄν θρωπος μὴ χωρίζῃ τὴν ἐκκλησίαν ἀπὸ τοῦ κυρίου. καὶ ὁ προσέχων γε ἑαυτῷ ὡς μὴ χωρισθῆναι ἀπὸ τοῦ Χριστοῦ, θαρρεῖ ὡς μὴ χωρισθησόμενος καί φησι· «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» ἐνταῦθα μὲν οὖν γέγραπται πρὸς τοὺς Φαρισαίους λεγόμενον τὸ ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· λέγοιτο δ' ἂν πρὸς τοὺς Φαρισαίων κρείττονας· ὃ οὖν ὁ θεὸς συνέζευξεν, μηδὲν χωριζέτω, μήτε ἀρχή, μήτε ἐξου σία· ἰσχυρότερος γὰρ ὁ συζεύξας θεὸς πάντων, ὧν ἂν ὀνομάσαι τις νοήσας αὐτὰ δυνηθῇ. Μετὰ ταῦτα διαληψόμεθα τὸν τῶν Φαρισαίων λόγον ὃν εἶπον τῷ Ἰησοῦ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι; εὐ λόγως δ' εἰς τοῦτο παραληψόμεθα τὴν ἀπὸ τοῦ Δευτερονομίου λέξιν περὶ τοῦ τῆς ἀποστασίας βιβλίου ἔχουσαν οὕτως· «ἐὰν δὲ λάβῃ τις γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα» καὶ τὰ ἑξῆς ἕως τοῦ «καὶ οὐ μιανεῖτε τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ». ζητῶ δὲ ἐν τοῖς κατὰ τὸν νόμον τοῦτον, πότερον οὐδὲν πέρα τῆς λέξεως χρὴ ζητεῖν ἐν αὐτῷ (ἐπεὶ μὴ ὁ θεὸς ἔδωκεν αὐτόν), ἢ πρὸς μὲν τοὺς Φαρισαίους ἀναγκαίως εἴρηται (χρησαμένους τῷ Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστα σίου καὶ ἀπολῦσαι) τὸ ὅτι Μωσῆς πρὸς τὴν σκληρο καρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
For there is not some body of Christ separately, other than the church, which is his "body" and "members in part"; and God joined these, who are not two but have become one flesh, commanding that man not separate the church from the Lord. And the one who gives heed to himself so as not to be separated from Christ is confident that he will not be separated, and says: "Who shall separate us from the love of Christ?" Here, then, it is written that what God has joined together, let man not separate, as spoken to the Pharisees; but it might be said to those better than the Pharisees: What therefore God has joined together, let nothing separate, neither principality nor authority; for God who joined them is stronger than all things, whatever one might name when one has understood them. After these things we will examine the Pharisees' words which they spoke to Jesus: Why then did Moses command to give a bill of divorce and to put her away? And reasonably we will bring in for this the passage from Deuteronomy concerning the bill of divorce, which reads thus: "But if anyone takes a wife and lives with her, and it shall be, if she does not find favor before him because he has found in her an unseemly thing," and the rest until "and you shall not defile the land which the Lord your God gives you as an inheritance." But I inquire in the matters according to this law, whether one ought to seek nothing in it beyond the literal wording (since God did not give it), or whether it was said necessarily to the Pharisees (who cited "Moses commanded to give a bill of divorce and to put her away") that Moses, because of your hardness of heart, permitted you to put away your wives; but from the beginning it has not been so.
ἐὰν δέ τις ἐπὶ τὸ εὐαγγέλιον ἀναβῇ Χριστοῦ Ἰησοῦ, διδάσκον ὅτι «ὁ νόμος πνευματικός ἐστι», καὶ τούτου ζητήσει τοῦ νόμου πνευματικὸν νοῦν. φήσει δὲ καὶ ταῦτα ὁ θέλων τροπολογεῖν ὅτι, ὥσπερ τῷ Παύλῳ θαρροῦντι ἐφ' ᾗ εἶχε θείᾳ χάριτι λέλεκται τὸ «γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν» (ἐν τούτοις γὰρ τῷ «κατὰ τὴν ἐμὴν γνώμην», ἵνα μὴ καταφρονηθῇ ὡς κενὴ πνεύματος θεοῦ, καλῶς ἐπήγαγε τὸ «δοκῶ κἀγὼ πνεῦμα θεοῦ ἔχειν»), οὕτως καὶ Μωσεῖ διὰ τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν νομοθετεῖν, ὥστε αὐτὸν καὶ πρὸς τὴν σκληροκαρδίαν τοῦ λαοῦ ἐπιτρέψαι τινά, ἐν οἷς ἦν καὶ τὸ ἀπολύειν τὰς γυναῖκας, ἦν ἂν πείθεσθαι, ἐφ' οἷς κατὰ τὴν αὐτοῦ γνώμην ἐνομοθέτει, ὡς καὶ ἐν τούτοις μετὰ πνεύματος θεοῦ τῆς νομοθεσίας γενομένης. καὶ ἐρεῖ ὅτι, εἰ οὖν τὶς μὲν νόμος πνευματι κός ἐστι, τὶς δὲ οὐκ ἔστι τοιοῦτος, νόμος δέ ἐστι καὶ οὗτος, πνευμα τικός ἐστι καὶ οὗτος, καὶ ζητητέον αὐτοῦ τὸ πνευματικόν. Μεμνημένοι δὲ τῶν ἀνωτέρω ἡμῖν λελεγμένων εἰς τὸ τοῦ Ἡσαΐου περὶ τοῦ βιβλίου τῆς ἀπο στασίας ῥητὸν φήσομεν ὅτι ἑαυτὴν ἀπέστησεν
But if anyone ascends to the gospel of Christ Jesus, which teaches that "the law is spiritual," he will also seek the spiritual meaning of this law. And the one who wishes to interpret figuratively will say these things too: that just as it was said to Paul, who was confident because of the divine grace he had, "A wife is bound for as long as her husband lives; but if the husband dies, she is free to marry whom she wishes, only in the Lord. But she is more blessed if she remains as she is, according to my judgment; and I think that I too have the Spirit of God" (for in these words, by "according to my judgment," lest he be despised as empty of the Spirit of God, he rightly added, "I think that I too have the Spirit of God"), so also to Moses, because of the authority given to him to legislate, so that he himself also, with regard to the hardness of heart of the people, permitted certain things, among which was the putting away of wives, he would have been obeyed in the things he legislated according to his own judgment, since in these matters too the legislation came to be with the Spirit of God. And he will say that, if therefore one law is spiritual and another is not of such a kind, but this too is a law, this too is spiritual, and its spiritual meaning must be sought. And remembering what we said earlier regarding the passage in Isaiah about the book of divorce, we will say that she divorced herself
ἀνδρὸς τοῦ Χριστοῦ ἡ μήτηρ τοῦ λαοῦ, μὴ λαβοῦσα τὸ τῆς ἀποστασίας βιβλίον. ὕστερον δέ, ὅτε εὑρέθη ἐν αὐτῇ «ἄσχημον πρᾶγμα» καὶ οὐχ εὗρε «χάριν ἐναντίον αὐτοῦ», ἐ γράφη αὐτῇ βιβλίον ἀποστασίου. δυνάμει γὰρ ἡ καινὴ διαθήκη, τοὺς ἀπὸ τῶν ἐθνῶν καλοῦσα εἰς τὴν οἰκίαν τοῦ τὴν προτέραν γυναῖκα ἀποβεβληκότος, τὸ βιβλίον τοῦ ἀπο στασίου δέδωκε τῇ προτέρᾳ ἀποστάσῃ τοῦ ἀνδρὸς νόμου καὶ λόγου. διὸ καὶ αὐτὸς αὐτῆς ἀποστὰς ἔγημεν (ἵν' οὕτως ὀνομάσω) ἑτέραν, δοὺς «εἰς τὰς χεῖρας» τῆς προτέρας τὸ τοῦ ἀποστασίου βιβλίον· διὸ μηκέτι δύνανται πράσσειν τὰ κατὰ τὸν νόμον αὐτοῖς προστεταγμένα διὰ τὸ βιβλίον τοῦ ἀποστασίου. καὶ ση μεῖον τοῦ εἰληφέναι αὐτὴν βιβλίον ἀποστασίου τὸ Ἱερουσαλὴμ μὲν καθῃρῆσθαι μετὰ τοῦ κληθέντος ὑπ' ἐκείνων ἁγιάσματος καὶ τῶν ἐν αὐτῷ πεπιστευμένων γεγονέναι σεμ νῶν καὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων καὶ πάσης τῆς παρ' αὐτῷ λατρείας. σημεῖον δὲ τοῦ βιβλίου τῆς ἀποστασίας καὶ τὸ μήτε ἑορτά ζειν αὐτοὺς δύνασθαι κἂν κατὰ τὸ γράμμα, τοῦ βουλήματος τοῦ νόμου προστάξαντος «ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεὸς» ἑορτάζειν αὐτούς. ἀλλὰ καὶ τὸ πᾶσαν τὴν συνα γωγὴν λιθοβολεῖν τοὺς τάδε ἢ τάδε ἡμαρτηκότας γενέσθαι μὴ δυνά μενον καὶ ἄλλα δὲ μυρία τῶν προστεταγμένων, σημεῖόν ἐστι τοῦ βιβλίου τῆς ἀποστασίας, καὶ ὅτι «οὐκ ἔστιν ἔτι προφήτης», καὶ ὅτι λέγουσι· «σημεῖα οὐκ εἴδομεν» ἔτι· ἀφεῖλε γὰρ (φησὶ) κύριος «ἀπὸ τῆς Ἰου δαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ (κατὰ τὸν τοῦ Ἡσαΐου λόγον) ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα» καὶ τὰ λοιπὰ μέχρι συνετοῦ ἀκροατοῦ.
The mother of the people was the wife of Christ, not having received the bill of divorce. But later, when an "unseemly thing" was found in her and she did not find "favor before him," a bill of divorce was written for her. For in power the new covenant, calling those from the Gentiles into the house of the one who had put away his former wife, has given the bill of divorce to the former wife who departed from the husband, law and word. Therefore he himself, having departed from her, married (so to speak) another, giving "into the hands" of the former the bill of divorce; therefore they can no longer do the things commanded them according to the law, because of the bill of divorce. And a sign that she received a bill of divorce is that Jerusalem has been destroyed together with the sanctuary called by them holy and the revered things entrusted in it, and the altar of burnt offerings and all the worship at it. A sign of the bill of divorce is also that they cannot celebrate the feasts even according to the letter, since the will of the law commanded them to celebrate "in the place which the Lord God shall choose." But also that the whole assembly cannot stone those who have sinned in this or that way, and countless other things commanded, is a sign of the bill of divorce, and that "there is no longer a prophet," and that they say: "We have not seen signs" any longer; for the Lord has removed (he says) "from Judea and from Jerusalem (according to the word of Isaiah) the mighty man and the mighty woman, the giant and the mighty man" and the rest, down to the intelligent hearer.
Δύναται δὲ πρῶτον μὲν εἰληφέναι γυναῖκα τὴν συναγωγὴν καὶ συνῳκηκέναι αὐτῇ ὁ Χριστός, ὕστε ρον δὲ ἐκείνην μὴ εὑρηκέναι «χάριν ἐναντίον αὐτοῦ»· ἡ δὲ αἰτία τοῦ μὴ εὑρηκέναι αὐτὴν «χάριν ἐναντίον αὐ τοῦ» τὸ εὑρεθῆναι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα». τί γὰρ ἀσχημονέστερον τοῦ (προκειμένου ἀπολῦσαι ἐν τῇ ἑορτῇ ἕνα) ἀπολῦσαι μὲν αὐτοὺς ἠξιωκέναι Βαραβᾶν τὸν λῃστήν, καταδικάσαι δὲ Ἰησοῦν; καὶ τί ἀσχημονέστερον τοῦ πάντας εἰρηκέναι ἐπ' αὐτῷ «σταύρου, σταύρου αὐτόν» καὶ «αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον»; πῶς δὲ οὐκ ἂν ἄσχημον καὶ τὸ «τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν»; διὸ ἐκδικουμένου αὐτοῦ ἐκυκλώθη «ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ» καὶ ἐπέστη «ἡ ἐρήμωσις αὐ τῆς», καὶ ἀφείθη αὐτοῖς «ὁ οἶκος» αὐτῶν, καὶ ἐγκατελείφθη «ἡ θυ γάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορκουμένη». κατὰ τὸν αὐτὸν δὲ (οἶμαι) καιρὸν τῇ μὲν προτέρᾳ γυναικὶ ἔγραψεν ὁ ἀνὴρ «βιβλίον ἀποστασίου» καὶ ἔδω κεν «εἰς τὰς χεῖρας αὐτῆς» καὶ ἐξαπέστειλεν «αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ», τῆς δὲ ἀπὸ τῶν ἐθνῶν ἀπαλήλιπται τὸ χειρόγραφον· περὶ οὗ φησιν ὁ ἀπόστολος τὸ «ἐξα λείψας τὸ χειρόγραφον τοῖς δόγμα σιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ». καὶ Παῦλος γὰρ εἰς τὴν ἀπὸ τῶν ἐθνῶν *** προσήλυτοι ἐγένοντο τοῦ Ἰσραήλ.
But it is possible that Christ first took the synagogue as a wife and lived with her, and later she did not find "favor before him"; and the reason she did not find "favor before him" was that an "unseemly thing" was found "in her." For what is more unseemly than that, when the one was set before them to be released at the feast, they deemed it worthy to release Barabbas the robber, but condemned Jesus? And what is more unseemly than that all cried out against him, "Crucify, crucify him," and "Away with such a one from the earth"? And how would it not be unseemly also, "His blood be upon us and upon our children"? Therefore, when he was avenged, Jerusalem was surrounded "by armies" and "her desolation" came upon her, and "their house" was left to them, and "the daughter of Zion was forsaken as a booth in a vineyard, and as a watchman's hut in a cucumber field, and as a besieged city." And at the same time (I think), the husband wrote a "bill of divorce" for the former wife and gave it "into her hands" and sent "her out of his house," but for the wife from the Gentiles the handwriting was blotted out; concerning which the apostle says, "Having blotted out the handwriting of the decrees, which was against us, and he has taken it out of the midst, nailing it to the cross." For Paul also, to those from the Gentiles *** became proselytes of Israel.
ἐξῆλθε τοίνυν ἡ προτέρα γυνὴ ἡ μὴ «εὑροῦσα χάριν ἐναντίον» τοῦ ἀνδρὸς τῷ εὑρῆσθαι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα», ἀπὸ «τῆς οἰκίας» τοῦ ἀνδρός, «καὶ ἀπελθοῦσα» γεγένηται «ἀνδρὶ ἑτέρῳ» ᾧ ἑαυτὴν ὑπέταξεν, εἴτε Βαραβᾶν τὸν λῃστὴν χρὴ λέγειν τὸν ἄνδρα (ὄντα τροπικῶς τὸν διά βολον) εἴτε τινὰ δύναμιν πονηράν. καὶ ἐπὶ τινῶν μὲν τῆς συναγωγῆς ἐκείνης συμβέβηκε τὸ πρότερον ἐν τῷ νόμῳ γεγραμμένον, ἐφ' ἑτέρων δὲ τὸ δεύτερον· ὁ γὰρ ἔσχατος ἀνὴρ ἐμίσησε τὴν γυναῖκα «καὶ γράψει αὐτῇ» ποτε ἐπὶ τέλει τῶν πραγμάτων «βιβλίον ἀποστασίου (τοῦτο οἰκονομοῦντος τοῦ θεοῦ) καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεῖ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ»· ὡς γὰρ «ἔχθραν» ὁ ἀγαθὸς θεὸς θήσει «ἀνὰ μέσον» τοῦ ὄφεως καὶ «τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματος» αὐτοῦ, «καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς», οὕτως οἰκονομήσει, ἵνα «μισήσῃ αὐτὴν ὁ ἀνὴρ ὁ ἔσχατος». Εἰσὶ δὲ οἷς συμβέβηκε συνοικεῖν τὸν ἄνδρα μὴ μισήσαντα αὐτοὺς τῷ παραμεῖναι ἐν τῷ οἴκῳ τοῦ ἐσχάτου ἀνδρὸς καὶ λαβόντος αὐτῶν τὴν συναγωγὴν ἑαυτῷ γυναῖκα. ἀλλὰ καὶ ἐπὶ τούτων ἀποθνῄ σκει ὁ ἔσχατος ἀνήρ, τάχα ἡνίκα ἂν «ὁ
The former wife, then—the one who did not "find favor before" her husband because an "unseemly thing" was found "in her"—went out from her husband's "house," "and having departed" she became "another man's," to whom she subjected herself, whether one must call that man Barabbas the robber (who figuratively is the devil) or some evil power. And in the case of some of that synagogue, the former thing written in the law has happened; in the case of others, the latter. For the last husband hated the wife "and will write her," at some point at the end of matters, "a bill of divorce (God arranging this) and will give it into her hands and will send her out from his house." For just as the good God will place "enmity between" the serpent and "the woman and between his seed" and "between her seed," so he will arrange it, in order that "the last husband may hate her." But there are those to whom it has happened that the husband lived with them without hating them, by remaining in the house of the last husband, who also took their synagogue as a wife for himself. But even in their case the last husband dies, perhaps whenever "the
ἔσχατος ἐχθρὸς Χριστοῦ καταργηθῇ θάνατος». ὁπότερον δὲ τού των ἂν γένηται εἴτε τὸ πρότερον εἴτε τὸ τελευταῖον τῇ γυναικί, «οὐ δυνή σεται (φησὶν) ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέ ψας λαβεῖν αὐτὴν τοῦ εἶναι ἑαυτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν, ὅτι βδέλυγμα (φησὶν) ἐστὶν ἐναντίον κυρίου τοῦ θεοῦ σου». ἀλλὰ ταῦτα δόξει μὴ κατάλληλα εἶναι τῷ «ἐὰν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, πᾶς ὁ Ἰσραὴλ σωθήσεται». ὅρα δὲ εἰ δύναται καὶ πρὸς τοῦτο λέγεσθαι ὅτι πάντως, εἰ σωθήσεται, τῷ τὸν ἄνδρα αὐτῆς τὸν πρότερον ἐπανα στρέψαντα «λαβεῖν αὐτὴν τοῦ εἶναι αὐτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτὴν» σωθήσεται. ἱερεὺς μὲν οὖν «πόρνην» καὶ «ἐκβεβλημένην» «οὐ λήψε ται» ἑαυτῷ γυναῖκα, ἄλλος δέ τις οὐ κωλύεται (ὡς ὑποβεβηκὼς τὸν ἱερέα) ποιῆσαι τὸ τοιοῦτον. ἀλλ' ἐὰν περὶ τῆς τῶν ἐθνῶν κλήσεως τὸ «πόρνην» ζητῇς, χρήσῃ τῷ «λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας» καὶ τοῖς ἑξῆς. ὡς γὰρ «οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦντες ἀναίτιοί εἰσιν», οὕτως ἐν καιρῷ λαμβάνων γυναῖκα πορ νείας ὁ ἐκβάλλων τὴν προτέραν γυναῖκα [καὶ] ἀναίτιός ἐστι, ποιήσας αὐτὸ κατὰ τὴν πρόσταξιν τοῦ (ὅτ' ἔδει) εἰπόντος (καὶ ἕως ἐχρῆν) τὸ γυναῖκα «πόρνην οὐ λήψεται», καὶ (ὅτε εὔλογον ἦν) φήσαντος «λάβε σεαυτῷ γυναῖκα πορνείας».
the last enemy, death, is destroyed" for Christ. Whichever of these two things happens to the woman, whether the former or the latter, "the former husband who sent her away shall not be able," he says, "to turn back and take her to be his wife after she has been defiled, because she is an abomination," he says, "before the Lord your God." But these things will seem not to fit with "if the fullness of the Gentiles comes in, all Israel will be saved." Consider, however, whether it can also be said in reference to this, that certainly, if she is to be saved, she will be saved by her former husband turning back and "taking her to be his wife after she has been defiled." A priest, then, "shall not take" a "prostitute" and a "divorced woman" as his wife, but another man (as being lower than the priest) is not prevented from doing such a thing. But if, concerning the calling of the Gentiles, you inquire about the "prostitute," you will use "Take to yourself a wife of prostitution and children of prostitution" and what follows. For just as "the priests in the temple profane the Sabbath and are blameless," so too, in the proper season, the one who takes a wife of prostitution—the one who puts away his former wife—is blameless, having done it according to the command of the one who said (when it was necessary) and (as long as it was fitting) that a man "shall not take a prostitute" as a wife, and (when it was reasonable) said, "Take to yourself a wife of prostitution.
ὡς γὰρ «κύριός ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου» καὶ οὐ δοῦλος τοῦ σαββάτου ὡς ὁ λαός, οὕτως κύριός ἐστιν ὁ τὸν νόμον διδοὺς διδόναι μὲν «ἄχρι καιροῦ διορθώσεως» καὶ ἀλ λάσσειν νόμον, ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς διορθώσεως καὶ διδόναι μετὰ τὴν προτέραν ὁδὸν καὶ μετὰ τὴν προτέραν καρδίαν «ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν» «καιρῷ δεκτῷ» «καὶ ἐν ἡμέρᾳ σωτηρίας». καὶ ταῦτα μὲν κατὰ μίαν διήγησιν λελέχθω εἰς τὸν περὶ τοῦ βιβλίου τῆς ἀποστασίας νόμον. Ζητήσαι δ' ἄν τις, εἰ δύναται ἡ ἀνθρωπίνη ψυχὴ τροπικῶς λέγεσθαι γυνὴ καὶ ὁ προϊστάμενος αὐτῆς ἄγγελος καὶ ἄρχων αὐτῆς (πρὸς ὃν «ἡ ἀναστροφὴ» γίνεται αὐτῆς κατακυριεύοντα αὐτῆς) ἀνήρ, ὡς κατὰ τοῦτο ἕκαστον νομίμως συνοικεῖν τῇ ψυχῇ τῇ ἀξίᾳ προστα σίας θείου ἀγγέλου. γένοιτο δ' ἄν ποτε καὶ μετὰ τὴν ἐπὶ πλεῖον διατριβὴν καὶ συνοίκησιν αἰτία ἐν ψυχῇ τοῦ μὴ εὑρίσκειν «χάριν ἐναντίον» τοῦ κυριεύοντος καὶ ἄρχοντος αὐτῆς ἀγγέλου τὸ εὑρίσκεσθαι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα», καὶ γράφοιτο ἂν ὡς γράφεται χειρόγραφα, γράφοιτο δὲ «βιβλίον ἀποστασίου», διδόμενον «εἰς τὰς χεῖρας» τῆς ἐκβαλλομένης, ἵνα μηκέτι οἰκεία ᾖ τοῦ προτέρου προστάτου ἡ ἐξαποστελλομένη «ἐκ τῆς οἰκίας αὐτοῦ». καὶ γένοιτο δ' ἂν ἡ «ἀπελθοῦσα» ἀπὸ τῆς προτέρας οἰκίας «ἑτέρῳ» ἀνδρὶ καὶ ἀτυχήσαι ἂν παρ' αὐτῷ, οὐ μόνον ὡς ἐπὶ τοῦ προτέρου μὴ εὑρίσκουσα «χάριν» ἐνώπιον αὐτοῦ τῷ εὑρίσκεσθαι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα», ἀλλὰ καὶ μισουμένη ὑπ' αὐτοῦ.
For just as "the Son of Man is lord of the Sabbath" and not a slave of the Sabbath as the people are, so the one who gives the law is lord both to give it "until a time of correction" and to change the law, and when the time of correction has come, to give, after the former way and after the former heart, "another way and another heart" "in an acceptable time" "and in a day of salvation." And let these things be said, according to one interpretation, regarding the law about the bill of divorce. But one might ask whether the human soul can figuratively be called a woman, and the angel and ruler set over it (to whom its "conduct" belongs, as he exercises lordship over it) its husband, so that in this respect each one lawfully lives with the soul that is worthy of the guardianship of a divine angel. And it could happen at some time, even after a longer stay and cohabitation, that a cause arises in the soul for not finding "favor in the sight" of the angel who is lord and ruler over it—namely, that "an unseemly thing" is found "in it"—and a document would be written, as it is written, and a "bill of divorce" would be written, given "into the hands" of the woman being cast out, so that the one sent away "from his house" may no longer belong to her former guardian. And it could happen that she who "departed" from her former house goes to "another" husband and meets with misfortune in his house, not only, as in the case of the former, not finding "favor" before him because "an unseemly thing" is found "in her," but also being hated by him.
καὶ γράφοιτο δ' ἂν καὶ ἀπὸ τοῦ δευτέρου αὐτῇ «βιβλίον ἀπο στασίου» καὶ διδοῖτο ἂν «εἰς τὰς χεῖρας αὐτῆς» ἀπὸ τοῦ ἐσχάτου ἀνδρὸς ἐξαποστέλλοντος αὐτὴν «ἐκ τῆς οἰκίας αὐτοῦ». εἰ δὲ δύναται γενέ σθαι μετάστασις ζωῆς τῆς σὺν ἀν θρώποις ἀγγέλων, ὡς τοιοῦτον εἶναι καὶ τὸν αὐτῶν (ὅσον πρὸς τὴν καθ' ἡμᾶς σχέσιν) θάνατον, τολμηρῶς μὲν πλὴν ὅμως ζητήσαι τις ἄν. ὅπως δ' ἂν γένηται, ἡ ἅπαξ ἀποπε σοῦσα προτέρου ἀνδρὸς οὐκ ἐπαν ελεύσεται πρὸς αὐτόν· «οὐ» γὰρ «δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέψας λαβεῖν αὐτὴν τοῦ εἶναι αὐτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν». εἰ δὲ χρὴ τολμήσαντα καὶ ἀπό τινος φερομένης μὲν ἐν ταῖς ἐκκλη σίαις γραφῆς, οὐ παρὰ πᾶσι δὲ ὁμολογουμένης εἶναι θείας, τὸ τοιοῦ τον παραμυθήσασθαι, ληφθείη ἂν τὸ ἀπὸ τοῦ Ποιμένος περί τινων ἅμα μὲν τῷ πιστεύειν ὑπὸ τῷ Μιχαὴλ γινομένων, διὰ δὲ φιληδονίαν ἀπο πιπτόντων ἐκείνου καὶ γινομένων ὑπὸ τὸν τῆς τρυφῆς, εἶτα ὑπὸ τὸν τῆς τιμωρίας, μεθ' ὃν ὑπὸ τὸν τῆς μετανοίας. ὁρᾷς γὰρ ὅτι οὐκέτι μὲν ἐπανέρχεται ἐπὶ τὸν πρῶτον ἄρχοντα ἡ ἅπαξ τρυφήσασα γυνὴ ἤτοι ψυχή, ἀλλὰ καὶ μετὰ τιμωρίας ὑπό τινα ὑποδεέστερον γίνεται παρὰ τὸν Μιχαήλ· ὑποδεέστερος γὰρ ἐκείνου ὁ τῆς μετανοίας. προσεκτέον οὖν ἡμῖν μήποτε εὑρεθῇ ἐν ἡμῖν «ἄσχημον πρᾶγμα», καὶ μὴ
And it would also be written for her from the second husband as a "bill of divorce," and it would be given "into her hands" by the last husband who sends her away "from his house." But whether a departure of the life that angels have with humans can occur, so that their death too (as far as it relates to our condition) is of such a kind, one might inquire, boldly yet nonetheless. However it happens, the woman who has once been rejected by her former husband will not return to him; for "the former husband who sent her away will not be able, returning, to take her to be his wife after she has been defiled." And if one must, venturing boldly, also confirm this from a writing that is circulated in the churches but is not acknowledged by all to be divine, one may take the passage from the Shepherd concerning certain ones who at once believe they are under Michael but through love of pleasure fall away from him and come under the one of luxury, then under the one of punishment, after which under the one of repentance. For you see that the woman—that is, the soul—who has once lived in luxury no longer returns to the first ruler, but even with punishment she comes under one inferior to Michael; for the one of repentance is inferior to him. We must therefore take heed lest an "unseemly thing" be found in us, and not
εὕρωμεν «χάριν» ἐνώπιον ἀνδρός, τοῦ Χριστοῦ ἢ τοῦ τεταγμένου ἐφ' ἡμῖν ἀγγέλου· ἐὰν γὰρ μὴ προσέχωμεν, τάχα καὶ ἡμεῖς τὸ βιβλίον τοῦ ἀποστασίου ληψόμεθα, καὶ ἢ χηρεύσομεν προ στάτου ἢ ἐπὶ ἄνδρα ἕτερον ἐλευ σόμεθα–ἐγὼ δὲ ἡγοῦμαι ὅτι οὐκ αἴσιον τοῦτο (ἵν' οὕτως ὀνο μάσω)–ληψόμενοι ἀγγέλου[ς] πρὸς τὴν ἡμετέραν ψυχὴν γάμον. Γενόμενος δὲ κατὰ τὸν τόπον εἴποιμ' ἂν ὅτι ζητούμενόν τι κατὰ τὴν τοῦ ἀποστόλου περὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων νομο θεσίαν τάχα ἤδη νοῆσαι καὶ σαφῶς παραστῆσαι (δύσληπτον καὶ δυσθεώ ρητον τυγχάνον) δυνησόμεθα. οὐδένα γὰρ τῶν ἀπὸ τῆς ἐκκλησίας ὑπεροχήν τινα παρὰ τοὺς πολλοὺς ὡς ἐν συμβόλοις ἀνειληφότα βούλεται ὁ Παῦλος δευτέρου πεπειρᾶσθαι γάμου. περὶ μὲν γὰρ ἐπισκόπων νομοθετῶν ἐν τῇ πρὸς Τιμόθεον προτέρᾳ φησίν· «εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα» καὶ τὰ ἑξῆς. περὶ δὲ διακόνων «διάκονοι» φησὶν «ἔστω σαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων» καὶ τὰ λοιπά. καὶ χήρας δὲ καθιστὰς «χήρα» φησὶν ἔστω «μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή», καὶ μετὰ ταῦτά φησι τὰ ἐπιφερόμενα ὡς τούτου δεύ τερα καὶ τρίτα. ἐν δὲ τῇ πρὸς Τίτον «τούτου» φησὶ «χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστὰ» δηλαδὴ καὶ τὰ ἑξῆς.
May we find "favor" before a man—either Christ or the angel appointed over us. For if we do not pay attention, perhaps we too will receive the bill of divorce, and either be widowed without a protector, or come to another husband—though I consider this not auspicious (to use such a term)—to receive angels as a marriage for our soul. Having come to this passage, I would say that we may perhaps now be able to understand and clearly set forth something that is sought regarding the apostle's legislation concerning ecclesiastical matters (since it happens to be difficult to grasp and difficult to discern). For Paul does not wish any of those from the church who have received some preeminence beyond the many, as it were in symbols, to attempt a second marriage. For legislating about bishops in the first letter to Timothy, he says: "If anyone aspires to the episcopate, he desires a good work. It is necessary, then, that the bishop be blameless, the husband of one wife, sober, self-controlled," and the rest. And about deacons he says: "Let deacons be husbands of one wife, managing their children and their own households well," and the rest. And when appointing widows, he says: "Let a widow be enrolled who is not less than sixty years old, the wife of one husband," and after these things he says what follows as second and third [requirements]. And in the letter to Titus he says: "For this reason I left you in Crete, that you might set right what remains and appoint elders in each city, as I commanded you, if anyone is blameless, the husband of one wife, having faithful children," and clearly the rest.
ἐπηποροῦμεν δή, ὁρῶντες δυνατὸν εἶναι βελτίους πολλῷ τυγχάνειν τινὰς διγάμους μονογάμων, τί δήποτε οὐκ ἐπι τρέπει ὁ Παῦλος διγάμους εἰς τὰς ἐκκλησιαστικὰς καθίστασθαι ἀρχάς· καὶ γὰρ ἐδόκει μοι ζητήσεως ἄξιον εἶναι τὸ τοιοῦτον, τῷ ἐνδέχεσθαι ἀτυχήσαντά τινα περὶ δύο γάμους, ἔτι νέον ὄντα ἀποβαλόντα τὴν δευτέ ραν, ἐγκρατέστατα καὶ καθαρώτατα βεβιωκέναι παρὰ τὸν λοιπὸν μέχρι γήρως χρόνον. Τίς οὖν οὐκ ἂν εὐλόγως ἐπαπορήσαι, τί δήποτε ζητουμένου τοῦ ἄρξοντος τῆς ἐκκλησίας τὸν μὲν τοιόνδε δίγαμον οὐ καθίσταμεν διὰ τὰς περὶ τοῦ γάμου λέξεις, τὸν δὲ μονόγαμον καὶ (εἰ τύχοι) μέχρι γήρως συμβιώσαντα τῇ γυναικὶ κρατοῦμεν ἄρχοντα, ἔσθ' ὅτε μηδὲ γυμνασάμενον εἰς ἁγνείαν καὶ σωφροσύνην; ἐκ δὴ τῶν εἰρημένων εἰς τὸν περὶ τοῦ βιβλίου τῆς ἀποστασίας νόμον ἐφίστημι μή ποτε, ἐπεὶ σύμβολόν ἐστι καὶ ὁ ἐπίσκοπος καὶ ὁ πρεσβύ τερος καὶ ὁ διάκονος ἀληθινῶν κατὰ τὰ ὀνόματα ταῦτα πραγμάτων, ἐβου λήθη αὐτοὺς συμβολικῶς μονογάμους καταστῆσαι, ἵν' ὁ δυνάμενος ἐπιστῆσαι τοῖς πράγμασιν εὕρῃ ἐκ τοῦ πνευματικοῦ νόμου ἀνάξιον ὄντα ἀρχῆς ἐκκλησιαστικῆς ἐκεῖνον, οὗ ἡ ψυχὴ οὐχ «εὗρε χάριν ἐναντίον» τοῦ ἀνδρὸς αὐτῆς τῷ εὑρῆσθαι «ἐν αὐτῇ ἄσχημον πρᾶγμα» καὶ ἀξίαν αὐτὴν γεγονέναι τοῦ τῆς ἀποστά σεως βιβλίου. δευτέρῳ γὰρ συνοικήσασα ἡ τοιαύτη ψυχὴ καὶ παρὰ τῷ τοιούτῳ μισηθεῖσα οὐκέτι δύναται μετὰ τὸ δεύτερον βιβλίον τοῦ ἀπο στασίου ἐπανελθεῖν ἐπὶ τὸν πρότερον ἄνδρα.
We were perplexed, then, seeing that it is possible for some who are twice-married to be far better than the once-married, why on earth Paul does not permit the twice-married to be appointed to ecclesiastical offices; for this seemed to me to be worthy of inquiry, since it is possible that someone who has been unfortunate in two marriages, having lost the second while still young, has lived most continently and most purely, compared with the rest of his time until old age. Who, then, would not reasonably raise the question, why on earth, when the one who is to rule the church is being sought, we do not appoint such a twice-married man because of the statements about marriage, but we hold as ruler the once-married man who (if it should so happen) has lived with his wife until old age, sometimes not even having trained himself in purity and chastity? From what has been said, then, I turn my attention to the law concerning the bill of divorce, lest perhaps—since both the bishop and the presbyter and the deacon are a symbol of true realities corresponding to these names—he wished to appoint them symbolically as once-married, so that the one able to attend to the realities might find from the spiritual law that he is unworthy of ecclesiastical rule whose soul "did not find favor before" her husband because "an unseemly thing" was "found in her" and she became worthy of the bill of divorce. For such a soul, having lived with a second husband and having been hated by such a one, can no longer return to the former husband after the second bill of divorce.
εἰκὸς μὲν οὖν καὶ ἄλλους παρὰ τοῖς πολλῷ ἡμῶν σοφωτέροις καὶ μᾶλλον βλέπειν τὰ τηλικαῦτα δυναμένοις εὑρεθήσεσθαι λόγους, εἴτε εἰς τὸν περὶ τοῦ τῆς ἀποστασίας βιβλίου νόμον εἴτε εἰς τὰ ἀποστολικὰ κωλύοντα διγάμους ἄρχειν τῆς ἐκκλησίας ἢ προκαθέζεσθαι προτετιμημένους ἐν αὐτῇ. ἡμεῖς δέ, ἕως εὑρεθῇ τὰ κρείττονα καὶ δυνάμενα τῇ τοῦ τῆς γνώσεως φωτὸς πολλῇ ὑπεροχῇ ἀμαυρῶσαι τὰ ὑφ' ἡμῶν εἰρημένα, εἴπομεν τὰ ὑποπεσόντα εἰς τοὺς τόπους ἡμῖν. Εἰ καὶ ἐδόξαμεν δὲ βαθυτέρων ἢ κατὰ δύναμιν ἧφθαι εἰς τοὺς τόπους πραγμάτων, οὐδὲν ἧττον ἔτι διὰ τὴν λέξιν καὶ ταῦτα λεκτέον ὅτι τινὲς τῶν νόμων ἐγράφησαν οὐχ ὡς διαφέροντες, ἀλλ' ὡς συμπεριφερόμενοι τῇ ἀσθε νείᾳ τῶν νομοθετουμένων. τοιοῦτον γάρ τι δηλοῦται ἐν τῷ Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· τὸ δὲ προηγούμενον καὶ διαφέρον νόμου τοῦ διὰ τὴν σκληροκαρδίαν γεγραμμένου δηλοῦται ἐν τῷ ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. καὶ ἐν τῇ καινῇ δὲ διαθήκῃ ἐστί τινα νενομοθετημένα ἀνάλογον τῷ ὅτι
It is likely, then, that other accounts besides ours will be found among those who are much wiser than we are and more able to see matters of such magnitude, whether concerning the law about the book of divorce or concerning the apostolic regulations that prevent twice-married men from ruling the church or presiding over those who are honored in it. But we, until better things are found that are able by the great superiority of the light of knowledge to obscure what we have said, have spoken of the things that fell to us in these places. And even if we have seemed to touch on matters deeper than our ability in these places, nonetheless, on account of the wording, these things too must be said: that some laws were written not as being superior, but as accommodating the weakness of those for whom the law was given. For something of this sort is made clear in the saying, "Moses, because of the hardness of your heart, permitted you to divorce your wives"; but the primary and superior law, as opposed to the one written because of hardness of heart, is made clear in the saying, "But from the beginning it was not so." And in the new covenant too there are certain things legislated analogously to the fact that
Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν. οἱονεὶ γὰρ πρὸς τὴν σκληρο καρδίαν ἡμῶν γέγραπται (διὰ τὴν ἀσθένειαν) τὸ «καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω» καὶ τὸ «τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί»· ἐπιφέρεται γοῦν αὐτοῖς· «τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν». ἀλλὰ καὶ τὸ «γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ὁ ἀνὴρ αὐτῆς ζῇ· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ» πρὸς τὴν σκληροκαρδίαν ἢ ἀσθένειαν ἡμῶν παρὰ Παύλῳ εἴρηται τοῖς μὴ βουλομένοις ζηλοῦν «τὰ χαρίσματα τὰ μείζονα» καὶ μακαριωτέροις γε νέσθαι. ἤδη δὲ παρὰ τὰ γεγραμμένα καί τινες τῶν ἡγουμένων τῆς ἐκκλησίας ἐπέτρεψάν τινα ὥστε «ζῶντος τοῦ ἀν δρὸς» γαμεῖσθαι γυναῖκα–παρὰ τὸ γεγραμμένον μὲν ποιοῦντες (ἐν ᾧ λέλεκται· «γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς» καὶ τὸ «ἄρα οὖν μοιχαλὶς χρηματίσει ἡ γυνὴ γενομένη ἀνδρὶ ἑτέρῳ ζῶντος τοῦ ἀνδρός»), οὐ μὴν πάντη ἀλόγως· εἰκὸς γὰρ τὴν συμπεριφορὰν ταύτην συγκρίσει χειρόνων ἐπιτρέ πεσθαι παρὰ τὰ ἀπ' ἀρχῆς νενομοθετημένα καὶ γεγραμμένα. Τάχα δὲ τῶν τολμώντων τις Ἰουδαϊκὸς ἀνὴρ ἐναντιοῦσθαι τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ φήσει ὅτι καὶ ὁ Ἰησοῦς, εἰπών·
Moses, because of the hardness of your hearts, permitted you to divorce your wives. For, as it were, it has been written with regard to the hardness of our heart (because of weakness): "It is good for a man not to touch a woman; but because of sexual immorality, let each man have his own wife, and let each woman have her own husband," and: "Let the husband render to his wife the duty owed, and likewise also the wife to her husband." At any rate, there is added to them: "But this I say by way of concession, not by way of command." But also the saying, "A wife is bound for as long as her husband lives; but if her husband falls asleep, she is free to be married to whom she wishes, only in the Lord," was spoken by Paul with regard to the hardness of our heart or our weakness, for those who do not wish to be zealous for "the greater gifts" and to become more blessed. But already, contrary to what is written, some of the leaders of the church have permitted a woman to marry while her husband is alive—doing so contrary to what is written (in which it is said: "A wife is bound for as long as her husband lives," and: "Therefore the woman will be reckoned an adulteress if she becomes another man's while her husband is alive"), yet not altogether without reason; for it is likely that this indulgence is permitted, in comparison with worse things, contrary to what was legislated and written from the beginning. And perhaps one of those who dare to oppose the teaching of our Savior, a Jewish man, will say that Jesus also, having said:
ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, ἐπέ τρεψεν ἀπολῦσαι τὴν γυναῖκα ὁμοίως Μωσεῖ, ὃν εἶπε πρὸς τὴν σκληρο καρδίαν τοῦ λαοῦ νενομοθετηκέναι, καὶ ταὐτόν γε φήσει εἶναι τῷ λόγῳ τῆς πορνείας, δι' ὃν εὐλόγως ἂν γυνὴ ἐκβληθείη ἀπὸ ἀνδρός, τὸ «ὅτι εὗρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα». ἀλλὰ λεκτέον πρὸς αὐτὸν ὅτι, εἴπερ ἡ κατὰ τὸν νόμον μοιχευομένη λιθοβοληθήσεται, δηλονότι οὐ κατὰ τοῦτο νοεῖται τὸ «ἄσχημον πρᾶγμα»· οὐ γὰρ ἐπὶ μοιχείᾳ δεῖ γράφειν «βι βλίον ἀποστασίου» καὶ διδόναι «εἰς τὰς χεῖρας» τῆς γυναικὸς ἤ τινι τηλικαύτῃ ἀσχη μοσύνῃ. ἀλλὰ γὰρ τάχα Μωσῆς πᾶν ἁμάρτημα γυναικὸς ἄσχημον εἶπε πρᾶγμα, ὅπερ ἐὰν εὑρεθῇ ὑπὸ τοῦ ἀνδρὸς ἐν γυναικὶ μὴ εὑρισκούσῃ χάριν ἐνώπιον τοῦ ἀνδρός, γράφεται τὸ τοῦ ἀποστασίου βιβλίον καὶ ἐξαποστέλλεται «ἐκ τῆς οἰκίας» τοῦ ἀνδρὸς ἡ γυνή. ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. μετὰ ταῦτά φησιν ὁ σωτὴρ ἡμῶν, μηδαμῶς ἐπιτρέπων ἐπ' ἄλλῳ ἁμαρτήματι διαλύειν γάμους ἢ μόνῃ πορνείᾳ εὑρισκομένῃ ἐν τῇ γυναικί, τὸ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορ νείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ζητηθείη δ' ἄν, εἰ διὰ τοῦτο μόνον κελεύει τὴν γυναῖκα ἀπο λῦσαι τί ἔσται ἐὰν μὴ ἐπὶ πορνείᾳ μὲν ἁλῷ, φέρε δ' εἰπεῖν ἐπὶ φαρμακείᾳ ἢ ἀναιρέσει (παρὰ τὴν ἀποδημίαν τοῦ ἀνδρὸς) τοῦ γεννηθέντος αὐτοῖς παιδίου ἢ ἐφ' οἱῳδήποτε φόνῳ.
Whoever dismisses his wife except on the ground of fornication makes her commit adultery. He permitted the dismissal of a wife in the same way as Moses, who, he said, had legislated with regard to the hardness of the people's heart; and he will say that this is the same as the ground of fornication, on account of which a woman might reasonably be cast out from her husband—namely, "because he found in her an unseemly thing." But one must say to him that, if a woman who commits adultery according to the law is to be stoned, clearly the "unseemly thing" is not understood in this sense; for it is not on account of adultery that one must write a "bill of divorce" and give it "into the hands" of the woman, or on account of any such great unseemliness. But perhaps Moses called every sin of a woman an unseemly thing, which, if it is found by the husband in a woman who does not find favor in her husband's eyes, the bill of divorce is written and the woman is sent out "from the house" of her husband. But from the beginning it was not so. After this our Savior says, in no way permitting marriages to be dissolved on account of any other sin than fornication alone found in the wife: Whoever dismisses his wife except on the ground of fornication makes her commit adultery. But one might inquire whether, for this reason alone, he commands a woman to be dismissed—what will happen if she is not caught in fornication, but suppose, say, in poisoning or in the murder (during the husband's absence) of the child born to them, or in any homicide whatsoever?
εἰ δὲ καὶ ὑφαι ρουμένη καὶ διαρρίπτουσα ἢ συλῶσα τὴν οἰκίαν εὑρεθείη τοῦ ἀνδρὸς μὴ πορνεύουσα δέ, ζητήσαι τις ἄν, εἰ εὐλόγως τὴν τοιαύτην ἀποβαλεῖ, ὡς τοῦ σωτῆρος κωλύοντος παρεκτὸς λόγου πορνείας ἀπολῦσαί τινα τὴν ἑαυτοῦ γυναῖκα. ἑκατέρως γὰρ ἐμφαίνεταί τι ἄτοπον, οὐκ οἶδα δὲ εἰ ἀληθῶς ἄτοπον. τηλικού των γὰρ ἀνέχεσθαι ἁμαρτημάτων, ἃ ἔοικε χείρονα εἶναι μοιχείας καὶ πορνείας, ἄλογον εἶναι δόξει· πάλιν τ' ἂν ποιῆσαι παρὰ τὸ βούλημα τῆς διδασκαλίας τοῦ σωτῆρος πᾶς ἂν ὁμολογήσαι ἀσεβὲς τυγχάνειν. Ἐφίστημι τοίνυν διὰ τί μὲν οὐκ εἶπε· μηδεὶς ἀπολυέτω τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, φησὶ δέ· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορ νείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ποιεῖ μὲν γὰρ ὁμολογουμένως (τὸ ὅσον ἐφ' ἑαυτῷ) μοιχευ θῆναι τὴν γυναῖκα ὁ ἀπολύων αὐτὴν μὴ πορνεύσασαν. εἰ γὰρ «ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ», ἀπολύσας δὲ αὐτὴν πρόφασιν αὐτῇ δίδωσι δευτέρου γάμου, δηλονότι παρὰ τοῦτο ποιεῖ αὐτὴν μοιχευθῆναι. τὴν δ' ἁλοῦσαν φαρμακίδα ἢ φόνον ἤ τι τοιοῦτον δράσασαν *** ἀπολογίαν ἔχειν ἢ μή, καὶ σὺ ζητήσαις ἄν. δύναται γὰρ καὶ παρ' ἄλλας αἰτίας παρὰ τὴν ἀπόλυσιν ποιεῖν ὁ ἀνὴρ μοιχευθῆναι τὴν ἑαυτοῦ γυναῖ κα, οἷον πέρα τοῦ δέοντος ἐπιτρέπων πράττειν
But if she is found to be stealing and squandering or plundering her husband's house, yet not committing fornication, one might ask whether it is reasonable to cast out such a woman, since the Savior forbids a man to dismiss his own wife except on the ground of fornication. For in either case something absurd appears, though I do not know whether it is truly absurd. For to endure such sins, which seem to be worse than adultery and fornication, will be thought unreasonable; and again, to do so contrary to the will of the Savior's teaching, anyone would agree, happens to be impious. I inquire, then, why he did not say, "Let no one dismiss his wife except on the ground of fornication," but says, "Whoever dismisses his wife except on the ground of fornication makes her commit adultery." For admittedly (as far as lies in his power) the man who dismisses his wife when she has not committed fornication makes her commit adultery. For if "while her husband is alive she will be called an adulteress if she becomes another man's," then he who dismisses her gives her a pretext for a second marriage, and clearly on this account makes her commit adultery. But whether the woman caught as a poisoner or a murderer or having done some such thing *** has a defense or not, you too might inquire. For a man can, for reasons other than dismissal, also cause his own wife to commit adultery, for instance by permitting her to act beyond what is proper
αὐτὴν ἃ βούλεται καὶ εἰς φιλίαν συγκαταβαίνειν ἀνδράσιν οἷς βούλεται· πολλάκις γὰρ ἐξ ἁπλό τητος τῶν ἀνδρῶν τοιαῦτα πταίσματα συμβαίνει ἐν γυναιξίν. ἀλλ' εἰ ἔστιν ἀπολογίας τόπος ἢ μὴ τοῖς τοιούτοις ἀνδράσιν ἐπὶ τοῖς τοιού τοις συμπτώμασιν, ἐπιμελῶς ζητή σας ἀποφανεῖ καὶ εἰς τὰ ἐπηπορημένα ἡμῖν κατὰ τὸν τόπον. καὶ ὁ ἀποστερῶν δὲ ἀπὸ τῆς γυναικὸς ἑαυτὸν ποιεῖ αὐτὴν πολλάκις μοιχευθῆναι, μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις, κἂν φαντασίᾳ πλείονος σεμνότητος καὶ σωφροσύνης τὸ τοι οῦτο ποιῇ· καὶ τάχα μᾶλλον οὗτος ἐπίληπτος ὁ (τὸ ὅσον ἐφ' ἑαυτῷ) ποιῶν αὐτὴν μοιχευθῆναι μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις ἢ ὁ ἀπολύσας αὐτὴν παρεκτὸς λόγου μὲν πορνείας, ἐπὶ φαρμακείᾳ δὲ ἢ φόνῳ ἤ τινι τῶν βαρυτάτων ἁμαρ τημάτων. ὥσπερ δὲ μοιχαλίς ἐστι γυνή, κἂν δοκῇ γαμεῖσθαι ἀνδρί, ἔτι ζῶντος τοῦ προτέρου, οὕτως καὶ ἀνὴρ γαμεῖν δοκῶν ἀπολελυμένην οὐ γαμεῖ (κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀπόφασιν) ὅσον μοιχεύει. Μετὰ δὲ ταῦτα κατανοή σαντες οἱ τοῦ Χριστοῦ μαθηταί, ὅσα δύναται γενέσθαι συμπτώματα ἐν γάμοις, ὧν ἀνέχεσθαι δεῖ τὸν ἄνδρα, καὶ κατὰ τοῦτο ἀνεχόμενον ἀπαλλάσσειν σκληρότατα ἢ μὴ ἀνεχόμενον παρανομεῖν εἰς τοὺς Χριστοῦ λόγους, φασὶν αὐτῷ, ὡς ἐπὶ εὐχερέστερον τὴν ἀγαμίαν καταφεύγοντες καὶ μᾶλλον συμφέρον ἢ ὡς δοκεῖ συμφέρειν γάμος· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναι κός, οὐ συμφέρει γαμῆσαι.
her to do what she wishes and to consort with whatever men she wishes; for often, out of the simplicity of the husbands, such failings occur among women. But whether there is room for defense or not for such husbands in such circumstances, after careful inquiry he will set forth also in answer to the questions we have raised on this passage. And the man who defrauds himself of his wife often causes her to commit adultery, by not fulfilling her desires, even if he does this under the appearance of greater dignity and chastity; and perhaps this man is more blameworthy—the one who, as far as lies in his power, causes her to commit adultery by not fulfilling her desires—than the one who dismisses her except for the word of fornication, but on account of poisoning or murder or some one of the gravest sins. And just as a woman is an adulteress, even if she seems to be married to a man, while her former husband is still alive, so also a man who seems to marry a divorced woman does not marry her (according to the declaration of our Savior) insofar as he commits adultery. After these things, the disciples of Christ, having considered how many circumstances can arise in marriages which the husband must endure, and that in this respect the one who endures must put her away most harshly or, if he does not endure, transgress against the words of Christ, say to him, as it were taking refuge in celibacy as the easier course and as more advantageous than marriage, or than marriage seems to be advantageous: if such is the cause of a man with a wife, it is not advantageous to marry.
πρὸς τοῦτο δὲ εἶπεν αὐτοῖς ὁ σωτήρ, διδάσκων ἡμᾶς δῶρον εἶναι τὸ διδόμενον ἀπὸ θεοῦ τὴν παντελῆ καθάρευσιν, καὶ οὐ μόνον ἀσκήσει παραγινόμενον ἀλλὰ μετ' εὐχῶν πολλῶν ὑπὸ θεοῦ διδόμενον, τὸ οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται. εἶτ' ἐπεί τινες συκοφαντοῦσι τὸ οἷς δέδοται, ὡς ἐχόντων ἀπο λογίαν τῶν βουληθέντων μὲν καθαρεῦσαι ἐν ἀγαμίᾳ, νικηθέντων δὲ ὑπὸ τῶν ὀρέξεων, λεκτέον, ὅτι εἴπερ πιστεύομεν τοῖς γεγραμμένοις, τί δήποτε ἐπιλαμβανόμεθα μὲν τοῦ ἀλλ' οἷς δέδοται, οὐκέτι δὲ προσέχομεν τῷ «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν» καὶ τῷ ἐπιφερομένῳ αὐτῷ «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει»; εἰ γὰρ χωροῦσι τὸν περὶ τοῦ παντελῶς καθαρεύειν λόγον οἷς δέδοται, ὁ βουλόμενος αἰτείτω, πειθόμενος καὶ πιστεύων τῷ λέγοντι· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν», καὶ λήψεται μὴ ἀμφιβάλλων περὶ τοῦ «πᾶς ὁ αἰτῶν λαμβάνει». ἔνθα δὴ γενόμενος ζητήσεις, τίς ὁ αἰτῶν. οὐδεὶς γὰρ τῶν μὴ λαμβανόντων, εἰ καὶ ἔδοξεν ᾐτηκέναι, ᾔτησεν· ἐπεὶ οὐ θεμιτὸν φάσκειν ψεῦδος εἶναι τὸ «πᾶς ὁ αἰτῶν λαμβάνει». τίς οὖν ὁ αἰτῶν ἢ ὁ πεισθεὶς τῷ Ἰησοῦ λέγοντι· «ἐὰν στήκητε προσευχόμενοι», «πι στεύετε ὅτι λαμβάνετε, καὶ λήψεσθε»; χρὴ δὲ τὸν αἰτοῦντα ποιεῖν πάντα τὰ παρ' αὐτῷ, ἵνα προσεύχηται «πνεύματι», προσεύχηται «δὲ καὶ τῷ νοΐ», καὶ τοῦ «ἀδιαλείπτως προσεύχεσθε» μεμνημένον καὶ τοῦ «ἔλεγε δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐκκακεῖν, λέγων· κριτής τις ἦν ἔν τινι πόλει» καὶ τὰ ἑξῆς.
But to this the Savior said to them, teaching us that complete purity is a gift given by God, and comes not only through practice but is given by God with many prayers—the word that not all can receive, but those to whom it has been given. Then, since some misrepresent the phrase "to those to whom it has been given," as though those who wished to be pure in celibacy but were overcome by their desires had an excuse, it must be said: if we believe what is written, why do we seize upon "but to those to whom it has been given," yet no longer pay heed to "Ask, and it will be given to you" and to what follows it, "For everyone who asks receives"? For if those to whom it has been given can receive the word about complete purity, let the one who wishes ask, obeying and believing the one who says, "Ask, and it will be given to you," and he will receive, not doubting concerning "Everyone who asks receives." At this point you will inquire, who is the one who asks. For none of those who do not receive, even if he seemed to have asked, has asked; since it is not lawful to say that "Everyone who asks receives" is false. Who, then, is the one who asks, if not the one who has been persuaded by Jesus when he says, "When you stand praying," "believe that you receive, and you will receive"? But the one who asks must do all that is in his power, so that he may pray "in spirit" and pray "also with the mind," and remember "Pray without ceasing" and "He also told them a parable, to the effect that they ought always to pray and not lose heart, saying: There was a certain judge in a certain city," and the rest.
χρήσιμον δὲ εἰς τὸ γινώσκειν, τί τὸ αἰτεῖν καὶ τὸ λαβεῖν ἐστι καὶ τί τὸ «πᾶς ὁ αἰτῶν λαμβάνει», καὶ τὸ «λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει»· ἐπιφέρει γοῦν· «κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν» καὶ τὰ ἑξῆς. ἔτι προτρεπτικὸν διὰ τὸ οὐ πάν τες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται, εἰς τὸ αἰτεῖν ἀξίως τοῦ λαβεῖν καὶ τὸ «τίς δὲ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄφιν ἐπιδώσει αὐτῷ;» καὶ τὰ ἑξῆς. δώσει οὖν τὸ ἀγαθὸν δόμα, τὴν παντελῆ καθά ρευσιν ἐν ἀγαμίᾳ καὶ ἁγνείᾳ ὁ θεὸς τοῖς «ἐξ ὅλης ψυχῆς» καὶ μετὰ πίστεως καὶ «ἀδιαλείπτως» ἐν προσ ευχαῖς αἰτοῦσιν αὐτόν. 15. Τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν Ὠριγένους τόμος ιεʹ. Εἰσὶ γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεν νήθησαν οὕτως ἕως τοῦ ὁ δυνάμενος χωρεῖν χωρείτω (19, 12). Δύο ἐσομένας περὶ τὸν τόπον τοῦτον παρεκδοχὰς πρὸ τῆς φαινο μένης ἡμῖν ἀληθοῦς εἰς τὸν τόπον διηγήσεως ἐκθέμενοι καὶ μετὰ τοῦτο ὡς δυνατὸν ἡμῖν ἀνα τρέψαντες αὐτάς, ἵν' ὅσον ἐπὶ τοῖς λεχθησομένοις πᾶν σφάλμα φυλαξάμενοι τὸ ἀληθὲς
It is useful for knowing what asking and receiving are, and what “everyone who asks receives” means, and “I tell you, even if he will not give to him because he is his friend, yet because of his shamelessness he will rise and give him as much as he needs”; then he adds: “And I tell you, ask, and it will be given to you,” and the rest. Further, it is encouraging because not all can receive the word, but those to whom it is given, to ask worthily to receive, and also “Which of you, if his son asks for a fish, will give him a snake instead of a fish?” and the rest. Therefore God will give the good gift, complete purity in celibacy and chastity, to those who ask him “with their whole soul” and with faith and “unceasingly” in prayers. 15. Of Origen’s commentaries on the Gospel according to Matthew, book fifteen. For there are eunuchs who were born so from their mother’s womb, up to “let the one who is able to receive this receive it” (19:12). Having set out two interpretations that will arise concerning this passage before the true explanation of the passage that appears to us, and after this having refuted them as far as we are able, so that, as far as what will be said is concerned, having guarded against all error, the true
βούλημα τῶν κατὰ τὸν τόπον ἐὰν χωρῶμεν, τότε κρεῖττον βιώσωμεν, οὕτως ἥκωμεν ἐπὶ τὸ προκείμενον. τινὲς μὲν γάρ, ὡς ἀκόλουθον τῇ ἐνεργείᾳ τῶν κατὰ τὸ σωματικὸν ὁρωμένων δύο εὐνουχισμῶν καὶ τὸν τρίτον σωματικὸν νομίσαντες, ἐτόλ μησαν ἑαυτοὺς παρασχεῖν ἀπὸ φόβου μὲν τοῦ πρὸς θεόν, ἀνεπιστημόνως δέ, εὐνουχισμῷ ὁμο γενεῖ τοῖς δύο προτέροις καὶ ἑαυτοὺς ὑποβεβλήκασιν ὀνειδισμῷ, τάχα δὲ καὶ αἰσχύνῃ οὐ παρὰ μόνοις τοῖς ἀλλοτρίοις τῆς πίστεως, ἀλλὰ καὶ παρὰ τοῖς πᾶσι μᾶλλον τοῖς ἀνθρωπίνοις πράγμασι συγγινώσκουσιν ἢ τῷ (φαντασίᾳ φόβου θεοῦ καὶ σωφροσύνης ἀμέτρῳ ἔρωτι) γεννήσαντι πόνους καὶ σώματος ἀκρω τηριασμὸν καὶ εἴ τι ἕτερον πάθοι ἂν ὁ τηλικούτῳ ἑαυτὸν παρασχὼν πράγματι. ἕτεροι δὲ καὶ οἱ πολλοὶ οὕτω νενοή κασι, μὴ βασανίσαντες τρόπον ἀκο λουθίας λόγων· τοὺς μὲν προτέρους δύο αὐτόθεν καὶ σωματικῶς ἐξειλήφασιν εἰρῆσθαι τῷ σωτῆρι ὡς οὐδὲν πλέον τῶν αἰσθητῶν ἐμφαίνοντι, τὸν δὲ τρίτον οὐκέτι κατὰ τὴν λέξιν λελέχθαι νενομίκασιν, ἀλλ' εὐνουχισμὸν ἡγήσαντο τὸν ἀπὸ λόγου ἐν τῷ τρίτῳ σημαίνεσθαι, ὅτε προθέσει τῆς τῶν οὐρανῶν βασιλείας τῷ τμητικωτάτῳλόγῳ ἐκτεμόντες τὸ τῶν τοιούτων ἐπιθυμητικὸν καταπεφρονήκασι τῶν ὕβρεων τοῦ σώματος, μὴ δυναμένων ἔτι νικῆσαι ψυχὴν τῷ λόγῳ ἐκτετμηκυῖαν τὴν ἐπιθυμίαν.
If we reach the meaning of the things in this passage, then we shall live better, and so come to what lies before us. For some, thinking that the third eunuchism was bodily, as following the activity of the two eunuchisms seen in bodily matters, dared to offer themselves—from fear of God, but ignorantly—by a eunuchism similar to the two former ones, and subjected themselves to reproach, and perhaps also to shame, not only among those alien to the faith, but also among all who are more disposed to pardon human affairs than the one that (by a fantasy of the fear of God and an immoderate love of chastity) produced labors and mutilation of the body and whatever else a person who has given himself to such a matter might suffer. But others, and indeed the many, have understood it thus, without examining the manner of the sequence of the words: they have taken the first two as spoken by the Savior from the outset and bodily, as if he were indicating nothing beyond things perceptible, but they have thought that the third was no longer spoken according to the letter, and they have supposed that the eunuchism meant in the third is the one that comes from reason, when, by the purpose of the kingdom of the heavens, with the most cutting word they have cut out the desiring part of such things and have despised the insults of the body, which can no longer conquer a soul that has cut out its desire by reason.
χρὴ δὲ εἰδέναι ὅτι οἱ μὲν πρότεροι τοῦ εὐαγγελικοῦ γενόμενοι φίλοι γράμματος καὶ μὴ ἐπιστήσαντες ὅτι καὶ ταῦτα ἐν παραβολαῖς ἐλάλησεν ὁ Ἰησοῦς καὶ πνεύματι εἴρηται, ἀκολουθότερον μὲν νενοήκασι τὰ κατὰ τὸν τόπον τοῖς ὁμολογοῦσι τοὺς προτέρους δύο εὐνουχισμοὺς σωματικῶς λελέχθαι, ἐξωμάλισαν γὰρ ἀκολούθως τοῖς προτέροις δύο τὸν τρίτον, οὐ πταίοντες μὲν ὡς πρὸς τὸ ἀκόλουθον τοῖς τρισίν, ἀναγκαίως δὲ πταίσαντες τῷ τὴν ἀρχὴν τῶν κατὰ τὸν τόπον παρεωρακέναι· τῷ γὰρ σωματικῶς λελέχθαι τοὺς δύο ἕπεται καὶ τὸν τρίτον εἶναι σω ματικόν. οἱ δὲ δεύτεροι τῷ μὲν τρίτῳ ὑγιῶς ἐπιβεβλήκασι τὴν ἀπὸ λόγου νομίσαντες δηλοῦ σθαι ἐκτομὴν τοῦ παθητικοῦ ἀπὸ τῆς ψυχῆς. οὐκέτι δὲ τεθεωρήκασιν ὅτι ἁρμόζον ἦν τῇ τοιαύτῃ ἐκδοχῇ καὶ τοὺς προτέρους δύο εὐνουχισμοὺς ὁμοίως τῷ τρίτῳ ἀλληγορῆσαι, ἢ ἐξομαλίσαι παραπλησίως τοῖς προτέροις δυσὶ καὶ τὸν τρίτον. εἴπερ οὖν ἐπ' ἄλλων τινῶν οὐ μόνον τῆς διαθήκης τῆς παλαιᾶς ῥητῶν ἀλλὰ καὶ τῆς καινῆς ἁρμόζει λέγειν· «τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ», τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὸν προκείμενον τόπον ὁμολογητέον· τηρηθὲν γὰρ τὸ γράμ μα τῶν δύο εὐνουχισμῶν εἴποι τις ἂν ὅτι ἀπέκτεινε τοὺς ἀκολούθως τοῖς προτέροις τὸν τρίτον νοήσαντας καὶ τολμήσαντας εἰπεῖν (ὡς κατὰ τὸν λόγον τοῦ κυρίου χωροῦντας αὐτὸ νοεῖν) ἐπὶ τῷ διὰ τὴν βασι λείαν τῶν οὐρανῶν ὁμοίως τοῖς προτέροις εὐνουχισθεῖσιν εὐνουχίσαι ἑαυτούς.
But one must know that those who became friends of the gospel letter earlier, and did not understand that Jesus spoke these things in parables and said them in spirit, understood the matters in this passage more consistently with those who acknowledge that the first two eunuchisms were spoken of bodily; for they made the third level with the first two, not erring as regards what follows from the three, but necessarily erring by having overlooked the beginning of the matters in this passage. For from the fact that the two were spoken of bodily, it follows that the third is also bodily. But the second group rightly set upon the third, thinking that the excision of the passionate part from the soul is indicated by reason. But they no longer observed that it was fitting for such an interpretation also to allegorize the first two eunuchisms similarly to the third, or to make the third level in a similar way with the first two. If, then, in the case of certain other things—not only of the spoken words of the old covenant but also of the new—it is fitting to say, "The letter kills, but the spirit gives life," this must also be acknowledged in the case of the matters in the present passage. For if the letter of the two eunuchisms is preserved, one might say that it killed those who understood the third consistently with the first two and dared to say—as those who, according to the word of the Lord, make room for it to be understood—that for the sake of the kingdom of heaven they had made themselves eunuchs in the same way as those who were eunuchs before them.
Εἰ δὲ βούλεταί τις καὶ ἄλλα παραδείγματα λαβεῖν τῆς καινῆς διαθήκης ἐχούσης γράμμα ἀπο κτεῖνον, ἀκουέτω παραδείγματος χάριν τίνα τρόπον ὁ σωτὴρ πρὸς τοὺς ἀποστόλους εἶπεν· «ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε;» οἷς ἐπιφέρεται τὸ «οἱ δὲ εἶπον· οὐδενός. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν». εἴ τις γὰρ διὰ τὸ ταῦτα εἰρηκέναι τὸν Ἰησοῦν μὴ ἐνιδὼν τῷ βουλήματι τῶν λελεγμένων πωλήσαι τὸ αἰσθητὸν ἑαυτοῦ ἱμάτιον καὶ ἀγοράσαι μάχαιραν ἀνδροφόνον, ὡς λαβὼν «μάχαιραν» τοιαύτην καὶ παρὰ τὸ βούλημα τοῦ Ἰησοῦ ποιήσας, παρεκδεξάμενος αὐτοῦ τὸν λόγον ἀπολεῖται μέν, τάχα δὲ καὶ «ἐν μαχαίρᾳ» ἀπολεῖται. ποδαπὴ δὲ ἡ μάχαιρα, οὐ τοῦ παρόντος ἐστὶ καιροῦ διηγήσασθαι. ἀλλὰ καὶ τὸ «μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε» εἴ τις μὴ ἐξε τάσας, τί βουλόμενος ὁ Ἰησοῦς τοῦτο προσέταξεν, ὡς ζηλῶν ἀποστο λικὸν βίον «μηδένα κατὰ τὴν ὁδὸν» ἀσπάσοιτο, ἀπάνθρωπος καὶ μω ρὸς ἂν εἶναι δόξαι τοῖς θεωροῦσιν αὐτὸν τοιοῦτον· οἵτινες τὴν αἰτίαν τοῦ οὕτως νοή σαντος ἐπὰν ἀναφέρωσιν ἐπὶ τὸν λόγον, δι' ὃν ἐκεῖνος ἔδοξε τοῦτο πράττειν, ἐναχθεῖεν ἂν πρὸς τὸ μισεῖν τὸν λόγον τοῦ θεοῦ, ὡς ἀγρίους καὶ ἀπανθρώπους
But if anyone wishes to take other examples of the new covenant having a letter that kills, let him hear, for example, in what manner the Savior said to the apostles: "When I sent you without a purse and a bag and sandals, did you lack anything?" To which is added: "And they said, Nothing. He said therefore to them, Jesus: But now let the one who has a purse take it, likewise also a bag, and the one who does not have one, let him sell his garment and buy a sword." For if anyone, because Jesus said these things, without looking into the intention of what was said, should sell his perceptible garment and buy a murderous sword, as though he had taken such a "sword" and acted contrary to the intention of Jesus, having misunderstood his word, he will perish—and perhaps he will even "perish by the sword." But of what sort the sword is, it is not the present occasion to explain. But also the saying "greet no one along the road"—if anyone, not having examined why Jesus, wishing this, gave this command, should, as though emulating the apostolic life, "greet no one along the road," he would seem inhuman and foolish to those who observe him as such; and such people, when they refer the cause of the one who understood it thus to the word, on account of which that man seemed to do this, would be led to hate the word of God, as savage and inhuman
κατασκευάζοντα τοὺς ἐν αὐτῷ. καὶ τούτου τὴν αἰτίαν λαβὼν ὁ «μηδένα κατὰ τὴν ὁδὸν» ἀσπαζόμενος πάθοι ἂν προφάσει τοῦ γράμματος θάνατον, τοῦ γράμματος αὐτὸν ἀποκτείναντος. εἰ δὲ καὶ τὸν δεξιὸν ὀφθαλμόν τις ἐκκόπτοι ὡς αἴτιον τοῦ κακῶς βλέπειν, ἢ τὴν δεξιὰν τοῦ σώματος χεῖρα ἢ τὸν δεξιὸν κατὰ σάρκα πόδα, πάθοι ἂν μετὰ *** τῶν ἀποκτιννυμένων διὰ τὸ γράμμα, ὡς καὶ αὐτὸς μείνας ἐπὶ τοῦ γράμ ματος, δέον ἀναβαίνειν αὐτὸν ἐπὶ τὸ πνεῦμα τοῦ λεγομένου. Ἄλλοι μὲν οὖν τῶν πρὸ ἡμῶν οὐκ ὤκνησαν ἰδίοις συγγράμμασιν ἀφορμὰς παρασχεῖν τοῦ τὸν τρίτον εὐνουχισμὸν τολμῆσαί τινας παθεῖν προ φάσει βασιλείας οὐρανῶν, παρα πλήσιον ὄντα τοῖς προτέροις δυσίν. ἡμεῖς δὲ Χριστὸν (τὸν λόγον τοῦ θεοῦ) «κατὰ σάρκα» καὶ κατὰ τὸ γράμμα ποτὲ νοήσαντες, «ἀλλὰ νῦν οὐκέτι» γινώσκοντες, οὐκ εὐδοκοῦμεν ὡς καλῶς ἐξειληφόσι τοῖς καὶ τὸν τρίτον εὐνουχισμὸν ἑαυτοῖς προφάσει τῆς βασιλείας τῶν οὐρανῶν ἐπάγουσι. καὶ οὐκ ἂν ἐπὶ πλεῖον προσδιετρίψαμεν τῇ ἀνα τροπῇ τοῦ τὸν τρίτον παραπλησίως τοῖς προτέροις δυσὶ σωματικῶς ἐκλαβεῖν θέλοντος, εἰ μὴ καὶ ἑωρά κειμεν τοὺς τολμήσαντας καὶ ἐντετεύχειμεν τοῖς δυναμένοις θερμοτέραν κινῆσαι ψυχὴν (καὶ πιστὴν μὲν οὐ λογικὴν δὲ) πρὸς τὸ τοιοῦτον τόλμη μα. φησὶ δὴ Σέξτος ἐν ταῖς Γνώμαις, βιβλίῳ φερομένῳ παρὰ πολλοῖς ὡς δοκίμῳ· «πᾶν μέρος τοῦ σώματος τὸ ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον· ἄμεινον γὰρ χωρὶς τοῦ μέρους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέρους ὀλεθρίως». καὶ πάλιν προβὰς ἐν τῷ αὐτῷ βιβλίῳ ἀφορμὴν διδοὺς ἐπὶ τὸ παραπλήσιον λέγει·
...constituting those within it. And taking the cause of this, the one who greets no one along the way would suffer death on the pretext of the letter, the letter having killed him. But if someone should cut out also the right eye as being the cause of seeing badly, or the right hand of the body or the right foot according to the flesh, he would suffer together with those put to death because of the letter, since he too has remained at the letter, when he ought to ascend to the spirit of what is said. Now some of those before us did not hesitate to provide in their own writings occasions for certain people to dare to suffer the third castration on the pretext of the kingdom of heaven, being similar to the two former ones. But we, who once understood Christ (the word of God) according to the flesh and according to the letter, but now no longer know him so, do not approve of those who have taken it well and bring upon themselves the third castration on the pretext of the kingdom of heaven. And we would not have spent more time on the refutation of the one who wishes to understand the third castration in a bodily manner, similarly to the two former ones, if we had not also seen those who dared it and had not encountered those able to stir a more fervent soul (faithful indeed but not rational) toward such a daring act. Sextus says in the Sentences, a book carried among many as approved: "Every part of the body that persuades you not to be temperate, throw away; for it is better to live temperately without the part than destructively with the part." And again, proceeding further in the same book, giving an occasion toward the like, he says:
«ἀνθρώ πους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας αὐτῶν καὶ ῥίπτοντας μέρη· πόσῳ βέλτιον ὑπὲρ τοῦ σω φρονεῖν;» καὶ Φίλων δέ, ἐν πολλοῖς τῶν εἰς τὸν Μωσέως νόμον συν τάξεων αὐτοῦ εὐδοκιμῶν καὶ παρὰ συνετοῖς ἀνδράσι, φησὶν ἐν βιβλίῳ ᾧ οὕτως ἐπέγραψεν· Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπι τίθεσθαι, ὅτι «ἐξευνουχισθῆναι μὲν ἄμεινον ἢ πρὸς συνουσίας ἐκνόμους λυττᾶν». Ἀλλ' οὐ πιστευτέον αὐτοῖς μὴ τὸ βούλημα τῶν ἱερῶν γραμ μάτων περὶ τούτων ἐξειληφόσιν. εἰ γὰρ ἐν τοῖς καρποῖς «τοῦ πνεύματος» κατείλεκται μετὰ ἀγάπης καὶ χαρᾶς καὶ μακροθυμίας καὶ τῶν λοιπῶν καὶ ἡ ἐγκράτεια, καρποφορητέον μᾶλλον τὴν ἐγκράτειαν καὶ τὸ δεδομένον ἀπὸ θεοῦ σῶμα ἄρρεν τηρητέον, ἤπερ ἄλλο τι τολμη τέον, ἵνα καὶ παραβαίνῃ τις τὸ καὶ ὡς πρὸς τὸ ῥητὸν χρησίμως λέγον· «οὐ φθερεῖς τὴν ὄψιν τοῦ πώγωνός σου». χρήσιμον εἰς ἀποτροπὴν θερμῶν μὲν τῇ δὲ πίστει νεω τέρων, οἷς ὁμολογεῖν χρὴ ὅτι ἔρωτα σωφροσύνης ἔχουσιν «ἀλλ' οὐ κατ' ἐπίγνωσιν», καὶ τὸ «ἐὰν δὲ μάχωνται ἄνθρωποι ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδελφοῦ ἑαυτοῦ» καὶ τὰ ἑξῆς, ἕως τοῦ «οὐ φείσεται ὁ ὀφθαλ μός σου ἐπ' αὐτῇ». εἰ γὰρ ἀπο κόπτεται χεὶρ ἐπιλαβομένη διδύμων ἀνδρός, πῶς οὐχὶ καὶ ὁ ἑαυτὸν δι' ἄγνοιαν ὁδοῦ φερούσης ἐπὶ σω φροσύνην τοιαύτῃ περιστάσει ἐπι δεδωκώς; ἐπιλογισάσθω οὖν ὁ μέλ λων τὸ τοιοῦτον τολμᾶν, ἃ πείσεται ὑπὸ τῶν ὀνειδιζόντων καὶ συγχρωμένων τῷ «οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκ κλησίαν κυρίου», συναριθμούντων αὐτὸν τοῖς ἀποκεκομμένοις τὸν ἄν δρα.
You might see people cutting off and throwing away parts of themselves so that the rest of the body may remain sound; how much better is this for the sake of soundness of mind? And Philo too, who is highly esteemed in many of his treatises on the law of Moses, even among intelligent men, says in the book which he entitled On That the Worse Is Wont to Attack the Better, that "it is better to be castrated than to rage after unlawful intercourse." But they are not to be trusted in this, since they have not grasped the intention of the sacred writings concerning these things. For if self-control is listed among the "fruits of the Spirit" along with love and joy and patience and the rest, one ought rather to bear the fruit of self-control and keep the male body that has been given by God, than to dare anything else, so that one does not also transgress what is said usefully even according to the letter: "You shall not mar the appearance of your beard." This is useful for deterring those who are hot but newer in the faith, to whom one must acknowledge that they have a love of chastity "but not according to knowledge," and also the saying, "if men fight together, a man with his brother," and the following, up to "your eye shall not spare her." For if a hand that has seized a man's testicles is cut off, how much more not also the man who has given himself over through ignorance of the road that leads to chastity to such a predicament? Let him who is about to dare such a thing consider what he will suffer from those who reproach him and make use of the saying, "No one who is crushed or cut off shall enter into the assembly of the Lord," counting the man among the cut off.
οὔπω λέγω καὶ ἃ πάθοι ἄν τις παρὰ καιρὸν ἐμποδισθέντων τῶν (ὡς ἰατρῶν παῖδές φασιν) ἀπὸ κεφαλῆς καταβαινόντων ἐπὶ τοὺς ἄρρενας τόπους σπερμάτων καὶ ἐν τῷ καταβαίνειν διά τινων περὶ τὰς παρειὰς φλεβῶν τῇ φυσικῇ τῶν καταβαινόντων θερμότητι τρίχας ποι ούντων φύειν τοὺς ἄνδρας περὶ τὰ γένεια· ὧν τριχῶν στέρονται καὶ οἱ νομίζοντες ἑαυτοὺς δεῖν σωμα τικῶς εὐνουχίζειν διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. τίνα δ' ἂν πάθοιεν, ἢ καρηβαρίας ἢ σκοτώσεις ἔσθ' ὅτε φθανούσας καὶ ἐπὶ τὸ ἡγεμονικὸν καὶ ταραττούσας τὸ φανταστικὸν ἀλλόκοτα φαντασιούμενον ἀπὸ τῆς τοιᾶσδε ὕλης; πρὶν δὲ ἔλθω ἐπὶ τὴν διήγησιν τῶν κατὰ τὸν τόπον, λεκτέον ὅτι, εἴπερ τι ἀκόλουθον ἑαυτῷ ὁ Μαρκίων πε ποίηκε φάσκων μὴ δεῖν ἀλληγο ρεῖν τὴν γραφήν, καὶ τοὺς τόπους τούτους ἠθέτησεν ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος εἰρημένους, νομίσας δεῖν ἤτοι
παραδέξασθαι (μετὰ τοῦ φά σκειν τὸν σωτῆρα ταῦτα εἰρηκέναι) τὸ καὶ ἐπὶ τὰ τοιαῦτα τολμᾶν ἑαυτὸν παραδιδόναι πεισόμενον τὸν πεπιστευκότα, ἢ μὴ ἂν εὐλόγως τολμήσαντα τὰ τηλικαῦτα, ἐσόμενα εἰς δυσφημίαν τὴν κατὰ τοῦ λόγου, μηδὲ πιστεύειν εἶναι τοῦ σωτῆρος τοὺς λόγους, εἴ γε μὴ ἀλληγο ροῦνται. Ἡμεῖς δὲ οἱ βουλόμενοι τὴν ἀκολουθίαν σῴζειν τῶν τριῶν εὐνουχισμῶν καὶ εὐ δοκοῦντες τῇ τροπολογίᾳ τοῦ τρίτου, τοιαῦτα φήσομεν καὶ περὶ τῶν προτέρων δύο. εὐνοῦχοι τροπικῶς νῦν οἱ ἀργοὶ πρὸς ἀφροδίσια λέγοιντ' ἂν καὶ μὴ ἐπιδιδόντες ἑαυτοὺς ταῖς κατὰ ταῦτα ἀσελγείαις καὶ ἀκαθαρ σίαις ἢ τοῖς παραπλησίοις αὐταῖς. εἰσὶ δὲ τῶν πρὸς ταῦτα ἀργούντων διαφοραὶ (οἶμαι) τρεῖς.
I do not yet speak of what a person might suffer when the seminal fluids that descend from the head to the male parts are hindered at the wrong time (as the pupils of physicians say), and when in descending through certain veins about the cheeks by their natural heat they cause hair to grow on men about the chin; and of this hair those are deprived who think they must castrate themselves bodily for the sake of the kingdom of heaven. But what might they suffer—headaches, or sometimes darkenings that reach even the governing faculty and disturb the imaginative power, so that it forms strange phantasies from such matter? Before I come to the narrative of the matters in this passage, it must be said that, if Marcion made anything consistent with himself when he claimed that the Scripture ought not to be allegorized, he also rejected these passages as not spoken by the Savior, thinking it necessary either to accept (along with saying that the Savior spoke these things) that the believer who has come to faith would dare to hand himself over to such things and suffer them, or, since he would not reasonably have dared such great things—which would result in blasphemy against the word—not even to believe that these words are the Savior's, if indeed they are not allegorized. But we who wish to preserve the sequence of the three castrations and who approve the figurative interpretation of the third will say the same also about the first two. Figuratively, then, those who are idle with respect to sexual pleasures might be called eunuchs, and who do not give themselves over to the lewdnesses and uncleannesses connected with these things or to those akin to them. And there are, I think, three differences among those who are idle with respect to these things.
οἱ μὲν γὰρ ἐκ κατασκευῆς εἰσι τοιοῦτοι, περὶ ὧν λέγοιτ' ἂν τὸ εἰσὶν εὐνοῦ χοι οἵτινες ἐκ κοιλίας μη τρὸς ἐγεννήθησαν οὕτως. οἱ δὲ ἐκ λόγων μὲν ἀνθρωπίνων ἀσκοῦσι προτραπέντες τὴν τῶν ἀφροδισίων ἀποχὴν καὶ πάσης τῆς περὶ τὸν τόπον ἀκολασίας· οὐ μὴν τὸ γεννῆσαν αὐτοῖς τὴν τοιαύτην πρό θεσιν καὶ ἄσκησιν καὶ τὴν (ἵν' οὕτως ὀνομάσω) κατόρθωσιν λόγος γέγονε θεοῦ, ἀλλὰ ἀνθρώπινοι λόγοι εἴτε τῶν φιλοσοφησάντων παρ' Ἕλλησιν εἴτε «τῶν κωλυόντων γα μεῖν, ἀπέχεσθαι βρωμάτων» ἐν ταῖς αἱρέσεσιν· οὗτοι δή μοι δοκοῦσι δηλοῦσθαι ἐν τῷ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων. τὸ δ' ἀποδοχῆς ἄξιον, εἰ τὸν λόγον τις ἀναλαβὼν τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτερον «ὑπὲρ πᾶσαν μάχαιραν δίστομον» καὶ «τὴν» (ὡς ὠνόμασεν ὁ ἀπόστολος) «μάχαιραν τοῦ πνεύματος» ἐκτέμνοι τὸ τῆς ψυχῆς παθητικὸν μὴ ἁπτόμενος τοῦ σώματος, καὶ τοῦτο ποιοῖ *** καὶ νοήσας βασιλείαν οὐρανῶν καὶ μέγιστον συμβαλλόμενον πρὸς τὸ κληρονομῆσαι βασιλείαν οὐρα νῶν τὸ ἐκτεμεῖν λόγῳ τὸ παθη τικὸν τῆς ψυχῆς αὐτοῦ. τοῖς δὲ τοιούτοις ἁρμόζοι ἄν, καὶ οὐχ ὡς οἴονται οἱ σωματικῶς τὰ κατὰ τὸν τόπον ἐξειληφότες, τὸ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βα σιλείαν τῶν οὐρανῶν. Μεγάλη δὲ δύναμις τὸ χωρῆσαι τὸν ἀπὸ λόγου τῆς ψυχῆς εὐνουχισμόν, ὃν οὐ πάντες χω ροῦσιν, ἀλλ' οἷς δέδοται· δέ δοται δὲ πᾶσι τοῖς αἰτήσασιν ἀπὸ θεοῦ τὴν λογικὴν μάχαιραν καὶ δεόντως αὐτῇ χρησαμένοις, ἵν' εὐνουχίσωσιν ἑαυτοὺς διὰ τὴν τῶν οὐρανῶν βασιλείαν.
For some are such by constitution, about whom it might be said, "There are eunuchs who were born so from their mother's womb." But others practice abstinence from sexual intercourse and from all intemperance in that area, having been urged on by human words; yet the word of God has not been what generated in them such a purpose and practice and—to use the term—such success, but human words, whether of those who have philosophized among the Greeks or of "those who forbid to marry and command to abstain from foods" in the heresies. These, then, seem to me to be indicated in the saying, "There are eunuchs who were made eunuchs by men." But what is worthy of acceptance is if someone, taking up the living and active word, sharper "than every two-edged sword," and "the" (as the apostle called it) "sword of the Spirit," should cut off the passionate part of the soul without touching the body, and should do this *** and, having understood the kingdom of heaven and that what contributes most greatly to inheriting the kingdom of heaven is to cut off by reason the passionate part of his soul. And to such persons would fit—and not as those who have taken these matters in a bodily sense suppose—the saying, "There are eunuchs who made themselves eunuchs for the kingdom of heaven." And great is the power to contain the eunuchization of the soul that comes from reason, which not all contain, but those to whom it has been given; and it is given to all who ask from God the rational sword and use it as they ought, in order that they may make themselves eunuchs for the kingdom of heaven.
εἰ δὲ χρὴ καὶ ἱστοριῶν ἐφάψασθαι τῶν κατὰ τὰς γραφὰς μετὰ τῆς ὑποφαινομένης ἡμῖν εἰς αὐτὰς ἀνα γωγῆς, φήσομεν ὅτι εἰσί τινες εὐνοῦ χοι τοῦ Φαραὼ ἄγονοι παντὸς καλοῦ, ἵν' οἰνοχοῶσιν αὐτῷ καὶ σιτο ποιῶσιν εὐνουχισθέντες, εἰσὶ δὲ καὶ τοῦ θεοῦ ἄνθρωποι διὰ τοῦτο εὐνοῦ χοι ἄγονοι παντὸς κακοῦ, ἵν' οἰκοδομήσωσι πεσοῦσαν τὴν Ἱερουσαλήμ. περὶ μὲν οὖν τῶν προτέρων ἐν τῇ Γενέσει γέγραπται· τῶν δὲ δευτέρων παράδειγμα ὁ ἐν τῷ δευτέρῳ Ἔζρα γεγραμμένος ὅς φησι· «καὶ ἐγὼ ἤμην εὐνοῦχος τῷ βασιλεῖ. καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ Ἀρσαθερθᾷ βασιλεῖ» καὶ τὰ ἑξῆς, ἕως τοῦ «καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ με». καὶ σὺ δὲ ἐντυγχάνων τῷ δευτέρῳ Ἔζρα εὑρήσεις ὅλα τὰ κατὰ τὸν τόπον καὶ ἐπιστήσεις διὰ τί ἄξιός ἐστιν εὐνοῦχος γενό μενος ἀρχηγὸς τοῦ ἀνοικοδομηθῆναι τὸν ναὸν τοῦ θεοῦ. φασὶ γὰρ Ἑβραίων παῖδες τὸν Δανιὴλ καὶ τοὺς τρεῖς σὺν αὐτῷ (Ἀνανίαν, Ἀζαρίαν, Μι-σαὴλ) ἐν Βαβυλῶνι εὐνουχίσθαι, πληρουμένης τῆς πρὸς τὸν Ἐζεκίαν εἰρημένης προφητείας ὑπὸ Ἡσαΐου ἐν τῷ «ἀπὸ τοῦ σπέρματός σου λήψονται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶ νος». φασὶ δὲ ὅτι περὶ τούτων καὶ Ἡσαΐας προεφήτευσε φάσκων· «μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκεί μενος κυρίῳ· ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ» καὶ τὰ ἑξῆς ἕως τοῦ «κρείττονα υἱῶν καὶ θυγατέρων». καλὸν οὖν, ὡς πρὸς τὸν μυστικὸν τόπον, τὸ μὴ γεννᾶν ἐν Βαβυλῶνι, ἀλλὰ ἄγονον εἶναι πρὸς τὴν Βα βυλῶνα ὡς ὁ Δανιήλ, ἵνα γεννή σωμεν συλλαβόντες ἀπὸ τοῦ θείου πνεύματος (ὡς ἐκεῖνος καὶ οἱ σὺν αὐτῷ) ὁράματα καὶ προφητείας.
But if we must also touch upon the histories in the Scriptures, with the allegorical sense that appears to us in them, we shall say that there are certain eunuchs of Pharaoh, unfruitful in every good thing, so that they may serve as his cupbearers and grain-bearers after being castrated; and there are also eunuchs of God, men who for this reason are unfruitful in every evil thing, so that they may build up the fallen Jerusalem. Now concerning the former, it is written in Genesis; and as an example of the latter, there is the one written in the second book of Ezra, who says: "And I was a eunuch to the king. And it came to pass in the month Nisan, in the twentieth year of Artaxerxes the king," and the rest, up to "and it was good before the king, and he sent me." And you too, when you read the second book of Ezra, will find all the things in that passage, and you will consider why it is that one who became a eunuch is worthy to be the leader in rebuilding the temple of God. For the children of the Hebrews say that Daniel and the three with him (Hananiah, Azariah, and Mishael) were castrated in Babylon, fulfilling the prophecy spoken to Hezekiah by Isaiah in the words: "From your seed they will take, and they will make eunuchs in the house of the king of Babylon." And they say that Isaiah also prophesied concerning these things, saying: "Let not the foreigner who has joined himself to the Lord say, 'The Lord will surely separate me from his people,'" and the rest, up to "better than sons and daughters." It is good, then, with respect to the mystical sense, not to beget in Babylon, but to be unfruitful toward Babylon, like Daniel, so that we may beget, having conceived from the divine Spirit (as he and those with him did) visions and prophecies.
δεῖ δὲ εἰδέναι ὅτι οὐκ ὀλίγας εὕροι ἂν πιθανότητας εἰς κατασκευὴν τοῦ τοὺς τρεῖς σωματικοὺς εἶναι εὐνουχισμοὺς ὁ βουλόμενος παραστῆναι τῷ λόγῳ καὶ συναγορεῦσαι καὶ τοῖς
προειρημένοις καὶ τοῖς διὰ τῶν συγγραμμάτων τοῦτο διδάξασιν. οὐκ ἐβουλήθημεν δὲ ἐκθέσθαι αὐτάς, μὴ γυμνασίας εἵνεκεν τιθέντες τοὺς λόγους καὶ τὴν λύσιν ἑκάστου ἐκθέμενοι, πρόφασις γενώμεθα τοῖς μὴ ὡς βούλεται ὁ Ἰησοῦς χωροῦσι τὸν περὶ εὐνουχίας λόγον πρὸς τὸ ἐν ἑτέρῳ ἢ δεῖ νοῒ νοεῖν τὸ χωρεῖν, καὶ σωματικῶς αὐτὸ ὑπο λαμβάνειν, δέον «πνεύματι» ζῶντα «καὶ πνεύματι» στοιχοῦντα καὶ τοὺς τρεῖς εὐνουχισμοὺς πνευματικῶς πεπεῖσθαι λελέχθαι. Τότε προσηνέχθησαν αὐτῷ παιδία καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν (19, 13–15). Τότε μὲν ἡ ἀναγεγραμμένη ἱστορία γέγονε τοῦ καὶ προσενηνέχθαι παιδία τῷ Ἰησοῦ, βουλο μένων τῶν προσφερόντων ἐπιθεῖναι αὐτὸν τὰς χεῖρας αὐτοῖς καὶ προσεύξασθαι. ἰστέον δὲ ὅτι οὐκ ἔστιν ὅτε οὐ προσφέρεται παιδία τὴν ψυχὴν τῷ Ἰησοῦ, ἐφ' οἷς λέγοι ἂν (ὡς παρακαταθήκην αὐτὰ ἀπὸ θεοῦ λα βὼν) τὸ «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός». καὶ ἀπὸ τῶν παιδίων γε τούτων τινὰ μὲν χρηματιζέτω νήπια ἄλλα δὲ λεγέσθω θηλάζοντα ὡς τῶν νηπίων ὑποδεέστερα, καὶ ὁ κύριος ἡμῶν «ἐκ στό ματος» ἀμφοτέρων καταρτιζέτω «αἶνον», ἵνα ᾐσθημένοι τῆς τοιαύτης αὐτοῦ εἰς τὰ παιδία εὐεργεσίας λέ γωμεν τὸ «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον». παιδία δὲ λεκτέον τοὺς ἐν Χριστῷ σαρκίνους καὶ νηπίους, ὁποίους Κορινθίους ἐπιστάμενος ὁ ἀπόστολος Παῦλος ἔλεγε·
But one must know that anyone who wishes to establish and support by argument both what has been said before and what those who taught this through their writings have said, would find no few plausibilities for the construction that the three eunuchisms are bodily. But we did not wish to set them out, lest, putting forward these arguments for the sake of exercise and setting out the solution of each, we become a pretext for those who do not receive the word about eunuchism as Jesus wills, so as to understand "receives" in another sense than one ought, and to take it bodily—when one ought, living "in the spirit" and walking "in the spirit," to be persuaded that the three eunuchisms were spoken of spiritually. Then children were brought to him, and the rest until and having laid his hands on them he departed from there (19:13–15). At that time the recorded history did take place—that children were also brought to Jesus, when those who brought them wished him to lay his hands on them and pray. But one must know that there is no time when children are not brought in soul to Jesus, over whom he might say (as having received them from God as a deposit) the words "Behold, I and the children whom God has given me." And of these children, let some be called infants, and others be said to be nursing babes, as being inferior to the infants, and let our Lord "out of the mouth" of both "perfect praise," so that, having perceived such beneficence of his toward children, we may say, "Out of the mouth of infants and nursing babes you have perfected praise." And "children" must be said of those who are fleshly and infantile in Christ, such as Paul the apostle, knowing the Corinthians to be, used to call them:
«κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ». τὰ τοιαῦτα δὴ παιδία προσηνέχθη καὶ τότε καὶ ἀεὶ προσάγεται τῷ Ἰησοῦ. σημεῖον δὲ τῆς τῶν νηπίων προσαγωγῆς οἱ πολλοὶ τῆς ἐκκλησίας ἐν Χριστῷ νήπιοι καὶ θηλά ζοντες, «χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς», πρὸς οὓς λέγοι ἂν ὁ λέγων («ὡς ἂν τροφὸς θάλπουσα τὰ ἑαυτῆς τέκνα» θάλπων αὐτοὺς) τὸ «γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε». Εἶτ' ἐπεὶ οἱ μνησθέντες εὐαγγελισταὶ τῶν κατὰ τὸν τόπον, ὅτι μὲν (ὡς ὁ Ματθαῖός φησι) προσηνέχθη παιδία τῷ Ἰησοῦ ἢ (ὡς ὁ Μᾶρκος) «προσέφερον αὐτῷ παιδία» ἢ (ὡς ὁ Λουκᾶς) «προσέφερον δὲ αὐτῷ καὶ βρέφη» ἀνέγραψαν, ὑπὸ τίνος δὲ προση νέχθη ἢ τίνες προσέφερον, ἅμα πάντες παραλελοίπασιν, ἡμῖν κατα λιπόντες ἐξετάζειν τὸ παραλελειμμένον, ἄξιον ἰδεῖν πότερον κατὰ συντυχίαν ὑπὸ τῶν τριῶν τὸ τοιοῦτον παραλέλειπται (δυναμένων ἀναγράψαι· προση νέχθη αὐτῷ ἀπὸ τῶν γονέων ἢ ἀπὸ τῶν μητέρων, ἤ· «προσέφερον αὐτῷ βρέφη» ἢ «παιδία» αἱ μητέρες αὐτῶν), ἢ γνώσεως λογισμῷ καὶ σοφίᾳ τὸ τοιοῦτον πεποιήκασιν εἰς παράστασιν τοῦ ὅτι προσελθόντες ἄγγελοι τῷ Ἰησοῦ καὶ διακονοῦντες αὐτῷ, αὐτοὶ νῷ θειοτέρῳ τὰς τῶν παι δίων ὁρῶντες διαφορὰς ἢ βρεφῶν οἴδασι τίνας προσφέρειν δεῖ τῷ Ἰησοῦ, ἵνα προσενεχθέντες αὐτῷ χειροθετηθῶσιν ὑπ' αὐτοῦ, καὶ πότε· οἴδασι δὲ καὶ τίνας οὐ χρὴ ἢ ὅτι ἐπί τινα χρόνον οὐ χρή· οὐ γὰρ ἄτερ ἡγοῦμαι ἀγγελικῆς οἰκονομίας τὰ τοιαῦτα παιδία προσέρχεσθαι τῷ Ἰησοῦ.
And I could not speak to you as to spiritual, but as to carnal, as to babes in Christ." Such children were brought then, and are always brought, to Jesus. And a sign of the bringing of the babes is the many babes in Christ in the church, and those who are nursing, "having need of milk, not of solid food," to whom the one who says ("as a nurse cherishing her own children," cherishing them) would say, "I fed you with milk, not with meat; for you were not yet able, neither yet now are you able." Then, since the evangelists who mentioned the things in this passage—that (as Matthew says) children were brought to Jesus, or (as Mark says) "they brought children to him," or (as Luke says) "they brought also infants to him"—recorded it, but by whom they were brought or who brought them, all alike have passed over, leaving it to us to examine what was passed over, it is worth seeing whether such a thing was passed over by the three by coincidence (since they could have written: "they were brought to him by their parents" or "by their mothers," or "their mothers brought infants" or "children" to him), or whether they did this by a reasoning of knowledge and wisdom, to show that the angels who came to Jesus and ministered to him, themselves with a more divine mind seeing the differences of the children or infants, know which ones ought to be brought to Jesus, so that having been brought to him they might be laid hold of by him, and when; and they also know which ones ought not, or that for a certain time they ought not; for I do not think that such children come to Jesus without angelic administration.
τὸ δὲ βούλημα τῶν προσφερόντων τὰ παιδία ἐστὶ κατὰ μὲν τὸν Ματθαῖον ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς ὁ Ἰησοῦς καὶ προσεύξηται, κατὰ δὲ τὸν Μᾶρκον «ἵνα ἅψηται αὐτῶν», κατὰ δὲ τὸν εἰπόντα «βρέφη» αὐτὰ εἶναι Λουκᾶν «ἵνα αὐτῶν ἅπτηται». τῇ γὰρ προσευχῇ τοῦ Ἰησοῦ καὶ τῇ ἁφῇ αὐτοῦ τὰ παιδία καὶ τὰ βρέφη, οὐ δυνάμενα ἀκούειν ἅπερ ἀκούουσιν οἱ ἤδη πνευματικοί, ἀρ κεῖται εἰς βοήθειαν καὶ ἣν χωρεῖ ὠφέλειαν· ἅπτεται γὰρ αὐτῶν ἡ δύναμις Ἰησοῦ, μόνον χεῖρας ἐπι θέντος τὰς τῆς ἑαυτοῦ ἐπισκοπῆς αὐτοῖς, καὶ οὐκέτι αὐτῶν ἅπτεταί τι τῶν χειρόνων. τάχα δὲ καὶ (ὡς πρὸς τὸ ῥητὸν) τὸ βούλημα τῶν προσφερόντων αὐτῷ βρέφη καὶ παι δία τοιοῦτον ἦν, διαλαβόντων ὅτι οὐχ οἷόν τε ἦν, ἁψαμένου Ἰησοῦ βρεφῶν ἢ παιδίων καὶ δύναμιν διὰ τῆς ἁφῆς ἐναφιέντος αὐτοῖς, σύμ πτωμα ἢ δαιμόνιόν [ἤ] τι ἅψασθαι οὗ φθάσας ὁ Ἰησοῦς ἥψατο. Οἶμαι δ' ὅτι καὶ ἐπεὶ πολλαὶ πονηραὶ δυνάμεις περὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀρχῆθεν ἀσχο λοῦνται ποικίλως αὐτῇ ἐπιβουλεύουσαι, διὰ τοῦτο ὡς ἤδη ἐκ τῶν προτέρων τὴν δύναμιν αὐτοῦ μα θόντες οἱ προσφέροντες τῷ
But the intention of those bringing the children is, according to Matthew, that Jesus might lay his hands on them and pray, and according to Mark, "that he might touch them," and according to Luke, who called them "infants," "that he might touch them." For by the prayer of Jesus and his touch, the children and the infants, who are not able to hear the things that those already spiritual hear, receive help and the benefit of which they are capable; for the power of Jesus touches them, when he has only laid on them the hands of his own oversight, and no longer does any of the worse things touch them. And perhaps also (as regards the literal sense) the intention of those bringing infants and children to him was of this sort, as they supposed that it was not possible, once Jesus had touched infants or children and imparted power to them through the touch, for any accident or demon or anything to touch that which Jesus had first touched. And I think that also, since many evil powers from the beginning are occupied about the human soul, plotting against it in various ways, for this reason, as those bringing them had already learned his power from former things, to the
σωτῆρι τὰ παιδία ἢ τὰ βρέφη τοῦτ' ἐποίουν, ἵνα διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτοῦ καὶ τῆς περὶ τῶν παι δίων καὶ τῶν βρεφῶν εὐχῆς καὶ διὰ τῆς ἁφῆς ἀπελαύνηται μὲν τὰ χείρονα, δύναμις δὲ ἐγγινομένη διαφέρουσα καὶ πρὸς τὰ ἑξῆς διαρκῇ ὡς κωλυ τικὴ τυγχάνουσα ἐπαφῆς τῶν ἐναν τίων. καὶ ὁ σωτὴρ οὖν οὐχ ὡς ἁπλοῦν τι καὶ ἄκαιρον ἐπιστάμενος τὸ τοιοῦτον, ἀλλὰ σωτήριον τοῖς ὑπ' αὐτοῦ χειροθετουμένοις ὧν ἥπτετο, φησὶ τοῖς ἐπιτιμῶσι μαθηταῖς καὶ διὰ τοῦ ἐπιτιμᾶν κωλύουσιν αὐτῷ προσ φέρεσθαι τὰ παιδία ἢ τὰ βρέφη τὸ ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἰ μὲν οὖν ἔχει λόγον τὰ ἀποδεδομένα περὶ τοῦ ὑπὸ τίνων προσηνέχθη ἢ τίνες προσέφερον, ἀκολούθως ἂν ἐκείνοις μαθηταί τινες ἐξαίρετοι νοοῖντο τοῦ Ἰησοῦ δυνάμεις ἅγιαι μεμαθητευμέναι τῷ υἱῷ τοῦ θεοῦ· φθάνειν γὰρ καὶ ἐπὶ τοιαύτας τὸ τῶν μαθητῶν Ἰησοῦ ὄνομα εὔλογον, ἵνα μὴ μόνον οἱ ἄνθρωποι αὐτῷ μαθητεύωνται, ἀλλὰ καὶ ἄγγελοι, οἷς ὤφθη, καὶ εἴ τις αὐτῷ πιστεύειν βούλεται ἀπὸ «παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι». εἰ μέντοι τὸ τοιοῦτόν τις βίαιον νομίζοι, θέλων μὴ ἐπ' ἄλλων τάσσεσθαι ἢ ἀνθρώπων τὸ τῶν μα θητῶν ὄνομα, ἐπιτιμώντων τοῖς προσφέρουσι τῷ Ἰησοῦ τὰ βρέφη καὶ τὰ παιδία, εἶεν ἂν οἱ τῶν διδάσκειν τὸν λόγον ἐπιχειρούντων ἁπλούστεροι καὶ μέχρι παιδίων λόγον ἔχοντες, γάλακτι ἐοικότα ποτίζοντι τοὺς γάλακτος χρῄζοντας, προσφέροντες τῷ Ἰησοῦ βρέφη καὶ παιδία· οὐ γὰρ δύνανται λόγῳ πνευματικωτέρῳ τῆς τούτων κατα στάσεως *** πείθειν *** ὡς ὁ δυνάμενος λέγειν·
They were doing this to the Savior—bringing the children or the infants—so that through the laying on of his hands and the prayer concerning the children and infants, and through his touch, the worse things might be driven away, and a distinct power might be engendered in them, sufficient also for what follows, as being able to prevent contact with things opposed. And so the Savior, knowing that such a thing was not something simple and untimely, but salutary for those who were being laid hands on by him and whom he touched, says to the disciples who were rebuking them and by their rebuke preventing the children or infants from being brought to him: "Let the children alone and do not prevent them from coming to me." If, then, what has been set forth about by whom they were brought or who it was that brought them has a reasonable account, in accordance with those things certain outstanding disciples of Jesus might be understood—holy powers that have been made disciples to the Son of God; for it is reasonable that the name of "disciples of Jesus" extends even to such as these, so that not only humans are made disciples to him, but also angels, to whom he appeared, and anyone who wishes to believe in him, from "every name that is named, not only in this age but also in the age to come." If, however, someone should consider such a thing forced, wishing that the name of "disciples" be assigned to no others than humans, then those who rebuke those bringing the infants and children to Jesus would be the simpler sort among those who undertake to teach the word and whose account extends only as far as children—like milk given to drink to those who need milk—bringing infants and children to Jesus; for they cannot by a more spiritual account persuade those of this condition, as one who is able to say:
«Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοή τοις ὀφειλέτης εἰμί». τούτων δὴ προσφερόντων τῷ Ἰησοῦ βρέφη καὶ παιδία τοιαῦτα, τουτέστι νηπίους πίστεως καὶ ἧττον ἔτι μεμαθητευμένους, οἱ λογικώτεροι νομιζόμενοι εἶναι τῶν διδασκόντων ἐκείνων τῶν ἁπλουστέρων καὶ διὰ τοῦτο μαθηταὶ χρημα τίζοντες Ἰησοῦ, πρὶν μάθωσι τὰ περὶ τῶν βρεφῶν καὶ τῶν παιδίων τοιούτων, ἐπιτιμῶσι τοῖς ἁπλούστερον διδάσκουσι καὶ παιδία καὶ βρέφη τῷ Ἰησοῦ προσφέρουσι. Σαφῶς δὲ τὸ τοιοῦτον νοήσεις, ἐπιστήσας τῷ «βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολ λοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς» καὶ «τὰ ἀσθενῆ» καὶ «τὰ ἀγενῆ» καὶ «τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταρ γήσῃ». βλεπέτω τις οὖν τινα τῶν ἐπαγγελλομένων κατήχησιν ἐκκλησιαστικὴν καὶ διδασκαλίαν προσφέ ροντα «τὰ μωρὰ τοῦ κόσμου», καὶ «τὰ ἐξουδενωμένα» «καὶ τὰ ἀγενῆ» *** καὶ διὰ τοῦτο λεχθησόμενα ἂν καὶ παι δία καὶ βρέφη, καὶ βλέπων ἐπιτιμάτω (ὡς ἀκρίτως ποιοῦντι) τῷ προσ φέροντι τηλικαῦτα τῷ σωτῆρι καὶ διδασκάλῳ βρέφη καὶ παιδία. καὶ πρόσχες εἰ μὴ ἁρμόζει ἀναφέρειν τὰ νῦν ἐξεταζόμενα ἐπὶ τὰ τοιαῦτα, τῶν μὲν προσφερόντων παιδία, ἵνα τὰς χεῖρας αὐτοῖς ἐπιθῇ Ἰησοῦς καὶ προσεύξηται, τῶν δὲ μαθητῶν ἐπιτιμώντων αὐτοῖς. εἴποι δ' ἂν πρὸς τοὺς ἐπιτιμῶντας ἐπὶ παιδίοις προσαγομένοις τῷ Ἰησοῦ ὁ διδάσκαλος καὶ σωτὴρ καὶ κύριος· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με.
I am a debtor both to Greeks and to barbarians, both to the wise and to the foolish." Since these were bringing infants and such children to Jesus—that is, those who are infants in the faith and still less instructed—those who are thought to be more learned among those teachers who are simpler and who for this reason are called disciples of Jesus, before they have learned the things concerning such infants and children, rebuke those who teach more simply and bring children and infants to Jesus. And you will clearly understand such a thing by attending to "For consider your calling, brothers, that not many are wise according to the flesh, not many powerful, not many of noble birth; but God chose the foolish things of the world" and "the weak things" and "the lowly things" and "the things that are not, in order that he might bring to nothing the things that are." Let someone, then, observe one of those who profess ecclesiastical catechesis and teaching bringing "the foolish things of the world" and "the despised things" and "the lowly things" *** and who for this reason would be called both children and infants, and seeing this let him rebuke (as one acting without judgment) the one who brings such great infants and children to the Savior and Teacher. And consider whether the matters now being examined do not fit being referred to such things—those bringing children so that Jesus might lay his hands on them and pray, while the disciples rebuke them. And the Teacher and Savior and Lord would say to those who rebuke on account of children being brought to Jesus: "Let the children alone, and do not hinder them from coming to me.
εἶτα προτρέπων τοὺς μαθητὰς αὐτοῦ ἤδη ὄντας ἄνδρας συγκατα βαίνειν τῇ ὠφελείᾳ τῶν παιδίων (ὅπως γένωνται τοῖς παιδίοις ὡς παιδία, ἵνα τὰ παιδία κερδήσωσι) λεγέτω ὁ σωτὴρ τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρα νῶν· καὶ γὰρ αὐτὸς «ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγή σατο τὸ εἶναι ἴσα θεῷ», γέγονε παιδίον, ὥστε λελέχθαι τοῖς μάγοις ὑπὸ τοῦ Ἡρώδου περὶ αὐτοῦ· «πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου», καὶ ὑπὸ τοῦ Ματθαίου ὅτι «ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς ἕως οὗ ἐλθὼν ἐστάθη οὗ ἦν τὸ παι δίον»· καὶ μετ' ὀλίγα «ἐλθόντες (φησὶν) εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ». καὶ ὁ φανεὶς δὲ τῷ Ἰωσὴφ ἄγγελος παιδίον ἐκάλεσε τὸν τοιοῦτον καὶ τηλικοῦτον ἡμῶν σωτῆρα εἰπών· «ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον». πάλιν τε αὖ τελευτήσαντος τοῦ Ἡρώδου ἄγγελος κυρίου κατ' ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων·
«ἐγερθεὶς παράλαβε τὸ παι δίον καὶ τὴν μητέρα αὐτοῦ». καὶ ὁ Ἰησοῦς οὖν οὐ μόνον κατὰ τὴν ἱστορίαν, ἀλλὰ καὶ κατὰ τὴν ἀνα γωγὴν ἐταπείνωσεν «ἑαυτὸν ὡς παιδίον», ὥστ' ἂν εἰπεῖν ὡς τὸ «μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ», οὕτως καὶ τὸ «μάθετε ἀπ' ἐμοῦ» γενο μένου ὡς παιδίον, πῶς λέγω τὸ *** τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, τοιού των ὁποῖά ἐστι τὰ παιδία, περὶ ὧν οὐκ ἐπιτρέπει τοὺς μαθητὰς ἐπιτιμᾶν τοῖς προσφέρουσιν αὐτά.
Then, urging his disciples, who were already men, to condescend to the benefit of the little children (so that they might become as little children to the little children, in order that they might gain the little children), let the Savior say, "For of such is the kingdom of heaven." For he himself, "though he was in the form of God, did not consider equality with God something to be grasped," became a little child, so that it was said to the magi by Herod concerning him, "Go and search diligently for the child," and by Matthew, "the star, which they saw in the east, went before them until it came and stood where the child was"; and shortly after, "when they had come," he says, "into the house, they saw the child with Mary his mother." And the angel who appeared to Joseph also called such and so great a savior of ours a little child, saying, "Rise, take the child and his mother, and flee to Egypt." And again, when Herod had died, an angel of the Lord appears to Joseph in Egypt in a dream, saying, "Rise, take the child and his mother." And Jesus, therefore, not only according to the history but also according to the spiritual sense, "humbled himself as a little child," so that one might say both, "Learn from me, that I am gentle and lowly in heart," and also, "Learn from me"—from him who became as a little child—how I say, "For of such is the kingdom of heaven," of such as are like little children, whom he does not permit the disciples to rebuke when they bring them.