ἀνάστασιν δὲ τὴν (ὡς ἀποδεδώκαμεν) κατ' αὐτούς, καὶ ἐπηρώτησαν ἡμῶν τὸν κύριον λέγοντες· Μωσῆς εἶπεν· ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐ τοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελ φῷ αὐτοῦ. ἄξιον οὖν εἰς τοῦτό μοι δοκεῖ παραθέσθαι τὴν Μωσέως λέξιν, εἰς ἣν ἀνέφερον Σαδδουκαῖοι τὰ ἐν τῷ εὐαγγελίῳ γεγραμ μένα ὑπ' αὐτῶν εἰρῆσθαι. ἔχει οὖν οὕτως ἐν τῷ Δευτερονομίῳ τὸ ῥητόν· «ἐὰν δὲ κατοικήσωσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτό, καὶ ἀποθάνῃ εἷς ἐξ αὐτῶν» καὶ τὰ ἑξῆς ἕως τοῦ «οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα». τούτου δὴ τοῦ ῥητοῦ οἱ Σαδδουκαῖοι, ὡς τὴν ἐλπίδα τῆς ἀναστάσεως μὴ ἔχοντες, φαύλως ἀκούσαντες καὶ μηδὲν θεοῦ ἄξιον ἐνθυμηθέντες εἰς τὸν ἐκκείμενον νόμον, ᾠήθησαν ἀκολουθεῖν τῷ εἶναι ἀνάστασιν τὸ καὶ τὸν ἄνδρα ἄνδρα πάλιν ἔσεσθαι ἀναστάντα ἄρρενα μόρια ἔχοντα, καὶ τὴν γυναῖκα γυναῖκα ἀναστήσεσθαι σῶμα γυναικεῖον περικειμένην. καὶ ταπεινῶς ὑπολαμβάνοντες λέγε σθαι τὰ περὶ ἀναστάσεως ἐκ τοῦ ταῦτα αὐτοῖς νομίζειν ἀκολουθεῖν, πλάσαντές τινα μῦθον τὸν περὶ ἑπτὰ ἀδελφῶν γαμησάντων μίαν γυναῖκα, ἐπηπόρουν τίνος ἂν γέ νοιτο γυνὴ τοιαύτη ἀναστᾶσα, φθά σασα ἅπαξ ἑπτὰ χρηματίσαι ἀν δρῶν γυνή. ἐδύναντο δὲ καὶ χωρὶς τοῦ τοιούτου πλάσματος ἐπαπορῆσαι ἐκ τῶν πολυγάμων γυναικῶν, τάχα δὲ καὶ πολυγάμων ἀνδρῶν. καὶ ὁ σωτὴρ ἡμῶν ἀποκρινόμενος αὐτοῖς τὸ μὲν βούλημα τοῦ κατὰ Μωσέα νόμου οὐ διηγήσατο, ὡς οὐκ ἀξίοις γνώσεως τηλικούτου μυστη ρίου·
But the resurrection, in the sense we have explained, according to their view—they also questioned our Lord, saying: Moses said, If a man dies having no children, his brother shall marry his wife and raise up seed for his brother. It seems worthwhile, then, for me to set alongside this the passage from Moses to which the Sadducees were referring when they claimed that what is written in the Gospel had been spoken by them. The passage in Deuteronomy reads as follows: "But if brothers dwell together, and one of them dies," and so on down to "the house of him who had his sandal pulled off." Now the Sadducees, since they did not hold the hope of the resurrection, heard this passage in a base manner and conceived nothing worthy of God regarding the law set before them, and supposed that it followed from the existence of a resurrection that the man would again be a man when raised, possessing male parts, and the woman would be raised a woman, clothed in a female body. And because they lowly assumed that the things concerning the resurrection were spoken on the basis of their thinking that these consequences followed, they fabricated a certain myth about seven brothers who married one woman, and they were perplexed as to whose wife such a woman would be when raised, having once already been the wife of seven men. Yet they could have raised the same perplexity even without such a fabrication, from women who had many husbands, and perhaps also from men who had many wives. And our Savior, in answering them, did not explain the intent of the law of Moses, since they were not worthy of knowledge of such a great mystery.
μόνον δὲ ἁπλῶς ἀπεφήνατο λέγων καὶ τὰς θείας γραφὰς ἀπαγ γέλλειν περὶ τῆς ἐκ νεκρῶν ἀναστά σεως ὅτι ἐκεῖ μή εἰσι γάμοι, ἀλλὰ γίνονται οἱ ἐκ νεκρῶν ἀνιστάμενοι ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι, καὶ ὥσπερ οἱ ἐν τῷ οὐρανῷ ἄγ γελοι οὔτε γαμοῦσιν οὔτε γα μοῦνται, οὕτω (φησὶ) καὶ οἱ ἀνι στάμενοι ἀπὸ τῶν νεκρῶν. ἐγὼ δ' οἶμαι διὰ τούτων δηλοῦσθαι ὅτι οὐ μόνον κατὰ τὸ μὴ γαμεῖν καὶ τὸ μὴ γαμεῖσθαι ὡς οἱ ἐν τῷ οὐρα νῷ ἄγγελοι γίνονται οἱ καταξιούμενοι τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἀλλὰ καὶ κατὰ τὸ μετασχηματιζόμενα αὐτῶν τὰ σώματα «τῆς ταπεινώσεως» γίνεσθαι τοιαῦτα, ὁποῖά ἐστι τὰ τῶν ἀγγέλων σώματα, αἰθέρια καὶ αὐγοειδὲς φῶς. Ξενίζον δέ τι τοὺς πολλοὺς τῶν πιστευόντων δόγμα ζητήσαι τις ἄν, τάχα μὲν καὶ πολλαχόθεν σαφῶς δ' ὅτι καὶ ἐντεῦθεν ἐπαπορῶν, εἰ ὥσπερ εἰσὶν οἱ ἀνιστάμενοι ἐκ νεκρῶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ καὶ τάγμα τι ἀγγέλων, μεταβάλλοντες ἐξ ἀνθρώπων, οὕτως καὶ ἄλλοι ἐν τῷ οὐρανῷ ἄγγελοι, ἄνθρωποί ποτε ὄντες καὶ καλῶς ἀγωνισάμενοι ἐν ἀνθρώπου σώματι, γεγόνασιν ἐν τῷ οὐρανῷ ἄγγελοι ὥς τινες ἕτεροι πρὸ αὐτῶν. ὁ δὲ τὸ ξενίζον τοῦτο δόγμα ζητῶν ἐκ τῆς προκειμένης λέ ξεως, τάχα δὲ καὶ ἀλλαχόθεν, ὁράτω περιαθρήσας ὅλην τήν τε γραφὴν καὶ τὴν ἀκολουθίαν τῶν πραγμάτων, καὶ τί ἕπεται τῷ ταῦτα τιθέντι, καὶ σκοπείτω εἰ χρὴ παραδέξασθαι τοιοῦ τον λόγον ᾧ ἕπεται τοιαῦτα ἅτινα δηλοῦται ἐκ τοῦ «ἀγγέλους κρινοῦμεν» καὶ τοῦ «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι».
But he simply declared, saying that the divine Scriptures also announce concerning the resurrection from the dead that there are no marriages there, but those who rise from the dead become as the angels in heaven, and just as the angels in heaven neither marry nor are given in marriage, so (he says) also those who rise from the dead. But I think that through these words it is shown that not only in respect of not marrying and not being given in marriage do those who are deemed worthy of the resurrection from the dead become as the angels in heaven, but also in respect of their bodies of humiliation being transformed and becoming such as the bodies of the angels are, ethereal and light of a brilliant brightness. But one might inquire into a doctrine that seems strange to most of the believers, perhaps indeed from many passages, but clearly also raising the difficulty from this one: whether, just as there are those who rise from the dead as the angels in heaven and a certain order of angels, being changed from men, so also other angels in heaven, having once been men and having contended well in a human body, have become angels in heaven, as certain others before them. But let the one inquiring into this strange doctrine, from the passage set before us, and perhaps also from elsewhere, look carefully, surveying the whole Scripture and the sequence of events, and what follows for the one who posits these things, and let him consider whether one ought to accept such a doctrine, to which follow such things as are indicated by We shall judge angels and by things into which angels desire to look.
εἰ δὲ καὶ τὴν Ἰούδα προσοῖτό τις ἐπιστολήν, ὁράτω τί ἕπεται τῷ λόγῳ διὰ τὸ «ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν». ὁράτω δὲ ὁ τὰ τοιαῦτα τολμῶν ζητεῖν, πῶς αὐτῶν δεῖ ἀκούειν τῶν ἐν Γενέσει γεγραμ μένων ὅτι «ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς εἰς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο». σαφῶς δὲ τὰ κατὰ τὸν τόπον ἐπαπορῆσαι καὶ τὴν ἀκολου θίαν αὐτῶν ἐπισκοπῆσαι καὶ χάρτῃ πιστεῦσαι τὴν τῶν τηλικούτων σαφήνειαν, μήποτε οὐκ ἀσφαλὲς ᾖ· ἀρκεῖ γὰρ καὶ ἐπὶ τοῖς εἰρημένοις ἡμᾶς ἐπὶ τοσοῦτον παρακεκινδυνευκέναι. Οὐκ ἄκαιρον δὲ νομίζω ἅπαξ ἐκθεμένους τὴν λέξιν τοῦ νόμου ἀπὸ τοῦ Δευτερονομίου, ἰδεῖν ὁποῖόν γέ ἐστιν αὐτοῦ τὸ βούλημα. ζητητέον οὖν ἐν αὐτῷ τίς ἡ μία γυνὴ καὶ τίνες οἱ δύο ἄνδρες οἱ ἀλλήλων ἀδελφοί, ὧν πρότερον μὲν γαμῶν ὁ ἕτερός ἐστι τὴν γυναῖκα οὐ καρποφορῶν δὲ ἐξ αὐτῆς, δεύτερον δὲ γαμῶν ὁ τοῦ τεθνηκότος ἀδελφὸς καὶ γεννῶν παιδίον ἐξ ὀνόματος τοῦ
But if someone also accepts the epistle of Jude, let him see what follows from the statement, because "the angels who did not keep their own principality but abandoned their own dwelling place he has kept in eternal chains under darkness for the judgment of the great day." And let the one who dares to investigate such matters see how one must understand the things written in Genesis, that "the sons of God, seeing the daughters of men, that they were beautiful, took for themselves as wives from all whom they chose." But to raise difficulties clearly regarding the passage and to examine their sequence and to commit to paper the clarification of such great matters is perhaps not safe; for it is enough that in what has been said we have ventured so far. I do not think it untimely, having once set forth the wording of the law from Deuteronomy, to see what sort its meaning is. One must inquire in it who is the one woman and who are the two men who are brothers of one another, of whom the first to marry is the one who takes the woman but does not bear fruit from her, and the second to marry is the brother of the deceased and begets a child in the name of the
τετελευτηκότος. καὶ μετὰ ταῦτα ζη τήσεις τίς ἐστιν ὁ μὴ βουλόμενος «λα βεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἑαυτοῦ» καὶ διὰ τοῦτο «ἐναντίον τῆς γερουσίας» ὑπολυόμενος «τὸ ἓν ὑπόδημα» καὶ ἐμπτυόμενος «εἰς τὸ πρόσωπον» ὑπὸ τῆς γυναικὸς καὶ ἀναβάσης «ἐπὶ τὴν πύλην» καὶ λεγούσης· «οὐ θέλει ὁ ἀδελφὸς τοῦ ἀνδρός μου ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ ἐν Ἰσραήλ». ζητηθείη δ' ἂν ἐν τῷ τόπῳ καὶ τίς ἡ γερουσία καὶ ἡ πύλη ἐφ' ἣν ἀναβαίνει «ἡ γυνὴ» λέγουσα τὰ γεγραμμένα. ὅτι μὲν οὖν σεμνόν τι εἶναι καὶ αἰδοῦς ἄξιον χρὴ πεπεῖσθαι πάντα νόμον ἐπαγγελλόμενον εἶναι θεοῦ ἢ μὴ ὄντα σεμνὸν μὴ εἶναι νόμον θεοῦ, πᾶς ὁ μὴ πάντη ἀσύνετος ὁμολογή σαι ἄν· εἰ δὲ εὑρίσκομεν ἡμεῖς τὸ τοῦ νόμου τούτου σεμνὸν καὶ αἰδέσιμον ἢ μή, πρῶτον μὲν ὁ θεὸς ἂν εἰδείη καὶ ὁ Χριστὸς αὐτοῦ, μετὰ δὲ ταῦτα καὶ ὁ κατὰ τὴν γραφὴν ὀνομαζόμενος δόκιμος τραπεζίτης καὶ εἰδὼς «πάντα» δοκιμά ζειν καὶ τὸ μὲν «καλὸν» κατέχειν, ἀπέχεσθαι δὲ «παντὸς εἴδους πονη ροῦ». φέρε οὖν τὸ προκείμενον πρόβλημα νομικὸν διηγήσασθαι θέ λοντες, ἐπικαλεσάμενοι τὸν εἰπόντα· «φθέγξομαι προβλήματα ἀπ' ἀρ χῆς», εἴπωμεν «καλὸν» μὲν εἰ κατέχομεν τὰ ὑπ' αὐτοῦ διδόμενα, εἰ δὲ μή γε τὰ ὑποπίπτοντα ἡμῖν εἰς τὸν τόπον· κρινεῖ δὲ ὁ ἐντυγχάνων τοῖς λεχθησομένοις. Δοκεῖ δή μοι κατὰ μίαν διήγησιν γυνὴ εἶναι ἡ τοῦ ἀνθρώπου ψυχή, γαμουμένη πρότερον μὲν τῷ τοῦ νόμου γράμματι καὶ μὴ τεκνοῦσα ἐξ αὐτοῦ, δεύτερον δὲ τῷ πνευμα τικῷ νόμῳ καὶ ἀπὸ τούτου καρπο φοροῦσα καὶ γεννῶσα καὶ μὴ ἀφισταμένη ἐν τῷ γεγεννημένῳ τῆς πρὸς τὸν ἀποθανόντα αὐτῇ νόμον γράμματος τιμῆς.
having died. And after this you will inquire who it is who is unwilling "to take the wife of his own brother" and for this reason, "before the council," has his "one sandal" loosed and is spat "in the face" by the woman, who also goes up "to the gate" and says: "The brother of my husband does not wish to raise up the name of his brother in Israel." One might also inquire in this passage what the council is and what the gate is to which "the woman" goes up, saying the things written. That, then, every law that claims to be of God must be believed to be something venerable and worthy of reverence, or, if it is not venerable, is not a law of God, anyone who is not altogether senseless would agree. But whether we find the venerable and reverent character of this law or not, first God would know and his Christ, and after that also the one named in the Scripture the approved money-changer, who knows "to test all things" and to hold fast the "good," but to abstain from "every form of evil." Come then, since we wish to expound the legal problem set before us, having invoked the one who said, "I will utter problems from the beginning," let us speak—"good" indeed if we hold fast the things given by him, but if not, at least the things that fall to us for this passage; and the reader of what will be said will judge. It seems to me, then, according to one interpretation, that the woman is the soul of the man, married first to the letter of the law and not bearing children from it, but second to the spiritual law and from this bearing fruit and giving birth, and not departing, in what has been begotten, from the honor due to the letter of the law that died to her.
καὶ τάχα ἑκάστη ἡ ἐσομένη μακαρία ψυχὴ καὶ τρο πικῶς λεγομένη γυνὴ πάντως γα μεῖται πρότερον κατὰ τὰς εἰσαγωγὰς τῷ τοῦ νόμου γράμματι, ὃς ἀποθνῄ σκει προκοπτούσης τῆς γυναικὸς ψυχῆς, ἵν' αὐτὴ τοῦ σεμνοτέρου καὶ τεκνοποιοῦ ἐπιτύχῃ γάμου, ὅτε «σω θήσεται διὰ τῆς τεκνογονίας», ἐπὰν τὰ τέκνα μείνῃ «ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύ νης», οὐ σωθησομένη πρὸ τῆς τεκνογονίας ἢ χωρὶς αὐτῆς. τέκνα δὲ τῆς γυναικὸς ταύτης ψυχῆς ἀπὸ τοῦ δευτέρου ἀνδρός, τοῦ πνευματι κοῦ νόμου, τὰ κατ' αὐτόν ἐστιν ἔργα. ἀδελφοὶ δὴ δύο καὶ ἀπὸ μιᾶς μητρὸς διανοίας γεννώμενοι οἱ δύο νόμοι ***, οἵτινες ἀεὶ κατοικοῦσιν «ἐπὶ τὸ αὐτό»· οὐ γὰρ κεχώρισται ὁ οἶκος αὐτῶν ἀπ' ἀλλήλων, ἀλλ' «ἀδελφοί» εἰσι καὶ ἀμφότεραι αἱ ἐκδοχαὶ ὡς ἐν οἴκῳ ἑνὶ τῷ περιέ χοντι αὐτοὺς γράμματι. καὶ ὅρα εἰ μὴ τοῦτο δηλοῦσθαι δύνα ται ἐκ τοῦ «ἂν δὲ κατοικῶσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτό». εἶτα ἑξῆς ἐστι· «καὶ ἀποθάνῃ εἷς ἐξ αὐτῶν, σπέρμα δὲ μὴ ᾖ αὐτῷ», ἃ κατὰ δύναμιν διηγησάμην. ἴδωμεν δὲ καὶ τὸ «οὐκ ἔσται ἡ γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι», καὶ τίς μὲν γυνὴ ψυχὴ παραβαίνει τοῦτον τὸν νόμον τίς δὲ τηρεῖ.
And perhaps each soul that will be blessed and is figuratively called a woman will first certainly marry, according to the introductory stages, the letter of the law, which dies as the woman-soul advances, so that she may attain the more venerable and child-producing marriage, when "she will be saved through childbearing," once the children remain "in faith and love and sanctification with self-control," not being saved before childbearing or apart from it. And the children of this woman-soul from the second husband, the spiritual law, are the works according to it. So then, two brothers, born from one mother, understanding, are the two laws ***, which always dwell "together"; for their house is not separated from one another, but they are "brothers," and both interpretations are as in one house, the letter that contains them. And see whether this can be made clear from "and if brothers dwell together." Then next is: "and one of them dies, and he has no seed," which I have expounded as far as I was able. But let us also look at "the wife of the deceased shall not be outside for a man not near," and which woman-soul transgresses this law and which keeps it.
ὡς ἐν τοιούτοις δὴ τόποις ὑπολαμ βάνω μετὰ τὸν θάνατον τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς τοῦ νόμου καὶ τὴν ἀνατροπὴν αὐτῆς τὴν μέν τινα ψυχὴν ποιοῦσαν παρὰ τὴν θείαν ἐντολήν, γυναῖκα πρότερον γενομένην τοῦ τεθνηκότος καὶ ἐκείνῳ πιστεύσασαν, «ἔξω» πάντη γίνεσθαι τοῦ νόμου «ἀνδρὶ μὴ ἐγγίζοντι», ὅτε παρα δέχεται λόγον αὐτὸν μὴ ἐγγί ζοντα *** τῇ ἐκδοχῇ τοῦ γράμματος, ἀλλὰ πάντη ἀλλότριον (τοιαῦται δέ εἰσιν αἱ τῶν ἑτεροδόξων ψυχαί, αἷς καὶ ἡ ἐκδοχὴ τοῦ κατὰ τὸν νόμον γράμματος ἐτελεύτα, καὶ οὐκ ἐβουλήθησαν τῷ ἀεὶ «ἐπὶ τὸ αὐτὸ» ἐκείνῳ οἰκοῦντι γαμηθῆναι πνευματικῷ νόμῳ, ἀλλά τινι «ἔξω» ἀμφοτέρων τούτων λόγῳ καὶ μηδαμῶς «ἐγγίζοντι» κοινωνῆσαι). ἑτέραν δὲ ψυχὴν γυναῖκα εἶναι τὴν κατὰ θεὸν βιοῦσαν ἀποθανόντος καὶ ἀνατραπέντος τοῦ προτέρου ἀνδρός, οὐ βουλομένην «ἔξω» γενέσθαι καὶ «ἀνδρὶ μὴ ἐγγίζοντι», ἀλλὰ γαμουμένην τῷ ἀδελφῷ τοῦ τετελευτηκότος καὶ «ἐπὶ τὸ αὐτὸ» αὐτῷ οἰκήσαντι, ὅτε «ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσέρχεται πρὸς αὐτὴν» καὶ γίνεται ἔνδον τῆς ψυχῆς αὐτῆς καὶ λαμβάνει «αὐτὴν ἑαυτῷ εἰς γυναῖκα» καὶ συνοικεῖ αὐτῇ τῇ ψυχῇ ἐπὶ μακα ρισμῷ αὐτῆς, ἅτε κατὰ τὸ βούλημα τοῦ θεοῦ γαμουμένης τῷ δευτέρῳ καὶ πνευματικῷ νόμῳ. «τὸ δὲ παι δίον ὃ ἐὰν τέκῃ» καὶ γεννήσῃ ἡ συνοικήσασα τῷ δευτέρῳ καὶ πνευ
In such places, then, I suppose that after the death of the literal interpretation of the law and its overthrow, one kind of soul—the one that acts contrary to the divine commandment, having first become the wife of the one who died and having believed in him—comes to be entirely outside the law, belonging to a husband who does not come near, since it accepts a word that does not come near to the literal interpretation but is entirely alien to it. Such are the souls of the heterodox, for whom also the literal interpretation of the law has died, and who were unwilling to be married to that spiritual law which always dwells upon the same thing, but rather to have fellowship with some word outside both of these and in no way coming near. But another soul is a wife—the one that lives according to God—when the former husband has died and been overthrown, not wishing to come to be outside and belonging to a husband who does not come near, but being married to the brother of the deceased, who also dwells upon the same thing as he, when the brother of her husband comes in to her and comes to be within her soul and takes her for himself as a wife and dwells together with that soul to her blessing, inasmuch as she is married according to the will of God to the second and spiritual law. And the child, whichever one she may bear and bring forth—the one who has dwelt together with the second and spiritual
ματικῷ ἀδελφῷ ψυχὴ γυνή, καθίσταται «ἐκ τοῦ ὀνόματος» τοῦ ἀδελφοῦ αὐτοῦ «τοῦ τετελευτηκότος», καὶ γίνεται οὐκ ἐκ τοῦ προ τέρου μὲν ὁμώνυμος δὲ τῷ προ τέρῳ· ὄνομα γὰρ τῷ γεννήματι ἐκ τοῦ πνευματικοῦ νόμου ἐστὶ τὸ ὄνομα τοῦ τετελευτηκότος, ἐπεὶ κἀκεῖνος ἐκαλεῖτο νόμος νόμος θεοῦ, καὶ οὐ χρή γε ἐξαλείφεσθαι ἀπὸ τοῦ διορατικοῦ καὶ ἀληθῶς Ἰσραὴλ «τὸ ὄνομα» τοῦ ἀποθανόντος ἀν δρός, κἂν αὐτὸς ἐξαλειφθῇ. Ταῦτα μὲν οὖν ἐκ μέρους εἰρήσθω περὶ τοῦ νόμου. θεοῦ δὲ ἡμῖν πάλιν ἢ καὶ μᾶλλον χρεία, ἐν Χριστῷ φωτίζοντος τὸν νοῦν ἡμῶν πρὸς θέαν τῶν ἑξῆς. «ἐὰν» γὰρ «μὴ βούληται (φησὶν) ὁ ἄνθρωπος λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀναβήσεται ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ ἐπὶ τὴν πύλην ἐπὶ τὴν γε ρουσίαν καὶ ἐρεῖ» τὰ ἐπιφερόμενα. καὶ πρῶτόν γε παρατήρει ὅτι, ἐς ὅσον μὲν καὶ ἡ γυνὴ ἐποίει τὸ ὑπὸ τοῦ νόμου προστεταγμένον, καὶ ὁ ἀνὴρ εἰσιὼν πρὸς αὐτὴν συνῴκει αὐτῇ καὶ ἐτέκνου ἐξ αὐτῆς, ἄνθρωπος οὐκ εἴρητο ἀλλὰ «ἀδελφὸς» ἀνδρὸς τῆς γυναικός· ὅτε δὲ οὐ βούλεται «λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ» καὶ «οὐ θέλει ἀναστῆσαι τοῦ ἀδελφοῦ αὐτοῦ τὸ ὄνομα ἐν Ἰσραήλ», καὶ καλούμενος ὑπὸ τῆς γερουσίας «τῆς πόλεως» λέγει· «οὐ βούλομαι λαβεῖν αὐτὴν» καὶ ἀτιμοῦται ὑπολυόμενος «τὸ ὑπό δημα» καὶ ἐμπτύεται «εἰς τὸ πρό σωπον» ἀπὸ τῆς γυναικὸς καὶ μετονομάζεται, ἵνα «τὸ ὄνομα αὐτοῦ» ᾖ «[ὁ] οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα», τότε οὐκέτι ἀδελφὸς ἀλλ' «ἄνθρω πος» λέγεται· οἱονεὶ γὰρ διὰ μὲν τῆς τηρήσεως τοῦ νόμου ἐλέγετο αὐτῷ τὸ «ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«·
a soul becomes wife to a spiritual brother, and is established "from the name" of his brother "who has died," and comes to be named not from the former but with the same name as the former; for the name given to the offspring from the spiritual law is the name of the deceased, since he too was called law, the law of God, and the "name" of the dead man ought not to be blotted out from the discerning and truly Israel, even if he himself is blotted out. Let these things, then, be said in part concerning the law. But we have need of God again, or rather more, who in Christ enlightens our mind for the contemplation of what follows. For "if," he says, "the man does not wish to take the wife of his brother, then the wife of his brother shall go up to the gate to the elders and shall say" what follows. And first observe that, as long as the woman also did what was prescribed by the law, and the man came in to her and lived with her and fathered children by her, he was not called "man" but "brother" of the woman's husband; but when he does not wish "to take the wife of his brother" and "does not wish to raise up his brother's name in Israel," and when summoned by the elders "of the city" he says, "I do not wish to take her," and is dishonored by having his sandal pulled off and is spat "in the face" by the woman and is renamed, so that "his name" may be "the house of him whose sandal was pulled off," then he is no longer called "brother" but "man"; for, as it were, through the observance of the law it was said to him, "I said: you are gods and all sons of the Most High.
διὰ δὲ τοῦ τὰ ἐναντία τῷ νόμῳ ποιεῖν οἱονεὶ ἐλέγχεται ὑπὸ τοῦ λόγου φάσκοντος πρὸς αὐτόν· «ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε». καὶ πρόσχες εἰ δύνασαι νοῆσαι μετὰ τὸν θάνατον τῆς ἐκδοχῆς τοῦ γράμματος εἶναι ἄλλην τινὰ ἐκ δοχὴν τοῦ νόμου διημαρτημένην καὶ οὐ πνευματικὴν οὐδὲ ἀνεπίληπτον, πλὴν τὴν γένεσιν ἔχουσαν ἐκ τοῦ νόμου ἡμαρτημένην μὲν ἀπὸ δὲ τῆς ἀφορμῆς τῶν ἐν τῷ νόμῳ γεγραμμέ νων ἀρχομένην, καὶ οὐ βουλομένην «ἀναστῆσαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ» καὶ τιμῆσαι τὸ ὄνομα τοῦ νόμου. οὐ βούλεται δὲ ἡ τοιαύτη ἐκδοχὴ παραλαβεῖν τὴν γυναῖκα τοῦ ἀδελ φοῦ αὐτοῦ ψυχήν· οὐδὲ γὰρ θέλει καρποφορῆσαι ἐπὶ τῷ δοξάσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἀδελφοῦ. διὸ ἡ γυνὴ οὐ κάτω ἕστηκεν ἡ ἑτοίμη τιμῆσαι τὸν πρότερον ἄνδρα αὐτῆς, ἀλλὰ ἀναβαίνει «ἐπὶ τὴν πύλην» καὶ τὴν εἴσοδον τῆς πόλεως ἑαυτῆς ἔχουσαν καὶ «γερουσίαν». καὶ νοείσθω ταῦτα γινόμενα κατὰ τὴν ἐκκλησίαν καὶ τὴν εἰς αὐτὴν εἰσαγωγὴν καὶ εἴσοδον. Ἐλέγχει οὖν ἡ γυνὴ τὸν μὴ βουλόμενον ἄνδρα καρποφορῆσαι τὸν τοιόνδε λόγον καὶ λέγει· «οὐ θέλει ὁ ἀδελφὸς τοῦ ἀνδρός μου ἀναστῆ σαι τὸ ὄνομα τοῦ ἀδελφοῦ αὐτοῦ ἐν Ἰσραήλ». εἶτα «ἡ γερουσία τῆς πόλεως» ἐκείνης ἐξετάζουσα τὸν τοιοῦτον ἄνδρα πυνθάνεται εἰ ἀληθῶς οὐ βούλεται. ἀποκριναμένου δὲ ἐκείνου τὸ μὴ βούλεσθαι, προσέρχεται αὕτη πρὸς τὸν μὴ βουληθέντα ἐξαναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐπὶ τῆς γερουσίας ἐλέγχει αὐτὸν καὶ ἀτιμάζει ὑπολύουσα «τὸ ὑπόδημα αὐτοῦ τὸ ἕν».
But by doing the things contrary to the law, he is, as it were, convicted by the word that says to him: "But you shall die like men." And consider whether you can understand that after the death of the literal interpretation there is another interpretation of the law, erroneous and not spiritual nor blameless, yet having its origin from the law—erroneous, but beginning from the occasion of the things written in the law—and not willing to "raise up the name of his brother" and to honor the name of the law. Such an interpretation does not wish to take the wife of his brother, the soul; for it does not want to bear fruit for the glorifying of the name of the dead brother. Therefore the woman who is ready to honor her former husband does not stand below, but goes up "to the gate" and the entrance of her city, which also has a "council of elders." And let these things be understood as happening in the church and in the introduction and entrance into it. The woman, then, convicts the man who does not wish to bear fruit, with this kind of argument, and says: "The brother of my husband does not wish to raise up the name of his brother in Israel." Then "the council of elders of that city," examining such a man, inquires whether he truly does not wish it. And when he has answered that he does not wish it, she comes to the one who was unwilling to raise up seed for his brother, and before the council of elders she convicts him and dishonors him by loosening "his one sandal.
καὶ σκόπει ἐν τού τοις διὰ τὸ «λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου» εἰρημένον πρὸς Μωσέα καὶ Ἰησοῦν καὶ τὸ «οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ», γεγραμ μένον ἐν τῷ κατὰ Λουκᾶν καὶ ἐν τῷ κατὰ Μᾶρκον καὶ ἐν τῷ κατὰ Ἰωάννην, μήποτε οὐ ταὐτόν ἐστι τὸ λῦσαι τὸ ὑπόδημα τῷ ὑπολῦσαι· οὐ γὰρ ὑπολύσασθαι κελεύεται Μωσῆς ἢ Ἰησοῦς, οὐδὲ Ἰωάννης περὶ τοῦ σωτῆρος ὠνόμασε τὸ ὑπολῦσαι ἀλλὰ τὸ λῦσαι. οὗτος οὖν ὁ παρα νομῶν οὔτε ἐξ ὅλων ὑπολέλυται οὔτε πάντη τῇ ὑποδέσει κεκόσμηται, ἀλλ' ἐξ ἡμισείας ἑκάτερον ἔχει. διὸ ἐμ πτύει «εἰς τὸ πρόσωπον αὐτοῦ» ἡ ἐπὶ τῆς γερουσίας ἐλέγξασα αὐτὸν γυνή· ἐμπτύει γὰρ πᾶσα ψυχὴ τῷ οὐ τεκνοποιοῦντι οὐδὲ καρποφοροῦντι λόγῳ, καὶ διὰ τῆς ἀνατροπῆς ὑπολύει αὐτὸν ἐν οἷς πταίει καὶ «ἀποκριθεῖσα» λέγει ὅτι «οὕτως ποιήσουσι τῷ ἀνθρώπῳ ὃς οὐκ οἰκοδομεῖ τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ». καὶ πρόσχες πάλιν ἐνταῦθα ὅτι δεύτερον τὸ ἄνθρωπος ὠνόμασται ἐπὶ τοῦ
ἁμαρτάνοντος, νῦν δ' ἤδη καὶ μὴ οἰκοδομοῦντος «τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ». πᾶς οὖν ὁ βλέπων τοῦτον τὸν ἄνθρωπον ὑπολυόμενον ἀπὸ γυναικὸς καὶ ἐμπτυόμενον καὶ ἀκούων αὐτῆς λε γούσης· «οὕτω ποιήσουσι τῷ ἀν θρώπῳ, ὃς οὐκ οἰκοδομεῖ τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ», «πάντα πρὸς οἰκοδομὴν» τοῦ ἀδελφοῦ ποιείτω· εἰ γὰρ μὴ οἰκοδομήσαι «τὸν οἶκον τοῦ ἀδελφοῦ αὐτοῦ» νόμου, ὑπο λυθήσεται «τὸ ἓν ὑπόδημα» καὶ ἐμπτυσθήσεται καὶ «τὸ ὄνομα» παντὸς τοῦ τοιούτου «ἐν Ἰσραὴλ» παρὰ πᾶσι τοῖς ὁρῶσι «κληθήσεται οἶκος τοῦ ὑπολυθέντος τὸ ὑπόδημα».
And consider in these matters, because of what was said to Moses and Joshua, "Loose the sandal from your feet," and because of what is written in the Gospel according to Luke and in the Gospel according to Mark and in the Gospel according to John, "whose sandal strap I am not worthy to loose," whether perhaps loosing the sandal is not the same as taking off the sandal; for Moses or Joshua is not commanded to take off his sandal, nor did John speak concerning the Savior of taking off but of loosing. This man, therefore, who transgresses the law is neither wholly unshod nor entirely adorned with footwear, but has each in half measure. Therefore the woman who convicted him before the council spits "into his face"; for every soul spits upon the word that does not beget children nor bear fruit, and through the refutation she takes off his sandal in the things wherein he stumbles, and "answering" she says, "Thus shall they do to the man who does not build up his brother's house." And attend again here, that for the second time "man" has been named in reference to the one who sins, but now already also in reference to the one who does not build "his brother's house." Everyone, therefore, who sees this man being unshod by a woman and spat upon and hears her saying, "Thus shall they do to the man who does not build up his brother's house," let him do "all things for the building up" of his brother; for if he does not build "his brother's house," the law, "the one sandal" shall be taken off and he shall be spat upon, and "the name" of every such man "in Israel" shall be called by all who see it "the house of him who had his sandal taken off.
Ἴδωμεν δὲ καὶ δευτέραν εἰς τὸν ἐκκείμενον τόπον διήγησιν, καὶ ἔστωσαν δύο νόμοι ἀδελφοί, καθ' οὓς ὁ μὲν τηρήσας τὸν πρότερον οὐκ ἦν «ἄνομος θεοῦ», ὁ δὲ τὸν δεύτερον φυλάσσων ἐστὶν «ἔννο μος Χριστοῦ». καὶ νόει μοι κατὰ τὴν Χριστοῦ παρουσίαν τεθνηκέναι τὸν πρότερον νόμον, ἄνθρωπον τῆς τῶν ἀνθρώπων ψυχῆς, ἐπεὶ μὴ «δεδό ξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει» πρότερον «ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης» τῆς κατὰ τὸ δεύτερον· δεύτερον δὲ νόμον τοῦ Χριστοῦ, ἀδελφὸν ὄντα τοῦ προ τέρου καὶ διὰ Μωσέως καὶ υἱὸν τοῦ αὐτοῦ λόγον, ὃς καὶ τὸν πρότερον ἐγέννησε. κατοικούντων οὖν τού των τῶν δύο ἀδελφῶν «ἐπὶ τὸ αὐτὸ» μάλιστα κατὰ τὴν παρου σίαν ἀπέθανεν ὁ εἷς ἐξ αὐτῶν καὶ οὐκ ἦν αὐτῷ σπέρμα. ἀλλὰ ἡ γυνὴ τοῦ τεθνηκότος μετὰ τὸν θάνατον τοῦ προτέρου ἀνδρός, ἡ ὑπὸ νόμον ψυχή, οὐ γίνεται «ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι»· ἐγγίζει γὰρ ἀνήρ, ὁ τοῦ εὐαγγελίου νόμος, ὡς ἀδελφὸς τοῦ ἀνδρὸς τεθνηκότος τῷ προ τέρῳ νόμῳ, καὶ εἰσέρχεται πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ. οἷον ὡς ἐπὶ παραδείγματος ἰδέ μοι τὴν Παύλου ψυχὴν «ὑπὸ νόμον», εἶτα διὰ Χριστὸν ἐξαγοράσαντα αὐτὸν ἀπὸ τοῦ νόμου γενομένην ὑπὸ τὸ εὐαγγέλιον. καὶ ὅρα εἰ μὴ ἀπέθανεν ὁ ἀνὴρ τῆς Παύλου ψυχῆς, καὶ οὐδὲν ἧττον ἀποθανόντος ἐκείνου ἡ γυνὴ τοῦ τεθνηκότος οὐ γέγονεν «ἔξω», ὡς οἴονται οἱ ἀπὸ τῶν αἱρέσεων, οὐδὲ «ἀνδρὶ μὴ ἐγγίζοντι». ὁ γὰρ «ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς» εἰσῆλθε πρὸς αὐτὴν καὶ ἔλαβεν «αὐτὴν ἑαυτῷ εἰς γυναῖκα» καὶ συνῴκησεν αὐτῇ, καὶ γέγονεν ὁ καρπὸς καὶ τὸ γέννημα καὶ «τὸ παιδίον» καὶ τὸ τεχθὲν «ἐκ τοῦ ὀνόματος τοῦ τετελευτηκότος».
Let us also consider a second interpretation of the passage set before us. Let there be two laws, brothers, according to which the one who kept the first was not "lawless toward God," while the one who observes the second is "subject to the law of Christ." And understand for me that at the coming of Christ the first law died—a man, so to speak, of the human soul—since "what was glorious has not been glorified in this respect" formerly "because of the surpassing glory" of the second. And the second law is Christ's, being a brother of the first and given through Moses, and a son of the same Word, who also begat the first. So while these two brothers were dwelling "together," especially at the time of the coming, one of them died and had no offspring. But the wife of the deceased, after the death of the first husband—the soul under the law—does not become "outside for a man not approaching"; for a man approaches, the law of the gospel, as a brother of the husband who died to the first law, and he comes in to his brother's wife. As in an example, consider for me the soul of Paul, "under the law," then through Christ, who redeemed him from the law, having come under the gospel. And see whether the husband of Paul's soul did not die, and yet, though he died, the wife of the deceased did not become "outside," as those from the heresies think, nor "for a man not approaching." For "the brother of her husband" came in to her and took "her for himself as a wife" and lived with her, and the fruit and the offspring and "the child" came to be, and what was born "in the name of the deceased.
κατὰ γὰρ τὸν πνευ ματικὸν νόμον τὸ εὐαγγέλιον ὀνο μάζει πάντα, καὶ οὐκ ἐξήλειπται τὸ ὄνομα τοῦ τετελευτηκότος, ὅτε ἐλήλυθεν ὁ νόμος τοῦ εὐαγγελίου· παρὰ γὰρ τῷ ἀληθινῷ Ἰσραὴλ τηρεῖται καὶ τὸ ὄνομα τοῦ προτέρου. τίς δὲ μετὰ ταῦτα ὁ μὴ βουλόμενος ἄνθρωπος «λαβεῖν τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἑαυτοῦ» ἢ ὁ ἐν ταῖς αἱρέ σεσι λόγος, μὴ βουλόμενος τὴν τιμήσασαν ψυχὴν τὸν πρότερον ἄνδρα καὶ τὴν μνήμην τοῦ προτέρου ἀν δρὸς παραδέξασθαι; καθ' οὗ ἀνα βαίνει ἡ γυνὴ τοῦ ἀδελφοῦ αὐτοῦ «ἐπὶ τὴν πύλην», περὶ ἧς λέλεκται τὸ «αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ» καὶ ἀνα βαίνει «ἐπὶ τὴν γερουσίαν» καὶ διαμαρτύρεται περὶ τοῦ μὴ βου λομένου «ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ ἐν Ἰσραὴλ» μηδὲ τιμῆσαι τὸν τοῦ θεοῦ διὰ Μωσέως νόμον. ἐπὰν οὖν «ἡ γερουσία» πύ θηται τοῦ τοιούτου ἀνθρώπου εἰ ἀληθῆ περὶ αὐτοῦ λέγει ἡ γυνὴ καὶ οὐ βούλεται ἐξαναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ, τότε προσέρχεται «ἡ γυνὴ» τοῦ τεθνηκότος «ἐναν τίον τῆς γερουσίας» καὶ ὑπολύει «τὸ ὑπόδημα τὸ ἓν ἀπὸ τοῦ ποδὸς αὐτοῦ», ἵνα κἂν ᾖ ὑποδεδεμένος τὸ Χριστοῦ ὄνομα, ὑπολελυμένος τε ᾖ τὸ τοῦ θεοῦ ὄνομα καὶ διὰ τοῦτό γε οὐκ ἐνδόξως οὐδὲ ἀληθῶς τὸ Χριστοῦ φορῶν ὄνομα. ἐμπτύει δὲ καὶ «εἰς τὸ πρόσωπον» τοῦ τοιούτου ἡ γυνὴ καὶ ὀνειδίζει ὡς ἀνθρώπῳ αὐτῷ, καὶ οὐ βουληθέντι θεοποιηθῆναι ἐκ τοῦ καρποφορῆσαι· καί φησιν οὕτω παντὶ ἔσεσθαι τῷ μὴ οἰκοδομήσαντι «τὸν οἶκον τοῦ ἀδελ φοῦ αὐτοῦ», τοῦ εὐαγγελικοῦ λόγου, ὃς νομικός ἐστι καὶ προφητικός.
For according to the spiritual law he calls the gospel all things, and the name of the deceased is not blotted out when the law of the gospel has come; for with the true Israel the name of the former is also preserved. And who after these things is the man who is unwilling "to take the wife of his brother" but the word in the heresies, unwilling to receive the soul that honored the former husband and the memory of the former husband? Against him the wife of his brother goes up "to the gate," concerning which it has been said, "This is the gate of the Lord; the righteous shall enter through it," and she goes up "to the elders" and testifies concerning the one who is unwilling "to raise up seed for his brother in Israel" nor to honor the law of God through Moses. When therefore "the elders" inquire of such a man whether the woman speaks truth concerning him and he is unwilling to raise up seed for his brother, then "the wife" of the deceased comes "before the elders" and loosens "the one sandal from his foot," so that even if he be shod with the name of Christ, he may be unloosed as to the name of God and for this reason not gloriously nor truly bearing the name of Christ. And the woman also spits "into the face" of such a one and reproaches him as a man, and as one unwilling to be made divine by bearing fruit; and she says that so it shall be for everyone who has not built "the house of his brother," that is, the evangelical word, which is legal and prophetic.
καὶ ἄλλο ὄνομα οὐχ ἕξει ὁ μὴ οἰκοδομῶν τὸ ὄνομα αὐτοῦ παρὰ τοῖς Ἰσραηλίταις ἢ τοῦτο ὅτι «οἶκός» ἐστιν οὗτος «τοῦ ὑπολυθέντος τὸ ὑπόδημα». πᾶς οὖν ὁ ἐν αἱρέσεσι, μάλιστα ταῖς διακοπτούσαις τὴν θεότητα καὶ τὸν νόμον ἀπὸ τοῦ εὐαγγελίου χωριζούσαις, καλινδούμενος «οἶκός» ἐστι «τοῦ ὑπολυθέντος ὑπόδημα», ἐμπτυόμενος «εἰς πρόσωπον» καὶ ὑπολυόμενος
«τὸ ἓν ὑπόδημα». Καὶ τρίτην δὲ τοιαύτην ὑπό νοιαν εἰς τὸν τόπον ἐξεδεξάμεθα, ἣν διὰ βραχέων ἐροῦμεν. γυνὴ μὲν ἡ σοφία εἴρηται διὰ τὸ «ταύτην ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ», ἣν καὶ ἐρᾶν δεῖ κατὰ τὸν εἰπόντα Σολομῶνα· «ἐράσθητι αὐ τῆς, καὶ τηρήσει σε», ἀνὴρ δὲ αὐτῆς ὁ σοφός. ἐὰν οὖν ὁ σοφὸς μὴ γεννή σας τινὰς ἐκ τῆς σοφίας ἀπαλλαγῇ τοῦ βίου, ὁ κατοικήσας μετ' αὐτοῦ ἀδελφὸς καὶ ἐν τοῖς αὐτοῖς ἀνα παυσάμενος λόγοις πρεσβευέτω τῶν αὐτῶν, ἵνα γεννηθῇ ἐκ τῆς σοφίας ὁ κλέος περιποιήσων τῷ ἀπαλλαγέντι τῆς συμβιώσεως τῷ τὸν καρπὸν παραστῆσαι. εἰ δὲ μὴ βούλοιτο πρεσβεῦσαι ὁ καταλειπόμενος ἀδελ φὸς τῶν λόγων, ἀτιμασθήσεται ὑπὸ τῆς σοφίας ἐξ ἡμισείας αὐτὸν ὑπο λυούσης· οὔτε γὰρ οὐχ ὑπολυθήσεται ὁ τοιοῦτος οὔτε τελείως ὑπολυθήσεται. εἰς δὲ κατασκευὴν τοῦ τὸν νόμον ἄνδρα λέγεσθαι κατὰ τὴν γραφὴν γυναικὸς τῆς ψυχῆς, παραθησόμεθα τὰ ἀπὸ τῆς πρὸς Ῥωμαίους οὕτως ἔχοντα· «ἢ ἀγνοεῖτε, ἀδελφοί, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ;» καὶ τὰ ἑξῆς ἕως τοῦ «γενομένην ἀνδρὶ ἑτέρῳ». εἴρηται δὲ πλείονα ἡμῖν εἰς τὸν τόπον διηγουμένοις τὸ χωρίον τουτὶ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς ἐν τοῖς εἰς αὐτὴν ἐξηγητικοῖς.
And he will not have another name, who does not build his name among the Israelites, than this, that he is a "house" of him "who took off his sandal." Everyone, therefore, who wallows in heresies, especially those that cut apart the divinity and separate the law from the gospel, is a "house" of him "who took off his sandal," being spat "in the face" and having his "one sandal" taken off.
And we have received a third such meaning for the passage, which we shall state briefly. Wisdom is called a woman because of "I sought to bring her to myself as a bride," whom one must also love according to Solomon who said: "Desire her, and she will keep you," and her husband is the wise man. If, then, the wise man, having begotten no children from wisdom, departs from this life, let the brother who dwelt with him and rested in the same words act as ambassador for the same things, so that from wisdom may be born the one who will procure glory for him who has departed from the shared life by presenting the fruit. But if the brother who is left behind should not wish to act as ambassador for the words, he will be dishonored by wisdom, who takes off his sandal halfway; for such a one will neither not have his sandal taken off nor have it taken off completely. And for the establishment of the claim that the law is called a man in Scripture, while the soul is a woman, we shall set alongside the words from the letter to the Romans, which read thus: "Or do you not know, brothers—for I speak to those who know the law—that the law rules over a man for as long as he lives?" and the following up to "having become joined to another man." But we have said more on this passage when expounding this section of the letter to the Romans in our commentaries on it.
ταῦτα μέν, εἰ καὶ μετὰ παρεκβάσεως λελέχθαι δοκεῖ, εἰρήσθω εἰς σαφήνειαν τοῦ παρὰ Μωσεῖ νόμου, οὗ μνη σθέντες οἱ Σαδδουκαῖοι ἐπύθοντο τοῦ σωτῆρος λέγοντες τὸ Μωσῆς εἶπεν· ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα καὶ τὰ ἑξῆς. Φέρε δὲ μετὰ ταῦτα τὰ ἄλλα τοῦ εὐαγγελίου ἐξετάσωμεν τὰ ἀπὸ τοῦ ἦσαν δὲ παρ' ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησε καὶ τὰ ἑξῆς. ὁ μὲν Ἡσαΐας ἐν τῇ προφητείᾳ φησίν· «ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀν θρώπου ἑνὸς λέγουσαι· τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνο μα τὸ σὸν κεκλήσθω ἐφ' ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν». οἱ δὲ προσελθόντες Σαδδουκαῖοι τῷ σω τῆρι τὸ ἀνάπαλιν τῇ προφητείᾳ φασὶ περὶ ἀνδρῶν ἑπτὰ γαμησάντων μίαν γυναῖκα. πλάσμα δὲ δοκεῖ μοι εἶναι τὸ πρόβλημα αὐτῶν, προθεμένων διὰ τοῦ πλάσματος τὸν περὶ ἀναστάσεως ἀθετῆσαι λόγον καὶ οἰηθέντων ἀκολουθεῖν τῇ ἀναστά σει τὸ ἕκαστον τῶν ἀνισταμένων τὴν αὐτὴν ἔχειν σχέσιν πρὸς οὓς εἶχεν ἐν τῷ βίῳ τούτῳ, ἵν' ὁ μὲν ἀνὴρ ἀπολάβῃ καὶ τὴν γυναῖκα μετὰ τὸ τυχεῖν ἀναστάσεως, ὁ δὲ πατὴρ μείνῃ ἐν τῇ σχέσει τῇ πρὸς τὸν υἱὸν καὶ ὁ ἀδελφὸς πρὸς τὸν ἀδελ φόν. ἠγνόουν δὲ ἄρα ὅτι ὁ δημιουργὸς πάντα ποιῶν πρὸς τὸ χρήσιμον, ὅπου μὲν γένεσίς ἐστι καὶ φθορά, πεποίηκεν ἀναγκαίως τὰς τοιαύτας σχέσεις, ἵν' ὁ μέν τις ᾖ ἀνὴρ διὰ γυναικὸς διακονούμενος παίδων γε νέσει, οἱ δὲ γεννώμενοι σχῶσί τι ἐκ τῆς διὰ τῶν αὐτῶν γενέσεως συγγενές, ὄντες ἀδελφοί· γενέσεως δὲ ἔργον ἦν καὶ πατὴρ καὶ υἱὸς καὶ μήτηρ καὶ θυγάτηρ.
These things, even if they seem to have been said with a digression, let them have been said for the clarification of the law in Moses, which the Sadducees, having mentioned it, inquired of the Savior, saying that Moses said: If anyone dies having no children, and the rest. But come, after these things let us examine the other parts of the gospel, those from "Now there were with us seven brothers; and the first married and died," and the rest. Isaiah says in his prophecy: "Seven women shall take hold of one man, saying: We will eat our own bread and wear our own garments; only let your name be called upon us; take away our reproach." But the Sadducees who came to the Savior say the opposite of the prophecy, concerning seven men who married one woman. But their problem seems to me to be a fiction, since they set out through the fiction to reject the doctrine concerning the resurrection, and thought that it follows upon the resurrection that each of those who rise has the same relation to those whom he had in this life, so that the husband might receive back his wife after obtaining resurrection, and the father might remain in his relation to the son, and the brother to the brother. But they were ignorant, then, that the Creator, doing all things for what is useful, where there is generation and corruption, necessarily made such relations, so that one might be a husband served by a wife for the procreation of children, and those begotten might have something akin from generation through the same parents, being brothers; and the work of generation was also father and son and mother and daughter.
εἰ οὖν ἐν τῇ μακαριότητι οἱ γέρως ἀξιούμενοι διὰ τὸν ἐνεστηκότα αἰῶνα ἐν ᾧ καλῶς ἐβίωσαν ἐν ἐκείνῃ ἔσονται τῇ ζωῇ, καὶ οὐδεὶς τῶν μὴ ἀγωνισαμένων ἐνταῦθα καταξιοῦται τῆς ἐκ νεκρῶν ἀναστάσεως, δηλονότι ὧν ἐνταῦθα διὰ γένεσιν χρεία ἦν, ταῦτα οὐκ ἔσται ἐκεῖ. οὐδὲν γὰρ παρέλκον ὁ θεὸς ποιεῖ οὐδὲ μάτην τι παρ' αὐτῷ γίνεται. ἐχρῆν δὲ ὁρᾶν τότε τοὺς Σαδδου καίους τὸ ἀκόλουθον αὐτῶν τῇ ὑπονοίᾳ περὶ τοῦ ἕκαστον ἀπο λήψεσθαι τὴν ἑαυτοῦ γυναῖκα, ὅτι πάλιν ἐκεῖ τεκνογονίαι καὶ παίδων γενέσεις καὶ θάνατοι· εἰ δὲ ταῦτα καὶ νόσοι, εἰ δὲ γενέσεις καὶ νηπιότητες καὶ προβάσεις ἀπὸ νη πιότητος ἐπὶ τὸ συμπληροῦσθαι τὴν διάλεκτον καὶ ὕστερον τὸν λόγον καὶ ἐν τῇ συμπληρώσει τοῦ λόγου κακίαν, καὶ μόλις ποτὲ πάλιν ἀρε τὴν ἐν ὀλίγοις τοῖς ζητοῦσιν αὐτὴν εὑρίσκεσθαι. Τούτων δὲ τί ἂν εἴη ματαιότερον; καὶ βέλτιόν γέ ἐστι μὴ εἶναι ἀνάστασιν τοῦ τοιαύτην εἶναι ὁποίαν ὑπενόουν οἱ Σαδδουκαῖοι, ὑπολαμβάνοντες ἀκολουθεῖν τῇ ἐκ νεκρῶν ἀναστάσει τὸ ἀπολαμβάνειν ἕκαστον τὴν γυναῖκα· ᾧ ἀκόλου θον ἦν καὶ ἕκαστον τῶν εἰρημένων ἔσεσθαι. εἴπερ οὖν καινὸς αἰών ἐστιν ἐλπιζόμενος καὶ (ὡς ὠνό μασεν Ἡσαΐας) «οὐρανὸς καινὸς καὶ γῆ καινὴ» καὶ ὡς ἐν τῷ εὐαγγε λίῳ γέγραπται «ποτήριον» καινῆς διαθήκης, ἀπὸ ἀμπέλου οἶμαι καινῆς, ἑτεροῖα δεῖ εἶναι πάντα τὰ τῆς ἐκεῖσε ζωῆς καὶ ἀληθῶς
If, then, in that blessedness those who are deemed worthy of a reward because of the present age in which they lived well will be in that life, and no one of those who did not strive here is deemed worthy of the resurrection from the dead, it is clear that whatever things were needed here because of birth will not exist there. For God does nothing superfluous, nor does anything happen in vain with him. But the Sadducees should then have seen the consequence of their supposition concerning each one receiving back his own wife—that there would again be childbearing and begetting of children and deaths; and if these things, then also diseases; if begettings and infancy and advances from infancy to the completing of speech and later of reason, and in the completing of reason, vice, and scarcely at some point again virtue, which is found in few who seek it. But what could be more futile than these things? And it is better that there be no resurrection than that it be of the sort the Sadducees supposed, assuming that receiving back each one's wife follows upon the resurrection from the dead, to which it also followed that each of the things mentioned would exist. If, therefore, a new age is hoped for and (as Isaiah named it) "a new heaven and a new earth," and as it is written in the gospel, a "cup" of a new covenant, from a new vine, I think, then all the things of the life there must be of a different kind, and truly
μακάρια. ὥσπερ δέ, ὡς ὁ λόγος ἀπέδειξεν, ἠκολούθησε τῷ εἶναι γυναῖκα καὶ ἄνδρα τὸ ἔσεσθαι καὶ τέκνα πα τέρων καὶ ἀδελφοὺς ἀδελφῶν καὶ μητέρας τῶν γεννωμένων, οὕτω μή ποτε ἀκολουθεῖ τῷ μὴ εἶναι γυναῖκα ἢ ἄνδρα τὸ μηκέτι ἔσεσθαι πατέρα καὶ μητέρα καὶ ἀλλήλων τινὰς ἀδελφούς, τάχα οὐ περὶ μελλόν των μόνον ἀλλὰ καὶ τῶν παρεληλυ θότων. ἐκεῖ γὰρ οὐκέτι τοῦ κατὰ σάρκα γένους ἔσται μνήμη παρὰ τοῖς εὐλόγως ἀκούουσι τοῦ «μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· ἰδοὺ ποιῶ καινὰ πάντα». καὶ κατὰ τοῦτο ἐν τῷ μέλλοντι αἰῶνι οὐ χρηματίσει πατὴρ τοῦ Ἀβραὰμ ὁ Θάρρα οὐδὲ τοῦ Ἰσμαὴλ καὶ τῶν ἀπὸ Χεττούρας ὁ Ἀβραάμ, τάχα δὲ οὐδὲ τοῦ Ἰσαάκ· «τὰ γὰρ ἀρχαῖα παρῆλθε» καὶ τότε λεχθήσεται τὸ «ἰδοὺ γέγονε καινὰ πάντα». εἰ δέ ἐστιν ἄλλως τις παρὰ «τὸ κατὰ σάρκα» ἀδελφὸς καὶ ἑτέρως παρὰ τὰ ἐν γενέσει πράγματα πατὴρ καὶ υἱός, οὐκέτι διὰ γυναικὸς οὐδὲ δι' ἀσχημόνων μερῶν τοῦ σώματος, ἀλλὰ ἀνάλογον τῷ καὶ τὸν σωτῆρα υἱὸν εἶναι τοῦ θεοῦ, ἐπιστήσει ὁ δυνάμενος τὰ τηλικαῦτα ὀρθῶς ζη τεῖν χωρήσας «τὸ πάντα» ἐρευνῶν «πνεῦμα, καὶ τὰ βάθη τοῦ θεοῦ». Ἐγὼ δὲ οὐ μόνον ἐπὶ τούτων τὸ ἑτεροῖον καὶ ὥσπερ ὁμώνυμον παραλαμβάνω, λέγω τὰ ἀδελφοῦ καὶ πατρὸς καὶ υἱοῦ, ἀλλὰ καὶ περὶ γυναικὸς καὶ ἀνδρός.
Blessed. But just as, as the argument has demonstrated, to being male and female there followed being children of parents and brothers of brothers and mothers of those born, so perhaps to not being male or female there follows no longer being a father or mother or brothers of one another—perhaps not only concerning future things but also past ones. For there the memory of fleshly descent will no longer exist among those who rightly hear, Do not remember the former things, and do not consider the ancient things; behold, I make all things new. And in this respect, in the age to come, Thara will not be called the father of Abraham, nor Abraham of Ishmael and those from Keturah, and perhaps not even of Isaac; for the ancient things have passed away, and then it will be said, Behold, all things have become new. But if there is in another sense a brother apart from what is according to the flesh, and in another way apart from things in generation a father and a son—no longer through a woman nor through shameful parts of the body, but analogously to the Savior also being Son of God—the one who is able rightly to seek such great things, having attained to searching all things, even the deep things of God, will understand. But I take up the distinction and, as it were, the equivocation not only in these cases—I mean of brother, father, and son—but also concerning woman and man.
ἐν γὰρ τῇ ἀναστάσει τῶν νε κρῶν ἀληθὲς καὶ τὸ οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, ἀληθὲς δὲ καὶ τὸ ὡς ἐν παραβολῇ εἰρημένον περὶ ἑτεροίου παρὰ τοὺς ἐπὶ γῆς γάμους ἐν τῷ «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ» καὶ τὰ ἑξῆς καὶ ἐν τῷ «τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν» καὶ τὰ ἑξῆς. οὐκοῦν ὁ υἱὸς τοῦ βασιλέως ἐν τῇ ἀναστάσει τῶν νεκρῶν γαμεῖ γάμον παρὰ πάντα γάμον, ὃν ὀφθαλμὸς εἶδε καὶ οὖς ἤκουσε «καὶ ἐπὶ καρδίαν ἀνθρώπου» ἀνέβη· καὶ ἔσται ὁ σεμνὸς καὶ θεῖος ἐκεῖνος καὶ πνευματικὸς γάμος ἐν ἀρρήτοις ῥή μασιν, ἃ μὴ ἔξεστιν ἀνθρώπῳ λα λεῖν. ζητήσει δέ τις εἰ ἀνάλογον τῷ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν τοῦ νυμφίου γάμῳ εἰσὶ καὶ ἄλλοι γάμοι ἢ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν μόνος ὁ νυμφίος, καταρ γήσας πάντα γάμον, γαμεῖ γάμον, οὐχ ὅπου «ἔσονται οἱ δύο εἰς σάρκα μίαν», ἀλλ' ὅπου κυριώτερόν ἐστιν εἰπεῖν ὅτι ἓν πνεῦμά εἰσιν ὁ νυμ φίος καὶ ἡ νύμφη. ἀλλ' ὅρα μή ποτε ὀλίσθῃς ἀκούων τοιούτων λό γων πρὸς τὸ τὴν περὶ τῶν αἰώνων μυθοποιίαν, ἀρρένων καὶ θηλειῶν, παραδέξασθαι κατὰ τοὺς ἀναπλά σαντας τὰς συζυγίας αὐτῶν οὐδαμῶς οὔσας οὐδ' ὑπὸ τῶν ἱερῶν γραμ μάτων δηλουμένας. Ἐπεὶ οὐδεμιᾶς τροπο λογίας δεῖται τὸ πύσμα τῶν Σαδδουκαίων περὶ τῶν ἑπτὰ ἀδελφῶν ἐσχηκότων μίαν γυναῖκα, φέρε κατανοήσωμεν τοὺς τοῦ σωτῆρος περὶ ταῦτα λόγους, ἐν οἷς φησι· πλανᾶσθε μὴ εἰδότες τὰς γρα φὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ.
For in the resurrection of the dead, both the saying "they neither marry nor are given in marriage, but are as the angels in heaven" is true, and also what was said in parable concerning a marriage different from marriages on earth, in the passage "the kingdom of heaven was likened to a man, a king, who made a marriage for his son" and what follows, and in the passage "then the kingdom of heaven shall be likened to ten virgins, who took their lamps" and what follows. Therefore the son of the king in the resurrection of the dead marries a marriage beyond every marriage, which eye saw and ear heard "and" which "came up upon the heart of man"; and that venerable and divine and spiritual marriage shall be in unutterable words, which it is not permitted for a man to speak. But someone will ask whether, corresponding to the marriage of the bridegroom in the resurrection of the dead, there are also other marriages, or whether in the resurrection of the dead only the bridegroom, having done away with every marriage, marries a marriage—not where "the two shall be one flesh," but where it is more properly said that the bridegroom and the bride are one spirit. But see lest at any time, on hearing such words, you slip toward accepting the myth-making about the ages, of males and females, according to those who have fabricated their conjunctions, which do not exist at all nor are indicated by the sacred scriptures. Since, then, the question of the Sadducees about the seven brothers who had one wife needs no figurative interpretation, come, let us consider the Savior's words concerning these things, in which he says: "You are deceived, not knowing the scriptures nor the power of God.
ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ. πρὸς τοῦτο δὲ ζητήσει τις τοιαῦτα· ὁ λέγων σω τὴρ τοῖς Σαδδουκαίοις· πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ ἐμφαί νει κατὰ τὰς γραφὰς παρίστασθαι τὸ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν μὴ εἶναι γάμους, ἅτε τῶν ἀνθρώπων ὁμοιωθησομένων τοῖς ἐν οὐ ρανῷ ἀγγέλοις παρ' οἷς οὐκ ἔστι γάμος. ποία οὖν γραφὴ δηλοῖ ὅτι ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται; καὶ ποῦ τοῦ νόμου ἢ τῶν προφητῶν μανθάνομεν περὶ τῶν ἀναστησομένων ὅτι ἔσονται ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι; σαφῶς γὰρ τοιαῦτα ἐν τῇ παλαιᾷ γραφῇ οὐχ εὑρίσκομεν. κατὰ μὲν τὸν Λουκᾶν τοῦτο οὐ ζητηθήσεται, ἀναγράψαντα τὸν σω τῆρα εἰρηκέναι· «οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γεννῶσι καὶ γεννῶνται, γα μοῦσι καὶ γαμίσκονται» καὶ τὰ ἑξῆς καὶ μὴ εἰπόντα ἐν τῷ τόπῳ τούτῳ τι πρὸς τοὺς Σαδδουκαίους καὶ περὶ τοῦ ἐν ταῖς γραφαῖς ταῦτα δηλοῦσθαι. κατὰ δὲ τὸν Ματθαῖον ζητηθείη ἄν, ὁμοίως δὲ καὶ κατὰ τὸν Μᾶρκον· κατ' αὐτὸν γὰρ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε τοῖς Σαδδουκαίοις· «οὐ διὰ τοῦτο πλανᾶσθε μὴ γινώσκοντες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γα μοῦσιν οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς οἱ ἄγγελοι οἱ ἐν τοῖς
For in the resurrection they neither marry nor are given in marriage, but are as the angels in heaven. In response to this, someone will inquire as follows: the Savior, when he says to the Sadducees, "You are deceived, not knowing the Scriptures nor the power of God," indicates that according to the Scriptures it is established that in the resurrection of the dead there are no marriages, since men will be made like the angels in heaven, among whom there is no marriage. What Scripture, then, makes clear that in the resurrection they neither marry nor are given in marriage? And where in the Law or the Prophets do we learn concerning those who will rise that they will be as the angels in heaven? For we do not clearly find such things in the old Scripture. According to Luke, this will not be inquired into, since he records that the Savior said: "The sons of this age beget and are begotten, marry and are given in marriage," and so on, and he did not say in this passage anything to the Sadducees about these things being made clear in the Scriptures. But according to Matthew it might be inquired into, and likewise according to Mark; for according to him Jesus, when he answered, said to the Sadducees: "Is it not for this reason that you are deceived, not knowing the Scriptures nor the power of God? For when they rise from the dead, they neither marry nor are given in marriage, but are as the angels in heaven who are in the
οὐρανοῖς». Ἕκαστος μὲν οὖν τῶν ἐπιστη σάντων τῇ ἐπαπορήσει ἡμῶν ζητείτω ἀπὸ τῶν γραφῶν παριστάμενα τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα περὶ τῶν μετὰ τὴν ἀνάστασιν. ἡμεῖς δὲ τοιαῦτα φήσομεν ὅτι περιέχουσι ταῦτα αἱ γραφαὶ οὐκ αὐτολεξεὶ οὐδ' ὥστε τοῖς τυχοῦσι νοη θῆναι, ἀλλ' ἐν τροπολογίᾳ. «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν» καὶ νομοθετήσας τινὰ περὶ γυναικῶν καὶ ἀνδρῶν καὶ διηγησάμενος γάμους δικαίους, οὐ περὶ τούτων προηγουμένως λέγει ἃ ἐκ τῆς προχείρου λέξεως ἐκλάβοι τις ἄν, ἀλλὰ περὶ ὧν καὶ ἡμεῖς προαπεφήναμεν παραθέμενοι τὰ περὶ τοῦ γάμου τοῦ σωτῆρος καὶ τῆς ἐκκλησίας ἐσομένου ἐν τῷ μέλλοντι αἰῶνι. οἷον εἰ «Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας, καὶ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας», οὐ πάντως στῆναί με δεῖ ἐπὶ τοῦ αἰσθητοῦ γάμου τῆς ἐλευ θέρας καὶ τῆς πρὸς τὴν παιδίσκην κοινωνίας· ταῦτα γάρ «ἐστιν ἀλληγορούμενα». ἀλλ' εἰ καὶ «ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», οὐχ οὕτως ἀκουστέον τοῦ λεγομένου ὡς οὐδὲν μυστή ριον δηλοῦντος· «τὸ» γὰρ «μυστή ριον τοῦτο μέγα ἐστὶ» καὶ (ὡς Παῦλός φησιν) «εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν» ἀναφερόμενον. καὶ πρὸ βραχέος δὲ ἐκθέμενοι τὸ περὶ τῆς γαμουμένης τῷ ἀδελφῷ τοῦ τετελευτηκότος ἀνδρὸς αὐτῆς ὡς ἐδυνήθημεν ἐξητάσαμεν τὸ βού λημα τοῦ νόμου.
in the heavens." Let each, then, of those who have applied themselves to our difficulty seek from the Scriptures the things said by the Savior about those after the resurrection, as they are presented there. But we shall say such things as these: that the Scriptures contain these matters not in express words, nor in such a way as to be understood by those who happen upon them, but in figurative language. For the law, "having a shadow of the good things to come," and having legislated certain things concerning women and men and having recounted righteous marriages, does not speak primarily about these things which one might take from the surface wording, but about those things which we also previously declared, setting alongside them the matters concerning the marriage of the Savior and the church that will take place in the age to come. For instance, if "Abraham had two sons, one from the slave woman and one from the free woman, and the one from the slave woman was born according to the flesh, but the one from the free woman through the promise," I must not by all means stop at the perceptible marriage of the free woman and the union with the slave woman; for these things "are being allegorized." But even if "for this reason a man shall leave his father and his mother and be joined to his wife, and the two shall become one flesh," the saying is not to be heard in such a way as though it reveals no mystery; for "this mystery is great" and (as Paul says) is referred "to Christ and to the church." And a little while ago, when we set forth the matter concerning the woman married to the brother of her deceased husband, we examined, as best we could, the intent of the law.
εἰσὶ δὲ καὶ ἄλλοι μυρίοι περὶ γυναικὸς καὶ ἀνδρὸς νόμοι (ὡς περὶ τοῦ βιβλίου τοῦ ἀποστα σίου καὶ περὶ τῶν δύο γυναικῶν ἑνὶ ἀνδρὶ γινομένων, μιᾶς μὲν ἀγαπωμένης ἑτέρας δὲ μισουμένης, καὶ περὶ τῆς γαμουμένης αἰχμαλώτου τῷ αὐτῆς ἐρασθέντι, γαμουμένης δὲ μετὰ τὸ ξύρασθαι καὶ ἐν πενθικοῖς κλαῦσαι τὸν πατέρα καὶ τὴν μητέρα αὐτῆς), ὧν ἕκαστος τὸ σεμνὸν καὶ θεῖον ἔχει ἐν τῇ εὑρισκομένῃ ἀληθινῇ τροπολογίᾳ. εἴ τις οὖν ἀναγινώσκων τὸν νόμον καὶ τὰ περὶ γάμων γυναικῶν καὶ ἀνδρῶν διεξερχόμενος οἴεται μηδὲν πλέον τῶν ὑπὸ τοῦ γράμματος σημαινομένων *** δηλοῦ σθαι, πλανᾶται μὴ εἰδὼς τὰς γρα φὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. Ζητήσαι δ' ἄν τις εἰ τὸ πλανᾶσθε μὴ εἰδότες τὰς γρα φὰς λεγόμενον τοῖς Σαδδουκαίοις, μὴ προσιεμένοις ἄλλην γραφὴν ἢ τὴν νομικήν, ἀναφορὰν ἔχει καὶ ἐπὶ ἑτέρας παρὰ τὸν Μωσέως νόμον γραφάς. ὁ μὲν οὖν τις φήσει κατ' αὐτὸ τοῦτο ἐγκαλεῖσθαι τοὺς Σαδδουκαίους ὅτι μὴ προσιέμενοι τὰς ἑξῆς τῷ νόμῳ γραφὰς πλανῶνται μὴ εἰδότες αὐτάς. ἕτερος δὲ ἐρεῖ· ἀρκεῖ πρὸς τὸ τὴν πλάνην ἐλέγχεσθαι τῶν Σαδδου καίων τὸ μὴ εἰδέναι αὐτοὺς τὰς κατὰ Μωσέα γραφὰς τῷ μὴ ἐκλαμβάνειν τὸν ἐν ταύταις θεῖον νοῦν. δύο μέν τοιγε πράγματά φησι μὴ εἰδέναι τοὺς Σαδδουκαίους, ἓν μὲν τὰς γρα φάς, ἕτερον δὲ τὴν δύναμιν τοῦ θεοῦ, ἀφ' ἧς δυνάμεως τὰ τῆς ἀνα στάσεως γίνεται καὶ ἡ καινὴ ἐν αὐτῇ ζωή. δύναται δέ τις λέγειν τὸ μηδὲ τὴν δύναμιν τοῦ θεοῦ εἰδέναι λέγεσθαι τοὺς Σαδδουκαίους ἀναφέρειν ἐφ' ἑαυτὸν τὸν σωτῆρα·
There are also countless other laws concerning a woman and a man (as concerning the bill of divorce, and concerning two women who become one man's wives, one loved and the other hated, and concerning the captive woman who is married to the one who has fallen in love with her, married after she has shaved her head and mourned in mourning for her father and her mother), each of which has its reverent and divine meaning in the true allegory that is found in it. If anyone, then, reading the law and going through the things concerning the marriages of women and men, thinks that nothing more than what is signified by the letter is being made clear, he is deceived, not knowing the Scriptures nor the power of God. But one might ask whether the saying "You are deceived, not knowing the Scriptures," spoken to the Sadducees, who accepted no other scripture than the legal one, has reference also to writings other than the law of Moses. One person, then, will say that the Sadducees are charged on this very point, that because they do not accept the writings that follow the law, they are deceived, not knowing them. Another will say: it is enough for the refutation of the error of the Sadducees that they do not know the writings according to Moses, because they do not grasp the divine meaning in them. At any rate, he says that the Sadducees do not know two things: one, the Scriptures; the other, the power of God, from which power the things of the resurrection come to be, and the new life in it. But one could say that the statement that the Sadducees do not even know the power of God refers to the Savior himself.
ἐπείπερ Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφία, καὶ ἠγνόουν αὐτὸν οἱ Σαδδουκαῖοι, ὡς μὴ εἰδότες τὰς περὶ αὐτοῦ γραφὰς μηδὲ οἷα διακονήσεται τῇ ἐκ νεκρῶν ἀναστάσει τῶν σωθησομένων. ὁ δὲ μὴ ἀρεσκόμενος τῷ διὰ τῆς τροπολογίας λύε σθαι τὸ περὶ τοῦ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ ἐπηπορημένον, δυεῖν θάτερον ποιεῖν δεήσει, ἢ ἀπι στήσει τοῖς ἐκκειμένοις ῥητοῖς ὡς οὐ καλῶς ἀναγεγραμμένοις, τῷ μὴ ἂν τὸν σωτῆρα τὰ μὴ γεγραμμένα εἰρηκέναι ὡς γεγραμμένα, ἢ τολμή σει ἀπιστῆσαι ὡς οὐκ ἀληθεύσαντι τῷ Ἰησοῦ. καὶ τρίτος δ' ἄν τις, ἐπὶ τοὺς ἀποκρύφους καταφεύγων λόγους, ἔνθα δοκεῖ σαφέστερον τὰ περὶ τῆς μακαρίας γεγράφθαι ζωῆς, φήσει ἐπ' ἐκείνους τὴν ἀναφορὰν εἶναι τῶν ἐνταῦθα γεγραμμένων ἐν τῷ πλανᾶσθε μὴ εἰδότες τὰς γραφάς. καὶ ὅρα εἰ μὴ πάντοθεν ἀτό ποις περιπεσεῖται διὰ τὸ φεύγειν τὴν τροπολογίαν. εἴτε γὰρ τῇ γραφῇ ἀπιστεῖ, παρὰ τὸν ἐκκλησιαστικὸν ποιήσει λόγον· εἴτε τῷ Ἰησοῦ, ὡς κατὰ σάρκα Ἰουδαῖος τὸ τοιοῦτο ποιήσει· εἴτε ἐπὶ τοὺς
Since Christ is the power of God and the wisdom of God, the Sadducees also did not know him, as not knowing the scriptures concerning him nor what sort of service he would render to the resurrection from the dead of those who will be saved. But the one who is not satisfied that the saying about "You are deceived, not knowing the scriptures nor the power of God" is resolved through figurative interpretation will necessarily do one of two things: either he will disbelieve the cited words as not correctly recorded, on the grounds that the Savior would not have spoken things not written as though they were written, or he will dare to disbelieve Jesus as not having spoken the truth. And a third person, taking refuge in the secret teachings, where the things concerning the blessed life seem to be written more clearly, will say that the reference of what is written here in "You are deceived, not knowing the scriptures" is to those teachings. And see whether he will not fall into absurdities from every side because he flees figurative interpretation. For either he disbelieves the scripture, and he will act contrary to the church's teaching; or he disbelieves Jesus, and he will do such a thing as a Jew according to the flesh; or to the
ἀποκρύφους λόγους καταφεύξεται, οὐκ ἐπὶ ὁμολογούμενον πρᾶγμα παρὰ τοῖς πεπιστευκόσιν ἐλεύσεται. διόπερ ἐμοὶ οὐκ ἄλλως φαίνεται δύνασθαι λύεσθαι τὸ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γα μοῦσιν οὔτε γαμίσκονται ἢ διὰ τῆς ἀνάλογον κειμένης ἀλλη γορίας παρὰ τῷ ἀποστόλῳ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ περὶ παιδίσκης καὶ ἐλευθέρας, ἀποδοθησομένης καὶ εἰς τὰς λοιπὰς γραφὰς ἔνθα περὶ ἀνδρὸς καὶ γυναικὸς λέλεκταί τι. καὶ ὥσπερ πλα νῶνται οἱ διὰ τὸ μὴ τροπολογεῖν τὰ προφητικὰ οἰόμενοι μέλλειν ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἐσθίειν καὶ πί νειν σωματικὰ βρώματα καὶ πό ματα, ἐπεὶ καὶ αἱ λέξεις τῶν προφητικῶν γραφῶν τοιαῦτα περιέχουσιν, οὕτως καὶ τὰ περὶ γάμων γεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν τηροῦντες ἐπὶ τοῦ ῥητοῦ καὶ οἰόμενοι συνουσίαις ἡμᾶς καὶ τότε χρήσεσθαι, δι' ἃς οὐδὲ σχολάζειν ἐστὶ «τῇ προσ ευχῇ» δυνατὸν ἐν μολυσμῷ πως ὄντων καὶ ἀκαθαρσίᾳ τινὶ τῶν χρω μένων ἀφροδισίοις. Μετὰ ταῦτα ζητῶ πότερον τὸ πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ ἐπὶ μόνον ἀναφέρεται τὸ ἐν γὰρ τῇ ἀναστάσει οὔτε γα μοῦσιν οὔτε γαμίσκονται ἢ καὶ ἐπὶ τὸ ἀλλ' εἰσὶν ὡς οἱ ἄγγε λοι ἐν τῷ οὐρανῷ. οὐ γὰρ εὑρί σκω, ποῦ τῆς γραφῆς λέγονται οἱ σωθησόμενοι εἶναι ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ· εἰ μὴ ἄρα τις καὶ τοῦτο φήσει δηλοῦσθαι ἐν τῷ «σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης, τραφεὶς ἐν γήρᾳ καλῷ» καὶ τῷ «προσετέθη πρὸς τὸν λαὸν αὐ τοῦ» ἢ τῷ «προσετέθη πρὸς τὸ γένος αὐτοῦ».
he will take refuge in hidden words, he will not come to a matter acknowledged among the faithful. Therefore it seems to me that the saying "You are deceived, not knowing the scriptures nor the power of God" cannot be resolved otherwise than either through the allegory correspondingly set forth by the apostle in the epistle to the Galatians concerning the slave woman and the free woman, which is to be applied also to the remaining scriptures wherever something is said about a man and a woman. And just as those who, because they do not interpret the prophetic writings figuratively, suppose that after the resurrection we will eat and drink bodily foods and drinks—since the very words of the prophetic writings contain such things—so too those who keep the passages written about marriages and men and women at the literal level, and suppose that we will then also engage in sexual intercourse, on account of which it is not even possible to devote oneself "to prayer" while those who use sexual pleasures are in some defilement and uncleanness. After this I inquire whether the saying "You are deceived, not knowing the scriptures nor the power of God" refers only to the statement "For in the resurrection they neither marry nor are given in marriage," or also to the statement "but they are as the angels in heaven." For I do not find where in scripture those who are to be saved are said to be as angels in heaven—unless perhaps someone will say that this too is indicated in the passage "But you shall go to your fathers in peace, having been nourished in a good old age," and in "he was added to his people," or in "he was added to his kindred.
ἢ τῷ ἐν Δευτερονομίῳ λεγομένῳ περὶ ἀνθρώπου ὡς τεταγμένου ὑπὸ θεοῦ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· ἑαυτῷ δὲ τὴν λέξιν τηρήσας εὑρήσεις. ἑξῆς τούτῳ ἔστιν ἰδεῖν τὸ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν ἀλλὰ ζώντων. καὶ εἰς τοῦτο δὲ φήσομεν ὅτι μυρία δυνάμενος περὶ τοῦ ὑπάρχειν τὴν μέλλουσαν ζωὴν τοῖς ἀνθρώποις παραθέσθαι ἀπὸ προφητῶν ὁ σωτήρ, τοῦτο οὐ πεποίηκεν, διὰ τὸ τοὺς Σαδδουκαίους μόνην προσίεσθαι τὴν Μωσέως γραφήν, ἀφ' ἧς ἐβουλήθη αὐτοὺς συλλογισμῷ δυσωπῆσαι τοιοῦτό τι δηλοῦντι· ὁ θεὸς εἶπε Μωσεῖ· «ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ», ἡνίκα ἐπὶ τῆς βάτου ἐχρημάτισεν αὐτῷ. ἤτοι οὖν ὁ θεὸς θεὸς ὄντων ἐστὶν ἢ θεὸς οὐκ ὄντων. ἀλλ' ἄτοπον λέγειν ὅτι ὁ θεὸς ὁ εἰπών· «ἐγώ εἰμι ὁ ὤν», «τοῦτό μοί ἐστιν ὄνομα», τῶν οὐδαμῶς ὄντων θεός ἐστιν. εἰ δὲ τοῦτο ἄτοπον, ὄντων θεός ἐστι καὶ ζώντων καὶ ὑφεστη κότων καὶ αἰσθανομένων τῆς χάριτος, ἧς αὐτοῖς ὁ θεὸς ἐδωρήσατο, θεὸν ἑαυτὸν ἀναγορεύων αὐτῶν καὶ λέγων· «τοῦτό μού ἐστι μνημόσυνον αἰώνιον». ζῶσιν ἄρα αἰσθανόμενοι τοῦ θεοῦ καὶ τῆς χάριτος αὐτοῦ ὁ Ἀβραὰμ καὶ ὁ Ἰσαὰκ καὶ ὁ Ἰακὼβκαὶ καθ' ἕκαστον αὐτῶν ἰδίως χρηματίζει θεός· οὐ γὰρ γέγραπται· «ἐγὼ θεὸς Ἀβραὰμ» καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἀλλ' «ἐγώ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ».
Or rather, consider what is said in Deuteronomy about a man as appointed by God in heaven and on earth; and if you keep the wording for yourself, you will find it. Next after this, one may see the passage about the resurrection of the dead: "Have you not read what was spoken to you by God, saying, I am the God of Abraham and the God of Isaac and the God of Jacob? He is not the God of the dead but of the living." And to this we shall say that although the Savior could have set before men countless proofs from the prophets concerning the existence of the life to come, he did not do this, because the Sadducees accepted only the writing of Moses, from which he wished to confute them by a syllogism showing something like this: God said to Moses, "I am the God of Abraham and the God of Isaac and the God of Jacob," when he spoke to him at the bush. Either, then, God is God of those who exist, or God of those who do not exist. But it is absurd to say that God, who said, "I am the Existing One," "This is my name," is God of those who in no way exist. But if this is absurd, he is God of those who exist and live and have substance and perceive the grace that God granted to them, proclaiming himself their God and saying, "This is my memorial forever." Therefore Abraham and Isaac and Jacob live, perceiving God and his grace, and he speaks to each of them individually as God; for it is not written, "I am the God of Abraham" and Isaac and Jacob, but "I am the God of Abraham and the God of Isaac and the God of Jacob.
καὶ οὕτως γε ἀνέγραψαν Ματθαῖος καὶ Μᾶρκος καὶ Λουκᾶς, ἵν' (οἶμαι) παραστήσωσι τοῖς προσέχουσι τῇ ἀναγνώσει ὅτι καθ' ἕκαστον αὐτῶν ὁ θεὸς θεός ἐστι, τοῦτ' ἐξαίρετον αὐτοῖς χαριζόμενος. οὐ γὰρ ἦσαν ὅμοιοι τοῖς Ἑβραίοις, ἵνα συλληπτικῶς ὥσπερ ἐκείνων οὕτω καὶ τού των ὁ θεὸς λέγηται. ἐπ' ἐκείνων μὲν γὰρ γέγραπται· «ὁ θεὸς τῶν Ἑβραίων ἀπέστειλέ με», ἐπὶ δὲ τούτων κατὰ ἕνα, ἵνα παρα στήσῃ ὁ λόγος ὅτι εἷς Ἀβραὰμ ἰσό τιμος ὅλῳ ἔθνει Ἑβραίων ἐστίν· οὐ γὰρ ἐπίσης ἐστὶν ὁ θεὸς θεὸς Ἀβραὰμ καὶ θεὸς Ἑβραίων. τὸ δ' ὅμοιον ἐρεῖς καὶ περὶ τοῦ θεὸν αὐτὸν εἶναι τοῦ Ἰσαὰκ καὶ θεὸν τοῦ Ἰακὼβ ὡς θεὸν τῶν Ἑβραίων. τοιαύτης δὲ τιμῆς ἠξιῶσθαι νομίζω καὶ τὸν Ἠλίαν, διὸ ἀναγέγραπται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «ὁ θεὸς Ἠλιοῦ». Τοῦ μὲν οὖν Ἀβραὰμ θεὸς μόνον ἦν ὁ θεός, ὁμοίως δὲ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ. τοῦ δὲ κρείττονος αὐτῶν σωτῆρος ἡμῶν οὐ μόνον θεός ἐστιν ὁ θεός, ἀλλὰ καὶ πατήρ. διὸ καλῶς λέγεται παρὰ τῷ ἀποστόλῳ· «εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». οὗτος δὴ Ἰησοῦς Χριστός, οὗ «εὐλογητὸς ὁ θεὸς καὶ πατήρ»,
And Matthew, Mark, and Luke wrote in this way, so that (I think) they might show to those who pay attention to the reading that God is God of each one of them, granting this as a special favor to them. For they were not like the Hebrews, so that God might be spoken of collectively as of those and of these alike. For of those it is written: "The God of the Hebrews sent me," but of these, individually, so that the word might show that a single Abraham is of equal honor to the whole nation of the Hebrews; for God is not equally God of Abraham and God of the Hebrews. And you will say the same concerning his being God of Isaac and God of Jacob as God of the Hebrews. And I think that Elijah too was deemed worthy of such honor, which is why it is recorded in the fourth book of Kingdoms: "The God of Elijah." Of Abraham, then, God was only God, and likewise of Isaac and of Jacob. But of the better one, our Savior, God is not only God but also Father. Therefore it is well said by the apostle: "Blessed be the God and Father of our Lord Jesus Christ." This very Jesus Christ, whose "God and Father is blessed,
ἐχαρίσατο τοῖς γνησίοις αὐτοῦ μα θηταῖς τὸ τὸν αὐτὸν εἶναι αὐτῶν οὐ μόνον θεὸν ἀλλὰ καὶ πατέρα. φησὶ γὰρ ἀναστὰς ἐκ νεκρῶν πρὸς τὴν Μαριάμ· «μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν». ἐγὼ δ' οἶμαι ὅτι τότε καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ἐχαρίσατο, ἵνα μηκέτι μόνον θεὸς ᾖ αὐτῶν ὁ θεὸς ἀλλ' ἤδη καὶ πατήρ. ὁ δὲ Λουκᾶς προσέθηκε τῷ «οὐκ ἔστιν ὁ θεὸς θεὸς νεκρῶν ἀλλὰ ζών των», κειμένῳ καὶ παρὰ Ματθαίῳ καὶ Μάρκῳ, τὸ «πάντες γὰρ αὐτῷ ζῶσιν». ὅπερ ἦν οὐχ ὁ τυχὼν ἔπαινος τῶν πατριαρχῶν, ἅτε τοῦ τηλικού του σωτῆρος ἡμῶν μαρτυροῦντος αὐτοῖς οὐ μόνον ὅτι ζῶσιν, ἀλλὰ καὶ ὅτι ὃ ζῶσι θεῷ ζῶσι καὶ οὐκ ἄλλῳ τινί. τοῦτο δὲ τὸ «πάντες γὰρ αὐτῷ ζῶσι» καλὸν παντὶ τρόπῳ ἀσκεῖν ἡμᾶς καὶ ἀναλαβεῖν, ἵνα πάντες μηδενὶ ἄλλῳ ἢ τῷ θεῷ ζήσωμεν ἐν Χριστῷ. τὴν δὲ ἐν βραχυλογίᾳ ἀπόδειξιν ἐκ τῶν Μωσέως γραμμάτων, τοῖς μόνα ἐκεῖνα παραδεχομένοις ὡς θεῖα περὶ τοῦ ζῆν τοὺς πατριάρχας, ἀκούσαν τες οἱ ὄχλοι ἐξεπλήσσοντο, τὴν διδαχὴν ἀποδεχόμενοι τοῦ σωτῆρος σοφωτάτην καὶ δυναμένην τοὺς δυσπίστως ἔχοντας ἐπιστρέψαι πρὸς αὐτόν.
He granted to his genuine disciples that he should be not only their God but also their Father. For after rising from the dead he says to Mary: "Do not touch me, for I have not yet ascended to my Father; but go to my brothers and tell them: I am ascending to my Father and your Father, and my God and your God." And I think that then he also granted this to Abraham, Isaac, and Jacob, that the God who was their God should no longer be only their God but now also their Father. And Luke added to the words "God is not the God of the dead but of the living," which are also found in Matthew and Mark, the phrase "for all live to him." This was no ordinary praise of the patriarchs, since our Savior of such greatness testifies to them not only that they live, but also that they live to God and to no other. And this phrase "for all live to him" we ought by every means to practice and take up, so that we all may live to no other than God in Christ. And the crowds, when they heard the brief demonstration from the writings of Moses, for those who accept those writings alone as divine, concerning the patriarchs' living, were astonished, accepting the teaching of the Savior as most wise and able to turn those who were doubtful back to him.