«Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος», ἀμφότερα ἐν τοῖς εὐαγ γελίοις ἀναγεγραμμένα, ἰστέον ἐκ προσώπου λέγεσθαι τοῦ Χριστοῦ, οὐδεμίαν ἐμφαίνοντα τοῦ λέγοντος προσώπου μετα βολήν. Σφόδρα δὲ ἀπαρατηρήτως ὁ Ἡρακλέων οἴεται τὸ «Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με» ἐκ προσώπου τῶν ἐκβληθέντων καὶ ἀναλωθέντων ὑπὸ τοῦ σωτῆρος δυνάμεων λέγεσθαι, μὴ δυνάμενος τὸν εἱρμὸν τῆς ἐν τῷ ψαλμῷ προφη τείας τηρῆσαι νοούμενον ἐκ προσώπου τῶν ἐκβληθέντων καὶ ἀναλωθέντων δυνάμεων λέγεσθαι. Ἀκόλουθον δέ ἐστιν κατ' αὐτὸν καὶ τὸ «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν» ἀπ' ἐκείνων λέγεσθαι ἐν τῷ αὐτῷ ἀναγεγραμμένον ψαλμῷ· ἀλλ', ὡς εἰκός, ἐτάραξεν αὐτὸν τὸ «Καταφάγεταί με» ὡς μὴ δυνάμενον ὑπὸ Χριστοῦ ἀπαγγέλλεσθαι, οὐχ ὁρῶντα τὸ ἔθος τῶν ἀνθρωποπαθῶν περὶ θεοῦ καὶ Χριστοῦ λόγων. Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέ ραις ἐγερῶ αὐτόν. Οἱ σωματικοὶ καὶ τοῖς αἰσθητοῖς φίλοι δοκοῦσίν μοι νῦν διὰ τῶν Ἰουδαίων δηλοῦσθαι, οἵτινες ἐπὶ τοῖς ὑπὸ τοῦ Ἰησοῦ ἀπελαυνομένοις, ποιοῦσιν οἶκον ἐμπορίου τὸν οἶκον τοῦ πατρός, ἀγανακτοῦντες ὑπ' αὐτῶν περιεπομένοις ἀπαιτοῦσιν σημεῖον, καθ' ὃ σημεῖον πρεπόντως φανήσεται ὁ λόγος, ὃν μὴ παραδέχονται ἐκεῖνοι, ταῦτα ποιῶν. Συνάπτων δὲ ὁ σωτὴρ ὡς ἕνα τῷ περὶ
"They gave me gall for my food, and for my thirst they gave me vinegar to drink," both of which are recorded in the Gospels; it must be understood that this is spoken in the person of Christ, showing no change of the speaker's person. But Heracleon very carelessly supposes that "The zeal of your house has consumed me" is spoken in the person of the powers cast out and destroyed by the Savior, being unable to preserve the sequence of the prophecy in the psalm, which is understood to be spoken in the person of the powers cast out and destroyed. And it follows, according to him, that "They gave me gall for my food" is also spoken by those same powers, recorded in the same psalm. But, as is likely, "It has consumed me" troubled him, as being something that cannot be uttered by Christ, since he did not see the custom of human-affection language concerning God and Christ. The Jews therefore answered and said to him, "What sign do you show us, that you do these things?" Jesus answered and said to them, "Destroy this temple, and in three days I will raise it up." Those who are bodily and friends of sensible things seem to me now to be indicated through the Jews, who, at the things driven out by Jesus—who make the house of the Father a house of trade—being indignant, demand a sign from those who are busied with them, according to which sign the word will fittingly appear, which those men do not accept, doing these things. And the Savior, joining as one to the account about
τοῦ ἱεροῦ ἐκείνου τὸν περὶ τοῦ ἰδίου σώματος λόγον, ἀποκρίνεται πρὸς τὸ «Τί σημεῖον δεικνύεις, ὅτι ταῦτα ποιεῖς;» τὸ «Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Εἰ γὰρ καὶ μυρία ὅσα σημεῖα ἄλλα δεικνύναι οἷός τε ἦν, ἀλλ' οὔτι γε πρὸς τὸ «Ὅτι ταῦτα ποιεῖς;» τὰ κατὰ τὸν ναὸν πρεπόντως ἀντὶ τῶν ἑτέρων παρὰ τὸν ναὸν σημείων ἀπεκρίνατο. Ἀμφότερα μέντοι γε, τό τε ἱερὸν καὶ τὸ σῶμα τοῦ Ἰησοῦ, κατὰ μίαν τῶν ἐκδοχῶν τύπος μοι εἶναι φαίνεται τῆς ἐκκλησίας, τῷ ἐκ λίθων ζώντων οἰκοδομεῖσθαι αὐτήν, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον γινομένην, ἐποικοδομουμένην «ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ», χρηματίζουσαν «ναόν». Διὰ δὲ τοῦ «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους», κἂν λύεσθαι δὲ ἡ τῶν λίθων τοῦ ναοῦ ἁρμονία δοκῇ ἢ διασκορπίζεσθαι, ὡς ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ γέγραπ ται, πάντα τὰ ὀστᾶ τοῦ Χριστοῦ ὑπὸ τῶν ἐν διωγμοῖς καὶ θλίψεσιν ἐπιβουλῶν ἀπὸ τῶν προσπολεμούντων τῇ ἑνότητι τοῦ ναοῦ ἐν διωγμοῖς, ἐγερθήσεται ὁ ναὸς καὶ ἀναστήσεται τὸ σῶμα τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὴν ἐνεστηκυῖαν ἐν αὐτῷ κακίας ἡμέραν καὶ τὴν μετὰ ταύτην τῆς συντελείας· τρίτη γὰρ ἐν τῷ καινῷ οὐρανῷ καὶ καινῇ γῇ ἐνστήσεται, ὅτε τὰ ὀστᾶ ταῦτα, πᾶς οἶκος Ἰσραήλ, ἐν τῇ μεγάλῃ κυριακῇ ἐγερθήσεται τοῦ θανά του νενικημένου· ὥστε καὶ τὴν γενομένην ἀνάστασιν τοῦ Χριστοῦ ἀπὸ τοῦ κατὰ τὸν σταυρὸν πάθους περιέχειν μυστή ριον τῆς ἀναστάσεως τοῦ παντὸς Χριστοῦ σώματος.
He gives the account concerning his own body to that question about the temple, answering to "What sign do you show us, that you do these things?" with "Destroy this temple, and in three days I will raise it up." For even though he was able to show countless other signs, nevertheless, to the question "that you do these things?" he fittingly answered with the things concerning the temple instead of the other signs besides the temple. Yet both the temple and the body of Jesus, according to one of the interpretations, appear to me to be a type of the church, in that it is built of living stones, becoming a spiritual house into a holy priesthood, built up "upon the foundation of the apostles and prophets, with Christ Jesus himself as the cornerstone," bearing the name "temple." And through "You are the body of Christ and members individually," even if the harmony of the stones of the temple seems to be dissolved or scattered, as it is written in the twenty-first psalm, all the bones of Christ, [attacked] by plots in persecutions and afflictions from those who war against the unity of the temple in persecutions, the temple will be raised and the body will rise on the third day after the present day of evil within it and the day of consummation after that; for a third day will dawn in the new heaven and new earth, when these bones, the whole house of Israel, will be raised on the great Lord's day, death having been conquered; so that even the resurrection of Christ which took place after the suffering at the cross contains the mystery of the resurrection of the whole body of Christ.
Ὥσπερ δὲ ἐκεῖνο τὸ αἰσθητὸν τοῦ Ἰησοῦ σῶμα ἐσταύρωται καὶ τέθαπται καὶ μετὰ τοῦτο ἐγήγερται, οὕτως τὸ ὅλον τῶν ἁγίων Χριστοῦ σῶμα Χριστῷ συνεσταύρωται καὶ νῦν οὐκέτι ζῇ· ἕκαστος γὰρ τῶν ὡς Παῦλος ἐν οὐδενὶ ἄλλῳ καυχᾶται ἢ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Χριστοῦ Ἰησοῦ, δι' οὗ αὐτὸς κόσμῳ ἐσταύρωται καὶ κόσμος αὐτῷ. Οὐ μόνον οὖν Χριστῷ συνεσταύρωται καὶ κόσμῳ ἐσταύρωται, ἀλλὰ καὶ Χριστῷ συνθάπτεται· «Συνετάφημεν, γάρ φησι, τῷ Χριστῷ», ὁ Παῦλος. Καὶ ὡσπερεὶ ἔν τινι ἀρραβῶνι ἀναστάσεως γενόμενος λέγει τὸ «Συνανέστημεν αὐτῷ»· ἐπεὶ ἐν καινότητι ζωῆς τινι περιπατεῖ, ὡς κατὰ τὴν ἐλπιζομένην μακαρίαν καὶ τελείαν ἀνάστασιν μηδέπω ἀναστάς. Ἤτοι οὖν νῦν μὲν ἐσταύρωται, μετὰ δὲ ταῦτα θάπτεται, ἢ νῦν μὲν θάπτεται ἀρθεὶς ἀπὸ τοῦ σταυροῦ, ποτὲ δέ, καθὸ νῦν τέθαπται, ἀναστήσεται. Μέγα δέ ἐστιν τὸ τῆς ἀναστάσεως καὶ δυσθεώρητον τοῖς πολλοῖς ἡμῶν μυστήριον, ὅπερ καὶ ἐν ἄλλοις πολλοῖς λέγεται τῶν γραφῶν τόποις, οὐχ ἧττον καὶ ἐν τῷ Ἐζεκιὴλ διὰ τούτων ἀπαγγέλλεται· «Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέν με ἐν πνεύματι κυρίου καὶ ἔθηκέν με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστῶν ἀνθρω πίνων. Καὶ περιήγαγέν με ἐπ' αὐτὰ κύκλοθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδού, ξηρὰ σφόδρα. Καὶ εἶπεν πρὸς μέ· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; Καὶ εἶπα· Κύριε, κύριε σὺ ἐπίστῃ ταῦτα. Καὶ εἶπεν πρὸς μέ· Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς· Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον κυρίου.» Καὶ μετ' ὀλίγα· «Καὶ ἐλάλησεν κύριος πρὸς μὲ λέγων·
Just as that perceptible body of Jesus was crucified and buried and after this was raised, so the whole body of the saints of Christ has been crucified with Christ and now no longer lives; for each one of those who are like Paul boasts in nothing else except in the cross of our Lord Christ Jesus, through which he himself has been crucified to the world and the world to him. Not only, then, has he been crucified with Christ and crucified to the world, but he is also buried with Christ; for Paul says, "We were buried with Christ." And as if having become in some pledge of resurrection, he says, "We rose with him," since he walks in some newness of life, as one not yet risen according to the hoped-for blessed and perfect resurrection. Either, then, now he has been crucified, and after these things he is buried, or now he is buried, having been taken down from the cross, and at some time, insofar as he is now buried, he will rise. Great and hard to contemplate for many of us is the mystery of the resurrection, which is also spoken of in many other places of the Scriptures, not least also in Ezekiel through these words: "And the hand of the Lord came upon me and brought me out in the spirit of the Lord and set me in the midst of the plain, and this was full of human bones. And it led me around them round about, and behold, very many on the face of the plain, and behold, very dry. And it said to me: Son of man, will these bones live? And I said: Lord, Lord, you know these things. And it said to me: Prophesy over these bones, and you shall say to them: Dry bones, hear the word of the Lord." And after a little: "And the Lord spoke to me, saying:
Υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστιν. Καὶ αὐτοὶ λέγουσιν· Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν.» Ποίοις γὰρ ὀστοῖς λέγεται· «Ἀκούσατε λόγον κυρίου», ὡς αἰσθανομένοις λόγου κυρίου, ἅτε οὖσιν οἴκῳ Ἰσραὴλ ἢ τῷ Χριστοῦ σώματι, περὶ οὗ ἔλεγεν ὁ κύριος· «Διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου» τῶν σωματικῶν ὀστέων αὐτοῦ μὴ διασκεδασθέντων, ἀλλὰ μηδὲ συντριβέντος τινὸς ἐξ αὐτῶν; Ὅτε δὲ γίνεται αὕτη ἡ ἀνάστασις τοῦ ἀληθινοῦ καὶ τελειοτέρου Χριστοῦ σώματος, τότε τὰ μέλη τοῦ Χριστοῦ τὰ νῦν, ὡς πρὸς τὸ μέλλον, ξηρὰ ὀστᾶ συναχθήσεται, ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονία πρὸς ἁρμονίαν, οὐδενὸς τῶν ἐστε ρημένων ἁρμονίας καταντήσοντος εἰς τὸν τέλειον ἄνδρα, «εἰς τὸ μέτρον τῆς ἡλικίας τοῦ πληρώματος» τοῦ σώματος «τοῦ Χριστοῦ». Καὶ τότε τὰ πολλὰ μέλη τὸ ἓν ἔσται σῶμα, πάντων τῶν τοῦ
σώματος μελῶν πολλῶν ὄντων γινομένων ἑνὸς σώματος· τὴν δὲ κρίσιν ποδὸς καὶ χειρὸς καὶ ὀφθαλμοῦ καὶ ἀκοῆς καὶ ὀσφρήσεως τῶν συμπληρούντων ἰδίᾳ μὲν τὴν κεφαλήν, ἰδίᾳ δὲ τοὺς πόδας, καὶ τὰ λοιπὰ τῶν μελῶν τά τε ἀσθενέστερα καὶ ταπεινότερα καὶ ἀσχήμονα καὶ εὐσχήμονα μόνου θεοῦ ἔστιν ποιήσασθαι, ὃς συγκεράσει τὸ σῶμα. Καὶ τότε μᾶλλον τοῦ νῦν τῷ ὑστεροῦντι περισσοτέραν διδοὺς τιμήν, ἵνα μηδαμῶς «ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη», καὶ εἴ τινα εὐπάθειαν ἔχει μέλος, συνευπαθήσῃ πάντα τὰ μέλη, εἴτε δοξάζεται, συγχαίρῃ τὰ πάντα. Ταῦτά μοι οὐκ ἀλλοτρίως τοῦ ἱεροῦ καὶ τῶν ἀπ' αὐτοῦ ἐξελαυνομένων, περὶ οὗ λέγει ὁ σωτήρ·
Son of man, these bones are the whole house of Israel. And they themselves say: Our bones have become dry, our hope has perished, we are undone. For to what bones is it said, Hear the word of the Lord, as to those who perceive the word of the Lord, inasmuch as they are the house of Israel or the body of Christ, concerning which the Lord said: All my bones were scattered, though his bodily bones were not scattered, nor was any one of them broken? But when this resurrection of the true and more perfect body of Christ takes place, then the members of Christ that are now, in relation to what is to come, dry bones will be gathered together, bone to bone and joint to joint, none of those deprived of joint coming to the perfect man, to the measure of the stature of the fullness of the body of Christ. And then the many members will be one body, since all the many members of the body become one body; but the judgment of foot and hand and eye and hearing and smell, of those that fill up severally the head and severally the feet and the rest of the members, both the weaker and the humbler and the uncomely and the comely, belongs to God alone to make, who will temper the body together. And then, more than now, giving more abundant honor to the member that lacks it, so that in no way there may be a schism in the body, but the members may have the same care one for another, and if any member has a suffering, all the members suffer with it, or if it is glorified, all rejoice with it. These things I have said not foreignly to the temple and to those driven out from it, concerning which the Savior says:
«Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με», εἴρηται, τῶν τε αἰτούντων σημεῖον Ἰουδαίων αὐτοῖς δειχθῆναι, καὶ τῆς τοῦ κυρίου πρὸς αὐτοὺς ἀποκρίσεως, συνάπτοντος τὸν τοῦ ναοῦ λόγον τῷ τοῦ ἰδίου σώματος, καὶ φάσκοντος· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἀπὸ γὰρ τούτου τοῦ ναοῦ ὄντος σώματος Χριστοῦ δεῖ ἀπελαύνεσθαι ταῦτα τὰ ἄλογα καὶ ἐμπορικά, ἵνα μηκέτι οἶκος ἐμπο ρίου ᾖ. Καὶ τοῦτον τὸν ναὸν λυθῆναι δεῖ ὑπὸ τῶν ἐπιβουλευόντων τῷ λόγῳ τοῦ θεοῦ καὶ μετὰ τὸ λυθῆναι τῇ προειρημένῃ ἡμῖν τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Ὅτε καὶ οἱ μαθηταὶ οὗ ἔλεγεν πρὶν λυθῆναι τὸν ναὸν τοῦ θεοῦ ὁ λόγος αὐτοῦ μνησθήσονται καὶ πιστεύσουσιν, τελειουμένης αὐτῶν μετὰ τῆς γνώσεως τότε καὶ τῆς πίστεως, οὐ τῇ γραφῇ μόνῃ ἀλλὰ καὶ τῷ λόγῳ, ὃν εἶπεν ὁ Ἰησοῦς. Καὶ ἕκαστος δὲ τῶν τοιῶνδε Ἰησοῦ αὐτὸν καθαίροντος ἀποθέμενος τὰ ἄλογα καὶ τὰ πωλοῦντα διὰ τὸν τοῦ ἐν αὐτοῖς λόγου ζῆλον καταλυθήσεται, ἐπὶ τῷ ὑπὸ Ἰησοῦ ἐγερθῆναι οὐ τῇ τρίτῃ ἡμέρᾳ, ὅσον ἐπὶ τῇ προκειμένῃ λέξει· οὐ γὰρ γέγραπται «Λύσατε τὸν ναὸν τοῦτον, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερῶ αὐτόν», ἀλλ' «ἐν τρισὶν ἡμέραις». Ἐγείρεται γὰρ ἡ τοῦ ναοῦ * τῇ πρώτῃ μετὰ τὸ λυθῆναι ἡμέρᾳ καὶ τῇ δευτέρᾳ, τελειοῦται δὲ αὐτοῦ ἡ ἔγερσις ἐν ὅλαις ταῖς τρισὶν ἡμέραις. Διὰ τοῦτο καὶ γέγονεν ἀνάστασις καὶ ἔσται ἀνάστασις, εἴ γε συνετάφημεν τῷ Χριστῷ καὶ συνανέστημεν αὐτῷ. Καὶ ἐπεὶ οὐκ ἀρκεῖ εἰς τὴν ὅλην ἀνάστασιν τὸ «Συν ανέστημεν»· «Ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι·
Zeal for your house will consume me," it is said, both of the Jews who were asking for a sign to be shown to them, and of the Lord's answer to them, joining the account of the temple to that of his own body, and saying: "Destroy this temple, and in three days I will raise it up." For from this temple, which is the body of Christ, these irrational and commercial things must be driven out, so that it may no longer be a house of trade. And this temple must be destroyed by those who plot against the word of God, and after being destroyed be raised on the third day previously mentioned by us. At that time also the disciples will remember his word, which he spoke before the temple of God was destroyed, and they will believe, their perfection then being completed together with knowledge and faith, not in the scripture alone but also in the word which Jesus spoke. And each one of such people, when Jesus purifies him, having set aside the irrational things and the things that sell, will be destroyed through zeal for the word that is in them, for the sake of being raised by Jesus—not on the third day, as far as the present passage is concerned; for it is not written, "Destroy this temple, and on the third day I will raise it up," but "in three days." For the temple is raised on the first day after its destruction and on the second, but its raising is completed in all three days. For this reason there has been a resurrection and there will be a resurrection, if indeed we have been buried with Christ and have risen with him. And since "we have risen with him" is not sufficient for the whole resurrection: "In Christ all will be made alive, but each in his own order.
ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος.» Ἀνα στάσεως γὰρ ἦν καὶ τὸ ἐν τῇ πρώτῃ ἡμέρᾳ γενέσθαι ἐν τῷ παραδείσῳ τοῦ θεοῦ, ἀναστάσεως δὲ ὅτε φαινόμενός φησι· «Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα»· τὸ δὲ τέλειον τῆς ἀναστάσεως ἦν, ὅτε γίνεται πρὸς τὸν πατέρα. Ἐπεὶ δὲ οἱ συγχεόμενοι ἐν τῷ περὶ πατρὸς καὶ υἱοῦ τόπῳ συνάγοντες τὸ «Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν» καὶ τὰ τούτοις ὅμοια, δηλοῦντα ἕτερον εἶναι τὸν ἐγείραντα παρὰ τὸν ἐγηγερμένον, καὶ τὸ «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν», ᾤοντο ἐκ τούτων παρίστασθαι μὴ διαφέρειν τῷ ἀριθμῷ τὸν υἱὸν τοῦ πατρός, ἀλλ' ἓν οὐ μόνον οὐσίᾳ ἀλλὰ καὶ ὑποκειμένῳ τυγχάνοντας ἀμφοτέρους, κατά τινας ἐπινοίας διαφόρους, οὐ κατὰ ὑπόστασιν λέγεσθαι πατέρα καὶ υἱόν· λεκτέον πρὸς αὐτοὺς πρῶτον μὲν τὰ προηγουμένως κατασκευαστικὰ ῥητὰ τοῦ ἕτερον εἶναι τὸν υἱὸν παρὰ τὸν πατέρα, καὶ ὅτι ἀνάγκη τὸν υἱὸν πατρὸς εἶναι υἱόν, καὶ τὸν πατέρα υἱοῦ πατέρα. Μετὰ δὲ τοῦτο οὐκ ἄτοπόν ἐστιν τὸν ὁμολογοῦντα μηδὲν δύνασθαι ποιεῖν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα, καὶ λέγοντα ὅτι ὅσ' ἂν ὁ πατὴρ ποιῇ, ταῦτα ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ, τὸν νεκρόν–ὅπερ τὸ σῶμα ἦν– ἐγηγερκέναι τοῦ πατρὸς αὐτῷ τοῦτο χαριζομένου, ὃν προηγου μένως λεκτέον ἐγηγερκέναι τὸν Χριστὸν ἐκ νεκρῶν.
Christ is the firstfruits, then those who belong to Christ at his coming, then the end. For it was also a matter of resurrection that he was in the paradise of God on the first day, but of resurrection when he says, appearing: "Do not touch me, for I have not yet ascended to the Father"; and the perfection of the resurrection was when he comes to the Father. But since those who are confused concerning the place of the Father and the Son, gathering together the words "We are found also to be false witnesses of God, because we testified against God that he raised Christ, whom he did not raise," and things like these, which show that the one who raised is other than the one who was raised, and also "Destroy this temple, and in three days I will raise it up," thought that from these it was established that the Son does not differ in number from the Father, but that both are one not only in substance but also in subject, and that Father and Son are spoken of according to certain different conceptions, not according to hypostasis—one must say to them first the passages that primarily establish that the Son is other than the Father, and that the Son must be the Son of a Father, and the Father the Father of a Son. And after this it is not unreasonable that the one who confesses that he can do nothing unless he sees the Father doing something, and who says that whatever the Father does, these things the Son does likewise, raised the dead man—which was the body—the Father granting this to him, whom one must say primarily raised Christ from the dead.
Ὁ μέντοι γε Ἡρακλέων τὸ «ἐν τρισὶν» φησὶν ἀντὶ τοῦ «ἐν τρίτῃ», μὴ ἐρευνήσας, καίτοι γε ἐπιστήσας τῷ «ἐν τρισίν», πῶς ἐν τρισὶν ἡ ἀνάστασις ἐνεργεῖται ἡμέραις. Ἔτι δὲ καὶ τὴν τρίτην φησὶ τὴν πνευματικὴν ἡμέραν, ἐν ᾗ οἴονται
δηλοῦσθαι τὴν τῆς ἐκκλησίας ἀνάστασιν. Τού τῳ δὲ ἀκόλουθόν ἐστιν πρώτην λέγειν εἶναι τὴν χοϊκὴν ἡμέραν καὶ τὴν δευτέραν τὴν ψυχικήν, οὐ γεγενημένης τῆς ἐκκλησίας τῆς ἀναστάσεως ἐν αὐταῖς. Ἔοικεν μὲν τοίνυν τὰ περὶ τῶν ἐν τῷ κατὰ Ματθαῖον καὶ Μάρκον † ἀναγεγραμμένα εὐαγγελίῳ ψευδομαρτύρων πρὸς τῷ τέλει τοῦ εὐαγγελίου κατηγορούντων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν ἀναφορὰν ἔχειν ἐπὶ τὸ «Λύσατε τὸν ναὸν τοῦτον, κἀγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν». Ὁ μὲν γὰρ «ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ»· οἱ δ' ὑπονοοῦντες περὶ τοῦ ἐκ λίθων οἰκοδομη θέντος ναοῦ λέγεσθαι τὰ ἐνταῦθα εἰρημένα ἔφασκον κατηγο ροῦντες· «Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν αὐτὸν οἰκοδομῆσαι» ἢ ὡς ὁ Μάρκος· «Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι· Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω», ὅτε καὶ ὁ ἀρχιερεὺς ἀναστὰς εἶπεν αὐτῷ· «Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου κατα μαρτυροῦσιν; Ὁ δὲ Ἰησοῦς ἐσιώπα.» Ἢ ὡς ὁ † Λουκᾶςφησί· «Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν.» Νομίζω δ' ἀναγκαίως καὶ ταῦτα παρατεθεῖσθαι τὴν ἀναφορὰν ἔχοντα ἐπὶ τὸ ἐν χερσὶν ῥητόν. Εἶπαν οὖν οἱ Ἰουδαῖοι·
Heracleon, however, says that "in three" stands for "on the third," without having investigated, although he did attend to "in three," how the resurrection is accomplished in three days. And further, he says that the third is the spiritual day, in which they suppose the resurrection of the church is signified. And it follows from this that the first day is the earthly and the second the soulish, since the resurrection of the church did not take place in them. It seems, then, that what is recorded in the Gospel according to Matthew and Mark concerning the false witnesses who at the end of the Gospel accused our Lord Jesus Christ has reference to "Destroy this temple, and in three days I will raise it up." For he "was speaking about the temple of his body"; but those who supposed that what was said here referred to the temple built of stones said in accusation, "This man said, I am able to destroy the temple of God and in three days build it up," or as Mark has it: "We heard him saying, I will destroy this temple made with hands, and in three days I will build another not made with hands," when also the high priest stood up and said to him, "Do you answer nothing? What do these men testify against you? But Jesus was silent." Or as Luke says: "And the high priest stood up in the midst and questioned Jesus, saying, Do you answer nothing? What do these men testify against you? But he was silent and answered nothing." I think that these things too have been necessarily adduced, having reference to the passage at hand. The Jews therefore said:
Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Πῶς τεσσεράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομῆσθαί φασι τὸν ναὸν οἱ Ἰουδαῖοι λέγειν οὐκ ἔχομεν, εἰ τῇ ἱστορίᾳ κατακολουθήσομεν. Γέγραπται γὰρ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ὡς «Ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρισὶν ἔτεσιν»· «ἐν δὲ τῷ τετάρτῳ ἔτει, μηνὶ δευτέρῳ, βασιλεύοντος τοῦ βασιλέως Σαλομῶντος ἐπὶ Ἰσραήλ, ἐνετείλατο ὁ βασιλεὺς καὶ αἴρουσιν λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου καὶ λίθους ἀπελεκήτους. Καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλομῶντος καὶ οἱ υἱοὶ Χειρὰμ καὶ ἔβαλον αὐτοὺς ἐν τῷ τετάρτῳ ἔτει, καὶ ἐθεμελίωσαν τὸν οἶκον κυρίου ἐν μηνὶ Νεισὰν καὶ τῷ δευτέρῳ μηνί· ἑνδεκάτῳ ἐνιαυτῷ, μηνὶ Βαάλ, ὃς ἦν μὴν ὄγδοος, συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ.» Ἵνα οὖν καὶ τὴν ἑτοιμασίαν συγκατατάξωμεν τῷ χρόνῳ τῆς οἰκοδομῆς, ἕνδεκα ἔτη τὰ πάντα οὐ συμπληροῦται εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ. Πῶς οὖν οἱ Ἰουδαῖοι λέγουσιν· «τεσσεράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος»; Εἰ μὴ ἄρα τις βιασάμενος φιλοτιμήσεται παραστῆσαι τὸν τεσσεράκοντα καὶ ἓξ ἐτῶν πληρουμένων χρόνον, ἀφ' οὗ ὁ Δαβίδ φησι πρὸς Νάθαν τὸν προφήτην βουλευσάμενος περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ· «Ἰδού, ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.» Εἰ γὰρ καὶ κεκώλυται, ὡς ἀνὴρ αἱμάτων, οἰκοδομῆσαι αὐτόν, ἔοικέν γε ἠσχολῆσθαι περὶ τὴν συναγωγὴν τῆς ὕλης τοῦ ναοῦ. Φησὶ γοῦν ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων Δαβὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ·
Forty and six years this temple was built, and will you raise it up in three days? How the Jews say the temple was built in forty and six years we cannot say, if we follow the history. For it is written in the third book of Kings: "They prepared the stones and the wood for three years"; and "in the fourth year, in the second month, while king Solomon reigned over Israel, the king commanded and they took great precious stones for the foundation of the house, and unhewn stones. And the sons of Solomon and the sons of Hiram hewed them and laid them in the fourth year, and they founded the house of the Lord in the month Nisan and in the second month; in the eleventh year, in the month Baal, which was the eighth month, the house was completed according to all its account and all its arrangement." If, then, we include the preparation in the time of the building, the total of eleven years is not completed for the building of the temple. How, then, do the Jews say, "In forty and six years this temple was built"? Unless perhaps someone, forcing the matter, will be eager to show that the time of forty and six years is fulfilled from when David, having taken counsel about the building of the temple, says to Nathan the prophet: "Behold, I dwell in a house of cedar, and the ark of God sits in the midst of the tent." For even if he was prevented, as a man of blood, from building it, he seems at least to have been occupied with the gathering of the material for the temple. At any rate, David the king says in the first book of Chronicles to the whole assembly:
«Σαλομῶν ὁ υἱός μου, εἰς ὃν ᾑρέτικεν αὐτὸν κύριος, νέος καὶ ἁπαλός, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ οἰκοδομὴ ἀλλὰ κυρίῳ θεῷ. Κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον, ἀργύριον, χαλκὸν καὶ σίδηρον, ξύλα, λίθους Σοὸμ καὶ πληρώσεως, καὶ λίθους πολυτελείας καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ Πάριον πολύ. Ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου, ἔστιν μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον, καὶ ἰδοὺ δέδωκα εἰς οἶκον κυρίου μου εἰς ὕψος, ἐκτὸς ὧν ἡτοίμασα εἰς τὸν οἶκον τῶν ἁγίων, τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ Σουφεὶρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου, ἐπαλει φῆναι ἐν αὐτοῖς τοὺς οἴκους τοῦ θεοῦ διὰ χειρὸς τεχνιτῶν.» Ἐβασίλευσεν γὰρ ὁ Δαβὶδ ἑπτὰ ἔτη ἐν Χεβρῶν καὶ τριά κοντα τρία ἐν Ἱερουσαλήμ. Ἐὰν οὖν τις δυνηθῇ ἀποδεῖξαι τὴν ἀρχὴν τῆς περὶ τοῦ ναοῦ κατασκευῆς γεγονέναι συνάγοντος αὐτοῦ τὴν ἐπιτήδειον ὕλην ἀπὸ τοῦ πέμπτου τῆς βασιλείας αὐτοῦ χρόνου, δυνήσεται βιασάμενος περὶ τῶν τεσσεράκοντα ἓξ ἐτῶν
"Salomon my son, whom the Lord has chosen, is young and tender, and the work is great, for the building is not for man but for the Lord God. With all my power I have prepared for the house of my God gold, silver, bronze and iron, wood, stones of Soom and of filling, and costly and varied stones, and every precious stone, and much Parian marble. Moreover, in my good pleasure toward the house of my God, there is what I have acquired for myself in gold and silver, and behold I have given it to the house of my Lord for the height, besides what I have prepared for the house of the holy things: three thousand talents of gold of Soufeir and seven thousand talents of tested silver, to overlay with them the houses of God by the hand of craftsmen." For David reigned seven years in Chebron and thirty-three in Hierousalem. If, then, anyone can show that the beginning of the construction of the temple took place when he gathered the suitable material from the fifth year of his reign, he will be able, forcing the matter, concerning the forty-six years
εἰπεῖν. Ἄλλος δέ τις ἐρεῖ τὸν δεικνύμενον μὴ τὸν ὑπὸ Σαλομῶντος ᾠκοδομημένον εἶναι, ἐκεῖνον γὰρ κατεστράφθαι κατὰ τοὺς τῆς αἰχμαλωσίας χρόνους, ἀλλὰ τὸν ἐπὶ Ἔσδρᾳ οἰκοδομη θέντα, περὶ οὗ οὐκ ἔχομεν τρανῶς τὸν τῶν τεσσεράκοντα καὶ ἓξ ἐτῶν ἀποδεῖξαι ἀληθευόμενον λόγον. Ἔοικεν δὲ καὶ κατὰ τὰ Μακκαβαϊκὰ πολλή τις ἀκαταστασία γεγονέναι περὶ τὸν λαὸν καὶ τὸν ναόν, καὶ οὐκ οἶδα εἰ τότε ἀνῳκοδομήθη τοσούτοις ἔτεσιν ὁ ναός. Ὁ μέντοι γε Ἡρακλέων μηδὲ ἐπιστήσας τῇ ἱστορίᾳ φησὶ τὸν Σαλομῶντα τεσσεράκοντα καὶ ἓξ ἔτεσιν κατεσκευα κέναι τὸν ναὸν εἰκόνα τυγχάνοντα τοῦ σωτῆρος, καὶ τὸν ἓξ ἀριθμὸν εἰς τὴν ὕλην, τουτέστιν τὸ πλάσμα, ἀναφέρει, τὸν δὲ τῶν τεσσεράκοντα, «ὃ τετρὰς ἐστίν», φησίν, «ἡ ἀπρόσπλοκος», εἰς τὸ ἐμφύσημα καὶ τὸ ἐν τῷ ἐμφυσήματι σπέρμα. Ὅρα δὲ εἰ δυνατὸν τὸν μὲν τεσσεράκοντα διὰ τὰ τέσσαρα τοῦ κόσμου στοιχεῖα ἐν τοῖς † ἀφωρισμένοις εἰς τὸν ναὸν ἐγκατατασσόμενα λαμβάνειν, τὸν δὲ ἓξ διὰ τὸ τῇ ἕκτῃ ἡμέρᾳ γεγονέναι τὸν ἄνθρωπον. Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς. Εἰ τὸ σῶμα τοῦ Ἰησοῦ ναὸς αὐτοῦ εἴρηται, ζητῆσαι ἄξιον πότερον ἁπλούστερον τοῦτο ἐκδεκτέον, ἢ ἕκαστον τῶν ἀναγεγραμμένων περὶ τοῦ ναοῦ φιλοτιμητέον ἀνάγειν εἰς τὸν περὶ τοῦ σώματος Ἰησοῦ λόγον, ἤτοι οὗ εἴληφεν ἐκ τῆς παρθένου, ἢ τῆς ἐκκλησίας σώματος αὐτοῦ λεγομένης εἶναι, ὡς καὶ ἡμᾶς μέλη τοῦ σώματος αὐτοῦ παρὰ τῷ ἀποστόλῳ ὀνομάζεσθαι.
to say. But another person will say that the one pointed out is not the one built by Solomon—for that one was destroyed in the times of the captivity—but the one built in the time of Ezra, concerning which we cannot clearly show that the account of the forty-six years is verified. It seems that also in the Maccabean times there was great instability among the people and the temple, and I do not know whether the temple was then rebuilt in so many years. Heracleon, however, without even attending to the history, says that Solomon built the temple in forty-six years, being an image of the Savior, and he refers the number six to the matter, that is, the formed substance, and the forty, he says, "which is the tetrad," "the uncompounded," to the inbreathing and the seed in the inbreathing. But consider whether it is possible to take the forty on account of the four elements of the world, which are arranged among those set apart for the temple, and the six on account of man's having come into being on the sixth day. But he was speaking concerning the temple of his body. When therefore he was raised from the dead, his disciples remembered that he said this, and they believed the Scripture and the word which Jesus said. If the body of Jesus is called his temple, it is worth asking whether this is to be taken more simply, or whether one must endeavor to refer each of the things recorded about the temple to the account concerning the body of Jesus—either the body he took from the virgin, or the church, which is said to be his body, as we too are named members of his body by the apostle.
Ὁ μὲν οὖν τις πραγμάτων αὑτὸν ἀπαλλάττων τῷ ἀπογινώσκειν ἕκαστον δύνασθαι τῶν κατὰ τὸν ναὸν ἀναφέρειν ἐπὶ τὸ σῶμα, ὁποτέρως ἂν ἔχῃ, ἐπὶ τὸ ἁπλούστερον καταφεύξεται, λέγων διὰ τοῦτο σῶμα ἑκατέρως νοούμενον τὸν ναὸν ὠνομάσθαι, ἐπεὶ ὥσπερ ὁ ναὸς δόξαν εἶχεν θεοῦ κατασκηνοῦσαν ἐν αὐτῷ, οὕτως εἰκόνα καὶ δόξαν θεοῦ ὑπάρχοντα τὸν πρωτότοκον πάσης κτίσεως, τὸ σῶμα ἢ τὴν ἐκκλησίαν ἀγαλματοφοροῦντα ναὸν εὐλόγως εἰρῆσθαι θεοῦ. Ἡμεῖς δὲ τὸ μὲν περὶ ἑκάστου τῶν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν περὶ τοῦ ναοῦ εἰπεῖν δυσδιήγητον ὁρῶντες καὶ πολλῷ τῆς λέξεως ἡμῶν μεῖζον, ἄλλως τε καὶ οὐ κατὰ τὴν παροῦσαν γραφήν, ὑπερτιθέμεθα. Πλὴν ἐν τοῖς τοιούτοις μάλιστα διὰ τὸ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναι φύσιν καὶ κατὰ τὴν τοῦ θεοῦ σοφίαν τὸ ἴδιον τῆς θεοπνεύστου γραφῆς ἐμφαίνεσθαι πειθόμενοι, σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, παριστά σης, καὶ καταλαμβάνοντες ἐξαιρέτου πνεύματος σοφίας ἑαυ τοὺς δεομένους πρὸς τὸ τὰ τηλικαῦτα ἱεροπρεπῶς νοῆσαι, ὡς ἔνι μάλιστα δι' ὀλίγων τὴν περίνοιαν τῶν κατὰ τὸν τόπον διαγράψαι πειρασόμεθα, σῶμα τὴν ἐκκλησίαν καὶ οἶκον θεοῦ ἐκ λίθων ζώντων οἰκοδομούμενον, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον μανθάνοντες ἀπὸ τοῦ Πέτρου τυγχάνειν, ὡς τὸν οἰκοδομοῦντα τὸν ναὸν υἱὸν Δαβὶδ κατὰ τοῦτο Χριστοῦ εἶναι τύπον μετὰ τοὺς πολέμους εἰρήνης βαθυτάτης γεγενη μένης οἰκοδομοῦντα εἰς δόξαν τοῦ θεοῦ τὸν ναὸν ἐν τῇ ἐπιγείῳ Ἱερουσαλήμ, ἵνα μηκέτι παρὰ μετακινητῷ πράγματι τῇ σκηνῇ ἡ λατρεία ἐπιτελῆται.
One person, then, who frees himself from such matters by despairing of being able to refer each of the things concerning the temple to the body, in whichever way it may be, will take refuge in the simpler interpretation, saying that for this reason the temple was called a body in either sense, since just as the temple had the glory of God dwelling in it, so the firstborn of all creation, being an image and glory of God, bearing as a statue the body or the church, is reasonably called a temple of God. But we, seeing that to speak about each of the things concerning the temple in the third book of Kings is difficult to explain and far beyond our capacity of expression, and especially not in accordance with the present passage, defer it. Nevertheless, being persuaded that in such matters especially, because they are beyond human nature and according to the wisdom of God, the peculiar character of divinely inspired Scripture is displayed—since it presents the wisdom hidden in a mystery, which none of the rulers of this age has known—and understanding that those who need the wisdom of an extraordinary spirit for the reverent understanding of such great matters, we shall attempt as far as possible, in a few words, to sketch the meaning of the things in this passage, learning from Peter that the church is a body and a house of God built of living stones, a spiritual house for a holy priesthood, so that the one who builds the temple, the son of David, is in this respect a type of Christ, who after wars, when the deepest peace had come, builds the temple in the earthly Jerusalem for the glory of God, so that worship may no longer be performed at the tabernacle, a thing that can be moved.
Ἕκαστον δὲ τῶν κατὰ τὸν ναὸν ἐπὶ τὴν ἐκκλησίαν ἀνάγειν πειρασόμεθα. Τάχα γὰρ ἐὰν πάντες οἱ ἐχθροὶ ὑποπόδιον γένωνται τῶν Χριστοῦ ποδῶν, καὶ ὁ ἔσχατος ἐχθρὸς θάνατος καταργηθῇ, ἡ τελειοτάτη εἰρήνη ἔσται ὅτε Χριστὸς ἔσται Σαλομών, ὅπερ ἑρμηνεύεται «εἰρηνικός», πληρουμένης τῆς προφητείας εἰς αὐτὸν λεγούσης· «Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός.» Καὶ τότε ἕκαστος τῶν ζώντων λίθων κατὰ τὴν ἀξίαν τοῦ ἐνταῦθα βίου ἔσται τοῦ ναοῦ λίθος, ὁ μέν τις ἐν τῷ θεμε λίῳ ἀπόστολος ἢ προφήτης βαστάζων τοὺς ἐπικειμένους, ὁ δέ τις μετὰ τοὺς ἐν τῷ θεμελίῳ ὑπὸ μὲν τῶν ἀποστόλων βασταζόμενος καὶ αὐτὸς σὺν τοῖς ἀποστόλοις συμβαστάζων τοὺς ὑποδεεστέρους· καὶ ὁ μέν τις ἔσται λίθος τῶν ἐνδοτάτων, ἔνθα ἡ κιβωτὸς καὶ τὰ χερουβεὶν καὶ τὸ ἱλαστήριον· ἕτερος δὲ τοῦ
περιβόλου, καὶ ἄλλος ἔτι ἔξω τοῦ περιβόλου τῶν λευϊτῶν καὶ ἱερέων λίθος τοῦ θυσιαστηρίου τῶν ὁλοκαρπωμάτων. Τὴν δὲ περὶ τούτων οἰκονομίαν καὶ λειτουργίαν ἐγχειρισθήσονται ἅγιαι δυνάμεις, ἄγγελοι θεοῦ, αἱ μέν τινες οὖσαι κυριότητες, ἢ θρόνοι, ἢ ἀρχαί, ἢ ἐξουσίαι, αἱ δὲ τούτοις ὑπο τεταγμέναι, ὧν τύποι οἱ τρισχίλιοι καὶ ἑξακόσιοι ἄρχοντες ἐπιστάται, ἄρχοντες κατεσταμένοι ἐπὶ τῶν ἔργων τῶν Σαλο μών, καὶ ἑβδομήκοντα χιλιάδες τῶν αἰρόντων ἄρσιν, καὶ αἱ τῶν λατόμων ὀγδοήκοντα χιλιάδες ἐν τῷ ὄρει, οἱ ποιοῦντες τὰ ἔργα καὶ ἑτοιμάσαντες τοὺς λίθους καὶ τὰ ξύλα. Παρα τηρητέον δὲ ὅτι οἱ μὲν ἀναγεγραμμένοι αἴρειν ἄρσιν ἑβδομάδος εἰσὶν συγγενεῖς·
But we shall attempt to refer each of the things concerning the temple to the church. For perhaps, if all the enemies become a footstool for the feet of Christ, and the last enemy, death, is destroyed, there will be the most perfect peace, when Christ is Solomon, which is interpreted "peaceful," the prophecy being fulfilled which says of him: "I was peaceful with those who hate peace." And then each of the living stones, according to the worth of his life here, will be a stone of the temple—one, in the foundation, an apostle or prophet bearing those who rest upon him; another, after those in the foundation, being borne by the apostles and himself together with the apostles bearing up those of lesser rank; and one will be a stone of the innermost parts, where the ark and the cherubim and the mercy seat are; another of the
outer court, and another still outside the court, a stone of the altar of whole burnt offerings, of the Levites and priests. And the ordering and ministry concerning these things will be entrusted to holy powers, angels of God—some being dominions, or thrones, or principalities, or authorities, and others subordinate to these, of whom the types are the three thousand and six hundred overseers and superintendents, rulers appointed over the works of Solomon, and the seventy thousand who lift up a burden, and the eighty thousand stonecutters in the mountain, who do the works and prepared the stones and the wood. But it must be observed that those recorded as lifting up a burden are kinsmen of the week;
οἱ δὲ λατόμοι καὶ ἐκτυποῦντες τοὺς λίθους, πρὸς τὸ ἁρμονίους αὐτοὺς γενέσθαι τῷ ναῷ, ὀγδοάδι προσῳκείωνται· οἱ δὲ ἐπιστάται, τρισχίλιοι καὶ ἑξακόσιοι τυγχά νοντες, τῷ τοῦ ἓξ τελείῳ ἀριθμῷ οἱονεὶ ἐφ' ἑαυτὸν πολυπλασιαζομένῳ συνάπτονται. Τὰ μέντοι γε τῆς ἑτοιμασίας τῶν λίθων αἰρομένων καὶ εὐτρεπιζομένων εἰς τὴν οἰκοδομήν, τρισὶν ἔτεσιν ἐπιτελούμενα, ἐμφαίνειν μοι δοκεῖ τοῦ ἐν αἰωνίῳ τῇ τριάδι συγγενοῦς διαστή ματος τὸν ὅλον χρόνον. Ταῦτα δὲ ἔσται ὅταν ἡ εἰρήνη τελειωθῇ μετὰ ἔτη τῆς οἰκονομίας τῶν κατὰ τὴν ἀπ' Αἰγύπτου ἔξοδον πραγμά των τετρακόσια καὶ τριάκοντα, καὶ τῶν κατὰ τὴν Αἴγυπτον οἰκονομηθέντων μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη τῆς πρὸς τὸν Ἀβραὰμ ἀπὸ θεοῦ διαθήκης, ὡς εἶναι ἀπὸ τοῦ Ἀβραὰμ ἐπὶ τὴν ἀρχὴν τῆς οἰκοδομῆς τοῦ ναοῦ σαββατικοὺς ἀριθμοὺς δύο, τὸν ἑπτακόσια καὶ ἑβδομήκοντα, ὅτε καὶ ἐντελεῖται ὁ βασιλεὺς ἡμῶν ὁ Χριστὸς ταῖς τῶν νωτοφόρων ἑβδομήκοντα χιλιάσιν μὴ τοὺς τυχόντας παραλαμβάνειν λίθους εἰς τὸν θεμέ λιον τοῦ οἴκου, ἀλλὰ λίθους μεγάλους, τιμίους, ἀπελεκήτους, ἵνα πελεκηθῶσιν οὐχ ὑπὸ τῶν τυχόντων ἐργατῶν ἀλλ' ὑπὸ τῶν Σαλομῶντος υἱῶν· τοῦτο γὰρ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν γεγραμμένον εὕρομεν. Τότε δὲ διὰ τὴν πολλὴν εἰρήνην καὶ ὁ τῆς Τύρου βασιλεὺς Χειρὰμ συνεργεῖ τῇ οἰκοδομῇ τοῦ ναοῦ, διδοὺς ἑαυτοῦ τοὺς υἱοὺς τοῖς υἱοῖς τοῦ Σαλομῶν, συμπελεκᾶν τοὺς μεγάλους καὶ τιμίους λίθους τῷ ἁγίῳ καὶ ἐν τῷ τετάρτῳ ἔτει ἱδρυμένους εἰς τὴν θεμελίωσιν τοῦ οἴκου κυρίου. Ὀγδοάδι μέντοι γε ἐτῶν συντελεῖται ὁ οἶκος τῷ ὀγδόῳ μηνὶ τοῦ ὀγδόου ἔτους ἀπὸ τῆς θεμελιώσεως.
But the stonecutters and those who carve the stones, so that they may become fittingly joined to the temple, belong to the ogdoad; but the overseers, being three thousand six hundred, are linked to the perfect number six, as it were multiplied by itself. However, the preparations of the stones, being lifted up and made ready for the building, completed in three years, seem to me to indicate the whole time of the interval akin to the eternal triad. And these things will be when the peace is perfected after the four hundred and thirty years of the dispensation of the affairs at the exodus from Egypt, and of the things dispensed in Egypt after the four hundred and thirty years of the covenant from God to Abraham, so that from Abraham to the beginning of the building of the temple there are two sabbatical numbers, the seven hundred and seventieth, when also our king Christ will command the seventy thousand burden-bearers not to take ordinary stones for the foundation of the house, but great stones, precious, unhewn, so that they may be hewn not by ordinary workmen but by the sons of Solomon; for we have found this written in the third book of Kings. And then, because of the great peace, Hiram the king of Tyre also cooperates in the building of the temple, giving his own sons to the sons of Solomon, to hew together the great and precious stones for the holy place and laid in the fourth year for the foundation of the house of the Lord. However, the house is completed in an ogdoad of years, in the eighth month of the eighth year from the foundation.
Οὐδὲν δὲ ἄτοπον ἔσται διὰ μέσου τοῖς μηδὲν πέρα τῆς ἱστορίας οἰομένοις διὰ τούτων δηλοῦσθαι δυσωπητικοὺς λόγους προσαγαγεῖν πρὸς τὸ ὡς πνεύματος γραμμάτων ζητῆσαι τοῦ πνεύματος νοῦν ἐν τούτοις ἄξιον. Ἆρα γὰρ οἱ τῶν βασιλέων υἱοὶ ἐσχόλαζον τῇ πελεκήσει τῶν μεγάλων καὶ τιμίων λίθων, ἀναλαμβάνοντες τέχνην βασιλικῆς εὐγε νείας ἀλλοτρίαν; Καὶ ὁ ἀριθμὸς τῶν νωτοφόρων καὶ λατόμων καὶ ἐπιστατῶν, τοῦ τε χρόνου τῆς ἑτοιμασίας τῶν λίθων καὶ τῆς ἐπισημειώσεως τῶν ὁμοίων ὡς ἔτυχεν ἀναγέγραπται; Ἐχρῆν δὲ τὸν ἅγιον ἐν εἰρήνῃ κατασκευαζόμενον οἶκον τῷ θεῷ ᾠκοδομῆσθαι χωρὶς σφύρας καὶ πελέκεως καὶ παντὸς σιδηροῦ σκεύους, ἵνα μηδὲν ἀκολουθῇ θορυβῶδες ἐν τῷ ναῷ τοῦ θεοῦ. Πάλιν δὲ ἀπορῶ πρὸς τοὺς τῇ λέξει δουλεύοντας πῶς δυνατὸν ὀγδοήκοντα χιλιάδων λατόμων τυγχανουσῶν λίθοις ἀκροτόμοις ἀργοῖς οἰκοδομεῖσθαι τὸν οἶκον τοῦ θεοῦ, σφύρας καὶ πελέκεως καὶ παντὸς σκεύους σιδηροῦ οὐκ ἀκουσθέντος ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῷ οἰκοδο μεῖσθαι αὐτόν; Ἀλλὰ μήποτε οἱ λατομούμενοι λίθοι ζῶντες ἀψοφητὶ καὶ ἀταράχως λατομοῦνται ἔξω τοῦ κατὰ τὸν ναόν, ἵνα ἕτοιμοι ἔλθωσιν ἐπὶ τὸ ἁρμόζον αὐτοῖς τῆς οἰκοδομῆς χωρίον. Καὶ ἀνάβασις δέ τις περὶ τὸν οἶκον τοῦ θεοῦ μὴ γεγωνιωμένη, ἀνακλάσεις εὐθειῶν ἔχουσα. Γέγραπται γάρ· «Καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον, καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα.» Ἑλικοειδῆ γὰρ ἐχρῆν εἶναι τὴν ἐν τῷ ναῷ τοῦ θεοῦ ἄνοδον τῆς ἕλικος ἀναβάσει τὸν ἰσαίτατον κύκλον μιμουμένης.
But it will not be out of place, for the sake of those who think that nothing beyond the history is indicated by these things, to bring forward compelling arguments toward seeking the worthy meaning of the Spirit in these things, as one seeks the sense of the Spirit in the letter. For did the sons of kings devote themselves to the hewing of the great and precious stones, taking up a craft alien to royal nobility? And has the number of the burden-bearers and stonecutters and overseers, and the time of the preparation of the stones and the marking of the same, been recorded at random? But it was necessary that the holy house, being prepared in peace for God, be built without hammer and chisel and every iron tool, so that nothing noisy might follow in the temple of God. Again I am at a loss, in view of those who are enslaved to the letter, how it is possible, when there are eighty thousand stonecutters, that the house of God be built with rough-hewn stones, when hammer and chisel and every iron tool was not heard in his house while it was being built. But perhaps the stones that are quarried are living stones, quarried without sound and without disturbance outside the temple, so that they may come ready to the place of the building that fits them. And there is a certain ascent around the house of God that is not made with a loud voice, having turnings of straight lines. For it is written: "And a winding ascent into the middle, and from the middle to the upper chambers." For the ascent in the temple of God had to be spiral, imitating the most equal circle by the spiral's ascent.
Ἵνα δὲ οὗτος ὁ οἶκος βέβαιος ᾖ, ὡς ἔνι μάλιστα οἰκοδομοῦνται ἔνδεσμοι αὐτῷ δι' ὅλου οἴκου πέντε ἐν πήχει τὸ ὕψος, ἵνα ἡ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰς καλουμένας θείας
αἰσθήσεις ἄνοδος δηλωθῇ ἐν ὕψει τυγχάνουσα πρὸς κατα νόησιν τῶν νοητῶν. Μακαριωτέρων δὲ λίθων χωρίον ἔοικεν εἶναι τὸ καλού μενον δαβείρ, ἔνθα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ κυρίου ἦν, ἣ ἵν' οὕτως εἴπω, τὸ χειρόγραφον ἐτύγχανεν τοῦ θεοῦ, αἱ πλάκες γεγραμμέναι τῷ δακτύλῳ αὐτοῦ. Ὁ δὲ οἶκος ὅλος χρυσοῦται· «Ὅλον, γάρ φησιν, τὸν οἶκον περιέχρισεν χρυσίῳ, ἕως συντελείας παντὸς τοῦ οἴκου.» Τὰ μέντοι δύο χερουβεὶμ ἐν τῷ δαβεὶρ ἦν, ὅπερ οὐ δεδύνηνται ἑρμηνεῦσαι κυρίως οἱ μεταλαμβάνοντες εἰς Ἑλληνισμὸν τὰ Ἑβραίων. Καταχρηστικώτερον δέ τινες ναὸν αὐτὸν εἰρήκασιν τοῦ ναοῦ τιμιώτερον τυγχάνοντα. Πάντα μέντοι γε χρυσὸς τὰ κατὰ τὸν οἶκον γεγένηται, εἰς σύμβολον τοῦ τελειουμένου πάντως νοῦ πρὸς τὴν τῶν νοητῶν ἀκριβῆ ἀπόδειξιν. Ἐπεὶ δὲ παντάπασιν οὐκ ἔστιν βατὰ καὶ γνωστά, οἰκοδομεῖται καταπέτασμα τῆς αὐλῆς, τοῖς πολλοῖς τῶν ἱερέων καὶ λευϊτῶν οὐκ ἀποκαλυπτομένων τῶν ἐνδοτάτω. Ἄξιον δὲ ζητῆσαι πῶς ὡς μὲν βασιλεὺς Σαλομὼν καὶ οἰκοδομεῖν τὸν ναὸν λέγεται, ὡς δ' ἀρχιτέκτων ὃν ἔλαβεν ἀποστείλας ὁ Σαλομὼν «Χειρὰμ ἐκ Τύρου, υἱὸν γυναικὸς χήρας· καὶ οὗτος ἀπὸ τῆς φυλῆς Νεφθαλείμ, καὶ ὁ πατὴρ αὐτοῦ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς συνέσεως καὶ ἐπιγνώσεως, τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ, ὃς εἰσήχθη πρὸς τὸν βασιλέα Σαλομών, καὶ ἐποίησεν πάντα τὰ ἔργα».
But that this house may be firm, as far as possible, the joints are built into it throughout the whole house, five in height by the cubit, so that the ascent from perceptible things to what are called divine perceptions may be shown to be in height, directed toward the understanding of intelligible things. And the place called dabeir seems to be a region of more blessed stones, where the ark of the covenant of the Lord was, which was, so to speak, the handwriting of God, the tablets written by his finger. And the whole house is gilded: "For," it says, "he overlaid the whole house with gold, until the completion of the whole house." However, the two cherubim were in the dabeir, which those who render Hebrew matters into Hellenism have not been able to interpret properly. But some have called it a temple, more loosely, since it is more honorable than the temple. Yet all the things in the house became gold, as a symbol of the mind that is fully perfected for the accurate demonstration of intelligible things. And since they are not entirely accessible and knowable, a curtain of the court is built, since the innermost things are not revealed to the many of the priests and Levites. And it is worth inquiring how Solomon is said, as a king, both to build the temple, and, as an architect, the one whom Solomon sent for and received: "Hiram from Tyre, the son of a widow woman; and he was from the tribe of Naphtali, and his father was a Tyrian, a worker of bronze and filled with understanding and knowledge, to do every work in bronze, who was brought to King Solomon, and he did all the works."
Ἐφίστημι δὲ μήποτε ὁ μὲν Σαλομὼν εἰς τὸν πρωτότοκον πάσης κτίσεως λαμβάνεσθαι δύναται, ὁ δὲ Χειρὰμ εἰς ὃν ἀνείληφεν οὗτος ἄνθρωπον, ἀπὸ τῆς τῶν ἀνθρώπων συνοχῆς –Τύριοι γὰρ ἑρμηνεύονται «συνέχοντες»–τῇ φύσει τὸ γένος ἔχοντα, ὅστις πεπληρωμένος πάσης τέχνης καὶ συνέ σεως καὶ ἐπιγνώσεως εἰσήχθη, συνεργῶν τῷ πρωτοτόκῳ πάσης κτίσεως, ἵνα οἰκοδομήσῃ τὸν ναόν, ἐν ᾧ καὶ θυρίδες παρακυπτόμεναι κρυπταὶ κατασκευάζονται πρὸς τὸ τὰς ἐλλάμψεις τοῦ φωτὸς τοῦ θεοῦ σωτηρίως δυνηθῆναι χωρῆσαι, καὶ–τί με δεῖ λέγειν καθ' ἕκαστον; – ἵνα εὑρεθῇ τὸ σῶμα Χριστοῦ ἡ ἐκκλησία τὸν λόγον ἔχουσα τοῦ πνευματικοῦ οἴκου καὶ ναοῦ τοῦ θεοῦ. Ὡς γὰρ προεῖπον, τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης δεό μεθα σοφίας, χωρητῆς τυγχανούσης μόνῳ τῷ δυναμένῳ εἰπεῖν· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», ἵνα κατὰ τὸ βού λημα τοῦ οἰκονομήσαντος ταῦτα γραφῆναι πνευματικῶς ἐκλάβωμεν ἕκαστον τῶν εἰρημένων. Ἄλλως δὲ καὶ οὐ κατὰ τὸ παρόν ἐστιν ἀνάγνωσμα ἕκαστον τούτων ἀναπλῶσαι. Καὶ ταῦτα οὖν αὐτάρκη πρὸς τὸ ἰδεῖν πῶς «ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ». Ἄξιον δὲ μετὰ ταῦτα ἰδεῖν εἰ δυνατὸν τὰ ἱστορούμενα γεγονέναι κατὰ τὸν ναὸν συμβεβηκέναι ποτὲ ἢ συμβήσεσθαι περὶ τὸν πνευματικὸν οἶκον. Δόξει δὲ ὁ λόγος θλίβειν ἑκατέρωθεν· εἴτε γὰρ ἐροῦμεν οἷόν τε γενέσθαι ἢ γεγονέναι τι ἀνάλογον τοῖς κατὰ τὴν ἱστορίαν περὶ τὸν ναόν, δυσόκνως μετάπτωσιν τῶν τηλικούτων ἀγαθῶν παραδέξονται οἱ ἀκούοντες, πρῶτον μὲν διὰ τὸ μὴ βούλεσθαι, δεύτερον δὲ διὰ τὸ ἀπεμφαίνειν τροπὴν τῶν ἀγαθῶν ἔσεσθαι.
But I suspect that Solomon may be taken to mean the firstborn of all creation, and Hiram to mean the man whom this firstborn assumed from the human condition—for Tyrians are interpreted as "those who hold together"—having by nature the race, who, being filled with all skill and understanding and knowledge, was brought in to work together with the firstborn of all creation, in order to build the temple, in which also hidden windows looking out are constructed, so that the illuminations of the light of God may be able to be received savingly, and—why need I speak of each one?—so that the church, the body of Christ, may be found to have the account of the spiritual house and temple of God. For, as I said before, we need the wisdom hidden in a mystery, which is comprehensible only to the one who can say, "But we have the mind of Christ," so that according to the will of him who arranged for these things to be written we may understand each of the things said spiritually. But to unfold each of these in detail is not the task of the present reading. And these things are sufficient for seeing how "he was speaking about the temple of his body." After this it is worth seeing whether it is possible that the things recorded as having happened concerning the temple have ever happened or will happen concerning the spiritual house. But the argument will seem to press from both sides: for whether we say that something analogous to the things in the history concerning the temple could happen or has happened, those who hear will reluctantly accept a change of such great goods, first because they do not wish it, and second because it is incongruous that there should be a turning of goods.
Εἰ δὲ βουλόμενοι ἄτρεπτα τηρεῖν τὰ ἅπαξ δοθέντα τοῖς ἁγίοις ἀγαθὰ οὐκ ἐφαρμόσομεν τὰ τῆς ἱστορίας, δόξομεν ὅμοιόν τι τοῖς ἀπὸ τῶν αἱρέσεων ἐν τούτῳ ποιεῖν, τὴν συμφωνίαν τῆς διηγήσεως τῶν γραφῶν ἀρχῆθεν μέχρι τέλους μὴ φυλάττοντες. Εἰ μέντοι γε μὴ μέλλομεν γραωδῶς καὶ Ἰουδαϊκῶς τὰς παρὰ τοῖς προφήταις, μάλιστα δὲ τῷ Ἡσαΐᾳ, ἀναγεγραμ μένας ἐπαγγελίας νοεῖν ὡς ἐσομένας περὶ τὴν ἐπὶ γῆς Ἱερου σαλήμ, ἀνάγκη ἔτι, εἰ μετὰ τὴν αἰχμαλωσίαν καὶ τὴν κατα στροφὴν τοῦ ναοῦ λέγεταί τινα ἔνδοξα συμβεβῆσθαι εἰς οἰκο δομὴν τοῦ ναοῦ καὶ τὴν ἀποκατάστασιν τοῦ λαοῦ ἀπὸ τῆς αἰχμαλωσίας, λέγειν ἡμᾶς γεγονέναι τὸν ναὸν καὶ ᾐχμαλωτεῦσθαι τὸν λαόν, ἐπανελεύσεσθαι δὲ ἐπὶ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ καὶ οἰκοδομηθήσεσθαι τοῖς ἐντίμοις λίθοις τὴν Ἱερουσαλήμ. Οὐκ οἶδα δέ, εἰ μακραῖς χρόνων περιόδοις ἀνακυκλουμέναις τὰ παραπλήσια πάλιν δυνατὸν γενέσθαι ὡς ἐπὶ τὸ χεῖρον. Ἔχει δὲ τὰ τῶν ἐπαγγελιῶν ἐν τῷ Ἡσαΐᾳ οὕτως·
But if, wishing to keep unchanged the good things once given to the saints, we do not apply the things of history, we will seem to do something similar to those from the heresies in this respect, not preserving the harmony of the narrative of the Scriptures from beginning to end. If, however, we are not going to understand in an old-womanish and Jewish way the promises recorded in the prophets, and especially in Isaiah, as going to happen concerning the earthly Jerusalem, it is necessary—if after the captivity and the destruction of the temple certain glorious things are said to have happened for the building of the temple and the restoration of the people from captivity—that we say the temple came to be and the people was taken captive, and that they would return to Judea and Jerusalem and that Jerusalem would be built with precious stones. But I do not know whether, with long cycles of times recurring, similar things can again happen, as for the worse. And the matters of the promises in Isaiah are as follows:
«Ἰδού, ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου, καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ.» Καὶ μετ' ὀλίγα πρὸς τὴν αὐτὴν Ἱερουσαλήμ· «Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσουσι τὸν τόπον τὸν ἅγιόν μου. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων καὶ παροξυνάντων σε· καὶ κληθήσῃ πόλις κυρίου, Σιὼν ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος σῴζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ἰσραήλ. Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. Καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιο σύνῃ. Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθή σεται σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου γλύμμα. Καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελή νης φωτιεῖ σοι τὴν νύκτα· ἀλλ' ἔσται σοι Χριστὸς φῶς αἰώνιον, καὶ ὁ θεὸς δόξα σοι. Οὐ γὰρ δύσεταί σοι ὁ ἥλιος, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει·
Behold, I will prepare for you coal as your stone, and your foundations of sapphire, and I will make your battlements of jasper, and your gates of crystal stones, and your surrounding wall of choice stones, and all your sons taught of God, and your children in great peace, and you shall be built in righteousness." And shortly after, to the same Jerusalem: "And the glory of Lebanon shall come to you with cypress and pine and cedar; together they shall glorify my holy place. And sons of those who humbled and provoked you shall come to you in fear; and you shall be called the city of the Lord, the holy Zion of Israel, because you have become forsaken and hated, and there was no one to help; and I will make you an eternal exultation, a gladness for generations of generations. And you shall suck the milk of the nations, and you shall eat the wealth of kings, and you shall know that I am the Lord who saves you and delivers you, the God of Israel. And instead of bronze I will bring you gold, and instead of iron I will bring you silver, and instead of wood I will bring you bronze, and instead of stones iron. And I will give your rulers in peace, and your overseers in righteousness. And injustice shall no longer be heard in your land, nor destruction and misery in your borders, but your walls shall be called salvation, and your gates a carving. And the sun shall no longer be for you a light by day, nor shall the rising of the moon give you light by night; but Christ shall be for you an eternal light, and God shall be your glory. For the sun shall not set for you, and the moon shall not fail you;
ἔσται γὰρ κύριός σοι φῶς αἰώνιον, καὶ πληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.» Ταῦτα γὰρ σαφῶς περὶ τοῦ μέλλοντος αἰῶνος προφη τεύεται τοῖς ἐν αἰχμαλωσίᾳ οὖσιν υἱοῖς Ἰσραήλ, ἐφ' οὓς ἦλθεν ἀποσταλεὶς ὁ λέγων· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Εἰ δὲ αἰχμάλωτοι ὄντες ταῦτα ἐν τῇ πατρίδι αὐτῶν ἀπολήψονται, ὅτε καὶ προσήλυτοι προσελεύσονται αὐτοῖς διὰ τοῦ Χριστοῦ καὶ ἐπ' αὐτοὺς καταφεύξονται, κατὰ τὸ λεγόμενον· «Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ καὶ ἐπὶ σὲ καταφεύξονται», δῆλον ὅτι περὶ τὸν ναὸν τυγχάνοντές ποτε οἱ αἰχμαλωτευθέντες καὶ πάλιν ἐκεῖσε ἐπανελεύσονται ἀνοικοδομηθησόμενοι, τιμιώ τατοι γεγενημένοι λίθων· νικῶν γάρ τις καὶ παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει ἐπαγγελίαν ἔχει στύλος ἔσεσθαι ἐν τῷ ναῷ τοῦ θεοῦ, μὴ ἐξελευσόμενος ἔξω. Ταῦτα δέ μοι πάντα εἴρηται ὑπὲρ τοῦ κἂν ἐν βραχείᾳ περινοίᾳ γενέσθαι ἡμᾶς τῶν κατὰ τὸν ναὸν καὶ τὸν οἶκον τοῦ θεοῦ καὶ τὴν ἐκκλησίαν καὶ τὴν Ἱερουσαλὴμ πραγμάτων, «περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος». Τὴν δὲ ἀκριβεστάτην καὶ μέχρι τοῦ τυχόντος περὶ ταῦτα ἐπιμελῆ ἐξέτασιν ποιητέον τοῖς μὴ ἀπαυδῶσιν πρὸς τοὺς ἐν τῷ ἐντυγχάνειν ταῖς προφητείαις καὶ ζητεῖν τὸν ἐν αὐταῖς πνευματικὸν νοῦν καμάτους. Καὶ ταῦτα μὲν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
For "the Lord will be for you an eternal light, and the days of your mourning will be fulfilled." For these things are clearly prophesied concerning the age to come to the sons of Israel who are in captivity, to whom he came who was sent, saying, "I was not sent except to the lost sheep of the house of Israel." But if, being captives, they will receive these things in their own homeland, when also proselytes will come to them through the Christ and will take refuge with them, according to what is said: "Behold, proselytes will come to you through me and will take refuge with you," it is clear that those who were once taken captive, being at the temple, will return there again to be rebuilt, having become more precious than stones. For anyone who conquers has, in John's Revelation too, the promise that he will be a pillar in the temple of God, not going out. All these things have been said by me so that we might come, even in brief reflection, to an understanding of the matters concerning the temple and the house of God and the church and Jerusalem, "concerning which it is not possible now to speak in detail." But the most exact and, to the extent possible, careful examination of these matters must be made by those who do not grow weary of the labors involved in encountering the prophecies and seeking the spiritual meaning in them. And this, then, is what concerns the temple of his body.
Ἐπεὶ δὲ «ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς» ἐκδεκτέον, ὡς κατὰ τὴν λέξιν, ὅτι οἱ μαθηταὶ μετὰ τὸ ἐγηγέρθαι ἐκ νεκρῶν τὸν κύριον συνῆκαν τὰ περὶ τοῦ ναοῦ εἰρημένα ἀναφέρεσθαι εἰς τὸ πάθος αὐτοῦ καὶ τὴν ἀνάστασιν, ὑπομνησθέντες ὅτι τὸ «Ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν» τὴν ἀνάστασιν ἐδήλου, ὅτε «καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς», πρότερον οὐ μεμαρτυρημένοι πεπιστευκέναι τῇ γραφῇ οὐδὲ τῷ λόγῳ τούτῳ, ὃν εἶπεν ὁ Ἰησοῦς· κυρίως γὰρ πίστις ἐστὶν κατὰ τὸ βάπτισμα τοῦ ὅλῃ ψυχῇ παραδεχομένου τὸ πιστευόμενον. Ὡς δὲ πρὸς τὴν ἀναγωγήν, ἐπεὶ προείρηται ἡμῖν ἡ ἐκ νεκρῶν ἀνάστασις τοῦ παντὸς τοῦ κυρίου σώματος, εἰδέναι χρὴ ὅτι οἱ μαθηταὶ ὑπομνησθέντες διὰ τῶν ἀποτελεσμάτων τῆς, ὅτε ἦσαν ἐν τῷ βίῳ, μὴ ἠκριβωμένης αὐτοῖς γραφῆς, ὑπὸ ὄψιν γινομένης καὶ φανερουμένης τίνων ἐπουρανίων ὑπόδειγμα καὶ σκιὰ ἐτύγχανε, πιστεύουσιν οἷς πρότερον οὐκ ἐπίστευον καὶ τῷ λόγῳ τοῦ Ἰησοῦ, ὃν πρὸ τῆς ἀναστάσεως, ὡς ἐβούλετο ὁ λέγων, οὐ συνίεσαν. Πῶς γὰρ δύναταί τις πιστεύειν κυρίως λέγεσθαι τῇ γραφῇ τὸν ἐν αὐτῇ τοῦ
Since, when he was raised from the dead, his disciples remembered that he said this, and they believed the Scripture and the word that Jesus spoke, it must be understood, according to the literal sense, that after the Lord had been raised from the dead the disciples grasped that what had been said about the temple referred to his passion and resurrection, being reminded that "In three days I will raise it up" signified the resurrection, when "they also believed the Scripture and the word that Jesus spoke," though previously they had not been shown to have believed either the Scripture or this word that Jesus spoke. For in the proper sense faith is, in relation to baptism, that of one who receives with his whole soul what is believed. But as regards the spiritual interpretation, since we have previously spoken of the resurrection from the dead of the whole body of the Lord, it must be known that the disciples, being reminded through the outcomes of the Scripture—which, when they were in this life, had not been made precise for them, but was coming into view and being made manifest as a pattern and shadow of certain heavenly things—believe what they did not believe before, and the word of Jesus, which before the resurrection they did not understand, as the speaker intended. For how can anyone believe that it is said in the proper sense of the Scripture that the
ἁγίου πνεύματος νοῦν μὴ θεωρῶν, ὃν πιστεύεσθαι μᾶλλον ὁ θεὸς βούλεται ἢ τὸ τοῦ γράμματος θέλημα; Κατὰ τοῦτο λεκτέον μηδένα τῶν κατὰ σάρκα περι πατούντων πιστεύειν τοῖς πνευματικοῖς τοῦ νόμου, οἷς μηδὲ τὴν ἀρχὴν φαντάζεται. Πλήν φασι μακαριωτέρους εἶναι τοὺς μὴ ἰδόντας καὶ πιστεύσαντας τῶν ἑωρακότων καὶ πεπιστευκότων, παρεκδεξάμενοι τὸ ἐν τῷ κατὰ Ἰωάννην ἐπὶ τέλει εἰρημένον πρὸς τὸν Θωμᾶν ὑπὸ τοῦ κυρίου· «Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύ σαντες.» Οὐ γὰρ ἔστιν μακαριωτέρους εἶναι τοὺς μὴ ἰδόντας καὶ πιστεύσαντας τῶν ἑωρακότων καὶ πεπιστευ κότων. Κατὰ γοῦν τὴν ἐκδοχὴν αὐτῶν τῶν ἀποστόλων μακαριώτεροι οἱ μετὰ τοὺς ἀποστόλους εἰσίν, ὅπερ ἐστὶ πάν των ἠλιθιώτατον. Ἰδεῖν δὲ τῷ νῷ τὰ πιστευόμενα δεῖ τὸν ἐσόμενον μακάριον ὡς οἱ ἀπόστολοι, δυνηθέντα ἀκούειν τὸ «Μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν» καὶ τὸ «Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύ μησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.» Ἀγαπητὸν δὲ καὶ τὸν ὑποδεέστερον λαβεῖν μακαρισμὸν λέγοντα· «Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.» Πῶς δὲ οὐ μακαριώτεροι οἱ ὀφθαλμοὶ οἱ ὑπὸ τοῦ Ἰησοῦ μακαριζόμενοι ἐπὶ τοῖς τεθεωρημένοις τῶν μὴ φθασάντων ἐπὶ τὴν τῶν τοιούτων θέαν; Ὁ δὲ Συμεὼν ἀγαπᾷ εἰς τὰς ἀγκάλας λαβὼν τὸ σωτήριον τοῦ θεοῦ, καὶ θεασάμενος αὐτὸ εἶπεν· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου.» Διόπερ φιλοτιμητέον ἀνοίγειν τοὺς ὀφθαλμοὺς κατὰ τὸν Σαλομῶντα, ἵνα ἄρτων ἐμπλησθῶμεν· φησὶ γάρ·
without contemplating the meaning of the Holy Spirit, which God wishes to be believed rather than the will of the letter? In this regard it must be said that none of those who walk according to the flesh believe the spiritual things of the law, which they do not even imagine at the outset. However, they say that those who have not seen and have believed are more blessed than those who have seen and believed, misinterpreting what was said at the end of the Gospel according to John by the Lord to Thomas: "Blessed are those who have not seen and have believed." For it is not possible that those who have not seen and have believed are more blessed than those who have seen and believed. At any rate, according to their own interpretation of the apostles, those after the apostles are more blessed, which is the most foolish thing of all. But the one who is to be blessed as the apostles were must see with the mind the things that are believed, having been able to hear, "Blessed are your eyes because they see and your ears because they hear," and "Many prophets and righteous men desired to see what you see and did not see, and to hear what you hear and did not hear." But it is also to be welcomed to receive the lesser beatitude that says: "Blessed are those who have not seen and have believed." But how are the eyes that are blessed by Jesus not more blessed for the things they have contemplated than those who have not attained to the sight of such things? And Simeon loves, having taken the salvation of God into his arms, and having beheld it, he said: "Now you dismiss your servant, Master, according to your word in peace, because my eyes have seen your salvation." Therefore one must strive to open the eyes, according to Solomon, so that we may be filled with bread; for he says:
«Δι άνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων.» Καὶ ταῦτά μοι διὰ τὸ «Ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς» εἰρήσθω, ἵνα τὸ τέλειον τῆς πίστεως ἐκ τῶν περὶ πίστεως ἐξητασμένων καταλάβωμεν ἡμῖν δοθήσε σθαι ἐν τῇ μεγάλῃ ἐκ νεκρῶν ἀναστάσει τοῦ παντὸς Ἰησοῦ σώματος, τῆς ἁγίας ἐκκλησίας αὐτοῦ. Ὅπερ γὰρ ἐπὶ γνώσεως εἴρηται· «Ἄρτι γινώσκω ἐκ μέρους», τόδε καὶ ἐπὶ παντὸς καλοῦ ἀκόλουθον οἶμαι λέγειν· ἓν δὲ τῶν ἄλλων ἡ πίστις. Διόπερ ἄρτι πιστεύω ἐκ μέρους· «ὅταν δὲ ἔλθῃ τὸ τέλειον» τῆς πίστεως «τὸ ἐκ μέρους καταργηθή σεται», τῆς διὰ εἴδους πίστεως πολλῷ διαφερούσης τῆς, ἵν' οὕτως εἴπω, «δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι», ὁμοίως τῇ νῦν γνώσει πίστεως. Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευσεν αὑτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ. Ζητήσαι τις ἂν πῶς τοῖς μεμαρτυρη μένοις πιστεύειν ἑαυτὸν οὐκ ἐπίστευεν ὁ Ἰησοῦς. Λεκτέον δὲ πρὸς τοῦτο, ὅτι οὐχὶ τοῖς πιστεύουσιν «εἰς αὐτὸν» οὐ πιστεύει ἑαυτὸν ὁ Ἰησοῦς, ἀλλὰ τοῖς πιστεύουσιν «εἰς τὸ ὄνομα αὐτοῦ»· διαφέρει γὰρ τὸ πιστεύειν εἰς αὐτὸν τοῦ πιστεύειν εἰς τὸ ὄνομα αὐτοῦ. Ὁ γοῦν διὰ πίστιν μὴ κριθησόμενος τῷ «εἰς αὐτὸν» πιστεύειν οὐ κρίνεται, οὐχὶ δὲ «εἰς τὸ ὄνομα αὐτοῦ»· φησὶ γὰρ ὁ κύριος· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ κρί νεται», οὐχὶ δὲ «Ὁ πιστεύων εἰς τὸ ὄνομά μου οὐ κρί νεται». Οὐκέτι δέ φησιν·
"Open your eyes and be filled with bread." And let these things be said by me because of "They believed the scripture and the word which Jesus spoke," so that we may understand that the perfection of faith, from the things examined concerning faith, will be given to us in the great resurrection from the dead of the whole body of Jesus, his holy church. For what was said concerning knowledge—"Now I know in part"—I think follows likewise for every good thing; and faith is one of the others. Therefore now I believe in part; "but when the perfect" of faith "comes, that which is in part will be done away," the faith through sight being far superior to that, so to speak, "through a mirror and in a riddle," just as the present knowledge is to faith. And as he was in Jerusalem at the Passover, at the feast, many believed in his name, beholding the signs which he was doing. But Jesus himself did not entrust himself to them, because he knew all men and because he had no need that anyone should testify concerning man; for he himself knew what was in man. One might ask how Jesus did not entrust himself to those who had borne witness. To this it must be said that Jesus does not fail to entrust himself to those who believe "in him," but to those who believe "in his name"; for believing in him differs from believing in his name. At any rate, the one who because of faith will not be judged, by believing "in him," is not judged—but not by believing "in his name"; for the Lord says, "The one who believes in me is not judged," but not "The one who believes in my name is not judged." And no longer does he say:
«Ὁ πιστεύων εἰς ἐμὲ ἤδη κέκριται»· τάχα γὰρ ὁ πιστεύων εἰς τὸ ὄνομα αὐτοῦ πιστεύει μέν, διόπερ οὔκ ἐστιν ἄξιος ἤδη κεκρίσθαι, ἐλάττων δέ ἐστιν τοῦ πιστεύοντος εἰς αὐτόν. Διὰ τοῦτο τῷ πιστεύοντι εἰς τὸ ὄνομα αὐτοῦ ἑαυτὸν οὐ πιστεύει ὁ Ἰησοῦς. Αὐτοῦ τοίνυν μᾶλλον ἢ τοῦ ὀνόματος αὐτοῦ ἔχεσθαι δεῖ, ἵνα μὴ τῷ ὀνόματι αὐτοῦ δυνάμεις ποιοῦντες ἀκούσωμεν τὰ ἐπὶ τῷ ὀνόματι μόνῳ καυχησαμένων αὐτοῦ εἰρημένα. Ἀλλὰ θαρρήσωμεν μιμηταὶ τοῦ Παύλου γινόμενοι εἰπεῖν· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ.» Παρατηρητέον δὲ καὶ τοῦτο, ὅτι ἀνωτέρω μέν· «Ἐγγύς, φησίν, ἦν τὸ πάσχα τῶν Ἰουδαίων», ἐνθάδε δὲ οὐκ ἐν τῷ πάσχα τῶν Ἰουδαίων, ἀλλ' ἐν τῷ πάσχα ἐν Ἱεροσολύμοις ἦν ὁ Ἰησοῦς· κἀκεῖ μὲν ὅτε Ἰουδαίων λέγεταιτὸ πάσχα, οὐκ εἴρηται
ἑορτή· ἐνθάδε δὲ ὁ Ἰησοῦς ἀναγέ γραπται εἶναι ἐν τῇ ἑορτῇ· ἐν τοῖς Ἱεροσολύμοις γὰρ τυγχά νων ἐν πάσχα καὶ ἑορτῇ ἦν, πολλῶν πιστευόντων κἂν εἰς τὸ ὄνομα αὐτοῦ. Καὶ παρατηρητέον γε ὅτι πολλοὶ οὐκ «εἰς αὐτόν», ἀλλ' «εἰς τὸ ὄνομα αὐτοῦ» πιστεύειν λέγονται. Οἱ δὲ εἰς αὐτὸν πιστεύοντες οἱ τὴν στενὴν καὶ τεθλιμμένην εἰσὶν ὁδεύοντες, ἀπάγουσαν εἰς τὴν ζωήν, ὅσον ὑπὸ τῶν ὀλίγων εὑρισκομένην. Δυνατὸν μέντοι γε πολλοὺς τῶν εἰς τὸ ὄνομα αὐτοῦ πιστευόντων ἀνακλιθῆναι μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐπεὶ «πολλοὶ ἀπ' ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν», τυγχανούσῃ οἰκίᾳ τοῦ πατρός, ἐν ᾗ πολλαὶ μοναί εἰσιν.
“The one who believes in me has already been judged.” For perhaps the one who believes in his name does believe, and for that reason is not worthy to have been judged already, but is less than the one who believes in him. For this reason Jesus does not entrust himself to the one who believes in his name. One must therefore cling to him rather than to his name, so that we do not, by performing powers in his name, hear what was said to those who boasted in his name alone. But let us take courage, becoming imitators of Paul, and say: “I can do all things in Christ Jesus who strengthens me.” And this too must be observed: above it says, “The Passover of the Jews was near,” but here Jesus was not at the Passover of the Jews but at the Passover in Jerusalem; and there, when the Passover is called that of the Jews, it is not said to be a feast; but here Jesus is recorded as being at the feast; for being in Jerusalem at the Passover, he was also at the feast, since many were believing, if only in his name. And indeed it must be observed that many are said to believe not “in him” but “in his name.” But those who believe in him are those walking the narrow and pressed road that leads to life, inasmuch as it is found by the few. Yet it is possible that many of those who believe in his name will recline with Abraham and Isaac and Jacob in the kingdom of heaven, since “many will come from the east and the west and will recline with Abraham and Isaac and Jacob in the kingdom of heaven,” which is the Father’s house, in which there are many dwellings.
Καὶ τοῦτο δὲ τηρητέον, ὅτι πολλοὶ πιστεύοντες εἰς τὸ ὄνομα αὐτοῦ, οὐχ ὡς Ἀνδρέας καὶ Πέτρος καὶ Ναθαναὴλ καὶ Φίλιππος πιστεύουσιν, ἀλλὰ τῇ μαρτυρίᾳ Ἰωάννου πείθονται λέγοντος· «Ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ», ἢ τῷ ὑπ' Ἀνδρέου εὑρεθέντι Χριστῷ, ἢ τῷ εἰπόντι τῷ Φιλίππῳ Ἰησοῦ· «Ἀκολούθει μοι», ἢ τῷ φάσκοντι Φιλίππῳ· «Ὃν ἔγραψεν Μωσῆς καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφτὸν ἀπὸ Ναζαρέτ.» Οὗτοι δὲ «ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει»· καὶ κατὰ σημεῖα πιστεύουσιν οὐκ εἰς αὐτὸν ἀλλ' εἰς τὸ ὄνομα αὐτοῦ, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, πάντας γινώ σκων, καὶ μὴ χρείαν ἔχων ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου, τῷ γινώσκειν τί ἐστιν ἐν ἑκάστῳ τῶν ἀνθρώπων. Τῷ δὲ «Οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυ ρήσῃ περὶ ἀνθρώπου» εὐκαίρως χρηστέον εἰς παράστασιν τοῦ υἱοῦ τοῦ θεοῦ ἀφ' ἑαυτοῦ δυναμένου θεωρεῖν περὶ ἑκάστου τῶν ἀνθρώπων, καὶ μηδαμῶς μαρτυρίου δεῖσθαι τοῦ ἀπό τινος. Τὸ δὲ «Οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου» ἀντιδιασταλτέον πρὸς τὸ «Οὐ χρείαν ἔχει ἵνα τις μαρτυρήσῃ περί τινος». Εἰ μὲν γὰρ τὸ «ἀνθρώπου» λαμβάνοιμεν ἐπὶ παντὸς τοῦ κατ' εἰκόνα θεοῦ ἢ παντὸς λογικοῦ, οὐ χρείαν ἕξει ἵνα τις μαρτυρήσῃ περὶ αὐτοῦ, περὶ οὗ δήποτε τῶν λογικῶν, ἀφ' ἑαυτοῦ γινώσκων τοὺς πάντας κατὰ τὴν δεδομένην αὐτῷ δύναμιν ἀπὸ τοῦ πατρός. Εἰ δὲ τὸ «ἀνθρώπου» τηρήσαιμεν ἐπὶ τοῦ θνητοῦ λογικοῦ ζῴου μόνου, ὁ μέν τις ἐρεῖ χρείαν ἔχειν αὐτόν, ἵνα τις μαρτυρήσῃ περὶ τῶν ὑπὲρ τὸν ἄνθρωπον, οὐδὲ ἀρκοῦντα ὁμοίως τοῖς ἀνθρωπίνοις γινώσκειν καὶ τὰ περὶ ἐκείνων.
And this too must be observed, that many who believe in his name do not believe as Andrew and Peter and Nathanael and Philip believed, but are persuaded by the testimony of John when he says, "Behold, the Lamb of God," or by the Christ found by Andrew, or by Jesus when he said to Philip, "Follow me," or by Philip when he declares, "We have found him of whom Moses wrote and the prophets, Jesus the son of Joseph from Nazareth." But these "believed in his name, seeing his signs which he was doing"; and since they believe on account of signs, not in him but in his name, Jesus did not entrust himself to them, knowing all, and not needing that anyone should testify concerning man, because he knows what is in each of men. And the phrase "He had no need that anyone should testify concerning man" should be used opportunely to demonstrate that the Son of God is able of himself to see concerning each of men, and in no way needs the testimony of anyone. But the phrase "He had no need that anyone should testify concerning man" must be contrasted with "He has no need that anyone should testify concerning anything." For if we take "man" to mean every being according to the image of God or every rational being, he will have no need that anyone should testify concerning him, concerning any rational being whatsoever, knowing all things of himself according to the power given to him from the Father. But if we keep "man" for the mortal rational living being alone, one will say that he has need that someone should testify concerning beings above man, since he does not know the things concerning them sufficiently in the same way as human things.
Ἄλλος δέ τις φήσει τὸν κενώσαντα ἑαυτὸν μὴ χρείαν ἔχειν ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου, χρείαν δὲ ἔχειν περὶ τῶν κρειττόνων ἢ κατὰ ἄνθρωπον. Καὶ τοῦτο δὲ ζητητέον, πόσα σημεῖα αὐτοῦ θεωροῦντες οἱ πολλοὶ ἐπίστευον εἰς αὐτόν· οὐ γὰρ ἀναγέ γραπται σημεῖα πεποιηκέναι ἐν Ἱεροσολύμοις, εἰ μὴ ἄρα γεγένηται μὲν σημεῖα, οὐκ ἀναγέγραπται δέ· σκόπει δὲ εἰ δυνατὸν εἰς σημεῖα λογισθῆναι τὸ πεποιηκέναι φραγέλλιον ἐκ σχοινίων, καὶ πάντας ἐκβεβληκέναι τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν τὰ κέρματα ἐκκεχυκέναι, καὶ τὰς τραπέζας ἀνατετραφέναι. Πρὸς μέντοι γε τοὺς ὑπονοήσαντας ἂν περὶ μόνων ἀνθρώπων μὴ χρείαν ἔχειν αὐτὸν μαρτύρων, λεκτέον ὅτι δύο αὐτῷ ὁ εὐαγγελιστὴς μεμαρτύρηκε, τό τε γινώσκειν πάντας, καὶ τὸ μὴ χρείαν ἔχειν, ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου. Εἰ γὰρ πάντας ἐγίνωσκεν, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ τὰ ὑπὲρ τὸν ἄνθρωπον ἐγίνωσκεν, καὶ πάντας τοὺς ἔξω τοιού των σωμάτων· ἐγίνωσκέν τε τί ἦν ἐν τῷ ἀνθρώπῳ, ἅτε μείζων τυγχάνων τῶν ἐν τῷ προφητεύειν ἐλεγχόντων καὶ κρινόντων, καὶ τὰ κρυπτὰ τῆς καρδίας εἰς φανερὸν ἀγόντων πάντων ὧν τὸ πνεῦμα ὑποβάλλει αὐτοῖς. Δύναται δὲ τὸ «Ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ» λαμβά νεσθαι καὶ ἐπὶ τῶν ἐνεργουσῶν δυνάμεων χειρόνων ἢ κρειττόνων ἐν ἀνθρώποις. Εἰ μὲν γὰρ δίδωσίν τις «τόπον τῷ διαβόλῳ», εἰσέρχεται εἰς αὐτὸν ὁ σατανᾶς, ὥσπερ ἔδωκεν Ἰούδας, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ, ἵνα παραδῷ τὸν Ἰησοῦν· διὸ καὶ «μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς». Εἰ δὲ δίδωσιν
But someone else will say that he who emptied himself has no need for anyone to testify concerning a man, but does have need concerning beings better than man. And this too must be investigated: how many signs of his did the many observe when they believed in him? For it is not recorded that he performed signs in Jerusalem, unless perhaps signs did occur but were not recorded. Consider whether it is possible for the making of a whip from cords, and the driving of all out of the temple, both the sheep and the oxen, and the pouring out of the money-changers' coins, and the overturning of the tables, to be reckoned among signs. However, against those who might suspect that he had no need of witnesses concerning men only, it must be said that the evangelist has testified two things about him: both that he knew all things, and that he had no need for anyone to testify concerning a man. For if he knew all things, he knew not only men but also beings above man, and all those outside such bodies; and he knew what was in man, since he is greater than those who in prophesying expose and judge what is in men, and bring the hidden things of the heart into the open, of all the things that the spirit suggests to them. But the phrase "He knew what was in man" can be understood also with reference to the powers, worse or better, that work in men. For if someone "gives place to the devil," Satan enters into him, as Judas gave place, when the devil had put it into his heart to betray Jesus; therefore also "after the morsel Satan entered into him." But if he gives
τόπον τῷ θεῷ, μακά ριος γίνεται· μακάριος γὰρ οὗ ἐστιν ἀντίλημψις αὐτῷ παρὰ τοῦ θεοῦ καὶ ἀνάβασις ἐν τῇ καρδίᾳ αὐτοῦ ἀπὸ τοῦ θεοῦ. Γινώσκει οὖν τί ἦν ἐν τῷ ἀνθρώπῳ ὁ γινώσκων πάντα υἱὸς τοῦ θεοῦ. Ἤδη δὲ τὴν αὐτάρκη περιγραφὴν εἰληφότος καὶ τοῦ δεκάτου τόμου, ἐνταῦθά που καταπαύσομεν τὸ βιβλίον. 13. ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ ΤΟΜΟΣ ΙΓʹ Ἴσως μὲν ἂν ἔδοξέν σοι, φιλοθεώτατε καὶ εὐσεβέστατε Ἀμβρόσιε, τὸν περὶ τῆς Σαμαρείτιδος λόγον μὴ διακοπῆναι, ὥστε μέρος μέν τι αὐτοῦ εἶναι ἐν τῷ δωδεκάτῳ τόμῳ, τὰ δὲ ἑξῆς ἐν τῷ τρισκαιδεκάτῳ. Ἀλλ' ἐπεὶ ἑωρῶμεν αὐτάρκη περιγραφὴν εἰληφέναι τὸν δωδέκατον τῶν ἐξηγητικῶν, ἔδοξεν ἡμῖν καταλῆξαι εἰς τὸν τῆς Σαμαρείτιδος λόγον περὶ τοῦ λεγομένου ὑπ' αὐτῆς φρέατος, ὡς ὁ Ἰακὼβ ἔδωκεν αὐτὸ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ, ἵνα ἀρξώμεθα τοῦ τρισκαιδεκάτου ἀπὸ τῆς ἀποκρίσεως τοῦ κυρίου ἡμῶν πρὸς αὐτήν. 13.1.ν Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται πηγὴ ἐν αὐτῷ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Δεύτερον τοῦτο ἀποκρίνεται πρὸς τὴν Σαμαρεῖτιν ὁ Ἰησοῦς, πρότερον μὲν λέγων· «Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν», καὶ νῦν ὡς προτρέπων αὐτὴν ἐπὶ τὸ αἰτῆσαι τὸ ζῶν ὕδωρ λέγει τὰ ἐκκείμενα. Καὶ ἐπὶ μὲν τῷ προτέρῳ οὐκ εἶπεν, ἀλλὰ ἐπαπορεῖ περὶ τῆς συγκρίσεως τῶν ὑδάτων ἡ Σαμαρεῖτις·
a place with God, he becomes blessed; for blessed is he whose help is in God and whose ascent is in his heart from God. Therefore the Son of God, who knows all things, knows what was in the man. And since the tenth volume has already received a sufficient conclusion, here at this point we shall bring the book to an end. 13. Of the Explanatory Commentaries on the Gospel according to John, Volume Thirteen. Perhaps, most God-loving and most pious Ambrose, it might have seemed to you that the discourse concerning the Samaritan woman should not be interrupted, so that some part of it would be in the twelfth volume and the rest in the thirteenth. But since we saw that the twelfth of the commentaries had received a sufficient conclusion, it seemed good to us to end at the discourse concerning the Samaritan woman, about the well of which she spoke, how Jacob gave it and he himself drank from it, and his sons and his cattle, so that we might begin the thirteenth from the answer of our Lord to her. 13.1. Jesus answered and said to her: Everyone who drinks of this water will thirst again; but whoever drinks of the water that I shall give him, it will become in him a spring of water leaping up to eternal life. This is the second answer Jesus gives to the Samaritan woman, whereas previously he said: "If you knew the gift of God and who it is that says to you, Give me a drink, you would have asked him and he would have given you living water," and now, as it were urging her to ask for the living water, he speaks the words set before us. And to the former he did not say this, but the Samaritan woman asks further about the comparison of the waters;
μετὰ δὲ τὴν δευτέραν ἀπόκρισιν τοῦ κυρίου παραδεξαμένη τὰ εἰρη μένα φησί· «Δός μοι τοῦτο τὸ ὕδωρ.» Τάχα γὰρ δόγμα τί ἐστιν μηδένα λαμβάνειν θείαν δωρεὰν τῶν μὴ αἰτούντων αὐτήν. Καὶ αὐτὸν γοῦν τὸν σωτῆρα διὰ τοῦ ψαλμοῦ προτρέπει αἰτεῖν ὁ πατὴρ ἵνα αὐτῷ δωρήσηται, ὡς αὐτὸς ἡμᾶς διδάσκει ὁ υἱὸς λέγων· «Κύριος εἶπεν πρὸς μέ· Υἱός μου εἶ σύ· αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς»· καὶ ὁ σωτήρ φησιν· «Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν»· «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει.» Πεί θεται μέντοι γε ἡ Σαμαρεῖτις αἰτῆσαι τὸν Ἰησοῦν ὕδωρ, εἰκών, ὡς προείπομεν, τυγχάνουσα γνώμης ἑτεροδοξούντων περὶ τὰς θείας ἀσχολουμένων γραφάς, ὅτε ἀκούει περὶ τῆς συγκρίσεως ἀμφοτέρων τῶν ὑδάτων. Καὶ ὅρα ἐξ ὧν ἐπεπόνθει πῶς πίνουσα ἐκ τοῦ νομιζομένου αὐτῇ βαθέος εἶναι φρέατος οὐκ ἀνεπαύετο, οὐδὲ τῆς δίψης ἀπηλλάττετο. Ἴδωμεν οὖν τί σημαίνεται ἐκ τοῦ «Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν.» Ἔστιν δὲ ἐκ τῆς «διψῆν» φωνῆς καὶ ἐκ τῆς «πεινῆν» κατὰ τὸ σωματικὸν δύο σημαινόμενα· ἓν μὲν καθ' ὃ δεόμεθα τροφῆς, κενωθέντες καὶ ὀρεγόμενοι αὐτῆς, ἢ πότου ὑπὸ τοῦ ὑγροῦ ἡμῖν ἐπιλείποντος· ἕτερον δὲ καθ' ὃ πολλάκις οἱ πένητες καὶ ἐν ἀπο ρίᾳ ὄντες τῶν ἐπιτηδείων φασὶν κεκορεσμένοι τὸ πεινῆν ἢ διψῆν. Καὶ μαρτύριόν γε τοῦ μὲν πρώτου ἐν τῇ Ἐξόδῳ, ὅτε ἀποροῦντες τροφῶν «τῇ ἐννεακαιδεκάτῃ ἡμέρᾳ, τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου, διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωσῆν καὶ Ἀαρών. Καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ·
After the Lord's second answer, having accepted what was said, she says, "Give me this water." For perhaps it is a doctrine that no one receives a divine gift unless he asks for it. Indeed, the Father even urges the Savior himself through the psalm to ask, so that he may grant it to him, as the Son himself teaches us, saying: "The Lord said to me: You are my son; ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession"; and the Savior says: "Ask, and it will be given to you"; "for everyone who asks receives." The Samaritan woman, however, is persuaded to ask Jesus for water—being, as we said before, an image of the mind of those who hold heterodox opinions and are occupied with the divine Scriptures—when she hears about the comparison of the two waters. And observe, from the things she had suffered, how, drinking from the well she supposed to be deep, she was not refreshed, nor was she freed from her thirst. Let us see, then, what is signified by "Everyone who drinks of this water will thirst again." Now from the words "to thirst" and "to hunger" there are two meanings according to the bodily sense: one, according to which we need food, having been emptied and desiring it, or drink when the moisture fails us; the other, according to which the poor, often being in want of necessities, say they hunger or thirst even when they are filled. And there is testimony of the first in Exodus, when, being in want of food, "on the nineteenth day, in the second month, after they had come out of the land of Egypt, the whole congregation of the sons of Israel grumbled against Moses and Aaron. And the sons of Israel said to them:"
Ὄφελον ἀπεθάνομενπληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν, ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖ ναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. Εἶπεν δὲ κύριος πρὸς Μωσῆν· Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ». Πεινώντων γὰρ καὶ ἀπορούντων τῆς ἀναγκαίας τροφῆς ὅσον ἐπὶ † οἱ λόγοι. Ἀλλὰ καὶ ὕδατος ἀποροῦντες καὶ διψῶντες διεγόγγυζον κατὰ Μωσέως· «Τί πιόμεθα;» ὅτε «ἐβόησεν Μωσῆς πρὸς κύριον, καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέ βαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ». Καὶ μετ' ὀλίγα, ἡνίκα ἦλθεν εἰς Ῥαφιδείν, γέγραπται ὅτι «Ἐδίψησεν ὁ λαὸς ἐκεῖ ὕδατι, καὶ ἐγόγγυζεν ὁ λαὸς ἐκεῖ ἐπὶ
Μωσῆν.» Δόξει δὲ τοῦ δευτέρου τῶν σημαινομένων εἶναι παρὰ τῷ Παύλῳ παράδειγμα λέγοντι· «Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν·» Τὸ μὲν οὖν πρῶτον, πεινῆν καὶ διψῆν, ἀναγκαίως γίνεται τοῖς ὑγιαίνουσιν σώμασιν· τὸ δὲ δεύτερον τοῖς πενομένοις συμβαίνει. Ζητητέον οὖν καὶ ἐκ τοῦ «Πᾶς ὁ πίνων ἐκ τούτου τοῦ ὕδατος διψήσει πάλιν» ποῖον «διψήσει» λέγε ται· πρῶτον ὡς ἐπὶ σωματικοῦ ἢ καὶ † τάχα τὸ δηλού μενόν ἐστιν ὅτι κἂν πρὸς τὸ παρὸν κορεσθῇ, ἀλλ' εὐθέως ὑποβιβασθέντος τοῦ ποτοῦ τὸ αὐτὸ πάθος πείσεται ὁ πιών, τουτέστι διψήσει πάλιν, εἰς ὅμοιον τῷ ἀρχῆθεν ἀποκαταστάς.
Would that we had died struck down by the Lord in the land of Egypt, when we sat by the pots of meat and ate bread to the full, because you have brought us out into this wilderness to kill this whole assembly with famine. And the Lord said to Moses: Behold, I rain down bread for you from heaven, and the people shall go out and gather the day's portion day by day, that I may test them, whether they will walk in my law or not. For when they were hungry and at a loss for necessary food—as far as the words go. But also, lacking water and thirsting, they murmured against Moses: "What shall we drink?" when "Moses cried out to the Lord, and the Lord showed him a tree, and he cast it into the water, and the water was made sweet." And a little later, when he came to Rephidim, it is written that "the people thirsted there for water, and the people murmured there against Moses." The second of the meanings will seem to be an example in Paul, who says: "To this very hour we hunger and thirst and are naked." The first, then—to hunger and thirst—comes necessarily to healthy bodies; the second befalls the poor. One must inquire, also from "Everyone who drinks of this water will thirst again," in what sense "will thirst" is said: first, as in the case of a bodily thing, or perhaps what is indicated is that even if one is satisfied for the present, yet as soon as the drink has descended, the one who drank will suffer the same affection, that is, he will thirst again, having been restored to the same state as at the beginning.
Ἐπιφέρει οὖν τὸ «Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται πηγὴ ἐν αὐτῷ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Τίς δὲ ἐν ἑαυτῷ ἔχων πηγὴν διψῆσαι οἷός τε ἔσται; Τὸ μέντοι γε προηγουμένως δηλούμενον τοιοῦτον ἂν εἴη· ὁ μεταλαμβάνων τοῦ νομιζομένου, φησί, βάθους λόγων, κἂν πρὸς ὀλίγον ἀναπαύσηται, παραδεξάμενος ὡς βαθύτατα τὰ ἀνιμώμενα καὶ εὑρίσκεσθαι δοκοῦντα νοήματα, ἀλλά γε πάλιν δεύτερον ἐπιστήσας ἐπαπορήσει περὶ τού των, ὅσοις * * ἐπανεπαύσατο, ἐπεὶ τρανὴν καὶ ἔκτυπον περὶ τῶν ζητουμένων κατάληψιν οὐ δύναται τὸ νομιζόμενον ὑπ' αὐτοῦ βάθος παρασχεῖν. Διόπερ κἂν συναρπασθεὶς συγκαταθῆταί τις τῇ πιθανότητι τῶν λεγομένων, ἀλλά γε ὕστερον εὑρήσει τὴν αὐτὴν ἀπορίαν τυγχάνουσαν ἐν αὐτῷ, ἥνπερ εἶχεν πρὶν τάδε τινὰ μαθεῖν· ἐγὼ δὲ τοιοῦτον ἔχω λόγον, ὥστε τὴν πηγὴν γενέσθαι τοῦ ζωτικοῦ πόματος ἐν τῷ παραδεξαμένῳ τὰ ὑπ' ἐμοῦ ἀπαγγελλόμενα· καὶ ἐπὶ τοσοῦτόν γε ὁ λαβὼν τοῦ ἐμοῦ ὕδατος εὐεργετηθήσεται, ὥστε πηγὴν εὑρετικὴν πάντων τῶν ζητουμένων ἀναβλυστάνειν ἐν αὐτῷ ἄνω πηδώντων ὑδάτων, τῆς διανοίας ἁλλομένης καὶ τάχιστα διϊπταμένης ἀκολούθως τῷ εὐκινήτῳ τούτῳ ὕδατι, φέροντι αὐτῷ τῷ ἅλλεσθαι καὶ πηδᾶν ἐπὶ τὸ ἀνώτερον, ἐπὶ τὴν αἰώνιον ζωήν. Οἱονεὶ τελευτὴν τοῦ ἁλλομένου ὕδατός φησιν εἶναι τὴν αἰώνιον ζωήν, ὥσπερ δὴ περὶ τοῦ νυμφίου ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων διαλεγόμενος Σολομῶν φησιν·
He then adds, "Whoever drinks of the water that I will give him, it will become in him a spring of water leaping up to eternal life." But who, having a spring in himself, will be able to thirst? Yet what is indicated in the first place would be something like this: he who partakes, he says, of the supposed depth of words, even if he rests for a little while, having received as deeply as possible the thoughts that are drawn up and seem to be found—yet again, having applied himself a second time, he will be at a loss concerning these things, as many as he rested upon, since the depth he supposes cannot provide a clear and distinct comprehension of the matters sought. Therefore, even if someone, carried away, agrees with the persuasiveness of what is said, yet later he will find the same perplexity present in himself that he had before learning these things. But I have this account, that the spring of the life-giving drink comes to be in the one who receives what is announced by me; and to such an extent will the one who takes of my water be benefited, that a spring, discoverable of all things sought, will gush up in him—waters leaping upward, the mind leaping and swiftly flying through, in accordance with this nimble water, carrying him by its very leaping and springing to the higher things, to eternal life. He says, as it were, that the end of the leaping water is eternal life, just as Solomon, speaking about the bridegroom in the Song of Songs, says:
«Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς.» Ὡς γὰρ ἐκεῖ ὁ νυμφίος ἐπὶ τὰς μεγαλοφυεστέρας καὶ θειοτέρας πηδᾷ ψυχὰς ὄρη λεγομένας, ἐπὶ δὲ τὰς ὑποδεεστέρας διάλλεται βουνοὺς ὀνομαζομένας, οὕτως ἐνταῦθα ἡ γενομένη ἐν τῷ πιόντι ἐκ τοῦ ὕδατος, οὗ δίδωσιν ὁ Ἰησοῦς, πηγὴ ἅλλεται εἰς τὴν αἰώνιον ζωήν. Τάχα δὲ καὶ πηδήσει μετὰ τὴν αἰώνιον ζωὴν εἰς τὸν ὑπὲρ τὴν αἰώνιον ζωὴν πατέρα· Χριστὸς γὰρ ἡ ζωή· ὁ δὲ μείζων τοῦ Χριστοῦ, μείζων τῆς ζωῆς. Τότε δὲ ὁ πιὼν ἐκ τοῦ ὕδατος, οὗ δώσει ὁ Ἰησοῦς, ἕξει τὴν γενομένην ἐν αὐτῷ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, ὅτε πληροῦται τοῦ μακαριζομένου ἐπὶ τῷ πεινῆν καὶ διψῆν τὴν δικαιοσύνην ἡ ἐπαγγελία. Φησὶ γὰρ ὁ λόγος· «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.» Καὶ τάχα ἐπεὶ πεινῆσαι καὶ διψῆσαι δεήσει τὴν δικαιοσύνην πρὸ τοῦ χορτασθῆναι, ὑπὲρ τοῦ κορεσθῆναι ἐμποιητέον τὸ πεινῆν καὶ τὸ διψῆν, ἵνα εἴπωμεν· «Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ θεός. Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;» Ἵν' οὖν διψήσωμεν, καλόν ἐστιν πιεῖν πρῶτον ἐκ τῆς πηγῆς τοῦ Ἰακώβ, οὐ λέγοντα αὐτὴν ὁμοίως τῇ Σαμαρείτιδι φρέαρ. Ὁ γοῦν σωτὴρ οὐδὲ νῦν πρὸς τὸν ἐκείνης ἁπαντῶν λόγον ἐκ φρέατός φησιν εἶναι τὸ ὕδωρ, ἀλλὰ ἁπλῶς φησι·
"Behold, this one comes leaping upon the mountains, bounding over the hills." For just as there the bridegroom leaps upon the more noble and more divine souls called mountains, and bounds over the lesser ones named hills, so here the spring that has come to be in the one who has drunk of the water that Jesus gives leaps into eternal life. And perhaps it will also leap, after eternal life, into the Father who is above eternal life; for Christ is the life, and the one greater than Christ is greater than life. But then the one who has drunk of the water that Jesus will give will have the spring that has come to be in him of water leaping into eternal life, when the promise is fulfilled for the one who is blessed for hungering and thirsting for righteousness. For the word says: "Blessed are those who hunger and thirst for righteousness, for they shall be filled." And perhaps, since it will be necessary to hunger and thirst for righteousness before being filled, for the sake of being satisfied we must produce the hungering and the thirsting, so that we may say: "As the deer longs for the springs of water, so my soul longs for you, O God. My soul has thirsted for the strong living God; when shall I come and appear before the face of God?" In order, then, that we may thirst, it is good first to drink from the spring of Jacob, not calling it a well as the Samaritan woman does. At any rate the Savior, even now in response to her word, does not say that the water is from a well, but simply says:
«Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν.» Εἴπερ δὲ μὴ ἐγίνετό τι χρήσιμον ἐκ τοῦ πιεῖν ἀπὸ τῆς πηγῆς, οὔτ' ἂν ἐκαθέζετο ἐπὶ τῇ πηγῇ ὁ Ἰησοῦς, οὔτ' ἂν ἔλεγεν τῇ Σαμαρείτιδι «Δός μοι πιεῖν.» Παρατηρητέον οὖν ὅτι καὶ αἰτούσῃ τὸ ὕδωρ τῇ Σαμαρεί τιδι τὸν Ἰησοῦν οἱονεὶ ἐπηγγέλλετο παρέξειν αὐτὸ οὐ παρ' ἄλλῳ τόπῳ ἀλλ' ἢ παρὰ τῇ πηγῇ, λέγων αὐτῇ· «Ὕπαγε φώ νησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.» Ἔτι δὲ
ἐπιστήσομεν εἰ δύναται δηλοῦσθαι τὸ ἑτερογενὲς τῆς τῶν αὐτῇ τῇ ἀληθείᾳ ὁμιλησόντων καὶ συνε σομένων ὠφελείας παρὰ τὴν νομιζομένην ὠφέλειαν γίνεσθαι ἡμῖν ἀπὸ τῶν γραφῶν, κἂν νοηθῶσιν ἀκριβῶς, ἐκ τοῦ τὸν μὲν πιόντα ἀπὸ τῆς πηγῆς τοῦ Ἰακὼβ διψῆν πάλιν, τὸν δὲ πιόντα ἐκ τοῦ ὕδατος, οὗ δίδωσιν ὁ Ἰησοῦς, πηγὴν ὕδατος ἐν ἑαυτῷ ἴσχειν ἁλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ γὰρ τὰ κυριώτερα καὶ θειότερα τῶν μυστηρίων τοῦ θεοῦ ἔνια μὲν οὐ κεχώρηκεν γραφή, ἔνια δὲ οὐδὲ ἀνθρωπίνη φωνὴ κατὰ τὰ συνήθη τῶν σημαινομένων ἢ γλῶσσα ἀνθρωπική· «Ἔστιν γὰρ καὶ ἄλλα πολλά, ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία.» Καὶ ὅσα δὲ ἐλάλη σαν αἱ ἑπτὰ βρονταὶ μέλλων γράφειν Ἰωάννης κωλύεται· ὁ δὲ Παῦλος ἀκηκοέναι φησὶν ἄρρητα ῥήματα, οὐχὶ ἃ οὐκ ἐξόν τινι λαλῆσαι ἦν· ἐξὸν γὰρ ἦν αὐτὰ λαλῆσαι ἀγγέλοις, ἀνθρώποις δὲ οὐκ ἐξῆν· «Πάντα μὲν γὰρ ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει.» Ἃ δὲ ἤκουσεν «ἄρρητα ῥήματα, οὐκ ἐξόν, φησίν, ἀνθρώπῳ λαλῆσαι». Οἶμαι δὲ τῆς ὅλης γνώσεως στοιχεῖά τινα ἐλάχιστα καὶ βραχυτάτας εἶναι εἰσαγωγὰς ὅλας γραφάς, κἂν πάνυ νοηθῶσιν ἀκριβῶς.
"Everyone who drinks of this water will thirst again." But if nothing useful came from drinking from the spring, Jesus would neither have sat at the spring nor said to the Samaritan woman, "Give me a drink." We must observe, then, that when the Samaritan woman asked for the water, Jesus was, as it were, promising to give it to her not in another place but at the spring, saying to her: "Go, call your husband and come here." Further, we will consider whether the different nature of the benefit of those who will converse with the truth itself and be saved can be shown to differ from the benefit we suppose we receive from the Scriptures, even if they are understood accurately—from the fact that the one who drank from the spring of Jacob thirsts again, while the one who drinks from the water that Jesus gives has in himself a spring of water leaping up to eternal life. For some of the more important and more divine of the mysteries of God, Scripture has not contained, and some not even human speech according to the usual meanings, nor human tongue—"For there are also many other things that Jesus did, which if they were written one by one, I suppose not even the world itself could contain the books that would be written." And the things that the seven thunders spoke, when John was about to write them, he is prevented; and Paul says he heard unutterable words, not things that it was not permitted for someone to speak—for it was permitted for angels to speak them, but it was not permitted for humans—"All things are permitted, but not all things are beneficial." But the "unutterable words" that he heard, he says, it is not permitted for a human to speak. I think that the whole of Scripture contains the smallest elements and very brief introductions of the whole knowledge, even if they are understood very accurately.
Ὅρα τοιγαροῦν, εἰ δύναται ἡ μὲν πηγὴ τοῦ Ἰακώβ, ἀφ' ἧς ἔπιέν ποτε ὁ Ἰακώβ–ἀλλ' οὐκέτι πίνει νῦν–, ἔπιον δὲ καὶ οἱ υἱοὶ αὐτοῦ–ἀλλὰ νῦν ἔχουσιν τὸ κρεῖττον ἐκείνου ποτόν–, πεπώκασιν δὲ καὶ τὰ θρέμματα αὐτῶν, ἡ πᾶσα εἶναι γραφή, τὸ δὲ τοῦ Ἰησοῦ ὕδωρ τὸ «ὑπὲρ ἃ γέγραπται». Οὐ πᾶσιν δὲ ἔξεστιν ἐρευνᾶν τὰ ὑπὲρ ἃ γέγραπται, ἐὰν μή τις αὐτοῖς ἐξομοιωθῆ, ἵνα μὴ ἐπιπλήσσηται ἀκούων τὸ «Χαλεπώτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐρεύνα.» Ἐὰν δὲ λέγωμεν τὸ ὑπὲρ ἃ γέγραπται εἶναί τινα, οὐ τοῦτό φαμεν, ὅτι γνωστὰ τοῖς πολλοῖς εἶναι δύναται, ἀλλὰ Ἰωάννῃ ἀκούοντι καὶ γράφειν αὐτὰ μὴ ἐπιτρεπομένῳ, ὁποῖα ἦν τὰ τῶν βροντῶν ῥήματα, καὶ μανθάνοντι καὶ διὰ τὸ φείδεσθαι τοῦ κόσμου οὐ γράφοντι αὐτά· ᾤετο γὰρ μηδὲ αὐτὸν τὸν κόσμον χωρεῖν τὰ γραφόμενα βιβλία. Ἀλλὰ καὶ ἅπερ ὁ Παῦλος, μεμάθηκεν «ἄρρητα ῥήματα» «ὑπὲρ ἃ γέγραπται», εἴ γε τὰ γεγραμμένα ἄνθρωποι λελαλήκασιν· καὶ «ἃ ὀφθαλμὸς οὐκ εἶδέν» ἐστιν ὑπὲρ τὰ γεγραμμένα, καὶ «ἃ οὖς οὐκ ἤκουσεν» γραφῆναι οὐ δύναται. Καὶ τὰ ἐπὶ καρδίαν δὲ ἀνθρώπου μὴ ἀναβεβηκότα μείζονά ἐστιν τῆς τοῦ Ἰακὼβ πηγῆς, ἀπὸ πηγῆς ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον φανερούμενα τοῖς οὐκέτι καρδίαν ἀνθρώπου ἔχουσιν, ἀλλὰ δυναμένοις λέγειν· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», «ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ' ἐν διδακτοῖς πνεύματος.» Καὶ ἐπίστησον, εἰ οἷόν τ' ἔστιν ἀνθρωπίνην σοφίαν μὴ τὰ ψευδῆ καλεῖν δόγματα, ἀλλὰ τὰ στοιχειωτικὰ τῆς ἀληθείας καὶ εἰς τοὺς ἔτι ἀνθρώπους φθάνοντα·
Consider, then, whether the spring of Jacob—from which Jacob once drank, but no longer drinks now—and from which his sons also drank, though now they have a drink better than that one, and from which their cattle also drank—whether this spring can be the whole of Scripture, while the water of Jesus is what is "beyond what is written." But it is not permitted to all to search into what is beyond what is written, unless one has been made like to them, so that he is not rebuked when he hears, "Seek not things too hard for you, and search not into things too strong for you." And if we say that certain things are beyond what is written, we do not say this—that they can be known by the many—but rather to John, who heard them and was not permitted to write them, such as were the words of the thunders, and who learned them and, because he spared the world, did not write them; for he thought that not even the world itself could contain the books that were written. But also the things that Paul learned are "unspeakable words," "beyond what is written," if indeed the things that are written are what men have spoken; and "what eye has not seen" is beyond what is written, and "what ear has not heard" cannot be written. And the things that have not entered into the heart of man are greater than the spring of Jacob, being revealed from a spring of water leaping up into eternal life to those who no longer have the heart of man, but are able to say, "But we have the mind of Christ," "so that we may know the things that have been given to us by God, which we also speak, not in words taught by human wisdom but in words taught by the Spirit." And consider whether it is possible to call not the false doctrines "human wisdom," but the elementary things of the truth, which reach even those who are still men.
τὰ δὲ διδακτὰ τοῦ πνεύματος τάχα ἐστὶν ἡ πηγὴ τοῦ ἁλλομένου ὕδατος εἰς ζωὴν αἰώνιον. Εἰσαγωγαὶ οὖν εἰσιν αἱ γρα φαί, ἀφ' ὧν ἀκριβῶς νενοημένων νῦν ὀνομαζομένων πηγῆς τοῦ Ἰακὼβ ἀνελθετέον πρὸς τὸν Ἰησοῦν, ἵν' ἡμῖν χαρίσηται πηγὴν τοῦ ἁλλομένου ὕδατος εἰς ζωὴν αἰώνιον. Οὐχ ὁμοίως δὲ πᾶς ἀντλεῖ ἀπὸ τῆς πηγῆς τοῦ Ἰακώβ· εἰ γὰρ ἔπιεν Ἰακὼβ ἐξ αὐτῆς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ, διψῶσα δὲ καὶ ἡ Σαμαρεῖτις διέρχεται ἐπ' αὐτὴν καὶ ἀντλεῖ, μήποτε καὶ ἄλλως ἔπινεν καὶ ἐπιστημόνως ὁ Ἰακὼβ σὺν τοῖς υἱοῖς· ἄλλως δὲ καὶ ἁπλούστερον καὶ κτηνωδέστερον τὰ θρέμματα αὐτοῦ· ἄλλως δὲ παρὰ τὸν Ἰακὼβ καὶ τοὺς υἱοὺς καὶ τὰ θρέμματα αὐτοῦ ἡ Σαμαρεῖτις. Οἱ μὲν γὰρ κατὰ τὰς γραφὰς σοφοὶ πίνουσιν ὡς ὁ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐ τοῦ· οἱ δὲ ἁπλούστεροι καὶ ἀκεραιότεροι, οἱ λεγόμενοι «πρό βατα Χριστοῦ», πίνουσιν ὡς τὰ θρέμματα τοῦ Ἰακώβ· οἱ δὲ παρεκδεχόμενοι τὰς γραφὰς καὶ δύσφημά τινα συνιστάντες προφάσει τοῦ νενοηκέναι αὐτὰς πίνουσιν ὡς ἡ πρὸ τοῦ πιστεῦσαι εἰς Ἰησοῦν Σαμαρεῖτις ἔπινεν. Λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν. Ἤδη δεύτερον «κύριον»
But the teachings of the Spirit are perhaps the spring of water leaping up into eternal life. The Scriptures, then, are introductions, from which, when they have been accurately understood—now called the spring of Jacob—one must go up to Jesus, so that he may grant us a spring of water leaping up into eternal life. But not everyone draws from the spring of Jacob in the same way; for if Jacob drank from it, and his sons, and his cattle, yet the Samaritan woman also comes to it thirsty and draws—perhaps Jacob with his sons drank in another way and knowingly, but his cattle in another way, more simply and in a beast-like manner; and the Samaritan woman in another way besides Jacob and his sons and his cattle. For those who are wise according to the Scriptures drink as Jacob and his sons did; but the simpler and more guileless, those called "the sheep of Christ," drink as the cattle of Jacob did; but those who misinterpret the Scriptures and establish some blasphemies on the pretext of having understood them drink as the Samaritan woman drank before she believed in Jesus. The woman says to him: Lord, give me this water, so that I may not thirst, nor come here to draw. Now for the second time "lord
ἀναγορεύει τὸν σωτῆρα ἡ Σαμαρεῖτις· πρότερον μὲν ὅτε φησί· «Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ», ὅτε καὶ ἐπιζητεῖ πόθεν ἔχει τὸ ζῶν ὕδωρ, καὶ εἰ μείζων εἴη τοῦ νομιζομένου πατρὸς αὐτῇ Ἰακώβ· νῦν δὲ ὅτε καὶ αἰτεῖ ἀπὸ τοῦ ὕδατος τοῦ γινομένου πηγῆς ἐν τῷ πίνοντι ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ εἴπερ ἀληθὲς τὸ «Σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν», δῆλον ὅτι εἰποῦσα· «Δός μοι τοῦτο τὸ ὕδωρ» ἔλαβεν τὸ ζῶν ὕδωρ, ἵνα μηκέτι ἀπορῇ διψῶσα μηδὲ διέρχηται ἐπὶ τὴν πηγὴν τοῦ Ἰακὼβ διὰ τὸ ἀντλεῖν, ἀλλὰ χωρὶς τοῦ ὕδατος τοῦ Ἰακὼβ θεωρῆσαι τὴν ἀλήθειαν ἀγγελικῶς καὶ ὑπὲρ ἄνθρωπον δυνηθῇ. Οὐδὲ γὰρ οἱ ἄγγελοι δέονται τῆς τοῦ Ἰακὼβ πηγῆς, ἵνα πίωσιν, ἀλλ' ἕκαστος ἐν ἑαυτῷ ἔχει πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον γεγενημένην καὶ ἀποκαλυφθεῖσαν ἀπὸ αὐτοῦ τοῦ λόγου καὶ αὐτῆς τῆς σοφίας. Οὐ δυνατὸν μέντοι γε τὸ ἕτερον παρὰ τὸ ἐκ τῆς πηγῆς τοῦ Ἰακὼβ ὕδωρ χωρῆσαι τὸ ὑπὸ τοῦ λόγου διδό μενον μὴ ἐπιμελέστατα ἀσχοληθέντα ἐκ τοῦ διψᾶν περὶ τὸ διέρχεσθαι καὶ ἀντλεῖν ἐντεῦθεν· ὥστε κατὰ τοῦτο πολλὰ ἐνδεῖν τοῖς πολλοῖς μὴ ἐπιπλεῖον ἐγγεγυμνασμένοις τῷ ἀντλεῖν ἀπὸ τῆς τοῦ Ἰακὼβ πηγῆς. Λέγει αὐτῇ· Ὕπαγε φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐνθάδε. Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· Οὐκ ἔχω ἄνδρα. Ἐλέγομεν καὶ ἐν τοῖς ἀνωτέρω τὸν ἄρχοντα τῆς ψυχῆς νόμον, ᾧ ἕκαστος ὑπέταξεν ἑαυτόν, τοῦτον εἶναι τὸν ἄνδρα. Νῦν δὲ καὶ τοῦ ἀποστόλου ἐκ τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς εἰς τοῦτο μαρτύριον παραθησόμεθα λέγοντος·
The Samaritan woman proclaims the Savior—first, when she says, "Lord, you have no bucket and the well is deep," and when she asks where he has the living water from, and whether he might be greater than Jacob, whom she considered her father; but now, when she also asks for the water that becomes a spring in the one who drinks, water leaping up into eternal life. And if it is true that "You would have asked him and he would have given you living water," it is clear that when she said, "Give me this water," she received the living water, so that she might no longer be at a loss in her thirst, nor keep going to Jacob's spring to draw, but might be able, apart from Jacob's water, to contemplate the truth in an angelic manner and beyond human capacity. For not even the angels need Jacob's spring in order to drink, but each one has within himself a spring of water leaping up into eternal life, which has come to be and has been revealed by the Word himself and by Wisdom herself. It is not possible, however, for one to receive the water given by the Word, other than the water from Jacob's spring, unless he has been most diligently occupied with thirsting over the matter of passing through and drawing from there—so that in this respect many things are lacking to the many who have not been further exercised in drawing from Jacob's spring. He says to her: "Go, call your husband and come here." The woman answered and said: "I have no husband." We were also saying in the earlier passages that the law ruling the soul, to which each person has subjected himself, is the husband. But now we will also set forth as testimony for this from the apostle's letter to the Romans, who says:
«Ἢ ἀγνοεῖτε, ἀδελφοί– γινώσκουσιν γὰρ νόμον λαλῶ– ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου, ἐφ' ὅσον χρόνον ζῇ;» τίς δὴ ζῇ; ἀπὸ κοινοῦ λαμβανόντων ἡμῶν τὸν νόμον, ὁ νόμος. Εἶτ' εὐθέως φησίν· «Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ», ὡς εἰ ἔλεγεν «ζῶντι ἀνδρί, ὅστις ἀνὴρ νόμος ἐστίν.» Εἶτα πάλιν φησίν· «Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός»· οἱονεὶ γυνὴ κατήργηται ἀποθανόντος τοῦ νόμου καὶ οὐκέτι τὰ τῆς γυναικὸς ὡς πρὸς ἄνδρα ἐνεργεῖ. Εἶτα λέγει· «Ἄρ' οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ.» Ἀπέθανεν δὲ ὁ νόμος κατὰ τὸ γράμμα, καὶ οὐκ ἔστιν ἡ ψυχὴ μοιχαλὶς γενομένη ἀνδρὶ ἑτέρῳ, τῷ νόμῳ τῷ κατὰ τὸ πνεῦμα·
"Do you not know, brothers—for I speak to those who know the law—that the law rules over a person for as long as he lives?" Who, then, is it that lives? Since we take the law in a common sense, it is the law. Then he says immediately: "For the married woman is bound by law to the living husband," as if he were saying, "to a living husband, who is a law." Then again he says: "But if the husband dies, she is released from the law of the husband," as it were a woman released when the law has died, and the affairs of the woman no longer operate in relation to a husband. Then he says: "So then, while the husband lives, she will be called an adulteress if she becomes another man's; but if the husband dies, she is free from the law, so that she is not an adulteress though she has become another man's." But the law has died according to the letter, and the soul is not an adulteress when it has become another man's—the law according to the spirit.
ἀποθανόντος δὲ τοῦ ἀνδρὸς τῇ γυναικὶ ἀποτεθνηκέναι πως ἂν λέγοιτο καὶ ἡ γυνὴ τῷ ἀνδρί, ὥστε οὕτως ἡμᾶς ἐκλαμβάνειν τὸ «Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι ἵνα καρποφο ρήσωμεν τῷ θεῷ.» Εἰ τοίνυν νόμος ἐστὶν ὁ ἀνήρ, καὶ ἡ Σαμαρεῖτις ἔχει τινὰ ἄνδρα ὑποτάξασα ἑαυτὴν κατὰ τὴν παρεκδοχὴν τῶν ὑγιαινόντων λόγων νόμῳ τινί, καθ' ὃν βιοῦν ἕκαστος τῶν ἑτεροδόξων θέλει, βούλεται ἐνταῦθα τὴν ἑτερόδοξον ψυχὴν ὁ θεῖος λόγος παρατιθεῖσαν τὸν ἄρχοντα ἑαυτῆς νόμον διελεγχθῆναι, εἰς τὸ καταφρονήσασαν αὐτὴν ὡς οὐ νομίμου ἀνδρὸς ζητῆσαι ἄνδρα ἕτερον, εἰς τὸ γενέσθαι αὐτὴν ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἀναστησομένῳ λόγῳ, μὴ ἀνατρεπομένῳ μηδὲ τεθνηξομένῳ, ἀλλ' ἀϊδίῳ μενοῦντι καὶ βασιλεύοντι πάντας τε τοὺς ἐχθροὺς ὑποτάσσοντι· «Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ, ἐν δεξιᾷ ὢν αὐτοῦ, ἕως πάντες οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τεθῶσιν αὐτῷ.» Ποῦ δὲ ἔδει ἐλεγχθῆναι τὸν νομιζόμενον ἄνδρα τῆς Σαμαρείτιδος ὡς οὐκ ἄνδρα ἢ παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ ὑπὸ τοῦ Ἰησοῦ, εἰ μὴ ἀφ' ἑαυτῆς ἡ γυνὴ ἤρνητο τὸν ἄνδρα; διὰ τοῦτο λέγει αὐτῇ ὁ Ἰησοῦς· «Ὕπαγε φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐνθάδε.» Οἷον δὲ ἔχουσά τι ἤδη τοῦ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος διὰ τὸ εἰρηκέναι·
But when the man has died, the woman too might in some sense be said to have died to the man, so that we understand it thus: "So then, my brothers, you also were put to death to the law through the body of Christ, so that you might belong to another, to him who was raised from the dead, in order that we might bear fruit to God." If, then, the law is the man, the Samaritan woman also has some man, having subjected herself, according to the interpretation of sound words, to some law by which each of the heterodox wishes to live; the divine Word wishes here that the heterodox soul, setting before itself the law that rules it, be convicted, so that, having come to despise it as not a lawful husband, it may seek another man, so as to belong to another—to the Word who will rise from the dead, who is not overturned nor will die, but remains eternal and reigns and subjects all his enemies: "For Christ, having been raised from the dead, dies no more; death no longer has dominion over him. For the death he died, he died to sin once for all; but the life he lives, he lives to God, being at his right hand, until all his enemies are placed as a footstool for him." And where ought the man supposed to be the Samaritan woman's to have been convicted of not being a man, except at Jacob's well by Jesus, unless the woman had denied the man of herself? For this reason Jesus says to her: "Go, call your husband and come here." And what sort of thing she already had of the water that springs up to eternal life, because she had said:
«Δός μοι τοῦτο τὸ ὕδωρ» καὶ ἀψευδεῖν τὸν προεπαγγειλάμενον ὅτι «Σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδω κέν σοι ὕδωρ ζῶν», ἀπεκρίθη ἡ γυνή, καταγνοῦσα ἑαυτῆς ἐπὶ τῇ κοινωνίᾳ τῇ πρὸς τὸν τοιοῦτον ἄνδρα, καὶ εἶπεν·
«Οὐκ ἔχω ἄνδρα.» Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. Οἶμαι πᾶσαν τὴν εἰσαγομένην ψυχὴν εἰς τὴν διὰ τῶν γραφῶν ἐν Χριστῷ θεοσέβειαν ἀπὸ τῶν αἰσθητῶν καὶ σωματικῶν λεγομένων ἀρχομένην, τοὺς πέντε ἄνδρας καθ' ἑκάστην τῶν αἰσθήσεων ἀνδρός τινος γινομένου ἴσχειν· ἐπὰν δὲ μετὰ τὸ ὡμιληκέναι τοῖς αἰσθητοῖς ἀνακῦψαί τις θέλων καὶ προτραπεὶς ἐπὶ τὰ νοητὰ περιτύχῃ λόγῳ προφάσει ἀλλη γορίας καὶ πνευματικῶν οὐχ ὑγιαίνοντι, οὗτος μετὰ τοὺς πέντε ἄνδρας ἑτέρῳ προσέρχεται, δούς, ἵν' οὕτως εἴπω, τὸ ἀποστάσιον τοῖς προτέροις πέντε καὶ κρίνων συνοικεῖν τῷ ἕκτῳ. Καὶ ἕως ἄν γε ἐλθὼν ὁ Ἰησοῦς εἰς συναίσθησιν ἡμᾶς ἀγάγῃ τοῦ τοιούτου ἀνδρός, ἐκείνῳ σύνεσμεν· ἐλθόντος δὲ τοῦ κυρίου λόγου καὶ διαλεχθέντος ἡμῖν, ἀρνού μενοι ἐκεῖνον τὸν ἄνδρα φαμέν· «Οὐκ ἔχω ἄνδρα»· ὅτε καὶ ἐπαινεῖ ἡμᾶς ὁ κύριος λέγων· «Καλῶς εἶπας ὅτι Οὐκ ἔχω ἄνδρα.» Τὸ δὲ «Τοῦτο ἀληθὲς εἴρηκας» οἱονεὶ ἐλεγκτικόν ἐστιν, ὡς τῶν προτέρων οὐκ ἀληθῶς ὑπ' αὐτῆς εἰρημένων. Καὶ τάχα οὐκ ἦν ἀληθὲς τὸ «Οὐ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.» Αὐτὸς γοῦν ὁ Ἰησοῦς, ὡς ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, συγχρῆται Σαμαρείταις ἵνα καὶ αὐτοὺς ὠφελήσῃ.
"Give me this water," and the woman answered, condemning herself for her association with such a man, and said, so that the one who had foretold might be shown to speak truly: "You would have asked him, and he would have given you living water":
"I have no husband." Jesus says to her: "You have spoken well, 'I have no husband'; for you have had five husbands, and the one whom you now have is not your husband; this you have spoken truly." I think that every soul introduced into the worship of God in Christ through the Scriptures begins from what are called perceptible and bodily things, and has the five husbands, a man becoming associated with each of the senses; but when, after having conversed with perceptible things, someone wishes to rise up and, being urged toward intelligible things, encounters a word that is not sound under the pretext of allegory and spiritual things, this person comes after the five husbands to another, having given, so to speak, a bill of divorce to the first five and judging that he lives with the sixth. And as long as Jesus, coming, does not bring us to a consciousness of such a man, we are with him; but when the lordly word comes and converses with us, denying that man we say: "I have no husband"; and then the Lord praises us, saying: "You have spoken well, 'I have no husband.'" But the phrase "This you have spoken truly" is, as it were, refutative, as though the former things had not been spoken truly by her. And perhaps it was not true that "Jews do not associate with Samaritans." At any rate Jesus himself, as we have said in what precedes this, associates with Samaritans in order to benefit them too.
Οὐκ ἀληθὲς δὲ καὶ τὸ «Οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ.» Τάχα δὲ οὐκ ἀληθὲς καὶ τὸ «Ἰακὼβ ἐκ τοῦ φρέατος ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ»· εἰ γὰρ οὐχ ὁμοίως ἔπιεν τῇ Σαμαρείτιδι ὁ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ, οἴεται δὲ ἡ Σαμαρεῖτις τὸ ὅμοιον καὶ ταὐτὸν πάντη ποτὸν πεπωκέναι τῷ Ἰακὼβ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ τοῖς θρέμμα σιν αὐτοῦ, δῆλον ὅτι ψεύδεται. Ἴδωμεν δὲ καὶ τὰ Ἡρακλέωνος εἰς τοὺς τόπους, ὅστις φησὶν ἄτονον καὶ πρόσκαιρον καὶ ἐπιλείπουσαν ἐκείνην γεγονέναι τὴν ζωὴν καὶ τὴν κατ' αὐτὴν δόξαν· κοσμικὴ γάρ, φησίν, ἦν· καὶ οἴεται τοῦ κοσμικὴν αὐτὴν εἶναι ἀπό δειξιν φέρειν ἐκ τοῦ τὰ θρέμματα τοῦ Ἰακὼβ ἐξ αὐτῆς πεπωκέναι. Καὶ εἰ μὲν ἄτονον καὶ πρόσκαιρον καὶ ἐπιλείπουσαν ἐλάμβανεν τὴν ἐκ μέρους γνῶσιν, ἤτοι τὴν ἀπὸ τῶν γραφῶν συγκρίσει τῶν ἀρρήτων ῥημάτων, «ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», ἢ πᾶσαν τὴν νῦν «δι' ἐσόπτρου καὶ αἰνίγματος» γινομένην γνῶσιν καταργουμένην, ὅταν ἔλθῃ τὸ τέλειον, οὐκ ἂν αὐτὸ ἐνεκαλέσαμεν· εἰ δὲ ὑπὲρ τοῦ διαβάλλειν τὰ παλαιὰ τοῦτο ποιεῖ, ἐγκλητέος ἂν εἴη. Ὃ δὲ δίδωσιν ὕδωρ ὁ σωτήρ φησιν εἶναι ἐκ τοῦ πνεύματος καὶ τῆς δυνάμεως αὐτοῦ, οὐ ψευδόμενος. Καὶ εἰς τὸ «Οὐ μὴ διψήσῃ δὲ εἰς τὸν αἰῶνα» ἀποδέδωκεν αὐταῖς λέξεσιν οὕτως· «αἰώνιος γὰρ ἡ ζωὴ αὐτοῦ καὶ μηδέποτε φθειρομένη, ὡς καὶ ἡ πρώτη ἡ ἐκ τοῦ φρέατος, ἀλλὰ μένουσα·
Nor is it true that "You have no bucket and the well is deep." Perhaps it is also not true that "Jacob drank from the well, and his sons, and his livestock"; for if Jacob and his sons and his livestock did not drink in the same way as the Samaritan woman, but the Samaritan woman supposes that she has drunk a drink altogether the same and identical with that of Jacob and his sons and his livestock, it is clear that she is mistaken. Let us also look at what Heracleon says on these passages, who claims that that life was slack and temporary and failing, and the glory according to it; for it was worldly, he says; and he thinks he can offer proof that it is worldly from the fact that Jacob's livestock drank from it. And if he understood the knowledge in part to be slack and temporary and failing—either that which comes from the Scriptures by comparison with the ineffable words "which it is not permitted for a man to speak," or all the knowledge that now comes "through a mirror and in a riddle" and is done away when the perfect comes—we would not have accused him of this; but if he does this in order to slander the old things, he would be blameworthy. But the water that the Savior gives, he says, is from his Spirit and his power, and he does not lie. And regarding "He shall not thirst forever," he has rendered it in these very words: "For his life is eternal and never corrupted, as the first life from the well also was, but abiding."
ἀναφαίρετος γὰρ ἡ χάρις καὶ ἡ δωρεὰ τοῦ σωτῆρος ἡμῶν καὶ μὴ ἀναλισκομένη μηδὲ φθειρομένη ἐν τῷ μετέχοντι αὐτῆς.» Φθειρομένην δὲ τὴν πρώτην διδοὺς εἶναι ζωήν, εἰ μὲν τὴν κατὰ τὸ γράμμα ἔλεγεν, ζητῶν τὴν περιαιρέσει τοῦ καλύμματος γινομένην κατὰ τὸ πνεῦμα καὶ εὑρίσκων, ὑγιῶς ἂν ἔλεγεν· εἰ δὲ πάντη φθορὰν κατηγορεῖ τῶν παλαιῶν, δῆλον ὅτι τοῦτο ποιεῖ ὡς μὴ ὁρῶν τὰ ἀγαθὰ τῶν μελλόντων ἔχειν ἐκεῖνα τὴν σκιάν. Οὐκ ἀπιθάνως δὲ τὸ «ἁλλομένου» διηγήσατο καὶ τοὺς μεταλαμβάνοντας τοῦ ἄνωθεν ἐπιχορηγουμένου πλου σίως καὶ αὐτοὺς ἐκβλύσαι εἰς τὴν ἑτέρων αἰώνιον ζωὴν τὰ ἐπικεχορηγημένα αὐτοῖς. Ἀλλὰ καὶ ἐπαινεῖ τὴν Σαμαρεῖτιν ὡσὰν ἐνδειξαμένην τὴν ἀδιάκριτον καὶ κατάλληλον τῇ φύσει ἑαυτῆς πίστιν, μὴ διακριθεῖσαν ἐφ' οἷς ἔλεγεν αὐτῇ. Εἰ μὲν οὖν τὴν προαίρεσιν ἀπεδέχετο, μηδὲν περὶ φύσεως αἰνιττόμενος ὡς διαφερούσης, καὶ ἡμεῖς ἂν συγκατεθέμεθα· εἰ δὲ τῇ φυσικῇ κατασκευῇ ἀναφέρει τὴν τῆς συγκαταθέσεως αἰτίαν, ὡς οὐ πᾶσιν ταύτης παρούσης, ἀνατρεπτέον αὐτοῦ τὸν λόγον. Οὐκ οἶδα δὲ πῶς ὁ Ἡρακλέων τὸ μὴ γεγραμμένον ἐκλαβών φησι πρὸς τὸ «Δός μοι τοῦτο τὸ ὕδωρ» ὡς ἄρα βραχέα διανυχθεῖσα ὑπὸ τοῦ λόγου ἐμίσησεν λοιπὸν καὶ τὸν τόπον ἐκείνου τοῦ λεγομένου
For the grace and the gift of our Savior are irremovable and are not consumed or corrupted in the one who partakes of it. But when he says that the first life is corruptible, if he meant the life according to the letter, seeking and finding the life that comes about through the removal of the veil according to the spirit, he would be speaking soundly; but if he is altogether denouncing corruption in the old things, it is clear that he does this as one who does not see that the good things of the things to come have those old things as their shadow. Not implausibly did he explain the "leaping" as also meaning that those who partake richly of what is supplied from above themselves gush forth unto the eternal life of others the things that have been supplied to them. But he also praises the Samaritan woman as having displayed faith that is undiscriminating and suited to her own nature, not having been discriminated against in the things he said to her. If, then, he was approving her choice, hinting nothing about nature as being different, we too would agree; but if he refers the cause of her assent to her natural constitution, as though it were not present in all, his argument must be overturned. I do not know how Heracleon, taking up what is not written, says in response to "Give me this water" that she, having been thoroughly pierced through the night by the word, thereafter hated even the place of that so-called
ζῶντος ὕδατος. Ἔτι δὲ καὶ πρὸς τὸ «Δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν», φησὶν ὅτι Ταῦτα λέγει ἡ γυνὴ ἐμφαίνουσα τὸ ἐπίμοχθον καὶ δυσπόριστον καὶ ἄτροφον ἐκείνου τοῦ ὕδατος. Πόθεν γὰρ δεικνύναι ἔχει ἄτροφον εἶναι τὸ τοῦ Ἰακὼβ ὕδωρ; Ἔτι δὲ ὁ Ἡρακλέων πρὸς τὸ «Λέγει αὐτῇ» φησί· δῆλον ὅτι τοιοῦτό τι λέγων, «εἰ θέλεις λαβεῖν τοῦτο τὸ ὕδωρ, ὕπαγε φώνησον τὸν ἄνδρα σου»· καὶ οἴεται τῆς Σαμαρείτιδος τὸν λεγόμενον ὑπὸ τοῦ σωτῆρος ἄνδρα τὸ πλήρωμα εἶναι αὐτῆς, ἵνα σὺν ἐκείνῳ γενομένη πρὸς τὸν σωτῆρα κομίσασθαι παρ' αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἕνωσιν καὶ τὴν ἀνάκρασιν τὴν πρὸς τὸ πλήρωμα αὐτῆς δυνηθῇ· οὐ γὰρ περὶ ἀνδρός, φησί, κοσμικοῦ ἔλεγεν αὐτῇ, ἵνα καλέσῃ, ἐπεί περ οὐκ ἠγνόει ὅτι οὐκ εἶχεν νόμιμον ἄνδρα. Προδήλως δὲ ἐνταῦθα βιάζεται, λέγων αὐτῇ τὸν σωτῆρα εἰρηκέναι· «Φώνησόν σου τὸν ἄνδρα καὶ ἐλθὲ ἐνθάδε», δηλοῦντα τὸν ἀπὸ τοῦ πληρώματος σύζυγον· εἴπερ γὰρ τοῦθ' οὕτως εἶχεν, ἐχρῆν τὸν ἄνδρα καὶ τίνα τρόπον φωνητέον ἔσται αὐτὸν εἰπεῖν, ἵνα σὺν αὐτῷ γένηται πρὸς τὸν σωτῆρα. Ἀλλ' ἐπεί, ὡς Ἡρακλέων φησί, κατὰ τὸ νοούμενον ἠγνόει τὸν ἴδιον ἄνδρα, κατὰ δὲ τὸ ἁπλοῦν ᾐσχύνετο εἰπεῖν ὅτι μοιχόν, οὐχὶ δὲ ἄνδρα εἶχεν, πῶς οὐχὶ μάτην ἔσται προσ τάσσων ὁ λέγων· «Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε»; Εἶτα πρὸς τοῦτο «Ἀληθὲς εἴρηκας ὅτι ἄνδρα οὐκ ἔχεις» φησίν· ἐπεὶ ἐν τῷ κόσμῳ οὐκ εἶχεν ἄνδρα ἡ Σαμαρεῖτις· ἦν γὰρ αὐτῆς ὁ ἀνὴρ ἐν τῷ αἰῶνι. Ἡμεῖς μὲν οὖν ἀνέγνωμεν· «Πέντε ἄνδρας ἔσχες·» παρὰ δὲ τῷ Ἡρακλέωνι εὕρομεν·
of living water. And further, with respect to "Give me this water, so that I may not thirst nor come here to draw," she says this, showing that that water is laborious and hard to obtain and un nourishing. For from where can she show that Jacob's water is un nourishing? And further, Heracleon, with respect to "He says to her," says: clearly he is saying something of this sort, "If you wish to receive this water, go, call your husband"; and he thinks that the one called by the Savior the husband of the Samaritan woman is her pleroma, so that having been united with him she might be able to come to the Savior and receive from him the power and the union and the blending with her pleroma; for, he says, he was not speaking to her about a worldly husband, that she should call him, since he was not unaware that she did not have a lawful husband. But here he is plainly forcing the text, saying that the Savior said to her, "Call your husband and come here," indicating the consort from the pleroma; for if this were so, it would have been necessary for him to say also in what manner the husband was to be called, so that she might come with him to the Savior. But since, as Heracleon says, in the sense understood she was ignorant of her own husband, but in the simple sense she was ashamed to say that she had an adulterer and not a husband, how will the one who says, "Go, call your husband, and come here," not be giving instructions in vain? Then, with respect to this, "You have spoken truly that you do not have a husband," he says, since in the world the Samaritan woman did not have a husband; for her husband was in the aeon. We, then, have read, "You have had five husbands"; but in Heracleon we found—
«Ἓξ ἄνδρας ἔσχες.» Καὶ ἑρμηνεύει γε τὴν ὑλικὴν πᾶσαν κακίαν δηλοῦ σθαι διὰ τῶν ἓξ ἀνδρῶν, ᾗ συνεπέπλεκτο καὶ ἐπλησίαζεν παρὰ λόγον πορνεύουσα καὶ ἐνυβριζομένη καὶ ἀθετουμένη καὶ ἐγκαταλειπομένη ὑπ' αὐτῶν. Λεκτέον δὲ πρὸς αὐτὸν ὅτι εἴπερ ἐπόρνευεν ἡ πνευματική, ἡμάρτανεν ἡ πνευματική· εἰ δὲ ἡμάρτανεν ἡ πνευματική, δένδρον ἀγαθὸν οὐκ ἦν ἡ πνευματική· κατὰ γὰρ τὸ εὐαγγέλιον· «Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ἐνεγκεῖν.» Καὶ δῆλον ὅτι οἴχεται αὐτοῖς τὰ τῆς μυθοποιΐας. Εἰ δὲ ἀδύνατόν ἐστι τὸ ἀγαθὸν δένδρον φέρειν πονηροὺς καρπούς, καὶ ἀγαθὸν δένδρον ἡ Σαμαρεῖτις ἅτε πνευματικὴ τυγχάνουσα, ἀκόλουθον αὐτῷ λέγειν ἐστίν, ὅτι ἤτοι οὐκ ἦν ἁμαρτία ἡ πορνεία αὐτῆς, ἢ οὐκ αὐτὴ ἐπόρνευσεν. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε· Ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ. Τρίτον ἤδη ἡ Σαμαρεῖτις κύριον ἀναγορεύει τὸν σωτῆρα ἡμῶν, ὅτε καὶ τελευταῖον ἀναγέγραπται τοῦτο πρὸς αὐτὸν εἰρηκέναι· πλὴν οὐδέπω οἴεται αὐτὸν εἶναι τῶν προφητῶν κρείττονα οὐδὲ τὸν προφητευθέντα, ἀλλά τινα προφήτην. Καὶ ἡ ἑτερόδοξος δὲ γνώμη τῶν περὶ τὰς γραφὰς καλινδουμένων, διελεγχθέντων αὐτῆς τῶν τε προτέρων πέντε ἀνδρῶν καὶ τοῦ μετ' ἐκείνους καταλειφθέντας ὑπ' αὐτῆς δόξαντος εἶναι ἀνδρός, τὸν ἐλέγξαντα λόγον οὐ δυναμένη ἀρχῆθεν ὅ ἐστιν ἰδεῖν, προφήτην εἶναί φησιν, οἱονεὶ θεῖόν τινα καὶ ἔχοντά τι τοῦ ἀνθρωπίνου κρεῖττον, οὐ μὴν τοσοῦτον ὅσον ἦν. Διόπερ φησὶν οἱονεὶ ἀναβλέψασά πως καὶ ἐν θεωρίᾳ νομίσασα γεγονέναι·
"You have had six husbands." And she interprets it to mean that all material evil is indicated by the six men, with whom she had been entangled and to whom she had drawn near contrary to reason, playing the harlot, while she was being outraged, set at naught, and abandoned by them. But one must say to him that if the spiritual woman played the harlot, the spiritual woman sinned; and if the spiritual woman sinned, the spiritual woman was not a good tree; for according to the Gospel: "A good tree cannot bear evil fruits." And it is clear that their myth-making is gone. But if it is impossible for the good tree to bear evil fruits, and the Samaritan woman was a good tree, inasmuch as she was spiritual, it follows for him to say that either her fornication was not a sin, or she did not commit fornication. The woman says to him: "Lord, I see that you are a prophet. Our fathers worshiped on this mountain; and you say that in Jerusalem is the place where one must worship." Now for the third time the Samaritan woman proclaims our Savior Lord, since this is also recorded as the last thing she said to him; yet she does not yet think him greater than the prophets, nor the one foretold by the prophets, but a certain prophet. And the heterodox opinion of those who wallow in the Scriptures, when both her former five men and the opinion that seemed to be a man left by her after those had been refuted, being unable from the beginning to see what the refuting word is, says that he is a prophet, as it were some divine being and having something superior to human nature, but not indeed as much as he was. Therefore she speaks as one who has somehow looked up and in contemplation supposed she had become—
«Θεωρῶ ὅτι προφή της εἶ σύ.» Εἰς τοῦτο «Οἱ πατέρες ἡμῶν» καὶ τὰ ἑξῆς ἰστέον τὴν Σαμαρειτῶν πρὸς Ἰουδαίους διάστασιν περὶ τοῦ νομιζο μένου αὐτοῖς ἁγίου τόπου· οἱ μὲν γὰρ Σαμαρεῖς τὸ καλού μενον Γαριζεὶν ὄρος ἅγιον νομίζοντες ἐν αὐτῷ προσκυνοῦσιν τῷ θεῷ, οὗ μέμνηται Μωσῆς ἐν τῷ Δευτερονομίῳ οὕτως λέγων· «Καὶ ἐνετείλατο Μωσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· Οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζεὶν διαβάντες τὸν Ἰορδάνην· Συμεών, Λευΐ, Ἰούδας,Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμείν· καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ· Ῥουβήν, Γὰδ καὶ Ἀσήρ, Ζαβουλών, Δὰν καὶ Νεφθαλείμ.» Οἱ δὲ Ἰουδαῖοι τὸ Σιὼν θεῖόν τι νενομικότες καὶ οἰκεῖον τοῦ θεοῦ ἐκεῖνον οἴονται εἶναι τὸν ἐκλελεγμένον ὑπὸ τοῦ πατρὸς τῶν ὅλων
τόπον, καὶ διὰ τοῦτο ἐν αὐτῷ ᾠκοδομῆσθαι τὸν ναὸν ὑπὸ τοῦ Σολομῶνος λέγουσιν καὶ πᾶσαν τὴν λευϊτικὴν καὶ ἱερατικὴν λατρείαν ἐκεῖ ἐπιτελεῖσθαι. Ἀκολούθως δὲ ταύταις ἑκάτερον ἔθνος ταῖς ὑπολήψεσιν νενόμικεν τοὺς πατέρας ἐν τῷδε ἢ τῷδε ὄρει προσκεκυνηκέναι τῷ θεῷ. Καὶ εἴ ποτε δὲ μέχρι τοῦ δεῦρο συγκαταβαίνοιεν ἀλλήλοις εἰς λόγον Σαμαρεῖς καὶ Ἰουδαῖοι, ἑκάτερος πρὸς τὸν λοιπὸν ἐπαπορήσει, καὶ ἐρεῖ γε ὁ Σαμαρεὺς τῷ Ἰουδαίῳ τὸν τῆς ἐνθάδε ἀναγεγραμμένον γυναικὸς λόγον·
"I see that you are a prophet." Regarding this statement, "Our fathers," and what follows, one must know the division between the Samaritans and the Jews concerning the place they consider holy. For the Samaritans, considering Mount Gerizim, as it is called, to be holy, worship God on it, which Moses mentions in Deuteronomy, saying: "And Moses commanded the people on that day, saying: These shall stand to bless the people on Mount Gerizim, having crossed the Jordan: Simeon, Levi, Judah, Issachar, Joseph, and Benjamin; and these shall stand for the curse on Mount Ebal: Reuben, Gad, and Asher, Zebulun, Dan, and Naphtali." But the Jews, having deemed Zion to be something divine and belonging to God, think that this is the place chosen by the Father of all, and for this reason they say that the temple was built on it by Solomon and that all the Levitical and priestly service was performed there. And in accordance with these suppositions, each nation has believed that the fathers worshiped God on this or that mountain. And if ever to this day Samaritans and Jews should come together for discussion, each will raise a question against the other, and the Samaritan will say to the Jew the argument of the woman recorded here:
«Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν», δεικνὺς τὸ Γαριζείν, «ὑμεῖς δὲ λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.» Ἀλλ' ἐπεὶ Ἰουδαῖοι μέν–ἀπ' αὐτῶν γὰρ ἡ σωτηρία–εἰκόνες εἰσὶν τῶν τοὺς ὑγιαί νοντας φρονούντων λόγους, Σαμαρεῖς δὲ τῶν ἑτεροδόξων, ἀκολούθως τὸ μὲν Γαριζεὶν θεοποιοῦσιν οἱ Σαμαρεῖς, ὅπερ ἑρμηνεύεται «διατομὴ ἢ διαίρεσις»–καὶ τῆς κατὰ τὴν ἱστορίαν διατομῆς καὶ διαιρέσεως τῶν δέκα φυλῶν διατετμημένων ἀπὸ τῶν λοιπῶν δύο γεγενημένης κατὰ τοὺς τοῦ Ἱεροβοὰμ χρόνους, ὃς καὶ αὐτὸς ἑρμηνεύεται «δικασμὸς λαοῦ»–. Ἰουδαῖοι δὲ τὸ Σιών, ὅπερ ἐστὶν «σκοπευτήριον». Εἰκὸς δέ τινα ἐπαπορήσειν διὰ τί αἱ παρὰ Μωσεῖ εὐλογίαι ἐπὶ τοῦ Γαριζεὶν γίνονται. Λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι, ἐπείπερ σημαίνει ἡ Γαριζεὶν φωνὴ τὴν διατομὴν καὶ τὴν διαίρεσιν, τὸ μὲν τῆς διατομῆς σημαινόμενον ληπτέον, ὅτε σχίζεται ὁ λαὸς ὑπὸ τοῦ Ἱεροβοὰμ καὶ οἰκεῖ τὴν Σαμά ρειαν ὁ βασιλεύς· τὸ δὲ τῆς διαιρέσεως ἐπὶ τῆς εὐλογίας, τῶν σοφῶν τῇ διαιρέσει τεταγμένως χρωμένων ἐφ' ἑκάστου τῶν προβλημάτων, ἥτις ἐστὶν ἀναγκαία πρὸς τὴν τῆς ἀλη θείας κατανόησιν. Ὅσον μὲν οὖν οὐδέπω ἐλήλυθεν ἡ ὑπὸ τοῦ κυρίου εἰρημένη ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσιν τῷ πατρί, φευκτέον τὸ τῶν Σαμαρει τῶν ὄρος, καὶ ἐν Σιών, ὅπου ἐστὶν τὰ Ἱεροσόλυμα, προσκυνητέον τῷ θεῷ, ἅπερ Ἱεροσόλυμα πόλις εἶναι λέγεται ὑπὸ τοῦ Χριστοῦ τοῦ μεγάλου βασιλέως.
"Our fathers worshiped on this mountain," pointing to Gerizim, "but you say that in Jerusalem is the place where one must worship." But since the Jews—for salvation is from them—are images of those who hold sound doctrines, and the Samaritans of the heterodox, correspondingly the Samaritans deify Gerizim, which is interpreted as "division or separation"—and the historical division and separation of the ten tribes, cut off from the remaining two, came about in the times of Jeroboam, whose name is also interpreted as "judgment of the people"—while the Jews deify Zion, which is "a watchtower." It is likely that someone will raise the question why the blessings in Moses are on Gerizim. To this one must say that, since the word Gerizim signifies division and separation, the meaning of "division" must be taken when the people was split by Jeroboam and the king dwelt in Samaria; but the meaning of "separation" in the case of the blessing, since the wise use separation in an orderly way for each of the problems, which is necessary for the understanding of the truth. As long, then, as the hour spoken of by the Lord has not yet come, when they will worship the Father neither on this mountain nor in Jerusalem, one must flee the mountain of the Samaritans, and worship God in Zion, where Jerusalem is, which Jerusalem is said by Christ to be the city of the great king.
Τίς δ' ἂν εἴη ἡ πόλις τοῦ μεγάλου βασιλέως, τὰ ἀληθινὰ Ἱεροσόλυμα, ἢ ἡ ἐκκλησία ἐκ λίθων ᾠκοδομημένη ζώντων, ἔνθα ἱερά τευμα ἅγιον, πνευματικαὶ θυσίαι προσφέρονται τῷ θεῷ ὑπὸ τῶν πνευματικῶν καὶ τὸν πνευματικὸν νενοηκότων νόμον; Ἐπὰν δὲ ἐνστῇ τὸ πλήρωμα τοῦ χρόνου, τότε οὐχ ἡγητέον τὴν ἀληθινὴν προσκύνησιν καὶ τελείαν θεοσέβειαν τελεῖσθαι ἐν Ἱεροσολύμοις ἔτι, ὅταν τις γένηται μηδαμῶς ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, καὶ μηδαμῶς ἔτι ἐν τύπῳ ἀλλὰ πᾶς ἐν ἀληθείᾳ, τοιοῦτος κατεσκευασμένος ὥστε ἐξομοιοῦσθαι αὐτὸν οἷς ζητεῖ προσκυνηταῖς ὁ θεός. Δὶς δὲ τὸ «Ἔρχεται ὥρα» γέγραπται, καὶ κατὰ μὲν τὸ πρῶτον οὐ πρόσκειται «Καὶ νῦν ἐστιν», κατὰ δὲ τὸ δεύτερόν φησιν ὁ εὐαγγελιστής· «Ἀλλ' ἔρχεται ὥρα καὶ νῦν ἐστιν.» Καὶ οἶμαί γε τὸ μὲν πρότερον δηλοῦν τὴν ἔξω σωμάτων προσκύνησιν ἐνστησομένην κατὰ τὴν τελειότητα· τὸ δὲ δεύτερον τὴν τῶν ἐν βίῳ τούτῳ ὡς ἐνδέχεται κατὰ ἀνθρωπίνην φύσιν προκόπτειν τελειουμένων. Ἔξεστιν οὖν καὶ ἐν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυ νεῖν τῷ πατρὶ ὅτε οὐ μόνον «ἔρχεται ὥρα» ἀλλὰ «καὶ νῦν ἐστιν», κἂν ἐν τοῖς Ἱεροσολύμοις διὰ τοὺς ἐπὶ τοσοῦτον μόνον φθάνοντας τυγχάνειν νομιζώμεθα. Ὅτε γοῦν γέγραπται· «Ἔρχεται ὥρα καὶ νῦν ἐστιν», οὐκέτι λέγεται τὸ «Οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί», ὥσπερ εἴρηται, ὅπου τὸ «Ἔρχεται ὥρα» χωρὶς τοῦ «Νῦν ἐστιν» ἀναγέγραπται. Ἔτι μέντοι γε ὁμοίαν ψευδοδοξίαν τῇ ἐπὶ τοῦ νομιζο μένου φρέατος εἰρημένῃ ἔχει ἡ Σαμαρεῖτις ταῦτα λέγουσα.
What then would be the city of the great king, the true Jerusalem, if not the church built of living stones, where a holy priestly company offers spiritual sacrifices to God by those who are spiritual and who have understood the spiritual law? But when the fullness of time comes, then one must no longer suppose that true worship and perfect godliness are still performed in Jerusalem, when a person becomes in no way in the flesh but in the spirit, and in no way still in a type but entirely in truth, being so constituted as to be made like those worshipers whom God seeks. Twice the phrase "The hour is coming" is written, and in the first instance "and now is" is not added, but in the second the evangelist says: "But the hour is coming and now is." And I think the former indicates the worship that will come to pass apart from bodies, in perfection; the second, the worship of those who in this life are being perfected, as far as is possible according to human nature, by advancing. It is possible, then, to worship the Father in spirit and truth when it is not only "the hour is coming" but "and now is," even if we are thought to be in Jerusalem because of those who have reached only so far. At any rate, when it is written, "The hour is coming and now is," the words "neither on this mountain nor in Jerusalem will you worship the Father" are no longer said, as has been stated, in the place where "The hour is coming" is recorded without "now is." Still, the Samaritan woman has a false opinion similar to that expressed about the supposed well, when she says these things.
Ἐκεῖ τε γὰρ «Μὴ σύ», φησί, «μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς δέδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;» ἐνθάδε δὲ τὸ «Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν.» Ὁ δὲ Ἡρακλέων εἰς τὰ αὐτὰ ῥήματα λέγει εὐσχημόνως ὡμολογηκέναι τὴν Σαμαρεῖτιν τὰ ὑπ' αὐτοῦ πρὸς αὐτὴν εἰρημένα· προφήτου γὰρ μόνου, φησίν, ἐστὶν εἰδέναι τὰ πάντα· ψευδόμενος
ἑκατέρως· καὶ γὰρ οἱ ἄγγε λοι τὰ τοιαῦτα δύνανται εἰδέναι, καὶ ὁ προφήτης οὐ πάντα οἶδεν· «Ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφη τεύομεν», κἂν προφητεύωμεν ἢ γινώσκωμεν. Μετὰ δὲ ταῦτα ἐπαινεῖ ὡς πρεπόντως τῇ αὑτῆς φύσει ποιήσασαν τὴν Σαμαρεῖτιν, καὶ μήτε ψευσαμένην μήτε ἄντικρυς ὁμολογήσασαν τὴν ἑαυτῆς ἀσχημοσύνην· πεπει σμένην τέ φησιν αὐτὴν ὅτι προφήτης εἴη, ἐρωτᾶν αὐτὸν ἅμα τὴν αἰτίαν ἐμφαίνουσαν δι' ἣν ἐξεπόρνευσεν, ἅτε δι' ἄγνοιαν θεοῦ καὶ τῆς κατὰ τὸν θεὸν λατρείας ἀμελήσασαν καὶ πάντων τῶν κατὰ τὸν βίον αὐτῇ ἀναγκαίων, καὶ ἄλλως ἀεὶ τῶν ἐν τῷ βίῳ τυγχάνουσαν· οὐ γὰρ ἄν, φησίν, αὐτὴ ἤρχετο ἐπὶ τὸ φρέαρ ἔξω τῆς πόλεως τυγχάνον. Οὐκ οἶδα δὲ πῶς ἐνόμισεν ἐμφαίνεσθαι τὴν αἰτίαν τοῦ ἐκπεπορνευκέναι, ἢ ἄγνοιαν αἰτίαν γεγονέναι ἐπὶ τῶν πλημμελη μάτων καὶ τῆς κατὰ θεὸν λατρείας· ἀλλ' ἔοικεν ταῦτα ὡς ἔτυχεν ἐσχεδιακέναι χωρὶς πάσης πιθανότητος. Προστίθησίν τε τούτοις· ὅτι βουλομένη μαθεῖν πῶς καὶ τίνι εὐαρεστήσασα καὶ θεῷ προσκυνήσασα ἀπαλλαγείη τοῦ πορ νεύειν λέγει τὸ «Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν» καὶ τὸ ἑξῆς. Σφόδρα δέ ἐστιν εὐέλεγκτα τὰ εἰρημένα·
For there, he says, “Are you not greater than our father Jacob, who gave us the well and drank from it himself, and his sons and his livestock?” And here, “Our fathers worshiped on this mountain.” But Heracleon, on the same words, says that the Samaritan woman decently acknowledged what was said by him to her; for it is the mark of a prophet alone, he says, to know all things—being wrong in both respects. For both angels can know such things, and the prophet does not know all things: “For we know in part and we prophesy in part,” even if we prophesy or know. After this he praises the Samaritan woman as having acted in a manner fitting her own nature, neither lying nor openly confessing her own shamefulness. And he says that she, convinced that he was a prophet, asks him at the same time, revealing the reason for which she had played the harlot, inasmuch as through ignorance of God she had neglected both the worship of God and all the necessities of life, and otherwise was always among the things that befall in life; for she would not, he says, have come to the well that was outside the city. But I do not know how he thought that the reason for her having played the harlot was revealed, or that ignorance had become the cause of her transgressions and of the worship of God; but these things seem to have been dashed off at random without any plausibility. And he adds to these things that she, wishing to learn how and by what means, having pleased God and worshiped God, she might be released from playing the harlot, says, “Our fathers worshiped on this mountain,” and what follows. But what has been said is very easily refuted.
πόθεν γὰρ ὅτι βούλεται μαθεῖν τίνι εὐαρεστή σασα ἀπαλλαγείη τοῦ πορνεύειν; Λέγει αὐτῇ ὁ Ἰησοῦς· Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. Ὅτε ἔδοξεν πιθανώτατα τετηρηκέναι ὁ Ἡρακλέων ἐν τούτοις τὸ ἐπὶ μὲν τῶν προτέρων μὴ εἰρῆσθαι αὐτῇ· «Πίστευέ μοι, γύναι», νῦν δὲ τοῦτο αὐτῇ προστετάχθαι, τότε ἐπεθόλωσεν τὸ μὴ ἀπίθανον παρατήρημα, εἰπὼν ὄρος μὲν τὸν διάβολον λέγεσθαι ἢ τὸν κόσμον αὐτοῦ, ἐπείπερ μέρος ἓν ὁ διάβολος ὅλης τῆς ὕλης, φησίν, ἦν, ὁ δὲ κόσμος τὸ σύμπαν τῆς κακίας ὄρος, ἔρημον οἰκητήριον θηρίων, ᾧ προσεκύνουν πάντες οἱ πρὸ νόμου καὶ οἱ ἐθνικοί· Ἱεροσόλυμα δὲ τὴν κτίσιν ἢ τὸν κτίστην, ᾧ προσεκύνουν οἱ Ἰουδαῖοι. Ἀλλὰ καὶ δευτέρως ὄρος μὲν ἐνόμισεν εἶναι τὴν κτίσιν ᾗ οἱ ἐθνικοὶ προσεκύνουν· Ἱεροσόλυμα δὲ τὸν κτίστην ᾧ οἱ Ἰουδαῖοι ἐλάτρευον. Ὑμεῖς οὖν, φησίν, οἱονεὶ οἱ πνευματικοὶ οὔτε τῇ κτίσει οὔτε τῷ δημιουργῷ προσκυνήσετε, ἀλλὰ τῷ πατρὶ τῆς ἀληθείας· καὶ συμπαρα λαμβάνει γε, φησίν, αὐτὴν ὡς ἤδη πιστὴν καὶ συναριθμουμένην τοῖς κατὰ ἀλήθειαν προσκυνηταῖς. Ἀλλ' ἡμεῖς τὴν μὲν ἐν φαντασίᾳ γνωστικῶν λόγων καὶ νομιζομένων ὑψηλῶν ὀνομαζομένην θεοσέβειαν παρὰ τοῖς ἑτεροδόξοις ὑπολαμβάνομεν δηλοῦσθαι διὰ τοῦ «Οὔτε ἐν τῷ ὄρει τούτῳ»·
For whence is it that she wishes to learn by what means, having pleased him, she might be released from fornication? Jesus says to her: Believe me, woman, that an hour comes when neither on this mountain nor in Jerusalem will you worship the Father. When Heracleon seemed most persuasively to have observed in these words that it was not said to her in the earlier instances, "Believe me, woman," but now this had been enjoined upon her, then that not-implausible observation of his became muddied, when he said that the mountain means the devil or his world, since the devil, he says, was one part of the whole of matter, and the world is the whole mountain of evil, a desert dwelling-place of wild beasts, which all those before the law and the Gentiles used to worship; and Jerusalem means the creation or the creator, which the Jews used to worship. But also in a second way he thought the mountain to be the creation which the Gentiles worshipped, and Jerusalem the creator which the Jews served. You, then, he says—as it were the spiritual ones—will worship neither the creation nor the demiurge, but the Father of truth; and he takes her along with him, he says, as already a believer and numbered among those who worship in truth. But we suppose that the godliness named in the imagination of gnostic doctrines and reputed to be lofty is indicated among the heterodox by the words "neither on this mountain."
τὸν δὲ κανόνα τὸν κατὰ τοὺς πολλοὺς τῆς ἐκκλησίας, ὃν καὶ αὐτὸν ὁ τέλειος καὶ ἅγιος ὑπεραναβήσεται θεωρητικώτερον καὶ σαφέστερον καὶ θειότερον προσκυνῶν τῷ πατρὶ διὰ τοῦ «Οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.» Ὥσπερ γάρ–καθὼς ὁμολογήσαιεν ἂν καὶ οἱ Ἰουδαῖοι–οἱ ἄγγελοι οὐκ ἐν Ἱεροσολύμοις προσκυνοῦσιν τῷ πατρί, τῷ κρειττόνως παρὰ τὸ ἐν Ἱεροσολύμοις προσκυνεῖν τῷ πατρί, οὕτως οἱ ἤδη τῇ διαθέσει τὸ ἰσάγγελοι εἶναι ἐσχηκότες οὐδὲ ἐν Ἱεροσολύμοις προσκυνήσουσιν τῷ πατρί, ἀλλὰ βέλτιον ἢ οἱ ἐν Ἱεροσολύμοις, κἂν διὰ τοὺς ἐν Ἱεροσολύμοις συμπεριφέρωνται τοῖς ἐν Ἱεροσολύμοις, τοῖς Ἰουδαίοις γινόμενοι Ἰουδαῖοι ἵναἸουδαίους κερδήσωσιν. Ἱεροσόλυμα δέ μοι νοείσθω καθὼς προαποδεδώκαμεν, ὁμοίως δὲ καὶ οἱ Ἰουδαῖοι. Ὅτε μέντοι γε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις τις προσκυνεῖ, ἐλθούσης τῆς ὥρας προσκυνεῖ μετὰ παρ ρησίας υἱὸς γεγενημένος τὸν πατέρα. Διόπερ οὐκ εἴρηται «Οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ θεῷ» ἀλλὰ «Οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί». Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Τὸ «ὑμεῖς», ὅσον ἐπὶ τῇ λέξει, οἱ Σαμα ρεῖς· ὅσον δὲ ἐπὶ τῇ ἀναγωγῇ, οἱ περὶ τὰς γραφὰς ἑτερόδοξοι· τὸ δὲ «ἡμεῖς», ὅσον ἐπὶ τῷ ῥητῷ, οἱ Ἰουδαῖοι· ὅσον δὲ ἐπὶ τῇ ἀλληγορίᾳ, ἐγὼ ὁ λόγος καὶ οἱ κατ' ἐμὲ μεμορφωμένοι, τὴν σωτηρίαν ἔχοντες ἀπὸ τῶν Ἰουδαϊκῶν λόγων· τὸ γὰρ
But the rule according to the many of the church, which the perfect and holy man will also himself transcend, worshipping the Father more contemplatively and more clearly and more divinely through “Neither in Jerusalem will you worship the Father.” For just as—as even the Jews would agree—the angels do not worship the Father in Jerusalem, worshipping the Father better than in Jerusalem, so those who already have by disposition the being equal to angels will not worship the Father even in Jerusalem, but better than those in Jerusalem, even if for the sake of those in Jerusalem they accommodate themselves to those in Jerusalem, becoming Jews to Jews in order that they might gain Jews. And let Jerusalem be understood by me as we have previously set forth, and likewise also the Jews. When, however, one worships neither on this mountain nor in Jerusalem, the hour having come, he worships the Father with boldness, having become a son. Therefore it has not been said, “Neither in Jerusalem will you worship God,” but “Neither in Jerusalem will you worship the Father.” You worship what you do not know; we worship what we know, because salvation is from the Jews. “You,” as far as the wording goes, means the Samaritans; but as far as the spiritual interpretation goes, those who are heterodox concerning the Scriptures; and “we,” as far as the literal sense goes, means the Jews; but as far as the allegory goes, I, the Word, and those formed according to me, having salvation from the Jewish words; for the
φανερωθὲν νῦν μυστήριον πεφανέρωται διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅρα δὲ εἰ μὴ ἰδίως καὶ παρὰ τὴν ἀκολουθίαν τῶν ῥητῶν ὁ Ἡρακλέων ἐκδεξάμενος τὸ «ὑμεῖς» ἀντὶ τοῦ «Οἱ Ἰουδαῖοι καὶ οἱ ἐθνικοὶ» διηγήσατο. Οἷον δέ ἐστιν πρὸς τὴν Σαμαρεῖτιν λέγεσθαι· Ὑμεῖς οἱ Ἰουδαῖοι, ἢ πρὸς Σαμαρεῖτιν· Ὑμεῖς οἱ ἐθνικοί; ἀλλ' οὐκ οἴδασίν γε οἱ ἑτερόδοξοι ὃ προσκυνοῦσιν, ὅτι πλάσμα ἐστὶν καὶ οὐκ ἀλήθεια, καὶ μῦθος καὶ οὐ μυστήρια· ὁ δὲ προσκυνῶν τὸν δημιουργόν, μάλιστα κατὰ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τοὺς λόγους τοὺς πνευματικοὺς Ἰουδαϊκούς, οὗτος ὃ οἶδεν προσκυνεῖ. Πολὺ δέ ἐστιν νῦν παρατίθεσθαι τοῦ Ἡρακλέωνος τὰ ῥητά, ἀπὸ τοῦ ἐπιγεγραμμένου «Πέτρου κηρύγματος» παραλαμβανόμενα, καὶ ἵστασθαι πρὸς αὐτὰ ἐξετάζοντας καὶ περὶ τοῦ βιβλίου, πότερόν ποτε γνήσιόν ἐστιν ἢ νόθον ἢ μικτόν· διόπερ ἑκόντες ὑπερτιθέμεθα, ταῦτα μόνον ἐπισημειούμενοι φέρειν αὐτόν, ὡς Πέτρου διδάξαντος, μὴ δεῖν καθ' Ἕλληνας προσκυνεῖν, τὰ τῆς ὕλης πράγματα ἀποδεχομένους καὶ λατρεύοντας ξύλοις καὶ λίθοις, μήτε κατὰ Ἰουδαίους σέβειν τὸ θεῖον, ἐπείπερ καὶ αὐτοὶ μόνοι οἰόμενοι ἐπίστασθαι θεὸν ἀγνοοῦσιν αὐτόν, λατρεύοντες ἀγγέλοις καὶ μηνὶ καὶ σελήνῃ. Ζητητέον μέντοι γε, ὡς πρὸς τὸ ἀληθές, τίνι ἡ σωματικὴ λατρεία ἐγίνετο ὑπὸ Ἰουδαίων· ὅτι μὲν γὰρ προκείμενον ἦν αὐτοῖς προσφέρειν τὰς θυσίας τῷ κτίστῃ τοῦ παντὸς τοῦτο δῆλον. Ἄξιον δὲ ἰδεῖν τί ἐστιν τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γεγραμμένον·
The mystery, having now been revealed, has been made manifest both through the prophetic scriptures and through the appearing of our Lord Jesus Christ. But consider whether Heracleon, interpreting the "you" in an unusual way and contrary to the sequence of the words, did not explain it as "the Jews and the Gentiles." For what sort of thing is it to say to the Samaritan woman, "You who are Jews," or to a Samaritan woman, "You who are Gentiles"? But the heterodox do not know what they worship, because it is a fabrication and not truth, and a myth and not mysteries; but the one who worships the Creator, especially in the manner of the Jew who is one inwardly and of the spiritual Jewish words, this one worships what he knows. But it is a great task now to set out the words of Heracleon, taken from what is entitled the "Preaching of Peter," and to stand against them and examine them, and also concerning the book, whether it is genuine or spurious or mixed; therefore we willingly postpone this, noting only this, that he cites it as Peter having taught that one ought not to worship in the manner of the Greeks, accepting the things of matter and serving wood and stones, nor to revere the divine in the manner of the Jews, since they too, thinking that they alone know God, do not know him, serving angels and the moon and the sun. One must inquire, however, with a view to the truth, to whom the bodily worship was offered by the Jews; for that it was set before them to offer sacrifices to the Creator of the universe is clear. But it is worth seeing what is written in the Acts of the Apostles:
«Ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ.» Οὐκ οἶδα δὲ πῶς τοῦ σωτῆρος ἄντικρυς φάσκοντος ὅτι «Ἡ σωτηρία ἀπὸ τῶν Ἰουδαίων ἐστίν» οἱ ἑτερόδοξοι ἀρνοῦνται τὸν θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τῶνπατέρων τῶν Ἰουδαίων. Ἔτι δὲ εἰ πληροῖ ὁ σωτὴρ τὸν νόμον καὶ ἵνα πληρωθῇ τὰ ἐν τοῖς προφήταις γεγραμ μένα τάδε τινὰ καὶ τάδε γίνεται κατὰ τὴν τοῦ κυρίου ἐπι δημίαν, πῶς οὐ σαφὲς τίνα τρόπον «ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων» γίνεται; Ὁ αὐτὸς γὰρ θεὸς Ἰουδαίων καὶ ἐθνῶν, «εἴπερ εἷς θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως». Οὐ γὰρ καταργοῦμεν νόμον διὰ τῆς πίστεως, ἀλλὰ ἱστάνομεν νόμον δι' αὐτῆς. Ἀλλ' ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Τοὺς μηδ' ὅλως ἐπαγγελλομένους προσκυ νεῖν τῷ πατρὶ οὐδὲ ὀνομάζεσθαι δεῖ προσκυνητὰς τοῦ θεοῦ· ἀλλὰ πάντων τῶν ἐπαγγελλομένων προσκυνεῖν τῷ κτί σαντι, ἐὰν οἱ μὲν μηκέτι ὦσιν ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, τῷ πνεύματι περιπατεῖν καὶ ἐπιθυμίαν σαρκὸς μὴ ἐπιτελεῖν, οἱ δὲ μὴ ὦσιν ἐν πνεύματι, ἀλλ' ἐν σαρκὶ καὶ κατὰ σάρκα στρατεύωνται, τότε λεκτέον ἀληθινοὺς μὲν προσκυνητὰς τοὺς προσκυνοῦντας τῷ πατρὶ ἐν πνεύματι καὶ μὴ σαρκί, καὶ ἐν ἀληθείᾳ καὶ μὴ τύποις, οὐκ ἀληθινοὺς δὲ τοὺς μὴ οὕτως ἔχοντας. Καὶ ὁ γράμματι δὲ τῷ ἀποκτιννύντι δεδουλω μένος, πνεύματος δὲ τοῦ ζωοποιοῦντος μὴ μετειληφὼς μηδὲ τοῖς πνευματικοῖς ἀκολουθῶν τοῦ νόμου, οὗτος ἂν εἴη ὁ μὴ ἀληθινὸς προσκυνητὴς καὶ πνεύματι μὴ προσκυνῶν τῷ πατρί·
But God turned and handed them over to worship the host of heaven. Yet I do not know how, when the Savior says plainly, "Salvation is from the Jews," the heterodox deny the God of Abraham, Isaac, and Jacob, the fathers of the Jews. Further, if the Savior fulfills the law and, so that what is written in the prophets may be fulfilled, certain things happen in this way and certain in that at the Lord's coming, how is it not clear in what manner "salvation is from the Jews"? For the same God is God of Jews and of Gentiles, "if indeed there is one God, who will justify the circumcision by faith and the uncircumcision through faith." For we do not abolish the law through faith, but we establish the law through it. But the hour is coming and now is, when the true worshippers will worship the Father in spirit and truth. Those who do not profess at all to worship the Father should not even be called worshippers of God; but of all who profess to worship the Creator, if some are no longer in the flesh but in the spirit, walking in the spirit and not fulfilling the desire of the flesh, while others are not in the spirit but in the flesh and wage war according to the flesh, then it must be said that the true worshippers are those who worship the Father in spirit and not in flesh, and in truth and not in types, while those who are not so are not true worshippers. And he who is enslaved to the letter that kills, but has not partaken of the life-giving spirit nor follows the spiritual things of the law, this man would be the one who is not a true worshipper and does not worship the Father in spirit.
ὁ δ' αὐτὸς οὗτος ὅλος τῶν τύπων καὶ τῶν σωματικῶν ὤν, ὅταν ἐπιτυγχάνειν πάνυ δοκῇ, τότε ἐν τύπῳ καὶ οὐκ ἐν ἀληθείᾳ προσκυνεῖ τῷ θεῷ, διὰ τοῦτο οὐδὲ ἀληθινὸς δυνάμενος χρηματίζειν προσκυνητής. Τάχα δὲ δέδοταί ποτε εὐλόγως καὶ τὸν ἀληθινὸν προσκυνητὴν ἐν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦντα τυπικά τινα ποιεῖν, ἵνα τοὺς τῷ τύπῳ δεδουλωμένους οἰκονομικώτατα ἐλευθε ρώσας τῶν τύπων προσαγάγῃ τῇ ἀληθείᾳ, ὥσπερ φαίνεται Παῦλος ἐπὶ Τιμοθέου πεποιηκώς, τάχα δὲ καὶ ἐν Κεγχρεαῖς καὶ Ἱεροσολύμοις, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀπο στόλων γέγραπται. Τηρητέον δὲ ὅτι οἱ ἀληθινοὶ προσκυνηταὶ οὐ μόνον ἐν μελλούσῃ ὥρᾳ ἀλλὰ καὶ ἐνεστηκυίᾳ προσκυνοῦσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Ἀλλ' ἐν πνεύματι οἱ προσκυνοῦντες, ὡς εἰλήφασι προσκυνοῦντες, ἐν ἀραβῶνι πνεύματος ἐπὶ τοῦ
παρόντος προσκυνοῦσιν, ἐν παντὶ δὲ τῷ πνεύματι, ὅτε πᾶν χωρήσουσι τὸ πνεῦμα, προσκυνήσουσι τῷ πατρί. Εἰ δὲ ὁ βλέπων διὰ κατόπτρου τὸ ἀληθὲς οὐ βλέπει, ὡς δείκνυ ται τοῦτο τοῖς κατοπτρικοῖς ὑπὸ τῶν περὶ ταῦτα δεινῶν, βλέπει δὲ Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ διὰ κατόπτρου νῦν, δῆλον ὅτι ὡς βλέπει οὕτω καὶ προσκυνεῖ τῷ θεῷ, καὶ διὰ κατόπτρου προσκυνεῖ τῷ θεῷ· ὅταν δὲ ἔλθῃ ἡ ὥρα ἡ μετὰ τὴν ἐνεστηκυῖαν ἐνστησομένη, τότε ἔσται ἡ προσκύνη σις ἐν ἀληθείᾳ τῇ «πρόσωπον πρὸς πρόσωπον» καὶ οὐκέτι διὰ κατόπτρου θεωρουμένῃ. Τὸ μέντοι γε «Ἡμεῖς προσκυνοῦμεν» ὁ Ἡρακλέων οἴεται εἶναι ὁ ἐν αἰῶνι καὶ οἱ σὺν αὐτῷ ἐλθόν τες· οὗτοι γάρ, φησίν, ᾔδεσαν τίνι προσκυνοῦσιν κατὰ ἀλήθειαν προσκυνοῦντες.
But this same man, being wholly devoted to types and bodily things, whenever he seems altogether to succeed, then worships God in a type and not in truth, and for this reason he cannot be called a true worshipper. Perhaps, however, it has sometimes been reasonably granted that even the true worshipper, who worships in spirit and truth, may perform certain typical acts, so that by most economically freeing those enslaved to the type he might lead them from types to the truth, as Paul appears to have done in the case of Timothy, and perhaps also at Cenchreae and at Jerusalem, as it is written in the Acts of the Apostles. It must be observed that the true worshippers worship the Father in spirit and truth not only in the coming hour but also in the present one. But those who worship in spirit, worshipping as they have received, worship in the present time in the earnest of the spirit, but in the whole spirit, when they shall contain the whole spirit, they will worship the Father. And if he who sees through a mirror does not see the truth, as this is shown to those skilled in such matters by means of mirrors, but Paul and those like him now see through a mirror, it is clear that as he sees, so also he worships God, and through a mirror he worships God; but when the hour comes which shall be established after the present one, then the worship shall be in truth, which is "face to face" and no longer seen through a mirror. However, Heracleon thinks that the "We worship" refers to him who is in the age and those who came with him; for these, he says, knew whom they worship, worshipping in truth.
Ἀλλὰ καὶ τὸ «Ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστὶν» εἰρῆσθαι ἐπεὶ ἐν τῇ Ἰουδαίᾳ, φησίν, ἐγενήθη, ἀλλ' οὐκ ἐν αὐτοῖς–οὐ γὰρ εἰς πάντας αὐτοὺς εὐδόκησεν– καὶ ὅτι ἐξ ἐκείνου τοῦ ἔθνους ἐξῆλθεν ἡ σωτηρία καὶ ὁ λόγος εἰς τὴν οἰκουμένην. Κατὰ δὲ τὸ νοούμενον ἐκ τῶν Ἰουδαίων τὴν σωτηρίαν διηγεῖται γεγονέναι ἐπείπερ εἰκόνες οὗτοι τῶν ἐν τῷ πληρώματι αὐτῷ εἶναι νομίζονται. Ἐχρῆν δὲ αὐτὸν καὶ τοὺς ἀπ' αὐτοῦ ἕκαστον τῶν ἐν τῇ λατρείᾳ δεικνύναι πῶς ἐστιν εἰκὼν τῶν ἐν τῷ πληρώματι, εἴγε μὴ μόνον φωνῇ τοῦτο λέγουσιν ἀλλὰ καὶ ἀληθείᾳ φρονοῦσιν αὐτό. Πρὸς τούτοις τὸ «Ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυ νεῖσθαι τὸν θεὸν» διηγούμενος λέγει, ὅτι οἱ πρότεροι προσκυνηταὶ ἐν σαρκὶ καὶ πλάνῃ προσεκύνουν τῷ μὴ πατρί, ὥστε κατ' αὐτὸν πεπλανῆσθαι πάντας τοὺς προσκεκυνηκότας τῷ δημιουργῷ. Καὶ ἐπιφέρει γε ὁ Ἡρακλέων ὅτι ἐλάτρευον τῇ κτίσει, καὶ οὐ τῷ κατ' ἀλήθειαν κτίστῃ, ὅς ἐστιν Χριστός, εἴ γε «Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν.» Καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Εἰ ζητεῖ ὁ πατήρ, διὰ τοῦ υἱοῦ ζητεῖ τοῦ ἐληλυθότος ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, οὕστινας καθαίρων καὶ παιδεύων τῷ λόγῳ καὶ τοῖς ὑγιέσι δόγμασιν κατασκευάζει ἀληθινοὺς προσκυνητάς. Ἀπολωλέναι δέ φησιν ὁ Ἡρακλέων ἐν τῇ βαθείᾳ ὕλῃ τῆς πλάνης τὸ οἰκεῖον τῷ πατρί, ὅπερ ζητεῖται, ἵνα ὁ πατὴρ ὑπὸ τῶν οἰκείων προσκυνῆται. Εἰ μὲν οὖν ἑώρα τὸν περὶ τῆς ἀπωλείας τῶν προβάτων λόγον καὶ τοῦ ἀποπεσόντος τῶν τοῦ πατρὸς υἱοῦ, κἂν ἀπεδεξάμεθα αὐτοῦ τὴν διήγησιν.
But also the statement "that salvation is from the Jews" was said because, he says, it came about in Judea, but not among them—for he did not take pleasure in all of them—and because from that nation salvation went forth and the word into the inhabited world. But according to the meaning understood, he explains that salvation came to be from the Jews, since these are considered images of those who are in the Pleroma itself. And it was necessary for him and for those from him to show how each of the things in the worship is an image of those in the Pleroma, if indeed they say this not only with the voice but also think it in truth. In addition to these things, explaining "that God is worshipped in spirit and truth," he says that the former worshippers worshipped in flesh and error a god who was not the Father, so that according to him all who have worshipped the Creator have gone astray. And Heracleon adds that they served the creation, and not the true Creator, who is Christ, if indeed "All things came to be through him, and without him nothing came to be." For the Father seeks such worshippers of him. If the Father seeks, he seeks through the Son who has come to seek and to save what was lost, whom, purifying and disciplining by the word and by sound doctrines, he makes true worshippers. And Heracleon says that what belongs to the Father was lost in the deep matter of error, which is sought, so that the Father may be worshipped by his own. If, then, he had seen the account concerning the loss of the sheep and of the son who fell away from the father's household, we would have accepted his explanation.
Ἐπεὶ δὲ μυθοποιοῦντες οἱ ἀπὸ τῆς γνώμης αὐτοῦ οὐκ οἶδ' ὅ τί ποτε τρανῶς παριστᾶσιν περὶ τῆς ἀπολωλυίας πνευματικῆς φύσεως οὐδὲν σαφὲς διδάσκοντες ἡμᾶς περὶ τῶν πρὸ τῆς ἀπωλείας αὐτῆς χρόνων ἢ αἰώνων–οὐδὲ γὰρ τρανοῦν δύνανται ἑαυτῶν τὸν λόγον–, διὰ τοῦτο αὐτοὺς ἑκόντες παραπεμψόμεθα, τοσοῦτον ἐπαπορήσαντες. Πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Πολλῶν πολλὰ περὶ τοῦ θεοῦ ἀποφηναμένων καὶ τῆς οὐσίας αὐτοῦ, ὥστε τινὰς μὲν εἰρηκέναι καὶ αὐτὸν σωματικῆς φύσεως λεπτομεροῦς καὶ αἰθερώδους, τινὰς δὲ ἀσωμάτου καὶ ἄλλους ὑπερέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει, ἄξιον ἡμᾶς ἰδεῖν εἰ ἔχομεν ἀφορμὰς ἀπὸ τῶν θείων γραφῶν πρὸς τὸ εἰπεῖν τι περὶ οὐσίας θεοῦ. Ἐνθάδε μὲν οὖν λέγεται οἱονεὶ οὐσία εἶναι αὐτοῦ τὸ πνεῦμα· «Πνεῦμα γὰρ ὁ θεός»· φησίν· ἐν δὲ τῷ νόμῳ «πῦρ»· γέγραπται γὰρ «Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον»· παρὰ δὲ τῷ Ἰωάννῃ «φῶς»· «Ὁ θεός, γάρ φησι, φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.» Ἐὰν μὲν οὖν ἁπλούστερον τούτων ἀκούσωμεν, μηδὲν πέρα τῆς λέξεως περιεργαζόμενοι, ὥρα ἡμῖν λέγειν σῶμα εἶναι τὸν θεόν· τίνα δὲ ἡμᾶς διαδέχεται ἄτοπα τοῦτο λέγοντας, οὐ τῶν πολλῶν ἐστιν εἰδέναι· ὀλίγοι γὰρ διειλήφασιν περὶ τῆς τῶν σωμάτων φύσεως, καὶ μάλιστα τῶν ὑπὸ λόγου καὶ προνοίας κατακοσμουμένων· καίτοι τὸ προνοοῦν τῆς αὐτῆς οὐσίας λέγοντες εἶναι τοῖς προνοουμένοις γενικῷ λόγῳ, τέλειον ἀλλ' οἷον τὸ προνοούμενον. Παρεδέξαντο δὲ τὰ ἀπαντῶντα τῷ λόγῳ αὐτῶν ἄτοπα οἱ θέλοντες εἶναι σῶμα τὸν θεόν, ἅτε μὴ δυνάμενοι ἀντιβλέπειν τοῖς ἐκ λόγου ἐναργῶς
But since those who follow his opinion, fabricating myths, do not clearly establish I know not what concerning the lost spiritual nature, nor teach us anything clear about the times or ages before its loss—for they are unable to make their account clear—for this reason we will willingly pass them by, having raised this much as a difficulty. God is spirit, and those who worship him must worship in spirit and truth. Since many have made many declarations about God and his essence, so that some have said that he is even of a bodily nature, subtle and ethereal, while others say he is incorporeal, and others that he is beyond essence in preeminence and power, it is worth our while to see whether we have starting points from the divine scriptures for saying something about the essence of God. Here, then, his essence is said to be, as it were, spirit: for "God is spirit," it says; but in the law, "fire"—for it is written, "Our God is a consuming fire"; and in John, "light"—for he says, "God is light, and in him there is no darkness at all." If, then, we hear these things more simply, not busying ourselves about anything beyond the wording, it is time for us to say that God is a body. But what absurdities follow upon our saying this is not for the many to know; for few have distinguished concerning the nature of bodies, and especially of those that are ordered by reason and providence—although, saying that what provides is of the same essence as those provided for in a generic sense, they hold that the provided-for thing is perfect, but of such a sort. And those who wish God to be a body have accepted the absurdities that meet their account, since they are unable to look in the face the things that are evidently [established] by reason
παρισταμένου. Ταῦτα δέ φημι καθ' ὑπεξαίρεσιν τῶν πέμπτην λεγόν των εἶναι φύσιν σωμάτων παρὰ τὰ στοιχεῖα. Εἰ δὲ πᾶν σῶμα ὑλικὸν ἔχει φύσιν τῷ ἰδίῳ λόγῳ ἄποιον τυγχάνουσαν, τρεπτὴν δὲ καὶ ἀλλοιωτὴν καὶ δι' ὅλων μεταβλητὴν καὶ ποιότητας χωροῦσαν, ἃς ἐὰν βούληται αὐτῇ περιτιθέναι ὁ δημιουργός, ἀνάγκη καὶ τὸν θεὸν ὑλικὸν ὄντα τρεπτὸν εἶναι καὶ ἀλλοιωτὸν καὶ μεταβλητόν. Καὶ ἐκεῖνοι μὲν οὐκ αἰδοῦνται λέγειν ὅτι καὶ φθαρτός ἐστιν σῶμα ὤν, σῶμα δὲ πνευματικὸν καὶ αἰθερῶδες, μάλιστα κατὰ τὸ ἡγεμονικὸν αὐτοῦ· φθαρτὸν δὲ ὄντα μὴ φθείρεσθαι τῷ μὴ εἶναι τὸν φθείροντα αὐτὸν λέγουσιν. Ἡμεῖς δὲ διὰ τὸ μὴ ὁρᾶν τὰς ἀκολουθίας, ἐὰν σῶμα αὐτὸν λέγωμεν καὶ διὰ τὴν γραφὴν τοιοῦτόν τι σῶμα, πνεῦμα καὶ πῦρ καταναλίσκον καὶ φῶς, τὸ ἀναγκαίως ἑπόμενον τούτοις μὴ παραδεχόμενοι ἀσχημονήσομεν ὡς ἠλίθιοι καὶ παρὰ τὰ ἐναργῆ λέγοντες· πᾶν γὰρ πῦρ τροφῆς δεόμενον φθαρτόν ἐστιν, καὶ πᾶν πνεῦμα, εἰ ἁπλούστερον ἐκλαμβάνομεν τὸ πνεῦμα, σῶμα τυγχάνον ἐπιδέχεται ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει τὴν εἰς τὸ παχύτερον μεταβολήν. Ὥρα οὖν ἐν τούτοις ἤτοι τηροῦντας τὰς λέξεις τὰ τοσαῦτα ἄτοπα παραδέξασθαι καὶ δύσφημα περὶ τοῦ θεοῦ, ἢ ἐφοδεῦσαι, ὥσπερ καὶ ἐπὶ ἄλλων πλειόνων ποιοῦμεν, καὶ ἐξετάσαι τί δύναται δηλοῦσθαι ἀπὸ τοῦ λέγεσθαι πνεῦμα ἢ πῦρ ἢ φῶς εἶναι τὸν θεόν.
These things I say by way of excepting those who assert that there is a fifth nature of bodies besides the elements. But if every material body has a nature that in its own principle is without quality, being changeable and alterable and wholly mutable and admitting qualities which the Creator, if he wishes, imposes upon it, then God too, being material, must necessarily be changeable and alterable and mutable. And they are not ashamed to say that he is even corruptible, being a body—a spiritual and ethereal body, especially as regards his ruling principle; and they say that, though corruptible, he is not corrupted because there is no one who corrupts him. But we, because we do not see the consequences, if we call him a body and, on account of the Scripture, such a body as spirit and a consuming fire and light, will be disgraced as fools and as speaking contrary to what is evident, if we do not accept what necessarily follows from these things; for every fire, needing fuel, is corruptible, and every spirit, if we take spirit in a simpler sense, being a body, admits, as far as its own nature is concerned, change into what is denser. It is time, then, in these matters either to keep the expressions and accept all these absurdities and blasphemies concerning God, or to go through them, as we do in many other cases, and examine what can be signified by God being said to be spirit or fire or light.
Καὶ πρῶτον λεκτέον, ὅτι ὥσπερ ὀφθαλ μοὺς καὶ βλέφαρα καὶ ὦτα, χεῖράς τε καὶ βραχίονας καὶ πόδας εὑρίσκοντες γεγραμμένα τοῦ θεοῦ, ἔτι δὲ καὶ πτέρυγας, μεταλαμβάνομεν εἰς ἀλληγορίαν τὰ γεγραμμένα, καταφρονοῦντες τῶν μορφὴν ἀνθρώπων παραπλήσιον περιτι θέντων τῷ θεῷ καὶ εὐλόγως γε τοῦτο πράττομεν, οὕτως καὶ ἐπὶ τῶν εἰρημένων ὀνομάτων τὸ ἀκόλουθον ἡμῖν ποιη τέον· καὶ δῆλόν γε ἀπὸ τοῦ φαινομένου ἡμῖν πρακτικωτέρου· «Φῶς γάρ ἐστιν ὁ θεός», κατὰ τὸν Ἰωάννην, «καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία.» Πῶς δὴ φῶς αὐτὸν νοητέον κατὰ τὸ δυνατὸν ἡμῖν συνετώτερον ἐπισκεψώμεθα· διχῶς γὰρ τὸ «φῶς» ὀνο μάζεται, σωματικόν τε καὶ πνευματικόν, ὅπερ ἐστὶ νοητὸν καὶ ὡς μὲν αἱ γραφαὶ ἂν λέγοιεν ἀόρατον, ὡς δ' ἂν Ἕλληνες ὀνομάσαιεν ἀσώματον. Καὶ τοῦ γε σωματικοῦ παρά δειγμα ὁμολογούμενον τοῖς τὴν ἱστορίαν παραδεχομένοις τὸ «Πᾶσιν δὲ τοῖς υἱοῖς Ἰσραὴλ ἦν φῶς ἐν πᾶσιν οἷς κατε γίνοντο»· τοῦ δὲ νοητοῦ καὶ πνευματικοῦ ἔν τινι τῶν δώ δεκα· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρ πὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.» Ὁμοίως δὲ καὶ τὸ «σκότος» κατ' ἀναλογίαν διχῶς λεχθήσεται. Καὶ τοῦ μὲν κοινότερον λεγομένου παράδειγμα· «Καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσεν νύκτα»· τοῦ δὲ νοητοῦ· «Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει * * καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς.» Τούτων οὕτως ἐχόντων ἄξιον ἰδεῖν, τί ἁρμόζει νοεῖν ἡμᾶς περὶ θεοῦ λεγομένου φῶς, ἐν ᾧ οὐδεμία ἐστὶν σκοτία. Ἆρα γὰρ τοὺς σωματικοὺς ὀφθαλμοὺς ὁ θεὸς φωτίζων φῶς ἐστιν ἢ τοὺς νοητούς, περὶ ὧν καὶ ὁ προφήτης φησί·
And first it must be said that just as, finding eyes and eyelids and ears, hands and arms and feet, written of God, and moreover also wings, we take what is written over into allegory, despising those who invest God with a form resembling that of men—and we do this reasonably—so also in the case of the names that have been mentioned we must draw the consequence for ourselves; and this is clear from what appears to us to be the more practical. For "God is light," according to John, "and there is no darkness in him at all." Let us consider more intelligently, as far as we are able, how he is to be understood as light. For "light" is named in two ways, bodily and spiritual, which is intelligible, and, as the Scriptures would say, invisible, but as the Greeks would call it, incorporeal. And of the bodily light an example acknowledged by those who accept the history is "And there was light for all the sons of Israel in all that they did"; and of the intelligible and spiritual light, in one of the twelve: "Sow for yourselves in righteousness, reap for the fruit of life, light for yourselves the light of knowledge." Likewise also "darkness" will be spoken of in two ways by analogy. And of what is spoken of more commonly, an example is: "And God called the light day, and the darkness he called night"; and of the intelligible: "The people who sat in darkness and in the shadow of death, a light has risen upon them." Since these things are so, it is worth seeing what it is fitting for us to understand concerning God when he is called light, in whom there is no darkness. For is God light by enlightening the bodily eyes, or the intelligible ones, concerning which the prophet also says:
«Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον»; Νομίζω δὲ προφανὲς παντί τῳ εἶναι ὅτι οὐκ ἂν τὸ τοῦ ἡλίου ἔργον ποιεῖν λέγοιμεν τὸν θεόν, ἑτέρῳ παραχωροῦντα φωτίζειν τοὺς ὀφθαλμοὺς τῶν μὴ ὑπνωσομένων εἰς θάνατον· οὐκοῦν φωτίζει ὁ θεὸς τὸν νοῦν ὧν κρίνει ἀξίους εἶναι τοῦ οἰκείου φωτισμοῦ. Εἰ δὲ νοῦ ἐστιν φωτιστικὸς κατὰ τὸ λεγόμενον· «Κύριος φωτι σμός μου»· ἀνάγκη αὐτὸν νοητὸν τυγχάνοντα καὶ ἀόρατον καὶ ἀσώματον τούτου ἡμᾶς αὐτὸν ὑπολαμβάνειν φῶς. * * * μήποτε καὶ πῦρ καταναλίσκον ομεν * * ὁμεν * * * σωματικο * * ἀναλωτικὸν εἶναι δοκεῖ, οἷον ξύλων καὶ χόρτου καὶ καλάμης· εἰ δὲ νοητά ἐστι ξύλα καὶ χόρτος καὶ καλάμη, μήποτε τὸ ἀναλωτικὸν τῆς τοιαύτης ὕλης πῦρ ὁ θεός ἐστιν ἡμῶν, πῦρ λεγόμενος εἶναι καταναλίσκον· καὶ πρέπον γε τῷ κυρίῳ ἐστὶν τὸ ἀναλίσκειν τὰ τοιαῦτα καὶ ἐξαφανίζειν τὰ χείρονα, οὗ γινο μένου ἀλγηδόνας οἶμαι καὶ πόνους γίνεσθαι, οὐκ ἀπό τινος σωματικῆς ἐπαφῆς, περὶ τὰ
ἡγεμονικά, ἔνθα συνέστη ἡ τοῦ καταναλίσκεσθαι ἀξία οἰκοδομή. Φῶς οὖν ὀνομάζεται ὁ θεὸς ἀπὸ τοῦ σωματικοῦ φωτὸς μεταληφθεὶς εἰς ἀόρατον καὶ ἀσώματον φῶς, διὰ τὴν ἐν τῷ φωτίζειν νοητοὺς ὀφθαλμοὺς δύναμιν οὕτω λεγόμενος· πῦρ τε προσαγορεύεται καταναλίσκον, ἀπὸ τοῦ σωματικοῦ πυρὸς καὶ καταναλωτικοῦ τῆς τοιᾶσδε ὕλης νοούμενος. Τοιοῦτόν τί μοι φαίνεται καὶ περὶ τὸ «Πνεῦμα ὁ θεός»·
Enlighten my eyes, lest I sleep unto death"? I think it is evident to everyone that we would not say God does the work of the sun, yielding to another to enlighten the eyes of those who will not sleep unto death; therefore God enlightens the mind of those whom he judges worthy of his own illumination. But if he is the enlightener of the mind, according to the saying, "The Lord is my enlightenment," it is necessary that we understand him to be intelligible light, since he is intelligible and invisible and incorporeal. ... lest also a consuming fire ... we ... bodily ... seems to be destructive, such as of wood and grass and stubble; but if the wood and grass and stubble are intelligible, perhaps God is a fire consuming such matter for us, being called a consuming fire; and it is fitting for the Lord to consume and obliterate such things and the worse elements, and when this happens I think pains and toils arise, not from any bodily contact, but in the governing faculties, where the structure worthy of being consumed was constituted. God, then, is named light, transferred from bodily light to invisible and incorporeal light, being called so because of the power of enlightening intelligible eyes; and he is called a consuming fire, understood from bodily fire and its consuming of such matter. Something of this sort appears to me also regarding "God is Spirit.
ἐπεὶ γὰρ εἰς τὴν μέσην καὶ κοινότερον καλουμένην ζωήν, φυσῶντος τοῦ περὶ ἡμᾶς πνεύματος τὴν καλουμένην σωματικώτερον πνοὴν ζωῆς, ζωοποιούμεθα ἀπὸ τοῦ πνεύματος, ὑπολαμβάνω ἀπ' ἐκείνου εἰλῆφθαι τὸ πνεῦμα λέγε σθαι τὸν θεὸν πρὸς τὴν ἀληθινὴν ζωὴν ἡμᾶς ἄγοντα· τὸ πνεῦμα γὰρ κατὰ τὴν γραφὴν λέγεται ζωοποιεῖν, φανερὸν ὅτι ζωοποίησιν οὐ τὴν μέσην ἀλλὰ τὴν θειοτέραν· καὶ γὰρ τὸ γράμμα ἀποκτέννει καὶ ἐμποιεῖ θάνατον, οὐ τὸν κατὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ τὸν κατὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ θεοῦ, καὶ τοῦ κυρίου † αὐτοῦ, καὶ τοῦ ἁγίου πνεύματος. Μήποτε δὲ καὶ τὸ «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν» καὶ «Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς» βέλτιον ἐκληψόμεθα ἀπὸ τούτου τοῦ πνεύματος, εἰ ὑπολαμβάνοιμεν ὅτι ὁ στερισκόμενος τοῦ θείου πνεύματος χοϊκὸς γίνεται, ἐπιτήδειόν τε ἑαυτὸν ποιήσας πρὸς παραδοχὴν αὐτοῦ καὶ λαβὼν αὐτὸ ἀνακτισθήσεται καὶ ἀνα κτισθεὶς σωθήσεται. Τοιοῦτον δ' ἂν εἴη καὶ εἰ «ἐνεφύ σησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν», ὥστε καὶ τὸ ἐμφύσημα καὶ τὴν πνοὴν τῆς ζωῆς καὶ τὴν ζωὴν τῆς ψυχῆς πνευματικῶς ἀκούειν ἡμᾶς.
For since we are given life into the middle and more common so-called life, when the spirit that is in us breathes the so-called breath of life in a more bodily sense, we are made alive by the spirit, I suppose that from that passage it has been taken that God is said to be the spirit leading us to true life; for the spirit, according to the Scripture, is said to give life, and it is evident that it is not the middle but the more divine giving of life; for indeed the letter kills and produces death, not the death according to the separation of the soul from the body, but the death according to the separation of the soul from God, and from his Lord, and from the Holy Spirit. But perhaps also the words "You will take away their spirit, and they will fail" and "You will send forth your spirit and they will be created, and you will renew the face of the earth" we shall understand better as referring to this spirit, if we suppose that the one deprived of the divine spirit becomes earthly, and having made himself suitable for receiving it and having received it, he will be recreated, and having been recreated he will be saved. Such would also be the case if "he breathed into his face the breath of life, and the man became a living soul," so that we should hear both the inbreathing and the breath of life and the life of the soul in a spiritual sense.
Ἐπεὶ δὲ ἡ προειρημένη δύναμις οἱονεὶ οἰκητήριον ἐπιτήδειον εὑροῦσα τὴν τοῦ ἁγίου ψυχὴν ἐπιδίδωσιν ἑαυτὴν τῇ ἐν αὐτῇ, ἵν' οὕτως εἴπω, μονῇ, γεγράφθαι νομιστέον τὸ «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός.» Πλείονος μέντοι γε συγγυμνασίας δεόμεθα εἰς τὸ τελειωθέντας ἡμᾶς καὶ τὰ λεγόμενα παρὰ τῷ ἀποστόλῳ αἰσθη τήρια γεγυμνασμένα ἔχοντας διακριτικοὺς γενέσθαι ἀγα θῶν τε καὶ κακῶν, ἀληθῶν τε καὶ ψευδῶν, καὶ θεωρητικοὺς νοητῶν, ἵνα δυνηθῶμεν ἐπιμελέστερον καὶ θεοπρεπέστερον κατὰ τὸ ἐνδεχόμενον ἀνθρωπίνῃ φύσει νοῆσαι πῶς ἐστιν ὁ θεὸς φῶς καὶ πῦρ καὶ πνεῦμα. Καὶ ἐν τῇ τρίτῃ δὲ τῶν Βασιλειῶν τὸ γενόμενον πνεῦμα κυρίου πρὸς Ἠλίαν τοιάδε τινὰ ὑποβάλλει περὶ θεοῦ· «Εἶπεν γάρ· Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἔναντι κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται κύριος. Καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου, οὐκ ἐν τῷ πνεύματι κύριος»–ἐν δὲ ἄλλοις εὕρομεν· «ἐν τῷ πνεύματι κυρίου»· –»μετὰ τὸ πνεῦμα συνσεισμός, οὐκ ἐν τῷ συνσεισμῷ κύριος· καὶ μετὰ τὸν συνσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς»· καὶ τάχα γε ἐν ὅσοις δεήσει γίνεσθαι περὶ τῆς καταλήψεως τοῦ κυρίου δηλοῦται διὰ τούτων, ἅπερ οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ διηγήσασθαι. Τίνα δὲ ἔπρεπεν λέγειν ἡμῖν περὶ τοῦ θεοῦ ὅστις ἐστίν, ἢ τὸν υἱόν;
But since the aforementioned power, having found as it were a suitable dwelling place, the soul of the saint, gives itself to the indwelling in it, so to speak, we must consider that it has been written: "I will dwell in them and walk among them, and I will be their God, and they shall be my people." We need, however, greater exercise so that, having been perfected and having our senses, as the apostle says, trained, we may become able to discern good and evil, true and false, and contemplative of intelligible things, so that we may be able to understand more carefully and more worthily of God, as far as is possible for human nature, how God is light and fire and spirit. And in the third book of Kingdoms, the spirit of the Lord that came to Elijah suggests certain things about God such as these: "For he said: You shall go out tomorrow and stand before the Lord on the mountain; behold, the Lord will pass by. And a great and strong wind tearing apart mountains and crushing rocks before the Lord, the Lord was not in the wind"—but in other copies we found: "in the spirit of the Lord"—"after the wind an earthquake, the Lord was not in the earthquake; and after the earthquake a fire, the Lord was not in the fire; and after the fire a sound of a gentle breeze"; and perhaps in these things is indicated, in whatever respects it will be necessary to come to the comprehension of the Lord, which it would not be the present occasion to explain. But what was it fitting for us to say about God, who he is, except the Son?
«Οὐδεὶς γὰρ ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός», ἵνα καὶ ἡμεῖς ἀποκαλύπτοντος τοῦ υἱοῦ γνῶμεν πῶς πνεῦμά ἐστιν ὁ θεός, καὶ φιλοτιμησώμεθα ἐν πνεύματι τῷ ζωο ποιοῦντι καὶ μὴ γράμματι τῷ ἀποκτέννοντι προσκυνεῖν τὸν θεόν, καὶ ἐν ἀληθείᾳ σέβειν αὐτὸν καὶ μηκέτι τύποις μηδὲ σκιαῖς καὶ ὑποδείγμασιν, ὥσπερ οὐδὲ οἱ ἄγγελοι ὑποδείγμασι καὶ σκιᾷ ὥσπερ ἄνθρωποι λατρεύουσιν τῷ θεῷ, ἀλλὰ τοῖς νοητοῖς καὶ ἐπουρανίοις, τὸν κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἀρχιερέα ὁδηγὸν ἔχοντες τῆς ὑπὲρ τῶν δεομένων σωτηρίας λατρείας καὶ μυστικῆς καὶ ἀπορρήτου θεωρίας. Εἰς μέντοι γε τὸ «Πνεῦμα ὁ θεός» ὁ Ἡρακλέων φησίν· ἄχραντος γὰρ καὶ καθαρὰ καὶ ἀόρατος ἡ θεία φύσις αὐτοῦ. Οὐκ οἶδα δὲ εἰ ἐδίδαξεν ἡμᾶς ταῦτα ἐπειπὼν πῶς ὁ θεὸς πνεῦμά ἐστιν· τὸ δὲ «τοὺς προσκυνοῦντας ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν» σαφηνίζειν νομίζων φησίν· ἀξίως τοῦ προσκυνουμένου πνευματικῶς, οὐ σαρ κικῶς·
καὶ γὰρ αὐτοὶ τῆς αὐτῆς φύσεως ὄντες τῷ πατρὶ πνεῦμά εἰσιν, οἵτινες κατὰ ἀλήθειαν καὶ οὐ κατὰ πλάνην προσκυνοῦσιν, καθὰ καὶ ὁ ἀπόστολος διδάσκει λέγων λογικὴν λατρείαν τὴν τοιαύτην θεοσέβειαν. Ἐπιστήσωμεν δὲ εἰ μὴ σφόδρα ἐστὶν ἀσεβὲς ὁμοουσίους τῇ ἀγεννήτῳ φύσει καὶ παμμακαρίᾳ λέγειν εἶναι τοὺς προσκυνοῦντας ἐν πνεύματι τῷ θεῷ, οὓς πρὸ βραχέος εἶπεν αὐτὸς ὁ Ἡρακλέων ἐκπεπτωκότας, τὴν Σαμαρεῖτιν λέγων πνευματικῆς φύσεως οὖσαν ἐκπεπορνευκέναι. Ἀλλ' οὐχ ὁρῶσιν οἱ ταῦτα λέγοντες ὅτι πᾶν τὸ ὁμοούσιόν ἐστιν καὶ τῶν αὐτῶν δεκτικόν·
For "No one has known the Father except the Son," so that we too, with the Son revealing, may know how God is spirit, and may aspire in spirit that gives life and not in the letter that kills to worship God, and to reverence him in truth and no longer in types nor shadows and copies, just as not even the angels serve God in copies and shadow as men do, but in things intelligible and heavenly, having as our guide the high priest according to the order of Melchizedek for the worship of salvation on behalf of those in need, and for mystical and ineffable contemplation. To the words "God is spirit," however, Heracleon says: for his divine nature is undefiled and pure and invisible. But I do not know whether by adding how God is spirit he has taught us these things; and thinking to clarify "those who worship must worship in spirit and truth," he says: worthily of the one worshipped, spiritually, not carnally.
For they themselves, being of the same nature as the Father, are spirit, those who worship according to truth and not according to error, just as the apostle also teaches, calling such godliness a rational worship. But let us consider whether it is not extremely impious to say that those who worship God in spirit are of the same substance as the unbegotten and all-blessed nature, whom Heracleon himself a little earlier said had fallen away, saying that the Samaritan woman, being of a spiritual nature, had played the harlot. But those who say these things do not see that everything that is of the same substance is also receptive of the same things.
εἰ δὲ ἐδέξατο τὸ πορνεῦσαι ἡ πνευματικὴ φύσις, ὁμοούσιος οὖσα * * * ἀνόσια καὶ ἄθεα καὶ ἀσεβῆ ἀκολουθεῖ τῷ λόγῳ τῷ κατ' αὐτοὺς περὶ θεοῦ οὐδὲ φαντασιωθῆναι ἀκίνδυνόν ἐστιν. Ἀλλ' ἡμεῖς πειθόμενοι τῷ σωτῆρι λέγοντι· «Ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν» καὶ διὰ τοῦτο μὴ ἐνεγκόντι μηδὲ τὴν «ἀγαθὸς» προσηγορίαν τὴν κυρίαν καὶ ἀληθῆ καὶ τελείαν παραδέξασθαι αὐτῷ προσφερομένην, ἀλλὰ ἀναφέροντι αὐτὴν εὐχαρίστως τῷ πατρὶ μετ' ἐπιτιμήσεως πρὸς τὸν βουλόμενον ὑπερδοξάζειν τὸν υἱόν, πάντων μὲν τῶν γενητῶν ὑπερέχειν οὐ συγκρίσει ἀλλ' ὑπερβαλλούσῃ ὑπεροχῇ φαμὲν τὸν σωτῆρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὑπερεχόμενον τοσοῦτον ἢ καὶ πλέον ἀπὸ τοῦ πατρός, ὅσῳ ὑπερέχει αὐτὸς καὶ τὸ ἅγιον πνεῦμα τῶν λοιπῶν, οὐ τῶν τυχόντων ὄντων. Ὅση γὰρ δοξολογία τοῦ ὑπερέχοντος θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, πρὸς τούτοις καὶ ἁγίων ἀγγέλων καὶ πνευμάτων καὶ ψυχῶν δικαίων, τί δεῖ καὶ λέγειν; Ἀλλ' ὅμως τῶν τοσούτων καὶ τηλι κούτων ὑπερέχων οὐσίᾳ καὶ πρεσβείᾳ καὶ δυνάμει καὶ θειό τητι–ἔμψυχος γάρ ἐστι λόγος–καὶ σοφίᾳ, οὐ συγκρίνεται κατ' οὐδὲν τῷ πατρί. Εἰκὼν γάρ ἐστιν τῆς ἀγαθότητος αὐτοῦ καὶ ἀπαύγασμα οὐ τοῦ θεοῦ ἀλλὰ τῆς δόξης αὐτοῦ καὶ τοῦ ἀϊδίου φωτὸς αὐτοῦ, καὶ ἀτμὶς οὐ τοῦ πατρὸς ἀλλὰ τῆς δυνάμεως αὐτοῦ, καὶ ἀπόρροια εἰλικρινὴς τῆς παντοκρατορικῆς δόξης αὐτοῦ, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς ἐνεργείας αὐτοῦ, δι' οὗ ἐσόπτρου Παῦλος καὶ Πέτρος καὶ οἱ παραπλήσιοι αὐτοῖς βλέπουσι τὸν θεὸν λέγοντος·
But if the spiritual nature, being consubstantial, has admitted fornication, the impious and godless and unholy consequences follow from their account of God, and it is not even safe to imagine it. But we, persuaded by the Savior who says, "The Father who sent me is greater than I," and who for this reason did not even accept the title "good" when it was offered to him as his own, proper, true, and perfect, but referred it thankfully to the Father with a rebuke to the one who wished to over-glorify the Son—we say that the Savior and the Holy Spirit surpass all created things, not by comparison but by an exceeding pre-eminence, and that he is surpassed by the Father by as much, or more, as he and the Holy Spirit surpass the rest, which are not ordinary beings. For what need is there to speak of the glory of him who surpasses thrones, dominions, principalities, powers, and every name that is named not only in this age but also in the age to come, and in addition holy angels and spirits and the souls of the righteous? But nevertheless, though he surpasses such great and lofty beings in essence and pre-eminence and power and divinity—for he is a living word—and in wisdom, he is in no way compared to the Father. For he is the image of his goodness and the radiance not of God but of his glory and of his eternal light, and a vapor not of the Father but of his power, and a pure effluence of his almighty glory, and an unspotted mirror of his activity, through which mirror Paul and Peter and those like them see God, as he says:
«Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με.» Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα. Ἄξιον ἰδεῖν πῶς ἡ Σαμαρεῖτις, πλεῖον τῆς Πεντατεύχου Μωσέως μηδὲν προσιεμένη, τὴν παρουσίαν Χριστοῦ ὡς ἀπὸ τοῦ νόμου μόνου κηρυσσομένην προσδοκᾷ. Καὶ εἰκός γε ἐκ τῆς εὐλογίας τοῦ Ἰακὼβ τῆς πρὸς τὸν Ἰούδαν ἐλπίζειν αὐτοὺς ἔσεσθαι καὶ τὴν ἐπιδημίαν λέγοντος· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσίν σοι υἱοὶ τοῦ πατρός σου»· καὶ μετ' ὀλίγα· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Εἰκὸς δὲ καὶ ἐκ τῶν προφητειῶν τοῦ Βαλαὰμ τὸ αὐτὸ αὐτοὺς ἐλπίζειν, τῆς τε «Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ. Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν· καὶ κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» Καὶ ἐν τοῖς ἑξῆς δέ φησιν αὐτὸς Βαλαάμ· «Δείξω αὐτοῖς, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει. Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ προνομεύσει πάντας τοὺς υἱοὺς Σήθ.
He who has seen me has seen the Father who sent me." The woman says to him, "I know that the Messiah is coming, the one called Christ; when that one comes, he will announce all things to us." It is worth seeing how the Samaritan woman, who accepted nothing more than the Pentateuch of Moses, expected the coming of Christ as proclaimed from the law alone. And it is likely that from the blessing of Jacob to Judah they hoped this would be, and that he spoke of the visitation: "Judah, your brothers have praised you; your hands are on the back of your enemies; the sons of your father will bow down to you"; and after a little: "A ruler shall not fail from Judah, nor a leader from his thighs, until what is stored up for him comes, and he is the expectation of the nations." It is likely also that from the prophecies of Balaam they hoped the same thing, both from "A man shall come forth from his seed and shall rule over many nations, and the kingdom of Gog shall be exalted, and his kingdom shall be increased. God led him out of Egypt, as the glory of a unicorn is his; he shall devour the nations of his enemies and shall marrow their fatness, and with his arrows he shall shoot down the enemy; and having lain down he rested as a lion and as a cub; who shall raise him up? Those who bless you are blessed, and those who curse you are cursed." And in what follows Balaam himself says: "I will show them, and not now; I call them blessed, and it is not near. A star shall rise from Jacob, and a man shall arise from Israel, and he shall crush the chiefs of Moab, and shall plunder all the sons of Seth.
Καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται ἡ κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ, καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ. Καὶ ἐξεγερθήσεται ἐξ Ἰακώβ, καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως.» Ἐπιστήσεις δὲ εἰ καὶ ἡ τοῦ Μωσέως πρὸς Ἰούδαν εὐλογία εἰς Χριστὸν ἀναφέρεσθαι καὶ τοῖς Σαμαρεῦσιν ἂν
συνδοκοίη οὕτως ἔχουσα· «Εἰσάκουσον, κύριε, φωνὴν Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ ἔλθοις ἄν· αἱ χεῖρες αὐτοῦ ἅμα κρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ.» Ἐπεὶ δὲ αὐχοῦσιν πατριάρχην Σαμαρεῖς τὸν Ἰωσήφ, ἐφίστημι μήποτε τήν τε τοῦ Ἰακὼβ εἰς τὸν Ἰωσήφτινες εὐλογίαν αὐτῶν καὶ τὴν τοῦ Μωσέως ἐκδέξονται λέγεσθαι εἰς τὴν Χριστοῦ παρουσίαν· τῷ δὲ βουλομένῳ ἐξέ σται ἀπ' αὐτῆς τῆς γραφῆς λαβεῖν τὰ ῥητά. Καὶ αὐτὸς δὲ ὁ σωτὴρ εἰδὼς Μωσέα πολλὰ ἀναγεγραφότα τῆς περὶ Χριστοῦ προφητείας φησὶ τοῖς Ἰουδαίοις· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Τυπικῶς μὲν οὖν καὶ αἰνιγματώδως ἀνα φερόμενα εἰς τὸν Χριστὸν τῶν ἀναγεγραμμένων ἐν τῷ νόμῳ πλεῖστα ὅσα ἔστιν εὑρεῖν· γυμνότερα δὲ καὶ σαφέστερα ἐγὼ οὐχ ὁρῶ ἐπὶ τοῦ παρόντος ἄλλα τινὰ παρὰ ταῦτα. Μεσσίας μέντοι γε Ἑβραϊστὶ καλεῖται, ὅπερ οἱ μὲν ἑβδομήκοντα «Χριστὸς» ἡρμήνευσαν· ὁ δὲ Ἀκύλας «Ἠλιμμένος». Θεωρητέον καὶ τὸ «Ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα»· πότερον ἀπὸ παραδόσεως τῇ Σαμαρείτιδι εἴρηται ἢ ἀπὸ τοῦ νόμου; οὐκ ἀγνοητέον μέντοι γε ὅτι ὥσπερ ἀπὸ Ἰουδαίων ἀνέστη ὁ Ἰησοῦς, Χριστὸς εἶναι οὐ μόνον λέγων ἀλλὰ καὶ ἀποδεικνύς·
And "Edom shall be a possession, and his enemy Esau shall be a possession, and Israel did valiantly. And one shall arise out of Jacob, and shall destroy him that remains out of the city." But consider whether the blessing of Moses to Judah may also be referred to Christ, and might seem so to the Samaritans as well, being as follows: "Hear, Lord, the voice of Judah, and thou wouldest come to his people; his hands shall judge for him together, and thou shalt be a helper from his enemies." But since the Samaritans boast of Joseph as their patriarch, I wonder whether they will accept both the blessing of Jacob to Joseph and that of Moses as spoken concerning the coming of Christ; and for one who wishes, it is possible to take the spoken words from the Scripture itself. And the Savior himself, knowing that Moses had written many things of the prophecy concerning Christ, says to the Jews: "If you believed Moses, you would believe me; for he wrote concerning me." Typically, then, and enigmatically, one can find very many of the things written in the Law referred to Christ; but plainer and clearer than these I do not at present see any others. Messiah, however, is a Hebrew name, which the Seventy interpreted as "Christ," and Aquila as "anointed." One must also consider the saying, "When that one comes, he will announce all things to us": whether it was said by the Samaritan woman from tradition or from the Law. One must not, however, be ignorant that, just as Jesus arose from the Jews, saying he was the Christ and not only proving it—
οὕτως ἀπὸ Σαμαρέων Δοσίθεός τις ἀναστὰς ἔφασκεν ἑαυτὸν εἶναι τὸν προεφητευμένον χριστόν, ἀφ' οὗ δεῦρο μέχρι εἰσὶν οἱ Δοσιθεηνοί, φέροντες καὶ βίβλους τοῦ Δοσιθέου καὶ μύθους τινὰς περὶ αὐτοῦ διηγούμενοι ὡς μὴ γευσαμένου θανάτου ἀλλ' ἐν τῷ βίῳ που τυγχάνοντος. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λέξιν. Ἀλλὰ καὶ ἡ ἑτερόδοξος παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ, φρέατι ὑπ' αὐτῆς εἶναι νομιζομένῳ, γνώμη ὃν ὑπολαμ βάνει εἶναι τελειότερον λόγον τοῦτον Χριστὸν ὀνομάζουσά φησιν· «Ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.» Παρὼν δὲ αὐτῇ ὁ προσδοκώμενος καὶ ἐλπιζόμενός φησι τὸ «Ἐγώ εἰμι, ὁ λαλῶν σοι.» Ὅρα δὲ καὶ τὸν Ἡρακλέωνα τί φησι· λέγει γὰρ ὅτι προσεδέχετο ἡ ἐκκλησία τὸν Χριστὸν καὶ ἐπέπειστο περὶ αὐτοῦ, ὅτι τὰ πάντα μόνος ἐκεῖνος ἐπίσταται. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι γε εἶπεν· Τί ζητεῖς; ἤ· Τί λαλεῖς μετ' αὐτῆς; Ζητητέον εἴ που Χριστὸς ἑαυτὸν εὐηγγελίσατο, καὶ συγκριτέον ταῦτα ἀλλήλοις ὥσπερ· «Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ», καὶ ἔτι τὸ «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν», καὶ εἴ τι τούτοις παραπλήσιον ἔν τινι τῶν εὐαγγελίων εἴρηται. Πλὴν ὅσον ἐπὶ τῷ ῥητῷ μανθάνωμεν ἀπ' αὐτοῦ καὶ ἐντεῦθεν ὅτι πρᾶός ἐστιν καὶ ταπεινὸς τῇ καρδίᾳ, μὴ ὑπερηφανῶν περὶ τηλικούτων πραγμάτων διαλέγεσθαι ὑδροφόρῳ γυναικὶ διὰ πολλὴν πενίαν ἐξιούσῃ τὴν πόλιν καὶ καμνούσῃ εἰς τὸ ὑδρεύσασθαι.
Thus from Samaria a certain Dositheus rose up, claiming that he himself was the foretold Christ, from whom down to the present there are the Dositheans, who carry books of Dositheus and recount certain myths about him, as that he did not taste death but is somewhere in life. And this much, then, with respect to the wording. But also the heterodox opinion at the spring of Jacob, which it supposes to be a well, calling this Christ the more perfect Word, says: "When that one comes, he will announce all things to us." And the one expected and hoped for, being present to her, says: "I am he, the one speaking to you." But observe also what Heracleon says; for he says that the church was expecting the Christ and was convinced concerning him, that he alone knows all things. Jesus says to her: I am he, the one speaking to you. And upon this his disciples came, and they marveled that he was speaking with a woman; no one, however, said: What do you seek? Or: What are you speaking with her? One must inquire whether Christ ever proclaimed himself, and compare these things with one another, as: "I am the one bearing witness concerning myself, and the Father who sent me bears witness concerning me," and further: "If you believed Moses, you would believe me; for he wrote concerning me," and whatever similar to these is said in any of the gospels. Nevertheless, as far as the text is concerned, let us learn from it and from here that he is meek and lowly in heart, not disdaining to converse about such great matters with a water-carrying woman who went out of the city because of great poverty and toiled to draw water.
Θαυμάζουσίν γε καὶ οἱ μαθη ταὶ ἐπελθόντες, προτεθεωρηκότες τὸ μέγεθος τῆς ἐν αὐτῷ θεότητος, καὶ θαυμάζουσιν τίνα τρόπον ὁ τηλικοῦτος μετὰ γυναικὸς ἐλάλει· ἡμεῖς δὲ ὑπὸ ἀλαζονείας καὶ ὑπὸ ὑπερηφα νίας ἀγόμενοι τοὺς εὐτελεστέρους ὑπερορώμεθά τε ἐπιλανθανόμενοι τοῦ καθ' ἕκαστον ἄνθρωπον εἶναι τὸ «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν ἡμετέ ραν.» Καὶ μὴ μεμνημένοι τοῦ πλάσαντος ἐν κοιλίᾳ καὶ πλάσαντος κατὰ μόνας τὰς καρδίας πάντων ἀνθρώπων καὶ συνιέντος εἰς πάντα τὰ ἔργα αὐτῶν οὐ γινώσκομεν ὅτι ταπεινῶν ἐστὶ θεὸς καὶ ἐλαττόνων βοηθὸς ἀντιλήπτωρ ἀσθενούντων, ἀφηλπισμένων σκεπαστὴς καὶ ἀπεγνωσμένων σωτήρ. Οἱονεὶ δὲ καὶ ἀποστόλῳ πρὸς τοὺς ἐν τῇ πόλει χρῆται τῇ γυναικὶ ταύτῃ, ἐπὶ τοσοῦτον ἐξάψας αὐτὴν διὰ τῶν λόγων, ἕως ἀφεῖσα τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ ἀπελθοῦσα εἰς τὴν πόλιν εἴπῃ τοῖς ἀνθρώποις· «Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέν μοι πάντα ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;» ὅτε «ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν»· καὶ τῇ τοιᾷδε μὲν μὴ ὕστερον, τότε δὲ σαφέστατα ἐμφανίζει
Even the disciples, when they came upon him, marveled—having beforehand perceived the greatness of the divinity in him—and they marvel at how so great a one was conversing with a woman. But we, led by boastfulness and by arrogance, look down on those more lowly and forget that for each individual human being there is the “Let us make man in our image, and according to our likeness.” And not remembering the one who formed us in the womb and who forms the hearts of all human beings individually and understands into all their works, we do not recognize that he is God of the humble and a helper, a protector of the lesser, of the weak, a shelter of those despaired of and a savior of those given up. And, as it were, he even uses this woman as an apostle to those in the city, having kindled her so much through his words that the woman, leaving her water jar, went off into the city and said to the people: “Come, see a man who told me everything I have done; is this one not the Christ?”—when “they went out of the city and were coming to him.” And in such a way, not later but then most clearly, he makes manifest
ἑαυτὸν ὁ λόγος, ὡς ἐλθόντας τοὺς μαθητὰς θαυμάζειν εἰ καὶ αὕτη ἠξίωται θῆλύς τις καὶ εὐεξαπάτητος οὖσα, τυχεῖν τῆς ὁμιλίας πρὸς αὐτὴν τοῦ λόγου. Πλὴν πειθόμενοι καλῶς ὑπὸ τοῦ λόγου πάντα γίνεσθαι οἱ μαθηταὶ οὐκ ἐπι πλήττουσιν οὐδὲ ἐπαποροῦσιν περὶ τῆς πρὸς τὴν Σαμαρεῖτιν ζητήσεως καὶ τῆς πρὸς αὐτὴν κοινολογίας. Τάχα δὲ καὶ καταπεπλήγασιν τὴν πολλὴν χρηστότητα τοῦ λόγου συγκαταβαίνοντος ψυχῇ ἐξουθενούσῃ Σιών, καὶ πεποιθυίᾳ ἐπὶ τὸ ὄρος Σαμαρείας· διόπερ γέγραπται· «Ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει.» Καὶ ὁ Ἡρακλέων δέ φησι πρὸς τὸ «Ἐγώ εἰμι, ὁ λαλῶν σοι», ὅτι ἐπεὶ ἐπέπειστο ἡ Σαμαρεῖτις περὶ τοῦ Χριστοῦ ὡς ἄρα ἐλθὼν πάντα ἀπαγγελεῖ αὐτῇ, φησί «Γίνωσκε ὅτι ἐκεῖνος, ὃν προσδοκᾷς, ἐγώ εἰμι, ὁ λαλῶν σοι.» Καὶ ὅτε ὡμολόγησεν ἑαυτὸν τὸν προσδοκώμενον ἐληλυθέναι, «ἦλθον, φησίν, οἱ μαθηταὶ πρὸς αὐτόν», δι' οὓς ἐληλύθει εἰς τὴν Σαμάρειαν. Πῶς δὲ διὰ τοὺς μαθητὰς ἐληλύθει εἰς τὴν Σαμάρειαν, οἵτινες καὶ πρότερον αὐτῷ συνῆσαν; Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις· Δεῦτε ἴδετε ἄνθρωπον, ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Οὐ μάτην οἶμαι ἀναγεγραφέναι τὸν εὐαγ γελιστὴν καὶ τὰ περὶ τῆς ἀφέσεως τῆς ὑδρίας, ἥντινα ἀφεῖσα ἡ γυνὴ ἀπῆλθεν εἰς τὴν πόλιν· κατὰ μὲν οὖν τὴν λέξιν σπου δὴν ἐμφαίνει πλείονα τῆς Σαμαρείτιδος καταλειπούσης τὴν ὑδρίαν καὶ οὐ τοσοῦτον πεφροντικυίας τοῦ σωματικοῦ καὶ ταπεινοτέρου καθήκοντος ὅσον τῆς τῶν πολλῶν ὠφελείας·
The Logos himself, so that the disciples, when they came, marveled whether even this woman—being a female and easily deceived—had been deemed worthy to obtain converse with the Logos. Nevertheless, the disciples, being rightly persuaded by the Logos that all things happen well, do not strike at him nor raise difficulties concerning the inquiry about the Samaritan woman and his communing with her. Perhaps they were also struck with amazement at the great kindness of the Logos condescending to a soul that despised Zion and trusted in the mountain of Samaria; therefore it is written: "They marveled that he was speaking with a woman." And Heracleon also says, in reference to "I am he, the one speaking to you," that since the Samaritan woman had been convinced concerning the Christ that when he came he would announce all things to her, he says, "Know that I am he whom you expect, the one speaking to you." And when he confessed that he himself, the expected one, had come, "the disciples," he says, "came to him," for whose sake he had come into Samaria. But how had he come into Samaria for the sake of the disciples, who had already been with him before? The woman, then, left her water jar and went away into the city and says to the people: "Come, see a man who told me all things that I did; is this not the Christ?" Not in vain, I think, has the evangelist recorded also the matters concerning the leaving of the water jar, which the woman left when she went away into the city; in the literal sense, then, it displays the greater zeal of the Samaritan woman, who left the water jar and had not been so concerned about the bodily and lower duty as about the benefit of the many.
φιλανθρωπότατα γὰρ κεκίνηται βουληθεῖσα τοῖς πολίταις εὐαγγελίσασθαι τὸν Χριστόν, μαρτυροῦσα αὐτῷ εἰρηκότι αὐτῇ «πάντα ἃ ἐποίησεν». Καλεῖ δὲ αὐτοὺς ἐπὶ τὸ ἰδεῖν ἄνθρωπον λόγον ἔχοντα μείζονα ἀνθρώπου· τὸ γὰρ ὁρατὸν ὀφθαλμοῖς αὐτοῦ ἄνθρωπος ἦν. Χρὴ οὖν καὶ ἡμᾶς ἐπιλανθανομένους τῶν σωματικωτέρων καὶ ἀφιέντας αὐτὰ σπεύδειν ἐπὶ τὸ μεταδιδόναι ἧς μετειλήφαμεν ὠφελείας ἑτέροις· ἐπὶ τοῦτο γὰρ προκαλεῖται ὁ εὐαγγελιστὴς ἔπαινον τοῖς εἰδόσιν ἀναγινώσκειν ἀναγράφων τῆς γυναικός. Πρὸς μέντοι γε τὴν ἀναγωγὴν σκοπητέον τίς ἡ ὑδρία, ἣν ἀφίησιν παραδεξαμένη πως τοὺς Ἰησοῦ λόγους ἡ Σαμαρεῖτις· καὶ τάχα τὸ δοχεῖον τοῦ σεμνοποιουμένου ἐπὶ βαθύτητι ὕδατος, τῆς διδασκαλίας, ὧν ἐφρόνει πρότερον ἐξευτελίζουσα ἀποτίθεται, ἐν τῷ κρείττονι τῆς ὑδρίας λαβοῦσα ἐκ τοῦ ὕδα τος τοῦ γενομένου ἤδη ἐν αὐτῇ ἀρχῆς «ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον». Πῶς γὰρ ἂν τοῦ ὕδατος τούτου μὴ μετειληφυῖα φιλανθρώπως Χριστὸν τοῖς πολίταις ἐκήρυσσεν, θαυμάζουσα αὐτὸν ἀπαγγέλλοντα «πάντα ἃ ἐποίησεν», εἰ μὴ μετειλήφει, δι' ὧν ἤκουεν, τοῦ σωτηρίου ὕδατος; Ῥεβέκκα μέντοι καὶ αὐτὴ ὑδρίαν ἔχουσα ἐπὶ τῶν ὤμων, πρὶν συντελέσαι λαλοῦντα ἐν τῇ διανοίᾳ τὸν παῖδα τοῦ Ἀβραάμ, ἐξεπορεύετο καλὴ τῇ ὄψει παρθένος· ἥτις ἐπεί περ οὐχ ὁμοίως ἤντλει τῇ Σαμαρείτιδι, καταβαίνει ἐπὶ τὴν πηγὴν καὶ πληροῖ τὴν ὑδρίαν, ἀναβάσῃ τε αὐτῇ ἐπιτρέχει εἰς συνάντησιν ὁ τοῦ Ἀβραὰμ παῖς καὶ εἶπεν· «Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.» Ἐπεὶ γὰρ παῖς ἦν τοῦ Ἀβραάμ, ἠγάπα κἂν μικροῦ ὕδατος ἀπὸ τῆς ὑδρίας Ῥεβέκκας λαβεῖν·
For she was moved most philanthropically, wishing to proclaim the Christ to her fellow citizens, bearing witness to him who had said to her, "all things that he did." And she calls them to see a man who has a word greater than a man; for what was visible to her eyes was a man. It is necessary, then, that we too, forgetting the more bodily things and letting them go, hasten to impart to others the benefit we have received; for the evangelist summons us to this, recording the woman's praise for those who know how to read. But with respect to the higher sense, one must consider what the water-jar is, which the Samaritan woman leaves after she has in some way received Jesus' words; and perhaps the vessel of what is dignified for its depth of water—that is, of teaching—she sets aside, having previously despised what she thought, receiving in the better thing than the water-jar from the water that had already become in her a beginning of "water springing up into eternal life." For how, if she had not partaken of this water, would she have proclaimed Christ to her fellow citizens philanthropically, marveling that he reported "all things that she did," unless she had partaken, through the things she heard, of the saving water? Rebecca, indeed, also having a water-jar on her shoulders, before the servant of Abraham finished speaking in his mind, was going out, a virgin beautiful in appearance; and she, since she did not draw in the same way as the Samaritan woman, goes down to the spring and fills the water-jar, and as she went up the servant of Abraham ran to meet her and said, "Give me a little water to drink from your water-jar." For since he was the servant of Abraham, he loved to receive even a little water from Rebecca's water-jar.
«Καὶ ἔσπευσεν ἡ Ῥεβέκκα, καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων»· ἐπείπερ οὖν ἦν ἐπαινετὴ ἡ τῆς Ῥεβέκκας ὑδρία, οὐ καταλείπεται ὑπ' αὐτῆς, ἡ δὲ τῆς Σαμαρείτιδος οὐκ οὖσα ὥρᾳ ἕκτῃ ἀφίεται. Ἐνθάδε μὲν δὴ τοῖς Σαμαρείταις γυνὴ εὐαγγελίζεται τὸν Χριστόν, ἐπὶ τέλει δὲ τῶν εὐαγγελίων καὶ τὴν ἀνάστασιν τοῦ σωτῆρος τοῖς ἀποστόλοις ἡ πρὸ πάντων αὐτὸν θεασαμένη γυνὴ διηγεῖται. Ἀλλ' οὔτε αὕτη ὡς τὸ τέλειον τῆς πίστεως εὐαγγελισαμένη εὐχαριστεῖται ὑπὸ τῶν Σαμαρειτῶν λεγόντων· «Οὐκέτι διὰ τὴν λαλιάν σου πιστεύο μεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου»· ἐκείνη τε τὴν ἀπαρχὴν τῆς ἁφῆς τοῦ Χριστοῦ οὐ πιστεύεται λέγοντος αὐτῇ· «Μή μου ἅπτου»· ἔμελλε γὰρ Θωμᾶς ἀκούειν· «Φέρε τὸν
δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου.» Πάντα δὲ ἦν, ἃ ἐποίησεν ἡ γυνή, ἡ πρὸς τοὺς πέντε ἄνδρας κοινωνία καὶ μετ' ἐκείνους ἡ πρὸς τὸν ἕκτον οὐ γνήσιον ἄνδρα συγκατάβασις, ὅντινα ἀρνησαμένη καὶ τὴν ὑδρίαν καταλείπουσα εἰς ἕβδομον σεμνῶς ἀναπαύεται, προξενοῦσα τὴν ὠφέλειαν καὶ τοῖς ἀπὸ τῶν προτέρων αὐτῆς δογμάτων οἰκοῦσι πόλιν τὴν οἰκο δομὴν τῶν οὐχ ὑγιῶν λόγων, τὴν αὐτὴν τῇ γυναικί· οἷς καὶ αἰτία γίνεται ἐξελθεῖν τῆς πόλεως καὶ ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Πάνυ δὲ παρατετηρημένως ἐν τοῖς ἑξῆς οἱ Σαμα ρεῖται ἐρωτῶσιν τὸν Ἰησοῦν, οὐχ ἵνα μείνῃ ἐν τῇ πόλει, ἀλλὰ «παρ' αὐτοῖς», τουτέστιν ἵνα γένηται ἐν τῷ ἡγεμο νικῷ αὐτῶν·
"And Rebekah hastened and let down her jar upon her arm and gave him drink, until he stopped drinking." Since, then, Rebekah's jar was praiseworthy, it is not left behind by her; but the Samaritan woman's jar, since it was not at the sixth hour, is abandoned. Here indeed the woman announces Christ to the Samaritans, but at the end of the Gospels the woman who saw the Savior before all the others also recounts the resurrection of the Savior to the apostles. But neither is this woman thanked by the Samaritans as having announced the perfection of faith, when they say: "No longer do we believe because of your talk; for we ourselves have heard, and we know that this is truly the Savior of the world"; nor is that other woman believed when she receives the first-fruits of touching Christ, who says to her: "Do not touch me"; for Thomas was going to hear: "Bring your
finger here and see my hands, and bring your hand and put it into my side." And all the things the woman did were: her fellowship with the five men, and after them her condescension toward the sixth, not a lawful husband, whom she denied and, leaving her jar behind, she rests honorably in the seventh, procuring benefit also for those who dwell in a city from her former doctrines—the building of unsound words, the same as the woman's; for whom she also becomes the cause of going out of the city and coming to Jesus. And quite observantly in what follows the Samaritans ask Jesus, not that he remain in the city, but "with them," that is, that he come to be in their ruling faculty.
τάχα γὰρ οὐκ ἦν δυνατὸν μεῖναι αὐτὸν ἐν τῇ πόλει αὐτῶν, ἐπείπερ καὶ αὐτοὶ ἐξῆλθον εὖ ποιοῦντες ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. Ὅτι δὲ τοιαῦτά τινα δηλοῦται ἀκριβέστατα, εἰς τὰς ἀναγωγὰς ἀφορμὰς ἡμῖν διδόντος τοῦ εὐαγγελιστοῦ, ἐκ τού των κατακριτέον· πρότερον μὲν γέγραπται· «Ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν», καὶ μετ' ὀλίγα· «Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα, ἃ ἐποίησα· ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς.» Καὶ πρότερον οὖν ἐκ τῆς πόλεως ἤρχοντο πρὸς αὐτόν, καὶ δεύτερον ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἔτι ὄντα παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ–οὐ γὰρ φαίνεται κεκινημένος ἐκεῖθεν–, «καὶ ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς»· οὐ γέγραπται δὲ μετὰ τοῦτο, ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν, ἀλλ' «Ἔμεινεν ἐκεῖ δύο ἡμέρας.» Ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς οὐκ εἴρηται «Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκ τῆς πόλεως» ἀλλὰ «Καὶ ἐξῆλθεν ἐκεῖθεν»· ὅσον γὰρ ἐπὶ τῷ νοητῷ πᾶσα ἡ οἰκονομία τῆς ὠφελείας τοῖς Σαμαρεῦσιν παρὰ τῇ πηγῇ γεγένηται τοῦ Ἰακώβ. Ὁ δὲ Ἡρακλέων τὴν ὑδρίαν τὴν δεκτικὴν ζωῆς ὑπολαμβάνει εἶναι διάθεσιν καὶ ἔννοιαν τῆς δυνάμεως τῆς παρὰ τοῦ σωτῆρος, ἥντινα καταλιποῦσα, φησί, παρ' αὐτῷ, τουτέστιν ἔχουσα παρὰ τῷ σωτῆρι τὸ τοιοῦτο σκεῦος, ἐν ᾧ ἐληλύθει λαβεῖν τὸ ζῶν ὕδωρ, ὑπέστρεψεν εἰς τὸν κόσμον εὐαγγελιζομένη τῇ κλήσει τὴν Χριστοῦ παρου σίαν· διὰ γὰρ τοῦ πνεύματος καὶ ὑπὸ τοῦ πνεύματος προσά γεται ἡ ψυχὴ τῷ σωτῆρι.
For perhaps it was not possible for him to remain in their city, since they too went out doing good from the city and were coming to him. That certain such things are most accurately indicated, since the evangelist gives us occasions for the higher interpretations, must be judged from these: first it is written, "They went out of the city and were coming to him," and after a little: "And from that city many of the Samaritans believed in him because of the word of the woman testifying that he told me all things that I did; so when the Samaritans came to him, they asked him to remain with them." And first, then, they were coming from the city to him, and second the Samaritans came to him while he was still at Jacob's spring—for he does not appear to have moved from there—"and they asked him to remain with them"; but it is not written after this that he entered the city, but "He remained there two days." But also in what follows it is not said, "And after the two days he went out of the city," but "And he went out from there"; for as far as the intelligible meaning is concerned, the whole economy of benefit for the Samaritans took place at Jacob's spring. But Heracleon supposes the jar to be the disposition receptive of life and the conception of the power that comes from the Savior, which, he says, she left behind with him—that is, having with the Savior such a vessel, in which she had come to draw the living water—she returned to the world proclaiming the coming of Christ to the calling; for through the Spirit and by the Spirit the soul is brought to the Savior.
Κατανόησον δὲ εἰ δύναται ἐπαινουμένη τυγχάνειν ἡ ὑδρία αὕτη πάντη ἀφιεμένη· «Ἀφῆκεν, γάρ φησι, τὴν ὑδρίαν αὐτῆς ἡ γυνή.» Οὐ γὰρ πρόσκειται, ὅτι ἀφῆκεν αὐτὴν παρὰ τῷ σωτῆρι. Πῶς δὲ καὶ οὐκ ἀπίθανον καταλιποῦσαν αὐτὴν τὴν δεκτικὴν τῆς ζωῆς διάθεσιν καὶ τὴν ἔννοιαν τῆς δυνάμεως τῆς παρὰ τοῦ σωτῆρος καὶ τὸ σκεῦος, ἐν ᾧ ἐληλύθει λαβεῖν τὸ ζῶν ὕδωρ, ἀπεληλυθέναι εἰς τὸν κόσμον χωρὶς τούτων εὐαγγελίσασθαι τῇ κλήσει τὴν Χριστοῦ παρουσίαν; Πῶς δὲ καὶ ἡ πνευματικὴ μετὰ τοσούτους λόγους οὐ πέπεισται σαφῶς περὶ τοῦ Χριστοῦ, ἀλλά φησι· «Μήτι οὗτός ἐστιν ὁ Χριστός»; Καὶ τὸ «Ἐξῆλθον δὲ ἐκ τῆς πόλεως» διηγήσατο ἀντὶ τοῦ ἐκ τῆς προτέρας αὐτῶν ἀναστροφῆς οὔσης κοσμικῆς· καὶ ἤρχοντο διὰ τῆς πίστεως, φησί, πρὸς τὸν σωτῆρα. Λεκτέον δὲ πρὸς αὐτόν, πῶς μένει παρ' αὐτοῖς τὰς δύο ἡμέρας; οὐ γὰρ τετήρηκεν, ὃ προπαρεθέμεθα ἡμεῖς περὶ τοῦ οὐκ ἐν τῇ πόλει αὐτὸν ἀναγεγράφθαι μεμενηκέναι τὰς δύο ἡμέρας. Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· Ῥαββὶ φάγε. Μετὰ τὴν περὶ τὸ ποτὸν οἰκονομίαν καὶ τὴν διδασκαλίαν τῆς διαφορᾶς τῶν ὑδάτων ἀκόλουθον ἦν καὶ τὰ περὶ τροφῆς ἀναγεγράφθαι. Ἡ μὲν οὖν Σαμαρεῖτις αἰτουμένη πιεῖν διὰ τῶν ἐπαπορήσεων αὐτῆς οἱονεὶ * * δὲ διὰ τὸν αἰτήσαντα· οὔτε γὰρ εἶχεν δοῦναι τῷ Ἰησοῦ ἄξιον αὐτοῦ πόμα, εἰ κἀκεῖνος ἐν τῷ ἐκείνην αἰτηθεῖσαν ὀρέξαι ἐβούλετο εὐεργετῆσαι διὰ τούτου τὴν πιεῖν δεδωκυῖαν. Ἔπρεπεν ἤδη * * * * ἀπὸ τῆς Σαμαρείτιδος. Οἱ δὲ μαθηταὶ * * * ἀπεληλυθότων εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν, ἤτοι εὑρηκότες ἐπιτηδείους τροφὰς παρὰ τοῖς ἑτεροδόξοις,
Consider whether this water jar, when it is entirely let go, can be a thing praised; for it says, "The woman left her water jar." For it is not added that she left it with the Savior. And how is it not implausible that, having left behind the disposition receptive of life and the understanding of the power that comes from the Savior, and the vessel in which she had come to receive the living water, she went away into the world without these things to proclaim by her calling the presence of Christ? And how is it that the spiritual woman, after so many words, is not clearly convinced about Christ, but says, "Can this be the Christ?" And the phrase "They went out from the city" he narrated in place of "from their former manner of life, which was worldly"; and they were coming, he says, through faith to the Savior. But one must reply to him: how does he remain with them the two days? For he has not observed what we set forth earlier, that it is not recorded that he stayed the two days in the city. In the meantime the disciples were asking him, saying, "Rabbi, eat." After the arrangement concerning drink and the teaching about the difference of waters, it was fitting that the matters concerning food also be recorded. The Samaritan woman, then, by asking to drink through her questions, as it were * * but through the one who asked; for neither did she have a drink worthy of Jesus to give him, even if he wished to benefit her through this—that she who had been asked to offer drink might be the one who gave him to drink. It was fitting now * * * * from the Samaritan woman. But the disciples * * * since they had gone into the city to buy food, either having found suitable food among the heterodox,
λόγους τινὰς ἁρμόζοντας, * * * * * * αὐτῷ· Φάγε· καιρὸν νομίσαντες ἐπιτήδειον εἶναι αὐτῷ τροφῆς τὸν μεταξὺ τοῦ ἀπεληλυθέναι εἰς τὴν πόλιν τὴν γυναῖκα καὶ τοῦ ἐληλυθέναι πρὸς αὐτὸν τοὺς Σαμαρείτας· ἐπ' οὐδενὸς γὰρ ξένου παρετίθεσαν αὐτῷ τὴν τροφὴν ἴσως ἐπιτριβείσης ἂν τῆς Σαμαρείτιδος, εἰ ἑώρα τοὺς μαθητὰς τὰ ἀπὸ τῆς πόλεως αὐτῆς τρόφιμα ἤτοι ὄντα ἢ νομιζόμενα παρατιθέναι βουλομέ νους τῷ διδασκάλῳ. Ἀλλ' οὐδὲ ἐνώπιον τῶν Σαμαρει τῶν δεόντως ἂν ἐκεῖνοι ἔλεγον· «Ῥαββὶ φάγε»· χρῃζόντων καταλιπεῖν ἑαυτῶν τὴν πόλιν. Διὰ τοῦτο καλῶς πρόσκειται τὸ «Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· Ῥαββὶ φάγε.» Διὰ τί δὲ «αὐτὸν ἠρώτων», καὶ οὐχὶ ἔλεγον αὐτῷ ἄξιον ἰδεῖν· ἁπλούστερον γὰρ ἂν ἐγέγραπτο· «Ἐν δὲ τῷ μεταξὺ ἔλεγον αὐτῷ οἱ μαθηταί· Ῥαββὶ φάγε.» Τὸ δὲ καὶ ἐρωτᾶν ἵνα φάγῃ καὶ ἱκετεύειν αὐτὸν καὶ δεῖσθαι τάχα τι δηλοῖ πρὸ τῆς ἐξετάσεως, ἐνίοτε δὲ καὶ μετὰ τὴν ἐξέτασιν. Καὶ ὅρα μήποτε εὐλαβούμενοι μὴ * * * ὁ λόγος * * * ταῖς οἰκείαις * * ἢ ἰσχυροποιούμενος τροφαῖς, ἐρωτῶσιν αὐτὸν εὑρισκομένας ἐδέσθαι· οἷς γὰρ εὑρίσκουσιν οἱ μαθηταὶ ἀεὶ τρέφειν τὸν λόγον βούλονται, ἵνα ἰσχυροποιούμενος καὶ τονούμενος καὶ δυναμούμενος ἐπιπλεῖον παραμείνῃ τοῖς αὐτὸν τρέφουσιν, ἀντιτρέφων τοὺς παρατιθέντας αὐτῷ τὰ βρώματα. Διὰ τοῦτο ἑστηκέναι φησὶν ἐπὶ τὴν θύραν καὶ κρούειν, ἵν' ἐάν τις ἀνοίξῃ τὴν θύραν εἰσέλθῃ πρὸς αὐτὸν καὶ δειπνήσῃ μετ' ἐκείνου, ὥστε ὕστερον δυνηθέντα τὸν δειπνίσαντα ἀντιδειπνισθῆναι ἀπὸ τοῦ δειπνήσαντος λόγον παρὰ τῷ ἀνθρώπῳ.
certain words suited to him: "Eat." They thought it an opportune time for him to take food, in the interval between the woman's departure into the city and the Samaritans' coming to him; for they would not have set food before him in the presence of any stranger, since the Samaritan woman would perhaps have been vexed if she had seen the disciples wishing to set before the teacher the things from her city that were either truly food or thought to be so. But neither in the presence of the Samaritans would they properly have said, "Rabbi, eat," since they needed to leave their city. For this reason it is well added: "In the meantime his disciples were asking him, saying, 'Rabbi, eat.'" And why were they "asking him," and not saying to him, "It is worth seeing"? For it would have been written more simply: "And in the meantime his disciples were saying to him, 'Rabbi, eat.'" But the fact that they both ask him to eat and entreat and beseech him perhaps indicates something before the examination, and sometimes also after the examination. And see whether, being cautious lest the word, being strengthened by its own foods, they ask him to eat what is found; for the disciples always wish to feed the word with what they find, so that the word, being strengthened and intensified and empowered, may remain longer with those who feed it, feeding in return those who set foods before it. For this reason he says that he stands at the door and knocks, so that if anyone opens the door, he may enter in to him and dine with him, so that afterward the one who gave dinner may be dined in return by the one who dined, receiving the word in the man.
Ὁ δὲ Ἡρακλέων φησίν, ὅτι ἐβούλοντο κοινωνεῖν αὐτῷ ἐξ ὧν ἀγοράσαντες ἀπὸ τῆς Σαμαρείας κεκομίκεισαν. Ταῦτα δέ φησιν ἵνα τινὰ * * * * αἱ πέντε μωραὶ παρθένοι * * * * * * * ἀπὸ τοῦ νυμφίου. Πῶς δὲ οἶμαι * * * τὰ αὐτὰ ἔχειν * * λέγονται * * * * ταῖς ἀπο κλεισθείσαις μωραῖς παρθένοις ἄξιον ἰδεῖν κατηγορίαν περιέ χοντα τῶν μαθητῶν τοῖς αὐτοῖς κοιμωμένων ταῖς μωραῖς παρθένοις. Ἔτι δὲ καὶ τὸ ἀνόμοιον τοῦ φωτὸς πρὸς τροφήν, καὶ τοῦ ἐλαίου πρὸς τὰ βρώματα * * * * * σαντας αἰτιάσασθαι τὴν ἐκδοχήν· ἢ εἴπερ τι ἐδύνατο σαφῆ ποιῆσαι τὸν λόγον, ἐχρῆν αὐτὸν διὰ πλειόνων παραμυθήσασθαι κατασκευάζοντα τὴν ἰδίαν ἐκδοχήν. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Τὸ μὲν ἀνενδεὲς οὐ χρῄζει βρώσεως, τὸ δὲ χρῇζον βρώσεως οὐκ ἔστιν ἀνενδεές. Καὶ δῆλον ὅτι ὁ ἐσθίων οὐχὶ μὴ χρῄζων βρώσεως ἐσθίει, ἀλλὰ χρῄζων καὶ δεόμενος αὐτῆς. Καὶ τὰ μὲν σώματα, ἅτε τῇ φύσει ὄντα ῥευστά, τρέφεται τῆς τροφῆς ἀναπληρούσης τὸν τόπον τῶν ἀπορρεόντων· τὰ δὲ κρείττονα σώματος τρέφεται τοῖς ἀσωμάτοις νοήμασιν καὶ λόγοις καὶ πράξεσιν ὑγιέσιν, οὐχὶ εἰς τὸ μὴ εἶναι διαλυθησόμενα, εἰ μὴ τρέφοιτο· οὐδὲ γὰρ σώματα μὴ τρεφόμενα εἰς τὸ μὴ εἶναι διαλύεται· ἀπόλλυσιν δὲ τὸ εἶναι τοιάδε, ὅτε οὐ τρέφεται τοῖς τοιοῖσδε τὰ τῆς διαφερούσης τῶν σωμάτων φύσεως. Ὥσπερ δὲ τὰ δεόμενα τροφῆς σώματα οὐδὲ τοῖς ἀπὸ τῶν ποιοτήτων τρέφεται, οὐδὲ ποσότης τροφῶν ἡ αὐτὴ πᾶσιν ἀρκεῖ, οὕτω νοητέον καὶ ἐπὶ τῶν κρειττόνων παρὰ τὰ σώματα. Καὶ γὰρ ταῦτα τὰ μὲν πλείονος, τὰ δὲ ἐλάττονος δεῖται τροφῆς, οὐ τῶν ἴσων ὄντα χωρητικά.
But Heracleon says that they wanted to share with him what they had brought after buying it from Samaria. And he says these things so that some... the five foolish virgins... from the bridegroom. But how, I think,... to have the same things... they are said... to the foolish virgins who were shut out, it is worth seeing that the accusation contains a charge against the disciples, who sleep with the same things as the foolish virgins. Moreover, also the dissimilarity of light to food, and of oil to foods... to blame the interpretation; or if indeed anything could make the account clear, he ought to have supported it at greater length, establishing his own interpretation. But he said to them: I have food to eat that you do not know. That which is without need does not require food, but that which requires food is not without need. And it is clear that the one who eats does not eat as one not requiring food, but as one requiring and needing it. And bodies, since they are by nature fluid, are nourished when food fills the place of what flows away; but things better than a body are nourished by incorporeal thoughts and words and sound actions, not so that they will not be dissolved into non-being if they are not nourished; for not even bodies, if not nourished, are dissolved into non-being; but they lose their being of such a kind when they are not nourished by such things, in the case of the nature that differs from bodies. And just as bodies that need food are not nourished even by things that come from qualities, nor is the same quantity of food sufficient for all, so it must be understood also in the case of things better than bodies. For these need more nourishment, those less, not being capable of containing equal amounts.
Ἀλλ' οὐδὲ ἡ ποιότης τῶν τρεφόντων λόγων καὶ νοημάτων τῶν ἐν θεωρίᾳ πράξεών τε τῶν τούτοις ἁρμοζουσῶν ἡ αὐτὴ ἁρμόζει πάσαις ταῖς ψυχαῖς. Ἀλλὰ γὰρ καὶ λάχανον καὶ στερεὰ τροφὴ οὐχὶ κατὰ τὸν αὐτὸν καιρὸν τρέφει τοὺς δεομένους τῆς ἀπὸ τούτων βελτιώσεως. Τὰ μὲν γὰρ ἀρτιγέννητα βρέφη, ὥς φησιν ὁ Πέτρος, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθείτω, καὶ εἴ τις τὴν νηπιότητα ἔχει Κορινθίων, πρὸς οὕς φησιν ὁ Παῦλος· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα.» Ὁ δὲ ἀσθενῶν διὰ τὸ μὴ πιστεύειν λάχανα ἐσθιέτω· καὶ τοῦτο δὲ ὁ Παῦλος διδάσκει λέγων· «Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.» Καὶ ἔστιν γέ ποτε «κρείττων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν, ὥσπερ καὶ μόσχοι ἀπὸ φάτνης μετὰ ἔχθρας». «Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν
ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.» Ἔστιν δέ τις καὶ δηλητήριος τροφή, ἥντινα μανθάνομεν ἀπὸ τῆς τετάρτης τῶν Βασιλειῶν, λεγόντων πρὸς τὸν Ἐλισαῖόν τινων· «Θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ θεοῦ.» Καὶ ἡ μὲν τίς ἐστιν τῶν ἀλογωτέρων ψυχῶν πνευμα τικὴ ποώδης τροφὴ καὶ ἄλλη χόρτος ἢ ἄχυρον, ἅπερ σημαί νεται διὰ τοῦ· «Κύριος ποιμανεῖ με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύ σεως ἐξέθρεψέν με.» Καὶ ὁ Ἡσαΐας δέ φησι· «Λέων δὲ ὡς βοῦς ἄχυρον φάγεται.» Ἀλλὰ καὶ χόρτον τοῖς κτήνεσιν ἐν τῷ οἴκῳ τῆς Ῥεβέκκας παρατιθέασιν τοῦ παιδὸς Ἀβράμ. Ἐὰν δέ τις ᾖ λογικώτερος καὶ διὰ τοῦτο καὶ νοητὸς ἄνθρωπος, τὸν νοητὸν ἄρτον ἐσθίει, ὡς ἐν ψαλμοῖς γέγραπται·
But neither does the quality of the nourishing words and thoughts concerning actions in contemplation, and of the actions that harmonize with these, suit all souls alike. For indeed both vegetables and solid food do not nourish at the same time those who need the improvement that comes from them. For let the newly born infants, as Peter says, long for the rational, unadulterated milk, and if anyone has the infancy of the Corinthians, to whom Paul says: "I gave you milk to drink, not solid food." But let the one who is weak because of unbelief eat vegetables; and Paul also teaches this, saying: "One believes he may eat all things, but the one who is weak eats vegetables." And indeed there is a time when "a hospitality of vegetables is better for friendship and favor, just as calves from the stall are better with enmity." "But solid food is for the mature, for those who by reason of habit have their senses exercised to discern both good and evil." And there is also a certain poisonous food, which we learn from the fourth book of Kings, when certain people say to Elisha: "Death is in the pot, man of God." And one kind is the spiritual, grassy food of the more irrational souls, and another is grass or chaff, which is signified by: "The Lord will shepherd me, and nothing will be lacking to me; he has settled me in a place of green grass; he has nourished me beside the water of rest." And Isaiah also says: "And the lion, like the ox, will eat chaff." But they also set grass before the cattle in the house of Rebecca, for the child of Abraham. But if anyone is more rational and for this reason also an intellectual man, he eats the intellectual bread, as it is written in the Psalms.
«Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου», καὶ τῷ νοητῷ οἴνῳ εὐφραίνεται οὐκ ἄλλος ἢ ἄνθρωπος· «Οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου.» Ἀναβατέον δὲ τῷ λόγῳ ἀπὸ τῶν ἀλόγων καὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τοὺς ἀγγέλους καὶ αὐτοὺς τρεφομένους· οὐ γάρ εἰσιν πάντη ἀνενδεεῖς. «Ἄρτον γοῦν ἀγγέλων ἔφαγεν ἄνθρωπος», μακάριός γε ὁ Ἀβραὰμ δυνηθεὶς τοῖς ἐπιφανεῖσιν αὐτῷ τρισὶν ἐγκρυφίας ἀζύμους παραθεῖναι. Ἀλλ' ἤδη ἐπὶ τὸν προκείμενον λόγον τὸν περὶ τῆς Χριστοῦ βρώσεως ὁδευτέον, ἣν οἱ μαθηταὶ τότε οὐκ ᾔδεσαν· ἀληθεύει γὰρ λέγων ὁ Ἰησοῦς· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.» Ὅπερ γὰρ καὶ ἔπραττεν ὁ Ἰησοῦς ποιῶν τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τελειῶν αὐτοῦ τὸ ἔργον, τοῦτο οὐκ ᾔδεσαν οἱ μαθη ταί. Ἵνα δὲ νοηθῇ τρανότερον τὸ «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε», λεγέτω καὶ Παῦλος τοῖς χρείαν ἔχουσιν γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς, Κορινθίοις, καὶ γάλα ποτιζομένοις καὶ οὐ βρῶμα, τῷ μηδέπω αὐτοὺς δύνασθαι βρώματος μεταλαμβάνειν· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.» Καὶ ἀεί γε ὁ δια φέρων τοῖς ὑποδεεστέροις καὶ μὴ δυναμένοις τὰ αὐτὰ τοῖς κρείττοσιν θεωρεῖν ἐρεῖ· «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.» Καὶ οὐκ ἄτοπόν γε λέγειν μὴ μόνον ἀνθρώ πους καὶ ἀγγέλους ἐνδεεῖς εἶναι τῶν νοητῶν τροφῶν, ἀλλὰ καὶ τὸν Χριστὸν τοῦ θεοῦ· καὶ αὐτὸς γάρ, ἵν' οὕτως εἴπω, ἐπισκευάζεται ἀεὶ ἀπὸ τοῦ πατρὸς τοῦ μόνου ἀνενδεοῦς καὶ αὐτάρκους αὑτῷ. Λαμβάνει δὲ τὰ βρώματα ὁ μὲν πολὺς τῶν μαθητευομένων ἀπὸ τῶν μαθητῶν Ἰησοῦ, κελευομένων παρατιθέναι τοῖς ὄχλοις·
"Bread strengthens the heart of man," and it is no other than man who is gladdened by the intelligible wine: "for wine gladdens the heart of man." But our discourse must ascend from irrational creatures and from men even to the angels, who are themselves nourished; for they are not entirely without need. "For man ate the bread of angels"—blessed indeed is Abraham, who was able to set before the three who appeared to him cakes baked in the ashes, unleavened. But now we must proceed to the word before us concerning the food of Christ, which the disciples at that time did not know; for Jesus speaks truly when he says: "I have food to eat which you do not know." For what Jesus was also doing when he did the will of him who sent him and completed his work, this the disciples did not know. But that "I have food to eat which you do not know" may be understood more clearly, let Paul also speak to the Corinthians who have need of milk and not of solid food, who are given milk to drink and not food, because they were not yet able to partake of food: "I have food to eat which you do not know." And always, he who surpasses those who are inferior and unable to contemplate the same things as those who are better will say: "I have food to eat which you do not know." And it is not absurd to say that not only men and angels are in need of intelligible foods, but also the Christ of God; for he too, so to speak, is continually being furnished by the Father, who alone is without need and sufficient for himself. And the many of those who are taught receive their foods from the disciples of Jesus, who are commanded to set them before the crowds.
οἱ δὲ τοῦ Ἰησοῦ μαθηταὶ ἀπ' αὐτοῦ τοῦ Ἰησοῦ, πλὴν ἔσθ' ὅτε καὶ ἀπὸ ἁγίων ἀγγέλων· ὁ δὲ υἱὸς τοῦ θεοῦ ἀπὸ τοῦ πατρὸς μόνου λαμβάνει τὰ βρώματα, οὐ διά τινος. Οὐκ ἄτοπον δὲ καὶ τὸ ἅγιον πνεῦμα τρέφε σθαι λέγειν· ζητητέον δὲ λέξιν γραφῆς ὑποβάλλουσαν ἡμῖν τοῦτο. Καὶ ἀναλεκτέον γε ἀπὸ τῶν εὐαγγελίων τὰς περὶ δείπνων παραβολάς. Ὅλον δὲ τὸ μυστήριον τῆς κλήσεως καὶ ἐκλογῆς τὰ ἐν τῷ μεγάλῳ δείπνῳ ἐστὶν βρώματα· «Ἄνθρω πος, γάρ φησιν, ἐποίει δεῖπνον μέγα, καὶ τῇ ὥρᾳ τοῦ δείπνου ἔπεμψεν καλέσαι τοὺς κεκλημένους.» Ἀλλὰ καὶ διὰ τοῦ Ἡσαΐου αἱ ἐπαγγελίαι τοῦ φαγεῖν εἰσιν καὶ πιεῖν, λέγον τος· «Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε.» Ἔτι μὴν ἐν τῇ Γενέσει εἰς τὸν παράδεισον τῆς τρυφῆς τίθεται τὸν ἄνθρωπον ὁ θεὸς νόμους περὶ τοῦ ἐσθίειν τάδε τινὰ καὶ μὴ ἐσθίειν τάδε διδούς. Καὶ ἀθάνατος ἂν ἔμεινεν ὁ ἄνθρωπος, εἰ ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει ἤσθιεν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ ἤσθιεν. Ὅρα καὶ τὰ ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ λεγό μενα περὶ τῶν προσκυνούντων διὰ τὸ βεβρωκέναι· «Ἔφαγον, γάρ φησιν, καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς»· διόπερ· «Οὐδὲ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν», ἀλλ' ὅταν ἄδικοι γενώμεθα, ἐξαποστελεῖ «λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου». Ὅσον οὖν προκόπτομεν, κρείττονα καὶ πλείονα φαγόμεθα, ἕως τάχα φθάσομεν ἐπὶ τὸ τὴν αὐτὴν βρῶσιν
The disciples of Jesus receive their food from Jesus himself, though sometimes also from holy angels; but the Son of God receives his food from the Father alone, not through anyone. It is not unreasonable to say that the Holy Spirit also is nourished; but one must seek a text of Scripture that suggests this to us. And we must gather from the Gospels the parables concerning banquets. The whole mystery of the calling and election consists in the foods at the great banquet: "For a man," it says, "made a great banquet, and at the hour of the banquet he sent to call those who had been invited." But also through Isaiah the promises are of eating and drinking, when he says: "Behold, those who serve me shall eat, but you shall be hungry; behold, those who serve me shall drink, but you shall be thirsty." Furthermore, in Genesis God places man in the paradise of delight, giving laws about eating certain things and not eating certain things. And man would have remained immortal if he had eaten from every tree in the paradise for food, but had not eaten from the tree of the knowledge of good and evil. Observe also what is said in the twenty-first psalm concerning those who worship because they have eaten: "They ate," it says, "and all the fat ones of the earth worshiped"; therefore "the Lord will not starve the soul of the righteous," but when we become unrighteous, he will send "famine upon the earth, not a famine of bread nor a thirst for water, but a famine of hearing the word of the Lord." To the extent, then, that we advance, we shall eat better and more food, until perhaps we arrive at the point of
φαγεῖν τῷ υἱῷ τοῦ θεοῦ, ἣν ἐπὶ τοῦ παρόντος οἱ μαθηταὶ οὐκ οἴδασιν. Οὐδὲν δὲ εἰς τὴν λέξιν εἶπεν ὁ Ἡρακλέων. Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Εἰ καὶ σαρκικῶς ὑπολαμβάνει ταῦτα λέγε σθαι ὁ Ἡρακλέων ὑπὸ τῶν μαθητῶν, ὡς ἔτι ταπεινότερον διανοουμένων καὶ τὴν Σαμαρεῖτιν μιμουμένων λέγουσαν· «Οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ», ἄξιον ἡμᾶς ἰδεῖν, μήποτε βλέποντές τι θειότερον οἱ μαθηταί φασιν πρὸς ἀλλήλους· «Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;» Τάχα γὰρ ὑπενόουν ἀγγελικήν τινα δύναμιν ἐνηνοχέναι αὐτῷ φαγεῖν· καὶ εἰκὸς ὅτι διὰ τοῦτο ἐδιδάσκοντο ὅτι μεῖζόν ἐστιν ὃ εἶχεν βρῶμα φαγεῖν, ὅπερ ἦν ποιῆσαι «τὸ θέλημα τοῦ πέμψαντος» αὐτὸν «καὶ τελειῶσαι τὸ ἔργον αὐτοῦ». Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Πρέπουσα βρῶσις τῷ υἱῷ τοῦ θεοῦ ὅτε ποιητὴς γίνεται τοῦ πατρικοῦ θελήματος, τοῦτο τὸ θέλειν ἐν ἑαυτῷ ποιῶν ὅπερ ἦν καὶ ἐν τῷ πατρί, ὥστε εἶναι τὸ θέλημα τοῦ θεοῦ ἐν τῷ θελήματι τοῦ υἱοῦ, καὶ γενέσθαι τὸ θέλημα τοῦ υἱοῦ ἀπαράλλακτον τοῦ θελήματος τοῦ πατρός, εἰς τὸ μηκέτι εἶναι δύο θελήματα ἀλλὰ ἓν θέλημα· ὅπερ ἓν θέλημα αἴτιον ἦν τοῦ λέγειν τὸν υἱόν· «Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ διὰ τοῦτο τὸ θέλημα ὁ ἰδὼν αὐτὸν ἑώρακε τὸν υἱόν, ἑώρακε δὲ καὶ τὸν πέμψαντα αὐτόν.
to eat, which the disciples do not know at present. But Heracleon said nothing regarding this expression. So the disciples were saying to one another, "Has anyone brought him something to eat?" Even if Heracleon supposes that these words were spoken by the disciples in a fleshly sense, as if they still thought more lowly and were imitating the Samaritan woman who said, "You have no bucket, and the well is deep," it is worth our while to consider whether the disciples, perceiving something more divine, say to one another, "Has anyone brought him something to eat?" For perhaps they suspected that some angelic power had brought him something to eat; and it is likely that for this reason they were taught that greater is the food he had to eat, which was to do "the will of the one who sent" him "and to complete his work." Jesus says to them, "My food is that I do the will of the one who sent me and complete his work." The food fitting for the Son of God is when he becomes a doer of the Father's will, doing in himself that willing which was also in the Father, so that the will of God is in the will of the Son, and the will of the Son becomes indistinguishable from the will of the Father, so that there are no longer two wills but one will; and this one will was the reason the Son said, "I and the Father are one," and because of this will, the one who has seen him has seen the Son, and has seen also the one who sent him.
Καὶ πρέπον γε μᾶλλον οὕτω νοεῖν ἡμᾶς ποιεῖσθαι ὑπὸ τοῦ υἱοῦ τὸ θέλημα τοῦ πατρός, ἀφ' οὗ θελήματος καὶ τὰ ἔξω τοῦ θέλοντος καλῶς ἐγένετο, ἤπερ μὴ περιεργασαμένους ἡμᾶς τὰ περὶ τοῦ θελήματος νομίζειν εἶναι τὸ ποιεῖν τὸ θέλημα τοῦ πέμψαντος ἐν τῷ τάδε τινὰ τὰ ἔξω ποιεῖν. Ἐκεῖνο γάρ, λέγω δὲ τὸ ἔξω τοῦ θέλοντος γινόμενον χωρὶς τοῦ προειρημένου θελήματος, οὐχ ὅλον μὲν τὸ θέλημα τοῦ πατρός· πᾶν δέ ἐστιν τὸ θέλημα τοῦ πατρὸς ὑπὸ τοῦ υἱοῦ γινόμενον ὅτε τὸ θέλειν τοῦ θεοῦ γενόμενον ἐν τῷ υἱῷ ποιεῖ ταῦτα ἅπερ βούλεται τὸ θέλημα τοῦ θεοῦ. Μόνος δὲ ὁ υἱὸς πᾶν τὸ θέλημα ποιεῖ χωρήσας τοῦ πατρός· διόπερ καὶ εἰκὼν αὐτοῦ. Ἐπισκεπτέον δὲ καὶ περὶ τοῦ ἁγίου πνεύματος. Τὰ δὲ λοιπὰ ἅγια οὐδὲν μὲν ποιήσει παρὰ τὸ θέλημα τοῦ θεοῦ, καὶ πάντα γε ἃ ποιήσει, ποιήσει κατὰ τὸ θέλημα τοῦ θεοῦ, οὐ μέντοι γε διαρκεῖ πρὸς τὸ κατὰ τὸ πᾶν θέλημα τυπωθῆναι. Καὶ τόδε γε τὸ ἅγιον παρὰ τόδε τὸ ἅγιον μεῖζον ἢ πλεῖον ἢ ἐκτυπώτερον συγκρίσει ἑτέρου χωρήσει ἀπὸ τοῦ πατρικοῦ θελήματος, καὶ πάλιν παρ' ἐκεῖνο ἔσται τι ἄλλο διαφερόντως χωροῦν· πᾶν δὲ καὶ ὅλον τὸ θέλημα τοῦ θεοῦ ποιήσει ὁ εἰπών· «Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με.» Μετὰ τοῦτο γοῦν φησιν εὐχαρίστως περὶ τοῦ θεοῦ· «Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἐὰν ποιῇ ὁ πατήρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ.» Καὶ τάχα διὰ ταῦτα εἰκών ἐστιν τοῦ θεοῦ τοῦ ἀοράτου·
And it is more fitting for us to understand it thus: that the will of the Father is done by the Son—a will from which even the things outside the one willing came to be well—rather than that, without having carefully examined the matters concerning the will, we should think that doing the will of the one who sent him consists in doing certain things that are external. For that thing—I mean what comes to be outside the one willing, apart from the aforementioned will—is not the whole will of the Father; but the whole will of the Father is done by the Son when the willing of God, having come to be in the Son, does those very things that the will of God wishes. And the Son alone does the whole will, having contained the Father; therefore he is also his image. But we must also consider the matter of the Holy Spirit. The other holy beings will do nothing contrary to the will of God, and all things that they will do, they will do according to the will of God, yet they do not suffice to be stamped according to the whole will. And this holy being, compared with that holy being, will contain more, or more fully, or more expressively from the Father's will by comparison with another, and again beside that one there will be another that contains it in a distinctive way; but the whole and entire will of God will be done by the one who said, "My food is that I should do the will of him who sent me." After this, then, he says with thanksgiving concerning God: "The Son cannot do anything of himself unless he sees the Father doing something; for whatever things the Father does, these the Son also does likewise. The Father loves the Son and shows him all things that he himself does." And perhaps for these reasons he is the image of the invisible God.
καὶ γὰρ τὸ ἐν αὐτῷ θέλημα εἰκὼν τοῦ πρώτου θελήματος, καὶ ἡ ἐν αὐτῷ θεότης εἰκὼν τῆς ἀληθινῆς θεότητος· εἰκὼν δὲ καὶ τῆς ἀγαθότητος ὢν τοῦ πατρός φησι· «Τί με λέγεις ἀγαθόν;» καὶ τοῦτό γε τὸ θέλημα βρῶμά ἐστιν τοῦ υἱοῦ ἴδιον αὐτοῦ, δι' ὃ βρῶμα ἔστιν ὃ ἔστιν. Ὅτι δὲ τὸ περὶ τῆς διαθέσεώς ἐστιν τὸ θέλημα, δηλοῖ ἡ ἐπιφερομένη λέξις δεύτερον λέγουσα μετὰ τὴν ποίησιν τοῦ θελήματος τὸ τελειοῦσθαι τὸ ἔργον τοῦ θεοῦ. Ἐπιπλέον δὲ καὶ περὶ τούτου θεωρητέον, ἵν' εἰδῶμεν τί ἐστιν καὶ τὸ «Τελειώσω αὐτοῦ τὸ ἔργον.» Ὁ μὲν οὖν τις ἁπλούστερον ἐρεῖ ὅτι τὸ προστεταγμένον ἔργον, ὅπερ αὐτοῦ ἐστιν τοῦ προστάξαντος, * * ὡσεὶ ἐπὶ παραδειγμάτων ἐλέγομεν τοὺς οἰκοδομοῦντας ἢ γεωργοῦντας φάσκειν τελειοῦν τὸ ἔργον τοῦ λαβόντος αὐτοὺς ἐπὶ τὸ ἔργον, ἐν τῷ ποιεῖν δι' ὃ παρελήφθησαν· ὁ δέ τις ἐρεῖ ὅτι εἴπερ τελειοῦται τὸ ἔργον τοῦ θεοῦ ὑπὸ τοῦ Χριστοῦ, δῆλον ὅτι τοῦτο πρὶν τελειωθῆναι ἀτελὲς ἦν. Πῶς οὖν ἀτελὲς ἦν, ἔργον τυγ χάνον τοῦ θεοῦ; καὶ πῶς τὸ ἔργον τοῦ θεοῦ τελειοῦται ὑπὸ τοῦ εἰπόντος· «Ὁ πατὴρ ὁ πέμψας με μείζων
For the will that is in him is an image of the first will, and the divinity in him is an image of the true divinity; and being also an image of the Father's goodness, he says: "Why do you call me good?" And this very will is the Son's own food, on account of which food he is what he is. And that the will concerns his disposition, the following phrase makes clear, saying, after the making of the will, that the work of God is perfected. Moreover, one must also consider this, so that we may know what "I will perfect his work" also means. Now someone might say more simply that the work that has been commanded, which belongs to the one who commanded it—as we were saying by way of examples, that those who build or farm claim to perfect the work of the one who took them on for the work, by doing that for which they were taken on. But someone else will say that if the work of God is perfected by Christ, it is clear that before being perfected it was incomplete. How then was it incomplete, being a work of God? And how is the work of God perfected by the one who said: "The Father who sent me is greater
μού ἐστιν»; ἡ δὲ τελείωσις τοῦ ἔργου ἡ τοῦ λογικοῦ τελείωσις ἦν· τοῦτο γὰρ ἦλθεν ἀτελὲς ὂν τέλειον ποιῆσαι ὁ γενόμενος σὰρξ λόγος. Ἆρ' οὖν ἐκτίσθη ἀτελὲς τὸ ἔργον, καὶ πέμπεται ὁ σωτὴρ τὸ ἀτελὲς τελειῶσαι; καὶ πῶς οὐκ ἄτοπον τὸν μὲν πατέρα ἀτελοῦς ποιητὴν γεγονέναι, τὸν δὲ σωτῆρα τὸ ἀτελὲς τετελειωκέναι, κτισθὲν ἀτελές; Ἡγοῦμαι δὴ ἐν τοῖς τόποις βαθύτερόν τι ἐναπο κεῖσθαι μυστήριον· τάχα γὰρ οὐ πάντη ἀτελὲς τὸ λογικὸν ἦν ἅμα τῷ τεθεῖσθαι ἐν τῷ παραδείσῳ. Πῶς γὰρ ἂν τὸ πάντη ἀτελὲς ἐτίθετο ὁ θεὸς ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν; ὁ γὰρ δυνάμενος ἐργάζεσθαι «ξύλον ζωῆς» καὶ πάντα δὲ ἃ ἐφύτευσεν ὁ θεὸς καὶ μετὰ ταῦτα ἐξανέτειλεν, οὐκ ἂν εὐλόγως λέγοιτο ἀτελής. Μήποτε οὖν τέλειος ὤν πως ἀτελὴς διὰ τὴν παρακοὴν γέγονεν καὶ ἐδεήθη τοῦ τελειώσοντος αὐτὸν ἀπὸ τῆς ἀτελείας, καὶ διὰ τοῦτο ἐπέμφθη ὁ σωτήρ, πρῶτον μὲν ἵνα ποιήσῃ τὸ θέλημα τοῦ πέμψαντος αὐτόν, ἐργάτης αὐτοῦ καὶ ἐνταῦθα γενό μενος, δεύτερον δὲ ἵνα τελειώσῃ τὸ ἔργον τοῦ θεοῦ καὶ ἕκαστος τετελειωμένος οἰκειωθῇ τῇ στερεᾷ τροφῇ καὶ τῇ σοφίᾳ συνῇ. «Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.» Καὶ ὁ λαλῶν σοφίαν φησί· «Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις.» Καὶ ὅταν ἕκαστος ἡμῶν, ἔργον θεοῦ, ὑπὸ Ἰησοῦ τελειωθῇ, ἐρεῖ· «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
Is it not mine?" And the completion of the work was the completion of the rational being; for the Word who became flesh came to make perfect this thing that was imperfect. Was the work, then, created imperfect, and is the Savior sent to perfect the imperfect? And how is it not absurd that the Father became the maker of something imperfect, and the Savior perfected the imperfect, which was created imperfect? I think, then, that in these places some deeper mystery lies hidden; for perhaps the rational being was not altogether imperfect at the very moment it was placed in paradise. For how would God have placed in paradise to work it and keep it that which was altogether imperfect? For the one able to work the "tree of life" and all the things that God planted and afterward caused to spring up could not reasonably be called imperfect. Perhaps, then, being in some way perfect, it became imperfect through disobedience and needed the one who would perfect it from its imperfection, and for this reason the Savior was sent, first that he might do the will of the one who sent him, having become his worker also here, and second that he might perfect the work of God and each one, having been perfected, might be made at home with solid food and understand wisdom. "But solid food is for the perfect, for those who by reason of habit have their senses exercised to discern good and evil." And the one who speaks wisdom says: "But we speak wisdom among the perfect." And when each of us, a work of God, has been perfected by Jesus, he will say: "I have fought the good fight, I have finished the race, I have kept the faith.
λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.» Οὐ μόνος δὲ ὁ ἄνθρωπος ἐξέπεσεν ἐκ τελείου ἐπὶ τὸ ἀτελές, ἀλλὰ καὶ «ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν καὶ λαβόντες ἑαυτοῖς ἀπὸ πασῶν ὧν ἐξελέξαντο», καὶ ἁπαξαπλῶς πάντες οἱ ἀπολεί ποντες «τὸ ἴδιον οἰκητήριον» καὶ μὴ τηρήσαντες τὴν ἑαυτῶν ἀρχήν– «ἀρχὴν» δὲ λέγω οὐ τὴν παρα βαλλομένην ἐξουσίᾳ ἀλλὰ τὴν ἀντιδιαστελλομένην τέλει καὶ παρακειμένην πρώτῳ–ἵν' ὥσπερ τῷ ἀνθρώπῳ ἡ ἀρχὴ μὲν τοῦ εἶναι ἐν τῷ παραδείσῳ ἦν, τὸ τέλος δὲ διὰ τὴν παράβασιν τάχα ἐν ᾅδου κάτω ἤ τινι τοιούτῳ χωρίῳ, οὕτω καὶ ἑκάστῳ τῶν ἀποπεπτωκότων οἰκεία τις ἀρχὴ τυγχάνῃ δεδομένη. Τελειῶν μέντοι γε ὁ Ἰησοῦς τὸ ἔργον τοῦ θεοῦ, λέγω δὲ πᾶν τὸ λογικὸν καὶ οὐ τὸν ἄνθρωπον μόνον, κατὰ τὸν αὐτὸν τρόπον αὐτὸ τελειοῖ· τὰ μὲν γὰρ μακαριώτερα πειθόμενα λόγῳ, μὴ δεηθέντα πόνου, μόνῳ τελειοῦται τῷ λόγῳ· ἕτερα δέ, ἀπειθήσαντα τῷ λόγῳ, χρῄζει πόνων, ἵνα μετὰ τοὺς πόνους λόγοις προσαχθέντα ὕστερόν ποτε τούτοις τελειωθῇ. Πλὴν ἀμφότερα ταῦτα ἓν βρῶμά ἐστιν ἴδιον Ἰησοῦ, τό τε ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν καὶ τὸ τελειῶσαι τὸ ἔργον αὐτοῦ. Ὁ δὲ Ἡρακλέων διὰ τοῦ «Ἐμὸνβρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός μέ» φησι διηγεῖσθαι τὸν σωτῆρα τοῖς μαθηταῖς, ὅτι τοῦτο ἦν, ὃ συνεζήτει μετὰ τῆς γυναικός, βρῶμα ἴδιον λέγων τὸ θέλημα τοῦ πατρός· τοῦτο γὰρ αὐτοῦ τροφὴ καὶ ἀνάπαυσις καὶ δύναμις ἦν.
Henceforth there is laid up for me the crown of righteousness. And not only did man fall from the perfect to the imperfect, but also the sons of God, seeing the daughters of men that they were fair, and taking for themselves from all whom they chose, and simply all who leave their own dwelling place and do not keep their own beginning—and by beginning I mean not the authority that is set alongside, but that which is distinguished from the end and lies close to the first—so that just as for man the beginning of his existence was in paradise, but the end, on account of the transgression, was perhaps in Hades below or in some such place, so also for each of those who have fallen there happens to be some beginning of their own that has been given. Jesus, however, perfecting the work of God—and I mean every rational being, and not man only—perfects it in the same manner. For the more blessed, being persuaded by the word and not needing toil, are perfected by the word alone; but others, having disobeyed the word, need toils, so that after their toils, having been brought to the words later, they may at some time be perfected by them. Nevertheless both of these are one food proper to Jesus: both to do the will of the one who sent him and to perfect his work. But Heracleon says that through the words My food is that I may do the will of the one who sent me, the Savior explains to the disciples that this was what he was discussing with the woman, calling his own food the will of the Father; for this was his nourishment and rest and power.
Θέλημα δὲ πατρὸς ἔλεγεν εἶναι τὸ γνῶναι ἀνθρώ πους τὸν πατέρα καὶ σωθῆναι, ὅπερ ἦν ἔργον τοῦ σωτῆρος τοῦ ἕνεκα τούτου ἀπεσταλμένου εἰς Σαμάρειαν, τουτέστιν εἰς τὸν κόσμον. Βρῶμα οὖν αὐτὸ ἐξείληφεν τοῦ Ἰησοῦ καὶ τὴν μετὰ τῆς Σαμαρείτιδος συζήτησιν, ὅπερ νομίζω σαφῶς παντί τῳ ὁρᾶ σθαι καὶ ταπεινῶς ἐξειλῆφθαι καὶ βεβιασμένως. Πῶς δὲ τροφὴ τοῦ σωτῆρος τὸ θέλημα τοῦ πατρὸς σαφῶς οὐ παρέστησεν· πῶς δὲ καὶ ἀνάπαυσις τὸ θέλημα τοῦ πατρός; Λέγει γὰρ ὁ κύριος ἀλλαχοῦ, ὡς οὐ πάντως τοῦ πατρικοῦ θελήματος ἀναπαύσεως αὐτοῦ ὄντος· «Πάτερ, εἰ δυνατόν, παρελθάτω τὸ ποτήριον ἀπ' ἐμοῦ· πλῆν οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.» Πόθεν δὲ καὶ ὅτι δύναμις τοῦ σωτῆρος τὸ θέλημα τοῦ θεοῦ; Οὐχ ὑμεῖς λέγετε, ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη. Πρὸς τοὺς ὑπολαμβάνοντας ἁπλούστερον καὶ σωματικώτερον εἰρῆσθαι τὸ «Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς
He said that the will of the Father was that men should know the Father and be saved, which was the work of the Savior who for this purpose had been sent into Samaria, that is, into the world. Therefore he took this as Jesus' food, and also the conversation with the Samaritan woman, which I think is clearly visible to everyone and has been taken up in a lowly and forced manner. But how the will of the Father is food for the Savior he did not clearly set forth; and how the will of the Father is also rest? For the Lord says elsewhere, as though the Father's will were not altogether his rest: "Father, if it is possible, let this cup pass from me; nevertheless, not what I will, but what you will." And from where is it also that the will of God is the Savior's power? Do you not say that there are yet four months and the harvest comes? Behold, I say to you: Lift up your eyes and look at the fields, that they are already white for harvest. In relation to those who suppose that "Do you not say that there are four months and the harvest" was spoken more simply and more bodily
ἔρχεται;» ταῦτα ἐπαπορητέον, ἵνα πεισθῶσιν νοητὰ πολλάκις γυμνὰ αἰσθητῶν καὶ σωματικῶν λελαληκέναι τὸν σωτῆρα. Εἴπερ γὰρ ὁ καιρός, ὅτε ταῦτα ἔλεγεν Ἰησοῦς, ὁ πρὸ τετραμήνου τοῦ θερισμοῦ ἦν, δῆλον ὅτι χειμὼν ἦν. Θερισμὸς οὖν ἐν τῇ Ἰουδαίᾳ ἄρχεται γίνεσθαι περὶ τὸν παρ' Ἑβραίοις καλούμενον Νίσαν μῆνα, ὅτε ἄγεται τὸ πάσχα, ὡς ἐνίοτε τὰ ἄζυμα ἀπὸ νέου σίτου αὐτοὺς ποιεῖν. Ἀλλ' ἔστω μὴ κατ' ἐκεῖνον τὸν μῆνα εἶναι τὸν θερισμόν, ἀλλὰ κατὰ τὸν ἑξῆς ἐκείνῳ τὸν καλούμενον παρ' αὐτοῖς Ἰάρ. Καὶ οὕτως ὁ πρὸ τετραμήνου καιρὸς ἐκείνου τοῦ μηνὸς ἀκμαῖός ἐστιν χειμών. Ἐπὰν οὖν δείξωμεν ὅτι ὅτε ἔλεγεν ταῦτα ὁ περὶ τὸν θερισμὸν καιρὸς ἦν ἤτοι ἀκμάζοντα ἢ ἐγγύς που τοῦ λήγειν ὄντα, ἀποδεδειγμένον ἡμῖν ἔσται τὸ προκείμενον. Τηρητέον δὲ ὅτι μετὰ τὴν ἐν τῇ Κανᾷ τῆς Γαλιλαίας περὶ τὸ μεταβεβληκὸς εἰς οἶνον ὕδωρ οἰκονομίαν κατα βεβηκέναι λέγεται ὁ κύριος «εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί», ἔνθα «ἔμεινεν οὐ πολλὰς ἡμέρας· καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς»· ὅτε «εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς» καὶ κατὰ τὰ λοιπὰ τῶν ἀναγεγραμμένων, «ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ». Καὶ εἰπών τινα πρὸς τὸν Νικόδημον μετὰ ταῦτα ἦλθεν αὐτὸς «καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐτῶν καὶ ἐβάπτιζεν». Πόσον δὴ θήσομεν αὐτὸν διατετριφέναι ἐν τῇ Ἰουδαίᾳ χρόνον βαπτίζοντα μετὰ τὸ πάσχα; Οὐ γὰρ σαφῶς γέγραπται.
One must raise these questions, so that people may be convinced that the Savior often spoke things intelligible stripped of sensible and bodily things. For if indeed the time when Jesus said these things was four months before the harvest, it is clear that it was winter. Now the harvest in Judea begins to take place around the month called Nisan among the Hebrews, when the Passover is celebrated, so that sometimes they make the unleavened bread from new grain. But let it be supposed that the harvest is not in that month, but in the one after it, called among them Iar. And thus the time four months before that month is the height of winter. When, then, we have shown that when he said these things the time of the harvest was either at its height or somewhere near its end, what is proposed will have been demonstrated to us. But it must be observed that after the dispensation at Cana of Galilee concerning the water turned into wine, the Lord is said to have gone down "to Capernaum, himself and his mother and his brothers and his disciples," where "he remained not many days; and the Passover of the Jews was near, and Jesus went up to Jerusalem"; when "he found in the temple those selling oxen and sheep and doves" and according to the rest of what is recorded, "having made a whip of cords, he drove them all out of the temple." And after saying certain things to Nicodemus, after these things he himself "and his disciples came into the land of Judea, and there he spent time with them and was baptizing." How long a time, then, shall we suppose he spent in Judea baptizing after the Passover? For it is not clearly written.
Καὶ φαίνεται διὰ τὸ ἐγνωκέναι τοὺς φαρισαίους «ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης» ἀφιεὶς «τὴν Ἰουδαίαν» καὶ ἀπερχόμενος «εἰς τὴν Γαλι λαίαν», ὅτε «ἔδει αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας», καὶ γενόμενος παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ φησι τὸ «Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχε ται;» Ἐὰν δέ τις ὑπονοῇ μετὰ τὸ πάσχα πλειόνων μηνῶν χρόνον διατετριφέναι ἐν τῇ Ἰουδαίᾳ τὸν Ἰησοῦν βαπτίζοντα μετὰ τῶν μαθητῶν αὐτοῦ, ὥστε ἐνεστηκέναι ἤδη τὸν πρὸ τετραμήνου τοῦ θερισμοῦ καιρόν, παραθετέον αὐτῷ ὅτι δύο ἡμέρας μείνας ἐκεῖ παρὰ τοῖς Σαμαρεῦσιν μετὰ ταύτας ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ ἀναγέγραπται– ὡς νεωστὶ τοῦ πάσχα προγεγενημένου καὶ τῶν ἐν Ἱεροσολύμοις πεπραγμένων αὐτῷ–ὅτι· «Ὅτε ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.» Ἀλλ' εἰκὸς ὅτι ἐρεῖ τις πρὸς ταῦτα οὐδὲν λυπεῖν πλείονα αὐτὸν διατρίψαντα ἐν τῇ Ἰουδαίᾳ χρόνον ἐληλυθέναι ἐπὶ τὴν πηγὴν τοῦ Ἰακώβ, ἀπιόντα εἰς τὴν Γαλιλαίαν ὅτε «Ἔτι τετράμηνος», εἶπεν, «εἰς τὸν θερισμόν»· καὶ οὐδὲν ἄτοπόν ἐστιν τοὺς Γαλιλαίους διὰ τὰ πρὸ ὀκτὼ μηνῶν αὐτῷ γενόμενα ἐν Ἱεροσολύμοις παραδέχεσθαι αὐτόν. Λεκτέον δὲ πρὸς αὐτοὺς ὅτι παραγενόμενος εἰς τὴν Γαλιλαίαν «ἦλθεν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου» πρό τερον πεποίηκεν «τὸ ὕδωρ οἶνον», ἔνθα καὶ τὸν τοῦ βασιλι κοῦ υἱὸν νοσοῦντα ἐν τῇ Καφαρναούμ, εἰπὼν τῷ πατρὶ αὐτοῦ· «Ὁ υἱός σου ζῇ», ἐθεράπευσεν·
And it appears that because he knew the Pharisees "that Jesus makes more disciples and baptizes than John," he left "Judea" and departed "into Galilee," when "he had to pass through Samaria," and having come to the spring of Jacob he says the words "Do you not say that there are still four months and the harvest comes?" But if anyone suspects that after the Passover Jesus spent a longer period of months in Judea baptizing with his disciples, so that the time four months before the harvest had already arrived, one must set before him that after staying there two days with the Samaritans he went out into Galilee, and it is recorded—as though the Passover had recently taken place and the things done by him in Jerusalem—that "When he came into Galilee, the Galileans received him, having seen all that he did in Jerusalem at the feast, for they themselves also had come to the feast." But it is likely that someone will say to these things that it causes no difficulty that he, having spent a longer time in Judea, came to the spring of Jacob on his way to Galilee when he said, "There are still four months until the harvest"; and it is nothing absurd that the Galileans received him because of the things done by him in Jerusalem eight months earlier. But one must say to them that when he arrived in Galilee "he came to Cana of Galilee, where" previously he had made "the water wine," where also he healed the son of the royal official who was sick in Capernaum, saying to his father, "Your son lives."
καὶ «Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα»,ὅτε τὸν τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἐν τῇ ἀσθενείᾳ παραλυτικὸν ἐθεράπευσεν. Ἐὰν δὲ αὕτη ἡ ἑορτὴ ἡ τοῦ πάσχα ᾖ–οὐ γὰρ πρόσκειται τὸ ὄνομα αὐτῆς–, στενοχω ρεῖται τὸ ἀκόλουθον τῆς ἱστορίας, καὶ μάλιστα ἐπεὶ μετ' ὀλίγα ἐπιφέρεται ὅτι «Ἦν ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ σκηνοπηγία.» Τούτων δὴ ἐπιπλεῖον ἐξεταζομένων ἀκόλου θόν ἐστιν τῷ βαθύτερον ἐνορῶντι τῷ νῷ τῶν γραφῶν ζητεῖν τί νοῶν τοῖς μαθηταῖς ἔλεγεν ὁ Ἰησοῦς τὸ «Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.» Ὥσπερ δὲ ἐλέγομεν ἐπὶ τῶν κατὰ τὴν Σαμαρεῖτιν τὰ περὶ τῶν ὑδάτων ἐξετάζοντες, οὕτω καὶ ἐνθάδε ποιήσωμεν. Τίς γὰρ οὐκ ἂν ὁμολογήσαι τὸ «Ἐπάρατε τοὺς
ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη» πνευματικὸν εἶναι, καὶ γυμνὸν αἰσθητῶν πνευματι κόν; ᾧ ἀκόλουθον ἂν εἴη καὶ τὸ τοὺς μαθητὰς λέγειν μετὰ τετράμηνον ἔσεσθαι τὸν θερισμὸν τὸν συγκριτόν, ὅσον ἐπὶ τῇ ὑπονοίᾳ αὐτῶν, τῷ ὑπὸ τοῦ Ἰησοῦ δεικνυμένῳ θερισμῷ. Νομίζομεν οὖν τοιαῦτά τινα εἶναι ἐν τῷ τοὺς μαθη τὰς λέγειν ὅτι «τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται»·
And "after these things there was a feast of the Jews, and Jesus went up to Jerusalem," when he healed the paralytic who had been in his sickness for thirty-eight years. But if this feast is that of the Passover—for its name is not added—the sequence of the narrative is constrained, especially since after a few words it is added that "the feast of the Jews, the Tabernacles, was near." These things being examined more fully, it is consistent for one who looks more deeply into the mind of the Scriptures to ask what Jesus meant when he said to the disciples, "Do you not say that it is four months and the harvest comes? Behold, I say to you: Lift up your eyes and look at the fields, that they are white for harvest already." And just as we said in the matters concerning Samaria when examining the things about the waters, so let us do here also. For who would not agree that "Lift up your eyes and look at the fields, that they are white for harvest already" is spiritual, and naked of sensible things—spiritual? To which it would also be consistent that the disciples say the harvest would be after four months—the comparative harvest, as far as their conjecture goes—compared with the harvest shown by Jesus. We think, then, that something of this sort is involved in the disciples saying that "it is four months and the harvest comes":
οἱ πλεῖστοι τῶν τοῦ λόγου μαθητῶν ἐννοοῦντες δυσέφικτον εἶναι τῇ ἀνθρωπίνῃ φύσει τὴν ἀλήθειαν, ὅτε διειλήφασιν περὶ ἑτέρας παρὰ τὴν ἐνεστηκυῖαν ζωὴν ζωῆς, ἀπαυδήσαντες ἐπὶ τοῦ παρόντος πρὸς τὸ περὶ τῶν ζητουμένων τέλος ὑπολαμβά νουσιν μετὰ τὴν πρὸς τὰ τέσσαρα τῶν στοιχείων συγγένειαν ὑπερβάντες ταῦτα καταλήψεσθαι τὴν ἀλήθειαν. Φασὶν οὖν κατὰ τὴν τοῦ κυρίου φωνὴν οἱ μαθηταὶ περὶ τοῦ θερισμοῦ, ὅστις ἐστὶν ἡ συντέλεια τῶν συγκομιστῶν τῆς ἀληθείας ἔργων, ὅτι μετὰ τὴν ἐνεστηκυῖαν τετράδα γίνεται. Τὸ δὲ τῶν μηνῶν ὄνομα πρὸς τὸ πρέπον τῷ περὶ τοῦ θερισμοῦ λόγῳ σωματικῷ εἴληπται. Οὐ γὰρ ἐχρῆν φάσκειν τὸ «οὐχ ὑμεῖς λέγετε ὅτι· Ἔτι τέσσαρες ἡμέραι καὶ ὁ θερισμὸς ἔρχεται» ἢ «ἔτι τέσσαρα ἔτη καὶ ὁ θερισμὸς ἔρχεται;» Μάλιστα ἐπεὶ καὶ τοὺς πολλοὺς καὶ σωματικωτέρους λανθάνειν ὁ λόγος βούλεται, κρύπτων μὲν τὸ μυστικόν, ἐμφαί νων δὲ τὸ ἁπλούστερον εἰς τὸ σαφεῖς εἶναι νομίζεσθαι τοὺς ἀπαγγελλομένους ὑπὸ τοῦ σωτῆρος λόγους. Ἢ τάχα τὸ τῶν μαθητῶν βούλημα λεγόντων· «Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται» τοιοῦτόν ἐστιν· τέσσαρές εἰσιν σφαῖραι τῶν τεσσάρων στοιχείων αἱ ὑποκείμεναι τῇ αἰθερίῳ φύσει, ἐν μέσῳ μὲν καὶ κατωτάτω ἡ τῆς γῆς, περὶ αὐτὴν δὲ ἡ τοῦ ὕδατος, καὶ τρίτη ἡ τοῦ ἀέρος, τετάρτη δὲ ἡ τοῦ πυρός, μεθ' ἣν ἡ τῆς σελήνης, καὶ ἑξῆς.
Most of the disciples of the Word, considering that the truth is hard for human nature to attain, when they have discerned concerning a life other than the present life, having grown weary for the present of reaching the goal of the matters under inquiry, suppose that after their kinship with the four elements they will, having passed beyond these, apprehend the truth. So the disciples say, in accordance with the Lord's voice concerning the harvest, which is the consummation of the works that gather in the truth, that it comes after the present four. And the name of the months has been taken in a bodily sense, as fitting the account concerning the harvest. For it was not necessary to say, "Do you not say, 'There are still four days and the harvest comes,'" or "There are still four years and the harvest comes"? Especially since the Word wishes to escape the notice of the many and the more bodily-minded, hiding the mystical meaning while indicating the simpler sense, so that the words announced by the Savior may be thought to be clear. Or perhaps the disciples' meaning, when they say, "There are still four months and the harvest comes," is of this sort: there are four spheres of the four elements underlying the ethereal nature—in the middle and lowest that of the earth, around it that of water, and third that of air, and fourth that of fire, after which is that of the moon, and so on in order.
Καὶ ἐπιστήσωμεν μήποτε ὑπολαμβάνουσιν οἱ μαθηταὶ πρὸς τῇ καθαρωτέρᾳ οὐσίᾳ γενομένους τοὺς ἐντεῦθεν παρεσκευασμένους καταλήψεσθαι τὸ ἀληθές, ὅταν καὶ τὴν τοῦ πυρός τις δύνηται σφαῖραν ὑπερβαίνειν, μὴ καταφθαρεὶς ὑπὸ τῆς ἁμαρτίας, ἥτις ἐστὶν ὕλη τοῦ παντὸς ἐν τοῖς πρὸ τῆς * * * αἰθερίους τόπους * * χωρίοις. Ταύτην δὲ τὴν ὑπόληψιν διελέγχων ὡς οὐχ ὑγιῆ φησιν ὁ γενόμενος σὰρξ λόγος τοῖς ταῦτα νομίζουσιν τὸ «Οὐχ ὑμεῖς λέγετε· ὅτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεά σασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.» Καὶ γὰρ ἀδιανόητον ἡμῖν φαίνεται μὴ περὶ ἑνὸς αὐτὸν ἐν τούτοις πᾶσιν διαλαμβάνειν θερισμοῦ, ἐπείπερ κατὰ τοὺς ἁπλούστερον ἐκδεχομένους ἀληθὲς λέγουσιν ἐπιπλήσσει τοῖς μαθηταῖς νομίζουσιν, ὡς οἴονται, μετὰ τετράμηνον ἔρχεσθαι τὸν θερισμόν, ὅντινα ἐν τοῖς πρὸ τούτων παρεστήσαμεν μὴ πάνυ τι δύνασθαι μετὰ τετράμηνον ἐνστήσεσθαι, ἄλλως τε καὶ οἱονεὶ τὴν ὑπόνοιαν τῶν μαθητῶν διορθούμενός φησι τὸ «Οὐχ ὑμεῖς μὲν τόδε λέγετε; Ἐγὼ δὲ τόδε φημί»· πρὸς τούτοις πῶς οὐκ ἄτοπον τὸ μὲν «Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν» κατὰ πάντα ἀλληγορῆσαι σαφῶς, καὶ τὸ «Θεά σασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη», τὸ δὲ πρὸ τοῦ * * * * ἐρχόμενον τοῦτο «Οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν, καὶ ὁ θερισμὸς ἔρχεται» μὴ ἀλληγο ρικῶς ἐκλαβεῖν; Καὶ ὁ Ἡρακλέων μέντοι γε ὁμοίως τοῖς πολ λοῖς ἐπὶ τῆς λέξεως ἔμεινεν μὴ οἰόμενος αὐτὴν ἀνάγεσθαι.
And let us consider whether the disciples suppose that those who have been prepared here below, having arrived at the purer essence, will attain the truth, when one is also able to pass beyond the sphere of fire, not corrupted by sin, which is the matter of the whole, in the places before the * * * ethereal regions * * * places. But exposing this supposition as not sound, the Word who became flesh says to those who think these things: "Do you not say, 'There are yet four months, and the harvest is coming'? Behold, I say to you, 'Lift up your eyes and look at the fields, that they are white for harvest already.'" For it appears to us unintelligible that he is not speaking in all these things about one harvest, since, according to those who interpret more simply, he rebukes the disciples who think—as they suppose—that the harvest comes after four months, which we demonstrated in the preceding passages cannot very well be set in motion after four months, especially since, as it were correcting the supposition of the disciples, he says, "Do you not say this? But I say this." In addition, how is it not absurd to allegorize clearly in every respect the "Lift up your eyes," and the "Look at the fields, that they are white for harvest already," but not to interpret allegorically the "Do you not say, 'There are yet four months, and the harvest is coming'" that comes before the * * * *? And Heracleon too, in like manner to the many, remained at the literal expression, not thinking that it should be referred upward.
Φησὶ γοῦν ὅτι Τὸν τῶν γεννημάτων λέγει θερισμόν, ὡς τού του μὲν ἔτι διωρίαν ἔχοντος τετράμηνον, τοῦ δὲ θερισμοῦ, οὗ αὐτὸς ἔλεγεν, ἤδη ἐνεστῶτος. Καὶ τὸν θερισμὸν δὲ οὐκ οἶδ' ὅπως ἐπὶ τῆς ψυχῆς ἐξείληφεν τῶν πιστευόντων, λέγων ὅτι Ἤδη ἀκμαῖοι καὶ ἕτοιμοί εἰσιν πρὸς θερισμὸν καὶ ἐπιτήδειοι πρὸς τὸ συναχθῆναι εἰς ἀποθήκην, τοῦτ' ἔστιν διὰ πίστεως εἰς ἀνάπαυσιν, ὅσαι γε ἕτοιμοι· οὐ γὰρ πᾶσαι· αἱ μὲν γὰρ ἤδη ἕτοιμοι ἦσαν, φησίν, αἱ δὲ ἔμελλον, αἱ δὲ μέλ λουσιν, αἱ δὲ ἐπισπείρονται ἤδη. Ταῦτα μὲν οὖν ἐκεῖνος εἶπεν. Πῶς δὲ οἱ μαθηταὶ ἐπαίροντες τοὺς ὀφθαλμοὺς δύνανται βλέπειν τὰς ψυχὰς ἤδη
ἐπιτηδείους οὔσας πρὸς τό, ὡς οἴεται, εἰς ἀποθήκην εἰσαχθῆναι, οὐκ οἶδα εἰ δύναται παραστῆσαι. Καὶ ἔτι γε πῶς ἐπὶ τῶν ψυχῶν ἀληθὲς τὸ «Ἄλλος ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων» καὶ «Ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε.» Τίνα δὲ τρόπον τὸ «Ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε» δυνατόν ἐστιν παραδέξασθαι ἐπὶ τῆς ψυχῆς; Ἡμεῖς οὖν θερισμὸν συναγομένου καρποῦ εἰς ζωὴν αἰώνιον ἐκλαμβάνομεν κατὰ τὴν τελείωσιν τοῦ σπερμα τικῶς ἐγκειμένου κατὰ τὰς ἐννοίας ἡμῖν λόγου ἀπὸ γεωργίας πλείονος τετελειωμένου. Πῶς δὲ ὑπὸ ἄλλου σπείρεται καὶ ὑπὸ ἄλλου θερίζεται ἐν τοῖς ἑξῆς διαληψόμεθα. Ἰδοὺ λέγω ὑμῖν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη.
For he says that he calls the harvest of the crops, since this still had four months' interval, while the harvest of which he himself spoke was already present. And the harvest he has somehow taken to apply to the soul of those who believe, saying that they are already ripe and ready for harvest and fit to be gathered into the storehouse, that is, through faith into rest, as many as are ready; for not all are; for some were already ready, he says, and some were going to be, and some are going to be, and some are even now being sown. So much, then, he said. But how the disciples, lifting up their eyes, can see the souls already fit, as he thinks, to be brought into the storehouse, I do not know if he can establish. And moreover, how in the case of souls is it true that "One is the sower, and another the reaper," and "I sent you to reap what you have not labored for"? And in what way can "Others have labored and you have entered into their labor" be accepted in the case of the soul? We, then, understand the harvest as the gathering of fruit into eternal life, according to the perfection of the word that lies seminal in us according to our thoughts, having been perfected from a greater cultivation. But how it is sown by one and reaped by another, we will discuss in what follows. Behold, I say to you: Lift up your eyes and look at the fields, that they are white for harvest already.
Πολλαχοῦ τῆς γραφῆς κεῖται τὸ «Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν» προτρεπομένου ἡμᾶς τοῦ θείου λόγου ὑψοῦν καὶ ἐπαίρειν τὰ φρονήματα καὶ τὸ διορατικὸν κάτω που κείμενον καὶ συγκύπτον, μὴ δυνάμενόν τε ἀνακύψαι εἰς τὸ παντελὲς μετεωρίσαι· ὥσπερ ἐν Ἡσαΐᾳ· «Ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξε ταῦτα πάντα»· καὶ ὁ σωτὴρ δὲ ὅτε μέλλει τοῖς ἐν πεδίῳ συναχθεῖσιν λέγειν τοὺς μακαρισμούς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ πρὸς τοὺς μαθητὰς λέγει τὸ «μακάριοι» οἵδε καὶ οἵδε· οὐδεὶς γὰρ γνήσιος Ἰησοῦ μαθητὴς κάτω ἐστίν, ὡς οὐδὲ ὁ ἀναπαυόμενος ἐν τοῖς τοῦ Ἀβραὰμ κόλποις· ὁ γοῦν πλούσιος ὑπάρχων ἐν βασάνοις ἐπάρας τοὺς ὀφθαλμοὺς βλέπει τὸν Ἀβραὰμ καὶ τὸν Λάζαρον ἐν τοῖς κόλ ποις αὐτοῦ. Πρὸς τούτοις ἡ «συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελὲς» Ἰησοῦ αὐτὴν ἀνορθώσαντος ἀποτίθεται τὸ συγκύπτειν καὶ τὸ μὴ δύνασθαι ἀνα κύπτειν, ἵνα ἐπάρῃ τοὺς ὀφθαλμούς. Καὶ οὐδείς γε ἐν πάθεσιν ὢν καὶ τῇ σαρκὶ προστετηκὼς ἢ τοῖς ὑλικοῖς ἐμπεφυρμένος, ἐτήρησεν τὴν λέγουσαν ἐντολήν· «Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν», διόπερ ὁ τοιοῦτος οὐδὲ θεάσεται τὰς χώρας κἂν ὦσιν «λευκαὶ πρὸς θερισμὸν ἤδη». Ἔτι δὲ οὐδεὶς ἐργαζόμενος τὰ ἔργα τῆς σαρκὸς ἐπῆρεν τοὺς ὀφθαλμούς. «Λευκαὶ» δὲ αἱ χῶραι «πρὸς θερισμὸν ἤδη» εἰσίν, ὅτε πάρεστιν ὁ τοῦ θεοῦ λόγος σαφηνίζων καὶ φωτίζων πάσας τὰς χώρας τῆς γραφῆς πληρουμένας ἐν τῇ ἐπιδημίᾳ αὐτοῦ.
In many places of the Scripture the phrase "Lift up your eyes" is found, when the divine Word urges us to raise and lift up our thoughts and the faculty of sight that lies somewhere below and is bent down, and is unable to raise itself up to lift it completely aloft; as in Isaiah: "Lift up your eyes on high and see: who has shown forth all these things"; and the Savior too, when he is about to speak the beatitudes to those gathered in the plain, lifts up his eyes to his disciples and says, "Blessed are these and these"; for no genuine disciple of Jesus is below, just as not even he who rests in the bosom of Abraham. At any rate, the rich man, being in torments, lifted up his eyes and sees Abraham and Lazarus in his bosom. Moreover, she who was "bent down and unable to raise herself up completely," when Jesus straightened her up, puts aside her being bent down and her inability to raise herself up, so that she may lift up her eyes. And no one, while he is in passions and cleaving to the flesh or entangled in material things, has kept the commandment that says, "Lift up your eyes"; and therefore such a one will not even behold the fields, even if they are "white for harvest already." And further, no one who does the works of the flesh has lifted up his eyes. But the fields are "white for harvest already" when the Word of God is present, making clear and illuminating all the fields of the Scripture, which are filled full in his visitation.
Τάχα δὲ καὶ πάντα τὰ αἰσθητὰ μέχρι γε αὐτοῦ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ αἱ λευκαί εἰσιν χῶραι ἕτοιμοι πρὸς θερισμὸν τοῖς ἐπαίρουσιν τοὺς ὀφθαλμούς, σαφῶς παρισταμένου τοῦ περὶ ἑκάστου λόγου τοῖς ἀνειληφόσιν, ἐκ τοῦ τὴν αὐτὴν εἰκόνα μεταμορφοῦσθαι ἀπὸ δόξης εἰς δόξαν, ὀφθαλμῶν ὁμοίωμα τῶν ἑωρακότων πῶς ἕκαστον τῶν γενο μένων καλὸν ἦν· τὸ γὰρ «Εἶδεν ὁ θεὸς» καθ' ἕκαστον τῶν κτισμάτων λεγόμενον, «ὅτι καλόν» τοιοῦτόν ἐστιν, ὅτι ἐνεῖδεν ὁ θεὸς τοῖς λόγοις ἑκάστου, καὶ εἶδεν πῶς καθ' οὓς γέγονεν ἕκαστον τῶν κτισμάτων λόγους ἐστὶν καλόν. Εἰ δὲ μὴ οὕτως τις παραδέχεται τὸ «Εἶδεν ὁ θεὸς ὅτι καλόν», διηγησάσθω πῶς ἐν τῷ «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ» σῴζεται τὸ «Εἶδεν ὁ θεὸς ὅτι καλόν», καὶ μάλιστα ἐπεὶ «Ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα». Ἀλλὰ ὁ λόγος ὁ περὶ ἑκάστου τούτων ἐστὶν ὁραθεὶς θεῷ τὸ «καλόν». Τὰ δ' αὐτὰ καὶ περὶ τοῦ «Ἐξα γαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος· τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος» λεκτέον, οἷς καὶ ἐπιφέρεται τὸ «Εἶδεν ὁ θεὸς ὅτι καλόν.» Πῶς γὰρ καλὸν τὰ θηρία καὶ τὰ ἑρπετά, εἰ μὴ ἄρα ὁ λόγος ὁ περὶ αὐτῶν ἐστιν τὸ καλόν; Ταῦτα δ' ἡμῖν λέγεται διὰ τὸ «Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη», προτρέποντος τοῦ παρόντος τοῖς μαθη ταῖς λόγου τοὺς ἀκροατὰς ἐπαίρειν τοὺς ὀφθαλμοὺς ἐπί τε τὰς χώρας τῆς γραφῆς καὶ ἐπὶ τὰς χώρας τοῦ ἐν ἑκάστῳ τῶν ὄντων λόγου, ἵνα τὴν λευκότητα καὶ τὴν λαμπρότητα θεάσηταί τις τοῦ τῆς ἀληθείας πανταχοῦ φωτός.
Perhaps also all perceptible things, as far as heaven itself and the things in it, are white fields ready for harvest for those who lift up their eyes, since the account concerning each thing is clearly present to those who have received it, from the fact that the same image is transformed from glory to glory, a likeness of the eyes of those who have seen how each of the things that came to be was good. For the statement "God saw," said concerning each of the created things, "that it was good," is of this sort: that God looked upon the accounts of each thing, and saw how each of the created things is good according to the accounts by which it came to be. But if someone does not accept "God saw that it was good" in this way, let him explain how in "Let the waters bring forth creeping things of living souls, and birds flying over the earth along the firmament of heaven" the statement "God saw that it was good" is preserved, and especially since "God made the great sea creatures." But the account concerning each of these is what was seen by God as "good." The same must be said also concerning "Let the earth bring forth a living soul according to kind: four-footed creatures and creeping things and beasts of the earth according to kind," to which is also appended "God saw that it was good." For how are the beasts and the creeping things good, unless perhaps the account concerning them is the good? And these things are said by us because of "Lift up your eyes and behold the fields, that they are white for harvest already," the present Word urging his disciples' hearers to lift up their eyes both to the fields of Scripture and to the fields of the account in each of existing things, so that one may behold the whiteness and the brightness of the light of truth everywhere.
«Πάντα γὰρ ἐνώπιον τοῖς νοοῦσιν», κατὰ τὸν Σολομῶντα, «ὀρθὰ δὲ τοῖς
βουλομένοις ἀπονείμασθαι αἴσθησιν.» Ὁ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. Ποσαχῶς ὁ θερισμὸς ἐν τῇ γραφῇ λέγεται καὶ ἐφ' ὅσων τάσσεται νομίζω ἀναγκαῖον εἶναι παραθέσθαι, ἵνα κατὰ τὸ δυνατὸν ἡμῖν καθοραθέντος τοῦ σημαινομένου δυνηθῶμεν ἐνθάδε ἰδεῖν ἐπὶ τίνος τῶν πλειόνων τέτακται ἡ λέξις. Ὁρῶμεν δὴ ἐν τῷ κατὰ Ματθαῖον, ἡνίκα «Προσ ῆλθον οἱ μαθηταὶ τῷ κυρίῳ λέγοντες· Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ» διδασκαλίαν περὶ ταύτης τοῦ κυρίου μεθ' ἕτερα λέγουσαν· «Ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.» Ἀλλὰ μὴν καὶ ἐν ἑτέρῳ τόπῳ περὶ τοῦ πλήθους τῶν πιστευόντων ἀπορούντων διδασκαλίας τρανούσης αὐτοῖς περὶ ὧν πιστεύουσιν, φησὶν ὁ σωτὴρ ἡμῶν· «Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.» Πρὸς τούτοις ὁ ἀπόστολος σπόρον μὲν ὀνομάζει τὴν ἐν τῷ βίῳ τούτῳ εὐποιΐαν ἢ ἁμαρτίαν τῶν ἀνθρώπων, θερισμὸν δὲ τὰ διὰ τὰ ἐνταῦθα κατορθώματα ἢ ἁμαρτήματα ἑκάστῳ κατὰ τὴν ἀξίαν ἀποκείμενα, οὕτω λέγων· «Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα καὶ ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.» Κατά τινος δὲ παραπλησίου τοῦ σημαινομένου νομίζω καὶ τὸν προ φήτην φερόμενον ἐν ψαλμοῖς εἰρηκέναι· «Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν.
For all things are straight before those who understand," according to Solomon, "and right to those who are willing to apportion perception." The one who reaps receives wages and gathers fruit for eternal life, so that the one who sows may rejoice together with the one who reaps. In how many senses "harvest" is spoken of in Scripture and to how many things it is applied, I consider it necessary to set forth, so that, when the meaning has been discerned as far as possible for us, we may be able to see here to which of the several things the word is applied. We see, then, in the Gospel according to Matthew, when "the disciples came to the Lord saying, 'Explain to us the parable of the weeds of the field,'" the Lord's teaching concerning this, after other things, saying: "The harvest is the end of the age, and the reapers are angels." But indeed also in another place, when the multitude of those who believed were at a loss, and teaching was clarifying for them the things they believed, our Savior says: "The harvest is plentiful, but the laborers are few; pray therefore the Lord of the harvest to send out laborers into his harvest." In addition to these, the apostle calls the good deeds or sins of men in this life a sowing, and the harvest the things stored up for each according to worth on account of the right actions or sins here, saying thus: "For whatever a man sows, this he will also reap; because the one who sows to the flesh will reap corruption from the flesh, but the one who sows to the Spirit will reap eternal life from the Spirit." And I think the prophet also, in a similar sense, has said in the Psalms: "Those who sow in tears will reap in exultation.
Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.» Κεῖται δὲ τὸ ὄνομα πολλαχοῦ καὶ ἐπὶ τῆς συνηθείας, ὥσπερ καὶ ἐν τῇ Ῥοὺθ διὰ τούτων· «Αὗται δὲ παρεγενήθη σαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.» Πέντε δὴ ἐπὶ τοῦ παρόντος ἐκτεθέντων σημαινομένων φανερὸν μὲν ὅτι οὐ τὸ ἐν τῇ συνηθείᾳ δηλούμενον ἐνταῦθα εἴρηται, ἀλλ' οὐδὲ τὸ ἐπὶ τῆς συντελείας τεταγμένον· οὔτε γὰρ τὸ ἐν τῇ συνηθείᾳ «ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον», οὔτε περὶ τῶν θεριστῶν ἀγγέλων τὸ προτρεπτικὸν εἰς τὸ θερίζειν εὔλογον ἐν τῷ τόπῳ τούτῳ νοεῖν. Ἀλλ' οὐδὲ κατὰ τὸ «Ὁ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθορὰν καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον» οἷόν τε ἐνθάδε λαμβάνειν τὸ «Ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.» Κατὰ μὲν γὰρ τὰ ἀποστολικὰ ῥητὰ ὁ αὐτός ἐστιν ὁ σπείρων καὶ ὁ θερίζων, εἴτε εἰς τὴν σάρκα, εἴτε εἰς τὸ πνεῦμα, καὶ διὰ τοῦτο συνάγων ἤτοι φθορὰν ἢ ζωὴν αἰώνιον· κατὰ δὲ τὰ ἐνεστηκότα «ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων». Ὁμοίως δὲ ὁ αὐτὸς μὲν σπείρει καὶ θερίζει καθ' ὃ παρεθέμεθα ἐν ψαλμοῖς ῥητὸν διαφέρον τοῦ ἀποστολικοῦ τῷ μυστικωτέρῳ καὶ ἀπορ ρητοτέρῳ· τὸ μὲν γὰρ ἀποστολικὸν ἁπλούστερον εἴρηται οὐ διδάσκον περὶ τῆς διαφόρου φύσεως τῶν σπερμάτων πόθεν λαμβάνεται·
They went on their way and wept as they carried their seeds; but when they come, they will come with exultation carrying their sheaves. The word is also used in many places in ordinary usage, as also in Ruth through these words: "And these came to Bethlehem at the beginning of the barley harvest." Since, then, five meanings have been set forth for the present, it is clear that what is indicated in ordinary usage is not what is said here, nor indeed is it the meaning assigned to the consummation; for neither is "the reaper receives wages and gathers fruit for eternal life" in accordance with ordinary usage, nor is it reasonable to understand in this place the exhortation to reap concerning the reaping angels. But neither according to "He who sows to the flesh will reap corruption from the flesh, and he who sows to the Spirit will reap eternal life from the Spirit" is it possible to take here "The reaper receives wages and gathers fruit for eternal life." For according to the apostolic sayings the same person is the sower and the reaper, whether to the flesh or to the Spirit, and for this reason gathers either corruption or eternal life; but according to the present passage "another is the sower and another the reaper." Likewise the same person sows and reaps according to the saying we have cited from the Psalms, which differs from the apostolic one by being more mystical and more ineffable; for the apostolic saying is spoken more simply, not teaching about the different nature of the seeds, whence it is taken.
τὸ δὲ ἀπὸ τῶν ψαλμῶν δοκεῖ μοι δηλοῦν περὶ τῆς καθόδου τῶν εὐγενεστέρων ψυχῶν παραγινομένων εἰς τὸν βίον τοῦτον μετὰ τῶν σωτηρίων σπερμάτων, καὶ παρα γινομένων γε οἱονεὶ ἀκουσίως μετὰ στεναγμοῦ, ἐπανερχομένων δὲ ἐν ἀγαλλιάσει διὰ τὸ καλῶς γεγεωργηκέναι καὶ ηὐξηκέναι καὶ πεπληθυγκέναι τὰ σπέρματα, μεθ' ὧν ἐληλύθασιν. «Ἄλλος δέ ἐστιν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων» ἐν τῇ προκειμένῃ λέξει. Καὶ ἐρεῖ γε ὁ Ἡρακλέων, τάχα δὲ τούτῳ κατὰ τὴν ἐκδοχὴν ταύτην συμπεριφερόμενός τις καὶ ἐκκλησιαστικός, ὅτι τῷ κατὰ τὸ «Ὁ θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι» σημαινομένῳ ὁμοίως ταῦτα εἴρηται, τῷ ἑτοίμους πρὸς θερισμὸν καὶ ἐπιτηδείους πρὸς τὸ ἤδη συναχθῆναι εἰς τὴν ἀποθήκην διὰ τῆς πίστεως εἰς ἀνάπαυσιν εἶναι, καὶ ἐπιτηδείους πρὸς σωτηρίαν καὶ παραδοχὴν τοῦ λόγου· κατὰ μὲν τὸν Ἡρακλέωνα διὰ τὴν κατασκευὴν αὐτῶν καὶ τὴν φύσιν, κατὰ δὲ τὸν ἐκκλησιαστικὸν διά τινα εὐτρεπισμὸν τοῦ ἡγεμονικοῦ ἑτοίμου πρὸς τελείωσιν, ἵνα
But the passage from the Psalms seems to me to indicate the descent of the nobler souls when they come into this life with the seeds of salvation, and coming as it were unwillingly with groaning, but returning with gladness because they have cultivated well and increased and multiplied the seeds with which they came. "And one is the sower and another the reaper" in the word just set before us. And Heracleon will say, and perhaps some churchman too, carried along with this interpretation, that these things are said similarly to what is signified by "The harvest is plentiful, but the laborers are few"—namely, that those who are ready for the harvest and fit to be gathered already into the storehouse through faith are at rest, and fit for salvation and the reception of the word; according to Heracleon, because of their constitution and nature, but according to the churchman, because of some preparedness of the ruling faculty ready for perfection, so that
καὶ θερισθῇ. Λεκτέον οὖν πρὸς τοὺς οὕτως ἐκδεξαμένους, εἰ βού λονται παραδέξασθαι, μήποτε γεγονέναι πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας θερισμὸν παραπλήσιον τῷ οὕτως ἂν ἐλπισθέντι ἀπὸ τῶν χρόνων τοῦ εὐαγγελικοῦ κηρύγματος· εἰ γὰρ τῷ εἶναι τὸν θερισμὸν πολὺν πολλοὶ πεπιστεύκασιν, καίτοι γε ὀλίγων ὄντων τῶν ἐργατῶν ἀποστόλων ὡς πρὸς τὸ πλῆθος τῶν παραδεξαμένων τὸν λόγον, ἤτοι διὰ τὸ «Θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη», οὐδεὶς πρὸ τῆς σωματικῆς τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας πεπίστευκεν, ἀλλ' οὐδὲ γέγονέν τις πιστευόντων ἐργάτης–ὅπερ ἐστὶν ἀτοπώτατον φάσκειν· Ἀβραὰμ καὶ Μωσέα καὶ τοὺς προφή τας μήτε τὴν τῶν ἐργατῶν ἐκσχηκέναι χώραν, μήτε τὴν τῶν θεριζομένων–, ἢ εἴπερ καὶ πρότερον γεγόνασιν ἐργάται καὶ θερισμός, οὐδὲν δόξει παράδοξον ὁ σωτὴρ ἐπαγγέλλεσθαι τοῖς ἐπαίρουσιν τοὺς ὀφθαλμούς, ἵνα θεάσωνται τὰς χώρας «ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη». Ἐκ τούτων δὴ δύναταί πως εἶναι σαφές, ὅτι οὐδὲν τῶν προειρημένων ἐστὶν ἐνθάδε νοούμενον κατὰ τὸν θερισμόν· ἀλλ' οὐδὲ τὸ παρὰ τῷ ἀποστόλῳ ἐν ἄλλῳ τόπῳ νοηθὲν ἐνθάδε ἐφαρμόσει λέγοντι· «Ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις ἐπ' εὐλογίαις καὶ θερίσει.» Ζητοῦμεν οὖν ἕβδομον σημαινόμενον κατάλληλον τοῖς προαποδεδομένοις εἰς τὸ «Οὐχ ὑμεῖς λέγετε· Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται;» καὶ εἰς τὸ «Ἰδοὺ λέγω ὑμῖν·
and be harvested. We must therefore say to those who have understood it in this way, if they are willing to accept it, that perhaps there was a harvest before the coming of our Savior similar to the one that would thus be expected from the times of the gospel preaching. For if many believed because the harvest is plentiful—although the laborers, the apostles, were few in comparison with the multitude of those who received the word—either because of "Look at the fields, that they are already white for harvest," then no one believed before the bodily coming of our Savior, nor was there any laborer among those who believed—which is most absurd to assert, that Abraham and Moses and the prophets held neither the place of laborers nor that of those harvested—or if indeed there were laborers and a harvest even before, then the Savior will seem to promise nothing paradoxical to those who lift up their eyes so that they may look at the fields, "that they are already white for harvest." From these considerations it can in some way be clear that none of the things previously mentioned is what is understood here concerning the harvest; but neither will what was understood by the apostle in another place apply here, where he says: "The one who sows sparingly will also reap sparingly; and the one who sows upon blessings will also reap upon blessings." We therefore seek a seventh meaning, suited to those already given, for "Do you not say: 'There are still four months and the harvest comes'?" and for "Behold, I say to you:
Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.» Ὁ δὴ περὶ τῆς σαφηνείας τῶν γραφῶν τρανὴς λόγος, ἢ ὁ περὶ τοῦ πῶς πάντα, ὅσα ὁ θεὸς ἐποίησεν, καλὰ λίαν, εἴρηται ἡμῖν ὁ θερισμός, ὅντινα ὁ θερίζων δύο καρποὺς τοῦ θερίζειν ἔχει· ἕνα μὲν ὅτι λαμβάνει μισθόν, ἕτερον δὲ ὅτι συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον. Καὶ νομίζω διὰ μὲν τὰς μετὰ ταῦτα ἐπαγγελίας ἐσομένας κατὰ τὰ γεγραμ μένα· «Ἰδοὺ κύριος καὶ ὁ μισθὸς αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ» εἰρῆσθαι τὸ «Μισθὸν λαμβάνει»· διὰ δὲ τὴν ἀπ' αὐτῆς τῆς θεωρίας ὠφέλειαν, αὐτόθεν κατὰ φύσιν οὖσαν τῷ νῷ καὶ τῇ λογικῇ ἐξαίρετον τυγχάνουσαν καὶ χωρὶς ἑτέρων παρὰ ταύτην ἐπαγγελιῶν γεγράφθαι τὸ «Συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον», ὅπερ εὐπάθειάν τινα τοῦ ἡγεμονικοῦ δηλοῖ, ὡς καὶ ἐν τῷ τρίτῳ τῶν Στρωματέων παρεστήσαμεν διηγούμενοι τὸ «Ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.» Ὁ δὲ Ἡρακλέων τὸ «Ὁ θερίζων μισθὸνλαμβάνει» εἰρῆσθαι νομίζει ἐπεὶ θεριστὴν ἑαυτὸν λέγει, φησίν, ὁ σωτήρ. Καὶ τὸν μισθὸν τοῦ κυρίου ἡμῶν ὑπολαμβάνει εἶναι τὴν τῶν θεριζομένων σωτηρίαν καὶ ἀποκατάστασιν τῷ ἀναπαύεσθαι αὐτὸν ἐπ' αὐτοῖς. Τὸ δὲ «Καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιόν» φησιν εἰρῆσθαι, ἢ ὅτι τὸ συνα γόμενον καρπὸς ζωῆς αἰωνίου ἐστίν, ἢ ὅτι καὶ αὐτὸ ζωὴ αἰώνιος. Ἀλλὰ αὐτόθεν νομίζω βίαιον εἶναι τὴν διήγησιν αὐτοῦ, φάσκοντος τὸν σωτῆρα μισθὸν λαμβάνειν καὶ συγ χέοντος τὸν μισθὸν καὶ τὴν συναγωγὴν τοῦ καρποῦ εἰς ἕν, ἄντικρυς τῆς γραφῆς δύο πράγματα παριστάσης, ὡς προ διηγησάμεθα.
"Lift up your eyes and look at the fields, that they are white for harvest already." Now the clear word concerning the perspicuity of the Scriptures, or the word concerning how all things that God made are exceedingly good, has been called by us the harvest—which harvest the one who reaps has two fruits from reaping: one, that he receives wages, the other, that he gathers fruit for eternal life. And I think that on account of the promises that will be fulfilled after these things according to what is written—"Behold, the Lord and his reward are in his hand, to render to each according to his work"—the phrase "He receives wages" was spoken; but on account of the benefit that comes from the contemplation itself, being natural to the mind from that very source and exceptional to the rational soul, and existing apart from other promises besides this, the phrase "He gathers fruit for eternal life" has been written, which indicates a certain good disposition of the governing faculty, as we also set forth in the third book of the Stromateis, when we expounded "Your Father who sees in secret will repay you." But Heracleon thinks that "The one who reaps receives wages" was spoken because, he says, the Savior calls himself a reaper. And he supposes that the wages of our Lord is the salvation and restoration of those who are reaped, in that he rests upon them. And "And he gathers fruit for eternal life," he says, was spoken either because what is gathered is the fruit of eternal life, or because it is itself eternal life. But from this very point I think his exposition is forced, since he asserts that the Savior receives wages and confuses the wages and the gathering of the fruit into one, when the Scripture plainly presents two things, as we have expounded above.
Εἰ τοίνυν ἐπιτέτευκται ἡμῖν ἡ ἔπαρσις τῶν ἀποστο λικῶν ὀφθαλμῶν καὶ ἡ θέα τῶν χωρῶν, λευκῶν ἤδη πρὸς θερισμὸν οὐσῶν, ἤδη ἀκολούθως τούτοις ἐξεταστέον τί τὸ «Ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων». Οἶμαι δὴ ὅτι ἐπὶ πάσης τῆς ἐκ πλειόνων θεωρημάτων τέχνης καὶ ἐπιστήμης σπείρει μὲν ὁ τὰς ἀρχὰς εὑρίσκων, ἅστινας ἕτεροι παραλαμβάνοντες καὶ ἐπεξεργαζόμενοι αὐτὰς ἑτέροις τὰ ὑπὸ αὐτῶν εὑρημένα παραδιδόντες, αἴτιοι ἐξ ὧν εὑρήκασιν γίνονται τοῖς μεταγενεστέροις οὐ δυνηθεῖσιν τάς τε ἀρχὰς εὑρεῖν καὶ τὰ ἑξῆς ἐπισυνάψαι καὶ τὸ τέλος τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν ἐπιθεῖναι, τοῦ συμπληρωθεισῶν τῶν τοιούτων τεχνῶν καὶ ἐπιστημῶν πλήρη τὸν καρπὸν ὡς ἐν θερισμῷ αὐτῶν ἀναλαβεῖν. Εἰ δὲ τοῦτο ἐπὶ τεχνῶν ἐστιν ἀληθὲς καί τινων ἐπιστημῶν, πόσῳ πλέον ἐπὶ τῆς τέχνης τῶν τεχνῶν καὶ ἐπιστήμης τῶν ἐπιστημῶν ἔστι συνιδεῖν. Τὰ γὰρ εὑρεθέντα ὑπὸ τῶν προτέρων ἐπεξεργασάμενοι οἱ μετ' αὐτοὺς
παραδεδώκασιν τοῖς ἑξῆς ἐξεταστικῶς προσιοῦσιν τοῖς εὑρεθεῖσιν ἀφορμὰς τοῦ τὸ ἓν σῶμα τῆς ἀληθείας μετὰ σοφίας συναχθῆναι. Πληρωθέντος δὴ τοῦ παντὸς ἔργου τῆς τέχνης τῶν τεχνῶν, «ὁ σπείρων ὁμοῦ χαίρει καὶ ὁ θερίζων», τοῦ ἀμειβομένου θεοῦ εἰς ἓν πάντας τέλος συνάγοντος. Ὅρα δὲ εἰ οἱ μὲν «σπείροντές» εἰσιν Μωσῆς καὶ προ φῆται, γράψαντες τὰ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν, καὶ κηρύξαντες τὴν Χριστοῦ ἐπιδη μίαν·
If, then, the lifting up of the apostolic eyes and the view of the fields, which are already white for harvest, has been attained by us, we must next, in accordance with these things, examine what is meant by "that he who sows may rejoice together with he who reaps." I think indeed that in every art and science that consists of many contemplations, he who discovers the principles sows, which principles others receive and elaborate, and by handing on to others the things discovered by them, they become, through what they have discovered, causes for those who come later and were unable to discover the principles and to connect what follows and to bring the end of the arts and sciences to completion, so that when such arts and sciences are completed, they may receive their full fruit as in a harvest. But if this is true of arts and certain sciences, how much more is it to be discerned in the art of arts and the science of sciences. For those who came after, having elaborated the things discovered by their predecessors, handed them on to those who subsequently approached the discoveries in an examining manner, as starting points for the one body of truth to be gathered together with wisdom. When, then, the whole work of the art of arts has been completed, "he who sows rejoices together with he who reaps," God who repays bringing all together into one end. Consider whether those who "sow" are Moses and the prophets, who wrote for our admonition, upon whom the ends of the ages have come, and who proclaimed the coming of Christ.
«θερίσαντες» δὲ οἱ τὸν Χριστὸν παραδεξάμενοι καὶ τεθεαμένοι τὴν δόξαν αὐτοῦ ἀπόστολοι, συμφω νοῦσαν τοῖς προφητικοῖς περὶ αὐτοῦ λογικοῖς σπέρμασιν θερισθεῖσιν κατὰ τὴν ἐπεξεργασίαν καὶ κατανόησιν τοῦ κεκρυμμένου μυστηρίου ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ ἐπ' ἐσχάτου τῶν καιρῶν, ὅπερ «ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις». Σπέρμα δὲ ἦν ὁ πᾶς λόγος «κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου καὶ νῦν φανερωθέντος διά τε γραφῶν προφητικῶν» καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτε τὸ φῶς τὸ ἀληθινὸν πεποίηκεν τὰς χώρας, ἐπιλάμψαν αὐταῖς, λευκὰς πρὸς θερισμὸν ἤδη. Κατὰ τοῦτον δὴ τὸν λόγον αἱ χῶραι, ἐν αἷς κατεβέβλητο τὰ σπέρματα, αἱ νομικαὶ καὶ προφητικαί εἰσιν γραφαί, αἵτινες οὐκ ἦσαν λευκαὶ τοῖς τὴν παρουσίαν τοῦ λόγου μὴ κεχωρηκόσιν, γίνονται δὲ τοιαῦται τοῖς μαθητευομένοις τῷ υἱῷ τοῦ θεοῦ καὶ πειθομένοις λέγοντι· «Ἐπά ρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.» Ὡς γνήσιοι τοίνυν καὶ ἡμεῖς Ἰησοῦ μαθηταὶ ἐπάρωμεν τοὺς ὀφθαλμοὺς καὶ τὰς χώρας τὰς ἐσπαρμένας ὑπὸ Μωσέως καὶ τῶν προφητῶν θεασώμεθα, ἵνα ἴδωμεν τὴν λευκότητα αὐτῶν καὶ τίνα τρόπον ἤδη θερίσαι ἔστιν αὐτὰς καὶ συνάγειν καρπὸν εἰς ζωὴν αἰώνιον, μετὰ τοῦ καὶ μισθὸν ἐλπίζειν ἀπὸ τοῦ κυρίου τῶν χωρῶν καὶ χορηγοῦ τῶν σπερμάτων.
The apostles, who received Christ and beheld his glory, are those who "have reaped," reaping the rational seeds concerning him that accord with the prophetic writings, through the working out and understanding of the mystery hidden from the ages but revealed at the last of the times, which "was not made known to other generations among the sons of men, as now it has been revealed to his holy apostles and prophets." And the seed was the whole Word, "according to the revelation of the mystery kept silent for eternal times and now made manifest both through the prophetic writings" and through the appearing of our Lord Jesus Christ, when the true light made the fields white, shining upon them, already for harvest. According to this word, then, the fields in which the seeds were cast are the legal and prophetic writings, which were not white to those who had not received the presence of the Word, but become such to those who are discipled by the Son of God and obey him when he says, "Lift up your eyes and look at the fields, that they are already white for harvest." As genuine disciples of Jesus, therefore, let us also lift up our eyes and look at the fields sown by Moses and the prophets, so that we may see their whiteness and in what manner it is already possible to reap them and gather fruit for eternal life, while also hoping for a reward from the Lord of the fields and the provider of the seeds.
Τὸ μὲν οὖν τὸν σπείροντα ὁμοῦ καὶ τὸν θερίζοντα χαίρειν, ὅτε «ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός», ἐν τῷ μέλλοντι αἰῶνι, πᾶς ὁστισοῦν ὁμολογήσει τῶν ἀνεγνωκότων· «Ὅτι πολλοὶ ἀπ' ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐντῇ βασιλείᾳ τῶν οὐρανῶν.» Τὸ δὲ καὶ ἤδη πάντα τὸν σπείροντα μετὰ παντὸς τοῦ θερίζοντος χαίρειν εἴ τις διστάζει παραδέξασθαι, νοησάτω ὅτι θερισμός πως ἦν τις ἡ μεταμόρφωσις Ἰησοῦ ἐν δόξῃ φαινομένου οὐ μόνον τοῖς θερισταῖς Πέτρῳ καὶ Ἰακώβῳ καὶ Ἰωάννῃ, τοῖς συναναβᾶσιν αὐτῷ,ἀλλὰ καὶ τοῖς σπείρασιν Μωσῇ καὶ Ἠλίᾳ· ἅμα γὰρ αὐτοῖς χαίρουσιν ὁρῶντες τὴν δόξαν τοῦ υἱοῦ τοῦ θεοῦ, ἥντινα ἐπὶ τοσοῦτον πεφωτισμένην ὑπὸ τοῦ πατρὸς καὶ φωτίζουσαν τοὺς ὁρῶντας πρότερον οὐχ ἑωράκει Μωσῆς καὶ Ἠλίας, ὡς νῦν θεῶνται ἅμα τοῖς ἁγίοις ἀποστόλοις. Ὡς καθολικῷ δὲ ἴσον δυνάμενον λαμβάνομεν τὸ «Ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων» διὰ τὸ ἐν τοῖς ἑξῆς πλείονας λέγεσθαι τοὺς θεριστὰς καὶ πλείονας τοὺς κεκοπιακότας, δῆλον ὅτι εἰς τὸ σπεῖραι. Λέγεται γὰρ ὡς πρὸς πολλοὺς θεριστὰς τὸ «Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν, ὃ οὐχ ὑμεῖς κεκοπιάκατε», καὶ ὡς πολλῶν ἐν τῷ σπόρῳ κεκμηκότων τὸ «Ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.» Ἴσον δὲ δύναται καθολικῷ τὸ «Ὁ θερίζων μισθὸν λαμβάνει» καὶ τὸ ἑξῆς τοιοῦτον· «πᾶς ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον», ἵνα πᾶς «ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ πᾶς ὁ θερίζων».
That the sower and the reaper rejoice together, when "pain and sorrow and groaning have fled away," in the age to come, anyone at all who has read these things will acknowledge: "For many will come from east and west and will recline with Abraham and Isaac and Jacob in the kingdom of heaven." But if anyone hesitates to accept that even now every sower rejoices together with every reaper, let him understand that the transfiguration of Jesus, appearing in glory, was in some way a harvest—not only for the reapers Peter and James and John, who went up with him, but also for the sowers Moses and Elijah; for they rejoice together with them, seeing the glory of the Son of God, which, having been so greatly illuminated by the Father and illuminating those who see it, Moses and Elijah had not previously seen, as now they behold it together with the holy apostles. And we take the saying "The reaper receives wages and gathers fruit for eternal life, so that the sower may rejoice together with the reaper" as equivalent to a universal statement, because in what follows the reapers are said to be more numerous and those who have labored more numerous—clearly for sowing. For it is said with reference to many reapers: "I sent you to reap what you did not labor for," and with reference to many who have toiled in the sowing: "Others have labored, and you have entered into their labor." And "The reaper receives wages" is equivalent to a universal statement, and what follows is of this sort: "every reaper receives wages and gathers fruit for eternal life," so that every sower may rejoice together with every reaper.
Ταῦτα δὲ οἱ μέν τινες ἑτοίμως παραδέξονται, μὴ διστάζοντες περὶ τοῦ τὰ ἀποκεκρυμμένα ταῖς πάλαι γενεαῖς καὶ αὐτῷ Μωσεῖ καὶ τοῖς προφήταις πεφανερῶσθαι τοῖς ἁγίοις ἀποστόλοις κατὰ τὴν Χριστοῦ ἐπιδημίαν, φωτί σαντος αὐτοῖς τὸ φῶς τὸ τῆς γνώσεως τῆς πάσης γραφῆς· ἕτεροι δὲ ὀκνήσουσιν προσέσθαι, μὴ τολμῶντες λέγειν τὸν τηλικοῦτον Μωσέα καὶ τοὺς προφήτας μὴ ἐφθακέναι ἔτι ὄντας ἐν τῷ τῶν ἀνθρώπων βίῳ ἐπὶ τὰ τοῖς
ἀποστόλοις νενοημένα, καὶ τοῦτο ταῖς θείαις γραφαῖς ἐνεσπαρμένα ταῖς ὑπ' αὐτῶν διακονηθείσαις. Χρήσονται δὲ οἱ πρότεροι τῷ «Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν», καὶ τῷ «Ἰδού, πλεῖον Σολομῶνος ὧδε», καὶ τῷ «Ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ», καὶ τῷ ἐν τῷ Δανιὴλ γεγραμμένῳ μετά τινα ὅρασιν, ὅτι «Ἀνέστην, καὶ οὐκ ἦν ὁ συνιών», καὶ τῷ ἐν τῷ Ἡσαΐᾳ «Εἰσὶν οἱ λόγοι τοῦ βιβλίου τούτου ὡς βιβλίον ἀνθρώπου ἐσφραγισμένον, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ μὴ ἐπισταμένῳ γράμματα λέγοντες· Ἀνάγνωθι, ἐρεῖ· Οὐκ ἐπίσταμαι γράμματα· καὶ δώσουσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, καὶ ἐρεῖ·
Some will readily accept these things, not doubting that what was hidden from former generations—and from Moses himself and the prophets—was revealed to the holy apostles at the coming of Christ, when the light of the knowledge of all Scripture shone upon them. Others will hesitate to admit this, not daring to say that Moses, so great a man, and the prophets, while still living in the life of men, had not yet attained to the things understood by the apostles, and that this was sown in the divine Scriptures that were ministered by them. The former will appeal to "Many prophets and righteous men desired to see what you see and did not see it, and to hear what you hear and did not hear it," and to "Behold, something greater than Solomon is here," and to "In other generations it was not made known to the sons of men, as now it has been revealed to his holy apostles and prophets, that the Gentiles are fellow heirs and of the same body and partakers of the promise in Christ," and to what is written in Daniel after a certain vision, "I arose, and there was no one who understood," and to what is in Isaiah: "The words of this book are like a sealed book, which if they give to a man who does not know letters, saying, Read this, he will say, I do not know letters; and they will give it to a man who knows letters, and he will say—
Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ.» Οἱ δὲ δεύτεροι ταῦτα πάντα διαλύσονται τῷ «Σοφὸς νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορεῖ ἐπιγνωμοσύνην» λέγοντες Μωσέα καὶ ἕκαστον τῶν προφη τῶν τὰ διακονηθέντα ὑπ' αὐτῶν νενοηκέναι, οὐχ ὥστε καὶ ἑτέροις παραδοῦναι καὶ ἀναπτύξαι τὰ μυστήρια· τοὺς μέντοι γε ἀποστόλους, ὡς ἐν καιρῷ ἀποκαλύψεως γενομένους, εἰπεῖν ἄν· «Στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε» καὶ «Ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι», καὶ ὅτι εἰ ἐπεθύμουν πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ἃ ἔβλεπον οἱ ἀπόστολοι καὶ ἃ ἤκουον λέγοντος τοῦ σωτῆρος, οὐ πάντως τὰ τῶν νομικῶν γραφῶν καὶ προφητικῶν ἐπεθύμουν, ἀλλὰ τούτων μείζονα ἀπαγγελλόμενα πρὸς τοῖς πνευματικοῖς τοῦ νόμου καὶ τοῖς ἀπορρήτοις τῶν προφητῶν ὑπὸ τοῦ σωτῆρος τοῖς ἀποστόλοις, ὁποῖα ἦν τὸ «Ἤκουσα ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι» καὶ παραπλήσια τοῖς ὑπὸ τοῦ παρακλήτου λεγομένοις. Ἔτι δὲ καὶ οὕτως τὸ ῥητὸν θεασώμεθα εἰ μέν τινα διηγεῖται τὸν θερίζοντα μισθὸν λαμβάνειν καὶ συνάγειν καρ πὸν εἰς ζωὴν αἰώνιον ὁ εὐαγγελιστὴς λέγων· «Ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων», εἰ δέ, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων, μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, τάχα ὁ σπείρων, κοινωνῶν τῷ μισθῷ τοῦ θερίζοντος καὶ τῇ συναγωγῇ τοῦ εἰς ζωὴν αἰώνιον συναγομένου καρποῦ, ἅμα τῷ θερίζοντι χαρήσεται.
I cannot read it, for it is sealed. But the second group will resolve all these things by saying that "the wise man will understand the things from his own mouth, and on his lips he carries discernment," that Moses and each of the prophets understood the things ministered by them, but not so as to hand them on to others and unfold the mysteries; whereas the apostles, as having come to be in a time of revelation, would say: "Stand firm and hold fast the traditions which you were taught," and "What you heard from me through many witnesses, entrust these to faithful men, who will be able also to teach others," and that if many prophets and righteous men desired to see what the apostles saw and to hear what they heard when the Savior spoke, they did not by any means desire the things of the legal and prophetic writings, but things greater than these, announced in addition to the spiritual things of the law and the secret things of the prophets by the Savior to the apostles, such as was "I heard unutterable words, which it is not permitted for a man to speak," and things similar to those spoken by the Paraclete. But let us also consider the passage in this way: whether the evangelist relates that someone reaping receives wages and gathers fruit for eternal life when he says, "that the one who sows may rejoice together with the one who reaps," or whether, in order that the one who sows may rejoice together with the one who reaps, he receives wages and gathers fruit for eternal life—perhaps the one who sows, sharing in the wages of the one who reaps and in the gathering of the fruit gathered for eternal life, will rejoice together with the one who reaps.
Ἄλλος δέ τις ἐρεῖ ὅλα τὰ νομικὰ καὶ τὰ προφητικὰ ἀκριβῶς κατὰ τὴν πνευματικὴν ἐκδοχὴν νενοημένα Μωσεῖ καὶ τοῖς προφήταις καὶ ὡς ἐχρῆν κεκαλυμμένως καὶ ἐσκεπασμένως ἀναγεγραμμένα τὰ ἐσπαρμένα εἶναι· ἐπεὶ δὲ «Λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ' αὐτὸν προσθήσει», δῆλον ὅτι οἱ ἀπόστολοι σπέρμασιν ἀπορρητοτέρων καὶ βαθυτέρων χρησάμενοι τοῖς ὑπὸ Μωσέως καὶ τῶν προφητῶν νενοημένοις, διαβεβήκασιν ἐπὶ τὸ εἰς πολλαπλασίονα φθάσαι τῆς ἀληθείας θεάματα, Ἰησοῦ ἐπαίροντος αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ φωτίζοντος αὐτῶν τὰς διανοίας, καὶ ἦν τὰ πολλαπλασίονα θερισμὸς τῶν πολλῶν χωρῶν· οὐχ ὡς ὑποδεέστεροι δὲ οἱ προφῆται καὶ Μωσῆς ἀρχῆθεν οὐκ εἶδον ὅσα οἱ ἀπόστολοι κατὰ τὴν Ἰησοῦ ἐπιδημίαν, ἀλλ' ὡς περιμένοντες τὸ πλήρωμα τοῦ χρόνου, ἐν ᾧ ἐχρῆν μετὰ τοῦ ἐξαιρέτου τῆς Ἰησοῦ Χριστοῦ ἐπιδημίας καὶ ἐξαίρετα παρὰ τὰ λελαλημένα πώποτε ἐν τῷ κόσμῳ ἢ γεγραμμένα ἀποκαλυφθῆναι ἀπὸ τοῦ οὐχ ἁρπαγμὸν ἡγησαμένου «τὸ εἶναι ἴσα θεῷ», ἀλλ' ἑαυτὸν κενώσαντος καὶ «μορφὴν δούλου» εἰληφότος. Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. Εἴτε κατὰ τὸ ἀπὸ τῶν τεχνῶν καὶ τῶν ἐπιστημῶν ληφθὲν παράδειγμα ἐκλαμβάνοιμεν τὰ κατὰ τὸν τόπον, σαφὲς πῶς ἀληθινὸς λόγος ἐστὶν τὸ ἄλλον μὲν εἶναι τὸν σπείροντα ἄλλον δὲ τὸν θερίζοντα· εἴτε κατὰ τὸ ἐσπαρκέναι μὲν Μωσέα καὶ τοὺς προφήτας, τεθεωρηκέναι δὲ λευ κῶν γενομένων τῶν χωρῶν τοὺς ἐπάραντας τοὺς ὀφθαλμοὺς κατὰ τὰς ὑποθήκας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ἵνα
But someone else will say that all the things of the law and the prophets, accurately understood according to the spiritual interpretation, were understood by Moses and the prophets, and that the seeds were recorded in a covered and veiled way, as was necessary; but since "if a wise man hears a wise word, he will praise it and add to it," it is clear that the apostles, using as seeds the more secret and deeper things understood by Moses and the prophets, passed over to attain to the many-times-greater visions of the truth, as Jesus lifts up their eyes and enlightens their minds, and the many-times-greater harvest was from many fields. Not that the prophets and Moses were inferior and did not see from the beginning as much as the apostles saw at the coming of Jesus, but as awaiting the fullness of time, in which it was necessary that, together with the exceptional coming of Jesus Christ, exceptional things beyond what had ever been spoken or written in the world should be revealed by him who did not consider "being equal to God" a thing to be grasped, but emptied himself and took "the form of a servant." For in this the saying is true, that one is the sower and another the reaper. Whether we take the matters in this passage according to the example drawn from the arts and sciences, it is clear how the saying is true, that one is the sower and another the reaper; or according to the fact that Moses and the prophets sowed, but those who lifted up their eyes, when the fields had become white, beheld, according to the instructions of our Savior Jesus, so that
θεάσωνται τὰς χώρας πῶς ἦσαν λευκαὶ πρὸς θερισμὸν ἤδη, καὶ οὕτω δῆλον πῶς ἄλλος ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. Σκόπει δὲ εἰ τὸ «ἄλλος» καὶ «ἄλλος» δυνατὸν νοῆσαι διὰ τὸ ἐκείνους μὲν ἐπὶ τοιᾷδε βίου ἀγωγῇ δικαιοῦ σθαι, τούτους δὲ ἐπὶ ἑτέρᾳ παρ' ἐκείνην, ὥστε εἰπεῖν ἄλλον μὲν τὸν νομικόν, ἄλλον δὲ τὸν εὐαγγελικόν. Πλὴν ἅμα χαίρουσιν ἑνὸς τέλους ἀπὸ ἑνὸς θεοῦ διὰ ἑνὸς Χριστοῦ ἐν ἑνὶ ἁγίῳ πνεύματι ἀμφοτέροις ἀποκειμένου. Ὁ δ' Ἡρακλέων τὸ «Ἵνα ὁ σπείρων ὁμοῦχαίρῃ καὶ ὁ θερίζων» οὕτω διηγήσατο· χαίρει μὲν γάρ, φησίν, ὁ σπείρων ὅτι σπείρει, καὶ ὅτι ἤδη τινὰ τῶν σπερμάτων αὐτοῦ συνάγεται ἐλπίδα ἔχων τὴν αὐτὴν καὶ περὶ τῶν λοι πῶν· ὁ δὲ θερίζων ὁμοίως ὅτι καὶ θερίζει· ἀλλ' ὁ μὲν πρῶτος ἤρξατο σπείρων, ὁ δὲ δεύτερος θερίζων. Οὐ γὰρ ἐν τῷ αὐτῷ ἐδύναντο ἀμφότεροι ἄρξασθαι· ἔδει γὰρ πρῶτον σπαρῆναι, εἶθ' ὕστερον θερισθῆναι. Παυσαμένου μέντοι γε τοῦ σπείροντος σπείρειν, ἔτι θεριεῖ ὁ θερίζων· ἐπὶ μέντοι τοῦ παρόντος ἀμφότεροι τὸ ἴδιον ἔργον ἐνερ γοῦντες ὁμοῦ χαίρουσιν κοινὴν χαρὰν τὴν τῶν σπερμάτων τελειότητα ἡγούμενοι. Ἔτι δὲ καὶ εἰς τὸ «Ἐν τούτῳ ἐστὶν ὁ λόγος ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων» φησίν· ὁ μὲν γὰρ ὑπὲρ τὸν τόπον υἱὸς ἀνθρώπου σπείρει· ὁ δὲ σωτήρ, ὢν καὶ αὐτὸς υἱὸς ἀνθρώπου, θερίζει καὶ θεριστὰς πέμπει τοὺς διὰ τῶν μαθητῶν νοουμένους ἀγγέλους, ἕκαστον ἐπὶ τὴν ἑαυτοῦ ψυχήν. Οὐ πάνυ δὲ σαφῶς ἐξέθετο τοὺς δύο υἱοὺς τοῦ ἀνθρώπου τίνες εἰσίν, ὧν ὁ εἷς σπείρει καὶ ὁ εἷς θερίζει. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν, ὃ οὐχ ὑμεῖς κεκοπιάκατε·
they may see the fields, how they were already white for harvest, and thus it is clear how one is the sower and another the reaper. Consider whether the expressions "another" and "another" can be understood because those men are justified by one manner of life and these by another different from that, so that one might call one the man of the law and another the man of the gospel. Nevertheless, they rejoice together at one end, laid up for both from one God through one Christ in one Holy Spirit. But Heracleon explained "that the sower may rejoice together with the reaper" thus: the sower, he says, rejoices because he sows, and because some of his seeds are already being gathered, having the same hope also concerning the rest; and the reaper likewise because he also reaps. But the first began to sow, and the second to reap. For both could not begin at the same time; for it was necessary first to sow, and then afterward to reap. However, when the sower has ceased to sow, the reaper will still reap; yet for the present both, working their own work, rejoice together, considering the perfection of the seeds to be a common joy. Moreover, also regarding "In this is the saying true, that one is the sower and another the reaper," he says: the son of man who is above the place sows; but the Savior, being himself also a son of man, reaps and sends reapers, understood as the angels through the disciples, each to his own soul. But he did not set forth very clearly who the two sons of man are, of whom the one sows and the one reaps. I sent you to reap that for which you have not labored;
ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Οὐ χαλεπὸν ἐκ τῶν προειρημένων θεωρῆσαι πῶς ἀπέστειλεν ὁ Ἰησοῦς τοὺς μαθητὰς θερίζειν τοῦτο, εἰς ὃ οὐκ αὐτοὶ κεκοπιάκασιν, ἀλλ' οἱ πρὸ αὐτῶν· καμόντος γὰρ Μωσέως καὶ τῶν προφητῶν, ἵνα χωρῆσαι δυνηθῶσιν νοῆσαι τὰ μυστήρια, ὧν τὰ ἴχνη ἐν τοῖς γράμμασιν ἑαυτῶν ἡμῖν καταλελοίπασιν, εἰς τὸν Μωσέως καὶ τῶν προφητῶν κόπον οἱ ἀπόστολοι εἰσεληλύθασιν, Ἰησοῦ μυσταγωγοῦντος θερί ζοντες καὶ συνάγοντες εἰς τὰς ἀποθήκας τῆς ψυχῆς ἑαυτῶν τὸν ἐν ἐκείνοις νοῦν. Καὶ ἀεὶ δὲ ὁ λόγος τοῖς μαθη τευομένοις γνησίως ποιεῖ τοὺς τῶν προτέρων καμάτους σαφεστέρους, χωρὶς τοῦ ὁμοίου τοῖς σπείρασιν κόπου. Εἰς ὅλα δὲ τὰ περὶ τῶν ὑπὸ ἄλλων σπειρομένων καὶ ὑπ' ἄλλων θεριζομένων καὶ τοῦτο ἐπισκοπητέον, μήποτε ἀγγέλων ἐπὶ τῆς σπορᾶς τῶν ἀνθρώπων τεταγμένων οἱ συνεργοὶ τῆς τελειώσεως τῶν ἐσπαρμένων ἀπόστολοι εἰς τὸν ἑτέρων κάματον εἰσέρχονται θερίζοντες καὶ καρποὺς ἐν τοῖς ὠφελημένοις εὑρίσκοντες, οὕστινας ἡ Ἰησοῦ ἐπιδημία ἑτοίμους πρὸς θερισμὸν καὶ πρὸ τῆς ἐλπιζομένης τετραμήνου πεποίηκεν; Ἐὰν δὲ ταῦθ' οὕτως ἔχῃ, θεωρῆσαι ἄξιον εἰ καματηρά ἐστιν ἡ τῶν ἀγγέλων πρὸς τὸ ἐνσπείρεσθαι ψυχὰς σώμασιν λειτουργία, δύο τινὰ συναγόντων τῇ φύσει ἐναντία εἰς κρᾶσιν μίαν, καὶ ἐν καιρῷ τῷ τεταγμένῳ ἀρχομένων τε τὴν περὶ ἑκάστου ποιεῖν οἰκονομίαν καὶ εἰς τελεσφόρησιν προαγόντων τὸν προπεπλασμένον.
Others have labored, and you have entered into their labor. It is not difficult to see from what has been said how Jesus sent the disciples to reap this, into which they themselves have not labored, but those before them; for since Moses and the prophets had labored, so that they might be able to grasp and understand the mysteries whose traces they have left for us in their own writings, the apostles have entered into the labor of Moses and the prophets, with Jesus as their mystagogue, reaping and gathering into the storehouses of their own soul the meaning that is in those writings. And always the Word makes the labors of those who came before clearer to those who are genuinely his disciples, apart from the labor that is like that of those who sow. But in all that concerns things sown by others and reaped by others, this too must be examined, lest perhaps, since angels are appointed over the sowing of human beings, the apostles, as co-workers in the completion of what has been sown, enter into the labor of others, reaping and finding fruits in those who have been benefited—fruits which the visitation of Jesus has made ready for harvest even before the four months that are hoped for. But if these things are so, it is worth considering whether the ministry of the angels is laborious with respect to the sowing of souls into bodies, since they bring together two things that are by nature contrary into one mixture, and at the appointed time begin to carry out the governance concerning each one and bring to completion the one who has been previously formed.