πῶς δὲ ἔχει ὁ λόγος νόμος εἶναι καὶ ἐντολή, καὶ οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος νόμου–»ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου»–, καὶ πάλιν οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος λόγου–»εἰ γὰρ μὴ ἦλθον, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν»–. Πᾶσα γὰρ πρόφασις ἀφαιρεῖται τοῦ βουλομένου ἐπὶ τῇ ἁμαρτίᾳ ἀπολογήσασθαι, ἐπὰν ἐνυπάρχοντος λόγου καὶ παραδεικνύοντος, ὃ πρακτέον, μὴ πείθηταί τις αὐτῷ. Τάχα οὖν πάντα μέχρι καὶ τῶν χειρόνων διὰ τοῦ λόγου γεγένηται καὶ «χωρὶς αὐτοῦ», ἁπλούστερον ἡμῶν ἐκλαμβανόντων τὸ «οὐδέν», «ἐγένετο οὐδέν». Καὶ οὐ πάντως τῷ λόγῳ ἐγκλητέον, εἰ «πάντα δι' αὐτοῦ ἐγένετο» καὶ «χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», ὡς οὐδὲ ἐγκλητέον τῷ διδασκάλῳ παραδείξαντι τὰ δέοντα τῷ μανθάνοντι, ἐπὰν διὰ τὰ τούτου μαθήματα μηκέτι τόπος καταλείπηται τῷ ἁμαρτά νοντι ἀπολογίας ὡς περὶ ἀγνοίας, καὶ
μάλιστα ἐὰν νοήσωμεν διδάσκαλον τοῦ μανθάνοντος ἀχώριστον. Οἱονεὶ γὰρ διδάσκαλος τοῦ μανθάνοντος ἀχώριστός ἐστιν ὁ ἐνυπάρχων τῇ φύσει τῶν λογικῶν λόγος, ἀεὶ ὑποβάλλων τὰ πρακτέα, κἂν παρακούωμεν αὐτοῦ τῶν ἐντολῶν, ἐπιδιδόντες αὑτοὺς ταῖς ἡδοναῖς καὶ παραπεμπόμενοι τὰς ἀρίστας αὐτοῦ συμ βουλάς. Ὥσπερ δὲ ὑπηρέτῃ τῷ ὀφθαλμῷ ἐπὶ τοῖς κρείττοσιν ἡμῖν γεγενημένῳ, καὶ ἐφ' ὧν οὐ καλῶς ὁρῶμεν χρώμεθα, ὁμοίως καὶ τῇ ἀκοῇ ὅταν παρέχωμεν ἑαυτοὺς ἀκροάσει ἀχρήστων ᾀσμάτων καὶ τῶν ἀπηγορευμένων ἀκουσμάτων, οὕτως ἐνυβρίζοντες τὸν ἐν ἡμῖν λόγον καὶ οὐκ εἰς δέον αὐτῷ χρώμενοι, δι' αὐτοῦ παρανομοῦμεν εἰς κρίμα τοῖς ἁμαρτά νουσιν ἐνυπάρχοντος καὶ διὰ τοῦτο κρίνοντος τὸν μὴ πάντων αὐτὸν προτιμήσαντα.
But how does the statement hold that the word is law and commandment, and that there would be no sin if there were no law—"for sin is not imputed when there is no law"—and again, that there would be no sin if there were no word—"for if I had not come," he says, "and spoken to them, they would not have had sin." For every pretext is taken away from the one who wishes to make a defense for his sin, when the word is present within and shows what ought to be done, and a person does not obey it. Perhaps, then, all things, even down to the worse things, have come to be through the word, and "without him," when we take "nothing" in a simpler sense, "nothing came to be." And the word is not altogether to be blamed, if "all things came to be through him" and "without him nothing came to be," just as the teacher is not to be blamed for having shown the learner what is needful, when through his teachings no place of defense is any longer left to the one who sins, as though on account of ignorance, and
especially if we understand the teacher to be inseparable from the learner. For, as it were, the teacher inseparable from the learner is the word that is present in the nature of rational beings, always suggesting what ought to be done, even if we disobey his commandments, giving ourselves over to pleasures and dismissing his best counsels. And just as we use the eye, which has come to be for us for better things, as a servant even in matters where we do not see well, and likewise the hearing whenever we give ourselves over to listening to useless songs and forbidden things heard, so by insulting the word within us and not using it as we ought, we transgress the law through it, since it is present within those who sin for judgment, and for this reason judges the one who has not preferred it above all things.
Ὅθεν καί φησιν· «Ὁ λόγος ὃν ἐλάλησα αὐτὸς κρινεῖ ὑμᾶς», ἴσον διδάσκων τῷ Ἐγὼ ὁ λόγος, ὁ ἐν ὑμῖν ἀεὶ ἐνηχῶν, αὐτὸς ὑμᾶς καταδικάσω τόπον ἀπολογίας καταλειπόμενον ἔχοντας οὐδαμῶς. Δόξει μέντοι γε βιαιοτέρα εἶναι αὕτη ἡ ἐκδοχή, ἄλλον μὲν λόγον τὸν «ἐν ἀρχῇ» ἡμῶν ἐξειληφότων τὸν «πρὸς τὸν θεόν», τὸν θεὸν λόγον, ἄλλως δὲ αὐτὸν νοούντων, ὅτε οὐ μόνον ἐπὶ τῶν προηγουμένων δημιουργημάτων τὸ «πάντα δι' αὐτοῦ ἐγένετο» λέγεσθαι ἐφάσκομεν, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν ὑπὸ τῶν λογικῶν πραττομένων, οὗ λόγου χωρὶς οὐδὲν ἁμαρτάνομεν. Καὶ ζητητέον, εἰ καὶ τὸν ἐν ἡμῖν λόγον τὸν αὐτὸν λεκτέον τῷ ἐν ἀρχῇ καὶ τῷ πρὸς τὸν θεὸν καὶ τῷ θεῷ λόγῳ, μάλιστα ἐπεὶ οὐχ ὡς ἑτέρου τούτου τυγχάνοντος παρὰ τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον ἔοικεν ὁ ἀπόστολος διδάσκειν τὸ «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν· ἢ Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγα γεῖν· ἀλλὰ τί λέγει ἡ γραφή; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου.» Ὁ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Ἔστι τινὰ δόγματα παρ' Ἕλλησι καλούμενα παράδοξα, τῷ κατ' αὐτοὺς σοφῷ πλεῖστα ὅσα προσάπτοντα μετά τινος ἀποδείξεως ἢ φαινομένης ἀποδείξεως, καθ' ἅ φασι μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἱερέα, τῷ μόνον καὶ πάντα τὸν σοφὸν ἐπιστήμην ἔχειν τῆς τοῦ θεοῦ θεραπείας, καὶ μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἐλεύθερον, ἐξουσίαν αὐτοπραγίας ἀπὸ τοῦ θείου νόμου εἰληφότα· καὶ τὴν ἐξουσίαν δὲ ὁρίζονται νόμιμον ἐπιτροπήν.
Therefore he also says: "The word which I have spoken, that same word will judge you," teaching the same thing as "I, the word, which always speaks within you, I myself will condemn you, since you have no place of defense left at all." This interpretation, however, will seem to be rather forced, since we have taken "the word" that was "in the beginning" to be the one "with God," the divine Word, but we understand it differently when we claimed that "all things were made through him" is said not only of the original creations but also of all things done by rational beings, without which word we sin in nothing. And one must inquire whether the word within us is to be called the same as the word in the beginning and the word with God and the divine Word, especially since the apostle seems to teach that this is not something other than the word in the beginning with God: "Do not say in your heart, 'Who will ascend into heaven?' that is, to bring Christ down; or 'Who will descend into the abyss?' that is, to bring Christ up from the dead. But what does the scripture say? The word is very near you, in your mouth and in your heart." What has come to be in him was life, and the life was the light of men. There are certain doctrines among the Greeks called paradoxical, which attach very many things to their wise man with some demonstration or apparent demonstration, according to which they say that the wise man alone and every wise man is a priest, because the wise man alone and every wise man has knowledge of the worship of God, and that the wise man alone and every wise man is free, having received from the divine law the authority of self-determination; and they define authority as lawful commission.
Καὶ τί δεῖ νῦν ἡμᾶς λέγειν περὶ τῶν καλουμένων παραδόξων, πολλῆς οὔσης τῆς εἰς αὐτὰ πραγματείας καὶ δεομένων συγκρίσεως τῆς πρὸς τὸ βούλημα τῆς γραφῆς τῶν ὑπ' αὐτῶν κατὰ τὰ παράδοξα ἀπαγ γελλομένων, ἵνα ἐπὶ τίνων ὁ τῆς θεοσεβείας λόγος συμφῇ καὶ ἐπὶ τίνων τὸ ἐναντίον τοῖς ὑπ' ἐκείνων λεγομένοις βούλεται παραστῆσαι δυνηθῶμεν; Τούτων δὲ ἡμῖν μνήμη γεγένηται ζητοῦσι τὸ «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν» διὰ τὸ οἱονεὶ τῷ χαρακτῆρι τῶν παραδόξων καί, εἰ δεῖ εἰπεῖν, παραδοξότερον παρὰ τὰ ὑπ' ἐκείνων λεγόμενα, δύνασθαι ἄν τινα ἑπόμενον τῇ γραφῇ δεῖξαι τοιαῦτα πλείονα. Ἐὰν γὰρ νοήσωμεν τὸν ἐν ἀρχῇ λόγον, τὸν πρὸς τὸν θεόν, τὸν θεὸν λόγον, τάχα δυνησόμεθα μόνον τὸν τούτου, καθ' ἃ τοιοῦτος, μετέχοντα «λογικὸν» εἰπεῖν· ὥστε καὶ ἀποφήνασθαι ἄν, ὅτι μόνος ὁ ἅγιος λογικός. Πάλιν ἐὰν συνῶμεν τὴν γενομένην ἐν τῷ λόγῳ ζωήν, τὸν εἰπόντα «Ἐγώ εἰμι ἡ ζωή», ἐροῦμεν μηδένα τῶν ἔξω τῆς πίστεως Χριστοῦ ζῆν, πάντας δὲ εἶναι νεκροὺς τοὺς μὴ ζῶντας θεῷ, τό τε ζῆν αὐτῶν ζῆν εἶναι τῆς ἁμαρτίας καὶ διὰ τοῦτο, ἵν' οὕτως εἴπω, ζῆν θανάτου τυγχάνειν. Ἐπίστησον δὲ εἰ μὴ τοῦτο πολλαχοῦ παριστᾶσιν αἱ θεῖαι γραφαί, ὅπου μὲν τοῦ σωτῆρος φάσκοντος· «Ἢ οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ἐπὶ τῆς βάτου· Ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβοὐκ ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων» καὶ «Οὐ δικαιωθήσεται κατενώπιόν σου πᾶς ζῶν». Τί δὲ περὶ αὐτοῦ λέγειν δεῖ τοῦ θεοῦ ἢ τοῦ σωτῆρος; Ἀμφιβάλλεται γὰρ ὁποτέρου εἶναι ἡ λέγουσα ἐν τοῖς προφήταις φωνή· «Ζῶ ἐγώ, λέγει κύριος».
And why need we now speak of the so-called paradoxes, when the treatment of them is great and they require a comparison with the intention of the Scripture of the things reported by them according to the paradoxes, so that we may be able to show in which cases the word of piety agrees and in which it wishes to establish the opposite of what is said by them? But a mention of these things has arisen for us as we inquire into "What has come into being in him was life," because, as it were, by the character of the paradoxes and, if one must say so, more paradoxically than the things said by them, one who follows the Scripture could show more such things. For if we understand the Word in the beginning, the Word with God, the Word who was God, perhaps we shall be able to call "rational" only the one who partakes of this Word, insofar as he is such; so that one might even declare that only the holy one is rational. Again, if we comprehend the life that came into being in the Word, the one who said "I am the life," we shall say that no one outside the faith of Christ lives, but that all who do not live to God are dead, and that their living is a living of sin and for this reason, so to speak, a living that happens to be of death. Consider whether the divine Scriptures do not establish this in many places, where the Savior says: "Or have you not read what was spoken at the bush: I am the God of Abraham and the God of Isaac and the God of Jacob? He is not the God of the dead but of the living," and "No one living shall be justified before you." And why need one speak about God himself or the Savior? For it is disputed which of the two the voice in the prophets belongs to: "As I live, says the Lord."
Καὶ πρῶτόν γε ἴδωμεν τὸ «Οὐκ ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων» ἴσον δυνάμενον τῷ
«οὐκ ἔστιν ἁμαρτωλῶν ἀλλὰ ἁγίων θεός». Μεγάλη γὰρ δωρεὰ τοῖς πατριάρχαις τὸ τὸν θεὸν ἀντὶ ὀνόματος προσάψαι τὴν ἐκείνων ὀνομασίαν τῇ «θεὸς» ἰδίᾳ αὐτοῦ προσηγορίᾳ, καθ' ἃ καὶ ὁ Παῦλός φησι· «Διὸ οὐκ ἐπαισχύνεται ὁ θεὸς θεὸς καλεῖσθαι αὐτῶν»· οὐκοῦν θεός ἐστιν τῶν πατέρων καὶ πάντων τῶν ἁγίων· καὶ οὐκ ἄν που ἀναγεγραμμένον εὑρίσκοιτο τὸ θεὸν εἶναι τὸν θεόν τινος τῶν ἀσεβῶν. Εἰ τοίνυν ὁ θεὸς ἁγίων ἐστὶν καὶ θεὸς ζώντων εἶναι λέγεται, οἱ ἅγιοι ζῶντές εἰσι καὶ οἱ ζῶντες ἅγιοι, οὔτε ἁγίου ὄντος ἔξω τῶν ζώντων οὔτε ζῶντος χρηματίζοντος μόνον καὶ οὐχὶ μετὰ τοῦ ζῆν ἔχοντος καὶ τὸ ἅγιον αὐτὸν τυγχάνειν. Τὸ παραπλήσιον δὲ ἔστι καὶ ἐπὶ τοῦ «Εὐαρεστήσω τῷ κυρίῳ ἐν χώρᾳ ζώντων» ἰδεῖν, ὡς εἰ ἔλεγεν «ἐν τάξει ἁγίων» ἢ «ἐν τῷ τόπῳ τῶν ἁγίων», τῆς κυρίως εὐαρεστήσεως ἤτοι ἐν τῇ τάξει τῶν ἁγίων ἢ ἐν τῷ τόπῳ τῶν ἁγίων τυγχανούσης, οὐδέπω ἄκρως εὐαρεστοῦντος τοῦ μὴ εἰς τὴν τάξιν τῶν ἁγίων κεχωρηκότος ἢ τοῦ μὴ εἰς τὸν τόπον τῶν ἁγίων γεγενημένου· εἰς ὃν χωρῆσαι δεήσει πάντα τὸν οἱονεὶ σκιὰν καὶ εἰκόνα τῆς εὐαρεστήσεως τῆς ἀληθινῆς ἐν τῷ βίῳ τούτῳ προανειληφότα. Καὶ τὸ «Οὐ δικαιωθήσεσθαι δὲ κατ' ἐνώπιον τοῦ θεοῦ πάντα ζῶντα» δηλοῖ, ὅτι ὡς πρὸς θεὸν καὶ τὴν ἐν αὐτῷ δικαιοσύνην οὐδεὶς δικαιωθήσεται τῶν πάνυ μακαρίων, ὡς εἰ καὶ ἐλέγομεν ἐπὶ ἑτέρου παραδείγματος τοιοῦτον· οὐ φωτιεῖ πᾶς λύχνος ἐνώπιον ἡλίου· φωτιεῖ μὲν γὰρ πᾶς λύχνος, ἀλλ' ὅταν μὴ καταυγάζηται ὑπὸ ἡλίου·
And first let us consider that "He is not the God of the dead but of the living" has the same force as "He is not the God of sinners but of the saints." For it is a great gift to the patriarchs that God, instead of a name, attaches their designation to His own proper title "God," in accordance with which Paul also says: "Therefore God is not ashamed to be called their God." So He is the God of the fathers and of all the saints; and it would nowhere be found recorded that God is the God of any of the impious. If, then, God is the God of the saints and is said to be the God of the living, the saints are living and the living are saints, since neither is a saint outside the living, nor does one who is merely called living, and does not have along with living also the quality of being holy, qualify. And one may see something similar also in "I will please the Lord in the land of the living," as if he had said "in the rank of the saints" or "in the place of the saints," since true pleasing is found either in the rank of the saints or in the place of the saints, and he who has not yet advanced into the rank of the saints, or who has not yet come into the place of the saints, does not yet please perfectly—into which place everyone must advance who has in this life first received, as it were, a shadow and image of the true pleasing. And "All the living shall not be justified before God" shows that, in relation to God and the righteousness that is in Him, none even of the most blessed shall be justified, as if we were also to say, by way of another example, something like this: every lamp will not shine before the sun; for every lamp will shine, but only when it is not illuminated by the sun.
δικαιωθήσεται δὲ καὶ πᾶς ζῶν, ἀλλ' οὐκ ἐνώπιον τοῦ θεοῦ, ὅτε δὲ τοῖς κάτω συγκρίνεται καὶ ὑπὸ τοῦ σκότους κεκρατημένοις παρ' οἷς λάμψει αὐτῶν τὸ φῶς. Καὶ ὅρα εἰ κατὰ τοῦτο καὶ τὸ ἐν τῷ εὐαγγελίῳ νοη τέον· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων». Οὐ γάρ φησιν «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τοῦ θεοῦ»· τοῦτο γὰρ εἰ ἐνετέλλετο, ἀδύνατον ἂν ἐδίδου ἐντολήν, ὡς εἰ καὶ τοῖς λύχνοις ἐμψύχοις οὖσιν ἐντολὴν ἐδίδου τοῦ λάμψαι τὸ φῶς αὐτῶν ἔμπροσθεν τοῦ ἡλίου. Οὐχ οἱ τυχόντες οὖν μόνοι τῶν ζώντων οὐ δικαιωθήσονται κατενώπιον τοῦ θεοῦ, ἀλλὰ καὶ οἱ ὡς ἐν ζῶσι τῶν ἐλαττόνων διαφέροντες· ἤ, ὅπερ μᾶλλον, ἅμα ἡ πάντων τῶν ζώντων δικαιοσύνη οὐ δικαιωθήσεται ὡς πρὸς τὴν τοῦ θεοῦ δικαιοσύνην· ὡς εἰ καὶ ἅμα πάντα τὰ ἐπὶ γῆς νυκτερινὰ συναγαγὼν φῶτα ἔφασκον μὴ δύνασθαι ταῦτα φωτίζειν ὡς πρὸς τὰς τούτου τοῦ ἡλίου αὐγάς. Κατ' ἐπανάβασιν δὲ ἐκ τῶν εἰρημένων νοητέον καὶ τὸ «Ζῶ ἐγώ, λέγει κύριος», τάχα τοῦ κυρίως ζῆν μάλιστα ἐκ τῶν εἰρημένων περὶ τοῦ ζῆν παρὰ μόνῳ τυγχάνοντος τῷ θεῷ. Καὶ ὅρα εἰ διὰ τοῦτο δύναται ὁ ἀπόστολος τὴν εἰς ὑπερ βολὴν ὑπεροχὴν νοήσας τῆς ζωῆς τοῦ θεοῦ καὶ ἀξίως θεοῦ συνιεὶς τὸ «Ζῶ ἐγώ, λέγει κύριος» εἰρηκέναι περὶ θεοῦ· «Ὁ μόνος ἔχων ἀθανασίαν», οὐδενὸς τῶν παρὰ τὸν θεὸν ζώντων ἔχοντος τὴν ἄτρεπτον πάντη καὶ ἀναλλοίωτον ζωήν. Καὶ τί διστάζομεν περὶ τῶν λοιπῶν, ὅτε οὐδὲ ὁ Χριστὸς ἔσχε τὴν τοῦ πατρὸς ἀθανασίαν; Ἐγεύσατο γὰρ ὑπὲρ παντὸς θανάτου.
But every living being will also be justified—yet not before God—when it is compared with those below and those mastered by darkness, in whose presence their light will shine. And consider whether the saying in the Gospel is to be understood in this sense too: "Let your light shine before men." For he does not say, "Let your light shine before God"; for if he had commanded this, he would have given an impossible command, as if he were also giving a command to lamps, since they are living beings, to shine their light before the sun. Not only, then, will ordinary living beings fail to be justified before God, but also those who are distinguished among the living as being lesser; or, rather, the righteousness of all living beings together will not be justified in comparison with the righteousness of God—as if one were to gather together all the lights on earth that shine by night and say that these cannot give light in comparison with the rays of this sun. And by way of ascent from what has been said, one must also understand "As I live, says the Lord," perhaps because true life, especially from what has been said about living, is found in God alone. And consider whether for this reason the apostle, having understood the surpassing excellence of the life of God and comprehending "As I live, says the Lord" in a manner worthy of God, could have said concerning God: "who alone has immortality," since none of those who live apart from God has life wholly unchanging and unalterable. And why do we hesitate about the rest, when not even Christ had the immortality of the Father? For he tasted death for every being.
Ἅμα δὲ ἐξετάζοντες τὰ περὶ τοῦ ζῶντος θεοῦ καὶ ζωῆς, ἥτις ἐστὶν ὁ Χριστός, καὶ ζώντων ἐν χώρᾳ ἰδίᾳ τυγχανόντων καὶ ζώντων οὐ δικαιουμένων ἐνώπιον τοῦ θεοῦ, ἀκολούθως τούτοις παρατιθέμενοι τὸ «Ὁ μόνος ἔχων ἀθανασίαν» τὰ ὑπονοούμενα συμπαραληψόμεθα περὶ τοῦ πᾶν ὁτιποτοῦν λογικὸν μὴ οὐσιωδῶς ἔχειν ὡς ἀχώριστον συμβεβηκὸς τὴν μακαριότητα. Ἐὰν γὰρ ἀχώριστον ἔχῃ τὴν μακαριότητα καὶ τὴν προηγουμένην ζωήν, πῶς ἔτι ἔσται ἀληθὲς τὸ περὶ τοῦ θεοῦ λεγόμενον· «Ὁ μόνος ἔχων ἀθανασίαν»; Χρὴ μέντοι γε εἰδέναι ὅτι τινὰ ὁ σωτὴρ οὐχ αὑτῷ ἐστιν ἀλλ' ἑτέροις, τινὰ δὲ αὑτῷ καὶ ἑτέροις· ζητητέον δὲ εἴ τινα ἑαυτῷ καὶ οὐδενί. Σαφῶς μὲν γὰρ ἑτέροις ἐστὶν ποιμήν, οὐχ ὡς οἱ παρὰ ἀνθρώποις ποιμένες ὄνησιν ἐκ τοῦ ποιμαίνειν εἰς ἑαυτὸν λαμβάνων, εἰ μὴ ἄρα τὴν τῶν ποιμαινομένων ὠφέλειαν διὰ φιλανθρωπίαν ἰδίαν εἶναι λογίσαιτο. Ἀλλὰ καὶ «ὁδός» ἐστιν ἑτέροις ὁμοίως καὶ «θύρα», ὁμολογουμένως δὲ καὶ «ῥάβδος»· ἑαυτῷ δὲ καὶ ἑτέροις «σοφία», τάχα δὲ καὶ
At the same time, examining the matters concerning the living God and the life which is Christ, and those who are living in their own place and those who are living but are not justified before God, in accordance with these things setting alongside the saying "who alone has immortality," we shall also take in the underlying implications concerning the fact that no rational being whatsoever possesses blessedness as an inseparable accident of its essence. For if it possessed blessedness as inseparable, and the life that comes first, how would the statement about God still be true: "who alone has immortality"? One must know, however, that some things the Savior is not for himself but for others, and some things for himself and for others; and one must inquire whether there are some things for himself and for no one. For clearly he is a shepherd for others, not like shepherds among humans, receiving benefit from shepherding for himself—unless perhaps he should reckon the benefit of those shepherded to be his own through loving-kindness. But he is also "the way" for others likewise, and "the door," and by common agreement also "the rod"; for himself and for others he is "wisdom," and perhaps also
«λόγος». Ζητητέον δὲ εἰ συστήματος θεωρημάτων ὄντος ἐν αὐτῷ, καθ' ὃ «σοφία» ἐστίν, ἐστί τινα θεωρήματα ἀχώ ρητα τῇ λοιπῇ παρ' αὐτὸν γεννητῇ φύσει, ἅτινα οἶδεν ἑαυτῷ. Καὶ οὐκ ἀνεξέταστον τὸν λόγον ἐατέον διὰ τὴν περὶ ἁγίου πνεύματος εὐλάβειαν. Ὅτι μὲν γὰρ καὶ αὐτὸ αὐτῷ μαθητεύεται, σαφὲς ἐκ τοῦ λεγομένου περὶ παρακλήτου καὶ ἁγίου πνεύματος· «Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν». Εἰ δὲ μαθητευόμενον πάντα χωρεῖ, ἃ ἐνατενίζων τῷ πατρὶ ἀρχόμενος ὁ υἱὸς γινώσκει, ἐπιμελέστερον ζητητέον. Εἰ τοίνυν ὁ σωτὴρ ἃ μέν τινα ἑτέροις, τινὰ δὲ τάχα που αὑτῷ καὶ ἢ οὐδενὶ ἢ ἑνὶ ἢ ὀλίγοις, καθ' ὃ «ζωή» ἐστιν ἡ γενομένη ἐν τῷ λόγῳ, βασανιστέον πότερον αὑτῷ καὶ ἑτέροις ζωή ἐστιν ἢ ἑτέροις, καὶ εἰ ἑτέροις, τίσι τούτοις. Εἰ δὴ ταὐτόν ἐστι «ζωὴ» καὶ «φῶς τῶν ἀνθρώπων»–φησὶ γὰρ· «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων»–τὸ δὲ φῶς τῶν ἀνθρώπων τινῶν ἐστι φῶς, καὶ τοῦτο οὐ πάντων τῶν λογικῶν, ὅσον ἐπὶ † τῷ κεῖσθαι τὸ «ἀνθρώπων», ἀλλὰ «τῶν ἀνθρώπων» ἐστὶ φῶς, εἴη ἂν καὶ ζωὴ ἀνθρώπων, ὧν καὶ φῶς ἐστιν· καὶ καθ' ὃ ζωή, λέγοιτο ἂν ὁ σωτὴρ οὐχ αὑτῷ ἀλλὰ ἑτέροις εἶναι ζωὴ ὧν ἐστι καὶ φῶς. Αὕτη δὴ ἡ ζωὴ τῷ λόγῳ ἐπιγίνεται, ἀχώριστος αὐτοῦ μετὰ τὸ ἐπιγενέσθαι τυγχάνουσα. Λόγον γὰρ προϋπάρξαι τὸν καθαίροντα τὴν ψυχὴν ἐν τῇ ψυχῇ δεῖ, ἵνα κατὰ τοῦτον καὶ τὴν ἀπ' αὐτοῦ κάθαρσιν, πάσης περιαιρεθείσης νεκρότητος καὶ ἀσθενείας, ἡ ἀκραιφνὴς ζωὴ ἐγγένηται παρὰ παντὶ τῷ τοῦ λόγου καθ' ὃ θεός ἐστιν αὑτὸν ποιήσαντι χωρητικόν. Τηρητέον δὲ τὰ δύο «ἐν» καὶ τὴν διαφορὰν αὐτῶν ἐξεταστέον·
"Logos." But one must investigate whether, since there is in him a system of truths contemplated, according to which he is "Wisdom," there are certain truths that are incapable of being contained by the rest of the created nature besides him—truths which he knows for himself. And the account must not be left unexamined out of reverence concerning the Holy Spirit. For that he is also taught, even by himself, is clear from what is said concerning the Paraclete and the Holy Spirit: "For he will receive from what is mine, and will declare it to you." But whether, being taught, he contains all things that the Son, gazing upon the Father, knows from the beginning, must be investigated more carefully. If, then, the Savior—some things for others, but some perhaps for himself, and either for no one or for one or for few, according to which he is "life" that came to be in the Logos—we must examine whether he is life for himself and for others, or for others; and if for others, for which others. If indeed "life" and "the light of men" are the same—for it says: "What has come to be in him was life, and the life was the light of men"—and the light of men is the light of certain men, and this not of all rational beings, insofar as the phrase "of men" is placed, but it is the light "of men," then it would also be the life of men, of whom it is also the light; and according to which he is life, the Savior would be said to be life not for himself but for others, of whom he is also the light. This life, then, comes upon the Logos, being inseparable from him after it has come upon him. For the Logos that purifies the soul must pre-exist in the soul, so that, according to this Logos and the purification that comes from him, with all deadness and weakness removed, pure life may be engendered in everyone who has made himself capable of receiving the Logos according as he is God. And one must observe the two instances of "in" and examine their difference.
πρῶτον μὲν γὰρ ἐν τῷ «λόγος ἐν ἀρχῇ», δεύτερον δὲ ἐν τῷ «ζωὴ ἐν λόγῳ». Ἀλλὰ λόγος μὲν «ἐν ἀρχῇ» οὐκ ἐγένετο· οὐκ ἦν γάρ, ὅτε ἡ ἀρχὴ ἄλογος ἦν, διὸ λέγεται· «Ἐν ἀρχῇ ἦν ὁ λόγος·» ζωὴ δὲ ἐν τῷ λόγῳ οὐκ ἦν· ἀλλὰ ζωὴ ἐγένετο, εἴ γε «ζωή ἐστι τὸ φῶς τῶν ἀνθρώπων». Ὅτε γὰρ οὐδέπω ἄνθρωπος ἦν, οὐδὲ «φῶς τῶν ἀνθρώπων» ἦν, τοῦ φωτὸς τῶν ἀνθρώπων κατὰ τὴν πρὸς ἀνθρώπους σχέσιν νοουμένου. Μηδεὶς δ' ἡμᾶς θλιβέτω χρονικῶς οἰόμενος ταῦτα ἀπαγγέλλειν, τῆς τάξεως τὸ πρῶτον καὶ τὸ δεύτερον καὶ τὰ ἐφεξῆς ἀπαιτούσης, κἂν χρόνος μὴ εὑρίσκηται, ὅτε τὰ ὑπὸ τοῦ λόγου ὑποβαλλόμενα τρίτα καὶ τέταρτα οὐδαμῶς ἦν. Ὃν τρόπον τοίνυν «πάντα δι' αὐτοῦ ἐγένετο», καὶ οὐχὶ πάντα δι' αὐτοῦ ἦν, καὶ «χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», οὐχὶ δὲ χωρὶς αὐτοῦ ἦν οὐδὲ ἕν, οὕτως ὃ γέγονεν ἐν αὐτῷ, οὐχὶ ὃ ἦν ἐν αὐτῷ, ζωὴ ἦν. Καὶ πάλιν οὐχὶ ὃ ἐγένετο ἐν ἀρχῇ ὁ λόγος ἦν, ἀλλὰ ὃ ἦν ἐν ἀρχῇ λόγος ἦν. Τινὰ μέντοι γε τῶν ἀντιγράφων ἔχει, καὶ τάχα οὐκ ἀπιθάνως· «Ὃ γέγονεν ἐν αὐτῷ ζωή ἐστιν». Εἰ δὲ ζωὴ ταὐτόν ἐστι τῷ τῶν ἀνθρώπων φωτί, οὐδεὶς ἐν σκότῳ τυγχάνων ζῇ καὶ οὐδεὶς τῶν ζώντων ἐν σκότῳ ἐστίν, ἀλλὰ πᾶς ὁ ζῶν καὶ ἐν φωτὶ ὑπάρχει, καὶ πᾶς ὁ ἐν φωτὶ ὑπάρχων ζῇ· ὥστε μόνον τὸν ζῶντα καὶ πάντα εἶναι φωτὸς υἱόν· φωτὸς δὲ υἱός, οὗ λάμπει τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων.
For first, in the phrase "the Logos was in the beginning," and second, in "life was in the Logos." But the Logos was not "in the beginning" as something that came to be; for there was no time when the beginning was without the Logos, and therefore it is said: "In the beginning was the Logos." But life was not in the Logos; rather, life came to be, if indeed "the life is the light of men." For when there was not yet man, there was not yet "the light of men," since the light of men is understood in relation to men. And let no one trouble us by supposing that these things are reported chronologically, since the order requires the first and the second and the successive terms, even though no time is found when the third and fourth things suggested by the Logos did not exist at all. In the same way, then, as "all things came to be through him," and not all things were through him, and "without him not one thing came to be," and not without him not one thing was, so what came to be in him, not what was in him, was life. And again, not what came to be in the beginning was the Logos, but what was in the beginning was the Logos. Some copies, however, have—and perhaps not implausibly—"What has come to be in him is life." But if life is the same as the light of men, no one who is in darkness lives, and no one of the living is in darkness; rather, everyone who lives is also in light, and everyone who is in light lives; so that only the one who lives is also entirely a son of light; and a son of light is one whose works shine before men.
Πάλιν, ἐπεὶ ἔστι τὰ παραλελειμμένα τῶν ἐναντίων νοεῖσθαι ἐκ τῶν εἰρημένων περὶ τῶν ἐναντίων, λέγε ται δὲ περὶ ζωῆς καὶ φωτὸς ἀνθρώπων, ἐναντίον δὲ τῇ ζωῇ θάνατος καὶ ἐναντίον φωτὶ ἀνθρώπων σκότος ἀνθρώπων, ἔστιν ἰδεῖν ὅτι ὁ ἐν σκότῳ τῶν ἀνθρώπων τυγχάνων ἐν θανάτῳ ἐστὶν καὶ ὁ τὰ τοῦ θανάτου πράττων οὐκ ἀλλαχόσε τοῦ σκότους ἐστίν. Ὁ δὲ μνημονεύων τοῦ θεοῦ, ἐάν γε νοῶμεν τί τὸ μνημο νεύειν αὐτοῦ, οὐκ ἔστιν ἐν τῷ θανάτῳ κατὰ τὸ εἰρημένον· «Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου». Εἴτε δὲ σκότος ἀνθρώπων εἴτε θάνατος, οὐ φύσει τοιαῦτά ἐστιν † ἄλλου λόγου «Ἡμεῖς ἤμεθά ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ», κἂν μάλιστα ἅγιοι καὶ πνευματικοὶ ἤδη χρηματίζωμεν. Ὥσπερ δὲ δεκτικὸς ὁ Παῦλος σκότος ὢν γέγονε τοῦ γενέσθαι φῶς ἐν κυρίῳ, οὕτως ὅστις ποτ' ἂν ᾖ σκότος. Κατὰ δὲ τοὺς οἰομένους εἶναι φύσεις πνευματικάς, ὥσπερ τὸν Παῦλον καὶ τοὺς ἁγίους ἀποστόλους, οὐκ οἶδα εἰ σῴζεται τὸ τὸν πνευματικὸν εἶναί ποτε σκότος καὶ ὕστερον αὐτὸν γεγονέναι φῶς. Εἰ γὰρ ὁ πνευματικός ποτε σκότος ἦν, ὁ χοϊκὸς τί
Again, since it is possible to understand the things omitted of the opposites from what has been said about the opposites—and it is said concerning life and the light of men, and the opposite of life is death, and the opposite of the light of men is the darkness of men—it is possible to see that the one who happens to be in the darkness of men is in death, and the one who does the works of death is not anywhere else than in the darkness. But the one who remembers God, if indeed we understand what it is to remember him, is not in death, according to what is said: "The one who remembers you is not in death." But whether it be the darkness of men or death, these are not such by nature † of another account: "We were once darkness, but now light in the Lord," even if we are already called holy and spiritual. And just as Paul, being receptive, was darkness so as to become light in the Lord, so too whoever it may be is darkness. But according to those who think there are spiritual natures, such as Paul and the holy apostles, I do not know whether it is preserved that the spiritual one was once darkness and later became light. For if the spiritual one was once darkness, what of the earthy one?
ἐστιν; Εἰ δ' ἀληθές ἐστι τὸ σκότος γεγονέναι φῶς, τίς ἡ ἀποκλήρωσις τοῦ μὴ πᾶν σκότος δύνα σθαι γενέσθαι φῶς; Εἰ μὴ γὰρ ἐπὶ Παύλου ἐλέγετο, ὅτι «ἤμεθά ποτε ἐν σκότῳ, νῦν δὲ φωτεινοὶ ἐν κυρίῳ», ἐπὶ δὲ ὧν οἴονται φύσεων ἀπολλυμένων, ὅτι σκότος ἦσαν ἢ σκότος εἰσί, κἂν χώραν εἶχεν ἡ περὶ φύσεων ὑπόθεσις. Νυνὶ δὲ ὁ Παῦλός φησι γεγονέναι «ποτὲ σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ», ὡς δυνατοῦ ὄντος τοῦ σκότος εἰς φῶς μετα βαλεῖν. Οὐ χαλεπὸν δὲ τὰ περὶ παντὸς σκότους ἀνθρώπων καὶ περὶ τοῦ θανάτου τοῦ αὐτοῦ τυγχάνοντος τῷ σκότῳ τῶν ἀνθρώπων ἐπιμελῶς ἰδεῖν ἐκ τῶν εἰρημένων, τὸ ἐνδε χόμενον ὁρῶντα τῆς ἐπὶ τὸ χεῖρον καὶ κρεῖττον ἑκάστου μεταβολῆς. Πάνυ δὲ βιαίως κατὰ τὸν τόπον γενόμενος ὁ Ἡρακλέων τὸ «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν» ἐξείληφεν ἀντὶ τοῦ «ἐν αὐτῷ» «εἰς τοὺς ἀνθρώπους τοὺς πνευματικούς», οἱονεὶ ταὐτὸν νομίσας εἶναι τὸν λόγον καὶ τοὺς πνευματικούς, εἰ καὶ μὴ σαφῶς ταῦτ' εἴρηκε· καὶ ὡσπερεὶ αἰτιολογῶν φησιν· «Αὐτὸς γὰρ τὴν πρώτην μόρφωσιν τὴν κατὰ τὴν γένεσιν αὐτοῖς παρέσχε, τὰ ὑπ' ἄλλου σπαρέντα εἰς μορφὴν καὶ εἰς φωτισμὸν καὶ περιγραφὴν ἰδίαν ἀγαγὼν καὶ ἀναδείξας». Οὐ παρετήρησε δὲ καὶ τὸ περὶ τῶν πνευ ματικῶν παρὰ τῷ Παύλῳ λεγόμενον, ὅτι ἀνθρώπους αὐτοὺς εἶναι ἀπεσιώπησε· «Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν· ὁ δὲ πνευματι κὸς ἀνακρίνει πάντα.» Ἡμεῖς γὰρ οὐ μάτην αὐτόν φαμεν ἐπὶ τοῦ πνευματικοῦ μὴ προστεθεικέναι τὸ «ἄνθρωπος»·
Is it? But if it is true that darkness has become light, what is the allotment that not all darkness can become light? For if it were not said in the case of Paul, "We were once in darkness, but now are light in the Lord," and in the case of those whom they suppose to be natures that perish, that they were darkness or are darkness, then the hypothesis about natures would have a place. But as it is, Paul says that he "was once darkness, but now is light in the Lord," as though it were possible for darkness to be changed into light. And it is not difficult to see carefully, from what has been said, the things concerning all the darkness of men and concerning death, which is the same as the darkness of men, observing what is possible in each one's change toward the worse and the better. But Heracleon, having come to the passage very violently, took "What has come into being in him was life" instead of "in him" as "into the spiritual men," supposing, as it were, that the Word and the spiritual men are the same, even if he has not stated this clearly; and as though giving a reason, he says: "For he himself provided them the first formation at their birth, bringing what was sown by another into form and into illumination and their own outline, and displaying it." But he did not observe also what is said by Paul concerning spiritual men, that he was silent about their being men: "The natural man does not receive the things of the Spirit of God, for they are foolishness to him; but the spiritual man judges all things." For we say that it is not without reason that he did not add "man" in the case of the spiritual man.
κρεῖττον γὰρ ἢ «ἄν θρωπος» ὁ πνευματικός, τοῦ ἀνθρώπου ἤτοι ἐν ψυχῇ ἢ ἐν σώματι ἢ ἐν συναμφοτέροις χαρακτηριζομένου, οὐχὶ δὲ καὶ ἐν τῷ τούτων θειοτέρῳ πνεύματι, οὗ κατὰ μετοχὴν ἐπικρατοῦσαν χρηματίζει ὁ πνευματικός. Ἅμα δὲ καὶ τὰ τῆς τοιαύτης ὑποθέσεως χωρὶς κἂν φαινομένης ἀποδείξεως ἀπο φαίνεται, οὐδὲ μέχρι τῆς τυχούσης πιθανότητος φθάσαι εἰς τὸν περὶ τούτων δυνηθεὶς λόγον. Καὶ ταῦτα μὲν περὶ ἐκείνου. Φέρε δὲ καὶ ἡμεῖς καὶ τοῦτο ζητήσωμεν, εἰ ἡ ζωὴ ἦν μόνων ἀνθρώπων φῶς καὶ μή παντὸς οὑτινοσοῦν ἐν μακαριότητι τυγχάνοντος. Ἐὰν γὰρ ταὐτὸν ᾖ «ζωὴ» καὶ «φῶς ἀνθρώπων» καὶ μόνων ἀνθρώπων ᾖ τὸ τοῦ Χριστοῦ φῶς, μόνων ἀνθρώπων καὶ ἡ ζωή. Τοῦτο δ' ὑπολαμβάνειν ἐστὶν ἠλίθιον ἅμα καὶ ἀσεβές, ἀντιμαρτυρουσῶν τῶν ἄλλων γραφῶν ταύτῃ τῇ ἐκδοχῇ, εἴ γε, ὅταν προκόψωμεν, ἰσάγγελοι ἐσόμεθα. Οὕτω δὲ λυτέον τὸ ἀπορηθέν· οὐχὶ εἴ τι λέγεταί τινων, ἐκείνων μόνων ἐστὶ τὸ λεγόμενον· οὕτως οὖν οὐχὶ εἰ λέγεται φῶς ἀνθρώπων, μόνων ἀνθρώπων ἐστὶ φῶς· ἐδύνατο γὰρ προσκεῖσθαι· ἡ ζωὴ ἦν τὸ τῶν ἀνθρώπων μόνων φῶς. Ἔξεστι γὰρ τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους εἶναι φῶς, ὡς ἔξεστι τάδε τὰ ζῷα καὶ τάδε τὰ φυτά, ἀνθρώπων ὄντα τροφήν, καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώ πους τὰ αὐτὰ εἶναι τροφήν. Καὶ τοῦτο μὲν ἀπὸ τῆς συνηθείας τὸ παράδειγμα. Ἄξιον δὲ ἀπὸ τῶν θεοπνεύστων λόγων ὅμοιον ἀντιπαραβαλεῖν.
For the spiritual man is better than "man," who is characterized either in soul or in body or in both, but not also in the more divine spirit of these, by participation in which, prevailing, the spiritual man is called. At the same time, the matters of such a hypothesis are also shown to be without even an apparent demonstration, since the argument concerning these things was not able to reach even ordinary plausibility. And these things indeed concerning that man. But come, let us also inquire into this: whether the life was the light of men only, and not of every single being whatsoever that exists in blessedness. For if "life" and "light of men" are the same, and the light of Christ is of men only, then the life is also of men only. But to suppose this is at once foolish and impious, since the other Scriptures testify against this interpretation, if indeed, when we have advanced, we shall be equal to angels. So the difficulty must be resolved thus: it is not the case that if something is said of certain beings, what is said belongs to those alone. Thus, then, it is not the case that if it is called the light of men, it is the light of men only; for it could have been added: the life was the light of men only. For it is possible for the light of men to be light also of others besides men, just as it is possible for these animals and these plants, being food for men, to be food also for others besides men. And this example is from common usage. But it is worthwhile to compare a similar instance from the God-inspired words.
Ἐνθάδε τοίνυν ζητοῦμεν εἰ μηδὲν κωλύει τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων εἶναι φῶς, λέγοντες ὅτι οὐχί, ἐπεὶ λέγεται φῶς ἀνθρώπων, ἤδη ἀποκέκλεισται καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους κρειττόνων ἢ ἀνθρώποις ὁμοίων εἶναι φῶς. Ἀναγέγραπται δὴ ὁ θεὸς θεὸς εἶναι «Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ»· ὁ δὴ βουλόμενος–ἐπειδὴ εἴρηται· «ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων»–τὸ φῶς μηδενὸς ἑτέρου εἶναι ἢ τῶν ἀνθρώπων, κατὰ τὸ ὅμοιον οἰήσεται τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβμηδενὸς εἶναι θεὸν ἢ τῶν τριῶν μόνων τούτων πατέρων. Ἔστι δέ γε καὶ Ἠλίου θεός, καί, ὥς φησιν Ἰουδίθ, τοῦ πατρὸς αὐτῆς Συμεών, καὶ θεὸς τῶν Ἑβραίων. Διόπερ κατὰ τὸ ὅμοιον εἰ μηδὲν κωλύει εἶναι αὐτὸν καὶ ἑτέρων θεόν, οὐδὲν κωλύει εἶναι τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων παρὰ τοὺς ἀνθρώπους φῶς. Ἄλλος δέ τις προσχρησάμενος τῷ «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέ ραν», πᾶν τὸ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» γενόμενον «θεοῦ» ἄνθρωπον εἶναι φήσει, μυρίοις χρώμενος εἰς τοῦτο παραδείγμασιν, ὅτι οὐδὲν διαφέρει τῇ γραφῇ ἄνθρωπον
Here, then, we inquire whether nothing prevents the light of men from also being the light of others, saying that it is not the case that, because it is called the light of men, it is thereby excluded from also being a light of others besides men—beings better than men or like men. Now it is recorded that God is the God "of Abraham and the God of Isaac and the God of Jacob." So anyone who wishes—since it has been said, "the life was the light of men"—that the light belongs to no others than men, will suppose, by the same reasoning, that the God of Abraham and God of Isaac and God of Jacob is the God of no others than these three fathers alone. Yet he is also the God of Elijah, and, as Judith says, of Symeon her father, and the God of the Hebrews. Therefore, by the same reasoning, if nothing prevents him from being the God of others as well, nothing prevents the light of men from also being a light of others besides men. But someone else, availing himself of the words "Let us make man in our image and likeness," will say that everything that has come to be "in image and likeness" "of God" is man, using countless examples for this point, that in Scripture there is no difference between man
ἢ ἄγγελον φάναι· ἐπὶ γὰρ τοῦ αὐτοῦ ὑποκειμένου κεῖται ἡ «ἄγγελος» καὶ «ἄνθρωπος» προσηγορία, ὥσπερ ἐπὶ τῶν ξενισθέντων παρὰ τῷ Ἀβραὰμ τριῶν καὶ γενομένων ἐν Σοδόμοις δύο καὶ ἐν ὅλῳ τῷ εἱρμῷ τῆς γραφῆς ὁτὲ μὲν ἄνδρες ὁτὲ δὲ ἄγγελοι εἶναι λέγονται. Πλὴν ὁ τοῦτο νομίζων ἐρεῖ, ὅτι, ὥσπερ παρὰ τοῖς ὁμολογουμένοις ἀνθρώ ποις εἰσὶν ἄγγελοι, ὡς ὁ Ζαχαρίας λέγων· «Ἄγγελος θεοῦ, ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει κύριος παντοκράτωρ» καὶ ὁ Ἰωάννης, περὶ οὗ γέγραπται· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», οὕτως καὶ οἱ τοῦ θεοῦ ἄγγελοι παρὰ τὸ ἔργον τοῦτο χρηματίζουσι καὶ οὐ παρὰ τὴν φύσιν «ἄνδρες» κληθέντες. Καὶ ἔτι μᾶλλον παραμυ θήσεται, ὅτι ἐπὶ τῶν κρειττόνων δυνάμεων τὰ ὀνόματα οὐχὶ φύσεων ζῴων ἐστὶν ὀνόματα ἀλλὰ τάξεων, ὧν ἥδε τις καὶ ἥδε λογικὴ φύσις τέτευχεν ἀπὸ θεοῦ. Θρόνος γὰρ οὐκ εἶδος ζῴου οὐδὲ ἀρχὴ οὐδὲ κυριότης οὐδὲ ἐξουσία, ἀλλὰ ὀνόματα πραγμάτων, ἐφ' ὧν ἐτάχθησαν οἱ οὕτως προσαγορευόμενοι, ὧν τὸ ὑποκείμενον οὐκ ἄλλο τί ἐστιν ἢ ἄνθρωπος, καὶ τῷ ὑποκειμένῳ συμβέβηκε τὸ θρόνῳ εἶναι ἢ κυριότητι ἢ ἀρχῇ ἢ ἐξουσίᾳ. Καὶ ἐν τῷ Ἰησοῦ δὲ τῷ τοῦ Ναυῆ κεῖται τὸ «Ὤφθη τῷ Ἰησοῦ ἄνθρωπος ἐν Ἱεριχῶ», ὅς φησιν·»Ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα». Κατὰ τοῦτο οὖν ὡς ἴσον δυνάμενον ἐκλήψεται τὸ φῶς τῶν ἀνθρώπων καὶ φῶς παντὸς λογικοῦ, παντὸς λογικοῦ τῷ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» εἶναι θεοῦ ἀνθρώπου τυγχάνοντος. Τὸ αὐτὸ μέντοι γέ ἐστι τριχῶς ὀνομαζόμενον· «φῶς τῶν ἀνθρώπων» καὶ ἁπαξαπλῶς «φῶς» καὶ «φῶς ἀληθινόν»·
Or to say "angel"; for in the case of the same underlying subject, the designation "angel" and "man" both apply, as in the case of the three who were entertained by Abraham and became two in Sodom, and throughout the whole sequence of Scripture they are sometimes said to be men and sometimes angels. However, one who thinks this will say that, just as among those acknowledged to be men there are angels—as Zechariah says: "An angel of God, I am with you, says the Lord Almighty," and John, concerning whom it is written: "Behold, I send my angel before your face"—so also the angels of God are called "men" by reason of this work and not by nature. And he will be comforted still more by the fact that in the case of the superior powers, the names are not names of natures of living beings but of ranks, which this or that rational nature has obtained from God. For "throne" is not a species of living being, nor "principality" nor "dominion" nor "authority," but names of things over which those so designated have been appointed, whose underlying subject is nothing other than man, and to the underlying subject it has accrued to be a throne or a dominion or a principality or an authority. And in the case of Joshua son of Nun it is written: "A man appeared to Joshua in Jericho," who says: "I have now come as commander-in-chief of the army of the Lord." According to this, then, he will understand "the light of men" and the light of every rational being as equivalent, since every rational being is a man of God by virtue of being "according to the image and likeness" of God. The same thing, however, is named in three ways: "the light of men" and simply "light" and "the true light."
φῶς μὲν οὖν ἀνθρώπων, ἤτοι, ὡς προαποδέδεικται, οὐδενὸς κωλύοντος τὸ ἐκλαμβάνειν καὶ ἑτέρων παρὰ τὸν ἄνθρωπον εἶναι τὸ φῶς φῶς, ἢ πάντων τῶν λογικῶν διὰ τὸ «κατ' εἰκόνα θεοῦ» γεγονέναι ἀνθρώπων καλουμένων. Ἐπεὶ δὲ «φῶς» ἁπαξαπλῶς ἐνταῦθα μὲν ὁ σωτήρ, ἐν δὲ τῇ καθολικῇ τοῦ αὐτοῦ Ἰωάννου ἐπιστολῇ λέγεται ὁ θεὸς εἶναι φῶς, ὁ μέν τις οἴεται καὶ ἐντεῦθεν κατασκευάζεσθαι τῇ οὐσίᾳ μὴ διεστηκέναι τοῦ υἱοῦ τὸν πατέρα· ὁ δέ τις ἀκριβέστερον τηρήσας, ὁ καὶ ὑγιέστερον λέγων, φήσει οὐ ταὐτὸν εἶναι τὸ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς καὶ μὴ καταλαμβανόμενον ὑπ' αὐτῆς, καὶ τὸ φῶς ἐν ᾧ οὐδαμῶς ἐστι σκοτία. Τὸ μὲν γὰρ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς οἱονεὶ ἐπέρχεται τῇ σκοτίᾳ, καὶ διωκόμενον ὑπ' αὐτῆς καί, ἵν' οὕτως εἴπω, ἐπιβουλευόμενον οὐ καταλαμβάνεται· τὸ δὲ φῶς, ἐν ᾧ οὐδεμία ἐστὶ σκοτία, οὔτε φαίνει ἐν τῇ σκοτίᾳ οὔτε τὴν ἀρχὴν διώκεται ὑπ' αὐτῆς, ἵνα καὶ ὡς νικῶν ἀναγράφηται τῷ μὴ καταλαμβάνεσθαι ὑπ' αὐτῆς διωκούσης. Τρίτον ἦν τὸ λεγόμενον τοῦτο τὸ φῶς «φῶς ἀληθινόν»· ᾧ δὲ λόγῳ ὁ πατὴρ τῆς ἀληθείας θεὸς πλείων ἐστὶ καὶ μείζων ἢ ἀλήθεια καὶ ὁ πατὴρ ὢν σοφίας κρείττων ἐστὶ καὶ διαφέρων ἢ σοφία, τούτῳ ὑπερέχει τοῦ εἶναι «φῶς ἀληθινόν». Παραστατικώτερον δὲ δύο φῶτα τὸν πατέρα καὶ τὸν υἱὸν ἀπὸ τοῦ Δαβὶδ τυγχάνειν διὰ τούτων εἰσόμεθα, ὅσγε φησὶν ἐν τριακοστῷ πέμπτῳ ψαλμῷ· «Ἐν φωτί σου ὀψόμεθα φῶς». Τοῦτο δὲ αὐτὸ τὸ φῶς τῶν ἀνθρώπων, τὸ ἐν τῇ σκοτίᾳ φαῖνον, τὸ ἀληθινὸν φῶς, ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου «φῶς τοῦ κόσμου» ἀναγορεύεται, φάσκοντος Ἰησοῦ· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου».
Light of men, then, means either—as has been shown above—that nothing prevents one from taking the light to be a light belonging to others besides the man, or that all rational beings are called men because they were made "according to the image of God." But since "light" is spoken of absolutely here—the Savior—while in the catholic epistle of the same John God is said to be light, one person thinks that from this it is also established that the Father does not differ in essence from the Son; but another, who has observed more accurately and speaks more soundly, will say that the light which shines in the darkness and is not comprehended by it is not the same as the light in which there is no darkness at all. For the light that shines in the darkness, as it were, comes upon the darkness, and being pursued by it and, so to speak, plotted against, is not comprehended; but the light in which there is no darkness at all neither shines in the darkness nor is pursued by it at all, so that it might be recorded as victorious by not being comprehended when the darkness pursues. A third thing was this light that is called "true light"; and by the same reasoning by which God, the Father of truth, is greater and more than truth, and being the Father of wisdom is superior to and different from wisdom, by this he surpasses being "true light." And we shall know more clearly from David that the Father and the Son are two lights, through these words which he speaks in the thirty-fifth psalm: "In your light we shall see light." And this very light of men, the light that shines in the darkness, the true light, is proclaimed in what follows in the gospel as "the light of the world," when Jesus says: "I am the light of the world."
Μηδὲ τοῦτο δὴ ἀπαρασήμαντον ἐάσωμεν, ὅτι ἐνδεχο μένου γεγράφθαι· «Ὃ γέγονεν ἐν αὐτῷ φῶς ἦν τῶν ἀνθρώπων, καὶ τὸ φῶς τῶν ἀνθρώπων ζωὴ ἦν», τὸ ἀνάπαλιν πεποίηκε· προτάσσει γὰρ τὴν ζωὴν τοῦ τῶν ἀνθρώπων φωτός, εἰ καὶ ταὐτόν ἐστι «ζωὴ» καὶ «ἀνθρώπων φῶς», τῷ προαπαντᾶν ἡμῖν ἐπὶ τῶν μετεχόντων τῆς ζωῆς, τυγχα νούσης καὶ φωτὸς ἀνθρώπων, τὸ ζῆν αὐτοὺς τὴν προειρη μένην θείαν ζωὴν παρὰ τὸ πεφωτίσθαι· ὑποκεῖσθαι γὰρ δεῖ τὸ ζῆν, ἵν' ὁ ζῶν πεφωτισμένος γένηται· οὐκ ἦν δὲ ἀκόλουθον πεφωτίσθαι τὸν μηδέπω ζῆν νενοημένον καὶ ἐπιγίνεσθαι τῷ πεφωτίσθαι τὸ ζῆν. Εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς τῶν ἀνθρώπων, ἀλλ' αἵ γε ἐπίνοιαι καθ' ἕτερον καὶ ἕτερον λαμβάνονται. Τοῦτο δὴ τὸ «φῶς τῶν ἀνθρώπων»
καὶ «φῶς ἐθνῶν» παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ λέγεται κατὰ τὸ «ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν»· καὶ τούτῳ τῷ φωτὶ πεποιθὼς ὁ Δαβίδ φησιν ἐν εἰκοστῷ ἕκτῳ ψαλμῷ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» Πρὸς δὲ τοὺς τὴν περὶ αἰώνων ἀναπλά σαντας ἐν συζυγίαις μυθολογίαν καὶ οἰομένους ὑπὸ νοῦ καὶ ἀληθείας προβεβλῆσθαι λόγον καὶ ζωὴν οὐκ ἀπίθανον καὶ ταῦτα ἀπορῆσαι. Πῶς γὰρ ἡ κατ' αὐτοὺς «σύζυγος» τοῦ λόγου ζωὴ τὸ γεγονέναι ἐν τῷ «συζύγῳ» λαμβάνει; «Ὃ γέγονε, γάρ φησιν, ἐν αὐτῷ»–δηλονότι τῷ προειρη μένῳ λόγῳ–»ζωὴ ἦν». Λεγέτωσαν οὖν ἡμῖν, πῶς ἡ «σύζυγος» τοῦ λόγου ζωὴ γέγονεν ἐν τῷ λόγῳ, καὶ πῶς μᾶλλον τοῦ λόγου ἡ ζωὴ φῶς ἐστι τῶν ἀνθρώπων.
Let us not leave this point without remark either: although it would have been expected to be written, "What has come to be in him was the light of men, and the light of men was life," he has done the reverse; for he places life before the light of men, even if "life" and "the light of men" are the same, because in the case of those who partake of life, which is also light of men, our encounter comes first with their living the aforementioned divine life rather than with their being enlightened; for living must be presupposed in order that the one who lives may become enlightened; and it would not follow that one not yet conceived of as living should be enlightened and that living should come after being enlightened. For even if the life and the light of men are the same, nevertheless the conceptions are taken in different respects. This "light of men" is also called "light of the nations" in the prophet Isaiah, according to "Behold, I have set you as a covenant of a people, as a light of the nations"; and David, trusting in this light, says in the twenty-sixth psalm: "The Lord is my illumination and my savior, whom shall I fear?" But against those who have fabricated the myth about aeons in pairings and who think that reason and life were projected by mind and truth, it is not implausible to raise these difficulties too. For how does life, the "consort" of reason according to them, receive its coming to be in its "consort"? "For what has come to be," he says, "in him"—clearly in the aforementioned reason—"was life." Let them tell us, then, how life, the "consort" of reason, came to be in reason, and how rather the life of reason is the light of men.
Εἰκὸς δὲ τοὺς εὐγνωμονεστέρους ἐν ταῖς ζητήσεσιν ἀνατρεπομένους, πληγέντας ὑπὸ τοῦ ἐπαπορήματος, ἀντερωτήσειν ἡμᾶς, καὶ αὐτοὺς θλιβομένους, ἐὰν μὴ εὕρωμεν αἰτίαν, δι' ἣν οὐχὶ λόγος εἴρηται τὸ φῶς τῶν ἀνθρώπων, ἀλλ' ἡ γενομένη ἐν τῷ λόγῳ ζωή. Πρὸς οὓς τοιαῦτα ἀποκρινούμεθα, ὅτι ζωὴ ἐνταῦθα οὐχ ἡ κοινὴ λογικῶν καὶ ἀλόγων λέγεται, ἀλλ' ἡ ἐπιγινομένη τῷ ἐν ἡμῖν συμπληρουμένῳ λόγῳ, τῆς μετοχῆς ἀπὸ τοῦ πρώτου λαμβανομένης λόγου· καὶ κατὰ μὲν τὸ ἀποστραφῆναι τὴν δοκοῦσαν ζωήν, οὐκ οὖσαν δὲ ἀληθῶς, καὶ ποθεῖν χωρῆσαι τὴν ἀληθῶς ζωὴν πρῶτον κοινωνοῦμεν αὐτῇ, ἥτις γενομένη ἐν ἡμῖν καὶ φωτὸς γνώσεως ὑπόστασις γίνεται. Καὶ τάχα αὕτη ἡ ζωὴ παρ' οἷς μὲν δυνάμει καὶ οὐκ ἐνεργείᾳ φῶς ἐστι, τοῖς τὰ τῆς γνώσεως ἐξετάζειν μή φιλοτιμουμένοις, παρ' ἑτέροις δὲ καὶ ἐνεργείᾳ γινομένη φῶς· δῆλον δὲ ὅτι παρ' οἷς κατορθοῦται τὸ ὑπὸ τοῦ Παύλου προστεταγμένον «ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα»· μεῖζον δὲ τῶν χαρισμάτων τὸ καὶ πάντων προτεταγμένον, ὅπερ ἐστὶ λόγος σοφίας, καὶ ὃ τούτῳ ἕπεται λόγος γνώσεως. Περὶ δὲ τῆς διαφορᾶς αὐτῶν, παρακειμένων ἀλλήλοις τῶν σημαινομένων σοφίας καὶ γνώσεως, οὐ τοῦ παρόντος ἐστὶν εἰπεῖν καιροῦ. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἔτι περὶ τοῦ τῶν ἀνθρώπων, ἐπεὶ προτέτακται, ζητοῦμεν φωτός, οἶμαι δ' ὅτι καὶ τοῦ ἐναντίου, καλουμένου «σκοτίας», ἂν δὲ οὕτω δοκιμασθείσης, –»τῶν ἀνθρώπων» φημί–ὅτι τάχα γενικόν ἐστι τὸ «φῶς τῶν ἀνθρώπων» δύο ἰδικῶν πραγμάτων, ὁμοίως δὲ καὶ ἡ σκοτία αὐτῶν.
It is likely that the more fair-minded, when they are refuted in their investigations and struck by the difficulty, will question us in turn, themselves also being distressed if we do not find the reason why it is not "the light of men" that is said to be the Word, but the life that came to be in the Word. To these we shall answer as follows: that "life" here is not said to be the common life of rational and irrational beings, but the life that supervenes upon the reason that is completed in us, participation being received from the first Reason. And in that we turn away from the life that seems to be life but is not truly so, and desire to make room for the truly life, we first have communion with it, which, when it comes to be in us, becomes the substance of the light of knowledge. And perhaps this life is in some a light in potentiality and not in activity—in those who do not aspire to examine the things of knowledge—but in others it becomes light also in activity; and it is clear that this is in those in whom what was commanded by Paul is accomplished: "earnestly desire the greater gifts"; and the greater than the gifts is that which is also set before all, which is the word of wisdom, and what follows it, the word of knowledge. But concerning the difference between them, since the meanings of wisdom and knowledge lie side by side, it is not for the present occasion to speak. And the light shines in the darkness, and the darkness did not overcome it. Still concerning the light of men, since it has been set before us, we inquire—and I think also concerning its opposite, which is called "darkness," if it has been so approved—"of men," I say—that perhaps "the light of men" is a generic term for two specific things, and similarly also their darkness.
Ἔστι γὰρ τὸν τὸ φῶς τῶν ἀνθρώπων κεκτημένον καὶ κοινωνοῦντα τῶν αὐγῶν αὐτοῦ ἔργα φωτὸς ἐπιτελεῖν καὶ γινώσκειν φωτιζόμενον φῶς γνώσεως. Τὸ δὲ ἀνάλογον καὶ ἐκ τῶν ἐναντίων νοητέον, τῶν τε μοχθη ρῶν πράξεων καὶ τῆς νομιζομένης γνώσεως, οὐκ οὔσης κατὰ ἀλήθειαν, τὸν λόγον τῆς σκοτίας ἐχόντων. Καὶ ὅτι μὲν τὰ προστάγματα φῶς ὁ ἱερὸς οἶδε λόγος, φησὶν γὰρ ὁ Ἡσαΐας· «Διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς» καὶ ὁ Δαβὶδ ἐν ιηʹ ψαλμῷ· «Ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς». Ὅτι δὲ φῶς παρὰ τὰ προστάγματα καὶ τὰς ἐντολὰς ἐστί τι γνώσεως, παρά τινι τῶν δώδεκα εὕρομεν· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώ σεως». Ὡς γὰρ ὄντος καὶ ἑτέρου φωτὸς παρὰ τὰς ἐντολὰς τῆς γνώσεως λέγεται τὸ «Φωτίσατε ἑαυτοῖς φῶς», οὐχ ἁπλῶς «φῶς» ἀλλὰ ποιὸν φῶς, ὅτι τὸ «τῆς γνώσεως»· εἰ γὰρ πᾶν φῶς, ὃ φωτίζει ἄνθρωπος ἑαυτῷ, «φῶς γνώσεως» ἦν, μάτην ἂν προσέκειτο τὸ «Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως». Πάλιν ὅτι ἡ σκοτία ἐπὶ τῶν μοχθηρῶν ἔργων παραλαμβά νεται, διδάσκει ὁ αὐτὸς ἐν τῇ ἐπιστολῇ Ἰωάννης φάσκων, ὅτι «ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν» καὶ πάλιν· «Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὑτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι» καὶ ἔτι· «Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ». Τὸ γὰρ ἐν τῷ σκότῳ περιπατεῖν ἐμφαίνει τὴν ψεκτὴν πρᾶξιν· καὶ τὸ μισεῖν δὲ τὸν
For the one who possesses the light of men and shares in its rays must perform works of light and, being enlightened, know the light of knowledge. And by analogy the opposite must also be understood—both wicked deeds and the knowledge that is supposed but is not in truth—those who have their reason from darkness. And that the commandments are light, the sacred word knows, for Isaiah says: "Because your commandments are light upon the earth," and David in the 18th psalm: "The commandment of the Lord is radiant, enlightening the eyes." But that there is something of knowledge that is light besides the commandments and precepts, we find in one of the twelve: "Sow for yourselves in righteousness, reap for the fruit of life, enlighten for yourselves the light of knowledge." For as there is also another light besides the commandments of knowledge, it is said, "Enlighten for yourselves light," not simply "light" but a certain kind of light, because it is "of knowledge"; for if every light that a man enlightens for himself were "light of knowledge," the addition "Enlighten for yourselves the light of knowledge" would be in vain. Again, that darkness is taken for wicked deeds, the same John teaches in his epistle, saying: "If we say that we have fellowship with him, and walk in darkness, we lie and do not do the truth," and again: "The one who says he is in the light and hates his brother is in darkness until now," and further: "But the one who hates his brother is in darkness and walks in darkness and does not know where he is going, because the darkness has blinded his eyes." For to walk in darkness indicates blameworthy action; and to hate one's
ἀδελφὸν αὑτοῦ οὐ τῆς κυρίως καλουμένης «γνώσεώς» ἐστιν ἀπόπτωμα; Ὅτι δὲ καὶ ὁ ἀγνοῶν τὰ θεῖα κατ' αὐτὸ τὸ ἀγνοεῖν ἐν σκότῳ διαπορεύεται, φησὶν ὁ Δαβίδ· «Οὐκ ἔγνω σαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται». Ἐπίστησον δὲ τῷ «ὁ θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία», εἰ μὴ διὰ τοῦτο λέγεται τῷ εἶναι μὴ μίαν σκοτίαν, ἀλλ' ἤτοι διὰ τὸ γενικὸν δύο, ἢ καὶ διὰ τὸ καθ' ἕκαστον τῶν ἰδικῶν πολλὰς εἶναι πράξεις μοχθηρὰς καὶ πολλὰ δόγματα ψευδῆ πολλαί εἰσι σκοτίαι, ὧν οὐδεμία ἐν τῷ θεῷ ἐστιν· οὐκ ἂν λεχθέντος ἐπὶ τοῦ ἁγίου, ᾧ φησιν ὁ σωτὴρ τὸ «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου», ὅτι «φῶς» ἐστιν τοῦ κόσμου ὁ ἅγιος, «καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία». Ζητήσει δέ τις, εἰ ἐπὶ τοῦ πατρὸς τέτακται τὸ «Σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία», πῶς τὸ ἐξαίρετον ἐροῦμεν εἶναι ἐν αὐτῷ, πάντη ἀναμάρτητον καὶ τὸν σωτῆρα νοοῦντες, ὥστε καὶ περὶ αὐτοῦ ἂν εἰπεῖν, ὅτι «φῶς ἐστι καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία». Ἀπὸ μέρους μὲν οὖν ἐν τοῖς ἀνωτέρω τὴν διαφορὰν παρε στήσαμεν· τολμηρότερον δὲ ἔτι ἐκείνοις καὶ νῦν προσθήσομεν, ὅτι εἰ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε», τὸν Χριστόν, οὐκ ἂν δύναιτο λέγεσθαι περὶ αὐτοῦ· «Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία». Κἂν γὰρ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» κατακρίνας τυγχάνῃ ὁ Ἰησοῦς τὴν ἁμαρτίαν τῷ τὸ ὁμοίωμα τῆς σαρκὸς τῆς ἁμαρτίας ἀνει ληφέναι, οὐκέτι ἕξει πάντη ὑγιῶς τὰ λεγόμενα περὶ αὐτοῦ ὅτι «σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία».
Is his brother a falling away from what is properly called "knowledge"? And that the one who is ignorant of divine things, by the very fact of his ignorance, walks in darkness, David says: "They did not know nor understand; they walk in darkness." Consider also the saying "God is light and in him there is no darkness at all," whether it is not said for this reason—that there is not one darkness, but either two because of the generic, or because of each of the particular instances there are many wicked deeds and many false doctrines, and there are many darknesses, none of which is in God. This would not have been said of the saint to whom the Savior says, "You are the light of the world," that the saint is the light of the world "and there is no darkness at all in him." But someone will ask, if "there is no darkness at all in him" is applied to the Father, how we shall say that the exceptional quality is in him—understanding the Savior too as altogether without sin, so that one might say even of him, "He is light and there is no darkness at all in him." In part, then, we have set forth the difference in the passages above; but now we shall add to those things something even more daring: that if "he who knew no sin he made to be sin for us"—Christ—then it could not be said of him, "There is no darkness at all in him." For even if Jesus, "in the likeness of sinful flesh," condemns sin by having taken up the likeness of sinful flesh, the statements made about him will no longer hold altogether soundly, that "there is no darkness at all in him."
Προσθή σομεν δ' ὅτι «αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασε», καὶ ἀσθενείας τὰς τῆς ψυχῆς καὶ νόσους τὰς τοῦ κρυπτοῦ τῆς καρδίας ἡμῶν ἀνθρώπου· δι' ἃς ἀσθενείας καὶ νόσους, βαστάσας αὐτὰς ἀφ' ἡμῶν, περίλυπον ἔχειν τὴν ψυχὴν ὁμολογεῖ καὶ τεταραγμένην καὶ ῥυπαρὰ ἱμάτια ἐνδεδύσθαι παρὰ τῷ Ζαχαρίᾳ ἀναγέγραπται· ἅπερ, ὅτε ἐκδύεσθαι ἔμελλε, λέγεται εἶναι ἁμαρτήματα. Ἐπιφέρει γοῦν ἐκεῖ· «Ἰδοὺ ἀφῄρηκα τὰς ἁμαρτίας σου». Διὰ γὰρ τὸ ἀναλαβεῖν αὐτὸν τὰ τοῦ λαοῦ τῶν πιστευόντων εἰς αὐτὸν ἁμαρτήματα πολλαχοῦ φησι· «Μακρὰν ἀπὸ τῆς σωτη ρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου» καὶ «σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν». Μηδεὶς δ' ἡμᾶς ὑπολαμβανέτω ταῦτα λέγειν ἀσεβοῦντας εἰς τὸν Χριστὸν τοῦ θεοῦ· ᾧ γὰρ λόγῳ ὁ πατὴρ «μόνος ἔχει ἀθανασίαν», τοῦ κυρίου ἡμῶν διὰ φιλανθρωπίαν θάνατον τὸν ὑπὲρ ἡμῶν ἀνειληφότος, τούτῳ ὁ πατὴρ ἔχει μόνος τὸ «σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία», τοῦ Χριστοῦ διὰ τὴν πρὸς ἀνθρώπους εὐεργεσίαν ἐφ' αὑτὸν τὰς ἡμῶν σκοτίας ἀναδεδεγμένου, ἵνα τῇ δυνάμει αὐτοῦ καταργήσῃ ἡμῶν τὸν θάνατον καὶ ἐξαφανίσῃ τὸ ἐν τῇ ψυχῇ ἡμῶν σκότος, ἵνα πληρωθῇ τὸ παρὰ τῷ Ἡσαΐᾳ· «Ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδε μέγα». Τοῦτο δὴ τὸ φῶς, ὃ γέγονεν ἐν τῷ λόγῳ, τυγχάνον καὶ ζωή, «φαίνει ἐν τῇ σκοτίᾳ» τῶν ψυχῶν ἡμῶν καὶ ἐπιδεδήμηκεν ὅπου οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, οἵτινες διὰ τοῦ παλαίειν τῷ τῶν ἀνθρώπων γένει τῷ σκότῳ ὑπάγειν ἀγωνίζονται τοὺς μὴ παντὶ τρόπῳ ἱσταμένους ὑπὲρ τοῦ αὐτοὺς πεφωτισμένους «φωτὸς» χρηματίσαι «υἱούς».
We shall add that "he himself took our infirmities and bore our diseases," both the infirmities of the soul and the diseases of the hidden man of our heart; on account of which infirmities and diseases, having borne them away from us, he confesses that he has a soul full of grief and troubled, and it is recorded in Zechariah that he has put on filthy garments—which, when he was about to put them off, are said to be sins. For he adds there: "Behold, I have taken away your sins." For because he took up the sins of the people who believe in him, he says in many places: "Far from my salvation are the words of my transgressions," and "you knew my foolishness, and my offenses were not hidden from you." And let no one suppose that we say these things impiously against the Christ of God; for in the same sense in which the Father "alone has immortality," while our Lord through love for humanity took up death on our behalf, in that sense the Father alone has it that "there is no darkness in him at all," since Christ, through his beneficence toward men, took upon himself our darknesses, in order that by his power he might abolish our death and make to vanish the darkness in our soul, so that what is said in Isaiah might be fulfilled: "The people who sat in darkness saw a great light." This very light, which came to be in the Word and is also life, "shines in the darkness" of our souls and has come to dwell where the rulers of this darkness are, who by wrestling against the human race strive to bring under the darkness those who do not in every way stand firm to be reckoned "sons of light," having themselves been enlightened.
Καὶ φαῖνον ἐν τῇ σκοτίᾳ τοῦτο τὸ φῶς διώκεται μὲν ὑπ' αὐτῆς, οὐ καταλαμβάνεται δέ. Ἐὰν δέ τις νομίσῃ τὸ μὴ γεγραμμένον ἡμᾶς προστιθέναι, τὸ διώκεσθαι τὸ φῶς ὑπὸ τῆς σκοτίας, ἀκουέτω, ὅτι τὸ «ἡ σκοτία αὐτὸ οὐ κατέλαβε», μηδαμοῦ τῆς σκοτίας διωξάσης τὸ φῶς, μάτην λέγεται. Ὡς δὲ ἔχουσι νοῦν ἐκδέξασθαι δυνάμενον ἀκολούθως τοῖς γεγραμμένοις τὰ νομιζόμενα παραλελεῖφθαι ἔγραψεν ὁ Ἰωάννης τὸ «ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν»· εἰ γὰρ «οὐ κατέλαβε», διώξασα «οὐ κατέλαβε». Καὶ ὅτι ἐδίωξεν ἡ σκοτία τὸ φῶς, δῆλον ἔκ τε ὧν πέπονθεν ὁ σωτὴρ καὶ οἱ παραδεξάμενοι αὐτοῦ τὰ μαθήματα, τὰ ἴδια τέκνα, τῆς σκοτίας ἐνεργούσης κατὰ τῶν υἱῶν τοῦ φωτὸς καὶ βουληθείσης ἀποδιῶξαι ἀπὸ τῶν ἀνθρώπων τὸ φῶς. Ἀλλ' ἐπεί, ἐὰν «θεὸς ὑπὲρ ἡμῶν», οὐδείς, κἂν βούληται, δυνήσεται «καθ' ἡμῶν», ὅσῳ «ἑαυτοὺς ἐταπείνουν, τοσούτῳ πλείους
ἐγίνοντο καὶ κατίσχυον σφόδρα σφόδρα». Διχῶς δὲ ἡ σκοτία τὸ φῶς οὐ κατείληφεν, ἢ σφόδρα αὐτοῦ ἀπολειπομένη καὶ διὰ τὴν ἰδίαν βραδυτῆτα τῇ ὀξύτητι τοῦ δρόμου τοῦ φωτὸς οὐδὲ κατὰ τὸ ποσὸν παρακολουθῆσαι δυναμένη, ἢ εἴ που ἐνεδρεῦσαι βεβούληται τὸ φῶς τὴν σκοτίαν καὶ κατ' οἰκονομίαν παρέμεινεν ἐπερχομένην αὐτήν, ἐγγίσασα ἡ σκοτία τοῦ φωτὸς ἠφανίζετο. Πλὴν ἑκατέρως ἡ σκοτία οὐ κατέλαβε τὸ φῶς. Ἀναγκαῖον δὲ ἐν τούτοις ἡμᾶς γενομένους ἐπισημειώσασθαι ὅτι οὐ πάντως, εἴ που ὀνο μάζεται «σκότος», ἐπὶ τοῦ χείρονος λαμβάνεται, ἔσθ' ὅτε δὲ καὶ ἐπὶ τοῦ κρείττονος ἀναγέγραπται·
And this light, shining in the darkness, is pursued by it, but is not overtaken. And if anyone should think that we are adding what is not written—that the light is pursued by the darkness—let him hear that the words "the darkness did not overtake it" would be said in vain if the darkness nowhere pursued the light. But as they have a mind able to receive, in accordance with what is written, the things thought to have been passed over, John wrote "the darkness did not overtake it"; for if it "did not overtake," it did not overtake though it pursued. And that the darkness pursued the light is clear both from what the Savior suffered and from those who received his teachings, his own children, the darkness working against the sons of light and wishing to drive the light away from men. But since, if "God is for us," no one, even if he wishes, will be able "against us," by as much as "they humbled themselves, by so much the more
they became and prevailed exceedingly, exceedingly." And in two ways the darkness did not overtake the light: either falling far short of it and, through its own slowness, unable even in quantity to keep up with the swiftness of the light's course, or if somewhere it wished to lie in ambush for the light, and the light by dispensation remained for it as it came on, the darkness, having drawn near to the light, was made to vanish. But in either way the darkness did not overtake the light. And since we have come to these matters, it is necessary for us to note that not in every case, if "darkness" is named somewhere, is it taken for the worse; but sometimes it is also recorded for the better;
ὅπερ οἱ ἑτερόδοξοι μὴ διαστειλάμενοι δυσφημότατα περὶ τοῦ δημιουργοῦ δόγματα παραδεξάμενοι ἀπέστησαν αὐτοῦ, ἀναπλάσμασιν μύθων ἑαυτοὺς ἐπιδεδωκότες. Πῶς οὖν καὶ πότε καὶ ἐπὶ τοῦ κρείττονος τὸ ὄνομα τοῦ σκότους παραλαμβάνεται, παραδεικτέον ἤδη. «Σκότος, γνόφος, θύελλα» ἐν τῇ Ἐξόδῳ «περὶ τὸν θεὸν» εἶναι λέγε ται καὶ ἐν τῷ ιζʹ ψαλμῷ· «Ὁ θεὸς ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέ λαις ἀέρων.» Ἐὰν γάρ τις κατανοήσῃ τὸ πλῆθος τῶν περὶ θεοῦ θεωρημάτων καὶ γνώσεως ἄληπτον τυγχάνον ἀνθρωπίνῃ φύσει, τάχα δὲ καὶ ἑτέροις παρὰ Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα γενητοῖς, εἴσεται πῶς περὶ τὸν θεόν ἐστι σκότος, κατὰ τὸ ἀγνοεῖσθαι τὸν κατ' ἀξίαν περὶ αὐτοῦ πλούσιον λόγον· ἐν ᾧ σκότῳ «ἔθετο αὐτοῦ τὴν ἀποκρυφήν» τῷ τὰ περὶ αὐτοῦ ἀγνοεῖσθαι ἀχώρητα ὄντα τοῦτο πεποιηκώς. Ἐὰν δέ τις ταῖς τοιαύταις προσκόπτῃ ἐκδοχαῖς, προαγέσθω ἀπό τε τῶν σκοτεινῶν λόγων καὶ τῶν διδομένων ὑπὸ θεοῦ Χριστῷ θησαυρῶν σκοτεινῶν, ἀποκρύφων, ἀοράτων· οὐκ ἄλλο γάρ τι ἡγοῦμαι εἶναι τοὺς σκοτεινοὺς θησαυροὺς ἐν Χριστῷ ἀποκαλυπτομένους–τὸ «σκότος ἔθετο ὁ θεὸς ἀποκρυφὴν ἑαυτοῦ»–ἢ «ὁ ἅγιος νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον». Ἐπίσκεψαι δὲ εἰ διὰ τοῦτό φησιν ὁ σωτὴρ τοῖς μαθηταῖς· «Ἀνθ' ὧν ὅσα ἠκούσατε ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτί». Τὰ γὰρ ἐν ἀπορρήτῳ καὶ μὴ ἐπηκόῳ πολλῶν δύσγνωστα καὶ ἀσαφῆ αὐτοῖς παραδεδομένα μυστήρια προστάσσει αὐτούς, φωτιζομένους καὶ διὰ τοῦτο λεγομένους εἶναι ἐν φωτί, ἀπαγγέλλειν παντὶ τῷ γινομένῳ φωτί.
This is what the heterodox, without making distinctions, most blasphemously accepted doctrines about the Creator and fell away from him, having given themselves over to fictions of myths. How, then, and when the name of darkness is also applied even to the superior being, must now be shown. "Darkness, gloom, tempest" are said in Exodus to be "around God," and in the seventeenth psalm: "God made darkness his hiding place, around him his tent, dark water in the clouds of the air." For if anyone considers the multitude of the contemplations concerning God and that it is incomprehensible to human nature—perhaps also to other created beings besides Christ and the Holy Spirit—he will know how darkness is around God, in that the rich word concerning him is unknown according to its worth; in which darkness "he made his hiding place," having done this because the things concerning him are unknowable and cannot be contained. And if anyone takes offense at such interpretations, let him be led on both from the dark sayings and from the dark, hidden, invisible treasures given by God to Christ; for I consider the dark treasures revealed in Christ to be nothing other than—"God made darkness his hiding place"—"the holy one will understand a parable and a dark saying." And consider whether it is for this reason that the Savior says to the disciples: "What you have heard in the dark, speak in the light." For the mysteries handed down to them in secret and not heard by many, difficult to understand and unclear, he commands them, being enlightened and for this reason said to be in the light, to proclaim to everyone who becomes light.
Παραδοξότερον δ' ἂν ἐπὶ τοῦ ἐπαινουμένου σκότους εἴποιμι, ὅτι τοῦτο σπεύδει ἐπὶ τὸ φῶς καὶ καταλαμβάνει αὐτὸ καὶ γίνεταί ποτε, διὰ τὸ ἀγνοεῖσθαι σκότος, τῷ μὴ ὁρῶντι τὴν δύναμιν αὐτοῦ οὕτω μεταβάλλον, ὥστε τὸν μεμαθηκότα ἀπο φαίνεσθαι γεγονέναι φῶς τὸ γνωσθέν ποτε ὑπάρχον αὐτῷ σκότος. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. Ἀκριβέστερόν τις ἀκούων τοῦ «ἀπε σταλμένος», ἐπειδὴ ὁ ἀπεσταλμένος ποθέν που ἀποστέλλεται, ζητήσει πόθεν ὁ Ἰωάννης ἀπεστάλη καὶ ποῦ. Σαφοῦς δ' ὄντος τοῦ «ποῦ», κατὰ μὲν τὴν ἱστορίαν ὅτι πρὸς τὸν Ἰσραὴλ καὶ τοὺς βουλομένους αὐτοῦ ἀκούειν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβοντος καὶ παρὰ τῷ Ἰορδάνῃ ποταμῷ βαπτίζοντος, κατὰ δὲ βαθύτερον λόγον, ὅτι εἰς τὸν κόσμον–κόσμου λαμβανομένου τοῦ περιγείου τόπου, ἔνθα εἰσὶν οἱ ἄνθρωποι–, ἐξετάσει, πῶς δεῖ λαμβάνειν τὸ «πόθεν». Ἐπὶ πλεῖον δὲ βασανίζων τὴν λέξιν, τάχα καὶ ἀποφαίνεται, ὅτι ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ γέγραπται· «Καὶ ἐξαπέστει λεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη», οὕτω καὶ ὁ Ἰωάννης ἀπεστάλη, ἤτοι ἐξ οὐρανοῦ ἢ ἐκ τοῦ παραδείσου ἢ ὅθεν δήποτε ἑτέρωθεν παρὰ τὸν ἐπὶ γῆς τοῦτον τόπον, καὶ ἀπεστάλη, «ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός». Ἔχει δὲ ἀνθυποφορὰν οὐκ εὐκαταφρόνητον ὁ λόγος, ἐπεὶ καὶ παρὰ Ἡσαΐᾳ γέγραπται· «Τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;» ὅτε ἀποκρινόμενος ὁ προφήτης φησίν· «Ἰδοὺ εἰμὶ ἐγώ, ἀπόστειλόν με».
I would say something more paradoxical concerning the praised darkness: that it hastens toward the light and grasps it and at some point becomes it, because it is unknown as darkness, changing in this way for the one who does not see its power, so that what was once darkness to him, when known, appears to have become light to the one who has learned. There came a man sent from God, whose name was John. One who hears "sent" more precisely—since the one sent is sent from somewhere to somewhere—will ask from where John was sent and to where. While the "to where" is clear, in the historical sense that he was sent to Israel and to those who wished to hear him, spending time in the wilderness of Judea and baptizing at the Jordan river, but in the deeper sense, that he was sent into the world—"world" being taken as the earthly region where men are—he will examine how one should understand the "from where." Probing the expression further, he will perhaps also declare that just as it is written concerning Adam: "And the Lord God sent him out of the paradise of delight to till the ground from which he was taken," so also John was sent—either from heaven or from paradise or from wherever else beyond this earthly place—and was sent "so that he might bear witness concerning the light." The statement has a not insignificant objection raised against it, since it is also written in Isaiah: "Whom shall I send, and who will go to this people?" when the prophet in answer says: "Behold, here I am; send me."
Ἐρεῖ γὰρ ὁ ἐνιστάμενος τῇ βαθυτέρᾳ ἐμφαινομένῃ ὑπονοίᾳ, ὅτι ὥσπερ ὁ Ἡσαΐας ἀπεστάλη, οὐχὶ ἀφ' ἑτέρου τόπου παρὰ τὸν κόσμον τοῦτον, ἀλλὰ μετὰ τὸ ἑωρακέναι «τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου» πρὸς τὸν λαόν, ἵνα εἴπῃ·
«Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε» καὶ τὰ ἑξῆς, οὕτω καὶ ὁ Ἰωάννης, σιωπωμένης τῆς ἀρχῆς τῆς ἀποστολῆς ἀναλο γίαν ἐχούσης πρὸς τὴν ἀποστολὴν τοῦ Ἡσαΐου, ἀποστέλλεται βαπτίζειν καὶ ἑτοιμάζειν «κυρίῳ λαὸν κατεσκευασμένον» καὶ μαρτυρεῖν «περὶ τοῦ φωτός». Τούτων δ' οὕτως λεχθέντων ἂν πρὸς τὸν πρῶτον λόγον, λύσεις τοιαῦται προσάγονται συγκατάθεσιν ἐπισπώμεναι πρὸς τὸ περὶ Ἰωάν νου βαθύτερον ὑπονοούμενον· αὐτόθεν μὲν ἐπιφέρεται· «Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός»· εἰ γὰρ ἦλθε, ποθὲν ἦλθε. Καὶ λεκτέον πρὸς τὸν δυσπαραδεκτοῦντα τὸ ἐν τοῖς ἑξῆς ὑπὸ Ἰωάννου λεγόμενον ἐπὶ τοῦ ἑωρακέναι τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν κατερχόμενον ἐπὶ τὸν σωτῆρα–φησὶ γάρ· «Ὁ πέμψας με βαπτί ζειν ἐν τῷ ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί»–. Πότε γὰρ πέμψας τοῦτ' ἐνετείλατο; Ἀλλ' εἰκὸς ἀποκρίνεσθαι πρὸς τὸ πύσμα τοῦτο ὅτι, ὅτε δήποτε ἔπεμπεν ἐπὶ τὸ ἄρξασθαι βαπτίζειν, τότε τοῦτον τὸν λόγον εἶπεν ὁ χρηματίζων πρὸς αὐτόν.
For one who opposes the deeper meaning that appears in it will say that, just as Isaiah was sent—not from some other place beyond this world, but after he had seen "the Lord sitting on a throne high and lifted up," to the people—in order to say,
"You shall hear with your hearing and not understand," and the rest; so also John, while the beginning of his sending is passed over in silence, having an analogy to the sending of Isaiah, is sent to baptize and to prepare "for the Lord a people made ready" and to bear witness "concerning the light." But when these things have been said thus against the first account, solutions of this sort are brought forward that draw assent to the deeper meaning concerning John. From the very outset it is added: "This man came for a witness, that he might bear witness concerning the light"; for if he came, he came from somewhere. And one must say to the person who does not readily accept what is said by John in the following about his having seen the Holy Spirit descending like a dove upon the Savior—for he says: "He who sent me to baptize in water, that one said to me: On whomever you see the Spirit descending and remaining upon him, this is the one who baptizes in the Holy Spirit and fire"—for when did he who sent him give this command? But it is reasonable to answer this question that, whenever he sent him to begin baptizing, then the one who gave the oracle spoke this word to him.
Ἔτι δὲ πληκτικώτερον πρὸς τὸ ἑτέρωθέν ποθεν ἀπεστάλθαι τὸν Ἰωάννην ἐνσωματούμενον ὑπόθεσιν οὐκ ἄλλην τῆς εἰς τὸν βίον ἐπιδημίας ἔχοντα ἢ τὴν περὶ τοῦ φωτὸς μαρτυρίαν, τὸ πνεύματος ἁγίου πλησθῆναι ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, λεγόμενον ὑπὸ Γαβριὴλ εὐαγγελιζομένου τῷ μὲν Ζαχαρίᾳ τὴν Ἰωάννου γένεσιν τῇ δὲ Μαριὰμ τὴν τοῦ σωτῆρος ἡμῶν ἐν ἀνθρώποις ἐπιδη μίαν, καὶ τὸ «ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου». Τῷ γὰρ τηροῦντι τὸ μηδὲν ἀδίκως μηδὲ κατὰ συντυχίαν ἢ ἀποκλήρωσιν ποιεῖν ἀναγκαῖον παραδέξασθαι πρεσβυ τέραν οὖσαν τὴν Ἰωάννου ψυχὴν τοῦ σώματος καὶ πρότερον ὑφεστῶσαν πεπέμφθαι ἐπὶ διακονίαν τῆς περὶ τοῦ φωτὸς μαρτυρίας. Πρὸς τούτοις δὲ οὐ καταφρονητέον καὶ τοῦ «αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι». Ἐὰν δὲ κρατῇ ὁ καθόλου περὶ ψυχῆς λόγος ὡς οὐ συνεσπαρμένης τῷ σώματι ἀλλὰ πρὸ αὐτοῦ τυγχανούσης καὶ διὰ ποικίλας αἰτίας ἐνδουμένης σαρκὶ καὶ αἵματι, τὸ «ἀπεσταλμένος ὑπὸ θεοῦ» οὐκέτι δόξει ἐξαίρετον εἶναι περὶ Ἰωάννου λεγόμενον. Ὁ γοῦν πάντων κάκιστος, «ὁ ἄνθρωπος τῆς ἁμαρτίας ὁ υἱὸς τῆς ἀπωλείας», λέγεται παρὰ τῷ Παύλῳ πέμπεσθαι ὑπὸ τοῦ θεοῦ· «Διὰ τοῦτο, γάρ φησι, πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ».
Even more strikingly, to support the claim that John was sent from somewhere else, taking on a body with no other purpose for his coming into life than testimony concerning the light, is the fact that he was filled with the Holy Spirit even from his mother's womb, as Gabriel declared when he announced the good news—to Zechariah the birth of John, and to Mary the coming of our Savior among men—and the saying, "For behold, as the voice of your greeting came into my ears, the child in my womb leaped for joy." For one who maintains that nothing happens unjustly or by mere coincidence or allotment must necessarily accept that John's soul was older than his body and, having existed beforehand, was sent for the ministry of testimony concerning the light. In addition to these things, one must not disregard the saying, "He is Elijah who is to come." But if the general account concerning the soul holds—that it was not sown together with the body but existed before it and is clothed in flesh and blood for various reasons—then "sent from God" will no longer seem to be said of John as something exceptional. At any rate, the worst of all, "the man of sin, the son of perdition," is said by Paul to be sent by God: "For this reason," he says, "God sends them a working of error, so that they may believe the lie, in order that all may be judged who did not believe the truth but took pleasure in unrighteousness."
Τὸ δὲ ζητηθὲν ὅρα εἰ οὕτως λῦσαι δυνησόμεθα, ὅτι ὥσπερ ἁπλούστερον πᾶς ἄνθρωπος τῷ ὑπὸ θεοῦ ἐκτίσθαι ἄνθρωπός ἐστι θεοῦ, ἀλλ' οὐ χρηματίζει πᾶς ἄνθρωπος «θεοῦ», ἢ μόνος ὁ θεῷ ἀνακείμενος–ὃν τρόπον Ἠλίας καὶ οἱ ἐν ταῖς γραφαῖς ἀναγεγραμμένοι «ἄνθρωποι θεοῦ»–, οὕτως δύναται κατὰ μὲν τὸ κοινότερον πᾶς ἄνθρωπος ἀπεστάλθαι ἀπὸ θεοῦ, κυρίως δὲ λέγεσθαι ἀπεστάλθαι ὑπὸ θεοῦ οὐκ ἄλλος ἢ ὁ ἐπὶ διακονίᾳ θείᾳ καὶ λειτουργίᾳ σωτηρίας γένους ἀνθρώπων ἐπιδημῶν τῷ βίῳ. Οὐχ εὕρομεν γοῦν τὸ ἀποστέλλεσθαι ἀπὸ θεοῦ ἐπ' ἄλλου του ἢ τῶν ἁγίων κεί μενον· ἐπὶ μὲν τοῦ Ἡσαΐου, ὡς προπαρεθέμεθα· ἐπὶ δὲ τοῦ Ἱερεμίου· «Πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ», ἐπὶ δὲ τοῦ Ἰεζεκιήλ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω σε πρὸς ἔθνη τὰ ἀφεστηκότα καὶ ἀποστήσαντά μοι». Δόξει δὲ οὐ πρὸς τὸ προκείμενον παρειλῆφθαι τὰ παραδείγματα ἀποστολῆς τῆς εἰς τὸν βίον ζητουμένης, «ἀποστολὴν» λέγοντα οὐ γυμνῶς τὴν ἔξωθεν τοῦ βίου ἐπὶ τὸν βίον. Πλὴν καὶ οὕτως οὐκ ἀπίθανον μετάγειν τὸν λόγον ἐπὶ τὸ ζητηθέν, φάσκοντα ὅτι ὥσπερ μόνους τοὺς ἁγίους, ἐφ' ὧν παρεθέμεθα, ἀποστέλλειν λέγεται ὁ θεός, οὕτως καὶ ἐπὶ τῶν εἰς τὸν βίον ἀποστελλομένων ἐκδεκτέον. Καὶ ἐπεὶ ἁπαξαπλῶς ἐν τῷ περὶ τοῦ Ἰωάννου ἐσμὲν λόγῳ, ζητοῦντες αὐτοῦ τὴν ἀποστολήν, οὐκ ἀκαίρως ὑπόνοιαν ἡμετέραν, ἣν περὶ αὐτοῦ ἔχομεν, προσθή σομεν. Ἐπεὶ γὰρ ἀνέγνωμεν περὶ αὐτοῦ προφητείαν· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς
But see whether we can resolve the question in this way: just as, in a simpler sense, every man is God's by virtue of having been created by God, yet not every man is called "God's," but only he who is devoted to God—in the manner of Elijah and those recorded in the Scriptures as "men of God"—so too, in the more general sense, every man may be said to have been sent from God, but strictly speaking, no one other than he who comes into life for divine service and the ministry of the salvation of the human race is said to have been sent by God. At any rate, we have not found "being sent from God" predicated of anyone other than the saints: in the case of Isaiah, as we set forth above; and in the case of Jeremiah: "To all whom I shall send you, you shall go"; and in the case of Ezekiel: "Behold, I send you to the nations that have revolted and have made revolt from me." But these examples of sending will seem not to have been adduced with reference to the matter at hand, which seeks the sending into life, since they speak of "sending" not plainly as from outside life into life. Nevertheless, even so it is not implausible to transfer the argument to the question at issue, saying that just as God is said to send only the saints in whose case we have adduced examples, so also it must be understood in the case of those sent into life. And since we are simply in the discussion about John, seeking his sending, we shall not inappropriately add our own conjecture, which we hold concerning him. For since we have read the prophecy concerning him: "Behold, I send my messenger before your face, who
κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου», ἐφίσταμεν μήποτε εἷς τῶν ἁγίων ἀγγέλων τυγχάνων ἐπὶ λειτουργίᾳ καταπέμπεται τοῦ σωτῆρος ἡμῶν πρόδρομος. Καὶ οὐδὲν θαυμαστὸν τοῦ πρωτοτόκου πάσης κτίσεως ἐνσωματουμένου κατὰ φιλανθρωπίαν ζηλωτάς τινας καὶ μιμητὰς γεγονέναι Χριστοῦ, ἀγαπήσαντας τὸ διὰ τοῦ ὁμοίου αὐτοῦ σώματος ὑπηρετῆσαι τῇ εἰς ἀνθρώπους αὐτοῦ χρηστότητι. Τίνα δ' οὐκ ἂν κινήσαι σκιρτῶν ἐν ἀγαλλιάσει ἔτι ἐν τῇ κοιλίᾳ τυγχάνων, ὡς τὴν κοινὴν τῶν ἀνθρώπων ὑπερπαίων φύσιν; Εἰ δέ τις προσίεται καὶ τῶν παρ' Ἑβραίοις φερομένων ἀποκρύφων τὴν ἐπιγραφομένην «Ἰωσὴφ προσευχήν», ἄντικρυς τοῦτο τὸ δόγμα καὶ σαφῶς εἰρημένον ἐκεῖθεν λήψεται, ὡς ἄρα οἱ ἀρχῆθεν ἐξαίρετόν τι ἐσχηκότες παρὰ ἀνθρώπους, πολλῷ κρείττους τυγχάνοντες τῶν λοιπῶν ψυχῶν, ἀπὸ τοῦ εἶναι ἄγγελοι ἐπὶ τὴν ἀνθρωπίνην καταβεβήκασι φύσιν. Φησὶ γοῦν ὁ Ἰακώβ· «Ὁ γὰρ λαλῶν πρὸς ὑμᾶς ἐγὼ Ἰακὼβ καὶ Ἰσραὴλ ἄγγελος θεοῦ εἰμι ἐγὼ καὶ πνεῦμα ἀρχικόν, καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ προεκτίσθησαν πρὸ παντὸς ἔργου· ἐγὼ δὲ Ἰακώβ, ὁ κληθεὶς ὑπὸ ἀνθρώπων Ἰακώβ, τὸ δὲ ὄνομά μου Ἰσραήλ, ὁ κληθεὶς ὑπὸ θεοῦ Ἰσραήλ, ἀνὴρ ὁρῶν θεόν, ὅτι ἐγὼ πρωτόγονος παντὸς ζῴου ζωουμένου ὑπὸ θεοῦ». Καὶ ἐπιφέρει· «Ἐγὼ δὲ ὅτε ἠρχόμην ἀπὸ Μεσοποταμίας τῆς Συρίας, ἐξῆλθεν Οὐριὴλ ὁ ἄγγελος τοῦ θεοῦ, καὶ εἶπεν ὅτι κατέβην ἐπὶ τὴν γῆν καὶ κατεσκήνωσα ἐν ἀνθρώποις, καὶ ὅτι ἐκλήθην ὀνόματι Ἰακώβ· ἐζήλωσε καὶ ἐμαχέσατό μοι. Καὶ ἐπάλαιε πρός με, λέγων προτερήσειν ἐπάνω τοῦ ὀνόματός μου τὸ ὄνομα αὐτοῦ καὶ τοῦ πρὸ παντὸς ἀγγέλου.
he will prepare your way before you," we should consider whether one of the holy angels, being sent down for service, becomes a forerunner of our Savior. And it is nothing wonderful that, since the firstborn of all creation was embodied in accordance with his love for humanity, certain zealous imitators of Christ arose, who loved to serve his goodness toward men through a body like his own. And who would not be moved by one who leaps for joy while still in the womb, so as to surpass the common nature of men? But if someone also accepts, among the secret writings circulated among the Hebrews, the one entitled "The Prayer of Joseph," he will receive from there this doctrine plainly and clearly stated: that those who from the beginning had some pre-eminent rank among men, being far superior to the rest of souls, descended from being angels to the human nature. For Jacob says: "I, Jacob, who speak to you, and Israel, I am an angel of God and a ruling spirit, and Abraham and Isaac were created before every work; but I, Jacob, who am called Jacob by men, but my name is Israel, who am called Israel by God, a man who sees God, because I am the firstborn of every living creature given life by God." And he adds: "But when I was coming from Mesopotamia of Syria, Uriel, the angel of God, went out and said that I had descended to the earth and dwelt among men, and that I was called by the name Jacob; he was jealous and fought with me. And he wrestled with me, saying that his name would take precedence over my name and over that of every angel before all.
Καὶ εἶπα αὐτῷ τὸ ὄνομα αὐτοῦ καὶ πόσος ἐστὶν ἐν υἱοῖς θεοῦ· Οὐχὶ σὺ Οὐριὴλ ὄγδοος ἐμοῦ, κἀγὼ Ἰσραὴλ ἀρχάγγελος δυνάμεως κυρίου καὶ ἀρχιχιλίαρχός εἰμι ἐν υἱοῖς θεοῦ; οὐχὶ ἐγὼ Ἰσραὴλ ὁ ἐν προσώπῳ θεοῦ λειτουργὸς πρῶτος, καὶ ἐπεκαλεσάμην ἐν ὀνόματι ἀσβέστῳ τὸν θεόν μου;» Εἰκὸς γὰρ τούτων ἀληθῶς ὑπὸ τοῦ Ἰακὼβ λεγομένων καὶ διὰ τοῦτο ἀναγεγραμμένων, καὶ τὸ «ἐν κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ» συνετῶς γεγονέναι. Ἐπίστησον δὲ εἰ τὸ διαβόητον περὶ Ἰακὼβ καὶ Ἠσαῦ ζήτημα λύσιν ἔχει, ἐπεὶ «μήπω γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐρρέθη ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθάπερ γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα». Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ θεῷ; Μὴ γένοιτο. Οὐ κατατρεχόντων οὖν ἡμῶν ἐπὶ τὰ πρὸ τοῦ βίου τούτου ἔργα, πῶς ἀληθὲς τὸ μὴ εἶναι ἄδικον παρὰ θεῷ τοῦ μείζονος δουλεύοντος τῷ ἐλάττονι καὶ μισου μένου, πρὶν ποιῆσαι τὰ ἄξια τοῦ δουλεύειν καὶ τὰ ἄξια τοῦ μισεῖσθαι; Ἐπὶ πλεῖον δὲ παρεξέβημεν παραλαβόντες τὸν περὶ Ἰακὼβ λόγον, καὶ μαρτυράμενοι ἡμῖν οὐκ εὐκαταφρόνητον γραφήν, ἵνα πιστικώτερος ὁ περὶ Ἰωάννου γένηται λόγος, κατασκευά ζων αὐτόν, κατὰ τὴν τοῦ Ἡσαΐου φωνήν, ἄγγελον ὄντα ἐν σώματι γεγονέναι ὑπὲρ τοῦ μαρτυρῆσαι τῷ φωτί. Καὶ ταῦτα μὲν περὶ Ἰωάννου τοῦ ἀνθρώπου.
And I said to him his name and how great he is among the sons of God: Are you not Uriel, the eighth after me, and I am Israel, an archangel of the power of the Lord and a chief commander among the sons of God? Am I not Israel, the first minister in the presence of God, and I called upon my God by an unquenchable name? For it is likely that these things were truly spoken by Jacob and for this reason recorded, and that "in the womb he supplanted his brother" happened with understanding. But consider whether the much-discussed question concerning Jacob and Esau has a solution, since "while they were not yet born nor had done anything good or bad, so that the purpose of God according to election might remain, not from works but from the one who calls, it was said that the greater will serve the lesser, just as it is written: I loved Jacob, but I hated Esau." What then shall we say? Is there injustice with God? By no means. Since we do not then run to works before this life, how is it true that there is no injustice with God when the greater serves the lesser and is hated before doing the things worthy of serving and the things worthy of being hated? But we have digressed further, having taken up the account concerning Jacob and having called to witness for ourselves no contemptible scripture, so that the account concerning John might become more credible, establishing him, according to the voice of Isaiah, to have been an angel in a body for the purpose of bearing witness to the light. And these things indeed concerning John the man.
Ἡγοῦμαι δὲ ὅτι ὥσπερ ἐν ἡμῖν φωνὴ καὶ λόγος διαφέρει, δυναμένης μέντοι γέ ποτε φωνῆς τῆς μηδὲν σημαινούσης προφέρεσθαι χωρὶς λόγου, οἵου τε δὲ ὄντος καὶ λόγου χωρὶς τῷ νῷ ἀπαγγέλλεσθαι φωνῆς, ὡς ἐπὰν ἐν ἑαυτοῖς διεξοδεύωμεν, οὕτω τοῦ σωτῆρος κατά τινα ἐπίνοιαν ὄντος λόγου διαφέρει τούτου ὁ Ἰωάννης, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ Χριστοῦ τυγχάνοντος λόγου φωνὴ ὤν. Ἐπὶ τοῦτο δέ με προκαλεῖται αὐτὸς ὁ Ἰωάννης, ὅστις ποτὲ εἴη, πρὸς τοὺς πυνθανομένους ἀποκρινόμενος· «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ». Καὶ τάχα διὰ τοῦτο ἀπιστήσας ὁ Ζαχαρίας τῇ γενέσει τῆς δεικνυούσης τὸν λόγον τοῦ θεοῦ φωνῆς ἀπόλλυσι τὴν φωνήν, λαμβάνων αὐτήν, ὅτε γεννᾶται ἡ πρόδρομος τοῦ λόγου φωνή. Ἐνωτίσασθαι γὰρ δεῖ φωνήν, ἵνα μετὰ ταῦτα ὁ νοῦς τὸν δεικνύμενον ὑπὸ τῆς φωνῆς λόγον δέξασθαι δυνηθῇ. Διόπερ καὶ ὀλίγῳ πρεσβύτερος κατὰ τὸ γεννᾶσθαι ὁ
Ἰωάννης ἐστὶ τοῦ Χριστοῦ· φωνῆς γὰρ πρὸ λόγου ἀντιλαμβανόμεθα. Ἀλλὰ καὶ δείκνυσι τὸν Χριστὸν ὁ Ἰωάννης· φωνῇ γὰρ παρίσταται ὁ λόγος. Ἀλλὰ καὶ βαπτίζεται ὑπὸ Ἰωάννου ὁ Χριστός, ὁμολογοῦν τος χρείαν ἔχειν ὑπ' αὐτοῦ βαπτισθῆναι· ἀνθρώποις γὰρ ὑπὸ φωνῆς καθαίρεται λόγος, τῇ φύσει τοῦ λόγου καθαίροντος πᾶσαν τὴν σημαίνουσαν φωνήν. Καὶ ἁπαξαπλῶς ὅτε Ἰωάννης τὸν Χριστὸν δείκνυσιν, ἄνθρωπος θεὸν δείκνυσι καὶ σωτῆρα τὸν ἀσώματον, καὶ φωνὴ τὸν λόγον. Χρήσιμον δ' ἂν εἴη, ὥσπερ ἐπὶ πολλῶν ἡ τῶν ὀνομάτων ἐνάργεια, οὕτω καὶ ἐπὶ τοῦ τόπου τούτου τὸ ἰδεῖν ὅ τι σημαίνει ὁ Ἰωάννης καὶ ὁ Ζαχαρίας.
I think that just as in us voice and word differ—although a voice that signifies nothing can sometimes be uttered without word, and a word can also be reported to the mind without voice, as when we discourse within ourselves—so too, the Savior being in some sense word, John differs from him, being voice in proportion to Christ, who is word. And John himself, whoever he was, invites me to this, answering those who ask: "I am the voice of one crying in the wilderness: Prepare the way of the Lord, make straight his paths." And perhaps for this reason Zechariah, having disbelieved the birth of the voice that points out the word of God, loses his voice, receiving it when the voice, the forerunner of the word, is born. For one must give ear to the voice, so that afterwards the mind may be able to receive the word pointed out by the voice. Therefore also, in respect of birth, John is a little older than Christ; for we apprehend voice before word. But John also points out Christ; for the word stands by the voice. But Christ is also baptized by John, who confesses that he has need to be baptized by him; for word is cleansed by voice for the sake of humans, the nature of the word cleansing every voice that signifies. And simply put, when John points out Christ, a human points out God and a savior, and voice points out the word. It would be useful, just as the vividness of names in many cases, so also in this place, to see what John and Zechariah signify.
Καὶ γὰρ ὡς ὄντος τινὸς οὐκ εὐκαταφρονήτου κατὰ τὴν τοῦ ὀνό ματος θέσιν, οἱ μὲν συγγενεῖς Ζαχαρίαν αὐτὸν καλεῖσθαι βού λονται, ξενιζόμενοι ἐπὶ τῷ βούλεσθαι τὴν Ἐλισάβετ Ἰωάννην αὐτὸν ὀνομάζειν· ὁ δὲ Ζαχαρίας γράψας τὸ «Ἰωάννης ἔσται ὄνομα αὐτῷ» ἀπολύεται τῆς ἐπιπόνου σιωπῆς. Εὕρομεν τοίνυν ἐν τῇ ἑρμηνείᾳ τῶν ὀνομάτων τὸ «Ἰωὰν« χωρὶς τοῦ «ης» μεταλαμβανόμενον, ὅπερ ταὐτὸν οἰόμεθα εἶναι τῷ «Ἰωάννης»· ἐπεὶ καὶ ἄλλα ἡ καινὴ διαθήκη Ἑβραίων ὀνόματα ἐξελλήνισε, χαρακτῆρι αὐτὰ εἰποῦσα ἑλληνικῷ, ὥσπερ ἀντὶ «Ἰακὼβ» «Ἰάκωβος», καὶ ἀντὶ «Συμεὼν» «Σίμων». «Ζαχαρίας» δὲ «μνήμη» εἶναι λέγεται, ἡ δὲ «Ἐλισάβετ» «θεοῦ μου ὅρκος» ἢ «θεοῦ μου ἑβδομάς». Ἀπὸ θεοῦ δὴ «χάρις» ἐκ τῆς περὶ θεοῦ «μνήμης» κατὰ τὸν τοῦ θεοῦ ἡμῶν «ὅρκον» τὸν περὶ τοὺς πατέρας ἐγεννήθη ὁ Ἰωάννης, ἑτοιμάζων «κυρίῳ λαὸν κατεσκευασμένον» ἐπὶ τέλει τῆς παλαιᾶς γενόμενος διαθήκης, ἥ ἐστι σαββατισμοῦ κορωνίς· –διὸ οὐ δύναται γεγεννῆσθαι ἀπὸ τῆς «ἑβδομάδος τοῦ θεοῦ» ἡμῶν, τὴν μετὰ τὸ σάββατον ἀνάπαυσιν τοῦ σωτῆρος ἡμῶν–κατὰ τὴν ἀνάπαυσιν αὐτοῦ ἐμποιοῦντος τοῖς συμμόρφοις τοῦ θανά του αὐτοῦ γεγενημένοις καὶ διὰ τοῦτο καὶ τῆς ἀναστάσεως. Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ.
For there being something, as it were, not to be despised in the giving of the name, his relatives wish him to be called Zacharias, being surprised that Elizabeth wishes to name him John; but Zacharias, having written "John shall be his name," is released from his painful silence. We have found, then, in the interpretation of names that "Ioia" without the "nes" is rendered, which we think is the same as "Ioannes"; since the new covenant also Hellenized other Hebrew names, speaking them in Greek form, as "Iakobos" for "Iakob," and "Simon" for "Symeon." "Zacharias" is said to mean "memory," and "Elizabeth" "my God's oath" or "my God's week." From God, then, "grace" was born from the "memory" concerning God according to the "oath" of our God concerning the fathers—John, preparing for the Lord a "people made ready," coming at the end of the old covenant, which is the crown of the sabbath rest; —wherefore he cannot be born from the "week of our God," the rest after the sabbath of our Savior—by His rest making it for those who have become conformed to His death and for this reason also to His resurrection. This one came for testimony, that he might testify concerning the light, that all might believe through him.
Τῶν ἑτεροδόξων τινὲς πιστεύειν φάσκοντες εἰς τὸν Χριστόν, καὶ διὰ τὸ ἀναπλάσσειν ἕτερον θεὸν παρὰ τὸν δημιουργὸν ὡς ἀκόλουθον αὐτοῖς οὐ προσιέμενοι τὴν ἐπιδημίαν αὐτοῦ ὑπὸ τῶν προφητῶν προκατηγγέλθαι, ἀνατρέπειν πειρῶνται τὰς διὰ τῶν προφητῶν περὶ Χριστοῦ μαρτυρίας, φάσκοντες μὴ δεῖσθαι μαρτύρων τὸν υἱὸν τοῦ θεοῦ, ἔχοντα τὸ τοῦ πιστεύεσθαι ἄξιον ἔν τε οἷς κατήγγειλε σωτηρίοις λόγοις δυνάμεως πεπληρωμένοις καὶ ἐν τεραστίοις ἔργοις αὐτόθεν καταπλήξασθαι πάνθ' ὁντινοῦν δυναμένοις. Καί φασιν· «Εἰ Μωσῆς πεπίστευται διὰ τὸν λόγον καὶ τὰς δυνάμεις, οὐ δεηθεὶς μαρτύρων πρὸ αὐτοῦ τινων αὐτὸν καταγγειλάντων, ἀλλὰ καὶ ἕκαστος τῶν προφη τῶν παρεδέχθη ὑπὸ τοῦ λαοῦ ὡς ἀπὸ θεοῦ ἀποσταλεῖς, πῶς οὐχὶ μᾶλλον Μωσέως καὶ τῶν προφητῶν διαφέρων δύναται χωρὶς προφητῶν μαρτυρούντων τὰ περὶ αὐτοῦ ἀνῦσαι ὃ βούλε ται καὶ ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος;» Παρέλκειν οὖν οἴονται τὸ ὑπὸ προφητῶν αὐτὸν νομίζεσθαι προκατηγγέλθαι, τοῦτο πραγματευσαμένων, ὡς εἴποιεν ἂν ἐκεῖνοι, τῶν τὴν καινότητα τῆς θεότητος παραδέξασθαι τοὺς εἰς Χριστὸν πιστεύοντας οὐ βουλομένων, ἀλλὰ ἐπὶ τὸν αὐτὸν καταντῆσαι θεόν, ὃν καὶ πρὸ Ἰησοῦ Μωσῆς καὶ οἱ προφῆται ἐδίδαξαν. Λεκτέον οὖν πρὸς αὐτούς, ὅτι πολλῶν αἰτίων δυνα μένων γενέσθαι προκαλουμένων εἰς τὸ πιστεύειν, ἐνίοτέ τινων ἀπὸ τῆσδε μὲν τῆς ἀποδείξεως οὐ πληττομένων, ἀπὸ ἑτέρας δέ, ἔχειν τὸν θεὸν πλείονας ἀφορμὰς ἀνθρώποις παρέ χειν, ἵνα παραδεχθῇ, ὅτι θεὸς ὁ ὑπὲρ πάντα τὰ γενητὰ ἐνηνθρώπησεν.
Some of the heterodox, who claim to believe in Christ, and who, because they fabricate another god besides the Creator, do not accept that his coming was foretold by the prophets—since this follows from their position—try to overturn the testimonies about Christ given through the prophets, saying that the Son of God has no need of witnesses, since he possesses what is worthy of belief both in the saving words he proclaimed, which are filled with power, and in his wondrous works, which are able of themselves to astonish anyone at all. And they say: "If Moses was believed because of his word and his powers, needing no witnesses beforehand to proclaim him, but each of the prophets was received by the people as one sent from God, how much more, then, being superior to Moses and the prophets, can he accomplish what he wills and benefit the human race without prophets testifying about him?" They therefore think it superfluous that he is considered to have been foretold by the prophets—this being the work, as they would say, of those who do not wish those who believe in Christ to accept the newness of the divinity, but to arrive at the same God whom Moses and the prophets taught even before Jesus. One must say to them, then, that while many causes are able to arise that summon people to believe, and sometimes some are not struck by this particular demonstration but by another, God has it in his power to provide people with more occasions, so that it may be accepted that the God who is above all created things became man.
Ἐναργῶς γοῦν ἔστιν ἰδεῖν τινας ἐκ τῶν προφητικῶν προρρήσεων εἰς θαυμασμὸν τοῦ Χριστοῦ ἐρχο μένους, καταπληττομένους τὴν τῶν τοσούτων πρὸ αὐτοῦ προφητῶν φωνὴν συνιστᾶσαν τόπον γενέσεως αὐτοῦ καὶ χώραν ἀνατροφῆς καὶ ἰσχὺν διδασκαλίας, δυνάμεών τε θαυ μασίων ποίησιν καὶ πάθος ἀνθρώπινον ὑπὸ ἀναστάσεως καταλυόμενον. Καὶ τοῦτο δὲ
ἐπισκεπτέον, ὅτι αἱ μὲν τεράστιοι δυνάμεις τοὺς κατὰ τὸν χρόνον τοῦ κυρίου γενο μένους προκαλεῖσθαι ἐπὶ τὸ πιστεύειν ἐδύναντο, οὐκ ἔσῳζον δὲ τὸ ἐμφαντικὸν μετὰ χρόνους πλείονας ἤδη καὶ μῦθοι εἶναι ὑπονοηθεῖσαι. Πλεῖον γὰρ τῶν τότε γενομένων δυνάμεων ἰσχύει πρὸς πειθὼ ἡ νῦν συνεξεταζομένη ταῖς δυνάμεσι προφη τεία, κἀκείνας ἀπιστεῖσθαι ὑπὸ τῶν ἐρευνώντων αὐτὰς κωλύουσα. Τάχα δὲ αἱ προφητικαὶ μαρτυρίαι οὐ μόνον κηρύσσουσι Χριστὸν ἐλευσόμενον οὐδὲ τοῦθ' ἡμᾶς διδάσκουσι καὶ ἄλλο οὐθέν, ἀλλὰ πολλὴν θεολογίαν σχέσιν τε πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα ἔστι μαθεῖν οὐκ ἔλαττον ἀπὸ τῶν προφητῶν, δι' ὧν ἀπαγγέλλουσι τὰ περὶ αὐτοῦ ἢ ἀπὸ τῶν ἀποστόλων διηγουμένων τὴν μεγαλειότητα τοῦ υἱοῦ τοῦ θεοῦ. Ἔστι δὲ τολμήσαντα καὶ χωρὶς τούτων τοιοῦτόν τι εἰπεῖν, ὅτι εἰσὶ Χριστοῦ μάρτυρες τῷ μαρτυρεῖν περὶ αὐτοῦ κοσμούμενοι καὶ οὐ πάντως ἐκείνῳ τι διὰ τοῦ μαρτυρεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καταχαριζόμενοι, ὡς ὁμολογήσαιεν ἂν πάντες περὶ τῶν ἰδίως ὀνομαζομένων «μαρτύρων Χριστοῦ».
It is possible, then, to see clearly that some people, on the basis of the prophetic predictions, come to admiration of Christ, being struck with amazement at the voice of so many prophets before him, which establishes the place of his birth and the region of his upbringing and the power of his teaching, and the working of wondrous powers and a human passion destroyed by resurrection. And this too must be examined, that the miraculous powers were able to provoke those who lived in the time of the Lord to believe, but they did not preserve their demonstrative force after more years had passed, once they came to be suspected of being myths. For the prophecy that is now compared alongside the powers has greater strength for persuasion than the powers that occurred then, and it prevents those powers too from being disbelieved by those who investigate them. And perhaps the prophetic testimonies do not only proclaim that Christ will come, nor do they teach us this and nothing else, but one may learn much theology—the relation of the Father to the Son and of the Son to the Father—no less from the prophets, through what they announce concerning him, than from the apostles when they recount the majesty of the Son of God. And it is possible, venturing to say something of this sort even apart from these things, that there are witnesses of Christ who are adorned by bearing witness about him and who are not in every way conferring a favor on him by bearing witness about the Son of God, as all would agree concerning those specifically called "witnesses of Christ."
Τί οὖν θαυμαστόν, εἰ ὥσπερ ἐκοσμήθησαν τῷ μάρτυρες εἶναι Χριστοῦ πολλοὶ τῶν γνησίων Χριστοῦ μαθητῶν, οὕτως οἱ προφῆται τὸ προκαταγγεῖλαι Χριστὸν νοήσαντες αὐτὸν δῶρον ἀπὸ θεοῦ εἰλήφασι, διδάσκοντες οὐ μόνον τοὺς μετὰ τὴν Χριστοῦ ἐπιδημίαν, ἃ δεῖ φρονεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἀλλὰ καὶ τοὺς ἐν προτέραις ἐκείνων γενεαῖς; Ὥσπερ γὰρ ὁ μὴ ἐγνωκὼς τὸν υἱὸν νῦν οὐδὲ τὸν πατέρα ἔχει, οὕτω καὶ πρότερον νοητέον· διόπερ «Ἀβραὰμ ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν Χριστοῦ, καὶ εἶδε καὶ ἐχάρη». Ἀποστερεῖν τοίνυν βούλεται τὸν χορὸν τῶν προφητῶν χάριν τὴν μεγίστην ὁ βουλόμενος αὐτοὺς μὴ δεῖν μαρτυρεῖν περὶ Χριστοῦ· τί γὰρ ἂν καὶ ἡ προφητεία ἡ ἐξ ἐπιπνοίας ἁγίου πνεύματος εἶχε τηλικοῦτον, εἰ ὑπεξῄρητο αὐτῆς τὰ περὶ τῆς κυρίου ἡμῶν οἰκονομίας; Ὡς γὰρ ἡ θεοσέβεια κεκόσμηται τῶν διὰ μεσίτου καὶ ἀρχιερέως καὶ παρακλήτου καὶ ἐπιστημονικῶς προσερχομένων τῷ τῶν ὅλων θεῷ, σκάζουσα ἂν εἰ μὴ διὰ τῆς θύρας τις εἰσίοι πρὸς τὸν πατέρα, οὕτως καὶ ἡ τῶν πάλαι θεοσέβεια τῇ νοήσει καὶ πίστει καὶ προσδοκίᾳ Χριστοῦ ἱερὰ ἦν καὶ παρὰ θεῷ ἀποδεκτή. Ἐπεὶ τετηρήκαμεν ὅτι ὁ θεὸς μάρτυς εἶναι ὁμολογεῖ, καὶ περὶ τοῦ Χριστοῦ τὸ αὐτὸ ἀποφαίνεται, πάντας ἐπὶ τὸ μιμη τὰς αὑτοῦ καὶ τοῦ Χριστοῦ γενέσθαι παρακαλῶν, κατὰ τὸ μαρτυρεῖν αὐτούς, οἷς χρὴ μαρτυρεῖν· φησὶ γάρ· «Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην». Πᾶς δὲ ὁ μαρτυρῶν τῇ ἀληθείᾳ, εἴτε λόγοις εἴτε ἔργοις εἴτε ὁπωσποτὲ ταύτῃ παριστάμενος, «μάρτυς» εὐλόγως ἂν χρηματίζοι.
What wonder is it, then, if just as many of Christ's genuine disciples were adorned with being witnesses of Christ, so the prophets, having understood that they foretold Christ, received him as a gift from God, teaching not only those after Christ's coming what they ought to think concerning the Son of God, but also those in the generations before them? For just as the one who has not known the Son now does not have the Father either, so it must be understood also in former times; therefore "Abraham rejoiced that he might see the day of Christ, and he saw and was glad." Anyone, then, who wishes that the prophets ought not to bear witness concerning Christ wants to deprive the choir of the prophets of the greatest grace. For what so great thing would prophecy, which comes from the inspiration of the Holy Spirit, have, if the things concerning the economy of our Lord were removed from it? For just as true religion is adorned by those who approach the God of all through a mediator and high priest and advocate and with understanding, which would be lame if one did not enter to the Father through the door, so also the true religion of the ancients was sacred and acceptable to God by the understanding and faith and expectation of Christ. Since we have observed that God confesses himself to be a witness, and makes the same declaration concerning Christ, exhorting all to become imitators of himself and of Christ, in respect of their bearing witness to those to whom they ought to bear witness; for he says: "Become witnesses to me, and I am a witness, says the Lord God, and the servant whom I have chosen." And everyone who bears witness to the truth, whether by words or by deeds or in whatever way he stands by it, would reasonably be called a "witness."
Ἀλλ' ἤδη κυρίως ὡς τὸ τῆς ἀδελφότητος ἔθος ἐκπλαγέντες διάθεσιν τῶν ἕως θανάτου ἀγωνισαμένων ὑπὲρ ἀληθείας ἢ ἀγνείας, κυρίως μόνους «μάρτυρας» ὠνόμασαν τοὺς τῇ ἐκχύσει τοῦ ἑαυτῶν αἵματος μαρτυρήσαντας «τῷ τῆς θεοσεβείας μυστηρίῳ», τοῦ σωτῆρος πάντα τὸν μαρτυροῦντα τοῖς περὶ αὑτοῦ καταγγελλομένοις «μάρτυρα» ὀνομάζοντος. Φησὶ γοῦν ἀναλαμβανόμενος τοῖς ἀποστόλοις· «Ἔσεσθέ μου μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς». Ἔτι δὲ ὥσπερ ὁ καθαρθεὶς λεπρὸς τὸ προστεταγμένον ὑπὸ Μωσέως προσάγει δῶρον, «εἰς μαρτύριον» τοῦτο ποιῶν τοῖς μὴ πιστεύσασιν εἰς τὸν Χριστόν, οὕτως εἰς μαρτύριον τοῖς ἀπίστοις οἱ μάρτυρες μαρτυροῦσι καὶ πάντες οἱ ἅγιοι, ὧν λάμπει τὰ ἔργα «ἔμπροσθεν τῶν ἀνθρώπων». Πολιτεύονται γὰρ παρρησιαζόμενοι ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ καὶ μαρτυροῦντες περὶ τοῦ ἀληθινοῦ φωτός. Καὶ Ἰωάννης τοίνυν ἦλθεν, ἵνα μαρτυ ρήσῃ περὶ τοῦ φωτός· ὃς μαρτυρῶν «κέκραγε λέγων»· «Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο». Πᾶς γοῦν οὗτος ὁ λόγος ἐκ προσώπου τοῦ βαπτιστοῦ
But now, properly speaking, as if struck by the custom of brotherhood—the disposition of those who struggled to the death for truth or purity—they rightly called "witnesses" only those who bore witness "to the mystery of piety" by the shedding of their own blood, whereas the Savior calls every one who bears witness to the things proclaimed about him a "witness." For he says when he was taken up to the apostles: "You shall be my witnesses both in Jerusalem and in all Judea and Samaria and to the end of the earth." And further, just as the leper who was cleansed brings the gift commanded by Moses, doing this "as a testimony" to those who did not believe in Christ, so the witnesses bear witness as a testimony to the unbelievers, and all the saints, whose works shine "before men." For they conduct themselves with boldness in the cross of Christ and bear witness concerning the true light. John, then, also came in order that he might bear witness concerning the light; and bearing witness he "cried out, saying": "He who comes after me has become before me, because he was first of me. For from his fullness we all received, and grace for grace; because the law was given through Moses, grace and truth came through Jesus Christ. No one has ever seen God; the only-begotten God who is in the bosom of the Father, that one has declared him." All this discourse, then, is from the person of the Baptist
μαρτυροῦντος τῷ Χριστῷ εἴρηται, ὅπερ λανθάνει τινὰς οἰομένους ἀπὸ τοῦ «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν» ἕως τοῦ «ἐκεῖνος ἐξηγήσατο» ἐκ τοῦ προσώπου Ἰωάννου τοῦ ἀποστόλου λέγεσθαι. Πρὸς τῇ προειρημένῃ δὲ τοῦ βαπτιστοῦ μαρτυρίᾳ, ἀρχομένῃ ἀπὸ τοῦ «ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε» καὶ ληγούσῃ εἰς τὸ «ἐκεῖνος ἐξηγήσατο» καὶ αὕτη ἡ μαρτυρία ἐστὶν Ἰωάννου μετ' ἐκείνην δευτέρα, ὅτε πρὸς τοὺς ἀποστείλαντας ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας, Ἰουδαίων αὐτοὺς ἀποστειλάντων, ὁμολογεῖ οὐκ ἀρνούμενος τὸ ἀληθές, ὡς ἄρα οὐκ αὐτὸς εἴη ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης, ἀλλὰ «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης». Μετὰ δὲ ταῦτα ἄλλη μαρτυρία τοῦ αὐτοῦ βαπτιστοῦ περὶ Χριστοῦ ἐστι, τὴν προηγουμένην αὐτοῦ ὑπόστασιν ἔτι διδάσκουσα διήκουσαν ἐπὶ πάντα τὸν κόσμον κατὰ τὰς ψυχὰς τὰς λογικάς, ὅτε φησί· «Μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἄξιος ἐγὼ ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος». Καὶ ἐπίσκεψαι, εἰ διὰ τὸ ἐν μέσῳ τοῦ παντὸς εἶναι σώματος τὴν καρδίαν, ἐν δὲ τῇ καρδίᾳ τὸ ἡγεμονικόν, κατὰ τὸν ἐν ἑκάστῳ λόγον δύναται νοεῖσθαι τὸ «μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε». Τετάρτη δὲ πρὸς τούτοις μαρτυρία Ἰωάννου περὶ Χριστοῦ ἤδη καὶ τὸ ἀνθρώπινον αὐτοῦ πάθος ὑπογράφουσα, ὅτε λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον ὅτι ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·
It is said, bearing witness to the Christ, which escapes the notice of some who suppose that from "of his fullness we all received" as far as "he declared" it is spoken from the person of John the apostle. In addition to the aforementioned testimony of the Baptist, which begins from "he who comes after me has become before me" and ends at "he declared," this testimony also is John's, second after that one, when to the priests and Levites sent from Jerusalem—the Jews having sent them—he confesses, not denying the truth, that he was not the Christ nor Elijah nor the prophet, but "a voice of one crying in the wilderness: Make straight the way of the Lord, as Isaiah the prophet said." After these things there is another testimony of the same Baptist concerning Christ, still teaching his preeminent existence extending over the whole world among the rational souls, when he says: "In your midst stands one whom you do not know, he who comes after me, whose sandal strap I am not worthy to loose." And consider whether, because the heart is in the middle of the whole body, and the ruling principle is in the heart, according to the reason in each one, "In your midst stands one whom you do not know" can be understood. A fourth testimony, moreover, besides these, is John's concerning Christ, already also sketching his human suffering, when he says: "Behold the lamb of God, who takes away the sin of the world. This is he of whom I said, after me comes a man who has become before me, because he was first of me."
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων». Καὶ πέμπτη μαρτυρία ἀναγέγραπται κατὰ τὸ «τε θέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτί ζων ἐν πνεύματι ἁγίῳ * *. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ». Ἕκτον δὲ μαρτυρεῖ τῷ Χριστῷ ἐπὶ δύο μαθητῶν ὁ Ἰωάννης, ὅτε ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ». Μεθ' ἣν μαρτυρίαν, ἀκουσάντων τῶν δύο μαθητῶν τοῦ Ἰωάννου καὶ ἀκολουθησάντων τῷ Ἰησοῦ, στραφεὶς ὁ Ἰησοῦς καὶ θεασάμενος τοὺς δύο ἀκολουθοῦντας ἀποκρίνεται λέγων «τί ζητεῖτε». Καὶ τάχα οὐ μάτην μετὰ ἓξ μαρτυ ρίας παύεται μὲν ὁ Ἰωάννης μαρτυρῶν, Ἰησοῦς δὲ κατὰ τὸ ἕβδομον προτείνει τὸ «τί ζητεῖτε;» Πρέπουσα δὲ ὠφελη μένοις ὑπὸ τῆς Ἰωάννου μαρτυρίας ἡ φωνὴ ἀναγορεύουσα τὸν Χριστὸν διδάσκαλον καὶ ὁμολογοῦσα τὸ οἰκητήριον ποθεῖν θεάσασθαι τοῦ υἱοῦ τοῦ θεοῦ· φασὶ γὰρ αὐτῷ· «Ῥαββὶ– ὃ λέγεται μεθερμηνευόμενον «διδάσκαλε»–, ποῦ μένεις;» Καὶ ἐπεὶ «πᾶς ὁ ζητῶν εὑρίσκει», ζητήσασι τὴν Ἰησοῦ μονὴν τοῖς Ἰωάννου μαθηταῖς ὑποδείκνυσι, λέγων αὐτοῖς· «Ἔρχεσθε καὶ ὄψεσθε», τάχα διὰ τοῦ μὲν «ἔρχεσθε» ἐπὶ τὸ πρακτικὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ «ὄψεσθε» τὴν ἀκολουθοῦσαν τῇ κατορθώσει τῶν πράξεων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων, γινομένην ἐν τῇ τοῦ Ἰησοῦ μονῇ.
And I did not know him, but so that he might be revealed to Israel, for this reason I came baptizing in water. And a fifth testimony has been recorded according to the words "I have seen the Spirit descending as a dove out of heaven, and it remained upon him; and I did not know him, but he who sent me to baptize in water, that one said to me: Upon whomever you see the Spirit descending and remaining upon him, this is the one who baptizes in the Holy Spirit * *. And I have seen, and I have testified that this is the Son of God." And John bears a sixth testimony to the Christ before two disciples, when, looking upon Jesus as he walked, he says: "Behold the Lamb of God." After this testimony, when the two disciples of John had heard and followed Jesus, Jesus turned and, seeing the two following, answers saying, "What do you seek?" And perhaps not in vain, after six testimonies, John ceases to testify, and Jesus at the seventh puts forward the question "What do you seek?" And fitting for those who have been benefited by John's testimony is the voice that proclaims the Christ as Teacher and confesses the desire to behold the dwelling place of the Son of God; for they say to him: "Rabbi" — which is translated "Teacher" — "where are you staying?" And since "everyone who seeks finds," to the disciples of John who sought the dwelling place of Jesus he shows it, saying to them: "Come and see," perhaps through "Come" exhorting them to the practical life, and through "see" sketching out for those who wish it the contemplation that altogether follows the right accomplishment of actions, coming to be in the dwelling place of Jesus.
Προὔκειτο δὲ τοῖς ζητήσασι ποῦ μένει Ἰησοῦς, ἀκολουθήσασι τῷ διδασκάλῳ καὶ θεασαμένοις, παραμεῖναι τῷ Ἰησοῦ καὶ τὴν ἡμέραν ἐκείνην συνδιατρῖψαι τῷ υἱῷ τοῦ θεοῦ. Ἐπεὶ δὲ ὁ δέκατος ἀριθμὸς τετήρηται ὡς ἅγιος, οὐκ ὀλίγων μυστηρίων ἐν τῇ δεκάδι ἀναγραφομένων γεγονέναι, νοητέον οὐ μάτην καὶ ἐν τῷ εὐαγγελίῳ τὴν δεκάτην ἀναγράφεσθαι ὥραν τῆς τῶν Ἰωάννου μαθητῶν παρὰ τῷ Ἰησοῦ καταγωγῆς, ὧν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου ἦν, ὅστις ὠφεληθεὶς ἐν τῷ παραμεμενηκέναι τῷ Ἰησοῦ, εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα–τάχα γὰρ πρότερον οὐχ εὕρητο–φησὶν εὑρηκέναι τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός. Ἐπεὶ γὰρ «ὁ ζητῶν εὑρίσκει», ἐζήτησε δὲ ποῦ μένει ὁ Ἰησοῦς, καὶ ἀκολουθήσας, θεωρήσας αὐτοῦ τὴν μονήν, παραμένει τῷ κυρίῳ ἐν τῇ δεκάτῃ ὥρᾳ καὶ εὑρίσκει τὸν υἱὸν τοῦ θεοῦ, τὸν λόγον καὶ
τὴν σοφίαν, βασιλεύεταί τε ὑπ' αὐτοῦ, διὰ τοῦτό φησιν· «Εὑρήκαμεν τὸν Μεσσίαν». Αὕτη δὲ ἡ φωνὴ ὑπὸ παντὸς ἂν λέγοιτο τοῦ τὸν τοῦ θεοῦ λόγον εὑρηκότος καὶ ὑπὸ τῆς θειότητος αὐτοῦ βασιλευομένου. Καρπὸν δὲ εὐθέως προσάγει τὸν ἀδελφὸν τῷ Χριστῷ, ᾧ Σίμωνι ἐχαρίσατο ὁ Ἰησοῦς τὸ ἐμβλέψαι αὐτῷ, ὅπερ ἐστὶ διὰ τοῦ ἐμβλέψαι ἐπισκοπῆσαι καὶ φωτίσαι αὐτοῦ τὸ ἡγεμονικόν· καὶ δεδύνηται διὰ τὸ ἐμβεβλεφέναι αὐτῷ τὸν Ἰησοῦν ὁ Σίμων βεβαιωθῆναι, ὥστε τοῦ ἔργου τῆς βεβαιότητος καὶ τῆς στερρότητος ἐπώνυμος γενέσθαι καὶ κληθῆναι Πέτρος. Ἀλλ' ἐρεῖ τις, τί δήποτε προκει μένου διηγήσασθαι τὸ «οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός» πάντα ταῦτα διεξεληλύθαμεν;
It was set before those who sought where Jesus abides, who followed the teacher and beheld him, to remain with Jesus and to spend that day with the Son of God. Since the number ten has been observed as holy, since not a few mysteries are recorded as having occurred in the decade, one must understand that it was not in vain that the tenth hour was also recorded in the Gospel—the hour of the lodging of John's disciples with Jesus, among whom was Andrew, the brother of Simon Peter, who, having been benefited by remaining with Jesus, found his own brother Simon—for perhaps he had not been found before—and says that he has found the Messiah, which is, being translated, Christ. For since "he who seeks finds," and he sought where Jesus abides, and having followed and beheld his abode, he remains with the Lord at the tenth hour and finds the Son of God, the Word and
the Wisdom, and is ruled by him; for this reason he says, "We have found the Messiah." And this utterance would be spoken by anyone who has found the Word of God and is ruled by his divinity. And immediately he brings his brother as fruit to Christ, to whom Simon Jesus granted to look upon him—which is, by looking upon him, to oversee and illuminate his ruling faculty; and Simon was able, because Jesus had looked upon him, to be confirmed, so as to become namesake of the work of confirmation and firmness and to be called Peter. But someone will say, why, when it was set before us to narrate "this one came for testimony, that he might testify concerning the light," have we gone through all these things?
Λεκτέον δέ, ὅτι ἔδει παραστῆσαι τὰς μαρτυρίας τοῦ Ἰωάννου τὰς περὶ τοῦ φωτός, καὶ τὴν τάξιν αὐτῶν ἐκθέσθαι τήν τε ἀκολουθήσασαν οἷς ἐμαρτύρησεν ὠφέλειαν, γενομένην μετὰ τὴν Ἰωάννου μαρτυρίαν ἀπὸ τοῦ Ἰησοῦ, ἵνα τὸ ἀνύσιμον τῆς Ἰωάννου μαρτυρίας δηλωθῇ. Καὶ πρὸ τῶν ἐνταῦθα δὲ μαρτυριῶν ἡ ἐν τῇ ἀγαλλιάσει σκίρτησις τοῦ βαπτιστοῦ ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ ἐπὶ τῷ ἀσπασμῷ τῆς Μαρίας μαρτυρία περὶ Χριστοῦ ἦν, μαρτυροῦντος τῇ θειότητι τῆς συλλήψεως καὶ γενέσεως αὐτοῦ. Καὶ τί γὰρ ἢ πανταχοῦ μάρτυς καὶ πρόδρομος τοῦ Ἰησοῦ ἐστιν ὁ Ἰωάννης, προλαμβάνων τὴν γένεσιν αὐτοῦ καὶ πρὸ ὀλίγου τοῦ θανάτου ἀποθνῄ σκων τοῦ υἱοῦ τοῦ θεοῦ, ἵνα μὴ μόνον τοῖς ἐν γενέσει ἀλλὰ καὶ τοῖς προσδοκῶσι τὴν διὰ Χριστοῦ ἀπὸ θανάτου ἐλευθερίαν πρὸ τοῦ Χριστοῦ ἐπιδημῶν, πανταχοῦ ἑτοιμάσῃ κυρίῳ λαὸν κατεσκευασμένον; Φθάνει δὲ καὶ ἐπὶ τὴν δευτέραν Χριστοῦ παρουσίαν καὶ θειοτέραν ἡ Ἰωάννου μαρτυρία· «Εἰ γὰρ θέλετε, φησί, δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω». Οὔσης δὲ ἀρχῆς, ἐν ᾗ ὁ λόγος– ἥντινα σοφίαν εἶναι ἀπὸ τῶν Παροιμιῶν ἀπεδείξαμεν–, ὄντος δὲ καὶ τοῦ λόγου, γενομένης τε ἐν τούτῳ ζωῆς, τῆς τε ζωῆς τυγχανούσης φωτὸς ἀνθρώπων, ζητῶ τί δήποτε ὁ γενόμενος «ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ᾧ ὄνομα Ἰωάννης, ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός». Διὰ τί γοῦν οὐχ «ἵνα μαρτυρήσῃ περὶ τῆς ζωῆς», ἢ «ἵνα μαρτυ ρήσῃ περὶ τοῦ λόγου», ἢ «περὶ τῆς ἀρχῆς», ἢ ὁποιασδήποτε ἄλλης ἐπινοίας τοῦ Χριστοῦ;
One must state that it was necessary to set forth the testimonies of John concerning the light, and to set out their order and the benefit that followed upon those things to which he testified, which came about after John's testimony from Jesus, so that the efficacy of John's testimony might be made clear. And even before the testimonies here, the leaping of the Baptist in exultation in Elizabeth's womb at Mary's greeting was a testimony concerning Christ, testifying to the divinity of his conception and birth. For why, indeed, is John not everywhere a witness and forerunner of Jesus, anticipating his birth and dying shortly before the death of the Son of God, so that not only for those in the realm of generation but also for those awaiting freedom from death through Christ, coming before Christ, he might everywhere prepare for the Lord a people made ready? And John's testimony reaches even to the second and more divine coming of Christ: "For if you are willing," he says, "to receive it, he is Elijah who is to come. He who has ears to hear, let him hear." Since there is a beginning in which the Word was—which we have shown from Proverbs to be wisdom—and since the Word was, and life came to be in him, and the life was the light of men, I ask why it was that the one who became "a man sent from God, whose name was John, came for testimony, that he might testify concerning the light." Why, then, not "that he might testify concerning the life," or "that he might testify concerning the Word," or "concerning the beginning," or concerning any other conception of Christ?
Ἐπίσκεψαι δὲ εἰ μή, ἐπεὶ «ὁ λαὸς ὁ καθήμενος ἐν σκότῳ φῶς εἶδε μέγα», καὶ ἐπεὶ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει» μὴ καταλαμβανόμενον ὑπ' αὐτῆς, οἱ ἐν σκότῳ τυγχάνοντες δέονται φωτός, τοῦτ' ἔστιν οἱ ἄνθρωποι. Εἰ γὰρ τὸ φῶς τῶν ἀνθρώπων «ἐν τῇ σκοτίᾳ φαίνει», ἔνθα οὐδαμῶς ἐνέργεια σκοτίας τυγχάνει, ἑτέρων ἐπινοιῶν τοῦ Χριστοῦ κοινωνήσομεν, νῦν κυρίως καὶ κατὰ τὸ ἀκριβὲς οὐ μετέχοντες αὐτῶν. Πῶς γὰρ μετέχομεν ζωῆς οἱ ἔτι τὸ σῶμα τοῦ θανάτου περικείμενοι, ὧν ἡ ζωὴ «κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ»; Ὅταν γὰρ ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθησόμεθα ἐν δόξῃ. Οὐχ οἷόν τε οὖν ἦν τὸν ἐλθόντα μαρτυρῆσαι περὶ τῆς ζωῆς τῆς ἔτι κρυπτομένης σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ· ἀλλ' οὐδὲ ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ λόγου, λόγον ἡμῶν νοούντων τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν καὶ θεὸν λόγον· ἐπὶ γῆς γὰρ «ὁ λόγος σὰρξ ἐγένετο». Καὶ ἦν ἂν μαρτυρία, εἰ καὶ ἐδόκει γίνεσθαι περὶ τοῦ λόγου, κυρίως ἂν λεχθησομένη ἡ περὶ λόγου γενομένου σαρκός, οὐχὶ δὲ λόγου θεοῦ· διόπερ οὐκ ἦλθεν, ἵνα μαρτυρήσῃ περὶ τοῦ λόγου. Πῶς δὲ μαρτυρία ἐδύνατο γίνεσθαι περὶ τῆς σοφίας τοῖς, κἂν δοκῶσιν ἐγνωκέναι, οὐ τὸ καθαρῶς ἀληθὲς κατανοοῦσιν ἀλλὰ βλέπουσι «δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι»; Εἰκὸς μέντοι γε πρὸ τῆς δευτέρας καὶ θειοτέρας Χριστοῦ ἐπιδημίας ἐλεύσεσθαι μαρτυρήσοντα τὸν Ἰωάννην ἢ Ἠλίαν περὶ ζωῆς πρὸ ὀλίγου τοῦ Χριστὸν φανερωθήσεσθαι, τὴν ζωὴν ἡμῶν, καὶ τότε μαρτυρήσειν περὶ τοῦ λόγου, παραστήσειν τε τὸ περὶ τῆς σοφίας μαρτύριον.
But consider whether, since "the people who sat in darkness saw a great light," and since "the light shines in the darkness" without being overcome by it, those who are in darkness need light—that is, human beings. For if the light of men "shines in the darkness," where no activity of darkness is present at all, we shall share in other conceptions of Christ, which now in the proper and exact sense we do not partake of. For how do we partake of life, we who are still clothed with the body of death, whose life "is hidden with Christ in God"? For when Christ, our life, is revealed, then we too will be revealed with him in glory. It was not possible, then, for the one who came to testify concerning the life that is still hidden with Christ in God; nor did he come for a testimony, that he might testify concerning the Word, if we understand the Word as the one who was in the beginning with God and was God the Word—for on earth "the Word became flesh." And it would have been a testimony, even if it seemed to be given concerning the Word, that would properly be spoken concerning the Word who became flesh, and not concerning the Word of God; which is why he did not come to testify concerning the Word. And how could a testimony be given concerning Wisdom by those who, even if they seem to have known it, do not perceive the purely true but see "through a mirror and in a riddle"? It is likely, however, that before the second and more divine coming of Christ, John or Elijah will come to testify concerning the life shortly before Christ, our life, is revealed, and then will testify concerning the Word, and will set forth the testimony concerning Wisdom.
Βασάνου δὲ δεῖται, εἰ ἔνεστιν οἷον ἡ Ἰωάννου μαρτυρία πρόδρομος ἑκάστῃ τῶν τοῦ Χριστοῦ ἐπινοιῶν. Ταῦτα μὲν εἰς τὸ «οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυ ρήσῃ περὶ τοῦ φωτός». Ἑξῆς δὲ ἐπισκεπτέον,
τί δεῖ νοεῖν εἰς τὸ «ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ». 4. Περὶ σολοικισμῶν καὶ εὐτελοῦς φράσεως τῆς γραφῆς. ΕΚ ΤΟΥ ΤΕΤΑΡΤΟΥ ΤΟΜΟΥ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ [Μετὰ τρία φύλλα τῆς ἀρχῆς.] Ὁ διαιρῶν παρ' ἑαυτῷ φωνὴν καὶ σημαινόμενα καὶ πράγματα, καθ' ὧν κεῖται τὰ σημαινόμενα, οὐ προσκόψει τῷ τῶν φωνῶν σολοικισμῷ, ἐπὰν ἐρευνῶν εὑρίσκῃ τὰ πράγματα, καθ' ὧν κεῖνται αἱ φωναί, ὑγιῆ· καὶ μάλιστα ἐπὰν ὁμολογῶσιν οἱ ἅγιοι ἄνδρες τὸν λόγον αὐτῶν καὶ τὸ κήρυγμα «οὐκ ἐν πειθοῖς σοφίας εἶναι λόγων, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως». [Εἶτα εἰπὼν τὸν τοῦ εὐαγγελιστοῦ σολοικισμόν ἐπάγει·] Ἅτε δὲ οὐκ ἀσυναίσθητοι τυγχάνοντες οἱ ἀπόστολοι τῶν ἐν οἷς προσκόπτουσι, καὶ περὶ ἃ οὐκ ἠσχόληνται, φασὶν ἰδιῶται εἶναι «τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει»· νομιστέον γὰρ αὐτὸ οὐχ ὑπὸ Παύλου μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν λοιπῶν ἀποστό λων λέγεσθαι ἄν. Ἡμεῖς δὲ καὶ τὸ «ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν» ἐξειλήφαμεν, ὡς «θησαυροῦ» μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, «ὀστρακίνων» δὲ «σκευῶν» τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρ' Ἕλλησι λέξεως τῶν γραφῶν, ἀληθῶς ὑπερβολῆς δυνάμεως τοῦ θεοῦ ἐμφαινομένης.
But it requires examination whether the testimony of John is, as it were, a forerunner for each of the conceptions of Christ. These remarks pertain to "this one came for testimony, that he might testify concerning the light." Next we must consider what one ought to understand regarding "that all might believe through him." 4. Concerning solecisms and the lowly style of Scripture. From the fourth volume of the Commentary on John [after three leaves from the beginning]. The one who distinguishes in his own mind between words and meanings and the things for which the meanings stand will not stumble at the solecism of the words, whenever, by investigating, he finds the things for which the words stand to be sound; and especially whenever the holy men confess that their speech and preaching are "not in persuasive words of wisdom, but in demonstration of spirit and power." [Then, having mentioned the evangelist's solecism, he adds:] Since the apostles were not unaware of the matters in which they stumble, and concerning which they have not troubled themselves, they say that they are "uneducated in speech, but not in knowledge"; for one must suppose this to be said not by Paul alone but by the remaining apostles as well. And we have also understood the saying "we have this treasure in earthen vessels, that the exceeding greatness of the power may be of God and not from us," as "treasure" being the treasure elsewhere spoken of—the hidden knowledge and wisdom—and "earthen vessels" being the lowly and easily despised diction of the Scriptures in the eyes of the Greeks, with the exceeding greatness of the power of God truly being manifested.
Ὅτι ἴσχυσε τὰ τῆς ἀληθείας μυστήρια καὶ ἡ δύναμις τῶν λεγομένων οὐκ ἐμποδιζομένη ὑπὸ τῆς εὐτελοῦς φράσεως φθάσαι ἕως περάτων γῆς καὶ ὑπαγαγεῖν τῷ Χριστοῦ λόγῳ οὐ μόνον τὰ μωρὰ τοῦ κόσμου, ἀλλ' ἔστιν ὅτε καὶ τὰ σοφὰ αὐτοῦ. Βλέπομεν γὰρ τὴν κλῆσιν, οὐχ ὅτι οὐδεὶς σοφὸς κατὰ σάρκα, ἀλλ' «ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα». Ἀλλὰ καὶ «ὀφει λέτης» ἐστὶ Παῦλος καταγγέλλων τὸ εὐαγγέλιον, οὐ μόνον «βαρβάροις» παραδιδόναι τὸν λόγον, ἀλλὰ καὶ «Ἕλλησιν», καὶ οὐ μόνον «ἀνοήτοις» τοῖς εὐχερέστερον συγκατατιθεμένοις, ἀλλὰ καὶ «σοφοῖς»· ἱκάνωτο γὰρ ὑπὸ θεοῦ «διάκονος» εἶναι «τῆς καινῆς διαθήκης», χρώμενος «ἀποδείξει πνεύματος καὶ δυνάμεως», ἵνα ἡ τῶν πιστευόντων συγκατάθεσις «μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει θεοῦ». Ἴσως γὰρ εἰ κάλλος καὶ περιβολὴν φράσεως ὡς τὰ παρ' Ἕλλησι θαυμαζόμενα εἶχεν ἡ γραφή, ὑπενόησεν ἄν τις οὐ τὴν ἀλήθειαν κεκρατηκέναι τῶν ἀνθρώπων, ἀλλὰ τὴν ἐμφαι νομένην ἀκολουθίαν καὶ τὸ τῆς φράσεως κάλλος ἐψυχαγωγηκέναι τοὺς ἀκροωμένους, καὶ ἠπατηκὸς αὐτοὺς προσειληφέναι. Τίς ἡ πολυλογία καὶ τίνα τὰ πολλὰ βιβλία· καὶ ὅτι πᾶσα ἡ θεόπνευστος γραφὴ ἓν βιβλίον ἐστίν. ΕΚ ΤΟΥ ΠΕΜΠΤΟΥ ΤΟΜΟΥ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ [Εἰς τὸ προοίμιον.] Ἐπεὶ μὴ ἀρκούμενος τὸ παρὸν ἀνειληφέναι πρὸς ἡμᾶς ἔργον τῶν τοῦ θεοῦ ἐργοδιωκτῶν, καὶ ἀπόντας τὰ πολλά σοι σχολάζειν καὶ τῷ πρὸς σὲ καθήκοντι ἀξιοῖς, ἐγὼ ἐκκλίνων τὸν κάματον καὶ περιϊστάμενος τὸν παρὰ θεοῦ τῶν ἐπὶ τὸ γράφειν εἰς τὰ θεῖα ἑαυτοὺς ἐπιδεδωκότων κίνδυνον, συναγορεύσαιμι ἂν ἐμαυτῷ ἀπὸ τῆς γραφῆς παραιτούμενος τὸ πολλὰ ποιεῖν βιβλία·
Because the mysteries of the truth prevailed and the power of the things spoken, not hindered by the cheapness of the style, reached to the ends of the earth and subjected to the word of Christ not only the foolish things of the world but sometimes also its wise things. For we see the calling, not that there is no one wise according to the flesh, but "that there are not many wise according to the flesh." But Paul is also a debtor proclaiming the gospel, delivering the word not only to "barbarians" but also to "Greeks," and not only to the "unintelligent" who assent more readily, but also to the "wise"; for he was made sufficient by God to be a "minister" of the "new covenant," using "demonstration of spirit and power," so that the assent of those who believe might "not be in the wisdom of men, but in the power of God." For perhaps if the Scripture had beauty and adornment of style such as the things admired among the Greeks, someone might have supposed that it was not the truth that prevailed over men, but that the sequence of thought apparent in it and the beauty of the style had won over the hearers, and had taken them in having deceived them. What is the much speaking and what are the many books; and that all inspired Scripture is one book. FROM THE FIFTH VOLUME OF THE COMMENTARIES ON JOHN [On the prologue.] Since, not content to have taken up the present task before us on behalf of the taskmasters of God, you think fit, even though I am absent, that I should devote much leisure to you and to what is due to you, I, avoiding the toil and shunning the danger from God that attends those who have given themselves over to writing on divine matters, would plead on my own behalf from the Scripture to decline the making of many books.
φησὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ Σολομῶν· «Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· οὐκ ἔστι περασμὸς καὶ μελέτη πολλὴ κόπωσις σαρκός». Ἡμεῖς γάρ, εἰ μὴ ἔχοι νοῦν τινα κεκρυμμένον καὶ ἔτι ἡμῖν ἀσαφῆ ἡ προκειμένη λέξις, ἄντικρυς παραβεβήκαμεν τὴν ἐντολὴν μὴ φυλαξάμενοι ποιῆσαι βιβλία πολλά. [Εἶτα, εἰπὼν ὡς εἰς ὀλίγα τοῦ εὐαγγελίου ῥητὰ τέσσαρες αὐτῷ διηνύθησαν τόμοι, ἐπιφέρει·] Ὅσον γὰρ ἐπὶ τῇ λέξει δύο σημαίνεται ἐκ τοῦ «υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά»· ἓν μὲν ὅτι οὐ δεῖ κεκτῆσθαι βιβλία πολλά, ἕτερον δὲ ὅτι οὐ δεῖ συντάξαι βιβλία πολλά· καὶ εἰ μὴ τὸ πρῶτον, πάντως τὸ δεύτερον, εἰ δὲ τὸ δεύτερον, οὐ πάντως τὸ πρότερον. Πλὴν ἑκατέρωθεν δόξομεν μανθάνειν, μὴ δεῖν ποιεῖν βιβλία πλείονα. Ἠδυνάμην δὲ πρὸς τὸ νῦν ἡμῖν ὑποπεπτωκὸς ἱστάμενος, ἐπιστεῖλαί σοι ὡς ἀπολογίαν τὸ ῥητὸν καί, κατασκευάσας τὸ πρᾶγμα ἐκ τοῦ μηδὲ τοὺς ἁγίους πολλῶν βιβλίων συντάξεσιν ἐσχολακέναι, παύσασθαι πρὸς τὸ ἑξῆς τοῦ κατὰ τὰς συνθήκας, ἃς ἐποιησάμεθα πρὸς ἀλλήλους, ὑπαγορεύειν τὰ διαπεμφθησόμενά σοι· καὶ τάχα σὺ πληγεὶς ὑπὸ τῆς
For Solomon says in Ecclesiastes: "My son, beware of making many books; there is no end, and much study is a weariness of the flesh." For we, unless the passage before us has some hidden meaning and one still unclear to us, have plainly transgressed the commandment by not being on guard against making many books. [Then, having said that for a few sayings of the Gospel four volumes had been completed by him, he adds:] For as far as the wording goes, two things are signified by "My son, beware of making many books": one, that one ought not to possess many books; the other, that one ought not to compose many books. And if not the first, certainly the second; but if the second, not necessarily the first. However, from both sides we shall seem to learn that one ought not to make more books. And I could, standing by what has now fallen to our lot, have written to you the saying as an apology, and, having established the matter from the fact that not even the saints devoted themselves to the composition of many books, have ceased from dictating to you, in accordance with the agreement we made with one another, the things that were to be sent to you; and perhaps you, struck by the
λέξεως πρὸς τὸ ἑξῆς ἂν ἡμῖν συνεχώρησας. Ἀλλ' ἐπεὶ τὴν γραφὴν εὐσυνειδότως ἐξετάζειν δεῖ, μὴ προπετῶς ἑαυτῷ καταχαριζόμενον τὸ νενοηκέναι ἐκ τοῦ ψιλὴν τὴν λέξιν ἐξειληφέναι, οὐχ ὑπο μένω, μὴ τὴν φαινομένην μοι ὑπὲρ ἐμαυτοῦ ἀπολογίαν, ᾗ χρήσαιο ἂν κατ' ἐμοῦ, εἰ παρὰ τὰς συνθήκας ποιήσαιμι, παρατιθείς. Καὶ πρῶτόν γε, ἐπεὶ δοκεῖ τῇ λέξει συναγορεύειν ἡ ἱστορία, οὐδενὸς τῶν ἁγίων ἐκδεδωκότος συντάξεις πλείονας καὶ ἐν πολλαῖς βίβλοις τὸν νοῦν αὐτοῦ ἐκτιθεμένου, περὶ τούτου λεκτέον. Ὁ δὲ ἐγκαλῶν μοι εἰς σύνταξιν πλειόνων ἐρχομένῳ, τὸν τηλικοῦτον Μωσέα φήσει μόνας πέντε βίβλους καταλελοιπέναι. [καὶ ἐν τῷ πέμπτῳ δὲ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν ὁ αὐτὸς ταῦτα περὶ τῶν ἀποστόλων φησίν·] Ὁ δὲ ἱκανωθεὶς διάκονος γενέσθαι τῆς καινῆς δια θήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος, Παῦλος, ὁ πεπληρωκὼς τὸ εὐαγγέλιον ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, οὐδὲ πάσαις ἔγραψεν αἷς ἐδίδαξεν ἐκκλησίαις· ἀλλὰ καὶ αἷς ἔγραψεν, ὀλίγους στίχους ἐπέστειλε. Πέτρος δέ, ἐφ' ᾧ οἰκοδομεῖται ἡ Χριστοῦ ἐκκλησία, ἧς πύλαι ᾅδου οὐ κατισχύσουσιν, μίαν ἐπιστολὴν ὁμολογουμένην κατα λέλοιπεν, ἔστω δὲ καὶ δευτέραν· ἀμφιβάλλεται γάρ. Τί δεῖ περὶ τοῦ ἀναπεσόντος ἐπὶ τὸ στῆθος λέγειν τοῦ Ἰησοῦ, Ἰωάννου, ὃς εὐαγγέλιον ἓν καταλέλοιπεν, ὁμολογῶν δύνα σθαι τοσαῦτα ποιήσειν, ἃ οὐδὲ ὁ κόσμος χωρῆσαι ἐδύνατο, ἔγραψε δὲ καὶ τὴν Ἀποκάλυψιν, κελευσθεὶς σιωπῆσαι καὶ μὴ γράψαι τὰς τῶν ἑπτὰ βροντῶν φωνάς;
of the passage that follows, you would have allowed us. But since one must examine the Scripture with a good conscience, not rashly gratifying oneself with the notion of having understood it merely from taking the bare wording, I do not shrink from setting before you the defense that appears to me to be on my own behalf, which you would use against me if I acted contrary to our agreements. And first, since history seems to speak in favor of the wording—no one of the saints having published more compositions and set forth his mind in many books—this must be discussed. But the one who accuses me of undertaking the composition of more will say that Moses, so great a man, left behind only five books. [And in the fifth of the commentaries on John the same man says these things about the apostles:] But Paul, who was made a competent minister of the new covenant, not of the letter but of the spirit, who fulfilled the gospel from Jerusalem and round about as far as Illyricum, did not write to all the churches he taught; but even to those he wrote, he sent only a few lines. And Peter, on whom the church of Christ is built, against which the gates of Hades will not prevail, has left behind one acknowledged epistle, and let there be a second also, for it is doubted. Why need one speak of John, who reclined on the breast of Jesus, who left behind one gospel, confessing that he was able to do so many things that not even the world could contain them, and who also wrote the Apocalypse, having been commanded to be silent and not to write the voices of the seven thunders?
καταλέλοιπε καὶ ἐπιστολὴν πάνυ ὀλίγων στίχων, ἔστω δὲ καὶ δευτέραν καὶ τρίτην, ἐπεὶ οὐ πάντες φασὶ γνησίους εἶναι ταύτας· πλὴν οὐκ εἰσὶ στίχων ἀμφότεραι ἑκατόν..... [Εἶτα ἀπαριθμησάμενος προφήτας καὶ ἀποστόλους, ὀλίγα ἑκάστου ἢ οὐδὲ ὀλίγα γράψαντος, ἐπάγει μετὰ ταῦτα·] Πάλιν δὴ μετὰ ταῦτα ἰλιγγιᾶν μοι ἐπέρχεται σκοτοδινιῶντι, μὴ ἄρα πειθαρχῶν σοι οὐκ ἐπειθάρχησα θεῷ οὐδὲ τοὺς ἁγίους ἐμιμησάμην. Εἰ μὴ σφάλλομαι τοίνυν ἐμαυτῷ συναγορεύων διὰ τὸ πάνυ σε φιλεῖν, καὶ ἐν μηδενὶ ἐθέλειν λυπεῖν, τοιαύτας εὑρίσκω εἰς ταῦτα ἀπολογίας. Πρὸ πάντων παρεθέμεθα τὸ ἐκ τοῦ Ἐκκλησιαστοῦ λέγοντος· «Υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά». Τούτῳ ἀντιπαραβάλλω ἐκ τῶν Παροιμιῶν τοῦ αὐτοῦ Σολομῶντος ῥητόν, ὅς φησιν· «Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ». Καὶ ζητῶ, εἰ τὸ ὁποῖά ποτ' οὖν λέγειν πολλὰ «πολυλογεῖν» ἐστιν, κἂν ἅγιά τις καὶ σωτήρια λέγῃ πολλά. Εἰ γὰρ τοῦθ' οὕτως ἔχει, καὶ πολυλογεῖ ὁ πολλὰ διεξιὼν ὠφέλιμα, αὐτὸς ὁ Σολομῶν οὐκ ἐκπέφευγε τὴν ἁμαρτίαν, λαλήσας «τρεῖς χιλιάδας παραβολῶν καὶ ᾠδὰς πεντακισχι λίας, καὶ ὑπὲρ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου· ἔτι δὲ καὶ περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων». Πῶς γὰρ δύναται διδασκαλία ἀνύειν τι χωρὶς τῆς ἁπλούστερον νοουμένης πολυλογίας καὶ αὐτῆς τῆς σοφίας φασκούσης τοῖς ἀπολλυ μένοις· «Ἐξέτεινον λόγους καὶ οὐ προσείχετε»;
and he left behind also an epistle of very few lines—let it be granted that there is a second and a third as well, since not all say that these are genuine; except that neither of the two consists of a hundred lines..... [Then, having enumerated prophets and apostles, each of whom wrote few things or not even few, he adds after this:] Again, after these things, it comes upon me to grow dizzy, reeling in darkness, lest in obeying you I have not obeyed God nor imitated the saints. Unless then I am mistaken in pleading my own cause because of my great love for you and my wish to grieve you in nothing, I find such defenses for these things. Before all things we set forth what is said in Ecclesiastes: "My son, beware of making many books." To this I compare a saying from the Proverbs of the same Solomon, who says: "By much speaking you shall not escape sin, but sparing your lips you shall be wise." And I ask whether to say many things of whatever sort is "much speaking," even if one says many things that are holy and saving. For if this is so, and he who sets forth many profitable things is much speaking, then Solomon himself did not escape sin, having spoken "three thousand parables and five thousand songs, and concerning the trees, from the cedar in Lebanon even to the hyssop that comes out through the wall; and moreover also concerning the cattle and concerning the birds and concerning the reptiles and concerning the fish." For how can teaching accomplish anything without the much speaking that is more simply understood, and without wisdom itself saying to those who are perishing: "I stretched out words, and you did not attend"?
Ὁ δὲ Παῦλος φαίνεται διατελῶν ἕωθεν μέχρι μεσονυκτίου ἐν τῷ διδάσκειν, ὅτε καὶ Εὔτυχος καταφερόμενος ὕπνῳ βαθεῖ κατα πεσὼν ἐτάραξε τοὺς ἀκούοντας ὡς τεθνηκώς. Εἰ τοίνυν ἀληθὲς τὸ «Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν», ἀληθὲς δὲ καὶ τὸ μὴ ἡμαρτηκέναι πολλὰ περὶ τῶν προειρημένων τὸν Σολομῶντα ἀπαγγείλαντα, μηδὲ τὸν Παῦλον παρατείναντα μέχρι μεσονυκτίου, ζητητέον, τίς ἡ πολυλογία, κἀκεῖθεν μεταβατέον ἐπὶ τὸ ἰδεῖν, τίνα τὰ πολλὰ βιβλία. Ὁ πᾶς δὴ τοῦ θεοῦ λόγος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν οὐ πολυλογία ἐστίν· οὐ γὰρ λόγοι· λόγος γὰρ εἷς συνεστὼς ἐκ πλείονων θεωρημάτων, ὧν ἕκαστον θεώρημα μέρος ἐστὶ τοῦ ὅλου λόγου. Οἱ δὲ ἔξω τούτου ἀπαγγελλόμενοι περιέχειν διέξοδον καὶ ἀπαγγελίαν ὁποίαν δήποτε, εἰ καὶ ὡς περὶ ἀληθείας εἰσὶ λόγοι, καὶ παραδοξότερόν γε ἐρῶ, οὐδεὶς αὐτῶν λόγος, ἀλλ' ἕκαστοι λόγοι. Οὐδαμοῦ γὰρ ἡ μονάς, καὶ οὐδαμοῦ τὸ σύμφωνον καὶ ἕν, ἀλλὰ παρὰ τὸ διεσπάσθαι καὶ μάχεσθαι τὸ ἓν ἀπ' ἐκείνων ἀπώλετο καὶ γεγόνασιν ἀριθμοί, καὶ τάχα ἀριθμοὶ ἄπειροι· ὥστε κατὰ
But Paul appears to have continued teaching from early morning until midnight, at which time Eutychus also, overcome by deep sleep, fell down and disturbed the hearers as though he were dead. If, then, it is true that "In much speaking you will not escape sin," and it is also true that Solomon did not sin in much speaking concerning the things previously mentioned, nor Paul in extending his discourse until midnight, one must inquire what "much speaking" is, and from there pass on to see what "many books" are. The whole word of God, which was in the beginning with God, is not much speaking; for it is not words; for it is one word composed of many contemplations, each of which contemplation is a part of the whole word. But those spoken outside of this, which contain a digression and an exposition of whatever sort—even if they are discourses about truth, and I will say something more paradoxical—none of them is a word, but each consists of words. For nowhere is there the monad, and nowhere the harmonious and one, but because of being torn apart and fighting, the one from those has perished and they have become numbers, and perhaps infinite numbers; so that according to
τοῦτ' ἂν ἡμᾶς εἰπεῖν, ὅτι ὁ φθεγγόμενος ὃ δήποτε τῆς θεοσεβείας ἀλλότριον πολυλογεῖ, ὁ δὲ λέγων τὰ τῆς ἀληθείας, κἂν εἴπῃ τὰ πάντα ὡς μηδὲν παραλιπεῖν, ἕνα ἀεὶ λέγει λόγον καὶ οὐ πολυλογοῦσιν οἱ ἅγιοι τοῦ σκοποῦ τοῦ κατὰ τὸν ἕνα ἐχόμενοι λόγον. Εἰ τοίνυν ἡ πολυλογία ἐκ τῶν δογμάτων κρίνεται καὶ οὐκ ἐκ τῆς τῶν πολλῶν λέξεων ἀπαγγελίας, ὅρα εἰ οὕτω δυνάμεθα ἓν βιβλίον τὰ πάντα ἅγια εἰπεῖν, πολλὰ δὲ τὰ ἔξω τούτων. Ἀλλ' ἐπεὶ μαρτυρίου μοι δεῖ τοῦ ἀπὸ τῆς θείας γραφῆς, ἐπίσκεψαι, εἰ πληκτικώτατα δύναμαι τοῦτο παραστῆσαι, κατασκευάσας ὅτι περὶ Χριστοῦ καθ' ἡμᾶς οὐκ ἐν ἑνὶ γέγραπται βιβλίῳ, κοινότερον ἡμῶν τὰ «βιβλία» νοούντων. Γέγραπται γὰρ καὶ ἐν τῇ πεντατεύχῳ· εἴρηται δὲ καὶ ἐν ἑκάστῳ τῶν προφητῶν καὶ τοῖς ψαλμοῖς καὶ ἁπαξαπλῶς, ὥς φησιν αὐτὸς ὁ σωτήρ, ἐν πάσαις ταῖς γραφαῖς, ἐφ' ἃς ἀναπέμπων ἡμᾶς φησιν· «Ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ». Εἰ τοίνυν ἀναπέμπει ἡμᾶς ἐπὶ «τὰς γραφὰς» ὡς μαρτυρούσας περὶ αὐτοῦ, οὐκ ἐπὶ τήνδε μὲν πέμπει, ἐπὶ τήνδε δὲ οὔ, ἀλλ' ἐπὶ πάσας τὰς ἀπαγγελλούσας περὶ αὐτοῦ, ἅστινας ἐν τοῖς ψαλμοῖς κεφαλίδα ὀνομάζει βιβλίου λέγων· «Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ». Ὁ γὰρ ἁπλῶς θέλων ἐκλαβεῖν τὸ «ἐν κεφαλίδι βιβλίου» ἐπὶ οἵου δήποτε ἑνὸς τῶν περιεχόντων τὰ περὶ αὐτοῦ, ἀπαγγελλέτω τίνι λόγῳ τήνδε τὴν βίβλον ἑτέρας προκρίνει. Ἵνα γὰρ καὶ ὑπολαμβάνῃ τις, ἐπ' αὐτὴν τὴν τῶν ψαλμῶν βίβλον ἀναφέ ρειν ἡμᾶς τὸν λόγον, λεκτέον πρὸς αὐτόν, ὅτι ἐχρῆν εἰρῆσθαι·
We would say this, that whoever utters anything alien to godliness is babbling, but the one who speaks the things of truth, even if he says all things so as to leave nothing out, always speaks one word, and the saints do not babble, since they hold to the goal according to the one word. If, then, babbling is judged by doctrines and not by the recitation of many expressions, consider whether we can thus call all the holy things one book, but the things outside these many. But since I need testimony from the divine Scripture, examine whether I can set this forth most strikingly, having established that concerning Christ, according to us, it is not written in one book, since we understand "books" in a more general sense. For it is written also in the Pentateuch; and it is spoken also in each of the prophets and in the Psalms and, simply put, as the Savior himself says, in all the Scriptures, to which he sends us back when he says: "Search the Scriptures, because you think that in them you have eternal life. And those are they that testify concerning me." If, then, he sends us back to "the Scriptures" as testifying concerning him, he does not send us to this one and not to that one, but to all that declare things concerning him, which in the Psalms he calls the head of a book, saying: "In the head of the book it is written concerning me." For whoever wishes simply to take "in the head of a book" as referring to any one whatever of the books that contain the things concerning him, let him declare by what reasoning he prefers this book to others. For even if someone supposes that the word refers us to the book of Psalms itself, one must say to him that it ought to have been said:
«Ἐν ταύτῃ τῇ βίβλῳ γέγραπται περὶ ἐμοῦ». Νῦν δέ φησι πάντα μίαν κεφαλίδα, τῷ ἀνακεφαλαιοῦσθαι τὸν περὶ ἑαυτοῦ εἰς ἡμᾶς ἐληλυθότα λόγον εἰς ἕν. Τί δὲ καὶ τὸ βιβλίον ἑωρᾶσθαι ὑπὸ τοῦ Ἰωάννου γεγραμ μένον ἔμπροσθεν καὶ ὄπισθεν, καὶ κατεσφραγισμένον, ὅπερ οὐδεὶς ἠδύνατο ἀναγνῶναι καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ, εἰ μὴ ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαβὶδ ὁ ἔχων τὴν κλεῖν τοῦ Δαβίδ, καὶ ἀνοίγων καὶ οὐδεὶς κλείσει καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει; Ἡ γὰρ πᾶσα γραφή ἐστιν ἡ δηλουμένη διὰ τῆς βίβλου, ἔμπροσθεν μὲν γεγραμμένη διὰ τὴν πρόχειρον αὐτῆς ἐκδοχήν, ὄπισθεν δὲ διὰ τὴν ἀνακεχωρηκυῖαν καὶ πνευματικήν. Παρατηρητέον πρὸς τούτοις, εἰ δύναται ἀποδεικτικὸν τοῦ τὰ ἅγια μίαν τυγχάνειν βίβλον, τὰ δὲ ἐναντίως ἔχοντα πολλάς, τὸ ἐπὶ μὲν τῶν ζώντων μίαν εἶναι τὴν βίβλον, ἀφ' ἧς ἀπαλείφονται οἱ ἀνάξιοι αὐτῆς γεγενημένοι, ὡς γέγραπται· «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων», ἐπὶ δὲ τῶν κρίσει ὑποκειμένων βίβλους φέρεσθαι· φησὶν γὰρ ὁ Δανιήλ· «Κρι τήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν». Τῷ δὲ ἑνικῷ τῆς θείας βίβλου καὶ Μωσῆς μαρτυρεῖ λέγων· «Εἰ μὲν ἀφεῖς τῷ λαῷ τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας». Ἐγὼ καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ οὕτως ἐκλαμβάνω· οὐ γὰρ ἴδιον τῆς τούτου προφητείας τὸ εἶναι τοὺς λόγους τοῦ βιβλίου ἐσφραγισμένους, μήτε ὑπὸ τοῦ μὴ ἐπισταμένου γράμματα ἀναγινωσκομένους διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα, μήτε ὑπὸ τοῦ ἐπισταμένου διὰ τὸ ἐσφραγίσθαι τὴν βίβλον. Ἀλλὰ καὶ τοῦτο ἐπὶ πάσης γραφῆς ἀληθεύεται, δεομένης τοῦ κλείσαντος λόγου καὶ ἀνοίξοντος·
"In this book it is written concerning me." But now he says that all things are one heading, in that the word concerning himself which has come to us is summed up into one. And what is the book that was seen by John, written before and behind, and sealed, which no one was able to read or loose its seals, except the lion from the tribe of Judah, the root of David, who has the key of David, and opens and no one will shut, and shuts and no one will open? For all Scripture is what is indicated through the book, written before on account of its readily available exposition, and behind on account of the withdrawn and spiritual meaning. One must observe in addition whether it can be demonstrative of the fact that the holy writings are one book, while those that are otherwise are many: that in the case of the living there is one book, from which those who have become unworthy of it are blotted out, as it is written: "Let them be blotted out of the book of the living"; but in the case of those subject to judgment, books are brought forward; for Daniel says: "A judgment seat was set, and books were opened." And to the singular of the divine book Moses also bears witness, saying: "If you forgive the people their sin, forgive; but if not, blot me out of your book which you wrote." I also understand the passage in Isaiah in this way: for it is not peculiar to his prophecy that the words of the book are sealed, neither read by the one who does not know letters because he does not know letters, nor by the one who knows them because the book is sealed. But this also is true of all Scripture, which needs the word that shuts and that opens.
«Οὗτος γὰρ κλείσει καὶ οὐδεὶς ἀνοίξει»· καὶ ἐπὰν ἀνοίξῃ, οὐκέτι οὐδεὶς ἀπορίαν δύναται τῇ ἀπ' αὐτοῦ σαφηνείᾳ προσενεγκεῖν· διὰ τοῦτο λέγεται ὅτι «ἀνοίξει καὶ οὐδεὶς κλείσει». Τὸ παραπλήσιον δὲ καὶ ἐπὶ τῆς εἰρημένης βίβλου παρὰ τῷ Ἰεζεκιὴλ ἐκλαμβάνω, ἐν ᾗ «ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί». Πᾶσα γὰρ βίβλος περιέχει τὸ τῶν ἀπολλυμένων «οὐαὶ» καὶ τὸ περὶ τῶν σῳζομένων «μέλος» καὶ τὸν περὶ τῶν μεταξὺ «θρῆ νον». Ἀλλὰ καὶ ὁ ἐσθίων Ἰωάννης μίαν κεφαλίδα, ἐν ᾗ γέγραπται «τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν», τὴν πᾶσαν νενόηκε γραφὴν ὡς βίβλον μίαν, ἡδίστην κατὰ τὰς ἀρχὰς νοουμένην, ὅτε τις αὐτὴν μασᾶται, πικρὰν δὲ τῇ ἑκάστου τῶν ἐγνωκότων συναισθήσει τῇ περὶ ἑαυτοῦ ἀναφαινομένην. Ἔτι προσθήσω εἰς τὴν τούτου ἀπόδειξιν ῥητὸν ἀποστολικὸν μὴ νενοημένον ὑπὸ τῶν Μαρκίωνος καὶ διὰ τοῦτο ἀθετούντων τὰ εὐαγγέλια· τῷ γὰρ τὸν ἀπόστολον λέγειν·
«Κατὰ τὸ εὐαγγέλιόν μου ἐν Χριστῷ Ἰησοῦ» καὶ μὴ φάσκειν «εὐαγ γέλια» ἐκεῖνοι ἐφιστάντες φασίν, οὐκ ἂν πλειόνων ὄντων εὐαγγελίων τὸν ἀπόστολον ἑνικῶς «τὸ εὐαγγέλιον» εἰρηκέ ναι, οὐ συνιέντες ὅτι ὡς εἷς ἐστιν ὃν εὐαγγελίζονται πλείονες, οὕτως ἕν ἐστι τῇ δυνάμει τὸ ὑπὸ τῶν πολλῶν εὐαγγέλιον ἀναγεγραμμένον καὶ τὸ ἀληθῶς διὰ τεσσάρων ἕν ἐστιν εὐαγγέλιον. Εἰ τοίνυν ταῦτα ἡμᾶς πεῖσαι δύναται, τί ποτέ ἐστι τὸ «ἓν» βιβλίον καὶ τί «τὰ πολλά», νῦν μᾶλλον φροντίζω οὐ διὰ τὸ πλῆθος τῶν γραφομένων ἀλλὰ διὰ τὴν δύναμιν τῶν νοουμένων, μήποτε περιπέσω τῷ παραβαίνειν τὴν ἐντο λήν, ἐάν τι παρὰ τὴν ἀλήθειαν ὡς ἀλήθειαν ἐκθῶμαι κἂν ἐν ἑνὶ τῶν γραφομένων·
For he will shut and no one will open; and when he opens, no one can any longer bring an objection against the clarity that comes from him. Therefore it is said, "He will open and no one will shut." I understand something similar also in the case of the book mentioned by Ezekiel, in which "a lament and a song and a woe were written." For every book contains the "woe" concerning those who are perishing, the "song" concerning those who are being saved, and the "lament" concerning those in between. But John also, eating one little scroll in which "the things behind and the things before" were written, understood the whole Scripture as one book—most sweet when understood in its beginnings, when one chews it, but bitter as it appears through the conscience of each of those who have known it concerning himself. I will add further, as proof of this, an apostolic saying that was not understood by the followers of Marcion and who for this reason reject the Gospels. For when the apostle says, "According to my gospel in Christ Jesus," and does not say "gospels," they, fastening on this, say that the apostle would not have spoken of "the gospel" in the singular if there were more gospels—not understanding that just as there is one whom the many proclaim, so there is one in power the gospel written by the many, and the truly one gospel through four. If, then, these things can persuade us, what exactly is the "one" book and what are the "many," I now care about more—not because of the quantity of what is written but because of the power of what is understood—lest I fall into transgressing the commandment, if I set forth anything contrary to the truth as truth, even in one of the things written.
ἐκεῖ γὰρ ἔσομαι γράψας βιβλία πολλά. Καὶ νῦν δὲ προφάσει γνώσεως ἐπανισταμένων τῶν ἑτεροδόξων τῇ ἁγίᾳ τοῦ Χριστοῦ ἐκκλησίᾳ καὶ πολυβίβλους συντάξεις φερόντων, ἐπαγγελλομένας διήγησιν τῶν τε εὐαγγελικῶν καὶ ἀποστολικῶν λέξεων, ἐὰν σιωπήσωμεν μὴ ἀντιπαρατιθέντες αὐτοῖς τὰ ἀληθῆ καὶ ὑγιῆ δόγματα, ἐπι κρατήσουσι τῶν λίχνων ψυχῶν, ἀπορίᾳ τροφῆς σωτηρίου ἐπὶ τὰ ἀπηγορευμένα σπευδουσῶν καὶ ἀληθῶς ἀκάθαρτα καὶ βδελυκτὰ βρώματα. Διόπερ ἀναγκαῖόν μοι δοκεῖ, τὸν δυνά μενον πρεσβεύειν ὑπὲρ τοῦ ἐκκλησιαστικοῦ λόγου ἀπαραχαράκτως, καὶ ἐλέγχειν τοὺς τὴν ψευδώνυμον γνῶσιν μεταχειριζομένους, ἵστασθαι κατὰ τῶν αἱρετικῶν ἀναπλασμάτων ἀντιπαραβάλλοντα τὸ ὕψος τοῦ εὐαγγελικοῦ κηρύγματος, πεπληρωμένον συμφωνίας δογμάτων κοινῶν τῇ καλουμένῃ παλαιᾷ πρὸς τὴν ὀνομαζομένην καινὴν διαθήκην. Αὐτὸς γοῦν ἀπορίᾳ τῶν πρεσβευόντων τὰ κρείττονα, μὴ φέρων τὴν ἄλογον καὶ ἰδιωτικὴν πίστιν διὰ τὴν πρὸς Ἰησοῦν ἀγάπην ἐπεδεδώκεις ποτὲ σαυτὸν λόγοις, ὧν ὕστερον τῇ δεδομένῃ σοι συνέσει καταχρησάμενος εἰς δέον καταγνοὺς ἀπέστης. Ταῦτα δέ φημι κατὰ τὸ φαινόμενόν μοι ἀπολογούμενος περὶ τῶν δυναμένων λέγειν καὶ γράφειν, περὶ δὲ ἐμαυτοῦ ἀπολογούμενος, μὴ ἄρα οὐ τοιαύτης ὢν ἕξεως, ὁποίαν ἐχρῆν τὸν παρὰ θεοῦ ἱκανούμενον διάκονον τῆς καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τολμηρότερον ἐμαυτὸν τῷ ὑπαγορεύειν ἐπιδίδωμι.
For there I will be, having written many books. And now, when those of heterodox opinion rise up against the holy church of Christ under the pretext of knowledge and bring forward many-volumed compositions, promising an exposition of both the gospel and apostolic words, if we keep silent and do not set against them the true and sound doctrines, they will prevail over the greedy souls, which in lack of saving food rush toward the forbidden and truly unclean and abominable foods. Therefore it seems necessary to me that the one who is able to represent the ecclesiastical word without adulteration, and to refute those who handle the falsely named knowledge, should stand against the heretical fabrications, setting alongside them the height of the gospel proclamation, filled with the harmony of doctrines common to what is called the old and what is named the new covenant. At any rate, you yourself, in lack of those who represent the better things, not bearing the irrational and uneducated faith, once gave yourself over to words for the love of Jesus, which later, misusing the understanding given to you, you condemned as you ought and departed from. But I say these things, defending myself as it appears to me concerning those who are able to speak and write, and defending myself concerning myself, lest perhaps, not being of such a condition as the one who is made sufficient by God as a minister of the new covenant, of not the letter but the spirit, ought to be, I give myself over too boldly to dictating.
ΩΡΙΓΕΝΟΥΣ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ ΤΟΜΟΣ ʹ Πᾶσα μὲν οἰκία, ὡς ἔνι μάλιστα στερρότατα κατασκευασθησομένη, ἐν εὐδίᾳ καὶ νηνεμίᾳ οἰκοδομεῖται, ἵνα μὴ ἐμποδίζηται τὴν δέουσαν πῆξιν ἀναλαβεῖν, ὅπως δύνηται καὶ τοιαύτη γενέσθαι ὥστε ὑπομεῖναι πλημμύρας ὁρμὴν καὶ πρόσρηξιν ποταμοῦ καὶ ὅσα φιλεῖ χειμῶνος συμβαίνοντος ἐλέγχειν μὲν τὰ σαθρὰ τῶν οἰκοδομημάτων, δεικνύναι δὲ τὰ τὴν οἰκείαν ἀρετὴν ἀπειληφότα τῶν κατασκευασμάτων. Ἐξαι ρέτως δὲ ἡ τῶν τῆς ἀληθείας θεωρημάτων δεκτική, λογικὴ ὡς ἐν ἀπαγγελίᾳ καὶ γράμμασιν οἰκοδομή, τότε μάλιστα οἰκοδομεῖται, καλῶς συνοικοδομοῦντος τῷ προθεμένῳ τὸ ἄριστον τοῦτο ἔργον ἐπιτελεῖν τοῦ θεοῦ, ἐπὰν γαληνιάζῃ τῇ ὑπερεχούσῃ πάντα νοῦν εἰρήνῃ χρωμένη ἡ ψυχή, πάσης ταραχῆς ἀλλοτριουμένη καὶ οὐδαμῶς κυματουμένη. Ταῦτα δή μοι δοκοῦσιν ἀκριβῶς κατανενοηκότες οἱ τοῦ προφητικοῦ πνεύματος ὑπηρέται καὶ οἱ τοῦ εὐαγγελικοῦ κηρύγ ματος διάκονοι ἀξίους ἑαυτοὺς παρειληφέναι τοῦ λαβεῖν τὴν ἐν κρυπτῷ εἰρήνην ἀπὸ τοῦ αἰεὶ τοῖς ἀξίοις διδόντος αὐτήν, τοῦ εἰρηκότος· «Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην κἀγὼ δίδωμι εἰρήνην.» Ἐπισκόπησον δὲ μήποτε τοιοῦτόν τι αἰνίττεται ἡ περὶ τὸν Δαβὶδ καὶ Σολομῶντα περὶ τοῦ ναοῦ ἱστορία. Δαβὶδ μὲν γὰρ πολέμους κυρίου πολεμῶν καὶ πρὸς πλείονας ἱστάμενος ἐχθροὺς ἑαυτοῦ καὶ τοῦ Ἰσραήλ, θέλων οἰκοδομῆσαι ναὸν τῷ θεῷ, ὑπὸ τοῦ θεοῦ διὰ τοῦ Ναθὰν κωλύεται λέγοντος πρὸς αὐτόν·
ORIGEN'S COMMENTARY ON THE GOSPEL OF JOHN, BOOK 10. Every house, to be built as firmly as possible, is built in fair weather and calm, so that it is not hindered from receiving the fastening it needs, and so that it may be able to become such as to withstand the rush of a flood and the assault of a river, and all the things that typically happen when winter comes, which test the unsound parts of buildings and show forth those constructions that have received their proper excellence. But especially is the rational building, receptive of the truths of the truth, as it were in utterance and letters, built then most of all, when God, who cooperates well in building together with the one who has set before himself to accomplish this most excellent work, is present—when the soul enjoys the calm of the peace that surpasses all understanding, being estranged from all disturbance and in no way tossed by waves. These things, it seems to me, the servants of the prophetic spirit and the ministers of the gospel preaching, having understood accurately, deemed themselves worthy to receive the peace that is in secret from the one who always gives it to the worthy, who said: "Peace I leave with you, my peace I give to you; not as the world gives peace do I give peace to you." But consider whether the history concerning David and Solomon concerning the temple hints at something of this sort. For David, waging the wars of the Lord and standing against more enemies of himself and of Israel, wishing to build a temple to God, is prevented by God through Nathan, who says to him:
«Οὐκ οἰκοδομήσεις μοι οἶκον, ὅτι ἀνὴρ αἱμάτων σύ.» Σολομῶν δὲ ὄναρ τὸν θεὸν ἰδὼν καὶ ὄναρ τὴν σοφίαν λαβών– ἐτηρεῖτο γὰρ τὸ ὕπαρ τῷ λέγοντι «Ἰδοὺ πλεῖον Σολομῶντος ὧδε»–ἐν βαθυτάτῃ γενόμενος εἰρήνῃ, ὡς ἀναπαύεσθαι τότε ἕκαστον ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω τῆς συκῆς αὐτοῦ, καὶ τῆς κατὰ τοὺς χρόνους αὐτοῦ εἰρήνης ἐπώνυμος
τυγχάνων–Σολομῶν γὰρ ἑρμηνεύεται «εἰρηνικός»–διὰ τὴν εἰρήνην σχολάζει τὸν διαβόητον οἰκοδομῆσαι ναὸν τῷ θεῷ. Καὶ κατὰ τοὺς Ἔσδρα δὲ χρόνους, ὅτε νικᾷ ἡ ἀλήθεια τὸν οἶνον καὶ τὸν ἐχθρὸν βασιλέα καὶ τὰς γυναῖκας, ἀνοικοδομεῖται ὁ ναὸς τῷ θεῷ. Ταῦτα δ' ἡμῖν ἀπολογουμένοις πρὸς σέ, ἱερὲ Ἀμβρό σιε, εἴρηται, ἐπεὶ τὸν εὐαγγελικὸν πύργον κατὰ τὴν ἁγίαν σου προτροπὴν ἐν γράμμασιν οἰκοδομῆσαι θελήσαντες ἐψηφίσαμεν μὲν καθεσθέντες τὴν δαπάνην, εἰ ἔχομεν τὰ πρὸς ἀπαρτισμόν, ἵνα μὴ ἐμπαιζώμεθα ὑπὸ τῶν θεωρούντων κατα γινωσκόμενοι ὡς θεμέλιον μὲν καταβαλλόμενοι, ἐκτελέσαι δὲ τὸ ἔργον μὴ δεδυνημένοι. Ψηφίσαντες δὲ ἕτοιμα μὲν τὰ εἰς ἀπαρτισμὸν τῆς οἰκοδομῆς ἡμῖν παρόντα οὐ κατειλήφαμεν, τῷ θεῷ δὲ πεπιστεύκαμεν τῷ πλουτίζοντι ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, ὅτι ἀγωνιζομένους ἡμᾶς αὐτοὺς τηρεῖν τοὺς πνευματικοὺς νόμους πλουτίσει, καὶ ἐκ τῶν ἐπιχορηγουμένων ὑπ' αὐτοῦ προκόπτοντες ἐν τῷ οἰκοδομεῖν φθάσομεν καὶ ἐπὶ τὴν στεφάνην τοῦ οἰκοδομήματος, κωλύου σαν πίπτειν τὸν ἀνεληλυθότα ἐπὶ τὸ δῶμα τοῦ λόγου, ἀπὸ μόνων τῶν ἐστερημένων τῆς στεφάνης πιπτόντων τῶν πιπτόντων διὰ τὸ ἀτελὲς τῶν οἰκοδομημάτων, φόνων αἰτίων τοῖς ἐν αὐτῷ τυγχάνουσι καὶ πτωμάτων γινομένων.
"You shall not build me a house, because you are a man of bloods." But Solomon, who saw God in a dream and received wisdom in a dream—for the waking reality was being reserved for the one who says, "Behold, something greater than Solomon is here"—having come to be in the deepest peace, so that each person then rested under his own vine and under his own fig tree, and bearing a name derived from the peace that prevailed in his times—for Solomon is interpreted as "peaceable"—because of the peace he had leisure to build the renowned temple to God. And in the times of Ezra too, when the truth conquers the wine and the hostile king and the women, the temple is rebuilt for God. These things have been said by us in our defense to you, holy Ambrose, since, wishing at your holy urging to build the gospel tower in writings, we sat down and calculated the cost, whether we have what is needed for completion, so that we might not be mocked by those who observe us, being recognized as having laid a foundation but being unable to finish the work. But having calculated, we have not found the things ready at hand for us for the completion of the building, but we have trusted in God, who enriches in every word and all knowledge, that he will enrich us as we strive ourselves to keep the spiritual laws, and that, advancing by what is supplied by him in the building, we shall reach even the crowning top of the building, which prevents him who has gone up onto the roof of the word from falling—since those who fall fall from those things alone that are deprived of the crowning top, falling because of the incompleteness of the buildings, which become causes of murder and of falls for those who are in it.
Καὶ μέχρι γε τοῦ πέμπτου τόμου, εἰ καὶ ὁ κατὰ τὴν Ἀλεξανδρείαν χειμὼν ἀντιπράττειν ἐδόκει, τὰ διδόμενα ὑπηγορεύσαμεν, ἐπιτιμῶντος τοῖς ἀνέμοις καὶ τοῖς κύμασι τῆς θαλάσσης τοῦ Ἰησοῦ· καὶ ἕκτου δὲ ἐπὶ ποσὸν προεληλυθότες ἐξειλκύσθημεν ἀπὸ γῆς Αἰγύπτου, ῥυσαμένου ἡμᾶς τοῦ θεοῦ τοῦ ἐξαγαγόντος τὸν λαὸν αὐτοῦ ἀπ' αὐτῆς. Ἔπειτα τοῦ ἐχθροῦ πικρότατα ἡμῶν καταστρατευσαμένου διὰ τῶν καινῶν αὐτοῦ γραμμάτων τῶν ἀληθῶς ἐχθρῶν τῷ εὐαγγελίῳ καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἀνέμους τῆς πονηρίας καθ' ἡμῶν ἐγείραντος, στῆναι μᾶλλόν με πρὸς τὸν ἀγῶνα παρεκάλει ὁ λόγος καὶ τηρῆσαι τὸ ἡγεμονικόν, μήποτε μοχθηροὶ λογισμοὶ ἐξισχύσωσι τὸν χειμῶνα καὶ τῇ ψυχῇ μου ἐπεισαγαγεῖν, ἤπερ ἀκαίρως, πρὶν γαλήνην τὴν διάνοιαν λαβεῖν, συνάπτειν τὰ ἑξῆς τῆς γραφῆς· καὶ οἱ συνήθεις δὲ ταχυγράφοι μὴ παρόντες τοῦ ἔχεσθαι τῶν ὑπαγορεύσεων ἐκώλυον. Νῦν δ' ὅτε τὰ καθ' ἡμῶν πεπυρωμένα πολλὰ σβεννύντος θεοῦ βέλη ἤμβλυνται καὶ ἐνεθισθεῖσα ἡμῶν ἡ ψυχὴ τοῖς συμβεβηκόσι διὰ τὸν οὐράνιον λόγον φέρειν ῥᾷον βιάζεται τὰς γεγενημένας ἐπιβουλάς, ὡσπερεὶ ποσῆς εὐδίας λαβόμενοι οὐκέτι ὑπερτιθέμενοι ὑπαγορεύειν τὰ ἀκόλουθα βουλόμεθα, θεὸν διδάσκαλον ὑπηχοῦντα ἐν τῷ ἀδύτῳ τῆς ψυχῆς ἡμῶν παρεῖναι εὐχόμενοι, ἵνα τέλος λάβῃ ἡ τῆς διηγήσεως τοῦ κατὰ Ἰωάννην εὐαγγελίου οἰκοδομή. Γένοιτο δ' ὁ θεὸς ἐπήκοος ἡμῶν τῇ εὐχῇ, εἰς τὸ συνάψαι δυνηθῆναι τὸ σῶμα τοῦ ὅλου λόγου, μηκέτι μεσολαβούσης περιστάσεως διακοπὴν τοῦ εἱρμοῦ τῆς γραφῆς ὁποίαν δήποτε ἐνεργάσασθαι δυναμένης.
And up to the fifth volume, even though the winter at Alexandria seemed to oppose us, we dictated what was given, while Jesus was rebuking the winds and the waves of the sea; and having advanced some distance into the sixth, we were drawn out from the land of Egypt, God rescuing us, who brought his people out from it. Then, when the enemy campaigned most bitterly against us through his new writings—truly hostile to the gospel—and roused against us all the winds of wickedness in Egypt, the account urged me rather to stand for the contest and to keep my governing faculty, lest worthless thoughts prevail to bring the storm into my soul as well, or lest I join the sequel of the Scripture untimely, before my mind had received calm; and my usual shorthand writers, not being present, prevented me from continuing the dictations. But now, when God has blunted the many fiery darts shot against us and has quenched them, and our soul, accustomed by what has befallen us, through the heavenly Word more easily forces itself to bear the plots that have arisen, as though we had obtained some fair weather, no longer postponing, we wish to dictate what follows, praying that God, the teacher who speaks in the innermost part of our soul, may be present, so that the building of the exposition of the Gospel according to John may receive its end. And may God be attentive to our prayer, so that we may be able to join together the body of the whole account, with no circumstance any longer intervening to produce any kind of break in the sequence of the Scripture.
Ἴσθι δὲ ὅτι ἀπὸ πολλῆς προθυμίας δευτέραν ταύτην ἀρχὴν ποιοῦμαι ἕκτου τόμου διὰ τὸ τὰ προϋπαγορευθέντα ἡμῖν ἐν τῇ Ἀλεξανδρείᾳ οὐκ οἶδ' ὅπως μὴ κεκομίσθαι. Βέλτιον γὰρ ἡγησάμην, ὑπὲρ τοῦ μὴ ἀπράκτως μοι τοῦδε τοῦ ἔργου παρελθεῖν καὶ τοῦτον τὸν χρόνον, ἤδη τῶν λοιπῶν ἄρξασθαι καὶ μὴ ἐπ' ἀδήλῳ τῷ εὑρεθήσεσθαι τὰ προϋπαγορευθέντα ἡμῖν ἀναμένων, κέρδος οὐκ ὀλίγον ἀπολέσαι τὸ τῶν μεταξὺ ἡμερῶν. Καὶ ταῦτα μὲν αὐτάρκως πεπροοιμιάσθω· ἤδη δὲ καὶ τῆς λέξεως ἐχώμεθα. Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου. Δευτέρα αὕτη ἀναγεγραμμένη Ἰωάννου τοῦ βαπτιστοῦ περὶ Χριστοῦ μαρτυρία, τῆς προτέρας ἀρξαμένης ἀπὸ τοῦ «Οὗτος ἦν ὁ εἰπών· Ὁ ὀπίσω μου ἐρχόμενος» καὶ ληγούσης εἰς τὸ «Μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο». Οὐχ ὑγιῶς δὲ ὁ Ἡρακλέων ὑπολαμβάνει «Οὐδεὶς τὸν θεὸν ἑώρακεν πώποτε» καὶ τὰ ἑξῆς, φάσκων εἰρῆσθαι οὐκ ἀπὸ τοῦ βαπτιστοῦ ἀλλ' ἀπὸ τοῦ μαθητοῦ. Εἰ γὰρ καὶ κατ' αὐτὸν τὸ «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο» ὑπὸ τοῦ
But know that it is out of great eagerness that I make this second beginning of the sixth volume, because what was dictated by us beforehand in Alexandria has, I know not how, not been delivered. For I judged it better, so that this time might not pass for me without accomplishing this work, to begin already on the remaining parts, rather than, while waiting in uncertainty as to whether what was dictated by us beforehand would be found, to lose no small gain—that of the intervening days. And let this much suffice by way of preface; now let us take up the text itself. And this is the testimony of John. This is the second testimony of John the Baptist concerning Christ that has been recorded, the first having begun from "This was he who said, 'He who comes after me'" and ending with "the only-begotten God who is in the bosom of the Father, that one has declared him." But Heracleon does not soundly suppose that "No one has ever seen God" and what follows was spoken not by the Baptist but by the disciple. For even if, according to him, "From his fullness we all received, and grace in place of grace; because the law was given through Moses, grace and truth came through Jesus Christ" was spoken by the
βαπτιστοῦ εἴρηται, πῶς οὐκ ἀκόλουθον τὸ τὸν ἐκ τοῦ πληρώματος τοῦ Χριστοῦ εἰληφότα καὶ χάριν δευτέραν ἀντὶ προτέρας χάριτος ὁμολογοῦντά τε διὰ Μωσέως μὲν δεδόσθαι τὸν νόμον, τὴν δὲ χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγονέναι, ἐκ τῶν ἀπὸ τοῦ πληρώματος εἰς αὐτὸν ἐληλυθότων νενοηκέναι πῶς «θεὸν οὐδεὶς ἑώρακεν πώποτε», καὶ τὸ τὸν μονογενῆ εἰς τὸν κόλπον ὄντα τοῦ πατρὸς τὴν ἐξήγησιν αὐτῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ πληρώματος εἰληφόσι παραδεδωκέναι; Οὐ γὰρ νῦν πρῶτον ἐξηγήσατο «ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς» ὡς οὐδενὸς ἐπιτηδείου πρότερον γεγενημένου λαβεῖν, ἃ τοῖς ἀποστόλοις διηγήσατο· εἴγε πρὶν Ἀβραὰμ γενέσθαι ὢν διδάσκει ἡμᾶς τὸν Ἀβραὰμ ἠγαλλιᾶσθαι, ἵνα ἴδῃ τὴν ἡμέραν αὐτοῦ καὶ ἐν χαρᾷ γεγονέναι. Καὶ τὸ «Ἐκ τοῦ πληρώματος δὲ αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν» καὶ τὸ «Χάριν ἀντὶ χάριτος», ὡς ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, δηλοῖ καὶ τοὺς προφήτας ἀπὸ τοῦ πληρώματος Χριστοῦ τὴν δωρεὰν κεχωρηκέναι, καὶ τὴν δευτέραν χάριν ἀντὶ τῆς προτέ ρας αὐτοὺς εἰληφέναι· ἐφθάκεισαν γὰρ κἀκεῖνοι ὑπὸ τοῦ πνεύματος χειραγωγούμενοι μετὰ τὴν ἐν τοῖς τύποις εἰσαγωγὴν ἐπὶ τὴν τῆς ἀληθείας θέαν. Διόπερ οὐ πάντες οἱ προφῆται ἀλλὰ πολλοὶ ἐπεθύμησαν ἰδεῖν, ἃ οἱ ἀπόστολοι ἔβλεπον. Εἰ γὰρ ἦν προφητῶν διαφορά, οἱ τετελειωμένοι καὶ διαφέροντες οὐκ ἐπεθύμησαν ἰδεῖν, ἃ εἶδον οἱ ἀπόστολοι· τεθεωρήκασι γὰρ αὐτά· οἱ δὲ μὴ φθάσαντες ὁμοίως τούτοις εἰς τὸ ὕψος ἀναβῆναι τοῦ λόγου ἐν ὀρέξει γεγόνασι τῶν τοῖς ἀποστόλοις διὰ Χριστοῦ ἐγνωσμένων.
has been said by the Baptist, how is it not consistent that the one who has received from the fullness of Christ and confesses a second grace in place of a first grace, and who acknowledges that the law was given through Moses but that grace and truth came through Jesus Christ, should have understood from the things that came from the fullness into him how "no one has ever seen God," and that the only-begotten who is in the bosom of the Father has handed down the explanation to him and to all who have received from the fullness? For it was not now for the first time that "the one who is in the bosom of the Father" explained, as though no one had previously been fit to receive what he recounted to the apostles; since indeed, before Abraham was, he who is teaches us that Abraham rejoiced, in order that he might see his day and be in joy. And the words "From his fullness we all have received" and "grace in place of grace," as we have said in the preceding passages, show that the prophets too had received the gift from the fullness of Christ, and that they had received the second grace in place of the first; for they also, guided by the Spirit after the introduction in types, had advanced to the contemplation of the truth. Therefore not all the prophets but many desired to see what the apostles were seeing. For if there was a difference among the prophets, those who were perfected and distinguished did not desire to see what the apostles saw—for they had already beheld them—but those who had not advanced like these to the height of the word came to be in longing for the things known to the apostles through Christ.
Τὸ γὰρ «ἰδεῖν» ἡμεῖς οὐ σωματικῶς εἰρῆσθαι ἐξειλήφαμεν, καὶ τὸ «ἀκοῦσαι» πνευματικῶς ἀπαγγελλόμενον νενοήκαμεν, μόνου τοῦ ὦτα κτησαμένου ἀκούειν παρεσκευασμένου τῶν λόγων τοῦ Ἰησοῦ· ὅπερ οὐ πάνυ ἀθρόως γίνεται. Ἔτι δὲ περὶ τοῦ τοὺς πρὸ τῆς σωματικῆς ἐπιδημίας τοῦ Ἰησοῦ ἁγίους πλέον τι τῶν πολλῶν τῶν πιστευόντων ἐσχηκότας τὰ τῆς θειότητος μυστήρια κατανενοηκέναι, τοῦ λόγου τοῦ θεοῦ διδάσκοντος αὐτοὺς καὶ πρὶν γένηται σάρξ – ἀεὶ γὰρ εἰργάζετο, μιμητὴς τοῦ πατρὸς ὢν περὶ οὗ λέγει· «Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται»–, ἔστιν ἐπιλογίσασθαι καὶ ἀπὸ τούτων τῶν λέξεων· φησί που πρὸς τοὺς σαδδου καίους ἀπιστοῦντας τῷ περὶ ἀναστάσεως λόγῳ· «Οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ἐπὶ τῆς βάτου ὑπὸ τοῦ θεοῦ· Ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; θεὸς δὲ οὐκ ἔστινεκρῶν ἀλλὰ ζώντων.» Εἰ τοίνυν ὁ θεὸς «οὐκ ἐπαισχύνεται θεὸς» τῶν ἀνδρῶν τούτων «καλεῖσθαι», καὶ ἐν ζῶσιν ὑπὸ Χριστοῦ καταριθμοῦνται, υἱοί τε τοῦ Ἀβραὰμ πάντες εἰσὶν οἱ πιστεύοντες, ἐπεὶ ἐνευλογοῦνται τῷ πιστῷ Ἀβραὰμ πάντα τὰ ἔθνη, πατρὶ τῶν ἐθνῶν ὑπὸ θεοῦ τεθειμένῳ, διστάζομεν παραδέξασθαι ἐγνωκέναι τοὺς ζῶντας τὰ τῶν ζώντων μαθή ματα, μαθητευθέντας Χριστῷ τῷ πρὸ ἑωσφόρου γεγενημένῳ πρὶν γένηται σάρξ; Διὰ τοῦτο δὲ ἔζων, ἐπεὶ μετεῖχον τοῦ εἰπόντος· «Ἐγώ εἰμι ἡ ζωή»·
For we have understood that "to see" was not spoken in a bodily sense, and we have grasped that "to hear," when it is proclaimed, is to be understood spiritually, since only the one who has acquired ears is prepared to hear the words of Jesus; and this does not happen all at once. Moreover, concerning the saints before the bodily coming of Jesus having possessed more than the many who believe and having understood the mysteries of the divinity, since the Word of God was teaching them even before he became flesh—for he was always working, being an imitator of the Father, of whom he says, "My Father is working until now"—it is possible to infer this also from these very words. He says somewhere to the Sadducees who disbelieved the account concerning the resurrection: "Have you not read what was spoken by God at the bush: I am the God of Abraham and the God of Isaac and the God of Jacob? But God is not of the dead but of the living." If, then, God "is not ashamed to be called" the God of these men, and they are numbered among the living by Christ, and all who believe are sons of Abraham, since all the nations are blessed in the faithful Abraham, who was appointed by God as father of the nations, do we hesitate to accept that the living knew the teachings of the living, having been made disciples of Christ, who existed before the morning star before he became flesh? And for this reason they were living, because they partook of the one who said, "I am the life."
καὶ ἐχώρουν ὡς τηλικούτων κληρονόμοι ἐπαγγελιῶν ἐπιφάνειαν οὐ μόνον ἀγγέλων ἀλλὰ καὶ θεοῦ ἐν Χριστῷ καὶ τάχα ὁρῶντες τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου, ἐπεὶ ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα, ἀναγεγραμμένοι εἰσί, θεὸν νενοηκότες καὶ θεοῦ λόγων θεο πρεπῶς ἀκηκοότες, ἑωρακέναι θεὸν καὶ ἀκηκοέναι αὐτοῦ. Ἐγὼ δ' οἶμαι ὅτι οἱ τελείως καὶ γνησίως υἱοὶ τοῦ Ἀβραὰμ τῶν πνευματικῶν νοουμένων πράξεων αὐτοῦ εἰσιν υἱοὶ καὶ τῆς φανερωθείσης αὐτῷ γνώσεως, τῶν ἐκείνῳ γνωσθέντων καὶ πραχθέντων ἐγγινομένων τοῖς χρηματίζουσιν υἱοῖς τοῦ πατριάρχου, καθ' ἃ διδάσκει τοὺς ἔχοντας ὦτα λέγων· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε.» Καὶ εἰ «Σοφὸς νοήσει τὰ ἀπὸ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην», ἀναγκαῖον ἤτοι προπετῶς ἀποφήνασθαί τινα περὶ τῶν προφητῶν ὡς οὐ σοφῶν, εἰ μὴ νενοήκασι «τὰ ἀπὸ τοῦ ἰδίου στόματος», ἢ τὸ εὔφημον καὶ ἀληθὲς παραδεξαμένους, ὅτι ἦσαν οἱ προφῆται σοφοί, ὁμο λογεῖν νενοηκέναι αὐτοὺς «τὰ ἀπὸ ἰδίου στόματος» καὶ ἐπὶ τοῖς χείλεσι πεφορεκέναι τὴν
And they advanced as heirs of such great promises to the manifestation not only of angels but also of God in Christ, and perhaps seeing the image of the invisible God, since the one who has seen the Son has seen the Father, they are recorded as having understood God and having heard the words of God in a manner befitting God—namely, to have seen God and to have heard him. But I think that those who are perfectly and genuinely sons of Abraham are sons of his spiritual deeds, understood spiritually, and of the knowledge that was revealed to him, since the things known and done by him come to be in those who are called sons of the patriarch, in accordance with what he teaches those who have ears, saying: "If you were children of Abraham, you would do the works of Abraham." And if "a wise man will understand the things from his own mouth, and on his lips he will carry discernment," it is necessary either to declare rashly concerning the prophets that they were not wise, if they did not understand "the things from his own mouth," or to accept the pious and true view that the prophets were wise, and to agree that they understood "the things from his own mouth" and carried on their lips the
ἐπιγνωμοσύνην. Καὶ δῆλον ὅτι Μωσῆς ἑώρα τῷ νοῒ τὴν ἀλήθειαν τοῦ νόμου καὶ τὰς κατὰ ἀναγωγὴν ἀλληγορίας τῶν ἀναγεγραμμένων παρ' αὐτῷ ἱστοριῶν· Ἰησοῦς δὲ τὴν ἀληθῆ κληροδοσίαν γενομένην μετὰ τὴν καθαίρεσιν τῶν εἴκοσι καὶ ἐννέα βασιλέων συνίει, μᾶλλον ἡμῶν δυνάμενος συνορᾶν τίνων ἀληθῶν σκιαὶ ἐτύγχανον τὰ δι' αὐτοῦ ἐπιτελούμενα. Δῆλον δ' ὅτι καὶ Ἡσαΐας τὸ μυστή ριον ἑώρα τοῦ ἐπὶ τοῦ θρόνου καθεζομένου καὶ τῶν δύο σεραφὶμ καὶ τῶν πτερύγων αὐτῶν, τοῦ τε θυσιαστηρίου καὶ τῆς λαβίδος, καὶ τῆς ἐπικαλύψεως τοῦ προσώπου καὶ τῶν ποδῶν γινομένης ὑπὸ τῶν σεραφίμ· Ἰεζεκιὴλ δὲ τὰ χερουβὶμ καὶ τὴν πορείαν αὐτῶν καὶ τὸ ἐπ' αὐτῶν στερέωμα καὶ τὸν ἐπικαθεζόμενον τῷ θρόνῳ. Ὧν τί ἂν εἴη ἐνδοξότερον καὶ ὑψηλότερον; Καὶ ἵνα μὴ καθ' ἓν λέγων ἐπὶ πολὺ μηκύνω τὸν λόγον βουλόμενος κατασκευάζειν οὐκ ἔλαττον τῶν τοῖς ἀποστόλοις ὑπὸ Χριστοῦ ἀποκαλυφθέντων ἐγνωκέναι τοὺς τετελειωμένους ἐν ταῖς προτέραις γενεαῖς, ἀποκαλύπτοντος αὐτοῖς τοῦ καὶ τοὺς ἀποστόλους διδάξαντος τὰ ἀπόρρητα τῆς θεοσεβείας μυστήρια, ἔτι ὀλίγα προσθεὶς κρίνειν τοῖς ἐντυγχάνουσι κατα λείψω καὶ ὃ βούλονται περὶ τούτων σκοπεῖν. Φησὶ γὰρ ἐν τῇ πρὸς τοὺς Ῥωμαίους ἐπιστολῇ ὁ Παῦλος·
And it is clear that Moses saw with his mind the truth of the law and the allegories according to anagoge of the histories recorded by him; but Joshua understood the true inheritance that came to be after the destruction of the twenty-nine kings, being better able than we are to perceive of what true things the events accomplished through him were shadows. And it is clear that Isaiah also saw the mystery of the one seated on the throne, and of the two seraphim and their wings, and of the altar and the tongs, and of the covering of the face and the feet made by the seraphim; and Ezekiel saw the cherubim and their going and the firmament upon them and the one seated upon the throne. What could be more glorious and more exalted than these? And so that I may not, by speaking of each one individually, prolong my discourse at great length, desiring to establish that those who were perfected in earlier generations knew no less than what was revealed to the apostles by Christ—since he who taught the apostles also reveals to them the secret mysteries of religion—I will add a few more things and leave it to those who encounter these words to judge and to consider whatever they wish concerning these matters. For Paul says in his letter to the Romans:
«Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέ λιόν μου κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Εἰ γὰρ διὰ γραφῶν προφητικῶν τὸ πάλαι σεσιωπημένον μυστήριον πεφανέρωται τοῖς ἀποστόλοις καὶ οἱ προφῆται ἐνόουν «τὰ ἀπὸ ἰδίου στόματος», ἅτε ὄντες «σοφοί», τὰ πεφανερωμένα τοῖς ἀποστόλοις οἱ προφῆται ᾔδεσαν. Ἐπεὶ δὲ τοῖς πολλοῖς οὐκ ἀπεκαλύπτετο, διὰ τοῦτό φησιν ὁ Παῦλος· «Ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφή ταις ἐν πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα.» Ὅρα δέ–εἰ καὶ οὕτως οἷόν τε ἀνθυπενεχθησομένην ἀνθυποφορὰν ὑπὸ τῶν μὴ παραδεχομένων τὸν λόγον τὴν λέξιν ταύτην οὕτως ἐκλαβεῖν τὸ «ἀποκαλυπτόμενον»–μήποτε διχῶς ἔστιν ἰδεῖν «ἀποκαλυπτόμενον», καθ' ἕνα μὲν τρόπον ὅτε νοεῖται, καθ' ἕτερον δὲ ἐὰν ᾖ τοιοῦτο τὸ προφητευόμενον, ὥστε γενέσθαι καὶ πληρωθῆναι αὐτό· τότε γὰρ ἀποκαλύπτεται, ὅτε ἐπιτελεῖται πληρούμενον. Τὸ τοίνυν τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα εἶναι τῆς ἐπαγγελίας ἐν Χριστῷ, ὅσον μὲν ἐπὶ τῇ γνώσει τοῦ ἔσεσθαι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα, καὶ πότε ἔσεσθαι, καὶ διὰ τί, καὶ τίνα ὄντα, καὶ πῶς ξένα τῶν διαθηκῶν τυγχάνοντα καὶ ἀλλότρια τῆς ἐπαγγελίας σύσσωμα καὶ συμμέτοχα ὕστερον ἐσόμενα, ᾔδεσαν οἱ προφῆται, ἀποκαλυφθέντος αὐτοῖς τούτου.
“To him who is able to establish you according to my gospel and the revelation of the mystery kept silent in times eternal, but now made manifest both through the prophetic writings and through the appearing of our Lord Jesus Christ.” For if the mystery long kept silent was made manifest to the apostles through the prophetic writings, and the prophets understood “the things from his own mouth,” being “wise,” then the prophets knew the things made manifest to the apostles. But since it was not revealed to the many, Paul says for this reason: “In other generations it was not made known to the sons of men, as now it has been revealed to his holy apostles and prophets in the Spirit, that the Gentiles are fellow heirs and fellow members of the body.” Observe—if indeed it is possible in this way to take this phrase, “that which is being revealed,” as an objection that might be raised in reply by those who do not accept the word—whether perhaps “that which is being revealed” can be seen in two ways: in one way when it is understood, and in another way if the thing prophesied is of such a kind as to come to pass and be fulfilled; for then it is revealed when it is accomplished in fulfillment. Therefore, that the Gentiles are fellow heirs and fellow members of the body and fellow partakers of the promise in Christ—as far as concerns the knowledge that the Gentiles would be fellow heirs and fellow members of the body and fellow partakers, and when they would be, and why, and who they were, and how those who were strangers to the covenants and aliens to the promise would later be fellow members of the body and fellow partakers—the prophets knew this, since it was revealed to them.
Ἀλλ' οὐχ οὕτως τοῖς νοοῦσιν, οὐχ ὁρῶσι δὲ ἐπιτελούμενα τὰ προφητευόμενα, ἀποκεκάλυπται τὰ ἐσόμενα ὡς τοῖς ὑπ' ὄψιν θεωροῦσι τὴν ἔκβασιν αὐτῶν· ὅπερ γέγονεν ἐπὶ τῶν ἀποστόλων. Οὕτω γάρ, ὡς οἶμαι, ἐνόουν τὰ πράγματα οὐ μᾶλλον τῶν πατέρων καὶ προφητῶν, ἀληθεύεται δὲ περὶ αὐτῶν τὸ «Ὃ ἑτέραις γενεαῖς οὐκ ἀπεκαλύφθη, ὡς νῦν τοῖς ἀποστόλοις καὶ προφήταις, εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ» τῷ πρὸς τῷ νοεῖν αὐτοὺς τὰ μυστήρια καὶ τὴν ἐνέργειαν διὰ τοῦ πράγματος ἐπιτελουμένου κατανοεῖν. Δύναται δὲ καὶ τὸ «Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν» τὴν ὁμοίαν ἔχειν διήγησιν, οἱονεὶ ἐπιθυμησάντων κἀκείνων ἰδεῖν οἰκονομούμενον τὸ μυστήριον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἐνσωματώσεως καὶ καταβάσεως ἐπὶ τὴν οἰκονομίαν τοῦ σωτηρίου τοῖς πολλοῖς πάθους αὐτοῦ. Ὡς ἐπὶ παραδείγματος καὶ ἄλλο τι τοιοῦτον ἐλαμβάνομεν· ἔστω τινὰ τῶν ἀποστόλων, συνιέντα «τὰ ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆ σαι», μὴ ὀψόμενον τὴν παρὰ τοῖς πεπιστευκόσι κατηγγελμένην δευτέραν σωματικὴν Ἰησοῦ ἔνδοξον ἐπιδημίαν, ἐπιθυμεῖν αὐτὴν ὁρᾶν· ἕτερον δέ τινα οὐ μόνον τὰ αὐτὰ τῷ ἀποστόλῳ οὐκ ἠκριβωκότα καὶ
But it is not so for those who understand, yet do not see the things prophesied being fulfilled; the things to come have not been revealed to them as to those who behold their outcome before their eyes—which is what happened in the case of the apostles. For thus, I think, they understood the matters no more than the fathers and the prophets, yet what is said of them is true: “Which in other generations was not made known, as now it has been revealed to the apostles and prophets, that the Gentiles are fellow heirs and fellow members of the body and fellow partakers of the promise in Christ”—to him who, besides their understanding the mysteries, also comprehends the working accomplished through the deed itself. And the saying “Many prophets and righteous men desired to see what you see, and did not see it, and to hear what you hear, and did not hear it” can have a similar explanation, as though those also desired to see the mystery of the incarnation of the Son of God and his descent into the economy of his saving passion for the many, being administered. As by way of example we took also something else of this sort: let one of the apostles be supposed, understanding “the unutterable words which it is not lawful for a man to speak,” not to see the second glorious bodily coming of Jesus proclaimed among believers, and to desire to see it; and another, not only not having accurately grasped the same things as the apostle, and
νενοηκότα, ἀλλὰ καὶ πολλῷ αὐτοῦ ἔλαττον ἀντεχόμενον τῆς θείας ἐλπίδος κατα λαμβάνειν τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, ἣν ἐπιτεθυμηκέτω μὲν κατὰ τὸ παράδειγμα ὁ ἀπόστολος, μὴ τεθεωρηκέτω δέ· οὐ ψεῦδος δὴ ἐροῦμεν ὅτι οἵδε δύο, ἃ ἐπεθύμησεν ὁ ἀπόστολος ἰδεῖν ἢ καὶ ἀπόστολοι, τεθέανται, καὶ οὐ πάντως παρὰ τοῦτο συνετωτέρους αὐτοὺς ἢ μακαριωτέρους ἀνάγκη λέγειν τῶν ἀποστόλων· οὕτως οὐδὲ τοὺς ἀποστόλους σοφωτέρους τῶν πατέρων ἢ Μωσέως καὶ τῶν προφητῶν, καὶ μάλιστα τῶν ἐπιπλεῖον δι' ἀρετὴν ἀξιωθέντων ἐπιφανειῶν καὶ ἐμφανειῶν θείων καὶ ἀποκαλύψεων μυστη ρίων μεγάλων. Ἐπιπλέον δὲ διετρίψαμεν ἐξετάζοντες περὶ τούτων, ἐπεὶ τῇ φαντασίᾳ τοῦ δοξάζειν τὴν Χριστοῦ ἐπιδημίαν πολλῷ σοφωτέρους τοὺς ἀποστόλους τῶν πατέρων καὶ τῶν προφητῶν λέγοντες οἱ μὲν καὶ ἕτερον ἀναπεπλάκασιν θεὸν μείζονα, οἱ δὲ μὴ τοῦτο τολμήσαντες ὅσον ἐπὶ τῷ αὐτῶν λόγῳ διὰ τὸ ἀβασάνιστον τῶν δογμάτων χρεοκοποῦσι τὴν δεδομένην τοῖς πατράσι καὶ τοῖς προφήταις ἀπὸ θεοῦ διὰ Χριστοῦ δωρεάν, δι' οὗ «τὰ πάντα ἐγένετο»· εἰ δὲ τὰ πάντα, δῆλον ὅτι καὶ τὰ ἐκείνοις ἀποκαλυφθέντα καλὰ καὶ πεπραγμένα σύμβολα μυστηρίων θεοσεβείας ἁγίων. Ἐπεὶ δὲ πάντη φράσσεσθαι δεῖ τοὺς γενναίους Χριστοῦ στρατιώτας ὑπὲρ ἀληθείας, οὐδαμοῦ κατὰ τὸ δυνατὸν παρείσδυσιν ἐῶντας ἐγγενέσθαι τῇ ἀπὸ τοῦ ψεύδους πιθανό τητι, φέρε καὶ ταῦτα σκοπήσωμεν. Τάχα γὰρ φήσουσι τὴν προτέραν Ἰωάννου περὶ Χριστοῦ μαρτυρίαν εἶναι·
...having understood, but also, being far less than he in clinging to divine hope, to grasp the second coming of our Savior, which the apostle desired according to the pattern, but did not behold—we shall not then speak falsely when we say that these two things, which the apostle desired to see, or even apostles, they have beheld, and it is not altogether necessary on this account to call them wiser or more blessed than the apostles; just as neither are the apostles wiser than the fathers, or Moses and the prophets, and especially those who were deemed worthy of more abundant divine manifestations and appearances and revelations of great mysteries on account of virtue. But we have dwelt longer examining these matters, since, in the imagination of glorifying the coming of Christ, when they say that the apostles are far wiser than the fathers and the prophets, some have also fabricated another, greater god, while others, not daring this, as far as their own account goes, because of the unexamined character of their doctrines, cut off the gift given to the fathers and the prophets from God through Christ, through whom "all things came to be"; and if all things, it is clear that also the noble symbols of the mysteries of holy piety revealed to them and accomplished were through him. But since the noble soldiers of Christ must be fenced in on every side for the sake of truth, nowhere, as far as possible, allowing an infiltration to arise in the plausibility that comes from falsehood, come, let us consider these things too. For perhaps they will say that the former testimony of John concerning Christ is...
«Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν», τὸ δὲ «Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος» καὶ τὰ ἑξῆς εἰρῆσθαι ἐκ προσώπου τοῦ μαθητοῦ. Ἀναγκαῖον δὲ καὶ οὕτως διελέγξαι ὡς βεβιασμένην καὶ ἀνακόλουθον τὴν ἐκδοχήν· πάνυ γὰρ βίαιον τὸ οἴεσθαι αἰφνίδιον οἱονεὶ ἀκαίρως διακόπτεσθαι τὸν τοῦ βαπτιστοῦ λόγον ὑπὸ τοῦ λόγου τοῦ μαθητοῦ, καὶ παντὶ τῷ καὶ ἐπὶ ποσὸν ἀκούειν συμφράσεως λεγομένων ἐπισταμένῳ σαφὲς τὸ τοῦ εἱρμοῦ τῆς λέξεως· «Οὗτος ἦν ὁ εἰπών· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.» Διδάσκει δὲ ὁ βαπτιστὴς πῶς ἔμπροσθεν αὐτοῦ γέγονεν Ἰησοῦς τῷ πρῶτος αὐτοῦ–ἐπεὶ πρωτότοκος πάσης κτί σεως–εἶναι διὰ τοῦ «Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». Διὰ τοῦτο γάρ, φησίν, «ἔμπρο σθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν». Διὰ τοῦτο δὲ νοῶ αὐτὸν πρῶτόν μου ὄντα καὶ τιμιώτερον παρὰ τῷ πατρί, ἐπεὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἐγώ τε καὶ οἱ πρὸ ἐμοῦ προφῆται εἰλήφαμεν χάριν τὴν θειοτέραν καὶ μείζονα καὶ προφητικὴν ἀντὶ χάριτος τῆς κατὰ τὴν προαίρεσιν ἡμῶν ἀποδεχθείσης παρ' αὐτοῦ. Διὰ τοῦτο δὲ καὶ «ἔμπροσθεν γέγονεν ὅτι πρῶτός μου ἦν», ἐπεὶ καὶ νενοήκαμεν ἐκ τοῦ πληρώματος αὐτοῦ εἰληφότες, τὸν μὲν νόμον διὰ Μωσέως δεδόσθαι, οὐχ ὑπὸ Μωσέως, τὴν δὲ χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ οὐ δεδόσθαι μόνον ἀλλὰ καὶ γεγονέναι, τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ τόν τε νόμον διὰ Μωσέως δεδωκότος, χάριν δὲ καὶ ἀλήθειαν πεποιηκότος διὰ Ἰησοῦ Χριστοῦ τὴν ἐπ' ἀνθρώ πους φθάσασαν.
"The one coming after me has become before me, because he was first before me," and the words "Because from his fullness we all received, and grace for grace" and what follows were spoken in the person of the disciple. But it is necessary also in this way to refute that interpretation as forced and inconsistent; for it is altogether violent to suppose that the Baptist's speech is suddenly, as it were, inopportunely interrupted by the disciple's speech, and to everyone who has even to some extent understood the connection of what is said, the sequence of the passage is clear: "This was the one who said: The one coming after me has become before me, because he was first before me." And the Baptist teaches how Jesus became before him by being first before him—since he is firstborn of all creation—through the words "Because from his fullness we all received." For this reason, he says, "he has become before me, because he was first before me." And for this reason I understand him to be first before me and more honored with the Father, since from his fullness both I and the prophets before me have received the more divine and greater grace, the prophetic grace, in place of the grace that was received from him according to our own choice. And for this reason also "he has become before me, because he was first before me," since we have also understood, having received from his fullness, that the law was given through Moses, not by Moses, but grace and truth came to be through Jesus Christ, not merely given but also made, God and his Father having given the law through Moses, and having made grace and truth through Jesus Christ, which reached to men.
Εὐγνωμονέστερον γὰρ ἀκούσαντες τῆς λέξεως τῆς φασκούσης· «Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο» οὐ ταραχθησόμεθα ὡς ὑπὸ ἐναντιώματος ταύτῃ τῇ φωνῇ ὄντος τοῦ «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή». Εἰ γὰρ Ἰησοῦς ἐστιν ὁ φάσκων· «Ἐγώ εἰμι ἡ ἀλήθεια», πῶς ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ γίνεται; Αὐτὸς γάρ τις δι' ἑαυτοῦ οὐ γίνεται. Ἀλλὰ νοητέον ὅτι ἡ αὐτοαλήθεια ἡ οὐσιώδης καί, ἵν' οὕτως εἴπω, πρωτότυπος τῆς ἐν ταῖς λογικαῖς ψυχαῖς ἀληθείας, ἀφ' ἧς ἀληθείας οἱονεὶ εἰκόνες ἐκείνης ἐντετύπωνται τοῖς φρονοῦσι τὴν ἀλήθειαν, οὐχὶ διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο οὐδ' ὅλως διά τινος, ἀλλ' ὑπὸ θεοῦ ἐγένετο· ὡς καὶ ὁ λόγος οὐ διά τινος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν καὶ ἡ σοφία, ἣν «ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ ὁ θεός», οὐ διά τινος, οὕτως οὐδὲ ἡ ἀλήθεια διά τινος. Ἡ δὲ παρ' ἀνθρώποις ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο· οἷον ἡ ἐν Παύλῳ ἀλήθεια καὶ τοῖς
ἀποστόλοις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ οὐ θαυμαστὸν μιᾶς οὔσης ἀληθείας οἱονεὶ πολλὰς ἀπ' ἐκείνης λέγειν ἐρρυηκέναι. Οἶδε γοῦν ὁ προφήτης Δαβὶδ πολλὰς ἀληθείας λέγων· «Ἀληθείας ἐκζητεῖ κύριος»· οὐ γὰρ τὴν μίαν ἐκζητεῖ ἀλήθειαν ὁ πατὴρ αὐτῆς, ἀλλὰ τὰς πολλάς, δι' ἃς σῴζονται οἱ ἔχοντες αὐτάς. Τὸ δ' ὅμοιον τῷ περὶ τῆς ἀληθείας καὶ τῶν ἀληθειῶν λόγῳ εὑρίσκομεν εἰρημένον περὶ δικαιοσύνης καὶ δικαιοσυνῶν. Ἡ γὰρ αὐτοδικαιοσύνη ἡ οὐσιώδης Χριστός ἐστιν· «Ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.» Ἀπ' ἐκείνης δὲ τῆς δικαιο σύνης ἡ ἐν ἑκάστῳ δικαιοσύνη τυποῦται, ὡς γίνεσθαι ἐν τοῖς σῳζομένοις πολλὰς δικαιοσύνας·
For if we listen with greater fairness to the phrase that says, "Grace and truth came through Jesus Christ," we shall not be disturbed as though the saying "I am the way and the truth and the life" were opposed to this utterance. For if Jesus is the one who says, "I am the truth," how does the truth come through Jesus Christ? For a thing does not come to be through itself. But we must understand that the essential truth itself—and, so to speak, the archetypal truth of the truth that is in rational souls, from which truth, as it were, images of that truth are imprinted on those who think the truth—did not come to be through Jesus Christ, nor through anything at all, but came to be from God; just as the Word who was in the beginning with God did not come to be through anything, nor did the wisdom which "God created as the beginning of his ways," so neither did the truth come to be through anything. But the truth that is among men came to be through Jesus Christ; for example, the truth in Paul and the apostles came to be through Jesus Christ. And it is no wonder that, since the truth is one, there are, as it were, many truths that have flowed from it. At any rate, the prophet David knows many truths when he says, "The Lord seeks out truths"; for the father of truth does not seek out the one truth, but the many, through which those who possess them are saved. And we find the same account as that concerning the truth and the truths said also concerning righteousness and righteousnesses. For the essential righteousness itself is Christ: "Who became for us wisdom from God, both righteousness and sanctification and redemption." And from that righteousness, the righteousness in each person is stamped, so that there come to be many righteousnesses in those who are saved.
διὸ καὶ γέγραπται «Ὅτι δίκαιος κύριος, καὶ δικαιοσύνας ἠγάπησεν»· οὕτω γὰρ ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὕρομεν καὶ ταῖς λοιπαῖς παρὰ τοὺς ἑβδομήκοντα ἐκδόσεσι καὶ τῷ Ἑβραϊκῷ. Ἐπίστησον δὲ εἰ δύναται ὁμοίως καὶ τὰ ἄλλα, ὅσα Χριστὸς εἶναι λέγεται ἑνικῶς, πληθυόμενα ἀνάλογον ὀνο μάζεσθαι πληθυντικῶς, οἷον Χριστός ἐστιν ἡ ζωὴ ἡμῶν, ὡς αὐτὸς ὁ σωτήρ φησιν· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή»· καὶ ὁ ἀπόστολος· «Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Ἐν ψαλμοῖς δὲ πάλιν ἀναγέγραπται· «Κρεῖττον τὸ ἔλεός σου ὑπὲρ ζωάς»· διὰ γὰρ τὸν ἐν ἑκάστῳ Χριστὸν ὄντα ζωὴν πληθύονται αἱ ζωαί. Τάχα δὲ οὕτω ζητητέον καὶ τὸ «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ»; Οἱονεὶ γὰρ καθ' ἕκαστον ἅγιον Χριστὸς εὑρίσκεται, καὶ γίνονται διὰ τὸν ἕνα Χριστὸν πολλοὶ χριστοὶ οἱ ἐκείνου μιμηταὶ καὶ κατ' αὐτὸν εἰκόνα ὄντα θεοῦ μεμορφωμένοι· ὅθεν ὁ θεὸς διὰ τοῦ προφήτου φησίν· «Μὴ ἅψησθε τῶν χριστῶν μου.» Ὃ τοίνυν ἐδόξαμεν παρεληλυθέναι διηγούμενοι τὸ «Ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο», τοῦτο νῦν κατὰ τὸ ἐμπεσὸν ἀνεπτύξαμεν· ἅμα δὲ παρεστήσαμεν ὅτι τοῦ βαπτιστοῦ Ἰωάννου ἐστὶν ἡ φωνὴ ἔτι καὶ διὰ τούτων μαρτυροῦντος τῷ υἱῷ τοῦ θεοῦ. Ἤδη οὖν ἴδωμεν τὴν δευτέραν Ἰωάννου μαρτυρίαν. Ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι, ὡς συγγενεῖς ὄντεςτοῦ βαπτιστοῦ ἀπὸ γένους ἱερατικοῦ τυγχάνοντος, ἱερεῖς πέμπουσι καὶ λευΐτας πευσομένους, ὅστις ποτὲ εἴη ὁ Ἰωάν νης.
Therefore it is also written, "That the Lord is righteous, and he has loved righteousnesses"; for so we found it in the accurate copies and in the remaining editions besides the Seventy and in the Hebrew. But consider whether similarly all the other things, as many as are said to be Christ in the singular, can be named in the plural by multiplication, analogously—for example, Christ is our life, as the Savior himself says: "I am the way and the truth and the life"; and the apostle: "When Christ, your life, is revealed, then you also will be revealed with him in glory." And again in the Psalms it is written: "Your mercy is better than lives"; for because of the Christ who is in each one, the lives are multiplied. Perhaps one should also inquire thus into the phrase "If you seek a proof of the Christ who speaks in me"? For as it were, in each holy person Christ is found, and through the one Christ many christs come to be—those who are imitators of him and formed according to his image, being images of God; whence God says through the prophet: "Do not touch my christs." What, then, we thought had been passed over in explaining "Grace and truth came through Jesus Christ," this we have now unfolded as it occurred to us; and at the same time we have shown that the voice belongs to John the Baptist, who even through these words is still bearing witness to the Son of God. Let us now see the second testimony of John. From Jerusalem the Jews, as being kinsmen of the Baptist—since he was of priestly lineage—send priests and Levites to ask who John ever was.
Ὁ δὲ λέγων τὸ «Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός» δι' αὐτοῦ τούτου ὁμολογίαν ἀληθείας πεποίηται, καὶ οὐχ, ὡς ἄν τις ὑπολάβοι, διὰ τὸ «Οὐκ εἰμὶ ὁ Χριστός» ἠρνήσατο· οὐ γάρ ἐστιν ἄρνησις τὸ εἰς δόξαν Χριστοῦ λέγειν, μὴ αὐτὸν εἶναι Χριστόν. Ἅπαξ δὲ οἱ πεμφθέντες ἀπὸ Ἱεροσολύμων ἱερεῖς καὶ λευῖται ἀκούσαντες τὸ μὴ εἶναι αὐτὸν τὸν προσδοκώμενον Χριστόν, πυνθάνονται περὶ τοῦ δευτέρου ἐλπιζομένου παρ' αὐτοῖς τιμίου ὀνόματος Ἠλίου, εἰ αὐτὸς εἴη ἐκεῖνος. Λέγει δὲ μὴ τυγχάνειν Ἠλίας πάλιν ὁμολογῶν διὰ τοῦ «Οὐκ εἰμὶ» τὸ ἀληθές. Ἐπεὶ δὲ πολλῶν προφητῶν γινομένων ἐν Ἰσραὴλ εἷς τις ὁ ὑπὸ Μωσέως προφητευθεὶς ἐξαιρέτως προσεδοκᾶτο κατὰ τὸ φάσκον ῥητόν· «Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε. Καὶ ἔσται πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ», τρίτον ἐρωτῶσιν οὐχὶ εἰ προφήτης εἴη, ἀλλ' εἰ «ὁ» προφήτης. Καὶ τοῦτο τὸ ὄνομα ἐκείνων οὐκ ἐπὶ Χριστοῦ ταττόντων ἀλλ' οἰομένων ἕτερον παρὰ τὸν Χριστὸν αὐτὸν εἶναι, αὐτὸς γινώσκων τὸν οὗ πρόδρομός ἐστιν ὅτι καὶ ὁ Χριστὸς καὶ ὁ προφήτης οὗτος ἐστὶν ὁ προφητευθείς, φησίν «Οὔ»· τάχα ἂν τὸ «Ναὶ» ἀποκρινάμενος, εἰ χωρὶς τοῦ ἄρθρου ἠρωτήκεισαν· οὐ γὰρ ἠγνόει προφήτης ὤν. Καὶ ἐν ταύταις ὅλαις ταῖς ἀποκρίσεσιν ἡ δευτέρα οὐδέπω τετέλεσται μαρτυρία Ἰωάννου, ἕως τοῖς αἰτοῦσιν ἀπόκρισιν ἀπαγγελθησομένην τοῖς πέμψασιν ἑαυτὸν ἀπὸ προφητικῆς κατήγγειλε φωνῆς τῆς τοῦ Ἡσαΐου οὕτως ἐχούσης·
But the one who says, "I am not the Christ," by this very statement has made a confession of the truth, and not, as one might suppose, denied it by saying "I am not the Christ"; for it is not a denial to say, to the glory of Christ, that one is not the Christ. Now when the priests and Levites sent from Jerusalem had once heard that he was not the Christ who was expected, they inquire about the second name held in honor among them, that of Elijah, whether he was that one. And he says that he is not Elijah, again confessing the truth by "I am not." And since, though many prophets arose in Israel, one in particular was especially expected, the one foretold by Moses, according to the saying that states: "The Lord our God will raise up for you a prophet from your brethren like me; you shall listen to him. And it shall be that every soul that does not listen to that prophet shall be destroyed from among his people," they ask a third time, not whether he was a prophet, but whether he was "the" prophet. And since they did not apply this name to the Christ but supposed him to be someone other than the Christ, he, knowing of whom he is the forerunner—that this one is both the Christ and the prophet who was foretold—says, "No"; perhaps he would have answered "Yes" if they had asked without the article; for being a prophet, he was not ignorant. And in all these answers the second testimony of John has not yet been completed, until to those who asked he declared the answer that was to be reported to those who sent them, from the prophetic voice of Isaiah, which runs thus:
«Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν κυρίου.» Ἄξιον δὲ ζητῆσαι πότερον τετέλεσται ἡ δευτέρα μαρτυρία καὶ τρίτη γίνεται πρὸς ἀπεσταλμένους ἐκ τῶν φαρισαίων καὶ βουλομένους μαθεῖν τί δήποτε βαπτίζει, μήτε Χριστὸς μήτε Ἠλίας μήτε ὁ προφήτης τυγχάνων, ἐν τῷ «Ἐγὼ βαπτίζω
ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος», ἢ μέρος τῆς δευτέρας ἐστὶ καὶ τὸ ἀπαγγελλόμενον πρὸς τοὺς φαρισαίους. Ἐγὼ δ' ὅσον ἐκ τῆς λέξεως ἔστι στοχάσασθαι εἴποιμ' ἂν τρίτην εἶναι μαρτυρίαν τὸν πρὸς τοὺς ἀποσταλέντας ἀπὸ τῶν φαρισαίων λόγον. Παρατηρητέον μέντοι γε ὅτι ἡ πρώτη μαρτυρία τὸ ἔνθεον τοῦ σωτῆρος παρίστησιν, ἡ δὲ δευτέρα τὴν ὑπόνοιαν τῶν δισταζόντων μήποτε Ἰωάννης εἴη Χριστὸς καθαιρεῖ, ἡ δὲ τρίτη τὸν ἀοράτως τοῖς ἀνθρώποις παρόντα κηρύττει ὅσον οὐδέπω ἐλευσόμενον. Πρὶν δὲ τῶν ἑξῆς μαρτυριῶν, καθ' ἃς δεικνύμενος μαρτυρεῖται, ἑκάστην λέξιν ἴδωμεν τῆς δευτέρας καὶ τρίτης μαρτυρίας, τοῦτο πρῶτον ἐπιτηρήσαντες ὅτι δύο ἀποστολαὶ γίνονται πρὸς τὸν βαπτιστήν· μία μὲν ἀπὸ Ἱεροσολύμων ὑπὸ Ἰουδαίων πεμπόντων «ἱερεῖς καὶ λευΐτας, ἵνα ἐρωτή σωσιν αὐτόν· Σὺ τίς εἶ;» ἑτέρα δὲ φαρισαίων ἀποστελ λόντων καὶ πρὸς τὴν γεγενημένην ἀπόκρισιν τοῖς ἱερεῦσιν καὶ λευΐταις ἐπαπορούντων. Παρατήρει τοίνυν πῶς κατὰ τὸ ἱερατικὸν καὶ λευϊτικὸν πρόσωπόν ἐστι μεθ' ἡμερότητος λεγόμενα καὶ φιλομαθείας τὸ «Σὺ τίς εἶ;» καὶ τὸ «Τί οὖν; σὺ Ἠλίας εἶ;» καὶ τὸ «Ὁ προφήτης ἄρα εἶ σύ;» καὶ ἐπὶ τούτοις·
“A voice of one crying in the wilderness, make straight the way of the Lord.” It is worth inquiring whether the second testimony has been fulfilled and the third is now given to those sent from the Pharisees, who wish to learn why on earth he baptizes, though he is neither the Christ nor Elijah nor the prophet, in the words “I baptize with water; among you stands one whom you do not know, the one coming after me, whose sandal strap I am not worthy to loose,” or whether what is reported to the Pharisees is part of the second. For my part, as far as one may conjecture from the wording, I would say that the third testimony is the address to those sent from the Pharisees. One must observe, however, that the first testimony sets forth the divine nature of the Savior, the second refutes the suspicion of those who waver, wondering whether John might be the Christ, and the third proclaims him who is present invisibly to men and about to come at any moment. But before the subsequent testimonies, according to which he is testified as he is pointed out, let us examine each phrase of the second and third testimony, having first noted this: that two embassies are made to the Baptist—one from Jerusalem by the Jews, who sent “priests and Levites, that they might ask him, Who are you?” and another by the Pharisees, who sent men and raised further questions about the answer that had been given to the priests and Levites. Observe, then, how in the person of the priest and the Levite the words “Who are you?” and “What then? Are you Elijah?” and “Are you the prophet, then?” are spoken with gentleness and love of learning, and in addition to these:
«Τίς εἶ, ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς; τί λέγεις περὶ σεαυτοῦ;» οὐδὲν γὰρ αὔθαδες οὐδὲ θρασὺ ἐν τῇ τούτων ἐστὶ πεύσει, ἀλλὰ πάντα ἁρμόττοντα ἀκριβέσιν θεραπευταῖς θεοῦ. Οἱ δὲ ἀπὸ τῶν φαρισαίων ἀπεσταλμένοι οὐδὲν περιεργασαμένων πρὸς τὰ εἰρημένα τῶν λευϊτῶν καὶ ἱερέων, οἱονεὶ ὑβριστικὰς καὶ ἀνοητοτέρας προσάγουσι τῷ βαπτιστῇ φωνὰς διὰ τοῦ «Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;» καὶ σχεδὸν οὐ μαθεῖν βουλό μένοι ὡς οἱ προειρημένοι ἱερεῖς καὶ λευῖται ἀποστέλλουσιν, ἀλλὰ κωλῦσαι ἀπὸ τοῦ βαπτίζειν ἴσως οἰόμενοι οὐδενὸς ἑτέρου ἔργον τυγχάνειν τὸ βαπτίζειν ἢ Χριστοῦ καὶ Ἠλίου καὶ τοῦ προφήτου. Καὶ πανταχοῦ ἐπιμέλειαν τὸν ἀκριβῶς ἐντευξόμενον τῇ γραφῇ ποιητέον, τηρεῖν ἀναγκαίου ὄντος τὰ λεγόμενα ὑπὸ τίνων καὶ πότε λέγεται, ἵν' εὑρίσκωμεν τὸ τοῖς προσώποις ἁρμοζόντως περιτεθεῖσθαι λόγους δι' ὅλων τῶν ἁγίων βιβλίων. Τότε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ λευΐτας, ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; καὶ ὡμολόγησε καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. Καὶ τίνας ἐχρῆν πρεσβύτας πεπέμφθαι πρὸς τὸν Ἰωάννην ἀπὸ Ἰουδαίων καὶ πόθεν ἢ τοὺς διαφέρειν νενομισμένους κατ' ἐκλογὴν θεοῦ ἀπὸ τοῦ ἐξειλεγμένου παρὰ πᾶσαν τὴν λεγομένην γῆν ἀγαθὴν τόπου Ἱεροσολύμων, ἔνθα ὁ ναὸς ἦν τοῦ θεοῦ; Ἰωάννου μὲν οὖν μετὰ τοσαύτης πυνθά νονται τιμῆς· περὶ Χριστοῦ δὲ οὐδὲν τοιοῦτον ἀναγέγραπται γεγονέναι ὑπὸ Ἰουδαίων· ἀλλ' ὅπερ Ἰουδαῖοι πρὸς Ἰωάννηνποιοῦσι, τοῦτο Ἰωάννης πρὸς Χριστὸν διὰ τῶν ἰδίων μαθητῶν πυνθανόμενος·
"Who are you, that we may give an answer to those who sent us? What do you say about yourself?" For there is nothing arrogant or rash in their inquiry, but everything befitting exact servants of God. But those sent from the Pharisees, since the Levites and priests had not investigated anything beyond what was said, bring forward, as it were, insulting and more foolish words to the Baptist through "Why then do you baptize, if you are not the Christ nor Elijah nor the prophet?" And they almost do not wish to learn, as the aforementioned priests and Levites who were sent did, but perhaps think to prevent him from baptizing, supposing that the work of baptizing belongs to no other than the Christ and Elijah and the prophet. And everywhere the one who will read the Scripture accurately must exercise care, since it is necessary to observe what is said and by whom and when it is said, in order that we may find the words appropriately assigned to the persons throughout all the holy books. Then the Jews sent from Jerusalem priests and Levites, that they might ask him: Who are you? And he confessed and did not deny, and he confessed that I am not the Christ. And what elders ought to have been sent to John from the Jews, and from where, except those who were thought to excel by God's election from the place chosen by God out of all the good land that is called Jerusalem, where the temple of God was? So they inquire of John with such honor; but concerning Christ nothing of the kind is recorded to have happened on the part of the Jews; but what the Jews do toward John, this John does toward Christ, inquiring through his own disciples:
«Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;» Καὶ Ἰωάννης μὲν πρὸς τοὺς ἐληλυθότας ὁμολογήσας καὶ μὴ ἀρνησάμενος ὕστερον τὸ «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ» ἀποφαίνεται· Χριστὸς δὲ τὴν ἀπόκρισιν ποιεῖται ὡς μείζονα τὴν μαρτυρίαν Ἰωάννου ἔχων λόγοις καὶ ἔργοις φάσκων· «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ βλέπετε καὶ ἀκούετε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, πτωχοὶ εὐαγγελίζονται.» Περὶ ὧν εὐκαιρότερον, θεοῦ διδόντος, ἐν τοῖς οἰκείοις διαληψόμεθα τόποις. Ἴσως δ' ἂν οὐκ ἀλόγως τις ἐπιστήσειε τί δήποτε τῶν ἱερέων καὶ λευϊτῶν πυνθανομένων Ἰωάννου οὐχὶ εἰ αὐτὸς εἴη ὁ Χριστός, ἀλλὰ «Σὺ τίς εἶ;» ἀποκρίνεται ὁ βαπτιστὴς οὐχ ὅπερ ἐχρῆν πρὸς τὸ «Σὺ τίς εἶ;» «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ»· ἀλλ' ὅπερ οἰκείως ἂν ἐλέγετο εἰ ἦσαν πυθόμενοι «Σὺ εἶ ὁ Χριστός;» ἥρμοττε γὰρ πρὸς τὸ «Σὺ εἶ ὁ Χρι στός;» τὸ «Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός»· πρὸς δὲ τὸ «Σὺ τίς εἶ;» τὸ «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.» Λεκτέον δὲ πρὸς τοῦτο ὅτι, ὡς εἰκός, ἑώρα ἀπὸ τῆς πεύσεως τὸ εὐλαβὲς τῶν ἱερέων καὶ λευϊτῶν ἐμφαινόντων μὲν ὑπόνοιαν
"Are you the one who is coming, or should we expect another?" And John, having confessed before those who had come and not denied it, later declares, "I am a voice of one crying in the wilderness"; but Christ makes his answer as one who has a testimony greater than John's, saying in words and deeds: "Go and report to John what you see and hear: the blind see again, the lame walk, lepers are cleansed, the deaf hear, the poor are evangelized." About these things, God granting, we shall discuss more opportunely in their proper places. Perhaps someone might not unreasonably ask why, when the priests and Levites were inquiring of John, not whether he himself was the Christ, but "Who are you?" the Baptist answers, not what was appropriate to "Who are you?"—"I am a voice of one crying in the wilderness"—but what would have been said fittingly if they had asked, "Are you the Christ?" For to "Are you the Christ?" there fitted "I am not the Christ"; but to "Who are you?" there fitted "I am a voice of one crying in the wilderness." But it must be said in reply to this that, as is likely, he saw from the question the reverence of the priests and Levites, who were indeed showing a suspicion
ὑπολήψεως, μήποτ' εἴη ὁ βαπτίζων Χριστός, γυμνότερον δὲ ὀνομάσαι τοῦτο ὑπὲρ τοῦ μὴ δοκεῖν εἶναι προπετεῖς φυλαττομένων. Ὅθεν εὐλόγως ὑπὲρ τοῦ πᾶσαν ὑπόνοιαν αὐτῶν πρῶτον περιαιρεθῆναι ψευδῆ τὴν περὶ ἑαυτοῦ, εἶθ' οὕτως παραστῆσαι τὸ ἀληθὲς τὸ οὐκ εἶναι Χριστὸς πρὸ πάντων ἀποφαίνεται. Δηλοῖ δὲ τὸ τοιοῦτόν τι αὐτοὺς ὑπονενοηκέναι ἡ δευτέρα ἐρώτησις καὶ ἔτι ἡ τρίτη. Ἐπεὶ γὰρ καὶ δεύτερον τῇ τιμῇ ἐλπιζόμενον μὲν καὶ μετὰ Χριστὸν αὐτοῖς τετιμημένον Ἠλίαν εἶναι ὑπελάμβανον, ἀποφαινομένου τοῦ Ἰωάννου ὡς οὐκ εἴη Χριστὸς ἠρώτησαν· «Τί οὖν; σὺ Ἠλίας εἶ; καὶ εἶπεν· Οὐκ εἰμί.» Τὸ τρίτον εἰ αὐτὸς εἴη ὁ προφήτης βούλονται μαθεῖν· οὗ ἀποκριναμένου τὸ «Οὒ» οὐκέτι ἔχοντες ἰδικῶς ὄνομα ἐλπιζομένου ἐπιδημήσειν αὐτοῖς εἰπεῖν, φασίν· «Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;» τοῦτο δηλοῦντες· ταῦτα μὲν οὐκ εἶ ἅπερ ἐλπιζό μενα τῷ Ἰσραὴλ παρέσεσθαι προσδοκᾶται, ὅστις δὲ ὢν βαπτίζεις οὐκ ἴσμεν· διόπερ τοῦτο ἡμᾶς δίδαξον, ἵν' ἔχωμεν ἀπαγ γεῖλαι τοῖς ἡμᾶς διὰ τοῦτο πέμψασι πρὸς σέ. Ἔτι δὲ καὶ τοῦτο ἐχόμενον τῶν προκειμένων προσθή σομεν, ὅτι ὁ καιρὸς τῆς Χριστοῦ ἐπιδημίας ἔσαινε τὸν λαὸν ἤδη πως ἐνεστηκὼς περὶ τὰ ἔτη τὰ ἀπὸ τῆς γενέσεως τοῦ Ἰησοῦ καὶ ὀλίγῳ ἀνωτέρω μέχρι τῆς ἀναδείξεως τοῦ κηρύγ ματος. Διόπερ, ὡς εἰκός, τῶν γραμματέων καὶ νομικῶν τὸν ἐλπιζόμενον, ἀπὸ τῶν θείων γραφῶν καταγαγόντων αὐτοῦ τὸν χρόνον, ἤδη προσδοκώντων, ἐπεφύησαν Θευδᾶς, οὐκ ὀλίγον πλῆθος ὡς Χριστός, οἶμαι, συναγαγών, καὶ μετ' ἐκεῖνον «Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς τῆς ἀπογραφῆς ἡμέραις».
...of suspicion, lest perhaps the one baptizing be the Christ, but they were guarding against naming this more openly so as not to seem rash. Hence, reasonably, in order first that every false suspicion about himself be removed, and then that the truth be set forth—that he is not the Christ—he declares this before all things. That they had supposed something of this sort, the second question and still the third makes clear. For since they supposed that the one hoped for in the second place of honor, and honored by them even after Christ, was Elijah, when John declared that he was not the Christ, they asked: "What then? Are you Elijah?" And he said: "I am not." Thirdly, they wish to learn whether he himself was the prophet; when he answered "No," no longer having a specific name of one hoped for to come to them, they say: "Who are you, that we may give an answer to those who sent us? What do you say about yourself?" By this they indicate: you are not these things which are expected as hoped for to be present to Israel, but who you are who baptizes, we do not know; therefore teach us this, so that we may report to those who sent us to you for this reason. And further, we will add this also, connected to what is set before us: that the time of Christ's coming was already, as it were, stirring the people, having set in around the years from the birth of Jesus and a little earlier up to the manifestation of the preaching. Therefore, as is likely, when the scribes and the lawyers had brought down from the divine Scriptures the time of the one hoped for, and were already expecting him, Theudas arose, having gathered no small multitude as the Christ, I think, and after him "Judas the Galilean in the days of the registration."
Εἰκὸς οὖν θερμότερον τῆς Χριστοῦ ἐπιδημίας προσδοκωμένης καὶ λαλουμένης οἱ Ἰουδαῖοι ἀπὸ Ἱεροσολύμων τοὺς ἱερεῖς καὶ λευΐτας πέμπουσι πρὸς τὸν Ἰωάννην διὰ τοῦ «Σὺ τίς εἶ;» μαθεῖν βουλόμενοι, εἰ αὐτὸς Χριστὸς εἶναι ὁμολογήσει. Καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; σὺ Ἠλίας εἶ; καὶ λέγει· Οὐκ εἰμί. Τίς οὐκ ἂν ζητήσαι τῶν ἀκουόντων Ἰησοῦ λέγοντος περὶ Ἰωάννου· «Εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι», πῶς πρὸς τοὺς ἐρωτῶντας τὸ «Σὺ Ἠλίας εἶ;» λέγει Ἰωάννης· «Οὐκ εἰμί»· πῶς δὲ καὶ νοῆσαι δεῖ τὸν Ἰωάννην αὐτὸν εἶναι Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Μαλαχίου οὕτως ἔχον· «Καὶ ἰδού, ἐγὼ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκατα στήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην»; Καὶ ὁ τοῦ ὀφθέντος δὲ τῷ Ζαχαρίᾳ ἀγγέλου κυρίου ἑστῶτος ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος λόγος πρὸς τὸν Ζαχαρίαν παραπλήσιόν τι ἐμφαίνει τοῖς ὑπὸ τοῦ Μαλαχίου εἰρημένοις διὰ τούτων· «Καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην·» καὶ μετ' ὀλίγα· «Αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.» Πρὸς δὴ τὸ πρῶτον ὁ μέν τις ἐρεῖ ὅτι ἑαυτὸν ἠγνόει Ἰωάννης Ἠλίαν ὄντα·
It is likely, then, that when the coming of the Christ was more fervently expected and spoken of, the Jews sent priests and Levites from Jerusalem to John, wanting to learn through the question "Who are you?" whether he would confess that he himself was the Christ. And they asked him: "What then? Are you Elijah?" And he says: "I am not." Who among those who heard Jesus saying about John, "If you are willing to accept it, he is Elijah who is to come," would not ask how John says to those asking "Are you Elijah?"—"I am not"? And how must one understand that John himself is Elijah who is to come, according to what was said by Malachi as follows: "And behold, I send to you Elijah the Tishbite before the great and manifest day of the Lord comes, who will restore the heart of a father to a son and the heart of a man to his neighbor, lest I come and strike the earth utterly"? And the word of the angel of the Lord who appeared to Zechariah, standing at the right of the altar of incense, to Zechariah, indicates something similar to what was said by Malachi, through these words: "And your wife Elizabeth will bear you a son, and you shall call his name John"; and after a little: "He will go before him in the spirit and power of Elijah, to turn the hearts of fathers to children and the disobedient to the wisdom of the righteous, to prepare for the Lord a people prepared." Now, in response to the first point, someone will say that John did not know that he was Elijah.
καὶ τάχα τούτῳ χρήσονται οἱ ἐκ τούτων τῷ περὶ μετενσωματώσεως παριστάμενοι λόγῳ, ὡς τῆς ψυχῆς μεταμφιεννυμένης σώματα καὶ οὐ πάντως μεμνημένης τῶν προτέρων βίων. Οἱ δ' αὐτοὶ οὗτοι ἐροῦσι καί τινας τῶν Ἰουδαίων τῷ δόγματι συγκατατιθεμένους περὶ τοῦ σωτῆρος εἰρηκέναι ὡς ἄρα εἷς τις εἴη τῶν ἀρχαίων προφητῶν ἀναστὰς οὐκ ἀπὸ τῶν μνημείων ἀλλ' ἀπὸ τῆς γενέσεως. Πῶς γὰρ ἐδύναντο, σαφῶς δεικνυμένης τῆς μητρὸς αὐτοῦ Μαρίας ὑπολαμβανομένου τε πατρὸς αὐτῷ τυγχάνειν Ἰωσὴφ τοῦ τέκτονος, νομίζειν ἕνα τινὰ τῶν προφητῶν αὐτὸν τυγχάνοντα ἐγηγέρθαι ἀπὸ τῶν νεκρῶν; Καὶ τῷ «Ἐξαλείψω δὲ πᾶσαν τὴν ἐξανάστασιν» ἀναγεγραμμένῳ ἐν τῇ Γενέσει οἱ αὐτοὶ χρώμενοι τὸν πεφροντικότα πιθανότητας ἀπατηλὰς προσαγο μένας ἀπὸ τῶν γραφῶν λύειν εἰς ἀγῶνα παραστήσουσιν ἱστάμενον πρὸς τὸ δόγμα. Ἕτερος δέ τις ἐκκλησιαστικὸς τὸν
περὶ τῆς μετενσωματώσεως ἀποπτύων ὡς ψευδῆ λόγον, μὴ προσιέ μενός τε τὴν ψυχὴν Ἰωάννου Ἠλίαν ποτὲ γεγονέναι, τῷ προειρημένῳ λόγῳ τοῦ ἀγγέλου χρήσεται ψυχὴν Ἠλίου μὴ ὀνομάσαντος ἐπὶ τῆς Ἰωάννου γενέσεως ἀλλὰ πνεῦμα καὶ δύναμιν διὰ τοῦ «Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα» διὰ μυρίων δυνάμενος ἀποδεικνύναι γραφῶν ἕτερον εἶναι τὸ πνεῦμα τῆς ψυχῆς καὶ τὴν ὀνομαζομένην δύναμιν τοῦ πνεύματος καὶ τῆς ψυχῆς· περὶ ὧν οὐκ εὔκαιρον νῦν παρατίθεσθαι τὰ πολλά, ἵνα μὴ πάνυ τὸν λόγον περισπάσωμεν.
And perhaps those who maintain the doctrine of metensomatosis will use this argument, saying that the soul puts on bodies one after another and does not altogether remember its former lives. But these same people will also say that certain of the Jews, agreeing with this doctrine, spoke concerning the Savior, that he was one of the ancient prophets who had risen—not from the tombs, but from birth. For how could they, when his mother Mary was clearly shown and Joseph the carpenter was supposed to be his father, think that he was one of the prophets who had been raised from the dead? And the same people, using the passage written in Genesis, "I will blot out all the uprising," will present the one who has contrived plausible deceits drawn from the Scriptures as entering the contest against the doctrine. But another, a member of the church, rejecting the doctrine of metensomatosis as false and not accepting that the soul of John was once Elijah, will use the aforementioned word of the angel, since he did not name the soul of Elijah at the birth of John but spirit and power, through the words "And he himself will go before him in the spirit and power of Elijah, to turn the hearts of fathers to children," being able to demonstrate from countless Scriptures that the spirit is other than the soul, and that what is called the power is other than the spirit and the soul; concerning which it is not now a suitable time to set forth many things, lest we distract the argument altogether.
Ἀρκεσθήσεται δὲ ἐπὶ τοῦ παρόντος πρὸς μὲν τὸ διαφέρειν δύναμιν πνεύματος τὸ «Πνεῦμα ἅγιον ἐπελεύ σεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι»· πρὸς δὲ τὸ τὰ ἐν τοῖς προφήταις πνεύματα, ἅτε δεδωρημένα αὐτοῖς ὑπὸ θεοῦ οἱονεὶ ἐκείνων ὀνομάζεσθαι κτήματα τὸ «Πνεύματα προφητῶν προφήταις ὑποτάσσεται»· καὶ τὸ «Ἀναπέπαυται τὸ πνεῦμα Ἠλίου ἐπὶ Ἐλισσαιέ». Οὕτωγὰρ οὐδὲν ἄτοπον, φησίν, ἔσται τὸν Ἰωάννην ἐν πνεύματι καὶ δυνάμει Ἠλίου ἐπιστρέφοντα καρδίας πατέρων ἐπὶ τέκνα, διὰ τοῦτο τὸ πνεῦμα Ἠλίαν λέγεσθαι τὸν μέλλοντα ἔρχεσθαι. Εἰς παραμυθίαν δὲ τούτων καὶ τούτῳ χρήσεται τῷ λόγῳ· εἰ ὁ τῶν ὅλων θεὸς οἰκειωθεὶς τοῖς ἁγίοις θεὸς αὐτῶν γίνεται, οὕτως ὀνομαζόμενος θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, πόσῳ πλέον τὸ ἅγιον πνεῦμα οἰκειωθὲν τοῖς προφή ταις πνεῦμα αὐτῶν χρηματίζειν οἷόν τε ἔσται, ἵν' ᾖ οὕτως πνεῦμα Ἠλίου καὶ πνεῦμα Ἡσαΐου λεγόμενον τὸ πνεῦμα. Ὁ αὐτός τε οὗτος ἐκκλησιαστικὸς ἐρεῖ δύνασθαι μὲν τοὺς ὑπειληφότας ἕνα τῶν προφητῶν εἶναι τὸν Ἰησοῦν ἀναστάντα ἐκ νεκρῶν ἠπατῆσθαι κατά τε τὸ προειρημένον δόγμα καὶ κατὰ τὸ ὑπολαμβάνειν αὐτὸν ἕνα τῶν προφητῶν τυγχάνειν, δύνασθαι δὲ πρὸς τῷ κατὰ τὸ νομίζειν αὐτὸν τῶν προφητῶν εἶναι ἕνα πταίειν καὶ ψευδοδοξεῖν καὶ κατὰ τὸ ἀγνοεῖν αὐτοῦ τὸν λεγόμενον πατέρα καὶ τὴν οὖσαν μητέρα, οἴεσθαί τε αὐτὸν ἀπὸ τῶν μνημείων ἐγηγέρθαι. Καὶ πρὸς τὸ ἐν τῇ Γενέσει δὲ περὶ τῆς ἐξαναστάσεως ἀπαντήσεται ὁ ἐκκλησιαστικὸς χρώμενος τῷ «Ἐξανέστησε γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν» τῆς ἐξανα στάσεως καὶ ἐπὶ γενέσεως κειμένης.
For the present it will suffice, on the one hand, to show the difference between power and spirit by the words "The Holy Spirit will come upon you and the power of the Most High will overshadow you"; and on the other hand, to show that the spirits in the prophets, since they have been given to them by God, are named, as it were, as their own possessions, by the words "The spirits of the prophets are subject to the prophets," and "The spirit of Elijah has rested upon Elisha." For in this way, he says, there will be nothing absurd in John, turning the hearts of fathers to children in the spirit and power of Elijah, being called on this account the spirit of Elijah, he who is to come. And for the consolation of these things he will also use this argument: if the God of all things, having become intimate with the saints, becomes their God, being named thus as the God of Abraham and the God of Isaac and the God of Jacob, how much more will the Holy Spirit, having become intimate with the prophets, be able to be called their spirit, so that the Spirit is thus spoken of as the spirit of Elijah and the spirit of Isaiah. And this same ecclesiastical man will say that those who have supposed Jesus to be one of the prophets risen from the dead are deceived, both according to the aforementioned doctrine and according to their supposing him to be one of the prophets; and that they are able, in addition to erring in thinking him to be one of the prophets, also to hold false opinions in that they are ignorant of his so-called father and his actual mother, and to think that he was raised from the tombs. And against the passage in Genesis about the resurrection, the ecclesiastical man will respond by using the words "For God has raised up for me another seed instead of Abel, whom Cain killed," since resurrection is also applied to generation.
Οὗτος δὴ πρὸς τὸ πρῶτον ἀπορηθὲν ἑτέρως παρὰ τὸν ὑπολαμβάνοντα μετενσωμάτωσιν ἀπολογούμενος ἐρεῖ διὰ μὲν τὰ ἀρτίως κατασκευασθέντα λόγῳ τινὶ εἶναι τὸν Ἰωάννην Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι, ἀποκεκρίσθαι δὲ πρὸς τοὺς ἱερεῖς καὶ λευΐτας τὸ «Οὐκ εἰμὶ» στοχασάμενον τοῦ βουλήματος τῆς ἐρωτήσεως αὐτῶν. Οὐ γὰρ τοῦτο ἤθελεν ἡ προλεγομένη ἐξέτασις τῷ Ἰωάννῃ ἀπὸ τῶν ἱερέων καὶ λευϊτῶν, τὸ μαθεῖν εἰ τὸ αὐτὸ πνεῦμα ἐν ἀμφοτέροις ἐτύγχα νεν, ἀλλ' εἰ ὁ Ἰωάννης αὐτὸς Ἠλίας ὁ ἀναληφθεὶς νῦν ἐπιφαινόμενος κατὰ τὸ Ἰουδαίοις προσδοκώμενον χωρὶς γενέσεως, ἣν τάχα καὶ ἠγνόουν οἱ ἀπὸ Ἱεροσολύμων ἀποσταλέντες· πρὸς ἣν πεῦσιν εἰκότως ἀποκρίνεται τὸ «Οὐκ εἰμί»· οὐ γὰρ Ἠλίας ὁ ἀναληφθεὶς ἀμείψας σῶμα ἐληλύθει ὁ Ἰωάννης ὀνομαζόμενος. Ὁ δὲ πρῶτος, οὗ τὸν νοῦν παρεθήκαμεν οἰομένου μετενσωμάτωσιν ἐντεῦθεν κατασκευάζεσθαι, προσδιατρίβων τῇ βασάνῳ τῆς λέξεως ἐρεῖ πρὸς τὸν δεύτερον, ὅτι οὐκ ἀκόλουθον τὸν τηλικούτου ἱερέως Ζαχαρίου υἱὸν ἐπὶ γήρᾳ γεγεννημένον ἀμφοτέροις τοῖς γονεῦσιν παρὰ πᾶσαν ἀνθρω πίνην προσδοκίαν ἀγνοεῖσθαι ὑπὸ τῶν τοσούτων ἐν Ἱεροσολύμοις Ἰουδαίων καὶ τῶν πεμφθέντων ὑπ' αὐτῶν λευϊτῶν καὶ ἱερέων, οὐ γινωσκόντων τὸ γεγενῆσθαι αὐτόν· καὶ μάλιστα Λουκᾶ μαρτυροῦντος ὅτι «Ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς»–δῆλον δὲ ὅτι τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ–»καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα».
This man, then, answering differently from the one who supposes metensomatosis, will say regarding the first difficulty that by the argument just established John is in some sense Elijah who is to come, but that he answered the priests and Levites "I am not," having divined the intent of their question. For the examination of John by the priests and Levites that was mentioned above did not aim at this—to learn whether the same spirit happened to be in both—but whether John himself was Elijah who was taken up, now appearing according to the Jewish expectation without birth, which perhaps even those sent from Jerusalem did not know. To which question he reasonably answers "I am not"; for John, so named, had not come as Elijah who was taken up after changing his body. But the first man, whose meaning we have set forth—the one who thinks metensomatosis is established from this—dwelling further on the torture of the phrase, will say to the second, that it is not consistent that the son of so great a priest, Zacharias, born in old age to both his parents beyond all human expectation, should be unknown to so many Jews in Jerusalem and to the Levites and priests sent by them, who did not know that he had been born; and especially since Luke testifies that "fear came upon all those who dwelt around them"—clearly meaning Zacharias and Elizabeth—"and in the whole hill country of Judea all these words were being talked about."
Εἰ δὲ οὐκ ἠγνοεῖτο ἡ ἐκ Ζαχαρίου γένεσις Ἰωάννου, ἔπεμπον δὲ οἱ ἀπὸ ἹεροσολύμωνἸουδαῖοι διὰ τῶν λευϊτῶν καὶ ἱερέων πευσόμενοι τὸ «Σὺ Ἠλίας εἶ;» δῆλον ὅτι τοῦτο ἔλεγον τὸ περὶ μετενσωματώσεως δόγμα οἰόμενοι εἶναι ἀληθὲς ὡς πάτριον τυγχάνον καὶ οὐκ ἀλλότριον τῆς ἐν ἀπορρήτοις διδασκαλίας αὐτῶν. Διὰ
τοῦτο οὖν λέγει «Οὐκ εἰμὶ Ἠλίας» ὁ Ἰωάννης, ἐπεὶ ἀγνοεῖ τὸν ἴδιον πρότερον βίον. Τούτων δὴ οὐκ εὐκαταφρόνητον πιθανότητα ἐχόντων, πάλιν ὁ ἐκκλησιαστικὸς ἀπορήσει πρὸς τὸν πρότερον εἰ κατὰ τὸν προφήτην ἐστὶν τὸν ὑπὸ τοῦ πνεύματος φωτιζόμενον καὶ ὑπὸ Ἡσαΐου προφητευόμενον, ὑπό τε τηλικούτου ἀγγέλου πρὶν γεννηθῆναι τεχθήσεσθαι προειρη μένον, ἐκ τοῦ πληρώματος Χριστοῦ εἰληφότα, χάριτος τηλικαύτης μετεσχηκότα, τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγενῆσθαι νενοηκότα, περὶ θεοῦ καὶ τοῦ μονογενοῦς τοῦ εἰς τὸν κόλπον τοῦ πατρὸς διηγησάμενον τὰ τοσαῦτα, τὸ ψεύσασθαι καὶ ὅπερ ἦν οὐκ ἐγνωκότα κἂν ἐπισχεῖν. Ἐχρῆν γὰρ περὶ τῶν ἀδηλοτέρων ἐπέχειν ὁμολογεῖν, καὶ μήτε τιθέναι μήτε αἴρειν τὴν πρότασιν. Πῶς δὲ οὐκ ἦν εὔλογον, εἰ πολλῶν τοῦτο δόγμα ἐτύγχανεν, ἐπισχεῖν τὸν Ἰωάννην περὶ αὑτοῦ, μήποτε ἡ ψυχὴ αὐτοῦ ποτε ἐν Ἠλίᾳ ἦν; Καὶ ἐπὶ τὴν ἱστορίαν δὲ ὁ ἐκκλησιαστικὸς προκαλέσεται τὸν πρότερον πευσόμενον παρὰ τῶν τὰ ἀπόρρητα ἐγνω κέναι παρ' Ἑβραίοις ἐπαγγελλομένων, εἰ τοιοῦτόν τι δόγμα ἐστὶ παρ' αὐτοῖς· ἐὰν γὰρ μηδαμῶς φαίνηται τοῦθ' οὕτως ἔχον, δῆλον ὅτι ἐσκέδασται ὁ τοῦ προτέρου λόγος.
But if the birth of John from Zechariah was not unknown, and the Jews from Jerusalem sent through the Levites and priests to ask, "Are you Elijah?" it is clear that they were saying this supposing the doctrine of metensomatosis to be true, as being ancestral and not foreign to their secret teaching. For this reason, then, John says, "I am not Elijah," since he does not know his own former life. Since these things have no contemptible plausibility, the churchman will again raise a difficulty against the previous speaker: whether, according to the prophet who is enlightened by the Spirit and prophesied by Isaiah, and foretold by so great an angel that he would be born before his birth, having received from the fullness of Christ, having partaken of such great grace, having understood that the truth came through Jesus Christ, having declared so many things about God and the only-begotten who is in the bosom of the Father—whether it was possible for him to lie and, concerning what he did not know, even to withhold judgment. For he ought to have suspended judgment concerning unclear matters and to have confessed, and neither to affirm nor deny the proposition. And how was it not reasonable, if this was a doctrine of many, for John to suspend judgment about himself, lest perhaps his soul was once in Elijah? And the churchman will also appeal to history, to the one who previously asked those among the Hebrews who claim to know the secret things, whether such a doctrine exists among them; for if this does not appear to be so in any way, it is clear that the argument of the previous speaker has been scattered.
Οὐδὲν τοίνυν ἧττον ὁ ἐκκλησιαστικὸς χρήσεται τῇ προαποδεδομένῃ λύσει, ἔτι καὶ αὐτὸς τὸ βούλημα τῶν πυθομένων παραστῆσαι ἀπαιτούμενος. Εἰ γάρ, ὡς κατεσκεύασεν, οἱ πέμψαντες ἴσασι γεγενημένον ἐκ Ζαχαρίου καὶ Ἐλισάβετ τὸν Ἰωάννην, καὶ πολλῷ πλέον οἱ πεμφθέντες γένους ὄντες ἱερατικοῦ, οὓς οὐκ ἂν ἔλαθεν ἡ τοῦ οὕτως ἐπιφανοῦς συγγενοῦς Ζαχαρίου παράδοξος εὐπαιδία, τί νοήσαντες πυνθάνονται τὸ «Σὺ Ἠλίας εἶ;» ἄνδρες ἀνεγνωκότες ἀνειλῆφθαι αὐτὸν ὡς εἰς τὸν οὐρανὸν καὶ προσδοκῶντες ἐπιδημίαν αὐτοῦ; Τάχα οὖν, ἐπεὶ πρὸς τῇ συντελείᾳ προσδοκῶσιν Ἠλίαν πρὸ Χριστοῦ καὶ ἐπὶ τούτῳ Χριστόν, οἱονεὶ τροπικώτερον φαίνονται ἐρωτῶντες «Εἰ σὺ εἶ ὁ προ καταγγέλλων τὸν πρὸ Χριστοῦ ἐπὶ συντελείᾳ ἐλευσόμενον λόγον;» καὶ ἐπιστημόνως πρὸς τοῦτο ἀποκρίνεται τὸ «Οὐκ εἰμί». Ἔτι δὲ ὁ ἐκκλησιαστικὸς ἱστάμενος πρὸς τὰ ἐξητασμένα ὑπὸ τοῦ ἑτέρου ἀποδεικνύναι πειρωμένου μὴ ἂν λεληθέναι τοὺς ἱερεῖς οὕτως ἐπιφανῆ γεγενημένην τὴν Ἰωάν νου γένεσιν διὰ τὸ «ἐν τῇ ὀρεινῇ τῆς Ἰουδαίας» διαλελαλῆσθαι «πάντα τὰ ῥήματα ταῦτα», φήσει τὴν παραπλησίαν ἀπάτην πολλοῖς γεγονέναι καὶ περὶ τοῦ σωτῆρος, ἐπεὶ «οἱ μὲν ἔλεγον αὐτὸν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν», ὡς καὶ οἱ μαθηταὶ πυνθανομένῳ τῷ κυρίῳ γενομένῳ ἐν τοῖς μέρεσι Καισαρείας τῆς Φιλίππου εἰρήκασι. Καὶ ὁ Ἡρώδης δὲ λέγων· «Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν» περὶ τοῦ Χριστοῦ ἔοικε μὴ εἰδέναι τὰ λεγόμενα ὑπὸ τῶν φασκόντων· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;
Therefore the churchman will use the previously given solution no less, since he too is required to set forth the intent of those who asked. For if, as he established, those who sent them know that John was born of Zacharias and Elizabeth, and much more do those who were sent, being of priestly family, whom the extraordinary good fortune of children of so illustrious a relative as Zacharias would not have escaped—what did they understand when they asked, "Are you Elijah?"—men who had read that he was taken up as into heaven and who expected his coming? Perhaps, then, since at the consummation they expect Elijah before Christ and on this account Christ, they appear, as it were, more figuratively to be asking, "Are you the one who proclaims beforehand the word that is to come before Christ at the consummation?" And knowledgeably he answers to this, "I am not." Moreover, the churchman, standing against the points examined by the other who tries to prove that so illustrious a birth of John would not have escaped the priests because "in the hill country of Judea" "all these words" were spoken, will say that a similar deception happened to many also concerning the Savior, since "some said he was John the Baptist, others Elijah, others Jeremiah or one of the prophets," as also the disciples said to the Lord when he asked, having come into the parts of Caesarea Philippi. And Herod too, saying, "John, whom I beheaded, he has been raised from the dead," seems not to know the things said concerning Christ by those who say, "Is this not the son of the carpenter?"
Οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν;» Οὐδὲν οὖν θαυμαστόν, ὥσπερ ἐπὶ τοῦ σωτῆρος, πολλῶν ἐγνωκότων τὴν ἐκ Μαρίας γένεσιν αὐτοῦ, ἄλλους ἠπατῆσθαι, οὕτω καὶ ἐπὶ τοῦ Ἰωάννου οὓς μὲν μὴ λεληθέναι τὴν ἐκ Ζαχαρίου γένεσιν αὐτοῦ, ἑτέρους δὲ διστάζειν, μήποτε ὁ προσδοκώμενος Ἠλίας ἐπεφάνη κατὰ τὸν Ἰωάννην –καὶ οὐ χώραν γε μᾶλλον ἔχει ἡ περὶ τοῦ Ἰωάννου ἐπαπόρησις, μήποτε εἴη Ἠλίας, ἤπερ ἡ περὶ τοῦ σωτῆρος, μὴ ἄρα αὐτὸς τυγχάνῃ Ἰωάννης–ὧν τοῦ Ἠλίου μὲν τὸν χαρακτῆρα ἀπὸ μόνης τῆς λέξεως, καὶ οὐχὶ ἀπὸ τῆς αἰσθή σεως ἀπολαβέσθαι διὰ τὸ «Ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος περὶ τὴν ὀσφὺν αὐτοῦ»· τοῦ δὲ Ἰωάννου τὸ εἶδος προεγνωσμένον τάχα, οὐδὲ παραπλήσιον τυγχάνον τῷ χαρακτῆρι τοῦ Ἰησοῦ, οὐδὲν ἧττον ὑπόνοιάν τισι παρεσχηκέναι, μήποτε ὁ Ἰωάννης ἀνέστη ἐκ νεκρῶν Ἰησοῦς μετονομαζόμενος. Καὶ περὶ μετωνυμίας γάρ, ὡς ἐν ἀπορρήτοις, οὐκ οἶδα πόθεν κινούμενοι οἱ Ἑβραῖοι παραδιδόασι Φινεές, τὸν Ἐλεαζάρου υἱόν, ὁμολογουμένως παρατείναντα τὴν ζωὴν ἕως πολλῶν κριτῶν, ὡς ἐν τοῖς Κριταῖς ἀνέγνωμεν, αὐτὸν εἶναι Ἠλίαν,
Is not his mother called Mariam, and his brothers James and Joseph and Simon and Judas? And are not all his sisters with us? It is nothing wonderful, then, that just as in the case of the Savior, many having known his birth from Mary, others were deceived, so also in the case of John, some were not unaware of his birth from Zechariah, but others doubted whether the expected Elijah had appeared in the person of John—and the question about John, whether he might be Elijah, has no more room than the question about the Savior, whether he himself might happen to be John—since the character of Elijah could be grasped from the word alone, and not from the sense, through "a hairy man and girded with a leather belt around his waist"; but the appearance of John, perhaps foreknown, not even being similar to the character of Jesus, nonetheless furnished to some the suspicion that John had risen from the dead, being renamed Jesus. For concerning metonymy, as in secret matters, I do not know from where the Hebrews were moved to hand down that Phineas, the son of Eleazar, who confessedly extended his life until many of the judges, as we read in Judges, was himself Elijah,
καὶ τὸ ἀθάνατον ἐν τοῖς Ἀριθμοῖς αὐτῷ διὰ τῆς ὀνομαζομένης «εἰρήνης» ἐπηγγέλθαι, ἀνθ' ὧν ζηλώσας θείῳ ζήλῳ κεκινημένος ἐξεκέντησε τὴν Μαδιανῖτιν καὶ τὸν Ἰσραηλίτην καὶ κατέπαυσε τὸν λεγόμενον θυμὸν τοῦ θεοῦ κατὰ τὸ γεγραμμένον· «Φινεὲς υἱὸς Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν κατέπαυσε τὸν θυμόν μου, ἀνθ' ὧν ἐζήλωσε τὸν ζῆλόν μου.» Θαυ μαστὸν οὖν οὐδὲν εἰ οἱ τὸν αὐτὸν ὑπολαμβάνοντες Φινεὲς καὶ Ἠλίαν–ἤτοι ὑγιῶς λέγοντες ἢ μή· οὐ γὰρ περὶ τούτου νῦν πρόκειται ἐξετάζειν–, τὸν αὐτὸν ἐνόμιζον εἶναι Ἰωάννην καὶ Ἰησοῦν, ἢ ἐδίσταζόν γε περὶ τούτου μαθεῖν τε ἐβούλοντο εἰ ὁ αὐτός ἐστιν Ἰωάννης καὶ Ἠλίας. Προηγουμένως δὲ ἐν ἄλλοις ἐπιμελέστερον ἐξεταστέον καὶ ἐπὶ πλεῖον τὸν λόγον ἐρευνητέον τὸν περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῆς ἀρχῆς τῆς συστάσεως αὐτῆς καὶ τῆς εἰς τὸ γήϊνον σῶμα εἰσκρίσεως αὐτῆς, τῶν τε ἐπιμερισμῶν τοῦ ἑκάστης βίου καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς, καὶ εἰ ἐνδέχεται αὐτὴν εἰσκριθῆναι δεύτερον ἐν σώματι ἢ μή, καὶ τῇ αὐτῇ περιόδῳ καὶ τῇ αὐτῇ διακοσμήσει ἢ οὔ, καὶ τῷ αὐτῷ σώματι ἢ ἑτέρῳ, καὶ εἰ τῷ αὐτῷ, πότερον καθ' ὑποκείμενον μένοντι τῷ αὐτῷ κατὰ δὲ ποιότητα μεταβαλομένῳ, ἢ καὶ καθ' ὑποκεί μενον καὶ ποιότητα ἐσομένῳ τῷ αὐτῷ, καὶ εἰ ἀεὶ τῷ αὐτῷ σώματι χρήσεται ἢ ἀμείψει αὐτό. Ἐν οἷς καὶ τί ἐστι κυρίως μετενσωμάτωσις ἐξετάσαι δεήσει, τί τε αὕτη διαφέρει ἐνσωματώσεως, καὶ εἰ ἀκολουθεῖ τῷ λέγοντι μετενσωμάτωσιν ἄφθαρτον τηρεῖν τὸν κόσμον. Ἐν οἷς ἀναγκαῖον ἔσται παρα θεῖναι καὶ τοὺς λόγους τῶν θελόντων κατὰ τὰς γραφὰς συσπείρεσθαι τὴν ψυχὴν τῷ σώματι καὶ τὰ ἀκολουθοῦντα αὐτοῖς.
And that immortality was promised to him in Numbers through what is called "peace," because, stirred by divine zeal, he pierced the Midianite woman and the Israelite man and stopped what is called the wrath of God, according to what is written: "Phineas, son of Eleazar, son of Aaron, stopped my wrath, because he was zealous with my zeal." It is nothing wonderful, then, if those who suppose Phineas and Elijah to be the same—whether they speak soundly or not; for it is not now our task to examine this—thought John and Jesus to be the same, or at least were in doubt about this and wished to learn whether John is the same as Elijah. But beforehand, in other places, we must examine more carefully and investigate the account at greater length concerning the essence of the soul and the beginning of its constitution and its insertion into the earthly body, and concerning the distributions of each one's life and its release from here, and whether it is possible for it to be inserted a second time into a body or not, and in the same cycle and the same order or not, and in the same body or another, and if in the same, whether with the underlying subject remaining the same but changed in quality, or with both the underlying subject and the quality being the same, and whether it will always use the same body or exchange it. Among these things it will also be necessary to examine what transmigration of souls properly is, and how it differs from embodiment, and whether it follows for the one who says that transmigration keeps the world incorruptible. Among these things it will be necessary also to set beside them the arguments of those who wish, according to the Scriptures, that the soul is sown together with the body, and the consequences that follow for them.
Καὶ ἁπαξαπλῶς ὁ περὶ ψυχῆς λόγος πολὺς καὶ δυσερμήνευτος ὢν ἀναλεχθησόμενος ἀπὸ τῶν ἐν ταῖς γραφαῖς σποράδην κειμένων ἰδίας δεῖται πραγματείας. Διόπερ νῦν κατὰ τὸ παρῆκον ἐκ τῶν περὶ Ἠλίου καὶ Ἰωάννου ἐζητημένων ἐπὶ βραχὺ ἐξετάσαντες τὸ πρόβλημα μετίωμεν ἐπὶ τὰ ἑξῆς. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· Οὔ Εἰ ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, καὶ τί ἄλλο ἂν λέγοιμεν εἶναι Ἰωάννην ἢ προφήτην; ὡς καὶ ὁ πατὴρ αὐτοῦ Ζαχαρίας πλησθεὶς πνεύματος ἁγίου προφη τεύων φησί· «Καὶ σὺ δέ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ»· εἰ μὴ ἄρα τις ἐπιλήψεται τοῦ «κληθήσῃ», μὴ εἰρημένου τοῦ «ἔσῃ», καὶ μάλιστα διὰ τὸ πρὸς τοὺς οἰομένους αὐτὸν προφήτην εἶναι εἰρηκέναι τὸν σωτῆρα· «Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.» Παρατηρητέον δὲ ὅτι τῷ «ναί, λέγω ὑμῖν» τίθησιν τὸ προφήτην εἶναι τὸν Ἰωάννην, καὶ οὐκ ἀναιρεῖ τὸ προφήτην αὐτὸν εἶναι. Ἐὰν δὲ πρὸς τῷ προφήτης τυγχάνειν καὶ περισσότερον προφήτου ὑπὸ τοῦ σωτῆρος λέγηται, πῶς οὖν, εἰ προφήτης ἐστίν, πρὸς τοὺς ἱερεῖς καὶ λευΐτας ἐρωτῶντας· «Ὁ προφήτης εἶ σύ;» ἀπεκρίθη «οὔ»; Λεκτέον δὲ πρὸς τοῦτο ὅτι οὐ ταὐτόν ἐστιν «Ὁ προφήτης εἶ σύ;» τῷ «Προφήτης εἶ σύ;» τὰ δ' ὅμοια τετηρήκαμεν ἐξετάζοντες τί διαφέρει τὸ «ὁ θεός» τοῦ «θεός» καὶ «ὁ λόγος» τοῦ «λόγος». Ἐπεὶ τοίνυν ἐν τῷ Δευτερονομίῳ γέγραπται· «Προφήτην ὑμῖν ἀναστήσει ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε·
And, to put it simply, the discourse concerning the soul, being extensive and difficult to interpret, since it must be gathered from what lies scattered in the Scriptures, requires a treatment of its own. Therefore for now, as far as is possible, having examined the question briefly from what has been investigated concerning Elijah and John, let us proceed to what follows. "Are you the prophet?" And he answered, "No." If the law and the prophets are until John, what else could we say John is but a prophet? As also his father Zechariah, filled with the Holy Spirit and prophesying, says: "And you also, child, will be called a prophet of the Most High, for you will go before the Lord to prepare his ways"—unless perhaps someone takes exception to "will be called," since "will be" was not said, and especially because the Savior said this to those who supposed him to be a prophet: "But what did you go out to see? A prophet? Yes, I tell you, and more than a prophet." But it must be observed that by "Yes, I tell you" he affirms that John is a prophet, and does not deny that he is a prophet. But if, in addition to being a prophet, he is called by the Savior more than a prophet, how then, if he is a prophet, did he answer "No" to the priests and Levites who asked, "Are you the prophet?" To this it must be said that "Are you the prophet?" is not the same as "Are you a prophet?" And we have observed similar things in examining how "the God" differs from "God" and "the Word" from "word." Since, then, it is written in Deuteronomy: "Your God will raise up for you a prophet from among your brothers like me; you shall listen to him—
καὶ ἔσται πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ», προσεδοκᾶτο ἐξαιρέτως τις προφήτης ὅμοιον Μωσεῖ τι ἔχων, τὸ μεσιτεῦσαι θεοῦ καὶ ἀνθρώπων καὶ τὸ λαβὼν διαθήκην ἀπὸ θεοῦ δοῦναι τοῖς μαθητευομένοις τὴν καινήν· καὶ καθ' ἕκαστον τῶν προφητῶν ἐγίνωσκον ὁ λαὸς Ἰσραὴλ μηδένα ἐκείνων εἶναι τὸν ὑπὸ τοῦ Μωσέως προφητευθέντα. Ὥσπερ οὖν ἐδίσταζον περὶ Ἰωάννου μήποτε ἄρα Χριστὸς αὐτὸς ἦν, οὕτως καὶ μήποτε ὁ προφήτης. Οὐ θαυμαστὸν δὲ εἰ μὴ ἠκρίβουν ὅτι ὁ αὐτός ἐστι Χριστὸς καὶ ὁ προφήτης οἱ διστάζοντες περὶ Ἰωάννου, μήποτε αὐτὸς Χριστὸς ἦν· ἀκόλουθον γὰρ τῷ περὶ τούτου δισταγμῷ τὸ ἀγνοεῖν τὸν αὐτὸν εἶναι Χριστὸν καὶ τὸν προφήτην. Ἔλαθε δὲ τοὺς πολλοὺς ἡ διαφορὰ τοῦ «ὁ προφήτης» καὶ «προφήτης», ὡς καὶ τὸν Ἡρακλέωνα, ὅστις αὐταῖς λέξεσί
φησιν, ὡς ἄρα Ἰωάννης ὡμολόγησεν μὴ εἶναι ὁ Χριστός, ἀλλὰ μηδὲ προφήτης μηδὲ Ἠλίας. Καὶ δέον αὐτὸν οὕτως ἐκλαβόντα ἐξετάσαι τὰ κατὰ τοὺς τόπους, πότερον ἀληθεύει λέγων μὴ εἶναι προφήτης μηδὲ Ἠλίας, ἢ οὔ. Ὁ δὲ μὴ ἐπιστήσας τοῖς τόποις, ἐν οἷς καταλέλοιπεν ὑπομνήμασιν ἀνεξετάστως παρελήλυθεν τὰ τηλικαῦτα, σφόδρα ὀλίγα καὶ μὴ βεβασανισμένα ἐν τοῖς ἑξῆς εἰπών, περὶ ὧν εὐθέως ἐροῦμεν. Εἶπον οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; Δυνάμει τοῦτο λέγουσιν οἱ ἀποσταλέντες· Ὅπερ ὑπονοοῦντες εἶναί σε ἐληλύθαμεν μαθησόμενοι ἔγνωμεν οὐκ ὄντα· λείπεται δὲ μετὰ ταῦτα ἀπὸ σοῦ ἀκοῦσαι τὸ ὅστις εἶ, ἵνα τοῖς πέμψασιν τὴν σὴν ἀπόκρισιν περὶ σοῦ ἀπαγγεί λωμεν.
And every soul that does not hear that prophet shall be utterly destroyed from among his people, they were expecting a certain prophet especially, one who had something like Moses—the mediating between God and men, and the receiving a covenant from God to give the new one to those who were being made disciples; and in the case of each of the prophets the people of Israel knew that none of those was the one prophesied by Moses. Just as, then, they were in doubt about John, whether perhaps he himself was the Christ, so also whether perhaps he was the prophet. And it is no wonder if those who were in doubt about John—whether he himself was the Christ—did not accurately understand that the same person is Christ and the prophet; for it follows upon the doubt about this that they did not know that the same person is Christ and the prophet. But the many overlooked the distinction between "the prophet" and "prophet," as did also Heracleon, who in these very words says that John confessed that he was not the Christ, but neither was he a prophet nor Elijah. And though he ought, having taken it thus, to have examined the passages, whether he speaks truly in saying that he is not a prophet nor Elijah, or not. But he, without attending to the passages, in the commentaries in which he has left these matters, has passed over such great matters without examination, having said very few and unexamined things in what follows, about which we shall speak immediately. They said therefore to him: Who are you? that we may give an answer to those who sent us: what do you say about yourself? In effect the ones sent say this: What we came to learn, supposing you to be, we have come to know you are not; it remains after this to hear from you who you are, so that we may report to those who sent us your answer about yourself.
* **************************************************** * * * * * * * * * * * * * * * Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης. Ὥσπερ ὁ κυρίως υἱὸς τοῦ θεοῦ οὐχ ἕτερος λόγου τυγχάνων χρῆται λόγῳ–αὐτὸς γὰρ ὁ ἐν ἀρχῇ λόγος ἦν, ὁ πρὸς τὸν θεόν, ὁ λόγος θεός–, οὕτως Ἰωάννης ὁ ὑπηρέτης ἐκείνου τοῦ λόγου, εἰ κυρίως ἀκούοιμεν τῆς γραφῆς, οὐχ ἕτερος ὢν φωνῆς, χρῆται φωνῇ δεικνυούσῃ τὸν λόγον. Οὗτος δὴ συνιεὶς τὴν περὶ ἑαυτοῦ προφητείαν παρὰ τῷ Ἡσαΐᾳ εἰρημένην φησὶν εἶναι φωνὴ οὐχὶ «βοῶσα ἐν τῇ ἐρήμῳ», ἀλλὰ «βοῶντος ἐν τῇ ἐρήμῳ», τοῦ ἑστῶτος καὶ κεκραγότος· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω»· λέγοντος καὶ τὸ «Εὐθύνατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ· πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθείας.» Ὥσπερ γὰρ ἐν τῇ Ἐξόδῳ γέγραπται πρὸς Μωσέα λέγεσθαι ὑπὸ θεοῦ· «Ἰδοὺ δέδωκά σε θεὸν Φαραώ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης», οὕτω νοητέον ἀνάλογόν τι τούτοις, εἰ καὶ μὴ πάντη ὅμοιον, εἶναι τὸν ἐν ἀρχῇ λόγον θεὸν καὶ Ἰωάννην· φωνὴ γὰρ δεικτικὴ καὶ παραστατικὴ ἐκείνου τοῦ λόγου ὁ Ἰωάννης ἦν. Διόπερ πάνυ ἁρμοζόντως οὐκ ἄλλῃ κολάσει περιβάλλεται Ζαχαρίας, εἰπὼν πρὸς τὸν ἄγγελον· «Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς» ἢ τῇ στερήσει τῆς φωνῆς διὰ τὴν ἀπιστίαν τῆς γενέσεως τῆς φωνῆς, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Γαβριὴλ πρὸς αὐτόν·
I am the voice of one crying in the wilderness: Make straight the way of the Lord, as said Isaiah the prophet. For just as the true Son of God, not being other than the Word, uses the Word—for he himself was the Word in the beginning, the Word with God, the Word God—so John, the servant of that Word, if we understand the Scripture in its true sense, not being other than a voice, uses a voice that points to the Word. This man, understanding the prophecy spoken concerning himself by Isaiah, says that he is a voice, not "crying in the wilderness," but "of one crying in the wilderness"—of him who stands and cries out: "If anyone thirsts, let him come to me and drink"; of him who says also: "Make straight the way of the Lord, make straight his paths; every valley shall be filled and every mountain and hill shall be brought low, and all crooked things shall become straight." For just as in Exodus it is written that it was said to Moses by God: "Behold, I have given you as a god to Pharaoh, and Aaron your brother shall be your prophet," so we must understand, by some analogy to these things—even if not entirely similar—that the Word in the beginning is God and John is a voice; for John was a voice that points to and sets forth that Word. Therefore Zacharias is encompassed by no other punishment, when he said to the angel, "By what shall I know this? For I am an old man, and my wife is advanced in her days," than by the loss of his voice because of his disbelief regarding the birth of the voice, according to what was said by Gabriel to him.
«Ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευ σας τοῖς λόγοις μου, οἵτινες πλησθήσονται εἰς τὸν καιρὸν αὐτῶν.» Οὗτος δὴ ὁ Ζαχαρίας, ὅτε «Αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ, καὶ ἐθαύμασαν πάντες», ἀπείληφεν τὴν φωνήν· «Ἀνεῴχθη γὰρ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.» Ὥσπερ δὲ διαλαμβάνοντες περὶ τοῦ τίνα τρόπον νοητέον λόγον εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὰ παριστάμενα ἐδηλώσαμεν, οὕτως κατὰ τὴν ἁρμόζουσαν ἀκολουθίαν, ἐπεὶ ὁ Ἰωάννης «ἦλθεν εἰς μαρτυρίαν, ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ», νοητέον φωνὴν εἶναι μόνην χωρῆσαι κατ' ἀξίαν τὸν ἀπαγγελλόμενον λόγον δυναμένην τὸν Ἰωάννην. Καὶ μάλιστα τοῦτο συνήσομεν, ἐὰν ὑπομνησθῶμεν ὧν προπαρεθέμεθα διηγούμενοι τὸ «ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ»· περὶ τοῦ «Οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατα σκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.» Καλῶς δὲ καὶ τὸ μὴ εἶναι αὐτὸν τὴν φωνὴν «λέγοντος ἐν τῇ ἐρήμῳ», ἀλλὰ «βοῶντος ἐν τῇ ἐρήμῳ»· ὁ μὲν γὰρ βοῶν τὸ «Εὐθύνατε τὴν ὁδὸν κυρίου», καὶ λέγει· ἐνδέχεται δὲ τὸ αὐτὸ τοῦτο λέγειν μὴ βοῶντα. Βοᾷ δὲ καὶ κέκραγεν, ἵνα καὶ οἱ μακρὰν τοῦ λέγοντος ἀκούσωσιν καὶ οἱ βαρυήκοοι συνῶσιν τοῦ μεγέθους τῶν λεγομένων μετὰ μεγέθους ἀπαγγελ λομένων φωνῆς, βοηθῶν τοῖς τε ἀφεστῶσιν θεοῦ καὶ τοῖς τὸ ὀξὺ τῆς ἀκοῆς ἀπολωλεκόσιν. Διὰ τοῦτο γὰρ καὶ «εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων·
Behold, you will be silent and unable to speak until the day these things come to pass, because you did not believe my words, which will be fulfilled in their time." This Zechariah, when "having asked for a writing tablet he wrote, saying: John is his name, and all marveled," received back his voice; "for his mouth was opened immediately and his tongue, and he spoke blessing God." And just as, in discussing in what manner the Son of God is to be understood as Word, we indicated the points that were set before us, so in fitting sequence, since John "came for testimony, a man sent from God, that he might testify concerning the light, that all might believe through him," it is to be understood that John is a voice alone, able to contain worthily the Word that is proclaimed. And we shall understand this especially if we recall what we set forth earlier in expounding "that all might believe through him"—concerning "This is he of whom it is written: Behold, I send my messenger before your face, who will prepare your way before you." And well is it also that he is not the voice "of one saying in the wilderness," but "of one crying in the wilderness"; for the one crying [says] "Make straight the way of the Lord," and he also says it; but it is possible to say this same thing without crying out. But he cries out and has cried aloud, so that both those far from the speaker may hear and the hard of hearing may understand the greatness of the things spoken, proclaimed with a great voice, aiding both those who are far from God and those who have lost the sharpness of their hearing. For this reason also "Jesus stood and cried out, saying:
Ἐάν τις διψᾷ ἐρχέσθω πρὸς μὲ καὶ πινέτω». Διὰ τοῦτο καὶ ὁ «Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ
καὶ κέκραγε λέγων». Διὰ τοῦτο καὶ κελεύει ὁ θεὸς τῷ Ἡσαΐᾳ βοᾶν ἐν τῇ φωνῇ «λέγον τος· Βόησον· κἀγὼ εἶπα· Τί βοήσω;» Ἐὰν δὲ μὴ παντελῶς ᾖ ἡ νοητὴ τῶν εὐχομένων φωνὴ μεγάλη καὶ οὐ βραχεῖα, οὐδὲ ἂν αὐξήσωσι τὴν βοὴν καὶ τὴν κραυγὴν ἀκούει τῶν οὕτως εὐχομένων ὁ θεὸς ὁ λέγων πρὸς Μωσέα· «Τί βοᾷς πρὸς μέ;» οὐκ αἰσθητῶς βεβοηκότα –οὐ γὰρ ἀναγέγραπται τοῦτο ἐν τῇ Ἐξόδῳ–, μεγάλως δὲ τὴν ἀκουομένην μόνῳ θεῷ φωνὴν βεβοηκότα διὰ τῆς εὐχῆς. Διὰ τοῦτο καὶ Δαβίδ φησι· «Φωνῇ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου.» Χρεία δὲ τῆς φωνῆς τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, ἵνα καὶ ἡ ἐστερημένη θεοῦ ψυχὴ καὶ ἔρημος ἀληθείας–τίς γὰρ ἄλλη χαλεπωτέρα ἐρημία ψυχῆς θεοῦ καὶ πάσης ἀρετῆς ἠρημωμένης; –διὰ τὸ ἔτι σκολιῶς πορεύεσθαι δεομένη διδασκαλίας, ἐπὶ τὸ εὐθύνειν τὴν ὁδὸν κυρίου παρακαλῆται. Ἥντινα ὁδὸν εὐθύνει μὲν ὁ μηδαμῶς τὴν σκολιότητα τῆς τοῦ ὄφεως πορείας μιμούμενος, ὁ δὲ τούτῳ ἐναντίος διαστρέφει. Διόπερ καὶ ἐπιπλήσσεται ἅμα τοῖς ὁμοίοις ὁ τοιοῦτος διὰ τοῦ «Ἵνα τί διαστρέφετε τὰς ὁδοὺς κυρίου τὰς εὐθείας;» Διχῶς δὲ ἡ ὁδὸς κυρίου εὐθύνεται, κατά τε τὸ θεωρητικὸν τρανούμενον ἐν ἀληθείᾳ ἀπαραμίκτως τοῦ ψεύδους, καὶ κατὰ τὸ πρακτικὸν μετὰ τὴν ὑγιῆ θεωρίαν τοῦ πρακτέου ἁρμονίου πράξεως ἀποδιδομένης τῷ περὶ τῶν πρακτέων ὑγιεῖ λόγῳ. Καὶ ἵνα ἀκριβέστερον τὸ «Εὐθύνατε τὴν ὁδὸν κυρίου» νοήσωμεν, εὔκαιρον ἔσται παραθέσθαι τὸ ἐν ταῖς Παροιμίαις εἰρημένον· «Μὴ ἐκκλίνῃς μήτε δεξιὰ μήτε ἀριστερά»·
If anyone thirsts, let him come to me and drink." For this reason also John "testifies concerning him and has cried out, saying." For this reason also God commands Isaiah to cry out with the voice that says, "Cry out; and I said, What shall I cry out?" But unless the intelligible voice of those who pray is altogether great and not brief, not even if they increase their cry and their shouting does God hear those who pray in this way—God who says to Moses, "Why do you cry out to me?"—though he had not cried out perceptibly (for this is not recorded in Exodus), but had greatly cried out through prayer with the voice that is heard by God alone. For this reason also David says, "With my voice I cried out to the Lord, and he heard me." And there is need of the voice of one crying in the wilderness, so that the soul that is deprived of God and is a wilderness of truth—for what other wilderness of a soul is more grievous than one desolated of God and of every virtue?—since it still walks crookedly and needs teaching, may be exhorted to make straight the way of the Lord. This way the one who in no way imitates the crookedness of the serpent's path makes straight, while the one opposed to him perverts it. Therefore such a person is also rebuked together with those like him through the words, "Why do you pervert the straight ways of the Lord?" And the way of the Lord is made straight in two ways: in the contemplative sense, being made clear in truth without any admixture of falsehood, and in the practical sense, when after sound contemplation of what is to be done, harmonious action is rendered to the sound reason concerning things to be done. And so that we may understand "Make straight the way of the Lord" more precisely, it will be timely to set beside it what is said in Proverbs: "Do not turn aside to the right or to the left.
ὁ γὰρ ἐκκλίνων εἰς ὁποτέραν τὸ εὐθύνειν ἀπολώλεκεν, οὐκέτι ἐπισκοπῆς ἄξιος γινόμενος ὅταν παρεκβαίνῃ τὴν τῆς πορείας εὐθύτητα· «ὅτι γὰρ δίκαιος ὁ κύριος καὶ δικαιοσύνας ἠγάπη σεν καὶ εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ». Ὅπερ δὲ ὁρᾷ φωτίζει· διὰ τοῦτο ὁ ἐπισκοπούμενος ἀντιλαμβανόμενος τῆς ἀπὸ τῆς ἐπισκοπῆς ὠφελείας φησίν· «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Στῶμεν τοίνυν κατὰ τὰ ὑπὸ Ἱερεμίου εἰρημένα ἐπὶ ταῖς ὁδοῖς, καὶ ἰδόντες ἐρωτήσωμεν τρίβους κυρίου αἰωνίους καὶ ἴδωμεν ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ πορευθῶμεν ἐν αὐτῇ, ὥσπερ ἔστησαν οἱ ἀπόστολοι καὶ ἠρώτησαν τὰς τοῦ κυρίου αἰωνίους τρίβους τοὺς πατριάρχας καὶ τοὺς προφήτας, ὧν τὰ γράμματα ἐρωτή σαντες ὕστερον τῷ νενοηκέναι αὐτὰ εἶδον τὴν ἀγαθὴν ὁδόν, Ἰησοῦν Χριστὸν τὸν εἰπόντα· «Ἐγώ εἰμι ἡ ὁδός»· καὶ ἐπορεύθησαν ἐν αὐτῇ. Ἀγαθὴ γὰρ ὁδὸς ἡ ἀπάγουσα πρὸς τὸν ἀγαθὸν πατέρα, τὸν ἀγαθὸν ἄνθρωπον, ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προφέροντα τὰ ἀγαθά, καὶ τὸν ἀγαθὸν δοῦλον καὶ πιστόν. Αὕτη δὲ ἡ ὁδὸς στενὴ μέν, τῶν πολλῶν οὐ χωρούντων ὁδεύειν αὐτὴν καὶ μεγαλοσάρκων, ἀλλὰ καὶ τεθλιμμένη ὑπὸ τῶν βιαζομένων πορεύεσθαι δι' αὐτῆς ἐστιν ὁδός, ἐπεὶ οὐκ εἴρηται θλίβουσα ἀλλὰ τεθλιμμένη. Θλίβει γὰρ ζῶσαν τὴν ὁδὸν καὶ αἰσθομένην τῶν ἰδιωμάτων τοῦ ὁδεύοντος ὁ μὴ ὑπολυσάμενος τὰ ὑποδήματα ἐκ τῶν ποδῶν μηδὲ γνησίως παραδεχόμενος ὅτι ὁ τόπος, ἐν ᾧ ἕστηκεν ἢ καὶ ὃν βαδίζει, γῆ ἁγία ἐστίν. Ἀπάξει δὲ ἐπὶ τὴν ζωὴν ὄντα τὸν εἰπόντα· «Ἐγώ εἰμι ἡ ζωή.» Ὁ γὰρ σωτήρ, εἰς ὃν πᾶσά ἐστιν ἀρετή, ταῖς ἐπινοίαις πολύς·
For the one who turns aside to either side has destroyed straightness, no longer being worthy of oversight when he transgresses the straightness of his path: "For the Lord is righteous and has loved righteousnesses, and his face has seen uprightness." And what he sees, he illuminates; for this reason the one who is overseen, receiving the benefit from the oversight, says: "The light of your face, O Lord, has been marked upon us." Let us stand, then, according to what was said by Jeremiah, in the ways, and having seen, let us ask the eternal paths of the Lord and see what is the good way, and walk in it, just as the apostles stood and asked the eternal paths of the Lord—the patriarchs and the prophets—whose writings they asked and later, by understanding them, saw the good way, Jesus Christ who said: "I am the way"; and they walked in it. For the good way is the one that leads away to the good Father, the good man, bringing forth good things from the good treasure, and the good and faithful servant. And this way is narrow indeed, since the many, and those of great flesh, cannot travel it, but it is also a way pressed tight by those who force their way to walk through it, since it is not said to be pressing but pressed tight. For the one who has not loosened his sandals from his feet nor genuinely accepted that the place in which he stands or even walks is holy ground presses upon the living way and one that perceives the characteristics of the traveler. And it will lead away to life, being the one who said: "I am the life." For the Savior, into whom every virtue is, is manifold in his conceptions.
διὰ τοῦτ' ἐστιν τῷ μὲν μηδέπω φθάσαντι ἐπὶ τὸ τέλος ἀλλ' ἔτι προκόπτοντι ὁδός, τῷ δ' ἤδη πᾶσαν νεκρότητα ἀποθεμένῳ ζωή. Ταύτην τὴν ὁδὸν ὁ ὁδεύων διδάσκεται μηδὲν αἴρειν εἰς αὐτὴν ἔχουσαν ἄρτους καὶ τὰ πρὸς ζωήν, διὰ τὸ μηδὲν δύνασθαι τοὺς πολεμίους ἐν αὐτῇ οὐδὲ ῥάβδου χρῄζων, καὶ ἐπεὶ ἁγία ἐστὶν οὐδ' ὑποδημάτων. Δύναται μέντοι γε τὸ «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», καὶ τὸ ἑξῆς ἴσον εἶναι τῷ «Ἐγώ εἰμι περὶ οὗ γέγραπται φωνὴ βοῶντος», ὡς βοῶντα εἶναι τὸν Ἰωάννην, καὶ τούτου τὴν φωνὴν ἐν τῇ ἐρήμῳ βοᾶν· «Εὐθύνατε τὴν ὁδὸν κυρίου.» Δυσφημότερον δὲ ὁ Ἡρακλέων περὶ Ἰωάννου καὶ τῶν προφητῶν διαλαμβάνων φησὶν ὅτι «Ὁ λόγος μὲν ὁ σωτήρ ἐστιν, φωνὴ δὲ ἡ ἐν τῇ ἐρήμῳ ἡ διὰ Ἰωάννου διανοουμένη, ἦχος δὲ πᾶσα προφητικὴ τάξις.» Λεκτέον δὲ πρὸς αὐτὸν ὅτι ὥσπερ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ οὐδεὶς παρα σκευάζεται εἰς πόλεμον, καὶ ὁ χωρὶς ἀγάπης ἔχων γνῶσιν
μυστηρίων ἢ προφητείαν γέγονεν χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον, οὕτως εἰ μηδέν ἐστιν ἕτερον ἢ ἦχος ἡ προφητικὴ φωνή, πῶς ἀναπέμπων ἡμᾶς ἐπ' αὐτὴν ὁ σωτὴρ «Ἐρευνᾶτε, φησί, τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι»· καὶ «Εἰ ἐπι στεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν»· καὶ «Καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἡσαΐας λέγων· Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ»;
For this reason, to the one who has not yet reached the end but is still making progress, it is a way; but to the one who has already laid aside all deadness, it is life. The one who travels this way is taught to carry nothing on it—it has no bread nor the things for life—because enemies can do nothing in it, nor does he need a staff, and since it is holy, not even sandals. However, the phrase "I am a voice of one crying in the wilderness" and what follows can be equal to "I am he of whom it is written, a voice of one crying," so that John is the one crying, and his voice cries in the wilderness: "Make straight the way of the Lord." But Heracleon, speaking more disparagingly about John and the prophets, says: "The Word is the Savior, but the voice in the wilderness is the meaning that comes through John, and every prophetic order is a sound." But one must say to him that just as if a trumpet gives an unclear sound no one prepares for war, and the one who has knowledge of mysteries or prophecy without love has become a resounding bronze or a clashing cymbal, so if the prophetic voice is nothing other than a sound, how does the Savior send us back to it, saying, "Search the Scriptures, because you think you have eternal life in them; and those are they that testify"; and "If you believed Moses, you would believe me; for he wrote about me"; and "Isaiah prophesied well about you, saying, 'This people honors me with their lips'"?
Οὐκ οἶδα γὰρ εἰ τὸν ἄσημον ἦχον παραδέξεταί τις εὐλόγως ὑπὸ τοῦ σωτῆρος ἐπαινεῖσθαι, ἢ ἔνεστιν παρασκευάσασθαι ἀπὸ τῶν γραφῶν ὡς ἀπὸ φωνῆς σάλπιγγος, ἐφ' ἃς ἀναπεμπόμεθα, εἰς τὸν πρὸς τὰς ἀντικειμένας ἐνεργείας πόλεμον, ἀδήλου φωνῆς ἤχου τυγχανούσης. Τίνα δὲ τρόπον, εἰ μὴ ἀγάπην εἶχον οἱ προφῆται καὶ διὰ τοῦτο χαλκὸς ἦσαν ἠχῶν ἢ κύμβαλον ἀλαλά ζον, ἐπὶ τὸν ἦχον αὐτῶν, ὡς ἐκεῖνοι εἰλήφασιν, ἀναπέμπει ὁ κύριος ὠφεληθησομένους; Οὐκ οἶδα δ' ὅπως χωρὶς πάσης κατασκευῆς ἀποφαί νεται τὴν φωνὴν οἰκειοτέραν οὖσαν τῷ λόγῳ λόγον γίνεσθαι, ὡς καὶ τὴν γυναῖκα εἰς ἄνδρα μετατίθεσθαι. Καὶ ὡς ἐξουσίαν ἔχων τοῦ δογματίζειν καὶ πιστεύεσθαι καὶ προκόπτειν, τῷ ἤχῳ φησὶν ἔσεσθαι τὴν εἰς φωνὴν μεταβολήν, μαθητοῦ μὲν χώραν διδοὺς τῇ μεταβαλλούσῃ εἰς λόγον φωνῇ, δούλου δὲ τῇ ἀπὸ ἤχου εἰς φωνήν. Καὶ εἰ μὲν ὅπως ποτὲ πιθανότητα ἔφερεν ἐπὶ τῷ αὐτὰ κατασκευάσαι, κἂν ἠγωνισάμεθα περὶ τῆς τούτων ἀνατροπῆς· ἀρκεῖ δὲ εἰς ἀνατροπὴν ἡ ἀπαραμύθητος ἀπόφασις. Ὅπερ δὲ ὑπερεθέμεθα ἐν τοῖς πρὸ τούτων ἐξετάσαι, πῶς κεκίνηται, νῦν φέρε διαλάβωμεν. Ὁ μὲν γὰρ σωτὴρ κατὰ τὸν Ἡρακλέωνα φησὶν αὐτὸν καὶ προφήτην καὶ Ἠλίαν, αὐτὸς δὲ ἑκάτερον τούτων ἀρνεῖται. Καὶ προφήτην μὲν καὶ Ἠλίαν ὁ σωτὴρ ἐπὰν αὐτὸν λέγῃ, οὐκ αὐτὸν ἀλλὰ τὰ περὶ αὐτόν, φησί, διδάσκει· ὅταν δὲ μείζονα προφητῶν καὶ ἐν γεννητοῖς γυναικῶν, τότε αὐτὸν τὸν Ἰωάννην χαρακτηρίζει· αὐτὸς δέ, φησί, περὶ ἑαυτοῦ ἐρωτώμενος ἀποκρίνεται ὁ Ἰωάννης, οὐ τὰ περὶ αὐτόν.
For I do not know whether anyone would reasonably accept that a sound without meaning is praised by the Savior, or whether it is possible to prepare from the Scriptures, as from the sound of a trumpet, for the things to which we are sent up—namely, for war against the opposing powers—when the sound is of an unclear voice. And in what way, if the prophets did not have love and for this reason were a resounding bronze or a clanging cymbal, does the Lord send those who are to be benefited to their sound, as those men received it? I do not know how, without any preparation, he declares that the voice is more proper to the Word, becoming a word, so that even the woman is changed into a man. And as one having authority to lay down doctrine and to be believed and to make progress, he says that the sound will undergo a change into a voice, giving the place of a disciple to the voice that is changed into a word, and the place of a slave to that which changes from a sound into a voice. And if he had at any time brought plausibility to the establishing of these things, we would at least have contended for their refutation; but for refutation the unmitigated assertion is sufficient. But what we deferred to examine in the preceding passages—how he was moved—come now, let us distinguish. For the Savior, according to Heracleon, says that he is both a prophet and Elijah, but he himself denies each of these. And when the Savior says that he is a prophet and Elijah, he teaches, he says, not himself but the things concerning him; but when he says greater than the prophets and among those born of women, then he characterizes John himself; but John himself, he says, when asked about himself, answers, not the things concerning him.
Ὅσην δὲ βάσανον ἡμεῖς περὶ τούτων κατὰ τὸ δυνατὸν πεποιήμεθα, οὐδένα ἀπαραμύθητον ἐῶντες τῶν λεγομένων ὅρων, συγκρῖναι τοῖς ὑπὸ Ἡρακλέωνος, ἅτε οὐκ ἐξουσίαν ἔχοντος τοῦ λέγειν ὃ βούλεται, ἀποφανθεῖσιν. Πῶς γὰρ ὅτι περὶ τῶν περὶ αὐτόν ἐστιν τὸ Ἠλίαν αὐτὸν καὶ προφήτην εἶναι, καὶ περὶ αὐτοῦ τὸ φωνὴν αὐτὸν εἶναι βοῶντος ἐν τῇ ἐρήμῳ, οὐδὲ κατὰ τὸ τυχὸν πειρᾶται ἀποδεικνύναι· ἀλλὰ χρῆται παραδείγματι, ὅτι τὰ περὶ αὐτὸν οἱονεὶ ἐνδύματα ἦν ἕτερα αὐτοῦ, καὶ οὐκ ἂν ἐρωτηθεὶς περὶ τῶν ἐνδυμάτων εἰ αὐτὸς εἴη τὰ ἐνδύματα, ἀπεκρίθη ἂν τὸ «Ναί». Πῶς γὰρ ἐνδύματα τὸ εἶναι τὸν Ἠλίαν τὸν μέλλοντα ἔρχεσθαι ἐστὶν Ἰωάννου, οὐ πάνυ τι κατ' αὐτὸν θεωρῶ· τάχα καθ' ἡμᾶς, ὡς δεδυνήμεθα διηγη σαμένους τὸ «ἐν πνεύματι καὶ δυνάμει Ἠλίου» δυναμένου πως λέγεσθαι τοῦτο τὸ πνεῦμα Ἠλίου ἔνδυμα εἶναι τῆς Ἰωάννου ψυχῆς. Θέλων δ' ἔτι παραστῆσαι διὰ τί ἱερεῖς καὶ λευῖται οἱ ἐπερωτῶντες ἀπὸ τῶν Ἰουδαίων πεμφθέντες εἰσίν, οὐ κακῶς μὲν λέγει τό· Ὅτι τούτοις προσῆκον ἦν περὶ τούτων πολυπραγμονεῖν καὶ πυνθάνεσθαι, τοῖς τῷ θεῷ προσκαρτε ροῦσιν, οὐ πάνυ δὲ ἐξητασμένως τὸ «ὅτι καὶ αὐτὸς ἐκ τῆς λευϊτικῆς φυλῆς ἦν», ὥσπερ προαποροῦντες ἡμεῖς ἐξητάσαμεν, ὅτι εἰ ᾔδεισαν τὸν Ἰωάννην οἱ πεμφθέντες καὶ τὴν γένε σιν αὐτοῦ, πῶς χώραν εἶχον πυνθάνεσθαι περὶ τοῦ εἰ αὐτὸς Ἠλίας ἐστίν; Καὶ πάλιν ἐν τῷ περὶ τοῦ εἰ «ὁ προφήτης εἶ σύ;» Μηδὲν ἐξαίρετον οἰόμενος σημαίνεσθαι κατὰ τὴν προσθήκην τοῦ ἄρθρου, λέγει ὅτι· Ἐπηρώτησαν εἰ προφήτης εἴη τὸ κοινό τερον βουλόμενοι μαθεῖν.
But how great a struggle we have made concerning these matters, as far as we were able, not leaving any of the stated definitions without defense, is to be compared with the views set forth by Heracleon, since he does not have the authority to say whatever he wishes. For how is it that, regarding the things concerning him, namely that he is Elijah and a prophet, and concerning himself, that he is the voice of one crying in the wilderness, he does not even attempt to demonstrate it in any chance manner; but he uses an example, that the things around him were, as it were, garments distinct from him, and that if he had been asked about the garments whether he himself was the garments, he would not have answered "Yes." For how the being of Elijah, who was to come, is garments of John, I do not altogether observe according to his view; perhaps according to us, as we have been able to explain, "in the spirit and power of Elijah," this spirit of Elijah can in some way be called a garment of John's soul. But wishing further to establish why the priests and Levites who questioned him were sent from the Jews, he says not badly that it was fitting for these, who devote themselves to God, to busy themselves and inquire about these matters, but not altogether accurately the statement "that he too was from the Levitical tribe," as we, raising the difficulty beforehand, have examined, that if those who were sent knew John and his birth, how did they have occasion to inquire about whether he was Elijah? And again in the passage about whether "Are you the prophet?" — thinking that nothing exceptional is signified by the addition of the article, he says that they asked whether he might be a prophet, wishing to learn the more general thing.
Ἔτι δὲ οὐ μόνος Ἡρακλέων, ἀλλὰ ὅσον ἐπ' ἐμῇ ἱστορίᾳ καὶ πάντες οἱ ἑτερόδοξοι, εὐτελῆ ἀμφιβολίαν διαστείλασθαι μὴ δεδυνημένοι, μείζονα Ἠλίου καὶ πάντων τῶν προφητῶν τὸν Ἰωάννην ὑπειλήφασιν διὰ τὸ «Μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν», οὐχ ὁρῶντες ὅτι ἀληθὲς τὸ «Οὐδεὶς μείζων Ἰωάννου ἐν γεννητοῖς γυναι κῶν» διχῶς γίνεται, οὐ μόνον τῷ αὐτὸν εἶναι πάντων μείζονα, ἀλλὰ καὶ τῷ ἴσους
αὐτῷ εἶναί τινας· ἀληθὲς γὰρ ἴσων ὄντων αὐτῷ πολλῶν προφητῶν, κατὰ τὴν δεδομένην αὐτῷ χάριν τὸ μηδένα τούτου μείζονα εἶναι. Οἴεται δὲ κατασκευά ζεσθαι τὸ μείζονα τῷ προφητεύεσθαι ὑπὸ Ἡσαΐου, ὡς μηδενὸς ταύτης τῆς τιμῆς ἠξιωμένου ὑπὸ θεοῦ τῶν πώποτε προφητευσάντων. Ἀληθῶς δ' ὡς καταφρονῶν τῆς παλαιᾶς χρηματιζούσης διαθήκης καὶ μὴ τηρήσας καὶ αὐτὸν Ἠλίαν προφητευόμενον τοῦτ' ἀπετόλμησεν εἰπεῖν· καὶ γὰρ Ἠλίας προφητεύεται ὑπὸ Μαλαχίου λέγοντος· «Ἰδοὺ ἀποστέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν.» Καὶ Ἰωσίας δέ, ὡς ἐν τῇ τρίτῃ τῶν Βασι λειῶν ἀνέγνωμεν, προφητεύεται ὀνομαστὶ ὑπὸ τοῦ ἐληλυθότος ἐξ Ἰούδα προφήτου λέγοντος, παρόντος καὶ τοῦ Ἱεροβοάμ, «Θυσιαστήριον, τάδε λέγει κύριος· Ἰδοὺ υἱὸς τίκτεται τῷ Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ.» Φασὶν δέ τινες καὶ τὸν Σαμψὼν ὑπὸ τοῦ Ἰακὼβ προφητεύεσθαι λέγοντος· «Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ», ἐπεὶ ἀπὸ τῆς φυλῆς τοῦ Δὰν γενόμενος ὁ Σαμψὼν ἔκρινε τὸν Ἰσραήλ.
Moreover, not only Heracleon, but as far as my research goes, all the heterodox, being unable to resolve a cheap ambiguity, have supposed John to be greater than Elijah and all the prophets because of the words "No one among those born of women is greater than John," not seeing that the statement "No one is greater than John among those born of women" is true in two ways: not only by his being greater than all, but also by some being equal to him; for it is true that, when many prophets are equal to him, according to the grace given to him, no one is greater than this man. But he thinks this is established—that he is greater—by his being prophesied by Isaiah, as though none of all who ever prophesied had been deemed worthy of this honor by God. But truly, as one who despises the old covenant that was in force and did not observe that Elijah himself was also prophesied, he dared to say this; for Elijah is prophesied by Malachi, who says: "Behold, I send to you Elijah the Tishbite, who will restore the heart of a father to a son." And Josiah also, as we read in the third book of Kingdoms, is prophesied by name by the prophet who came out of Judah, who says, while Jeroboam was also present: "O altar, thus says the Lord: Behold, a son is born to David, Josiah is his name." And some say that Samson also was prophesied by Jacob, who says: "Dan will judge his own people, as also one tribe in Israel," since Samson, having come from the tribe of Dan, judged Israel.
Καὶ ταῦτα δὲ εἰς ἔλεγχον τῆς προπετείας τοῦ ἀποφηναμένου μηδένα πλὴν Ἰωάννου προφητεύεσθαι εἰρήσθω, ταῦτα εἰρηκότος ἐν τῷ θέλειν αὐτὸν διηγεῖσθαι τί τὸ «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ». Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν φαρισαίων. Καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης; Οἱ μὲν ἀπὸ Ἱεροσολύμων πέμψαντες τοὺς ἐρωτήσοντας τὸν Ἰωάννην ἱερεῖς καὶ λευΐτας μαθόντες ὅστις τε οὐκ ἦν ὁ Ἰωάννης καὶ ὃς ἦν, σεμνοπρεπέστατα ἡσυχάζουσιν, οἱονεὶ συγκατατιθέμενοι διὰ τῆς σιωπῆς καὶ ἐμφαί νοντες τὸ παραδέχεσθαι τὰ εἰρημένα, ὅτι ἁρμόζει τῇ τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ φωνῇ εἰς τὸ εὐθύνειν τὴν ὁδὸν κυρίου τὸ βαπτίζειν. Οἱ δὲ φαρισαῖοι, ἅτε κατὰ τὸ ὄνομα ὄντες διῃρημένοι τινὲς καὶ στασιώδεις, τὸ μὴ ὁμονοεῖν παριστᾶσιν τοῖς ἐν τῇ μητροπόλει Ἰουδαίοις καὶ τοῖς λειτουργοῖς τῆς τοῦ θεοῦ θεραπείας, ἱερεῦσι καὶ λευΐταις, διὰ τοῦ ἀποστεῖλαι οἱονεὶ ἐπιπληκτικῶς καὶ τὸ ὅσον ἐπ' αὐτοῖς κωλυτικῶς τοῦ βαπτίζειν τοὺς ἐρωτήσοντας· «Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;» Καὶ τάχα εἰ συγκλώσαιμεν εἰς ἓν σωματοποιοῦντες τὰ ἐν τοῖς εὐαγγελίοις γεγραμμένα, εἴποιμεν ἂν νῦν μὲν αὐτοὺς ταῦτα εἰρηκέναι, ὕστερον δὲ οὐκ οἶδ' ὅπως αὑτοὺς ἐπιδεδωκότας τῷ βαπτίσασθαι ἀκηκοέναι ὑπὸ τοῦ Ἰωάννου τὸ «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
And let these things be said for the refutation of the rashness of the one who declared that no one except John was prophesied, since he said this in his wish to explain what "I am the voice of one crying in the wilderness" means. And they had been sent from the Pharisees. And they asked him and said to him: Why then do you baptize, if you are not the Christ nor Elijah nor the prophet? Those from Jerusalem who sent the priests and Levites to question John, having learned both who John was not and who he was, keep silence in a most dignified manner, as it were agreeing through their silence and indicating that they accept what was said, because it is fitting for the voice of one crying in the wilderness to baptize for the straightening of the way of the Lord. But the Pharisees, being as it were divided in name and factious, show their lack of agreement with the Jews in the capital and with the ministers of the service of God, the priests and Levites, by sending those who would question him in a rebuking manner, as it were, and, as far as lay in them, hindering his baptizing: "Why then do you baptize, if you are not the Christ nor Elijah nor the prophet?" And perhaps if we were to combine into one, embodying the things written in the Gospels, we would say that they now said these things, but later, I know not how, having given themselves over to be baptized, they heard from John: "You brood of vipers, who warned you to flee from the coming wrath?"
ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετα νοίας.» Ταῦτα γὰρ ὑπὸ τοῦ βαπτιστοῦ εἴρηται παρὰ τῷ Ματθαίῳ ἰδόντος πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα, δηλονότι οὐκ ἔχοντας καρποὺς μετανοίας καὶ φαρισαϊκῶς ἀλαζονευομένους ἐν ἑαυτοῖς ἐπὶ τῷ Ἀβραὰμ ὡς πατρί· διόπερ ἐπιπλήσσονται ὑπὸ τοῦ τὸν ζῆλον Ἠλίου κατὰ τὴν κοινωνίαν τοῦ ἁγίου πνεύματος ἔχοντος Ἰωάννου. Ἐπιπληκτικὸς γὰρ λόγος ὁ «Μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ»· καὶ διδασκαλικὸς ὁ περὶ τοῦ καὶ τοὺς διὰ τὴν λιθίνην καρδίαν ἀπίστους λίθους ὀνομαζομένους δυνάμει θεοῦ μεταβαλεῖν οἵους τε εἶναι ἀπὸ λίθων εἰς τέκνα Ἀβραάμ, ἐπεὶ γεγόνασιν ἐν ὀφθαλμοῖς τοῦ προφήτου, μὴ φεύγοντες τὴν θείαν αὐτοῦ ὄψιν· διόπερ τὸ «Λέγω ὑμῖν, ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ» ὑπ' αὐτοῦ λέγεται. Καὶ ἐπεὶ μὴ ποιήσαντες καρπὸν ἄξιον τῆς μετανοίας ἔρχονται ἐπὶ τὸ βάπτισμα, ἁρμονιώτατα πρὸς αὐτοὺς λέγεται τὸ «Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς τὸ πῦρ βάλλεται»· οἱονεὶ γὰρ ἄντικρύς φησι πρὸς αὐτούς· Ἐπεὶ ἐληλύθατε ἐπὶ τὸ βάπτισμα μὴ ποιήσαντες καρπὸν μετανοίας, δένδρον ἐστὲ μὴ ποιοῦν καρπὸν καλόν, ἐκκοπησόμενον ὑπὸ τῆς ὀξυτάτης καὶ εὐτονωτάτης ἀξίνης τοῦ ζῶντος λόγου καὶ ἐνεργοῦς καὶ τομωτέρου «ὑπὲρ πᾶσαν μάχαιραν δίστομον». Παρέστησεν δὲ τὸ τῶν φαρισαίων περιαυτό λογον καὶ ὁ Λουκᾶς διὰ τοῦ «Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ
Therefore produce fruit worthy of repentance. For these things were spoken by the Baptist in Matthew, when he saw many of the Pharisees and Sadducees coming to the baptism—evidently not having fruits of repentance, and boasting in a Pharisaic manner among themselves on account of Abraham as their father. Therefore they are rebuked by John, who had the zeal of Elijah through the fellowship of the Holy Spirit. For the word "Do not presume to say within yourselves, 'We have Abraham as our father'" is a word of rebuke; and the word concerning the fact that those who are unbelieving because of their stony heart—called stones—are able by the power of God to be changed from stones into children of Abraham is a word of teaching, since they have become so in the eyes of the prophet, not fleeing his divine sight. Therefore the saying "I tell you that God is able from these stones to raise up children to Abraham" is spoken by him. And since, not having produced fruit worthy of repentance, they come to the baptism, the saying is most fittingly addressed to them: "Already the axe is laid at the root of the trees; every tree that does not produce good fruit is cut down and thrown into the fire." For he says, as it were, directly to them: Since you have come to the baptism without having produced fruit of repentance, you are a tree not producing good fruit, destined to be cut down by the sharpest and most vigorous axe of the living and active word, which is sharper "than every two-edged sword." And Luke also set forth the boasting of the Pharisees through the words: "Two men went up to the temple to pray, the
εἷς φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. Καὶ ὁ φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ ἢ καὶ ὡς οὗτος ὁ τελώνης»· ὅτε διὰ τούτους τοὺς λόγους ὁ τελώνης μᾶλλον αὐτοῦ εἰς τὸν οἶκον καταβαίνει δεδικαιωμένος, καὶ ἐπιλέγεται πάντα τὸν ὑψοῦντα ἑαυτὸν ταπεινοῦσθαι. Ὡς ὑποκριταὶ τοίνυν–κατὰ τοὺς τοῦ σωτῆρος πρὸς αὐτοὺς ἐλεγκτικοὺς λόγους–ἔρχονται ἐπὶ τὸ βάπτισμα, οὐ λανθάνοντες τὸν βαπτίζοντα ἔτι ἔχοντες τὸν τῶν ἐχιδνῶν ἰὸν ὑπὸ τὰς γλώσσας αὐτῶν καὶ τὸν τῶν ἀσπίδων· «Ἰὸς γὰρ ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν». Ἀληθῶς τε «θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως» ἦν ἐμφαινόμενος καὶ διὰ τῆς πικρᾶς ταύτης ἐρωτήσεως τῆς «Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;» Πρὸς οὓς εἴποιμ' ἂν ὡς Χριστοῦ καὶ Ἠλίου καὶ τοῦ προφήτου βαπτιζόντων, τῆς δὲ ἐν τῇ ἐρήμῳ φωνῆς τοῦ βοῶντος ταύτην τὴν ἐξουσίαν μὴ εἰληφυίας· Ὦ οὗτοι, ἀπηνῶς πυνθάνεσθε τοῦ ἀπεσταλμένου ἀγγέλου πρὸ προσώπου Χριστοῦ κατασκευάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ, ὅλα τὰ κατὰ τὸν τόπον αὐτοῦ ἀγνοοῦντες μυστήρια· ὁ γὰρ Χριστός, Ἰησοῦς ὤν, κἂν μὴ βούλησθε, αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ, αὐτὸς ὢν «ὁ προφήτης». Πόθεν δὲ ὑμῖν πεπίστευται Ἠλίαν βαπτίσειν τὸν ἐλευσόμενον, οὐδὲ τὰ ἐπὶ τοῦ θυσιαστηρίου ξύλα κατὰ τοὺς τοῦ Ἀχαὰβ χρόνους δεόμενα λουτροῦ ἵνα ἐκκαυθῇ, ἐπιφανέντος ἐν πυρὶ τοῦ κυρίου, βαπτίσαντα; Ἐπικελεύεται γὰρ τοῖς ἱερεῦσιν τοῦτο ποιῆσαι οὐ μόνον ἅπαξ, λέγει γάρ· «Δευτερώσατε·
One was a Pharisee and the other a tax collector. And the Pharisee, standing, prayed these things to himself: "God, I thank you that I am not like the rest of men, rapacious, unjust, adulterers, or even like this tax collector." Since because of these words the tax collector goes down to his house more justified than he, and it is added that everyone who exalts himself shall be humbled. As hypocrites, then—according to the Savior's words of rebuke against them—they come to the baptism, not escaping the notice of the one baptizing, still having the venom of vipers under their tongues and that of asps; for "the venom of asps is under their lips." And truly "their wrath was like the likeness of a serpent," being displayed also through this bitter question of theirs: "Why then do you baptize, if you are not the Christ nor Elijah nor the prophet?" To whom I would say that Christ and Elijah and the prophet baptize, but the voice in the wilderness of the one crying out did not receive this authority: O you who harshly question the angel sent before the face of Christ to prepare his way before him, being ignorant of all the mysteries pertaining to his place; for Christ, being Jesus, even if you do not wish it, he himself did not baptize, but his disciples did, he himself being "the prophet." But from where has it been believed by you that the one who is to come, Elijah, will baptize, when he did not even baptize the wood upon the altar in the times of Ahab, which needed washing so that it might be kindled, when the Lord appeared in fire? For it is commanded the priests to do this not only once, for it says: "Do it a second time."
ὅτε καὶ ἐδευτέρωσαν», καὶ «Τρισσώσατε· ὅτε καὶ ἐτρίσσωσαν». Ὁ τοίνυν μὴ αὐτὸς βαπτίσας τότε, ἀλλ' ἑτέροις τοῦ ἔργου παραχωρήσας, πῶς κατὰ τὰ ὑπὸ τοῦ Μαλαχίου λεγόμενα ἐπιδημήσας βαπτίζειν ἔμελλεν; Χριστὸς οὖν ἐν ὕδατι οὐ βαπτίζει, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ· ἑαυτῷ δὲ τηρεῖ τὸ ἁγίῳ πνεύματι βαπτίζειν καὶ πυρί. Παραδεξάμενος δὲ ὁ Ἡρακλέων τὸν τῶν φαρισαίων λόγον ὡς ὑγιῶς εἰρημένον περὶ τοῦ ὀφείλεσθαι τὸ βαπτίζειν Χριστῷ καὶ Ἠλίᾳ καὶ παντὶ προφήτῃ, αὐταῖς λέξεσίν φησιν, οἷς μόνοις ὀφείλεται τὸ βαπτίζειν, καὶ ἐκ τῶν εἰρημένων μὲν ἡμῖν ἔναγχος ἐλεγχόμενος, μάλιστα δὲ ὅτι κοινότερον τὸν προφήτην νενόηκεν· οὐ γὰρ ἔχει δεῖξαί τινα τῶν προφητῶν βαπτίσαντα. Οὐκ ἀπιθάνως δέ φησιν πυνθάνεσθαι τοὺς φαρι σαίους κατὰ τὴν αὐτῶν πανουργίαν, οὐχὶ ὡς μαθεῖν θέλοντας. Ἐπεὶ δὲ ἀναγκαῖον ἡμῖν φαίνεται παρα τιθέναι τὰς ὁμοίας τῶν εὐαγγελίων λέξεις τοῖς ἐν χερσὶ ῥητοῖς, καὶ τοῦτο καθ' ἕκαστον μέχρι τέλους ποιεῖν ὑπὲρ τοῦ τὰ μὲν συγκρούειν δοκοῦντα ἀποδείκνυσθαι σύμφωνα, τὰ δ' ὁμοίως ἔχοντα ἕκαστον κατ' ἰδίαν σαφηνίζεσθαι, φέρε τοῦτο καὶ ἐνταῦθα ποιήσωμεν. Τὸ γὰρ «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου» παρὰ μὲν τῷ μαθητῇ Ἰωάννῃ ἐκ προσώπου τοῦ βαπτιστοῦ λέγεται· παρὰ δὲ τῷ Μάρκῳ ὡς ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ κατὰ τὴν Ἡσαΐου γραφὴν ἀναγέγραπται οὕτως· «Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ. Καθὼς γέγραπται ἐν τῷ Ἡσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατα σκευάσει τὴν ὁδόν σου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·
when they also did it a second time," and "Do it a third time; when they also did it a third time." He, then, who did not himself baptize at that time, but yielded the work to others—how, according to what is said by Malachi, was he going to baptize when he came? Christ, therefore, does not baptize in water, but his disciples do; but he keeps for himself the baptizing with the Holy Spirit and fire. But Heracleon, having accepted the Pharisees' statement as correctly spoken—that baptizing is owed to Christ and Elijah and every prophet—says in these very words, "to whom alone baptizing is owed," and he is refuted both by what we have just said, and especially because he has understood the prophet in too general a sense; for he cannot show that any of the prophets baptized. And he says that the Pharisees inquired, not implausibly, in their own cunning, not as those wishing to learn. But since it seems necessary for us to set side by side the similar expressions of the Gospels with the passages at hand, and to do this for each one up to the end, in order to demonstrate that things which seem to clash are in agreement, and that things which are alike are each clarified in its own place, come, let us do this here as well. For "A voice of one crying in the wilderness: Make straight the way of the Lord" is spoken by the disciple John from the person of the Baptist; but in Mark it is recorded as the beginning of the gospel of Jesus Christ according to the writing of Isaiah, thus: "The beginning of the gospel of Jesus Christ. As it is written in Isaiah the prophet: Behold, I send my messenger before your face, who will prepare your way; a voice of one crying in the wilderness:
Ἑτοι μάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Οὐ κεῖται μέντοι γε ἐν τῷ προφήτῃ «Εὐθύνατε τὴν ὁδὸν κυρίου», ὅπερ παρέθετο † ὁ Μάρκος. Μήποτ' οὖν ὁ Ἰωάν νης ἐπιτεμνόμενος τὸ «Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν» ἀνέγραψεν· «Εὐθύνατε τὴν ὁδὸν κυρίου.» Ὅ τι ὁ Μάρκος δύο προφητείας ἐν διαφόροις εἰρημένας τόποις ὑπὸ δύο προφητῶν εἰς ἓν συνάγων πεποίηκεν· «Καθὼς γέγραπται ἐν τῷ Ἡσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Τὸ μὲν γὰρ «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ» μετὰ τὴν περὶ τοῦ Ἐζεκίου ἱστορίαν ἀναστάντος
ἐκ τῆς νόσου εὐθέως γέγραπται, τὸ δὲ «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου» ὑπὸ Μαλαχίου. Ὅπερ δὲ ἐποίησεν Ἰωάννης ἐπιτεμνόμενος ὃ παρέθετο ῥητόν, τοῦτο ἐπ' ἄλλης λέξεως ὁ Μάρκος καὶ αὐτὸς ἐνέφηνεν· ὁ μὲν γὰρ προφήτης φησίν· «Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν»· ὁ δὲ Μάρκος· «Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Τὴν δ' ὁμοίαν ἐπιτομὴν πεποίηται καὶ ἐπὶ τοῦ «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου». Οὐ παρέθετο γὰρ τὸ προκείμενον τὸ «Ἔμπροσθέν μου».
Prepare the way of the Lord, make straight his paths." It is not, however, found in the prophet as "Make straight the way of the Lord," which Mark quoted. Perhaps, then, John, abbreviating "Prepare the way of the Lord, make straight the paths of our God," wrote: "Make straight the way of the Lord." This is what Mark did, combining two prophecies spoken in different places by two prophets into one: "As it is written in Isaiah the prophet: Behold, I send my messenger before your face, who will prepare your way. A voice of one crying in the wilderness: Prepare the way of the Lord, make straight his paths." For "A voice of one crying in the wilderness" is written immediately after the story of Hezekiah, who rose from his illness, while "Behold, I send my messenger before your face" is by Malachi. And what John did in abbreviating the passage he quoted, Mark also made clear in another wording. For the prophet says: "Prepare the way of the Lord, make straight the paths of our God"; but Mark: "Prepare the way of the Lord, make straight his paths." He has made a similar abbreviation also in the case of "Behold, I send my messenger before your face, who will prepare your way." For he did not quote the phrase that follows, "before me.
Ἔτι ἐπὶ τὸ «Ἀπεσταλμένοι ἦσαν ἐκ τῶν φαρισαίων, καὶ ἠρώτησαν αὐτόν» ἐξετάζοντες ἡμεῖς προετάξαμεν τὴν ἐρώτησιν τῶν φαρισαίων, ὡς σεσιωπημένην παρὰ τῷ Ματθαίῳ, * * τοῦ ἀναγεγραμμένου γεγονέναι παρὰ τῷ Ματθαίῳ, ὅτι «Ἰδὼν ὁ Ἰωάννης πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν» καὶ τὰ ἑξῆς. Ἀκόλουθον γάρ ἐστιν πρῶτον πυθέσθαι, εἶτ' ἐληλυθέναι. Καὶ τοῦτο παρατηρητέον, ὅτι ὁ μὲν Ματθαῖος ἐκπορευομένους πρὸς τὸν Ἰωάννην τὰ Ἱεροσόλυμα καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐπὶ τῷ βαπτίσασθαι ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογουμένους ἑαυτῶν τὰς ἁμαρτίας, οὐδένα λόγον ἐπιπληκτικὸν καὶ ἐλεγκτικόν φησιν ἀκηκοέναι ἀπὸ τοῦ βαπτιστοῦ, μόνους δὲ τοὺς ἑωραμένους πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐληλυθότας ἀκηκοέναι τὸ «Γεννήματα ἐχιδνῶν» καὶ τὰ ἑξῆς· ὁ δὲ Μάρκος οὐδέν φησιν ἐπιπληκτικὸν εἰρῆσθαι ὑπὸ τοῦ Ἰωάννου τοῖς ἐληλυθόσιν, οὖσιν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἱεροσολυμίταις πᾶσι, καὶ βαπτιζομένοις ὑπ' αὐτοῦ ἐν τῷ Ἰορδάνῃ καὶ ἐξομολογουμένοις τὰς ἁμαρτίας αὐτῶν, ἀκολούθως τῷ μηδὲ ὠνομακέναι τοὺς φαρισαίους καὶ σαδδουκαίους. Ἔτι δὲ καὶ τοῦτο ἀναγκαῖον ἡμᾶς παραθέσθαι, ὅτι ἀμφότεροι μέν, ὅ τε Ματθαῖος καὶ ὁ Μάρκος, ἐξομολογου μένους τὰς ἁμαρτίας αὐτῶν φασιν βαπτίζεσθαι πᾶσαν Ἱεροσόλυμα καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ἢ πᾶσαν τὴν Ἰουδαίαν χώραν καὶ τοὺς Ἱεροσολυμίτας πάντας·
Still on the passage "They had been sent from the Pharisees, and they asked him," we, in examining it, have set the Pharisees' question first, as it is passed over in silence by Matthew, * * that what is recorded in Matthew had happened, namely that "John, seeing many of the Pharisees and Sadducees coming to his baptism, said to them: Brood of vipers," and the rest. For it is fitting that they first asked, and then came. And this must be observed, that Matthew says that those going out to John—all Jerusalem and all Judea and all the region around the Jordan—to be baptized in the Jordan river, confessing their sins, heard no rebuking or reproving word from the Baptist, but that only the many Pharisees and Sadducees who were seen to have come heard "Brood of vipers" and the rest; whereas Mark says that no rebuke was spoken by John to those who came—being all Judea and all the people of Jerusalem, and being baptized by him in the Jordan and confessing their sins—consistently with his not even having named the Pharisees and Sadducees. And this too it is necessary for us to set beside it, that both Matthew and Mark say that all Jerusalem and all Judea and all the region around the Jordan, or all the country of Judea and all the people of Jerusalem, were baptized confessing their sins.
ὁ δὲ Ματθαῖος εἰσάγει μὲν ἐρχομένους ἐπὶ τὸ βάπτισμα τοὺς φαρισαίους καὶ σαδδουκαίους οὐ μὴν ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν· διόπερ εἰκὸς καὶ τοῦτο εὔλογον εἶναι αἴτιον τοῦ ἀκηκοέναι αὐτοὺς «Γεννήματα ἐχιδνῶν». Μὴ ὑπολάβῃς δ' ἡμᾶς καὶ ἀκαίρως τὰ ἀπὸ τῶν ἑτέρων εὐαγγελίων παρατεθεῖσθαι, τὰ τῶν ἀπεσταλ μένων ἐκ τῶν φαρισαίων καὶ ἐρωτησάντων τὸν Ἰωάννην ἐξετάζοντας. Εἰ γὰρ καλῶς ἐφηρμόσαμεν τὴν τῶν φαρισαίων πεῦσιν, ἀναγεγραμμένην παρὰ τῷ μαθητῇ Ἰωάννῃ, τῷ βαπτισμῷ αὐτῶν παρὰ τῷ Ματθαίῳ κειμένῳ, ἀκόλουθον ἦν ἐξετάσαι τὰ κατὰ τοὺς τόπους καὶ παραθέσθαι τὰ εὑρεθέντα παρατηρήματα. Ὁμοίως δὲ τῷ Μάρκῳ καὶ ὁ Λουκᾶς τοῦ «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ» μέμνηται ἀπὸ ἰδίου προσώπου οὕτως· «Ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ, καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Προσέθηκεν δὲ ὁ Λουκᾶς καὶ τὰ ἑξῆς τῆς προφητείας· «Πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείας καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
Matthew introduces the Pharisees and Sadducees as coming to the baptism, yet not confessing their sins; and for this reason it is likely that this too was a reasonable cause for their having heard "You offspring of vipers." But do not suppose that we have inopportunely set side by side the passages from the other Gospels, examining those concerning the men sent from the Pharisees who questioned John. For if we rightly fitted together the inquiry of the Pharisees, recorded by the disciple John, with their baptism as set down in Matthew, it was consistent to examine the matters relating to the places and to set beside them the observations we found. In like manner as Mark, so also Luke mentions "A voice crying in the wilderness" in his own person thus: "The word of God came to John the son of Zechariah in the wilderness, and he came into all the region around the Jordan preaching a baptism of repentance for the forgiveness of sins, as it is written in the book of the words of Isaiah the prophet: A voice crying in the wilderness: Prepare the way of the Lord, make straight his paths." And Luke added also the rest of the prophecy: "Every valley shall be filled and every mountain and hill shall be brought low, and the crooked shall become straight and the rough ways smooth."
καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.» Ὁμοίως τῷ Μάρκῳ ἀναγράψας τὸ «Εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ», ἐπιτεμνόμενος, ὡς προειρήκαμεν, τὸ «Εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν.» Ἀντὶ δὲ τοῦ «Καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν» χωρὶς τοῦ «πάντα» τὴν λέξιν ἔθηκεν, μετὰ τοῦ ἀντὶ ἑνικοῦ τοῦ «εἰς εὐθεῖαν» πεποιηκέναι πληθυντικὸν «εὐθείας». Ἔτι δὲ καὶ ἀντὶ τοῦ «ἡ τραχεῖα εἰς πεδία» ἐποίησεν· «Καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας», παραλιπών τε «Καὶ ὀφθήσεται ἡ δόξα κυρίου» παρέθετο τὸ ἑξῆς τὸ
«Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ». Χρήσιμοι δὲ αἱ παρατηρήσεις πρὸς ἀπόδειξιν περὶ τοῦ ἐπιτέμνεσθαι τοὺς εὐαγγελιστὰς τὰ προφητικά. Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι τὸ «Γεννήματα ἐχιδνῶν» καὶ τὰ ἑξῆς ὁ μὲν Ματθαῖος τοῖς φαρισαίοις καὶ σαδδουκαίοις ἐρχομένοις ἐπὶ τὸ βάπτισμα εἰρῆσθαί φησιν, ἑτέροις οὖσιν παρὰ τοὺς ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν καὶ μηδὲν τοιοῦτον ἀκούοντας· ὁ δὲ Λουκᾶς τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ' αὐτοῦ ταῦτ' εἰρῆσθαι ἀναγράφει, οὐ ποιήσας δύο τάγματα βαπτιζομένων, ὅπερ παρὰ τῷ Ματθαίῳ εὕρομεν. Εἰκότως δὲ καὶ οὗτος, ἐπεὶ οἱ ὄχλοι οὐκ ἐν ἐπαίνῳ τάσσονται, ὡς τοῖς τηροῦσιν σαφὲς ἔσται, τοῖς ὄχλοις εἰσάγει λέγοντα τὸν βαπτιστὴν τὸ «Γεννήματα ἐχιδνῶν» καὶ τὰ ἑξῆς. Ἔτι δὲ πρὸς μὲν τοὺς φαρισαίους καὶ σαδδουκαίους «Ποιή σατε» εἴρηται ἑνικῶς «καρπὸν ἄξιον τῆς μετανοίας»· πρὸς δὲ τοὺς ὄχλους πληθυντικῶς «ἀξίους καρποὺς τῆς μετα νοίας».
And all flesh shall see the salvation of God. In the same way as Mark, having recorded "Make straight his paths," he summarizes, as we said before, "Make straight the paths of our God." But instead of "And every crooked thing shall be made straight," he set down the phrase without "every," while also, instead of the singular "into a straight [path]," he made the plural "straight [paths]." And further, instead of "the rough [places] into plains," he wrote: "And the rough [places] into smooth ways," and having omitted "And the glory of the Lord shall be seen," he set alongside the next phrase:
"And all flesh shall see the salvation of God." These observations are useful for demonstrating that the evangelists summarize the prophetic texts. And this too must be observed, that the phrase "Offspring of vipers" and what follows, Matthew says was spoken to the Pharisees and Sadducees who were coming to the baptism, who are distinct from those confessing their sins and hearing nothing of this sort; but Luke records that these things were said to the crowds who were going out to be baptized by him, not having made two classes of those being baptized, which we found in Matthew. And reasonably indeed this one too, since the crowds are not placed in a position of praise, as will be clear to those who attend carefully, presents the Baptist as saying to the crowds "Offspring of vipers" and what follows. And further, to the Pharisees and Sadducees "Make" was said in the singular "fruit worthy of repentance"; but to the crowds in the plural "fruits worthy of repentance."
Τάχα γὰρ οἱ μὲν φαρισαῖοι τὸν ἐξαίρετον ἀπαι τοῦνται καρπὸν μετανοίας, οὐκ ἄλλον ὄντα τοῦ υἱοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως, οἱ δὲ ὄχλοι, οὐδὲ ἀρχὴν ἔχοντες ἀγαθῶν, πάντας ἀπαιτοῦνται τοὺς καρποὺς τῆς μετανοίας· διόπερ πρὸς αὐτοὺς τὸ πληθυντικὸν εἴρηται. Λέγεται πρὸς τούτοις τοῖς φαρισαίοις· «Μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ.» Οἱ μὲν γὰρ ὄχλοι νῦν ἀρχὴν ἔχουσιν, δοκοῦντες εἰσάγεσθαι εἰς τὸν θεῖον λόγον, τοῦ προσιέναι τῇ ἀληθείᾳ· διόπερ ἄρχονται λέγειν ἐν ἑαυτοῖς· «Πατέρα ἔχομεν τὸν Ἀβραάμ». Οἱ δὲ φαρισαῖοι οὐκ ἄρχονται, ἀλλὰ πρὸ πολλοῦ τοῦτο δοξάζουσιν. Πλὴν ἑκάτεροι τοὺς προειρημένους λίθους δεικνυμένους ἀκούουσιν δύνασθαι ἐγερθῆναι τέκνα τῷ Ἀβραάμ, ἀπὸ τῆς ἀναισθησίας καὶ νεκρότητος ἀναστησομένους. Παρατήρει δὲ ὅτι τοῖς μὲν φαρισαίοις κατὰ τὸ εἰρημένον ἐν τῷ προφήτῃ «Ἐφάγετε καρπὸν ψευδῆ» ἔχουσι μὲν καρπόν, ψευδῆ δέ, λέγεται· «Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται», τοῖς δὲ ὄχλοις, οὐδ' ὅλως καρποφοροῦσιν, τὸ «Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται.» Τὸ μὲν γὰρ μὴ ἔχον καρπὸν οὐδὲ καλὸν ἔχει καρπόν· διόπερ ἐκκοπῆς ἐστιν ἄξιον. Τὸ δὲ ἔχον καρπὸν οὐ πάντως καλὸν ἔχει καρπόν· διόπερ καὶ αὐτὸ εὐλόγως ὑπὸ τῆς ἀξίνης καταβάλλεται. Ἐὰν δὲ ἀκριβέστερον ἐρευνήσωμεν τὰ περὶ τοὺς καρπούς, εὑρήσομεν ὅτι ἀμήχανον τὸ ἄρτι τοῦ γεωργεῖσθαι ἀρχόμενον, κἂν καρποφορῇ, τοὺς πρώτους ἐνεγκεῖν καρποὺς καλούς.
Perhaps the Pharisees are required to bear the exceptional fruit of repentance, which is none other than the Son and faith in him, while the crowds, who do not even have a beginning of good things, are required to bear all the fruits of repentance; therefore the plural is spoken to them. In addition, it is said to these Pharisees: "Do not think to say within yourselves, 'We have Abraham as our father.'" For the crowds now have a beginning, since they seem to be being introduced to the divine word, of drawing near to the truth; therefore they begin to say within themselves, "We have Abraham as our father." But the Pharisees do not begin; they have held this opinion for a long time. Nevertheless, both groups hear that the aforementioned stones, when pointed out, are able to be raised up as children to Abraham, since they will rise from insensibility and deadness. Observe also that to the Pharisees, who, according to what is said in the prophet, "You have eaten false fruit," have fruit indeed, but false fruit, it is said: "Every tree, therefore, that does not bear good fruit is cut down"; but to the crowds, who bear no fruit at all, it is said: "Every tree, therefore, that does not bear fruit is cut down." For that which has no fruit does not even have good fruit; therefore it is worthy of being cut down. But that which has fruit does not altogether have good fruit; therefore it too is reasonably laid low by the axe. But if we investigate the matters concerning fruits more precisely, we will find that it is impossible for that which is only now beginning to be cultivated, even if it bears fruit, to bring forth good first fruits.
Ἀγαπᾷ δὲ ὁ γεωργὸς πρῶτον τὸ ἐνεγκεῖν αὐτὸ τοὺς ἐπιβάλλοντας καρποὺς τῷ ἀρχομένῳ γεωργίας, ὕστερον ὁδῷ διὰ τῶν πρεπόντων γεωργικῇ καθαρσίων μετὰ τοὺς ὁποίους δήποτε καρποὺς ληψόμενος καὶ καρποὺς καλούς· καὶ ὁ νόμος δὲ ταύτῃ τῇ ἐκδοχῇ ἡμῶν μαρτυρεῖ, λέγων δεῖν τὸν φυτεύοντα τρία ἔτη ποιεῖν ἀπερικάθαρτον ἐῶντα τὸ πεφυτευμένον, οὐκ ἐσθιομένων αὐτοῦ τῶν καρπῶν· «Τρία, γάρ φησιν, ἔτη ὑμῖν ὁ καρπὸς ἀπερικάθαρτος οὐ βρωθήσεται, τῷ δὲ τετάρτῳ ἔτει ἔσται πᾶς ὁ καρπὸς ἅγιος, αἰνετὸς τῷ κυρίῳ.» Εὐλόγως τοίνυν πρὸς τοὺς ὄχλους χωρὶς τῆς τοῦ «καλοῦ» προσθήκης λέγεται· «Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται»· καὶ τὸ ἐπὶ πλεῖον δὲ φέρον καρπὸν ὅμοιον τῇ ἀρχῇ, δένδρον τυγχάνον μὴ ποιοῦν καρπὸν καλόν, «ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται», ἐπὰν ἐνστάσης τῆς μετὰ τὴν τριάδα εἰσαγωγῆς ἐν τῇ τετράδι γενομένης μὴ ποιῇ καρπὸν ἅγιον, αἰνετὸν τῷ κυρίῳ. Ταῦτα δὲ πάντα εἰ καὶ μετὰ παρεκβάσεως ἡμῖν εἰρῆσθαι δοκεῖ παρατιθεμένοις καὶ τὰ ἀπὸ τῶν λοιπῶν εὐαγγελίων, οὐκ ἄκαιρα δὲ ἐμοὶ φαίνεται οὐδὲ ἀλλότρια τῆς ἐνεστηκυίας σκέψεως. Φαρισαῖοι γὰρ ἀποστέλλουσιν πρὸς τὸν Ἰωάννην μετὰ τοὺς ἀπὸ Ἱεροσολύμων ἱερεῖς καὶ λευΐτας πεμφθέντας ἐρωτῆσαι αὐτὸν ὅστις εἴη, ἐξετάζοντες· «Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προ φήτης;» Καὶ ἐξετάσαντες ἐνταῦθα, ἑξῆς παραγινόμενοι βαπτισόμενοι, ὡς ὁ Ματθαῖος ἀναγράφει, ἀκούουσιν δὴ τὰ ἁρμόζοντα αὐτῶν τῇ ἀλαζονείᾳ καὶ ὑποκρίσει. Ἐπεὶ δὲ ὅμοια ἦν τὰ τούτοις
The farmer loves first that it bear the fruits that befit one beginning farming, and later, by way of the cleansings proper to farming, after fruits of whatever sort he will receive also good fruits. And the law bears witness to this interpretation of ours, saying that the one who plants must for three years leave the planted tree uncircumcised, its fruits not being eaten: "For three years," it says, "the fruit shall be uncircumcised for you and shall not be eaten, but in the fourth year all its fruit shall be holy, praiseworthy to the Lord." Reasonably, then, it is said to the crowds without the addition of "good": "Every tree, therefore, that does not bear fruit is cut down and thrown into the fire"; and the tree that bears more fruit similar to its beginning, being a tree that does not bear good fruit, "is cut down and thrown into the fire," whenever, with the introduction after the triad having come in the fourth, it does not bear holy fruit, praiseworthy to the Lord. All these things, even if they seem to us to have been said by way of digression as we set alongside them also the passages from the other Gospels, do not appear to me untimely or foreign to the present inquiry. For the Pharisees send to John, after the priests and Levites sent from Jerusalem to ask him who he is, examining: "Why then do you baptize, if you are not the Christ nor Elijah nor the prophet?" And having examined here, coming next to be baptized, as Matthew records, they hear what befits their arrogance and hypocrisy. But since these things were similar to them
εἰρημένα τοῖς λεγομένοις πρὸς τοὺς ὄχλους, ἐχρῆν τὴν τῶν ῥητῶν σύγκρισιν καὶ σαφήνειαν ποιήσασθαι· ὧν γινομένων πλείονα ἀπῄτησεν ἡμᾶς ἡ ἀκο λουθία θεωρῆσαι. Ἔτι δὲ καὶ ταῦτα τοῖς εἰρημένοις δεόντως προσθήσομεν· δύο τάγματα πεμπόντων παρὰ τῷ Ἰωάννῃ ἀναγέγραπται, ἓν μὲν Ἰουδαίων τῶν ἀπὸ Ἱεροσολύμων ἀποστελλόντων ἱερεῖς καὶ λευΐτας, ἕτερον δὲ φαρισαίων ἐπαπορούντων διὰ τί βαπτίζει. Καὶ ἀποδεδώκαμεν ὅτι μετὰ τὴν πεῦσιν οἱ φαρισαῖοι παραγίνονται βαπτισόμενοι. Μήποτ' οὖν πρὸ τούτων οἱ πρὸ τούτων ἀποστείλαντες ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι παραδεξάμενοι τοὺς Ἰωάννου λόγους, ἅτε πρότεροι τῶν φαρισαίων πέμψαντες, καὶ πρότεροι ἔρχονται. Ἱεροσόλυμα γάρ, πᾶσα Ἰουδαία καὶ ἀκολούθως πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ' αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν, ἢ ὡς ὁ † Λουκᾶς φησιν· «Ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογούμενοι τὰς ἁρμαρτίας αὐτῶν.» Οὔτε μέντοι Ματθαῖος τοὺς φαρισαίους καὶ σαδδουκαίους, πρὸς οὓς λέγεται «Γεννήματα ἐχιδνῶν», οὔτε Λουκᾶς τοὺς ὄχλους τὴν αὐτὴν ἐπίπληξιν ἀκούοντας εἰσάγουσιν ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν. Ἄξιον δὲ ἐπαπορῆσαι πῶς πάσης τῆς Ἱεροσολυμιτῶν πόλεως καὶ πάσης τῆς Ἰουδαίας καὶ πάσης τῆς περιχώρου τοῦ Ἰορδάνου βαπτιζομένων ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου ὁ σωτήρ φησιν· «Ἐλήλυθεν Ἰωάννης ὁ βαπτιστὴςμήτε ἐσθίων μήτε πίνων καὶ λέγετε· Δαιμόνιον ἔχει»· καὶ πρὸς τοὺς πυθομένους «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» λέγει·
What was said to those who are called the crowds, it was necessary to make the comparison and clarity of the spoken words; and when these things were done, the sequence of the narrative demanded that we observe more. Moreover, we shall also properly add these things to what has been said: two orders of those sent are recorded in John—one of the Jews who sent priests and Levites from Jerusalem, the other of the Pharisees who asked further why he was baptizing. And we have shown that after the inquiry the Pharisees come to be baptized. Perhaps, then, before these, the Jews who sent from Jerusalem before these, having received the words of John, inasmuch as they sent before the Pharisees, also come first. For Jerusalem, all Judea, and consequently all the region around the Jordan were baptized in the Jordan River by him, confessing their sins, or as Luke says: "All the country of Judea and all the Jerusalemites went out to him, and they were baptized by him in the Jordan River, confessing their sins." However, neither Matthew introduces the Pharisees and Sadducees, to whom it is said, "Brood of vipers," nor Luke the crowds who hear the same rebuke, as confessing their sins. It is worth inquiring further how, when the whole city of the Jerusalemites and all Judea and all the region around the Jordan were being baptized in the Jordan by John, the Savior says: "John the Baptist has come neither eating nor drinking, and you say, 'He has a demon'"; and to those who asked, "By what authority are you doing these things?" he says:
«Κἀγὼ ἐρωτήσω ὑμᾶς ἕνα λόγον, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· Τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν; Ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων;» Ὅτε καὶδιαλογιζόμενοί φασιν· «Ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;» Λύεται δὲ τὸ ἀπορηθὲν οὕτως· φαρισαῖοι, ὡς προτετηρήκαμεν, οἱ ἀκούσαντες «Γεν νήματα ἐχιδνῶν», οὐ πεπιστευκότες αὐτῷ παραγίνονται ἐπὶ τὸ βάπτισμα, εἰκὸς ὅτι τὸν ὄχλον φοβούμενοι καὶ κατὰ τὴν πρὸς ἐκείνους ὑπόκρισιν ἀξιοῦντες λούσασθαι, ἵνα μὴ δοκοῖεν ἐναντιοῦσθαι τοῖς τοιούτοις. Φρονοῦντες γοῦν αὐτὸν ἀπ' ἀνθρώπων ἔχειν καὶ οὐκ ἀπ' οὐρανοῦ τὸ βαπτίζειν, διὰ τὸν ὄχλον, μήποτε λιθασθῶσιν, φοβοῦνται ὅπερ ὑπολαμβάνουσιν εἰπεῖν. Ὥστε οὐκ ἐναντιοῦται τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα πρὸς τοὺς φαρισαίους τοῖς ἀναγεγραμμένοις ἐν τοῖς εὐαγγε λίοις περὶ τοῦ πλήθους τῶν παρὰ τῷ Ἰωάννῃ βαπτισαμένων. Τοῦ θράσους δὲ τῶν φαρισαίων ἦν δαιμόνιον ἔχειν λέγειν τὸν Ἰωάννην, καὶ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων τὰς δυνάμεις φάσκειν τὸν Ἰησοῦν πεποιηκέναι. Ἀπεκρίνατο αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ὁ μὲν Ἡρακλέων οἴεται ὅτι ἀποκρίνεται ὁ Ἰωάννης τοῖς ἐκ τῶν φαρισαίων πεμφθεῖσιν, οὐ πρὸς ὃ ἐκεῖνοι ἐπηρώτων, ἀλλ' ὃ αὐτὸς ἐβούλετο, ἑαυτὸν λανθάνων ὅτι κατηγορεῖ τοῦ προφήτου ἀμαθίας, εἴγε ἄλλο ἐρωτώμενος περὶ ἄλλου ἀποκρίνεται· χρὴ γὰρ καὶ τοῦτο φυλάττεσθαι ὡς ἐν κοινολογίᾳ ἁμάρτημα τυγχάνον.
And I will ask you one question, which if you tell me, I will also tell you by what authority I do these things: The baptism of John, whence was it? From heaven or from men? At which time also they reason among themselves, saying: If we say, From heaven, he will say, Why then did you not believe him? But the difficulty is resolved thus: the Pharisees, as we have previously observed, who heard "Offspring of vipers," not having believed in him, come to the baptism, likely because they feared the crowd and, in accordance with their hypocrisy toward them, thought it fit to wash themselves, so that they might not seem to oppose such things. At any rate, thinking that he had the authority to baptize from men and not from heaven, because of the crowd, lest they be stoned, they fear what they suppose he will say. So that what the Savior said to the Pharisees does not contradict what is recorded in the Gospels concerning the multitude of those baptized by John. But it was a mark of the Pharisees' audacity to say that John had a demon, and to claim that Jesus performed his mighty works in Beelzebub the ruler of demons. John answered them, saying: I baptize in water; among you stands one whom you do not know, coming after me, the strap of whose sandal I am not worthy to untie. Heracleon thinks that John answers those sent from the Pharisees, not with respect to what they were asking, but with respect to what he himself wished, himself failing to notice that he accuses the prophet of ignorance, if indeed, being asked about one thing, he answers about another; for this too must be guarded against, as being a fault in ordinary conversation.
Ἡμεῖς δέ φαμεν ὅτι μάλιστα πρὸς ἔπος ἐστὶν ἡ ἀπό κρισις. Πρὸς γὰρ τὸ «Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός;» τί ἄλλο ἐχρῆν εἰπεῖν ἢ τὸ ἴδιον παραστῆσαι βάπτισμα σωματικώτερον τυγχάνον; «Ἐγώ, γάρ φησιν, βαπτίζω ἐν ὕδατι». Καὶ τοῦτο εἰπὼν πρὸς τὸ «Τί οὖν βαπτίζεις;» πρὸς τὸ δεύτερον «Εἰ σὺ οὐκ εἶ ὁ Χριστός» δοξολογίαν περὶ τῆς προηγουμένης οὐσίας Χριστοῦ διηγεῖται, ὅτι δύναμιν τοσαύτην ἔχει ὡς καὶ ἀόρατος εἶναι τῇ θειότητι αὐτοῦ, παρὼν παντὶ ἀνθρώπῳ παντὶ δὲ καὶ ὅλῳ τῷ κόσμῳ συμπαρεκτεινόμενος· ὅπερ δηλοῦται διὰ τοῦ «Μέσος ὑμῶν ἕστηκεν». Καὶ ἐπεὶ οὐδὲν οἱ προσδοκῶντες Χριστοῦ ἐπιδημίαν φαρισαῖοι τηλικοῦτον περὶ αὐτοῦ ἑώρων, ἄνθρωπον τέλειον ἅγιον μόνον ὑπολαμβάνοντες αὐτὸν εἶναι, ἐμμελῶς
ἐλέγχει τὴν περὶ τῆς ὑπεροχῆς αὐτοῦ φαρισαίων ἄγνοιαν, προστιθεὶς τῷ «Μέσος ὑμῶν ἕστηκεν» τό «Ὃν ὑμεῖς οὐκ οἴδατε». Καὶ ἵνα μή τις ὑπολάβῃ ἕτερον εἶναι τὸν ἀόρατον καὶ διήκοντα ἐπὶ πάντα ἄνθρωπον ἢ καὶ ἐπὶ ὅλον τὸν κόσμον, παρὰ τὸν ἐνανθρωπήσαντα καὶ ἐπὶ τῆς γῆς ὀφθέντα καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, συνάπτει τῷ «Μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε» τὸ «Ὀπίσω μου ἐρχόμενος»· τοῦτ' ἔστιν «μετ' ἐμὲ φανερωθησόμενος».
We, however, say that the answer is especially to the point. For to the question "Why then do you baptize, if you are not the Christ?" what else ought he to have said than to set forth his own baptism, which was more bodily? "I," he says, "baptize in water." And having said this in answer to "Why then do you baptize?", to the second question, "If you are not the Christ," he relates the glory concerning the preeminent essence of Christ, that it has such great power as to be invisible in its divinity, present to every man and extending along with the whole world; which is made clear by "There stands in your midst." And since the Pharisees who were awaiting the coming of Christ saw nothing so great concerning him, supposing him to be only a perfect and holy man, fittingly he refutes the ignorance of the Pharisees concerning his superiority, adding to "There stands in your midst" the words "whom you do not know." And lest anyone suppose that the invisible one who pervades every man and even the whole world is other than the one who became man and was seen on earth and lived among men, he joins to "There stands in your midst, whom you do not know" the words "He who comes after me"—that is, "he who will be revealed after me."
Οὗ καὶ τὴν ὑπερβάλλουσαν ὑπεροχὴν συνιεὶς παρὰ τὴν ἑαυτοῦ φύσιν, ἀμφιβαλλομένην ὑπό τινων μήποτ' ἄρ' αὐτὸς εἴη Χριστός, ὅσον ἀπολείπεται τῆς τοῦ Χριστοῦ μεγαλειότητος παραστῆσαι βουλόμενος, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ὑπὲρ ὃ βλέπει ἢ ἀκούει ἐξ αὐτοῦ, λέγει καὶ τὸ «Οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος», αἰνιττόμενος τὸ οὐχ ἱκανὸς εἶναι τὸν περὶ τῆς ἐνσωματώσεως αὐτοῦ λόγον, οἱονεὶ δεδεμένον καὶ κεκρυμμένον τοῖς μὴ νοοῦσιν, λῦσαι καὶ σαφηνίσαι, ὥστε ἄξιόν τι τῆς τοσαύτης ἐπιδημίας εἰς οὕτω βραχύτατα συνεσταλμένης εἰπεῖν. Οὐκ ἄκαιρον δὲ ἐξετάζουσιν ἡμῖν τὸ «Ἐγὼ βαπτίζω ἐν ὕδατι» τὰς ὁμοίας τῶν εὐαγγελιστῶν παραθέσθαι περὶ τούτου λέξεις καὶ συγκρῖναι τῇ προκειμένῃ. Φησὶ τοίνυν ὁ Ματθαῖος· «Ἰδὼν πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα», μετὰ τὰ ἐπιπληκτικὰ περὶ ὧν ἐξητάσαμεν· «Ἐγὼ μὲν ὑμᾶς ἐν ὕδατι βαπτίζω εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί.» Σύμφωνον τῷ κατὰ Ἰωάννην λόγῳ τὴν ὁμολογίαν τοῦ ἐν ὕδατι βαπτίσματος πρὸς τοὺς πεμφθέντας ἐκ τῶν φαρισαίων λέγοντι. Ὁ δὲ Μάρκος· «Ἐκήρυσσεν, φησίν, Ἰωάννης λέγων·Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ»· πρὸς πλείονας καὶ πάντας τοὺς ἀκούοντας διδάσκων ταῦτα κεκηρῦχθαι.
Understanding his own nature to be surpassed by that extraordinary superiority, and that it was doubted by some whether perhaps he himself might be the Christ, wishing to set forth how far he falls short of the majesty of Christ—so that no one might think of him beyond what he sees or hears from him—he also says, "He whose sandal strap I am not worthy to untie," hinting that he is not capable of untying and making clear the account of his incarnation, as it were bound and hidden to those who do not understand, so as to say something worthy of so great a visitation condensed into such very brief words. It is not out of place, as we examine "I baptize in water," to set alongside the similar expressions of the evangelists about this and compare them with the present one. Matthew, then, says: "Seeing many of the Pharisees and Sadducees coming to the baptism," after the rebukes concerning which we have examined: "I indeed baptize you in water for repentance; but he who comes after me is stronger than I, whose sandals I am not worthy to carry; he will baptize you in the Holy Spirit and fire." This is in agreement with the account in John, which records the confession of baptism in water to those sent from the Pharisees. And Mark: "John preached, he says, saying: He who is stronger than I comes after me, whose sandal strap I am not worthy to stoop down and untie. I baptized you in water, but he will baptize you in the Holy Spirit"—teaching that these things were preached to more people and to all who heard.
Ὁ δὲ Λουκᾶς φησιν ὅτι «Προσδοκῶντος τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ Χριστός, ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί.» Ἔχοντες τοίνυν τὰς ὁμοίας λέξεις τῶν τεσσάρων, φέρε κατὰ τὸ δυνατὸν ἴδωμεν ἰδίᾳ τὸν νοῦν ἑκάστης καὶ τὰς διαφοράς, ἀρξάμενοι ἀπὸ τοῦ Ματθαίου, ὃς καὶ παρα δέδοται πρῶτος τῶν λοιπῶν τοῖς Ἑβραίοις ἐκδεδωκέναι τὸ εὐαγγέλιον, τοῖς ἐκ περιτομῆς πιστεύουσιν. «Ἐγὼ μέν, φησίν, ὑμᾶς ἐν ὕδατι βαπτίζω εἰς μετάνοιαν»· οἱονεὶ καθαίρων καὶ ἀποτρεπόμενος ἀπὸ τῶν χειρόνων καὶ ἐπὶ μετάνοιαν παρακαλῶν· «Ἑτοιμάσαι γὰρ κυρίῳ λαὸν κατεσκευασμένον» ἐγὼ ἐλήλυθα, καὶ χώραν διὰ τοῦ βαπτίσματος τῆς μετανοίας εὐτρεπίσαι τῷ μετ' ἐμὲ ἥξοντι, καὶ διὰ τοῦτο ἰσχυρότερον πολλῷ τῆς ἐμῆς δυνάμεως καὶ κρεῖττον ὑμᾶς ὠφελήσοντι. Οὐ σωματικὸν γὰρ τὸ ἐκείνου βάπτισμα, τὸν μετανοοῦντα πληροῦντος ἁγίου πνεύματος καὶ θειοτέρου πυρὸς πᾶν ὑλικὸν ἀφανίζοντος καὶ πᾶν γεῶδες ἐξαναλίσκοντος, οὐ μόνον ἀπὸ τοῦ χωρήσαντος αὐτὸ ἀλλὰ καὶ ἀπὸ τοῦ τῶν ἐχόν των ἀκούοντος. Τοσοῦτον δέ ἐστιν ἐμοῦ ἰσχυρότερος ὁ μετ' ἐμὲ ἐρχόμενος, ὡς μηδὲ τὰ τῆς περιβολῆς τῶν περὶ αὐτὸν δυνά μεων ἐσχάτων, οὐχὶ γυμνῶν ἐκκειμένων, ὥστε καὶ τοὺς τυχόντας νοεῖν αὐτὰ δύνασθαι, ἱκανόν με τυγχάνειν βαστάσαι, μηδὲ ταῦτα ὑπομένοντα φέρειν.
But Luke says: "While the people were in expectation, and all were reasoning in their hearts concerning John, whether perhaps he himself might be the Christ, John answered, saying to all: I indeed baptize you with water; but one mightier than I is coming, the strap of whose sandals I am not worthy to loose. He will baptize you with the Holy Spirit and fire." Having, then, the similar expressions of the four, come, let us as far as possible examine separately the meaning of each and the differences, beginning with Matthew, who is also handed down as the first of the rest to have delivered the gospel to the Hebrews, to those of the circumcision who believed. "I indeed," he says, "baptize you with water unto repentance"—as it were cleansing and turning them away from worse things and exhorting them to repentance; "for I have come to prepare for the Lord a people made ready," and by the baptism of repentance to make ready a place for the one coming after me, and for this reason one far mightier than my power and better, who will benefit you. For his baptism is not bodily, since he fills the penitent with the Holy Spirit and a more divine fire that destroys all that is material and consumes all that is earthly, not only from the one who has received it but also from the one who hears of those who possess it. So much mightier than I is the one coming after me that I am not even capable of bearing the last things of the garment of the powers around him—not of bare things exposed, so that even chance comers could understand them—nor able to endure to carry even these.