Ἀλλ' ἐρεῖ τις τούτοις ἐναντίον εἶναι τὸ αὐτὸν λέγε σθαι πλάσσειν τὸν θεὸν ἔν τε τῷ «Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με» καὶ ἐν τῷ «Πρὸ τοῦ με πλάσαι σε ἐν κοι λίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.» Πρὸς τοῦτο λεκτέον, ὅτι ὥσπερ ὁ νόμος διετάγη δι' ἀγγέλων, καὶ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, δῆλον δ' ὅτι ὑπὸ θεοῦ λαληθείς, οὕτως ἐνδέχεται καὶ διὰ τῶν τεταγμένων ἐπὶ τῆς γενέσεως ἀγγέλων θεὸν πλάττειν ἐν κοιλίᾳ λέγειν. Οὐκ οἶδα δὲ εἰ χώραν ἔχει εἰς τὸ ἠπορημένον καὶ τοιοῦτόν τι λέγειν, ὅτι οἱ εἰπόντες «Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με» Ἰὼβ καὶ Δαβὶδ μερίδος ὄντες θεοῦ ἐπλάσθησαν, καὶ ὁ Ἱερεμίας ἀκούων· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε»· ὡς τῆς μερίδος ἐσόμενος τοῦ θεοῦ πέπλασται ὑπ' αὐτοῦ· οἱ δὲ τῶν ἑτέρων μερίδες ὄντες ὑπὸ τῶν λαχόντων αὐτοὺς πλάττονται. Καὶ περιεργότερόν γε οὗτος ὁ λόγος ἐκλήψεται τὸ
«Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέ ραν» τοῦτο λέγοντος τοῦ θεοῦ περὶ πάντων ἀνθρώπων καὶ προκαταρχομένου τοῦ ἔργου, ὅπερ ἔργον ὕστερον καὶ ὑπὸ τῶν λοιπῶν, πρὸς οὓς ὁ λόγος, κατὰ τὴν οἰκείαν μερίδα γίνε ται, τούτοις λέγοντος τοῦ θεοῦ· «Ποιήσωμεν ἄνθρωπον»· οἷς καί φησιν ἐπὶ τῆς τῶν διαλέκτων συγχύσεως· «Δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν.» Ταῦτα δὲ οὐκ ἀποφαινόμενοι λέγομεν· πολλῆς γὰρ βασάνου τὰ τηλικαῦτα χρῄζει, ἵν' εὑρεθῇ πότερον οὕτως ἔχει ἢ ἑτέρως. Οὐ καταφρονητέον δὲ καὶ τῆς τοιαύτης ἐκδοχῆς·
But someone will say that it is contrary to these things that God is said to form, both in "Your hands made me and formed me" and in "Before I formed you in the womb I knew you, and before you came out of the womb I sanctified you." To this it must be said that just as the law was ordained through angels, and the word spoken through angels became firm—clearly spoken by God—so it is possible that God is said to form in the womb through the angels appointed over generation. I do not know whether there is room, in answer to the difficulty, for saying something like this also: that those who said "Your hands made me and formed me," Job and David, being of God's portion, were formed, and Jeremiah, hearing "Before I formed you in the womb I knew you," was formed by him as one who would be of God's portion; but those who are of the portions of others are formed by those who obtained them as their lot. And this account will interpret more ingeniously the words "Let us make man according to our image and likeness," when God says this about all men and begins the work beforehand—a work that later also comes to be, according to their own portion, by the others to whom the word is addressed—God saying to these, "Let us make man"; to whom he also says at the confusion of languages, "Come, and going down let us confuse their tongue there." But we say these things not as a definitive declaration; for such great matters need much examination, to discover whether it is so or otherwise. Nor should such a reading be despised.
ἕκαστος τῶν ἀνθρώπων μερίς ἐστί τινος κατὰ τὸ «Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, καὶ ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρο νομίας αὐτοῦ Ἰσραήλ.» Εἰ δὲ μερίς ἐστιν πάντως ἕκαστός τινος, διασπείραντος τοῦ θεοῦ τοὺς Ἀδὰμ υἱούς, ἕκαστος μὲν τῶν ἀγγέλων κάμνει περὶ τὴν ἰδίαν μερίδα, οἰκονομῶν τὰ κατ' αὐτήν. Ἐν δὲ τῇ τοῦ σωτῆρος ἐπιδημίᾳ λαμβάνονται αἰχμαλωτιζόμενοι εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ ἀπὸ τῆς πάντων μερίδος διὰ τῶν ὑπηρετούντων τῷ εὐαγγελίῳ ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ διδασκάλων ὑπὸ τοῦ Χριστοῦ καὶ προσάγονται εἰς τὸ γενέσθαι τὰ ἔθνη κληρονομίαν τοῦ Χριστοῦ. Μήποτε οὖν δύναται διὰ τοῦτο λέγεσθαι τοῖς ἀποστόλοις μετ' ὀλίγον ἀκουσομένοις· «Πορεύεσθε μαθητεύ σατε πάντα τὰ ἔθνη» τὸ «Ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε»; Εἰ δὲ ἅγιοι ἄγγελοί εἰσιν οἱ τὰς λοιπὰς μερίδας παρὰ τὴν ἐκλεκτὴν εἰληχότες καὶ ἐπὶ τῆς διασπορᾶς τῶν ψυχῶν τεταγμένοι, οὐδέν ἐστιν ἄτοπον τὸν σπείροντα ὁμοῦ χαίρειν καὶ τὸν θερίζοντα μετὰ τὸν θερισμόν. Ὁ δ' Ἡρακλέων φησὶν ὅτι οὐ δι' αὐτῶν οὐδὲ ἀπ' αὐτῶν ἐσπάρη ταῦτα τὰ σπέρματα–φησὶ δὲ τῶν ἀποστό λων–, οἱ δὲ κεκοπιακότες εἰσὶν οἱ τῆς οἰκονομίας ἄγγελοι, δι' ὧν ὡς μεσιτῶν ἐσπάρη καὶ ἀνετράφη. Εἰς δὲ τό· «Ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε» ταῦτα ἐξέθετο· οὐ γὰρ ὁ αὐτὸς κόπος σπειρόντων καὶ θεριζόντων· οἱ μὲν γὰρ ἐν κρύει καὶ ὕδατι καὶ κόπῳ τὴν γῆν σκάπτοντες σπείρουσιν καὶ δι' ὅλου χειμῶνος τημελοῦσιν σκάλλοντες καὶ τὰς ὕλας ἐκλέγοντες·
Each of men is a portion of someone, according to "When the Most High divided the nations, and as he scattered the sons of Adam, he set the boundaries of the nations according to the number of the angels of God; and his people Jacob became the portion of the Lord, Israel the measuring-line of his inheritance." But if each one is altogether a portion of someone, when God scattered the sons of Adam, each of the angels labors over his own portion, administering the things pertaining to it. But at the coming of the Savior, they are taken captive into obedience to Christ from the portion of all, through the apostles and evangelists and teachers who serve the gospel, by Christ, and are brought in so that the nations become the inheritance of Christ. Perhaps, then, on this account it can be said to the apostles, who will shortly hear, "Go, make disciples of all the nations," that "Others have labored, and you have entered into their labor"? But if there are holy angels who have received the remaining portions besides the chosen one and are appointed over the dispersion of souls, it is nothing strange that the one who sows rejoices together with the one who reaps after the harvest. But Heracleon says that these seeds were not sown through them nor from them—he means the apostles—but those who have labored are the angels of the administration, through whom, as through mediators, it was sown and nurtured. And regarding "You have entered into their labor," he set out these things: for the labor of those who sow and those who reap is not the same; for the one group sows, digging the earth in cold and water and toil, and through the whole winter tends it, hoeing and picking out the weeds.
οἱ δὲ εἰς ἕτοιμον καρπὸν εἰσελθόντες θέρους εὐφραινόμενοι θερίζουσιν. Ἐξέσται δὲ συγκρίνοντι τά τε ὑφ' ἡμῶν εἰρημένα τῷ ἐντυγχάνοντι καὶ τὰ ὑπὸ τοῦ Ἡρακλέωνος ὁρᾶν ὁποία τῶν διηγήσεων ἐπιτετεῦχθαι δύναται. Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν τῶν Σαμαρει τῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ὅσα ἐποίησα. Τῆς Σαμαρείτιδος καταλιπούσης τὴν ὑδρίαν καὶ ἀπεληλυθυίας εἰς τὴν πόλιν ὑπὲρ τοῦ εὐαγγελίσασθαι τὰ περὶ τοῦ σωτῆρος, καὶ τῶν πιστευόντων τῷ λόγῳ τῆς γυναικὸς ἐρχομένων πρὸς τὸν κύριον, ἐν τῷ μεταξὺ ὁ σωτὴρ τοῖς μαθηταῖς συντυγχάνων πεποίηται τοὺς προει ρημένους λόγους, ἐρωτώντων τῶν μαθητῶν, ὅπως φάγῃ. Μετὰ δὲ τὸ λεχθῆναι πρὸς τοὺς μαθητὰς τὰ κατὰ δύναμιν ἐξητασμένα, ἐπαναλαμβάνει ἡ γραφὴ τὰ περὶ τῶν ἐληλυθότων ἐκ τῆς πόλεως πρὸς αὐτὸν καὶ πιστευσάντων διὰ τὴν μαρτυρίαν τῆς γυναικὸς λεγούσης ὅτι «Εἶπέν μοι πάντα ὅσα ἐποίησα.» Εἰ δὲ κρατοῦμεν τῶν ἀνωτέρω εἰρημένων περὶ τῆς Σαμαρείας καὶ τῆς Σαμαρείτιδος καὶ τῆς τοῦ Ἰακὼβ πηγῆς, οὐ χαλεπὸν ἰδεῖν τίνα τρόπον ἐπιτυ χόντες λόγου ὑγιοῦς οἱ προκατειλημμένοι ἐν ἑτεροδιδασκαλίαις καταλείπουσιν τὴν οἱονεὶ τῶν δογμάτων πόλιν, καὶ ἐξελθόντες αὐτὴν ὑγιαινόντως πιστεύουσιν μιᾶς τινος παρὰ τῇ τοῦ Ἰακὼβ πηγῇ προτέρας κεχωρηκυίας τὴν σωτήριον διδασκαλίαν, καὶ καταλιπούσης τὴν προειρημένην ὑδρίαν ὑπὲρ τοῦ καὶ ἑτέρους ἐπὶ τὸ ὁμοίως ὠφεληθῆναι προκαλέσασθαι. Ὁ δ' Ἡρακλέων τὸ μὲν «Ἐκ τῆς πόλεως» ἀντὶτοῦ «ἐκ τοῦ κόσμου» ἐξείληφεν· τὸ δὲ «Διὰ τὸν λόγον τῆς γυναικός» τουτέστιν διὰ τῆς πνευματικῆς ἐκκλησίας·
But those who enter into ready fruit reap rejoicing in summer. And it will be possible for one who compares what we have said with what is found in the reader to see what sort of things Heracleon's interpretations have accomplished. And from that city many of the Samaritans believed because of the word of the woman testifying that "He told me all things whatsoever I did." When the Samaritan woman had left her water jar and gone away into the city in order to proclaim the good news about the Savior, and when those who believed the word of the woman were coming to the Lord, in the meantime the Savior, meeting with the disciples, made the aforementioned statements, the disciples asking him to eat. But after what had been examined to the best of our ability was said to the disciples, the scripture takes up again the matters concerning those who had come from the city to him and believed because of the testimony of the woman saying, "He told me all things whatsoever I did." But if we hold to what was said above concerning Samaria and the Samaritan woman and the spring of Jacob, it is not difficult to see in what manner those who have obtained a sound word, having been previously taken captive in false teachings, leave the city, so to speak, of their doctrines, and having gone out of it believe soundly, one of them having first received the saving teaching at the spring of Jacob, and having left the aforementioned water jar in order to invite others also to be benefited in the same way. But Heracleon took "from the city" in place of "from the world"; and "because of the word of the woman," that is, because of the spiritual church.
καὶ ἐπισημαίνεταί γε τὸ «Πολλοὶ» ὡς πολλῶν ὄντων ψυχικῶν· τὴν δὲ μίαν λέγει τὴν ἄφθαρτον τῆς ἐκλογῆς
φύσιν καὶ μονοειδῆ καὶ ἑνικήν. Ἔστημεν δὲ ἐν τοῖς ἀνωτέρω, ὡς οἷόν τε ἦν, πρὸς ταῦτα. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ. Οὐκ ἀπιθάνως τις συγκρούσει τὸ «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε» τῷ ῥητῷ τούτῳ. Ἐρωτηθεὶς γὰρ ὁ σωτὴρ μεῖ ναι παρὰ τοῖς Σαμαρείταις «ἔμεινεν ἐκεῖ δύο ἡμέρας», ὁ εἰπών· «Εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.» Δῆλον οὖν ὅτι καὶ οἱ μαθηταὶ αὐτοῦ συνεισεληλύθεισαν αὐτῷ. Λεκτέον δὲ πρὸς τοῦτο ὅτι τὸ μὲν εἰς ὁδὸν ἐθνῶν ἀπελ θεῖν ἔστιν ἀναλαβεῖν τι δόγμα ἐθνικὸν ἀλλότριον τοῦ «Ἰσραὴλ τοῦ θεοῦ», καὶ ὁδεῦσαι κατ' αὐτό· τὸ δ' εἰς πόλιν εἰσελθεῖν Σαμαρειτῶν τὸ ἔν τινι γενέσθαι ψευδωνύμῳ γνώσει τῶν λεγόντων νομικοῖς ἢ προφητικοῖς ἢ εὐαγγελικοῖς ἢ ἀποστο λικοῖς προσέχειν λόγοις. Ἔξεστιν δὲ καταλιπόντων τῶν Σαμαρειτῶν τὴν ἰδίαν πόλιν καὶ ἐλθόντων πρὸς τὸν Ἰησοῦν παρὰ τὴν τοῦ Ἰακὼβ πηγὴν ἀποδεξάμενον τὴν προαίρεσιν τῶν πιστευ σάντων τὸν Ἰησοῦν μεῖναι παρὰ τοῖς ἐρωτήσασιν. Οἶμαι δ' ὅτι παρατετηρημένως ὁ Ἰωάννης οὐ πεποίηκεν τὸ «ἠρώτων αὐτὸν» οἱ Σαμαρεῖται εἰσελθεῖν εἰς τὴν Σαμάρειαν, ἢ εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλὰ «μεῖναι παρ' αὐτοῖς»· οὐ γὰρ ταὐτόν ἐστιν τὸ μεῖναι παρὰ τῷ πιστεύοντι καὶ τὸ «εἰσελθεῖν εἰς τὴν πόλιν αὐτοῦ». Καὶ τὸ ἑξῆς δὲ οὔ φησι·
And he marks the word "Many" as indicating that there are many psychic [soul-endowed] beings; but the one he calls the incorruptible nature of the election, both uniform and single. And we took our stand on these matters in the earlier passages, as far as was possible. When, then, the Samaritans came to him, they asked him to remain with them. And he remained there two days. And many more believed because of his word. One might not implausibly set in conflict the saying "Do not go into a road of the Gentiles, and do not enter a city of the Samaritans" with this text. For the Savior, when asked to remain with the Samaritans, "remained there two days"—he who said, "Do not enter a city of the Samaritans." It is clear, then, that his disciples also had entered in with him. But one must say to this that to go into a road of the Gentiles is to take up some Gentile doctrine alien to the "Israel of God," and to walk according to it; whereas to enter into a city of the Samaritans is to come to be in some falsely named knowledge—of those who attend to legal or prophetic or evangelical or apostolic words. And it is possible, when the Samaritans have left their own city and come to Jesus by the spring of Jacob, that he, having accepted the purpose of those who believed in Jesus, remained with those who asked. And I think that John has carefully not made the Samaritans ask him to enter into Samaria, or to enter into the city, but "to remain with them"; for it is not the same thing to remain with the one who believes and to "enter into his city." And the next thing he does not say:
καὶ ἔμεινεν ἐν τῇ πόλει ἐκείνῃ δύο ἡμέρας, ἢ ἔμεινεν ἐν τῇ Σαμαρείᾳ, ἀλλ' «Ἔμεινεν ἐκεῖ», τουτέστιν παρὰ τοῖς ἐρωτήσασιν. Μένει γὰρ Ἰησοῦς παρὰ τοῖς ἐρωτήσασιν καὶ μάλιστα ὅτε οἱ ἐρωτῶντες αὐτὸν ἐξέρχονται τῆς πόλεως αὐτῶν καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, οἱονεὶ μιμησάμενοι τὸν Ἀβραὰμ πεισθέντα τῷ εἰπόντι θεῷ· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου.» Δύο δὲ ἡμέρας μένει παρὰ τοῖς ἐρωτήσασιν αὐτόν· οὐδέπω γὰρ ἐχώρουν καὶ τὴν τρίτην αὐτοῦ ἡμέραν, ἐπεὶ οὐχ οἷοί τε ἦσαν χωρῆσαί τι τεράστιον, ὁποῖον οἱ ἐν Κανᾷ τῆς Γαλιλαίας τῇ ἡμέρᾳ τῇ τρίτῃ συνδειπνοῦντες τῷ Ἰησοῦ ἐν τῷ γάμῳ. Ἡ μὲν οὖν ἀρχὴ τῶν ἀπὸ τῆς Σαμαρείας πιστευόντων πολλῶν ἦν ὁ λόγος τῆς γυναικὸς μαρτυρούσης ὅτι «Εἶπέν μοι πάντα ἃ ἐποίησα»· ἡ δὲ αὔξησις καὶ ὁ πληθυσμὸς τῶν πολλῷ πλειόνων πιστευόντων οὐκέτι διὰ τὸν λόγον τῆς γυναικὸς ἀλλὰ διὰ τὸν λόγον αὐτόν. Οὐ γὰρ ὁμοίως αὐτὸς ἀφ' ἑαυτοῦ θεωρεῖται ὁ λόγος, φωτίζων τὸν χωροῦντα, καὶ ὅτε δι' ἑτέρου λεγόμενος μαρτυρεῖται. Ὁ δὲ Ἡρακλέων εἰς τοὺς τόπους ταῦτά φησιν· «παρ' αὐτοῖς» ἔμεινεν καὶ οὐκ «ἐν αὐτοῖς» καὶ δύο ἡμέρας, ἤτοι τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα τὸν ἐν γάμῳ, ἢ τὸν πρὸ τοῦ πάθους αὐτοῦ χρόνον καὶ τὸν μετὰ τὸ πάθος, ὃν παρ' αὐτοῖς ποιήσας πολλῷ πλείονας διὰ τοῦ ἰδίου λόγου ἐπιστρέψας εἰς πίστιν ἐχωρίσθη ἀπ' αὐτῶν. Λεκτέον δὲ πρὸς τὴν δοκοῦσαν αὐτοῦ παρατήρησιν, ὅτι «παρ' αὐτοῖς» καὶ οὐκ «ἐν αὐτοῖς» γέγραπται, ὅτι ὅμοιον τῷ «παρ' αὐτοῖς» ἐστιν τὸ «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας» οὐ γὰρ εἶπεν·
And he remained in that city two days, or he remained in Samaria, but "He remained there," that is, with those who had asked him. For Jesus remains with those who ask, and especially when those who ask him go out from their own city and come to Jesus, as it were imitating Abraham, who was persuaded by the God who said, "Go out from your land and from your kindred and from your father's house." And he remains two days with those who asked him; for they could not yet contain even his third day, since they were not able to contain some great wonder, such as those in Cana of Galilee who dined with Jesus on the third day at the wedding. The beginning, then, of the many who believed from Samaria was the word of the woman testifying that "He told me all that I did"; but the increase and the multitude of those who believed—far more numerous—was no longer because of the word of the woman but because of the word himself. For the word is not seen in the same way by itself, illuminating the one who can contain it, and when it is testified to by being spoken through another. But Heracleon says these things concerning the passages: "with them" he remained and not "in them," and two days—either the present age and the coming age, which is at the wedding, or the time before his passion and the time after the passion, which he spent with them and, having turned far more of them to faith through his own word, he departed from them. But one must say in response to his apparent observation, that "with them" and not "in them" is written, that similar to "with them" is "Behold, I am with you all the days"—for he did not say:
«Ἐν ὑμῖν εἰμι.» Ἔτι δὲ λέγων τὰς δύο ἡμέρας ἤτοι τοῦτον τὸν αἰῶνα εἶναι καὶ τὸν μέλλοντα, ἢ τὸν πρὸ τοῦ πάθους καὶ μετὰ τὸ πάθος, οὔτε τοὺς ἐπερχομένους αἰῶνας μετὰ τὸν μέλλοντα νενόηκεν, περὶ ὧν φησιν ὁ ἀπόστολος· «Ἵνα ἐνδεί ξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις», οὔτε ὁρᾷ, ὅτι οὐ μόνον πρὸ τοῦ πάθους καὶ μετὰ τὸ πάθος σύνεστιν τοῖς ἐρχομένοις πρὸς αὐτὸν ὁ Ἰησοῦς καὶ μετὰ τοῦτο χωρίζεται· ἀεὶ γὰρ μετὰ τῶν μαθητῶν ἐστιν μηδεπώποτε καταλείπων αὐτούς, ὥστε καὶ λέγειν αὐτούς· «Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Τῇ δὲ γυναικὶ ἔλεγον· Οὐκέτι διὰ τὴν λαλιάν σου πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι ἀληθῶς οὗτός ἐστιν ὁ σωτὴρ τοῦ κόσμου. Ἀρνοῦνται τὴν διὰ τὴν λαλιὰν τῆς γυναικὸς πίστιν, κρεῖττον ἐκείνης εὑρόντες τὸ ἀκηκοέναι αὐτοῦ τοῦ σωτῆρος, ὥστε καὶ εἰδέναι «ὅτι ἀληθῶς οὗτός ἐστιν ὁ σωτὴρ τοῦ κόσμου». Καὶ βέλτιόν γέ ἐστιν αὐτόπτην γενέσθαι τοῦ λόγου καὶ
χωρὶς ὀργάνων διδάσκοντος ἀκούειν αὐτοῦ καὶ φαντασιοῦντος οὐ διὰ τῶν διδασκόντων τὸ ἡγε μονικὸν εὑρίσκον τρανότατα τοὺς τῆς ἀληθείας τύπους, ἤπερ μὴ ὁρῶντα αὐτὸν μηδὲ ἀπὸ τῆς δυνάμεως φωτιζόμενον αὐτοῦ διὰ διακόνων τῶν ἑωρακότων αὐτὸν ἀκούειν τὸν περὶ αὐτοῦ λόγον. Ἀμήχανον γὰρ τὸ αὐτὸ τῷ ἑωρακότι γινόμενον περὶ τὸ ἡγεμονικὸν πάθος παθεῖν τὸν ἀπὸ τοῦ ἑωρακότος καὶ ἀπαγγέλλοντος αὐτὸν διδασκόμενον· καὶ κρεῖττόν γε διὰ εἴδους περιπατεῖν ἢ διὰ πίστεως.
"I am among you." Further, when he says "the two days," he means either this age and the age to come, or the time before his passion and after his passion; he has not considered the ages that come after the age to come, about which the apostle says, "that it might be shown in the ages to come," nor does he see that not only before his passion and after his passion is Jesus present with those who come to him, and after this departs; for he is always with his disciples, never leaving them, so that they even say, "I no longer live, but Christ lives in me." But they said to the woman, "No longer do we believe because of your talk; for we ourselves have heard, and we know that this truly is the savior of the world." They renounce the faith that came through the woman's talk, having found something better than she did—to have heard the savior himself, so as even to know "that this truly is the savior of the world." And it is better to have become an eyewitness of the word and to hear him teaching without instruments and impressing the forms of truth most clearly upon the ruling faculty, rather than, without seeing him nor being enlightened by his power, to hear the word about him through ministers who have seen him. For it is impossible that the one who is taught by someone who has seen and proclaims him should experience the same affection in his ruling faculty as the one who has seen; and it is better to walk by sight than by faith.
Διὰ τοῦτο οἱ μὲν οἱονεὶ διὰ εἴδους περιπατοῦντες ἐν τοῖς προηγουμένοις λέγοιντο ἂν εἶναι χαρίσμασιν «λόγῳ σοφίας» διὰ τοῦ πνεύματος τοῦ θεοῦ καὶ «λόγῳ γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα»· οἱ δὲ διὰ πίστεως, εἰ καὶ χάρισμά ἐστιν ἡ πίστις κατὰ τὸ «Ἄλλῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι», τῇ τάξει τῶν προτέρων εἰσὶν ὕστεροι. Ἐξεταστέον δὲ πότε καὶ πῶς λέγει Παῦλος· «Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους.» Πῶς γάρ, ὡς οἱ πολλοὶ νοοῦσιν, διὰ πίστεως καὶ οὐ διὰ εἴδους περιπατεῖ ὁ ἐμβριθέστατα λέγων· «Οὐκ εἰμὶ ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑώρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστὲ ἐν κυρίῳ;» Ἴδωμεν οὖν τὸ ῥητὸν πῶς δεῖ ἐκλαβεῖν τὸ «Διὰ πίστεως γὰρ περιπατοῦμεν οὐ διὰ εἴδους» ἀναλαβόντες αὐτὸ ἀπὸ τῶν ἀνωτέρω οὕτως ἐχόντων «Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ὁ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ πνεύματος. Θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου· διὰ πίστεως γὰρ περιπατοῦμεν οὐ διὰ εἴδους»– δῆλον δ' ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ὅτε ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου– θαρροῦντες «μᾶλλον εὐδοκοῦμεν ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον». Τούτων οὕτως εἰρημένων εἰς τὸ νοῆσαι τί τὸ ἐνδη μεῖν τῷ σώματι καὶ ἐκδημεῖν ἀπὸ τοῦ κυρίου, τί τε τὸ ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον, ἑαυτῶν πυθώμεθα τί περὶ τοῦ ἀποστόλου ἐροῦμεν· πότερον ὅτι ἐνδημῶν τῷ σώματι ἐξεδήμει ἀπὸ τοῦ κυρίου, ἢ ὅτι ἐκδημῶν τοῦ σώματος ἐνεδήμει τῷ κυρίῳ.
For this reason, those who walk, as it were, through sight in the gifts that come first might be said to be in "the word of wisdom" through the Spirit of God and "the word of knowledge according to the same Spirit"; but those who walk through faith—even if faith is a gift, according to "to another, faith in the same Spirit"—are later in order than the former. But we must examine when and how Paul says: "For we walk by faith, not by sight." For how, as most people understand it, does the one who says most emphatically, "Am I not free? Am I not an apostle? Have I not seen Jesus our Lord? Are not you my work in the Lord?" walk by faith and not by sight? Let us then consider how the saying "For we walk by faith, not by sight" must be taken, resuming it from the preceding words, which run thus: "But the one who has prepared us for this very thing is God, who has given us the pledge of the Spirit. Therefore, being always confident, and knowing that while we are at home in the body we are away from the Lord—for we walk by faith, not by sight"—and it is clear that while we are at home in the body, we are away from the Lord—being confident, "we would rather be well pleased to be away from the body and at home with the Lord." Since these things have been said in this way, in order to understand what it is to be at home in the body and away from the Lord, and what it is to be away from the body and at home with the Lord, let us ask ourselves what we shall say about the apostle: whether he, being at home in the body, was away from the Lord, or whether, being away from the body, he was at home with the Lord.
Ἀλλὰ σαφῶς, ἐπεὶ «οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται», οἱ δὲ ἅγιοι οὐκ εἰσὶν ἐν σαρκὶ «ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν αὐτοῖς», Παῦλος οὐκ ἦν ἐν σαρκὶ οὐδὲ ἐν σώματι· ἀληθεύει γὰρ λέγων· «Δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν», οὐκ ἐνδημῶν δὴ τῇ σαρκὶ καὶ σώματι, τοῦ ἐνδημοῦντος τῷ σώματι διὰ πίστεως περιπατοῦντος οὐ διὰ εἴδους. Καὶ ὅρα εἰ δύναται τῆς ἀποστολικῆς ἀκριβείας εἶναι τὸ μὴ ταὐτὸν φάσκειν «ἐν σαρκὶ εἶναι» καὶ «ἐνδημεῖν σώματι»· «οἱ μὲν γὰρ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται»· οἱ δὲ ἐνδημοῦντες τῷ σώματι «ἐκδη μοῦσιν μὲν ἀπὸ τοῦ κυρίου»· πλὴν διὰ τῆς πίστεως περι πατοῦσιν, εἰ καὶ μηδέπω χωροῦσιν διὰ εἴδους. Καὶ οἶμαι ὅτι ἐν σαρκὶ μέν εἰσιν οἱ κατὰ σάρκα στρατευόμενοι, ἐνδημοῦσι δὲ τῷ σώματι καὶ ἐκδημοῦσιν ἀπὸ τοῦ κυρίου οἱ τὰ πνευματικὰ τῆς γραφῆς μὴ νοοῦντες, ἀλλ' ὅλοι προσκεί μενοι αὐτῇ καὶ τῷ σώματι· πῶς γὰρ οὐκ ἐκδημεῖ ἀπὸ τοῦ κυρίου, εἰ «ὁ κύριος τὸ πνεῦμά ἐστιν», ὁ μηδέπω χωρῶν τὸ ζωοποιοῦν πνεῦμα καὶ πνευματικὸν τῆς γραφῆς; πλὴν διὰ πίστεως ὁ τοιοῦτος περιπατεῖ, ἐκδημεῖ δὲ ἐκ τοῦ σώματος καὶ ἐνδημεῖ πρὸς τὸν κύριον ὁ τὰ πνευματικὰ τοῖς πνευ ματικοῖς συγκρίνων καὶ γινόμενος πνευματικός, ὁ πάντα ἀνακρίνων, αὐτὸς δὲ ἀνακρινόμενος ὑπ' οὐδενός. Ταῦτα δὲ ἡμῖν εἰ καὶ μετὰ παρεκβάσεως τῆς εἰς τὰ ἀποστολικὰ ῥητὰ εἰρῆσθαι δοκεῖ, ἀλλά γε ἀναγκαιότατα πρὸς τὴν διαφορὰν τοῦ λόγου τῶν Σαμαρειτῶν ἐστιν οὐκέτι διὰ τὴν λαλιὰν πιστευόντων τῆς γυναικὸς ἀλλ' ἀκηκοότων καὶ εἰδότων ὅτι «οὗτός ἐστιν ὁ σωτὴρ τοῦ κόσμου».
But clearly, since "those who are in the flesh cannot please God," and the saints are not in the flesh "but in the spirit, if indeed the Spirit of God dwells in them," Paul was not in the flesh nor in the body; for he speaks truly when he says, "I think that I too have the Spirit of God," not dwelling in the flesh and body, since the one who dwells in the body walks by faith, not by sight. And see whether it can belong to apostolic precision not to say the same thing of "being in the flesh" and "dwelling in the body": for "those who are in the flesh cannot please God"; but those who dwell in the body "are absent from the Lord"; except that through faith they walk, even if they do not yet attain by sight. And I think that those who wage war according to the flesh are "in the flesh," while those who do not understand the spiritual things of Scripture but are wholly attached to it and to the body "dwell in the body" and "are absent from the Lord"; for how is he not absent from the Lord, if "the Lord is the Spirit," who does not yet attain the life-giving Spirit and the spiritual meaning of Scripture? Except that such a one walks by faith, and he who compares spiritual things with spiritual things and becomes spiritual, who examines all things and is himself examined by no one, is absent from the body and present with the Lord. And though these things seem to us to have been said even with a digression into the apostolic sayings, yet they are most necessary for the difference of the Samaritans' account, who no longer believe because of the woman's speech but have heard and know that "this is the Savior of the world."
Οὐδὲν μέντοι γε θαυμαστὸν περί τινων μὲν εἰρῆσθαι διὰ πίστεως περιπατεῖν καὶ μὴ διὰ εἴδους, περὶ ἑτέρων δὲ διὰ εἴδους τοῦ μείζονος παρὰ τὸ διὰ πίστεως περιπατεῖν. Ἡρακλέων δὲ ἁπλούστερον ἐκλαβὼν τὸ «Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομέν» φησι λείπειν τὸ «μόνην». Ἔτι μὲν γὰρ πρὸς τὸ «Αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ σωτὴρ τοῦ κόσμου» φησίν·
οἱ γὰρ ἄνθρωποι τὸ μὲν πρῶτον ὑπὸ ἀνθρώπων ὁδηγούμενοι πιστεύουσιν τῷ σωτῆρι, ἐπὰν δὲ ἐντύχωσιν τοῖς λόγοις αὐτοῦ, οὗτοι οὐκέτι διὰ μόνην ἀνθρωπίνην μαρτυρίαν, ἀλλὰ δι' αὐτὴν τὴν ἀλήθειαν πιστεύουσιν. Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν· αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. Πάνυ ἀνακόλουθος ἡ λέξις φαίνεται· τί γὰρ κοινὸν πρὸς τὸ ἐξεληλυθέναι αὐτὸν μετὰ δύο ἡμέρας ἀπὸ τῶν Σαμαρειτῶν, παρ' οἷς ἔμεινεν, καὶ εἰς τὴν Γαλιλαίαν ἀπέρχεσθαι τὸ «Αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προ φήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει»; Εἰ μὲν γὰρ ἦν πατρὶς αὐτοῦ ἡ Σαμάρεια καὶ ἠτίμαστο ἐκεῖ, ὡς διὰ τοῦτο ἐξεληλυθέναι μὴ διατρίψαντα πλεῖον ἡμερῶν δύο, ἀκολούθως ἂν εἴρητο τὸ «Αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.» Ἀλλὰ καὶ εἰ ἐγέγραπτο· μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν, ἀλλ' οὐκ ἐγένετο ἐν τῇ ἰδίᾳ πατρίδι· «αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει», καὶ οὕτως χώραν τὸ λεγόμενον εἶχεν ἄν.
However, it is nothing remarkable that it is said of some that they walk by faith and not by sight, and of others that they walk by a greater sight than by faith. But Heracleon, taking the words "No longer because of your speech do we believe" in a simpler sense, says that "only" is missing. For he still says, in reference to "For we ourselves have heard, and we know that this is the savior of the world":
For people first, being guided by men, believe the savior, but when they encounter his words, they no longer believe because of human testimony alone, but because of the truth itself. And after the two days he departed from there into Galilee; for Jesus himself testified that a prophet has no honor in his own homeland. The wording appears entirely inconsistent; for what does it have in common with his having departed after two days from the Samaritans, among whom he stayed, and his going away into Galilee, that "Jesus himself testified that a prophet has no honor in his own homeland"? For if Samaria was his homeland and he had been dishonored there, so that for this reason he departed without staying more than two days, the statement "for Jesus himself testified that a prophet has no honor in his own homeland" would have been said consistently. But even if it had been written: "And after the two days he departed into Galilee," but he did not come to be in his own homeland—"for Jesus himself testified that a prophet has no honor in his own homeland"—even so the saying would have had a place.
Καὶ τάχα τὸ μὲν βούλημα τοῦ ῥητοῦ τοῦτ' ἔστιν, ὡς ἰδιώτης δὲ τῷ λόγῳ ὁ Ἰωάννης δυσπαραστάτως ἔφρασεν ὃ νενόηκεν. Εἰς γὰρ τίνα τόπον τῆς Γαλιλαίας ἐδέξαντο αὐτὸν «ἑωρα κότες πάντα, ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ», οὐκ εἴρηται, ἀλλὰ καὶ μετὰ τοῦτο ὅτι ἦλθεν «εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας» ἀνέγραψεν. Κατακούει δὲ ἑαυτοῦ ὁ εὐαγ γελιστὴς καὶ οὐκ ἀπορεῖ τοῦ προκειμένου. Προειπὼν γοῦν τίνα τρόπον ἀφίησιν τὴν Ἰουδαίαν καὶ ἄπεισιν εἰς τὴν Γαλιλαίαν ὁ κύριος, διηγησάμενός τε–ἐπεὶ ἔδει αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας–τὰ λεγόμενα πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ, καὶ πῶς ἔμεινεν δύο ἡμέρας παρὰ τοῖς Σαμαρεί ταις, ἀποδίδωσιν τὴν εἰς Γαλιλαίαν ἄφιξιν αὐτοῦ, καίτοιγε οὐκ ὀλίγων μεταξὺ εἰρημένων. Ἐπεὶ δὲ ἐν τοῖς ἀνωτέρω προείπομεν βελτίονός τινος σύμβολον εἶναι τὴν Ἰουδαίαν, ἄνω που κειμένην, ἐλάττονος δὲ τὴν Γαλιλαίαν, κατὰ τοῦτο ἐπισκοπῆς δεομένων καὶ τῶν ἐλαττόνων ὁ φιλάνθρωπος θεὸς οὐ καταφρονεῖ, διὰ τοῦτο καὶ τοὺς Σαμαρείτας τάχιον καταλιπὼν ὑπὲρ τοῦ τοῖς προθύμως αὐτὸν ἀποδεξομένοις Γαλιλαίοις ἐπιστῆναι καὶ τὸν τοῦ βασιλικοῦ υἱὸν ἰάσασθαι. Ταῦτα δὲ ἐν τῇ Γαλιλαίᾳ ποιήσας, ἐνστάσης τῆς τῶν Ἰουδαίων ἑορτῆς ἀναβαίνει εἰς Ἱεροσόλυμα, τὴν ἑορτὴν κρείττονα καὶ ἱλαρωτέραν τῇ ἑαυτοῦ ποιῶν ἐπιδημίᾳ. Ἴδωμεν δὲ τί ἐστιν καὶ τὸ «Αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει» καὶ ἀξίως τοῦ Ἰησοῦ μαρτυροῦντος ζητητέον τὸν τῆς λέξεως νοῦν.
And perhaps the meaning of the saying is this: that John, as an unlettered man in speech, expressed with difficulty what he had understood. For to what place in Galilee they received him, "having seen all that he did in Jerusalem at the feast," is not stated, but after this he also recorded that he came "to Cana of Galilee." But the evangelist hears himself and is not at a loss concerning the matter at hand. For having first told in what manner the Lord leaves Judea and departs for Galilee, and having narrated—since it was necessary for him to pass through Samaria—the things said near the place that Jacob gave to Joseph by the well of Jacob, and how he remained two days with the Samaritans, he then gives the account of his arrival in Galilee, although not a few things had been said in between. And since we said above that Judea, situated as it were on high, is a symbol of something better, and Galilee of something lesser, in this respect God, who loves humanity, does not despise even the lesser things that need oversight; for this reason, having left the Samaritans sooner, he went to the Galileans who would receive him eagerly, and healed the son of the royal official. And having done these things in Galilee, when the feast of the Jews came, he goes up to Jerusalem, making the feast better and more joyful by his own visit. But let us see what this also means: "For Jesus himself testified that a prophet has no honor in his own homeland," and we must seek the meaning of the phrase in a manner worthy of Jesus who testifies.
Πατρὶς δὴ τῶν προφητῶν ἐν τῇ Ἰουδαίᾳ ἦν, καὶ φανερόν ἐστιν τιμὴν αὐτοὺς παρὰ Ἰουδαίοις μὴ ἐσχηκέναι, λιθασθέντας, πρισθέντας, πειρασθέντας, ἐν φόνῳ μαχαίρας ἀποθανόντας, διὰ τὸ ἀτιμάζεσθαι περιελ θόντας ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερουμένους, θλιβομένους, κακουχουμένους. Καὶ ὀνειδίζονταί γε Ἰουδαῖοι ἀπὸ τοῦ λέγοντος πρὸς αὐτούς· «Τίνα τῶν προφη τῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου;» οἵτινες ἐπὶ τέλει καὶ τὸν ἐπὶ πᾶσι προφήτην, δι' οὗ οἱ προ φῆται προφῆται γεγένηνται, ἀτιμάσαντες· «Αἶρε, αἶρε, σταύρου αὐτὸν» ἔλεγον. Τετίμηνται δὲ ἐν τῇ ἐμῇ πατρίδι πάντες οἱ προ φῆται καὶ ὁ ἀπὸ θεοῦ ἀναστὰς κατὰ τὰ περὶ αὐτοῦ εἰρημένα ὑπὸ Μωσέως· «Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε»· οὐ πατρὶς γὰρ αὐτοῦ ἐν τοῖς ἔθνεσιν τοῖς τῷ παραπτώματι τοῦ Ἰσραὴλ τὴν σωτηρίαν εἰληφόσιν; Καὶ ἐν ἄλλοις δὲ γέγραπται· «Οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ» καὶ χρή σιμόν γε τὸ συγγενὲς τούτῳ ῥητὸν συναγαγόντας ἀπὸ τῶν εὐαγγελίων ἰδεῖν πότε καὶ ἐπὶ τίνι τῷ σωτῆρι τοῦτο εἴρηται. Θαυμάσαι δὲ ἔστιν τὸ ἀληθὲς τῆς ἀποφάσεως τοῦ σωτῆρος φθάσαν οὐ μόνον ἐπὶ τοὺς ἁγίους προφήτας ἀτιμα
The homeland of the prophets was in Judea, and it is evident that they did not receive honor among the Jews, since they were stoned, sawn in two, tried, put to death by the sword, and because they were dishonored they went about in sheepskins, in goatskins, being destitute, afflicted, ill-treated. And the Jews are indeed reproached by the one who says to them: "Which of the prophets did your fathers not persecute? And they killed those who foretold the coming of the Righteous One." These men at the end also dishonored the prophet who is above all, through whom the prophets became prophets, saying: "Away, away, crucify him." But in my homeland all the prophets are honored, and the one raised up by God according to what was spoken about him by Moses: "The Lord your God will raise up for you a prophet from your brothers like me; you shall listen to him." For is not his homeland among the Gentiles, who received salvation through the transgression of Israel? And elsewhere it is written: "No prophet is acceptable in his homeland and in his own house," and it is useful to gather the saying akin to this from the Gospels and to see when and concerning what the Savior said this. And one may marvel that the truth of the Savior's declaration extended not only to the holy prophets who were dishonored
σθέντας παρὰ τοῖς οἰκείοις καὶ ἐπ' αὐτὸν τὸν κύριον ἡμῶν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἔν τινι σοφίᾳ διατρίψαντας καὶ καταφρονηθέντας ὑπὸ τῶν πολιτῶν, ὥστε τινὰς αὐτῶν καὶ τὴν ἐπὶ θανάτῳ ἀπαχθῆναι. Ἔξεστιν δὲ ταῦτα ἀπὸ τῆς Ἑλληνικῆς ἱστορίας ἀναλέξασθαι περὶ τῶν φιλοσοφησάντων καὶ ἀστρονομησάντων ἢ ὁποίοις δήποτε μαθήμασιν διαπρεψάντων. Ἀτιμαζόντων δὲ καὶ αὗται αἱ φωναί· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ; καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰσιν πρὸς ἡμᾶς; πόθεν οὖν τούτῳ πάντα ταῦτα;» Καὶ παραδοξότατόν γε ἐπὶ τῶν προφητῶν τοῦτο συμ βέβηκεν, τὸ μὲν ζῶν αὐτῶν οὐ τετιμήκασιν οἱ πολῖται, τὸ δὲ νεκρὸν περιέπουσιν οἰκοδομοῦντες αὐτῶν τὰ μνημεῖα καὶ κοσμοῦντες. Οἰκοδομεῖν δέ ἐστιν τὰ μνημεῖα τῶν προφητῶν καὶ κοσμεῖν αὐτά, ὅτε τὸ ζωοποιοῦν πνεῦμα καταλιπών τις τὸ ἐνυπάρχον τοῖς βουλήμασιν τῶν γραμ μάτων αὐτῶν, περιέπει καὶ περικοσμεῖ τὸ ἀποκτεῖνον γράμμα, τὸ κάλλος οἰόμενος τῆς προφητείας ἐν τῇ ψιλῇ εἶναι ἐκδοχῇ τοῦ γράμματος. Ἔργον δὲ τοῦτο τῶν ταλανιζομένων ἀπὸ τοῦ κυρίου γραμματέων καὶ φαρισαίων, γραμματέων μὲν ὀνομαζομένων τῶν ἐπωνύμων ψιλοῦ τοῦ γράμματος, φαρισαίων δὲ τῶν ἀποδιῃρημένων καὶ τὴν θείαν ἑνότητα ἀπολωλεκότων· φαρισαῖοι γὰρ ἑρμηνεύονται· «οἱ διῃρημένοι». Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
...who were dishonored by their own people, and even against our Lord himself, but also against those who spent their time in some kind of wisdom and were despised by their fellow citizens, so that some of them were even led away to death. It is possible to gather these things from Greek history concerning those who pursued philosophy and astronomy, or who distinguished themselves in whatever studies. And these words too belong to those who dishonor him: "Is not this the son of the carpenter? Is not his mother called Mariam? And are not his brothers with us? From where then does this man have all these things?" And indeed this has happened most paradoxically in the case of the prophets: while they were alive their fellow citizens did not honor them, but when dead they tend them, building their tombs and adorning them. And to build the tombs of the prophets and adorn them is, when someone abandons the life-giving spirit and the meaning that lies in the thoughts of their writings, to tend and embellish the letter that kills, thinking that the beauty of the prophecy lies in the bare literal interpretation of the letter. And this is the work of the scribes and Pharisees who are weighed down by the Lord—scribes being named as those who are identified with the bare letter, and Pharisees as those who are divided and have lost the divine unity; for Pharisees is interpreted as "those who are divided." When therefore he came into Galilee, the Galileans received him, having seen all that he did in Jerusalem at the feast; for they too had come to the feast.
Ἄξιον ἰδεῖν τὴν αἰτίαν τῆς τῶν Γαλιλαίων παραδοχῆς, ἣν παρεδέξαντο τὸν σωτῆρα ἐλθόντα εἰς τὴν Γαλιλαίαν, εἰ τηλικαύτη ἦν ὥστε κατάπληξιν αὐτοῖς ἐμποιῆσαι καὶ θαυμασμὸν περὶ τοῦ σωτῆρος εἰς τὸ παραδέξασθαι αὐτόν· ἔτι δὲ ἐπὶ τίνα ἀναφέρεται οἱονεὶ πολλά, ἃ ἐποίησεν ἐν Ἱεροσολύμοις ὁ Ἰησοῦς, τὸ «Πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ.» Οὐδὲν δὲ εὑρίσκομεν προειρημένον ἢ ὅτι «Εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους· καὶ ποιήσας φραγέλλιον ἐκ σχοι νίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπέζας † ἀνέστρεψεν καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.» Τί οὖν τηλικοῦτόν ἐστιν ἐν τούτοις, ὥστε κινη θέντας ἐπ' αὐτοῖς τοὺς Γαλιλαίους δέξασθαι τὸν κύριον, μαρτυρουμένους διὰ τοῦτο αὐτὸν δεδέχθαι, ἐπεὶ ἐλθόντες εἰς τὴν ἑορτὴν ἐν Ἱεροσολύμοις πάντα ἑωράκασιν ἃ ἐποίησεν ἐκεῖ ὁ Ἰησοῦς; Εἰ μεμνήμεθα τῶν εἰρημένων εἰς τὸν τόπον ἀπο δεικνύντων οὐκ ἐλάττονα δύναμιν ἐμφαίνεσθαι τοῦ σωτῆρος ἐν ἐκείνοις παρὰ τὴν ἐνεργήσασαν εἰς τυφλοὺς ἀναβλέψαι καὶ κωφοὺς ἀκοῦσαι καὶ χωλοὺς περιπατῆσαι, λεκτέον ὅτι ὅπερ μήποτε ἐλογίσαντο ἐννοήσαντες οἱ Γαλιλαῖοι καὶ καταπλαγέντες τὴν θειότητα τοῦ Ἰησοῦ, ἐλθόντα αὐτὸν εἰς τὴν Γαλιλαίαν ἐδέξαντο «πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν τοῖς Ἱεροσολύμοις».
It is worth seeing the reason for the reception of the Galileans, which they gave to the Savior when he came into Galilee—whether it was such as to produce in them astonishment and wonder concerning the Savior, so as to receive him; and further, to what the many things, so to speak, that Jesus did in Jerusalem are referred, namely the phrase "having seen all that he did in Jerusalem at the feast." But we find nothing previously stated except that "He found in the temple those selling oxen and sheep and doves, and the money-changers sitting; and having made a whip of cords, he drove them all out of the temple, both the sheep and the oxen, and he poured out the coins of the money-changers and overturned the tables, and to those selling the doves he said: Take these things from here; do not make the house of my Father a house of trade." What then is so great in these things that the Galileans, moved by them, should receive the Lord—since they are testified to have received him for this reason, because when they came to the feast in Jerusalem they had seen all that Jesus did there? If we remember what was said on that passage, showing that no less power of the Savior is displayed in those things than the power that worked to make the blind see and the deaf hear and the lame walk, it must be said that the Galileans, having conceived and understood what they had perhaps never considered, and having been struck with amazement at the divinity of Jesus, received him when he came into Galilee, "having seen all that he did in Jerusalem."
Τὰ δὲ «πάντα ταῦτα» ἦν, τῷ ἐκ σχοινίων φραγελλίῳ ἐκβεβλῆσθαι ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας καὶ τῶν κολλυβιστῶν ἐκκεχύσθαι τὰ κέρματα καὶ τὰς τραπέζας ἀνατετράφθαι, μετ' ἐξουσίας δὲ εἰρῆσθαι τοῖς τὰς περιστερὰς πωλοῦσιν· «Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπο ρίου.» Οἶμαι δὲ μηδὲ ταῦτα μόνα αὐτὸν πεποιηκέναι τότε, ἀλλὰ καὶ ἄλλα σημεῖα· ἐπιφέρεται γὰρ ἐκείνοις· «Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίησεν»· ἐφ' οἷς καὶ ὁ Νικόδημός φησι· «Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ' αὐτοῦ.» Πλὴν ἔξεστιν Γαλιλαῖον ὄντα ἑορτάζειν ἐν Ἱεροσολύμοις γινόμενον, ὅπου ὁ ναὸς τοῦ θεοῦ, καὶ θεωρεῖν πάντα ὅσα ἐποίει ἐκεῖ Ἰησοῦς, καὶ μάλιστα τίνα τρόπον ἐκβάλλει τῷ ἐκ
σχοινίων φραγελλίῳ ὑπ' αὐτοῦ πεποιημένῳ πάντας τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς τά τε πρόβατα καὶ τοὺς βόας καὶ τὰ λοιπά. Ἀρχὴ γὰρ ἡ ἐν Ἱεροσολύμοις ἑορτὴ τοῖς Γαλιλαίοις ἐστὶν τοῦ καὶ δέξασθαι τὸν υἱὸν τοῦ θεοῦ ἐλθόντα πρὸς αὐτούς· μὴ γὰρ ἑωρακότες τὰ ἐν τῇ ἑορτῇ οὐκ ἂν ἐδέξαντο αὐτόν· ἢ οὐδὲ αὐτὸς μὴ προευτρεπισθεῖσιν πρὸς τὸ λαβεῖν αὐτὸν οὕτως ἂν σπουδαίως ἐπεδήμησεν καταλιπὼν τοὺς ἐρωτήσαντας αὐτὸν «μεῖναι παρ' αὐτοῖς». Οἱ μέντοι γε δεξάμενοι τὸν Ἰησοῦν ἐδέξαντο καὶ τὸν ἀποστείλαντα αὐτόν· φησὶ γάρ·
Now all these things happened when the sheep and the oxen had been driven out of the temple by the scourge of cords, and when the money of the money-changers had been poured out and their tables overturned, and when it had been said with authority to those who were selling the doves: "Take these things from here; do not make the house of my Father a house of trade." But I think that he did not do only these things at that time, but also other signs; for it is added to those things: "Now when he was in Jerusalem at the Passover, at the feast, many believed in his name, seeing his signs which he did"; and concerning these Nicodemus also says: "Rabbi, we know that you have come from God as a teacher; for no one can do these signs which you do unless God is with him." Moreover, it is possible for one who is a Galilean to celebrate the feast when he comes to be in Jerusalem, where the temple of God is, and to observe all things whatsoever Jesus did there, and especially in what manner he drives out with the scourge of cords made by himself all those who were selling oxen and sheep and doves—both the sheep and the oxen and the rest. For the feast in Jerusalem is the beginning for the Galileans of also receiving the Son of God when he comes to them; for if they had not seen the things at the feast, they would not have received him; or else he himself would not have come to dwell among them so eagerly, had they not been prepared beforehand to receive him, leaving those who asked him "to remain with them." Yet those who received Jesus also received the one who sent him; for he says:
«Ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.» Πρῶτον οὖν ἰδεῖν δεῖ, τουτέστιν συνιέναι, τὰ ἐν Ἱεροσολύμοις ἔργα τοῦ Ἰησοῦ πάντα, τίνα τρόπον καθαίρει τὸ ἱερὸν ἀποκαθιστὰς αὐτὸ εἰς τὸ εἶναι «οἶκον τοῦ πατρὸς» καὶ μηκέτι «οἶκον ἐμπορίου», ἵνα μετὰ τὸ θεωρῆσαι ταῦτα τὸν ἐνεργήσαντα ταῦτα λόγον δεξώμεθα. Οἶμαι δ' ὅτι ὁ μὴ πάντα τὰ ἐν Ἱεροσολύμοις θεωρήσας ἔργα τοῦ Ἰησοῦ οὐ δέξεται τὸν Ἰησοῦν, ἢ οὐδὲ ἐπιδημήσει τὴν ἧς σύμβολον † ἐπιδημίας ἐπιδημίαν ταύτην τοῖς μὴ πρότερον ἀναβεβηκόσιν εἰς τὴν ἑορτὴν καὶ μὴ πάντα τεθεαμένοις ὅσα ἐποίει ἐν τοῖς Ἱεροσολύμοις. Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησε τὸ ὕδωρ οἶνον. Ὅσα ἐχωρήσαμεν περὶ τῆς Κανᾶ, ἐν τοῖς ἀνωτέρω εἴπομεν. Δύο δὲ οὐ μάτην ἐπιδημίαι ἐν Κανᾷ τῷ Ἰησοῦ γίνονται· μήποτε γὰρ σημαίνουσιν τὰς δύο τοῦ σωτῆρος εἰς τὸν κόσμον ἐπιδημίας· τὴν μὲν προτέραν, ἵν' εὐφράνῃ τοὺς συνεστιωμένους, τὴν δὲ δευτέραν, ἵνα τὸν ἐγγὺς γενόμενον τοῦ θανάτου οὐ βασιλέως υἱόν, ἀλλά τινος βασιλικοῦ ἀναστήσῃ· Καὶ τάχα ὁ βασιλικὸς Ἀβραὰμ ἦν ἢ Ἰακώβ, ὧν υἱόν–ὄντα τὸν λαόν–, μετὰ τὸ τὸ πλή ρωμα τῶν ἐθνῶν εἰσελθεῖν, σώσει ἐπὶ τέλους. Δύνανται δὲ καὶ δύο τοῦ λόγου εἶναι ἐπιδημίαι ἐν τῇ ψυχῇ, ἡ μὲν προτέρα τὸν ἐξ ὕδατος γινόμενον οἶνον χορη γοῦσα εἰς εὐφροσύνην τῶν συνεστιωμένων, ἡ δὲ δευτέρα πᾶσαν τὴν καταλειπομένην ἀσθένειαν καὶ τὸ πρὸς θάνατον κινδυνῶδες περιαιροῦσα.
"Whoever receives me receives the one who sent me." First, then, one must see—that is, understand—all the works of Jesus in Jerusalem, in what way he purifies the temple, restoring it to be "a house of the Father" and no longer "a house of trade," so that after beholding these things we may receive the Word who accomplished them. And I think that the one who has not beheld all the works of Jesus in Jerusalem will not receive Jesus, or else that visitation will not come to those who have not first gone up to the feast and beheld all that he did in Jerusalem. He came, then, again to Cana of Galilee, where he made the water wine. What we were able to grasp about Cana we have said above. And the two visitations of Jesus in Cana do not occur in vain; for perhaps they signify the two visitations of the Savior into the world: the former, that he might gladden those reclining at table with him; the latter, that he might raise up the one near to death—not the son of a king, but of someone of royal stock. And perhaps the royal man was Abraham or Jacob, whose son—being the people—he will save at the end, after the fullness of the Gentiles has come in. And there can also be two visitations of the Word in the soul: the former supplying the wine made from water for the gladness of those reclining at table, and the latter removing all the remaining weakness and the danger that leads to death.
Οὐδὲν δὲ θαυμαστὸν εἰ ἐπείπερ τὰ πλείονα τῶν ἔργων τοῦ θεοῦ ἐστιν ἐν ἀποκρύφοις, πολλὰ ὑπὲρ σωτηρίας τῶν πολλαχοῦ ποιῶν ὁ Ἰησοῦς, ὧν τύποι τὰ λοιπὰ ἀναγε γραμμένα χωρία, δὶς τῇ Κανᾷ ταύτῃ ἐπιδημεῖ βεβαιῶν ἑαυτῷ κτῆσιν τῶν ἀπὸ ταύτης τῆς γῆς πιστευόντων εἰς τὸν πατέρα δι' αὐτοῦ. Καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ· ἕως· Καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. Οὐ πάνυ εὑρίσκομεν παρὰ Ἰουδαίοις τετριμμένον τὸ τοῦ βασιλικοῦ ὄνομα, ὅθεν οὐδέ, ὅσον ἐπὶ τῇ ἱστορίᾳ, ἐπιβάλλομεν νῷ τίς ἦν οὗτος ὁ βασιλικὸς καὶ τίνος βασιλέως ἐπώνυμος. Ὁ μὲν οὖν ἀκεραιότερος οἰήσεται τοῦ βασιλέως Ἡρώδου τινὰ ἄνθρωπον εἶναι τοῦτον τὸν βασι λικόν· ἕτερος δὲ τούτῳ ὅμοιος ἐρεῖ τῆς Καίσαρος οἰκίας γεγονέναι τοῦτον τὸν βασιλικόν, πράττοντά τι περὶ τὴν Ἰουδαίαν τότε· οὐδὲ γὰρ σαφῶς εὑρίσκεται Ἰουδαῖος ὤν, ἐπείπερ οὐκ ἀκολουθεῖ τῷ τὸν υἱὸν αὐτοῦ ἠσθενηκέναι ἐν Καφαρναοὺμ οἰκεῖον αὐτὸν εἶναι τῶν κατὰ τοὺς τόπους. Ἐμφαίνεται δὲ αὐτοῦ τὸ ἀξίωμα καὶ ἐκ τοῦ ἤδη αὐτοῦ καταβαίνοντος τοὺς δούλους αὐτῷ ἀπηντηκέναι, λέγοντας ὅτι ὁ παῖς αὐτοῦ ζῇ· πληθυντικῶς γὰρ οἱ δοῦλοι εἴρηνται. Ἐχέτω τοίνυν ὅπως ποτὲ τὸ τῆς ἱστορίας καὶ ὁ υἱὸς τοῦ βασιλικοῦ κομψότερον ἐσχηκέτω κατὰ τὸν τοῦ σωτῆρος λόγον τῇ ἑβδόμῃ ὥρᾳ ἐλευθερωθεὶς ἀπὸ τοῦ πυρε τοῦ καὶ ἡ οἰκία αὐτοῦ ὅλη πεπιστευκέτω. Φέρε δὲ κατὰ τὸ δυνατὸν ἡμῖν ἐρευνήσωμεν τίνος οὗτος σύμβολον εἶναι δύναται καὶ ὁ υἱὸς αὐτοῦ.
It is nothing wonderful if, since most of the works of God are in secret, Jesus, who does many things for the salvation of people in many places—of which the remaining passages that have been recorded are types—visits this Cana a second time, confirming for himself the possession of those from this earth who believe in the Father through him. "And there was a certain royal official whose son was sick in Capernaum," up to "And he himself believed, and his whole household." We do not find the name "royal official" at all commonly used among the Jews; hence, as far as the historical account goes, we do not fix our mind on who this royal official was and of what king he was named. The more simple-minded person, then, will suppose that this royal official was some man of King Herod; another, similar to him, will say that this royal official was of Caesar's household, transacting some business concerning Judea at that time; for it is not clearly found that he was a Jew, since it does not follow from the fact that his son was sick in Capernaum that he was a resident of the places there. His rank is also made evident from the fact that, while he was already going down, his servants met him, saying that his child was alive; for the servants are mentioned in the plural. Let the matter of the history, then, be however it may, and let the son of the royal official have fared more elegantly according to the Savior's word, having been freed from the fever at the seventh hour, and let his whole household have believed. Come, then, let us search out, as far as we are able, of what this man and his son can be a symbol.
Μέγαν δὴ βασιλέα, οὗ πόλις ἐστὶν τὰ ἀληθινὰ Ἱεροσόλυμα, καὶ βασι λέα τῶν βασιλευόντων, τὸν πορευθέντα εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι, καὶ ἐπανελθόντα βασιλέα οὐδένα ἄλλον ἴσμεν ἢ τὸν εἰπόντα· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σειὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα κυρίου.» Τούτου τὴν ἡμέραν οἱ ἰδόντες καὶ εὐφρανθέντες πάντες εἰσὶν βασιλικοί, καὶ οἱ πιστεύοντες εἰς τὸν πατέρα δι' αὐτοῦ ἐπώνυμοι τυγ χάνουσιν τῆς
βασιλείας αὐτοῦ, ὧν ἕνα τινὰ ζητοῦμεν καὶ τὸν ἀσθενήσαντα υἱὸν αὐτοῦ, καὶ τὰ τούτοις ἀκόλουθα. Ἐλέγομεν δὲ ἐν τοῖς ἀνωτέρω τὸν πάντα λαὸν υἱὸν εἶναι τοῦ Ἀβραάμ, ὡς καὶ αὐτοὶ αὐχοῦντές φασιν· «Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε» καὶ «Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέ θανεν», ὡς ἐπ' αὐτῷ γὰρ καυχωμένου τοῦ λαοῦ παρὰ τοὺς λοιποὺς καὶ μετ' αὐτὸν πατέρας, φησὶ καὶ ὁ σωτήρ· «Μὴ ἄρξησθε λέγειν ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραὰμ» ἢ «Μὴ δόξητε λέγειν ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ· δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Ἀλλὰ καὶ ὁ Ἡσαΐας πρὸς τὸν λαόν φησιν· «Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς.» Καὶ τί δεῖ διὰ παραδειγμάτων μηκύνειν τὸν λόγον, σαφοῦς ὄντος ὅτι αὐτὸς πρῶτος χρηματίζει πατὴρ τοῦ λαοῦ, διὸ καὶ ἐξαιρέτως ὀνο μάζεται «πατήρ»;
We know no other great king, whose city is the true Jerusalem, and king of kings, than the one who went into a far country to receive for himself a kingdom and to return, and who, having come back, is the king who said: “But I have been set as king by him upon Zion, his holy mountain, declaring the decree of the Lord.” All those who have seen his day and rejoiced are his royal household, and those who believe in the Father through him bear the name of his kingdom; among them we seek a certain one, and his son who was sick, and the things that follow these. And we said in the earlier passages that the whole people is the son of Abraham, as they themselves say in boasting: “We are the seed of Abraham and have never been slaves to anyone,” and “Are you not greater than our father Abraham, who died?”—as though the people boasted in him beyond the other fathers and those after him. And the Savior also says: “Do not begin to say that we have Abraham as our father,” or “Do not think to say that we have Abraham as our father; God is able from these stones to raise up children for Abraham.” But Isaiah also says to the people: “Look to Abraham your father, and to Sarah who bore you.” And why need we lengthen the discourse with examples, when it is clear that he is the first to be called the father of the people, and therefore is especially named “father”?
Ὑπονοοῦμεν τοίνυν τὸν μὲν βασιλικὸν εἶναι τὸν Ἀβραάμ, τὸν δὲ ἀσθενήσαντα αὐτοῦ υἱὸν ἐν Καφαρ ναοὺμ καὶ μέλλοντα ἀποθνῄσκειν τὸ Ἰσραηλιτικὸν γένος, ἀσθενῆσαν ἐν τῇ θεοσεβείᾳ καὶ τῇ τηρήσει τῶν θείων νόμων καὶ πρὸς τῷ ἀποθανεῖν τῷ θεῷ γενόμενον, καὶ διὰ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ πεπυρωμένον καὶ διὰ τοῦτο πυρέσσειν λεγόμενον. Φαίνεται δὲ μέλειν τοῖς προεξεληλυθόσιν τὸν βίον τοῦτον ἁγίοις περὶ τοῦ λαοῦ, ὡς ἐν τοῖς Μακκαβαϊκοῖς γέγραπται μετὰ πλεῖστα ὅσα ἔτη τῆς Ἱερεμίου ἀναλήψεως· «Οὗτός ἐστιν Ἱερεμίας ὁ τοῦ θεοῦ προφήτης ὁ πολλὰ εὐχό μενος περὶ τοῦ λαοῦ.» Ὅρα τοίνυν εἰ δυνατὸν ἐκλαμ βάνειν ἡμᾶς ὅτι ὁ Ἀβραὰμ βασιλικός τις ὤν, νοσήσαντος αὐτῷ τοῦ υἱοῦ καὶ ἀποθνῄσκειν μέλλοντος, ἀξιοῖ βοηθη θῆναι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸν κάμνοντα γενόμενος πρὸς αὐτὸν καὶ ἐρωτῶν, ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἔμελλεν γὰρ ἀποθνῄσκειν. Τὸ δὲ «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε» λεγόμενον πρὸς αὐτὸν τὴν ἀναφορὰν ἔχει ἐπὶ τὸ πλῆθος τῶν υἱῶν αὐτοῦ, τάχα δὲ καὶ ἐπ' αὐτόν. Ὡς γὰρ Ἰωάννης προσδοκῶν τὴν Χριστοῦ ἐπιδημίαν περιέμενεν τὸ δοθὲν σημεῖον, ἵνα δι' αὐτοῦ γνῷ τὸν προφητευόμενον –τὸ δὲ σημεῖον ἦν· «Ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν» ὁ υἱὸς τοῦ θεοῦ–, οὕτως καὶ οἱ προκεκοιμημένοι ἅγιοι προσδοκῶντες καὶ τὴν ἐν σώματι τοῦ Χριστοῦ ἐπιδημίαν ἀπὸ τῶν σημείων καὶ τῶν τεράτων ἐχαρακτήριζον αὐτὸν διὰ τούτων τῷ ἐλπιζομένῳ πιστεύοντες.
We surmise, then, that the royal official is Abraham, and that his son who was sick in Capernaum and about to die is the Israelite race—sick in its piety and in its observance of the divine laws, and brought to the point of dying to God, and made feverish by the fiery darts of the enemy, and for this reason said to be feverish. And it appears that the saints who have already departed this life care for the people, as is written in the Maccabean books, many years after the taking up of Jeremiah: "This is Jeremiah, the prophet of God, who prays much for the people." Consider, then, whether we can understand that Abraham, being a certain royal person, when his son was sick and about to die, asks that the one who was ill be helped by our Savior—coming to him and asking that he come down and heal his son; for he was about to die. And the saying "Unless you see signs and wonders" has reference to the multitude of his sons, and perhaps also to himself. For just as John, awaiting the coming of Christ, waited for the sign that was given, so that through it he might recognize the one foretold—and the sign was: "On whomever you see the Spirit descending and remaining upon him, this is he," the Son of God—so also the holy ones who have fallen asleep before us, awaiting also the coming of Christ in the body, marked him out from the signs and wonders, believing through these in the one who was hoped for.
Τάχιον δὲ παρακαλεῖ τὸν κύριον καταβῆναι πρὸς τὸ νοσοῦν παιδίον ἑαυτοῦ, εὐλαβούμενος μὴ προλάβῃ ὁ θάνα τος κρατήσας τὸν κάμνοντα, καὶ ἀπελαύνει γε τὸν πυρετὸν λόγῳ ὁ Χριστὸς ἐπαγγειλάμενος τῷ πατρὶ περὶ τῆς ζωῆς τοῦ κινδυνεύοντος διὰ τοῦ «Πορεύου· ὁ υἱός σου ζῇ.» Ἔχει δὲ οὗτος ὁ βασιλικὸς οὐ μόνον υἱόν, ἀλλὰ καὶ δούλους, ὧν σύμβολον ἦσαν οἱ οἰκογενεῖς καὶ ἀργυρώνητοι τοῦ Ἀβραάμ, εἶδός τι πιστευόντων ταπεινότερον καὶ ὑποβεβηκός. Οὗτοι συνόντες τῷ κάμνοντι παιδίῳ θεωροῦσιν τὴν σωτηρίαν αὐτοῦ καὶ ἀπαντῶσιν τῷ πατρὶ εὐαγγελιζόμενοι τὴν ζωὴν τοῦ θεραπευθέντος διὰ τοῦ «Ὁ παῖς σου ζῇ», ἐμφαίνοντες ὅτι οὐκ ἐφρόνουν πρότερον περὶ τοῦ παιδίου τοῦ δεσπότου ὅτι ἔζη. Οὐ μάτην δὲ ὥραν ἑβδόμην ἀφίησιν αὐτὸν ὁ πυρετός· ὁ γὰρ ἀριθμὸς ἀναπαύσεως ἦν. Ὁ ἐν Καφαρναοὺμ μέντοι γε υἱός ἐστιν, ὁ νοσῶν καὶ θεραπευόμενος ὁ ἐν τῷ τῆς «παρακλήσεως ἀγρῷ», γένος τι κεκμηκότων μὲν οὐ πάντη δὲ ἔξω καρπῶν γεγενημένων· καὶ τελειοτάτη γνόντι τῷ πατρὶ τὴν τοῦ υἱοῦ σωτηρίαν ἡ πίστις γίνεται πανοικεὶ πιστεύοντι Χριστῷ. Κατελθὼν δὲ ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν πῶς τοῦτο δεύτερον σημεῖον πεποίηκεν ὁ Ἰησοῦς, κατὰ τὸ δυνατὸν ἐν τοῖς ἑξῆς γενόμενοι κατὰ τὴν λέξιν ἐρευνήσομεν. Εἰ δὲ καὶ δυνάμεώς τινος εἰκών ἐστιν ὁ βασιλικὸς τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος, καὶ ὁ υἱὸς αὐτοῦ τοῦ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ διαφερόντως παρ' αὐτῷ λαοῦ καί, ἵν' οὕτως εἴπω, οἱονεὶ τῆς παρ' αὐτῷ ἐκλογῆς, ἥ τε ἀσθένεια αὐτοῦ ἡ παρὰ τὴν προαίρεσιν τοῦ ἄρχοντος διάθεσις μοχθηρά, καὶ ἡ
He asks the Lord more quickly to come down to his sick child, fearing lest death should get there first and seize the one who was ill; and Christ drives out the fever by a word, promising the father concerning the life of the one in danger through the words "Go; your son lives." But this royal official has not only a son but also servants, of whom the household-born and the purchased slaves of Abraham were a symbol—a certain lower and subordinate form of those who believe. These, being present with the sick child, behold his salvation and meet the father, bringing good news of the life of the one who was healed through the words "Your child lives," indicating that they had not previously thought concerning the master's child that he was alive. Not without purpose does the fever leave him at the seventh hour, for that number was one of rest. The son, however, who is in Capernaum is the one who is sick and is healed—the one in the "field of consolation," a kind of those who have toiled but have not altogether come to be outside of fruits; and to the father, when he has come to full knowledge, the faith of the son's salvation becomes faith in Christ for his whole household. But how Jesus, having come down from Judea into Galilee, performed this as the second sign, we will investigate as far as we are able in what follows, attending to the wording. And if the royal official is also an image of some power—of the rulers of this age—and his son is of the people that is especially under his authority and, so to speak, as it were of his own election, and his sickness is the wicked disposition contrary to the ruler's purpose, and the
Καφαρναοὺμ τοῦ χωρίου τῆς μονῆς τῶν ὑπ' αὐτὸν ἡ εἰκών ἐστιν σκοπητέον. Οἶμαι γὰρ καὶ τῶν ἀρχόντων τινὰς καταπεπληγότας τὴν δύναμιν αὐτοῦ καὶ τὴν θειό τητα προσπεφευγέναι αὐτῷ καὶ ἠξιωκέναι περὶ τῶν ὑπ' αὐτοῖς οἰκονομουμένων· ἐπεὶ τί δήποτε ἄνθρωποι μὲν μετά νοιαν ἐπιδέχονται καὶ ἐξ ἀπιστίας εἰς πίστιν μεταβάλλουσιν, ἐπὶ δὲ τῶν δυνάμεων τὸ παραπλήσιον λέγειν ὀκνήσομεν; Ἢ λεγέτω τις ἡμῖν τί τὸ αἴτιον τοῦ δύνασθαι μὲν τοὺς ἐνδεδυμένους σαρκὶ καὶ αἵματι μεταβαλόντας καταπεφευ γέναι ἐπὶ τὸν θεὸν διὰ Χριστοῦ, τοὺς δὲ καθαρωτέρᾳ τῇ φύσει χρωμένους πάντας ἀνεπιδέκτους εἶναι τῆς εἰς τὸν σωτῆρα πίστεως καὶ τῆς ἐπὶ ταῖς τεραστείοις δυνάμεσιν ὑπ' αὐτοῦ γινομέναις καταπλήξεως· ἐγὼ δὲ νομίζω καὶ περὶ τοὺς ἄρχοντάς τι γίνεσθαι μεταβαλόντας ἐπὶ τὸ βέλτιον ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ, ὥστε τινὰς ὅλας πόλεις ἢ καὶ ἔθνη οἰκειότερον πολλῶν ἐσχηκέναι τὰ πρὸς τὸν Χριστόν. Καὶ οὐδέν γε ἄτοπον κατὰ ταύτην τὴν ἐκδοχὴν ἔσται τὸ λέγεσθαι πρὸς τὸν βασιλικόν· «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.» Δύναται δὲ περὶ τῆς δυνάμεως τοῦ θεοῦ παρακαλεῖν ὁ βασιλικὸς γενόμενος πρὸς αὐτόν, ὅπως καταβῇ εἰς τὸ χωρίον τῆς νόσου τοῦ παιδίου καὶ ἰάσηται τὸν νενοσηκότα· ἀλλ' οὐ πάντως καταβεβηκέναι δεῖ πρὸς τὸν υἱὸν τοῦ βασιλικοῦ πυρέττοντα· ἀρκεῖ γὰρ τὸ «Ὁ υἱός σου ζῇ» πρὸς σωτηρίαν λεγόμενον τοῦ παιδός, δραστηρίου ὄντος τοῦ λόγου καὶ ποιητικοῦ ὧν βούλεται ὁ λέγων. Ἔοικεν δὲ βασιλικὸν ὁ Ἡρακλέων λέγειν τὸν δημιουργόν, ἐπεὶ καὶ αὐτὸς ἐβασίλευεν τῶν ὑπ' αὐτόν·
It must be considered that Capernaum is the image of the abode of those under him. For I think that some of the rulers also, struck by his power and divinity, fled to him and petitioned him concerning those administered under them. For why is it that humans receive understanding and change from unbelief to faith, but in the case of the powers we would hesitate to say something similar? Or let someone tell us what is the reason that those clothed in flesh and blood are able to change and flee to God through Christ, while those who use a purer nature are all unreceptive to faith in the Savior and to the amazement at the wondrous powers performed by him? But I think that something also happens among the rulers, who change for the better at the coming of Christ, so that some whole cities or even nations have had a closer relationship to Christ than many others. And nothing absurd will result from this interpretation in the statement made to the royal official: "Unless you see signs and wonders, you will certainly not believe." And the royal official, having become concerned about the power of God, can entreat him to come down to the place of the child's illness and heal the one who is sick; but it is not altogether necessary that he come down to the feverish son of the royal official; for the word "Your son lives," spoken for the salvation of the child, is sufficient, since the word is active and productive of what the speaker wills. And Heracleon seems to call the demiurge the royal official, since he also reigned over those under him.
διὰ δὲ τὸ μικρὰν αὐτοῦ καὶ πρόσκαιρον εἶναι τὴν βασιλείαν, φησί, βασιλικὸς ὠνομάσθη, οἱονεὶ μικρός τις βασιλεὺς ὑπὸ καθολικοῦ βασιλέως τεταγμένος ἐπὶ μικρᾶς βασιλείας· τὸν δὲ ἐν Καφαρναοὺμ υἱὸν αὐτοῦ διηγεῖται τὸν ἐν τῷ ὑποβεβηκότι μέρει τῆς μεσότητος τῷ πρὸς θάλασσαν, τουτέστιν τῷ συνημμένῳ τῇ ὕλῃ, καὶ λέγει ὅτι ὁ ἴδιος αὐτοῦ ἄνθρωπος ἀσθενῶν, τουτέστιν οὐ κατὰ φύσιν ἔχων, ἐν ἀγνοίᾳ καὶ ἁμαρτήμασιν ἦν. Εἶτα τὸ «Ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν» ἀντὶ τοῦ ἐκ τῆς ἄνωθεν Ἰουδαίας» * * *. Οὐκ οἶδα δὲ ὅπως εἰς τὸ «Ἤμελλεν ἀποθνῄσκειν» κινηθεὶς οἴεται ἀνατρέπεσθαι τὰ δόγματα τῶν ὑποτιθεμένων ἀθάνατον εἶναι τὴν ψυχὴν εἰς τὸ αὐτὸ συμβάλλεσθαι ὑπο λαμβάνων καὶ τὸ ψυχὴν καὶ σῶμα ἀπόλλυσθαι ἐν γεέννῃ. Καὶ οὐκ ἀθάνατόν γε εἶναι ἡγεῖται τὴν ψυχὴν ὁ Ἡρακλέων, ἀλλ' ἐπιτηδείως ἔχουσαν πρὸς σωτηρίαν, αὐτὴν λέγων εἶναι τὸ ἐνδυόμενον ἀφθαρσίαν φθαρτὸν καὶ ἀθανα σίαν θνητόν, ὅταν «καταποθῇ ὁ θάνατος αὐτῆς εἰς νῖκος». Πρὸς τούτοις καὶ τὸ «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε» λέγεσθαί φησιν οἰκείως πρὸς τὸ τοιοῦτον πρόσωπον δι' ἔργων φύσιν ἔχον καὶ δι' αἰσθήσεως πείθεσθαι καὶ οὐχὶ λόγῳ πιστεύειν. Τὸ δὲ «Κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου» διὰ τὸ τέλος εἶναι τοῦ νόμου τὸν θάνατον εἰρῆσθαι νομίζει, ἀναιροῦντος διὰ τῶν ἁμαρτιῶν· πρὶν τελέως οὖν, φησί, θανατωθῆναι κατὰ τὰς ἁμαρτίας δεῖται ὁ πατὴρ τοῦ μόνου σωτῆρος, ἵνα βοηθήσῃ τῷ υἱῷ, τουτέστιν τῇ τοιᾷδε φύσει. Πρὸς τούτοις τὸ «Ὁ υἱός σου ζῇ» κατὰ ἀτυφίαν εἰρῆσθαι τῷ σωτῆρι ἐξείληφεν, ἐπεὶ οὐκ εἶπεν·
But because his kingdom is small and temporary, he says, he was called a king, as it were some petty king appointed by the universal king over a small kingdom; and he relates that his son in Capernaum is the one in the lower part of the mean, the part toward the sea, that is, the part joined to matter, and he says that his own man, being sick, that is, not having his condition according to nature, was in ignorance and sins. Then the phrase "from Judea into Galilee" is used instead of "from the Judea above" * * *. But I do not know how, when moved by the phrase "he was about to die," he thinks that the doctrines of those who suppose the soul to be immortal are overturned, taking it to contribute to the same point that both soul and body are destroyed in Gehenna. And Heracleon does not consider the soul to be immortal, but, being fit for salvation, he says that it is the corruptible that puts on incorruption and the mortal that puts on immortality, when "its death is swallowed up in victory." In addition, he says that the phrase "Unless you see signs and wonders, you will not believe" is spoken appropriately to such a person as has a nature to be persuaded by works and through sense perception and not to believe by reason. And he thinks that "Come down before my child dies" was said because the end of the law is death, which it abolishes through sins; before he is completely put to death, then, he says, according to his sins, the father entreats the only Savior, so that he may help the son, that is, such a nature. In addition, he has interpreted "Your son lives" as spoken to the Savior without arrogance, since he did not say:
«ζήτω», οὐδὲ ἐνέφηνεν αὐτὸς παρεσχῆσθαι τὴν ζωήν. Λέγει δὲ ὅτι καταβὰς πρὸς τὸν κάμνοντα καὶ ἰασάμενος αὐτὸν τῆς νόσου, τουτέστιν τῶν ἁμαρτιῶν, καὶ διὰ τῆς ἀφέσεως ζωοποιήσας εἶπεν· «Ὁ υἱός σου ζῇ.» Καὶ ἐπιλέγει πρὸς τὸ «Ἐπίστευσεν» ὁ ἄνθρωπος· ὅτι εὔπιστος καὶ ὁ δημιουργός ἐστιν, ὅτι δύναται ὁ σωτὴρ καὶ μὴ παρὼν θεραπεύειν. Δούλους δὲ τοῦ βασιλικοῦ ἐξείληφεν τοὺς ἀγγέλους τοῦ δημιουργοῦ, ἀπαγγέλλοντας ἐν τῷ «Ὁ παῖς σου ζῇ», ὅτι οἰκείως καὶ κατὰ τρόπον ἔχει, πράσσων μηκέτι τὰ ἀνοίκεια· καὶ διὰ τοῦτο νομίζει ἀπαγγέλλειν τῷ βασιλικῷ τοὺς δούλους τὰ περὶ τῆς τοῦ υἱοῦ σωτηρίας, ἐπεὶ καὶ πρώτους οἴεται βλέπειν τὰς πράξεις τῶν ἐν τῷ κόσμῳ ἀνθρώπων τοὺς ἀγγέλους, εἰ ἐρρωμένως καὶ εἰλικρινῶς πολιτεύοιντο ἀπὸ τῆς τοῦ σωτῆρος
ἐπιδημίας. Ἔτι πρὸς τὴν ἑβδόμην ὥραν λέγει ὅτι διὰ τῆς ὥρας χαρακτηρίζεται ἡ φύσις τοῦ ἰαθέντος. Ἐπὶ πᾶσιν τὸ «Ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη» διηγήσατο ἐπὶ τῆς ἀγγελικῆς εἰρῆσθαι τάξεως καὶ ἀνθρώπων τῶν οἰκειοτέρων αὐτῷ. Ζητεῖσθαι δέ φησι περί τινων ἀγγέλων εἰ σωθήσονται, τῶν κατελθόντων ἐπὶ τὰς τῶν ἀνθρώπων θυγατέρας. Καὶ τῶν ἀνθρώπων δὲ τοῦ δημιουργοῦ τὴν ἀπώλειαν δηλοῦσθαι νομίζει ἐν τῷ· «Οἱ υἱοὶ τῆς βασιλείας ἐξελεύσονται εἰς τὸ σκότος τὸ ἐξώτερον.» Καὶ περὶ τούτων τὸν Ἡσαΐαν προφητεύειν τὸ «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δὲ μὲ ἠθέτησαν», οὕστινας υἱοὺς ἀλλοτρίους, καὶ σπέρμα πονηρὸν καὶ ἄνομον καλεῖ, καὶ ἀμπελῶνα ἀκάνθας ποιήσαντα.
"he lives," nor did he indicate that he himself had provided the life. But he says that, having come down to the sick man and healed him of his disease, that is, of his sins, and having made him alive through forgiveness, he said: "Your son lives." And he adds to the phrase "He believed" that the man is of good faith, because the Creator is also faithful, because the Savior is able to heal even when not present. And he has taken the servants of the royal official to mean the angels of the Creator, who announce in the words "Your child lives," that he is now in a proper and fitting state, no longer doing what is unbecoming; and for this reason he thinks that the servants announce to the royal official the things concerning the salvation of his son, since he also thinks that the angels are the first to see the deeds of the men in the world, whether they conduct themselves vigorously and sincerely from the time of the Savior's
coming. Further, with respect to the seventh hour, he says that the nature of the one healed is characterized by the hour. Above all, he explained that the phrase "He himself believed, and his whole household" was spoken with reference to the angelic order and to men who are more closely related to him. And he says it is to be inquired concerning certain angels whether they will be saved—those who went down to the daughters of men. And he thinks that the destruction of the men of the Creator is indicated in the words: "The sons of the kingdom will go out into the outer darkness." And he says that Isaiah prophesies concerning these things in the words "I have begotten sons and raised them up, but they have rejected me," whom he calls alien sons, and a wicked and lawless seed, and a vineyard that produced thorns.
Καὶ ταῦτα μὲν τὰ Ἡρακλέωνος, ἅπερ τολμη ρότερον καὶ ἀσεβέστερον εἰρημένα ἐχρῆν μετὰ πολλῆς κατα σκευῆς ἀποδεδεῖχθαι, εἴπερ ἦν ἀληθῆ. Οὐκ οἶδα δὲ πῶς καὶ περὶ ἀθανασίας ψυχῆς ἀπιστεῖ, μὴ ἐκλαβὼν πόσα σημαίνεται ἐκ τῆς «θάνατος» φωνῆς. Καθορῶντα γὰρ ἔδει τὸ σημαινόμενον μετ' ἐπισκέ ψεως καὶ ἀκριβείας ἰδεῖν εἰ κατὰ πάντα τὰ σημαινόμενα θνητή ἐστιν. Εἰ μὲν γὰρ ὅτι δεκτικὴ ἁμαρτίας, ψυχὴ δὲ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καὶ ἡμεῖς ἐροῦμεν αὐτὴν θνητήν· εἰ δὲ τὴν παντελῆ διάλυσιν καὶ ἐξαφανισμὸν αὐτῆς θάνατον νομίζει, ἡμεῖς οὐ προσησόμεθα οὐδὲ μέχρι ἐπινοίας ἰδεῖν δυνάμενοι οὐσίαν θνητὴν μεταβάλλουσαν εἰς ἀθάνατον, καὶ φύσιν φθαρτὴν ἐπὶ τὸ ἄφθαρτον· ὅμοιον γὰρ τοῦτο τῷ λέγειν μεταβάλλειν τι ἀπὸ σώματος εἰς ἀσώματον· ὡς ὑποκειμένου τινὸς κοινοῦ τῆς τῶν σωμάτων καὶ ἀσωμά των φύσεως, ὅπερ μένει, ὥσπερ μένειν φασὶ τὸ ὑλικὸν οἱ περὶ ταῦτα δεινοὶ τῶν ποιοτήτων μεταβαλλουσῶν εἰς ἀφθαρσίαν. Οὐ ταὐτὸν δέ ἐστιν τὸ τὴν φθαρτὴν φύσιν ἐνδύεσθαι ἀφθαρσίαν, καὶ τὸ τὴν φθαρτὴν φύσιν μετα βάλλειν εἰς ἀφθαρσίαν. Τὰ δ' αὐτὰ καὶ περὶ τῆς θνη τῆς λεκτέον, οὐ μεταβαλλούσης μὲν εἰς ἀθανασίαν, ἐνδυομένης δὲ αὐτήν. Ἔτι ἐπείπερ τὴν ψυχικὴν φύσιν ᾠήθη δι' ἔργων καὶ αἰσθήσεως πείθεσθαι οὐχὶ δὲ λόγων, πευσόμεθα αὐτοῦ περὶ Παύλου ποίας φύσεως ἦν. Εἰ μὲν γὰρ πνευματικῆς, πῶς διὰ τῆς τεραστίου ἐπιφανείας πεπίστευκεν; εἰ δ' οὐκ ἄλλως ἐδύνατο πιστεύειν ἢ διὰ τῆς τεραστίου ἐπιφανείας, ἀκολουθεῖ κατ' αὐτοὺς καὶ αὐτὸν εἶναι ψυχικόν.
And these are the views of Heracleon, which, having been spoken with too much boldness and impiety, ought to have been demonstrated with much preparation, if indeed they were true. But I do not know how he also disbelieves concerning the immortality of the soul, not having understood how many things are signified by the word "death." For one who observes it ought, with examination and accuracy, to see the meaning and to consider whether in all its meanings it is mortal. For if it is because it is receptive of sin—and "the soul that sins, it shall die"—then we too will say it is mortal; but if he thinks its complete dissolution and disappearance is death, we will not admit this, since we are not even able to see in thought a mortal substance changing into an immortal one, and a corruptible nature into the incorruptible. For this is like saying that something changes from body into incorporeal—as if there were some common substrate of the nature of bodies and incorporeals that remains, just as those skilled in these matters say the material substrate remains while qualities change into incorruption. But it is not the same thing for corruptible nature to put on incorruption and for corruptible nature to change into incorruption. The same must be said also about the mortal: it does not change into immortality, but puts it on. Further, since he thought that the psychic nature is persuaded by works and perception, and not by words, we will ask him concerning Paul, of what nature he was. For if he was of a spiritual nature, how did he come to believe through the miraculous appearance? But if he could not believe otherwise than through the miraculous appearance, it follows, according to them, that he too was psychic.
Πῶς δὲ οὐκ ἀσεβὲς τὸ πρὸ τοῦ δημιουργοῦ τοὺς ἀγγέλους αὐτοῦ θεωρεῖν τὸ ἐρρωμένον καὶ τὸ εἰλικρινὲς τῆς πολιτείας τῶν ὑπὸ τῆς δυνάμεως τοῦ σωτῆρος βελτιωθέντων καὶ παρὰ τὸ ἐναργὲς τοῦ περὶ τοῦ δημιουργοῦ λόγου, ἔτι δὲ καὶ παρὰ τὴν γραφὴν τὴν λέγουσαν· «Εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐκ ὄψομαι αὐτόν;» καὶ «Κύριος ἐτάζων νεφροὺς καὶ καρδίας» καὶ «Κύριος γινώσκων τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων κἂν ὦσιν μάταιοι»; Πῶς δὲ σώσει καὶ τὸ «Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν»; Τί δὲ μᾶλλον ἡ φύσις χαρακτηρίζεται τοῦ ἰαθέντος ἀπὸ τοῦ ἀριθμοῦ τῆς ὥρας, ἢ ἡ φύσις τῆς ἰάσεως γινομένης τῷ οἰκείῳ τῇ ἀναπαύσει ἀριθμῷ; Τὸ δὲ διαφθορὰς εἶναι ψυχικῶν, ἐπὶ τέλει ὧν ἐξεθέμεθα ὑπ' αὐτοῦ εἰρημένων ἀναγεγραμμένον, ὁμωνυμίᾳ χρωμένου ἐστὶν καὶ ἑτέραν φύσιν εἰσάγοντος τετάρτην, ὅπερ οὐ βούλεται. Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. Τὸ ῥητὸν ἀμφίβολόν ἐστιν· σημαίνει γὰρ τὸ μέν τι τοιοῦτον· ἐν τῇ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἐπιδημίᾳ ὁ Ἰησοῦς δύο σημεῖα πεποίηκεν, ὧν τὸ περὶ τὸν υἱὸν τοῦ βασιλικοῦ δεύτερόν ἐστιν· τὸ δέ τι τοιοῦτον· δύο σημείων ὄντων, ἃ ἐποίησεν ἐν τῇ Γαλιλαίᾳ ὁ Ἰησοῦς, τὸ δεύτερον πεποίηκεν ἐλθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλι λαίαν. Καὶ τοῦτό γέ ἐστιν τὸ δεκτὸν καὶ ἀληθές· οὐ γὰρ τὸ πρότερον ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἐλθὼν πεποίηκεν·
And how is it not impious to hold that the angels of the Creator are seen before the Creator, [namely] the sound and pure state of those who have been made better by the power of the Savior, and this contrary to the clearness of the account concerning the Creator, and further contrary to the Scripture that says: "If a man hides himself in secret places, shall I not see him?" and "The Lord searches the reins and hearts," and "The Lord knows the thoughts of men, even if they are vain"? And how will he also preserve the saying, "He who knows all things before their birth"? And in what way is the nature of the one healed characterized rather by the number of the hour than the nature of the healing, which takes place at the number proper to its rest? But that there are corruptions of souls, recorded at the end of the things we have set out as spoken by him, belongs to one who uses homonymy and introduces another nature, a fourth, which he does not wish. This again was the second sign that Jesus made when he came from Judea into Galilee. The text is ambiguous; for it means something like this: in his visit from Judea into Galilee Jesus made two signs, of which the one concerning the son of the royal official is the second; and something like this: since there are two signs that Jesus made in Galilee, he made the second after coming from Judea into Galilee. And this is the acceptable and true meaning; for he did not make the former one after coming from Judea into Galilee.
τὸ δὲ πρότερόν ἐστιν τὸ περὶ τὴν μετα βολὴν τοῦ ὕδατος εἰς οἶνον, ὅπερ γέγονεν τῇ ἐπαύριον τοῦ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος Πέτρου, πυθόμενον ποῦ μένει, περὶ δεκάτην ὥραν τῆς ἡμέρας μεμενηκέναι παρὰ τῷ
κυρίῳ· γέγραπται γάρ· «Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον.» Ὅρα δὲ τὴν οἰκονομίαν εἰ δυνάμεθα νοῆσαι τὸ καὶ ἐπισεσημειῶσθαι τὸν εὐαγγελιστὴν περὶ τοῦ δεύτερον τοῦτο τὸ σημεῖον γεγονέναι κατελθόντος ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν τοῦ κυρίου. Ἐλέγομεν δὲ ἐν τοῖς ἀνωτέρω δύνασθαι τὰς δύο εἰς τὴν Κανᾶ τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας εἰς σύμβολον λαμβά νεσθαι τῶν δύο αὐτοῦ εἰς τὴν γῆν ἐπιδημιῶν, ἥτις παρὰ τὸ «κτῆμα» αὐτοῦ γεγονέναι εἰληφότος πᾶσαν ἐξουσίαν ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς Κανᾶ ὠνομάσθη. Τῇ μὲν οὖν προτέρᾳ ἐπιδημίᾳ μετὰ τὸ λουτρὸν ἡμᾶς εὐφραίνει συνδιαιτωμένους αὐτῷ, καὶ διδοὺς τοῦ ἐκ τῆς δυνάμεως αὐτοῦ οἴνου πιεῖν, ὕδατος μὲν τυγχάνοντος ὅτε ἠντλεῖτο πρότερον, οἴνου δὲ γενομένου ὅτε αὐτὸν μετε ποίησεν Ἰησοῦς. Καὶ γὰρ ἀληθῶς πρὸ μὲν Ἰησοῦ ἡ γραφὴ ὕδωρ ἦν, ἀπὸ δὲ τοῦ Ἰησοῦ οἶνος ἡμῖν γεγένηται. Τῇ δὲ δευτέρᾳ ἐπιδημίᾳ ἀπολύει τοῦ πυρετοῦ κατὰ τὸν καιρὸν τῆς κρίσεως, ἣν ἐπιστεύθη κρίνειν ἀπὸ τοῦ θεοῦ, ἀπολύων τοῦ πυρετοῦ καὶ ἰώμενος παντελῶς τὸν τοῦ βασι λικοῦ υἱόν, εἴτε Ἀβραὰμ εἴτε ἄρχοντός τινος ὀνομαζομένου βασιλικοῦ. Καὶ ταῦτα μὲν ὡς πρός τινα διήγησιν παραξύουσαν τὰς προτέρας. Ἐπεὶ δὲ μεμνῆσθαι ἡμᾶς ἑαυτῶν δεῖ, λεκτέον ὅτι δυνατὸν πάσῃ τῇ κτήσει αὐτοῦ τὴν διττὴν ταύτην νοεῖσθαι ἐπιδημίαν.
But the earlier [sign] is the one concerning the changing of water into wine, which happened on the day after Andrew, the brother of Simon Peter, having asked where he was staying, had stayed with the Lord about the tenth hour of the day; for it is written: "On the next day he wished to go out into Galilee, and he finds Philip." But observe the dispensation, if we are able to understand it, that the evangelist has also noted that this was the second sign, when the Lord had come down from Judea into Galilee. And we were saying in the earlier passages that the two visits of our Savior to Cana can be taken as a symbol of his two visits to the earth, which, because it had become his "possession" when he had received all authority as in heaven and on earth, was named Cana. So then, in the first visit, after the washing, he gladdens us as we share table with him, and gives us to drink of the wine from his power, which was water when it was drawn earlier, but became wine when Jesus transformed it. For truly, before Jesus the Scripture was water, but from Jesus it has become wine for us. And in the second visit he releases from the fever at the time of the judgment, which he was entrusted by God to judge, releasing from the fever and healing completely the son of the royal official, whether he is called Abraham or some ruler who is a royal official. And these things are, as it were, toward a certain narrative that scrapes alongside the earlier ones. But since we must remember ourselves, it must be said that it is possible for this twofold visit to be understood in relation to his entire possession.
Ἐπιστήσεις δὲ εἰ προηγουμένην μὲν κατὰ τοῦτο τὴν πρώτην λεκτέον ἑπομένην δὲ τὴν δευτέραν, ὥστε τῇ μὲν προηγουμένῃ εὐφραίνεσθαι τοὺς παραδεξαμένους αὐτόν, τῇ δὲ δευτέρᾳ πάσης νόσου ἀπολύεσθαι καὶ τῶν πεπυρω μένων τοῦ ἐχθροῦ βελῶν τοὺς μὴ βουληθέντας πρότερον τοῦ οἴνου αὐτοῦ πιεῖν. Καὶ τὰ μὲν τῆς πρώτης δυνάμεως ἀμέριστά ἐστιν· ἐν Κανᾷ γὰρ ὁ ποιῶν τὸ ὕδωρ οἶνον ἦν καὶ οἱ πίνοντες· τὰ δὲ τῆς δευτέρας οἱονεὶ ἔχει τινὰ μερισμόν· ὁ γὰρ τοῦ βασιλικοῦ υἱὸς νοσῶν οὐκ ἦν ὅπου Ἰησοῦς· οὐ γὰρ ἦν ἐν Κανᾷ ἀλλ' ἐν Καφαρναούμ. Καὶ ὁ μὲν τῆς δυνάμεως λόγος ἀπὸ τῆς Κανᾶ ἐξέρχεται· τὸ γὰρ «Ὁ υἱός σου ζῇ» ἐν Κανᾷ εἴρηται· τὸ δὲ τοῦ λόγου ἔργον ἐν Καφαρναοὺμ γίνεται· ἐκεῖ γὰρ νοσῶν ὁ τοῦ βασιλικοῦ υἱὸς λόγῳ ἐθεραπεύθη τοῦ Ἰησοῦ κατὰ τὴν ἑβδόμην ὥραν. Τοῦτον δὲ λόγῳ εὑρίσκομεν θεραπευθέντα ἀπὸ μὴ παρεῖναι νομιζομένου αὐτῷ τοῦ Ἰησοῦ καὶ τὸν τοῦ ἑκατοντάρχου δοῦλον· καὶ γὰρ ἀπ' ἐκείνου εἰς τὴν οἰκίαν τοῦ ἑκατοντάρχου οὐ γίνεται ὁ κύριος εἰπόντος· «Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται.» Διό φησι πρὸς αὐτόν· «Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι.» Τετηρήκαμεν δὲ καὶ ὅτι ἐν Καφαρναοὺμ ἀμφότεροι ἦσαν νοσοῦντες, ὅ τε τοῦ ἑκατοντάρχου παῖς καὶ ὁ τοῦ βασιλικοῦ υἱός. Καὶ ἡ πενθερὰ δὲ Πέτρου βεβλημένη ἐπύρεσσεν ἐν Καφαρναούμ, ἧς ἁψάμενος τῆς χειρὸς ἰάσατο τὴν βεβλημένην, ὡς ἐγερθεῖσαν διακονεῖν αὐτῷ. Καὶ οὗτοι μὲν ἡμέρας ἐθεραπεύθησαν ἐν Καφαρναούμ·
But you will consider whether, in accordance with this, the first is to be called preceding and the second following, so that by the preceding those who received him rejoice, but by the second they are released from every disease and from the fiery arrows of the enemy—those who did not wish to drink of his wine beforehand. And the things of the first power are undivided; for in Cana the one making the water wine was present, and those drinking. But the things of the second have, as it were, a certain division; for the son of the royal official who was sick was not where Jesus was; for he was not in Cana but in Capernaum. And the account of the power goes out from Cana; for "Your son lives" was spoken in Cana; but the deed of the word takes place in Capernaum; for there the son of the royal official who was sick was healed by the word of Jesus at the seventh hour. And we find that this one was healed by the word when Jesus was thought not to be present with him, and also the servant of the centurion; for from that place the Lord does not go to the house of the centurion, since he said, "Lord, I am not worthy that you should enter under my roof, but only say the word, and he will be healed." Therefore he says to him, "Go, and as you have believed, let it be done to you." And we have observed also that in Capernaum both were sick—both the child of the centurion and the son of the royal official. And Peter's mother-in-law, laid low, was feverish in Capernaum, whose hand he touched and healed her who was laid low, so that she rose and ministered to him. And these, then, were healed by day in Capernaum.
ὁ μὲν τοῦ βασιλικοῦ υἱὸς ὥραν ἑβδόμην, ὁ δὲ τοῦ ἑκατοντάρχου παῖς καὶ ἡ τοῦ Πέτρου πενθερὰ πρὸ τῆς ὀψίας. «Ὀψίας δὲ γενομένης–κατὰ τὸν Ματθαῖον, ἐν Καφαρναούμ–προσή νεγκαν αὐτῷ δαιμονιζομένους πολλοὺς καὶ ἐξέβαλεν τὰ πνεύ ματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν.» Βράδιον οὖν τινες ὑπὸ Ἰησοῦ θεραπεύονται καὶ ἕτεροι τάχιον· οἱ γὰρ ὀψίας βράδιον, ὡς ἐλάττονες ὄντες–δαιμονῶσιν γὰρ καὶ ἔχουσιν κακῶς–τῶν ἡμέρας τεθεραπευμένων. Φιλοτιμητέον δὲ συναγαγεῖν τοὺς τόπους ἔνθα εὑρέθησαν οἱ δεόμενοι θεραπείας, καὶ σημειωτέον ἐν ποίοις τόποις ἄλλα γέγονεν σημεῖα, καὶ οὐ τὰ περὶ τοὺς κάμνοντας· οἷον ἐν τῇ Σαμαρείᾳ σημεῖον ἦν τὸ «Πέντε ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνὴρ» ἐφ' ᾧ καὶ καταπλαγεῖσα ἡ γυνή φησιν· «Θεωρῶ ὅτι προφήτης εἶ σύ»· τοῖς τε πολίταις λέγει· «Δεῦτε ἴδετε ἄνθρωπον, ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;» Παρατηρητέον δὲ καὶ τοὺς λόγους αὐτοῦ, ποῦ καὶ διὰ τί καὶ ἐπὶ τίσιν πεπραγμένοις λέγονται· ὑπὸ γὰρ μόνων τῶν τοιούτων παρατηρήσεων καὶ ἐξετάσεων
The son of the royal official was healed at the seventh hour, but the centurion's child and Peter's mother-in-law before evening. "When evening had come—according to Matthew, in Capernaum—they brought to him many who were demon-possessed, and he cast out the spirits with a word, and healed all who were sick." Some, then, are healed by Jesus more slowly and others more quickly; for those healed in the evening are healed more slowly, as being lesser—for they are demon-possessed and are sick—than those healed during the day. But one must eagerly gather the places where those needing healing were found, and note in which places other signs occurred, and not those concerning the sick; for example, in Samaria the sign was "You have had five husbands, and the one whom you now have is not your husband," at which the woman, amazed, says, "I perceive that you are a prophet"; and she says to the citizens, "Come, see a man who told me everything I ever did; is this not the Christ?" One must also observe his words—where, and why, and in relation to what deeds done they are spoken; for by such observations and examinations alone
μετὰ τὰς βασάνους εὑρήσεις κατὰ βραχὺ τοὺς καρποὺς τῶν πόνων, τὴν ἐν ψαλμοῖς εὐλογίαν λέγουσαν· «Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι.» Ἔτι πρὸς τὸ «Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς» καὶ τοῦτο λεκτέον, ὅτι οὐδαμοῦ μὲν ὠνομάσθη μόνα τὰ τέρατα· εἴ που γὰρ λέγεται, μετὰ τῶν σημείων ἀναγέγραπται, ὥσπερ ἐν τῷ «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε»· πολλαχοῦ δὲ τὰ σημεῖα χωρὶς τῶν τεράτων εἴρηται, ὃν τρόπον καὶ νῦν. Καὶ ζητητέον γε, εἰ ἔχει τινὰ διαφορὰν πρὸς ἄλληλα τὰ τέρατα καὶ τὰ σημεῖα. Οἶμαι δὲ τὰς μὲν παραδόξους καὶ τεραστίους δυνάμεις κατ' αὐτὸ τὸ παράδοξον καὶ ἐκβεβηκὸς τὴν συνήθειαν θαυμάσιόν τε καὶ ὑπὲρ ἄνθρωπον γινόμενον «τέρατα» ὀνομάζεσθαι· τὰ δὲ δηλωτικά τινων ἑτέρων παρὰ τὰ γινόμενα «σημεῖα» λέγεσθαι· διόπερ καὶ ἐπὶ τῶν μὴ παραδόξων τὸ ὄνομα τοῦ σημείου εὑρίσκομεν. Ἡ γοῦν περιτομὴ σημεῖον λέγεται ὑπὸ τοῦ θεοῦ ἐν τούτοις «Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. Καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.» Οὐδαμοῦ δὲ μόνα τὰ τέρατα ὠνομάσθη, ἐπείπερ οὐκ ἔστιν τι παράδοξον γενόμενον ἐν τῇ γραφῇ, ὃ μή ἐστι σημεῖον καὶ σύμβολον ἑτέρου παρὰ τὸ αἰσθητῶς γεγενημένον, ὡς εἴπερ ἦν τεράστιόν τι γινόμενον οὐ συμβολικὸν ἑτέρου, ἐγέγραπτο ἂν τοῦτο τὸ τέρας πεποιηκέναι τὸν Ἰησοῦν, ἢ φέρ' εἰπεῖν Μωσέα ἢ τινὰ τῶν ἁγίων. Ὅτε μὲν οὖν διδασκόμεθα ἀπὸ τῆς γραφῆς δεῖν ζητεῖν τὸ οὗ σημεῖόν ἐστιν τὸ γεγενημένον λέγεται· «Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς»·
After the torments you will find little by little the fruits of your labors, the blessing in the Psalms that says: "You shall eat the fruits of your labors." Further, regarding "This again was the second sign that Jesus did," this too must be said: nowhere are wonders alone named; for if it is ever said, it is recorded together with signs, as in "Unless you see signs and wonders, you will not believe"; but in many places signs are spoken of without wonders, as also now. And one must inquire whether wonders and signs have some difference from one another. I think that the paradoxical and wondrous powers, by the very fact of being paradoxical and beyond custom, becoming marvelous and beyond man, are called "wonders"; but those that are indicative of certain other things beyond what has occurred are called "signs"; therefore also in the case of things not paradoxical we find the name of sign. At any rate, circumcision is called a sign by God in these words: "Every male of yours shall be circumcised. And you shall circumcise the flesh of your foreskin, and it shall be for a sign of the covenant between me and you." But nowhere are wonders alone named, since there is nothing paradoxical that has occurred in the Scripture which is not a sign and symbol of something other than what has perceptibly occurred, so that if there were some wondrous thing occurring that was not symbolic of another, it would have been written that Jesus—or, say, Moses or one of the saints—did this wonder. When, then, we are taught from the Scripture that we must seek of what the thing that has occurred is a sign, it is said: "This again was the second sign that Jesus did."
ὅτε δὲ ὁ βασιλικὸς ὀνειδίζεται ὡς οὐκ ἂν πιστεύσων χωρὶς τῆς θέας τῶν παραδόξων, οὐκέτι λέγεται· «Ἐὰν μὴ σημεῖα ἴδητε, οὐ μὴ πιστεύσητε»–οὐ γὰρ τὰ σημεῖα γινόμενα προκαλεῖται ἐπὶ τὸ πιστεύειν, ᾗ σημεῖά ἐστιν, ἐὰν τύχῃ τὸ σημεῖον μὴ εἶναι καὶ τέρας–ἀλλὰ «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε» ὑμῶν μὲν πιστευόντων διὰ τὸ παράδοξον, ἡμῶν δὲ πρὸς τούτῳ καὶ διὰ τὸ οὗ ἐστι σημεῖον ἐπιτελούντων αὐτό. Ζητήσεις δὲ τὸ ἐν ἑβδομηκοστῷ ἑβδόμῳ ψαλμῷ· «Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως», πότερον τῷ ὑποκειμένῳ διαφέρει τὰ «σημεῖα καὶ τέρατα», ἢ τὰ αὐτά, ᾗ μὲν σημεῖά ἐστιν, γέγονεν ἐν Αἰγύπτῳ, καὶ αὐτῆς τῆς Αἰγύπτου ἀναγομένης ἐπί τινα νοητά· ᾗ δὲ τέρατα «ἐν πεδίῳ Τάνεως» οὔτε τῶν τεράτων, ᾗ τέρατα, οὔτε τοῦ πεδίου Τάνεως, ᾗ πεδίον Τάνεως, ἀλληγορουμένων. Ἀλλὰ καὶ τὰ τέρατα, ᾗ σημεῖά ἐστιν, δεῖται ἀναγωγῆς, καὶ τὸ πεδίον Τάνεως, ᾗ Αἴγυπτος. Αὐτόθι δὲ καταπαύσωμεν καὶ τὸν τρισκαιδέκατον τόμον, περιέχοντα διήγησιν τῶν μέχρι τῆς ἑβδόμης ἀρχῆθεν ἐπιδημίας τοῦ Ἰησοῦ· πρῶτον μὲν γὰρ ἐν Βηθαβαρᾷ παρὰ τῷ Ἰορδάνῃ βαπτιζόμενος γίνεται· δεύτερον δὲ τῇ Κανᾷ τῆς Γαλιλαίας ἐπιδημήσας τὸ ὕδωρ οἶνον ποιεῖ· τρίτον εἰς τὴν Καφαρναοὺμ καταβαίνει, καὶ ἁρμόζει γε, ὅπου καταβαίνει, εἶναι τοὺς ἀσθενοῦντας· τέταρτον εἰς Ἱεροσόλυμα ἀνέρχεται· πέμπτον εἰς τὴν Ἰουδαίαν γῆν συνδιατρίβει τοῖς μαθηταῖς· ἕκτον ἐν τῇ Σαμαρείᾳ παρὰ τῇ πηγῇ τοῦ Ἰακὼβ ἐδίδαξεν, ἃ κατὰ δύναμιν ἐξητάσαμεν· καὶ ἕβδομον ἐν Κανᾷ τῆς Γαλιλαίας δεύτερον γίνεται.
But when the royal official is reproached as one who would not have believed without the sight of wonders, it is no longer said, "Unless you see signs, you will certainly not believe" — for signs, as signs, do not of themselves provoke one to believe, if it happens that the sign is not also a wonder — but rather, "Unless you see signs and wonders, you will certainly not believe," since you believe because of the wonder, while we, in addition to this, also perform it because of that of which it is a sign. But you will inquire concerning the seventy-seventh Psalm: "How he set his signs in Egypt, and his wonders in the plain of Tanis," whether "signs and wonders" differ in their underlying subject, or whether they are the same things: as signs, they occurred in Egypt, and Egypt itself is to be led up to certain intelligible realities; but as wonders, they occurred "in the plain of Tanis," neither the wonders, as wonders, nor the plain of Tanis, as a plain of Tanis, being allegorized. But even the wonders, as signs, require a leading upward, and the plain of Tanis, as Egypt. And here let us bring the thirteenth volume to a close, containing the narrative of the events up to the seventh sojourn of Jesus from the beginning: for first he is baptized in Bethabara by the Jordan; second, having come to Cana of Galilee, he makes the water wine; third, he goes down to Capernaum, and it is fitting that where he goes down there should be the sick; fourth, he goes up to Jerusalem; fifth, he spends time in the land of Judea with his disciples; sixth, in Samaria at the well of Jacob he taught, which we have examined to the best of our ability; and seventh, he is in Cana of Galilee a second time.
Ἐν δὲ τῷ ἑξῆς, θεοῦ διδόντος, διαληψόμεθα περὶ τῶν ἐν τῇ ἑορτῇ τῶν Ἰουδαίων ἐν Ἱεροσολύμοις πεπραγμένων αὐτῷ καὶ εἰρημένων.
In what follows, God willing, we will discuss what was done and said by him at the Jewish festival in Jerusalem.