Οὐκ οἶδα δὲ ὁπότερον εἴπω, πότερον τὴν πολλήν μου ἀσθένειαν, τὰ εὐτελῆ τοῦ Χριστοῦ συγκρίσει τῶν περὶ ἑαυτὸν μειζόνων φέρειν μὴ δυνα μένην, ἢ δὴ τὴν ἐκείνου ὑπερβάλλουσαν καὶ μείζονα παντὸς τοῦ κόσμου θειότητα. Εἴγε ἐγώ, ὁ τηλικαύτην χωρήσας χάριν ὡς καὶ προφητείας ἠξιῶσθαί με, προλεγούσης τὰ περὶ τῆς εἰς τὸν βίον τῶν ἀνθρώπων ἐπιδημίας μου ἐν τῷ «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ
ἐρήμῳ» καὶ «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου»· ἐγώ, οὗ τὴν γένεσιν «Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ» παραδόξως εὐηγγελίσατο ἐν γήρᾳ γεγενημένῳ τῷ πατρί μου, ἐγώ, ἐφ' οὗ τῷ ὀνόματι Ζαχαρίας ἅμα ἀπέλαβεν τὴν φωνὴν καὶ τὸ προφητεύειν δι' αὐτῆς, ἐγώ, ὁ ὑπὸ τοῦ κυρίου μου μαρτυρούμενος ὡς ἄρα μείζων ἐν γεννητοῖς γυναικῶν ἐμοῦ οὐδεὶς τυγχάνει, οὐδὲ τὰ ὑποδήματα βαστάσαι ἱκανός· εἰ δὴ γὰρ μηδὲ τὰ ὑποδήματα, τί λεκτέον περὶ τῶν ἐνδυμάτων αὐτοῦ; Τίς οὗτος, ὃς ὁλόκληρον αὐτοῦ τὸ ἱμάτιον τηρῆσαι δυνήσεται; Τίς, ὃς νοήσει τὸν ἐκ τῶν ἄνωθεν χιτῶνα ἄραφον διὰ τὸ δι' ὅλου ὑφαντὸν τυγχάνειν καταλαβεῖν ὃν ἔχει λόγον; Παρατηρητέον δὲ ὅτι τῶν τεσσάρων εἰρη κότων τὸ ἐν ὕδατι ὁμολογεῖν Ἰωάννην ἐληλυθέναι βαπτίζειν, μόνος Ματθαῖος τούτῳ προστέθεικεν τὸ «εἰς μετάνοιαν» διδάσκων τὴν ἀπὸ τοῦ βαπτίσματος ὠφέλειαν ἔχεσθαι τῆς προαιρέσεως τοῦ βαπτιζομένου, τῷ μετανοοῦντι μὲν ἐγγινο μένην, μὴ οὕτω δὲ προσιόντι εἰς κρίμα χαλεπώτερον ἐσομένην.
But I do not know which to say, whether it is my great weakness, unable to bear the cheap things of Christ in comparison with the greater things that pertain to himself, or rather that surpassing and greater-than-the-whole-world divinity of his. If indeed I, who have received such great grace as to be deemed worthy even of prophecy, which foretold the things concerning my coming into the life of men in the words "I am a voice of one crying in the wilderness" and "Behold, I send my messenger before your face"; I, whose birth "Gabriel, who stands before God," wondrously announced as good news to my father, who had grown old; I, at whose name Zacharias at once received back his voice and the ability to prophesy through it; I, who am testified by my Lord that no one among those born of women is greater than I, and who am not worthy to carry his sandals—for if not even his sandals, what is to be said about his garments? Who is this who will be able to keep his whole cloak? Who is he who will understand the tunic from above, seamless because it is woven throughout, and grasp what meaning it has? But it must be observed that, of the four who have said that John came to baptize in water, only Matthew added to this "for repentance," teaching that the benefit of baptism depends on the disposition of the one baptized—arising in the one who repents, but for the one who does not approach in this way, it will be a harsher judgment.
Χρὴ δὲ εἰδέναι ὅτι ὥσπερ αἱ κατὰ τὰς γεγενημένας ὑπὸ τοῦ σωτῆρος θεραπείας τεράστιοι δυνάμεις, σύμβολα τυγχάνουσαι τῶν ἀεὶ λόγῳ τοῦ θεοῦ ἀπαλλαττομένων πάσης νόσου καὶ μαλακίας, οὐδὲν ἧττον καὶ σωματικῶς γενόμεναι ὤνησαν εἰς πίστιν προσκαλεσάμεναι τοὺς εὐεργετηθέντας, οὕτως καὶ τὸ διὰ τοῦ ὕδατος λουτρόν, σύμβολον τυγχάνον καθαρσίου ψυχῆς πάντα ῥύπον τὸν ἀπὸ κακίας ἀποπλυνομένης, οὐδὲν ἧττον καὶ καθ' αὑτὸ τῷ ἐμπαρέχοντι ἑαυτὸν τῇ θειότητι διὰ τῆς δυνάμεως τῶν τῆς προσκυνητῆς τριάδος ἐπικλήσεών ἐστιν ἡ χαρισμάτων θείων ἀρχὴ καὶ πηγή· «διαιρέσεις γὰρ χαρισμάτων εἰσίν». Μαρτυρεῖ δέ μου τῷ λόγῳ ἡ ἐν ταῖς τῶν ἀποστόλων Πράξεσιν ἀναγεγραμμένη ἱστορία περὶ τοῦ οὕτως ἐναργῶς τότε τὸ πνεῦμα τοῖς βαπτιζομένοις ἐπιδεδημηκέναι, προευτρεπίσαντος αὐτῷ τοῦ ὕδατος τοῖς γνησίως προσιοῦσιν ὁδόν, ὡς καὶ τὸν μάγον Σίμωνα καταπλαγέντα θέλειν μὲν τὴν χάριν ταύτην ἀπὸ τοῦ Πέτρου λαβεῖν, ἐθέλειν δὲ τὸ δικαιότατον διὰ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Καὶ τοῦτο δὲ παρασημειωτέον, ὅτι τὸ Ἰωάννου βάπτισμα ὑποδεέστερον ἐτύγχανεν τοῦ βαπτίσματος Ἰησοῦ, διδομένου διὰ τῶν μαθητῶν αὐτοῦ. Οἱ γοῦν ἐν ταῖς Πράξεσιν βεβαπτισμένοι εἰς τὸ Ἰωάννου βάπτισμα, μηδὲ εἰ πνεῦμα ἅγιόν ἐστιν ἀκούσαντες, βαπτίζονται δεύτερον ὑπὸ τοῦ ἀπο στόλου. Τὸ γὰρ τῆς ἀναγεννήσεως οὐ παρὰ τῷ Ἰωάννῃ ἀλλὰ παρὰ τῷ Ἰησοῦ διὰ τῶν μαθητῶν αὐτοῦ ἐγίνετο, καὶ παλιγγενεσίας ὀνομαζόμενον λουτρὸν μετὰ ἀνακαινώσεως γινόμενον πνεύματος, τοῦ καὶ νῦν ἐπιφερο μένου, ἐπειδὴ παρὰ θεοῦ ἐστιν, ἐπάνω τοῦ ὕδατος, ἀλλ' οὐ πᾶσιν μετὰ τὸ ὕδωρ ἐγγινομένου.
But one must know that just as the miraculous powers in the healings performed by the Savior, being symbols of those who are always, by the word of God, delivered from every disease and sickness, no less benefited them even bodily, drawing those who were benefited to faith, so also the washing through water, being a symbol of the purification of the soul when every stain from evil is washed away, no less also in itself, for the one who yields himself to the divine nature through the power of the invocations of the adorable Trinity, is the beginning and source of divine gifts; for "there are divisions of gifts." And the history recorded in the Acts of the Apostles bears witness to my account, concerning how the Spirit at that time so clearly came upon those who were baptized, the water having prepared the way for him for those who approach genuinely, so that even the magician Simon, astonished, wished to receive this grace from Peter, but wished to do so most justly through the mammon of unrighteousness. And this too must be noted, that the baptism of John was inferior to the baptism of Jesus, which was given through his disciples. At any rate, those in the Acts who had been baptized into the baptism of John, not even having heard whether there is a Holy Spirit, are baptized a second time by the apostle. For the regeneration was not with John but with Jesus through his disciples, and the washing called of regeneration, taking place with the renewal of the Spirit, who is also now borne upon the water, since he is from God, but does not come to all after the water.
Καὶ ταῦτα μὲν εἰς τὴν ἐξέτασιν τῶν ἐν τῷ κατὰ Ματθαῖον. Ἤδη δὲ καὶ τὰ Μάρκου κατανοή σωμεν, ὃς ἀνέγραψεν κηρύσσοντα τὸν Ἰωάννην ταὐτὰ μὲν εἰρηκέναι κατὰ τὸ «Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου». Ἰσοδυναμεῖ γὰρ ταῦτα τῷ «Ὁ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν». Οὐκέτι δὲ τὰ αὐτὰ ἐν τῷ «Οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ». Ἕτερον μὲν γὰρ τὸ βαστάζειν τὰ ὑποδήματα, δηλονότι ἤδη λελυμένα ἀπὸ τῶν τοῦ ὑποδεδεμένου ποδῶν, ἕτερον δὲ τὸ κύψαντα λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων. Καὶ ἀκόλουθόν γε μηδενὸς σφαλλομένου τῶν εὐαγγελιστῶν μηδὲ ψευδομένου, ὡς εἴποιεν ἂν οἱ πιστεύοντες, ἀμφότερα κατὰ διαφόρους καιροὺς εἰρηκέναι τὸν βαπτιστὴν καθ' ἕτερον καὶ ἕτερον νοῦν κινούμενον. Οὐ γὰρ περὶ τῶν αὐτῶν, ὡς οἴονταί τινες, οἱ ἀπομνημονεύοντες διαφόρως ἠνέχθησαν μὴ ἀκριβοῦντες τῇ μνήμῃ ἕκαστον τῶν εἰρημένων ἢ γεγενημένων. Μέγα μὲν οὖν τὸ βαστάσαι τοῦ Ἰησοῦ τὰ ὑποδήματα, μέγα δὲ καὶ τὸ ἐπὶ τὰ σωματικὰ αὐτοῦ κάτω που γεγενημένα κύψαντα, ὑπὲρ τοῦ τὴν εἰκόνα κάτω θεάσασθαι, λῦσαι ἕκαστον τῶν περὶ τοῦ μυστηρίου τῆς ἐνσωματώσεως ἀσαφῶν, οἱονεὶ τὸν ἱμάντα τῶν ὑποδημάτων τυγχάνοντα. Εἷς γὰρ ὁ τῆς ἀσαφείας δεσμός, ὥσπερ καὶ μία ἡ τῆς γνώσεως κλείς, ἅτινα οὐδὲ ὁ μείζων ἐν
And these things are for the examination of what is in the Gospel according to Matthew. But now let us also consider the things in Mark, who recorded that John, when preaching, said the same things in the words "He who is stronger than I comes after me." For these are equivalent to "He who comes after me is stronger than I." But he no longer says the same things in the words "I am not worthy to stoop down and loose the strap of his sandals." For it is one thing to carry the sandals, evidently already loosed from the feet of the one wearing them, and another thing to stoop down and loose the strap of the sandals. And it follows, if none of the evangelists errs nor lies, as those who believe would say, that the Baptist said both things at different times, moved by a different meaning in each case. For those who recorded them were not, as some think, led to differ concerning the same things through not being accurate in their memory of each of the things said or done. Great, then, was the carrying of Jesus' sandals, and great also was the stooping down to the things of his body that had come to be somewhere below, in order to behold the image below, to loose each of the unclear things concerning the mystery of the embodiment, being, as it were, the strap of the sandals. For there is one bond of obscurity, just as there is also one key of knowledge, which not even the greater among
γεννητοῖς γυναικῶν καθ' αὑτὸν ἱκανὸς λῦσαι ἢ ἀνοῖξαι, τοῦ δήσαντος καὶ κλεί σαντος μόνου δωρουμένου οἷς βούλεται τὸ λῦσαι καὶ ἀνοῖξαι τὸν ἱμάντα τῶν ὑποδημάτων καὶ τὰ κεκλεισμένα. Εἰ δὲ μυστικὸς ὁ περὶ τῶν ὑποδημάτων τόπος, οὐδὲ τοῦτον παρελθετέον. Οἶμαι τοίνυν τὴν μὲν ἐνανθρώπησιν, ὅτε σάρκα καὶ ὀστέα ἀναλαμβάνει ὁ τοῦ θεοῦ υἱός, τὸ ἕτερον εἶναι τῶν ὑποδημάτων, τὴν δὲ εἰς Ἅδου κατάβασιν, ὅστις ποτέ ἐστιν ὁ Ἅδης, καὶ τὴν εἰς φυλακὴν μετὰ πνεύματος πορείαν τὸ λοιπόν. Περὶ τῆς εἰς Ἅδου καταβάσεως τὸ «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν Ἅδην» ἐν πεντεκαιδεκάτῳ ψαλμῷ εἴρηται· καὶ περὶ τῆς ἐν φυλακῇ πορείας μετὰ πνεύματος παρὰ τῷ Πέτρῳ ἐν τῇ καθολικῇ ἐπιστολῇ· «Θανατωθείς, γάρ φησι, σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι· ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακρο θυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ.» Ὁ τοίνυν κατ' ἀξίαν ἀμφοτέρων τῶν ἐπιδημιῶν τοὺς λόγους παραστῆσαι δυνάμενος, τὸν ἱμάντα λύειν τῶν Ἰησοῦ ἱκανός ἐστιν ὑποδημάτων, καὶ αὐτὸς τῷ νοῒ κύπτων καὶ συγκαταβαίνων τῷ καταβεβηκότι εἰς Ἅδου, καὶ ἀπὸ οὐρανοῦ καὶ τῶν περὶ τῆς θεότητος Χριστοῦ μυστηρίων καταβαίνων ἐπὶ τὴν ἀναγκαίως γεγενημένην παρ' ἡμῖν αὐτοῦ ἐπιδημίαν, ὅτε τὸν ἄνθρωπον ὑπεδήσατο. Ὁ δὲ τὸν ἄνθρωπον ὑποδησάμενος καὶ τὸν νεκρὸν ὑπεδήσατο· «Εἰς τοῦτο γὰρ Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ»· καὶ διὰ τοῦτο ζῶντα καὶ νεκρὸν ὑπεδήσατο, τοῦτ' ἔστι τὸν ἐν γῇ καὶ τὸν ἐν Ἅδου, «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ».
Being born of women, he is of himself sufficient to loose or to open, since the one who bound and shut alone grants to whom he wills to loose and to open the strap of the sandals and the things that have been shut. But if the place concerning the sandals is mystical, neither is this to be passed over. I think, then, that the incarnation, when the Son of God takes up flesh and bones, is the one of the sandals, and the descent into Hades—whatever Hades is—and the journey into the prison with the spirit is the other. Concerning the descent into Hades it is said in the fifteenth psalm: "You will not abandon my soul to Hades"; and concerning the journey in the prison with the spirit, in Peter's catholic epistle: "Having been put to death, he says, in the flesh, but made alive in the spirit; in which also he went and preached to the spirits in prison, who once were disobedient when the longsuffering of God was waiting in the days of Noah while the ark was being prepared." Whoever, then, is able to set forth the accounts of both comings according to their worth, he is sufficient to loose the strap of Jesus' sandals, himself bending down in mind and condescending to the one who descended into Hades, and descending from heaven and from the mysteries concerning the divinity of Christ to his coming among us, which came about by necessity, when he put the sandal on man. But the one who put the sandal on man also put it on the dead man; "for to this end Jesus died and rose, that he might be Lord both of the dead and of the living"; and for this reason he put the sandal on both the living and the dead, that is, the one on earth and the one in Hades, "that he might be Lord both of the dead and of the living."
Τίς οὖν ἄρα ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν τοιούτων ὑποδημάτων, καὶ λύσας μὴ ἐᾶσαι ἀλλὰ κατὰ δευτέραν ἱκανότητα ἀναλαβεῖν αὐτὰ καὶ βαστάσαι διὰ τοῦ ἐν τῇ μνήμῃ περι φέρειν τὰ νενοημένα; Μὴ ἀνεξέταστον δὲ ἐάσθω τὸ χωρὶς τοῦ «κύψας» ὁμοίως παρὰ τῷ Λουκᾷ καὶ Ἰωάννῃ εἰρημένον. Καὶ τάχα ἐνδέχεται μὲν κύψαντα λῦσαι κατὰ τὸ προειρημένον· δυνατὸν δὲ καὶ τὸ ἀνάστημα τοῦ ἀπὸ τοῦ λόγου ἐπάρματος φυλάττοντα εὑρεῖν τὴν λύσιν τῶν ἐν τῷ ζητεῖσθαι δεδεμένων ὑποδημάτων, ἵνα ταῦτά τις λύσας τὸν χωρὶς τῶν ὑποδημάτων ἴδῃ λόγον γυμνὸν τῶν ὑποδεεστέρων καθ' αὑτόν, υἱὸν τοῦ θεοῦ. Οὐ ταὐτὸν δὲ τὸ μὴ εἶναι «ἱκανὸν» τῷ μὴ εἶναι «ἄξιον», ὃ ἀναγράφει ὁ Ἰωάννης. Δυνατὸν γὰρ μὴ ὄντα ἄξιον γενέσθαι ἱκανόν· δυνατὸν δὲ καὶ ἄξιον ὄντα μηδέπω εἶναι ἱκανόν. Εἰ γὰρ καὶ πρὸς τὸ συμφέρον δίδοται τὰ χαρίσματα, καὶ οὐ μόνον «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως», φιλανθρώπου ἂν εἴη θεοῦ ἔργον, προορωμένου βλάβην ἀπὸ οἰήματος ἐπακολουθήσοντος ἢ φυσιώσεως, τὸ καὶ τῷ ἀξίῳ ποτὲ μὴ διδόναι τὴν ἱκανότητα. Οἰκεῖον δὲ τῆς χρηστότητος τοῦ θεοῦ νικᾶν ἐν τῷ εὐεργετεῖν τὸν εὐεργετούμενον, προλαμβάνοντα τὸν ἐσόμενον ἄξιον, καὶ πρὶν γένηται ἄξιος κοσμοῦντα αὐτὸν τῇ ἱκανότητι, ἵνα μετὰ τὴν ἱκανότητα ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἄξιος, καὶ μὴ πάντως ἀπὸ τοῦ εἶναι ἄξιος, φθάνων τὸν δωρούμενον καὶ προλαβὼν αὐτοῦ τὰς χάριτας, ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἱκανός. Ὁ τοίνυν Ἰωάννης φησὶ παρὰ μὲν τοῖς τρισὶν οὐκ εἶναι «ἱκανός», παρὰ δὲ τῷ Ἰωάννῃ οὐκ εἶναι «ἄξιος». Οὐκ ἀποκλείεται δὲ ὅς γε ἔλεγεν οὐδέπω ὢν ἱκανὸς γεγονέναι ἱκανός, εἰ καὶ μὴ ἄξιός πω ἦν·
Who then is sufficient, having stooped down, to loose the strap of such sandals, and having loosed them not to leave them but, according to a second sufficiency, to take them up and bear them by carrying about in memory the things that have been understood? But let not that be left unexamined which is said without the word "having stooped down" similarly in Luke and John. And perhaps it is possible for one who has stooped down to loose according to what has been said before; but it is also possible for one who keeps the stature of the elevation that comes from the word to find the loosing of the sandals that are bound in the matter under inquiry, so that someone, having loosed these, may see the word that is without the sandals, naked of the inferior things, by itself, the Son of God. But to be not "sufficient" is not the same as to be not "worthy," which John records. For it is possible for one who is not worthy to become sufficient; and it is possible also for one who is worthy not yet to be sufficient. For if the gifts are given also for what is beneficial, and not only "according to the proportion of faith," it would be the work of a philanthropic God, foreseeing the harm that would follow from conceit or inflation, sometimes not to give sufficiency even to the worthy one. But it is proper to the goodness of God to conquer in benefiting the one being benefited, by taking the lead over the one who will be worthy, and adorning him with sufficiency before he becomes worthy, so that after sufficiency he may come to becoming worthy, and not altogether from being worthy, anticipating the one who gives and outstripping his graces, may come to becoming sufficient. John, then, says that among the three he is not "sufficient," but in John he is not "worthy." But he is not excluded who said that, not yet being sufficient, he had become sufficient, even if he was not yet worthy.
καὶ πάλιν ὅς γε ἔλεγεν οὐκ εἶναι ἄξιος, οὐκ ὢν ἄξιος ἐφθακέναι ἐπὶ τὸ γεγονέναι ἄξιος. Εἰ μὴ ἄρα τις ἐρεῖ, ἐπὶ τὸ κατ' ἀξίαν τῆς λύσεως καὶ βαστάξεως αὐτῶν μὴ χωροῦσαν τὴν θνητὴν φύσιν † ἥκειν ποτὲ ἀληθευόμενον ἔχειν τὸ μηδέποτε γενέσθαι ἱκανὸν λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων καὶ ἄξιον τοῦ αὐτοῦ. Ὅσα δὲ ἐὰν χωρήσωμεν, ἔτι ὑπολείπεται τὰ μηδέπω νενοημένα, ἐπεὶ «Ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται» κατὰ τὴν Ἰησοῦ υἱοῦ Σειρὰχ Σοφίαν. Ἔτι περὶ τῶν ὑποδημάτων τῶν παρὰ τοῖς τρισὶν οὕτως ὀνομασθέντων εὐαγγελισταῖς διαλάβωμεν, συγκρίνοντες ἐκεῖνα τῷ παρὰ τῷ μαθητῇ Ἰωάννῃ ἑνικῶς ὀνομασθέντι·
«Οὐκ εἰμί, γάρ φησιν, ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.» Τάχα οὖν νικώμενος ὑπὸ τῆς τοῦ θεοῦ χάριτος δωρεὰν εἴληφεν, μηδέπω τὸ ὅσον ἐφ' ἑαυτῷ ἄξιος ὢν λῦσαι τὸν ἱμάντα τοῦ ἑτέρου τῶν ὑποδημάτων, νοήσας αὐτοῦ τὴν ἐν ἀνθρώποις ἐπιδημίαν, περὶ ἧς καὶ μαρτυρεῖ. Ἐπεὶ δὲ ἔλειπεν αὐτῷ ἡ περὶ τῶν ἑξῆς κατάληψις, οὐκ εἰδότι πότερον Ἰησοῦς ἐστιν ὁ κἀκεῖ ἐρχό μενος, ὅπου ἀπὸ τῆς φυλακῆς γίνεσθαι ἔμελλεν ἀποκεφαλισθείς, ἢ ἕτερον προσδοκᾶν ἐχρῆν, διὰ τοῦτο τὴν σαφέστερον ὕστερον ἐπαπόρησιν ἡμῖν δηλουμένην καὶ νῦν αἰνιττόμενος φησὶ τὸ «Οὐκ εἰμὶ ἐγὼ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.» Ὁ δὲ οἰόμενος περιεργότερον τοῦτο εἰρῆσθαι εἰς ταὐ τὸν συνάξει τὸ τῶν ὑποδημάτων καὶ τοῦ ὑποδήματος, ἵνα οἱονεὶ λέγῃ· Οὐδαμῶς ἄξιός εἰμι λῦσαι τὸν ἱμάντα οὐδὲ κατὰ τὴν ἀρχήν, κἂν τοῦ ἑνὸς ὑποδήματος·
And again, he who said he was not worthy, being not worthy to have attained to becoming worthy. Unless perhaps someone will say that, with respect to what is according to worth of the loosing and bearing of them, the mortal nature not having capacity † to have come at some time, being truly said to have the never having become sufficient to loose the strap of the sandals and worthy of the same. But whatever we have capacity for, there still remains what has not yet been understood, since "When a man has finished, then he begins, and when he has ceased, then he will be at a loss," according to the Wisdom of Jesus son of Sirach. Let us still discuss the sandals named thus among the three evangelists, comparing those with what is named in the singular by the disciple John:
"For I am not worthy, he says, to loose the strap of his sandal." Perhaps then, being overcome by the grace of God, he received as a gift, not yet being worthy as far as in him lay to loose the strap of the other of the sandals, having understood his sojourn among men, of which he also bears witness. But since there was lacking to him the comprehension of what follows, not knowing whether it is Jesus who is also coming there, where he was about to be beheaded from the prison, or whether one ought to expect another, for this reason, hinting now at the clearer later question that is made plain to us, he says, "I am not worthy to loose the strap of his sandal." But he who thinks this was said rather curiously will bring together the same thing of the sandals and of the sandal, so that he says, as it were: I am in no way worthy to loose the strap, not even at the beginning, even of the one sandal.
ἢ καὶ οὕτως δυνατὸν εἰς ἓν συνάγεσθαι τὰ παρὰ τοῖς τέσσαρσιν εἰρημένα· εἰ γὰρ ὁ Ἰωάννης συνίει μὲν τὰ περὶ τῆς ἐνταῦθα αὐτοῦ ἐπιδημίας, ἐνηπόρει δὲ περὶ τῶν ἑξῆς, ἀληθεύει λέγων καὶ τὸ μὴ εἶναι ἱκανὸν λύειν τὸν ἱμάντα τῶν ὑποδημάτων, οὐ γὰρ λύει ἀμφο τέρων λύσας τοῦ ἑνός, ἀληθεύει δὲ λέγων καὶ τὸν ἱμάντα τοῦ ὑποδήματος, ἐπεί, ὡς προείρηται, ἔτι διαπορεῖ περὶ τοῦ πότε ρον αὐτός ἐστιν ἐρχόμενος ἢ ἕτερος, ὁ κἀκεῖ προσδοκητέος. Καὶ περὶ δὲ τοῦ «Μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε» ταῦτα διαληπτέον περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ λόγου, δι' οὗ τὰ πάντα γέγονεν, ὑφεστη κότος οὐσιωδῶς κατὰ τὸ ὑποκείμενον, τοῦ αὐτοῦ ὄντος τῇ σοφίᾳ. Οὗτος γὰρ δι' ὅλης πεφοίτηκεν τῆς κτίσεως, ἵνα ἀεὶ τὰ γινόμενα δι' αὐτοῦ γίνηται, καὶ περὶ παντὸς οὑτινοσοῦν ἀεὶ ἀληθὲς ἦν τὸ «Πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», καὶ τὸ «Πάντα ἐν σοφίᾳ ἐποίησας.» Εἰ δὲ δι' ὅλης τῆς κτίσεως πεφοίτηκεν, δῆλον ὅτι καὶ τῶν πυνθανομένων «Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;» Μέσος ἕστηκεν ὁ αὐτὸς καὶ βέβαιος ὢν λόγος, ὑπὸ τοῦ πατρὸς ἐστηριγμένος πανταχοῦ. Ἢ τὸ «Μέσος ὑμῶν ἕστηκεν» ἀκουέσθω ὅτι ὑμῶν τῶν ἀνθρώπων διὰ τὸ εἶναι ὑμᾶς λογικοὺς μέσος ὑμῶν ἑστώς, τῷ τοῦ παντὸς σώματος ἐν μέσῳ εἶναι τὸ ἡγεμονικὸν ἀποδείκνυσθαι, κατὰ τὰς γραφὰς ἐν τῇ καρδίᾳ τυγχάνον. Οἱ τοίνυν ἔχοντες τὸν λόγον ἐν μέσῳ ἑαυτῶν, μὴ διαλαμβάνοντες δὲ περὶ τῆς φύσεως αὐτοῦ, μηδὲ ἀπὸ ποίας πηγῆς καὶ ἀρχῆς ἐλήλυθεν, μηδ' ὅπως ποτὲ συνέστη ἐν αὐτοῖς, οὗτοι μέσον αὐτὸν ἔχοντες οὐκ ἴσασιν.
Or also in this way it is possible for the things said by the four to be gathered into one: for if John understood the things concerning his sojourn here, but was at a loss concerning what followed, he speaks truth also in saying that he is not sufficient to loose the strap of the sandals; for he does not loose both, having loosed one, and he speaks truth also in saying "the strap of the sandal," since, as has been said before, he still is in doubt about whether it is he who is coming or another, who is also to be expected there. And concerning "He stands in the midst of you, whom you do not know," these things must be understood concerning the Son of God, the Word, through whom all things came to be, subsisting essentially according to the subject, the same being as Wisdom. For this one has pervaded the whole creation, so that the things that come to be may always come to be through him, and concerning absolutely anything whatsoever it was always true: "All things came to be through him, and without him nothing came to be," and "You made all things in wisdom." But if he has pervaded the whole creation, it is clear that he also stands in the midst of those who ask, "Why then do you baptize, if you are not the Christ nor Elijah nor the prophet?"—the same Word, being also steadfast, established everywhere by the Father. Or let "He stands in the midst of you" be heard as meaning that, since you are rational, he stands in the midst of you men, showing that the governing principle is in the middle of the whole body, being, according to the Scriptures, in the heart. Those, then, who have the Word in the midst of them, but do not discern concerning his nature, nor from what fountain and beginning he has come, nor how he ever came to be in them—these have him in the midst and do not know him.
Ὁ δὲ Ἰωάννης αὐτὸν οἶδεν. Τὸ γὰρ «Ὃν ὑμεῖς οὐκ οἴδατε» ὀνειδιστικῶς λεγόμενον πρὸς τοὺς φαρισαίους, ἐμφαίνει τὸν λόγον τῷ ἐπιμελῶς ἐγνωκέναι τὸ ὑπ' ἐκείνων ἀγνοούμενον. Δι' ὃ καὶ γινώσκων αὐτὸν ὁ βαπτιστὴς οἶδεν ὀπίσω αὐτοῦ ἐρχόμενον τὸν ἐν μέσῳ τυγχάνοντα, τοῦτ' ἔστιν μετ' αὐτὸν καὶ τὴν ὑπ' αὐτοῦ ἐν τῷ βαπτίσματι διδασκαλίαν ἐπιδημοῦντα τοῖς κατὰ λόγον ἀπολουσαμένοις. Οὐ ταὐτὸν δὲ σημαίνεται ἐκ τῆς «ὀπίσω» φωνῆς ἐνθάδε, καὶ ὅταν ὁ Ἰησοῦς πέμπῃ ἡμᾶς ὀπίσω ἑαυτοῦ. Ἐκεῖ μὲν γὰρ ἵνα κατ' ἴχνη βαίνοντες αὐτοῦ φθάσωμεν πρὸς τὸν πατέρα, ὀπίσω αὐτοῦ γίνεσθαι κελευόμεθα· ἐνθάδε δὲ ἵνα δηλωθῇ τὸ μετὰ τὰς Ἰωάννου διδασκαλίας–ἐπεὶ ἐλήλυθεν οὗτος «ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ»– τοῖς προευτρεπισαμένοις ἐπιδημεῖν προκεκαθαρμένοις διὰ τῶν ἡττόνων καὶ τὸν τέλειον λόγον. Προηγουμένως μὲν οὖν ἕστηκεν ὁ πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος ὤν· ἕστηκεν δὲ καὶ ὁ λόγος αὐτοῦ ἀεὶ ἐν τῷ σῴζειν, κἂν γένηται σάρξ, κἂν μέσος ᾖ ἀνθρώπων, οὐ κατα λαμβανόμενος ἀλλ' οὐδὲ βλεπόμενος· ἕστηκεν δὲ καὶ διδά σκων, προκαλούμενος πάντας ἐπὶ τὸ πίνειν ἀπὸ τῆς ἀφθόνου πηγῆς αὐτοῦ· «Εἱστήκει γὰρ ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς ἐμὲ καὶ πινέτω.» Ὁ δὲ Ἡρακλέων τὸ «Μέσος ὑμῶν στήκει» φησὶν ἀντὶ τοῦ «Ἤδη πάρεστιν καὶ ἔστιν ἐν τῷ κόσμῳ καὶ ἐν ἀνθρώποις, καὶ ἐμφανής ἐστιν ἤδη πᾶσιν ὑμῖν.» Διὰ τούτων δὲ περιαιρεῖ τὸ παρασταθὲν περὶ τοῦ διαπεφοιτηκέναι αὐτὸν δι'
But John knows him. For the words "Whom you do not know," spoken reproachfully to the Pharisees, make the meaning evident by the fact that he had carefully come to know the one who was unknown to them. Therefore the Baptist also, knowing him, knows that the one coming after him is the one who is in their midst—that is, after him, and the teaching that comes from him in baptism, present among those who have been washed according to reason. But the word "after" does not signify the same thing here as when Jesus sends us after himself. For there we are commanded to be after him, so that following in his footsteps we may reach the Father; but here, so that it may be made clear that after John's teachings—since this one has come "so that all might believe through him"—the perfect Word comes to those who have been prepared beforehand and purified beforehand through the lesser things. In the first place, then, the Father stands, being unchangeable and immutable; and his Word also always stands in saving, even if he becomes flesh, even if he is in the midst of men, not being comprehended, nor even seen; and he stands also teaching, calling all to drink from his abundant fountain. For "Jesus stood and cried out, saying: If anyone thirsts, let him come to me and drink." But Heracleon says that "He stands in your midst" means "He is already present and is in the world and among men, and is already manifest to all of you." By these words he removes the notion that had been put forward concerning his having spread abroad through
ὅλου τοῦ κόσμου. Λεκτέον γὰρ πρὸς αὐτόν· Πότε γὰρ οὐ πάρεστιν; Πότε δὲ οὐκ ἔστιν ἐν τῷ κόσμῳ; Καὶ ταῦτα τοῦ εὐαγγελίου λέγοντος· «Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο.» Καὶ διὰ τοῦτο καὶ οὗτοι, πρὸς οὓς ὁ λόγος ὁ «Ὃν ὑμεῖς οὐκ οἴδατε», οὐκ οἴδασιν αὐτόν, ἐπεὶ οὐδέπω τοῦ κόσμου ἐξεληλύθασιν, «ὁ δὲ κόσμος αὐτὸν οὐκ ἔγνω». Ποῖον δὲ χρόνον διέλειπεν τοῦ ἐν ἀνθρώποις εἶναι; Ἢ οὐκ ἐν Ἡσαΐᾳ ἦν λέγοντι· «Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με» καὶ «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦ σιν»; Λεγέτωσαν δὲ εἰ μὴ καὶ ἐν Δαβὶδ ἦν, οὐκ ἀφ' αὑτοῦ λέγοντι· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ», καὶ ὅσα ἐκ προσώπου Χριστοῦ ἐν ψαλμοῖς ἀναγέγραπται. Καὶ τί με δεῖ καθ' ἕκαστον ἀποδεικνύναι, δυσεξαριθμήτων ὄντων τῶν παραστῆσαι ἐναργῶς δυναμένων, ὅτι ἀεὶ ἐν ἀνθρώποις ἦν, πρὸς τὸ ἐλέγξαι οὐχ ὑγιῶς εἰρημένον τὸ «Ἤδη πάρεστιν καὶ ἔστιν ἐν κόσμῳ καὶ ἐν ἀνθρώποις» εἰς διήγησιν παρὰ τῷ Ἡρακλέωνι τοῦ «Μέσος ὑμῶν ἕστηκεν»; Οὐκ ἀπιθάνως δὲ παρ' αὐτῷ λέγεται ὅτι τὸ «Ὀπίσω μου ἐρχόμενος» τὸ πρόδρομον εἶναι τὸν Ἰωάννην τοῦ Χριστοῦ δηλοῖ. Ἀληθῶς γὰρ ὡσπερεὶ οἰκέτης ἐστὶν προτρέχων τοῦ κυρίου. Πολὺ δὲ ἁπλούστερον τὸ «Οὐκ εἰμὶ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος» ἐξείληφεν ὅτι οὐδὲ τῆς ἀτιμοτάτης ὑπηρεσίας τῆς πρὸς τὸν Χριστὸν ἄξιος εἶναι διὰ τούτων ὁ βαπτιστὴς ὁμολογεῖ. Πλὴν μετὰ ταύτην τὴν ἐκδοχὴν οὐκ ἀπιθάνως ὑποβέβληκεν τό·
of the whole world. For one must say to him: When is he not present? And when is he not in the world? And this, when the Gospel says: "He was in the world, and the world came into being through him." And for this reason even these, to whom the word "Whom you do not know" was addressed, do not know him, since they had not yet come out of the world, "and the world did not know him." But what period did he cease from being among men? Or was he not in Isaiah when he said: "The Spirit of the Lord is upon me, because he has anointed me," and "I became manifest to those who did not seek me"? But let them say whether he was not also in David, who says not of himself: "But I was established as king by him on Zion, his holy mountain," and whatever else has been recorded in the Psalms in the person of Christ. And why must I demonstrate each one individually, when the instances that can clearly establish that he was always among men are difficult to enumerate, in order to refute as unsound the statement "He is already present and is in the world and among men" in Heracleon's exposition of "He stands in the midst of you"? But it is not implausibly said by him that "He who comes after me" indicates that John is the forerunner of Christ. For truly he is like a servant running ahead of his master. But much more simply has he taken "I am not worthy to untie the strap of his sandal" to mean that the Baptist confesses by these words that he is not worthy even of the most dishonorable service rendered to Christ. However, after this interpretation he has not implausibly added the following:
Οὔκ εἰμι ἐγὼ ἱκανός, ἵνα δι' ἐμὲ κατέλθῃ ἀπὸ μεγέθους καὶ σάρκα λάβῃ ὡς ὑπόδημα, περὶ ἧς ἐγὼ λόγον ἀποδοῦναι οὐ δύναμαι οὐδὲ διηγήσασθαι ἢ ἐπιλῦσαι τὴν περὶ αὐτῆς οἰκο νομίαν. Ἁδρότερον δὲ καὶ μεγαλοφυέστερον ὁ αὐτὸς Ἡρακλέων κόσμον τὸ ὑπόδημα ἐκδεξάμενος μετέστη ἐπὶ τὸ ἀσεβέστερον ἀποφήνασθαι ταῦτα πάντα δεῖν ἀκούεσθαι καὶ περὶ τοῦ προσώπου τοῦ διὰ τοῦ Ἰωάννου νοουμένου. Οἴε ται γὰρ τὸν δημιουργὸν τοῦ κόσμου ἐλάττονα ὄντα τοῦ Χριστοῦ τοῦτο ὁμολογεῖν διὰ τούτων τῶν λέξεων, ὅπερ ἐστὶν πάντων ἀσεβέστατον. Ὁ γὰρ πέμψας αὐτὸν πατήρ, ὁ τῶν ζώντων θεός, ὡς αὐτὸς Ἰησοῦς μαρτυρεῖ, τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, ὁ διὰ τοῦτο κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι πεποίηκεν αὐτά, οὗτος καὶ μόνος ἀγαθὸς καὶ μείζων τοῦ πεμφθέντος. Εἰ δὲ καί, ὡς προειρήκαμεν, ἁδρότερον νενόηται καὶ πᾶς ὁ κόσμος ὑπόδημα εἶναι τοῦ Ἰησοῦ τῷ Ἡρακλέωνι, ἀλλ' οὐκ οἶμαι δεῖν συγκατατίθεσθαι. Πῶς γὰρ μετὰ τῆς τοιαύτης ἐκδοχῆς σωθήσεται τὸ «Οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπό διον τῶν ποδῶν μου», μαρτυρούμενον ὡς περὶ τοῦ πατρὸς εἰρημένον ὑπὸ τοῦ Ἰησοῦ; «Μὴ γὰρ ὀμόσητε, φησί, τὸν οὐρανόν, ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ, μηδὲ τὴν γῆν, ὅτι ὑποπό διόν ἐστιν τῶν ποδῶν αὐτοῦ.» Πῶς δὲ μετὰ τοῦ τὸν ὅλον κόσμον ὑπόδημα νοεῖσθαι τοῦ Ἰησοῦ παραστῆσαι δυνή σεται τὸ «Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος»;
I am not worthy that he should come down from his greatness on my account and take flesh as a sandal, concerning which I am unable to give an account or describe it or resolve the economy concerning it. But more boldly and with greater grandeur the same Heracleon, understanding the sandal to be the world, shifted to a more impious assertion, that all these things must be understood also concerning the person who is understood through John. For he thinks that the creator of the world, being inferior to the Christ, confesses this through these words, which is the most impious thing of all. For the Father who sent him, the God of the living, as Jesus himself testifies, the God of Abraham and Isaac and Jacob, who for this reason is Lord of heaven and earth because he made them, this one alone is good and greater than the one who was sent. But even if, as we said before, it has been more boldly conceived by Heracleon that the whole world is a sandal of Jesus, still I do not think one should agree with it. For how, with such an interpretation, will the saying be preserved, 'Heaven is my throne, and the earth a footstool for my feet,' which is testified as spoken by Jesus concerning the Father? For he says, 'Do not swear by heaven, because it is the throne of God, nor by the earth, because it is a footstool for his feet.' And how, with the whole world being understood as a sandal of Jesus, will he be able to establish the saying, 'Do I not fill heaven and earth? says the Lord'?
Πλὴν ἄξιον ἐπιστῆσαι πότερον τῷ τὸν λόγον καὶ τὴν σοφίαν διαπεφοιτηκέναι δι' ὅλου τοῦ κόσμου, τὸν δὲ πατέρα ἐν τῷ υἱῷ εἶναι, ὡς παρεθέμεθα, τὰ ῥητὰ δεῖ νοῆσαι, ἢ ὁ προηγου μένως περιζωσάμενος πᾶσαν τὴν κτίσιν παρὰ τὸ τὸν υἱὸν εἶναι ἐν αὐτῷ ἐχαρίσατο τῷ σωτῆρι, ὡς μετ' αὐτὸν δευτέρῳ καὶ θεῷ λόγῳ τυγχάνοντι, δι' ὅλης ἐφθακέναι τῆς κτίσεως. Καὶ μάλιστα τοῖς δυναμένοις κατανοεῖν τὴν τοῦ τηλικούτου οὐρανοῦ ἀδιάλειπτον κίνησιν, ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς συμπεριάγοντος ἑαυτῷ τὸ τοσοῦτο τῶν ἀστέρων πλῆθος, ἄξιον ἔσται ζητήσεως περὶ τοῦ τίς ἡ ἐνυπάρχουσα δύναμις τοσαύτη καὶ τηλικαύτη τῷ παντὶ κόσμῳ. Ἕτερον γὰρ παρὰ τὸν πατέρα καὶ τὸν υἱὸν ταύτην τολμῆσαι εἰπεῖν μήποτε οὐκ ἔστιν εὐσεβές. Ταῦτα ἐν Βηθαβαρᾷ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων. Ὅτι μὲν σχεδὸν ἐν πᾶσι τοῖς ἀντιγράφοις κεῖται· «Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο» οὐκ ἀγνοοῦμεν, καὶ ἔοικεν τοῦτο καὶ ἔτι πρότερον γεγονέναι· καὶ παρὰ Ἡρακλέωνι γοῦν «Βηθανίαν» ἀνέγνωμεν. Ἐπείσθημεν δὲ μὴ δεῖν «Βηθανίᾳ» ἀναγινώσκειν, ἀλλὰ
Nevertheless, it is worth pausing to consider whether the sayings we have cited must be understood in the sense that the Word and Wisdom have permeated the whole world, and the Father is in the Son, or whether he who in a preeminent manner girded himself with all creation granted this to the Savior, beyond the Son's being in him, so that as second after him and being God the Word, he has reached through the whole creation. And especially for those able to contemplate the unceasing motion of so great a heaven, which carries around with itself so vast a multitude of stars from east to west, it will be a matter worthy of inquiry what is the indwelling power, so great and of such magnitude, in the whole world. For to dare to say that this is other than the Father and the Son is perhaps not pious. These things happened in Bethabara beyond the Jordan, where John was baptizing. That in almost all the copies it stands, "These things happened in Bethany," we are not unaware, and it seems that this too happened even earlier; at any rate, in Heracleon we have read "Bethany." But we have been persuaded that one ought not to read "Bethany," but rather
«Βηθαβαρᾷ», γενόμενοι ἐν τοῖς τόποις ἐπὶ ἱστορίαν τῶν ἰχνῶν Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ τῶν προφητῶν. Βηθανία γάρ, ὡς ὁ αὐτὸς εὐαγγελιστής φησιν, ἡ πατρὶς Λαζάρου καὶ Μάρθας καὶ Μαρίας, ἀπέχει τῶν Ἱεροσολύμων σταδίους δέκα πέντε· ἧς πόρρω ἐστὶν ὁ Ἰορδάνης ποταμὸς ὡς ἀπὸ σταδίων πλατεῖ λόγῳ ἑκατὸν ὀγδοήκοντα. Ἀλλ' οὐδὲ ὁμώνυμος τῇ Βηθανίᾳ τόπος ἐστὶν περὶ τὸν Ἰορδάνην· δείκνυσθαι δὲ λέγουσι παρὰ τῇ ὄχθῃ τοῦ Ἰορδάνου τὰ Βηθαβαρᾶ, ἔνθα ἱστοροῦσιν τὸν Ἰωάννην βεβαπτικέναι. Ἔστιν τε ἡ ἑρμηνεία τοῦ ὀνόματος ἀκόλουθος τῷ βαπτίσματι τοῦ ἑτοιμάζοντος κυρίῳ λαὸν κατεσκευασμένον· μεταλαμβάνεται γὰρ εἰς «οἶκον κατασκευῆς», ἡ δὲ Βηθανία εἰς «οἶκον ὑπακοῆς». Ποῦ γὰρ ἀλλαχόσε ἐχρῆν βαπτίζειν τὸν ἀποσταλέντα ἄγγελον πρὸ προσώπου τοῦ Χριστοῦ, κατασκευάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ, ἢ εἰς τὸν «τῆς κατασκευῆς οἶκον»; Ποία δὲ οἰκειοτέρα πατρὶς τῇ τὴν ἀγαθὴν μερίδα ἐκλεξαμένῃ μὴ ἀφαιρουμένην αὐτῆς Μαριὰμ καὶ τῇ περισπωμένῃ διὰ τὴν Ἰησοῦ ὑποδοχὴν Μάρθᾳ καὶ τῷ τούτων ἀδελφῷ φίλῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένῳ Λαζάρῳ, ἢ Βηθανία «ὁ τῆς ὑπακοῆς οἶκος»; Οὐ καταφρονητέον οὖν τῆς περὶ τὰ ὀνόματα ἀκριβείας τῷ ἀπαραλείπτως βουλομένῳ συνεῖναι τὰ ἅγια γράμματα. Τὸ μέντοι γε ἡμαρτῆσθαι ἐν τοῖς Ἑλληνικοῖς ἀντιγράφοις τὰ περὶ τῶν ὀνομάτων πολλαχοῦ καὶ ἀπὸ τούτων ἄν τις πεισθείη ἐν τοῖς εὐαγγελίοις. Ἡ περὶ τοὺς ὑπὸ τῶν δαιμονίων κατακρημνιζομένους καὶ ἐν τῇ θαλάσσῃ συμπνιγομένους χοίρους οἰκονομία ἀναγέγραπται γεγονέναι ἐν τῇ χώρᾳ τῶν Γερασηνῶν.
"Bethabara," having come to be in the places for the historical investigation of the traces of Jesus and of his disciples and of the prophets. For Bethany, as the same evangelist says, the homeland of Lazarus and Martha and Mary, is fifteen stadia from Jerusalem; from which the river Jordan is far, roughly speaking, about one hundred and eighty stadia. But there is not even a place of the same name as Bethany around the Jordan; but they say that Bethabara is pointed out by the bank of the Jordan, where they record that John baptized. And the interpretation of the name is consistent with the baptism of the one preparing for the Lord a people made ready; for it is translated as "house of preparation," while Bethany is translated as "house of obedience." For where else ought the angel sent before the face of Christ to baptize, to prepare his way before him, than in the "house of preparation"? And what homeland is more fitting for Mary, who chose the good portion that would not be taken away from her, and for Martha, who was distracted by receiving Jesus, and for their brother Lazarus, who was called a friend by the Savior, than Bethany, "the house of obedience"? Therefore, one must not despise exactness concerning names, if one wishes to understand the sacred writings without omission. However, that the matters concerning names have been corrupted in the Greek copies in many places, one might also be persuaded from these things in the Gospels. The arrangement concerning the pigs driven down by the demons and choked in the sea has been recorded as having happened in the region of the Gerasenes.
Γέρασα δὲ τῆς Ἀραβίας ἐστὶν πόλις, οὔτε θάλασσαν οὔτε λίμνην πλησίον ἔχουσα, καὶ οὐκ ἂν οὕτως προφανὲς ψεῦδος καὶ εὐέλεγκτον οἱ εὐαγγελισταὶ εἰρήκει σαν, ἄνδρες ἐπιμελῶς γινώσκοντες τὰ περὶ τὴν Ἰουδαίαν. Ἐπεὶ δὲ ἐν ὀλίγοις εὕρομεν· «Εἰς τὴν χώραν τῶν Γαδαρηνῶν» καὶ πρὸς τοῦτο λεκτέον. Γάδαρα γὰρ πόλις μέν ἐστιν τῆς Ἰουδαίας, περὶ ἣν τὰ διαβόητα θερμὰ τυγχάνει, λίμνη δὲ κρημνοῖς παρακειμένη οὐδαμῶς ἐστιν ἐν αὐτῇ ἢ θάλασσα. Ἀλλὰ Γέργεσα, ἀφ' ἧς οἱ Γεργεσαῖοι, πόλις ἀρχαία περὶ τὴν νῦν καλουμένην Τιβερίαδα λίμνην, περὶ ἣν κρημνὸς παρα κείμενος τῇ λίμνῃ, ἀφ' οὗ δείκνυται τοὺς χοίρους ὑπὸ τῶν δαιμόνων καταβεβλῆσθαι. Ἑρμηνεύεται δὲ ἡ Γέργεσα «παροικία ἐκβεβληκότων», ἐπώνυμος οὖσα τάχα προφη τικῶς οὗ περὶ τὸν σωτῆρα πεποιήκασιν παρακαλέσαντες αὐτὸν μεταβῆναι ἐκ τῶν ὁρίων αὐτῶν οἱ τῶν χοίρων πολῖται. Τὸ δ' ὅμοιον περὶ τὰ ὀνόματα σφάλμα πολλαχοῦ τοῦ νόμου καὶ τῶν προφητῶν ἔστιν ἰδεῖν, ὡς ἠκριβώσαμεν ἀπὸ Ἑβραίων μαθόντες, καὶ τοῖς ἀντιγράφοις αὐτῶν τὰ ἡμέτερα συγκρίναντες, μαρτυρηθεῖσιν ὑπὸ τῶν μηδέπω διαστραφεισῶν ἐκδόσεων Ἀκύλου καὶ Θεοδοτίωνος καὶ Συμμάχου. Ὀλίγα τοίνυν παραθησόμεθα ὑπὲρ τοῦ τοὺς φιλομαθεῖς ἐπιστρεφεστέρους γενέσθαι περὶ ταῦτα· εἷς τῶν υἱῶν Λευῒ ὁ πρῶτος † Γεσὼν ἐν τοῖς πλείστοις τῶν ἀντιγράφων ὠνόμασται ἀντὶ τοῦ Γηρσών, ὁμώνυμος τυγχάνων τῷ πρωτοτόκῳ Μωσέως, ἑκατέρων διὰ τὴν παροικίαν ἐν γῇ ἀλλοτρίᾳ γεννη θέντων τοῦ ὀνόματος ἑτοίμως κειμένου. Πάλιν τῷ Ἰούδᾳ παρ' ἡμῖν μὲν ὁ δεύτερος Αὐνὰν εἶναι λέγεται, παρὰ δὲ Ἑβραίοις Ὠνάν, ὅ ἐστι «πόνος αὐτῶν».
Gerasa is a city of Arabia, having neither sea nor lake nearby, and the evangelists, men who carefully knew the affairs of Judea, would not have stated such an obviously false and easily refuted thing. But since we have found in a few copies, "into the region of the Gadarenes," we must also speak to this. For Gadara is a city of Judea, near which the famous hot springs are, but there is no lake lying beside cliffs in it, nor sea. But Gergesa, from which the Gergesenes come, is an ancient city near the lake now called Tiberias, near which there is a cliff lying beside the lake, from which it is shown that the pigs were cast down by the demons. And Gergesa is interpreted as "sojourning of those who have been cast out," being perhaps prophetically named after what the citizens of the pigs did concerning the Savior, when they asked him to depart from their borders. The same kind of error concerning names can be seen in many places of the law and the prophets, as we have ascertained from learning from the Hebrews and comparing our copies with theirs, which have been attested by the not-yet-corrupted editions of Aquila and Theodotion and Symmachus. We shall therefore set down a few things so that those who love learning may become more attentive to these matters: one of the sons of Levi, the first, is named Geson in most copies instead of Gershon, being homonymous with the firstborn of Moses, the name being readily applied because both were born through sojourning in a foreign land. Again, the second son of Judah is said among us to be Aunan, but among the Hebrews Onan, which is "their toil."
Πρὸς τούτοις ἐν ταῖς ἀπάρσεσιν τῶν υἱῶν Ἰσραὴλ ἐν τοῖς Ἀριθμοῖς εὕρομεν ὅτι «Ἀπῄραν ἐκ Σοχὼθ καὶ παρενέβαλον εἰς Βουθάν»· τὸ δὲ Ἑβραϊκὸν ἀντὶ Βουθὰν † «Αἰμὰν» λέγει. Καὶ τί με δεῖ διατρίβοντα πλείονα παρατίθεσθαι, παρόντος τῷ βουλομένῳ τοῦ ἐξετάζειν καὶ γινώσκειν τὰ κατὰ τὰ ὀνόματα ἀληθῆ; Μάλιστα δὲ ὑποπτευτέον τοὺς τόπους τῶν γραφῶν, ἔνθα κατάλογός ἐστιν ἅμα ὀνομάτων πλειόνων, ὡς ἐν τῷ Ἰησοῦ τὰ περὶ τῆς κληροδοσίας, καὶ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ἀρχῆθεν ἑξῆς μέχρι τῶν ἐγγύς που περὶ τὸν Ἀνάν· ὁμοίως δὲ καὶ ἐν τῷ Ἔσδρα. Καὶ οὐ καταφρονητέον τῶν ὀνομάτων, πραγμάτων σημαινομένων ἀπ' αὐτῶν χρησίμων τῇ τῶν τόπων ἑρμηνείᾳ. Οὐκ εὔκαιρον δὲ νῦν
τὸν περὶ τῆς θεωρίας τῶν ὀνομάτων ἐξετάσαι λόγον, ἀφέμενον τῶν προκειμένων. Ἴδωμεν τοίνυν τὰ τῆς εὐαγγελικῆς λέξεως. Ἰορδάνης μὲν ἑρμηνεύεται «κατάβασις αὐτῶν». Τούτῳ δέ, ἵν' οὕτως εἴπω, γειτνιᾷ τὸ ὄνομα τοῦ Ἰαρέδ, ὃ καὶ αὐτὸ ἑρμηνεύεται «καταβαίνων», ἐπειδήπερ γεγένηται τῷ Μαλελεήλ, ὡς ἐν τῷ Ἑνὼχ γέγραπται, εἴ τῳ φίλον παραδέχεσθαι ὡς ἅγιον τὸ βιβλίον, ταῖς ἡμέραις τῆς τῶν υἱῶν τοῦ θεοῦ καταβάσεως ἐπὶ τὰς θυγατέρας τῶν ἀνθρώπων· ἥντινα κατάβασιν αἰνίσσεσθαί τινες ὑπειλήφασιν τὴν τῶν ψυχῶν κάθοδον ἐπὶ τὰ σώματα, «θυγατέρας ἀνθρώπων» τροπικώτερον τὸ γήϊνον σκῆνος λέγεσθαι ὑπειληφότες.
In addition, in the departures of the sons of Israel in Numbers we find that "they departed from Succoth and encamped at Buthan"; but the Hebrew says "Aiman" instead of Buthan. And why must I spend time setting out more, when it is open to anyone who wishes to examine and know the truths concerning the names? Especially suspect are those places of the Scriptures where there is at the same time a list of many names, as in Joshua the matters concerning the inheritance, and in the first of Chronicles from the beginning in order up to those somewhere near Anan; and likewise also in Ezra. And one must not despise the names, since useful things are signified by them for the interpretation of the places. But it is not opportune now
to examine the account concerning the contemplation of names, having set aside the matters at hand. Let us see, then, the words of the Gospel. "Jordan" is interpreted as "their descent." And to this, so to speak, is neighboring the name of Jared, which itself is also interpreted as "descending," since it came to Maleleel, as it is written in Enoch, if anyone is pleased to accept that book as holy, in the days of the descent of the sons of God upon the daughters of men; which descent some have supposed to hint at the descent of souls upon bodies, having supposed that "daughters of men" is said more figuratively of the earthly tabernacle.
Εἰ δὲ τοῦθ' οὕτως ἔχει, τίς ἂν εἴη ποταμὸς «κατάβασις αὐτῶν», ἐφ' ὃν ἐρχόμενον καθαίρεσθαι δεῖ οὐκ ἰδίαν κατάβασιν κατα βεβηκότα, ἀλλὰ τὴν τῶν ἀνθρώπων, ἢ ὁ σωτὴρ ἡμῶν διορίζων τοὺς ὑπὸ Μωσέως κληροδοτουμένους ἀπὸ τῶν διὰ Ἰησοῦ τὰς οἰκείους ἀπολαμβανόντων μερίδας; Τούτου δὴ τοῦ καταβεβηκότος ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν, ὡς ἐν ψαλμοῖς εὕρομεν, τὴν πόλιν τοῦ θεοῦ, οὐ τὴν αἰσθητὴν Ἱερουσαλήμ–οὐ γὰρ ἔχει παρακείμενον ποταμόν–, ἀλλὰ τὴν ἄμωμον τοῦ θεοῦ ἐκκλησίαν, οἰκοδομουμένην «ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφη τῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ» τοῦ κυρίου ἡμῶν. Ἰορδάνην μέντοι γε νοητέον τὸν τοῦ θεοῦ λόγον τὸν γενόμενον σάρκα καὶ σκηνώσαντα ἐν ἡμῖν, Ἰησοῦν δὲ τὸν κληροδοτήσαντα ὃ ἀνείληφεν ἀνθρώπινον, ὅπερ ἐστὶν καὶ ἀκρογωνιαῖος λίθος, ὃς καὶ αὐτὸς ἐν τῇ θεότητι τοῦ υἱοῦ τοῦ θεοῦ γενόμενος τῷ ἀνειλῆφθαι ὑπ' αὐτοῦ λούεται, καὶ τότε χωρεῖ τὴν ἀκέραιον καὶ ἄδολον περιστερὰν τοῦ πνεύματος, συνδεδεμένην αὐτῷ καὶ μηκέτι ἀποπτῆναι δυναμένην· «Ἐφ' ὅν, γάρ φησιν, ἐὰν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ», διὰ τοῦτο λαβὼν τὸ πνεῦμα μένον ἐπ' αὐτόν, ἵν' ἐν αὐτῷ μείναντι βαπτί ζειν τοὺς ἐρχομένους αὐτῷ δυνηθῇ. Πέραν δὲ τοῦ Ἰορδάνου, κατὰ τὰ ἔξω τῆς Ἰουδαίας νεύοντα κλίματα ἐν τῇ Βηθαβαρᾷ, βαπτίζει ὁ Ἰωάννης, πρόδρομος ὢν τοῦ ἐληλυθότος καλέσαι οὐ «δικαίους ἀλλὰ ἁμαρτωλούς», διδάσκοντος μὴ χρείαν ἔχειν τοὺς ἰσχύοντας ἰατρῶν ἀλλὰ τοὺς κακῶς ἔχοντας· καὶ γὰρ «εἰς ἄφεσιν ἁμαρ τιῶν» τὸ λουτρὸν δίδοται.
If this is so, what would be their "descent," the river to which one must come to be cleansed—not one who has gone down by his own descent, but the descent of men—unless it is our Savior, who separates those who receive their inheritance through Moses from those who receive their own portions through Jesus? The streams of this river that has descended gladden, as we find in the Psalms, the city of God—not the perceptible Jerusalem (for it has no river lying beside it), but the blameless church of God, built "upon the foundation of the apostles and prophets, with Christ Jesus himself as the cornerstone," our Lord. By the Jordan, however, one must understand the Word of God who became flesh and dwelt among us; and by Jesus, the one who gave as inheritance the human nature he had taken up, which is also the cornerstone, who himself, having come to be in the divinity of the Son of God through being taken up by him, is washed, and then receives the pure and guileless dove of the Spirit, bound to him and no longer able to fly away. "For upon whom," he says, "you see the Spirit descending and remaining on him, this is the one who baptizes in the Holy Spirit"—for this reason he received the Spirit remaining on him, so that, with the Spirit remaining in him, he might be able to baptize those who come to him. And beyond the Jordan, toward the regions facing the outer parts of Judea, at Bethabara, John baptizes, being the forerunner of the one who came to call not "the righteous but sinners," who teaches that those who are strong have no need of physicians, but those who are sick; for the bath is given "for the forgiveness of sins."
Εἰκὸς δέ τινα τὰς διαφόρους ἐπινοίας τοῦ σωτῆρος μὴ νενοηκότα προσκόψειν τῇ ἀποδοθείσῃ περὶ τοῦ Ἰορδάνου ἑρμηνείᾳ, διὰ τὸ λέγειν τὸν Ἰωάννην· «Ἐγὼβαπτίζω ἐν ὕδατι, ὁ δὲ ἐρχόμενος μετ' ἐμὲ ἰσχυρότερός μού ἐστιν, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ.» Πρὸς ὃν λεκτέον ὅτι ὥσπερ ποτὸν τυγχάνων ὁ τοῦ θεοῦ λόγος οἷς μέν ἐστιν ὕδωρ, ἑτέροις δὲ οἶνος εὐφραίνων καρδίαν ἀνθρώ που, ἄλλοις δὲ αἷμα διὰ τὸ «Ἐὰν μὴ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς»· ἀλλὰ καὶ τροφὴ λεγόμενος οὐ κατὰ τὸ αὐτὸ νοεῖται ἄρτος ζῶν καὶ σάρξ· οὕτως ὁ αὐτός ἐστιν βάπτισμα ὕδατος καὶ πνεύματος καὶ πυρός, τισὶν δὲ καὶ αἵματος. Περὶ δὲ τοῦ τελευταίου βαπτίσματος, ὥς τινές φασιν, φησὶν ἐν τῷ «Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.» Τούτῳ τε συμφώνως ἐν τῇ ἐπιστολῇ ὁ μαθητὴς Ἰωάννης τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα ἀνέγραψεν τὰ τρία εἰς ἓν γινόμενα. Καὶ ὁδὸς δέ που καὶ θύρα εἶναι ὁμολογῶν, σαφής ἐστιν μηδέπω τυγχάνων θύρα ᾧ ἔτι ὁδός ἐστιν, καὶ μηκέτι ὁδὸς ᾧ ἤδη θύρα. Πάντες οὖν οἱ στοιχειούμενοι τῇ ἀρχῇ τῶν λογίων τοῦ θεοῦ, τῇ φωνῇ τοῦ ἐν τῇ ἐρήμῳ βοῶντος· «Εὐθύνατε τὴν ὁδὸν κυρίου» προσιόντες, πέραν τοῦ Ἰορδάνου τυγχανούσῃ παρὰ τῷ «οἴκῳ τῆς κατασκευῆς», εὐτρεπιζέσθωσαν πρὸς τὸ δυνηθῆναι διὰ τῆς προετοιμασίας χωρῆσαι τὸν πνευματικὸν λόγον ἐγγινόμενον διὰ τοῦ φωτισμοῦ τοῦ πνεύματος. Ἐχομένως δὴ τοῦ προκειμένου τὰ περὶ τοῦ Ἰορδάνου συνάγοντες ἀκριβέστερον τὸν ποταμὸν νοήσομεν.
It is likely that someone who has not understood the various conceptions of the Savior will take offense at the interpretation given concerning the Jordan, because John says: "I baptize in water, but the one coming after me is stronger than I; he will baptize you in the Holy Spirit." To this one must say that just as the word of God, being a drink, is water for some, but wine that gladdens the heart of man for others, and blood for others because of "Unless you drink my blood, you have no life in yourselves"—and indeed, being called food, it is not understood in the same way as living bread and flesh—so the same one is a baptism of water and of the Spirit and of fire, and for some also of blood. Concerning the last baptism, as some say, he speaks in the passage "But I have a baptism to be baptized with, and how I am constrained until it is accomplished." And in agreement with this, in his epistle the disciple John recorded the Spirit and the water and the blood, the three becoming one. And somewhere, confessing to be both a way and a door, he is clearly not yet a door for the one to whom he is still a way, and no longer a way for the one to whom he is already a door. All, then, who are being instructed in the beginning of the oracles of God, approaching through the voice of one crying in the wilderness, "Make straight the way of the Lord," which is beyond the Jordan, beside the "house of preparation," let them be made ready to be able, through their preparation, to receive the spiritual word that comes to be through the illumination of the Spirit. Keeping close, then, to what lies before us, gathering the matters concerning the Jordan more precisely, we shall understand the river.
Ὁ θεὸς τοίνυν διὰ Μωσέως διαβιβάζει τὸν λαὸν τὴν ἐρυθρὰν θάλασ σαν, αὐτὸ τὸ ὕδωρ αὐτοῖς ποιήσας τεῖχος ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, διὰ δὲ τοῦ Ἰησοῦ τὸν Ἰορδάνην.
Ἐντυχὼν δὲ τῇ γραφῇ ὁ Παῦλος, οὐκέτι κατὰ τὴν σάρκα στρατευόμενος αὐτῆς–ᾔδει γὰρ ὅτι «ὁ νόμος πνευματικός ἐστιν»–, πνευματικῶς διδάσκει ἡμᾶς ἐξει ληφέναι τὰ τῆς κατὰ τὴν ἐρυθρὰν θάλασσαν διόδου λέγων ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ· «Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ πέτρα δὲ ἦν ὁ Χριστός.» Οἷς ἀκολούθως καὶ ἡμεῖς αἰτήσωμεν λαβεῖν ἀπὸ τοῦ θεοῦ τὸ νοῆσαι πνευματικῶς τὴν διὰ Ἰησοῦ δίοδον τοῦ Ἰορδάνου, λέγοντες ὅτι εἶπεν ἂν καὶ περὶ ταύτης ὁ Παῦλος· «Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες διὰ τοῦ Ἰορδάνου διῆλθον, καὶ πάντες εἰς τὸν Ἰησοῦν ἐβαπτίσαντο ἐν τῷ πνεύματι καὶ τῷ ποταμῷ.» Τύπος δὲ ὁ διαδεξάμενος ἦν Μωσῆν Ἰησοῦς τοῦ διαδεξαμένου τὴν διὰ τοῦ νόμου οἰκονομίαν τῷ εὐαγγελικῷ κηρύγματι Ἰησοῦ τοῦ Χριστοῦ. Διόπερ εἰ καὶ πάντες ἐκεῖνοι εἰς Μωσῆν βαπτίζονται ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, πικρὸν μέν τι ἔχει καὶ ἁλμυρὸν τὸ ἐκείνων βάπτισμα, ἔτι φοβουμένων τοὺς ἐχθροὺς αὐτῶν, καὶ ἀναβοώντων πρὸς τὸν κύριον καὶ τῷ Μωσῇ λεγόντων· «Παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ·
God, then, through Moses brings the people across the Red Sea, making the water itself a wall for them on the right and on the left, and through Jesus across the Jordan.
But Paul, having encountered the Scripture and no longer waging war according to its flesh—for he knew that "the law is spiritual"—teaches us spiritually that we have received the things of the passage through the Red Sea, saying in the first letter to the Corinthians: "For I do not want you to be ignorant, brothers, that all our fathers were under the cloud and all passed through the sea, and all were baptized into Moses in the cloud and in the sea, and all ate the same spiritual food and all drank the same spiritual drink; for they drank from the spiritual rock that followed them, and the rock was Christ." Following these things, let us also ask to receive from God the understanding, in a spiritual way, of the passage through the Jordan that is through Jesus, saying that Paul would have spoken also concerning this: "I do not want you to be ignorant, brothers, that all our fathers passed through the Jordan, and all were baptized into Jesus in the spirit and in the river." And the type that succeeded Moses was Joshua, who succeeded the dispensation through the law with the gospel preaching of Jesus the Christ. Therefore, even if all those were baptized into Moses in the cloud and in the sea, their baptism has something bitter and salty, since they were still afraid of their enemies, and cried out to the Lord and said to Moses: "Because there were no graves in Egypt, have you brought us out to kill us in the wilderness?"
τί τοῦτο ἐποίησας ἡμῖν, ἐξαγαγὼν ἐξ Αἰγύπτου;» Τὸ δὲ εἰς Ἰησοῦν βάπτισμα ἐν τῷ ἀληθῶς γλυκεῖ καὶ ποτίμῳ ποταμῷ πολλὰ ἔχει παρ' ἐκεῖνο ἐξαίρετα, ἤδη τρανουμένης καὶ πρέπουσαν τάξιν λαμβανούσης τῆς θεοσεβείας. Κιβωτὸς γὰρ τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ ἱερεῖς καὶ λευῖται προπορεύονται, τοῦ λαοῦ ἑπομένου τοῖς θεραπευ ταῖς τοῦ θεοῦ, κἀκείνου δὲ τοῖς χωροῦσιν τὴν περὶ ἁγνείας ἐντολήν. Ἰησοὺς δὲ λέγει τῷ λαῷ· «Ἁγνίσασθε εἰς τὴν αὔριον, ποιήσει ἐν ἡμῖν κύριος θαυμάσια.» Καὶ τοῖς ἱερεῦσι μετὰ τῆς κιβωτοῦ τῆς διαθήκης κελεύει προπορεύεσθαι ἔμπροσθεν τοῦ λαοῦ, ὅτε καὶ τὸ μυστήριον τῆς τοῦ πατρὸς πρὸς τὸν υἱὸν οἰκονομίας ἐμφαίνεται, ὑπερυψούμενον ὑπ' αὐτοῦ διδόντος χάρισμα «ἵν' ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». Διὰ γὰρ τούτων δηλοῦται ἐν τῷ Ἰησοῦ ἀναγεγραμμένων ταῦτα· «Καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν· Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρξομαι ὑψῶσαί σε κατενώπιον τῶν υἱῶν Ἰσραήλ.» Καὶ ἀκουστέον τοῦ κυρίου ἡμῶν Ἰησοῦ λέγοντος τοῖς υἱοῖς Ἰσραήλ· «Προσαγάγετε ὧδε καὶ ἀκούσετε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν· ἐν τούτῳ γνώσεσθε, ὅτι θεὸς ζῶν ἐν ὑμῖν ἐστιν.» Ἐν γὰρ τῷ βαπτίσασθαι εἰς Ἰησοῦν γνωσόμεθα ὅτι θεὸς ζῶν ἐν ἡμῖν ἐστιν. Κἀκεῖ μὲν τὸ πάσχα ποιήσαντες ἐν Αἰγύπτῳ ἀρχὴν τῆς ἐξόδου ποιοῦνται·
What is this you have done to us, leading us out of Egypt? But baptism into Jesus, in the truly sweet and fresh river, has many excellences beyond that, since true religion is now being made clear and taking on its proper order. For the ark of the covenant of the Lord our God, and the priests and Levites, go before, with the people following the servants of God, and that one following those who receive the commandment concerning purity. And Joshua says to the people: "Sanctify yourselves for tomorrow, and the Lord will do wonders among us." And he commands the priests with the ark of the covenant to go before the people, when also the mystery of the Father's economy toward the Son is made manifest, being highly exalted by him who gives the gift "that at the name of Jesus every knee should bow, of things in heaven and on earth and under the earth, and every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father." For through these things it is made clear in what is written in the book of Joshua: "And the Lord said to Joshua: On this day I will begin to exalt you before the sons of Israel." And we must hear our Lord Jesus saying to the sons of Israel: "Draw near here and hear the word of the Lord our God; by this you shall know that the living God is among you." For by being baptized into Jesus we shall know that the living God is among us. And there, having kept the Passover in Egypt, they make the beginning of the Exodus.
παρὰ δὲ τῷ Ἰησοῦ μετὰ τὴν δίοδον τοῦ Ἰορδάνου, τῇ δεκάτῃ τοῦ πρώτου μηνὸς κατεστρατοπέδευσαν ἐν Γαλγάλοις, ὅτε πρῶτον ἔδει † λαβόντα τὸ πρόβατον ἐπονομάσαι τοὺς εὐωχηθησομένους μετὰ τὸ Ἰησοῦ βάπτισμα. Καὶ τῇ ἀκροτόμῳ πέτρᾳ ὑπὸ Ἰησοῦ οἱ υἱοὶ Ἰσραήλ, ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου, περιτέμνονται· τὸν δὲ ὀνειδισμὸν τῆς Αἰγύπτου ἀφελεῖν κύριος ὁμολογεῖ τῇ ἡμέρᾳ τοῦ εἰς Ἰησοῦν βαπτίσματος, ὅτε Ἰησοῦς περιεκάθαιρεν τοὺς υἱοὺς Ἰσραήλ. Γέγραπται γάρ· «Καὶ εἶπεν κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ· Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμῶν.» Τότε ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός, πολλῷ τοῦ ἐν Αἰγύπτῳ ἱλαρώτερον, ὅτε καὶ ἔφαγον ἀπὸ τοῦ σίτου τῆς ἁγίας γῆς ἄζυμα καὶ νέα, τροφὴν τοῦ μάννα κρείττονα. Οὐ γὰρ ὅτε τὴν κατ' ἐπαγγελίαν γῆν ἀπειλήφασιν τοῖς ἐλάττοσιν αὐτοὺς ἑστιᾷ θεός, οὐδὲ διὰ τοῦ τηλικούτου Ἰησοῦ ὑποδεεστέρου ἄρτου τυγχάνουσιν. Τοῦτ' ἔσται σαφὲς τῷ τὴν ἀληθῆ ἁγίαν νοήσαντι γῆν καὶ τὴν ἄνω Ἱερουσαλήμ. Διὰ τοῦτο καὶ ἐν τῷ αὐτῷ εὐαγγελίῳ κεῖται· «Οἱ πατέρες ἐν τῇ
But with Jesus, after the crossing of the Jordan, on the tenth day of the first month, they encamped at Gilgal, when it was first necessary that the one who had taken the lamb should name those who were to feast after the baptism of Jesus. And by the rock cut in the mountain, by Jesus, the sons of Israel, as many of those who had come out of Egypt as were ever uncircumcised, are circumcised; and the Lord acknowledges that he removes the reproach of Egypt on the day of baptism into Jesus, when Jesus was cleansing the sons of Israel. For it is written: "And the Lord said to Joshua the son of Nun: In this day I have removed the reproach of Egypt from you." Then the sons of Israel kept the Passover on the fourteenth day of the month, far more joyfully than in Egypt, when they also ate unleavened cakes and new grain from the holy land, food better than the manna. For God does not feast them on lesser things when they have received the land according to the promise, nor do they obtain bread inferior through so great a Jesus. This will be clear to one who has understood the true holy land and the Jerusalem above. For this reason it is also written in the same Gospel: "The fathers in the
ἐρήμῳ ἔφαγον τὸ μάννα καὶ ἀπέθανον. Ὁ φαγὼν τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.» Τὸ μὲν γὰρ μάννα, εἰ καὶ ἀπὸ τοῦ θεοῦ διδόμενος, ἄρτος ἦν προκοπῆς, ἄρτος τοῖς ἔτι παιδαγωγουμένοις χορηγούμενος, ἄρτος τοῖς ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἁρμονιώτατος. Ὁ δὲ ἐν τῇ ἁγίᾳ γῇ νέος ἀπὸ τοῦ σίτου τῆς γῆς Ἰησοῦ προξενοῦντος θεριζόμενος, ἄλλων μὲν κεκμηκότων, τῶν δὲ μαθητῶν αὐτοῦ θεριζόντων, ἄρτος ἦν ἐκείνου ζωτικώτερος, τοῖς τὴν πατρῴαν κληρονομίαν διὰ τὴν τελειότητα ἤδη ἀπολαβεῖν δυναμένοις ἀποδιδόμενος. Διόπερ ὁ μὲν ἐκείνῳ ἔτι παιδευόμενος τῷ ἄρτῳ † τὸ λόγῳ θάνατον δέξασθαι δύναται, ὁ δὲ φθάσας ἐπὶ τὸν μετ' ἐκεῖνον ἄρτον φαγὼν αὐτὸν ζήσεται εἰς τὸν αἰῶνα. Ταῦτα δὲ πάντα οὐκ ἀκαίρως οἶμαι παρατεθεῖσθαι, τοῦ παρὰ τῷ Ἰορδάνῃ βαπτίσματος, ἐν Βηθαβαρᾷ ὑπὸ Ἰωάννου γινομένου, ἐξεταζομένου. Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι μέλλων ἀναλαμβάνεσθαι Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν, λαβὼν τὴν μηλωτὴν αὐτοῦ καὶ εἰλήσας ἐπάταξεν τὸ ὕδωρ, ὅπερ διῃρέθη ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι, δηλονότι αὐτὸς καὶ ὁ Ἐλισαῖος. Ἐπιτηδειότερος γὰρ πρὸς τὸ ἀναληφθῆναι γεγένηται ἐν τῷ Ἰορδάνῃ βαπτισάμενος, ἐπεὶ τὴν δι' ὕδατος παραδοξοτέραν διάβασιν βάπτισμα, ὡς προπαρεθέμεθα, ὠνόμασεν ὁ Παῦλος. Διὰ τὸν αὐτὸν δὴ τοῦτον Ἰορδάνην χωρεῖ ὃ βεβούληται χάρισμα διὰ Ἠλίου ὁ Ἐλισαῖοςλαβεῖν, εἰπών·
They ate the manna in the wilderness and died. The one who eats this bread will live forever. For the manna, even if it was given by God, was a bread of progress, a bread supplied to those still under instruction, a bread most fitting for those under guardians and stewards. But the new bread from the wheat of the land of Jesus in the holy land, harvested with Jesus providing it—others having labored, but his disciples reaping—was a bread more life-giving than that one, given to those who are already able to receive the ancestral inheritance because of their perfection. Therefore the one still being educated by that bread is able to receive death by the word, but the one who has reached the bread after it and eaten it will live forever. I think all these things have not been set forth inopportunely, since the baptism at the Jordan, performed by John at Bethabara, is being examined. Furthermore, this too must be observed: that Elijah, about to be taken up in a shaking as if into heaven, took his mantle and rolled it up and struck the water, which was divided here and there, and both crossed over, namely he himself and Elisha. For he became more fit to be taken up after being baptized in the Jordan, since Paul called the more wondrous crossing through water a baptism, as we have set forth above. It is for this same Jordan that Elisha obtains the gift he wished to receive through Elijah, saying:
«Γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ' ἐμέ.» Καὶ τάχα διὰ τοῦτο διπλοῦν ἔλαβεν τὸ χάρισμα ἐν πνεύματι Ἠλίου ἐφ' ἑαυτόν, ἐπεὶ δὶς διῆλθεν τὸν Ἰορδάνην, ἅπαξ μὲν μετὰ τοῦ Ἠλίου, δεύτερον δὲ ὅτε λαβὼν τὴν μηλωτὴν τοῦ Ἠλίου ἐπάταξεν τὸ ὕδωρ, καὶ εἶπεν «Ποῦ ὁ Θεὸς Ἠλίου ἀφφώ; Καὶ ἐπάταξεν τὰ ὕδατα καὶ διεῖλεν ἔνθα καὶ ἔνθα.» Ἐὰν δέ τις προσκόπτῃ τῷ «Ἐπάταξεν τὸ ὕδωρ» διὰ τὰ παραδεδομένα ἡμῖν περὶ τοῦ Ἰορδάνου, ὃς τύπος ἦν τοῦ τὴν κατάβασιν ἡμῶν καταβάντος λόγου, λεκτέον ὅτι παρὰ τῷ ἀποστόλῳ σαφῶς ἡ πέτρα Χριστὸς ἦν, ἥτις τῇ ῥάβδῳ δὶς πλήσσεται, ἵνα δυνηθῶσιν πιεῖν ἀπὸ τῆς «πνευ ματικῆς ἀκολουθούσης πέτρας». Ἔστιν οὖν τις καὶ ἀγαπώντων πληγὴ ἐν τῇ ἐπαπορήσει πρὶν μαθεῖν τὸ ζητού μενον τὰ ἐναντία προφερομένων τῷ τοῦ λόγου συμπεράσματι, ὧν ἀπαλλάττων ἡμᾶς ὁ θεὸς ὅπου μὲν διψῶσιν δίδωσιν ποτόν, ὅπου δὲ τὸ ἄβατον ἡμῖν καὶ ἀχώρητον διὰ τὸ βάθος διοδευτὸν τῇ διαιρέσει τοῦ λόγου παρασκευάζει, τῶν πλείστων τῷ διαιρετικῷ λόγῳ ἡμῖν σαφηνιζομένων. Ἔτι δὲ εἰς τὸ παραδέξασθαι τὴν περὶ τοῦ ποτιμωτάτου καὶ χαριστικωτάτου Ἰορδάνου ἑρμηνείαν, χρή σιμον παραθέσθαι τόν τε ἀπὸ τῆς λέπρας καθαριζόμενον Ναιμὰν τὸν Σύρον, καὶ τὰ λεγόμενα περὶ τῶν παρὰ τοῖς πολεμίοις τῆς θεοσεβείας ποταμῶν. Περὶ μὲν οὖν Ναιμὰν γέγραπται ὅτι «Ἦλθεν ἐν ἵππῳ καὶ ἅρματι, καὶ ἔστη ἐπὶ θύραις οἴκου Ἐλισαιέ. Καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς αὐτὸν λέγων·
Let there be, then, a double portion in your spirit upon me." And perhaps for this reason he received a double grace in the spirit of Elijah upon himself, because he crossed the Jordan twice: once with Elijah, and a second time when, taking up Elijah's mantle, he struck the water and said, "Where is the God of Elijah, the aphpho?" And he struck the waters and divided them here and there. But if anyone takes offense at "he struck the water" because of what has been handed down to us concerning the Jordan, which was a type of the Word who descended in our descent, it must be said that with the apostle the rock was clearly Christ, which is struck twice with the rod, so that they might be able to drink from the spiritual rock that followed. There is, then, also a striking of those who love, in their perplexity before they learn what is sought, when they bring forward things contrary to the conclusion of the argument; from which God, delivering us, in one place gives drink to those who thirst, and in another makes passable for us by the division of the Word what is impassable and unmanageable for us because of its depth, since most things are made clear to us by the dividing Word. Moreover, for receiving the interpretation concerning the most drinkable and most gracious Jordan, it is useful to set beside it both Naaman the Syrian, who was cleansed from leprosy, and what is said concerning the rivers among the enemies of piety. For concerning Naaman it is written: "He came with horse and chariot, and stood at the doors of Elisha's house. And Elisha sent an angel to him, saying:
Πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι καὶ καθαρισθήσῃ.» Ὅτε καὶ θυμοῦται Ναιμάν, οὐ νοῶν ὅτι ὁ Ἰορδάνης ἡμῶν ἐστιν ὁ ἀπολύων τοὺς διὰ τὴν λέπραν ἀκαθάρτους τῆς ἀκαθαρσίας καὶ ἰώμενος, οὐχὶ δὲ ὁ προφήτης· προφήτου γὰρ ἔργον πέμψαι ἐπὶ τὸ θεραπεῦον. Μὴ συνιεὶς τοίνυν τὸ τοῦ Ἰορδάνου μέγα μυστήριον ὁ Ναιμάν φησιν· «Ἰδοὺ δὴ ἔλεγον ὅτι πάντως ἐξελεύσεται πρὸς μὲ καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι κυρίου θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν.» Τὸ γὰρ ἐπιθεῖναι τὴν χεῖρα λέπρᾳ καὶ καθαρίσαι μόνου τοῦ κυρίου μου Ἰησοῦ ἔργον ἦν, οὐ μόνον εἰπόντος τῷ μετὰ πίστεως ἀξιώσαντι «Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι» τὸ «Θέλω, καθαρίσθητι»· πρὸς γὰρ τῷ λόγῳ καὶ ἥψατο αὐτοῦ, καὶ ἐκαθαρίσθη ἀπὸ τῆς λέπρας αὐτοῦ. Ἔτι δὴ πλανώμενος ὁ Ναιμὰν καὶ οὐχ ὁρῶν ὅσον ἀπολείπονται οἱ ἕτεροι τοῦ Ἰορδάνου ποταμοὶ πρὸς θεραπείαν τῶν πεπονθότων, ἐπαινεῖ τοὺς τῆς Δαμασκοῦ ποταμούς, Ἀβανὰ καὶ Φαρφά, λέγων· «Οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφά, ποταμοὶ Δαμασκοῦ, ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; Οὐχὶ πορευθεὶς
Go wash seven times in the Jordan, and your flesh will be restored to you and you will be cleansed. It is at this point that Naaman becomes angry, not understanding that it is our Jordan that releases those who are unclean through leprosy from their uncleanness and heals them, and not the prophet; for it is the prophet's work to send them to that which heals. Not understanding, then, the great mystery of the Jordan, Naaman says: "Behold, I said that he would surely come out to me and stand and call upon the name of the Lord his God and put his hand upon the place and gather up the leprosy." For to put his hand upon leprosy and cleanse it was the work of my Lord Jesus alone, who not only said to the one who asked in faith, "If you are willing, you are able to cleanse me," the words "I am willing, be cleansed"; for in addition to the word he also touched him, and he was cleansed of his leprosy. Still wandering in error, then, and not seeing how far the other rivers fall short of the Jordan river for the healing of the afflicted, Naaman praises the rivers of Damascus, Abana and Pharpar, saying: "Are not Abana and Pharpar, the rivers of Damascus, better than all the waters of Israel? Have I not gone
λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι;» Ὥσπερ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὁ πατήρ, οὕτως ἐν ποταμοῖς οὐδεὶς ἀγαθὸς εἰ μὴ ὁ Ἰορδάνης καὶ λέπρας ἀπαλλάξαι δυνάμενος τὸν μετὰ πίστεως τὴν ψυχὴν λουόμενον εἰς τὸν Ἰησοῦν. Οἶμαι δὲ διὰ τοῦτον κλαίειν ἀναγεγράφθαι παρὰ τοῖς Βαβυλῶνος ποταμοῖς καθεζομένους τοὺς μνησθέντας τῆς Σιών· ἄλλων γὰρ ὑδάτων γευσάμενοι μετὰ τὸν ἅγιον Ἰορδάνην οἱ διὰ τὴν κακίαν αἰχμαλωτευθέντες εἰς ὑπόμνησιν καὶ πόθον ἔρχονται τοῦ οἰκείου καὶ σωτηρίου ποταμοῦ. Διόπερ ἐπὶ τῶν ποταμῶν Βαβυλῶνός φασιν· «Ἐκεῖ ἐκαθίσαμεν», δηλονότι διὰ τὸ μὴ δύνασθαι στῆναι, «καὶ ἐκλαύσαμεν». Καὶ ὁ Ἱερεμίας δὲ ἐπιπλήσσει τοῖς θέλουσιν Αἰγύπτιον ὕδωρ πιεῖν καὶ καταλείπουσιν τὸ ἐξ οὐρανοῦ καταβαῖνον καὶ ἐπώνυμον τῆς καταβάσεως τυγχάνον, τὸν Ἰορδάνην, λέγων· «Τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηῶν, καὶ τοῦ πιεῖν ὕδωρ ποταμῶν;» ἢ ὡς τὸ Ἑβραϊκὸν ἔχει «τοῦ πιεῖν ὕδωρ Σιώρ»· περὶ οὗ οὐ νῦν πρόκειται λέγειν. Ὅτι δὲ οὐ περὶ αἰσθητῶν ποταμῶν ὁ προηγούμενος λόγος ἐστὶν τῷ ἐν ταῖς θεοπνεύστοις γραφαῖς λαλοῦντι πνεύματι καὶ ἀπὸ τῶν ἐν τῷ Ἐζεκιὴλ ἐπὶ Φαραώ, βασιλέα Αἰγύπτου, προφητευομένων ἔστιν ἰδεῖν οὕτως ἐχόντων· «Ἰδού, ἐγὼ ἐπὶ σέ, Φαραώ, βασιλεῦ Αἰγύπτου, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, λέγοντα· Ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.
“I will wash myself in them and be cleansed”? For just as no one is good except one, God the Father, so among rivers no one is good except the Jordan, which is also able to rid of leprosy the soul that washes in faith into Jesus. And I think it is on account of this that those who remembered Zion are recorded to have wept as they sat by the rivers of Babylon; for having tasted other waters after the holy Jordan, those taken captive because of wickedness come to remembrance and longing for their own and saving river. Therefore they say concerning the rivers of Babylon: “There we sat down,” evidently because they could not stand, “and we wept.” And Jeremiah also rebukes those who wish to drink Egyptian water and abandon the one that comes down from heaven and bears the name of its descent, the Jordan, saying: “What have you to do with the way of Egypt, to drink the water of Geon, and to drink the water of rivers?” or, as the Hebrew has it, “to drink the water of Shior”; concerning which it is not now our purpose to speak. But that the preceding discourse of the Spirit who speaks in the God-inspired Scriptures is not about perceptible rivers can also be seen from what is prophesied in Ezekiel against Pharaoh, king of Egypt, which reads as follows: “Behold, I am against you, Pharaoh, king of Egypt, the great dragon that lies in the midst of his rivers, saying: The rivers are mine, and I made them.”
Καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ, καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ. Ἐπὶ πρόσωπον τοῦ πεδίου σου πέσῃ καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς.» Ποῖος γὰρ σωματικὸς δράκων ἐν τῷ σωματικῷ τῆς Αἰγύπτου ποταμῷ ὀφθεὶς ἱστόρηταί ποτε; Ἀλλὰ μήποτε χωρίον ἐστὶν τοῦ ἐχθροῦ ἡμῶν δράκοντος ὁ τῆς Αἰγύπτου ποταμὸς μηδὲ παιδίον ἀποκτεῖναι Μωσέα δυνηθείς. Ὥσπερ δὲ δράκων ἐν τῷ Αἰγυπτίῳ ἐστὶν ποταμῷ, οὕτως ὁ θεὸς ἐν τῷ εὐφραίνοντι τὴν πόλιν τοῦ θεοῦ ποταμῷ· ὁ πατὴρ γὰρ ἐν τῷ υἱῷ. Διὰ τοῦτο οἱ γινόμενοι ἐν αὐτῷ ἐπὶ τῷ λούσασθαι, τὸν ὀνειδισμὸν ἀποτίθενται τῆς Αἰγύπτου, καὶ ἐπιτηδειότεροι πρὸς τὸ ἀναλαμβάνεσθαι γίνονται, καὶ ἀπὸ τῆς μιαρωτάτης λέπρας καθαρίζονται, καὶ διπλασιασμὸν χωροῦσιν χαρισμάτων, καὶ ἕτοιμοι πρὸς πνεύματος ἁγίου παραδοχὴν γίνονται, ἄλλῳ ποταμῷ οὐκ ἐφιπταμένης τῆς πνευματικῆς περιστερᾶς. Διόπερ θεοπρεπέστερον νοήσαντες τὸν Ἰορδάνην καὶ τὸ ἐν αὐτῷ λουτρὸν καὶ τὸν Ἰησοῦν ἐν αὐτῷ λουόμενον καὶ τὸν «τῆς κατασκευῆς οἶκον», ὅσον δεόμεθα τῆς τοιαύτης ὠφελείας ἀπὸ τοῦ ποταμοῦ ἀρυσώμεθα. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν.
And I will put hooks in your jaws, and I will fasten the fish of the river to your wings, and I will bring you up out of the midst of your river, and all the fish of your river, and I will cast you down quickly, and all the fish of your river. You shall fall on the face of your plain, and you shall not be gathered, and you shall not be wrapped up. For what bodily dragon is ever recorded as having been seen in the bodily river of Egypt? But perhaps the river of Egypt is a place belonging to our enemy the dragon, who was not even able to kill the child Moses. And just as the dragon is in the Egyptian river, so God is in the river that gladdens the city of God; for the Father is in the Son. For this reason those who are in him for the purpose of washing lay aside the reproach of Egypt, and become more fit to be taken up, and are cleansed from the most foul leprosy, and are capable of a double portion of graces, and become ready for the reception of the Holy Spirit, since the spiritual dove does not fly to any other river. Therefore, having understood the Jordan, and the washing in it, and Jesus being washed in it, and the house of the preparation, in a manner more befitting God, let us draw from the river as much as we need of such benefit. On the next day he sees Jesus coming to him.
Πρότερον ἡ μήτηρ τοῦ Ἰησοῦ ἅμα τῷ συλλαβεῖν αὐτὸν τῇ μητρὶ τοῦ Ἰωάννου καὶ αὐτῇ ἐγκύμονι τυγχανούσῃ ἐπεδήμει, ὅτε ὁ μορφούμενος τῷ μορφουμένῳ ἀκριβέστερον τὴν μόρφωσιν χαρίζεται, σύμμορφον ἐνεργῶν αὐτὸν γενέσθαι τῇ δόξῃ αὐτοῦ, ὥστε διὰ τὸ κοινὸν τῆς μορφῆς Ἰωάννην τε Χριστὸν ὑπονοεῖσθαι τυγχάνειν, καὶ Ἰησοῦν Ἰωάννην ἀναστάντα ἐκ νεκρῶν νομίζεσθαι παρὰ τοῖς μὴ διακρίνουσι τὴν εἰκόνα ἀπὸ τοῦ «κατὰ τὴν εἰκόνα». Νῦν δὲ ὁ Ἰησοῦς μετὰ τὰ προεξετασθέντα μαρτύρια Ἰωάννου περὶ αὐτοῦ αὐτὸς βλέπεται ὑπὸ τοῦ βαπτιστοῦ ἐρχόμενος πρὸς αὐτόν. Παρατηρητέον δὲ ὅτι ἐκεῖ μὲν διὰ τὴν τοῦ Μαρίας ἀσπασμοῦ φωνὴν ἐληλυθυῖαν εἰς τὰ ὦτα τῆς Ἐλισάβετ, σκιρτᾷ τὸ βρέφος Ἰωάννης ἐν τῇ κοιλίᾳ τῆς μητρός, τότε, ὡς ἀπὸ τῆς φωνῆς, λαμβανούσης πνεῦμα ἅγιον· «Ἐγένετο γάρ, φησίν, ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν.» Ἐνθάδε δέ· «Βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἀκοῇ δὲ τῇ περὶ τῶν κρειττόνων πρότερόν τις παιδεύεται καὶ μετὰ ταῦτα αὐτόπτης αὐτῶν γίνεται. Ὅτι
Previously the mother of Jesus, together with the mother of John—who was herself also pregnant—was present when he was conceived, when the one being formed grants the formation more precisely to the one being formed, working in him to become conformed to his glory, so that because of the commonality of form both John was suspected to be the Christ and Jesus was thought by those who do not distinguish the image from the "according to the image" to be John risen from the dead. But now Jesus, after the testimonies of John concerning him that were examined beforehand, is himself seen by the Baptist coming toward him. And it must be observed that there, through the voice of Mary's greeting that came to the ears of Elizabeth, the infant John leaped in his mother's womb, then, as it were from the voice, she received the Holy Spirit; for it says, "It came to pass, when Elizabeth heard the greeting of Mary, that the infant leaped in her womb, and Elizabeth was filled with the Holy Spirit and cried out with a loud voice and said." But here: "John sees Jesus coming toward him, and says, Behold the lamb of God who takes away the sin of the world." And by hearing one is first instructed concerning the better things, and after these things becomes an eyewitness of them. That
μέντοι γε εἰς τὴν μόρφωσιν ὠφέληται ὁ Ἰωάννης ἀπὸ τοῦ ἔτι μορφουμένου, τοῦ κυρίου, γενομένου ἐν τῇ μητρὶ πρὸς τὴν Ἐλισάβετ, τῷ κεκρατηκότι τῶν εἰρημένων περὶ τοῦ φωνὴν μὲν εἶναι τὸν Ἰωάννην, λόγον δὲ τὸν Ἰησοῦν δῆλον ἔσται. Μεγάλη γὰρ φωνὴ γίνεται ἐν τῇ Ἐλισάβετ πληρωθείσῃ πνεύματος ἁγίου διὰ τὸν ἀσπασμὸν τῆς Μαρίας, ὡς αὐτὴ ἡ λέξις παρίστησιν οὕτως ἔχουσα· «Καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ»–δηλονότι ἡ Ἐλισάβετ–»καὶ εἶπεν». Ἡ γὰρ φωνὴ τοῦ ἀσπασμοῦ τῆς Μαρίας γενομένη ἐν τοῖς ὠσὶν τῆς Ἐλισάβετ ἐπλήρωσεν τὸν Ἰωάννην ἑαυτῆς· διόπερ σκιρτᾷ ὁ Ἰωάννης καὶ οἱονεὶ στόμα τοῦ υἱοῦ καὶ προφῆτις ἡ μήτηρ γίνεται ἀναφωνοῦσα κραυγῇ μεγάλῃ καὶ λέγουσα· «Εὐλο γημένη σὺ ἐν γυναιξὶν καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» Ἤδη οὖν δύναται δῆλος ἡμῖν γίνεσθαι καὶ ἡ μετὰ σπουδῆς πορεία τῆς Μαρίας εἰς τὴν ὀρεινὴν καὶ ἡ εἴσοδος εἰς τὸν οἶκον Ζαχαρίου καὶ ὁ ἀσπασμός, ὃν ἀσπάζεται τὴν Ἐλισάβετ· ἵνα γὰρ μεταδῷ ἀφ' ἧς ἔχει ἐξ οὗ συνείληφεν δυνάμεως τῷ Ἰωάννῃ ἔτι ἐν τῇ μήτρᾳ τυγχάνοντι τῆς μητρὸς ἡ Μαριὰμ καὶ αὐτῷ μεταδώσοντι τῇ μητρί, ἀφ' ἧς ἔλαβεν χάριτος προφητικῆς, ταῦτα πάντα γίνεται. Καὶ εὐλογώτατά γε ἐν τῇ ὀρεινῇ αἱ τοιαῦται οἰκονομίαι ἐπιτελοῦνται, οὐδενὸς μεγάλου χωρουμένου ὑπὸ τῶν διὰ τὴν ταπεινότητα «κοιλάδων» κληθησομένων.
Nevertheless, it will be clear from what has been said that John was helped toward his formation by the Lord, who was still being formed, when he came in his mother to Elizabeth—by the fact that John is a voice and Jesus a word. For a great voice comes to be in Elizabeth, who was filled with the Holy Spirit because of Mary's greeting, as the text itself presents it, reading thus: "And she cried out with a loud cry"—clearly Elizabeth—"and said." For the voice of Mary's greeting, coming into Elizabeth's ears, filled John with itself; therefore John leaps, and the mother becomes, as it were, the mouth of the son and a prophetess, crying out with a loud cry and saying: "Blessed are you among women, and blessed is the fruit of your womb." Now, then, the eager journey of Mary to the hill country and her entry into the house of Zacharias and the greeting with which she greets Elizabeth can become clear to us. For it is so that Mary may impart to John, who is still in his mother's womb, from the power she has from him whom she has conceived, and he in turn may impart to his mother from the prophetic grace he has received—for this all these things happen. And most fittingly are such arrangements accomplished in the hill country, since no great thing is contained by those that will be called "valleys" because of their lowliness.
Καὶ ἐνθάδε οὖν μετὰ τὰς Ἰωάννου μαρτυρίας, πρώτην μὲν τὴν ὑπὸ κεκραγότος λεγομένην καὶ θεολογοῦντος, δευτέραν δὲ πρὸς τοὺς ἱερεῖς καὶ λευΐτας τοὺς ἀπὸ Ἱεροσολύμων ὑπὸ Ἰουδαίων ἀπεσταλμένους, καὶ τρίτην τὴν πρὸς τοὺς ἐκ τῶν φαρισαίων πικρότερον ἐρωτήσαντας, Ἰησοῦς ἤδη βλέπεται ὑπὸ τοῦ μαρτυρήσαντος, ἐρχόμενος πρὸς αὐτὸν ἔτι προ κόπτοντα καὶ βελτίονα γινόμενον· ἧς προκοπῆς καὶ βελτιώσεως σύμβολον ἡ ὠνομασμένη αὔριον· οἱονεὶ γὰρ ἐν ἑξῆς φωτισμῷ καὶ δευτέρᾳ ἡμέρᾳ παρὰ τὰ πρότερον ὁ Ἰησοῦς ἔρχεται, οὐ μόνον γινωσκόμενος ὡς μέσος ἑστηκὼς καὶ τῶν οὐκ εἰδότων, ἀλλ' ἤδη καὶ ὁρώμενος ἥκων τῷ ταῦτα πρότερον ἀποφηναμένῳ. Πρώτῃ οὖν ἡμέρᾳ αἱ μαρτυρίαι γίνονται, καὶ δευτέρᾳ Ἰησοῦς πρὸς Ἰωάννην ἔρχεται· τρίτῃ δὲ ἑστὼς ὁ Ἰωάννηςμετὰ δύο μαθητῶν, ἐνιδὼν Ἰησοῦ περιπατοῦντι εἰπὼν τὸ «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ» προτρέπει τοὺς παρόντας ἀκολου θῆσαι τῷ υἱῷ τοῦ θεοῦ. Καὶ τετάρτῃ θελήσας ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν ὁ ἐξελθὼν ζητῆσαι τὸ ἀπολωλὸς «εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι». Τρίτῃ δὲ ἀπὸ τῆς τετάρτης, ἥτις ἐστὶν ἕκτη τῶν ἀρχῆθεν ἡμῖν κατειλεγμένων, ὁ γάμος γίνεται ἐν Κανᾷ τῆς Γαλιλαίας, περὶ οὗ εἰσόμεθα γενόμενοι κατὰ τὸν τόπον. Παρατηρητέον δὲ καὶ τοῦτο, ὅτι ἡ διαφέρουσα Μαρία πρὸς τὴν ὑποδεεστέραν Ἐλισάβετ ἔρχεται καὶ ὁ υἱὸς τοῦ θεοῦ πρὸς τὸν βαπτιστήν, δι' ὧν εἰς τὸ ἄοκνον πρὸς τὸ ὠφελεῖν τοὺς ἥττονας καὶ μετριότητα ὠφελούμεθα. Ἐπεὶ δὲ παρὰ τῷ μαθητῇ Ἰωάννῃ πόθεν πρὸς τὸν βαπτιστὴν ὁ σωτὴρ ἔρχεται οὐ λέγεται, τοῦτο μανθάνομεν ἀπὸ τῶν Ματθαίου γράψαντος·
And here, then, after John's testimonies—the first spoken by him who cried out and discoursed theologically, the second to the priests and Levites sent from Jerusalem by the Jews, and the third to those from the Pharisees who questioned more bitterly—Jesus is now seen by the one who had testified, coming toward him who was still advancing and becoming better; and the symbol of this advancement and improvement is the so-called "next day." For as it were in a successive illumination and a second day, beyond what came before, Jesus comes, not only being known as standing in the midst even of those who did not know him, but now also being seen as coming to the one who had previously declared these things. On the first day, then, the testimonies take place, and on the second Jesus comes to John; and on the third, John standing with two disciples, looking intently at Jesus walking and saying, "Behold the Lamb of God," urges those present to follow the Son of God. And on the fourth, he who went out to seek what was lost, wishing to go forth into Galilee, "finds Philip and says to him, Follow me." And on the third day from the fourth, which is the sixth of those enumerated by us from the beginning, the marriage takes place in Cana of Galilee, about which we shall learn when we come to the passage. And this too must be observed, that the distinguished Mary comes to the lesser Elizabeth, and the Son of God to the Baptist, through which we are benefited in regard to readiness to help the weaker and in moderation. But since in the disciple John it is not said from where the Savior comes to the Baptist, we learn this from what Matthew wrote:
«Τότε παρα γίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ.» Ὁ δὲ Μάρκος καὶ τὸν τόπον τῆς Γαλιλαίας προσέθηκεν εἰπών· «Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.» Λουκᾶς δὲ τὸν μὲν τόπον ἀπεσιώπησεν, ὅθεν Ἰησοῦς ἔρχεται, παραχωρήσας τοῖς εἰρηκόσιν τὸν λόγον, ὅπερ δὲ ἀπ' ἐκείνων οὐ μεμαθήκαμεν αὐτὸς ἡμᾶς διδάσκει, ὡς ἄρα μετὰ τὸ βάπτισμα αὐτῷ προσευχομένῳ ἀνεῴχθη ὁ οὐρανός, καὶ κατέβη τὸ ἅγιον πνεῦμα σωματικῷ εἴδει ὡς περιστερά. Πάλιν τὸ Ἰωάννην διακεκωλυκέναι τὸν κύριον λέγοντα τῷ σωτῆρι· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;» τῷ Ματθαίῳ εἰρηκότι οὐδεὶς προσέθηκεν, ἵνα μὴ ταὐτολογῶσιν. Καὶ τὸ ὑπὸ τοῦ κυρίου δὲ πρὸς αὐτὸν εἰρημένον· «Ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην» μόνος ἀνέγραψεν ὁ Ματθαῖος. Καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Πέντε ζῴων
"Then Jesus comes from Galilee to the Jordan to John, to be baptized by him." But Mark also added the place in Galilee, saying: "And it came to pass in those days that Jesus came from Nazareth of Galilee and was baptized in the Jordan by John." Luke, however, passed over in silence the place from which Jesus comes, yielding to those who had told the account; but what we have not learned from them he himself teaches us—namely, that after the baptism, while he was praying, the heaven was opened, and the Holy Spirit descended in bodily form as a dove. Again, that John had tried to prevent the Lord, saying to the Savior, "I have need to be baptized by you, and do you come to me?"—no one added this to what Matthew had said, lest they repeat themselves. And what was said by the Lord to him, "Permit it now, for thus it is fitting for us to fulfill all righteousness," Matthew alone recorded. And he says: Behold the Lamb of God who takes away the sin of the world. Of five living creatures
προσφερομένων ἐπὶ τὸ θυσιαστήριον, τριῶν μὲν χερσαίων πτηνῶν δὲ δύο, ἄξιόν μοι ζητεῖν φαίνεται τί δήποτε ὑπὸ τοῦ Ἰωάννου ὁ σωτὴρ «ἀμνὸς» λέγεται καὶ οὐδὲν τῶν λοιπῶν, ἀλλὰ καὶ ἐπὶ τῶν χερσαίων καθ' ἕκαστον τριῶν ἡλικιῶν προσαγομένων, ἀπὸ τοῦ γένους τῶν προβάτων τὸν ἀμνὸν ὠνόμασεν· πέντε δὲ ζῷα ταῦτά ἐστιν· μόσχος, πρόβατον, αἴξ, τρυγών, περιστερά. Καὶ τρεῖς ἡλικίαι ἑκάστου τῶν χερσαίων αὗται· μόσχος, βοῦς, μοσχάριον· κριός, ἀμνός, ἀρνίον· τρά γος, αἴξ, ἔριφος· πτηνῶν δέ, περιστερῶν μὲν ζεῦγος νεοσσῶν μόνων, τρυγόνων δὲ ζεῦγος τέλειον. Ζητητέον οὖν τῷ βουλομένῳ ἀκριβῶς τὸν περὶ τῶν θυσιῶν πνευματικὸν καταλαβεῖν λόγον τίνων ἐπουρανίων ὑπο δείγματι καὶ σκιᾷ ταῦτ' ἐγίνετο, καὶ ἕκαστον τῶν ζῴων ἐπὶ τίνι νομοθετεῖ ὁ λόγος θύεσθαι· καὶ ἰδίᾳ συνακτέον τὰ περὶ τοῦ ἀμνοῦ. Ὅτι δὲ ὁ περὶ τῶν θυσιῶν λόγος περί τινων οὐρανίων μυστηρίων νοεῖσθαι ὀφείλει φησί που ὁ ἀπόστολος· «Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρα νίων»· καὶ πάλιν· «Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.» Τὸ δὲ καθ' ἓν δυνη θῆναι τούτων εὑρόντα ἐκλαβεῖν τὴν διὰ Ἰησοῦ Χριστοῦ γεγε νημένην τοῦ πνευματικοῦ νόμου ἀλήθειαν, σφόδρα μεῖζον τυγχάνον τῆς ἀνθρωπίνης φύσεως, οὐδενὸς ἄλλου ἔργον ἢ τοῦ τελείου ἐστίν, τοῦ «διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἔχοντος πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, δυναμένου ἀπὸ διαθέσεως ἀληθευούσης εἰπεῖν·
When these are brought to the altar—three of land animals and two of birds—it seems to me worth inquiring why on earth the Savior is called a "lamb" by John and none of the others, and why, when the three land animals are offered according to each age, he named the lamb from the kind of sheep; and these five animals are: calf, sheep, goat, turtledove, pigeon. And these are the three ages of each of the land animals: calf, ox, young calf; ram, lamb, little lamb; he-goat, she-goat, kid; and of birds, a pair of pigeons of young only, and a pair of turtledoves perfect. Therefore, one who wishes to understand accurately the spiritual account concerning the sacrifices must inquire of what heavenly things these were made as a pattern and shadow, and for what reason the lawgiver ordains each of the animals to be sacrificed; and one must gather separately the things concerning the lamb. And that the account concerning the sacrifices ought to be understood of certain heavenly mysteries, the apostle says somewhere: "Who serve as a pattern and shadow of the heavenly things"; and again: "It is necessary, then, that the patterns of the things in the heavens be cleansed with these, but the heavenly things themselves with better sacrifices than these." But to be able, having found each one of these, to set forth the truth of the spiritual law that came through Jesus Christ—since this is far greater than human nature—is the work of no one else than of the perfect man, of him who "because of habit has his senses trained for the discernment of good and evil," who is able from a disposition that does not lie to say:
«Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις.» Καὶ ἀληθῶς ἐπὶ τούτων ἔστιν εἰπεῖν καὶ τῶν τούτοις παραπλησίων· «Ἣν οὐδεὶς τῶν ἀρχόντων τού του τοῦ αἰῶνος ἔγνωκεν». Πλὴν τὸν ἀμνὸν ἐν ταῖς θυσίαις τοῦ ἐνδελεχισμοῦ εὑρίσκομεν προσφερόμενον. Οὕτω δὲ γέγραπται· «Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ. Τὸν ἀμνὸν τὸν ἕνα ποιή σεις τὸ πρωΐ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν. Καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ τοῦ εἴν· καὶ σπονδὴν τὸ τέταρτον τοῦ εἲν οἴνου τῷ ἀμνῷ τῷ ἑνί. Καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινὸν κατὰ τὴν θυσίαν τὴν πρώτην καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ, ποιήσεις ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ, θυσίαν ἐνδελεχισμοῦ εἰς τὰς γενεὰς ὑμῶν ἐπὶ θύραις τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ ὥστε λαλῆσαί σοι. Καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου.» Ποία δὲ ἑτέρα θυσία δύναται ἐνδελεχισμοῦ εἶναι τῷ λογικῷ νοητὴ ἢ λόγος ἀκμάζων, λόγος «ἀμνὸς» συμβολικῶς καλούμενος ἅμα τῷ φωτίζεσθαι τὴν ψυχὴν καταπεμπό μενος–αὕτη γὰρ ἂν εἴη ἡ ἑωθινὴ τοῦ ἐνδελεχισμοῦ θυσία– καὶ πάλιν ἐπὶ τέλει τῆς τοῦ νοῦ ἐν τοῖς θειοτέροις διατριβῆς ἀναφερόμενος; Οὐ γὰρ ἀεὶ δύναται διαρκεῖν τὸ εἶναι ἐν τοῖς κρείττοσιν, ὅσον κεκλήρωται ἡ ψυχὴ συνεζεῦχθαι τῷ γηίνῳ καὶ βαροῦντι σώματι.
“But we speak wisdom among the perfect.” And truly, of these and those like them it may be said: “Which none of the rulers of this age has known.” Moreover, we find the lamb offered in the sacrifices of the continual burnt offering. And thus it is written: “And these are what you shall do upon the altar: two unblemished year-old lambs each day upon the altar continually, a sacrifice of continual offering. The one lamb you shall offer in the morning, and the second lamb you shall offer in the evening. And a tenth of fine flour mixed with beaten oil, the fourth part of a hin; and a drink offering, the fourth part of a hin of wine, for the one lamb. And the second lamb you shall offer in the evening, according to the first sacrifice and according to its drink offering, you shall make a sweet-smelling aroma, a sacrifice to the Lord, a continual burnt offering throughout your generations at the door of the tent of witness before the Lord, where I will make myself known to you, so as to speak to you. And I will appoint there for the sons of Israel, and I will be sanctified in my glory, and I will sanctify the tent of witness.” But what other intelligible sacrifice of continual offering can there be for the rational soul than the Word flourishing, the Word symbolically called a “lamb,” sent down at the same time as the soul is enlightened—for this would be the morning sacrifice of the continual offering—and again offered up at the end of the mind’s engagement with the more divine things? For it cannot always continue to be among the better things, as long as the soul has been allotted to be yoked to the earthly and burdensome body.
Ἐὰν δέ τις ζητῇ τί ἐν τοῖς μεταξὺ τῆς ἕω καὶ ἑσπέρας ποιήσει ὁ ἅγιος, μεταφερέτω ἀπὸ τῶν κατὰ τὴν λατρείαν τὸν λόγον, ἔπειτα καὶ ἐν τούτοις ἀκολουθείτω. Καὶ γὰρ ἐκεῖ οἱ ἱερεῖς ἀρχὴν μὲν τῶν θυσιῶν προσφέρουσιν τὴν τοῦ ἐνδελεχισμοῦ, ἑξῆς δὲ πρὸ τῆς ἑσπερινῆς τοῦ ἐνδελεχισμοῦ τὰς κατὰ τὸν νόμον λοιπάς, οἷον περὶ πλημμελείας ἢ ἀκουσίων ἢ σωτηρίου ἢ εὐχῆς ἢ ζηλοτυπίας ἢ σαββά του ἢ νουμηνίας καὶ τῶν λοιπῶν, ἃ μακρὸν ἂν εἴη ἐπὶ τοῦ παρόντος λέγειν. Οὕτω τοίνυν καὶ ἡμεῖς ἀπὸ τοῦ περὶ τῆς εἰκόνος λόγου πεποιημένοι τὴν ἀρχὴν τῆς ἀναφορᾶς, ὅς ἐστιν ὁ Χριστός, διαλαμβάνειν περὶ πολλῶν καὶ ὠφελιμωτάτων δυνη σόμεθα. Καὶ πάλιν ἐν τοῖς περὶ Χριστοῦ καταλήξαντες ἐπὶ τὴν οἱονεὶ ἑσπέραν φθάσομεν καὶ νύκτα, ἐρχόμενοι καὶ ἐπὶ τὰ σωματικά. Ἐὰν δὲ τὸν λόγον ἐξετάζωμεν τὸν περὶ τοῦ δεικνυμένου Ἰησοῦ ὑπὸ τοῦ Ἰωάννου κατὰ τὸ «Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἱστάμενοι ἐπ' αὐτὴν τὴν οἰκονομίαν τῆς
But if anyone asks what the saint will do in the interval between morning and evening, let him transfer the argument from the matters of worship, and then let him follow it in these as well. For there too the priests offer the continual burnt offering as the beginning of the sacrifices, and next, before the evening continual offering, the rest of the offerings according to the law—for example, concerning trespass, or unintentional sins, or the peace offering, or a vow, or jealousy, or the sabbath, or the new moon, and the rest, which it would be long to speak of at present. In this way, then, we also, having made the beginning of our ascent from the account concerning the image, which is Christ, will be able to treat many and most beneficial matters. And again, when we have come to the end in the things concerning Christ, we shall arrive at what is, so to speak, evening and night, coming also to bodily things. But if we examine the account concerning Jesus as pointed out by John according to "This is the lamb of God who takes away the sin of the world," standing at the very economy of the
σωματικῆς τοῦ υἱοῦ τοῦ θεοῦ εἰς τὸν τῶν ἀνθρώπων βίον ἐπιδημίας, τὸν ἀμνὸν οὐκ ἄλλον τοῦ ἀνθρώπου ὑποληψόμεθα. Οὗτος γὰρ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ κεί ραντος αὐτὸν ἄφωνος», λέγων· «Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι». Διόπερ καὶ ἐν τῇ Ἀποκαλύψει ἀρνίον ὁρᾶται «ἑστηκὸς ὡς ἐσφαγμένον». Οὗτος δὴ ὁ ἀμνὸς σφαγεὶς καθάρσιον γεγένηται κατά τινας ἀπορρήτους λόγους τοῦ ὅλου κόσμου, ὑπὲρ οὗ κατὰ τὴν τοῦ πατρὸς φιλανθρωπίαν καὶ τὴν σφαγὴν ἀνεδέξατο, ὠνούμενος τῷ ἑαυτοῦ αἵματι ἀπὸ τοῦ ταῖς ἁμαρτίαις ἡμᾶς πιπρασκομένους ἀγοράσαντος. Ὁ δὲ προσαγαγὼν τοῦτον τὸν ἀμνὸν ἐπὶ τὴν θυσίαν ὁ ἐν τῷ ἀνθρώπῳ ἦν θεός, μέγας ἀρχιερεύς, ὅστις τοῦτο δηλοῖ διὰ τοῦ «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» Καὶ ταύτῃ τῇ θυσίᾳ συγγενεῖς εἰσιν αἱ λοιπαί, ὧν σύμβολόν εἰσιν αἱ νομικαί. Λοιπαὶ δὲ καὶ συγγενεῖς ταύτῃ τῇ θυσίᾳ θυσίαι αἱ ἐκχύσεις εἶναί μοι φαίνονται τοῦ τῶν γενναίων μαρτύρων αἵματος, οὐ μάτην ὁρωμένων ἑστάναι ὑπὸ τοῦ μαθητοῦ Ἰωάννου παρὰ τῷ οὐρανίῳ θυσια στηρίῳ· «Τίς δὲ σοφὸς καὶ συνήσει ταῦτα; Ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά;» Πρὸς δὲ τὸ θεωρητικώτερον κἂν ἐπὶ ποσὸν παραδέξασθαι τὸν περὶ τῶν τοιούτων θυσιῶν λόγον, καθαιρουσῶν τοὺς ὑπὲρ ὧν προσάγονται, κατανοητέον τὸν λόγον τῆς ὁλοκαυτουμένης θυγατρὸς Ἰεφθάε, διὰ ταύτην τὴν εὐχὴν νικήσαντος τοὺς υἱοὺς Ἀμμών, ᾗ συνηυδόκησεν καὶ ἡ ὁλοκαυτουμένη, λέγουσα πρὸς τὸν πατέρα εἰπόντα «Ἀνέῳξα τὸ στόμα μου κατὰ σοῦ πρὸς κύριον»·
Of the bodily coming of the Son of God into the life of men, we shall understand the lamb to be no other than the man. For this one "was led as a sheep to the slaughter, and as a lamb before its shearer is silent," saying: "I was led as an innocent lamb to be sacrificed." Therefore also in the Apocalypse a lamb is seen "standing as if slain." This same lamb, having been slain, has become a purification, according to certain ineffable reasons, of the whole world, for which, according to the Father's love of mankind, he also accepted the slaughter, buying with his own blood those who were being sold by him who sold us into sins. And the one who brought this lamb to the sacrifice was the God who was in the man, the great high priest, who makes this clear through "No one takes my soul from me, but I lay it down of myself. I have authority to lay it down, and again I have authority to take it up." And to this sacrifice the others are akin, of which the legal sacrifices are symbols. And the other sacrifices akin to this sacrifice appear to me to be the outpourings of the blood of the noble martyrs, who are not seen in vain to stand by the disciple John at the heavenly altar: "Who is wise and will understand these things? Or prudent and will know them?" But to receive the account of such sacrifices in a more contemplative way, even to some extent—since they purify those for whom they are offered—one must consider the account of the wholly burnt daughter of Jephthah, who conquered the sons of Ammon because of this vow, with which the wholly burnt one also agreed, saying to her father when he said, "I have opened my mouth against you to the Lord":
«Καὶ εἰ ἀνέῳξας τὸ στόμα σου κατ' ἐμοῦ πρὸς κύριον, ποίει τὴν εὐχήν σου.» Ἔμφασις μὲν οὖν πολλῆς ὠμότητος διὰ τούτων παρεισφέρεται θεῷ, ᾧ τοιαῦται ὑπὲρ σωτηρίας ἀνθρώπων ἐπιτελοῦνται θυσίαι. Μεγαλοφυεστέρου δὲ νοῦ καὶ βλέποντος πρὸς τὸ τὰ λεγόμενα κατὰ τῆς προνοίας λύειν χρῄζομεν, ἵν' ἅμα περὶ πάντων ὡς ἀπορρητοτέρων ὄντων καὶ ὑπὲρ ἀνθρωπίνην φύσιν ἀπολογώμεθα· «Μεγάλαι γὰρ αἱ κρίσεις τοῦ θεοῦ καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήθησαν.» Μεμαρτύρηται δὲ καὶ παρὰ τοῖς ἔθνεσιν ὅτι πολλοί τινες, λοιμικῶν ἐνσκηψάντων νοσημάτων, ἑαυτοὺς σφάγια ὑπὲρ τοῦ κοινοῦ παραδεδώκασιν. Καὶ παραδέχεται ταῦθ' οὕτως γεγονέναι οὐκ ἀλόγως πιστεύσας ταῖς ἱστορίαις ὁ πιστὸς Κλήμης, ὑπὸ Παύλου μαρτυρούμενος λέγοντος· «Μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.» Τὴν ὁμοίαν δὲ ἔχει ἀπέμφασιν παρὰ τῷ θέλοντι τῶν τοὺς πολλοὺς λανθανόντων μυστηρίων κατηγορεῖν καὶ τὰ περὶ τῶν μαρτύρων προστεταγμένα· εὐδοκοῦντος τοῦ θεοῦ μᾶλλον ἡμᾶς ἀναδέξασθαι πάσας χαλεπωτάτας αἰκίας ἐν τῷ ὁμολο γεῖν αὐτοῦ τὴν θειότητα, ἤπερ ἀπαλλαγῆναι τῶν τοσούτων νομιζομένων κακῶν πρὸς βραχὺν χρόνον, λόγῳ συμπεριενεχ θέντας τῷ θελήματι τῶν ἐχθρῶν τῆς ἀληθείας.
"And if you have opened your mouth against me to the Lord, perform your prayer." An emphasis of great cruelty is thus brought in against God, to whom such sacrifices are offered up for the salvation of men. But we need a more noble-minded understanding, one that looks to resolving the things said against providence, so that at the same time we may make defense concerning all things as being more secret and beyond human nature; for "great are the judgments of God and hard to recount; therefore uneducated souls were led astray." It has been testified also among the nations that many, when pestilential diseases fell upon them, gave themselves over as victims for the common good. And the faithful Clement accepts that these things happened thus, believing the histories not without reason, being testified to by Paul who says: "With Clement and the rest of my fellow workers, whose names are in the book of life." The same incongruity attaches, for one who wishes to accuse the mysteries that escape the many, also to the things ordained concerning the martyrs—God being well pleased that we endure all the most grievous tortures in confessing his divinity, rather than be released from so many supposed evils for a brief time, having been carried along by reason in accordance with the will of the enemies of the truth.
Κατά λυσιν οὖν νομιστέον γίνεσθαι δυνάμεων κακοποιῶν διὰ τοῦ θανάτου τῶν ἁγίων μαρτύρων, οἷον τῆς ὑπομονῆς αὐτῶν καὶ τῆς ὁμολογίας τῆς μέχρι θανάτου καὶ τῆς εἰς τὸ εὐσεβὲς προθυμίας ἀμβλυνούσης τὸ ὀξὺ τῆς ἐκείνων κατὰ τοῦ πάσχον τος ἐπιβουλῆς, ὥστε ἀμβλυνομένης καὶ ἀτονησάσης τῆς δυνάμεως αὐτῶν καὶ ἑτέρους πλείονας τῶν νενικημένων ἀνίεσθαι ἐλευθερουμένους τοῦ βάρους, οὗ αἱ πονηραὶ δυνάμεις ἐπικεί μεναι ἐφόρτιζον καὶ ἔβλαπτον. Ἀλλὰ καὶ οἱ παθόντες ἄν, μὴ ἀτονησάντων τῶν ἐνεργησάντων εἰς ἑτέρους τὰ χείρονα, οὐκέτι περιπίπτουσιν τῷ πάθει, νικήσαντος τοῦ τὴν τοιαύτην θυσίαν προσαγαγόντος τήνδε τὴν ἀντικειμένην δύναμιν, ὡς εἰ ἀπὸ μέρους ἐχρησάμην εἰκόνι χρησίμῳ πρὸς τὰ προκείμενα τοιαύτῃ· ὅτι ὁ ἀναιρῶν τὸ ἰοβόλον ἢ κατακοιμίζων ἐπῳδῇ ἢ δυνάμει τινὶ κενῶν αὐτὸ τοῦ ἰοῦ πολλοὺς εὐεργετεῖ τῶν ὕστερον πεισομένων τι ἀπ' αὐτοῦ, εἰ μὴ ἀνῄρητο ἢ κατακεκοίμιστο ἢ τοῦ ἰοῦ κεκένωτο. Εἰ δὲ καὶ τῶν δηχθέντων τινὶ φανερὸν γένοιτο περὶ τῆς ἐπὶ τῷ δήγματι βλάβης ἀπαλ λαγῆς, εἰ
Therefore it must be supposed that the destructive powers are dissolved by the death of the holy martyrs—for instance, their endurance and their confession unto death and their zeal for piety blunt the sharpness of those powers' plot against the one who suffers, so that, their power being blunted and enfeebled, others, more numerous than those who had been conquered, are released and freed from the burden with which the wicked powers, pressing upon them, were loading and harming them. But also those who have suffered—if the powers that worked worse things upon others had not been enfeebled—no longer fall into the suffering, since the one who offered such a sacrifice as this has conquered the opposing power, as if I had used in part an image useful for the matters at hand, such as this: that the one who destroys a venomous creature, or puts it to sleep by an incantation or by some power, emptying it of its venom, benefits many of those who would later suffer something from it, if it had not been destroyed or put to sleep or emptied of its venom. And if, moreover, for some of those who have been bitten, release from the harm of the bite should become evident, if
ἐνατενίσαι ἀποθανόντι τῷ βλάψαντι, ἢ ἐπιβαίῃ νεκροῦ, ἢ ἐφάψαιτο τεθνηκότος, ἢ γεύσαιτο μέρους τοῦδε, γένοιτ' ἂν καὶ τῷ προπεπονθότι ἴασις καὶ εὐεργεσία ἀπὸ τοῦ τὸ βλάψαν ἀνῃρηκότος. Τοιοῦτόν τι δὴ νοητέον τῷ θανάτῳ τῶν εὐσεβεστάτων μαρτύρων γίνεσθαι, πολλῶν ἀφάτῳ τινὶ δυνάμει ὠφελουμένων ἀπὸ τοῦ θανάτου αὐτῶν. Προσδιετρίψαμεν δὲ ὑπὲρ τοῦ τὸ ἐξαίρετον ἰδεῖν τοῦ ὡς προβάτου ἐπὶ σφαγὴν ἀχθέντος καὶ ὡς ἀμνοῦ ἐνώπιον τοῦ κείραντος ἀφώνου, τῷ περὶ τῶν μαρτύρων λόγῳ καὶ τῷ ὑπὲρ τῶν τεθνηκότων διὰ λοιμικὰ καταστήματα διηγήματι. Εἰ γὰρ τάδε μὲν ὑπὸ Ἑλλήνων οὐ μάτην ἱστό ρηται, τάδε δὲ καλῶς περὶ τῶν μαρτύρων εἴρηται περικαθαρμάτων τοῦ κόσμου γινομένων, καὶ «πάντων περίψημα» λεγομένων διὰ ταῦτα τῶν ἀποστόλων, τί ὑποληπτέον καὶ πηλίκον περὶ τοῦ ἀμνοῦ τοῦ θεοῦ διὰ τοῦτο θυομένου, ἵνα ἄρῃ ἁμαρτίαν οὐκ ὀλίγων, ἀλλ' ὅλου τοῦ κόσμου, ὑπὲρ οὗ καὶ πέπονθεν; Κἂν γάρ «τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐκ † ἐπὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου»· ἐπεὶ «σωτήρ ἐστιν πάντων ἀνθρώπων, μάλιστα πιστῶν» ὁ «ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον» τῷ ἑαυτοῦ αἵματι καὶ ἄρας αὐτὸ ἐκ τοῦ μέσου, ἵνα μηδὲ ἴχνη κἂν ἀπαληλιμμένων τῶν ἁμαρτη μάτων εὑρίσκηται, καὶ «προσηλώσας τῷ σταυρῷ»· ὃς «ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ θριαμβεύσας» ἐν τῷ ξύλῳ.
To look intently upon the one who has died—the one who did harm—or to step upon a corpse, or to touch one who has died, or to taste a portion of this, there would be both healing and beneficence for the one who previously suffered, from the one who has destroyed the harmful thing. Something of this sort, then, must be understood to happen through the death of the most pious martyrs, many being benefited by their death through some ineffable power. And we have dwelt further upon this in order to see the preeminence of the one who was led as a sheep to the slaughter and as a lamb silent before its shearer, in the discourse concerning the martyrs and in the account concerning those who died through pestilential conditions. For if these things are not vainly recorded by the Greeks, and these things are well said concerning the martyrs who become the refuse of the world, and for this reason the apostles are called "the offscouring of all things," what and how great a thing must be supposed concerning the lamb of God, who for this reason is sacrificed, that he might take away the sin not of a few but of the whole world, for which he also suffered? For even "if anyone sins, we have an advocate with the Father, Jesus Christ the righteous, and he himself is the propitiation for our sins, and not for ours only but also for the whole world"; since he is "the Savior of all men, especially of the faithful," who "blotted out the handwriting that was against us" by his own blood and took it out of the midst, so that not even traces of sins, even when wiped away, might be found, and "nailed it to the cross"; who "having disarmed the principalities and the powers, made a public display of them, triumphing over them" on the tree.
Καὶ θαρρεῖν γοῦν θλιβόμενοι ἐν τῷ κόσμῳ διδασκόμεθα, τὴν αἰτίαν τοῦ θαρρεῖν μανθάνοντες ταύτην εἶναι, τὸ νενικῆσθαι τὸν κόσμον καὶ δηλονότι ὑποτετάχθαι τῷ νικήσαντι αὐτόν. Διὰ τοῦτο πάντα τὰ ἔθνη ἀνεθέντα ἀπὸ τῶν πρότερον ἐπικρατούντων δουλεύουσιν αὐτῷ, ὅτι «ἐρρύσατο πτωχὸν ἐκ δυνάστου» διὰ τοῦ ἰδίου πάθους «καὶ πένητα, ᾧ οὐχ ὑπῆρχεν βοηθός». Οὗτος δὴ ὁ σωτὴρ ταπεινώσας συκοφάντην διὰ τοῦ ἑαυτὸν τεταπεινωκέναι, συμπαραμένει τῷ νοητῷ ἡλίῳ πρὸ τῆς λαμπροτάτης ἐκκλησίας, τροπικώτερον σελήνης λεγο μένης, τυγχάνων γενεῶν γενεαῖς. Ἀνελὼν δὲ διὰ τοῦ πάθους τοὺς πολεμίους ὁ ἐν πολέμῳ δυνατὸς καὶ κραταιὸς κύριος καθαρσίου δεόμενος τοῦ ἀπὸ μόνου τοῦ πατρὸς αὐτῷ δοθῆναι ἐπὶ τοῖς ἀνδραγαθήμασιν δυναμένου, κωλύει αὐτοῦ ἅψασθαι τὴν Μαρίαν λέγων· «Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα· ἀλλὰ πορεύου καὶ εἰπὲ τοῖς ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.» Ὅτε δὲ πορεύεται νικηφόρος καὶ τροπαιοφόρος μετὰ τοῦ ἐκ νεκρῶν ἀναστάντος σώματος–πῶς γὰρ ἄλλως δεῖ νοεῖν τὸ «Οὔπω ἀναβέβηκα πρὸς τὸν πατέρα μου» καὶ τὸ «Πορεύομαι δὲ πρὸς τὸν πατέρα μου»; –τότε αἱ μέν τινες λέγουσιν δυνάμεις·
And we are taught, then, to take courage when we are oppressed in the world, learning that the reason for taking courage is this: that the world has been conquered and, plainly, has been subjected to the one who conquered it. For this reason all the nations, released from those who formerly held sway, serve him, because "he delivered the poor man from the powerful" through his own suffering "and the needy, for whom there was no helper." This same Savior, having humbled the slanderer by having humbled himself, remains alongside the intelligible sun before the most radiant church—spoken of more figuratively as the moon—existing for generations upon generations. And having destroyed the enemies through his suffering, the Lord mighty and strong in war, needing the cleansing that can be given to him by the Father alone for his deeds of valor, prevents Mary from touching him, saying: "Do not touch me, for I have not yet ascended to the Father; but go and tell my brothers: I am going to my Father and your Father and my God and your God." But when he goes as victor and trophy-bearer with the body that has risen from the dead—for how else should one understand "I have not yet ascended to my Father" and "I am going to my Father"?—then some of the powers say:
«Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος;» Οἱ δὲ προπέμποντες αὐτὸν τοῖς ἐπὶ τῶν οὐρανίων πυλῶν τεταγμέ νοις φασὶν τὸ «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρ θητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.» Ἔτι δὲ πυνθάνονται οἱονεί, εἰ δεῖ οὕτως εἰπεῖν, ᾑμαγμένην αὐτοῦ βλέποντες τὴν δεξιὰν καὶ ὅλον πεπληρωμένον τῶν ἀπὸ τῆς ἀριστείας ἔργων· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀποπάτημα ληνοῦ πλήρους καταπεπατημένης;» Ὅτε καὶ ἀποκρίνεται· «Κατέθλασα αὐτούς.» Ἀληθῶς γὰρ ἐπὶ τούτοις δεδέηται τοῦ πλῦναι «ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ». Τὰς γὰρ ἀσθενείας ἡμῶν λαβὼν καὶ τὰς νόσους βαστάξας, παντός τε τοῦ κόσμου ἄρας τὴν ἁμαρτίαν καὶ τοὺς τοσούτους εὐεργετήσας, τάχα τότε βάπτισμα εἴληφεν τὸ παντὸς τοῦ ὑπονοηθέντος ἂν παρὰ τοῖς ἀνθρώποις μεῖζον, περὶ οὗ οἶμαι αὐτὸν εἰρηκέναι· «Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.» Ἵνα γὰρ τολμηρότερον βασανίζων τὸν λόγον στῶ πρὸς τὰ ὑπὸ τῶν πλείστων ὑπονοούμενα, λεγέτωσαν ἡμῖν οἱ τὸ βάπτισμα τὸ μέγιστον, ὑπὲρ ὃ ἄλλο οὐκ ἔστι νοῆσαι βάπτισμα, νομίσαντες αὐτοῦ εἶναι τὸ μαρτύριον, τί δήποτε μετὰ
"Who is this who comes from Edom, with the redness of garments from Bozrah, thus beautiful?" But those escorting him say to those stationed at the heavenly gates, "Lift up your gates, you rulers, and be lifted up, you eternal gates, and the King of glory shall enter in." And still they inquire, as it were—if one must so speak—seeing his right hand bloodied and the whole of him filled with the works that come from the left: "Why are your garments red, and your clothing as the trampling of a full winepress trodden down?" Then he also answers: "I have trampled them down." For truly, on account of these things he has asked to wash "his robe in wine, and his garment in the blood of the grape." For having taken our weaknesses and borne our diseases, and having taken away the sin of the whole world and benefited so many, perhaps at that time he received the baptism greater than any that could be supposed among men, concerning which I think he said: "But I have a baptism to be baptized with, and how I am constrained until it is accomplished." For—to stand, examining the word more boldly, before what is supposed by most—let those tell us who have thought the greatest baptism, beyond which no other baptism can be conceived, to be his martyrdom, why ever after
τοῦτο λέγει τῇ Μαριάμ· «Μή μου ἅπτου»; Ἐχρῆν γὰρ μᾶλλον ἑαυτὸν ἐμπαρέχειν τῇ ἁφῇ, ἅτε τὸ τέλειον βάπτισμα διὰ τοῦ μυστη ρίου τοῦ πάθους εἰληφότα. Ἀλλ' ἐπεί, ὡς προείπομεν, τὰ κατὰ τῶν ἀντικειμένων ἀνδραγαθήματα πεποιηκὼς ἐδεῖτο τοῦ πλῦναι «ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ», ἀνῄει πρὸς τὸν γεωργὸν τῆς ἀληθινῆς ἀμπέλου πατέρα, ἵν' ἐκεῖ ἀποπλυνάμενος μετὰ τὸ ἀναβῆναι εἰς ὕψος, αἰχμαλωτεύσας τὴν αἰχμαλωσίαν, καταβῇ φέρων τὰ ποικίλα χαρίσματα, τὰς διαμεμερισμένας τοῖς ἀποστόλοις γλώσσας ὡσεὶ πυρὸς καὶ τοὺς παρεσομένους ἐν πάσῃ πρά ξει ἁγίους ἀγγέλους καὶ ῥυσομένους αὐτούς. Πρὸ γὰρ τούτων τῶν οἰκονομιῶν ἅτε μηδέπω κεκαθαρμένοι οὐκ ἐχώρουν ἀγγέλων παρ' αὐτοῖς ἐπιδημίαν, τάχα οὐδ' αὐτῶν βουλομένων πω τοῖς μὴ εὐτρεπισμένοις καὶ κεκαθαρμένοις ὑπὸ τοῦ Ἰησοῦ παρεῖναι. Τῆς γὰρ Ἰησοῦ μόνου φιλανθρωπίας ἦν μετὰ ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίειν καὶ πίνειν, καὶ παρέχειν ἑαυτοῦ τοὺς πόδας τοῖς δακρύοις τῆς μετανοούσης ἁμαρτωλοῦ, καὶ μέχρι θανάτου καταβαίνειν ὑπὲρ ἀσεβῶν, οὐχ ἁρπαγμὸν ἡγουμένου τὸ εἶναι ἴσα θεῷ, καὶ κενοῦν ἑαυτὸν τὴν τοῦ δούλου λαμβάνοντος μορφήν. Ταῦτα δὲ πάντα ἐπιτελῶν μᾶλλον τὸ θέλημα τοῦ πατρὸς τοῦ παραδόντος αὐτὸν ὑπὲρ ἀσεβῶν ἐπετέλει ἤπερ τὸ ἑαυτοῦ· ὁ μὲν γὰρ πατὴρ ἀγαθός, ὁ δὲ σωτὴρ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Πάντα δὲ τὸν κόσμον εὐεργετῶν, ἐπεὶ θεὸς ἐν Χριστῷ κόσμον καταλλάσσει ἑαυτῷ, πρότερον διὰ τὴν κακίαν ἐχθρὸν γεγενημένον, ὁδῷ καὶ τάξει τὰ εὐεργετούμενα εὐεργετεῖ, οὐκ ἀθρόως λαμβάνων ὑποπόδιον τῶν ποδῶν πάντας τοὺς ἐχθρούς.
He says this to Mary: "Do not touch me"? For it was necessary rather that he give himself to her touch, inasmuch as he had received the perfect baptism through the mystery of his passion. But since, as we said before, having accomplished his valiant deeds against the adversaries he needed to wash "his robe in wine and his garment in the blood of the grape," he was going up to the vinedresser, the father of the true vine, so that there, having washed himself after ascending on high and having led captivity captive, he might come down bringing the manifold gifts, the tongues as of fire distributed to the apostles, and the holy angels who would be present in every deed and rescue them. For before these dispensations, since they had not yet been purified, they could not receive the visit of angels among them—perhaps not even the angels themselves yet wishing to be present with those not prepared and purified by Jesus. For it was a mark of Jesus' philanthropy alone to eat and drink with sinners and tax collectors, and to give his feet to the tears of the repentant sinner, and to descend even to death for the ungodly, not counting it robbery to be equal with God, and emptying himself by taking the form of a servant. And in accomplishing all these things he was fulfilling rather the will of the Father who handed him over for the ungodly than his own; for the Father is good, and the Savior is the image of his goodness. And benefiting the whole world—since God in Christ was reconciling the world to himself, which had previously become hostile through wickedness—he benefits those being benefited by a way and order, not all at once taking all his enemies as a footstool for his feet.
Λέγει γὰρ αὐτῷ ὁ πατὴρ τῷ κυρίῳ ἑκάστου ἡμῶν· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Καὶ ταῦτα γίνεται ἕως ὁ ἔσχατος ἐχθρός, ὁ θάνατος, ὑπ' αὐτοῦ καταργηθῇ. Ἐὰν δὲ τὸ ὑποτάσσεσθαι τῷ Χριστῷ νοήσωμεν ὅ τί ποτ' ἔστιν μάλιστ' ἐκ τοῦ «Ὅταν δὲ αὐτῷ τὰ πάντα ὑποταγῇ, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα», ἀξίως τῆς ἀγαθότητος τοῦ τῶν ὅλων θεοῦ νοήσω μεν τὸν ἀμνὸν τοῦ θεοῦ αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐ πάντων δὲ ἡ ἁμαρτία ὑπὸ τοῦ ἀμνοῦ αἴρεται, μὴ ἀλγούντων μηδὲ βασανιζομένων ἕως ἀρθῇ. Ἄκανθαι γὰρ οὐ μόνον ἐνσπαρεῖσαι ἀλλὰ καὶ ἐπιπολὺ ῥιζωθεῖσαι ἐν ταῖς χερσὶν παντὸς τοῦ διὰ τὴν κακίαν μεθυσθέντος καὶ τὸ νήφειν ἀπολωλεκότος κατὰ τὸ ἐν Παροιμίαις εἰρημένον· «Ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου», ὅσον πόνον ἐνεργάσονται τῷ τὰ τοιαῦτα φυτὰ εἰς τὸ ἑαυτοῦ σῶμα τῆς ψυχῆς παραδεξαμένῳ τί δεῖ καὶ λέγειν; Κατατμηθῆναι γὰρ ὑπὸ τοῦ τομωτέρου πάσης μαχαίρας διστόμου λόγου ζῶντος θεοῦ καὶ ἐνεργοῦς καὶ καυστικωτέρου παντὸς πυρὸς ἀνάγκη τὸν ἐπὶ τοσοῦτον εἰς βάθος τῆς ἑαυτοῦ ψυχῆς τὴν κακίαν χωρήσαντα, ὡς γενέσθαι αὐτὸν γῆν ἀκανθοφόρον. Καὶ δεήσει ἐπὶ τὴν τοιαύτην ψυχὴν πεμφθῆναι τὸ εὑρίσκον τὰς ἀκάνθας πῦρ, καὶ μέχρι αὐτῶν στησόμενον διὰ τὴν ἑαυτοῦ θειότητα καὶ οὐ προσεμπρῆσον ἅλωνας ἢ στάχυας πεδίων.
For the Father says to the lord of each one of us: "Sit at my right hand, until I make your enemies a footstool for your feet." And these things happen until the last enemy, death, is destroyed by him. But if we understand what it is for all things to be subjected to Christ, especially from "When all things are subjected to him, then the Son himself will be subjected to the one who subjected all things to him," we shall understand in a manner worthy of the goodness of the God of all things the Lamb of God who takes away the sin of the world. Yet the sin is not taken away by the Lamb for all, since they do not grieve or suffer torment until it is taken away. For thorns not only sown but also deeply rooted in the hands of everyone who has been made drunk by vice and has lost his sobriety, according to what is said in Proverbs: "Thorns grow in the hand of the drunkard"—how much pain they will produce in the one who has received such plants into the body of his own soul, what need is there even to say? For it is necessary that the one who has let vice enter so deeply into his own soul as to become thorn-bearing land be cut by the word of the living and active God, sharper than any two-edged sword and more burning than any fire. And it will be necessary that the fire which finds the thorns be sent upon such a soul, and that it stop at the thorns themselves because of its own divinity and not set ablaze the threshing floors or the ears of grain in the fields.
Τοῦ αἴροντος δὲ τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ διὰ τῆς ἰδίας σφαγῆς ἀρχομένου ὁδοὶ τυγχάνουσιν πλείονες, ὧν αἱ μὲν σαφεῖς εἶναι τοῖς πολλοῖς δύνανται, αἱ δὲ τοὺς τοσούτους λανθάνουσαι τοῖς τῆς θείας σοφίας ἀξιουμένοις, οἷς μόνοις εἰσὶν γνώριμοι. Τί γὰρ δεῖ λέγειν, δι' ὅσων ὁδῶν τις ἐπὶ τὸ πιστεύειν ἔρχεται ἐν ἀνθρώποις, ἔτι ἐν τῷ τοιούτῳ σώματι παρὸν ἑκάστῳ καθ' αὑτὸν ἐπισκοπεῖν; Πλὴν μία τῶν ὁδῶν ἐστιν τοῦ πιστεύειν καὶ αἴρεσθαι τὴν ἁμαρτίαν διὰ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ νόσων χαλεπωτάτων καὶ μαλα κιῶν ἐπιπονωτάτων. Τίς οὖν οἶδεν καὶ τὰ μετὰ ταῦτα; Ἀναγκαῖον δὲ ἦν ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι τὸν δοκοῦντα τῇ ἐξετάσει τοῦ λόγου παρακολουθεῖν τοῦ λέγοντος· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἐπιπλεῖον περὶ τούτων διαλαβεῖν, ἵν' εἰδότες ὅτι καὶ θυμῷ θεοῦ ἔστιν ἐλεγχθῆναι καὶ ὀργῇ θεοῦ παιδευθῆναι, διὰ τὸ εἰς ὑπερβολὴν φιλάνθρωπον οὐδένα πάντη ἀνέλεγκτον καὶ
ἀπαίδευτον ἐῶντος, πάντα ποιήσωμεν εἰς τὸ μὴ δεηθῆναι τοιούτων ἐλέγχων καὶ τῆς διὰ τῶν ἐπιπονωτάτων παιδείας. Ἐπισκεπτέον δὲ τῷ ἐντυγχάνοντι τὰ ἐν τοῖς προτέροις ἡμῖν εἰρημένα μετὰ παραθέσεως πλειόνων παραδειγμάτων περὶ τοῦ τί σημαίνεται κατὰ τὴν γραφὴν ἐκ τῆς «κόσμος» φωνῆς. Οὐ γὰρ εὔλογον ἡγησάμην παλιλλογεῖν. Οὐκ ἀγνοοῦμεν δέ τινα κόσμον ἐξειληφέναι τὴν ἐκκλησίαν μόνην, κόσμον οὖσαν τοῦ κόσμου, ἐπεὶ καὶ φῶς λέγεται τοῦ κόσμου· «Ὑμεῖς γάρ ἐστε, φησί, τὸ φῶς τοῦ κόσμου»· κόσμος δὲ τοῦ κόσμου ἡ ἐκκλησία, κόσμου αὐτῆς γινομένου Χριστοῦ, τοῦ πρώτου φωτὸς τοῦ κόσμου.
But of the lamb who takes away the sin of the world through his own slaughter, there are more ways at the beginning, of which some can be clear to the many, but others escape the notice of the many and are known only to those deemed worthy of divine wisdom, to whom alone they are familiar. For why need one speak of how many ways a person comes to faith among people—while still present in such a body, each one must examine this for himself? Yet one of the ways of believing and of having sin taken away is through scourges and evil spirits and most grievous diseases and most painful infirmities. Who, then, knows even what comes after these things? But it was necessary, in order that the one who seems to follow the examination of the word of him who says, "Behold the lamb of God who takes away the sin of the world," might not be refuted, to discuss these matters more fully, so that, knowing that it is possible to be convicted by the wrath of God and disciplined by the anger of God—because in his exceeding love for humanity he leaves no one entirely unconvicted and undisciplined—we might do everything so as not to need such convictions and the discipline that comes through the most painful things. But the reader should examine what we have said in earlier passages, with the addition of more examples, concerning what is signified in Scripture by the word "world." For I did not think it reasonable to repeat myself. And we are not unaware that some have taken "world" to mean the church alone, being a world of the world, since it is also called the light of the world: "For you are," he says, "the light of the world"; and the church is a world of the world, since Christ, the first light of the world, becomes its world.
Κατανοητέον δὲ εἰ μὴ τοῦ αὐτοῦ κόσμου φῶς εἶναι λέγεται ὁ Χριστὸς καὶ οἱ μαθηταὶ αὐτοῦ· ἀλλ' ὅτε μὲν Χριστὸς φῶς τοῦ κόσμου ἐστίν, τάχα τῆς ἐκκλησίας ἐστὶ φῶς· ὅτε δὲ οἱ μαθηταὶ αὐτοῦ φῶς τοῦ κόσμου, μήποτε τῶν παρα καλουμένων εἰσὶ φῶς, ἑτέρων ὄντων παρὰ τὴν ἐκκλησίαν, ὥσπερ τῷ Παύλῳ περὶ τούτων εἴρηται ἐν τῷ προοιμίῳ τῆς προτέρας πρὸς Κορινθίους ἐπιστολῆς γράφοντι· «Τῇ ἐκκλησίᾳ τοῦ θεοῦ σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ Χριστοῦ». Ἐὰν οὖν τις ὑπονοῇ τοῦ κόσμου φῶς λέγεσθαι τὴν ἐκκλη σίαν, οἱονεὶ τοῦ λοιποῦ γένους τῶν ἀνθρώπων καὶ τῶν ἀπίστων, εἰ μὲν προφητικῶς τοῦτο διὰ τὸν περὶ τέλους λόγον ἐκλήψεται, τάχα ἔχει χώραν τὸ λεγόμενον. Εἰ δὲ ὡς ἤδη γινόμενον, ἐπεὶ τὸ φῶς τινος φωτίζει ἐκεῖνο, οὗ ἐστι φῶς, δεικνύτωσαν πῶς τὸ λοιπὸν γένος φωτίζεται ὑπὸ τῆς παρεπιδημούσης τῷ κόσμῳ ἐκκλησίας. Εἰ δὲ τοῦτο δεικνύναι οὐ δύνανται, ἐπιστησάτωσαν μήποτε ὑγιῶς ἐξειλήφαμεν φῶς μὲν εἶναι τὴν ἐκκλησίαν, κόσμον δὲ τοὺς ἐπικαλουμένους. Ἡ δὲ ἑξῆς φωνή, κειμένη ἐν τῷ κατὰ Ματθαῖον, τῷ ἐπιμελέστατα ἐρευνῶντι τὰς γραφὰς παραστήσει τὴν διήγησιν· «Ὑμεῖς, γάρ φησιν, ἐστὲ τὸ ἅλα τῆς γῆς». Τάχα τῆς «γῆς» τῶν λοιπῶν ἀνθρώπων νοουμένων, ὧν ἅλα εἰσὶν οἱ πεπιστευκότες, αἴτιοι τοῦ τηρεῖσθαι τὸν κόσμον διὰ τοῦ πιστεύειν τυγχάνοντες. Τότε γὰρ ἡ συντέλεια ἔσται ἐὰν τὸ ἅλα μωρανθῇ καὶ μηκέτι ᾖ τὸ ἁλίζον καὶ συντηροῦν τὴν γῆν, ἐπεὶ σαφὲς ὅτι ἐὰν πληθυνθῇ ἡ ἀνομία, καὶ ψυγῇ ἡ ἀγάπη ἐπὶ τῆς γῆς–ὡς καὶ αὐτὸν τὸν σωτῆρα διστακτικὴν προενέγκασθαι περὶ τῶν ἐν τῇ ἐπιδημίᾳ ἑαυτοῦ φωνὴν λέγοντα·
But one must consider whether Christ and his disciples are not said to be the light of the same world; but when Christ is the light of the world, perhaps he is the light of the church; but when his disciples are the light of the world, perhaps they are the light of those who are called alongside, who are other than the church, as was said by Paul concerning these things in the preface of the former letter to the Corinthians, writing: “To the church of God with all those who call upon the name of the Lord Jesus Christ.” If, then, someone supposes that the church is called the light of the world, as it were of the rest of the race of men and of the unbelievers, if indeed he will take this prophetically because of the account concerning the end, perhaps what is said has a place. But if as already happening, since the light of something enlightens that of which it is the light, let them show how the rest of the race is enlightened by the church that sojourns in the world. But if they cannot show this, let them consider whether we have soundly interpreted that the church is the light, but the world is those who call upon him. And the next utterance, which is found in the Gospel according to Matthew, will present the explanation to the one who searches the scriptures most carefully: “You,” for he says, “are the salt of the earth.” Perhaps the “earth” is understood as the rest of men, of whom those who have believed are the salt, being the cause that the world is preserved through their believing. For then the consummation will be if the salt becomes foolish and there is no longer that which salts and preserves the earth, since it is clear that if lawlessness is multiplied, and love grows cold upon the earth—as even the Savior himself brought forward a hesitant utterance concerning those in his visitation, saying:
«Πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» –τότε συντέλεια ἔσται τοῦ πρὸ αἰῶνος. Λεγέσθω τοίνυν ἡ ἐκκλησία κόσμος ὅτε ὑπὸ τοῦ σωτῆρος φωτίζεται. Ἡμεῖς δὲ ζητοῦμεν εἰ κατὰ τὸ «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» κόσμον νοητέον ὑγιῶς τὴν ἐκκλησίαν, περικλειομένου τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν εἰς μόνην τὴν ἐκκλησίαν. Πῶς γὰρ τὸ ἐν τῇ ἐπιστολῇ ὑπὸ τοῦ αὐτοῦ μαθητοῦ εἰρημένον περὶ τοῦ σωτῆρος ἱλασμοῦ περὶ τῶν ἁμαρτιῶν τυγχάνοντος διηγησόμεθα οὕτως ἔχον· «Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου»; Καὶ τὸ παρὰ τῷ Παύλῳ δὲ τούτῳ νομίζω εἶναι παραπλήσιον οὕτως ἔχον· «Ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.» Πάλιν ἐν τῷ τόπῳ ὁ Ἡρακλέων γενόμενος χωρὶς πάσης κατασκευῆς καὶ παραθέσεως μαρτυριῶν ἀπο φαίνεται ὅτι τὸ μὲν «Ἀμνὸς τοῦ θεοῦ» ὡς προφήτης φησὶν ὁ Ἰωάννης, τὸ δὲ «Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» ὡς περισσότερον προφήτου. Καὶ οἴεται τὸ μὲν πρότερον περὶ τοῦ σώματος αὐτοῦ λέγεσθαι, τὸ δὲ δεύτερον περὶ τοῦ ἐν τῷ σώματι, τῷ τὸν ἀμνὸν ἀτελῆ εἶναι ἐν τῷ τῶν προβάτων γένει, οὕτω δὲ καὶ τὸ σῶμα παραθέσει τοῦ ἐνοικοῦντος αὐτῷ. Τὸ δὲ τέλειον εἰ ἐβούλετο, φησί, τῷ σώματι μαρτυρῆσαι, κριὸν εἶπεν ἂν τὸ μέλλον θύεσθαι. Οὐχ ἡγοῦμαι δὲ εἶναι ἀναγκαῖον μετὰ τηλικαύτας γεγενη μένας ἐξετάσεις τευτάζειν περὶ τὸν τόπον, ἀγωνιζομένους πρὸς τὰ εὐτελῶς ὑπὸ τοῦ Ἡρακλέωνος εἰρημένα.
"Except the Son of Man, when he comes, will he find faith on the earth?" — then there will be a consummation of what existed before the age. Let the church, then, be called a world when it is enlightened by the Savior. But we ask whether, in accordance with "Behold the Lamb of God who takes away the sin of the world," one may soundly understand the church to be the world, since the taking away of sin is confined to the church alone. For how shall we explain what was said in the epistle by the same disciple concerning the Savior, that he is a propitiation for sins, being as follows: "And if anyone sins, we have an advocate with the Father, Jesus Christ the righteous; and he himself is the propitiation for our sins, and not for ours only, but also for the whole world"? And I think what is found in Paul is very similar to this, being as follows: "Who is the Savior of all men, especially of the faithful." Again, Heracleon, having come to this passage, without any demonstration or citation of testimonies, declares that "the Lamb of God" is spoken by John as a prophet, but "who takes away the sin of the world" as more than a prophet. And he thinks the former is said concerning his body, and the second concerning him who is in the body, because the lamb is imperfect in the race of sheep, and so also the body by comparison with him who dwells in it. But the perfect, he says, if he wished to bear witness to the body, he would have called it a ram, since it was going to be sacrificed. But I do not consider it necessary, after such great examinations have taken place, to busy myself further about the passage, contending against what has been said by Heracleon in a trifling manner.
Μόνον δὲ τοῦτο ἐπισημειωτέον, ὅτι ὥσπερ μόγις ἐχώρησεν ὁ κόσμος τὸν κενώσαντα ἑαυτόν, οὕτως ἀμνοῦ καὶ οὐ κριοῦ ἐδεήθη, ἵνα ἀρθῇ αὐτοῦ ἡ ἁμαρτία. * * * * * * * * * * * * * * * * * *
*************************************************** 10. ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ ΤΟΜΟΣ Ιʹ «Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα † ὁ Ἰησοῦς. Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, καὶ ποιήσας † ὡς φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὰ κέρματα καὶ τὰς τραπέζας ἀνέστρεψε, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. Τότε ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμ μένον ἐστὶν ὅτι ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπε· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς.
But this alone must be noted, that just as the world scarcely contained him who emptied himself, so it needed a lamb and not a ram, in order that its sin might be taken away.
10. Volume Ten of the Explanations of the Gospel according to John. "After this he went down to Capernaum, he and his mother and his brothers and his disciples, and they stayed there not many days. And the Passover of the Jews was near, and Jesus went up to Jerusalem. And he found in the temple those selling oxen and sheep and doves, and the money-changers sitting, and having made something like a whip from cords, he drove them all out of the temple, both the sheep and the oxen, and he poured out the coins of the money-changers and overturned the tables, and to those selling the doves he said: Take these things away from here, do not make the house of my Father a house of trade. Then his disciples remembered that it is written, that zeal for your house will consume me. The Jews therefore answered and said to him: What sign do you show us, that you do these things? Jesus answered and said: Destroy this temple, and in three days I will raise it up. The Jews therefore answered: In forty and six years this temple was built, and will you raise it up in three days? But he was speaking about the temple of his body. When therefore he was raised from the dead, his disciples remembered that he was saying this, and they believed the scripture and the word which Jesus had said."
Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷπάσχα ἐν τῇ ἑορτῇ, ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ πολλοί, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ ἐπίστευσεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας καὶ ὅτι οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.» * * * * ἐν αὐτῇ ἀναγεγραμμένοι ἀριθμοὶ κατά τινα ἀναλογίαν ἁρμόζουσαν ἑκάστῳ πράγματι γραφῆς ἠξιώθησαν. Ἐξεταστέον δέ, μήποτε μία τῶν βίβλων Μωσέως ἐπιγεγραμ μένη Ἀριθμοὶ ἐξαιρέτως τὸν περὶ ἀριθμῶν τοῖς τὰ τοιαῦτα ἐξιχνεύειν δυναμένοις διδάσκει λόγον. Ταῦτα δέ μοι ἐν ἀρχῇ τοῦ δεκάτου τόμου λέγεται πρὸς σέ, πολλαχοῦ ὁρῶντι τῆς γραφῆς διαφερούσης προνομίας τετευχότα τὸν δέκα ἀριθμόν, ὡς ἔνεστι καὶ σοὶ ἐπιμελῶς κατανοεῖν, ἐλπίζοντί τε λήψεσθαι ἀπὸ θεοῦ πλέον τι καὶ εἰς τοῦτον τὸν τόμον· ὅπερ ἵνα ὑπαρχθῇ κατὰ δύναμιν ἐμπαρέχειν ἑαυτοὺς τῷ δωρεῖσθαι τὰ κάλλιστα βουλομένῳ θεῷ πειρώμεθα. Ἀρκτέον δὲ τοῦ βιβλίου ἐντεῦθεν· «Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί, καὶ ἐκεῖ ἔμεινεν οὐ πολλὰς ἡμέρας.» Καὶ οἱ λοιποὶ τρεῖς γράψαντες τὰ εὐαγγέλια μετὰ τὸν πρὸς τὸν διάβολον ἀγῶνα τοῦ κυρίου εἰς τὴν Γαλιλαίαν φασὶν αὐτὸν ἀνακεχωρηκέναι. Ματθαῖος δὲ καὶ Λουκᾶς πρότερον γενόμενον ἐν Ναζαροῖς μετὰ ταῦτα καταλελοιπότα αὐτὰ ἐλθόντα κατῳκηκέναι εἰς Καφαρναούμ. Ὁ δὲ Ματθαῖος καὶ Μάρκος καὶ αἰτίαν τινὰ λέγουσι τοῦ αὐτὸν ἐκεῖθεν ἀνακεχωρηκέναι τὸ ἀκηκοέναι, ὅτι Ἰωάννης παρεδόθη. Ἔχει δὲ οὕτως τὰ ῥητὰ τοῦ μὲν Ματθαίου·
Now when he was in Jerusalem at the Passover, during the feast, many believed in his name, beholding his signs which he was doing; but Jesus himself did not entrust himself to them, because he knew all men and because he had no need that anyone should testify concerning man, for he himself knew what was in man. * * * * the numbers recorded in it were deemed worthy of Scripture according to a certain analogy fitting each matter. But it must be examined whether one of the books of Moses, entitled Numbers, especially teaches the doctrine concerning numbers to those able to trace out such things. These things are said by me at the beginning of the tenth volume to you, who see in many places of Scripture that the number ten has obtained a distinguished privilege, as you too are able carefully to consider, and who hope to receive from God something more also for this volume; and in order that this may be granted, let us attempt to offer ourselves according to our ability to the God who wishes to bestow the finest gifts. But the book must be begun from this point: "After this he went down to Capernaum, he and his mother and his brothers and his disciples, and he remained there not many days." And the other three who wrote the Gospels say that after the Lord's struggle against the devil he withdrew into Galilee. But Matthew and Luke say that he had first been in Nazareth, and after these things had left it and come to dwell in Capernaum. And Matthew and Mark also state a certain reason for his having withdrawn from there, namely that he had heard that John was delivered up. And the words of Matthew are as follows:
«Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. Ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν καὶ καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος· Γῆ Ζαβουλών»· καὶ μετὰ τὰ ἐν τῷ Ἡσαΐᾳ ῥητὰ λέγει· «Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύςσειν καὶ λέγειν· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ὁ δὲ Μάρκος «Καὶ ἦν», φησίν, «ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ καὶ ἦν μετὰ τῶν θηρίων καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.» Μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ, ὅτι «Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε τῷ εὐαγγελίῳ.» Ἔπειτα διηγησάμενος καὶ περὶ Ἀνδρέου καὶ Πέτρου, Ἰακώβου τε καὶ Ἰωάννου, ἀναγράφει ταῦτα· «Καὶ εἰσπορευόμενος εἰς Καφαρναοὺμ καὶ εὐθέως τοῖς σάββασιν
Then the devil left him, and behold, angels came and were ministering to him. But when he heard that John had been handed over, he withdrew into Galilee, and leaving Nazareth he came and settled in Capernaum by the sea, in the region of Zebulun and Naphtali, so that what was spoken through Isaiah the prophet might be fulfilled, saying: "Land of Zebulun"; and after the sayings in Isaiah he says: "From that time Jesus began to preach and to say: Repent, for the kingdom of heaven is at hand." But Mark says: "And he was in the wilderness forty days, being tempted by Satan, and he was with the wild beasts, and the angels were ministering to him." But after John was handed over, Jesus came into Galilee preaching the gospel of God, that "The time is fulfilled and the kingdom of God is at hand; repent and believe in the gospel." Then, having recounted also the matters concerning Andrew and Peter, James and John, he records these things: "And entering into Capernaum, and immediately on the sabbaths
ἐδίδασκεν εἰς τὴν συναγωγήν.» Ὁ δὲ Λουκᾶς· «Καὶ συντελέσας, φησί, τὸν πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ ἄχρι καιροῦ. Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. Καὶ φήμη ἐξῆλθεν καθ' ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. Καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων. Καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν.» Παραστήσας δὲ τὰ ἐν Ναζαροῖς αὐτῷ εἰρημένα, καὶ τὸν κατ' αὐτοῦ θυμὸν τῶν ἐν τῇ συναγωγῇ, ἐκβαλλόντων «αὐτὸν ἔξω τῆς πόλεως» καὶ ἀγαγόντων «ἕως ὀφρύος τοῦ ὄρους, ἐφ' οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, ὥστε κατακρημνίσαι αὐτόν», καὶ ὡς «διελθὼν διὰ μέσου αὐτῶν» ὁ κύριος «ἐπορεύετο», ἐπισυνάπτει ταῦτα· «Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν.» * * * Παραστατέον δὲ τὴν περὶ τούτων ἀλήθειαν ἀποκεῖσθαι ἐν τοῖς νοητοῖς, διὰ τὸ πολλοὺς μὴ λυομένης τῆς διαφωνίας ἀφεῖσθαι τῆς περὶ τῶν εὐαγγελίων πίστεως, ὡς οὐκ ἀληθῶν οὐδὲ θειοτέρῳ πνεύματι γεγραμ μένων ἢ ἐπιτετευγμένως ἀπομνημονευθέντων· ἑκατέρως γὰρ λέγεται συντετάχθαι ἡ τούτων γραφή. Λεγέτωσαν γὰρ ἡμῖν οἱ παραδεχόμενοι τὰ τέσσαρα εὐαγ γέλια, καὶ τὴν δοκοῦσαν διαφωνίαν οἰόμενοι μὴ λύεσθαι διὰ τῆς ἀναγωγῆς, πρὸς ταῖς προειρημέναις ἡμῖν ἐπαπορήσεσιν περὶ τῶν τεσσεράκοντα τοῦ πειρασμοῦ ἡμερῶν οὐδαμῶς δυνα μένων χώραν ἔχειν παρὰ τῷ Ἰωάννῃ, πότε γέγονεν ἐν τῇ Καφαρναοὺμ ὁ κύριος·
He was teaching in the synagogue. But Luke says: "And when the devil had completed every temptation, he departed from him until an opportune time. And Jesus returned in the power of the Spirit into Galilee. And a report went out through all the surrounding region about him. And he himself was teaching in their synagogues, being glorified by all. And he came to Nazara, where he had been brought up, and he entered, as was his custom, on the day of the sabbaths into the synagogue." And after setting forth what was said to him at Nazara, and the rage of those in the synagogue against him, when they cast "him out of the city" and led him "as far as the brow of the hill on which their city had been built, so as to throw him down headlong," and how the Lord "passing through the midst of them" "went on his way," he adds these things: "And he went down to Capernaum, a city of Galilee, and he was teaching them on the sabbaths." But the truth concerning these things must be understood to be stored up in the intelligible realities, because many, since the disagreement is not resolved, have abandoned faith in the Gospels, as though they were not true nor written by a more divine spirit, nor accurately recorded from memory; for it is said that the writing of these was composed in both ways. For let those who accept the four Gospels, and who think that the apparent disagreement is not resolved through the higher sense, tell us—in addition to the difficulties we have already mentioned concerning the forty days of the temptation, which can in no way have a place in John—when the Lord was in Capernaum.
εἰ γὰρ μετὰ τὰς ἓξ τοῦ ὅτε ἐβαπτίσθη ἡμέρας, τῇ ἕκτῃ γενομένης τῆς κατὰ τὸν ἐν Κανᾷ τῆς Γαλιλαίας γάμον οἰκονομίας, δῆλον ὅτι οὔτε πεπείρασται οὔτε ἐν Ναζαροῖς ἐγένετο οὔτε Ἰωάννης πω παρεδέδοτο. Μετὰ οὖν τὴν Καφαρναούμ, ἔνθα ἔμεινεν οὐ πολλὰς ἡμέρας, τοῦ πάσχα τῶν Ἰουδαίων ἐγγὺς ὄντος ἀνέβη εἰς Ἱεροσόλυμα, ὅτε ἐκβάλλει ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ ἐκχέει τῶν κερματιστῶν τὰ κέρματα. Ἔοικεν δὲ ἐν τοῖς Ἱεροσολύμοις ὁ τῶν φαρισαίων ἄρχων Νικόδημος νυκτὸς πρὸς αὐτὸν ἐληλυθέναι, καὶ ἀκηκοέναι ταῦτα ἃ ἔξεστιν ἐκ τοῦ εὐαγγελίου λαβεῖν. «Μετὰ δὲ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐτῶν καὶ ἐβάπτιζεν· καθ' ὃν καιρὸν ἦν καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης»· ὅτε καὶ «ἐγένετο ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ, καὶ ἦλθον πρὸς τὸν Ἰωάννην», λέγοντες περὶ τοῦ σωτῆρος τὸ «Ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν»· ἀκηκόασιν ἀπὸ τοῦ βαπτιστοῦ λόγους, οὓς ἔστιν ἀπ' αὐτῆς τῆς γραφῆς ἀκριβέστερον λαβεῖν.
For if it was after the six days from when he was baptized, the arrangement concerning the marriage in Cana of Galilee having taken place on the sixth day, it is clear that he had not yet been tempted, nor had he been in Nazareth, nor had John yet been handed over. After Capernaum, then, where he stayed not many days, when the Passover of the Jews was near, he went up to Jerusalem, when he casts out of the temple both the sheep and the oxen, and pours out the money of the money-changers. And it seems that Nicodemus, the ruler of the Pharisees, came to him by night in Jerusalem, and heard these things which one may take from the Gospel. "But after these things Jesus and his disciples came into the land of Judea, and there he spent time with them and was baptizing; at which time John also was baptizing in Aenon near Salim, because there were many waters there, and people were coming and being baptized; for John had not yet been thrown into prison"; when also "a dispute arose from the disciples of John with Jews about purification, and they came to John," saying about the Savior, "Behold, this one baptizes and all are coming to him"; they heard from the Baptist words which one may take more precisely from the Scripture itself.
Εἰ δὲ πυνθανομένοις ἡμῖν περὶ τοῦ πότε γέγονε πρῶτον ἐν τῇ Καφαρναοὺμ ὁ Χριστός, τῇ λέξει Ματθαίου καὶ τῶν λοιπῶν δύο ἀκολουθοῦντες φήσουσιν μετὰ τὸν πειρασμόν, ὅτε καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν, πῶς ἅμα ἀληθῆ εἶναι ἐροῦσιν τό τε παρὰ τῷ Ματθαίῳ καὶ Μάρκῳ εἰρημένον, ὡς διὰ τὸ ἀκηκοέναι αὐτὸν περὶ τοῦ Ἰωάννου παραδοθέντος εἰς τὴν Γαλιλαίαν ἀναχωρήσαντα, καὶ τὸ παρὰ τῷ Ἰωάννῃ μετὰ καὶ ἄλλας οἰκονομίας πρὸς τῇ ἐν Καφαρναοὺμ μονῇ κείμενον, καὶ τὴν εἰς Ἱεροσόλυμα ἄνοδον, τήν τε εἰς τὴν Ἰουδαίαν ἐκεῖθεν κάθοδον, ὅτι οὔπω βεβλημένος ἦν εἰς φυλακὴν ὁ Ἰωάννης, ἀλλ' ἐβάπτιζεν ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ; Καὶ ἐπὶ ἄλλων δὲ πλειόνων εἴ τις ἐπιμελῶς ἐξετάζοι τὰ εὐαγγέλια περὶ τῆς κατὰ τὴν ἱστορίαν ἀσυμφωνίας, ἥντινα καθ' ἕκαστον πειρασόμεθα κατὰ τὸ δυνατὸν παραστῆσαι, σκοτοδινιάσας ἤτοι ἀποστήσεται τοῦ κυροῦν ὡς ἀληθῶς τὰ εὐαγγέλια, καὶ ἀποκληρωτικῶς ἑνὶ αὐτῶν προσθήσεται, μὴ τολμῶν πάντη ἀθετεῖν τὴν περὶ τοῦ κυρίου ἡμῶν πίστιν, ἢ προσιέμενος τὰ τέσσαρα εἶναι ἐρεῖ τ' ἀληθὲς αὐτῶν οὐκ ἐν τοῖς σωματικοῖς χαρακτῆρσιν. Ὑπὲρ δὲ τοῦ ποσὴν ἐπίνοιαν τοῦ βουλήματος τῶν εὐαγγελίων
But if, when we inquire about when Christ first came to Capernaum, those who follow the wording of Matthew and the other two will say that it was after the temptation, when he left Nazareth and came and settled in Capernaum by the sea, how will they say that both are true at the same time—what is said in Matthew and Mark, that because he had heard about John being handed over he withdrew into Galilee, and what is set down in John, along with other arrangements, concerning the stay in Capernaum, and the journey up to Jerusalem, and the descent from there into Judea—namely, that John had not yet been thrown into prison, but was baptizing in Aenon near Salim? And in the case of many other passages too, if one carefully examines the Gospels regarding the inconsistency in the historical narrative, which we shall attempt to set forth as far as possible in each case, one will be dizzy and either will abandon the claim that the Gospels are truly valid, and will attach himself to one of them at random, not daring to reject entirely the faith concerning our Lord, or, accepting that there are four, he will say that their truth is not in the bodily characters. But concerning how great is the intent of the purpose of the Gospels
περὶ τῶν τοιούτων λαβεῖν, καὶ τοῦτο ἡμῖν λεκτέον. Ἔστω τισὶ προκείμενον βλέπουσι τῷ πνεύματι τὸν θεὸν καὶ τοὺς τούτου πρὸς τοὺς ἁγίους λόγους, τήν τε παρου σίαν, ἣν πάρεστιν αὐτοῖς ἐξαιρέτοις καιροῖς τῆς προκοπῆς αὐτῶν ἐπιφαινόμενος, πλέοσιν οὖσιν τὸν ἀριθμὸν καὶ ἐν διαφό ροις τόποις, οὐχ ὁμοειδεῖς τε πάντη εὐεργεσίας εὐεργετουμένοις, ἑκάστῳ ἰδίᾳ ἀπαγγεῖλαι ἃ βλέπει τῷ πνεύματι περὶ τοῦ θεοῦ καὶ τῶν λόγων αὐτοῦ, τῶν τε πρὸς τοὺς ἁγίους ἐμφανειῶν, ὥστε τόνδε μὲν περὶ τῶνδε τῷδε τῷ δικαίῳ κατὰ τόνδε τὸν τόπον λεγομένων ὑπὸ θεοῦ καὶ πραττομένων ἀπαγ γέλλειν, τόνδε δὲ περὶ τῶν ἑτέρῳ χρησμῳδουμένων καὶ ἐπιτε λουμένων, καὶ ἄλλον περί τινος τρίτου παρὰ τοὺς προειρη μένους δύο θέλειν ἡμᾶς διδάσκειν· ἔστω δέ τις καὶ τέταρτος τὸ ἀνάλογον τοῖς τρισὶν περί τινος ποιῶν· συμφερέσθωσαν δὲ οἱ τέσσαρες οὗτοι περί τινων ὑπὸ τοῦ πνεύματος αὐτοῖς ὑποβαλ λομένων ἀλλήλοις, καὶ περὶ ἑτέρων ἐν ὀλίγῳ παραλλαττέτωσαν, ὥστε εἶναι τοιαύτας αὐτῶν τὰς διηγήσεις· ὤφθη ὁ θεὸς τῷδε κατὰ τόνδε τὸν καιρὸν ἐν τῷδε τῷ τόπῳ, καὶ τάδε αὐτῷ πεποίηκεν οὑτωσί, αὐτῷ ἐπιφαινόμενος τοιῷδε τῷ σχήματι, καὶ ἐχειραγώγησεν εἰς τόνδε τὸν τόπον, ἔνθα πεποίηκεν τάδε. Ὁ δεύτερος κατὰ τὸν αὐτὸν τοῖς εἰρημένοις γεγονέναι παρὰ τῷ προτέρῳ χρόνον ἔν τινι πόλει ἀπαγγελλέτω τὸν θεὸν ὦφθαι, ᾧ καὶ αὐτὸς νοεῖ, τινὶ δευτέρῳ ὄντι ἐν πολὺ ἀπεσχοινισμένῳ τόπῳ παρὰ τὸν τόπον τὸν τοῦ προτέρου, καὶ ἑτέρους λόγους ἀναγραφέτω κατὰ τὸν αὐτὸν καιρὸν εἰρῆσθαι ᾧ κατὰ τὴν ὑπόθεσιν εἰλήφαμεν δευτέρῳ.
We must also say this about such matters. Let it be supposed that certain persons have set before themselves, as they look with the spirit upon God and his words to the saints, and upon the presence which he is present to them at special seasons of their progress, appearing to them though they are more in number and in different places, and are benefited by benefits not altogether of the same kind—let it be supposed, I say, that each individually should report what he sees with the spirit concerning God and his words, and concerning the manifestations to the saints, so that one man should report the things spoken and done by God to this righteous man in this place concerning these matters, and another should report the things oracularly given and accomplished for a second, and another should wish to teach us about some third matter besides the two previously mentioned; and let there be also a fourth who does the like in proportion to the three; and let these four agree with one another about certain things suggested to them by the spirit, and differ slightly about others, so that their accounts are of this sort: God appeared to this man at this season in this place, and he did these things to him in this manner, appearing to him in such a form, and he led him by the hand to this place, where he did these things. And let the second, at the same time as those mentioned, report that God appeared in a certain city to a certain second person, whom he himself also understands, being in a place far removed from the place of the first, and let him record that other words were spoken at the same season to the second person whom we have supposed.
Τὰ δὲ παραπλήσια περὶ τοῦ τρίτου καὶ τοῦ τετάρτου νοητέον. Συμφερέσθωσαν δέ, ὡς προειρήκαμεν, οὗτοι τὰ ἀληθῆ ἀπαγγέλλοντες περὶ τοῦ θεοῦ καὶ τῶν πρός τινας εὐεργεσιῶν αὐτοῦ ἀλλήλοις ἐπί τινων ἀπαγγελλομένων ὑπ' αὐτῶν διηγή σεων. Δόξει τοίνυν τῷ ἱστορίαν εἶναι νομίζοντι τὴν τούτων γραφήν, ἣ διὰ εἰκόνος ἱστορικῆς πρόσθοιτ' ἂν παραστῆσαι τὰ πράγματα, καὶ τὸν θεὸν ὑπολαμβάνοντι κατὰ περιγραφὴν εἶναι ἐν τόπῳ, μὴ δυνάμενον τῷ αὐτῷ πλείονας ἑαυτοῦ ἐμποιῆσαι φαντασίας πλείοσιν ἐν πλείοσιν τόποις καὶ πλείονα ἅμα λέγειν, ἀδύνατον εἶναι ἀληθεύειν οὓς ὑπεθέμην τέσσαρας, τῷ ἀδύνατον εἶναι ἐν τῷδέ τινι τῷ τεταγμένῳ καιρῷ τὸν θεὸν εἶναι, ἅτε καὶ κατὰ περιγραφὴν αὐτὸν νενοημένον ἐν τόπῳ εἶναι, καὶ τῷδε καὶ τῷδε λέγειν τάδε καὶ τάδε, καὶ ποιεῖν τάδε καὶ τὰ τούτοις ἐναντία, καὶ φέρε εἰπεῖν καθεζόμενον ἅμα καὶ ἑστῶτα εἶναι, εἰ ὁ μὲν τῷδε τῷ καιρῷ λέγοι αὐτὸν ἑστῶτα τάδε τινὰ εἰρη κέναι ἢ πεποιηκέναι ἐν τῷδε τῷ τόπῳ, ὁ δὲ καθεζόμενον. Ὥσπερ οὖν ἐπὶ τούτων, ὧν ὑπεθέμην, ἐκληφθεὶς ὁ νοῦς τῶν ἱστορικῶν, χαρακτῆρι βουληθέντων ἡμᾶς διδάξαι τὰ ὑπὸ τοῦ νοῦ αὐτῶν τεθεωρημένα, οὐδεμίαν ἂν εὑρεθείη ἔχων διαφωνίαν, εἰ οἱ τέσσαρες εἶεν σοφοί· οὕτω νοητέον καὶ ἐπὶ τῶν τεσσάρων ἔχειν εὐαγγελιστῶν καταχρησαμένων μὲν πολλοῖς τῶν κατὰ τὸ τεράστιον καὶ παραδοξότατον τῆς δυνάμεως Ἰησοῦ πεπραγμένων καὶ εἰρημένων, ἔσθ' ὅπου καὶ προσυφανάντων τῇ γραφῇ μετὰ λέξεως ὡς περὶ αἰσθητῶν τὸ καθαρῶς νοητῶς αὐτοῖς τετρανωμένον.
The same must be understood concerning the third and the fourth. Let them be agreed, as we have said before, that these men report the truth about God and about his benefactions to certain persons, even when some of the accounts they report differ from one another. It will seem, then, to one who thinks the writing of these men is a history—which might come forward to set forth the matters through a historical image—and who supposes that God is in a place by circumscription, and is not able to produce for himself more appearances in more places at the same time and to say many things at once, that it is impossible for the four whom I have supposed to speak the truth, because it is impossible for God to be in this particular appointed time—since he has been conceived as being in a place by circumscription—and to say these things and those things to this one and to that one, and to do these things and the things contrary to them, and, for instance, to be seated and standing at the same time, if one says that at this time he said or did certain things in this place while standing, and another says he was seated. Just as, then, in the case of these whom I have supposed, the meaning of the historical writers, who wished to teach us by a figure the things contemplated by their mind, would be found to have no disagreement, if the four were wise men—so it must be understood to be the case also with the four evangelists, who made use of many of the things done and said by Jesus according to the marvelous and most extraordinary character of his power, and in some places also wove into the writing, in wording as though about sensible things, that which was clearly discerned by them in a purely intelligible way.
Οὐ καταγινώσκω δέ που καὶ τὸ ὡς κατὰ τὴν ἱστορίαν ἑτέρως γενόμενον πρὸς τὸ χρήσιμον τοῦ τούτων μυστικοῦ σκοποῦ μετατιθέναι πως αὐτούς, ὥστε εἰπεῖν τὸ ἐν τῷδε τῷ τόπῳ γενόμενον ὡς ἐν ἑτέρῳ, ἢ τὸ ἐν τῷδε τῷ καιρῷ ὡς ἐν ἄλλῳ, καὶ τὸ οὑτωσὶ ἀπαγγελλόμενον μετά τινος παραλλαγῆς αὐτοὺς πεποιηκέναι. Προέκειτο γὰρ αὐτοῖς ὅπου μὲν ἐνεχώρει ἀληθεύειν πνευματικῶς ἅμα καὶ σωματικῶς, ὅπου δὲ μὴ ἐνεδέχετο ἀμφοτέρως, προκρίνειν τὸ πνευματικὸν τοῦ σωματικοῦ, σῳζομένου πολλάκις τοῦ ἀληθοῦς πνευματικοῦ ἐν τῷ σωμα τικῷ, ὡς ἂν εἴποι τις, ψευδεῖ· ὡς εἰ καὶ ἀπὸ τῆς ἱστορίας λέγοιμεν ὅτι ὁ Ἰακὼβ φάσκων τῷ Ἰσαάκ· «Ἐγὼ Ἠσαῦ οπρωτότοκός σου υἱός» κατὰ μὲν τὸ πνευματικὸν ἠλήθευεν μεταλαβὼν τῶν πρωτοτοκίων ἤδη ἐν τῷ ἀδελφῷ παραπολλυμένων, καὶ διὰ τῆς στολῆς τῶν τε ἐριφίων δερμάτων τὸν ἔξωθεν χαρακτῆρα τοῦ Ἠσαῦ ἀναλαβὼν καὶ γενόμενος
χωρὶς τῆς αἰνούσης τὸν θεὸν φωνῆς Ἠσαῦ, ἵνα χώραν λάβῃ πρὸς τὸ εὐλογηθῆναι ὕστερον ὁ Ἠσαῦ. Τάχα γὰρ εἰ μὴ ηὐλόγητο Ἰακὼβ ὡς Ἠσαῦ, οὐκ ἂν οὐδὲ Ἠσαῦ καθ' ἑαυτὸνδέξασθαι τὴν εὐλογίαν οἷός τε ἦν. Καὶ ὁ Ἰησοῦς τοίνυν πολλά ἐστιν ταῖς ἐπινοίαις, ὧν ἐπινοιῶν εἰκὸς τοὺς εὐαγγελιστὰς διαφόρους ἐννοίας λαμβά νοντας, ἐσθ' ὅτε καὶ συμφερομένους ἄλλους περί τινων ἀναγεγραφέναι τὰ εὐαγγέλια· οἷον ἀληθὲς εἰπεῖν τὰ ὡς πρὸς τὴν λέξιν ἀντικείμενα περὶ τοῦ κυρίου ἡμῶν, ὅτι «γέγονεν ἐκ Δαβίδ», καὶ «οὐ γέγονεν ἐκ Δαβίδ»· ἀληθὲς μὲν γὰρ τὸ «Γέγονεν ἐκ Δαβίδ», ὡς καὶ ὁ ἀπόστολός φησι· «Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα», εἰ τὸ σωμα τικὸν αὐτοῦ ἐκλάβοιμεν·
I do not, I think, condemn the practice of altering what happened differently in the historical record to serve the usefulness of their mystical purpose, so as to say that what happened in this place happened as in another, or what happened at this time as at another, and that they have reported a thing in this way with some variation. For it was set before them, wherever it was possible, to speak the truth spiritually and bodily at once; but wherever it was not possible in both ways, to prefer the spiritual to the bodily, the true spiritual sense being often preserved in what is, so to speak, a bodily falsehood. As if we should say, from the history itself, that Jacob, when he said to Isaac, "I am Esau your firstborn son," was speaking the truth according to the spiritual sense, having received the firstborn rights which were already perishing in his brother, and having taken on the outward appearance of Esau through the garment and the skins of the kids, and having become
apart from the voice of Esau that praises God, so that Esau might later find room to be blessed. For perhaps if Jacob had not been blessed as Esau, neither could Esau himself have received the blessing. And Jesus, then, is many things in his conceptions; and it is likely that the evangelists, receiving different conceptions of these conceptions, sometimes, being carried along with others concerning certain matters, wrote their gospels accordingly. For example, it is true to say that the things which appear verbally opposed concerning our Lord—that "he was born of David" and that "he was not born of David"—are both true: for "He was born of David" is true, as also the apostle says, "who was born of the seed of David according to the flesh," if we take his bodily sense.
ψευδὲς δὲ αὐτὸ τοῦτο, εἰ ἐπὶ τῆς θειοτέρας δυνάμεως ἀκούοιμεν τὸ γεγονέναι αὐτὸν ἐκ σπέρματος Δαβίδ· ὡρίσθη γὰρ υἱὸς θεοῦ ἐν δυνάμει. Καὶ τάχα διὰ τοῦτο αἱ ἅγιαι προφητεῖαι ὅπου μὲν δοῦλον, ὅπου δὲ υἱὸν αὐτὸν ἀναγορεύουσιν· δοῦλον μὲν διὰ τὴν «δούλου μορφὴν» καὶ τὸν «ἐκ σπέρματος Δαβίδ», υἱὸν δὲ κατὰ τὴν πρωτότοκον αὐτοῦ δύναμιν. Οὕτως αὐτὸν ἀληθὲς εἰπεῖν «ἄνθρωπον» καὶ «οὐκ ἄνθρωπον»· «ἄνθρω πον» μὲν κατὰ τὸ θανάτου δεκτικόν, «οὐκ ἄνθρωπον» δὲ κατὰ τὸ ἀνθρώπου θειότερον. Ἐγὼ δ' οἶμαι καὶ τὸν Μαρκίωνα παρεκδεξάμενον ὑγιεῖς λόγους, ἀθετοῦντα αὐτοῦ τὴν ἐκ Μαρίας γένεσιν κατὰ τὴν θείαν αὐτοῦ φύσιν, ἀποφήνασθαι ὡς ἄρα οὐκ ἐγεννήθη ἐκ Μαρίας, καὶ διὰ τοῦτο τετολμηκέναι περιγράψαι τούτους τοὺς τόπους ἀπὸ τοῦ εὐαγγελίου· ᾧ παραπλήσιον πεπονθέναι φαίνονται οἱ ἀναιροῦντες αὐτοῦ τὴν ἀνθρωπότητα, καὶ μόνην αὐτοῦ τὴν θεότητα παραδεξάμενοι, οἵ τε τούτοις ἐναντίοι καὶ τὴν θεότητα αὐτοῦ περιγράψαντες, τὸν δὲ ἄνθρωπον ὡς ἅγιον καὶ δικαιότατον πάντων ἀνθρώπων ὁμολογήσαντες. Καὶ οἱ τὴν δόκησιν δὲ εἰσάγοντες, τὸν ταπεινώσαντα αὑτὸν μέχρι θανάτου καὶ ὑπήκοον γενόμενον μέχρι σταυροῦ μὴ νοή σαντες, μόνον δὲ τὸ ἀπαθὲς καὶ τὸ κρεῖττον παντὸς τοιούτου συμπτώματος φαντασθέντες, ἀποστερεῖν ἡμᾶς τὸ ὅσον ἐφ' ἑαυτοῖς θέλουσιν τοῦ πάντων ἀνθρώπων δικαιοτάτου ἀνθρώ που, οὐ δυναμένους δι' ἐκείνου σῴζεσθαι. Ὡς γὰρ δι' ἑνὸς ἀνθρώπου ὁ θάνατος, οὕτως καὶ δι' ἑνὸς ἀνθρώπου ἡ τῆς ζωῆς δικαίωσις·
But this very statement is false, if we understand that he was born of the seed of David in reference to the more divine power; for he was "designated Son of God in power." And perhaps for this reason the holy prophecies proclaim him sometimes as a servant and sometimes as a Son: as a servant because of the "form of a servant" and the "seed of David," but as a Son according to his firstborn power. Thus it is true to call him both "man" and "not man": "man" in respect of his being capable of death, but "not man" in respect of what is more divine than man. And I think that Marcion too, misinterpreting sound words, in rejecting his birth from Mary according to his divine nature, declared that he was not born of Mary, and for this reason dared to cut these passages out of the Gospel. And those who abolish his humanity and accept only his divinity seem to have suffered something similar to him, as have their opposites, who cut away his divinity and confess the man as holy and the most righteous of all men. And those who introduce mere appearance, not understanding the one who humbled himself to death and became obedient to the cross, but imagining only his impassibility and his superiority to any such accident, wish, as far as lies in their power, to deprive us of the most righteous of all men, since we cannot be saved through him. For as through one man death came, so also through one man came the justification of life.
οὐκ ἂν χωρὶς τοῦ ἀνθρώπου χωρησάντων ἡμῶν τὴν ἀπὸ τοῦ λόγου ὠφέλειαν, μένοντος ὁποῖος ἦν τὴν ἀρχὴν πρὸς τὸν πατέρα θεόν, καὶ μὴ ἀναλαβόντος ἄνθρωπον, τὸν πάντων πρῶτον καὶ πάντων τιμιώτερον καὶ πάντων μᾶλλον καθαρώτερον αὐτὸν χωρῆσαι δυνάμενον. Μεθ' ὃν καὶ ἡμεῖς δέξασθαι οἷοί τε αὐτὸν ἐσόμεθα, ἕκαστος τοσοῦτον καὶ τοιοῦτον, ὁποίαν αὐτῷ ποιοῦμεν καὶ πηλίκην χώραν ἐν τῇ ψυχῇ ἡμῶν. Ταῦτα δέ μοι πάντα εἴρηται τὰς ἐμφαινομένας διαφω νίας τῶν εὐαγγελίων συμφώνους παραστῆσαι θέλοντι ὁδῷ τῆς πνευματικῆς ἐκδοχῆς. Εἰς δὲ τὸν αὐτὸν τόπον καὶ τοιούτῳ παρα δείγματι χρηστέον, ὅτι Παῦλος ὁ μὲν σαρκικὸς πεπρᾶσθαι λέγει ὑπὸ τὴν ἁμαρτίαν, καὶ οὐδὲν ἀνακρίνειν οἷός τε ἦν, «ὁ δὲ πνευματικὸς ἀνακρίνει πάντα», καὶ «ὑπ' οὐδενὸς ἀνακρίνεται». Καὶ τοῦ μὲν σαρκικοῦ εἰσιν φωναί· «Οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ»· τοῦ δὲ πνευ ματικοῦ· «ὃ θέλω πράσσω, καὶ ὃ μισῶ οὐ ποιῶ». Ἀλλὰ καὶ ὁ ἁρπαγεὶς «ἕως τρίτου οὐρανοῦ» καὶ ἀκούσας «ἄρρητα ῥήματα» ἕτερος ἦν παρὰ τὸν λέγοντα· «Περὶ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι.» Εἰ δὲ καὶ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος γίνεται, ἵνα Ἰουδαίουςκερδήσῃ, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσῃ, τοῖς τε ἀνόμοις ὡς ἄνομος, «μὴ ὢν ἄνομος θεοῦ ἀλλ' ἔννομος Χριστοῦ», ἵνα κερδήσῃ τοὺς ἀνόμους, καὶ τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ, δῆλον ὅτι ἐξεταστέον αὐτοῦ τοὺς λόγους, ἰδίᾳ μὲν τοὺς Ἰουδαίους, ἰδίᾳ δὲ ὅτε ἐστὶν ὡς ὑπὸ νόμον, καὶ ἄλλοτε ὅτε ἐστὶν ὡς ἄνομος, ἔσθ' ὅτε δὲ ὅτε γίνεται ἀσθενής.
We would not have received the benefit that comes from the Word without the man, if he had remained such as he was in the beginning with God the Father and had not taken up a man—the first of all, and more honored than all, and purer than all, who was able to receive him. After him, we too will be able to receive him, each one to the extent and of the kind that we make a place for him in our soul, and of whatever size. All these things I have said wishing to present the apparent differences of the Gospels as harmonious by way of the spiritual interpretation. And for the same topic this sort of example must be used: that Paul, on the one hand, says that the fleshly man has been sold under sin, and was not able to examine anything, but "the spiritual man examines all things," and "is examined by no one." And the voices of the fleshly man are: "For what I want, this I do not practice, but what I hate, this I do." And of the spiritual man: "What I want I practice, and what I hate I do not do." But also the one caught up "as far as the third heaven" and who heard "unutterable words" was different from the one who says: "Concerning such a one I will boast, but concerning myself I will not boast." But if he also becomes to the Jews as a Jew, in order that he might gain Jews, and to those under the law as under the law, in order that he might gain those under the law, and to those without law as without law, "not being without law of God but within the law of Christ," in order that he might gain those without law, and to the weak as weak, in order that he might gain the weak, it is clear that his words must be examined—separately those to the Jews, separately when he is as under the law, and at another time when he is as without law, and sometimes when he becomes weak.
Οἷον ἃ λέγει «κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν», ἀσθενὴς ὢν λέγει· «Τίς, γάρ φησιν, ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ;» ὅτε δὲ ξύρεται καὶ προσφορὰν προσφέρει ἢ τὸν
Τιμόθεον περιτέμνει, Ἰουδαῖος γίνεται· ὅτε δὲ Ἀθηναίοις φησίν· «Εὗρον βωμὸν ἐν ᾧ ἐγέγραπτο· Ἀγνώστῳ θεῷ· ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν»· καὶ τὸ «Ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν», τοῖς ἀνόμοις ὡς ἄνομος γίνεται, εὐσέβειαν μαρτυρῶν τοῖς ἀσεβεστάτοις καὶ τῷ εἰπόντι· «Ἐκ Διὸς ἀρχώμεθα· τοῦ γὰρ καὶ γένος ἐσμέν» καταχρησάμενος πρὸς ὃ ἐβούλετο. Τάχα δ' ἔσθ' ὅπου τοῖς μὴ Ἰουδαίοις μὲν ὑπὸ νόμον δὲ ὑπὸ νόμον γίνεται. Ταῦτα δὲ οὐ μόνον εἰς τὰ περὶ τοῦ σωτῆρος χρήσιμα ἡμῖν ἐστιν τὰ παραδείγματα, ἀλλὰ καὶ εἰς τὰ περὶ τῶν μαθητῶν, περὶ ὧν καὶ αὐτῶν ἐστίν τις κατὰ τὸ ῥητὸν διαφωνία. Τάχα γὰρ τῇ ἐπινοίᾳ εὑρισκόμενος ὑπὸ τοῦ ἰδίου ἀδελφοῦ Σίμων Ἀνδρέου καὶ ἀκούων «Σὺ κληθήσῃ Κηφᾶς», ἕτερός ἐστιν, παρὰ τὸν ὁρώμενον ἅμα τῷ ἀδελφῷ ὑπὸ τοῦ περιπα τοῦντος παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας Ἰησοῦ, καὶ ἀκούοντα ἅμα ἐκείνῳ τῷ Ἀνδρέᾳ· «Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.» Ἔπρεπεν γὰρ τῷ θεο λογικώτερον ἀπαγγέλλοντι περὶ τοῦ γενομένου σαρκὸς λόγου καὶ τὴν γένεσιν διὰ τοῦτο μὴ ἀναγράψαντι τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου, μηδὲ τὸν παρὰ τῇ θαλάσσῃ εὑρημένον καὶ ἐκεῖθεν καλούμενον εἰπεῖν, ἀλλὰ τὸν εὑρισκόμενον ὑπὸ τοῦ ἀδελφοῦ, μείναντος παρὰ τῷ Ἰησοῦ τῇ δεκάτῃ ὥρᾳ, καὶ διὰ τὸ οὕτως εὑρίσκεσθαι εὐθέως λαμβάνοντα τὸ Κηφᾶς.
For instance, the words "by way of concession, not by way of command" he speaks as one who is weak: "For who," he says, "is weak, and I am not weak?" But when he is shaved and offers the offering, or circumcises Timothy, he becomes a Jew; but when he says to the Athenians, "I found an altar on which was inscribed, To an unknown god; what therefore you worship in ignorance, this I proclaim to you," and the words "As also some of your own poets have said, For we are also his offspring," he becomes to those without law as without law, bearing witness to piety among the most impious, and making use of the one who said, "From Zeus let us begin, for we are also his offspring," for the purpose he wished. And perhaps there is a place where he becomes as under law to those who are not Jews but under law. And these examples are useful to us not only for the matters concerning the Savior, but also for the matters concerning the disciples, about whom there is also a certain disagreement according to the literal wording. For perhaps, found in thought by his own brother Andrew and hearing, "You shall be called Cephas," Simon is other than the one seen together with his brother by Jesus walking beside the sea of Galilee, and hearing together with that Andrew, "Come after me, and I will make you fishers of men." For it was fitting for the one who reports more spiritually concerning the Word who became flesh, and who for this reason did not record the generation of the Word who in the beginning was with God, not to speak of the one found beside the sea and called from there, but of the one found by his brother, who remained with Jesus at the tenth hour, and because he was found in this way immediately received the name Cephas.
Ὁ γὰρ ὁρώμενος ὑπὸ τοῦ περιπατοῦντος παρὰ τὴν θάλασ σαν τῆς Γαλιλαίας μόλις ποτὲ καὶ ὕστερον λαμβάνει τὸ «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν.» Καὶ ὁ μὲν παρὰ τῷ Ἰωάννῃ Ἰησοῦς γινώσκεται παρὰ τοῖς φαρισαίοις βαπτίζων, ἐν τοῖς μαθηταῖς αὐτοῦ βαπτί ζων, μετὰ καὶ τῶν ἄλλων ἐξαιρέτων καὶ τοῦτο ποιῶν· ὁ δὲ παρὰ τοῖς τρισὶν Ἰησοῦς οὐδαμῶς βαπτίζει. Ἔτι δὲ καὶ ὁ βαπτιστὴς Ἰωάννης μέχρι πολλοῦ παρὰ τῷ ὁμωνύμῳ εὐαγγελιστῇ διαρκεῖ μὴ βεβλημένος εἰς φυλακήν· ὁ δὲ παρὰ τῷ Ματθαίῳ σχεδὸν Ἰησοῦ πειραζομένου εἰς τὴν φυλακὴν παραδίδοται· δι' ὃν καὶ ἀναχωρεῖ ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, περιϊστάμενος τὸ γενέσθαι ἐν τῇ φυλακῇ· ἀλλ' οὐδὲ εὑρίσκεται παρὰ τῷ Ἰωάννῃ ὁ βαπτιστὴς παραδιδόμενος εἰς φυλακήν. Τίς δ' οὕτως σοφὸς καὶ ἐπὶ τοσοῦτον ἱκανὸς ὡς πάντα τὸν Ἰησοῦν ἀπὸ τῶν τεσσάρων εὐαγγελιστῶν μαθεῖν, καὶ ἕκαστον ἰδίᾳ χωρῆσαι νοῆσαι, καὶ πάσας αὐτοῦ τὰς καθ' ἕκαστον τόπον ἰδεῖν ἐπιδημίας καὶ λόγους καὶ ἔργα; Κατὰ μέντοι γε τὸν προκείμενον τόπον ἀκολούθως νομίζομεν τῇ ἕκτῃ ἡμέρᾳ τὸν σωτῆρα, ὅτε γεγένηται ἡ κατὰ τὸν γάμον οἰκονομία ἐν Κανᾷ τῆς Γαλιλαίας, καταβεβηκέναι ἅμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς καὶ τοῖς μαθηταῖς εἰς τὴν Καφαρναούμ, ὅπερ ἑρμηνεύεται «ἀγρὸς παρακλήσεως». Ἐχρῆν γὰρ μετὰ τὴν ἐν τῷ οἴνῳ εὐωχίαν καὶ εἰς τὸν τῆς «παρακλήσεως ἀγρὸν» ἅμα τῇ μητρὶ καὶ τοῖς μαθηταῖς ἐληλυθέναι τὸν σωτῆρα, παρακαλέσοντα ἐπὶ τοῖς ἐν τῷ πλήρει ἀγρῷ ἐσομένοις καρποῖς τοὺς μαθητευομένους καὶ τὴν συνειληφυῖαν αὐτὸν ψυχὴν ἐκ τοῦ ἁγίου πνεύματος, ἢ τοὺς ἐκεῖ ὠφελησομένους.
For the one seen by the one walking beside the Sea of Galilee only at last and later receives the words "You are Peter, and on this rock I will build my church." And the Jesus in John is known by the Pharisees as baptizing, baptizing among his disciples, doing this along with the other exceptional things; but the Jesus in the three does not baptize at all. Furthermore, John the Baptist continues for a long time in the evangelist of the same name, not having been cast into prison; but in Matthew he is handed over to prison almost while Jesus is being tempted; on whose account Jesus also withdraws to Galilee, avoiding being in prison; but neither is the Baptist found in John being handed over to prison. Who is so wise and capable to such a degree as to learn the whole Jesus from the four evangelists, and to grasp each one individually, and to see all his visits and words and deeds in each place? However, according to the present passage, we believe it follows that on the sixth day, when the wedding arrangement at Cana of Galilee took place, the Savior went down with his mother and brothers and disciples to Capernaum, which is interpreted "field of consolation." For it was necessary that after the feasting on wine the Savior should also come to the "field of consolation" with his mother and disciples, to console those being discipled concerning the fruits that would be in the full field, and the soul that had conceived him from the Holy Spirit, or those who would be benefited there.
Ζητητέον μέντοι γε, διὰ τί εἰς μὲν τὸν γάμον οὐ καλοῦνται οἱ ἀδελφοὶ αὐτοῦ–ἀλλ' οὐδὲ ἦσαν ἐκεῖ, οὐ γὰρ εἴρηται–, εἰς δὲ τὴν Καφαρναοὺμ καταβαίνουσιν μετ' αὐτοῦ καὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν μαθητῶν. Ἔτι δὲ ἐξεταστέον, διὰ τί νῦν οὐκ εἰσέρχονται εἰς τὴν Καφαρναοὺμ μηδὲ ἀναβαί νουσιν εἰς αὐτήν, ἀλλὰ καταβαίνουσιν. Ὅρα οὖν εἰ ἐνταῦθα τοὺς ἀδελφοὺς ἀντὶ τῶν συγκαταβεβηκυιῶν αὐτῷ δυνάμεων ἐκληπτέον, οὐ καλουμένων εἰς τὸν γάμον καθ' ἃς εἴπαμεν διηγήσεις, κατωτέρω δὲ ἐν ὑποδεεστέροις τῶν χρηματιζόντων μαθητῶν τοῦ Χριστοῦ καὶ ἀλλοειδῶς ὠφελημένων· ὅτι εἰ καλεῖται μήτηρ αὐτοῦ, εἰσί τινες καρποφοροῦντες, πρὸς οὓς αὐτός τε καταβαίνει ὁ κύριος σὺν τοῖς ὑπηρέταις τοῦ λόγου καὶ μαθηταῖς, τοὺς τοιούτους ὠφελῶν, καὶ τῆς μητρὸς αὐτῷ συμπαρούσης. Ἐοίκασίν γε οἱ καλούμενοι Καφαρναοὺμ μὴ χωρεῖν τὴν ἐπιπλεῖον διατριβὴν παρ' αὐτοῖς τοῦ Ἰησοῦ καὶ τῶν συγκατα βαινόντων αὐτῷ· ὅθεν μένουσι μὲν παρ'
αὐτοῖς, οὐ μὴν πολλὰς ἡμέρας· τὸν γὰρ περὶ τῶν πλειόνων δογμάτων φωτισμὸν ὁ τῆς κατωτέρω «παρακλήσεως ἀγρὸς» οὐ χωρεῖ, ὀλιγωτέρων τυγχάνων δεκτικός. Παραθετέον δὲ πρὸς τὸ θεωρῆσαι διαφορὰς τῶν ἐπιπλεῖον ἢ ἔλαττον δεχομένων τὸν Ἰησοῦν τῷ «Ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας» τὸ ἐν τῷ κατὰ Ματθαῖον τῷ ἀναστάντι ἐκ νεκρῶν μεμαθητευμένοις λεγόμενον καὶ ἀποστελλομένοις μαθητεῦσαι πάντα τὰ ἔθνη οὕτως ἔχον· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντε λείας τοῦ αἰῶνος.» Τοῖς μὲν γὰρ πάντα ὅσα ἐνδέχεται φύσιν ἀνθρωπίνην γνῶναι ἔτι ἐνταῦθα τυγχάνουσαν εἰσομένοις λέγεται δεικτικῶς τὸ «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι»·
One must inquire, however, why his brothers are not invited to the wedding—indeed, they were not there, for it is not stated—but they go down with him to Capernaum, along with his mother and his disciples. Further, one must examine why now they do not enter Capernaum nor go up into it, but go down. Consider then whether here the brothers should be understood in place of the powers that went down together with him, which are not invited to the wedding according to the interpretations we have given, but are lower and inferior to the disciples who are called by Christ and benefited in another manner; for if his mother is invited, there are some who bear fruit, to whom the Lord himself goes down together with the servants of the word and the disciples, benefiting such persons, and his mother being present with him. At any rate, those called to Capernaum seem not to have room for the longer stay of Jesus and those who went down with him among them; therefore they remain with them, but not for many days; for the "field of the lower consolation" does not have room for the illumination concerning more doctrines, being capable of receiving fewer. One must compare, in order to observe the differences among those who receive Jesus to a greater or lesser degree, the words "There they remained not many days" with what is said in Matthew to those who were made disciples of the one who rose from the dead and were sent to make disciples of all the nations, which reads thus: "Behold, I am with you all the days until the end of the age." For to those who are to know all things that human nature, while still here, is capable of knowing, the words "Behold, I am with you" are said demonstratively.
καὶ περὶ πάσης τῆς ἐν τοῖς θεωρησομένοις ἀνατολῆς ἡμέρας πλείονας ποιούσης τοῖς μακαριωτάτοις τὸ «Πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος»· περὶ δὲ τῶν ἐν Καφαρναούμ, πρὸς οὓς ὡς ὑποδεεστέρους καταβαίνουσιν οὐ μόνον ὁ Ἰησοῦς ἀλλὰ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταί· «Ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.» Εἰκὸς δὲ οὐκ ἀλόγως ζητήσειν τινὰς εἰ μετὰ πάσας τὰς ἡμέρας τούτου τοῦ αἰῶνος οὐκέτι ἔσται ὁ εἰπών· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν» μετὰ τῶν χωρησάντων αὐτὸν «ἕως τῆς συντελείας τοῦ αἰῶνος»· τὸ γὰρ «ἕως» οἱονεὶ περιγρα φήν τινα δηλοῖ χρόνου. Λεκτέον δὲ καὶ πρὸς τοῦτο, ὅτι οὐ ταὐτόν ἐστιν τὸ «Μεθ' ὑμῶν εἰμι» τῷ «Ἐν ὑμῖν εἰμι». Τάχα οὖν κυριώτερον λέγοιμεν ἂν οὐκ «ἐν» τοῖς μαθη τευομένοις εἶναι τὸν σωτῆρα, ἀλλὰ «μετ'« αὐτῶν ὅσον τῷ νῷ οὐκ ἐφθακόσιν ἐπὶ τὴν τοῦ αἰῶνος συντέλειαν. Ἐπὰν δὲ τοῦ κόσμου σταυρωθέντος αὐτοῖς τὴν συντέλειαν αὐτοῦ ἐνστᾶσαν τὸ ὅσον ἐπὶ τῇ αὐτῶν παρασκευῇ θεωρήσωσιν, τότε οὐκέτι μετ' αὐτῶν ἀλλὰ ἐν αὐτοῖς γενομένου τοῦ Ἰησοῦ ἐροῦσιν τὸ «Οὐκέτι ζῶ ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός» καὶ τὸ «Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ». Ταῦτα δὲ λέγομεν τηρουμένης πως ἰδίᾳ καὶ τῆς παριστάσης ἐκδοχῆς τὸ «πάσας τὰς ἡμέρας» λέγεσθαι τὰς «ἕως συντελείας τοῦ αἰῶνος» κατὰ τὰ ἐφικτὰ τῇ ἀνθρωπίνῃ φύσει καταλαβεῖν ἔτι ἐνταῦθα τυγχανούσῃ· ἔστιν γὰρ καὶ ἐκείνης τῆς ἑρμηνείας τηρουμένης ἐπιστῆσαι τῷ «ἐγώ», ἵνα ὁ μὲν ἕως τῆς συντελείας μετὰ τῶν ἀποστελλομένων μαθη τεύειν πάντα τὰ ἔθνη ᾖ ὁ κενώσας ἑαυτὸν καὶ τὴν τοῦ δούλου μορφὴν λαβών.
And concerning every "day" of the rising that is to be contemplated in things seen, which makes more days for the most blessed—"all the days until the consummation of the age." But concerning those in Capernaum, to whom as inferiors not only Jesus but also his mother and his brothers and his disciples go down: "There they remained not many days." It is likely that some will reasonably ask whether, after all the days of this age, he who said, "Behold, I am with you" will no longer be with those who received him "until the consummation of the age"; for "until" indicates, as it were, a certain limit of time. To this one must also say that "I am with you" is not the same as "I am in you." Perhaps, then, we may say more properly that the Savior is not "in" those who are being discipled, but "with" them as long as by their mind they have not reached the consummation of the age. But when, the world having been crucified to them, they contemplate its consummation as present, as far as depends on their own preparation, then, since Jesus is no longer with them but in them, they will say, "I no longer live, but Christ lives in me," and, "If you seek a proof of Christ who speaks in me." We say these things while somehow preserving in its own right the received interpretation as well—that "all the days" are said to be "until the consummation of the age" according to what human nature, still situated here, is able to grasp; for while that interpretation too is preserved, one may attend to the "I," so that he who until the consummation is with the disciples sent to disciple all the nations may be the one who emptied himself and took the form of a servant.
Ὡσπερεὶ δὲ τούτου ἕτερος ἐν τῇ καταστάσει ὢν τῇ πρὸ τοῦ κενῶσαι ἑαυτὸν μετὰ τὴν συντέ λειαν τοῦ αἰῶνος γένηται μετὰ τούτων, ἕως ὑπὸ τοῦ πατρὸς τεθῶσι πάντες οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, μετὰ ταῦτα, ὅτε παραδίδωσιν ὁ υἱὸς τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, τοῦ πατρὸς ἐροῦντος αὐτοῖς τὸ «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι»· πότερον δὲ πάσας ἡμέρας ἕως τοῦδε τοῦ χρόνου, ἢ ἁπλῶς πάσας τὰς ἡμέρας, ἢ οὐδὲ πάσας ἀλλὰ πᾶσαν, ἐνέσται σκοπεῖν τῷ βουλομένῳ. Νῦν γὰρ ἡμᾶς οὐκ ἀπαιτεῖ τὰ προκείμενα ἐπὶ τοσοῦτον παρεκβῆναι τοῦ λόγου. Ὁ μέντοι γε Ἡρακλέων τὸ «Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς» διηγούμενος ἄλλης πάλιν οἰκονομίας ἀρχήν φησι δηλοῦσθαι, οὐκ ἀργῶς τοῦ «Κατέ βη« εἰρημένου· καί φησι τὴν Καφαρναοὺμ σημαίνειν ταῦτα τὰ ἔσχατα τοῦ κόσμου, ταῦτα τὰ ὑλικὰ εἰς ἃ κατῆλθεν· καὶ διὰ τὸ ἀνοίκειον, φησίν, εἶναι τὸν τόπον οὐδὲ πεποιηκώς τι λέγεται ἐν αὐτῇ ἢ λελαληκώς. Εἰ μὲν οὖν μηδὲ ἐν τοῖς λοιποῖς εὐαγγελίοις πεποιηκώς τι ἢ λελαληκὼς ἐν τῇ Καφαρναοὺμ ὁ κύριος ἡμῶν ἀνεγέγραπτο, τάχα ἂν ἐδιστάξαμεν περὶ τοῦ παραδέξασθαι αὐτοῦ τὴν ἑρμηνείαν. Νυνὶ δὲ ὁ μὲν Ματθαῖος καταλιπόντα φησὶ τὸν κύριον ἡμῶν τὴν Ναζαρὰ ἐλθόντα κατῳκηκέναι εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν, καὶ ἀπὸ τότε ἀρχὴν τοῦ κηρύσσειν πεποιῆσθαι λέγοντα· «Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Ὁ δὲ Μάρκος ἀπὸ τοῦ πρὸς τὸν διάβολον πειρασμοῦ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἀπαγγέλλει ἡμῖν εἰς τὴν Γαλιλαίαν κηρύσσοντα τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐληλυ θέναι τὸν κύριον·
But as though another, being in the state that was before he emptied himself, comes to be with these after the consummation of the age, until all his enemies are placed by the Father as a footstool for his feet; after these things, when the Son hands over the kingdom to God and the Father, the Father saying to them, "Behold, I am with you"; but whether all the days until this time, or simply all the days, or not even all but every day, it will be for the one who wishes to consider. For the matters at hand do not now require us to digress so far from the argument. Heracleon, however, interpreting "After this he went down to Capernaum, he himself," says that the beginning of another dispensation is indicated, the word "he went down" not being said idly; and he says that Capernaum signifies these last things of the world, these material things into which he descended; and because the place is unsuitable, he says, he is not said to have done or spoken anything in it. If, then, our Lord had not been recorded in the other Gospels either as having done or spoken anything in Capernaum, perhaps we would have hesitated to accept his interpretation. But as it is, Matthew says that our Lord, having left Nazareth, came and dwelt in Capernaum by the sea, and from that time made a beginning of preaching, saying, "Repent, for the kingdom of heaven is at hand." And Mark reports that after the temptation by the devil, after John was handed over, the Lord came into Galilee preaching the gospel of God.
καὶ μετὰ τὴν εἰς ἀποστολὴν ἐκλογὴν τῶν τεσσάρων ἁλιέων «εἰσπορεύονται εἰς Καφαρναούμ· καὶ εὐθὺς τοῖς σάββασιν
ἐδίδασκεν εἰς τὴν συναγωγήν, καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ». Ἀλλὰ καὶ πρᾶξιν αὐτοῦ ἀναγράφει γεγενημένην ἐν Καφαρναούμ· «Εὐθύς», γάρ φησιν, «ἐν τῇ συναγωγῇ αὐτῶν ἦν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε λέγων· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἴδαμέν σε τίς εἶ, ὁ υἱὸς τοῦ θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ»· ὅτε ἐσπάραξεν «αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ· καὶ ἐθαμβήθησαν ἅπαντες». Καὶ ἡ πενθερὰ Σίμωνος τοῦ πυρετοῦ ἀπαλλάσσεται ἐν τῇ Καφαρναούμ. Πρὸς τούτοις ὁ Μάρκος φησὶν ἑσπέρας γεγενημένης ἐν τῇ Καφαρναοὺμ τεθεραπεῦσθαι πάντας τοὺς κακῶς ἔχοντας καὶ δαιμονιζομένους. Καὶ ὁ Λουκᾶς δὲ τὰ παραπλήσια τῷ Μάρκῳ ἀπαγγέλλει περὶ τῆς Καφαρναοὺμ λέγων· «Καὶ ἦλθεν εἰς Καφαρναούμ, πόλιν τῆς Γαλιλαίας, καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάβ βασιν καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἀπ' αὐτοῦ.
And after the selection of the four fishermen for the apostolate, "they enter into Capernaum; and immediately on the sabbaths he was teaching in the synagogue, and they were astonished at his teaching." But he also records an action of his that took place in Capernaum: "Immediately," he says, "in their synagogue there was a man with an unclean spirit, and he cried out saying: Let us alone, what have we to do with you, Jesus the Nazarene? Have you come to destroy us? We know who you are, the son of God. And Jesus rebuked him saying: Be silenced and come out of him"; when "the unclean spirit" convulsed "him and cried out with a loud voice it came out of him; and they were all amazed." And the mother-in-law of Simon is freed from the fever in Capernaum. In addition to these things, Mark says that when evening had come in Capernaum all those who were sick and demon-possessed were healed. And Luke also reports things similar to Mark concerning Capernaum, saying: "And he came to Capernaum, a city of Galilee, and he was teaching them on the sabbaths and they were astonished at his teaching, because his word was with authority. And in the synagogue there was a man having a spirit of an unclean demon, and he cried out with a loud voice: Let us alone, what have we to do with you, Jesus the Nazarene? I know who you are, the holy one of God. And Jesus rebuked him saying: Be silenced and come out of him."
Τότε καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς μέσον ἐξῆλθεν ἀπ' αὐτοῦ μηδὲν βλάψαν αὐτόν.» Καὶ μετὰ ταῦτα ἀπαγγέλλει ὡς ἀναστὰς ὁ κύριος ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος, καὶ ἐπιτιμήσας τῷ ἐν τῇ πενθερᾷ αὐτοῦ πυρετῷ ἀπήλλαξεν αὐτὴν τῆς νόσου· μεθ' ἣν θεραπευθεῖσαν «Δύντος, φησί, τοῦ ἡλίου πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἦγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶς ἐθεράπευεν αὐτούς. Ἐξήρχοντο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κραυγάζοντα καὶ λέγοντα ὅτι· Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ· καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν Χριστὸν αὐτὸν εἶναι.» Ταῦτα δὲ πάντα περὶ τῶν ἐν Καφαρναοὺμ τῷ σωτῆρι εἰρημένων καὶ πεπραγμένων παρεστήσαμεν ὑπὲρ τοῦ ἐλέγξαι τὴν Ἡρακλέωνος ἑρμηνείαν λέγοντος· Διὰ τοῦτο οὐδὲ πεποιηκώς τι λέγεται ἐν αὐτῇ ἢ λελαληκώς. Ἢ γὰρ δύο ἐπινοίας διδότω καὶ αὐτὸς τῆς Καφαρ ναοὺμ καὶ παριστάτω καὶ πεισάτω ποίας· ἢ τοῦτο ποιῆσαι μὴ δυνάμενος ἀφιστάσθω τοῦ λέγειν τὸν σωτῆρα μάτην τινὶ τόπῳ ἐπιδεδημηκέναι. Καὶ ἡμεῖς δὲ θεοῦ διδόντος γενό μενοι κατὰ τὰ τοιαῦτα χωρία τῆς συναναγνώσεως ὅπου δόξαι ἂν μηδὲν ἠνυκέναι ἐπιδημήσας χωρίοις τισίν, πειρασόμεθα τὸ μὴ μάταιον τῆς ἐπιδημίας αὐτοῦ τρανῶσαι. Ἔτι δὲ ὁ Ματθαῖος εἰσελθόντος τοῦ κυρίου εἰς τὴν Καφαρναούμ φησι τὸν ἑκατόνταρχον αὐτῷ προσεληλυθέναι λέγοντα· Ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος», καὶ ἀκηκοέναι μεθ' ἕτερα εἰρημένα τῷ κυρίῳ παρ' αὐτοῦ τὸ «Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι».
Then the demon, having thrown him into the midst, came out from him without having harmed him at all. And after these things he reports that the Lord, having risen from the synagogue, entered into the house of Simon, and having rebuked the fever in his mother-in-law, he released her from the illness; after she had been healed, he says, "When the sun was setting, all who had those who were sick with various diseases brought them to him; and he, laying his hands on each one of them, was healing them. And demons also were coming out from many, crying out and saying, 'You are the Son of God'; and rebuking them, he did not permit them to speak, because they knew that he was the Christ." And all these things, concerning what was said and done by the Savior in Capernaum, we have set forth in order to refute the interpretation of Heracleon, who says: "For this reason he is not said to have done or spoken anything in it." For either let him also give two meanings of Capernaum and set them forth and persuade us what sort they are; or, being unable to do this, let him desist from saying that the Savior visited any place in vain. And we too, having come, God willing, to such places of the reading together where it might seem that he profited nothing by visiting certain places, will attempt to make clear that his visit was not in vain. Moreover Matthew says that when the Lord entered into Capernaum, the centurion came to him saying, "My servant lies in the house paralyzed, terribly tormented," and that after other things said by him to the Lord, he heard, "Go, and as you have believed, let it be done for you."
Καὶ τὰ περὶ τῆς Πέτρου πενθερᾶς σύμφωνα τοῖς ἄλλοις δυσὶν καὶ αὐτὸς παρέστησεν. Ἡγοῦμαι δὲ εἶναι φιλότιμον καὶ πρέπον τῷ ἐν Χριστῷ φιλομαθεῖ συναγαγεῖν ἀπὸ τῶν τεσσάρων εὐαγγελίων πάντα τὰ περὶ τῆς Καφαρναοὺμ ἀναγεγραμμένα καὶ τοὺς ἐν αὐτῇ λόγους καὶ ἔργα τοῦ κυρίου, καὶ ὁσάκις εἰς αὐτὴν ἐπιδεδήμηκε, καὶ πότε μὲν λέγεται καταβεβηκέναι εἰς αὐτήν, πότε δὲ εἰδεληλυθέναι, καὶ πόθεν. Ταῦτα γὰρ ἀλλήλοις συντεθέντα οὐκ ἐάσει ἡμᾶς διαπεσεῖν εἰς τὴν περὶ τῆς Καφαρναοὺμ ἐκδοχήν. Πλὴν εἰ καὶ νοσοῦντες ἐκεῖ θεραπεύονται καὶ ἄλλαι δυνάμεις ἐκεῖ γίνονται, τό τε κηρύσσειν «Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν» ἐκεῖθεν ἄρχεται, ἔοικεν εἶναι σύμβολον, ὡς κατὰ τὰς ἀρχὰς ὑπεδειξάμεθα, ὑποδεεστέρου τινὸς «χωρίου παρακλήσεως», τάχα διὰ τὸν Ἰησοῦν γινομένου παρακαλέσαντα ἐφ' οἷς ἐδίδαξεν καὶ πεποίηκεν ἐκεῖ τοῦ τόπου «χωρίου παρακλήσεως». Ἴσμεν γὰρ καὶ τόπων ὀνόματα ἐπώνυμα τυγχάνοντα τοῖς κατὰ τὸν Ἰησοῦν πράγμασιν· ὥσπερ τὰ Γέργεσα, ἔνθα παρεκάλεσαν αὐτὸν μεταβῆναι ἐκ τῶν ὁρίων αὐτῶν οἱ τῶν χοίρων πολῖται, ἑρμηνεύεται «παροικία ἐκβεβληκότων».
And he also set forth the matters concerning Peter's mother-in-law in agreement with the other two. I consider it to be a mark of love of honor and fitting for one who loves learning in Christ to gather from the four Gospels all the things recorded about Capernaum, both the words and the deeds of the Lord in it, and how many times he came to it, and when he is said to have gone down into it and when to have entered it, and from where. For these things, when put together with one another, will not allow us to fall into a mistaken supposition about Capernaum. Moreover, if even the sick are healed there and other mighty works are done there, and the preaching "The kingdom of heaven is at hand" begins from there, it seems to be a symbol, as we indicated at the beginning, of some lower "place of consolation," perhaps becoming a "place of consolation" because of Jesus, who consoled that place by the things he taught and did there. For we know that names of places also are derived from the things that pertain to Jesus; just as Gergesa, where the citizens of the swine asked him to depart from their borders, is interpreted as "the sojourning of those who have cast out."
Ἔτι δὲ καὶ τοῦτο περὶ τῆς Καφαρναοὺμ τετηρήκαμεν, ὅτι οὐ μόνον ἐν αὐτῇ κηρύσσειν τὸ «Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν» ἤρξατο, ἀλλὰ καὶ κατὰ τοὺς τρεῖς εὐαγγελιστὰς τὰς πρώτας δυνάμεις ἐκεῖ πεποίηκεν. Οὐδεὶς δὲ τῶν τριῶν ἐφ' οἷς πρῶτον ἀνέγραψεν παραδόξοις ἐν τῇ Καφαρ ναοὺμ γεγενημένοις τὴν τοῦ μαθητοῦ Ἰωάννου ἐπὶ τῷ πρώτῳ ἔργῳ σημείωσιν πεποίηται λέγοντος· «Ταύτην ἀρχὴν τῶν σημείων ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας.» Οὐ γὰρ ἦν ἀρχὴ τῶν σημείων τὸ ἐν Καφαρναούμ, τῷ προηγούμενον μὲν σημείων εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ τὴν εὐφροσύνην· διὰ δὲ τὰ τοῖς ἀνθρώποις συμβεβηκότα περιστατικὰ οὐχ οὕτως τῇ θεραπείᾳ ἐπιδεικνυμένου τοῦ λόγου τὸ ἴδιον κάλλος ἐν τῷ θεραπεύειν τοὺς πεπονθότας, ὅσον ἐν τῷ εὐφραίνειν τῷ νηφαλίῳ πόματι τοὺς διὰ τὸ ὑγιαίνειν καὶ εὐωχίᾳ σχολάζειν δυναμένους. Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων. Τὴν τοῦ σοφωτάτου Ἰωάννου ἐξετάζων ἀκρίβειαν κατ' ἐμαυτὸν ἐζήτουν τί βούλεται αὐτῷ ἡ προσθήκη «τῶν Ἰουδαίων». Ποίου γὰρ ἄλλου ἔθνους ἐστὶν ἑορτὴ τὸ πάσχα; Διόπερ αὔταρκες ἦν, εἰ εἶπεν «Καὶ ἦν ἐγγὺς τὸ πάσχα.» Μήποτε δέ, ἐπεὶ τὸ μέν τί ἐστιν πάσχα ἀνθρώ πινον, τῶν μὴ κατὰ βούλησιν τῆς γραφῆς ἐπιτελούντων αὐτό, τὸ δέ τι θεῖον τὸ ἀληθές, πνεύματι καὶ ἀληθείᾳ ἐνεργούμενον ὑπὸ τῶν πνεύματι καὶ ἀληθείᾳ προσκυνούντων τὸν θεόν, ἀντιδιέσταλται πρὸς τὸ θεῖον τὸ λεγόμενον «τῶν Ἰουδαίων». Ἀκούσωμεν γοῦν τοῦ κυρίου νομοθετοῦντος τὸ πάσχα, τί φησιν ὅτε καὶ πρῶτον ὠνόμασται ἐν τῇ γραφῇ· «Καὶ εἶπε κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου λέγων·
We have also observed this further point about Capernaum, that he not only began to preach in it, "The kingdom of heaven is at hand," but also, according to the three evangelists, performed his first mighty works there. Yet none of the three, in the case of the first marvels he recorded as having taken place in Capernaum, has made mention of the disciple John's note concerning the first work, where he says: "This beginning of signs Jesus made in Cana of Galilee." For the (event) in Capernaum was not the beginning of signs, since the joy of the Son of God was prior to signs; but because of the circumstances that befall men, the Word does not display the beauty proper to his healing in healing the afflicted to the same degree as in gladdening with the sober drink those who are able, because of being in health, to have leisure for feasting. And the Passover of the Jews was near. Examining the most wise John's precision by myself, I sought what he means by the addition "of the Jews." For of what other nation is the Passover a festival? Therefore it would have been sufficient if he had said, "And the Passover was near." Perhaps, however, since there is a certain human passover—of those who do not celebrate it according to the will of the Scripture—and a certain divine one, the true one, wrought in spirit and truth by those who worship God in spirit and truth, the one that is called "of the Jews" has been set in contrast to the divine. Let us hear, then, the Lord legislating the Passover, what he says when it is also first named in the Scripture: "And the Lord spoke to Moses and Aaron in the land of Egypt, saying:
Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ. Λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριῶν»· καὶ μετ' ὀλίγα, ἐν οἷς οὐδέπω τὸ «πάσχα» ὀνομαστὶ εἴρητο, ἐπιφέρει· «Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδή ματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν τοῦ κυρίου.» Οὐ γάρ φησι «Πάσχα ἐστὶν ὑμῶν.» Καὶ μετ' ὀλίγα δεύτερον οὕτως ὀνομάζει τὴν ἑορτήν· «Καὶ ἔσται ἐὰν λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν· Τίς ἡ λατρεία αὕτη; καὶ ἐρεῖτε αὐτοῖς· Θυσία τὸ πάσχα τοῦ κυρίου, ὡς ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ἰσραήλ.» Καὶ πάλιν δὲ μετ' ὀλίγα· «Εἶπεν δὲ κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν λέγων· Οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ.» Καὶ πάλιν μετ' ὀλίγα· «Ἐὰν δέ τις προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος καὶ ποιῇ τὸ πάσχα κυρίου, περιτεμεῖται αὐτοῦ πᾶν ἀρσενικόν.» Παρατηρητέον γὰρ ὅτι ἐν τῇ νομοθεσίᾳ οὐδαμοῦ λέγεται «πάσχα ὑμῶν», ἀλλ' ἅπαξ μὲν ἐν οἷς προεθέμεθα χωρὶς πάσης προσθήκης, τρὶς δὲ «τὸ πάσχα τοῦ κυρίου». Πρὸς δὲ τὸ παραδέξασθαι τοῦθ' οὕτως ἔχειν περὶ τῆς διαφορᾶς τοῦ «πάσχα κυρίου» καὶ «πάσχα Ἰουδαίων», ἴδωμεν καὶ τὰ ἐν τῷ Ἡσαΐᾳ τοῦτον τὸν τρόπον εἰρημένα· «Τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι·
This month shall be to you the beginning of months; it is the first to you among the months of the year. Speak to all the congregation of the sons of Israel, saying: On the tenth day of this month let each one take a sheep according to the houses of his fathers"; and a little later, where the word "pascha" had not yet been named expressly, he adds: "And thus you shall eat it: your loins girded, and your sandals on your feet, and your staffs in your hands, and you shall eat it with haste; it is the pascha of the Lord." For he does not say "It is your pascha." And a little later he names the feast a second time thus: "And it shall be, if your sons say to you, 'What is this service?' then you shall say to them, 'It is the sacrifice, the pascha of the Lord, because he sheltered the houses of the sons of Israel.'" And again a little later: "And the Lord said to Moses and Aaron, saying: This is the law of the pascha: no foreigner shall eat of it." And again a little later: "But if any proselyte comes to you and performs the pascha of the Lord, every male of his shall be circumcised." For it must be observed that in the legislation it is nowhere said "your pascha," but once in the passages we have set forth without any addition, and three times "the pascha of the Lord." And in order to accept that this is so concerning the difference between "the pascha of the Lord" and "the pascha of the Jews," let us also look at what is said in Isaiah in this manner: "Your new moons and sabbaths and the great day I cannot endure.
νηστείαν καὶ ἀργείαν καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου.» Οὐκ ἴδια γὰρ ἑαυτοῦ φησιν ὁ κύριος τὰ ὑπὸ τῶν ἁμαρτανόντων ἐπιτελούμενα, ὑπὸ τῆς ψυχῆς αὐτοῦ, εἴ τίς ποτέ ἐστιν, μισούμενα, οὔτε τὰς νουμηνίας οὔτε τὰ σάββατα οὔτε ἡμέραν μεγάλην οὔτε νηστείαν οὔτε τὰς ἑορτάς. Ἐν μέντοι γε τῇ νομοθεσίᾳ τῆς Ἐξόδου περὶ σαββάτου ταῦτα λέγεται· «Εἶπεν δὲ Μωσῆς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος· Σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ.» Καὶ μετ' ὀλίγα· «Εἶπεν δὲ Μωσῆς· Φάγετε, σήμε ρον γάρ ἐστιν σάββατα τῷ κυρίῳ.» Καὶ ἐν Ἀριθμοῖς πρὸ τούτων ἐφ' ἑκάστῃ ἑορτῇ θυσιῶν, ὡς ἑορτῆς οὔσης κατὰ τὸν νόμον τοῦ ἐνδελεχισμοῦ καὶ ἑκάστης ἡμέρας, ταῦτα γέγραπται· «Καὶ ἐλάλησεν κύριος πρὸς Μωσῆν· Ἀπάγγειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτοὺς λέγων· Τὰ δῶρά μου, δόματά μου, καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν μοι ἐν ταῖς ἑορταῖς μου. Καὶ ἐρεῖς πρὸς αὐτούς·
Ταῦτα τὰ καρπώματα, ὅσα προσάξετε τῷ κυρίῳ.» Ἰδίας γὰρ ἑορτὰς ὠνόμασεν καὶ οὐ τῶν νομοθετουμένων τὰς ἐκκειμένας ἐν τῇ γραφῇ, καὶ δῶρα αὐτοῦ καὶ δόματα αὐτοῦ. Ὅμοιον δέ τι τούτοις ἐστὶν καὶ περὶ τοῦ λαοῦ ἐν τῇ Ἐξόδῳ ἀναγεγραμμένον, ὅστις ὑπὸ τοῦ θεοῦ «ἴδιος» εἶναι λέγεται ὅτε μὴ ἁμαρτάνει· ἀποκηρύττων δὲ αὐτὸν ἐν τῇ μοσχοποιΐᾳ «λαὸν Μωσέως» ὠνόμασεν· πρὸς μὲν γὰρ τὸν Φαραὼ «Ἐρεῖς, φησί· Τάδε λέγει κύριος· Ἐξαπόστειλον τὸνλαόν μου, ἵνα λατρεύσῃ μοι ἐν τῇ ἐρήμῳ.
My soul hates your fasts and your idleness and your new moons and your feasts.” For the Lord says that what is performed by those who sin are not his own, being hated by his own soul, whatever it ever is—neither the new moons nor the sabbaths nor the great day nor the fast nor the feasts. Yet in the legislation of Exodus these things are said concerning the sabbath: “And Moses said to them: This is the word which the Lord spoke: Sabbaths are a holy rest to the Lord.” And shortly after: “And Moses said: Eat, for today is sabbaths to the Lord.” And in Numbers, before these things, concerning the sacrifices for each feast, since there is a feast according to the law of the continual burnt offering and of each day, these things are written: “And the Lord spoke to Moses: Announce to the sons of Israel and you shall say to them, saying: My gifts, my offerings, my fruit-offerings for a sweet-smelling savor you shall keep to offer to me in my feasts. And you shall say to them: These are the fruit-offerings, as many as you shall bring to the Lord.” For he called them his own feasts, and not those of the things legislated which are set forth in the scripture, and his gifts and his offerings. And something similar to these is also recorded concerning the people in Exodus, which is said by God to be “his own” when it does not sin; but when he rejected it in the making of the calf, he called it “the people of Moses.” For to Pharaoh he says: “You shall say: Thus says the Lord: Send forth my people, that they may serve me in the wilderness.
Ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἀποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους σου κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίας, καὶ εἰς τὴν γῆν ἐφ' ἧς εἰσιν ἐπ' αὐτῆς· καὶ παραδοξάσω τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσέμ, ἐφ' ἧς ὁ λαός μου ἔπεστιν ἐπ' αὐτῆς, ἐφ' † ᾧ οὐκ ἔσται κυνόμυια, ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι κύριος ὁ κύριος πάσης τῆς γῆς. Καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ.» Πρὸς δὲ τὸν Μωσέα ἐλάλησεν κύριος λέγων «Βάδιζε, κατάβηθι τὸ τάχος. Ἠνόμησεν γὰρ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰ γύπτου.» Ὥσπερ οὖν ὁ λαὸς μὴ ἁμαρτάνων μὲν τοῦ θεοῦ ἐστιν, ἁμαρτάνων δὲ οὐκέτι λέγεται εἶναι αὐτοῦ· οὕτω καὶ αἱ ἑορταί, ὅτε μὲν μισοῦνται ὑπὸ τῆς τοῦ κυρίου ψυχῆς, τῶν ἁμαρτα νόντων εἰσὶν ἑορταί, ὅτε δὲ ὑπὸ τοῦ κυρίου νομοθετοῦνται, κυρίου εἶναι προσαγορεύονται. Τῶν δὲ ἑορτῶν μία ἐστὶν καὶ τὸ πάσχα, ὅπερ ἐν τῇ προκειμένῃ τοῦ εὐαγγελίου γραφῇ οὐ τοῦ κυρίου ἀλλὰ τῶν Ἰουδαίων εἶναι λέγεται· καὶ ἀλλαχοῦ δέ· «Αὗται, φησίν, αἱ ἑορταὶ κυρίου ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας.» Ἀπὸ μὲν οὖν τῆς τοῦ κυρίου φωνῆς οὐκ ἔστιν ἀντιλέγειν οἷς παρεστήσαμεν. Πιθανῶς δέ τις ἀπὸ τοῦ ἀποστόλου ζητήσει ἐν τῇ πρὸς Κορινθίους ἀναγράφοντος· «Καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός»· οὐ γάρ φησιν «Τὸ πάσχα κυρίου ἐτύθη Χρι στός».
But if you refuse to send my people away, behold, I am sending against you and against your servants and against your people and against your houses the dog-fly, and the houses of the Egyptians shall be filled with the dog-fly, and also the land on which they are upon it; and I will make wondrous in that day the land of Gesem, on which my people stands upon it, on which there shall be no dog-fly, so that you may know that I am the Lord, the Lord of all the earth. And I will make a distinction between my people. And to Moses the Lord spoke, saying, "Go, descend quickly. For your people has transgressed, whom you brought out from the land of Egypt." Just as, therefore, the people, when it does not sin, is God's, but when it sins is no longer said to be his, so also the feasts, when they are hated by the soul of the Lord, are feasts of those who sin, but when they are legislated by the Lord, they are called the Lord's. And one of the feasts is also the Passover, which in the preceding writing of the Gospel is said to be not the Lord's but the Jews'; and elsewhere also: "These," it says, "are the feasts of the Lord, which you shall call holy convocations." From the voice of the Lord, then, it is not possible to contradict what we have set forth. But someone might plausibly inquire from the apostle, when he writes in the letter to the Corinthians: "For indeed our Passover, Christ, has been sacrificed"; for he does not say, "The Passover of the Lord, Christ, has been sacrificed."
Καὶ πρὸς τοῦτο δὲ λεκτέον ἤτοι ὅτι ἁπλούστερον πάσχα ἡμῶν τυθὲν τὸ δι' ἡμᾶς τυθὲν εἴρηκεν, ἢ ὅτι πᾶσα ἑορτὴ ἀληθῶς κυρίου, ὧν μία ἐστὶν τὸ πάσχα, οὐκ ἐν τούτῳ τῷ αἰῶνι οὐδὲ ἐπὶ γῆς ἀλλ' ἐν τῷ μέλλοντι καὶ ἐν οὐρανοῖς, ἐνστάσης τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτελεσθήσεται. Καὶ περὶ ἐκείνων γε τῶν ἑορτῶν ὁ μὲν εἷς τῶν δώδεκα προφητῶν φησι «Τί ποιήσετε ἐν ἡμέραις πανηγύρεως καὶ ἐν ἡμέραις ἑορτῆς τοῦ κυρίου;» Ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς»· καὶ ἐν τῇ πρὸς Κολασσαεῖς· «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων.» Τίνα δὲ τρόπον ἐν τοῖς ἐπουρανίοις, ὧν σκιὰ παρὰ τοῖς σωματικοῖς Ἰουδαίοις ἦν, ἑορτάσομεν, ὑπὸ τὸν ἀληθῆ πρότερον παιδαγωγούμενοι νόμον παρὰ ἐπιτρόποις καὶ οἰκονόμοις ἕως τὸ ἐκεῖ πλήρωμα τοῦ χρόνου ἐνστῇ καὶ τὴν τελειότητα τοῦ υἱοῦ τοῦ θεοῦ χωρήσωμεν, ἔργον σοφίας τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης ἐστὶν φανερῶσαι, καὶ τὰ περὶ βρωμάτων νομοθετούμενα, σύμβολα τῶν ἐκεῖ μελλόντων τρέφειν καὶ ἰσχυροποιεῖν ἡμῶν τὴν ψυχὴν τυγχάνοντα, θεωρεῖν.
And in reply to this it must be said either that, in a simpler sense, he called our Passover "slain" because it was slain for our sake, or that every feast is truly the Lord's—of which the Passover is one—and will be celebrated not in this age nor on earth, but in the age to come and in the heavens, when the kingdom of the heavens has come. And concerning those feasts one of the twelve prophets says: "What will you do in the days of the festival and in the days of the feast of the Lord?" And Paul in the letter to the Hebrews: "But you have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem, and to myriads of angels, to the festival assembly and the church of the firstborn who are enrolled in the heavens"; and in the letter to the Colossians: "Let no one therefore judge you in food or in drink, or in respect of a feast or a new moon or sabbaths, which are a shadow of things to come." But in what manner we shall keep festival in the heavenly realms, of which there was a shadow among the bodily Jews, having first been trained by the true law under guardians and stewards until the fullness of the time there should come and we should receive the perfection of the Son of God—this is the work of the wisdom hidden in a mystery to make clear, and to contemplate the things legislated concerning foods, which are symbols of the things there that are to nourish and strengthen our soul.
Εἰκὸς δὲ φαντασιωθέντα τινὰ τὸ πέλαγος τῶν τοσούτων νοημάτων καὶ βουλόμενον † σῶσαι πῶς ἡ κατὰ τόπον λατρεία ὑπόδειγμα καὶ σκιά ἐστιν τῶν ἐπουρανίων, τά τε θύματα καὶ τὸ πρόβατον νοῆσαι βουλόμενον, προσκόψαι καὶ τῷ ἀποστόλῳ ἐπᾶραι μὲν ἡμῶν τὸ φρόνημα βουληθέντι ἀπὸ τῶν γηΐνων περὶ τοῦ νόμου δογμάτων οὐ πάνυ δὲ παραστήσαντι πῶς ταῦτα μέλλει γίνεσθαι. Ἐὰν δὲ καὶ ἑορταί, ὧν μία τὸ πάσχα ἐστίν, καὶ ἐπὶ τὸν μέλλοντα ἀνάγωνται αἰῶνα, ἔτι μᾶλλον ἐπισκοπητέον πῶς καὶ νῦν «τὸ πάσχα ἡμῶν ἐτύθη Χριστὸς» καὶ μετὰ ταῦτα τυθήσεται. Ὀλίγα δὲ εἰς τὴν ἐπαπόρησιν τῶν δογμά των παραθετέον, ἡμῶν ἰδίας δεομένων πραγματείας ἐξαιρέτου καὶ πολυβίβλου, παντός τε τοῦ κατὰ τὸν νόμον μυστικοῦ λόγου, καὶ ἰδίᾳ τῶν κατὰ τὰς
ἑορτὰς καὶ ἔτι ἰδικώτερον περὶ τοῦ πάσχα. Ἰουδαίων μὲν οὖν τὸ πάσχα πρόβατόν ἐστιν θυόμενον, λαμβανόμενον ἑκάστῳ κατ' οἴκους πατριῶν καὶ ἐπιτελούμενον μυριάσιν σφαζομέναις ἀμνῶν καὶ ἐρίφων, πλείοσιν κατὰ τὴν ἀναλογίαν τοῦ ἀριθμοῦ τῶν οἴκων τοῦ λαοῦ· «τὸ δὲ ἡμῶν πάσχα ἐτύθη Χριστός». Καὶ πάλιν ἐκείνων μέν ἐστιν τὰ ἄζυμα ἀφανιζομένης πάσης ζύμης ἐκ τῶν οἴκων αὐτῶν· ἡμεῖς δὲ ἑορτάζομεν οὐ «ζύμῃ παλαιᾷ» οὐδὲ «ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας». Εἰ δέ ἐστί τι τρίτον παρὰ τὰ εἰρημένα δύο τὸ πάσχα τοῦ κυρίου καὶ ἀζύμων ἑορτή, ἀκριβέστερον ἐξεταστέον διὰ τὸ ὑποδείγματι καὶ σκιᾷ λατρεύειν ἐκείνους τῶν ἐπουρανίων ἐκείνων, καὶ οὐ μόνον βρώματα καὶ πόματα καὶ νεομηνίας καὶ σάββατα ἀλλὰ καὶ τὰς ἑορτὰς σκιὰν εἶναι τῶν μελλόντων. Πρῶτον δὴ τοῦ ἀποστόλου λέγοντος·
It is plausible that someone, having been struck by the vast sea of such great thoughts, and wishing to understand how the worship according to place is a pattern and shadow of the heavenly things, and wishing to understand the sacrifices and the sheep, might stumble also at the apostle, who wished to lift our mind up from the earthly doctrines concerning the law but did not very clearly set forth how these things are to come to pass. But if even the feasts, of which the Passover is one, are referred also to the age to come, it must be examined still more how both now "Christ our Passover was sacrificed" and after these things will be sacrificed. But a few things must be set alongside for the raising of the question about these doctrines, since they require their own special and many-volumed treatise, both of the whole mystical account according to the law, and especially of the things concerning the feasts, and still more particularly concerning the Passover. The Passover of the Jews, then, is a sheep that is sacrificed, taken for each one according to the houses of the fathers and accomplished with tens of thousands of lambs and kids being slaughtered, more in proportion to the number of the houses of the people; but "our Passover, Christ, was sacrificed." And again, theirs are the unleavened breads, with all leaven being removed from their houses; but we celebrate the feast not with "old leaven" nor with "leaven of malice and wickedness, but with unleavened bread of sincerity and truth." But if there is some third thing besides the two mentioned—the Passover of the Lord and the feast of unleavened bread—it must be examined more precisely, because they worship in a pattern and shadow of those heavenly things, and not only foods and drinks and new moons and sabbaths but also the feasts are a shadow of things to come. First, then, since the apostle says:
«Τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός» ἐπαπορήσει τις πρὸς αὐτὸν ταῦτα· εἰ τύπος ἐστὶν τῆς Χριστοῦ θύσεως τὸ παρὰ Ἰουδαίοις πρόβατον, ἤτοι ἐχρῆν ἓν καὶ μὴ πολλὰ θύεσθαι παρ' αὐτοῖς πρόβατα, ὥσπερ εἷς ἐστιν ὁ Χριστός, ἢ πολλῶν θυομένων προβάτων οἱονεὶ πολλοὺς χριστοὺς θυομένους ἀκολούθως τῷ τύπῳ ζητητέον. Ἵνα δὲ τοῦτο παραπεμψώμεθα, πῶς τὸ θυόμενον πρόβατον Χριστοῦ περιέχει εἰκόνα, τοῦ μὲν προβάτου ὑπὸ τῶν τηρούντων τὸν νόμον θυομένου, Χριστοῦ δὲ ὑπὸ τῶν παραβαινόντων αὐτὸν ἀναιρουμένου; Ἔτι δὲ πῶς ἐπὶ Χριστοῦ τὸ «Φάγονται τὰ κρέα ταύτῃ τῇ νυκτὶ ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται»; Ἑρμηνευτέον καὶ τὸ «Οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ' ἢ ὀπτὰ πυρί· κεφαλὴν σὺν τοῖς ποσὶν καὶ τοῖς ἐνδοσθίοις· οὐκ ἀπολείψετε ἀπ' αὐτῶν ἕως πρωΐ, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτῶν· τὰ δὲ καταλει πόμενα ἀπ' αὐτῶν ἕως πρωῒ κατακαύσετε.» Ἔοικεν δὲ τῷ «Ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ» ὁ Ἰωάννης ἐν τῷ εὐαγγελίῳ κεχρῆσθαι ὡς ἀναφερομένῳ ἐπὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν, καὶ ὅτε ἐν τῷ νόμῳ κελεύονται τὸ πρόβατον ἐσθίοντες ὀστοῦν αὐτοῦ μὴ συντρίβειν. Λέγει δὲ οὕτως· «Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συνσταυρωθέντος αὐτῷ. Ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ' εἷς τῶν στρατιωτῶν λόγχῃ τὴν πλευρὰν αὐτοῦ ἔνυξεν· καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀλη θινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία· καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύητε.
Christ our Passover has been sacrificed." Someone will raise this difficulty against him: if the sheep among the Jews is a type of Christ's sacrifice, then either one sheep and not many ought to have been sacrificed among them, just as Christ is one, or, since many sheep were sacrificed, one must seek, in accordance with the type, as it were many christs being sacrificed. But let us pass over this: how does the sacrificed sheep contain the image of Christ, when the sheep is sacrificed by those who keep the law, but Christ is put to death by those who transgress it? And further, how does it apply to Christ, "They shall eat the flesh in that night, roasted with fire, and unleavened bread with bitter herbs they shall eat"? One must also interpret, "You shall not eat of them raw nor boiled in water, but roasted with fire—head with the feet and the inner parts. You shall not leave any of them until morning, and you shall not break a bone of them; but what remains of them until morning you shall burn with fire." John in the Gospel seems to have used "You shall not break a bone of it" as referring to the economy concerning the Savior, and that when in the law they are commanded, while eating the sheep, not to break a bone of it. He says as follows: "The soldiers therefore came, and they broke the legs of the first, and of the other who was crucified with him. But when they came to Jesus, since they saw that he was already dead, they did not break his legs, but one of the soldiers pierced his side with a spear; and immediately blood and water came out. And the one who has seen has testified, and his testimony is true; and that one knows that he speaks the truth, so that you also may believe.
Ἐγένετο γὰρ ταῦτα ἵνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται.» Καὶ ἄλλα δὲ μυρία παρὰ ταῦτά ἐστιν τὰ πρὸς τὴν τοῦ ἀποστόλου λέξιν ἀναζητηθησόμενα καὶ περὶ τοῦ πάσχα καὶ ἀζύμων ἐξετασθησόμενα, δεόμενα δέ, ὡς προειρήκαμεν, προηγουμένης πολυβίβλου συγγραφῆς. Νῦν δὲ ὡς ἐν ἐπιτομῇ διὰ τὴν προκειμένην λέξιν ταῦτα παραθέ μενοι, τὰ φαινόμενα ὡς ἐν βραχέσιν οὕτω λύειν πειρασόμεθα, ὑπομνησθέντες καὶ τοῦ «Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» ἐπεὶ καὶ ἐν τῷ πάσχα «Ἀπὸ τῶν ἀμνῶν, φησί, καὶ τῶν ἐρίφων λήψεσθε.» Δόξει γὰρ καὶ ὁ εὐαγγελιστὴς συνᾴδων τῷ Παύλῳ τοιαύ ταις ἐνέχεσθαι τῶν ἐξητασμένων ἀπορίαις. Λεκτέον δὲ ὅτι εἰ ὁ λόγος γέγονε σὰρξ καί φησιν ὁ κύριος· «Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ», μήποτε αὕτη ἐστὶν ἡ σὰρξ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ, καὶ τοῦτ' ἔστιν τὸ αἷμα ἀφ' οὗ τιθέναι δεῖ ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐσθίομεν τὸ πάσχα, καὶ ἀπὸ τῶν τοῦ ἀμνοῦ τούτου δεῖ φαγεῖν κρεῶν ἐν τῷ τοῦ κόσμου χρόνῳ, ὅς ἐστιν νύξ· ὀπτὰ δὲ τὰ κρέα πυρὶ βρωτέον μετὰ τοῦ ἀπὸ ἀζύμων ἄρτου· ὁ γὰρ τοῦ θεοῦ λόγος οὐ
For these things happened so that the Scripture might be fulfilled: "Not a bone of his shall be broken." And there are countless other matters besides these that must be investigated with a view to the apostle's statement and examined concerning the Passover and the unleavened bread, requiring, as we said before, a prior multi-volume treatise. But now, having set these things out in summary form for the sake of the passage at hand, we shall attempt to resolve the apparent difficulties as briefly as possible, having also recalled the saying, "This is the Lamb of God who takes away the sin of the world," since also at the Passover it says, "From the lambs, it says, and from the goats you shall take." For the evangelist too will seem, in agreement with Paul, to be entangled in such difficulties as have been examined. But it must be said that if the Word became flesh and the Lord says, "Unless you eat the flesh of the Son of Man and drink his blood, you have no life in yourselves. Whoever eats my flesh and drinks my blood has eternal life, and I will raise him up on the last day; for my flesh is true food and my blood is true drink. Whoever eats my flesh and drinks my blood abides in me and I in him," perhaps this is the flesh of the Lamb who takes away the sin of the world, and this is the blood from which one must place it on the two doorposts and on the lintel in the houses in which we eat the Passover, and from the meats of this Lamb one must eat in the time of this world, which is night; and the meats must be eaten roasted with fire, together with bread made from unleavened flour; for the Word of God does not
μόνον ἐστὶ σάρξ· φησὶ γοῦν· «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς» καὶ «Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει εἰς τὸν αἰῶνα.» Οὐκ ἀγνοητέον μέντοι γε ὅτι πᾶσα τροφὴ καταχρηστικώτερον ἄρτος λέγεται, ὡς ἐπὶ Μωσέως ἐν τῷ Δευτερονομίῳ γέγραπται· «Τεσσεράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν», ἀντὶ τοῦ· οὔτε ξηρᾶς οὔτε ὑγρᾶς μετείληφεν τροφῆς. Τοῦτο δέ μοι τετήρηται διὰ τὸ καὶ ἐν τῷ κατὰ Ἰωάννην λέγεσθαι· «Καὶ ὁ ἄρτος δέ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Ἤτοι δὲ διὰ τὰς ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν μετα νοίας τὴν κατὰ θεὸν λύπην λυπούμενοι, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἡμῖν ἐργαζομένην, ἐπὶ πικρίδων ἐσθίομεν τὰ κρέα τοῦ ἀμνοῦ καὶ τὰ ἄζυμα, ἢ διὰ τὰς βασάνους ζητοῦντες καὶ τρεφόμενοι ἀπὸ τῶν εὑρισκομένων τῆς ἀληθείας θεωρη μάτων. Οὐκ ὠμὴν οὖν βρωτέον τὴν σάρκα τοῦ ἀμνοῦ, ὥσπερ ποιοῦσιν οἱ τῆς λέξεως δοῦλοι τρόπον ἀλόγων ζῴων καὶ ἀποτεθηριωμένων, πρὸς τοὺς ἀληθῶς λογικοὺς διὰ τοῦ συνιέναι βούλεσθαι τὰ πνευματικὰ λόγου, μεταλαμβάνοντες θηρίων ἀπηγριωμένων. Φιλοτιμητέον δὲ τῷ εἰς ἕψησιν μεταλαμβάνοντι τὸ ὠμὸν τῆς γραφῆς μὴ ἐπὶ τὸ πλαδαρώτερον καὶ ὑδαρέστερον καὶ ἐκλελυμένον μεταλαμβάνειν τὰ γεγραμ μένα, ὅπερ ποιοῦσιν οἱ «κνηθόμενοι τὴν ἀκοὴν καὶ ἀπὸ μὲν τῆς ἀληθείας» ἀποστρέφοντες αὐτήν, ἐπὶ δὲ τὸ ἀνειμένον καὶ ὑδαρέστερον τῆς πολιτείας μεταλαμβάνοντες τὰς κατ' αὐτοὺς ἀναγωγάς.
It is only flesh; for he says, "I am the bread of life," and "This is the bread that comes down from heaven, so that one may eat of it and not die. I am the living bread that came down from heaven; if anyone eats of this bread, he will live forever." It must not be overlooked, however, that every kind of food is called "bread" in a looser sense, as is written concerning Moses in Deuteronomy: "For forty days he did not eat bread and did not drink water," meaning that he partook of neither dry nor liquid food. I have noted this because it is also said in the Gospel according to John: "And the bread also, which I will give, is my flesh for the life of the world." Either, then, because of our repentance for our sins we grieve with a godly grief, working in us a repentance unto salvation not to be regretted, and so we eat the flesh of the lamb with bitter herbs and the unleavened bread; or because of the pains we seek and are nourished by the insights of truth that are found. We must not, then, eat the flesh of the lamb raw, as those do who are slaves of the letter, in the manner of irrational and brutish beasts, partaking like savage wild animals in contrast to those who are truly rational through their desire to understand the spiritual meanings of the word. But the one who takes it for boiling must strive not to take the written things in a flabbier, more watery, and enervated sense, which those do who "itch their ears and turn away from the truth," and who take their own interpretations in a relaxed and more watery sense of conduct.
Ἡμεῖς δὲ τῷ ζέοντι πνεύματι καὶ τοῖς διδομένοις ὑπὸ θεοῦ διαπύροις λόγοις, ὁποίους Ἱερεμίας εἰλήφει ἀπὸ τοῦ λέγοντος πρὸς αὐτόν· «Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ», ὀπτὰ ποιήσωμεν τὰ κρέα τοῦ ἀμνοῦ, ὥστε τοὺς μεταλαμβάνοντας αὐτῶν λέγειν, Χριστοῦ ἐν ἡμῖν λαλοῦντος, ὅτι «Ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς». † εἰς δὲ τὸ τοιοῦτον ἡμᾶς ζητῆσαι πυρὶ ὀπτῆσαι δὲ ἤξει † τὰ τοῦ ἀμνοῦ κρέα, παραθετέον τὴν ὁμολογίαν οὗ ἐπεπόνθει ἐπὶ τοῖς λόγοις τοῦ θεοῦ πάθους Ἱερεμίας λέγων· «Καὶ ἐγένετο ὡς πῦρ καιόμενον, φλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν.» Ἀρκτέον δὲ ἐν τῷ ἐσθίειν ἀπὸ τῆς κεφαλῆς, τουτέστιν τῶν κορυφαιοτάτων καὶ ἀρχικῶν δογ μάτων περὶ τῶν ἐπουρανίων, καὶ καταληκτέον ἐπὶ τοὺς πόδας, τὰ ἔσχατα τῶν μαθημάτων τὰ ζητοῦντα περὶ τῆς τελευταίας ἐν τοῖς οὖσιν φύσεως, ἤτοι τῶν ὑλικωτέρων ἢ τῶν καταχθονίων ἢ τῶν πονηρῶν πνευμάτων καὶ ἀκαθάρτων δαιμονίων. Ὁ γὰρ περὶ αὐτῶν λόγος, ἕτερος ὢν αὐτῶν, ἐναποκείμενος τοῖς μυστηρίοις τῆς γραφῆς δύναται τροπικώτερον «πόδες» ὠνομάσθαι τοῦ ἀμνοῦ. Καὶ τῶν ἐνδοσθίων δὲ καὶ ἐσωτερικῶν καὶ ἀποκεκρυμμένων οὐκ ἀφεκτέον. Ὡς ἑνὶ δὲ σώματι τῇ ἁπάσῃ προσελθετέον γραφῇ, καὶ τὰς ἐν τῇ ἁρμονίᾳ τῆς πάσης συνθέσεως αὐτῆς εὐτονωτάτας καὶ στερροτάτας συνοχὰς οὐ συντριπτέον οὐδὲ διακοπτέον, ὅπερ πεποιήκασιν οἱ τὴν ἑνότητα τοῦ ἐν πάσαις ταῖς γραφαῖς πνεύματος τὸ ὅσον ἐπ' αὐτοῖς συντρίβοντες.
But we, by the boiling Spirit and the fiery words given by God, such as Jeremiah had received from the one who said to him, "Behold, I have given my words into your mouth, fire," let us roast the flesh of the lamb, so that those who partake of them may say, with Christ speaking in us, that "Our heart was burning within us on the way, as he opened the Scriptures to us." † But for us to seek such a thing, to roast with fire † the flesh of the lamb will come, we must set alongside the confession of the suffering that Jeremiah had experienced at the words of God, saying: "And it became like a burning fire, flaming in my bones, and I am faint on every side and cannot bear it." And one must begin eating at the head, that is, with the most principal and ruling doctrines concerning heavenly things, and end at the feet, the last of the teachings that inquire about the final nature among existing things, whether of the more material or of the subterranean or of the evil spirits and unclean demons. For the account concerning them, being other than they are, stored up in the mysteries of Scripture, can be called more figuratively the "feet" of the lamb. And one must not abstain from the entrails and the inner and hidden parts. And one must approach the whole of Scripture as a single body, and the very well-strung and firm connections in the harmony of its whole composition one must not crush or break apart, which is what those have done who, as far as it depends on them, crush the unity of the Spirit in all the Scriptures.
Αὕτη μέντοι γε ἡ ἀπὸ τοῦ ἀμνοῦ προειρημένη προφη τεία τὴν νύκτα μόνην ἡμᾶς τρεφέτω τοῦ ἐν τῷ βίῳ σκότους. Ἕως γὰρ τῆς ἀνατολῆς τῆς ἡμέρας τῶν μετὰ τὸν βίον τοῦτον οὐδὲν καταλειπτέον ἔσται ἡμῖν τῆς ἐπὶ τοῦ παρόντος μόνου χρησίμου ἡμῖν οὕτω τροφῆς. Παρελθούσης γὰρ τῆς νυκτὸς καὶ ἐπελθούσης τῆς μετὰ ταῦτα ἡμέρας, τὸν μηδαμῶς ἀπὸ τῶν παλαιοτέρων καὶ κάτωθεν ζυμούντων ἄζυμον ἔχοντες ἄρτον φαγόμεθα, χρήσιμον ἡμῖν ἐσόμενον, ἕως δοθῇ τὸ μετὰ τὸν ἄζυμον μάννα, ἡ ἀγγελικὴ καὶ μὴ ἀνθρωπίνη τροφή. Ἑκάστῳ τοίνυν ἡμῶν θυέσθω τὸ πρόβατον ἐν παντὶ οἴκῳ πατριᾶς ἡμῶν, καὶ δυνατὸν ἔστω τόνδε μέν τινα παρανομεῖν μὴ θύοντα τὸ πρόβατον, τόνδε δὲ πᾶσαν φυλάττειν τὴν ἐντολὴν θύοντα καὶ περιέψοντα καὶ ὀστέον αὐτοῦ μὴ συντρίβοντα. Καὶ οὕτως ὡς ἐν βραχέσι, συμφώνως τῇ ἀποστολικῇ ἐκδοχῇ καὶ τῷ ἐν τῷ εὐαγγελίῳ
ἀμνῷ ἀποδιδόσθω τὸ τυθὲν πάσχα Χριστός. Οὐ γὰρ νομιστέον τὰ ἱστορικὰ ἱστορικῶν εἶναι τύπους καὶ τὰ σωματικὰ σωματικῶν, ἀλλὰ τὰ σωματικὰ πνευματικῶν καὶ τὰ ἱστορικὰ νοητῶν. Ἀναβῆναι δὲ τῷ λόγῳ καὶ ἐπὶ τὸ τρίτον πάσχα ἐπιτελεσθησόμενον ἐν μυριάσιν ἀγγέλων πανηγύρει ἐπιτε λειοτάτῃ καὶ μακαριωτάτῃ ἐξόδῳ, νῦν οὐκ ἔστιν ἀναγκαῖον, καὶ τούτων ἐπιπλεῖον καὶ περισσότερον παρ' ὃ ἀπῄτει τὸ ἀνάγνωσμα εἰρημένων ἡμῖν. Οὐκ ἀζήτητον δὲ οὐδὲ ἐατέον πῶς «ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων», ὅτε ἦν ὁ κύριος ἅμα τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς καὶ τοῖς μαθηταῖς ἐν τῇ Καφαρ ναούμ.
This prophecy, however, spoken beforehand from the lamb, let it feed us only during the night of the darkness that is in this life. For until the dawn of the day of the things that come after this life, nothing will be left to us of the food that is useful to us only in the present. For when the night has passed and the day that comes after these things has arrived, having the unleavened bread that is in no way from the older leaven that works from below, we shall eat it, and it will be useful to us until the manna that comes after the unleavened bread is given, the angelic and not human food. Let the sheep, then, be sacrificed for each of us in every house of our father's family, and let it be possible for this one to transgress the law by not sacrificing the sheep, but for that one to keep the whole commandment by sacrificing and roasting it and not breaking a bone of it. And thus, briefly, in agreement with the apostolic understanding and with the lamb in the gospel, let the sacrificed Passover be rendered to Christ. For one must not think that historical things are types of historical things and bodily things of bodily things, but that bodily things are types of spiritual things and historical things of intelligible things. But to ascend in our discourse also to the third Passover, which is to be celebrated in the assembly of myriads of angels, a most perfect festival and most blessed departure, is now not necessary, since we have said these things more and beyond what the reading required. Nor should it be left unexamined or passed over how "the Passover of the Jews was near," when the Lord was with his mother and brothers and disciples in Capernaum.
Ἐν μὲν οὖν τῷ κατὰ Ματθαῖον, ἀφεθεὶς ὑπὸ τοῦ διαβόλου, τῶν ἀγγέλων προσελθόντων καὶ διακονούντων αὐτῷ, ἀκούσας Ἰωάννην παραδεδόσθαι «ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναούμ». Ἔπειτα ἀρξάμενος κηρύσσειν καὶ ἐκλεξάμενος τοὺς τέσσαρας ἁλιεῖς ἀποστόλους, διδάξας τε ἐν ταῖς συναγωγαῖς ὅλης τῆς Γαλιλαίας καὶ θεραπεύσας τοὺς προσενεχθέντας αὐτῷ ἀνέρχεται εἰς τὸ ὄρος καὶ λέγει τοὺς μακαρισμοὺς καὶ τὰ ἐχόμενα αὐτῶν. Τελέσας δὲ ἐκείνην τὴν διδασκαλίαν, καταβὰς ἐκ τοῦ ὄρους εἰσέρχεται εἰς Καφαρ ναοὺμ δεύτερον, κἀκεῖθεν δὲ ἐμβὰς εἰς πλοῖον περᾷ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν· παρακληθείς τε μεταβῆναι ἀπὸ τῶν ὁρίων αὐτῶν, «ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν», ἔνθα θεραπείας ἐπιτελέσας τινὰς «περιῆγεν τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν». Καὶ ἄλλα δὲ πλεῖστα μετὰ ταῦτα γίνεται πρὶν ἐπισημειώσασθαι τὸν Ματθαῖον τὸν τοῦ πάσχα καιρόν. Καὶ παρὰ τοῖς λοιποῖς δὲ εὐαγγελισταῖς μετὰ τὴν ἐν τῇ Καφαρναοὺμ διατριβὴν οὐχ εὑρίσκεται ἐγγὺς τὸ πάσχα εἶναι λεγόμενον. Σῶσαι δὲ τὸ βούλημα τῶν ἀνδρῶν ἔστιν ἐννοήσαντα τὰ περὶ τῆς ἐν Καφαρναοὺμ εἰρημένα ἡμῖν ἐν τοῖς πρὸ τούτων διατριβῆς, ἣ πλησίον τυγχάνει τοῦ τῶν Ἰουδαίων πάσχα, ὀλίγῳ βελτιουμένη παρ' αὐτὸ καὶ κρείττων αὐτοῦ τυγχάνουσα, καὶ μάλιστα ἐπεὶ ἐν τῷ πάσχα τῶν Ἰουδαίων εὑρίσκονται ἐν τῷ ἱερῷ οἱ πωλοῦντες τοὺς βόας καὶ τὰ πρόβατα καὶ τὰς περιστεράς· δι' οὓς ἔτι μᾶλλον πρόκειται μὴ τοῦ κυρίου ἀλλὰ τῶν Ἰουδαίων εἶναι τὸ πάσχα·
In Matthew, then, after he was left by the devil, when the angels had come to him and were ministering to him, having heard that John had been handed over, "he withdrew into Galilee, and leaving Nazareth he came and settled in Capernaum." Then, having begun to preach and having chosen the four fishermen as apostles, and having taught in the synagogues of all Galilee and healed those brought to him, he goes up into the mountain and speaks the beatitudes and what follows them. And after completing that teaching, having come down from the mountain he enters Capernaum a second time, and from there, boarding a boat, he crosses over to the region of the Gergesenes; and when he was entreated to depart from their borders, "having boarded a boat he crossed over and came to his own city," where, after performing some healings, "he went about all the cities and villages, teaching in their synagogues." And very many other things happen after these before Matthew marks the time of the Passover. And in the other evangelists as well, after the stay in Capernaum, the statement that the Passover was near is not found. But it is possible to preserve the intention of the men by understanding what was said to us about the stay in Capernaum in the passages before these—a stay that is near the Passover of the Jews, being slightly improved beside it and being better than it, and especially since at the Passover of the Jews those who sell the oxen and the sheep and the doves are found in the temple; on account of whom it is still more evident that the Passover is not the Lord's but the Jews'.
ὡς γὰρ ὁ οἶκος τοῦ πατρὸς γέγονεν οἶκος ἐμπορίου παρὰ τοῖς μὴ ἁγιάζουσιν αὐτόν, οὕτω καὶ τὸ πάσχα κυρίου ἀνθρώπινον καὶ Ἰουδαϊκὸν πάσχα παρὰ τοῖς ταπεινότερον καὶ σωματικώτερον αὐτὸ ἐκδεξαμένοις. Εὐκαιρότερον δὲ ἐν ἄλλοις ἔσται ἰδεῖν καὶ τὰ περὶ τοῦ χρόνου τοῦ πάσχα, περὶ τὴν ἐαρινὴν ἰσημερίαν γινομένου, καὶ εἴ τι ἕτερον ἀπαιτεῖ τὸ πρόβλημα ἐπεξεργάσασθαι. Ὁ μέντοι γε Ἡρακλέων· «Αὕτη, φησίν, ἡ μεγάλη ἑορτή· τοῦ γὰρ πάθους τοῦ σωτῆρος τύπος ἦν, ὅτε οὐ μόνον ἀνῃρεῖτο τὸ πρόβατον, ἀλλὰ καὶ ἀνάπαυσιν παρεῖχεν ἐσθιόμενον, καὶ θυόμενον μὲν τὸ πάθος τοῦ σωτῆρος τὸ ἐν κόσμῳ ἐσήμαινεν, ἐσθιόμενον δὲ τὴν ἀνάπαυσιν τὴν ἐν γάμῳ.» Παρεθέμεθα δὲ αὐτοῦ τὴν λέξιν, ἵνα τὸ ὡς ἐν τηλικούτοις ἀναστρέφειν τὸν ἄνδρα παρερριμμένως καὶ ὑδαρῶς μετὰ μηδενὸς κατασκευαστικοῦ θεωρήσαντες μᾶλλον αὐτοῦ κατα φρονήσωμεν. Καὶ ἀνέβη εἰς Ἱεροσόλυμα Ἰησοῦς, καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπέζας ἀνέστρεψεν, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. Τότε ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. Σημειωτέον ὅτι ὁ μὲν Ἰωάννης δεύτερον ἔργον τοῦ Ἰησοῦ ἀναγράφει τὸ περὶ τῶν ἐν τῷ ἱερῷ εὑρεθέν των ὑπ' αὐτοῦ πωλούντων βόας καὶ πρόβατα καὶ περιστεράς.
For just as the house of the Father has become a house of trade among those who do not sanctify it, so also the Passover of the Lord has become a human and Jewish Passover among those who receive it in a lower and more bodily way. But it will be more opportune elsewhere to see also the matters concerning the time of the Passover, which occurs around the spring equinox, and whatever else the problem requires to be worked out in detail. Heracleon, however, says: "This is the great feast; for it was a type of the passion of the Savior, when not only was the sheep slain, but it also provided rest when eaten, and being sacrificed it signified the passion of the Savior in the world, but being eaten, the rest in marriage." We have cited his statement so that, having observed how the man deals with such great matters in a careless and watery fashion with no constructive insight, we might rather despise him. And Jesus went up to Jerusalem, and he found in the temple those selling oxen and sheep and doves, and the money-changers sitting, and having made a whip of cords he drove out of the temple both the sheep and the oxen, and he poured out the coins of the money-changers and overturned the tables, and to those selling the doves he said: Take these things away from here, do not make the house of my Father a house of trade. Then his disciples remembered that it is written: The zeal of your house will consume me. It should be noted that John records as the second work of Jesus the matter concerning those found by him in the temple selling oxen and sheep and doves.
Οἱ δὲ λοιποὶ σχεδὸν πρὸς τῷ τέλει ἐπὶ τῆς κατὰ τὸ πάθος οἰκονομίας τὸ παραπλήσιον ποιοῦσιν. Ὁ μὲν Ματθαῖος οὕτως· «Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη
πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐξέβαλλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς. Καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.» Ὁ δὲ Μάρκος· «Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβαλεῖν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν ἀνέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ· καὶ ἐδίδασκε καὶ ἔλεγεν αὐτοῖς· Οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; Ὑμεῖς δὲ πεποιή κατε αὐτὸν σπήλαιον λῃστῶν.» Ὁ δὲ Λουκᾶς· «Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν, λέγων ὅτι· Εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περικυκλώσουσιν καὶ συνέξουσί σε πάντοθεν, καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου, καὶ οὐκ ἀφήσουσι λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ' ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλ λειν τοὺς πωλοῦντας λέγων αὐτοῖς· Γέγραπται·
But the rest, almost at the end of the economy of the passion, do something similar. Matthew thus: "And when he had entered Jerusalem, the whole city was shaken, saying, 'Who is this?' And the crowds said, 'This is the prophet Jesus, the one from Nazareth of Galilee.' And Jesus entered the temple and was casting out all those selling and buying in the temple, and he overturned the tables of the money-changers and the seats of those selling doves. And he says to them, 'It is written, My house shall be called a house of prayer, but you make it a cave of robbers.'" And Mark: "And they come to Jerusalem. And having entered the temple, he began to cast out those selling and buying in the temple, and he overturned the tables of the money-changers and the seats of those selling doves, and he did not permit anyone to carry a vessel through the temple; and he was teaching and saying to them, 'Is it not written that my house shall be called a house of prayer for all the nations? But you have made it a cave of robbers.'" And Luke: "And when he drew near, seeing the city, he wept over it, saying, 'If you had known in this day, even you, the things for peace—but now they are hidden from your eyes. For days will come upon you and they will surround you and hem you in from every side, and they will dash you and your children to the ground, and they will not leave stone upon stone in you, because you did not know the time of your visitation.' And having entered the temple, he began to cast out those selling, saying to them, 'It is written—'"
Καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς, ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπή λαιον λῃστῶν.» Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι τοῖς εἰρημένοις παρὰ τοῖς τρισὶν ἐπὶ τῇ εἰς Ἱεροσόλυμα ἀνόδῳ τοῦ κυρίου, καθ' ἣν ταῦτα πεποίηκεν ἐν τῷ ἱερῷ, τὰ παραπλήσια ἀνέγραψεν ὁ Ἰωάννης μετὰ πολλὰ γεγονέναι κατὰ ἑτέραν αὐτοῦ παρὰ ταύτην τὴν ἐπιδημίαν τοῖς Ἱεροσολύμοις. Οὕτω δὲ κατανοητέον τὰ εἰρημένα, καὶ πρῶτόν γε τὰ Ματθαίῳ λεγόμενα· «Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθεν εἰς Βηθφαγῆ πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητάς, λέγων αὐτοῖς· Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδε μένην καὶ πῶλον μετ' αὐτῆς· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε; ἐρεῖτε ὅτι· Ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστέλλει αὐτούς. Τοῦτο δὲ γέγονεν ἵνα πλη ρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον ὑποζυγίου. Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς, ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπ' αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. Ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ. * * * Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἔκραξαν· Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» Ἑξῆς δὲ τούτων ἐστίν· «Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις»· ἅτινα παρε θέμεθα ἐν τοῖς πρὸ τούτων. Δεύτερα δὲ τὰ Μάρκου·
And my house shall be a house of prayer, but you have made it a cave of robbers. Further, this also must be observed, that John recorded things similar to those spoken by the three [evangelists] concerning the Lord's going up to Jerusalem, during which he did these things in the temple, as having happened after much time, at another visit of his to Jerusalem besides this one. And the things said must be understood thus, and first indeed the things said by Matthew: "And when they drew near to Jerusalem and came to Bethphage, to the Mount of Olives, then Jesus sent two disciples, saying to them: Go into the village opposite you, and immediately you will find a donkey tied and a colt with her; untie them and bring them to me. And if anyone says to you: What are you doing? you shall say that: Their Lord has need of them; and immediately he will send them. But this happened that what was spoken through the prophet might be fulfilled, saying: Say to the daughter of Zion: Behold, your king comes to you meek, and mounted on a donkey and a colt, the foal of a beast of burden. And the disciples went and did as Jesus commanded them, and brought the donkey and the colt and laid their garments on them, and he sat upon them. And the greatest part of the crowd spread their garments on the road. * * * And the crowds who went before him and followed him cried out: Hosanna to the son of David, blessed is he who comes in the name of the Lord; Hosanna in the highest." And next after these things is: "And when he entered Jerusalem, the whole city was shaken"; which things we have set forth in what precedes these. And second are the things of Mark:
«Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τῶν ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν· λύσατε αὐτὸν καὶ φέρετε. Καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ὅτι· Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ εὐθὺς αὐτὸν ἀποστέλλει ὧδε. Καὶ ἀπῆλθον καὶ εὗρον πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. Καί τινες τῶν ἐκεῖ ἑστώτων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; Οἱ δὲ εἶπαν αὐτοῖς καθὼς εἶπεν Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. Καὶ φέρουσι τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν· ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν ἔστρωσαν εἰς τὴν ὁδόν. Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολου θοῦντες ἔκραζον· Ὡσαννά· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι κυρίου· εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαβίδ· ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος
And when they draw near to Jerusalem, to Bethphage and Bethany, at the Mount of Olives, he sends two of his disciples and says to them: Go into the village opposite you, and immediately as you enter it you will find a colt tied, on which no one of men has yet sat; untie it and bring it. And if anyone says to you, Why are you doing this? say that its Lord has need of it; and immediately he sends it here. And they went away and found a colt tied at the door outside in the street, and they untie it. And some of those standing there said to them, Why are you untying the colt? But they said to them just as Jesus had said, and they let them go. And they bring the colt to Jesus, and they throw their garments on it; but others, having cut branches from the fields, spread them on the road. And those going before and those following were crying out: Hosanna; blessed is the one coming in the name of the Lord; blessed is the coming kingdom of our father David; Hosanna in the highest. And he entered into Jerusalem, into the temple; and having looked around
πάντα ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν.» Εἶτα μετὰ τὴν τῆς ξηραινομένης συκῆς οἰκονομίαν «Ἔρχονται εἰς Ἱεροσόλυμα. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλ λειν τοὺς πωλοῦντας» καὶ τὰ ἑξῆς. * * τῷ Λουκᾶ τοῦτον τὸν τρόπον· «Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλού μενον ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν λέγων· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν. Λύσαντες αὐτὸν ἀγάγετε. Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως ἐρεῖτε ὅτι· Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. Ἀπελ θόντες δὲ οἱ μαθηταὶ εὗρον ὡς εἶπεν αὐτοῖς. Λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; Οἱ δὲ εἶπαν ὅτι· Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. Ἐγγί ζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξατο ἀπαντᾶν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες καὶ αἰνοῦντες τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνά μεων, λέγοντες· Εὐλογημένος ὁ βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. Καί τινες τῶν φαρι σαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτί μησον τοῖς μαθηταῖς σου. Καὶ ἀποκριθεὶς εἶπεν· Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.
And when it was already late, at the hour, he went out to Bethany with the twelve. And on the next day, when they had gone out from Bethany, he was hungry. Then, after the arrangement concerning the fig tree that was dried up: They come to Jerusalem. And having entered the temple, he began to cast out those who were selling, and so on. But Luke [records] this in this way: And it came to pass, when he drew near to Bethphage and Bethany, toward the mount that is called [the mount] of Olives, he sent two of the disciples, saying: Go into the village opposite, in which as you enter you will find a colt tied, on which no one of men has ever sat. Having loosed it, bring it. And if anyone asks you: Why do you loose it? thus you shall say, that: The Lord has need of it. And the disciples, having gone, found as he said to them. And while they were loosing the colt, its owners said to them: Why do you loose the colt? And they said, that: The Lord has need of it. And they brought it to Jesus, and having thrown their garments upon the colt, they mounted Jesus on it; and as he went, they were spreading their garments in the road. And when he was already drawing near to the descent of the mount of Olives, the multitude of the disciples began to meet him, rejoicing and praising God with a loud voice concerning all the powers which they had seen, saying: Blessed is the king in the name of the Lord; in heaven peace and glory in the highest. And some of the Pharisees from the crowd said to him: Teacher, rebuke your disciples. And answering, he said: I tell you that if these become silent, the stones will cry out.
Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν» καὶ τὰ ἑξῆς, ἅπερ παρεθέμεθα. Ὁ μέντοι γε Ἰωάννης μετὰ πλεῖστα ὅσα τοῦ «Καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας τοὺς βόας καὶ πρόβατα» ἑτέραν διηγού μενος ἄνοδον τοῦ κυρίου εἰς Ἱεροσόλυμα, ταῦτά φησι μετὰ τὸ πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἐν Βηθανίᾳ δεῖπνον, ἐν ᾧ ἡ Μάρθα διηκόνει καὶ ὁ Λάζαρος ἀνέκειτο· «Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτῷ, καὶ ἔκραζον· Ὡσαννά· εὐλογημένος ἐν ὀνό ματι κυρίου ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ' αὐτό, καθώς ἐστι γεγραμμένον· Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου.» Ταῦτα δὲ νομίζω, εἰ καὶ ἐπιπλεῖον τῆς λέξεως παρεθέμην τῶν εὐαγγελιστῶν, ἀναγκαίως πεποιηκέναι ὑπὲρ τοῦ καταστῆσαι τὴν κατὰ τὸ ῥητὸν διαφωνίαν· τῶν μὲν τριῶν ἐν μιᾷ τῇ αὐτῇ εἰς Ἱεροσόλυμα ἐπιδημίᾳ τοῦ κυρίου λεγόντων τὰ νομιζόμενα παρὰ τοῖς πολλοῖς τὰ αὐτὰ εἶναι καὶ τῷ Ἰωάννῃ γεγραμμένα· τοῦ δὲ Ἰωάννου ἐν δυσὶν ὑπὸ πολλῶν πράξεων διϊσταμέναις μεταξὺ δηλουμένων καὶ εἰς διαφόρους τόπους ἐπιδημιῶν τοῦ κυρίου εἰς Ἱεροσόλυμα ἀνόδοις ἀπαγγέλλοντος γεγονέναι τὰ ἐκκείμενα. Ἐγὼ μὲν οὖν ὑπολαμβάνω ἀδύνατον εἶναι τοῖς μηδὲν πέρα τῆς ἱστορίας ἐν τούτοις ἐκδεχομένοις παραστῆσαι τὴν δοκοῦσαν διαφωνίαν σύμφωνον ὑπάρχειν. Εἰ δέ τις οἴεται μὴ ὑγιῶς ἡμᾶς ἐξειληφέναι, συνετῶς ἀντιγραψάτω τῇ τοιαύτῃ ἡμῶν ἀποφάσει.
And when he drew near, he saw the city and wept over it, and the things that follow, which we have set forth. John, however, after very many instances of "And Jesus went up to Jerusalem, and found in the temple those who were selling the oxen and sheep," narrating another ascent of the Lord to Jerusalem, says these things after the supper in Bethany six days before the Passover, at which Martha served and Lazarus reclined at table: "On the next day a great crowd that had come to the feast, when they heard that Jesus is coming to Jerusalem, took the branches of the palms and went out to meet him, and cried out: Hosanna; blessed in the name of the Lord is the king of Israel. And Jesus, having found a young donkey, sat upon it, as it is written: Do not fear, daughter of Zion; behold, your king comes, sitting upon a colt, the foal of a donkey." And these things, I think, even though I have set forth more of the evangelists' wording than was necessary, I have done so necessarily in order to establish the disagreement in the literal sense: for the three say that the things commonly thought to be the same are also the things written by John, in one and the same visit of the Lord to Jerusalem; but John reports that the things set forth happened in two sets of deeds that are separated by many events, and in ascents of the Lord to Jerusalem at different places. I, then, suppose that it is impossible for those who expect nothing beyond the history in these matters to show that the apparent disagreement is in harmony. But if anyone thinks that we have not interpreted soundly, let him write in reply with understanding against such a judgment of ours.
Τὰ δὲ κινοῦντα ἡμᾶς εἰς τὴν περὶ τού των συμφωνίαν, αἰτήσαντες τὸν διδόντα παντὶ τῷ αἰτοῦντι καὶ ὀξέως ζητεῖν ἀγωνιζομένῳ, κρούοντές τε ὑπὲρ τοῦ ἀνοιχθῆναι ἡμῖν ταῖς τῆς γνώσεως κλεισὶν τὰ κεκρυμμένα τῆς γραφῆς, τὸν αὐτὸν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν ἐκθησόμεθα τρόπον. Καὶ πρῶτόν γε ἴδωμεν τὴν τοῦ Ἰωάννου λέξιν ἀρχομένην ἀπὸ τοῦ «Καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς». Ἱεροσόλυμα τοίνυν ἐστίν, ὡς αὐτὸς ἐν τῷ κατὰ Ματθαῖον διδάσκει ὁ κύριος, «τοῦ μεγάλου βασιλέως πόλις», οὐκ ἐν κοιλάδι ἢ κάτω που κειμένη, ἀλλ' ἐν ὑψηλῷ ὄρει ᾠκοδομημένη, καὶ «Ὄρη κύκλῳ αὐτῆς», «ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό»· καὶ «Ἐκεῖ ἀνέβησαν αἱ φυλαὶ κυρίου, μαρτύριον τῷ Ἰσραήλ.» Καλεῖται δὲ καὶ ἡ πόλις αὕτη Ἱερουσαλήμ, εἰς ἣν οὐδεὶς τῶν ἐπὶ γῆς ἀναβαίνει οὐδὲ εἰσέρχεται· καὶ πᾶσά γε ἡ φυσικὸν ἔχουσα δίαρμα ψυχὴ καὶ
ὀξύτητα νοητῶν διορατικὴν ταύτης τῆς πόλεως πολῖτις ὑπάρχει. Καὶ δυνατὸν ἐν ἁμαρτίᾳ εἶναι καὶ τὸν Ἱεροσολυμίτην· δυνατὸν γὰρ καὶ τοὺς εὐφυεστάτους ἁμαρτάνειν, εἰ μὴ ἐπιστρέψαιεν μετὰ τὴν ἁμαρτίαν τάχιον ἀπολοῦντας τὴν εὐφυΐαν, καὶ μίαν τῶν ἀλλο τρίων τῆς Ἰουδαίας πόλεων οὐ μόνον παροικήσοντας ἀλλὰ καὶ ἐγγραφησομένους. Ἀναβαίνει οὖν εἰς Ἱεροσόλυμα Ἰησοῦς μετὰ τὸβοηθῆσαι τοῖς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἑξῆς εἰς τὴν Καφαρναοὺμ καταβεβηκέναι, ἵνα ποιήσῃ ἐν τοῖς Ἱεροσολύμοις τὰ γεγραμμένα. Εὗρεν γοῦν ἐν τῷ ἱερῷ, ὅπερ καὶ οἶκος τοῦ πατρὸς εἶναι λέγεται τοῦ σωτῆρος, τουτέστιν ἐν τῇ ἐκκλη σίᾳ ἢ ἐν τῇ ἐπαγγελίᾳ τοῦ ἐκκλησιαστικοῦ καὶ ὑγιαίνοντος λόγου τινὰς τὸν οἶκον τοῦ πατρὸς ἐμπορίου ποιοῦντας οἶκον.
The things that move us toward agreement concerning these matters, having asked of him who gives to everyone who asks and who grants swift seeking to the one who strives, and knocking that the hidden things of the Scripture may be opened to us by the keys of knowledge, we shall set forth in the same manner according to the power given to us. And first let us look at the saying of John, which begins from "And Jesus went up to Jerusalem." Jerusalem, then, is, as the Lord himself teaches in the Gospel according to Matthew, "the city of the great King," not lying in a valley or somewhere below, but built on a high mountain, and "mountains are round about her," "whose participation is upon the same," and "There the tribes of the Lord went up, a testimony to Israel." And this city is also called Jerusalem, into which no one of those on earth goes up or enters; and every soul that has a natural impulse and a sharpness of discernment for intelligible things is a citizen of this city. And it is possible for even the Jerusalemite to be in sin; for it is possible even for the most naturally gifted to sin, if they do not turn back after sin more quickly, destroying their natural gift, and being enrolled not only as sojourners but also as citizens of one of the foreign cities of Judea. Jesus, then, goes up to Jerusalem after helping those in Cana of Galilee and afterward having gone down to Capernaum, in order that he might do in Jerusalem the things that are written. For he found in the temple, which is also said to be the house of the Father of the Savior—that is, in the church or in the promise of the ecclesiastical and sound word—some who were making the house of the Father a house of trade.
Καὶ ἀεί τινας εὑρίσκει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ. Πότε γὰρ ἐν τῇ ὀνομαζομένῃ ἐκκλησίᾳ, ἥτις ἐστὶν οἶκος «θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας», οὐκ εἰσίν τινες κερματισταὶ καθήμενοι, δεόμενοι πληγῶν ἐκ τοῦ ὑπὸ Ἰησοῦ πεποιη μένου φραγελλίου ἐκ σχοινίων, καὶ χρῄζοντες κολλυβισταὶ τοῦ ἐκχεῖσθαι αὐτῶν τὰ κέρματα ἀνατρέπεσθαί τε αὐτῶν τὰς τραπέζας; Πότε δὲ οὐκ εἰσὶν οἱ ἀποδιδόμενοι ἐμπο ρικῶς οὓς ἐχρῆν τηρεῖν ἐπ' ἄροτρον βοῦς, ἵνα βαλόντες ἐπ' αὐτὸ τὰς χεῖρας καὶ μὴ στρεφόμενοι εἰς τὰ ὀπίσω γένωνται τῇ τοῦ θεοῦ βασιλείᾳ εὔθετοι; Πότε δὲ οὐκ εἰσὶν οἱ προτι μῶντες τὸν τῆς ἀδικίας μαμωνᾶν τῶν τὴν ὕλην τοῦ κοσμεῖ σθαι αὐτοῖς παρεχόντων προβάτων; Ἀεὶ δὲ πολλοί εἰσιν καὶ οἱ τοῦ ἀδόλου καὶ ἀκεραίου ἐστερημένου τε πάσης πικρότητος καὶ χολῆς καταφρονοῦντες καὶ ταλαιπώρου κέρδους ἕνεκεν προδιδόντες τὴν τῶν τροπικώτερον λεγομένων «περι στερῶν» ἐπιμέλειαν. Ἐπὰν οὖν εὕρῃ ὁ σωτὴρ ἐν τῷ ἱερῷ, οἴκῳ τοῦ πατρός, τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους, ἐξελαύνει αὐτοὺς χρησάμενος τῷ ἐκ σχοινίων ὑπ' αὐτοῦ πεποιημένῳ φραγελλίῳ, ἅμα τοῖς ἐμπορικοῖς προβάτοις καὶ βουσὶν αὐτῶν, καὶ ἐκχεῖ ὡς μὴ ἄξια τοῦ συνέχεσθαι τὰ κέρματα, δεικνὺς αὐτῶν τὸ ἄχρηστον· ἀνατρέπει τε τὰς ἐν ταῖς ψυχαῖς τῶν φιλαργύρων τραπέζας, λέγων καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν· «Ἄρατε ταῦτα ἐντεῦθεν», ἵνα μηκέτι ἐν τῷ ἱερῷ τοῦ θεοῦ ἐμπορεύωνται.
And Jesus always finds certain people in the temple. For when is it that in the so-called church, which is the house of "the living God, a pillar and ground of the truth," there are not some money-changers sitting, needing the blows of the scourge made of cords by Jesus, and money-dealers needing their small coins to be poured out and their tables overturned? And when are there not those who sell off in a mercantile way the oxen which ought to be kept for the plough, so that, having laid their hands to it and not turning back, they might become fit for the kingdom of God? And when are there not those who prefer the mammon of unrighteousness to the sheep that provide them with the material for adorning themselves? And there are always many, too, who despise the guileless and simple and wholly free from all bitterness and gall, and for the sake of wretched gain betray the care of those more figuratively called "sheep." Whenever, then, the Savior finds in the temple, the house of the Father, those selling oxen and sheep and doves, and the money-changers sitting, he drives them out, having used the scourge made of cords by himself, together with their mercantile sheep and oxen, and he pours out the coins as not worthy to be held together, showing their uselessness; and he overturns the tables in the souls of the money-lovers, saying also to those who sell the doves: "Take these things from here," so that they may no longer trade in the temple of God.
Οἶμαι δὲ ἔτι καὶ σημεῖον πεποιηκέναι αὐτὸν διὰ τῶν εἰρημένων βαθύτερον, ὥστε σύμβολον ἡμᾶς νοεῖν γεγονέναι ταῦτα τοῦ μηκέτι μέλλειν τὴν περὶ τὸ ἱερὸν ἐκεῖνο λατρείαν ὑπὸ τῶν ἱερέων κατὰ τὰς αἰσθητὰς θυσίας ἐπιτε λεῖσθαι, μηδὲ τὸν νόμον τηρεῖσθαι κἂν ὡς ἐβούλοντο οἱ σωμα τικοὶ Ἰουδαῖοι, δύνασθαι ἔτι. Ἅπαξ γὰρ Ἰησοῦ ἐκβάλλοντος τοὺς βόας καὶ τὰ πρόβατα καὶ κελεύοντος ἐκεῖθεν αἴρεσθαι τὰς περιστεράς, οὐκέτι δὴ βόες καὶ πρόβατα καὶ περιστεραὶ ἐπὶ πολὺ θύεσθαι κατὰ τὰ Ἰουδαίων ἔθη ἔμελλον. Καὶ ὅρα εἰ οἷόν τέ ἐστι τὰ νομίσματα τῶν σωματικῶν νόμων καὶ μὴ τοῦ θεοῦ ἐχόντων τοὺς χαρακτῆρας τύπους τυγχάνοντα ἐκκεχύσθαι, ἐπεὶ ἡ σεμνὴ εἶναι δοκοῦσα κατὰ τὸ ἀποκτεῖνον γράμμα νομοθεσία Ἰησοῦ ἐληλυθότος καὶ ταῖς κατὰ τοῦ λαοῦ μάστιξιν χρησαμένου διαλύεσθαι καὶ ἐκχεῖσθαι ἔμελλεν, μεθισταμένης τῆς ἐπισκοπῆς ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν πιστεύοντας εἰς θεὸν διὰ Χριστοῦ πιστεύοντας, καὶ αἰρομένης ἀπ' ἐκείνων τῆς βασιλείας τοῦ θεοῦ, διδομένης τε ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
But I think that by what has been said he also performed a deeper sign, so that we understand these things to have become a symbol that the worship concerning that temple was no longer going to be carried out by the priests through perceptible sacrifices, nor could the law any longer be kept, even as the bodily Jews wished. For once Jesus drove out the oxen and the sheep and commanded the doves to be taken away from there, no longer, surely, were oxen and sheep and doves going to be sacrificed for long according to the customs of the Jews. And see whether it is possible that the coins of the bodily laws, which do not have the characters of God, being types, have been poured out, since the legislation that seemed august according to the letter that kills, when Jesus had come and had used the scourges against the people, was going to be dissolved and poured out, as the oversight was transferred to those from the Gentiles who believe in God through Christ, and the kingdom of God was taken away from those people and given to a nation producing its fruits.
Δύναται δὲ καὶ φύσει ἱερὸν εἶναι ἡ εὐφυὴς ἐν λόγῳ ψυχὴ διὰ τὸν συμπεφυκότα λόγον ἀνωτέρω τυγχάνουσα τοῦ σώματος, εἰς ἣν ἀπὸ τῆς Καφαρναοὺμ κάτω που κειμένης ταπεινότερον ἀναβαίνει ὁ Ἰησοῦς, ἐν ᾗ εὑρίσκεται τὰ πρὸ τῆς ἀπὸ Ἰησοῦ παιδεύσεως γήϊνα καὶ ἀνόητα καὶ χαλεπὰ κινή ματα, καὶ τὰ νομιζόμενα μὲν οὐκ ὄντα δὲ καλά, ἅπερ τῷ πεπλεγμένῳ ἐξ ἀποδεικτικῶν καὶ ἐλεγκτικῶν δογμάτων λόγῳ ἀπελαύνεται ὑπὸ τοῦ Ἰησοῦ, ἵνα μηκέτι ὁ τοῦ πατρὸς αὐτοῦ οἶκος ἐμπορίου ᾖ, ἀλλὰ ἀπολάβῃ τὴν κατὰ τοὺς οὐρα νίους καὶ πνευματικοὺς νόμους ἐπιτελουμένην ὑπὲρ σωτηρίας αὐτῆς τε καὶ πλειόνων θεραπείαν τοῦ θεοῦ. Σύμβολον δὲ τῶν
μὲν γηΐνων ὁ βοῦς, γεωπόνος γάρ· τῶν δὲ ἀνοήτων καὶ κτηνωδῶν τὸ πρόβατον, ἐπειδὴ τὸ ζῷον ἀνδραποδῶδες παρὰ πολλὰ τῶν ἀλόγων ἐστίν· τῶν δὲ κούφων καὶ εὐριπίστων λογισμῶν ἡ περιστερά· τῶν δὲ νομιζομένων καλῶν τὰ κέρματα. Ἐὰν δέ τις προσκόπτῃ τῇ τοιαύτῃ ἀποδόσει διὰ τὸ καθαρὰ εἶναι τὰ παραληφθέντα εἰς τὴν γραφὴν ζῷα, λεκτέον ὅτι ἀπίθανος ἂν ἦν ἡ γραφὴ κατὰ τὴν ἐνδεχομένην ἱστορίαν γεγονέναι ἀπαγγελλομένη· ἐν τῷ ναῷ γὰρ τοῦ θεοῦ οὐχ οἷόν τε ἦν ἀπαγγέλλεσθαι γεγονέναι ἑτέρων παρὰ τὰ καθαρὰ ζῴων ἀγέλης εἴσοδον, καὶ εἰς ἐμπορίαν ἄλλων παρὰ τὰ θυόμενα. Διόπερ τῷ ὑπὸ τῶν ἐμπόρων κατὰ τοὺς τῶν Ἰουδαϊκῶν ἑορτῶν χρόνους γινομένῳ, ἐπεισαγόντων τῷ ἐξω τέρῳ περιβόλῳ τοῦ ναοῦ ταῦτα τὰ ζῷα, ἐχρήσατο ὁ εὐαγγελιστής, ὡς οἶμαι, καὶ γεγενημένῳ συγχρησάμενος πράγματι.
But by nature the soul that is naturally gifted in reason can also be a temple, because of the reason that has grown together with it, since it is situated above the body; and Jesus goes up to it from Capernaum, which lies somewhere below, in a more lowly fashion, and in it are found the earthly and senseless and troublesome movements that existed before instruction from Jesus, and the things that are thought to be beautiful but are not, which are driven out by Jesus through the word woven together from demonstrative and refuting doctrines, so that the house of his Father may no longer be a house of trade, but may recover the worship of God performed according to the heavenly and spiritual laws for the salvation of itself and of many more. And a symbol of the earthly things is the ox, for it is a tiller of the soil; of the senseless and beast-like things, the sheep, since the animal is servile in comparison with many of the irrational creatures; of the light and easily swayed reasonings, the dove; of the things thought to be beautiful, the small coins. But if anyone takes offense at such an interpretation because the animals brought into the Scripture are clean, it must be said that the Scripture would have been unconvincing if it were reported to have happened according to the history that is possible; for in the temple of God it was not possible to report that an entry of a herd of animals other than the clean ones had happened, and for the trade of things other than those that are sacrificed. Therefore the evangelist made use of what was done by the traders at the times of the Jewish festivals, when they brought these animals into the outer court of the temple, as I think, also making use of an event that had occurred.
Καίτοιγε ᾧ μέλει τῆς ἀκριβεστέρας ἐξετάσεως ἐπισκοπήσει εἰ κατὰ τὸ ἐν τῷ βίῳ τούτῳ ἀξίωμα τοῦ Ἰησοῦ ἦν, νομιζομένου υἱοῦ εἶναι τέκτονος, τὸ τηλικοῦτο ποιῆσαι θαρρῆσαι ὥστε ἐξελάσαι πλῆθος ἐμπόρων, ἐπὶ τὴν ἑορτὴν ἀνεληλυθότων τοσούτῳ ἀποδίδοσθαι λαῷ πρόβατα τυθησόμενα κατ' οἴκους πατριῶν αὐτῶν, ἐν πλειόνων μυριάδων ἀριθμῷ τυγχάνοντα, καὶ βοῦς τοῖς πλουσιωτέροις καὶ τηλικαῦτα εὐξαμένοις παραθησομένους, περιστεράς τε, ἅστινας πολλοὶ ὡς ἐν πανηγύρει εὐωχηθησόμενοι ὠνοῦντο ἄν· τῶν τε τραπεζιτῶν * * * μὴ ὕβρεως κατηγορῆσαι τοῦ Ἰησοῦ ἐκχεόμενα ἰδόντων τὰ χρήματα καὶ ἀνατρεπομένας τὰς τραπέζας. Τίς δὲ τῷ ἐκ σχοινίων φραγελλίῳ ὑπὸ τοῦ νομιζομένου παρ' αὐτοῖς εὐτελοῦς τυπτόμενος καὶ ἀπελαυνόμενος οὐκ ἂν ἐπιλαβόμενος κατεβόησεν καὶ ἐκ χειρὸς τὴν δίκην ἐποιήσατο, καὶ ταῦτα τοσοῦτο πλῆθος τῶν συνυβρίζεσθαι δοξάντων συνεργοῦν κατὰ τοῦ Ἰησοῦ ἔχων; Ἐπινοήσωμεν δὲ τὸν υἱὸν τοῦ θεοῦ λαμβάνοντα σχοινία καὶ ἑαυτῷ φραγέλλιον ἐπὶ τῷ ἐξελάσαι τοῦ ναοῦ πλέκοντα εἰ μὴ ἐμφαίνει πρὸς τῷ αὐθάδει καὶ θρασυτέρῳ καὶ τὸ ἄτακτον. Μία δὲ καταφυγὴ τῆς πρὸς ταῦτα ἀπολογίας καταλείπεται τῷ καὶ τὴν ἱστορίαν σῶσαι θέλοντι, ἡ θειοτέρα τοῦ Ἰησοῦ δύναμις, οἵου τε ὄντος, ὅτε ἐβούλετο, καὶ θυμὸν ἐχθρῶν ἀναπτόμενον σβέσαι καὶ μυριάδων θείᾳ χάριτι περιγε νέσθαι καὶ λογισμοὺς θορυβοῦντας διασκεδάσαι· «Κύριος γὰρ διασκεδάσει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν·
Yet surely one who cares for more exact examination will consider whether, according to the rank of Jesus in this life, he who was thought to be the son of a carpenter dared to do so great a thing as to drive out a multitude of traders who had come up for the festival, who were selling to so great a people sheep to be sacrificed according to their fathers' houses, amounting to many tens of thousands, and oxen to be set before the wealthier and those who had made such great vows, and doves, which many were buying as if to feast at a public festival; and whether the money-changers, seeing their money poured out and their tables overturned, had no charge of outrage to bring against Jesus. And who, being struck and driven out by the scourge of cords by one thought by them to be of no account, would not have laid hold of him and cried out and taken justice into his own hands, especially having so great a multitude of those who seemed to be insulted along with them cooperating against Jesus? But let us consider the Son of God taking cords and weaving for himself a scourge to drive them out of the temple—does this not display, besides the presumptuous and the more reckless, also the disorderly? But one refuge of defense against these things is left to one who wishes also to preserve the history: the more divine power of Jesus, who was able, when he wished, both to quench the anger of enemies when kindled and to prevail over tens of thousands by divine grace and to scatter troubled thoughts; for "the Lord will scatter the counsels of the nations, and he rejects the thoughts of the peoples."
ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει», ὥστε μηδενὸς τῶν σφόδρα παραδόξως ὑπ' αὐτοῦ γεγενημένων καὶ προκαλεσαμένων διὰ τῆς θειότητος εἰς πίστιν τοὺς τεθεωρηκότας ἐλάττονα ἐμφαίνειν ἐνεργηθεῖσαν δύναμιν τὴν κατὰ τὸν τόπον ἱστορίαν, εἴ γε καὶ αὐτὴ γεγένηται. Καὶ μείζονα δ' αὐτὴν ἔστιν ἀποφήνασθαι τῆς γεγενημένης περὶ τοῦ ἐν Κανᾷ τῆς Γαλιλαίας μεταβεβληκότος ὕδατος εἰς οἶνον, τῷ ἐκεῖ μὲν ἄψυχον ὕλην εἶναι τὴν τετραμμένην, ἐνθάδε δὲ τῶν τοσούτων μυριάδων δεδουλῶσθαι τὰ ἡγεμονικά. Παρατηρητέον μέντοι γε ὅτι ἐν μὲν τῷ γάμῳ ἡ μήτηρ τοῦ Ἰησοῦ εἶναι λέγεται, κεκλῆσθαι δὲ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ· εἰς δὲ τὴν Καφαρναοὺμ καταβεβηκέναι * * * * οὐδεὶς πλὴν Ἰησοῦ κατείλεκται. Φαίνονται δ' ὕστερον καὶ οἱ μαθηταὶ παρόντες, εἴ γε ἐμνήσθησαν ὅτι «Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με». Καὶ τάχα ἐν ἑκάστῳ τῶν μαθητῶν ὁ Ἰησοῦς ἀναβαίνων εἰς Ἱεροσόλυμα ἦν, διόπερ οὐκ εἴρηται τὸ «Ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα καὶ οἱμαθηταὶ αὐτοῦ», ὥσπερ «Κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ.» Ἤδη δὲ τὰ συγγενῆ τῷ τόπῳ, ἐκβεβλῆσθαι ἀπὸ τοῦ ἱεροῦ τοὺς ποιοῦντας αὐτὸν οἶκον ἐμπορίου, παρὰ τοῖς λοιποῖς κείμενα κατανοητέον. Καὶ πρῶτόν γε τὰ παρὰ τῷ Ματθαίῳ, ὅς φησιν εἰσελθόντος τοῦ κυρίου εἰς Ἱεροσόλυμα σεσεῖσθαι πᾶσαν τὴν πόλιν, λέγουσαν·
But the counsel of the Lord endures forever, so that none of the things that came to be exceedingly contrary to expectation by him, and that through their divinity summoned those who had beheld them to faith, should show a lesser power at work in the account of this place, if indeed it too happened. And one can declare it greater than the event that occurred concerning the water in Cana of Galilee that was changed into wine, since there the material that was transformed was lifeless, whereas here the governing faculties of so many thousands were enslaved. One must observe, however, that at the wedding the mother of Jesus is said to be present, and Jesus and his disciples were invited; but to Capernaum * * * * no one except Jesus is recorded to have gone down. Yet later the disciples also appear to be present, if indeed they were reminded that "The zeal of your house will consume me." And perhaps in each of the disciples Jesus was going up to Jerusalem; therefore it was not said, "Jesus went up to Jerusalem and his disciples," as "He went down to Capernaum, he and his mother and his brothers and his disciples." But now the things akin to this place—that those who made it a house of trade were cast out of the temple—must be considered as they stand in the other writers. And first the things in Matthew, who says that when the Lord entered Jerusalem the whole city was shaken, saying:
«Τίς ἐστιν οὗτος;» Πρὸ δὲ τούτων διηγεῖται τὰ περὶ τὴν ὄνον καὶ τὸν πῶλον, ληφθέντα προστάξει τοῦ κυρίου, ὑπὸ δύο μαθητῶν ἀποσταλέντων ὑπ' αὐτοῦ ἀπὸ Βηθφαγὴ εἰς τὴν κατέναντι αὐτῆς κώμην εὑρημένα, ὅπου καὶ λύεται ὑπὸ τῶν δύο μαθητῶν ἡ
πρότερον δεδεμένη ὄνος κελευσθέντων, ἐάν τις αὐτοῖς εἴπῃ τι, ἀποκρίνασθαι ὡς ἄρα «Ὁ κύριος αὐτῶν χρείαν ἔχει· καὶ εὐθὺς αὐτοὺς ἀποστέλλει». Ἀπαγ γέλλει δὲ πληροῦσθαι προφητείαν διὰ τούτων γεγενημένων τὴν φάσκουσαν· «Ἰδοὺ ὁ βασιλεὺς ἔρχεται πραῢς καὶ ἐπιβε βηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου», ἥντινα παρὰ τῷ Ζαχαρίᾳ εὕρομεν. Ὡς δὲ πορευθέντες οἱ μαθηταὶ καὶ ποιήσαντες ὡς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς «ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, ἐπέθηκαν, φησίν, ἐπ' αὐτῶν τὰ ἱμάτια ἑαυτῶν καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν» ὁ κύριος, δῆλον δ' ὅτι καὶ τῆς ὄνου καὶ τοῦ πώλου, ὅτε καὶ «ὁ πλεῖστος ὄχλος ἔστρωσαν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἔστρωσαν ἐν τῇ ὁδῷ», τῶν προαγόντων καὶ ἀκολουθούντων ὄχλων κεκραγότων· «Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» Πλὴν ὡς διὰ ταῦτα «εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος;» Οἱ ὄχλοι, δηλονότι οἱ προάγοντες καὶ ἀκολου θοῦντες, ἀπεκρίναντο τοῖς ἐρωτῶσιν, τίς εἴη, τὸ «Οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς.
Who is this?" But before these things he recounts the events concerning the donkey and the colt, taken at the command of the Lord, found by two disciples sent by him from Bethphage into the village opposite it, where also the donkey, previously bound, is loosed by the two disciples when they were commanded, if anyone should say anything to them, to answer that "Their Lord has need of them; and immediately he sends them." He also announces that the prophecy was fulfilled by these things having happened, the one that says: "Behold, the king comes gentle and mounted on a donkey and a colt, the foal of a beast of burden," which we find in Zechariah. And when the disciples went and did as Jesus commanded them, "they brought the donkey and the colt, they placed, he says, their garments on them, and he sat upon them"—the Lord, and it is clear that it was upon both the donkey and the colt—when also "the greatest crowd spread their garments on the road, and others cut branches from the trees and spread them on the road," the crowds going before and following crying out: "Hosanna to the son of David, blessed is he who comes in the name of the Lord, hosanna in the highest." Moreover, because of these things, "when he entered Jerusalem, all the city was shaken, saying: Who is this?" The crowds, namely those going before and following, answered those asking who he might be: "This is the prophet Jesus, the one from Nazareth of Galilee. And Jesus entered into the temple and cast out all those selling and buying in the temple, and he overturned the tables of the money-changers and the seats of those selling doves.
Καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.» Πευσόμεθα δὴ τῶν πέρα τῆς ἱστορίας μηδὲν οἰομένων προκεῖσθαι γράφοντι τῷ Ματθαίῳ τὸ εὐαγγέλιον, τί ἦν τὸ ἐπεῖγον πεμφθῆναι τῶν μαθητῶν δύο εἰς τὴν κατέναντι τῆς Βηθφαγῆς κώμην ὑπὲρ τοῦ εὑρόντας αὐτοὺς δεδεμένην ὄνον καὶ πῶλον μετ' αὐτῆς λῦσαι καὶ ἀγαγεῖν αὐτῷ; Τί δὲ ἄξιον ἀναγραφῆς ἦν γενόμενον τῷ ἐπικαθεσθέντι ὄνῳ καὶ πώλῳ καὶ εἰσεληλυθότι εἰς τὴν πόλιν; Τί δὲ μετὰ τὰ περὶ τοῦ Χριστοῦ προφητεύων ὁ Ζαχαρίας φησί· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων, αὐτὸς πραῢς καὶ ἐπιβε βηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον»; Εἰ γὰρ ἡ προφητεία αὕτη τὸ παρὰ τοῖς εὐαγγελισταῖς δηλούμενον σωματικὸν μόνον προλέγει, τὴν ἀκολουθίαν τῆς προφητείας σῳζέτωσαν ἡμῖν οἱ ἐπὶ τοῦ γράμματος ἱστάμενοι οὕτως ἔχουσαν· «Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης, καὶ ποταμῶν διεκβολὰς γῆς» καὶ τὰ ἑξῆς. Ἰστέον μέντοι γε ὅτι οὐχ ὡς κεῖται παρὰ τῷ προφήτῃ ἡ λέξις ἐξέθετο αὐτὴν ὁ Ματθαῖος. Ἀντὶ γὰρ τοῦ «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ» πεποίηκεν· «Εἴπατε τῇ θυγατρὶ Σιών», ἐπιτεμνόμενος τὸ προφητικόν· παρεσιώπησεν δὲ καὶ τὸ «δίκαιος καὶ σῴζων αὐτός», καὶ εἰπὼν ὡς κεῖται τὸ «πραῢς καὶ ἐπιβεβηκώς» ἀντὶ τοῦ «ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον» ἀνέγραψεν· «ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου».
And he says to them, "It is written, 'My house shall be called a house of prayer; but you make it a cave of robbers.'" Let us ask those who think that nothing beyond the historical sense lies before Matthew as he writes the Gospel: what was the urgency that two of the disciples be sent to the village opposite Bethphage, in order that, having found a bound donkey and a colt with her, they might loose them and bring them to him? And what was worthy of record in what happened to the one who sat upon the donkey and the colt and entered into the city? And what does Zechariah say, prophesying after the things concerning Christ: "Rejoice greatly, daughter of Zion; proclaim, daughter of Jerusalem; behold, your king comes to you, righteous and saving, himself gentle and mounted upon a beast of burden and a new colt"? For if this prophecy foretells only the bodily event made clear by the evangelists, let those who stand upon the letter preserve for us the sequence of the prophecy as it stands: "And he will destroy chariots from Ephraim and horse from Jerusalem, and the bow of war will be destroyed, and abundance and peace from the nations, and he will rule over waters to the sea, and the outlets of rivers of the earth," and the rest. It must be noted, however, that Matthew did not set forth the wording as it stands in the prophet. For instead of "Rejoice greatly, daughter of Zion; proclaim, daughter of Jerusalem," he has made "Tell the daughter of Zion," abbreviating the prophetic text; and he has passed over in silence both "righteous and saving himself," and, saying "gentle and mounted" as it stands, instead of "upon a beast of burden and a new colt" he has written "upon a donkey and a colt, the foal of a beast of burden."
Καὶ Ἰουδαῖοι δὲ συνεξετάζοντες τὸν τῆς προφητείας εἱρμὸν τοῖς περὶ Ἰησοῦ ἀναγεγραμμένοις, οὐκ εὐκαταφρονήτως ἡμᾶς θλίβουσιν ἀπαιτοῦντες πῶς ὁ Ἰησοῦς ἐξωλόθρευσεν ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξωλόθρευσεν τόξον πολεμικὸν καὶ τὰ ἑξῆς πεποίηκεν. Καὶ ταῦτα μὲν περὶ τῆς προφητείας. Ἐὰν δὲ τὸ μῆκος τῆς ὁδοῦ αἰτιάσωνται, μηδὲν ἄξιον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ οἰκονομίας εὑρίσκοντες εἰς τὸν περὶ τῆς ὄνου καὶ πώλου λόγον, πρῶτον μὲν οἱ πεντεκαίδεκα σταδίοις βραχεῖ διαστήματι οὖσιν προσχρώμενοι οὐ πάνυ τι ἀπολογίαν εὔλογον κομιοῦσιν τῆς ὁδοῦ· δεύτερον δὲ πῶς δύο κτηνῶν εἰς τὴν οὕτω βραχεῖαν δεῖται ὁδὸν λεγέτωσαν ἡμῖν· «Ἐπεκά θισεν, γάρ φησιν, ἐπάνω αὐτῶν.» Ἔτι δὲ καὶ τὸ «Ἐάν τις ὑμῖν εἴπῃ, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστέλλει αὐτούς» οὐκ οἶμαι ἄξιον εἶναι τοῦ μεγέθους τῆς τοῦ υἱοῦ τοῦ θεοῦ θειότητος, ὥστε εἰπεῖν τὴν τηλικαύτην φύσιν χρείαν ὁμολογεῖν ἔχειν ὄνου
ἀπὸ δεσμῶν λυομένης, καὶ πώλου σὺν αὐτῇ ἐρχομένου· δεῖ γὰρ μέγα εἶναι πᾶν, οὗ χρείαν ἔχει ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἄξιον τῆς χρηστότητος αὐτοῦ. Πρὸς δὲ τούτοις ὁ στρωννύων αὐτοῦ τὰ ἱμάτια πλεῖ στος ὄχλος ἐν τῇ ὁδῷ, ἀνεχομένου τούτων τοῦ Ἰησοῦ καὶ μὴ ἐπιτιμῶντος, ὡς δῆλον ἐκ τῶν παρ' ἄλλοις κειμένων· «Ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κράξουσιν» οὐκ οἶδα εἰ μὴ βλακείαν τινὰ ἐμφαίνουσιν τοῦ ἐπὶ τοῖς τοιούτοις, εἰ μηδὲν ἄλλο ἀπ' αὐτῶν δηλοῦται, εὐφραινομένου.
But the Jews too, comparing the sequence of the prophecy with the things recorded about Jesus, press us not contemptibly, demanding how Jesus destroyed chariots from Ephraim and horse from Jerusalem, and destroyed the battle bow and did the things that follow. So much, then, concerning the prophecy. But if they make the length of the journey a charge, finding nothing worthy of the economy of the Son of God in the account about the donkey and the colt, first, those who take refuge in the fifteen stades as a short distance will not carry off any very reasonable defense of the journey; second, let them tell us how he needs two beasts for so short a journey; for it says, "He sat upon them." And further, the words "If anyone says to you, you shall say that their Lord has need of them; and immediately he sends them" — I do not think this is worthy of the greatness of the divinity of the Son of God, so as to say that a nature of such magnitude confesses that it has need of a donkey loosed from bonds, and of a colt coming with it; for everything of which the Son of God has need must be great, and worthy of his goodness. Besides these things, the very great crowd that spreads their garments in the way for him, while Jesus tolerates these things and does not rebuke them, as is clear from what is set down in the others: "If these were silent, the stones would cry out" — I do not know whether, unless they reveal something else, they display some slackness on the part of him who rejoices over such things.
Τὸ δὲ καὶ κοπτομένους κλάδους ἀπὸ τῶν δένδρων στρώννυσθαι ἐν τῇ ὁδῷ ὄνων διερχομένων ἐμπόδιον μᾶλλον δόξαι ἂν εἶναι τοῦ ὀχλουμένου ἤπερ λελογισμένη ἀποδοχή. Ὅσα δὲ ἐπηπορήσαμεν περὶ τῶν ἐκ τοῦ ἱεροῦ ὑπ' αὐτοῦ ἐκβαλλομένων, ταῦτα καὶ ἔτι μείζονα ἐνθάδε λεκτέον. Ἐν μὲν γὰρ τῷ κατὰ Ἰωάννην ἐκβάλλει τοὺς ἀγοράζοντας· ὁ δὲ Ματθαῖός φησιν ὅτι «Ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ»· πολλῷ δὲ ὡς εἰκὸς ἀριθμὸς τῶν ἀγοραζόντων πλείων ἦν παρὰ τοὺς πωλοῦν τας. Καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ πάντας ἐκβάλλεσθαι τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ παρὰ τὸ ἀξίωμα τοῦ νομιζομένου υἱοῦ τέκτονος εἶναι ἐτύγχανεν, εἰ μὴ ἄρα, ὡς κἀκεῖ ἐλέγομεν, θειοτέρᾳ δυνάμει τοὺς πάντας ὑπέτασσεν, χαλεπώτερα ὅσον ἐπὶ τοῖς λοιποῖς εὐαγγελισταῖς παρὰ τὸν Ἰωάννην ἀκούσαντας. Ὁ μὲν γὰρ Ἰωάννης φησὶν αὐτοῖς εἰρῆσθαι ὑπὸ τοῦ Ἰησοῦ· «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπο ρίου»· τοῖς δὲ λοιποῖς «σπήλαιον λῃστῶν» ἐλέγχονται πεποιηκότες τὸν οἶκον τῆς προσευχῆς, οὐ χωροῦντος τοῦ οἴκου τοῦ πατρὸς ὥστε γενέσθαι σπήλαιον λῃστῶν, ἀλλὰ μέχρι τοσούτου ὑπὸ τῶν ἁμαρτανόντων φυρομένου ὡς οἶκον ἐμπο ρίου αὐτὸν γενέσθαι. Μόνον δὲ τῆς προσευχῆς οἶκος, οὐ πάντως οἶκος τοῦ πατρὸς ὤν, ἀμεληθεὶς καὶ λῃστὰς παρα δέξεται, οὐ γινόμενος αὐτῶν οἶκος, ἀλλὰ σπήλαιον, πρᾶγμα οὐχ ὑπὸ ἀρχιτεκτονικῆς καὶ λογικῆς ἐντρεχείας γεγενημένον. Τὸ μὲν οὖν ἰδεῖν ᾗ ἔχει ταῦτα νοῦ ἀληθοῦς τοῦ δοθέντος τοῖς λέγουσιν· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν» μεῖζον ἢ καθ' ἡμᾶς εἶναι πειθόμεθα.
But that branches cut from the trees were spread in the road as donkeys passed through would seem to be an obstacle to the one being carried rather than a calculated welcome. And the questions we raised about those cast out of the temple by him must be said here as well, and even more extensively. For in the Gospel according to John he casts out those who were buying; but Matthew says that "he cast out all those who were selling and buying in the temple"; and the number of those buying was likely much greater than those selling. And let us consider whether the casting out of all who were selling and buying in the temple did not happen contrary to the dignity of him who was thought to be the son of a carpenter, unless perhaps, as we said there too, he subjected them all by a more divine power, since they heard harsher things, as far as the other evangelists are concerned, than in John. For John says that it was said to them by Jesus: "Do not make my Father's house a house of trade"; but by the others they are reproached for having made the house of prayer "a cave of robbers," since the Father's house does not admit of becoming a cave of robbers, but is defiled by sinners only to such an extent as to become a house of trade. But the house of prayer alone, not being altogether the Father's house, when neglected will also receive robbers, not becoming their house but a cave—a thing not produced by architecture and rational skill. To see, then, how these things stand requires a true mind, that which was given to those who say, "But we have the mind of Christ, that we might know the things graciously given to us by God"—a thing we are persuaded is greater than we are capable of.
Οὐδὲ γὰρ ἀθόλωτον ἡμῶν ἐστιν τὸ ἡγεμονικόν, οὐδὲ ὀφθαλμοὶ ὁποίους δεῖ εἶναι τοὺς τῆς καλῆς νύμφης Χριστοῦ ὀφθαλμούς, περὶ ὧν φησιν ὁ νυμφίος· «Ὀφθαλμοί σου περιστεραί», τάχα αἰνισσόμενος τὴν τῶν πνευματικῶν κατανοητικὴν δύναμιν, διὰ τὸ καὶ τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν ἐληλυθέναι ἐπὶ τὸν κύριον Ἰησοῦν καὶ τὸν ἐν ἑκάστῳ κύριον· ἀλλ' ὅμως καὶ οὕτως ἔχοντες οὐκ ἀποκνήσομεν, ψηλαφῶντες τοὺς εἰρημέ νους τῆς ζωῆς λόγους, πειραθῆναι λαβέσθαι αὐτῶν τῆς ἀπορρεούσης εἰς τὸν μετὰ πίστεως ἁψάμενον δυνάμεως. Ἰησοῦς τοίνυν ἐστὶν ὁ τοῦ θεοῦ λόγος, ὅστις εἰσ έρχεται εἰς τὴν Ἱεροσόλυμα καλουμένην ψυχήν, ὀχούμενος τῇ ὑπὸ τῶν μαθητῶν λελυμένῃ ἀπὸ τῶν δεσμῶν ὄνῳ, λέγω δὲ τοῖς ἀφελέσι τῆς παλαιᾶς διαθήκης γράμμασι, σαφηνιζομένοις ὑπὸ τῶν λυόντων αὐτὰ μαθητῶν δύο, τοῦ τ' ἐπὶ τὴν θεραπείαν τῆς ψυχῆς ἀνάγοντος τὰ γεγραμμένα καὶ ἐπ' αὐτὴν αὐτὰ ἀλληγοροῦντος, καὶ τοῦ τὰ μέλλοντα ἀγαθὰ καὶ ἀληθινὰ διὰ τῶν ἐν τῇ σκιᾷ κειμένων παριστάντος. Ὀχεῖται δὲ καὶ τῷ νέῳ πώλῳ, τῇ καινῇ διαθήκῃ· ἐν ἀμφοτέραις γὰρ ἔστιν εὑρεῖν τὸν καθαίροντα ἡμᾶς τῆς ἀληθείας λόγον καὶ ἀπελαύνοντα τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν ἡμῖν πάντας λογισμούς. Μόνος δὲ εἰς τὴν Ἱεροσόλυμα ψυχὴν οὐκ ἔρχεται, ἀλλ' οὐδὲ μετὰ ὀλίγων τινῶν· πολλὰ γὰρ τὰ προάγοντα τὸν τελειοῦντα ἡμᾶς λόγον θεοῦ δεῖ ἐν ἡμῖν γενέσθαι, καὶ ἕτερα πλεῖστα ὅσα τὰ ἑπόμενα αὐτῷ· πάντα μέντοι γε αὐτὸν ὑμνοῦντα καὶ δοξάζοντα, καὶ τὸν ἴδιον κόσμον καὶ περιβολὴν αὐτῷ ὑποτιθέντα, ἵνα αὐτοῦ τὰ ὀχήματα μὴ ἅπτηται γῆς, ἔχοντα τὸν οὐρανόθεν καταβεβηκότα ἐπαναπαυόμενον αὐτοῖς.
For our governing faculty is not free of turbidity, nor are our eyes such as the eyes of the beautiful bride of Christ ought to be, concerning which the bridegroom says: "Your eyes are doves," perhaps hinting at the perceptive power of spiritual things, because the Holy Spirit also came as a dove upon the Lord Jesus and upon the lord in each person. But even so, being as we are, we shall not shrink back, groping after the words of life that have been spoken, to attempt to grasp their power which flows out to the one who touches it with faith. Jesus, then, is the Word of God, who enters into the soul called Jerusalem, carried by the donkey loosed from its bonds by the disciples—I mean by the simple letters of the old covenant, clarified by the two disciples who loose them: the one who leads the writings up to the healing of the soul and allegorizes them to that end, and the one who presents the good things to come and the true things through those that lie in shadow. He is also carried by the new colt, the new covenant; for in both it is possible to find the Word of truth who purifies us and drives out all the reasonings within us that buy and sell. He does not come alone into the soul that is Jerusalem, nor even with a few; for many things must precede the Word of God that perfects us within us, and very many others follow him—all of them, however, hymning and glorifying him, and placing their own order and array beneath him, so that his mounts do not touch the earth, having the one who came down from heaven resting upon them.
Ἵνα δὲ ἔτι μᾶλλον ἀνωτέρω τῆς γῆς τυγχάνωσιν οἱ ὀχοῦντες αὐτὸν παλαιοὶ καὶ καινοὶ λόγοι τῶν γραφῶν, ἐκκόπτεσθαι κλάδους δεῖ ἀπὸ τῶν δένδρων, ἵνα βαίνωσιν ἐπὶ τῶν εὐλόγως
ἐκκειμένων. Δύνανται δὲ οἱ προάγοντες καὶ ἀκολου θοῦντες αὐτῷ ὄχλοι δηλοῦν καὶ τὰς ἀγγελικὰς συνεργείας, τινὰς μὲν εὐτρεπιζούσας αὐτῷ τὴν ὁδὸν ἐν ταῖς ψυχαῖς ἡμῶν, δι' ὧν αὐτοὶ κεκόσμηνται, τινῶν δὲ ἐπακολουθούντων τῇ αὐτοῦ ἐν ἡμῖν παρουσίᾳ, περὶ ἧς πολλάκις εἰρηκότες νῦν εἰς τοῦτο μαρτυριῶν οὐ χρῄζομεν. Καὶ τάχα οὐκ ἀλόγως ὄνῳ εἰκάσα τὰς περιστάσας φωνὰς τὸν ἄγοντα αὐτὰς εἰς τὴν ψυχὴν λόγον· ἀχθοφόρον γὰρ τὸ ζῷον, πολὺ δὲ τὸ ἄχθος καὶ φορτίον βαρὺ δηλοῦνται ἀπὸ τῆς λέξεως, καὶ μάλιστα τῆς παλαιοτέρας, ὡς δῆλον τῷ ἐφιστάντι τοῖς ὑπὸ Ἰουδαίων γινομένοις. Οὐχ οὕτω δὲ ὁ πῶλος ἀχθοφόρον ὡς ἡ ὄνος. Εἰ γὰρ καὶ βαρὺ πᾶν τὸ τοῦ γράμματος φορτίον ἐστὶν τὸ ἀνώφορον καὶ κουφότατον τοῦ πνεύματος χωρεῖν μὴ δυναμένοις, ἀλλά γε ἔλαττον ἔχει βάρος τὸ καινὸν γράμμα παρὰ τὸ πρεσβύτερον. Οἶδα δέ τινας τὴν μὲν δεδεμένην ὄνον ἐξειληφότας τοὺς ἐκ περιτομῆς πιστεύοντας, πολλῶν δεσμῶν ὑπὸ τῶν γνησίως τῷ λόγῳ πνευματικῶς μεμαθητευμένων ἀπολυομένους, τὸν δὲ πῶλον τοὺς ἀπὸ τῶν ἐθνῶν, ἀνέτους πρὶν παρα δέξωνται τὸν Ἰησοῦ λόγον καὶ ἔξω παντὸς ἐπικειμένου ζυγοῦ κατὰ τὸ ἀφηνιαστικὸν καὶ φιλήδονον γεγενημένους.
But in order that the ancient and new words of the Scriptures that carry him may be still higher above the earth, it is necessary that branches be cut from the trees, so that they may go upon what is reasonably laid out. And the crowds that go before and follow him can signify also the angelic ministrations, some preparing his way in our souls, by which they themselves are adorned, while others follow upon his presence in us, concerning which, having often spoken, we now have no need of testimonies for this. And perhaps not unreasonably one might compare to a donkey the voices that surround him, which the word leading them into the soul brings; for the animal is a burden-bearer, and much is the burden and heavy the load indicated by the expression, and especially by the older one, as is clear to one who attends to what is done by the Jews. But the colt is not so much a burden-bearer as the donkey. For even if every burden of the letter is heavy for those unable to contain the most buoyant and lightest things of the spirit, yet the new letter has less weight than the older. And I know that some have interpreted the bound donkey as those who believe from the circumcision, being loosed from many bonds by those who have been genuinely taught the word spiritually, and the colt as those from the Gentiles, who were unrestrained before they received the word of Jesus and were outside every yoke laid upon them, in accordance with their licentious and pleasure-loving nature.
Εἰ καὶ μὴ εἰρήκασιν δὲ οὗτοι τοὺς προάγοντας καὶ ἀκολουθοῦντας ὄχλους, οὐκ ἀπίθανόν ἐστιν ἐφαρμόσαι τοὺς μὲν προάγοντας Μωσεῖ καὶ τοῖς προφήταις, τοὺς δὲ ἐπακολουθοῦντας τοῖς ἱεροῖς ἀποστόλοις, οἵτινες ἅπαντες εἰσέρχονται εἰς ποίαν Ἱεροσόλυμα, ὅσον κατὰ τοῦτον τὸν λόγον ζητητέον, ἔχοντα πωλοῦντας καὶ ἀγοράζοντας πολλοὺς ἐξελαυνομένους ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ. Καὶ τάχα «ἡ ἄνω Ἱερουσαλήμ», εἰς ἣν ἀναβήσεται ὁ κύριος, ἡνιοχῶν τοὺς ἐκ περιτομῆς καὶ ἐθνῶν πιστεύοντας, προαγόντων αὐτὸν καὶ ἀκολουθούντων ἤτοι προφητῶν καὶ ἀποστόλων, ἢ τῶν διακονούντων αὐτῷ ἀγγέλων–δύνανται γὰρ καὶ οὗτοι δηλοῦσθαι ἀπὸ τῶν προαγόντων καὶ ἀκολου θούντων αὐτῷ–λέγεται νῦν, ἣ εἶχεν πρὸ τῆς ἀνόδου αὐτοῦ τὰ λεγόμενα «πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρα νίοις», ἢ τοὺς Χαναναίους καὶ Χετταίους καὶ Ἀμορραίους καὶ τοὺς λοιποὺς πολεμίους τοῦ λαοῦ, καὶ ἁπαξαπλῶς τοὺς ἀλλοτρίους, κἀκεῖ πως δυναμένης τῆς προφητείας πεπληρῶσθαι, λεγούσης· «Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν.» Οὗτοι γάρ εἰσιν οἱ τὸν οὐράνιον τοῦ πατρὸς οἶκον, τὴν ἁγίαν Ἱερουσαλήμ, τὸν οἶκον τῆς προσ ευχῆς μολύνοντες καὶ σπήλαιον λῃστῶν ποιήσαντες, οὐκ ἄλλων ἢ ἑαυτῶν, ἀργύριον ἔχοντες ἀδόκιμον καὶ διδόντες ὀβολοὺς καὶ κόλλυβα τοῖς προσιοῦσιν, εὐτελῆ καὶ εὐκαταφρό νητα νομίσματα. Οὗτοί εἰσιν οἱ λαμβάνοντες ἀπὸ τῶν ψυχῶν ἐν τῷ παλαίειν αὐταῖς τὰ τιμιώτερα, καὶ συλῶσιν τὰ κρείττονα, ἵνα δῶσιν τὰ μηδενὸς ἄξια.
But even if these men have not mentioned the crowds that went before and followed, it is not implausible to apply the former to Moses and the prophets, and the latter to the holy apostles, all of whom enter into a certain Jerusalem—which, so far as this account goes, must be investigated, having many sellers and buyers driven out by the Son of God. And perhaps "the Jerusalem above," to which the Lord will go up, driving as charioteer those who believe from the circumcision and from the Gentiles, with prophets and apostles going before him and following him, or the angels who minister to him—for these too can be indicated by those who go before and follow him—is now called that which, before his ascent, had the so-called "spiritual hosts of wickedness in the heavenly places," or the Canaanites and Hittites and Amorites and the rest of the enemies of the people, and in a word the foreigners, and there the prophecy could in some way be fulfilled which says: "Your land is desolate, your cities are burned with fire, foreigners devour your country before your eyes." For these are they who defile the heavenly house of the Father, the holy Jerusalem, the house of prayer, and have made it a den of robbers—none other than their own—having unapproved silver and giving obols and cakes to those who approach, cheap and contemptible coins. These are they who take from souls, in their wrestling with them, the more precious things, and plunder the better things, in order to give what is worth nothing.
Πλὴν πορευθέντες οἱ μαθηταὶ εὑρίσκουσιν τὴν δεδεμένην ὄνον καὶ λύουσιν, διὰ τὸ ἐπικείμενον κάλυμμα τῷ νόμῳ Ἰησοῦν οὐκ ἔχουσαν. Καὶ ὁ πῶλος δὲ μετ' αὐτῆς εὑρίσκεται, ἐπεὶ ἀμφότερα πρὸ Ἰησοῦ ἦν ἀπολωλότα, λέγω δὲ οἱ ἐκ περιτομῆς καὶ οἱ ἀπὸ τῶν ἐθνῶν ὕστερον πιστεύσαντες. Πῶς δὲ οὗτοι εὐθὺς πάλιν ἀποστέλλονται μετὰ τὸ ἐπικαθεσθέντα τὸν Ἰησοῦν εἰς τὰ Ἱεροσόλυμα ἀναβεβηκέναι οὐκ ἀκίνδυνον εἰπεῖν, μυστικὸν γὰρ ἐχόμενον τῆς τῶν ἁγίων εἰς ἀγγέλους μεταβολῆς, ἀποσταλησομένους κατὰ τὸν μετὰ τοῦτον αἰῶνα, παραπλησίως τοῖς εἰς διακονίαν ἀποστελλομένοις λειτουργικοῖς πνεύμασιν διὰ τοὺς κατά γε ταῦτα μέλλοντας κληρονομεῖν ζωὴν αἰώνιον. Εἰ δὲ ἡ ὄνος καὶ ὁ πῶλος τὰ παλαιὰ καὶ τὰ καινὰ εἴη γράμματα, οἷς ὁ λόγος ὀχεῖται τοῦ θεοῦ, οὐ πάνυ τι χαλεπὸν ἔσται παραστῆσαι, πῶς ἀποστέλλονται τοῦ λόγου ἐν αὐτοῖς φανέντος οὐ μένουσιν δὲ μετὰ τὸ εἰσελθεῖν εἰς Ἱεροσόλυμα τὸν λόγον ἐν τοῖς ἀποβεβληκόσιν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας λογισμούς. Ἐγὼ δὲ οἶμαι μὴ μάτην κώμην τε εἶναι τὸν τόπον τοῦτον, ὅπου ἦν ἡ δεδεμένη ὄνος καὶ ὁ πῶλος, καὶ τοῦτο ἀνώνυμον· κώμη γὰρ ὡς πρὸς τὸν ἐν οὐρανῷ πάντα κόσμον ἡ
Nevertheless, the disciples went and found the bound donkey and loosed it, because it did not have Jesus, who is the veil that lies over the law. And the colt is found with it, since both had been lost before Jesus—I mean those of the circumcision and those of the Gentiles who believed afterward. But how these are straightway sent back again after Jesus has gone up to Jerusalem—it is not without danger to say—for the mystical meaning is connected with the change of the saints into angels, they being sent forth in the age after this, just like the ministering spirits sent forth for service because of those who, in these respects at least, are to inherit eternal life. But if the donkey and the colt are the old and the new scriptures, on which the word of God rides, it will not be very difficult to show how they are sent away when the word has appeared among them, and do not remain after the word has entered Jerusalem among those who have cast out all the reasonings that buy and sell. And I think it is not in vain that this place, where the bound donkey and the colt were, is a village, and this without a name; for the village, compared with the whole order in heaven, is
πᾶσά ἐστιν γῆ, ὅπου ἐστὶν ἡ δεδεμένη ὄνος καὶ ὁ πῶλος, καὶ ἡ κώμη αὐτάρκως χωρὶς προσθήκης ἑτέρου ὀνόματος καλου μένη. Ἀπὸ Βηθφαγὴ δὲ ὁ Ματθαῖός φησιν ἀποστέλλεσθαι τοὺς παραληψομένους τὴν ὄνον καὶ τὸν πῶλον, ἥτις τόπος ἦν ἱερατικός «οἶκος σιαγόνων» ἑρμηνευόμενος. Καὶ ταῦτα μὲν κατὰ δύναμιν εἰς τὰ παρὰ τῷ Ματθαίῳ λεκτέον, τοῦ ὁλοκλήρου καὶ παρὰ ταῦτα ἀκριβεστέρου λόγου εὐκαιρότερον, ὅταν εἰς τὸ κατὰ Ματθαῖον ἡμῖν λέγειν δοθῇ, λεχθησομένου. Ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς πῶλον δεδεμένον, ἐφ' ὃν οὐδείς πω ἀνθρώπων ἐκάθισεν, εὑρῆσθαί φασι κατὰ τὴν πρόσ ταξιν τοῦ κυρίου ὑπὸ τῶν δύο μαθητῶν, ὅντινα λύσαντες ἤγαγον πρὸς τὸν κύριον. Προστίθησιν δὲ ὁ Μάρκος ὅτι «εὗρον τὸν πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφό δου»· τίς δὲ ἔξω; Οἱ ἀπὸ τῶν ἐθνῶν, οἳ ἦσαν ξένοι τῶν δια θηκῶν καὶ ἀλλότριοι τῆς ἐπαγγελίας τοῦ θεοῦ, ἐπὶ τοῦ ἀμφό δου καὶ οὐχὶ ὑπὸ στέγην ἢ οἰκίαν ἀναπαυόμενοι, δεδεμένοι ταῖς ἰδίαις ἁμαρτίαις καὶ λυόμενοι ὑπὸ τῆς προειρημένης διπλῆς ἐπιστήμης τῶν Ἰησοῦ γνωρίμων. Οἱ δὲ δεσμοὶ τοῦ δεδεμένου πώλου, καὶ αἱ ἁμαρτίαι παρὰ τὸν ὑγιῆ γεγενη μέναι λόγον ἐλεγχόμεναι ὑπ' αὐτοῦ θύρας τυγχάνοντος ζωῆς πρὸς ἐκείνην–λέγω δὴ τὴν θύραν–ἦσαν οὐκ ἔνδον, ἀλλ' ἔξω· τάχα γὰρ ἔνδον τῆς θύρας δεσμὸς γενέσθαι τῆς κακίας οὐ δύναται. Ἑστήκασιν δέ τινες παρὰ τῷ δεδεμένῳ πώλῳ, ὡς ὁ Μάρκος φησίν, οἶμαι ὅτι οἱ δήσαντες αὐτόν· ὡς δὲ Λουκᾶς ἀναγράφει, «Εἶπαν οἱ κύριοι τοῦ πώλου πρὸς τοὺς μαθητάς·
All the earth is there, where the bound donkey and the colt are, and the village is called sufficiently without the addition of another name. But Matthew says that those who were to receive the donkey and the colt were sent from Bethphage, which was a priestly place, interpreted as "house of jaws." And these things must be said according to our ability regarding what is in Matthew, the complete and more accurate account being spoken more opportunely when it is granted to us to speak on the Gospel according to Matthew. But Mark and Luke say that a bound colt, on which no one of men had ever sat, was found according to the command of the Lord by the two disciples, which they loosed and brought to the Lord. And Mark adds that "they found the colt bound at the door outside on the street." But who are outside? Those from the Gentiles, who were strangers to the covenants and aliens to the promise of God, resting on the street and not under a roof or in a house, bound by their own sins and loosed by the aforementioned twofold knowledge of those known to Jesus. But the bonds of the bound colt, and the sins that have come to be contrary to the sound word, being convicted by him who is the door of life in relation to that—I mean the door—were not inside but outside; for perhaps a bond of evil cannot come to be inside the door. And some stood by the bound colt, as Mark says—I think those who had bound it; but as Luke records, "The lords of the colt said to the disciples.
Τί λύετε τὸν πῶλον;» Κύριοι γὰρ οἱ ὑποτάξαντες καὶ δήσαντες τὸν ἡμαρτηκότα παράνομοι, οἵτινες οὐ δύνανται ἀντιβλέψαι τῷ ἀληθῶς κυρίῳ ἀφέλκοντι τοῦ δεσμοῦ αὐτῶν τὸν πῶλον. Ὅτι οὖν φασιν οἱ μαθηταί· «Ὁ κύριος αὐτοῦ χρείαν ἔχει» μηδὲν δυνηθέντων τῶν πονηρῶν κυρίων ἀποκρίνασθαι, ἄγουσι πρὸς τὸν Ἰησοῦν τὸν πῶλον γυμνόν, ἐπιρρίπτουσι τὸν ἴδιον κόσμον, ἵνα τοῖς ἐπιβληθεῖσι τῶν μαθητῶν ἱματίοις ἐπικαθεσθεὶς ὁ κύριος ἀναπαύσηται. Τὰ δὲ λοιπὰ ἐκ τῶν εἰρημένων παρὰ τῷ Ματθαίῳ οὐ πάνυ τι ἔσται ἀσαφῆ, τίνα τρόπον «ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ» ἤ· «Ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας.» Ἐν οἷς μὲν γὰρ τῶν ἐχόντων τὸ ἱερὸν ἐν αὑτοῖς ἐκβάλλει πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· ἐν ἑτέροις δὲ μὴ σφόδρα πειθομένοις τῷ λόγῳ τοῦ θεοῦ μόνον τὴν ἀρχὴν ποιεῖται τοῦ ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας. Τρίτοι δέ εἰσιν παρὰ τούτους, ἐν οἷς ἤρξατο ἐκβάλλειν μόνους τοὺς πωλοῦντας, οὐχὶ δὲ καὶ τοὺς ἀγοράζοντας. Οἱ δὲ παρὰ τῷ Ἰωάννῃ πάντες ἅμα τοῖς προβάτοις καὶ τοῖς βουσὶν τῷ πλακέντι ἐκ σχοινίων φραγελλίῳ ἐκβάλλονται. Ἐπίστησον δὲ ἐπιμελῶς εἰ δυνατὸν ὡς τάς γε ἐναλλαγὰς τῶν γεγραμμένων καὶ τὰς διαφωνίας διαλύεσθαι παρὰ τὸν τῆς ἀναγωγῆς τρόπον, ἑκάστου τῶν εὐαγγελιστῶν διαγράφοντος διαφόρους τοῦ λόγου ἐνεργείας ἐν διαφόροις ἤθεσι ψυχῶν οὐ τὰ αὐτὰ ἀλλά τινα παραπλήσια ἐπιτελούσας.
Why do you loose the colt? For the lords are the lawless who subdued and bound the one who had sinned, who are unable to look in the face of the true Lord as he draws the colt away from their bond. Since therefore the disciples say, "The Lord has need of him," and the wicked lords were able to answer nothing, they lead the colt to Jesus naked, they throw on their own adornment, so that the Lord, seated upon the garments cast upon it by the disciples, may rest. But the remaining points from what is said in Matthew will not be altogether unclear—in what way "they come to Jerusalem, and having entered the temple he began to cast out those selling and buying in the temple"; or, "When he drew near, seeing the city he wept over it. And having entered the temple he began to cast out those selling." For in some of those who have the temple within themselves he casts out all those selling and buying in the temple; in others who do not strongly obey the word of God he makes only the beginning of casting out those selling and buying. And there is a third group besides these, in whom he began to cast out only those selling, but not also those buying. But those in John are all cast out together with the sheep and the oxen by the scourge of cords that had been woven. Consider carefully whether it is possible that the variations in what is written and the disagreements are resolved according to the manner of spiritual interpretation, each of the evangelists describing different workings of the word in different dispositions of souls, accomplishing not the same things but certain similar ones.
Καὶ ἡ δοκοῦσα δὲ διακοπὴ τῶν εἰς Ἱεροσόλυμα ἀνόδων τοῦ Ἰησοῦ παρὰ τῷ τὸ ἐν χερσὶν εὐαγγέλιον ἀναγράψαντι ἑτέρως παρὰ τοὺς τρεῖς, ὡς ἐξεθέμεθα τὰς λέξεις αὐτῶν οὕτω μόνως σῷζεσθαι δύναται. Τοῖς παραπλησίοις πράγμασιν ἐπιπεσόντος τοῦ Ἰωάννου ἀντὶ τῶν κοπτομένων ἀπὸ τῶν δένδρων κλάδων, ἢ στιβάδων ἐκ τῶν ἀγρῶν καὶ στρωννυμένων ἐν τῇ ὁδῷ βαΐα τῶν φοι νίκων εἰληφέναι λέγοντος τὸν πολὺν ἐξεληλυθέναι εἰς τὴν ἑορτὴν ὄχλον, καὶ ἐξεληλυθέναι εἰς ἀπάντησιν αὐτῷ κεκραγότα· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ.» Πλὴν οὗτος ὑπ' αὐτοῦ φησι τοῦ Ἰησοῦ εὑρίσκεσθαι τὸ ὀνάριον, ἐφ' ὃ καθέζεται ὁ Χριστός, πλέον τι περὶ τοῦ τροπικώτερον δηλουμένου ὀναρίου παριστὰς μείζονα εὐεργεσίαν χωρήσαντος τὴν «οὐκ ἀπὸ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ». Οὐδὲ
Ἰωάννης δὲ αὐτολεξεὶ τὸ προφητικὸν ἐξέθετο, ἀλλ' ἀντ' αὐτοῦ τὸ «Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος»· ἀντὶ τοῦ· «ἐπιβεβηκὼς» «ἐπὶ πῶλον ὄνου» ἀντὶ τοῦ «ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον». Τὸ δὲ «Μὴ φοβοῦ, ἡ θυγάτηρ Σιὼν» οὐδ' ὅλως εἴρηται. Πλὴν ἴδωμεν ὑπὸ πάντων ἐκτεθέντος τοῦ προφητικοῦ λόγου, εἰ μὴ χαίρειν σφόδρα θυγατέρα Σιὼν ἀναγκαῖον, τὴν δὲ κρείττονα ταύτης θυγατέρα Ἱερουσαλὴμ οὐ μόνον χαίρειν σφόδρα ἀλλὰ καὶ κηρύσσειν δεῖ, τοῦ βασιλέως αὐτῆς ἐρχομένου τοῦ δικαίου καὶ σῴζοντος καὶ πράου, διὰ τοῦ ἐπιβεβηκέναι τῷ ὑποζυγίῳ καὶ τῷ νέῳ πώλῳ.
And the apparent discontinuity in Jesus' ascents to Jerusalem in the one who wrote the Gospel in hand, differing from the three, can be preserved only in this way, as we have set out their words. John, falling upon similar matters, instead of the branches cut from the trees, or the beds of straw from the fields spread in the road, and the palm branches of the date palms, says that the great crowd had come out for the feast, and had come out to meet him crying: "Blessed is he who comes in the name of the Lord, and the King of Israel." Moreover, he says that the donkey is found by Jesus himself, on which Christ sits, presenting something more about the donkey figuratively indicated, which received a greater benefit, the one "not from men nor through men, but through Jesus Christ." Nor did John set out the prophetic word verbatim, but instead of it: "Do not fear, daughter of Zion; behold, your king comes sitting," instead of "having mounted" "on a colt, the foal of a donkey," instead of "on a beast of burden and a young colt." But the phrase "Do not fear, the daughter of Zion" is not stated at all. Moreover, let us see, since the prophetic word has been set out by all, whether it is not necessary for the daughter of Zion to rejoice greatly, while the daughter of Jerusalem, better than she, must not only rejoice greatly but also proclaim, since her king comes, the righteous and saving and gentle one, by having mounted the beast of burden and the young colt.
Πᾶς γοῦν ὁ δεξάμενος αὐτὸν οὐκέτι φοβηθήσεται τοὺς τῶν ἑτερο δόξων ὡπλισμένους τοῖς πιθανοῖς λόγοις, ἅρματα Ἐφραῒμ λεγόμενα ὑπὸ τοῦ κυρίου ἐξολοθρευόμενα, οὐδὲ τὸν ψευδῆ ἵππον εἰς σωτηρίαν, θηλυμανῆ ἐπιθυμίαν τοῖς αἰσθητοῖς ᾠκειωμένην, καὶ πολλοὺς τῶν ἐν Ἱερουσαλὴμ οἰκεῖν θελόντων καὶ τῷ ὑγιεῖ λόγῳ προσέχειν βλάπτοντα. Ἔστι δὲ χαίρειν ἄξιον ἐπὶ τῷ ἐξολοθρεύεσθαι ὑπὸ τοῦ ὀχουμένου τῷ ὑπο ζυγίῳ καὶ τῷ νέῳ πώλῳ πᾶν «τόξον πολεμικόν», οὐκέτι τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ κατισχυόντων τοῦ παρα δεξαμένου τὸν Ἰησοῦν εἰς τὸ ἑαυτοῦ ἱερόν. Ἔσται δὲ καὶ «πλῆθος» μετὰ «εἰρήνης» ἀπὸ τῶν ἐθνῶν ἐν τῇ εἰς Ἱερουσαλὴμ τοῦ σωτῆρος ἐπιδημίᾳ, ἄρχοντος τῶν ὑδάτων, ἵνα συντρίψῃ τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ πατήσωμεν τὰ κύματα τῆς θαλάσσης, φθάνοντες ἕως τῶν διεκβολῶν πάντων τῶν ἐπὶ γῆς ποταμῶν. Ὁ μέντοι γε Μάρκος περὶ τῆς ὄνου γράφων εἰρῆσθαι ὑπὸ τοῦ κυρίου· «Ἐφ' ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν» δοκεῖ μοι αἰνίττεσθαι τὸ μηδέπω ποτὲ λόγῳ ὑποτεταχέναι ἑαυτοὺς πρὸ τῆς Ἰησοῦ ἐν αὐτοῖς ἐπιδημίας τοὺς ὕστερον πεπιστευκότας. Τάχα γὰρ ἀνθρώπων μὲν οὐδείς πω καθίσας ἐπὶ τὸν πῶλον ἦν, θηρίων δὲ ἢ τῶν ἀλλοτρίων τοῦ λόγου δυνάμεών τινες ἐπεκάθισαν, ἐπεὶ ὁ πλοῦτος τῶν ἀντικει μένων δυνάμεων καὶ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ ἐπὶ ὄνων φέρεσθαι καὶ καμήλων λέγεται διὰ τούτων·
At any rate, everyone who received him will no longer fear those of other opinions who are armed with plausible arguments—the chariots of Ephraim, as the Lord calls them, being utterly destroyed—nor the false horse for salvation, that is, effeminate desire attached to sensible things, which harms many of those who wish to dwell in Jerusalem and to attend to sound doctrine. And it is worth rejoicing that every "bow of war" is utterly destroyed by the one who rides upon the foal under the yoke and the young colt, since the fiery darts of the enemy no longer prevail against the one who has received Jesus into his own temple. And there shall also be a "multitude" with "peace" from the nations at the Savior's arrival in Jerusalem, as he rules over the waters, so that he may crush the heads of the dragons upon the water, and so that we may tread upon the waves of the sea, reaching as far as the outlets of all the rivers on earth. Mark, however, when writing about the donkey, records that it was said by the Lord: "On which no one of men has yet sat," and he seems to me to hint that those who later came to believe had never yet subjected themselves to the word before Jesus' arrival among them. For perhaps no one of men had yet sat upon the colt, but some of the beasts—that is, of the powers alien to the word—had sat upon it, since the wealth of the opposing powers is said in the prophet Isaiah also to be carried upon donkeys and camels, through these words:
«Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος, ἐκεῖθεν καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν.» Πευστέον δὲ πάλιν τῶν ψιλῇ τῇ λέξει προσεχόντων εἰ μὴ κατ' αὐτοὺς ματαίως ἂν δόξαι γεγράφθαι τὸ «Ἐφ' ὃν οὐδεὶς οὔπω ἀνθρώπων ἐκάθισεν». Τίς γὰρ παρὰ τὸν ἄνθρωπον καθέζεται ἐπὶ πῶλον; Καὶ ταῦτα μὲν τὰ ἡμέτερα. Ἴδωμεν δὲ καὶ τὰ Ἡρακλέωνος, ὅς φησι τὴν εἰς Ἱεροσόλυμα ἄνοδον σημαίνειν τὴν ἀπὸ τῶν ὑλικῶν εἰς τὸν ψυχικὸν τόπον, τυγχάνοντα εἰκόνα τῆς Ἱερου σαλήμ, ἀνάβασιν τοῦ κυρίου. Τὸ δὲ «Εὗρεν ἐν τῷ ἱερῷ» καὶ οὐχὶ «προνάῳ», οἴεται εἰρῆσθαι ὑπὲρ τοῦ μὴ τὴν κλῆσιν μόνην νοηθῆναι τὴν χωρὶς πνεύματος βοηθεῖσθαι ὑπὸ τοῦ κυρίου· ἡγεῖται γὰρ τὰ μὲν ἅγια τῶν ἁγίων εἶναι τὸ ἱερόν, εἰς ἃ μόνος ὁ ἀρχιερεὺς εἰσῄει, ἔνθα οἴομαι αὐτὸν λέγειν τοὺς πνευματικοὺς χωρεῖν· τὰ δὲ τοῦ προνάου, ὅπου καὶ οἱ λευῖται, σύμβολον εἶναι τῶν ἔξω τοῦ πληρώματος ψυχικῶν εὑρισκομένων ἐν σωτηρίᾳ. Πρὸς τούτοις τοὺς εὑρισκομένους ἐν τῷ ἱερῷ πωλοῦν τας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς καθημένους κερματιστὰς ἐξεδέξατο λέγεσθαι ἀντὶ τῶν μηδὲν χάριτι διδόντων, ἀλλ' ἐμπορίαν καὶ κέρδος τὴν τῶν ξένων εἰς τὸ ἱερὸν εἴσοδον νομιζόντων, τοῦ ἰδίου κέρδους καὶ φιλαργυρίας ἕνεκεν τὰς εἰς τὴν λατρείαν τοῦ θεοῦ θυσίας χορηγούντων.
In affliction and distress, a lion and a cub, and from there also offspring of flying asps, who carried their wealth on donkeys and camels. But one must again inquire of those who attend to the bare letter whether, according to them, it would not seem to have been written in vain, "On which no one of men has yet sat." For who besides a man sits on a colt? And these things are our own. But let us also consider the views of Heracleon, who says that the ascent to Jerusalem signifies the ascent of the Lord from material things to the psychic place, which is an image of Jerusalem. And the phrase "He found in the temple," and not "in the vestibule," he thinks was said so that the calling alone might not be understood as being helped by the Lord without the Spirit; for he holds that the holy of holies is the temple, into which only the high priest entered, where I think he means that spiritual people have room; and the things of the vestibule, where the Levites also are, is a symbol of the psychic people outside the fullness, who are found in salvation. In addition, he understood those found in the temple selling oxen and sheep and doves, and those sitting as money-changers, to be spoken of instead of those who give nothing by grace, but regard the entrance of strangers into the temple as trade and profit, supplying sacrifices for the worship of God for the sake of their own profit and love of money.
Καὶ τὸ φραγέλλιον δὲ πεποιῆσθαι ἐκ σχοινίων ὑπὸ τοῦ Ἰησοῦ, οὐχὶ παρ' ἄλλου λαβόντος ἰδιοτρόπως ἀπαγγέλ λει, λέγων τὸ φραγέλλιον εἰκόνα τυγχάνειν τῆς δυνάμεως καὶ ἐνεργείας τοῦ ἁγίου πνεύματος ἐκφυσῶντος τοὺς χείρονας, καί φησι τὸ φραγέλλιον καὶ τὸ λίνον καὶ τὴν σινδόνα, καὶ ὅσα τοιαῦτα, εἰκόνα τῆς δυνάμεως καὶ τῆς ἐνεργείας εἶναι τοῦ ἁγίου πνεύματος. Ἔπειτα ἑαυτῷ προσείληφεν τὸ μὴ γεγραμμένον, ὡς ἄρα εἰς ξύλον ἐδέδετο τὸ φραγέλλιον· ὅπερ ξύλον τύπον ἐκλαβὼν εἶναι τοῦ σταυροῦ φησι τούτῳ τῷ ξύλῳ
ἀνηλῶσθαι καὶ ἠφανίσθαι τοὺς κυβευτὰς ἐμπόρους καὶ πᾶσαν τὴν κακίαν. Καὶ οὐκ οἶδ' ὅπως φλυαρῶν φησιν ἐκ δύο τούτων πραγμάτων φραγέλλιον κατασκευάζεσθαι, ζητῶν τὸ ὑπὸ τοῦ Ἰησοῦ γενόμενον· Οὐ γὰρ ἐκ δέρματος, φησί, νεκροῦ ἐποίησεν αὐτό, ἵνα τὴν ἐκκλησίαν κατασκευάσῃ οὐκέτι λῃστῶν καὶ ἐμπόρων σπήλαιον, ἀλλὰ οἶκον τοῦ πατρὸς αὐτοῦ. Λεκτέον δὲ τὸ ἀναγκαιότατον περὶ τῆς θεότητος καὶ ἐκ τῶν ῥητῶν τούτων πρὸς αὐτόν. Εἰ γὰρ τὸ ἐν Ἱεροσολύμοις ἱερὸν οἶκον τοῦ ἰδίου πατρός φησιν εἶναι ὁ Ἰησοῦς, τοῦτο δὲ τὸ ἱερὸν εἰς δόξαν τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν γέγονεν, πῶς οὐκ ἄντικρυς διδασκόμεθα μὴ ἑτέρου τινὸς νομίζειν υἱὸν εἶναι παρὰ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς τὸν υἱὸν τοῦ θεοῦ; Εἰς τοῦτον οὖν τὸν οἶκον τοῦ πατρὸς Ἰησοῦ, ὡς οἶκον τυγχάνοντα τῆς προσευχῆς, καὶ οἱ τοῦ Χριστοῦ ἀπόστολοι–ὡς ἐν ταῖς Πράξεσιν αὐτῶν εὕρομεν– ὑπὸ τοῦ ἀγγέλου κελεύονται πορευθέντες στῆναι καὶ λαλεῖν «τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης».
And the fact that the whip was made by Jesus from cords, not taking it from someone else, he reports in a peculiar way, saying that the whip is an image of the power and activity of the Holy Spirit, who breathes away the worse sort; and he says that the whip and the linen and the sindon, and all such things, are an image of the power and activity of the Holy Spirit. Then he has taken to himself what is not written, namely that the whip was tied to a piece of wood; and this wood, which he has interpreted as a type of the cross, he says that by this wood the traders and merchants, gamblers, and all wickedness were destroyed and done away. And I do not know how, talking nonsense, he says that the whip was constructed from these two things, seeking what was made by Jesus. For not from dead leather, he says, did he make it, in order that he might prepare the church no longer as a cave of robbers and merchants, but as the house of his own Father. But one must state the most necessary point concerning the divinity, even from these very words, against him. For if Jesus says that the temple in Jerusalem is the house of his own Father, and this temple was built for the glory of the one who created heaven and earth, how are we not directly taught not to think that the Son of God is the son of any other than the maker of heaven and earth? Into this house of the Father of Jesus, then, since it is a house of prayer, the apostles of Christ also—as we found in their Acts—are commanded by the angel to go, stand, and speak to the people all the words of this life.
Ἀλλὰ καὶ διὰ τῆς ὡραίας πύλης ἐκεῖσε προσεύξασθαι ὡς εἰς οἶκον προσ ευχῆς προσέρχονται, οὐκ ἂν τοῦτο ποιήσαντες, εἰ μὴ τὸν αὐτὸν ᾔδεσαν θεὸν τῷ ὑπὸ τῶν ἐκθειαζόντων τὸν ναὸν ἐκεῖνον προσκυνουμένῳ. Διόπερ καὶ λέγουσιν οἱ πειθαρχοῦντες θεῷ μᾶλλον ἢ ἀνθρώποις Πέτρος καὶ οἱ ἀπόστολοι· «Ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου.» Οὐ γὰρ ὑπ' ἄλλου ἴσασιν ἐκ νεκρῶν ἐγηγερμένον Ἰησοῦν θεοῦ ἢ τοῦ τῶν πατέρων, ὃν καὶ ὁ Χριστὸς δοξάζων θεὸν τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ φησινεἶναι, οὐκ ὄντων νεκρῶν ἀλλὰ ζώντων. Πῶς δὲ καὶ οἱ μαθηταί, εἰ μὴ τοῦ αὐτοῦ θεοῦ θεῷ τοῦ Χριστοῦ ὁ οἶκος ἦν, ἐμέμνηντο ἂν τοῦ ἐν ἑξηκοστῷ ὀγδόῳ εἰρημένου ψαλμῷ· «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με;» –οὕτω γὰρ κεῖται ἐν τῷ προφήτῃ καὶ οὐχί «Καταφάγεταί με»–. Ζηλοῖ δὲ μάλιστα ὁ Χριστὸς τὸν ἐν ἑκάστῳ ἡμῶν οἶκον τοῦ θεοῦ, μὴ βουλόμενος αὐτὸν εἶναι οἶκον ἐμπορίου, μηδὲ τὸν οἶκον τῆς προσευχῆς λῃστῶν σπήλαιον, ἅτε θεοῦ ζηλωτοῦ υἱὸς ὤν– ἐὰν εὐγνωμονέστερον ἀκούωμεν τῶν τοιούτων ἀπὸ τῶν γραφῶν φωνῶν, κατὰ μεταφορὰν εἰρημένων ἀπὸ τῶν ἀνθρωπίνων εἰς παράστασιν τοῦ μηδὲν ἀλλότριον βούλεσθαι τὸν θεὸν ἐπιμίγνυσθαι τοῦ βουλήματος αὐτοῦ τῇ ψυχῇ πάντων μὲν ἀνθρώπων, ἐξαιρέτως δὲ τῶν τὰ τῆς θειοτάτης πίστεως παραδέξασθαι θελόντων–. Πλὴν τὸν ἑξηκοστὸν ὄγδοον ψαλμόν, ἔχοντα τὸ «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με» καὶ μετ' ὀλίγα·
But also through the Beautiful Gate they come there to pray, as to a house of prayer, and they would not have done this unless they knew the same God as the one worshiped by those who deify that temple. Therefore Peter and the apostles, who obey God rather than men, also say: "The God of our fathers raised up Jesus, whom you slew by hanging him on a tree." For they know that Jesus was raised from the dead by no other God than the God of the fathers, whom Christ also glorifies when he says he is the God of Abraham and Isaac and Jacob, who are not dead but living. And how would the disciples, unless the house of God belonged to the same God as the God of Christ, have remembered what is said in the sixty-eighth psalm: "The zeal of your house has consumed me"? For so it stands in the prophet, and not "will consume me." And Christ is especially zealous for the house of God in each of us, not wishing it to be a house of trade, nor the house of prayer to be a den of robbers, since he is the son of a zealous God—if we listen more favorably to such utterances from the Scriptures, spoken by way of metaphor from human things to show that God wishes nothing alien to be mixed into his will in the soul of all men, and especially of those who wish to receive the things of the most divine faith. Moreover, the sixty-eighth psalm, which has "The zeal of your house has consumed me" and shortly after: