ΩΡΙΓΕΝΟΥΣ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ ΤΟΜΟΣ Αʹ Ὃν τρόπον οἶμαι ὁ πάλαι «λαὸς» ἐπικληθεὶς «θεοῦ» εἰς φυλὰς διῄρητο δυοκαίδεκα καὶ τὴν ὑπὲρ τὰς λοι πὰς φυλὰς τάξιν λευϊτικήν, καὶ αὐτὴν κατὰ πλείονα τάγματα ἱερατικὰ καὶ λευϊτικὰ τὸ θεῖον θεραπεύουσαν, οὕτως νομίζω κατὰ «τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον» πάντα τὸν Χριστοῦ λαόν, χρηματίζοντα ἐν κρυπτῷ Ἰουδαῖον καὶ ἐν πνεύματι περιτετμημένον, ἔχειν τὰς ἰδιότητας μυστικώτερον τῶν φυλῶν· ὡς ἔστι γυμνότερον ἀπὸ Ἰωάννου ἐκ τῆς Ἀποκαλύψεως μαθεῖν, οὐδὲ τῶν λοιπῶν προφητῶν τοῖς ἀκούειν ἐπισταμένοις τὰ τοιαῦτα ἀποσιωπησάντων. Φησὶ δὲ οὕτως ὁ Ἰωάννης· «Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἐκέκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· Μὴ ἀδικήσητε μήτε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ῥουβὴν δώδεκα χιλιάδες.» Καὶ μετὰ τὸ διῃρῆσθαι τὰς λοιπὰς φυλὰς παρὲξ τοῦ Δὰν ἑξῆς μετὰ πλείονα ἐπιφέρει· «Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὼς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ' αὐτοῦ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.
ORIGEN'S COMMENTARY ON THE GOSPEL ACCORDING TO JOHN, BOOK I
In the way, I think, that the people of old, called "the people" of "God," was divided into twelve tribes and had the Levitical order above the remaining tribes, and this itself served the divine according to several priestly and Levitical ranks, so I believe that, according to "the hidden man of the heart," all the people of Christ, bearing the name of Jew in secret and circumcised in spirit, possess the characteristics of the tribes in a more mystical way; as it is possible to learn more plainly from John in the Apocalypse, since the other prophets also did not pass over such things in silence for those who know how to hear them. And John speaks thus: "And I saw another angel ascending from the rising of the sun, having the seal of the living God, and he cried out with a great voice to the four angels to whom it was given to harm the earth and the sea, saying: Do not harm the earth nor the sea nor the trees, until we seal the servants of our God on their foreheads. And I heard the number of those sealed, one hundred forty-four thousand sealed from every tribe of the sons of Israel: from the tribe of Judah twelve thousand sealed, from the tribe of Reuben twelve thousand." And after the remaining tribes have been divided, except Dan, he next adds after several: "And I saw, and behold, the Lamb standing on Mount Zion, and with him the one hundred forty-four thousand having his name and the name of his Father written on their foreheads."
Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. Καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς· οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἐὰν ὑπάγῃ· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ· καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμωμοι γάρ εἰσιν.» Ὅτι δὲ ταῦτα παρὰ τῷ Ἰωάννῃ περὶ τῶν εἰς Χριστὸν πεπιστευκότων λέγεται, καὶ αὐτῶν ὑπαρχόντων ἀπὸ φυλῶν, κἂν μὴ δοκῇ τὸ σωματικὸν αὐτῶν γένος ἀνατρέχειν ἐπὶ τὸ σπέρμα τῶν πατριαρχῶν, ἔστιν οὕτως ἐπιλογίσασθαι· «Μὴ ἀδικήσητε, φησί, τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.» Οὐκοῦν οἳ ἐκ πάσης φυλῆς υἱῶν Ἰσραὴλ σφραγίζονται ἐπὶ τῶν μετώπων αὐτῶν, ἑκατὸν τεσσαράκοντα τέσσαρές εἰσι χιλιάδες τὸν ἀριθμόν· αἵτινες ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐν τοῖς ἑξῆς παρὰ τῷ Ἰωάννῃ λέγονται ἔχειν τὸ ὄνομα τοῦ ἀρνίου καὶ τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν, οὖσαι παρθένοι καὶ μετὰ γυναικῶν οὐ μολυνθέντες.
And I heard a voice from heaven like the voice of many waters, and like the voice of a great thunder, and the voice which I heard was like that of harpists harping on their harps. And they sing a new song before the throne and before the four living creatures and the elders; and no one was able to learn the song except the hundred and forty-four thousand, those who have been purchased from the earth; these are those who were not defiled with women, for they are virgins; these are those who follow the Lamb wherever he goes; these were purchased from among men as firstfruits to God and to the Lamb; and in their mouth no lie was found, for they are blameless. That these things are said in John concerning those who have believed in Christ, and who themselves are from the tribes, even if their bodily lineage does not appear to trace back to the seed of the patriarchs, it is possible to reason as follows: "Do not harm," he says, "the earth nor the sea nor the trees, until we seal the servants of our God on their foreheads. And I heard the number of those who were sealed, a hundred and forty-four thousand sealed from every tribe of the sons of Israel." Therefore those who are sealed from every tribe of the sons of Israel on their foreheads are a hundred and forty-four thousand in number; which hundred and forty-four thousand are said in what follows in John to have the name of the Lamb and of his Father written on their foreheads, being virgins and not defiled with women.
Τίς ἂν οὖν ἄλλη εἴη ἡ σφραγὶς ἡ ἐπὶ τῶν μετώπων ἢ τὸ ὄνομα τοῦ ἀρνίου καὶ τοῦ πατρὸς αὐτοῦ, ἐν ἀμφοτέροις τοῖς τόποις τῶν μετώπων λεγομένων ἔχειν πὴ μὲν τὴν σφραγῖδα πὴ δὲ τὰ γράμματα περιέχοντα τὸ ὄνομα τοῦ ἀρνίου καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ; Ἀλλὰ καὶ οἱ «ἀπὸ φυλῶν» εἰ οἱ αὐτοί εἰσι τοῖς «παρθένοις», ὡς προαπεδείξαμεν, σπάνιος δὲ ὁ ἐκ τοῦ κατὰ σάρκα Ἰσραὴλ πιστεύων, ὡς τάχα τολμῆσαι ἄν τινα εἰπεῖν μὴ συμπληροῦσθαι ἀπὸ τῶν ἐκ τοῦ κατὰ
σάρκα Ἰσραὴλ πιστευόντων μηδὲ τὸν τῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων χιλιάδων ἀριθμόν, δῆλον ὅτι ἐκ τῶν ἀπὸ τῶν ἐθνῶν τῷ θείῳ προσερχομένων λόγῳ συνίστανται αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες μετὰ γυναικῶν οὐ μολυνομένων· ὥστε μὴ ἂν ἀποπεσεῖν τῆς ἀληθείας τὸν φάσκοντα ἀπαρχὴν ἑκάστης εἶναι φυλῆς τοὺς παρθένους αὐτῆς. Καὶ γὰρ ἐπιφέρεται· «Οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμωμοι γάρ εἰσιν.» Οὐκ ἀγνοητέον δέ, ὅτι ὁ περὶ τῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων χιλιάδων παρθένων λόγος ἐπιδέχεται ἀναγωγήν. Περιττὸν δὲ νῦν καὶ οὐ κατὰ τὸν προκείμενον λόγον τὸ παρατίθεσθαι λέξεις προφητικὰς ταὐτὸν περὶ τῶν ἐξ ἐθνῶν ἡμᾶς διδασκούσας. Τί δὴ πάντα ταῦθ' ἡμῖν βούλεται; ἐρεῖς ἐν τυγχάνων τοῖς γράμμασιν, Ἀμβρόσιε, ἀληθῶς θεοῦ ἄνθρωπε, καὶ ἐν Χριστῷ ἄνθρωπε καὶ σπεύδων εἶναι πνευματικός, οὐκέτι ἄνθρωπος. Οἱ μὲν ἀπὸ τῶν φυλῶν δεκάτας καὶ ἀπαρχὰς ἀναφέρουσι τῷ θεῷ διὰ τῶν λευϊτῶν καὶ ἱερέων, οὐ πάντα ἔχοντες ἀπαρχὰς ἢ δεκάτας·
What other seal, then, could there be on the foreheads than the name of the Lamb and of his Father, since in both places the foreheads are said to have, in one place the seal and in another the letters containing the name of the Lamb and the name of his Father? But also, if those "from the tribes" are the same as the "virgins," as we demonstrated earlier, and one who believes from the Israel according to the flesh is rare, so that one might perhaps venture to say that even the number of the hundred and forty-four thousand is not completed from those who believe from the Israel according to the flesh, it is clear that the hundred and forty-four thousand are constituted from those from the nations who come to the divine word, along with women who are not defiled; so that one who says that the virgins of each tribe are its firstfruits would not fall away from the truth. For it is added: "These were purchased from among men, firstfruits to God and to the Lamb, and in their mouth no lie was found; for they are without blemish." But it must not be overlooked that the account concerning the hundred and forty-four thousand virgins admits of a higher interpretation. It is superfluous now, and not in accordance with the present discourse, to set forth prophetic passages that teach us the same thing concerning those from the nations. What, then, does all this mean for us? You will say, as one who is truly conversant with the Scriptures, Ambrose, truly a man of God, and a man in Christ, and eager to be spiritual, no longer a man. Those from the tribes bring tithes and firstfruits to God through the Levites and priests, not all having firstfruits or tithes;
οἱ δὲ λευῖται καὶ ἱερεῖς, πάντα δεκάταις καὶ ἀπαρχαῖς χρώμενοι, δεκάτας ἀναφέρουσι τῷ θεῷ διὰ τοῦ ἀρχιερέως, οἶμαι δ' ὅτι καὶ ἀπαρχάς. Ἡμῶν δὴ τῶν προσιόντων τοῖς Χριστοῦ μαθήμασιν οἱ μὲν πλεῖστοι, τὰ πολλὰ τῷ βίῳ σχολάζοντες καὶ ὀλίγας πράξεις τῷ θεῷ ἀνατι θέντες, τάχα εἶεν ἂν οἱ ἀπὸ τῶν φυλῶν ὀλίγην πρὸς τοὺς ἱερεῖς ἔχοντες κοινωνίαν καὶ ἐν βραχέσι τὸ θεραπευτικὸν τοῦ θεοῦ τρέφοντες· οἱ δὲ ἀνακείμενοι τῷ θείῳ λόγῳ καὶ πρὸς μόνῃ τῇ θεραπείᾳ τοῦ θεοῦ γινόμενοι γνησίως κατὰ τὴν δια φορὰν τῶν εἰς τοῦτο κινημάτων λευῖται καὶ ἱερεῖς οὐκ ἀτόπως λεχθήσονται. Τάχα δὲ οἱ πάντων διαφέροντες καὶ οἱονεὶ τὰ πρῶτα τῆς καθ' ἑαυτοὺς γενεᾶς ἔχοντες ἀρχιερεῖς ἔσονται κατὰ τὴν τάξιν Ἀαρών, καὶ οὐ κατὰ τὴν τάξιν Μελχισεδέκ. Ἐὰν γάρ τις ἀνθυποφέρῃ πρὸς τοῦτο, νομίζων ἡμᾶς ἀσεβεῖν τὸ τοῦ ἀρχιερέως ὄνομα τάσσοντας ἐπ' ἀνθρώπων, ἐπεὶ πολλαχοῦ Ἰησοῦς μέγας ἱερεὺς προφητεύεται–ἔχομεν γὰρ «ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ»–, λεκτέον πρὸς αὐτὸν ὅτι ὁ ἀπόστολος ἐπεσημήνατο λέγων τὸν προφήτην εἰρηκέναι περὶ Χριστοῦ· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρών. Ἀφ' οὗ καὶ ἡμεῖς λαβόντες φαμὲν κατὰ μὲν τὴν τάξιν Ἀαρὼν ἀνθρώπους δύνασθαι εἶναι ἀρχιερεῖς, κατὰ δὲ τὴν τάξιν Μελχισεδὲκ τὸν Χριστὸν τοῦ θεοῦ.
But the Levites and priests, who make full use of tithes and first-fruits, bring tithes to God through the high priest—and I think also first-fruits. Now of us who come to the teachings of Christ, the great majority, being for the most part occupied with the affairs of life and dedicating few deeds to God, would perhaps be those from the tribes who have little fellowship with the priests and nurture the service of God in small measure; but those who are devoted to the divine word and give themselves genuinely to the service of God alone, in accordance with the difference of the impulses directed to this, will not unreasonably be called Levites and priests. And perhaps those who surpass all and, so to speak, hold the first place in their own generation will be high priests according to the order of Aaron, and not according to the order of Melchizedek. For if someone objects to this, thinking that we act impiously in assigning the name of high priest to men—since Jesus is prophesied in many places as a great priest, for we have "a great high priest who has passed through the heavens, Jesus the Son of God"—one must say to him that the apostle indicated that the prophet spoke concerning Christ: "You are a priest forever according to the order of Melchizedek," and not according to the order of Aaron. From this, having received it, we also say that according to the order of Aaron men can be high priests, but according to the order of Melchizedek, Christ the God.
Πάσης τοίνυν ἡμῖν πράξεως καὶ παντὸς τοῦ βίου, ἐπεὶ σπεύδομεν ἐπὶ τὰ κρείττονα, ἀνακειμένης θεῷ καὶ βουλομένων ἡμῶν ἔχειν πᾶσαν αὐτὴν ἀπαρχὴν τῶν πολλῶν ἀπαρχῶν–εἴ γε μὴ σφαλλόμεθα τοῦτο νομίζοντες–, ποίαν ἐχρῆν εἶναι μετὰ τὸ κατὰ τὸ σῶμα κεχωρίσθαι ἡμᾶς ἀλλήλων διαφέρουσαν ἢ τὴν περὶ εὐαγγελίου ἐξέτασιν; Καὶ γὰρ τολμητέον εἰπεῖν πασῶν τῶν γραφῶν εἶναι ἀπαρχὴν τὸ εὐαγγέλιον. Ἀπαρχὴν οὖν πράξεων, ἐξ οὗ τῇ Ἀλεξανδρείᾳ ἐπιδεδημήκαμεν, τίνα ἄλλην ἢ τὴν εἰς τὴν ἀπαρχὴν τῶν γραφῶν ἐχρῆν γεγονέναι; Χρὴ δ' ἡμᾶς εἰδέναι οὐ ταὐτὸν εἶναι ἀπαρχὴν καὶ πρωτογέννημα· μετὰ γὰρ τοὺς πάντας καρποὺς ἀναφέ ρεται ἡ ἀπαρχή, πρὸ δὲ πάντων τὸ πρωτογέννημα. Τῶν τοίνυν φερομένων γραφῶν καὶ ἐν πάσαις ἐκκλησίαις θεοῦ πεπιστευμένων εἶναι θείων, οὐκ ἂν ἁμάρτοι τις λέγων πρωτογέννημα μὲν τὸν Μωσέως νόμον, ἀπαρχὴν δὲ τὸ εὐαγγέλιον. Μετὰ γὰρ τοὺς πάντας τῶν προφητῶν καρ ποὺς τῶν μέχρι τοῦ κυρίου Ἰησοῦ ὁ τέλειος ἐβλάστησε λόγος. Ἐὰν δέ τις ἀνθυποφέρῃ διὰ τὴν ἔννοιαν τῆς ἀναπτύξεως τῶν ἀπαρχῶν φάσκων μετὰ τὰ εὐαγγέλια τὰς πράξεις καὶ τὰς ἐπιστολὰς φέρεσθαι τῶν ἀποστόλων καὶ κατὰ τοῦτο μὴ ἂν ἔτι σῴζεσθαι τὸ προαποδεδομένον περὶ ἀπαρχῆς, τὸ ἀπαρχὴν πάσης γραφῆς εἶναι τὸ εὐαγγέλιον, λεκτέον ἤτοι νοῦν εἶναι σοφῶν ἐν Χριστῷ ὠφελημένων ἐν ταῖς φερομέναις ἐπιστολαῖς, δεομένων, ἵνα πιστεύωνται, μαρτυριῶν τῶν ἐν τοῖς νομικοῖς καὶ προφητικοῖς λόγοις κειμένων· ὥστε σοφὰ μὲν καὶ εὔπιστα λέγειν καὶ σφόδρα ἐπιτετευγμένα τὰ ἀποστολικά, οὐ μὴν παραπλήσια
Since, therefore, every action of ours and our whole life—since we hasten toward better things—is consecrated to God, and we wish to have it all as a first-fruit of the many first-fruits (if indeed we are not mistaken in thinking this), what ought it to have been, after we have been separated from one another in body, that distinguished us, other than the examination of the Gospel? For one must dare to say that the Gospel is the first-fruit of all the Scriptures. What other first-fruit of our actions, then, from the time we settled in Alexandria, ought there to have been than that which was directed to the first-fruit of the Scriptures? But we must know that a first-fruit and a first-born are not the same; for the first-fruit is offered after all the fruits, but the first-born is before all. Of the Scriptures, then, that are in circulation and are believed in all the churches of God to be divine, one would not err in saying that the first-born is the law of Moses, but the first-fruit is the Gospel. For after all the fruits of the prophets up to the Lord Jesus, the perfect Word sprang forth. But if someone objects, on the basis of the notion of the unfolding of first-fruits, saying that after the Gospels the acts and the epistles of the apostles are offered, and that in this way what was previously granted concerning the first-fruit—that the Gospel is the first-fruit of all Scripture—can no longer be maintained, it must be said that the meaning of wise men who have been benefited in Christ is in the epistles that are in circulation, needing, in order to be believed, the testimonies of those things that lie in the legal and prophetic words; so that the apostolic writings speak wisely and credibly and very successfully, yet not similar
τῷ «Τάδε λέγει κύριος παντοκράτωρ». Καὶ κατὰ τοῦτο ἐπίστησον εἰ, ἐπὰν λέγῃ ὁ Παῦλος· «Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος», ἐμπεριλαμβάνει καὶ τὰ ἑαυτοῦ γράμματα· ἢ οὐ τό τε «Ἐγὼ λέγω, καὶ οὐχ ὁ κύριος» καὶ τὸ «Ἐν πάσαις ἐκκλησίαις διατάσσομαι» καὶ τὸ «Οἷα ἔπαθον ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις» καὶ τὰ τούτοις παραπλήσια ἐνίοτε ὑπ' αὐτοῦ γραφέντα τὴν μὲν ἐξουσίαν * * * * ἀποστο λικὴν * * *, οὐ μὴν τὸ εἰλικρινὲς τῶν ἐκ θείας ἐπιπνοίας λόγων. Ἢ καὶ τούτῳ παραστατέον ὅτι ἡ παλαιὰ μὲν οὐκ εὐαγγέλιον, οὐ δεικνύουσα «τὸν ἐρχόμενον» ἀλλὰ προκηρύσσουσα, πᾶσα δὲ ἡ καινὴ τὸ εὐαγγέλιόν ἐστιν, οὐ μόνον ὁμοίως τῇ ἀρχῇ τοῦ εὐαγγελίου φάσκουσα· «Ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἀλλὰ καὶ ποικίλας δοξολογίας περιέχουσα καὶ διδασκαλίας τοῦ δι' ὃν τὸ εὐαγγέλιον εὐαγγέλιόν ἐστιν. Ἔτι δὲ εἰ ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους καὶ προφήτας καὶ εὐαγγελιστὰς ποιμένας τε καὶ διδασκάλους, ἐπὰν ἐξετάσωμεν τί τὸ ἔργον τοῦ εὐαγγελιστοῦ, ὅτι οὐ πάντως διηγήσασθαι τίνα τρόπον ὁ σωτὴρ τυφλὸν ἀπὸ γενετῆς ἰάσατο, ὀδωδότα νεκρὸν ἀνέστησεν ἤ τι τῶν παρα δόξων πεποίηκεν, οὐκ ὀκνήσομεν, χαρακτηριζομένου τοῦ εὐαγγελιστοῦ καὶ ἐν προτρεπτικῷ λόγῳ τῷ εἰς πιστοποίησιν τῶν περὶ Ἰησοῦ, εὐαγγέλιόν πως εἰπεῖν τὰ ὑπὸ τῶν ἀποστό λων γεγραμμένα.
To the words "Thus says the Lord Almighty." And in this connection consider whether, when Paul says, "Every scripture is inspired by God and profitable," he includes his own writings also; or whether the passages "I say, and not the Lord" and "In all the churches I give orders" and "What things I suffered in Antioch, in Iconium, in Lystra" and similar passages sometimes written by him possess the apostolic authority, but not the purity of words from divine inspiration. Or one must also maintain this: that the old covenant is not a gospel, since it does not show "the one who is coming" but proclaims him beforehand, whereas the whole new covenant is the gospel, not only because it says in the same way as the beginning of the gospel, "Behold the lamb of God, who takes away the sin of the world," but also because it contains various doxologies and teachings of the one through whom the gospel is a gospel. Moreover, if God placed in the church apostles and prophets and evangelists, pastors and teachers, when we examine what the work of the evangelist is—that it is not entirely to narrate in what manner the Savior healed a man blind from birth, raised a stinking corpse, or did any of the marvelous things—we shall not hesitate, since the evangelist is characterized also in a protreptic discourse aimed at producing faith concerning Jesus, to call in some sense a gospel the things written by the apostles.
Ἀλλ' ὅσον ἐπὶ τῇ δευτέρᾳ ἀποδόσει, τῷ ἀνθυποφέροντι διὰ τὸ μὴ ἐπιγεγράφθαι τὰς ἐπιστολὰς εὐαγγέλιον ὡς οὐ καλῶς πᾶσαν τὴν καινὴν διαθήκην εὐαγγέλιον ἡμῶν ὀνομα σάντων, λεκτέον ὅτι πολλαχοῦ τῶν γραφῶν δύο τινῶν ἢ πλειόνων τῷ αὐτῷ ὀνόματι ὀνομαζομένων κυριώτερον ἐπὶ τοῦ ἑτέρου τῶν λεγομένων κεῖται τὸ ὄνομα· οἷον λέγοντος τοῦ σωτῆρος· «Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς» ὁ ἀπόστολός φησι τετάχθαι ἐν τῇ ἐκκλησίᾳ καὶ διδασκάλους. Οὐκ ἔσονται οὖν οὗτοι διδάσκαλοι ὅσον ἐπὶ τῇ ἀκριβείᾳ τῆς τοῦ εὐαγγελίου φωνῆς. Οὕτως οὐκ ἔσται εὐαγγέλιον τὸ κατὰ τὰς ἐπιστολὰς πᾶν γράμμα, ὅταν παραβάλληται τῇ διηγήσει τῶν περὶ Ἰησοῦ πράξεων καὶ παθημάτων καὶ λόγων αὐτοῦ. Πλὴν ἀπαρχὴ πάσης γραφῆς τὸ εὐαγγέλιον, καὶ πασῶν τῶν κατ' εὐχὴν ἡμῶν πράξεων ἐσομένων ἀπαρχὴν ποιούμεθα εἰς τὴν ἀπαρχὴν τῶν γραφῶν. Ἐγὼ δ' οἶμαι ὅτι καὶ τεσσάρων ὄντων τῶν εὐαγγελίων οἱονεὶ στοιχείων τῆς πίστεως τῆς ἐκκλησίας–ἐξ ὧν στοιχείων ὁ πᾶς συνέστηκε κόσμος ἐν Χριστῷ καταλλαγεὶς τῷ θεῷ, καθά φησιν ὁ Παῦλος· «Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ»· οὗ κόσμου τὴν ἁμαρτίαν ἦρεν Ἰησοῦς· περὶ γὰρ τοῦ κόσμου τῆς ἐκκλησίας ὁ λόγος ἐστὶν ὁ γεγραμμένος· «Ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου»– ἀπαρχὴν τῶν εὐαγγελίων εἶναι τὸ προστεταγμένον ἡμῖν ὑπὸ σοῦ κατὰ δύναμιν ἐρευνῆσαι, τὸ κατὰ Ἰωάννην, τὸν γενεαλογούμενον εἰπὸν καὶ ἀπὸ τοῦ ἀγενεαλογήτου ἀρχόμενον. Ματθαῖος μὲν γὰρ τοῖς προσδοκῶσι τὸν ἐξ Ἀβραὰμ καὶ Δαβὶδ Ἑβραίοις γράφων·
But as for the second interpretation, to the one who objects that the letters are not entitled "gospel," on the grounds that we have not rightly called the whole new covenant our gospel, it must be said that in many places of the scriptures, when two or more things are called by the same name, the name applies more properly to one of the things spoken of. For example, when the Savior says, "Do not call anyone teacher on earth," the apostle says that teachers have also been appointed in the church. These, then, will not be teachers as far as the exact sense of the word "gospel" is concerned. In the same way, not every writing in the letters will be gospel, when it is compared with the narrative of the deeds, sufferings, and words of Jesus. Nevertheless, the gospel is the firstfruits of all scripture, and of all our actions that will be done according to prayer we make the firstfruits for the firstfruits of the scriptures. And I think that, since there are four gospels, as it were elements of the faith of the church—from which elements the whole world has been constituted, having been reconciled to God in Christ, as Paul says: "God was in Christ reconciling the world to himself"—whose sin Jesus took away; for the word written concerning the world of the church is: "Behold the Lamb of God, who takes away the sin of the world"—the firstfruits of the gospels is that which you have commanded us to search out according to our ability, the Gospel according to John, who both speaks of the one with a genealogy and begins from the one without genealogy. For Matthew, writing to the Hebrews who expected the one from Abraham and David,
«Βίβλος, φησί, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ», καὶ Μάρκος, εἰδὼς ὃ γράφει, «ἀρχήν» διηγεῖται «τοῦ εὐαγγελίου», τάχα εὑρισκόντων ἡμῶν τὸ τέλος αὐτοῦ παρὰ τῷ Ἰωάννῃ * * * * τὸν «ἐν ἀρχῇ» λόγον, θεὸν λόγον. Ἀλλὰ καὶ Λου κᾶς * * * * ἀλλά γε τηρεῖ τῷ ἐπὶ τὸ στῆθος ἀναπεσόντι τοῦ Ἰησοῦ τοὺς μείζονας καὶ τελειοτέρους περὶ Ἰησοῦ λόγους· οὐδεὶς γὰρ ἐκείνων ἀκράτως ἐφανέρωσεν αὐτοῦ τὴν θεότητα ὡς Ἰωάννης, παραστήσας αὐτὸν λέγοντα· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου»· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή»· «Ἐγώ εἰμι ἡ ἀνάστασις»· «Ἐγώ εἰμι ἡ θύρα»· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός»· καὶ ἐν τῇ Ἀποκαλύψει «Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος». Τολμητέον τοίνυν εἰπεῖν ἀπαρχὴν μὲν πασῶν γραφῶν εἶναι τὰ εὐαγγέλια, τῶν δὲ εὐαγγελίων ἀπαρχὴν τὸ κατὰ Ἰωάννην, οὗ τὸν νοῦν οὐδεὶς δύναται λαβεῖν μὴ ἀναπεσὼν ἐπὶ τὸ στῆθος Ἰησοῦ μηδὲ λαβὼν ἀπὸ Ἰησοῦ τὴν Μαρίαν γινομένην καὶ αὐτοῦ μητέρα. Καὶ τηλικοῦτον δὲ γενέσθαι δεῖ τὸν ἐσόμενον ἄλλον Ἰωάννην, ὥστε οἱονεὶ τὸν Ἰωάννην δειχθῆναι ὄντα Ἰησοῦν ὑπὸ
“The book,” it says, “of the generation of Jesus Christ, son of David, son of Abraham,” and Mark, knowing what he writes, recounts “the beginning of the gospel,” perhaps when we have found its end in John * * * * the Word “in the beginning,” God the Word. But Luke also * * * * yet he preserves for the one who reclined on the breast of Jesus the greater and more perfect words about Jesus; for none of those others revealed his divinity without qualification as John did, presenting him as saying: “I am the light of the world”; “I am the way and the truth and the life”; “I am the resurrection”; “I am the door”; “I am the good shepherd”; and in the Revelation: “I am the Alpha and the Omega, the beginning and the end, the first and the last.” One must dare to say, then, that the firstfruits of all the Scriptures are the Gospels, and the firstfruits of the Gospels is the Gospel according to John, whose meaning no one can grasp unless he has reclined on the breast of Jesus and received from Jesus Mary, who becomes his mother also. And the one who is to be another John must become so great that John is shown, as it were, to be Jesus by
Ἰησοῦ. Εἰ γὰρ οὐδεὶς υἱὸς Μαρίας κατὰ τοὺς ὑγιῶς περὶ αὐτῆς δοξάζοντας ἢ Ἰησοῦς, φησὶ δὲ Ἰησοῦς τῇ μητρί· «Ἴδε ὁυἱός σου» καὶ οὐχί «Ἴδε καὶ οὗτος υἱός σου», ἴσον εἴρηκε τῷ «Ἴδε οὗτός ἐστιν Ἰησοῦς ὃν ἐγέννησας». Καὶ γὰρ πᾶς ὁ τετελειωμένος «ζῇ οὐκέτι, ἀλλ' ἐν αὐτῷ ζῇ Χριστός», καὶ ἐπεὶ «ζῇ» ἐν αὐτῷ «Χριστός», λέγεται περὶ αὐτοῦ τῇ Μαρίᾳ· «Ἴδε ὁ υἱός σου» ὁ Χριστός. Ἡλίκου τοίνυν νοῦ ἡμῖν δεῖ, ἵνα τὸν ἐν τοῖς ὀστρακίνοις τῆς εὐτελοῦς λέξεως θησαυροῖς ἐναποκείμενον λόγον, τοῦ ὑπὸ πάντων τῶν ἐντυγχανόντων ἀναγινωσκομένου γράμ ματος καὶ ὑπὸ πάντων τῶν παρεχόντων τὰς σωματικὰς ἀκοὰς ἀκουομένου αἰσθητοῦ διὰ φωνῆς λόγου ἐκλαβεῖν κατ' ἀξίαν δυνηθῶμεν, τί δεῖ καὶ λέγειν; Τὸν γὰρ μέλλοντα ταῦτα ἀκριβῶς καταλαμβάνειν μετὰ ἀληθείας εἰπεῖν δεῖ· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρι σθέντα ἡμῖν.» Ἔστι δὲ προσαχθῆναι ἀπὸ τῶν ὑπὸ Παύλου λεγο μένων περὶ τοῦ πᾶσαν τὴν καινὴν εἶναι τὰ εὐαγγέλια, ὅταν που γράφῃ· «Κατὰ τὸ εὐαγγέλιόν μου»· ἐν γράμμασι γὰρ Παύλου οὐκ ἔχομεν βιβλίον εὐαγγέλιον συνήθως καλούμενον, ἀλλὰ πᾶν, ὃ ἐκήρυσσε καὶ ἔλεγε, τὸ εὐαγγέλιον ἦν. Ἃ δὲ ἐκήρυσσε καὶ ἔλεγε, ταῦτα καὶ ἔγραφε· καὶ ἃ ἔγραφεν ἄρα εὐαγγέλιον ἦν. Εἰ δὲ τὰ Παύλου εὐαγγέλιον ἦν, ἀκόλου θον λέγειν ὅτι καὶ τὰ Πέτρου εὐαγγέλιον ἦν καὶ ἁπαξαπλῶς τὰ συνιστάντα τὴν Χριστοῦ ἐπιδημίαν καὶ κατασκευάζοντα τὴν παρουσίαν αὐτοῦ ἐμποιοῦντά τε αὐτὴν ταῖς ψυχαῖς τῶν βουλομένων παραδέξασθαι τὸν ἑστῶτα ἐπὶ τὴν θύραν καὶ κρούοντα καὶ εἰσελθεῖν βουλόμενον εἰς τὰς ψυχὰς λόγον θεοῦ.
of Jesus. For if no one is a son of Mary, according to those who hold sound opinions about her, except Jesus, and Jesus says to his mother, "Behold your son," and not "Behold, this one too is your son," he has said the equivalent of "Behold, this is Jesus whom you bore." For everyone who has been perfected "no longer lives, but Christ lives in him," and since "Christ lives" in him, it is said concerning him to Mary: "Behold your son"—Christ. How great a mind, then, do we need, so that we may be able worthily to grasp the Word stored up in the earthen vessels of lowly diction—the Word that is read as a letter by all who encounter it and is heard as a sensible word through voice by all who lend their bodily ears? What need is there even to say it? For the one who is going to grasp these things accurately must speak with truth: "But we have the mind of Christ, so that we may know the things graciously given to us by God." And it is possible to be led to this from what Paul says, that the whole of the new covenant is the gospels, whenever he writes somewhere: "According to my gospel." For in Paul's writings we do not have a book customarily called a gospel, but everything that he preached and spoke was the gospel. And what he preached and spoke, these things he also wrote; and therefore what he wrote was also gospel. And if Paul's writings were gospel, it follows to say that Peter's writings were also gospel, and, simply put, all the writings that establish the coming of Christ and prepare for his presence and produce it in the souls of those who wish to receive the Word of God, who stands at the door and knocks and wishes to enter into souls.
Τί δὲ βούλεται δηλοῦν ἡ «εὐαγγέλιον» προσηγορία, καὶ διὰ τί ταύτην ἔχει τὴν ἐπιγραφὴν ταῦτα τὰ βιβλία, ἤδη καιρὸς ἐξετάσαι. Ἔστι τοίνυν τὸ εὐαγγέλιον λόγος περιέχων ἀπαγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον διὰ τὸ ὠφελεῖν εὐφραινόντων τὸν ἀκούοντα, ἐπὰν παραδέξηται τὸ ἀπαγγελλόμενον· οὐδὲν δ' ἧττον ὁ τοιοῦτος λόγος εὐαγγέ λιόν ἐστιν, ἂν καὶ πρὸς τὴν σχέσιν τοῦ ἀκούοντος ἐξετάζηται. Ἢ εὐαγγέλιόν ἐστι λόγος περιέχων ἀγαθοῦ τῷ πιστεύοντι παρουσίαν ἢ λόγος ἐπαγγελλόμενος παρεῖναι ἀγαθὸν τὸ προσδοκώμενον. Πάντες δὲ οἱ προειρημένοι ἡμῖν ὅροι ἐφαρμόζουσι τοῖς ἐπιγραφομένοις εὐαγγελίοις. Ἕκαστον γὰρ εὐαγγέλιον, σύστημα ἀπαγγελλομένων ὠφελίμων τῷ πιστεύοντι καὶ μὴ παρεκδεξαμένῳ τυγχάνον ὠφέλειαν ἐμποιοῦν, κατὰ τὸ εὔλογον εὐφραίνει, διδάσκον τὴν δι' ἀνθρώπους τοῦ πρωτοτόκου πάσης κτίσεως Χριστοῦ Ἰησοῦ σωτήριον αὐτοῖς ἐπιδημίαν. Ἀλλὰ καὶ ὅτι λόγος ἐστὶν ἕκαστον εὐαγγέλιον διδάσκων τὴν τοῦ ἀγαθοῦ πατρὸς ἐν υἱῷ τοῖς βουλομένοις παραδέξασθαι ἐπιδημίαν, παντὶ τῷ πιστεύοντι σαφές. Ὅτι δὲ καὶ ἀγαθὸν ἐπαγγέλλεται διὰ τῶν βιβλίων τούτων τὸ προσδοκηθέν, οὐκ ἀσαφές. Σχεδὸν γὰρ ὁ βαπτιστὴς Ἰωάννης τὴν παντὸς τοῦ λαοῦ λαβὼν φωνήν φησι πέμψας τῷ Ἰησοῦ· «Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν,» προσδοκώμενον γὰρ ἀγαθὸν τῷ λαῷ ὁ Χριστὸς ἦν, περὶ οὗ κηρυσσόντων τῶν προφητῶν μέχρι καὶ τῶν τυχόντων πάντες εἰς αὐτὸν ἔσχον οἱ ὑπὸ νόμον καὶ προφήτας τὰς ἐλπίδας, ὡς μαρτυρεῖ ἡ Σαμαρεῖτις λέγουσα· «Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος «Χρι στός»· ὅταν ἔλθῃ ἐκεῖνος, ἀπαγγελεῖ ἡμῖν ἅπαντα».
What the designation "gospel" intends to reveal, and why these books bear this title, it is now time to examine. The gospel, then, is a discourse containing a proclamation of events, in accordance with what is reasonable, that delight the hearer because they are beneficial, whenever he receives what is proclaimed; nonetheless such a discourse is a gospel even if it is examined in relation to the disposition of the hearer. Or a gospel is a discourse containing the presence of a good for the believer, or a discourse promising that the expected good is present. And all the definitions we have stated above apply to the books entitled gospels. For each gospel, being a collection of things proclaimed that are beneficial to the believer and that produce benefit when he does not misinterpret it, delights in accordance with what is reasonable, teaching the saving arrival, for the sake of human beings, of Christ Jesus, the firstborn of all creation. But that each gospel is also a discourse teaching the arrival of the good Father in the Son to those who wish to receive it is clear to every believer. And that it also promises through these books the good that was expected is not unclear. For almost John the Baptist, taking up the voice of the whole people, says, having sent to Jesus: "Are you the one who is coming, or are we to expect another?" For the good expected by the people was the Christ, about whom, while the prophets proclaimed him, all those under the law and the prophets placed their hopes in him, as the Samaritan woman testifies, saying: "I know that the Messiah is coming, the one called 'Christ'; when that one comes, he will proclaim all things to us."
Ἀλλὰ καὶ Σίμων καὶ Κλεόπας, ὁμιλοῦντες «πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων» τῷ Ἰησοῦ, αὐτῷ τῷ Χριστῷ ἀναστάντι οὐδέπω γινώσκοντες ἐγηγέρθαι αὐτὸν ἐκ νεκρῶν φασί· «Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;» Εἰπόντος δὲ «Ποῖα;» ἀποκρίνονται· «Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ.» Πρὸς τούτοις Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα λέγει· «Εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι
μεθερμηνευόμενον Χριστός.» Καὶ μετ' ὀλίγα ὁ Φίλιππος εὑρὼν τὸν Ναθαναὴλ λέγει αὐτῷ· «Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, τὸν Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέθ.» Δόξαι δ' ἄν τις ἐνίστασθαι τῷ πρώτῳ ὅρῳ, ἐπεὶ καὶ τὰ μὴ ἐπιγεγραμμένα εὐαγγέλια ὑποπίπτει αὐτῷ· ὁ γὰρ νόμος καὶ οἱ προφῆται «λόγοι» πιστεύονται εἶναι «περιέχοντες ἀπαγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον διὰ τὸ ὠφελεῖν εὐφραινόντων τοὺς ἀκούοντας, ἐπὰν παραδέ ξωνται τὰ ἀπαγγελλόμενα». Λεχθείη δ' ἂν πρὸς τοῦτο ὅτι πρὸ τῆς Χριστοῦ ἐπιδη μίας ὁ νόμος καὶ οἱ προφῆται, ἅτε μηδέπω ἐληλυθότος τοῦ τὰ ἐν αὐτοῖς μυστήρια σαφηνίζοντος, οὐκ εἶχον τὸ ἐπάγγελμα τοῦ περὶ τοῦ εὐαγγελίου ὅρου· ὁ δὲ σωτὴρ ἐπιδημήσας καὶ τὸ εὐαγγέλιον σωματοποιηθῆναι ποιήσας τῷ εὐαγγελίῳ πάντα ὡσεὶ εὐαγγέλιον πεποίηκεν.
But Simon and Cleopas, conversing with one another about all the things that had happened to Jesus, not yet knowing that Christ himself had risen and had been raised from the dead, say: "Are you the only one sojourning in Jerusalem, and you did not know the things that happened in it in these days?" And when he said, "What things?" they answer: "The things concerning Jesus the Nazarene, who became a man, a prophet mighty in deed and word before God and all the people; and how the chief priests and our rulers handed him over to a judgment of death and crucified him. But we were hoping that he was the one who was going to redeem Israel." In addition to these, Andrew, the brother of Simon Peter, having found his own brother Simon, says: "We have found the Messiah, which is, being translated, Christ." And a little later Philip, having found Nathanael, says to him: "We have found the one of whom Moses wrote in the law and the prophets, Jesus the son of Joseph, the one from Nazareth." But someone might think to object to the first definition, since even the writings not entitled gospels fall under it; for the law and the prophets are believed to be "discourses containing a proclamation of events, in accordance with what is reasonable, because they gladden the hearers by being beneficial, whenever they accept the things proclaimed." But it might be said in response to this that before the coming of Christ the law and the prophets, since the one who clarifies the mysteries in them had not yet come, did not have the designation belonging to the gospel; but the Savior, having come and having caused the gospel to be embodied, made all things to be, as it were, a gospel by the gospel.
Καὶ οὐκ ἂν ἀπὸ σκοποῦ χρησαίμην τῷ παραδείγματι τοῦ «Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ». Ὅτι * * * * * * υἱοὺς τῶν ἀνθρώπων τῇ θειότητι αὐτοῦ, περιελὼν τὸ ἐν τῷ νόμῳ καὶ προφήταις κάλυμμα, πάντων τὸ θεῖον ἀπέδειξε, φανερῶς παραστή σας τοῖς βουληθεῖσι τῆς σοφίας αὐτοῦ γενέσθαι μαθηταῖς, τίνα τὰ ἀληθινὰ τοῦ Μωσέως νόμου, ὧν ὑποδείγματι καὶ σκιᾷ ἐλάτρευον οἱ πάλαι, καὶ τίς ἡ ἀλήθεια τῶν ἐν ταῖς ἱστορίαις πραγμάτων, ἅτινα «τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ» δι' ἡμᾶς, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. Πᾶς γοῦν ᾧ Χριστὸς ἐπιδεδήμηκεν οὔτε ἐν Ἱεροσολύμοις οὔτε ἐν τῷ τῶν Σαμαρειτῶν ὄρει προσκυνεῖ τῷ θεῷ ἀλλὰ μαθὼν ὅτι «πνεῦμα ὁ θεός», πνευματικῶς λατρεύων αὐτῷ «πνεύματι καὶ ἀληθείᾳ» οὐκέτι δὲ τυπικῶς προσκυνεῖ τὸν τῶν ὅλων πατέρα καὶ δημιουργόν. Οὐκοῦν πρὸ τοῦ εὐαγγελίου, ὃ γέγονε διὰ τὴν Χριστοῦ ἐπιδημίαν, οὐδὲν τῶν πάλαι εὐαγγέλιον ἦν. Τὸ δὲ εὐαγγέλιον, ὅπερ ἐστὶ διαθήκη καινή, ἀποστῆσαν ἡμᾶς παλαιότητος τοῦ γράμματος τήν μηδέποτε παλαιουμένην καινότητα τοῦ πνεύματος, οἰκείαν τῆς καινῆς διαθήκης τυγχάνουσαν, ἐν πάσαις ἀνακειμένην γραφαῖς τῷ φωτὶ τῆς γνώσεως ἀνέλαμψεν. Ἐχρῆν δὲ τὸ ποιητικὸν τοῦ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ νομιζομένου εὐαγγελίου εὐαγγέλιον ἐξαιρέτως καλεῖσθαι «εὐαγγέλιον».
And I would not be off the mark in using the example, "A little leaven leavens the whole lump." Because * * * * * * the sons of men by his divinity, having removed the veil that was in the law and the prophets, he showed forth the divine in all things, plainly setting before those who wished to become disciples of his wisdom what are the true things of the law of Moses, of which the ancients served in pattern and shadow, and what is the truth of the things in the histories, which "happened to them typically, but were written" for our sake, upon whom the ends of the ages have come. At any rate, everyone upon whom Christ has come worships God neither in Jerusalem nor on the mountain of the Samaritans, but having learned that "God is spirit," worshipping him spiritually "in spirit and truth," he no longer worships the Father and Creator of all things typically. Therefore, before the gospel, which came to be through the coming of Christ, none of the ancient things was a gospel. But the gospel, which is the new covenant, having separated us from the oldness of the letter, brought to light the never-aging newness of the spirit, which is proper to the new covenant, shining in all the scriptures through the light of knowledge. And it was necessary that the productive source of what was considered a gospel even in the old covenant be called especially "gospel."
Πλὴν οὐκ ἀγνοητέον Χριστοῦ ἐπιδημίαν καὶ πρὸ τῆς κατὰ σῶμα ἐπιδημίας τὴν νοητὴν γεγονέναι τοῖς τελειοτέροις καὶ οὐ νηπίοις οὐδὲ ὑπὸ παιδαγωγοὺς καὶ ἐπιτρόπους ἔτι τυγχάνουσιν, οἷς τὸ νοητὸν τοῦ χρόνου πλήρωμα ἐνέστη, ὥσπερ τοῖς πατριάρχαις καὶ Μωσεῖ τῷ θεράποντι καὶ τοῖς τεθεαμένοις Χριστοῦ τὴν δόξαν προφή ταις. Ὥσπερ δὲ πρὸ τῆς ἐμφανοῦς καὶ κατὰ σῶμα ἐπιδημίας ἐπεδήμησε τοῖς τελείοις, οὕτω καὶ μετὰ τὴν κεκηρυγμένην παρουσίαν τοῖς ἔτι νηπίοις, ἅτε «ὑπὸ ἐπι τρόπους» τυγχάνουσι «καὶ οἰκονόμους» καὶ μηδέπω ἐπὶ τὸ πλήρωμα τοῦ χρόνου ἐφθακόσιν· οἷς οἱ μὲν πρόδρομοι Χριστοῦ ἐπιδεδημήκασι, παισὶ ψυχαῖς ἁρμόζοντες λόγοι, εὐλόγως ἂν κληθέντες «παιδαγωγοί»· αὐτὸς δὲ ὁ υἱὸς ὁ δεδοξασμένος «θεὸς λόγος» οὐδέπω, περιμένων τὴν δέουσαν γενέσθαι προπαρασκευὴν τοῖς μέλλουσι χωρεῖν αὐτοῦ τὴν θεότητα ἀνθρώποις θεοῦ. Καὶ τοῦτο δὲ εἰδέναι ἐχρῆν, ὅτι ὥσπερ ἔστι «νόμος σκιὰν» περιέχων «τῶν μελλόντων ἀγαθῶν» ὑπὸ τοῦ κατὰ ἀλήθειαν καταγγελλομένου νόμου δηλουμένων, οὕτω καὶ εὐαγγέλιον σκιὰν μυστηρίων Χριστοῦ διδάσκει τὸ νομιζό μενον ὑπὸ πάντων τῶν ἐντυγχανόντων νοεῖσθαι. Ὃ δέ φησιν Ἰωάννης εὐαγγέλιον αἰώνιον, οἰκείως ἂν λεχθησόμενον πνευματικόν, σαφῶς παρίστησι τοῖς νοοῦσιν τὰ πάντα ἐνώπιον περὶ αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τὰ παριστάμενα μυστήρια ὑπὸ τῶν λόγων αὐτοῦ τά τε πράγματα, ὧν αἰνίγματα ἦσαν αἱ πράξεις αὐτοῦ. Τούτοις δὲ ἀκόλουθόν ἐστιν ἐκλαμβάνειν ὅτι ὃν τρόπον ἐν φανερῷ Ἰουδαῖός τίς ἐστι καὶ περιτετμημένος καὶ ἐν φανερῷ περιτομὴ καὶ ἄλλη ἐν κρυπτῷ, οὕτω χριστιανὸς καὶ βάπτισμα.
However, it must not be overlooked that the advent of Christ, even before his advent in the body, had come to be known spiritually by the more perfect, who were not infants nor still under guardians and stewards, for whom the spiritual fullness of time had arrived, as it had for the patriarchs and Moses the servant and the prophets who beheld the glory of Christ. And just as before his manifest advent in the body he came to the perfect, so also after the proclaimed presence he comes to those still infants, who are "under guardians" and "stewards" and have not yet reached the fullness of time; to them the forerunners of Christ have come, discourses suited to childish souls, reasonably called "pedagogues"; but the glorious Son himself, the "Word of God," has not yet come, awaiting the fitting preparation to be made for the humans of God who are to receive his divinity. And this too one ought to know, that just as there is a "law containing a shadow of the good things to come," which are revealed by the law truly proclaimed, so also the gospel teaches a shadow of the mysteries of Christ, which is thought by all who read it to be understood. But what John calls the eternal gospel, which would fittingly be called spiritual, clearly presents to those who understand all things openly concerning the Son of God himself, and the mysteries represented by his words, and the realities of which his deeds were riddles. And it follows from these things to understand that just as there is one who is openly a Jew and circumcised, and one circumcision openly and another in secret, so also a Christian and a baptism.
Καὶ Παῦλος μὲν καὶ Πέτρος, ἐν φανερῷ πρότερον ὄντες Ἰουδαῖοι καὶ περιτετμημένοι, ὕστερον καὶ ἐν τῷ κρυπτῷ τοιοῦτοι τυγχάνειν ἀπὸ Ἰησοῦ εἰλήφασι, τὸ ἐν φανερῷ εἶναι Ἰουδαῖοι διὰ τὴν τῶν πολλῶν σωτηρίαν κατ'
οἰκονομίαν οὐ μόνον λόγοις ὁμολογοῦντες ἀλλὰ καὶ διὰ τῶν ἔργων δεικνύντες Τὸ δ' αὐτὸ καὶ περὶ τοῦ χριστιανισμοῦ αὐτῶν λεκτέον. Καὶ ὥσπερ οὔκ ἐστιν ὠφελῆσαι δυνατὸν Παῦλον τοὺς κατὰ σάρκα Ἰουδαίους, ἐὰν μή, ὅτε ὁ λόγος αἱρεῖ, περιτέμῃ τὸν Τιμόθεον, καί, ὅτε εὔλογόν ἐστι, ξυράμενον καὶ προσφορὰν ποιήσαντα καὶ ἁπαξαπλῶς τοῖς Ἰου δαίοις Ἰουδαῖον γενόμενον, ἵνα τοὺς Ἰουδαίους κερδήσῃ, οὕτως τὸν ἐκκείμενον εἰς πολλῶν ὠφέλειαν οὔκ ἐστι διὰ τοῦ ἐν κρυπτῷ χριστιανισμοῦ μόνον δυνατὸν τοὺς στοιχειουμένους ἐν τῷ φανερῷ χριστιανισμῷ βελτιῶσαι καὶ προαγαγεῖν ἐπὶ τὰ κρείττονα καὶ ἀνωτέρω. Διόπερ ἀναγκαῖον πνευματικῶς καὶ σωματικῶς χριστιανίζειν· καὶ ὅπου μὲν χρὴ τὸ σωματικὸν κηρύσσειν εὐαγ γέλιον, φάσκοντα «μηδὲν εἰδέναι» ἐν τοῖς σαρκίνοις «ἢ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον», τοῦτο ποιητέον· ἐπὰν δὲ εὑρεθῶσι κατηρτισμένοι τῷ πνεύματι καὶ καρποφο ροῦντες ἐν αὐτῷ ἐρῶντές τε τῆς οὐρανίου σοφίας, μετα δοτέον αὐτοῖς τοῦ λόγου ἐπανελθόντος ἀπὸ τοῦ σεσαρκῶσθαι ἐφ' ὃ «ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν». Ταῦτα δὲ ἐξετάζοντες περὶ τοῦ εὐαγγελίου οὐ μάτην εἰρηκέναι ἡγούμεθα, οἱονεὶ αἰσθητὸν εὐαγγέλιον νοητοῦ καὶ πνευματικοῦ τῇ ἐπινοίᾳ διακρίνοντες. Καὶ γὰρ νῦν πρόκειται τὸ αἰσθητὸν εὐαγγέλιον μεταλαβεῖν εἰς πνευματικόν· τίς γὰρ ἡ διήγησις τοῦ αἰσθητοῦ, εἰ μὴ μετα λαμβάνοιτο εἰς πνευματικόν;
And Paul and Peter, who were formerly Jews openly and were circumcised, later also received from Jesus to be such in secret, confessing in word and showing by works that they were Jews openly for the salvation of the many by economy, not only in words but also through deeds. And the same must be said about their Christianity. And just as it is not possible for Paul to benefit the Jews according to the flesh unless, when the word requires it, he circumcises Timothy, and, when it is reasonable, having shaved himself and made an offering and, simply put, having become a Jew to the Jews, in order that he might gain the Jews, so the one set forth for the benefit of many cannot, through secret Christianity alone, improve and lead forward to better and higher things those being instructed in open Christianity. Therefore it is necessary to be Christian spiritually and bodily; and where it is necessary to proclaim the bodily gospel, saying "I know nothing" among fleshly things "except Jesus Christ and him crucified," this must be done; but when they are found perfected in spirit and bearing fruit in it and longing for heavenly wisdom, the word must be imparted to them, returning from having been made flesh to what "was in the beginning with God." And examining these things concerning the gospel, we consider that he did not speak in vain, distinguishing, as it were, the perceptible gospel from the intelligible and spiritual by conception. For now the perceptible gospel is set before us to be transformed into the spiritual; for what is the narrative of the perceptible gospel, if it is not transformed into the spiritual?
Ἤτοι οὐδεμία ἢ ὀλίγη καὶ τῶν τυχόντων ἀπὸ τῆς λέξεως αὑτοὺς πεπεικότων λαμβάνειν τὰ δηλούμενα. Ἀλλὰ πᾶς ἀγὼν ἡμῖν ἐνέστηκε πειρωμένοις εἰς τὰ βάθη τοῦ εὐαγγελικοῦ νοῦ φθάσαι καὶ ἐρευνῆσαι τὴν ἐν αὐτῷ γυμνὴν τύπων ἀλήθειαν. Τῶν δὴ εὐαγγελιζομένων ἐν ἀγαθῶν ἀπαγγελίᾳ νοουμένων, οἱ μὲν ἀπόστολοι τὸν Ἰησοῦν εὐαγγελίζονται· λέγονται μέντοι ὡς ἀγαθὸν καὶ τὴν ἀνάστασιν εὐαγγελί ζεσθαι, καὶ αὐτήν πως οὖσαν Ἰησοῦν· Ἰησοῦς γάρ φησιν· «Ἐγώ εἰμι ἡ ἀνάστασις»· Ἰησοῦς δὲ τὰ τοῖς ἁγίοις ἀποκείμενα εὐαγγελίζεται τοῖς πτωχοῖς, παρακαλῶν αὐτοὺς ἐπὶ τὰς θείας ἐπαγγελίας. Καὶ μαρτυροῦσιν αἱ θεῖαι γραφαὶ τοῖς ὑπὸ τῶν ἀποστόλων εὐαγγελισμοῖς καὶ τῷ ὑπὸ τοῦ σωτῆρος ἡμῶν, ὁ μὲν Δαβὶδ περὶ τῶν ἀποστόλων, τάχα δὲ καὶ εὐαγγελιστῶν λέγων· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ· ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ», ἅμα καὶ διδάσκων ὅτι οὐ σύνθεσις λόγου καὶ προφορὰ φωνῶν καὶ ἠσκημένη καλλιλεξία ἀνύει πρὸς τὸ πείθειν, ἀλλὰ δυνάμεως θείας ἐπιχορηγία. – Διόπερ καὶ ὁ Παῦλός πού φησι· «Γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύνα μιν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ' ἐν δυνάμει» καὶ ἐν ἄλλοις· «Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως». Ταύτῃ τῇ δυνάμει μαρτυροῦντες ὁ Σίμων καὶ ὁ Κλεόπας φασίν· «Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;» Οἱ δὲ ἀπόστολοι, ἐπεὶ καὶ ποσότης ἐστὶ δυνάμεως ἐπιχορηγουμένης ὑπὸ θεοῦ διαφέ ρουσα τοῖς λέγουσιν, εἶχον κατὰ τὸ παρὰ τῷ Δαβὶδ λεγό μενον·
Either no one, or few, even of those who have persuaded themselves to grasp the things indicated from the mere wording, attain it. But every struggle is set before us as we try to reach the depths of the gospel's meaning and to search out the truth in it that is bare of types. Since those who proclaim good news are understood as proclaiming in the announcement of good things, the apostles proclaim Jesus; yet they are said to proclaim the resurrection as a good thing, and it too is in some way Jesus; for Jesus says, "I am the resurrection"; and Jesus proclaims to the poor the things laid up for the saints, exhorting them to the divine promises. And the divine Scriptures bear witness to the proclamations of good news by the apostles and by our Savior—David speaking of the apostles, and perhaps also of evangelists: "The Lord will give the word to those who proclaim good news with great power; the king of the powers of the beloved," at the same time teaching that it is not a composition of speech and utterance of voices and a practiced elegance of language that achieves persuasion, but the supply of divine power. — Therefore Paul also says somewhere: "I will know not the word of those who are puffed up, but the power; for the kingdom of God is not in word but in power," and elsewhere: "And my word and my preaching were not in persuasive words of wisdom but in demonstration of spirit and power." Bearing witness to this power, Simon and Cleopas say: "Was not our heart burning within us on the road, as he opened the Scriptures to us?" But the apostles, since there is also a differing measure of power supplied by God to those who speak, had it according to what is said in David:
«Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ», πολλὴν δύναμιν–. Ἡσαΐας δὲ φάσκων· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά», τὸ ὡραῖον καὶ ἐν καιρῷ γινόμενον τῶν ἀποστόλων ὁδευόντων τὸν εἰπόντα· «Ἐγώ εἰμι ἡ ὁδός» κήρυγμα νοήσας ἐπαινεῖ «πόδας» τοὺς διὰ τῆς νοητῆς ὁδοῦ Χριστοῦ Ἰησοῦ βαδί ζοντας διά τε τῆς θύρας εἰσιόντας πρὸς τὸν θεόν. «Ἀγαθὰ» δὲ εὐαγγελίζονται οὗτοι, ὧν ὡραῖοί εἰσιν οἱ πόδες, τὸν Ἰησοῦν. Καὶ μὴ θαυμάσῃ τις, εἰ πληθυντικῷ ὀνόματι τῷ τῶν ἀγαθῶν τὸν Ἰησοῦν ἐξειλήφαμεν εὐαγγελίζεσθαι. Ἐκλαβόντες γὰρ τὰ πράγματα καθ' ὧν τὰ ὀνόματα κεῖται, ἃ ὁ υἱὸς τοῦ θεοῦ ὀνομάζεται, συνήσομεν πῶς πολλὰ ἀγαθά ἐστιν ὁ Ἰησοῦς, ὃν εὐαγγελίζονται οὗτοι, ὧν ὡραῖοί εἰσιν οἱ πόδες. Ἓν μὲν γὰρ ἀγαθὸν ζωή, Ἰησοῦς δὲ ζωή. Καὶ ἕτερον ἀγαθὸν «φῶς τοῦ κόσμου», «φῶς» τυγχάνον «ἀληθινὸν» καὶ «φῶς τῶν ἀνθρώπων»· ἅπερ πάντα ὁ υἱὸς εἶναι λέγεται τοῦ θεοῦ. Καὶ ἄλλο
ἀγαθὸν κατ' ἐπίνοιαν παρὰ τὴν ζωὴν καὶ τὸ φῶς ἡ ἀλήθεια καὶ τέταρτον παρὰ ταῦτα ἡ ἐπὶ ταύτην φέρουσα ὁδός· ἅπερ πάντα ὁ σωτὴρ ἡμῶν διδάσκει ἑαυτὸν εἶναι λέγων. «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή». Πῶς δὲ οὐκ ἀγαθὸν τὸ ἀποτιναξάμενον τὸν χοῦν καὶ τὴν νεκρότητα ἀναστῆναι, τούτου τυγχάνοντα ἀπὸ τοῦ κυρίου καθὸ ἀνάστασίς ἐστιν, ὃς καί φησιν· «Ἐγώ εἰμι ἡ ἀνάστασις»; Ἀλλὰ καὶ ἡ θύρα, δι' ἧς τις εἰς τὴν ἄκραν εἰσέρχεται μακαριότητα, ἀγαθόν· ὁ δὲ Χριστός φησιν· «Ἐγώ εἰμι ἡ θύρα».
The Lord will give a word to those who proclaim good news with great power," with great power—. And Isaiah, saying, "How beautiful are the feet of those who proclaim good things," praises "feet"—understanding the beauty, which comes about in due season, of the apostles as they walk the proclamation of the one who said, "I am the way"—namely those walking through the intelligible way, Christ Jesus, and entering through the door to God. And these proclaim "good things," whose feet are beautiful: Jesus. And let no one be surprised if we have taken Jesus to be proclaimed by the plural noun of "good things." For when we have grasped the realities to which the names apply—the names by which the Son of God is called—we will understand how Jesus is many good things, whom these proclaim, whose feet are beautiful. For one good thing is life, and Jesus is life. And another good thing is "the light of the world," being the "true light" and "the light of men"; all of which the Son of God is said to be. And another good thing, according to conception, besides life and the light, is the truth, and a fourth besides these is the way that leads to it; all of which our Savior teaches that he himself is, saying, "I am the way and the truth and the life." And how is it not a good thing to shake off the dust and rise from deadness, obtaining this from the Lord insofar as he is resurrection, who also says, "I am the resurrection"? But also the door, through which one enters into the highest blessedness, is a good; and Christ says, "I am the door.
Τί δὲ δεῖ περὶ σοφίας λέγειν, ἣν «ἔκτισεν ὁ θεὸς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», ᾗ προσέχαιρεν ὁ πατὴρ αὐτῆς, ἐνευφραινόμενος τῷ πολυποικίλῳ νοητῷ κάλλει αὐτῆς ὑπὸ νοητῶν ὀφθαλμῶν μόνων βλεπομένῳ καὶ εἰς ἔρωτα τὸν τὸ θεῖον κάλλος κατανοοῦντα οὐράνιον προκαλουμένῳ; Ἀγαθὸν γὰρ ἡ σοφία τοῦ θεοῦ, ὅπερ μετὰ τῶν προειρημένων εὐαγγελίζονται ὧν «ὡραῖοι οἱ πόδες». Ἀλλὰ καὶ ἡ δύναμις τοῦ θεοῦ ἤδη ὄγδοον ἡμῖν ἀγαθὸν καταλέγεται, ἥτις ἐστὶν ὁ Χριστός. Οὐ σιωπητέον δὲ οὐδὲ τὸν μετὰ τὸν πατέρα τῶν ὅλων θεὸν λόγον· οὐδενὸς γὰρ ἔλαττον ἀγαθοῦ καὶ τοῦτο τὸ ἀγαθόν. Μακάριοι μὲν οὖν οἱ χωρήσαντες ταῦτα τὰ ἀγαθὰ καὶ παραδεξάμενοι ἀπὸ τῶν ὡραίων τοὺς πόδας καὶ εὐαγγελιζομένων αὐτά. Πλὴν κἂν Κορίνθιός τις ὤν, κρίνοντος Παύλου μηδὲν εἰδέναι παρ' αὐτῷ ἢ «Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρω μένον», τὸν δι' ἡμᾶς ἄνθρωπον μανθάνων παραδέξηται, «ἐν ἀρχῇ» τῶν ἀγαθῶν γίνεται, ὑπὸ τοῦ ἀνθρώπου Ἰησοῦ «ἄνθρωπος» γινόμενος «θεοῦ» καὶ ἀπὸ τοῦ θανάτου αὐτοῦ ἀποθνῄσκων τῇ ἁμαρτίᾳ· καὶ γὰρ ἐκεῖνος «ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ». Ἀπὸ δὲ τῆς ζωῆς αὐτοῦ, ἐπεὶ Ἰησοῦς «ὃ ζῇ, ζῇ τῷ θεῷ», πᾶς ὁ σύμμορφος γενό μενος τῆς ἀναστάσεως αὐτοῦ λαμβάνει τὸ ζῆν τῷ θεῷ. Τίς δὲ διστάξει, εἰ αὐτοδικαιοσύνη ἀγαθόν ἐστι καὶ αὐτοαγιασμὸς καὶ αὐτοαπολύτρωσις; ἅπερ καὶ αὐτὰ οἱ Ἰησοῦν εὐαγγελιζόμενοι εὐαγγελίζονται, λέγοντες αὐτὸν γεγονέναι ἡμῖν δικαιοσύνην ἀπὸ θεοῦ καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν.
But what should one say about wisdom, which "God created as the beginning of his ways for his works," in which her father delighted, rejoicing in her manifold intelligible beauty, seen only by intelligible eyes and summoning to a heavenly love the one who contemplates the divine beauty? For the wisdom of God is good, which together with the things previously mentioned they proclaim as good news, whose "feet are beautiful." But also the power of God is now reckoned to us as the eighth good, which is the Christ. Nor should we be silent about the Word, the God of all things after the Father; for this good is inferior to no other good. Blessed, then, are those who have contained these goods and received them from those whose feet are beautiful and who proclaim them as good news. Nevertheless, even if someone is a Corinthian, since Paul judged to know nothing among them except "Jesus Christ and him crucified," by learning and receiving the man who came for our sake, he becomes "in the beginning" of the goods, becoming "a man of God" from the man Jesus and dying to sin from his death; for he too "died to sin once for all." But from his life, since Jesus "lives, he lives to God," everyone who has become conformed to his resurrection receives the life to God. And who will doubt that self-righteousness is good, and self-sanctification, and self-redemption? These very things also those who proclaim Jesus as good news proclaim, saying that he has become for us righteousness from God and sanctification and redemption.
Παρέσται δὲ ἀπὸ τούτων τῶν γεγραμμένων περὶ αὐτοῦ δυσεξαριθμήτων παριστάντα πῶς πλῆθος ἀγαθῶν ἐστὶν Ἰησοῦς, καταστοχάζεσθαι τῶν ὑπαρχόντων μὲν ἐν αὐτῷ, εἰς ὃν «εὐδόκησεν» ἅπαν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς, οὐ μὴν ὑπὸ γραμμάτων κεχωρημένων. Καὶ τί λέγω «ὑπὸ γραμμάτων», ὅτε καὶ περὶ ὅλου τοῦ κόσμου φησὶν ὁ Ἰωάννης ὅτι «Οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία»; Ταὐτὸν οὖν ἐστιν εἰπεῖν ὅτι οἱ ἀπόστολοι τὸν σωτῆρα εὐαγγελίζονται, καὶ τὰ ἀγαθὰ εὐαγγελίζονται. Οὗτος γάρ ἐστιν ὁ ἀπὸ τοῦ ἀγαθοῦ πατρὸς τὸ ἀγαθὰ εἶναι λαβών, ἵνα ἕκαστος ὃ χωρεῖ ἢ ἃ χωρεῖ διὰ Ἰησοῦ λαβὼν ἐν ἀγαθοῖς τυγχάνῃ. Οὐχ οἷοί τε δὲ ἦσαν οἱ ἀπόστολοι, ὧν «ὡραῖοι οἱ πόδες», καὶ οἱ τούτων ζηλωταὶ εὐαγγελίζεσθαι τὰ ἀγαθά, μὴ πρότερον Ἰησοῦ αὐτοῖς αὐτὰ εὐαγγελισαμένου, ὡς ὁ Ἡσαΐας φησίν· «Αὐτὸς ὁ λαλῶν πάρειμι· ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιών· Βασιλεύσει σου ὁ θεός». Τίνα γὰρ τὰ ὄρη, ἐφ' ὧν αὐτὸς ὁ λαλῶν παρεῖναι ὁμολογεῖ ἢ οἱ μηδενὸς τῶν ἐπὶ γῆς ὑψηλο τάτων καὶ μεγίστων ἥττονες; Οὕστινας ζητεῖσθαι δεῖ ὑπὸ τῶν ἱκανῶν διακόνων τῆς καινῆς διαθήκης, ἵνα τηρήσωσι τὴν λέγουσαν ἐντολήν· «Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ». Οὐ θαυμαστὸν δὲ εἰ τοῖς μέλλουσιν εὐαγγελίζεσθαι τὰ ἀγαθὰ Ἰησοῦς εὐαγγελίζεται τὰ ἀγαθά, οὐκ ἄλλα τυγχάνοντα ἑαυτοῦ·
From these written things about him, which are difficult to enumerate, it will be possible to show how Jesus is a multitude of goods, and to conjecture the things that exist in him, in whom "all the fullness of the Godhead was pleased to dwell bodily," though not contained by written characters. And why do I say "by written characters," when John says even about the whole world that "I think not even the world itself could contain the books that are written"? The same thing, then, is to say that the apostles proclaim the Savior as good news, and that they proclaim the good things as good news. For he is the one who received from the good Father to be good things, so that each person, having received through Jesus what he can contain or the things he can contain, may be found among good things. But the apostles, whose "feet are beautiful," and the zealous imitators of them, were not able to proclaim the good things as good news unless Jesus had first proclaimed them as good news to them, as Isaiah says: "I myself who speak am present; as a season upon the mountains, as the feet of one proclaiming good news of a report of peace, as one proclaiming good news of good things, because I will make your salvation heard, saying to Zion: Your God will reign." For what are the mountains, upon which he himself who speaks confesses to be present, or who are those inferior to none of the things on earth that are highest and greatest? These must be sought by the capable ministers of the new covenant, so that they may keep the commandment that says: "Go up on a high mountain, you who proclaim good news to Zion; lift up your voice with strength, you who proclaim good news to Jerusalem." And it is no wonder if Jesus proclaims good things as good news to those who are going to proclaim the good things as good news, since they are not other than himself.
ἑαυτὸν γὰρ εὐαγγελίζεται ὁ υἱὸς τοῦ θεοῦ τοῖς δυνα μένοις οὐ δι' ἄλλων αὐτὸν μαθεῖν. Πλὴν ὁ ἐπιβαίνων τῶν ὀρῶν καὶ εὐαγγελιζόμενος αὐτοῖς τὰ ἀγαθά, μαθητευθεὶς τῷ ἀγαθῷ πατρὶ ἀνατέλλοντι «τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς» καὶ βρέχοντι «ἐπὶ δικαίους καὶ ἀδίκους», τοὺς τὴν ψυχὴν πτωχοὺς οὐχ ὑπερηφανεῖ. Καὶ τούτοις γὰρ εὐαγγελίζεται, ὡς αὐτὸς μαρτυρεῖ λαβὼν τὸν Ἡσαΐαν καὶ
ἀναγνούς· «Τὸ πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέ με κηρύξαι αἰχμαλώ τοῖς ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν»· «πτύξας» γὰρ τὸ βιβλίον καὶ «ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε» καὶ πάντων ἐνατενιζόντων αὐτῷ φησι· «Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.» Ἀναγκαῖον δὲ εἰδέναι ὅτι ἐμπεριλαμβάνεται τῷ τηλικούτῳ εὐαγγελίῳ καὶ πᾶσα ἡ εἰς Ἰησοῦν γινομένη πρᾶξις ἀγαθή, ὥσπερ καὶ τῆς τὰ πονηρὰ ἔργα πεποιηκυίας καὶ μετανενοηκυίας εὐωδίαν δεδυνημένης διὰ τὴν ἀπὸ τῶν κακῶν γνησίαν μετάστασιν καταχέαι τοῦ Ἰησοῦ καὶ παντὶ τῷ οἴκῳ τὴν τοῦ μύρου πνοὴν εἰς αἴσθησιν πάντων τῶν ἐν αὐτῷ ἐμπεποιηκυίας. Διὸ καὶ γέγραπται· «Ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν πᾶσι τοῖς ἔθνεσι, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.» Σαφὲς δὲ ὅτι εἰς Ἰησοῦν γίνεται τὰ εἰς τοὺς μαθητευθέντας αὐτῷ ἐπιτελούμενα· δεικνὺς γοῦν τοὺς εὖ πεπονθότας φησὶ τοῖς πεποιηκόσι· «Τούτοις ὃ ἐποιήσατε ἐμοὶ ἐποιήσατε»·
For the Son of God himself evangelizes those who are able to learn of him not through others. Moreover, he who goes up upon the mountains and evangelizes them with good things, having been made a disciple to the good Father who makes "his sun rise upon the evil and the good" and sends rain "upon the just and the unjust," does not despise the poor in soul. For he evangelizes these also, as he himself testifies, having taken the scroll of Isaiah and read: "The Spirit of the Lord is upon me, wherefore he has anointed me to evangelize the poor; he has sent me to proclaim release to the captives and recovery of sight to the blind"; for "having folded" the book and "given it back to the attendant, he sat down," and while all were gazing at him he says: "Today this scripture has been fulfilled in your ears." But it is necessary to know that included in so great a gospel is also every good deed done toward Jesus, just as also the woman who had done evil deeds and repented was able, through her genuine departure from evils, to pour out the fragrance of Jesus and to cause the scent of the ointment to be perceived by all who were in the house. Wherefore it is also written: "Wherever this gospel is proclaimed among all the nations, what she has done will also be spoken in memory of her." And it is clear that what is done to those who have been made disciples to him is done to Jesus; at any rate, pointing to those who have been well treated, he says to those who did it: "To these, what you did, you did to me."
ὥστε πᾶσα πρᾶξις ἀγαθὴ ἡ εἰς τὸν πλησίον ὑφ' ἡμῶν ἐπι τελουμένη εἰς τὸ εὐαγγέλιον ἀναφέρεται, τὸ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ γραφόμενον καὶ ὑπὸ πάντων τῶν ἠξιωμένων τῆς τῶν ὅλων γνώσεως ἀναγινωσκόμενον. Ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου μέρος ἐστὶ τοῦ εὐαγγελίου εἰς κατηγορίαν τῶν πραξάντων τὰ εἰς Ἰησοῦν ἁμαρτανόμενα. Ἡ γοῦν Ἰούδα προδοσία καὶ ἡ τοῦ ἀσεβοῦς λαοῦ καταβόησις φάσκοντος «Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον» καὶ «Σταύρου, σταύρου αὐτὸν» καὶ οἱ ἐμπαιγμοὶ τῶν αὐτὸν τῇ ἀκάνθῃ στεφανωσάντων καὶ τὰ τούτοις παραπλήσια ἐγκατα τέτακται τοῖς εὐαγγελίοις. Ἀκόλουθον δὲ τούτοις ἐστὶ νοῆσαι ὅτι πᾶς ὁ τῶν Ἰησοῦ προδότης Ἰησοῦ προδότης εἶναι λελόγισται. Πρὸς γοῦν τὸν ἔτι διώκοντα Σαῦλον εἶπεν· «Σαούλ, Σαούλ, τί με διώκεις»; καὶ «Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις». Τίνες δὲ τὰς ἀκάνθας ἔχουσιν, αἷς τὸν Ἰησοῦν ἀτιμάζοντες στεφανοῦσιν; Οἳ «ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου» συμπνιγόμενοι λαβόντες τὸν λόγον τοῦ θεοῦ «οὐ τελεσφοροῦσιν». Διόπερ φυλακτέον μήποτε καὶ ἡμεῖς, ὡς ταῖς ἰδίαις ἀκάνθαις στεφανοῦντες τὸν Ἰησοῦν, ἀναγραφόμενοι τοιοῦτοι ἀναγινωσκώμεθα παρὰ τοῖς τὸν ἐν πᾶσι καὶ παρὰ πᾶσι λογικοῖς ἢ ἁγίοις Ἰησοῦν μανθάνουσι, τίνα τε τρόπον μύρῳ ἀλείφεται καὶ δειπνίζεται καὶ δοξάζεται ἢ ἐκ τῶν ἐναντίων ἀτιμάζεται καὶ ἐμπαίζεται καὶ τύπτεται. Ἀναγκαίως δὴ ταῦθ' ἡμῖν εἴρηται δεικνύουσιν ὡς αἱ ἀγαθαὶ ἡμῶν πράξεις καὶ αἱ ἁμαρτίαι τῶν πταιόντων τῷ εὐαγγελίῳ ἐγκατατάσσονται ἤτοι «εἰς ζωὴν αἰώνιον ἢ εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον».
So that every good deed done by us toward our neighbor is referred to the gospel, which is written on the tablets of heaven and read by all who have been deemed worthy of the knowledge of all things. But also, from the opposite side, there is a part of the gospel for the accusation of those who commit sins against Jesus. At any rate, the betrayal of Judas and the outcry of the impious people saying "Take such a one from the earth" and "Crucify, crucify him," and the mockeries of those who crowned him with thorns, and things similar to these, have been placed in the gospels. And following these things, it is to be understood that every betrayer of Jesus is reckoned to be a betrayer of Jesus. At any rate, to Saul, who was still persecuting, he said: "Saul, Saul, why do you persecute me?" and "I am Jesus, whom you are persecuting." But who are those who have the thorns with which, dishonoring Jesus, they crown him? Those who, "choked by cares and wealth and pleasures of life," having received the word of God, "do not bring it to perfection." Therefore we must guard lest we too, as it were crowning Jesus with our own thorns, be recorded as such and be read by those who learn the Jesus who is in all things and among all rational beings or saints, both in what manner he is anointed with myrrh and feasted and glorified, or, on the contrary, dishonored and mocked and struck. These things have necessarily been said by us, showing that our good deeds and the sins of those who stumble are placed in the gospel either "for eternal life or for reproach and eternal shame."
Εἰ δὲ ἐν ἀνθρώποις εἰσὶν οἱ τετιμη μένοι διακονίᾳ τῇ τῶν εὐαγγελιστῶν καὶ αὐτὸς ὁ Ἰησοῦς εὐαγγελίζεται ἀγαθὰ καὶ πτωχοῖς εὐαγγελίζεται, οὐκ ἔδει τοὺς πεποιημένους ὑπὸ τοῦ θεοῦ «πνεύματα ἀγγέλους» καὶ τοὺς ὄντας «πυρὸς φλόγα», «λειτουργοὺς» τοῦ τῶν ὅλων πατρός, ἐστερῆσθαι τοῦ καὶ αὐτοὺς εἶναι εὐαγγελιστάς; Διὰ τοῦτο καὶ ἄγγελος ἐπιστὰς τοῖς ποιμέσι φησί, δόξαν ποιήσας περιλάμπειν αὐτούς· «Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστι Χριστὸς κύριος, ἐν πόλει Δαβίδ»· ὅτε καὶ μηδέπω ἀνθρώπων συνιέντων τὸ τοῦ εὐαγγελίου μυστήριον οἱ κρείττονες αὐτῶν, οὐράνιος τυγχά νοντες στρατιὰ θεοῦ, αἰνοῦντες τὸν θεὸν λέγουσι· «Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Καὶ ταῦτα εἰπόντες ἀπέρχονται ἀπὸ τῶν ποιμένων εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καταλιπόντες ἡμῖν νοεῖν, πῶς ἡ εὐαγγελισθεῖσα ἡμῖν διὰ τῆς γενέσεως Χριστοῦ Ἰησοῦ «χαρὰ» «δόξα» ἐστὶν «ἐν ὑψίστοις θεῷ» τῶν ταπεινωθέντων εἰς χοῦν ἐπιστρεφόντων «εἰς τὴν ἀνάπαυσιν» αὐτῶν καὶ «ἐν ὑψίστοις» διὰ Χριστοῦ μελλόντων δοξάζειν τὸν θεόν. Ἀλλὰ καὶ θαυμάζουσιν οἱ ἄγγελοι τὴν ἐπὶ γῆς ἐσομένην διὰ Ἰησοῦν εἰρήνην, τοῦ πολεμικοῦ χωρίου, εἰς ὃ ἐκπεσὼν «ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων» ὑπὸ Ἰησοῦ συντρίβεται. Πρὸς τοῖς
But if among men there are those honored with the ministry of evangelists, and Jesus himself evangelizes good things and evangelizes the poor, was it not necessary that those made by God "spirits and angels" and those who are "a flame of fire," "ministers" of the Father of all, should not be deprived of being evangelists themselves also? For this reason also an angel, standing before the shepherds and making glory shine around them, says: "Do not fear, for behold, I evangelize to you great joy which will be for all the people, that today a Savior has been born to you, who is Christ the Lord, in the city of David"—at which time, when no human beings yet understood the mystery of the gospel, those better than they, being a heavenly army of God, praising God say: "Glory in the highest to God and on earth peace, among men good pleasure." And having said these things, the angels depart from the shepherds into heaven, leaving it to us to understand how the joy evangelized to us through the birth of Christ Jesus is "glory in the highest to God" for those who have been brought low to the dust and are turning "to their rest," and who through Christ are destined "in the highest" to glorify God. But the angels also marvel at the peace that will be on earth through Jesus, that warlike region into which "the morning star, he who rises early," having fallen "from heaven," is crushed by Jesus. In addition to these
εἰρημένοις καὶ τοῦτο περὶ εὐαγγελίου ἰστέον, ὅτι πρώτως τῆς κεφαλῆς τοῦ ὅλου τῶν σῳζομένων σώματος, Χριστοῦ Ἰησοῦ, ἐστὶ τὸ εὐαγγέλιον, ὥς φησιν ὁ Μάρκος· «Ἀρχὴ τοῦ εὐαγγελίου Χριστοῦ Ἰησοῦ». Ἤδη δὲ καὶ τῶν ἀποστόλων τυγχάνει· διὸ λέγει ὁ Παῦλος· «Κατὰ τὸ εὐαγγέλιόν μου». Πλὴν ἡ ἀρχὴ τοῦ εὐαγγελίου– ἔστι γὰρ αὐτοῦ μέγεθος ἀρχὴν καὶ τὰ ἑξῆς καὶ μέσα καὶ τέλη ἔχοντος–ἤτοι πᾶσά ἐστιν ἡ παλαιὰ διαθήκη, τύπου αὐτῆς ὄντος Ἰωάννου, ἢ διὰ τὴν συναφὴν τῆς καινῆς πρὸς τὴν παλαιὰν τὰ τέλη τῆς παλαιᾶς διὰ Ἰωάννου παριστάμενα. Φησὶ γὰρ ὁ αὐτὸς Μάρκος· «Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται ἐν Ἡσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Ὅθεν θαυμάζειν μοι ἔπεισι, πῶς δυσὶ θεοῖς προσάπτουσιν ἀμφοτέρας τὰς διαθήκας οἱ ἑτερόδοξοι, οὐκ ἔλαττον καὶ ἐκ τούτου τοῦ ῥητοῦ ἐλεγχόμενοι. Πῶς γὰρ δύναται ἀρχὴ εἶναι τοῦ εὐαγγελίου, ὡς αὐτοὶ οἴονται, ἑτέρου τυγχάνων θεοῦ ὁ Ἰωάννης, ὁ τοῦ δημιουργοῦ ἄνθρωπος καὶ ἀγνοῶν, ὡς νομίζουσι, τὴν καινὴν θεότητα; Οὐ μίαν δὲ καὶ βραχεῖαν πιστεύονται διακονίαν εὐαγγελικὴν ἄγγελοι οὐδὲ μόνην τὴν πρὸς τοὺς ποιμένας γεγενημένην· ἀλλὰ γὰρ ἐπὶ τέλει μετέωρος καὶ ἱπτάμενος ἄγγελος εὐαγγέλιον ἔχων εὐαγγελιεῖται πᾶν ἔθνος, τοῦ ἀγαθοῦ πατρὸς οὐ πάντη καταλιπόντος τοὺς ἀποπεπτωκότας αὐτοῦ. Φησὶ γοῦν ἐν τῇ Ἀποκαλύψει ὁ τοῦ Ζεβεδαίου Ἰωάννης·
It must also be known, in regard to what has been said about the gospel, that the gospel belongs first to the head of the whole body of those who are saved, Christ Jesus, as Mark says: "The beginning of the gospel of Jesus Christ." But it already belongs also to the apostles; therefore Paul says: "According to my gospel." Moreover, the beginning of the gospel—for it has a magnitude, having a beginning and what follows and middles and ends—is either the whole Old Testament, of which John is a type, or, because of the connection of the new covenant with the old, the ends of the old covenant are presented through John. For the same Mark says: "The beginning of the gospel of Jesus Christ, as it is written in Isaiah the prophet: Behold, I send my messenger before your face, who will prepare your way. A voice of one crying in the wilderness: Prepare the way of the Lord, make straight his paths." Hence it comes upon me to wonder how those of heterodox opinion attach both covenants to two gods, being refuted no less also by this passage. For how can John be the beginning of the gospel, as they think, if he belongs to another god—the man of the Creator, and, as they suppose, ignorant of the new divinity? But neither do angels believe they have one brief ministry of the gospel, nor only that which took place toward the shepherds; but indeed at the end a lofty and flying angel having a gospel will evangelize every nation, since the good Father has not entirely abandoned those who have fallen away from him. At any rate, John the son of Zebedee says in the Revelation:
«Καὶ εἶδον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσασθαι ἐπὶ τοὺς καθη μένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλώσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.» Ἐπεὶ τοίνυν «ἀρχὴν τοῦ εὐαγγελίου» κατὰ μίαν ἐκδοχὴν τὴν πᾶσαν παρεστήσαμεν εἶναι παλαιὰν διαθήκην διὰ τοῦ ὀνόματος Ἰωάννου σημαινομένην, ὑπὲρ τοῦ μὴ ἀμάρτυρον εἶναι τὴν ἐκδοχὴν ταύτην παραθησόμεθα τὸ ἐκ Πράξεων περὶ τοῦ τῆς Αἰθιόπων βασιλίδος εὐνούχου εἰρημένον καὶ Φιλίππου· «Ἀρξάμενος, γάρ φησιν, ὁ Φίλιππος ἀπὸ τῆς Ἡσαΐου γραφῆς τῆς· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ κείροντος ἄφωνος, εὐαγγελίσατο αὐτῷ τὸν κύριον Ἰησοῦν.» Πῶς γὰρ ἀρχόμενος ἀπὸ τοῦ προφήτου εὐαγγελίζεται Ἰησοῦν, εἰ μὴ τῆς ἀρχῆς τοῦ εὐαγγε λίου μέρος τι ὁ Ἡσαΐας ἦν; Ἅμα δὲ καὶ τὰ ἐν πρώτοις ἡμῖν εἰρημένα περὶ τοῦ δύνασθαι εὐαγγέλιον εἶναι πᾶσαν θείαν γραφὴν ἐντεῦθεν δύναται δηλοῦσθαι· καὶ γὰρ εἰ ὁ εὐαγγελιζόμενος «ἀγαθὰ εὐαγγελίζεται», πάντες δὲ οἱ πρὸ τῆς σωματικῆς Χριστοῦ ἐπιδημίας Χριστὸν εὐαγγελίζονται ὄντα «τὰ ἀγαθά», ὡς ἀπεδείξαμεν, πάντων πως εἰσὶν οἱ λόγοι τοῦ εὐαγγελίου μέρος. Ὅπερ εὐαγγέλιον λεγόμενον λαλεῖσθαι ἐν ὅλῳ τῷ κόσμῳ ἡμεῖς ἐκλαμβάνομεν ἀπαγγέλλεσθαι ἐν ὅλῳ τῷ κόσμῳ, οὐ μόνον τῷ περιγείῳ τόπῳ ἀλλὰ καὶ παντὶ τῷ συστήματι τῷ ἐξ οὐρανοῦ καὶ γῆς ἢ ἐξ οὐρανῶν καὶ γῆς.
"And I saw an angel flying in mid-heaven, having an eternal gospel to proclaim to those seated upon the earth and to every nation and tribe and tongue and people, saying with a loud voice: Fear God and give him glory, for the hour of his judgment has come, and worship him who made the heaven and the earth and the sea and springs of waters." Since, therefore, according to one interpretation we have shown that "the beginning of the gospel" is the whole old covenant, signified by the name of John, in order that this interpretation may not be without witness, we shall set beside it what is said in the Acts concerning the eunuch of the queen of the Ethiopians and Philip: "For beginning, it says, Philip from the writing of Isaiah—'As a sheep led to slaughter, and as a lamb before its shearer silent'—proclaimed to him the Lord Jesus." For how does he, beginning from the prophet, proclaim Jesus, unless Isaiah was a part of the beginning of the gospel? And at the same time, what we said at the outset about every divine scripture being able to be a gospel can be shown from this; for if he who proclaims good things "proclaims good things," and all those before the bodily coming of Christ proclaim Christ, who is "the good things," as we have demonstrated, then in some way the words of all of them are a part of the gospel. This gospel, which is said to be spoken in the whole world, we understand to be announced in the whole world, not only in the region around the earth but also in the entire system composed of heaven and earth, or of heavens and earth.
Καὶ τί δεῖ ἐπὶ πλεῖον μηκύνειν τὸν περὶ τοῦ τί τὸ εὐαγγέλιόν ἐστι λόγον; Αὐτάρκως δὴ τούτων εἰρημένων καὶ ἐκ τούτων τῶν μὴ ἀνεντρεχῶν δυναμένων τὰ παραπλήσια συναγαγεῖν ἀπὸ τῶν γραφῶν καὶ βλέπειν τίς ἡ δόξα τῶν ἐν Ἰησοῦ Χριστῷ ἀγαθῶν ἀπὸ τοῦ εὐαγγελίου, διακονουμένου ὑπὸ ἀνθρώπων καὶ ἀγγέλων, ἐγὼ δ' οἶμαι ὅτι καὶ ἀρχῶν καὶ ἐξουσιῶν καὶ θρόνων καὶ κυριοτήτων «καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι», εἴγε καὶ ὑπ' αὐτοῦ τοῦ Χριστοῦ, αὐτοῦ που καταπαύσομεν τὰ πρὸ τῆς συναναγνώσεως τῶν γεγραμμένων. Ἤδη δὲ θεὸν αἰτώμεθα συνεργῆσαι διὰ Χριστοῦ ἡμῖν ἐν ἁγίῳ πνεύματι πρὸς ἀνάπτυξιν τοῦ ἐν ταῖς λέξεσιν ἐναποτεθησαυρισμένου μυστικοῦ νοῦ. Ἐν ἀρχῇ ἦν ὁ λόγος. Οὐ μόνον Ἕλληνες πολλά φασι σημαινό μενα εἶναι ἀπὸ τῆς «ἀρχῆς» προσηγορίας· ἀλλὰ γὰρ εἴ
τις τηρήσαι συνάγων πάντοθεν τοῦτο τὸ ὄνομα καὶ ἀκριβῶς ἐξετάζων βούλοιτο κατανοεῖν ἐν ἑκάστῳ τόπῳ τῶν γραφῶν ἐπὶ τίνος τέτακται, εὑρήσει καὶ κατὰ τὸν θεῖον λόγον τὸ πολύσημον τῆς φωνῆς. Ἡ μὲν γάρ τις ὡς μεταβάσεως, αὕτη δέ ἐστιν ἡ ὡς ὁδοῦ καὶ μήκους· ὅπερ δηλοῦται ἐκ τοῦ «Ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια». Τῆς γὰρ «ἀγαθῆς ὁδοῦ» μεγίστης τυγχανούσης, κατὰ μὲν τὰ πρῶτα νοητέον εἶναι τὸ πρακτι κόν, ὅπερ παρίσταται διὰ τοῦ «Ποιεῖν τὰ δίκαια», κατὰ δὲ τὰ ἑξῆς τὸ θεωρητικόν, εἰς ὃ καταλήγειν οἶμαι καὶ τὸ τέλος αὐτῆς ἐν τῇ λεγομένῃ «ἀποκαταστάσει» διὰ τὸ μηδένα καταλείπεσθαι τότε ἐχθρόν, εἴγε ἀληθὲς τὸ «δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ·
And why need we prolong the discussion about what the gospel is? Since these things have been said sufficiently, and from them those who are not unintelligent are able to gather similar things from the Scriptures and to see what is the glory of the good things in Jesus Christ from the gospel, which is ministered by men and angels—and I think also by principalities and powers and thrones and dominions "and every name that is named, not only in this age but also in the one to come," if indeed also by Christ himself—let us here bring to a close the matters that precede the reading together of what has been written. But now let us ask God to cooperate with us through Christ in the Holy Spirit for the unfolding of the mystical meaning treasured up in the words. In the beginning was the Word. Not only do the Greeks say that many things are signified by the term "beginning"; but indeed if someone, collecting this name from every source and examining it accurately, should wish to understand in each passage of the Scriptures of what it is predicated, he will find, also according to the divine Word, the multiplicity of meanings of the word. For one sense is that of a transition, and this is the sense of a way and a length; which is made clear from "The beginning of a good way is to do righteous things." For since the "good way" is the greatest, in its first stages one must understand the practical, which is represented by "to do righteous things," and in what follows the contemplative, to which I think its end also leads in what is called the "restoration," because no enemy is left at that time, if indeed it is true that "he must reign until he has put all his enemies under his feet."
ἔσχατος δὲ ἐχθρὸς καταργεῖται ὁ θάνατος». Τότε γὰρ μία πρᾶξις ἔσται τῶν πρὸς θεὸν διὰ τὸν πρὸς αὐτὸν λόγον φθασάντων ἡ τοῦ κατανοεῖν τὸν θεόν, ἵνα γένωνται οὕτως ἐν τῇ γνώσει τοῦ πατρὸς μορφωθέντες πάντες † ἀκριβῶς υἱός, ὡς νῦν μόνος ὁ υἱὸς ἔγνωκε τὸν πατέρα· εἰ γὰρ ἐπιμελῶς τις ἐξετάζοι, πότε γνώσονται, οἷς ἀποκαλύπτει ὁ ἐγνωκὼς τὸν πατέρα υἱός, τὸν πατέρα, καὶ βλέποι τὸ νῦν «δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι» τὸν βλέποντα βλέπειν, οὐδέπω ἐγνωκότα «καθὼς δεῖ γνῶναι», οὐκ ἂν ἁμάρτοι λέγων μηδένα ἐγνωκέναι, κἂν ἀπόστολος κἂν προφήτης τις ᾖ, τὸν πατέρα, ἀλλ' ὅταν γένωνται ἓν ὡς ὁ υἱὸς καὶ ὁ πατὴρ ἕν εἰσιν. Εἰ δὲ δόξειέ τις ἡμᾶς παρεκβεβηκέναι, ἓν σημαινό μενον τῆς ἀρχῆς σαφηνίζοντας καὶ ταῦτα εἰρηκότας, δεικτέον ὅτι ἡ παρέκβασις πρὸς τὸ προκείμενον ἀναγκαία καὶ χρήσιμος ἦν. Εἰ γὰρ «ἀρχὴ» ὡς μεταβάσεώς ἐστι καὶ ὁδοῦ καὶ μήκους, «ἀρχὴ δὲ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια», ἔστιν εἰδέναι, εἰ πᾶσα ὁδὸς ἀγαθή πως «ἀρχὴν» μὲν ἔχει «τὸ ποιεῖν τὰ δίκαια», μετὰ δὲ τὴν ἀρχὴν τὴν θεωρίαν, καὶ τίνα τρόπον τὴν θεωρίαν. Ἔστι δὲ «ἀρχὴ» καὶ ἡ ὡς γενέσεως, ἣ δόξαι ἂν ἐπὶ τοῦ «Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· οἶμαι δὲ σαφέστερον ἐν τῷ Ἰὼβ τοῦτο καταγγέλλεσθαι τὸ σημαινόμενον κατὰ τὸ «Τοῦτ' ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ». Ὑπολάβοι γὰρ ἄν τις τῶν ἐν γενέσει τῇ τοῦ κόσμου τυγχανόντων «ἐν ἀρχῇ» πεποιῆσθαι «τὸν οὐρανὸν καὶ τὴν γῆν»·
The last enemy to be destroyed is death. For then there will be one activity of those who have reached God through the Word that is toward him—namely, the contemplation of God—so that all, having been formed in the knowledge of the Father, may become exactly a son, as now the Son alone has known the Father. For if someone should carefully examine when those to whom the Son who has known the Father reveals the Father will know the Father, and should observe that the one who now sees "through a mirror and in a riddle" sees, not yet having known "as one ought to know," he would not err in saying that no one has known the Father—not even an apostle or a prophet—but only when they become one as the Son and the Father are one. But if someone should think that we have digressed in clarifying the one meaning of "beginning" and in saying these things, it must be shown that the digression was necessary and useful for the subject at hand. For if "beginning" is [spoken] as of a transition and a way and a length, and "the beginning of a good way is to do righteous things," it is possible to know whether every way is in some sense good, having "the doing of righteous things" as its "beginning," and after the beginning, the contemplation, and in what manner the contemplation. "Beginning" is also [spoken] as of generation, which one might suppose in the case of "In the beginning God made the heaven and the earth." And I think this meaning is more clearly proclaimed in Job, in the words "This is the beginning of the Lord's creation, made to be mocked by his angels." For one of those who exist in the generation of the world might suppose that "in the beginning" "the heaven and the earth" were made.
βέλτιον δὲ ὡς πρὸς τὸ δεύτερον ῥητόν, πολλῶν ὄντων τῶν ἐν σώμασι γεγενημένων πρῶτον τῶν ἐν σώματι τὸν καλούμενον εἶναι δράκοντα, ὀνομαζόμενον δέ που καὶ «μέγα κῆτος», ὅπερ ἐχειρώσατο ὁ κύριος. Καὶ ἀναγκαῖον ἐπιστῆσαι εἰ ἄϋλον πάντη καὶ ἀσώμα τον ζωὴν ζώντων ἐν μακαριότητι τῶν ἁγίων, ὁ καλούμενος δράκων ἄξιος γεγένηται, ἀποπεσὼν τῆς καθαρᾶς ζωῆς, πρὸ πάντων ἐνδεθῆναι ὕλῃ καὶ σώματι, ἵνα διὰ τοῦτο χρηματίζων ὁ κύριος διὰ λαίλαπος καὶ νεφῶν λέγῃ «Τοῦτ' ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ». Δυνατὸν μέντοι γε τὸν δράκοντα μὴ ἁπαξαπλῶς εἶναι ἀρχὴν πλάσματος κυρίου, ἀλλὰ πολλῶν ἐν σώματι «ἐγκατα παίζεσθαι» πεποιημένων «ὑπὸ τῶν ἀγγέλων», τοῦτον ἀρχὴν τῶν τοιούτων εἶναι, δυναμένων τινῶν ὑπάρχειν ἐν σώματι οὐχ οὕτως· καὶ γὰρ ἡ ψυχὴ τοῦ ἡλίου ἐν σώματι καὶ πᾶσα ἡ κτίσις, περὶ ἧς ὁ ἀπόστολός φησι· «Πᾶσα ἡ κτίσις στενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν.» Καὶ τάχα περὶ ἐκείνης ἐστὶ τὸ «Τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα † τῇ ἐλπίδι», ἵνα ματαιό της τὰ σώματα ᾖ καὶ τὸ ποιεῖν τὰ σωματικά, ὅπερ ἀναγ καῖον * * * τῷ ἐν σώματι * * * * * * * * ὑπάρχῃ. Ὁ ἐν σώματι οὐχ ἑκὼν ποιεῖ τὰ σώματος· διὰ τοῦτο τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα. Καὶ ὁ οὐχ ἑκὼν ποιῶν τὰ σώματος, ὃ ποιεῖ, ποιεῖ διὰ τὴν ἐλπίδα, ὡς εἰ λέγοιμεν Παῦλον θέλειν «ἐπιμένειν τῇ σαρκὶ» οὐχ ἑκόντα ἀλλὰ διὰ τὴν ἐλπίδα·
Better, with reference to the second passage, is this: since there are many beings that have come to be in bodies, the first of those in a body is the one called the dragon, also named somewhere "the great sea-monster," which the Lord subdued. And it must be considered whether, if the life of the saints in blessedness is wholly immaterial and incorporeal, the one called the dragon became worthy of this—having fallen from the pure life—so as to be bound to matter and body before all others, in order that for this reason the Lord, speaking through the tempest and the clouds, says, "This is the beginning of the Lord's creation, made to be mocked by his angels." It is possible, however, that the dragon is not simply the beginning of the Lord's creation, but that of the many things in a body that have been made "to be mocked by the angels," this one is the beginning of such things, though some can exist in a body not in this way; for the soul of the sun is in a body, and all creation, concerning which the apostle says, "All creation groans and is in travail together until now." And perhaps it is concerning that creation that the saying is, "Creation was subjected to futility, not willingly, but because of him who subjected it, in hope," so that the futility is bodies and the doing of bodily things, which is necessary ... to the one in a body ... may be. The one in a body does the things of the body not willingly; for this reason creation was subjected to futility, not willingly. And the one who does the things of the body not willingly does what he does because of hope, as if we were to say that Paul wishes "to remain in the flesh" not willingly but because of hope.
προτιμῶντα γὰρ καθ' αὑτὸ «τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι» οὐκ ἄλογον ἦν βούλεσθαι «ἐπιμένειν τῇ σαρκὶ» διὰ τὴν ἑτέρων ὠφέλειαν καὶ προκοπὴν τὴν ἐν τοῖς ἐλπιζομένοις οὐ μόνον αὐτοῦ ἀλλὰ καὶ τῶν ὠφελουμένων ὑπ' αὐτοῦ. Κατὰ τοῦτο δὲ τὸ ὡς γενέσεως σημαινόμενον τὴν ἀρχὴν καὶ τὸ ὑπὸ τῆς
σοφίας ἐν παροιμίαις λεγόμενον ἐκδέξασθαι δυνησόμεθα· «Ὁ θεός, γάρ φησιν, ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». Δύναται μέντοι γε καὶ ἐπὶ τὸ πρῶτον ἀνάγεσθαι, τουτέστι τὸ ὡς ὁδοῦ, διὰ τὸ λέ γεσθαι «Ὁ θεὸς ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ». Οὐκ ἀτόπως δὲ καὶ τὸν τῶν ὅλων θεὸν ἐρεῖ τις ἀρχὴν σαφῶς προπίπτων, ὅτι ἀρχὴ υἱοῦ ὁ πατὴρ καὶ ἀρχὴ δημιουργημάτων ὁ δημιουργὸς καὶ ἁπαξαπλῶς ἀρχὴ τῶν ὄντων ὁ θεός. Παραμυθήσεται δὲ διὰ τοῦ «Ἐν ἀρχῇ ἦν ὁ λόγος», λόγον νοῶν τὸν υἱόν, παρὰ τὸ εἶναι ἐν τῷ πατρὶ λεγόμενον εἶναι ἐν ἀρχῇ. Τρίτον δὲ τὸ ἐξ οὗ οἷον τὸ ἐξ ὑποκειμένης ὕλης, ἀρχὴ παρὰ τοῖς ἀγένητον αὐτὴν ἐπισταμένοις, ἀλλ' οὐ πὰρ' ἡμῖν τοῖς πειθομένοις, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ θεός, ὡς ἡ μήτηρ τῶν ἑπτὰ μαρτύρων ἐν Μακκαβαϊκοῖς καὶ ὁ τῆς μετανοίας ἄγγελος ἐν τῷ Ποιμένι ἐδίδαξε. Πρὸς τούτοις ἀρχὴ καὶ τὸ «καθ' οἷον» κατὰ τὸ εἶδος, οὕτως· εἴπερ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ὁ πρωτότοκος πάσης κτίσεως, ἀρχὴ αὐτοῦ ὁ πατήρ ἐστιν. Ὁμοίως δὲ καὶ Χριστὸς ἀρχὴ τῶν κατ' εἰκόνα γενομένων θεοῦ. Εἰ γὰρ οἱ ἄνθρωποι «κατ' εἰκόνα», ἡ εἰκὼν δὲ κατὰ τὸν πατέρα, τὸ μὲν «καθ' ὃ» τοῦ Χριστοῦ ὁ πατὴρ ἀρχή, τὸ δὲ «καθ' ὃ» τῶν ἀνθρώπων ὁ Χριστός, γενομένων οὐ κατὰ τὸ οὗ ἐστιν εἰκών, ἀλλὰ κατὰ τὴν εἰκόνα·
For, preferring "to depart and be with Christ" for its own sake, it was not unreasonable to wish "to remain in the flesh" for the benefit and progress of others in the things hoped for, not only his own but also of those benefited by him. And according to this meaning of "beginning" as indicating generation, we will be able to understand also what is said by wisdom in Proverbs: "For God, it says, created me the beginning of his ways for his works." It can, however, also be referred to the first sense, that is, the sense of "way," because it is said, "God created me the beginning of his ways." And not unreasonably would one say, clearly venturing forward, that the God of all is a beginning, that the Father is the beginning of the Son and the Creator the beginning of created things and, simply put, God is the beginning of existing things. And he will be reassured by "In the beginning was the Word," understanding the Word to be the Son, who is said to be in the beginning by virtue of being in the Father. Third is the sense of "from which," as it were from underlying matter—a beginning among those who hold it to be ungenerated, but not among us who are persuaded that God made existing things out of non-existing things, as the mother of the seven martyrs in Maccabees and the angel of repentance in the Shepherd taught. In addition to these, a beginning is also the "according to which" in respect of form, thus: if indeed the firstborn of all creation is the image of the invisible God, his beginning is the Father. Likewise also Christ is the beginning of those who came to be according to the image of God. For if men are "according to the image," and the image is according to the Father, then the "according to which" of Christ has the Father as its beginning, and the "according to which" of men has Christ—men having come to be not according to that of which he is the image, but according to the image.
ἁρμόσει δὲ τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος» εἰς τὸ αὐτὸ παράδειγμα. Ἔστιν ἀρχὴ καὶ ὡς μαθήσεως καθ' ὃ τὰ στοιχεῖά φαμεν ἀρχὴν εἶναι γραμματικῆς. Κατὰ τοῦτό φησιν ὁ ἀπόστολος ὅτι «Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ». Διττὴ δὲ ἡ ὡς μαθήσεως ἀρχή, ἡ μὲν τῇ φύσει, ἡ δὲ ὡς πρὸς ἡμᾶς· ὡς εἰ λέγοιμεν ἐπὶ Χριστοῦ, φύσει μὲν αὐτοῦ ἀρχὴ ἡ θεότης, πρὸς ἡμᾶς δέ, μὴ ἀπὸ τοῦ μεγέθους αὐτοῦ δυναμένους ἄρξασθαι τῆς περὶ αὐτοῦ ἀληθείας ἡ ἀνθρωπότης αὐτοῦ, καθ' ὃ τοῖς νηπίοις καταγγέλλεται Ἰησοῦς Χριστός, καὶ οὗτος ἐσταυρωμένος· ὡς κατὰ τοῦτο εἰπεῖν ἀρχὴν εἶναι μαθήσεως τῇ μὲν φύσει Χριστὸν καθ' ὃ σοφία καὶ δύναμις θεοῦ, πρὸς ἡμᾶς δὲ τὸ «ὁ λόγος σὰρξ ἐγένετο», ἵνα σκηνώσῃ ἐν ἡμῖν, οὕτω μόνον πρῶτον αὐτὸν χωρῆσαι δυνα μένοις. Καὶ τάχα διὰ τοῦτο οὐ μόνον πρωτότοκός ἐστιν πάσης κτίσεως, ἀλλὰ καὶ «Ἀδάμ», ὃ ἑρμηνεύεται «ἄνθρωπος». Ὅτι δὲ Ἀδάμ ἐστι, φησὶν ὁ Παῦλος «Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν». Ἔστι δὲ ἀρχὴ καὶ ὡς πράξεως, ἐν ᾗ πράξει ἐστί τι τέλος μετὰ τὴν ἀρχήν. Καὶ ἐπίστησον εἰ ἡ σοφία ἀρχὴ τῶν πράξεων οὖσα τοῦ θεοῦ οὕτω δύναται νοεῖσθαι ἀρχή. Τοσούτων σημαινομένων ἐπὶ τοῦ παρόν τος ἡμῖν ὑποπεσόντων περὶ «ἀρχῆς», ζητοῦμεν ἐπὶ τίνος δεῖ λαμβάνειν τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος». Καὶ σαφὲς ὅτι οὐκ ἐπὶ τοῦ ὡς μεταβάσεως ἢ ὡς ὁδοῦ καὶ μήκους· οὐκ ἄδηλον δὲ ὅτι οὐδὲ ἐπὶ τοῦ ὡς γενέσεως. Πλὴν δυνατὸν ὡς τὸ «ὑφ' οὗ», ὅπερ ἐστὶ ποιοῦν, εἴγε «ἐνετείλατο ὁ θεὸς καὶ ἐκτίσθησαν».
The phrase "In the beginning was the Word" will fit the same example. There is a beginning also in the sense of learning, according to which we say the elements are the beginning of grammar. In this sense the apostle says, "Though by this time you ought to be teachers, you again need someone to teach you what are the elements of the beginning of the oracles of God." But the beginning in the sense of learning is twofold: one is by nature, the other is relative to us. As if we were to say in the case of Christ: by nature his beginning is his divinity, but relative to us—since we are unable to begin the truth about him from his greatness—his humanity is his beginning, according to which Jesus Christ is proclaimed to infants, and this one crucified. So that in this sense one might say that the beginning of learning is, by nature, Christ insofar as he is the wisdom and power of God, but relative to us, "the Word became flesh," so that he might dwell among us, since we are thus able to receive him only first in this way. And perhaps for this reason he is not only the firstborn of all creation, but also "Adam," which is translated "man." That he is Adam, Paul says: "The last Adam became a life-giving spirit." There is a beginning also in the sense of action, in which action there is some end after the beginning. And consider whether the wisdom, being the beginning of God's actions, can thus be understood as a beginning. Since so many meanings of "beginning" have fallen to us at present, we ask in which sense we ought to take "In the beginning was the Word." And it is clear that it is not in the sense of transition or of a road and length; nor is it unclear that it is not in the sense of generation either. Except that it is possible in the sense of "by whom," which is the efficient cause, since indeed "God commanded and they were created."
Δημιουργὸς γὰρ πως ὁ Χριστός ἐστιν, ᾧ λέγει ὁ πατήρ· «Γενηθήτω φῶς» καὶ «Γενηθήτω στερέωμα». Δημιουργὸς δὲ ὁ Χριστὸς ὡς ἀρχή, καθ' ὃ σοφία ἐστί, τῷ σοφία εἶναι καλούμενος ἀρχή. Ἡ γὰρ σοφία παρὰ τῷ Σαλομῶντί φησιν· «Ὁ θεὸς ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», ἵνα «ἐν ἀρχῇ ᾖ ὁ λόγος», ἐν τῇ σοφίᾳ· κατὰ μὲν τὴν σύστασιν τῆς περὶ τῶν ὅλων θεωρίας καὶ νοημάτων τῆς σοφίας νοουμένης, κατὰ δὲ τὴν πρὸς τὰ λογικὰ κοινωνίαν τῶν τεθεωρημένων τοῦ λόγου λαμβανομένου. Καὶ οὐ θαυμαστὸν εἰ, ὡς προειρήκαμεν, πολλὰ ὢν ἀγαθὰ ὁ σωτὴρ ἐνεπινοούμενα ἔχει ἐν αὑτῷ πρῶτα καὶ δεύτερα καὶ τρίτα. Ὁ γοῦν Ἰωάννης ἐπήνεγκε φάσκων περὶ τοῦ λόγου· «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν». Γέγονεν οὖν ἡ ζωὴ ἐν τῷ λόγῳ· καὶ οὔτε ὁ λόγος ἕτερός ἐστι τοῦ Χριστοῦ, ὁ θεὸς λόγος, ὁ πρὸς τὸν πατέρα, δι' οὗ τὰ πάντα ἐγένετο, οὔτε ἡ ζωὴ ἑτέρα τοῦ υἱοῦ τοῦ θεοῦ, ὅς φησιν· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή». Ὥσπερ οὖν ἡ ζωὴ γέγονεν ἐν τῷ λόγῳ, οὕτως ὁ λόγος ἦν ἐν ἀρχῇ. Ἐπίστησον δέ, εἰ οἷόν τέ ἐστι καὶ κατὰ τὸ σημαινό μενον τοῦτο ἐκδέχεσθαι ἡμᾶς τὸ «Ἐν ἀρχῇ ἦν ὁ
For Christ is in some way a creator, to whom the Father says, "Let there be light" and "Let there be a firmament." And Christ is a creator as the beginning, insofar as he is wisdom, being called the beginning by the fact that he is wisdom. For wisdom says in Solomon: "God created me as the beginning of his ways for his works," so that "in the beginning was the Word" may be in wisdom—wisdom being understood according to the constitution of the contemplation and thoughts of the whole, while the Word is taken according to the communion of the things contemplated with rational beings. And it is no wonder if, as we have said before, the Savior, being many good things, has within himself first and second and third things that are conceived. At any rate, John added, saying about the Word: "What has come to be in him was life." So life has come to be in the Word; and neither is the Word other than Christ—the divine Word, who is with the Father, through whom all things came to be—nor is life other than the Son of God, who says: "I am the way and the truth and the life." Just as, then, life has come to be in the Word, so the Word was in the beginning. But consider whether it is possible for us to understand "In the beginning was the
λόγος», ἵνα κατὰ τὴν σοφίαν καὶ τοὺς τύπους τοῦ συστήματος τῶν ἐν αὐτῷ νοημάτων τὰ πάντα γίνηται. Οἶμαι γάρ, ὥσπερ κατὰ τοὺς ἀρχιτεκτονικοὺς τύπους οἰκοδομεῖται ἢ τεκταίνεται οἰκία καὶ ναῦς, ἀρχὴν τῆς οἰκίας καὶ τῆς νεὼς ἐχόντων τοὺς ἐν τῷ τεχνίτῃ τύπους καὶ λόγους, οὕτω τὰ σύμπαντα γεγονέναι κατὰ τοὺς ἐν τῇ σοφίᾳ προτρανωθέντας ὑπὸ θεοῦ τῶν ἐσομένων λόγους· «Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε». Καὶ λεκτέον ὅτι κτίσας, ἵν' οὕτως εἴπω, ἔμψυχον σοφίαν ὁ θεός, αὐτῇ ἐπέτρεψεν ἀπὸ τῶν ἐν αὐτῇ τύπων τοῖς οὖσι καὶ τῇ ὕλῃ παρασχεῖν καὶ τὴν πλάσιν καὶ τὰ εἴδη, ἐγὼ δὲ ἐφίστημι εἰ καὶ τὰς οὐσίας. Οὐ χαλεπὸν μὲν οὖν παχύτερον εἰπεῖν ἀρχὴν τῶν ὄντων εἶναι τὸν υἱὸν τοῦ θεοῦ, λέγοντα· «Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος, τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος». Ἀναγκαῖον δὲ εἰδέναι ὅτι οὐ κατὰ πᾶν ὃ ὀνομάζεται ἀρχή ἐστιν αὐτός. Πῶς γὰρ καθ' ὃ ζωή ἐστι δύναται εἶναι ἀρχή, ἥτις ζωὴ γέγονεν ἐν τῷ λόγῳ, δηλονότι ἀρχῇ τυγχά νοντι αὐτῆς; Ἔτι δὲ σαφέστερον ὅτι καθ' ὃ «πρωτότοκός» ἐστιν «ἐκ τῶν νεκρῶν», οὐ δύναται εἶναι ἀρχή. Καὶ ἐὰν ἐπιμελῶς ἐξετάζωμεν αὐτοῦ πάσας τὰς ἐπινοίας, μόνον κατὰ τὸ εἶναι σοφία ἀρχή ἐστιν, οὐδὲ κατὰ τὸ εἶναι λόγος ἀρχὴ τυγχάνων, εἴγε «ὁ λόγος ἐν ἀρχῇ» ἦν· ὡς εἰπεῖν ἄν τινα τεθαρρηκότως ὡς πρεσβύτερον πάντων τῶν ἐπινοουμένων ταῖς ὀνομασίαις τοῦ πρωτοτόκου πάσης κτίσεώς ἐστιν ἡ σοφία. Ὁ θεὸς μὲν οὖν πάντη ἕν ἐστι καὶ ἁπλοῦν·
"word," so that all things might come to be according to the wisdom and the patterns of the system of the thoughts in him. For I think that just as a house or a ship is built or constructed according to architectural patterns, the house and the ship having their beginning in the patterns and principles in the craftsman, so all things came to be according to the principles of things to come that were made plain beforehand by God in wisdom: "For in wisdom he made all things." And it must be said that God, having created—so to speak—a living wisdom, entrusted to it to provide to existing things and to matter both their formation and their forms from the patterns in itself; and I consider whether it also provides their essences. It is not difficult, then, to say more crudely that the Son of God is the beginning of existing things, who says: "I am the beginning and the end, the Alpha and the Omega, the first and the last." But it is necessary to know that he is not a beginning in every respect in which he is named. For how can he, insofar as he is life, be a beginning, since life came to be in the word, clearly being a beginning of it? And still more clearly, insofar as he is "firstborn from the dead," he cannot be a beginning. And if we carefully examine all his conceptions, he is a beginning only insofar as he is wisdom, and not even insofar as he is word is he a beginning, if indeed "the word was in the beginning"; so that one might say boldly that wisdom is older than all the conceptions of the names of the firstborn of all creation. God, then, is in every way one and simple.
ὁ δὲ σωτὴρ ἡμῶν διὰ τὰ πολλά, ἐπεὶ «προέθετο» αὐτὸν «ὁ θεὸς ἱλαστήριον» καὶ ἀπαρχὴν πάσης τῆς κτίσεως, πολλὰ γίνεται ἢ καὶ τάχα πάντα ταῦτα, καθὰ χρῄζει αὐτοῦ ἡ ἐλευθεροῦσθαι δυναμένη πᾶσα κτίσις. Καὶ διὰ τοῦτο γίνεται φῶς τῶν ἀνθρώπων, ὅτε ἄνθρωποι ὑπὸ τῆς κακίας σκοτισθέντες δέονται φωτὸς τοῦ ἐν τῇ σκοτίᾳ φαίνοντος καὶ ὑπὸ σκοτίας μὴ καταλαμβανομένου, οὐκ ἄν, εἰ μὴ γεγόνεισαν ἐν τῷ σκότῳ οἱ ἄνθρωποι, γενόμενος ἀνθρώπων φῶς. Τὸ δ' ὅμοιον ἔστι νοῆσαι καὶ ἐπὶ τοῦ εἶναι αὐτὸν πρωτότοκον ἐκ τῶν νεκρῶν. Εἰ γὰρ καθ' ὑπόθεσιν ἡ γυνὴ μὴ ἠπάτητο καὶ ὁ Ἀδὰμ μὴ παραπεπτώκει, κτισθεὶς δὲ ὁ ἄνθρωπος ἐπὶ ἀφθαρσίᾳ κεκρατήκει τῆς ἀφθαρσίας, οὔτ' ἂν «εἰς χοῦν θανάτου» καταβεβήκει οὔτ' ἂν ἀπέθανεν οὐκ οὔσης ἁμαρτίας, ᾗ διὰ τὴν φιλανθρωπίαν αὐτὸν ἐχρῆν ἀποθα νεῖν· ταῦτα δὲ μὴ ποιήσας οὐκ ἂν ἐγένετο «πρωτότοκος ἐκ τῶν νεκρῶν». Ἐξεταστέον δέ, μήποτε καὶ ποιμὴν οὐκ ἂν ἐγένετο τοῦ ἀνθρώπου μὴ παρασυμβληθέντος «τοῖς κτήνεσι τοῖς ἀνοήτοις μηδ' ὁμοιωθέντος αὐτοῖς». Εἰ γὰρ «ἀνθρώπους καὶ κτήνη σῴζει ὁ θεός», σῴζει ἃ σῴζει κτήνη ποιμένα αὐτοῖς χαρισάμενος τοῖς μὴ χωροῦσι τὸν βασιλέα. Βασανιστέον οὖν συναγαγόντα τὰς ὀνομασίας τοῦ υἱοῦ, ποῖαι αὐτῶν ἐπιγεγόνασιν οὐκ ἂν ἐν μακαριότητι ἀρξαμένων καὶ μεινάντων τῶν ἁγίων γενόμεναι τὰ τοσάδε. Τάχα γὰρ σοφία ἔμενε μόνον ἢ καὶ λόγος ἢ καὶ ζωή, πάντως δὲ καὶ ἀλήθεια· οὐ μὴν δὲ καὶ τὰ ἄλλα ὅσα δι' ἡμᾶς προσείληφε.
But our Savior, because of the many, since "God set him forth" as a propitiation and the firstfruits of all creation, becomes many things, or perhaps all these things, according as all creation that is able to be freed has need of him. And for this reason he becomes a light of men, when men, darkened by evil, need the light that shines in the darkness and is not overcome by the darkness—which would not have happened had men not come to be in the darkness, he becoming a light of men. The same is to be understood also in the case of his being the firstborn from the dead. For if, by hypothesis, the woman had not been deceived and Adam had not fallen, but man, created for incorruption, had held fast to incorruption, neither would he have descended "into the dust of death" nor would he have died, since there would be no sin on account of which, through his love for humanity, it was necessary for him to die; and not having done these things, he would not have become "the firstborn from the dead." But it must be examined whether he would even have become a shepherd of man, had man not been compared "to the senseless cattle and not made like them." For if "God saves both men and cattle," he saves the cattle that he saves by granting them a shepherd—to those who cannot receive the King. One must therefore examine, gathering together the names of the Son, which of them would have come to be had the saints begun and remained in blessedness—these many names coming to be. For perhaps he would have remained only Wisdom, or also Word, or also Life, and certainly also Truth; but not indeed the others as well, as many as he took upon himself for our sake.
Καὶ μακάριοί γε ὅσοι δεόμενοι τοῦ υἱοῦ τοῦ θεοῦ τοιοῦτοι γεγόνασιν, ὡς μηκέτι αὐτοῦ χρῄζειν ἰατροῦ τοὺς κακῶς ἔχοντας θεραπεύοντος μηδὲ ποιμένος μηδὲ ἀπολυτρώ σεως, ἀλλὰ σοφίας καὶ λόγου καὶ δικαιοσύνης, ἢ εἴ τι ἄλλο τοῖς διὰ τελειότητα χωρεῖν αὐτοῦ τὰ κάλλιστα δυναμένοις. Τοσαῦτα περὶ τοῦ «Ἐν ἀρχῇ». Ἴδωμεν δ' ἐπιμελέστερον τίς ὁ ἐν αὐτῇ λόγος. Θαυμάζειν μοι πολλάκις ἐπέρχεται σκοποῦντι τὰ ὑπό τινων πιστεύειν εἰς τὸν Χριστὸν βουλομένων λεγόμενα περὶ αὐτοῦ, τί δήποτε δυσεξαριθμήτων ὀνομάτων τασσομένων ἐπὶ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν πλεῖστα παρασιωπῶσιν, ἀλλὰ καὶ εἴ ποτε μνήμη αὐτῶν γένοιτο, μεταλαμβάνουσιν οὐ κυρίως ἀλλὰ τροπικῶς ταῦτα αὐτὸν ὀνομάζεσθαι, ἐπὶ δὲ μόνης τῆς λόγος προσηγορίας ἱστάμενοι οἱονεὶ «λόγον» μόνον φασὶν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, καὶ οὐχὶ ἀκολούθως τοῖς λοιποῖς τῶν ὀνομαζομένων ἐρευνῶσι τοῦ σημαινομένου τὴν δύναμιν ἐκ τῆς «λόγος» φωνῆς. Ὃ δέ φημι θαυμάζειν τῶν πολλῶν–σαφέστερον γὰρ ἐρῶ–τοιοῦτόν ἐστι. Φησί που ὁ υἱὸς τοῦ
And blessed are those who, needing the Son of God, have become such as no longer to need him as a physician healing the sick, nor as a shepherd, nor as a redemption, but as wisdom and word and righteousness, or whatever else he is to those who through perfection are able to contain his most excellent gifts. So much concerning "In the beginning." But let us consider more carefully who is the Word in it. It often comes upon me to wonder, as I reflect on what is said about him by certain ones who wish to believe in Christ, why it is that, although countless names are assigned to our Savior, they pass over most of them in silence, and even if ever mention is made of them, they take these names as applied to him not properly but figuratively, while standing on the designation "Word" alone they say, as it were, that Christ is only the Word of God, and do not, in accordance with the other names, investigate the power of the meaning from the word "Word." What I say I wonder at in the many—for I will speak more clearly—is this. Somewhere the Son of
θεοῦ· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου»· καὶ ἐν ἄλλοις· «Ἐγώ εἰμι ἡ ἀνάστασις»· καὶ πάλιν «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή»· γέγραπται δὲ καὶ τὸ «Ἐγώ εἰμι ἡ θύρα»· εἴρηται καὶ τὸ «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός»· καὶ πρὸς τὴν Σαμαρεῖτιν φάσκουσαν· «Οἴδαμεν ὅτι Μεσσίας ἔρχεται, ὁ λεγό μενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα» ἀποκρίνεται· «Ἐγώ εἰμι ὁ λαλῶν σοι». Πρὸς τούτοις, ὅτε ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, κύριος καὶ διδάσκαλος αὐτῶν εἶναι διὰ τούτων ὁμολογεῖ· «Ὑμεῖς φωνεῖτέ με· Ὁ διδάσκαλος καὶ ὁ κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ». Ἀλλὰ καὶ υἱὸν εἶναι θεοῦ σαφῶς ἑαυτὸν καταγγέλλει λέγων· «Ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι· Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι;» καί· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς δοξάσῃ σε». Εὑρίσκομεν δὲ καταγγέλλοντα ἑαυτὸν καὶ βασιλέα, ὡς ἐπὰν ἀποκρινόμενος τῷ Πιλάτῳ πρὸς τὸ «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» λέγῃ· «Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν». Ἀνέγνωμεν καὶ τὸ «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι»· καὶ πάλιν· «Ἐγώ εἰμι ἄμπελος, ὑμεῖς τὰ κλήματα». Συναριθμείσθω τούτοις καὶ τὸ «Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς»· καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ κατα βὰς» καὶ «ζωὴν διδοὺς τῷ κόσμῳ».
of God: "I am the light of the world"; and elsewhere: "I am the resurrection"; and again "I am the way and the truth and the life"; and it is written also "I am the door"; and it is said also "I am the good shepherd"; and to the Samaritan woman who said, "We know that the Messiah is coming, who is called Christ; when he comes, he will announce all things to us," he answers: "I am he who speaks with you." In addition to these, when he washed the feet of the disciples, he confesses through these things that he is their Lord and Teacher: "You call me Teacher and Lord, and you speak rightly, for I am." But he also clearly proclaims himself to be the Son of God, saying: "Do you say of him whom the Father sanctified and sent into the world, 'You are blaspheming,' because I said, 'I am the Son of God'?" And: "Father, the hour has come; glorify your Son, that the Son may glorify you." We find him also proclaiming himself to be a king, as when, answering Pilate to the question "Are you the King of the Jews?" he says: "My kingdom is not of this world; if my kingdom were of this world, my servants would have fought, that I might not be delivered to the Jews; but now my kingdom is not from here." We have read also "I am the true vine, and my Father is the vinedresser"; and again: "I am the vine, you are the branches." Let there be counted with these also "I am the bread of life"; and again: "I am the living bread that came down from heaven" and "giving life to the world."
Καὶ ταῦτα μὲν ἐπὶ τοῦ παρόντος ὑποπεσόντα ἀπὸ τῶν ἐν τοῖς εὐαγγελίοις κειμένων παρεθέμεθα, τοσαῦτα αὑτὸν λέγοντος εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ. Ἀλλὰ καὶ ἐν τῇ Ἰωάννου Ἀποκαλύψει λέγει·»Ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων». Καὶ πάλιν· «Γέγονα ἐγὼ τὸ Α καὶ τὸ Ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχα τος, ἡ ἀρχὴ καὶ τὸ τέλος». Ἔστι δὲ οὐκ ὀλίγα τὸν μετὰ παρατηρήσεως ἐντυγχά νοντα ταῖς ἁγίαις βίβλοις καὶ ἀπὸ τῶν προφητῶν παραπλήσια λαβεῖν, οἷον ὅτι «βέλος ἐκλεκτὸν» ἑαυτὸν καλεῖ καὶ «δοῦ λον τοῦ θεοῦ» καὶ «φῶς τῶν ἐθνῶν». Λέγει δὴ οὕτω Ἡσαΐας· «Ἐκ κοιλίας μητρός μου ἐκάλεσέ με τὸ ὄνομά μου καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι.» Καὶ μετ' ὀλίγα· «Καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς. Καὶ εἶπέ μοι· Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ οὕτως αὑτὸν ἀρνίῳ ὁμοιοῖ· «Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.» Ταῦτα μὲν οὖν καὶ τὰ τούτοις παραπλήσια αὐτὸς ἑαυτόν φησιν· ἔστι δὲ καὶ παρὰ τοῖς εὐαγγελίοις καὶ παρὰ τοῖς ἀποστόλοις καὶ διὰ τῶν προφητῶν μυρίας ὅσας προση γορίας συναγαγεῖν, ἃς καλεῖται ὁ υἱὸς τοῦ θεοῦ·
And these things, as they occurred to us for the present, we have set forth from what is written in the Gospels, since the Son of God says that he is so many things. But also in the Revelation of John he says: "I am the first and the last and the living one, and I became dead, and behold, I am alive for ever and ever." And again: "I have become the Alpha and the Omega, and the first and the last, the beginning and the end." And it is not a few things that one who reads the holy books with careful attention may also gather from the prophets, such as that he calls himself "a chosen arrow" and "servant of God" and "light of the nations." For Isaiah speaks thus: "From my mother's womb he called my name, and he made my mouth like a sharp sword, and under the cover of his hand he hid me; he made me like a chosen arrow, and in his quiver he hid me, and he said to me: You are my servant, Israel, and in you I will be glorified." And after a little: "And my God will be my strength. And he said to me: It is a great thing for you to be called my child, to establish the tribes of Jacob and to turn back the dispersion of Israel; behold, I have set you as a light of the nations, that you may be for salvation to the end of the earth." But also in Jeremiah he likens himself to a lamb thus: "I was like an innocent lamb led to be sacrificed." These things, then, and things similar to these, he himself says of himself; and it is possible to gather countless appellations, both from the Gospels and from the apostles and through the prophets, by which the Son of God is called.
ἤτοι τῶν τὰ εὐαγγέλια γραψάντων τὴν ἰδίαν διάνοιαν τῶν περὶ τοῦ ὅ τί ποτέ ἐστιν ἐκτιθεμένων, ἢ τῶν ἀποστόλων ἐξ ὧν μεμαθήκασι δοξολογούντων αὐτόν, ἢ τῶν προφητῶν προκηρυσσόντων αὐτοῦ τὴν ἐσομένην ἐπιδημίαν καὶ τὰ περὶ αὐτοῦ ἀπαγγελ λόντων διαφόροις ὀνόμασιν. Οἷον ὁ Ἰωάννης αὐτὸν «ἀμνὸν θεοῦ» ἀναγο ρεύει λέγων· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρ τίαν τοῦ κόσμου»· καὶ «ἄνδρα» διὰ τούτων· «Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον ὅτι ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν· κἀγὼ οὐκ ᾔδειν αὐτόν.» Ἐν δὲ τῇ καθολικῇ ἐπιστολῇ ὁ Ἰωάννης «παράκλητον» περὶ τῶν ψυχῶν ἡμῶν πρὸς τὸν πατέρα φησὶν αὐτὸν εἶναι λέγων· «Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον». Ἐπιφέρει δὲ ὅτι «καὶ ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν»· ᾧ παρα πλησίως ὁ Παῦλος λέγει αὐτὸν εἶναι «ἱλαστήριον», φάσκων· «Ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αἵματι αὐτοῦ, διὰ τὴν
either of those who wrote the Gospels setting forth their own understanding concerning what he ever is, or of the apostles glorifying him from what they had learned, or of the prophets proclaiming beforehand his coming that was to be and announcing the things concerning him with various names. For example, John proclaims him "Lamb of God," saying: "Behold the Lamb of God, who takes away the sin of the world"; and "man" through these words: "This is he of whom I said, 'After me comes a man who has become before me, because he was first of me; and I did not know him.'" But in the catholic epistle John says that he is "advocate" for our souls before the Father, saying: "And if anyone sins, we have an advocate with the Father, Jesus Christ the righteous." And he adds that "he is also the propitiation for our sins"; similarly to whom Paul says that he is "propitiation," asserting: "Whom God set forth as a propitiation through faith in his blood, for the
πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ». Κεκήρυκται δὲ κατὰ τὸν Παῦλον σοφία εἶναι καὶ δύναμις θεοῦ, ὡς ἐν τῇ πρὸς Κορινθίους, ὅτι Χριστὸς δύναμίς ἐστι καὶ θεοῦ σοφία· πρὸς τούτοις, ὅτι καὶ «ἁγιασμός» ἐστι καὶ «ἀπολύτρωσις»· «Ὃς ἐγενήθη, γάρ φησι, σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπο λύτρωσις». Ἀλλὰ καὶ ἀρχιερέα μέγαν διδάσκει ἡμᾶς αὐτὸν τυγχάνειν, πρὸς Ἑβραίους γράφων· «Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ, κρατῶμεν τῆς ὁμολογίας». Οἱ δὲ προφῆται παρὰ ταῦτα καὶ ἑτέροις ὀνόμασιν αὐτὸν καλοῦσιν· ὁ μὲν Ἰακὼβ ἐν τῇ πρὸς τοὺς υἱοὺς εὐλογίᾳ Ἰούδαν· τὸ γὰρ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» * * * * Οὐ κατὰ τὸν ἐνεστηκότα δὲ καιρόν ἐστι πρὸς λέξιν παραστῆσαι πῶς τὰ τῷ Ἰούδᾳ λεγόμενα περὶ Χριστοῦ ἐστιν. Ἀλλὰ καὶ ἀνθυποφορὰ εὐλόγως ἐπενε χθῆναι δυναμένη «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ» ἐν ἄλλοις εὐκαιρότερον λυθήσεται. Οἶδε δὲ τὸν Χριστὸν Ἰακὼβ καὶ Ἰσραὴλ ὀνομαζόμενον Ἡσαΐας λέγων· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχὴ μου· κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. Οὐκ ἐρίσει οὐδὲ κράξει οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ· κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ ἐκ νίκους τὴν κρίσιν, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν».
"for the passing over of sins that were committed before, in the forbearance of God." And according to Paul it has been proclaimed that he is the wisdom and power of God, as in the letter to the Corinthians, that Christ is the power and the wisdom of God; and besides these, that he is also "sanctification" and "redemption": "Who became, he says, for us wisdom from God, both righteousness and sanctification and redemption." But he also teaches us that he is a great high priest, writing to the Hebrews: "Having therefore a great high priest who has passed through the heavens, Jesus the Son of God, let us hold fast our confession." And the prophets, besides these, also call him by other names; Jacob in the blessing to his sons calls him Judah; for the passage "Judah, your brothers shall praise you; your hands shall be on the back of your enemies; a lion's cub is Judah; from a shoot, my son, you went up; having reclined you slept like a lion and like a lion's cub; who will rouse him?" * * * * But it is not for the present time to set out word by word how the things said to Judah are about Christ. But also the counter-objection that could reasonably be raised, "A ruler shall not fail from Judah, and a leader from his thighs," will be resolved more opportunely elsewhere. And Isaiah knows that Christ is named Jacob and Israel, saying: "Jacob my servant, I will help him; Israel my chosen, my soul has accepted him; he shall proclaim judgment to the nations. He shall not strive nor cry out, nor shall anyone hear his voice in the streets; a bruised reed he shall not break, and smoldering flax he shall not quench, until he brings forth judgment in victory, and in his name the nations shall hope."
Ὅτι γὰρ ὁ Χριστός ἐστι, περὶ οὗ ταῦτα προφητεύεται, σαφῶς ὁ Ματθαῖος δηλοῖ ἐν τῷ εὐαγγε λίῳ, μνησθεῖς ἀπὸ μέρους τῆς περικοπῆς, εἰπών· «Ἵνα πληρωθῇ τὸ εἰρημένον· Οὐκ ἐρίσει οὐδὲ κράξει» καὶ τὰ ἑξῆς. Καλεῖται δὲ καὶ Δαβὶδ ὁ Χριστός, ὡς ἐπὰν Ἰεζεκιὴλ προφητεύσας πρὸς τοὺς ποιμένας ἐπιφέρῃ ἐκ προσώπου θεοῦ· «Ἀναστήσω Δαβὶδ τὸν παῖδά μου, ὃς ποιμανεῖ αὐτούς»· οὐ γὰρ Δαβὶδ ὁ πατριάρχης ἀναστήσεται ποιμαίνειν μέλλων τοὺς ἁγίους, ἀλλὰ Χριστός. Ἔτι δὲ ὁ Ἡσαΐας «ῥάβδον» καὶ «ἄνθος» ὀνομάζει τὸν Χριστὸν ἐν τῷ· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ». Καὶ «λίθος» δὲ ἐν τοῖς ψαλμοῖς ὁ κύριος ἡμῶν εἶναι λέγεται οὕτως· «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδο μοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν». Δηλοῖ δὲ τὸ εὐαγγέλιον καὶ ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς, οὐκ ἄλλον ἢ τὸν Χριστὸν εἶναι τὸν λίθον· τὸ μὲν εὐαγγέλιον οὕτως· «Οὐδέποτε ἀνέγνωτε· Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; πᾶς ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν»· ἐν δὲ ταῖς Πράξεσιν ὁ Λουκᾶς γράφει· «Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουδενωθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας».
For Matthew clearly shows in his Gospel that it is Christ about whom these things are prophesied, when he recalls part of the passage, saying: "That what was spoken might be fulfilled: He will not strive nor cry out," and the rest. And Christ is also called David, as when Ezekiel, having prophesied to the shepherds, adds on behalf of God: "I will raise up David my servant, who will shepherd them"; for it is not David the patriarch who will be raised up to shepherd the saints, but Christ. Furthermore, Isaiah names Christ a "rod" and a "flower" in the passage: "A rod shall come forth from the root of Jesse, and a flower shall rise up from the root, and the Spirit of God shall rest upon him, a spirit of wisdom and understanding, a spirit of counsel and strength, a spirit of knowledge and piety, and a spirit of the fear of God shall fill him." And in the Psalms our Lord is said to be a "stone" as follows: "The stone which the builders rejected, this has become the head of the corner; this was from the Lord, and it is marvelous in our eyes." And Luke shows in the Acts that the stone is none other than Christ; the Gospel says thus: "Have you never read: The stone which the builders rejected, this has become the head of the corner? Everyone who falls on this stone will be broken; but on whomever it falls, it will crush him"; and in the Acts Luke writes: "This is the stone which was set at nought by you the builders, which has become the head of the corner."
Ἓν δὴ τῶν ἐπὶ τοῦ σωτῆρος τεταγμένων ὀνομάτων, ἀλλ' οὐχ ὑπ' αὐτοῦ λεγόμενον ὑπὸ δὲ τοῦ Ἰωάννου ἀναγεγραμ μένον, ἐστὶ καὶ «Ὁ ἐν ἀρχῇ λόγος πρὸς τὸν θεὸν θεὸς λόγος». Καὶ ἔστιν ἄξιον ἐπιστῆσαι τοῖς τὰ τοσαῦτα τῶν ὀνομαζομένων παραπεμπομένοις καὶ τούτῳ ὡς ἐξαιρέτῳ χρωμένοις καὶ πάλιν ἐπ' ἐκείνοις μὲν διήγησιν ζητοῦσιν, εἴ τις αὐτοῖς προσάγοι αὐτά, ἐπὶ δὲ τούτῳ ὡς σαφὲς προσιεμένοις τὸ τί ποτέ ἐστιν ὁ υἱὸς τοῦ θεοῦ λόγος ὀνομαζόμενος, καὶ μάλιστα ἐπεὶ συνεχῶς χρῶνται τῷ· «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», οἰόμενοι προφορὰν πατρικὴν οἱονεὶ ἐν συλλαβαῖς κειμένην εἶναι τὸν υἱὸν τοῦ θεοῦ, καὶ κατὰ τοῦτο ὑπόστασιν αὐτῷ, εἰ ἀκριβῶς αὐτῶν πυνθανοίμεθα, οὐ διδόασιν οὐδὲ οὐσίαν αὐτοῦ σαφηνίζουσιν, οὐδέπω φαμὲν τοιάνδε ἢ τοιάνδε, ἀλλ' ὅπως ποτὲ οὐσίαν. Λόγον γὰρ ἀπαγγελ λόμενον
υἱὸν εἶναι νοῆσαι καὶ τῷ τυχόντι ἐστὶν ἀμήχανον. Καὶ λόγον τοιοῦτον καθ' αὑτὸν ζῶντα καὶ ἤτοι οὐ κεχωρισμένον τοῦ πατρὸς καὶ κατὰ τοῦτο τῷ μὴ ὑφεστάναι οὐδὲ υἱὸν τυγχάνοντα ἢ καὶ κεχωρισμένον καὶ οὐσιωμένον ἀπαγγελλέτωσαν ἡμῖν θεὸν λόγον. Λεκτέον οὖν ὅτι ὥσπερ καθ' ἕκαστον τῶν προειρη μένων ὀνομάτων ἀπὸ τῆς ὀνομασίας ἀναπτυκτέον τὴν ἔννοιαν τοῦ ὀνομαζομένου καὶ ἐφαρμοστέον μετὰ ἀποδείξεως πῶς ὁ υἱὸς τοῦ θεοῦ τοῦτο τὸ ὄνομα εἶναι λέγεται, οὕτως καὶ ἐπὶ τοῦ «λόγον» αὐτὸν ὀνομάζεσθαι ποιητέον.
One of the names applied to the Savior—not spoken by him but recorded by John—is also "the Word who was in the beginning with God, God the Word." And it is worth pausing over those who pass by so many of the names given and treat this one as exceptional, and again seek an explanation for those others if anyone brings them forward, but accept this one as clear—namely, what the Son of God is when he is called Word—especially since they continually use the verse "My heart has uttered a good word," supposing the Son of God to be a paternal utterance, as it were, set out in syllables, and on this account, if we inquire of them precisely, they do not grant him a subsistence nor make clear his essence—we do not yet say of what sort, but that he is an essence in any way at all. For to understand that a word that is uttered is the Son is impossible even for anyone at random. And let them tell us of such a word, living by itself and either not separated from the Father and on this account, because it has no subsistence, not even being a Son, or else separated and made a substance, a God Word. We must say, then, that just as for each of the names previously mentioned we must unfold the meaning of the one named from the naming and apply with demonstration how the Son of God is said to be this name, so too we must do this in the case of his being called "Word."
Τίς γὰρ ἡ ἀποκλήρωσις ἐφ' ἑνὸς μὲν ἑκάστου μὴ ἵστασθαι ἐπὶ τῆς λέξεως, ἀλλὰ φέρε εἰπεῖν ζητεῖν πῶς αὐτὸν ἐκδεκτέον «θύ ραν» καὶ τίνα τρόπον «ἄμπελον» τίνι τε αἰτίᾳ «ὁδόν», ἐπὶ δὲ μόνου τοῦ «λόγον» αὐτὸν ἀναγεγράφθαι τὸ παραπλή σιον οὐ ποιητέον; Ἵνα τοίνυν μᾶλλον δυσωπητικώτερον παραδεξώμεθα τὰ λεχθησόμενα εἰς τὰ περὶ τοῦ πῶς λόγος ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ, ἀρκτέον ἀπὸ τῶν ἐξ ἀρχῆς ἡμῖν προτεθέντων ὀνομάτων αὐτοῦ. Καὶ ὅτι μὲν δόξει τισὶ σφόδρα παρεκβατικὸν εἶναι τὸ τοιοῦτον οὐκ ἀγνοοῦμεν· πλὴν ἐπιστήσαντι καὶ πρὸς τὸ προκείμενον χρήσιμον ἔσται τὸ βασανίσαι τὰς ἐννοίας καθ' ὧν τὰ ὀνόματα κεῖται, καὶ πρὸ ὁδοῦ τῶν ἐπιφερομένων ὑπάρξει ἡ κατανόησις τῶν πραγμάτων. Ἅπαξ δὲ εἰς τὴν περὶ τοῦ σωτῆρος θεολογίαν ἐμπε σόντες, ἀναγκαίως ὅση δύναμις τὰ περὶ αὐτοῦ μετὰ ἐρεύνης εὑρίσκοντες πληρέστερον αὐτὸν οὐ μόνον ᾗ λόγος ἐστὶ νοήσομεν ἀλλὰ καὶ τὰ λοιπά. Ἔλεγεν οὖν ἑαυτὸν εἶναι «φῶς τοῦ κόσμου»· καὶ τὰ παρακείμενα ταύτῃ τῇ ὀνομασίᾳ συνεξεταστέον, δόξαντα ἄν τισιν οὐχὶ παρακείμενα μόνον ἀλλὰ καὶ τὰ αὐτὰ τυγχάνειν. Ἔστι δὲ «τὸ φῶς τῶν ἀνθρώπων» καὶ «τὸ φῶς τὸ ἀληθινὸν» καὶ «φῶς ἐθνῶν»· φῶς μὲν ἀνθρώπων ἐν τῇ τοῦ προκειμένου εὐαγγελίου ἀρχῇ· «Ὃ γέ γονε, γάρ φησιν, ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε»· «φῶς δὲ ἀληθινὸν» ἐν τοῖς ἑξῆς τῆς αὐτῆς γραφῆς ἐπιγέγραπται· «Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον».
For what is the consistency in not stopping at the literal expression in the case of each individual term, but, say, inquiring how "door" is to be understood of him, and in what manner "vine," and for what reason "way," yet in the case of "Word" alone, because he has been recorded as this very thing, not doing the same? In order, then, that we may receive what is to be said about how the Son of God is Word in a more persuasive way, we must begin from the names of his that were set before us from the beginning. And that such a thing will seem to some to be a very great digression, we are not unaware; nevertheless, for one who has paid attention, the examination of the conceptions to which the names are assigned will also be useful for the matter at hand, and the understanding of the things that follow will be a preparation beforehand. And having once fallen into the theology concerning the Savior, we shall necessarily, discovering the things concerning him with inquiry as far as we are able, understand him more fully not only as he is Word but also in the rest. He was saying, then, that he himself is "light of the world"; and the things that lie alongside this designation must be examined together, things that would seem to some not only to lie alongside but also to be the same. And there is "the light of men" and "the true light" and "light of the nations"; light of men, indeed, at the beginning of the Gospel set before us: "What has come to be," for it says, "in him was life, and the life was the light of men; and the light shines in the darkness, and the darkness did not overcome it"; and "the true light" is inscribed in what follows of the same writing: "He was the true light, which enlightens every man, coming into the world."
«Φῶς δὲ ἐθνῶν» ἐν τῷ Ἡσαΐᾳ, ὡς προείπομεν παρατιθέμενοι τὸ «Ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς». Φῶς δὴ κόσμου αἰσθητὸν ὁ ἥλιός ἐστιν, καὶ μετὰ τοῦτον οὐκ ἀπᾳδόντως ἡ σελήνη καὶ οἱ ἀστέρες τῷ αὐτῷ ὀνόματι προσαγορευθήσονται. Ἀλλὰ φῶς μὲν αἰσθητὸν τυγχάνοντες οἱ γεγονέναι παρὰ Μωσεῖ λεγόμενοι τῇ τετάρτῃ ἡμέρᾳ, καθὸ φωτίζουσι τὰ ἐπὶ γῆς, οὐκ εἰσὶ φῶς ἀληθινόν· ὁ δὲ σωτὴρ ἐλλάμπων τοῖς λογικοῖς καὶ ἡγεμονικοῖς, ἵνα αὐτῶν ὁ νοῦς τὰ ἴδια ὁρατὰ βλέπῃ, τοῦ νοητοῦ κόσμου ἐστὶ φῶς· λέγω δὲ τῶν λογικῶν ψυχῶν τῶν ἐν τῷ αἰσθητικῷ κόσμῳ, καὶ εἴ τι παρὰ ταῦτα συμπληροῖ τὸν κόσμον, ἀφ' οὗ ὁ σωτὴρ εἶναι ἡμᾶς διδάσκει, τάχα μέρος αὐτοῦ τὸ κυριώτατον καὶ διαφέρον τυγχάνων καί, ὡς ἔστιν εἰπεῖν, ἥλιος ἡμέρας μεγάλης κυρίου ποιητής. Δι' ἣν ἡμέραν φησὶ τοῖς τοῦ φωτὸς αὐτοῦ μεταλαμβάνουσιν· «Ἐργάζεσθε ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐκέτι οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.» Ἔτι δὲ καὶ τοῖς μαθηταῖς φησιν· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου» καὶ «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων». Τὸ δ' ἀνάλογον σελήνῃ καὶ ἄστροις ὑπολαμβάνομεν εἶναι περὶ τὴν νύμφην ἐκκλησίαν καὶ τοὺς μαθητάς, ἔχοντας οἰκεῖον φῶς ἢ ἀπὸ τοῦ ἀληθινοῦ ἡλίου ἐπίκτητον, ἵνα φωτίσωσι μὴ δεδυνημένους πηγὴν ἐν αὑτοῖς κατασκευάσαι φωτός· οἷον Παῦλον μὲν καὶ Πέτρον «φῶς» ἐροῦμεν «τοῦ κόσμου», τοὺς δὲ τυχόντας τῶν παρ' αὐτοῖς μαθητευομένων, φωτιζομένους μέν, οὐ μὴν φωτίζειν ἑτέρους δυναμένους, τὸν κόσμον, οὗ κόσμου φῶς οἱ ἀπόστολοι ἦσαν.
“And a light of the nations” in Isaiah, as we said before when we cited the passage “Behold, I have set you as a light of the nations, that you may be for salvation to the end of the earth.” Now the sun is a sensible light of the world, and after it the moon and the stars will not incongruously be called by the same name. But those said by Moses to have come into being on the fourth day, being sensible light, insofar as they illuminate things on earth, are not the true light; but the Savior, shining upon rational and governing beings so that their mind may see its own proper objects of vision, is the light of the intelligible world—I mean of the rational souls in the sensible world, and of whatever besides these fills up the world of which the Savior teaches that we are, perhaps being its most authoritative and preeminent part and, so to speak, the sun that makes the great day of the Lord. For the sake of that day he says to those who partake of his light: “Work while it is day; night comes when no one can work any longer. While I am in the world, I am the light of the world.” And further he says to the disciples: “You are the light of the world,” and “Let your light shine before men.” And we suppose that what corresponds to the moon and stars is the church, the bride, and the disciples, having a light of their own or acquired from the true sun, so that they may illuminate those unable to make a source of light within themselves; for example, we will call Paul and Peter “a light of the world,” but those who happen to be their disciples, being enlightened indeed but not able to enlighten others, the world of which the apostles were the light.
Ὁ δὲ σωτήρ, «φῶς» ὢν «τοῦ κόσμου», φωτίζει οὐ σώματα ἀλλὰ ἀσωμάτῳ δυνάμει τὸν ἀσώματον νοῦν, ἵνα ὡς ὑπὸ ἡλίου ἕκαστος ἡμῶν φωτιζόμενος καὶ τὰ ἄλλα δυνηθῇ βλέπειν νοητά. Ὥσπερ δὲ ἡλίου φωτίζοντος ἀμαυροῦται τὸ δύνασθαι φωτίζειν σελήνην καὶ ἀστέρας, οὕτως οἱ ἐλλαμ
πόμενοι ὑπὸ Χριστοῦ καὶ τὰς αὐγὰς αὐτοῦ κεχωρηκότες οὐδέν τινων διακονουμένων ἀποστόλων καὶ προφητῶν δέονται –τολμητέον γὰρ λέγειν τὴν ἀλήθειαν–οὐδὲ ἀγγέλων, προσθήσω δὲ ὅτι οὐδὲ τῶν κρειττόνων δυνάμεων, αὐτῷ τῷ πρωτογεννήτῳ μαθητευόμενοι φωτί. Τοῖς δὲ μὴ χωροῦσι τὰς ἡλιακὰς Χριστοῦ ἀκτῖνας οἱ ἅγιοι διακονοῦντες παρέχουσι φωτισμὸν πολλῷ τοῦ προειρημένου ἐλάττονα, μόγις καὶ τοῦτον χωρεῖν δυναμένοις καὶ ὑπ' αὐτοῦ πληρου μένοις. Ἔστι δὲ ὁ Χριστός, φῶς τυγχάνων κόσμου, φῶς ἀληθινὸν πρὸς ἀντιδιαστολὴν αἰσθητοῦ, οὐδενὸς αἰσθητοῦ ὄντος ἀληθινοῦ. Ἀλλ' οὐχὶ ἐπεὶ οὐκ ἀληθινὸν τὸ αἰσθητόν, ψεῦδος τὸ αἰσθητόν· δύναται γὰρ ἀναλογίαν ἔχειν τὸ αἰσθη τὸν πρὸς τὸ νοητόν, οὐ μὴν τὸ ψεῦδος ὑγιῶς παντὸς κατη γορεῖσθαι τοῦ οὐκ ἀληθινοῦ. Ζητῶ δὲ εἰ ταὐτόν ἐστι τὸ «φῶς τοῦ κόσμου» τῷ «φωτὶ τῶν ἀνθρώπων», καὶ ἡγοῦμαι πλείονα δύναμιν παρί στασθαι τοῦ φωτὸς ὅτε «φῶς τοῦ κόσμου» προσαγορεύεται ἤπερ «φῶς τῶν ἀνθρώπων»· ὁ γὰρ «κόσμος» κατὰ μίαν ἐκδοχὴν οὐ μόνον «ἄνθρωποι». Καὶ παραστήσει τὸ πλεῖον ἢ ἕτερον εἶναι τὸν κόσμον παρὰ τοὺς ἀνθρώπους ὁ Παῦλος ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ λέγων· «Θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις».
But the Savior, being the "light of the world," enlightens not bodies but the incorporeal mind by an incorporeal power, so that each of us, enlightened as by the sun, may be able also to see the other intelligible things. And just as, when the sun shines, the moon and the stars lose the power to give light, so those who are illumined by Christ and have received his rays have no need of any who minister to them, apostles and prophets — for one must dare to speak the truth — nor even of angels, and I will add that not even of the higher powers, since they are taught by the light himself, the firstborn. But to those who cannot receive the sunlike rays of Christ, the saints minister and provide illumination much less than the aforementioned, for those who can barely receive even this and are filled by it. And Christ, being the light of the world, is the true light, by way of contrast with the sensible light, since no sensible thing is true. But it does not follow that because the sensible is not true, the sensible is false; for the sensible can have an analogy to the intelligible, though falsehood is not soundly predicated of everything that is not true. And I ask whether "the light of the world" is the same as "the light of men," and I think that greater power is present in the light when it is called "the light of the world" than "the light of men"; for "the world," in one acceptation, is not only "men." And Paul will show that the world is more than, or other than, men, in the first letter to the Corinthians, saying: "We have become a spectacle to the world, and to angels, and to men."
Ἐπίστησον δὲ εἰ κατὰ μίαν ἐκδοχὴν «κόσμος» ἐστὶν ἡ ἐλευθερουμένη κτίσις «ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ», ἧς «ἡ ἀποκαραδοκία» «τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται». «Ἐπίστησον» δὲ προσεθήκαμεν διὰ τὸ παρακεῖσθαι τὸ δυνάμενον τῷ «Ἐγὼ φῶς εἰμι τοῦ κόσμου» συνεξετάζεσθαι ἐπὶ τῶν μαθητῶν ὑπὸ Ἰησοῦ λεγόμενον· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου». Εἰσὶ γὰρ οἱ ὑπο λαμβάνοντες μείζονας εἶναι τοὺς ἀνθρώπους τοὺς τῷ Ἰησοῦ γνησίως μεμαθητευμένους τῶν ἄλλων κτισμάτων, οἱ μὲν φύσει τοιούτους γεγενημένους, οἱ δὲ καὶ ἐν λόγῳ τῷ κατὰ τὸν χαλε πώτερον ἀγῶνα. Πλείους γὰρ οἱ πόνοι καὶ ἐπισφαλὴς ἡ ζωὴ τῶν ἐν σαρκὶ καὶ αἵματι παρὰ τοὺς ἐν αἰθερίῳ σώματι, οὐκ ἂν τῶν ἐν οὐρανῷ φωστήρων ἐν τῷ ἀναλαβεῖν τὰ γήϊνα σώματα ἀκινδύνως καὶ πάντως ἀναμαρτήτως διανυσάντων τὴν ἐνταῦθα ζωήν· οἱ δὲ τῷ λόγῳ τούτῳ παριστάμενοι ταῖς τὰ μέγιστα περὶ ἀνθρώπων ἀποφαινομέναις χρήσονται λέξεσι τῶν γραφῶν τὸ ἀνυπέρθετον τῆς ἐπαγγελίας ὅτι τὸν ἄνθρωπον φθάνει φασκούσαις, οὐ μὴν ταὐτὸν τοῦτο καὶ περὶ τῆς κτίσεως ἤ, ὡς ἐδεξάμεθα, κόσμου ἀπαγγελλούσαις. Τὸ γὰρ «Ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι» καὶ «Ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται» σαφῶς περὶ ἀνθρώπων ἀναγέγραπται· περὶ δὲ τῆς κτίσεως, ὅτι ἐλευθεροῦται «ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ»· καὶ προσθή σουσιν ὅτι οὐχί, εἰ ἐλευθεροῦται, ἤδη καὶ κοινωνεῖ «τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ».
Consider whether, according to one interpretation, the "world" is the creation that is set free "from the slavery of corruption into the freedom of the glory of the children of God," whose "eager expectation" "awaits the revelation of the sons of God." We added "consider" because there lies at hand what can be examined alongside "I am the light of the world," spoken by Jesus concerning the disciples: "You are the light of the world." For there are those who suppose that the human beings who have genuinely become disciples of Jesus are greater than the other created things—some holding that they became such by nature, others that they did so also by reason, in the harder struggle. For the labors are more numerous and the life more perilous for those in flesh and blood than for those in an ethereal body, since the luminaries in heaven would not have passed through the life here without danger and altogether without sin in taking up earthly bodies; but those who maintain this view will use the words of the Scriptures that make the greatest declarations about human beings, saying that the promise reaches man in a way that admits no postponement, but not proclaiming the same thing also about the creation or, as we have received it, the world. For "As I and you are one, that they also may be one in us" and "Where I am, there my servant also will be" have clearly been written about human beings; but about the creation, that it is set free "from the slavery of corruption into the freedom of the glory of the children of God"; and they will add that, even if it is set free, it does not for that reason already share "in the glory of the children of God."
Οὐκ ἀποσιωπήσουσι δὲ οὗτοι καὶ τὸ τὸν πρωτότοκον πάσης κτίσεως διὰ τὴν πρὸς τὸν ἄνθρωπον ὑπὲρ πάντα τιμὴν ἄνθρωπον μὲν γεγονέναι, οὐ μὴν ζῷόν τι τῶν ἐν οὐρανῷ· ἀλλὰ καὶ δεύτερον καὶ διάκονον καὶ δοῦλον τῆς γνώσεως Ἰησοῦ τὸν ἐν τῇ ἀνατολῇ φανέντα ἀστέρα δεδημιουργῆσθαι, ἤτοι ὅμοιον ὄντα τοῖς λοιποῖς ἄστροις ἢ τάχα καὶ κρείττονα, ἅτε τοῦ πάντων διαφέροντος γενόμενον σημεῖον. Καὶ εἰ τὰ καυχήματα τῶν ἁγίων ἐστιν ἐν θλίψεσιν, εἰδότων «ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει», οὔτε ὑπομονὴν οὔτε δοκιμὴν οὔτε ἐλπίδα ἕξει ἡ μὴ τεθλιμμένη κτίσις τὴν ἴσην ἀλλ' ἑτέραν, ἐπεὶ «τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι». Ὁ δὲ μὴ τολμῶν τὰ τηλικαῦτα τῷ ἀνθρώπῳ καταχαρίσασθαι, ὁμόσε χωρήσας τῷ προβλήματι φήσει τῇ ματαιότητι τὴν κτίσιν ὑποτασσομένην θλίβεσθαι, μᾶλλον στενάζουσαν ἢ οἱ ὄντες ἐν τῷ σκήνει στενάζουσιν, ἅτε καὶ πλεῖστον ὅσον χρόνον καὶ πολλαπλασίονα τοῦ ἀνθρωπίνου ἀγῶνος τῇ ματαιότητι δουλεύουσαν. Διὰ τί γὰρ «οὐχ ἑκοῦσα»
These men will not pass over in silence the fact that the firstborn of all creation became a man because of the honor that surpasses all things which he has toward man, yet not any one of the living beings in heaven; but also that the star which appeared in the east was created as second and servant and slave of the knowledge of Jesus, either being like the rest of the stars or perhaps even superior, inasmuch as it became the sign of the one who differs from all. And if the boasts of the saints are in afflictions, since they know "that affliction produces endurance, and endurance produces proven character, and proven character produces hope, and hope does not put to shame," then the creation that has not been afflicted will have neither endurance nor proven character nor hope—not the same hope but another—since "the creation was subjected to futility, not willingly but because of the one who subjected it, in hope." But one who does not dare to grant such great things to man, having come to grips with the problem, will say that the creation, subjected to futility, is afflicted, groaning more than those who are in the tent groan, inasmuch as it serves futility for the greatest length of time and for a period many times greater than the human struggle. For why "not willingly
τοῦτο ποιεῖ, ἢ ὅτι παρὰ φύσιν ἐστὶν αὐτῇ τῇ ματαιότητι ὑποτετάχθαι καὶ μὴ τὴν προηγουμένην ἔχειν τῆς ζωῆς κατάστασιν, ἣν ἀπολήψεται ἐλευθερουμένη ἐν τῇ τοῦ κόσμου φθορᾷ καὶ τῆς τῶν σωμάτων ματαιότητος ἀπολυομένη; Ἀλλ' ἐπεὶ πλείονα καὶ οὐ κατὰ τὸ προκείμενον πρόβλημα δοκοῦμεν εἰρηκέναι, ἐπανελευσόμεθα ἐπὶ τὸ ἐξ ἀρχῆς, ὑπομιμνήσκοντες διὰ τί «φῶς τοῦ κόσμου» ὁ σωτὴρ λέγεται καὶ «φῶς ἀληθινὸν» καὶ «φῶς τῶν ἀνθρώπων». Ἀποδέδοται μὲν γὰρ ὅτι διὰ τὸ φῶς τοῦ κόσμου τὸ αἰσθητὸν λέγεται «φῶς ἀληθινόν», καὶ ὅτι ἤτοι ταὐτόν ἐστι τὸ «φῶς τοῦ κόσμου» «τῷ φωτὶ τῶν ἀνθρώπων» ἢ ἐπιδέχεται ἐξέ τασιν ὡς οὐ ταὐτόν. Ἀναγκαίως δὲ διὰ τοὺς μηδὲν ἐξειληφότας ἐκ τοῦ λόγον εἶναι τὸν σωτῆρα ταῦτα ἠρεύνηται, ἵνα πειθώμεθα μὴ κατὰ ἀποκλήρωσιν ἵστασθαι μὲν ἐπὶ τῆς «λόγος» ἐννοίας καὶ προσηγορίας χωρὶς μεταλήψεως τῆς δυναμένης μεταλαμβάνεσθαι, ἀνάγειν δὲ καὶ ἀλληγορεῖν τὴν «φῶς τοῦ κόσμου» φωνὴν καὶ τὰ λοιπὰ τῶν πολλῶν ἃ παρεθέμεθα. Ὥσπερ δὲ παρὰ τὸ φωτίζειν καὶ καταλάμπειν τὰ ἡγεμονικὰ τῶν ἀνθρώπων ἢ ἁπαξαπλῶς τῶν λογικῶν, «φῶς» ἐστιν «ἀνθρώπων» καὶ «φῶς ἀληθινὸν» καὶ «φῶς τοῦ κόσμου», οὕτως ἐκ τοῦ ἐνεργεῖσθαι τὴν ἀπόθεσιν πάσης νεκρότητος καὶ ἐμφύεσθαι τὴν κυρίως καλου μένην ζωήν, ἐκ νεκρῶν ἀνισταμένων τῶν αὐτὸν γνησίως κεχωρηκότων, καλεῖται «ἡ ἀνάστασις». Τοῦτο δὲ οὐ μόνον ἐπὶ τοῦ παρόντος ἐνεργεῖ τοῖς δυναμένοις λέγειν· «Συνετάφημεν τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος» καὶ συνανέστημεν αὐτῷ· ἀλλὰ πολλῷ μᾶλλον ὅτε ἄκρως πᾶσάν τις ἀποθέμενος νεκρότητα καὶ τὴν αὐτοῦ τοῦ υἱοῦ ἐν καινότητι ζωῆς περιπατεῖ·
Does it do this, or is it contrary to nature for vanity itself to be subjected and not to have the former condition of life, which it will receive back when it is freed in the corruption of the world and released from the vanity of bodies? But since we seem to have said more than the proposed question requires, we shall return to the beginning, reminding [the reader] why the Savior is called "light of the world" and "true light" and "light of men." For it has been explained that because of the sensible light of the world he is called "true light," and that either "light of the world" is the same as "the light of men," or it admits of extension as not being the same. And necessarily, for the sake of those who have understood nothing from the statement that the Savior is the Word, these things have been investigated, so that we may be persuaded that it is not by arbitrary assignment that we stand on the concept and designation "Word" without participation in what is able to be participated in, but that we also refer upward and allegorize the phrase "light of the world" and the rest of the many things which we have set forth. And just as, by reason of his enlightening and illuminating the governing faculties of men or simply of rational beings, he is "light of men" and "true light" and "light of the world," so from his effecting the putting away of all deadness and implanting the life that is properly so called, when those who have genuinely received him rise from the dead, he is called "the resurrection." And this he effects not only in the present for those who are able to say, "We were buried with Christ through baptism" and we rose with him, but much more when someone, having utterly put away all deadness and walking in newness of life—the newness of life of the Son himself—
«τὴν οὖν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι πάντοτε ἐνταῦθα περιφέρομεν»–ὅτε ἀξιο λόγως ὠφελήμεθα–»ἵνα ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τοῖς σώμασιν ἡμῶν φανερωθῇ». Ἀλλὰ καὶ ἡ ἐν σοφίᾳ πορεία καὶ πρακτικὴ τῶν σῳζομένων ἐν αὐτῷ γινομένη κατὰ τὰς περὶ ἀληθείας ἐν λόγῳ θείῳ διεξόδους καὶ πράξεις τὰς κατὰ τὴν ἀληθῆ δικαιο σύνην, παρίστησιν ἡμῖν νοεῖν πῶς αὐτός ἐστιν ἡ ὁδός, ἐφ' ἣν ὁδὸν οὐδὲν αἴρειν δεῖ, οὔτε πήραν οὔτε ἱμάτιον, ἀλλ' οὐδὲ ῥάβδον ἔχοντα ὁδεύειν χρή, οὐδὲ ὑποδήματα ὑποδεδέσθαι κατὰ τοὺς πόδας. Αὐτάρκης γὰρ ἀντὶ παντὸς ἐφοδίου αὐτὴ ἡ ὁδός, καὶ ἀνενδεὴς τυγχάνει πᾶς ὁ ταύτης ἐπιβαίνων, κεκοσμημένος ἐνδύματι ᾧ πρέπει κεκοσμῆσθαι τὸν ἐπὶ τὴν κλῆσιν τοῦ γάμου ἀπιόντα, οὐδενός τε χαλεποῦ δυναμένου ἀπαντῆσαι κατὰ ταύτην τὴν ὁδόν. Ἀμήχανον γὰρ ὁδοὺς ὄφεως ἐπὶ πέτρας εὑρεῖν, κατὰ τὸν Σαλομῶντα, φημὶ δ' ἐγώ, ὅτι καὶ οὗ δήποτε θηρίου. Διὸ οὐδὲ χρεία ῥάβδου ἐν ὁδῷ οὐδὲ ἴχνη τῶν ἐναντίων ἐχούσῃ καὶ ἀνεπιδέκτῳ διὰ τὸ στερρόν, δι' ὅπερ καὶ πέτρα λέγεται, τῶν χειρόνων τυγ χανούση. Ἀλήθεια δὲ ὁ μονογενής ἐστι πάντα ἐμπεριειληφὼς τὸν περὶ τῶν ὅλων κατὰ τὸ βούλημα τοῦ πατρὸς μετὰ πάσης τρανότητος λόγον καὶ ἑκάστῳ κατὰ τὴν ἀξίαν αὐτοῦ, ᾗ ἀλήθειά ἐστι, μεταδιδούς.
"Therefore we always carry about in the body the dying of Jesus here"—when we have been benefited in a manner worthy of mention—"so that the life of Jesus may be made manifest in our bodies." But also the journey in wisdom and the practical conduct of those who are saved in him, taking place through the expositions and deeds concerning truth in the divine Word and according to true righteousness, presents to us the understanding of how he himself is the way, on which way one must take up nothing, neither a bag nor a cloak, but one must not even walk holding a staff, nor have sandals bound on the feet. For the way itself is sufficient in place of every provision, and everyone who sets foot on it is in need of nothing, adorned with the garment with which it is fitting that the one going to the marriage call should be adorned, and no difficulty is able to meet him on this way. For it is impossible to find the ways of a serpent on a rock, according to Solomon—and I myself say, also of any beast whatever. Therefore there is no need of a staff on the way, since it has no traces of adversaries and is unreceptive of them because of its firmness, on account of which it is also called a rock, being unyielding to worse things. And the truth is the Only-begotten, having encompassed the whole account concerning all things according to the will of the Father with all clarity, and imparting to each according to his worth, inasmuch as it is truth.
Ἐὰν δέ τις ζητῇ, εἰ πᾶν ὅ τί ποτε ἐγνωσμένον ὑπὸ τοῦ πατρὸς κατὰ τὸ «βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως» αὐτοῦ ἐπίσταται ὁ σωτὴρ ἡμῶν, καὶ φαντασίᾳ τοῦ δοξάζειν τὸν πατέρα ἀπο φαίνηταί τινα γινωσκόμενα ὑπὸ τοῦ πατρὸς ἀγνοεῖσθαι ὑπὸ τοῦ υἱοῦ, διαρκοῦντος ἐξισωθῆναι ταῖς καταλήψεσι τοῦ ἀγεννήτου θεοῦ, ἐπιστατέον αὐτὸν ἐκ τοῦ ἀλήθειαν εἶναι τὸν σωτῆρα καὶ προσακτέον ὅτι, εἰ ὁλόκληρός ἐστιν ἡ ἀλήθεια, οὐδὲν ἀληθὲς ἀγνοεῖ, ἵνα μὴ σκάζῃ λείπουσα ἡ ἀλήθεια οἷς οὐ γινώσκει, κατ' ἐκείνους τυγχάνουσιν ἐν μόνῳ τῷ πατρί, ἢ δεικνύτω τις ὅτι ἐστὶν ἃ γινωσκόμενα τῆς ἀληθείας προση γορίας οὐ τυγχάνοντα ἀλλὰ ὑπὲρ αὐτὴν ὄντα. Σαφὲς δὲ ὅτι κυρίως τῆς εἰλικρινοῦς καὶ ἀμιγοῦς πρός τι ἕτερον ζωῆς ἡ ἀρχὴ ἐν τῷ πρωτοτόκῳ πάσης κτίσεως τυγχάνει· ἀφ' ἧς οἱ μέτοχοι τοῦ Χριστοῦ λαμβά νοντες τὴν ἀληθῶς ζῶσι ζωὴν, τῶν παρ' αὐτὸν νομιζομένων ζῆν ὥσπερ οὐκ ἐχόντων τὸ ἀληθινὸν φῶς, οὕτως οὐδὲ τὸ ἀληθινὸν ζῆν. Καὶ ἐπεὶ ἐν τῷ πατρὶ οὐκ ἔστι γενέσθαι ἢ παρὰ τῷ πατρὶ μὴ φθάσαντα πρῶτον κάτωθεν
But if anyone asks whether our Savior knows every thing whatsoever that has been known by the Father according to the "depth of the riches and wisdom and knowledge" of his, and if by an impression of glorifying the Father someone appears to think that certain things known by the Father are unknown by the Son—since it is sufficient for him to be equaled to the comprehensions of the unbegotten God—one must set upon him from the fact that the Savior is truth, and must bring forward that, if the truth is whole, it knows nothing true [that is unknown], lest the truth be lame, lacking in those things which it does not know, which happen to be in the Father alone; or let someone show that there are things known which do not attain the name of truth but are beyond it. But it is clear that properly the beginning of the pure and unmixed life, [unmixed] toward anything else, is in the firstborn of all creation; from which the partakers of Christ, receiving it, live the truly living life, [while] those who are thought by them to live are as those not having the true light, so neither the true living. And since it is not possible to come to be in the Father, or beside the Father, without first having arrived from below
ἀναβαίνοντα ἐπὶ τὴν τοῦ υἱοῦ θεότητα, δι' ἧς τις χειραγωγηθῆναι δύναται καὶ ἐπὶ τὴν πατρικὴν μακαριότητα, «θύρα» ὁ σωτὴρ ἀναγέγραπται. Φιλάνθρωπος δὲ ὢν καὶ τὴν ὅπως ποτὲ ἐπὶ τὸ βέλτιον ἀποδεχόμενος τῶν ψυχῶν ῥοπὴν τῶν ἐπὶ τὸν λόγον μὴ σπευδόντων ἀλλὰ δίκην προβάτων οὐκ ἐξητασμένον ἀλλὰ ἄλογον τὸ ἥμερον καὶ πρᾷον ἐχόντων ποιμὴν γίνεται· «Ἀνθρώπους γὰρ καὶ κτήνη σῴζει ὁ κύριος»· καὶ ὁ Ἰσραὴλ δὲ καὶ ὁ Ἰούδας σπείρεται σπέρμα οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ κτηνῶν. Πρὸς τούτοις ἐπισκοπητέον ἐξ ἀρχῆς τὴν Χριστὸς προσηγορίαν καὶ προσληπτέον τὴν βασιλεύς, ἵνα τῇ παραθέσει ἡ διαφορὰ νοηθῇ. Λέγεται δὴ ἐν τῷ τεσσαρα κοστῷ τετάρτῳ ψαλμῷ ὁ ἠγαπηκὼς δικαιοσύνην καὶ ἀνομίαν μεμισηκὼς παρὰ τοὺς μετόχους αἰτίαν τοῦ κεχρίσθαι τὸ οὕτω δικαιοσύνῃ προσεληλυθέναι ἐσχηκέναι καὶ τὴν ἀνομίαν μεμισηκέναι, ὡς οὐχ ἅμα τῷ εἶναι τὴν χρίσιν συνυπάρχουσαν καὶ συγκτισθεῖσαν λαβών, ἥτις χρίσις βασιλείας ἐπὶ γεννητοῖς ἐστι σύμβολον, ἔσθ' ὅτε δὲ καὶ ἱερωσύνης· ἆρ' οὖν ἐπιγενητή ἐστιν ἡ τοῦ υἱοῦ τοῦ θεοῦ βασιλεία καὶ οὐ συμφυὴς αὐτῷ; Καὶ πῶς οἷόν τε τὸν πρωτότοκον πάσης κτίσεως, οὐκ ὄντα βασιλέα, ὕστερον βασιλέα γεγονέναι διὰ τὸ ἠγαπηκέναι δικαιοσύνην, καὶ ταῦτα τυγχάνοντα δικαιοσύνην; μήποτε δὲ λανθάνει ἡμᾶς ὁ μὲν ἄνθρωπος αὐτοῦ Χριστὸς ὤν, κατὰ τὴν ψυχὴν διὰ τὸ ἀνθρώπινον καὶ τεταραγμένην καὶ περίλυπον γεγενημένην μάλιστα νοούμενος, ὁ δὲ βασιλεὺς κατὰ τὸ θεῖον. Παραμυθοῦμαι δὲ τοῦτο ἐξ ἑβδομηκοστοῦ πρώτου ψαλμοῦ λέγοντος·
ascending to the divinity of the Son, through which one can be led by the hand also to the Father's blessedness, the Savior is recorded as a "door." And being a lover of humanity and accepting however the inclination of souls toward the better—of those who do not hasten to the word but, like sheep, have their gentleness and meekness unexamined and irrational—he becomes a shepherd; for "the Lord saves humans and cattle"; and Israel and Judah are sown as seed not only of humans but also of cattle. In addition to these things, one must examine from the beginning the appellation "Christ" and take up that of "King," so that by comparison the difference may be understood. Indeed, in the forty-fourth psalm, the one who has loved righteousness and hated lawlessness is said, in comparison with his fellows, to have had as the cause of his being anointed his having thus come to righteousness and having hated lawlessness, as though he did not receive the anointing as existing together with him and created together with him—which anointing is a symbol of kingship among begotten beings, and sometimes also of priesthood. Is the kingship of the Son of God, then, something added afterward and not innate to him? And how is it possible that the firstborn of all creation, not being king, later became king because he loved righteousness—and that though he himself is righteousness? Perhaps, however, it escapes us that the man is his Christ, understood especially according to the soul, which because of the human condition became troubled and deeply grieved, while the king is according to the divine. And I draw comfort for this from the seventy-first psalm, which says:
«Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει»· σαφῶς γὰρ εἰς Σαλομῶντα ἐπιγεγραμμένος ὁ ψαλμὸς περὶ Χριστοῦ προφητεύεται. Καὶ ἄξιον ἰδεῖν τίνι βασιλεῖ τὸ κρίμα εὔχεται δοθῆναι ὑπὸ θεοῦ ἡ προφητεία καὶ τίνι υἱῷ βασιλέως καὶ ποίου βασιλέως τὴν δικαιοσύνην. Ἡγοῦμαι οὖν «βασιλέα» μὲν λέγεσθαι τὴν προηγουμένην τοῦ πρωτο τόκου πάσης κτίσεως φύσιν, ᾗ δίδοται διὰ τὸ ὑπερέχειν τὸ κρίνειν· τὸν δὲ ἄνθρωπον, ὃν ἀνείληφεν, ὑπ' ἐκείνης μορφούμενον κατὰ δικαιοσύνην καὶ ἐκτυπούμενον, «υἱὸν τοῦ βασιλέως». Καὶ προσάγομαι εἰς τὸ τοῦθ' οὕτως ἔχειν παραδέξασθαι ἀπὸ τοῦ εἰς ἕνα λόγον συνῆχθαι ἀμφότερα καὶ τὰ ἐπιφερόμενα οὐκέτι ὡς περὶ δύο τινῶν ἀπαγγέλλεσθαι ἀλλ' ὡς περὶ ἑνός. Πεποίηκε γὰρ ὁ σωτὴρ «τὰ ἀμφότερα ἕν», τάχα τὴν ἀπαρχὴν τῶν γινομένων ἀμφοτέρων ἓν ἐν ἑαυτῷ πρὸ πάντων ποιήσας· «ἀμφοτέρων» δὲ λέγω καὶ ἐπὶ τῶν ἀνθρώπων, ἐφ' ὧν ἀνακέκραται τῷ ἁγίῳ πνεύματι ἡ ἑκάστου ψυχὴ καὶ γέγονεν ἕκαστος τῶν σῳζομένων πνευ ματικός. Ὥσπερ οὖν εἰσί τινες ποιμαινόμενοι ὑπὸ Χριστοῦ διὰ τὸ σφῶν αὐτῶν, ὡς προειρήκαμεν, πρᾷον μὲν καὶ εὐσταθὲς ἀλογώτερον δέ, οὕτω καὶ βασιλευόμενοι κατὰ τὸ λογικώτερον προσιέναι τῇ θεοσεβείᾳ. Καὶ βασιλευομένων διαφοραί, ἤτοι μυστικώτερον καὶ ἀπορρητότερον καὶ θεοπρεπέστερον βασιλευομένων ἢ ὑποδεέστερον.
"God, give your judgment to the king, and your righteousness to the king's son, to judge your people in righteousness and your poor in judgment"; for the psalm, clearly inscribed for Solomon, prophesies concerning Christ. And it is worth seeing to which king the prophecy prays that judgment be given by God, and to which son of a king, and of what kind of king, the righteousness. I therefore consider that "king" refers to the preeminent nature of the firstborn of all creation, to which it is given to judge because it excels; and the man whom it has taken up, being formed and molded by that nature according to righteousness, is the "son of the king." And I am led to accept that this is so from the fact that both have been gathered into one account, and the things that follow are no longer announced as concerning two beings but as concerning one. For the Savior has made "both one," perhaps making the firstfruits of both that come to be one in himself before all things; and I say "both" also in the case of human beings, in whom the soul of each has been mingled with the Holy Spirit and each of those who are saved has become spiritual. Just as, then, there are some who are shepherded by Christ because their own nature, as we have said before, is gentle and steady but more irrational, so too there are those who are ruled as king according to what is more rational, approaching piety. And there are differences among those who are ruled as king, either being ruled in a more mystical and secret and God-befitting manner, or in an inferior one.
Καὶ εἴποιμ' ἂν τοὺς μὲν τεθεωρηκότας τὰ ἔξω σωμάτων, καλούμενα παρὰ τῷ Παύλῳ «ἀόρατα» καὶ «μὴ βλεπόμενα», ἔξω παντὸς αἰσθητοῦ λόγῳ γεγενημένους, βασιλευομένους ὑπὸ τῆς προηγουμένης φύσεως τοῦ μονογενοῦς· τοὺς δὲ μέχρι τοῦ περὶ τῶν αἰσθητῶν λόγου ἐφθακότας καὶ διὰ τούτων δοξάζοντας τὸν πεποιηκότα καὶ αὐτοὺς ὑπὸ λόγου βασιλευομένους ὑπὸ τοῦ Χριστοῦ βασιλεύεσθαι. Μηδεὶς δὲ προσκοπτέτω διακρινόντων ἡμῶν τὰς ἐν τῷ σωτῆρι ἐπινοίας, οἰόμενος καὶ τῇ οὐσίᾳ ταὐτὸν ἡμᾶς ποιεῖν. Πάνυ δὲ καὶ τοῖς τυχοῦσιν σαφὲς, πῶς ἐστι διδάσκαλος καὶ σαφηνιστὴς τῶν εἰς εὐσέβειαν συντεινόντων ὁ κύριος ἡμῶν καὶ κύριος δούλων τῶν ἐχόντων «πνεῦμα δουλείας εἰς φόβον». Προκοπτόντων δὲ καὶ ἐπὶ τὴν σοφίαν σπευδόντων καὶ ταύτης ἀξιουμένων–ἐπεὶ «ὁ δοῦλος οὐκ οἶδε τί θέλει ὁ κύριος αὐτοῦ»–οὐ μένει κύριος, γινόμενος αὐτῶν «φίλος». Καὶ αὐτὸς τοῦτο διδάσκει, ὅπου μὲν ὅτε ἔτι δοῦλοι ὑπῆρχον οἱ ἀκροώμενοι φάσκων· «Ὑμεῖς
φωνεῖτέ με ὁ διδάσκαλος καὶ ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ»· ὅπου δέ· «Οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε, τί τὸ θέλημα τοῦ κυρίου αὐτοῦ· ἀλλὰ λέγω ὑμᾶς φίλους», ὅτι διαμεμενήκατε «μετ' ἐμοῦ ἐν πᾶσι τοῖς πειρασμοῖς μου». Οἱ οὖν κατὰ φόβον βιοῦντες, ὃν ἀπαιτεῖ ἀπὸ τῶν οὐ καλῶν δούλων ὁ θεὸς– ὡς ἀνέγνωμεν ἐν τῷ Μαλαχίᾳ· «Εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου;» –δοῦλοι τυγχάνουσι κυρίου τοῦ σωτῆρος αὐτῶν καλουμένου.
And I would say that those who have contemplated the things outside bodies, called by Paul "invisible" and "unseen," having come to be outside every sensible thing by reason, are ruled by the preeminent nature of the Only-begotten; while those who have reached only as far as the account concerning sensible things, and through these glorify the Maker, are themselves ruled by the Word, being ruled by Christ. Let no one take offense when we distinguish the conceptions in the Savior, supposing that we make them the same also in essence. And it is entirely clear even to ordinary people how our Lord and Lord of servants who have "a spirit of slavery unto fear" is a teacher and expounder of the things that contribute to piety. But when they progress and hasten toward wisdom and are deemed worthy of it—since "a servant does not know what his lord wishes"—he does not remain lord, becoming their "friend." And he himself teaches this, saying in one place, when those who heard him were still servants: "You call me teacher and lord, and you speak rightly, for I am"; and in another place: "I no longer call you servants, because a servant does not know what the will of his lord is; but I call you friends," because you have remained "with me in all my temptations." Those, then, who live according to the fear that God requires of wicked servants—as we read in Malachi: "If I am a lord, where is my fear?"—are servants of the Lord who is called their Savior.
Ἀλλὰ διὰ τούτων πάντων οὐ σαφῶς ἡ εὐγένεια παρίσταται τοῦ υἱοῦ, ὅτε δὲ τὸ «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε» λέγεται πρὸς αὐτὸν ὑπὸ τοῦ θεοῦ, ᾧ ἀεί ἐστι τὸ «σήμερον», – οὐκ ἔνι γὰρ ἑσπέρα θεοῦ, ἐγὼ δὲ ἡγοῦμαι, ὅτι οὐδὲ πρωΐα, ἀλλὰ ὁ συμπαρεκτείνων τῇ ἀγενήτῳ καὶ ἀϊδίῳ αὐτοῦ ζωῇ, ἵν' οὕτως εἴπω, χρόνος ἡμέρα ἐστὶν αὐτῷ σήμερον, ἐν ᾗ γεγέννηται ὁ υἱός–, ἀρχῆς γενέσεως αὐτοῦ οὕτως οὐχ εὑρισκομένης ὡς οὐδὲ τῆς ἡμέρας. Προσθετέον τοῖς εἰρημένοις πῶς ἐστιν ὁ υἱὸς «ἀληθινὴ ἄμπελος». Τοῦτο δὲ δῆλον ἔσται τοῖς συνιεῖσιν ἀξίως χάριτος προφητικῆς τὸ «Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου». Εἰ γὰρ ἡ καρδία τὸ διανοητικόν ἐστι, τὸ δὲ εὐφραῖνον αὐτὸ ὁ ποτιμώτατός ἐστι λόγος, ἐξιστῶν ἀπὸ τῶν ἀνθρωπικῶν καὶ ἐνθουσιᾶν ποιῶν καὶ μεθύειν μέθην οὐκ ἀλόγιστον ἀλλὰ θείαν, ἣν οἶμαι καὶ Ἰωσὴφ τοὺς ἀδελφοὺς μεθύειν ποιεῖ, εὐλόγως ὁ τὸν εὐφραί νοντα καρδίαν ἀνθρώπου οἶνον φέρων «ἄμπελός» ἐστιν «ἀληθινή»· διὰ τοῦτο «ἀληθινή», ἐπεὶ βότρυς ἔχει τὴν ἀλήθειαν καὶ κλήματα τοὺς μαθητάς, μιμητὰς αὐτοῦ καὶ αὐτοὺς καρποφοροῦντας τὴν ἀλήθειαν. Ἔργον δὲ διαφορὰν παραστῆσαι ἄρτου καὶ ἀμπέλου, ἐπεὶ οὐ μόνον ἄμπελος ἀλλὰ καὶ ἄρτος ζωῆς εἶναί φησιν.
But through all these things the nobility of the Son is not clearly established; but when "You are my Son, today I have begotten you" is said to him by God, to whom "today" always belongs—for there is no evening of God, and I think not even morning, but the time that coextends with his unbegotten and eternal life, so to speak, is to him a day, "today," in which the Son has been begotten—, the beginning of his generation is thus not found, just as neither is that of the day. To what has been said we must add how the Son is "the true vine." And this will be clear to those who understand worthily of prophetic grace the saying "Wine gladdens the heart of man." For if the heart is the faculty of thought, and what gladdens it is the most drinkable word, transporting one away from human things and causing one to be inspired and to be drunk with a drunkenness not irrational but divine—which I think Joseph also causes his brothers to drink—then reasonably he who brings the wine that gladdens the heart of man is "the true vine"; for this reason "true," since it has the cluster of grapes, which is the truth, and the branches, which are the disciples, themselves imitators of him and bearing fruit, the truth. And it is a task to set forth the difference between bread and the vine, since he says he is not only a vine but also the bread of life.
Ὅρα δὲ μήποτε, ὥσπερ ὁ ἄρτος τρέφει καὶ ἰσχυροποιεῖ καὶ στηρίζειν λέγεται καρδίαν ἀνθρώπου, ὁ δὲ οἶνος ἥδει καὶ εὐφραίνει καὶ διαχεῖ, οὕτως τὰ μὲν ἠθικὰ μαθήματα, ζωὴν περιποιοῦντα τῷ μανθάνοντι καὶ πράττοντι, ἄρτος ἐστὶ τῆς ζωῆς–οὐκ ἂν ταῦτα γεννήματα λέγοιτο τῆς ἀμπέλου–, τὰ δὲ εὐφραίνοντα καὶ ἐνθουσιᾶν ποιοῦντα ἀπόρρητα καὶ μυστικὰ θεωρήματα, τοῖς κατατρυφῶσι τοῦ κυρίου ἐγγινόμενα καὶ οὐ μόνον τρέ φεσθαι ἀλλὰ καὶ τρυφᾶν ποθοῦσιν, ἔστιν ἀπὸ τῆς ἀληθινῆς ἀμπέλου ἐρχόμενα, «οἶνος» καλούμενα. Πρὸς τούτοις δὲ ἐπιστατέον τῷ πῶς «πρῶτος καὶ ἔσχατος» εἶναι ἐν τῇ Ἀποκαλύψει ἀνα γέγραπται, ἕτερος κατὰ τὸ πρῶτος εἶναι τυγχάνων τοῦ Α καὶ τῆς ἀρχῆς, καὶ κατὰ τὸ ἔσχατος οὐχ ὁ αὐτὸς τῷ Ω καὶ τῷ τέλει. Ἡγοῦμαι τοίνυν τῶν λογικῶν ζῴων ἐν πολλοῖς εἴδεσι χαρακτηριζομένων, εἶναί τι πρῶτον αὐτῶν καὶ δεύτερον καὶ τρίτον καὶ τὰ καθεξῆς ἕως ἐσχάτου. Καὶ τὸ μὲν ἀκριβὲς εἰπεῖν τί πρῶτον καὶ ποῖον τὸ δεύτερον καὶ ἐπὶ τίνος ἀληθὲς τὸ τρίτον καὶ οὕτως μέχρι τοῦ τελευταίου φθάσαι οὐ πάνυ τι ἀνθρώπινον, ἀλλὰ ὑπὲρ τὴν ἡμετέραν ἐστὶ φύσιν. Στῆναι δὲ καὶ περιλαλῆσαι τὰ εἰς τὸν τόπον ὡς οἷοί τέ ἐσμεν πειρα σόμεθα. Εἰσί τινες θεοὶ ὧν ὁ θεὸς θεός ἐστιν, ὡς αἱ προφητεῖαί φασιν· «Ἐξομολογεῖσθε τῷ θεῷ τῶν θεῶν» καὶ «Θεὸς θεῶν ἐλάλησε κύριος, καὶ ἐκάλεσε τὴν γῆν»· θεὸς δὲ κατὰ τὸ εὐαγγέλιον «οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων»· ζῶντες ἄρα εἰσὶ καὶ οἱ θεοί, ὧν ὁ θεὸς θεός ἐστι. Καὶ ὁ ἀπόστολος δὲ γράφων ἐν τῇ πρὸς Κορινθίους·
But observe whether perhaps, just as bread nourishes and strengthens and is said to support the heart of man, while wine gladdens and cheers and diffuses, so the ethical teachings, which procure life for the one who learns and practices them, are the bread of life—these would not be called offspring of the vine—while the secret and mystical contemplations that gladden and produce inspiration, arising in those who delight in the Lord and who long not only to be nourished but also to luxuriate, come from the true vine and are called "wine." In addition to these things, one must attend to how in the Revelation he is written to be "first and last," being other than the A and the beginning in respect of being first, and in respect of being last not the same as the Ω and the end. I consider, then, that since rational living beings are characterized in many kinds, there is a first of them and a second and a third and so on in order up to the last. And to state precisely what is first and what sort is second and in what case the third is true and thus to reach the final one is not at all a human thing, but is beyond our nature. But to stand and discuss the matters pertaining to the place, as best we are able, we shall attempt. There are certain gods whose God is God, as the prophecies say: "Give thanks to the God of gods," and "God of gods, the Lord, spoke and called the earth"; and God, according to the Gospel, is "not of the dead but of the living." Therefore the gods are living, whose God is God. And the apostle also, writing in the [letter] to the Corinthians,
«Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί» κατὰ τὰ προφητικὰ τὸ τῶν θεῶν ἐξείληφεν ὄνομα ὡς τυγχανόντων. Εἰσὶ δὲ παρὰ τοὺς θεούς, ὧν ὁ θεὸς θεός ἐστιν, ἕτεροί τινες οἳ καλοῦνται «θρόνοι» καὶ ἄλλοι λεγόμενοι «ἀρχαί, κυριότητές τε καὶ ἐξουσίαι» παρὰ τούτους ἄλλοι. Διὰ δὲ τὸ «Ὑπὲρ πᾶν ὄνομα ὀνομαζόμενον οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι» καὶ ἄλλα παρὰ ταῦτα οὐ πάνυ συνήθως ἡμῖν ὀνομαζόμενα δεῖ πιστεύειν εἶναι λογικά, ὧν ἕν τι γένος ἐκάλει Σαβαὶ ὁ Ἑβραῖος, παρ' ὃ ἐσχηματίσθαι τὸν Σαβαώθ, ἄρχοντα ἐκείνων τυγχάνοντα, οὐχ ἕτερον τοῦ θεοῦ. Καὶ ἐπὶ πᾶσι θνητὸν λογικὸν ὁ ἄνθρωπος. Ὁ τοίνυν τῶν ὅλων θεὸς πρῶτόν τι τῇ τιμῇ γένος λογικὸν πεποίηκεν, ὅπερ οἶμαι τοὺς καλουμένους θεούς, καὶ δεύτερον ἐπὶ τοῦ παρόντος καλείσθωσαν
«θρόνοι», καὶ τρίτον χωρὶς διστάσεως «ἀρχαί». Οὕτω δὲ τῷ λογικῷ καταβατέον ἐπὶ ἔσχατον λογικόν, τάχα οὐκ ἄλλο τι τοῦ ἀνθρώπου τυγχάνον. Ὁ τοίνυν σωτὴρ θειότερον πολλῷ ἢ Παῦλος γέγονε «τοῖς πᾶσι πάντα», ἵνα «πάντα» ἢ «κερδήσῃ» ἢ τελειώσῃ, καὶ σαφῶς γέγονεν ἀνθρώποις ἄνθρωπος καὶ ἀγγέλοις ἄγγελος. Καὶ περὶ μὲν τοῦ ἄνθρωπον αὐτὸν γεγονέναι οὐδεὶς τῶν πεπιστευκότων διστάξει· περὶ δὲ τοῦ ἄγγελον πειθώμεθα τηροῦντες τὰς τῶν ἀγγέλων ἐπιφανείας καὶ λόγους, ὅτε τῆς τῶν ἀγγέλων ἐξουσίας φαίνεται ἔν τισι τόποις τῆς γραφῆς ἀγγέλων λεγόντων, ὥσπερ ἐπὶ τοῦ «Ὤφθη ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου. Καὶ εἶπεν· Ἐγὼ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ». Ἀλλὰ καὁ Ἡσαΐας φησί· «Καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος».
Though there are many gods and many lords,” according to the prophetic writings he has taken up the name of gods as belonging to those who are so. But besides the gods, of whom God is God, there are certain others who are called “thrones,” and others said to be “principalities, dominions, and powers,” and others besides these. And because of “every name that is named, not only in this age but also in the age to come,” we must believe that there are also other rational beings besides these, not at all commonly named by us, one kind of which the Hebrew called Sabai, from which Sabaoath has been formed, who is their ruler, not other than God. And above all, man is the mortal rational being. The God of all things, then, has made a certain rational kind first in honor, which I think are those called gods, and a second, let them for the present be called “thrones,” and a third, without hesitation, “principalities.” And so one must descend through the rational to the last rational being, which is perhaps nothing other than man. The Savior, then, has become “all things to all” far more divinely than Paul, so that he might “gain” or perfect “all things,” and he has clearly become a man to men and an angel to angels. And that he became a man, none of those who have believed will doubt; but concerning his being an angel let us be persuaded, keeping in mind the appearances and words of angels, when in certain places of Scripture he appears as one of the authority of angels, as in the case of “An angel of the Lord appeared in a flame of fire from the bush. And he said: I am the God of Abraham and Isaac and Jacob.” But Isaiah also says: “His name is called the angel of great counsel.
Πρῶτος οὖν καὶ ἔσχατος ὁ σωτήρ, οὐχ ὅτι οὐ τὰ μεταξύ, ἀλλὰ τῶν ἄκρων, ἵνα δηλωθῇ, ὅτι «τὰ πάντα» γέγονεν αὐτός. Ἐπίστησον δὲ πότερον ἄνθρωπός ἐστι τὸ «ἔσχατον» ἢ τὰ καλούμενα καταχθόνια, ὧν εἰσι καὶ οἱ δαίμονες, ἤτοι πάντες ἤ τινες. Ζητητέον τὰ εἰς ἃ καὶ αὐτὰ γενόμενος ὁ σωτὴρ διὰ τοῦ προφήτου Δαβίδ φησι· «Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος», ὥσπερ πλέον ἔχων παρὰ ἀνθρώπους κατὰ τὴν ἐκ παρθένου γένεσιν καὶ κατὰ τὸν λοιπὸν ἐν παραδόξοις βίον, οὕτως ἐν νεκροῖς κατὰ τὸ μόνος ἐκεῖ εἶναι ἐλεύθερος· οὐκ ἐγκαταλέλειπται ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾅδην. Οὕτως μὲν οὖν «πρῶτος καὶ ἔσχατος». Εἰ δέ ἐστι γράμματα θεοῦ, ὥσπερ ἔστιν, ἅπερ ἀναγι νώσκοντες οἱ ἅγιοί φασιν ἀνεγνωκέναι τὰ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ, τὰ στοιχεῖα ἐκεῖνα, ἵνα δι' αὐτῶν τὰ οὐράνια ἀνα γνωσθῇ, αἱ ἔννοιαι τυγχάνουσιν κατακερματιζόμεναι εἰς Α καὶ τὰ ἑξῆς μέχρι τοῦ Ω, τοῦ υἱοῦ τοῦ θεοῦ. Πάλιν δὲ ἀρχὴ καὶ τέλος ὁ αὐτός, ἀλλ' οὐ κατὰ τὰς ἐπινοίας ὁ αὐτός. Ἀρχὴ γάρ, ὡς ἐν ταῖς παροιμίαις μεμαθήκαμεν, καθ' ὃ σοφία τυγχάνει, ἐστί· γέγραπται γοῦν· «Ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ»· καθ' ὃ δὲ λόγος ἐστίν, οὐκ ἔστιν ἀρχή· «Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος». Οὐκοῦν αἱ ἐπίνοιαι αὐτοῦ ἔχουσιν ἀρχὴν καὶ δεύτερόν τι παρὰ τὴν ἀρχὴν καὶ τρίτον καὶ οὕτως μέχρι τέλους· ὡσεὶ ἔλεγεν «ἀρχή εἰμι καθ' ὃ σοφία εἰμί», δεύτερον δέ, εἰ οὕτω τύχοι, «καθ' ὃ ἀόρατός εἰμι», καὶ τρίτον «καθ' ὃ ζωή», ἐπεὶ «ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν».
The Savior, then, is first and last—not because there are no intermediate things, but because of the extremes, so that it may be made clear that he has become "all things." Consider, however, whether the "last" is man or the so-called subterranean realms, to which belong also the demons—either all of them or some. We must inquire into those things into which the Savior himself, having become them, says through the prophet David: "And I became as a man without help, free among the dead"—as having more than men in accordance with his birth from a virgin and his remaining life amid wonders, so among the dead in accordance with his being alone free there; his soul was not abandoned to Hades. In this way, then, he is "first and last." But if there are letters of God, as indeed there are, which the saints, reading them, say they have read—those things on the tablets of heaven, those elements—so that through them the heavenly things may be read, the concepts are found divided into fragments from Alpha and so on up to Omega, of the Son of God. Again, the same is beginning and end, but not the same in respect of his concepts. For he is a beginning, as we have learned in the Proverbs, in respect of being wisdom; for it is written: "God created me as the beginning of his ways for his works." But in respect of being the Word, he is not a beginning; for "in the beginning was the Word." Therefore his concepts have a beginning and a second after the beginning, and a third, and so on until the end—as if he were saying, "I am a beginning in respect of being wisdom," and second, if it so be, "in respect of being invisible," and third, "in respect of being life," since "what has come to be in him was life."
Καὶ εἴ τις ἱκανὸς βασανίζων τὸν νοῦν τῶν γραφῶν ὁρᾶν, τάχα εὑρήσει πολλὰ τῆς τάξεως καὶ τὸ τέλος· οὐκ οἶμαι γὰρ ὅτι πάντα. Σαφέστερον δ' ἡ ἀρχὴ καὶ τὸ τέλος δοκεῖ κατὰ τὴν συνήθειαν ὡς ἐπὶ ἡνωμένου λέγεσθαι, οἷον ἀρχὴ οἰκίας ὁ θεμέλιος καὶ τέλος ἡ στεφάνη. Καὶ ἐφαρμοστέον γε διὰ τὸ «ἀκρογωνιαῖον» εἶναι «λίθον» τὸν Χριστὸν τῷ ἡνωμένῳ παντὶ σώματι τῶν σῳζομένων τὸ παράδειγμα τὸ «πάντα» γὰρ καὶ «ἐν πᾶσι» Χριστὸς ὁ μονογενής, ὡς μὲν ἀρχὴ ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὡς δὲ τέλος ἐν τῷ τελευταίῳ τῶν ἁγίων δηλονότι τυγχάνων καὶ ἐν τοῖς μεταξύ, ἢ ὡς μὲν ἀρχὴ ἐν Ἀδάμ, ὡς δὲ τέλος ἐν τῇ ἐπιδημίᾳ, κατὰ τὸ εἰρημένον· «Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν». Πλὴν τοῦτο τὸ ῥητὸν ἐφαρμόσει καὶ τῇ ἀποδόσει τοῦ «πρῶτος καὶ ἔσχατος». Τηρήσαντες μέντοι τὰ εἰρημένα περὶ «πρώτου καὶ ἐσχάτου» καὶ περὶ «ἀρχῆς καὶ τέλους», ὅπου μὲν εἰς εἴδη λογικῶν ἀνηνέγκαμεν, ὅπου δὲ εἰς διαφόρους ἐπινοίας τοῦ υἱοῦ τοῦ θεοῦ τὸν λόγον, καὶ ἔχομεν τὴν διαφορὰν «πρώτου» καὶ «ἀρχῆς», καὶ «ἐσχάτου» καὶ «τέλους», ἔτι δὲ καὶ τοῦ «Α» καὶ τοῦ «Ω». Οὐκ ἄδηλον οὐδὲ τὸ «ζῶν» καὶ «νεκρός», καὶ μετὰ τὸ νεκρὸς ζῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἐπεὶ γὰρ οὐκ ὠφελήμεθα ἀπὸ τῆς προηγουμένης ζωῆς αὐτοῦ γενόμενοι ἐν ἁμαρτίᾳ, κατέβη ἐπὶ τὴν νεκρότητα ἡμῶν, ἵνα ἀποθανόντος αὐτοῦ τῇ ἁμαρτίᾳ «τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες», τὴν μετὰ τὴν νεκρότητα ζωὴν αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἐν τάξει χωρῆσαι δυνηθῶμεν·
And if anyone is capable, by examining the meaning of the scriptures, of seeing, perhaps he will find many things of the order and also the end—for I do not think all things. But the beginning and the end seem to be spoken of more clearly according to custom as of something united, for example the beginning of a house is the foundation and the end is the coping-stone. And one must apply, because Christ is the "cornerstone," to the whole united body of those being saved the example—for Christ the only-begotten is "all things" and "in all things," as beginning in the man whom he assumed, and as end in the last of the saints, clearly being also in those in between, or as beginning in Adam, and as end in his visitation, according to what is said: "The last Adam became a life-giving spirit." However, this saying will apply also to the rendering of "first and last." Having indeed kept the things said about "first and last" and about "beginning and end," where we have referred the account to the kinds of rational beings, and where to the different conceptions of the Son of God, we also have the difference of "first" and "beginning," and of "last" and "end," and further also of the "A" and the "Ω." Nor is "the living" and "the dead" unclear, and after being dead, living unto the ages of ages. For since we were not benefited by his former life, having come to be in sin, he descended to our deadness, so that when he died to sin, "carrying about the deadness of Jesus in the body," we might be able to advance in order to his life after the deadness unto the ages of ages.
οἱ γὰρ τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε ἐν τῷ σώματι περιφέροντες καὶ τὴν ζωὴν τοῦ Ἰησοῦ ἕξουσιν ἐν τοῖς σώμασιν αὐτῶν φανερουμένην. Καὶ ταῦτα μὲν ἀπὸ τῶν τῆς καινῆς
διαθήκης βιβλίων ἐλέγετο ὑπ' αὐτοῦ περὶ ἑαυτοῦ. Ἐν δὲ τῷ Ἡσαΐᾳ ἔφασκεν ὑπὸ τοῦ πατρὸς τεθεῖσθαι αὐτοῦ «τὸ στόμα ὡς μάχαιραν ὀξεῖαν» καὶ κεκρύφθαι «ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ», βέλει ἐκλεκτῷ ὡμοιωμένος «καὶ ἐν τῇ φαρέτρᾳ» τοῦ πατρὸς κεκρυμμένος, «δοῦλος» τοῦ θεοῦ τῶν ὅλων ὑπ' αὐτοῦ καλούμενος καὶ «Ἰσραὴλ» καὶ «φῶς ἐθνῶν». Μάχαιρα μὲν οὖν ὀξεῖά ἐστι τὸ στόμα τοῦ υἱοῦ τοῦ θεοῦ, ἐπεὶ «ζῶν τυγχάνει ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας»· ἄλλως τε καὶ ἐλθὼν οὐκ εἰρήνην ἐπὶ τὴν γῆν, τοῦτ' ἔστιν ἐπὶ τὰ σωματικὰ καὶ αἰσθητά, βαλεῖν ἀλλὰ μάχαιραν, καὶ διακόπτων τήν, ἵν' οὕτως εἴπω, ἐπιβλαβῆ φιλίαν ψυχῆς καὶ σώματος, ἵν' ἡ ψυχὴ ἐπιδιδοῦσα αὑτὴν τῷ στρατευομένῳ κατὰ τῆς σαρκὸς πνεύματι φιλιωθῇ τῷ θεῷ, μάχαιραν ἢ ὡς μάχαιραν ὀξεῖαν κατὰ τὸν προφητικὸν λόγον ἔσχε τὸ στόμα· ἀλλὰ καὶ βλέπων τοσούτους τετρωμένους τῇ θείᾳ ἀγάπῃ ὁμοίως τῇ ὁμολογούσῃ τοῦτο πεπονθέναι ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων διὰ τοῦ «Ὅτι τετρωμένη ἀγάπης ἐγώ» τὸ τρῶσαν βέλος τὰς τῶν τοσούτων εἰς ἀγάπην θεοῦ ψυχὰς οὐκ ἄλλο τι εὑρήσει ἢ τὸν εἰπόντα·
For those who always carry about in the body the dying of Jesus will also have the life of Jesus made manifest in their bodies. And these things were being said by him from the books of the new covenant concerning himself. But in Isaiah he was saying that by the Father his mouth had been set "as a sharp sword" and had been hidden "under the shadow of his hand," likened to a chosen arrow "and in the quiver" of the Father hidden, called by him "servant" of the God of all things and "Israel" and "a light of the nations." The mouth of the Son of God, then, is a sharp sword, since "the word of God is living and active and sharper than any two-edged sword and piercing even to the division of soul and spirit, of joints and marrow, and is a judge of the thoughts and intentions of the heart"; and besides, having come not to bring peace upon the earth—that is, upon things bodily and perceptible—but a sword, and cutting through the harmful friendship, so to speak, of soul and body, so that the soul, giving itself over to the spirit that wars against the flesh, may be made a friend of God, he had his mouth as a sword or as a sharp sword according to the prophetic word. But also, seeing so many wounded by divine love, like her who confesses in the Song of Songs that she has suffered this, through "Because I am wounded with love," he will find that the wounding arrow for the souls of so many unto the love of God is none other than the one who said:
«Ἔθηκέ με ὡς βέλος ἐκλεκτόν.» Ἔτι δὲ πᾶς ὁ συνιεὶς πῶς τοῖς μαθητευομένοις ὁ Ἰησοῦς γεγένηται οὐχ ὡς «ὁ ἀνακείμενος ἀλλ' ὡς ὁ διακο νῶν», μορφὴν δούλου ὁ υἱὸς τοῦ θεοῦ ὑπὲρ ἐλευθερίας τῶν δουλευσάντων τῇ ἁμαρτίᾳ λαβών, οὐκ ἀγνοήσει τίνα τρόπον ὁ πατήρ φησι πρὸς αὐτὸν τὸ «Δοῦλός μου εἶ σύ» καὶ μετ' ὀλίγα· «Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παῖδά μου». Τολμητέον γὰρ εἰπεῖν πλείονα καὶ θειοτέραν καὶ ἀληθῶς κατ' εἰκόνα τοῦ πατρὸς τὴν ἀγαθότητα φαίνεσθαι τοῦ Χριστοῦ, ὅτε «ἑαυτὸν ἐταπείνωσε γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ», ἢ εἰ «ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», καὶ μὴ βουληθεὶς ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ γενέ σθαι δοῦλος. Διὰ τοῦτο διδάξαι ἡμᾶς βουλόμενος μέγα δῶρον εἰληφέναι ἀπὸ τοῦ πατρὸς τὸ οὕτως δεδουλευκέναι φησί· «Καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς. Καὶ εἶπέ μοι· Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παῖδά μου.» Μὴ γενόμενος γὰρ δοῦλος οὐκ ἂν ἔστησε «τὰς φυλὰς τοῦ Ἰακὼβ» οὐδὲ «τὴν διασπορὰν τοῦ Ἰσραὴλ» ἐπέστρεψεν, ἀλλ' οὐδὲ γεγόνει ἂν εἰς «φῶς ἐθνῶν», τοῦ «εἶναι εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς». Καὶ μέτριόν γε τὸ δοῦλον αὐτὸν γενέσθαι, εἰ καὶ μέγα ὑπὸ τοῦ πατρὸς εἶναι τοῦτο λέγεται, συγκρίσει ἀρνίου ἀκάκου καὶ ἀμνοῦ. Ὡς γὰρ ἀρνίον ἄκακον γεγένηται ἀγόμενον τοῦ θύεσθαι ὁ ἀμνὸς τοῦ θεοῦ, ἵνα ἄρῃ «τὴν ἁμαρτίαν τοῦ κόσμου», ὁ πᾶσι τοῦ λόγου χορηγός, ὁμοιωθεὶς ἀμνῷ «ἐνώ πιον τοῦ κείροντος» ἀφώνῳ, ὅπως τῷ θανάτῳ αὐτοῦ ἡμεῖς πάντες καθαρθῶμεν, ἀναδιδομένῳ τρόπον φαρμάκου ἐπὶ τὰς ἀντικειμένας ἐνεργείας καὶ τὴν τῶν βουλομένων ἀναδέξασθαι τὴν ἀλήθειαν ἁμαρτίαν·
"He has set me as a chosen arrow." Moreover, everyone who understands how Jesus became to his disciples not as "the one reclining at table but as the one serving," the Son of God having taken the form of a slave for the freedom of those who had been enslaved to sin, will not fail to recognize in what way the Father says to him, "You are my servant," and shortly after: "This is a great thing for you, to be called my child." For one must dare to say that the goodness of Christ appears greater and more divine and truly according to the image of the Father, when "he humbled himself, becoming obedient unto death, even death on a cross," than if "he had regarded it as a prize to be equal with God," and had not willed to become a slave for the salvation of the world. For this reason, wishing to teach us that we have received a great gift from the Father in that he served in this way, he says: "And my God will be my strength. And he said to me: This is a great thing for you, to be called my child." For if he had not become a slave, he would not have raised up "the tribes of Jacob," nor would he have turned back "the dispersion of Israel," nor would he have become "a light of the nations," so as "to be for salvation to the ends of the earth." And indeed it is a moderate thing that he became a slave, even if the Father says that this is a great thing, in comparison with a guileless lamb and a sheep. For as a guileless lamb led to be sacrificed, the lamb of God became, in order to take away "the sin of the world," the one who supplies the word to all, made like a sheep "before its shearer" that is silent, so that by his death we might all be cleansed, being distributed like a medicine against the opposing powers and the sin of those who wish to receive the truth.
ἀτονῆσαι γὰρ ὁ θάνατος τοῦ Χριστοῦ τὰς πολεμούσας τῷ τῶν ἀνθρώπων γένει πεποίηκε δυνάμεις, καὶ † ἐξελεύσεσθαι τὴν ἐν ἑκάστῳ τῶν πιστευόντων ζωὴν τῇ ἁμαρτίᾳ ἀφάτῳ δυνάμει. Ἐπεὶ δὲ ἕως πᾶς ἐχθρὸς αὐτοῦ καταργηθῇ καὶ τελευταῖός γε ὁ θάνατος, αἴρει τὴν ἁμαρτίαν, ἵνα ὁ πᾶς γένηται χωρὶς ἁμαρτίας κόσμος, διὰ τοῦτο ὁ Ἰωάννης δεικνὺς αὐτόν φησιν· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου»· οὐχὶ ὁ μέλλων μὲν αἴρειν οὐχὶ δὲ καὶ αἴρων ἤδη, καὶ οὐχὶ ὁ ἄρας μὲν οὐχὶ δὲ καὶ αἴρων ἔτι· τὸ γὰρ αἴρειν ἐνεργεῖ ἐπὶ ἑνὸς ἑκάστου τῶν ἐν τῷ κόσμῳ, ἕως ἀπὸ παντὸς τοῦ κόσμου ἀφαιρεθῇ ἡ ἁμαρτία καὶ παραδῷ ἕτοιμον βασιλείαν τῷ πατρὶ ὁ σωτήρ, τῷ μὴ εἶναι μηδὲ τὴν τυχοῦσαν ἁμαρτίαν χωροῦσαν τὸ ὑπὸ πατρὸς βασιλεύεσθαι καὶ πάλιν ἐπιδεχομένην τὰ πάντα τοῦ θεοῦ ἐν ὅλῃ ἑαυτῇ καὶ πάσῃ, ὅτε πληροῦται τὸ «ἵνα γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». Ἀλλὰ καὶ «ἀνὴρ» πρὸς τούτοις λέγεται «ὀπίσω Ἰωάννου ἐρχόμενος, ἔμπροσθεν αὐτοῦ γεγενημένος καὶ πρὸ αὐτοῦ ὤν», ἵνα διδαχθῶμεν καὶ τὸν ἄνθρωπον τοῦ υἱοῦ τοῦ θεοῦ τὸν τῇ θεότητι αὐτοῦ ἀνακεκραμένον πρεσβύτερον
For the death of Christ has made powerless the powers that war against the human race, and that the life in each of those who believe will come forth against sin with ineffable power. But since until every enemy of his is abolished and last of all death, he takes away sin, so that the whole world may become without sin, for this reason John, pointing to him, says: "Behold the lamb of God who takes away the sin of the world"—not the one who is going to take it away but does not also already take it away, and not the one who took it away but does not also still take it away; for the taking away is active upon each one individually of those in the world, until sin is removed from the whole world and the Savior hands over to the Father a kingdom ready, since not even any ordinary sin has a place where the Father's rule is, and again receiving all things of God in its whole self and entirely, when that is fulfilled: "that God may become all things in all things." But also "a man" in addition to these things is said to be "coming after John, having become before him and being before him," so that we may be taught that also the man of the Son of God, the one mingled with his divinity, is older
εἶναι τῆς ἐκ Μαρίας γενέσεως, ὅντινα ἄνθρωπόν φησιν ὁ βαπτιστὴς ὅτι «οὐκ ᾔδει». Πῶς δὲ οὐκ ᾔδει ὁ σκιρτήσας ἐν ἀγαλλιάσει ἔτι βρέφος τυγχάνων ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ, ὅτε «ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ» τῆς Μαρίας «εἰς τὰ ὦτα» τῆς Ζαχαρίου γυναικός; Ἐπίστησον οὖν, εἰ δύναται τὸ «οὐκ ᾔδειν» κατὰ τὰ πρὸ σώματος λέγειν· εἰ δὲ καὶ οὐκ ᾔδει μὲν αὐτὸν πρὸ τοῦ ἥκειν εἰς σῶμα, ἔγνω δὲ ἔτι ὄντα ἐν τῇ κοιλίᾳ τῆς μητρός, τάχα μανθάνει τι περὶ αὐτοῦ ἕτερον παρ' ὃ ἐγίνωσκεν, ὅτι ἐφ' ὃν ἂν τὸ πνεῦμα καταβὰν μείνῃ ἐπ' αὐτόν, «οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί». Καὶ γὰρ εἰ ᾔδει αὐτὸν ἔτι ἐκ κοιλίας μητρός, οὔτι γε ἐγίνωσκε πάντα τὰ περὶ αὐτοῦ τάχα δὲ καὶ ἠγνόει, ὅτι «οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί», ὅτε τεθέαται «τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν». Πλὴν «ἄνδρα» αὐτὸν τυγχάνοντα καὶ πρῶτον οὐκ ᾔδει ὁ Ἰωάννης. Οὐδὲν δὲ τῶν προειρημένων ὀνο μάτων τὴν περὶ ἡμῶν πρὸς τὸν πατέρα προστασίαν αὐτοῦ δηλοῖ, παρακαλοῦντος ὑπὲρ τῆς ἀνθρώπων φύσεως καὶ ἱλασκομένου, ὡς «ὁ παράκλητος» καὶ «ὁ ἱλασμὸς» καὶ «τὸ ἱλαστήριον»· ὁ μὲν «παράκλητος» ἐν τῇ Ἰωάννου λεγόμενος ἐπιστολῇ· «Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον, καὶ οὗτος ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν»· καὶ «ὁ ἱλασμὸς» ἐν τῇ αὐτῇ ἐπιστολῇ λεγόμενος «ἱλασμὸς» εἶναι «περὶ τῶν ἁμαρτιῶν ἡμῶν», ὁμοίως δὲ καὶ ἐν τῇ πρὸς Ῥωμαίους «ἱλαστήριον»· «Ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως»·
to be of the generation from Mary, whom the Baptist says he "did not know" as a man. But how did he not know him—he who leaped in exultation while still an infant in Elizabeth's womb, when "the voice of Mary's greeting came into the ears" of Zacharias's wife? Consider, then, whether he can say "I did not know" regarding things before the body; but if he did not know him before he came into a body, yet came to know him while he was still in his mother's womb, perhaps he learns something else about him beyond what he knew—namely, that "he on whom the Spirit descends and remains, this is he who baptizes in the Holy Spirit and fire." For even if he knew him from his mother's womb, he certainly did not know all things about him; perhaps he even was ignorant that "this is he who baptizes in the Holy Spirit and fire," when he had seen "the Spirit descending and remaining upon him." Moreover, John did not know him as a "man" and as first. But none of the names previously mentioned reveals his advocacy on our behalf before the Father, as he intercedes for human nature and makes propitiation, as "the Paraclete" and "the propitiation" and "the mercy seat": "the Paraclete" is spoken of in John's epistle: "For if anyone sins, we have a Paraclete with the Father, Jesus Christ the righteous, and he himself is the propitiation for our sins"; and "the propitiation" is spoken of in the same epistle as being "a propitiation for our sins," and likewise also in Romans "a mercy seat": "Whom God set forth as a mercy seat through faith."
οὗ ἱλαστηρίου εἰς τὰ ἐσώτατα καὶ ἅγια τῶν ἁγίων σκιά τις ἐτύγχανεν τὸ χρυσοῦν ἱλαστήριον, ἐπικείμενον τοῖς δυσὶ Χερουβείμ. Πῶς δ' ἂν παράκλητος καὶ ἱλασμὸς καὶ ἱλαστήριον χωρὶς δυνάμεως θεοῦ ἐξαφανιζούσης ἡμῶν τὴν ἀσθένειαν γενέσθαι οἷός τε ἦν, ἐπιρρεούσης ταῖς τῶν πιστευόντων ψυχαῖς, ὑπὸ Ἰησοῦ διακονουμένης, ἧς πρῶτός ἐστιν, αὐτο δύναμις θεοῦ, δι' ὃν εἴποι τις ἄν· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ»; Διόπερ Σίμωνα μὲν τὸν μάγον αὐτὸν ἀναγορεύοντα «δύναμιν θεοῦ τὴν καλουμένην μεγάλην», ἴσμεν ἅμα τῷ ἀργυρίῳ αὐτοῦ εἰς ὄλεθρον καὶ ἀπώλειαν κεχωρηκέναι· Χριστὸν δὲ ὁμολο γοῦντες ἀληθῶς εἶναι «δύναμιν θεοῦ», πάντα τὰ ὅπου ποτὲ δυναμούμενα μετέχειν αὐτοῦ, καθ' ὃ «δύναμίς» ἐστι, πεπιστεύκαμεν. Μὴ παρασιωπηθήτω δ' ἡμῖν μηδὲ «θεοῦ σοφία» εὐλόγως τυγχάνων καὶ διὰ τοῦτο τοῦτ' εἶναι λεγόμενος. Οὐ γὰρ ἐν ψιλαῖς φαντασίαις τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων τὴν ὑπόστασιν ἔχει ἡ σοφία αὐτοῦ κατὰ τὰ ἀνὰ λόγον τοῖς ἀνθρωπίνοις ἐννοήμασι φαντάσματα. Εἰ δέ τις οἷός τέ ἐστιν ἀσώματον ὑπόστασιν ποικίλων θεωρημάτων περιεχόντων τοὺς τῶν ὅλων λόγους ζῶσαν καὶ οἱονεὶ ἔμψυχον ἐπινοεῖν, εἴσεται τὴν ὑπὲρ πᾶσαν κτίσιν σοφίαν τοῦ θεοῦ καλῶς περὶ αὑτῆς λέγουσαν· «Ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». Δι' ἣν κτίσιν δεδύνηται καὶ πᾶσα κτίσις ὑφεστάναι, οὐκ ἀνένδοχος οὖσα θείας σοφίας, καθ' ἣν γεγένηται· Πάντα γὰρ κατὰ τὸν προφήτην Δαβὶδ ἐν σοφίᾳ ἐποίησεν ὁ θεός.
Of which the golden propitiatory, lying upon the two Cherubim, was a certain shadow of the propitiatory within the innermost and holy of holies. And how could he be a Paraclete and a propitiation and a propitiatory without the power of God that makes our weakness disappear, flowing into the souls of those who believe, ministered by Jesus, of which power he is the first, himself the power of God, through whom one might say: "I can do all things in Christ Jesus who strengthens me"? Therefore we know that Simon the magician, who proclaimed himself "the power of God that is called great," went together with his silver into destruction and perdition; but we who confess that Christ is truly "the power of God" believe that all things, wherever they are empowered, partake of him insofar as he is "power." Nor let it be passed over in silence by us that he is reasonably also "the wisdom of God" and is for this reason called such. For his wisdom does not have its subsistence in mere phantasies of God and Father of all, according to the phantasms that correspond to human conceptions. But if anyone is able to conceive of an incorporeal subsistence encompassing the varied contemplations that contain the principles of all things, living and, as it were, ensouled, he will know the wisdom of God that is above all creation, rightly saying of itself: "God created me as the beginning of his ways for his works." Through this creation all creation has also been able to subsist, not being without a share in the divine wisdom according to which it came to be; for, according to the prophet David, God made all things in wisdom.
Ἀλλὰ πολλὰ μὲν μετοχῇ σοφίας γεγένηται, οὐκ ἀντιλαμβανόμενα αὐτῆς, ᾗ ἔκτισται, σφόδρα δὲ ὀλίγα οὐ μόνον τὴν περὶ αὑτῶν καταλαμβάνει σοφίαν ἀλλὰ καὶ περὶ πολλῶν ἑτέρων, Χριστοῦ τῆς πάσης τυγχάνοντος σοφίας. Ἕκαστος δὲ τῶν σοφῶν καθ' ὅσον χωρεῖ σοφίας, τοσοῦτον μετέχει Χριστοῦ, καθ' ὃ σοφία ἐστίν· ὥσπερ ἕκαστος τῶν δύναμιν ἐχόντων κρείττονα ὅσον εἴληχε τῆς δυνάμεως, τοσοῦτον Χριστοῦ, καθ' ὃ δύναμίς ἐστι, κεκοινώνηκεν. Τὸ παραπλήσιον δὲ καὶ περὶ ἁγιασμοῦ καὶ ἀπολυτρώ σεως νοητέον· αὐτὸς μὲν γὰρ ἁγιασμός, ὅθεν οἱ ἅγιοι ἁγιάζον ται, ἡμῖν ὁ Ἰησοῦς γεγένηται καὶ ἀπολύτρωσις· ἕκαστος δὲ ἡμῶν ἐκείνῳ τῷ ἁγιασμῷ ἁγιάζεται καὶ κατ' ἐκείνην τὴν ἀπο λύτρωσιν ἀπολυτροῦται. Ἐπίστησον δὲ εἰ μὴ μάτην τὸ «ἡμῖν» παρὰ τῷ ἀποστόλῳ προσκαλεῖται λέγοντι· «Ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»· καὶ εἰ μὴ ἐν ἄλλοις περὶ τοῦ Χριστοῦ, καθ' ὃ «σοφία» ἐστίν,
ἀπολελυμένως ἐλέγετο καὶ καθ' ὃ «δύναμις», ὅτι «Χριστὸς θεοῦ δύναμίς ἐστι καὶ θεοῦ σοφία», κἂν ὑπενοήσαμεν μὴ καθάπαξ αὐτὸν εἶναι «σοφίαν» μηδὲ «δύναμιν θεοῦ», ἀλλὰ «ἡμῖν»· νῦν δὲ ἐπὶ μὲν τῆς «σοφίας» καὶ «δυνάμεως» πρὸς τῷ «ἡμῖν» καὶ τὸ ἀπόλυτον ἀναγέγραπται, ἐπὶ δὲ τοῦ «ἁγιασμοῦ» καὶ τῆς «ἀπολυτρώσεως» ἡ αὐτὴ ἀπόφασις οὐκ εἴρηται. Διόπερ ὅρα, ἐπεὶ «ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες», εἰ αὐτοῦ τοῦ ἡμετέρου ἁγιασμοῦ «ἁγιασμός» ἐστιν ὁ πατήρ, ὥσπερ Χριστοῦ ὄντος ἡμετέρας κεφαλῆς ὁ πατὴρ αὐτοῦ ἐστι κεφαλή. Ἀπολύτρωσις δὲ ἡμῶν ὁ Χριστὸς τῶν διὰ τὸ ᾐχμαλωτεῦσθαι ἀπολυτρώσεως δεδεημένων·
But many things have come to be by participation in wisdom, not themselves receiving it, in the sense in which it was created, while very few not only grasp the wisdom concerning themselves but also concerning many others, since Christ is the whole of wisdom. And each of the wise, insofar as he contains wisdom, partakes of Christ to that extent, in that he is wisdom; just as each of those who have a greater power, insofar as he has received a share of the power, has to that extent partaken of Christ, in that he is power. The same is to be understood concerning sanctification and redemption; for he himself is sanctification, from which the saints are sanctified, and Jesus has become for us redemption; and each of us is sanctified by that sanctification and is redeemed by that redemption. Consider whether it is not in vain that "for us" is added by the apostle when he says: "Who became wisdom for us from God, both righteousness and sanctification and redemption"; and whether, if in other places concerning Christ, in that he is "wisdom," it were said absolutely, and in that he is "power," that "Christ is the power of God and the wisdom of God," we might have supposed that he is not "wisdom" nor "power of God" altogether, but "for us"; but now in the case of "wisdom" and "power," in addition to "for us," the absolute statement has also been recorded, while in the case of "sanctification" and "redemption" the same declaration has not been spoken. Therefore see, since "he who sanctifies and those who are sanctified are all of one," whether the Father is himself "sanctification" of our sanctification, just as, Christ being our head, his Father is his head. And Christ is our redemption, of those who, because they were taken captive, have needed redemption;
αὐτοῦ δὲ τὴν ἀπολύτρωσιν οὐ ζητῶ τοῦ πεπειραμένου κατὰ πάντα καθ' ὁμοιότητα «χωρὶς ἁμαρτίας» καὶ μηδέποτε ὑπὸ τῶν ἐχθρῶν εἰς αἰχμαλωσίαν κεκρατημένου. Ἅπαξ δὲ διασταλέντων τοῦ «ἡμῖν» καὶ τοῦ ἁπλῶς, ἡμῖν μὲν καὶ οὐχ ἁπλῶς τοῦ «ἁγιασμοῦ» καὶ τῆς «ἀπολυτρώσεως», καὶ ἡμῖν δὲ καὶ ἁπλῶς τῆς «σοφίας» καὶ τῆς «δυνάμεως», οὐκ ἀνεξέταστον ἐατέον τὸν περὶ τῆς δικαιο σύνης λόγον. Καὶ ὅτι μὲν «ἡμῖν» δικαιοσύνη ὁ Χριστὸς δῆλον ἐκ τοῦ «Ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις». Ἐὰν δὲ μὴ εὑρίσκωμεν ἁπλῶς αὐτὸν «δικαιοσύνην», ὥσπερ ἁπλῶς «σοφίαν» καὶ «δύναμιν θεοῦ», βασανιστέον εἰ καὶ αὐτῷ τῷ Χριστῷ ὥσπερ «ἁγιασμὸς» ὁ πατήρ, οὕτω καὶ «δικαιοσύνη» ὁ πατήρ· καὶ γὰρ οὐκ ἀδικία παρὰ τῷ θεῷ, καὶ δίκαιος καὶ ὅσιος κύριος καὶ ἐν δικαιοσύνῃ τὰ κρίματα αὐτοῦ· δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπει. Τὸ δὲ σῆναν τοὺς ἀπὸ τῶν αἱρέσεων εἰς τὸ ἕτερον εἰπεῖν τὸν δίκαιον τοῦ ἀγαθοῦ, μὴ τρανωθὲν δὲ πὰρ' αὐτοῖς, οἰηθεῖσι δίκαιον μὲν εἶναι τὸν δημιουργόν, ἀγαθὸν δὲ τὸν τοῦ Χριστοῦ πατέρα, οἶμαι μετ' ἐξετάσεως ἀκριβῶς βασανισθὲν δύνασθαι λέγεσθαι ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ· τοῦ μὲν υἱοῦ τυγχάνοντος δικαιοσύνης, ὃς ἔλαβεν ἐξουσίαν κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστὶ καὶ κρινεῖ τὴν οἰκου μένην ἐν δικαιοσύνῃ τοῦ δὲ πατρὸς τοὺς ἐν τῇ δικαιοσύνῃ τοῦ υἱοῦ παιδευθέντας μετὰ τὴν Χριστοῦ βασιλείαν εὐεργε τοῦντος, τὴν «ἀγαθὸς» προσηγορίαν ἔργοις δείξοντος, ὅταν γένηται ὁ θεὸς «τὰ πάντα ἐν πᾶσιν».
But I do not seek the redemption of him who was tempted in all things according to likeness "apart from sin" and was never overcome by the enemies into captivity. But since "for us" and the simple have been once distinguished, for us and not simply of "sanctification" and of "redemption," and for us and simply of "wisdom" and of "power," the account concerning righteousness must not be left unexamined. And that Christ is righteousness "for us" is clear from "Who became wisdom for us from God, both righteousness and sanctification and redemption." But if we do not find him simply "righteousness," as simply "wisdom" and "power of God," it must be examined whether, just as the Father is "sanctification" even for Christ himself, so also the Father is "righteousness"; for there is no unrighteousness with God, and the Lord is just and holy, and his judgments are in righteousness; and being just, he administers all things justly. But what seemed to those from the heresies to say, in transferring the just to the other, the good, but was not made clear among them, who supposed the creator to be just but the father of Christ to be good, I think, when examined accurately with scrutiny, can be said of the father and the son: the son being of righteousness, who received authority to execute judgment because he is the son of man and will judge the world in righteousness; but the father benefiting those who were disciplined in the righteousness of the son after the kingdom of Christ, demonstrating the title "good" by works, when God becomes "all things in all things."
Καὶ τάχα τῇ αὑτοῦ δικαιοσύνῃ ὁ σωτὴρ εὐτρεπίζει τὰ πάντα καιροῖς ἐπιτηδείοις καὶ λόγῳ καὶ τάξει καὶ κολάσεσι καὶ τοῖς, ἵν' οὕτως εἴπω, πνευματικοῖς αὐτοῦ ἰατρικοῖς βοηθήμασι πρὸς τὸ χωρῆσαι ἐπὶ τέλει τὴν ἀγαθότητα τοῦ πατρός· ἥντινα νοήσας πρὸς τὸν μονογενῆ λέγοντα «Διδά σκαλε ἀγαθέ» φησί· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός, ὁ πατήρ». Τὸ δ' ὅμοιον ἐν ἑτέροις ἐδείξαμεν καὶ ἐπὶ τοῦ μείζονά τινα εἶναι τοῦ δημιουργοῦ, δημιουργὸν μὲν ἐκλαβόντες τὸν Χριστόν, μείζονα δὲ τούτου τὸν πατέρα. Αὐτὸς δὴ ὁ τὰ τοσαῦτα τυγχάνων, «ὁ παράκλητος», «ὁ ἱλασμός», «τὸ ἱλαστήριον», συμπαθήσας «ταῖς ἀσθενείαις ἡμῶν» τῷ πεπειρᾶσθαι «κατὰ πάντα» τὰ ἀνθρώπινα «καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας», «μέγας» ἐστὶν «ἀρχιερεύς», οὐχ ὑπὲρ ἀνθρώπων μόνων ἀλλὰ καὶ παντὸς λογικοῦ τὴν ἅπαξ θυσίαν προσενεχθεῖσαν ἑαυτὸν ἀνενεγκών· «χωρὶς γὰρ θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου», ὅπερ ἔν τισι κεῖται τῆς πρὸς Ἑβραίους ἀντιγράφοις «χάριτι θεοῦ». Εἴτε δὲ «χωρὶς θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου», οὐ μόνον ὑπὲρ ἀνθρώπων ἀπέθανεν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν λογικῶν· εἴτε «χάριτι θεοῦ ἐγεύσατο τοῦ ὑπὲρ παντὸς θανάτου», ὑπὲρ πάντων χωρὶς θεοῦ ἀπέθανε· «χάριτι γὰρ θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου.» Καὶ γὰρ ἄτοπον ὑπὲρ ἀνθρωπίνων μὲν αὐτὸν φάσκειν ἁμαρτημάτων γεγεῦσθαι θανάτου, οὐκ ἔτι δὲ καὶ ὑπὲρ ἄλλου τινὸς παρὰ τὸν ἄνθρωπον ἐν ἁμαρτήμασι γεγενημένου, οἷον ὑπὲρ ἄστρων, οὐδὲ τῶν ἄστρων πάντως καθαρῶν ὄντων ἐνώπιον τοῦ θεοῦ, ὡς ἐν τῷ Ἰὼβ ἀνέγνωμεν·
And perhaps by his own righteousness the Savior prepares all things, at fitting times and by reason and order and chastisements and, so to speak, his spiritual healing remedies, so that at the end they may receive the goodness of the Father. Understanding this goodness, he says to the only-begotten who calls him "Good teacher": "Why do you call me good? No one is good except one, God, the Father." We have shown the same elsewhere also in the case of one being greater than the Creator, taking the Creator to be Christ and the Father to be greater than he. He himself, then, who possesses such great things—"the Paraclete," "the propitiation," "the mercy seat"—having suffered with "our weaknesses" by being tempted "in all things" human "according to likeness apart from sin," is a "great" "high priest," having offered himself once for all, the sacrifice offered not for men only but for every rational being. "For apart from God he tasted death for every being"—which reading stands in some copies of the Epistle to the Hebrews as "by the grace of God." Whether "apart from God he tasted death for every being," he died not only for men but also for the rest of rational beings; or whether "by the grace of God he tasted of death for every being," he died for all apart from God; "for by the grace of God he tasted death for every being." For it is absurd to say that he tasted death for human sins but no longer also for any other being besides man that has come to be in sins—for instance, for the stars, since the stars are certainly not pure before God, as we read in Job.
«Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ», εἰ μὴ ἄρα ὑπερβολικῶς τοῦτο εἴρηται. Διὰ τοῦτο «μέγας» ἐστὶν «ἀρχιερεύς», ἐπειδήπερ πάντα ἀποκαθίστησι τῇ τοῦ πατρὸς βασιλείᾳ, οἰκονομῶν τὰ ἐν ἑκάστῳ τῶν γενητῶν ἐλλιπῆ ἀναπληρωθῆναι πρὸς τὸ χωρῆσαι
δόξαν πατρικήν. Οὗτος ὁ ἀρχιερεὺς κατά τινα ἑτέραν παρὰ τὰ εἰρημένα ἐπίνοιαν «Ἰούδας» ὀνομάζεται, ἵνα οἱ ἐν κρυπτῷ Ἰουδαῖοι μὴ ἀπὸ τοῦ υἱοῦ Ἰακὼβ Ἰούδα Ἰουδαῖοι χρηματίζωσιν,ἀλλὰ ἀπὸ τούτου, ὄντες αὐτοῦ ἀδελφοὶ καὶ αἰνοῦντες αὐτόν, ἀντιλαμβανόμενοι τῆς ἐλευθερίας, ἣν ἠλευθέρωνται ὑπ' αὐτοῦ ῥυσθέντες ἀπὸ τῶν ἐχθρῶν, αὐτοῦ τὰς χεῖρας αὐτοῦ τῷ νώτῳ αὐτῶν ἐπιθέντος καὶ ὑποτάξαντος αὐτούς. Ἀλλὰ καὶ πτερνίσας τὴν ἀντικειμένην ἐνέργειαν μόνος τε ὁρῶν τὸν πατέρα καί, ὅτε ἄνθρωπος γεγένηται, Ἰακώβ ἐστι καὶ Ἰσραήλ· ἀφ' οὗ, ὥσπερ γινόμεθα φῶς, φωτὸς ὄντος τοῦ κόσμου, οὕτως Ἰακὼβ καλουμένου Ἰακὼβ καὶ Ἰσραὴλ ὀνομαζομένου Ἰσραήλ. Ἔτι δὲ παραλαμβάνει τὴν βασιλείαν ἀπὸ βασιλέως, ὃν ἑαυτοῖς ἐβασίλευσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ † οὐ διὰ τοῦ θεοῦ ἄρξαντες αὐτὸν καὶ μὴ γνωρίσαντες τῷ θεῷ, πολέμους τε τοῦ κυρίου πολεμῶν ἑτοιμάζει εἰρήνην τῷ υἱῷ αὐτοῦ, λαῷ· τάχα δὲ διὰ τοῦτο «Δαβὶδ» προσαγορεύεται καὶ μετὰ ταῦτα «ῥάβδος» τοῖς δεομένοις ἐπιπόνου καὶ σκληροτέρας ἀγωγῆς καὶ μὴ ἐμπαρεσχηκόσιν ἑαυτοὺς τῇ ἀγάπῃ καὶ τῇ πραότητι τοῦ πατρός. Διὰ τοῦτο ἐὰν «ῥάβδος» καλῆται, ἐξελεύσεται· οὐ γὰρ μένει ἐν αὑτῷ, ἀλλ' ἔξω τῆς προηγουμένης καταστάσεως εἶναι δοκεῖ.
"And the stars are not pure before him," unless perhaps this is said hyperbolically. For this reason he is a "great" "high priest," because he restores all things to the kingdom of the Father, arranging for the deficiencies in each of created things to be filled up, so as to receive
the Father's glory. This high priest is called "Judas" according to another conception besides those mentioned, so that those who are Jews in secret might not be styled Jews from Judas the son of Jacob, but from this one, being his brothers and praising him, laying hold of the freedom by which they have been freed, having been rescued by him from their enemies, when he laid his hands upon their back and subjected them. But also, having tripped up the opposing power by the heel and alone seeing the Father, and, when he has become man, he is Jacob and Israel; from whom, just as we become light, he being the light of the world, so he is called Jacob and named Israel. Furthermore he receives the kingdom from a king, whom the sons of Israel made king for themselves and † not through God ruling him and not acknowledging him to God, and waging the wars of the Lord he prepares peace for his son, the people; and perhaps for this reason he is addressed as "David" and after these things as a "rod" for those who need a toilsome and harsher discipline and have not yielded themselves to the love and gentleness of the Father. For this reason, if he is called a "rod," he will go out; for he does not remain in himself, but seems to be outside his former state.
Ἐξελ θὼν δὲ καὶ γενόμενος «ῥάβδος» οὐ μένει «ῥάβδος», ἀλλὰ μετὰ τὴν «ῥάβδον» «ἄνθος» γίνεται ἀναβαῖνον, καὶ πέρας τοῦ εἶναι «ῥάβδος» τὸ «ἄνθος» ἀποδείκνυται τοῖς διὰ τοῦ αὐτὸν γεγονέναι «ῥάβδον» ἐπισκοπῆς τετευχόσιν· ἐπισκέ ψεται γὰρ ὁ θεὸς «ἐν ῥάβδῳ», τῷ Χριστῷ, «τὰς ἀνομίας αὐτῶν», ὧν ἐπισκέψεται. Τὸ δὲ ἔλεος οὐ διασκεδάσει ἀπ' αὐτοῦ· αὐτὸν γὰρ ἐλεεῖ, ὅτε οὓς βούλεται ὁ υἱὸς ἐλεεῖσθαι ὁ πατὴρ ἐλεεῖ. Ἔστι δὲ καὶ μὴ ἐπὶ τῶν αὐτῶν λαμβάνειν «ῥάβδον» αὐτὸν γίνεσθαι καὶ «ἄνθος», ἀλλὰ «ῥάβδον» μὲν τοῖς δεομένοις κολάσεως, «ἄνθος» δὲ τοῖς σῳζομένοις· βέλτιον δ' οἶμαι τὸ πρότερον. Πλὴν τοῦτο προσθετέον κατὰ τὸν τόπον, ὅτι τάχα διὰ τὸ τέλος, εἴ τινι μὲν γίνεται «ῥάβδος», ἔσται πάντως «ἄνθος», οὐ μὴν εἴ τινι «ἄνθος», ἐκείνῳ πάντως καὶ «ῥάβδος»· εἰ μὴ ἄρα, ἐπεί ἐστιν ἄνθος τελειότερον τοῦ ἄνθους, καὶ τοῦ ἀνθεῖν ἐπὶ τῶν μηδέπω τελείως καρποφορούντων ὀνομαζο μένου, οἱ τέλειοι τὸ ὑπὲρ τὸ ἄνθος χωροῦσι τοῦ Χριστοῦ, οἱ δὲ ῥάβδου αὐτοῦ πεπειραμένοι ἅμα τῇ ῥάβδῳ οὐ τῆς τελειότητος αὐτοῦ ἀλλὰ τοῦ ἄνθους τοῦ πρὸ τῶν καρπῶν αὐτοῦ μεταλήψονται. Τελευταῖον πρὸ τοῦ «λόγου» ἦν «λίθος» ὁ Χριστός, ἀποδοκιμαζόμενος ὑπὸ τῶν οἰκοδόμων καὶ «εἰς κεφαλὴν γωνίας» κατατασσόμενος· ἐπεὶ γὰρ λίθοι ζῶντες οἰκοδο μοῦνται ἐπὶ θεμελίῳ ἑτέροις λίθοις «τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ» τοῦ κυρίου ἡμῶν, διὰ τὸ εἶναι αὐτὸν μέρος τῆς ἐκ «λίθων ζώντων» «ἐν χώρᾳ ζώντων» οἰκοδομῆς «λίθος» προσαγορεύεται.
But when he has gone out and become a “rod,” he does not remain a “rod,” but after the “rod” he becomes a “flower” that comes up, and the end of being a “rod” is shown to be the “flower” to those who have obtained visitation through his having become a “rod”; for God will visit “with a rod,” with Christ, “their lawless deeds,” of those whom he will visit. But he will not scatter his mercy from him; for he has mercy on him, since the Father has mercy on those whom the Son wishes to be shown mercy. And it is possible to take it that he becomes a “rod” and a “flower” not in relation to the same people, but a “rod” for those who need punishment, and a “flower” for those who are saved; but I think the former is better. However, this must be added in this place, that perhaps because of the end, if he becomes a “rod” for someone, he will certainly also be a “flower,” yet not if he is a “flower” for someone, will he also certainly be a “rod” for that one; unless perhaps, since there is a flower more perfect than the flower, and “flowering” is spoken of in the case of those who do not yet bear fruit perfectly, the perfect pass on to what is beyond the flower of Christ, while those who have experienced his rod will, together with the rod, partake not of his perfection but of the flower that is before his fruits. Finally, before the “Word” Christ was a “stone,” rejected by the builders and placed “as the head of the corner”; for since living stones are built upon a foundation, with other stones, “of the apostles and prophets, Jesus Christ himself being the chief cornerstone,” our Lord, because he is a part of the building “of living stones” “in the land of the living,” he is called a “stone.”
Ταῦτα δὲ ἡμῖν πάντα εἴρηται τὸ τῶν πολλῶν ἀποκληρωτικὸν καὶ ἀβασάνιστον ἐλέγξαι βουλομένοις, ὅτι τοσούτων ὀνομάτων εἰς αὐτὸν ἀναφερομένων ἵστανται ἐπὶ μόνης τῆς «λόγος» ὀνομασίας, οὐκ ἐξετάζοντες, τί δήποτε λόγος εἶναι θεὸς ἐν ἀρχῇ πρὸς τὸν πατέρα, δι' οὗ τὰ πάντα ἐγένετο, ἀναγέγραπται «ὁ υἱὸς τοῦ θεοῦ». Ὥσπερ τοίνυν παρὰ τὴν ἐνέργειαν ἐκ τοῦ φωτίζειν τὸν κόσμον, οὗ φῶς ἐστι, «φῶς κόσμου» προσαγορεύεται, καὶ παρὰ τὸ ποιεῖν ἀποτίθεσθαι τὴν νεκρότητα τοὺς γνησίως αὐτῷ προσιόντες καὶ ἀναλαμβάνειν καινότητα ζωῆς ἀνισταμένους «ἀνάστασις» καλεῖται, καὶ παρ' ἑτέραν πρᾶξιν ποιμὴν καὶ διδάσκαλος καὶ βασιλεύς, βέλος τε ἐκλεκτὸν καὶ δοῦλος, πρὸς τούτοις παράκλητος καὶ ἱλασμὸς καὶ ἱλαστήριον, οὕτως καὶ λόγος, καὶ πᾶν ἄλογον ἡμῶν περιαιρῶν καὶ κατὰ ἀλήθειαν λογικοὺς κατασκευάζων, πάντα εἰς δόξαν θεοῦ πράττοντας μέχρι τοῦ ἐσθίειν καὶ τοῦ πίνειν, εἰς δόξαν θεοῦ ἐπιτελοῦντας διὰ τὸν λόγον καὶ τὰ κοινότερα καὶ τὰ τελειότερα τοῦ βίου ἔργα. Εἰ γὰρ μετέχοντες αὐτοῦ ἀνιστάμεθα καὶ φωτιζόμεθα, τάχα δὲ καὶ ποιμαινόμεθα ἢ βασιλευόμεθα, δῆλον ὅτι καὶ ἐνθέως λογικοὶ γινόμεθα, τὰ ἐν ἡμῖν ἄλογα καὶ τὴν
But all these things have been said by us wishing to expose the many's reliance on chance and their lack of examination, because although so many names are referred to him, they stand upon the name "Word" alone, not examining why it is that the Word, being God in the beginning with the Father, through whom all things came to be, has been recorded as "the Son of God." Just as, then, in accordance with the activity of enlightening the world, of which he is the light, he is called "light of the world," and in accordance with his causing those who genuinely approach him to put off deadness and, being raised up, to take on newness of life, he is called "resurrection," and in accordance with another action, shepherd and teacher and king, and a chosen arrow and servant, and in addition to these, advocate and propitiation and mercy seat, so also he is "Word," both removing everything irrational in us and making us truly rational, doing all things for the glory of God up to eating and drinking, performing both the more common and the more perfect works of life for the glory of God through the Word. For if, partaking of him, we are raised up and enlightened, and perhaps also shepherded or ruled, it is clear that we also become divinely rational, [putting away] the irrational things in us and the
νεκρότητα ἀφανίζοντος αὐτοῦ, καθ' ὃ «λόγος» ἐστὶ καὶ «ἀνάστασις». Ἐπίστησον δὲ εἰ μετέχουσί πως αὐτοῦ πάντες ἄνθρωποι, καθ' ὃ λόγος ἐστί. Διόπερ ζητεῖσθαι οὐκ ἔξω τῶν ζητούντων ὑπὸ τῶν εὑρεῖν αὐτὸν προαιρουμένων διδάσκει ἡμᾶς ὁ ἀπόστολος, λέγων· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν· ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει ἡ γραφή; Ἐγγύς σου τὸ ῥῆμά ἐστι σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου»· ὡς τοῦ αὐτοῦ ὄντος Χριστοῦ καὶ ῥήματος τοῦ ζητουμένου. Ἀλλὰ καὶ ὅτε αὐτός φησιν ὁ κύριος· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν», οὐκ ἄλλο νοητέον ἢ ὅτι ὁ λόγος φησίν, οἷς οὐδέπω συμπεπλήρωται μὴ εἶναι ἁμαρτίαν, τούτους δὲ ἐνόχους αὐτῆς τυγχάνειν, οἳ ἂν μετεσχηκότες ἤδη αὐτοῦ πράττωσι παρὰ τὰς ἐννοίας τὰς ἐξ ὧν οὗτος ἐν ἡμῖν συμπληροῦται, καὶ μόνως οὕτως ἀληθὲς τὸ «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν.» Φέρε γὰρ ἐπὶ Ἰησοῦ τοῦ ὁρατοῦ, ὡς οἱ πολλοὶ οἰήσονται, τοῦτ' ἐξεταζέσθω· πῶς δὲ ἀληθὲς τὸ μὴ ἔχειν ἁμαρτίαν τούτους, οἷς οὐκ ἐλήλυθε; Πάντες γὰρ οἱ πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἔσονται ἁμαρτίας πάσης ἀπολελυμένοι, ἐπεὶ οὐκ ἐληλύθει ὁ βλεπόμενος κατὰ σάρκα Ἰησοῦς. Ἀλλὰ καὶ πάντες, οἷς οὐδαμῶς ἀνηγγέλη περὶ αὐτοῦ, οὐχ ἕξουσιν ἁμαρτίαν, καὶ δῆλον ὅτι οἱ μὴ ἔχοντες ἁμαρτίαν κρίσει οὐχ ὑπόκεινται.
by his destroying deadness, insofar as he is "Word" and "Resurrection." But consider whether all men somehow partake of him, insofar as he is Word. Therefore the apostle teaches us that this is to be sought not outside those who seek him, by those who choose to find him, saying: "Do not say in your heart, 'Who will ascend into heaven?' that is, to bring Christ down; or, 'Who will descend into the abyss?' that is, to bring Christ up from the dead. But what does the scripture say? The word is very near you, in your mouth and in your heart"—as though the same were Christ and the word that is sought. But also when the Lord himself says: "If I had not come and spoken to them, they would not have had sin; but now they have no excuse concerning their sin," nothing else is to be understood than that the Word says that those in whom it has not yet been fully accomplished have no sin, but that those are liable to it who, having already partaken of him, act contrary to the thoughts by which he is fulfilled in us, and only in this way is "If I had not come and spoken to them, they would not have had sin" true. For let this be examined in the case of the visible Jesus, as the many will suppose; but how is it true that those to whom he had not come have no sin? For all those before the coming of the Savior will be released from every sin, since the Jesus visible in the flesh had not come. But also all those to whom nothing at all was announced concerning him will not have sin, and it is clear that those who have no sin are not subject to judgment.
Λόγος δὲ ὁ ἐν ἀνθρώποις, οὗ μετέχειν εἰρήκαμεν τὸ γένος ἡμῶν, διχῶς λέγεται, ἤτοι κατὰ τὴν συμπλήρωσιν τῶν ἐννοιῶν, ἥτις ἐν παντὶ τῷ ὑπερβεβηκότι τὸν παῖδα τυγχάνει, ὑπεξαιρουμένων τῶν τεράτων, ἢ κατὰ τὴν ἀκρότητα, ἥτις ἐν μόνοις τοῖς τελείοις εὑρίσκεται. Κατὰ μὲν οὖν τὸ πρό τερον τὸ «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν» τὰ ῥητὰ ἐκδεκτέον· κατὰ δὲ τὸ δεύτερον· «Πάντες ὅσοι πρὸ ἐμοῦ ἦλθον, κλέπται εἰσὶ καὶ λῃσταί, καὶ οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα». Πρὸ γὰρ τῆς τελειώσεως τοῦ λόγου πάντα ψεκτὰ τὰ ἐν ἀνθρώποις, ἅτε ἐνδεῆ καὶ ἐλλιπῆ, οἷς τελείως οὐχ ὑπακούει τὰ ἐν ἡμῖν ἄλογα, «πρό βατα» τροπικώτερον εἰρημένα. Καὶ τάχα κατὰ μὲν τὸ πρότερον «ὁ λόγος σὰρξ ἐγένετο», κατὰ δὲ τὸ δεύτερον «θεὸς ἦν ὁ λόγος». Τούτῳ δ' ἀκόλουθόν ἐστι ζητεῖν εἴ τι ἔστι μεταξὺ τοῦ «ὁ λόγος σὰρξ ἐγένετο» καὶ «θεὸς ἦν ὁ λόγος» ἐν τοῖς ἀνθρωπίνοις ἰδεῖν, οἷον ἀναστοιχειουμένου τοῦ λόγου ἀπὸ τοῦ γεγονέναι αὐτὸν σάρκα καὶ κατὰ βραχὺ λεπτυνομένου, ἕως γένηται, ὅπερ ἦν ἐν ἀρχῇ, θεὸς λόγος ὁ πρὸς τὸν πατέρα· οὗ λόγου τὴν δόξαν εἶδεν ὁ Ἰωάννης ἀληθῶς μονο γενοῦς ὡς ἀπὸ πατρός. Δύναται δὲ καὶ ὁ λόγος υἱὸς εἶναι παρὰ τὸ ἀπαγγέλλειν τὰ κρύφια τοῦ πατρὸς ἐκείνου, ἀνάλογον τῷ καλουμένῳ υἱῷ λόγῳ νοῦ τυγχάνοντος. Ὡς γὰρ ὁ παρ' ἡμῖν λόγος ἄγγελός ἐστι τῶν ὑπὸ τοῦ νοῦ ὁρωμένων, οὕτως ὁ τοῦ θεοῦ λόγος, ἐγνωκὼς τὸν πατέρα, οὐδενὸς τῶν γενητῶν προσβαλεῖν αὐτῷ χωρὶς ὁδηγοῦ δυναμένου, ἀποκαλύπτει ὃν ἔγνω πατέρα.
The Word that is among men, of which we have said our race partakes, is spoken of in two ways: either according to the completeness of the concepts, which is found in everyone who has surpassed childhood, with wonders excepted, or according to the highest degree, which is found in the perfect alone. According to the former, then, we must understand the words, "If I had not come and spoken to them, they would not have had sin; but now they have no excuse concerning their sin"; according to the latter, "All who came before me are thieves and robbers, and the sheep did not hear them." For before the perfection of the Word, all things among men are blameworthy, as being deficient and lacking, and the irrational parts in us, called "sheep" more figuratively, do not fully obey them. And perhaps according to the former "the Word became flesh," and according to the latter "the Word was God." It follows from this to inquire whether there is anything between "the Word became flesh" and "the Word was God" to be seen among human things—as though the Word were being reconstituted from having become flesh and gradually refined, until he becomes what he was in the beginning, God the Word who is with the Father, whose glory John saw truly, as of the only-begotten from the Father. And the Word can also be called Son from the fact that he declares the hidden things of that Father, being analogous to what is called the son, the word, while the mind is what it is. For as our word is a messenger of the things seen by the mind, so the Word of God, having known the Father, reveals the Father whom he has known, since no one of created things can approach him without a guide.
«Οὐδεὶς γὰρ ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ»· καὶ καθ' ὃ «λόγος» ἐστί, «μεγάλης» τυγχάνει «βουλῆς ἄγγελος» ὤν, οὗ ἐγενήθη «ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ»· ἐβασίλευσε γὰρ διὰ τοῦ πεπονθέναι τὸν σταυρόν. Ἐν δὲ τῇ Ἀποκαλύψει ἐπὶ λευκοῦ ἵππου καθέζεσθαι λέγεται λόγος πιστὸς καὶ ἀληθινός, ὡς οἶμαι, παριστὰς τὸ σαφὲς τῆς φωνῆς, ὃ ἠχεῖται ὁ ἡμῖν ἐπιδημῶν ἀληθείας λόγος. Οὐ τοῦ παρόντος δὲ καιροῦ δεῖξαι, ὅτι ἐπὶ τῆς φωνῆς πολλαχοῦ τῆς γραφῆς, ἐν ᾗ ἐστι τὰ προκείμενα, δι' ὧν ὠφελούμεθα θείων μαθημάτων ἀκροώμενοι, κεῖται ἡ «ἵππος» προσηγορία. Μόνον δὲ ἑνὸς καὶ δευτέρου ὑπομνηστέον, τοῦ «Ψευδὴς ἵππος εἰς σωτηρίαν» καὶ «Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα». Τὸ δὲ «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ» ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ
ἀναγεγραμμένον, συνεχέστατα ὑπὸ τῶν πολλῶν φερόμενον ὡς νενοημένον, ἡμῖν οὐκ ἀβασάνιστον ἐατέον. Ἔστω γὰρ τὸν πατέρα ταῦτα λέγειν. Τίς οὖν ἡ καρδία αὐτοῦ, ἵνα ἀκολούθως τῇ καρδίᾳ «ὁ ἀγαθὸς λόγος» φανῇ; Εἰ γὰρ ὁ «λόγος» οὐ δεῖται διηγήσεως, ὡς ἐκεῖνοι ὑπολαμβάνουσι, δῆλον ὅτι οὐδ' ἡ «καρδία»· ὅπερ ἐστὶν ἀτοπώτατον, νομίζειν τὴν καρδίαν ὁμοίως τῇ ἐν τῷ ἡμετέρῳ σώματι εἶναι μέρος τοῦ θεοῦ.
"For no one knows the Father except the Son and anyone to whom the Son reveals him"; and insofar as he is "the Word," he happens to be "the messenger of great counsel," whose "principality came to be upon his shoulder"; for he reigned by suffering the cross. And in the Revelation he is said to sit upon a white horse, a word faithful and true, as I think, setting forth the clarity of the voice which the word of truth dwelling among us sounds forth. But it is not for the present occasion to show that in the case of the "voice" in many places of the Scripture, in which are the things set before us, through which we are benefited as we hear the divine teachings, the designation "horse" is used. But one and a second instance only must be recalled: "A false horse for salvation," and "Some in chariots and some in horses, but we in the name of the Lord our God shall be magnified." But the passage, "My heart has uttered a good word, I speak my works to the king," recorded in the forty-fourth psalm, being most frequently cited by the many as though it were understood, must not be left by us unexamined. For let it be supposed that the Father says these things. What, then, is his heart, so that in accordance with the heart "the good word" may appear? For if "the word" does not need exposition, as those suppose, it is clear that neither does "the heart"; which is most absurd, to think that the heart is a part of God in the same way as the heart in our body.
Ἀλλ' ὑπομνηστέον αὐτοὺς ὅτι ὥσπερ χεὶρ καὶ βραχίων καὶ δάκτυλος ὀνο μάζεται θεοῦ, οὐκ ἐρειδόντων ἡμῶν τὴν διάνοιαν εἰς ψιλὴν τὴν λέξιν, ἀλλ' ἐξεταζόντων πῶς ταῦτα ὑγιῶς ἐκλαμβάνειν καὶ ἀξίως θεοῦ δεῖ, οὕτως καὶ τὴν καρδίαν τοῦ θεοῦ τὴν νοητικὴν αὐτοῦ καὶ προθετικὴν περὶ τῶν ὅλων δύναμιν ἐκληπτέον, τὸν δὲ «Λόγον» τῶν ἐν ἐκείνῃ τὸ ἀπαγγελτικόν. Τίς δὲ ἀπαγγέλλει τὴν βουλὴν τοῦ πατρὸς τοῖς τῶν γενητῶν ἀξίοις καὶ παρ' αὐτοὺς γεγενημένος ἢ ὁ σωτήρ; Τάχα δὲ καὶ οὐ μάτην τὸ «ἐξηρεύξατο»· μυρία γὰρ ἕτερα ἐδύνατο λέγεσθαι ἀντὶ τοῦ «ἐξηρεύξατο»· «προ έβαλεν ἡ καρδία μου λόγον ἀγαθόν», «ἐλάλησεν ἡ καρδία μου λόγον ἀγαθόν»· ἀλλὰ μήποτε ὥσπερ πνεύματός τινος ἀποκρύπτου εἰς φανερὸν πρόοδός ἐστιν ἡ ἐρυγὴ τοῦ ἐρευγομένου, οἱονεὶ διὰ τούτου ἀναπνέοντος, οὕτω τὰ τῆς ἀληθείας θεωρήματα οὐ συνέχων ὁ πατὴρ ἐρεύγεται καὶ ποιεῖ τὸν τύπον αὐτῶν ἐν τῷ λόγῳ, καὶ διὰ τοῦτο «εἰκόνι» καλουμένῳ «τοῦ ἀοράτου θεοῦ». Καὶ ταῦτα μέν, ἵνα συμπεριφερόμενοι τῇ τῶν πολλῶν ἐκδοχῇ παραδεξώμεθα ἀπὸ τοῦ πατρὸς λέγεσθαι τὸ «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.» Οὐ πάντη δὲ αὐτοῖς παραχωρητέον ὡς ὁμολογουμένως ταῦτα ἀπαγγέλλοντος τοῦ θεοῦ. Διὰ τί γὰρ οὐχὶ ὁ προφήτης ἔσται λέγων, πληρωθεὶς τοῦ πνεύματος καὶ προφερόμενος λόγον ἀγαθὸν περὶ προφητείας τῆς περὶ Χριστοῦ, συνέχειν αὐτὸν οὐ δυνάμενος, τὸ «Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασι λεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων»· εἶτα πρὸς αὐτὸν τὸν Χριστόν· «Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου»;
But they must be reminded that just as a hand and an arm and a finger are named as belonging to God—not because we are resting our thought on the bare wording, but because we are examining how these things ought to be taken soundly and in a manner worthy of God—so too the heart of God must be understood as his intelligent and purposive power concerning all things, and the Word as that which is declarative of what is in that heart. And who declares the Father's counsel to those among created things who are worthy, having himself also come into being besides them, if not the Savior? And perhaps it is not in vain that the text says "he belched forth"; for countless other expressions could have been used instead of "he belched forth"—"my heart brought forth a good word," "my heart spoke a good word"—but perhaps just as a belching is the coming forth of some hidden breath into the open, the one who belches, as it were, breathing it out, so the Father, not containing the contemplations of the truth, belches them forth and makes their impression in the Word, and for this reason he is called the "image of the invisible God." And these things are said so that, accommodating ourselves to the common interpretation, we may accept that "My heart belched forth a good word" is spoken by the Father. But we must not concede everything to them as though God were admittedly declaring these things. For why should it not be the prophet who is speaking, filled with the Spirit and uttering a good word concerning the prophecy about Christ, unable to contain it: "My heart belched forth a good word; I speak my works to the king; my tongue is the pen of a swift-writing scribe; you are fair in beauty beyond the sons of men"; and then to Christ himself: "Grace was poured out on your lips"?
Πῶς γάρ, εἰ ὁ πατὴρ ταῦτ' ἔλεγεν, ἐπεφέρετο τῷ «Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου» τὸ «Διὰ τοῦτο εὐλόγησέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα» καὶ μετ' ὀλίγα «Διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου»; Ἀνθυπενέγκοι δέ τις βουλόμενος ἐκ τοῦ πατρὸς τὰ ἐν τῷ ψαλμῷ ἀπαγγέλλεσθαι τὸ «Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλίνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου»· οὐ γὰρ ὁ προφήτης πρὸς τὴν ἐκκλησίαν ἐρεῖ τὸ «Ἄκουσον, θύγατερ». Οὐ χαλεπὸν δὲ δεῖξαι καὶ ἀπὸ ἑτέρων ψαλμῶν, ὅτι προσώπων γίνονται ἐπὶ πλεῖον ἐναλλαγαί, ὥστε καὶ ἐνθάδε δύνασθαι ἀπὸ τοῦ «Ἄκουσον, θύγατερ» τὸν πατέρα λέγειν. Παραθετέον δὴ εἰς τὴν περὶ τοῦ λόγου ἐξέτασιν καὶ τὸ «Τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν»· ἅπερ τινὲς ἡγοῦνται ἐπὶ τοῦ σωτῆρος καὶ τοῦ ἁγίου τάσσεσθαι πνεύματος, δυνά μενα δηλοῦν τὸ λόγῳ θεοῦ τοὺς οὐρανοὺς ἐστερεῶσθαι, ὡς εἰ λέγοιμεν λόγῳ ἀρχιτεκτονικῷ τὴν οἰκίαν καὶ λόγῳ ναυπηγικῷ τὴν ναῦν γεγονέναι, οὕτως οὖν λόγῳ θεοῦ τοὺς οὐρανούς, θειοτέρου τυγχάνοντας σώματος καὶ διὰ τοῦτο καλουμένου «στερεοῦ», οὐκ ἔχοντος τὸ ἐπιπολὺ ῥευστὸν καὶ εὐδιάλυτον τῶν λοιπῶν καὶ κατωτέρω, ἐστερεῶσθαι καὶ διὰ τὸ διάφορον ἐσχηκέναι ἐξαιρέτως τῷ θείῳ λόγῳ. Ἐπεὶ οὖν πρόκειται τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος» σαφῶς ἰδεῖν, «ἀρχὴ» δὲ μετὰ μαρτυριῶν τῶν ἐκ τῶν παροιμιῶν ἀποδέδοται εἰρῆσθαι ἡ σοφία, καὶ ἔστι προεπινοουμένη ἡ σοφία τοῦ αὐτὴν ἀπαγγέλλοντος λόγου, νοητέον τὸν λόγον ἐν τῇ ἀρχῇ, τοῦτ' ἔστι τῇ σοφίᾳ, ἀεὶ εἶναι·
For how, if the Father was saying these things, could there be brought against the words "Your grace was poured out on your lips" the words "Therefore God blessed you forever," and shortly after, "Therefore God, your God, anointed you with the oil of gladness beyond your companions"? But someone wishing to counter this might cite from the Father the words spoken in the psalm: "Hear, daughter, and see, and incline your ear, and forget your people and your father's house"—for the prophet would not say "Hear, daughter" to the church. But it is not difficult to show from other psalms as well that there are frequent changes of persons, so that here too the Father can be the one speaking in the words "Hear, daughter." One must also set alongside for the examination concerning the Word the passage "By the word of the Lord the heavens were established, and by his Spirit all their power"—which some think is applied to the Savior and the Holy Spirit, capable of showing that the heavens were established by the word of God, as if we were to say that a house came to be by an architectural word and a ship by a shipbuilding word—so then the heavens, by the word of God, since they possess a more divine body and for this reason are called "firm," not having the largely fluid and easily dissolved nature of the rest and lower bodies, were established and, because of their distinctness, have obtained this especially by the divine Word. Since, then, the task set before us is to see clearly the meaning of "In the beginning was the Word," and "beginning" has been shown, with the testimonies from Proverbs, to have been said of Wisdom, and Wisdom is conceived beforehand as prior to the Word that declares it, one must understand that the Word is always in the beginning, that is, in Wisdom.
ὄντα δὲ ἐν τῇ σοφίᾳ, καλουμένῃ «ἀρχῇ», μὴ κωλύεσθαι εἶναι «πρὸς τὸν θεόν», καὶ αὐτὸν θεὸν τυγχάνοντα, καὶ οὐ γυμνῶς εἶναι αὐτὸν «πρὸς τὸν θεόν», ἀλλὰ ὄντα «ἐν τῇ ἀρχῇ», τῇ σοφίᾳ, εἶναι «πρὸς τὸν θεόν». Ἐπιφέρει γοῦν καί φησιν· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν»· ἐδύνατο γὰρ εἰρηκέναι· «Οὗτος ἦν πρὸς τὸν θεόν»· ἀλλ' ὥσπερ
«ἦν ἐν ἀρχῇ», οὕτως καὶ «πρὸς τὸν θεὸν» «ἐν ἀρχῇ ἦν». Καὶ «πάντα δι' αὐτοῦ ἐγένετο» ὄντος «ἐν τῇ ἀρχῇ»· «πάντα» γὰρ «ἐν σοφίᾳ» ὁ θεὸς κατὰ τὸν Δαβὶδ ἐποίησε. Καὶ ἔτι εἰς τὸ παραδέξασθαι τὸν λόγον ἰδίαν περιγρα φὴν ἔχοντα, οἷον τυγχάνοντα ζῆν καθ' ἑαυτόν, λεκτέον καὶ περὶ δυνάμεων, οὐ μόνον δυνάμεως· «Τάδε γὰρ λέγει κύριος τῶν δυνάμεων» πολλαχοῦ κεῖται, λογικῶν τινων θείων ζῴων δυνάμεων ὀνομαζομένων, ὧν ἡ ἀνωτέρω καὶ κρείττων Χριστὸς ἦν, οὐ μόνον σοφία θεοῦ ἀλλὰ καὶ δύναμις προσαγο ρευόμενος. Ὥσπερ οὖν δυνάμεις θεοῦ πλείονές εἰσιν, ὧν ἑκάστη κατὰ περιγραφήν, ὧν διαφέρει ὁ σωτήρ, οὕτως καὶ λόγος–εἰ καὶ ὁ παρ' ἡμῖν οὐκ ἔστι κατὰ περιγραφὴν ἐκτὸς ἡμῶν–νοηθήσεται ὁ Χριστὸς διὰ τὰ προεξητασμένα, ἐν ἀρχῇ, τῇ σοφίᾳ, τὴν ὑπόστασιν ἔχων. Ταῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος.» 2. ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ ΤΟΜΟΣ Βʹ Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Αὐτάρκως κατὰ τὴν παροῦσαν δύναμιν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε καὶ κατὰ τὸ εὐαγγέλιον μεμορφωμένε, ἐν τοῖς πρὸ τούτων διαλαβόντες τί ἐστιν εὐαγγέλιον καὶ τίς ἡ ἀρχή, ἐν ᾗ ἦν ὁ λόγος, τίς τε ὁ λόγος ὁ ἐν ἀρχῇ, ἀκολούθως νῦν ἐπισκοποῦμεν πῶς «ὁ λόγος ἦν πρὸς τὸν θεόν».
But being in the Wisdom, which is called "the beginning," he is not prevented from being "with God," and being himself God, and he is not merely "with God," but being "in the beginning," that is, in the Wisdom, he is "with God." At any rate, he adds and says: "This one was in the beginning with God"; for he could have said: "This one was with God"; but just as
"he was in the beginning," so also "with God" "he was in the beginning." And "all things came to be through him" while he was "in the beginning"; for "all things" God made "in Wisdom," according to David. And further, in order to accept that the Word has his own distinct delineation, as it were existing by himself, one must speak also about powers, not only about power; for "Thus says the Lord of hosts" is found in many places, certain rational divine living beings being called powers, of whom the higher and better one was the Christ, who is addressed not only as the wisdom of God but also as power. Just as, therefore, there are several powers of God, each of which has its own delineation, from which the Savior differs, so also the Word—even if the word among us is not outside us by way of delineation—Christ will be understood, for the reasons examined above, as having his subsistence in the beginning, the Wisdom. These things will suffice for us at present for the verse "In the beginning was the Word." 2. Of the Explanatory Commentaries on the Gospel according to John, Book II. And the Word was with God, and the Word was God. Having sufficiently, according to our present ability, most sacred brother Ambrose, and formed according to the gospel, discussed in the preceding books what the gospel is and what is the beginning in which the Word was, and who the Word is who was in the beginning, we now accordingly consider how "the Word was with God."
Χρήσιμον τοίνυν συναγαγεῖν εἰς τοῦτο λόγον ἀναγεγραμ μένον γεγονέναι πρός τινας, οἷον «λόγος κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηέ, τὸν τοῦ Βεηρεί» καὶ «ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, περὶ τῆς Ἰουδαίας καὶ περὶἹερουσαλήμ» καὶ «ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας». Πῶς οὖν λόγος κυρίου ἐγενήθη πρὸς Ὠσηέ, καὶ ὁ λόγος ἐστὶν ὁ γενόμενος πρὸς Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ πάλιν «ὁ λόγος πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας», ἐπισκοπητέον, ἵν' ὡς παρακείμενον εὑρεθῆναι δυνηθῇ, πῶς «ὁ λόγος ἦν πρὸς τὸν θεόν». Ὁ μὲν οὖν πολὺς ἁπλούστερον ἐκλήψεται τὰ περὶ τῶν προφητῶν εἰρημένα ὡς λόγου κυρίου ἢ τοῦ λόγου γενομένου πρὸς αὐτούς. Μήποτε δέ, ὥς φαμεν τόνδε τινὰ πρὸς τόνδε γίνεσθαι, οὕτως ὁ νῦν θεολογούμενος «υἱὸς λόγος» ἐγενήθη πρὸς Ὠσηέ, ἀποσταλεὶς ὑπὸ τοῦ πατρὸς πρὸς αὐτόν· κατὰ μὲν τὴν ἱστορίαν πρὸς τὸν υἱὸν τοῦ Βεηρεί, προφήτην Ὠσηέ, κατὰ δὲ μυστικὸν λόγον πρὸς τὸν σῳζόμενον–Ὠσηὲ γὰρ ἑρμηνεύεται «σῳζόμενος»–υἱὸν Βεηρεί, ὃς ἑρμηνεύεται «φρέατα»· πηγῆς γὰρ ἐκ βάθους ἀναβλυστανούσης, σοφίας θεοῦ, ἕκαστος τῶν σῳζομένων υἱὸς γίνεται. Καὶ οὐδὲν θαυμαστὸν οὕτως υἱὸν φρεάτων εἶναι τὸν ἅγιον, ἀπὸ τῶν ἀνδραγαθημάτων πολλαχοῦ υἱὸν ὀνομαζόμενον, παρὰ μὲν τὸ λάμπειν αὐτοῦ «τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων» φωτός, παρὰ δὲ τὸ ἔχειν τὴν «εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέ χουσαν πάντα νοῦν» εἰρήνης· ἔτι δὲ διὰ τὴν ἀπὸ τῆς σοφίας ὠφέλειαν, «τέκνον σοφίας»· «ἐδικαιώθη, γάρ φησιν, ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς». Οὕτως οὖν ὁ πάντα ἐρευνῶν θείῳ πνεύματι καὶ τὰ βάθη τοῦ θεοῦ, ὥστε ἀπο φθέγξασθαι αὐτόν·
It is useful, then, to gather together for this point the recorded statement that the word came to certain persons—for example, "The word of the Lord, which came to Hosea, the son of Beeri," and "The word that came to Isaiah, the son of Amoz, concerning Judea and concerning Jerusalem," and "The word that came to Jeremiah concerning the drought." How, then, the word of the Lord came to Hosea, and the word is that which came to Isaiah, the son of Amoz, and again "the word to Jeremiah concerning the drought"—this must be examined, so that it may be found to stand alongside the question of how "the word was with God." The many, then, will understand more simply what is said about the prophets, as though the word of the Lord, or the Word, came to them. But perhaps, just as we say that one person comes to another, so the Son, the Word, who is now being spoken of theologically, came to Hosea, sent by the Father to him—according to the historical sense, to the son of Beeri, the prophet Hosea; but according to the mystical sense, to the one who is saved—for Hosea is interpreted as "saved"—the son of Beeri, which is interpreted as "wells"; for since a spring gushes up from the depths, the wisdom of God, each of those who are saved becomes a son. And it is no wonder that the saint is thus a son of wells, being called a son in many places from his noble deeds—from the fact that his "works shine before men," a son of light; and from the fact that he has "the peace of God that surpasses all understanding," a son of peace; and further, because of the benefit that comes from wisdom, a "child of wisdom"; for "wisdom," it says, "was justified by her children." Thus, then, he who searches all things by the divine Spirit, even the depths of God, so as to utter it—
«Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ», δύναται εἶναι «φρεάτων υἱός», πρὸς ὃν ὁ λόγος τοῦ κυρίου γίνεται. Ὁμοίως λόγος καὶ πρὸς Ἡσαΐαν ἔρχεται, διδάσκων τὰ ἐν ἐσχάταις ἡμέραις ἀπαντησόμενα τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ· ὡσαύτως δὲ καὶ πρὸς Ἱερεμίαν θείῳ μετεωρισμῷ ἐπαρθέντα· ἑρμηνεύεται γὰρ «μετεωρισμὸς Ἰαώ». Ἀλλὰ πρὸς μὲν τοὺς ἀνθρώπους πρότερον οὐ χωροῦντας τὴν τοῦ υἱοῦ τοῦ θεοῦ, λόγου τυγχάνοντος, ἐπιδημίαν ὁ λόγος γίνεται· «πρὸς δὲ τὸν θεὸν» οὐ γίνεται, ὡς πρότερον οὐκ ὢν πρὸς αὐτόν, παρὰ δὲ τὸ ἀεὶ συνεῖναι τῷ πατρὶ λέγεται· «Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν»· οὐ γὰρ «Ἐγένετο πρὸς τὸν θεόν». Καὶ ταὐτὸν ῥῆμα τὸ «ἦν» τοῦ λόγου κατηγορεῖται, ὅτε «ἐν ἀρχῇ ἦν» καὶ ὅτε «πρὸς τὸν θεὸν ἦν», οὔτε τῆς ἀρχῆς χωριζόμενος οὔτε τοῦ πατρὸς ἀπολειπόμενος, καὶ πάλιν οὔτε ἀπὸ τοῦ μὴ εἶναι «ἐν ἀρχῇ» γινόμενος «ἐν ἀρχῇ» οὔτε ἀπὸ τοῦ μὴ τυγχάνειν «πρὸς τὸν θεὸν» ἐπὶ τὸ «πρὸς τὸν θεὸν» εἶναι γινόμενος· πρὸ γὰρ παντὸς χρόνου καὶ αἰῶνος «ἐν ἀρχῇ ἦν ὁ λόγος», καὶ «ὁ λόγος
O the depth of the riches and wisdom and knowledge of God"—he can be "a son of wells," to whom the word of the Lord comes. Likewise the word also comes to Isaiah, teaching the things that will befall Judea and Jerusalem in the last days; and in the same way also to Jeremiah, who was lifted up by divine elevation; for his name is interpreted as "elevation of Iaō." But to men who previously could not contain the visitation of the Son of God, who is the Word, the word comes; but "to God" it does not come, as though it previously were not with him, but it is said because of his always being with the Father: "And the Word was with God"; for it does not say "It became with God." And the same word "was" is predicated of the Word both when "in the beginning he was" and when "he was with God," neither being separated from the beginning nor departing from the Father, and again neither becoming "in the beginning" from not being "in the beginning," nor becoming "with God" from not being "with God"; for before all time and age "in the beginning was the Word," and "the Word
ἦν πρὸς τὸν θεόν». Ἐπεὶ τοίνυν εἰς εὕρεσιν τοῦ «Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» παρεθέμεθα λέξεις προφητικάς, πῶς ἐγένετο πρὸς Ὠσηὲ καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν, παρετηρήσαμέν τε οὐ τὴν τυχοῦσαν διαφορὰν τοῦ «ἐγενήθη» καὶ «ἐγένετο» πρὸς τὸ «ἦν», προσθήσομεν, ὅτι ἐν μὲν τῷ πρὸς τοὺς προφήτας γίνεσθαι φωτίζει τοὺς προφήτας τῷ φωτὶ τῆς γνώσεως, ποιῶν αὐτοὺς ἅτε ἔμπροσθεν βλέποντας ὁρᾶν, ἃ πρὸ αὐτοῦ οὐ κατενόουν· πρὸς δὲ τὸν θεὸν † τὸ «θεός» ἐστι τυγχάνων ἀπὸ τοῦ εἶναι πρὸς αὐτόν. Καὶ τάχα τοιαύτην τινὰ τάξιν ὁ Ἰωάννης ἐν τῷ λόγῳ ἰδὼν οὐ προέταξε τὸ «Θεὸς ἦν ὁ λόγος» τοῦ «Ὁ λόγος ἦν πρὸς τὸν θεόν», ὅσον ἐπὶ ταῖς ἀποφάσεσιν οὐδὲν ἂν κωλυ θέντος τοῦ εἱρμοῦ πρὸς τὸ καθ' αὑτὸ ἰδεῖν ἑκάστου τῶν ἀξιωμάτων τὴν δύναμιν· ἓν γὰρ ἀξίωμα τὸ «Ἐν ἀρχῇ ἦν ὁ λόγος» καὶ δεύτερον τὸ «Ὁ λόγος ἦν πρὸς τὸν θεόν» καὶ ἑξῆς «καὶ θεὸς ἦν ὁ λόγος». Ἀλλ' ἐπεὶ τάχα τάξιν τινὰ δηλοῖ τὸ πρῶτον τετάχθαι τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος» κατὰ τὸ οὕτως ἑξῆς τὸ «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» καὶ τρίτον τὸ «καὶ θεὸς ἦν ὁ λόγος», διὰ τοῦτο, ἵνα δυνηθῇ ἀπὸ τοῦ «πρὸς τὸν θεὸν» εἶναι ὁ λόγος νοηθῆναι γινόμενος θεός, λέγεται· «Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν», ἔπειτα· «Καὶ θεὸς ἦν ὁ λόγος.» Πάνυ δὲ παρατετηρημένως καὶ οὐχ ὡς ἑλληνι κὴν ἀκριβολογίαν οὐκ ἐπιστάμενος ὁ Ἰωάννης ὅπου μὲν τοῖς ἄρθροις ἐχρήσατο ὅπου δὲ ταῦτα ἀπεσιώπησεν, ἐπὶ μὲν τοῦ λόγου προστιθεὶς τὸ «ὁ», ἐπὶ δὲ τῆς θεὸς προσηγορίας ὅπου μὲν τιθεὶς ὅπου δὲ αἴρων.
It was with God. Since, therefore, for the discovery of the meaning of "And the Word was with God" we have adduced prophetic passages showing how he came to be with Hosea and Isaiah and Jeremiah, and have observed that there is no ordinary difference between "it was made" and "it came to be" as compared with "was," we shall add that in his coming to be with the prophets he enlightens the prophets with the light of knowledge, making them, who formerly saw, to see things that before him they did not understand; but with God he is "God," obtaining this from being with him. And perhaps John, seeing some such order in the Word, did not place "God was the Word" before "The Word was with God," since, as far as the propositions themselves are concerned, nothing in the sequence would have prevented us from seeing the power of each of the affirmations by itself; for one affirmation is "In the beginning was the Word," and a second is "The Word was with God," and next "and God was the Word." But since perhaps the order is significant—that "in the beginning was the Word" is placed first, then in sequence "and the Word was with God," and third "and God was the Word"—for this reason, so that the Word might be understood to become God from being "with God," it is said: "And the Word was with God," and then: "And God was the Word." And very carefully, and not as one ignorant of Greek precision, did John use the articles in some places and pass them over in silence in others, adding the "the" in the case of the Word, but in the case of the appellation "God" sometimes inserting it and sometimes removing it.
Τίθησιν μὲν γὰρ τὸ ἄρθρον, ὅτε ἡ «θεὸς» ὀνομασία ἐπὶ τοῦ ἀγενήτου τάσσεται τῶν ὅλων αἰτίου, σιωπᾷ δὲ αὐτό, ὅτε ὁ λόγος «θεὸς» ὀνομάζεται. Ὡς δὲ διαφέρει κατὰ τούτους τοὺς τόπους «ὁ θεὸς» καὶ «θεός», οὕτως μήποτε διαφέρῃ «ὁ λόγος» καὶ «λόγος». Ὃν τρόπον γὰρ ὁ ἐπὶ πᾶσι θεὸς «ὁ θεὸς» καὶ οὐχ ἁπλῶς «θεός», οὕτως ἡ πηγὴ τοῦ ἐν ἑκάστῳ τῶν λογικῶν λόγου «ὁ λόγος», τοῦ ἐν ἑκάστῳ λόγου οὐκ ἂν κυρίως ὁμοίως τῷ πρώτῳ ὀνομασθέντος καὶ λεχθέντος «ὁ λόγος». Καὶ τὸ πολλοὺς φιλοθέους εἶναι εὐχομένους ταράσσον, εὐλαβουμένους δύο ἀναγορεῦσαι θεοὺς καὶ παρὰ τοῦτο περι πίπτοντας ψευδέσι καὶ ἀσεβέσι δόγμασιν, ἤτοι ἀρνουμένους ἰδιότητα υἱοῦ ἑτέραν παρὰ τὴν τοῦ πατρὸς ὁμολογοῦντας θεὸν εἶναι τὸν μέχρι ὀνόματος παρ' αὐτοῖς «υἱὸν» προσαγο ρευόμενον, ἢ ἀρνουμένους τὴν θεότητα τοῦ υἱοῦ τιθέντας δὲ αὐτοῦ τὴν ἰδιότητα καὶ τὴν οὐσίαν κατὰ περιγραφὴν τυγχά νουσαν ἑτέραν τοῦ πατρός, ἐντεῦθεν λύεσθαι δύναται· Λε κτέον γὰρ αὐτοῖς, ὅτι τότε μὲν αὐτόθεος ὁ θεός ἐστι, διόπερ καὶ ὁ σωτήρ φησιν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· «Ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεόν»· πᾶν δὲ τὸ παρὰ τὸ αὐτόθεος μετοχῇ τῆς ἐκείνου θεότητος θεοποιούμενον οὐχ «ὁ θεὸς» ἀλλὰ «θεὸς» κυριώτερον ἂν λέγοιτο, οὗ πάντως «ὁ πρωτότοκος πάσης κτίσεως», ἅτε πρῶτος τῷ πρὸς τὸν θεὸν εἶναι σπάσας τῆς θεότητος εἰς ἑαυτόν, ἐστὶ τιμιώτερος, τοῖς λοιποῖς παρ' αὐτὸν θεοῖς–ὧν ὁ θεὸς θεός ἐστι κατὰ τὸ λεγόμενον·
For he places the article when the name "God" is applied to the unbegotten cause of all things, but omits it when the Word is called "God." And just as "the God" and "God" differ in these passages, so perhaps "the Word" and "Word" differ. For just as the God over all is "the God" and not simply "God," so the source of the word in each rational being is "the Word," while the word in each individual, not being properly named and called "the Word" in the same way as the first, is something else. And the thing that troubles many who love God, who pray and are cautious about proclaiming two Gods and for this reason fall into false and impious doctrines—either denying that the Son has an identity other than the Father's and confessing that the one called "Son" among them is God only in name, or denying the deity of the Son while positing that his identity and substance, existing as they do within a circumscription, are other than the Father's—can be resolved from this. For it must be said to them that God is then God in himself, which is why the Savior also says in the prayer to the Father: "That they may know you, the only true God"; but everything that is deified by participation in his deity, beyond the God-in-himself, would more properly be called not "the God" but "God"—of whom certainly "the firstborn of all creation," inasmuch as he first drew deity to himself by being toward God, is more honored than the other gods besides him, of whom God is God, as it is said:
«Θεὸς θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν»–διακονήσας τὸ γενέσθαι θεοῖς, ἀπὸ τοῦ θεοῦ ἀρυσάμενος εἰς τὸ θεοποιηθῆναι αὐτούς, ἀφθόνως κἀκεί νοις κατὰ τὴν αὐτοῦ χρηστότητα μεταδιδούς. Ἀληθινὸς οὖν θεὸς ὁ θεός, οἱ δὲ κατ' ἐκεῖνον μορφούμενοι θεοὶ ὡς εἰκόνες πρωτοτύπου· ἀλλὰ πάλιν τῶν πλειόνων εἰκόνων ἡ ἀρχέτυπος εἰκὼν ὁ πρὸς τὸν θεόν ἐστι λόγος, ὃς «ἐν ἀρχῇ» ἦν, τῷ εἶναι «πρὸς τὸν θεὸν» ἀεὶ μένων «θεός», οὐκ ἂν δ' αὐτὸ ἐσχηκὼς εἰ μὴ πρὸς θεὸν ἦν, καὶ οὐκ ἂν μείνας θεός, εἰ μὴ παρέμενε τῇ ἀδιαλείπτῳ θέᾳ τοῦ πατρικοῦ βάθους. Ἀλλ' ἐπεὶ εἰκὸς προσκόψειν τινὰς τοῖς εἰρημένοις, ἑνὸς μὲν ἀληθινοῦ θεοῦ τοῦ πατρὸς ἀπαγγελλομένου παρὰ δὲ τὸν ἀληθινὸν θεὸν θεῶν πλειόνων τῇ μετοχῇ τοῦ θεοῦ γινομένων, εὐλαβουμένους τὴν τοῦ πᾶσαν κτίσιν ὑπερέχοντος δόξαν ἐξισῶσαι τοῖς λοιποῖς τῆς «θεὸς» προσηγορίας τυγχάνουσι, πρὸς τῇ ἀποδεδομένῃ διαφορᾷ, καθ' ἣν ἐφάσκομεν πᾶσι τοῖς λοιποῖς θεοῖς διάκονον εἶναι τῆς θεότητος τὸν θεὸν λόγον, καὶ ταύτην παραστατέον. Ὁ γὰρ ἐν ἑκάστῳ λόγος τῶν λογικῶν τοῦτον
"God, the Lord of gods, has spoken, and has called the earth"—having served so that they might become gods, having drawn from God for their being made divine, generously sharing with them also according to his own goodness. The true God, then, is God, while those who are formed in his image are gods as images of the prototype; but again, of the many images, the archetypal image is the Word who is toward God, who "in the beginning" was, remaining always "God" by being "toward God," and he would not have had this very thing unless he were toward God, nor would he have remained God unless he had continued in the unceasing vision of the Father's depth. But since it is likely that some will take offense at what has been said—when one true God, the Father, is proclaimed, and alongside the true God many gods come to be through participation in God—those who are cautious about equating the glory of him who surpasses all creation with the rest who obtain the title "god," in addition to the distinction already given, according to which we said that the God Word is the minister of deity to all the other gods, this too must be set forth. For the reason in each of the rational beings, this
τὸν λόγον ἔχει πρὸς τὸν ἐν ἀρχῇ λόγον πρὸς τὸν θεὸν ὄντα λόγον θεόν, ὃν ὁ θεὸς λόγος πρὸς τὸν θεόν· ὡς γὰρ αὐτόθεος καὶ ἀληθινὸς θεὸς ὁ πατὴρ πρὸς εἰκόνα καὶ εἰκόνας τῆς εἰκόνος, –διὸ καὶ «κατ' εἰκόνα» λέγονται εἶναι οἱ ἄνθρωποι, οὐκ «εἰκόνες»– οὕτως ὁ αὐτόλογος πρὸς τὸν ἐν ἑκάστῳ λόγον. Ἀμφότερα γὰρ πηγῆς ἔχει χώραν, ὁ μὲν πατὴρ θεότητος, ὁ δὲ υἱὸς λόγου. Ὥσπερ οὖν θεοὶ πολλοὶ ἀλλ' ἡμῖν «εἷς θεός, ὁ πατήρ», καὶ πολλοὶ κύριοι ἀλλ' ἡμῖν «εἷς κύριος, Ἰησοῦς Χριστός», οὕτως πολλοὶ λόγοι ἀλλ' ἡμῖν εὐχόμεθα ὅπως ὑπάρξῃ ὁ ἐν ἀρχῇ λόγος ὁ πρὸς τὸν θεὸν ὤν, ὁ θεὸς λόγος. Ὃς γὰρ οὐ χωρεῖ τοῦτον τὸν λόγον, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεόν, ἤτοι αὐτῷ γενομένῳ σαρκὶ προσέξει, ἢ μεθέξει τῶν μετεσχηκότων τινὸς τούτου τοῦ λόγου, ἢ ἀποπεσὼν τοῦ μετέχειν τοῦ μετεσχηκότος ἐν πάντη ἀλλοτρίῳ τοῦ λόγου λόγῳ ἔσται καλουμένῳ. Σαφὲς δὲ ἔσται τὸ εἰρημένον ἐκ παραδειγμάτων τῶν περὶ τοῦ θεοῦ καὶ τοῦ θεοῦ λόγου καὶ θεῶν ἤτοι μετεχόντων θεοῦ ἢ λεγομένων μὲν οὐδαμῶς δὲ ὄντων θεῶν, καὶ πάλιν λόγου θεοῦ καὶ λόγου γενομένου σαρκὸς καὶ λόγων ἤτοι μετεχόντων πως τοῦ λόγου, λόγων δευτέρων ἢ τρίτων παρὰ τὸν πρὸ πάντων, νομιζομένων μὲν λόγων οὐκ ὄντων δὲ ἀληθῶς λόγων ἀλλ', ἵν' οὕτως εἴπω, ὅλον τοῦτο ἀλόγων λόγων, ὥσπερ καὶ ἐπὶ τῶν λεγομένων μέν, οὐκ ὄντων δὲ θεῶν τάξαι τις ἂν ἀντὶ τοῦ ἀλόγων λόγων τὸ οὐ θεῶν θεῶν. Ὁ μὲν οὖν θεὸς τῶν ὅλων τῆς ἐκλογῆς ἐστι θεός, καὶ πολὺ μᾶλλον τοῦ τῆς ἐκλογῆς σωτῆρος· ἔπειτα τῶν ἀληθῶς θεῶν ἐστι θεός, καὶ ἁπαξαπλῶς ζώντων καὶ οὐ νεκρῶν ἐστι θεός.
He has the word in relation to the Word who was in the beginning, the Word who was with God, God the Word, whom God the Word has in relation to God. For just as the Father is very God and true God in relation to an image and images of the image—which is why human beings are said to be "according to the image," not "images"—so the very Word is in relation to the word in each person. For both have the place of a source: the Father of divinity, the Son of word. Therefore, just as there are many gods but for us "one God, the Father," and many lords but for us "one Lord, Jesus Christ," so there are many words, but we pray that the Word who was in the beginning, who was with God, God the Word, may be ours. For whoever does not contain this Word, the one in the beginning with God, will either attend to him as he became flesh for him, or will partake of one of those who have partaken of this Word, or, having fallen away from partaking of the one who has partaken, will be entirely in a foreign word that is merely called a word. What has been said will be clear from examples concerning God and the Word of God and gods—either those who partake of God or those who are called gods but are in no way gods—and again concerning the Word of God and the Word who became flesh, and words that in some way partake of the Word, second or third words beside the one before all things, which are thought to be words but are not truly words but, so to speak, this whole thing of wordless words, just as also in the case of those who are called but are not gods one might set down, instead of "wordless words," "godless gods." So then, the God of all things is the God of the election, and much more of the Savior who belongs to the election; then he is God of the truly gods, and simply of the living and not of the dead.
Ὁ δὲ θεὸς λόγος τάχα τῶν ἐν αὐτῷ ἱστάντων τὸ πᾶν καὶ τῶν πατέρα αὐτὸν νομιζόντων ἐστὶν θεός. Ἥλιος δὲ καὶ σελήνη καὶ ἀστέρες, ὥς τινες τῶν πρὸ ἡμῶν διηγήσαντο, ἀπενεμήθησαν τοῖς μὴ ἀξίοις ἐπιγρά φεσθαι τὸν θεὸν τῶν θεῶν θεὸν αὐτῶν εἶναι. Οὕτω δὲ ἐξεδέξαντο κινηθέντες ἐκ τῶν ἐν τῷ Δευτερονομίῳ τὸν τρόπον τοῦτον ἐχόντων· «Μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρα νοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμεν αὐτὰ κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσιν. Ὑμῖν δὲ οὐχ οὕτως ἔδωκε κύριος ὁ θεός σου.» Πῶς γὰρ ἀπένειμε πᾶσι τοῖς ἔθνεσιν ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ ὁ θεός, οὐχ οὕτως δεδωκὼς αὐτὰ τῷ Ἰσραήλ; τῷ τοὺς μὴ δυναμένους ἐπὶ τὴν νοητὴν ἀναδρα μεῖν φύσιν, δι' αἰσθητῶν θεῶν κινουμένους περὶ θεότητος, ἀγαπητῶς κἂν ἐν τούτοις ἵστασθαι καὶ μὴ πίπτειν ἐπὶ εἴδωλα καὶ δαιμόνια. Οὐκοῦν οἱ μὲν θεὸν ἔχουσι τὸν τῶν ὅλων θεόν, οἱ δὲ παρὰ τούτους δεύτεροι ἱστάμενοι ἔτι τὸν υἱὸν τοῦ θεοῦ τὸν Χριστὸν αὐτοῦ· καὶ τρίτοι οἱ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, ἀπὸ θεοῦ μὲν πλανηθέντες, πλὴν πλάνην πολλῷ διαφέρουσαν καὶ κρείττονα τῶν καλούντων θεοὺς ἔργα χειρῶν ἀνθρώπων, χρυσὸν καὶ ἄργυρον, τέχνης ἐμμελετήματα. Τελευταῖοι δέ εἰσιν οἱ λεγομένοις μὲν θεοῖς ἀνακείμενοι οὐδαμῶς δὲ οὖσιν θεοῖς.
But the divine Word is perhaps God to those who set up the whole in him and who think him Father. But sun and moon and stars, as some of those before us explained, were allotted to those who are not worthy to be inscribed with the God of gods as their God. And they received it thus, being moved by the things in Deuteronomy that run in this way: "Do not look up to heaven and see the sun and the moon and all the order of heaven, and being led astray worship them and serve them, which the Lord your God has allotted to all the nations. But to you the Lord your God has not given so." For how did God allot the sun and moon and all the order of heaven to all the nations, not having given them so to Israel? To those unable to run back up to the intelligible nature, being moved by perceptible gods concerning divinity, it was acceptable at least to stand in these things and not fall upon idols and demons. Therefore some have as God the God of all, while those second to these, still standing, have the Son of God, his Christ; and third are those who have the sun and moon and all the order of heaven, led astray from God, but a wandering far different and better than those who call gods the works of human hands, gold and silver, the exercises of craft. And last are those devoted to so-called gods who in no way are gods.
Οὕτω τοίνυν οἱ μέν τινες μετέχουσιν αὐτοῦ τοῦ «ἐν ἀρχῇ» λόγου καὶ «πρὸς τὸν θεὸν» λόγου καὶ «θεοῦ» λόγου, ὥσπερ Ὠσηὲ καὶ Ἡσαΐας καὶ Ἱερεμίας καὶ εἴ τιςἕτερος τοιοῦτον ἑαυτὸν παρέστησεν, ὡς «τὸν λόγον κυρίου» ἢ «τὸν λόγον» γενέσθαι πρὸς αὐτόν. Ἕτεροι δὲ οἱ μηδὲν εἰδότες «εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον», τὸν γενόμενον σάρκα λόγον τὸ πᾶν νομίσαντες εἶναι τοῦ λόγου, Χριστὸν κατὰ σάρκα μόνον γινώσκουσι· τοιοῦτον δέ ἐστι τὸ πλῆθος τῶν πεπιστευ κέναι νομιζομένων. Καὶ τρίτοι λόγοις μετέχουσί τι τοῦ λόγου ὡς πάντα ὑπερέχουσι λόγον προσεσχήκασι, καὶ μήποτε οὗτοί εἰσιν οἱ μετερχόμενοι τὰς εὐδοκιμούσας καὶ διαφερούσας ἐν φιλοσοφίᾳ παρ' Ἕλλησιν αἱρέσεις. Τέταρτοι δὲ παρὰ τούτους οἱ πεπιστευκότες λόγοις πάντη διεφθορόσι καὶ ἀθέοις, τὴν ἐναργῆ καὶ σχεδὸν αἰσθητὴν πρόνοιαν ἀναιροῦσι καὶ ἄλλο τι τέλος παρὰ τὸ καλὸν ἀπο δεχομένοις. Εἰ καὶ ἐδόξαμεν δὲ παρεκβεβηκέναι, οἶμαι δ' ὅτι παρακειμένως ὑπὲρ τοῦ σαφῶς ἰδεῖν τέσσαρα τάγματα κατὰ τὸ «θεὸς» ὄνομα καὶ τέσσαρα κατὰ τὸ
Thus, then, some partake of the Word himself who was "in the beginning" and the Word who was "with God" and the Word who was "God," as Hosea and Isaiah and Jeremiah and anyone else who presented himself as such, so as to become "the word of the Lord" or "the word" to him. But others, who know nothing "except Jesus Christ and him crucified," thinking that the Word who became flesh is the whole of the Word, know Christ only according to the flesh; and such is the multitude of those who are thought to have believed. And a third group partake of the Word in words, having attached themselves to words that surpass all words, and perhaps these are those who pursue the reputable and distinguished schools of philosophy among the Greeks. And a fourth group, besides these, are those who have believed in utterly corrupted and godless words, who abolish manifest and almost perceptible providence and accept some other end besides the good. And though we may have seemed to digress, I think that we have appropriately set out, for the sake of seeing clearly, four ranks according to the name "God" and four according to the
«λόγος» τοῦτο πεποιή καμεν. Ἦν γὰρ «ὁ θεὸς» καὶ «θεός», εἶτα «θεοὶ» διχῶς, ὧν τοῦ κρείττονος τάγματος ὑπερέχει ὁ «θεὸς λόγος» ὑπερεχόμενος ὑπὸ τοῦ τῶν ὅλων «θεοῦ». Καὶ πάλιν ἦν «ὁ λόγος», τάχα δὲ καὶ «λόγος», ὁμοίως τῷ «ὁ θεὸς» καὶ «θεός», καὶ «οἱ λόγοι» διχῶς. Οἰκεῖοί τε ἄνθρωποι οἱ μὲν τῷ πατρί, μερίδες ὄντες αὐτοῦ· καὶ τούτοις παρακείμενοι, οὕς νῦν σαφέστερον ὁ λόγος ἡμῖν παρίστησιν, οἱ ἐπὶ τὸν σωτῆρα φθάσαντες καὶ τὸ πᾶν ἐν αὐτῷ ἱστάντες. Καὶ τρίτοι οἱ προειρημένοι, ἥλιον καὶ σελήνην καὶ ἀστέρας νομίζοντες θεοὺς καὶ ἐν αὐτοῖς ἱστάμενοι. Ἐπὶ πᾶσι δὲ καὶ ἐν τῇ κάτω χώρᾳ οἱ τοῖς ἀψύχοις καὶ νεκροῖς εἰδώλοις ἐκκείμενοι. Τὸ δὲ ἀνάλογον καὶ ἐπὶ τῶν κατὰ τὸν λόγον εὑρίσκομεν. Οἱ μὲν γὰρ αὐτῷ τῷ λόγῳ κεκόσμηνται· οἱ δὲ παρακειμένῳ τινὶ αὐτῷ καὶ δοκοῦντι εἶναι αὐτῷ τῷ πρώτῳ λόγῳ, οἱ μηδὲν εἰδότες «εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον», οἱ τὸν λόγον σάρκα ὁρῶντες· καὶ τρίτοι, οὓς πρὸ βραχέος εἰρήκαμεν. Τί δὲ δεῖ λέγειν περὶ τῶν νομιζομένων μὲν ἐν λόγῳ τυγχάνειν, ἀποπεπτωκότων δὲ οὐ μόνον αὐτοῦ τοῦ καλοῦ ἀλλὰ καὶ τῶν ἰχνέων τῶν μετεχόντων αὐτοῦ; Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Διὰ τῶν προειρημένων τριῶν προτάσεων τάγ ματα τρία διδάξας ἡμᾶς ὁ εὐαγγελιστὴς συγκεφαλαιοῦται τὰ τρία εἰς ἕν, λέγων τὸ «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν». Πρῶτον δὲ τῶν τριῶν μεμαθήκαμεν, ἐν τίνι ἦν ὁ λόγος, ὅτι «ἐν ἀρχῇ», καὶ πρὸς τίνα οὗτος ἦν, ὅτι «πρὸς τὸν θεόν», καὶ τίς ὁ λόγος ἦν, ὅτι «θεός».
We have made this use of "word." For there was "the God" and "God," and then "gods" in two senses, of which the "God Word" excels the better order, being excelled by the "God" of all things. And again there was "the Word," and perhaps also "word," similarly to "the God" and "God," and "the words" in two senses. And there are kindred men, some belonging to the Father, being his portions; and those placed alongside these, whom the Word now sets more clearly before us, who have reached the Savior and establish everything in him. And third are those mentioned before, who consider the sun and moon and stars to be gods and stand in them. And above all, and in the lower region, are those who are exposed to lifeless and dead idols. And we find the analogous thing also in the case of those according to the Word. For some have been adorned by the Word himself; others by something placed alongside him and seeming to be the first Word himself—those who know nothing "except Jesus Christ and him crucified," who see the Word as flesh; and third, those whom we mentioned a little before. But what need is there to speak about those who are thought to be in the Word but have fallen away not only from the good itself but also from the traces of those who partake of it? This one was in the beginning with God. Through the three propositions mentioned before, the evangelist, having taught us three orders, sums up the three into one, saying, "This one was in the beginning with God." And first of the three we have learned in what the Word was, that he was "in the beginning," and toward whom he was, that he was "with God," and who the Word was, that he was "God."
Οἱονεὶ οὖν δεικνὺς τὸν προειρημένον θεὸν λόγον διὰ τοῦ «οὗτος», καὶ συνάγων εἰς τετάρτην πρότασιν τό τε «Ἐν ἀρχῇ ἦν ὁ λόγος» καὶ τὸ «Ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος» φησίν· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.» Δύναται μέντοι γε τὸ τῆς ἀρχῆς ὄνομα λαμβάνεσθαι καὶ ἐπὶ τῆς τοῦ κόσμου ἀρχῆς, μανθανόντων ἡμῶν διὰ τῶν λεγομένων ὅτι πρεσβύτερος ὁ λόγος τῶν ἀπ' ἀρχῆς γενομένων ἦν. Εἰ γὰρ «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», τὸ δὲ «ἐν ἀρχῇ ἦν» σαφῶς πρεσβύτερόν ἐστι τοῦ ἐν ἀρχῇ πεποιημένου, οὐ μόνον στερεώματος καὶ ξηρᾶς, ἀλλὰ οὐρανοῦ καὶ γῆς πρεσβύτερός ἐστιν ὁ λόγος. Τάχα δὲ οὐκ ἀτόπως τις ζητήσαι ἂν διὰ τί οὐκ εἴρηται· «Ἐν ἀρχῇ ἦν ὁ λόγος» τοῦ θεοῦ «καὶ ὁ λόγος» τοῦ θεοῦ «ἦν πρὸς τὸν θεόν καὶ θεὸς ἦν ὁ λόγος» τοῦ θεοῦ. Ἀκόλουθον δέ ἐστιν τὸν ζητοῦντα, τί δήποτε οὐ γέγραπται· «Ἐν ἀρχῇ ὁ λόγος τοῦ θεοῦ», καὶ τὰ ἑξῆς, πλείονας ἀποφαίνεσθαι λόγους καὶ τάχα ἑτερογενεῖς ὧν ὁ μέν τις τοῦ θεοῦ λόγος, ἕτε ρος δὲ φέρε εἰπεῖν ἀγγέλων λόγος, καὶ ἄλλος ἀνθρώπων, καὶ οὕτως ἐπὶ τῶν λοιπῶν λόγων. Εἰ δὲ λόγος, τάχα καὶ «σοφία» καὶ «δικαιοσύνη». Ἄτοπον δὲ πλείονας φάσκειν τῆς «λόγος» προσηγορίας κυρίως τυγχάνειν καὶ τῆς «σοφία» καὶ τῆς «δικαιοσύνη». Καὶ πληχθησόμεθα πρὸς τὸ μὴ δεῖν ζητεῖν πλείονας λόγους καὶ σοφίας καὶ δικαιοσύνας, κυρίως οὕτως ὀνομαζόμενα, ἀπὸ τῆς ἀληθείας. Πᾶς γὰρ ὁστισοῦν ὁμολογήσαι ἂν μίαν εἶναι τὴν ἀλήθειαν· οὐ γὰρ καὶ ἐπ' αὐτῆς τολμήσαι ἄν τις λέγειν ἑτέραν εἶναι τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ ἑτέραν τὴν τῶν ἀγγέλων καὶ ἄλλην τὴν τῶν ἀνθρώπων·
As it were, therefore, pointing out the previously mentioned God the Word through "this one," and gathering into a fourth proposition both "In the beginning was the Word" and "The Word was with God, and the Word was God," he says: "This one was in the beginning with God." However, the name of "beginning" can also be taken in reference to the beginning of the world, since we learn through what is said that the Word was older than the things that came to be from the beginning. For if "in the beginning God made the heaven and the earth," but "in the beginning was" is clearly older than what was made in the beginning, the Word is older not only than the firmament and the dry land, but also than heaven and earth. And perhaps someone might not unreasonably inquire why it was not said: "In the beginning was the Word of God, and the Word of God was with God, and the Word of God was God." And it is consistent for one who inquires why on earth it is not written "In the beginning the Word of God," and the rest, to set forth several words and perhaps of different kinds, of which one is the Word of God, another, say, the word of angels, and another of humans, and so on for the remaining words. And if a word, perhaps also "wisdom" and "righteousness." But it is absurd to assert that several things properly attain the designation of "word" and of "wisdom" and of "righteousness." And we shall be struck with the need not to seek several words and wisdoms and righteousnesses, thus properly named, from the truth. For anyone whatsoever would agree that the truth is one; for not even in its case would anyone dare to say that one is the truth of God and another that of angels and another that of humans.
ἐν γὰρ τῇ φύσει τῶν ὄντων μία ἡ περὶ ἑκάστου ἀλήθεια. Εἰ δὲ ἀλήθεια μία, δῆλον ὅτι καὶ ἡ κατασκευὴ αὐτῆς καὶ ἡ ἀπόδειξις σοφία τυγχάνουσα μία εὐλόγως ἂν νοοῖτο, πάσης τῆς νομιζομένης σοφίας οὐ κρατούσης τῆς ἀληθείας οὐδὲ σοφίας ἂν ὑγιῶς χρηματιζούσης. Εἰ δ' ἀλήθεια μία καὶ σοφία μία, καὶ λόγος ὁ ἀπαγγέλλων τὴν ἀλήθειαν καὶ τὴν σοφίαν ἁπλῶν καὶ φανερῶν εἰς τοὺς χωρητικοὺς εἷς ἂν τυγχάνοι. Καὶ οὐχὶ ταῦτά φαμεν ἀρνούμενοι τὴν ἀλήθειαν καὶ τὴν σοφίαν καὶ τὸν λόγον εἶναι τοῦ θεοῦ, ἀλλὰ δεικνύντες τὸ χρήσιμον τοῦ σεσιωπῆσθαι «τοῦ θεοῦ», καὶ μὴ ἀναγεγράφθαι· «Ἐν ἀρχῇ ἦν ὁ λόγος τοῦ θεοῦ.» Ὁ αὐτὸς δὲ Ἰωάννης ἐν τῇ Ἀποκαλύψει καὶ μετὰτῆς προσθήκης αὐτὸν ὀνομάζει τῆς «θεοῦ» λέγων· «Καὶ εἶδον οὐρανὸν τὸν ἀνεῳγμένον· καὶ ἰδοὺ ἵππος λευκὸς καὶ ὁ καθήμενος ἐπ' αὐτὸν καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ· οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ
πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά· ἔχων ὄνομα γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, καὶ περιβεβλημένος ἱμάτιον ῥεραντισμένον αἵματι, καὶ ἐκέκλητο τὸ ὄνομα αὐτοῦ «λόγος τοῦ θεοῦ». Καὶ τὰ στρατεύματα αὐτοῦ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς ἐνδεδυμένοις βύσσινον καθαρόν. Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τῆς ὀργῆς τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ παντοκράτορος. Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον· Ὁ βασιλεὺς βασιλέων καὶ κύριος κυρίων».
For in the nature of things there is one truth concerning each thing. And if truth is one, it is clear that both its establishment and its demonstration, being wisdom, would reasonably be understood as one, since all supposed wisdom does not grasp the truth, nor would it be rightly called wisdom. But if truth is one and wisdom is one, then the word that declares the truth and the wisdom, plain and manifest to those who can receive it, would also be one. And we say these things not denying that the truth and the wisdom and the word are God's, but showing the usefulness of the fact that "of God" has been passed over in silence and not written: "In the beginning was the word of God." And the same John in the Revelation also names him with the addition of "of God," saying: "And I saw heaven opened, and behold, a white horse, and the one sitting on it called faithful and true, and in righteousness he judges and makes war; and his eyes as a flame of fire, and on his head many diadems; having a name written which no one knows except himself, and clothed in a garment sprinkled with blood, and his name was called 'the word of God.' And his armies in heaven followed him on white horses, clothed in pure fine linen. And out of his mouth proceeds a sharp sword, that with it he may strike the nations, and he himself will shepherd them with a rod of iron; and he himself treads the winepress of the wine of the wrath of the anger of God the Almighty. And he has on his garment and on his thigh a name written: The King of kings and Lord of lords."
Ἀναγκαίως δὲ καὶ ἀπολύτως εἴρηται καὶ «λόγος» καὶ μετὰ προσθήκης «λόγος τοῦ θεοῦ»· ὧν εἰ τὸ ἕτερον σεσιώπητο, ἀφορμὰς ἂν εἴχομεν τοῦ παρεκδέξασθαι καὶ ἀποπεσεῖν τῆς περὶ τοῦ λόγου ἀληθείας. Εἰ γὰρ «λόγος» μὲν ἀναγέ γραπτο «λόγος δὲ θεοῦ» μὴ εἴρητο, οὐ σαφῶς ἐμανθάνομεν, ὅτι οὗτος ὁ λόγος «λόγος τοῦ θεοῦ» ἐστι. Πάλιν τ' αὖ εἰ «λόγος μὲν θεοῦ» προσηγόρευτο, «λόγος» δὲ ἀπολύτως οὐκ εἴρητο, κἂν πολλοὺς λόγους ἀναπλάσσοντες κατὰ τὴν πρὸς ἕκαστον τῶν λογικῶν σχέσιν μάτην ἂν πολλοὺς κυρίως οὕτως ὀνομαζομένους παρεδεξάμεθα. Καλῶς μέντοι γε διαγράφων τὰ περὶ τοῦ λόγου τοῦ θεοῦ ἐν τῇ Ἀποκαλύψει ὁ ἀπόστολος καὶ ὁ εὐαγγελιστής, ἤδη δὲ καὶ διὰ τῆς Ἀποκαλύψεως καὶ προφήτης, φησὶ τὸν τοῦ θεοῦ λόγον ἑωρακέναι ἐν ἀνεῳγότι τῷ οὐρανῷ ἐφ' ἵππῳ λευκῷ ὀχούμενον. Τί δὲ αἰνίττεται τὸ ἀνεῷχθαι τὸν οὐρανὸν καὶ ὁ λευκὸς ἵππος καὶ τὸ ἐπ' αὐτοῦ καθέζεσθαι τὸν καλούμενον τοῦ θεοῦ λόγον, πρὸς τῷ εἶναι θεοῦ λόγον καὶ πιστὸν καὶ ἀληθινὸν καὶ ἐν δικαιοσύνῃ κρίνοντα καὶ πολε μοῦντα λεγόμενον, κατανοητέον, ἵνα ἔτι μᾶλλον προβιβασθῶμεν τῷ ἐκλαβεῖν τὰ περὶ «τοῦ λόγου τοῦ θεοῦ». Κεκλεῖσθαι δὲ ἡγοῦμαι τὸν οὐρανὸν τοῖς ἀσεβέσι καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φέρουσιν, ἀνεῷχθαι δὲ τοῖς δικαίοις καὶ κεκοσμημένοις τῇ τοῦ ἐπουρανίου εἰκόνι· τοῖς μὲν γάρ, ἅτε κάτω τυγχάνουσι καὶ ἐν σαρκὶ ἔτι ὑπάρχουσιν, ἀποκέκλεισται τὰ κρείττονα οὐ συνιέναι αὐτὰ οὐδὲ τὸ κάλλος αὐτῶν δυναμένοις, ἐπεὶ μὴ βούλονται κατανοεῖν συγκύπτοντες καὶ μὴ ἐπιδιδόντες αὑτοὺς εἰς τὸ ἀνακύπτειν·
And necessarily and absolutely both "Word" and, with the addition, "Word of God" have been spoken; if either of these had been passed over in silence, we would have had occasions for misinterpreting and falling away from the truth concerning the Word. For if "Word" had been written but "Word of God" had not been said, we would not clearly have learned that this Word is "the Word of God." Again, on the other hand, if "Word of God" had been named but "Word" absolutely had not been said, then even if we fashioned many words according to his relation to each of the rational beings, we would have vainly accepted many that are thus properly named. Well, indeed, describing the things concerning the Word of God in the Apocalypse, the apostle and evangelist—and already also through the Apocalypse a prophet—says that he saw the Word of God riding on a white horse in the opened heaven. But what is hinted at by heaven being opened, and the white horse, and the one sitting upon it being called the Word of God, in addition to his being the Word of God and being called faithful and true and one who judges and makes war in righteousness—this must be understood, so that we may be advanced still further by grasping the things concerning "the Word of God." I think that heaven is closed to the impious and to those who bear the image of the earthly, but opened to the righteous and to those adorned with the image of the heavenly; for to the former, since they are below and still exist in the flesh, the better things are shut off, as they are unable to understand them or their beauty, since they do not wish to contemplate them, stooping down and not giving themselves over to looking up.
τοῖς δὲ διαφέρουσιν, ἅτε τὸ πολίτευμα ἔχουσιν ἐν οὐρανοῖς, τὰ οὐράνια τῇ κλειδὶ τοῦ Δαβὶδ ἀνέῳγε θεωρούμενα, τοῦ θείου λόγου ἀνοίγοντος αὐτὰ καὶ σαφηνίζοντος διὰ τοῦ ὀχεῖσθαι ἵππῳ, φωναῖς τὰ σημαινόμενα ἀπαγγελλούσαις, λευκῷ διὰ τὸ φανερὸν καὶ τὸ λευκὸν καὶ φωτεινὸν τῆς γνώσεως. Καθέζεται δὲ ἐπὶ τὸν λευκὸν ἵππον ὁ καλούμενος «πιστός», ἱδρυμένος βεβαιώτερον καί, ἵν' οὕτως εἴπω, βασιλικώτερον ἐν φωναῖς ἀνατραπῆναι μὴ δυναμέναις, παντὸς ἵππου ὀξύτερον καὶ τάχιον τρεχούσαις καὶ παρευδοκιμούσαις ἐν τῇ φορᾷ πάντα τὸν ἀνταγωνιστὴν ὑποκριτὴν λόγου νομι ζόμενον λόγον καὶ ἀληθείας δοκοῦσαν ἀλήθειαν. Καλεῖται δὲ «πιστὸς» ὁ ἐπὶ τοῦ λευκοῦ ἵππου οὐ διὰ τὸ πιστεύειν ὅσον διὰ τὸ πιστευτὸς εἶναι, τουτέστι, τοῦ πιστεύεσθαι ἄξιος· κύριος γὰρ κατὰ τὸν Μωσέα πιστὸς καὶ ἀληθινός· καὶ ἀληθινὸς γὰρ πρὸς ἀντιδιαστολὴν σκιᾶς καὶ τύπου καὶ εἰκόνος, ἐπεὶ τοιοῦτος ὁ ἐν τῷ ἀνεῳγότι οὐρανῷ λόγος· ὁ γὰρ ἐπὶ γῆς οὐ τοιοῦτος ὁποῖος ὁ ἐν οὐρανῷ, ἅτε γενόμενος σὰρξ καὶ διὰ σκιᾶς καὶ τύπων καὶ εἰκόνων λαλούμενος. Τὰ δὲ πλήθη τῶν πεπιστευκέναι νομιζο μένων τῇ σκιᾷ τοῦ λόγου καὶ οὐχὶ τῷ ἀληθινῷ λόγῳ θεοῦ ἐν τῷ ἀνεῳγότι οὐρανῷ τυγχάνοντι μαθητεύεται. Διόπερ ὁ Ἱερε μίας φησί· «Πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, οὗ εἴπομεν· ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν». Οὗτος δὴ ὁ λόγος τοῦ θεοῦ ὁ πιστὸς καλούμενος καὶ ἀληθινὸς καλεῖται καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ, τῇ αὐτοδικαιοσύνῃ καὶ αὐτοκρίσει τὸ κατ' ἀξίαν ἑκάστου τῶν ὄντων ἀπονέμειν ἀπὸ θεοῦ δύνασθαι λαβὼν καὶ κρίνειν.
But for those who are superior, since their citizenship is in the heavens, the heavenly things are opened by the key of David and are seen, the divine Word opening them and making them clear by riding on a horse, with voices announcing the things signified, a white horse because of the manifest and white and luminous character of knowledge. And the one called "Faithful" sits upon the white horse, established more firmly and, so to speak, more royally in voices that cannot be overturned, running more sharply and swiftly than every horse and outrunning in their course every rival—the hypocrite of the word who is thought to be word, and the seeming truth that is not truth. And the one on the white horse is called "Faithful" not because he believes but because he is to be believed, that is, worthy of being believed; for the Lord, according to Moses, is faithful and true; and true in contrast to shadow and type and image, since such is the Word in the opened heaven; for the Word on earth is not such as the Word in heaven, since he became flesh and is spoken through shadow and types and images. But the multitudes of those who are thought to have believed are discipled to the shadow of the Word and not to the true Word of God that is in the opened heaven. Therefore Jeremiah says: "The breath of our face, Christ the Lord, of whom we said: In his shadow we shall live among the nations." This Word of God, then, who is called faithful and is also called true, judges and makes war in righteousness, having received from God the power to assign to each of existing things according to its worth by his own righteousness and his own judgment, and to judge.
Οὐδεὶς γὰρ τῶν μετεχόντων δικαιοσύνης καὶ τῆς τοῦ κρίνειν λαὸν δυνάμεως οὕτω πάντη ἐναπομάξασθαι ἑαυτοῦ τῇ ψυχῇ δυνήσεται τοὺς τῆς δικαιοσύνης τύπους καὶ τοῦ κρίνειν, ὥστε ἐν μηδενὶ ἀποδεῖν τῆς αὐτοδικαιοσύνης
καὶ τῆς αὐτο κρίσεως, ὡς οὐδὲ ὁ γράφων εἰκόνα οἷός τε ἔσται μεταδοῦναι πάντων τῶν τοῦ γραφομένου ἰδιωμάτων τῇ γραφῇ. Διὰ τοῦτο δὴ ἡγοῦμαι τὸν Δαβὶδ λέγειν τὸ «Οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν»· οὐ γὰρ ἁπαξαπλῶς εἶπε «πᾶς ἄνθρωπος» ἢ «πᾶς ἄγγελος», ἀλλὰ «πᾶς ζῶν», ὅτι κἂν τῆς ζωῆς τις μετέχῃ καὶ πάντη τὴν νεκρότητα ἀποσείσηται, οὐδ' οὕτως ὡς πρὸς σὲ δικαιωθῆναι δυνήσεται παραπλησίως τῇ ζωῇ, οὐδὲ δυνατὸν τὸν μετέχοντα τῆς ζωῆς καὶ διὰ τοῦτο ζῶντα χρηματίζοντα αὐτὸν γενέσθαι ζωήν, καὶ τὸν μετέχοντα δικαιοσύνης καὶ διὰ τοῦτο δίκαιον καλούμενον ἐξισωθῆναι πάντη τῇ δικαιοσύνῃ. Ἔργον δὲ τοῦ λόγου ὥσπερ κρίνειν ἐν δικαιο σύνῃ οὕτω καὶ πολεμεῖν ἐν δικαιοσύνῃ, ἵν' ἐκ τοῦ τοὺς ἐχθροὺς λόγῳ καὶ δικαιοσύνῃ οὕτω πολεμεῖν ἀναιρουμένων τῶν ἀλόγων καὶ τῆς ἀδικίας λέγεσθαι ἐνοικήσῃ καὶ δικαιώσῃ, ἐκβάλλων τὰ ἐναντία τῆς ψυχῆς τοῦ, ἵν' οὕτως εἴπω, ἐπὶ σωτηρίᾳ αἰχμαλωτισθέντος ὑπὸ Χριστοῦ. Ἔτι δὲ μᾶλλον ἔστιν τὸν τοῦ λόγου πόλεμον ἰδεῖν ὃν πολεμεῖ, ἐπὰν αὐτὸς μὲν πρεσβεύῃ περὶ ἀληθείας, ὁ δ' ὑποκρι νόμενος εἶναι λόγος οὐ λόγος ὤν, καὶ ἡ ἑαυτὴν ἀναγορεύσασα ἀλήθειαν οὐκ ἀλήθεια τυγχάνουσα ἀλλὰ ψεῦδος φάσκῃ εἶναι ἑαυτὴν τὴν ἀλήθειαν. Τότε γὰρ καθοπλισάμενος ὁ λόγος κατὰ τοῦ ψεύδους «ἀναλοῖ αὐτὸ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργεῖ τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ».
For none of those who partake of righteousness and of the power to judge a people will be able so completely to imprint on his own soul the forms of righteousness and of judging as to fall short in nothing of absolute righteousness and absolute judgment, just as not even the one who paints an image will be able to impart all the particular qualities of the thing painted to the painting. For this reason, then, I think David says, "No one living shall be justified before you"; for he did not say simply "every man" or "every angel," but "every one living," because even if someone partakes of life and has wholly cast off deadness, not even so will he be able to be justified before you in a manner comparable to life, nor is it possible for the one who partakes of life, and is therefore called living, himself to become life, nor for the one who partakes of righteousness, and is therefore called righteous, to be wholly equated with righteousness. And it is the work of the Word both to judge in righteousness and to wage war in righteousness, so that, from his waging war against enemies by word and righteousness in this way, when the irrational and injustice are destroyed, he may be said to dwell and to make righteous, casting out the things opposed to the soul of the one who, so to speak, was taken captive by Christ for salvation. And one may see the war of the Word, which he wages, still more clearly when he himself acts as ambassador concerning the truth, while that which pretends to be the word, though it is not the word, and that which has proclaimed itself truth, though it happens not to be truth but falsehood, claims that it is itself the truth. For then the Word, armed against falsehood, "will destroy it by the spirit of his mouth, and will bring it to nothing by the manifestation of his coming."
Καὶ ὅρα, εἰ δύναται κατὰ τὸ νοητὸν ταῦτα ὑπὸ τοῦ ἀποστόλου ἐν τῇ πρὸς Θεσσαλονικεῖς παρίστασθαι ἐπιστολῇ. Τί γάρ ἐστι τὸ ἀναλούμενον τῷ πνεύματι τοῦ στόματος Χριστοῦ, Χριστοῦ τυγχάνοντος λόγου καὶ ἀληθείας καὶ σοφίας, ἢ τὸ ψεῦδος; Καὶ τί τὸ καταργούμενον τῇ ἐπιφανείᾳ τῆς παρουσίας Χριστοῦ, σοφίας καὶ λόγου νοουμένου, ἢ πᾶν τὸ ἐπαγγελλόμενον εἶναι σοφία, τυγχάνον δὲ ἕν τούτων, ὧν ὁ θεὸς δράσσεται «ἐν τῇ πανουργίᾳ αὐτῶν»; Ἔτι ὁ Ἰωάννης θαυμασιώτατα ἐν τοῖς περὶ τοῦ ὀχουμένου τῷ λευκῷ ἵππῳ λόγου φησὶ καὶ τὸ «Οἱ ὀφθαλμοὶ δὲ αὐτοῦ ὡς φλὸξ πυρός». Ὡς γὰρ ἡ φλὸξ τὸ λαμπρὸν ἅμα καὶ φωτιστικόν, ἔτι δὲ καὶ πυρῶδες ἔχει καὶ ἀναλωτικὸν τῶν ὑλικωτέρων, οὕτως οἱ, ἵν' οὕτως εἴπω, ὀφθαλμοὶ τοῦ λόγου, οἷς βλέπει καὶ πᾶς ὁ μετέχων αὐτοῦ, πρὸς τῷ διὰ τῶν ἐνυπαρχουσῶν αὐτῷ ἀκτίνων ἀντιλαμβάνεσθαι τῶν νοητῶν ἀνα λοῦσι καὶ ἀφανίζουσι τὰ ὑλικώτερα καὶ παχύτερα τῶν νοημάτων· πάντα δὲ τὴν ἰσχνότητα καὶ λεπτότητα ἐκπέφευγε τῆς ἀληθείας τὰ ὁπωσποτοῦν ψευδόμενα. Πάνυ δὲ τεταγμένως μετὰ τὸν ἐν δικαιοσύνῃ κρίνοντα καὶ κατὰ τὸ ἐν δικαιοσύνῃ κρίνειν πολεμοῦντα, ἑξῆς δὲ τῷ πολεμεῖν φωτίζοντα, ἐπιφέρεται τὸ ἐπὶ τὴν κεφαλὴν εἶναι αὐτοῦ πολλὰ διαδήματα. Εἰ μὲν γὰρ ἓν ἦν καὶ μονοειδὲς τὸ ψεῦδος, καθ' οὗ τὸν στέφανον ἡττωμένου ἐλάμβανεν ὁ νική σας «πιστὸς καὶ ἀληθινὸς» λόγος, καὶ ἓν διάδημα περικεῖσθαι εὐλόγως ἂν ἀναγέγραπτο ὁ ἐπικρατήσας τῶν ἐναντίων θεοῦ λόγος.
And see whether these things can be presented in their intelligible sense by the apostle in the letter to the Thessalonians. For what is that which is consumed by the spirit of Christ's mouth—Christ being reason and truth and wisdom—except falsehood? And what is that which is brought to nothing by the manifestation of Christ's presence, understood as wisdom and reason, except everything that claims to be wisdom but is actually one of those things which God catches "in their cunning"? Further, John, most wonderfully, in his discourse concerning the one riding the white horse, also says, "But his eyes were as a flame of fire." For just as a flame has both brightness and illuminating power, and further also a fiery and consuming quality for the more material things, so the eyes of the Word—if I may so speak—with which he sees and every one who partakes of him sees, in addition to apprehending intelligible things through the rays inherent in him, also consume and destroy the more material and coarser of thoughts; and all things that in any way whatsoever are false have fled from the leanness and fineness of truth. And very orderly, after the one who judges in righteousness and who wars according to judging in righteousness, and next after the one who wars, the one who enlightens, there is added the fact that upon his head are many diadems. For if falsehood were one and of a single form, against which the conqueror, the "faithful and true" Word, took the crown when it was defeated, then the Word of God who prevailed over his adversaries would reasonably have been recorded as wearing one diadem.
Νυνὶ δὲ πολλῶν ὄντων τῶν ἐπαγγελλομένων τὴν ἀλήθειαν ψευδῶν, καθ' ὧν στρατευσάμενος ὁ λόγος στεφανοῦται, πολλὰ γίνεται τὰ διαδήματα τῇ κεφαλῇ τοῦ πάντα νικήσαντος περικείμενα καὶ ἑκάστης δὲ ἀποστατησάσης ἐνεργείας κρατῶν πολλὰ διαδήματα τῷ νικᾶν περι τίθεται. Ἑξῆς μετὰ τὰ διαδήματα ἀναγέγραπται ἔχειν «ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός»· οὗτος γὰρ ὁ ἔμψυχος λόγος ἐπίσταταί τινα μόνος, διὰ τὸ ὑποδεέστερον ἐν τοῖς ἑξῆς γενητοῖς τῆς φύσεως αὐτοῦ οὐδενὸς χωροῦντος πάντα, ἃ ἐκεῖνος καταλαμβάνει θεωρεῖν. Τάχα δὲ καὶ οἱ μετέχοντες ἐκείνου τοῦ λόγου μόνοι παρὰ τοὺς μὴ μετέχοντας ἴσασι τὰ μὴ εἰς ἐκείνους φθάνοντα. Οὐ γυμνὸς δὲ τῷ Ἰωάννῃ ὁρᾶται τῷ ἵππῳ ὀχούμενος ὁ τοῦ θεοῦ λόγος· περιβέβληται γὰρ ἱμάτιον ῥεραμμένον αἵματι, ἐπείπερ ἴχνη περίκειται ὁ γενόμενος λόγος σάρξ, καὶ διὰ τὸ γεγονέναι σὰρξ ἀποθανών, ὡς προχυθῆναι αὐτοῦ καὶ αἷμα ἐπὶ τὴν γῆν νύξαντος τοῦ στρατιώτου τὴν πλευρὰν αὐτοῦ, ἐκείνου τοῦ πάθους. Τάχα γὰρ κἂν ὁπωσποτὲ ἐν τῇ τοῦ λόγου ὑψηλοτάτῃ καὶ ἀνωτάτῃ θεωρίᾳ γενώμεθα καὶ τῆς ἀληθείας, οὐ πάντη ἐπιλησόμεθα τῆς ἐν σώματι ἡμῶν γενομένης
But now, since there are many who promise truth falsely, against whom the Word, having waged war, is crowned, there come to be many diadems placed around the head of him who has conquered all things; and by prevailing over each power that has fallen away, he puts many diadems around himself through his victory. Next after the diadems it is recorded that he has "a name written which no one knows except himself"; for this living Word alone understands certain things, because no one among the created things that come after him, being of a nature inferior to his, is capable of contemplating all the things that he comprehends. And perhaps those who partake of that Word alone, beyond those who do not partake, know things that do not reach those others. And the Word of God is not seen by John riding the horse naked; for he is clothed in a garment dipped in blood, since the Word who became flesh has traces around him, and because he became flesh he died, so that his blood too was poured out upon the earth when the soldier pierced his side—that suffering. For perhaps even if we come at some time or other to the most exalted and highest contemplation of the Word and of the truth, we shall not altogether forget that which took place in our body
δι' αὐτοῦ εἰσαγωγῆς. Τούτῳ τῷ τοῦ θεοῦ λόγῳ τὰ ἐν τῷ οὐρανῷ στρατεύματα ἀκολουθεῖ πάντα, λόγῳ ἑπόμενα ἡγουμένῳ καὶ μιμούμενα αὐτὸν ἐν πᾶσι, καὶ μάλιστα τῷ ἐπιβεβηκέναι ὁμοίως αὐτῷ ἵπποις λευκοῖς· πάντα γὰρ ἐνώπιον τοῖς νοοῦσι. Καὶ ὥσπερ «ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς» ἐπὶ τῷ τέλει τῶν πραγμάτων, οὕτως οἶμαι ὅτι ἀπέδρα ἀσάφεια καὶ ἀπορία, πάντων ἐπιμελῶς καὶ τρανῶς προπιπτόντων τῶν τῆς τοῦ θεοῦ σοφίας μυστηρίων. Ἐπισκέψαι δὲ τοὺς λευκοὺς ἵππους τῶν ἀκολου θούντων τῷ λόγῳ, ἐνδεδυμένους «βύσσινον λευκὸν καὶ καθα ρόν», εἰ μή, ἐπεὶ ἡ βύσσος ἀπὸ γῆς γίνεται, τῶν ἐπὶ γῆς διαλέκτων, ἃς ἠμφιεσμέναι εἰσὶν αἱ σημαίνουσαι φωναὶ καθα ρῶς τὰ πράγματα, τύποι τυγχάνουσι τὰ βύσσινα ἐνδύματα. Ταῦτα δὴ ἐπὶ πλεῖον ἐκ τῆς Ἀποκαλύψεως διδασκούσης περὶ λόγου θεοῦ εἴρηται, ἵνα ἀκριβέστερον τὰ περὶ αὐτοῦ νοήσωμεν. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Τοῖς μὴ ἀκριβοῦσιν τὰς διαφόρους ἐν τοῖς ἀπαγγελλομένοις προτάσεις δόξει ταὐτολογεῖν ὁ εὐαγγελι στής, οὐδὲν πλέον λέγων ἐν τῷ «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν» παρὰ τὸ «Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν». Τηρη τέον δὲ ὅτι ἐν μὲν τῷ «Ὁ λόγος ἦν πρὸς τὸν θεὸν» οὐ μανθάνομεν τὸ πότε ἢ ἐν τίνι «ἦν πρὸς τὸν θεόν», κατὰ τὸ τέταρτον ἀξίωμα προσκείμενον· τέσσαρα γὰρ ἀξιώματα, ἅπερ παρά τισι προτάσεις καλοῦνται, ἔστιν ἐνθάδε, ὧν τὸ τέταρτον «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν». Οὐ ταὐτὸν δὲ τὸ «Ὁ λόγος ἦν πρὸς τὸν θεόν»· καὶ τὸ «Οὗτος ἦν» οὐχὶ ἁπλῶς πρὸς τὸν θεόν, ἀλλὰ πότε ἢ ἐν τίνι πρὸς τὸν θεόν· «Οὗτος, γάρ φησιν, ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν».
through it as an introduction. All the heavenly hosts follow this Word of God, following the Word as their leader and imitating him in all things, and especially in that they have mounted white horses like him; for all things are evident to those who understand. And just as "pain and sorrow and groaning fled away" at the consummation of things, so I think obscurity and perplexity have fled away, when all the mysteries of the wisdom of God come forth diligently and clearly. Consider the white horses of those who follow the Word, clothed in "fine linen, white and pure," unless—since fine linen comes from the earth—the fine linen garments are types of earthly languages, which the voices that clearly signify realities have put on. These things have been said at greater length, since the Apocalypse teaches more fully about the Word of God, so that we may understand the things concerning him more precisely. This one was in the beginning with God. To those who do not examine carefully the different propositions in what is declared, the evangelist will seem to be saying the same thing, stating nothing more in "This one was in the beginning with God" than in "And the Word was with God." But one must observe that in "The Word was with God" we do not learn when, or in what respect, he "was with God," according to the fourth axiom added; for there are four axioms here, which some call propositions, of which the fourth is "This one was in the beginning with God." And "The Word was with God" is not the same as "This one was"—not simply with God, but when, or in what respect, with God; for he says, "This one was in the beginning with God."
Ἀλλὰ καὶ τὸ «οὗτος» κατὰ δεῖξιν ἐκφερόμενον νομισθήσεται ἐπὶ τοῦ λόγου τετάχθαι ἢ ἐπὶ τοῦ θεοῦ ὑπὸ τοῦ μὴ ἰσχνότερον ἐρευνῶντος, ἵνα καὶ εὕρῃ σύλληψιν τῶν προτέρων γινομένην ἐν τῇ «οὗτος» προσηγορίᾳ τῆς τε λόγος ἐπινοίας καὶ τῆς θεός, ἵνα ἡ δεῖξις συναγάγῃ εἰς ἓν τὰ τῇ ἐπινοίᾳ διάφορα· οὐ γὰρ ἐν τῇ ἐπινοίᾳ τῇ λόγος ἐστὶν ἡ θεός, οὐδὲ ἐν τῇ θεὸς ἡ λόγος. Τάχα δὲ συγκεφαλαίωσίς ἐστι τῶν τριῶν προτάσεων εἰς μίαν τὴν «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν»· καθ' ὃ γὰρ «ἐν ἀρχῇ ἦν ὁ λόγος», οὐ μεμαθήκειμεν ὅτι «πρὸς τὸν θεόν»· καθ' ὃ δὲ «πρὸς τὸν θεὸν» ὁ λόγος ἦν, οὐκ ἐγινώσκομεν σαφῶς, ὅτι ἐν ἀρχῇ πρὸς τὸν θεὸν ἦν· καθ' ὃ δὲ «θεὸς ὁ λόγος ἦν», οὔτε τὸ «ἐν ἀρχῇ» αὐτὸν εἶναι ἐδηλοῦτο οὔτε ὅτι «πρὸς τὸν θεὸν» ἐτύγχανεν. Ἐν δὲ τῇ «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεὸν» ἀπαγγελίᾳ, τοῦ «οὗτος» ἐπὶ τοῦ λόγου καὶ θεοῦ νοουμένου, καὶ τοῦ «ἐν ἀρχῇ» οὕτω συναπτομένου τοῦ τε «πρὸς τὸν θεὸν» προστιθεμένου, οὐδὲν παραλείπεται τῶν ἐν ταῖς τρισὶ προτάσεσιν, ὃ οὐ συγκεφαλαιοῦται συναγομένων εἰς ἕν. Ὅρα δὲ εἰ κατὰ τὸ δισσὸν ὀνομάζεσθαι τὸ «ἐν ἀρχῇ» δυνατὸν ἡμᾶς μανθάνειν πράγματα δύο· ἓν μὲν ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος», ὡς εἰ καθ' αὑτὸν ἦν καὶ μὴ πάντως πρός τινα· ἕτερον δὲ ὅτι «ἐν ἀρχῇ» «πρὸς τὸν θεὸν ἦν». Καὶ οἶμαι, ὅτι οὐ ψεῦδος εἰπεῖν περὶ αὐτοῦ, ὅτι «ἐν ἀρχῇ ἦν» καὶ «ἐν ἀρχῇ» «πρὸς τὸν θεὸν», οὔτε «πρὸς τὸν θεὸν» μόνον τυγχάνων, ἐπεὶ καὶ «ἐν ἀρχῇ ἦν», οὔτε «ἐν ἀρχῇ» μόνον ὢν καὶ οὐχὶ «πρὸς τὸν θεὸν» ὢν, ἐπεὶ «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν». Πάντα δι' αὐτοῦ ἐγένετο.
But also the word "this" (houtos), spoken as a pointing out, will be thought to have been placed either for the Word or for God by one who does not investigate too superficially, so that he may also find a comprehension of the earlier statements coming to be in the designation "this" of both the notion of Word and of God, in order that the pointing out may gather into one the things that are different in notion; for God is not in the notion of Word, nor is Word in the notion of God. And perhaps it is a summing up of the three propositions into one: "This was in the beginning with God." For in respect of "in the beginning was the Word," we had not learned that it was "with God"; and in respect of the Word being "with God," we did not clearly know that he was in the beginning with God; and in respect of "the Word was God," neither was it made clear that he was "in the beginning" nor that he happened to be "with God." But in the declaration "This was in the beginning with God," with "this" understood of the Word and God, and with "in the beginning" thus joined and "with God" added, nothing is omitted of the things in the three propositions which is not summed up as they are gathered into one. But see whether, by the double naming of "in the beginning," we can learn two things: one, that "in the beginning was the Word," as if he were by himself and not altogether toward someone; and the other, that "in the beginning" he "was with God." And I think it is no falsehood to say concerning him that he "was in the beginning" and "in the beginning" "with God," since he is neither "with God" only, seeing that he also "was in the beginning," nor being "in the beginning" only and not being "with God," seeing that "This was in the beginning with God." All things came to be through him.
Οὐδέποτε τὴν πρώτην χώραν ἔχει τὸ «δι' οὗ», δευτέραν δὲ ἀεί· οἷον ἐν τῇ πρὸς Ῥωμαίους· «Παῦλος δοῦλος, φησί, Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὑτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.» Ὁ γὰρ θεὸς τὸ εὐαγγέλιον ἑαυτοῦ προεπηγγείλατο διὰ τῶν προφητῶν, ὑπηρετούντων τῶν προφητῶν καὶ ἐχόντων τὸν λόγον τοῦ «δι' οὗ», καὶ πάλιν ὁ θεὸς ἔδωκε «χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσι» Παύλῳ καὶ τοῖς λοιποῖς, καὶ ἔδωκε διὰ Χριστοῦ Ἰησοῦ
τοῦ σωτῆρος, ἔχοντος τὸ «δι' οὗ». Καὶ ἐν τῇ πρὸς Ἑβραίους ὁ αὐτὸς Παῦλός φησιν· «Ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας», διδά σκων ἡμᾶς, ὅτι ὁ θεὸς τοὺς αἰῶνας πεποίηκε διὰ τοῦ υἱοῦ, ἐν τῷ τοὺς αἰῶνας γίνεσθαι τοῦ μονογενοῦς ἔχοντος τὸ «δι' οὗ». Οὕτω τοίνυν καὶ ἐνθάδε εἰ πάντα διὰ τοῦ λόγου ἐγένετο, οὐχ ὑπὸ τοῦ λόγου ἐγένετο, ἀλλ' ὑπὸ κρείττονος καὶ μείζονος παρὰ τὸν λόγον. Τίς δ' ἂν ἄλλος οὗτος τυγχάνῃ ἢ ὁ πατήρ; Ἐξεταστέον δέ, ἀληθοῦς ὄντος τοῦ «πάντα δι' αὐτοῦ ἐγένετο», εἰ καὶ τὸ πνεῦμα τὸ ἅγιον δι' αὐτοῦ ἐγένετο. Οἶμαι γὰρ ὅτι τῷ μὲν φάσκοντι γενητὸν αὐτὸ εἶναι καὶ προιεμένῳ τὸ «πάντα δι' αὐτοῦ ἐγένετο»·
The expression "through whom" never holds the first place, but always the second; for example, in the Epistle to the Romans: "Paul, a servant," he says, "of Christ Jesus, called to be an apostle, set apart for the gospel of God, which he promised beforehand through his prophets in the holy scriptures concerning his Son, who was born of the seed of David according to the flesh, who was designated Son of God in power according to the Spirit of holiness by his resurrection from the dead, Jesus Christ our Lord, through whom we received grace and apostleship for obedience of faith among all the nations for his name's sake." For God promised his gospel beforehand through the prophets, the prophets serving and having the role of "through whom," and again God gave "grace and apostleship for obedience of faith among all the nations" to Paul and the rest, and he gave it through Christ Jesus the Savior, who has the "through whom." And in the Epistle to the Hebrews the same Paul says: "In the last days he spoke to us in a Son, whom he appointed heir of all things, through whom he also made the ages," teaching us that God made the ages through the Son, in that, when the ages come to be, the only-begotten has the "through whom." Thus, then, also here, if all things came to be through the Word, they did not come to be by the Word, but by one better and greater than the Word. And who else might this be but the Father? But it must be examined, since "all things came to be through him" is true, whether the Holy Spirit also came to be through him. For I think that to the one who asserts that it is created and who cites the text "all things came to be through him"—
ἀναγκαῖον παρα δέξασθαι, ὅτι καὶ τὸ ἅγιον πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, πρεσβυτέρου παρ' αὐτὸ τοῦ λόγου τυγχάνοντος. Τῷ δὲ μὴ βουλομένῳ τὸ ἅγιον πνεῦμα διὰ τοῦ Χριστοῦ γεγονέναι ἕπεται τὸ «ἀγέννητον» αὐτὸ λέγειν, ἀληθῆ τὰ ἐν τῷ εὐαγγελίῳ τούτῳ εἶναι κρίνοντι. Ἔσται δέ τις καὶ τρίτος παρὰ τοὺς δύο, τόν τε διὰ τοῦ λόγου παραδεχόμενον τὸ πνεῦμα τὸ ἅγιον γεγονέναι καὶ τὸν ἀγέννητον αὐτὸ εἶναι ὑπολαμβάνοντα, δογματίζων μηδὲ οὐσίαν τινὰ ἰδίαν ὑφεστάναι τοῦ ἁγίου πνεύματος ἑτέραν παρὰ τὸν πατέρα καὶ τὸν υἱόν· ἀλλὰ τάχα προστιθέμενος μᾶλλον, ἐὰν ἕτερον νομίζῃ εἶναι τὸν υἱὸν παρὰ τὸν πατέρα, τῷ τὸ αὐτὸ αὐτὸ τυγχάνειν τῷ πατρί, ὁμολογουμένως διαιρέσεως δηλουμένης τοῦ ἁγίου πνεύματος παρὰ τὸν υἱὸν ἐν τῷ «Ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ ἅγιον πνεῦμα, οὐχ ἕξει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι». Ἡμεῖς μέντοι γε τρεῖς ὑποστάσεις πειθόμενοι τυγχά νειν, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, καὶ ἀγέννητον μηδὲν ἕτερον τοῦ πατρὸς εἶναι πιστεύοντες, ὡς εὐσεβέστερον καὶ ἀληθὲς προσιέμεθα τὸ πάντων διὰ τοῦ λόγου γενομένων τὸ ἅγιον πνεῦμα πάντων εἶναι τιμιώτερον, καὶ τάξει πρῶτον πάντων τῶν ὑπὸ τοῦ πατρὸς διὰ Χριστοῦ γεγενημένων.
It is necessary also to accept that the Holy Spirit came to be through the Word, since the Word is older than it. But for one who does not wish the Holy Spirit to have come to be through Christ, it follows that he calls it "unbegotten," judging the things in this Gospel to be true. And there will be a third position besides these two—both the one who accepts that the Holy Spirit came to be through the Word, and the one who supposes it to be unbegotten—dogmatizing that not even a proper substance of the Holy Spirit subsists, other than the Father and the Son; but perhaps he adds further, if he thinks the Son is other than the Father, that it is the same as the Father, since a division of the Holy Spirit from the Son is confessedly indicated in the words "Whoever speaks a word against the Son of Man, it will be forgiven him; but whoever blasphemes against the Holy Spirit will have no forgiveness either in this age or in the age to come." We, however, being persuaded that there are three hypostases—the Father, the Son, and the Holy Spirit—and believing that nothing other than the Father is unbegotten, accept as more pious and true that, since all things came to be through the Word, the Holy Spirit is more honored than all things, and in order is first of all things that came to be by the Father through Christ.
Καὶ τάχα αὕτη ἐστὶν ἡ αἰτία τοῦ μὴ καὶ αὐτὸ υἱὸν χρηματίζειν τοῦ θεοῦ, μόνου τοῦ μονογενοῦς φύσει υἱοῦ ἀρχῆθεν τυγχάνοντος, οὗ χρῄζειν ἔοικε τὸ ἅγιον πνεῦμα διακονοῦντος αὐτοῦ τῇ ὑποστάσει, οὐ μόνον εἰς τὸ εἶναι ἀλλὰ καὶ σοφὸν εἶναι καὶ λογικὸν καὶ δίκαιον καὶ πᾶν ὁτιποτοῦν χρὴ αὐτὸ νοεῖν τυγχάνειν κατὰ μετοχὴν τῶν προειρημένων ἡμῖν Χριστοῦ ἐπινοιῶν. Οἶμαι δὲ τὸ ἅγιον πνεῦμα τήν, ἵν' οὕτως εἴπω, ὕλην τῶν ἀπὸ θεοῦ χαρισμάτων παρέχειν τοῖς δι' αὐτὸ καὶ τὴν μετοχὴν αὐτοῦ χρηματίζουσιν ἁγίοις, τῆς εἰρημένης ὕλης τῶν χαρισμάτων ἐνεργουμένης μὲν ἀπὸ τοῦ θεοῦ, διακονουμένης δὲ ὑπὸ τοῦ Χριστοῦ, ὑφεστώσης δὲ κατὰ τὸ ἅγιον πνεῦμα. Καὶ κινεῖ με εἰς τὸ ταῦθ' οὕτως ἔχειν ὑπολαβεῖν Παῦλος περὶ χαρισμάτων οὕτω που γράφων· «Διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δ' αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακο νιῶν εἰσί, καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσί, καὶ ὁ αὐτός ἐστι θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Ἔχει δὲ ἐπαπόρησιν διά τε τὸ «Πάντα δι' αὐτοῦ ἐγένετο» καὶ τὸ ἀκολουθεῖν τὸ πνεῦμα γενητὸν ὂν διὰ τοῦ λόγου γεγονέναι, πῶς οἱονεὶ προτιμᾶται τοῦ Χριστοῦ ἔν τισι γραφαῖς, ἐν μὲν τῷ Ἡσαΐᾳ ὁμολογοῦντος Χριστοῦ οὐχ ὑπὸ τοῦ πατρὸς ἀπεστάλθαι μόνου, ἀλλὰ καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος–φησὶ γάρ· «Καὶ νῦν κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ»–, ἐν δὲ τῷ εὐαγγελίῳ ἄφεσιν μὲν ἐπαγ γελλομένου ἐπὶ τῆς εἰς αὐτὸν ἁμαρτίας, ἀποφαινομένου δὲ περὶ τῆς εἰς τὸ ἅγιον πνεῦμα βλασφημίας, ὡς οὐ μόνον «ἐν τούτῳ τῷ αἰῶνι» μὴ ἐσομένης ἀφέσεως τῷ εἰς αὐτὸ δυσφημήσαντι, ἀλλ' οὐδὲ «ἐν τῷ μέλλοντι».
And perhaps this is the reason why it is not even called a son of God, since only the only-begotten is by nature a son from the beginning, which the Holy Spirit seems to need, ministering to his subsistence—not only for it to exist but also to be wise and rational and just and whatever else one must think it to be, through participation in the concepts of Christ mentioned above. And I think the Holy Spirit provides, so to speak, the material of the gifts from God to the saints who through it are also called by the name of its participation, that material of the gifts being energized by God, ministered by Christ, and subsisting according to the Holy Spirit. And Paul moves me to suppose that these things are so, writing somewhere thus about gifts: "There are divisions of gifts, but the same Spirit; and there are divisions of ministries, and the same Lord; and there are divisions of workings, and it is the same God who works all things in all." But it has a difficulty both because of "All things were made through him" and because the Spirit, being created, came to be through the Word—how, as it were, it is preferred to Christ in certain scriptures, in Isaiah when Christ confesses that he was sent not by the Father alone but also by the Holy Spirit—for he says: "And now the Lord has sent me and his Spirit"—and in the Gospel when he promises forgiveness for sin against himself, but declares concerning blasphemy against the Holy Spirit that there will be no forgiveness not only "in this age" for the one who blasphemes against it, but not even "in the age to come."
Καὶ μήποτε οὐ πάντως διὰ τὸ τιμιώτερον εἶναι τὸ πνεῦμα τὸ ἅγιον τοῦ Χριστοῦ οὐ γίνεται ἄφεσις τῷ εἰς αὐτὸ ἡμαρτηκότι, ἀλλὰ διὰ τὸ Χριστοῦ μὲν πάντα μετέχειν τὰ λογικά, οἷς δίδοται συγγνώμη μεταβαλλομένοις ἀπὸ τῶν ἁμαρτημάτων, τοῦ δὲ ἁγίου πνεύματος τοὺς κατηξιωμένους μηδεμιᾶς εὔλογον εἶναι συγγνώμης τυχεῖν, μετὰ τηλικαύτης καὶ τοιαύτης συμπνοίας τῆς εἰς τὸ καλὸν
ἔτι ἀποπίπτοντας καὶ ἐκτρεπομένους τὰς τοῦ ἐνυπάρχοντος πνεύματος συμβουλίας. Εἰ δὲ κατὰ τὸν Ἡσαΐαν φησὶν ὁ κύριος ἡμῶν ὑπὸ τοῦ πατρὸς ἀπεστάλθαι καὶ τοῦ πνεύματος αὐτοῦ, ἔστι καὶ ἐνταῦθα περὶ τοῦ ἀποστεί λαντος τὸν Χριστὸν πνεύματος ἀπολογήσασθαι, οὐχ ὡς φύσει διαφέροντος ἀλλὰ διὰ τὴν γενομένην οἰκονομίαν τῆς ἐνανθρωπήσεως τοῦ υἱοῦ τοῦ θεοῦ, ἐλαττωθέντος παρ' αὐτὸ τοῦ σωτῆρος. Εἰ δὲ ἐν τούτῳ προσκόπτει τις τῷ λέγειν ἠλαττῶσθαι παρὰ τὸ ἅγιον πνεῦμα τὸν σωτῆρα ἐνανθρωπήσαντα, προσακτέον αὐτὸν ἀπὸ τῶν ἐν τῇ πρὸς Ἑβραίους λεγομένων ἐπιστολῇ, καὶ ἀγγέλων ἐλάττονα διὰ τὸ πάθημα τοῦ θανάτου ἀποφηναμένου τοῦ Παύλου γεγονέναι τὸν Ἰησοῦν· φησὶ γάρ·
And perhaps it is not entirely because the Holy Spirit is more honorable than Christ that there is no forgiveness for the one who has sinned against it, but because all rational beings partake of Christ, to whom forgiveness is given when they turn away from their sins, whereas it is not reasonable that those who have been deemed worthy of the Holy Spirit should obtain any forgiveness, when, after such great and such harmony toward the good, they still fall away and turn aside from the counsels of the indwelling Spirit. But if, according to Isaiah, our Lord says that he was sent by the Father and by his Spirit, it is possible here also to make a defense concerning the Spirit that sent Christ, that it is not different by nature, but because of the economy of the incarnation of the Son of God that came to be, the Savior having been made less than it. And if anyone is offended at this, that the Savior, having become man, is said to have been made less than the Holy Spirit, he must be brought over to what is said in the epistle to the Hebrews, where Paul declares that Jesus became lower than the angels because of the suffering of death; for he says:
«Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.» Ἢ τάχα ἔστι καὶ τοῦτο εἰπεῖν, ὅτι ἐδεῖτο ἡ κτίσις ὑπὲρ τοῦ ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἀλλὰ καὶ τὸ τῶν ἀνθρώπων γένος μακαρίας καὶ θείας δυνάμεως ἐνανθρωπούσης, ἥτις διορθώσεται καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ ὡσπερεὶ ἐπέβαλλέ πως τῷ ἁγίῳ πνεύματι ἡ πρᾶξις αὕτη, ἥντινα ὑπομένειν οὐ δυνάμενον προβάλλεται τὸν σωτῆρα, ὡς τὸ τηλικοῦτον ἆθλον μόνον ἐνεγκεῖν δυνά μενον, καὶ τοῦ πατρὸς ὡς ἡγουμένου ἀποστέλλοντος τὸν υἱὸν συναποστέλλει καὶ συμπροπέμπει τὸ ἅγιον πνεῦμα αὐτόν, ἐν καιρῷ ὑπισχνούμενον καταβῆναι πρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ συνεργῆσαι τῇ τῶν ἀνθρώπων σωτηρίᾳ. Τοῦτο δὲ πεποίηκεν, ὅτε τῷ σωματικῷ εἴδει ὡσεὶ περιστερὰ ἐφίπταται μετὰ τὸ λουτρὸν αὐτῷ καὶ ἐπιστὰν οὐ παρέρχεται, τάχα ἐν ἀνθρώποις τοῦτο πεποιηκὸς τοῖς μὴ δυνηθεῖσιν ἀδιαλείπτως φέρειν αὐτοῦ τὴν δόξαν. Διόπερ σημαίνει ὁ Ἰωάννης περὶ τοῦ γνῶναι, ὅστις ποτέ ἐστιν ὁ Χριστός, οὐχὶ μόνην τὴν ἐπὶ τὸν Ἰησοῦν κατάβασιν τοῦ πνεύματος ἀλλὰ πρὸς τῇ καταβάσει τὴν ἐν αὐτῷ μονήν. Γέγραπται γὰρ εἰρηκέναι τὸν Ἰωάννην ὅτι «Ὁ πέμψας με βαπτίζειν εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτί ζων ἐν πνεύματι ἁγίῳ καὶ πυρί». Οὐ γὰρ λέγεται· «Ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον» μόνον, τάχα καὶ ἐπ' ἄλλους καταβεβηκότος αὐτοῦ, ἀλλὰ «καταβαῖνον καὶ μένον ἐπ' αὐτόν».
But we see Jesus, who was made a little lower than the angels for the suffering of death, crowned with glory and honor.” Or perhaps it is also possible to say this: that creation needed deliverance from the slavery of corruption, and so did the race of humans, by a blessed and divine power taking on human nature, which would set right even the things on earth; and, as it were, this task was in some way laid upon the Holy Spirit, and since it could not endure it, the Spirit puts forward the Savior as the one able alone to bear so great a contest; and the Father, as leader, sends the Son, and the Holy Spirit sends him forth together and accompanies him, promising to descend to the Son of God at the proper time and to cooperate in the salvation of humans. And this the Spirit did when, in bodily form like a dove, it flew down upon him after the washing and, having come to rest, did not pass away—perhaps having done this among humans who could not continuously bear its glory. Therefore John signifies, for the knowledge of who Christ is, not only the descent of the Spirit upon Jesus but, in addition to the descent, the abiding in him. For it is written that John said: “He who sent me to baptize said: On whomever you see the Spirit descending and remaining upon him, this is the one who baptizes in the Holy Spirit and fire.” For it is not said, “On whomever you see the Spirit descending” only—perhaps it had also descended upon others—but “descending and remaining upon him.
Ταῦτα δὲ ἐπὶ πολὺ ἐξήτασται σαφέστερον ἰδεῖν βουλο μένοις, πῶς, εἰ πάντα δι' αὐτοῦ ἐγένετο, καὶ τὸ πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, ἓν τῶν πάντων τυγχάνον ὑποδεέστερον τοῦ δι' οὗ ἐγένετο νοούμενον, εἰ καὶ λέξεις τινὲς περισπᾶν ἡμᾶς εἰς τὸ ἐναντίον δοκοῦσιν. Ἐὰν δὲ προσιῆται τις τὸ καθ' Ἑβραίους εὐαγγέλιον, ἔνθα αὐτὸς ὁ σωτήρ φησιν· «Ἄρτι ἔλαβέ με ἡ μήτηρ μου, τὸ ἅγιον πνεῦμα, ἐν μιᾷ τῶν τριχῶν μου καὶ ἀπήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα Θαβώρ», ἐπαπορήσει, πῶς «μήτηρ» Χριστοῦ τὸ διὰ τοῦ λόγου γεγενημένον «πνεῦμα ἅγιον» εἶναι δύναται. Ταῦτα δὲ καὶ τούτῳ οὐ χαλεπὸν ἑρμη νεῦσαι· εἰ γὰρ ὁ ποιῶν «τὸ θέλημα τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶν» αὐτοῦ καὶ φθάνει τὸ «ἀδελφὸς Χριστοῦ» ὄνομα οὐ μόνον ἐπὶ τὸ τῶν ἀνθρώπων γένος ἀλλὰ καὶ ἐπὶ τὰ τούτου θειότερα, οὐδὲν ἄτοπον ἔσται μᾶλλον πάσης χρηματιζούσης «μητρὸς Χριστοῦ» διὰ τὸ ποιεῖν τὸ θέλημα τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς τὸ πνεῦμα τὸ ἅγιον εἶναι «μητέρα». Ἔτι εἰς τὸ «Πάντα δι' αὐτοῦ ἐγένετο» καὶ ταῦτα ζητητέον· τῇ ἐπινοίᾳ ὁ λόγος ἕτερός ἐστι παρὰ τὴν ζωήν, καὶ ὃ γέγονεν ἐν τῷ λόγῳ «ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων». Ἆρ' οὖν, ὡς πάντα δι' αὐτοῦ ἐγένετο, καὶ ἡ ζωὴ δι' αὐτοῦ ἐγένετο, ἥτις ἐστὶν «τὸ φῶς τῶν ἀνθρώπων», καὶ αἱ ἄλλαι τοῦ σωτῆρος ἐπίνοιαι, ἢ καθ' ὑπεξαίρεσιν τῶν ἐν αὐτῷ νοητέον τὸ «Πάντα δι' αὐτοῦ ἐγένετο»; Ὅπερ δοκεῖ μοι εἶναι κρεῖττον. Ἵνα γὰρ συγχωρηθῇ διὰ τὸ γεγονέναι τὴν ζωὴν τὸ φῶς τῶν ἀνθρώπων, τί λεκτέον περὶ τῆς προεπινοουμένης τοῦ λόγου σοφίας;
These matters have been examined at length and more clearly by those who wish to see how, if all things were made through him, the Spirit also was made through the Word, being one of all things and understood as inferior to him through whom it was made, even if certain expressions seem to draw us toward the opposite view. But if one accepts the Gospel according to the Hebrews, where the Savior himself says, "Just now my mother, the Holy Spirit, took me by one of my hairs and carried me to the great mountain Tabor," he will raise the question how the Holy Spirit, who was made through the Word, can be the "mother" of Christ. But this is not difficult to interpret even in this case; for if the one who does "the will of the Father in the heavens is his brother and sister and mother," and the name "brother of Christ" extends not only to the race of humans but also to beings more divine than these, then it will be nothing absurd that, since every mother of Christ is so called because she does the will of the Father in the heavens, the Holy Spirit is a "mother." Further, with respect to "All things were made through him," these points must also be investigated: in conception the Word is other than the Life, and what has come to be in the Word "was life, and the life was the light of humans." Is it, then, that as all things were made through him, the Life also was made through him, which is "the light of humans," and the other conceptions of the Savior, or must "All things were made through him" be understood with an exception of those things in him? This seems to me to be better. For to concede that the Life became the light of humans because it was made, what must be said about the Wisdom of the Word, which is conceived before him?
Οὐ γὰρ δήπου διὰ τοῦ λόγου τὸ περὶ τὸν λόγον γεγένηται. Ὥστε χωρὶς τῶν ἐπι νοουμένων τῷ Χριστῷ πάντα διὰ τοῦ λόγου γεγένηται τοῦ θεοῦ, ποιήσαντος ἐν σοφίᾳ αὐτὰ τοῦ πατρός· «Πάντα, γάρ φησιν, ἐν σοφίᾳ ἐποίησας», οὐ «διὰ τῆς σοφίας ἐποίησας».
Ἴδωμεν δέ, διὰ τί πρόσκειται τὸ «Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». Τισὶ κἂν δόξαι περιττὸν τυγχάνειν τὸ «Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» ἐπιφερόμενον τῷ «Πάντα δι' αὐτοῦ ἐγένετο». Εἰ γὰρ πᾶν ὁτιποτοῦν «διὰ τοῦ λόγου» γεγένηται, οὐδὲν «χωρὶς τοῦ λόγου» γεγένηται. Οὐκέτι μέντοι γε ἀκολουθεῖ τῷ χωρὶς τοῦ λόγου μὴ γεγενῆσθαι τι τὸ πάντα διὰ τοῦ λόγου γεγενῆσθαι· ἔξεστι γὰρ οὐδενὸς χωρὶς τοῦ λόγου γεγενημένου, μὴ μόνον διὰ τοῦ λόγου γεγονέναι πάντα ἀλλὰ καὶ ὑπὸ τοῦ λόγου τινά. Χρὴ τοίνυν εἰδέναι, πῶς δεῖ ἀκούειν τοῦ «πάντα» καὶ πῶς τοῦ «οὐδέν». Δυνατὸν γὰρ ἐκ τοῦ μὴ τετρανωκέναι ἀμφοτέρας τὰς λέξεις ἐκδέξασθαι ὅτι, εἰ πάντα διὰ τοῦ λόγου ἐγένετο, τῶν δὲ πάν των ἐστὶ καὶ ἡ κακία καὶ πᾶσα ἡ χύσις τῆς ἁμαρτίας καὶ τὰ πονηρά, ὅτι καὶ ταῦτα διὰ τοῦ λόγου ἐγένετο. Τοῦτο δὲ ψεῦδος· κτίσματα μὲν γὰρ πάντα διὰ τοῦ λόγου γεγονέναι οὐκ ἄτοπον –ἀλλὰ καὶ διὰ τοῦ λόγου τὰ ἀνδραγαθήματα καὶ πάντα τὰ κατορθώματα κατωρθῶσθαι τοῖς μακαρίοις νοεῖν ἀναγ καῖον–, οὐκέτι δὲ καὶ τὰ ἁμαρτήματα καὶ τὰ ἀποπτώματα. Ἐξειλήφασιν οὖν τινες τῷ ἀνυπόστατον εἶναι τὴν κακίαν –οὔτε γὰρ ἦν ἀπ' ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα ἔσται–ταῦτ' εἶναι τὰ «μηδέν»·
For surely it is not the case that what pertains to the Word came to be through the Word. So, apart from the things understood in Christ, all things came to be through the Word of God, since the Father made them in wisdom: "For all things," it says, "you made in wisdom," not "you made through wisdom."
Let us consider why "And without him nothing came to be" is added. To some it might even seem superfluous that "without him nothing came to be" is appended to "all things came to be through him." For if anything whatsoever came to be "through the Word," then nothing came to be "without the Word." Yet it does not follow from nothing having come to be without the Word that all things came to be through the Word; for it is possible that, while nothing came to be without the Word, not only did all things come to be through the Word but some things also came to be by the Word. One must therefore know how "all things" is to be understood and how "nothing" is to be understood. For it is possible, from not having clarified both expressions, to take it to mean that, if all things came to be through the Word, and among all things are also evil and every outpouring of sin and wicked deeds, then these too came to be through the Word. But this is false. For that all created things came to be through the Word is not absurd—indeed, one must understand that even the noble deeds and all the right actions of the blessed were accomplished through the Word—but no longer that sins and falls did. Some, then, have taken the view that, because evil is without substance—for it neither existed from the beginning nor will exist forever—these are the "nothing
καὶ ὥσπερ Ἑλλήνων τινές φασιν, εἶναι τῶν «οὔ τινων» τὰ γένη καὶ τὰ εἴδη, οἷον τὸ ζῷον καὶ τὸν ἄνθρωπον, οὕτως ὑπέλαβον «οὐδὲν» τυγχάνειν πᾶν τὸ οὐχ ὑπὸ θεοῦ οὐδὲ διὰ τοῦ λόγου τὴν δοκοῦσαν σύστασιν εἰληφός. Καὶ ἐφιστῶμεν, εἰ δυνατὸν ἀπὸ τῶν γραφῶν πληκτικώτατα ταῦτα παραστῆσαι. Ὅσον τοίνυν ἐπὶ τοῖς σημαινομένοις τοῦ «οὐδὲν» καὶ τοῦ «οὐκ ὄν», δόξει εἶναι συνωνυμία, τοῦ «οὐκ ὄντος» «οὐδενὸς» ἂν λεγομένου, καὶ τοῦ «οὐδε νὸς» «οὐκ ὄντος». Φαίνεται δὴ ὁ ἀπόστολος τὰ «οὐκ ὄντα» οὐχὶ ἐπὶ τῶν μηδαμῆ μηδαμῶς ὄντων ὀνομάζων ἀλλ' ἐπὶ τῶν μοχθηρῶν, «μὴ ὄντα» νομίζων τὰ πονηρά· «Τὰ μὴ ὄντα, γάρ φησιν, ὁ θεὸς ὡς ὄντα ἐκάλεσεν». Ἀλλὰ καὶ ὁ Μαρδοχαῖος ἐν τῇ κατὰ τοὺς Ἑβδομήκοντα Ἐσθὴρ μὴ ὄντας τοὺς ἐχθροὺς τοῦ Ἰσραὴλ καλεῖ, λέγων· «Μὴ παραδῷς τὸ σκῆπτρόν σου, κύριε, τοῖς μὴ οὖσιν». καὶ ἔστι προσα γαγεῖν πῶς διὰ τὴν κακίαν «μὴ ὄντες» οἱ πονηροὶ προσαγορεύονται ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ ὀνόματος ἀναγραφομένου τοῦ θεοῦ· «Εἶπε γὰρ κύριος πρὸς Μωσῆν· Ὁ ὢν τοῦτό μοί ἐστιν τὸ ὄνομα». Καθ' ἡμᾶς δὲ τοὺς εὐχομένους εἶναι ἀπὸ τῆς ἐκκλησίας ὁ ἀγαθὸς θεὸς ταῦτά φησιν, ὃν δοξάζων ὁ σωτὴρ λέγει· «Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός, ὁ πατήρ». Οὐκοῦν «ὁ ἀγαθὸς» τῷ «ὄντι» ὁ αὐτός ἐστιν. Ἐναντίον δὲ τῷ ἀγαθῷ τὸ κακὸν ἢ τὸ πονηρόν, καὶ ἐναντίον τῷ «ὄντι» τὸ «οὐκ ὄν»· οἷς ἀκολουθεῖ ὅτι τὸ πονηρὸν καὶ τὸ κακὸν οὐκ ὄν. Καὶ τάχα τοῦτο ἔσηνε τοὺς εἰπόντας τὸν διάβολον μὴ εἶναι θεοῦ δημιούργημα· καθ' ὅ γὰρ διάβολός ἐστιν οὐκ ἔστι θεοῦ δημιούργημα·
And just as certain of the Greeks say that the genera and species belong among "things that are not"—for example, the animal and the human being—so they supposed that everything that has received its apparent constitution not from God nor through the Word is "nothing." And let us consider whether it is possible to establish these points most strikingly from the Scriptures. As far as the meanings of "nothing" and "that which is not" are concerned, there will seem to be a synonymy, since "that which is not" would be called "nothing," and "nothing" "that which is not." Now the apostle appears to name "the things that are not" not of things that in no way whatsoever exist, but of the wicked, considering evil things to be "things that are not"; for he says, "God called the things that are not as though they were." But Mordecai also, in the Esther according to the Seventy, calls the enemies of Israel "those who are not," saying: "Do not give your scepter, Lord, to those who are not." And it is possible to show how, because of wickedness, the wicked are addressed as "those who are not," from the name of God recorded in Exodus; for it says, "The Lord said to Moses: 'I AM'—this is my name." And according to us who pray to be from the church, the good God says these things, whom the Savior glorifying says: "No one is good except one, God, the Father." Therefore "the good" is the same as "the one who is." And opposite to the good is evil or wickedness, and opposite to "the one who is" is "that which is not"; from which it follows that the wicked and evil are not. And perhaps this has signified to those who said that the devil is not a creature of God; for insofar as he is a devil, he is not a creature of God.
ᾧ δὲ συμβέβηκε διαβόλῳ εἶναι, γενητὸς ὤν, οὐδενὸς κτιστοῦ ὄντος παρὲξ τοῦ θεοῦ ἡμῶν, θεοῦ ἐστι κτίσμα· ὡς εἰ ἐφάσκομεν καὶ τὸν φονέα μὴ εἶναι θεοῦ δημιούρ γημα, οὐκ ἀναιροῦντες τὸ ᾗ ἄνθρωπός ἐστι πεποιῆσθαι αὐτὸν ὑπὸ θεοῦ. Τιθέντες γὰρ τὸ ᾗ ἄνθρωπος τυγχάνει ἀπὸ θεοῦ αὐτὸν τὸ εἶναι εἰληφέναι καὶ ἡμεῖς οὐ τίθεμεν τὸ ᾗ φονεύς ἐστιν ἀπὸ θεοῦ τοῦτ' αὐτὸν εἰληφέναι. Πάντες μὲν οὖν οἱ μετέχοντες τοῦ «Ὄντος»–μετέχουσι δὲ οἱ ἅγιοι–, εὐλόγως ἂν «ὄντες» χρηματίζοιεν· οἱ δὲ ἀποστραφέντες τὴν τοῦ «Ὄντος» μετοχήν, τῷ ἐστερῆσθαι τοῦ «Ὄντος» γεγόνασιν «οὐκ ὄντες». Προείπομεν δὲ ὅτι συνωνυμία ἐστὶ τοῦ «οὐκ ὄντος» καὶ τοῦ «οὐδενός», καὶ διὰ τοῦτο οἱ «οὐκ ὄντες» «οὐδέν» εἰσι, καὶ πᾶσα ἡ κακία «οὐδέν» ἐστιν, ἐπεὶ καὶ «οὐκ ὂν» τυγχάνει, καὶ «οὐδὲν» καλουμένη χωρὶς γεγένηται τοῦ λόγου, τοῖς «πᾶσιν» οὐ συγκαταριθμουμένη. Ἡμεῖς μὲν οὖν κατὰ τὸ δυνατὸν παρεστήσαμεν τίνα τὰ διὰ τοῦ λόγου γεγενημένα πάντα καὶ τί τὸ χωρὶς αὐτοῦ γενό μενον μέν, ὂν δὲ οὐδέποτε καὶ διὰ τοῦτο «οὐδὲν» καλούμενον. Βιαίως δὲ οἶμαι καὶ χωρὶς μαρτυρίου τὸν Οὐαλεντίνου λεγόμενον εἶναι γνώριμον Ἡρακλέωνα διηγούμενον τὸ «πάντα δι' αὐτοῦ ἐγένετο» ἐξειληφέναι «πάντα» τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ, ἐκκλείοντα τῶν
But to whom it has befallen to be a devil, being created, since there is no created thing except our God, he is a creature of God; as if we should say that the murderer is not a work of God, not thereby abolishing the fact that, insofar as he is a human being, he has been made by God. For while we maintain that, insofar as he happens to be a human being, he has received his being from God, we do not maintain that, insofar as he is a murderer, he has received this from God. All, then, who partake of "the One who is"—and the saints partake of him—would reasonably be called "those who are"; but those who have turned away from participation in "the One who is," by being deprived of "the One who is," have become "those who are not." And we have said before that there is a synonymy between "that which is not" and "nothing," and for this reason "those who are not" are "nothing," and all evil is "nothing," since it also happens to be "that which is not," and being called "nothing" it has come into being apart from the Word, not being counted among "all things." We have, then, to the best of our ability set forth which are all the things that came into being through the Word, and what is that which came into being apart from him, yet never is, and for this reason is called "nothing." But I think that Heracleon, who is said to be a disciple of Valentinus, interpreted "all things came into being through him" violently and without testimony, taking "all things" to mean the world and the things in it, excluding from the
πάντων, τὸ ὅσον ἐπὶ τῇ ὑποθέσει αὐτοῦ, τὰ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ διαφέροντα. Φησὶ γάρ· «οὐ τὸν αἰῶνα ἢ τὰ ἐν τῷ αἰῶνι γεγονέναι διὰ τοῦ λόγου», ἅτινα οἴεται πρὸ τοῦ λόγου γεγονέναι. Ἀναιδέστερον δὲ ἱστάμενος πρὸς τὸ «Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», μὴ εὐλαβούμενος τὸ «Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ», προσ τίθησι τῷ «οὐδὲ ἕν»· «Τῶν ἐν τῷ κόσμῳ καὶ τῇ κτίσει». Καὶ ἐπεὶ προφανῆ ἐστι τὰ ὑπ' αὐτοῦ λεγόμενα σφόδρα βεβιασμένα καὶ παρὰ τὴν ἐνάργειαν ἀπαγγελλόμενα, εἰ τὰ νομιζόμενα αὐτῷ θεῖα ἐκκλείεται τῶν «πάντων», τὰ δέ, ὡς ἐκεῖνος οἴεται, παντελῶς φθειρόμενα κυρίως «πάντα» καλεῖται, οὐκ ἐπιδιατριπτέον τῇ ἀνατροπῇ τῶν αὐτόθεν τὴν ἀτοπίαν ἐμφαινόντων· οἷον δὴ καὶ τὸ τῆς γραφῆς λεγούσης· «Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· προστιθέντα αὐτὸν ἄνευ παραμυθίας τῆς ἀπὸ τῆς γραφῆς τό· «τῶν ἐν τῷ κόσμῳ καὶ τῇ κτίσει»· μηδὲ μετὰ πιθανότητος ἀποφαίνεσθαι, πιστεύ εσθαι ἀξιοῦντα ὁμοίως προφήταις ἢ ἀποστόλοις τοῖς μετ' ἐξουσίας καὶ ἀνυπευθύνως καταλείπουσι τοῖς καθ' αὑτοὺς καὶ μεθ' αὑτοὺς σωτήρια γράμματα. Ἔτι δὲ ἰδίως καὶ τοῦ «Πάντα δι' αὐτοῦ ἐγένετο» ἐξήκουσε φάσκων· Τὸν τὴν αἰτίαν παρασχόντα τῆς γενέσεως τοῦ κόσμου τῷ δημιουργῷ, τὸν λόγον ὄντα, εἶναι οὐ τὸν ἀφ' οὗ, ἢ ὑφ' οὗ, ἀλλὰ τὸν δι' οὗ, παρὰ τὴν ἐν τῇ συνηθείᾳ φράσιν ἐκδεχόμενος τὸ γεγραμμένον. Εἰ γὰρ ὡς νοεῖ ἡ ἀλήθεια τῶν πραγμάτων ἦν, ἔδει διὰ τοῦ δημιουργοῦ γεγράφθαι πάντα γεγονέναι ὑπὸ τοῦ λόγου, οὐχὶ δὲ ἀνάπαλιν διὰ τοῦ λόγου ὑπὸ τοῦ δημιουργοῦ.
Of all things, as far as his hypothesis is concerned, the things of the world and the things in it that differ. For he says: "Not the age, nor the things that came to be in the age, came to be through the Word," things which he thinks came to be before the Word. But standing more shamelessly against "And without him nothing came to be," not reverencing "Do not add to his words, lest he convict you and you be found a liar," he adds to "nothing": "Of the things in the world and in creation." And since what he says is manifestly very forced and reported contrary to plain evidence—if the things he considers divine are excluded from "all things," while the things that, as he thinks, are utterly perishable are properly called "all things"—one must not linger over the refutation of things that immediately display their absurdity; such as also the passage of Scripture that says, "Without him nothing came to be," to which he adds, without any support from Scripture, "of the things in the world and in creation," and does not even declare it with persuasiveness, deeming himself worthy to be believed equally with prophets or apostles who with authority and without accountability leave behind saving writings for their own and subsequent generations. Furthermore, he understood "All things came to be through him" in a peculiar way, saying: The one who provided the cause of the world's coming-to-be to the Creator, being the Word, is not the one "from whom" or "by whom," but the one "through whom," interpreting what is written contrary to customary usage. For if it were as the truth of the matters understands it, it should have been written that all things came to be through the Creator by the Word, and not the reverse, through the Word by the Creator.
Καὶ ἡμεῖς μὲν τῷ «δι' οὗ» χρησάμενοι ἀκολούθως τῇ συνηθείᾳ, οὐκ ἀμάρτυρον τὴν ἐκδοχὴν ἀφήκαμεν· ἐκεῖνος δὲ πρὸς τῷ μὴ παραμεμυθῆσθαι ἀπὸ τῶν θείων γραμμάτων τὸν καθ' ἑαυτὸν νοῦν, φαίνεται καὶ ὑποπτεύσας τὸ ἀληθὲς καὶ ἀναιδῶς αὐτῷ ἀντιβλέψας· φησὶ γάρ· «Ὅτι οὐχ ὡς ὑπ' ἄλλου ἐνεργοῦντος αὐτὸς ἐποίει ὁ λόγος, ἵν' οὕτω νοηθῇ τὸ δι' αὐτοῦ, ἀλλ' αὐτοῦ ἐνεργοῦντος ἕτερος ἐποίει». Οὐ τοῦ παρόντος δὲ καιροῦ ἐλέγξαι τὸ μὴ τὸν δημιουργὸν ὑπηρέτην τοῦ λόγου γεγενημένον τὸν κόσμον πεποιηκέναι καὶ ἀποδεικνύναι ὅτι ὑπηρέτης τοῦ δημιουργοῦ γενόμενος ὁ λόγος τὸν κόσμον κατεσκεύασε. Κατὰ γὰρ τὸν προφήτην Δαβὶδ «Ὁ θεὸς εἶπε καὶ ἐγενήθησαν, ἐνετείλατο καὶ ἐκτίσθησαν». «Ἐνετείλατο» γὰρ ὁ ἀγένητος θεὸς τῷ πρωτοτόκῳ πάσης κτίσεως «καὶ ἐκτίσθησαν», οὐ μόνον ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα, «εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα γὰρ δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων». Ἔτι εἰς τὸ «Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» οὐκ ἀγύμναστον ἐατέον καὶ τὸν περὶ τῆς κακίας λόγον· κἂν γὰρ σφόδρα ἀπεμφαίνειν δοκῇ, οὐ πάνυ τι δοκεῖ μοι εὐκαταφρόνητον εἶναι. Ζητητέον γάρ, εἰ καὶ ἡ κακία διὰ τοῦ λόγου γεγένηται, νῦν λόγου προσεχῶς λαμβανομένου τοῦ ἐν ἑκάστῳ, ὡς καὶ αὐτὸς ἀπὸ τοῦ «ἐν ἀρχῇ» λόγου ἑκάστῳ ἐγγεγένηται. Φησὶ τοίνυν ὁ ἀπόστολος· «Χωρὶς νόμου ἁμαρτία νεκρά», καὶ ἐπιφέρει· «Ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ μὲν ἁμαρτία ἀνέζησε» καθολικὸν διδάσκων περὶ τῆς ἁμαρτίας ὡς μηδεμίαν ἐνέργειαν αὐτῆς ἐχούσης πρὶν νόμου καὶ ἐντο λῆς·
And we, having used the expression "through whom" in accordance with customary usage, have not left our interpretation without testimony; but that man, besides not having his own meaning falsely invented from the divine Scriptures, appears also to have suspected the truth and shamelessly contradicted it. For he says: "That the Word did not act as though another were working through him, so that 'through him' might be understood in that way, but rather, while he himself was working, another was making." But it is not the present occasion to refute the notion that the Creator did not become a servant of the Word when he made the world, and to demonstrate that the Word, having become a servant of the Creator, constructed the world. For according to the prophet David, "God spoke and they came to be; he commanded and they were created." For the unbegotten God commanded the firstborn of all creation, "and they were created"—not only the world and the things in it, but also all the rest, "whether thrones or dominions or principalities or authorities; for all things have been created through him and for him, and he is before all things." Further, with respect to "without him nothing came to be," the account concerning evil must not be left unexamined; for even if it seems to be very incongruous, it does not seem to me to be altogether worthy of contempt. For one must inquire whether evil also came to be through the Word—taking "Word" here in the proximate sense of the word in each individual, as he himself, from the "in the beginning" Word, has come to be in each individual. The apostle, then, says: "Apart from the law, sin is dead," and he adds: "But when the commandment came, sin revived," teaching universally concerning sin that it has no activity before law and commandment.