μακρᾶς ἀμαθίας ἀποπηδήσαντες, ἐκζητήσατέ με φησὶ, τουτέστιν, ἐμοὶ λατρεύσατε τῷ φύσει Θεῷ, τῷ ζωοποιῷ, τῷ σώζειν ἰσχύοντι, ἔξω τε παντὸς τιθέντι κακοῦ τοὺς σεβομένους αὐτόν. δεῖ δὲ δὴ, φησὶ, προαπονίπτειν ἑαυτοὺς, τῆς ἑαυτῶν ψυχῆς ἐξωθοῦντας τῆς ἀποστασίας τὸν ῥύπον, καὶ προεκτήκειν εὖ μάλα τὴν ἐκ τοῦ πεπλανῆσθαι κηλῖδα, κολλᾶσθαί τε οὕτω λοιπὸν τῷ παναγάθῳ Θεῷ. Τί δὲ δὴ καὶ δρᾶν ἔδει μετανοεῖν ἑλομένους, διεσάφει λέγων Μὴ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ εἰς τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε. φρέαρ δὲ ὅρκου τὰ Γέραρά φησι· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἤτοι τῶν Παλαιστινῶν. ἐπειδὴ γὰρ ὤμοσαν ἀλλήλοις ὅ τε θεσπέσιος Ἁβραὰμ καὶ Ἀβιμελὲχ, καὶ συνθήκας εἰρηνικὰς ἔθεντο ἐπὶ τοῦ φρέατος, μετωνόμαστο λοιπὸν ἡ πόλις εἰς τὸ φρέαρ τοῦ ὅρκου. Γάλγαλα δὴ οὖν καὶ Βαιθὴλ καὶ μέντοι καὶ Γέραρα πόλεις ἦσαν πολὺ λίαν πρὸς ἀσέβειαν ἐκτετραμμέναι, καὶ πολυειδῆ τοῖς ἀπατωμένοις παρατιθεῖσαι τὴν πλάνην. τού- των ἀναγκαίως ἀποφοιτᾶν προστέταχεν, ἀναπλέξας τῷ λόγῳ καὶ ἀπειλὴν, ἵνα πανταχόθεν συνελαύνῃ πρὸς τὸ συμφέρον. οἰχήσονται γάρ φησι Βαιθήλ τε καὶ αἱ λοιπαί. καὶ ἡ μὲν αἰχμάλωτος βαδιεῖται πρὸς ἐχθροὺς, ἡ δὲ οὕτω καταπρη- σθήσεται, ὡς δοκεῖν ἤδη πως μηδὲ ὑπάρξαι ποτέ. οὐκοῦν ζητείσθω Θεὸς, ἵνα ζήσητε, φησὶ, πρὶν ἀναλάμψαι τὸν οἶκον Ἰωσὴφ καὶ καταφάγεται αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων. τὸ μὲν οὖν ἀναλάμψαι τὸ ἐμπρησθῆναί φησιν, οἶκον δὲ Ἰωσὴφ ὀνομάζει τὸν Ἐφραῒμ, ἤτοι τοὺς ἐν τῇ Σαμαρείᾳ· γεγόνασι γὰρ ἐξ Ἰωσὴφ Ἐφραΐμ τε καὶ Μανασσῆς.
Having leapt away from deep ignorance, seek me out, he says, that is, worship me, the God by nature, the life-giving one, the one able to save, and who sets those who revere him outside of all evil. And it is necessary, he says, to wash oneself beforehand, thrusting out the filth of apostasy from one's own soul, and to melt away thoroughly the stain from having gone astray, and then to cleave to the all-good God. And what indeed it was necessary to do for those choosing to repent, he made clear, saying: Do not seek out Baethel, and do not enter into Galgala, and do not go up to the well of the oath. And the well of the oath, he says, is Gerara; this is a city of the Philistines, that is, of the Palestinians. For since the divine Abraham and Abimelech swore to one another and made peace treaties at the well, the city was thereafter renamed the well of the oath. Now Galgala and Baethel and also Gerara were cities that had turned very greatly toward impiety and set forth manifold error for the deceived. He has commanded that one must necessarily depart from these, having woven a threat into the speech, so that from all sides he might drive them toward what is beneficial. For Baethel and the rest, he says, will be gone. And one will go captive to enemies, and the other will be so burned that it will seem as if it never existed. Therefore, let God be sought, so that you may live, he says, before the house of Joseph blazes up and devours it, and there will be no one to extinguish it. Now by "blaze up" he means being set on fire, and he calls the house of Joseph Ephraim, that is, those in Samaria; for from Joseph came Ephraim and Manasseh.
ὥσπερ οὖν ὅταν αὐτοὺς Ἰσραὴλ ὀνομάζῃ, νοοῦμεν ὡς ἐκ πατρὸς κεκλῆσθαι τοὺς ἐξ αὐτοῦ, οὕτω κἂν λέγῃ τυχὸν Ἰωσὴφ, κατὰ τὸν ἶσον συνήσεις τρόπον. Καλὴ τοιγαροῦν ἡ μετάγνωσις, ἀποσοβοῦσα τὰς δίκας, καὶ τὰ ἐξ ὀργῆς ἀνακόπτουσα, ἔξω τε τιθεῖσα τοὺς ἐπιτη- δεύοντας αὐτὴν τῶν δεσποτικῶν κινημάτων, καὶ ἁπάσης ἡμᾶς ἀπαλλάττουσα συμφορᾶς. Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν· ποιῶν πάντα καὶ μετασκευάζων, καὶ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.9 Μυσταγωγικὸς ὁ λόγος, καὶ ὅτι μάλιστα πρέπων τοῖς καλουμένοις εἰς ἐπίγνωσιν Θεοῦ, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἰέναι σπουδάζουσι. πρόκειται γὰρ τῷ Προφήτῃ διδάξαι τοὺς πλανωμένους, πρῶτον μὲν ὅτι τῷ τῶν ὅλων τὸ κράτος ἀνῆπται Θεῷ, καὶ τοῖς αὐτοῦ νεύμασι πηδαλιουχεῖται τὰ σύμπαντα, καὶ νόμῳ δικαιοσύνης ἡ παμμακαρία τῶν ἀγγέ- λων ὑπενήνεκται πληθύς· καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ὄντας ἐπὶ τῆς γῆς ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοῖς τῆς παρ' αὐτοῦ δικαιοσύνης κατεζεύχθαι νόμοις. εἰ γὰρ τὸ ἄμεινον ἐν τούτοις καὶ δουλεύει Θεῷ, καὶ ὑπέστρωται μετὰ φόβου τῶν ἐν ὕψει πνευμάτων ἡ ἁγία πληθὺς, πῶς ἂν ἢ πόθεν τὸ ἀνεπίπληκτον ἔχοι διανενευκὸς εἰς τὸ ἐξήνιον τὸ οὕτω μειο- νεκτούμενον φύσει τε καὶ δόξῃ, τουτέστιν, ὁ ἐκ γῆς τε καὶ εἰς γῆν ἄνθρωπος; ὁ τοίνυν, φησὶ, τῶν ὅλων Κύριος ὁ εἰς ὕψος ποιῶν κρῖμα.
Just as, then, when he names them Israel, we understand that those from him are called from the father, so also if he should say, for instance, Joseph, you will understand in the same way. Good, therefore, is repentance, averting punishments and checking the results of wrath, placing those who practice it outside of the master's motions, and delivering us from every calamity. The Lord who makes judgment into a height and set righteousness on the earth; doing all things and transforming them, and turning shadow into morning and darkening day into night, who summons the water of the sea and pours it upon the face of the earth, the Lord God the Almighty is his name. He who divides destruction against strength and brings misery against a fortress. The discourse is mystical and especially fitting for those called to the knowledge of God and eager to go to the light of truth. For it is the Prophet's purpose to teach those who are wandering, first, that the power over all things is attached to God, and that all things are steered by his nods, and that the blessed multitude of angels is subject to the law of justice; and that wholly and in every way, it is consistent and necessary that those on earth be yoked to the laws of justice from him. For if the better among these also serves God, and the holy multitude of the spirits in the heights is submissive with fear, how or whence would that which is so inferior in nature and glory, that is, man from earth and to earth, have impunity, having veered into unruliness? He, then, he says, the Lord of all, who makes judgment into a height.
ὅμοιον δὲ ὡς εἰ λέγοι Ὁ τοῖς ὑψοῦ τε καὶ ἄνω πνεύμασι τῆς αὐτοῖς πρεπούσης δικαιοσύνης ἐντιθεὶς τὸν τρόπον· κρῖμα γὰρ τὴν δικαιοσύνην φησίν· αὐτὸς τέθεικε καὶ εἰς γῆν δικαιοσύνην, τουτέστιν, ὡρίσατο καὶ τοῖς ἐν γῇ νόμους, καθ' οὓς ἂν πρέποι διαζῆν αὐτοὺς, εἰ ἐν λόγῳ τέθειται παρ' αὐτοῖς τὸ εὖ εἶναι καὶ ζῆν, καὶ τῆς παρ' αὐτοῦ μετέχειν ἡμερότητος καὶ φιλανθρωπίας. ὅτι δέ ἐστι παν- τοκράτωρ καὶ παναλκὴς ὡς Θεὸς, καὶ ἀμήχανον αὐτῷ παντε- λῶς οὐδὲν, εἴκει δὲ καὶ αὐτὴ τῶν στοιχείων ἡ φύσις, καὶ μεθίσταται τὰ ὄντα πρὸς τὸ αὐτῷ δοκοῦν, ἀποδείκνυσι, λαβὼν εἰς παράδειγμα τὸ ἐκτρέπειν μὲν εἰς τὸ πρωῒ σκιὰν, ἡμέραν δὲ αὖ συσκοτάζειν εἰς νύκτα· καὶ πρός γε δὴ τούτοις, ὅτι καὶ ἐξ ἁλὸς ὕδωρ, ἀφάτῳ δυνάμει πρὸς τὸ ὑψοῦ τε καὶ ἄνω καλῶν, γλυκὺ καθίησι τοῖς ἐπὶ τῆς γῆς, τοῖς τοῦ κρα- τοῦντος νεύμασι
μεταχωροῦν εἰς τὸ παρὰ φύσιν. ἐκτρέπεσθαι δέ φησιν εἰς τὸ πρωῒ σκιὰν, τουτέστι, τὴν νύκτα, ἤγουν τὸ σκότος μεταφοιτᾶν εἰς ἡμέραν. ὡς γὰρ ὁ μακάριος γράφει Μωυσῆς "Σκότος ἦν" ἐν ἀρχαῖς "ἐπάνω τῆς ἀβύσ- "σου," τουτέστιν ἡ σκιά· ἀλλ' "Εἶπεν ὁ Θεὸς, φησὶ, καὶ "ἐγένετο φῶς" οὕτως εἰς τὸ πρωῒ, τουτέστιν εἰς ἡμέραν, μετατετράφθαι φαμὲν τὴν σκιὰν, τουτέστι τὸ σκότος. ἀλλ' ἡμέρας γεγενημένης ἐπελάβετο αὖθις ἡ νύξ· τοῦτό ἐστι τὸ ἡμέραν εἰς νύκτα συσκοτάζειν.
It is similar as if he were to say: He who instills in the high and upper spirits the mode of justice befitting them—for he calls justice "judgment"—has also placed justice on earth, that is, he has ordained laws for those on earth, according to which it would be fitting for them to live, if well-being and life and participation in his gentleness and philanthropy are established among them by his word. And that he is almighty and all-powerful as God, and that nothing at all is impossible for him, but even the nature of the elements yields and beings change according to his will, he demonstrates by taking as an example the turning of shadow into morning, and again the darkening of day into night; and in addition to these, that from salt water, by an ineffable power calling to the high and upper, he sends down sweet water to those on earth, which changes into the contrary to nature at the nod of the ruler. And he says that shadow is turned into morning, that is, night, or rather darkness, migrates into day. For as the blessed Moses writes, "Darkness was" in the beginning "upon the face of the deep," that is, the shadow; but "God said," it says, "and light came to be"; thus we say that the shadow, that is, the darkness, was transformed into morning, that is, into day. But when day had come, night again took hold; this is the darkening of day into night.
ὠφελεῖ δὴ οὖν ὁ Προφήτης τοὺς πεπλανημένους, οὐκ ἄψυχον ὕλην, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καταδεικνὺς, οὔτε μὴν ἐν ἴσῳ ταῖς δαμά- λεσι ταῖς χρυσαῖς, ἤγουν κατά τινας ὄντας τῶν ἐκ τέχνης ἀνθρωπίνης ἐξηυρημένων θεῶν, ἀλλὰ καὶ τῶν ἄνω πνευμάτων βασιλέα καὶ νομοθέτην, καὶ τῶν ἐπὶ γῆς ὁμοίως, καὶ δεσπόζοντα τῶν στοιχείων, καὶ πρὸς τὸ αὐτῷ δοκοῦν μετα- κλίνοντα τῶν ὄντων τὴν φύσιν. ταύτῃ γὰρ δὴ, καὶ μάλα δικαίως, φησὶν ὄνομα πρέπον αὐτῷ τὸ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ. ἐπειδὴ δὲ ταῦτά ἐστι φύσει τε καὶ ἀληθῶς, διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, ἐπάγει δὲ καὶ ταλαιπωρίαν ἐπ' ὀχύρωμα· καταδράττεταί φησι τῶν ὑπερηφάνων, καὶ τοῖς ἀποσειομένοις τὸν αὐτοῦ ζυγὸν ἐπιμερίζει συντριβάς. ἀλλὰ κἂν εἴ τις οἴηται τυχὸν ἐξ ἀποπληξίας ἰσχυρὸς εἶναι καὶ μέγας, καὶ τούτῳ ταλαιπωρίαν ἐπάγει. τοῦτο δὲ ἦν ὑπεμ- φαίνοντος εὐφυῶς, ὡς εἰ ἕλοιντο ῥᾳθυμεῖν, καὶ ἐν τοῖς τῆς ὑπερηφανίας ἐγκλήμασι διαμένειν ἔτι, καὶ μέγα φρονεῖν ἐπί γε σφίσιν αὐτοῖς, εἰς ἐσχάτην πεσοῦνται ταλαιπωρίαν, τῇ τοῦ πάντων κρατοῦντος χειρὶ λοιπὸν ὁσίως περιθραυόμενοι.
The Prophet therefore benefits those who have gone astray, not by pointing to lifeless matter, nor to the God who is by nature and truly existent as being on a par with golden heifers—that is, with certain gods devised by human craft—but rather as king and lawgiver of the upper spirits as well, and likewise of those on earth, and as master of the elements, turning the nature of beings according to his own will. For this reason, and quite justly, he says that the name befitting him is Lord God Almighty. Since these things are so by nature and truly, he divides destruction for strength, and he also brings misery upon fortification; he seizes the proud, he says, and distributes shatterings to those who shake off his yoke. But even if someone should suppose himself to be strong and great, perhaps from a stroke of madness, he brings misery upon this one as well. This was the point of one who subtly indicated that if they should choose to be indolent and persist still in the offenses of pride, and think highly of themselves, they will fall into utter misery, being piously crushed by the hand of the one who rules all.
"Κύριος γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται," κατὰ τὸ γεγραμμένον, καὶ πολέμιον ἡγεῖται τὸν ἀλαζόνα καὶ ἀπειθῆ καὶ δυσάγωγον· ἐπιβλέπει γεμὴν "ἐπὶ τὸν ταπεινὸν καὶ "ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους" αὐτοῦ. καὶ ἀγαθὸν τὸ χρῆμα, καὶ ἀξιοζήλωτον ἀληθῶς παρά γε τοῖς ἄριστα διαζῆν ἑλομένοις. Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο.9 Ἀντέχεται πάλιν τῆς αὐτῷ πρεπούσης ἀκολουθίας ὁ λόγος. ἐπειδὴ γὰρ ὁ θεσπέσιος Προφήτης παντοκράτορά τε καὶ παναλκῆ κατωνόμαζε τὸν Θεὸν, προσετίθει δὲ ὅτι "διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύ- "ρωμα ἐπάγει," ταύτῃτοι καὶ νῦν ἀναγκαίως, ἵνα μήτις οἴηται περιττῶς ἐπάγειν αὐτὸν τοῖς ὀλίγα πταίουσι τὰς ὀργὰς, ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ εἰς μέσον ἄγει τὰς αἰτίας, δι' ἃς συντρίμματα καὶ ταλαιπωρίαν ἐπιμερίζει τισίν. μεμισήκασι γάρ φησι τοὺς σωφρονιστὰς, παρ' οὐδὲν πεποί- ηνται τοὺς ἐλέγχοντας καὶ τοὺς ἀπορθοῦν εἰωθότας εἰς τὸ ἁνδάνον Θεῷ, βδελυρὸν ἡγήσαντο πάντα λόγον ὅσιον, τὸν καλοῦντα δηλονότι καὶ παραθήγοντα πρὸς ὁσιότητα καὶ ἁγιασμόν. τὸ δὲ ἐν πύλαις νοήσεις, ἐναργῶς καὶ ἀναφαν- δὸν καὶ ἐν παῤῥησίᾳ. ἔοικε δὲ τῆς εἰς προφήτας καὶ νόμον ἀπονοίας αὐτῶν καὶ ἀποστροφῆς διαμεμνῆσθαι νυνί. ἤλεγχον μὲν γὰρ οἱ προφῆται, προσιόντες ἀκρύπτως. ὅσιος δὲ λόγος ὁ νόμος ἦν, ὅτι καὶ Θεοῦ καὶ δικαιοσύνης πρύτανις, καὶ παιδαγωγὸς εἰς εὐσέβειαν, καὶ τοῦ φύσει τε καὶ ἀληθῶς Θεοῦ δεικτικός. διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, "ἁγίαν "καὶ δικαίαν καὶ ἀγαθὴν" τὴν διὰ Μωυσέως εἴρηκεν ἐντολήν.
For the Lord, it says, arrays himself against the proud," according to what is written, and considers the boastful, disobedient, and intractable man an enemy; but he looks upon "the humble and quiet and those who tremble at his words." And this is a good thing, truly enviable among those who have chosen to live in the best way. They hated the one who reproved them at the gates, and they abhorred holy speech. The discourse again adheres to its proper sequence. For since the divine Prophet called God almighty and all-powerful, and added that "he distributes destruction upon strength, and brings misery upon a fortress," for this reason now too, necessarily, so that no one might think he inflicts his wrath excessively on those who commit small faults, he enumerates the charges and brings forward the causes for which he apportions destructions and misery to some. For they have hated, he says, those who correct them, they have held in no regard those who reprove and those who are accustomed to set them straight toward what is pleasing to God, they have considered abominable every holy speech, that is, the speech that calls and incites to holiness and sanctification. And "at the gates" you will understand as openly, manifestly, and with frankness. He seems now to have recalled their madness and aversion toward the prophets and the law. For the prophets reproved, approaching without concealment. And the holy speech was the law, because it is the steward of God and righteousness, the guide to piety, and the indicator of the God who is by nature and truly. For this reason the blessed Paul also called the commandment given through Moses "holy and just and good.
οὐκοῦν νοσημάτων αἴσχιστον, καὶ τῶν ἐν ψυχῇ παθῶν ῥίζα τις ὥσπερ καὶ γένεσις τὸ ἀποσείεσθαι συμβουλὰς, καὶ μισεῖν ἐλέγχους, καὶ δοκεῖν τὸν θεῖον μηδὲ εἰδέναι νόμον. ὁ γάρ τοι πρὸς τοῦτο φαυλότητος καθιγμένος, νηΐ που πάντως ἔσται προσεοικὼς πηδαλίων ἐρήμῃ, καὶ οὐκ ἐχούσῃ τὸν ἐφεστη- κότα, ἣ παντὶ πνεύματι περιφέρεται, καὶ πρὸς τὸ ὠθοῦν ἁπλῶς ἀπερισκέπτως ἵεται, μονονουχὶ καὶ μεθύουσα, καὶ κυμάτων ἄθυρμα φαινομένη λοιπόν. ἀλλ' ὅ γε σοφὸς ἡμῖν Δαυεὶδ μακαρίζει τὸν δίκαιον ἐκεῖνον λέγων "Ὁ νόμος τοῦ "Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ "διαβήματα αὐτοῦ·" ἀπορθοῖ γὰρ ὁ νόμος εἰς τὸ ἀρέσκον Θεῷ. Διὰ τοῦτο ἀνθ' ὧν κατεκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ' αὐτῶν, οἴκους ξυστοὺς ᾠκοδο- μήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, καὶ ἀμπελῶνας
ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.9 Ἀληθὲς, ὅτι καὶ πάντη τε καὶ πάντως τὸ ἀποσχέσθαι τῶν ἀγαθῶν τὴν τῆς φαυλότητος ἔχει γένεσιν, καὶ ἡ τοῦ χρησίμου τε καὶ ὠφελεῖν πεφυκότος ἀποστροφὴ τοῖς οὐχ ὧδε ἔχουσι περιπταίειν ἡμᾶς ὡς ἐξ ἀνάγκης ποιεῖ. ὅνπερ γὰρ τρόπον φωτὸς ἀπεληλασμένου, κατ' ἴχνος εὐθὺς καὶ κατὰ πόδας εἶσι τὸ σκότος, οὕτως ἀρετῆς ἀποφοίτησις ἑπομένην ἔχει τὴν τῆς φαυλότητος εἰσδρομήν.
Thus the most shameful of diseases and, as it were, a root and origin of the passions in the soul is to shake off advice, to hate reproofs, and to think that one does not even know the divine law. For a man who has sunk to this level of baseness will be altogether like a ship deprived of its rudder and lacking a pilot, which is carried about by every wind and rushes heedlessly simply toward whatever drives it, almost as if drunk, and appears henceforth as a plaything of the waves. But the wise David blesses that righteous man, saying, "The law of God is in his heart, and his steps will not be tripped up"; for the law directs him toward what is pleasing to God. Therefore, in return for the fact that you struck the heads of the poor with your fists and received choice gifts from them, you built polished houses and will never dwell in them, and you planted desirable vineyards and will never drink their wine. It is true that, entirely and in every way, the abstention from goods has its origin in baseness, and the turning away from what is useful and naturally beneficial necessarily makes us stumble into things that are not so. For just as, when light is driven away, darkness follows immediately on its heels and footsteps, so the departure of virtue has the intrusion of baseness following upon it.
οὐκοῦν, ἐπειδήπερ μεμισήκασι μὲν "ἐν πύλαις ἐλέγχοντα, κατε- "βδελύξαντο δὲ καὶ λόγον ὅσιον," εἰς πολυειδῆ κατώλισθον ἁμαρτίαν, ἐτράποντό τε πρὸς πλεονεξίαν, καὶ τὴν ὅτι μάλιστα κατεστυγημένην Θεῷ καταδυναστείαν ἐπιτηδεύ- οντες, ἔτυπτον μὲν "Πυγμαῖς ταπεινὸν," καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, οἱ ἁδροί που πάντως καὶ τῶν ἄλλων ὑπερκείμενοι δόξῃ τε καὶ πλούτῳ· διήρπαζον δὲ δωρεᾶς ὀνόματι, παρ' οὐχ ἑκόντων δεχόμενοι τὰ τῶν ἐνόντων αὐτοῖς τιμιώτερα. πλὴν ἀποφαίνει χρησίμως, ὅτι τοῖς τὰ τοιαῦτα δρᾶν εἰωθόσιν ἀνόνητος ἡ πλεονεξία, καὶ τὸ αἰσχρῶν ἡττᾶσθαι λημμάτων εἰς λύπας ἐκτελευτᾷ, καὶ δίκην ἔχει τὸ πέρας. εἰ γὰρ μήτε οἴκων ἀπολαύσουσι τῶν ὡς ἐν σπουδῇ καὶ φιλο- τίμως ἐξειργασμένων, εἰκῇ δὲ αὐτοῖς πονεῖται τὰ ἐν ἀγροῖς, οἴχεται δὲ πρὸς ἀδόκητον ἔκβασιν τῶν ἠγαπημένων ἡ μέθεξις, δι' ἃ γέγονεν ἡ πλεονεξία, καὶ τὸ φιλοχρήματον εἰσέδυ πάθος, πῶς οὐκ εἰκαῖος καὶ ἀκερδὴς ἀναφανεῖταί τισιν, ὁ ἐπί γε τῷ χρῆναι πλεονεκτεῖν τρόπος; σοφὸν οὖν ἐκεῖνο περινοεῖν, ὅτι καθά φησιν ὁ Παροιμιαστής "Κρείσσων ὀλίγη λῆψις "μετὰ δικαιοσύνης ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας." εἰδωλολατρείαν δὲ καὶ ὁ Παῦλος τὴν πλεονεξίαν καλεῖ, καὶ μάλα εἰκότως· ἀθεότης γὰρ τὸ χρῆμα λοιπὸν, καὶ ἐν ἴσῳ τέθεινται τοῖς τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκόσιν οἱ τὸν τῆς εἰς ἀδελφοὺς ἀγάπης νόμον πατοῦντες, ἣ καὶ τοῦ νόμου τὴν πλήρωσιν ἔχει. ὁ δὲ νόμον οὐκ εἰδὼς, ἀρνεῖται τὸν Νομο1.463 θέτην.
Therefore, since they have hated "the one who reproves in the gates" and "have abhorred even pious speech," they have slipped into manifold sin, and have turned to greed, and, practicing the oppression most abhorrent to God, they struck "the lowly with their fists" and dealt blows to the heads of the poor—those who are certainly robust and superior to others in reputation and wealth—and they plundered under the name of gifts, receiving from the unwilling the most valuable of their possessions. Yet he usefully shows that for those accustomed to doing such things, greed is profitless, and being overcome by shameful gains ends in sorrows, and the outcome brings punishment. For if they will not enjoy the houses built with zeal and ambition, if their labor in the fields is in vain, and the possession of beloved things passes to an unexpected outcome—for the sake of which greed occurred and the passion for money crept in—how will the method of being greedy not appear vain and unprofitable to some? Therefore, it is wise to consider that, as the Proverb writer says, "A small acquisition with justice is better than many gains with injustice." And Paul calls greed idolatry, and quite reasonably; for the matter is henceforth godlessness, and those who trample upon the law of love for brothers, which also constitutes the fulfillment of the law, are placed on equal footing with those who have not recognized the God of nature. And one who does not know the law denies the Lawgiver.
σωφρονεστέρους δὲ ἡμᾶς καὶ ἀδίκου φιλοχρηματίας κρείττονας καὶ αὐτὸς ὁ Χριστὸς ἀπετέλει λέγων "Τί γὰρ "ὠφεληθήσεται ἄνθρωπος ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, "τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος "ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ·" "Θησαυροὶ γὰρ ἀνόμους "οὐκ ὠφελήσουσι, κατὰ τὸ γεγραμμένον· δικαιοσύνη δὲ "ῥύσεται ἐκ θανάτου." Ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. διὰ τοῦτο ὁ συνιῶν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν.9 Ὅτι μὴ ἐπὶ σμικροῖς, μήτε μὴν ἐπὶ τοῖς τυχοῦσι τῶν πλημμελημάτων ἀμύνεται Θεὸς τοὺς προσκεκρουκότας, ἀν- εξικακήσας δὲ μᾶλλον ἐπὶ μετρίοις πταίσμασι, ταῖς ἀχαλίνοις εἰς φαυλότητα ῥοπαῖς λοιπὸν ἐπάγει τὴν κίνησιν, πειρᾶται διδάσκειν. ἀποπεσεῖσθαι γὰρ οἴκων τοὺς ἐν Σαμαρείᾳ φησὶ, καὶ μέντοι καὶ ἀμπελώνων, καὶ παντὸς οἶμαι τοῦ κατευ- φραίνειν εἰδότος καὶ συνέχοντος εἰς εὐημερίαν. ἐπειδὴ τοίνυν δειναὶ καὶ μεγάλαι καὶ οὐκ ἔτι φορηταὶ γεγόνασιν αἱ παρ' αὐτῶν ἁμαρτίαι· κατεδυνάστευον γὰρ δίκαιον, ἢ ἄνδρα τυχὸν, ἤγουν, βλέποντες εἰς ἀνοσιότητα, ὀλίγα φροντίζειν ἠξίουν ὀρθοῦ καὶ δικαίου κρίματος. ἔστι δὲ τοῦτο καταδυναστεύειν τρόπον τινὰ καὶ πλεονεκτεῖν ἀφυλάκτως τὸ δοκοῦν τῷ νόμῳ. ἐδέχοντο γὰρ καὶ ἀλλάγματα, τουτέστιν ἀντιδόσεις καὶ ἀντιμισθίας τῶν ἀδίκων κριμάτων· καὶ πρός γε τούτοις ἐξέκλινον πένητας ἐν πύλαις. καὶ τί δὴ τοῦτό ἐστιν;
Christ Himself made us more temperate and superior to unjust love of money, saying, "For what will a man be benefited when he gains the whole world, but loses his own soul? Or what will a man give as an exchange for his soul? For unjust treasures will not benefit, according to what is written; but righteousness will deliver from death." Because I have known many impieties of yours, and your sins are strong, trampling upon the just, taking bribes and turning aside the poor in the gates. Therefore the one who understands will be silent at that time, because it is a wicked time. For God does not punish those who have offended for small or random faults, but rather, being patient with moderate transgressions, he then brings motion against unbridled inclinations toward wickedness, and he attempts to teach. For he says that the houses of those in Samaria will fall, and also their vineyards, and I think everything that knows how to delight and sustains prosperity. Since, therefore, their sins have become terrible and great and no longer bearable—for they oppressed the just, or a man, that is, looking to impiety, they deemed it right to care little for upright and just judgment. And this is in a way to oppress and greedily take what seems to the law. For they also accepted bribes, that is, exchanges and compensations for unjust judgments; and in addition to these, they turned aside the poor in the gates. And what is this?
ἢ γὰρ ἐκεῖνό φησιν, ὅτι τοὺς τὰ μέτρια φρονεῖν ἀναπείθοντας, καὶ ἐν παῤ- ῥησίᾳ περὶ τούτου συμβουλεύοντας ἐποιοῦντο φευκτούς· ἤγουν ὅτι τὰ τῶν πενήτων κρίματα παρακρίνειν ἀπετόλμων, οὐ λεληθότως· πόθεν; οὐδὲ οἱονεὶ σοφιζόμενοι τὴν ἀσέβειαν, ἀλλ' οἱονεὶ ἐν πύλαις, τουτέστιν ἀναφανδὸν καὶ ἐν ὄψει πολλῶν, οὐδὲν ἔτι κατερυθριῶντες ὅλως, οὔτε μὴν αἰδῶ τινὰ τοῦ θείου ποιούμενοι νόμου. εἰς τοῦτο δὲ ἤδη φαυλότητός τε καὶ πονηρίας κατεβίβασαν τὸν καιρὸν, ὡς καὶ αὐτοῖς ἄμεινον ὁρᾶσθαι τοῖς σοφοῖς, καὶ τοῖς συνιέναι δυναμένοις
οἰκονομίας πραγμάτων, τὸ μήτε ἐλέγχειν ἔτι, μήτε μὴν ἐπανορθοῦν τοὺς δυσσεβεῖν ἑλομένους, διάτοι τὸ τοῖς οὐκ ἔχουσιν ὠτία προσεοικέναι λοιπὸν τοὺς ἐλεγχομένους, καὶ κυνηδὸν ἐπιθρώσκειν τοῖς ἐθέλουσιν ὠφελεῖν, καὶ ἐν ἐχθρῶν ποιεῖσθαι μοίρᾳ τοὺς τῶν καλλίστων εἰσηγητάς. ἐπετίμων γὰρ τοῖς ἁγίοις προφήταις, καὶ πραγμάτων αὐτοὺς πειρᾶσθαι παρεσκεύαζον εἰς μέσον ἰόντας ἔσθ' ὅτε, καὶ τοὺς ἄνωθεν αὐτοῖς διακομίζοντας λόγους. καὶ γοῦν Σεδεκίας ἀπαγγέλλοντα τὰ παρὰ Θεοῦ τὸν προφήτην Ἱερεμίαν ποτὲ μὲν ἐδέσμει, ποτὲ δὲ καὶ εἰς λάκκον καθίει, καὶ τοῖς ἐν αὐτῷ τέλμασιν ἐναποπνίγειν ἤθελεν. Οὐκοῦν ἐπὶ μικροῖς ἔτι πταίσμασι μετανοεῖν ἀναγκαῖον, καὶ μὴ ταῖς τῶν μειζόνων ἐπαγωγαῖς μονονουχὶ καὶ ἄκοντα παροτρύνειν Θεόν. εἰ γὰρ ἰσχυραὶ γένοιντο καὶ πολλαὶ λίαν αἱ ἁμαρτίαι, τότε δὴ πάντως ἀνταποδώσει, καὶ τὰς τῆς ἀγανακτήσεως ἐποίσει φλόγας. ἰσχυρὰς δὲ εἶναί φαμεν τὰς ἁμαρτίας, τὰς δεινάς τε καὶ ἀφορήτους· ὅτι "μὴ πᾶσα "ἁμαρτία πρὸς θάνατον," κατά γε τὴν σοφωτάτην τοῦ Ἰωάννου φωνήν·
Or he says that they made those who persuade to think moderately and who advise openly about this matter to be avoided; or that they dared to pervert the judgments of the poor, not secretly—how could they?—nor as if sophistically contriving impiety, but as if at the gates, that is, openly and in the sight of many, no longer blushing at all, nor having any reverence for the divine law. They had already brought the time down to such a degree of baseness and wickedness that it seemed better even to the wise and to those capable of understanding the management of affairs neither to reprove nor to correct those who chose to be impious, because those reproved were now like those who have no ears, and like dogs they leap upon those who wish to help, and they place in the category of enemies the proposers of the best things. For they rebuked the holy prophets and caused them to experience troubles when they came into the midst, sometimes conveying to them the words from above. And indeed, Zedekiah once bound the prophet Jeremiah when he announced the things from God, and at other times cast him into a pit and wanted to suffocate him in its mire. Therefore, it is necessary to repent for small faults still, and not to provoke God, as it were, even unwillingly, by the incitements of greater ones. For if sins become strong and very many, then he will certainly repay and bring the flames of his wrath. And we call sins strong those that are terrible and unbearable, because "not every sin is unto death," according to the most wise saying of John.
εἰ δὲ μηδεμία νικᾶν ἰσχύει τὴν φιλανθρω- πίαν Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΡΙΤΟΣ. Ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτως μεθ' ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ὃν τρόπον εἴπατε Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλὰ, καὶ ἀποκαταστήσατε ἐν πύλαις κρῖμα, ὅπως ἐλεήσει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.9 Ἔφην ἤδη πλειστάκις, ὡς οὐ μία γέγονεν αἰχμαλωσία, διάφοροι δὲ κατὰ καιροὺς, καὶ ἀνὰ μέρος. Φουλὰ μὲν γὰρ ὁ Ἀσσυρίων πρῶτος ἐλθὼν ἐν τῇ Σαμαρείᾳ τὰς δύο φυλὰς, τὰς πέραν τοῦ Ἰορδάνου, καὶ τὰς ἐκεῖσε πόλεις ἀναστατώσας ᾤχετο· μετ' ἐκεῖνον δὲ ὁ Σαλμανασὰρ οὐ πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, ἀλλά τι μέρος εἰς τὴν ἑαυτοῦ σὺν τοῖς ἁλοῦσιν ἀνεκομίζετο. ἐποίει δὲ τοῦτο ὁ Θεὸς οἰκονομικῶς, "πόνῳ "καὶ μάστιγι" παιδεύων ἐκκεκλικότα τὸν Ἰσραὴλ, καὶ μετα- τιθεὶς ἐπί γε τὸ δεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα φρονεῖν τε καὶ δρᾶν. συμβέβηκε τοίνυν τοὺς ἐκ τῶν ἀρτίως ἡμῖν εἰρημένων πολέμων διαφυγεῖν ἰσχύσαντας, γνωσιμαχοῦντας ἤδη πως, ἐφ' οἷς ἠπάτηνται μετανοεῖν, εἰδέναι τε καὶ ὁμο- λογεῖν, ὅτι πολλὰ καὶ δύσοιστα πεπλημμεληκόσιν ἐπενή- νεκται λοιπὸν τὰ ἐκ θείας ὀργῆς, εἶτα τῶν ἰδίων ἐθῶν τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπαγγέλλεσθαι τῷ Θεῷ, λέ- γοντας Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά. οὐκοῦν ὃν τρόπον εἰρήκατε, φησὶ, ζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ἵνα καὶ τὸ εὖ εἶναι κερδάνητε ζῶντές τε καὶ σωζόμενοι, καὶ μεθ' ὑμῶν γένοιτο Κύριος ὁ Θεὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν.
If nothing can overcome the philanthropy of God, to whom is the glory for all ages. Amen.
OF THE SAME AUTHOR ON THE SAME PROPHET, THIRD BOOK. "Seek the good and not the evil, that you may live, and thus the Lord God Almighty will be with you; in the manner you have said, 'We have hated evil things and loved good things,' and establish judgment in the gates, that the Lord God Almighty may have mercy on the remnants of Joseph." I have already said many times that there was not one captivity, but different ones at various times and in parts. For Pul, the king of the Assyrians, first came to Samaria, and having overthrown the two tribes beyond the Jordan and the cities there, he departed. After him, Shalmaneser, not having taken all of Samaria, but a part, returned to his own land with the captives. God did this economically, educating Israel, who had turned aside, "by toil and by whip," and turning them to think and act in better and more fitting ways. It has therefore happened that those who were able to escape from the wars just mentioned by us, now somehow changing their minds, repent of what they have been deceived by, and know and confess that many and unbearable offenses have been brought upon them from divine wrath, and then they almost promise God the correction of their own habits, saying, "We have hated evil things and loved good things." Therefore, in the manner you have said, he says, seek the good and not the evil, so that you may gain well-being, living and being saved, and that the Lord God Almighty, who has authority over all, may be with you.
ἀποκαταστήσατε δὲ καὶ ἐν πύλαις κρῖμα, του- τέστιν, ὀρθοὶ γένεσθε κριταί· μὴ ψῆφον ἄδικον καταγρά- φοντες τῶν ἀσθενεστέρων· μὴ τὴν τοῦ δικαίου παρασημαίνοντες δύναμιν· μήτε μὴν κονδυλίζοντες εἰς κεφαλὰς πτωχῶν· μήτε ὁδὸν ταπεινῶν ἐκκλίνοντες, ἵνα λοιπὸν κατ- ελεήσῃ Θεὸς τοὺς ἐκ τῶν ἤδη συμβεβηκυιῶν αἰχμαλωσιῶν περιλειφθέντας ἐξ Ἰωσήφ. σημαίνει δὲ πάλιν τὸν Ἐφραῒμ, ἤτοι τὰς δέκα φυλάς. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ γέγονεν ἐξ Ἰωσὴφ ὁ Ἐφραῒμ, ταύτῃτοι καὶ τῷ τοῦ πατρὸς ὀνόματι σημαίνεται. Δεῖ δὴ οὖν ἄρα φρονεῖν ὀρθὰ, καὶ τὰς ἰδίας ἡμῶν ἀπορ- θοῦν διανοίας, εἴς γε τὸ χρῆναι τὰ Θεῷ θυμήρη φρονεῖν, καὶ κατορθοῦν ἀρετὴν, καὶ τῶν τῆς δικαιοσύνης ἀντέχεσθαι τρόπων, καὶ ὀρθότητος εἶναι σοφοὺς ἐπιμελητάς· ἕξομεν γὰρ οὕτω συνόντα τε καὶ προασπίζοντα τὸν τῶν ὅλων Θεόν. Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετὸς, καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν, καὶ εἰς εἰδότας θρῆνον· καὶ ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι
Restore also judgment in the gates, that is, become upright judges; do not record an unjust vote against the weaker ones; do not misrepresent the power of justice; do not strike the heads of the poor with your fists; do not turn aside from the path of the humble, so that God may finally take pity on those who remain from Joseph from the captivities that have already occurred. And again it signifies Ephraim, that is, the ten tribes. For as I have already said, since Ephraim was born from Joseph, he is also signified by the name of his father. Therefore it is necessary to think rightly and to correct our own minds, so as to think what is pleasing to God, to practice virtue, to hold fast to the ways of justice, and to be wise guardians of uprightness; for thus we will have the God of all things with us and protecting us. For this reason the Lord God Almighty says this: In all the squares there will be lamentation, and in all the roads "woe, woe" will be said; the farmer will be called to mourning and lamentation, and to those who know the dirge; and in all the roads there will be lamentation, because
διελεύσομαι διὰ μέσου σου, εἶπε Κύριος.9 Ἀπογευσάμενοί φησι τῶν ἐκ τοῦ πολέμου κακῶν, καὶ τοῖς ἤδη συμβεβηκόσιν οὐ μετρίως ἐπηλγηκότες, ἐπηγγέλεσθε μισεῖν τὰ πονηρὰ, καὶ ἀγαπᾶν τὸ καλόν· ἀλλὰ βραχὺ καὶ μόλις τῶν ἐκεῖθεν δειμάτων ἀπηλλαγμένοι, πρὸς τὸ ῥᾴθυμον ἀπεκλίνατε, καὶ οὐδὲν ἧττον ἀπηρτημένοι τῶν ἀρχαίων ἐφαί- νεσθε κακῶν. ταύτῃτοι λοιπὸν θρήνου καὶ οἰμωγῆς ἀνά- μεστοι μὲν αἱ πόλεις, κομμοὶ δὲ καὶ δάκρυον πανταχοῦ, καὶ ζήτησις ἔσται τῶν εἰδότων κατολοφύρεσθαι. καὶ οὐκ ἀρκούντων ὑμῖν εἰς τοῦτο τῶν ἀστικῶν, παραληφθήσεται καὶ γεωργὸς, ὥστε κἂν ἀγροικικὸν ὑμῖν ἐπηχῆσαι μέλος, καὶ τοῖς ἐπιχωρίοις ῥυθμοῖς τὰς τῶν πεπτωκότων ὀδύρασθαι συμφοράς. διελεύσομαι γὰρ διὰ μέσου σου, φησὶν, ἐφορῶν ἤδη πως τὰς ἁμαρτίας, καὶ οὐ πόῤῥω καθεστηκὼς ἔτι τῶν ἀφόρητα δεδυσσεβηκότων. ἕως μὲν γὰρ οὔπω παιδεύει Θεὸς, δοκεῖ πως οὐδὲ ἐφεστάναι· τὰ δὲ ἐξ ὀργῆς ἐπάγων, μονονουχὶ καὶ πάρεστιν, καὶ ἐπιῤῥίπτει τὰς δίκας. οὕτω καὶ Σοδόμοις ἐπεφοίτησαν ἄγγελοι κατεμπρήσοντες τοὺς ἠσεβηκότας, ὡς ἐν τῷ μὴ κολάζειν ἀφεστηκότες. οὐκοῦν τὸ διελεύσομαι διὰ μέσου σου, σημαίνει τὴν ἐπίσκεψιν, καὶ τὸν τοῦ κολάζεσθαι δεῖν ἐφεστηκότα καιρόν. Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις. οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου καὶ οὐ φῶς;
I will pass through the midst of you, said the Lord. Having tasted, he says, the evils of war and having grieved not moderately over what had already befallen, you promised to hate evil and love the good; but, barely and with difficulty freed from the terrors there, you turned back to negligence and appeared no less detached from your ancient evils than before. Therefore, the cities are now full of lamentation and wailing, and there are dirges and tears everywhere, and there will be a search for those who know how to mourn. And since the city-dwellers are not sufficient for this, even a farmer will be brought in, so that he may sound for you a rustic melody and, with native rhythms, bewail the misfortunes of the fallen. For I will pass through the midst of you, he says, now somehow overseeing the sins and no longer standing far off from those who have committed unbearable impieties. For as long as God does not yet punish, he seems somehow not to be present; but when he inflicts punishments in anger, he is virtually present and hurls the penalties. Thus also angels visited Sodom to burn the impious, as if they had been absent by not punishing. Therefore, "I will pass through the midst of you" signifies the visitation and the time that has come when it is necessary to be punished. Woe to those who desire the day of the Lord; why is this day of the Lord for you? And this is darkness and not light. In the same way as when a man flees from the face of a lion and a bear falls upon him, and he rushes into his house and presses his hands against the wall, and a serpent bites him. Is not the day of the Lord darkness and not light?
καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ;9 Τῶν ἁγίων προφητῶν προαγορευόντων αὐτοῖς τὰ ἐσό- μενα, καὶ ὅτι πικραῖς καὶ ἀνιάτοις περιπεσοῦνται συμφοραῖς, διανενευκότες ἀσχέτως ἐπὶ τὰ τῆς πλανήσεως ἔργα, δια- γελῶντές τε καὶ ὑπτιούμενοι, ποτὲ μὲν ἔφασκον, εἰς ὑπερθέ- σεις καὶ χρόνους δραμεῖσθαι τὰς προφητείας· ποτὲ δὲ καὶ ὁλοτρόπως ἀπεγνωκότες, ἀπετόλμων λέγειν, κατά γε τὴν Ἱερεμίου φωνήν "Ποῦ ἐστὶν ὁ λόγος Κυρίου; ἐλθέτω." ᾤοντο γὰρ, ὅτι καὶ ψευδοεποῦσιν οἱ προφῆται, καὶ δειμάτων αὐτοὺς ἀναπιμπλᾶσι κενῶν· ἤγουν εἰ καί τις ἀληθῶς κατ' αὐτῶν ἴοι πόλεμος, ἀμείνους ἔσονται τῆς ἐκείνων χειρὸς, σκληρὰν καὶ δυσάντητον ἀντανιστάντες αὐτοῖς ἀλκήν τε καὶ προθυμίαν. ἀληθὲς γὰρ ὅτι "Ὅταν ἔλθῃ ἀσεβὴς εἰς "βάθος κακῶν, καταφρονεῖ," κατὰ τὸ γεγραμμένον. ἀλλ' οἱ τοιοίδε τὴν ἕξιν, καθάπερ τὰ τῶν τραυμάτων ἀπεγνωσμένα, μονονουχὶ καὶ κεκράγασιν, ὅτι πυρὸς δέονται καὶ τομῆς, καὶ τῶν τοιούτων εἰσὶν ἐν ἐπιθυμίᾳ. διψῶσι γὰρ τρόπον τινὰ τὸ χρῆναι κολάζεσθαι, καὶ εἰ μὴ τῇ τοιᾷδε λοιπὸν κέχρηνται φωνῇ.
And darkness without light for her? The holy prophets foretold to them what would come to pass, and that they would fall into bitter and incurable calamities; but they, having turned unrestrainedly to the works of error, mocking and being indifferent, sometimes claimed that the prophecies would be deferred to delays and times, and sometimes, having utterly despaired, they dared to say, in the words of Jeremiah, "Where is the word of the Lord? Let it come." For they thought that the prophets were lying and filling them with empty terrors; or that if a war truly came against them, they would be superior to their hand, raising up against them a harsh and unyielding might and zeal. For it is true that "When the impious man sinks into the depth of evils, he despises," according to what is written. But those of such a disposition, like desperate wounds, all but cry out that they need fire and the knife, and they desire such things. For they thirst, in a way, to be punished, even if they no longer employ such a voice.
Οὐαὶ τοίνυν, φησὶν, τοῖς οὐδὲν ἕτερον ἐπιθυμοῦσί τε καὶ ἐκδεχομένοις εἰ μὴ τὴν τῆς κολάσεως ἡμέραν· ἣν καὶ τοῦ Κυρίου φησίν· ἐπάγεται γὰρ παρὰ Θεοῦ. ἵνα τί τοίνυν αὐτὴ, φησὶν, ὑμῖν, σκότος οὖσα καὶ οὐ φῶς, διά τοι τὸ πλείστης ὅσης ἀναπεπλῆσθαι συμφορᾶς; οὐ γὰρ ἂν γένοιτό φησι διεκδύναι τισὶν, οὐδ' ἂν ἔξω τις ἴοι τοῦ κακοῦ· ἀλλ' ὁ τοῦτο φυγὼν, ὑπ' ἐκείνου ληφθήσεται, καὶ τοῖς τὸ πρῶτον ἐκ- νενευκόσι συναντήσει τὸ δεύτερον. τοῦτο γάρ ἐστι τὸ διαφυγεῖν μὲν ἐκ στόματος λέοντος, ἐμπεσεῖν δὲ εἰς ἄρκτον. ἀλλὰ κἂν εἴ τις οἴοιτο, φησὶν, ἐν ἀσφαλείᾳ γενέσθαι τυχὸν, εἰσελάσαι τε εἰς τὴν οἰκίαν, ἐκεῖ θανάτῳ περιπεσεῖται, τοῖς ὄφεως δήγμασιν ἀδοκήτως ὑπενηνεγμένος. Θεοῦ γάρ τινα συνελαύνοντος εἰς ὄλεθρόν τε καὶ πόνους, τίς ὁ διασώσων; τίς ὁ ἐπικουρήσων καὶ ἀπαλλάξων τῆς δίκης; ἢ ποῖος ἔσται τρόπος, ὃν εἰ διελάσειέ τις, ἔξω γένοιτο τῶν κακῶν; οὐδεὶς παντελῶς. "Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;" καὶ "Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;" κατὰ τὸ γεγραμμένον. Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώ- ματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτὰ καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.9 Ἁρμόσειεν ἂν ὁ λόγος τοῖς ἐξ Ἰούδα μάλιστα καὶ Βενιαμίν. αἱ μὲν γὰρ ἐν τῇ Σαμαρείᾳ φυλαὶ ταῖς τῶν εἰδώλων λατρείαις
Woe, then, he says, to those who desire and expect nothing other than the day of punishment, which he also says is of the Lord, for it is brought on by God. Why then, he says, is this day for you, being darkness and not light, because it is filled with the greatest possible calamity? For it would not happen, he says, that anyone could escape, nor could anyone go outside the evil; but he who flees this will be caught by that, and the second will meet those who have swerved from the first. For this is to escape from the mouth of a lion and fall into a bear. But even if someone should think, he says, to be in safety, perhaps, and to drive into the house, there he will fall into death, unexpectedly subjected to the bites of a serpent. For when God drives someone to destruction and toils, who will save him? Who will help and deliver him from the judgment? Or what manner will there be, which if someone should pass through, he would go outside the evils? No one at all. "For who will turn aside the high hand?" And "If he shuts against a man, who will open?" according to what is written. I have hated, I have rejected your feasts, and I will not smell the incense at your assemblies; because if you bring me your whole burnt offerings and your sacrifices, I will not accept them, and I will not look upon your saving manifestation. The word would be fitting especially for those from Judah and Benjamin. For the tribes in Samaria, with the worship of idols
ὁλοτρόπως προσκείμεναι, ῥᾴθυμοί τε σφόδρα καὶ πολὺ κατημεληκυῖαι τῶν διὰ Μωυσέως ἡλί- σκοντο νόμων· οἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἔθυον μὲν ἐν τοῖς ὑψηλοῖς τῇ Βάαλ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ προσῆ- γον σπονδὰς, ὑπεπλάττοντο δὲ πρὸς τούτῳ καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ποιεῖσθαι φροντίδα, καὶ ἀποπληροῦν ἐπείγεσθαι καὶ θυσίας καὶ ἑορτάς. ἀλλ' ὅτι ταῦτα μεμίσηκεν ὁ τῶν ὅλων Δημιουργὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φανερὸν ἐποιεῖτο λέγων "Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσ- "έχετε νόμον Θεοῦ, λαὸς Γομόρρας· τί μοι πλῆθος τῶν "θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων "κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ "βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξε- "ζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου "οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυ- "μίαμα, βδέλυγμά μοι ἐστί· τὰς νουμηνίας ὑμῶν καὶ τὰ "σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν "καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· "ἐγενήθητέ μοι εἰς πλησμονήν." ταύτης ἠρτῆσθαι τῆς διανοίας τὰ προκείμενά φαμεν. μεμίσηκα γάρ φησι καὶ ἀπεωσάμην τὰς ἑορτὰς ὑμῶν, καὶ οὐκ ἂν ἐπαινέσαιμι τὰς θυσίας, οὐδ' ἂν ὀσμὴν εὐωδίας καταλογισαίμην πώποτε τὰ ὁλοκαυτώματα καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσαγωγάς. εἴδη δὲ ταῦτα θυσιῶν διεσταλμένα κατὰ καιροὺς, καὶ ὡς ἐν ἰδίοις τρόποις. ἕτερον γάρ τι τὸ ὁλοκαύτωμα, καὶ ἕτερον ἡ θυσία, καὶ ἡ τοῦ σωτηρίου ἐπιφάνεια, τουτέστι, τὸ εἰς ὄψιν ἰέναι Θεοῦ, καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσκομίζειν θυσίας.
entirely devoted, utterly idle, and greatly neglectful of the laws given through Moses. Those in Jerusalem, however, sacrificed on the high places to Baal and offered libations to the host of heaven, and in addition to this they pretended to take care for reverence toward the law and to be eager to fulfill both sacrifices and festivals. But that the Creator of all things hated these things, he made clear through the voice of Isaiah, saying: "Hear the word of the Lord, rulers of Sodom; pay attention to the law of God, people of Gomorrah. What is the multitude of your sacrifices to me, says the Lord? I am full of the burnt offerings of rams, and the fat of lambs and the blood of bulls and goats I do not want, not even if you come to appear before me. For who sought these things from your hands? You will not add to tread my court. If you bring fine flour, it is vain; incense is an abomination to me; your new moons and your sabbaths and the great day I do not endure; your fasting and idleness and your festivals my soul hates; you have become a surfeit to me." We say that the present words are attached to this meaning. For he says, I have hated and rejected your festivals, and I would not praise the sacrifices, nor would I ever count the burnt offerings and the presentations for the sake of the saving as a scent of fragrance. And these are forms of sacrifices distinguished according to times and as in their own ways. For the burnt offering is one thing, and the sacrifice is another, and the manifestation of the saving, that is, coming into the sight of God, and offering the sacrifices for the sake of the saving.
Ἀλλ' Ἰουδαίοις μὲν πλείστην ὅσην ἐπιτηδεύουσι τὴν ἀσέβειαν πρέποι ἂν εἰκότως ἅπερ ἔφαμεν ἀρτίως· ἀποδέ- χεται δὲ, καὶ λίαν ἀσμένως, καὶ προσίεται Θεὸς τὰς τῶν ἐν πίστει θυσίας, τὸ ὁλοκαύτωμα τὸ πνευματικὸν, τὰς ἐν ἑορταῖς ἐπιφανείας. εὐωδιάζομεν γὰρ οὐχ ἑαυτοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, φημὶ δὴ Χριστόν. πρέποι δ' ἂν, καὶ μάλα εἰκότως, τὸ ἀπαράδεκτον εἰς θυσίαν, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς καὶ οἷς οὐκ ἔστιν εἰπεῖν, κατά γε τοὺς ἐν πίστει γνησίους "Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ "Θεῷ." ὀσμὴ γὰρ αὐτοῖς ἐν Βεελζεβοὺλ, εἴπερ ἐστὶν ἀληθὲς ὅτι "Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦς," εἰ μὴ ἐν Βεελζεβούλ. δυσφημοῦντες δὲ ἀφυλάκτως οἱ τάλανες, καὶ τῆς τοῦ Μονογενοῦς καταψευδόμενοι δόξης, οὐκ εὐοσμίᾳ πνευματικῇ, βορβόρῳ δὲ μᾶλλον καταμεθύοντα φοροῦσι τὸν οὐκ νοῦν. Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου ἀκούσομαι. καὶ κυλισθήσεται ὡς ὕδωρ κρῖμα, καὶ δικαιο- σύνη ὡς χειμάῤῥους ἄβατος.9 Ἐκπέμπει ταῖς ἑορταῖς ὁμοῦ καὶ ταῖς ἀνονήτοις θυσίαις τὰς ὀργανικὰς εὐφημίας, οὐκ ἀψύχοις ὕλαις τὸ χρῆναι δοξο- λογεῖν ἀπονέμων Θεὸς, μετατιθεὶς δὲ μᾶλλον τῆς οὕτω λαμπρᾶς εὐκλείας τὴν μέθεξιν τοῖς ἐκ καθαρᾶς διανοίας ἀνιεῖσι φωνήν· δοξολογία γὰρ ἡ τοιάδε καλὴ καὶ ἁνδάνουσα τῷ πάντων Δεσπότῃ. εὖ δὲ δὴ σφόδρα τὰς οὐκ οἶδ' ὅθεν ἐξηυρημένας τῶν Ἰουδαίων δοξολογίας, ὀργανικὰς δηλονότι, καθάπερ ἔφην ἀρτίως, ἦχον ᾠδῶν ἀποκαλεῖ, τὴν οἱονείπως περιττήν τινα καὶ εἰκαῖαν ἠχὴν, ἄσημόν τι καὶ ἀδρανὲς ἱεῖσαν μέλος.
But for the Jews, who practice impiety to the greatest extent, what we have just said would fittingly apply. God, however, accepts and welcomes with great pleasure the sacrifices of those in faith—the spiritual holocaust, the manifestations at festivals. For we do not make ourselves fragrant, but rather the one within us through the Spirit, I mean Christ. It would be fitting, and quite reasonably so, that sacrifice be unacceptable also to the unholy heretics and to those of whom it cannot be said, at least by the genuine in faith, "We are the fragrance of Christ to God." For their scent is in Beelzebul, if it is true that "No one says 'Jesus is anathema' except in Beelzebul." Blaspheming recklessly, the wretches, and falsely slandering the glory of the Only-begotten, they carry a mind not intoxicated with spiritual fragrance but rather with filth. "Remove from me the sound of your songs, and I will hear the psalm of your instruments." And judgment will roll like water, and righteousness like an impassable winter torrent. He sends forth, at the festivals and at the senseless sacrifices, the instrumental praises, not ascribing the duty of glorifying to lifeless materials, but rather transferring participation in such splendid renown to those who raise their voice from a pure mind; for such doxology is good and pleasing to the Master of all. And very well indeed does he call the doxologies of the Jews, discovered from who knows where—instrumental ones, clearly, as I just said—"the sound of songs," as if it were some superfluous and empty noise, emitting a meaningless and feeble melody.
ὅτι δὲ καὶ ταῦτα γεγόνασιν Ἰουδαικῆς ἀβουλίας εὑρήματα, δέδειχεν εἰπών Ψαλμὸν ὀργάνων σου· μόνον γὰρ οὐχί φησιν Οὐκ ἐμῶν· ἔξω γὰρ νόμου τὸ χρῆμα, καὶ περὶ τούτων οὐδὲν λελάληκεν ὁ Μωυσῆς. οὐκοῦν οὐ παρακλη- θήσομαί φησιν, οὐδὲ ταῖς δι' ὀργάνων εὐηχίαις ἀποκρούσει τὰ ἐγκλήματα· ἀλλ' ὡς ὕδωρ κυλισθήσεταί μου τὸ κρῖμα, καὶ ἡ παρ' ἐμοῦ γενομένη δικαιοσύνη, τουτέστιν, ἡ καθ' ὑμῶν δικαία λοιπὸν ἀπόφασις ὡς χειμάῤῥους ἄβατος ἔσται, κατα- σύρων δηλονότι τὰ παρεμπίπτοντα, καὶ φειδόμενος οὐδενός. καταῤῥήγνυνται γὰρ τῶν ὀρῶν ῥαγδαίως οἱ χείμαῤῥοι. οὕτω καὶ ἡ θεῖα ψῆφος, εἰ δὴ γένοιτο κατά τινων, ὕδωρ ἄμαχον καὶ χειμάῤῥους ἀνανταγώνιστος ἔσται, καὶ ἕτερον οὐδέν. Πανταχοῦ τοιγαροῦν χρήσιμόν τε καὶ ἀναγκαῖον τὸ μετανοεῖν φαίνεται, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἀπο- κρούεσθαι τὴν ὀργὴν, οὐκ ἄχρηστον παντελῶς καὶ ἀτρανῆ φωνὴν ἱέντας Θεῷ, ἀλλ' ἐξ ἀγαθῆς διανοίας σοφὸν
ἀληθῶς καὶ εὔρυθμον ἀνηχοῦντας μέλος. "Θῦσον γὰρ, φησὶ, θυσίαν "αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπι- "κάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ "δοξάσεις με." Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι τεσσαράκοντα ἔτη οἶκος Ἰσραὴλ ἐν τῇ ἐρήμῳ λέγει Κύριος, καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφὰν, τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς·
That these things, too, were inventions of Jewish folly, he has shown by saying, "Psalm of your instruments"; for he all but says, "Not mine; for the matter is outside the law, and Moses has said nothing about these things. Therefore I will not be appeased," he says, "nor will the pleasant sounds from instruments ward off the accusations; but my judgment will be rolled like water, and the justice that has come from me—that is, the just verdict against you—will be like a winter torrent, impassable, sweeping away whatever falls in its path, sparing nothing. For winter torrents rush violently down from the mountains. So too the divine decree, if it should be issued against some, will be an irresistible water and an invincible winter torrent, and nothing else. Everywhere, therefore, repentance appears both useful and necessary, and it is not at all useless to ward off wrath by returns to what is better, uttering to God not an indistinct and obscure voice, but from a good mind truly sounding a wise and well-rhythmed melody. 'For,' he says, 'sacrifice a sacrifice of praise, and pay your vows to the Most High; and call upon me in the day of your distress, and I will deliver you, and you will glorify me.' 'Did you not bring me offerings and sacrifices for forty years, house of Israel, in the wilderness?' says the Lord. 'And you took up the tent of Moloch and the star of your god Rephan, the images of them which you made for yourselves.'
καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.9 Διὰ τῶν ἀρτίως ἡρμηνευμένων, Θεὸς ἦν ὁ λέγων πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ "Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς "ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· "διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας "ὑμῶν, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας "ὑμῶν οὐκ ἐπιβλέψομαι." ἵνα γὰρ φαίνηται σεσωκὼς αὐ- τὸς ἐξ ἰδίας ἡμερότητος τὸν Ἰσραὴλ, καὶ τῇ τῶν πατέρων μνήμῃ διδοὺς τὸν ἐπὶ τέκνοις ἔλεον, καὶ οὐ θυσιῶν ἀν- τέκτισιν καὶ οἱονείπως ἀντιμισθίαν τὸ χρῆμα ποιούμενος, φησὶν ἀναγκαίως, ὡς ἔτη μὲν διατετελέκασιν οὐκ ὀλίγα κατὰ τὴν ἔρημον. καὶ τροφὴ μὲν ἦν τὸ μάννα αὐτοῖς, ἐβάδιζον δὲ νεφέλης αὐτοὺς ἐπισκιαζούσης ἡμέρας, καὶ στύλου πυρὸς τὴν νύκτα. καὶ ἡγεῖτο μὲν ἡ κιβωτὸς εἰς τύπον Θεοῦ, προ- βαδίζουσα καὶ κατασκεπτομένη τόπον αὐτοῖς καὶ ἀνάπαυσιν· ἐν ἐνδείᾳ δὲ καθεστήκεσαν τῶν ἀναγκαίων οὐδενὸς, ὑδάτων αὐτοῖς ἀδοκήτων ἐκρηγνυμένων, πιπτόντων ἐχθρῶν. καὶ τού- των ἁπάντων γινομένων, τοὺς μὲν περὶ τῶν θυσιῶν ἐδέχοντο νόμους, ἤκουον δὲ πανταχῆ καὶ ἐφ' ἑκάστῳ τυχὸν τῶν τεθε- σπισμένων, "Ἐὰν δὲ εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς "τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι," ποιήσεις τοῦτο κἀκεῖνο, προσοίσεις δὲ καὶ θυσίας. οὐκοῦν ἐν χρόνῳ τεσσαρακονταετεῖ καθ' ὃν ἦσαν ἐν τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξῃτεῖτο δὲ οὐδεὶς ἀναγκαίως. ἀλλ' ἦν εἰς ἀνάβλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἂν εἰσελάσειαν εἰς τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην.
And I will remove you beyond Damascus, says the Lord God the Almighty, whose name is. Through what has just been interpreted, it was God speaking to those of the blood of Israel: "I have hated, I reject your feasts, and I will not smell your festivals; for even if you bring me your whole burnt offerings and sacrifices, I will not accept them, and I will not look upon your salvation's manifestation." For in order that he might appear to have saved Israel himself by his own gentleness, and to grant mercy upon children for the sake of the memory of the fathers, and not to make the matter a repayment for sacrifices or, as it were, a recompense, he says necessarily that they had spent not a few years in the wilderness. And their food was the manna, and they walked with a cloud shading them by day, and a pillar of fire by night. And the ark led them as a type of God, going before and selecting a place and rest for them; and they lacked none of the necessities, with waters bursting forth unexpectedly for them, and enemies falling. And while all these things were happening, they received the laws concerning sacrifices, and they heard everywhere and on each occasion of the things that were ordained, "But if the Lord your God brings you into the land which he swore to give to your fathers," you will do this and that, and you will also offer sacrifices. Therefore, during the forty-year period in which they were in the wilderness, they offered sacrifices willingly, but no one was required to do so under compulsion. Rather, the matter was deferred for them until they should enter the land promised to the fathers.
ταύτῃτοί φησι Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαρά- κοντα ἔτη, οἶκος Ἰσραήλ; λέγει Κύριος. ἀλλ' ἐσώζοντο τότε καὶ θυσιῶν δίχα, καὶ ᾗ φησι δι' ἑτέρου προφήτου πάλιν "Οὐκ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐκ ἐμοὶ πρόβατα τῆς "ὁλοκαρπώσεώς σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ." αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν, ἀλλο- πρόσαλλοί τε ἦσαν τοτηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥαιφάν. καὶ τί δὴ τοῦτό ἐστι, περιαθρεῖν ἀναγκαῖον.
Οὐκοῦν ὁ μὲν θεσπέσιος Μωυσῆς ἀναπεφοίτηκεν εἰς τὸ ὄρος, τὸν νόμον ὑποδεξόμενος· οἱ γεμὴν ἐξ αἵματος Ἰσραὴλ κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες "Ποίησον ἡμῖν θεοὺς "οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄν- "θρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν "τί γέγονεν αὐτῷ." μεμοσχοποιήκασι τοίνυν κατὰ τὴν ἔρη- μον. καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονείπως ἁπάντων εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ' ἑκάστου καὶ ἕτερα διεπράττοντο. τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ δοκοῦν ἐποιεῖτο σέβας, καὶ διέπλαττεν ἑαυτῷ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰγύπτῳ συνήθειαν· προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λατρείαις. καὶ πόθεν ἂν γένοιτο καὶ τοῦτο καταφανές; ἐρεῖ τις τυχόν. οὐ πολὺς ὁ πόνος ἀπελέγχειν ἐθέλουσι· ἐξ αὐτῶν γὰρ εἰσόμεθα τῶν ἱερῶν γραμμάτων. Δεδυσφόρηκε μὲν γὰρ ὁ θεσπέσιος Μωυσῆς, καὶ κατ- ακεκράγει τοῦ Ἀαρὼν, εἶτα προσέπιπτε τῷ Θεῷ λέγων "Δέομαι, Κύριε·
In this, he says, "Did you not offer me sacrifices and victims in the wilderness for forty years, O house of Israel?" says the Lord. But they were preserved then even without sacrifices, and as he says through another prophet again, "You did not procure for me incense of silver, nor sheep for your burnt offering, nor did I make you weary with frankincense." But they, having an unfeigned apostasy, were at that time alienated and dishonoring God, who is by nature and truly God, and they took up the tent of Moloch and the star of your god Rephan. And what this is, it is necessary to examine.
Therefore, the divine Moses went up into the mountain to receive the law; but those of the blood of Israel rose up against Aaron, saying, "Make us gods who will go before us; for this Moses, the man who led us out of the land of Egypt, we do not know what has become of him." So they made the calf in the wilderness. And the calf was the visible and, so to speak, universal idol; but many other things were also done by each one. For having once turned to their ancient error and having abandoned piety toward God, each one made whatever seemed good to him as an object of reverence and fashioned it for himself, according to the custom they still had from above in Egypt; and they were especially devoted to the worship of the stars. And how might this become evident? someone might say. There is no great labor for those who wish to refute it; for we will learn it from the sacred writings themselves. For the divine Moses was indignant and cried out against Aaron, and then fell before God, saying, "I beseech you, Lord.
ἥμαρτεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, "ἐποίησαν γὰρ ἑαυτοῖς θεοὺς χρυσοῦς," καίτοι μόσχος ἦν τὸ διαπεπλασμένον. ἀλλ' οὐκ ἠγνόησεν, ὅτι καὶ ἕτεροι προσειργάσαντο τὰ γλυπτά. ὁ δέ γε μακάριος Στέφανος, κατηγορούμενός ποτε παρὰ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπὶ δυσφημίαις ταῖς εἰς Θεὸν καὶ Μωυσέα, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἀποκρουόμενος τὰς συκοφαντίας, εἶτα δεικνύων, ὅτι δεδυσσεβηκότες ἀγρίως, καὶ ἐμπαροινήσαντες τῷ
Χριστῷ τὴν τῶν ἰδίων πατέρων ἀπομιμοῦνται φαυλότητα καὶ σκλη- ροκαρδίαν, διαμέμνηται σαφῶς τῆς ἐν τῇ ἐρήμῳ μοσχοποιΐας, καί φησι περὶ τοῦ πανσόφου Μωυσέως "Οὗτός ἐστιν ὁ "γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου "τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων "ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν, ᾧ οὐκ ἠθέλησαν "ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ' ἀπώσαντο καὶ "ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, εἰ- "πόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται "ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς "Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. καὶ ἐμοσχο"ποίησαν ἐν τῇ ἐρήμῳ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀν- "ήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ ηὐφραίνοντο ἐν τοῖς "ἔργοις τῶν χειρῶν αὐτῶν.
This people committed a great sin, "for they made for themselves golden gods," although it was a calf that was fashioned. But he was not unaware that others also had worked on carved images. The blessed Stephen, once accused by the teachers of the Jews of blasphemies against God and Moses, and repelling the slanders with appropriate defenses, then showing that they, having become impiously savage and having raged against Christ, imitate the baseness and hard-heartedness of their own fathers, clearly recalls the making of the calf in the wilderness, and says concerning the all-wise Moses: "This is the one who was in the church in the wilderness with the angel who spoke to him on Mount Sinai and of our fathers, who received living oracles to give to us, whom our fathers were unwilling to obey, but they rejected and turned in their hearts toward Egypt, saying to Aaron, 'Make us gods who will go before us; for this Moses, who led us out of the land of Egypt, we do not know what has become of him.' And they made a calf in the wilderness in those days and offered sacrifice to the idol, and rejoiced in the works of their hands.
ἔστρεψε δὲ ὁ Θεὸς καὶ "παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, "καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν Μὴ σφάγια "καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα "ἔτη, οἶκος Ἰσραὴλ, λέγει Κύριος, καὶ ἀνελάβετε τὴν "σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν "̔Ραιφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς, "καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος." ἄθρει δὴ οὖν ὅτι καὶ ὁ θεσπέσιος Στέφανος, ἀνὴρ Ἁγίου Πνεύματος πλήρης, μεμαρτύρηκεν ὅτι μεμοσχοποιήκασι μὲν, ἐτράποντο δὲ καὶ εἰς τὸ λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διαμέ- μνηται δὲ καὶ τῆς τοῦ Προφήτου φωνῆς. ὅθεν ἔστιν ἐν- νοεῖν, ὅτι πρὸς τῷ μόσχῳ καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλαβον. σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μολὸχ ἤτοι Μολχόμ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, λίθον ἔχον διαφανῆ καὶ ἐξαίρετον ἐπὶ μετώποις ἄκροις, εἰς ἑωσ- φόρου τύπον. καὶ ἑρμηνεύεται μὲν τὸ Μολὸχ βασιλεὺς αὐ- τῶν· ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσ- φόρου γεμὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν. ἀνελάβετε τοίνυν φησὶ τὴν σκηνὴν τοῦ Μολὸχ, τουτέστι, τοῦ βασιλέως ὑμῶν. καὶ ποῖος ἦν οὗτος ὁ βασιλεύς; τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφάν. Ῥαιφὰν δὲ ἑρμηνεύεται σκοτισμὸς ἤτοι τύφλωσις. προσεκύνουν γεμὴν τὸν ἑωσφόρον ὡς προ- ανίσχοντα τῆς ἡλίου μαρμαρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσφέ- ροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ῥαιφὰν, τουτέστι, σκοτισμὸς ἤτοι τύφλωσις. καὶ οὐχὶ δὴ πάντως ὡς ἐνηργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν, ἀλλ' ὅτι σκοτισμοῦ παραίτιον αὐτοῖς τὸ εἰς τοῦτο γέγονε σέβας.
God turned and "delivered them to worship the host of heaven," as it is written in the book of the prophets: "Did you not offer me sacrifices and offerings in the wilderness for forty years, O house of Israel, says the Lord, and did you not take up the tent of Moloch and the star of your god Rephan, the images which you made to worship, and I will remove you beyond Babylon?" Observe, then, that the inspired Stephen, a man full of the Holy Spirit, has testified that they made the golden calf, but also turned to worship the host of heaven; and he also recalls the voice of the Prophet. Hence it is possible to understand that, in addition to the calf, they also took up the tent of Moloch. For having made a tent, they set up an idol and called it Moloch or Molchom; this is an idol of the Moabites, having a transparent and exceptional stone on the tips of the foreheads, as a type of the morning star. And Moloch is interpreted as "their king"; for Aquila and Theodotion have rendered it thus; but the crafted image was a representation of the morning star. "You took up," then, he says, "the tent of Moloch," that is, of your king. And what was this king? The star of your god Rephan. Rephan is interpreted as "darkening" or "blindness." They worshipped the morning star as rising before the gleam of the sun and bringing the beginning of day to those on earth; but to those who worshipped, it became Rephan, that is, darkening or blindness. And not necessarily because the star actually produced blindness in them, but because their worship of it became a cause of darkening for them.
ἐπειδὴ δὲ, φησὶ, τὴν Μωαβιτῶν καὶ τῆς γείτονος Δαμασκοῦ μανίαν ἐζηλώσατε, ταύτῃτοι καὶ ἀποιχήσεσθε Δαμασκοῦ τε ἐπέκεινα καὶ τῶν ἀπωτέρω κειμένων ἔτι, φημὶ δὴ Βαβυλωνίων. ἡ μὲν γὰρ ἔκδοσις τῶν ἑβδομήκοντα ἐπέκεινα Δαμασκοῦ φησὶν, ὁ δέ γε θεσπέσιος Στέφανος Ἐπέ- κεινα Βαβυλῶνος ἔφη. τί οὖν πρὸς τοῦτο ἐροῦμεν; κατὰ τὴν Ἑβραίων ἔκδοσιν ὁ μακάριος ἔφη Στέφανος. δοκεῖ γὰρ οὕτως ἐκείνοις τὸ ἐπέκεινα Δαμασκοῦ ὠνομάσθαι τὴν Βαβυλωνίων. παρατεινούσης γὰρ ἴσως τῆς Δαμασκηνῶν, ἤτοι Σύρων βασιλείας μέχρι τερμάτων τῶν πρὸς ἠῶ καὶ ἀκτῖνα πόλεων, ὅμορος εὐθὺς ἡ Βαβυλωνίων χώρα τε καὶ γῆ. Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας.9 Ταλανίζει πάλιν ὁ λόγος οὐχὶ μόνους τοὺς ἐξ Ἐφραῒμ, ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ φυλὰς, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν. προαποδείξας δὲ ὅτι σαθρὸν ἐσχήκασι καὶ σεσαλευμένον ἀεὶ τὸν νοῦν καὶ οἱ πρὸ αὐτῶν γεγονότες· μεμοσχοποιήκασι γὰρ καὶ ἀνέλαβον τὴν σκηνὴν τοῦ Μολόχ· ἀπελέγχει λοιπὸν ὅτι πατρώζουσι, καὶ προγονικῆς δυσσε- βείας κατ' ἴχνος ἰόντες παραθήγουσιν ἐφ' ἑαυτοὺς τὸν τῶν ὅλων Δεσπότην. ἐξουθενεῖν δὲ, φησὶ, τὴν Σιὼν τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν. ἀπομεμενηκότες γὰρ ἐν τοῖς Ἱεροσο-λύμοις, καὶ τὸν θεῖον ἔχοντες ναὸν, παρ' οὐδὲν πεποίηνται τὴν εἰς Θεὸν αἰδῶ καὶ ἀγάπησιν, ἀλλ' ᾗ φησι τὸ γράμμα τὸ ἱερόν "Ἐθυμίων ἐν τοῖς ὑψηλοῖς ὑποκάτω δρυὸς καὶ "λεύκης καὶ δένδρου συσκιάζοντος." ἐλάτρευον δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. καὶ γοῦν ἔφη πρὸς Ἱερεμίαν οὐ μετρίως λελυπημένος ὁ τῶν ὅλων Θεός "Καὶ σὺ μὴ προ- "σεύχου περὶ
Since, he says, you have emulated the madness of the Moabites and of neighboring Damascus, by this you will also be carried away beyond Damascus and even beyond the more distant places, I mean the Babylonians. For the translation of the Seventy says "beyond Damascus," but the inspired Stephen said "beyond Babylon." What then shall we say to this? The blessed Stephen spoke according to the Hebrew version. For it seems that among them "beyond Damascus" is called the land of the Babylonians. For perhaps because the kingdom of the Damascenes, or Syrians, extended as far as the limits of the cities toward the east and the sun's ray, the land and territory of the Babylonians is immediately adjacent. Woe to those who despise Zion and to those who trust in the mountain of Samaria. The word again laments not only those from Ephraim, that is, the tribes in Samaria, but also those from Judah and Benjamin. Having previously shown that they and those before them have always had a rotten and unstable mind—for they made the calf and took up the tent of Moloch—he then refutes that they follow their fathers, and walking in the footsteps of ancestral impiety, they provoke against themselves the Lord of all. To despise Zion, he says, are those from Judah and Benjamin. For dwelling in Jerusalem and having the divine temple, they have made reverence and love for God of no account, but as the sacred text says, "They burned incense on the high places under an oak and a white poplar and a shady tree." They also worshipped the host of heaven. And indeed, the God of all said to Jeremiah, not moderately grieved, "And do not pray concerning
τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι "αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ "προσευχῇ, ὅτι οὐκ εἰσακούσομαί σου." εἶτα τῆς ἀποστρο- φῆς τὴν αἰτίαν ἐπιφέρει λέγων "Ἢ οὐχ ὁρᾷς τί οὗτοι "ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἱερου- "σαλήμ; οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐ- "τῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ "ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν "σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με." ἐξουθενή- κασι δὴ οὖν τὴν Σιὼν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τοιγάρτοι πρεπόντως ἐπενήνοχεν αὐτοῖς τὸ οὐαί. Ἁρμόσειε δ' ἂν ἡ τοιάδε φωνὴ καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας, τουτέστι, τοῖς κατῳκηκόσιν ἐν Σαμαρείᾳ, καὶ πεποιθόσιν ἐφ' ἑαυτοῖς. ᾤοντο γὰρ ὅτι καὶ δίχα Θεοῦ περι- έσονται τῶν ἐχθρῶν, καὶ ἐν καλῷ κείσονται τῆς εὐημερίας, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων αὐτοῖς ἀδόνητον ἕξει τὴν ἕδραν. Πικρὸν οὖν ἄρα καὶ ἀπευκτὸν ἀληθῶς τὸ δυσβουλίας εἰς τοῦτο κατολισθεῖν, ὡς δι' οὐδενὸς μὲν ποιεῖσθαι τολμᾶν τὴν εἰς Θεὸν ἀγάπησιν, προσκεῖσθαι δὲ τοῖς ἀτόποις καὶ δρᾶν ἃ μὴ θέμις, καὶ καταλυπεῖν αὐτὸν, οἴεσθαι δὲ ὅτι, μὴ αὐτοῦ διδόντος, ἔσται τι τῶν ἀγαθῶν ἐφ' ἡμῖν· "Πᾶσα γὰρ δόσις "ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον "παρὰ τοῦ Πατρὸς τῶν φώτων·" αὐτῷ δὴ ἄρα προσ- κεῖσθαι καλὸν, καὶ αὐτὸν ἐλπίδα ποιεῖσθαι καὶ ἀρωγόν.
of this people, and do not deem them worthy of pity, "and do not come to me concerning them with entreaty and prayer, for I will not listen to you." Then he adds the cause of his turning away, saying, "Do you not see what these are doing in the cities of Judah and on the roads of Jerusalem? Their sons gather wood, and their fathers kindle fire, and their women knead dough to make cakes for the host of heaven, and they have poured libations to alien gods in order to provoke me." Therefore, those in Jerusalem have held Zion in contempt. Consequently, he has fittingly pronounced the woe upon them. Such a utterance would also be appropriate for those who trusted in the mountain of Samaria, that is, for those who dwelt in Samaria and trusted in themselves. For they thought that even without God they would prevail over their enemies, and that they would be established in prosperity, and that every delight would have an undisturbed seat for them. Bitter, then, and truly to be deprecated is the fall into such ill counsel, as to dare to make no account of love for God, but to cling to abominable things and do what is not lawful, and to grieve him, yet to think that, without his giving, any good will be ours. "For every good gift and every perfect present is from above, descending from the Father of lights." Therefore, it is good to cling to him, and to make him our hope and helper.
ἐξουθενοῦσι δὲ τὴν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ οἱ τῶν ἀνοσίων δογμάτων προεστηκότες, καὶ ἐπί γε ταῖς σφῶν αὐ- τῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ μεγαλοφρονεῖν εἰωθό- τες ἐπὶ τοῖς τῶν ἀνοσίων συλλογισμῶν εὑρήμασι καὶ σοφίᾳ τῇ κοσμικῇ. πρέποι δ' ἂν αὐτοῖς καὶ πρό γε τῶν ἄλλων τὸ οὐαί. Ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί. οἶκος τοῦ Ἰσ- ραὴλ, διάβητε πάντες καὶ ἴδετε, καὶ διέλθετε ἐκεῖθεν εἰς Αἰμὰθ Ῥαβὰ, καὶ κατάβητε εἰς Γὲθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλείων τούτων, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων.9 Ἀχαρίστους ὄντας ἀποφαίνει, καὶ τῆς παρ' αὐτοῦ με- γαλοδωρίας ἀμνημονεῖν ᾑρημένους, καίτοι δέον ἀεί τε καὶ πλείστην ὅσην ὁμολογεῖν τὴν χάριν, καὶ χαριστηρίους ἀνάπτειν ᾠδὰς, ὅτι μὴ μόνον σκληρᾷ τε καὶ ἀφορήτῳ δου- λείᾳ κατηχθισμένους παραδόξως ἐξείλετο, ἀλλὰ γὰρ καὶ εἰσκεκόμικεν εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν· εἰσ- κεκόμικε δὲ, πολλὰ καὶ δυσκαταγώνιστα καὶ οὐκ ἀμελέτητον ἔχοντα τὸ νικᾶν ἐν μάχαις ἀποκείρας ἔθνη. οὕτω γὰρ καὶ ὁ μακάριος Δαυεὶδ ἔφη που πρὸς Θεὸν περὶ τῶν ἐξ αἵματος Ἰσραήλ "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη "καὶ κατεφύτευσας αὐτήν." ὀνειδίζονται δὴ οὖν, καὶ μάλα εἰκότως, ὡς ἀχάριστοι κομιδῇ καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποδρομαῖς λυποῦντες τὸν Εὐεργέτην. τετρυγήκασι μὲν γὰρ ἀρχάς φησιν ἐθνῶν, καὶ κλῆρον ἴδιον ἐποιήσαντο τὴν ἐκείνων χώραν, Θεοῦ κατασείοντος τοὺς ἀνθεστηκότας, καὶ ἀφάτῳ δυνάμει τὴν τῶν ἀντανισταμένων ἰσχὺν παρα- λύοντος.
They despise Zion, that is, the Church, both those who preside over unholy doctrines and those who have taken confidence in their own eloquence and are accustomed to pride themselves on the discoveries of unholy syllogisms and on worldly wisdom. The "woe" would befit them, and before all others. "They have gathered the first fruits of the nations, and they themselves have entered. House of Israel, pass over all of you and see, and go through from there to Aemath Rabba, and go down to Geth of the Philistines, the strongest of all these kingdoms, if their boundaries are greater than your boundaries." He declares them to be ungrateful, and to have chosen to be unmindful of the great bounty from him, although they ought always and to the utmost to acknowledge the grace and to kindle songs of thanksgiving, because he not only delivered them, paradoxically, when they were weighed down by harsh and unbearable slavery, but also brought them into the land which he swore to the fathers; and he brought them in, having cut off many nations that were hard to conquer and not unskilled in victory in battles. For thus the blessed David said somewhere to God concerning those of the blood of Israel: "You transplanted a vine from Egypt, you cast out nations and planted it." Therefore they are reproached, and quite reasonably, as utterly ungrateful and as vexing the Benefactor by their flights into every kind of strange thing. For "they have gathered the first fruits," he says, "of the nations, and they made their land their own portion," God shaking the resisters and with ineffable power paralyzing the strength of those who rose up.
ἀλλ' ὅτι πίονα καὶ εὔβοτον καὶ παντὶ μεθύουσαν ἀγαθῷ κεκληρονομήκασι γῆν, καὶ τῶν ἄλλων χωρῶν ἀμείνω τε καὶ εὐρυτέραν, ἀναμαθεῖν ἐπιτάττει, τὰς τῶν ὁμόρων, ἢ καὶ τῶν ἐπέκεινα πολυπραγμονοῦντας ἀρχὰς ἤγουν βασιλείας. βαδίζετε γὰρ, φησὶν, εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων·
αὗται γὰρ αἱ τῶν ἄλλων βασιλειῶν περιφανεστέραν ἔχουσαι τὴν δόξαν· κἀκεῖ ζητεῖτε, φησὶν, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. ἦσαν μὲν οὖν πολλαί τε καὶ ἀνὰ μέρος αἱ βασιλεῖαι τῶν ἐθνῶν, ἡ Μωαβιτῶν, ἡ Ἰδουμαίων, ἡ τῶν υἱῶν Ἀμμών. ἀλλ' οὐδὲν ἐν αὐταῖς τὸ μέγα. λαμ- προτέρα δὲ τῶν ἄλλων ἡ Δαμασκηνῶν καὶ Παλαιστινῶν. καὶ δύο μὲν ἦσαν πόλεις ὑπὸ τὴν Δαμασκοῦ βασιλείαν, εἰς ἠῶ κείμεναι, αἷς ὄνομα τὸ Αἰμάθ· ὧν ἡ μὲν εὐρυτέρα καὶ μείζων, ἡ δὲ λαχοῦσα τὸ μεῖον· ἑρμηνεύεται δὲ τὸ Ῥαβὰ, μεῖζον ἢ πλατυτέρα. πορεύεσθε δὴ οὖν εἰς Αἰμὰθ Ῥαβὰ, τουτέστιν, εἰς τὴν Αἰμὰθ τὴν μείζω τε καὶ εὐρυτέραν· ἦν γὰρ, ὡς ἔφην, ὁμώνυμος ἑτέρᾳ, λαχοῦσα τὸ μεῖζον. φασὶ δὲ τὴν μὲν Αἰμὰθ τὴν πλατεῖαν ταύτην εἶναι τὴν νῦν Ἀντιό- χειαν, τὴν δὲ μείω καὶ
but that they have inherited a rich and well-pastured land, one abounding in every good thing, and better and more extensive than other regions, he commands them to learn by inquiring into the principalities or kingdoms of neighboring and even more distant lands. "Go," he says, "to Hamath Rabbah and to Gath of the Philistines." For these are the ones that have the most conspicuous renown among the other kingdoms. "And there," he says, "inquire whether their territories are greater than your territories." Now there were many and various kingdoms of the nations, that of the Moabites, that of the Idumeans, that of the sons of Ammon. But there is nothing great in them. More illustrious than the others were those of the Damascenes and the Palestinians. And there were two cities under the kingdom of Damascus, lying to the east, whose name was Hamath; of these, one was more extensive and larger, the other having the lesser portion. And "Rabbah" is interpreted as "greater" or "broader." "Go then to Hamath Rabbah," that is, to the greater and broader Hamath; for, as I said, it was homonymous with another, having the greater portion. And they say that this broad Hamath is the present-day Antioch, and the lesser one
στενοτέραν, τὴν γείτονά τε καὶ ὅμορον Ἐπιφάνειαν· Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς,τὴν μὲν Ἀντιόχειαν, Ἐπιφάνειαν δὲ τὴν ἑτέραν εἰς δόξαν ἰδίαν ὠνομακότος. ἡ δὲ Γὲθ πόλις ἦν τοτηνικάδε τῆς νυνὶ Παλαιστίνης λαμπροτέρα. ἐν ταύτῃ μεμενήκασιν οἱ Ἐνα-κεὶμ καὶ οἱ καλούμενοι Φιλιστιεὶμ, οὐκ ὀλοθρευσάντων αὐτοὺς τοτηνικάδε τῶν υἱῶν Ἰσραήλ. ταύτῃτοί φησι περὶ αὐτῆς Εἰς Γὲθ ἀλλοφύλων· βαδίσατε τοίνυν φησὶν εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· καὶ περιεργάσασθε λεπτῶς, εἰ μὴ μᾶλλον ὑμεῖς εὐρυτέραν οἰκεῖτε χώραν, τῶν ἄλλων ἁπασῶν τὴν ἀμείνω καὶ προὔχουσαν. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι τῶν Ἑβραίων ἡ γραφὴ προτε1.481 ταγμένην ἔχει τὴν Χαλάνην. πορεύεσθε γὰρ, φησὶν, εἰς Χαλάνην καὶ εἰς Αἰμὰθ καὶ εἰς Γέθ· Χαλάνη δέ ἐστιν ὑπὸ τὴν Περσῶν βασιλείαν, ἣ νῦν καλεῖται Λυσίππων. ἐπειδὴ δὲ καὶ τῆς Περσῶν βασιλείας ἐμνημόνευσεν τῶν Ἑβραίων ἡ ἔκδοσις, ταύτῃτοί φαμεν καὶ τὸν μακάριον Στέφανον ἀντὶ τοῦ Μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, τὸ Ἐπέκεινα Βαβυ- λῶνος εἰπεῖν. Ἀχαριστίας οὖν ἔγκλημα τοῖς ἐξ Ἰσραὴλ, ὅτι πίονα καὶ εὐήροτον, καὶ πλατεῖαν οὕτω κατακληρονομήσαντες γῆν, οὐχὶ Θεῷ μᾶλλον ἀνῆπτον τὰ χαριστήρια, ἀλλ' οἱ μὲν ἐξουθένουν τὴν Σιὼν, οἱ δὲ, πεποιθότες ἐπὶ τὸ ὄρος Σαμαρείας, οὐδένα τῆς εἰς αὐτὸν αἰδοῦς ἐποιοῦντο λόγον.
narrower, the neighboring and adjacent Epiphaneia; Antiochus, surnamed Epiphanes, having named one Antioch and the other Epiphaneia for his own glory. Geth was at that time a more illustrious city than Palestine is now. In it the Enakeim and those called Philistieim remained, the sons of Israel not having destroyed them at that time. Concerning it, he says, "To Geth of the Philistines." "Go, then," he says, "to Aemath Rabba and to Geth of the Philistines, and examine carefully whether you do not inhabit a broader land, better and more excellent than all the others." It is necessary to know that the Hebrew text has Chalanen placed first. For it says, "Go to Chalanen and to Aemath and to Geth." Chalanen is under the Persian kingdom, and is now called Lysippon. Since the Hebrew version also made mention of the Persian kingdom, we say that the blessed Stephen, instead of "I will remove you beyond Damascus," said "beyond Babylon." It is, therefore, an accusation of ingratitude against those of Israel, that having inherited such a rich, well-plowed, and broad land, they did not rather offer thanks to God, but some despised Zion, while others, trusting in the mountain of Samaria, had no regard for reverence toward him.
Χρήσιμον δὲ, ὡς ἔοικε, καὶ τοῖς μετὰ τὴν πίστιν τὴν Ἑλλήνων σοφίαν τεθαυμακόσιν, ὡς ἀμείνους τῶν παρ' ἡμῖν τὰς ἐκείνων ἡγεῖσθαι δόξας, καὶ τοῖς ἀπονεύουσιν εἰς τὸ προσκεῖσθαι ζητεῖν τοῖς παραχαράττουσι τὴν ἀλήθειαν, καὶ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παραλύουσι τὸ Πορεύεσθε εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων καὶ ἴδετε εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. εὐρυ- τέρα γὰρ τῆς Ἑλλήνων στενολεσχίας ἡ θεόπνευστος γραφὴ, τὸ τῆς ἀληθείας καταγγέλλουσα φῶς καὶ δογμάτων ἐπω- φελῶν εἰσφέρουσα γνῶσιν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαι- νουμένων τὸν τῶν πιστευόντων ἀναβιβάζουσα νοῦν. Εὐρύτερος δὲ πάλιν τῆς αἱρετικῶν στενότητος ὁ περὶ τῆς ἀληθείας ἐστὶ λόγος. οἱ μὲν γὰρ αὐτῇ μαχόμενοι, μονονουχὶ καταπνίγονται, ψυχροῖς τε καὶ ἀτρανέσιν ἐπινηχόμενοι λο- γισμοῖς· οἱ δὲ τοῖς τῆς εὐσεβείας συναγορεύοντες δόγμασι, καὶ τὸ λαμπρὸν τῆς ἀληθείας περιαθροῦντες κάλλος, εἰς πλατὺ θεωρημάτων ἐκτρέχουσι πέλαγος, "αἰχμαλωτίζοντες "πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ," τῇδέ τε κἀκεῖσε διάττοντες, καὶ τὰ εἰς γνῶσιν ἀληθινὴν ἀπὸ τῆς θεοπνεύστου γραφῆς εὖ μάλα συλλέγοντες. καὶ γοῦν Κορινθίοις ἀπο- φοιτᾶν ἑλομένοις "τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς," προσκειμένοις δὲ ἀμαθῶς τοῖς ἑτεροδιδασκαλεῖν εἰωθόσιν, ἐπιστέλλει λέγων ὁ θεσπέσιος Παῦλος "Τὸ στόμα ἡμῶν "ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλά- "τυνται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν "τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν· ὡς "τέκνοις λέγω· πλατύνθητε καὶ ὑμεῖς.
It is useful, it seems, even for those who, after the faith, have admired the wisdom of the Greeks, to consider their opinions better than ours, and for those who incline to seek to attach themselves to those who distort the truth and undermine the correctness of ecclesiastical doctrines: "Go to Aemath Rabba and to Geth of the Philistines, and see if their boundaries are greater than your boundaries." For the divinely inspired scripture is broader than the narrow speech of the Greeks, proclaiming the light of truth and introducing knowledge of beneficial doctrines, and raising the mind of believers to every praiseworthy thing. And again, the discourse concerning the truth is broader than the narrowness of heretics. For those who fight against it are all but suffocated, swimming in cold and unclear reasonings; but those who advocate for the doctrines of piety and contemplate the splendid beauty of the truth run out into a broad sea of speculations, "capturing every thought into the obedience of Christ," darting here and there, and gathering well from the divinely inspired scripture what pertains to true knowledge. And indeed, to the Corinthians, who chose to depart "from the holy commandment delivered to them" and ignorantly attached themselves to those accustomed to teach otherwise, the divine Paul writes, saying: "Our mouth opened to you, O Corinthians, our heart was enlarged; you are not cramped in us, but you are cramped in your own bowels; and the same recompense: as to children I say, be enlarged also yourselves.
μὴ γίνεσθε ἑτεροζυ- "γοῦντες ἀπίστοις." Οὐαὶ εὐχόμενοι εἰς ἡμέραν κακὴν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν.9 Ἔφασκεν ὅτι "Οὐαὶ τοῖς ἐξουδενοῦσι Σιὼν, καὶ τοῖς πε- "ποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας." καὶ ἐπειδὴ δύο τινῶν ἐποιεῖτο μνήμην, τῶν τε ἐξουθενούντων φημὶ τὴν Σιὼν καὶ τῶν πεποιθότων ἐπὶ τὸ ὄρος Σαμαρείας, πολυπραγμονοῦντες ἀναγκαίως τῶν ἐννοιῶν τὴν δύναμιν, ἐφηρμόσαμεν ἡμεῖς τοῖς ἐξ Ἰούδα καὶ Βενιαμὶν τὴν αἰτίαν τοῦ ἐξουθενεῖν τὴν Σιὼν, τοῖς γεμὴν ἐξ Ἐφραῒμ τὸ πεποιθέναι ἐπὶ τὸ ὄρος Σαμαρείας. εἶσι δὴ οὖν ὥσπερ ἀνόπιν ὁ λόγος, καὶ τὰ ἀμφοῖν ἐγκλήματα καταλέγει πάλιν, αὐτοῖς ἐπιφέρων τὸ Οὐαί. ἔθος δὲ τῇ θείᾳ γραφῇ κατὰ τῆς εὐθείας πτώσεως τὴν τοῦ Οὐαὶ φωνὴν ἐπι- φέρειν· οἷόν τι φημί "Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν "Κυρίου·" καὶ πάλιν "Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ "σίκερα διώκοντες." οὐαὶ τοίνυν φησὶν οἱ εὐχόμενοι εἰς ἡμέ- ραν κακὴν, τουτέστιν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τὸ γὰρ μὴ ἀνέχεσθαι μετανοεῖν, μήτε μὴν τὸν ἐπὶ τοῖς ἔσεσθαι προαπηγγελμένοις εἰσδέξασθαι φόβον, μονονουχὶ καὶ ἐπιθυμεῖν ἐστὶν εἰς ὀλέθρου
Do not be yoked with unbelievers. Woe to those who pray for an evil day, who approach and touch false sabbaths. He said, "Woe to those who despise Zion, and to those who trust in the mountain of Samaria." And since he made mention of two things—I mean those who despise Zion and those who trust in the mountain of Samaria—we, necessarily inquiring into the force of the concepts, have applied the charge of despising Zion to those from Judah and Benjamin, and the charge of trusting in the mountain of Samaria to those from Ephraim. So then, as the argument goes back, it again enumerates the accusations against both, applying the "Woe" to them. It is customary for divine Scripture to apply the expression "Woe" to the nominative case; for example, I say, "Woe to those who desire the day of the Lord," and again, "Woe to those who rise early and pursue strong drink." Therefore he says, "Woe to those who pray for an evil day," that is, those in Jerusalem. For not enduring to repent, nor even to admit the fear of what was foretold to come, is virtually to desire destruction.
πεσεῖν ἡμέραν. οἷον ὡς εἴ τις περί τινος τῶν φιλαμαρτημόνων λέγοι τυχόν Ἐπιθυμεῖ τεθνάναι, καίτοι τοῦτο παθεῖν οὐκ ἐθέλοντος ἐκείνου, πόθεν; ἀλλ' ὅσον ἧκεν εἰς τὸ βούλεσθαι δρᾶν, καὶ τοῦτο ἀκαταλήκτως, τὰ τοῖς νόμοις ἀπᾴδοντα, μονονουχὶ καὶ ἐρᾷ τῆς τοῖς φιλαμαρτή- μοσιν ἀεί πως ὀφειλομένης κολάσεώς τε καὶ δίκης. μετανοεῖν οὖν ἄρα μὴ ἀνεχόμενοι, μονονουχὶ καὶ ἐπιθυμοῦσι πεσεῖν εἰς ἡμέραν κακὴν, καὶ ταῖς ἤδη προαπηγγελμέναις ἐναλῶναι συμ- φοραῖς, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν. ἦν μὲν γὰρ ἔτι συνεστηκὼς ὁ νεὼς καὶ τὰ ἐν αὐτῷ θυσιαστήρια. καὶ προσῆγον μὲν τῷ Θεῷ τὰς κατὰ νόμον θυσίας, ἐπετέλουν δὲ καὶ τὰς ἐν σαββάτοις ἀργίας, πλὴν οὐκ εἰσάπαν ἠκρι- βωμένως, ἀτημελῶς δὲ σφόδρα καὶ ῥᾳθύμως κομιδῇ. καὶ γοῦν ᾐτιᾶτο διὰ φωνῆς προφητῶν, ὡς σάββατα μὴ τετηρηκότας. οὐαὶ τοίνυν, φησὶ, τοῖς προσποιουμένοις ἐγγίζειν Θεῷ διά τοι τοῦ προσποιεῖσθαι τιμᾶν τὰ Μωυσέως ἔτι, καὶ ψευδῶν σαββάτων ἀποθιγγάνειν. ὁρᾷς ὅπως διαβέβληκεν ὡς οὐκ ὀρθῶς ἢ πεφροντισμένως τὴν τῷ σαββατίζειν πρέπουσαν τηροῦντας ἀργίαν; Ἄλλως τε· χρῆναι γὰρ ὑπολαμβάνω καί τι τῶν ἀναγ- καιοτέρων ἐπὶ τούτοις εἰπεῖν· ψευδῆ σάββατα, τὰ παρὰ τοῖς Ἰουδαίοις· εἴπερ ἐστὶ σκιὰ μὲν ὁ νόμος, καὶ τύπος κατὰ τὸ ἀληθὲς τὰ διὰ Μωυσέως. ὁ δὲ τύπος οὐκ ἀλήθεια, μόρφωσιν δὲ μᾶλλον τῆς ἀληθείας εἰσφέρει. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τοῖς Ἑβραίοις, καί φησι περὶ τῶν ἀρχαιοτέρων "Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ "τοῦ Θεοῦ." οὐ γὰρ κατέπαυσεν ἐκείνους Ἰησοῦς, οὔτε μὴν εἰσεληλάκασιν εἰς τὴν κατάπαυσιν τοῦ Θεοῦ·
to fall on an evil day. It is as if someone were to say of a certain lover of sin, "He desires to die," even though that person does not wish to suffer this; whence? But as far as the will to act is concerned, and this incessantly, they do things contrary to the laws, and they almost love the punishment and justice that is always somehow owed to lovers of sin. Therefore, not enduring to repent, they almost desire to fall on an evil day and to be caught in the already announced calamities, those who approach and touch false sabbaths. For the temple and its altars were still standing. And they offered to God the sacrifices according to the law, and they also observed the rest on the sabbaths, but not with complete precision, but very carelessly and quite negligently. Indeed, they were accused through the voice of the prophets of not having kept the sabbaths. Therefore, "Woe," he says, "to those who pretend to approach God through pretending to honor the things of Moses still, and to touch false sabbaths." Do you see how he has denounced them as not observing the rest proper to sabbatizing correctly or thoughtfully? Moreover, I think it necessary to say something more essential on these matters: false sabbaths are those among the Jews, if indeed the law is a shadow, and the things through Moses are a type according to truth. But the type is not truth, but rather introduces a form of truth. Therefore, the divine Paul also writes to the Hebrews and says about the more ancient ones, "Thus sabbatizing remains for the people of God." For Jesus did not stop them, nor have they entered into the rest of God.
σαββα- τίζομεν δὲ πνευματικῶς ἡμεῖς ἐν Χριστῷ, καταλύοντες καὶ ἀποφοιτῶντες μὲν ἁμαρτίας, καταλήγοντες δὲ παντὸς φθαρτοῦ καὶ γηΐνου πράγματος. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος "̔Ο γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς "κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ "τῶν ἰδίων ὁ Θεός." Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίου γαλαθηνά· οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα· οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.9 Οὐαὶ πάλιν ἀπὸ κοινοῦ τοῖς καθεύδουσιν ἐπὶ κλινῶν ἐλεφαντίνων, τοῦτό τε κἀκεῖνο δρᾶν εἰωθόσιν. ἐπαιτιᾶται δὲ λίαν τῶν ἐν τῇ Σαμαρείᾳ τοὺς ἐν δόξῃ περιφανεστέρους, καὶ ταῖς τῶν χρημάτων περιουσίαις τῶν ἄλλων ὑπερηρμένους, ὡς ἐκ πολλῆς ἄγαν εὐημερίας μονονουχὶ καὶ μεθύοντας, καὶ τῷ τῆς τρυφῆς πλάτει παρενηνεγμένους εἰς τὸ μηδὲν ὅλως ὑπο1.485 βλέπεσθαι τῶν δεινῶν, μήτε μὴν οἴεσθαι τὸν τῶν ὅλων Θεὸν τοῖς οὕτω διακειμένοις ἐπιθήγεσθαί ποτε, καὶ ποινὰς ἐπάγειν τοῖς φιλαμαρτήμοσιν. ἐξηγεῖται δὲ ἀκριβῶς τὸ ἀνειμένον αὐτῶν καὶ ἄφετον εἰς τρυφάς.
We keep the Sabbath spiritually in Christ, putting away and departing from sin, and ceasing from every corrupt and earthly thing. For as the blessed Paul writes, "For he who has entered into his rest has himself ceased from all his works, just as God has from his own." Those who sleep on ivory couches and revel in luxury on their beds, and eat kid goats from the flocks and suckling calves from the midst of the herd; those who clap along to the sound of instruments, regarding them as stable and not as fleeting; those who drink filtered wine and anoint themselves with the finest perfumes, and suffered nothing at the destruction of Joseph. Woe again, by a common phrase, to those sleeping on ivory couches, accustomed to doing this and that. He strongly censures those in Samaria who are more conspicuous in glory and elevated above others by their abundance of wealth, as if from excessive prosperity they are practically drunk, and carried away by the breadth of luxury to the point of having no regard at all for dangers, nor even thinking that the God of all will ever be roused against those so disposed, and bring penalties upon lovers of sin. He accurately describes their lax and unrestrained indulgence in luxuries.
κλῖναί τε γὰρ αὐτοῖς ἐξ ἐλέφαντος, φησὶν, αἱ πολυτελεῖς τε καὶ μαλακαὶ μὲν εὐναὶ, τὰ δὲ ἀπόλεκτα τῶν ἀμνῶν, μόσχοι τε ὑπότιτθοι τὰ ἐδώδιμα, ᾠδαί τε καὶ μέλη, καὶ πάντα τὰ δι' ὀργάνων συνεισθέοντα ταῖς τρυφαῖς, κῶμοί τε καὶ κρότοι, καὶ τὸ ἔτι φορτικώτερον, ὅτι τὰ τοιάδε τῶν κακῶν ὡς ἑστῶτα ἐλο- γίσαντο καὶ οὐχ ὡς φεύγοντα. καθόλου μὲν γὰρ παρίπταται τὰ τοιάδε, καὶ ἀπάτη κοσμικὴ τὸ ἱδρυμένον οὐκ ἔχει. λύεται γὰρ ἐν ἴσῳ σκιαῖς, καὶ "παράγει τὸ σχῆμα τοῦ κόσμου "τούτου," κατὰ τὸ γεγραμμένον· συγκαταλήγει δὲ πάντως τοῖς τεθνεῶσιν ἡ τρυφή. ἐπὶ δέ γε τῶν ἐν Σαμαρείᾳ καὶ καθ' ἕτερον ἂν νοοῖτο τρόπον τῶν εἰρημένων ὁ νοῦς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, φεύγοντά τε καὶ οὐχ ἑστῶτα λέγει τὰ εἰς τρυφὴν αὐτοῖς ἐξιτήλως ἐξηυρημένα, ὡς ὅσον οὐδέπω παρελευσόμενα. ἐπικροτοῦσι δὴ οὖ ὀργάνοις, οἶνον πίνοντες τάχα που τὸν ἀνθοσμίαν, καὶ λεπτῶς εὖ μάλα διυλισμένον· καταχρίονται δὲ καὶ μύρῳ, συντιθέντες τὰ ἐξαίρετα, καὶ λόγον οὐδένα πεποίηνται παντελῶς τοῦ συντρίβεσθαι μέλλειν τὸν Ἰωσήφ. ὡς γὰρ ἔφην ἀρτίως, καίτοι προεγνωκότες τὴν
They had couches of ivory, it says, and costly and soft beds, and choice lambs and suckling calves for food, and songs and melodies, and everything that accompanies pleasures through instruments, and revels and clapping, and what is even more vulgar, that they considered such evils as stable and not as fleeting. For in general such things flit by, and worldly deception has no permanence. For it is dissolved equally with shadows, and "the form of this world passes away," according to what is written; and pleasure ends entirely with the dead. But in the case of those in Samaria, the meaning of what has been said might be understood in another way. For since they were about to be captured, and not far off, he says that the things devised for their pleasure are fleeting and not stable, as things that will pass away in no time. So they clap with instruments, drinking wine perhaps the fragrant kind, and very finely filtered; and they anoint themselves with ointment, putting together the choicest things, and they have taken absolutely no account that Joseph is about to be destroyed. For as I said just now, although they had foreknown the
ὅσον οὐδέπω παρεσομένην συμ- φορὰν, καὶ τῆς Σαμαρείας τὴν ἅλωσιν, καὶ τὴν τοῖς ἐξ Ἰωσὴφ γενησομένην συντριβὴν, τῆς αὐτοῖς κατειθισμένης οὐ κατημέλουν τρυφῆς. Πάνδεινον οὖν ὡς ἀληθῶς τὸ σωματικῆς ἡττᾶσθαι τρυφῆς τοὺς χωρῶν ἢ πόλεων ἢ λαῶν ἡγεῖσθαι λαχόντας. δέον γὰρ ὂν μᾶλλον ταῖς καθηκούσαις νήψεσιν εὖ μάλα χρωμένους περιαθρεῖν τὰ συμφέροντα, καὶ κατ' εὐθὺ τοῦ πρέποντος ἀποφέρειν τοὺς ὑπεστρωμένους, καὶ διὰ παντὸς τρόπου λε- λυπημένον ἐκμειλίσσεσθαι Θεὸν, πῶς οὐκ ἀπόπληκτον κομιδῇ τὸ κατολισθεῖν εἰς τρυφὰς, καὶ τῆς βεβήλου φιλοσαρκίας οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον; περὶ τῶν τοιούτων τάχα που φησὶν διὰ φωνῆς ἁγίων "Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες "καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς." ὅτι γὰρ ταῖς τῶν ποιμένων ῥᾳθυμίαις κινδυνεύσει τὸ ὑπήκοον, σαφὲς ἂν γένοιτο, πάλιν Θεοῦ λέγοντος ἐναργῶς "Ὅτι οἱ ποιμένες "ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο "οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν." Διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ' ἀρχῆς δυναστῶν, καὶ ἐξαρ- θήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφραΐμ.9 Ἐπειδὴ γὰρ, φησὶ, τετρυφήκασι, τὴν εἰς Θεὸν ἀφέντες ἀγάπησιν, τεθαρσήκασι δὲ καὶ ἐπὶ τὸ ὄρος Σαμαρείας, του- τέστι, τοῖς οὖσιν ἐν Σαμαρείᾳ, μεγάλην ὀφρὺν ἀνασπῶντες οἱ ἡγούμενοι, ὡς ἀμετρήτου πληθύος ἐξάρχοντες καὶ ἀριθμοῦ κρεῖττον ἔχοντες τὸ μάχιμον γένος, ταύτῃτοι, φησὶν, ἥξει μὲν ἥξει, καὶ μάλα γοργῶς, κατὰ πάντων ὁ τῆς αἰχμαλωσίας καιρὸς, πρωτόλειον δὲ ποιήσεται τοὺς δυνατωτέρους·
and the calamity that was about to befall them, and the capture of Samaria, and the destruction that would come upon the descendants of Joseph, they did not neglect the luxury to which they were accustomed. So it is truly a terrible thing when those who have been chosen to rule over regions or cities or peoples are overcome by bodily luxury. For since it is necessary that they, making good use of appropriate sobriety, should survey what is beneficial, and lead those under them straight toward what is proper, and by every means appease the offended God, how is it not utterly shocking to slip into luxuries and consider nothing better than unholy love of the flesh? Concerning such persons, perhaps, it is said through the voice of the saints: "O the shepherds who scatter and destroy the sheep of the pasture." For that the flock will be endangered by the negligence of the shepherds would become clear, again when God says plainly: "Because the shepherds became foolish and did not seek the Lord; therefore the whole pasture did not understand, and they were scattered." For this reason now they will be captives from the beginning of the rulers, and the neighing of horses from Ephraim will be removed. For since, it says, they have lived luxuriously, abandoning love for God, and have also taken confidence in the mountain of Samaria, that is, in those in Samaria, the leaders raising a great brow, as if leading an immeasurable multitude and having a warrior race beyond number, therefore, it says, the time of captivity will come, and will come swiftly, against all, and it will make the more powerful its first prize.
ἀεὶ γὰρ πολέμιοι καταδῃοῦντες πόλιν ἐπὶ τοὺς τῶν ἐπισημοτέρων τρέχουσιν οἴκους, τὰ ἐν αὐτοῖς διαρπάσοντες. Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐν Σαμαρείᾳ λαμπροῖς, τοῖς ἐξαιρέτοις τῶν ἵππων ἐποχεῖσθαι φιλεῖν, οἱ δὲ, κατὰ τὸ εἰκὸς, διὰ μέσων ᾔεσαν τῶν πλατειῶν, ἔννουν τι καὶ σοφὸν καὶ οἷον ἐξ ἐπιστήμης ὑποχρεμετίζοντες· ἕτοιμον γὰρ ἀεί πως τὸ ζῷον εἰς εἴδησιν εὐκοσμίας καὶ τῆς αὐτῷ πρεπούσης ἐπιστήμης εἰς παραδοχήν· καὶ τοῦτο πεπαύσεται, φησίν. ἐξαρθήσεται γὰρ χρεμετισμὸς ἐξ ἵππων Ἐφραΐμ. ὅμοιον ὡσεὶ λέγοι Πεπαύσεται τῆς ἀγερωχίας τῶν ἐν Σαμαρείᾳ τὸ προ- κριτὸν, καταλήξουσι δὲ καὶ οὐχ ἑκόντες τοῦ περιφανεῖς ποιεῖσθαι τὰς προόδους, ὑποχρεμετιζόντων αὐτοῖς τῶν ἵππων, οἳ λαμπροῖς φαλάροις κατεστεμμένοι, τὸν ἐπιβάτην τάχα που καὶ ἐπιγινώσκουσι, μόνον δὲ οὐχὶ καὶ φυσῶσι μέγα, σεπτόν τε καὶ ἀξιάγαστον ἐπαναθέμενοι τὸν ἡνίοχον. ἀλλ' ὅτι τὸ νήφειν τοῖς ἡγουμένοις ἀσφαλὲς, τὸ γεμὴν ὑπτιοῦσθαι φιλεῖν ἐπιζήμιον, κἀντεῦθεν ἂν μάθοις. ἐπ' αὐ- τοὺς γὰρ ἔσται καὶ πρό γε τῶν ἄλλων τὰ ἐξ ὀργῆς· καὶ ἁπάσης μὲν εὐκλείας ἐξωσθήσονται, κείσονται δὲ καὶ αὐτοὶ τοῖς ἄλλοις ὁμοῦ, πικρόν τι καὶ δυσαχθὲς ἔχοντες κρῖμα, καὶ ὅτι μὴ μόνον ἑαυτοὺς ἀπολωλέκασι, προσέθεσαν δὲ καὶ ἑτέ- ρους ταῖς ἑαυτῶν παρανομίαις, ἀπολογήσονται. Ὅτι ὤμοσε Κύριος καθ' ἑαυτοῦ διότι βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ἰακὼβ, καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα.9 Τὸ ἀμετάθετον τῆς ὀργῆς ἀποφαίνει, δεικνὺς ὀμωμοκότα Θεὸν, ὡς εἴη μεμισηκὼς τὴν ὕβριν τοῦ Ἰακώβ. καὶ οὐ δήπου φαμὲν ὅτι τοῦ προπάτορος ἡμῶν Ἰακὼβ ὁ θεῖος ἡμῖν λόγος ποιεῖται κατάῤῥησιν·
For enemies sacking a city always run to the houses of the more prominent men, to plunder what is in them. And since it was the custom for the nobles in Samaria to delight in riding choice horses, and they, as was likely, went through the middle of the squares, neighing something intelligent and wise and as if from knowledge—for the animal is somehow always ready to receive a sense of good order and the knowledge proper to it—this too will cease, he says. For the neighing from the horses of Ephraim will be removed. It is as if he were to say: The pre-eminence of the arrogance of those in Samaria will cease, and they will unwillingly stop making their processions conspicuous, with their horses neighing for them, horses that, crowned with bright trappings, perhaps even recognize their rider, and all but snort loudly, setting up the charioteer as august and admirable. But that sobriety is safe for rulers, while loving to lie supine is harmful, you might learn even from this. For it will be against them, and before others, that the things of wrath will come; and they will be cast out from all glory, and they themselves will lie together with the rest, having a bitter and grievous judgment, and they will answer for having not only destroyed themselves but also added others to their own lawless acts. That the Lord swore against himself: "Because I abominate all the arrogance of Jacob, and I have hated his lands." He declares the immutability of his wrath, showing that God has sworn that he has hated the arrogance of Jacob. And we do not say, surely, that the divine word makes a denunciation of our forefather Jacob.
κομιδῇ γὰρ εὔηθες τὸ τῇδε νοεῖν, ὅτι καὶ ἠγάπησε τὸν Ἰακὼβ ἐκ μήτρας, καὶ ἀπόλεκτον ἐποιεῖτο καὶ ἐν ἐμβρύοις ὄντα Θεός· Ἰακὼβ δὲ πάλιν φησὶ τοὺς ἐξ Ἰακὼβ, ὧν τὴν ἐπάρατον ἀλαζονείαν· ὕβριν γὰρ ἔθος τὴν ὑπεροψίαν ὀνομάζειν τῇ θείᾳ γραφῇ· μεμισηκέναι φησίν. ἢ γὰρ οὐχὶ τὸ χρῆμά ἐστιν ὑπεροψία λοιπὸν, τὸ παρω- θεῖσθαί φημι τὸ εἰς Θεὸν σέβας, εἰδώλοις δὲ ἀπονέμειν τὴν αὐτῷ πρεπωδεστάτην ὅτι μάλιστα δόξαν, καὶ προσέτι τού- τοις μήδε ἐπαΐειν ἀξιοῦν ὧν ἂν ἕλοιτο δηλοῦν διὰ προφητῶν ἁγίων, ἄθυρμα δὲ ὥσπερ ποιεῖσθαι τὴν ἀπειλὴν, καὶ πλήθει συμμάχων ἐπιθαρσήσαντας, ἀλογῆσαι παντελῶς τῆς παρ' αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας; εἶτα, πῶς τοῦτο ἀμφίβολον; Ὀμώμοκε τοίνυν καθ' ἑαυτοῦ, φησὶν, ὁ τῶν ὅλων Κύριος. καθ' ἑαυτοῦ δὲ, ὅτι "κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι." τί δὲ τὸ ὀμωμοσμένον; ὅτι βδελύσσομαι πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ὑπεροψίαν τοῦ
Ἰακὼβ, καὶ ἁπάσας δὲ αὐτοῦ μεμίσηκα τὰς χώρας. οὐ γὰρ ἦν ἐν αὐταῖς ὁ τῶν θείων θελημάτων ἐκπληρωτής· οὐκ ἦν ὁ τὸ σέβας ἀνάπτων αὐτῷ, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασι διαπρέπων. οὐ γὰρ ἂν ἀπεστράφη Θεὸς, εἴπερ τινὲς ἦσαν, κἂν γοῦν εὐαρίθμητοι, παρ' αὐτοῖς, οἷς ἦν ἐν λόγῳ τὸ ἁνδάνειν αὐτῷ.
It is utterly foolish to think here that God loved Jacob from the womb and made him choice even while still an embryo. And again, "Jacob" means those from Jacob, whose accursed arrogance—for Scripture customarily calls contempt "hubris"—he says he has hated. For is it not contempt to thrust aside reverence for God and assign to idols the glory most fitting to him, and moreover to deign not even to heed what he might choose to declare through the holy prophets, but to treat the threat as a plaything, and, emboldened by a multitude of allies, to disregard entirely his mercy and aid? Then, how is this ambiguous? "So the Lord of all has sworn against himself," it says, "and against himself, because he had no greater one by whom to swear." And what is sworn? That "I abominate all the hubris of Jacob," that is, the contempt of Jacob, "and I have hated all his lands." For there was in them no fulfiller of divine wishes; there was no one kindling reverence for him and excelling in the boasts of righteousness. For God would not have turned away if there were any, even if few, among them for whom pleasing him was a concern.
καὶ γοῦν ἔφη διὰ φωνῆς Ἱερεμίου "Περιδράμετε ἐν ταῖς ὁδοῖς "̔Ιερουσαλὴμ, καὶ ἴδετε καὶ ζητήσατε ἐν ταῖς πλατείαις "αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα καὶ ἀγαπῶν "πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος." ἐπειδὴ δὲ τοῦ Ἰακὼβ αἱ χῶραι γεγόνασιν ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ καὶ θεοφιλοῦς ἀνδρὸς, ταύτῃτοι δέδονται πρὸς ἐρήμωσιν, καὶ ὁμοῦ τοῖς ἐνοικοῦσιν ἀπολώλασιν αἱ πόλεις. πολλὴ τοιγαροῦν τῶν ἁγίων ἡ χρεία· σώζουσι γὰρ πόλεις, καὶ ἀπαλλάττουσι χώρας συμφορᾶς ἐπηρτημένης, τῇ τοῦ βίου φαιδρότητι παρεγκόπτοντες ἐπὶ τὸ ῥᾴθυμον καίτοι ζέοντα τὸν θυμὸν, καὶ οἷον ἀνασειράζοντες ἐπιτρέχοντά τισι τὰ ἐκ θείας ὀργῆς κινήματα. Καὶ ἐξαρῶ πόλιν σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν. καὶ ἔσται ἐὰν ὑπολειφθῶσιν δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ καὶ ἀποθανοῦνται, καὶ ὑπολειφθήσονται οἱ κατάλοιποι, καὶ λήψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου, καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας Εἰ ἔτι ὑπάρχει παρὰ σοί; καὶ ἐρεῖ Οὐκ ἔτι· καὶ ἐρεῖ Σίγα, ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου.9 Ἐπειδὴ γὰρ μεμίσηκε μὲν αὐτῶν τὰς χώρας, καταμυσάτ- τεται δὲ καὶ πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ἀλαζονείαν αὐτῶν, αὐτάνδρους τὰς παρ' αὐτοῖς διολωλέναι πόλεις ταύ- τῃτοί φησι. τὸ δὲ ὅπως ἕκαστα τοῖς ἐκείνα πεπλημμε- ληκόσι συμβήσεται, διερμηνεύει λεπτῶς. ἐξαρῶ γὰρ, φησὶν, ἣν ἂν βούλωμαι πόλιν, καὶ οἷον ἐκ μέσου ποιήσομαι τοῖς κατοίκοις ὁμοῦ.
And indeed, through the voice of Jeremiah, he said: "Run through the streets of Jerusalem, and see and search in her squares, whether you can find a man, if there is anyone who does justice and loves faith, and I will be merciful to her, says the Lord." But since the lands of Jacob have come to be in need of every good and God-loving man, these have been given over to desolation, and the cities together with their inhabitants have perished. Therefore, there is great need of the saints; for they save cities and deliver lands from impending disaster, cutting short the brightness of life toward carelessness, and yet restraining the boiling wrath, and, as it were, reining in the movements of divine anger that rush upon some. "And I will destroy a city together with all its inhabitants. And it will be that if ten men remain in one house and die, and the survivors remain, and their relatives take them and forcibly bring out their bones from the house, and he will say to those in charge of the house: 'Is there still anything with you?' And he will say: 'No more.' And he will say: 'Be silent, so as not to utter the name of the Lord.'" For since he has hated their lands, and he also abhors all the insolence of Jacob, that is, their arrogance, he says that the cities among them have perished together with their men. And he explains in detail how each thing will happen to those who have committed those offenses. "For I will destroy," he says, "whatever city I wish, and I will, as it were, remove it from the midst together with its inhabitants.
κἂν εἰ γένοιτο τυχὸν δέκα τινὰς τῶν ἐκ μιᾶς ὄντων οἰκίας διαδράναι μὲν τῶν πολεμίων τὸ ξίφος, εἰσδῦναι δὲ εἰς μυχοὺς καὶ εἰς τὰ ἐσώτερα τῆς οἰκίας, τεθνήξονται, δεδιότες τάχα που κἂν γοῦν προκύψαι βραχὺ τῶν ἐν οἷς εἰσὶ μυχῶν. Διαδέξεται τοίνυν τὴν τοῦ παίοντος χεῖρα, φησὶν, ὁ λιμὸς, καὶ ἀποκτενεῖ τοὺς κεκρυμμένους. ἀποκεχωρηκότων δὲ τῶν ἐχθρῶν ἥξουσί τινες τῶν ἐξ αἵματός τε καὶ κατὰ διάθεσιν οἰκείων, καὶ παραβιῶνται τοῦ ἐξενεγκεῖν τὰ ὀστᾶ αὐτῶν. τίνα δὲ καταβιάσονται τὰ τῶν τεθνεώτων συναγείροντες λείψανα; ἑαυτοὺς δηλονότι. φορτικὸν γὰρ καὶ δύσοιστον ἀληθῶς τὸ μυδώντων ἤδη καὶ σεσημμένων ἅπτεσθαι σωμά- των, καὶ ῥινὸς οἶμαί που μὴ τετρημένης τοῖς τὰ τοιάδε τολμῶσι χρεία· κακοσμίας γὰρ τῆς οὕτω δεινῆς οὐδὲν ἂν γένοιτο χεῖρον. ἑαυτοὺς οὖν ἄρα καταβιάσονται, τοῖς κατοι- χομένοις καὶ ἀπολωλόσιν ὑπὸ λιμοῦ τὸ συμπαθὲς χαριζόμενοι, διὰ τοῦ καὶ τάφων καὶ περιστολῆς ἀξιοῦν αὐτούς. οἱ δὲ τοῦτο δρῶντες, φησὶ, περιεργάσονται λοιπὸν παρὰ τοῦ τὴν οἰκίαν εἰδότος, μὴ ἄρα τις εἴη μετ' ἐκείνους ἕτερος, ἢ ζῶν ἔτι τυχὸν καὶ ἐν μυχοῖς λανθάνων, ἢ τεθνεὼς ἤδη καὶ ὀδωδώς. ὁ δὲ ἀποκρίνεται λέγων Οὐκ ἔτι. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν, ἢ παντελοῦς ἐρημίας ἀπόδειξις ἐναργής. Ἀλλ' εἰ τοῦτο λέγοιεν οἱ τῆς οἰκίας προεστηκότες, ἀντα- κούσονται, φησὶ, παρὰ τοῦ τὴν πεῦσιν προσάγοντος Σίγα, ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου. Καὶ τί δὴ τοῦτό ἐστιν, ἀναγκαῖον ἰδεῖν.
Even if it should happen that some ten people from a single household escape the sword of the enemy and slip into the innermost recesses and the inner parts of the house, they will die, being afraid perhaps even to peep out a little from the recesses in which they are. So famine, it says, will succeed the hand that strikes, and will kill those who are hidden. And when the enemies have withdrawn, some of those who are of the same blood and kin by affection will come, and will force themselves to carry out their bones. And whom will they force? They will force themselves, clearly, gathering the remains of the dead. For it is truly burdensome and hard to bear to touch bodies that are already rotting and putrid, and I think that, for those who dare such things, there is need of a nose that is not perforated; for nothing could be worse than such terrible stench. So they will force themselves, then, granting compassion to those who have perished and died of famine, by deeming them worthy of tombs and burial. And those who do this, it says, will be questioned in turn by the one who knows the house, lest there be someone else after them, either perhaps still alive and hiding in the recesses, or already dead and stinking. And he answers, saying, "No more." And this is nothing other than a clear demonstration of total desolation. But if those in charge of the house should say this, they will hear in reply, it says, from the one making the inquiry, "Be silent," for the sake of not naming the name of the Lord. And what this is, it is necessary to see.
τινὲς μὲν οὖν οἴονταί τε καί φασιν, ὅτι μέλλοντας ὀμνύναι τοὺς τῆς οἰκίας προεστηκότας, οἱ ἐρωτῶντες κατασιγάζουσιν, ἵνα μὴ ὀμόσωσι τὸ ὄνομα Κυρίου. προσεπάγουσι δὲ, ὅτι πρὸς τοῦτο τοῖς ἐξ Ἐφραῒμ τῆς ἐσχάτης ἀφιλοθεΐας κατώλισθεν ὁ νοῦς, ὡς μηδὲ ἀνέχεσθαί τινων, εἴπερ ἕλοιντό πως τὸν τῶν ὅλων ὀνομάζειν Θεόν. ἔστι δὲ οἶμαι σαθρὸς κομιδῇ καὶ τὸ ἀκαλλὲς ἔχων ὁ τοιόσδε λόγος. ὅτι μὲν γὰρ ἀπέθορον τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως οἱ ἐξ Ἐφραῒμ, ἐνδοιάσειεν ἂν οὐδείς. ἀλλ' ἐν πληγῇ καὶ μάστιγι γεγονότας, εἰκὸς δήπου μᾶλλον καταδεῖσαι βραχὺ καὶ μεταφοιτῆσαι λοιπὸν πρὸς τὸ χρῆναί τι βούλεσθαι τῶν ἀναγκαιοτέρων, οὐκ ἐκ τῶν ἐναντίων ἀγρίως οὕτως καταθρασύνεσθαι τῆς εἰς Θεὸν εὐσεβείας. ἄλλως τε· προσθείην γὰρ ἂν τοῖς εἰρημένοις καὶ τόδε· ποία γὰρ ἦν ἀνάγκη τοῖς προεστηκόσι τῆς οἰκίας
ἐρωτωμένοις εἴ πη τις ἄρα παρ' αὐτοῖς ἢ ζῶν ἔτι τυχὸν, ἤγουν τεθνεὼς ἤδη λανθάνει, προσθεῖναι καὶ ὅρκον, ὡς οὐδεὶς ἔτι παρ' αὐτοῖς; Τί οὖν ἐστὶ τὸ ἐρεῖ Σίγα ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου; φαμὲν, ὅτι τὴν κατὰ Θεοῦ κατάῤῥησίν τε καὶ βλασ- φημίαν ἔθος ἦν οὕτως ἀποκαλεῖν τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐκ νομικῶν ἐνταλμάτων ἔχουσι τὴν ἀρχήν. γέγραπται μὲν γὰρ ἐν τῷ Λευιτικῷ, ὅτι δύο τινὲς ἄνδρες συνεπλάκησαν ἀλλήλοις ἐν τῇ συναγωγῇ, εἶτα δεδυσφήμηκεν εἷς τῶν μεμαχημένων, ὁ τῆς Αἰγυπτίας υἱὸς, καὶ τελευτᾷ μὲν λιθό- λευστος.
Some, then, think and say that when those in charge of the household are about to swear, those questioning them silence them, so that they do not swear the name of the Lord. And they add that for this reason the mind of those from Ephraim has slipped into the utmost godlessness, so that they do not even tolerate anyone if they should somehow choose to name the God of all. But this account, I think, is utterly unsound and lacks elegance. For that those from Ephraim have completely fallen away from love for God, no one would doubt. But since they have been under blow and lash, it is likely that they would rather be a little afraid and henceforth turn to wanting something of the more necessary things, not so savagely insolent toward piety toward God from the opposite direction. Besides, I would add this to what has been said: what necessity was there for those in charge of the household, when asked whether perhaps someone among them is still alive or already hidden dead, to also add an oath, that no one is still among them? What then is the meaning of "Silence" for the sake of not naming the name of the Lord? We say that it was customary for those of the blood of Israel to call blasphemy and slander against God in this way, having its origin from legal commandments. For it is written in Leviticus that two men fought with each other in the synagogue, then one of the combatants, the son of the Egyptian woman, blasphemed, and he dies stoned.
ἐτίθει δὲ νόμον εὐθὺς τὸν ἐπὶ τῷδε Θεὸς, οὕτω λέγων "Ἄνθρωπος ἂν καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν "λήψεται, ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανα- "τούσθω." οὐκοῦν τὸ ὀνομάσαι τὸ ὄνομα Κυρίου, τὸ δυσφη- μεῖν ἐστὶν, εὐφήμοις λέξεσι διὰ τῶν ἱερῶν ἐκπεφωνημένον γραμμάτων. ἐπειδὴ δὲ πολλοῖς ἔθος, εἰ γένοιντό πως ἐν λύπαις, παλιμφήμους ἔσθ' ὅτε ῥίπτειν κατὰ Θεοῦ φωνὰς, ἀπαγγέλλοντα, φησὶ, τὸν προεστηκότα τῆς οἰκίας, ὡς οὐδείς ἐστιν ἔτι παρ' αὐτῷ, καί τι πεπονθότα τῶν ἐξ ἀνηκέστου συμφορᾶς, ἐπιστομιεῖ φησὶν ἵνα μὴ ὀνομάσῃ τὸ ὄνομα Κυρίου, τουτέστιν, ἵνα μή τι τῶν παλιμφήμων εἴπῃ κατὰ Θεοῦ. τοῦτο δ' ἔστιν οὐκ εἰκῆ δεικνύοντος ἐπενηνεγμένην αὐτοῖς τὴν μάστιγα, καὶ κολάζοντος οὐ μάτην, ἀλλ' ἐπὶ χρησίμῳ καὶ ἀναγκαίῳ. ἔστι γὰρ ἔστι, καὶ μάλα εὐκόλως, ὡς ἀπό γε τοῦ συμβεβηκότος ἰδεῖν, ὅτι μετέστησεν εἰς εὐλάβειαν τοὺς ζῶντας ἔτι καὶ περιλελειμμένους ἡ τῶν πεπονθότων πληγὴ, καὶ δεδιέναι παρεσκεύασε τὸ προσκρούειν ἔτι Θεῷ, κἂν γοῦν ἐν ψιλοῖς αὐτὸν καταλυπῆσαι λόγοις, καίτοι πάλαι καὶ τοῦτο δρᾶν ἀφυλάκτως εἰωθότας, προστιθέντας δὲ τοῖς λόγοις καὶ τὰς ἐν αὐτοῖς τοῖς πράγμασιν ὕβρεις. οὐκοῦν ἄμεινον παρὰ πολὺ τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ σώφροσι πρὸ πληγῆς καὶ μάστιγος ἐπὶ τὴν τοῦ συμφέροντος ἰέναι θήραν, καὶ φθάσαι τὴν πεῖραν τῶν ἐξ ὀργῆς κινημάτων ἀποφοιτῶντας φαυλότητος, καὶ κατορθοῦν ᾑρημένους ἅπερ ἁνδάνοι κατὰ τὸ ἀληθὲς τῷ παναγίῳ Θεῷ.
He immediately laid down a law concerning this, God speaking thus: "If a man curses his God, he will incur sin; but if he names the name of the Lord, he shall be put to death." Therefore, to name the name of the Lord is to blaspheme, this being expressed in reverent terms through the sacred writings. Since it is customary for many, when they happen to be in distress, sometimes to hurl abusive words against God, he says that the one in charge of the household reports that there is no one else with him, and that he has suffered some irremediable calamity; he will silence him, he says, so that he does not name the name of the Lord, that is, so that he does not say anything abusive against God. This is not in vain, showing that the scourge has been brought upon them, and that he punishes not without purpose, but for a beneficial and necessary end. For it is indeed possible, and very easily seen from what has happened, that the blow suffered by those who have been afflicted has turned those still living and remaining to reverence, and has made them afraid to offend God any further, even if only in mere words, although previously they were accustomed to do this carelessly, adding to their words also insults in deeds themselves. Therefore, it is far better for those who are truly good and prudent to go in pursuit of what is beneficial before a blow and a scourge, and to anticipate the experience of angry movements by departing from baseness, and to choose to accomplish what truly pleases the all-holy God.
Διότι ἰδοὺ Κύριος ἐντέλλεται, καὶ πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασι, καὶ τὸν οἶκον τὸν μικρὸν ῥήγμασιν.9 Ἁλώσεσθαι μὲν, μᾶλλον δὲ ἀπολεῖσθαι πόλεις ὁμοῦ τοῖς κατοικοῦσιν αὐτὰς, ἠπείλησεν ἐναργῶς. ὅτι δὲ παρὰ Θεοῦ τὸ χρῆμα, καὶ οὐκ αὐτομάτως ἔσται συμβεβηκὸς, σαφηνιεῖ λίαν τὸ ἐντέλλεσθαι μὲν αὐτὸν τοῖς καταδῃοῦν ἰσχύουσιν, ἐκείνους δὲ δρᾶν εὐκόλως ἅπερ ἂν ὁ θεῖος ὁρίζοι θυμός. δὲ μέγαν καὶ μικρὸν τὸν Ἐφραῒμ τάχα που καὶ τὸν Ἰούδαν ἀποκαλεῖ. πολυάνθρωπος μὲν γὰρ ὁ Ἐφραῒμ, ὡς ἐν φυλαῖς μετρούμενος δέκα· ταύτῃτοι καὶ μέγας οἶκος. μείων γεμὴν ὁ Ἰούδας, ὡς ἔν γε δυσίν· αὐτὸς γὰρ ἦν ἐν τοῖς Ἱεροσο-λύμοις, καὶ φυλὴ Βενιαμίν. Ἐννοεῖν δὲ ἀκόλουθον, ὅτι τὸ μὲν θλώμενον ἔχει πως ὁλοτελῆ τὴν κατάπτωσιν· τὸ δέ γε ῥηγνύμενον νοοῖτ' ἂν εἰκότως ὡς πάσχον ἐκ μέρους. συμβέβηκε δὲ τὸν μὲν οἶκον τοῦ Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ τελείαν ὑπομεῖναι τὴν ἅλωσιν, καὶ δυσίατον τὴν ἐκ τοῦ πολέμου συμφορὰν, ἀπὸ μέρους δὲ τὸν Ἰούδαν, καὶ ὡς ἐν βραχεῖ ῥήγματι τοῦτο παθεῖν. δίκαιος οὖν ὁ Κριτὴς καὶ ἀπροσωπόληπτος. ταλαντεύει γὰρ, ὡς ὁρᾷ, τὰ πόλεων ἢ χωρῶν ἐγκλήματα, καὶ ἀναλόγως ἑκάστῳ τὴν ὠφελεῖν ἰσχύουσαν ἐπάγει πληγήν. μὴ δὴ καταφρο- νῶμεν Θεοῦ, τὸ παναλκὲς εἰδότες τῆς ὑπερτάτης χειρός· χρῆμα γὰρ ἄριστον ἡ εἰς τοῦτο σύνεσις. Εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις;
Because behold, the Lord commands, and he will strike the great house with fractures, and the small house with breaches. He threatened clearly that cities together with their inhabitants would be captured, or rather destroyed. And that this matter is from God, and not a spontaneous occurrence, will be made very clear by the fact that he himself commands those who have the power to lay waste, and they readily do whatever the divine wrath determines. He perhaps calls Ephraim and Judah the great and small house. For Ephraim is populous, being measured as ten tribes; hence it is a great house. Judah is smaller, being in two; for it was in Jerusalem, and the tribe of Benjamin. It is reasonable to consider that what is fractured has in some way a complete collapse; but what is broken would naturally be understood as suffering partially. And it happened that the house of Ephraim, that is Israel, underwent complete capture and a calamity from war that was hard to heal, while Judah suffered partially, and as if by a small breach. Therefore the Judge is just and impartial. For he weighs, as he sees, the charges of cities or regions, and proportionally applies to each a blow capable of helping. Let us not, therefore, despise God, knowing the all-powerful nature of the supreme hand; for understanding this is an excellent thing. Will horses be pursued among rocks? Will they be silent among females?
ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς θυμὸν κρῖμα, καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν.9 Ὅτι δὴ πάλιν αὐτὸς ἐνετέλλετο καὶ πατάξειν "τὸν οἶκον "τὸν μέγαν θλάσμασι καὶ τὸν οἶκον τὸν μικρὸν ῥήγμασι," κἂν εἰ διὰ τῆς τῶν Ἀσσυρίων πράττοιτο χειρὸς, πάλιν ἡμᾶς ἀναπείσει λέγων Εἰ διώξονται ἐν πέτραις ἵπποι; ὅμοιον γὰρ ὡς εἰ λέγοι σαφῶς Ἀγέρωχον μὲν τὸ ζῷον, καὶ τῶν ὅτι μάλιστα δρομικωτάτων ἵππος, ἀλλ' ὁ τόπος αὐτῷ εἰς τὸ θέειν ἐπιτήδειος, οὐκ εἴ τις εἴη πετρώδης καὶ ὄχθου πλέως, ἀλλ' ὁ ψιλός τε καὶ λεῖος. εἶτα πῶς ὑμῶν καταδεδραμή- κασιν οἱ Ἀσσύριοι, καίτοι πάλαι τραχέος
τε λίαν καὶ οἱονεὶ πετρώδους ὄντος λαοῦ, καὶ ὑπ' οὐδενὸς πώποτε τῶν πολεμίων πεπατημένου; ἀλλὰ Θεὸς ἦν ὁ ἠτιμασμένος, ὁ τὰ σκληρὰ καὶ δυσπόρευτα τοῖς πολεμοῦσι τιθεὶς βάσιμα καὶ ἱππήλατα. ὥσπερ δὲ οὐκ ἂν παύσαιντο, φησὶν, ὀρεκτιῶντες ἵπποι, καὶ τοῖς τῆς φύσεως κέντροις θηλείαις παρούσαις ἐπιθηγόμενοί τε καὶ ἐπιθρώσκοντες, οὕτως οὐκ ἂν ἠρεμήσειαν οἱ ἐχθροὶ, θερμοτάτην τινὰ καὶ ἀκάθεκτον κατὰ τῶν δεδυσσεβηκότων ποιούμενοι τὴν ὁρμήν. καὶ τίς ἡ τοῦδε πρόφασις; ὑμεῖς, καὶ οὐχ ἕτεροι. τὸ γὰρ ἐμὸν δίκαιον περὶ ὑμᾶς κρῖμα παρετρέ- ψατέ φησιν εἰς θυμὸν, καὶ ἀντὶ τοῦ καρποὺς ἔχειν δικαιο- σύνης, τὸν ἁπάσης ὑμῖν εὐθυμίας πρύτανιν ἐξεβιάσασθε πρὸς ὀργὰς, πικρίας ἄξια δεδυσσεβηκότες. ἠλέει μὲν γὰρ ὁ πάντων Θεὸς ὡς ἐν Αἰγύπτῳ πεπονηκότα τὸν Ἰσραὴλ, ἀλλ' οὐ διαλελοίπασι παροτρύνοντες. καὶ τοῦτο οἶμαί ἐστι τὸ ἐξεστρέψατε εἰς θυμὸν κρῖμα. Πάνδεινον οὖν ἄρα τῆς ἀχαριστίας τὸ ἔγκλημα· κολάζεται δὲ, καὶ σφόδρα δικαίως.
that you have perverted judgment into wrath, and the fruit of righteousness into bitterness. For again, he himself was commanding and would strike "the great house with fractures and the small house with breaches," even if it were done by the hand of the Assyrians; again he will persuade us, saying, "Will horses be pursued among rocks?" For it is as if he were saying clearly: The horse is a proud animal and among the swiftest, but the place suitable for it to run is not one that is rocky and full of crags, but one that is bare and smooth. Then how have the Assyrians overrun you, although your people were formerly very rough and, as it were, rocky, and never before trodden by any enemy? But it was God who was dishonored, who made the hard and impassable places passable and rideable for the warriors. And just as horses would not cease, he says, neighing and, with the goads of nature, being aroused and mounting when females are present, so the enemies would not rest, making a very hot and unrestrainable rush against those who have impiously sinned. And what is the pretext for this? You, and no others. For he says, "You have perverted my righteous judgment concerning you into wrath, and instead of having the fruits of righteousness, you have forced the giver of all your good cheer to anger, having committed impieties worthy of bitterness." For the God of all pitied Israel, who had suffered in Egypt, but they did not cease provoking him. And this, I think, is what "you have perverted judgment into wrath" means. So the charge of ingratitude is utterly terrible; and they are punished, and very justly.
ὃν γὰρ ἔδει μᾶλλον ταῖς εὐφημίαις ἐξημεροῦν ἔτι, καὶ χαριστηρίοις κατευφραίνειν φωναῖς, παρο- τρύνειν ἀμαθῶς, πῶς οὐ παντὸς ἡμῖν ἔσται πρόξενον κακοῦ; Οἱ εὐφραινόμενοι ἐπ' οὐδενὶ λόγῳ ἀγαθῷ, οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐφ' ὑμᾶς οἶκος τοῦ Ἰσραὴλ ἔθνος, καὶ ἐκθλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελθεῖν εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν.9 Ἐστρέψατε τοίνυν φησὶ, "κρῖμα εἰς θυμὸν, καρπὸν δὲ "δικαιοσύνης εἰς πικρίαν ὑμεῖς," οἱ μέγα φρονοῦντες ἐφ' ἑαυ- τοῖς, καὶ ὑψηλὴν ἀνασπῶντες κατὰ Θεοῦ τὴν ὀφρὺν, οἱ ἐπὶ σαθρῷ καὶ ἀσυνέτῳ χαίροντες λόγῳ. εἰρήκατε γὰρ, οὐκ ἐμὲ γεγενῆσθαι χορηγὸν τῆς ἐνούσης ὑμῖν ἰσχύος, καὶ τοῦ κατα- θλεῖν δύνασθαι τῶν ἐχθρῶν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσιν ἀναθέντες τὰ αὐχήματα, τετολμήκατε καὶ εἰπεῖν Οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα; ὅμοιον δὲ ἦν ἐκεῖνο λοιπὸν, ἁλῶναι πεφρονηκότας καὶ ἀσυνέτως λέγοντας Αὐτοὶ κατα- δυναστεύομεν καὶ περιεσόμεθα τῶν ἐχθρῶν, κἂν εἰ μὴ ἕλοιτο, φησὶ, προασπίζειν Θεὸς, ἡμεῖς κεκρατήκαμεν, καὶ τοῖς οὕτω λαμπροῖς κατορθώμασι σεμνύνεσθαι χρὴ, Θεῷ τοπαράπαν νέμοντες οὐδέν. ὑπεροψία δὴ οὖν καὶ ὕβρις κατὰ Θεοῦ, τὸ ἀπόπληκτον οὕτω φρόνημά τε καὶ ῥῆμα. ἀλλ' ἦν ὅτι μάλιστα σοφὸς ὁ θεσπέσιος Δαυεὶδ, τῷ τῶν ὅλων κατεξου- σιάζοντι Θεῷ τὴν δόξαν ἀνατιθεὶς, καὶ λέγων "Ὅτι τὸ καύ- "χημα τῆς δυνάμεως αὐτῶν εἶ σύ." καὶ πάλιν "Ἐν σοὶ "τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου "ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.
For he whom it was rather necessary to soften still with praises and to delight with grateful voices, to incite ignorantly—how will this not be the cause of every evil for us? Those who rejoice at no good word, those who say, "Was it not in our strength that we had horns?" because "Behold, I rouse against you, house of Israel, a nation, and they will oppress you so that you do not enter Hamath and as far as the winter torrent of the west." You have turned, then, he says, "judgment into wrath, and the fruit of righteousness into bitterness, you," who think highly of yourselves and raise a lofty eyebrow against God, who rejoice in a rotten and senseless word. For you have said that I was not the provider of the strength present in you and of the ability to subdue enemies, but ascribing the boasts to your own powers, you have dared even to say, "Was it not in our strength that we had horns?" That was then equivalent to being caught thinking and saying senselessly, "We ourselves overpower and will prevail over the enemies, even if God should not choose," he says, "to defend; we have prevailed, and it is necessary to pride ourselves on such brilliant achievements, attributing nothing at all to God." Therefore, contempt and insolence against God are that so astonishing thought and word. But the divine David was especially wise, attributing the glory to the God who rules over all, and saying, "For the boast of their strength are you." And again, "In you we will horn our enemies, and in your name we will bring to nothing those who rise up against us.
οὐ γὰρ ἐπὶ τῷ "τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με." πᾶσα γὰρ ἰσχὺς παρ' αὐτοῦ, καὶ οὐκ ἂν γένοιτό τι παρ' ἡμῶν ἀξιάκουστον, μὴ οὐχὶ συνόντος αὐτοῦ καὶ προεστηκότος. "Κύριος γὰρ συντρίβει πολέμους," κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ, φησὶν, εἰς τοῦτο λοιπὸν ἀλαζονείας καὶ ἀθυ- ροστομίας πεσόντες ἁλίσκεσθε, ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ἔθνος· δῆλον δὲ ὅτι τὸ τῶν Ἀσσυρίων· καὶ ἐκθλίψουσιν ὑμᾶς, τοῦ μὴ εἰσελθεῖν εἰς Αἰμὰθ καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν. ἔστι μὲν οὖν ἡ Αἰμὰθ μία τῶν πρὸς ἠῶ πόλις, ὑπὸ τὴν Δαμασκοῦ βασιλείαν τοτηνικάδε κειμένη· μετωνό- μασται δὲ νῦν, ὡς ἔφην, εἰς Ἀντιόχειαν, ἤγουν Ἐπιφάνειαν. χείμαῤῥον δὲ δυσμῶν φησὶ τὸν τῶν Αἰγυπτίων ποταμὸν, κατὰ δυσμὰς τῆς Ἰουδαίων γῆς τῆς Αἰγύπτου κειμένης. ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐξ Ἰσραὴλ, πολέμου μέλλοντος ἐπιθρώσκειν αὐτοῖς, ποτὲ μὲν τὴν ἐκ Δαμασκοῦ καὶ Σύρων ἐπικουρίαν αἰτεῖν, ποτὲ δὲ τὴν τῶν Αἰγυπτίων ὑποτρέχειν χώραν, ταύ- τῃτοί φησιν, ὡς ἔθνος μὲν ἐπ' αὐτοῖς ἐγείρει, οἱ δὲ ἥξουσιν εὐσθενεῖς, τοσαύτην αὐτοῖς ἐπιῤῥιπτοῦντες θλίψιν, ὡς μὴ ἰσχῦσαι λοιπὸν μήτε εἰς Αἰμὰθ εἰσελθεῖν, μήτε εἰς χειμάῤῥουν τῶν δυσμῶν, τουτέστι, μήτε τὴν Δαμασκοῦ, μήτε τὴν Αἰ- γυπτίων δύναμιν καλέσαι πρὸς ἐπικουρίαν. "Θεοῦ γὰρ "συγκλείοντος, τίς ἀνοίξει;" κατὰ τὸ γεγραμμένον. ποῖος ἔσται σωτηρίας τρόπος, τοῦ πάντα ἰσχύοντος εἰς ὄλεθρον συνελαύνοντος; Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινὴ, καὶ ἰδοὺ βροῦχος
For I will not hope in my bow, and my sword will not save me. For all strength is from him, and nothing worthy of hearing could come from us without his presence and leadership. "For the Lord shatters wars," according to what is written. But since, he says, you are now caught falling into such boastfulness and reckless speech, behold, I bring upon you a nation—clearly that of the Assyrians—and they will oppress you, so that you cannot enter Hamath or reach the winter torrent of the west. Now Hamath is one of the eastern cities, lying at that time under the kingdom of Damascus; it has been renamed, as I said, to Antioch, that is, Epiphaneia. And by "winter torrent of the west" he means the river of the Egyptians, since Egypt lies to the west of the land of Judah. Since it was the custom of the Israelites, when war was about to fall upon them, sometimes to seek aid from Damascus and the Syrians, and sometimes to flee to the land of the Egyptians, he says this: that he raises a nation against them, and they will come in strength, casting such oppression upon them that they will no longer be able to enter Hamath or reach the winter torrent of the west—that is, neither to call upon the power of Damascus nor that of the Egyptians for aid. "For when God shuts, who will open?" according to what is written. What means of salvation will there be, when the one who is all-powerful drives them to destruction? Thus the Lord showed me, and behold, a swarm of locusts coming at dawn, and behold, a grasshopper
εἷς· Γὼγ ὁ βασιλεύς. καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα Κύριε κύριε ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλίγοστός ἐστι· μετανόησον Κύριε ἐπὶ τούτῳ. καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος.9 Τί τὸ ἔθνος τὸ τοῖς ἐξ Ἰσραὴλ ἐπενεχθησόμενον, ἢ ποῖον αὐτοῖς ἐπίοι τὸ βλάβος, ἀποκαλύπτει τῷ Προφήτῃ Θεός· ἁρμόζεται δὲ τοῖς ἤθεσιν αὐτοῦ, καὶ δι' ὧν οἶδεν ἀκριβῶς, διὰ τούτων αὐτὸν διδάσκει τὰ πραχθησόμενα. πάνδεινον γὰρ ἀεὶ τοῖς ποιμέσιν εἶναί τε δοκεῖ, καὶ ἔστιν ἀληθῶς ἀκρίς τε καὶ βροῦχος· ἀποκειραμένης γὰρ ὥσπερ δι' αὐτῶν τῆς πόας, καταφθείρεσθαι λοιπὸν ἀνάγκη τὰ ποίμνια. οὐκοῦν ὡς ποιμένι τῷ Προφήτῃ Θεὸς τὰς ἐκ τοῦ πολέμου καταση- μαίνει συμφοράς. ὡς ἐν εἴδει γὰρ ἀκρίδος κατασημαίνει τὸν Ἀσσύριον, ὡς ἐν ἀμετρήτῳ πληθύϊ μονονουχὶ κατεσθίοντα καὶ δαπανῶντα τὴν γῆν. ἑωθινὴν δέ φησιν αὐτὴν, μονονουχὶ πίπτουσαν ὡς δρόσον, καὶ ἐν νιφάδων τάξει καταχεομένην τῆς γῆς. ἀλλ' ἦν, φησὶ, καὶ βροῦχος εἷς· ἦν δὲ δὴ οὗτος καὶ Γὼγ ὁ βασιλεύς. εἶτα Θεοῦ λέγοντος Καὶ ἔσται ὅταν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς· τουτέστιν, ὅταν δαπανήσῃ κατεσθίων τὴν ἀγελαίαν πληθὺν τὴν οὖσαν ἐν Σαμαρείᾳ δηλονότι, καὶ ἐν ταῖς πόλεσι τῆς Ἰουδαίας· εἶτά τι μέλλοντος προστιθέναι ἕτερον, διαλαβὼν ὁ Προφήτης, καταλήγειν αὐτὸν τῆς ὀργῆς λιπαρεῖ λέγων Κύριε ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰσραήλ; ὅτι ὀλιγοστός ἐστιν. εἰ γὰρ δὴ βούλοιο, φησὶ, καθ' ὃν τεθέαμαι τρόπον παραδοῦναι τοῖς ἐχθροῖς τὸν Ἰσραὴλ εἰς κατάβρωσιν, ὀλί- γοστος ἔσται παντελῶς.
One: Gog the king. And it will be, when he finishes devouring the grass of the land, and I said, "Lord, Lord, be merciful; who will raise up Jacob? For he is few in number; repent, Lord, concerning this." And this will not be, says the Lord. What nation will be brought against those from Israel, or what harm will come upon them, God reveals to the Prophet; and he adapts to his character, and through what he knows precisely, through these he teaches him what will be done. For it always seems, and truly is, a terrible thing to shepherds, both locust and grasshopper; for when the grass is cropped, as it were, by them, the flocks must necessarily perish thereafter. Therefore, as to a shepherd, God indicates to the Prophet the calamities of war. For he indicates the Assyrian in the form of a locust, as if devouring and consuming the land with an immeasurable multitude. And he says it is morning, as if falling like dew, and poured over the land in the manner of snowflakes. But there was, he says, also one grasshopper; and this was indeed Gog the king. Then God says, "And it will be when he finishes devouring the grass of the land"; that is, when he consumes by eating the common multitude that is in Samaria, evidently, and in the cities of Judea; and then, as he is about to add something else, the Prophet, interrupting, entreats him to cease from his anger, saying, "Lord, be merciful; who will raise up Israel? For he is few in number." For if you wish, he says, to deliver Israel to the enemies for consumption in the manner I have seen, he will be altogether few in number.
πρὸς ταῦτα Θεός Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος. οὐκ ἂν κοπάσαιμί φησι, οὐδ' ἂν καθυφείην· καταλήξαιμι γὰρ ἂν οὐδαμῶς τοῦ παιδεύειν τοὺς ἠσεβηκότας.
Πολυπραγμονοῦντες δὲ ἀναγκαίως, τίς δὴ ἄρα ἐστὶν ὁ Γὼγ, ἐκεῖνό φαμεν, ὅτι καὶ ὁ μακάριος προφήτης Ἰεζεκιὴλ θρῆνον ἐν αὐτῷ γράφει, Θεοῦ προστάττοντος. οἰόμεθα δὲ εἶναι τὸν Σενναχηρὶμ, ὅτε καὶ Ῥαψάκου κατακερτομοῦντος Θεὸν "ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ "τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε "χιλιάδας." μεμνήσομαι δὲ ἀναγκαίως τῶν ἐπ' αὐτῷ γεγραμμένων διὰ φωνῆς Ἰεζεκιήλ. ἔχει δὲ οὕτως "Τάδε λέγει "Κύριος Κύριος τῷ Γὼγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ "ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου τῶν "προφητῶν τοῦ Ἰσραὴλ, ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, "τοῦ ἀγαγεῖν σε ἐπ' αὐτούς." ἀκούεις ὅπως αὐτὸν, καὶ οὐχ ἕτερον εἶναί φησιν, ὃν ἠπείλησε διὰ προφητῶν ἁγίων ἐπι- φέρειν τοῖς ἐξ Ἰσραήλ;
To this, God says: "And this shall not happen," says the Lord. "I would not grow weary," he says, "nor would I give way; for I would by no means cease from disciplining those who have been impious."
But inquiring necessarily as to who indeed Gog is, we say this, that the blessed prophet Ezekiel also writes a lament concerning him, at God's command. And we suppose him to be Sennacherib, when also, as Rabshakeh was mocking God, "an angel of the Lord went out and slew in one night from the camp of the Assyrians one hundred and eighty-five thousand." And I will necessarily recall what was written concerning him by the voice of Ezekiel. And it runs thus: "Thus says the Lord, the Lord, to Gog: 'You are the one about whom I spoke before the days of old, through the hand of my servants the prophets of Israel, in those days and years, to bring you against them.'" Do you hear how it says that he, and no other, is the one whom he threatened through the holy prophets to bring against those from Israel?
ὅτι δὲ τὰς τῆς ἀθυροστομίας ἐξῄτηται δίκας, καὶ κρατήσειν ὑπολαβὼν ἀδοκήτως ἀνῄρηται, καὶ πέπτωκεν ἐν τῇ γῇ τοῦ Ἰσραὴλ, πάλιν εὐθὺς κατα- σημαίνει λέγων "Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ "Γὼγ καὶ ἐρεῖς Τάδε λέγει Κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ "σὲ Γὼγ ἄρχοντα Ῥοσμεσὸχ καὶ Θοβὲλ, καὶ συνάξω σε "καὶ καθοδηγήσω σε καὶ ἀναβιβάσω σε ἐπ' ἐσχάτου βοῤῥᾶ "καὶ ἄξω σε ἐπὶ τὰ ὄρη τοῦ Ἰσραὴλ, καὶ ἀπολῶ τόξον σου "ἀπὸ τῆς χειρὸς τῆς ἀριστερᾶς σου καὶ τὰ τοξεύματά σου "ἀπὸ τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ καταβαλῶ σε ἐπὶ τὰ "ὄρη τοῦ Ἰσραὴλ, καὶ πέσῃς σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ "τὰ ἔθνη τὰ περὶ σὲ δοθήσονται εἰς πλῆθος ὀρνέων· καὶ "παντὶ πετεινῷ καὶ πᾶσι τοῖς θηρίοις τοῦ πεδίου δέδωκά σε "καταβρωθῆναι· ἐπὶ πρόσωπον τοῦ πεδίου πέσῃ, ὅτι ἐγὼ "ἐλάλησα λέγει Κύριος Κύριος·" καὶ μεθ' ἕτερα πάλιν "Καὶ "ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν "μνημεῖον ἐν Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων "πρὸς τῇ θαλάσσῃ, καὶ περιοικοδομήσουσι τὸ περιστόμιον "τῆς φάραγγος καὶ κατορύξουσιν ἐκεῖ τὸν Γὼγ καὶ πᾶν τὸ "πλῆθος αὐτοῦ καὶ κληθήσεται τότε τὸ πολυάνδριον τοῦ Γώγ. "καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ἰσραὴλ, ἵνα καθαρισθῆ ἐν "ἑπταμήνῳ, καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, "καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσθην λέγει "Κύριος Κύριος." πεπτωκότων γὰρ τῶν Ἀσσυρίων, οἳ διὰ τοῦ Γὼγ κατασημαίνονται, τάχα που τὸ πλῆθος τῶν ἐξ Ἰσραὴλ κατορώρυχε τοὺς τεθνεῶτας, ἵνα μὴ πόλεσί τε καὶ χώραις τὸ δύσοιστον τῆς
That he has paid the penalty for his reckless speech, and that, having supposed he would prevail, he was unexpectedly destroyed and fell in the land of Israel, he again immediately indicates, saying: "And you, son of man, prophesy against Gog and say, 'Thus says the Lord, the Lord: Behold, I am against you, Gog, ruler of Rosh, Meshech, and Tubal, and I will gather you and lead you and bring you up from the farthest north, and I will bring you to the mountains of Israel, and I will destroy your bow from your left hand and your arrows from your right hand, and I will cast you down upon the mountains of Israel, and you and all those around you shall fall, and the nations around you shall be given as a multitude of birds; and I have given you to every winged creature and to all the beasts of the field to be devoured; you shall fall upon the face of the field, because I have spoken,' says the Lord, the Lord." And after other things again: "And it shall be on that day: I will give to Gog a place, a named monument in Israel, the burial ground of those who came against the sea, and they will build around the mouth of the ravine and will bury Gog there and all his multitude, and then the burial ground of Gog shall be called. And the house of Israel will bury them, so that it may be purified in seven months, and all the people of the land will bury them, and it shall be for them a named thing on the day I was glorified," says the Lord, the Lord. For when the Assyrians, who are signified by Gog, had fallen, the multitude from Israel perhaps buried the dead, so that the unbearable stench might not
οὕτω δεινῆς κακοσμίας καταλυμαί- νοιτο χρῆμα. Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος, καὶ κατέφαγεν τὴν ἄβυσσον τὴν πολλὴν, καὶ κατέφαγεν τὴν μερίδα. καὶ εἶπα Κύριε Κύριε κόπασον δή· τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι. μετανόησον Κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος.9 Τὸν Γὼγ ἤγουν τὸν Ἀσσύριον ὡς ἀκρίδα καὶ βροῦχον τεθέαται· τοῦτον δίκην ὀνομάζει τὴν διὰ πυρός. οὐ γὰρ ἤρκεσε τοῖς Βαβυλωνίοις δαπανῆσαι σιδήρῳ τὸν Ἐφραῒμ, ἀλλὰ γὰρ καὶ πλείστας ὅσας τῶν ἐν Σαμαρείᾳ κατενεπίμπρων πόλεις. ἡ δίκη τοίνυν, φησὶ, τουτέστιν ἡ ἐκδίκησις ἡ διὰ πυρὸς, κατεδήδοκε τὴν ἄβυσσον τὴν πολλὴν, τὸν Ἐφραῒμ δηλονότι, διὰ πολλὴν καὶ ἀμέτρητον πληθὺν ἄβυσσον ὠνο- μασμένον. κατεδήδοκε δὲ οὐδὲν ἧττον τὴν μερίδα τὴν μικρὰν, τουτέστι, τὸν Ἰούδαν καὶ Βενιαμίν. οὐκ εὐαριθμήτους γὰρ τῆς Ἰουδαίας ἐμπρήσας πόλεις, μετὰ τοῦτο καὶ αὐτὴν λοιπὸν πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ ὁ ἀλαζὼν Ῥαψάκης. ἐκ-μειλισσομένου δὲ τοῦ Προφήτου πάλιν, καὶ μετανοεῖν, ἤτοι μεταβουλεύεσθαι, τὸν τῶν ὅλων Θεὸν ἀναπείθοντος, Οὐκ ἂν γένοιτο τοῦτό φησιν ὁ τῶν ὅλων Δεσπότης. τί οὖν ἐντεῦ- θεν εἰσόμεθα πάλιν; ὅτι τὰ πέρα λόγου τῶν πλημμελη1.500 μάτων, καίτοι πολὺ λίαν ἀνεξικακεῖν εἰδότα Θεὸν παραθήγει δεινῶς, καὶ τὰς τῶν ἁγίων μονονουχὶ καὶ ἀπράκτους ἀπο- φαίνουσι προσευχάς.
Thus a thing of terrible foulness would be defiled. Thus the Lord showed me, and behold, the Lord called justice by fire, and it devoured the great abyss, and it devoured the portion. And I said, "Lord, Lord, stop now; who will raise up Jacob? For he is few in number. Repent, Lord, concerning this, and this shall not happen," says the Lord. He has beheld Gog, that is, the Assyrian, as a locust and a grasshopper; he calls this justice by fire. For it was not enough for the Babylonians to consume Ephraim with iron, but they also burned very many of the cities in Samaria. Justice, then, he says, that is, the vengeance by fire, devoured the great abyss, clearly Ephraim, called an abyss because of his great and countless multitude. And it devoured no less the small portion, that is, Judah and Benjamin. For after burning many cities of Judea that are not easily counted, the boastful Rabshakeh then besieged Jerusalem itself. And when the Prophet again appeases and persuades the God of all to repent, that is, to change his mind, the Master of all says, "This would not happen." What then shall we learn from this again? That the extremes of transgressions, although they greatly provoke a God who is very patient, also render the prayers of the saints virtually ineffective.
καὶ γοῦν ἔφασκε πρὸς τὸν προφήτην Ἱερεμίαν περὶ τῶν ἐξ Ἰσραήλ "Καὶ σὺ μὴ προσεύχου περὶ "τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς καὶ "μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου." Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. καὶ εἶπε Κύριος πρὸς μέ Τί σὺ ὁρᾷς, Ἀμώς; καὶ εἶπον Ἀδάμαντα. καὶ εἶπε Κύριος πρὸς μέ Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα εἰς μέσον λαοῦ μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν· καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ.9 Ὡς ἀκρίδα καὶ ὡς βροῦχον καὶ ὡς δίκην ἐν πυρὶ τὸν Ἀσσύριον, ἤτοι τὸν Γὼγ ἐπιδείξας τῷ Προφήτῃ Θεὸς, ἑαυτὸν ἤδη πως ἑστῶτα λοιπὸν ἐπὶ τείχους ἀδαμαντίνου δεί- κνυσιν, ἵνα διὰ τούτου νοῆται μονονουχὶ βεβηκὼς ἐπ' ἀῤ- ῥήκτῳ δυνάμει, καὶ ἀκατάσειστον ἔχων τὴν ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀσφάλειαν. παναλκὲς γὰρ τὸ θεῖον, καὶ ἐρηρει- σμένην ἔχει τὴν ὑποβάθραν, ὅτι μεταπίπτειν οὐκ οἶδεν, ἀλλ' ἔστι τροπῆς ἄμεινον, καὶ ἐν τοῖς ἰδίοις, ὡς ἔφην, ἀγαθοῖς ἀεὶ καὶ διαπαντὸς ἐρηρεῖσθαι φιλεῖ. Ὁρᾶται τοίνυν ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου. ἄῤῥηκτός τε καὶ ἀκαταμάχητος ἐν λίθοις ὁ ἀδάμας, οὔτε τοῖς σκληροῖς καὶ ἀντιπίπτειν εἰωθόσι ἑτέραις ὕλαις διδοὺς τὸ καταθλεῖν παραχωρεῖν ἀνεχόμενος, οὔτε μὴν δύνασθαι τῆς ἐνούσης ἰσχύος αὐτῷ, τάχα δέ που καὶ τῆς τοῦ πυρὸς ἀκμῆς ἀλογεῖν εἰθισμένος. ἐπειδὴ δὲ ἦν ὁ ἐπὶ τοῦ τείχους ἑστηκὼς ἀδάμαντα φέρων ἐν χειρὶ, διεπυνθάνετο τοῦ Προφήτου λέγων Τί σὺ ὁρᾷς, Ἀμώς;
And indeed, he said to the prophet Jeremiah concerning those from Israel: "And do not pray for this people, and do not ask that they be pitied, and do not approach me on their behalf, for I will not listen to you." Thus the Lord showed me, and behold, a man standing on a wall of adamant, and in his hand an adamant. And the Lord said to me, "What do you see, Amos?" And I said, "Adamant." And the Lord said to me, "Behold, I set adamant in the midst of my people Israel; I will no longer allow it to pass; and the altars of laughter will be destroyed, and the rites of Israel will be laid waste, and I will rise up against the house of Jeroboam with a sword." Having shown the prophet the Assyrian, that is Gog, like a locust and a caterpillar and like a judgment by fire, God now shows himself, as it were, standing on a wall of adamant, so that by this he might be understood to be standing, so to speak, on unbreakable power, and to have unshakable security in his own goods. For the divine is all-powerful and has its foundation fixed, because it does not know how to change, but is beyond alteration, and in its own goods, as I said, it always and forever loves to be fixed. Therefore he is seen standing on a wall of adamant. Adamant is unbreakable and invincible among stones, neither yielding to hard and resistant materials that are accustomed to oppose other substances, nor allowing itself to be crushed, nor being able to be overcome by its inherent strength, and perhaps also being accustomed to disregard the force of fire. And since the one standing on the wall was carrying an adamant in his hand, he inquired of the prophet, saying, "What do you see, Amos?
τοῦ δὲ συνέντος, καὶ ὅπερ ἦν λέγοντος· ἔφη γὰρ Ἀδάμαντα· τοῦτον ἐντάξειν εἰς μέσον τοῦ Ἰσραὴλ διεβε-βαιοῦτο σαφῶς. ἀδάμαντα δὲ νοήσεις, ἢ τὸν Ἀσσύριον, ὡς καὶ ἀπηνῆ τε καὶ ἄθραυστον, καὶ εἰς τοῦτο τεθειμένον παρὰ Θεοῦ· δυναμοῖ γὰρ ὁ τῶν δυνάμεων Κύριος οὓς ἂν ἕλοιτο τυχόν· ἤγουν τὸν ἄθραυστόν τε καὶ παναλκῆ τοῦ Θεοῦ Λόγον, ὃν οὐκ ἔστιν ἀποστρέψαι κενὸν, ἤγουν ἄπρακ- τον ἀποφῆναι· δραμεῖται γὰρ πάντως εἰς πέρας ἀντιπράτ- τοντος οὐδενὸς, ὅπερ ἂν φθέγξηται Θεός. οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός "Ὁ οὐρανὸς, φησὶ, καὶ ἡ"γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν." ἔφη δὲ ὡς οὐκ ἂν παρέλθοι τὸν Ἰσραὴλ, τουτέστιν, αἰτήσει δίκας τῶν ἀνοσίως αὐτῷ πεπλημμελημένων· καὶ ἀνεξικα- κήσει μὲν οὐκέτι, παραδώσει δὲ λοιπὸν τοῖς ἐπ' αὐτὸν κεκλημένοις, ὁμοῦ τεμένεσι καὶ βωμοῖς καὶ τοῖς εἰδώλοις. ἀφανισθήσονται γάρ φησιν οἱ βωμοὶ τοῦ γέλωτος. γέλως μὲν οὖν ἀληθῶς ἡ παντὸς εἰδώλου ποίησις· πρέποι δ' ἄν, οἶμαι, κυρίως τε καὶ ἰδικῶς γέλωτα νοεῖσθαι τὸν
But the one who understood and said what was meant—for he said "Adamas"—clearly affirmed that this one would be placed in the midst of Israel. And by "Adamas" you will understand either the Assyrian, as both harsh and unbreakable, and set to this by God (for the Lord of hosts strengthens whomever he might choose), or rather the unbreakable and all-powerful Word of God, whom it is not possible to turn back empty, that is, to render ineffective; for whatever God utters will surely run to completion with nothing opposing it. Thus also our Lord Jesus Christ says: "Heaven and earth will pass away, but my words will not pass away." And he said that he would not pass over Israel, that is, he would exact punishment for the impious offenses committed against him, and would no longer be patient, but would henceforth hand them over to those summoned against him, together with their precincts, altars, and idols. "For the altars of laughter will be destroyed," he says. Now the making of any idol is truly laughter; but it would, I think, be fitting to understand "laughter" properly and specifically as
Βεελφεγὼρ, διάτοι καὶ αὐτὸ τὸ τοῦ σχήματος ἀκαλλές. διασύρει δὲ ἅπασαν τὴν εἰδωλοποίησιν, ὡς ἐξ ἑνὸς δὴ τούτου τοῦ πάν- των αἰσχίονος. οὐκοῦν κατασπασθήσονται μὲν οἱ βωμοί φησι, συνεξαρθήσονται δὲ καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ, του- τέστι, τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, βέβηλά τε καὶ βδελυρὰ μυστήρια. ὅτι δὲ τοῖς ἰδίοις θεοῖς συνοιχήσεται πρὸς ἀπώλειαν ὁ τοῖς τῆς βασιλείας αὐχήμασιν ἐκπρεπὴς Ἱεροβοὰμ, διαμεμήνυκεν ἐναργῶς. μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς ἕτερος παρὰ τὸν πρῶτον ὁ περὶ οὗ νῦν ὁ λόγος· ὁ μὲν γὰρ ἦν ἐκ Ναβὰτ, ὁ δὲ ἐξ Ἰωάς.
Καὶ ταυτὶ μὲν τέως τοῖς τῆς ἱστορίας ἐφαρμόσειε λόγοις. ἀδάμαντα δὲ τὸν ἀληθῆ παραδείξει Χριστὸν τὸν τῶν δυνά- μεων Κύριον, τὸν ἄμαχον ἔχοντα καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, τὸν συνθραύοντα τοὺς ἐχθροὺς, καὶ νικῶντα τοὺς ἀνθεστηκότας, καὶ ὑπὸ μηδενὸς ῥηγνύμενον. οὗτος ὡς λίθος ἐκλεκτὸς εἰς μέσον τέτακται τοῦ λαοῦ. "Ὤφθη γὰρ "ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη." τοιγάρ- τοι καὶ κέκληται διὰ τῆς ἀγγέλου φωνῆς "Ἐμμανουὴλ, ὅ "ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός." μεθ' ἡμῶν γὰρ γέγονεν, ὅτε γέγονε καθ' ἡμᾶς. ἐντεταγμένος δὴ οὖν ἐν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὡς λίθος ἀδάμας, τὴν τοῦ διαβόλου κατέσεισε τυραννίδα, κατηφάνισεν ἀληθῶς τοὺς βωμοὺς τοῦ γέλωτος. ἅμα τε γὰρ ἐπέλαμψεν ὁ Ἐμμανουὴλ, καὶ τῆς ἀληθοῦς γνώσεως τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν ἁπλώσας τὸ φῶς, ἑαυτὸν ἡμῖν ὑπέδειξεν εἰκόνα καὶ ὁμοίωσιν τοῦ Πατρός.
Beelphegor, because also the form itself is unseemly. And he mocks the whole practice of idol-making, as from this one most shameful of all. Therefore, he says, the altars will be thrown down, and the rites of Israel will be destroyed together with them, that is, the playthings of idolatry, profane and abominable mysteries. And that Jeroboam, resplendent with the boasts of his kingdom, will go to destruction together with his own gods, he has clearly indicated. But it is necessary to recall that the one now spoken of is different from the first; for the former was from Nabat, the latter from Joash.
And these things, for the present, may be applied to the words of history. But Adamas will show forth the true Christ, the Lord of the powers, who has invincible and unconquerable strength, who crushes enemies and overcomes those who resist, and is broken by no one. This one, as a chosen stone, has been placed in the midst of the people. "For he appeared on the earth and lived among men." Therefore he is also called by the angel's voice "Emmanuel," which is interpreted "God with us." For he became with us when he became like us. So, having been placed among us by God the Father as a stone of adamant, he shook the tyranny of the devil, truly cast down the altars of laughter. For as soon as Emmanuel shone forth, spreading the light of true knowledge to all under heaven, he showed himself to us as the image and likeness of the Father.
τότε δὴ τότε καὶ ὁ τῆς ἀρχαίας ἀπάτης ἀπελή- λατο σκότος, καὶ ἡ βέβηλος καὶ θεομισὴς ἐκ μέσου γέγονεν εἰδωλολατρεία, καὶ πέπτωκε δὲ καὶ αὐτὸς ὁ τῆς ἀπάτης προ- εστηκὼς, τουτέστιν, ὁ Σατανᾶς. Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἱεροβοὰμ βασι- λέα Ἰσραὴλ λέγων Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ· διότι τάδε λέγει Ἀμώς Ἐν ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.9 Ἀνεπικούρητον ἀεὶ τὸ ψεῦδος ἀφ' ἑαυτοῦ, καὶ οἱ τῆς ἀπάτης πόδες σαθρὸν ἔχουσι τὸ ἔρεισμα. τοιγάρτοι γελᾶται, μόλις ταῖς ἔξωθεν ἐπικουρίαις εἰς τὸ ἑστάναι κρατούμενον. οἷον δὴ τοῦτό ἐστι τὸ τῆς τοῦ Ἰσραὴλ εἰδωλολατρείας. μεθ- υόντων γὰρ ἦν ἀθύρματα τὰ παρ' αὐτοῖς, δαμάλεις χρυσαῖ, "ἔργα τέκτονος καὶ χωνεύματα," κατὰ τὸ γεγραμμένον, καὶ τέχνη χειρὸς ἀνθρωπίνης, καὶ ἀνοσίων ἐγχειρημάτων εὑρή- ματα. ἀλλ' οἱ μὲν μακάριοι προφῆται καλοῦσιν εἰς νῆψιν τοὺς ταῖς ἀπάταις κεκρατημένους· οἱ δὲ τῶν εἰδώλων θερα- πευταὶ, καταλυομένης ὥσπερ αὐτοῖς τῆς ὅλης σκηνῆς, οὐ μετρίως ἀσχάλλουσι, καταπτοοῦσι τοῖς δείμασι, τὴν τῶν πλανωμένων θρηνοῦσιν ἀνάνηψιν. ἴσασι γὰρ ὅτι γοργῷ καὶ ἐγρηγορότι νῷ τῆς παρ' αὐτοῖς λατρείας τὴν βεβήλωσιν ἀταλαίπωρον ἰδεῖν. ἐκδέδιε τοίνυν ὁ βέβηλος Ἀμασίας, μὴ ἄρα τοῖς τοῦ Προφήτου παρενεχθεῖεν λόγοις εἰς εἴδησιν ἀγαθὴν οἱ δαμάλεσι ταῖς χρυσαῖς προσκυνεῖν ἀναπεπεισ- μένοι, καὶ ἀπολισθήσειε μὲν τῆς ἱερουργίας αὐτὸς, ἀπο- λοῦνται δὲ τοῖς τεμένεσιν ὁμοῦ τὰ ἐν αὐτοῖς ἕδη.
Then indeed the darkness of ancient deception was driven away, and the profane and god-hated idolatry was removed from the midst, and even the one who presided over the deception, that is, Satan, fell. And Amaziah the priest of Bethel sent to Jeroboam king of Israel, saying: "Amos is forming conspiracies against you in the midst of the house of Israel; the land cannot bear all his words. For Amos says this: Jeroboam will die by the sword, and Israel will be led captive from its land." Falsehood is always without support from itself, and the feet of deception have a rotten foundation. Therefore it is laughed at, barely held upright by external supports. Such indeed is this matter of the idolatry of Israel. For their objects were the playthings of drunkards—golden heifers, "works of a craftsman and castings," as it is written, and the product of human hand and the inventions of unholy undertakings. But the blessed prophets call those held by deceptions to sobriety; while the servants of the idols, as if their whole tent were being dismantled, are exceedingly distressed, frighten with terrors, and lament the awakening of the deceived. For they know that with a swift and wakeful mind it is effortless to see the profanation of their worship. So the profane Amaziah was afraid, lest those who had been persuaded to worship the golden heifers be carried away by the words of the Prophet to good understanding, and he himself slip from his priestly office, and the shrines together with the idols in them be destroyed.
ταύτῃτοι παραθήγειν πειρᾶται τὸν Ἱεροβοὰμ, μονονουχὶ τῆς αὐτοῦ βασιλείας κατεξανίστασθαι λέγων τὸν Ἀμὼς, καὶ διαβριθῆ τινα καὶ ἀφόρητον ἤδη πως ἀποτολμᾶν ποιεῖσθαι λόγον, ὡς τεθνήξεται μὲν αὐτὸς ἐν ῥομφαίᾳ, βαδιεῖται δὲ καὶ αἰχμά- λωτος ὁ Ἰσραήλ. Τοιοῦτόν τι πεπράχασι καὶ οἱ τάλανες Ἰουδαῖοι, τὰς ἐπὶ Χριστῷ συντιθέντες συκοφαντίας. ἐπειδὴ γὰρ τοῖς θαύμασι καταπλήττων τὴν προσῆγον Πιλάτῳ, τὰς τοῦ φθόνου Ἰουδαίαν πάντας ἐκάλει πρὸς ἑαυτὸν, φλόγας εἰς νοῦν λαβόν- τες οἱ δείλαιοι, καὶ δὴ καὶ ἔφασκον "Ἐὰν μὴ τοῦτον "ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος." ἶσα τοίνυν καὶ παρὰ πάντων ἀεὶ τῶν τῇ εὐσεβείᾳ μαχομένων τὰ κατὰ τῶν ἁγίων τολμήματα διὰ τῶν ὁμοίων ἐγχειρημάτων ἔρχεται, πανταχῆ τοῦ ψεύδους νοσοῦντος τὸ ἄναλκι. Καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμώς Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβίου, καὶ ἐκεῖ
προφητεύσεις· εἰς δὲ Βαιθὴλ οὐκ ἔτι μὴ προσθῇς προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, καὶ οἶκος βασιλείας ἐστίν.9 Ἀναισχυντεῖ λοιπὸν ἐναργῶς, καὶ τοῖς θείοις ἀντεξάγει λόγοις τῆς ἑαυτοῦ βασκανίας τὴν ἔνδειξιν· ὁρῶντας μὲν γὰρ τοὺς προφήτας ἐκάλουν, πλὴν οὐκ ἀξιώσας οὐδὲ τῷ τῆς προφητείας ὀνόματι κατασεμνύνειν αὐτὸν, ἀλλ' οἱονείπως ὡς τῶν ψευδομάντεων ἕνα διαβεβληκὼς, ἐκχωρεῖν ἐκέλευεν εἰς γῆν Ἰούδα. προστιθεὶς δὲ τὸ Ἐκεῖ καταβίου, μονονουχί φησιν Εἰ λημμάτων αἰσχρῶν ἐφίεσαι, καὶ ἐκ τοῦ κατεπᾴδειν τισὶ ῥημάτια, τὰ πρὸς τὸν βίον χρήσιμα ζητεῖς ἐρανίζεσθαι, τὴν Σαμάρειαν ἀφεὶς λάλει τοῖς ἐκ φυλῆς Ἰούδα, καὶ οὐ προ- φητεύσεις ἐν Βαιθήλ· ἁγίασμα γὰρ βασιλέως ἐστί.
With this he tries to goad Jeroboam, saying that Amos is all but rising up against his kingdom, and that he is now somehow daring to utter a harsh and unbearable speech, that he himself will die by the sword, and that Israel will go into captivity. Something of this sort the wretched Jews also did, fabricating slanders against Christ. For since he was striking them with wonders, they brought him to Pilate, and all the Jews of envy called him to themselves, and taking fire in their minds, the wretches said, "If you do not kill this man, you are not a friend of Caesar." So then, from all who always fight against piety, the outrages against the saints come through similar undertakings, falsehood everywhere being cowardly. And Amaziah said to Amos, "Seer, go, withdraw to the land of Judah, and there live, and there prophesy; but in Bethel you shall no longer add to prophesy, for it is a king's sanctuary and a king's house." He is clearly shameless, and sets the evidence of his malice against the divine words; for they called the prophets "seers," but he did not deign to honor him even with the name of prophecy, but as if he had denounced him as one of the false prophets, he ordered him to withdraw to the land of Judah. And adding, "There live," he all but says, "If you desire shameful gains, and by chanting some little words to some you seek to gather things useful for life, leave Samaria and speak to those of the tribe of Judah, and you will not prophesy in Bethel; for it is a king's sanctuary.
τὸ ἁγίασμά φησιν, ἀντὶ τοῦ ἀνάθημα, ἤγουν ἀναθήματος τό- πος. ἐκεῖ γὰρ ἀνέθηκεν ὁ πρῶτος Ἱεροβοὰμ τὴν δάμαλιν τὴν χρυσῆν. ἀναφέρων δὲ ὥσπερ τοῦ Προφήτου τὸ ἔγ- κλημα καὶ εἰς τὴν τοῦ κρατοῦντος τιμὴν, οἶκος, φησὶ, βασι- λείας ἐστί. σὺ δὲ συγχεῖς τὰ βασιλικὰ, θορύβους ἐγείρεις, τοῖς τῶν κρατούντων θελήμασι ῥιψοκινδύνως ἀντιτασσό- μενος. ὅρα τοίνυν ἐναργῶς, ὅπως ἐστὶν ἀληθὲς τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν Ἰσραήλ "Καὶ ἐποτίζετε τοὺς ἡγιασμέ- "νους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ "μὴ προφητεύσητε." Καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε πρὸς Ἀμασίαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ' ἢ αἰπόλος ἤμην, κνίζων συ- κάμινα. καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρὸς μέ Βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ἰσραήλ. καὶ νῦν ἄκουε λόγον Κυρίου Σὺ λέγεις Μὴ προφήτευε ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ἰακώβ. διὰ τοῦτο τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.9 Ὅτε τοῖς ἐπιεικέσιν οἱ τῆς φαυλότητος ἐπιτηδευταὶ τὰς ὕβρεις ἐπάγουσι, τοὺς ἰδίους αὐτοῖς ἐγκαλοῦσι τρόπους, καὶ τῶν σφετέρων αἰτιαμάτων τὸ ἀκαλλὲς ἐπάγοντες, ἐμπαρ- οινεῖν οἴονται, διαλελήθασι δὲ σφᾶς αὐτοὺς μονονουχὶ ἐν πίνακι γράφοντες, καὶ ὁποῖοί τινες εἰσὶ καταδεικνύοντες τοῖς ἄλλοις. τοῦτό τι παθόντα νυνὶ τὸν ἀπόπληκτον Ἀμασίαν εὑρήσομεν.
The sanctuary," he says, instead of "votive offering," that is, the place of the votive offering. For there the first Jeroboam dedicated the golden heifer. And, as if bringing the Prophet's accusation also against the honor of the ruler, he says, "It is a house of royalty. But you are confounding the royal things, you are raising up tumults, recklessly opposing the wills of those in power." See then clearly how true is the saying of God to Israel: "And you gave the consecrated wine to drink, and you commanded the prophets, saying, 'You shall not prophesy.'" And Amos answered and said to Amaziah, "I was not a prophet, nor the son of a prophet, but I was a goatherd, plucking sycamore figs. And the Lord took me from the sheep, and the Lord said to me, 'Go, prophesy to my people Israel.' And now hear the word of the Lord: You say, 'Do not prophesy to my people Israel, and do not stir up the people against the house of Jacob.' Therefore thus says the Lord: 'Your wife will commit fornication in the city, and your sons and your daughters will fall by the sword, and your land will be measured with a rope, and you will die in an unclean land, and Israel will be led away captive from his land.'" When those who practice baseness bring insults against the reasonable men, they accuse them of their own ways, and, bringing the ugliness of their own faults, they think they are abusing them, but they are unaware that they are all but painting themselves on a tablet, and showing to others what sort they are. We will find that the frenzied Amaziah has now suffered something of this sort.
ψευδοπροφήτης γὰρ ὢν, καὶ τοῖς τῶν εἰδώλων προσεδρεύων βωμοῖς, κῶλά τε συλλέγων καὶ τῶν σφαζο1.506 μένων τὰ λείψανα, καὶ λημμάτων αἰσχρῶν ἀχαλίνως ἡττώ- μενος, κατωνείδιζε τὸν Ἀμὼς, καὶ δεῖν μὲν ἔφασκε τῆς Σαμαρείας ἀποφοιτᾶν, ἐκχωρεῖν δὲ, εἰ βούλοιτο, εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβιοῦν. ἐκεῖ γὰρ, φησὶ, ψευδοεπήσεις εὐκόλως, καὶ συναρπάζων πολλοὺς, ἐρανιῇ τὰ πρὸς τὸν βίον, καὶ μᾶλλον εὑρήσεις τὰ ζωαρκῆ. τὸ γὰρ Ἐκεῖ κατα- βίου, τοιοῦτόν τινα, καθάπερ ἤδη προεῖπον, ὑπεμφαίνει νοῦν. ἀλλ' ὅτι μὴ τοιοῦτος τῷ Προφήτῃ σκοπὸς, μήτε μὴν εἰς φιλοκερδίαν βλέπει, δεσποτικοῖς δὲ μᾶλλον ὑπείκει θελήμασι, ταύτῃτοι τὴν προφήτῃ πρέπουσαν διακονίαν ἀποπληροῖ, πειρᾶται διδάσκειν, καὶ λίαν ἐπιεικῶς, ἐκεῖνο λέγων, ὡς οὔτε προφήτης ἦν, οὔτε μὴν προφήτου γέγονεν υἱὸς, κατὰ μαθητείαν δὲ πάντως, ἤγουν κατὰ πνεῦμα, φημὶ, καθάπερ ἀμέλει καὶ Ἐλισσαιὲ τοῦ Ἠλίου, ἀλλ' ἦν μὲν αἰπόλος, ἄγροικόν τε καὶ ἁπλῆν καὶ ἀκάκουργον βιοτεύων ζωὴν, ὀλίγα δὲ παν- τελῶς τὰ εἰς τροφὰς ἔχων, καὶ τοῖς ἐξ ἀγρῶν ἀρκούμενος, ἃ μηδὲ ἂν ἐκπρίαιτό τις· ταῦτα δὲ ἦν συκάμινα. σχολαῖοι γὰρ ὄντες τῶν ποιμνίων οἱ ἐπιστάται, τάς τε τῶν δένδρων σκιὰς ὑποτρέχουσι, καὶ τὰ ἐκ τῆς ἀργίας ἐγκλήματα μο- νονουχὶ διαπαίζοντες, καρποὺς ἀποκνίζουσι καὶ τῆς γαστρὸς τὴν ἀνάγκην, ὡς ἂν ἐνδέχοιτο, θεραπεύουσιν. ἀλλ' ἐμὲ μέν φησιν ἐν τούτοις ὄντα, Θεὸς κατὰ τὸ αὐτῷ δοκοῦν ἐποιεῖτο προφήτην, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ τὰ ἐπ' αὐτοὺς ἥκοντα καὶ ὅσον οὐδέπω παρεσόμενα διατρανοῦν ἐκέλευε· σὺ δὲ τοῖς ἄνω νεύμασιν ἀντεξάγων τὰ σὰ, σιωπᾶν ἐπι- τάττεις.
For being a false prophet, and attending to the altars of idols, collecting limbs and the remnants of the slain, and being unrestrainedly overcome by shameful gains, he reproached Amos, and said that he ought to depart from Samaria, and withdraw, if he wished, to the land of Judah, and live there. For there, he says, you will easily prophesy falsely, and, snatching up many, you will collect the means for living, and you will more readily find the necessities of life. For the phrase "live there" suggests some such meaning, as I have already said. But that such is not the Prophet's purpose, nor does he look to love of gain, but rather yields to the Lord's will, and fulfills the ministry proper to a prophet, he tries to teach, and very gently, saying this: that he was neither a prophet nor the son of a prophet, but by discipleship, that is, by the Spirit, I mean, just as indeed Elisha was of Elijah, but he was a goatherd, living a rustic, simple, and guileless life, having very little for food, and being content with what came from the fields, which no one would even buy; and these were mulberries. For the overseers of the flocks, being at leisure, run under the shade of the trees, and, as if mocking the reproaches of idleness, they pluck the fruits and tend to the need of the belly as best they can. But I, he says, being in these circumstances, God, according to his own will, made me a prophet, and commanded me to declare clearly to those of the blood of Israel what was coming upon them and what was about to befall them; but you, setting your own opinions against the divine decrees, order me to be silent.
ταύτῃτοι λοιπόν Τάδε λέγει Κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, δῆλον δὲ ὅτι ταῖς τῶν πολεμίων ὕβρεσιν ὑποπίπτουσα, καὶ τὸ
ἀκρατὲς εἰς ἀσέλγειαν τῶν ἐχόντων αὐτὴν ὡς ἐξ ἀνάγκης ὑφισταμένη·
καταφθαρήσονται δὲ καὶ τὰ τέκνα, ῥομφαίας ἔργον γεγενημένα. καὶ πρός γε δὴ τούτῳ, ἡ γῆ σου καταμετρηθήσεται σχοινίῳ, τουτέστιν, ὑπὸ φόρον ἔσται, καὶ συντελέσει δασμοὺς τῷ κεκρατηκότι. σὺ δὲ πρὸς τούτοις ὁ νῦν οἰόμενος, φησὶ, γῆν ἁγίαν οἰκεῖν τὴν Βαιθὴλ, καὶ ἁγίασμα βασιλέως ἔχειν, βαδιῇ μὲν αἰχμάλωτος, ἐντεθνήξῃ δὲ τοῖς κακοῖς, οὐχ ὑπονοστήσας ἔτι· πῶς γὰρ, ἢ πόθεν; ἀπομεμενηκὼς δὲ νεκρὸς ἐν ἀλλοδαπῇ τε καὶ ἀκα- θάρτῳ γῇ τῶν πολεμίων· οἰχήσεται δὲ καὶ αὐτὸς αἰχμάλωτος ὁ Ἰσραὴλ, ὁ σὲ προφήτην καὶ ἐπιστάτην τῶν ἁγίων ἀνθῃρη- μένος. χαλεπὸν οὖν ἄρα τὸ τοῖς θείοις ἀντιπράττειν νεύ- μασι, καὶ ἀπερισκέπτως ἰέναι πρὸς τὸ δεῖν ἔσθ' ὅτε καὶ ἁγίοις ἐπιτιμᾶν τὰ Θεῷ δοκοῦντα διερμηνεύουσιν, οἷς καὶ εἴρηται παρ' αὐτοῦ "Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ "ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ." Ἐπιτήρει δὲ ὅπως εἷς τε καὶ ἀξιάγαστος τοῖς ἁγίοις σκοπὸς, τὸ χρῆναί φημι τοῖς τοῦ Θεοῦ λόγοις ἀνυποστόλως ὑπηρετεῖν, καὶ παρ' οὐδὲν ποιεῖσθαι τὰ ἀνθρώπινα, κἂν εἰ πολέμους αὐτοῖς καὶ θλίψεις ἐπιφέρωσί τινες. ὁ μὲν γὰρ μακάριος Ἀμὼς ἀλογήσας παντελῶς τῆς Ἀμασίου σκαιό-τητος, οὐχ ὅπως σεσίγηκεν, ἀλλὰ γὰρ καὶ τὴν ἐπ' αὐτῷ κατάῤῥησιν ἐποιεῖτο νεανικῶς·
Therefore, the Lord says this: "Your wife will commit prostitution in the city," clearly falling victim to the outrages of the enemies, and suffering the licentious incontinence of those who hold her as if by necessity. The children will also be destroyed, having become the work of the sword. And in addition to this, your land will be measured with a rope, that is, it will be subject to tribute, and will pay taxes to the one who has conquered it. But you, who now think, he says, that you inhabit the holy land of Bethel and possess the king's sanctuary, will go as a captive, and you will die in your misfortunes, never returning; for how, or from where? Having remained a corpse in a foreign and unclean land of the enemies. And Israel itself, which chose you as a prophet and overseer of the holy places, will also go into captivity. Therefore, it is grievous to oppose divine decrees and to go recklessly, sometimes even to rebuke the saints who interpret what is pleasing to God, to whom it has been said by Him, "And whoever touches you will be as one who touches the apple of his eye." Observe how one and admirable is the aim of the saints, namely, to serve the words of God without hesitation and to regard human concerns as nothing, even if some bring wars and afflictions upon them. For the blessed Amos, completely disregarding the perversity of Amaziah, not only did not remain silent, but also made the denunciation against him in a vigorous manner.
οἱ δέ γε θεσπέσιοι μαθηταὶ σιωπᾶν αὐτοῖς προστεταχότων ποτὲ τῶν γραμματέων καὶ Φαρισαίων, διαῤῥήδην ἔφασκον "Εἰ δίκαιόν ἐστιν ἐνώπιον "τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε· οὐ "δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν." Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. καὶ εἶπε Τί σὺ βλέπεις Ἀμώς; καὶ εἶπα Ἄγγος ἰξευτοῦ. καὶ εἶπε Κύριος πρὸς μέ Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν. καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιῤῥίψω σιωπήν.9 Εἶσι δὴ πάλιν τῷ Προφήτῃ κατὰ ῥοῦν ὥσπερ ὁ λόγος, καὶ τῶν ἅπαξ παρεισβεβληκότων ἀποχρῶσαν ἐφ' ἑαυτοῖς λαβόντων τὴν ἀφήγησιν, τῶν ὁραμάτων ἡ τάξις ἐπὶ τὸν αὐτῇ πρέποντα διάττει σκοπόν. τεθέαται τοίνυν τὴν τῶν Ἀσσυρίων πληθὺν, ὡς ἑωθινὴν ἀκρίδων ἐπιγονὴν, καὶ σὺν αὐτοῖς τὸν Γὼγ, ἤτοι τὸν Σεναχηρεὶμ, ὡς ἐν εἴδει βρούχου γραφόμενον, διὰ τὸ πολὺ τῆς γῆς ἀναθρώσκειν εὐσθενῶς τὸ ζῷον. τοιοῦτος δέ πως ὁ ἀλαζὼν, ἀναθρώσκων ἀεὶ πρὸς τὸ ὑψοῦ, καὶ τοῖς ταπεινοῖς συνδιαιτᾶσθαι παραιτούμενος. τε- θέαται δὲ καὶ ὡς ἐν πυρὶ καλουμένην τὴν δίκην, καὶ μὴν καὶ ἐντεταγμένον εἰς μέσον τὸν Ἰσραὴλ τὸν ἀδάμαντα παρὰ τοῦ ἑστηκότος ἐπὶ τὸ τεῖχος τὸ ἀδαμάντινον. εἶτα τί καὶ πρός; τὸ ἄγγος ἦν ἰξευτοῦ. ὃ δὲ δὴ καὶ ἐν ἀρχαῖς ἔφην, ἐρῶ δὴ πάλιν, ὡς ἀγροικότερον τεθραμμένῳ τῷ Προφήτῃ, Θεὸς διὰ τῶν ἐν ἀγροῖς ὅτι μάλιστα δρωμένων ἀποκαλύπτει μυστήρια.
The divine disciples, when the scribes and Pharisees had once ordered them to be silent, declared explicitly: "If it is just before your God to listen rather than to God, judge; for we cannot but speak what we have seen and heard." Thus the Lord showed me, and behold, a fowler's pot. And he said, "What do you see, Amos?" And I said, "A fowler's pot." And the Lord said to me, "The end has come upon my people Israel; I will not again pass it by." And the panels of the temple will wail on that day, says the Lord; many have fallen in every place; I will cast silence. So again the word flows for the Prophet, and once the narrative of those who have intruded has taken sufficient account of itself, the order of the visions speeds to its proper goal. He then beheld the multitude of the Assyrians, like the morning brood of locusts, and with them Gog, that is Sennacherib, depicted in the form of a locust, because the animal leaps vigorously over much of the earth. Such in some way is the boastful one, always leaping to the heights and refusing to dwell with the lowly. He also beheld what is called justice as in fire, and indeed adamant placed in the midst of Israel by the one standing on the adamantine wall. Then what next? It was a fowler's pot. And what I said at the beginning, I will say again: since the Prophet was raised rather rustically, God reveals mysteries through things done especially in the fields.
ἰξευταὶ γὰρ, καὶ τὰ δι' αὐτῶν θηρώμενα, πτηνὰ δηλονότι, πρέποιεν ἂν οὐχὶ δήπου μᾶλλον ἀνδράσι τοῖς ἀστικοῖς, ἀλλ' οἷς ἂν εἴη τὸ ἐπιτήδευμα καὶ ὁ τοῦ βίου σκοπὸς ἀγροὶ καὶ τὰ ἐν αὐτοῖς. ὅτι δὲ πάντη τε καὶ πάντως ἀγρευθήσεται πρὸς σφαγὴν, καθάπερ ὑπὸ χειρὸς τῶν ἰξεύειν εἰωθότων, τοῖς ἀγελαίοις ὁμοῦ καὶ τὸ ἀπόλεκτον τῶν ἐν Σαμαρείᾳ γένος, φημὶ δὴ τὸ τῶν ἀλαζόνων καὶ ἐν ἴσῳ πτηνοῖς ὑψοῦ φέρεσθαι μεμελετηκότων, αἰνιγματωδῶς ὑπέδειξε τῶν ὁραμάτων ἡ δύναμις. ἄγγος γὰρ ἦν ἰξευτοῦ τὸ ὁρώμενον. τοιγάρτοι φησὶν ὁ τῶν ὅλων Θεὸς, ὅτι ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, καὶ ὡς οὐκ ἂν ἔτι παρέλθοι τὰ αὐτῶν ἐγκλήματα· κατεμπρησθήσεται δὲ ὅτι καὶ αὐτὸς ὁ ναὸς, ὁ τὴν χρυσῆν ἔχων δάμαλιν ἐν Βαιθὴλ, διαμε- μήνυκεν εἰπὼν ὅτι ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. φατνώματα δὲ λέγειν εἴωθε τὴν ὀροφὴν, ἤτοι τὰ περὶ αὐτὴν, ταῖς τῶν τεκτόνων ἐπιεικείαις εὐτέχνως εὖ μάλα πεποικιλμένα κατὰ τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων "Δοκοὶ ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι." ὀλολύξει δὲ τὰ φατνώματά φησιν· καὶ οὐχὶ τὴν ἔναρθρον ἱέντα φωνὴν, τὴν ὡς ἐν κτύποις δὲ μᾶλλον καὶ τοὺς ἐν τῷ δια- κλᾶσθαι τρισμούς. ἐπειδὴ δὲ καὶ πολὺς ἔσται,
Fowlers, and the birds hunted by them, would be fitting not for city-dwellers but for those whose pursuit and aim in life are fields and what is in them. That the whole race of the Samaritans, both the common and the select—I mean the boastful and those accustomed to being borne aloft like birds—will be utterly and completely hunted down for slaughter, as if by the hand of those accustomed to fowling, the power of the visions indicated enigmatically. For the seen object was a fowler's pot. Therefore the God of all says that the end has come upon my people Israel, and that their offenses will no longer pass by; and that the temple itself, the one with the golden heifer in Bethel, will be burned down, he revealed by saying that the panels of the temple will wail on that day. He is accustomed to call the roof, or the things around it, "panels," skillfully adorned with the workman's art, as in the Song of Songs: "Our beams are cedars, our panels are cypresses." He says the panels will wail—not uttering articulate speech, but rather with crackings and the splinterings that occur when they are broken. And since there will be much,
φησὶν, ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιῤῥίψω σιωπήν. παντὸς γὰρ τόπου λοιπὸν εἰς ἐρημίαν ἐνηνεγμένου, καὶ οὐκ ἔχοντος τοὺς οἰκήτορας, πολλή τις ἔσται ἡ σιωπὴ, ἤγουν ἡσυχία, καθὰ καὶ ἐν ταῖς ἐρήμοις καὶ ἀβάτοις γαῖς. ἀμηχανήσει δὴ οὖν κατ' οὐδένα τρόπον ὁ τῶν ὅλων Θεὸς, εἰ παιδεύειν ἕλοιτο τοὺς ἡμαρτηκότας, ἀλλ' ἔσται πολὺς καὶ διάφορος αὐτῷ τῆς αἰκίας ὁ τρόπος, καὶ ἀντιστήσεται μὲν οὐδεὶς ποιναῖς ἐνιέντι τὸν παροτρύνοντα, διαφεύξεται γεμὴν ὁ ταῖς μεταγνώσεσιν ἀποσειόμενος τὴν ὀργὴν, μετατιθεὶς ἐφ' ἑαυτῷ πρὸς ἡμε- ρότητα χρηστὸν ὄντα καὶ φιλοικτίρμονα τὸν Δεσπότην.
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ.
Ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον, καὶ τοῦ μεγαλῦναι στάθμια, καὶ ποιῆσαι ζυγὸν ἄδικον, τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς, καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα;9 Ἤρετό τις τῶν Φαρισαίων ποτὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ποίαν ἡγοῖτο πρώτην καὶ μεγάλην ἐντολὴν ἐν τῷ νόμῳ, ἀντήκουσε δὲ, ὅτι πρώτη μὲν ἐντολὴ τό "Ἀγαπήσεις "Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ "ὅλης τῆς ἰσχύος σου·
He says, "The one who has fallen in every place, I will impose silence." For when every place has been reduced to desolation and has no inhabitants, there will be much silence, that is, stillness, as in deserts and impassable lands. Therefore, the God of all will be at a loss in no way if he should choose to discipline those who have sinned, but his manner of punishment will be manifold and varied, and no one will oppose him when he inflicts penalties on the one who provokes, but the one who shakes off the wrath by repentance will escape, turning the Lord, who is good and merciful, toward gentleness for himself.
OF THE SAME AUTHOR ON THE SAME PROPHET, FOURTH BOOK.
Hear these things, you who grind down the poor in the morning and oppress the destitute from the land, you who say, "When will the month pass and we will sell off, and the Sabbaths, and we will open the storehouses to make a small measure, and to enlarge weights, and to make an unjust balance, to acquire the poor with silver, and the lowly instead of sandals, and we will trade from every produce?" A certain one of the Pharisees once asked our Lord Jesus Christ which he considered the first and great commandment in the law, and he heard in reply that the first commandment is, "You shall love the Lord your God with all your heart and with all your strength.
δευτέρα δὲ καὶ ἐγγὺς τὸ Ἀγα- "πήσεις τὸν πλησίον σου ὡς ἑαυτόν." ἴδοι δ' ἄν τις καὶ αὐτὸν τὸν θεσπέσιον Παῦλον μονονουχὶ τῆς ἀγάπης ἀπηρτηκότα πᾶν εἶδος ἀρετῆς, μείζονα δὲ αὐτὴν πίστεως τε καὶ ἐλπίδος εἰπεῖν θαῤῥήσαντα, διωμολογηκότα τε σαφῶς, ὡς οὐδὲν εἴη ὁ ταύτην οὐκ ἔχων, κἂν εἰ προθείη τοῖς δεο- μένοις τὰ ὑπάρχοντα, κἂν αὐτὸ τοῖς διώκουσι παραδῷ τὸ σῶμα ἵνα καυθῇ. οὐκοῦν πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν μέγα τε καὶ ἀξιάκουστον, ἔσται δὴ πάντως ἐκ τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς ἀγάπης. εἰ δὲ δή τις ὅλως τῶν τῆς ἀγάπης ἔξω φέροιτο νόμων, καὶ ἀμέτοχος ὁρῷτο τῶν ἐξ αὐτῆς ἀνθῶν, αὐτὸς ἀχρεῖος ἔσται παντελῶς, καὶ παντὶ τρόπῳ φαυλότητος νοοῖτ' ἂν εἰκότως ἐνισχημένος, ὡς ὅπηπερ ἂν ἀνεπιτήδευτον εἴη τὸ ἀγαθὸν, ἐκεῖ δήπου πάντως ἀνθήσει τὸ πλημμελές. Ὅρα τοίνυν τοῦ παντὸς λόγου τὴν οἰκονομίαν. προαι- τιασάμενος γὰρ ἐπ' ἀθεότητι τὸν Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ, καὶ προσκυνητὴν δαμάλεων ἀποφήνας, καὶ τὴν εἰς τὸν ἕνα καὶ φύσει Θεὸν ἀγάπην οὐκ ἔχοντα, διάτοι τὸ προσκεῖσθαι φιλεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἀνόσιον ὄντως προσ- αποδείκνυσι καὶ εἰς αὐτοὺς ἀδελφοὺς, καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης ὁλοτρόπως ἠφειδηκότα. ποιεῖται δὲ γενικῶς, καὶ μάλα σαφῶς, τὸν ἔλεγχον, καὶ ὡς ἐν βραχέσι μὲν ἔτι, πλὴν ἀπαριθμεῖται τὰ ἐγκλήματα. ταύτῃτοί φησιν Ἀκούσατε ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύ- οντες πτωχοὺς ἀπὸ τῆς γῆς. ὅμοιον ὡς εἰ λέγοι Πρὸς ὑμᾶς ὁ λόγος, οἷς ἐσπούδασται λίαν τὸ οἱονείπως καὶ ἀπαλείφειν τῆς γῆς τὸν ἀσθενῆ καὶ πένητα καὶ καταδυναστεύειν εἰς τὸ πρωΐ.
Second, and near to it, is the "You shall love your neighbor as yourself." One might also see that the divine Paul himself has virtually suspended every form of virtue from love, and has dared to say that it is greater than faith and hope, and has clearly confessed that one who does not have it is nothing, even if he offers his possessions to those in need, even if he hands over his own body to be burned by persecutors. Therefore, everything great and worthy of note in us will certainly come from love for God and for brothers. But if anyone should be wholly outside the laws of love, and be seen to have no share in its flowers, he will be utterly useless, and would reasonably be thought to be entangled in every kind of baseness, so that wherever the good is not cultivated, there the transgression will certainly flourish. Observe then the economy of the whole argument. For having first accused Ephraim, that is, Israel, of atheism, and having declared him a worshiper of calves, and not having love for the one and naturally true God, because he is fond of clinging to the works of his own hands, he then shows him to be truly impious even toward his own brothers, and wholly neglectful of love for the neighbor. He makes the reproach in a general and very clear manner, and though still briefly, he enumerates the charges. "Hear these things," he says, "you who grind down the poor in the morning and oppress the destitute from the land." It is as if he were saying, "The word is to you, for whom it is very much a concern to somehow erase the weak and poor from the land and to oppress them in the morning.
οἱ μὲν γὰρ τῆς κατὰ Θεὸν ἐπιεικείας ἐρασταὶ, διαυγα- ζούσης αὐτοῖς τῆς ἡμέρας ἀναφέρουσι τῷ Θεῷ τὰ χαριστήρια, προσκυνοῦσι, προσεύχονται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαι- νουμένων παρατρέπουσι τὰς σπουδάς· οἱ δὲ εἰς μόνον ὁρῶν- τες τὸ καταδυναστεύειν τινὰς, καὶ τοῦ χρῆναι πλεονεκτεῖν οὐδὲν εἶναι νομίζοντες τὸ ἰσοστατοῦν, ἔργον ποιοῦνται περισπούδαστον τὸ εὐθὺς ἀρχομένης ἠοῦς εὐνῆς ἀναθρώσκειν, καὶ πρὸς τὴν αὐτοῖς συνήθη βαδίζειν φαυλότητα, καὶ οὓς ἂν δύναιντο πλεονεκτεῖν, μόνον δὲ οὐχὶ καὶ ὑπερχομένην ὅλως αὐτοῖς τὴν νύκτα καὶ μέλλουσαν αἰτιώμενοι, ὅτι μὴ δίδωσι
καιρὸν αὐτοῖς τὸν ἀποχρώντως ἔχοντα πρὸς πλεο- νεξίαν. οὗτοί φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπο- λήσομεν; δεδανεικότων δὲ αὕτη καὶ ἐκβραχυπλούτων εὐχὴ, αἰσχρῶν καὶ ῥυποκονδύλων, οἳ τὸ τοῦ μηνὸς ἀεὶ διψῶσι πέρας, ἵνα καὶ σμικρὸν ἐπὶ σμικρῷ συλλέγοντες, ἁδροτέρας ποιοῖντο τὰς ἑαυτῶν ἐμπολὰς, καὶ τόκους ἐπὶ τόκοις ἀνοσίως ἐρανιζόμενοι καταθλίβουσι τοὺς ἀσθενεστέρους, καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς "Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ "πλησίον, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ "τόκον." ἀλλ' οἱ μέν φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν; οἱ δὲ ταῖς ἴσαις, ἢ καὶ ἔτι χείροσιν ἀῤῥωστίαις ἐνισχημένοι, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, φασὶ πάλιν Πότε διελεύσεται τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς, τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον;
Those who are lovers of gentleness according to God, when the day dawns for them, offer thanks to God, worship, pray, and turn their efforts toward everything praiseworthy. But those who look only to the oppression of others and consider nothing equal to the need to take advantage, make it their most earnest work, as soon as morning begins, to leap from bed and proceed to their customary baseness, and to take advantage of whomever they can, almost even blaming the night as it comes and is about to pass over them, because it does not give them sufficient time for greed. These say, "When will the month pass and we will sell?" This is the prayer of those who have lent money and are newly rich, of the shameful and the sordid, who always thirst for the end of the month, so that, gathering a little upon a little, they might make their trades more substantial, and, collecting interest upon interest impiously, they oppress the weaker, although the law clearly says, "If you lend money to your neighbor, you shall not press him, you shall not impose interest upon him." But some say, "When will the month pass and we will sell?" And others, caught in equal or even worse infirmities, and overcome by shameful gains, say in turn, "When will the Sabbath pass and we will open the treasuries, to make a small measure and to enlarge weights and to make an unjust balance?
καὶ τί δὴ τοῦτό ἐστιν, ἢ ποίων σαββάτων ζη- τοῦσι πάροδον ἵνα καὶ ἀνοίξειαν θησαυροὺς καὶ μικρὸν ποιήσειαν μέτρον, μεγαλύνωσι τε τὰ στάθμια, εἰπεῖν ἀναγκαῖον. Γέγραπται τοίνυν ἐν τῷ Δευτερονομίῳ "Δι' ἑπτὰ ἐτῶν "ποιήσεις ἄφεσιν, καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· "ἀφήσεις πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ "τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις "Κυρίῳ τῷ Θεῷ σου. τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐάν "σοι παρ' αὐτῷ ᾖ· τῷ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ "χρέους σου." καὶ μεθ' ἕτερα πάλιν "Ἐὰν δὲ γένηται ἐν "σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεών σου ἐν "τῇ γῇ ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστρέψεις "τὴν καρδίαν σου, οὐδ' οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου "ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· ἀνοίγων ἀνοίξεις "τὰς χεῖράς σου αὐτῷ, δάνειον δανειεῖς αὐτῷ ὅσα ἂν ἐπιδέηται "καὶ καθ' ὅσον ὑστερεῖται." προσπαρεγγυᾷ δὲ λέγων "Πρό- "σεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου "ἀνόμημα, λέγων Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς "ἀφέσεως, καὶ πονηρεύσεται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ "σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δῷς αὐτῷ, καὶ βοήσεται "κατὰ σοῦ πρὸς Κύριον, καὶ ἔσται σοι ἁμαρτία μεγάλη." τοῦ νόμου τοίνυν χρεῶν ἀποκοπὰς ποιεῖσθαι προστεταχότος, οἱονεὶ σαββατιζόντων ἐτῶν· ἐν ἑβδόμῳ γὰρ ἔτει πληροῦσθαι προστέταχεν·
And what this is, or what sort of Sabbaths they seek passage for, in order to open treasuries and make the measure small and magnify the weights, it is necessary to say. It is written, then, in Deuteronomy: "Every seven years you shall make a release, and thus the ordinance of the release: 'You shall release every private debt which your neighbor owes you, and you shall not demand it from your brother, because it is called a release to the Lord your God. You shall demand from the stranger whatever he has with you; to your brother you shall make a release of your debt.'" And after other things again: "If there should be among you a needy one from your brothers in one of your cities in the land which the Lord your God gives you, you shall not turn away your heart, nor shall you at all close your hand from your brother who is in need; opening, you shall open your hands to him, you shall lend him a loan of whatever he may need and insofar as he is lacking." And he further enjoins, saying: "Take heed to yourself that there be no hidden word in your heart, a transgression, saying, 'The seventh year approaches, the year of release, and your eye will be evil toward your brother who is in need, and you will not give to him, and he will cry out against you to the Lord, and it will be a great sin for you.'" Since, then, the law commanded that cancellations of debts be made, as it were, in Sabbatical years—for it commanded that it be fulfilled in the seventh year—
εἶτα προυπομιμνήσκοντος μὴ δεῖν πονηρεύεσ- θαι, διακιχρᾶν δὲ μᾶλλον τοῖς δεομένοις, κἂν εἰ μὴ φαίνοιτο μακρὰν τὸ τῆς ἀφέσεως ἔτος, οἱ πολλοὺς καὶ ἀμφιλαφεῖς ἔχοντες θησαυροὺς, τὴν χεῖρα συστέλλοντες, τὰ τῶν ἐτῶν σάββατα περιμένειν ἐσπούδαζον ἐπὶ θύραις ὄντα λοιπὸν, εἶθ' οὕτως ἐδάνειζον, ἵνα μὴ τοῖς τῆς ἀφέσεως χρόνοις ὑπενε- χθείη τὸ ὀφείλημα. οὗτοί φασι Πότε διελεύσεται τὰ σάβ- βατα; δῆλον δὲ ὅτι τὰ ἐξ ἐτῶν· καὶ ἀνοίξομεν θησαυρούς. καὶ οὐ μέχρι τούτου τὸ δυσσέβημα, ἀλλὰ γὰρ καὶ ταῖς τῶν ἀθλίως πεπραχότων πτωχείαις ἀφιλαλλήλως ἐπιθρώσκοντες, μικροῖς μὲν ἐποιοῦντο μέτροις τὴν δόσιν, ἀντεκομίζοντο δὲ σταθμίοις οὐκ ἴσοις, ἀλλὰ τοῖς ἔτι μείζοσι, καὶ πολὺ τῶν πρώτων διαβριθεστέροις, καίτοι Θεοῦ λέγοντος διὰ τοῦ πανσόφου Μωυσέως τό "Οὐκ ἔσται ἐν τῷ μαρσίπῳ σου "στάθμιον καὶ στάθμιον μέγα καὶ μικρόν· οὐκ ἔσται ἐν τῇ "οἰκίᾳ σου μέτρον καὶ μέτρον μέγα καὶ μικρόν. στάθμιον "ἀληθινὸν καὶ δίκαιον ἔσται σοι καὶ μέτρον ἀληθινὸν καὶ "δίκαιον ἔσται σοι· ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς ἧς "Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα "Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν τοῦτο, πᾶς ποιῶν ἄδικον." ἀλλ' οὐδεὶς ἐκείνοις τῆς δικαιοσύνης ὁ λόγος· εἰς μόνην δὲ βλέποντες τὴν φιλοκέρδειαν, ἐξέτριβον πένητας, μονονουχὶ κατακτώμενοι τοὺς ἀθλίους, καὶ ἐν ὑποδημάτων ποιούμενοι τάξει· "Νομαὶ γὰρ πλουσίων πτωχοὶ," κατὰ τὸ γεγραμ- μένον. ἀλλ' ὀνίνησιν ἡμᾶς οὐ μετρίως ὁ Παροιμιαστὴς λέγων "Καρδία δὲ ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ "κατευθύνηται τὰ διαβήματα αὐτοῦ.
Then, as the text reminds us that one must not act wickedly but rather lend to those in need, even if the year of release is not far off, those who have many and ample treasuries, drawing back their hand, were eager to wait for the Sabbaths of years, which were already at the doors, and then they would lend, so that the debt might not be overtaken by the times of release. These say, "When will the Sabbaths pass?"—clearly the Sabbaths of years—"and we will open treasuries." And the impiety does not stop there, but, leaping uncharitably upon the wretched poverty of those who have borrowed miserably, they would make the giving with small measures, but would receive back with weights that were not equal, but rather larger and much heavier than the first, even though God says through the all-wise Moses, "There shall not be in your purse a weight and a weight, great and small; there shall not be in your house a measure and a measure, great and small. A true and just weight shall be yours, and a true and just measure shall be yours, so that you may be long-lived upon the land which the Lord your God gives you as an inheritance, for an abomination to the Lord your God is everyone who does this, everyone who does injustice." But none of them care for justice; looking only to love of gain, they wore down the poor, all but acquiring the wretched as if they were in the order of sandals. "For the poor are the pastures of the rich," as it is written. But the Proverbist benefits us not a little, saying, "Let the heart of a man consider just things, so that his steps may be directed by God.
ἐνώπιον γάρ εἰσι τῶν "τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τρο- "χιὰς αὐτοῦ σκοπεύει." ὡς οὖν ἐφορῶντος τοῦ Θεοῦ, καὶ τῶν καθ' ἡμᾶς ἕκαστα περιαθροῦντος ἰσχνῶς, ὀρθὰς ποιεῖσθαι τὰς
τροχιὰς ἀναγκαῖον τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ ἐχέφροσι, καὶ οὐδὲν ἡγεῖσθαι τὸ ἰσοῤῥοποῦν τῆς τε εἰς Θεὸν καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης. καὶ ἡ μὲν εἰς Θεὸν ἀγάπη τὸ γνήσιον εἰς πίστιν, καὶ τὸ ἀπαράφθορον ἔχει· ἡ δέ γε εἰς ἀδελφοὺς τῆς δικαιοσύνης ἀνῆπται τὰ αὐχήματα. καὶ γάρ ἐστιν ἀλη- θὲς ὅτι "Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται." χρῆναι δέ φημι τοὺς εὐδοκιμεῖν ᾑρημένους, καὶ ἐννομωτάτην ἔχοντας ζωὴν, ἐνδύσασθαι μὲν "σπλάγχνα οἰκτιρμῶν," κατευμεγεθεῖν δὲ σφόδρα τῆς ἐπαράτου φιλοκερδείας, καὶ κοινὰ τοῖς δεομένοις προθεῖναι τὰ ὄντα. τηρήσας γὰρ οὕτως τῆς ἀγάπης τὸν νόμον, λαμπρός τε ἔσται καὶ ἀξιοζήλωτος παρά τε Θεῷ καὶ ἀνθρώποις. γέγραπται γὰρ ὅτι "Ἐσκόρπισεν, "ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν "αἰῶνα τοῦ αἰῶνος." Ὀμνύει Κύριος καθ' ὑπερηφανίας Ἰακώβ Εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν, καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια, καὶ καταβήσεται ὡς ποταμὸς Αἰ- γύπτου.9 Ὑπεροψίας ἔγκλημα ποιεῖται Θεὸς τοῖς ἐξ Ἰακὼβ, τὸ θείων μὲν ἀφειδῆσαι νόμων καὶ δεσποτικῶν θελημάτων ἀλογῆσαι παντελῶς, πατῆσαι δὲ καὶ αὐτὴν τὴν εἰς ἀδελφοὺς ἀγάπην. ὄμνυσι τοίνυν καθ' ὑπερηφανίας Ἰακώβ. καὶ οὔτι που φαμὲν ὅρκιον ποιεῖσθαι τὸν τῶν ὅλων Θεὸν τήν τινων ὑπεροψίαν·
before the eyes of God are the ways of a man, and he watches over all his paths. Therefore, since God oversees and closely examines each of our affairs, it is necessary for those who are truly good and prudent to make their paths straight, and to consider nothing that balances love for God and love for brothers as equal. Love for God has genuineness in faith and incorruptibility; love for brothers, however, has the glories of righteousness attached to it. For it is true that "love does no evil to one's neighbor." I say that those who have chosen to be esteemed and who have a most lawful life must put on "bowels of compassion," strongly disdain accursed love of gain, and set forth their possessions in common for those in need. For by thus keeping the law of love, one will be both illustrious and enviable before God and men. For it is written: "He scattered, he gave to the poor; his righteousness remains forever." The Lord swears against the arrogance of Jacob: "If all your works will be forgotten forever, and the earth will not be disturbed by these things, and every inhabitant of it will mourn, and the end will rise like a river and descend like the river of Egypt." God makes an accusation of contempt against the descendants of Jacob, that they have disregarded divine laws and completely ignored the Lord's will, and have trampled even love for brothers. Therefore, he swears against the arrogance of Jacob. And we do not say that the God of all makes an oath concerning the contempt of some.
ὄμνυσι δὲ κατ' αὐτῆς, τουτέστι καθορίζων αὐτῆς τὴν ἀξίαν δίκην. τί δὲ δὴ καὶ ὄμνυσιν ὅλως; ὡς οὐκ ἂν ἔτι παραδράμοι τὰ ἐγκλήματα, καὶ μέχρι τέλους ἀνέξεται. τοῦτο γὰρ οἶμαι τὸ εἰς νῖκος ἐστὶ, τὸ μέχρι παντὸς καὶ εἰς ἀπονί- κησιν τρέχον. εἶτά φησιν, ὅτι λήθης ἀνῃρημένης τῆς ἐπί γε φημὶ τοῖς ἀνοσίοις αὐτῶν πλημμελήμασι, πῶς οὐκ ἂν γένοιτο θορύβου μὲν ἔμπλεως ἡ γῆ, καταθεόντων αὐτὴν τῶν ἐχθρῶν, αὐτοὶ δὲ πενθήσουσι δεινήν τε καὶ δυσδιάφυκτον ἀνατλάντες συμφοράν; καὶ τίς αὕτη πάλιν; ἀναβιβασθή- σεται γὰρ ἐπ' αὐτοὺς συντέλειά φησιν ὡς ποταμὸς Αἰγύπτου, πάντα κατακαλύπτων, καὶ πολλοῖς καὶ ἀμάχοις ῥεύμασιν ὅλην ἐπικλύζων τῆς Σαμάρειας τὴν γῆν· καταβήσεται δὲ καὶ ὁμοίως πάντα κατασύρων τὰ παρεμπίπτοντα, καὶ οὐ- δενὸς τὸ σύμπαν φειδόμενος. ἀνέβη γὰρ ἐπ' αὐτοὺς ὁ Σεναχηρεὶμ μυριάνδροις στρατιαῖς, οἷά τις ποταμὸς κατα- πλημμυρῶν τῆς γῆς, καὶ ὑφ' ἑαυτῷ τὰ πάντα ποιούμενος· ἀπέβη δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, πλείστην τε ὅσην καὶ ἀνα- ρίθμητον αἰχμαλωσίαν ἐπισυρόμενος. Ὅταν τοίνυν καταφρονῶμεν Θεοῦ, αὐτοὶ καθ' ἑαυτῶν τὰς ἀντικειμένας δυνάμεις εὑρήσομεν, ὡς ἐν θορύβῳ γενέσθαι καὶ λύπαις τρόπον τινὰ διαρπαζομένους παρ' αὐτῶν καὶ ὡς ἐξ ἀνάγκης ὑποπίπτοντας εἰς δουλοπρεπῆ θητείαν. ἔσονται γὰρ καθ' ἡμῶν ὡς ἄμαχον ὕδωρ κατασύρον εἰς ὄλεθρον καὶ καταποντίζον εἰς ἀπώλειαν. "Ποταμοὶ δὲ ἡμᾶς οὐ συγ"κλείσουσι," κατὰ τὸ γεγραμμένον, οὔτε μὴν "καταπίεται "βυθὸς, ἀλλ' οὐδ' ἂν καταποντίσαι καταιγὶς" εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ.
He swears against her, that is, determining her worthy punishment. And why does he swear at all? That he will no longer overlook the charges and will endure to the end. For this, I think, is what "to victory" means, that which runs to the utmost and to conquest. Then he says, since forgetfulness has been removed—I mean, of their unholy offenses—how would the land not be full of turmoil, with enemies overrunning it, while they themselves mourn, having endured a terrible and inescapable calamity? And what is this again? For a consummation will be brought up against them, he says, like a river of Egypt, covering everything and flooding the whole land of Samaria with many irresistible streams; and it will descend, likewise sweeping away everything that falls in its path, sparing nothing at all. For Sennacherib came up against them with armies of tens of thousands, like a river flooding the land, subduing everything under himself; and he departed again to his own land, dragging along a vast and countless captivity. Therefore, whenever we despise God, we will find the opposing powers arrayed against ourselves, as if thrown into turmoil and grief, being plundered by them, so to speak, and falling of necessity into slavish servitude. For they will be against us like an irresistible water, sweeping us to destruction and drowning us in ruin. "Rivers will not enclose us," according to the scripture, nor will "the deep swallow us up," nor would a "storm surge drown us," if we wish to please God.
τότε γὰρ δὴ τότε τὰς τῶν δαιμονίων πλεονεξίας ἀνδρωδῶς ἐκδύναντες, καὶ τῆς ἐκείνων σκαιότητος ὀλίγα κομιδῇ φροντίσαντες, χαίροντες ἐροῦμεν "Εἰ μὴ ὅτι "Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι Κύριος "ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα "ζῶντας ἂν κατέπιον ἡμᾶς·" καὶ πάλιν "Χείμαῤῥον διῆλθεν "ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ "ἀνυπόστατον." εἰ γὰρ καὶ ἔστιν ἀνυπόστατον καὶ ταῖς ἡμετέραις διανοίαις ἀνανταγώνιστον τῆς διαβολικῆς ἐπηρείας τὸ ὕδωρ, τουτέστιν, ὁ διὰ παθῶν ἐπικλυσμὸς, ἀλλ' ἐν Χριστῷ δυνησόμεθα. παρελευσόμεθα γὰρ οἷά τινα χείμαῤ- ῥον τῆς ἐκείνου δυστροπίας τὴν ἔφοδον. Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει Κύριος ὁ Θεὸς, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς· καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφῦν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης.9 Διττὴν ὠδίνει ταυτὶ τὴν διάνοιαν. ἔθος γὰρ ἀείπως
For then, indeed then, having manfully shaken off the rapacities of the demons and caring but little for their perversity, we shall say with joy, "If not that the Lord was with us, let Israel say, if not that the Lord was with us when men rose up against us, then they would have swallowed us alive." And again, "Our soul passed through a winter torrent; then our soul passed through the insubstantial water." For even if the water of diabolical malice is insubstantial and irresistible to our minds—that is, the flood through passions—yet in Christ we shall prevail. For we shall pass through the onset of his ill-temper like some winter torrent. And on that day, says the Lord God, the sun will set at noon, and darkness will cover the earth in daytime, the light; and I will turn your feasts into mourning, and all your songs into lamentation, and I will put sackcloth on every loin, and baldness on every head, and I will set Jacob as the mourning for a beloved one, and those with him as a day of grief. This bears a twofold meaning. For it is always the custom
τοῖς ἁγίοις προφήταις ἐπὶ τέλει μάλιστα τῶν ἰδίων λόγων μεμ- νῆσθαι Χριστοῦ, καὶ τοῦ κατ' αὐτὸν μυστηρίου ποιεῖσθαι τὴν ἀφήγησιν, ἀσαφείαις ἔτι κατεσκιασμένην. φέρε τοίνυν, ἐπ' ἄμφω βλέποντες, τὰ εἰκότα λέγωμεν. ἐκθησόμεθα δὲ πρῶτον τὰ τοῖς εἰρημένοις ἀκόλουθα, εἶθ' οὕτως εἰς ἐξήγησιν τὴν περὶ Χριστοῦ τὸν τῶν εἰρημένων μεθαρμόσομεν νοῦν. κατ' ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ' ἣν ἂν ἡ συντέλεια κατὰ πάσης τῆς Σαμαρειτῶν οἰχήσεται γῆς ὡς Αἰγύπτου ποταμὸς, ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν οἰκούντων αὐτὴν δεινὸς καὶ βαθὺς κατασκεδασθήσεται σκότος, καταδυομένου τρόπον τινὰ τοῦ ἡλίου, καὶ τοῦτο μεσημβρίας. καὶ οὐ δήπου φαμὲν, ὅτι κατέδυ κατὰ τὸ ἀληθὲς τοῦ ἡλίου τὸ φῶς, ἀλλὰ γέγονεν ὡς σκότος τοῖς τὴν Σαμάρειαν οἰκοῦσιν ἡ ἐκ τοῦ πολέμου συμ- φορά. καταθολοῖ γὰρ τὸν νοῦν πολλὴ καὶ ὑπερμεγέθης, ὅταν αἴρηται, λύπη, καὶ σκοτίζει καρδίαν τὰ παρ' ἐλπίδα τε καὶ ἀδοκήτως συμβαίνοντα, καὶ τῶν σκυθρωπῶν ἡ δριμύτης ἀχλὺν οἷά τινα καὶ ὁμίχλην ταῖς τῶν παθόντων καρδίαις ἐνεργάζεται. Οὐκοῦν ὄψονται σκότος, φησὶ, κἂν εἰ μεσημβρίζοι τυχὸν ὁ ἥλιος. οἱ δὲ δὴ πάλαι λαμπρῶς ἑορτάζοντες, χορδαῖς τε καὶ λύραις καὶ τοῖς τῶν ᾀσμάτων λιγυρωτέροις ἀεὶ προσ- χρώμενοι, τῶν μὲν τοιούτων ἀφέξονται σπουδασμάτων, κατοιμώξουσι δὲ μᾶλλον, καὶ μελέτην ποιήσονται τὰς εἰς θρῆνον ᾠδὰς, καὶ τὸ τῶν πενθούντων ἀναλήψονται σχῆμα, σάκκον τέ φημι καὶ φαλάκρωμα. ἀτιμοποιὸν δὲ σφόδρα καταψιλοῦσθαι τὴν κεφαλήν. καὶ γοῦν ὁ θεσπέσιος Ἰὼβ ἀπεκείρατο τὴν κόμην τῶν τέκνων ἀπολωλότων.
The holy prophets, especially at the end of their own discourses, are accustomed to make mention of Christ and to set forth the account of his mystery, still overshadowed by obscurities. Come then, looking to both sides, let us say what is fitting. We shall first set forth what follows from what has been said, and then in this way we shall adapt the meaning of what has been said to the exposition concerning Christ. On that day, then, when the destruction will pass over the whole land of the Samaritans like the river of Egypt, a terrible and deep darkness will be spread over all, so to speak, who inhabit it, as if the sun were setting, and this at midday. And we do not say that the light of the sun has truly set, but that the calamity from the war has become like darkness for those inhabiting Samaria. For great and excessive grief, when it arises, befouls the mind and darkens the heart; things that happen contrary to expectation and unforeseen, and the sharpness of sorrowful events, produce a kind of mist and fog in the hearts of those who suffer. Therefore, they will see darkness, he says, even if the sun happens to be at its zenith. And those who formerly celebrated splendidly, always making use of strings and lyres and the more melodious of songs, will abstain from such pursuits, but will rather lament and make a practice of songs for mourning, and will take up the appearance of mourners, I mean sackcloth and shaving of the head. For it is a great dishonor to have the head stripped bare. And indeed the inspired Job cut off his hair when his children were lost.
ποιήσομαι δέ φησι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητοῦ, τουτέστιν, οὕτως ἐπ' αὐτῷ στυγνάσουσιν οἱ ἰδόντες αὐτὸν, ὡσανεὶ καὶ μητὴρ ἢ πατὴρ ἐφ' ἑνὶ καὶ ἀγαπητῷ κειμένῳ τέκνῳ· καὶ τοὺς μετ' αὐτοῦ δὲ εἰς ἡμέραν ὀδύνης, τουτέστιν, οἱ ἐκ γειτόνων Ἰούδας καὶ Βενιαμὶν, οἱ ὁμοῦ τῷ Ἐφραῒμ εἰδώλοις λελατρευκότες, καὶ μετ' αὐτοῦ γεγονότες κατὰ τοῦτον δηλονότι τὸν τρόπον, ὡς ἡμέραν ἔχοντες ὀδύνης, καὶ ὡς ἐν ὠδῖσι γεγονότες εὑρε- θήσονται· ἐν ὠδῖσι δέ φημι ταῖς ἐκ δειμάτων καὶ λύπης καὶ πόνων. καταδῃώσας γὰρ τὴν Σαμάρειαν ὁ Σεναχηρεὶμ, πάσας εἷλεν αὐτῶν τὰς πόλεις. εἶτα πέμπει Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ, ὃς ἐπηπείλησε τὰ δεινὰ τοῖς ἐν τῷ τείχει. συνέθραυσε δὲ οὕτως εἰς ἀκηδίαν τοὺς ἐν τοῖς Ἱερο- σολύμοις, ὡς αὐτίκα δὴ μάλα τοῖς ἐν Σαμαρείᾳ συνδιόλ- λυσθαι προσδοκᾶν. τότε δὴ τότε βαρυθυμήσας ἄγαν καὶ ὁ βασιλεὺς Ἐζεκίας, πέμπει τινὰ πρὸς τὸν προφήτην Ἡσαΐαν λέγων "Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ "ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, "ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν." οὐκοῦν ἡμέραν ὀδύνης τοὺς ὡς ἐξ ὠδῖνος πόνους καὶ βαρυθυμίας φησί. γεγόνασι τοίνυν ἐν ἡμέρᾳ ὀδύνης, ἀπολέσθαι προσδοκήσαντες οἱ ἐν τοῖς Ἱερο- σολύμοις, οἱ μετὰ τοῦ Ἐφραῒμ γεγονότες κατά γε φημὶ τὸν τῆς εἰδωλολατρείας τρόπον.
I will make Jacob, he says, as the mourning for a beloved one, that is, those who see him will be so gloomy over him as if a mother or father were over a single beloved child lying dead. And those with him into a day of pain, that is, Judah and Benjamin from the neighboring regions, who together with Ephraim had worshipped idols, and have become with him in this manner, evidently, as having a day of pain, and as having been found to be in birth-pangs—and by birth-pangs I mean those from terrors and grief and toils. For Sennacherib, having laid waste Samaria, took all their cities. Then he sends Rabshakeh from Lachish to Jerusalem, who threatened terrible things to those within the wall. And he so crushed those in Jerusalem into despondency that they immediately expected to be destroyed together with those in Samaria. Then indeed, King Hezekiah, being exceedingly heavy-hearted, sends someone to the prophet Isaiah, saying, "Today is a day of distress and reproach and rebuke and wrath, because the birth-pang has come upon the woman in labor, and she has no strength to give birth." Therefore, by "day of pain" he means the toils and heavy-heartedness as from birth-pangs. So those in Jerusalem, who had become with Ephraim in the manner, I mean, of idolatry, have been in a day of pain, having expected to perish.
Καὶ ταυτὶ μὲν ἔφην ὡς ἐοικότα τε καὶ πρέποντα τοῖς τοτηνικάδε παροτρύνουσιν ἐφ' ἑαυτοῖς τὸν τῶν ὅλων Δεσπό- την. ἐφαρμόσαι δ' ἄν τις οὐδὲν ἧττον αὐτὰ καὶ τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι τὸν Ἐμμανουὴλ, κατὰ τὸν τῆς ἐναν- θρωπήσεως χρόνον. αὐτοὶ γάρ εἰσιν "οἱ ἐκτρίβοντες εἰς τὸ "πρωῒ πένητα," τουτέστιν, οἱ ἀποσπουδάζοντες μὲν τὸ ἐννόμως ἑλέσθαι βιοῦν, ἐφ' ἑτέρῳ δὲ οὐδενὶ προϊόντες που τάχα, ἢ τὸ καταφθεῖραι τὸ δίκαιον, καὶ δι' οὐδενὸς ποιεῖσθαι τολμᾶν τὸ ταῖς θείαις ἐντολαῖς εὖ μάλα διωρισμένον καὶ πλεονεκτεῖν ἀσχέτως οὓς ἂν ἕλοιντο τῶν ἀσθενεστέρων. αὐ- τοὶ δ' ἂν εἶεν οἱ "λέγοντες Πότε διελεύσεται ὁ μὴν, καὶ "ἐμπολήσαιμεν· καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς "τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον "καὶ ποιῆσαι ζυγὸν ἄδικον." ὅτι γὰρ ἐρασιχρήματοί τε καὶ αἰσχροκερδεῖς ἦσαν ἄγαν οἱ γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, κατὰ πολλοὺς ἂν εἰδείημεν τρόπους, τοῖς εὐαγγελικοῖς συγ- γράμμασι τὸν νοῦν ἐπερείδοντες. ἀμείνους μὲν γὰρ ὁρᾶσθαι λημμάτων αἰσχρῶν, καὶ φιλοκερδίας ἁπάσης ἀπηλλάχθαι φιλεῖν τῆς κατὰ Θεὸν
And these things I have said as being fitting and appropriate to those who at that time were inciting the Lord of all against themselves. But one might no less apply them also to those who impiously behaved toward Emmanuel himself at the time of his incarnation. For they are the ones "who grind down the poor in the morning," that is, those who are eager to choose to live lawlessly, and who advance in no other direction, perhaps, than to destroy justice, and to dare to make nothing of what is well defined by the divine commandments, and to greedily overreach those weaker ones whom they might choose. They would be the ones "who say, 'When will the month pass, so that we may trade? And the Sabbaths, so that we may open the treasuries, to make a small measure and to enlarge a weight and to make an unjust balance.'" For that the scribes and Pharisees were exceedingly money-loving and sordidly greedy, we might know in many ways, by applying our mind to the Gospel writings. For they were seen to be better than shameful gains, and to be free from all love of gain according to God.
ἐπιεικείας τοὺς ἐραστὰς συνεβούλευεν ὁ Χριστὸς, προὔτρεπε δὲ καὶ ἐπὶ τὸ ἔτι μεῖζον ἰέναι, καὶ τοῖς δεομένοις ἐπαρκεῖν καὶ διανέμειν τὰ ὄντα. ἀλλὰ τί φησὶν ὁ Εὐαγγελιστής; "Ἤκουον δὲ ταῦτα καὶ οἱ γραμματεῖς καὶ "οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, καὶ ἐξεμυκτήριζον αὐτόν." οὐκοῦν καὶ περὶ αὐτῶν εἰκότως ἂν λέγοιτο "Ὀμνύει Κύριος "καθ' ὑπερηφανίας Ἰακὼβ εἰ ἐπιλησθήσεται εἰς νῖκος τὰ "ἔργα ὑμῶν." ὑπεροψία γὰρ ἀληθῶς, τὸ καὶ θείων αὐτοὺς ἀλογῆσαι νόμων, καὶ τὸ ἔτι τούτου φορτικώτερον, καὶ αὐτῷ λοιπὸν ἐμπαροινῆσαι τῷ Χριστῷ. ταύτῃτοι λοιπὸν οὐδὲ εἰς λήθην αὐτῶν ἀποδημήσει τὰ πλημμελήματα· συντέλεια δὲ ὥσπερ ἐπαναβέβηκεν ἐπ' αὐτοὺς, καὶ ὡς πλημμυρῶν ποτα- μὸς ὁ Ῥωμαίων πόλεμος. ἐπειδὴ δὲ σταυρῷ παρέδοσαν τὸν τῶν ὅλων Δεσπότην, ἔδυ μὲν ὁ ἥλιος ἐπ' αὐτοὺς, συνεσκότασε δὲ καὶ τὸ φῶς. γέγονε γὰρ "σκότος ἀπὸ ὥρας ἕκτης ἕως "ὥρας ἐννάτης." καὶ τοῦτο τοῖς Ἰουδαίοις τὸ σημεῖον ἦν ἐναργὲς τοῦ κατασκοτισθῆναι νοητῶς τὰς τῶν σταυρωσάν- των ψυχάς.
Christ urged lovers of gentleness, and he exhorted them to go even further, to assist those in need and to distribute their possessions. But what does the Evangelist say? "And the scribes and the Pharisees, being lovers of money, heard these things and mocked him." Therefore, concerning them it might fittingly be said, "The Lord swears concerning the pride of Jacob, whether the works of you will be forgotten unto victory." For it is truly arrogance to disregard even divine laws, and, what is more burdensome than this, to have finally insulted Christ himself. Therefore, their transgressions will not depart into oblivion; rather, destruction has come upon them like a flood, and the Roman war like a swelling river. And since they handed over the Lord of all to the cross, the sun set upon them, and the light grew dark. For "there was darkness from the sixth hour until the ninth hour." And this sign was evident to the Jews that the souls of those who crucified him were intellectually darkened.
"Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ·" καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος "Ἄχρι σήμερον ἡνίκα "ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν "κεῖται." ἐπηρᾶτο δὲ αὐτοῖς καὶ ὁ μακάριος Δαυεὶδ, ἐκ φιλο- θεΐας οὕτω λέγων "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ "μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον." ὅτι δὲ καὶ τεθρηνήκασι μετατιθέντες ὥσπερ τὰς ἑορτὰς εἰς κατήφειαν, σαφὲς ἂν γένοιτο καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ ταῖς κλαιούσαις ἐπ' αὐτῷ γυναιξὶν ἀποφερομένῳ λοιπὸν ἐπὶ τὸν σταυρόν "Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ' ἐμὲ, "κλαίετε δὲ ἐφ' ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν." τεθρηνήκασι γὰρ τῇ τε πόλει καὶ αὐτῷ τῷ θείῳ συνδιολλύμεναι ναῷ, καὶ καταπιμπράντων τὰ πάντα Ῥωμαίων. θήσομαι τοίνυν φησὶν αὐτόν· δῆλον δὲ ὅτι τὸν Ἐμμανουήλ· ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης. σταυρωθέντα γὰρ τὸν Ἰησοῦν ἐπένθησαν οἱ πεπιστευκότες, γύναια δὲ κατοιμώζοντα μακρόθεν εἱστήκει, Μαριά τε ἡ Μαγδαληνὴ καὶ Μαρία πάλιν ἡ Ἰακώβου καί τινες δὲ ἕτεραι σὺν αὐταῖς· καὶ αὐτὴ δὲ ἡ κτίσις τὸν ἑαυτῆς ἐπένθει Δεσπότην. ὁ μὲν γὰρ ἥλιος ἐσκοτίζετο, διεῤῥήγνυντο δὲ καὶ πέτραι, καὶ αὐτὸς δὲ ὁ ναὸς τὸ τῶν πενθούντων ἐπλήρωσε σχῆμα, περιῤῥηγνυμένου τοῦ καταπετάσματος "ἀπὸ ἄνωθεν ἕως κάτω." καί τι τοιοῦτον ὑπεσήμαινεν ἡμῖν ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου λέγων "Καὶ "ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω σάκκον τὸ περι- "βόλαιον αὐτοῦ." γέγονε τοίνυν τὸ ἐπ' αὐτῷ πένθος ὡς ἀγαπητοῦ. τέθεινται δὲ καὶ οἱ μετ' αὐτοῦ, τουτέστιν οἱ μα- θηταὶ, εἰς ἡμέραν ὀδύνης.
A hardening has come upon Israel in part; and as the inspired Paul writes, "Even to this day, whenever Moses is read, a veil lies upon their heart." And the blessed David also cursed them, speaking thus out of love for God: "Let their eyes be darkened so that they may not see, and bend their back continually." And that they have mourned, transforming their feasts as it were into gloom, would be clear even from Christ himself saying to the women weeping for him as he was being carried off to the cross, "Daughters of Jerusalem, do not weep for me, but weep for yourselves and for your children." For they mourned both for the city and for the temple itself, perishing together with it, as the Romans burned everything. "I will set him," he says, then—clearly the Emmanuel—"as the mourning of a beloved one, and those with him as a day of pain." For those who had believed mourned Jesus crucified, and women stood at a distance wailing, Mary Magdalene and Mary again the mother of James, and some others with them; and creation itself mourned its own Master. For the sun was darkened, rocks were shattered, and the temple itself fulfilled the form of mourners, the veil being rent "from top to bottom." And God signified something of this sort to us through the voice of Isaiah, saying, "And I will clothe the heaven with darkness, and I will make its covering a sackcloth." Therefore the mourning for him has been set as for a beloved one. And those with him, that is, the disciples, have been set as a day of pain.
ὅτι γὰρ καὶ αὐτοὶ τεθρηνήκασι, πῶς ἐστιν ἀμφιβάλλειν; ἐν ὀδύναις γὰρ οὖσιν ἀπήγγελον αἱ γυναῖκες τὴν ἀνάστασιν τοῦ Χριστοῦ· τότε δὴ τότε καὶ ἀνανεύσαντες μόλις, ἔτρεχον ἐπὶ τὸ μνημεῖον. καὶ τάχα που πρὸς ταυτασὶ τὰς τὴν ἀνάστασιν εὐαγγελιζομένας γυναῖκας ὁ προφήτης φησὶν Ἡσαΐας ἐν πνεύματι "Γυναῖκες ἐρχό- "μεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστι σύνεσιν ἔχων·" ὁ τῶν Ἰουδαίων δηλονότι· "διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ αὐ- "τοῖς ὁ ποιήσας αὐτοὺς, καὶ ὁ πλάσας αὐτοὺς οὐ μὴ "ἐλεήσῃ" φησίν. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης, καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕρωσιν.9 Γέγραπται "Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει "μίκρᾳ ἡ παιδεία σου ἡμῖν." ἄριστον δὲ ὅτι τὸ χρῆμά ἐστι καὶ ὀνησιφόρον ἀληθῶς τὴν θλίψιν εἰδὼς καὶ ὁ θεσπέσιος Δαυεὶδ, ποτὲ μὲν ἔφασκεν "Ἐν θλίψει ἐπεκαλεσάμην τὸν "Κύριον," ὅτε δὲ αὖ "Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, "ὅπως ἂν μάθω τὰ δικαιώματά σου." σωφρονεστέρους γὰρ ἡμᾶς ἀποτελοῦσιν αἱ θλίψεις, καὶ τῶν τῆς ῥᾳθυμίας ἐξέλκουσι βρόχων, τῆς ἐπιεικείας τοὺς τρόπους ἀγαπᾶν ἀναπείθουσαι, καὶ τὸν ἀπηνῆ καὶ δυσήνιον ὡς ἐξ ἀνάγκης καὶ φόβου τοῖς τῆς ὁσιότητος καὶ ὑπακοῆς
For that they themselves have lamented, how is it possible to doubt? For while they were in pains, the women announced the resurrection of Christ; then, at that very time, barely lifting their heads, they ran to the tomb. And perhaps it is to these very women who proclaimed the resurrection that the prophet Isaiah says in spirit, "Women coming from a spectacle, come here; for there is no people possessing understanding"—that is, the Jewish people, evidently—"therefore the one who made them will not pity them, and the one who formed them will not have mercy on them," he says. Behold, days are coming, says the Lord, and I will send a famine upon the land, not a famine of bread nor a thirst for water, but a famine of hearing the word of the Lord. And waters will be shaken as far as the sea, and from the north to the east they will run about seeking the word of the Lord, and they will not find it. It is written, "Lord, in distress we remembered you; in slight distress your instruction is for us." And it is excellent that the divinely inspired David, knowing that the experience is truly beneficial and profitable, at one time said, "In distress I called upon the Lord," and at another time, "It is good for me that you humbled me, so that I might learn your ordinances." For distresses make us more temperate, and draw us out of the snares of indolence, persuading us to love the ways of gentleness, and to the harsh and unmanageable, as if from necessity and fear, the ways of piety and obedience.
ὑποφέρουσαι ζυγοῖς.
Καταδῃωθείσης δὴ οὖν τῆς Σαμαρείας, φησὶ, καὶ κατεμπιπρῶντος τὰς πόλεις τοῦ Βαβυλωνίου, κἂν εἰ ἕλοιντο μαθεῖν τοτηνικάδε τινὲς τί τὸ θέλημα τοῦ Θεοῦ, καὶ τί δρῶντες ἢ λέγοντες τῆς παρ' αὐτοῦ τεύξονται φειδοῦς, ἵν' ἔξω φέροιντο τῆς ὀργῆς, οὐκ ἔσται, φησὶν, ὁ διδάσκων. λιμὸν γὰρ ἐποίσω τῶν παρὰ Θεοῦ λόγων αὐτοῖς, ὡς μηδένα παντελῶς εὑρεθῆναι προφήτην, κἂν εἰ ἐκ δυσμῶν τρέχοιεν εἰς ἠῶ, κἂν εἰ ἐκ μεσημβρίας ἐπὶ τὰ βόρεια. τούτῳ παρα- πλήσιόν ἐστι τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἰεζεκιήλ "Καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφω- "θήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, ὅτι οἶκος "παραπικραίνων ἐστίν." οἱ γὰρ ἅπαξ τὸν παρὰ Θεοῦ διαπτύσαντες λόγον, οὐδ' ἂν εἰ ἑκόντες ἔτι βούλοιντο, λαβεῖν ἔχοιεν ἂν εἰκότως ὕδατα δὲ σαλευόμενά φησι τὴν τῶν Ἰουδαίων ἀμέτρητον πληθὺν, ὡς ἐν θορύβοις γεγενημένην, καὶ τοῖς ἐν θαλάσσῃ κύμασι προσεοικυῖαν λοιπὸν, ἃ ταῖς τῶν ἀνέμων ἐμβολαῖς διαριπτεῖται πανταχῆ. Καὶ καθ' ἕτερον δὲ τρόπον. σταυρωθέντος Χριστοῦ, λιμὸν ἐσχήκασι τῶν παρὰ Θεοῦ λόγων οἱ τάλανες Ἰουδαῖοι. οὐ γὰρ ἔστιν ἔτι παρ' αὐτοῖς προφήτης, οὐ διδάσκαλος ἀκριβὴς τῆς Μωυσαϊκῆς ἱστορίας τὸ πάχος ἀπολεπτύνειν εἰδὼς, καὶ τὰ τοῖς γράμμασι κεχωσμένα διατρανοῦν μυστήρια. οὐ προσ- ήκαντο γὰρ λέγοντα τὸν Χριστόν "Ἐγώ εἰμι ὁ ἄρτος τῆς "ζωῆς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ "κόσμῳ." ἤκουον δὲ ταύτῃτοι καὶ πάλαι λέγοντος αὐτοῦ διὰ φωνῆς Ἡσαΐου "Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, "ὑμεῖς δὲ πεινάσετε·
...bearing yokes.
So then, when Samaria was laid waste, he says, and the Babylonian was burning the cities, even if at that time some wished to learn what the will of God was, and what they should do or say to obtain mercy from him, so as to be carried out of the range of his wrath, there would be no one, he says, to teach. For I will bring a famine of the words from God upon them, so that no prophet at all will be found, even if they run from the west to the dawn, and from the south to the north. Similar to this is what was said by God to the blessed Ezekiel: "And I will bind your tongue, and you will be deafened, and you will not be for them a man to rebuke, because it is a house that provokes bitterness." For those who have once spurned the word from God, even if they should still willingly desire it, they could not reasonably receive it. He calls the immeasurable multitude of the Jews "waters that are shaken," as being in turmoil, and henceforth resembling the waves of the sea, which are scattered everywhere by the blasts of the winds. And in another way: when Christ was crucified, the wretched Jews experienced a famine of the words from God. For there is no longer among them a prophet, nor a teacher who knows how to refine the thickness of the Mosaic history and to make clear the mysteries buried in the writings. For they did not accept Christ when he said, "I am the bread of life, who came down from heaven and gives life to the world." And they had heard him saying even earlier through the voice of Isaiah, "Behold, those who serve me will eat, but you will hunger.
ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς "δὲ διψήσετε." καὶ γάρ ἐστιν ἀληθὲς ὡς "Οὐκ ἂν λιμο- "κτονήσῃ ποτὲ Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν "ἀνατρέψει," τὸν θεῖον αὐτοῖς οὐ καθιεὶς λόγον τὸν ἀπο- τρέφοντα τὸν νοῦν εἰς ἔφεσιν ἀρετῆς. ὡς γὰρ αὐτὸς εἴρηκεν ὁ Σωτήρ "Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' "ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ." Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει, οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες Ζῇ ὁ θεός σου Δὰν καὶ ζῆ ὁ θεός σου Βηρσαβεὲ, καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.9 Ἔμφασιν μὲν ὁ λόγος ἔχει τοῦ διαρπασθήσεσθαι παρ' ἐχθρῶν υἱούς τε αὐτῶν καὶ θυγατέρας· τοῦτο γὰρ αἱ παρθένοι καὶ οἱ νεανίσκοι σημαίνουσι, ἡλικίας ἀπηρτημένους εὑρήσομεν τοὺς μάλιστα γὰρ τῆς τοιαύτης ἀποκομίζειν εἰωθότας εἰς αἰχμαλωσίαν. ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ὁ λόγος τῶν κεκρυμμένων ὑποδηλοῦν. παρθένοι τινὲς ἦσαν τοῖς τῶν εἰδώ- λων τεμένεσιν ἐνιζήσασαι, καὶ σὺν αὐταῖς μειράκια ἤγουν παῖδες ἄνηβοι, δι' ὧν ἐδόκουν οἱ περιεργότεροι περὶ γοητείας τὰ παρὰ τῶν δαιμονίων διδάσκεσθαι· ὡς γὰρ ἐπ' ἀχράντοις σώμασι καλοῦντες αὐτὰ, τοῖς ἀποῤῥήτοις ψιθυρισμοῖς ἀπο- λογεῖσθαι παρεσκεύαζον. φασὶ δὲ καὶ εἰς δεῦρό τινας ἀν- οσιουργεῖν ἐθέλοντας κατὰ τὸν ἶσον ἐκείνοις μαντεύεσθαι τρόπον.
Behold, those who serve me will drink, but you will thirst. And indeed it is true that "The Lord will never let the soul of a righteous man perish from hunger, but He will overturn the life of the impious," not sending down to them the divine word that nourishes the mind toward the desire for virtue. For as the Savior Himself said, "Man shall not live by bread alone, but by every word that proceeds through the mouth of God." On that day the beautiful maidens and the young men will perish from thirst—those who swear by the propitiation of Samaria and those who say, "Your god Dan lives, and your god Beersheba lives"—and they will fall and never rise again. The word suggests that their sons and daughters will be carried off by enemies; for the maidens and the young men signify those of dependent age, whom we find especially accustomed to being taken away into captivity. But the word also seems to hint at something else hidden. There were certain maidens who sat in the precincts of the idols, and with them youths, that is, boys not yet of age, through whom those more curious about sorcery thought to learn from the demons; for, as if summoning them with pure bodies, they prepared them to respond with secret whisperings. And they say that even to this day some who wish to commit unholy acts practice divination in the same manner.
ὅτι τοίνυν ἐλλείψει τῷ Ἰσραὴλ, οὐχὶ μόνος ὁ παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων χρήσιμός τε καὶ ἀναγκαῖος εἰς ἐπανόρθωσιν λόγος, ἀλλὰ γὰρ καὶ αὐτὸς ὁ παρὰ τῶν ψευ- δομάντεων ἤτοι δαιμονίων, ὃν διὰ παρθένων καὶ παίδων ἐποιοῦντο πρός τινας, ὑπεμφαίνει λέγων Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαί. οἱονεὶ γὰρ πώς φησι Συναπολοῦνται τοῖς ἀλλοῖς ὁμοῦ καὶ αἱ καλαί σου παρθένοι. κατειρωνεύεται δὲ ὁ λόγος καὶ τοῖς κορίοις ὁμοῦ τὰ παιδάρια τὰ ὀμνύοντα κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας. ἔθος γὰρ ἦν ἴσως ἐκείνοις ὁρκίους ποιεῖσθαι φιλεῖν τοὺς ἐν Σαμαρείᾳ θεοὺς ἤτοι τὰς δαμάλεις, καὶ πλατύ που τάχα καταμειδιῶντες Θεοῦ, τὰ αὐτοῦ τοῖς γλυπτοῖς ἀνῆπτον λέγοντες Ζῇ ὁ θεός σου Δὰν καὶ ζῇ ὁ θεός σου Βηρσαβεέ. πόλεις δὲ αὗται τῆς Ἰουδαίας, ἐπ' αὐταῖς κείμεναι ταῖς ἐσχατιαῖς τῆς χώρας, καὶ οἷον ὁρί- ζουσαι τὸ μέτρον τῆς γῆς ἐκ νότου πρὸς θάλασσαν. ὅμοιον οὖν ὡσεὶ λέγοιεν οἱ ὀμνύοντες τυχόν Ζῇ τῆς Ἰουδαίων γῆς ὁ θεὸς, τουτέστιν ὁ μόσχος· διὰ γὰρ τῶν περάτων τὰ μέσα περιλαμβάνεται, καὶ ἡ τοῦ παντὸς ὑφαίνεται δήλωσις. ἐκλεί- ψειν γεμὴν ἐν δίψει φησὶ τὰς παρθένους καὶ τοὺς
Therefore, not only will the divinely given word through the holy prophets, which is useful and necessary for correction, fail Israel, but also the very word from the false prophets or demons, which they delivered through virgins and children to some, he hints at, saying, "On that day the beautiful virgins will fail." For he says, as it were, "Your beautiful virgins will perish together with the rest." And the speech also mocks the boys together with the girls who swear by the propitiation of Samaria. For it was perhaps their custom to swear by the gods of Samaria, that is, the heifers, and, broadly smiling at God, they attributed his things to the graven images, saying, "Your god Dan lives, and your god Beersheba lives." These are cities of Judea, lying at the very extremities of the land, and as it were defining the extent of the territory from the south to the sea. It is as if those swearing were to say, "The god of the land of Judea lives," that is, the calf; for through the extremes the middle is encompassed, and the indication of the whole is woven. He says that the virgins and the
νεανίσκους, οὐκ ἔτι χορηγομένους τὰς τῶν δαιμονίων ψευδοεπείας, διὰ τὸ καὶ αὐτοὺς ἔργον γενέσθαι χειρὸς ἀλλοφύλων, ἢ ξίφει πεσόντας, ἢ τὴν ἀκλεᾶ καὶ δύσοιστον ἀνατλάντας αἰχμα- λωσίαν.
Σταυρωθέντος δὲ τοῦ Χριστοῦ, καὶ δεδυκότος τοῖς Ἰου- δαίοις, ὁμοῦ τε ἡλίῳ τῷ κατὰ τὸν κόσμον καὶ φωτὶ τῷ αἰσθητῷ, καὶ τῆς νοητῆς αὐγῆς καὶ φωτισμοῦ τοῦ διὰ Πνεύ- ματος· ὑστέρηνται γὰρ τοῦ θείου λόγου, καὶ τῆς ἄνωθεν παρακλήσεως· ἐκλελοίπασιν αἱ παρ' αὐτοῖς παρθένοι τοῖς νεανίσκοις ὁμοῦ, τουτέστιν αἱ καλαὶ καὶ εὐδόκιμοι ψυχαὶ, ὧν τὸ μὲν ἄχραντον διὰ τῆς παρθένου, τὸ γεμὴν εὐσθενές τε καὶ ἀλκιμώτατον διὰ τοῦ νεανίσκου σημαίνεται. τίς γὰρ ἅγιος ἐν αὐτοῖς, οὐδὲν τελειοῦν ἰσχύοντος τοῦ νόμου, οὔτε μὴν ἀρκοῦντος αὐτοῖς εἰς δικαιοσύνην; παρὰ τίνι δὲ αὐτῶν εὐρωστία πνευματικὴ καὶ εὐσθενὴς ἂν γένοιτο νοῦς, ὅτε μὴ ἐγνώκασι τῆς εὐαγγελικῆς πολιτείας τὰ λαμπρὰ κατορθώ- ματα; ἢ γὰρ οὐχὶ νωθροὶ πάντες καὶ ἐν ἁμαρτίαις καὶ παρειμένοι τὸν νοῦν; εἶτα πῶς τοῦτο ἀμφίβολον;
young men, no longer supplied with the false prophecies of demons, because they themselves have become the work of the hand of foreigners, either falling by the sword or enduring the inglorious and grievous captivity.
But when Christ was crucified and set for the Jews, together with the sun in the world and the sensible light, they have been deprived of the intelligible radiance and illumination through the Spirit; for they have been bereft of the divine word and of the consolation from above. The virgins among them have ceased together with the young men, that is, the beautiful and renowned souls, of which the immaculate is signified by the virgin, and the vigorous and most valiant by the young man. For what saint is among them, when the law is able to perfect nothing, nor is it sufficient for them for righteousness? And in which of them would spiritual robustness and a vigorous mind arise, when they have not known the brilliant achievements of the evangelical polity? For are they not all sluggish and in sins, and their mind relaxed? Then how is this doubtful?
ἐκλε- λοίπασι δὴ οὖν ἐν δίψει, εἴρηται δὲ οὐκ αὐτοῖς τό "Ἀντλή- σατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου." ἀλλὰ γὰρ καὶ "ἐνετείλατο ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς "αὐτοὺς ὑετὸν," ὅτι μηδὲ αὐτῷ γεγόνασιν ὑπήκοοι τῷ Χριστῷ διακεκραγότι τε καὶ λέγοντι "Εἴ τις διψᾷ, ἐρχέσθω "πρὸς μὲ καὶ πινέτω." καταλελοιπότες δὲ αὐτὸν, καίτοι "πηγὴν ὄντα ζωῆς, ὤρυξαν λάκκους συντετριμμένους οἳ οὐ "δυνήσονται ὕδωρ συνέχειν." προσεσχήκασι γὰρ διδασκα- λίαις ἐντάλμασιν ἀνθρώπων, ἃ ποτίζειν οὐκ οἶδεν εἰς ζωὴν, οὔτε μὴν συνέχειν τοὺς κεχρημένους εἰς σωτηρίαν. Εἶδον τὸν Κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου καὶ εἶπε Πάταξον ἐπὶ τὸ θυσιαστήριον καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενῶ.9 Οἱ μακάριοι προφῆται τῇ τοῦ Πνεύματος δᾳδουχίᾳ τὸν τῆς διανοίας φαιδρύνοντες ὀφθαλμὸν, οὐχὶ μόνην τὴν τῶν ἐσομένων εἰσδέχονται γνῶσιν, ἀλλὰ γὰρ καὶ αὐτῶν ἔσθ' ὅτε τῶν πραγμάτων τὴν θέαν οἷάπερ ἐν πίνακι γραφομένην ὁρῶντες, αὐτοί τε κατατεθήπασι, συνδιακεῖσθαί τε σφισὶν αὐτοῖς ἀναπείθουσι τοὺς ἀκροωμένους, τὰς τῶν ὁράσεων δυνάμεις διατρανοῦν εὖ μάλα σπουδάζοντες. ἔφη τοίνυν ὁ μακάριος Ἀμώς "Καὶ εἶπε Κύριος πρὸς μέ Ἥκει τὸ πέρας "ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, οὐκ ἔτι οὐ μὴ προσθῶ τοῦ "παρελθεῖν αὐτὸν, καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν "τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος· πολὺς ὁ πεπτωκὼς ἐν παντὶ "τόπῳ, ἐπιῤῥίψω σιωπήν." ἀλλ' ἰδοὺ, τεθέαται τὸ προηγγελμένον καὶ πράγμασιν αὐτοῖς ἐνεργούμενον, ὥσπερ ἔχει τὴν προαγόρευσιν.
They have failed, then, in thirst, and it is not to them that it is said, "Draw water with joy from the springs of salvation." But indeed, "he commanded the clouds not to rain upon them," because they have not been obedient even to Christ himself, who cried out and said, "If anyone thirsts, let him come to me and drink." But having abandoned him, though he is a spring of life, they dug broken cisterns that will not be able to hold water. For they have paid attention to the teachings and commandments of men, which do not know how to give drink for life, nor indeed to keep those who use them for salvation. He saw the Lord standing upon the altar, and he said, "Strike the altar, and the forecourts will be shaken, and cleave through to the heads of all; and I will kill their remnants with the sword." The blessed prophets, brightening the eye of the mind with the torch of the Spirit, receive not only knowledge of future events, but indeed sometimes also the sight of the things themselves as if painted on a tablet, and they themselves are amazed, and they persuade their hearers to share in their feelings, striving very well to make clear the powers of the visions. Therefore the blessed Amos said, "And the Lord said to me, 'The end has come upon my people Israel; I will no longer pass him by, and the panels of the temple will wail on that day,' says the Lord; 'many have fallen in every place; I will cast silence.'" But behold, he has seen what was foretold and actually being accomplished, just as the prophecy has it.
αὐτὸν γὰρ ἔφη τὸν Κύριον ἐφεστῶτα τεθεᾶσθαι τῷ θυσιαστηρίῳ, καὶ οἱονεὶ τῆς καταστροφῆς ἀρ- χόμενον, τοῦτό τε αὐτὸ γενέσθαι προστάττοντα. ἐφίσταται δὲ τῷ θυσιαστηρίῳ Θεὸς, οὐ τιμὴν ἀπονέμων· εὔηθες γὰρ τὸ τῇδε νοεῖν· εἴπερ ἐστὶ τῶν ἀτοπωτάτων οἴεσθαί τε καὶ λέγειν, ὡς τοῖς τῶν εἰδώλων βωμοῖς αἰδῶ καὶ τιμὴν ἀπονέ- μει Θεός· πῶς ἂν οὖν ἐτίμησε τὸ τῶν δαμάλεων θυσιαστή- ριον; ἐφειστήκει δὲ μᾶλλον ὡς καθελῶν καὶ κατοίσων εἰς γῆν. ταύτῃτοι μονονουχὶ καὶ ἀπάρχεσθαι τῆς καταστροφῆς τῷ Προφήτῃ προστέταχε λέγων Πάταξον ἐπὶ τὸ θυσιαστήριον, καὶ καταδονείσθω φησὶ τὰ προπύλαια, καὶ μεθυέτω λοιπὸν ὁ νεὼς, ὡς αὐτίκα δὴ μάλα πεσεῖσθαι μέλλων. διάκοψον δὲ καὶ εἰς τὰς πάντων κεφαλὰς, τουτέστιν, ἀπάρχου τῶν ἐν αὐτοῖς περιφανεστέρων, καὶ πλῆττε τοὺς προὔχοντας, οἳ καὶ ἐν τάξει κεφαλῆς τέθεινται τοῖς ἄλλοις· ἀπολοῦνται δὲ αὐτοῖς ἀναμὶξ οἱ κατάλοιποι, καὶ ταῖς τῶν προεστηκότων ἕψονται συμφοραῖς, ἔργον καὶ αὐτοὶ γεγονότες ῥομφαίας. ὅμοιον δὲ τούτῳ κἀκεῖνο τὸ διὰ φωνῆς Ἰεζεκιὴλ πρὸς τοὺς ἓξ ἄνδρας, οἳ ἤρχοντο μὲν ἀπὸ τῆς πύλης τῆς βλεπούσης πρὸς βοῤῥᾶν, ᾐρμένοι δὲ τοὺς πελέκεις εἵποντο τῷ ἀνδρὶ τῷ τὸν ποδήρη διεζωσμένῳ, πρὸς οὓς εἴρητο παρὰ Θεοῦ "Πορεύεσθε εἰς τὴν "πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ "μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον καὶ νήπια καὶ "γυναῖκας ἀποκτείνατε εἰς
He said that the Lord himself was seen standing at the altar, and as it were beginning the destruction, commanding that this very thing be done. God stands at the altar, not paying honor—for it is foolish to think thus—since it is among the most absurd things to suppose and say that God pays respect and honor to the altars of idols. How then would he have honored the altar of the heifers? He stood rather as one who would demolish and bring it down to the ground. And by this he all but commands the prophet to begin the destruction, saying, "Strike the altar, and let the porches be shaken, and let the temple now be drunk, as if about to fall immediately. Break also upon the heads of all," that is, begin with the more prominent among them, and strike the leaders, who are placed in the position of head to the others. The rest will perish along with them, mingled together, and will follow the calamities of those set over them, themselves also having become the work of the sword. Similar to this is that passage through the voice of Ezekiel to the six men who came from the gate looking toward the north, carrying axes and following the man girded with a long robe, to whom it was said by God, "Go into the city after him, and cut down and spare not and have no mercy; kill the elder and the youth and the infants and the women.
ἐξάλειψιν, ἐπὶ δὲ πάντας ἐφ' οὕς "ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου "ἄρξασθε." ὁρᾷς ὅπως πρωτόλειον ἐποιεῖτο τῆς ὀργῆς τοὺς προὔχοντας, ἤτοι τοὺς δοκοῦντας σεπτοὺς εἶναι καὶ ἁγίους, διὰ τοῦ καὶ ἀνῆφθαι τάχα που καὶ τῆς ἱερουργίας τὴν δόξαν, ἤγουν ἑτέραις τισὶν ἐκλελαμπρύσθαι τιμαῖς; κεφαλαὶ γὰρ ὥσπερ οἱ τοιοίδε τῶν ἄλλων εἰσί.
Συμβέβηκε δὲ τοῦτο γενέσθαι καὶ τοῖς πεπαρῳνηκόσιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. ἐπειδὴ γὰρ οἱ δείλαιοι καὶ νόμου καὶ προφητῶν ὀλίγα πεφροντικότες οὐ παρεδέξαντο τὸν Χριστὸν, τέλος ὄντα νόμου καὶ προφητῶν, ἀλλὰ, καίτοι σαφῶς εἰδότες ὡς αὐτός ἐστιν ὁ κληρονόμος, ἔξω τοῦ ἀμπελῶνος ἐκβεβλήκεσαν, καὶ τελευταῖον ἐσταύρωσαν, δέδονται εἰς ἐρήμωσιν τοῖς Ῥωμαίων στρατηγοῖς, καὶ ἐμπέπρησται μὲν ὁ διαβόητος ἐκεῖνος ναὸς, κατεσπάσθη δὲ καὶ τὸ ἐν αὐτῷ θυσιαστήριον, καὶ κατεδονήθη τὰ πρόπυλα, συνδιολώλασι δὲ τοῖς ἀγελαίοις οἱ προὔχοντες· ἐφείσατο γὰρ οὐδενὸς τῶν παρ' αὐτοῖς ὁ πόλεμος. Καὶ ἕκαστος δὲ τῶν πεπιστευκότων, κἂν εἴτε ναὸς εἴη Θεοῦ ὡς ἔνοικον ἔχων αὐτὸν, κἂν εἴτε νοοῖτο θυσιαστήριον, ὡς τὴν ἰδίαν πολιτείαν ἱερουργῶν Θεῷ, εἶτα βλέψας ἐπὶ τὸ ῥᾴθυμον παροτρύνῃ Θεὸν, πρὸς τὸ μηδὲν οἰχήσεται, καὶ πάνδεινον ὑποστήσεται τὴν καταστροφήν.
erasure, and upon all those on whom the sign is, "Do not approach, and begin from my holy ones." Do you see how he made the foremost, that is, those who seemed to be revered and holy, the firstfruits of his wrath, because the glory of the sacred rite was perhaps kindled somewhere, or rather was adorned with other honors? For such men are like heads of the others.
This has also happened to those who outraged our Lord Jesus Christ. For since the wretches, having little regard for the law and the prophets, did not accept Christ, who is the fulfillment of the law and the prophets, but, although they clearly knew that he was the heir, they cast him out of the vineyard, and finally crucified him, they were given over to desolation by the Roman generals, and that notorious temple was burned, and the altar in it was torn down, and the forecourts were demolished, and the foremost perished along with the common people; for the war spared none of them. And each of the faithful, whether it be a temple of God as having him as an inhabitant, or whether it be understood as an altar, as offering his own way of life to God, if then, looking upon negligence, he provokes God, he will come to nothing and suffer utter destruction.
ἀπροσωπόληπτος γὰρ ὁ Δεσπότης, καὶ "Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται "αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ," κατὰ τὸ γεγραμμένον. Οὐ μὴ διαφύγῃ ἐξ αὐτῶν φεύγων, οὐδ' οὐ μὴ διασωθῇ ἐξ αὐτῶν ἀνασωζόμενος. ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖθεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανὸν, ἐκεῖ- θεν κατάξω αὐτούς· ἐὰν ἐγκρυβῶσιν εἰς τὴν κορυφὴν τοῦ Καρμήλου, ἐκεῖθεν ἐξερευνήσω καὶ λήψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀφθαλμῶν μου εἰς τὰ βάθη τῆς θαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς· καὶ ἐὰν πορευθῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχθρῶν αὐ- τῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομφαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοὺς ὀφθαλμούς μου ἐπ' αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά.9 Ἐπὶ καιροῦ τάχα που λοιπὸν εἰρήσεται τοῖς τούτων ἀκ- ροωμένοις τὸ διὰ φωνῆς τοῦ μακαρίου Δαυεὶδ πρὸς Θεὸν ὑμνούμενον "Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ "ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν "οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν "ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκη- "νώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ "σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου." πανδερκὲς γὰρ τὸ θεῖον, καὶ πρός γε τούτῳ καὶ παναλκὲς, καὶ οὐκ ἄν τις διαλάθοι τὸν ἀκατεύναστον ὀφθαλμόν. ἔφη γὰρ, ὅτι "Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. μὴ ἀπ' "ἐμοῦ κρυβήσεταί τι;" ἀλλ' οὐκ ἂν ἔξω τις ἴοι ποτὲ τῆς ἐπεῤῥιμμένης αὐτῷ συμφορᾶς ὡς ἀπὸ θείων νευμάτων, "Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;" κατὰ τὸ γεγραμμένον. ποία γὰρ ἡμᾶς ὀνήσει μηχανή;
The Master is impartial, and "The righteousness of a righteous man will not deliver him on the day he goes astray," according to what is written. None of them will escape by fleeing, nor will any be saved by seeking refuge. If they bury themselves in Hades, my hand will drag them up from there; and if they ascend to heaven, I will bring them down from there; if they hide on the peak of Carmel, I will search them out from there and seize them; and if they sink from my sight into the depths of the sea, there I will command the serpent, and it will bite them; and if they go into captivity before the face of their enemies, there I will command the sword, and it will kill them; and I will fix my eyes upon them for evil and not for good. At some point, perhaps, those who hear these things will say what is sung by the voice of the blessed David to God: "Where shall I go from your Spirit? And from your face where shall I flee? If I ascend to heaven, you are there; if I descend to Hades, you are present; if I take up my wings at dawn and settle in the farthest reaches of the sea, even there your hand will guide me and your right hand will hold me." For the divine is all-seeing, and in addition to this, all-powerful, and no one could escape the sleepless eye. For he said, "I am a God who is near, and not a God from afar. Will anything be hidden from me?" But no one will ever go outside the calamity that has been cast upon him, as if from divine decrees, "For who will turn back the high hand?" according to what is written. For what device will benefit us?
ἢ τίς δὲ ὅλως ἡμῖν ἐπαμύνῃ τρόπος, Θεοῦ καθορίζοντος τὸ χρῆναι παθεῖν; ὅτι τοίνυν ἀνόνητος παντελῶς τοῖς ὑπὸ θείαν πε- σοῦσιν ὀργὴν καὶ βουλὴ καὶ σκέψις καὶ πᾶν εἶδος ἐπινοίας, σαφηνίζει λέγων Ὡς οὐκ ἄν τις διαφύγοι, κἂν εἰς αὐτὸν κρυφθείη τὸν ᾅδην· ἔστι δὲ ὑπερβολικὸς ὁ λόγος· κἂν εἰ ἀναπταίη μὲν εἰς οὐρανὸν, διέλθοι δὲ καὶ εἰς τὴν τοῦ Καρ- μήλου κορυφὴν, ἀλλ' ᾗπερ ἂν ἴοι, καταληφθήσεται· κἂν εἰ ἐν θαλάσσῃ γένοιτο, περιπεσεῖται τῷ δράκοντι, ἤγουν κατὰ τὴν τῶν Ἑβραίων ἔκδοσιν, τῷ κήτει δοθήσεται· κἂν εἰ γένοιτο παρ' ἐχθροῖς, καὶ λοιπὸν αἰχμάλωτος, καὶ τοῖς τῆς δουλείας ζυγοῖς ἀθλίως ἐνισχημένος, καὶ τοῦτο, φησὶ, μικρὸν ἔσται, καὶ οὐκ ἀρκοῦν εἰς δίκην αὐτῷ· καταρθήσεται γὰρ αὐτοῦ καὶ τῆς ῥομφαίας τὸ δεῖμα. καὶ οὐ πεπαύσεται, φησὶν, ὁ τῶν ὅλων Θεὸς ἐπ' αὐτοῖς στηρίζων τὸν ὀφθαλμόν· θυμοῦ δὲ καὶ ἀπειλῆς τὸ χρῆμα σημεῖον· ἀπερείδομεν γὰρ ἔσθ' ὅτε καὶ ἡμεῖς αὐτοὶ τοῖς λυποῦσι τὸν ὀφθαλμὸν, βλοσυρόν τι καὶ ἀμειδὲς ἐνορῶντες αὐτοῖς. ἐπειδὴ δὲ κατασκέπτεται Θεὸς καὶ ἀγαθοὺς καὶ δικαίους, τὸ τῆς ἐποπτείας διάφορον δια- τρανοῖ λέγων εἰς
Or what means could help us at all, when God determines that we must suffer? Therefore, that counsel, thought, and every form of contrivance are utterly useless for those who fall under divine wrath, he makes clear by saying: As no one could escape, even if he hid in Hades itself—and this is a hyperbolic statement—even if he flew up into heaven, or passed to the peak of Carmel, wherever he might go, he will be caught; even if he were in the sea, he would fall to the serpent, or according to the Hebrew version, be given to the whale; even if he were among enemies, and thereafter a captive, wretchedly bound by the yokes of slavery, this too, he says, will be small and insufficient for his punishment; for the terror of his sword will also be brought down upon him. And the God of all will not cease, he says, fixing his eye upon them; this is a sign of wrath and threat—for we ourselves sometimes fix a grim and unsmiling gaze upon those who vex us. But since God also watches over the good and the just, he clarifies the difference in his oversight by saying:
κακὰ καὶ οὐκ εἰς ἀγαθά. κατεμβλέψεται γὰρ, φησὶν, οὐχ ἵνα τι νέμοι τῶν ἀγαθῶν, ἀλλ' ἵν' ἔχοιεν ἀκράδαντον καὶ οἱονεὶ πεπηγμένην τὴν καθορισθεῖσαν αὐτῷ ποινήν τε καὶ δίκην. Ὑπομεμένηκε δὲ τουτὶ καὶ ἡ τῶν Ἰουδαίων ἀθλία πληθὺς, ἡ τὸ δίκαιον αἷμα τῆς ἰδίας καταγράψασα κεφαλῆς· ἔφασκον γὰρ τῷ Πιλάτῳ σταυροῦν ἀναπείθοντες τὸν Χριστόν "Τὸ "αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν." τοιγάρτοι πανοικὶ διολώλασι καὶ αὐτοῖς ἀνδράσιν ἡρπάσθησαν πόλεις, ὡς τάχα που καὶ διαφυγεῖν ἰσχῦσαι μηδένα. οἷά τε γὰρ καὶ ὅσα πεπόνθασιν, αἱ μακραὶ τῶν τὰ τοιάδε συντεθεικότων ᾄδουσι συγγραφαί. Καὶ Κύριος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν· καὶ πενθήσουσιν πάντες οἱ κατοικοῦντες αὐτὴν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς, καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.9 Ἐξ ἀγάπης ὁ Προφήτης οὐκ ἐᾷ τοῖς λεγομένοις ἀπιστεῖν, ὡς οὐκ ἐσομένοις, τοὺς ἀκροωμένους. τοῦτο δὲ ἦν ἀναπεί- θοντος τὰ ἀμείνω μᾶλλον ἑλέσθαι μαθεῖν, καὶ δι' αἰδοῦς ποιεῖσθαι τὸ χρήσιμον, ἵνα καὶ Θεὸς ἀποπαύσαι τὰ τῆς ὀργῆς καὶ ἀνασειράζοι τὴν συμφορὰν, καὶ μετανοοῦντας δέξαιτο. κατοικτείρει γὰρ ἀεὶ τοὺς ἐπιστρέφειν ἐθέλοντας. διδάσκει τοίνυν ὅτι παναλκὴς ὁ Θεὸς, καὶ οὐκ ἀνικάνως ἔχων ἐπενεγκεῖν οἷς ἔφη τὸ πέρας. Κύριος γάρ φησι, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν. ὅμοιον ὡς εἰ λέγοι Μὴ καθ' ὑμᾶς ὑπάρχειν οἴεσθε τὸν λελυπημένον. οὐ γὰρ ὡς ἄνθρωπος ὁ Δεσπότης, ἀλλ' αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, ὁ χεῖρα τῇ γῇ· τῇ Σαμαρειτῶν δηλονότι· τὴν ἰδίαν ἐπαφιεὶς καὶ σαλεύων αὐτήν·
... evils and not for good. For he will look down, he says, not to bestow any good, but so that they might have an unshakable and, as it were, fixed punishment and justice assigned to him. This also the wretched multitude of the Jews endured, who inscribed the just blood upon their own head; for they said to Pilate, persuading him to crucify Christ, "His blood is upon us and upon our children." Therefore they perished utterly, households and all, and cities were seized along with their men, so that perhaps no one was able to escape. For what and how many things they suffered, the lengthy writings of those who composed such accounts sing. And Lord, Lord God the Almighty, who touches the earth and shakes it; and all who dwell upon it will mourn, and its end will rise like a river, and will descend like the river of Egypt. Out of love the Prophet does not allow his hearers to disbelieve what is said, as if it would not happen. This was the act of one persuading them to choose the better course and to hold what is beneficial in reverence, so that God might cease from wrath and draw back the calamity, and receive those who repent. For he always has compassion on those who wish to turn back. He therefore teaches that God is all-powerful and not unable to bring about the outcome of what he has said. For he says, Lord, Lord God the Almighty, who touches the earth and shakes it. It is as if he were saying, Do not think that the one who is offended is like you. For the Master is not a man, but he himself is the Lord of the powers, who lays his own hand upon the earth—that of the Samaritans, clearly—and shakes it.
καὶ οὔτι που τὸν συνήθη κλόνον ὑπομεῖναι παρασκευάζων αὐτὴν, ἀλλὰ τῷ πολέμῳ καὶ ταῖς ἀνηκέστοις συμφοραῖς κατασείων ἅπασαν καὶ καταδονεῖσθαι ποιῶν. ταύτῃτοί φησι Πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ὡς Αἰγύπτου ποταμὸς ἀναβή- σεται μὲν ἡ συντέλεια, πάντα κατακαλύπτουσα καὶ βαπτί- ζουσα· ὑπονοστήσει δὲ οὕτω πάντα πάλιν ἐν ἴσῳ τρόπῳ καθέλκουσά τε καὶ καταφέρουσα. ἔφαμεν δὲ, ὅτι τὸν Σενα- χηρεὶμ καὶ τὴν τῶν Ἀσσυρίων πληθὺν καὶ τὸν ὑπ' αὐτῶν ἀρθέντα κατὰ τῆς Σαμαρείας πόλεμον τοῖς τῶν ποταμῶν παρεικάζει νάμασιν.
Οὐκοῦν ἔσται τοῖς προσκρούουσι καὶ καταλυποῦσι Θεὸν ἄπορος μὲν ἡ φυγὴ, πανσθενὴς δὲ καὶ δυσδιάφυκτος ἡ πλήττουσα χεὶρ, καὶ τοῖς ἅπαξ ἐνειλημμένοις οὐκ ἂν γένοιτό τις ἐπικουρία καὶ παράκλησις· "Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώ- "που, τίς ἀνοίξει;" κατὰ τὸ γεγραμμένον. ἄμεινον δὲ δήπου παρὰ πολὺ τὸ ἀποσκευάζεσθαι τὴν ὀργὴν ταῖς εἰς τὸ αὐτῷ δοκοῦν καὶ φίλον ἀναδρομαῖς. τοῦτο δ' ἂν γένοιτο, καὶ μάλα ὀρθῶς, εἰ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τὸ φαῦλον ἀποσπουδάζοντες, ταῖς εἰς ἀρετὴν ἐπιδόσεσιν ἑαυτοὺς καταλαμπρύνοιμεν. διανηξόμεθα γὰρ τότε τὰ ἐκ θυ- μοῦ, καὶ ἀγαθὸν ὄντα τῇ φύσει τὸν Δημιουργὸν μεταθήσομεν εὐκόλως εἴς γε τὸ χρῆναί φημι χρηστῆς καὶ ἡμερωτάτης ἡμᾶς ἐποπτείας ἀξιοῦν. Ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν τὴν ἀνάβασιν αὐτοῦ, καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς θεμελιῶν· ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς·
...and not preparing it to endure the usual turmoil, but shaking the whole land with war and incurable disasters and causing it to be convulsed. "In this," he says, "everyone dwelling in it will mourn, and like the river of Egypt, the destruction will rise up, covering and submerging everything; and it will recede, again drawing down and bringing down everything in equal measure." We have said that he compares Sennacherib and the multitude of the Assyrians and the war raised by them against Samaria to the streams of rivers.
Therefore, for those who offend and abandon God, flight will be impossible, the striking hand will be all-powerful and hard to escape, and for those once caught, there will be no assistance or relief. "For if he shuts against a man, who will open?" according to what is written. But it is far better, of course, to avert the wrath by returns to what is pleasing and dear to him. This would happen, and quite rightly, if we forget what is behind, reject what is base, and brighten ourselves with advances in virtue. For then we will swim through the things born of wrath, and we will easily change the Creator, who is good by nature, to the point, I say, of deeming us worthy of a kind and most gentle oversight. "He who builds his ascent to heaven and establishes his promise on the earth; he who summons the water of the sea and pours it out on the face of the earth.
Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ ὄνομα αὐτῷ.9 Καὶ διὰ πλειόνων ἔτι καταδεδίττεται λόγων τοὺς ἀπο- φοιτῶντας Θεοῦ, καὶ μετασοβεῖ πρὸς τὸ ἄμεινον, εὐτέχνως τῆς θείας φύσεως τὴν ὑπεροχὴν καὶ τὸ παναλκὲς ἐξηγού- μενος, καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ἰδίους λόγους ἀποπερανεῖ, παρεμποδίζοντος οὐδενὸς, πειρᾶται πληροφορεῖν. "̔Ο γὰρ ἐφαπτόμενος, φησὶ, τῆς γῆς, καὶ σαλεύων αὐτὴν," κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας τρόπους· αὐτὸς δὴ οὗτός ἐστιν ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ· μόνον δὲ οὐχί φησιν Ὁ πᾶσαν ἔχων τὴν ἐξουσίαν, ὥστε καὶ αὐτοῖς ἐπιβαίνειν τοῖς οὐρανοῖς, καὶ τὸ κατὰ πάντων κεκτῆσθαι κράτος, ὡς καὶ αὐτὴν ἔχειν ὑπεστρωμένην αὐτῷ τὴν ἄνω τε καὶ ἐν τοῖς οὐρανοῖς κτίσιν, ἤτοι τῶν ἁγίων ἀγγέλων τὴν μακαρίαν πληθύν. οὐρανοὺς δὲ εἶναί φαμεν τοὺς τὸν οὐρανὸν οἰκοῦντας ἀγγέλους. ἰστέον δὲ, ὅτι καὶ ὁ θεσπέσιος Ἰακὼβ αἰνιγματωδῶς τὸ χρῆμα
τεθέαται. κλίμαξ γὰρ ἦν ἀπὸ γῆς διήκουσα μέχρις οὐρανοῦ, καὶ "̔Ο μὲν Κύριός φησιν ἐπεστήρικτο ἐπ' αὐτῆς," ἀναβαί- νοντας δὲ καὶ καταβαίνοντας δι' αὐτῆς ἐθεᾶτο τοὺς ἀγγέ1.533 λους. τοῦτο οἶμαί ἐστι τὸ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ. Ἀλλὰ καὶ ὅπερ ἂν ἐπαγγέλληται τοῖς ἐπὶ τῆς γῆς, φησὶ, τοῦτο δὴ πάντως ἐστὶν ἀκράδαντόν τε καὶ ἀραρὲς καὶ οἷον τεθεμελιωμένον. ἀτονήσει γὰρ κατ' οὐδένα τρόπον ὁ τῶν δυνάμεων Κύριος, οὐδ' ἂν διαπέσοι ῥῆμα τὸ παρ' αὐτοῦ. καὶ πρὸς τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐμπεδοῖ λέγων "Ὁ οὐρανὸς "καὶ ἡ γῆ παρελεύσεται·
The Lord God Almighty is His name. And with many more words he still terrifies those who depart from God, and turns them toward what is better, skillfully explaining the superiority and all-powerfulness of the divine nature, and he tries to assure them that He will in every way and absolutely bring His own words to completion, with no one hindering. "For He who touches the earth," he says, "and shakes it," according to the ways just explained by us—this very one is He who builds His ascent into heaven. And he says, as it were, He who has all authority, so as to tread even upon the heavens themselves, and to possess power over all things, so that even the creation above and in the heavens, that is, the blessed multitude of the holy angels, lies spread beneath Him. And we say that the heavens are the angels who inhabit heaven. But note that the divine Jacob also saw this thing in a riddle. For there was a ladder extending from earth up to heaven, and "The Lord," he says, "was fixed upon it," and he saw angels ascending and descending through it. This, I think, is what it means: "He who builds His ascent into heaven." But also, whatever He promises to those on earth, he says, this is utterly unshakable and firm and as if founded. For the Lord of hosts will in no way be weak, nor will any word from Him fall through. And to this the Savior confirms us, saying, "Heaven and earth will pass away.
οἱ δὲ λόγοι μου οὐ μὴ παρέλ- "θωσιν." αὐτὸς οὗτός ἐστιν ὁ καὶ τῆς θαλάσσης τὸ ὕδωρ ἀῤῥήτοις δυνάμεσιν ἀνιμώμενος, καὶ ὕων ἐπὶ τὴν γῆν, του- τέστι πάλιν, ὁ οἰκονομῶν τὰ ἀνθρώπινα, καὶ τοσοῦτον εὐ- σθενὴς, ὡς καὶ τὰς τῶν γεγονότων φύσεις ἐφ' ὅπερ ἂν ἕλοιτο μεταστοιχειοῦν εὐκόλως, ὄνομά τε αὐτῷ Κύριος ὁ Θεὸς, καὶ πρός γε τούτοις ὁ παντοκράτωρ. καὶ οὔτι που κλῆσις ἂν νοοῖτο τὸ χρῆμα ψιλὴ, καθάπερ ἀμέλει καὶ ἐπ' ἀνθρώπου τυχὸν, ἀλλ' ἐξ αὐτῆς ἀληθείας ὀρθῶς ηὑρημένον. ἀπὸ γὰρ τοῦ κυριεύειν οὐσιωδῶς, καὶ τὸ κατὰ πάντων ἀνῆφθαι κράτος, οὕτως ὠνόμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. σκοπὸς δὴ οὖν τῷ Προφήτῃ τὸ διὰ πλείστων ὅσων, καὶ ὅπως ἂν δύναιτο, καταπτοεῖν τοὺς ἠπατημένους, καὶ μεταπείθειν εὖ μάλα πρός γε τὸ χρῆναι γοργῶς ἀνόπιν ὥσπερ ἰέναι, χρῆμά τε ἡγεῖσθαι λαμπρὸν τὴν δικαιοσύνην, καὶ ποιεῖσθαι πάλιν αἱρετὸν τὴν εἰς Θεὸν εὐσέβειαν τοῖς τῶν ἐσομένων δείμασιν ἀνακόπτοντας εὐσθενῶς τὴν εἰς τὰ αἰσχίω ῥοπήν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ ὀρθῶς εἰρημένον πρὸς τὸν τῶν ὅλων Δεσπότην "Ἐν "κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ "ἐγγιζόντων πρὸς σέ." Λέγοιτο δ' ἂν καὶ ἐπὶ Χριστοῦ, καὶ μάλα εἰκότως Ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ. ἔστι μὲν γὰρ αὐ- τὸς ἄνωθεν καὶ ἐξ οὐρανοῦ, ὅτι Θεὸς ἐκ Θεοῦ γεγέννηται κατὰ φύσιν· τοιγάρτοι καὶ ἔφασκεν "Ἐγὼ ἐκ τῶν ἄνω "εἰμί." μεμαρτύρηκε δὲ καὶ ὁ σοφὸς Ἰωάννης λέγων περὶ αὐτοῦ "Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν·" ἀλλ' ἔχων οὐσιωδῶς τὴν εἰς οὐρανοὺς ἀνάβασιν· προὔκειτο γὰρ, ὡς ἔφην, ὡς Θεῷ·
But my words will not pass by." This is the same one who draws up the water of the sea with ineffable powers and rains it upon the earth, that is, again, the one who administers human affairs, and is so powerful that he can easily transform the natures of things that have come into being into whatever he might choose. And his name is Lord God, and in addition to these, the Almighty. And this is not a mere appellation, as it might be in the case of a man, but is correctly discovered from truth itself. For from the fact that he is essentially Lord, and that power over all things is attached to him, he has been so named by us and by the holy angels. The Prophet's aim, then, is to terrify the deceived as much as possible, and in whatever way he can, and to persuade them well to go back, as it were, quickly, and to consider righteousness a splendid thing, and to make piety toward God again desirable, by forcefully checking the inclination toward baser things through the terrors of what is to come. And this, I think, is what is correctly said through the voice of David to the Lord of all: "You will put a bit and bridle on the jaws of those who do not approach you." It might also be said of Christ, and very fittingly: "He who builds his ascent to heaven." For he is himself from above and from heaven, because he is God born of God according to nature; therefore he also said, "I am from above." And the wise John has testified concerning him, saying, "He who comes from above is above all." But he has the ascent to heaven essentially; for it was fitting, as I said, for him as God.
βάσιμον αὐτὴν ἀπέφηνε τοῖς ἐπὶ τῆς γῆς. "πρόδρομος γὰρ ὑπὲρ ἡμῶν" ἀνέβη πρὸς τὸν Πατέρα, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος "πρόσφατον ἡμῖν καὶ ζῶσαν "ἐνεκαίνισεν ὁδόν·" ἐνεφανίσεν ὡς ἄνθρωπος "ὑπὲρ ἡμῶν "τῷ προσώπῳ τοῦ Θεοῦ" καὶ Πατρὸς, ὃς καὶ "συνήγειρεν "ἡμᾶς αὐτῷ καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις." ἐπειδὴ γὰρ ἀνέβη Χριστὸς, τὴν ἰδίαν ἀνάβασιν ᾠκοδόμησε καὶ ἡμῖν, εἴπερ ἐστὶν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων "Τοῦτο γὰρ "ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περι- "λειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν "τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν "φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' "οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, "ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς "ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς "ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα." ἀνέβη τοίνυν ὡς ἄνθρωπος, ἵνα καὶ τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν ἀνάβασιν· ὅτι Θεὸς καὶ ἐκ Θεοῦ ἔστι· καὶ ἡμῖν τοῖς πεπι- στευκόσιν ἀποφήνῃ βατήν. αὐτὸς καὶ τὴν ἰδίαν ἐπαγγελίαν θεμελιοῖ ἐπὶ τῆς γῆς. διέψευσται γὰρ οὐδαμῶς, ἀποπερανεῖ δὲ μᾶλλον ἅπερ ἂν ἡμῖν ἐπαγγείληται κατορθοῦν. ἔφη μὲν γὰρ ὅτι "Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ "ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ὅταν δὲ "ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς." τοιγάρτοι καὶ τοῖς ἁγίοις ἀποστόλοις κεκέλευκεν "ἀπὸ Ἱερουσαλὴμ μὴ χωρί- "ζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν" ἀκηκόασιν αὐτοῦ. ἀλλ' ἐξέχεε πλουσίως αὐτοῖς τὴν χάριν.
he made it passable for those on earth. "For he went up to the Father as a forerunner on our behalf," and as the inspired Paul writes, "he renewed for us a fresh and living way." He manifested as a man "on our behalf before the face of God" and Father, who also "raised us up with him and seated us together in the heavens." For since Christ ascended, he built his own ascent also for us, if the blessed Paul is truthful in saying: "For this we tell you in the word of the Lord, that we the living who are left until the coming of the Lord will not overtake those who have fallen asleep, because the Lord himself will descend from heaven with a command, with the voice of an archangel and with the trumpet of God, and the dead in Christ will rise first, then we the living who are left will be snatched up together with them in clouds to meet the Lord in the air, and thus we will always be with the Lord." He ascended, then, as a man, so that he might also make passable for us who have believed the ascent that is fitting for him alone—for he is God and from God. He himself also establishes his own promise on earth. For he has not been deceived at all, but will rather bring to completion whatever he promises to accomplish for us. For he said, "It is beneficial for you that I go away; for if I do not go away, the Paraclete will not come to you; but when I go away, I will send him to you." Therefore he also commanded the holy apostles "not to depart from Jerusalem, but to wait for the promise of the Father which they had heard from him." But he poured out grace richly upon them.
τοιγάρτοι καὶ γεγόνασι "Μάρτυρες τῆς δόξης αὐτοῦ ἔν τε "̔Ιερουσαλὴμ καὶ ἐν τῇ Ἰουδαίᾳ," καὶ ἐν πάσῃ τῇ γῇ. καὶ καθ' ἕτερον δὲ τρόπον τεθεμελιωμένην εὑρήσομεν τὴν ἐπαγγελίαν αὐτοῦ· πεπιστεύκαμεν γὰρ, ὅτι καὶ ἐκ νεκρῶν ἡμᾶς ἐγερεῖ, καὶ φθορᾶς ἀμείνους ἐργάσεται,
καὶ "Μετασχη- "ματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ "σώματι τῆς δόξης αὐτοῦ," καὶ τῆς ἑαυτοῦ βασιλείας κοι- νωνοὺς εἰσδέξεται. αὐτὸς οὗτός ἐστιν ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς, τουτέστιν, ὁ τὰ πικρά τε καὶ ἀπαράδεκτα καὶ εἰς χρῆσιν οὐκ ἐπιτήδεια μετατιθεὶς εἰς τὸ ὠφελοῦν. "ἀποκτένει μὲν "γὰρ τὸ γράμμα" τὸ νομικὸν, καθά φησιν ὁ σοφώτατος Παῦλος, καὶ ἔστιν αὐτὴ καθ' ἑαυτὴν ἀνωφελὴς ἡ σκιὰ, ἀλλὰ γέγονεν ἡμῖν τοῖς νοοῦσιν χρησιμωτάτη λίαν εἰς σύνεσιν τὴν ἐπὶ Χριστῷ, καὶ ὑετὸς ὥσπερ τις ἀνεδείχθη πνευμα- τικὸς, κατάρδων τρόπον τινὰ τὴν ὑπ' οὐρανόν· εἴπερ ἐστὶν ἀληθὲς ὡς ὁ πάλαι τοῖς ἀρχαιοτέροις πικρὸς καὶ ἀφόρητος νόμος, γέγονεν ἡμῖν παιδαγωγὸς ἐπὶ τὸ Χριστοῦ μυστήριον, ὡς καὶ ἐν αὐτῷ δύνασθαι καρποφορεῖν, τὸ τῆς σκιᾶς πάχος ἀπολεπτύνοντας εἰς ἀλήθειαν. οὐκοῦν ὡς ἐν τάξει παραδείγματος ἐκληψόμεθα τὸ εἰρημένον, παρακομίζοντες εἰς ἀπόδειξιν καὶ τὸ τῆς Μαῤῥᾶς ὕδωρ, ὅτι πικρὸν μὲν ἦν, κατεγλυκαίνετο δὲ, Θεοῦ παραδείξαντος ξύλον τῷ μακαρίῳ Μωυσεῖ, καὶ τοῦτο τοῖς ὕδασιν ἐνιέναι προστεταχότος. ἀλλ' ἦν τὸ ξύλον εἰκὼν καὶ τύπος τοῦ τιμίου σταυροῦ, δι' οὗ γέγονε γλυκὺς ὁ νόμος, καὶ οἱονεὶ ποτιμώτατος, καίτοι τῆς ἱστορίας ἐχούσης τὸ πικρόν·
Therefore, "witnesses of his glory" have come to be "both in Jerusalem and in Judea," and throughout the whole earth. And in another way, we will find his promise established: for we have believed that he will also raise us from the dead and make us superior to corruption, and "will transform the body of our humiliation into the form of the body of his glory," and will admit us as partakers of his own kingdom. He himself is the one who summons the water of the sea and pours it out upon the face of the earth, that is, who transforms the bitter, unacceptable, and useless things into something beneficial. "For the letter" of the law "kills," as the most wise Paul says, and the shadow itself is useless by itself, but it has become very useful for us who understand, for understanding concerning Christ, and has been shown forth as a kind of spiritual rain, watering, as it were, the region under heaven; since it is true that the law, formerly bitter and unbearable to the ancients, has become for us a guide to the mystery of Christ, so that we are able to bear fruit in it, stripping away the thickness of the shadow into truth. Therefore, we will take the saying as a kind of example, also adducing for proof the water of Marah, that it was bitter, but was sweetened when God showed a piece of wood to the blessed Moses and ordered him to put it into the waters. But the wood was an image and type of the precious cross, through which the law became sweet and, as it were, most drinkable, although the history has a bitter element.
"Ἀποκτένει γὰρ, ὡς ἔφην, τὸ "γράμμα," μᾶλλον δὲ ὡς γέγραφεν ὁ σοφὸς ἡμῖν Παῦλος. Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστὲ ἐμοὶ υἱοὶ Ἰσραήλ; λέγει Κύριος· οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου; ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου τοῦ Θεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν, καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς.9 Ὑψηλὴν ἀεὶ τὴν ὀφρὺν ἀνατείνοντες οἱ ἐξ Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὴν τῶν πατέρων ἀειλογοῦντες εὐγένειαν, καὶ πολὺ τὴν γλῶτταν κατευρύνοντες ἔφασκον "Πατέρα ἔχομεν "τὸν Ἁβραάμ." πλὴν ἀντήκουον λέγοντος αὐτοῖς τοῦ Χριστοῦ "Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ"ἐποιεῖτε ἂν." "Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσ-"ραὴλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα." ἀλλ' ἡ τῶν ἔργων ὁμοιότης καὶ τὸ ἐπαυχεῖν δύνασθαι λαμπρῶς ταῖς τῶν πατέρων εὐκλείαις ἀπονέμει δικαίως. κατεσο- βαρεύοντο δὲ τῶν ἄλλων ἁπάντων ἐθνῶν κἀκεῖνο λέγοντες, ὡς ἐξ ἁπάντων αὐτοὺς τῶν ἐθνῶν ἀπολέκτους ἐποιήσατο ὁ Θεὸς, καὶ ἐξείλατο μὲν ἐκ τῆς Αἰγυπτίων γῆς, μετεκόμισε δὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας. καὶ ἀληθὴς μὲν ὁ λόγος. οἱ δὲ δὴ μάλιστα ταῖς καθηκούσαις ἀμοιβαῖς κατευφραίνειν ὀφείλοντες τὸν τετιμηκότα, ταῖς ὁλοτρόποις ἀποστασίαις καὶ ταῖς εἰς φαυλότητα παρατροπαῖς ἐκτόπως ὑβρίζοντες κατὰ πολλοὺς ἡλίσκοντο τρόπους. ἥκουσι δὲ ἤδη φρενοβλαβείας εἰς τοῦτο λοιπὸν οἱ τάλανες, ὡς οἴεσθαί σφισιν αὐτοῖς πρὸς τὸ εὖ εἶναί τε καὶ τὸ εἰς δόξαν ἀρκέσειν τὸ ἐκ ῥίζης γενέσθαι τῆς Ἁβραὰμ, καὶ ὅτι μετεκομίσθησαν ἐκ γῆς Αἰγυπτίων εἰς τὴν τῆς ἐπαγγελίας γῆν.
For the letter kills," as I said, or rather as the wise Paul wrote to us. "Are you not to me as sons of Ethiopia, but sons of Israel?" says the Lord. "Did I not lead Israel up from the land of Egypt, and the Philistines from Cappadocia, and the Syrians from the pit? Behold, the eyes of the Lord God are upon the kingdom of the sinners, and I will wipe it from the face of the earth." Always raising their brow high, those from Israel, boasting up and down of the noble birth of their fathers, and greatly widening their tongue, used to say, "We have Abraham as our father." But Christ spoke back to them, saying, "If you were children of Abraham, you would do the works of Abraham." "For not all those from Israel are Israel, nor, because they are the seed of Abraham, are they all children." Rather, the likeness of works and the ability to boast brightly in the glories of the fathers justly bestows that. And they used to look down upon all the other nations, saying also this, that God had chosen them out of all the nations, and had taken them out of the land of the Egyptians and transferred them to the land of promise. And the statement is true. But those who ought especially to delight with fitting requitals the one who honored them, were found in many ways to be outrageously insulting through total apostasies and perversions into wickedness. And now the wretches have come to such a point of mental derangement that they think it will suffice for their well-being and glory to have come from the root of Abraham and to have been transferred from the land of the Egyptians to the land of promise.
ἵνα τοίνυν εἰδεῖεν, ὡς ἀσυντελῆ πρὸς ὄνησιν τὰ τοιάδε τῶν αὐχημάτων αὐτοῖς εἶεν, ἀναπεπ- τωκόσιν ἐπὶ τὸ ῥᾴθυμον καὶ οὐκ ἐθέλουσιν εὐσεβεῖν, ἀν- αγκαίως φησίν Οὐχὶ οὕτως ὑμᾶς ἡγήσομαι, κἂν ἔχοιτε τυχὸν τὸ ἐκ πατέρων εὐγενὲς, καθάπερ ἀμέλει καὶ τοὺς Αἰθιόπων υἱεῖς, οἳ ῥίζαν οὐκ ἔχουσι τὸν Ἁβραάμ; ἀπροσκλινὲς γὰρ τὸ θεῖον καὶ ἀπροσωπόληπτον παντελῶς, καὶ σαρκικὴν οὐκ οἶδεν εὐγένειαν πράξεων ἐρήμην ἀγαθῶν· αἰδοῦς γεμὴν ἁπάσης ἀξιοῖ τὴν πνευματικὴν, καὶ ᾗπερ ἂν ἕποιτο τὸ διὰ λαμπρῶν αὐχημάτων ἀγλαΐζεσθαι φιλεῖν. ἀλλ' εἶναί τι μέγα καὶ ἐξαίρετον ὑμῖν κἀκεῖνο δοκεῖ, τὸ ἐκ τῆς Αἰγύπτου μεταφοιτῆσαι πρὸς ἑτέραν. εἶτα τί τοῦτο; φησὶν, ἢ ποίαν ὑμῖν εἰσκομίσει τὴν ὄνησιν; ἔχουσι τοῦτο λαβόντες παρ' ἐμοῦ καὶ ἕτεροι. μετεκόμισα γὰρ τοὺς μὲν ἀλλοφύλους, του- τέστι τοὺς Παλαιστινούς· οὕτω γὰρ ἡρμήνευσαν Ἑβραῖοι· ἐκ Καππαδοκίας· τοὺς δὲ Σύρους, πάντας δηλονότι τοὺς ὑπό γε τὴν Δαμασκοῦ βασιλείαν τοτηνικάδε, μετήγαγον ἐκ βόθρου. Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ βόθρου ἐκδεδώκασιν Ἑβραῖοι, Κυρήνης. ἄποικοι δὴ οὖν γεγόνασι Παλαιστινοὶ μὲν Καπ- παδοκῶν, Σύροι δὲ Κυρηναίων. βόθρον δὲ ὠνόμασε
So that they might know that such boasts are useless for their benefit, since they have fallen into laziness and are unwilling to be pious, he necessarily says: "Shall I not consider you thus, even if you happen to have nobility from your fathers, just as, of course, the sons of Ethiopia, who do not have Abraham as their root?" For the divine is impartial and completely unprejudiced, and knows no carnal nobility devoid of good deeds; it deems worthy of all honor the spiritual nobility, and that which is accompanied by the love of being glorified through splendid boasts. But this also seems to you to be something great and exceptional: to have migrated from Egypt to another land. "Then what is this?" he says, "Or what benefit will it bring you? Others have received this from me as well. For I transferred the Philistines—that is, the Palestinians; for thus the Hebrews interpreted—from Cappadocia; and the Syrians, clearly all those under the kingdom of Damascus at that time, I brought up from a pit. But it should be known that instead of 'pit,' the Hebrews have rendered 'Cyrene.' So the Palestinians became colonists of the Cappadocians, and the Syrians of the Cyrenaeans. He called it a pit
τὴν Κυρήνην, καίτοι λίαν ἠρμένην καὶ ὑψοῦ κειμένην, διὰ τὸ ὥσπερ ἐν κόλπῳ κεῖσθαι βαθεῖ. πᾶσα γὰρ, ὡς ἔπος εἰπεῖν, ἡ Λιβύων γῆ κόλπους ἔχει παραθαλαττίους, ἐκκειμένους. ἐμοὶ τοίνυν, φησὶ, τῷ πάντας ἐν ἴσῳ βλέποντι σκοπὸς, τὸ πᾶσαν ἁμαρτωλῶν βασιλείαν ἀποκεῖραι τῆς γῆς. οὐδὲν οὖν ἄρα ὀνήσειεν ἂν τοὺς ἔχοντας σαρκικὴ λαμπρότης. εὐγένεια γὰρ παρὰ Θεῷ κρίνεται τρόπος ἀγαθὸς καὶ πολὺ διανενευ- κὼς εἰς ἔφεσιν ἀρετῆς, καὶ ταῖς τῶν προγόνων εὐσεβείαις ἁμιλλᾶσθαι μεμελετηκώς. Πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει Κύριος. διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμιῶ ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον τοῦ Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ἐν ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μοῦ, οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδ' οὐ μὴ γένηται ἐφ' ἡμᾶς τὰ κακά.9 Τετήρηται πάλιν τῷ Ἰσραὴλ τὸ κατάλειμμα "διὰ τοὺς "πατέρας." ὁλοτελῆ μὲν γὰρ ὄλεθρον οὐχ ὑπομενοῦσι, φησὶν, οὔτε μὴν εἰσάπαν ἐκ ποδῶν τὸ ἐξ Ἰακὼβ οἰχήσεται γένος. ἀλλ' ὥσπερ λικμῷ διεῤῥιμμένοι, φησὶ, κατασκεδα- σθήσονται μὲν εἰς πάντα τὰ ἔθνη. πλὴν οὐ μὴ πέσῃ σύν- τριμμα ἐπὶ τὴν γῆν, τουτέστιν, οὐχ οὕτως πεσεῖται τὸ ἐξ Ἰακὼβ γένος, ὡς εἰς ὁλόκληρον καθικέσθαι συντριβὴν, σω- θήσεται δὲ μέρει τῷ ἠλεημένῳ· ἀνεκομίσθησαν μὲν γὰρ ἐκ τῆς αἰχμαλωσίας τοτηνικάδε τινές· σέσωσται δὲ καὶ διὰ Χριστοῦ· πεπιστεύκασι γὰρ ἐξ Ἰουδαίων οὐκ ὀλίγοι τὸν ἀριθμόν· σωθήσεται δὲ καὶ ἐν ἐσχάτοις καιροῖς τὸ κατά- λειμμα, τῆς τῶν ἐθνῶν ἀγέλης προεισκεκλημένης.
Cyrene, although it is very much raised up and situated high, because it lies as if in a deep gulf. For all the land of the Libyans, so to speak, has coastal gulfs that project outward. "To me, then," he says, "who look upon all equally as a target, it is to cut off every kingdom of sinners from the earth." Therefore, no bodily splendor would benefit those who possess it. For nobility is judged by God as a good character and one that has greatly inclined toward a desire for virtue and has practiced emulating the piety of ancestors. "Nevertheless, I will not utterly destroy the house of Jacob," says the Lord. "Because behold, I command, and I will winnow the house of Israel among all the nations, in the manner that grain is winnowed with a winnowing fan, and no fragment will fall to the ground; all the sinners of my people who say, 'Evil will not approach nor come upon us,' will die by the sword." A remnant is again preserved for Israel "because of the fathers." For they will not suffer complete destruction, he says, nor will the race from Jacob entirely disappear from the scene. But as if scattered by a winnowing fan, he says, they will be dispersed among all the nations. Yet no fragment will fall to the ground, that is, the race from Jacob will not fall in such a way as to suffer complete ruin, but it will be saved in the part that is pitied. For some were brought back from captivity at that time; and it has also been saved through Christ, for not a few of the Jews have believed; and the remnant will also be saved in the last times, the flock of the nations having been summoned beforehand.
εἶτα ὥσπερ τινὸς λέγοντος Εἰ σώζεται πάλιν ὁ Ἰακὼβ, κατὰ τίνων αἱ ἀπειλαί; χρησίμως ἀπολογεῖται, καί φησιν, ὡς οὐκ ἄκριτος ἔσται κατὰ πάντων ἁπλῶς ὁ θυμὸς, οὔτε μὴν ἀδιαφορήσει τὰ ἐξ ὀργῆς, ἐφαλεῖται δὲ μᾶλλον τοῖς ἀφόρητα πεπλημμεληκόσι. τοῦτό ἐστι τὸ Ἐν ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ τοῦ λαοῦ μου οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ, οὐδ' οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς τὰ κακά. ἧκον γὰρ εἰς τοῦτο φρενοβλαβείας τινὲς, ὡς οἴεσθαι καὶ ψευδοεπεῖν τοὺς ἁγίους προφήτας, καὶ δὴ καὶ ἔφασκον, ὡς οὐκ ἂν γένοιτό τι τῶν προηγγελμένων. μαρτυρήσει δὲ τοῦτο καὶ ὁ σόφος Ἱερε- μίας λέγων πρὸς Θεόν "Ἰδοὺ οὗτοι λέγουσι πρὸς μέ Ποῦ "ἐστιν ὁ λόγος Κυρίου; ἐλθέτω." διττὸν οὖν ἄρα τῶν οὕτω διακειμένων τὸ πλημμέλημα· παρώτρυνον μὲν γὰρ κατὰ πολλοὺς τρόπους, ᾤοντο δὲ καὶ ψευδομυθεῖν τὴν ἀλήθειαν.
Εὑρήσομεν δὲ καὶ ἐν καιρῷ τῆς ἐπιδημίας τοὺς τῶν Ἰουδαίων καθηγητὰς τῶν τοῦ Σωτῆρος ἡμῶν οὐ πεφρον- τικότας λόγων. τοιγάρτοι καὶ ἤκουον "Οὐαὶ ὑμῖν γραμ- "ματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς "γνώσεως, οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς εἰσερχομένους "ἀφίετε εἰσελθεῖν·" καὶ πάλιν "Οὐαὶ ὑμῖν γραμματεῖς "καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν "καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, "ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν." τοιγάρτοι δικαίως οὐκ ἐλογίσθησαν μὲν εἰς τέκνα, τῆς δὲ τῶν πατέρων εὐγενείας ὠλισθηκότες, κατεγράφοντο μὲν ὥσπερ ἐν τοῖς Αἰθιόπων υἱοῖς· δεδαπάνηνται δὲ καὶ ὑπὸ ῥομφαίας, καὶ τῆς ἑαυτῶν δυσβουλίας ἰσοστάθμους τῷ κρίνοντι ἐκτετίκασι δίκας.
Then, as if someone were saying, "If Jacob is saved again, against whom are the threats?" he usefully defends himself and says that wrath will not be indiscriminate against all without distinction, nor will the results of anger be indifferent, but it will rather fall upon those who have committed unbearable offenses. This is the meaning of: "All the sinners of my people who say, 'Evil will not approach, nor will it come upon us,' will die by the sword." For some have come to such a degree of folly that they think and falsely claim that the holy prophets lie, and indeed they asserted that none of what was foretold would happen. The wise Jeremiah will also testify to this, saying to God: "Behold, these say to me, 'Where is the word of the Lord? Let it come.'" So the offense of those so disposed is twofold: for they provoked in many ways, and they also thought that the truth was a falsehood.
We will also find that at the time of the Advent, the teachers of the Jews paid no heed to the words of our Savior. Therefore they also heard: "Woe to you, scribes and Pharisees, hypocrites, because you have taken away the key of knowledge; you neither enter yourselves, nor do you allow those who enter to come in." And again: "Woe to you, scribes and Pharisees, hypocrites, because you go around the sea and the dry land to make one proselyte; and when he is made, you make him a son of Gehenna twice over compared to yourselves." Therefore they were justly not counted among the children, but having slipped from the nobility of their fathers, they were enrolled, as it were, among the sons of the Ethiopians; and they were consumed by the sword, and paid penalties equal to their own evil counsel to the judge.
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτω- κυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσ- καμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος· ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων [τὸν Κύριον] καὶ πάντα τὰ ἔθνη ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτοὺς λέγει Κύριος ὁ ποιῶν ταῦτα.9 Ὑπέσχετο λέγων, ὡς οὐκ ἂν εἰς τέλος ἐξολοθρεύσειε τὸ ἐξ Ἰακὼβ γένος, ἀλλ' εἰ καὶ λικμῷ τρόπον τινὰ διεῤῥιμ- μένοι· καὶ γὰρ ξένοι τε καὶ ἐπήλυτοι γενήσονται, πατρίδος καὶ οἴκων ἐξεωσμένοι, βάρβαρόν τε καὶ ἀλλοδαπὴν οἰκοῦντες χώραν· ἀλλ' οὐκ ἂν συντριβεῖεν εἰσάπαν, οὔτε μὴν εἰς ὄλεθρον οἰχήσονται παντελῆ. ταύτῃτοί φησιν ὅτι καὶ ἀναστήσει καίτοι πεσοῦσαν τὴν σκηνὴν Δαυεὶδ, ἐγερεῖ δὲ αὐτῆς τὰ κατεῤῥιμμένα, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν, εἰς ἡμέρας μακράς.
δεῖγμα δὲ τοῦτο γενήσεσθαί φησι καὶ πληροφορίαν τοῖς ἄλλοις ἔθνεσι τοῖς τε ὁμόροις καὶ ἀπω- τάτω, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς Θεὸν καὶ αὐτὸν ἑλέσθαι ζητεῖν, τεθαυμακότας πάντως που τῆς τε ἡμερό- τητος τοῦ Θεοῦ καὶ τῆς ἰσχύος τὸ μέγεθος. οὐκοῦν εἰ λέγοι σκηνὴν τοῦ Δαυεὶδ, τὸ τῶν Ἰουδαίων κατασημαίνει γένος, ἤγουν οἶκον τὸν ἐξ Ἰακώβ.
On that day I will raise up the fallen tent of David and rebuild its fallen parts and its demolished parts I will raise up and rebuild it as in the days of old, so that the remnant of men may seek [the Lord] and all the nations upon whom my name has been invoked, says the Lord who does these things. He promised, saying, that he would not utterly destroy the race from Jacob, but even if they are scattered in a manner like chaff—for they will become strangers and sojourners, driven from their homeland and homes, dwelling in a barbarous and foreign land—yet they would not be crushed entirely, nor would they go to complete destruction. With this he says that he will also raise up the fallen tent of David, and will erect its demolished parts, as in the days of old, that is, for long days.
And this, he says, will become a sign and assurance to the other nations, both neighboring and far off, that they must henceforth turn to God and choose to seek him, having surely marveled at both the gentleness of God and the greatness of his power. Therefore, if he speaks of the tent of David, he signifies the race of the Jews, that is, the house from Jacob.
ἰστέον δὲ ὅτι Κύρου τῆς αἰχμαλωσίας ἀνέντος αὐτοὺς, τότε ὑπενόστησαν εἰς τὴν Ἰουδαίαν, καὶ ἀνεδείμαντο μὲν τὸν νεὼν, πυργώσαντες δὲ τὰς τῶν πόλεων ἠρημωμένας, οἴκους τε ἐν αὐταῖς ἐπι- σκευασάμενοι, κατῳκήκασιν ἀσφαλῶς, πολέμους μὲν ὑπο- μείναντες τοὺς παρά τινων, οἷον Ἀντιόχου τε φημὶ καὶ Ἀδριανοῦ, αἰχμάλωτοι δὲ οὐκ ἔτι γεγόνασιν, οὔτε μὴν ἠρή- μωνται, καθὰ καὶ ὑπὸ τῶν Βαβυλωνίων. Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀληθέστερος εἴη ἂν ἐν Χριστῷ. ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω, τὴν εἰς θάνατον αὐτοῦ πεσοῦσαν σκηνὴν, τουτέστι τὴν ἀπὸ γῆς σάρκα, ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε δὴ τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατεῤῥιμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. "Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις," κατὰ τὰς γραφάς· συνεγηγέρμεθα γὰρ αὐτῷ. καὶ κατέσκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· καὶ τοῦτο ἡμῖν οὐκ εἰς χρόνον ὑπάρξει με- μετρημένον, ἀλλ' εἰς ἡμέρας, αἰῶνος· ἀναπόβλητον γὰρ ἐν ἡμῖν τὸ τῆς ἀφθαρσίας ἀγαθὸν, καὶ οὐκ ἔτι κρατήσει θάνα- τος τῶν ἐν Χριστῷ σεσωσμένων. τότε δὴ τότε καὶ οἱ κατάλοιποι τῶν ἀνθρώπων μετὰ τοὺς πεπιστευκότας ἐξ Ἰσ- ραὴλ τὸν φύσει τε καὶ ἀληθῶς ἐγνώκασι Θεὸν, τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου πλάνης ἀποφοιτήσαντες. οὐ γὰρ ἦν διαψεύσασθαι λέγοντα τὸν Χριστόν "Ἐὰν μὴ ὁ κόκκος "τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει·
It should be noted that when Cyrus released them from captivity, they then returned to Judea, and they rebuilt the temple, and having fortified the desolated parts of the cities, and having repaired the houses in them, they dwelt securely, having endured wars from some, such as those of Antiochus, I mean, and Hadrian, but they were no longer captives, nor were they laid waste, as they were by the Babylonians. Now the historical account lies in these things; but the inner and truer meaning would be in Christ. For since he came back to life from the dead, when God the Father raised up the tent that had fallen into his death, that is, the flesh from the earth, then indeed all human things were restored to their ancient form, and all our ruined things were brought to a new appearance. "For if there is a new creation in Christ," according to the scriptures, we have been raised together with him. And death demolished the tents of all, but God the Father rebuilt them in Christ; and this will exist for us not for a measured time, but for a day, an age; for the good of incorruption is not to be taken away from us, and death will no longer prevail over those saved in Christ. Then indeed also the remnant of men, after those from Israel who had believed, came to know the God who is by nature and truly God, having departed from that ancient and profane error. For it was not possible to contradict Christ saying, "Unless the grain of wheat, having fallen into the earth, dies, it alone remains.
"ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει." καὶ πάλιν " Οταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." κατ' ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ' ἣν ἀνεγερῶ τὴν κατε- σκαμμένην καὶ πεσοῦσαν σκηνὴν τοῦ Δαυεὶδ, κληθήσονται πάντα τὰ ἔθνη, καὶ ἐπ' αὐτοῖς ἔσται τὸ ἐμὸν ὄνομα. καὶ ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα, πεπληροφόρηκε προσθείς Λέγει Κύριος ὁ Θεὸς ὁ ποιῶν ταῦτα. εἰ γάρ ἐστι Κύριος ὁ Θεὸς ἀληθῶς, πάντη τε καὶ πάντως ποιήσει καὶ ταῦτα, πρὸς οὐδὲν ἀσθενῶν. ποιεῖ γὰρ "Μεγάλα "καὶ ἀνεξιχνίαστα, ἐνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν "ἀριθμός." Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ καταλήψεται ὁ ἀλοητὸς τὸν τρυγητὸν, καὶ περκάσει ἡ σταφυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσι, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν, καὶ φυτεύσουσι κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν. καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασθῶ- σιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ.9 Αὐτὸ δὴ σαφῶς ἡρμήνευσεν, ὅπερ ἔφην.
If he dies, he bears more fruit. And again: "When I am raised from the earth, I will draw all to myself." On that day, therefore, when I raise up the ruined and fallen tent of David, all the nations will be called, and my name will be upon them. And that the things foretold will certainly and completely come to pass, he has assured us by adding: "The Lord God who does these things says." For if he is truly the Lord God, he will certainly and completely do these things as well, being weak in nothing. For he does "great and inscrutable, glorious and extraordinary things, of which there is no number." "Behold, days are coming," says the Lord, "and the threshing will overtake the vintage, and the grape will darken in the sowing, and the mountains will drip sweetness, and all the hills will be overgrown; and I will turn back the captivity of my people Israel, and they will build the desolated cities and dwell in them, and they will plant vineyards and drink their wine, and they will plant gardens and eat their fruit. And I will plant them on their land, and they will never again be uprooted from their land which I gave them," says the Lord God Almighty. This is clearly what I said.
καὶ εἰ μέν τις ἕλοιτο παχεῖάν τε καὶ ἱστορικὴν ποιεῖσθαι τὴν ἀφήγησιν, ἐρεῖ δὴ πάλιν ἐκεῖνο, ὡς ἐπήγγελται σαφῶς τοῖς τὴν αἰχμα- λωσίαν ὑπομεμενηκόσι τὴν ἐπάνοδον, καὶ ὅτι τὴν ἑαυτῶν καθέξουσι γῆν, πόλεις τε καὶ οἴκους ἀναδειμάμενοι, καὶ ἐν καλῷ τῆς εὐημερίας λοιπὸν γεγονότες, τὰ ἐξ ἀγρῶν συλ- λέξουσιν ἀγαθὰ, καὶ τῷ γηπονεῖν ἐγκείσονται μετ' εὐφρο- σύνης καὶ χαρᾶς, ὡς ἀδιάλειπτον αὐτοῖς τὸν ἐπί γε ταῖς τῶν ἡδίστων συγκομιδαῖς γενέσθαι πόνον, τῶν ἐξ ἅλωνος ἀγαθῶν συμποδιζόντων αὐτοῖς τὸν τρυγητὸν, παρατείνοντος δὲ αὖ καὶ τοῦ τρυγητοῦ πάλιν εἰς τὸν τοῦ σπόρου καιρὸν, ὡς ἐκ ληνοῦ καὶ δρεπάνης καὶ βοτρύων αὐτῶν μεταφοιτᾶν τὸν γηπόνον ἐπὶ τὰ τῶν πεδίων ἀρόσιμα, καὶ τῆς ἅλω τὴν κόνιν ἀπονιψάμενον, τῶν ἐπὶ ληνοῖς ἔχεσθαι φροντισμάτων. Εἰ δὲ δὴ λεπτότερον καὶ πνευματικώτερον τῇ τῶν προκειμέ- νων θεωρίᾳ προσβαλεῖν ἐθέλοιμεν, πρέποι ἂν
εἰκότως ἐκεῖνο νοεῖν. ἐπειδὴ γὰρ, ὡς ἔφην, ἀνεβίω Χριστός· ἤγειρε γὰρ ὁ Πατὴρ τὴν σκηνὴν τοῦ Δαυεὶδ, καὶ ἀνῳκοδόμησεν αὐτῆς τὰ κατεσκαμμένα, πολλὴ καὶ ἀμφιλαφὴς τῶν πνευματικῶν ἀγα- θῶν ἡ μέθεξις ἐπὶ πάντας γέγονεν ἀνθρώπους Ἕλληνάς τε καὶ Ἰουδαίους· "Εἷς γὰρ ὁ Θεὸς, ὃς δεδικαίωκε περιτομὴν ἐκ "πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως." πλείστη δὴ οὖν ὅση τῶν πνευματικῶν καρπῶν τοῖς πεπιστευκόσιν ἡ χορηγία, ἣ διὰ τῶν ἐπιγείων καρπῶν εὖ μάλα κατασημαίνεται. πλῆθος γὰρ ἔσται, φησὶ, σίτου καὶ οἴνου. παραδεξόμεθα δὲ νῦν τὸν μὲν σῖτον εἰς ἰσχὺν, δῆλον δὲ ὅτι τὴν πνευματικήν·
And if someone should choose to make the narrative a rather literal and historical one, he will again say that thing, that the return was clearly promised to those who had endured the captivity, and that they will hold their own land, rebuilding cities and houses, and having thereafter come into a state of prosperity, they will gather the good things from the fields and apply themselves to farming with joy and gladness, since the labor over the gathering of the most pleasant things is unceasing for them, the good things from the threshing floor extending their vintage for them, and the vintage again extending into the time of sowing, so that the farmer passes from the winepress and the sickle and the grapes to the plowing of the plains, and having washed off the dust of the threshing floor, takes up the concerns of the winepresses. But if we should wish to approach the contemplation of the matters at hand in a more subtle and spiritual way, it would be fitting to understand that thing reasonably. For since, as I said, Christ revived—for the Father raised the tent of David and rebuilt its ruins—the participation in spiritual goods has become great and abundant for all people, both Greeks and Jews. "For it is one God who has justified circumcision by faith and uncircumcision through faith." Very great indeed is the supply of spiritual fruits to those who have believed, which is well signified through the earthly fruits. For there will be an abundance, it says, of grain and wine. And we will now receive grain as strength, clearly spiritual strength.
γέ- γραπται γὰρ ὅτι "Καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου," νοητὸς δέ που πάντως καὶ θεῖός τε καὶ ἄνωθεν· τὸν δέ γε οἶνον εἰς εὐφροσύνην· ἔφη γὰρ πάλιν "Καὶ οἶνος εὐφραίνει "καρδίαν ἀνθρώπου·" χαίρομεν δὲ "τῇ ἐλπίδι," κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. σταλάζει δὲ καὶ τὰ ὄρη γλυκασμόν. ὄρη μὲν οὖν, ὡς ἔοικεν, ἐνθάδε φησὶ τὰς ἐκκλησίας Χριστοῦ, διά τοι τὸ ἐπῃρμένον τῶν ἐν αὐταῖς δογμάτων, καὶ τῆς εἰς Θεὸν εὐσεβείας τὸ ὑπερφερὲς, καὶ ὅτι τὰ μὲν ὄρη διαφόροις κομῶντα φαίνονται φυτοῖς, αἱ δὲ ἐκ- κλησίαι Χριστοῦ μυρίας τε ὅσας ἁγίων ἔχουσι κεφαλὰς, κέδροις τε καὶ ξύλοις ἐν ἴσῳ τοῖς εὐμηκεστάτοις, αἳ ταῖς τῶν νοητῶν ὑδάτων παρίδρυνται διεξόδοις. ἀλλ' ὥσπερ ἐν τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν πλήθη μελιττῶν περιποτώμενα, τὸ γλυκὺ καὶ τίμιον ἐργάζονται μέλι· οὕτω πάλιν καὶ ἐν ταῖς ἐκκλησίαις οἱ τῶν ἄλλων περιφανέστεροι καὶ ἁδρότεροι πρὸς ἀρετὴν καὶ σύνεσιν, τῆς ἐπὶ Χριστῷ διδασκαλίας τὸ γλυκὺ συλλέγοντες μέλι, μονονουχὶ καταστάζουσι καὶ ταῖς ἑτέρων καρδίαις αὐτό. ἀποσταλάξει δὴ οὖν τὰ ὄρη γλυκασμὸν κατὰ τοῦτον οἶμαι τὸν τρόπον. ἔσεσθαι δὲ συμφύτους ἔφη καὶ τοὺς βουνούς. βουνοὶ δέ εἰσιν οἷον δεύτεροί τε καὶ τὸ μεῖον ἔχοντες εἰς ἀρετὴν παρὰ τοὺς ἄγαν ἐν τούτῳ διαφανεστέρους. μέτρα γὰρ ἁγιασμοῦ καὶ δικαιοσύνης ἐν ἐκκλησίαις, καὶ ὡς ὁ Παῦλός φησι, "Κατὰ τὴν ἑκάστῳ δοθεῖσαν χάριν" παρὰ τοῦ τὰ τοιάδε διανέμοντος Θεοῦ. σύμφυτοι δὴ οὖν ἔσονται καὶ οὗτοί φησι, τουτέστιν, εὐθαλεῖς τε καὶ εὔκαρποι, καὶ τῇ τῶν θείων δογμάτων ὀρθότητι βαθὺ κομῶντα φοροῦντες τὸν νοῦν.
For it is written: "And bread strengthens the heart of a man," but this is surely understood as spiritual and divine bread from above. And as for wine, it is for gladness; for again it is said: "And wine gladdens the heart of a man." And we rejoice "in hope," according to the saying of the blessed Paul. And the mountains will drip sweetness. Now by "mountains," it seems, he means here the churches of Christ, because of the elevated character of the doctrines in them and the preeminence of piety toward God, and because while mountains appear to be luxuriant with various plants, the churches of Christ possess countless heads of saints, like the tallest cedars and trees, which are situated alongside the channels of spiritual waters. But just as in the most wooded mountains swarms of bees flit about and produce sweet and precious honey, so too in the churches those who are more distinguished and more robust than others in virtue and understanding, gathering the sweet honey of teaching concerning Christ, almost drip it into the hearts of others. So then, the mountains will drip sweetness, I think, in this way. And he said that the hills will also be well-wooded. Hills are, as it were, second in rank and have a lesser share in virtue compared to those who are exceedingly eminent in this regard. For there are measures of sanctification and righteousness in the churches, and as Paul says, "according to the grace given to each" by God who distributes such things. So then, these too, he says, will be well-wooded, that is, flourishing and fruitful, and bearing a deep luxuriance of mind in the correctness of divine doctrines.
ὅτι δὲ καὶ ἐπέστρεψεν ἡμῶν τὴν αἰχμαλωσίαν ὁ τῶν ὅλων Θεὸς, οὐκ ἂν ἐνδοιάσειέ τις. ἐκήρυξε γὰρ "αἰχμαλώτοις ἄφεσιν" ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξείλετο τὴν ὑπ' οὐρανόν. τότε δὴ τότε καὶ ἐν ἴσῳ γηπόνοις ἁπάσης τῆς κατὰ νοῦν εὐκαρπίας γεγόναμεν ἐπιμεληταὶ, κατεφυτεύ- σαμεν κήπους καὶ ἀμπελῶνας, καὶ φαγόμεθα τὸν καρπὸν αὐτῶν. ἀποληψόμεθα γὰρ τὰς τῶν πόνων ἀντιμισθίας, ἀποτρυγήσομεν δὲ καὶ τοὺς τῆς ἐπιεικείας καρπούς. ὅτι δὲ ἀσάλευτον ἕξομεν τὴν παρὰ Θεῷ μονὴν, καὶ τῶν ἅπαξ δοθησομένων παρ' αὐτοῦ κλήρων οὐδεὶς ἂν ἐκπέμψειε τοὺς ἐν αὐτοῖς γεγονότας, σαφηνιεῖ λέγων Καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν ἧς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεός. "̓Αμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ," καὶ ἐν βεβαίῳ κεισόμεθα παντὸς ἀγαθοῦ, καθηγητὴν καὶ πανηγυριάρχην αὐτὸν ἔχοντες τὸν Χριστόν· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
And that the God of all has reversed our captivity, no one would doubt. For Christ proclaimed "release for captives," and delivered the whole world from the devil's greed. Then indeed, then, we became, like farmers, caretakers of all the fruitfulness of the mind; we planted gardens and vineyards, and we shall eat their fruit. For we shall receive the rewards of our labors, and we shall also harvest the fruits of gentleness. And that we shall have an unshakable abode with God, and that no one could expel those who have once been placed in the inheritances given by Him, He will make clear by saying: "I will plant them on their land which I gave to them," says the Lord God. "For the gifts and the calling of God are irrevocable," and we shall be established in the security of every good, having Christ Himself as our guide and master of the feast; through whom and with whom glory and power belong to God the Father together with the Holy Spirit unto the ages of ages. Amen.
ΤΕΛΟΣ ΤΗΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ ΕΡΜΗΝΕΙΑΣ. ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΒΔΙΟΥ.
ἈΒΔΙΟΥ δὴ πάλιν προφητεύει μὲν ἐν καιροῖς ὡς ἔοικεν, κεν, καθ' οὓς καὶ Ἰωὴλ, μονονουχὶ δὲ διέλαχε πρὸς αὐτὸν τὴν ὅρασιν, καὶ μερίζεται τὸ διήγημα. ὁ μὲν γὰρ θεσπέσιος Ἰωὴλ ἐπ' αὐτοῖς ἤδη τέρμασι τῆς αὐτοῦ προφητείας "Αἴ- "γυπτος,
φησὶν, εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς "πεδίον ἀφανισμοῦ ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθ' ὧν ἐξέχεον "αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν·" ὁ δὲ τῆς Ἰδουμαίας τὸν ἀφανισμὸν τίνα τε τρόπον καὶ ὅπως ἔσται, κατὰ καιροὺς ἀφηγεῖται λεπτῶς. ἐπειδὴ δὲ τοῖς ἐντευξομένοις τῇ τοῦ βιβλίου συγγραφῇ λυσιτελὲς τὸ ἀναμαθεῖν ἀκριβῶς καὶ πρό γε τῶν ἄλλων, τίς μέν ἐστιν ἡ Ἰδουμαία, τί δὲ τὸ συμβὰν αὐτῇ, καὶ τοῦ δὴ χάριν ταῖς ἐκ θείας ὀργῆς ὑπενήνεκται συμφοραῖς, φέρε λέγωμεν, ὡς ἔνι, τὰ τοιάδε σαφῶς τοῖς φιλομαθέσι καταλεπτύνοντες. Ἰδουμαῖοι τοίνυν κέκληνται καὶ εἰσὶν οἱ ἐξ Ἡσαῦ γεγονότες. ἐπειδὴ γὰρ Ἐδὼμ ὠνό-μασται, τουτέστιν γήϊνος, διά τοι τὸ ἀποδόσθαι τὰ πρω- τοτόκια, καὶ ἀλογῆσαι μὲν τῆς ἐντεῦθεν ὀφειλομένης αὐτῷ τιμῆς, βρώσεως δὲ μιᾶς, καὶ τοῦτο εὐτελεστάτης, ἀνθελέσθαι παράθεσιν, ταύτῃτοι καὶ Ἰδουμαίους ὠνόμαζον τοὺς ἐξ αὐ- τοῦ γεγονότας. καλεῖται δὲ τῶν Ἰδουμαίων ἡ χώρα καὶ Σηεὶρ καὶ Θαιμάν· καὶ Σηεὶρ μὲν διὰ τὸ λέγεσθαι δασεῖς τοὺς κατοικοῦντας αὐτὴν, δασὺς δὲ καὶ Ἡσαῦ· τετρίχωτο γάρ· Σὴρ δὲ τρίχωσις, ἤτοι τριχωτὸς ἑρμηνεύεται. ἦν δὲ καὶ ὄρος ἐν τῇ χώρᾳ Σηείρ. Θαιμὰν δὲ δὴ πάλιν, διὰ τὸ εἶναι νοτιωτάτην. νότος δὲ ὁ Θαιμὰν κατὰ τὴν τῶν Ἑβραίων φωνήν.
END OF THE COMMENTARY ON THE PROPHET AMOS. BY THE SAME AUTHOR, INTERPRETATION ON THE PROPHET OBADIAH.
Obadiah, then, again prophesies in times, as it seems, in which also Joel did, and he almost shared the vision with him, and the narrative is divided. For the inspired Joel, at the very limits of his prophecy, says: "Egypt will be brought to desolation, and Idumea will be a plain of desolation because of the injustices of the sons of Judah, in return for which they shed righteous blood in their land." But he [Obadiah] narrates in detail, at the appropriate times, in what manner and how the desolation of Idumea will come about. Since it is beneficial for those who will encounter the composition of the book to learn accurately, even before other things, what Idumea is, what happened to it, and for what reason it was subjected to calamities from divine wrath, come, let us speak, as far as possible, making such things clear for the learned by breaking them down. The Idumeans, then, are called and are those descended from Esau. For since he was named Edom, that is, earthly, because he sold his birthright and disregarded the honor due to him from that, and chose a single dish, and that a very cheap one, instead, for this reason they also called those descended from him Idumeans. The land of the Idumeans is also called Seir and Theman. And it is called Seir because those inhabiting it are said to be hairy, and Esau was also hairy; for he was covered with hair. "Ser" means hairiness or hairy. There was also a mountain in the land called Seir. And Theman, again, because it is very southern; "south" is Theman in the Hebrew language.
δοκεῖ δέ τισιν εἰρῆσθαι Θαιμὰν καὶ δι' ἑτέραν αἰτίαν. φασὶ γὰρ ὅτι γέγονεν υἱὸς τῷ Ἡσαῦ κατὰ καιροὺς Ἐλιφὰζ, ἐκ δὲ τοῦ Ἐλιφὰζ ὁ Θαιμὰν, ἐξ οὗ καὶ ἡ χώρα Θαιμάν. καὶ ἀπόχρη μὲν ταῦτα περὶ τῆς Ἰδουμαίας καὶ τῶν ἐν αὐτῇ. ἀπολώλασι δὲ δι' αἰτίαν τοιαύτην. πολι- ορκουμένης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ, καὶ ἐν τοῖς ἐσχάτοις ἡκούσης κακοῖς· ἔπιπτον γὰρ ἀναρίθ- μητοι τοῖς τῶν ἐθνῶν δαπανώμενοι ξίφεσι· ἀνεσώζοντό τινες μόλις, καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν χώρας ἀπεκομίζοντο· κατέβαινον δὲ οἱ πλεῖστοι μάλιστα τῶν ἐξ Ἰσραὴλ εἰς τὴν Ἰδουμαίαν, ὅμορον οὖσαν αὐτοῖς, ᾤοντό τε ὅτι καὶ συναλγή- σουσιν ὡς ἀδελφοῖς, καὶ τῆς ἐξ αἵματος ἀγχιστείας δια- μεμνήσονται, καὶ ἀθλίως πεπραχόσι χαριοῦνται τὰς ἐπικου- ρίας. οἱ δὲ, καίτοι κατοικτεῖραι δέον ὡς ἀδελφοὺς, ἀπεδέχοντο μὲν εἰς τὴν ἑαυτῶν, ἀπέσφαττον δὲ, τὰς τῆς Ἰδουμαίας ἐκβολὰς λῃστρικῷ περιθέοντες τρόπῳ, τεθορυβημένους τε καὶ κατεπτηχότας ἁρπάζοντες. ἦσαν δὲ οὕτως ἀπάνθρωποι ὡς καὶ αὐτὴν ὑπερβαλέσθαι τῶν Βαβυλωνίων τὴν ἀγριό- τητα. ἐπῄεσαν γὰρ, ὡς ἔφην, ἀπολλυμένοις, ἐπιτωθάζοντες καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ὁμαιμόνων ποιούμενοι συμφοράς. ἀπῴχοντο μὲν οὖν εἰς τὴν Περσῶν τε καὶ Μήδων Ἰουδαῖοι τοτηνικάδε. ἐπειδὴ δὲ πεπερασμένων ἤδη τῶν ἑβδομήκοντα ἐτῶν κατηλέει Θεός· ἀνεκομίζοντο γὰρ εἰς τὴν Ἰουδαίαν· σπουδὴν ἐποιοῦντο, τήν τε πόλιν αὐτὴν ἀνα- δείμασθαι, καὶ τὸν ἐν αὐτῇ πάλιν ἀνεγεῖραι νεών.
It seems to some that Teman was spoken of also for another reason. For they say that Esau had a son in the times of Eliphaz, and from Eliphaz came Teman, from whom also the country of Teman. And these things are sufficient concerning Idumea and the things in it. But they perished for such a reason as this. For when Jerusalem was being besieged by Nebuchadnezzar and had come to the last extremities—for countless people were falling, consumed by the swords of the nations; some were barely saved and were carried off to the lands of neighboring nations—most of those from Israel went down especially into Idumea, which was adjacent to them, and they thought that they would grieve with them as with brothers, and would remember the kinship by blood, and would grant assistance to those who had fared miserably. But they, although they ought to have pitied them as brothers, received them into their own land, yet slaughtered them, overrunning the outskirts of Idumea in a bandit-like manner, snatching up those who were thrown into confusion and were terrified. And they were so inhuman as even to surpass the savagery of the Babylonians. For they came upon those who were perishing, as I said, mocking them and making the calamities of their own kin an occasion for festivity. So the Jews departed at that time into the lands of the Persians and Medes. But when the seventy years had now been completed, God was calling them back—for they were being brought back to Judea—and they made haste both to rebuild the city itself and again to raise up the temple in it.
ἀλλ' Ἰδουμαῖοι πάλιν οἱ ἀδελφοὶ καὶ γείτονες κατεδάκνοντο τῷ φθόνῳ, καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀπείργειν ἤθελον, συναγείροντες τοὺς ὁμόφρονας καὶ περιοικοῦντας βαρβάρους, καὶ δὴ καὶ εἰς μάχην ᾔεσαν. πεπτώκασι δὲ καὶ ἀπολώλασιν ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, Θεοῦ προασπίζοντος τῶν ἐξ Ἰσραήλ. ἐπειδὴ δὲ τῶν ἀλλοφύλων φορτικώτεροι γεγόνασιν Ἰδουμαῖοι, κατέδραμον αὐτῶν τὴν χώραν οἱ ἐξ Ἰσραὴλ, καὶ ἀπέκτειναν μὲν τοὺς ἐν αὐτῇ, τρυμαλιὰς δὲ πετρῶν καὶ σπήλαια καὶ γῆς καταδύσεις διερευνώμενοι, τοὺς εὑρισκο- μένους ἀπέσφαττον. Ὅρασις Ἀβδιού· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ Ἀκοὴ ἤκουσα παρὰ Κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ' αὐτὴν εἰς πόλεμον.9 Ὅλον ἡμῖν τῆς ἑαυτοῦ προφητείας ἐν τούτοις, ἤγουν τῆς ὁράσεως διερμηνεύει τὸν σκοπὸν, καὶ ὅποι ποτὲ βλέπει δια- τρανοῖ. ὅτι γὰρ ἐπὶ τοῖς ἔσεσθαι μέλλουσι κατὰ τῆς Ἰδου- μαίας ἡ ὅρασις αὐτῷ, πειρᾶται πληροφορεῖν. ἐμπεδοῖ γὰρ πρὸς πίστιν τοὺς ἀκροωμένους, καὶ ὅτι πάντη τε καὶ πάν- τως συμβήσεται τὸ λαλούμενον, ἀναπείθειν πειρᾶται λέγων ὡς ἥκιστα μὲν αὐτοῦ, Θεοῦ δὲ μᾶλλον εἶεν οἱ λόγοι. ἔφη τοίνυν ἀκοὴν ἀκοῦσαι παρὰ Θεοῦ κατὰ τῆς Ἰδουμαίας. καὶ τίς ἂν νοοῖτο πάλιν, εὐθὺς αὐτὸς διεσάφησεν, προσθεὶς ὅτι περιοχὴν εἰς τὰ ἔθνη
But the Idumaeans, again, being brothers and neighbors, were stung by envy and wished to prevent such undertakings, gathering together those of like mind and the surrounding barbarians, and indeed they went to battle. And they fell and perished in the valley of Josaphat, God protecting those from Israel. And since the Idumaeans had become more burdensome than the other foreigners, those from Israel overran their land, and killed those in it, and searching through holes of rocks and caves and recesses of the earth, they slaughtered those they found. Vision of Abdias: Thus says the Lord God to Idumaea: I have heard a report from the Lord, and he has sent a siege against the nations: Arise and let us rise up against her for war. He interprets for us the whole purpose of his prophecy, that is, of the vision, in these words, and makes clear where it looks. For he attempts to assure that the vision concerns the things that are about to happen against Idumaea. For he confirms the listeners in faith, and tries to persuade that what is spoken will happen in every way and without fail, saying that the words are least of all his own, but rather God's. So he said that he heard a report from God against Idumaea. And who might be understood again, he immediately clarified, adding that he sent a siege against the nations.
ἐξαπέστειλεν. ἔθνη δὲ, ποῖα; τὰ τῆς Ἰδου- μαίας. κατ' αὐτῶν γὰρ ἀπεστάλθαι φησὶ τὴν περιοχὴν, ἤτοι πολιορκίαν, ἤγουν συγκλεισμὸν, τοῦ θείου κρίματος συνωθοῦντος ἀναγκαίως εἰς τὸ παθεῖν τὴν ἐρήμωσιν. Ἢ καὶ καθ' ἕτερον τρόπον. τοῖς γὰρ ἔθνεσι τοῖς κύκλῳ τῆς Ἰδουμαίας ποιεῖσθαι προστέταχε τὴν περιοχὴν, ἤτοι τὴν πολιορκίαν. προστέταχε δὲ οὐχὶ πάντως ἐναργῶς, ἀλλ' οἷον διανιστὰς ὡς Θεὸς, καὶ καταθήγων ἐπ' αὐτοὺς, ἃ καὶ τοῖς θείοις ἀναπεπεισμένα νεύμασι προτροπάδην ἀλλήλοις μονο- νουχὶ διακεκραγότα φασίν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ' αὐτὴν εἰς πόλεμον. συνεισβεβλήκασι γὰρ τοῖς ἐξ Ἰσραὴλ καταδῃοῦσι τὴν Ἰδουμαίαν καὶ τὰ περίοικα τῶν ἐθνῶν. Ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ σφόδρα. ἡ ὑπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκη- νοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψῶν κατοικίαν αὐτοῦ, λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ Τίς με κατάξει ἐπὶ τὴν γῆν; ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.9 Ὀλιγοστὸν αὐτὸν ἐν τοῖς ἔθνεσι τεθεῖσθαί φησι καὶ ἠτιμω- μένον διὰ τὸ παντελῶς εὐαριθμήτους γενέσθαι, εἰ πρὸς τῶν ἐπιόντων τὴν πληθὺν συγκρίνοιντο· πλεῖστοι γὰρ, ὡς ἔφην, οἱ κατ' αὐτῶν τεθηγμένοι. ἢ ὀλιγοστοὺς γενέσθαι φησὶν, ὡς δαπανήσαντος τοῦ πολέμου, καὶ εἰς ὀλίγους περιστήσαντος κομιδῇ τὸ γένος αὐτοῖς. ἐκ πολλῆς δὲ ἄγαν ἀβελτηρίας διακένοις κεχρῆσθαι φυσήμασι τὸν Ἰδουμαῖον ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνει λόγος.
He sent forth. And what nations? Those of Idumaea. For he says that the siege, that is, the blockade or confinement, was sent against them, the divine judgment necessarily driving them to suffer desolation. Or also in another way: he has commanded that the siege, that is, the blockade, be made against the nations surrounding Idumaea. But he has not commanded it in any manifest way, but rather as God, rousing and sharpening them against them, and those who are persuaded by the divine nods say, almost shouting to one another headlong, "Arise and let us rise up against her for war." For the surrounding nations have joined with those from Israel who are laying waste to Idumaea. "Behold, I have made you small among the nations; you are greatly dishonored." The pride of your heart lifted you up to dwell in the clefts of the rocks, raising his dwelling, saying in his heart, "Who will bring me down to the earth? If you are lifted up like an eagle and place your nest among the stars, from there I will bring you down," says the Lord. He says that he has been made small among the nations and dishonored because they have become utterly few in number, if compared to the multitude of those attacking them; for very many, as I said, are those sharpened against them. Or he says that they have become few, as the war has consumed them and reduced their race to a mere handful. And the prophetic word indicates to us that the Idumaean, out of excessive folly, has used empty boasts.
ᾤετο γὰρ δυσάλωτος ἔσεσθαι τοῖς ἐχθροῖς, οὐ διά γε τὴν ἐνοῦσαν ἀλκὴν αὐτῷ καὶ τὸ ἐν πολέμοις εὐτεχνὲς, ἀλλ' ὅτι τὸ τραχὺ καὶ δύσβατον τῆς χώρας ἀπο- χρήσειν ἔμελλε πρὸς σωτηρίαν αὐτοῖς. ὄχθοι γὰρ ἦσαν ἁπαν- ταχῆ, καὶ πετρῶν ἀκρωνυχίαι δεινὸν κατεκνεύουσαι, καὶ βουνῶν ἀγριότης, καὶ ὀρῶν ὑψώματα. τί οὖν, φησὶ, τῆς τῶν ἐπιόντων χειρὸς μάτην καταλαζονεύεσθε; εἰ γὰρ καὶ κατῴ- κηκας ἐν χώρᾳ πολὺ λαχούσῃ τὸ δύσβατον, ἠρμένῃ τε ὑψοῦ, κἂν εἰ γενοιό τις ἀετὸς, οἷον ἐναέριον αὐτοῦ τὴν καλιὰν ἔχων· ὑπερβολικὸς δὲ πάλιν ὁ λόγος· ἀλλ' οὖν ἐκεῖθεν καταῤῥαχθήσῃ, Θεοῦ κατασύροντος· ἀδυνατεῖ γὰρ αὐτῷ παντελῶς οὐδέν. Εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτὸς, ποῦ ἂν ἀπεῤῥίφης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σὲ, οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδας; πῶς ἐξηρευνήθη Ἡσαῦ, καὶ κατελήφθη αὐτοῦ τὰ κεκρυμμένα;9 Ἤδη φθάσαντες εἴπομεν, ὅτι καὶ ῥωχμὰς ὀρῶν, σπήλαιά τε καὶ διασφαγὰς ἐν πέτραις, δρυμούς τε διερευνώμενοι τοὺς Ἰδουμαίους ἀπέσφαττον, οἱ τοῖς ἐξ Ἰσραὴλ συνεισβε-βληκότες καὶ συνεπιτιθέμενοι τῶν ἑτερογενῶν, ὡς ὀλίγους παντελῶς, ἢ μηδένα τοπαράπαν ἰσχῦσαι διαφυγεῖν. ἐπι- τωθάζει δὴ οὖν ὁ λόγος αὐτοῖς, καὶ οἱονείπως ἐν ἤθει κατειρωνεύεται καί φησιν Εἰ λῃστρικῆς ἐφόδου πεπείρασο, καί σοι τὰ κλεπτῶν ἐπεφοίτησε γένη, οὐκ ἂν ἠρκέσθησαν τῷ λαβεῖν, ἅπερ ἦν εἰκὸς ἀρκέσειν αὐτοῖς; εἰ δὲ δὴ καὶ ἀμπέλου δίκην ἀπετρύγων τινὲς, οὐκ ἂν διέλαθεν ἡ ἐπιφυλλὶς, καίτοι περιερ- γότατον ὄντα λίαν, τῶν ἀποτρυγᾶν εἰωθότων τὸν ὀφθαλμόν;
He thought he would be hard to capture by his enemies, not because of any inherent strength or skill in warfare, but because the rough and impassable terrain of the land would suffice for their safety. For there were cliffs everywhere, and terrible crags of rocks overhanging, and wild hills, and lofty mountains. What then, he says, do you vainly boast against the hand of those advancing? For even if you dwell in a land that is exceedingly difficult of access, raised high, and even if you were an eagle, having your nest, as it were, in the air—the speech is again hyperbolic—yet you will be cast down from there, God dragging you down; for nothing is utterly impossible for him. If thieves entered against you, or robbers by night, where would you have been cast? Would they not have stolen what was sufficient for themselves? And if grape-gatherers entered against you, would they not have left the gleanings? How was Esau searched out, and his hidden things seized? We have already said that, searching even the clefts of mountains, caves and fissures in rocks, and thickets, they were slaughtering the Idumaeans, those of the foreign peoples who had entered together with the Israelites and attacked together, so that very few, or none at all, were able to escape. Therefore the speech mocks them, and as if in character, speaks ironically, and says: If you had experienced a bandit attack, and the tribes of thieves had visited you, would they not have been satisfied with taking what was likely to suffice for them? And if, indeed, some had stripped you like a vine, would the gleaning have escaped notice, even though the eye of those accustomed to strip the vine is very meticulous?