ἀλλ' ἦν ἀνάγκη τοῦτο παθεῖν καὶ οὐχ ἑκοῦσιν αὐτοῖς, ὅτι τοῖς μὲν κλέπτουσιν ἀεὶ τὸ δεῖμα παρεγγυᾷ τὴν φυγὴν, καὶ τὸ οἴχεσθαι λαθόντας, καὶ εἴ τι τῶν ἑτοίμων ἁρπάσειαν, ἀπο- χρῶν εἶναι δοκεῖ πρὸς θυμηδίαν αὐτοῖς· τοῖς γεμὴν τρυγῶσιν ἐμποδὼν ἀεὶ πρὸς ἔρευναν ἡ φυλλὰς παραιρουμένη καὶ ὑπο- κλέπτουσα τὸ λαθεῖν δυνάμενον. ἀλλὰ σοί φησιν, ὦ Ἡσαῦ, τουτέστιν, ὦ ἐξ αἵματος τοῦ Ἡσαῦ Ἰδουμαῖε, τὰ χείρω παθεῖν συμβέβηκε· κατελήφθησαν γὰρ τὰ κεκρυμμένα, καὶ διέλαθε μὲν οὐδεὶς, ἀνόνητος δὲ καὶ ἡ φυγὴ, καὶ αὐτὴ τῶν τόπων ἡ δυσχωρία. Ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε· πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι, ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου· συνεσθίοντές σοι ἔθηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστι σύνεσις ἐν αὐτοῖς. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολῶ σοφοὺς ἐκ τῆς Ἰδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ἡσαῦ. καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμὰν, ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ, διὰ τὴν σφαγὴν
But it was necessary for them to suffer this, and not willingly, because for thieves, fear always urges flight and escape unnoticed, and if they should snatch something readily available, that seems sufficient for their delight. For those who are harvesting, the foliage, when removed, always hinders investigation and steals away the possibility of concealment. But to you, he says, O Esau, that is, O Idumaean of the blood of Esau, it has happened that you suffer the worse things; for the hidden things were seized, and no one escaped notice, and flight was useless, and even the ruggedness of the places themselves. They sent you as far as your borders; all the men of your covenant opposed you; your peaceful men prevailed against you; those who ate with you set an ambush beneath you; there is no understanding in them. On that day, says the Lord, I will destroy the wise men from Idumaea and understanding from Mount Esau. And your warriors from Theman will be terrified, so that a man may be removed from Mount Esau, because of the slaughter.
καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ἰακώβ· καὶ καλύψει σε αἰσχύνη, καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα· ἀθ' ἧς ἡμέρας ἀντέστης ἐξεναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ, καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ἱερουσαλὴμ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν.9 Ὅτε κωλύειν ἤθελον τοὺς ἐξ Ἰσραὴλ οἰκοδομοῦντας τὸν νεὼν καὶ τὴν ἁγίαν πόλιν ἀνατειχίζοντας, οἱ ἐξ αἵματος Ἡσαῦ, ὁμοψυχίας συνθήκας πρὸς τὰ περίοικα τῶν ἐθνῶν ἐποιήσαντο, καθάπερ εἴπομεν ἤδη. ἐπειδὴ δὲ συμβέβηκεν ἁλῶναι τὴν χώραν αὐτῶν καταστρατευόντων τῶν ἐξ Ἰσραὴλ, τότε καὶ οἱ πάλαι γνήσιοι καὶ συνωμόται καὶ συνασπισταὶ τῶν ἄλλων ἁπάντων γεγόνασι φορτικώτεροι καταδῃοῦντες δὴ καὶ μαχόμενοι. ὁ πόλεμος τοίνυν φησὶν ἕως τῶν ὁρίων σου ἐξαπέστειλέ σε, τουτέστιν ἀφανῆ σε γενέσθαι παρ- εσκεύασε· τοῦτο γὰρ τὸ ἐξαπέστειλεν· οὐ μέρη τῆς σῆς ἐπεισπηδήσας χώρας, ἀλλ' ὅλην ἑλὼν κατὰ κράτος, καὶ μέχρις ὅρων αὐτῶν ἀγαγὼν εἰς ἐρήμωσιν. ἀντέστησαν δὲ, καὶ πεπολεμήκασι πρὸς σὲ, φησὶν, οὓς ἦν τάχα που καὶ λίαν εἰκὸς, κατά γε τὴν σὴν ἐλπίδα, καὶ ἐπαλγύνεσθαι πεπονθότι σοι. ἀλλ' ἔθηκαν ἔνεδρα ὑποκάτω σου, παρ' ὧν σώζεσθαι προσεδόκησας. ἐν δὲ τῷ Οὐκ ἔστιν σύνεσις ἐν αὐτῷ, τοιαύτη τις ἐμφέρεται ἔννοια. σοφούς τε καὶ συνετοὺς ὠνόμαζον τοὺς ψευδομάντεις καὶ βωμολόχους, τοὺς ἀπατεῶνας καὶ οἰωνοσκό- πους, καὶ τοὺς τῶν ἄστρων τὰ ψευδῆ μυθάρια καταχέοντας, οἵ τινες εἰς τοῦτο ληρωδίας ἥκουσιν, ὡς ἐντεῦθεν δύνασθαι καὶ τὴν τῶν ἐσομένων γνῶσιν ἑλεῖν φληνάφως ὑπονοεῖν.
and the impiety against your brother Jacob; and shame will cover you, and you will be cast out forever; from the day you stood in opposition on the day when the foreigners were taking his power captive, and aliens entered his gates and cast lots for Jerusalem, and you were as one of them. When they wished to prevent those from Israel who were building the temple and fortifying the holy city, those of the blood of Esau made compacts of unanimity with the surrounding nations, as we have already said. But when it happened that their land was captured by the armies of Israel, then even those who were formerly genuine and sworn allies and comrades-in-arms of all the others became more burdensome, indeed ravaging and fighting. The war, then, he says, sent you to your borders, that is, it caused you to disappear; for this is what "sent you" means: not that it invaded parts of your land, but that it captured the whole by force, and brought it to desolation as far as its borders. They resisted, he says, and made war against you, those whom it was perhaps even very likely, according to your hope, would also grieve for you in your suffering. But they set ambushes beneath you, from whom you expected to be saved. In the phrase "There is no understanding in him," some such meaning is conveyed. They called wise and intelligent the false prophets and mountebanks, the deceivers and augurs, and those who pour out false tales about the stars, who go so far in their nonsense as to suppose that from this they can grasp the knowledge of future events.
ἀνεπτόηντο δὲ πρὸς τοῦτο λίαν οἱ ταῖς τῶν εἰδώλων λατρεί- αις ἐμβεβληκότες. τοῦτο καὶ αὐτοὶ μετὰ τῶν ἄλλων ἠῤῥω- στηκότες οἱ Ἰδουμαῖοι, μέλλοντος ἤδη τοῦ πολέμου περιαγ- γέλλεσθαι, κατεσκέπτοντο μὲν τῶν ἐκβησομένων τὸ πέρας· συναγείροντες δὲ τοὺς ἔν γε δὴ τούτοις σοφοὺς, ἀπαγγέλλειν ἐκέλευον, ὅποι ποτὲ ἄρα βαδιεῖται αὐτοῖς τὰ τοῦ πολέμου. οἱ δὲ, κατὰ τὸ εἰκὸς, κατεμαντεύοντο αὐτοῖς τὸ νικᾶν, ἀλλ' ἥλωσαν καὶ πεπτώκασι, διαμαρτούσης αὐτοῖς τῆς τέχνης· ἠλέγχοντο δὲ καὶ ἀσύνετοι παντελῶς ψευδοεποῦντες οἱ δεί- λαιοι. ὅτι δὲ καίτοι πάλαι θρασεῖς ὄντες οἱ ἐκ Θαιμὰν, αὐτοὶ δὴ πάλιν οἱ Ἰδουμαῖοι ἄνανδροι ἔσονται καὶ περιδεεῖς, κατε1.553 σήμῃνε προσθεὶς ὅτι πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαι- μὰν, ὅπως ἐξαρῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ, τουτέστιν, ἄχρις ἂν ἀπόλοιντο μέχρι καὶ ἑνὸς τῶν ἐκ τῆς Ἰδουμαίας. καθί- στησι γοῦν ἐναργῆ τὴν αἰτίαν τῆς ἐπενηνεγμένης συμφορᾶς, ὅτι διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου. ἐπειδὴ γὰρ ἀνῄρηκας, φησὶ, τὸν ἐξ αἵματος ἐγγὺς κατὰ ἀγχιστείαν, τουτέστι, τὸν Ἰακὼβ, ἤτοι τοὺς ἐξ Ἰακὼβ, δαπανηθήσῃ πολέμῳ, καὶ εἰσάπαν ἔσῃ κατεφθαρμένος, αἰσχύνης τε ἔμπλεως καὶ ἐντροπῆς. ὅτι δὲ καὶ ἀναπόβλητον ἕξουσι τὸ συμβεβηκὸς, καὶ ταῖς οὕτω δειναῖς ἐναπομενοῦσι συμ- φοραῖς, διαμεμήνυκεν εἰπών Καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα.
They were greatly elated at this, those who had been cast into the worship of idols. The Idumaeans, being themselves also sick with this along with the others, when the war was already about to be announced, were considering the outcome of what would happen; and gathering together those wise in these matters, they ordered them to declare where the war would go for them. These, as was likely, prophesied victory for them, but they were captured and fell, their art having failed them; and the wretches were proved to be utterly senseless and false prophets. And that, although the men of Theman were once bold, these same Idumaeans would be cowardly and fearful, he indicated by adding that your warriors from Theman will be terrified, so that a man might be removed from Mount Esau, that is, until they perished, even to the last one, from Idumaea. He thus makes clear the cause of the calamity brought upon them, that it was because of the slaughter and the impiety against your brother. For since you have slain, he says, the one near to you by blood and kinship, that is, Jacob, or the descendants of Jacob, you will be consumed by war, and will be utterly destroyed, full of shame and disgrace. And that they will have the calamity as inalienable, and will remain in such terrible misfortunes, he has indicated by saying, And you will be cast out forever.
ἐν δὲ τῷ Ἀφ' ἧς ἡμέρας, ὑπομιμνήσκει τοῦ καιροῦ, καθ' ὃν τῶν Βαβυλωνίων ᾑρηκότων τὴν Ἰουδαίαν, καὶ διαρπαζόντων τὰ ἐν αὐτῇ, καὶ κλήρῳ λαχόντων τὰ ἐκ τῆς Ἱερουσαλὴμ συνα- γηγερμένα, αὐτοὶ τοὺς φεύγοντας λοχῶντες ἀπέσφαττον, καὶ οἱονεὶ συνειργάζοντο τοῖς ἀλλογενέσι καὶ τοῖς τοὺς ἐξ Ἰακὼβ ἀποφέρουσιν εἰς αἰχμαλωσίαν. ἥλωσαν δὴ οὖν ταῖς τῶν ἀδελφῶν συμφοραῖς ἐπιθρώσκοντες, καὶ ὀλίγα τοῖς Βαβυλωνίοις παραχωροῦντες εἰς ἀγριότητα. Καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως, μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν· μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συν- αγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· μὴ ἐπιστῆς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, τοῦ ἐξολοθρεῦσαι τοὺς ἀνασωζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως.9 Ἀπαριθμεῖται δὴ πάλιν τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, σκληροὺς
In the phrase "from the day," he reminds us of the time when the Babylonians had taken Judea and were plundering what was in it, and had drawn lots for the things gathered from Jerusalem, while they themselves lay in ambush for the fugitives and slaughtered them, and virtually cooperated with the foreigners and with those who were carrying off the descendants of Jacob into captivity. So then they exulted in the calamities of their brothers, yielding little to the Babylonians in savagery. "And do not look upon the day of your brother on the day of strangers, and do not rejoice over the sons of Judah on the day of their destruction, and do not boast on the day of affliction, nor enter the gates of peoples on the day of their sufferings; nor do you look upon their assembly on the day of their ruin, nor join in attacking their force on the day of their destruction; do not station yourself at their passes to destroy those of them who are escaping, nor shut in those fleeing from them on the day of affliction." He again enumerates the charges against the Idumaeans, harsh
καὶ ἀφιλοικτίρμονας γεγονότας δεικνύων. ἐσχη- μάτισται δὲ ὁ λόγος, οἱονεὶ πληττομένοις τε ἤδη καὶ αἰκι- ζομένοις, ἐπιφωνοῦντος Θεοῦ καὶ τὸν τῆς ἁμαρτίας τρόπον κατονειδίζοντος. τὸ δὲ ἐπιδεῖν ἐστι τὸ ἐπιγελᾶσαί τε καὶ ἐφησθῆναι κάμνουσιν ἀδελφοῖς, καὶ θυμηδίας ἀφορμὴν τὰς τῶν ἑτέρων ποιεῖσθαι συμφορὰς, καίτοι τῆς θείας λεγούσης γραφῆς, μὴ δεῖν ὅλως ἐπιμειδιᾶν τοῖς κάμνουσιν. ἐν δὲ καὶ τῷ μὴ ἐπιχαρῇς καὶ τοῖς λοιποῖς, ἀπαριθμεῖται δὴ πάλιν τὰ τοῦ Ἰδουμαίου ἐγκλήματα, σκληρὸν καὶ ἀφιλοικτίρμονα γε- γονότα δεικνύων, καὶ τοῦτο εἰς ἀδελφούς. μὴ γὰρ δή φησιν ἐν ἴσῳ τοῖς Ἀσσυρίοις εἴσω καὶ αὐτὸς ἐπείγου πυλῶν, οὐ χεῖρα τὴν ἐπαμύνουσαν εἰσφέρων, ὡς ἀδελφοῖς, καταδῃώσων δὲ μᾶλλον. καὶ μὴ ἐπίδῃς συναγωγὴν ἀθλίως ὀλοθρευομένην· μήτε μὴν ἐπιφορτίσῃς τοῖς παρὰ σοῦ σφόδρα κατηχθισμέ- νοις· μήτε μὴν τοῖς φεύγουσιν ἔσο πάγη, τηρῶν τὰς διεκ- βολὰς καὶ βρόχους ἱστὰς, ὡς ἂν μηδεὶς ἀνασώζοιτο ταῖς σαῖς ἐναλοὺς ἀφιλοστοργίαις, κἂν εἰ τὸ τῶν δυσμενῶν δια- δράμῃ ξίφος. πανταχῆ δὲ ὁ λόγος τῆς Ἰδουμαίων ἀπανθρωπίας κατηγορεῖ, ἵνα δὴ πάλιν ὅσιόν τε καὶ ἀνεπίληπτον ἀληθῶς τὸ θεῖον ὁρῷτο κρῖμα, κολαζομένων ἐν δίκῃ τῶν ἐκεῖνα πεπλημμεληκότων. Διότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθή- σεταί σοι εἰς κεφαλήν σου. διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον, πίονται καὶ κατα- βήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες·
showing that they had become pitiless. The speech is figured as if God were addressing those already being struck and tormented, reproaching them for the manner of their sin. To "look upon" means to mock and rejoice at suffering brothers, and to make the misfortunes of others an occasion for delight, even though divine Scripture says one should not smile at all at those who suffer. And in the phrase "do not rejoice" and the rest, he again enumerates the charges against the Edomite, showing that he had become harsh and pitiless, and this toward brothers. For he says, "Do not, like the Assyrians, also hasten yourself to the gates, bringing not a helping hand as to brothers, but rather to plunder. And do not look upon a gathering being wretchedly destroyed; nor burden those already heavily weighed down by your actions; nor be a snare to the fugitives, watching the passes and setting traps, so that no one might be saved, caught by your lack of affection, even if they escape the sword of the enemy." Everywhere the speech accuses the Edomites of inhumanity, so that again the divine judgment might be seen as holy and truly blameless, since those who committed those offenses are punished justly. Because the day of the Lord is near for all the nations: as you have done, so it will be to you; your recompense will be given back to you upon your head. Because as you drank upon my holy mountain, all the nations will drink wine, they will drink and go down, and they will be as if they did not exist.
ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον.9 Προαναφωνεῖ πάλιν τὸν τοῦ πολέμου καιρὸν, καθ' ὃν ἐν κοιλάδι τῇ τοῦ Ἰωσαφὰτ συναγηγερμένα τοῖς Ἰδουμαίοις ὁμοῦ καὶ τὰ πρόσοικα τῶν ἔθνων πικρὰς ἐξῄτηνται δίκας. ἡμέραν δὲ αὐτὴν ὀνομάζει Κυρίου. Θεὸς γὰρ ἦν ὁ παραδιδοὺς τοῖς ἐξ Ἰσραὴλ τοὺς ἀνοσίως ἠδικηκότας· ὅτι δὲ ὁσίῳ κρίματι κολασθήσονται, διατρανοῖ λέγων Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι. ταλαντεύει γὰρ ἡ θεία φύσις τὰ ἑκάστου πταί- σματα, καὶ ἰσοπαλῆ πάντως ἀντεπάγει τὴν δίκην, οἷς ἂν ἕκαστος ἁλίσκοιτο πεπλημμεληκώς. ἐν δὲ τῷ διότι ὃν τρόπον ἔπιες, τοιόνδε τι παραδηλοῖ· ἔθος που τάχα τοῖς κρατήσασι τῶν ἐχθρῶν, καταλαζονεύεσθαι μὲν τῶν κεκρατημένων, ἑορ- τὰς δὲ καὶ πότους ἐπιτελεῖν, καὶ δὴ καὶ ἐπινικίους καταλαλά- ζειν φωνὰς καὶ τὰ μέθης ἔργα πληροῦν. ὡς οὖν ἐπετώθασας, φησὶ, καὶ κατεσκίρτησας τῶν ἐξ Ἰσραὴλ, πίνων τε καὶ κατορχούμενος, καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ἀδελφῶν ποιούμενος συμφορὰς, οὕτω πίονται καὶ κατορχήσονταί σου πάντα τὰ ἔθνη· καὶ καταβήσονται μὲν κατὰ σοῦ, τουτέστι, τῆς σῆς καταδραμοῦνται χώρας. καταλογισθήσῃ δὲ καὶ αὐτὸς ἐν τοῖς οὐχ ὑπάρχουσιν. ὀλοθρευθήσῃ γὰρ οὕτως, ὡς δοκεῖν ἤδη πως μηδ' ὑπάρξαι ποτέ. ὄρος δὲ Σιὼν τὴν Ἐκκλησίαν ἡ θεόπνευστος ὀνομάζει γραφή· ὑψηλὴ γὰρ ὄντως, καὶ σκο- πευτήριον ἀληθῶς, ἁγία δὲ πρὸς τούτοις, εἴπερ ἐστὶν οἶκός τε καὶ πόλις τοῦ παναγίου Θεοῦ. Καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κατακληρονομή- σαντας αὐτούς·
On Mount Zion there will be salvation, and it will be holy. He again foretells the time of war, when in the Valley of Jehoshaphat, gathered together with the Idumeans and the neighboring nations, they exacted bitter penalties. He calls that day the day of the Lord. For it was God who delivered those who had impiously wronged Israel to them; and that they will be punished by a just judgment, he makes clear by saying, "As you have done, so it will be done to you." For the divine nature weighs the faults of each, and certainly brings back a penalty equal in measure to whatever offense each is found guilty of. In the phrase "as you have drunk," he indicates something of this sort: it was perhaps the custom for those who had taken their enemies captive to boast over the captives, to hold feasts and drinking parties, and indeed to raise victory cries and perform the works of drunkenness. So, he says, just as you mocked and exulted over Israel, drinking and dancing, and making the misfortunes of your brothers an occasion for celebration, so all the nations will drink and dance over you; and they will come down against you, that is, they will overrun your land. And you yourself will be counted among those that do not exist. For you will be destroyed in such a way that it will seem as if you never existed at all. The inspired scripture calls Mount Zion the Church; for it is truly high and a watchtower, and holy besides, since it is the house and city of the all-holy God. And the house of Jacob will inherit from those who inherited from them.
καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ καὶ ὁ οἶκος Ἰωσὴφ φλόξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς, καὶ καταφάγονται αὐτοὺς, καὶ οὐκ ἔσται πυροφόρος τῷ οἴκῳ Ἡσαῦ, διότι Κύριος ἐλάλησεν. καὶ κατακληρονομή- σουσιν οἱ ἐν Ναγὲβ τὸ ὄρος τὸ Ἡσαῦ καὶ οἱ ἐν τῇ Σεφηλᾶ τοὺς ἀλλοφύλους· καὶ κατακληρονομήσουσιν τὸ ὄρος τὸ Ἐφραῒμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμὶν καὶ τὴν Γαλααδῖτιν.9 Ὠήθη μὲν ὁ ἀπόπληκτος Ἰδουμαῖος κλῆρον ἕξειν τὸν οἶκον Ἰακὼβ, τουτέστι τοὺς ἐκ σπέρματος Ἰακὼβ, καὶ δὴ καὶ κατεμερίζετο τὴν γῆν, συγκαταδῃώσας αὐτήν. ἀλλ' ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς ἀδοκήτως ἀντεστραμμένον. κλῆρος γὰρ ἔσονται τῶν ἐξ Ἰακώβ. δαπανηθήσονται δὲ οὕτως, ὡς ἂν εἰ καὶ ὑπὸ φλογὸς καλάμη. ἔσται γὰρ πῦρ ὁ οἶκος Ἰακὼβ, φλογὸς δὲ δυνάμεσι παραχωρήσειεν ἂν οὐδὲν ὁ οἶκος Ἰωσήφ. καταβρωθήσονται δὴ οὖν εἰσάπαν, ὡς ἕνα πυροφόρον μὴ ἂν εὑρεῖν δύνασθαί τινας ἐξ ὁλοκλήρου φυλῆς ἢ ἔθνους. ἔοικε δὲ ὁ
λόγος ἀκολούθως τῇ τροπῇ πυροφόρον εἰπεῖν, πῦρ γὰρ ὠνόμασε τὸν οἶκον Ἰακὼβ, φλόγα δὲ δὴ αὖ τὸν Ἰωσήφ. καὶ οἶκος μὲν Ἰακὼβ νοοῖντ' ἂν εἰκότως, οἱ ἐξ Ἰούδα καὶ Βενιαμὶν, οἶκος γεμὴν Ἰωσὴφ οἱ ἐν τῇ Σαμαρείᾳ, τουτέστιν αἱ δέκα φυλαὶ, ὧν οἱ βασιλεῖς ἐκ φυλῆς Ἐφραῒμ γεγόνασι κατὰ καιροὺς, Μανασσῆς δὲ καὶ Ἐφραῒμ ἤστην ἐξ Ἰωσήφ. ἐν δὲ τῷ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ, τόδε σημαίνεται.
And the house of Jacob will be fire, and the house of Joseph flame, but the house of Esau will be as stubble, and they will be kindled against them, and they will consume them, and there will be no grain-bearer for the house of Esau, because the Lord has spoken. And those in the Negev will inherit the mountain of Esau, and those in the Shephelah will inherit the Philistines; and they will inherit the mountain of Ephraim and the plain of Samaria and Benjamin and the Gileaditis. The senseless Idumean thought he would have the house of Jacob as his lot, that is, those from the seed of Jacob, and indeed he was dividing up the land, having laid it waste along with them. But it will be, he says, that the matter will be unexpectedly reversed for them. For they will be the lot of those from Jacob. And they will be consumed in such a way as if by flame upon stubble. For the house of Jacob will be fire, and the house of Joseph would yield nothing to the powers of flame. So then they will be devoured utterly, so that not even one grain-bearer could be found from an entire tribe or nation. And the word seems, in accordance with the metaphor, to call it grain-bearer, for he named the house of Jacob fire, and the house of Joseph flame. And the house of Jacob would reasonably be understood as those from Judah and Benjamin, and the house of Joseph as those in Samaria, that is, the ten tribes, whose kings came from the tribe of Ephraim at various times, for Manasseh and Ephraim were from Joseph. And in the phrase "those in the Negev will inherit," this is signified.
ὅτε γὰρ τὴν ἐνεγκοῦσαν ἀφέντες κατὰ τῶν Ἱεροσολύμων ᾔεσαν οἱ Βαβυλώνιοι, κατεξανιστάντος αὐτοὺς εἰς μάχην τοῦ Ναβουχοδονόσορ, συμβέβηκεν ἀναγ- καίως ἅπασαν μὲν τὴν τῶν Ἰουδαίων καταδῃωθῆναι χώραν, ἐνεχθῆναι δὲ λοιπὸν εἰς τοῦτο ταλαιπωρίας, ὡς ἐν ἐρημίᾳ καταστῆναι παντελεῖ καὶ τῶν ἐνοικούντων ὁρᾶσθαι γυμνήν. ἐπειδὴ δὲ Θεοῦ κατοικτείραντος, καὶ τῶν τῆς αἰχμαλωσίας ἀνέντος βρόχων, ἀνεκομίσθησαν πάλιν εἰς τὴν ἑαυτῶν, το- σοῦτον αὐτοὺς κατευρυνθήσεσθαι λέγει, καὶ εἰς πολύανδρον ἐπιδοῦναι πληθὺν, ὡς καὶ τὰς τῶν ὁμόρων ἐθνῶν κατανεμη- θῆναι χώρας, στενοχωρουμένης κατὰ τὸ εἰκὸς τῆς Ἰουδαίας. εὐλογίας δὲ τοῦτο τῆς παρὰ Θεοῦ σημεῖον ἂν γένοιτο μάλα σαφές. οἱ γὰρ ἐν τῇ Ναγέβ φησι, τουτέστιν οἱ πρὸς νότον· νότος γὰρ ἡ Ναγὲβ ἑρμηνεύεται· κλῆρον ποιήσονται τὸ ὄρος τὸ Ἡσαῦ, τουτέστι τὴν Ἰδουμαίαν. νοτίαν γὰρ οὖσαν αὐ-τὴν, κατανεμηθήσονται πάντως ὡς γείτονα καὶ ὅμορον οἱ τὰ νότια τῆς Ἰουδαίας κατῳκηκότες. οἱ δὲ ἐν τῇ Σεφηλᾶ, τουτέστιν οἱ ἐν τῇ πεδινῇ· μοίρα δὲ καὶ αὕτη τῆς Ἰουδαίων χώρας βορειοτέρα που πάντως· κληρονομήσουσι τοὺς ἀλλο- φύλους. λέγει δὲ τοὺς Φυλιστιεὶμ, ἤτοι Παλαιστηνούς. καθέξουσι δὲ οὐδὲν ἧττον τὸ ὄρος τὸ Ἐφραῒμ, τὴν Σαμάρειαν, τὴν Βενιαμὶν, τὴν Γαλααδῖτιν. κλῆροι δὲ οὗτοι ταῖς τοῦ Ἰσραὴλ φυλαῖς ἐκνεμηθέντες κατὰ καιροὺς, στρατηγοῦντος Ἰησοῦ τοῦ μετὰ Μωυσέα. ἐπειδὴ δὲ ἠρήμωνται διὰ χειρὸς Ἀσσυρίων καὶ πρὶν ἀφικέσθαι τὸν Ναβουχοδονόσορ, ὑπὸ τῶν Φουλὰ καὶ Σαλμανασὰρ βασιλέων, ταύτῃτοι καὶ αὐτὰς κατοικηθήσεσθαι λέγει καὶ τὴν πάλαι συμβᾶσαν διαφυγεῖν ἐρημίαν.
For when the Babylonians, leaving their own land, marched against Jerusalem, with Nebuchadnezzar rousing them to battle, it necessarily happened that the entire land of the Jews was laid waste, and they were thereafter brought to such a state of misery that they were reduced to complete desolation and the land was seen bereft of its inhabitants. But when God took pity and released them from the bonds of captivity, and they returned again to their own land, he says that they will be so greatly expanded and increase to a populous multitude that they will even distribute among themselves the lands of the neighboring nations, since Judea was naturally cramped. And this would be a very clear sign of blessing from God. For those in the Negev, he says—that is, those toward the south, for Negev is interpreted as south—will make the mountain of Esau their allotment, that is, Idumea. For since it lies to the south, those dwelling in the southern parts of Judea will certainly occupy it as a neighboring and bordering region. And those in the Shephelah—that is, those in the plain, which is also a part of the land of the Jews, situated somewhere more to the north—will inherit the territory of the Philistines. He means the Philistines, or Palestinians. And they will no less hold the mountain of Ephraim, Samaria, Benjamin, and Gilead. These are allotments distributed to the tribes of Israel at various times, under the leadership of Joshua after Moses. And since these places had been laid waste by the hand of the Assyrians, even before Nebuchadnezzar arrived, under the kings Pul and Shalmaneser, he says that these too will be inhabited and will escape the desolation that had previously occurred.
Καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ἰσραὴλ, γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν, καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά· καὶ κατακληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ. καὶ ἀναβήσονται ἄνδρες σεσωσμένοι ἐξ ὄρους Σιὼν τοῦ ἐκδικῆσαι τὸ ὄρος τὸ Ἡσαῦ, καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία.9 Μετοικεσίαν ἐνθάδε φησὶ τοὺς ἐκ τῆς Ἱερουσαλὴμ, ἤγουν τῆς Ἰουδαίας ἁπάσης εἰς Βαβυλῶνα μετῳκισμένους. ἀρχὴν δὲ αὐτῶν ἔσεσθαί φησι τὸν ὑπὸ χεῖρά τε καὶ ἐξουσίαν ἐσό- μενον κλῆρον· οἷον ὡς εἴ τις ἐπ' ἄρχοντος λέγει τὴν τοῦ δεῖνος τυχὸν ἀρχήν. ἔσται τοίνυν φησὶ τοῖς πάλαι μετῳ- κισμένοις ἀρχή τε καὶ κλῆρος ἡ γῆ τῶν Χαναναίων· φησὶ δὲ τὴν Ἀραβίαν, καὶ ἕως Σαρεπτῶν, ἥτις ἐστὶ τῆς Σιδωνίας, ἵνα διὰ τούτου τὴν Φοινίκων ἐννοῇς. παραταθήσεται δέ φησι καὶ ἕως Ἐφραθὰ, ἤγουν ὡς ἐκδέδοται παρὰ τῶν ἑτέρων ἑρμηνευτῶν, καὶ μέχρι Βοσπόρου, ὅ ἐστι, τὰ νοτιώτατα τῆς ἕω μέρη. ποιήσονται δέ φησιν ὑφ' ἑαυτοῖς καὶ τὰς πόλεις τοῦ Ναγὲβ, τουτέστι τοῦ νότου. ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ λόγος τὰ Ἰνδικὰ κατασημαίνειν ἔθνη· νοτιώτατοι γὰρ οἱ Ἰνδοὶ καὶ αἱ τούτων χῶραι. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Πάντα αὐτῶν ἔσται πλήρη, τὰ πρὸς νότον, τὰ πρὸς βοῤῥᾶν, τὰ πρὸς ἕω, τὰ πρὸς δύσιν, καὶ πᾶσαν ἁπλῶς καθέξουσι πόλιν τε καὶ χῶραν. ἐν δὲ τῷ καὶ ἀναβήσονται ἄνδρες ἀνα- κεφαλαιοῦται τρόπον τινὰ τῆς προφητείας τὸν σκοπόν. οἱ γὰρ τῆς Σιὼν οἰκήτορες, φησὶν, ἀνασεσωσμένοι παρὰ Θεοῦ, καὶ τὰ τῆς αἰχμαλωσίας διαῤῥήξαντες δεσμὰ, κατὰ καιροὺς ἀναβήσονται καὶ ποιήσουσιν ἐκδίκησιν εἰς τὸ ὄρος τοῦ Ἡσαῦ.
And this is the beginning of the settlement for the sons of Israel, from the land of the Canaanites as far as Sarepta, and the settlement of Jerusalem as far as Ephrathah; and they will inherit the cities of the Negeb. And men saved from Mount Zion will go up to avenge Mount Esau, and the kingdom will belong to the Lord. Here he calls "settlement" those who were resettled from Jerusalem, that is, from all of Judea, into Babylon. And he says that their beginning will be the lot that will be under their hand and authority; just as if someone, speaking of a ruler, says the beginning of such-and-such a person, for instance. So, he says, for those who were resettled long ago, there will be a beginning and a lot: the land of the Canaanites; and he means Arabia, and as far as Sarepta, which is in Sidonia, so that by this you understand Phoenicia. And it will extend, he says, as far as Ephrathah, that is, as it has been rendered by the other translators, and as far as the Bosporus, which is the southernmost parts of the East. And they will bring under themselves, he says, the cities of the Negeb, that is, of the south. Through these words, the discourse seems to indicate to us the Indian nations; for the Indians and their lands are the most southern. It is similar to if someone were to say, for instance, "Everything will be full of them, the southern parts, the northern parts, the eastern parts, the western parts, and they will simply occupy every city and land." And in the phrase "and men will go up," the purpose of the prophecy is in a way recapitulated. For the inhabitants of Zion, he says, saved by God and having broken the bonds of captivity, will at the appointed times go up and exact vengeance on Mount Esau.
πεπολεμήκασι γὰρ, ὡς ἔφην, πρὸς Ἰδουμαίους μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς, καὶ βεβασίλευκεν ἐπ' αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καίτοι πάλαι τὸ χρῆμα παρωθούμενος, καὶ τῆς Ἰουδαίας ἀποφοιτῶν διὰ τὴν ἀπόστασιν. λελατρεύκασι γὰρ εἰδώλοις, καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. ἐπειδὴ δὲ κατῄεσαν, εἰσεδέξατο πάλιν καὶ βεβασίλευκεν ἐπ' αὐτούς· φιλάνθρωπος γὰρ καὶ εὐμενὴς ὁ Δεσπότης, καὶ
τοῖς προσ- κρούουσιν εὐδιάλλακτος· εἰ μόνον μικράν τινα πρὸς αὐτὸν ἐπιστροφὴν ἐνδεικνύμεθα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ. Ὁ ΘΕΣΠΕΣΙΟΣ Ἰωνᾶς πατρὸς μὲν ἐξέφυ τοῦ Ἀμαθὶ, ὥρμητο γεμὴν ἐκ Γεθχοβέρ· πολίχνιον δὲ τοῦτο τῆς Ἰου- δαίων γῆς, ἤτοι κώμη, κατά γε τὸν εἰκότα λόγον. ἔοικε δὲ τοὺς τῆς προφητείας πεποιῆσθαι λόγους κατ' ἐκεῖνον τὸν καιρὸν, καθ' ὃν καὶ οἱ πρὸ αὐτοῦ Ὠσηέ τε φημὶ καὶ Ἀμὼς καὶ Μιχαίας καὶ οἱ λοιποί. πλεῖστα δὲ ὅσα τοῖς Ἰουδαίων δήμοις κατίδοι τις ἂν αὐτὸν κεχρησμῳδηκότα, καὶ τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ διαπορθμεύσαντα λόγους, καὶ τὰ ἐσόμενα σαφῶς προαπηγγελκότα. ἔγγραφος μὲν οὖν τῆς παρ' αὐτοῦ προφητείας λόγος ἕτερος οὐδεὶς παρὰ τοῦτόν ἐστιν. ὅτι δὲ διατετέλεκε ταῖς Ἰουδαίων ἀγέλαις τὰ κατὰ καιροὺς ἐσόμενα προαναφωνῶν, μεμαρτύρηκεν ἡ θεόπνευστος γραφή. ἐν γὰρ τῇ τετάρτῃ τῶν βασιλειῶν ποιεῖται μὲν τοὺς λόγους τὸ γράμμα τὸ ἱερὸν περὶ τοῦ Ἱεροβοὰμ, οὐχὶ δὴ τοῦ πρώτου καὶ ἐν ἀρχαῖς, ὃς ἦν τοῦ Ναβὰτ, ὃς καὶ ἐξήμαρτε τὸν Ἰσ- ραὴλ, καθὰ γέγραπται, δαμάλεσι δηλονότι ταῖς χρυσαῖς προσκυνεῖν ἀναπείσας, ἀλλ' ἑτέρου πάλιν Ἱεροβοὰμ μετὰ πολλοὺς γεγονότος·
For they have waged war, as I said, against the Idumeans after the times of the captivity, and the God of all has reigned over them, although long ago he rejected the matter and departed from Judea because of the apostasy. For they worshipped idols and the golden heifers. But when they returned, he received them again and reigned over them; for the Lord is benevolent and gracious, and easily reconciled even with those who offend, if only we show some small turning toward him. Glory to him for ever. Amen.
The same author's interpretation of the prophet Jonah. The inspired Jonah was born of the father Amathi, but he set out from Gethchober; this is a small town of the land of the Jews, or a village, according to reasonable account. He seems to have composed the words of his prophecy at that time when also those before him, I mean Hosea and Amos and Micah and the rest, did. One may see that he delivered oracles to the Jewish peoples in very many matters, conveying the words from above and from God, and clearly foretelling what would come to pass. There is no other written word of prophecy from him besides this one. But that he continued to proclaim beforehand to the Jewish multitudes what would happen in due time, the inspired scripture has testified. For in the fourth book of Kings, the sacred text makes its words concerning Jeroboam, not indeed the first and at the beginning, who was the son of Nabat, who also caused Israel to sin, as it is written, having persuaded them to worship the golden heifers, but concerning another Jeroboam again, who came after many.
τίνα δὲ προανήγγειλεν ὁ μακάριος Ἰωνᾶς, διεσάφησε λέγον "Οὗτος ἀπέστησε τὸ ὅριον Ἰσ-"ραὴλ ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, "κατὰ τὸ ῥῆμα Κυρίου Θεοῦ Ἰσραὴλ, ὃ ἐλάλησεν ἐν χειρὶ "δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφητοῦ τοῦ ἐκ "Γεθχοβέρ. ὅτι ἐπεῖδε Κύριος ἐπὶ τὴν ταπείνωσιν Ἰσραὴλ "πικρὰν σφόδρα· καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπα- "νισμένους καὶ ἐγκαταλελειμμένους· καὶ οὐκ ἦν ὁ βοηθῶν "τῷ Ἰσραήλ· καὶ οὐκ ἐλάλησε Κύριος ἐξαλεῖψαι τὸ "σπέρμα ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς ἐκ "χειρὸς Ἱεροβοὰμ υἱοῦ Ἰωάς." τὸ δὲ ἐκ χειρός φησιν ἀντὶ τοῦ διὰ χειρός. Ἱεροβοὰμ γὰρ, ὡς ἔφην, ὁ τοῦ Ἰωὰς πεπο-λέμηκε πρὸς τοὺς ἀλλοφύλους, καὶ πόλεις διηρπασμένας τῆς Ἰουδαίων γῆς ὑφ' ἑαυτὸν πεποίηται πάλιν, καὶ βεβοήθηκεν οὐ μετρίως τοῖς ἐξ Ἰσραὴλ, Θεοῦ προασπίζοντος καὶ διασώζειν ἐθέλοντος, καίτοι πρὸς λῆξιν ἥκοντας τῆς ἁπασῶν ἐσχάτης ταλαιπωρίας. οὐκοῦν γεγόνασι μὲν καὶ ἕτεροι προ- φητείας λόγοι κατὰ καιροὺς τῷ μακαρίῳ Ἰωνᾷ, ἀναγέγραπται δὲ τὰ περὶ αὐτοῦ νυνὶ χρησίμως τε καὶ οἰκονομικῶς. ἀξιά- κουστον γὰρ τὸ χρῆμα, τὸ διακηρύξαι φημὶ Νινευίταις, καὶ παθεῖν τὰ μεταξύ. καταγράφει δέ πως ὡς ἐν σκιαῖς καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ μυστήριον. καὶ γοῦν αὐτὸς ἔφη Χριστὸς Ἰουδαίοις προσλαλῶν "Γενεὰ πονηρὰ "καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται "αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
But what the blessed Jonah foretold, he clarified by saying: "This one removed the boundary of Israel from the entrance of Hamath to the sea of the Arabah, according to the word of the Lord God of Israel, which he spoke through the hand of his servant Jonah, son of Amittai, the prophet from Gath-hepher. For the Lord looked upon the bitter humiliation of Israel, and upon those who were few, constrained, impoverished, and abandoned; and there was no one to help Israel. And the Lord did not speak to blot out the seed from beneath the heaven; and he saved them from the hand of Jeroboam son of Joash." And he says "from the hand" instead of "through the hand." For Jeroboam, as I said, the son of Joash, made war against the Philistines, and brought the plundered cities of the land of Judah back under his own control, and gave no small help to the people of Israel, with God protecting and wishing to preserve them, even though they had come to the final extremity of all misery. Therefore, other prophetic utterances were also made by the blessed Jonah at various times, but the things concerning him have now been recorded usefully and providentially. For the matter is worthy of hearing—I mean, proclaiming to the Ninevites and suffering the events in between. And it somehow depicts, as in shadows, the mystery of the economy of our Savior. Indeed, Christ himself said, speaking to the Jews: "A wicked and adulterous generation seeks a sign, and a sign will not be given to it except the sign of Jonah the prophet.
ὥσπερ γὰρ "ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς "νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ "τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας." Οὐκοῦν ἐξεικονίζεται μὲν καὶ διαπλάττεταί πως ἡμῖν ὡς ἔν γε τοῖς κατὰ τὸν θεσπέσιον Ἰωνᾶν τὸ Χριστοῦ μυστήριον. πλὴν ἐκεῖνο τοῖς ἐντευξομένοις εἰπεῖν οἰήσομαι δεῖν. ὅτε θεω- ρίας πνευματικῆς διαμορφοῦται λόγος, προκειμένου προσώ- που, καὶ παραληφθέντος εἰς ὑποτύπωσιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, δοκιμάζειν ἀναγκαῖον τὸν σοφόν τε καὶ ἐπιστήμονα, τίνα μὲν ἀκόλουθον ὡς ἄχρηστα ποιεῖσθαι τῷ προκειμένῳ σκοπῷ, τίνα δὲ δὴ αὖ χρήσιμά τε καὶ ἀναγκαῖα, καὶ ὠφελεῖν ὅτι μάλιστα πεφυκότα τοὺς ἀκροωμένους. οἷον φέρε εἰπεῖν· προκείσθω Μωυσῆς ὁ μακάριος, ὃς παρέστησε μὲν τὸν Ἰσραὴλ τῷ Θεῷ ὑπὸ τὸ ὄρος τὸ Σινᾶ, γέγονε δὲ μεσίτης Θεοῦ καὶ ἀνθρώπων. δεδιότες γὰρ οἱ ἐξ Ἰσραὴλ ἐλιπάρουν λέγοντες "Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω "πρὸς ἡμᾶς ὁ Θεὸς, μήποτε ἀποθάνωμεν." ἀλλ' ὅτι τὸ χρῆμα τὴν διὰ Χριστοῦ μεσιτείαν προανετύπου
For just as "Jonah was in the belly of the whale three days and three nights, so also will the Son of Man be in the heart of the earth three days and three nights." Therefore, the mystery of Christ is somehow depicted and formed for us in the events concerning the blessed Jonah. But I think it necessary to say this to those who will encounter it: when the discourse of spiritual contemplation is shaped, with a certain person set before us and taken as a type of our Savior Christ, it is necessary for the wise and knowledgeable person to discern what is consistent with the purpose at hand and what is useless, and what is useful and necessary and most capable of benefiting the hearers. For example, let the blessed Moses be set before us, who presented Israel to God at Mount Sinai and became a mediator between God and men. For the Israelites, being afraid, earnestly begged, saying: "You speak to us, and let not God speak to us, lest we die." But this matter prefigured the mediation through Christ.
σαφῶς αὐ- τὸς ἐδίδαξεν ὁ Θεὸς καὶ Πατὴρ οὕτω λέγων "Ὀρθῶς πάντα "ὅσα ἐλάλησαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελ- "φῶν αὐτῶν ὥσπερ σὲ," μεσιτεύοντα δηλονότι καὶ παρι- στάντα τῷ Θεῷ τὸ ἀνθρώπινον γένος καὶ ἀπαγγέλλοντα τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἀπόῤῥητον βούλησιν. "Θήσω γὰρ τοὺς λόγους μου εἰς τὸ στόμα αὐ- "τοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν ἐντείλωμαι." παρελήφθη δὴ οὖν ὁ θεσπέσιος Μωυσῆς εἰς τύπον Χριστοῦ, ἀλλ' οὐ πάντα τὰ Μωυσέως καὶ αὐτῷ προσάψομεν, ἵνα μή τι τῶν ἀτόπων δρῶντές τε ὁμοῦ καὶ λέγοντες ἁλισκοίμεθα. ὡμολόγει μὲν γὰρ ὁ Μωυσῆς, ὅτι τε ἰσχνόφωνος εἴη καὶ βραδύγλωσσος καὶ ἀνικάνως ἔχων εἰς ἀποστολήν· ἔφασκε γὰρ ὅτι "Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι· καὶ οὐκ "εὔλαλος πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης οὐδὲ ἀφ' οὗ "ἤρξω λαλεῖν τῷ θεράποντί σου·" παρεκάλει δὲ λέγων· "Δέομαι Κύριε προχείρισαι ἄλλον δυνάμενον ὃν ἀποστε- "λεῖς." ἀλλ' οὐ βραδύγλωσσος ὁ Χριστὸς, οὔτε μὴν ἰσχνόφωνος κατ' ἐκεῖνον, ἀλλ' ἔστιν αὐτὸς ἡ μεγάλη σάλπιγξ. οὕτω γὰρ αὐτὸν ὁ μακάριος προφήτης Ἡσαΐας ὠνόμαζε, λέγων "Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, σαλπιοῦσι "τῇ σάλπιγγι τῇ μεγάλῃ." περιαγγέλλεται γὰρ τοῦ Σω- τῆρος ὁ λόγος, καὶ ἀκουστὸς γέγονε τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανόν. καὶ τοῦτο εἰδὼς ὁ μακάριος ἔφη Δαυείδ "Θεὸς "θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν "ἡλίου μέχρι δυσμῶν." Οὐκοῦν μεσιτεύει μὲν ὁ Μωυσῆς εἰς τύπον Χριστοῦ, βραδυστομεῖ δὲ οὐκ ἔτι δεικνύων τὸν τύπον ἐν ἑαυτῷ.
God and Father himself clearly taught this, saying, "Rightly have they spoken all that they have spoken; I will raise up for them a prophet from among their brothers like you," obviously as a mediator and representative of the human race before God, and as one announcing to those throughout the whole earth the secret will of God and Father. "For I will put my words into his mouth, and he will speak to them according to everything that I command." So then, the inspired Moses was taken as a type of Christ, but we will not attribute to him everything that belongs to Moses, lest we be caught doing and saying something absurd. For Moses confessed that he was thin-voiced and slow-tongued and incapable of being sent, for he said, "I am thin-voiced and slow-tongued, and not eloquent either yesterday or the day before, nor from the time when you began to speak to your servant." And he begged, saying, "I beseech you, Lord, appoint another who is able, whom you will send." But Christ is not slow-tongued, nor thin-voiced like him; rather, he is himself the great trumpet. For the blessed prophet Isaiah named him thus, saying, "And it will be on that day, they will blow the great trumpet." For the word of the Savior is proclaimed, and it has become audible to those throughout the whole world beneath the heavens. And knowing this, the blessed David said, "The God of gods, the Lord, spoke, and called the earth from the rising of the sun to its setting." Therefore, Moses mediates as a type of Christ, but he does not show the type in himself by being slow of speech.
παρελήφθη πάλιν ὁ μακάριος Ἀαρὼν εἰς ὑποτύπωσιν τοῦ Ἐμμανουὴλ, τοῖς τῆς ἀρχιερωσύνης κατεστεμμένος αὐχή- μασι, καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰστρέχων, καὶ στολὴν ἐκείνην ἠμφιεσμένος τὴν εὐκλεᾶ τε καὶ ἀξιάγαστον. ἀλλ' οὐ πάντα πάλιν τὰ αὐτοῦ Χριστῷ περιθήσομεν· οὐδὲ γὰρ ἦν ἀμώμητος παντελῶς· ἐπετιμᾶτο γάρ ποτε, καταλαλήσας Μωυσέως ὁμοῦ τῇ Μαρίᾳ. ἦν δὲ καὶ ἑτέρως οὐκ ἀνεύθυνος, μεμοσχοποιηκότος κατὰ τὴν ἔρημον τοῦ Ἰσραήλ. οὐ πάντα δὴ οὖν τὰ ὡς ἐν γράμμασί τε καὶ τύποις ταῖς πνευματικαῖς θεωρίαις χρήσιμα, ἀλλ' εἰ πρόσωπον εἰσφέροιτό τινος ἀνατυποῦντος ἡμῖν ἐφ' ἑαυτῷ τὸν Χριστὸν, παριππεύσομεν εἰκότως τὰ ἀνθρώπινα, μόνοις δὲ τοῖς ἀναγκαίοις ἐφιζήσομεν, πανταχῆ περιτρέποντες τὸ ὠφελεῖν πεφυκὸς εἰς τὸν τοῦ προκειμένου σκοπόν. οὕτω γὰρ δὴ καὶ ἐπὶ τοῦ θεσπεσίου συνήσομεν Ἰωνᾶ. διαμορφοῖ γὰρ ὥσπερ ἡμῖν τὸ Χριστοῦ μυστήριον. Πλὴν οὐ πάντα τὰ συμβεβηκότα αὐτῷ νοοῖτ' ἂν εἰς τοῦτο χρήσιμά τε καὶ ἀναγκαῖα· οἷον, ἀπεστάλη κηρύξαι τοῖς Νινευίταις, ἀλλ' ἐζήτησε φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν· ἀπέσταλται καὶ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς διακηρύξων τοῖς ἔθνεσιν, ἀλλ' οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν, οὔτε μὴν ἐζήτησε φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρός. παρεκάλει τοὺς ἐμπλέοντας ὁ Προφήτης λέγων "Ἄρατέ με καὶ ἐμβάλετε εἰς "τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμῶν·" κατ- επόθη καὶ ὑπὸ τοῦ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ, καὶ πεπλήρωκε τὴν διακο- νίαν· λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος Θεοῦ τοὺς ἀπὸ τῆς Νινευί.
The blessed Aaron was again taken as a type of Emmanuel, crowned with the glories of the high priesthood, entering the Holy of Holies, and clothed in that glorious and admirable vestment. But we will not again ascribe all his attributes to Christ; for he was not entirely blameless—he was once rebuked for speaking against Moses together with Mary. And he was otherwise not without fault, when Israel made the golden calf in the desert. Not everything, then, that is in letters and types is useful for spiritual contemplation; but if some figure is introduced that portrays Christ in itself, we will fittingly pass over the human elements and dwell only on the necessary ones, everywhere turning what naturally serves to benefit toward the purpose at hand. For thus we will also understand the divine Jonah. He shapes for us, as it were, the mystery of Christ. Yet not all the things that happened to him would be considered useful and necessary for this. For example, he was sent to preach to the Ninevites, but he sought to flee from the face of God, and he is seen hesitating at the mission. The Son was sent by God the Father to proclaim to the nations, but he was not reluctant for the service, nor did he seek to flee from the face of God the Father. The prophet said to those sailing with him, "Take me and throw me into the sea, and the sea will calm for you." He was swallowed by the whale, then cast out on the third day, and after this he went to Nineveh and fulfilled his mission. But he was not a little grieved when God took pity on those from Nineveh.
ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον· ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἀνεβίω τε αὖ, καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν· ἐνετέλλετο γὰρ τοῖς μαθηταῖς μαθητεύειν "πάντα "τὰ ἔθνη· καὶ βαπτίζειν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς "καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος." πλὴν οὐ λελύ- πηται σωζομένους ὁρῶν εἰς μετάγνωσιν, καθάπερ ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς. οὐκοῦν εἰ μὴ πάντα τῆς ἱστορίας τὸν λόγον εἰς τὸν τῆς πνευματικῆς θεωρίας περιτρέψομεν σκο- πὸν, αἰτιάσθω μηδείς. ὥσπερ γὰρ αἱ μέλιτται λειμῶνάς τε καὶ ἄνθη περιϊπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσι πρὸς τὴν τῶν κηρίων κατασκευὴν, οὕτω καὶ ὁ σοφὸς ἐξηγητὴς τὴν ἁγίαν καὶ θεόπνευστον ἀνερευνώμενος γραφὴν, τὸ
τελοῦν εἰς διασάφησιν τῶν τοῦ Χριστοῦ μυστηρίων ἀεὶ συλλέγων καὶ συντιθεὶς, εὐφυᾶ τε καὶ ἀνεπίπληκτον ἀποτελέσει τὸν λόγον. ἐντεῦθεν οὖν ἡμῖν ἀρκτέον τῆς ἐξηγήσεως. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ λέγων Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ.9 Τὴν Ἰωνᾶ προφητείας διακονίαν τε καὶ ἀποστολὴν ἐν- νενοηκὼς, φαίη τις ἂν καὶ μάλα εἰκότως ἐπὶ καιροῦ, τὸ διὰ τῆς τοῦ μακαρίου Παύλου φωνῆς ὑμνούμενον "Ἢ Ἰου-"δαίων ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν;
Christ willingly underwent death. He remained in the heart of the earth three days and three nights, and came to life again, and after this went away into Galilee, and commanded that the beginning of the proclamation to the nations be made. For he commanded the disciples to disciple all the nations, and to baptize them into the name of the Father and of the Son and of the Holy Spirit. Yet he is not grieved seeing them saved for repentance, just as indeed the blessed Jonah. Therefore, if we do not turn the entire account of the history to the purpose of spiritual contemplation, let no one blame us. For just as bees, flitting about meadows and flowers, always gather what is useful for the construction of honeycombs, so also the wise interpreter, investigating the holy and inspired Scripture, always collecting and composing what contributes to the elucidation of the mysteries of Christ, will produce a discourse that is both fitting and blameless. Hence we must begin the interpretation from this point. And the word of the Lord came to Jonah the son of Amittai, saying, Arise and go to Nineveh, the great city, and proclaim in it that the cry of its wickedness has come up to me. Having considered the ministry and apostleship of Jonah’s prophecy, one might say, and very appropriately at this time, what is sung through the voice of the blessed Paul: Is God of the Jews only, and not also of the nations?
ναὶ καὶ ἐθνῶν, "εἴπερ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ "ἀκροβυστίαν διὰ τῆς πίστεως." πείρᾳ δὲ τοῦτο μεμαθη- κὼς καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Πέτρος, ἀναπεφώνηκε λέ- γων "Ἐπ' ἀλήθειας καταλαμβάνομεν, ὅτι οὐκ ἔστι προσω- "πολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος "αὐτὸν καὶ ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι." δεδη- μιούργηκε μὲν γὰρ αὐτὸς γῆν τε καὶ οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτοῖς, πεποίηκε δὲ τὸν ἄνθρωπον ἐν ἀρχαῖς κατ' ἰδίαν εἰκόνα καὶ καθ' ὁμοίωσιν, ἵνα τῶν εἰς ἀρετὴν σπουδασμάτων ἐχόμενος διαβιῴη λαμπρῶς ἐν ἁγιότητι καὶ μακαρισμῷ, καὶ τῶν αὐτοῦ χαρισμάτων πλουσίαν ἔχοι τὴν μέθεξιν. εἶτα παρεκομίσθη πρὸς ἁμαρτίαν, τοῖς τοῦ διαβόλου κακουρ- γήμασι πεφενακισμένος· ταύτῃτοι καὶ γέγονεν ἐπάρατος καὶ ὑπὸ φθοράν. προώριστο μὲν οὖν καὶ προέγνωστο πρὸ καταβολῆς κόσμου Χριστὸς εἰς τὴν τῶν ὅλων ἐπανόρθωσιν. εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ "Ἀνακεφαλαιώσασθαι τὰ "πάντα ἐν αὐτῷ, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς." ἀλλ' ἐφυλάττετο μὲν τὰ τοιάδε τῶν κατορθωμάτων γεγονότι καθ' ἡμᾶς τῷ Μονογενεῖ, καὶ ἐπιλάμψαντι τῷ κόσμῳ μετὰ σαρκός. ὅτι δὲ τὴν ὑπέρ γε τῶν πεπλανημένων φροντίδα, καὶ πρὸ τῶν τῆς ἐπιδημίας καιρῶν ἀναγκαίαν ἐποιεῖτο Θεὸς, καὶ τοῖς ἐξ ἀμαθίας ὠλισθηκόσιν ἐχαρίζετο τὴν ἐπίσκεψιν, καὶ διὰ πραγμάτων ἠθέλησε πληροφορεῖν. ταύτῃτοι προστέταχε τῷ μακαρίῳ Προφήτῃ βαδίζειν εἰς Νινευί.
Yes, and of nations, "if indeed there is one God who will justify circumcision by faith and uncircumcision through faith." And having learned this by experience, the divine Peter himself has proclaimed to us, saying, "In truth we understand that God is not partial, but in every nation the one who fears Him and does righteousness is acceptable to Him." For He Himself fashioned both earth and heaven and all things in them, and He made man in the beginning according to His own image and likeness, so that, adhering to pursuits of virtue, he might live splendidly in holiness and blessedness, and have rich participation in His gifts. Then man was led into sin, deceived by the devil's machinations; and by this he became accursed and subject to corruption. Now Christ was ordained and foreknown before the foundation of the world for the correction of all things. For God the Father consented "to recapitulate all things in Him, both those in heaven and those on earth." But such achievements were reserved for the Only-begotten, who became incarnate among us and shone upon the world. And that God made care for the erring necessary even before the times of His advent, and granted visitation to those who had slipped through ignorance, He wished to confirm also through deeds. By this He commanded the blessed Prophet to go to Nineveh.
Περσικὴ δὲ πόλις ἡ Νινευὶ πρὸς ἀκτῖνα κειμένη, καὶ διαβόητος, καὶ, ὥς φησιν ὁ προφήτης Ἱερεμίας "Γῆ τῶν γλυπτῶν "ἐστι." πλεῖσται μὲν γὰρ ὅσαι τῆς Ἰουδαίων ἦσαν ὅμοροι πόλεις, καὶ ταῖς τῶν εἰδώλων λατρείαις προσκείμεναι. "Τύρος "τε γὰρ καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαῖα ἀλλοφύλων" προσ- εκύνουν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ ἀναριθμήτων παρ' αὐτοῖς δαιμονίων ἕδη τε ἦσαν καὶ βωμοὶ καὶ τεμένη. Τί οὖν, εἰπέ μοι, τὰς ἐκ τῶν γειτόνων παραδραμὼν ἀποστέλλει τὸν Προφήτην εἰς Νινευὶ τὴν ἀπωτάτω κειμένην, ἐν ᾗ μάλιστα, καθάπερ ἤδη προεῖπον, πληθὺς ἦν ἀγρία διανενευκότων ἀσχέτως ἐπὶ τὸ χρῆναι προσκυνεῖν ἡλίῳ καὶ ἄστροις καὶ πυρί; ἀνεπτόητο γὰρ καὶ πέρα λόγου παντὸς εἰς θεομισῆ γοητείαν. εἴρηται γὰρ πρὸς αὐτὴν διὰ τῆς Ἱερεμίου φωνῆς "Πόρνη καλὴ καὶ ἐπίχαρις, ἡγουμένη φαρ- "μάκων." οἶμαι δὴ οὖν ἔγωγε τὸν πάντα εἰδότα Θεὸν βεβουλῆσθαι χρησίμως καὶ αὐτοῖς ἐπιδεῖξαι τοῖς ἀρχαιο- τέροις, ὅτι καὶ οἱ λίαν ἐξεστηκότες καὶ τοῖς τῆς πλανήσεως βρόχοις ἐνειλημμένοι, σαγηνευθήσονται μὲν κατὰ καιροὺς εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, κἂν εἶεν σφόδρα δεινοί τε καὶ ἀτεράμονες καὶ πολὺ λίαν κεχωρηκότες εἰς τὸ ἐξήνιον. ἔχει γὰρ οὐκ ἀνικάνως ὁ τοῦ Θεοῦ λόγος, εἴς γε τὸ δύνασθαι διαθρέψαι νοῦν, καὶ ἀναπεῖσαι μαθεῖν τὰ δι' ὧν ἂν γένοιτο σοφός.
Nineveh is a Persian city lying toward the sun's ray, and famous, and, as the prophet Jeremiah says, "it is a land of carved images." For there were very many cities bordering the land of the Jews and devoted to the worship of idols. "For Tyre and Sidon and all Galilee of the Philistines" worshipped the works of their own hands, and among them there were countless shrines, altars, and precincts of demons. Why then, tell me, passing over the neighboring cities, does he send the prophet to Nineveh, which lies farthest away, where especially, as I have already said, there was a wild multitude unrestrainedly inclined to worship the sun, stars, and fire? For they were carried away beyond all reason into godless sorcery. For it is said to her through the voice of Jeremiah, "A beautiful and charming harlot, mistress of potions." I myself think, therefore, that the all-knowing God intended to show usefully even to the ancients that even those who are utterly deranged and caught in the snares of error will in time be netted into the knowledge of truth, even if they are exceedingly fierce and stubborn and have gone very far into unruliness. For the word of God is not powerless, at least to nourish the mind and persuade it to learn the things by which one might become wise.
ἀκούσῃ δὲ λέγοντος πρὸς Ἱερεμίαν, ποτὲ μὲν ὅτι "̓Ιδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ "τὸν λαὸν τοῦτον ξύλα, καὶ καταφάγεται αὐτούς·" ποτὲ δὲ αὖ "Οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει Κύριος, "καὶ ὡς πέλεκυς κόπτων πέτραν;" ἐπέμπετο δὴ οὖν πρὸς Νινευίτας οὐ μάτην ὁ θεσπέσιος Ἰωνᾶς, ἀλλ' ἵνα τις γένοιτο προαπόδειξις τῆς ἐνούσης ἡμερότητος τῷ Θεῷ, καὶ δοθησο- μένης κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς ἐξ ἀμαθίας πεπλανη- μένοις. ὁμοῦ δὲ καὶ εἰς κατάκρισιν τῷ Ἰσραὴλ τὸ δρώμενον ἦν· ἠλέγχετο γὰρ ὡς δυσάγωγος, ὡς ἀπειθὴς, ὡς ὀλίγα πεφροντικὼς τῶν τοῦ Θεοῦ νόμων. Νινευῖται μὲν γὰρ ἑνὸς προφήτου διακηρύξαντος ἀμελλητὶ μεταπλάττονται
πρὸς τὸ δεῖν ἑλέσθαι μετανοεῖν, καίτοι πλείστην ὅσην κατηῤῥωστηκό- τες τὴν πλάνησιν· οἱ δὲ Μωυσέως καὶ προφητῶν ἀλογή- σαντες, καὶ αὐτοῦ καταπεφρονήκασι τοῦ πάντων ἡμῶν Σω- τῆρος Χριστοῦ, καίτοι ταῖς διδασκαλίαις προσεπάγοντος τὰς τερατουργίας, δι' ὧν ἦν εἰκὸς ἀναπείθεσθαι, καὶ μάλα ῥᾳδίως, ὅτι Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, ἅπασαν μὲν ἀνασώ- σων τὴν ὑπ' οὐρανὸν, πρὸ δέ γε τῶν ἄλλων ἁπάντων αὐτούς. ὅτι δὲ τὸ χρῆμα τοῖς ἐξ Ἰσραὴλ εἰς ἐλέγχου δύναμιν εἴη ἂν, καὶ μάλα εἰκότως, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός "Ἄνδρες "Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς "ταύτης καὶ κατακρινοῦσιν αὐτὴν, ὅτι μετενόησαν εἰς τὸ "κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε." πῶς δὲ τὸ πλεῖον ἐν Χριστῷ παρὰ τὸν Ἰωνᾶν; ὁ μὲν γὰρ ἠπείλησε μόνον Νινευίταις τὴν καταστροφὴν, ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς δι' ἀῤῥήτου τερατουργίας καταπλήττων ἐθαυμάζετο·
But he will hear it said to Jeremiah, at one time that "Behold, I have put my words into your mouth as fire, and this people as wood, and it will consume them," and at another time "Are not my words like a burning fire, says the Lord, and like an axe cutting rock?" So then, the divine Jonah was not sent to the Ninevites in vain, but so that there might be a preliminary demonstration of the gentleness inherent in God, and of what would be given in due time even to those who have gone astray through ignorance. At the same time, the action was also a condemnation of Israel; for it was shown to be ungovernable, disobedient, and having little regard for the laws of God. For the Ninevites, when a single prophet proclaimed, were immediately transformed toward the necessity of choosing repentance, even though they were exceedingly weakened by error; but the others, having disregarded Moses and the prophets, have also despised our common Savior Christ Himself, even though He brought to His teachings the miracles, by which it was reasonable to be persuaded, and very easily, that He, being God by nature, became man, saving the whole world under heaven, and before all others, them. And that this matter would be for those from Israel a force of reproach, and very reasonably, Christ Himself will make clear, saying: "The men of Nineveh will rise up in the judgment with this generation and condemn it, because they repented at the preaching of Jonah, and behold, there is more here than Jonah." And how is there more in Christ than in Jonah? For Jonah only threatened the Ninevites with destruction, but our Lord Jesus Christ, by an ineffable miracle, was admired, striking them with awe.
ὁλκὸς δὲ πρὸς πίστιν ἀείπως ἐστὶ συντρέχον τῷ λόγῳ τὸ θαῦμα. οἰκονομικώτατα τοίνυν ἀποστέλλεται κηρύξων ὁ μακάριος Ἰωνᾶς τοῖς κατῳκηκόσι τὴν Νινευὶ ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρὸς τὸν τῶν ὅλων Θεόν. ἠγνόηκε μὲν γὰρ παντελῶς οὐδέν· εἰ δὲ δὴ κινοῖτο πρὸς ἐπίσκεψιν τῶν τισὶ πεπλημμελημένων, τότε καὶ ἀναβῆναί φησι πρὸς ἑαυτὸν τὴν ἐκ τῶν ἔργων καταβοήν. κριτὴς γάρ ἐστι τῶν ὅλων ὡς Θεός. καταβοῆσαι δὲ λέγεται καὶ τῆς τοῦ Καῒν μιαιφονίας τὸ Ἄβελ αἷμα, καὶ πόλεων δὲ τῶν ἐν Σοδόμοις τῆς αἰσχρουργίας ἡ ἀγριότης. Καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσεῖς ἐκ προσώπου Κυρίου, καὶ κατέβη εἰς Ἰόππην, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσεῖς, καὶ ἔδωκε τὸ ναῦλον αὐτοῦ, καὶ ἐνέβη εἰς αὐτὸ, τοῦ πλεῦσαι μετ' αὐτῶν εἰς Θαρσεῖς ἐκ προσώπου Κυρίου.9 Ἰόππη μὲν οὖν Παλαιστίνης ἐστὶ πόλις, ἐπ' αὐτῇ θαλάσσῃ κειμένη· ἐπίνειον δὲ τῶν ἐπιτηδείων τοῖς ἐκ τῆς Ἰουδαίας ἐπὶ ναυτιλίαν ἰοῦσι καὶ εἰς πόλεις μάλιστα τὰς πρὸς ἠώ. κάτεισι δὴ οὖν ὁ Προφήτης, εἶτα πλοῖον ἀπαῖρον εἰς Θαρσεῖς καταλα- βών· προετέθειτο γὰρ τῇ νηῒ κατὰ τὸ εἰκὸς ὁ αὐτόθι δρόμος· ἐδίδου τὸ ναῦλον, καὶ συναπέπλει τοῖς ἄλλοις. Θαρσεῖς δέ φησι τοὺς νῦν καλουμένους Ταρσοὺς, ἤτοι Ταρσόν. τινὲς μὲν οὖν οἴονται πόλιν διὰ τούτου κατασημαίνεσθαι τὴν παρ' Αἰθίοψι καὶ Ἰνδοῖς, καὶ ἔστι μὲν ὁμολογουμένως παρ' ἐκεί-νοις Θαρσεῖς· ἡ γοῦν σύμπασα τῶν Ἰνδῶν διὰ τοῦ Θαρσεῖς σημαίνεται χώρα· πλὴν εἴς γε τὸ παρὸν οὐκ ἐκεῖνο οἶμαι βούλεσθαι δηλοῦν τὸν λόγον·
The attraction to faith is always such that the miracle concurs with the word. Most economically, therefore, the blessed Jonah is sent to proclaim to the inhabitants of Nineveh that the cry of their wickedness had gone up to the God of all. For He is ignorant of nothing at all; but if He should be moved to examine the transgressions of some, then He says that the outcry from their deeds goes up to Him. For He is the judge of all as God. And the blood of Abel is said to cry out against the murder of Cain, and the savagery of the cities of Sodom against their shameful deeds. And Jonah arose to flee to Tarshish from the face of the Lord, and went down to Joppa, and found a ship going to Tarshish, and gave his fare, and embarked on it, to sail with them to Tarshish from the face of the Lord. Now Joppa is a city of Palestine, lying on the sea itself; it is a port convenient for those from Judaea going on a voyage, especially to cities towards the east. So the Prophet goes down, then, finding a ship setting sail for Tarshish; for the voyage thither was presumably the ship's intended course; he gave the fare, and sailed away with the others. And by Tarshish he means the place now called Tarsus, or Tarsus. Some, then, think that by this a city among the Ethiopians and Indians is signified, and there is indeed a Tarshish among them; indeed, the whole region of the Indians is signified by Tarshish; but for the present, I think the passage does not intend to indicate that.
ὅτι τοῖς ἀποπλεῖν ἐθέλουσιν ἐπὶ τὰ Ἰνδῶν ἔθνη, γένοιτ' ἂν εἰκότως οὐ διά γε τῆς Ἰόππης ὁ πλοῦς, ἀλλὰ διὰ θαλάσσης μᾶλλον τῆς Ἐρυθρᾶς, εἰ μὴ ἄρα τις οἴοιτο τυχὸν βεβουλῆσθαι τὸν Προφήτην διὰ Περσῶν τε καὶ Ἀσσυρίων εἰς Αἰθίοπας τοὺς ἐσωτάτω ποιεῖσθαι τὴν ἀποδρομήν. ἀλλ' ἠλίθιον οἶμαι τὸ χρῆμα παντελῶς· Θαρσεῖς δὴ οὖν ἔοικεν ἀποκαλεῖν, ὡς ἔφην, τοὺς νυνὶ Ταρσούς· Κιλίκων δὲ αὕτη πόλις, τὸ Κύδνου πίνουσα νᾶμα, καὶ εἰς αὐτοὺς τοὺς πρόποδας τοῦ Ταύρου κειμένη· ὄρος δὲ τοῦτο Κιλίκων παμμέγεθες. ἀπαίρει γοῦν ὁ Προ- φήτης, καὶ πρόφασις αὐτῷ τῆς ἀποδημίας τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. ἐνταῦθα λοιπὸν οὐκ ἀζήτητος ἡμῖν ὁ λόγος, μᾶλλον δὲ τῆς φυγῆς ὁ τρόπος. οἶμαι δὴ οὖν ὅτι τὸ παραιτήσασθαι τὴν ἀποστολὴν καὶ οἱονεὶ κατοκνῆσαι τὴν διακονίαν, τοῦτό ἐστι τὸ φυγεῖν ἀπὸ προσώπου τοῦ Θεοῦ. Ἄπεισι δὲ εἰς Θαρσεῖς ἀνθ' ὅτου, καὶ ὅ, τι διεσκεμμένος, οὐκ ἔχω νοεῖν. εἰ μὴ ἄρα τις ἐκεῖνο καθ' ἑαυτὸν ἐννοήσειεν, ὅτι μικρά τις καὶ ἐν αὐτῷ, καθὰ καὶ ἐν τοῖς ἀρχαιοτέροις ἁγίοις ἡ περὶ Θεοῦ διάληψις ἦν· ᾤοντο γάρ τινες, μόνης τῆς Ἰουδαίων χώρας ἀνῆφθαι τὸ κράτος τὸν τῶν ὅλων Θεὸν, συστέλλεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καὶ γῆς ἀπανίστασθαι τῆς ἑτέρας. καὶ γοῦν ὁ θεσπέσιος Ἰακὼβ ἀπεφοίτα μὲν κατὰ καιροὺς τῆς πατρῴας ἑστίας, ἠπείγετο δὲ πρὸς Λάβαν, καὶ εἰς τὴν μέσην τῶν ποταμῶν. εἶτα κατηυλίζετο μὲν ἐν χώρᾳ τινὶ, λίθον δὲ ὑποθεὶς τῇ κεφαλῇ κατὰ τὸ εἰωθὸς ἐκάθευδεν. εἶτα τὴν κλίμακα τεθέαται τὴν ἐκ γῆς διήκουσαν εἰς οὐρανὸν, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντάς τε καὶ καταβαί- νοντας δι' αὐτῆς,
For those who wish to sail to the nations of the Indians, the voyage would naturally be made not through Joppa, but rather through the Red Sea, unless perhaps one should suppose that the Prophet had intended to make his escape through Persia and Assyria to the Ethiopians of the interior. But I think this is altogether foolish. Now, Tharsis, as I said, seems to denote the present Tarsus; this is a city of the Cilicians, drinking the stream of the Cydnus, and lying at the very foothills of Taurus, which is a very great mountain of the Cilicians. So the Prophet sets out, and the pretext for his journey is to flee from the face of God. Here, then, the matter is not unworthy of our inquiry, but rather the manner of his flight. I think, therefore, that to decline the mission and, as it were, to shrink from the service, this is what it means to flee from the face of God. But why he goes to Tharsis, and with what intention, I cannot conceive. Unless one should consider this in himself, that there was in him, as also in the more ancient saints, a small and limited conception concerning God; for some thought that the God of all held sway only over the land of the Jews, and that He was confined, as it were, within it and withdrew from other lands. Indeed, the blessed Jacob at times departed from his paternal home, hastened to Laban, and into the region between the rivers. Then he lodged in a certain place, and placing a stone under his head, slept as was his custom. Then he saw the ladder extending from earth to heaven, and the angels of God ascending and descending upon it.
ἐπεστηριγμένον δὲ ἐν αὐτῇ τὸν Κύριον. ἔφασκέ τε διαναστάς "Ὅτι ἔστι Θεὸς ἐν τῷ τόπῳ τούτῳ, "ἐγὼ δὲ οὐκ ᾔδειν." οἶμαι δὴ οὖν, ὅτι τοιοῦτόν τι καθ' ἑαυ- τὸν ἐννενοηκὼς καὶ ὁ μακάριος Προφήτης, τῆς μὲν Ἰουδαίας ἀπενοσφίζετο, ἀπεχώρει δὲ εἰς πόλεις τὰς Ἑλληνικάς. τοῦ δὲ κατοκνῆσαι τὴν πρόφασιν, καὶ μὴ προθύμως ἑλέσθαι πληροῦν τὴν διακονίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν αὐτοῦ λόγων. διεκήρυξε μὲν γὰρ ὕστερον ἀπελθών· ἐπειδὴ δὲ οὐκ ἐκβέ- βηκεν αὐτῷ τὰ τῆς προφητείας εἰς πέρας, λελύπηται σφόδρα, καὶ δὴ καὶ ἔφασκεν "Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι "ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν "εἰς Θαρσεῖς, διότι ἔγνων ὅτι σὺ20 εἶ ἐλεήμων καὶ οἰκτίρμων, "μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις· "καὶ νῦν, Δέσποτα Κύριε, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, "ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν." οὐκ ἠγνόησε μὲν γὰρ ὡς προφήτης τῆς διακονίας τὸ πέρας· ἐδεδίει γεμὴν μὴ ἄρα τῶν δι' αὐτοῦ κηρυγμάτων οὐκ ἐνηνεγμένων εἰς πέρας, ἀγνοή- σωσι μὲν Νινευῖται τοῦ κατοικτείραντος Θεοῦ τῆς χρηστό- τητα, διαχρήσωνται δὲ, καὶ ἀνέλωσιν αὐτὸν, ὡς βωμολόχον, ὡς ἀπατεῶνα καὶ ψευδοεπῆ, καὶ εἰκῇ πονεῖν αὐτοὺς ἀναπεπει- κότα. προαλὲς γὰρ ἀεὶ τὸ βάρβαρον εἰς ὀργὰς, καὶ λίαν ἑτοίμως ἀποταυρούμενον, κἂν εἰ μὴ πρόφασιν ἔχοι τῆς μανίας εὔλογον. Καὶ Κύριος ἐξήγειρε πνεῦμα μέγα εἰς τὴν θάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ θαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευε συν- τριβῆναι.
The Lord was set upon it. And he arose and said, "There is a God in this place, but I did not know it." I think, therefore, that the blessed Prophet, having considered something of this kind within himself, was withdrawing from Judea and departing to the Greek cities. And we shall learn from his own words the excuse for his hesitation and his unwillingness to eagerly fulfill the ministry. For he did later proclaim after going; but since the outcome of his prophecy did not come to pass, he was greatly distressed, and indeed he said, "O Lord, are these not my words, when I was still in my own land? For this reason I hastened to flee to Tarshish, because I knew that you are merciful and compassionate, long-suffering and very merciful, and that you repent of evils. And now, Lord Master, take my soul from me, for it is better for me to die than to live." For he was not ignorant, as a prophet, of the outcome of the ministry; but he feared lest, if his proclamations were not brought to fulfillment, the Ninevites might be ignorant of the kindness of the God who had pity on them, and might abuse and kill him as a buffoon, as a deceiver and false speaker, and as one who had vainly persuaded them to labor. For the barbarian is always prone to anger and very ready to crucify, even if he has no reasonable pretext for his madness. And the Lord raised up a great wind on the sea, and there was a great storm on the sea, and the ship was in danger of being wrecked.
καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν τοῦ κουφισθῆναι ἀπ' αὐτῶν.9 Κατεξανίσταται μὲν τῆς νεὼς τὸ κλυδώνιον, οἰκονομοῦντος Θεοῦ καὶ πνευμάτων ἀγρίαις ἐμβολαῖς διακυκῶντος τὴν θάλασσαν· ἐμπίπτει δὲ τοῖς πλωτῆρσι τὸ δεῖμα, καὶ ὁ λόγος ἦν ἤδη περὶ τῶν ἐσχάτων αὐτοῖς, ἀποτριζούσης μὲν, κατὰ τὸ εἰκὸς, τῆς ὁλκάδος, μονονουχὶ δὲ καὶ ἀπειλούσης ἤδη πως, ὅτι δὴ μέλλοι συνθραύεσθαι. κέχρηται δὲ ταῖς ἐξ ἔθους ἐπικουρίαις ὁ τῶν ναυτῶν ὅμιλος, καὶ ἀποφορτίζει τὴν ναῦν, ὡς ἂν ὑψοῦ τε εἴη κυμάτων, εὐπετεστέρα δὲ οὕτω λοιπὸν ἐποχοῖτο τοῖς ὕδασι. μέγα δὲ πρὸς ἀπόδειξιν τοῦ χειμάζεσθαι, τὸ καὶ αὐτοὺς τοῖς δείμασι βεβλῆσθαι τοὺς ναυτίλους, καὶ σωτῆρας ἥκειν αὐτοῖς τοὺς ἰδίους θεοὺς ἐκ- τενέστατα παρακαλεῖν, ὡς ἀπεγνωκότας ἤδη τῆς σωτηρίας. Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάθευδε καὶ ἔρεγχε. καὶ προσῆλθε πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν θεόν σου, εἴπως δια- σώσει ὁ Θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.9 Ἁρμόσειεν ἂν ἥκιστά γε νήψεσι προφητικαῖς τὸ ῥᾴθυμον εἰς εὐχὰς, κινδύνων ἐπηρτημένων, καὶ τὸ ὑπτιοῦσθαι φιλεῖν, καλούντων εἰς πόνους καιροῦ καὶ πράγματος, ἐφ' ᾧπερ ἂν πρέποι μᾶλλον τὸν τῶν ὅλων ἐκμειλίσσεσθαι Θεόν. ὅθεν ἔστιν ἐννοεῖν, ὡς πρὸ χειμῶνος ὁ ὕπνος ἦν· εἰωθότος δὲ σφόδρα κατηρεμεῖν τὸ καὶ εἰς αὐτὴν καθικέσθαι τοῦ πλοίου τὴν κοίλην.
And the sailors became afraid and each cried out to his own god, and they made a jettison of the vessels in the ship into the sea, in order to be lightened from them. The storm rises up against the ship, with God managing it and stirring up the sea with wild blasts of winds; fear falls upon the sailors, and it was already a matter of their last things for them, the merchant ship, as is likely, creaking, and all but threatening already, as it were, that it was about to be shattered. The company of sailors has recourse to their customary aids, and they unload the ship, so that it might be above the waves and thus more easily ride upon the waters. It is a great proof of the storm that even the sailors themselves are struck with terrors and most earnestly call upon their own gods as saviors, as having already despaired of safety. Jonah went down into the hold of the ship and slept and snored. And the helmsman came to him and said to him, "Why do you snore? Get up and call upon your god, so that God might save us and we might not perish." Indolence in prayers, with dangers impending, and a fondness for lying supine, when the time and circumstance call for exertions, would be least fitting for prophetic vigils, on which occasion one ought rather to propitiate the God of all. Hence it is possible to understand that the sleep was before the storm; it being customary for the ship to be very calm even down into its hold.
φίλον γὰρ ἀεὶ τοῖς ἁγίοις καὶ περισπούδαστον, τὸ τύρβης ἀποφοιτᾶν, καὶ ὄχλων ἀπονοσφίζεσθαι, καὶ διατε- λεῖν κατὰ μόνας, καθὰ καὶ ὁ θεσπέσιος προφήτης Ἱερεμίας "̓Αγαθὸν ἀνδρὶ, φησὶν, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὐτοῦ· "καθίσεται κατὰ μόνας, ὅτι ἦρεν ἐφ' ἑαυτῷ." ἀνακεκράγει δὲ πάλιν περὶ τῆς τῶν ἀπειθούντων πληθύος "Κύριε παντο- "κράτορ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ παιζόντων αὐτῶν, ἀλλ' "ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαθή- "μην, ὅτι πικρίας ἐνεπλήσθην." τὸ δέ γε ἱζῆσαι κατὰ μόνας, τὸν ἠρεμαῖον οἶμαί που κατασημαίνει βίον, καὶ τὸ ἀπαλλάττεσθαι μερίμνης καὶ φροντίδος βιωτικῆς, καὶ τὸ μὴ ἀναμὶξ ἰέναι τοῖς ἄλλοις, οἱ τὴν φιλήδονον καὶ φιλόσαρκον τετιμή- κασι ζωήν. ἀπονυστάζει δὴ οὖν ὁ Προφήτης, οὐκ ἀφειδήσας τοῦ πρέποντος, ἀλλ', ὡς ἔφην ἤδη, πρὸ τῆς τῶν χειμώνων ἐμβολῆς. διανύττει γεμὴν ὁ πρωρεὺς, χρῆναι δὴ μᾶλλον εἰπὼν ἐπικαλεῖσθαι τὸν Θεὸν αὐτοῦ. λυπεῖ γὰρ ἀείπως τοὺς κινδυνεύοντας τὸ δοκεῖν ἀμείνους δειμάτων εἶναί τινας, καὶ οὐκ ἐν καιρῷ τιμῆσαι τὸ ῥᾴθυμον. Καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ
It is always dear and eagerly sought after by the saints to depart from turmoil, to withdraw from crowds, and to remain alone, just as the divine prophet Jeremiah says: "It is good for a man, he says, when he takes up a yoke from his youth; he will sit alone, because he has taken it upon himself." And again he cries out concerning the multitude of the disobedient: "Lord Almighty, I did not sit in the council of those who were playing, but I was cautious before the face of your hand; I sat alone, because I was filled with bitterness." To sit alone, I think, signifies somewhere a tranquil life, and being free from worldly care and anxiety, and not mingling with others who have honored the pleasure-loving and flesh-loving life. So the Prophet falls asleep, not neglecting what is proper, but, as I have already said, before the onset of the storms. But the helmsman awakens him, saying that it is rather necessary to call upon his God. For it always distresses those in danger to think that there are some who are superior to terrors, and to honor laziness at the wrong time. And each one said to his neighbor
Δεῦτε βάλωμεν κλή- ρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.9 Περιεργότατα μὲν οἱ πλωτῆρες καὶ ἀσύνηθές τι μελετῶσι καὶ ξένον, τὸ ἐπείγεσθαι κλήρῳ διαμαθεῖν τὸν ἐφ' ᾧ λελύπη- ται ὁ Θεός. πλὴν οἰκονομεῖται καὶ τοῦτο χρησίμως, ὡς ἂν γένοιτο καταφανὴς ὁ νομίσας δύνασθαι φυγεῖν ἐκ προσώπου τοῦ Θεοῦ· πίπτει γὰρ ὁ κλῆρος ἐπ' αὐτὸν, καὶ τὸν ἐκ τοῦ πράγματος ἔλεγχον ὑπομένων ὁρᾶται. ἐδεδίει γὰρ, κατὰ τὸ εἰκὸς, τῆς οἰκείας σκέψεως προαλεστέραν ποιεῖσθαι τὴν κατάῤῥησιν. καλὸν οὖν ἄρα καὶ σοφὸν τοῖς ἐθέλουσι τηρεῖν, τό "Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου." Καὶ εἶπαν πρὸς αὐτόν Ἀπάγγειλον ἡμῖν, τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν· τίς σου ἡ ἐργασία ἐστὶ, καὶ πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ;
καὶ εἶπε πρὸς αὐτούς Δοῦλος Κυρίου ἐγώ εἰμι, καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν. καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἐπέγνωσαν οἱ ἄνδρες, ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς.9 Φιλοπευστοῦσι χρησίμως, ὡς ἤδη μὲν κλήρῳ τὸν αἴτιον ἐπεγνωκότες, οὐ μὴν ἔχοντες σαφῶς διειδέναι τῆς πλημ- μελείας τὸν τρόπον. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, ποῖον μὲν αὐτῷ τὸ ἐπιτήδευμα, ποῖα δὲ χώρα καὶ πόλις, καὶ ἐκ ποίων ἔρχεται λαῶν προστετάχασιν εἰπεῖν, ζητοῦντες οἶμαι μαθεῖν, ποίῳ προσκέκρουκε Θεῷ. ἴδιος γὰρ ἦν καὶ τῶν ἐμπλεόντων ἑκάστῳ, καὶ οὐχ εἷς ὁ πάντων Θεός.
Come, let us cast lots and find out why this evil is among us." And they cast lots, and the lot fell upon Jonah. The sailors were meditating something most curious and unusual and strange, namely, to hasten to learn by lot the reason for which God was grieved. Yet this too is managed usefully, so that the one who thought he could flee from the face of God might be revealed; for the lot falls upon him, and he is seen enduring the reproach of the matter. For he feared, reasonably, to make the confession of his own thought too hasty. Therefore it is good and wise for those who wish to observe, "Do not be ashamed to confess your sins." And they said to him, "Tell us why this evil is among us; what is your occupation, and where do you come from, and where are you going, and from what country, and from what people are you?" And he said to them, "I am a servant of the Lord, and I worship the Lord God of heaven, who made the sea and the dry land." And the men were greatly afraid and said to him, "What is this that you have done?" For the men recognized that he was fleeing from the face of the Lord, because he told them. They inquire usefully, having already recognized the guilty one by lot, but not yet having a clear understanding of the manner of the offense. And since they were idolaters, they ordered him to say what his occupation was, and what country and city, and from what peoples he came, seeking, I think, to learn which God he had offended. For each of the sailors had his own god, and there was not one God for all.
ᾤοντο δὲ, ὅτι τὸν λελυπημένον ἐπ' αὐτῷ θεραπεύσαντες δαίμονα, τὰ ἐκ τοῦ χειμῶνος ἀποκρούσονται βλάβη. ἐπειδὴ δὲ ὁ Προφήτης δοῦλον ἑαυτὸν ὠνόμαζε Θεοῦ τοῦ τεκτηναμένου γῆν τε καὶ οὐρανὸν, καὶ αὐτὸν ἔφη ποιεῖσθαι προσκυνητὸν, συνῆκαν εὐθὺς ὅτι πέφευγεν ἐκ προσώπου Θεοῦ. συνῆκαν δὲ ὅπως; ὅτι μὴ ἐξῆν Ἰουδαίοις τῆς ἐκνεμηθείσης αὐτοῖς ἀπονοσφί- ζεσθαι χώρας, μήτε μὴν ἀλλοφύλοις ἐπιφοιτᾶν, μήτε πό- λεσιν ἐμβάλλειν εἰδωλολατρεῖν εἰθισμέναις. μῶμος δὲ τὸ χρῆμα παρ' αὐτοῖς, καὶ οὐκ ἀνύποπτον εἰς ἀπόστασιν· ἐδόκει δὴ εἶναι καὶ ἔξω νόμου, καὶ τῶν ἐν αἰτίᾳ καὶ δίκῃ. καὶ γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπολισθήσειν αὐτοῦ τῆς σωτηρίας, τῆς ὡς ἐν πίστει φημὶ, διεβεβαιοῦτο σαφῶς, εἰ μὴ ἕλοιντο καταδράττεσθαι παρόντος ἔτι καὶ ἐνδη- μοῦντος ἐν κόσμῳ· ἔφασκε γάρ "Ἔτι μικρὸν χρόνον μεθ' "ὑμῶν εἰμὶ, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. ζητήσετέ με "καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε "ἐλθεῖν·" οἱ δὲ τὴν Ἰουδαίων ἀπόστασιν ἐπὶ τὰ ἔθνη κατονει- δίζοντες, ἔφασκον ἀμαθῶς "Ποῦ μέλλει οὗτος πορεύεσθαι "ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν "τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς " Ελληνας;" ὡς γὰρ ἐξίτηλόν τε καὶ ἔξω τριβῆς, καὶ συν- ηθείας ὡς ἀπωτάτω τοῖς παρ' αὐτοῖς, ὑπὸ μῶμον ἄγουσι τὸ τοῖς Ἑλλήνων ἀναφύρεσθαι δήμοις.
They thought that by appeasing the demon that was vexed at them, they would ward off the harm from the storm. But when the Prophet called himself a servant of God who had fashioned earth and heaven, and said that he worshipped Him, they immediately understood that he was fleeing from the face of God. And how did they understand this? Because it was not permitted for Jews to depart from the land allotted to them, nor to visit foreigners, nor to enter cities accustomed to idolatry. This was considered a fault among them, and not without suspicion of apostasy; it seemed to be both outside the law and subject to accusation and penalty. Indeed, our Lord Jesus Christ clearly affirmed that he would slip away from their salvation—I mean that which is in faith—if they did not choose to grasp hold of him while he was still present and dwelling in the world; for he said, "I am with you for a little while longer, and I will go to the one who sent me. You will seek me and not find me; and where I am, you cannot come." But those who reproached the Jews for their apostasy to the nations said ignorantly, "Where is this man going to go that we will not find him? Is he going to go into the dispersion of the Greeks and teach the Greeks?" For they bring under censure, as something obsolete and beyond custom and habit, and as far as possible from their own ways, the mingling with the peoples of the Greeks.
ὅτι τοίνυν οὐ μεμένηκεν ἐν τοῖς τῆς Ἰουδαίας ὅροις, συνέπλει δὲ αὐτοῖς εἰς Ταρσοὺς, δέχονται τὰς ὑποψίας, διατεκμαίρονται δὲ ὅτι παραιτεῖται τάχα που καὶ τὴν ἐν νόμῳ ζωὴν, καὶ τοῖς τῶν Ἑλλήνων ἔθεσιν ἑαυτὸν ἐπιδοὺς, τὴν ὡς ἐκ προσώπου Θεοῦ μεμελέτηκε φυγήν. Καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσομεν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ἡμῶν; ὅτι ἡ θάλασσα ἐπορεύετο, καὶ ἐξήγειρε μᾶλλον κλύδωνα. καὶ εἶπεν Ἰωνᾶς πρὸς αὐτούς Ἄρατέ με καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμῶν· διότι ἔγνωκα ἐγὼ, ὅτι δι' ἐμὲ ὁ κλύδων οὗτος ὁ μέγας ἐφ' ὑμᾶς ἐστιν.9 Δεδίασι μὲν ἀγριαίνουσαν κατ' αὐτῶν οὐ φορητῶς τὴν θάλασσαν· καταπεφρίκασι δὲ οὐδὲν ἧττον τὸν τῶν Ἑβραίων Θεόν· οὐ γὰρ ἦσαν ἐν ἀγνοίᾳ τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ δόξης, καίπερ ὄντες ἀλλογενεῖς. ἐπειδὴ δὲ δοῦλον ἑαυτὸν ἔφη Θεοῦ, διαποροῦσι λοιπὸν καὶ μερίζονται τὰς γνώμας. ὀκνοῦσι μὲν γὰρ τὸν φόνον, ὑποβλεπόμενοι τὴν ὀργὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ. ἐπιθρωσκούσης δὲ τῆς θαλάσσης αὐτοῖς οὐ μεῖον ἢ πρὶν, ἀναγκαίαν τὴν ὑπέρ γε σφῶν αὐτῶν ποιοῦνται φροντίδα. ταύτῃτοι παρακαλοῦσιν εἰπεῖν τὸ, τί
Since he had not remained within the borders of Judea but was sailing with them to Tarsus, they entertain suspicions and infer that perhaps he was also abandoning the life under the Law and, having given himself over to the customs of the Greeks, had contrived the flight as if from the face of God. And they said to him, "What shall we do for you, so that the sea may abate from us?" For the sea was raging and raising an even greater storm. And Jonah said to them, "Take me up and throw me into the sea, and the sea will abate from you; for I know that this great storm is upon you because of me." They feared the sea raging against them unbearably, but they were no less terrified of the God of the Hebrews; for they were not ignorant of the power and glory inherent in Him, even though they were foreigners. But since he called himself a servant of God, they are now at a loss and divided in their opinions. For they shrink from murder, dreading the wrath of the all-powerful God. But as the sea surged against them no less than before, they make their own safety a necessity. To this end they urge him to say, "What
ἂν γένοιτο παρ' αὐτῶν, καὶ κατευνασθήσεται μὲν ὁ κλύδων, κατηρεμήσει δὲ καὶ τὸ κῦμα, καὶ τὸν ἐπὶ τοῖς ἐσχάτοις αὐτοὶ διαφεύξονται κίνδυνον. τί οὖν ὁ Προφήτης; ὁμολογεῖ τὸ πλημμέλημα, καὶ προσκεκρουκὼς αἰσχύνεται, καὶ τῆς ἑαυτοῦ δυσβουλίας καταψηφίζεται· Ἄρατέ με γάρ φησι καὶ ἐμβάλετε εἰς τὴν θάλασσαν. μονονουχὶ γὰρ τοῦ κατοκνῆσαι τὴν ἀποστολὴν ἐξαιτεῖσθαι παρ' αὐτῶν δεῖν ἔφη τὰς δίκας. ᾔδει γὰρ ὅτι σπένδεταί πως τῇ νηῒ τὸ κλυδώ- νιον, εἰ λάβοι τὸν ζητούμενον, καὶ καταλήξει τῆς μάχης ἡ θάλασσα, ἔχουσα λοιπὸν τὸν προσκεκρουκότα. Καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ὑποστρέψαι εἰς τὴν γῆν, καὶ οὐκ αὐτούς. καὶ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ' ἀνεβόησαν πρὸς Κύριον καὶ εἶπον Μηδαμῶς Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ' ἡμᾶς αἷμα δίκαιον, ὅτι σὺ Κύριε ὃν τρόπον ἐβούλου πεποίηκας. καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἔβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς.9 Ἑαυτοῦ μὲν τὸν θάνατον ὁ Προφήτης κατεψηφίζετο, καὶ τῷ κινδύνῳ τῆς ἰδίας ψυχῆς καταλύειν αὐτοὺς ἠξίου τὸ δεῖμα. οἱ δὲ ἦσαν ἔτι περιδεεῖς καὶ ὀκνηροὶ πρὸς μιαιφο- νίαν, δοῦλον δὲ ὄντα Θεοῦ σώζειν ἤθελον, καὶ ζῶντα δοῦναι τῇ χέρσῳ· οὕτω δὲ μᾶλλον ἀποφορτίσασθαι τὴν ὀργήν. ταύτῃτοι παρεβιάζοντο καὶ προσοκεῖλαι τὴν ναῦν, ἀλλ' ἦν τῶν ἐγχειρημάτων ἀνήνυτος ὁ σκοπὸς, ἄμαχον αὐτοῖς τὸ κῦμα διανιστάντος τοῦ πνεύματος, καὶ ἀγριωτέραις ὁρμαῖς καταθέοντος τῆς ὁλκάδος.
If it should happen at their hands, the surge will be calmed, the wave will subside, and they themselves will escape the final danger. What then does the Prophet do? He confesses the offense, is ashamed of having given offense, and condemns his own ill counsel. "Take me," he says, "and cast me into the sea." For he said that he must pay the penalty, as it were, for having shrunk from the mission, by begging them to do so. For he knew that the surge would somehow be reconciled with the ship if it received the one it sought, and the sea would cease its battle, having now the one who had given offense. And the men were forced to turn back to land, not they themselves. And they were able, because the sea was moving and rising up more violently. They cried out to the Lord and said, "By no means, Lord, let us not perish because of this man's life, and do not let righteous blood be upon us, for you, Lord, have done as you wished." And they took Jonah and cast him into the sea, and the sea ceased from its tossing. The Prophet condemned himself to death, and deemed it right that they should dissolve the terror by the danger to his own life. But they were still fearful and reluctant to commit murder, and they wished to save him, since he was a servant of God, and to give him alive to the dry land, and thus rather to unburden themselves of the wrath. They were forced to beach the ship in this way, but the aim of their efforts was unattainable, as the wind raised an invincible wave against them and drove the ship with wilder assaults.
ταύτῃτοι λοιπὸν ἐκμειλίσσονται μὲν διὰ προσευχῆς, συγγνώμονα δὲ παρακαλοῦσιν αὐτοῖς γε- νέσθαι τὸν Θεὸν, οὐ φονᾶν ἐθέλουσιν, ἀλλ' ὡς τοῖς αὐτοῦ παραχωροῦσι κρίμασι, καταβιαζομένοις τε λοιπὸν πρὸς τὸ δοῦναι τῇ θαλάσσῃ τὸν Ἰωνᾶν, καὶ δὴ καὶ δεδώκασιν. ἡ δὲ λαβοῦσα, σπένδεται μόλις, ἁπλοῖ δὲ γαλήνην, καὶ δίδωσι τοῖς ναυτίλοις τοῦ σώζεσθαι τὴν ἐλπίδα· πανταχοῦ δὲ τοῖς θείοις εἴκουσα νεύμασι, καὶ δεσποτικοῖς προστάγμασιν ὑπηρ- ετοῦσα γοργῶς, ἐξ αὐτῶν ἐφαίνετο τῶν πραγμάτων. Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν Κύριον, καὶ ἔθυσαν θυσίας τῷ Κυρίῳ καὶ ηὔξαντο εὐχάς.9 Ὠφέληνται λίαν, ἕνα τε τὸν φύσει Θεὸν εἶναι πιστεύουσι, καίτοι μεμερισμένοι πρὸς ἔκτοπον πλάνησιν, καὶ μυρίους εἶναι νομίζοντες ἀνὰ τὸν κόσμον θεούς. τοιγάρτοι θύουσι τῷ φύσει καὶ μόνῳ καὶ ἀληθῶς Θεῷ, παρέντες τοὺς ἑαυτῶν, καὶ ἐῤῥῶσθαι φράσαντες τοῖς ἐξ ἀπάτης τετιμημένοις, καὶ τὴν Θεῷ πρέπουσαν ὑποκλέπτουσι δόξαν. ἐπαγγέλλονται δὲ καὶ εὐχὰς, καίτοι τοῦτο δρᾶν εἰωθότες τοῖς ἐναλίοις δαί- μοσι. δοκεῖ γὰρ Ἑλλήνων παισὶ καὶ τὸ τῆς θαλάσσης ἀνῆφθαι κράτος Ποσειδῶνά τινα· μῦθοι γὰρ πάντα τὰ παρ' ἐκείνοις, τερθρεία τε καὶ ἀποπληξία δεινή. ἡμεῖς δὲ τὸν φύσει Θεὸν δοξάζοντες, αὐτῷ καί φαμεν ἀληθῶς "Σὺ δε- "σπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν "κυμάτων αὐτῆς σὺ καταπραΰνεις. σοί εἰσιν οἱ οὐρανοὶ "καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς "σὺ ἐθεμελίωσας." Καὶ προσέταξεν Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν.
Then, by prayer, they appease him and call upon God to be merciful to them; they do not wish to be murderous, but yield to his judgments, being compelled at last to give Jonah to the sea, and indeed they give him. The sea, receiving him, is barely pacified, spreads calm, and gives the sailors hope of being saved; everywhere yielding to divine nods and swiftly serving the master's commands, it appeared so from the facts themselves. And the men feared the Lord with great fear, and sacrificed sacrifices to the Lord and vowed vows. They are greatly benefited, believing that there is one God by nature, although they were divided by an extraordinary error and thought there were countless gods throughout the world. Therefore they sacrifice to the one and only true God by nature, abandoning their own, bidding farewell to those honored by deceit, and stealing the glory due to God. They also promise vows, although they were accustomed to do this for the sea demons. For the children of the Greeks think that the power of the sea is attached to some Poseidon; for all among them are myths, trifling and terrible madness. But we, glorifying the God by nature, say to him truly: "You rule the power of the sea, you calm the surge of its waves. The heavens are yours, and the earth is yours; you founded the inhabited world and its fullness." And the Lord commanded a great sea monster to swallow Jonah.
καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.9 Προστάττει τῷ κήτει ὁ Θεὸς ἐν τῷ κατανεῦσαι· τὸ γὰρ ἐθελῆσαί τι πρὸς πέρας ἐλθεῖν, τοῦτο καὶ νόμος ἐστὶ, καὶ πλήρωσις, καὶ νόμου δύναμιν ἔχει. οὐ γάρ που φαμὲν, καθάπερ ἀμέλει καὶ ἡμῖν αὐτοῖς, ἤγουν ἁγίοις ἀγγέλοις, ἐν- τετάλθαι τῷ κήτει τὸν τῶν ὅλων Θεὸν, ἐνηχοῦντά πως εἰς νοῦν τὸ πρακτέον, καὶ καρδίαις ἐνιέντα τὴν ὧν ἂν ἕλοιτο γνῶσιν. εὔηθες γὰρ κομιδῇ καὶ ἀποπληξίας οὐ μακρὰν τὸ καὶ κνωδάλοις ἡγεῖσθαι κατὰ τοιόνδε τινὰ τρόπον τὸν τῶν ὅλων προσφέρεσθαι Θεὸν, ἀλλ' εἰ δή τι λέγοιτο προστάτ- τειν ὅλως ἢ ζῴοις ἀλόγοις ἤγουν τοῖς στοιχείοις ἢ μέρει κτίσεως, νόμον εἶναί φαμεν καὶ πρόσταγμα τὸ αὐτῷ δοκοῦν. πάντα γὰρ εἴκει τοῖς αὐτοῦ νεύμασι, καὶ ἀπόῤῥητος μὲν ἡμῖν παντελῶς ὁ τῆς ὑπακοῆς τρόπος, ἐγνωσμένος δὲ πάντως αὐτῷ. καταπίνεται τοίνυν ὑπὸ τοῦ κήτους ἠδικημένος οὐδὲν, καὶ ἦν ἐν αὐτῷ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Δόξειε δ' ἂν ἴσως τὸ χρῆμά τισιν ἀκαλλὲς εἶναί πως, καὶ πέρα λόγου τοῦ πρέποντος. ἀπιστήσουσι γὰρ καὶ πρό γε τῶν ἄλλων οἱ τὸν φύσει καὶ ἀληθῶς οὐκ εἰδότες Θεὸν, προσκείμενοι δὲ ταῖς τῶν δαιμόνων ἀπάταις. ἐροῦσι δέ Πῶς ἂν διεσώθη γεγονὼς ἐν κήτει; πῶς δὲ οὐκ ἂν ἐφθάρη κατα- πινόμενος; ἢ πῶς ἠνέσχετο τῆς ἐκφύτου θερμότητος; ὑγρό- τητι δὲ τῇ τοσαύτῃ περιεχόμενος, τῇ ἐν νηδύϊ φημὶ, πῶς διεβίω, μᾶλλον δὲ πῶς οὐκ ἐν ἴσῳ τροφῆς δεδαπάνηται καθεψόμενος; ἀσθενὲς γὰρ κομιδῇ καὶ πολὺ λίαν ἕτοιμον εἰς καταφθορὰν τὸ σαρκίον.
And Jonah was in the belly of the whale three days and three nights. God commands the whale by nodding; for the will that something come to pass is both law and fulfillment, and has the force of law. For we do not say, as indeed we might of ourselves, or of the holy angels, that God of all gave a command to the whale, somehow instilling into its mind what was to be done and implanting in its heart the knowledge of what he might choose. For it is utterly foolish and not far from madness to suppose that God of all addresses brute beasts in such a manner; but if anything is said to command at all to irrational animals or to the elements or to a part of creation, we say that what seems good to him is law and command. For all things yield to his nods, and the manner of obedience is completely hidden from us, but certainly known to him. So Jonah is swallowed by the whale, suffering no harm, and was in it three days and three nights.
Now perhaps the matter might seem to some to be somehow unseemly and beyond proper account. For they will disbelieve, especially those who do not know God by nature and truly, but are devoted to the deceptions of demons. They will say: How could he have been saved while in the whale? How was he not destroyed when swallowed? Or how did he endure the innate heat? And being surrounded by such moisture, I mean in the belly, how did he survive, or rather how was he not consumed as food, being boiled down? For the flesh is utterly weak and very prone to corruption.
φαμὲν οὖν, ὅτι παράδοξον ἀληθῶς, καὶ λόγου καὶ συνηθείας ἐπέκεινα, νοοῖτ' ἂν εἰκότως τὸ συμβεβηκός. ἀλλ' εἰ Θεὸς λέγοιτο κατορθοῦν, τίς ὁ ἀπι- στήσων ἔτι; παναλκὲς γὰρ τὸ θεῖον, καὶ τὰς τῶν ὄντων φύσεις μεταπλάττον εὐκόλως πρὸς ὅπερ ἂν ἕλοιτο, καὶ τοῖς ἀῤῥήτοις αὐτοῦ νεύμασι τὸ ἀντεξάγον οὐδέν. τὸ γὰρ φθείρεσθαι πεφυκὸς, κρεῖττον ἂν γένοιτο καὶ φθορᾶς, αὐτοῦ γε θέλοντος, καὶ τὸ πεπηγὸς καὶ ἀκράδαντον, καὶ τοῖς τῆς φθορᾶς δυσάντητον νόμοις, πάθοι ἂν εὐκόλως τὴν φθοράν. φύσις γὰρ οἶμαι τοῖς οὖσι τὸ τῷ Κτίσαντι δοκοῦν. πλὴν κἀκεῖνο ἰστέον, ὅτι καὶ Ἑλλήνων παῖδες τοὺς παρά σφισιν αὐτοῖς συντεθέντες μύθους, Ἡρακλέα φασὶ τὸν Ἀλκμήνης καὶ Διὸς καταποθῆναι μὲν ὑπὸ κήτους, ἐκδοθῆναι δὲ πάλιν ἐκ τῆς ἐμφύτου θερμότητος, ἐψιλωμένης αὐτῷ τῆς κεφαλῆς, καὶ μόνης τριχὸς πεπονθότα τὴν ἀπόθεσιν. μέμνηται δὲ τῆς ἱστορίας Λυκόφρων· εἷς δὲ οὗτος τῶν παρ' αὐτοῖς λογά- δων· ἔφη γὰρ περὶ αὐτοῦ, Τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις Τρίτωνος ἠμάλαψε κάρχαρος κύων.
We say, then, that the event is truly extraordinary, and beyond speech and custom, and would reasonably be considered so. But if God is said to accomplish it, who would still disbelieve? For the divine is all-powerful, and easily transforms the natures of beings toward whatever it might choose, and nothing can resist its ineffable nods. For what is naturally subject to destruction would become superior even to destruction, if it so wills, and what is fixed and unshakable, and resistant to the laws of destruction, would easily suffer destruction. For I think that nature for existing things is what seems good to the Creator. Moreover, one must also know this, that the children of the Greeks say that Heracles, the son of Alcmene and Zeus, was swallowed by a sea-monster, according to the myths composed among them, and was then cast out again by the innate heat, with his head stripped bare, and only his hair having suffered removal. Lycophron, one of their select poets, mentions this story; for he said concerning him, "The three-evening lion, which once the sharp-toothed dog of Triton devoured in its jaws.
Ἀλλ' οὐκ ἐκ τῶν παρ' ἐκείνοις μυθολογουμένων τὰ θεῖα πιστούμεθα, διαμεμνήμεθα χρησίμως, τοὺς ἀπιστοῦντας ἐλέ- γχοντες, ὅτι καὶ τῆς παρ' αὐτοῖς ἱστορίας ὁ λόγος οὐκ ἀπό- βλητα ποιεῖται τὰ τοιάδε τῶν διηγημάτων. ἐπειδὴ δὲ τῷ παραδόξως γεγενημένῳ καὶ ἐκ τῶν ἔτι δρωμένων κατὰ βού- λησιν Θεοῦ χρῆναι συνειπεῖν τῶν ἀναγκαίων ὑπολαμβάνω, φέρε δὴ λέγωμεν, ὅτι καὶ ἐν μήτρᾳ τὸ ἔμβρυον ὑγρότητι μὲν ἐννήχεται τῇ φυσικῇ, κατακέχωσται δὲ ὥσπερ τῇ τῆς κυοφο- ρούσης νηδύϊ, καὶ τὸ ἀναπνεῖν οὐκ ἔχει, ζῇ δὲ καὶ οὕτω, καὶ σώζεται, τοῖς τοῦ Θεοῦ νεύμασι παραδόξως τιθηνούμενον. ἀλλ' οὐδεὶς ἂν τῶν τοιούτων ἐφίκοιτο λόγος, οὐδ' ἂν γένοιτό τισιν ἁλώσιμα τὰ τοῦ Θεοῦ "Τίς γὰρ ἔγνω νοῦν Κυρίου;" κατὰ τὸ γεγραμμένον· ἢ τίς ἂν εἰδείη τὰς τῶν παραδόξων ὁδούς; ἢ τίνος ὅλως οὐκ ἂν ὑπερφέροιντο νοῦν τὰ λόγου δύναμιν ὑπερτρέχοντα; ἐπισφαλὲς οὖν ἄρα τὸ ἀπιστεῖν, κἂν εἴ τι τῶν ἄγαν ἐπέκεινα λόγου Θεὸς ἐργάζοιτο· παραδεξόμεθα δὲ ὡς ἀληθὲς τὴν ἄκαιρον ἐξιστάντες βάσανον. Χρῆναι δέ φημι τῆς ἐν Χριστῷ νοουμένης διακονίας παραληφθέντος εἰς τύπον τοῦ μακαρίου Προφήτου, προσ- επειπεῖν ἀναγκαίως, ὅτι κεκινδύνευκεν ἡ σύμπασα γῆ, κατεχειμάζετο τὰ ἀνθρώπινα, μονονουχὶ καταθρωσκόντων αὐτῆς τῶν τῆς ἁμαρτίας κυμάτων, δεινῆς τε καὶ ἀφορήτου περικλυζούσης ἡδονῆς, καὶ ὡς ἐν τάξει κλύδωνος κατεξανισταμένης τῆς φθορᾶς, καὶ πνευμάτων ἀγρίων καταῤῥη- γνυμένων, τοῦ τε διαβόλου φημὶ καὶ τῶν ὑπ' αὐτῷ τε καὶ σὺν αὐτῷ δυνάμεων πονηρῶν.
But we do not confirm divine matters from the myths told among them; we have usefully recalled this, refuting those who disbelieve, that even in their own history the account does not reject such narratives. Since I consider it necessary to add support to the extraordinary event from things still done by the will of God, come then, let us say that even in the womb the embryo swims in natural moisture, and is buried as it were in the belly of the pregnant woman, and does not have the ability to breathe, yet it lives and is preserved, being nurtured miraculously by the nods of God. But no account would attain to such things, nor would the works of God be graspable by anyone: "For who has known the mind of the Lord?" according to what is written; or who would know the ways of the extraordinary? Or whose mind would not be entirely surpassed by things that outrun the power of speech? It is therefore dangerous to disbelieve, even if God should accomplish something utterly beyond speech; we shall accept it as true, setting aside untimely scrutiny. And I say that it is necessary, since the blessed Prophet has been taken as a type of the ministry understood in Christ, to add further that the whole earth was in danger, human affairs were storm-tossed, the waves of sin almost breaking over it, terrible and unbearable pleasure flooding around, and corruption rising up like a surge, and wild winds breaking forth—I mean the devil and the evil powers under him and with him.
ἐπειδὴ δὲ ἦμεν ἐν τούτοις, ἠλέησεν ὁ Δημιουργὸς, πέπομφεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανοῦ τὸν Υἱὸν, ὃς ἐν σαρκὶ γεγονὼς, καὶ εἰς γῆν ἀφιγμένος τὴν κινδυνεύουσαν καὶ χειμαζομένην, καθῆκεν ἑαυτὸν ἑκὼν εἰς θάνατον, ἵνα στήσῃ τὸν κλύδωνα, καὶ κο- πάσῃ μὲν ἡ θάλασσα, κατευνασθείη δὲ καὶ τὸ κῦμα, κατα- λήξῃ δὲ καὶ ὁ κλύδων. σεσώσμεθα γὰρ ἐν θανάτῳ Χριστοῦ. καὶ ὁ μὲν χειμὼν παρελήλακεν, ὁ ὑετὸς ἀπῆλθεν, τὰ κύματα ἐστορέσθησαν, λέλυται τῶν πνευμάτων ἡ βία, βαθεῖα δὲ λοιπὸν ὑπέστρωται γαλήνη, καί ἐσμεν ἐν εὐδίαις ταῖς νοη- ταῖς, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν. ἔχεις τι τούτων τὸ παραπλήσιον ἐν εὐαγγελικοῖς συγγράμμασι. διέπλει μὲν γάρ ποτε τῶν Ἀποστόλων τὸ σκάφος τὴν Τιβεριάδος θά- λασσαν. εἶτα ῥαγδαίου τοῖς ὕδασιν ἐμβεβηκότος πνεύ- ματος, ἀφορήτως κατεχειμάζοντο· καὶ τὸν ἐπὶ τοῖς ἐσχάτοις κίνδυνον ὑπομένοντες, καθεύδοντα διανύττουσι συνόντα Χριστὸν, διαῤῥήδην
ἀνακεκραγότες "Ἐπιστάτα σῶσον, "ἀπολλύμεθα." ὁ δὲ διεγερθεὶς, φησὶν, ἐπετίμα μὲν τῇ θαλάσσῃ τό "Σιώπα, πεφίμωσο" μετ' ἐξουσίας εἰπὼν, διέσωζε δὲ τοὺς μαθητάς. τύπος δὲ ἄρα τὸ δρώμενον ἦν τῶν τῇ ἀνθρωπείᾳ φύσει συμβεβηκότων. δι' αὐτοῦ γὰρ, ὡς ἔφην, ἀπηλλάγμεθα καὶ θανάτου καὶ φθορᾶς καὶ ἁμαρ- τίας καὶ παθῶν, καὶ ὁ πάλαι χειμὼν ἀπελήλαται, μετακε- χώρηκε δὲ πρὸς γαλήνην τὰ καθ' ἡμᾶς. Καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους, καὶ εἶπεν Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου·
Since we were in these circumstances, the Creator took pity on us; God and Father sent us the Son from heaven, who, having become incarnate and arrived on the endangered and storm-tossed earth, willingly submitted himself to death, in order to still the surge, calm the sea, quiet the wave, and end the storm. For we have been saved through the death of Christ. The storm has passed, the rain has gone, the waves have been smoothed, the force of the winds has been broken, and deep calm now lies beneath us, and we are in spiritual fair weather, because Christ suffered for us. You have something similar to this in the Gospel writings. For once the boat of the Apostles was sailing across the Sea of Tiberias. Then, when a violent wind fell upon the waters, they were unbearably storm-tossed; and, facing the utmost danger, they roused the sleeping Christ who was with them, crying out explicitly, "Master, save us, we are perishing." And he, having been awakened, it says, rebuked the sea, saying with authority, "Be silent, be still," and saved the disciples. So this event was a type of what has happened to human nature. For through him, as I said, we have been delivered from death, corruption, sin, and passions, and the former storm has been driven away, and our circumstances have changed to calm. And Jonah prayed to the Lord his God from the belly of the whale, and said, "I cried out in my distress to the Lord my God, and he heard me.
ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.9 Ἀδικηθεὶς μὲν οὐδὲν, οἴκῳ δὲ ὥσπερ τῷ κήτει χρησάμενος, ἔννους τε ὑπάρχων, καὶ κατ' οὐδένα τρόπον ἢ σῶμα τυχὸν ἢ φρένας λελωβημένος, αἰσθάνεται τῆς ἐπικουρίας. οἶδε γε- γονότα τὸν Θεὸν εὐμενῆ· οὐκ ἠγνοηκὼς δὲ τὸ συμβὰν ἐκ τοῦ κατοκνῆσαι τὴν διακονίαν, τρέπεται πρὸς εὐχὴν, καὶ χαριστη- ρίους μὲν ἀνατείνει λιτὰς, ὁμοῦ δὲ τὴν δόξαν ὁμολογεῖ τοῦ σώζοντος, καὶ καταθαυμάζει τὴν ἐξουσίαν, καὶ ἀνακηρύττει τὴν ἡμερότητα. δεχθῆναι γὰρ ἔφη τὴν ἑαυτοῦ προσευχὴν, καὶ τοῦτο οἶμαι που προφητικῷ πνεύματι συνιείς. τὸ δὲ ἐκ κοιλίας ᾅδου, τὸ οἷον ἐκ τῆς τοῦ κήτους γαστρός φησιν, ᾅδῃ καὶ θανάτῳ παρεικάζων εὐφυῶς τὸ θηρίον· ἅτε δὴ καὶ φονεύειν εἰδὸς, καὶ καταῤῥοφᾶν ἀγρίως τὸν ἁλισκομένον. Ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλω- σάν με, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. κἀγὼ εἶπον Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου.9 Ἐξηγεῖται πολυτρόπως τὸ συμβεβηκὸς, ἀνακομίζων ὥσπερ ὑψοῦ τὴν χάριν, καὶ τοῖς θείοις νεύμασιν ἐπιμαρτυρῶν τὸ καὶ ἐκ παντὸς δύνασθαι κακοῦ διασώζειν εὐκόλως. ἐν αὐ- τοῖς μὲν γὰρ γεγενῆσθαί φησι τοῖς τῆς θαλάσσης μυχοῖς, καὶ ἐν συγχύσει πολλῶν ὑδάτων, ποταμίοις ἐν ἴσῳ κύμασιν ἐπικλυζόντων αὐτὸν, καὶ συμφορᾶς εἰς τοῦτο κατωλισθηκέναι, ὡς ἐννοῆσαι λοιπὸν παντελῆ τῶν θείων ὀμμάτων ὑπομεῖναι τὴν ἀποστροφὴν, καὶ εἰς ἀπόγνωσιν τῆς σωτηρίας ἐλάσαι. Πάνδεινον δὲ τὸ χρῆμα καὶ ὀλέθρου πρόξενον, τὸ ἐξ ὀμμάτων φημὶ γενέσθαι Θεοῦ.
From the belly of Hades you heard my cry, my voice. Having suffered no injustice, but having used the house, as it were, like the whale, and being in his right mind, and in no way injured either in body or in mind, he perceives the assistance. He knows that God has become gracious; not ignorant of what happened because he hesitated in his service, he turns to prayer, and offers up prayers of thanksgiving, while at the same time confessing the glory of the one who saves, and marvels at his power, and proclaims his gentleness. For he said that his prayer was accepted, and this, I think, he understands by the prophetic spirit. The phrase "from the belly of Hades" means, as it were, from the belly of the whale, comparing the beast aptly to Hades and death, since it knows how to kill and savagely devour the one caught. "You cast me into the depths of the heart of the sea, and rivers surrounded me, all your swells and your waves passed over me. And I said, 'I am cast away from your eyes.'" He explains in many ways what happened, recalling the grace as if from on high, and bearing witness to the divine will that it can easily save from every evil. For he says that he was in the very recesses of the sea, and in the confusion of many waters, with waves like rivers flooding over him, and that he had sunk to such a calamity that he thought he would henceforth suffer the complete turning away of the divine eyes, and was driven to despair of salvation. The matter is utterly terrible and productive of destruction, I mean being removed from the eyes of God.
τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ ἐλιπάρει λέγων "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου "ἀπ' ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου." ἕψεται δὲ πάντως ταῖς ἀποστροφαῖς τὸ χρῆναι παθεῖν τὴν θείαν ὀργὴν, μᾶλλον δὲ προανατελεῖ που καὶ προηγήσεται τῆς ἀποστροφῆς ὁ θυμός. Ἆρα προσθήσω ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;9 Οἶδε μὲν ὅτι δυνάμει Θεοῦ τετήρηται, καὶ τῆς ἄνωθεν ἐπικουρίας ἠξιωμένος διεβίω καὶ σέσωσται· καὶ τοῦτο ἐν κήτει καὶ ἐν κοιλίᾳ θηρὸς παραδόξως καὶ ὑπὲρ λόγον. ἐν- δοιάζει γεμὴν, κατὰ τὸ εἰκὸς, εἰ καὶ ἐκδοθήσεται καὶ εἰς φῶς ἐλάσει πάλιν. τριπόθητον δὲ ποιεῖται καὶ πολύευκτον ἀλη- θῶς τὸ καὶ εἰς αὐτὸν εἰσελάσαι τὸν θεῖον ναὸν, ἀναθεῖναί τε τὰς δοξολογίας τῷ σεσωκότι Θεῷ, καὶ τῆς τοιᾶσδε χάριτος εὔχεται τυχεῖν, τὸ πάντα δύνασθαι κατορθοῦν, ὡς ἔφην, ἐπιμαρτυρῶν τῷ Θεῷ. Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων· κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σὲ, Κύριε ὁ Θεός μου.9 Ἀῤῥήτῳ δυνάμει σεσωσμένος παρὰ Θεοῦ, λαμπροτέρας ἠβούλετο τὰς τῶν εὐχαριστηρίων ἀναπέμπειν ᾠδάς. ἀφηγεῖ- ταί που πάντως τὰ συμβεβηκότα, καὶ ποίᾳ μὲν γέγονε περί- σχετος συμφορᾷ διδάσκει λεπτῶς, σέσωσται δὲ ὅπως ἀνακηρύττει πάλιν. ὅτι τοίνυν ἐν θαλάσσῃ γέγονε, καὶ ἐν ἀβύσσῳ πολλῇ, καὶ ἐν σχισμαῖς ὀρέων, καταδυομένου κατὰ τὸ εἰκὸς τοῦ κήτους ἐν πέτραις καὶ τοῖς ἐν ἁλὶ σπηλαίοις, οὐκ ἠγνόηκεν ὡς προφήτης·
Therefore also the inspired David entreated, saying, "Do not turn your face away from me, and do not turn away in anger from your servant." For the necessity of suffering divine wrath will certainly follow upon such turning away; rather, anger will arise somewhere and precede the turning away. "Shall I then add to look upon your holy temple?" He knows that he has been preserved by the power of God, and that he has lived and been saved, having been deemed worthy of assistance from above; and this, in a whale and in the belly of a beast, paradoxically and beyond reason. Yet he is in doubt, reasonably, whether he will also be released and come again into the light. He makes it his thrice-desired and truly much-prayed-for goal to enter into the divine temple itself, to offer doxologies to the God who saved him, and he prays to obtain such grace, as I said, attesting that God can accomplish all things. "Water was poured around me up to my soul; the deepest abyss encircled me; my head sank into the clefts of mountains; I descended into a land whose bolts are eternal fastenings. And let my life ascend from corruption to you, Lord my God." Having been saved by an ineffable power from God, he wished to send up more splendid songs of thanksgiving. He narrates somewhere the things that happened, and he teaches in detail by what calamity he was encompassed, and again proclaims how he was saved. That he was in the sea, then, and in a great abyss, and in the clefts of mountains, the whale presumably sinking among rocks and caves in the sea, he did not fail to know as a prophet.
καθικέσθαι δέ φησιν εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, τουτέστι τὸν ᾅδην, οὐχ ὅτι γέγονεν ἐκεῖσε· τεθνεῶτα γὰρ οὐχ εὑρήσομεν· ἀλλ' ὅτι τοῦ κινδύνου τὸ μέγεθος καὶ τῶν συμβεβηκότων τὸ ἄχθος οὐδὲν ἀποδεῖ τοῦ καὶ ἐκτεθνάναι δοκεῖν, καὶ εἰς αὐτὸν ἀφικέσθαι τὸν ᾅδην, ὅθεν οὐκ ἂν ἐξοίχοιτό τις, ὑπο- νοστήσειε δ' ἂν οὐδαμῶς ὁ ἅπαξ ἐνειλημμένος. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ
κατόχους ἔχειν εἰς αἰῶνα τοὺς μοχλοὺς, οἷον ἀῤῥήκτους καὶ ὑπ' οὐδενὸς πώποτε νενικημένους ἤγουν παραλελυμένους. ὅτι δὲ οὐ τέθνηκε, διεβίω δὲ, ὡς ἔφην, ἐν τῷ κήτει, καὶ ἦν ἐν αὐτῷ, τῶν εἰς θάνατον ἢ καταφθορὰν πεπονθὼς οὐδὲν, ἀποφήνειεν ἂν εὐκόλως τὸ καὶ ἐν ἐλπίσιν εἶναι τοῦ σωθήσεσθαι πάλιν. ταύτῃτοί φησι τό Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ Θεός μου. ἐκδοθῆναι γὰρ εἰς φῶς εὔχεται, καὶ οἷον ἐξ ᾅδου τῆς τοῦ κήτους ἀνενεχθῆναι γαστρός. Ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ' ἐμοῦ, τοῦ Κυρίου ἐμνήσθην· καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου πρὸς ναὸν ἅγιόν σου.9 Τοῖς ἐθέλουσιν εὐδοκιμεῖν οὐκ ἀκερδὴς ὁ πόνος, οὐδ' ἂν νοοῖτο τὸ θλίβεσθαι φορτικόν. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Δαυείδ "Ἐν θλίψει ἐπεκαλεσάμην τὸν Κύριον·" ἕτερος δὲ αὖ τῶν ἁγίων προφητῶν "Κύριε ἐν θλίψει ἐμνή- "σθημέν σου." ἐδόκει δὲ σφόδρα καὶ τῷ θεσπεσίῳ Παύλῳ ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὴν θλίψιν, τὴν ἐπ' ἀρετῇ δηλονότι συμβαίνουσαν.
He says that it reaches down to the earth, whose bars are eternal fastenings, that is, to Hades—not that he went there, for we will not find him dead, but because the magnitude of the danger and the weight of what happened to him is no less than if he seemed to have died and to have arrived at Hades itself, whence one could not depart, nor would one once caught ever return. For I think this is what is meant by having bars that are eternal fastenings, that is, unbreakable and never overcome or loosened by anything. But that he did not die, but lived on, as I said, in the whale, and was in it, suffering nothing that leads to death or destruction, one could easily show from the fact that he was again in hopes of being saved. For this reason he says, "Let my life come up from destruction, O Lord my God." For he prays to be brought out into the light, and to be brought up, as it were, from the Hades of the whale's belly. "When my soul was departing from me, I remembered the Lord; and may my prayer come to you, to your holy temple." For those who wish to be successful, labor is not without profit, nor would distress be considered burdensome. And the blessed David will bear witness, saying, "In distress I called upon the Lord;" and another of the holy prophets says, "Lord, in distress we remembered you." And the divine Paul seemed strongly to accept and praise distress, that which occurs for virtue, of course.
ἔφη γάρ "Ὅτι ἡ θλίψις ὑπομονὴν κατερ- "γάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ "ἐλπὶς οὐ καταισχύνει." ἐκλειπούσης δὴ οὖν τῆς τοῦ Προ- φήτου ψυχῆς, τουτέστι τὸν εἰς κίνδυνόν τε καὶ τὸν ἐπ' ἐσχάτοις ὑπομενούσης πόνον, πάλιν τι τῶν ὠνησιφόρων ἐπράττετο. οὐ γὰρ, κατά τινας, εὐθὺς ἀπολισθήσας εἰς ἀκη- δίαν τῶν θείων κριμάτων ἐποιεῖτο κατάῤῥησιν, ἀλλ' ἐμνήσθη τοῦ σώζοντος. βεβόηκε γὰρ πρὸς αὐτὸν, δεδίψηκε τὴν ἐπικουρίαν, οὐκ ἀγνοήσας τὴν ἡμερότητα καὶ τὴν τῆς ἰσχύος ὑπεροχὴν, τὰς πρὸς αὐτὸν ἐποιεῖτο λιτὰς, ῥυσθῆναι παρακαλῶν ἐκ θανάτου καὶ φθορᾶς τὴν ἑαυτοῦ ζωήν. μέγα δὴ οὖν καὶ ἀξιάγαστον τὸ ἐν πόνοις μὴ ἀκηδιᾶν, ἱκετείαις δὲ μᾶλλον καὶ λιταῖς ἐκμειλίσσεσθαι τὸν Δεσπότην, καὶ παρ' αὐτοῦ ζητεῖν τοῦ κακοῦ τὴν ἀνάβλησιν καὶ τῆς συμφορᾶς τὴν λύσιν. Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτῶν ἐγκατέλιπον. ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.9 Ἕτεροι μὲν γὰρ, φησί, σε τὸν τῶν ὅλων ἠγνοηκότες Δεσπότην, τὸν Δημιουργὸν, εἶτα τοῖς τῆς ματαιότητος ἐνει1.584 λημμένοι βρόχοις, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀνατιθέντες τὸ σέβας, καὶ διώκοντες μὲν ὄρνεα πετόμενα, τὴν ἐπ' ἐκείνοις δηλονότι ἐλπίδα, ποιμαίνοντες δὲ καὶ ἀνέμους, οὐκ ἐξαιτοῦσι παρὰ σοῦ τὸν ἔλεον, οὔτε μὴν ἐλπίδος εἴσω γεγόνασι τῆς τοιᾶσδέ ποτε. ἐγὼ δὲ οὐ κατ' ἐκείνους· πόθεν; ἀλλ' οἶδά σε τὸν ἐπίκουρον, τὸν ἀγαθόν τε καὶ φιλοικτίρμονα.
For he said, "Distress produces endurance, endurance produces testing, testing produces hope, and hope does not disappoint." When the Prophet's soul was failing, that is, when it was enduring danger and the pain of extremity, again something beneficial was accomplished. For he did not, as some claim, immediately slip into despair and revile divine judgments, but he remembered the one who saves. He cried out to him, he thirsted for assistance, and not unaware of his gentleness and the superiority of his power, he made his supplications to him, begging to be rescued from death and corruption for his own life. Great and admirable, then, is it not to be despondent in hardships, but rather to appease the Master with entreaties and supplications, and to seek from him the postponement of evil and the resolution of calamity. Guarding against vain and false things, they abandoned their mercy. But I will sacrifice to you with a voice of praise and confession; I will pay you all that I vowed for my salvation, O Lord. For others, he says, not knowing you, the Master of all, the Creator, then caught in the snares of vanity and offering reverence to falsely named gods, and pursuing flying birds—that is, hope in them—and tending the winds, do not beg mercy from you, nor have they ever entered into such hope. But I am not like them; how could I be? Rather, I know you as the helper, the good and compassionate one.
τοιγάρτοι μετὰ φωνῆς καὶ δεήσεως ἐξομολογήσομαι σοί φησι, καὶ ὥσ- περ τι τῶν εὐοσμοτάτων θυμιαμάτων ἀναθήσω τὰς ᾠδὰς, χαριστηρίους δὲ δηλονότι καὶ πνευματικὰς προσοίσω σοι θυσίας, τὴν δοξολογίαν, τὰς εὐφημίας. ἀποπερανῶ δὲ, καὶ μάλα προθύμως, τὰς εἰς σωτηρίαν εὐχὰς, τουτέστιν, ὅσα μοι τὸ σώζεσθαι κατεργάζεται, καὶ τὴν ἐμὴν ὀνίνησι ψυχήν. τοῦτο δὲ ἦν ἡ πρὸς ἅπαν ὁτιοῦν τῶν Θεῷ δοκούντων ὑπακοὴ, καὶ τῆς προφητικῆς λειτουργίας ἐκπλήρωσις, ὄκνου τε παντὸς καὶ μικροψυχίας ἐξῃρημένων. Εὔχεται μὲν οὖν ὁ Προφήτης ἐν τῷ κήτει γεγονώς. καὶ ὁ μὲν τύπος ἀνθρώπινος, ἡ δὲ ἀληθὴς τοῦ πράγματος εἰκὼν, τουτέστι Χριστὸς, ἐφαίνετο πρὸ τοῦ τιμίου σταυροῦ, μονον- ουχὶ καὶ εἰσβάλλοντος ἤδη τοῦ παθεῖν, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα λέγων "Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ "τὸ ποτήριον τοῦτο," γέγονε δὲ καὶ περιδεὴς, καὶ ὡς συν- εχόμενος. εἰ δὲ δὴ καὶ ἐν τοῖς ὑποχθονίοις ἀφικόμενος χώραις λελάληκέ τι τῶν ἀνθρωπίνων, αὐτὸς ἂν εἰδείη· σφαλερὸν γὰρ εἰπεῖν. πλὴν εὑρήσομεν τὸν θεσπέσιον Πέτρον αὐτῷ προσ- νέμοντα τὰ διὰ φωνῆς τοῦ Δαυείδ "Διὰ τοῦτο οὐκ ἐγκατα- "λείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν "σου ἰδεῖν διαφθοράν." ἡ γὰρ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν. τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν ὄντα κατὰ φύσιν, αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς. Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλε τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.9 Προστάττεται πάλιν τὸ κῆτος θείᾳ τινὶ καὶ ἀποῤῥήτῳ δυνάμει Θεοῦ πρὸς τὸ αὐτῷ δοκοῦν κινούμενον· καὶ δὴ καὶ ἐκ λαγόνων ἀνίησι τὸν
Therefore, he says, "I will confess to you with voice and supplication, and like one of the most fragrant incenses I will offer up songs, and I will bring to you thank-offerings, clearly both eucharistic and spiritual sacrifices: doxology, praises. And I will complete, and with great eagerness, the prayers for salvation," that is, all that works for my being saved and benefits my soul. This was obedience to everything whatsoever that seems good to God, and the fulfillment of the prophetic ministry, with all hesitation and faint-heartedness removed. So the Prophet prays while in the whale. And the type is human, but the true image of the matter, that is, Christ, was seen before the precious cross, almost as if already entering into suffering, saying to the Father in the heavens, "If possible, let this cup pass from me," and he became fearful, as if constrained. And if indeed, having arrived in the nether regions, he spoke something human, he himself would know; for it is hazardous to say. Yet we will find the divine Peter attributing to him the words through the voice of David: "Therefore you will not abandon my soul to Hades, nor will you allow your holy one to see corruption." For his flesh did not see corruption. For he revived after three days, since it was not possible that he, being by nature life, be held by the bonds of death. And the whale was commanded, and it cast Jonah out onto the dry land. Again the whale is commanded by some divine and ineffable power of God, moved according to his will; and indeed it releases him from its belly.
Προφήτην, οὐκ ἀκερδὲς ἔχοντα τὸ παθεῖν, ἠκονημένον δὲ μᾶλλον ἐκ πείρας, καὶ ἐγνωκότα σαφῶς, ὡς ἐστὶν ἐπισφαλὲς τὸ δεσποτικοῖς ἀντιλέγειν δόγμασι. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου, λέγων Ἀνά- στηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην, καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν, ὃ ἐγὼ ἐλά- λησα πρὸς σέ.9 Θερμοτέραις δὴ οὖν προθυμίαις ἤδη χρώμενος, διακελεύε- ται πάλιν Θεὸς ἰέναι μὲν εἰς τὴν Νινευὶ, κεχρῆσθαι δὲ τῷ αὐτῷ κηρύγματι, τῷ καὶ ἐν ἀρχαῖς πρὸς αὐτὸν εἰρημένῳ. τοῦτο δὲ ἦν "Ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς μέ." ἔφην μὲν οὖν ἤδη τὰ ἐπὶ Χριστῷ, πλὴν ἐρῶ πάλιν, ὀκνήσας οὐδέν. γέγραπται γὰρ ὅτι "Τὰ αὐτὰ λέγειν, ἐμοὶ μὲν οὐκ "ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές." οὐκοῦν πρὸ μὲν τοῦ τιμίου σταυροῦ κατοκνοῦντά πως ἔτι Χριστὸν εὑρήσομεν, εἴς γε τὸ χρῆναί φημι καὶ τοῖς ἐξ ἐθνῶν τὸν τῶν εὐαγγελικῶν θεσ- πισμάτων προθεῖναι λόγον. καὶ γοῦν ἐναργέστατά φησιν "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου "̓Ισραὴλ," καὶ αὐτοῖς δὲ τοῖς ἁγίοις ἐνετέλλετο μαθηταῖς "Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν "μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα "πρόβατα οἴκου Ἰσραήλ." ἀλλὰ γέγονεν "ἐν τῇ καρδίᾳ τῆς "γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας·" ἦλθε δὲ "ἐπὶ πηγὰς "θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησεν." ἔδυ δὲ ὥσπερ εἰς σχισμὰς ὀρέων, καὶ καταβέβηκεν εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι. εἶτα σκυλεύσας τὸν ᾅδην, καὶ τοῖς ἐκεῖσε διακηρύξας πνεύμασι, καὶ τὰς ἀκινήτους πύλας ἀνεὶς, ἀνεβίω πάλιν.
A prophet, not without profit from having suffered, but rather sharpened by experience, and having clearly known that it is perilous to contradict the master's decrees. And the word of the Lord came to Jonah a second time, saying, "Arise and go to Nineveh, the great city, and proclaim in it the proclamation that was before, which I spoke to you." Therefore, using now more fervent zeal, God again commands him to go to Nineveh and to employ the same proclamation that was spoken to him at the beginning. And this was, "That the cry of her wickedness has come up to me." Now I have already spoken of these things in relation to Christ, but I will speak again, hesitating not at all. For it is written, "To say the same things is not irksome to me, but safe for you." Therefore, before the precious cross, we will find Christ still somewhat hesitating, I mean, as to the necessity of setting forth the word of the evangelical ordinances also to those from the Gentiles. And indeed, he says most clearly, "I was not sent except to the lost sheep of the house of Israel," and to the holy disciples themselves he commanded, "Do not go into the way of the Gentiles, and do not enter into a city of the Samaritans; but go rather to the lost sheep of the house of Israel." But he became "in the heart of the earth three days and three nights;" and he came "to the springs of the sea, and walked in the tracks of the abyss." And he descended as if into the clefts of mountains, and went down into a land whose bolts are eternal keepers. Then, having plundered Hades, and having proclaimed to the spirits there, and having released the immovable gates, he came to life again.
ἀναβέβηκε γὰρ ἐκ φθορᾶς ἡ ζωὴ αὐτοῦ, ὤφθη δὲ οὕτω καὶ πρό γε τῶν ἄλλων ταῖς ἐν τῷ κήπῳ ζητούσαις αὐτὸν γυναιξίν. εἶτα τὸ χαίρειν εἰπὼν, ἀπαγγέλ- λειν ἐκέλευσε τοῖς ἁγίοις μαθηταῖς, ὅτι προάγει αὐτοὺς εἰς τὴν Γαλιλαίαν· τότε γέγονε καὶ πρὸς τὰ ἔθνη λοιπὸν ὁ λόγος αὐτῷ διὰ τῶν μακαρίων Ἀποστόλων· τότε τοῖς πλανωμένοις ἐκήρυξε κατὰ τὸ κήρυγμα τὸ ἔμπροσθεν. οὐ γὰρ ἑτέραις μὲν ἐντολαῖς πεπαιδαγώκηκε πρὸ τοῦ θανάτου τὸν Ἰσραὴλ, ἑτέραις δὲ μετὰ τοῦτο τοὺς ἐξ ἐθνῶν· ἀλλ' ἓν ἐπὶ πάντας τὸ Εὐαγγέλιον· καὶ τῶν θείων μαθητῶν ἡ γνῶσις μία πάντως, καὶ οὐχ ἑτέρα παρά γε τοῖς ἐξ Ἰσραὴλ καὶ ἡμῖν τοῖς ἐξ ἐθνῶν κεκλημένοις διὰ πίστεως εἰς ἁγιασμόν. Καὶ ἀνέστη Ἰωνᾶς καὶ ἐπορεύθη εἰς Νινευὶ, καθὼς ἐλάλησε Κύριος. ἡ δὲ Νινευὶ ἦν πόλις μεγάλη τῷ Θεῷ, ὡσεὶ πορείας ὁδοῦ ἡμε- ρῶν τριῶν. καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσπορεύεσθαι εἰς τὴν πόλιν, ὡσεὶ πορείας ὁδοῦ ἡμέρας μιᾶς, καὶ ἐκήρυξε καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὶ καταστραφήσεται.9 Στέλλεται μὲν ὁ Προφήτης, καὶ προθυμίαις ἀμάχοις διε- ζωσμένος ἄρχεται τῶν πρακτέων. εἴσεισι γὰρ δὴ, καὶ μάλα νεανικῶς, εἰς τὴν ἀλλόφυλον Νινευὶ, τοῖς θείοις ὑπηρετήσων νεύμασιν. εὐρεῖαν δὲ οὖσαν τὴν πόλιν, καὶ εἰς τοῦτο μεγέ- θους ἐκτεινομένην, ὡς δεῖσθαι πορείας ἡμερῶν τριῶν, εἴ τις ἕλοιτο περινοστεῖν, δίεισιν αὐτὸς εἰς ἡμέραν μίαν· ἤγουν, ὡς ἑτέροις δοκεῖ, μιᾶς ἡμέρας ἐξανύσας ὁδὸν ἐν αὐτῇ, τὸν τῶν θείων κηρυγμάτων ἐποιεῖτο λόγον.
For his life came up from corruption, and he was seen in this way even before the others by the women who were seeking him in the garden. Then, having said "Rejoice," he commanded the holy disciples to announce that he was going before them into Galilee. Then also his word went out to the nations through the blessed Apostles. Then he proclaimed to those who were wandering according to the earlier proclamation. For he did not educate Israel with one set of commandments before death and another set afterward to those from the nations, but the Gospel is one for all. And the knowledge of the divine disciples is certainly one, and not different for those from Israel and for us who are called from the nations through faith to sanctification. And Jonah arose and went to Nineveh, as the Lord had spoken. And Nineveh was a great city to God, about a journey of three days. And Jonah began to enter the city, about a journey of one day, and he proclaimed and said, "Yet three days and Nineveh will be overthrown." The Prophet is sent, and girded with irresistible eagerness, he begins the tasks. For he enters, and quite vigorously, into the alien Nineveh, to serve the divine decrees. And since the city was broad and extended to such a size as to require a journey of three days if one should choose to go around it, he himself traverses it in one day—that is, as it seems to others, having completed a journey of one day in it, he made his discourse of divine proclamations.
θαῦμα δέ που πάντως ὁ Προφήτης ἦν, ἀνὴρ Ἑβραῖος, καὶ ἐξ ἀλλοδαπῆς ἥκων, καὶ οὐδενί που τάχα τῶν ἐκεῖσε διεγνωσμένος, διὰ μέσου βαδί- ζων τοῦ ἄστεος, ἀνακεκραγώς τε καὶ λέγων Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὶ καταστραφήσεται. ἐνταῦθά μοι πάλιν ἐκεῖνο ἄθρει τε καὶ κατασκέπτου λεπτῶς. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς δια- κηρύττειν ἐκέλευε περὶ τῆς Νινευί "Ὅτι ἀνέβη ἡ κραυγὴ "τῆς κακίας αὐτῆς πρὸς μέ·" ὁ δέ γε Προφήτης ἐν αὐτῇ γεγονώς Ἔτι τρεῖς ἡμέραι ἐβόα καὶ Νινευὶ καταστραφήσεται. τί οὖν ἐροῦμεν; ψευδοεπεῖ, καὶ λελάληκε τὰ ἀπὸ καρδίας, καὶ οὐχὶ δὴ μᾶλλον τὰ ἀπὸ στόματος Κυρίου, κατά τινας; οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι σημαίνουσι μὲν οἱ προφῆται πολλάκις τῆς ἑαυτῶν ἀποστολῆς τὸν τρόπον· οὐ πάντας δὲ πάντως εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ πρὸς αὐτοὺς γεγονότας ἐκφέρουσι λόγους, οὔτε μὴν τοὺς παρ' αὐτῶν πρὸς Θεόν· ὅτι μὲν γὰρ πρὸς αὐτὸν λελάληκεν ὁ Δεσπότης "̓Ανάστηθι καὶ πορεύθητι εἰς Νινευὶ καὶ κήρυξον ἐν αὐτῇ "ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς
The prophet was certainly a wonder, a Hebrew man, coming from a foreign land, and known to hardly anyone there, walking through the middle of the city, crying out and saying, "Three more days and Nineveh will be overthrown." Here again, observe and examine that point carefully. For the God of all commanded him to proclaim concerning Nineveh, "That the cry of its wickedness has gone up to me." But the prophet, being in it, cried out, "Three more days and Nineveh will be overthrown." What then shall we say? That he spoke falsely, and spoke from his heart, and not rather from the mouth of the Lord, according to some? We do not say this, but rather this: that the prophets often indicate the manner of their mission, but they do not necessarily bring forth to us all the words that have come to them from God, nor those from them to God. For that the Lord spoke to him, "Arise and go to Nineveh and proclaim in it that the cry of its wickedness has gone up
πρὸς μέ," σαφῶς ἠκούσαμεν ἐν ἀρχαῖς εὐθὺς τῆς προφητείας· ὅτι δὲ αὐτός τι λελάληκε πρὸς Θεὸν, οὐκ ἐγνώκαμεν. πλὴν εὑρήσομεν λέ- γοντα "Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου "ἐν τῇ γῇ μου· διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρ- "σεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων." ὁρᾷς ὅτι τὰ πλεῖστα σεσίγηται, καὶ λεληθότως εἴρηται παρὰ Θεοῦ καὶ πρὸς Θεὸν ὁμοίως διὰ τῆς τοῦ Προφήτου φωνῆς; οὐκοῦν ἀκόλουθον ταῖς τῶν ἁγίων φωναῖς ἐπιψηφίζεσθαι τὴν ἀλήθειαν, ψευδοεπήσουσι γὰρ ἥκιστά γε, τὸ τῆς ἀληθείας πλουτήσαντες πνεῦμα. Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευὶ τῷ Θεῷ, καὶ ἐκήρυξαν νηστείαν, καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.9 Ἐμφαντικὸς ὁ λόγος, πεπιστεύκασι γὰρ οἱ ἐκ Νινευί φησι, τουτέστιν, οἱ ἐκ πόλεως τῆς ἐφ' ἅπασιν ἀεὶ τοῖς ἀτόποις κατεγνωσμένης, ἐν ᾗ πολὺς μὲν καὶ ἀναρίθμητος εἰδώλων ἐσμὸς, μυρία δὲ ὅσα τεμένη, καὶ ἐν σπουδῇ τὰ ἀπόῤῥητα. γοήτειαι γὰρ καὶ ψευδομαντείαι τὰ παρ' αὐτοῖς τιμώμενα, καὶ σοφὸς ἦν ἄγαν ὁ περίεργον τοῖς ἄστροις τὸν ὀφθαλμὸν ἐνιεὶς, καὶ εἰς λῆξιν ἥκων εὐκλείας ὁ πρὸς πᾶν ὁτιοῦν τῶν ἀτόπων εὔκολος. ἀλλὰ πεπιστεύκασι τῷ Θεῷ ἀπὸ μικροῦ ἕως μεγάλου, τουτέστι, περιφανεῖς τε καὶ ἄσημοι, λαμπροὶ καὶ κατεῤῥιμμένοι, καὶ οἱ ταῖς ἐκ πλούτου τρυφαῖς ἐπιχεόμενοι, καὶ οἱ τῷ τῆς πενίας ἄχθει καταμεθύοντες· μία δὲ ἦν ἅπασιν ἡ σπουδὴ τὸ τοῖς τοῦ Προφήτου καταπείθεσθαι λόγοις. μέγα δὲ τὸ θαῦμα, καὶ πολὺς ἄγαν τῶν πεπιστευκότων ὁ ἔπαινος.
To me," we clearly heard at the very beginning of the prophecy. But that he himself spoke something to God, we have not known. However, we will find him saying, "O Lord, were not these my words, while I was still in my own land? For this reason I hastened to flee to Tarshish, because I knew that you are merciful and compassionate." Do you see that most things have been passed over in silence, and have been spoken covertly both by God and to God alike through the voice of the Prophet? Therefore, it is consistent to affirm the truth by the voices of the saints, for they will least of all speak falsely, having been enriched with the spirit of truth. And the men of Nineveh believed in God, and proclaimed a fast, and put on sackcloth from their youngest to their oldest. The expression is emphatic: "For the men of Nineveh believed," he says, that is, those from the city always condemned for all their abominable practices, in which there was a great and countless swarm of idols, and countless sacred precincts, and secret rites pursued with zeal. For sorceries and false divinations were what was honored among them, and one was considered very wise who fixed his eye inquisitively on the stars, and one who was easily inclined to any abominable thing attained a reputation for glory. But they believed in God from the youngest to the oldest, that is, both the prominent and the obscure, the illustrious and the lowly, those steeped in the luxuries of wealth and those intoxicated with the burden of poverty. There was one zeal for all: to be persuaded by the words of the Prophet. Great is the wonder, and very great is the praise of those who believed.
ἕπονται γὰρ εὐθὺς ἀμελλητὶ πρὸς τὸ ἄμεινον καλοῦντι λοιπὸν, καὶ τρυφερὸν τοῖς θείοις κηρύγμασιν ὑπέ- χουσι τὸν αὐχένα, καὶ τοῦτο ἀλλογενοῦς καὶ ἑνὸς ἀνδρὸς, καὶ οὐ πάλαι διεγνωσμένου, καλοῦντος εἰς μετάγνωσιν. Ἀλλ' ὧδε μὲν τὰ Νινευιτῶν. ὁ δέ γε ἀπόπληκτος Ἰσραὴλ ἀπειθεῖ τῷ νόμῳ· διαγελᾶ τὰ Μωυσέως, οὐδὲν ἡγεῖται τὰ προφητῶν. καὶ τί τοῦτο λέγω; γέγονε καὶ κυριοκτόνος, οὐδὲ αὐτῷ πειθόμενος τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. οὐκοῦν ἐν ἀμείνοσιν ἦν τὰ Νινευιτῶν, καὶ τοῦτο δέδειχεν ἀληθὲς ὁ τῶν ὅλων Θεὸς, οὕτω που λέγων πρὸς τὸν μακά- ριον προφήτην Ἰεζεκιήλ "Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε "πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, οὐ πρὸς λαοὺς πολλοὺς "ἀλλοφώνους ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ "ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν· καὶ εἰ πρὸς "τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου. ὁ δὲ "οἶκος Ἰσραὴλ οὐ μὴ θελήσωσιν ἀκοῦσαί σου, διότι οὐ "βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλό"νεικοί εἰσι καὶ σκληροκάρδιοι." οἱ μὲν γὰρ ἀλλόγλωσσοι καὶ βαθύχειλοι καὶ σοβαροὶ τοὺς λόγους, τουτέστιν οἱ Νινευῖται, τετιμήκασι τὸ χρησμῴδημα, καὶ πρὸς τὸ χρῆναι μετανοεῖν κεχωρήκασιν ἀμελλητί· ὁ δὲ φιλόνεικος Ἰσραὴλ οὐ τετίμηκεν, ὡς ἔφην, οὐδὲ αὐτὸν τὸν τοῦ νόμου καὶ προ- φητῶν Δεσπότην. Καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευὶ, καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ περιείλετο τὴν στολὴν αὐτοῦ ἀφ' ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ·
For they immediately follow without delay, from then on, to the one who calls them to the better, and they tenderly submit their necks to the divine proclamations, and this at the call of a foreigner and a single man, and one not long known, summoning them to repentance. But such were the Ninevites. Yet the demented Israel disobeys the law; it scoffs at the teachings of Moses, it regards the prophets as nothing. And why do I say this? It even became a slayer of the Lord, not obeying even Christ, the Savior of us all. Therefore, the Ninevites were in a better state, and this was shown to be true by the God of all, who spoke somewhat as follows to the blessed prophet Ezekiel: "Son of man, go, enter the house of Israel, not to many peoples of foreign speech or foreign tongue, nor to those who are harsh in their language, whose words you will not hear; and if I had sent you to such as these, they would have listened to you. But the house of Israel will not wish to hear you, because they do not wish to listen to me, for the whole house of Israel is contentious and hard-hearted." For the foreign-tongued and thick-lipped and haughty in speech, that is, the Ninevites, honored the oracle and proceeded without delay to the need for repentance; but the contentious Israel did not honor, as I said, even the Lord of the law and the prophets himself. And the word reached the king of Nineveh, and he rose from his throne, and removed his garment from himself, and put on sackcloth, and sat on ashes.
καὶ ἐκηρύχθη καὶ ἐῤῥέθη ἐν τῇ Νινευὶ παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λεγόντων Οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηθὲν, μηδὲ νεμέσθωσαν καὶ ὕδωρ μὴ πιέτωσαν. καὶ περιεβάλοντο σάκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέ- γοντες Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;9 Ἐπιτείνει σφόδρα τῆς εὐπειθείας τὸν ἔπαινον, καὶ κατα- θαυμάζει μειζόνως τὸ ἕτοιμον εἰς ὑπακοὴν τῶν κεκλημένων εἰς μετάγνωσιν. ἐπειδὴ γὰρ τῶν τοῦ Προφήτου ῥημάτων κατήκοοι ἦσαν, καὶ αὐτὸς ὁ τῷ σκήπτρῳ τετιμημένος καὶ ταῖς ἀνωτάτω κατεστεμμένος εὐκλείαις ὑπεχώρει μὲν εὐθὺς τῶν τῆς βασιλείας θρόνων, ἐῤῥῶσθαι δὲ φράσας ταῖς αὐτῷ πρεπούσαις στολαῖς, καὶ ἁλουργίδα ἐκδὺς περιεβάλετο σάκκον, τουτέστιν ἐν πενθικοῖς ἦν σχήμασιν· ἐφιζήσας δὲ καὶ σποδῷ σύνθημα τοῖς
And it was proclaimed and said in Nineveh by the king and by his magnates, saying, "Let neither men nor cattle, nor oxen nor sheep, taste anything, nor graze, nor drink water." And the men and the cattle put on sackcloth, and they cried out earnestly to God, and each one turned away from their evil path and from the injustice in their hands, saying, "Who knows if God will repent and turn back from the anger of his wrath, and we will not perish?" He greatly intensifies the praise of their obedience, and marvels even more at the readiness for obedience of those called to repentance. For since they were obedient to the words of the Prophet, and he who was honored with the scepter and crowned with the highest glories immediately withdrew from the thrones of the kingdom, and having said "Farewell" to the robes befitting him, and having taken off the purple robe, he put on sackcloth, that is, he was in mourning attire; and sitting also in ashes, a sign to the
ἄλλοις ἐδίδου τὸ χρῆναι καὶ ἀσιτεῖν, καὶ ἀκαταλήκτοις λιταῖς ἐξημεροῦντας Θεὸν ἐξαιτεῖν τὸν ἔλεον. σοφοὶ δὲ λίαν οἱ Νινευῖται, συνεπιτηδεύοντες τῇ νηστείᾳ καὶ τῆς φαυλότητος τὴν ἀποστροφήν· μετανοίας γὰρ οὗτος ἂν εἴη καὶ μόνος ὁ ἀληθὴς καὶ ἀμώμητος τρόπος. ἐπειδὴ δὲ τὸ ἐν τούτοις εὐτεχνὲς οὐκ ἔχων ὁ Ἰσραὴλ, ἀλογωτάτην ἔσθ' ὅτε καὶ βέβηλον ἐπεδείκνυτο τὴν νηστείαν, ἐκέλευε τῷ προφήτῃ Θεὸς εἰς ὕψος αἴροντα τὴν φωνὴν ἀπαγγέλλειν αὐτοῖς, ὅτι "Οὐ ταύτην τὴν νηστείαν ἐξε"λεξάμην, λέγει Κύριος." καὶ διὰ ποίαν αἰτίαν διαμε- μήνυκεν αὐτὸς, ἐπενεγκὼν εὐθύς "Ἐν γὰρ ταῖς ἡμέραις "τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ "πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε· εἰς κρίσεις καὶ "μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. ἵνα τί "μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν "φωνὴν ὑμῶν; οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ "ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ." οὐκοῦν ἀμείνους οἱ Νινευῖται, καθαρὰν καὶ ἄμωμον ἐπιτελοῦντες Θεῷ τὴν νηστείαν. μεμαρτύρηκε γὰρ τὸ γράμμα τὸ ἱερὸν ὅτι ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. εἴσω δὲ λόγου καὶ φρενὸς τὸ δρώμενον ἦν. πεπιστεύκασι γὰρ ὅτι μετανοήσει Θεὸς καὶ ἀποστρέψει τὰ ἐξ ὀργῆς. τὸ δὲ μετανοήσει φησὶ ἀντὶ τοῦ μεταβουλεύσεται, κἂν ἴδῃ μεταφοιτήσαντας ἐκ φαυλότητος εἰς τὸ ἀγαθὸν, μετοιχήσεται καὶ αὐτὸς εἰς τὴν ὅτι μάλιστα φιλαιτάτην αὐτῷ γαλήνην καὶ φιλανθρωπίαν. ἔστι μὲν γὰρ ἀγαθὸς τῇ φύσει.
To others he gave the necessity of fasting and of propitiating God with unceasing supplications, begging for mercy. And the Ninevites were very wise, joining to the fast also the rejection of baseness; for this would be the only true and blameless manner of repentance. But since Israel, not having skill in these matters, sometimes displayed a most irrational and profane fast, God commanded the prophet to raise his voice and proclaim to them, "I have not chosen this fast, says the Lord." And he himself revealed the reason, immediately adding, "For in the days of your fasts you find your own desires, and you goad all those under your hand; you fast for quarrels and fights, and you strike the lowly with your fists. Why do you fast for me, that your voice may be heard today in a shout? I have not chosen this fast, nor a day for a man to humble his soul." Therefore the Ninevites are better, performing a pure and blameless fast to God. For the sacred text has testified that each turned from his evil way and from the injustice of his hands. And the action was within reason and sense. For they believed that God would relent and turn away the things born of wrath. And "relent" is said instead of "change his mind," and if he sees them having changed from baseness to the good, he himself will also change to that calm and benevolence which is most dear to him. For he is good by nature.
πλὴν ἐπάγει τοῖς πλημ- μελοῦσι τὰς δίκας, καὶ τοῖς ἀκαθέκτως ἀπονενευκόσι πρὸς τὸ ἐξήνιον, οἷά τινα χαλινὸν ἀνακόπτοντα γενικῶς καὶ μετα- τιθέντα πρὸς εὐπείθειαν ἐπιφέρει τὰ ἐξ ὀργῆς. ἄθρει δὲ ὅπως οἱ μὲν Νινευῖταί φασιν Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα· ὁ δέ γε σοφὸς Ἰσραὴλ, ὁ νόμῳ πεπαιδευμένος ὅτι χρηστὸς καὶ ἥμερος ὁ Δεσπότης, οὐκ ἀνέχεται οὕτω νοεῖν. ἔφασκον γὰρ ἀμαθαίνοντες "Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν "ἐφ' ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησό- "μεθα;" ἀλλ' ἤκουον Θεοῦ λέγοντος ἐναργῶς "Ἀπο- "στροφῆ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, "καὶ ἵνα τί ἀποθνήσκετε οἶκος Ἰσραήλ;" ὃ δὴ δεδράκασι Νινευῖται, ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς τὴν ἐπηρτημένην αὐτοῖς ἐκδυσωποῦντες ὀργὴν, πλὴν προσέταττον τοῖς ἀνθρώ- ποις καὶ τὰ κτήνη συγκαταλγύνεσθαι, τροφῆς καὶ ποτῶν ἀποστερούμενα, καὶ οἷον πενθεῖν κατηναγκασμένα. καὶ τὸ χρῆμά ἐστιν ὑπερβολικὸν, οὐχ ὡς ἀναγκαίως γεγονὸς, ἢ Θεοῦ ζητοῦντος παρὰ τῶν κτηνῶν τὸν πόνον. ἐπεσημήνατο δὲ καὶ τοῦτο τὸ γράμμα τὸ ἱερὸν, τῆς τῶν Νινευιτῶν μετανοίας, ὡς ἔφην, ἐμφανίζον τὴν ὑπερβολήν. οἶδα μὲν οὖν ὅτι κατερυθριῶσί τινες ἐπὶ τῷδε, καί φασι κτήνη χρῆναι νοεῖσθαι τοὺς ἐν ἀνθρώποις ἀλογωτάτους. καὶ ἀληθὴς ὁ λόγος, καὶ εὖ ἂν ἔχοι κατὰ καιροὺς, εἰ τῇδε νοοῖτο παρά τινων. ἀλλ' εἴς γε τῶν προκειμένων τὸν νοῦν ἁρμόσειεν ἂν ἐκεῖνό που τάχα, τὸ τῆς μετανοίας φημὶ κατασημαίνεσθαι τὴν ὑπερβολὴν διὰ τοῦ καὶ αὐτῶν καθορίζεσθαι τῶν κτηνῶν τὸν πόνον.
But he brings penalties upon those who transgress, and upon those who are unrestrainedly inclined toward the unbridled, he imposes, as a kind of curb that generally restrains and redirects toward obedience, the things that come from wrath. Observe how the Ninevites say, "Who knows if God will relent and turn back from the wrath of his anger, and we shall not perish?" But wise Israel, educated by the law that the Lord is kind and gentle, does not tolerate thinking thus. For they said, in their ignorance, "Our wanderings and our lawless deeds are upon us, and in them we waste away, and how shall we live?" But they heard God saying plainly, "Turn back, turn away from your evil path, and why are you dying, house of Israel?" This the Ninevites did, by their changes toward better things, propitiating the wrath that hung over them. Yet they ordered that even the beasts be made to suffer along with the men, being deprived of food and drink, and compelled, as it were, to mourn. And this is an exaggeration, not as if it necessarily happened, or as if God sought the suffering of the beasts. This sacred text also signified, as I said, the excess of the Ninevites' repentance. Now I know that some are ashamed at this, and say that the beasts should be understood as the most irrational among men. And this account is true, and would be fitting on occasion, if it were understood thus by some. But for the meaning of the present passage, that might perhaps be suitable—I mean that the excess of repentance is signified by the fact that even the suffering of the beasts is prescribed.
Καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν· καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.9 Ταχὺς εἰς ἔλεον ὁ Δεσπότης καὶ σώζει μεταγινώσκοντας. ἀπαλλάττει παραχρῆμα τῶν ἀρχαίων αἰτιαμάτων, καὶ καταὀργὴν, καὶ ληγούσης τῆς παρ' αὐτοῖς ἁμαρτίας, ἀνίησι καὶ αὐτὸς τὴν μεταβουλεύεται τὰ χρηστά. ἐπειδὴ δὲ μετα- θεμένους ὁρᾷ πρὸς τὸ ἀγαθὸν, μεταφοιτᾷ πρὸς τὸ ἥμερον, καὶ ἀναβάλλεται τὴν καταστροφὴν, καὶ φειδοῦς ἀξιοῖ. καὶ γάρ ἐστιν ἀληθὴς ὅταν λέγῃ "Καὶ ἵνα τί ἀποθνήσκετε οἶκος "̓Ισραήλ; λέγει Κύριος· διότι οὐ θέλω τὸν θάνατον τοῦ "ἀποθνήσκοντος, λέγει Ἀδωναῒ Κύριος, ὡς τὸ ἀποστρέψαι "αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῆν τὴν ψυχὴν αὐτοῦ." κακίαν δὲ ὅταν λέγῃ, μὴ φαυλότητα νόει, τὴν κακωτικὴν δὲ μᾶλλον ὀργήν. οὐ γάρ ἐστι τῶν
κακῶν ἐργάτης ὁ φιλάρετος ἡμῶν Θεός. Καὶ ἐλυπήθη Ἰωνᾶς λύπην μεγάλην, καὶ συνεχύθη· καὶ προσηύ- ξατο πρὸς Κύριον καὶ εἶπεν Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
And God saw their works, that they had turned away from their evil ways; and God repented of the evil which he had spoken of doing to them, and did not do it. The Master is swift to mercy and saves those who repent. He immediately releases them from their former charges, and when their sin abates, he too relaxes his anger and deliberates what is good. And since he sees them turning toward the good, he changes to gentleness, postpones the destruction, and deems them worthy of mercy. For it is true when he says, "And why do you die, O house of Israel? says the Lord; because I do not desire the death of the dying one, says Adonai the Lord, as much as to turn him from his way and for his soul to live." And when he says "evil," do not understand wickedness, but rather the punitive wrath. For our God, who loves virtue, is not a worker of evils. And Jonah was grieved with great grief, and was confounded; and he prayed to the Lord and said, "O Lord, are these not my words, when I was still in my own land? For this reason I anticipated fleeing to Tarshish, because I knew that you are merciful and compassionate, long-suffering and very merciful, and repenting of evils.
καὶ νῦν, Δέσποτα κύριε, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν.9 Θεοῦ κατοικτείραντος τοὺς ταῖς μεταγνώσεσιν ἀποκρουο- μένους τὰ ἐξ ὀργῆς, καὶ εἰς πέρας ἤδη τὸ ὡρισμένον ἐν- ηνεγμένου τοῦ καιροῦ, μεθ' ὃν ἦν εἰκὸς συμβήσεσθαι τὸ προηγγελμένον, εἶτα γεγονότος τῶν προσδοκωμένων οὐδενὸς, λελύπηται λίαν ὁ μακάριος Ἰωνᾶς, καὶ οὐχ ὅτι διέδρα τὸν ὄλεθρον ἡ πόλις· πονηροῦ γὰρ τοῦτο καὶ βασκάνου, καὶ ἁγιοπρεπὲς οὐδαμῶς· ἀλλ' ὅτι ψευδοεπὴς εἶναί τις καὶ βω- μολόχος ἐδόκει, καὶ μάτην αὐτοὺς τεθορυβηκὼς, καὶ τὰ ἀπὸ γνώμης λαλῶν, καὶ οὐχὶ δὴ πάντως τὰ ἀπὸ στόματος Κυρίου, κατὰ τὸ γεγραμμένον. οἴονται γεμὴν ἕτεροί τινες λελυπῆσθαι τὸν Προφήτην ἐφ' ἑτέραις τισὶ καὶ ἀποῤῥήτοις ἐννοίαις. ἐπειδὴ γὰρ ἔγνω, φασὶν, ὅτι κεκλημένης τῆς ἐξ ἐθνῶν ἀγέλης, ἀπολισθήσει πάντως τῆς εἰς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ, ὡς ἥκοντος ἤδη πρὸς πέρας τοῦ τοιοῦδε καιροῦ, κατηφὴς ἦν ἄγαν, καὶ μονονουχὶ τοῖς ἐξ αἵματος ἐπιστυγνάζει διολωλόσιν. ἀλλ' ἐξίστησιν αὐτὸς τοῦ τόδε νοεῖν, ἐναργέστατα λέγων, ὡς ἀπέδρα μὲν εἰς Θαρσεῖς· ἥλω δὲ κατοκνήσας τὴν ἀποστολὴν, διάτοι τὸ εἰδέναι σαφῶς, ὅτι χρηστὸς καὶ οἰκτίρμων ἐστὶν ὁ Δεσπότης, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. ἐπειδὴ γὰρ ἦσθα τοιοῦτος, φησὶ, πῶς ἐκέλευες διακηρύξαι αὐτοῖς μάτην τὴν καταστροφήν; καὶ μικροψυχεῖ μὲν ὡς ἄνθρωπος, τούτοις ἑαυτὸν χρήσασθαι τοῖς λόγοις καὶ ἐν τῇ τῶν Ἰουδαίων διαβεβαιούμενος γῇ, ἐκτεθνάναι δὲ ἤδη παρακαλεῖ, καὶ μονονουχὶ τῆς οἰκονομίας οὐ μετρίαν τινὰ ποιεῖται τὴν καταβοήν. ἐπισφαλὲς δὲ τὸ χρῆμα καὶ φρενὸς ἁγίας οὐκ ἄξιον.
And now, Master Lord, take my soul from me, for it is better for me to die than to live. When God had mercy on those who repelled the effects of wrath by their changes of heart, and the appointed time had already come to an end, after which it was likely that the announced event would occur, and then none of the expected things happened, the blessed Jonah was greatly distressed—not because the city had escaped destruction (for that would be wicked and envious, and in no way befitting a holy man), but because he seemed to be a false speaker and a buffoon, having disturbed them in vain, speaking from his own opinion and not, as it is written, from the mouth of the Lord. Some others, however, think that the Prophet was distressed by certain other unutterable thoughts. For, they say, when he knew that the flock from the nations had been called, Israel would inevitably slip away from hope in God, since such a time had already come to an end, he was very downcast and almost laments those who perished by bloodshed. But he himself prevents us from thinking this, saying most clearly that he fled to Tarshish, but was caught when he shrank from the mission, because he knew clearly that the Master is kind and merciful, and repents of evils. For since you were such, he says, how did you command me to proclaim their destruction to them in vain? And he is faint-hearted as a man, using these words to himself, even as he asserts in the land of the Jews, and he already begs to die, and almost makes an immoderate outcry against the divine economy. But this matter is dangerous and unworthy of a holy mind.
εἰ γὰρ τοῖς τῶν σωμάτων ἰατροῖς ἐπιτιμήσειεν ἂν οὐδεὶς, εἴ γε νοῦν ἔχοι, τὰ τοῖς τραύμασι χρειω- δέστερα μεταπλάττουσι φάρμακα, πῶς ἄν τις εἰκότως καταβοήσειε τοῦ πάντα εἰδότος Θεοῦ, καὶ ταῖς ἡμετέραις διανοίαις τὴν ἀεὶ πρέπουσαν καὶ χρειωδεστάτην ἀληθῶς ἐπινοοῦντος ἄκεσιν; ἰατρὸς γάρ ἐστι πνευμάτων, καὶ ποτὲ μὲν τοῖς πόνοις, ποτὲ δὲ αὖ τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς τῶν ἐν ἡμῖν παθῶν κατευνάζων τὴν ἀγριότητα. Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι σύ; καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως, καὶ ἐποίησεν αὐτῷ ἐκεῖ σκηνὴν, καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν σκιᾷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.9 Οὐκ ἐᾷ ταῖς ἀκηδίαις καταπνίγεσθαι τοῦ Προφήτου τὸν νοῦν, ἀναῤῥώννυσι δὲ ὥσπερ ἠσθενηκότα, καὶ χρηστῶς μὲν λίαν, πλὴν ὅτι λελύπητο, καταιτιᾶται χρησίμως. ὑπεμφήνειε γὰρ ἂν ἕτερον οἶμαί τι παντελῶς οὐδὲν τὸ ἀναπυνθάνεσθαί τε καὶ λέγειν Εἰ σφόδρα λελύπηται· μονονουχὶ δὲ καὶ ἐπι- πλήττει λελυπημένῳ καὶ τῶν θείων κριμάτων οὐ συνιέντι τὸν σκοπόν. ἡμερῶν δὲ ἤδη διαγενομένων, καθάπερ ἔφην ἀρτίως, μεθ' ἃς ἦν εἰκὸς ἀποπερανθήσεσθαι τὰ διηγγελμένα, εἶτα τῆς ὀργῆς ἀπρακτούσης ἔτι, συνίησι μὲν ὅτι κατηλέησε Θεὸς, πλὴν οὐκ εἰσάπαν ἔξω βέβηκε τῆς ἐλπίδος· οἴεται δὲ, ὅτι δέδοται μὲν αὐτοῖς ἀνάβλησις τοῦ κακοῦ μετανοεῖν ᾑρημένοις, πλὴν ἔσται τι πάντως τῶν ἐξ ὀργῆς, οὐκ ἰσοπαλεῖς τοῖς πταίσμασι τοὺς ἐπὶ ταῖς μεταγνώσεσι πόνους ἐπιδεδειχόσι. τί γὰρ ὠνήσειε τριήμερος ἱδρὼς τοὺς ἀτόπῳ παντὶ κατακεχωσμένους πράγματι, καὶ ταῖς οὕτω δειναῖς πλημμελείαις ἐνισχημένους;
For if no one of sound mind would rebuke physicians of bodies when they compound remedies more suitable for wounds, how could anyone reasonably cry out against the all-knowing God, who devises for our minds the always fitting and truly most needful cure? For He is a physician of spirits, and at one time by hardships, at another by the goods that come from gentleness, He calms the savagery of the passions within us. And the Lord said to Jonah, "Are you very grieved?" And Jonah went out of the city and sat opposite the city, and made himself a shelter there, and sat beneath it in the shade, until he should see what would become of the city. He does not allow the Prophet's mind to be choked by despondencies, but rather strengthens it as if it were weakened, and very kindly, yet because he was grieved, he rebukes him usefully. For I think that the inquiry and the saying, "Are you very grieved?" would suggest nothing else at all; it almost rebukes him as grieved and not understanding the purpose of the divine judgments. And when some days had already passed, after which it was likely that the announced things would be accomplished, and then the wrath was still ineffective, he understands that God has had mercy, but he has not entirely stepped outside of hope; he thinks, however, that a reprieve from the evil has been given to them, who have chosen to repent, but that something from the wrath will certainly happen, since they have not shown labors of repentance equal to their offenses. For what would a three-day sweat avail those who are buried in every kind of outrageous deed and entangled in such terrible transgressions?
ταῦτα καθ' ἑαυτὸν κατά γε τὸ εἰκὸς διενθυ- μούμενος, τοῦ μὲν ἄστεος ἀπεφοίτα, περιμένει δὲ τοῦ ἰδεῖν τί ἔσται αὐτοῖς· προσεδόκα γὰρ ἢ πεσεῖσθαι τυχὸν καταδονουμένην, ἢ κατεμπρησθήσεσθαι πυρὶ, καθὰ καὶ τὰ Σόδομα. σχεδιάζεται δὲ οἶκος αὐτῷ, καὶ σκηνὴ τὸ δρώ- μενον ἦν. Καὶ προσέταξεν Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπὲρ κε- φαλῆς τοῦ Ἰωνᾶ, τοῦ εἶναι εἰς σκιὰν ὑπεράνω τῆς κεφαλῆς αὐτοῦ, τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ
χαρὰν μεγάλην.9 Προστάττει δὴ πάλιν τῇ κολοκύνθῃ Θεὸς, καθὰ καὶ τῷ κήτει, κατανεύσας δηλονότι καὶ θελήσας μόνον. ἀνίσχει δὲ παραχρῆμα καλή τε καὶ εὐανθὴς, καὶ ὅλην εὐθὺς κατέῤ- ῥεψε τὴν σκηνὴν, καὶ οἷον ἀλείφει πρὸς εὐθυμίαν εὖ μάλα κατασκιάζουσα. χαίρει δὲ λίαν ὁ Προφήτης ἐπ' αὐτῇ, καὶ γέγηθεν ἀληθῶς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ἀξιολήπτῳ πράγ- ματι. ἄθρει δὴ οὖν κἀντεῦθεν τῆς ἐνούσης αὐτῷ διανοίας τὴν εἰς ἁπλότητα ῥοπήν. ἐλυπήθη μὲν γὰρ λύπην μεγάλην, ὅτι μὴ ἐκβέβηκεν εἰς πέρας αὐτῷ τὰ τῆς προφητείας· ἐχάρη δὲ αὖ χαρὰν μεγάλην ἐπὶ λαχάνῳ καὶ πόᾳ. Εὔκολος δὲ λίαν ὁ ἄκακος νοῦς πρός τε λύπας καὶ θυμη- δίας. ὄψει δὲ ἀτρεκῆ τὸν λόγον, τοῖς τῶν νηπίων ἤθεσιν ἐνορῶν, ἃ καταλγύνεται μὲν ἐπ' οὐδενὶ πολλάκις, καὶ κλαίει λίαν ἐπὶ μικροῖς· γέγηθε δὲ αὖ, καὶ ἀθρόαν ποιεῖται τὴν ἐκ τοῦ λυπεῖσθαι πρὸς τὸ χαίρειν μετάστασιν, ἐπὶ μικρῷ δὴ πάλιν ἔσθ' ὅτε καταθελγόμενα. ὅνπερ γὰρ τρόπον ἐν τοῖς ἀνθρωπίνοις σώμασι τὰ μὴ λίαν εὐρωστεῖν εἰωθότα πίπτει ῥᾳδίως, προσωθοῦντος τινὸς, κἂν εἰ μὴ τοῦτο δρῴη νεανικῶς, τρυφεροτέρᾳ δὲ ὥσπερ ἅπτηται χειρί·
Considering these things within himself, as was likely, he departed from the city, but waited to see what would become of them; for he expected that it would either fall, being perhaps shaken down, or be burned with fire, like Sodom. A dwelling was improvised for him, and the scene was a tent. And the Lord God commanded the gourd, and it grew up over the head of Jonah, to be a shade above his head, to shelter him from his troubles; and Jonah rejoiced over the gourd with great joy. Again God commands the gourd, as he did the whale, by merely nodding and willing it. Immediately it springs up, beautiful and flourishing, and at once overspreads the whole tent, and, so to speak, anoints him to cheerfulness, casting a good shade. The Prophet rejoices exceedingly over it, and is truly delighted, as at some great and worthy thing. Observe, then, from this also the inclination of his mind towards simplicity. For he was grieved with great grief because the outcome of his prophecy had not come to pass; and he rejoiced with great joy over a vegetable and a plant. The guileless mind is very easily moved both to grief and to cheerfulness. You will see the truth of this statement by observing the habits of infants, who are often pained over nothing, and weep greatly over small things; and then again they are delighted, and make a sudden transition from grief to joy, being charmed again sometimes by a small thing. For just as in human bodies, those that are not accustomed to be very robust fall easily when something pushes them, even if it does not do so vigorously, but touches with a rather gentle hand—
οὕτω καὶ νοῦς ὁ ἀπάνουργος, εὔκολος εἰς ἀποφορὰν τὴν ἐφ' ὁτουοῦν τῶν κατατέρπειν αὐτὸν ἢ καὶ λυπεῖν πεφυκότων. Καὶ προσέταξεν Κύριος σκώληκι ἑωθινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξε τὴν κολόκυνθαν καὶ ἀπεξηράνθη. καὶ ἐγένετο "ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξε Κύριος ὁ Θεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ. καὶ ὠλιγοψύχησε καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπε Καλόν μοι τὸ ἀποθανεῖν ἢ ζῆν με.9 Σκώληκα μὲν ἑωθινὴν ὀνομάζει τὴν κάμπην, διάτοι τὸ ἐκ δρόσου τῆς ὑπὸ τὴν ἕω πιπτούσης τὰς τῆς γενέσεως ἔχειν ἀρχάς. προστάττει γεμὴν αὐτῇ καὶ μέντοι καὶ τῷ καύσωνι Θεὸς ὡς ἂν νοοῖτο προστεταχὼς καὶ αὐτῇ τῇ κολοκύνθῃ καὶ τῷ κήτει, καθάπερ ἤδη προείπομεν. καὶ ἡ μὲν ἀδοκήτως αὐαίνεται· πλήττει δὲ ὁ καύσων σφόδρα, καὶ θερμὸν ἐνίησιν ἀλύοντι σέλας, σκιᾶς δὲ ἔρημον εὑρὼν, ὅθεν αὐτῷ μάλιστα τὰ τῆς δυσθυμίας ἐπετείνετο. καθῖκτο δὲ ἤδη πρὸς τοῦτο μικροψυχίας, ὡς καὶ αὐτὸν πολύευκτον ποιεῖσθαι τὸν θά- νατον. Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ; καὶ εἶπε Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.9 Ἄθρει δὴ πάλιν τὸν τῶν ὅλων Θεὸν ἐξ ἀμετρήτου φιλαν- θρωπίας ταῖς ἀκάκοις μάλιστα τῶν ἁγίων ψυχαῖς μονονουχὶ προσαθύροντα, καὶ ταῖς τῶν πατέρων φιλοστοργίαις παρα1.597 χωροῦντα μηδέν. κατασκιάζει μὲν γὰρ ἡ κολόκυνθα, καὶ ἐπιγάννυται λίαν ὁ Προφήτης αὐτῇ· ἐπιβουλεύει δὲ μετὰ τοῦτο οἰκονομικῶς ἡ κάμπη, πλήττει δὲ καὶ ὁ καύσων χρειωδεστάτην αὐτῷ καὶ ἀναγκαίαν εἰς ὄνησιν ἀποφαίνων τὴν σκιὰν, ἵνα δὴ μᾶλλον ἀλγύνοιτο τῶν ἀρίστων ἐστερη- μένος·
Thus also a mind that is guileless is easily carried away toward whatever is naturally suited to delight or grieve it. And the Lord commanded a worm at dawn on the next day, and it struck the gourd and it withered. And it came to pass that "at sunrise the Lord God commanded a scorching wind that burns, and the sun struck upon the head of Jonah. And he became faint-hearted and despaired of his life, and said, 'It is better for me to die than to live.'" He calls the worm "morning" the caterpillar, because it has its origins from the dew that falls at dawn. God commands it, and indeed also the scorching wind, as if he had commanded the gourd itself and the whale, as we have already said. And the gourd unexpectedly withers; the scorching wind strikes violently and sends a burning heat into the distressed man, and finding him deprived of shade, from this especially his despondency increased. He had already reached such a point of faint-heartedness that he even considered death desirable. And the Lord said to Jonah, "Are you very grieved over the gourd?" And he said, "I am very grieved, even to death." Behold again the God of all, from immeasurable love for humanity, almost playing with the innocent souls of the saints, and yielding nothing to the affections of fathers. For the gourd provides shade, and the Prophet greatly rejoices in it; but then the caterpillar craftily attacks, and the scorching wind also strikes, showing the shade to be most useful and necessary for his benefit, so that he might be more pained when deprived of the best things.
εἶτα ἐπὶ σμικρῷ λυπούμενος, καὶ τοῦτο δεινῶς, τῇ κολοκύνθῃ λέγω, μηκέτι τὴν θείαν αἰτιῷτο φιλανθρωπίαν, εἰ φειδώ τε καὶ ἡμερότητα διανέμειν ἕλοιτο ταῖς τῶν πόλεων περιφανεστάταις, καὶ ἀναριθμήτῳ πληθύϊ τῶν ἐνοικούντων μεμεστωμέναις. ἐρωτᾷ δὴ οὖν εὐτεχνῶς Εἰ σφόδρα λελύπη- ται, καὶ τοῦτο ἐπὶ λαχάνῳ. ὁ δὲ ὁμολογεῖ, καὶ τὸ χρῆμα λοιπὸν ἀπολογίας ἦν τρόπος τῷ φιλανθρώπῳ Θεῷ. Καὶ εἶπε Κύριος Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας εἰς αὐτὴν, καὶ οὐκ ἐξέθρεψας αὐτὴν, ἣ ὑπὸ νύκτα ἐγενήθη καὶ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὶ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά.9 Ὦ τῆς ἀσυγκρίτου καὶ ὑπὲρ νοῦν ἡμερότητος. ποῖος ἂν ἡμῖν ἐξαρκέσειε λόγος εἰς ὑμνολογίαν; ἢ ποῖον ἀνοιγνύντες στόμα τὰς χαριστηρίους ᾠδὰς ἀναθήσομεν τῷ φιλοικτίρμονι καὶ ἀγαθῷ; μακρύνει γὰρ ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν, καὶ καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβου- μένους αὐτὸν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. θέα γὰρ ὅπως οὐκ ἐν καιρῷ λυπούμενον, οὐδὲ ἐφ' οἷς ἦν εἰκὸς, ἀπο- φαίνει τὸν Ἰωνᾶν, καίτοι δέον ἁγιοπρεπῶς κατακροτεῖν καὶ εὐφημεῖν ὡς
Then, being grieved over something small, and that grievously—I mean the gourd—he should no longer blame divine benevolence if it chose to distribute mercy and gentleness to the most illustrious cities, filled with an innumerable multitude of inhabitants. So he asks artfully, “Are you very grieved, and this over a vegetable?” And he confesses, and the matter thereafter became a kind of defense for the benevolent God. And the Lord said, “You spared the gourd, for which you did not labor, nor did you nurture it, which came to be in a night and perished in a night; but I will not spare Nineveh, the great city, in which dwell more than twelve myriads of people, who do not know their right hand from their left, and many cattle.” O the incomparable and superhuman gentleness! What speech would suffice us for hymnody? Or what mouth opening shall we offer songs of thanksgiving to the compassionate and good one? For he removes our transgressions far from us, and as a father pities his sons, so the Lord pitied those who fear him, because he himself knows our formation. For see how he shows Jonah to be grieved not at the right time, nor over what was fitting, although he ought to have applauded in a holy manner and praised, as
ἀγαθὸν τὸν Δεσπότην. εἰ γὰρ σὺ, φησὶν, ἐπεστύγνασας, μᾶλλον δὲ καὶ εἰς ἐσχάτην κατακομίζῃ λύ- πην, ὅτι σοι μεμάρανται τὸ τῆς κολοκύνθης φυτὸν, ὃ ὑπὸ νύκτα μίαν ἀνέφυ, διόλωλε δὲ ὡσαύτως, πῶς ἂν αὐτὸς ἀλο- γήσαιμι πολυανδρούσης πόλεως, ἐν ᾗ πλείους εἰσὶν ἢ δώδεκα μυριάδες ἀνθρώπων, οὐκ ἐχόντων ἀπὸ τοῦ καιροῦ καὶ τῆς ἡλικίας τὸ διειδέναι δύνασθαι ποία μὲν αὐτοῖς ἡ δεξιὰ, ποία δὲ ἡ εὐώνυμος; ἀδιάκριτα γάρ πως παρὰ τοῖς ἔτι νηπίοις καὶ ταῦτα, οἷς ἦν ἀκόλουθον καὶ πρό γε τῶν ἄλλων χαρί- σασθαι τὴν φιλανθρωπίαν, ἡμαρτηκόσι μηδέν· τὸ γὰρ οὔπω τὰς ἑαυτοῦ χεῖρας εἰδὸς, ποίοις ἂν ἐνέχοιτο πλημμε- λήμασι; εἰ δὲ ὀνομάζει καὶ κτήνη καὶ φειδοῦς ἀξιοῖ, φιλαγά- θως καὶ τοῦτο. εἰ γὰρ "δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν "αὐτοῦ," ἔστι δὲ αὐτῷ πρὸς ἐπαίνου καὶ τοῦτο, τί τὸ παράδοξον, εἰ καὶ αὐτὸς ὁ τῶν ὅλων Δημιουργὸς φειδώ τε καὶ οἰκτιρμοὺς ἀπονέμει καὶ τούτοις; Οὕτω δὴ πάντας διέσωσεν ὁ Χριστὸς, δοὺς ἑαυτὸν ἀν- τίλυτρον ὑπὲρ μικροῦ καὶ μεγάλου, σοφοῦ καὶ ἀσόφου, πλουσίου καὶ πένητος, Ἰουδαίου καὶ Ἕλληνος, ᾧ καὶ λέγοιτ' ἂν εἰκότως "Ἀνθρώπους καὶ κτήνη σώσεις Κύριε, ὡς ἐπλή- "θυνας τὸ ἔλεός σου ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν "σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν," αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
the Lord is good. For if you, he says, grew sullen, and indeed were brought to the utmost grief, because the gourd plant, which sprang up in a single night, withered and perished likewise, how could I disregard a populous city, in which there are more than twelve thousand men, who by reason of their age and time are unable to distinguish which is their right hand and which their left? For among infants these things are somehow indiscriminate, and it was fitting, before all else, to grant them mercy, since they have committed no wrong; for one who does not yet know his own hands, what offenses could he be guilty of? And if he also names cattle and deems them worthy of mercy, this too is benevolent. For if "a righteous man has compassion for the souls of his cattle," and this is to his credit, what is strange if the Creator of all things also dispenses mercy and compassion to them? Thus Christ saved everyone, giving himself as a ransom for small and great, wise and foolish, rich and poor, Jew and Greek, to whom it might fittingly be said, "You will save men and cattle, O Lord, as you have multiplied your mercy, O God; and the sons of men will hope under the shelter of your wings." Glory and power to him, together with the Father who is without beginning and the all-holy, good, and life-giving Spirit, unto the ages of ages. Amen.
ΤΕΛΟΣ ΤΟΥ ΙΩΝΑ.ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ ΕΙΣ μὲν ἅπασι καὶ θεοφιλὴς τοῖς ἁγίοις προφήταις ὁ σκοπὸς, τὸ ἀναπεῖσαι τὸν Ἰσραὴλ ἀποφοιτῆσαι νεανικῶς τοῦ πλανᾶσθαι θέλειν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ἐναβρύνεσθαι, τὴν ἐπὶ τοῖς ἀτόποις κατάῤῥησιν ῥιπτοῦντας ὡς ἀπωτάτω. πολλοὶ δὲ γεγόνασι καὶ καθεξῆς, προδια- μαρτυρομένου τρόπον τινὰ τοῦ Θεοῦ, καὶ διὰ πλείστων ὅσων στομάτων προαναφωνοῦντος ἐναργῶς, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, μήτε μὴν ποιοῖντο περὶ πολλοῦ τὴν εἰς τὰ ἀμείνω λοιπὸν ἐπιτηδεύειν ἀναδρομὴν, αὐτοὶ καθ' ἑαυτῶν ὁριοῦσι τὰς δίκας, καὶ αὐτόκλητον ἀνατλάντες ὄλεθρον, τὰς τοῦ παθεῖν αἰτίας ταῖς ἰδίαις ἀνάψουσι γνώμαις. εἰ δὲ δὴ τῶν αὐτῶν ἔχοιντο διηγημάτων τῶν ἁγίων προφητῶν οἱ λόγοι, αἰτιάσθω μηδεὶς, ταυτολογίαν ἐπιφημίζων αὐτοῖς, ἀναλογι- ζέσθω δὲ μᾶλλον ἐκεῖνο σαφῶς· οὐδένα γὰρ ἐχρῆν ὀφθῆναι καιρὸν, καθ' ὃν οὐκ ἦσαν οἱ ἐπανορθοῦν ἰσχύοντες τοὺς ἡμαρτηκότας. καὶ ὥσπερ οὐκ ἂν αἰτιάσαιτό τις, εἴ γε νοῦν ἔχοι, τὸ κατὰ πάντα καιρὸν ὑπάρχειν ἰατροὺς, τοὺς τὰ αὐτὰ τῶν ἐν ἡμῖν παθῶν ταῖς αὐτοῖς πρεπούσαις ἐπικουρίαις ἀνασειράζοντας, οὕτως οὐκ ἂν, οἶμαί, τις εὐλόγως ἐπιτιμήσειε τοῖς ἁγίοις προφήταις, εἰ καὶ διὰ τῶν αὐτῶν ἰόντες φαίνοιντο πραγμάτων τε καὶ λόγων. εἷς γὰρ ἦν Κύριος ὁ πᾶσι λαλῶν, καὶ τοῖς πλανωμένοις ἀναδεικνὺς κατὰ πάντα καιρὸν τοὺς ἀποκομίζειν εἰδότας εἰς εὐθεῖαν ὥσπερ ὁδόν.
End of Jonah. Of our father among the saints Cyril, on the prophet Micah. First book. The purpose is one and the same for all the holy prophets, and beloved of God: to persuade Israel to resolutely depart from wanting to go astray, and instead to choose to serve the living and true God, and to take pride in the boasts of righteousness, casting off the reproach for their transgressions as far as possible. And many have arisen in succession, with God in a way bearing witness beforehand and clearly proclaiming through very many mouths, that if they should not choose to live rightly, nor make much account of henceforth striving for a return to better things, they themselves will decree punishments against themselves, and having endured a self-invited destruction, they will attribute the causes of their suffering to their own decisions. But if the words of the holy prophets should adhere to the same narratives, let no one blame them, branding them with tautology; rather, let him clearly consider this: there ought to appear no time in which there were none able to correct those who had erred. And just as no one, if he had sense, would find fault with there being physicians at all times, who check the same afflictions in us with the same appropriate remedies, so, I think, no one would reasonably reproach the holy prophets, even if they appear to proceed through the same deeds and words. For it was one Lord speaking to all, and at all times displaying to those who err those who know how to bring them back to the straight path, as it were.
προαγορεύουσι γὰρ ἅπαντες τοὺς πολέμους, τὰς αἰχμαλωσίας, τὴν τῶν πόλεων ἐρήμωσιν, τοὺς πόνους, τὰ πένθη, τοὺς ἐπὶ τοῖς τεθνεῶσιν ὀδυρμοὺς, τὰς τῶν παραλελημμένων ταλαιπωρίας, τὴν τῶν πορθούντων ὠμότητα· καὶ ἁπαξαπλῶς διὰ πάσης αὐτοῖς ἀγριότητος κεχωρηκότα τὰ διηγήματα κατίδοι τις ἂν, διά γε τὸ τοῖς πλανωμένοις εἰς ὄνησιν ἀναγκαῖον. ἀνακόπτεται γὰρ ἔσθ' ὅτε τοῖς δείμασι καὶ τὸ ἀσχέτως ἐκνενευκὸς εἰς ἀπόστασίν τε καὶ ἁμαρτίαν. Προφητεύει τοίνυν καὶ ὁ μακάριος Μιχαίας ἐν καιροῖς βασιλείας τοῦ τε Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου. καὶβασιλεύοντος μὲν Ἰωάθαμ κατεστρατεύετο τῆς Ἱερουσαλὴμ ὁ τοῦ Ῥομελίου Φακεὲ, καὶ Ῥαασσὼν βασιλεὺς Συρίας· τεθνεῶτος δὲ διαδέχεται τὴν ἀρχὴν ὁ Ἄχαζ, ὃς καὶ παρα- τείνοντος
τοῦ πολέμου κατεμισθοῦτο χρήμασι τὸν Ἀσσύριον, ἐπαμῦναί τε οἱ παρεκάλει, ταῖς τῶν ἐπιόντων δυνάμεσιν ἀντεξάγειν οὐκ ἔχοντι· ὃς καὶ παρελθὼν εἷλε μὲν τὴν Δαμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν Ῥαασσών. εἶτα κατ' ἐκεῖνο τοῦ καιροῦ βασιλευόντων ἐν τῇ Σαμαρείᾳ Ἱεροβοάμ τε τοῦ Ἰωὰς, καὶ μετ' αὐτὸν Ἀζαρίου, καὶ τρίτου δὲ Μα-ναεὶμ, ἀνέβη Φουλὰ βασιλεὺς Ἀσσυρίων, ὃς καὶ πολλοῖς μόλις χρήμασιν ὑποπεισθεὶς, εἰς τὴν ἐνεγκοῦσαν ἀνεκομί- ζετο. μετὰ δέ γε τὸν Φουλὰ κατεστράτευε τῆς Ἰουδαίων γῆς Θεγλαφαλάσαρ ὁ Ἀσσύριος, καὶ πλείστας μὲν ὅσας τῆς Σαμαρείας ἀνέστησε πόλεις· προσετίθει δὲ αὐταῖς καὶ πᾶσαν τὴν Γαλιλαίαν ἕως Νεφθαλείμ.
For all foretell the wars, the captivities, the desolation of cities, the labors, the griefs, the lamentations over the dead, the miseries of those taken captive, the cruelty of the plunderers; and, in a word, one might observe the narratives proceeding through every kind of savagery against them, on account of what is necessary for the benefit of those who are in error. For sometimes even the reckless, who have veered off into apostasy and sin, are checked by terrors. Therefore the blessed Micah also prophesies in the times of the reigns of Joatham, Ahaz, and Hezekiah. And while Joatham was reigning, Pekah son of Remaliah and Rezin king of Syria made war against Jerusalem; and when he died, Ahaz succeeded to the rule, who, while the war was continuing, hired the Assyrian with money and entreated him to come to his aid, since he was unable to lead his forces out against the attacking armies; and he, having come, took Damascus and also killed Rezin. Then at that time, when Jeroboam son of Joash, and after him Azariah, and thirdly Menahem, were reigning in Samaria, Pul king of the Assyrians came up, who, having been with difficulty persuaded by much money, returned to his homeland. And after Pul, Tiglath-Pileser the Assyrian made war against the land of the Jews, and removed very many cities of Samaria; and he added to them also all of Galilee as far as Naphtali.
εἴρηται μὲν οὖν ταυτὶ δὴ λεπτῶς, ὅτε τὴν ἐπὶ τῷ μακαρίῳ προφήτῃ Ὠσηὲ συνετίθεμεν ἐξήγησιν, ὑπεμνήσαμεν δὲ καὶ νῦν ἀναγκαίως διὰ τὸ τεθεῖσθαι τοὺς χρόνους καὶ τῆς τοῦ Μιχαίου προφη- τείας. ἔδει γὰρ ἔδει τὸν φιλακροάμονα καὶ φιλομαθῆ μὴ ἀγνοῆσαι τὴν αἰτίαν, δι' ἣν ὠνομάσθησαν οἱ τῆς Ἱερου- σαλὴμ βεβασιλευκότες, Ἰωάθαμ φημὶ καὶ Ἄχαζ. παρα-τείνει δὲ τῆς προφητείας ὁ χρόνος καὶ μέχρι τῆς Ἐζεκίου βασιλείας, ἐφ' οὗ πάλιν ὁ Σεναχηρείμ· Ἀσσυρίων καὶ οὗτος βασιλεύς· εἷλε κατὰ κράτος τὴν Σαμαρειτῶν, κατεδῄωσε δὲ καὶ τὰς πόλεις τῶν Φυλιστιεὶμ, τουτέστι τὰς Παλαιστηνῶν. εἶτα τὴν Λάχις ἑλών· πόλις δὲ αὕτη τῆς Ἰούδα βασιλείας· ἐκεῖθεν πέμπει Ῥαψάκην πολιορκήσοντα τὴν Ἱερουσαλὴμ, ὃς καὶ τῆς ἀλαζονείας καὶ τῆς κατὰ Θεοῦ γλωσσαλγίας ἐξαιτεῖται δίκας, ἀποθανουσῶν ἐν μιᾷ νυκτὶ τῆς τῶν Ἀσσυ- ρίων στρατιᾶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων. γέγονε τοίνυν, φησὶν, ὁ λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθί. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθὶ, ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα.9 Χρὴ εἰδέναι πάλιν, ὡς Ἑβραῖοι γεγράφασιν ἀντὶ τοῦ Μωραθὶ τὸν Μωραθίτην, ἵνα μὴ ὡς ἐκ πατρὸς, ἀλλ' ὡς ἐκ τόπου σημαίνηται. φασὶ γὰρ εἶναι τὴν Μωραθὶ κώμην ἤτοι πολίχνην τῆς Ἰουδαίων γενέσθαι χώρας. συμφέρονται δὲ τῇ ἐκδόσει καὶ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. οὐκοῦν εἴη ἂν οὐχὶ τοῦ Προφήτου πατὴρ ὁ Μωραθί· σημαίνεται δὲ, ὡς ἔφην, ἐκ τόπου μᾶλλον καὶ Μωραθίτης. τίνες δὲ ἄρα λοι- πὸν οἱ πρὸς αὐτὸν γεγονότες λόγοι, περιαθρεῖν ἀναγκαῖον.
Now these matters were discussed in detail when we composed the exposition on the blessed prophet Hosea, and we have now necessarily recalled them because the times of the prophecy of Micah have been set forth. For it was necessary, indeed necessary, that the attentive and studious listener should not be ignorant of the reason why the kings who reigned over Jerusalem were named, I mean Jotham and Ahaz. The time of the prophecy extends also to the reign of Hezekiah, under whom again Sennacherib—this one also king of the Assyrians—took Samaria by force and laid waste the cities of the Philistines, that is, of the Palestinians. Then, having taken Lachish—this is a city of the kingdom of Judah—he sends Rabshakeh to besiege Jerusalem, who pays the penalty for his arrogance and blasphemy against God, when one hundred and eighty-five thousand of the Assyrian army died in a single night. So then, it says, the word of the Lord came to Micah the son of Morasthi. And the word of the Lord came to Micah the son of Morasthi, in the days of Jotham, Ahaz, and Hezekiah, kings of Judah. Again, one must know that the Hebrews have written "the Morasthite" instead of "Morasthi," so that it indicates not the father but the place. For they say that Morasthi is a village or town of the land of Judea. The other translators also agree with this rendering. Therefore, Morasthi would not be the father of the prophet; rather, as I said, he is indicated by place and is a Morasthite. What then were the words spoken to him? It is necessary to examine this.
Περὶ ὧν εἶδεν περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ.9 Τεθέαται γὰρ ὡς ἐν ὁράσει τὰ ἐσόμενα, καὶ τῶν ὅσον οὐδέπω παρεσομένων ἢ καὶ ἐπὶ θύραις ὄντων κακῶν, οὐχὶ μόνην ἑλὼν τὴν γνῶσιν, ἀλλ' ὅσον ἧκεν εἰς ὄψιν, τὴν ὡς ἐν ὁράματι λέγω, δεδιὼς τὴν ἔκβασιν, ἀναγκαίως ποιεῖται τοὺς λόγους περί τε τῆς Σαμαρείας καὶ τῆς Ἱερουσαλήμ. Ἀκούσατε λαοὶ πάντες λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.9 Ἑτοιμάζεσθαι κελεύει πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λογίων τὴν δύναμιν. ὅτι δὲ οὐκ ἀπὸ γνώμης ἤγουν θελημάτων ἀνθρωπίνων ἡ ἀφήγησις, ἀλλὰ παρ' αὐτοῦ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ πληροφορεῖ προστιθεὶς, ὅτι ἔσται Κύριος ἐν ὑμῖν εἰς μαρτύριον. μονονουχὶ γάρ φησι Κἂν αὐτὸς ἐγὼ Μιχαίας ποιῶμαι τοὺς λόγους, κἂν εἰ μεσιτεύοιμι τυχὸν ὡς ἄνθρωπος, ἀλλ' αὐτὸς ὑμῖν ὁ τῶν ὅλων διαμαρτύρεται Θεὸς, καὶ δεσποτικοῖς θεσπίσμασι τὴν ἐμαυτοῦ δανείζω φωνήν. ἔσται τοίνυν ὑμῖν εἰς μαρτύριον ἐκεῖνος αὐτὸς, ᾧ τὸν δια- βόητον τουτονὶ καὶ περιφανῆ ναὸν ἐστήσατε, ᾧ τὸ θεῖον ἵδρυται πρὸς ὑμῶν θυσιαστήριον, ᾧ τὸ σέβας ἀνάπτειν πεπαίδευσθε διὰ νόμου· ὃς ἐκ τοῦ ἰδίου οἴκου λελάληκεν ἀεὶ πρὸς προφήτας ἁγίους, καὶ πρό γε τῶν ἄλλων τῷ μα- καρίῳ Μωυσεῖ, τὴν ἀρχαίαν ἐκείνην σκηνὴν ἐγηγερκότι κατὰ τὴν ἔρημον. ἐλάλει γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου, καὶ ᾗ φησὶ τὸ γράμμα τὸ ἱερόν "Μωυσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο "αὐτῷ φωνῇ." καὶ νῦν ὑμᾶς διαμαρτύρεται, φησὶν, ἐκ τοῦ οἴκου αὐτοῦ.
Concerning what he saw regarding Samaria and Jerusalem. For he beheld as in a vision the things that were to come, and of the evils that were not yet present or were already at the doors, he not only grasped the knowledge, but as far as sight—I mean as in a vision—fearing the outcome, he necessarily makes his words concerning both Samaria and Jerusalem. "Hear, all peoples, my words, and let the earth and all who are in it give heed, and the Lord God will be among you as a witness, the Lord from his holy house." He commands them to prepare for docility, and almost to incline the ear to understand subtly the power of the divine oracles. And that the narrative is not from human opinion or will, but from the God who rules all things, he assures by adding that the Lord will be among you as a witness. For he says, almost, "Even if I, Micah, utter the words, even if I perhaps mediate as a man, yet the God of all himself testifies to you, and I lend my voice to the Lord's decrees. Therefore, that one himself will be for you a witness, for whom you erected this renowned and conspicuous temple, for whom the divine altar has been established by you, for whom you have been taught by law to kindle reverence; who from his own house has always spoken to holy prophets, and before all others to the blessed Moses, who had erected that ancient tabernacle in the wilderness. For he spoke from above the mercy seat, and as the sacred text says, 'Moses spoke, and God answered him with a voice.' And now, he says, he testifies to you from his house.
οὐκοῦν ἀκούετε μὲν λαοὶ, προσεχέτω δὲ καὶ ἡ γῆ. τούτῳ παραπλήσιον τὸ διὰ φωνῆς Ἡσαΐου "Ἄκουε "οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησε." κατοικεῖ μὲν οὖν ὁ Ὕψιστος οὐκ ἔν γε τοῖς ἐκ
λίθων ναοῖς ἢ χειρο- ποιήτοις τεμένεσιν. ἐπειδὴ δὲ εἰς δόξαν Θεοῦ τοὺς ἁγίους οἴκους ἐγηγέρθαι φαμὲν, ταύτῃτοι καὶ κατοικεῖν ἐν αὐτοῖς οὐκ ἀπαξιοῦν πεπιστεύκαμεν τὸν τῶν ὅλων Θεὸν, καίτοι πληροῦντα τοὺς οὐρανοὺς καὶ τὴν γῆν καὶ τὰ κατωτέρω. Ἐφαρμόσαι δ' ἄν τις εἰκότως καὶ ταῦτα Χριστῷ καλοῦντι πρὸς σωτηρίαν οὐχὶ μόνους λαοὺς, οἳ καὶ ἐξ αἵματος ἦσαν Ἁβραὰμ, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. διεμαρτύρατο γὰρ ὥσπερ διὰ φωνῆς τοῦ Δαυεὶδ λέγων "Ἀκούσατε ταῦτα "πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν "οἰκουμένην." ὅτι δὲ ὡς ἐξ οἴκου τοῦ ἰδίου καὶ φιλαιτάτου λίαν αὐτῷ καταπεφοίτηκεν ὡς ἡμᾶς ἐξ οὐρανοῦ ὁ Λόγος, πῶς ἐστιν ἀμφιβαλεῖν; ἄτοπον δὲ οὐδὲν οἶκον Θεοῦ λέγειν τὸν οὐρανὸν, ὁπότε καὶ τὴν ἐπίγειον Σιὼν, ἣ καὶ εἰς τύπον τῆς Ἐκκλησίας λαμβάνεται, οἶκόν τε αὐτοῦ καὶ πόλιν αἱ θεόπνευστοι λέγουσι γραφαί. ψάλλει γάρ που καί φησιν ὁ θεσπέσιος Δαυείδ "Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ "πόλις τοῦ Θεοῦ." οὐκοῦν ὡς πόλις εἴη ἂν οὕτω καὶ οἶκος ἡ Ἐκκλησία Χριστοῦ τοῦ πληροῦντος τὰ πάντα κατά γε τὴν τῆς Θεότητος φύσιν. Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει.9 Ἀσαφὴς μὲν λίαν, καὶ αἰνιγμάτων ἔμπλεως ὁ τοιόσδε λόγος.
Therefore, you peoples listen, and let the earth also pay attention. Similar to this is the saying through the voice of Isaiah: "Hear, O heaven, and give ear, O earth, for the Lord has spoken." Now the Most High does not dwell in temples made of stones or in hand-built precincts. But since we say that the holy houses have been raised for the glory of God, we have believed that the God of all does not disdain to dwell in them, even though He fills the heavens, the earth, and the regions below. And one might fittingly apply these words also to Christ, who calls not only the peoples who were of the blood of Abraham to salvation, but indeed the whole earth. For He testified, as through the voice of David, saying: "Hear these things, all nations; give ear, all who dwell in the world." And how can one doubt that the Word has come down to us from heaven as from His own and most beloved home? Nor is it absurd to call heaven the house of God, since the inspired Scriptures also call earthly Zion, which is taken as a type of the Church, His house and city. For the divine David somewhere chants and says: "Glorious things have been spoken about you, the city of God." Therefore, the Church would be thus both a city and a house of Christ, who fills all things according to the nature of His divinity. For behold, the Lord goes forth from His place, and will mount upon the heights of the earth, and the mountains will be shaken beneath Him, and the valleys will melt like wax before the face of fire, and like water carried in a descent. Such a saying is very obscure and full of riddles.
πλὴν ἐκεῖνό φαμεν ἀναγκαίως, ὅτι κἂν ἐν τοῖς καθ' ἡμᾶς σημαίνηται λόγοις τὰ περὶ Θεοῦ, ἀλλ' οὖν ὁ ταῦτα τεχνίτης, καὶ νοεῖν εἰδὼς "παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα," συνήσει λεπτῶς, καὶ ὡς ἂν ὅτι μάλιστα πρέποι τῇ θείᾳ τε καὶ ἀποῤῥήτῳ φύσει. ἵδρυσίς τε γὰρ αὐτῆς, θρόνοι τε καὶ ἔγερσις διὰ τῆς τῶν ἁγίων λέγονται φωνῆς, καὶ μὴν καὶ ὁδοὶ καὶ πορεῖαι, ἕτερά τε πρὸς τούτοις ἅττα σμικρὰ καὶ ἀνθρώπινα, ἀλλ' ὡς ἔφην ἀρτίως, τὰ τοιάδε τῶν θεωρημάτων ἰσχνῶς τε καὶ κατεῤ- ῥινημένως νοοῖτ' ἂν εἰκότως παρά γε τοῖς ἀγαθοῖς καὶ ἀρτίφροσι. γίνονται γὰρ ὡς ἐξ ὁμοιώσεως καὶ μεταφορᾶς τῶν καθ' ἡμᾶς οἱ λόγοι. ὅταν τοίνυν ἀκούσῃς τοῦ Προ- φήτου λέγοντος τό Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, προσεπάγει δὲ, ὅτι καὶ ὄρη μὲν σαλευθήσονται, κατατακήσονται δὲ καὶ αἱ κοιλάδες, τότε δὴ τότε τῶν ἐν αἰσθήσει πραγμάτων ὑπερ- φέρων βραχὺ, ἄνιθι τοῖς θεωρήμασιν εἰς ἐννοίας ἰσχνάς. ἔξοδον τοίνυν ἐνθάδε νοήσεις Θεοῦ γενομένην ὥσπερ ἐξ ἰδίου τόπου, τὴν οἱονείπως ἐκ τῆς ἠρεμίας κίνησιν, τὴν ἐπί τισι τῶν πραχθησομένων. μόνον γὰρ οὐχί φησι Κεκίνηται λοιπὸν ὁ πάλαι μακροθυμῶν, καὶ ἀφειδήσει δήπως τὸ ἔτι κατηρεμεῖν ἐπὶ τοῖς προσκεκρουκόσι, καὶ τὴν αὐτῷ φίλην ἡμερότητα τρόπον τινὰ καταλελοιπὼς, ἐποίσει τὰς δίκας λοιπόν. ἐπιβή- σεται μὲν γὰρ ἐπὶ τὰ ὕψη τῆς γῆς, τουτέστι πατήσει λοιπὸν τοὺς ἐν ταῖς ἄγαν ὑπεροχαῖς, ἵνα νοῶμεν τοὺς βασιλεύοντας ἔν τε τῇ Σαμαρείᾳ καὶ ἐν Ἱερουσαλήμ.
But we necessarily say this: even if in our own words the things concerning God are signified, nevertheless the one who is skilled in these matters and knows how to understand "a parable and a dark saying, utterances of the wise and riddles" will perceive subtly, and in a manner as befits the divine and ineffable nature as much as possible. For both her seat and thrones and rising are spoken of through the voice of the saints, and indeed also roads and journeys, and other such things besides that are small and human; but, as I just said, such concepts would reasonably be understood thinly and in a refined way by those who are good and sound of mind. For the words come about as if from a likeness and metaphor of our own affairs. Therefore, when you hear the Prophet saying, "Because behold, the Lord goes forth from his place, and will mount upon the heights of the earth," and he adds that both mountains will be shaken and the valleys will melt away, then at that very moment, rising a little above things perceived by the senses, ascend in your thoughts to subtle conceptions. So here you will understand an exodus of God, as it were from his own place, the movement, so to speak, from rest, for the sake of certain things that are to be done. For he almost says, "At last the one who has long been patient has been stirred, and he will somehow no longer spare those who have offended, and having in a way abandoned his beloved gentleness, he will now inflict the penalties." For he will mount upon the heights of the earth, that is, he will now trample upon those in the highest positions, so that we may understand those ruling in both Samaria and Jerusalem.
σαλευθήσονται δὲ καὶ τὰ ὄρη, τουτέστι πάλιν μετακινηθήσονται τῶν ἰδίων ἀξιω- μάτων, οἱ τοὺς ἄλλους ὑπεραίροντες καὶ πολὺ λίαν ἀνεστη- κότες ἐν δόξῃ· ὄρεσι γὰρ τοὺς τοιούτους εὖ μάλα παρει- καστέον. ἐκτακήσονται δὲ καὶ ὡς κηρὸς αἱ κοιλάδες, τουτέστιν, οἱ ταπεινοὶ καὶ κατεῤῥιμμένοι, καὶ τὸ τῶν ἀγελαίων ἔχοντες μέτρον, ἀλλὰ καίτοι λίαν ὄντες σκληροὶ, καὶ τοῖς θείοις θεσπίσμασιν εἴκειν οὐκ ἀνεχόμενοι, οἱονεὶ πυρὶ προσβάλ- λοντες τῷ ἐκ τῆς θείας ὀργῆς κηροῦ δίκην κατατακήσονται· γενήσονται δὲ καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει, τουτέστι κατὰ πρανοῦς ὀξεῖ καὶ ἀσχέτῳ διάττον δρόμῳ. ὡς γὰρ ἤδη προεῖπον, οἱ τῶν Ἀσσυρίων βασιλεῖς τήν τε Σαμάρειαν αὐτὴν καὶ τὴν Ἰούδα βασιλείαν ἀγρίως καταδῃώσαντες, ἀπῴκισαν μὲν τῶν βασιλέων τινὰς, ἀπεκτόνασι δὲ καὶ πάντας τοὺς ἡγουμένους, δρομεὺς δὲ ὥσπερ καὶ ὡς ὕδωρ κατὰ πρανοῦς ἐρχόμενον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν τὴν τῶν ἀγελαίων πληθύν. καὶ τοῦτο ἦν τὸ ὕδωρ τὸ φερόμενον ἐν καταβάσει, καὶ τρέχον ἐκ τῆς Σαμαρείας εἰς τὴν Περσῶν τε καὶ Μήδων. Ἐκπεπόρευται δὲ καὶ ὁ τοῦ Θεοῦ λόγος ἐκ
The mountains will also be shaken, that is, again moved from their own positions of eminence, those who surpass others and stand very high in glory; for such persons are very well compared to mountains. And the valleys will also melt like wax, that is, the lowly and abject, and those who have the measure of the common herd, but who are nevertheless very hard and do not yield to divine ordinances, as if applying fire from divine wrath, will melt away like wax. And they will also become like water carried in a descent, that is, rushing down a slope with swift and irresistible course. For, as I have already said, the kings of the Assyrians, having savagely ravaged both Samaria itself and the kingdom of Judah, deported some of the kings and killed all the leaders, and like a runner or like water coming down a slope, they carried off the multitude of the common people to their own land. And this was the water carried in a descent, running from Samaria to the lands of the Persians and Medes. And the Word of God has also gone forth from
τοῦ τόπου αὐτοῦ. Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος· δοκεῖ δέ πως καὶ ὑπομεῖναι κίνησιν τὴν ἔν γε τούτῳ φημὶ, καίτοι τροπὴν οὐκ εἰδὼς, ἐρηρεισμένος δὲ μᾶλλον ἐν ἰδίᾳ φύσει, καὶ τὸ βεβηκὸς ἔχων ὡς Θεός. ἐπέβη δὲ καὶ ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σεσάλευκεν ὄρη, καὶ κατέτηξε κοιλάδας, καὶ ὡς ὕδωρ αὐ- τὰς φερόμενον ἐν καταβάσει ῥεῦσαι παρεσκεύασε. καὶ ὕψη μὲν τῆς γῆς αἱ κατὰ πάντων ἐπαιρόμεναι νοηταὶ δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας νοηθεῖεν ἄν· ὄρη δὲ σαλευόμενα οἱ τῆς καθ' ἡμῶν ἀρχῆς ἐξωσθέντες δαίμονες. ἐκβέβληνται γὰρ, καὶ κεκλήμεθα λοιπὸν εἰς τὸ ὑποκεῖσθαι τῷ φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ. κοιλάδες δὲ πάλιν ἡ τῶν δαιμονίων ἀγελαία πληθὺς, ἡ ταπεινὴ καὶ κατεῤῥιμμένη, ἡ δίκην κηροῦ κατατετηγμένη, ῥεύσασα δὲ καὶ ὡς ὕδωρ εἰς τοὺς ἐν ᾅδου μυχούς. προσῄεσαν γὰρ τὰ πονηρὰ πνεύματα τῷ Χριστῷ, καὶ "παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν "ἄβυσσον ἀπελθεῖν." ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμένων, οἱ περιλειφθέντες ἔτι τὸ χρῆμα κατεπεφρίκεσαν. εἰ δὲ δὴ βούλοιτό τις ὕψη τε καὶ ὄρη καὶ κοιλάδας τοὺς τῶν Ἰουδαίων νοῆσαι καθηγητὰς, καὶ μέντοι καὶ δήμους τοὺς ὑπ' αὐτοῖς, οἳ διά γε τὴν εἰς Χριστὸν παροινίαν καὶ τῆς ἰδίας ἐξώσθη- σαν ἀρχῆς· ἐτάκησαν γὰρ, καὶ ὡς κηρὸς ταῖς τοῦ πολέμου τοῦ παρὰ Ῥωμαίων συμφοραῖς ὡς φλογὶ προσβάλλοντες, "̓Εξουθενώθησαν δὲ καὶ ὡς ὕδωρ διαπορευόμενον, καὶ ὡσεὶ "κηρὸς ὁ τακεὶς ἀντανήρηνται," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ.
of his place. For being God by nature, he became man; and he seems in some way to have undergone a motion—I mean in this respect—although he knows no change, being rather fixed in his own nature and having stability as God. He also set foot upon the heights of the earth, and shook mountains, and melted valleys, and made them flow like water carried downward in descent. And the heights of the earth might be understood as the intelligible powers that are raised up against all, and the spiritual forces of wickedness; the mountains shaken are the demons who have been thrust out from their rule over us. For they have been cast out, and we have been called henceforth to be subject to the God who is by nature and in truth God. The valleys, again, are the swarming multitude of demons, the low and abject ones, melted like wax, and flowing like water into the recesses of Hades. For the evil spirits approached Christ and "begged him not to order them to go into the abyss." For, as others had already been sent ahead, those who remained were terrified at the prospect. And if one should wish to understand the heights, mountains, and valleys as the teachers of the Jews, and also the peoples under them, who because of their outrage against Christ were also thrust out of their own rule—for they melted, and like wax encountering the flames of the war brought by the Romans, "they were brought low and like water passing through, and like melting wax they were destroyed," according to the words of the psalmist—he will not stray from the appropriate aim.
Δι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα, καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ.9 Ἐπιβήσεσθαι λέγων τὸν τῶν ὅλων Θεὸν ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεσθαι μὲν ὑπ' αὐτοῦ τὰ ὄρη, κηροῦ δὲ δίκην καὶ ὕδατος ἐκτακήσεσθαι καὶ καταῤῥεῖν τὰς κοιλάδας, ἐπιφέρει λοιπόν Δι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα. ἄθρει δὴ οὖν ὅπως κεκρυμμένα λαλεῖ μυστήρια, καὶ οὐ μέχρι τῶν αἰσθητῶν τὸν τῶν προκειμένων ἵστησι νοῦν, οἶδε δὲ πλαγίως τῶν ἐν Σαμαρείᾳ καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις τὰς ὅσον οὐδέπω παρεσομένας ἀφηγησάμενος συμφοράς. ποῖον γὰρ ἂν ἔχοι τὸ δεῖμα, καταλυπήσει δὲ ὅπως τοὺς ἐν Σαμαρείᾳ τυχὸν ἤγουν τοὺς ἑτέρους, τὸ καταδονεῖσθαι τὰ ὄρη; κοιλά- δες δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν, ἢ καὶ ὡς ὕδωρ φερόμενον ἔσονται ἐν καταβάσει; ἀλλ' οἶδεν, ὡς ἔφην, κατασημήνας ἀξίως τὰ συμβησόμενα τοῖς ἐξ Ἰσραήλ. ταύτῃτοι λοιπὸν ἀναγκαίως προσεπάγει τὰς δίκας, οὐχ ὡς ἠγνοηκόσιν αὐτοῖς, καθάπερ ἐγῷμαι, διαλεγόμενος, ἀλλ' οἷον ἐλέγχων, καὶ μετα- τιθεὶς εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν τὰ χρήσιμά τε καὶ πρεπωδέστερα. ἔφη τοίνυν ὅτι Δι' ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραὴλ, ἵνα σύμπαν νοῆται πεπλημμεληκὸς τὸ ἐξ Ἰσραὴλ γένος εἴς τε Θεὸν καὶ ἀνθρώ- πους. ἀσέβειαν μὲν γὰρ ὀνομάζειν ἔοικε τὰ εἰς Θεὸν πταίσ- ματα, τὰ δέ γε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἁμαρτίαν. Τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ;9 Ἰακὼβ ὀνομάσας τοὺς ἐξ Ἰακὼβ γεγονότας, τὸν Ἐφραῒμ δὴ λέγω, τὸν ἐν Σαμαρείᾳ, καθίστησιν ἐναργῆ τὰ αὐτῶν ἐγκλήματα. Σαμάρειαν δὲ εἶναί φησι τῆς ἀσεβείας τὸ εἶδος.
All these things are because of the impiety of Jacob and the sin of the house of Israel. Saying that the God of all will mount upon the heights of the earth, and that the mountains will be shaken by him, and that the valleys will melt and flow down like wax and water, he then adds: "All these things are because of the impiety of Jacob." Observe then how he speaks of hidden mysteries, and does not stop the meaning of the matters at hand at the perceptible things, but obliquely knows and has narrated the misfortunes that are about to befall those in Samaria and those in Jerusalem, which have not yet occurred. For what terror would it cause, and how would it grieve those in Samaria, for instance, or the others, that the mountains are shaken? And in what way would the valleys melt, or be like water carried downward? But he knows, as I said, having signified worthily the things that will happen to those from Israel. Therefore, he necessarily brings the penalties upon them, not as if speaking to them in ignorance, as I think, but rather as if refuting them, and turning them well toward choosing to think what is useful and more fitting. So he said that "All these things are because of the impiety of Jacob and the sin of the house of Israel," so that the whole race from Israel is understood to have erred both toward God and toward men. For he seems to call offenses against God "impiety," and those against brothers and kinsmen "sin." What is the impiety of Jacob? Is it not Samaria? And what is the sin of the house of Judah? Is it not Jerusalem? Having named "Jacob" those born from Jacob—I mean Ephraim, that is, those in Samaria—he makes their accusations manifest. And he says that Samaria is the form of impiety.
καὶ οὐ δήπου φαμὲν, ὡς αὐτὴν αἰτιᾶται τὴν χώραν· κομιδῇ γὰρ ἀπόπληκτον τὸ τῇδε νοεῖν· Σαμάρειαν δὲ τὰ εἰς Σαμά- ρειάν φησιν, οἷον τὰς δαμάλεις, τὸν Χαμὼς, τὸν Βάαλ, καὶ τὰ ἐν αὐτῇ πραττόμενα κατά τινων διὰ τῆς τῶν κρατούντων πλεονεξίας. ἔφη γὰρ ὅτι "Κατεκονδύλιζον εἰς κεφαλὰς "πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν." καὶ πρὸς τούτοις ἔλεγον "Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ "τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν "μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν "ἄδικον;" ἁμαρτίαν καὶ τοῦ Ἰούδα τὴν Ἱερουσαλὴμ γενέσθαι φησί. καὶ οὔτι που πάντως αὐτὴν ἐν τούτοις τὴν πόλιν αἰτιασόμεθα φρονοῦντες ὀρθῶς· οἰησόμεθα δὲ μᾶλλον τὰ ἐν αὐτῇ πραττόμενα τῷ Ἰούδα γενέσθαι πρὸς ἁμαρτίαν. κατ- ητιᾶτο δέ που Θεὸς τῶν Ἰουδαίων τὰς παροινίας, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς "Ὅτι κατ' ἀριθμὸν πόλεών σου ἦσαν "θεοί σου Ἰούδα, καὶ κατ' ἀριθμὸν διόδων τῆς
Ἱερουσαλὴμ "ἐτάξατε βωμοὺς τοῦ θυμιᾶν τῇ Βάαλ. ἵνα τί λαλεῖτε "πρὸς μέ; πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε- "βήσατε εἰς ἐμὲ, λέγει Κύριος παντοκράτωρ." ἐπιπλήττει δὲ αὐτοῖς καὶ διὰ φωνῆς Ἡσαΐου λέγων "Πῶς ἐγένετο "πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιο- "σύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον "ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι.
We do not say, of course, that the land itself is accused; for it is utterly senseless to think thus. Rather, by "Samaria" he means the things in Samaria, such as the heifers, Chemosh, Baal, and the acts committed there against some through the greed of those in power. For he said, "They struck the heads of the poor with their fists, and they turned aside the path of the lowly." And in addition they said, "When will the month pass so that we may sell, and the Sabbaths, and open the treasuries to make a small measure and to enlarge the weight and to make an unjust balance?" He says that Jerusalem became the sin of Judah. And we certainly will not, thinking rightly, accuse the city itself in these matters; rather, we will consider that the things done in it became a sin for Judah. God reproached the outrages of the Jews, and indeed he said plainly, "That according to the number of your cities were your gods, O Judah, and according to the number of the streets of Jerusalem you set up altars to burn incense to Baal. Why do you speak to me? All of you have transgressed, and all of you have been impious toward me, says the Lord Almighty." And he rebukes them also through the voice of Isaiah, saying, "How did the faithful city Zion become a harlot, full of judgment, in which righteousness slept, but now murderers? Your silver is counterfeit; your merchants mix wine with water.
"οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες "δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ "κρίσει χήρας οὐ προσέχοντες." γέγονε τοίνυν εἰς ἁμαρτίαν τῷ Ἰούδα τὰ ἐν τοῖς Ἱεροσολύμοις ἀνοσίως πραττόμενα, καὶ οὔτι που μᾶλλον ἡ πόλις. Δεῖ δὴ οὖν ἄρα καὶ Θεὸν ἀγαπᾶν, καὶ τοῦτο ἐξ ὅλης ψυ- χῆς καὶ καρδίας, ἀποσείεσθαι δὲ καὶ τὸ ῥᾴθυμον εἰς ἀγα- θουργίαν, καὶ κατὰ μηδένα τρόπον κακοῦν τὸν πλησίον, μᾶλλον δὲ ἀνακτᾶσθαι ταῖς εὐποιΐαις, καὶ ἀποσπουδάζειν μὲν τὰ πονηρὰ, προσκεῖσθαι δὲ μᾶλλον τοῖς τῆς δικαιοσύνης αὐχήμασιν. ὑπτιουμένοις δὲ δὴ περὶ τὰ οὕτω σεπτὰ, καὶ καταφρονεῖν ᾑρημένοις, ἐποίσει τὰ ἐξ ὀργῆς, καὶ ὡς κηρὸν κατατήξει κολάζων ἐν πυρὶ, καὶ ὡς ὕδωρ σκορπιεῖ, φειδοῦς ἡμᾶς ἔτι καὶ ἀγάπης οὐκ ἀξιῶν. Καὶ θήσομαι Σαμάρειαν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτείαν ἀμπελῶνος· καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω· καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσι· καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί· καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν.9 Τίνα δὴ πάλιν ἔσονται τῶν οὕτω προσκεκρουκότων τὰ πάθη, διηγεῖται σαφῶς. ἔσται γὰρ ἡ Σαμάρεια φησιν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπελῶνος. τὰ μὲν γὰρ ἐν ἀγροῖς φυόμενα τηροῦσί τινες, σκηνὰς ἀναπλέκοντες καὶ ἐν αὐταῖς ἱζήσαντες. εἶτα πᾶσαν αὐτῶν ἀποσοβοῦσι βλάβην. εἰ δὲ δὴ γένοιτο συναχθῆναι τοὺς καρποὺς, κατα- λήγουσι τῶν πόνων οἱ φύλακες, οἴκοι τε ὑπονοστοῦσι, καὶ αὐτὰς ἀνατρέψαντες τὰς σκηνάς. τοῦτο τὴν Σαμάρειαν παθοῦσαν εὑρήσομεν.
Your rulers are disobedient, companions of thieves, loving gifts, pursuing recompense, not judging for orphans, and not attending to the judgment of a widow." Therefore, what was impiously done in Jerusalem became a sin for Judah, and not the city itself any more than that. So then, one must both love God, and this with one's whole soul and heart, and also shake off laziness in doing good, and in no way harm one's neighbor, but rather restore them through good deeds, and eagerly avoid evil things, and instead cleave to the boasts of righteousness. But for those who are negligent concerning such sacred matters and have chosen to despise them, he will bring the things that come from wrath, and will melt them like wax, punishing them with fire, and will scatter them like water, deeming us unworthy of mercy and love any longer. "And I will make Samaria like a field-watchman's hut and like a vineyard plantation; and I will tear down its stones into a chasm, and I will uncover its foundations; and they will cut down all its carved images; and they will burn all its hirelings with fire; and I will consign all its idols to destruction." What the sufferings of those who have so offended will be, he clearly relates again. For Samaria, he says, will be like a field-watchman's hut and like a vineyard plantation. For some guard the things that grow in fields, weaving huts and sitting in them. Then they ward off all harm from them. But if it happens that the fruits are gathered, the guards cease their labors, return home, and overturn the huts themselves. We will find that Samaria has suffered this.
ἐπειδὴ γὰρ πεπλημμέληκεν οὐ μετρίως, μᾶλλον δὲ καὶ εἰς αὐτὸν δεδυσσέβηκε τὸν τῶν ὅλων Θεὸν, τοῖς ἰδίοις ἔργοις ἀνατιθεῖσα τὸ σέβας, ἀνετράπη καὶ πέπτω- κεν, ἀφέντων αὐτὴν τάχα που καὶ τῶν πάλαι τηρεῖν ἐπιτε- ταγμένων, ἁγίων τέ φημι δυνάμεων καὶ ἀγγέλων. ἔφη τι τοιοῦτον περὶ αὐτῆς καὶ ὁ μακάριος προφήτης Ἡσαΐας "̓Εγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπε- "λῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ." ἐγκατε- λείφθη δὲ ὅπως; ἀποπεφοίτηκε γὰρ, ὡς ἔφην, ἡ προσεδρεύ- ουσά τε καὶ ῥυομένη πληθὺς λογικὴ τῶν ἄνω ταγμάτων. ἔσται τοίνυν ὡς ὀπωροφυλάκιον ἀγροῦ καὶ ὡς φυτεία ἀμπε- λῶνος. ὅμοιον ὡς εἰ λέγοι Καὶ πόλεων καὶ οἴκων ἐρήμη καὶ εἰς ὄψιν ἀγρῶν μετενηνεγμένη. ἢ καὶ καθ' ἕτερον τρόπον συνήσεις, εἰ δοκεῖ. τῶν ἀμπελώνων οἱ φυτουργοὶ τὸν αὐτοῖς ὅτι μάλιστα πρέποντα καταλαβόντες χῶρον, ἀρότοις αὐτὸν ἀνατέμνουσιν, ἄνω τε καὶ κάτω στρέφοντες. τοῦτό τοι παθεῖν τὴν Σαμαρειτῶν ἀπειλεῖ, μονονουχὶ καὶ ἀρόσιμον ἔσεσθαι γῆν, ἐξῃρημένων αὐτῆς, ὡς ἔφην, πόλεών τε καὶ οἴκων. διὰ τοῦτό φησιν, ὅτι κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω. ἔσεσθαι δέ τι καὶ καταγέλα- στον πρὸς τούτῳ φησίν. οὓς γὰρ προσεδόκησαν ἔσεσθαι σωτῆρας αὐτοῖς ὡς θεοὺς, οὗτοι καὶ συνδιόλλυνται τοῖς προσκυνεῖν εἰωθόσιν αὐτούς· κατεμπρησθήσονται δὲ καὶ τὰ μισθώματα αὐτῆς, καὶ εἰς ἀφανισμὸν οἰχήσονταί φησι πάντα τὰ εἴδωλα αὐτῆς. μισθώματα δὲ τοῖς εἰδώλοις ὁμοῦ τὰ καταπιμπράμενα, τάχα που τὰ ἀναθήματα δηλοῖ.
For since she had transgressed not moderately, but had rather committed impiety even against the God of all, devoting reverence to her own works, she was overturned and fell, perhaps also abandoned by those who had been appointed to guard her long ago—I mean the holy powers and angels. The blessed prophet Isaiah said something of this sort about her: "The daughter of Zion will be left behind, like a hut in a vineyard and like a watchman's shelter in a cucumber field." And how was she left behind? For, as I said, the multitude of rational beings from the higher orders that attended and protected her has departed. She will therefore be like a watchman's shelter in a field and like a planting of a vineyard. It is as if he were to say: And she will be bereft of cities and houses, and transformed into the appearance of fields. Or you will understand it in another way, if you wish. The cultivators of vineyards, having taken possession of a site most suitable for them, cut it up with plows, turning it over and over. This is what he threatens will happen to Samaria, that it will become, so to speak, plowable land, with its cities and houses, as I said, removed. For this reason he says: I will tear down her stones into rubble, and I will lay bare her foundations. And he says that something laughable will also happen in addition to this. For those whom they expected to be saviors for them, as gods, these very ones perish together with those accustomed to worship them. And her hirelings will be burned, and he says all her idols will go to destruction. And "hirelings" for the idols that are burned together perhaps indicates the votive offerings.
προσ- εκόμιζον γὰρ τοῖς τεμένεσιν εἰς δόξαν εἰδώλων τὰ ἐξ ἰδίου νέμοντες πλούτου, καὶ τοῖς οὐδὲν ὠφελεῖν εἰωθόσιν ἤγουν ἰσχύουσιν, ὡσανεὶ μισθὸν καὶ ἀντέκτισιν ὧν ἔχειν ᾤοντο παρ' αὐτῶν ἀνετίθεσαν τὰς εὐχαριστίας. μεμνήμεθα δὲ ὅτι καὶ διὰ φωνῆς Ὠσηὲ κατῃτιᾶτο τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὕτω λέγων "Καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον "καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον καὶ χρυσίον "ἐπλήθυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησε τῇ
"Βάαλ·" οὐκοῦν ἐναργῆ τὰ ἀναθήματα. ὅτι δὲ μισθώματά τε καὶ ἀντέκτισιν τῆς ἐπί γε τῷ πλανᾶσθαι σπουδῆς κατελο- γίζετο τὴν εὐημερίαν ὁ Ἰσραὴλ ὁ παράφρων, οὐδὲν ἧττον συνήσεις Θεοῦ πάλιν λέγοντος "Καὶ ἀφανιῶ ἄμπελον αὐτῆς "καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπε Μισθώματά μου ταῦτά "ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου." ᾤετο γὰρ, ὡς ἔφην, τοῖς τῶν εἰδώλων νεύμασι καὶ πλούτῳ κομᾶν καὶ ἐν τρυφαῖς εἶναι καὶ εὐημερεῖν. τυφλὸς οὖν ἄρα τῶν πλανωμένων ὁ νοῦς. ἦ γὰρ ἂν, τὸν φύσει Θεὸν οὐκ ἠγνοηκὼς, αὐτῷ δὴ μᾶλλον, καὶ οὐχ ἑτέροις τισὶ τὸ σέβας ἀνῆψεν· αὐτῷ τὰς χαριστηρίους ἀνετίθει λιτάς· αὐτὸν ὡμολόγει παντὸς ἀγαθοῦ δοτῆρα καὶ πρύτανιν· φρονεῖν δὲ ὧδε διεγνωκὼς, οὐκ ἂν γέγονεν ὡς ὀπωροφυλάκιον ἀγροῦ, ἀλλ' οὐδὲ ὡς φυτεία ἀμπε- λῶνος, ἐπ' ἀκλονήτοις δὲ μᾶλλον εὐημερίαις μακαριζόμενος διετέλει, καὶ ταῖς ἄνωθεν εὐμενείαις τετεισχισμένος, ἐν καλῷ τῆς εὐθυμίας γεγονὼς ἐθαυμάζετο. Διότι ἐκ μισθωμάτων πορνείας συνήγαγε, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.9 Διαγελᾷ δὴ πάλιν ὁ λόγος, καὶ τῆς Ἰουδαίων ἀμαθίας κατειρωνεύεται σὺν ἤθει πολλῷ·
For they brought to the temples for the glory of idols, dispensing from their own wealth, and to those who were accustomed to help in no way, that is, had no power, as if as a wage and recompense for what they thought to have from them, they offered thanks. And we remember that also through the voice of Hosea the Synagogue of the Jews was reproached, thus saying: "And she did not know that I gave her the grain and the wine and the oil, and I multiplied silver and gold for her; but she made silver and gold for Baal." So the offerings are evident. And that the prosperity of Israel the madman was reckoned as wages and recompense for the zeal in going astray, you will understand no less when God again says: "And I will destroy her vine and her fig trees, all that she said, 'These are my wages which my lovers gave me.'" For she thought, as I said, that by the nods of the idols she would flourish in wealth and be in luxuries and prosper. Blind, therefore, is the mind of those who go astray. For if he had not been ignorant of the God by nature, he would rather have attached reverence to Him and not to others; he would have offered to Him the prayers of thanksgiving; he would have confessed Him as the giver and dispenser of every good; and having resolved to think thus, he would not have become like a scarecrow in a field, nor like a vine planting, but would have continued blessed in unshaken prosperities, and fortified by the favors from above, having become in a state of good cheer, he would have been admired. Because she gathered from the wages of prostitution, and she assembled from the wages of prostitution. The word again mocks, and with much gravity it ironizes the ignorance of the Jews.
τῆς γὰρ ἐνούσης αὐτοῖς ἀπονοίας τὴν ἀποπληξίαν καθίστησιν ἐμφανῆ, καὶ τὰ εἰς νοῦν ἔσω καὶ καρδίαν κείμενα καταλευκαίνει σαφῶς· Ναὶ γὰρ, φησὶν, ὀρθῶς καὶ δικαίως ἀνετίθει τοῖς λίθοις τὰ χαριστήρια αἰσθήσεως ἔμπλεως ὁ Ἰσραὴλ, εὐγνώμων καὶ σοφός· ἔγνω τοὺς τετιμηκότας, τῆς εὐημερίας τοὺς χορηγοὺς, τοὺς τὸν πλοῦτον αὐτῷ συναγηγερκότας, καὶ ἐν εὐπαθείαις εἶναι παρα- σκευάζοντας. οἴεται γὰρ ὅτι μισθὸν ἔχει τῆς νοητῆς πορνείας τὸ εὐημερεῖν· καὶ ἐπειδὴ τέθυκεν εἰδώλοις, ξύλοις τε λατρεύει καὶ λίθοις, ἀνενδεὴς ἔσται τῶν ἐν εὐχαῖς. συνήγαγεν, ὥς φησι, καὶ πεπλούτηκε ἐκ μισθωμάτων πορνείας, συνέστρεψε καὶ συνήνεγκεν, ἀκράδαντον ἔχει τὴν εὐθυμίαν. οὐκοῦν ἐν ἤθει τε καὶ εἰρωνείᾳ, συμπεπλεγμένης καὶ ἀπειλῆς, τὴν τῶν εἰρημένων δύναμιν ἐκληψόμεθα. Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνὴ, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγα- τέρων σειρήνων· ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μοῦ, ἕως Ἱερουσαλήμ.9 Ἐπειδὴ γὰρ διεβίω φησὶν ἐν πλάναις, καὶ κατέληξε μὲν οὐδαμῶς τὸν ἑαυτῆς λυποῦσα Δεσπότην, ἀνατιθεῖσα δὲ τοῖς γλυπτοῖς τὰ ἐφ' οἷς εὖ ἔχει καὶ διευφημεῖται χαριστήρια, πρὸς τοῦτο δὲ, φησὶ, λοιπὸν δυσσεβείας διελήλακε, ταύτῃτοι κόψε- ται καὶ θρηνήσει· καὶ οὐχ ἑτέροις τισὶν ἐπαλγήσει τυχὸν, ἤγουν ἐπ' ὀθνείοις, τὸ ὡς ἐξ ἀγάπης στάζουσα δάκρυον, ἀλλὰ ταῖς οἰκείαις αὐτῆς καταπαιομένη συμφοραῖς. ἡ δέ γε γυμνότης καὶ ἀνυποδεσία τὸ τῶν αἰχμαλώτων σχῆμα δεικνύει·
The madness inherent in them makes the stupor manifest, and clearly whitens what lies within the mind and heart. For, he says, Israel, full of perception, righteously and justly offered thank-offerings to stones, being grateful and wise: he recognized those who had honored him, the providers of his prosperity, those who had gathered wealth for him and made him to be in good circumstances. For he thinks that to prosper is the wage of spiritual fornication; and because he has sacrificed to idols, and serves wood and stones, he will lack nothing among those things that are prayed for. He gathered, as he says, and has grown rich from the wages of fornication, he has collected and amassed, and has unshakable cheerfulness. Therefore, we will take the force of the said things in character and irony, with a threat interwoven. Because of this, she will beat her breast and lament, will go barefoot and naked, will make a beating of the breast as of dragons and mourning as of the daughters of sirens; because her plague has prevailed, because it came as far as Judah and touched as far as the gate of my people, as far as Jerusalem. For since, he says, she lived in errors, and never ceased grieving her own Master, but instead offered to carved images the thank-offerings for the things in which she is well and is spoken well of, for this reason, he says, she has finally advanced to such impiety, and for this she will beat her breast and lament; and she will not grieve for others, as it were, for strangers, shedding a tear as from love, but will be struck down by her own misfortunes. And the nakedness and lack of shoes shows the form of captives.
οὕτω καὶ ὁ μακάριος προφήτης Ἡσαΐας τὴν ὅσον οὐδέπω παρε- σομένην αὐτοῖς αἰχμαλωσίαν ὑποδηλῶν περιεφοίτα τὴν Ἱερουσαλὴμ, "γυμνός τε καὶ ἀνυπόδετος," Θεοῦ τὸ χρῆμα γενέσθαι προστάττοντος. ἀπομιμήσεται δὴ οὖν ἐν ἰδίοις πάθεσι τῶν δρακόντων τὰ πένθη, καὶ τῶν σειρήνων τοὺς ὀδυρ- μούς. φασὶ γάρ τινες, ὡς, εἰ πληγείη δράκων, τότε δὴ τότε κατολοφύρεσθαι κινδυνεύοντα, καὶ τοῦτο δηλοῦν καταπαίοντά τε τῇ κέρκῳ τὴν γῆν, καὶ οὐ μετρίαν ἠχὴν ἀποτελεῖν εἰωθότα. σειρῆνας δὲ λέγουσιν Ἕλληνες μὲν καὶ παῖδες ἐκείνων πτηνὰ μελῳδεῖν εἰδότα, καὶ καταθέλγειν ἰσχύοντα ταῖς τῶν ᾠδῶν εὐρυθμίαις τοὺς ἀκροωμένους. ἡ δέ γε θεόπνευστος γραφὴ σειρῆνας ἀποκαλεῖ τὰ τῶν στρουθίων λαλίστατά τε καὶ εὐστομεῖν εἰωθότα, ἢ καὶ αὐτὰς ἔσθ' ὅτε τὰς ἀηδόνας, αἳ τοῖς ἐναλίοις ἐπωάζουσι κόλποις· εἶτα τῆς καλιᾶς ληφθείσης ὑπὸ κυμάτων, γοερὸν ᾄδουσι μέλος, καὶ καταθρηνοῦσι τρόπον τινὰ τὴν τῆς ἑαυτῶν ὠδῖνος ζημίαν. οὕτω καταθρηνήσειν ἔφη τὴν Σαμάρειαν τῶν ἰδίων τέκνων τὸν ὄλεθρον. κατεκρά- τησε γὰρ αὐτῆς ἡ πληγή φησι, ἀφίκετο δὲ καὶ ἕως Ἰούδα, καὶ μέχρι πυλῶν Ἱερουσαλήμ. ἔοικε δὲ ὁ λόγος ἡμῖν ἐν τούτοις τὸν παρὰ τοῦ Σεναχηρεὶμ αἰνίττεσθαι πόλεμον ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ καταδῃώσας τὴν Ἰουδαίαν, περι- εκάθισε τὴν Ἱερουσαλὴμ, καὶ μέχρι πυλῶν ἀφιγμένος, ἠπεί241
Thus also the blessed prophet Isaiah, indicating the captivity that was soon to come upon them, went about Jerusalem "naked and barefoot," as God commanded the deed to be done. He will therefore imitate in his own sufferings the lamentations of the serpents and the wailings of the sirens. For some say that if a serpent is struck, then indeed it is in danger of perishing and makes this known by striking the ground with its tail and producing no moderate sound. And the Greeks and their children say that sirens are winged creatures skilled in song and able to enchant their hearers with the rhythms of their odes. But the divinely inspired scripture calls sirens the most talkative of the sparrows and those accustomed to good speech, or sometimes even the nightingales themselves, which brood in the hollows of the sea; then, when their nest is taken by the waves, they sing a mournful song and in a way bewail the loss of their own offspring. Thus, he said, Samaria would bewail the destruction of her own children. For the blow prevailed over her, he says, and it reached even to Judah, and as far as the gates of Jerusalem. And our discourse here seems to allude to the war of Sennacherib, who, having taken all Samaria and laid waste to Judea, besieged Jerusalem and, having come as far as the gates,
λησε μὲν ἐμπρῆσαι αὐτήν· οὐ μὴν ἔτι καὶ δεδύνηται, Θεοῦ προασπίζοντος, κατὰ τὸν τῆς Ἐζεκίου βασιλείας καιρόν.
Οὐκοῦν, ὅταν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Δεσπότην ἀφέντες προσκεῖσθαι σπουδάσωμεν τοῖς ἀκαθάρτοις δαίμοσι, τότε πάντη τε καὶ πάντως ἑαυτοὺς θρηνήσομεν, καὶ ταῖς ἑαυ- τῶν ἀβουλίαις ἐποιμώζοντες, γυμνοὶ μὲν ἐσόμεθα τῆς παρ' αὐτοῦ χάριτός τε καὶ βοηθείας, ἀσχήμονα δὲ καὶ ἀκαλλῆ διαζήσομεν βίον· τοῦτο γὰρ ἡ ἀνυποδεσία δηλοῖ. ὑποκεισό- μεθα δὲ καὶ πλήττοντι τῷ σατανᾷ, καὶ οὐδὲν ἔτι τὸ κωλύον ἐν παντὶ γενέσθαι κακῷ. Οἱ ἐν Γὲθ μὴ μεγαλύνεσθε, οἱ Ἐνακεὶμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν.9 Περισκεπὴς μὲν ὁ λόγος καὶ δυσάλωτος κομιδῇ τῶν προ- κειμένων ὁ νοῦς καὶ τῶν ἐφεξῆς ἔτι κειμένων. πλὴν ὡς ἔνι διειπεῖν πειράσομαι. καταθέοντος τοῦ πολέμου τὰς ἐν τῇ Σαμαρείᾳ πόλεις, ἁλισκομένων δὲ καὶ ἑτέρων τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, τῶν ἀλλοφύλων οἱ πρόσοικοι καὶ ὅσα τῆς Ἰουδαίων γῆς ὅμορά πως ἦν καὶ ἐκ γειτόνων ἔθνη, πλατὺ γελῶντα κατεκερτόμουν τὸν Ἰσραὴλ, ὡς οὐδὲν ὠφελημένον παρὰ Θεοῦ. ᾤοντο γὰρ τὴν τοῦ σώζοντος χεῖρα καὶ παθεῖν τὸ ἄναλκι καὶ ἀτονῆσαι δεῖν, ὡς πρὸς τὰς τῶν καταδῃούντων ὁρμάς. ἀλλ' ἦν ἄμεινον ἐννοεῖν, ὅτι λυπεῖν ᾑρημένοι τὸν σώζοντα καὶ προσκεκρουκότες Θεῷ, πεπείρανται τῶν δεινῶν, δέδονται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν.
He was able to set it on fire, but he was not yet able to do so, because God was protecting it, at the time of the reign of Hezekiah.
Therefore, when we abandon the one who is by nature and truly the only Master and hasten to attach ourselves to the unclean demons, then we will lament ourselves entirely and in every way, and, bewailing our own follies, we will be naked of his grace and help, and we will live a shameful and unseemly life; for this is what going barefoot signifies. We will also be subject to the striking Satan, and there will be nothing any longer to prevent us from being in every evil. "Do not boast, those in Gath; do not rebuild, those of Enakim, a house of mockery; cover yourselves with earth, a mockery of yourselves." The discourse is obscure and the meaning of the present and subsequent passages is exceedingly difficult to grasp. Nevertheless, I will try to explain as far as possible. When war was overrunning the cities in Samaria, and others under the scepter of Judah and Benjamin were also being captured, the neighboring Philistines and all the nations that were somehow bordering the land of the Jews and were nearby laughed broadly and mocked Israel, as having received no benefit from God. For they thought that the saving hand must be weak and powerless against the attacks of the ravagers. But it was better to consider that those who had chosen to grieve the Savior and had offended God experienced the horrors, and were also delivered into the hands of their enemies.
ἐπειδὴ δὲ ἦν τῶν ἀτόπων, ἐκείνους μὲν οἴεσθαι κατὰ σφᾶς αὐτοὺς, ὅτι τῇ δυνάμει τῶν ἰδίων σεβασμάτων, ἐν καλῷ τῆς εὐημερίας με- μενήκασιν, ἀπόλωλε δὲ καὶ ὠλόθρευται διὰ τὴν τοῦ σώζοντος ἀσθένειαν ὁ Ἰσραὴλ, ταύτῃτοι Θεὸς καὶ αὐτὰς τὰς τῶν περι- οίκων πόλεις παρεδίδου τοῦ Σεναχηρεὶμ εἰς ἐρήμωσιν. καὶ γοῦν ὁ Ῥαψάκης τοῖς ἐν τῷ τείχει τῶν Ἱεροσολύμων προσ-λαλῶν, τούτων αὐτῶν διεμέμνητο λέγων "Ποῦ ἐστιν ὁ "θεὸς Αἰμὰθ καὶ Ἀρφάθ; ποῦ ἐστιν ὁ θεὸς τῆς πόλεως "Σεπφαρουείμ; μὴ ἠδύνατο ῥύσασθαι Σαμάρειαν ἐκ τῆς χει- "ρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο "τὴν γῆν αὐτοῦ ἐκ χειρός μου;" ἔστι τοίνυν ἡ Γὲθ ἀλλο- φύλων μὲν τῶν καλουμένων Φυλιστιεὶμ, μητρόπολις δὲ τῆς Παλαιστίνης. ἀλλὰ καὶ ἡ Ἐνακεὶμ ὁμοίως πολίχνη πάλιν ἐν ἐσχατιαῖς τῆς Ἰουδαίας κειμένη, πρὸς τῇ κατὰ νότον ἐρήμῳ, εἴκουσα μὲν τοῖς Ἰούδα σκήπτροις, φρονοῦσα γεμὴν οὐκέτι τὰ Ἰουδαίων, προσκειμένη δὲ μᾶλλον τοῖς τῶν ἐθνῶν ὁμόροις, Μωαβίταις δὴ λέγω καὶ Ἰδουμαίοις. ὦ τοίνυν, φησὶ, τῆς Γὲθ οἰκήτορες, ὦ τῆς Ἐνακεὶμ, μὴ τὰς ἑτέρων συμφορὰς ἑορτῆς ποιεῖσθε προφάσεις· μὴ μεγαλύνεσθε διὰ ταῦτα, μηδὲ ἐπειδήπερ ὁ γείτων ὑμῶν οἶκος ἠρήμωται, του- τέστιν ὁ τοῦ Ἰσραὴλ, ταύτῃτοι πλατὺ γελᾶτε, φησὶ, μονον- ουχὶ τῶν ἀπολωλότων κατορχούμενοι. μὴ οἰκοδομεῖτε ἐξ οἴκου καταγέλωτα, ἀλλ' ὡς καὶ αὐτοὶ τὰ χείρω πεισόμενοι, καθά- περ τινὰ γῆν καταπάττεσθε τὸν ἐσόμενον καθ' ὑμῶν καταγέλωτα, καὶ τὰς ἑαυτῶν θρηνεῖτε συμφοράς. κατορχήσονται γὰρ ὑμῶν οἱ Βαβυλώνιοι, καὶ οἰκτρῶς ἀπολωλόσιν ἐπιμει- διάσουσιν οἱ ἐχθροί.
Since it was absurd for them to think that they themselves, by the power of their own revered objects, had remained in a state of good prosperity, while Israel had perished and been destroyed because of the weakness of the one who saves, for this reason God also handed over the cities of the surrounding peoples to Sennacherib for desolation. And indeed, Rabshekah, speaking to those on the wall of Jerusalem, recalled these very things, saying: "Where is the god of Hamath and Arpad? Where is the god of the city of Sepharvaim? Could he not rescue Samaria from my hand? Which of all the gods of these nations rescued his land from my hand?" Therefore, Gath is a metropolis of Palestine, belonging to the Philistines, who are called Phylistieim. And Enakim likewise is a small town again, situated in the borderlands of Judaea, near the southern desert, yielding to the scepters of Judah, but no longer thinking the thoughts of the Judeans, rather adhering to the neighboring nations, I mean the Moabites and Idumeans. "O then," he says, "inhabitants of Gath, O inhabitants of Enakim, do not make the misfortunes of others an occasion for festivity; do not exalt yourselves on account of these things, nor, because your neighbor's house has been laid waste, that is, that of Israel, for this reason laugh broadly," he says, "all but dancing on the ruins of the perished. Do not build mockery from a house, but, as if you yourselves will suffer worse, cover yourselves like ground with the future mockery against you, and bewail your own misfortunes. For the Babylonians will mock you, and the enemies will smile over you when you have miserably perished.
σοφὸν οὖν ἄρα τὸ ἐπιμεμνῆσθαι τοῦ λέγοντος "Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ὅτι "ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν "θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ." Πράττουσι δὲ τοῦτο καὶ οἱ Χριστὸν οὐκ εἰδότες. διωκο- μένων γὰρ ἔσθ' ὅτε τῶν ἐκκλησιῶν, καὶ δοκιμαζομένων ἁγίων ἤτοι τῶν ἐν αὐταῖς, τότε δὴ τότε μάλιστα τοὺς ἰδίους αὐτοὶ καταθαυμάζουσι θεούς. ἀλλ' ὁ γέλως αὐτοῖς ἐκ- τελευτᾷ πρὸς δάκρυον, κατευμαρίζοντος μὲν τὰ δεινὰ τοῦ Χριστοῦ, κατευνάζοντος δὲ τὰ κεκινημένα, καὶ ἀποσοβοῦντος μὲν τὸ λυποῦν, ἀνευρύνοντος δὲ τοῖς ἁγίοις θυμηδίαν καὶ χαράν· τέλος γὰρ πόνων εὔκλεια καὶ τρυφή. καί μοι δοκεῖ φάναι τι τοιοῦτον ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν "Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς "εἰς ἀναψυχήν." Κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα Σενναὰρ κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.9 Ἐκδεδώκασι μὲν οἱ ἑβδομήκοντα Σενναὰρ, Ἀκύλας δὲ ἔφη
It is wise, then, to remember the one who says, "If your enemy falls, do not rejoice over him, for the Lord will see and it will not please him, and he will turn his wrath away from him." Those who do not know Christ also do this. For when the churches are sometimes persecuted, and the saints or those in them are tested, then indeed they most admire their own gods. But their laughter ends in tears, as Christ lightens the terrible things, calms the disturbances, drives away the grief, and expands delight and joy for the saints; for the end of labors is glory and delight. And it seems to me that the blessed David says something like this to the God of all: "We passed through fire and water, and you led us out into refreshment." Dwelling well in her cities, she did not go out, dwelling in Sennaar, to bewail her own house, she will receive from you a wound of pain. The Seventy rendered Sennaar, but Aquila said
Σενὰν, εὐσθενοῦσαν δὲ ὁ Σύμμαχος, τάχα που τουτὶ τοῦ Σενὰν ὑπεμφαίνοντος. ἀλλ' εἰ μὲν νοοῖτο Σεναὰρ, φαμὲν ὅτι χωρίον ἐστὶ πλατὺ κατὰ πόλεις τε καὶ κώμας οἰκούμενον ἀλλοφύ- λοις μὲν, πλὴν ἐν ὁρίοις τῆς Ἰουδαίας· εἰ δὲ δὴ νοοῖτο Σενὰν, λαμπρὰν καὶ ἐπίσημον Αἰγύπτου πόλιν κατασημαίνει. εὐ- σθενεῖται δὲ ὅτι πίων ἡ χώρα, καὶ ληΐοις κατάκομος, πῶς ἔστιν ἀμφιβαλεῖν; Σεναὰρ τοίνυν φησὶν ἤτοι Σενὰν ἡ καλῶς τὰς ἑαυτῆς οἰκοῦσα πόλεις. ἥξει δὲ ὁ λόγος κατὰ τῶν οἰ- κούντων αὐτάς· οὐκ ἐπεδάκρυσε τοῖς ἐγγὺς οἰκτρῶς καὶ ἀθλίως διολωλόσιν· οὐκ ἐξῆλθε κόψασθαι τὸν ἐχόμενον οἶκον, του- τέστιν, οὐ τεθρήνηκε τοὺς ἐκ γειτόνων. ἐγγὺς δὲ τῆς Ἰου- δαίας ἡ Σενναὰρ, ὡς ἔφην, καὶ μέντοι καὶ ἡ Σενὰν, τουτέστιν ἡ Αἰγυπτίων. διαπίπτοντι δὲ καὶ πεπορθημένῳ τῷ Ἰσραὴλ, οὐκ ἐπήλγησε μᾶλλον, ἀλλ' ἐπετώθασεν, ἐπέχαιρε δὲ καὶ αὐτὴ, καθάπερ οἱ ἀπὸ Γὲθ καὶ Ἐνακείμ. τί οὖν Ἰσραήλ; ἆρα γελάσουσιν εἰκῆ τὰ περίοικα τῶν ἐθνῶν, καὶ ταῦτα δρώντων ἐκείνων ἀνεξικακήσει Θεός; ἀνέξεται δὲ παρ' ἐχθρῶν γελω- μένης αὐτοῦ τῆς δόξης; οὐδαμῶς, φησὶν, ἀλλ' ἐξ ὑμῶν ἤτοι δι' ὑμᾶς λήψεται πληγὴν ὀδύνης· τουτέστι, καταδῃωθήσεται καὶ αὐτὴ ταῖς ἄλλαις ὁμοῦ. πεπόρθηται δὲ καὶ ἡ Σενναὰρ, καὶ μέντοι καὶ Αἴγυπτος, καταθέοντος αὐτὴν Σεναχηρείμ. Δεῖ δὴ οὖν ἄρα καὶ τὸν ἑστῶτα καλῶς φοβεῖσθαι μὴ πέσῃ, καὶ ῥίπτειν μὲν ὡς ἀπωτάτω τὸ τοῖς πεπονθόσιν ἐπι- μειδιᾶν, "Κλαίειν δὲ μᾶλλον μετὰ κλαιόντων" καὶ μὴ ταῖς ἑτέρων ἐξοφρυοῦσθαι συμφοραῖς, ἐκδεδιέναι δὲ μᾶλλον τὸ τοῖς ἴσοις περιπεσεῖν. Τίς ἤρξατο εἰς ἀγαθὰ κατοικοῦσα ὀδύνας;
Senan, but Symmachus says "strong," since this name Senan perhaps indicates something. But if it is understood as Sennaar, we say that it is a broad region inhabited by cities and villages, by foreigners indeed, yet within the borders of Judaea. But if it is understood as Senan, it signifies a splendid and notable city of Egypt. And it is strong because the land is fertile and full of crops—how could one doubt it? So it says Sennaar or Senan, which well inhabits its own cities. And the word will come against those who inhabit them: it did not weep for those nearby who perished pitiably and wretchedly; it did not go out to mourn the house that was seized, that is, it did not lament those from the neighborhood. For Sennaar is near Judaea, as I said, and indeed also Senan, that is, of the Egyptians. And when Israel was falling and being ravaged, it did not grieve all the more, but mocked and rejoiced, just as those from Gath and the Anakim. What then, O Israel? Will the surrounding nations laugh in vain, and will God bear patiently while they do these things? Will He endure His glory being mocked by enemies? By no means, he says, but from you, that is, because of you, it will receive a wound of pain; that is, it will be laid waste together with the others. And Sennaar was ravaged, and indeed also Egypt, when Sennacherib overran it. Therefore one must also fear, even when standing well, lest he fall, and must cast off as far as possible smiling at those who have suffered, and rather "weep with those who weep," and not exult in the misfortunes of others, but rather fear falling into the same things. Who began, while dwelling in good things, to cause pains?
ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, ψόφος ἁρμάτων καὶ ἱππευόντων.9 Ὦ Γετθαῖοι, φησὶν, ὦ τῆς Ἐνακεὶμ, ὦ τῆς Σενναὰρ ἤτοι Σενὰν οἰκήτορες, οὐκ ἐπλήγητε ταῖς τῶν ὁμόρων συμφοραῖς, γέλωτος ὑμῖν γέγονεν ἀφορμὴ πίπτων τε καὶ διολλύμενος ὁ πάλαι δεινὸς ὑμῖν καὶ ἀφόρητος Ἰσραήλ. ᾠήθητε δὲ ὅτι καὶ Θεὸς ἠσθένησεν ὁ σώζων αὐτοὺς, ἔῤῥωται δὲ τὰ παρ' ὑμῖν χειρόκμητα καὶ πρὸς τοῦτο διάττει σθένους, ὡς ἀμο- γητὶ δύνασθαι τὰς ὑμῶν διασῶσαι πόλεις. οὐκοῦν ἀπὸ τῶν πραγμάτων φέρε δὴ φέρε καταθρήσωμεν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός· τίς ὁ παναλκὴς, καὶ ἄμαχον ἀπονέμων οἷς ἂν ἕλοιτο τὴν ἐπικουρίαν. ἥλωσαν μὲν γὰρ καὶ πεπόρ- θηνταί φησιν αἵ τε τοῦ Ἰσραὴλ, καὶ αἱ παρ' ὑμῖν δὲ πόλεις, καὶ κοινὴν ὥσπερ ἀνέτλητε συμφοράν. ποία δὴ οὖν ἄρα πόλις ἐν ὀδύναις οὖσα καὶ τοῖς περὶ τῶν ἐσχάτων δείμασι· τοῦτο γάρ ἐστι τὸ κατοικοῦσα ὀδύνας· διανένευκεν ἀδοκήτως εἰς ἀγαθὰ, τουτέστιν, εἰς εὐθυμίαν καὶ εὐημερίαν; ἆρα μία τῶν παρ' ὑμῖν; οὐδαμῶς φησὶν, ἀλλ' ἡ ἐμὴ πάλιν Ἱερου- σαλήμ. κατέβη μὲν γὰρ ἐπ' αὐτὴν παρὰ Κυρίου κακὰ, του- τέστιν, ἐγὼ λελύπημαι καὶ πεπαίδευκα, καὶ τὸν Ἀσσύριον αὐτοῖς ἐπενήνοχα, καὶ ἐξ ἐμῆς ὀργῆς ἡ κατ' αὐτῶν γέγονε κάκωσις. πλὴν ἀπέσβη καὶ λέλυται, τῆς ἐμῆς νικώσης χειρὸς καὶ παραδόξως ἐκρυομένης τοὺς τὰ ἐμὰ σέβοντας κράτη. μέχρι γὰρ πυλῶν ἔστη τὸ λυποῦν. ἴσμεν δὲ ὅτι πολλὴν ἵππον ἔχων ὁ Ῥαψάκης ἀφίκετο μὲν ἐν τοῖς Ἱερο-σολύμοις, μόνον δὲ οὐχὶ καὶ αὐτῶν ἥψατο πυλῶν, εἷλε δὲ οὐδαμῶς· δεδαπάνηται γὰρ ὁ Ἀσσύριος ἐν μιᾷ νυκτί.
that evils came from the Lord upon the gates of Jerusalem, the noise of chariots and horsemen. O Gittites, he says, O inhabitants of Enakeim, O inhabitants of Sennaar or Senan, were you not struck by the calamities of your neighbors? The fall and destruction of Israel, once terrible and unbearable to you, became an occasion for laughter. And you thought that God who saves them had also grown weak, while your handiworks are strong and for this reason you boast of strength, as if you could preserve your cities without effort. Therefore, let us examine from the facts, let us mournfully consider, who is by nature and truly God; who is the all-powerful one, granting invincible aid to those he chooses. For the cities of Israel were captured and sacked, he says, and your cities as well, and you suffered a common calamity. Which city then, being in pains and in terrors of the worst—for this is what "dwelling in pains" means—has unexpectedly turned to good, that is, to cheerfulness and prosperity? Is it one of yours? Not at all, he says, but my Jerusalem again. For evils came upon her from the Lord, that is, I have grieved and disciplined, and I brought the Assyrian against them, and the affliction against them came from my wrath. Yet it has been quenched and dissolved, my victorious hand prevailing and miraculously rescuing those who revere my power. For the grief stopped at the gates. And we know that Rhapsakes, having many horses, arrived at Jerusalem, and almost touched the gates themselves, but did not capture them at all; for the Assyrian was destroyed in a single night.
καὶ γοῦν τεθρηνήκασιν οἱ ἐν τοῖς Ἱεροσολύμοις, ὡς αὐτίκα δὴ μάλα τεθνηξόμενοι, ἄυπνόν τε κλαίοντες διατετελέκασι νύκτα· σκιδναμένης δὲ τῆς ἠοῦς, ὤφθη τὸ παράδοξον. ἔκειντο γὰρ εἰς γῆν ἀναρίθμητοι νεκροὶ, ὡς ἀνασκιρτῶντας λέγειν τοὺς διὰ Θεοῦ παραδόξως νενικηκότας καὶ σεσωσμένους "Τὸ "ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλ- "λίασις." ὁρᾷς οὖν ὅπως πρώτη τε καὶ μόνη παρὰ τὰς ἄλλας πόλεις ἤρξατο διανεύειν εἰς ἀγαθὰ, καίτοι κατοικοῦσα ὀδύνας; οὐ γὰρ περιόψεται παντελῶς τοὺς ἰδίους Θεὸς, ἀλλὰ παιδεύσας συμμέτρως, ἀνασώζει πάλιν, καὶ τῆς αὐτῷ πρε- πούσης εὐκλείας οὐ μετρίαν ποιεῖται φροντίδα, κἂν εἰ προσ- κρούωμεν ἡμεῖς. ἔφη γάρ που δι' ἑνὸς τῶν προφητῶν "Οὐ "δι' ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου." Κατοικοῦσα Λάχις ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶ τῇ
θυγατρὶ Σιὼν, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.9 Λάχις δὴ πάλιν πόλις μέν ἐστι τοῖς Ἰούδα σκήπτροις ὑποκειμένη, γείτων δὲ καὶ ὅμορος τῶν Φυλιστιεὶμ, ἐκτόπως δὲ καὶ αὕτη πικρὰ καὶ εἰδωλολάτρις, καὶ ἀποσπουδάζουσα μὲν τὴν εἰς Θεὸν εὐσέβειαν καὶ τὴν εἰς τὸν νόμον αἰδῶ, περὶ πλείστου δὲ ποιουμένη τὸ καὶ πλανᾶσθαι φιλεῖν, καὶ προσ- απολλύειν ἑτέρας. ταύτην τάχα που καὶ πρώτην Σεναχηρεὶμ τῶν πόλεων ἑλὼν τῶν ὑπὸ τὸ σκῆπτρον Ἰούδα καὶ Βενιαμὶν, πέπομφεν ἐκεῖθεν τὸν Ῥαψάκην εἰς Ἱεροσόλυμα. ἡ τοίνυν Λάχις, φησὶν, ἡ καλῶς οἰκοῦσά ποτε, καὶ ἀσφαλῶς ἱδρυμένη, αὕτη γέγονεν ἀρχηγὸς ἁμαρτίας τῇ Σιὼν, ἤτοι τῇ Ἱερουσαλήμ.
And indeed, those in Jerusalem lamented, as if they were about to die immediately, and they spent the night weeping without sleep; but when dawn broke, the marvel appeared. For countless dead lay on the ground, so that those who had been miraculously victorious and saved by God said, leaping up, "In the evening weeping will lodge, and by morning rejoicing." Do you see, then, how first and alone among the other cities it began to incline toward good things, even though it had been dwelling in pains? For God will not completely overlook his own, but after disciplining them moderately, he restores them again, and he takes no small care for the glory befitting him, even if we offend. For he said somewhere through one of the prophets, "I do not act for your sake, says the Lord, but for my name's sake." Lachish, which was inhabited, is this leader of sin for the daughter of Zion, because in you the impieties of Israel were found. Now Lachish is again a city subject to the scepter of Judah, and a neighbor and borderer of the Philistines, and it too was exceedingly bitter and idolatrous, and it spurned piety toward God and reverence for the law, and made it of utmost importance to love to go astray and to destroy others besides. This city, perhaps, was also the first that Sennacherib captured among the cities under the scepter of Judah and Benjamin, and from there he sent the Rabshakeh to Jerusalem. So Lachish, he says, which once dwelt well and was securely established, this became the leader of sin for Zion, that is, for Jerusalem.
ηὕρηνται γὰρ ἐν αὐτῇ ἀσέβειαι τοῦ Ἰσραὴλ, τουτέστι τὰ χει- ρόκμητα καὶ τῶν ψευδωνύμων θεῶν οὐ μετρία πληθύς. Τί οὖν ὁ λόγος βούλεται δηλοῦν; ἀπολογεῖται τρόπον τινὰ τοῖς τῶν ἀλλοφύλων δήμοις, καὶ ἀναπείθειν πειρᾶται διακεῖσθαι λοιπὸν, ὡς οὐκ ἂν ἠσθένησεν ὁ σώζων Θεός. ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς αὐτὸν αἱ τοῦ Ἰούδα πόλεις, παραδέδονται τοῖς ἐχθροῖς. ἀρχηγὸς γάρ φησιν ἡ Λάχις ἁμαρτίας τῇ Σιὼν γινομένη, καὶ ἀποστασίας πρόφασις πρώ- τη δέδοται τῷ Σεναχηρείμ. ἀπόλωλε δὴ οὖν ὁ Ἰσραὴλ, ὡς ἀπό γε τῆς Λάχεως ἔξεστιν ἰδεῖν, οὐκ ἠῤῥωστηκότος Θεοῦ τὸ ἄναλκι· πολλοῦ γε καὶ δεῖ· τὸ πλανᾶσθαι δὲ μᾶλλον ἠῤῥωστηκὼς, καὶ ταῖς τῶν εἰδώλων λατρείαις ἀσυνέτως προσκείμενος. Διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους, εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ἰσ- ραὴλ, ἕως τοὺς κληρονόμους ἀγάγωσι· κατοικοῦσα Λάχις κληρονομία ἕως Ὀδολὰμ ἥξει.9 Ὑποπεπτωκότος τοῦ Ἰσραὴλ τοῖς ἐξ ὀργῆς κινήμασι, καὶ τῶν εἰς Θεὸν πεπλημμελημένων ἀποτιννύντος δίκας, οἱ ἀπὸ Γέθ τε καὶ Ἐνακεὶμ τῆς τοῦ Θεοῦ δόξης καταμειδιᾶν ἀπε-τόλμων. ᾤοντο γὰρ ὅτι, καθάπερ ἤδη προεῖπον, οὐ σέσωκε τοὺς ἰδίους, ὡς τῆς Ἀσσυρίων χειρὸς ἡττώμενος. εἶτα πρὸς τοῦτο Θεὸς ἀναπείθειν ἤθελεν, ὡς ἀπό γε τῆς Λάχεως, ὅτι δέδονται τοῖς ἐχθροῖς διὰ τὸ ηὑρῆσθαι πολλὰς ἀσεβείας τοῦ Ἰσραὴλ ἐπ' αὐτοῖς, καὶ ὅτι γεγόνασιν ἁμαρτίας ἀρχηγοὶ τῇ θυγατρὶ Σιὼν, τουτέστι τῇ Ἱερουσαλήμ.
For in it were found the impieties of Israel, that is, the hand-made idols and the not inconsiderable multitude of falsely named gods. What then does the passage intend to make clear? It is in a way making a defense to the peoples of the foreigners, and it attempts to persuade them to be henceforth disposed that the saving God would not have been weak. But since the cities of Judah have committed impiety against him, they have been handed over to the enemies. For Lachish, it says, became a leader in sin for Zion, and a first pretext for rebellion was given to Sennacherib. Israel has therefore perished, as is possible to see from Lachish, not because God was weak and powerless—far from it—but rather it was Israel that was weak, being in error and foolishly devoted to the worship of idols. For this reason, you will give those sent out as far as the inheritance of Gath, vain houses, which were in vain for the kings of Israel, until they bring the heirs; the dwelling Lachish, an inheritance, will reach as far as Adullam. When Israel had fallen under the motions of wrath and was paying the penalty for its offenses against God, those from Gath and Anakim dared to mock the glory of God. For they thought that, as I have already said, he had not saved his own, as though he were defeated by the hand of the Assyrians. Then, in response to this, God wished to persuade them, on the basis of Lachish, that they were given to the enemies because many impieties of Israel were found among them, and that they had become leaders in sin for the daughter Zion, that is, for Jerusalem.
ταῦτα Θεοῦ λέ- γοντος, συνεὶς εὖ μάλα τὸ δηλούμενον καὶ πρό γε τῶν ἄλλων ὁ μακάριος Προφήτης, ἀποδέχεται τοὺς λόγους, καὶ μονονουχὶ ταῖς παρ' ἑαυτοῦ ψήφοις εἰς ἀλήθειαν στεφανῶν, ἀναπεφώ- νηκεν εὐθύς Διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρο- νομίας Γὲθ, οἴκους ματαίους. ναί φησιν, ὦ Δέσποτα, βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ ἐξαποσταλήσονται παρὰ σοῦ, τὴν ἐνεγκοῦσαν ἀφέντες, καὶ εἰς τὴν τῶν Ἀσσυρίων μετα- χωρήσαντες, οὐχὶ μόνοι, φησὶν, οἱ ἐν Σαμαρείᾳ, ἀλλὰ γὰρ καὶ οἱ ἐν Γέθ. οἱ μὲν γὰρ γεγόνασιν ἀποστάται καὶ ὑβρισταὶ, καὶ τῶν σῶν κατόπιν ἰέναι θεσπισμάτων οὐκ ἀνεχόμενοι· οἱ δὲ πεπραχόσιν ἀθλίως ἐπιτωθάζοντες, τῆς σῆς δόξης ἐποιοῦντο κατάῤῥησιν τὸ συμβεβηκός. αὐτὸς οὖν δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους.
μάταιοι γὰρ οἶκοι καὶ ὁ τοῦ Ἐφραῒμ καὶ οἱ τῶν ἀπὸ Γὲθ, διάτοι τὸ μήτε Θεὸν ἀνέχεσθαι τιμᾶν, ἀπονέμειν δὲ τὰς λατρείας τοῖς γλυπτοῖς, καὶ ὅτι μόνα πεφρονήκασι τὰ σαρκὸς, καὶ τοῖς ἐπιγείοις προσκείμενοι, οὐδένα τῆς ἀρετῆς ἐποιοῦντο λόγον. εἶτα μεταξὺ σχετλιάζει τρόπον τινὰ, καὶ μονονουχὶ τὼ χεῖρε συμπλήττει ὁ μακάριος Προφήτης, εἰς ἔννοιαν ἐρχόμενος τῶν κατὰ καιροὺς πεπραγμένων ἐν Σα- μαρείᾳ. διαλογίζεται δὲ τὴν τῶν βασιλέων ἀγερωχίαν, καὶ ὅτι τῆς ἐκείνων σκαιότητος ἀνοσιουργήματα γεγόνασι τὰ ἐφ' οἷς πεπλημμέληκεν ὁ Ἰσραήλ. αὐτῶν γὰρ εὑρήματα καὶ αἱ δαμάλεις ἦσαν, καὶ τὰ τῶν ἑτέρων εἰδώλων τεμένη. οὐ διαλελοίπασι δὲ διὰ παντὸς τρόπου παροτρύνοντες τὸν Δημιουργόν.
When God says these things, the blessed Prophet, understanding the meaning very well and before all others, accepts the words and, as it were, crowns them with his own votes for truth, and immediately cried out: "For this reason you will send those who are sent out as far as the inheritance of Gath, vain houses." "Yes," he says, "O Lord, they will go to the enemies, and they will be sent out by you, leaving the land that bore them, and moving to the land of the Assyrians, not only those in Samaria," he says, "but also those in Gath. For some have become apostates and insolent, and do not endure going after your decrees; while others, wretchedly mocking what has happened, made the event a reproach against your glory. Therefore you yourself will send those who are sent out as far as the inheritance of Gath, vain houses."
For the houses of Ephraim and those of Gath are vain, because they neither endure honoring God, but instead offer worship to carved images, and because they have thought only of the flesh, and, being attached to earthly things, they made no account of virtue. Then, in the midst of this, the blessed Prophet, as it were, laments and almost claps his hands, coming to the understanding of the things that have been done in Samaria at various times. He reflects on the arrogance of the kings, and that the impieties of Israel have become the unholy deeds of their perversity. For the heifers and the precincts of the other idols were their inventions. And they have not ceased, by every means, to provoke the Creator.
ἀσχάλλων δὴ οὖν ὁ Προφήτης Εἰς κενά φησιν ἐγένετο τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ, ἕως τοὺς κληρονό- μους ἀγάγωσιν. ὅμοιον ὡς εἰ λέγοι Τῶν εἰς ματαιότητα σπουδασμάτων οὐ κατέληξαν οἱ βασιλεῖς, ἄχρις ἂν εἰς τοῦτο πεπτώκασιν ἀθλιότητος, ὡς ἑτέρων γενέσθαι κλῆρον τὸν ἐκνεμηθέντα αὐτοῖς παρὰ Θεοῦ. ὅτι δὲ ἔμελλον Ἀσσύριοι τῆς Ἰουδαίων ἁπάσης κατάρξαι γῆς, δέχεται δύο πόλεις ἐν
ἐσχατιαῖς τῆς ὅλης χώρας κειμένας, τήν τε Λάχιν φημὶ καὶ τὴν Ὀδολὰμ, ἃς ᾠκοδόμησε Ῥοβοὰμ, καί φησι Κατοι-κοῦσα Λάχις κληρονομία ἕως Ὀδολὰμ ἥξει. κληρονομήσει γὰρ τὴν Λάχις καίτοι καλῶς σφόδρα τετειχισμένην· τοῦτο γὰρ τὸ κατοικεῖν ἐστι· παρατείνει δὲ, φησὶ, καὶ ἕως τῆς Ὀδολάμ. Οὐκοῦν εἰ μὲν ἕλοιτό τις σοφὸς εἶναι καὶ εὐήνιος καὶ τοῖς θείοις νεύμασιν ἀντιτάττεσθαι μισῶν, ἐν μακραῖς εὐημερίαις ἔσται, καὶ ἐν καλῷ τῶν ἰδίων κείσεται κλήρων· ἔσται γὰρ ἐλπίδος ἐπίμεστος ἀγαθῆς καὶ συναναλάμψει τοῖς ἁγίοις κατὰ καιρούς· εἰ δὲ δὴ φαίνοιτο τραχὺς καὶ δυσάγωγος καὶ τοῖς θείοις οὐκ εἴκων νόμοις, ἐξωσθήσεται πάντως τῆς τῶν ἁγίων ἐλπίδος καὶ ἀπολέσει κλῆρον τὸν παρὰ Θεῷ, ἔσται δὲ καὶ κλῆρος ἐχθρῶν αὐτοῦ, κατά τοι τὸ ἐν ψαλμοῖς ᾀδόμενον περί τινων "Μερίδες ἀλωπέκων ἔσονται," τουτέστι δυνάμεων πονηρῶν μέριδα καὶ πανούργων καὶ κακεντρεχῶν.
The Prophet, being greatly distressed, says: "In vain did the kings of Israel act, until they bring the heirs." It is as if he were saying: The kings did not cease from their vain efforts, until they fell into such a state of misery as to become the inheritance of others for the portion allotted to them by God. And that the Assyrians were destined to rule over the entire land of the Jews, he accepts two cities lying at the extremities of the whole country—I mean Lachish and Odollam, which Rehoboam built—and says: "Lachish, which is inhabited, will be an inheritance reaching as far as Odollam." For it will inherit Lachish, although it is very well fortified; for this is what "inhabited" means; and it extends, he says, even to Odollam. Therefore, if one should choose to be wise and docile and to hate opposing the divine decrees, he will be in long-lasting prosperity and will rest well in his own inheritance; for he will be full of good hope and will shine together with the saints at the appointed times. But if he should appear harsh and intractable and not yielding to the divine laws, he will be entirely cast out from the hope of the saints and will lose his inheritance before God, and he will also become the inheritance of his enemies, according to what is sung in the Psalms concerning some: "They will be portions for foxes," that is, a portion for evil, crafty, and malicious powers.
Ἡ δόξα τῆς θυγατρὸς Ἰσραὴλ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.9 Ὅμοιον ὡς εἰ λέγοι πάλιν Ὦ τρισμακαρία ποτὲ θύγατερ Ἱερουσαλὴμ, ἡ λίαν εὐκλεεστάτην καὶ περιφανῆ λαχοῦσα τὴν δόξαν, Ἱερουσαλὴμ ἤτοι Σαμάρεια, οἴχεταί σου τὰ τέκνα τὰ τρυφερὰ, καὶ διόλωλεν ἡ πάλαι σπαταλῶσα πληθὺς, ἡ λαμπρά τε καὶ ἁβροδίαιτος, ἡ καθεύδουσα μὲν "̓Επὶ κλινῶν ἐλεφαντίνων, κατασπαταλῶσα δὲ καὶ ἐν ταῖς "στρωμναῖς αὐτῆς· ἡ ἔσθουσα μὲν ἐρίφους ἐκ ποιμνίων "καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· ἡ ἐπικρο- "τοῦσα πρὸς τὴν φωνὴν τῶν ὀργάνων· ἡ ὡς ἑστῶτα "αὐτὰ λογισαμένη καὶ οὐχ ὡς φεύγοντα· ἡ τὸν διυλισ- "μένον οἶνον πίνουσα καὶ τὰ πρῶτα μῦρα χριομένη·" ἀπαμφίεσαι δὴ οὖν ὦ θύγατερ Ἱερουσαλὴμ, τουτέστιν ἀπόθου τὴν δόξαν καὶ γυμνὴ τῆς ἀρχαίας ἐκείνης εὐημε- ρίας ἀναδεδειγμένη· εἶτα πλατὺ καὶ ἀσύνηθες κατοιμώζουσα καὶ τὰς ἀετῶν βαρυθυμίας ἀπομιμεῖσθαι σπουδάζουσα· θρήνησόν σου τὰ τέκνα, καὶ γὰρ αἰχμάλωτοι βαδιοῦνται, χήρα δὲ ἔσῃ καὶ μεμονωμένη. φασὶ δὲ οἱ ταῦτα σοφοὶ καὶ πτηνῶν ὡς ἔνι μάλιστα περιεργαζόμενοι τὰς φύσεις, φιλότεκνόν τι χρῆμα τὸν ἀετόν· κατολοφύρεσθαι δὲ δεινῶς ἐκπεπτωκότων αὐτῷ τῆς καλιᾶς τῶν νεοττῶν, ἤγουν ὑπό του σεσυλημένων.
The glory of the daughter of Israel is to shave and cut your hair for your tender children, to widen your widowhood like an eagle, because they have been taken captive from you. It is as if he were saying again: O thrice-blessed daughter of Jerusalem, who once obtained a most glorious and renowned glory, Jerusalem or Samaria, your tender children are gone, and the multitude that once luxuriated has perished, the splendid and delicate, who slept "on ivory couches, and reveled in their coverlets; who ate kids from the flocks and suckling calves from the midst of the herds; who clapped to the sound of instruments; who considered them as standing and not as fleeing; who drank strained wine and anointed themselves with the finest unguents." Strip yourself, then, O daughter of Jerusalem, that is, put aside your glory and be shown naked of that ancient prosperity; then, lamenting widely and unusually, and striving to imitate the heavy-heartedness of eagles, mourn your children, for they will go as captives, and you will be a widow and bereft. And those wise in these matters, who study the natures of birds as much as possible, say that the eagle is a creature fond of its young, and that it laments terribly when its nestlings have fallen from its nest, that is, have been stolen by someone.
ὅτι δὲ τῶν εἰς φιλοπαιδίαν ἠθῶν οὐκ ἂν ἀμοιρήσειε τὸ πτηνὸν, ἀναπείσει λέγων καὶ ὁ θεσπέσιος Μωυσῆς περί τε Θεοῦ καὶ τῶν ἐξ αἵματος Ἰσραήλ "Ὡς"ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς "αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐ- "τοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ." ὁρᾷς ὅπως ἐπιποθεῖν ἔφην τὸν ἀετὸν ἐπὶ τοῖς ἰδίοις νεοττοῖς, καὶ πτερύγων εἴσω ποιεῖσθαι φιλεῖν, ὡς ἐκ πολλῆς ἀγάπης κατασκιάζοντα τὸ τεχθέν. ἐμπλάτυνον δὴ οὖν τὴν χηρείαν σου φησὶν ὡς ἀετός. Ἐπιφωνήσειε δ' ἄν τις καὶ τοῦτο εἰκότως οὐχὶ μόνοις τοῖς ἀρχαιοτέροις τῶν Ἰουδαίων δήμοις, ἀλλὰ γὰρ καὶ τοῖς ἐν καιρῷ γεγονόσι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ὅτε καὶ σταυρῷ παραδόντες αὐτὸν δειναῖς καὶ ἀφύκτοις περι- πεπτώκασι συμφοραῖς· διεσπάρησαν δὲ καὶ εἰς πάντα ἄνεμον, οἱονείπως ἑτέρῳ τρόπῳ τοὺς τῆς αἰχμαλωσίας ὑπομένοντες πόνους.
Ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ ἦραν πρὸς τὸν Θεὸν τὰς χεῖρας αὐτῶν· καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρ- παζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.9 Ὅτε μακροὺς περὶ τῆς τινῶν τιμωρίας ποιεῖται λόγους ὁ τῶν ὅλων Θεὸς, ἵνα μή τις εἶναι νομίζηται σκληρὸς ἢ βαρύ- μηνις, δίκαιος δὲ μᾶλλον Κριτὴς κατὰ τὰ ἑκάστου πταίσματα ταλαντεύων ὀρθῶς, καὶ τοῖς πλημμελοῦσιν ἀποδιδοὺς κατὰ τὰ ἔργα αὐτῶν, παρατίθησιν εὐθὺς τὰ ἐγκλήματα, καὶ τῆς ἀσεβείας αὐτῶν ἀπογυμνοῖ τὸ μέγεθος·
That the bird would not be lacking in the habits of love for children, the inspired Moses will persuade us by speaking concerning God and those of the blood of Israel: "As an eagle covers its own nest and yearned for its young, it spread its wings, received them, and took them up on its back." Do you see how I said that the eagle yearns for its own nestlings, and loves to take them under its wings, as if from great love overshadowing its offspring? "Widen your widowhood, then," he says, "like an eagle." And one might fittingly add this not only to the ancient Jewish peoples, but also to those who lived at the time of our Savior's advent, when, having handed him over to the cross, they fell into terrible and inescapable misfortunes; and they were scattered to every wind, as it were in another way enduring the pains of captivity.
They became men who devised troubles and worked evils in their beds, and at daybreak they completed them, because they did not raise their hands to God; and they coveted fields, and plundered orphans, and oppressed households, and plundered a man and his house, a man and his inheritance. When the God of all makes long speeches about the punishment of certain persons, lest he be thought harsh or wrathful, but rather a just Judge rightly weighing according to each one's faults, and giving back to the offenders according to their deeds, he immediately sets forth the charges and lays bare the magnitude of their impiety.
γεγόνασι τοίνυν φησὶ πονηροὶ τοὺς τρόπους καὶ εἰς τοῦτο σκαιότητος ἀφι- γμένοι λοιπὸν ὡς βουλεύεσθαι μὲν ἐν νυκτὶ καὶ σχολῆς ἔργον ποιεῖσθαι κόπους, τουτέστι τὰς κατά τινων συντι- θέναι
συντριβὰς, καὶ ἐργάζεσθαι κακὰ, τουτέστι πάλιν αἰτίας σκέπτεσθαι πληροῦν καὶ δύνασθαι κακοῦν τοὺς ἀσθενεσ- τέρους. εἶτα δέον μεταβουλεύεσθαι καὶ δρᾶν ἑλέσθαι τὸ ἄμεινον, οὐδένα ταῖς ἑαυτῶν σκέψεσιν ἐνδιδόντες καιρὸν, ἅμα τῇ ἕω πρὸς πέρας ἦγον τὸ δοκοῦν, καίτοι δέον ἀνατεῖναι μᾶλλον τὰς χεῖρας πρὸς Θεὸν, ὡς ἑωθινῆς θυσίας ἀναφε- ρομένης κατὰ τὸν νόμον. ἦσαν δὲ αὐτοῖς ἐκεῖ τὰ ἐν νυκτὶ βουλεύματα καὶ ἡ σχολαία διάσκεψις, ἀγρῶν ἀλλοτρίων ἐπιθυμίαι, οἴκων ἀνατροπαὶ, καταδυναστεῖαι καὶ πλεονεξίαι, ἀνδρός τε καὶ κλήρου διαρπαγαί. ταύτῃτοι δικαίως ἐξεπέμ- φθησαν ὡς οἶκοι μάταιοι, καὶ τὰ ἁνδάνοντα Θεῷ φρονεῖν οὐκ εἰδότες.
Ἄμεινον οὖν ἄρα καὶ ἀσυγκρίτως κατευμεγεθεῖν τῶν τοιούτων, καὶ φαυλότητος μὲν ἁπάσης ἀποφοιτᾶν, πλεο- νεξίαν δὲ ῥιπτοῦντας ὡς ἀπωτάτω, καὶ τῶν περιττῶν οὐκ ἐφιεμένους, διατροφὰς ζητεῖν καὶ σκεπάσματα, καὶ ὅσα τοῖς σώφροσιν ἀπόχρη πρὸς τὸ βιοῦν. "Οἱ γὰρ βουλό- "μενοι πλουτεῖν ἐμπίπτουσιν εἰς ἐπιθυμίας πολλὰς καὶ "ἀνοήτους καὶ βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώ- "πους εἰς ὄλεθρον καὶ ἀπώλειαν." ἐπιζήμιον δὲ πρὸς τούτῳ καὶ τὰς ἐν νυκτὶ σχολὰς τοῖς εἰς ἁμαρτίαν σκέμμασι δαπα- νᾶν·
They have therefore become, he says, wicked in their ways and have arrived at such a point of perversity that they now plot by night and make a business of their labors in leisure, that is, they contrive schemes against some, and work evils, that is, again, they consider causes to fulfill and are able to harm the weaker. Then, although it was necessary to change their plans and choose to do what is better, they allow no time for their own deliberations, but at dawn they bring to completion what seemed good, even though it was necessary rather to raise their hands to God, as the morning sacrifice is offered according to the law. Their nocturnal plots and leisurely deliberations were these: desires for others' fields, overturning of houses, oppressions and greed, and plunder of a man and his lot. These were justly sent forth as vain houses, not knowing how to think what is pleasing to God.
It is better, therefore, and incomparably more advantageous to be superior to such things, to depart from all baseness, to cast off greed as far as possible, and, not aiming at superfluities, to seek sustenance and shelter, and whatever suffices for the temperate to live. "For those who wish to become rich fall into many desires, both foolish and harmful, which sink men into ruin and destruction." It is also harmful, in addition to this, to spend the leisure of the nights on sinful schemes.
καλὸν δὲ ζηλοῦν τὸν μακάριον Ψαλμῳδὸν πρὸς τὸν τῶν ὅλων λέγοντα Θεόν "Μεσονύκτιον ἐξεγειρόμην τοῦ "ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου." καὶ πάλιν "Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, ἐδίψησέ "σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου." καὶ πάλιν "Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις "ἐμελέτων εἰς σέ." Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακὰ, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν.9 Ἐπειδὴ γὰρ αὐτοὶ κόπους ἐλογίζοντο, καὶ εἰργάζοντο κακά τισι, τὸ πρὸς Θεὸν αἴρειν τὰς χεῖρας ὡς ἀκερδὲς καὶ ἀνόνητον παρωθούμενοι, ταύτῃτοι κἀγὼ, φησὶ, κατὰ πάσης τοιαύτης φυλῆς λογιοῦμαι κακὰ, τουτέστι, διασκέψομαι τὰ ἐφ' οἷς ἂν εἶεν κακοῖς, ἤγουν ἀνιάτοις συμφοραῖς· ἔσεσθαι δὲ οὕτω φησὶ δύσοιστά τε καὶ φορτικὰ τὰ ἐπενεχθησόμενα, ὡς ἐν ἴσῳ γενέσθαι τοῖς κεκυφόσι τοὺς πεπονθότας, καὶ τρόπον τινὰ κατακαμφθήσεσθαι, δεινῶς καὶ ἀφορήτως κατηχθισ- μένους. καιρὸς γὰρ ἔσται φησὶ πονηρὸς, καθ' ὃν ἂν αὐτοῖς τὰ ἐξ ὀργῆς ἐπαρτήσειε. καὶ τοῦτο οἶμαί ἐστι τὸ ὑπό του σοφῶς ὑμνούμενον "Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ." ἀλλ' ὅ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς οὕτω κατη- χθισμένους πρὸς ἀπόθεσιν τῶν ἐπηρτημένων αὐτοῖς ἐκάλει λέγων "Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορ- "τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." ἀλλ' οἱ μὲν τῇ πίστει τὸν κεκληκότα τιμήσαντες, ἀπεσείσαντο τὸ φορτίον·
It is good to emulate the blessed Psalmist, who says to the God of all: "At midnight I arose to confess to you the judgments of your righteousness." And again: "My God, my God, I rise early for you; my soul thirsts for you, how many times my flesh for you." And again: "If I remembered you upon my bed, in the mornings I meditated on you." Therefore, thus says the Lord: Behold, I devise evils against this tribe, from which you will not lift your necks, and you will not suddenly walk upright, because it is a wicked time. For since they themselves devised labors and worked evils against some, thrusting aside as profitless and useless the raising of hands to God, therefore I also, he says, will devise evils against every such tribe, that is, I will consider the evils, that is, incurable calamities, by which they might be afflicted; and he says that the things to be brought upon them will be so hard to bear and burdensome that those who suffer will be in the same state as those who are bent over, and will in a way be bowed down, being grievously and unbearably weighed down. For there will be, he says, a wicked time, in which the things from wrath will hang over them. And this, I think, is what is wisely sung: "Because my iniquities have overtopped my head, they have weighed heavily upon me like a heavy burden." But our Lord Jesus Christ called those thus weighed down to put aside the things hanging over them, saying: "Come to me, all who labor and are burdened, and I will give you rest." But those who honored the caller with faith shook off the burden.
ἀπο- μεμενήκασι δὲ κάμνοντες καὶ πεπιεσμένοι, καὶ σφόδρα εἰκό- τως, οἱ ταῖς ἀπειθείαις λελυπηκότες γραμματεῖς τε καὶ Φαρισαῖοι, καὶ ἡ σὺν αὐτοῖς ἑτέρα πληθὺς, οἳ καὶ οὐκ ἂν δύναιντο βαδίζειν ὀρθοί. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαυεὶδ, ἀνακεκράγει πρὸς Θεόν "Σκοτισθήτωσαν οἱ ὀφ- "θαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν "διὰ παντὸς σύγκαμψον·" ἵνα τὰ ἄνω μὴ βλέποντες, μήτε μὴν ἀνακουφίζειν ἰσχύοντες τῆς διανοίας τὸν ὀφθαλμὸν πρὸς τὴν τῶν ἁγίων ἐλπίδα καὶ τὴν ἐν τοῖς οὐρανοῖς καλλίπολιν, πρὸς μόνα βλέπωσι τὰ ἐπὶ τῆς γῆς, μονονουχὶ κεκυφότες καὶ τοῖς προσκαίροις καὶ σαρκικοῖς τὸν ὑβριστὴν καὶ μισόθεον ἐνερείδοντες νοῦν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ' ὑμᾶς παραβολὴ, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων Ταλαιπωρίᾳ ἐταλαι- πωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι.9 Δύο κατὰ ταυτὸν συμβήσεσθαι λέγει, παραβολήν τε καὶ θρῆνον. καὶ ἡ μὲν παραβολὴ σημαίνειν ἔοικε τὸ οἱονείπως ἐν στόματι πάντων τὸν ἐπ' αὐτοῖς, ἤτοι περὶ αὐτῶν, γενέσθαι λόγον· μνημονεύεται γὰρ ἀεὶ καὶ τὰ ἐξαίσια τῶν κακῶν, καὶ τῶν τοιούτων ἡ φήμη πόλεις τε καὶ χώρας ἐπιφοιτᾷ, καὶ μέχρι τερμάτων τῆς ὅλης διάττει γῆς. ὁ θρῆνος δέ γε τὸ
They remained weary and oppressed, and very naturally so, the scribes and Pharisees who had grieved by their disobediences, and the other multitude with them, who could not walk upright. And knowing this, the divine David cried out to God: "Let their eyes be darkened so that they do not see, and bend their back always," so that, not looking upward, nor being able to lift the eye of their mind toward the hope of the saints and the beautiful city in the heavens, they look only at things on the ground, bent over, as it were, and fixing their insolent and God-hating mind on the temporary and fleshly. On that day a parable will be taken up against you, and a lament will be sung in a melody saying: "We have suffered misery; the portion of my people was measured with a rope, and there was no one to prevent him from turning back." He says that two things will happen at the same time: a parable and a lament. The parable seems to signify that, as it were, a word about them or concerning them will be on everyone's lips; for extraordinary evils are always remembered, and the report of such things visits cities and countries and darts to the ends of the whole earth. The lament, however,
δάκρυον καὶ τὰς ἐπ' αὐτοῖς οἰμωγὰς, ἃς ἂν ἕτεροι ποιοῖντο τυχὸν, ἤγουν αὐτοὶ κατὰ σφᾶς αὐτοὺς τὰ οἰκεῖα κλαίοντες πάθη. τοιγάρτοι φησί Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν. καὶ τίς ἂν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, διατρανοῖ λέγων Μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ἀποστρέψαι. ὁ κλῆρος, φησὶν, ὁ ἐκνεμηθεὶς τῷ ἐμῷ καὶ ἠγαπημένῳ λαῷ· δῆλον δὲ ὅτι τῷ Ἰσραήλ· μεμέ- τρηται παρ' ἐχθρῶν, τουτέστι, δασμοῖς καὶ τέλεσιν ὑπενήνεκται. τὸ γὰρ μετρούμενον ὑπὸ φόρον ἐστι καὶ τέλη. εἶτα τούτου γεγονότος καὶ παρ' ἐλπίδα συμβεβηκότος, οὐκ ἦν ὁ κωλύσων. ποῦ δὴ οὖν ἄρα, φησὶν, αἱ δαμάλεις, ὁ Χαμὼς, ὁ Δαγὼν, ὁ Βεελφεγὼρ, ὁ Βάαλ, καὶ τὰ ἐν τοῖς τεμένεσι τῆς Σαμαρείας πολυειδῆ χειρόκμητα; σεσιγήκασιν, οὐκ ἀντετάξαντο τοῖς μεριζομένοις· οὐ βεβοηθήκασι τοῖς ἰδίοις προσκυνηταῖς· οὐκ ἐπήγαγον ὀργὴν τοῖς μετροῦσι τὴν γῆν. τοιοῦτόν τι φησὶ καὶ διὰ φωνῆς Ἱερεμίου περὶ τῶν ἐξ Ἰσ-ραήλ "Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν Ἀνάστα "καὶ σῶσον ἡμᾶς. καὶ ποῦ εἰσὶν οἱ θεοί σου οὓς ἐποίησας "σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσί σε ἐν καιρῷ τῆς "κακώσεώς σου;" ἀλλὰ πῶς ἂν ἑτέρους ἐκσώσειαν, οἳ πάθοιεν ἂν εὐκόλως πᾶν ὅσον τις ἕλοιτο δρᾶν; εἰσὶ γάρ εἰσιν "ἔργα χειρῶν ἀνθρώπων, ἀργύριον καὶ χρυσίον," καὶ λίθος καὶ ξύλα, κωφὴ καὶ ἀναίσθητος ὕλη. ψαλλέτω δὴ οὖν ὁ θεσπέσιος Δαυείδ "Ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ "ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς." Οἱ ἀγροὶ ὑμῶν διεμετρήθησαν· διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ.9 Φανερὰν ποιεῖται τῶν εἰρημένων τὴν δύναμιν.
tear and the lamentations over them, which others might perhaps make, that is, they themselves weeping over their own sufferings. Therefore he says, "We have endured misery." And the manner of the misery is made clear when he says, "The portion of my people was measured out with a rope, and there was no one to prevent them from turning back." The lot, he says, that was assigned to my beloved people—clearly Israel—has been measured out by enemies, that is, subjected to tributes and taxes. For what is measured is under tribute and taxes. Then, when this happened and contrary to expectation, there was no one to prevent it. So where, then, he says, are the heifers, Chemosh, Dagon, Beelphegor, Baal, and the many hand-made idols in the precincts of Samaria? They have fallen silent; they did not oppose those who were dividing; they did not help their own worshipers; they did not bring wrath upon those measuring the land. Something similar is said through the voice of Jeremiah concerning those from Israel: "And in the time of their troubles they will say, 'Rise up and save us. And where are your gods which you made for yourself? Will they rise up and save you in the time of your distress?'" But how could they save others, when they would easily suffer whatever one might choose to do to them? For they are indeed "works of human hands, silver and gold," and stone and wood, mute and senseless matter. So let the inspired David sing, "May all who make them and all who trust in them become like them." Your fields have been measured out; therefore you will have no one casting a rope in the lot. He makes clear the meaning of what has been said.
ἀπόκληροι γὰρ γεγόνατέ φησι, καὶ μεμέτρηται μὲν τὰ ὑμῶν ἑτέροις, σοὶ δὲ οὐκ ἔξεστι καταμετρεῖν τὰ σά. πεπονθότας δὲ τοῦτο κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν καὶ τοὺς ἀλαζόνας εὑρήσομεν Ἰουδαίους. ἐμπαροινήσαντες γὰρ τῷ Χριστῷ τῶν ἐκνεμη- θέντων αὐτοῖς ἀπώλισθον κλήρων. ἦν μὲν γὰρ πρωτότοκος, καὶ αὐτῶν εἶναί φησι τὰς ἐπαγγελίας ὁ σοφώτατος Παῦλος, αὐτῶν τοὺς πατέρας, καὶ ἐξ αὐτῶν τὸ κατὰ σάρκα Χριστόν. ἐκπέπτωκε δὲ τῆς ἐλπίδος καὶ τῆς εἰς τοῦτο πάσης εὐκλείας· εἰσέφρησε δὲ τῶν ἐθνῶν ἡ πληθὺς καὶ εἰς τὸν ἐκείνων ἀν- τανέβη κλῆρον· αὐτῶν γὰρ γεγόνασιν αἱ ἐπαγγελίαι, αὐ- τῶν ὁ Χριστὸς, αὐτῶν οἱ πατέρες· τέκνα χρηματίζουσιν Ἁβραὰμ, κατακολουθοῦντες "τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ "πίστεως" αὐτοῦ· "Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσ-"ραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα, ἀλλὰ "τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα." τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰωάννης τὴν τῶν Ἰουδαίων ὀφρῦν καὶ τὸ ἱκανὸν φύσημα καταφέρων "Ποιήσατε οὖν καρποὺς "ἀξίους τῆς μετανοίας, φησὶ, καὶ μὴ δόξητε λέγειν ἐν "ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν Ἁβραάμ· λέγω γὰρ "ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι "τέκνα τῷ Ἁβραάμ." οὐκοῦν ἀποπέπτωκε μὲν τῆς κληρονομίας ὁ ἀπόπληκτος Ἰσραὴλ, ἀντανέφυ δὲ ὥσπερ ἡ ἐξ ἐθνῶν ἀγέλη, καὶ αὐτοῖς ὁ Χριστὸς τῶν ἄνωθεν ἀγαθῶν τὸν εὐκλεᾶ τε καὶ ἀξιόληπτον ἀπονέμει κλῆρον.
You have become disinherited," he says, "and your portions have been measured out to others, but it is not permitted for you to measure out your own." We will find that the boastful Jews suffered this at the time of the advent. For having insulted Christ, they slipped away from the allotments that had been assigned to them. For the most wise Paul says that he was the firstborn, and that the promises belong to them, the fathers belong to them, and Christ according to the flesh is from them. But he has fallen from the hope and from all the glory in this; the multitude of the nations has crept in and ascended to their allotment. For the promises have become theirs, Christ is theirs, the fathers are theirs; they are called children of Abraham, following "in the footsteps of his faith in circumcision." "For not all who are from Israel are Israel, nor because they are the seed of Abraham are they all children, but the children of the promise, these are reckoned as seed." Therefore also the divine John, bringing down the pride and the great swelling of the Jews, says, "Therefore produce fruits worthy of repentance, and do not think to say among yourselves that we have Abraham as father; for I tell you that God can raise up children for Abraham from these stones." So the stricken Israel has fallen away from the inheritance, while the flock from the nations has grown up in its place, and Christ assigns to them the glorious and desirable allotment of the good things from above.
συμπολῖται γὰρ γεγόνασι τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, σύσσωμοί τε τοῦ Χριστοῦ, καὶ τῇ πρὸς αὐτὸν ἑνότητι διὰ Πνεύματος ἐκ- λελαμπρυσμένοι, τὸν πολύευκτον ἀληθῶς διαζήσονται βίον, ἐν ὁσιότητί τε καὶ ἁγιασμῷ καὶ ἀφθαρσίᾳ. Ἐν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσιν, μηδὲ δακρυέτωσαν ἐπὶ τούτῳ οἱ ὀφθαλμοὶ ὑμῶν· οὐ γὰρ ἀπώσεται ὀνείδη ὁ λέγων Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστίν;9 Ἆρ' οὖν ἀπείργει τοῦ μετανοεῖν ἑλέσθαι τὸν Ἰσραήλ; ἀνακόπτει δὲ, εἰπέ μοι, τὴν ἐπ' αὐτοῖς ἡμερότητα Θεὸς, κἂν εἰ βούλοιντο μαθεῖν τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα, καὶ δρᾶν ἤδη πως τὸ ἁνδάνον αὐτῷ; οὐ τοῦτό φησιν. ἀλλ' ἔθος τισὶν, εἰ ὑπό του τυχὸν τῶν σοφῶν πεπλημμεληκότες ἐλέγχοιντο, τὸν τῆς μεταγνώσεως τρόπον μέχρι μόνου τοῦ δακρύσαι μετρεῖν, καὶ ὁμολογεῖν μὲν τὴν ἁμαρτίαν, τούτῳ τε καὶ μόνῳ ζητεῖν τὴν ἄφεσιν· οὐ μὴν ἔτι καὶ τῶν προκει- μένων αὐτοῖς καταλήγειν κακῶν.
τοῦτό τινες ἔδρων τῶν ἐξ Ἰσραὴλ, ὡς μηδὲ αὐτῶν ἔσθ' ὅτε φείδεσθαι τῶν ἀμφίων. ἀλλὰ τί φησιν ὁ εἰς καρδίαν ὁρῶν καὶ νεφρούς; "Ἐπιστρέ- "ψατε πρὸς μὲ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ "ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαῤῥήξατε τὰς καρδίας "ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν." ὅτι τοίνυν ψιλὸν ἐξ ὀμμάτων καταχέοντες δάκρυον, καὶ χρηστοεπεῖν ὑποκρινό- μενοι, τῶν γεμὴν ἰδίων οὐ καταλήγοντες θελημάτων, οὐκ ἂν εὐμενῆ καὶ πρᾶον ἐφ' ἑαυτοῖς καταστήσειαν τὸν Κριτὴν, ἐκδιδάσκει λέγων Ἐν ἐκκλησίᾳ Κυρίου μὴ κλαίετε δάκρυσι. μὴ ποιεῖτέ φησι πένθους οἶκον τὸν θεῖον ναόν·
They have become fellow citizens of the saints, and intimates of God, and of the same body as Christ, and are resplendent through their union with him by the Spirit; they will truly live a life much to be prayed for, in holiness and sanctity and incorruption. "In the church of the Lord do not weep tears, nor let your eyes weep over this; for will not the one who says 'The house of Jacob has provoked the Spirit of the Lord' reject reproaches, if these are his practices?" Does he then prevent Israel from choosing to repent? Does he, tell me, cut off God's gentleness toward them, even if they should wish to learn what is most becoming to them, and to do what is pleasing to him? He does not say this. But it is a custom with some, if they happen to be reproved for offenses by any of the wise, to measure the manner of repentance only by weeping, and to confess the sin, and to seek forgiveness by this and this alone, but not also to cease from the evils that lie before them.
Some of the Israelites did this, so that they did not even spare their garments at times. But what does the one who sees into the heart and kidneys say? "Return to me with your whole heart, in fasting and in weeping and in lamentation, and rend your hearts, not your garments." Therefore, that by pouring forth a mere tear from the eyes, and pretending to speak fair words, while not ceasing from their own wills, they would not render the Judge kindly and gentle toward themselves, he teaches by saying, "In the church of the Lord do not weep tears." Do not, he says, make the divine temple a house of mourning.
μηδὲ ἐπὶ τούτῳ δακρύετε, ὥστε δοκεῖν ἐν οἴκῳ μόνον κλαῦσαι Θεοῦ· ἀνόνητον γὰρ τὸ τοιόνδε παντελῶς· μήτε μὴν ἐκεῖνο λε- γόντων τινές Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου. ἀπο- τρίψαιτο γὰρ ἂν ἥκιστά γε τοὺς ἐφ' οἷς πεπλημμέληκεν ὀνειδισμοὺς, κἂν εἰ ἕλοιτό τις ταῖς οὕτω χρησταῖς ἀποκεχρῆσθαι φωναῖς. Εἰ ταῦτά ἐστι τὰ ἐπιτηδεύματα αὐτοῦ; καὶ ποῖα δὴ ταῦτα, φησίν· "Ἐγένοντο λογιζόμενοι κόπους, "καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν, καὶ ἅμα τῇ "ἡμέρᾳ συνετέλουν αὐτὰ, καὶ οὐκ ἦραν πρὸς τὸν Κύριον "τὰς χεῖρας αὐτῶν· καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον "ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα "καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ." οὐκοῦν εἰ τοιάδε, φησὶν, εἶεν αὐτοῦ τὰ ἐπιτηδεύματα, πῶς ἂν διακρούσαιτο τὰ ὀνείδη, ψιλὸν καταχέων δάκρυον, ὁμολο- γῶν τε καὶ λέγων Οἶκος Ἰακὼβ παρώργισε Πνεῦμα Κυρίου; Χρὴ δὴ οὖν ἄρα μετανοεῖν ᾑρημένους ἀπαλλάττεσθαι μὲν τῶν εἰς φαυλότητα ἐγκλημάτων, δακρύειν δὲ οὕτω καὶ ἐξ- ομολογεῖσθαι Θεῷ, τετιμηκότας ἤδη τὸ ἀγαθουργεῖν. ὁ γὰρ Θεὸς οὐχ ἁπλῶς εἰς δάκρυον, οὐδὲ εἰς χρηστοὺς ἐμβλέψεται λόγους, ἀλλ' εἰς ἤθη καὶ τρόπους. ὀνησιφόρον δὲ τότε δὴ τότε τὸ κλαίειν ἔσται, φησὶ, τισὶν, ὅταν φαίνωνται τῆς ἀγα- θουργίας οἱ τρόποι τῇ τῆς φαυλότητος ἀνατροπῇ συνεισθέον- τες. ἀναιρουμένης γὰρ ἐν ἡμῖν τῆς ἁμαρτίας, ἡ τῆς ἀρετῆς παρειστρέχει γένεσις. Οὐχ οἱ λόγοι αὐτοῦ εἰσὶ καλοὶ μετ' αὐτοῦ, καὶ ὀρθοὶ πεπόρευνται;
Do not weep over this either, so as to think you have merely wept in the house of God; for such a thing is entirely useless. Nor let anyone say that, "The house of Jacob has provoked the Spirit of the Lord." For he would least of all wipe away the reproaches for the things in which he has offended, even if one should choose to make use of such favorable utterances. "Are these his practices? And what indeed are these?" he says. "They became men devising troubles, and working evils in their beds, and at the same time as the day they completed them, and they did not raise their hands to the Lord; and they coveted fields, and plundered orphans, and oppressed households, and plundered a man and his house, a man and his inheritance." Therefore, if such, he says, were his practices, how would he ward off the reproaches, pouring forth a mere tear, confessing and saying, "The house of Jacob has provoked the Spirit of the Lord"? So then, it is necessary that those who have chosen to repent should both be released from charges of baseness, and weep thus and confess to God, having already honored doing good. For God will not look simply at a tear, nor at favorable words, but at habits and ways. Then, indeed, then, he says, weeping will be beneficial for some, when the ways of doing good appear to coincide with the overthrow of baseness. For when sin is destroyed in us, the birth of virtue rushes in. "Are not his words with him good and upright?
καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη κατέναντι τῆς εἰρήνης αὐτοῦ.9 Καταιτιᾶται δὴ πάλιν ὡς εἰωθότας μὲν ἀριστοεπεῖν, ἀσύμβατον δὲ τοῖς λόγοις τὴν διάνοιαν ἔχοντας. ὀρθοὶ μὲν γὰρ, φησὶν, οἱ παρ' αὐτοῖς γίνονται λόγοι, καλοὶ δὲ λίαν· ὁμολογοῦσι γὰρ τὰ ἐγκλήματα, χρηστόν τε καὶ ἀγαθὸν ὀνομάζουσι τὸν Θεὸν, καὶ κατειρωνεύονται πολυτρόπως, ἔρ- γοις γεμὴν αὐτὸν παροτρύνοντες οὐ διαλελοίπασιν. ἴδοι δ' ἄν τις αὐτοὺς ἑαυτοῖς γεγονότας ἐχθροὺς, καὶ τὴν σφῶν αὐτῶν ἀποσοβοῦντας εἰρήνην. αὐτὸς γὰρ ὁ λαός μου ἀντι- κατέστη φησὶν ὡς ἐχθρὸς τῇ ἑαυτοῦ εἰρήνῃ. ἐξὸν γὰρ αὐτοὺς ἐν εὐπαθείαις εἶναι καὶ τρυφαῖς καὶ ἐν βεβαίῳ τῆς δόξης καὶ ἐρηρεισμένην ἔχειν τὴν εὐθυμίαν, εἰ τετίμηται Θεὸς, ἐθελοντὶ κατώλισθον εἰς ἀπόστασιν. ταύτῃτοι καὶ τὸ ἐν εἰρήνῃ διατελεῖν ἀποβεβληκότες, αὐτόκλητον ὥσπερ ταῖς σφῶν αὐτῶν κεφαλαῖς ἐπεγείρουσι πόλεμον. ὅτι δὲ οὐχὶ πάντως ἀκερδὲς τὸ χρηστοεπεῖν πρὸς Θεὸν τοὺς ἡμαρτηκότας, ἤγουν εἰ ἕλοιτό τις τοῖς ἰδίοις πταίσμασιν ἐπερυθριᾶν, ἐξ αὐτῆς ἀποδείξομεν τῆς θεοπνεύστου γραφῆς. γέγραπται γὰρ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων περὶ τοῦ Ῥοβοάμ "Καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ῥοβοὰμ καὶ ὡς "κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς Κυρίου, καὶ πᾶς "̓Ισραὴλ μετ' αὐτοῦ." εἶτα Σουσακεὶμ ὁ τῶν Αἰγυπτίων τύραννος κατὰ τῶν Ἱεροσολύμων ὡπλίζετο, καὶ πανστρατιᾷ τῆς οἰκείας ἐξέθει γῆς.
And before, my people stood in hostility against his own peace. He again accuses them, as they are accustomed to speak well, but have a mind incompatible with their words. For their words, he says, are upright and very good; they confess the charges, call God kind and good, and mock him in many ways, yet they have not ceased to provoke him by their deeds. One would see that they have become enemies to themselves and have driven away their own peace. For my people, he says, stood against their own peace as an enemy. For it was possible for them to be in well-being and luxury and to have their good cheer secure and established, if God had been honored, but they willingly slipped into apostasy. By this they have also lost the state of being at peace, and as if self-invited, they stir up war against their own heads. That speaking well to God is not entirely without benefit for those who have sinned—that is, if one chooses to blush at his own faults—we will demonstrate from the inspired Scripture itself. For it is written in the second book of Paralipomenon concerning Rehoboam: "And it happened that when the kingdom of Rehoboam was established and he had gained strength, he abandoned the commandments of the Lord, and all Israel with him." Then Shishak, the tyrant of the Egyptians, armed himself against Jerusalem and set out from his own land with his whole army.
ἀφικνεῖτο δὲ μετὰ τοῦτο "Σαμαίας "ὁ προφήτης πρὸς Ῥοβοὰμ καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα, "τοὺς συναχθέντας εἰς Ἱερουσαλὴμ ἀπὸ προσώπου Σου"σακεὶμ, καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπε Κύριος Ὑμεῖς "ἐγκατελίπετέ με, κἀγὼ ἐγκαταλίπω ὑμᾶς ἐν χειρὶ Σου- "σακείμ. καὶ ᾐσχύνθησαν, φησὶν, οἱ ἄρχοντες Ἰσραὴλ καὶ "ὁ βασιλεὺς, καὶ εἶπον Δίκαιος ὁ Κύριος. καὶ ἐν τῷ ἰδεῖν "Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς "Σαμαίαν, λέγων Ἐνετράπησαν, οὐ καταφθερῶ αὐτούς." εἶτα πάλιν φησί "Καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη "ἀπ'
αὐτοῦ ἡ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς "τέλος· καὶ γὰρ ἐν τῷ Ἰούδᾳ, φησὶν, ἦσαν λόγοι ἀγαθοί." ὁρᾷς οὖν, ὅπως οὐκ ἀκερδὲς τὸ ἀγαθοὺς ἔχειν ἐπὶ γλώττης λόγους, εἰ παρέποιτο τὸ ἐντρέπεσθαι, καὶ τὰ ἐφ' οἷς πε- πλημμέληκε τις κατερυθριᾶν. οὐκοῦν ὡς ὁ Παῦλός φησιν "Οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει," καὶ αὐτὸς δέ που Χριστὸς ἀναφανδὸν ἔφη "Οὐ πᾶς ὁ "λέγων μοι Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν "τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου "τοῦ ἐν τοῖς οὐρανοῖς." εἰκαῖον οὖν ἄρα, καθάπερ ἔφην ἀρτίως, τὸ χρηστὰ λέγειν περὶ Θεοῦ, ὅτε τὸ ἐν ἔργοις εὐδόκιμον οὐ παρομαρτεῖ. Τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου.9 Ἐπιφέρει πάλιν τοῖς καθηγεῖσθαι λαχοῦσι τῆς τῶν ἀγελαίων ἀπωλείας τὰ ἐγκλήματα.
After this, the prophet Shemaiah came to Rehoboam and to the rulers of Judah, who had gathered in Jerusalem before Shishak, and said to them, "Thus says the Lord: 'You have abandoned me, and I will abandon you into the hand of Shishak.'" And the rulers of Israel and the king were ashamed, it says, and they said, "The Lord is just." And when the Lord saw that they were ashamed, the word of the Lord came to Shemaiah, saying, "They are ashamed; I will not destroy them." Then again it says, "And when he was ashamed, the anger of the Lord turned away from him, and not to destruction in the end; for in Judah, it says, there were good words." You see, then, how it is not without profit to have good words on the tongue, if shame follows and one blushes for the things in which one has erred. Therefore, as Paul says, "The kingdom of God is not in word, but in power," and Christ himself somewhere said plainly, "Not everyone who says to me 'Lord, Lord' will enter the kingdom of heaven, but the one who does the will of my Father in heaven." So it is vain, as I said just now, to speak well about God when excellence in deeds does not accompany it. They flayed his skin, to remove hope of the destruction of war. He again brings charges against those who happen to be leaders of the destruction of the common people.
οὐ γὰρ ἂν ἱκανῶς ἔχοντες εἴς γε τὸ δύνασθαι παιδεύειν αὐτοὺς, καὶ εἰς τὴν ὀρθήν τε καὶ ἀδιάστροφον ἀποκομίζειν τρίβον, καὶ ἀντέ- χεσθαι μὲν ὅτι μάλιστα φιλεῖν τῆς εἰς Θεὸν εὐσεβείας, ὡς ἀχρεῖον δὲ καὶ ὀλέθρου πρόξενον ἀποῤῥίπτειν καὶ ἀπωτάτω ποιεῖσθαι, τὸ προσκεῖσθαι γλυπτοῖς, αὐτοὶ γεγόνασιν ὀλε- τῆρες καὶ φθορεῖς, πρὸς πᾶν τοὐναντίον τὰς τῶν ὑπὸ χεῖρα μετατρέποντες γνώμας, καὶ Θεοῦ μὲν ἀποφοιτᾶν ἀναπεί- θοντες, ἐπαγάλλεσθαι δὲ μᾶλλον τοῖς τῆς πλανήσεως τρό- ποις. ταύτῃτοι Θεῷ προσκρούοντες, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀπώλισθον, ἣν εἴπερ ἔχοντες διετέλουν, οὐδὲν τὸ ἀπεῖργον ἦν καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν. οὐκοῦν ὡς ἐπὶ προβάτου φησὶν, ὅτι τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου. ὅμοιον ὡς εἰ λέγοι Γυμνὸν ἀποφήναντες τῶν ἐξ ἐλπίδος περιβλημάτων, ἀπαμ- φιάσαντες δὲ ὥσπερ τῆς παρ' ἐμοῦ φροντίδος καὶ ἐπικουρίας, εὐπαθῆ καὶ εὐάλωτον ἀποτετελέκασι. παρῄρηται γὰρ αὐτῶν ἡ εἰς Θεὸν ἐλπὶς, τοῦτο δὲ ἦν αὐτοῖς τοῦ πολέμου τὸ σύν- τριμμα. ὥσπερ γὰρ τοῖς ἀλόγοις τῶν ζῴων ἀσφαλὲς ἀμφίον ἡ δορὰ· κομιδῇ γὰρ εὐπαθὲς τὸ γυμνὸν σαρκίον· οὕτω καὶ ἡμῖν αὐτοῖς ἀσφαλὲς περίβλημα καὶ δορά τις ὥσπερ, τῆς εἰς Θεὸν ἐλπίδος ἡ δύναμις, ἣν εἴπερ ἔχοιμεν κατ' οὐδένα τρόπον λυποῦντες Θεὸν, κατευμεγεθήσομεν τῶν ἐχθρῶν, καὶ περιεσόμεθα μὲν πολέμου παντὸς σαρκικοῦ τε καὶ νοητοῦ· ἐπιβησόμεθα δὲ καὶ "Ἐπὶ ἀσπίδα καὶ βασι- "λίσκον, καὶ καταπατήσομεν λέοντα καὶ δράκοντα," κατὰ τὸ γεγραμμένον·
For they would not have been sufficiently capable of educating them, and of conveying them to the right and unperverted path, and of making them cleave as much as possible to piety toward God, while casting away as useless and productive of ruin, and putting as far off as possible, the devotion to graven images; but they themselves became destroyers and corrupters, turning the minds of those under their authority to the exact opposite, persuading them to depart from God and rather to exult in the ways of error. By this they offended God and slipped away from the hope in him, which if they had continued to possess, there would have been nothing to prevent them from being able to crush their enemies. Therefore, as concerning a sheep, he says that they flayed its skin, to remove the hope of a crushing defeat in war. It is as if he were to say: Having stripped them of the coverings of hope, and having divested them, as it were, of my care and assistance, they have rendered them vulnerable and easily captured. For their hope in God has been taken away, and this was for them the crushing defeat of the war. For just as for irrational animals the skin is a secure covering—since the bare flesh is exceedingly vulnerable—so also for us a secure covering and, as it were, a skin is the power of hope in God, which if we possess it, in no way offending God, we will overcome our enemies and prevail over every war, both fleshly and spiritual; and we will also "tread upon the asp and the basilisk, and trample the lion and the serpent," according to what is written.
ἀναμέλψομεν δὲ πεποιθότες "Κύριε ὁ "Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ "σέ." Διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀποῤῥιφήσονται ἐκ τῶν οἴκων τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώ- σθησαν.9 Ἐπειδὴ γὰρ, φησὶν, οἱ ταῖς εἰσηγήσεσι καὶ ταῖς νουθε- σίαις ὠφελεῖν δυνάμενοι τοὺς ὑπεζευγμένους, οἱ χειραγωγοὶ καὶ πατέρες, οἱ ποιμένες καὶ ἐπιστάται τὴν δορὰν αὐτοῦ ἐξέδειραν, καὶ ἀφείλαντο τὴν ἐλπίδα τὴν εἰς Θεὸν, δι' ἧς εὔκολον ἦν πάντα συντρίβεσθαι πόλεμον, ταύτῃτοι δικαίως τὰ οἴκοι μεθέντες ἀγαθὰ, καὶ τῶν ὅτι μάλιστα φιλαιτάτων ἐστερημένοι, τέρψεώς τε καὶ τρυφῆς ἀπωλισθηκότες, βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ πικροὺς τῆς ῥᾳθυμίας καὶ τῆς φαυλότητος ἀποτίσουσι λόγους. ὅτι δὲ τοῦ παθεῖν οὐχ ἕτερός τις αὐτοῖς, αὐτοὶ δὲ μᾶλλόν σφισιν αὐτοῖς γεγόνασιν ἀφορμὴ, σαφηνίζει λέγων Διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐ- τῶν ἐξώσθησαν. "Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς," κατὰ τὸ γεγραμμένον· "αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, "θησαυρίζουσιν ἑαυτοῖς κακά." Αὐτοὶ δὴ οὖν ἡμεῖς ἑαυτοὺς ἀδικήσομεν, εἰ δρᾶν ἐθέλοι- μεν ἃ μὴ θέμις· ἐκπεμπόμεθα δὲ καὶ ἐξ οἴκων τρυφῆς. οἱ γὰρ Θεῷ προσκρούοντες, τὰς ἄνω καὶ ἐν οὐρανοῖς οὐκ ὄψον- ται μονὰς, ἀμέτοχοι δὲ μενοῦσι καὶ τῆς τῶν ἁγίων ἐλπίδος καὶ τῆς εἰς αἰῶνα τρυφῆς. ἀλλ' οἵγε σοφοί τε καὶ ἀγαθοὶ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων διανενευκότες, οὐκ ἐν τούτοις ἔσονται· πόθεν; ἕξουσι δὲ πόλιν τὴν ἐν οὐρανοῖς Ἐκκλησίαν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτήσονται, καὶ τοῖς οὐρανίοις ἐντρυφῶντες ἀγαθοῖς. Ἐγγίσατε ὄρεσιν αἰωνίοις.
We shall sing in confidence, "Lord, God of the powers, blessed is the man who hopes in you." For this reason, those who are considered leaders of my people will be cast out from their houses of luxury; they have been expelled because of their evil practices. For since, he says, those who are able to benefit the subordinate by their instructions and admonitions, the guides and fathers, the shepherds and overseers, have flayed his skin and taken away the hope in God, through which it was easy to crush every war, these men justly, having abandoned the good things at home and being deprived of what is most dear, having slipped away from delight and luxury, will go to enemies and pay the bitter price for their negligence and baseness. And that no one else is the cause of their suffering, but rather they themselves have become the occasion for themselves, he makes clear by saying, "They were expelled because of their evil practices." "For nets are not unjustly spread for winged creatures," according to what is written; "for those who partake of murder store up evils for themselves." We ourselves, then, will wrong ourselves if we wish to do what is not lawful; and we are sent out even from houses of luxury. For those who offend God will not see the abodes above and in the heavens, but will remain without a share in the hope of the saints and in eternal luxury. But those who are wise and good and have inclined toward everything praiseworthy will not be among these; how could they? They will have the Church in the heavens as a city, and will dwell in the abodes above, and will delight in heavenly goods. Draw near to the eternal mountains.
ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις.9 Ἔστι μὲν ἔτι πρὸς τοὺς καθηγεῖσθαι λαχόντας ὁ λόγος.
κατειρωνεύεται δὲ, καὶ οἷον ἐν ἤθει γέγονε, τὸ λυποῦν εἰσ- φέρων ὡς χρήσιμον. μονονουχὶ γάρ φησιν Ὦ λαῶν ἡγού- μενοι, τάχα που βαρύ τε καὶ φορτικὸν ὑμῖν εἶναι δοκεῖ τὸ οἴκοι τε τρυφᾶν, καὶ τὴν ἐνεγκοῦσαν ἔχειν, καὶ ἐν εἰρήνῃ διατελεῖν, καὶ τὴν ἐλευθέροις πρέπουσαν ποιεῖσθαι δίαιταν. ἐπειδὴ δὲ τοῦτο ὑμῖν, ὡς ἔοικεν, εὖ ἔχειν δοκεῖ, βαδίζετε πρὸς ἐχθροὺς, ἀποτρέχετε πρὸς γῆν τὴν Περσῶν τε καὶ Ἀρμενίων. ἐγγίσατε τοῖς αἰωνίοις ὄρεσι, φησὶ δὲ τὰ Ἀραράτ· αἰώνια δὲ, ἢ ὅτι μακροὺς ἐν αὐτοῖς ἔμελλον διατελέσαι χρό- νους, ἢ τὰ ἐξ αἰῶνος διαβόητα, διά τοι τάχα τὸ ἐν αὐτοῖς ἀπομεῖναι τὴν κιβωτόν. Ἴοι δ' ἂν ὁ λόγος καὶ κατὰ τῶν ἐν τοῖς καιροῖς τῆς ἐπι- δημίας Ἰουδαίων, οἳ ταῖς τῶν γραμματέων τε καὶ Φαρισαίων ἑπόμενοι γνώμαις οὐ προσίεντο τὴν πίστιν. ὄρη μὲν γὰρ ὥσπερ καὶ οἱ παρ' αὐτοῖς ἦσαν διαφανέστεροι, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὑψοῦ τε ἠρμένοι, καὶ εἰς λῆξιν ἥκοντες δόξης. ἀλλ' ἦν ἐκεῖνα πρόσκαιρα· πέπαυται γὰρ ἡ σκιὰ, πεπαλαίωται δὲ ὥσπερ ἡ ἐν τύποις λατρεία, ἤργησε δὲ καὶ τὸ ἱερὸν τὸ τηνικάδε γένος· ὄρη γὰρ ἀνεδείχθη λοιπὸν τὰ αἰώνια, τουτέστιν, οἱ τῆς νέας διαθήκης κήρυκές τε καὶ διάκονοι, οἱ τὸ Χριστοῦ λαλοῦντες μυστήριον, οἱ διαβόητοι καὶ διαφανέστατοι, καὶ τοῖς τῆς ἀρετῆς ὑψώμασι διαπρέποντες.
Arise and go, for this is not rest for you. The word is still addressed to those who have been appointed to lead.
He speaks ironically, and as if in character, introducing what is painful as though it were beneficial. He says almost explicitly: O leaders of the peoples, perhaps it seems burdensome and oppressive to you to live luxuriously at home, to possess your native land, to continue in peace, and to maintain a life befitting free men. But since this seems good to you, as it appears, go to your enemies, run off to the land of the Persians and Armenians. Approach the eternal mountains—he means Ararat; "eternal" either because they were destined to spend long ages there, or because they have been renowned from eternity, perhaps because the ark rested there.
The word might also apply to the Jews of the time of his advent, who, following the opinions of the scribes and Pharisees, did not accept the faith. For there were among them, as it were, mountains more conspicuous, raised high by the boasts of the priesthood and attaining to a portion of glory. But those were temporary; for the shadow has ceased, the worship in types has grown old, and the priestly race of that time has become idle. Henceforth, the eternal mountains have been revealed, that is, the heralds and ministers of the new covenant, who proclaim the mystery of Christ, renowned and most conspicuous, distinguished by the heights of virtue.
ὄρη γὰρ αὐτοὺς, καὶ δι' ἑτέρου προφήτου κατονομάζει Θεὸς, οὕτω λέγων "Καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ "πάντες οἱ βουνοὶ σύμφυτοι ἔσονται." γλυκὺς γὰρ λίαν τῶν θεηγόρων ὁ λόγος, καὶ αὐτοῦ μέλιτος ἡδίων τοῖς γε ἀληθῶς φιλοθεωτάτοις, οἷς ἂν εἴη καὶ πρέπον εἰπεῖν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ "Ὡς γλυκέα τῷ λάρυγγί "μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου." τούτοις δὴ οὖν ἄρα τοῖς νοητοῖς ὄρεσιν οἱ οὔπω πεπιστευκό- τες, εἰ γένοιντο πλησίον, κατὰ σχέσιν δὲ δηλονότι τὴν πνευματικὴν, εὑρήσουσι τὴν ἀνάπαυσιν. ἀποφορτιοῦνται γὰρ εὐθὺς τὴν ἐπισκήψασαν ἁμαρτίαν, καίτοι μηδεμίαν ἀνάπαυσιν ἔχοντες ἐν τῇ κατὰ νόμον ζωῇ, εἴπερ ἐστὶν ἀλη- θὲς, ὡς "Τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ." οὐκοῦν ἀκουόντων Ἰουδαῖοι καὶ πρός γε ἡμῶν αὐτῶν Ἀνά1.638 στηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις. ἐπειδὴ γὰρ οὐκ ἔχεις ἐν νόμῳ τὸ ἀναπαύεσθαι, βάδιζε καὶ μεταχώρησον διὰ πίστεως ἐπὶ τὰ Χριστοῦ παιδεύματα. Ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ.9 Ἀκαθαρσίαν φησι τὸν τῆς ἐκτόπου καὶ βδελυρᾶς εἰδω- λολατρείας δυσκλεᾶ μολυσμόν· αἰσχρὰ γὰρ ὄντως καὶ κάκοσμος. τρόπος δὲ αὖ ῥύπου τε καὶ ἀκαθαρσίας ἕτερος, τὸ πλεονεκτεῖν ἀδελφοὺς, ἅρπαγμα ποιεῖσθαι τὸ ἀλλότριον, καὶ ἡ καθ' ἕτερον τρόπον κατὰ πολλῶν ἀδικία. ταύτης δὴ οὖν ἕνεκα τῆς ἀκαθαρσίας, φησὶ, διολώλατε, φθορᾷ τῇ εἰς θάνατον ἀθλίως κατεφθαρμένοι. Διολώλασι δὲ καὶ οἱ τῇ εἰς Χριστὸν μαχόμενοι πίστει, καὶ οὐχ ἑτέρου του χάριν, ἀλλ' ἢ ἕνεκεν ἀκαθαρσίας.
For he calls them mountains, and through another prophet God names them, saying thus: "And the mountains will drip sweetness, and all the hills will be planted together." For the word of the divinely inspired is very sweet, and sweeter than honey itself to those who are truly most fond of contemplation, to whom it would be fitting to say to our Savior Christ, "How sweet to my throat are your words, beyond honey and the honeycomb in my mouth." So then, to these intelligible mountains, those who have not yet believed, if they should come near, evidently in a spiritual relationship, will find rest. For they will immediately unburden themselves of the sin that has attacked them, even though they have no rest in the life according to the law, if it is true that "The letter kills, but the spirit gives life." Therefore, let Jews and also ourselves hear: "Arise and go, for this is not rest for you." Since you have no rest in the law, go and move through faith to the teachings of Christ. "Because of impurity you have been destroyed by corruption." He calls impurity the shameful defilement of abominable and foul idolatry; for it is truly shameful and ill-smelling. Another form of filth and impurity is to take advantage of brothers, to make plunder of what belongs to others, and injustice in another way against many. So then, because of this impurity, he says, you have perished, miserably corrupted by corruption leading to death. And those who fight against faith in Christ have also perished, and for no other reason than because of impurity.
σαφὲς δὲ τοῦτο ἡμῖν καταστήσει λέγων αὐτὸς ὁ Χριστὸς πρὸς τοὺς ἀπειθοῦντας Ἰουδαίους "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν "μὴ πιστεύσητε ὅτι ἐγὼ εἰμὶ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν "ἀποθανεῖσθε." ἢ οὐχὶ τοῦτό ἐστι τό Ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ; οὐ γὰρ ἀπενίψαντο τὰ ἐγκλήματα, οὔτε μὴν τῶν ἀρχαίων αἰτιαμάτων ἀπηλλαγμένοι τῆς παρὰ Χριστοῦ μετέλαχον σωτηρίας, καθὰ καὶ οἱ τὴν πίστιν εἰσ- δεδεγμένοι. Κατεδιώχθητε οὐδενὸς διώκοντος.9 Αὐθαίρετον, φησὶν, ὑπομεμενήκατε τὴν αἰχμαλωσίαν, ἤτοι τὴν φυγὴν τὴν εἰς ἀλλοτρίους, δῆλον δὲ ὅτι καὶ πρὸς ἐχθρούς. ἐγκειμένου γὰρ οὐδενὸς ἢ ἐπαναγκάζοντος, αὐτοὶ τετιμήκασι τὸ δρᾶν ἐκεῖνα, καὶ μάλα ἐσπουδασμένως, τὰ δι' ὧν ἦν ἀνάγκη καὶ οὐχ ἑκόντας κολάζεσθαι. κατεδιώ- χθησαν τοίνυν τῶν Ἰουδαίων τὰ στίφη, διώκοντος οὐδενός. ἐξὸν γὰρ αὐτοὺς εὐημεροῦντας διατελεῖν, καὶ ἐν παντὶ κεῖσθαι καλῷ τετιμηκόσι Χριστὸν, κατώλισθον εἰς ἀπόστασιν, καὶ προσκεκρούκασι πολυτρόπως· ἀπειθοῦντες, ὑβρίζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων δρῶντές τε καὶ λέγοντες; Οὐκοῦν οὐδενὸς διώκοντος ἑαυτοὺς διώξομεν, καὶ τῶν ἀνηκέ- στων κακῶν ταῖς ἰδίαις ψυχαῖς παραίτιοι γεγονότες, αἰτιασό- μεθα μὲν οὐχ ὁσίως ἔτι τὸν τῶν ὅλων
This will be clear to us when Christ himself says to the disobedient Jews: "Truly, truly I say to you, unless you believe that I am, you will die in your sins." Or is this not what is meant by "You have been destroyed by corruption on account of uncleanness"? For they did not wash away their charges, nor, being free from their ancient accusations, did they partake of salvation from Christ, as did those who received the faith. "You were pursued with no one pursuing." You have undergone, he says, a voluntary captivity, that is, a flight to foreigners, clearly also to enemies. For with no one pressing or compelling them, they themselves honored doing those things, and eagerly, the things through which it was necessary, and not willingly, to be punished. Therefore the throngs of Jews were pursued, with no one pursuing. For although it was possible for them to continue in prosperity and to be placed in every good thing, having honored Christ, they slipped into apostasy and offended in many ways: disobeying, insulting, and doing and saying every kind of improper thing. Therefore, with no one pursuing, we will pursue ourselves, and having become causes of incurable evils to our own souls, we will still impiously blame the Lord of all.
δοτῆρα Θεὸν, ἑαυτοὺς δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ καὶ νοῦ καὶ φρενός. Πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέθυσμα.9 Τοῖς τῶν εἰδώλων τεμένεσι προσιζήσαντές τινες τῶν ἐν Σαμαρείᾳ κατεμαντεύοντο πολυτρόπως, καὶ τῶν ἐσομένων ἀκριβῆ τὴν κατάληψιν ἔχειν ὑποπλαττόμενοι, τὰ θυμήρη καὶ φίλα τοῖς προσιοῦσιν ἀπήγγελον, ψυχρὰ καὶ ἀπόπτυστα ζητοῦντες λημμάτια, καὶ ὀλίγων ὀβολῶν, ἢ "κλάσματος "ἄρτου," κατὰ τὸ γεγραμμένον, ψευδῆ πωλοῦντες ῥημάτια. τοῦτο δὲ μάλιστα κατέφθειρέ τε καὶ ἀπολώλεκε τὸν Ἰσραήλ. φησὶν οὖν ὅτι πνεῦμα πονηρὸν ὡς παγίδα τῷ Ἐφραῒμ ἔστησε ψεῦδος, καὶ ὥσπερ τι τῶν δηλητηρίων φαρμάκων ἐνεστάλαξεν οἴνῳ τὴν δαιμονιώδη πλάνησιν, καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀκρατέσιν ἀποφοραῖς μονονουχὶ καταμεθύοντα δέδειχεν αὐτόν. Ἐνεστάλαξε δὲ καὶ τοῖς Φαρισαίοις ὁ πονηρὸς, ὁ δράκων ὁ ἀποστάτης, τὴν ἐπὶ Χριστῷ ψευδοδοξίαν καὶ ἔκτοπον πλάνησιν. ποτὲ μὲν γὰρ ἔφασκεν Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ σάββατον· ποτὲ δὲ καὶ Σαμαρείτην, καὶ μέντοι καὶ πάροινον ἀποκαλεῖν ἀπε- τόλμων. καὶ εἴπερ ἐστὶν ἀληθὲς, ὡς οὐδεὶς λέγει Ἀνάθεμα Ἰησοῦς, εἰ μὴ ἐν Βεελζεβοὺλ, πῶς οὐκ ἀταλαίπωρον ἰδεῖν, ὅτι δὴ μάλιστα παρ' αὐτοῖς πνεῦμα ἔστησε ψεῦδος; κατεστά- λαξε δὲ καὶ εἰς νοῦν αὐτοῖς καὶ καρδίαν, τὴν διὰ πλανήσεως μέθην, ἐφ' ᾗ δικαίως καὶ ἀπολώλασι, θηριοπρεπῶς ἐπιθρώ- σκοντες, παντί τε θράσει καὶ δυσφημίᾳ χρώμενοι. Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου·
God the giver, but rather themselves, if we are of sound mind and reason. A spirit set up a lie; it dripped into your wine and intoxicating drink. Some of those in Samaria, sitting in the precincts of idols, practiced divination in various ways, and pretending to have an accurate grasp of future events, they announced things pleasing and dear to those who approached, seeking paltry and contemptible little gains, and for a few obols, or "a morsel of bread," as it is written, selling false little sayings. This especially corrupted and destroyed Israel. He says, therefore, that an evil spirit set up a lie as a snare for Ephraim, and like some deadly poison, it instilled demonic deception into wine, and showed him as if drunk with unrestrained impulses toward anything shameful. The evil one, the apostate serpent, also instilled into the Pharisees false belief and monstrous deception concerning Christ. For at one time they said, "If this man were from God, he would not break the Sabbath"; at another, they dared to call him a Samaritan, and indeed also a drunkard. And if it is true that no one says "Anathema Jesus" except by Beelzebul, how is it not careless to see that especially among them a spirit set up a lie? It also instilled into their mind and heart the intoxication of deception, on account of which they have justly perished, leaping like beasts and using every boldness and blasphemy. And there will be from the drop of this people.
συναγόμενος συνα- χθήσεται Ἰακὼβ σὺν πᾶσιν, ἐκδεχόμενος ἐκδέξομαι τοὺς κατα- λοίπους τοῦ Ἰσραὴλ, ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν.9 Κατὰ βραχὺ πρὸς αὔξησιν ἰόντα τὰ φαῦλα, καὶ ἐν ὀλί- γοις ἀνθήσαντα τὴν ἀρχὴν, καταδράττεταί πως ἀεὶ καὶ τῶν ἔτι πλειόνων, ἐπέκεινά τε τῶν ἐν ἀρχαῖς ἐκτείνεται μέτρων. ἴδοι δ' ἄν τις ἀτρεκὲς ὃ λέγω, τὰ συμβεβηκότα τῷ Ἐφραῒμ εἰ περινοεῖν ἕλοιτο λεπτῶς. πρῶτος μὲν γὰρ Ἱεροβοὰμ, καί τινες τῶν ὁμοφρόνων αὐτῷ τὰς δαμάλεις τοῖς τεμένεσιν ἐνιδρύσαντες, προσκεκυνήκασιν αὐταῖς, καὶ τοῖς τῶν ἀνοσίων ψευδομάντεων ἤγουν ψευδοπροφητῶν προσεσχήκασι λόγοις. εἶτα διέρποντος τοῦ κακοῦ, καὶ ἀεὶ τοῖς πρώτοις προστιθέντος ἕτερα, συνηνέχθη λοιπὸν καὶ συνδεδράμηκεν ὅλος εἰς ἕνα σκοπὸν ὁ Ἰσραὴλ, καὶ τῷ πλημμελήματι κάτοχος ἦν, καὶ οὐκ ἀνὰ μέρος ἔτι, παμπληθεὶ δὲ μᾶλλον καὶ ὁλοτρόπως. οὐκοῦν ἀπὸ τῆς σταγόνος φησὶν, ἧς ἂν αὐτοῖς καταστάξειεν ὁ τῶν ψευδομάντεων λόγος· πλεῖστοι γὰρ ὅσοι παρὰ τῷ Ἐφραῒμ οἱ τοῦτο δρᾶν εἰωθότες· συναχθήσεταί φησι σύμπας ὁ Ἰακὼβ, τουτέστιν εἰς μίαν συνενεχθήσεται γνώμην, κατα- νεμηθήσεται δὲ ἅπαντας ἡ νόσος. ἐγὼ δὲ αὐτοῖς οὐκ ἀνὰ μέρος ἐποίσω τὰς διὰ τοῦτο δίκας, περιμενῶ δὲ μᾶλλον τοὺς τοῖς ἤδη κατεφθαρμένοις ἐπενεχθησομένους. τοῦτο γάρ ἐστι τό Ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, καὶ τότε δὴ τότε μίαν ποιήσομαι τὴν κατὰ πάντων ἀποσ- τροφήν. Ἔνδειξις δὲ καὶ τοῦτο ἂν εἴη τῆς ἐνούσης ἀνεξικακίας Θεῷ, μὴ κολάζοντι εὐθὺς, ὑπερτιθεμένῳ δὲ χρηστῶς, καὶ τὴν ἐπανόρθωσιν περιμένοντι καὶ τῶν πλανωμένων τὴν ἐπιστροφήν.
Jacob will be gathered together with all, and I will receive the remnant of Israel; I will set their return in one place.” Evil things, advancing little by little to increase, and having flourished at the beginning in a few, somehow always seize hold of even more, and extend beyond the measures of the beginnings. One could see the truth of what I say if he chose to consider carefully what happened to Ephraim. For first Jeroboam and some of those of like mind with him set up the heifers in the precincts and worshipped them, and gave heed to the words of the unholy false seers, that is, false prophets. Then, as the evil crept in and always added other things to the first, it finally came about that all Israel was brought together and ran to one goal, and was possessed by the transgression, no longer in part, but rather in full and in every way. Therefore, he says, from the drop which the word of the false seers might drip into them—for there were very many in Ephraim accustomed to do this—all Jacob, he says, will be gathered together, that is, brought into one mind, and the disease will be distributed among all. But I will not inflict the penalties for this upon them in part; rather, I will wait for those who will be added to those already corrupted. For this is what “I will receive the remnant of Israel” means, and then, at that very time, I will make one return against all. This would also be an indication of the forbearance inherent in God, who does not punish immediately, but kindly delays, and awaits the correction and the return of those who are in error.
εἰ δὲ δὴ μὴ γένοιτο, φαίνοιτο δὲ μᾶλλον εἰς αὔξην ἰὸν τὸ ἀῤῥώστημα, τότε δὴ μόλις καὶ ὀκνηρῶς ἀποστρέφεται. ἕψεται δὲ πάντως ταῖς. ἀποστροφαῖς τὸ χρῆναι ταλαιπωρεῖν τοὺς τοῦτο παθόντας. τοιγάρτοι καὶ ὁ θεσπέσιος ψάλλει Δαυείδ "Μὴ ἀποστρέψῃς τὸ πρό- "σωπόν σου ἀπ' ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ "δούλου σου." ἰστέον δὲ, ὅτι ἐνεστάλαξεν ὥσπερ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις ὁ Βεελζεβοὺλ τὴν ἐπὶ Χριστῷ ψευδῆ καὶ ἀπαίσιον δόξαν, κατενεμήθη δὲ ὥσπερ ἅπαντας ἡ νόσος, καὶ συνδεδράμηκε ταῖς τῶν ἡγουμένων ἀπάταις ἡ ἑτέρα πληθύς. τοιγάρτοι καὶ μίαν ὑπομεμενηκότες ψῆφον, τὴν εἰς κατάκρισιν λέγω καὶ ἀποστροφὴν, ἰσοπαλεῖς τοῖς ἡμαρτημένοις ἀποτετίκασι δίκας. Ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτοῦ ἐξαλοῦνται ἐξ ἀνθρώπων διὰ τῆς κοπῆς· πρὸ προσώπου αὐτῶν διέκοψαν, καὶ διῆλθον πύλην, καὶ ἐξῆλθον δι' αὐτῆς, καὶ
ἐξῆλθεν ὁ βασιλεὺς πρὸ προσώπου αὐτῶν, ὁ δὲ Κύριος ἡγήσεται αὐτῶν.9 Ἔθος τοῖς ἁγίοις προφήταις καὶ ἐν θεωρίαις αὐταῖς γίνεσθαι πολλάκις τῶν ὡς ἔσονται κατὰ καιροὺς προαπηγ- γελμένων, μονονουχὶ δὲ παρόντα τε καὶ ἐνεργούμενα βλέπειν τὰ καὶ πολλοῖς ὕστερον ἐκβησόμενα χρόνοις. οἷον ὁ μακά- ριος προφήτης Ἡσαΐας τὰ περὶ Χριστοῦ διηγούμενος, μονονουχὶ δὲ καὶ ἀποκομιζόμενον βλέπων ἐπὶ τὸ σωτήριον πάθος, "Ὡς πρόβατον, φησὶν, ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς "ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος." ἐρωτᾷ δὲ ὥσπερ τοὺς τῶν ἥλων τύπους καταθεώμενος, καί φησι πρὸς αὐτὸν τάχα που τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν "Τί "αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου;
If this should not happen, but the disease rather appears to be increasing, then only with difficulty and reluctance does he turn away. And the turning away will certainly be followed by the necessity of suffering for those who have experienced this. Therefore the divine Psalmist David also says, "Do not turn your face away from me, and do not turn away in anger from your servant." But it must be known that Beelzebul instilled, as it were, into the scribes and Pharisees a false and ill-omened opinion concerning Christ, and the disease spread, as it were, over all, and the rest of the multitude ran together with the deceptions of the leaders. Therefore, having endured a single vote—I mean that of condemnation and rejection—they have paid penalties equal to their sins. "Like sheep in distress, like a flock in the midst of its fold, they will leap out from among men through the slaughter; before their face they cut through, and they passed through a gate, and they went out through it, and the king went out before their face, and the Lord will lead them." It is customary for the holy prophets to often be present in visions themselves of things that will be at certain times, as announced beforehand, and to see, as it were, present and being enacted things that will come to pass only after many years. For example, the blessed prophet Isaiah, when relating the things concerning Christ, seeing him, as it were, being led away to the saving passion, says, "Like a sheep he was led to the slaughter, and like a lamb mute before its shearer." And he asks, as it were, while contemplating the marks of the nails, and says to him, perhaps to our Lord Jesus Christ himself, "What are these wounds between your hands?
ὁ δὲ εἶπεν, " Ας ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου." Ἱερεμίας γεμὴν ὁ θεσπέσιος τὸν ἐσόμενον κατὰ τῆς Ἱερουσαλὴμ προαναφωνήσας πόλεμον, καὶ πληθὺν ἤδη τῶν Ἰουδαίων πολλὴν κειμένην ἰδών· ὡς ἐν θεωρίαις δὲ δηλονότι ταῖς προφητικαῖς· κατοιμώζει λέγων "Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει "ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις." οὕτω καὶ ὁ μακάριος Προφήτης Μιχαίας ἔοικέ πως ὁρᾶν τὸν ἐν ταῖς πόλεσι τῆς Σαμαρείας ἐσόμενον θόρυβον, πτοουμένους τε ἤδη πολλοὺς, φεύγοντας δὲ καὶ ἑτέρους, τείχη τε καὶ τάφρους ὑπερθέοντας, καὶ αὐτά που τὰ τῶν πολεμίων στίφη διαῤῥηγνύντα μὲν πύλας, εἰσχεόμενα δὲ δι' αὐτῶν τοῖς κρατοῦσιν ὁμοῦ, μονο- νουχὶ Θεοῦ προασπίζοντος καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐπιθήγοντος, ὡς λελυπημένου. οὐκοῦν οὕτω φησὶ κατα- πτοηθήσονται, ὡς ἂν εἰ καὶ πρόβατον ἐν θλίψει γένοιτο τυχὸν, ἤγουν ὅλον ποίμνιον, εἰ κοιτάζοιτο μὲν ἐν τόποις, εἶτά τινες βούλοιντο λαβεῖν, ἄνω τε καὶ κάτω πηδῶντα τὰ θρέμματα καταθεῷτό τις ἂν, καὶ ᾗπερ ἂν γένοιτο διακοπὴ, δι' αὐτῆς ἰόντα καὶ φεύγοντα· οὕτω φησὶ κἀκεῖνοι, καθ' ὧν ἂν ἴοι τῶν Βαβυλωνίων ὁ πόλεμος. διακόπτοντες δὲ καὶ πύλας, ὁρώντων αὐτῶν, ἤτοι πρὸ προσώπου αὐτῶν, εἰσελεύσονταί τε καὶ ἐξελεύσονται δι' αὐτῶν, τουτέστιν, ἀμογητὶ καὶ δίχα φόβου παντὸς διελεύσονται εἰς τὰς πόλεις, αὐτὸν ἔχοντες ἡγούμενον τὸν τῶν ὅλων Κύριον· ὅτι μὴ τῆς ἐκείνων ἰσχύος ἔργον ἦν τὸ κατακρατῆσαι τοῦ Ἰσραὴλ, νεύματι δὲ μᾶλλον τοῦ Ἰσραὴλ ψῆφος τοῦ παραδόντος Θεοῦ. ταῦτα συμβῆναί φαμεν, καὶ τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσι τὸν Ἐμμανουήλ.
He said, "Let me be struck in the house of my beloved." The inspired Jeremiah, having foretold the war that would come against Jerusalem, and seeing already many of the Jews lying dead—evidently in prophetic visions—laments, saying, "Woe is me, for my soul faints over the slain." So also the blessed Prophet Micah seems in some way to see the tumult that would occur in the cities of Samaria, many already terrified, others fleeing, leaping over walls and trenches, and the very bands of enemies somewhere breaking through gates and pouring through them into the strongholds together, with God almost shielding them and sharpening them against those of the blood of Israel, as though he were offended. Therefore, he says, they will be so terrified as if a sheep, or rather a whole flock, should happen to be in distress—if it were bedded down in places, and then some wished to take it, one would see the beasts leaping up and down, and wherever a gap might occur, going through it and fleeing. So, he says, will those be against whom the war of the Babylonians comes. Breaking through gates as well, in their sight, that is, before their faces, they will enter and exit through them, that is, without effort and without any fear they will pass through into the cities, having as their leader the Lord of all, because it was not a work of their own strength to overpower Israel, but rather by the nod and decree of God who had delivered Israel. We say that these things happened also to those who outraged Emmanuel himself.
πεπόρθηνται γὰρ αἱ παρ' αὐτοῖς πόλεις τε καὶ κῶμαι Οὐεσπασιανοῦ τε καὶ Τίτου κατακρατούντων τότε, καὶ τὸν θεῖον ἐπ' αὐτοῖς πληρούντων θυμόν. Καὶ ἐρεῖ Ἀκούσατε δὴ ταῦτα αἱ ἀρχαὶ οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι τοῦ Ἰσραήλ. οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρῖμα; οἱ μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρὰ, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ' αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν. ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου, καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν, καὶ τὰ ὀστᾶ αὐτῶν συνέθλασαν, καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα, καὶ ὡς κρέα εἰς χύτραν· οὕτως κεκράξον- ται πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ' αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ' ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ' αὐτούς.9 Ὁ τοῖς πολεμοῦσι τὸν Ἰσραὴλ ἀνοιγνὺς τὰς πύλας, ὁ πάντα καταλεαίνων αὐτοῖς, καὶ τὰ δυσχερῆ καταστρέφων, ὡς ἂν δύναιντο λοιπὸν δι' εὐμαρείας ἰέναι πολλῆς, καὶ ἀκονιτὶ καταδράττεσθαι τῶν ἀνθεστηκότων, ὁ ἡγούμενος αὐτῶν Κύριος. αὐτὸς καὶ ἐρεῖ τοῖς ἄρχουσι, καὶ τοῖς καταλοίποις τοῦ λαοῦ. τὸ δὲ ἐρεῖ, τέθεικεν ἀντὶ τοῦ προσδιαλεχθήσεται. καὶ τοῖς μὲν διέπουσι τὰς ἀρχὰς ἐγκαλεῖ τὸ ῥᾳθύμον, καὶ ὅτι τῶν ὑπὸ χεῖρα κατημεληκότες, ὄλεθροι γεγόνασι καὶ φθοροί· τοῖς γεμὴν ὑπεστρωμένοις, καὶ ταῖς τῶν κρατούντων δυσ- τροπίαις ἠπατημένοις, δίδωσι νοεῖν, ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα πλημμελημάτων ἐπιῤῥίπτεται δίκη τοῖς ἠδικηκόσι.
Their cities and villages were plundered when Vespasian and Titus were then prevailing, and fulfilling the divine wrath upon them. And he will say, "Hear now these things, the rulers of the house of Jacob and the remnants of Israel. Is it not for you to know the judgment? Those who hate good things and seek evil things, snatching their skins from them and their flesh from their bones. In the way they devoured the flesh of my people, and flayed their skins from their bones, and crushed their bones, and minced them like flesh into a cauldron, and like meat into a pot; so they will cry out to the Lord, and he will not hear them; and he will turn his face away from them at that time, because of the evil they did in their practices against them." He who opens the gates to those warring against Israel, who levels everything for them, and overturns the difficult things, so that they might thereafter go with great ease and seize the resisters without struggle—their Lord who leads them. He himself will also say to the rulers and to the remnants of the people. And "he will say" is placed instead of "he will converse with." And to those administering the offices he reproaches their negligence, and that having neglected those under their hand, they have become destroyers and corrupters; to those who are spread beneath, and deceived by the perversities of the rulers, he gives to understand that punishment is inflicted upon the wrongdoers because of the offenses committed against them.
κήδεται γὰρ καὶ τῶν πλανωμένων ὁ τῶν ὅλων Δημιουργὸς, ὁ κτίσας τὸν ἄνθρωπον "ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς καὶ προητοίμασεν," ὡς ὁ θεσπέσιος γράφει Παῦλος, "ἵνα καὶ περιπατῶμεν ἐν "αὐτοῖς." τί τοίνυν Οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρῖμα;
κρῖμα δέ φησιν ἤτοι τὴν ἐπ' αὐτοῖς γεγενημένην ὁσίαν τε καὶ ἀμώμητον ψῆφον, ἤγουν τὴν κατάκρισιν· πρέποι δ' ἂν ἐν τούτοις νοεῖσθαι τὴν τοῦ κρίματος εἴδησιν οὐχ ὡς ἐν μαθήσει μόνον· τί γὰρ ἂν τοῦτο τοῖς ἐκεῖνα πεπλημμεληκόσι διελυμήνατο; ἢ πῶς ἂν λελύπηκε τοὺς ἠσεβηκότας; ἀλλ' ὡς διὰ πείρας αὐτῆς τῶν συμβησομένων· ἀποτιννύντες γὰρ τοῖς κολάζουσι δίκας οἱ πλημμελεῖν εἰωθότες, τότε δὴ τότε μαν- θάνειν λέγονται καὶ τῆς ἐνούσης αὐτοῖς ἐξουσίας τὸ ὑπερ- φερὲς καὶ δεσποτικῶν κριμάτων τὴν δύναμιν. ἔστι δὴ οὖν ἀναγκαῖον ὑμᾶς δὴ μάλιστά φησι διὰ τῶν συμβησομένων τὸ κρῖμα μαθεῖν· ὑμᾶς τοὺς ἀεὶ μὲν τοῖς φαύλοις προσκεκλι- μένους, ἀποσπουδάζοντας δὲ τὸ ἀγαθόν· ὑμᾶς τοὺς ἀγρίαν τινὰ καὶ ἀνήμερον κατὰ τῶν ἐμῶν προβάτων ποιουμένους τὴν ἔφοδον, καὶ τοῖς τῶν θηρίων ἀπηνεστάτοις παραχω- ροῦντας οὐδὲν, τοὺς ἀποδέροντας μὲν τὰ πρόβατα, καταξαίνοντας δὲ καὶ σάρκας, καὶ καταμελίζοντας ἀφειδῶς, καὶ οἷον ἕψοντας διὰ χύτρας. σημαίνει δὲ διὰ τούτων πᾶν εἶδος πλεονεξίας, ἀπληστίας τε καὶ καταδυναστείας. ἐπειδὴ δὲ ταῦτα δεδράκασι, καὶ αὐτοὶ κεκράξονταί φησι· καὶ οὔτ' ἂν ἐποπτείας ἀξιώσαιμι τῆς παρ' ἐμαυτοῦ· οὔτ' ἂν εἰ κεκράξειαν αἰτοῦντες τὸν ἔλεον, ἐπιδοίην ἄν.
For the Creator of all things cares even for those who go astray, the one who made man "for good works, which he also prepared beforehand," as the divine Paul writes, "so that we might also walk in them." What then? Is it not for you to know the judgment?
And by "judgment" he means either the holy and blameless sentence passed upon them, that is, the condemnation. It would be fitting in these matters to understand the knowledge of the judgment not merely as learning; for how would that have harmed those who committed those offenses? Or how would it have grieved the impious? But rather as through actual experience of what will happen; for those accustomed to wrongdoing, when they pay penalties to those who punish them, then indeed they are said to learn both the superiority of the authority inherent in them and the power of the Lord's judgments. Therefore it is necessary, he says, that you especially learn the judgment through what will happen—you who have always inclined toward evil and shunned the good; you who make a wild and savage attack upon my sheep, yielding nothing to the most ferocious of beasts, you who flay the sheep, tear apart the flesh, and mercilessly cut it up, and as it were boil it in a pot. By these things he indicates every form of greed, insatiability, and oppression. And since they have done these things, he says, they themselves will cry out; and I would not deign to give them any oversight from myself; nor, if they cried out begging for mercy, would I grant it.
κατεπανουργεύσαντο γὰρ καὶ αὐτοὶ τῶν ὑπεζευγμένων, καὶ πᾶν εἶδος αὐτοῖς ἐπενη- νόχασι μοχθηρίας, πικρῶν τε καὶ ἀνοσίων εὑρέσεων καὶ ἐγχειρημάτων. Ἐφαρμόσαι δ' ἄν τις τὰ τοιαῦτα καὶ μάλα εἰκότως τοῖς γραμματεῦσι καὶ Φαρισαίοις, οἳ λαῶν ἡγούμενοι, καὶ ποιμνίων προεστηκότες, τοῖς ἀγελαίοις ὁμοῦ καθάπερ τισὶ προβάτοις, ἐπέθρωσκον ἀπηνῶς τοῖς πιστεύουσιν εἰς Χρι- στὸν, μόνον δὲ οὐχὶ καὶ ἐκδέροντες κατεμέλιζον καὶ κατεδη- δόκασι τοὺς ἁγίους, θηρῶν ἀγρίων διενεγκόντες οὐδέν. τοι- γάρτοι καὶ ἤκουον προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς Ἡσαΐου "Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω "τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν "δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν "αἵματος πλήρεις."
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ' αὐτὸν εἰρήνην, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ' αὐτὸν πόλεμον.9 Κατῃτιᾶτο λίαν τοὺς ἐξ Ἰσραὴλ ὡς ἐθελούσιον μὲν ἀνατλάντας ὄλεθρον, σφᾶς δὲ αὐτοὺς αὐτοκλήτοις ἐνιέντας κακοῖς, καὶ πολὺ βλέποντας εἰς τὸ ῥᾴθυμον. προσετίθει δὲ, ὅτι καὶ ἠδίκηνται σφόδρα, τοῦ πονηροῦ καὶ ἀκαθάρτου πνεύ- ματος ἀεὶ φενακίζοντος καὶ ἀπατῶντος αὐτούς. ἔφη δὲ οὕτως "Ἐγγίσατε ὄρεσιν αἰωνίοις· ἀνάστηθι καὶ πορεύου, "ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, ἕνεκεν ἀκαθαρσίας "διεφθάρητε φθορᾷ. κατεδιώχθητε οὐδενὸς διώκοντος.
For they themselves also craftily abused those who were yoked under them, and brought every form of wickedness upon them, of bitter and unholy inventions and undertakings. One might fittingly apply such things to the scribes and Pharisees, who, being leaders of peoples and standing at the head of flocks, like some sheep among the common herd, savagely fell upon those who believed in Christ, and all but flaying them, they cut them to pieces and devoured the saints, differing in nothing from wild beasts. Therefore they also heard God proclaiming beforehand through the voice of Isaiah: "When you stretch out your hands to me, I will turn my eyes away from you; and if you multiply your prayer, I will not listen to you; for your hands are full of blood."
OF THE SAME ON THE SAME PROPHET, SECOND BOOK. Thus says the Lord against the prophets who lead my people astray, who bite with their teeth and proclaim peace over him, and it was not given into their mouth, they raised war against him. He strongly blamed those from Israel as having willingly endured destruction, throwing themselves into self-invited evils, and looking much to negligence. He added that they were also greatly wronged, the evil and unclean spirit always deceiving and leading them astray. And he spoke thus: "Approach the eternal mountains; arise and go, for this is not rest for you; because of impurity you have been destroyed by corruption; you have been pursued with no one pursuing.
"πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέ- "θυσμα." ταύτης ἕνεκα τῆς αἰτίας ἐπέσκηψε μὲν οὐ μετρίως τοῖς καθηγεῖσθαι λαχοῦσι· μεθίστησι δὲ νυνὶ χρησίμως τὸν λόγον ἐπὶ τοὺς ὄντας παρ' αὐτοῖς ψευδοπροφήτας τε καὶ μάντεις, οἳ μονονουχὶ καὶ ὡς οἶνον αὐτοῖς κατεστάλαζον, τὰ ἐκ τοῦ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος, ψευδοεπείας δὲ δηλονότι καὶ φενακισμοὺς, οὕτω τε λοιπὸν οἷά τινι μέθῃ περιβεβληκότες ἐξέστησαν λογισμοῦ τοῦ σώφρονος. ἔδακνον μὲν γὰρ καὶ οὐ μετρίως ἠδίκουν, ἀναπείθοντες τοῖς παρ' αὐτῶν προσκεῖσθαι λόγοις, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων· κατεψεύδοντο δὲ, λέγοντες ὡς καταβιώσονται μὲν ἐν εἰρήνῃ καὶ εὐημερίαις, παρενοχλήσει δὲ ὅλως τῶν ἀνιᾶν πεφυκότων οὐδέν. ἀλλ' ἦν αὐτοῖς εἷς ὁ εἰς τοῦτο λόγος οὐ παρὰ Θεοῦ. οὐ γὰρ ἂν ἀκαθάρτοις ἐδόθη γλώτταις τὸ χρῆναι λαλεῖν τὰ
οὕτω λαμπρά τε καὶ ἀξιό- ληπτα. ἐπειδὴ δὲ ἀναπεπείκασι προσέχειν αὐτοῖς, ἤγειραν ἐπ' αὐτοὺς πόλεμον, οὐκ αὐτοὶ τοὺς Ἀσσυρίους εἰς τοῦτο διανιστάντες· πόθεν; καταθήγοντες δὲ μᾶλλον ἐπ' αὐτοὺς τὴν ὁσίαν ὀργήν. ὅτι γὰρ ἐκείνοις προσεσχήκασιν, ἐπενήνεκται δικαίως καὶ τὰ ἐκ τοῦ πολέμου κακά. Ἔγκλημα δὴ τοῦτο τῶν ὅτι μάλιστα καὶ ἀληθῶν καὶ πρεπωδεστάτων τοῖς ἀρχιερεῦσι καὶ Φαρισαίοις, οἷς ἡ ἀθλία τῶν Ἰουδαίων πληθὺς κατακολουθήσασα διόλωλέ τε καὶ κατεφθάρη· γέγονε γὰρ δυσσεβὴς καὶ κυριοκτόνος.
A spirit set up a lie, it dripped for you into wine and strong drink." For this reason he rebuked not moderately those who happened to be leaders; but now he usefully turns the discourse to those among them who were false prophets and seers, who almost literally dripped for them, as it were wine, the things from the evil and unclean spirit—namely, false prophecies and deceptions—and thus, as if with some intoxication, they cast them out of sound judgment. For they bit and harmed them not moderately, persuading them to cleave to their own words and not rather to those from God through the holy prophets; and they lied, saying that they would live in peace and prosperity, and that nothing of the things that cause distress would trouble them at all. But their word for this was not from God; for it would not have been given to unclean tongues to speak such brilliant and acceptable things. But when they had persuaded them to pay attention to them, they raised war against them—not themselves stirring up the Assyrians to this; how could they?—but rather sharpening against them the holy wrath. For because they had paid attention to those men, the evils from the war were justly brought upon them. This is indeed a charge most true and most fitting against the high priests and Pharisees, whom the wretched multitude of the Jews followed, and through this perished and was destroyed; for it became impious and the slayer of the Lord.