ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀοικήτῳ, κατὰ τὰς νομὰς αὐτῶν.9 Πολὺς ἐν τούτοις τῆς ἀναισθησίας ὁ ἔλεγχος, καὶ τέθεινται στοιχηδὸν τῆς ἐπικουρίας οἱ τρόποι, τῆς ἀχαριστίας τῶν ἐξ Ἰσραὴλ καταδεικνύντες τὸ μέγεθος. ἐλέγχει δὲ, οὐκ ἠγνοη- κότας, ὥς γε οἶμαι· πόθεν; ἀλλ' ὡς ἐκ πολλῆς ἄγαν σκαιό- τητος καὶ λογισμοῦ νενευκότος εἰς ἀναισθησίαν, μονονουχὶ καὶ εἰς λήθην ὑπενηνεγμένους, ὧν ἔδει μεμνῆσθαι διαπαντός. ὁ μὲν γὰρ ἐπάρατος Ἱεροβοὰμ, τὰς δαμάλεις αὐτοῖς ἀνα- στήσας, ἔφασκεν "Οὗτοι οἱ θεοί σου Ἰσραὴλ οἵτινες "ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου·" οἱ δὲ, καίτοι γινώ- σκοντες ὅτι μὴ ἑτέρου τινὸς, ἀλλὰ Θεοῦ, κατόρθωσις ἦν τὸ χρῆμα αὐτοῖς, χειροκμήτοις δαμάλεσι προσῆγον τὰ χαρισ- τήρια, καὶ αὐταῖς ἀνάπτειν, οὐκ οἶδ' ὅπως, ἀλλήλους ἀνέπει- θον τῶν θείων κατορθωμάτων τὴν ὑπεροχήν. οὐκοῦν ὡς ἐξ οἴνου Σοδόμων μεμεθυσμένους μονονουχὶ διανύττει λέγων ὅτι τε αὐτὸς εἴη σαφῶς ὁ καὶ "ἐξ οἴκου δουλείας" ἐξενεγ- κὼν, καὶ προστεταχὼς διὰ Μωυσέως, ὡς "Οὐκ ἔσονταί σοι "θεοὶ ἕτεροι πλὴν ἐμοῦ," καὶ ὅτι μόνος αὐτὸς ὁ σώζων ἐστὶ καὶ ἀνιδρωτὶ κατορθῶν πᾶν ὅπερ βούλοιτο, αὐτὸς ὁ τροφο- φορήσας κατὰ τὴν ἔρημον, καὶ ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ πηγὰς μὲν ὑδάτων ἀνεὶς, καθιεὶς δὲ τὸ μάννα, καὶ ἄρτον ἀγγέλων καὶ ἐξ οὐρανοῦ δωρούμενος, καὶ ὡς ἐν τάξει ποιμένος ἀγαθοῦ καταβόσκων εἰς εὐθυμίαν, κατὰ τὰς νομὰς αὐτῶν ἤτοι τὰς ἀπάρσεις. ἀνενδεεῖς γὰρ ἦσαν παντὸς ἀγαθοῦ κατὰ τὴν ἔρημον οἱ ἐξ Ἰσραὴλ, καίτοι τόπους ἐκ τόπων ἀεὶ μεταμείβοντες, καὶ ἐν γῇ τραχείᾳ καὶ ἀκάρπῳ καταυλιζόμενοι.
I shepherded you in the desert, in an uninhabited land, according to their pasturages. There is in these words much reproof of their insensibility, and the modes of assistance are set in order, demonstrating the magnitude of the ingratitude of the people of Israel. He reproaches them, not as being ignorant, as I think—how so?—but as being, from excessive boorishness and a reasoning sunk into insensibility, all but carried down even into forgetfulness of what they ought to have remembered always. For the accursed Jeroboam, setting up the heifers for them, said, "These are your gods, O Israel, which led you up out of the land of Egypt." And they, although knowing that the achievement was the work not of any other, but of God, brought thank-offerings to the hand-made heifers, and, I know not how, persuaded one another to ascribe to them the preeminence of the divine accomplishments. Therefore, as if they were drunk with the wine of Sodom, he all but stings them, saying that he himself was clearly the one who had brought them out of the house of bondage, and who had commanded through Moses, "You shall have no other gods besides me," and that he alone is the savior and effortlessly accomplishes whatever he wishes, he who nourished them in the desert, and in a deserted, impassable, and waterless land, releasing springs of water, sending down manna, the bread of angels given from heaven, and, like a good shepherd, pasturing them to contentment, according to their pasturages, that is, their encampments. For the people of Israel lacked nothing good in the desert, even though they were always moving from place to place and encamping in a rough and barren land.
Χρὴ δὴ οὖν ἄρα μεμνῆσθαι διὰ παντὸς, ὧν ἂν ἔχοιμεν παρὰ Θεοῦ, καὶ τὴν ἐπὶ τούτοις λήθην ὡς ἀποτάτω ποιεῖσθαι φιλεῖν τῆς ἑαυτῶν διανοίας, ὡς ὀλέθρου πρόξενον, καὶ παρο- τρύνον εἰς ἀγανάκτησιν τὸν ἁπάσης ἡμῖν εὐημερίας δοτῆρα Θεόν. ὁ γὰρ ἀχάριστος ὡς βλάσφημος, κατά γε τὸ ὑπό του σοφῶς εἰρημένον. Καὶ ἐνεπλήσθησαν εἰς πλησμονὴν, καὶ ὑψώθησαν αἱ καρδίαι αὐ- τῶν· ἕνεκα τούτου ἐπελάθοντό μου.9 Ὥσπερ οἱ τῶν ἰατρῶν ἐμπειρότατοι τὰς τῶν νοσημάτων εὖ μάλα περιαθροῦντες αἰτίας, τοῖς ἀπὸ τῆς τέχνης ἐπικου- ρήμασιν ἀνακόπτειν ἐπείγονται· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς εἰς νοῦν ἔσω καὶ καρδίαν ὁρῶν, τὰς τῶν ἐν ἡμῖν παθῶν αἰτίας περιεργάζεται, οὕτω τε λοιπὸν τοῖς καθήκουσι περιστέλλει φαρμάκοις τὸν ἀῤῥωστήσαντα νοῦν. αἰτιᾶται τοίνυν τοὺς ἐξ Ἰσραὴλ, ὡς ἐκ τῆς ἄγαν εὐημερίας πρὸς λήθην ἐνηνεγμένους τοῦ πάντα αὐτοῖς χορη- γοῦντος τὰ ζωαρκῆ καὶ τὰ ὅσαπερ ἂν φαίνοιτο κατα- λαμπρύνειν εἰδότα· καίτοι προηγορευκότος τοῦ νόμου σαφῶς "Πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου, τοῦ μὴ "φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώ- "ματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον· μὴ φαγὼν "καὶ ἐμπλησθεὶς, καὶ οἰκίας καλὰς οἰκοδομήσας, καὶ κατοι- "κήσας ἐν αὐταῖς, καὶ τῶν προβάτων σου καὶ τῶν βοῶν "σου πληθυνθέντων σοι, ἀργυρίου καὶ χρυσίου πληθυν- "θέντων σοι, καὶ πάντων ὅσων σοι ἔσται πληθυνθέντων "σοι, ὑψωθῇς τῇ καρδίᾳ σου, καὶ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ "σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δου- "λείας·
It is necessary, therefore, to be ever mindful of what we have from God, and to banish forgetfulness of these things as far as possible from one's own mind, as something that brings ruin and provokes to indignation the God who is the giver of all our prosperity. For the ungrateful man is a blasphemer, as has been wisely said by someone. "And they were filled to satiety, and their hearts were lifted up; because of this they forgot me." Just as the most experienced physicians, thoroughly examining the causes of diseases, hasten to check them with the remedies of their art, so, I think, does the God of all, seeing into the mind and heart, scrutinize the causes of the passions within us, and then applies the appropriate remedies to the ailing mind. He therefore accuses those from Israel of having been brought, by excessive prosperity, to forgetfulness of Him who supplies all that sustains life and all that adorns it. And yet the law had clearly forewarned: "Take heed to yourself, lest you forget the Lord your God, so as not to keep his commandments and his judgments and his ordinances, all that I command you today; lest when you have eaten and been filled, and have built fine houses and dwelt in them, and your sheep and cattle have multiplied for you, and silver and gold have multiplied for you, and all that you have has multiplied for you, your heart be lifted up, and you forget the Lord your God who brought you out of the land of Egypt, out of the house of bondage.
τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ "τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις
δάκνων, καὶ σκορπίος, καὶ "δίψα, οὗ οὐκ ἦν ὕδωρ." ἔχει γὰρ οὐκ ἀνικάνως ἀεί πως ἡ τρυφὴ, καὶ τὸ ἀδοκήτοις τιμαῖς ἐναβρύνεσθαι, καὶ εἰς λήθην ἡμᾶς ἀποφέρειν Θεοῦ, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατασείειν δύνασθαι τὸν ἀνθρώπινον νοῦν. ἀρκέσει δὲ οἶμαι πρὸς ἔλεγχον ἀποσκιρτήσας ὁ Ἰσραὴλ, καὶ τὸ τῆς εὐημερίας πλάτος τῆς εἰς τοῦτο δεινῆς ἀῤῥωστίας εὑράμενος ἀφορμήν· καὶ ἐπειδὴ κρείττους ἦσαν ἐθνῶν, ἐπαμύνοντος δηλονότι τοῦ πάντα ἰσχύοντος Θεοῦ, νενοσήκασι τὴν ἀλαζο- νείαν, ἑαυτοῖς που τάχα καὶ οὐ τῷ προασπίζοντι Θεῷ τὴν ἐκ τῶν κατορθωμάτων ἀνατιθέντες λαμπρότητα. Σφαλερὸν οὖν ἄρα καὶ δυσδιοίκητον ἡ τρυφὴ, καὶ λεία τις ὥσπερ ὁδὸς εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ· παρὰ πολὺ δὲ ἀμείνων ἡ σύμμετρος θλίψις. πιστώσονται δὲ πρὸς τοῦτο ἡμᾶς αἱ τῶν ἁγίων φωναί. ὁ μὲν γάρ τις ἔφασκε "Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ "παιδεία σου ἡμῖν·" ὁ δέ γε σοφώτατος Παῦλος, παντὸς ἡμῖν ἀγαθοῦ ῥίζαν οἷάπερ καὶ γένεσιν τὴν θλίψιν ἐτίθει λέγων "Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπο- "μονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καται- "σχύνει." ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαυείδ "̓Αγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ "δικαιώματά σου." Καὶ ἔσομαι αὐτοῖς ὡς πάνθηρ καὶ ὡς πάρδαλις·
of the one who led you through the great and terrible desert, where the serpent bites, and the scorpion, and thirst, where there was no water. For luxury and delight in unexpected honors always have some power, not insufficiently, to carry us away into forgetfulness of God, and to be able to shake the human mind toward anything out of the way. Israel, I think, will suffice as a proof, having rebelled, and having found in the breadth of prosperity the occasion for this terrible sickness; and because they were better than the nations, with the all-powerful God obviously defending them, they fell sick with arrogance, attributing to themselves, perhaps, and not to the protecting God, the splendor from their successes. Therefore luxury is dangerous and hard to manage, and a kind of smooth road to apostasy from God; moderate affliction is far better. The voices of the saints will confirm this for us. For one said, "Lord, in affliction we remembered you; in small affliction your discipline is for us." And the most wise Paul placed affliction as the root and origin of every good for us, saying, "For affliction produces endurance, endurance produces testing, testing produces hope, and hope does not shame." And the inspired David sings somewhere, "It is good for me that you humbled me, so that I might learn your ordinances." And I will be to them like a panther and like a leopard.
κατὰ τὴν ὁδὸν Ἀσσυρίων ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη, καὶ διαῤῥήξω συγκλεισμὸν καρδίας αὐτῶν, καὶ φάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς.9 Ἐπειδὴ γὰρ τῆς εὐθυμίας τὸ πλάτος γέγονεν αὐτοῖς ὀλέθρου πρόξενον καὶ ἀποστασίας ἀφορμὴ, ταύτῃτοι λοιπὸν αἱ θλίψεις ἐπάγονται, καὶ ἀναλόγως τοῖς ἀῤῥωστήμασι. τὰ γάρ τοι πολὺ νενοσηκότα τῶν σωμάτων καὶ σεσηπότα λοιπὸν, εἴξειεν οὐδαμῶς ἠπίοις μὲν ἔτι φαρμάκοις, δέοιτο δ' ἂν μᾶλλον καὶ σιδήρου καὶ πυρός. οὐκοῦν ἐπειδήπερ τὸ τῆς θείας ἡμερότητος μέγεθος ὤνησεν ὀλίγα τοὺς ἐξ Ἰσ- ραὴλ, ἵνα μὴ λέγοιμι παντελῶς οὐδὲν, θηριοπρεπὴς αὐτοῖς ἀγριότης ἐπάγεται. ἑαυτὸν δὲ παρεικάζει τοῖς ὅτι μάλιστα τῶν θηρίων δεινοτάτοις καὶ βοροῖς, καὶ πολὺ λίαν ἔχουσι τὸ εἰς ὠμότητα βλέπον. οὐχ ὅτι πάντως ἡ θεία τε καὶ ἀπόῤῥητος φύσις γένοιτ' ἂν ἐν τοιαύταις ὀργαῖς, ἀλλ' ἐκεῖνό που τάχα διδάσκει πάλιν, ὅτι κεχρήσονται μὲν οἱ Ἀσσύριοι ταῖς οὕτως ἀκράτοις ὀργαῖς, ἀπάνθρωποί τε καὶ ἀτεράμονες, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, γεγονότες ἁλώσονται· δόξειε δ' ἂν εἶναι Θεοῦ τὸ πραττόμενον, ἐπεί τοι γενέσθαι συγκε- χώρηκεν αὐτὸς, τοῖς οὕτως ἀγρίως ἡμαρτηκόσι τὴν αὐτοῖς πρέπουσαν ὀργὴν ἐπαφείς. εὑρήσω τοίνυν αὐτοὺς ὡς πάνθηρ καὶ ὡς πάρδαλις· ἀποκομισθήσονται γὰρ εἰς τὴν Ἀσσυρίων. ἀπαντήσομαι δὲ αὐτοῖς καὶ ὡς ἄρκτος ἀπορουμένη, τουτέστιν, ἡ πεινῶσα τυχὸν, ἤγουν ἀλύουσα σφόδρα, τῶν σκύμνων ἐξῃρημένων· τότε γὰρ μάλιστά φασι τῆς ἐμφύτου μανίας εἰς ἄκρον ἔρχεσθαι τὸ θηρίον. καὶ διαῤῥήξω συγκλεισμὸν καρδίας.
Along the road of the Assyrians I will meet them like a bereaved bear, and I will tear open the enclosure of their heart, and there the cubs of the thicket will devour them, the beasts of the field will tear them apart. For since the breadth of their ease has become for them a cause of destruction and an occasion for apostasy, therefore these afflictions are now brought upon them, proportionately to their infirmities. For bodies that are very diseased and already putrid would yield in no way to mild remedies, but would rather need both iron and fire. Therefore, since the magnitude of divine gentleness benefited the Israelites little—not to say nothing at all—a beast-like savagery is brought upon them. And he compares himself to the most terrible and voracious of beasts, those that have a very great tendency toward cruelty. Not that the divine and ineffable nature would ever be in such passions, but perhaps he teaches this again: that the Assyrians will be seized by such unbridled passions, having become inhuman and merciless, and will be captured; yet it would seem to be the work of God, since he himself has permitted it to happen, having let loose upon those who have sinned so savagely the wrath befitting them. Therefore I will find them as a panther and as a leopard; for they will be carried off to Assyria. And I will meet them also as a bereaved bear, that is, one that is perhaps hungry, or greatly distressed, its cubs having been taken away; for then, they say, the beast reaches the height of its innate frenzy. And I will tear open the enclosure of their heart.
συγκλεισμὸν ἐν τούτοις τὴν ἀσφάλειαν λέγει. ἀσφάλεια δὲ καρδίας τὸ θάρσος, ὅπερ ἂν ἔχοι τις κατ' ἐχ- θρῶν· οὗ δὴ καὶ διεῤῥωγότος, τὰ ἐκ τῆς δειλίας εἰσκρίνεται πάθη, ὡς καὶ ἀμαχεὶ τοῖς ἐχθροῖς χαρίσασθαι τὸ νικᾶν. ὅμοιον οὖν ὡς εἰ λέγοι τυχόν Εἰς ἐσχάτην αὐτοὺς κατοίσω δειλίαν, καίτοι τῶν δι' ἐναντίας πεινῶντί τε καὶ ἠτεκνωμένῳ παρεικασθέντων θηρίῳ, φημὶ δὴ τῇ ἄρκτῳ. ὅτι δὲ καὶ τοῖς τῆς αἰχμαλωσίας ἐναλόντες δεσμοῖς, καὶ εἰς τὴν τῶν Ἀσσυ- ρίων ἀπενηνεγμένοι χώραν, οὐδεμίαν ἕξουσιν ἀπόνευσιν τῶν κακῶν, ἕψονται δὲ ὥσπερ αὐτοῖς κἀκεῖσε τὰ μοχθηρὰ, παρ- έδειξεν εἰπών Καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς. τὰ γὰρ τῶν Ἀσσυρίων ἀτί- θασα γένη, σκύμνοις τοῖς ἐν δρυμοῖς καὶ θηρίοις παρεικάζει, πολὺ νενευκότα πρὸς τὸ ἀνήμερον. Τῇ διασπορᾷ σου Ἰσραὴλ τίς βοηθήσει; ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσί σου· κρινάτω σε ὃν εἶπας Δός μοι βασιλέα καὶ ἄρχοντα. καὶ ἔδωκά σοι ἐν ὀργῇ μου, καὶ ἔσχον ἐν τῷ θυμῷ μου συστροφὴν ἀδικίας.9 Ἔφην ἤδη καὶ ἐν τοῖς ἀνωτέρω βραχὺ, ὅτι κατῃτιᾶτο Θεὸς τοὺς ἐξ Ἰσραὴλ, ὡς οὐκ οἶδ' ὅπως
He calls security in these things the enclosure. And security of heart is the boldness which one might have against enemies; when this is broken, the passions arising from cowardice rush in, so that they grant victory to the enemies without a fight. It is therefore as if he were saying, for example, I will drive them to the utmost cowardice, even though those on the opposite side are compared to a hungry and bereaved beast, I mean the bear. And that, having fallen into the bonds of captivity and been carried off to the land of the Assyrians, they will have no respite from evils, but the wretched things will follow them there as well, he indicated by saying, And there the cubs of the thicket will devour them, the beasts of the field will tear them apart. For he compares the untamed tribes of the Assyrians to cubs in the thickets and to wild beasts, being much inclined to savagery. To your dispersion, Israel, who will help? Where is this king of yours? And let him save you in all your cities; let him judge you, whom you said, Give me a king and a ruler. And I gave him to you in my anger, and I held in my wrath a gathering of injustice. I have already said briefly in the earlier passages that God accused those from Israel, as somehow
ἑλομένους τὸ ἀνθρωπίνοις μᾶλλον ὑπεζεῦχθαι ζυγοῖς, καὶ ἀνήνασθαι τὴν ὑπ' αὐτῷ βασιλείαν τῷ Θεῷ, καίτοι βεβασιλευκότος τῶν ἀρχαιοτέρων, διὰ Προφητῶν ἁγίων. ἔφη γὰρ, ὅτι "Καὶ ἐν Προφήτῃ "ἀνήγαγε Κύριος τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ ἐν Προ- "φήτῃ διεφυλάχθη." ὑμεῖς δὲ, φησὶ, τὸ ὑπὸ Θεῷ πράττειν παρωθούμενοι, καταβεβοήκατε τοῦ μακαρίου Σαμουὴλ λέ- γοντες "Ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται "ἐν τῇ ὁδῷ σου· καὶ νῦν καταστῆσον ἐφ' ἡμᾶς βασιλέα "δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη." οὐκοῦν ἐπειδήπερ εὖ βεβουλεῦσθαι δοκεῖς, ἀναστήσας ἐπὶ σαυτῷ βασιλέα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη, σώζεσθαί τε παρ' αὐτοῦ προσεδόκησας, ποῦ νῦν ἄρα ἐστίν; ἰδοὺ καιρὸς ἐπιδείξεως, πολεμείτω σου τὸν πόλεμον, ὁπλιζέσθω λαμπρῶς, σωζέτω τὰς πόλεις, προασπιζέτω τῶν ὑπὸ χεῖρα, κατασοβείτω τῶν δι' ἐναντίας, ἐλαυνέτω νεανικῶς τοὺς καταδῃοῦν ἐθέλοντας οἴκους τε καὶ πόλεις. Ἀλλ' ἴσως ἐρεῖς Καίτοι φαίνομαι μὲν ὡς αἰτήσας ἐγὼ, σὺ δὲ καὶ δοὺς καὶ κεχρικὼς ἐν ἀρχαῖς τὸν Σαούλ. ναί φησιν, ἀλλ' ἐν ὀργῇ δέδωκα τὸν ἡγούμενον, καὶ ἔσχον ἐν τῷ θυμῷ μου συστροφὴν ἀδικίας, ὡς ἠδικημένος παρὰ σοῦ, φησί· μόνον δὲ οὐχὶ καὶ τῶν τῆς βασιλείας θώκων ἐξωθούμενος, τό γε ἧκον εἰς τὸ σοὶ δοκοῦν, τεθύμωμαι λίαν. πλὴν ἀνέδειξα, καίτοι τὸ χρῆμά φησιν οὐκ ἀναγκαῖον εἰδὼς εἰς ὄνησιν, ἀλλ' ἵνα σε τῶν πραγμάτων ἡ πεῖρα πληροφορήσῃ καλῶς, ὅτι σκαιὰ καὶ ἄχρηστα κἀν τούτῳ βεβούλευσαι. ποῦ γὰρ νῦν ἐστιν, ἢ ποία λοιπὸν ἐξ αὐτοῦ γένοιτ' ἂν τοῖς πολεμου- μένοις ἡ ὄνησις;
those who chose rather to be subjected to human yokes and to reject the kingdom under God, even though He had reigned over the earlier generations through the holy prophets. For He said, "And through a prophet the Lord brought Israel up from Egypt, and through a prophet they were preserved." But you, he says, thrusting aside the doing of things under God, have cried out against the blessed Samuel, saying, "Behold, you have grown old, and your sons do not walk in your way; and now set a king over us to judge us, as the other nations also have." Therefore, since you seem to have deliberated well, having set up a king over yourself, as the other nations also have, and expected to be saved by him, where now is he? Behold, it is a time for demonstration: let him fight your war, let him arm himself splendidly, let him save the cities, let him defend those under his hand, let him terrify those on the opposite side, let him vigorously drive off those who wish to ravage houses and cities. But perhaps you will say, "Yet I indeed appear to have asked, but you both gave and appointed Saul to the offices." Yes, he says, but I gave the ruler in anger, and I had in my wrath a gathering of injustice, as though wronged by you, he says; and only not being thrust from the very thrones of the kingdom, as far as what seemed good to you, I was greatly enraged. Nevertheless, I appointed him, although, he says, I knew the matter was not necessary for benefit, but so that the experience of events might fully inform you that you have deliberated badly and uselessly in this as well. For where now is he, or what benefit could there be from him for those being warred upon?
ἀλλ' εἶπερ ἦσθα πάλιν ὑπὸ τὴν ἐμὴν φειδῶ τε καὶ χεῖρα, πάντως ἂν ὤφθης ἐν ἀμείνοσι τῶν ἐχθρῶν. οὐκοῦν "Ματαία σωτηρία ἀνθρώπου" κατὰ τὸ γε- γραμμένον, καὶ "Ψευδὴς ἵππος εἰς σωτηρίαν," ἡ ἐπ' ἄρχουσιν ἐλπίς· ἐκρύεται δὲ καὶ μάλα ῥᾳδίως οὓς ἂν ἕλοιτο Θεὸς, καὶ οὓς ἂν καταθεάσαιτο τὴν ἐπ' αὐτῷ τιμῶντας ἐλπίδα. Ἐφραῒμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ· ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ. οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων.9 Τοῦτο οἶμαί ἐστι τὸ "Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνο- "μίαν." ἐν ἀρχαῖς μὲν γὰρ Ἱεροβοὰμ, ἵνα τῶν σκήπτρων μὴ ἀποπέσοι· τὰς κατὰ νόμον θυσίας ἀποπληροῦν ἐθέλοντος τοῦ Ἰσραὴλ, ταύτης τε ἕνεκα τῆς αἰτίας ἀναφοιτῶντος εἰς Ἱεροσόλυμα· τὰς δαμάλεις ἐπενόησε τὰς χρυσᾶς. καὶ ὥσπερ τινὰ πονηροῦ σπέρματος καταβολὴν εἰς νοῦν ἐδέχετο κατακεχωσμένην, ὥσπερ καὶ ἐγκεκρυμμένην τὴν ἁμαρτίαν. ἀλλ' ἥξει φησὶ καὶ ὁ τῶν ὠδίνων καιρός. οὗτος δ' ἂν νοοῖτο πάλιν, ὅ τε τοῦ πολέμου καὶ τῆς αἰχμαλωσίας. εἰ γὰρ καὶ μὴ αὐτῷ συνέβη τῷ Ἐφραῒμ, ἀλλ' οὖν τοῖς ἐξ αὐτοῦ γε- γονόσιν, ἤγουν τοῖς τῆς ἀρχῆς διαδόχοις, ἐπῆλθον κατὰ καιροὺς, ὅτι τῆς ἐκείνου δυσσεβείας γεγόνασι μιμηταί. Διαλέγεται τοίνυν ὡς πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ Συναγω- γὴν καί φησι Τίς σε διασώσει; ἆρα ὁ υἱός σου οὗτος ὁ φρόνιμος; λέγων δὲ τὸ οὗτος, ἢ τὸν κατὰ καιροὺς βασι- λεύοντα δείκνυσιν, ὃς καὶ τὴν τοῦ δοκεῖν εἶναι συνετὸς ἐδέχετο δόξαν· παρέπεται γὰρ τοῦτο τοῖς κρατοῦσιν ἀεί· ἤγουν ἕτερόν τι, καὶ τῷ καιρῷ πρέπον ὑποδηλοῖ, καθ' ὃν καὶ ὁ τῆς προφητείας ἐγένετο λόγος.
But if you were again under my mercy and hand, you would certainly appear in a better state than your enemies. Therefore, "vain is the salvation of man," according to what is written, and "a false horse for salvation," is hope placed in rulers; but those whom God chooses are delivered quite easily, and those whom He sees honoring their hope in Him. Ephraim, his sin is hidden; birth pangs, as of a woman giving birth, will come to him. This is your wise son, because he will not endure the breaking of his children. This, I think, is what is meant by "She conceived pain and gave birth to lawlessness." For in the beginning, Jeroboam, in order not to fall from the scepter, when Israel wished to fulfill the sacrifices according to the law, and for this reason went up to Jerusalem, devised the golden calves. And like a sowing of evil seed, he received it buried in his mind, just as sin is hidden. But the time of birth pangs will come, he says. This would again be understood as the time of war and captivity. For even if it did not happen to Ephraim himself, yet it came upon those born from him, that is, the successors to his rule, in due time, because they became imitators of his impiety. Therefore, he speaks as if to the Synagogue in Samaria and says, "Who will save you? Is it this wise son of yours?" Saying "this," he either points to the one ruling at the time, who also received the reputation of being prudent—for this always accompanies those in power—or he indicates something else appropriate to the time in which the prophecy was uttered.
βασιλεύοντος γὰρ τοῦ Ἄχαζ ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις, "ἐν ἑνδε"κάτῳ ἔτει, βεβασίλευκεν ἐν τῇ Σαμαρείᾳ ἐπὶ τὸν Ἰσραὴλ "̓Ωσηὲ υἱὸς Ἠλὰ, ὃς ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς "Κυρίου." ἀλλὰ κατ' ἐκεῖνο καιροῦ κατεστράτευσε τῆς Σα- μαρείας Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων. "Καὶ ἐγενήθη, "φησὶν, Ὠσηὲ αὐτῷ δοῦλος." ὠργίζετο δὲ λίαν ὁ Ἀσσύριος ἐπ' αὐτῷ δι' αἰτίαν τοιαύτην. ἔπεμψε μὲν γὰρ πρὸς αὐτὸν ἀγγέλους, αἰτῶν μαναὰ καὶ τὰ συνήθη· ὁ δὲ προστάττεσθαι παρ' ἐκείνου μὴ ἀνασχόμενος, ἐπρεσβεύετο πρὸς Σηγὼρ βασιλέα Αἰγύπτου, τὴν παρ' αὐτοῦ βοήθειαν αἰτῶν. πρὸς τοῦτο λελυπημένος ὁ Σαλμανασὰρ, πεπολιόρκηκε μὲν τὴν Σαμάρειαν, ἐφ' ὅλοις ἔτεσι τρισίν. εἶτα ζωγρήσας τὸν Ὠσηὲ, δεσμώτην ἐποίει, καὶ κατέγραφεν ἐν οἰκέταις, ἀπῴκισε δὲ καὶ τὸν Ἰσραὴλ ἐν ὁρίοις Περσῶν καὶ Μήδων. ἔοικεν οὖν ὁ προφητικὸς ἡμῖν λόγος Ὠσηὲ τὸν Ἠλὰ καταδεικνύειν ἐν τούτοις, ὃν καὶ φρόνιμον ἀποκαλεῖ, οὐχ ὅτι
συνετὸς ἦν κατὰ ἀλήθειαν, ἀλλ' οἱονείπως εἰρωνεύεται· ἐδόκει μὲν γὰρ παρὰ τῷ Ἰσραὴλ συνετὸς εἶναί τις, καὶ σφόδρα σοφῶς βεβουλεύσθαι, διά τοι τὸ ἑλέσθαι τὴν ἐξ Αἰγύπτου καλεῖν ἐπικουρίαν αὐτοῖς. ἀλλ' ἥλω ψυχρὰ καὶ ἀνόνητα καὶ δράσας καὶ βουλευσάμενος. τίς δὴ οὖν ἄρα, φησὶν, ἐξελεῖ- ταί σε τοῦ μὴ παθεῖν τὰς ἀνηκέστους συμφοράς; οὗτος ὁ υἱός σου ὁ φρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων. τῶν γὰρ σῶν τέκνων συντριβομένων φησὶν οὐδ' ἂν αὐτὸς ὑπο- σταίη· ληφθήσεται γὰρ δοῦλός τε καὶ αἰχμάλωτος ὁμοῦ τοῖς ἄλλοις· βαδιεῖται πρὸς Ἀσσυρίους.
For when Ahaz was king over Judah in Jerusalem, "in the eleventh year, Hoshea son of Elah began to reign in Samaria over Israel, who did evil in the eyes of the Lord." But at that time Shalmaneser, king of the Assyrians, marched against Samaria. "And Hoshea," it says, "became his servant." The Assyrian was greatly angered at him for the following reason. For he sent messengers to him, demanding tribute and the customary gifts; but Hoshea, not enduring to be commanded by him, sent envoys to So, king of Egypt, asking for his assistance. Angered by this, Shalmaneser besieged Samaria for three whole years. Then, having taken Hoshea alive, he made him a prisoner, enrolled him among his servants, and also deported Israel to the borders of the Persians and Medes. Therefore, the prophetic word seems to us to point out in these things Hoshea son of Elah, whom it also calls wise, not because he was truly intelligent, but it speaks ironically, as it were; for he seemed among Israel to be someone intelligent and to have deliberated very wisely, because he chose to summon aid for them from Egypt. But he was caught, and his deeds and plans were cold and useless. Who then, it says, will deliver you from suffering incurable disasters? This wise son of yours, because he will not withstand the breaking of children. For it says that when your children are being broken, not even he himself would withstand; for he will be taken as a slave and captive along with the others; he will go to the Assyrians.
σοφὸς οὖν ὁ ψάλλων "Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος." παρ' αὐτοῦ γὰρ πᾶσα δύναμις, καὶ σωτηρία πᾶσα· καὶ σώζων οὐκ ἔστι πάρεξ αὐτοῦ. Ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς, ἐκ θανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη;9 Τὰ ἐκ θυμοῦ λαλήσας τοῖς ἡμαρτηκόσι, καὶ τὰ ἐκ λύπης ἐσόμενα προαπηγγελκὼς, ἀναπεφοίτηκε πάλιν εἰς θεοπρεπῆ τε ἡμερότητα, καὶ ὅτι μὴ εἰσάπαν τὸ ἐπὶ γῆς ἀπέστραπται γένος, μήτε μὴν ἀνῆκεν εἰς καταφθορὰν ἀχάλινόν τε καὶ ἀτελεύτητον, ἀλλ' ἔσται τις κατὰ καιροὺς φειδὼ καὶ ἀνά- κλησις εἰς τὸ ἀπ' ἀρχῆς ἐν Χριστῷ, καταμεμήνυκε προστι- θεὶς, ὡς ῥύσεται μὲν ἐκ χειρὸς ᾅδου, καὶ ἐκ θανάτου λυτρώσεται, δῆλον δὲ, ὅτι τοὺς ὑπ' αὐτὸν γεγονότας, διὰ τὴν εἰσποιητὸν ἁμαρτίαν, καὶ τὴν ἐν ἀρχαῖς τοῦ Ἀδὰμ παράβασιν. πεποίη- ται γὰρ ἡ τοιάδε πάλιν ὑπόσχεσις, οὐχὶ μόνῳ τῷ Ἐφραῒμ, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἅπασι δὲ μᾶλλον τοῖς ἐπὶ τῆς γῆς. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Οὐκ Ἰου"δαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν. δεδικαίωκε γὰρ "περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως." λελύτρωται γὰρ ἡμᾶς ἐκ χειρὸς ᾅδου, τουτέστιν, ἐκ τῆς τοῦ θανάτου καταδυναστείας, καὶ ὁ τῆς λυτρώσεως τρόπος ὁ Χριστοῦ νοεῖται θάνατος. ἀνέτλη γὰρ ἑκὼν τὴν ὑπὲρ ἡμῶν ἐπὶ ξύλου σφαγὴν, καὶ τεθριάμβευκεν ἀρχὰς καὶ ἐξουσίας, προσηλώσας αὐτῷ τὸ καθ' ἡμῶν χειρόγραφον. τότε γὰρ τότε "καὶ πᾶσα μὲν ἀνομία τὸ ἑαυτῆς ἐνέφραξε στόμα·" κατήργηται δὲ καὶ τὸ τοῦ θανάτου κράτος, ἐξῃρημένης τῆς ἁμαρτίας· αὕτη γάρ ἐστιν ἡ τοῦ θανάτου νίκη, καὶ τὸ κέντρον τοῦ ᾅδου.
Therefore, the one who chants is wise: "My strength and my hymn is the Lord." For from him comes all power and all salvation; and there is no one besides him who saves. "I will rescue them from the hand of Hades, I will ransom them from death." Where is your justice, O Death? Where is your sting, O Hades? Having spoken the words of wrath to those who have sinned, and having foretold the things that would come from grief, he has again ascended to a godly gentleness, and he has indicated that the race on earth has not been utterly turned away, nor has it been given over to unbridled and endless destruction, but there will be at certain times a sparing and a recalling to the beginning in Christ, adding that he will rescue from the hand of Hades and ransom from death—clearly, those who have come under him, on account of the acquired sin and the transgression in the beginnings of Adam. For this kind of promise has been made again, not only to Ephraim, that is, to those of the blood of Israel, but rather to all on the earth. For as the divine Paul writes: "The God is not only of the Jews, but also of the Gentiles. For he has justified circumcision by faith, and uncircumcision through faith." For he has ransomed us from the hand of Hades, that is, from the domination of death, and the manner of the ransom is understood to be the death of Christ. For he willingly endured the slaughter on the wood for our sake, and he has triumphed over the principalities and powers, having nailed up the bond against us. For then, then "every lawlessness shut its mouth"; and the power of death has been abolished, with sin removed; for this is the victory of death and the sting of Hades.
οὕτω καὶ ὁ σοφὸς ἡμῖν ἡρμήνευσε Παῦλος. ἔφη γὰρ, ὅτι "Τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ "δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος." οὐκοῦν τῆς ἁπάντων ἁμαρτίας ἀνῃρημένης ἐν Χριστῷ, φαίημεν ἂν εἰκότως καὶ ἡμεῖς αὐτοί Ποῦ ἡ νίκη σου θάνατε; που τὸ κέντρον σου ᾅδη; "Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Χριστὸς Ἰησοῦς ὁ "ἀποθανὼν" ὑπὲρ ἡμῶν, μᾶλλον δὲ "δοὺς ἑαυτὸν ἀντίλυτρον "ὑπὲρ πάντων," εἷς ὁ πάντων ἀξιώτερος, δι' οὗ καὶ ἐν ᾧ πεπλουτήκαμεν τὸ ἀναφοιτῆσαι πάλιν εἰς ἀφθαρσίαν. Παράκλησις κέκρυπται ἐξ ὀφθαλμῶν μου; διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ.9 Ἀναγνωσόμεθα τοῦ προκειμένου τὸν πρῶτον στίχον κατ' ἐπερώτησιν, καὶ ὑποστιγμὴν, καί τι τοιοῦτον ἡμῖν ὑπεμ- φήνειεν ἂν ὀρθῶς νοεῖν ᾑρημένοις. κατηῤῥώστησέ φησιν, ἡ ἀνθρώπου φύσις τὸ πολυειδὲς εἰς ἁμαρτίαν, καὶ ἀπονέ- νευκεν οὐ μετρίως εἰς τὸ πλημμελές· ταύτῃτοι δικαίως κατεδικάσθη θανάτῳ. εἶτα τίς ἔσται τῆς ἐπικουρίας ὁ τρό- πος τοῖς τοῦτο παθοῦσιν, ἢ ὅπως ἂν διακρούσαιντο τὸ συμ- βεβηκὸς, αὐτὸς ἐγὼ διασκέψομαι, μᾶλλον δὲ ἤδη καὶ ὁρίσας ἔχω. ἢ ἆρά τις ἐστὶν ἐν ὑμῖν, φρενοβλαβείας εἰς τοῦτο προήκων, ὡς οἴεσθαί τε καὶ λέγειν, ὅτι παρακλήσεως καὶ παραμυθίας ἐστί τις τρόπος, ὃν ὁ θεῖός τε καὶ ἀκήρατος οὐχ ἑώρακε νοῦς; εἰμὶ γὰρ τεχνίτης, ἄναλκίς τε πρὸς οὐδὲν, ἀλλ' εὖ οἶδα πάντα, καὶ ἀμελλητὶ κατορθῶ τὸ δοκοῦν. Καίτοι, φησὶν, οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ. προ- απαγγέλλει δὲ διὰ τούτων ἡμῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. αὐτὸς γάρ ἐστιν ἡ πάντων παράκλησις, ὁ τῆς θεραπείας τρόπος·
Thus also the wise Paul interpreted for us. For he said, "The sting of death is sin, and the power of sin is the law." Therefore, since all sin has been abolished in Christ, we ourselves might reasonably say, "Where is your victory, death? Where is your sting, Hades? For God is the one who justifies; who is the one who condemns? Christ Jesus, who died for us, or rather, 'gave himself as a ransom for all,' one who is more worthy than all, through whom and in whom we have been enriched to rise again into incorruption." "Is consolation hidden from my eyes? Because this one will judge between brothers." Let us read the first verse of the passage as a question, with a punctuation mark, and something of this sort might suggest itself to us who have chosen to think rightly. "Human nature," he says, "has fallen ill with manifold sin, and has declined not moderately into transgression; this nature was justly condemned to death. Then what will be the manner of assistance for those who have suffered this, or how they might escape what has happened, I myself will consider, or rather I have already determined. Or is there someone among you who has advanced to such folly as to think and say that there is some manner of consolation and comfort which the divine and pure mind has not seen? For I am a craftsman, weak in nothing, but I know all things well, and without delay I accomplish what seems good." Yet, he says, "This one will judge between brothers." Through these words he announces to us our Lord Jesus Christ. For he is the consolation of all, the manner of healing.
αὐτὸν προώρισεν ὁ Πατὴρ πρὸ χρόνων αἰωνίων Σωτῆρα καὶ Λυτρωτὴν τοῖς τῷ θανάτῳ κεκρατη- μένοις. αὐτὸν ἔφη διαστέλλειν ἀνὰ μέσον ἀδελφῶν. καὶ τί δὴ τοῦτο ἔστιν, αὐτοῦ λέγοντος ἀκηκόαμεν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ "Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν "εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον
βαλεῖν εἰρήνην ἀλλὰ "μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς "αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην "κατὰ τῆς πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ "οἰκειακοὶ αὐτοῦ·" καὶ πάλιν τὰ ἐσόμενά που προαπαγ- γέλλων τοῖς ἁγίοις μαθηταῖς "Παραδώσει, φησὶν, ἀδελφὸς "ἀδελφὸν εἰς θάνατον," καὶ ἐπαναστήσεται πατὴρ ἐφ' υἱούς. ἐπειδὴ γὰρ τὴν τοῦ διαβόλου καθῄρηκε τυραννίδα, καὶ τῶν τῆς εἰδωλολατρείας ἐξείλετο βρόχων τοὺς πεπλανημένους, κατέδησεν οὕτως πρὸς ἀγάπην τὴν πρὸς ἑαυτὸν, ὡς καὶ φυσικῆς ἀλογῆσαι φιλοστοργίας τοὺς πεπιστευκότας, καὶ ἀδελφοὺς ἀνήνασθαι καὶ πατέρας καὶ οἴκους καὶ γένη, καὶ ἀποχρήσειν αὐτοῖς εἰς ἅπασαν εὐθυμίαν, ὑπολαβεῖν τὸ προσκεκλίσθαι τῷ Χριστῷ. καὶ γοῦν καὶ ὁ μακάριος Δαυεὶδ, ὡς ἐκ προσώπου τῶν τοῦτο κατορθωκότων ψάλλει που καί φησιν ὅτι "Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατ- "έλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με." Ἐπάξει καύσωνα ἄνεμον Κύριος ἐκ τῆς ἐρήμου ἐπ' αὐτὸν, καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ·
The Father predestined him before eternal times to be Savior and Redeemer for those held by death. He said that he would make a separation between brothers. And what this is, we have heard from the words of our Savior Christ himself: "Do not think that I came to cast peace upon the earth; I did not come to cast peace, but a sword. For I came to divide a man against his father, and a daughter against her mother, and a bride against her mother-in-law, and a man's own household are his enemies." And again, somewhere foretelling what would happen to the holy disciples, he says, "Brother will hand over brother to death," and father will rise up against sons. For since he has overthrown the tyranny of the devil and has freed the deceived from the snares of idolatry, he has so bound them to love for himself that the believers have disregarded natural affection, and have renounced brothers, fathers, homes, and families, and have considered that being attached to Christ suffices for all contentment. And indeed, the blessed David, as if from the perspective of those who have achieved this, sings somewhere and says, "My father and my mother abandoned me, but the Lord took me in." The Lord will bring a scorching wind from the desert upon him, and will dry up his veins, will lay waste his springs, will himself dry up his land and all his desirable possessions.
αὐτοῦ.9 Μεθίστησι μὲν τὸν λόγον ἐπ' αὐτὸ τὸ τοῦ θανάτου πρόσωπον, ἀνέμῳ δὲ νότῳ καὶ καύσωνι παρεικάζει Χριστὸν, ὃν καὶ ἐκ τῆς ἐρήμου φησὶν ἐπενεχθήσεσθαι κατὰ καιρούς. χρὴ δὲ εἰδέναι, καὶ πρό γε τῶν ἄλλων, ἐκεῖνο, ὅτι τῶν Ἰουδαίων ἡ χώρα πλατεῖαν καὶ ἀκατάληπτον ἔρημον ἔχει, κειμένην ἐν μέρεσι τοῖς νοτιωτάτοις, κἂν εἰ συνέβη ποτὲ τὸν ἐκεῖθεν ἄνεμον κατενεχθῆναι ῥαγδαίως, περιδεεῖς ἦσαν οὐ με- τρίως, αὐαινομένης τῆς χώρας. δοκεῖ δέ τισι καὶ αὐτὰς τῶν ὑδάτων τὰς ἐν τῇ γῇ φλέβας ὀκνηροτέρας ποιεῖσθαι τὰς χορηγίας, καὶ ταῖς τοῦ βιαίου καὶ πυρώδους πνεύματος προσ- βολαῖς ἀνακόπτεσθαι. οὐκοῦν ἐξ ὧν ἴσασι καὶ πεπείρανται, ποιεῖται τοὺς λόγους. Ἐπενεχθήσεσθαι δὴ οὖν τῷ θανάτῳ Χριστὸν ὁ προφητικὸς ἡμῖν ἔφη λόγος ἀνέμῳ καύσωνι παραπλήσιον, ὃς πάσας αὐτοῦ τὰς πηγὰς καὶ τὰς φλέβας καταξηρανεῖ. ἐπιμένει οὖν τῇ τροπῇ, καὶ μάλα ὀρθῶς, καὶ ὡς ἀπό γε τοῦ συμ- βαίνειν εἰωθότος, τὴν τοῦ μυστηρίου ποιεῖται δήλωσιν. φλέβας δὲ καὶ πηγὰς τοῦ θανάτου, τοὺς τῆς ἀπωλείας τρόπους εἶναί φαμεν, ἤτοι τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις. δι' αὐτῶν γὰρ ὥσπερ τὴν τῶν ἀεὶ κατὰ καιροὺς ἀπολλυμένων χορηγεῖται πληθύν. οὕτω νοήσεις καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ. σκεύη γὰρ ἀπολλύοντα τοὺς ἐπὶ τῆς γῆς καὶ τῷ θανάτῳ τίμια φαίη τις ἂν εἰκότως, ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, ἤγουν ἀνοσίους τινὰς τῶν ἐπὶ τῆς γῆς, τῆς ἐκείνου δυστροπίας θεραπευτὰς, καὶ προσαπολλύντας ἑαυτοῖς ἑτέρους. πνεύσαντος δὴ οὖν τοῦ καύσωνος, ἅπασά φησιν ἡ τοῦ θανάτου ξηρανθήσεται γῆ. πε- ποίηται δὲ πάλιν ὡς ἐκ μεταφορᾶς ὁ λόγος.
He shifts the discourse to the person of Death itself, and likens Christ to a south wind and a burning heat, which he says will be brought from the desert at the appointed times. But one must know, before all else, that the land of the Jews has a broad and vast desert lying in its southernmost parts, and if ever a wind from there happened to rush down violently, they were exceedingly fearful, as the land withered. Some even think that the very veins of water in the earth become sluggish in their supply and are checked by the assaults of the violent and fiery blast. Therefore, he makes his words from what they know and have experienced. So then, the prophetic word told us that Christ would be brought against Death like a burning wind, which will dry up all its springs and veins. He therefore persists in the metaphor, and quite rightly, and from what usually happens, he makes the revelation of the mystery. By the veins and springs of Death, we mean the modes of destruction, that is, the evil and opposing powers. For through them, as it were, the multitude of those perishing at each time is supplied. In this way you will also understand "its desirable vessels." For one might reasonably call vessels that destroy those on earth and are precious to Death, or the evil and opposing powers, that is, certain impious men on earth, servants of its perversity, who also destroy others along with themselves. So then, when the burning heat has blown, he says, the whole land of Death will be dried up. And again the speech is made by way of metaphor.
ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχόν Κατεβόσκετο μὲν ὥσπερ τι χωρίον ὁ θάνατος τοὺς ἐπὶ τῆς γῆς· ἀλλ' ἔσται ξηρὸν, οὐχ εὑ- ρήσει νομὴν ὁ θάνατος. ἀνῄρηται γὰρ ἡ φθορὰ προθέντος ἅπασι τοῦ Χριστοῦ τὴν ζωὴν, καὶ παλινάγρετον ἐφέντος ποιεῖσθαι τὴν ἀφθαρσίαν. Ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν Θεὸν αὐτῆς· ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοὶ, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαῤῥαγήσονται.9 Διαπεράνας εὖ μάλα τὸν ἐπὶ Χριστῷ λόγον, καὶ τῆς καθόλου λυτρώσεως τὸ μυστήριον προαπηγγελκὼς ὁ μακά- ριος προφήτης, ἐποιμώζει πάλιν ταῖς τῶν προσκεκρουκότων συμφοραῖς, μόνον δὲ οὐχὶ καὶ κατολοφύρεται τοὺς ἐν Σα- μαρείᾳ. μετὸν γὰρ ἀπόνασθαί φησι, καὶ σφόδρα πλουσίως, τῶν ἐξ ἡμερότητος ἀγαθῶν, αὐτόμολοι δεδραμήκασι πρὸς τὰ ἐξ ὀργῆς ἐσόμενα κατ' αὐτῶν, διάτοι τὸ ἀντεξάγειν ἑλέσθαι Θεῷ, καὶ δεσποτικοῖς προστάγμασι τὸ ἴδιον ἀντεγεῖραι θέλημα, μόνον δὲ οὐχὶ καὶ ἀντιτετάχθαι δοκεῖν, ἢ καὶ ἐν μοίρᾳ γενέσθαι τῶν ἀνθεστηκότων αὐτῷ κατὰ ἀλήθειαν. τοιγάρτοι φειδοῦς ἁπάσης ἐξῃρημένης ἔργον μὲν ἔσονται ῥομφαίας αὐτοί· ξένοι δὲ τῆς ἀπανθρωπίας ἐπινοηθήσονται τρόποι κατά τε γυναίων καὶ τέκνων. ὁμοῦ γὰρ τοῖς ἀρτιγενέσι νηπίοις πρόωρον
For it is as if one were to say, for instance, "Death, like some place, was grazing down those on the earth; but it will be dry, Death will find no pasture." For corruption has been abolished, since Christ has set life before all and has permitted them to recover incorruption. "Samaria will be destroyed, because it rebelled against its God; they will fall by the sword, and their infants will be dashed to the ground, and their pregnant women will be ripped open." Having very well completed the discourse concerning Christ and having previously announced the mystery of the universal redemption, the blessed prophet again laments the calamities of those who have offended, and almost bewails those in Samaria. For he says that, although they could have enjoyed, and very abundantly, the blessings of gentleness, they have run over as deserters to what will befall them from wrath, because they chose to rebel against God and to set their own will against the Lord's commands, almost seeming to have arrayed themselves against him or even to have been numbered among those who truly opposed him. Therefore, with all mercy removed, they themselves will be the work of the sword, and modes of inhumanity will be devised against women and children. Together with the newborn infants, a premature
ὑπομενοῦσι θάνατον καὶ τὰ οὔπω κεκλη- μένα πρὸς τὸ εἶναι καὶ ζῆν, καὶ φθάσει τὴν δι' ὠδῖνος πρόοδον τῶν πολεμίων τὸ ξίφος. πικρὸν οὖν ἄρα τὸ ἀντι- τάττεσθαι Θεῷ, καὶ ὀλέθρου πρόξενον ἀληθῶς καὶ δι' αὐτῆς ὁρᾶται τῆς πείρας. Ἐπιστράφητι Ἰσραὴλ πρὸς Κύριον τὸν Θεόν σου, διότι ἠσθένησας ἐν ταῖς ἀδικίαις σου. λάβετε μεθ' ἑαυτῶν λόγους, καὶ ἐπι- στράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· εἴπατε αὐτῷ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθὰ, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν. Ἀσσοὺρ οὐ μὴ σώσῃ ἡμᾶς, ἔφιπποι οὐκ ἀναβησόμεθα· οὐκ ἔτι μὴ εἴπωμεν Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν.9 Οὐ μετρίως ἄν τις ἀγάσαιτο κἀν τῷδε δὴ πάλιν τοῦ προφήτου τὸ εὐτεχνὲς, καὶ τοῦ λόγου τὴν οἰκονομίαν. πε- ποίηται γὰρ ἁγιοπρεπῶς, καί ἐστι τῆς ἄνωθεν μυσταγωγίας ἔμπλεως. προαναπεφώνηκε μὲν γὰρ τὴν ἐσομένην διὰ Χριστοῦ λύτρωσιν, καὶ ὅτι κατὰ καιροὺς ἀτονήσει θάνατος, καὶ ἀργήσει τὸ κέντρον τοῦ ᾅδου· καὶ πρὸς τούτοις, ὅτι παρακλήσεως καὶ παραμυθίας τρόπος ἂν νοοῖτο παντελῶς οὐδεὶς, ὃς οὐκ ἐγνώσθη Θεῷ. καὶ τί μετὰ τοῦτο; συμβου- λεύειν ἦν ἀναγκαῖον τὰ πρὸς σωτηρίαν αὐτοῖς τελοῦντα λοιπὸν φρονεῖν τε καὶ δρᾶν, καὶ οἱονεὶ πρὸς ἀνάνηψιν ἀνα- κομίζειν ἐπείγεσθαι τοὺς μεμεθυσμένους· οὐκ ἐξ οἴνου· πό- θεν; ἐκ φιληδονίας δὲ μᾶλλον κοσμικῆς, καὶ τοῦ προσκεῖ- σθαι φιλεῖν ταῖς τῶν δαιμονίων ἀπάταις.
They will undergo death, and those not yet called into being and life will also undergo it, and the sword will overtake the advance of the enemies through the travail of birth. Bitter, then, is it to oppose God, and truly productive of destruction, as is seen even from experience itself. "Turn, O Israel, to the Lord your God, for you have grown weak in your iniquities. Take words with yourselves, and turn to the Lord your God; say to Him that you may not receive injustice but receive good things, and we will render the fruit of our lips. Assyria will not save us; we will not mount horses; we will no longer say, 'Our gods,' to the works of our hands." One might not moderately admire even here the prophet's skill and the economy of the discourse. For it has been composed in a holy manner and is full of the higher mystagogy. For he has proclaimed beforehand the coming deliverance through Christ, and that in due time death will grow weak and the sting of Hades will be idle; and in addition, that there would be no manner of consolation or comfort that was unknown to God. And what after this? It was necessary to advise them to think and do what conduces to their salvation, and to hasten to bring back, as it were to soberness, those who are intoxicated—not from wine—how could that be?—but rather from worldly pleasure and from being fond of clinging to the deceits of the demons.
ἵνα τοίνυν μὴ ταῖς εἰς χρηστότητα καὶ φιλανθρωπίαν ὑποσχέσεσι πρὸς τὸ ῥᾴθυμον ὑπτιούμενοι, τὸν σωφρονίζειν εἰδότα παρ' οὐδὲν ποιοῖντο λόγον, ταύτῃτοι χρησίμως πρὸς ὑπόμνησιν αὐ- τοὺς τῶν δεινῶν ἀναφέρει πάλιν, ἀφανισθήσεσθαι μὲν τὴν Σαμάρειαν εἰπὼν, ὅτι ἀντέστη πρὸς τὸν Θεὸν αὐτῆς· εἶτα τούτοις ἐκεῖνα προστιθεὶς, ἃ δὴ μάλιστά γε καταδεδίττεσθαί τε καὶ ἀνιᾶν οὐκ ἀνικάνως ἔχοντα φαίνεται τοὺς ἀκροωμένους. νήπια μὲν γὰρ ἐδαφισθήσεσθαί φησι· συνδιολεῖσθαι δὲ τοῖς ἐμβρύοις καὶ αὐτὰς τὰς μητέρας, οὔπω τῆς λαγόνος ἐξ- ενεγκούσας εἰς φῶς τὸ πολύευκτον ἄχθος. προκαταπτοήσας δὴ οὖν τοῖς δείμασιν, ἐπὶ καιροῦ λοιπὸν ταῖς τῶν νουθετου- μένων καρδίαις τὸν καλοῦντα πρὸς μετάγνωσιν ἐνίησι λόγον, ὅτι χρὴ παλινδρομεῖν, καὶ πρὸς Θεὸν ἐπανήκειν εὖ μάλα παραφωνῶν. λέγων δὲ ὅτι ἠσθένησας ἐν ταῖς ἀδικίαις σοῦ, δίδωσι νοεῖν, ὅτι πάντη τε καὶ πάντως συγκαταλήξει ταῖς ἀδικίαις καὶ τὸ ἀσθενεῖν αὐτοὺς, καὶ τοῖς τῆς ἀποστασίας τρόποις, εἰ ἐκ μέσου γένοιντο, συνοιχήσεται καὶ τὰ δεινά. Τὸν δέ γε τῆς πρὸς Θεὸν ἐπιστροφῆς καταλειαίνει τρόπον· ἔσεσθαι γὰρ ἐν ἀμείνοσι καὶ ἐν φειδοῖ τῇ παρὰ Θεῷ τοὺς ἡμαρτηκότας εὖ μάλα φησὶν, οὐ τὰ ἐκ πλούτου προσ- άγοντας, οὐ χρυσὸν ἀναθέντας, οὐ σκεύεσιν ἀργυροῖς τιμᾶν ᾑρημένους, οὐ βουθυσίαις, οὐ μήλων σφαγαῖς εὐφραίνοντας, ἀλλ' εἰ χαρίσαιντο λόγους, καὶ εὐστομεῖν ἕλοιντο τὸν τῶν1.278 ὅλων Δεσπότην ἐκμειλισσόμενοι.
Lest, therefore, by being lulled into indolence through promises of kindness and philanthropy, they should make light of the word that knows how to chasten, he usefully brings them back to a reminder of terrors by this means, saying that Samaria will be destroyed because it opposed its God; then he adds to these things those which especially appear capable of terrifying and distressing the hearers. For he says that infants will be dashed to the ground, and that the mothers themselves will perish together with the embryos, not yet having brought the much-desired burden from the womb into the light. Having thus first struck them with fear, he then at the opportune moment instills into the hearts of those being admonished the word that calls them to repentance, that they must turn back and return to God, crying out loudly. And by saying that you have grown weak in your injustices, he gives to understand that their weakness will entirely and completely cease together with the injustices, and that if the ways of apostasy are removed, the terrors will also depart. He smooths the way for return to God; for he says that those who have sinned will be in a better state and in God's mercy, not by bringing offerings of wealth, not by dedicating gold, not by choosing to honor with silver vessels, not by ox-sacrifices, not by pleasing with slaughters of sheep, but if they should offer words and choose to speak well, propitiating the Lord of all.
λάβετε γὰρ μεθ' ἑαυτῶν λόγους, εἴπατε τῷ Θεῷ, ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαθὰ, τουτέστιν ἵνα μὴ ταῖς ἀδικίαις ἰσομέτρως κολάζησθε, καταπλουτῆτε δὲ μᾶλλον ταῖς τῶν ἀγαθῶν χορηγίαις, ἐπαγ- γείλασθε δὲ προσκομίζειν αὐτῷ τὰ ἀπὸ χειλέων, χαριστηρίους ᾠδὰς καὶ ἐξομολόγησιν. γλώσσης γὰρ τὰ τοιάδε καρποί. πλὴν ἐκεῖνο βοᾶτέ φησι, καὶ ἀραρότως ἐπαγγέλλεσθε, ὡς οὔτε Ἀσοὺρ σώσει ἡμᾶς, οὔτε μὴν ἔφιπποι ἀναβησόμεθα· ἀλλ' οὐδὲ ἐροῦμεν ἔτι Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν. ἦσαν γὰρ οὗτοι τῆς ἀποστασίας οἱ τρόποι. διὰ ταῦτα προσ- κεκρούκασιν, ὅτι καὶ λελατρεύκασιν εἰδώλοις, καὶ τὸν ἀεὶ σώζοντα Θεὸν ἀτιμάσαντες, ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις προσνενεμήκασι τὴν ἐλπίδα. καὶ πολεμούντων μὲν αὐτοῖς τῶν Αἰγυπτίων, ἐπεκαλοῦντο τὸν Ἀσσύριον· Ἀσσυρίων δὲ πάλιν ὅπλα κατὰ τῆς Σαμαρείας ἠρμένων, κατεμισθοῦντο χρήμασι τοὺς τῶν Αἰγυπτίων ἱπποτοξότας, ἤγουν τοὺς τῆς ἐν πολέμοις ἱππικῆς ἐπιστήμονας. ταύτῃτοι καὶ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς "Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον "ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις πεποιθότες καὶ ἐφ' ἅρμασιν·" ἐγελῶντο δὲ, καὶ μάλα δικαίως, προασπιστὴν ποιεῖσθαι σπουδάζοντες "Αἰγύπτιον ἄνθρωπον καὶ οὐ Θεὸν,
Take with you words, and say to God, so that you may not receive injustice but receive good things—that is, so that you may not be punished in equal measure to your injustices, but rather be enriched by the supply of good things. And promise to bring to him the fruits of your lips: songs of thanksgiving and confession. For such are the fruits of the tongue. Yet, he says, cry out that and promise steadfastly, that neither will Assyria save us, nor shall we mount horses; nor will we any longer say, "Our gods," to the works of our hands. For these were the ways of apostasy. Because of these things they have given offense, in that they have worshipped idols, and having dishonored the God who always saves, they have assigned their hope to human aids. And when the Egyptians were warring against them, they called upon the Assyrian; and when again the arms of the Assyrians were raised against Samaria, they hired with money the horse-archers of the Egyptians—that is, those skilled in cavalry in wars. For this reason they also heard God saying clearly, "Woe to those who go down to Egypt for help, who trust in horses and chariots." And they were mocked, and quite justly, for striving to make an Egyptian man and not God their protector.
ἵππων "σάρκας," κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἀποφοιτᾶν ἐπαγ- γέλλονται καὶ τοῦ λατρεύειν εἰδώλοις καὶ τοῦ τὰς ἐλπίδας ἐπ' ἀνθρώποις ἔχειν ἔτι. ἐπανόρθωσις δὲ αὕτη τῶν ἤδη προεπταισμένων, καλοῦσα πρὸς ἡμερότητα τὸν τῶν ὅλων Δημιουργὸν, τὸν διὰ φωνῆς Προφήτου λέγοντα "Ἀποσ-"τροφῇ ἀποστρέψατε ἀπὸ τῶν ἀνομιῶν ὑμῶν, οἶκος τοῦ "̓Ισραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας." Ὁ ἐν σοὶ, ἐλεήσει ὀρφανόν.9 Αὕτη τοῦ Προφήτου φωνὴ προτρέποντος εἰς μετάγνωσιν, καὶ τοῦ Δεσπότου τὴν γαληνότητα καθιστάντος ἐναργῆ, καὶ τὸν ὄκνον ὑποτεμνομένου τοῦ μεταγινώσκειν ἐθέλοντος. μὴ γὰρ ἐνδοιάσῃς, φησὶν, ὦ Ἰσραὴλ, ὅτι τεύξῃ τῶν κατ' εὐχὴν, εἰ προσκομίσειας τὴν μετάγνωσιν. ὁ γὰρ ἐν σοὶ Θεὸς ἐλεεῖν οἶδε καὶ κατοικτείρειν ὀρφανούς. οὕτω που φησὶ καὶ ὁ θεσπέσιος Δαυείδ "Ὀρφανὸν καὶ χήραν ἀναλήψεται," ἐξ ἑνὸς οἶμαι πράγματος, ἤγουν ἐκ προσώπων τῶν ὅτι μάλιστα κατελεεῖσθαι πεφυκότων, τῆς θείας τε καὶ ἀποῤῥήτου φύσεως καταδεικνὺς τὸ φιλάνθρωπον. εἰ δὲ δὴ βούλοιτό τις τῆς ὀρφανίας τὸ χρῆμα καὶ αὐτῷ καταγράφειν τῷ Ἰσραήλ· ἀπώλισθε γὰρ μονονουχὶ Πατρὸς τοῦ Θεοῦ, καίτοι λέγοντος ἐναργῶς "Υἱὸς πρωτότοκός μου Ἰσραήλ·" φαίην ἂν ἔγωγε καὶ τῇδε νοεῖν ὀρθῶς.
of horses' "flesh," as it is written. So they profess to depart both from serving idols and from still placing their hopes in men. This is a correction of the errors already committed, summoning the Creator of all things to gentleness, who says through the voice of the Prophet, "Turn away, turn away from your lawless deeds, O house of Israel, and they will not be for you a punishment for injustice." The one in you will have mercy on an orphan. This is the voice of the Prophet urging repentance, and making manifest the serenity of the Lord, and cutting short the hesitation of one who wishes to repent. For do not doubt, he says, O Israel, that you will obtain what you pray for, if you bring repentance. For the God in you knows how to have mercy and pity on orphans. So too the divine David says somewhere, "He will take up the orphan and the widow," showing, I think, from one thing—that is, from persons who are especially disposed to be pitied—the philanthropy of the divine and ineffable nature. But if someone should wish to ascribe the condition of orphanhood to Israel itself—for it has all but slipped away from God the Father, even though he clearly says, "My firstborn son Israel"—I myself would say that this too is to be understood correctly.
Δεῖ δὴ οὖν ἄρα τεθαῤῥηκότας ὡς ἀγαθός τε ἐστὶ καὶ πρόχειρος εἰς φιλανθρωπίαν ὁ τῶν ὅλων Δεσπότης, ἀοκνό- τατα μετανοεῖν, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπανορθώσεσι, τὰς τῶν ἤδη προεπταισμένων ἀπολύειν αἰτίας. Ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, διότι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ' αὐτῶν.9 Εἰσκεκόμισται γείτων εὐθὺς, μόνον δὲ οὐχὶ καὶ ἀγχίθυρος, ὁ παρὰ Θεοῦ λόγος, ἰᾶσθαί τε τοὺς ἠσθενηκότας ὑπισχνου- μένου, καὶ ὁμολόγως ἀγαπᾶν, τουτέστιν, ὁμολογουμένως καὶ ἀκρύπτως ἤδη λοιπὸν ἐνεργοῦντα φαίνεσθαι τὰ ἐκ φειδοῦς καὶ ἀγάπης, καὶ τὴν παντὸς ἐπίδοσιν ἀγαθοῦ. δηλοῖ δὲ πρὸς τούτοις, ὅτι καὶ τῆς εἰς αὐτοὺς κατέληξεν ὀργῆς, καὶ τῆς αὐτῷ φιλητῆς οὐκ ἀποδημήσει φιλανθρωπίας. ἔοικε δὲ πάλιν ὁ λόγος ἡμῖν ἐν τούτοις, οὐ μόνης διαμεμνῆσθαι τῆς τῶν ἐξ αἵματος Ἰσραὴλ ἐπιστροφῆς, συνεισκομίζειν δὲ μᾶλλον καὶ τὴν τῶν ἐθνῶν κλῆσιν· ὅτι μὴ "πάντες οἱ "ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ·" καταλογίζονται δὲ μᾶλλον εἰς τέκνα οἱ ἀκολουθοῦντες "τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πί- "στεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ." οὐκοῦν συνεισφέρεται καὶ ἡ τῶν ἐθνῶν κλῆσις, καὶ ἡ πρὸς Θεὸν οἰκείωσις ἐν Χριστῷ διὰ πίστεως καὶ ἁγιασμοῦ· κατασημαίνεται δὲ πρὸς τούτῳ καὶ ἡ τῶν πνευματικῶν χορηγία, καὶ τῆς χάριτος τὸ ἀμφιλαφὲς, δῆλον δὲ ὅτι τῆς ἐν Χριστῷ. Ἔσομαι ὡς δρόσος τῷ Ἰσραήλ.9 Πάντως που καταπιαίνουσα καὶ κατάρδουσα τὸν νοῦν τῶν κεκλημένων εἰς μετάγνωσιν, τῇ ἄνωθεν παρακλήσει, δῆλον δὲ ὅτι τῇ διὰ Πνεύματος· ἄνωθεν γὰρ ἡ δρόσος.
Therefore, we must be confident that the Lord of all is good and ready in his love for humanity, and repent most unhesitatingly, and by corrections for the better, release the causes of the errors already committed. "I will heal their dwellings, I will love them openly, because my anger has turned away from them." The word from God has been brought in immediately, almost at the doorstep, promising to heal those who have grown weak and to love them openly—that is, to manifestly and unconcealedly now at last put into effect the actions arising from mercy and love, and the bestowal of every good. It also makes clear that his anger towards them has ceased, and that he will not depart from the philanthropy that is dear to him. In these words, the discourse seems to us to recall not only the conversion of those of the blood of Israel, but rather to bring in also the calling of the Gentiles—because not all who are from Israel are Israel; rather, those who follow "the footsteps of the faith in circumcision of our father Abraham" are counted as children. Therefore, the calling of the Gentiles is also brought in, and their familiar relationship with God in Christ through faith and sanctification; in addition, the supply of spiritual gifts and the abundance of grace—clearly that in Christ—are indicated. "I will be like dew to Israel." Surely, fattening and watering the mind of those called to repentance, by the consolation from above—clearly that through the Spirit; for dew comes from above.
Ἀνθήσει ὡς κρίνον.9 Ἐκδώσει φησὶ τὸ εὐῶδες ἐν Χριστῷ, καὶ τῆς εὐαγοῦς πολιτείας τὴν εὐοσμίαν, καὶ ἀπόλεκτον ἄνθος ἔσται λοιπόν. Καὶ βαλεῖ τὰς ῥίζας αὐτοῦ ὡς λίβανος, πορεύσονται οἱ κλάδοι αὐτοῦ.9 Ὅτι μὴ εὐκατάσειστος τῶν πιστευόντων ὁ νοῦς, οὐδὲ οἷον ἕτοιμος εἰς τὸ νικᾶσθαι πνεύμασι πονηροῖς, διὰ τούτου δηλοῖ. ἔσται γὰρ οὕτως ἀσφαλὴς καὶ ἐρηρεισμένος, καθά- περ ἀμέλει καὶ τὸ τοῦ λιβάνου φυτὸν, ὃ καθίησι μὲν εἰς βάθος πολὺ τὴν ῥίζαν· τοῖς γεμὴν ἄνωθεν κλάδοις, οὐ με- τρίως εὐρύνεται. σπαταλώσης γὰρ τῆς ῥίζης, ἁδραί που πάντως εἰσὶ καὶ αἱ τῶν ὀρπήκων ἐκδόσεις. Καὶ ἔσται ὡς ἐλαία κατάκαρπος.9 Ἀειθαλὴς δηλονότι καὶ εὔκαρπος· τοιοῦτον γὰρ τὸ φυτόν. Καὶ ἡ Εὐοσμότατον κομιδῇ τοῦ λιβάνου τὸ χρῆμα.
ὄσφρανσις αὐτοῦ ὡς λιβάνου.9 ταύτῃτοι καὶ ὡς ἱερὸν τῷ Θεῷ, καὶ ὁ Μωυσέως αὐτὸ κατεχρησμῴδησε νόμος. Λιβάνῳ γὰρ δεῖν καταπάττεσθαι τὴν προσαγομένην σεμίδαλιν εἰς θυσίαν, διετύπου πολλαχῶς. εὐώδης οὖν ἔσται, φησὶν, ὁ τῶν κεκλημένων καρπὸς, καὶ εὐπαράδεκτος εἰς θυ- σίαν τῷ φιλαρέτῳ Θεῷ. Ἐπιστρέψουσι καὶ καθιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ.9 Ἀποπεπαύσονται, φησὶ, τῶν ἀρχαίων αἰτιαμάτων, καὶ ὑπονοστήσουσιν εὐσθενῶς εἰς τὸ λατρεύειν "Θεῷ ζῶντι καὶ "ἀληθινῷ," καὶ ὑπ' αὐτῷ γενήσονται
It will bloom like a lily. It will put forth, he says, the fragrant thing in Christ, and the sweet scent of holy conduct, and it will be a choice flower henceforth. And it will strike its roots like frankincense, its branches will spread. That the mind of believers is not easily shaken, nor ready to be overcome by evil spirits, he indicates through this. For it will be so secure and firmly fixed, just as indeed the frankincense plant, which sends its root deep down, while above it is not moderately broadened with branches. For when the root is luxuriant, the shoots are certainly vigorous. And it will be like a fruitful olive tree. Evergreen, clearly, and fruitful; for such is the plant. And its scent is most fragrant, quite like that of frankincense. Its fragrance is like frankincense. For this reason, indeed, as sacred to God, the law of Moses also prescribed it. For it was repeatedly ordained that the fine flour brought for sacrifice should be sprinkled with frankincense. So, he says, the fruit of those who are called will be fragrant and well received as a sacrifice by the God who loves virtue. They will return and take their seat under its shelter. They will cease, he says, from their former accusations, and will strongly withdraw to serve the "living and true God," and will be under him.
μονοτρόπως, οὐ παρ' ἑτέρου τὸ σώζεσθαι ἀπὸ τῶν ἐχθρῶν, ἀλλὰ παρ' αὐτοῦ προσδοκῶντες μόνου. τοῦτό τοι πληροῦσα καλῶς ἡ ἐξ ἐθνῶν Ἐκκλησία, περὶ τοῦ πάντων Σωτῆρός φησιν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων "Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ "ἐκάθισα." τοῖς τοῦτο δρᾶν εἰωθόσιν ἐπιφωνείτω λέγων καὶ ὁ θεσπέσιος Δαυείδ "Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει "σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα." τοῦτο τοῖς ἀρχαιοτέροις ἐπετελεῖτο παρὰ Θεοῦ, νεφέλης αὐτοῖς ἐπισκιαζούσης κατὰ τὴν ἔρημον, καὶ τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ σκηνὴν ὑπο- φαινούσης ἀστείως. εὖ δὲ δὴ σφόδρα καὶ τὸ καθιοῦνταί φησιν, ἵνα τὸ βεβηκὸς καὶ τὸ ἱδρυμένον ἀσφαλῶς τῆς τῶν ἐπιστρεφόντων γνώμης διὰ τούτου νοῆται. Ζήσονται καὶ μεθυσθήσονται σίτῳ.9 Αὗται τῆς ἐπιστροφῆς καὶ τῆς ἑδραιότητος ἀξιόληπτοι δωρεαί. καὶ ζωῆς γὰρ ἔσονταί φησι τῆς αἰωνίου μέτοχοι, καὶ ἐν πλεονασμῷ δυνάμεως, δῆλον δὲ ὅτι καὶ πνευματικῆς. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ στηριχθήσονται σίτῳ. γέγραπται δὲ, ὅτι "Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου." σώματα μὲν γὰρ ταῖς καταλλήλοις ἥδεται τροφαῖς, ψυχὴν δὲ ἀνθρώπου θεῖός τε καὶ ἄνωθεν διανευροῖ λόγος. ὅτι γὰρ ἐξ ἀσθενείας εἰς δύναμιν μεταφοιτήσειεν ἂν ὁ ἐπιστρέφων ἐκ πλάνης πρὸς ἐπίγνωσιν Θεοῦ, καὶ ἐκ τῶν τῆς φαυλότητος βόθρων ἀνα- θρώσκων εὐσθενῶς εἰς ἔφεσιν ἀρετῆς, πῶς ἐστὶν ἀμφι- βαλεῖν; εἴπερ ἐστὶν ἀληθῶς ἀσθενείας μὲν ἔγκλημα, τὸ ἀναπίπτειν εἰς ῥᾳθυμίας καὶ εἰς ἡδονὰς κοσμικὰς, καὶ εἰς τὸ προσκεῖσθαι φιλεῖν ταῖς τῶν εἰδώλων λατρείαις·
only, not from another, expecting to be saved from enemies, but from him alone. This the Church from the Gentiles well fulfills, saying concerning the Savior of all in the Song of Songs: "In his shadow I desired and sat down." And let the divine David also say to those accustomed to do this: "By day the sun will not burn you, nor the moon by night." This was accomplished for the ancients by God, a cloud overshadowing them in the desert, and elegantly indicating the tent from above and from God. And he very well says "they will sit down," so that the steadfast and securely established character of the mind of those who turn back may be understood through this. They will live and be intoxicated with grain. These are worthy gifts of conversion and steadfastness. For they will be partakers of eternal life, he says, and in an abundance of power, clearly also of spiritual power. For I think this is what is meant by "they will be strengthened with grain." For it is written: "Bread strengthens a man's heart." For bodies delight in their appropriate foods, but divine and heavenly discourse strengthens a man's soul. For that one who turns back from error to knowledge of God would pass from weakness to strength, and rising vigorously from the pits of baseness to a desire for virtue, how can one doubt? Since it is truly a charge of weakness to fall back into indolence and worldly pleasures, and to love being devoted to the worship of idols.
ἰσχύος δὲ τῆς πνευματικῆς λαμπρὸν νοεῖται κατόρθωμα, τὸ ἀγα- θουργεῖν ἑλέσθαι προθύμως, ἡγεῖσθαί τε πρὸς τούτῳ τῆς εἰς Θεὸν ἀγάπης τὸ ἄμεινον οὐδὲν, καὶ ἀδιαπτώτως ἰέναι μετὰ γοργοῦ τοῦ φρονήματος τὴν εἰς τοῦτο τρίβον. Καὶ ἐξανθήσει ὡς ἄμπελος τὸ μνημόσυνον αὐτοῦ, ὡς οἶνος λιβά- νου τῷ Ἐφραΐμ.9 Ἔφη που Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι τὴν Συναγωγήν "Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον "πᾶσαν ἀληθινήν." ψάλλει δέ που περὶ αὐτῆς καὶ ὁ θεῖος ἡμῖν Δαυείδ "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες "ἔθνη καὶ κατεφύτευσας αὐτήν· ὡδοποίησας ἔμπροσθεν αὐ- "τῆς. ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως "ποταμοῦ τὰς παραφυάδας αὐτῆς." οὐκοῦν ἄμπελος μὲν εὐ- κληματοῦσα ὑπῆρχεν ὁ Ἰσραήλ· ἐπειδὴ δὲ προσκέκρουκε πολυτρόπως, "Περιεῖλε Κύριος τὸν φραγμὸν αὐτῆς, τετρυ- "γήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. "ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ ὄνος ἄγριος κατενε- "μήσατο αὐτήν." τέθειται γὰρ ὥσπερ εἰς καταπάτησιν τοῖς ἐθέλουσιν ἀδικεῖν, χοίροις τε καὶ ὄνοις νομὴ, τουτέστιν ἡδοναῖς τε καὶ ἀλογίαις. ταύτῃτοι μεμάρανται. πλὴν ἀν- έθαλεν ἐν Χριστῷ τὸ μνημόσυνον αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραήλ· μνημόσυνον δέ φησιν, ὅτι μὴ πάντες πεπιστεύ- κασιν, ἀλλ' εἰς μνήμην ὥσπερ αὐτοῦ τετήρηται τὸ κατά- λειμμα. γέγονε δὲ τῷ Ἐφραῒμ, ἤτοι τῷ Ἰσραὴλ, ἡ παρὰ Θεοῦ χάρις ὡς οἶνος λιβάνου, τουτέστιν, εὐώδης τε καὶ λιβάνῳ πρὸς εὐοσμίαν ὀλίγα παραχωρῶν.
of spiritual strength a brilliant achievement is understood: to choose eagerly to do good, and to hold nothing better than love for God, and to walk the path to this without faltering, with a swift mind. And his memory will blossom like a vine, like wine of frankincense for Ephraim. God once said to the mother of the Jews, that is, the Synagogue: "I planted you as a fruitful vine, wholly true." And the divine David also sings about her: "You transplanted a vine from Egypt, you cast out nations and planted it; you made a way before it. It extended its branches to the sea, and its shoots to the river." So Israel was a vine with good branches; but since it offended in many ways, "The Lord removed its fence; all who pass by the road have harvested it. A boar from the thicket ravaged it, and a wild donkey devoured it." For it is set as if for trampling by those who wish to do wrong, pasture for pigs and donkeys, that is, for pleasures and irrationalities. By this it has withered. Yet his memory has blossomed again in Christ, clearly that of Israel; and he says "memory" because not all have believed, but a remnant has been preserved as if in remembrance. And the grace from God has become for Ephraim, that is, for Israel, like wine of frankincense, that is, fragrant and yielding little to frankincense in sweetness.
ἔστι δὲ τοιοῦτος ὁ παρὰ Χριστοῦ λόγος, καὶ περὶ αὐτοῦ φησὶν ὁ μακάριος Δαυείδ "Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου," ᾧ καὶ σφόδρα προ- θύμως ἐπείγεσθαι προσβαλεῖν, ἱερὸς ἡμᾶς παραθήγει λόγος· ἔχει γὰρ ὧδε "Φάγετε, καὶ πίετε, καὶ μεθύσθητε οἱ πλη- "σίον." ἀπροσκορῆ γὰρ ἁγίοις τὰ διὰ Χριστοῦ, καὶ εἰς μέθην ληφθέντα χρησιμώτερα. Τί αὐτῷ ἔτι καὶ εἰδώλοις;9 Εἰ γὰρ γένοιτο, φησὶν, ἐν πλησμονῇ καὶ μεθέξει τῶν οὕτω σεπτῶν καὶ ἄνωθεν ἀγαθῶν, ἀποχωρήσει παντελῶς τοῦ πλανᾶσθαι θέλειν, καὶ προσκεῖσθαι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. τίνος γὰρ ἔτι τῶν ἀγαθῶν ὑπάρχων ἐνδεὴς, τὰ παρ' ἑτέρου ζητήσει; ἢ καὶ ἀνόνητος παντελῶς τοῖς πεπλανημένοις ἡ τοιάδε ζήτησις; τί γὰρ ἡ ἄψυχος ὕλη χαριεῖταί τισιν; οἷς καὶ δικαίως ἐλέγετο παρὰ Θεοῦ "Εὖ "ποιήσατε, καὶ κακώσατε, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε." ἀλλ' οὐδ' ἂν κακώσειαν ἀνθρώπους τὰ χειρόκμητά ποτε· πῶς γὰρ, ἢ πόθεν; οὔτε μὴν χρηστὸν ἢ ὀνησιφόρον τι δοῖεν ἂν αὐτοῖς. οὐκοῦν ἀκουόντων, καὶ μάλα εἰκότως, "Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπο117
Such is the word from Christ, and concerning it the blessed David says, "Wine gladdens the heart of a man," to which sacred speech incites us to hasten with great eagerness to approach; for it says here, "Eat, and drink, and be drunk, you who are near." For things through Christ are not wearisome to the saints, and when taken to the point of drunkenness are more beneficial. What further business has he with idols? For if, it says, one should come to be in satiety and participation in such revered and divinely given goods, he will completely depart from wanting to wander and to cling to the works of his own hands. For what good thing, being in need of it, will he still seek from another? Or is such a search utterly useless for those who have gone astray? For what will lifeless matter bestow upon anyone? To them it was rightly said by God, "Do good, and do evil, and we will know that you are gods." But neither would things made by hand ever do evil to men; how, or from where? Nor would they give them anything good or beneficial. Therefore, they hear, and quite reasonably, "Gods who did not make the heaven and the earth.
"λέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ "τούτου." τὸ πεπηγὸς οὖν ἄρα, καὶ ἀραρὸς εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ κατασημαίνει λέγων Τί αὐτῷ ἔτι καὶ εἰδώλοις; Ἐγὼ ἐταπείνωσα αὐτὸν, καὶ ἐγὼ κατισχύσω αὐτόν.9 Ἐγώ φησι δύναμαι κακοῦν, οὓς ἂν ἴδοιμι τῆς εἰς ἐμὲ γνησιότητος περιορῶντας τοὺς τρόπους· νευρῶ δὲ δὴ πάλιν τοὺς οἵπερ ἂν ἕλοιντο κατορθοῦν ἀρετὴν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδέναι Θεόν. οὔτ' οὖν ἡ κάκωσις, ἤτοι τὸ ἀσθενῆσαι τὸν Ἰσραὴλ ἐξ ἐκείνων ἦν· οὔτε μὴν ἡ εἴς γε τὸ δύνασθαι μεταδρομὴ δαιμόνων ἂν νοοῖτο δόσις, ἀλλ' ἔστι θεόσδοτον ἀγαθὸν, καθάπερ ἀμέλει καὶ τὸ ἀσθενεῖν τῶν ἐξ ὀργῆς κινημάτων ἀπότεξις ἦν. σοφῶς οὖν ἄρα, καὶ φιλοθέως ὁ μέγας ἡμῖν ψάλλει Δαυείδ "Ἰσχύς μου "καὶ ὕμνησίς μου ὁ Κύριος." Ἐγὼ ὡς ἄρκευθος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται.9 Φυτὸν μὲν ἡ ἄρκευθος, δασὺ γεμὴν οὕτω καὶ εἰς κόμην ἀμφιλαφὲς, ὡς δοκεῖν εἶναί πως χειρόκμητον ὀροφήν, οὔτε ταῖς ἡλίου βολαῖς παραχωροῦσα τὴν διάδυσιν, οὔτε μὴν ταῖς ὑετῶν καταφοραῖς, κἂν εἰ ῥαγδαῖοι τῆς γῆς καταχέοιντό ποτε. ὅτι τοίνυν ὑπὸ Θεῷ γεγονότες ἀνεπιβούλευτον ἕξουσι τὸν ἐπισκιασμὸν, ἤτοι τὴν ἐπικουρίαν, ὑπεμφαίνει λέγων Ἐγὼ ὡς ἄρκευθος πυκάζουσα. Ὅτι δὲ πᾶσα καρποφορία τῶν ὑπὸ Θεῷ γένοιτ' ἂν οὐχ ἑτέρως, ἢ ἐν Χριστῷ, καὶ διὰ Χριστοῦ, πληροφορήσει λέ- γων αὐτὸς ἐν εὐαγγελικοῖς θεσπίσμασι "Χωρὶς ἐμοῦ οὐ "δύνασθε ποιεῖν οὐδέν." λεγέτω δὴ οὖν εἰκότως ἑκάστῳ τῶν πεπιστευκότων, εἴπερ τις εἴη λαμπρός τε καὶ ἀξιάγαστος, καὶ ἐν αὐχήμασιν ἀρετῆς Ἐξ ἐμοῦ ὁ καρπός σου ηὕρηται. Τίς σοφὸς καὶ συνήσει ταῦτα;
Let them be taken from the earth and from beneath this heaven." Therefore, the fixed and firmly established thing signifies love for God, saying, "What does he still have to do with idols? I humbled him, and I will strengthen him." He says, "I am able to afflict those whom I see disregarding the ways of genuineness toward me; and again I strengthen those who choose to pursue virtue and to know God by nature and truly." Thus neither the affliction, that is, the weakening of Israel, came from those things; nor would the transition to being able to be considered a gift of demons, but it is a God-given good, just as, of course, the weakness was a product of movements of anger. Therefore, wisely and with love for God, the great David sings to us, "My strength and my praise is the Lord." "I, like a juniper tree, providing shade, from me your fruit is found." The juniper is a plant, but it is so thick and spreading into foliage that it seems somehow like a man-made roof, not allowing the sun's rays to penetrate, nor the downpours of rain, even if they should pour violently upon the earth. Therefore, that those who have come under God will have an unassailable shelter, that is, assistance, he intimates by saying, "I, like a juniper tree, providing shade." And that all fruitfulness under God would come about in no other way than in Christ and through Christ, he will confirm by saying in the evangelical oracles, "Without me you can do nothing." Therefore, he might fittingly say to each of the faithful, if anyone is brilliant and admirable and in the boasts of virtue, "From me your fruit is found." Who is wise and will understand these things?
ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; διότι εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.9 Τὸν συνιέντα ταυτὶ σοφόν τε εἶναι καὶ συνετώτατον εὖ μάλα φησίν. ἔκκειται γὰρ οὐχὶ τοῖς ἐθέλουσιν ἑτοίμως ἑλεῖν ἡ τῶν θείων λόγων κατάληψις, ἀλλ' οὐδ' ἂν δύ- ναιτό τις συνιέναι "παραβολὴν καὶ σκοτεινὸν λόγον, ῥήσεις "τε σοφῶν καὶ αἰνίγματα," κατὰ τὸ γεγραμμένον, εἰ μὴ διὰ τῆς ἄνωθεν δᾳδουχίας, Χριστοῦ καθιέντος εἰς νοῦν καὶ καρ- δίαν οἷάπερ ἀκτῖνα λαμπρὰν, τὴν παρ' ἑαυτοῦ χάριν. διδάσκει δὲ, ὅτι τὸ μὲν δύνασθαι διάττειν τὴν ἐπ' εὐθὺ καὶ ἀνδάνουσαν τῷ Θεῷ τρίβον, ἀταλαίπωρον κομιδῆ τοῖς κοσμιότητος ἐρασταῖς· οὐκ ἄτραχυ δὲ τὸ χρῆμά ἐστι τοῖς οὐχ ὧδε ἔχουσι γνώμης. τοὺς μὲν γὰρ ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίς τε καὶ προθυμία διανευροῖ, καὶ ἀσχέτῳ φέρεσθαι πείθει δρόμῳ πρὸς τὸ θέλειν εὐδοκιμεῖν· τοὺς δὲ ῥοπὴ καὶ διάνευσις ἡ εἰς φαυλότητά τε καὶ ἁμαρτίαν, δειλοὺς καὶ ἀνάνδρους ἀποφήνειεν ἂν, καὶ οὐκ ἔχοντας παρὰ Θεοῦ τὸ κατορθοῦν δύνασθαι τὴν ἀρετὴν, ὅτι μὴ ἐν ἀρχαῖς τετι- μήκασι, μηδὲ γέγονεν εἰς τοῦτο βλέπων αὐτοῖς ὁ σκοπός. οὐκοῦν εἴπερ ἐσμὲν ἀγχίνοι καὶ σοφοὶ, παρὰ Θεοῦ τὸ δύ- νασθαι δρᾶν ἃ προσῆκεν αἰτήσομεν, χαριεῖται δὲ πάντως, φιλάνθρωπος ὢν, καὶ πνευματικῆς ἰσχύος ἐμπλήσει διὰ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
or intelligent, and will he understand them? For the ways of the Lord are straight, and the righteous will walk in them; but the impious will be weak in them. He says that the one who understands these things is both wise and most intelligent. For the comprehension of divine words is not readily available to those who wish to take it, nor could anyone understand "a parable and a dark saying, utterances of wise men and riddles," according to what is written, unless through the torch-bearing from above, Christ sending down into mind and heart like a bright ray, the grace from himself. And he teaches that being able to traverse the straight and God-pleasing path is entirely untroublesome for lovers of order; but the matter is not smooth for those who are not of such a disposition. For in the former, desire and eagerness for anything good whatsoever strengthens them and persuades them to be borne with unceasing speed toward the wish to be approved; but in the latter, inclination and disposition toward baseness and sin would render them cowardly and unmanly, and not having from God the ability to achieve virtue, because they have not honored it from the beginnings, nor has their aim been directed toward this. Therefore, if we are shrewd and wise, we will ask from God the ability to do what is fitting, and he will surely grant it, being philanthropic, and will fill us with spiritual strength through Christ, through whom and with whom glory is to God and Father, together with the Holy Spirit, unto the ages of ages. Amen.
ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ. ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ θεσπέσιος Ἰωὴλ ἐν χρόνοις, ὡς ἔοικε, καθ' οὓς ἂν νοοῖντο καὶ οἱ πρὸ αὐτοῦ τεταγμένοι, τὸν Ὠσηὲ δέ φημι, καὶ μέντοι καὶ τὸν Ἀμώς. δοκεῖ γὰρ Ἑβραίοις οὐ μετά γε τὸν Μιχαίαν, ἀλλ' ἐκείνοις αὐτὸν συντετάχθαι δεῖν. καταγορεύει δὲ, ὥς γε μοι φαίνεται, τῶν ἐξ Ἰσραὴλ, καὶ πλείστην ὅσην αὐτῶν ποιεῖται καταβοὴν, ὡς εἰς τοῦτο λοιπὸν ἀγερωχίας ἱγμένων ἀποπληξίας τε καὶ ἀναλγησίας, ὡς ὑπὸ μηδενὸς τὸ παράπαν ἀνακόπτεσθαι τῶν κακῶν, μήτε μὴν ταῖς οὕτω συχναῖς, μονονουχὶ δὲ καὶ στοιχηδὸν ἐπενηνεγμένοις, συμφοραῖς ἡττᾶσθαι
φιλεῖν, καί- τοι χρόνου μηδενὸς παρεισδεδυκότος, καθ' ὃν ἂν φαίνοιτό τις ἀνάπνευσις τοῦ κακοῦ, κἂν γοῦν βραχεῖα, γεγενημένη. εὑρήσομεν δὲ καὶ τὸν μακάριον προφήτην Ἡσαΐαν διὰ τῶν ἴσων ἐρχόμενον λόγων. ἔφη γάρ "Καὶ ἐθυμώθη ὀργῇ "Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν "χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς· καὶ παρω- "ξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς "κοπρία ἐν μέσῳ ὁδοῦ. ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη "ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή." συνίης, ὅπως τοῦτό τε κἀκεῖνο πεπόνθασι, καὶ ἡ τοῦ παίον- τος χεὶρ ἀπομεμένηκεν ὑψηλὴ, ὡς ὅσον οὐδέπω καὶ ἑτέρας ἐποίσουσα πληγὰς αὐτοῖς. ὅνπερ γὰρ τρόπον τὰ δυσίατα τῶν παθῶν οὐ μιᾶς ἔσθ' ὅτε δεῖται τῆς τομῆς, ἀλλ' ἔτι πλειόνων· οὕτω καὶ ὁ ἀνθρώπινος νοῦς εἰς λῆξιν ἥκων ἀν- αλγησίας συχνοτέρας δεῖται πληγῆς, ἀνακομιζούσης μόλις εἴς γε τὸ δύνασθαι λοιπὸν ἀναμαθεῖν ἐπείγεσθαι τὸ τελοῦν εἰς ὄνησιν.
Of the Same: Interpretation of the Prophet Joel. The inspired Joel prophesies, it seems, in times in which those placed before him would also be understood—I mean Hosea, and indeed also Amos. For it seems to the Hebrews that he ought to be ranked not after Micah, but together with those. He denounces, as it seems to me, the people of Israel, and makes a very great outcry against them, as having reached such a pitch of arrogance, madness, and insensibility that they are in no way at all checked from their evils, nor are they overcome by such frequent—one might almost say successive—calamities, even though no time has intervened in which any respite from evil, however brief, might have appeared. We shall also find the blessed prophet Isaiah coming with similar words. For he said: "And the Lord Sabaoth was angered with wrath against his people, and he laid his hand upon them and struck them; and the mountains were shaken, and their carcasses became like dung in the middle of the road. In all this his wrath was not turned away, but his hand was still raised." Do you understand how they suffered this and that, and the hand of the striker remained raised, as if it would yet inflict other blows upon them? For just as incurable diseases sometimes require not one incision but more, so the human mind, arriving at a state of insensibility, needs more frequent blows, which with difficulty restore it so that it can at last hasten to learn what leads to benefit.
ἔοικε τοίνυν ὁ μακάριος προφήτης Ἰωὴλ, ὡς ἐπὶ πλείσταις ἤδη πληγαῖς ἀνουθετήτου μεμενηκότος τοῦ Ἰσ- ραὴλ, ποιεῖσθαι σοφῶς τὴν ἐπίπληξιν, συμβουλεύειν τε ἅμα τὰ αἰσχίω μεθέντας μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ ἁνδάνον Θεῷ. προσεπάγει γεμὴν καὶ τῶν ὅτι μάλιστα φιλτάτων αὐ- τοῖς τὴν ὑπόσχεσιν, εἴπερ ἕλοιντο μετανοεῖν· καὶ ὅτι χρηστῷ καὶ ἡμερωτάτῳ περιτεύξονται τῷ Δεσπότῃ δίδωσι θαῤῥεῖν. οὗτος μὲν οὖν τῆς ὅλης αὐτοῦ προφητείας ὁ σκοπός· ἕκαστα δὲ τῶν ἐφ' ἑξῆς ἀνὰ μέρος ἐροῦμεν, ταῖς τῶν προκειμένων θεωρίαις ἑπόμενοι. Λόγος Κυρίου ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ.9 Λόγον Κυρίου γεγενῆσθαι φησὶ πρὸς ἑαυτὸν ὁ Προφήτης, ἵνα τῇ προφητείᾳ τὴν πίστιν προσνέμωμεν, ἀραρότως δια- κείμενοι καὶ τεθαῤῥηκότες, ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα. πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ λέ- γων καὶ αὐτὸς ὁ Σωτήρ "Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσον- "ται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι." χρῆμα γὰρ οὐχὶ ψευδοεπὲς ἡ ἀλήθεια, καὶ ὅπερ ἂν λέγοι ὁ Θεὸς, ἀτρεκὲς ἔσται πάντως. αὐτὸς γάρ ἐστιν ὁ "ἱστῶν ῥήματα παιδὸς "αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων." οὐκοῦν εὐτεχνέστατα καὶ σοφῶς ἐξαιτεῖ τὴν πίστιν τοὺς ἀκροωμένους, ὅτι μὴ κατά τινας εἴη ψευδοεπὴς, ἤγουν ἐκ καρδίας τὸ δοκοῦν ἀναφέρων, ἀλλ' ἐκ στόματος Κυρίου λαλῶν ἐν πνεύματι, σαφέστατα διειπών. πρόσκειται δὲ ἀναγκαίως ὁ Βαθουὴλ, ἵνα μή τις ἕτερος παρ' αὐτὸν νοοῖτο τὸν Ἰωήλ. πολλοὶ μὲν γὰρ ἴσως, μᾶλλον δὲ καὶ ἀναμφιλόγως τῇ τοιᾷδε κλήσει κατωνομάζοντο· γεγόνασι δὲ οὐ πάντες ἐκ Βαθουήλ.
The blessed prophet Joel, it seems, wisely makes his reproach and at the same time advises that, since Israel has already remained unadmonished through very many plagues, they should choose to abandon the more shameful things and migrate to what is pleasing to God. He also adds the promise of what is most dear to them, if they should choose to repent; and he gives them confidence that they will encounter the Lord as kind and most gentle. This, then, is the purpose of his entire prophecy; and we will speak of each of the subsequent things in detail, following the interpretations of the passages before us. "The word of the Lord which came to Joel the son of Bathuel." The prophet says that the word of the Lord came to him, so that we may assign faith to the prophecy, being firmly disposed and confident that the things foretold will certainly and in every way come to pass. The Savior himself strengthens us in this by saying, "The heaven and the earth will pass away, but my words will not pass away." For truth is not a false-speaking thing, and whatever God says will certainly be true. For he is the one "who makes the words of his child stand, and makes the counsel of his angels true." Therefore, he very skillfully and wisely demands faith from his hearers, that he is not like some who are false-speaking, that is, bringing up what seems from the heart, but speaking from the mouth of the Lord in spirit, having spoken most clearly. The name Bathuel is necessarily added, so that no one other than Joel might be understood. For many, perhaps, or rather indisputably, were called by such a name; but not all were from Bathuel.
ἀσφαλείας δὴ οὖν, ὡς ἐγῷμαι, χάριν προσεπενήνεκται πάλιν ὁ Βαθουήλ. Ἀκούσατε δὴ ταῦτα οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν γῆν· εἰ γέγονε τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν, ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν; ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν.9 Ἀναφέρει πρὸς ἀρχαιότητα καιρῶν τε καὶ μνήμης τοὺς γεγηρακότας, καὶ διενθυμεῖσθαι προστέταχε, πότε δὴ ἄρα, καὶ ἐπὶ τίσι τὰ ἴσα τεθέανται, τοῖς αὐτῶν πατράσιν ἤγουν τοῖς ἔτι κατόπιν, ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, ἀναλογίζεσθαί τε δεῖν ἔφη λοιπὸν, εἰ μὴ ξένα καὶ ἀήθη τὰ διηγήματα, καὶ οὐδενί πω τάχα τῶν πάλαι διεγνωσμένα· συνιέναι γεμὴν εὖ μάλα καὶ τοὺς ἑτέρους προσήκειν, φησὶν, εἰ τοιαῦτα γέγονεν ἐπ' αὐτῶν· ἔσεσθαι δὲ καὶ ὑπόθεσιν ἀτελευτήτων διηγημάτων οὐκ εἰς μίαν διήκουσαν, οὔτε μὴν εἰς δύο καὶ τρεῖς γενεὰς, διεκπαίουσαν δὲ μᾶλλον, καὶ εἰς τὸ ἐπέκεινα πολύ. ὥσπερ γὰρ εἶναί φαμεν ἀξιάκουστα τοῖς πολλοῖς τὰ λαμπρὰ τῶν διηγημάτων, καὶ οἷς ἂν ἕποιτο τυχὸν καὶ τὸ ἐφήδεσθαι δεῖν· οὕτως ἀξιομνημόνευτά πως εἶναι δοκεῖ καὶ τὰ εἰς λῆξιν ἥκοντα συμφορᾶς τε καὶ παθῶν. μονονουχὶ γὰρ κατα- βιάζεταί πως καὶ τὰ τοιάδε τὴν λήθην, καὶ φορτικωτέραν ἔχοντα τὴν προσβολὴν ἐκ πολλῆς ἄγαν ἀναισχυντίας ἀξιοῖ μνημονεύεσθαι, καὶ ταῖς τῶν ἡδίστων δόξαις φιλονεικεῖ· ἔχει δὲ ὥσπερ τὰ χρηστὰ τὴν μνήμην οὐκ ἀκερδῆ, οὕτως οἶμαί που καὶ τὰ σκαιά τε καὶ
For the sake of security, I think, Bathuel has been brought forward again. Hear this, you elders, and give ear, all you who dwell in the land: has such a thing happened in your days, or in the days of your fathers? Tell your children about them, and your children to their children, and their children to another generation. He refers to the antiquity of times and memory the aged, and commands them to consider when, then, and on what occasions they have seen the same things brought upon their fathers, or those still later, by divine wrath; and he said that it is necessary to consider further whether the narratives are strange and unfamiliar, and perhaps not known to anyone of old; but it is very fitting, he says, for others also to understand whether such things happened in their time; and it will be a subject of endless narratives, extending not to one, nor to two or three generations, but passing on far beyond. For just as we say that brilliant narratives are worth hearing for many, and such as one might even take pleasure in, so also those that come to an end in calamity and suffering seem somehow worthy of remembrance. For such things almost force forgetfulness, and having a rather burdensome impact from excessive shamelessness, they claim to be remembered and vie with the opinions of the most pleasant things; and just as good things have a memory that is not without profit, so also, I think, the ugly and
σκυθρωπά. τὰ μὲν γὰρ εἰς ἔφεσιν ἀρετῆς παραθήγει τοὺς ἀκροωμένους· τὰ δὲ πρὸ ἐφόδου τὴν τῶν κακῶν πεῖραν παραιτεῖσθαι διδάσκει· καὶ δι' ὧν ἕτεροι τετιμώρηνται, διὰ τούτων αὐτῶν τὸ τοῖς ἴσοις ἐναλῶναι ζητεῖν οὐκ ἐφίησί τινας. Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη.9 Κέκρυπταί πως ἀεὶ τῶν ἁγίων Προφητῶν ὁ λόγος, καὶ τὰ σφόδρα σκυθρωπὰ τῶν διηγημάτων ὀκνηρῶς ἐκφέροντες διάτοι τὰς τῶν ἀκροωμένων ἀτιθάσους ὀργὰς ταῖς ἐνδεχο- μέναις ἀσαφείαις κατασκιάζουσιν, αἰνίγματα δὲ καὶ παρα- βολὰς ἀναπλάττοντες ὠφελοῦσιν οὐ μετρίως. εἶσι δὲ αὐτοῖς ὁ λόγος καὶ διὰ χρησίμων ἔσθ' ὅτε παραδειγμάτων· ὁποῖόν ἐστι τὸ παρὰ τῷ σοφωτάτῳ κείμενον Ἰεζεκιήλ "Ὁ ἀετὸς "ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει καὶ "πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβα1.291 "νον, καὶ ἔλαβε τὰ ἐκλεκτὰ τῆς κέδρου, τὰ ἄκρα τῆς "ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν." ὑπεδήλου γὰρ ἀστείως τὸν τῆς Βαβυλωνίων ἄρχοντα γῆς, τὸν ἀποκείροντα τῶν ἐξ Ἰσραὴλ τὰ ἐξαίρετα, καὶ οἴκοι μετατιθέντα τὸ διηρπασμένον. καὶ ὅτι μὲν γεγόνασιν ἀφορίαι τε ἀγρῶν, ἔνδειαί τε τῶν ὡρίμων, καὶ λιμοὶ πλει- στάκις ἀπηνεῖς τε καὶ μακροὶ κατά γε τὴν Ἰουδαίων χώραν, ἔφη τὸ γράμμα τὸ ἱερόν. ἤδη γάρ τινες λιμοῦ καταθλί- βοντος ἀνάγκης εἰς τοῦτο κεχωρήκασιν, ὥστε ὄνου κεφαλὴν πεντήκοντα πρίασθαι σίκλων. παραδείξειε δ' ἂν τῆς κατὰ καιροὺς ἐνδείας τὴν ἀγριότητα τὰ περὶ τῶν παίδων μεμα- χημένα γύναια.
gloomy things. For some things sharpen the hearers toward the pursuit of virtue; others teach them to decline the experience of evils before an attack; and through the very things by which others have been punished, it does not allow anyone to seek to fall into the same. The locust devoured the remnants of the caterpillar, and the beetle devoured the remnants of the locust, and the rust devoured the remnants of the beetle. The word of the holy Prophets is somehow always hidden, and they reluctantly bring forth the very gloomy narratives, overshadowing the untamed passions of their hearers with appropriate obscurities, and by fashioning riddles and parables they benefit them not a little. Their discourse also proceeds, at times, through useful examples, such as that found in the most wise Ezekiel: "The great eagle, the long-winged, the long in extension and full of claws, which has the intent to enter into Lebanon, and took the choice parts of the cedar, stripped the tips of the tender growth, and brought them to the land of Canaan." For it cleverly indicated the ruler of the land of the Babylonians, who cut off the choice things from Israel and transferred the plunder home. And that there have been barrenness of fields, lack of ripe produce, and very often harsh and long famines in the land of the Jews, the sacred scripture has said. For some, under the pressure of famine, have already gone so far as to buy an ass's head for fifty shekels. And the savagery of the periodic scarcity would be demonstrated by the women who have fought over children.
ἐπεὶ γὰρ κατεδηδόκασιν αἱ δύο τὸ ἓν, περὶ τοῦ ζῶντος δικάζεσθαι παρὰ τοῖς κρατοῦσιν ἠξίουν. Οὐκοῦν, εἰ μὲν ἀγρῶν ἀφορίας καὶ καρπῶν καταφθορὰς ὁ προφητικὸς ἡμῖν ἐν τούτοις κατασημαίνει λόγος, νοοῖτ' ἂν τὸ χρῆμα καὶ οὕτως ἀφόρητον· τὸ γὰρ ἐφεξῆς καὶ ἀμέσως πλείσταις τε ὅσαις καὶ χαλεπαῖς καταικίζεσθαι πληγαῖς, πῶς οὐ δύσοιστον κομιδῇ, καὶ τοῦ μνημονεύεσθαι πρέπειν οὐκ ἀμοιροῦν; εἰ δὲ δὴ καὶ εἰς ἑτέρας ἡμᾶς ἐννοίας ἀποκομίζει τὰ θεωρήματα κατεσκιασμένας τοῖς ἐμφανεστέροις, ἔοικεν ἡμῖν ὁ Προφήτης κάμπην καὶ ἀκρίδα, βροῦχόν τε καὶ ἐρυσίβην, καὶ τὰ ἐντεῦθεν δεινὰ καὶ ἀφόρητα βλάβη, τὰς ἐν ἑκάστῳ καιρῷ καταδῃώσεις ὑποδηλοῦν, καὶ τοὺς τῶν αἰχμα- λωσιῶν αἰνίττεσθαι τρόπους· ὑφ' ὧν δεδαπάνηνταί τε καὶ ἀπολώλασι, ληΐοις ἐν ἴσῳ τοῖς ἐν ἀγρῷ μονονουχὶ κατεδη- δοκότων αὐτοὺς καὶ κατεφθαρκότων τῶν τὰς ἐφόδους ἐξειρ- γασμένων. πολλαὶ μὲν οὖν γεγόνασιν αἱ ἀνὰ μέρος ἐξ1.292 αναστάσεις τῆς Ἰουδαίων χώρας, καὶ τῶν περιοίκων ἐθνῶν καταστρατευόντων ἐσθ' ὅτε, καὶ τῶν τῆς Αἰγύπτου βεβασιλευκότων. Διέποντος μὲν γὰρ ἐν τοῖς Ἱεροσολύμοις τὴν βασιλίδα τιμὴν τοῦ Ῥοβοὰμ, ἀνέβη Σουσακεὶμ βασιλεὺς Αἰγύπτου, εἷλέ τε τὰ βασίλεια, καὶ πάντας τοὺς ἐν αὐτοῖς ἐκκενώσας θησαυροὺς, καὶ τὰ χρυσᾶ δόρατα καὶ τὰς ἀσπίδας λαβὼν ἃς πεποίηκε Σολομῶν, λαμπρὸς καὶ νενικηκὼς οἴκοι πάλιν ἀνεκομίζετο, καὶ μὴν καὶ Ἀζαὴλ ὁ Σύρος οὐ μετρίας αὐτοῖς ἐπήνεγκε πληγάς· εἷλε δὲ καὶ Φούλα βασιλεὺς Βαβυλωνίων τὰς πέραν τοῦ Ἰορδάνου φυλάς·
For since the two had devoured the one, they demanded that judgment be passed concerning the living one before the rulers. Therefore, if the prophetic word signifies for us in these things barrenness of fields and destruction of crops, the matter would be understood as unbearable even in that way; for to be afflicted with successive and immediate blows, very many and severe, how is that not utterly intolerable and not lacking in being worthy of remembrance? But if indeed it carries us away to other thoughts, obscured by the more evident ones, the Prophet seems to indicate by caterpillar and locust, by bruchus and mildew, and the terrible and unbearable harms arising from them, the devastations at each time, and to hint at the modes of captivities; by which they have been consumed and destroyed, just as crops in the field have been virtually devoured and destroyed by those who carried out the attacks. Many, then, have been the successive uprisings of the land of the Jews, with the neighboring nations sometimes making war, and with those who have reigned over Egypt. For when Rehoboam was holding the royal honor in Jerusalem, Shishak king of Egypt came up, took the palace, and having emptied all the treasures in it, and taken the golden spears and shields which Solomon had made, he returned home again splendid and victorious. And Hazael the Syrian also inflicted no moderate blows upon them; and Pul king of the Babylonians took the tribes beyond the Jordan.
καὶ πρός γε δὴ τούτῳ Νεχαὼ Φαραὼ βασιλεὺς Αἰγύπτου, κρατοῦντος Ἰωσίου, κατεστράτευσε τῆς Σαμαρείας, καὶ δασμοῖς ὑπέθηκε τῆν γῆν· ἑκατὸν γὰρ ἐξήτησε χρυσίου τάλαντα. Οὐκοῦν πλεῖστα μὲν ὅσα τὰ συμβεβηκότα κατὰ καιρούς· δειναὶ δὲ καὶ ἀξιάκουστοι πορθήσεις γεγόνασι τέσσαρες· βασιλεύοντος μὲν γὰρ ἐν τῇ Σαμαρείᾳ Ὠσηὲ υἱοῦ Ἠλὰ, ἀνέβη Σαλμανασὰρ ὁ Ἀσσύριος, καὶ ἀπῴκισε τὸν Ἰσραὴλ εἰς τὰ ὅρια Περσῶν καὶ Μήδων. εἶτα βραχὺ προϊόντος τοῦ καιροῦ, καὶ προφητεύοντος Ἱερεμίου, κατὰ κράτος ᾕρηκε τὴν Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ, ἀνείθη δὲ μόλις ὁ Ἰσ-ραὴλ διὰ Κύρου τοῦ Καμβύσου, τῶν ἑβδομήκοντα τετελεσ- μένων ἐτῶν. εἶτα γέγονε κατὰ καιροὺς Ἀντίοχος, ὁ ἐπίκλην Ἐπιφανής. οὗτος ἀφιγμένος εἰς τὴν Ἰουδαίαν, καὶ τὸν θεῖον ἐνέπρησε ναὸν, εἷλέ τε τὰ σκεύη τὰ ἐν αὐτῷ, καὶ τῶν πατρῴων ἐθῶν καταῤῥᾳθυμεῖν ἐβιάζετο τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν· ὅτε καὶ τὰ τῶν Μακκαβαίων συνέβη
γενέσθαι λαμπρὰ καὶ ἀξιοθαύμαστα κατορθώματα. τέταρτος δὲ τοῖς ἐξ Ἰσραὴλ ὁ Ῥωμαίων ἐπῆλθε πόλεμος, ὅτε καὶ ἐσκορ-πίσθησαν εἰς πάντα ἄνεμον. ἔοικεν οὖν ὁ Προφήτης ἀσυμ- φανῶς τε καὶ ἀμυδρῶς, καὶ ὡς ἐν εἴδει παραδειγμάτων διὰ τῶν τοιούτων διηγημάτων τὸν οἰκεῖον ἡμῖν ἀποκομίζειν βούλεσθαι λόγον· κάμπην καὶ ἀκρίδα καὶ βροῦχον καὶ μέντοι καὶ ἐρυσίβην, ἤτοι τοὺς πολέμους αὐτοὺς τοὺς ἐπανατρέχοντας ἐφ' ἑνὶ πλαγίως ὑποδηλῶν, ἤγουν τοὺς τῶν στρατιῶν ἐξάρ- χοντας, ὧν καὶ ἀρτίως πεποιήμεθα μνήμην. Εἰ δὲ δή τις βούλοιτο καὶ ἠθικωτέραν ἐν τούτοις διήγησιν ἀναγράφεσθαι, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος·
And in addition to this, Nechao Pharaoh, king of Egypt, while Josiah was ruling, marched against Samaria and imposed tribute upon the land; for he demanded one hundred talents of gold. Therefore, very many were the events that occurred at various times; and four terrible and noteworthy destructions took place. For when Hoshea son of Elah was reigning in Samaria, Shalmaneser the Assyrian came up and deported Israel to the borders of the Persians and Medes. Then, a short time later, while Jeremiah was prophesying, Nebuchadnezzar captured Jerusalem by force, and Israel was barely released through Cyrus son of Cambyses, after seventy years had been completed. Then, in due course, there was Antiochus, surnamed Epiphanes. He, having arrived in Judea, burned the divine temple, seized the vessels in it, and compelled those throughout all Judea to neglect their ancestral customs; at which time the splendid and admirable achievements of the Maccabees also occurred. And fourth, the war of the Romans came upon the people of Israel, when they were scattered to every wind. The Prophet, therefore, seems, in an indistinct and obscure manner, and as if in the form of examples, through such narratives, to wish to convey his own meaning to us; by caterpillar, locust, bruchus, and also blight, he indirectly indicates the wars themselves that recur in one place, or rather the leaders of the armies, of whom we have just now made mention. But if anyone should wish to record a more ethical narrative in these matters, he would not err from what is fitting.
εἰ γὰρ ὁρῷτο ψυχὴ συχνοῖς καὶ ἀλλεπαλλήλοις καταδακνομένη πάθεσι, καὶ οἷον ἑκάστην ἀρετὴν ἀπολλύουσα κατὰ βραχὺ, καὶ τοῦτο ἐκείνῳ προστιθεῖσα διὰ ῥᾳθυμίαν, πῶς οὐκ ἀτρεκὲς ἐπ' αὐτῇ τὸ λέγειν Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη; ἐρυσίβης γὰρ δίκην καὶ τῶν ἑτέρων κακῶν, κατασίνονταί πως τὰ ἐν ἡμῖν ἀγαθὰ πονηραὶ καὶ ἀκάθαρτοι δυνάμεις εἰς νοῦν ἐμπίπτουσαι, καὶ ἀπλήστοις ὀδοῦσι δαπανᾶν εἰθισμέναι. καλὴ τοιγαρ- οῦν ἡ ἀσφάλεια· καὶ δὴ καὶ ὀνίνησιν οὐ μετρίως ἡμᾶς ὁ Παροιμιαστὴς λέγων "Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος "ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει "ἁμαρτίας μεγάλας." ἐπιτιμώμενα μὲν γὰρ ἐν ἀρχαῖς τὰ πάθη πραΰνονταί τε καὶ ἀνακόπτονται· πλατεῖαν δὲ ὥσπερ καὶ ἀνουθέτητον εἰ λάβῃ τὴν εἰς τὰ χείρω πρόοδον, ὅλης δι' ὅλου καταδράττονται τῆς ψυχῆς, καὶ λογισμοῦ τοῦ κολά- ζοντος οὐκ ἀνέχεται.
For if a soul is seen to be gnawed by frequent and successive passions, and, as it were, gradually losing each virtue, and adding this to that through negligence, how is it not true to say of it: "The locust devoured the remnants of the caterpillar, and the beetle devoured the remnants of the locust, and the blight devoured the remnants of the beetle"? For like blight and the other evils, wicked and impure powers, falling upon the mind and accustomed to devour with insatiable teeth, somehow consume the good things within us. Therefore, security is good; and indeed the Proverbist benefits us not a little by saying: "If the spirit of the one who rules rises up against you, do not leave your place, for a remedy will put an end to great sins." For when passions are rebuked at their beginnings, they are both soothed and checked; but if they gain a broad and unadmonished advance toward worse things, they seize the whole soul entirely and do not endure the restraining reason.
Ἐκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῆρται ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.9 Ἀμογητὶ δὴ πάλιν κἀντεῦθεν οἶμαί τις καταθρήσειε σαφῶς, ὡς σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Παῦλος, τοῖς διὰ πίστεως τῆς εἰς Χριστὸν σεσαγηνευμένοις εἰς σωτηρίαν ἐπιφωνῶν τε καὶ λέγων, ποτὲ μὲν ὅτι "Ἔγειραι ὁ καθεύ- "δων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ "Χριστός·" ποτὲ δὲ αὖ καὶ τὸ τληπαθὲς ἐν πόνοις ἀγαπᾶν ἀναπείθων, ταύτῃτοι καὶ λέγων "Εἰ παιδείαν ὑπομένετε, ὡς "υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ "παιδεύει πατήρ;" καταπαίει γὰρ ὥσπερ τοὺς ἁμαρτάνον- τας καίτοι φιλάνθρωπος ὢν ὁ Θεὸς, οὐχ ἑκὼν, ἀλλ' ὡς ἐξ ἀνάγκης ἐπιστρέφων, καὶ τρόπον αὐτοῖς ἐπικουρίας τὸ χρῆμα ποιούμενος. καθάπερ ἀμέλει καὶ οἱ τῆς ἰατρικῆς ἐπιστή- μονες τοῖς ἀῤῥωστοῦσι προσάγουσι καὶ τὰ σφόδρα κατα- δάκνοντα τῶν φαρμάκων, ἄκεσιν αὐτοῖς τοῦ πάθους τὸ δεῖν ἀλγῆσαι ποιούμενοι. θέα γὰρ ὅπως προυποδείξας τὰς μάσ- τιγας καὶ προαναφήνας τὰ ἐξ ὀργῆς, μονονουχὶ "Χαλινῷ "καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγχει" κατὰ τὸ γεγραμ- μένον, καὶ ἀνθρωπίνως προϊέναι κελεύει, μετατιθέντας τὸν νοῦν ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἅπερ ἦν ἄμεινόν τε καὶ πρεπω- δέστατον. ἐκνήψατε γάρ φησιν οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν. ἀκούεις, ὅπως ὡς τέκνοις ἐξεστηκόσι καὶ ἤδη πως μεμεθυσ- μένοις ἐπιπλήττει λοιπόν, ὡς εἴπερ ἔνηψαν ἐν ἀρχαῖς, ἤρκεσαν ἂν εἰς δίκην αὐτοῖς καὶ τὰ ἐκ μόνης τῆς κάμπης·
Awake, you who are drunk with their wine, and weep; mourn, all you who drink wine to intoxication, because joy and gladness have been taken from your mouth. Again, without difficulty, I think one could clearly observe from this how very wise the divine Paul was, as he cries out and says to those who have been caught for salvation through faith in Christ, at one time: "Arise, you who are sleeping, and rise from the dead, and Christ will shine upon you;" and at another time, persuading them to love endurance in toils, he says this: "If you endure discipline, God offers himself to you as to sons; for what son is there whom a father does not discipline?" For he strikes down those who sin, even though God is benevolent, not willingly, but as if turning them out of necessity, and making the matter a form of assistance for them. Just as, of course, those skilled in medicine apply even the most biting of drugs to the sick, making the necessary pain a remedy for their suffering. For see how, after first indicating the scourges and foreshadowing the things from wrath, he all but "chokes their jaws with a bridle and muzzle," according to what is written, and commands them to proceed humanely, turning their mind to choose to do what is better and most fitting. "Awake," he says, "you who are drunk with their wine." You hear how he rebukes them as if they were children who have lost their senses and are already somehow intoxicated, as if, had they awakened in the beginning, the things from the locust alone would have sufficed for their punishment.
ἐπειδὴ δὲ ἀνάλγητοι μεμενήκασι τῆς πρώτης αὐτοῖς ἐπ- ενηνεγμένης ὀργῆς, προστέθειται καὶ ἡ δευτέρα, καὶ μετ' ἐκείνην ἡ τρίτη, προβέβηκε δὲ καὶ μέχρι τῆς τετάρτης. πλὴν κἂν γοῦν ὀψὲ διεγηγερμένους τε καὶ ἀνανήφοντας, καὶ οἱονεί τινα μέθην ἱέντας τοῦ νοῦ τὴν φιληδονίαν καὶ τὸ ἐκτόπως ἑλέσθαι πλημμελεῖν, εἰς αἴσθησιν τῶν συμβεβη- κότων ἀφικέσθαι κελεύει λοιπὸν, κλαίοντάς τε καὶ κατοιμώ- ζοντας ἐπί γε ταῖς σφῶν αὐτῶν ἁμαρτίαις. Ἰστέον δὲ, ὅτι καὶ ἡμῶν ἑκάστῳ οἶνος ὥσπερ τις ἐστὶν ἰδικὸς, ὁ καταμεθύσκων καρδίαν. καταμεριζόμεθα γὰρ, ἵν' οὕτως εἴπω, τὰ πάθη, καὶ ὁ μέν τις ἡμῶν ἀπονένευκεν ἀχαλίνως ἐπὶ φιλαργυρίαν μετὰ τοῦ καὶ ἕτερα νοσεῖν· ἕτε- ρος δὲ αὖ πεφρόνηκε τὰ τοῦ κόσμου, καὶ κατηῤῥώστησε τὴν φιλοσαρκίαν, τρυφαῖς καὶ φιληδονίαις ὁλοτρόπως προσ- κείμενος· ὃς δὲ εἰς ἑτέραν ἡντινοῦν ἀποδεδράμηκεν
ἁμαρτίαν. ἵεμεν δὲ δὴ πρὸς τὰ οὕτω βδελυρὰ καὶ θεομισῆ τῶν παθῶν, οἱ μὲν οὐ λίαν ἐσπουδασμένως, οἱ δὲ ὅλαις ὁρμαῖς χρώμενοι, καὶ ἀνουθέτητον ἔχοντες τῆς διανοίας τὴν ῥοπήν. ταύτῃτοί φησιν ὁ Προφήτης Ἐκνήψατε οἱ μεθύοντες ἐξ οἴνου αὐτῶν· συμβουλεύει δὲ ὅτι προσήκει κατολοφύρεσθαι τοὺς πίνοντας οἶνον εἰς μέθην. ὡς γὰρ ἔφην ἀρτίως, οὐ μέχρι κόρου καὶ αὐταρκείας ἱστῶσί τινες τὰς φιληδονίας, ἀλλ' οἷον εἰς μέθην ἐκπίνουσι, καὶ παντὸς ἐπέκεινα τείνουσι μέτρου· τούτων ἀπὸ τοῦ στόματος ἀφῃρῆσθαί φησι καὶ εὐφροσύνην καὶ χαράν. ἀληθεύει γὰρ ὁ Χριστὸς, ὅτι πάντη τε καὶ πάντως οἱ μὲν νῦν πενθοῦντες παρακληθήσονται·
Since they remained insensible to the first wrath brought upon them, a second has been added, and after that a third, and it has proceeded even to a fourth. Nevertheless, even if belatedly, he now bids those who are roused and sobering up, and who are, as it were, casting off the drunkenness of the mind—namely, the love of pleasure and the extraordinary choice to transgress—to arrive at an awareness of what has happened, weeping and lamenting over their own sins. And it must be known that each of us has a kind of personal wine that intoxicates the heart. For we are divided, so to speak, by the passions, and one of us has unrestrainedly inclined toward avarice while also being sick with other things; another, in turn, has set his mind on worldly things and has fallen ill with love of the flesh, devoting himself entirely to luxuries and pleasures; while yet another has run off to some other sin whatsoever. And we rush toward such abominable and god-detested passions, some not very eagerly, others with full force, having an unadmonished inclination of the mind. To these the Prophet says: "Awake, you who are drunk with their wine," and he advises that it is fitting for those who drink wine to intoxication to lament. For, as I said just now, some do not stop at satiety and sufficiency, but drink as if into intoxication, and go beyond every measure; of these, he says, joy and gladness have been taken from their mouth. For Christ speaks truly, that those who now mourn will be comforted in every way and at all times.
ἕψεται δὲ τοῖς εἰωθόσι τρυφᾶν τὸ χρῆναι δακρυῤῥοεῖν, ὅτι τῆς ἀγερωχίας τὸ πέρας θρῆνος ἔσται καὶ οἰμωγὴ, καὶ εἰς πέταυρον ᾅδου καταβιβάζει τοὺς ἀγαπῶντας αὐτήν. ἀληθεύει δὲ καὶ ὁ Δαυεὶδ, ὅταν λέγῃ πρὸς Θεόν "Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· "ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;" καὶ πάλιν "Οὐ "γὰρ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ κατα- "βαίνοντες εἰς ᾅδην· ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομέν σε, "Κύριε." εἰ δὲ δὴ νοοῖτο τῶν προκειμένων ἡ δύναμις καὶ γεωδεστέρως, εἰ δεδαπάνηνται διά τε τῆς κάμπης καὶ τῶν ἑτέρων τὰ τῆς εὐφροσύνης αἴτια, πάντως που συνδιολεῖται ταῖς εὐκαρπίαις καὶ ἡ τῶν πεπονθότων εὐφροσύνη καὶ χαρά. ἐπιστυγνάζειν γὰρ ἀναγκαῖον τοῖς ἀνιαρῶς συμβαίνουσι καὶ καταλυπεῖν εἰωθόσι καὶ οὐκ ἀνικάνως ἔχουσιν εἴς γε τὸ δύνασθαι, φημὶ, πικρᾷ τε καὶ ἀφορήτῳ λύπῃ κατατῆξαι καρδίαν. Ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου·
It will follow that those accustomed to luxury must now weep, because the end of arrogance will be lamentation and wailing, and it casts those who love it down into the pit of Hades. And David also speaks truly when he says to God, "There is none in death who remembers you; but in Hades, who will confess to you?" And again, "For the dead will not praise you, Lord, nor all those who descend into Hades; but we, the living, will bless you, Lord." If, moreover, the meaning of the present passages is understood more literally, if the causes of joy have been consumed through the caterpillar and the other pests, then surely the joy and delight of those who have suffered will be destroyed along with the good harvests. For it is necessary to be gloomy at events that occur painfully and are wont to cause grief, and they are not insufficient, I say, to melt the heart with bitter and unbearable sorrow. That a nation has come up against my land, strong and countless, its teeth the teeth of a lion, and its molars those of a cub.
ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν, καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν καὶ ἔῤῥιψεν, ἐλεύκανε κλή- ματα αὐτῆς.9 Ἁμιλλᾶσθαι τρόπον τινὰ τοῖς συμβεβηκόσιν, ἤγουν ἔσεσθαι προσδοκωμένοις καὶ ὅσον οὔπω παρεσομένοις τὸ ἐπὶ ταῖς μεταγνώσεσιν θέλων δάκρυον, ἀφηγεῖται λεπτῶς τὰ ἐσόμενα, καὶ τῶν σκυθρωπῶν τὴν ἔφοδον μονονουχὶ καὶ ἐν ὄψει τιθεὶς δίδωσί τι τοῖς παιομένοις καὶ θρήνημα, καὶ οἱονεὶ γοερὸν ἐκδιδάσκει μέλος τοὺς ὀδύρεσθαι κεκελευσ- μένους, ἐκεῖνό τε λέγειν ἀναπείθει λοιπὸν Ὅτι ἔθνος ἧκεν ἐπὶ τὴν γῆν μου, ἰσχυρὸν καὶ ἀναρίθμητον, καὶ ὅσον ἧκεν εἰς ὀδόν- των ἀκμὰς, λέουσί τε καὶ σκύμνοις ὀλίγα παραχωροῦν. ἀληθὲς μὲν οὖν τὸ χρῆμα, κἂν εἰ ἐπὶ ἀκρίδος νοοῖτο τυχὸν, βρούχου τε καὶ κάμπης. ἄμαχον γὰρ τὸ χρῆμά ἐστι, καὶ ἀνανταγώ- νιστος κομιδῇ τῶν τοιούτων ἡ ἔφοδος, ἱκανή τε ἄρδην ἀπ- ολέσαι τὰ ἐπ' ἀγροῖς, καρπούς τε φημὶ καὶ πόαν· κατα- φθεῖραί τε συκᾶς καὶ ἀμπέλους, κακὴν δὲ καὶ ἀκαλλῆ τῆς ἀρούρας ἀποφῆναι τὴν ὄψιν. εἰ δὲ δὴ περιτρέποιτο πάλιν ὁ λόγος εἰς τὴν τῶν πεπορθηκότων ἀπανθρωπίαν, καὶ ὁλοτελῆ τῆς χώρας ἐρήμωσιν, ὑπεμφήνειεν ἂν ἕτερον οὐδὲν, ἢ ὅτι πᾶσα μὲν αὐτοῖς ἀπόλωλεν ἡ χώρα, δεδαπάνηνται δὲ καὶ οἱ προὔχοντες παρ' αὐτοῖς, δόξῃ τε καὶ πλούτῳ τὸ τῶν ἀγελαίων ὑπερθρώσκοντες μέτρον· ὡς ἐν τάξει νοεῖσθαι συκῆς τε καὶ ἀμπέλου· πρὶν ὑπομεῖναι τὸν μαρασμόν· κα- θάπερ ἀμέλει καὶ ἐπ' αὐτῶν νοεῖται τῶν αἰσθητῶν ἀμπέλων, εἰ τοῖς τῶν ἀκρίδων ὀδοῦσι συμβαίη περιπεσεῖν·
He has laid waste my vine and broken my fig trees; searching, he searched and cast down, and whitened its branches.9 In a certain way, he contends with the events, that is, with what is expected and what will soon be present, and, wishing to bring forth the tear of repentance, he describes in detail what will happen, and, placing the onset of sorrows almost before the eyes, he gives to those who are struck also a lament, and, as it were, teaches a mournful song to those commanded to wail, and persuades them to say henceforth that a nation has come upon my land, strong and countless, and, as far as the edges of teeth go, yielding little to lions and cubs. The matter is true, even if it should be understood of a locust, a bruchus, and a caterpillar. For the thing is invincible, and the onset of such creatures is utterly irresistible, and is sufficient to destroy utterly the fields, I mean the fruits and the grass, and to ruin fig trees and vines, and to make the appearance of the land ugly and unsightly. But if the discourse should again turn to the inhumanity of the destroyers and the complete desolation of the land, it would indicate nothing other than that the whole land has perished for them, and that the prominent among them, surpassing the common measure in glory and wealth, have been consumed, so that they are understood in the order of a fig tree and a vine before they undergo withering, just as indeed is understood of the perceptible vines themselves, if they happen to fall into the teeth of locusts.
ἐκπίνουσαι γὰρ τὴν ἐν τοῖς φυτοῖς ἰκμάδα, καὶ πᾶσαν αὐτοῖς τὴν ζωοποιὸν ἀναῤῥοφοῦσαι δύναμιν, οὐκ εἰς μακρὰν αὐαίνουσι, καὶ λευκὴν ὁρᾶσθαι ταύτῃτοι παρασκευάζουσιν. οὐκοῦν οἱ ὀδόντες τῶν δαπανώντων ἐχθρῶν τοὺς ἐν τάξει κειμένους ἀμπέλων, ἢ καὶ ἐν εἴδει συκῶν, εἰς ἅπαν δεδαπανήκασι καὶ εἰς ἀχρειότητα πεπόμφασι παντελῆ, ἢ ξίφεσι καταπαίοντες ἢ καὶ τοῖς τῆς δουλείας ὑπενεγκόντες ζυγοῖς. Ἐκδέξεται δέ τις, εἴπερ ἕλοιτο νοεῖν καὶ πνευματικῶς, καὶ ἐπ' ἀνθρώπων ἁμαρτωλῶν τὰ τοιάδε πάλιν· οἷς εἰς νοῦν καὶ καρδίαν ὡς ἐν ἀκρίδος τρόπῳ καὶ βρούχου, καὶ μέντοι καὶ κάμπης εἰσδύεταί πως ἀεὶ τὰ πονηρὰ δαιμόνια, καὶ αὐτὰ δὲ τὰ πολυειδῆ καὶ πολύτροπα πάθη, καὶ δὴ καὶ ἀχρείους καὶ ἀκαλλεστάτους ὁρᾶσθαι ποιεῖ, καὶ τῆς εὐσεβείας τὴν ἄνθην ἀποβεβληκότας, καὶ οὐδὲν ἔχοντας ἐν ἑαυτοῖς δικαιο- σύνης
βλάστημα. φαίην δ' ἂν, ὅτι πρέποι ἂν αὐτοῖς τὸ κλαίειν ἀκαταλήκτως, καὶ κατολοφύρεσθαι πρὸς Θεόν· γλίχεσθαί τε τυχεῖν διὰ συχνῆς προσευχῆς ἀφέσεως καὶ ἐπικουρίας, ὡς ἂν εἶεν, κἂν γοῦν ὀψέ ποτε καὶ μόλις, σοφοί τε καὶ εὐ- σθενεῖς, καὶ διαδιδράσκειν οἷοί τε τὰ συμβεβηκότα. πάθοιεν δ' ἂν αὐτὸ, καὶ ὅτι μάλιστά γε, καὶ οἷς ὁ νοῦς ἐκκέκλικεν ἀμαθῶς εἴς γε τὸ χρῆναι προσέχειν τοῖς ἑτεροδοξεῖν εἰωθόσι καὶ τὰ ὀρθὰ τῆς Ἐκκλησίας παραλύειν δόγματα, περὶ ὧν ἂν λέγοιτο, καὶ μάλα εἰκότως Οἱ ὀδόντες αὐτῶν ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτῶν σκύμνου·
For they drink up the moisture in the plants and absorb all their life-giving power, and before long they dry them out and make them appear white. Therefore, the teeth of the consuming enemies have utterly devoured the vines set in order, or even those in the form of fig trees, and have reduced them to complete uselessness, either by striking them with swords or by subjecting them to the yokes of slavery. But if one should choose to understand these things also spiritually, one may apply them again to sinful people. Into their mind and heart, as in the manner of a locust, a grasshopper, and indeed a caterpillar, the evil demons always somehow creep in, along with the manifold and varied passions, and they render them useless and utterly unseemly, causing them to cast off the bloom of piety and to have within themselves no shoot of righteousness. I would say that it would be fitting for them to weep unceasingly and to lament to God, and to long to obtain through constant prayer forgiveness and relief, so that they might become, even if late and with difficulty, wise and strong, and able to escape what has befallen them. This would happen especially to those whose mind has ignorantly turned aside to the necessity of heeding those accustomed to heterodoxy and to dissolving the right doctrines of the Church, concerning whom it might well be said: "Their teeth are the teeth of a lion, and their molars are those of a lion cub.
θεομισὲς γὰρ τὸ ἔθνος, κίβδη- λόν τε καὶ ἀλιτήριον, καὶ τῶν ἁπλουστέρων τὸν νοῦν τοῖς δοκησισόφοις ῥήμασι κατεσθίον τε καὶ ἀναλίσκον, ὡς μηδὲν ὀρθότητος ἐν αὐτοῖς ὁρᾶσθαι λείψανον. οὗτοι τὸν δεσποτικὸν ἀμπελῶνα καταμαραίνουσι, συκῶν ἔρημον ἀποφαίνουσι τὸν κῆπον, ψιλόν τε δεικνύουσι καὶ κεχερσωμένον, "Οἷς τὸ "κρῖμα οὐκ ἀργεῖ," ἀλλ' "ἔνδικόν ἐστι" κατὰ καιρούς. Οἱ μὲν οὖν ἀμαθίᾳ συζῆν εἰωθότες, ἀκρίδος καὶ βρούχου καὶ κάμπης ἔσονται τροφὴ, καὶ ἁπάσης εὐκοσμίας ἀπομενοῦσιν ἔρημοι, εὐανθὲς δὲ ὅλως οὐδὲν ἐν αὐτοῖς· ἡ δέ γε σοφὴ καὶ φιλόθεος ψυχὴ, καὶ τοῖς τῆς ἀληθείας δόγμασι κομῶσα πλουσίως, καὶ καρποῖς τοῖς εἰς δικαιοσύνην μονονουχὶ βρύ- ουσάν τε καὶ εὖ μάλα περιηνθισμένην ἔχουσα τὴν καρδίαν, ἐρεῖ που πάντως ἐκ παῤῥησίας, κατά γε τὴν ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων νοουμένην νύμφην "Καταβήτω ἀδελφιδοῦς "μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐ1.299 "τοῦ." ἡδεῖς γὰρ ἡδεῖς τῆς εὐσεβείας οἱ καρποὶ, καὶ τὰ τῆς ἀληθοῦς φιλομαθείας ἀκρόδρυα τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, ὅς ἐστιν ἡμῶν καὶ ἀδελφιδοῦς, οἷον ἐξ ἀδελφῆς τῆς ἁγίας παρθένου γεγεννημένος. Θρήνησον πρὸς μὲ ὑπὲρ νύμφην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν.9 Οὐ πάρεργον αὐτοὺς, οὐδὲ οἷον ἐκ παραδρομῆς, ἢ ῥᾴθυμον ἁπλῶς ποιεῖσθαι κελεύει τὴν μετάγνωσιν, καὶ τὸ ἐπ' αὐτῇ νοούμενον πένθος, ἀλλὰ τοῖς ὅτι μάλιστα τῶν ἄλλων δυσ- αχθεστέροις οὐ μετρίως φιλονεικοῦν καὶ ἁμιλλᾶσθαι σπου- δάζον, ὡς ἰσοστάθμους τοῖς ἡμαρτημένοις ποιεῖσθαι τοὺς πόνους.
The nation is hateful to God, counterfeit and sinful, devouring and consuming the mind of the simpler ones with its pretentious words, so that no remnant of correctness is seen in them. These people wither the Lord's vineyard, render the garden destitute of fig trees, and show it bare and barren, "for whom the judgment is not idle," but "is just" in due time. Those accustomed to living in ignorance will be food for locust, grasshopper, and caterpillar, and will remain destitute of all good order, with nothing flourishing in them at all. But the wise and God-loving soul, richly abounding in the doctrines of truth, and having a heart that fairly bursts and is beautifully blossomed with fruits for righteousness, will say somewhere with full boldness, according to the bride understood in the Song of Songs, "Let my beloved come down into his garden and eat the fruit of his choice nuts." For sweet, sweet are the fruits of piety, and the choice nuts of true love of learning are for our Savior Christ, who is our beloved, as one born from a sister, the holy Virgin. Lament to me on behalf of a bride girded with sackcloth for her virgin husband. He commands them to make their repentance and the mourning understood by it not a casual matter, nor one done in passing or simply carelessly, but to strive and contend, as much as possible, with the most grievous of other things, so as to make their labors equal to their sins.
φιλεῖ δέ πως ἀρτίγαμος κόρη κατοιμώζειν ἄγαν ἐκτεθνεῶτα νυμφίον, καὶ δριμείας εἰσδέχεσθαι τὰς ἐπὶ τῷδε λύπας, ὡς νουθεσίας ἐπέκεινα τίθεσθαι τὴν φρένα, καὶ μη- δένα τρόπον αὐτῇ τοῦ χρῆναι πενθεῖν ἐπαξίως ἀποχρῶντα εἶναι δοκεῖν· χρῆμα μὲν γὰρ τὸ θηλειῶν φιλόδακρυ καὶ φιλοπενθὲς ὁμολογουμένως, μάλιστα δὲ τῶν ἄλλων ἡ παρ- θενικόν τε καὶ ἔφηβον ὁρῶσα νυμφίον οἰκτρῶς καὶ ἐν εὐναῖς νεκρόν τε καὶ ἄπνουν κείμενον. ᾗ δὴ παρεικάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων πληθὺν εὖ μάλα φησὶν, ἀποκρούεσθαί τε τὴν ὀργὴν, καὶ οἷον ἀσχέτως ἐπ' αὐτοὺς τὴν θείαν ἰοῦσαν κίνησιν, ἀνακόπτειν τοῖς θρήνοις τεθαῤῥηκότας, ὅτι "Χρηστὸς καὶ "ἐπιεικὴς" ὁ τῶν ὅλων ἐστὶ Δεσπότης, φιλάνθρωπος, "Καὶ "πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις" κατὰ τὸ γε- γραμμένον. Πλὴν οὐ τεθρήνηκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ τὸν ἐξ οὐρανοῦ νυμφίον, τοῦτ' ἔστι Χριστόν· αὐτὴ γὰρ ἀπέκτονε καὶ πεπαρῴνηκεν εἰς αὐτόν. τοιγάρτοι τῶν θείων εἵργεται παστῶν, ἔξω τε τῶν ἱερῶν ἐστι γάμων, καὶ τῆς ἑορτῆς ἀμέτοχος παντελῶς, ἀπόκληρός τε λοιπὸν, καὶ ἀπεῤῥιμμένη καὶ τῆς τῶν ἁγίων ἐλπίδος ὡς ἀποτάτω· εἰσκέκληται δὲ ἀντ' ἐκείνης ἡ νέα καὶ ἀῤῥυτίδωτος, ἡ πάναγνος καὶ σοφὴ, καὶ ἐκ Λιβάνου νύμφη, καλή τε περιστερὰ, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἡ καὶ αὐτὸ τὸ πάθος ὁμολογοῦσα Κυρίου, μονονουχὶ δὲ καὶ ἐπ' αὐτῷ κλαίουσα διὰ τοῦ συμπάσχειν καὶ πενθεῖν, αἴρειν τε τὸν ἴδιον σταυρὸν καὶ ἀκολουθεῖν αὐτῷ, καὶ διὰ τούτων ἰέναι φιλεῖν διά τοι τὴν εἰς αὐτὸν ἀγάπην. παρθενικὸς δὲ νυμφίος νοοῖτ' ἂν αὐτῆς ὁ Ἐμ- μανουήλ·
A newlywed girl is somehow inclined to mourn her dead bridegroom excessively, and to receive sharp grief on this account, so that she sets her mind beyond admonition, and in no way does it seem to her that any means is sufficient for mourning worthily. For the female sex is admittedly fond of tears and fond of mourning, especially when she sees a bridegroom who is a virgin and a youth lying pitiably dead and breathless in the bed. To this, he says, the multitude of the Jews must be compared, and they are to repel the wrath, and, as it were, to check the divine motion going against them unrestrainedly, emboldened by their laments, because the Lord of all is "kind" and "gentle," philanthropic, "and very merciful and repenting of evils," according to what is written. However, the Synagogue of the Jews did not mourn the bridegroom from heaven, that is, Christ; for she herself killed and outraged him. Therefore, she is excluded from the divine bridal chambers, is outside the sacred marriage, and has no share in the feast at all, and is henceforth disinherited, cast off, and as far as possible from the hope of the saints. But in her place, the new and unwrinkled, the all-pure and wise bride from Lebanon, the beautiful dove, that is, the Church from the Gentiles, is invited, who confesses the Lord's passion itself, and almost weeps over it by sympathizing and mourning, and takes up her own cross and follows him, and loves to go through these things because of her love for him. And her virgin bridegroom would be understood as Emmanuel.
καίτοι μεμοιχεῦσθαι δοκούσης καὶ πεπορνευμένης τῷ σατανᾷ, κατά γε τὸν τοῦ πεπλανῆσθαι τρόπον· διὰ τὴν ἄνωθεν ἀναγέννησιν, ἣν διὰ τοῦ Πνεύματος πεπλουτήκαμεν, τὴν σαρκικὴν ἀρνούμενοι. γέγραπται γὰρ περὶ Χριστοῦ "Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι "δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γε- "νέσθαι,
τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ "αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος "ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν." παρωθούμενοι δὴ οὖν τὴν κατὰ σάρκα γέννησιν, τὴν πνευματικὴν οἰκειού- μεθα, καθ' ἣν ἂν νοοῖτο παρθένος καθαρά τε καὶ πάναγνος ἡ ἐξ ἐθνῶν ἐκκλησία, τουτέστιν οἱ εἰς Χριστὸν πιστεύσαντες, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει σαφῶς "Ἡρμοσά- "μην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστήσαι τῷ "Χριστῷ." Ἐξῆρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου· πενθεῖτε οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ. ὅτι τεταλαιπώρηκε τὰ πεδία, πενθείτω ἡ γῆ· ὅτι τεταλαιπώρηκε σῖτος, ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον, ἐξηράνθησαν.9 Ὅμοιον ὡς εἰ λέγοι σαφῶς Ἐκλελοίπασιν εὐχαριστίαι, καὶ ὁ θύσων ἔτι παντελῶς οὐδεὶς, ὁ προσκομιῶν ἀνάθημα καὶ ληΐων ἀπαρχὰς, δράγμα που πάντως τὸ ἱερὸν εἰς ἀπαρχὴν θερισμοῦ πυρῶν ἀνατιθέμενον τῷ Θεῷ, κατὰ τὸν Μωυσέως νόμον· πρωτοκόμιά τε τὰ ἐξ ὡρῶν οὐδεὶς ὁ καρτάλλῳ, φησὶν, ἐντιθεὶς, καὶ πορευόμενος μὲν εἰς οἶκον Κυρίου, ἀνάπτων δὲ τῷ Θεῷ καὶ ᾠδὰς τὰς χαριστηρίους, ἃς ἦν ἀγορεύειν ἔθος.
And yet she seems to have been adulterated and prostituted to Satan, at least in the manner of having been led astray. Through the regeneration from above, which we have obtained through the Spirit, we renounce the fleshly birth. For it is written concerning Christ: "He came to his own, and his own did not receive him. But those who did receive him, he gave them authority to become children of God, to those who believe in his name, who were born not from blood, nor from fleshly will, nor from the will of a man, but from God." Therefore, thrusting aside birth according to the flesh, we appropriate the spiritual birth, according to which the Church from the Gentiles, that is, those who have believed in Christ, would be understood as a pure and all-holy virgin. To them the divine Paul also clearly writes: "For I betrothed you to one husband, to present you as a pure virgin to Christ." Sacrifice and libation have been removed from the house of the Lord. Mourn, you priests who serve the altar. Because the fields have been afflicted, let the earth mourn. Because the grain has been afflicted, the wine has dried up, the oil has diminished, they have dried up. It is as if he were saying clearly: The thanksgivings have ceased, and there is no one left to sacrifice at all, no one to offer a votive gift and first fruits of the harvest, a sheaf somewhere, the sacred thing entirely, as a first fruit of the wheat harvest dedicated to God, according to the law of Moses. And there is no one to place the first fruits of the seasons in a basket, as it is said, and to go to the house of the Lord, and to kindle songs of thanksgiving to God, which it was customary to sing.
ταύτῃτοι πενθεῖν τὸ ἀπόλεκτον κελεύει γένος, φημὶ δὴ τοὺς ἱερέας, οὐ λημμάτων ἕνεκα διαπονουμένους, ἀλλ' ὡς τῶν ὑπὸ χεῖρα λαῶν ὑπερηλγηκότας, καὶ τεθειμένους εἰς λειτουργίαν τὴν ἱεράν τε καὶ ἀξιάκουστον, ἵνα καὶ πρό γε τῶν ἄλλων αὐτοὶ τὸν τῶν ὅλων ἐκμειλίσσοιντο Θεὸν, καὶ αὐτὸν δὲ τὸν ἱεροφάντην ἀπομιμοῖντο Μωυσέα, προεστηκότα τοῦ Ἰσραὴλ, καὶ Θεῷ λέγοντα "Δέομαι, Κύριε, ἡμάρτηκεν "ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, καὶ εἰ μὲν ἀφῇς αὐτοῖς "τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς "βίβλου σου ταύτης ἧς ἔγραψας." μεσιτεύει γὰρ τῆς ἱερωσύνης τὸ χρῆμα Θεῷ τε καὶ λαοῖς, καὶ τοῖς τεταγμένοις εἰς λειτουργίαν τὴν οὕτω σεπτὴν, πρέποι ἂν, οἶμαί που καὶ μάλα εἰκότως, ἡ ἐν λιταῖς παῤῥησία. μονονουχὶ γὰρ καὶ ὑπὲρ πάντων τὴν ἰδίαν Θεῷ καθιεροῦσι ζωὴν, τὰ ὑπὲρ τῆς ἁμαρτίας ἐσθίοντες θύματα. τοῦτο καὶ διὰ φωνῆς Ὠσηέ φησιν ὁ τῶν ὅλων Θεός "Ἁμαρτίας λαοῦ μου φάγονται, "καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήγονται τὰς ψυχὰς αὐτῶν," τουτέστιν, ὅταν ἀδικῶσι, τὸ δοκοῦν τῷ νόμῳ πλημμελοῦντες οἱ λαοὶ, τότε δὴ τότε φησὶν οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ λήψονται τῷ Θεῷ τὰς ἑαυτῶν ψυχὰς ὑπὲρ ἐκεί- νων. τὸ δὲ λήψονταί φησιν, ἀντὶ τοῦ προσκομιοῦσιν ἤγουν ἀναθήσουσι. λαμβάνεσθαι γὰρ Τί δὲ καὶ ἡ πρόφασις τοῦ πένθους αὐτοῖς;
He commands this chosen race, I mean the priests, to mourn the loss, not because they are distressed over material gains, but as those who have deeply grieved for the peoples under their charge, and who have been set apart for the sacred and venerable ministry, so that even before others they themselves might propitiate the God of all, and also imitate the hierophant Moses himself, who stood before Israel and said to God, "I beseech you, Lord, this people has committed a great sin, and if you forgive them their sin, forgive; but if not, erase me also from this book of yours which you have written." For the office of the priesthood mediates between God and the peoples, and for those appointed to such a reverent ministry, boldness in supplications would, I think, be entirely fitting. For they almost consecrate their own life to God on behalf of all, consuming the sacrifices for sin. And this the God of all says through the voice of Hosea: "They will eat the sins of my people, and in their iniquities they will offer up their souls," that is, whenever the peoples transgress, committing what the law deems a fault, then, he says, the ministers of the divine altars will offer up their own souls to God on their behalf. And he says "they will offer up" instead of "they will present" or "they will dedicate." For "to be taken" is also used in this sense. And what is the pretext for their mourning?
ἐλέγετο τὸ ἀνατιθέμενον τῷ Θεῷ.
τεταλαιπώρηκε τὰ πεδία, φησὶ, καὶ μέντοι καὶ σῖτος, τῶν ἀκρίδων ὀδοῦσι καταψιλούμενα, καὶ οἷον πυρὶ, τῇ ἐρισύβῃ καταπιμπράμενα. καταφλέγει γὰρ ὥσπερ καὶ αὐαίνει τὰ ἐν ἀγροῖς. δεῖν δὲ δή φησι καὶ αὐτὴν οἱονείπως κατολοφύρεσθαι τὴν γῆν, ἀπ- ολωλότων αὐτῇ τῶν καρπῶν. τεταλαιπώρηκε γὰρ σῖτος, ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον, ἐξηράνθησαν, τουτέστιν, οἴχεται πάντα τὰ ἐξ αὐτῆς, καὶ τὰ ἐφ' οἷς ἦν εἰκὸς καταθαυμάζεσθαι λίαν, ὡς καρπῶν ἀγαθῶν μητέρα καὶ τροφόν. Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν αἰσθητοῖς εἰρήσθω πράγμασιν· καταθρηνήσει γεμὴν πᾶς, εἴ τις ἐστὶ δοκιμώτατος ἱερεὺς, τοὺς ἐξ ἀμέτρου φρενοβλαβείας τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένους, οὐκ ἠγαπηκότας τε τὸ ἁγιάζεσθαι παρὰ Χριστοῦ. ἀπομενοῦσι γὰρ ἔρημοι πάντη τε καὶ πάντως τῆς νοητῆς εὐκαρπίας, καὶ ἐν ἐνδείᾳ παντὸς ἔσονται τοῦ τρέφειν εἰδότος, καὶ εἰς ἀνδρείαν αὐτοὺς ἀναφέροντος τὴν πνευ- ματικὴν, σῖτόν τε καὶ οἶνον οὐκ ἔχοντες, καὶ τῆς ἐλαίου χρείας ἐστερημένοι· μυστικὸς ὁ λόγος· τοῖς μὲν γὰρ τὴν πίστιν προσιεμένοις ἑαυτὸν παραθήσει Χριστὸς, ὡς ἄρτον ζωῆς· ἔφασκε γὰρ ὅτι "Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς·" ὡς οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπου· σύνες δὴ πάλιν ὅ φημι· καταχρίσει δὲ καὶ ἐλαίῳ, τῷ νοητῷ δηλονότι καὶ ἁγιάζοντι, καὶ ὡς ἐν μεθέξει νοουμένῳ τοῦ Ἁγίου Πνεύματος· τοὺς δὲ γνώμην ἔχοντας ἀπηνῆ, πικρόν τε καὶ ἀφιλόθεον, νοῦν ἀπειθῆ καὶ δυσάγωγον, ἐνδεᾶ που πάντως ἀποφανεῖ, καὶ ἀμέτοχον παντελῶς τῶν ἀρτίως ἡμῖν εἰρημένων ἀγαθῶν.
It was said that what was dedicated to God. The plains have been afflicted, he says, and indeed the grain, stripped bare by the teeth of locusts, and as if by fire, consumed by rust. For it burns and withers the crops in the fields. And he says that the land itself must, so to speak, lament, its fruits having perished. For the grain has been afflicted, the wine has dried up, the oil has diminished; that is, everything from it has vanished, and those things on account of which it was fitting to be greatly admired, as mother and nurse of good fruits. And let these things be said by us concerning perceptible matters. But every most excellent priest will lament those who, due to excessive folly, do not accept purification through faith, and have not loved being sanctified by Christ. For they will remain utterly and completely bereft of spiritual fruitfulness, and will be in need of everything that knows how to nourish them and raise them to spiritual manhood, having neither grain nor wine, and deprived of the need for oil. The word is mystical. For to those who accept faith, Christ will offer himself as the bread of life; for he said, "I am the bread of life"; as wine that gladdens the heart of man—understand again what I say—and he will also anoint with oil, the spiritual and sanctifying oil, understood as participation in the Holy Spirit. But those who have a harsh disposition, bitter and ungodly, a disobedient and intractable mind, he will show to be utterly needy and completely without a share in the goods just mentioned by us.
ἰστέον δὲ, ὅτι καὶ ὁ σοφώτατος Παῦλος ἱερουργῶν εἰς τὰ ἔθνη τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,
μονονουχὶ κατεθρήνει τοὺς ἀπειθοῦντας ἐξ Ἰσραήλ. ἔφη γάρ "Ὅτι λύπη μοί ἐστι "μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου, ὑπὲρ τῶν "ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές "εἰσιν Ἰσραηλῖται." μυστικὸς δὲ, ὥσπερ ἔφην, καὶ κεκρυμ- μένος ὁ ἐν τῷδε λόγος. Οἱ γεωργοὶ θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ· ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ῥοὰ καὶ φοῖνιξ καὶ μῆλον καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.9 Πένθος ἀληθῶς, ἄλγημά τε καὶ θρήνημα τοῖς εἰωθόσι γηπονεῖν, τῶν ἐν ἀγροῖς ἡ πανωλεθρία, καὶ τὸ μηδὲν ὅλως ἀπ' αὐτῶν συγκομίζειν δύνασθαι, καὶ μετὰ μακροὺς ἱδρῶτας ἔσθ' ὅτε. αὖα δὲ δὴ καὶ ἐκτεθνεῶτα λοιπὸν τὰ ἐν κήποις ὁρᾶν καὶ τῶν ξύλων τὰ ἐξαίρετα, ληΐοις τε ὁμοῦ τὰς ἀμπέ- λους κατεφθαρμένας, καὶ αὐτὴν δὲ τὴν ἀγρίαν ὕλην τοῖς κήποις συγκαταφθίνουσαν. πάντα γάρ φησι τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων· τὸ δὲ ᾔσχυναν χαρὰν, ἀντὶ τοῦ, αἰσχύνης τε καὶ ἐντροπῆς καὶ ἐλέγχων τῶν εἰς ποινάς τε καὶ δίκην τὸν καιρὸν ἀπέδειξαν οἱ ἐνοικοῦντες τὴν γῆν, καθ' ὃν ἦν εἰκὸς καὶ ἐνευρύνεσθαι ταῖς εὐημερίαις τὰ ἐξ ἀγρῶν συλλέγοντας, καὶ ἀναμεστοῦν μὲν τῷ σίτῳ τὰς ἀποθήκας, ἐπιφωνεῖν δὲ τρυγῶσι τὰς ἐπι- ληνίους ᾠδὰς, καὶ ταῖς οἰῶν ἀγέλαις ἐφήδεσθαι, πλείστης τε ὅσης καὶ εὐανθοῦς αὐτοῖς παρεῤῥιμμένης τῆς πόας.
It should be noted that even the most wise Paul, when ministering the Gospel of Christ to the Gentiles, almost lamented those from Israel who were disobedient. For he said, "That great grief and unceasing pain is in my heart for my brothers, my kinsmen by blood, who are Israelites." The word here is mystical, as I said, and hidden. The farmers lament their possessions over wheat and barley, because the harvest from the field has perished; the vine has dried up, and the fig trees have diminished; the pomegranate, date palm, apple, and all the trees of the field have dried up, because the sons of men have disgraced joy. Truly, it is grief, pain, and lamentation for those accustomed to tilling the soil, the total destruction of the fields, and the inability to gather anything at all from them, even after long labors at times. To see the gardens withered and dead, and the choicest of the trees, and the vines together with the crops ruined, and even the wild wood wasting away along with the gardens. For he says, "All the trees of the field have dried up, because the sons of men have disgraced joy." And "they have disgraced joy" means that the inhabitants of the land have made the time one of shame, disgrace, and reproaches leading to penalties and justice, at a time when it was fitting to rejoice in prosperity, gathering the produce from the fields, filling the granaries with grain, singing songs at the winepress while treading grapes, and delighting in the flocks of sheep, with abundant and flourishing grass strewn about for them.
Ἔοικε δὲ κἀν τῷδε πάλιν ὁ λόγος γεωργοὺς ὀνομάζειν αἰνιγματωδῶς τοὺς τῶν Ἰουδαϊκῶν ταγμάτων τοτηνικάδε προεστηκότας, οὓς καὶ δεῖν ἔφη καταθρηνεῖν, ὡς ὅσον οὐδέπω βαδιουμένων εἰς ὄλεθρον ἁπάντων, ὡς ἔπος εἰπεῖν, τῶν κατὰ τὴν χώραν, ἤτοι τῶν κατοικούντων τὴν γῆν, οἳ καὶ ἐν τάξει πυροῦ καὶ κριθῆς καὶ ξύλων ὡραίων νοηθεῖεν ἄν. ἐφαρμόσομεν δὲ τῶν νοημάτων τὴν δύναμιν πρεπωδέστερόν πως τοῖς γραμματεῦσι καὶ Φαρισαίοις· οἳ καὶ γηπόνων ἐν τάξει κείμενοι πεπαρῳνήκασιν εἰς Χριστὸν, ἀπεκτόνασί τε τὸν κληρονόμον, ἵν' ἔχοιεν αὐτοὶ τὸν κῆπον, γένοιντό τε λοιπὸν τοῦ ἀμπελῶνος δεσπόται, μονονουχὶ ληΐοις ὥσπερ ἐπαγαλλόμενοι τῇ πολυάνδρῳ πληθύϊ τῶν ὑπεζευγμένων, καὶ τοὺς ἐν αὐτοῖς ὅτι μάλιστα λαμπροὺς, ὡς ῥοιὰν, ὡς μῆλον ἀποτρυγᾶν εἰωθότες. ἀλλ' εἷλεν αὐτοὺς ὁ Ῥωμαίων πόλεμος, δεδαπάνηκε μέγαν καὶ μικρόν, λαμπρὸν καὶ ἐπίσημον ὡς ἐν συκαῖς νοουμένους, καθάπερ ἔφην ἀρτίως, ὡς ἐν ἀμπέλῳ τυχὸν, φοίνικί τε καὶ μήλῳ καὶ ἐν τοῖς ξύλοις, ὡς ἐν κριθῇ καὶ πυρῷ· διάφοροι γὰρ οἱ τρόποι, καὶ οὐχ ἓν ἅπασι τοῦ βίου τὸ μέτρον. ἐπειδὴ γὰρ ἅπαξ ἀγρῷ παρείκασε τὴν τῶν Ἰουδαίων γῆν, καὶ γηπόνους ὠνόμασε τοὺς προεστηκότας, σέσωκεν ὁ λόγος μέχρι παντὸς τὴν μεταφορὰν, ληΐοις τε καὶ ξύλοις κατὰ διάφορον τρόπον παραβάλλων τοὺς ὑπ' αὐτοῖς. Εἰ δὲ δή τις οἴοιτο καὶ εἰς ἐξήγησιν ἠθικὴν ταυτὶ δὴ χρῆναι μετακομίζεσθαι, φρονήσει καλῶς.
It seems again in this passage the word figuratively calls the farmers those who at that time presided over the Jewish ranks, whom he said it was necessary to lament, since almost all, so to speak, of those in the country, that is, those inhabiting the land, were about to go to destruction, who might be understood in the order of wheat and barley and ripe wood. We will apply the force of the thoughts more fittingly in some way to the scribes and Pharisees, who, placed in the order of husbandmen, have outraged Christ and killed the heir, so that they themselves might have the garden and become thereafter masters of the vineyard, exulting, as it were, in the crops of the populous multitude of those subjected, and accustomed to pluck those among them who are especially brilliant, like a pomegranate, like an apple. But the Roman war took them, consumed great and small, brilliant and notable, understood as among fig trees, as I just said, as in a vine, perhaps, a palm and an apple and among the trees, as in barley and wheat; for the ways are various, and the measure of life is not one for all. For since he once compared the land of the Jews to a field and called the presiding ones husbandmen, the discourse preserves the metaphor throughout, comparing those under them to crops and trees in a different way. But if anyone should think that these things ought to be transferred to a moral interpretation, he will think rightly.
παρεικαστέον γὰρ ἀρεταῖς καὶ τοῖς εἰς νοῦν κατορθώμασιν, ἄμπελον, συκῆν, καὶ τὰ ἕτερα τῶν ξύλων, ἃ καρποῖς ὡραίοις στεφανοῦσθαι φιλεῖ. ἀλλ' εἰ μέν τις εἴη σοφὸς καὶ ἀγχίνους, καὶ αὐχη- μάτων ἀγαθῶν ἐπιμελητὴς, εὐανθῆ τε καὶ εὔξυλον τὸν εἰς νοῦν καὶ καρδίαν φορέσει κῆπον, πολυειδῆ τρέφων ἐν ἑαυτῷ τὴν ἀρετὴν, καὶ πάντα τρόπον ἐπιεικείας. εἰ δὲ δὴ ῥᾴθυμος καὶ φιλήδονος, καὶ πολὺ λίαν ἐκνενευκὼς ἐπὶ τὰ αἰσχίω, καταθρηνήσει πάντως, μαραινομένης αὐτῷ τῆς ἐπιεικείας, καὶ πολλὴν παθόντος τὴν ἀκαρπίαν τοῦ νοῦ. ἐπιμελητέον δὴ οὖν τοῖς ἐχέφροσι τῶν ἐν καρδίαις ἀγαθῶν, ἃ δὴ προσ- έσται πάντως, εἰ ἐπί γε σφίσιν αὐτοῖς εὐφραίνειν ἕλοιντο ταῖς ἐπιεικείαις τὸν τῶν οὐρανίων χαρισμάτων δοτῆρα Θεόν. Περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες τῷ θυσιαστηρίῳ· εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις λειτουρ- γοῦντες Θεῷ· ὅτι ἀπέσχεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή.9 Αἴρει μὲν ὥσπερ καὶ διὰ τούτων ὑψοῦ τὰ συμβεβηκότα, καὶ ἐν ἀφορήτοις ποιεῖται δείμασι, πλείστης μὲν ὅσης δεῖσθαι λιτῆς τὸ πρᾶγμα δηλῶν, διά γε τοῦ χρῆναι καὶ αὐτοὺς κατοι- μώζειν τοὺς ἱερέας. πλὴν ἔχει τι καὶ εὐτεχνὲς ὁ
One must liken the vine, the fig tree, and the other trees that are wont to be crowned with ripe fruits to virtues and to the right achievements of the mind. But if someone should be wise and shrewd, and a cultivator of good excellences, he will bear in his mind and heart a garden blooming and well-wooded, nurturing in himself virtue of many kinds and every form of seemliness. But if he is indolent and pleasure-loving, and has greatly deviated toward the baser things, he will certainly lament, as seemliness withers for him and the mind suffers much barrenness. Therefore, those who are prudent must take care of the goods in their hearts, which will assuredly be present if they choose to gladden the Giver of heavenly gifts, God, with their seemliness. Gird yourselves and beat your breasts, O priests; mourn, O ministers of the altar; enter, sleep in sackcloth while ministering to God, for sacrifice and libation have ceased from the house of our God. Through these words he both raises up, as it were, and magnifies the events, and makes them into unbearable terrors, showing that the matter requires very much supplication, indeed that even the priests themselves must wail. Yet the passage also has something artful.
λόγος. ἐπειδὴ γὰρ τοῖς τῶν εἰδώλων τεμένεσιν ἀβουλότατα προσ- ιζήσαντες, καίτοι Θεοῦ καταπαίοντος ἐξ ὀργῆς, ἐζήτουν ἐκεῖ- θεν τὰς ἐπικουρίας, ἀπονέμει χρησίμως ὁ τῶν ὅλων Θεὸς τοῖς ἰδίοις ἱερουργοῖς τὸ καθηγεῖσθαι λιτῆς, καὶ προεστάναι τληπαθῶς τῶν εἰς μετάγνωσιν σπουδασμάτων, ἵν' εἰδεῖεν οἱ πεπλημμεληκότες, ὡς εἰ μὴ Θεῷ μᾶλλον ἕλοιντο τὰ φίλα ζητεῖν, καὶ αὐτῷ προσάγοιεν τὰς λιτὰς, οὐκ ἂν διακρούσαιντο τὴν ὀργήν. χρῆναι δὴ οὖν ἔφη τοὺς ἱερατεύοντας, μονονουχὶ καὶ δανείζειν τοῖς ἄλλοις τοὺς ἐπὶ ταῖς λιταῖς πόνους, κόπετόν τε καὶ θρῆνον καὶ σάκκου περιβολὴν, δι' οὗ σημαίνεται τρυ- φῆς τε καὶ ἀναπαύλης ἀπόθεσις, σκληραγωγία τε καὶ πόνος, καὶ ζωῆς ἁγιοπρεποῦς ὀρθὴ καὶ ἀμώμητος ἐπιτήδευσις. εἶτα τοῦ πόνου τὴν αἰτίαν ἐναργῆ καθιστὰς, ἀπεσχηκέναι φησὶν ἐξ οἴκου Θεοῦ θυσίαν καὶ σπονδήν· δριμὺς ὁ λόγος· οὐ γὰρ ἐνηνέχθαι πρὸς τὸ μεῖον, ἤγουν ἠλαττῶσθαί φησι θυσίαν καὶ σπονδὴν, ἀπεσχηκέναι δὲ μᾶλλον, ὅπερ ἐστὶ παντελοῦς ἀνατροπῆς σημαντικόν. δεινὸν δὲ τὸ χρῆμα καὶ δυσαχθὲς ἀληθῶς τοῖς λαῶν προεστηκόσιν, εἰ κατὰ μηδένα τρόπον παρὰ τῶν ὑπεζευγμένων θεραπεύοιτο Θεός.
word. For since they had most foolishly attached themselves to the precincts of idols, and although God was striking them in wrath, sought assistance from that quarter, the God of all usefully assigns to his own priests the leadership of the litany and the patient presidency over the efforts toward repentance, so that those who have transgressed might know that unless they choose to seek what is pleasing rather from God and present their litanies to him, they would not avert the wrath. He therefore said that it is necessary for those who are priests, as it were, to lend to others the labors of the litanies—both lamentation and mourning and the wearing of sackcloth, by which is signified the laying aside of luxury and ease, hard living and toil, and the correct and blameless practice of a holy life. Then, making the cause of the toil evident, he says that sacrifice and libation have been withheld from the house of God. The word is sharp; for he does not say that sacrifice and libation have been brought to a lesser degree, that is, diminished, but rather that they have been withheld, which signifies complete overthrow. And the matter is truly terrible and grievous for those who preside over the peoples, if in no way is God propitiated by those who are subject.
Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας τοὺς κατοικοῦντας τὴν γῆν εἰς οἶκον Θεοῦ ἡμῶν, καὶ κεκράξατε πρὸς Κύριον ἐντενῶς, οἴμοι, οἴμοι, εἰς ἡμέραν.9 Τίνα δὴ τρόπον προσήκει ποιεῖσθαι τὸ πένθος αὐτοὺς, διατρανοῖ πάλιν, καὶ εἰσηγητὴς αὐτοῖς σοφὸς φαίνεται τῆς εἰς μετάγνωσιν ὁδοῦ, καὶ τὰ δι' ὧν ἂν γένοιτο πρᾷός τε καὶ εὐμενὴς ὁ τῶν ὅλων Θεὸς, καταδεικνύει σαφῶς. τοῦτο δὴ ἦν, οἶμαι, καὶ ἀνακόψαι θέλοντος τὴν ὀργὴν, καὶ ἀφανίσαι τὸ λυποῦν, καὶ περιστεῖλαι τὸ βλάπτον, ἐπιδοῦναί τε πάλιν αὐτοῖς τὸ εὐημερεῖν, καὶ διαχεῖσθαι τοῖς ἀγαθοῖς. ἔφη τοίνυν ὅτι, ἁγιάσατε νηστείαν, τουτέστιν, ὡς ἐν ἀναθήματος ποιεῖσθε τάξει, καὶ ὡς ἐν θυσίας τρόπῳ τὴν πάναγνον ἀληθῶς καὶ ἀμώμητον νηστείαν. οὐ γὰρ δὴ προσήκει ταῖς μὲν ἀσιτίαις κατατήκεσθαι τὸ σαρκίον, δρᾶν δὲ δὴ αὐτοὺς νενηστευκότας τὰ ἐφ' οἷς ἂν εἰκότως παροτρύνοιτο Θεός. εἰ γὰρ μέλλοιμεν ἐν καιρῷ νηστείας τῶν ἰδίων οὐκ ἀποπαύεσθαι θελημάτων, ὑπονύττειν δὲ τοὺς ὑποχειρίους "Εἰς κρίσιν τε καὶ μάχας, "τύπτειν τε πυγμαῖς ταπεινὸν" κατὰ τὸ γεγραμμένον, οὔπω νενηστεύκαμεν ἁγίως τε καὶ καθαρῶς·
Sanctify a fast, proclaim a service, gather the elders, all who dwell in the land into the house of our God, and cry out earnestly to the Lord, alas, alas, for the day. In what manner it is fitting for them to make their lament, he again makes clear, and appears to them as a wise guide on the path to repentance, and he plainly indicates the means by which the God of all might become gentle and gracious. This, I think, was to check the wrath, to remove the cause of grief, to curtail the harm, and to restore to them the ability to prosper and to delight in good things. He said therefore: sanctify a fast, that is, observe it as if in the manner of an offering, and as if in the way of sacrifices, the truly pure and blameless fast. For it is not fitting that the flesh be wasted by abstinence, while they, having fasted, do the very things by which God would reasonably be provoked. For if we, in a time of fasting, do not cease from our own desires, but provoke those under us "to judgment and quarrels," and "strike the lowly with fists," as it is written, we have not yet fasted in a holy and pure manner.
πόνων δὲ ζημίας ὑπομενοῦμεν εἰκότως Θεοῦ διακεκραγότος "Οὐχὶ ταύτην τὴν "νηστείαν ἐγὼ ἐξελεξάμην λέγει Κύριος." δεῖ δὴ οὖν ἀποσχέσθαι φαυλότητος, ἕπεσθαί τε, καὶ μάλα νεανικῶς, τοῖς τοῦ νομοθέτου δόγμασιν, ἀπευθύνοντας τὴν καρδίαν πρὸς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων αὐτῷ, καὶ τὸν τῆς διανοίας ὑποφέροντας αὐχένα, ψάλλοντάς τε καὶ λέγοντας "Ἴδε τὴν "ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς "ἁμαρτίας μου·" καὶ μὴν πρὸς τῷδε κἀκεῖνο τὸ προφη- τικόν "Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς "ἡμῶν εἶ." παράστασις γὰρ ἥδε πνευματικὴ καὶ θυσία καθαρὰ καὶ ἀνδάνουσα τῷ Θεῷ "ὑπὲρ μόσχον νέον," ὑπὲρ ἀμνὸν ἐκ ποιμνίων, ὑπὲρ ἔριφον ἐξ αἰγῶν, ὑπὲρ σεμίδαλιν καὶ λιβανωτόν. πνευματικαῖς "γὰρ θυσίαις εὐαρεστεῖται "Θεός." ἁγιάζοντες δὲ τὴν νηστείαν, κηρύξωμεν θεραπείαν, τουτέστι, τὴν τῶν θείων θελημάτων ἐκπλήρωσιν, ᾗ δὴ καὶ πρεπόντως παρέποιτο ἂν τὸ εὐθὺ, τὸ εὐάγωγον τοῦ τρόπου, τὸ πρὸς πᾶν ὁτιοῦν ἕτοιμον τῶν εἰς εὐσεβείας ἡκόντων λόγους· ἐπιτελέσομεν δὲ τῆς θεραπείας τοὺς τρόπους, συνει- λεγμένων ἐν ἐκκλησίαις τῶν ἐκ γερουσίας, συνδεδραμηκό- των δὲ καὶ ἁπάντων τῶν κατοικούντων τὴν γῆν, κλαόντων τε καὶ μάλα συντόνως εἰς ὅλην ἡμέραν, καὶ ἀραρότως δια- κειμένων, ὅτι πάντη τε καὶ πάντως ἐλεήσει Θεός· ἔστι γὰρ "Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς," "Ἐξαίρων "ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας καὶ οὐ συνέχων εἰς μαρ- "τύριον ὀργὴν αὐτοῦ, κατὰ τὸ γεγραμμένον, ὅτι θελητὴς "ἐλέους ἐστί." Ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου, καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπω- ρίας ἥξει.
We will suffer the loss of our labors, as is fitting, since God has cried out, "Did I not choose this fast? says the Lord." Therefore, we must abstain from baseness and follow, and indeed vigorously, the decrees of the lawgiver, directing our heart toward everything that pleases him, and bowing the neck of our mind, singing and saying, "Behold my humility and my labor, and forgive all my sins." And indeed, in addition to this, that prophetic saying: "Behold, we here will be yours, because you, Lord, are our God." For this is a spiritual presentation and a pure sacrifice, pleasing to God, "more than a young bull," more than a lamb from the flocks, more than a goat from the herds, more than fine flour and frankincense. For "God is pleased with spiritual sacrifices." Sanctifying the fast, let us proclaim a service, that is, the fulfillment of the divine will, to which would fittingly be joined uprightness, the docility of character, readiness for everything that pertains to the concerns of piety. And we will perform the modes of service, with the elders gathered in the churches, and all who dwell in the land having run together, weeping and indeed intensely throughout the whole day, and being in a state of supplication, because God will surely and absolutely have mercy. For he is "Long-suffering and very merciful and true," "Removing lawlessness and passing over injustices and not holding his anger for testimony," as it is written, because "he is a desirer of mercy." That the day of the Lord is near, and that calamity will come from calamity.
κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλοθρεύθη, ἐξηράνθη καὶ ἐξ οἴκου Θεοῦ ἡμῶν εὐφροσύνη καὶ
χαρά.9 Ἡμέραν Κυρίου φησὶ, καθ' ἢν ἂν γένοιτο πληροῦσθαι τὰ ἐξ ὀργῆς, ἢ τῆς ἀκρίδος αὐτοῖς ἐπενηνεγμένης καὶ δαπανώσης τὰ ἐν ἀγροῖς καὶ εἰς λιμοῦ καὶ ἐνδείας πεμπούσης δείματα, καὶ αὐτὴν ἐντιθείσης τοῦ θανάτου τὴν πτοίαν, ἤγουν τῶν Βαβυλωνίων καταφθειρόντων ἅπαντα, πόλεσί τε καὶ κώμαις ἐπιφυομένων, ἄλλο τε ἐπ' ἄλλῳ προσεργαζομένων κακὸν, καὶ ταλαιπωρίαν ἐκ ταλαιπωρίας προσεπιῤῥιπτούντων ἀεὶ τοῖς ἐνοικοῦσι τὴν γῆν, ὡς μηδ' ὅσον εἰπεῖν ἀναπνεῦσαι δύνασθαι βραχὺ, καί τι διὰ μέσου γενέσθαι χρηστὸν, ἐφ' ὧνπερ ἦν εἰκὸς κἂν γοῦν ἀπὸ μέρους καὶ μετρίαν ἔχειν δύ- νασθαι τὴν παραψυχὴν τοὺς τῇ συχνότητι τῶν κακῶν λοιπὸν ἀφορήτως ἐντετηγμένους. ἐπειδὴ δὲ πεπαινομένων ἤδη τῶν καρπῶν, καὶ τὸν ἀμῶντα λοιπὸν μονονουχὶ κα- λούντων ἐφ' ἑαυτοῖς τῶν ληΐων, βότρυός τε καταπερκάζον- τος καὶ τὸ ἐκθλίβεσθαι γλιχομένου, γέγονέ που τάχα τῆς ἀκρίδος ἡ ἐμβολὴ, βρώματά φησιν ἐξωλοθρεύθη ἐξ ὀφθαλμῶν αὐτῶν, οἷον ἡρπασμένων τῶν ἐν ὄψει γεγενημένων, παρα- κειμένων δὲ ὥσπερ αὐτοῖς, καὶ ἑτοιμοτάτην ἐχόντων τὴν ἀπόλαυσιν· ἐξῆρθαι δὲ διαβεβαιοῦται πάλιν καὶ ἐξ οἴκου Κυρίου τήν τε εὐφροσύνην καὶ τὴν χαράν. ἔθυον γὰρ, ταῖς ἐξ ἀγρῶν εὐκαρπίαις ἐπαγαλλόμενοι, καὶ τοὺς τῆς εὐφροσύνης ἐπετήδευον τρόπους ἀνατιθέντες τὰ χαριστήρια διάτοι τὸ περιχεῖσθαι πλουσίως τοῖς ἐκ γῆς ἀγαθοῖς. Εὑρήσομεν δὲ τοιοῦτόν τι πεπονθότας καὶ αὐτοὺς μάλιστα δὴ τοὺς εἰς Χριστὸν πεπαρῳνηκότας.
Before your eyes, food was destroyed, dried up, and from the house of our God, gladness and joy were taken away. He speaks of the day of the Lord, on which it might happen that the things from wrath are fulfilled, either the locusts brought upon them and consuming the things in the fields and sending terrors of famine and want, and even instilling the terror of death, or the Babylonians destroying everything, attacking cities and villages, working one evil after another, and always heaping misery upon misery upon the inhabitants of the land, so that they cannot even breathe a little, nor can anything good occur in the meantime, on which account it would be reasonable that at least in part and moderately those who are already unbearably melted by the frequency of evils might be able to have some consolation. But since the fruits were already ripening, and the crops were all but calling the reaper to themselves, and the grape was darkening and eager to be pressed, the invasion of the locusts perhaps occurred somewhere; he says that food was destroyed before their eyes, as if things that were in sight were snatched away, lying before them as it were, and having their enjoyment most ready; and he affirms again that gladness and joy were removed from the house of the Lord. For they were sacrificing, rejoicing in the good harvests from the fields, and they practiced the ways of gladness, offering thank-offerings because the goods from the earth were flowing abundantly. And we will find that those who have committed outrage against Christ have suffered something similar.
γέγονε μὲν γὰρ αὐ- τοῖς ἐν ὀφθαλμοῖς ἤδη πως ὁ ἄρτος τῆς ζωῆς "Ὁ ἐκ τοῦ "οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ," "ὁ κόκκος "τοῦ σίτου ὁ πεσὼν εἰς τὴν γῆν," καὶ πολλοστὸς ἀναφὺς, οἶνος ὁ νοητὸς, ὁ καρδίαν ἀνθρώπου κατευφραίνειν εἰδώς. ἐπειδὴ δὲ οὐ διαλελοίπασι ταῖς ἀπειθείαις ὑβρίζοντες, γέγονεν αὐτοῖς ἐξ ὀφθαλμῶν καὶ οἷον ἐκ μέσου τὰ βρώματα τὰ πνευματικά· ἀποπεφοίτηκε γὰρ ἀπ' αὐτῶν ἡ παντὸς ἀγαθοῦ μέθεξις, ἐξῇρται δὲ καὶ ἐξ οἴκου τοῦ παρ' αὐτοῖς εὐφροσύνη καὶ χαρά· δέδονται γὰρ εἰς ἐρήμωσιν, καὶ δια- τελοῦσιν οἱ τάλανες "Οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, "οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας "οὔτε δήλων." Καὶ καθ' ἕτερον δὲ τρόπον ἐξῃρῆσθαί φαμεν ἐξ ὀφθαλμῶν αὐτῶν τά τε βρώματα καὶ τὴν εὐφροσύνην καὶ χαράν. ἔφη μὲν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὅτι "Οὐκ ἐπ' "ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι "ἐκπορευομένῳ διὰ στόματος Θεοῦ." νοῦ δὲ ὅτι τροφὴ λόγος, οὐκ ἂν ἐνδοιάσειέ τις. τοῦτο τῆς Ἰουδαίων ἐξῆρται πληθύος· γεγόνασι γὰρ ἐν ἐνδείᾳ τροφῆς τῆς πνευματι- κῆς· οὐ νενοήκασι τὰ Μωυσέως. καὶ γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Ἄχρι σήμερον ἐπὶ τῇ ἀναγνώσει τῆς "παλαιᾶς διαθήκης, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν "κεῖται·" μεμισήκασι δὲ τὰ διὰ Χριστοῦ θεσπίσματα. ὡλόθρευται δὴ οὖν πᾶσα αὐτοῖς πνευματικὴ τροφὴ, οὐκ αὐτὴ παθοῦσα τὸν ὄλεθρον, ἀλλὰ τοῖς πεπονθόσιν οὐκ ἔτι παρακειμένη, καὶ ὅσον ἧκεν εἰς ἐκείνους, οὐδὲ ὑπάρχουσα παντελῶς.
For indeed, in their eyes, the bread of life has already in a way come to be—"the one who came down from heaven and gives life to the world," "the grain of wheat that fell into the earth" and sprouted manifold, the spiritual wine, which knows how to gladden the heart of man. But since they have not ceased to insult with their disobediences, the spiritual foods have been removed from their eyes and, as it were, from their midst; for participation in every good has departed from them, and gladness and joy have been taken away from the house among them; for they have been given over to desolation, and the wretches continue "there being no king nor ruler, no sacrifice nor altar, no priesthood nor symbols." And in another way, we say that the foods and the gladness and joy have been removed from their eyes. For our Lord Jesus Christ said, "Man will not live by bread alone, but by every word that proceeds through the mouth of God." And understand that food is word, one would not doubt. This has been removed from the multitude of the Jews; for they have come to be in a lack of spiritual food; they have not understood the writings of Moses. For the divine Paul writes, "Until today, upon the reading of the old covenant, a veil lies upon their heart"; and they have hated the ordinances through Christ. Therefore, all spiritual food has been destroyed for them—not that it itself has suffered destruction, but it is no longer present to those who have suffered, and, as far as it concerns them, it does not exist at all.
ἀλλ' ὅ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῖς εἰς αὐτὸν πιστεύουσι τὸ χρῆναι διανέμει τρυφᾶν, καὶ ἐν- σπαταλᾶν ἀγαθοῖς τοῖς ἄνωθεν. γέγραπται γὰρ ὅτι "Οὐ "λιμοκτονήσει Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν "ἀνατρέψει." Ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροὶ, κατεσκάφησαν ληνοὶ, ὅτι ἐξηράνθη σῖτος. τί ἀπο- θήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς, καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθη.9 Καὶ τοῖς ἀλόγοις τῶν ζώων ἔσθ' ὅτε περιτίθησιν λόγον ἡ θεόπνευστος γραφὴ, τὰς τῶν πραγμάτων φύσεις εἰς τὸ εὔχαρί τε καὶ ἀστείως ἔχον εὐτέχνως διαποικίλλουσα, καὶ οἷον ἐν ἤθει γράφουσα τὰς οἰκονομίας, ὧν ἂν πρέποι νοεῖν. εἶτα τί τὸ θαῦμα, κἂν εἰ δαμάλεις λέγοι διασκιρτῆσαι τυχὸν, κλαῦσαί τε βουκόλια βοῶν; ἀφορήτως γὰρ αὐτὰ καταπιέζον- τος τοῦ λιμοῦ, τάχα πως καὶ ἀνεσκίρτησαν ἂν καὶ τεθνήκα- σιν, εἴπερ ἦν αἴσθησις αὐτοῖς τῶν ἐπενηνεγμένων. ἠφανίσθαι δέ φησι θησαυροὺς καὶ κατεσκάφθαι ληνοὺς, οὐδεμιᾶς που τάχα
But our Lord Jesus Christ distributes to those who believe in him the necessity of delighting and reveling in the goods from above. For it is written: "The Lord will not starve the soul of the righteous, but will overturn the life of the impious." Heifers have leaped at their mangers, treasures have been destroyed, wine vats have been dug up, because the grain has dried up. What shall we store up for ourselves? The herds of cattle have wept, because there was no pasture for them, and the flocks of sheep have been destroyed. And sometimes the divinely inspired scripture attributes speech to irrational animals, artfully varying the natures of things for the sake of grace and elegance, and as it were depicting in character the economies which it is fitting to understand. Then what wonder, if it should say that heifers have perhaps leaped about, and that herds of cattle have wept? For when famine oppresses them unbearably, they might perhaps have leaped about and died, if they had perception of what was brought upon them. And it says that treasures have been destroyed and wine vats dug up, perhaps nowhere
φροντίδος ἠξιωμένας, διάτοι τὸ μηδὲν ἐξ ἀγρῶν συλλέγεσθαι, ἀλλὰ δρεπάνην μὲν ἀπρακτεῖν τὴν ἐν ἀμπέλῳ καὶ βοτρύϊ, ξηρὸν δὲ δὴ τάχα καὶ ἀτελεσφόρητον τοῖς ἀγροῖς ἐπικεκλίσθαι τὸν στάχυν. ταύτῃτοί φασι Τί ἀποθήσομεν ἑαυτοῖς; ὅτι δὲ, ὡς ἔφην, τοῖς τῶν καρπῶν ἡμέροις καὶ αὐταὶ συνδιολώλασιν αἱ τῆς ἐρήμου πόαι, καθίστησιν ἐν- αργὲς, ἠφανίσθαι λέγων καὶ αὐτὰ τῶν προβάτων τὰ ποίμνια, λιμῷ δὴ πάντως κατεφθαρμένα, καὶ τῆς συνήθους καὶ φι- λαιτάτης αὐτοῖς ἐστερημένα νομῆς. ἐφαρμόσει δὲ καὶ ταῦτα σοφῶς ταῖς Ἰουδαίων συμφοραῖς, οἳ πεπαρῳνήκασιν, ὡς ἔφην, εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Πρὸς σὲ, Κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ, καὶ πάντα τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σὲ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδά- των, καὶ πῦρ κατέφαγε τὰ ὡραῖα τῆς ἐρήμου.9 Ὡραῖα μὲν τῆς ἐρήμου φησὶ τὰ ἐν πεδίοις τάχα που τοῖς ἀνηρότοις αὐτομάτως φυόμενα· ξύλα γεμὴν τοῦ ἀγροῦ τὰ ἐν κήποις τε καὶ παραδείσοις εὐγενῆ βλαστήματα, καὶ ταῖς ἐξ ὡρῶν εὐκαρπίαις περιανθίζεσθαι πεφυκότα· ταῦτά τε ἐν εἴδει πυρὸς μονονουχὶ κατεδηδοκέναι βροῦχόν τε καὶ ἐρυσί- βην. ποιεῖται δὲ χρησίμως τὴν πρὸς Θεὸν εὐχὴν εὐτεχνέσ- τατα, διδάσκων, ὡς ἥκιστα μὲν παρ' ἑτέρου δεήσει ζητεῖν τῆς συμφορᾶς τὴν ἀπόστασιν, προσάγειν δὲ μόνῳ τῷ σώζειν ἰσχύοντι τὰς λιτὰς, καὶ ὡς ἐξ ὀργῆς ἐπάγοντι τὰ καταλυπεῖν εἰωθότα. μὴ γὰρ δὴ χρῆναι φρονεῖν εὖ μάλα φησὶν αὐτο- μάτως τὰ τοιάδε συμβῆναι τῶν κακῶν, ἐπενηνέχθαι δὲ μᾶλλον ὡς ἐκ θείων αὐτοῖς μηνιμάτων·
of concern, because nothing is gathered from the fields, but the sickle lies idle on the vine and the grape, and the ear of grain lies dry and fruitless, as it were, upon the fields. They say, "What shall we store up for ourselves?" And that, as I said, the wild grasses of the desert have perished along with the cultivated crops, he makes evident by saying that even the flocks of sheep have been destroyed, utterly consumed by famine, and deprived of their customary and beloved pasture. These things will also be fittingly applied to the calamities of the Jews, who have committed outrage, as I said, against the Savior of all, Christ. "To you, Lord, I will cry out, because fire has consumed the beautiful things of the desert, and a flame has set ablaze all the trees of the field, and all the cattle of the plain have looked up to you, because the streams of water have dried up, and fire has devoured the beautiful things of the desert." By "beautiful things of the desert" he means those that grow spontaneously, perhaps in the untilled plains; by "trees of the field" he means the noble shoots in gardens and parks, which are naturally adorned with the good fruits of the seasons; these things, as it were, the locust and the blight have devoured in the form of fire. He most skillfully makes the prayer to God usefully, teaching that one should least of all seek the removal of the calamity from another, but should bring supplications only to the one who is able to save, and who, as from wrath, brings about those things that are wont to cause distress. For he says that one must not think that such evils happen spontaneously, but rather that they have been brought upon them as from divine wrath.
καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἑτέρου προφήτου φησίν "Εἰ ἔσται κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν;" οὐ γὰρ ἂν γένοιτό τι τῶν κακοῦν εἰωθότων ἢ πόλεις ἢ χώρας, ὃ πράττοιτο ἂν μὴ οὐκ ἐφιέντος Θεοῦ. σώζει γὰρ οὓς ἂν ἕλοιτο, καὶ ἀπαλλάττει κακῶν. ἀναπείθει δὴ οὖν τῶν λελυπηκότων τὴν λύσιν παρὰ Θεοῦ ζητεῖν, ῥιπτοῦντας ὡς ἀποτάτω τό γε οἴεσθαι δεῖν τῆς τῶν ψευδωνύμων θεῶν χειρὸς, καὶ ἐπικουρίας δεδεῆσθαι τὰ κατ' αὐτούς. ἐξηράνθαι δέ φησιν ἀφέσεις ὑδάτων. ὑετοῦ γὰρ τὴν γῆν οὐκ ἄρδοντος, καθιεμένης δὲ πρὸς τούτῳ τῆς ἐρυσίβης, ἐξωπλισμένης δὲ καὶ ἀκρίδος, καὶ βρούχου πηδῶντος, καὶ κάμπης ἑρπούσης, πῶς ἦν ἀμφίβολον ὡς πάντη τε καὶ πάντως οἴχοιτο ἂν αὐτοῖς τὰ ζωαρκῆ πρὸς τὸ μηδέν; καταφθειρομένης δὲ καὶ πόας, πᾶσά πως ἀνάγκη καὶ κτήνη παθεῖν τὸν ὄλεθρον. Φαίην δ' ἂν ὅτι τάχα που καὶ Ἰουδαίοις ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐπιστρέφουσι πρὸς Θεὸν, πρέποι ἂν εἰπεῖν τὰς τοιάσδε φωνὰς, ταῖς τῶν ἀγαθῶν ἐνδείαις ἐντεθλιμ- μένοις καὶ κατοιμώζουσι. δεδαπάνηται γὰρ αὐτοῖς ὡς ὑπὸ πυρὸς τὰ εἰς νοῦν ἀγαθὰ, ἀκρίς τε αὐτὰ νοητὴ κατεδήδοκε, καὶ ἐξηράνθησαν ἀφέσεις ὑδάτων. "Ἐνετείλατο γὰρ ταῖς "νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτοὺς ὑετὸν," κατὰ τὸ γε- γραμμένον, καὶ γεγόνασι ἄβατός τε καὶ ἄνυδρος γῆ, ἥτις οὐ κατοικηθήσεται.
And this very thing God Himself of all says to us through the voice of another prophet: "Shall there be evil in a city which the Lord did not make?" For nothing of the things that are wont to harm either cities or countries could come to pass, which would be done without God's permission. For He saves whom He would choose, and delivers from evils. He therefore persuades them to seek from God the release from their griefs, casting as far away as possible the notion that they need the hand and assistance of the falsely named gods. And he says that the outpourings of waters have been dried up. For when rain does not water the earth, and when, in addition to this, rust is sent down, and locust is armed, and the bruchus leaps, and the caterpillar creeps, how was it doubtful that everything and in every way their means of life would be utterly destroyed to nothing? And with the grass also being destroyed, it is somehow inevitable that the cattle also suffer destruction. And I would say that perhaps also to the Jews in the last times of the age, when they turn to God, it would be fitting to utter such words, being oppressed by the lack of good things and lamenting. For the good things of the mind have been consumed for them as by fire, a spiritual locust has devoured them, and the outpourings of waters have been dried up. "For He commanded the clouds not to rain upon them," according to what is written, and they have become an impassable and waterless land, which will not be inhabited.
ἡμῶν δὲ δὴ πέρι τῶν ἐν πίστει δεδι- καιωμένων προανεφώνει Θεὸς, καὶ τῶν διὰ Χριστοῦ χαρισ- μάτων ἀμφιλαφεστάτην ἔσεσθαι τὴν χορηγίαν ὑπεδήλου λέγων "Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυ- "κασμὸν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ "ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου "ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάῤῥουν τῶν σχοίνων·" καὶ μὴν καὶ ἑτέρως "Ἐγὼ Κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι "ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, ἀλλ' ἀνοίξω "ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ τῶν πεδίων εἰς ἕλη, "καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς·" οὐκοῦν ἡμεῖς μὲν ἐν τούτοις. εἰ δὲ δὴ βαδίζοιεν εἰς μετάγνωσιν καὶ ἀνα- βλέψοιεν πρὸς Θεὸν, λέγοιέν τε καὶ αὐτοί Πρὸς σὲ Κύριε κεκράξομαι, λήψονται τὰς τῶν ὑδάτων ἀφέσεις, ἀντλήσουσί τε μεθ' ἡμῶν τὸ ὕδωρ τὸ νοητὸν "ἐκ τῶν πηγῶν τοῦ σω- "τηρίου," ποτισθήσονται δὲ καὶ "τὸν χειμάῤῥουν τῆς τρυ- "φῆς" παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τὴν πηγὴν τῆς ζωῆς ἕξουσιν ἐν καρδίαις. παρακείσεται δὲ αὐτοῖς εἰς τρυφὴν καὶ τὰ ὡραῖα τῆς ἐρήμου, τουτέστι, νομὴ καλὴ καὶ ἀμφιλαφὴς, εἰς γνῶσιν αὐτοὺς
Concerning us, then, who have been justified in faith, God proclaimed beforehand, and indicated that the supply of gifts through Christ would be most abundant, saying: "On that day the mountains will drip sweetness, and the hills will flow with milk, and all the streams of Judah will flow with water, and a spring will come forth from the house of the Lord and will water the torrent-bed of the reeds"; and also in another way: "I am the Lord God, I am the God of Israel who will hearken, and I will not abandon them, but I will open rivers upon the mountains, and in the midst of the plains into marshes, and the thirsty land with aqueducts." So we are in these things. But if they should proceed to repentance and look up to God, and themselves say, "To you, Lord, I will cry out," they will receive the streams of waters, and will draw with us the intelligible water "from the springs of salvation," and will be watered also with "the torrent-bed of delight" from God the Father, and will have the spring of life in their hearts. And for their delight there will also be available the beautiful things of the desert, that is, good and abundant pasture, leading them to knowledge.
ἀποτρέφουσα τὴν ἐν Χριστῷ νοουμένην θείαν τε καὶ εὐαγγελικήν. Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυθήσονται πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα Κυρίου, ὅτι ἐγγὺς ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης.9 Γράφεται δὴ πάλιν ἀστείως ἡμῖν τοῦ πολέμου τὸ σχῆμα. εἴη δ' ἂν καὶ ἐπ' ἀμφοῖν ἀληθὲς, κἂν εἰ ἐπ' ἀκρίδος καὶ βρούχου νοοῖτο τυχὸν, κἂν εἰ ἐπ' αὐτῶν ἕλοιτό τις τῶν Βαβυλωνίων. ὡς γὰρ ἤδη τοῦ πολέμου βεβηκότος εἴσω θυρῶν, καὶ μονονουχὶ περιηγγελμένου κατὰ πᾶσαν γῆν Σιὼν, ἤγουν ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, καὶ θορύβου καὶ δειμάτων ἀναπλησθήσεσθαι τὰ πάντα φησίν. πάρεστι γὰρ ἡμέρα Κυρίου, τουτέστιν, οὐκέτι προαγόρευσις τὸ χρῆμα μόνον, ἀλλ' ἐν ὄψει τὰ πάθη, καὶ ἐν αὐταῖς γεγόνασι ταῖς πείραις τῶν πάλαι προηγγελμένων, οὓς ἦν ἄμεινον παρὰ πολὺ μεταφοιτᾶν ἑλέσθαι πρὸς τὰ βελτίω, καὶ πρὸ ἐφόδου καὶ παρουσίας τὴν τῶν κακῶν ἀποσείεσθαι πεῖραν. οὐκοῦν ἀναδύεσθαι πρὸς μετάγνωσιν οὐκ ἐᾷ, μεθιέντας δὲ ὥσπερ τὸ τῆς γνώμης ἀναπεπτωκὸς καὶ τὸ ῥᾴθυμον, εἰς φιλεργίας ἰέναι κελεύει γοργῶς, καὶ ἐπί γε τὸ βούλεσθαί σφισιν αὐ- τοῖς ἐπαμύναι γενικῶς, Θεῷ δηλονότι προσθέοντας, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀφανίζοντας τὰ ἐγκλήματα ταῖς τῶν ἀμεινόνων ἐναγωγαῖς. ταύτῃτοί φησιν ἐγγὺς εἶναι τὴν ἡμέραν Κυρίου, καθ' ἣν ἔσονται μὲν ὡς ἐν ὁμίχλῃ καὶ σκότῳ, τὸν ἐκ τῆς ἀκρίδος δεδιότες λιμὸν, ἤγουν τὴν ἐκ τῶν Ἀσσυρίων ἐπηρτημένην αὐτοῖς ἀθλιότητα καὶ καταφοράν. Ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός·
nourishing the divine and evangelical understanding in Christ. "Sound the trumpet in Zion, proclaim on my holy mountain, and all who dwell on the earth will be confounded, because the day of the Lord is at hand, because the day of darkness and gloom, the day of cloud and mist, is near." The pattern of war is again elegantly described for us. It would be true in both cases, whether it be understood of locusts and caterpillars, or whether one should choose to apply it to the Babylonians themselves. For as if the war were already within the gates, and had been announced throughout the whole land of Zion, that is, throughout all Judea, he says that everything will be filled with tumult and terrors. For the day of the Lord is at hand, that is, it is no longer merely a proclamation, but the sufferings are in sight, and they have come to pass in the actual experiences of what was long ago foretold, which it was far better for them to choose to migrate to better things, and to shake off the experience of evils before the onset and presence. Therefore he does not allow them to shrink back to repentance, but as if they had let go of the slackness and indolence of their disposition, he commands them to go quickly to diligence, and to wish to help themselves generally, clearly by running to God, and by effacing the charges of ancient accusations through the inducements of better things. He says that the day of the Lord is near, on which they will be as if in mist and darkness, fearing the famine from the locust, that is, the misery and ruin hanging over them from the Assyrians. "Like dawn, a great and strong people will be poured out over the mountains.
ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, καὶ μετ' αὐτὸν οὐ προστε- θήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν. τὰ ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παρά- δεισος τρυφῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὀπίσω αὐτοῦ πεδίον ἀφανισμοῦ, καὶ ἀνασωζόμενος οὐκ ἔστιν αὐτῷ.9 Ὄρθρον ἔοικεν ἀποκαλεῖν ἢ τὴν ἐν ὄρθρῳ δρόσον, ἣ ἐπειδὰν ὅλως καταχέηται τῶν ὀρῶν, ἀφίησιν οὐδὲν τῶν ἐν αὐτοῖς ἀκατάδευστον· ἤγουν τὰς πρώτας ἡλίου βολὰς, καὶ τοῦ τῆς ἡμέρας φωτὸς τὴν εὐθύς τε καὶ ἐν ἀρχαῖς ἀνάλαμψιν, ἣ ταῖς τῶν ὀρέων κορυφαῖς καὶ πρό γε τῶν ἄλλων μονονουχὶ καὶ ἐνευρύνεται, καὶ κατερυθαίνει βουνούς. οὕτως ἔσεσθαί φησιν ἐπὶ τὰ ὄρη τὸν λαὸν τὸν ἰσχυρὸν, ἀκρίδας τυχὸν, ἤγουν, ἐξ ὁμοιότητος τῆς ἀπ' αὐτῶν, τὸν Ἀσσύριον ὡς ἐν πληθύϊ νοούμενον ἀπαραβλήτῳ λοιπόν· ὅμοιος γὰρ αὐτῷ φησὶν οὔτε γέγονεν ἀπὸ τοῦ αἰῶνος, οὔτε μὴν ἔσται ποτέ. ἐπειδὴ δὲ ταῖς τῶν ἀκρίδων ἐμβολαῖς δαπανᾶται μὲν τὸ παρεμπίπτον εὐθὺς, εἰ δὲ δήπου τι καὶ περιλειφθὲν τυχῇ, ἔργον ἐστὶ καὶ αὐτὸ τῶν ἑπομένων ταῖς πρώταις· πῦρ ἀναλίσκον ἔφη τὰ ἔμπροσθεν αὐτοῦ, φλόγα δὲ ἀναπτομένην τὰ κατόπιν καὶ ἑπόμενα. τοῦτο δὲ αὐτὸ δράσειεν ἂν οἶμαί που καὶ πολεμίων στρατός. ἕψονται γὰρ πάντως ταῖς τῶν φθασάντων ἀγερωχίαις ὁμοῦ καὶ ἀφειδίαις καὶ οἱ κατόπιν ἰόντες βραχύ· ποιήσονται δὲ τὴν γῆν ὡς τρυφῆς παράδεισον, ἄρδην ἀποκείροντες, καὶ ἐν- σπαταλῶντες τοῖς εὑρισκομένοις. ἔχει δὲ τὸ ἀληθὲς ὁ λόγος καὶ ἐπ' αὐτῆς εἰ φέροιτο τῆς ἀκρίδος. Ὡς ὅρασις ἵππων ἡ ὅρασις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτω κατα- διώξονται.
There has been none like him from eternity, and after him none will be added for years into generations of generations. Before him fire consumes, and behind him a flame is kindled; the land before his face is like a garden of delight, and behind him a plain of desolation, and there is no one saved for him. He seems to call "morning" either the dew at dawn, which, when it is poured out over the mountains, leaves nothing among them unmoistened, or the first rays of the sun and the immediate and initial radiance of daylight, which spreads over the peaks of the mountains and reddens the hills before anything else. Thus, he says, the strong people will be upon the mountains, like locusts, that is, from the likeness of them, the Assyrian is henceforth understood as in an incomparable multitude; for he says there has been none like him from eternity, nor will there ever be. Since by the incursions of locusts what falls in their path is immediately consumed, and if anything left over happens to remain, it too is the work of those that follow the first, he said "fire consumes" before him, and "a kindled flame" behind and following. This, I think, an army of enemies would also do; for those coming behind will surely follow the arrogance and ruthlessness of those who have arrived first, and they will make the land like a garden of delight, utterly ravaging it and reveling in what they find. The account also holds true if it is applied to the locust itself. Their appearance is like the appearance of horses, and like horsemen they will pursue.
ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦνται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιούσης καλάμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.9 Τὴν ἀκρίδα καὶ τὸν βροῦχον, εἰ δὴ φέροιντο κατὰ χωρῶν καὶ πόλεων, οὐδὲν ἐν μείοσιν ἔσεσθαί φησιν ἵππου τῆς μαχιμωτάτης· κατασκιρτήσει γὰρ οὕτω τῆς γῆς, ὡς τάχα που καὶ ἁρμάτων ἀπομιμήσασθαι κτύπον. ἁπάσαις τε γὰρ ἐπιθρώσκουσι κορυφαῖς ὀρέων, καθίπτανται δὲ καὶ βουνοῦ παντὸς, καὶ οἷον φλογὸς ἠχὴν ἀποτελοῦσιν καταπιμπράσης καλάμην. φασὶ γὰρ οὐ δίχα κτύπου πράττεσθαι παρ' αὐτῶν τῶν ἐν ἀγροῖς τὴν κατάβρωσιν, ἠχὼ δέ τινα τῶν ὀδόντων ἀποτελεῖσθαι βληχηρὰν καὶ κακόφωνον, περιθραυομένων αὐ- ταῖς τῶν ἐμπεπτωκότων, ὡς ἀνέμου φλόγα διαῤῥιπίζοντος. ὄχλῳ δὲ δὴ πάλιν πολεμίων αὐτὴν παρεικάζεσθαι, τὸ ἀπεικὸς
οὐδέν· ἄττει γὰρ κατὰ πληθὺν, καὶ ὀλίγα παραχωρεῖ τοῖς ἀνδριζομένοις ἐν μάχῃ. βορὸν γὰρ τὸ χρῆμα καὶ διὰ πληθὺν ἀμέτρητον οὐκ εὐκαταγώνιστον, μᾶλλον δὲ καὶ δυσάντητον. ὁ αὐτὸς δ' ἂν γένοιτο καὶ περὶ τῶν Ἀσσυρίων λόγος· εἰ δὲ βούλοιτό τις καὶ περὶ αὐτῆς που τάχα τῆς Ῥωμαίων ἐκ- στρατείας, οἳ δίκην ἀκρίδων κατεδηδόκασιν τὸν Ἰσραὴλ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ἀνοσίως πεπλημ- μεληκότα, οὐδ' οὕτω κακῶς.
They will leap like the sound of chariots upon the mountain peaks, and like the sound of a flame of fire devouring reeds, and like a great and mighty people arrayed for battle. Concerning the locust and the bruchus, if they should be borne against regions and cities, he says they will be in no way inferior to the most warlike horse; for it will spring upon the land in such a way as perhaps to imitate the din of chariots. For they leap upon all the mountain peaks, and alight upon every hill, and produce a sound like that of a flame consuming reeds. For they say that the devouring by them in the fields does not occur without noise, but a certain bleating and ill-sounding echo is produced by their teeth, as the things that fall into them are crushed, like a wind fanning a flame. And again, it is not unreasonable to compare it to a crowd of enemies; for it rushes in multitude, and yields little to those who act bravely in battle. For the creature is voracious and, due to its countless multitude, not easily overcome, but rather hard to face. The same argument might be made concerning the Assyrians; and if one should wish, perhaps also concerning the Roman expedition itself, who like locusts have devoured Israel for having impiously offended against our Lord Jesus Christ, not even thus would it be amiss.
Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί.9 Χρῆμα γὰρ, ὡς ἔφην, ἄμαχον παντελῶς καὶ δυσκαταγώνιστον ἀνθρώποις βρούχου καὶ ἀκρίδος ἐμβολή. Πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας.9 Ἀληθὲς γὰρ, ὅτι δείμασί τε καὶ λύπαις ταῖς ἀφορήτοις ἔσθ' ὅτε καὶ ἡ τῶν προσώπων ἄνθη μαραίνεται καὶ κατα- μελαίνεταί πως εἰς τὸ ἀκαλλὲς τοῖς ἐκ νοῦ θορύβοις μονον- ουχὶ μεταχρωννυμένη. Ὡς μαχηταὶ δραμοῦνται, καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη.9 Καταθέουσαι γὰρ ἐν ἴσῳ τε τοῖς μαχιμωτάτοις, ὄκνου τε ἀμείνους ὑπάρχουσαι καὶ δειμάτων, καὶ αὐτῶν ὑπεραρθήσονται τῶν τειχῶν, θρασεῖαν ὥσπερ τινὰ μελετῶσαι τὴν ἐμβολήν. Καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν, καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ οὐκ ἀφέξεται.9 Ἀβασίλευτον μὲν ἡ ἀκρὶς, ἐκστρατεύει γεμὴν ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως. φασὶ δὲ αὐτὰς στοιχηδὸν ἰέναι, καὶ ὡς ἐν τάξει διΐπτασθαι, καὶ ἥκιστα μὲν ἀπονοσφίζεσθαι, περιέπειν δὲ οὕτως ἀλλήλας, ὡσανεὶ καὶ ἀδελφοὶ, φύσεως αὐτῆς βραβευούσης τὸ φιλάλληλον. Καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται.9 Ὅπλα δὲ οἶμαί που τοὺς ὀδόντας φησὶ, δι' ὧν αὐταῖς ὁ πόλεμος, καὶ τὰ ὡς ἐν μάχῃ κατορθώματα, δαπανωμένης μὲν πόας, ληΐου δὲ πίπτοντος, καὶ φυτῶν αὐαινομένων. Καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται, καὶ οὐ μὴ συντελέσωσιν.9 Βάλλουσι μὲν ἀκρίδες οὐ βελῶν ἀκίσι τοὺς πολεμουμέ- νους, ἀλλ' οὐδὲ τόξον αὐταῖς ἐντείνεται· πόθεν; κατακρούουσι δὲ ὥσπερ ταῖς τῶν ἐδωδίμων καταφθοραῖς, καὶ τοῖς λιμοῦ καὶ ἐνδείας δείμασιν.
From his face peoples will be crushed. For the invasion of the bruchus and the locust is, as I said, a thing utterly irresistible and hard for men to overcome. Every face is like the scorching of a pot. For it is true that from terrors and unbearable griefs, the bloom of faces sometimes withers and is somehow darkened into ugliness, the complexion being almost changed by the tumults of the mind. They will run like fighters, and will mount the walls like warriors. For they rush about equally with the most warlike, being superior to hesitation and terrors, and will even rise above the walls themselves, practicing their bold invasion as it were. And each will go on his own way, and they will not turn aside from their paths, and each will not refrain from his brother. The locust is without a king, yet it marches out from a single command in good order. They say that they go in rows, and fly as if in formation, and least of all do they separate, but care for one another as if they were brothers, nature itself awarding them mutual affection. They will go weighed down by their arms. By arms, I think, it means their teeth, with which they wage war, and their achievements as in battle, as grass is consumed, crops fall, and plants wither. And they will fall by their missiles, and they will not finish. Locusts do not strike those they war against with the points of missiles, nor is a bow drawn for them—how could it be?—but they strike, as it were, by the destruction of edibles, and by the terrors of famine and want.
ὅτι δὲ καὶ αὐτοῖς τοῖς ὑπὸ τοιάνδε πεσοῦσι συμφορὰν οὐκ ἂν ἐξαρκέσειε τὸ ἀπολέσθαι τὰ ἐν ἀγροῖς, ἀλλὰ γὰρ καὶ οἴκοις αὐτοῖς καὶ πόλεσιν εἰσπεφοι- τηκότα καὶ παρενοχλοῦντα δεινῶς, τὸν ἐκ τῶν ἀκρίδων ἕξουσι στρατὸν, ἤγουν καὶ αὐτὸν τὸν Ἀσσύριον, παρέδειξεν εἰπών Καὶ οὐ μὴ συντελέσωσιν. ὅμοιον ὡς εἰ λέγοι Καὶ τοῦτο οὐκ ἔσται τὸ τῆς ὀργῆς πέρας, παρέλθοι δ' ἂν καὶ ἐπέκεινα· φησὶ γάρ· Τῆς πόλεως ἐπιλήψονται, καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται, καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται, καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται. πρὸ προσώπου αὐτῶν συγχυθήσεται ἡ γῆ, καὶ σεισθήσεται ὁ οὐρανὸς, ὁ ἥλιός τε καὶ ἡ σελήνη συσκοτάσουσι καὶ τὰ ἄστρα οὐ δώσουσι τὸ φέγγος αὐτῶν.9 Ἀκούεις ὅτι καταπτήσονται μὲν καὶ αὐτῶν τῶν τειχῶν, καὶ οἷον αὐτὴν καταδῃοῦσαι τὴν πόαν, ἐν ἴσῳ τοῖς εἰωθόσι λωποδυτεῖν, διὰ θυρίδων ἐμβαλοῦσι, συγχέουσαι δήμους, καὶ μονονουχὶ διακυκῶσαι τὸ πᾶν, ὡς ἤδη δοκεῖν καὶ αὐτὸν δε- δονῆσθαι τὸν οὐρανὸν, ἥλιον δὲ καὶ σελήνην, καὶ μέντοι καὶ ἄστρα τὸ οἰκεῖον ὥσπερ ἀνακόψαι σέλας. γέγονε δὲ πάλιν ἐν τούτοις ἡμῖν ὑπερβολικὸς ὁ λόγος, δύσοιστόν τε καὶ πολυαλγῆ τοῖς ἐνοικοῦσι τὴν γῆν τὴν συμφορὰν ἀποφαίνων. ἀτρεκὴς δὲ ὁ λόγος, κἂν εἰ νοοῖτο πάλιν ὡς ἐπ' ἀνθρώπων στρατιᾶς, εἰ καταθεῖν ἕλοιντο χώρας τε καὶ πόλεως. ἐν ἴσῳ γὰρ ταῖς ἀκρίσι τὰ πάντα περιχεόμενοι, διαλυμαίνονται μὲν ἀγροῖς, καὶ οἴκοις αὐτοῖς καταθλίβουσι δὲ καὶ πόλεις, τειχῶν τε ὑπεραιρόμενοι ἐπεισθέοντες, καὶ τοῖς ἀπὸ σεισμοῦ δείμασι φιλονεικοῦντες εἰς ἀγριότητα. Καὶ Κύριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ·
And that for those who fall into such a calamity it would not suffice that the things in the fields be destroyed, but that they have also entered into houses themselves and cities, troubling them terribly, they will have the army of locusts, that is, the Assyrian himself, he indicated by saying, "And they will not finish." It is as if he were saying, "And this will not be the end of the wrath, but it will go beyond." For he says, "They will seize the city, and run upon the walls, and climb up onto the houses, and enter through windows like thieves. Before their face the earth will be confounded, and the heaven will be shaken, the sun and the moon will be darkened, and the stars will not give their light." You hear that they will cause terror even of the walls themselves, and as if ravaging the very grass, in the same way as those accustomed to being highwaymen, they will burst in through windows, confounding the peoples, and all but stirring up everything, so that even the heaven itself seems to have been shaken, and the sun and moon, and indeed the stars, to have checked their own radiance. Again, in these things the speech has become hyperbolic for us, showing the calamity to be hard to bear and full of pain for those inhabiting the land. But the speech is true, even if it is understood again as concerning an army of men, if they should choose to ravage countries and cities. For in the same way as the locusts, spreading over everything, they ruin fields, and oppress houses themselves and cities, overtopping walls and rushing in, and vying in savagery with the terrors of an earthquake. And the Lord will give his voice before the face of his power.
ὅτι πολλή ἐστι σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα τοῦ Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα· καὶ τίς ἔσται ἱκανὸς αὐτῇ;9 Ἔφην ἤδη φθάσας, ὅτι σκοπὸς τῷ Προφήτῃ δεινὴν καὶ δυσδιακόμιστον ἀποφῆναι τὴν συμφορὰν, ἵνα δὴ μεταχωροῖεν ἐπὶ τὸ ἐθέλειν ἤδη τὰ ἀμείνω τε δρᾶν, καὶ μὴν καὶ
βουλεύ- εσθαι σωφρονέστερον, οἱ ταῖς εἰς φαυλότητα παρατροπαῖς λελυπηκότες τὸν νομοθέτην. οἶδε γὰρ οἶδεν ἡ τῶν ἀλγημάτων ὑπερβολὴ μετακομίζειν εὐκόλως ὡς ἐξ ἀνάγκης τινὰς ἐπί γε τὸ ἑλέσθαι δρᾶν τὰ ἀνδάνοντα λοιπὸν τῷ σώζειν οἵῳ τε καὶ ἀπαλλάττειν ἰσχύοντι. δώσει δὴ οὖν ὁ Κύριός φησι τὴν φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, μονονουχὶ στρατηγῶν καὶ παραθήγων ὡς ἐπ' ἐχθρούς. πρέποι γὰρ ἂν οὐχ ἑτέρῳ τῳ μᾶλλον, πλὴν ὅτι τοῖς προασπίζουσι καὶ τῶν ἄλλων προτεταγμένοις, τὸ διεγείρειν τὸ μάχιμον καὶ οἰκείαν ἡγεῖσθαι τὴν παρεμβολήν. ὑπεμφαίνει δὲ δι' αὐτῶν, ὅτι μὴ αὐτόματον ἔχει τὰ δεινὰ τὴν ἔφοδον, μήτε μὴν ἐκ τοῦ παρατυχόντος συμβέβηκεν ἁπλῶς, ἀλλ' ὅτι μᾶλλον ἐπενήνεκται παρὰ Θεοῦ, λελυπημένου δηλονότι καὶ ὁσίως ἤδη κολάζοντος. καταπτοεῖ δὲ αὐτοὺς, πλείστην τε ὅσην εἶναι λέγων τὴν παρεμβολὴν, καὶ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. ἀμήχανον δὲ μὴ πάντη τε καὶ πάντως εἰς πέρας ἐλθεῖν, ὅπερ ἂν προστάττοι γενέσθαι Θεός. καὶ γοῦν ἔφη πρός τινα τῶν ἁγίων προφητῶν· Ἱερε-μίας οὗτος ἦν·
that his encampment is very great, that the works of his words are strong; because the day of the Lord is great, very great and manifest; and who will be sufficient for it? I have already said earlier that the Prophet's aim is to represent the calamity as terrible and hard to bear, so that those who have grieved the lawgiver by their deviations into wickedness might change and be willing to do better things and also deliberate more prudently. For the excess of sufferings, I know, easily moves some, as if by necessity, to choose henceforth to do what pleases the one who is able to save and deliver. "The Lord," he says, "will give his voice before the face of his power," almost as if he were a general, sharpening and urging them on against enemies. For it would be fitting for no one else, except those who defend and are set before others, to rouse the fighting force and lead their own encampment. Through these words he intimates that the onset of terrors is not automatic, nor has it happened simply by chance, but rather that it has been brought on by God, who is evidently offended and is now punishing in a holy manner. And he terrifies them by saying that the encampment is very great, and that the works of his words are strong. And it is impossible that what God commands to happen should not come to pass entirely and in every way. And indeed he said to one of the holy prophets—this was Jeremiah:
"Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει "Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;" διϊκνεῖται γὰρ ὥσπερ διὰ παντὸς ὁ τοῦ Θεοῦ λόγος, καὶ οἷς ἂν φθέγξαιτο τὸ ἀντιστατοῦν οὐδὲν, εἴκει δὲ μᾶλλον καὶ τὰ σκληρὰ καὶ ἀντίτυπα· καταθραύεται γὰρ εὐκόλως, καὶ τοῖς δεσποτικοῖς θελήμασι καὶ οὐχ ἑκόντα παραχωρεῖ. μεγάλη δὴ οὖν καὶ ἐπιφανὴς ἡ ἡμέρα, φησὶ, διὰ τὴν εἰς ἅπαντας ἀνθρώπους τῶν ἐπαχθησομένων δεινῶν διατρέχουσαν φήμην. καὶ τίς ἔσται ἱκανὸς αὐτῇ; τουτέστιν, οὐδεὶς ἂν γένοιτο τῶν ἐπὶ γῆς ἀτε- ράμων οὕτως καὶ εὐσθενὴς, ὡς ἀντεξάγειν δύνασθαι ταῖς θείαις ὀργαῖς. καὶ σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Δαυεὶδ ἀνα- κεκραγὼς πρὸς Θεόν "Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- "σεταί σοι ἀπὸ τῆς ὀργῆς σου;" Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ἡμῶν Ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν· καὶ ἐπιστρέψατε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶ, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολίπηται ὀπίσω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν Κυρίῳ τῷ Θεῷ ἡμῶν;9 Ἐντεῦθεν ἂν μάθοις, καὶ μάλα σαφῶς, ὡς οὐχ ἑτέρου του χάριν ὑψοῦ μὲν ἐτίθει τὰ διηγήματα· σκληρὰν δὲ αὐτοῖς καὶ δυσδιακόμιστον κομιδῇ προαναφωνεῖ τὴν συμφορὰν, ἢ ὥστε λοιπὸν μεταπεῖσαι παρελθεῖν εἰς μετάγνωσιν. ἀπογινώσκειν γὰρ οὐκ ἐᾷ·
Are not my words like a fire that burns," says the Lord, "and like an axe that cuts rock?" For the word of God penetrates through everything, and whatever it might utter, nothing stands against it, but rather even hard and resistant things yield; for they are easily broken, and they give way even unwillingly to the master's will. Great and manifest, then, is the day, he says, because of the report of the evils to be inflicted that runs through all men. And who will be sufficient for it? That is, no one on earth could be so unyielding and strong as to be able to withstand the divine wrath. And the inspired David was very wise when he cried out to God, "You are terrible, and who will stand against you from your wrath?" And now the Lord our God says, Turn to me with your whole heart, in fasting and in weeping and in lamentation, and rend your hearts and not your garments; and turn to the Lord your God, for he is merciful and compassionate, long-suffering and very merciful, and repenting of evils. Who knows if he will turn and repent and leave behind him a blessing, a sacrifice and a libation to the Lord our God? From this you would learn, and very clearly, that it was for no other reason that he set the narratives high, and proclaimed to them beforehand the calamity as harsh and extremely difficult to bear, so that they might finally be persuaded to pass over to repentance. For he does not allow them to despair.
διαβεβαιοῦται δὲ, καὶ μάλα σαφῶς, ὡς εἴπερ ἕλοιντο φρονεῖν τὰ βελτίω, καὶ τὰς ἰδίας ὁδοὺς κἂν γοῦν τοῖς δευτέροις ἐπανορθοῦν εἰς τὸ ἀρέσκον Θεῷ, πεπαύσεται πάντως τὰ ἐξ ὀργῆς, καὶ εἰς πλάτος αὐτοῖς εὐκοσμίας μετα- χωρήσει τὰ πράγματα. τίς δ' ἂν γένοιτο τῆς τε ἐπιστροφῆς αὐτοῖς, καὶ ὁ τῆς λιτῆς τρόπος, καθίστησιν ἐναργὲς, οὕτω λέγων Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ἡμῶν Ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης καρδίας ὑμῶν. ἐῤῥίφθω, φησὶ, τὰ παρῳχηκότα, καὶ ἀποδημείτω πρὸς λήθην τὰ φθάσαντα· ἑαυτῶν ἀμείνους ὄφθητε τοῖς δευτέροις, ἐκμειλίσσεσθε Θεὸν νηστείᾳ καὶ πόνῳ, κοπετῷ τε καὶ ὀδυρμοῖς. ἕψεται γὰρ πάντως ταῦτα δρᾶν ᾑρημένοις τὸ χρῆναι λοιπὸν ἐν εὐπαθείαις εἶναι καὶ τρυφῇ. ὥσπερ γὰρ τῆς ῥᾳστώνης τὸ τέλος, καὶ τοῦ δια- πίπτειν εἰς ἡδονὰς καταστρέφει πάντως εἰς οἰμωγὰς καὶ κόλασιν· οὕτω τῆς ἐπιεικείας καὶ τῶν ἐπὶ ταῖς μεταγνώσεσι πόνων ἡ ἔκβασις εἰς τὸ τῆς εὐημερίας ἔρχεται πλάτος. χρή- σιμον οὖν ἄρα τὸ κλαίειν ἐφ' ἁμαρτίαις, καὶ λυπεῖσθαι κατὰ Θεόν. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος "Ἡ κατὰ Θεὸν "λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργά- "ζεται." μακαρίζει δὲ καὶ αὐτὸς ὁ Χριστὸς τοὺς "Πεν"θοῦντας νῦν, ὅτι αὐτοὶ παρακληθήσονται." καὶ μὴν καὶ ὁ σοφὸς ἡμῖν Σολομῶν τοιοῦτόν τι φησὶν αἰνιγματωδῶς "̓Αγαθὸν τὸ πορευθῆναι εἰς οἶκον πένθους, ἢ τὸ πορευ- "θῆναι εἰς οἶκον πότου." πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον, ὅση τις ἐστὶ τῆς νηστείας ἡ δύναμις. ἐξημεροῖ τὸν Δεσπότην, κατευνάζει τὴν ὀργὴν, ἀνατρέπει
It is also affirmed, and quite clearly, that if they should choose to think better things and to correct their own ways, at least in the second instance, to what is pleasing to God, the things from wrath will certainly cease, and their affairs will pass over into a breadth of good order. And what the manner of their return and of their supplication might be, he makes evident, speaking thus: "And now the Lord our God says, 'Turn to me with your whole heart.'" Let the past be cast away, he says, and let what has gone before depart into oblivion; show yourselves better in the second instance, propitiate God by fasting and toil, by lamentation and wailing. For it will certainly follow for those who have chosen to do these things that they will thereafter be in well-being and luxury. For just as the end of ease and of falling into pleasures certainly terminates in wailing and punishment, so the outcome of moderation and of the toils for repentance comes into the breadth of prosperity. Therefore weeping for sins and grieving according to God is useful. For as the blessed Paul writes, "Grief according to God produces repentance for salvation that is not to be repented of." And Christ himself blesses those "who mourn now, because they will be comforted." And indeed the wise Solomon says something like this enigmatically: "It is good to go to a house of mourning, rather than to go to a house of drinking." Nevertheless, it is necessary to consider this, how great the power of fasting is. It tames the Master, calms the wrath, overturns
κόλασιν. ἑαυτοὺς γὰρ αἰκιζόμενοι, μονονουχὶ καὶ λελυττηκότα καὶ ἀγριαίνοντα καθ' ἡμῶν τὸν θεῖον εὖ μάλα δυσωποῦμεν θυμὸν, καὶ τὴν τοῦ καταπαίοντος χεῖρα συστελοῦμεν εὐκόλως. εἰ γάρ ἐστιν ἀληθὲς, ὅτι καὶ μόνον ὁμολογοῦντες τὰς ἁμαρτίας Θεοῦ κατοικτείροντος δικαιούμεθα, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι τοῖς ἐξ ἀσκήσεως πόνοις ἑαυτοὺς κατατήκοντες, καὶ οἷον αἰτοῦντες δίκας, τῶν ἡμαρτημένων κερδανοῦμεν παρὰ Θεοῦ τὴν ἄφεσιν; πενθεῖν οὖν ἄρα κελεύει καὶ διαῤῥηγνύναι σφᾶς, ἥκιστα μὲν τὰ ἄμφια, διαπτύσσειν δὲ μᾶλλον νοητῶς τὴν καρδίαν τὴν ἀπηνῆ καὶ πεπιλημένην εἰς ἣν ὁ θεῖος οὐκ εἰσδύεται φόβος. ἐπιστέλλει γοῦν Κορινθίοις ὁ Παῦλος "Οὐ στενοχωρεῖσθε "ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. τὴν "δὲ αὐτὴν ἀντιμισθίαν· ὡς τέκνοις λέγω· πλατύνθητε καὶ "ὑμεῖς." χρὴ δὴ οὖν ἄρα κατευρύνειν μὲν ὥσπερ Θεῷ τὴν καρδίαν, καὶ μονονουχὶ περιῤῥηγνύναι τὸν νοῦν, ἵν' εἰσδέ- ξαιτο τὸ αὐτοῦ. τὸ γάρτοι πλάττεσθαι λύπην, καταῤῥηγνυ- μένων ἀμφίων εἰκῇ καὶ μάτην, ὀνήσειεν ἂν οὐδὲν τοὺς τοῦτο δρᾶν ᾑρημένους· ἐμποιήσειε δ' ἂν οὐ βραχὺ τὸ κέρδος τὸ ἀνοιγνύναι καρδίαν, καὶ ἐναποτίθεσθαι τὸ Θεῷ δοκοῦν· ἀποκομιεῖ γὰρ τὸ χρῆμα πρὸς σωτηρίαν. ὅτι δὲ οὐκ ἀπο- τεύξονται τοῦ σκοποῦ ποιούμενοι τὰς λιτὰς, ἐμπεδοῖ λέγων, ὡς εἴη μὲν ὁ τῶν ὅλων Δεσπότης φιλάνθρωπός τε καὶ πολυέλεος, οἰκτίρμων καὶ ἀγαθὸς καὶ μετανοῶν ἐπὶ ταῖς κα- κίαις. εἰ γὰρ δὴ καὶ ἕλοιτο κακοῦν τοὺς ἡμαρτηκότας, ἀλλ' οὖν ἔσται πρᾶος, καὶ οὐκ ἐς μακράν· μεταχωρεῖ γὰρ εὐ- κόλως ἐπὶ τὸ βουλεύεσθαι τὰ χρηστά.
punishment. For by torturing ourselves, we almost appease the divine wrath, which rages and grows fierce against us, and we easily restrain the hand that strikes. For if it is true that we are justified even by merely confessing our sins, God having compassion, how could anyone doubt that by consuming ourselves with the labors of asceticism and, as it were, demanding punishment for our sins, we will gain forgiveness from God? Therefore, he commands us to mourn and to rend ourselves, not so much our garments, but rather to open up spiritually the heart that is hard and constricted, into which divine fear does not enter. Thus Paul writes to the Corinthians: "Do not be straitened in us, but be straitened in your own bowels. And the same recompense: as I say to children, be enlarged also yourselves." So then, we must indeed widen the heart for God, as it were, and almost rend the mind, so that it may receive him. For to feign grief by tearing garments in vain and to no purpose would benefit those who choose to do so not at all; but opening the heart and laying up what is pleasing to God would bring no small profit, for it will carry away the treasure to salvation. And that they will not fail in their purpose when they make their supplications, he confirms by saying that the Lord of all is both philanthropic and very merciful, compassionate and good, and repenting of evils. For even if he should choose to punish those who have sinned, yet he will be gentle, and not for long; for he easily passes over to planning good things.
τοῦτο εἶναί φημι τὸ μετανοεῖν ἐπὶ ταῖς κακίαις. ὑποτεμνόμενος δὲ χρησίμως ὁ Προφήτης τῶν τὴν σωτηρίαν ἀπεγνωκότων τὸ εἰκαιό- βουλον Τίς οἶδέ φησιν, εἰ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, τουτέστι δώσει τοῖς ἐπιστρέφουσι τὸ μετασχεῖν εὐλογίαν, ὥστε καὶ σπονδὴν καὶ θυσίαν ἀναθεῖναι πάλιν αὐτῷ, χαίροντάς τε καὶ εὐφραινομένους ἀνάψαι τὰ χαριστήρια. Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θερα- πείαν, συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσ- βυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. ἀνὰ μέσον τῆς κρηπῖδος καὶ τοῦ θυσιαστηρίου κλαύ- σονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυρίῳ καὶ ἐροῦσιν Φεῖσαι Κύριε τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι Ποῦ ἐστὶν ὁ Θεὸς αὐτῶν;9 Διανίστησιν εὖ μάλα καὶ διὰ τούτων αὐτοὺς εἰς μετά- γνωσιν, καὶ τρόπον οὐδένα τῆς εἰς τοῦτο σπουδῆς ἀνεπιτή- δευτον ἐᾶν ἐπιτάττει χρησίμως. δεῖν γὰρ ἔφη λαμπρῷ καὶ διαπρυσίῳ κηρύγματι κεχρημένους, ἁγιάζειν μὲν νηστείαν, κηρύξαι δὲ θεραπείαν, καὶ συναγείρειν ἐν ἐκκλησίᾳ τοὺς θερα- πεύειν ὀφείλοντας, δῆλον δὲ ὅτι λελυπημένον τὸν τῶν ὅλων Θεόν.
This, I say, is what it means to repent of one’s evils. And the Prophet, usefully cutting off the vain counsel of those who have despaired of salvation, says, “Who knows if he will repent and leave behind him a blessing?”—that is, grant to those who return a share of blessing, so that they may again offer to him both libation and sacrifice, and, rejoicing and being glad, kindle thank-offerings. “Blow the trumpet in Zion, sanctify a fast, proclaim a healing, gather the people, sanctify the assembly, choose elders, gather infants sucking at the breast, let the bridegroom come out of his chamber and the bride out of her bridal bower. Between the base and the altar the priests who minister to the Lord shall weep and say, ‘Spare, O Lord, your people, and do not give your inheritance as a reproach for the nations to rule over them, that the nations may not say, “Where is their God?”’” He rouses them well indeed through these words to repentance, and usefully commands that no manner of zeal for this be left untried. For he said that, employing a bright and far-sounding proclamation, they must sanctify a fast, proclaim a healing, and gather together in church those who ought to be healed—clearly, the God of all being grieved.
εἶεν δ' ἂν οὗτοι "Νεανίσκοι καὶ παρθένοι, πρεσβύ- "τεροι μετὰ νεωτέρων," νήπιά τε πρὸς τούτοις ἀρτιγενῆ καὶ ὑπότιτθα, καὶ μὴν καὶ νυμφίοι, καὶ ἀρτίγαμοι κόραι, τάχα που κατεστεμμένων ἔτι παστῶν ἐκθέουσαι καὶ γαμηλίους εὐνὰς ἀρνούμεναι, τρυφῆς τε ὑπερορῶσαι καὶ πότων, καὶ ἀλλασσόμεναι τὴν σκληραγωγίαν· κρότου περιεσταλμένου, καὶ ἠρεμούντων ᾀσμάτων καὶ εὐφημιῶν, ἃς ἔθος τισὶν ἀνάπτειν ἔσθ' ὅτε τοῖς γεγαμηκόσι· καὶ ὁμοῦ νυμφίοις ὀλο- φυρόμεναι. καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ ἔφη τις τῶν παρ' ἡμῖν σοφῶν "Μουσικὰ ἐν πένθει, ἄκαιρος διήγησις." ἐπηρτημένης δὴ οὖν θείας ἡμῖν ὀργῆς, πενθεῖν ἀναγκαῖον, οὐχὶ δὴ πότοις τε καὶ τρυφαῖς ἐναβρύνεσθαι φιλεῖν. ὅτι γὰρ οὐκ ἀμοιρήσειεν ἂν μομφῆς τε καὶ δίκης τὸ οὐκ ἐν καιρῷ τρυφᾶν, σαφηνιεῖ τις λέγων τῶν ἁγίων προφητῶν περὶ τῶν ἐξ Ἰσραήλ "Καὶ ἐκάλεσε Κύριος σαβαὼθ ἐν "τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ "ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην, σφά- "ζοντες μόσχους καὶ θύοντες πρόβατα καὶ λέγοντες Φάγω- "μεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν." ἰτέον δὴ οὖν εἰς θρήνους καὶ δάκρυα, ἐπηρτημένης ὀργῆς, καὶ διεῤ132
These would be "young men and maidens, elders with youths," and in addition to these, newborn and suckling infants, and indeed bridegrooms and newlywed maidens, perhaps even now rushing forth from garlanded bridal chambers and renouncing marital beds, and spurning luxury and drinking, and exchanging them for ascetic discipline—with applause restrained, and songs and praises silenced, which it is sometimes customary for some to offer to the newly married; and they lament together with the bridegrooms. For what one of our wise men said is true: "Music in mourning is an untimely narrative." So then, with divine wrath hanging over us, it is necessary to mourn, not to delight in drinking and luxury. For that to revel unseasonably would not escape blame and punishment, one of the holy prophets will make clear, speaking of those from Israel: "And the Lord of Hosts called on that day for weeping and lamentation and shaving and wearing sackcloth, but they made merry, slaughtering calves and sacrificing sheep and saying, 'Let us eat and drink, for tomorrow we die.'" So then, we must proceed to dirges and tears, with wrath impending.
ῥίφθω πότος. δεῖν δὲ δή φησιν ὁ Προφήτης καὶ αὐτὸ τοῖς πενθοῦσι τὸ ἱερὸν καὶ ἀπόλεκτον ἀναπλέκεσθαι γένος, καὶ πρὸς αὐταῖς ταῖς τοῦ ναοῦ κρηπίσι, καὶ ἀνὰ μέσον τοῦ θυσι1.325 αστηρίου κατολολύζειν ἐκτενῶς ἀνακεκραγότας καὶ λέγοντας Φεῖσαι Κύριε τοῦ λαοῦ σοῦ, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι Ποῦ ἐστὶν ὁ Θεὸς αὐτῶν; Ἀλλ' εἰ περὶ μόνης αὐτῷ τῆς ἀκρίδος λόγος ἦν, πῶς οὐχὶ μᾶλλον λιμοῦ καὶ ἐνδείας αἰτοῦσιν ἀπαλλαγήν; ἐκδεδίασι δὲ τὸ πεσεῖν εἰς χεῖρας ἐχθρῶν, καὶ παραιτοῦνται γέλωτα καὶ ὀνειδισμόν. εἰκὸς οὖν, φαίην δ' ἂν ὅτι καὶ ἀληθὲς, ὡς ἐν τοῖς αἰνίγμασι τοῖς περὶ τῆς ἀκρίδος ἡ τῶν Ἀσσυρίων ἔφοδος ἐγράφετο λεληθότως. εἰ δὲ δὴ βούλοιτό τις καὶ ἐπ' αὐτῆς τῆς ἀκρίδος τὰ τοιάδε νοεῖν, καταθαυμάσειεν ἂν εἰκότως τῶν προφητικῶν θεσπισμάτων τὴν οἰκονομίαν. αὐτὸς γὰρ ὁ τῆς κολάσεως τρόπος μονονουχὶ κατακέκραγε τῆς τοῦ Ἰσραὴλ ἀβουλίας, καὶ προσέτι τῆς ἐνούσης αὐτοῖς ἀσθενείας. ἠλλάξαντο γὰρ "θεοὺς οἳ οὐκ εἰσι θεοὶ," καὶ τὸν τῶν ὅλων ἀφέντες Δημιουργὸν προσκεκυνήκασιν τῇ Βάαλ. ἀλλ' ἰδοὺ τῆς ἀκρίδος ἀφόρητον ποιοῦνται τὴν παρεμβολὴν, βροῦχος ὁπλίζεται καὶ πεπτώκασιν, οὐδεμίαν ἔχουσι τὴν ἐπικουρίαν ἐκ τῶν ψευδωνύμων θεῶν· οἱ δὲ δὴ βρούχου καὶ ἀκρίδος ἡττώμενοι, ποίαν ἂν ἔτι τοῖς προσκυνοῦσιν αὐτοῖς ἐπιδοῖεν τὴν ἄκεσιν εἰ μάχοιντο πρὸς ἐχθροὺς, καὶ ταῖς τῶν πολεμίων πολιορκοῖντο φάλαγξιν;
Let the drinking be cast away. The Prophet says that even this sacred and chosen race must be interwoven with those who mourn, and at the very foundations of the temple and in the midst of the altar they must wail vehemently, crying out and saying, "Spare, O Lord, your people, and do not give your inheritance to reproach, that nations may rule over them, so that among the nations they may not say, 'Where is their God?'" But if his concern were only about the locust, how would they not rather ask for deliverance from famine and want? Yet they are terrified of falling into the hands of enemies, and they beg off laughter and reproach. It is likely, then, and I would say even true, that in the riddles concerning the locust the invasion of the Assyrians was covertly recorded. But if one should wish to understand such things even of the locust itself, he would rightly marvel at the economy of the prophetic oracles. For the very manner of the punishment almost cries out against the folly of Israel, and moreover against the weakness inherent in them. For they exchanged "gods who are not gods," and having abandoned the Creator of all, they worshipped Baal. But behold, they find the encampment of the locust unbearable; the locust arms itself and they have fallen, having no assistance from their falsely named gods. And those who are defeated by the locust and the locust, what remedy would they still provide to those who worship them if they were to fight against enemies and be besieged by the phalanxes of the enemy?
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. Καὶ ἐζήλωσε Κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. καὶ ἀπεκρίθη Κύριος καὶ εἶπε τῷ λαῷ αὐτοῦ Ἰδοὺ ἐγὼ ἀπο- στέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλη- σθήσεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκ ἔτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσιν, καὶ τὸν ἀπὸ βοῤῥᾶ ἐκδιώξω ἀφ' ὑμῶν.9 Ἄθρει δὴ τρέχοντα κατὰ πόδας τὸν ἔλεον. φθάνει γὰρ οἶμαι τὸ πένθος ἡ γαληνότης, καὶ τὸ ἐπὶ ταῖς μεταγνώσεσι δάκρυον ἡ τοῦ κατοικτείραντος χάρις. οὐ γὰρ μόνον ἠλέει τοὺς πεπραχότας ἀθλίως, ζηλοῖ δὲ μᾶλλον καὶ ἐπεμήνισε τοῖς λελυπηκόσιν, οἳ καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς ἀθλιό- τητος γεγόνασιν ὑπουργοί. ἐπισκήπτει δέ που τοῖς Βαβυ- λωνίοις ὁ τῶν ὅλων Θεὸς, ὡς ἀπηνέστερον ἤπερ ἐχρῆν τοῖς ὑπὸ θείαν ὀργὴν ἐπενηνεγμένοις. ἔφη γὰρ ὅτι "Ἐγὼ δέδωκα "αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος·" καὶ μὴν καὶ πρὸς τὸν μακάριον προφήτην Ζαχαρίαν "Τάδε "λέγει Κύριος Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν "ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ "ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, "αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." ζηλώσας δὴ οὖν τὸν λαὸν αὐτοῦ, κατεπαγγέλλεται μὲν ἀφθόνως αὐτοῖς χορηγήσειν τὰ ζωαρκῆ, καὶ τῆς προλαβούσης συμφορᾶς ἰσοπαλῆ πως τὴν εὐθυμίαν, καὶ τὰ ἐδώδιμα μὲν εἰς κόρον· ἀσφάλειαν δὲ πρὸς τούτοις καὶ τὸ μὴ εἰς χεῖρας δοθήσεσθαι τῶν ἐχθρῶν, μήτε μὴν ὑποπεσόντας δουλείᾳ τῇ ἐπ' αὐτοῖς, οἰκτρὸν καὶ ἐπ' ἀθλιότητι διαζήσεσθαι βίον. ὑπισχνεῖται δὲ πρὸς τούτοις ἀφανίσαι τὸν ἀπὸ βοῤῥᾶ, τουτέστι τὸν Ἀσσύριον·
And the Lord was jealous for his land, and he spared his people. And the Lord answered and said to his people, "Behold, I send you grain and wine and oil, and you shall be filled with them, and I will no longer give you over to reproach among the nations, and I will drive the one from the north away from you." Observe then mercy running close at hand. For calmness, I think, overtakes grief, and the grace of the one who has pitied overtakes the tear of repentance. For he not only pitied those who had acted wretchedly, but rather he was jealous and was incensed against those who had caused grief, who also became the agents of the misery brought upon them. And the God of all somewhere rebukes the Babylonians, as more harshly than was fitting toward those brought under divine wrath. For he said, "I gave them into your hands, but you did not give them mercy." And indeed also to the blessed prophet Zechariah: "Thus says the Lord: I have been jealous for Jerusalem and Zion with great jealousy, and I am angry with great wrath against the nations that joined in attacking, because I was angry a little, but they joined in for evil." Having then been jealous for his people, he promises to supply them abundantly with the necessities of life, and to give them cheerfulness somehow equal to the preceding calamity, and food to satiety; and in addition to this, security and that they will not be given into the hands of enemies, nor, having fallen into slavery to them, will they live a life pitiable and in misery. And he promises besides to destroy the one from the north, that is, the Assyrian.
βορειοτέρα γὰρ αὐτοῖς καὶ πρὸς ἀκτῖνα μᾶλλον ἡ χώρα. εἰ δὲ δή τις οἴοιτο καὶ ἐκ τῶν βορειοτέρων τῆς Ἰουδαίας γενέσθαι μερῶν τῆς ἀκρίδος τὴν ἔφοδον, τὸ κωλύον οὐδὲν ὀρθῶς ἔχειν οἴεσθαι καὶ οὕτω τὸν λόγον. Εἰ δὲ δή τισι καταφθείροιτο καὶ τὰ εἰς καρδίαν ἀγαθὰ καὶ τῆς νοητῆς εὐκαρπίας ὁ πλοῦτος, οἷάπερ ἀκρίδος ἐπιπη- δώσης αὐτοῖς τῆς τῶν δαιμονίων ἀγέλης, καὶ καταθεουσῶν ἀρχῶν, δυνάμεων καὶ ἐξουσιῶν· δῆλον δὲ ὅτι τῶν πονηρῶν· ποιείτω τὸ πένθος, μελετάτω τὴν μετάγνωσιν, δακρυῤῥοείτω πρὸς Θεόν. ἀκούσεται γὰρ εὐθὺς ἐκ φιλανθρωπίας λέγοντος Ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον. ἀποφανεῖ γὰρ αὐτοῦ τὴν καρδίαν ὡς
εὔσταχυν γῆν, ὡς σπέρ- μασιν ὡραίοις κομῶντα κῆπον, ὡς εὔβοτρυν ἀμπελῶνα, καὶ μὴν καὶ ἐλαίῳ καταπιανεῖ, κατά γε τὸ ἐν ψαλμοῖς ὑμνούμενον "̓Ελίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου." ἐξελάσει δὲ ἀπ' αὐτοῦ τὸν ἀπὸ βοῤῥᾶ, τουτέστι τὸν ἀποψύχοντα σατανᾶν, καὶ ζεῖν οὐκ ἐῶντα τῷ πνεύματι τοὺς ὑπ' αὐτῷ γενομένους. ψυγήσεσθαι δὲ καὶ ὁ Παῦλος ἔφασκε "τῶν πολλῶν τὴν ἀγά- "πην διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν." ἀλλ' οἵ γε Χριστοῦ γνώριμοι τῷ πνεύματι ζέουσιν· ἀνέχονται δὲ οὐδαμῶς τὸ ἀποψύχεσθαί ποι πρὸς ἐκτόπους ἡδονάς· "Τὴν γὰρ ἑαυτῶν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις." Καὶ ἐξοίσω αὐτὸν εἰς γῆν ἄνυδρον, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην·
For their land is more northerly and more exposed to the sun. But if someone should suppose that the invasion of the locusts came from the more northerly parts of Judaea, there is nothing to prevent one from thinking that this account is also correct. But if for some people the goods of the heart and the wealth of spiritual fruitfulness are also destroyed, as if a swarm of demons leaps upon them like a locust, and hostile principalities, powers, and authorities—clearly the evil ones—overrun them, let them mourn, let them practice repentance, let them weep to God. For they will immediately hear him say out of love for humanity, "Behold, I give you grain and wine and oil." For he will declare his heart to be like a land rich in ears of grain, like a garden teeming with beautiful plants, like a vine heavy with grapes, and he will also anoint him with oil, according to what is sung in the Psalms: "You have anointed my head with oil." And he will drive away from him the one from the north, that is, the chilling Satan, who does not allow those under him to boil with spirit. And Paul also said that "the love of the many has grown cold because lawlessness has increased." But those who are known to Christ boil with spirit; they in no way endure being chilled toward outlandish pleasures. "For they have crucified their own flesh together with its passions and desires." And I will bring him out into a waterless land, and I will destroy his face into the first sea, and his back into the last sea.
καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ.9 Διαπλάττει μὲν ἔτι τοῦ λόγου τὸ σχῆμα, καθὰ καὶ ἐν ἀρχαῖς ὡς ἐπ' ἀκρίδος καὶ βρούχου, ἃ καὶ ἀφανισθήσεσθαί φησιν, ἀπενηνεγμένα κατὰ βούλησιν Θεοῦ πρὸς αὐτάς που τάχα τῆς Ἰουδαίων γῆς τὰς ἐσχατιὰς, καὶ εἰς τοῦτο δυσωδίας ἐλθεῖν, ὡς καὶ φορτικὴν γενέσθαι τὴν διάδοσιν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν· μεθίστησι δὲ οὐδαμῶς ὁ λόγος τοῦ χρῆ- ναι νοεῖν καὶ τὰ τοιάδε δὴ πάλιν ὡς ἐπί γε τῶν Βαβυλωνίων. ἐν μὲν γὰρ τοῖς νοτίοις μέρεσι τῆς Ἱερουσαλὴμ βαθεῖά τις ἔρημος ἐξευρύνεται, τερματίζεται γεμὴν πρὸς ἠῶ τε καὶ νότον πελάγεσιν Ἰνδικοῖς· πρὸς δύσιν δ' αὖ καὶ βορειότερα, τῇ Παλαιστινῶν γείτονι θαλάσσῃ, καὶ αὐτῇ δὲ προσκλυζούσῃ τῇ Αἰγυπτίων. ἐκεῖ τὸν βροῦχον καὶ τὴν ἀκρίδα διολέσθαι φησὶ, δυσαχθῆ δὲ γενέσθαι τὸν βρόμον αὐτῶν, τῆς μὲν ἀκρίδος που τάχα, καθάπερ ἔφην ἀρτίως. ἀνῄρηνται δὲ καὶ οἱ Βαβυλώνιοι, τὴν βορειοτέραν οἰκοῦντες χώραν, καὶ πρὸς ἠῶ κειμένην. ἀνῄρηνται δὲ καθὰ πλειστάκις εἰρήκαμεν ἐν και- ροῖς τῆς Ἐζεκίου βασιλείας, καὶ ἦν δυσφόρητος τῶν πτωμά- των ὁ βρόμος, ὡς καθαρισθῆναι μόλις ἐν ἑπταμήνῳ τὴν γῆν, καὶ τῆς τῶν πτωμάτων ἀπηλλάχθαι σαπρίας. οὕτω γάρ που φησὶν ὁ προφήτης Ἰεζεκιήλ. ὅτι δὲ προσκέκλιται τοῖς βορειοτέροις τῶν Βαβυλωνίων ἡ γῆ, σαφὲς ἂν γένοιτο, λέγοντος Θεοῦ διὰ φωνῆς ἁγίων τοῖς ἐξ αἵματος Ἰσραὴλ ἀπενηνεγμένοις εἰς αἰχμαλωσίαν "Ὢ, ὢ, φεύγετε ἐκ γῆς "βοῤῥᾶ, λέγει Κύριος·
And its stench will rise, and its noise will rise, because he magnified his works. The form of the discourse is still being shaped, just as at the beginning concerning the locust and the bruchus, which he says will be destroyed, having been carried away according to the will of God to the extremities of the land of Judaea, and to have come to such a state of foulness that the spread becomes offensive to all throughout the land. But the discourse in no way shifts from the need to understand such things again as applying to the Babylonians. For in the southern parts of Jerusalem a deep desert stretches out, terminating towards the east and south with the Indian seas; but towards the west and more northerly, with the sea neighboring the Palestinians, and also washing the land of the Egyptians. There he says the bruchus and the locust are destroyed, and their noise becomes offensive, that of the locust perhaps, as I just said. But the Babylonians also were destroyed, dwelling in a more northerly land and lying towards the east. They were destroyed, as we have said many times, in the times of the reign of Hezekiah, and the noise of the corpses was unbearable, so that the land was scarcely cleansed in seven months and freed from the stench of the corpses. For thus the prophet Ezekiel says somewhere. And that the land of the Babylonians inclines to the more northerly parts would be clear, since God says through the voice of the saints to those of the blood of Israel carried away into captivity: "Oh, oh, flee from the land of the north, says the Lord.
εἰς Σιὼν ἀνασώζεσθε, οἱ κατοικοῦν- "τες θυγατέρα Βαβυλῶνος." Ἐξελάσας δὲ καὶ ἐξ ἡμῶν αὐτῶν τὴν ἀκρίδα Χριστὸς, φημὶ δὴ τὴν νοητὴν, τὰ παμμόχθηρα δηλονότι τῶν δαιμο- νίων στίφη, κατηφάνισεν αὐτὰ, καθεὶς οἱονείπως εἰς τὰ βάθη τῆς θαλάσσης· κατέκλεισε γὰρ εἰς ᾅδου καὶ ἐν τοῖς τῆς ἀβύσ- σου μυχοῖς, ἀνέβη δὲ λοιπὸν ἡ σαπρία τε καὶ ὁ βρόμος αὐτῶν, καὶ γέγονεν ἡμῖν φορτικός τε καὶ κατεστυγημένος, καίτοι πάλαι μὴ τοιοῦτος εἶναι δοκῶν· δυσώδη γὰρ ὄντα τὸν σατανᾶν, νῦν δὴ καὶ μόλις ὅτι τοιοῦτός ἐστιν ἐγνώκαμεν. ᾠόμεθα γὰρ οἱ τάλανες εὐώδη τε εἶναι καὶ ἀξιέραστον, ὅτε τοῖς τῆς φαυλότητος ἐνειλημμένοι δεσμοῖς ὑπὸ χεῖρα τὴν ἐκείνου πεπτώκαμεν. ἐπειδὴ δὲ ἐπέφανεν ἡμῖν ὁ Ἐμμανουὴλ, ἀνα- κεκραγώς τε καὶ λέγων "Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν "κοιλάδων," τότε δὴ μόλις τῆς ἐνούσης εὐοσμίας αὐτῷ κεκλημένοι πρὸς μέθεξιν, τῆς ἐκείνου δυσωδίας κατεγνώ- καμεν. Θάρσει γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι. θαρσεῖτε κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν αὐτοῦ, ἄμπελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. καὶ τὰ τέκνα Σιὼν χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώιμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν, καὶ πλησθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.9 Ἔθος τοῖς ἁγίοις προφήταις, ἐκ τῶν κατὰ μέρος, καὶ ὡς πρὸς ὀλίγους ἀγαθῶν, ἐκκομίζειν τὸν λόγον ἐπὶ τὰ καθόλου τε καὶ γενικώτερα· ταῦτα δέ ἐστι τὰ διὰ Χριστοῦ.
Save yourselves to Zion, you who dwell in the daughter of Babylon. And having driven out from among us also the locust—I mean the intelligible one, clearly the utterly wretched hordes of demons—Christ annihilated them, having cast them, as it were, into the depths of the sea; for he shut them up in Hades and in the recesses of the abyss. And then their stench and their noise rose up, and they became burdensome and abhorrent to us, although formerly they did not seem to be such; for Satan is foul-smelling, but now, and only with difficulty, have we recognized that he is such. For we wretches thought him to be fragrant and worthy of love, when, entangled in the bonds of baseness, we had fallen under his hand. But when Emmanuel appeared to us, crying out and saying, "I am the flower of the field, the lily of the valleys," then, only then, having been summoned to partake of the fragrance inherent in him, did we condemn the foulness of that one. Take courage, O land; rejoice and be glad, because the Lord has magnified his works. Take courage, O beasts of the field, because the fields of the desert have sprouted, because the tree has borne its fruit, the vine and the fig tree have given their strength. And you, children of Zion, rejoice and be glad in the Lord your God, because he has given you foods for righteousness, and he will rain upon you early and late rain, as before, and the threshing floors will be filled with grain, and the wine and oil presses will overflow. It is customary for the holy prophets, from particular and limited goods, to carry the discourse over to universal and more general things; and these are the things through Christ.
πρόεισι δὴ οὖν εἰς τοῦτο πάλιν ἡμῖν ὁ λόγος. πότε γὰρ δέδοται τὸ χρῆναι θαρσεῖν τῇ γῇ· πότε δὲ αὖ καὶ ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν; εἰ μὴ ὅτε Θεὸς ὢν ὁ Λόγος γέγονεν
ἄν- θρωπος, ἵνα τοῖς ἄνωθεν ἀγαθοῖς ἐπικλύζων τὴν ὑπ' οὐρα- νὸν εὑρίσκοιτο τοῖς εἰς αὐτὸν πιστεύουσιν "Ὡς ποταμὸς "εἰρήνης, ὡς χειμάῤῥους" τρυφῆς, ὡς πρώιμός τε καὶ ὄψιμος ὑετὸς, καὶ ἁπάσης νοητῆς εὐκαρπίας δοτήρ. τότε δὴ τότε καὶ τοῖς ἄγαν ἀσυνετωτάτοις· οἳ καὶ κτήνη λέγονται τοῦ πεδίου· νοητή τις ἀνέφυ πόα, τῶν διδασκόντων ὁ λόγος· τότε βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου. καὶ ἔρημον μὲν ὀνομάζει τὴν Ἐκκλησίαν κατὰ τὸ ἐν προφήταις περὶ αὐτῆς εἰ- ρημένον "Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, "καὶ ἀνθείτω ὡς κρῖνον." πεδία δὲ αὐτῆς εἶεν ἂν οἱ λαῶν ἡγούμενοι καὶ παιδαγωγεῖν εἰδότες, οἳ καὶ τοῖς θείοις καὶ ἐξ οὐρανοῦ χαρίσμασιν οἱονεὶ βρύοντά τε καὶ εὖ μάλα περιην- θισμένον φέρουσι τὸν νοῦν καὶ ταῖς τῶν δογμάτων ἄνθαις ἡδὺ πνέοντα, καὶ οἷον ἀρτιφανεῖ τῇ πόᾳ κατεστεμμένον. οὗτοι τὸν τῶν ἀποκτηνωθέντων ἐκτρέφουσι νοῦν, ἵνα καὶ εἰς σύνεσιν ἀναβῶσιν ἀνθρωποπρεπῆ. ἔφη δὲ ὅτι καὶ ξύλον ἐξ- ήνεγκε τὸν καρπὸν αὐτοῦ, ἄμπελόν τε καὶ συκῆν τὴν ἰδίαν ἐκ- δοῦναι δύναμιν, τὸν στερεὸν οἶμαι τῶν διδασκόντων λόγον, ᾧ ἔνεστι μὲν τὸ γλυκὺ, ἔνεστι δὲ αὖ πρὸς τούτῳ καὶ τὸ κατευφραίνειν εἰδὸς, τοῖς ἀπὸ συκῆς καὶ ἀμπέλου παρεικάζων καρποῖς.
Our argument, then, proceeds again to this point. For when has it been granted that the land should take courage? And when, moreover, has the Lord magnified himself to act with us? Was it not when God the Word became man, so that, flooding the region beneath heaven with the goods from above, he might be found by those who believe in him as "a river of peace," as a "winter torrent" of delight, as early and late rain, and as the giver of all intelligible fruitfulness? Then, indeed, even to the utterly most senseless—who are also called beasts of the plain—some intelligible grass sprang up, the word of the teachers. Then the plains of the desert blossomed. And he calls the Church "desert" according to what is said about her in the prophets: "Rejoice, thirsty desert; let the desert exult and bloom like a lily." And her plains would be those who lead the peoples and know how to educate, who bear their mind, as it were, gushing and beautifully adorned with divine gifts from heaven, sweetly breathing with the flowers of doctrines, and crowned with grass as if newly appeared. These nourish the mind of those who have become brutish, so that they may rise to a humanly fitting understanding. And he said that the tree also brought forth its fruit, and the vine and the fig tree yielded their own power—the solid word, I think, of the teachers, in which there is sweetness, and in addition to this, also that which knows how to delight, likening them to the fruits of the fig tree and the vine.
ἁρμόσειε δ' ἂν καὶ μάλα εἰκότως, τοῖς μὲν ἔτι παχυτέροις τὸν νοῦν καὶ νωθείαν ἔχουσι τὴν κτηνοπρεπῆ, κατανέμεσθαι μάθησιν τὴν χθαμαλωτέραν, τὴν ὡς ἐν εἴδει καὶ δυνάμει πόας ἐν τοῖς τὰ μικρὰ διδάσκουσι φυομένην, τοῖς γεμὴν ἤδη τελείοις τὸν ὑψοῦ τε ἤδη νοούμενον, καὶ οἷον ξύλοις ὡραίοις ἐπηνθηκότα καρπὸν, τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, ἤγουν παιδεύσεως ἠθικῆς, τῆς ὡς ἐν ὕψει θεωρημάτων. τοιγάρτοι κτήνη μὲν ἐκείνους ὀνομάζει, Σιὼν δὲ τέκνα τοὺς τελειοτέρους, οἷς καὶ ἐπιγάννυσθαι κελεύει Κυρίῳ τῷ Θεῷ αὐτῶν. ἡ πᾶσα γὰρ ἡμῶν θυμηδία Χριστὸς, παρ' οὗ καὶ δι' οὗ πᾶσα πλήρωσις ἀγαθῶν, καὶ τῶν οὐρα- νίων χαρισμάτων ἀμφιλαφὴς χορηγία τοῖς ἀγαπῶσιν αὐτὸν, ὡς ἐν πρωΐμοις τε καὶ ὀψίμοις καρποῖς νοουμένη καὶ ὡς ἐν σίτῳ πληροῦντι τὴν ἅλω, καὶ ὡς ἐν οἴνῳ ληνοῦ ὑπερχεομένῳ, καὶ ὡς ἐν ἐλαίῳ τῷ ὑπερβλύζοντι. ἰστέον δὲ, ὅτι καὶ κατά γε τὸν τρόπον τῆς μυστικῆς πληρώσεως ἀληθὴς ἡ ὑπόσχεσις. δέδοται γὰρ ἡμῖν ὡς ἐν ὑετῷ τὸ ὕδωρ τὸ ζῶν τοῦ ἁγίου βαπτίσματος, ὡς ἐν σίτῳ γεμὴν ὁ ἄρτος τῆς ζωῆς καὶ ὡς ἐν οἴνῳ τὸ αἷμα· προ[σ]επενήνεκται δὲ καὶ ἡ τοῦ ἐλαίου χρεία, συντελοῦσα πρὸς τελείωσιν τοῖς δεδικαιωμένοις ἐν Χριστῷ διὰ τοῦ ἁγίου βαπτίσματος.
It would be fitting, and quite reasonably so, that those who are still rather thick in mind and have a bestial sluggishness should be assigned a lower teaching, one that grows, as it were, in the form and power of grass among those who teach small things, while those who are already perfect should be assigned the teaching that is already understood as elevated, and like a fruit blooming on beautiful trees, concerning the holy and consubstantial Trinity, that is, ethical instruction, as it were, in the height of contemplations. Therefore, he calls those beasts, but the more perfect ones children of Zion, whom he also commands to rejoice in the Lord their God. For our entire delight is Christ, from whom and through whom comes every fullness of goods and a bountiful supply of heavenly gifts to those who love him, understood as in early and late fruits, and as in grain filling the threshing floor, and as in wine overflowing the vat, and as in oil that overflows. But it must be known that even according to the manner of mystical fulfillment, the promise is true. For the living water of holy baptism has been given to us as in rain, the bread of life as in grain, and the blood as in wine; and the use of oil has also been added, contributing to perfection for those who have been justified in Christ through holy baptism.
Καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη ἣν ἐξαπέστειλα εἰς ὑμᾶς, καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλη- σθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ὃς ἐποίησεν μεθ' ὑμῶν θαυμάσια.9 Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸν ταῖς ἱστορίαις πρέποντα λόγον, ταῖς προλαβούσαις τῆς ἀκρίδος ἐμβολαῖς τὴν ἰσοσθενῆ καὶ ἰσομοιροῦσαν εἰσάπαν ὑπισχνεῖται φιλοτιμίαν, καὶ τῆς τὸ τηνικάδε συμβάσης αὐτοῖς αἰκίας εὐρυτέραν φησὶν ἔσεσθαι τὴν τῶν ἐδωδίμων παράθεσιν. Εἰ δὲ δὴ νοοῖτο πνευματικῶς τῆς προφητείας ὁ λόγος, φαμὲν, ὅτι κατεδηδοκότος ἡμᾶς ὥσπερ τοῦ σατανᾶ, καὶ ὡς ἐν τάξει κάμπης τε καὶ ἀκρίδος καὶ μέντοι καὶ ἐρυσίβης κατεφθαρκότων οὐ φορητῶς τῶν ἀλιτηρίων πνευμάτων ἐπὶ πολυτρόπου παθῶν ἰδέας, ξηροὶ καὶ ἄκαρποι μεμενήκαμεν, γυμνοὶ καὶ ἐψιλωμένοι παντὸς ἀγαθοῦ, οὐκ ἠθικὴν ἔχοντες εἰς νοῦν ἀρετὴν, οὐ δογματικῇ θεωρίᾳ καταλαμπόμενοι, λιμῷ δὲ ὥσπερ κατεφθαρμένοι, καὶ ἁπαξαπλῶς ἁπάσης εὐκαρπίας ἐστερημένοι. ἐπειδὴ δὲ πεπλουτήκαμεν παρὰ Χριστοῦ τὸ χρῆναι θαρσεῖν·
And I will repay you for the years which the locust, the grub, the blight, and the caterpillar consumed, my great power which I sent against you, and you shall eat and be filled, and you shall praise the name of the Lord your God, who wrought wonders with you. As far, then, as concerns the sense proper to the histories, he promises them a beneficence equal and proportionate in every way to the previous invasions of the locust, and says that the provision of edibles will be more abundant than the distress that then befell them. But if the word of the prophecy be understood spiritually, we say that, since the devil has devoured us, as it were, and the pestilent spirits, in the manner of caterpillar and locust and also of blight, have destroyed us unbearably with manifold forms of passions, we have remained dry and unfruitful, naked and stripped of every good, possessing no ethical virtue in our mind, nor illumined by doctrinal contemplation, but consumed, as it were, by famine, and simply deprived of all fruitfulness. But since we have been enriched by Christ with the need to take courage,
νενικήκαμεν γὰρ σὺν αὐτῷ τὸν κόσμον, καὶ "Δέδωκεν ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων·" τότε δὴ τότε καὶ ὑετοὺς ἐσχήκαμεν τοὺς πνευματικοὺς πρώϊ- μόν τε καὶ ὄψιμον, νομικήν τε φημὶ παίδευσιν καὶ παρά- κλησιν Εὐαγγελικήν, τότε καὶ ἀνεθάλομεν εἰς δικαιοσύνην καὶ καρποὺς ἐσχήκαμεν ζωῆς, τότε καὶ φάγοντες ἐμπεπλῆσ- μεθα καὶ δοξολογοῦμεν ὡς Δεσπότην τὸν ἑαυτῶν Σωτῆρα Χριστὸν,
ἀνακηρύττοντες ὡς θαυματουργὸν, καὶ τὰ λόγου καὶ ἐλπίδος ἐπέκεινα τοῖς ἀγαπῶσιν αὐτὸν δωρούμενον. ἐγνώκαμεν δὲ πρὸς αὐτῷ παντελῶς ἕτερον οὐδένα. δεδι- δάγμεθα δὲ λέγειν ἐξ ἀγαθῆς διανοίας "Κύριε, ἐκτός σου "ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν." ἄθρει δὲ ὅπως ὁ τῶν ὅλων Θεὸς μονονουχὶ καὶ διαγελᾷ καὶ κατει- ρωνεύεται τὰ ἀνθρώπινα, δύναμιν μεγάλην ἑαυτοῦ τὴν κάμπην ἀποκαλῶν, ἢν καὶ εἰς αὐτοὺς πεπομφέναι φησί. καὶ οὐ δή- που φαμὲν, ὅτι δύναμις ἀληθῶς ἡ κάμπη Θεοῦ, καὶ τοῦτο μεγάλη, ἀλλ' οἷον ἐκεῖνό φησι τοῖς τὴν δι' αὐτῆς οὐκ ἐνεγκοῦσι κόλασιν Ὢ δεινοὶ καὶ ἀγέρωχοι καὶ ἐν οὐδενὶ γράφοντες λόγῳ τὸ προσκρούειν ἐμοί· οὐ πῦρ ἐφ' ὑμᾶς οὐρανόθεν ὁρῶμαι καθεὶς, οὐκ ἐπαφῆκα βροντὴν ἢ χάλαζαν, οὐχ ἕτερόν τι τῶν ὑψοῦ τε ἠρμένων, καὶ ὅτι μάλιστα τῇ τοῦ Θεοῦ δόξῃ πρεπωδεστάτων ἐπενεγκών. σκωλήκων εὐτελεστάτων ἀθλία πληθὺς κατεξανέστη τῆς χώρας, καὶ τεθορύβησθε πρὸς αὐτῆς, τεθρηνήκατε καὶ διολώλατε· τάχα που μεγάλη λίαν ἡ κάμπη, λογιοῦμαι δὲ αὐτὴν καὶ δύναμιν ἐμαυτοῦ μεγάλην·
We have conquered the world together with him, and "He has given us to tread upon serpents and scorpions." Then, indeed then, we received the spiritual rains, both the early and the late, that is, the instruction of the Law and the exhortation of the Gospel. Then we blossomed again into righteousness and obtained the fruits of life. Then, having eaten, we were filled, and we glorify as Master our own Savior Christ,
proclaiming him as a wonder-worker, and that he bestows things beyond word and hope upon those who love him. And we have known absolutely no other besides him. We have been taught to say from a good mind, "Lord, we know no other besides you; we name your name." But observe how the God of all almost mocks and derides human affairs, calling the caterpillar his great power, which he says he sent against them. And we do not say that the caterpillar is truly a power of God, and a great one at that, but he speaks somewhat as follows to those who could not bear the punishment inflicted through it: "O terrible and arrogant ones, who hold in no account offending me: I have not sent fire from heaven upon you, I have not let loose thunder or hail, nor have I brought upon you any other of those things that are held aloft and are most befitting the glory of God. A wretched multitude of the most contemptible worms has risen up against the land, and you have been thrown into confusion by it, you have lamented and perished. Perhaps the caterpillar is very great; I will even consider it my great power.
ἐν ἤθει δὴ οὖν ὁ λόγος, καὶ οἱονείπως ἐν γέλωτι, μονονουχὶ καὶ ἐπιτωθάζοντος Θεοῦ τοῖς καταφρονεῖν εἰωθόσιν, ὡς καὶ, εἴπερ ἕλοιτο κολάζειν αὐτοὺς, ἀρκούσης εἰς τοῦτο καὶ κάμπης ἀντὶ πολλῆς καὶ ἀμάχου λοιπὸν ἰσχύος. Μὴ δὴ πλατὺ γελάτωσαν αἱρετικοὶ, μηδὲ τῆς τοῦ Μονογε- νοῦς καταφλυαρείτωσαν δόξης, ὡς δὴ καὶ μεγάλης δυνάμεως ὠνομασμένης τῆς κάμπης, μὴ δ' ἂν εἰ λέγοιτο καὶ αὐτὸς Θεοῦ δύναμις ἐν ἴσῳ γραφέσθω τῇ σκώληκι. τετολμήκασι γὰρ οἱ δείλαιοι καὶ εἰς τοῦτο κατολισθεῖν ἀθλιότητος ἐννοιῶν. Καὶ οὐ μὴ καταισχυνθῇ· ὁ λαός μου εἰς τὸν αἰῶνα· καὶ ἐπι- γνώσεσθε ὅτι ἐν μέσῳ τοῦ Ἰσραὴλ ἐγώ εἰμι, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἕτερος πλὴν ἐμοῦ· καὶ οὐ μὴ καται- σχυνθήσεται ἔτι πᾶς ὁ λαός μου εἰς τὸν αἰῶνα.9 Ἐπαγγέλλεται σαφῶς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, καὶ ὅτι τοῖς ἐπὶ τῆς γῆς συνδιαιτηθήσεται καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ γενόμενος καθ' ἡμᾶς, τουτέστιν, ἄνθρωπος. τότε γὰρ γέγονεν ἐν μέσῳ τοῦ Ἰσραὴλ, καὶ διεφύγομεν ἐντροπὴν καὶ αἰσχύνης ἀπηλλάγμεθα, θανάτου πεσόντος, ἁμαρτίας ἀνῃρημένης, γνώσεως ἀληθοῦς εἰσκεκο- μισμένης. προσκυνοῦμεν γὰρ οὐκέτι "τῇ κτίσει παρὰ τὸν "κτίσαντα," καὶ Θεὸν ἕτερον ἐπ' αὐτῷ παντελῶς οὐδένα παραδεδέγμεθα. τοιγάρτοι καὶ πεπλουτήκαμεν, ὡς ἐν ἐλπίδι βεβαίᾳ, ζωήν τε καὶ δόξαν καὶ τὴν εἰς μακραίωνα βίον ἐν ἁγιασμῷ καὶ ὁσιότητι πολιτείαν.
The discourse is therefore in a tone, and as it were in jest, almost as if God were mocking those accustomed to disdain, as though, if he should choose to punish them, even a caterpillar would suffice for this instead of great and invincible might. Let the heretics not laugh broadly, nor babble against the glory of the Only-begotten, as if the caterpillar were named a great power; nor, if he himself were called the power of God, should he be ranked equally with a worm. For the wretches have dared to slip even into this wretchedness of thought. "And my people shall not be put to shame forever; and you shall know that I am in the midst of Israel, and I am the Lord your God, and there is no other besides me; and my whole people shall no longer be put to shame forever." He clearly promises the manner of the economy in the flesh, and that he will dwell with those on earth, lowering himself into kenosis, and becoming like us, that is, man. For then he was in the midst of Israel, and we escaped shame and were delivered from disgrace, death having fallen, sin having been destroyed, true knowledge having been introduced. For we no longer worship "the creation instead of the creator," and we have accepted no other God at all besides him. Therefore we have also been enriched, as in firm hope, with life and glory and a way of life in sanctity and holiness for a long time.
Καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· καί γε ἐπὶ τοὺς δού- λους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου.9 Ἰδοὺ δὴ σαφῶς χαριεῖσθαι κατεπαγγέλλεται τὴν τοῦ Ἁγίου Πνεύματος χύσιν, τουτέστιν ἀμφιλαφῆ χορηγίαν, οὐκ εἰς προφήτην ἐξειλεγμένως ἕνα που καὶ δύο τύχον, ἀλλὰ τὴν εἰς ἅπαντας ἁπλῶς τοὺς ἑλεῖν ἀξίους. ὃ δὴ καὶ πεπε- ράνθαι φαμὲν ἐγηγερμένου Χριστοῦ, καὶ τὸ τοῦ θανάτου καταλύσαντος κράτος. ἀπαρχὴν γὰρ ὥσπερ τῆς ὧδε σεπτῆς καὶ ἀξιαγάστου χάριτος τοῖς ἁγίοις ἐνετίθει μαθηταῖς, ἐμφυ- σῶν τε καὶ λέγων "Λάβετε Πνεῦμα Ἅγιον." ἔδει γὰρ ἔδει τοὺς τῆς Ἐκκλησίας μυσταγωγοὺς, καὶ τῆς ὑφ' ἡλίῳ παιδευ- τὰς ἐσομένους καὶ πρό γε τῶν ἄλλων τῇ τοῦ Ἁγίου Πνεύ- ματος δόσει κατακαλλύνεσθαι, καὶ οἷόν τινα τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμὸν ἀπαρχὴν γεγονότας, τῇ θείᾳ τε καὶ οὐρανίῳ καταχρυσοῦσθαι χάριτι. κατὰ δέ γε τὰς ἡμέρας τῆς Πεντηκοστῆς συναγηγερμένων εἰς οἶκον ἕνα τῶν μαθη- τῶν, καὶ τὰς συνήθεις Θεῷ προσαγόντων λιτὰς, γέγονεν " Αφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, "καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ "πυρὸς, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἤρξαντο "λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς "ἀποφθέγγεσθαι." ἀπεφθέγγοντο δὲ προφητεύοντες, ἤγουν συνιέντες τε καὶ
And after this, I will pour out my spirit upon every flesh, and your sons and your daughters will prophesy, and your elders will dream dreams, and your young men will see visions; and even upon my male servants and my female servants in those days I will pour out my spirit. Behold, then, he clearly promises to bestow the outpouring of the Holy Spirit, that is, a copious supply, not selectively to one or two prophets, but to all simply who are worthy to receive it. This, we say, was accomplished when Christ arose and abolished the power of death. For as a kind of firstfruits of this revered and admirable grace, he instilled it in the holy disciples, breathing on them and saying, "Receive the Holy Spirit." For it was necessary, indeed necessary, that the mystagogues of the Church, who were to be teachers of those under the sun, should before all others be adorned with the gift of the Holy Spirit, and, having become a kind of firstfruits of those called through faith to sanctification, be gilded with divine and heavenly grace. And on the days of Pentecost, when the disciples were gathered together in one house and offering their customary prayers to God, suddenly there came from heaven a sound, like a violent wind being borne, and behold, there appeared to them divided tongues as of fire, and it settled upon each one of them, and they began to speak in other tongues, as the Spirit gave them utterance. And they uttered prophecies, that is, understanding and
λέγοντες τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπὶ Χριστῷ μαρτύρια, καὶ τὰ δι' ὧν ἦν εἰκὸς ἑτοίμως εἰσιέναι πρὸς εὐπείθειαν ἀναπεπεισμένους εὖ μάλα τοὺς ἀκροωμένους, ὡς ἐνέστηκε λοιπὸν ὁ τῆς εὐδοκίας καιρὸς, καὶ τὰ πάλαι διὰ νόμου καὶ προφητῶν ἐπὶ Χριστῷ προαπηγγελμένα πρὸς πέρας ἥκει λοιπόν. οὐκοῦν προεφήτευον, ἁπάσῃ γλώσσῃ λαλοῦντες, προαναφωνοῦντος Θεοῦ διὰ φωνῆς ἁγίων καὶ τοῦτο. γέγραπται γάρ "Ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν "χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ' οὕτως "πιστεύσωσι." τοῦτό τοι συνεὶς καὶ ὁ θεσπέσιος Παῦλος, εἰς σημεῖον δεδόσθαι τοῖς Ἰουδαίοις ἔφασκε τὴν πολυγλωσ- σίαν. ὅτι δὲ καταπτάντος ἐξ οὐρανῶν τοῦ Ἁγίου Πνεύματος πολλοὶ λίαν ἦσαν οἱ τῷ τῆς προφητείας ἀναμεστούμενοι πνεύματι, σαφηνιεῖ γράφων ὁ Παῦλος "Προφῆται δὲ "δύο ἢ τρεῖς λαλείτωσαν καὶ ἄλλοι διακρινέτωσαν. ἐὰν "δὲ ἄλλῳ ἀποκαλυφθῆ φησὶ καθημένῳ, ὁ πρῶτος σιγάτω. "δύνασθε γὰρ πάντες καθ' ἕνα προφητεύειν." πάλαι μὲν γὰρ διὰ πολλὴν δυστροπίαν παρακρούοντος τοῦ Ἰσραὴλ, ἔφασκε Θεός "Ἰδοὺ ἐγὼ λιμὸν ἐπάγω ἐπὶ τὴν γῆν, οὐ λιμὸν "ἄρτου, οὐδὲ δίψαν ὕδατος·
Saying the testimonies about Christ through the holy prophets, and those through which it was likely that the hearers, being well persuaded, would readily enter into obedience, that the time of good will has now arrived, and that the things long ago announced through the law and the prophets concerning Christ have now come to fulfillment. Therefore they prophesied, speaking in every tongue, God also proclaiming this beforehand through the voice of the saints. For it is written: "That in foreign tongues and in the lips of others I will speak to this people, and not even thus will they believe." Understanding this, the divine Paul said that the gift of many tongues was given to the Jews as a sign. And that when the Holy Spirit descended from the heavens, very many were filled with the spirit of prophecy, Paul will make clear by writing: "Let two or three prophets speak, and let others discern. But if it is revealed to another sitting, let the first be silent. For you can all prophesy one by one." For long ago, because of the great perversity of Israel, God said: "Behold, I bring a famine upon the land, not a famine of bread, nor a thirst for water.
ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον "Κυρίου, καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται "ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι." καὶ πρός γε τὸν μακάριον Ἰεζεκιήλ "Καὶ τὴν γλῶσσάν σου "συνδήσω καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, ὅτι οἶκος παραπικραίνων ἐστίν." ἐπειδὴ δὲ, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν "Θεὸς Κύριος, καὶ ἐπέφανεν "ἡμῖν·" ἐπέλαμψε γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀνιεὶς ἐγκλήματα καὶ ἀπαλλάττων αἰτιαμάτων, καὶ τὸ τῆς ἁμαρτίας ἐμφράττων στόμα· δέδοται λοιπὸν ἡ τοῦ Ἁγίου Πνεύματος χύσις, Θεοῦ κατευφραίνοντος τὴν ἀνθρώπου φύσιν, καὶ τῇ ἄνωθέν τε καὶ ἐν ἀρχαῖς στεφανοῦντος δόξῃ, καὶ εἰς ἐκεῖνο πάλιν αὐτὴν φιλαγάθως ἀνακομίζοντος, εἰς ὅπερ ἦν ἐν ἀρχαῖς, οὔπω τῆς ἁμαρτίας εἰσκεκριμένης. Οὐ γὰρ ἔρημον ὄντα προφητικοῦ πνεύματος εὑρήσομεν τὸν Ἀδὰμ οὔπω τὴν θείαν ἐντολὴν παραβεβηκότα· βεβηκότα δὲ ὥσπερ καὶ ἐρηρεισμένον ἔτι, καὶ τοῖς τῆς φύσεως ἀγαθοῖς ἐμπρέποντα. καὶ γοῦν ὅτε τὴν γυναῖκα Θεὸς πλαστουρ- γήσας ἤγαγε πρὸς αὐτὸν, καίτοι τίς τε καὶ πόθεν εἴη, τίνα τε ἀνέφυ τρόπον ἀκούσας οὐδενὸς, εὐθὺς ἐπεφώνει "Τοῦτο "νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός "μου· αὕτη κληθήσεται γυνὴ," ἤτοι κατὰ τὴν Ἑβραίων ἔκδοσιν ἀνδρὶς, "ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη." ἀλλ' ἤργησε μὲν ἡ ἀνθρώπῳ δοθεῖσα χάρις, ἀνεκαινίσθη γεμὴν ἐν Χριστῷ, ὅς ἐστι δεύτερος Ἀδάμ. ἀνεκαινίσθη δὲ τίνα τρόπον; ᾗ μὲν γάρ ἐστι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ υἱός· γεγέννηται γὰρ ἀληθῶς ἐκ τοῦ Θεοῦ καὶ Πατρός·
but a famine to hear the word of the Lord, and they will run from east to west seeking the word of the Lord, and will not find it. And to the blessed Ezekiel: "And I will bind your tongue and you will be deafened, and you will not be for them a man who reproves, because it is a house that provokes bitterness." But since, according to the voice of the psalmist, "God is Lord, and he has appeared to us," for our Lord Jesus Christ has shone upon us, releasing accusations and absolving charges, and stopping up the mouth of sin, the outpouring of the Holy Spirit has now been given, God delighting human nature, and crowning it with the glory from above and from the beginning, and kindly restoring it again to that which it was in the beginning, before sin had been introduced. For we will not find Adam, who had not yet transgressed the divine commandment, to be devoid of prophetic spirit, but rather standing firm and established, and adorned with the goods of nature. And indeed, when God, having fashioned the woman, brought her to him, although he had heard from no one who she was or whence she came or in what manner she arose, he immediately exclaimed, "This now is bone of my bones, and flesh of my flesh; she will be called woman," or according to the Hebrew version, maness, "because she was taken from her man." But the grace given to man lay idle, yet it was renewed in Christ, who is the second Adam. And in what way was it renewed? In that he is God and Son by nature from God, for he was truly born from God the Father.
ἴδιον αὐτοῦ καὶ ἐν αὐτῷ τε καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει καὶ ἐπ' αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός· ᾗ δὲ γέγονεν ἄνθρωπος καὶ πέφηνε καθ' ἡμᾶς, ἐπακτὸν ἔχειν τὸ Πνεῦμα λέγεται. καταπεφοίτηκε γοῦν ἐπ' αὐτὸν ἐν εἴδει περιστερᾶς, ὅτε καθ' ἡμᾶς γεγονὼς, ὡς ἔφην, ὡς εἷς ἐξ ἡμῶν οἰκονομικῶς ἐβαπτίζετο. τότε καὶ τὸ ἴδιον αὐτοῦ πνεῦμα δοτὸν αὐτῷ ἄνωθεν γενέσθαι λέγεται, διὰ τὸ ἀνθρώπινον, καὶ τοῦτό ἐστιν ἡ κένωσις. νοοῖτο δ' ἂν ὧδέ τε, καὶ οὐχ ἑτέρως "Δι' ἡμᾶς πτωχεῦσαι πλούσιος ὢν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν." δέδοται μὲν γὰρ, ὡς ἔφην, τὸ Πνεῦμα τῷ Ἀδὰμ ἐν ἀρχαῖς, πλὴν οὐ μεμένηκεν τῇ ἀνθρώπου φύσει· διανένευκε γὰρ εἰς τὸ πλημμελὲς, καὶ παρώλισθεν εἰς ἁμαρτίαν, κατηῤῥώστησέ τε πᾶν εἶδος ἀκα- θαρσίας. Ἐπειδὴ δὲ ἐπτώχευσε πλούσιος ὢν, ὡς ἔφην, ὁ Μονογενὴς, καὶ μεθ' ἡμῶν ὡς ἄνθρωπος τὸ ἴδιον ὡς ἐπακτὸν ἐδέξατο Πνεῦμα, "μεμένηκεν ἐπ' αὐτόν·" ἔφη γὰρ οὕτως ὁ μακάριος Ἰωάννης ὁ Εὐαγγελιστής· ἵνα καὶ ἐν ἡμῖν κατοικήσῃ λοιπὸν ἐμμόνως, ὡς ἤδη μεμενηκὸς ἐν τῇ τοῦ γένους ἡμῶν ἀπαρχῇ δευτέρᾳ, τουτέστι Χριστῷ· κατωνόμασται γὰρ διὰ τοῦτο καὶ δεύτερος Ἀδὰμ, δι' οὗ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον ἀνεστοι- χειώμεθα, καὶ τὴν διὰ Πνεύματος ἀναγέννησιν εὖ μάλα κερδαίνομεν, οὐκέτι τὴν πρώτην ἔχοντες, τὴν
His own Spirit is his own, and in him and from him it exists, just as indeed it is understood in the case of God the Father himself. But when he became man and appeared as one of us, he is said to have the Spirit as something adventitious. For the Spirit descended upon him in the form of a dove when, as I said, having become like us, he was being baptized economically as one of us. Then his own Spirit is said to have been given to him from above because of the human element, and this is the kenosis. And it would be understood here, and not otherwise: "For our sake he who was rich became poor, so that we might be enriched by his poverty." For the Spirit was given, as I said, to Adam in the beginning, but it did not remain with human nature; for it departed into transgression, slipped into sin, and utterly wasted away in every form of impurity. But since the Only-Begotten became poor, though rich, as I said, and as a man among us received his own Spirit as something adventitious, "it remained upon him"—for the blessed John the Evangelist spoke thus—so that it might henceforth dwell permanently in us, as having already remained in the second firstfruits of our race, that is, Christ. For this reason he is also called the second Adam, through whom we are reordered to something incomparably better, and we gain well the regeneration through the Spirit, no longer having the first, the
κατὰ σάρκα φημὶ, τὴν εἰς φθοράν τε καὶ ἁμαρτίαν· "Τὸ γὰρ φρόνημα "τῆς σαρκὸς θάνατος," κατὰ τὸ γεγραμμένον· ἀλλὰ τὴν ἄνωθεν καὶ δευτέραν, τὴν ἐκ Θεοῦ διὰ Πνεύματος, εἴπερ ἐστὶν ἀληθὲς ὡς "Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ γεγεννήμεθα." ἔδει δὴ οὖν ἔδει τοὺς ἐν τέκνοις Θεοῦ κατατεταγμένους καὶ τὴν τοῦ Ἁγίου Πνεύ- ματος καταπλουτῆσαι χάριν. ἐνήργηκε δὲ καὶ τοῦτο εἰς ἡμᾶς Χριστὸς, καὶ πιστώσεται λέγων ὁ θεσπέσιος Πέτρος "Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ "Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεε "τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε." δέχεται μὲν γὰρ ὡς ἄνθρωπος παρὰ τοῦ Πατρὸς τὸ ἐνὸν αὐτῷ φυσικῶς· ἐκχεῖ δὲ πλουσίως εἰς ἡμᾶς, ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σάρξ. ἐκχεῖ δὲ ἐπὶ πᾶσαν σάρκα. καὶ τοῦτο δῆλον, ὡς οὐκ ἐπὶ μόνους τοὺς ἐκ περιτομῆς, ἀλλ' ἐφ' ἅπαντας ἁπλῶς τοὺς διὰ πίστεως καλουμένους, κἂν εἰ ἐκ πλάνης εἶεν Ἑλληνικῆς, κἂν εἴτε μικροὶ καὶ μεγάλοι, δοῦλοι καὶ ἐλεύθεροι, βάρβαροί τε καὶ Σκύθαι. πρόκειται γὰρ τῆς ἐν Χριστῷ σωτηρίας ἡ χάρις τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐ- ρανὸν, ὅτι καὶ αὐτός ἐστι "Προσδοκία ἐθνῶν." Εἰ δὲ δὴ λέγοιεν ἀθυροστομοῦντές τινες, σάρκας λέγεσθαι καὶ τὰ κτήνη, παραληροῦντες, ἤδη πως ἀκουόντων, ὅτι τῆς προφητείας ὁ σκοπὸς κατὰ μόνου συντείνεται τοῦ ἀνθρω- πίνου γένους, καὶ οὐχὶ "Τῶν βοῶν μέλει τῷ Θεῷ," καθὼς καὶ ὁ σοφὸς ἔφη Παῦλος. προφητεύσειν δέ φησιν υἱοὺς καὶ θυγατέρας, τὸ τῆς χάριτος ἀμφιλαφὲς καὶ τὸ ἐπὶ πάντας ἶσον διὰ τούτων ὑποδηλῶν.
I mean according to the flesh, which tends toward corruption and sin: "For the thought of the flesh is death," according to what is written. But the other, the second birth from above, from God through the Spirit, if indeed it is true that "We are born not from blood nor from the will of a man, but from God." Therefore it was necessary that those enrolled among the children of God should also be enriched with the grace of the Holy Spirit. And Christ has also effected this in us, and the divine Peter will confirm it, saying: "Having been raised by the right hand of God, and having received the promise of the Holy Spirit from the Father, he poured out this which you see and hear." For he receives as a man from the Father what is naturally present in him; but he pours it out abundantly upon us, because he is also God by nature, even though he became flesh. And he pours it out upon every flesh. And this is clear: not only upon those of the circumcision, but upon all simply who are called through faith, even if they are from Greek error, whether small or great, slave or free, barbarian or Scythian. For the grace of salvation in Christ is available to those throughout the whole world under heaven, because he himself is "the Expectation of the nations." But if some loose-tongued persons should say that even cattle are called flesh, babbling nonsense, they already hear somehow that the aim of the prophecy is directed only at the human race, and not that "God cares for oxen," as the wise Paul said. And he says he will prophesy sons and daughters, indicating through these the abundance of grace and its equality for all.
εἴη γὰρ ἂν οὐκ ἀπόβλητον παρὰ Θεῷ τὸ θῆλυ γένος, εἰ τὰ αὐτῷ δοκοῦντα δρῴη τε προθύμως, καὶ μὴν καὶ ἕλοιτο φρονεῖν, οὔτε μὴν ἀγέραστον, ἢ ἀμέτοχον ἁγιασμοῦ, εἰ διά τε τῆς πίστεως καὶ τῆς ἐν ἔργοις ἐπιεικείας εὐδοκιμοῦν ἔσται· πόθεν; ἠξίωται γὰρ καὶ αὐτὸ χάριτός τε καὶ οἰκτιρμῶν, καὶ "Τὸν ἀῤῥαβῶνα τοῦ "Πνεύματος" δέχεται παρὰ Θεοῦ, λελόγισται δὲ καὶ ἐν τέκνοις. πρεσβυτέρους μὲν οὖν ἐνυπνίοις ἐνυπνιασθήσεσθαί φησιν, ὄψεσθαι δὲ καὶ ὁράσεις τοὺς νεανίσκους, πρεσβυτικὴν ἡλικίαν, καθάπερ ἐγῷμαι, λέγων τὴν ὡς ἐν ποσότητι τῆς ἀρετῆς προὔχουσάν τε καὶ ὑπερκειμένην, καὶ οἷον λαμπροῖς πεπολιωμένην κατορθώμασι, καὶ φρονήσει διαπρέπουσαν τῇ τελεωτάτῃ καὶ τεθαυμασμένην, ὁποῖός τις ἦν καὶ ὁ θεσπέ- σιος Παῦλος, ὃς τεθέαται καθ' ὕπνον ἄνδρα τινὰ τῶν ἐκ Μακεδονίας, ἐκλιπαροῦντά τε καὶ λέγοντα "Διαβὰς εἰς "Μακεδονίαν βοήθησον ἡμῖν·" γέγραπται γὰρ οὕτως ἐν ταῖς πράξεσι τῶν σοφῶν ἀποστόλων. Ἀνανίας δέ τις τῶν ἐν πίστει δεδοκιμασμένων ὅρασιν ἐπ' αὐτῷ τεθέαται τῷ μακαρίῳ Παύλῳ. ἐπειδὴ γὰρ ἧκεν εἰς Δαμασκὸν, αὐτῷ κατὰ τὴν ὁδὸν ὀφθέντος Χριστοῦ, εἶτα τῇ τοῦ φωτὸς ἀστραπῇ τὴν ὄψιν ἀφῄρηται, τεθεράπευται διὰ Χριστοῦ. γέγραπται δὲ οὕτως πάλιν· "Ἦν δέ τις ἐν Δαμασκῷ μαθητὴς ὀνόματι "̓Ανανίας, καὶ εἶπε πρὸς αὐτὸν ἐν ὁράματι ὁ Κύριος Ἀνανία. "ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ. ὁ δὲ Κύριος πρὸς αὐτόν Ἀναστὰς "πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζή- "τησον ἐν οἰκίᾳ Ἰούδα Σαοὺλ ὀνόματι Ταρσέα." ἀκούεις ὅπως ἐν ὁράματι μὲν λελάληκε πρὸς Ἀνανίαν;
The female race would not be rejected by God, if it eagerly does what is pleasing to Him and also chooses to think rightly, nor would it be without honor or deprived of sanctification, if it is distinguished through faith and gentleness in deeds. How so? For it too has been deemed worthy of grace and mercy, and receives "the earnest of the Spirit" from God, and is counted among the children. He says that the elders will be visited by dreams, and the young men will see visions. By "elderly age," I think, he means that which excels and is preeminent in the quantity of virtue, and is, as it were, gray-haired with bright achievements, and distinguished by the most perfect and admirable wisdom, such as was the divine Paul, who saw in his sleep a certain man from Macedonia, entreating and saying, "Cross over to Macedonia and help us." For it is written thus in the Acts of the wise apostles. And a certain Ananias, one of those tested in faith, saw a vision concerning the blessed Paul. For when he came to Damascus, Christ appeared to him on the road, and then he was deprived of sight by the flash of light, and was healed by Christ. And it is written again thus: "There was a certain disciple in Damascus named Ananias, and the Lord said to him in a vision, 'Ananias.' And he said, 'Here I am.' And the Lord said to him, 'Rise, go to the street called Straight, and seek in the house of Judas a man named Saul of Tarsus.'" Do you hear how he spoke to Ananias in a vision?
ἦν γάρ που τάχα τὴν πίστιν εὔτονος, καὶ νεανίας τὴν ἕξιν, καὶ σφρι- γῶσαν ἔχων εἰς τὸ ἀγαθὸν τὴν γνώμην, ἄθραυστος εἰς ἀλκὴν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. καθ' ὕπνον δὲ τῷ μακαρίῳ Παύλῳ τὰς λιτὰς ἐδόκει προσφέρειν ὁ Μακεδών· ἦν γὰρ τὴν φρένα πρεσβύτης, τὸν νοῦν γηραιὸς, καὶ τῆς ἄνωθεν σοφίας ἔμπλεως. προσεφώνει δέ που καὶ ὁ σοφὸς Ἰωάννης τοῖς ἡγιασμένοις ἐν Χριστῷ διὰ πίστεως "Γράφω ὑμῖν πατέρες, "ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς. γράφω ὑμῖν νεανίσκοι, ὅτι "ἰσχυροί ἐστε καὶ νενικήκατε τὸν πονηρόν." ἐπαγγέλλεται δὴ οὖν τὴν χύσιν τοῦ Ἁγίου Πνεύματος τοῖς δουλεύουσιν αὐτῷ. τίνες δ' ἂν οἱ τοιοίδε πάλιν; ἢ ἐκεῖνοι πάντως οἳ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὑποφέρουσι τὸν αὐχένα τῆς διανοίας, τῆς μὲν ἐν τύπῳ λατρείας ἀποφοιτήσαντες, Ἑλ- ληνικῆς δὲ ἀπάτης ἀποπεπαυμένοι, κατὰ τὸν λέγοντα; Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα
καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. ὁ ἥλιος μεταστρα- φήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.9 Ἐπὶ ταῖς τῶν Ἰουδαίων δυσσεβείαις, ταῖς εἰς Χριστὸν δηλονότι γεγενημέναις, καὶ αὐτὴ τῶν στοιχείων δεδυσφόρη- κεν ἡ φύσις, κατωλοφύρατο δὲ ὥσπερ ἡ κτίσις, ὑβρισμένον ὁρῶσα τὸν ἑαυτῆς Δεσπότην, καὶ ὁ μὲν θεῖος ναὸς μονονουχὶ καὶ ἀσχάλλων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιεῤῥήγνυτο· γέ- γραπται γὰρ, ὅτι "Τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ "ἄνωθεν ἕως κάτω·" ὁ ἥλιος δὲ τὸ οἰκεῖον ἀνακόψας σέλας καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ ἠξίου φαίνειν ἔτι τοῖς ἐπὶ τῆς γῆς.
For perhaps he was vigorous in faith, youthful in disposition, and had a mind bursting with eagerness for the good, unbroken in strength—clearly, spiritual strength. And in a dream, the Macedonian seemed to offer his prayers to the blessed Paul; for he was an elder in mind, aged in intellect, and full of wisdom from above. And the wise John also addressed those sanctified in Christ through faith: "I write to you, fathers, because you have known the one from the beginning. I write to you, youths, because you are strong and have conquered the evil one." He thus promises the outpouring of the Holy Spirit to those who serve him. And who again would such persons be? Surely those who submit the neck of their understanding to the evangelical ordinances, having departed from worship in type and ceased from Greek deception, as the one who says: "And I will give portents in the heaven above and signs on the earth below, blood and fire and a vapor of smoke. The sun will be turned to darkness and the moon to blood, before the coming of the great and manifest day of the Lord." At the impieties of the Jews—those, of course, committed against Christ—even the nature of the elements was distressed, and creation, as it were, lamented, seeing its own Master insulted; and the divine temple, almost as if grieving equally with the mourners, was rent asunder. For it is written: "The veil of the temple was split from top to bottom." And the sun, checking its own radiance and drawing in its ray, deigned no longer to shine upon those on the earth.
ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης, ἐσχίζοντο δὲ καὶ αἱ πέτραι, τάχα δέ που καὶ περὶ τὸν τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνήθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς, ἀξιόχρεως γεμὴν ἡ πίστις ἐκ τῆς προφητείας. ὅτι δὲ τοῖς τοῦ Δημιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνῳ τὰ σημεῖα γέγονεν, ἀλλ' οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετα- κεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο Θεοῦ λέγοντος διὰ φωνῆς Ἡσαΐου "Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ "θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ." οὐρανὸν δὲ ὅταν λέγῃ, πάντα που πάντως φησὶ τὰ ἐν οὐρανῷ καὶ οἷον σάκκῳ τῷ σκότει καταμφίεσαι, πενθοῦντά τε καὶ ἀλγοῦντα, καὶ ὥσπερ διακεκραγότα τῷ σχήματι. σημεῖα μὲν οὖν ἐν οὐρανῷ ταυτὶ φαίην ἄν· τὰ δέ γε εἰς γῆν αἷμά τε καὶ πῦρ, καὶ ἀτμὶς καπνοῦ καταδηλώσειεν ἂν οἶμαι που τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός. αἵματι γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατεῤῥαίνετο χώρα. ἔμελλε δὲ ὁμοῦ ταῖς πό- λεσι καταπίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεὼς, οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι. ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπιφανοῦς, καθ' ἣν ἅπασι τὸ θεῖον προ- κείσεται βῆμα Χριστοῦ διδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν εἰπὼν πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
For he made darkness from the sixth hour until the ninth hour, and the rocks were split, and perhaps also something unusual was done concerning the circle of the moon, so that it seemed to have been changed into blood. Now such a thing has been passed over in silence by the holy Evangelists, yet the faith is sufficiently worthy from the prophecy. But that the signs occurred not only in the sun by the nods of the Creator, but that the whole creation, as it were, withdrew into ugliness and unaccustomed state for itself, would become clear from God speaking through the voice of Isaiah: "And I will clothe the heaven with darkness, and I will set its covering as a sack." And when he says "heaven," he surely means everything in heaven, and that it is clothed, as it were, with a sack of darkness, mourning and grieving, and as if crying out in its form. These, then, I would say are signs in heaven; but those on earth—blood and fire and a vapor of smoke—would, I think, indicate the calamities of the Jews, which the utterly grievous war heaped upon them through the hand of the Romans. For their whole land was sprinkled with blood. And the notorious temple itself was to be burned together with the cities, and houses, shaken down, to smoke. And that such things will happen to the Jews even before the great and glorious day on which the divine tribunal of Christ will be set before all, giving to each according to his works, he has indicated by saying, before the great and glorious day of the Lord comes.
σημειωτέον δὲ πρὸς τούτοις, ὅτι καὶ αὐτὸς ὁ Κύριος ἡμῶν ἐρωτώμενος παρὰ τῶν σοφῶν ἀποστόλων τὰ περὶ τῆς συντελείας τοῦ αἰῶνος, καὶ τὰ περὶ τῆς τῶν Ἱεροσολύμων καταστροφῆς, ἔμιξε τὰ σημεῖα, ὡς τάχα που καὶ ἀγνοεῖσθαι λοιπὸν, ποῖα δή ποτε συμβήσεται. Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται·
ὅτι ἐν τῷ ὄρει Σιὼν καὶ ἐν τῇ Ἱερουσαλὴμ ἔσται ἀνασωζό- μενος, καθότι εἶπε Κύριος, καὶ εὐαγγελιζόμενοι οὓς Κύριος προσκέκληται.9 Ἔσεσθαι μὲν οὖν πάντη τε καὶ πάντως ἐπὶ ταῖς τῶν Ἰουδαίων ἀνοσιουργίαις ἐν οὐρανῷ καὶ γῇ τὰ σημεῖά φησι, καὶ τὰ τέρατα. προκείσεσθαι γεμὴν καὶ οὕτως αὐτοῖς τὰ ἐξ ἡμερότητος Θεοῦ, τὴν διὰ πίστεως δηλονότι σωτηρίαν, τὴν ἐν Χριστῷ δικαίωσιν, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, τὸν ἁγιασμὸν, τὴν ἐλπίδα τῆς τῶν οὐρανῶν βασιλείας, ἀμνη- σικάκως αὐτοῖς ἀνέντος Θεοῦ καὶ τὰ εἰς Χριστὸν ἐγκλήματα. καὶ γοῦν ὁ θεσπέσιος Πέτρος κατῃτιᾶτο μὲν σφόδρα τοὺς Ἰουδαίων δήμους, διαῤῥήδην ἀνακεκραγὼς, ὡς ἀπεκτόνασι μὲν κρεμάσαντες ἐπὶ ξύλου τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, καὶ "Ἠρνήσαντο μὲν τὸν ἅγιον καὶ δίκαιον, "ἐζήτησαν δὲ ἄνδρα φονέα χαρισθῆναι αὐτοῖς." προσετίθει δὲ τούτοις "Καὶ νῦν, ἀδελφοὶ, οἶδα ὅτι κατὰ ἄγνοιαν "ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. μετανοήσατε "οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν εἰς τὸ ὄνομα τοῦ "Κυρίου Ἰησοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύ-"ματος· ὑμῖν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις "ὑμῶν." οὐκοῦν κἂν εἰ γένοιτο, φησὶ, σημεῖα καὶ τέρατα, σωθήσεται πᾶς ὃς ἂν ἐπιγράψαιτο δεσπότην τὸν οὐρανοῦ τε καὶ γῆς Κύριον.
It should be noted in addition to these things that our Lord himself, when questioned by the wise apostles concerning the end of the age and concerning the destruction of Jerusalem, mixed the signs, so that perhaps it may henceforth be unknown which ones will actually occur. And it will be that everyone who calls upon the name of the Lord will be saved.
That on Mount Zion and in Jerusalem there will be one who is preserved, inasmuch as the Lord said, and those whom the Lord has summoned are being evangelized. He says, therefore, that signs and portents will certainly and absolutely occur in heaven and on earth because of the impious deeds of the Jews. Yet, in this way, the benefits from the kindness of God will also be set before them—namely, salvation through faith, justification in Christ, the pledge of the Spirit, sanctification, the hope of the kingdom of the heavens—God having unforgivingly granted them even the charges against Christ. And indeed, the divine Peter vehemently reproached the Jewish multitudes, crying out explicitly that they had killed the Savior and Redeemer of all by hanging him on a tree, and that "they denied the holy and righteous one," and "they asked that a murderer be granted to them." To these things he added, "And now, brothers, I know that you acted in ignorance, just as your rulers did. Therefore repent, and let each of you be baptized in the name of the Lord Jesus, and you will receive the gift of the Holy Spirit; for the promises are for you and for your children." Therefore, even if signs and portents occur, he says, everyone who acknowledges as master the Lord of heaven and earth will be saved.
ὅτι δὲ ἔμελλεν ὁ λόγος τῆς σωτηρίας ἐν αὐτῇ καὶ πρώτῃ λαληθήσεσθαι τῇ κυριοκτόνῳ Ἱερουσαλὴμ, περιενεχθήσεσθαι δὲ οὕτω καὶ εἰς πάντα τὰ ἔθνη διὰ τῶν ἁγίων Ἀποστόλων, σαφὲς ἂν γένοιτο, τοῦ Προφήτου λέ- γοντος Ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσαλὴμ ἔσται ἀνασωζό-μενος, καὶ εὐαγγελιζόμενος, οὓς Κύριος
προσκέκληται· ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Οὐχ ἑαυτῷ τις λαμβάνει τὴν "τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ." κέκληνται τοίνυν ἀπολέγδην ἐκ πάντων οἱ μακάριοι μαθηταὶ, καὶ οὐκ αὐτό- μολοι παρῆλθον εἰς ἀποστολὴν, καθάπερ ὁ ἀπόπληκτος Φαρισαῖος ἐκεῖνος, ἤγουν νομικὸς, ὃς τοῖς τῆς μαθητείας αὐχήμασιν ἑαυτὸν ἐνιεὶς, προσετίθει λέγων "Κύριε, ἀκολου- "θήσω σοι ὅπου ἐὰν ἀπέρχῃ." ταύτῃτοι καὶ αὐτὸς ὁ Σωτὴρ παρενοχλοῦντά τε εἰκῇ, καὶ τῶν· εὐαγγελικῶν ἐπιτηδευ- μάτων οὐδ' ὅσον εἰπεῖν ἐγγὺς γεγονότα, παρωθεῖτο λέγων "Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ "κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ "τὴν κεφαλὴν κλῖναι·" τοῖς γεμὴν ἐπιτηδείως ἔχουσιν εἰς ἀποστολὴν ἐπεφώνει λέγων "Δεῦτε ὀπίσω μου καὶ ποιήσω "ὑμᾶς ἁλιεῖς ἀνθρώπων." Ματθαῖον γεμὴν ἐξ αὐτῶν ἀνίστη τῶν τῆς πλεονεξίας ἐργαστηρίων, ἀκολουθεῖν ἐπι- τάττων· προσκέκληται δὲ, κατ' ἰδίαν βούλησιν, οὕσπερ ἦν εἰκὸς, ἔσεσθαι δυνατωτάτους εἴς γε τὸ ἀποπεραίνειν δύνασ- θαι, καὶ μάλα νεανικῶς, τὸ αὐτῷ δοκοῦν, εἰ καὶ ἥρπασε τὸν προδότην ὁ τῆς ἀνομίας εὑρετὴς καὶ πατήρ.
That the word of salvation was to be spoken in her and first in Christ-killing Jerusalem, and then to be carried around in this way to all the nations through the holy Apostles, would be clear, the Prophet saying, "In Mount Zion and in Jerusalem there will be one who is preserved and who proclaims the gospel, those whom the Lord has called." For as the divine Paul writes, "No one takes the honor for himself, but is called by God." Therefore the blessed disciples were called distinctly from all, and they did not come to the apostolate as deserters, like that crazed Pharisee, that is, a legal expert, who, giving himself over to the boasts of discipleship, added, saying, "Lord, I will follow you wherever you go." And indeed the Savior himself, when he was troubling him idly and had not come even close to the evangelical practices, so to speak, was pushed aside, saying, "Foxes have dens, and the birds of the sky have nests, but the son of man has nowhere to lay his head." But to those who were suitably disposed for the apostolate, he cried out, saying, "Come after me and I will make you fishers of men." He even raised Matthew from the very workshops of greed, commanding him to follow. And they were called, according to his own will, those who were likely to be most capable of completing, and indeed vigorously, what seemed good to him, even if the inventor and father of lawlessness snatched the traitor.
Διότι ἰδοὶ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλὴμ, καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ἰσραὴλ, οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσι, καὶ τὴν γῆν μου καταδιείλοντο, καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους, καὶ ἔδωκαν τὰ παιδάρια πόρναις, καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου καὶ ἔπινον.9 Ἐκ τῆς Ῥοβοὰμ βασιλείας ἀποῤῥαγεισῶν τῶν δέκα φυ- λῶν, καὶ διῃρημένων αὐτῶν καὶ παντὸς τοῦ Ἰσραὴλ, εἴς τε τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδα οἱ μακάριοι γεγόνασι προφῆται. λελαλήκασι δὲ τὰ παρ' ἀμφοῖν, τῆς ὅλης αὐτοῖς βασιλείας παρατεινούσης μέχρι καιρῶν τῆς αἰχμαλωσίας. μετὰ δέ γε τὴν ἐν τοῖς Ἱεροσολύμοις ἐκεῖθεν ὑποστροφὴν, καὶ τὴν γεγενημένην κατὰ καιροὺς ἐπάνοδον, προεφήτευσαν ἐπὶ τὸν Ἰσραὴλ Ἀγγαῖός τε καὶ Ζαχαρίας καὶ μέντοι καὶ Μαλα-χίας φαίνεται δὲ καὶ ὁ Ἕσδρας ὀλίγα ἄττα τῶν κατ' ἐκεῖνο καιροῦ, καὶ ἐν τοῖς αὐτοῦ χρόνοις γεγενημένων προαγορεύσας. μέμνηται τοίνυν τῶν προκειμένων ὁ λόγος πράγματος οὐκ ἐν καιρῷ προφητῶν τῶν ἀρχαίων γεγενη- μένου, ἀλλ' ὅτε δὴ μόλις Κύρου τὸν λαὸν ἀνέντος ὑπενόσ- τησαν εἰς τὴν Ἰουδαίαν. καὶ τί τὸ χρῆμα τὸ ἀξιάκουστον, τί δὲ δὴ γενέσθαι συμβέβηκεν, ἐροῦμεν ὡς ἔνι, τὴν τοῦ Ἕσδρα συγγραφὴν κομίζοντες εἰς ἀπόδειξιν.
Because, behold, in those days and at that time, when I turn back the captivity of Judah and Jerusalem, and gather all the nations and lead them down into the Valley of Jehoshaphat, and I will contend with them there on behalf of my people and my inheritance Israel, who were scattered among the nations, and they divided up my land, and cast lots for my people, and gave the little boys to prostitutes, and sold the little girls for wine and drank it. From the reign of Rehoboam, when the ten tribes were torn away and both they and all Israel were divided into Ephraim and Judah, the blessed prophets arose. They spoke on behalf of both, their entire kingdom extending until the times of the captivity. But after the return to Jerusalem from there, and the homecoming that occurred at various times, Haggai and Zechariah and also Malachi prophesied concerning Israel; and it appears that Ezra also foretold a few things of what happened at that time and in his own days. Therefore, the present passage mentions an event that did not occur in the time of the ancient prophets, but only when Cyrus released the people and they returned to Judea with difficulty. And what the matter worthy of hearing was, and what actually happened, we will relate as best we can, bringing the writing of Ezra as proof.
Οὐκοῦν ἐπειδήπερ εἰς τὴν Ἰουδαίαν ἐπανῆλθον ἄρτι, καὶ δασμῶν καὶ τῶν τῆς δουλείας ἀναπνεύσαντες πόνων οἱ ἐξ Ἰσραὴλ, ἐπὶ τὸ ῥᾴθυμον ἐτράποντο, καὶ ἦσαν οὐκ ἀσφαλεῖς τῶν διὰ Μωυσέως τεθεσπισμένων ἐπιτηδευταὶ καὶ φύλακες. ἀποφάσκοντος γὰρ τοῦ νόμου τὸ χρῆναί τινας ταῖς τῶν ἀλλοφύλων θυγατράσι συγκατευνάζεσθαι, ὀλίγα φροντί- σαντες τῶν θεόθεν αὐτοῖς κεχρησμῳδημένων, ἀλλοτρίαις γυναιξὶν ἐπεμίσγοντο. καὶ πρὸς τοῦτο λίαν δεδυσφορηκὼς Ἕσδρας, περιεῤῥήγνυτο μὲν τὴν ἐσθῆτα, κατωλοφύρετο δὲ τοὺς ἐξ Ἰσραὴλ, καὶ τῶν ἀλλοφύλων γυναικῶν ἀπαλλάτ- τεσθαι παρεκάλει. οἱ δὲ τοῦτο δρᾶν ἀνεπείθοντο, δεδιότες τάχα που τὰ ἐξ ὀργῆς, καὶ τῶν ἐσομένων αὐτοῖς, εἰ μὴ ἕλοιντο τιμᾶν τὸν νόμον, τῶν προγεγονότων τὴν πεῖραν ἐποιοῦντο διδάσκαλον. ἐπειδὴ δὲ ἀπεβέβλητο καὶ ἀπεφοίτα τῶν Ἱεροσολύμων ἡ τῶν ἀλλοφύλων γυναίων πληθὺς, λοιπὸν ἀναγκαίως κατεπικραίνοντο πρὸς ὀργὰς οἱ περίοικοι τῶν ἐθνῶν, ἅτε δὴ καὶ διὰ τούτων οὐ μετρίως ἐξυβρισμένοι, καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο που τάχα διελογίζοντο κατὰ σφᾶς αὐτούς. ἐπειδὴ γὰρ τὴν Ἱερουσαλὴμ ἀνετείχιζον μὲν, ἐσπούδαζον δὲ καὶ αὐτὸν τὸν θεῖον ἐγείρειν ναὸν, τοῖς τοῦ φθόνου βέλεσιν ἀνεκαίοντο πρὸς ὀργὰς, καὶ διακωλύειν ἐπεχείρουν, ἐκεῖνο διενθυμούμενοι, κατά γε τὸ εἰκὸς, ὡς εἰ γένοιτο πάλιν ὁ Ἰσραὴλ ἐν δυναστείαις ταῖς πρώην, καὶ τετειχισμένας μὲν ἔχοι τὰς πόλεις, ἐπαμύνοντα δὲ τὸν τῶν ὅλων Θεὸν, ἅτε δὴ τοῖς
Therefore, since they had recently returned to Judea and, having drawn breath from the tributes and the labors of slavery, the Israelites turned to indolence and were not secure in their observance and guardianship of the ordinances given through Moses. For although the law forbade any to cohabit with the daughters of foreigners, they, paying little heed to what had been divinely proclaimed to them, mingled with foreign women. And Ezra, greatly distressed at this, rent his garments, lamented over the Israelites, and urged them to separate from the foreign women. They were persuaded to do this, fearing perhaps the consequences of wrath and, if they did not choose to honor the law, taking the experience of past events as their teacher. But when the multitude of foreign women had been cast out and had departed from Jerusalem, the surrounding nations were necessarily provoked to anger, since they had been not moderately insulted through these actions. And in addition to this, they perhaps reasoned among themselves as follows: For when they were rebuilding the walls of Jerusalem and were also eager to raise up the divine temple, they were inflamed with the darts of envy to anger and attempted to hinder them, reflecting, as is likely, that if Israel were again in its former power, with its cities fortified and the God of all defending them, since
ἀρχαίοις ἔθεσι θεραπευόμενον ἐν ναῷ, πάλιν κατακρατήσει καὶ ἀφόρητος ἔσται τοῖς ἁπαν- ταχοῦ, καὶ δασμοὺς ἐπιβαλεῖ τῶν ὁμόρων τισὶ, καὶ ἁλώ- σονται πάντως, καταδῃουμένων αὐτοῖς τῶν χωρῶν, εἰ δή τινες ἕλοιντο κἂν γοῦν ὀψὲ ἀντιβλέψαι μόνον. ταύτης ἕνεκα τῆς αἰτίας παρεσκεύαζον μέν τινας ἀπείργειν αὐτοὺς τῶν τε ἐπ' αὐτῷ τῷ ναῷ, καὶ τοῖς τείχεσι κατασκευασμάτων. ἐπειδὴ δὲ αὐτοῖς ἀνόνητος ἦν ἡ σπουδὴ, Θεοῦ κατευρύνοντος τοῖς ἐξ Ἰσραὴλ τὴν τῶν ἐπιτηδευμάτων ὁδὸν, ὡπλίζοντο λοιπὸν καὶ καταστρατεύειν ἤθελον· ἀλλ' ἥλωσαν καὶ πεπτώκασι ἐπαμύνοντος αὐτοῖς Θεοῦ. γέγονε δὲ τῶν εἰς τοῦτο συναγη- γερμένων ἡ ἄθροισις ἐν τῇ κοιλάδι Ἰωσαφάτ· χῶρος δὲ οὗτος οὐ πολλοῖς σταδίοις ἀπέχων Ἱερουσαλὴμ, ἐν τοῖς πρὸς ἠῶ μέρεσι. ψιλὸν δὲ εἶναί φασι, καὶ ἱππήλατον. ὅτι δὲ διε- φθονήκασι μέν τινες τῶν δυνατωτέρων τοῖς ἐξ Ἰσραὴλ τὸν θεῖον ἐγείρουσι ναὸν, ὤνησαν δὲ οὐδὲν, διδάξει λέγων ὁ μακάριος Ἕσδρας "Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τοῦ"Περσῶν βασιλέως χρόνοις κατέγραψαν κατὰ τῶν κατοι- "κούντων ἐν Ἰουδαίᾳ καὶ ἐν Ἱερουσαλὴμ Βήλεμος καὶ "Μιθριδάτης καὶ Ταβέλλιος καὶ Ῥάθυμος καὶ Βεέλτεθμος "καὶ Γεέλτεθμος ὁ γραμματεὺς, καὶ οἱ λοιποὶ οἱ τούτοις "συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις "τόποις." ἦν δὲ τῆς γραφῆς τοιάδε τις ἡ δύναμις, ὡς εἴη μὲν πόλις ἄθραυστον ἔχουσα δύναμιν Ἱερουσαλὴμ, εἴκουσα δὲ οὐδαμῶς τοῖς τῶν ἑτέρων χωρῶν βασιλεῦσιν·
ancient customs being observed in the temple, will again prevail and be unbearable to all everywhere, and will impose tributes on some of the neighboring peoples, and they will certainly be captured, their lands being laid waste, if any should choose, even belatedly, only to resist. For this reason, they were preparing some to prevent them from the constructions both on the temple itself and on the walls. But since their zeal was useless, God widening the path of their undertakings for the Israelites, they then armed themselves and wished to march out; but they were captured and fell, with God defending them. The gathering of those assembled for this purpose took place in the Valley of Josaphat; this place is not many stades distant from Jerusalem, in the eastern parts. It is said to be bare and suitable for horsemen. That some of the more powerful men corrupted the Israelites, raising the divine temple, but accomplished nothing, the blessed Esdras will teach, saying: "In the times under Artaxerxes, king of the Persians, Belemus and Mithridates and Tabellius and Rathymus and Beeltehmus and Geeltehmus the scribe, and the rest who were allied with them, dwelling in Samaria and the other places, wrote against those living in Judea and in Jerusalem." The force of the writing was such that Jerusalem was a city possessing an unbroken power, yielding in no way to the kings of other lands.
ἀντεγει- ρομένη δὲ μᾶλλον καὶ σφόδρα νεανικῶς, ἣν εἰ γένοιτο πάλιν ὑπονοστῆσαι πρὸς τὸ ἀρχαῖον, καὶ αὐτοῖς σωρεύσει φροντί- δας τοῖς τῆς Βαβυλῶνος κατὰ καιροὺς ἡγουμένοις. ἀλλ' ὤνη- σαν μὲν, ὡς ἔφην, οἱ τὰ τοιάδε γεγραφότες παντελῶς οὐδέν. παρεκάλουν δέ τινες τῶν ἐν Σαμαρείᾳ, τοὺς ἐκ Βαβυλῶνος μετοικισθέντας συνεργάζεσθαί τε καὶ συνοικοδομεῖν αὐτοῖς. οἱ δὲ οὐκ ἤθελον, καὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκμήκασιν οὐ μετρίως, ταῖς ἐκείνων ἐπιβουλαῖς ἀντεξάγοντες. γέγραπται δὲ οὕτως ἐν τῷ Ἕσδρᾳ πάλιν "Καὶ ἤκουσαν οἱ θλίβοντες "̓Ιούδαν καὶ Βενιαμὶν, ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν "οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραήλ· καὶ ἤγγισαν πρὸς Ζορο- "βάβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν, καὶ εἶπον "αὐτοῖς Οἰκοδομήσομεν μεθ' ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῦ- "μεν τὸν Θεὸν ὑμῶν, καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ "ἡμερῶν Σαρσάθου βασιλέως Ἀσοὺρ τοῦ ἐνέγκαντος ἡμᾶς "ὧδε. καὶ εἶπε πρὸς αὐτοὺς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ "οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ἰσραήλ "Οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ ἡμῶν, "ὅτι ἡμεῖς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν Κυρίῳ τῷ Θεῷ "ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν. καὶ "ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ἰούδα, "καὶ ἐνεπόδιζον αὐτοὺς τοῦ οἰκοδομεῖν, καὶ μισθούμενοι ἐπ' "αὐτοὺς, βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν." ἀλλ' ἐπεβούλευον μὲν, ἄπρακτος δὲ καὶ τούτοις ἡ ἐπιχεί- ρησις ἦν.
But rising up again and very vigorously, if it should happen to return to its ancient state, it will also heap up cares for the rulers of Babylon in their times. But, as I said, those who wrote such things were of absolutely no benefit. Some in Samaria summoned those who had been resettled from Babylon to cooperate and build with them. But they were unwilling, and because of this they labored not a little, contending against their plots. And it is written thus in Ezra again: "And those who were oppressing Judah and Benjamin heard that the sons of the colony were building a house for the Lord God of Israel; and they approached Zerubbabel and the heads of the families, and said to them, 'We will build with you, because just as you seek your God, so we also sacrifice to him from the days of Sarsathu, king of Ashur, who brought us here.' And Zerubbabel and Joshua and the rest of the heads of the families of Israel said to them, 'It is not for you and us to build a house for our God, for we ourselves will build together for the Lord our God, as Cyrus the king of the Persians commanded us.' And the people of the land were weakening the hands of the people of Judah, and they hindered them from building, and hiring themselves against them, plotting to scatter their plan." But they plotted, yet their attempt was also in vain.
ὅτι δὲ τῆς λαθραίου λοιπὸν ἀτονούσης ἐπιβουλῆς τὸν πολέμου νόμον ᾔεσαν στρατευόμενοι πάντες οἱ περίοικοι τῶν ἐθνῶν, ἥλωσάν τε καὶ πεπτώκασι, κἀντεῦθεν ἂν μάθοις. γράφει γὰρ ὧδε πάλιν καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ. "Καὶ "ἐγένετο ὡς ἤκουσεν Ἀναβαλὰτ καὶ Τωβίας καὶ οἱ Ἄραβες "καὶ οἱ Ἀμμανῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερου-"σαλὴμ, καὶ ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, "πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα. καὶ συνήχθησαν πάντες "ἐπὶ τὸ αὐτὸ ἐξελθεῖν καὶ παρατάξασθαι ἐν Ἱερουσαλήμ. "καὶ πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, φησὶ, προσηυξάμεθα, "καὶ ἐστήσαμεν προφύλακας ἐπ' αὐτοὺς ἡμέρας καὶ νυκτὸς "ἀπὸ προσώπου αὐτῶν. καὶ εἶπεν Ἰούδας Συνετρίβη ἡ "ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὄχλος πολύς." καὶ σεσίγηται μὲν ἐν τούτοις τῆς κοιλάδος ἡ μνήμη· φέρει δὲ τοῦτο πάλιν εἰς ἡμᾶς ὁ τῆς παραδόσεως λόγος. ἀξιόχρεως δὲ εἰς πίστιν ἡ προφητεία καὶ αὐτὸν ἡμῖν τὸν τοῦ πολέμου χῶρον κατονο- μάζουσα. ταυτησὶ τῆς ἱστορίας μεμνῆσθαί φαμεν, συνάξειν λέγοντα πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφάτ. δῆλον δὲ ὅτι οὐκ ἄκοντα ἄξει, ἀλλ' ὅτι βουλόμενα ἐλθεῖν οὐ κωλύσει. διακριθήσεσθαι δὲ πρὸς
That the secret plot was now failing and all the surrounding nations were taking up the law of war and marching out, and that they were captured and fell, you might learn from this as well. For he writes again in the second book as follows: "And it came about when Sanballat and Tobiah and the Arabs and the Ammonites heard that the growth on the walls of Jerusalem had risen, and that the breaches were beginning to be blocked up, it seemed very grievous to them. And they all gathered together to go out and draw up in battle array at Jerusalem. And we prayed to the Lord our God, we said, and we set guards against them day and night in their presence. And Judas said, 'The strength of the enemies has been shattered, and a great multitude.'" And the mention of the valley is passed over in silence in these things, but the account of the tradition brings this again to us. And the prophecy, being worthy of credence, even names for us the very place of the war. We say that this history is what is remembered when he says that he will gather all the nations into the Valley of Jehoshaphat. And it is clear that he will not bring them unwillingly, but that he will not prevent them when they wish to come. And that they will be judged
ταῦτα περὶ τοῦ Ἰσραὴλ καὶ τῆς ἑαυτοῦ κληρονομίας, ἣν καταδιείλοντο διαρπάζοντές που τάχα τὰ τῶν Βαβυλωνίων λείψανα, καὶ ἐν καιρῷ τῆς ταλαιπωρίας συνεπιτιθέμενοι, καὶ πόρναις μὲν τὰ παιδάρια χαριζόμενοι, προθέντες δὲ τὰ κόρια πρὸς ἀσυνήθη πορνείαν, καὶ οἷον ἐκκαπηλεύοντες ταῖς ἑτέρων ἀσελγείαις, εἶτα τοὺς ἐντεῦθεν μισθοὺς εἰς τρυφὰς καὶ μέθας συλλέγοντες. Φαμὲν δέ τι καὶ ἐφ' ἡμῶν τοιοῦτον γενέσθαι, τὴν διὰ Χριστοῦ λύτρωσιν ἐννενοηκότες. ἐξείλετο μὲν γὰρ ἡμᾶς αἰχμαλώτους ὄντας, καὶ ὑπὸ τυράννῳ πράττοντας, πικρῷ φημὶ δὴ τῷ σατανᾶ, ἀνεκόμισε δὲ ὥσπερ εἰς γῆν ἁγίαν, εἰς πολιτείαν εὐαγγελικὴν, εἰς ἕξιν εὐμαθεστάτην, εἰς πόλιν τετειχισμένην τὴν νοητὴν Ἱερουσαλὴμ, "ἥτις ἐστὶν Ἐκ-"κλησία Θεοῦ ζῶντος," οἰκοδομεῖσθαι παρασκευάσας, ὡς λίθους τιμίους "εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ "ἐν Πνεύματι." ἀλλὰ τοῖς ἐκ βασκανίας πόνοις ἡ τῶν δαιμονίων ἀνεφλέχθη ἀνοσία πληθὺς, καὶ μέντοι πρὸς τού- τοις οἱ τοῖς δόγμασι τῆς ἀληθείας μαχόμενοι, καὶ πολλὰς μὲν τὰς κατὰ τῶν ἁγίων ἐφόδους πεποίηνται, ἠδίκησαν δὲ οὐδὲν προασπίζοντος Θεοῦ, παραθαῤῥύνοντος δὲ Χριστοῦ καὶ λέγοντος "Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ, ἀλλὰ θαρσεῖτε, "ἐγὼ νενίκηκα τὸν κόσμον." Ὕθλος μὲν οὖν παρὰ τοῖς Ἰουδαίοις σαθρὸς καὶ γραώδης, ὡς ἔσται κατὰ καιροὺς ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ ἡ παρὰ Θεοῦ κατὰ πάντων κρίσις, μετὰ τὸ ἀναβιῶναι τοὺς νεκρούς. οἴονται δὲ ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα γεγονότων ἀποτιοῦσι λόγους, οἱ κατὰ πᾶσαν τὴν ὑπ' οὐρανόν.
These things concerning Israel and its own inheritance, which they divided up, perhaps plundering the remnants of the Babylonians, and joining in the attack at the time of calamity, and giving the little boys to prostitutes, and offering the young girls for unaccustomed prostitution, and, as it were, hawking them for the licentiousness of others, then collecting the wages from this for luxury and drunkenness. We say that something of this sort has also happened in our own time, having in mind the redemption through Christ. For he delivered us when we were captives and acting under a tyrant, I mean the bitter Satan, and he brought us back, as it were, to a holy land, to an evangelical polity, to a most teachable state, to a walled city, the spiritual Jerusalem, "which is the Church of the living God," having prepared it to be built, like precious stones, "into a holy temple, into a dwelling place of God in Spirit." But through the labors of envy, the unholy multitude of demons was kindled, and indeed against these also those who fight against the doctrines of the truth, and they have made many attacks against the saints, but they have done no harm, with God protecting, and Christ encouraging and saying, "You will have affliction in the world, but take courage, I have conquered the world." There is, then, among the Jews a rotten and old-womanish nonsense, that at certain times in the Valley of Jehoshaphat there will be the judgment from God against all, after the dead have been revived. And they think that those who have done things against them will pay the penalty, those throughout the whole world under heaven.
ἀμοιρήσειε δ' ἂν οὐδαμῶς τοῦ γελᾶσθαι πρέπειν τὸ ἐνθύμημα αὐτῶν, τῆς θεοπνεύστου γραφῆς τὰ τῆς προφητείας ἐκπεπεράνθαι λε- γούσης, καὶ ὅτι δίκας ἐξῄτηνται παρὰ Θεοῦ τὰ περίοικα τῶν ἐθνῶν, τοῦ πολέμου γεγονότος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ. ἐπέθρωσκον γὰρ, ὡς ἔφην, τοῖς λειψάνοις τοῦ Ἰσραὴλ, καίτοι πλείστην ὅσην ἀνατλάντος ταλαιπωρίαν· δέδοντο γὰρ τοῖς Βαβυλωνίοις. Καὶ τί ἐμοὶ καὶ ὑμῖν Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλο- φύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι; ἢ μνη- σικακεῖτε ὑμεῖς ἐπ' ἐμοί; ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς τὰς κεφαλὰς ὑμῶν, ἀνθ' ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν· καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν.9 Ἔθνος μὲν οὖν ἅπαν κατὰ τοῦ Ἰσραὴλ συναγήγερται, Μωαβῖται, Ἰδουμαῖοι, Ἰεβουσαῖοι, Ἀμμανῖται, καὶ οἱ λοιποίκατάρξαι δὲ οἶμαι βουλῆς καὶ ἐγχειρημάτων Δαμασκηνοὺς καὶ Τυρίους καὶ τοὺς καλουμένους Φυλιστιεὶμ, καὶ μέχρις αὐτῆς τῆς Γὲθ, ἥτις καλεῖται καὶ ἀλλοφύλων. τοιγάρτοι καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός Καὶ τί ἐμοὶ καὶ ὑμῖν Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; ποίας γὰρ, φησὶ, τὰς ἀφορμὰς τῆς ἀγριότητος ἔχοντες, ταλαιπωροῦντα τὸν Ἰσραὴλ, καὶ ταῖς ἐκ Βαβυλωνίων συμφοραῖς οὐ μετρίως κατηχθισμένον ἀνοσίως ἐπιφορτίζετε, πικρῶς ἐπιβαίνοντες καὶ οἷον ἐμὲ γελῶντες τὸν σώζοντα τάχα που, καὶ ἀμυνόμενοι, καὶ τὰ ἐχθρῶν εἰς ἐμὲ τολμῶντες λέγειν, μᾶλλον δ' ἤδη καὶ δρᾶσαι;
They would in no way be deprived of the propriety of being laughed at, since the divinely inspired scripture says that the matters of the prophecy have been completed, and that they have demanded justice from God from the surrounding nations, the war having taken place in the valley of Jehoshaphat. For they were gnawing, as I said, at the remnants of Israel, although it had endured very great misery; for they were bound to the Babylonians. And what have I to do with you, Tyre and Sidon, and all Galilee of the foreigners? Are you not repaying me with repayment? Or are you bearing a grudge against me? Quickly and swiftly I will repay your repayment upon your heads, in return for your taking my silver and my gold, and for your bringing my choice and beautiful things into your temples; and for your selling the sons of Judah and the sons of Israel to the sons of the Greeks, so that you might drive them out of their borders. So every nation was gathered against Israel: Moabites, Idumeans, Jebusites, Ammonites, and the rest. And I think that the Damascenes and Tyrians and those called Philistines, and even as far as Gath itself, which is also called of the foreigners, began the counsel and undertakings. Therefore also the God of all says to them: And what have I to do with you, Tyre and Sidon, and all Galilee of the foreigners? For what, he says, occasions of savagery do you have, that you unholily burden the suffering Israel, already not moderately weighed down by the calamities from the Babylonians, bitterly attacking and as it were laughing at me, who perhaps saves and defends, and daring to say, and indeed already to do, the things of enemies against me?
οὐκοῦν οὐκ εἰς μακρὰν ἀπο- λήψεσθε τὸ ἀνταπόδομα. ἥξει δὲ ὑμῖν εἰς κεφαλήν· δίκας γὰρ ἀποτιεῖτε ἐμοὶ τῷ διακριθησομένῳ πρὸς ὑμᾶς ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ. ἐγκαλεῖ δὲ αὐτοῖς ὡς διηρπακόσι μὲν τὰ ἐπίλεκτα τοῦ ναοῦ, καὶ τὰ χρυσᾶ σκεύη σεσυληκόσι, καὶ ταῖς τῶν ἰδίων θεῶν ἀνατεθεικόσι τιμαῖς. ἀφόρητον δὲ τὸ χρῆμα καὶ πικρὸν, καὶ οὐκ ἀνικάνως ἔχον εἴς γε τὸ δύνασθαι καταλυπῆσαι Θεόν. ἔφη γὰρ ὅτι "Τὴν δόξαν "μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς." τί γὰρ ἕτερον ἂν εἴη τὸ τοῖς θείοις ἀναθήμασι τοὺς τῶν εἰδώλων καλλωπίζειν ναοὺς, ἢ μονονουχὶ διακεκραγέναι καὶ λέγειν ὡς εἴη μὲν ὁ τῶν ὅλων Θεὸς ἐν δευτέροις, τὰ δὲ ἐν λόγῳ τῷ προὔχοντι καὶ σώζειν εἰδότα τοὺς ἰδίους προσκυνητάς; καὶ οὐκ ἀπόχρη, φησὶν, εἰς δυσσέβειαν ὑμῖν τὸ τῶν θείων ἀναθημάτων τὸν ἐμὸν γυμνῶσαι νεὼν, ἀλλὰ γὰρ καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ
ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων. γενέσθαι δέ τι τοιοῦτον εἰκὸς, ὡς ἐν ταῖς χώραις τῶν ἐθνῶν τινὰς ἀποκομισθῆναι τῶν ἐξ Ἰσ- ραὴλ, ἀπεμπολούντων αὐτοὺς ἢ Τυρίων τυχὸν, ἢ καὶ ἑτέρων, οἷς ἐμπορία τὸ σπουδαζόμενον, καὶ φιλοκέρδεια τὸ ἐπιτήδευμα. Πρέποι δ' ἂν ὁ λόγος, ὥς γε μοι φαίνεται, καὶ τοῖς τῶν ἀνοσίων προεστηκόσιν αἱρέσεων, οἳ τοὺς υἱοὺς τῆς Ἐκκλη- σίας μονονουχὶ διαρπάζοντες τῇ τῶν Ἑλλήνων καταπωλοῦσι σοφίᾳ, ἵνα πολυπλόκων ἐννοιῶν ἀναπιμπλάμενοι, πικροὶ γένοιντο ζητηταὶ, μᾶλλον δὲ ἀπειθεῖς τε καὶ ἀλιτήριοι, καὶ τὰ ὀρθὰ διαστρέφοντες, καίτοι δέον ἁπλῇ διαβιῶναι φύσει, καὶ τὸν ἀκαπήλευτον λόγον τῆς ἀληθείας μελετᾶν.
Therefore, you will not long receive the retribution. It will come upon your head, for you will pay the penalty to me, who will judge you in the Valley of Jehoshaphat. He accuses them of having plundered the choice items of the temple, and of having stolen the golden vessels, and of having dedicated them to the honors of their own gods. The matter is unbearable and bitter, and not insufficient to grieve God. For he said, "I will not give my glory to another, nor my virtues to graven images." For what else would it be to adorn the temples of idols with divine offerings than to all but cry out and say that the God of all is in second place, while those in the foremost rank know how to save their own worshipers? And it is not enough, he says, for your impiety that you have stripped my temple of divine offerings, but you have also sold the sons of Judah and the sons of Israel to the sons of the Greeks. It is likely that something of this sort happened, that some from Israel were carried off to the lands of the nations, being sold by Tyrians perhaps, or by others whose pursuit is trade and whose practice is love of gain. The statement would seem fitting, as it appears to me, also for those who preside over unholy heresies, who all but snatch the sons of the Church and sell them to the wisdom of the Greeks, so that, filled with intricate notions, they become bitter inquirers, or rather disobedient and accursed, distorting what is right, although they ought to live with a simple nature and study the unadulterated word of truth.
ἔξω δὴ οὖν τῶν ἰδίων ὁρίων γενέσθαι τοὺς ἠπατημένους παρασκευάζουσιν. ὅροι δὲ ὥσπερ καὶ χώρα τῶν τέκνων τῆς Ἐκ- κλησίας τῆς ἀληθείας ἡ γνῶσις, καὶ τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀκριβῶς ἐξητασμένων εἰς ὀρθότητα νενευκός. λέγοιντο δ' ἂν εἰκότως χρυσᾶ σκεύη καὶ ἀργυρᾶ, καὶ ἐπίλεκτα Θεοῦ, κατὰ τὸ ἀληθὲς οἱ πίστει τε κατηγλαϊσμένοι, καὶ τοῖς ἐξ ἔργων ἀγαθῶν αὐχήμασι κεχρυσωμένοι, καὶ τῷ τῆς εὐσεβείας δια- στίλβοντες κάλλει. ἀλλ' εἰ γένοιτό τινα τῶν ὧδε λαμπρῶν τοῖς τῆς ἀπάτης ἐναλῶναι βρόχοις, ἀκούσονται πάντως οἱ τῆς ἀπάτης εὕρεται Τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλά- βετε, καὶ τὰ ἐπιλεκτά μου εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν. ἔγκλημα δὲ τοῦτο δεινόν τε καὶ δυσδιάφυκτον. "Ἁμαρ- "τάνοντες γὰρ εἰς τοὺς ἀδελφοὺς, ὑπὲρ ὧν Χριστὸς "ἀπέθανεν," αὐτὸν ἀδικοῦσι Χριστὸν, ᾧ πάντη τε καὶ πάντως τὰς τῶν εἰς αὐτὸν πεπλημμελημένων δίκας ἀπο- τιοῦσιν. Ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου, οὗ ἀπέδοσθε αὐτοὺς ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν. καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας υἱῶν Ἰούδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον, ὅτι Κύριος ἐλάλησεν.9 Ἄπρακτα μὲν τὰ Τυρίων ἔσεσθαι μηχανήματα καὶ τὰ ἐκ τῆς δυστροπίας εὑρέματα κατὰ τῶν ἐξ Ἰσραὴλ, ἐναργέστατά φησιν, ἐξ ἀντιστρόφου δὲ ὥσπερ γενέσθαι τοῖς ἠδικηκόσι τὴν συμφορὰν, καὶ τοῖς ἴσοις ἐναλῶναι κακοῖς, μονονουχὶ πιπτούσης εἰς κεφαλὴν τῶν ἀνόσια πεπλημμεληκότων τῆς ἰσοστάθμου δικῆς.
Thus they cause the deceived to go beyond their own boundaries. The boundaries and territory of the children of the Church of truth are knowledge and what has been precisely examined and inclined toward correctness in every respect. Those adorned with faith and gilded with the boast of good works, and shining with the beauty of piety, would rightly be called golden and silver vessels, and choice things of God, in truth. But if any of those who are splendid here should become ensnared in the nets of deceit, the inventors of deceit will certainly hear: "You have taken my silver and my gold, and you have brought my choice things into your temples." This is a terrible and inescapable charge. For sinning against the brothers, for whom Christ died, they wrong Christ himself, to whom they will pay the penalties for their offenses in every way and at all times. Behold, I will rouse them from the place where you sold them, and I will return your recompense upon your heads. And I will give your sons and your daughters into the hands of the sons of Judah, and they will sell them into captivity to a far-off nation, because the Lord has spoken. He says very clearly that the contrivances of the Tyrians and the inventions of their perversity against the Israelites will be ineffectual, but conversely, the calamity will befall those who have done wrong, and they will be caught in equal evils, with the just penalty falling almost directly upon the heads of those who have committed unholy offenses.
ὥσπερ γὰρ αὐτοὶ τὸ ἐξ Ἰούδα γένος εἷλον, εἶτα τοῖς ἀνδραποδώναις δεδώκασιν, ἀποκομίζειν εἰ- πόντες εἰς ἔθνος μακρὰν, οὕτω τὰ αὐτῶν ἀπεμπολησθήσεσθαι τέκνα, φησὶ, διὰ χειρὸς Ἰουδαίων, καὶ ὅτι πάντη τε καὶ πάντως τὰ τοιάδε συμβήσεται, προσεμπεδοῖ λέγων Ὅτι Κύριος ἐλάλησεν. ἀνήνυτον δὲ πάντως οὐδὲν ὃ φθέγξεται Θεός. καὶ γοῦν ἔφη Χριστός "Ὁ οὐρανὸς καὶ ἡ γῆ παρ- "ελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι." Καὶ ταυτὶ μὲν ἱστορικῶς· εἰ δὲ δή τις ἕλοιτο περιαθρεῖν τὰ πνευματικὰ, καὶ τῶν κεκρυμμένων ἀναπίμπλασθαι νοη- μάτων, ἐννοήσει πάλιν, ὅτι καὶ Ἑλλήνων παῖδες οἱ ταῖς δοκη[σι]σοφίαις ἐξωφρυωμένοι, καὶ μὴν καὶ αἱρετικοὶ πολυ- πλόκοις ἀπάτης εὑρήμασι τὸ δοκεῖν τι σφισὶν αὐτοῖς ἀπο- νέμοντες, ἀποφέρουσι τῶν ἁπλουστέρων τινὰς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως, ἧς ἂν ἔχοιεν παρὰ Θεοῦ, καὶ τοῖς βρόχοις τῆς ἀπάτης ἐνδέοντες μονονουχὶ, καὶ ἐν δορικτήτων μοίρᾳ λαβόντες, ἀποκομίζουσι τῶν τῆς ἀληθείας ὅρων ὡς ἀποτάτω. ἀλλ' ὅ γε τῶν ὅλων Θεὸς ἄπρακτον αὐτοῖς ἀποφαίνει τὴν κακουργίαν, καὶ ἀνίησι μὲν τοὺς ἠπατημένους, τοὺς δὲ τῶν ἀπατησάντων κατὰ μάθησιν υἱοὺς προσάγει τοῖς ἐξ Ἰούδα· νοηθεῖεν δ' ἂν οὗτοι πάλιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ ὅσοι τὸ Χριστοῦ λαλοῦσι μυστήριον· οἱ δὲ τῆς ἐκείνων πλάνης ἀπαλλάττοντες, εἰς καλήν τε καὶ ἀξιέραστον ἀπο- φέρουσι δουλείαν, τὴν ὑπὸ Χριστῷ δηλονότι, καὶ οἷον αἰχμαλώτους ἁρπάζουσι, μετατιθέντες εἰς τὴν ἑαυτῶν ἕξιν τε καὶ γνώμην, ἢ τῆς ἐκείνων ἐστὶν ἀποτάτω. πολὺ γὰρ τὸ μεταξὺ τῆς γνώμης τε τῶν ἁγίων, καὶ τῆς τῶν τοιούτων ὁρᾶται.
For just as they themselves took the race from Judah, then gave them to the slave-dealers, saying to carry them off to a distant nation, so their own children will be sold, he says, by the hand of the Jews, and that such things will happen entirely and in every way, he confirms by saying, "Because the Lord spoke." And nothing at all that God utters is unfulfilled. Indeed, Christ said, "Heaven and earth will pass away, but my words will not pass away." And these things are historical; but if someone should choose to examine the spiritual matters and be filled with hidden meanings, he will again understand that the children of the Greeks, who are puffed up with their pretended wisdoms, and also the heretics, who with their intricate inventions of deceit attribute some importance to themselves, carry off some of the simpler ones from the right and blameless faith which they have from God, and binding them, as it were, in the snares of deceit, and taking them as in the portion of captives of the spear, they carry them off as far as possible from the boundaries of truth. But the God of all renders their wickedness ineffective, and releases those who have been deceived, and brings the sons of those who deceived, for instruction, to those from Judah; these would again be understood as the divine disciples and all who proclaim the mystery of Christ. And those who free them from their error bring them into a good and desirable servitude, that under Christ, evidently, and snatch them as captives, transferring them to their own state and mind, which is as far as possible from that of those others. For great is the interval seen between the mind of the saints and that of such men.
λέγεται δὲ καὶ ὁ Χριστὸς τοὺς ἐκ τῆς Ἑλληνικῆς ἀπάτης εἰς τὴν ἐπίγνωσιν τοῦ κατὰ φύσιν Θεοῦ μετενηνεγ- μένους ὡς αἰχμαλώτους ἑλεῖν. ἔφη γὰρ ὁ μακάριος Δαυείδ "̓Αναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες "δόματα
ἐν ἀνθρώποις." Κηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητὰς, προσαγάγετε καὶ ἀναβαίνετε πάντες ἄνδρες πολεμισταὶ, συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομφαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ὁ ἀδύνατος λεγέτω ὅτι Ἰσχὺν ἔχω. συναθροίζεσθε καὶ εἰσπορεύεσθε πάντα τὰ ἔθνη κυκλόθεν καὶ συνάχθητε ἐκεῖ· ὁ πραῢς ἔστω μαχητής. ἐξεγειρέσθω, καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν.9 Ἀπειλήσας τοῖς ἔθνεσι τὰς ἐξ ἀντιστρόφου συμφορὰς, καὶ τῶν ἀνοσίων ἔργων ἰσοπαλῆ τὴν δίκην, μεθίστησι τὸν λόγον ἐπὶ τοὺς ἰδίους ἤδη προσκυνητὰς, οὓς ἥκιστα μὲν δειλοὺς καὶ ἀνάνδρους, εἶναι δὲ μᾶλλον κελεύει νεανικοὺς, καὶ μονονουχὶ διαπρυσίῳ κεχρῆσθαι κηρύγματι, συλλέγειν τε ἤδη πρὸς μάχην τὰ ἔθνη, καὶ ἀναπτοεῖν ἐπείγεσθαι πρὸς τοῦτο αὐτὰ, κἂν εἰ ἕλοιντο τυχὸν τὴν ἡρεμαίαν τε καὶ ἀφι- λόμαχον ἑλέσθαι ζωήν. τοῦτο δὲ ἦν εὐτολμοτάτους αὐτοὺς ἀποφαίνοντος, καὶ ἐπ' αὐτῷ θαῤῥεῖν ἀναπείθοντος, ὅτι καὶ τῶν ἐχθρῶν ἀμείνους ἔσονται αὐτοῦ προασπίζοντος. ταῦτα δὴ οὖν ἐν τοῖς ἔθνεσι κηρύξατέ φησι, καὶ ἁγιάσατε πόλεμον. καὶ τί δὴ τὸ ἁγιάσατε πάλιν ἐστίν; Ἐμοὶ καθιερώσατε τρό- πον τινὰ, ἔσομαι γὰρ ὁ μαχητὴς ἐγὼ, καὶ εἰς ἐμὴν δόξαν ἔσται τὸ δρώμενον·
It is also said that Christ takes as captives those who have been brought from Greek deception to the knowledge of the God who is by nature. For the blessed David said, "Having gone up to a height, you took captives, you received gifts among men." Proclaim these things among the nations, sanctify war, rouse the fighters, bring them forward, and let all men who are warriors go up, break your plows into swords and your sickles into scythes; let the weak man say, "I have strength." Gather together and enter, all the nations from around, and assemble there; let the gentle man be a fighter. Let them be roused, and let all the nations go up to the valley of Jehoshaphat, because there I will sit to judge all the nations from around. Having threatened the nations with calamities in turn, and punishment equal to their impious deeds, he now shifts the discourse to his own worshippers, whom he commands to be not at all cowardly and unmanly, but rather vigorous, and to use almost a far-reaching proclamation, to gather the nations for battle, and to hasten to incite them to this, even if they should choose the peaceful and unwarlike life. This was to show them very bold, and to persuade them to have confidence in this, that they will be better than the enemies with him protecting them. "Proclaim these things among the nations," he says, "and sanctify war." And what again is "sanctify"? Dedicate to me in a certain way, for I will be the fighter, and the action will be for my glory.
τεθνήξονται γὰρ οἱ τὴν ἐμὴν δόξαν ἀνάψαντες ξύλοις τε καὶ λίθοις. ἅπαν δὲ τὸ ἁγιάζεσθαι λεγόμενον, εἰς δόξαν ἀεὶ προσάγεται Θεοῦ. διὰ τοῦτό φη- σιν ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητὰς, καὶ δὴ καὶ ἐπιφωνεῖτε, φησὶ, Προσαγάγετε πάντες ἄνδρες πολεμισταί. καταληγέτω μὲν ὁ γηπόνος τῶν αὐτῷ φιλαιτάτων φροντίδων καὶ σπουδασμάτων· μεταχαλκευέτω δὲ τὸ μὲν ἄροτρον εἰς ῥομφαίαν, τὴν δὲ δρεπάνην εἰς σειρομάστας. οὐ γάρ ἐστι τοῦ γηπονεῖν ὁ καιρὸς, ἀλλὰ τοῦ διδόναι δίκας ἠτιμασμένῳ Θεῷ. εἰ δὲ δή τις εἴη καὶ ἀδύνατός φησι, μὴ σκῆψιν ἐχέτω τὸ ἄναλκι, ψευδέσθω δὲ καὶ αὐτὸς, εἰ βούλεται, καὶ λεγέτω τὸ δύνασθαι. μὴ γὰρ δὴ τῶν ὅπλων ἤτω μακράν. συναγεί- ρεσθε δὴ οὖν ἅπαντές φησιν οἱ κύκλῳ τῆς Ἰουδαίας, καὶ ὁ πραῢς ἔστω μαχητὴς, τουτέστι, καὶ εἴ τις τῶν ἀοργήτων εἴη, ἔστω καὶ οὗτος μαχητής. ὅμοιον ὡς εἰ λέγοι, οὐδενὸς τὸ σύμπαν ὑπολελειμμένου, κἂν εἰ γηπόνος τις εἴη, κἂν εἰ δειλός τε καὶ ἄνανδρος· οὗτος γὰρ ὁ ἀδύνατος· κἂν εἰ πρᾶος καὶ ἀφιλοπόλεμος, παραθηγέσθω πρὸς μάχην. παραιτήσομαι γὰρ οὐδένα· διακρίνω δὲ ἅπαντας ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ. τὸ δὲ διακρίνω σημαίνει ὅτι Κριτὴς ἔσομαι δυ- νατὸς, ποιναῖς τε καὶ δίκαις ἐνιεὶς τοὺς διαρπάσαντας μὲν τὴν γῆν τὴν ἐμὴν, κλήρῳ δὲ διαλαχόντας τὸν Ἰσραὴλ, καὶ πόρναις μὲν δεδωκότας τὰ παιδάρια, καταπεπρακότας δὲ τὰ κοράσια, καὶ ὡς οἶνον ἐκπεποκότας.
For those who have kindled my glory with wood and stones will die. Everything that is said to be sanctified is always brought to the glory of God. Therefore he says: sanctify war, rouse the fighters, and indeed proclaim, he says, "Bring forward all men, warriors." Let the farmer cease from his most beloved cares and pursuits; let him reforge the plow into a sword, and the sickle into a scythe. For this is not the time for farming, but for giving satisfaction to a dishonored God. And if someone is weak, he says, let him not use feebleness as an excuse; let him even lie, if he wishes, and claim ability. For let him not be far from weapons. So gather together, he says, all those around Judea, and let the gentle be a fighter, that is, even if someone is without anger, let him also be a fighter. It is as if he were saying: no one at all is left out, even if someone is a farmer, even if someone is timid and cowardly—for this is the weak one—even if someone is gentle and not fond of war, let him be sharpened for battle. For I will excuse no one; I will judge all in the Valley of Jehoshaphat. And "I will judge" means that I will be a powerful judge, inflicting punishments and penalties on those who have plundered my land, divided Israel by lot, given the boys to prostitutes, sold the girls, and drunk them up like wine.
Ἐπιφωνήσειε δ' ἂν τὰ τοιάδε πάλιν τοῖς τῆς Ἐκκλησίας ἐχθροῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οἳ κἂν ἴοιεν παμ- πληθεὶ, καὶ ὅλῃ δυνάμει χρώμενοι τῶν ἁγίων καταστρα- τεύοιντο, πεσοῦνται δὴ πάντως αὐτοῦ προασπίζοντος, κἀκεί- νους μὲν καταστρέφοντος, ἀνατειχίζοντος δὲ τοὺς ἰδίους προσκυνητὰς πίστει καὶ ἐλπίδι καὶ ἀγάπῃ, καὶ τοῖς ἐκ τῆς ἰδίας ἡμερότητος ἀγαθοῖς. Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν τρυγητός· εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερχεῖται τὰ ὑπολήνια, ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶν. ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης. ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν τὸ φέγγος αὐτῶν. ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακεκράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ.9 Τὰ μὲν πρόσοικα τῶν ἐθνῶν τῆς Ἰουδαίων γῆς, Ἀραβάς τε φημὶ καὶ Τυρίους, Γετθαίους καὶ Φυλιστιεὶμ, Μωαβίτας καὶ Ἰδουμαίους, Ἀμμανίτας καὶ Γεργεσαίους, οἱονεὶ σάλπιγγι κεχρημένους συναγείρειν ἐκέλευσεν εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ, ὡς αὐτίκα δὴ μάλα τεθνηξομένους, καὶ πικρὰς ὑφέξοντας τῷ κρίνοντι δίκας· παραθήγει δὲ νυνὶ τοὺς ἐξ Ἰσραὴλ εἰς ἄμαχόν τινα προθυμίαν καὶ δυσάντητον ἀλκὴν, καὶ δὴ συναγηγερμένοις ἐπιθρώσκειν ὥσπερ διακελεύεται, δεῖν
Our Lord Jesus Christ would again utter such words to the enemies of the Church: even if they come in full force and with all their might attack the saints, they will surely fall, with Him defending, overthrowing them, and fortifying His own worshippers with faith, hope, love, and the goods of His own gentleness. Send out sickles, for the vintage is at hand; go in, tread, because the winepress is full; the vats overflow, because their evils have multiplied. Sounds have resounded in the valley of judgment, for the day of the Lord is near in the valley of judgment. The sun and the moon will grow dark, and the stars will set their light. And the Lord will cry out from Zion, and from Jerusalem will give His voice, and heaven and earth will be shaken. The neighboring peoples of the land of the Jews—I mean Arabs and Tyrians, Gittites and Philistines, Moabites and Idumeans, Ammonites and Gergesites—he commanded to be gathered, as if using a trumpet, into the valley of Jehoshaphat, as about to die immediately and suffer bitter penalties from the judge; but now he sharpens those from Israel into an invincible eagerness and formidable might, and indeed urges those already gathered to leap upon them, as it were, it being necessary
δὲ ὁρᾶσθαί φησιν εὐτολμοτάτους, ἀνδρείους καὶ νεανι- κοὺς, οὐ τοῖς πολέμου δείμασι κατεπτοημένους, οὔτε μὴν ὡς εἰς μάχην ἰόντας ὅλως, ἡγουμένους δὲ μᾶλλον τὸ χρῆμα τρυφὴν, καὶ ἐν θυμηδίαις αὐτὸ καταγράφοντας καὶ γεγηθότας ἐν ἴσῳ τοῖς τὰς ἐξ ἀμπέλων εὐκαρπίας συλλέγουσι. ταύτῃ τοί φησιν Ἐξαποστείλατε δρέπανα ὅτι παρέστηκε τρυγητός· τὸ ἐξαποστείλατε τιθεὶς, ἀντὶ τοῦ ἐκπέμψατε καὶ ἐκτείνατε, καθάπερ ἀμέλει καὶ οἱ τρυγᾶν εἰωθότες· κείσονται γὰρ ἕτοιμοι πρὸς ἀναίρεσιν, εὐτρεπεῖς εἰς κατατομήν. ἀποκει- ρέσθω φησὶν ὁ πολέμιος, ὡς ἐξ ἀμπέλου βότρυς· πατείσθω δὲ ὥσπερ ἐν ληνοῖς, σωρηδὸν ὑπὸ πόδας κείμενος. εἰσ- πορεύεσθε γάρ φησι, πατεῖτε. διότι πλήρης ἡ ληνὸς, τουτέστι, συγκεκόμισται πρὸς ὄλεθρον τῶν ἐθνῶν ἡ πληθὺς, οὐδὲν τὸ κωλύον ὑπὸ πόδας εἶναι τοὺς σούς. ὑπερχεῖται τὰ ὑπολήνια· σημαίνει δὲ διὰ τούτου τὸ οἷον ἀμφιλαφὲς τῶν εἰς κατα- πάτησιν συγκεκομισμένων. ἐν γάρ τοι ταῖς τῶν βοτρύων ἀφθονίαις, ὑπεραίρει πολλάκις καὶ αὐτὰς ὁ οἶνος τὰς ληνούς.
He says that they are seen to be very bold, brave, and vigorous, not cowed by the terrors of war, nor indeed going as if into battle at all, but rather considering the matter a delight, and recording it with merriment and rejoicing equally with those who gather the good fruit from the vines. Therefore he says, "Send forth sickles, for the vintage is at hand," placing "send forth" in the sense of "dispatch and extend," just as, of course, those accustomed to vintaging do; for they will lie ready for destruction, prepared for cutting. "Let the enemy be cut off," he says, "like a grape from the vine; and let him be trodden as in winepresses, lying in heaps underfoot." "For go in," he says, "tread." Because the winepress is full, that is, the multitude of the nations has been gathered for destruction, and there is nothing to prevent them from being under your feet. The vats overflow; and by this he indicates the abundance, as it were, of those gathered for trampling. For in the abundance of grapes, the wine often rises even above the winepresses themselves.
τὸ πλῆθος δὴ οὖν τῶν ὑπὸ πόδας κειμένων ὑποδηλοῖ λέγων Ὑπερχεῖται τὰ ὑπολήνια. Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης. καὶ τί δὴ τοῦτο ἔστιν; ἔθος τοῖς ἁγίοις προφήταις τὰ ἐσόμενα προαπαγ- γέλλειν, καὶ ἐν αὐταῖς ἔσθ' ὅτε γίνεσθαι ταῖς τῶν πραγμά- των φαντασίαις, ὥστε καὶ ὁρᾶν ἤδη δοκεῖν τὰ δρώμενα καὶ ἀκροᾶσθαι φωνῶν. καὶ γοῦν ὁ θεσπέσιος προφήτης Ἱερεμίας τὰ τοῖς Ἰουδαίοις συμβησόμενα προαναφωνῶν, καὶ ὅτι πάντως ἄρδην ἀπολέσει κεκινημένος εἰς μάχην ὁ Ναβουχο- δονόσορ, καὶ εἰς αὐτὴν τοῦ πολέμου τὴν ἀτερπῆ θέαν ἡρπά- ζετο, μονονουχὶ δὲ καὶ πληθὺν ἀμέτρητον τεθεαμένος νεκρῶν, ἔφασκεν "Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς "ἀνῃρημένοις." τοιοῦτόν τι, καθάπερ ἐγᾦμαι, καὶ ὁ μακά- ριος Ἰωὴλ πεπονθὼς, τάχα που τὸν ἐν πολέμῳ θόρυβον εἰς οὖς ἐδέχετο, ταύτῃτοί φησιν Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης. καὶ κοιλάδα μὲν δίκης ὀνομάζει τοῦ πολέμου τὸν χῶρον, ὡς οὐκ ἐφ' ἑτέρῳ τινὶ τῶν ἐθνῶν ἐν αὐτῷ συνενηγ- μένων, ἢ ἵνα πικρὰς ἐκτίσωσι δίκας· ἐξηχοῦντας δὲ ἤχους, ἢ τὰς τῶν πιπτόντων ὀλολυγὰς ἐνθάδε φησὶν, ἢ τοὺς τῶν νικώντων ἀλαλαγμούς. συμβαίνει γὰρ ἐν πολέμοις κατα- στένειν μὲν τοὺς πίπτοντας, ἐπαγάλλεσθαι δὲ τοῖς κειμένοις τοὺς κεκρατηκότας, καὶ εὖ μάλα ἐπικαυχᾶσθαι. Ἥλιον δὲ καὶ σελήνην σκοτισθήσεσθαί φησι, καὶ αὐτοὺς δὲ ἀφεγγεῖς ἔσεσθαι τοὺς ἀστέρας. καὶ οὐχὶ δὴ πάντως ὡς τοῦτο αὐτὸ τῶν στοιχείων πεισομένων τοτηνικάδε, ἀλλ' ὡς σκότος ἐμποιοῦντος τοῦ πολέμου, καὶ οἷον ἀχλὺν ταῖς τῶν ἡττωμένων ἐνιέντος ὄψεσι.
The multitude, then, of those lying underfoot he indicates by saying, "The vats overflow." Echoes resounded in the valley of judgment. And what is this? It is customary for the holy prophets to announce future events beforehand, and sometimes to be present in the very visions of events, so that they seem already to see what is happening and to hear voices. Indeed, the divine prophet Jeremiah, when proclaiming beforehand what would befall the Jews, and that Nebuchadnezzar, roused for battle, would utterly destroy them, was carried away into the very unpleasant spectacle of war, and, as if having seen an immense multitude of dead, said, "Woe is me, for my soul faints over the slain." Something of this sort, I think, the blessed Joel also experienced, perhaps receiving the tumult of war into his ears, and so he says, "Echoes resounded in the valley of judgment." And he calls the place of war a valley of judgment, because the nations were gathered there for no other reason than to pay bitter penalties; and by "echoes resounding" he means either the wailing of the fallen or the shouts of the victors. For in wars it happens that the fallen groan, while the victors exult over the prostrate and boast greatly. He says that the sun and moon will be darkened, and the stars themselves will be without light. And this is not necessarily because these elements will actually suffer this at that time, but because war produces darkness and, as it were, casts a mist over the eyes of the defeated.
σκοτοῖ γὰρ ἀεὶ τοῦ θανάτου τὸ δεῖμα, καὶ ἀπαμβλύνει τὸν νοῦν συμφορᾶς ἀδοκήτου μέγεθος, καὶ ὥσπερ ζόφῳ καταμελαίνει καρδίαν τοῖς ὑπερμέτροις τῶν παθῶν. κεκράξεσθαι δέ φησι Κύριον, ὡς συνόντα τε καὶ συνασπίζοντα, καὶ στρατηγοῦ δίκην τοῖς ἐναντίοις ἐποτρύνοντα τοὺς ἐξ Ἰσραήλ. πρέποι δ' ἂν μάλιστα τῷ τῆς ἀναστάσεως καιρῷ τὸ φάναι τὸν Κύριον, ὡς ἐκ Σιὼν ἀνακεκράξεται. ὅτι καθά φησιν ὁ θεσπέσιος Παῦλος "Αὐ- "τὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν "σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ "ἐν Χριστῷ ἐγερθήσονται ἄφθαρτοι." τοῦτο καὶ ὁ Μωυσέως νόμος προανετύπου, ἐκέλευε γὰρ ἐν νεομηνίᾳ σαλπίζειν τοὺς ἐξ Ἰσραήλ. καὶ νεομηνία μὲν τύπος ἂν νοοῖτο, καὶ μάλα σαφὴς, αἰῶνος τοῦ μέλλοντος καὶ νέου μετὰ τὸν πρῶτον· ἡ δέ γε σάλπιγξ, τῆς διαπρυσίας ἠχῆς τῆς τοῦ ἀρχαγγέλου φωνῆς, τῆς παρὰ Θεοῦ σάλπιγγος, ἣ πάντας ἐγερεῖ τοὺς ἐν τῇ γῇ κειμένους, ἐξαίσιόν τι καὶ φωνητικὸν ἠχοῦσα. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ Κύριος τὸ ἐπὶ τῷ Λαζάρῳ θαῦμα πληρῶν, ἀφίκετο μὲν εἰς τὸ μνημεῖον, ὡς δέ φησιν ὁ Εὐαγγελιστὴς, φωνῇ μεγάλῃ ἐφώνησε "Λάζαρε δεῦρο "ἔξω." τοῦτο δὲ πῶς ἂν νοηθείη, λέγοντος Θεοῦ διὰ τοῦ προφήτου "Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται "ἔξω ἡ φωνὴ αὐτοῦ;" σημεῖον οὖν ἄρα τῆς διαπρυσίου σάλπιγγος, καὶ τῆς ἀπ' αὐτῆς ἠχῆς τῆς ἐπ' ἐσχάτοις, φημὶ, καὶ ἐξ οὐρανοῦ, τὸ μεγάλῃ τὸν Σωτῆρα χρήσασθαι φωνῇ, διανιστάντα τὸν Λάζαρον. Ὁ δὲ
For the terror of death always darkens, and the magnitude of an unexpected calamity blunts the mind, and, as if with gloom, it blackens the heart with the excess of sufferings. And he says that the Lord will cry out, as being present and fighting alongside, and, like a general, urging on those from Israel against the enemies. It would be most fitting for the time of the resurrection to say that the Lord will cry out from Zion. For as the divine Paul says, "The Lord himself, at the command, with the voice of an archangel, and with the trumpet of God, will descend from heaven, and the dead in Christ will rise incorruptible." The law of Moses also prefigured this, for it commanded those from Israel to blow trumpets at the new moon. And the new moon would be understood as a type, and a very clear one, of the future and new age after the first; and the trumpet, of the piercing sound of the voice of the archangel, of the trumpet from God, which will raise all those lying in the earth, sounding something extraordinary and vocal. But note that the Lord himself, when performing the miracle concerning Lazarus, came to the tomb, and, as the Evangelist says, called out with a loud voice, "Lazarus, come out." How then could this be understood, when God says through the prophet, "He will not contend, nor cry out, nor will his voice be heard outside?" Therefore, the use of a loud voice by the Savior, when raising Lazarus, is a sign of the piercing trumpet and of the sound from it at the end, I say, and from heaven. And