ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΦΗΤΕΙΑΣ ΤΟΥ ΘΕΙΟΥ ΙΕΡΕΜΙΟΥ.
ΠΡΟΛΟΓΟΣ.
Ἐγὼ μὲν ᾤμην τὴν Ἱερεμίου τοῦ θείου προφη τείαν ἑρμηνείας μὴ δεῖσθαι. Ἐπειδὴ δὲ πολλοί με τῶν σπουδαίων ἐπήγγειλαν καὶ ταύτην ἑρμηνεῦσαι τὴν βίβλον, φήσαντες ἀγνοεῖν τοὺς πλείστους τὴν τῆς προφητείας διάνοιαν· τὴν θείαν χάριν γενέσθαι συνεργὸν ἱκετεύσας, πειράσομαι πληρῶσαι τὸ κελευ σθέν. Συντομίας δὲ ὡς ἔνι μάλιστα φροντιῶ· καὶ τῶν μὲν σαφεστέρων παράφρασιν ἐν κεφαλαίῳ ποιήσο μαι· τὰ δέ γε ἐπεξεργασίας δεόμενα ἀναπτύξαι σπουδάσω. Πρῶτον μέντοι τῆς προφητείας τὴν ὑπόθεσιν φράσω.
ΤΟΜΟΣ Αʹ.
ΠΡΟΘΕΩΡΙΑ.
Ἰωσίας ὁ βασιλεὺς πατέρα μὲν ἔσχε δυσσεβῆ τὸν Ἀμὼς, καὶ προπάτορα τὸν Μανασσῆ, τῆς τοῦ πα τρὸς δυσσεβείας γεγενημένον διδάσκαλον αὐτὸς δὲ τὴν ἐναντίαν ἐκείνοις ὁδεύσας, τῆς τῶν εὐσεβῶν μερίδος ἐγένετο· ἔσχε δὲ παῖδας, τὴν μὲν τοῦ πα τρὸς οὐ ζηλώσαντας ἀρετὴν, τὴν δὲ τῶν προγόνων μιμησαμένους ἀσέβειαν. Ταῦτα τοίνυν προειδὼς ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ τρισκαιδεκάτῳ ἔτει τῆς Ἰω σίου βασιλείας προχειρίζεται τὸν προφήτην, καὶ προαγορεῦσαι κελεύει τὰς ἐσομένας τῇ τε πόλει καὶ τῷ λαῷ συμφοράς. Ταῦτα δὲ προθεσπίζων διετέλεσεν, οὐ μόνον τὸν ὑπόλοιπον τοῦ Ἰωσίου χρόνον, ἀλλὰ καὶ ἐπὶ Ἰωάχαζ, ὃς υἱὸς ὢν τοῦ Ἰωσίου τὴν βασιλείαν διεδέξατο, καὶ ἐπὶ Ἰωακεὶμ, ὃς τούτου μὲν ἦν ἀδελφὸς, τοῦ δὲ Ἰωσίου υἱός· καὶ μέντοι καὶ ἐπὶ Ἰεχονίου, ὃς τοῦ μὲν Ἰωακεὶμ υἱὸς ὑπῆρχεν, ἔγγονος δὲ τοῦ Ἰωσίου· ὡσαύτως δὲ καὶ ἐπὶ Σεδε κίου, ὃς καὶ αὐτὸς ἔσχε τὸν Ἰωσίαν πατέρα·
OF THE BLESSED THEODORET, BISHOP OF CYRUS, INTERPRETATION OF THE PROPHECY OF THE DIVINE JEREMIAH.
PREFACE.
I indeed thought that the prophecy of the divine Jeremiah did not need interpretation. But since many of the zealous urged me also to interpret this book, saying that most people are ignorant of the meaning of the prophecy, having besought the divine grace to be my fellow-worker, I shall attempt to fulfill what was commanded. And I shall take thought for conciseness as much as possible; and of the clearer matters I shall make a paraphrase in summary, while those things that need fuller treatment I shall endeavor to unfold. First, however, I shall state the subject of the prophecy.
VOLUME 1.
PREFACE.
Josiah the king had as his father the impious Amos, and as his forefather Manasseh, who had become the teacher of his father's impiety; but he himself, walking the opposite way from them, became of the portion of the pious. He had children who did not emulate the virtue of their father, but imitated the impiety of their forefathers. Foreknowing these things, therefore, the God of all, in the thirteenth year of the reign of Josiah, appoints the prophet and commands him to foretell the calamities that were to come upon the city and the people. And he continued foretelling these things, not only for the remaining time of Josiah, but also in the time of Jehoahaz, who, being a son of Josiah, succeeded to the kingdom, and in the time of Jehoiakim, who was the brother of the latter and son of Josiah; and moreover also in the time of Jeconiah, who was the son of Jehoiakim and grandson of Josiah; and likewise also in the time of Zedekiah, who himself also had Josiah as his father.
ὡς εἶναι πάντα τῆς προφητείας τὸν χρόνον δύο καὶ τεσσαράκοντα ἐτῶν, ὀλίγων μηνῶν δέοντα. Προαγορεύει δὲ καὶ τὴν ὑπὸ Βαβυλωνίων γεγενημένην πολιορκίαν, καὶ τὸν ἐπισκήψαντα λιμὸν, καὶ τῆς Ἱερουσαλὴμ τὴν ἀνάστασιν, καὶ τὸν ἐμπρησμὸν τοῦ θείου νεὼ, καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμόν. Προθεσπίζει δὲ καὶ τῶν αἰχμαλώτων ἐπάνοδον, καὶ τῶν Βαβυλωνίων τὸν ὄλεθρον, καὶ μέντοι καὶ ἄλλων ἐθνῶν παμπόλλων τὰς παντοδαπὰς τιμωρίας· προλέγει δὲ καὶ τῆς Καινῆς Διαθήκης τὴν δόσιν, καὶ τῆς Παλαιᾶς τὴν παῦλαν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν ἐσομένην τῆς οἰκουμένης σωτηρίαν. ΚΕΦΑΛ. Αʹ. αʹ.
Τὸ ῥῆμα τοῦ Θεοῦ, ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν, τὸν τοῦ Χελκίου, ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθώθ. Διπλῆς ὁ προφήτης μετέλαχε χάριτος, ἱερατικῆς καὶ προφητικῆς· καὶ τὴν μὲν ἐκ τοῦ γένους εἵλκυσε· τὴν δὲ ἐκ τῆς ἄνωθεν ἔλαβε δωρεᾶς. Λέγει δὲ καὶ τὸν χρόνον τῆς προφητείας. βʹ. Ἐν ταῖς ἡμέραις γὰρ, φησὶν, Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ. Μέμνηται δὲ καὶ τῶν ἑξῆς βεβασιλευκότων, μέχρι τῆς ἐσχάτης πολιορκίας. Εἶτα καὶ τὰ εἰρημένα παρὰ τοῦ Θεοῦ τῶν ὅλων δι δάσκει. δʹ, εʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Οὐκ ἄδικος ἡ
so that the whole time of the prophecy is forty-two years, lacking a few months. He foretells also the siege that was made by the Babylonians, and the famine that came upon them, and the destruction of Jerusalem, and the burning of the divine temple, and the enslavement of the people. He prophesies also the return of the captives, and the destruction of the Babylonians, and indeed also the manifold punishments of many other nations; he foretells also the giving of the New Covenant, and the cessation of the Old, and the calling of the nations, and the salvation of the inhabited world that was to come. CHAPTER 1.
The word of God, which came to Jeremiah, the son of Hilkiah, one of the priests, who dwelt in Anathoth. The prophet partook of a double grace, priestly and prophetic; and the one he drew from his lineage, the other he received from the gift from above. He states also the time of the prophecy. 2. For in the days, he says, of Josiah the son of Amon, king of Judah, in the thirteenth year of his reign. He makes mention also of those who reigned thereafter, up to the final siege. Then he also teaches the things spoken by the God of all. 4, 5. And the word of the Lord came to me, saying: Before I formed you in the womb, I knew you; and before you came forth from the womb, I sanctified you. Not unjust is the
ἐκλογή· προὔλαβε γὰρ ταύτην ἡ γνῶσις. Ἔγνω γὰρ, καὶ τότε ἡγίασεν. Ἐπειδὴ γινώσκει πάντα πρὶν γενέσεως αὐτῶν. Τὸ δὲ ἡγίασα, ἀντὶ τοῦ ἀφώρισα τέθεικεν Εἶτα λέγει καὶ τὴν χρείαν, δι' ἣν αὐτὸν ἐξελέξατο. "Προφήτην εἰς ἔθνη τέθει κά σε." Οὐ γὰρ μόνον τὰ Ἰουδαίων, ἀλλὰ καὶ τὰ τῶν ἄλλων ἐθνῶν προθεσπίζει. ϛʹ. Καὶ εἶπον, ὁ ὢν Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. Ἐπ έγνω τὸν προσδιαλεγόμενον ὁ προφήτης· οὗ δὴ χάριν αὐτὸν ἀπὸ τῆς κυριωτέρας ὀνομάζει προσηγορίας. Ἐρομένου γάρ ποτε τοῦ μεγάλου Μωσέως, καὶ τὸ θεῖον ὄνομα μαθεῖν ἐθελήσαντος, εἶπεν ὁ Δεσπότης· "Ἐγώ εἰμι ὁ ὤν." Μιμεῖται καὶ τὴν Μωσέως εὐλάβειαν, οὐκ ἀξιόχρεων εἰς προφητείαν εἶναι λέγων τὴν νεότητα. Ἀλλ' ὁ Δεσπότης αὐτὸν παρεγγυᾷ μὴ προβάλλεσθαι εἰς παραίτησιν τὴν νεότητα, ἀλλὰ δράσαι τὸ κελευσθέν. Ἐξελαύνει δὲ αὐτοῦ καὶ τὸ δέος. ηʹ. Μὴ φοβηθῇς γὰρ, φησὶν, ἀπὸ προσώπου αὐτῶν· μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν. Εἶτα καὶ τοῦ θάρσους τὴν αἰτίαν διδάσκει· "Ὅτι μετὰ σοῦ ἐγώ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος." Τοῦτο καὶ τῷ θεσπεσίῳ Μωσῇ εἶπεν ὁ Δεσπότης Θεός· ἐκείνου γὰρ τὴν διακονίαν δειμαίνοντος, καὶ λέγοντος, "Τίς εἰμι ἐγὼ, ὅτι πορεύσομαι πρὸς Φα ραώ;" εἶπεν ὁ Δεσπότης, "Ὅτι ἔσομαι μετὰ σοῦ." Ταύτην καὶ τοῖς ἱεροῖς ἀποστόλοις τὴν ἐπαγγελίαν ἐχέγγυον ἔδωκε. Μαθητεῦσαι γὰρ αὐτοὺς πάντα τὰ ἔθνη κελεύσας, καὶ προειδὼς, ὡς Θεὸς, ὡς λογι σμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις αὐτῶν, πῶς οἷόν τε ἕνδεκα ἄνδρας πένητας καὶ εὐγλωττίας ἐστερη μένους πᾶσαν τὴν οἰκουμένην μεταβαλεῖν·
election; for foreknowledge preceded this. For he knew, and then he sanctified. Since he knows all things before their coming into being. And the word "I sanctified" he has used in place of "I set apart." Then he also states the purpose for which he chose him. "I have set you as a prophet to the nations." For he foretells not only the affairs of the Jews, but also those of the other nations. 6. And I said, "O Lord, the one who is, behold, I do not know how to speak, because I am young." The prophet recognized the one speaking with him; for this very reason he names him by the more authoritative title. For when the great Moses once asked and desired to learn the divine name, the Lord said, "I am the one who is." He imitates also the reverence of Moses, saying that youth is not sufficient for prophecy. But the Lord urges him not to put forward youth as an excuse, but to do what was commanded. He also drives out his fear. 8. "Do not be afraid," he says, "before their face, nor be dismayed in their presence." Then he also teaches the cause of his courage: "Because I am with you to deliver you, says the Lord." This the Lord God also said to the inspired Moses; for when he dreaded his ministry and said, "Who am I, that I should go to Pharaoh?" the Lord said, "Because I will be with you." This same promise he gave as a sure pledge also to the holy apostles. For after commanding them to make disciples of all the nations, and foreknowing, as God, how reasonings rise up in their hearts, how is it possible for eleven poor men, deprived of all eloquence, to transform the whole inhabited world—
ἔλυσε τὴν ἀμφιβολίαν, καὶ τὸ δέος ἐξέβαλεν, εἰρηκώς· "Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος." Τοῦτο καὶ ἐνταῦθα τῷ προ φήτῃ ἔφη, ὅτι "Μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος." Βεβαιοῖ δὲ τὸν λόγον τὸ ἔργον. θʹ, ιʹ. Ἐξέτεινε γὰρ τὴν χεῖρα αὐτοῦ, φησὶ, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρός με· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. Διδάσκει δὲ καὶ τίνες οἱ λόγοι· Ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν, καὶ κατασκάπτειν, καὶ ἀπολλύειν, καὶ καταλύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυ τεύειν. Προεθέσπισε γὰρ οὐ μόνον τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων, ἀλλὰ καὶ τὴν ὑπὸ Κύρου παρασχεθεῖσαν ἐλευθερίαν· προεθέσπισε δὲ καὶ ἄλλοις παμπόλλοις ἔθνεσιν, οὐ μόνον παντοδαπὰς συμφορὰς, ἀλλὰ καὶ τὴν διὰ τῆς ἐνανθρωπήσεως τοῦ Δεσπότου Χριστοῦ παρασχεθεῖσαν σωτηρίαν. Οὗ δὴ χάριν τὸ μὲν ἐκριζοῦν καὶ καταλύειν ἐπὶ τῶν λυπηρῶν τέθεικε· τὸ δὲ οἰκοδομεῖν καὶ καταφυτεύειν ἐπὶ τῶν ἐναντίων. Μετὰ ταῦτα δείκνυσιν αὐτῷ ῥάβδον καρυΐνην, ἢ, κατὰ τὸν Σύρον καὶ τὸν Ἑβραῖον, ἀμυγδαλίνην. Οὕτω γὰρ καὶ οὗτος κἀκεῖνος τὴν ῥάβδον ὠνόμασαν· καὶ ἐρωτηθέντος καὶ ἀποκρινομένου τοῦ προφήτου, τί τὸ ὀφθέν; εἶπε πρὸς αὐτὸν ὁ Δεσπότης· ιβʹ. Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. Ἐγρήγορσιν δὲ τὴν ἐπὶ τιμωρίᾳ διανάστασιν, καὶ τὴν μακροθυμίαν ὕπνον καλεῖ. Φησὶ γὰρ ὁ μακάριος Δαβίδ· "Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς, Κύριε;" καὶ πάλιν·
He resolved the ambiguity and cast out fear, having said: "And behold, I am with you all the days, until the consummation of the age." This he also said here to the prophet: "I am with you to deliver you, says the Lord." And the deed confirms the word. 9, 10. For he stretched out his hand, it says, and touched my mouth, and the Lord said to me: Behold, I have given my words into your mouth. And he also teaches what these words are: Behold, I have set you today over nations and kingdoms, to root out, and to pull down, and to destroy, and to overthrow, and to build, and to plant. For he foretold not only the captivity of the Jews, but also the freedom granted by Cyrus; and he foretold to very many other nations as well, not only misfortunes of every kind, but also the salvation granted through the incarnation of the Master Christ. For this reason he placed "to root out" and "to overthrow" in reference to sorrowful things, but "to build" and "to plant" in reference to their opposites. After this he shows him a rod of walnut, or, according to the Syrian and the Hebrew, of almond. For thus both this one and that one named the rod; and when the prophet was asked and answered what it was that appeared, the Master said to him: 12. You have seen well, because I have watched over my words to perform them. And he calls "watching" the rousing up for punishment, and "sleep" the long-suffering. For the blessed David says: "Awake, why do you sleep, Lord?" and again:
"Καὶ ἐξηγέρθη, ὡς ὁ ὑπνῶν, Κύριος." Ἡ δὲ ἀμυγδαλίνη ῥάβδος τὸ ταχὺ τῆς τιμωρίας αἰνίττεται· πρὸ γὰρ τῶν ἄλλων δένδρων τοῦτο τὸ δένδρον ἀνθεῖ. Κατὰ δὲ τοὺς Ἐβδομήκοντα, οὕτω νοητέον· Ὁ τῆςκαρύας καρπὸς πικρὸν μὲν ἔχει καὶ τραχὺ τὸ κά λυμμα· τὸ δὲ ἐδώδιμον ὑπὸ τοῦτο κεκρυμμένον. Οὕτω καὶ ἡ παιδεία ἀνιαρὰ μὲν ἔχει καὶ ἀλγεινὰ τὰ φαι νόμενα· ὀνησιφόρα δὲ τὰ μετὰ ταῦτα. Εἶτα δείκνυσιν αὐτῷ καὶ "λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον, αὐτοῦ ἀπὸ προσώπου βοῤῥᾶ·" καλεῖ δὲ λέβητα μὲν τὴν Ἱερουσαλήμ· πῦρ δὲ, τὸν Βαβυλώνιον, ἀπὸ βοῤῥᾶ γὰρ αὐτὸν ὀνομάζει· βόῤῥα θεν γὰρ τῆς Ἱερουσαλὴμ ἡ Βαβυλὼν διάκειται· λέβητα δὲ τὴν Ἱερουσαλὴμ καὶ ὁ θεσπέσιος Ἰεζεκιὴλ ὀνομάζει· καὶ κρέα τοὺς ἐνοικοῦντας. Εἶτα τὰ παραβολικῶς εἰρημένα διδάσκει
σαφέστερον. ιεʹ. Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῶν βασιλέων τῆς γῆς ἀπὸ βοῤῥᾶ, λέγει Κύριος· καὶ ἥξουσι, καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὑτοῦ ἐπὶ τὰ πρόθυρα τῶν θυρῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα. Καὶ δεικνὺς τῶν γινομένων τὸ δίκαιον, ἐπιφέρει· ιϛʹ. Καὶ λαλήσω μετὰ κρίσεώς μου πρὸς αὐτοὺς περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνη σαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Τί δὲ τῆς ἀσε βείας ταύτης ἀνοητότερον; Τί δὲ τῆς τιμωρίας δικαιότερον; Οἱ μὲν γὰρ, τὸν οἰκεῖον ποιητὴν καταλι πόντες, τὰ οἰκεῖα ἐθεοποίουν ποιήματα. Ὁ δὲ, μακροθυμήσας ἐπὶ πλεῖστον, τῆς οἰκείας αὐτοὺς ἐγύμνωσε χάριτος. Ταύτης δὲ γυμνωθέντες, ἀνοσίοις ἀνδράσιν ἐδούλευσαν.
And the Lord awoke as one who sleeps." The almond rod hints at the swiftness of the punishment; for before the other trees, this tree blossoms. But according to the Seventy, it must be understood thus: the fruit of the walnut has a bitter and rough husk, but the edible part is hidden beneath it. So also instruction has painful and grievous things in what appears, but beneficial things in what follows. Then he shows him also "a cauldron being heated, and its face from the face of the north"; and he calls Jerusalem the cauldron, and the Babylonian the fire, for he names him from the north; for Babylon lies to the north of Jerusalem. And the divine Ezekiel also calls Jerusalem a cauldron, and those who dwell in it the meat. Then he teaches more clearly the things said parabolically. 15. For behold, he says, I summon all the kingdoms of the kings of the earth from the north, says the Lord; and they shall come, and each shall set his throne at the entrances of the gates of Jerusalem, and against all its walls, and against all the cities of Judah. And showing the justice of what happens, he adds: 16. And I will speak with my judgment against them concerning all their wickedness, in that they abandoned me, and sacrificed to foreign gods, and worshipped the works of their hands. But what is more foolish than this impiety? And what is more just than the punishment? For they, having abandoned their own Maker, deified their own handiworks. But he, having been long-suffering for the greatest time, stripped them of his own grace. And stripped of this, they served impious men.
Κελεύει δὲ τὴν ὀσφὺν περι ζώσασθαι, τουτέστιν, εὐζώνως καὶ ἀνδρείως διακοσμῆσαι· καὶ τῶν ἤδη γεγενημένων ὑποσχέσεων ἀνα μιμνήσκων, ἐκβάλλει τὸ δέος. Λέγει δὲ αὐτὸν ἀποφῆναι καὶ στύλῳ σιδηρῷ, καὶ τείχει χαλκῷ, καὶ ὀχυρωτάτῃ παραπλήσιον πόλει, καὶ ἄμαχον κατα στῆσαι, οὐ μόνον τοῖς ἱερεῦσι τῶν Ἰουδαίων, καὶ τοῖς ἄρχουσιν, ἀλλὰ καὶ αὐτοῖς τοῖς βασιλεῦσι, καὶ παντὶ τῷ πλήθει τῶν ὑπηκόων. Ἐπαγγέλλεται δὲ αὐτῷ οὐκ εἰρήνην καὶ ἡσυχίαν, ἀλλ' ἀγῶνας καὶ νίκην. ιθʹ. Πολεμήσουσι γάρ σοι, φησὶ, καὶ οὐ μὴ δύ νωνται πρός σε· διότι ἐγὼ μετὰ σοῦ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. Ταύτην καὶ πρὸς τὴν Ἐκκλησίαν ἐποιήσατο τὴν ὑπόσχεσιν· πρὸς γὰρ δὴ τὸν θειότατον ἔφη Πέτρον· "Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς." Οὐκ εἶπεν, Οὐ πολεμήσουσιν· ἀλλὰ, "Πολεμοῦντες οὐ κατισχύσουσι." Τὴν γὰρ δὴ νίκην οἱ ἀνταγωνισταὶ πραγματεύονται.
ΚΕΦΑΛ. Βʹ.
Μετὰ ταῦτα κελεύεται εἰπεῖν τοῖς οἰκοῦσι τὴν Ἱερουσαλήμ· αʹ, βʹ. Τάδε λέγει Κύριος· Ἐμνήσθην σοι ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου· ἐν τῷ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐν γῇ μὴ σπαρείσῃ, λέγει Κύριος. Νεό τητα τῆς Ἰουδαίας τῆς κλήσεως τὴν ἀρχὴν προσηγό ρευσε· τηνικαῦτα γὰρ αὐτοὶ μὲν ἐν Αἰγύπτῳ ταλαιπωρούμενοι κατεστέναξαν· αὐτὸς δὲ ᾤκτειρε, καὶ Μωσῇ διακόνῳ χρησάμενος, ἠλευθέρωσε· τὸ δὲ "ἀγάπης τελειώσεώς σου" κατ' εἰρωνείαν τέθεικεν· οὐδέποτε γὰρ Ἰουδαῖοι περὶ τὸν εὐεργέτην τελείαν ἔσχον ἀγάπην. Τοῦτο δὲ καὶ ὁ ὑμνοποιὸς ἡμᾶς διδάσκει Δαβίδ·
He commands him to gird his loins, that is, to equip himself with a ready belt and manfully; and reminding him of the promises already made, he casts out fear. He says that he made him like an iron pillar and a bronze wall and a most strongly fortified city, and set him up unconquerable, not only against the priests of the Jews and the rulers, but also against the kings themselves and the whole multitude of their subjects. And he promises him not peace and quiet, but struggles and victory. 19. For they shall fight against you, he says, and they shall not be able to prevail against you; for I am with you, to deliver you, says the Lord. This promise he also made to the Church; for he said to the most divine Peter: "On this rock I will build my Church, and the gates of Hades shall not prevail against it." He did not say, They shall not fight; but, "Fighting, they shall not prevail." For the adversaries do indeed pursue victory.
CHAPTER 2.
After these things he is commanded to speak to those who dwell in Jerusalem: 1, 2. Thus says the Lord: I remember the mercy of your youth, and the love of your perfection; in that you followed the Holy One of Israel in the wilderness, in a land not sown, says the Lord. He called the beginning of the calling of Judea its "youth"; for at that time they groaned, suffering hardship in Egypt, but he had compassion and, using Moses as his servant, set them free. And the phrase "the love of your perfection" he has set down ironically; for the Jews never had a perfect love toward their benefactor. And David, our hymn-writer, also teaches us this:
"Ἠγάπησαν γὰρ αὐτὸν, φησὶν, ἐν τῷ στόματι αὑτῶν, καὶ τῇ γλώσσῃ αὑτῶν ἐψεύσαντο αὐτῷ· ἡ δὲ καρδία αὐτῶν οὐκ ἦν εὐθεῖα μετ' αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ." γʹ. Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ. Ἀντὶ τοῦ, Ἄνθέν σε τῶν ἄλλων ἐθνῶν προέκρινα, καὶ ἐμὸς λαὸς ἐχρημάτισας. Οὕτω καὶ ὁ μακάριος ἔφη Μωσῆς· "Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ." –"Ἀπαρχὴ γεννημάτων αὐτοῦ." Πρὸ γὰρ τῶν ἄλλων ἁπάντων αὐτὸν ἐξελέξατο. Οὗ δὴ χάριν καὶ τῷ Φαραὼ ἔφη· "Υἱὸς πρωτότοκός μου Ἰσραήλ·" καὶ δι' ἑτέρου δὲ προφήτου φησὶν οὕτως· "Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς καρπὸν σύκου πρώϊμον εὗρον πατέρας αὐτῶν." –"Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἐπάξω ἐπ' αὐτοὺς, λέγει Κύριος." Οὐδὲ γὰρ ὡς τῷ Θεῷ διακονοῦντες ἐπολέμουν οἱ πολεμοῦντες τῷ Ἰσραήλ· ἀλλ' ὡς αὐτοῦ τοῦ Θεοῦ περιγενήσεσθαι δυνάμενοι. Οὕτω καὶ Σεναχηρεὶμ ἔλεγε· "Μή σε ἀπατάτω ὁ Θεός σου, ἐν ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, λέγων ὅτι Ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου." Τούτου δὴ χάριν καὶ αὐτοῖς ἀπειλεῖ τιμωρίαν. Εἶτα παντί φησι τῷ λαῷ· εʹ. Τί εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν ἀπ' ἐμοῦ μακρὰν, καὶ
For they loved him, he says, with their mouth, and with their tongue they lied to him; but their heart was not upright with him, nor were they faithful in his covenant. 3. Israel is holy to the Lord. That is, I chose you before the other nations, and you were accounted my people. So also the blessed Moses said: And his people Jacob became the portion of the Lord, the cord of his inheritance, Israel. —The firstfruits of his produce. For before all others he chose him. For this reason he also said to Pharaoh: Israel is my firstborn son; and through another prophet he says thus: As a grape in the desert I found Israel, and as the early fruit of a fig I found their fathers. —All who eat him shall transgress; I will bring evils upon them, says the Lord. For those who warred against Israel did not fight as those serving God, but as those who thought they could prevail over God himself. So also Sennacherib said: Let not your God in whom you trust deceive you, saying that the Lord will deliver Jerusalem out of my hand. For this reason he threatens punishment upon them. Then he says to all the people: 5. What transgression did your fathers find in me, that they stood aloof from me far off, and
ἐπορεύ θησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν; Τίς ὑμνῆσαι πρὸς ἀξίαν ἱκανὸς τὴν τοῦ Δεσπότου φιλανθρωπίαν; Οὐ γὰρ ὡς κριτὴς κρίνει, ἀλλ' ὡς ὑπεύθυνος ἀπολογίαν προσφέρει, καὶ ἐλεγχθῆναι βούλεται εἴ τι πράξαι δέον οὐκ ἔπραξε· καὶ Θεὸς ὢν πανάγιος, ἀνθρώποις παρανόμοις λέγει· Τί ἐξήμαρτον; Τί ἠδίκησα; Εἴπατε, ἐλέγξατε. Τί ἔχοντες ἐγκαλεῖν οἱ πατέρες ὑμῶν ἐμὲ μὲν τὸν εὐεργέτην ἐγκατέλιπον, τοῖς δὲ χειροποιήτοις εἰδώλοις ἐδού λευσαν; Καὶ μὴν ἐγὼ τῆς Αἰγυπτίων δουλείας ἀπήλ λαξα· καὶ δι' ἀβάτου μὲν ὡδήγησα γῆς, ἐν ἐρήμῳ δὲ ἀνύδρῳ ἀφθόνων ὑδάτων ῥεῖθρον ἐδωρησάμην, εἰς δὲ τὴν ἐπηγγελμένην εἰσήγαγον γῆν, παντοδαπῶν οὖσαν μητέρα καρπῶν. Διὰ γὰρ τοῦ Καρμήλου πᾶσαν τὴν τῆς ἐπαγγελίας παρεδήλωσε γῆν· ἀλλ' οὐδὲ τούτων ἀπολαύσαντες τὸν εὐεργέτην ἐπέγνωτε· ἀλλὰ τὴν τῶν πατέρων ἐμιμήσασθε βδελυρίαν. Εἶτα κατὰ διαίρεσιν ἑκάστου τάγματος τὴν κατηγορίαν εἰσφέρει. ηʹ. Οἱ ἱερεῖς οὐκ εἶπον· Ποῦ ἐστι Κύριος; Τοῦτο πάντων ἀνοσιώτατον· τὸ τοὺς ποδηγοὺς ἀρχηγοὺς γενέσθαι τῆς πλάνης. "Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με." Τῶν γραμματέων καὶ διδασκάλων ἐνταῦθα κατηγορεῖ, ὡς ἑρμηνευόντων μὲν τὸν νόμον, πρώτων δὲ τοῦτον παραβαινόντων. "Καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ." Τοὺς βασιλέας οὕτως ὠνόμασε. "Καὶ οἱ προφῆται προεφήτευον ἐν τῷ Βάαλ." Προφήτας τοὺς ψευδοπροφήτας καλεῖ, ὥσπερ αὖ καὶ θεοὺς τοὺς οὐκ ὄντας θεούς. "Καὶ ὀπίσω τοῦ ἀνωφελοῦς ἐπορεύθησαν. "Ἔδειξε τὴν τῆς παραπληξίας ὑπερβολήν· καταλιπόντες γὰρ τὸν τῶν παντοδαπῶν ἀγαθῶν χορηγὸν, τοῖς ἐπιζημίοις εἰδώλοις ἐλάτρευον. θʹ.
They went after vain things, and became vain. Who is sufficient to hymn the Master's love for humanity as it deserves? For he does not judge as a judge, but as one accountable he offers a defense, and he wishes to be convicted if he has not done something that ought to be done; and being God, all-holy, he says to lawless men: In what have I sinned? In what have I done wrong? Speak, convict me. What did your fathers have to charge against me, that they abandoned me, their benefactor, and enslaved themselves to handmade idols? And yet I delivered them from the slavery of the Egyptians; and I led them through an impassable land, and in a waterless desert I granted them a stream of abundant waters, and I brought them into the promised land, which is the mother of fruits of every kind. For through Carmel he indicated the whole land of the promise; but not even after enjoying these things did you recognize your benefactor; but you imitated the abomination of your fathers. Then, by the division of each order, he brings the accusation. 8. The priests did not say: Where is the Lord? This is the most impious thing of all: that the guides became leaders of error. "And those who clung to the law did not know me." Here he accuses the scribes and teachers, as interpreting the law but being the first to transgress it. "And the shepherds were impious against me." He has named the kings thus. "And the prophets prophesied in Baal." He calls the false prophets prophets, just as again he calls those who are not gods gods. "And they went after the unprofitable one." He showed the excess of their derangement; for abandoning the provider of goods of every kind, they served the harmful idols. 9.
Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς αὐτοὺς, λέγει Κύριος· καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν κριθήσομαι. Ἐπιμένει τῇ μετριότητι· οὐ γὰρ εἶπε· Κρινῶ ὑμᾶς καὶ τοὺς ὑμετέρους ἀπογόνους· ἀλλὰ, Κριθήσομαι καὶ πρὸς ὑμᾶς, καὶ πρὸς ἐκείνους· ἀντὶ τοῦ, Δικάσομαι, καὶ ἐλέγξω παρανομοῦντας. Δεικνὺς δὲ τὴν τῆς παρανομίας ὑπερβολὴν, τὴν τῶν ἐθνῶν ἐξετάσαι πολιτείαν παρακελεύεται, τῶν τε ἑσπερίων καὶ τῶν ἑῴων, καὶ γνῶναι εἴ τινες ἐκείνων ἤμειψαν τοὺς πατρῴους θεούς· καλεῖ δὲ Χεττιεὶμ μὲν τὴν Κύπρον, καὶ τὰς περὶ αὐτὴν νήσους, καὶ δι' αὐτῶν τὰ ἑσπέρια μέρη· Κηδὰρ δὲ, τοὺς τὴν πρὸς ἥλιον ἀνίσχοντα ἔρημον οἰκοῦντας· διὰ δὲ τού των, τὰ ἑῷα μέρη αἰνίττεται· καὶ διδάσκει ὡς ἐκεῖ νοι μὲν τοῖς πατρῴοις ἠκολούθησαν ἔθεσι, καὶ οὒς ἐδιδάχθησαν σέβειν θεούς· οὗτοι δὲ τὸν ὄντως Θεὸν ἠρνήθησαν. Διὰ τοῦτο τὸν οὐρανὸν ἐκστῆναι ἔφη, καὶ φρίξαι τὴν γῆν· οὐκ ἐπειδὴ λογικὰ τὰ στοιχεῖα· ἀλλ' ὅτι ταῦτα, ὡς περιεκτικὰ τῆς κτίσεως, εἰς μαρτυρίαν μακάριος ἐκάλεσε Μωσῆς. "Πρόσεχε γὰρ, ἔφη, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου." γʹ. Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ μὲν ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν. Λάκκους συν τετριμμένους τὰ εἴδωλα προσηγόρευσεν. Ὁ γὰρ λάκ κος χειροποίητος μέν ἐστιν, ἀναβλύζον δὲ ὕδωρ οὐκ ἔχει· τὸ δὲ ἐκ νεφῶν τικτόμενον, καὶ ἔνθεν κἀκεῖθεν συναθροιζόμενον δέχεται· εἰ δὲ καὶ διεῤῥωγὼς ᾖ καὶ συντετριμ μένος, παραυτίκα τὸ ἐξ οὐρανοῦ συνειλεγμένον ἀπόλ λυσι· Τοιαύτη τῶν εἰδώλων ἡ φύσις.
Therefore I will yet enter into judgment with them, says the Lord, and with the sons of their sons I will enter into judgment. He persists in his gentleness; for he did not say, I will judge you and your descendants, but, I will enter into judgment both with you and with those; instead of, I will try the case, and I will convict them of transgressing the law. And showing the excess of their lawlessness, he urges them to examine the way of life of the nations, both of the western and of the eastern, and to know whether any of those changed their ancestral gods; and he calls Cyprus, and the islands around it, and through them the western parts, Chettieim; and Kedar, those who inhabit the desert toward the rising sun; and through these he hints at the eastern parts; and he teaches that those men followed their ancestral customs, and the gods they were taught to worship; but these men denied the true God. Therefore he said that the heaven was astonished, and the earth shuddered; not because the elements are rational, but because these things, as containing the creation, blessed Moses called to witness. "For attend, he said, O heaven, and I will speak; and let the earth hear the words out of my mouth." 3. For my people did two evil things: they forsook me, the fountain of the water of life, and dug for themselves broken cisterns, which will not be able to hold water. He called the idols broken cisterns. For the cistern is handmade, and it does not have water welling up; but it receives what is born from the clouds and gathered from here and there; and if it is also cracked and broken, it immediately destroys what has been collected from heaven. Such is the nature of idols.
Ἐρανίζεται μὲν γὰρ τὴν ὑπόστασιν ἐξ ὕλης καὶ τέχνης· ὃ δὲ παρὰ τού των κομίζεται κάλλος, ἀφαιρεῖται ὁ χρόνος· ὁ δὲ ἀληθῶς Θεὸς, ζωῆς ἀεννάου πηγή. Εἶτα κατ' ἐρώτησιν· ιδʹ, ιεʹ. Μὴ δοῦλός ἐστιν Ἰακὼβ, ἢ οἰκογενής ἐστιν Ἰσραήλ; Διατί εἰς προνομὴν ἐγένετο; Ἐπ' αὐτὸν ὠρύοντο λέοντες. Ὅτι, φησὶ, τῆς Αἰγυπτίων ἠλευθερώθη δουλείας, ἅπαντες ἔγνωσαν· ὅτι δὲ καὶ καθ' ἑαυτὸν ἐπολιτεύετο τῆς ἐμῆς ἀπολαύων προνοίας, δῆλον ἦν ἅπασι. Περιφανὴς γὰρ ἦν καὶ περίβλεπτος. Τί τοίνυν τῆς αἰχμαλωσίας τὸ αἴτιον; Τί δή ποτε τοῖς ἐπιοῦσιν αὐτῷ βασιλεῦσιν ἐγένετο πρόχειρος; Λέοντας γὰρ τοὺς βασιλέας ὠνό μασε. Τούτους λέγει καὶ τὴν γῆν αὐτοῦ διχάσαι, καὶ τὰς
πόλεις ἐμπρῆσαι. Ταῦτα δὲ οὐ μόνον ὑπὸ Ἀσσυρίων πεπόνθατε· ἀλλὰ καὶ ὑπὸ Αἰγυπτίων. Ἔτι γάρ φησιν· ιϛʹ. Υἱοὶ Μέμφεως καὶ Τάφνας ἔγνωσάν σε, καὶ κατέπαιξάν σου. Οἱ τὰ πολυθρύλλητα ἐκεῖνα σοῦ χάριν ὑπομείναντες· οὓς τὸ τελευταῖον τῷ θαλατ τίῳ βυθῷ παραδέδωκα. Εἶτα τῆς ἀσθενείας τὴν αἰτίαν διδάσκει· ιζʹ. Οὐχὶ ταῦτα ἐποίησέ σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ Θεός σου. Ἔπειτα καὶ σημαίνει τὴν ἀρχὴν τῆς ἀποστασίας. "Ἐν τῷ καιρῷ ἄγοντός σε ἐν τῇ ἐρήμῳ." Εὐθὺς γὰρ Αἰγυπτίων ἀπαλλα γεὶς, ἐμὲ μὲν ἐγκατέλιπες, τὸν δὲ μόσχον ἐθεο ποίησας. ιηʹ. Καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηῶν; Καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων, τοῦ πιεῖν ὕδωρ ποταμῶν; Ἡνίκα ὑπὸ Σύρων ἐπολεμοῦντο, τοὺς Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν· ὅτε δὲ Ἀσσύριοι αὐτοῖς ἐπεστράτευσαν, πρὸς Αἰγυπτίους κατέφυγον· Γηῶν γὰρ τὸν Νεῖλον καλεῖ. ιθʹ.
For its substance is derived from matter and craft, but the beauty it receives from these things time takes away; the true God, however, is a fountain of everlasting life. Then, in the form of a question: 14, 15. Is Jacob a slave, or is Israel a houseborn servant? Why has he become a prey? Lions roared against him. Because, he says, he was freed from the slavery of the Egyptians, all knew; and that he also lived by himself, enjoying my providence, was clear to all. For he was conspicuous and admired. What, then, is the cause of the captivity? Why ever did he become easy prey for the kings who came against him? For he called the kings lions. These, he says, also divided his land and burned the cities. But you have suffered these things not only at the hands of the Assyrians, but also at the hands of the Egyptians. For he says further: 16. The sons of Memphis and Tahpanhes knew you and mocked you. Those who for your sake endured those much-vaunted things, whom in the end I handed over to the sea's deep. Then he teaches the cause of their weakness: 17. Did not these things do this to you—your forsaking me? says the Lord your God. Then he also indicates the beginning of the apostasy: "In the time when he led you in the wilderness." For immediately, once you were released from the Egyptians, you forsook me and made the calf your god. 18. And now what have you to do with the way of Egypt, to drink the water of Gihon? And what have you to do with the way of the Assyrians, to drink the water of rivers? When they were being warred against by the Syrians, they called the Assyrians to their aid; but when the Assyrians marched against them, they fled to the Egyptians; for he calls the Nile Gihon. 19.
Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κα κία σου ἐλέγξει σε· καὶ γνῶθι, καὶ ἴδε, ὅτι πι κρὸν καὶ πονηρόν σοι τὸ καταλιπεῖν σὲ ἐμὲ, λέγει Κύριος ὁ Θεός σου. Καὶ οὐκ εὐδόκησα ἐπὶ σοὶ, λέγει Κύριος ὁ Θεός σου. Ἐμὲ, φησὶν, εἰς συμμαχίαν οὐκ ἐκάλεσας, ἀλλ' ἐκείνους. Διὰ τοῦτο ἐκείνοις σε παρέδωκα. Τοιοῦτό τι πεπόνθασι καὶ οἱ τὸν Σω τῆρα σταυρώσαντες· ἀρνηθέντες γὰρ αὐτὸν, ἔλεγον μὴ ἔχειν βασιλέα εἰ μὴ Καίσαρα, οὗ δὴ χάριν αὐτοὺς Καίσαρι παραδέδωκεν. κʹ. Ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου, καὶ διέῤῥηξας τοὺς δεσμούς σου, καὶ εἶπας· Οὐ δουλεύσω σοι. Ἀρχαιότροπα δέ σου τὰ ἐπιτηδεύ ματα· ἄνωθεν γὰρ συνέτριψας τὸν τοῦ νόμου ζυγὸν, καὶ τοῖς τῶν παρανόμων ἐθνῶν ἠκολούθησας ἔθεσι. Καὶ τοὺς βωμοὺς καὶ τὰ ἄλση τῆς κατὰ νόμον πολι τείας προὐτίμησας. καʹ. Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρπο φόρον, πᾶσαν ἀληθινήν. Οὐχ ἁπλῶς δὲ τὸ "πᾶ σαν" προστέθεικεν· ἀλλ' ἐπειδὴ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς ἄνδρες, οἵ τε θεῖοι προφῆται, καὶ οἱ τούτοις ἑπόμενοι· ἀντὶ τοῦ, Πάντας ὑμᾶς ἐβουλόμην εἶναι τοιούτους, πάντων γὰρ ἴσως ἐπεμελήθην. "Πῶς ἐστράφης μοι εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλο τρία;" Εἰ διέμεινεν ἀληθινὴ, οὐκ ἂν ἦν ἀλλο τρία· ἐπειδὴ δὲ εἰς πικρίαν μετεβλήθη, οὐκέτι ἀληθινὴ, ἀλλ' ἀλλοτρία καλεῖται. Οὕτω καὶ ὁ μέγας ἔφη Μωσῆς· "Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν, σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν." Ὅθεν καὶ χολὴν τῷ Δεσπότῃ προσήνεγκαν.
Your apostasy will discipline you, and your wickedness will convict you; and know and see that it is bitter and evil for you to have forsaken me, says the Lord your God. And I did not take pleasure in you, says the Lord your God. Me, he says, you did not call upon for alliance, but those others. Therefore I handed you over to them. Those who crucified the Savior suffered something of this sort; for having denied him, they said they had no king but Caesar, for which reason he handed them over to Caesar. 20. For from of old you broke your yoke and burst your bonds, and you said, I will not serve you. Your practices are of ancient fashion; for from the beginning you broke the yoke of the law and followed the customs of the lawless nations. And you preferred the altars and groves to the constitution according to the law. 21. But I planted you as a fruitful vine, wholly true. He did not add "wholly" without reason, but because there were among them pious men, both the divine prophets and those who followed them; instead of saying, I wished all of you to be such, for I took care of all equally. "How have you turned to bitterness for me, the vine that is alien?" If it had remained true, it would not have been alien; but since it was changed into bitterness, it is no longer true, but is called alien. Thus also the great Moses said: "For their vine is from the vine of Sodom, and their branch is from Gomorrah; their grape is a grape of gall, their cluster of bitterness." Hence they also offered gall to the Master.
Ἀλλ' ἐπειδὴ τὴν θείαν ἐξύβρισαν φυτουργίαν, καὶ εἰς πικρίαν ἐστρά φησαν, καὶ ἀντὶ σταφυλῆς ἀκάνθας ἐβλάστησαν, ὁ ἐξ αὐτῶν κατὰ σάρκα Χριστὸς ἄμπελον αὐτὸν ἀληθι νὴν ὀνομάζει, λέγων· "Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀλη θινή·" τοὺς δὲ εἰς αὐτὸν πεπιστευκότας "κλήματα" προσηγόρευσεν. κβʹ. Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον μου, λέγει Κύριος. Πόαν τὰ ἀπὸ γῆς φυόμενα ῥύμματα ὀνομάζει· καὶ διδάσκει τρο πικῶς διὰ τούτων, ὡς τὰ κατὰ νόμον περιῤῥαντήρια ἀπαλλαγὴν ἁμαρτημάτων οὐ πραγματεύεται· ἀλλ' εἰλικρινὴς μεταμέλεια, καὶ πονηρίας ἀπαλλαγή. Μετὰ ταῦτα τὴν ἀναίδειαν αὐτῆς ἐξελέγχει. κγʹ. Πῶς ἐρεῖς· Οὐκ ἐμιάνθην, καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην; Εἶτα τὸ προφανὲς τῆς ἀσε βείας δείκνυσιν· "Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ, καὶ γνῶθι τί ἐποίησας." Πολυάνδριον καλεῖ τὸ τῶν μνημάτων χωρίον. Ἐν ἐκείνῳ δὲ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τοῖς εἰδώλοις κατέκαιον. "Ὀψὲ φωνῇ αὐτῆς ὠλόλυζε." Τὸ ὀψὲ ἀντὶ τοῦ βραδέως τέθεικε· μετὰ τὴν πεῖραν, φησὶ, τῶν ἀλγεινῶν, τῆς παρανομίας αἴσθησιν ἔλαβε. Τοῦτο καὶ μετὰ ταῦτα ὁ προφήτης φησὶ, τὰς δέκα φυλὰς ὀδυρομένας ὑποδεικνὺς, καὶ λεγούσας· "Ὕστερον αἰχμαλωσίας μετενόησα." κδʹ. Τὰς ὁδοὺς αὑτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου. Διὰ τοῦ ἐπλάτυνε, τὴν ἀπληστίαν τῆς ἀσε βείας ἐδίδαξεν. Ὕδατα δὲ ἐρήμου τὰ εἴδωλα προσ ηγόρευσεν, ὡς ἐρημοποιὰ, καὶ πανωλεθρίας πρόξενα. "Ἐν ἐπιθυμίαις ψυχῆς αὑτῆς ἐπνευματοφορεῖτο." Ἃ γὰρ ἀκούειν ἠβούλοντο, ταῦτα οἱ
But since they insulted the divine planting and turned to bitterness, and instead of grapes sprouted thorns, the Christ who came from them according to the flesh calls himself a true vine, saying: "I am the true vine"; and those who have believed in him he named "branches." 22. If you wash yourself with natron, and multiply for yourself plants, you are stained in your iniquities before me, says the Lord. He calls "plants" the filth that grows from the earth; and he teaches figuratively through these things that the sprinklings according to the law do not procure release from sins, but rather sincere repentance and departure from wickedness. After this he exposes her shamelessness. 23. How will you say: I have not been defiled, and I have not gone after Baal? Then he shows the manifest nature of her impiety: "See your ways in the burial-place, and know what you have done." He calls the place of tombs a "burial-place." And there they used to burn their sons and daughters to idols. "Late with her voice she howled." He has used "late" in place of "slowly"; after the experience, he says, of grievous things, she came to a perception of her lawlessness. This the prophet also says after these things, indicating the ten tribes lamenting and saying: "After the captivity I repented." 24. She widened her ways upon the waters of the desert. By "widened" he taught the insatiability of her impiety. And he called the idols "waters of the desert," as making desolate and bringing about utter destruction. "In the desires of her soul she was carried about by the spirit." For the things they wished to hear, these the
ψευδοπροφῆται προλέγειν προσεποιοῦντο. Τὸ γὰρ "ἐπνευματοφο ρεῖτο" περὶ τῶν ψευδοπροφητῶν τέθεικε. "Παρεδό θη τίς ἐπιστρέψει αὐτήν;" Θεοῦ γὰρ παραδεδωκότος, τίς ἐπαρκέσει; Οὕτω καὶ διὰ τοῦ μεγάλου Μωσέως φησί· "Πάντες οἱ ζητοῦντες αὐτὴν, οὐ κοπιάσουσιν· ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν." Εὐχείρωτοι γὰρ ἐγένοντο, τὴν ἀσέβειαν ἀσπασάμενοι. Μετὰ ταῦτα διδάσκει, ὅτι πολλάκις συμβουλευθεῖσα τῆς βλαβερᾶς ἀποστῆναι πορείας, ἐθρασύνετο ἄντικρυς, τὴν ἀποστασίαν ὁμολογοῦσα. Ἀλλὰ διὰ τοῦτο αἰσχύνῃ αὐτοὺς, φησὶ, περιβαλῶ πάν τας ὁμοῦ, καὶ βασιλέας, καὶ ἄρχοντας, καὶ ἱερέας, καὶ τοὺς τὰ ψευδῆ προφητεύοντας· καὶ ἀπεικασθή σονται κλέπτῃ ἐπ' αὐτοφώρῳ ἁλόντι, καὶ σφόδρα ἐρυθριῶντι. Τοὺς μὲν γὰρ ἐκ ξύλου καὶ λίθου κατα σκευαζομένους θεοὺς, πατέρας ὠνόμαζον καὶ γεννήτορας· ἐμοὶ δὲ τὰ νῶτα ἔδωκαν, καὶ ὡς ἐχθρὸν ἀπεστράφησαν. "Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὑτῶν ἐροῦσιν· Ἀνάστα, καὶ σῶσον ἡμᾶς." Τοῦτο μάλιστα ἀναιδείας ἐσχάτης, τὸ ἀπολαύοντας μὲν τῶν ἀγαθῶν ἀχαριστίαν νοσεῖν· σπανίζοντας δὲ, τούτων αἰτεῖν τὴν μετάληψιν. Εἶτα εἰρωνικῶς· κηʹ. Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῇ; εἰ ἀναστήσονται, καὶ σώσουσιν ἐν καιρῷ τῆς κακώσεώς σου; Διδάσκει δὲ καὶ τούτων τὸ πλῆθος. Ὅτι κατὰ ἀριθμὸν τῶν πόλεων ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων Ἱερουσαλὴμ ἔθυον τῇ Βάαλ. Οὕτω δείξας τὴν τῶν οὐκ ὄντων θεῶν τιμὴν, καὶ τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν, πράως τοῖς ἀχαρίστοις ἐπιτιμᾷ· κθʹ. Ἱνατί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠσεβήσατε, καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμὲ, λέγει Κύριος.
They pretended to foretell, as false prophets do. For he has applied the phrase "was carried by the Spirit" to the false prophets. "It has been handed over; who will turn it back?" For when God has handed it over, who will suffice? So also through the great Moses he says: "All those who seek her shall not grow weary; in her humiliation they shall find her." For they became easy to capture, having embraced impiety. After this he teaches that often, when she was advised to depart from the harmful path, she grew bold outright, confessing her apostasy. But for this reason, he says, I will clothe them all together in shame—kings, rulers, priests, and those who prophesy falsely—and they shall be likened to a thief caught in the act, and blushing deeply. For the gods fashioned from wood and stone they called fathers and begetters; but to me they gave their backs, and turned away as from an enemy. "And in the time of their calamities they shall say: Arise, and save us." This is the height of utter shamelessness: while enjoying good things, to be sick with ingratitude; but when lacking them, to ask for a share in them. Then ironically: 29. And where are your gods, which you made for yourself? Will they arise and save you in the time of your affliction? He also teaches the multitude of these. For according to the number of the cities were your gods, O Judah, and according to the number of the streets of Jerusalem they sacrificed to Baal. Having thus shown the honor paid to gods that are not, both their multitude and their weakness, he gently rebukes the ungrateful: 29. Why do you speak to me? All of you have acted impiously, and all of you have dealt lawlessly against me, says the Lord.
Ἀναμιμνήσκει καὶ τῶν ἐπενε χθεισῶν αὐτοῖς παιδειῶν. λʹ. Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν· παιδείαν οὐκ ἐδέξασθε. Οὔτε εὐεργετούμενοι τὸν εὐεργέ την ἐπέγνωτε, οὔτε παιδευόμενοι τῆς ἀσεβείας ἀπέστητε. Ἐγὼ δὲ καὶ τοὺς αἰτίους τῆς πλάνης σφαγῇ παραδέδωκα. λα. Ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Κύριος. Μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰακὼβ, ἢ γῆ κεχερσωμένη, διότι εἶπεν ὁ λαός μου· Οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρός σε; Εἰρωνικῶς ταῦτα λέγει. Ἆρα, φησὶ, μὴ τοῖς εἰδώλοις εἰμὶ παραπλήσιος; ἆρα μὴ ὁμοίως ἐκείνοις οὐδένα αὐτοῖς καρπὸν ἀγαθὸν προσενήνοχα, καὶ διὰ τοῦτο τὴν ἐμὴν δουλείαν ἀπέδρασαν; Μεταβαίνει δὲ καὶ ἐφ' ἑτέραν εἰκόνα, καὶ λέγει, πᾶσαν μὲν νύμφην τοῦ κόσμου πεφροντικέναι, πᾶσαν δὲ παρθένον τῆς στηθοδεσμίδος ἐπιμελεῖσθαι· τὸν δὲ κληθέντα λαὸν, κατολιγωρῆσαι τοῦ κηδεμόνος. Εἶτα πάλιν εἰρωνικῶς λγʹ. Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου, τοῦ ζητῆσαι ἀγάπησιν; Τί ἕτερον, φησὶ, τοῖς προειρημένοις προσθεῖναι βούλῃ, ὡς τὸ ἐμὸν περὶ σὲ πραγματεύσασθαι φίλτρον· "Οὐχ οὕτως." Οὐδὲν τούτων εἰς ἀγάπην κινεῖ, ἀλλὰ τοὐναντίον μῖσος ἐρ γάζεται· οὐ γὰρ μόνον εἰς ἀσέβειαν ἐξώκειλας, ἀλλὰ καὶ μιαιφονίαν ἐτόλμησας. λδʹ. Ἐν γὰρ ταῖς χερσί σου, φησὶν, εὑ ρέθη αἵματα ψυχῶν ἀθώων. Τοῦτο καὶ ὁ μακά ριος ἔφη Δαβίδ· "Καὶ ἔθυσαν τοὺς υἱοὺς αὑτῶν τοῖς δαιμονίοις, καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὑτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν, καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι. Διδάσκων δὲ, ὡς οὐδὲ κρύβδην ταῦτα εἰργάζοντο, ἀλλ' ἀναφανδὸν ἐτόλμων, ἐπήγαγεν·
He also reminds them of the chastisements that had been brought upon them. 30. "In vain I struck your children; you did not receive discipline." Neither when you were being benefited did you recognize your Benefactor, nor when you were being disciplined did you desist from impiety. But I also handed over to slaughter the very authors of the deception. 31. "Hear the word of the Lord. Thus says the Lord: Was I a wilderness to the house of Jacob, or a land made desolate, because my people said: We shall not be ruled over, and we shall not come to you?" He says these things ironically. "Is it," he says, "that I am like the idols? Is it that I have not, in like manner as they, brought them any good fruit, and that for this reason they have fled from my service?" But he moves on to another image as well, and says that every bride of the world has taken thought for herself, and every virgin has cared for her breast-band; but the people that was called has slighted its guardian. Then again ironically, 33. "What good will you still practice in your ways, to seek love?" "What else," he says, "do you wish to add to the things already spoken, as though to procure my affection for you? 'Not so.'" None of these things moves them to love, but on the contrary produces hatred; for you have not only lapsed into impiety, but you have even dared murder. 34. "For in your hands," he says, "was found the blood of innocent souls." The blessed David also said this: "And they sacrificed their sons to the demons, and poured out innocent blood, the blood of their sons and daughters, whom they sacrificed to the graven images of Canaan, and the land was defiled with blood." And teaching that they did these things not even in secret, but dared them openly, he added:
"Οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς, ἀλλ' ἐπὶ πάσῃ δρυΐ." Οὐ γὰρ ὥσπερ οἱ τοιχωρύχοι λάθρα τοῦτο δρῶσιν, οὕτω καὶ οὗτοι λαν θάνειν ἐπειρῶντο παρανομοῦντες, ἀλλὰ πᾶς βουνὸς, καὶ πᾶν ἄλσος ἐδέξατο τὴν τούτων ἀσέβειαν· ἀναιδεῖς δὲ ὄντες, καὶ βδελυροὶ, καὶ τὰ προφανῶς γινόμενα ἐξηρνοῦντο. λεʹ. Εἶπας γὰρ, φησί· Ἀθῶός εἰμι· ἀλλὰ ἀπο στραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ' ἐμοῦ. Οὗ δὴ χάριν ἐπήγαγεν· Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ σε λέγειν· Οὐχ ἥμαρτον. Καὶ οὐ λέγει, Κρινῶ σε, ἀλλὰ, "Κρίνομαι πρὸς σέ·" ἀντὶ τοῦ, Δικάζομαι, καὶ ἐλέγχω σε ψευδομένην καὶ ἀναιδῶς ἀρνουμένην. λϛʹ. Ὅτι κατεφρόνησαι σφόδρα τοῦ δευτε ρῶσαι τὰς ὁδούς σου. Κατάλληλος γὰρ ἡ ἀναί δεια τῇ παρανομίᾳ· αἰνίττεται δὲ διὰ
τούτου καὶ ἕτερον, ὅτι Ὥσπερ Ἀσσυρίους εἰς συμμαχίαν καλέσαντες, οὐδὲν ἐκ τῆς ἐπικουρίας ἀπώνασθε, οὕτω καὶ νῦν Αἰ γυπτίοις προσπεφευγότες, οὐδεμιᾶς ἐκεῖθεν ὠφε λείας ἀπολαύσεσθε. Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων δηλοῖ. Καὶ ἀπ' Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατῃσχύνθης ἀπὸ Ἀσσούρ. (λζʹ) Ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· Ἴδιον τῶν θρηνουσῶν τὸ τὰς χεῖρας συμπεπλεγμένας ἐπιτιθέναι τῇ κεφαλῇ. Τὸ δὲ αἴτιον τῶν κακῶν, "Ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐπ' αὐτῇ." Εἰ γὰρ εἰς τὸν Θεὸν ἤλπισας, ἐτρύγησας ἂν ὥριμον τὸν τῆς ἐλπίδος καρπόν· ἐπειδὴ δὲ ἀνθρώποις ἐθάῤῥησας, διήμαρτες τῆς ἐλπίδος.
I did not find them in the breaches, but upon every oak." For just as burglars do this in secret, so these men did not try to escape notice while breaking the law, but every hill and every grove received their impiety; and being shameless and abominable, they denied even what was done openly. 35. For you said, he says: "I am innocent; but let his wrath be turned away from me." For this very reason he added: "Behold, I enter into judgment with you in that you say, 'I have not sinned.'" And he does not say, "I will judge you," but "I enter into judgment with you," meaning, I plead my case and I convict you as lying and shamelessly denying it. 36. "Because you have greatly despised to repeat your ways." For the shamelessness is fitting for the lawlessness; and by this he hints at something else as well, that just as when you called the Assyrians to an alliance, you gained nothing from their aid, so now too, having fled to the Egyptians, you will enjoy no benefit from there. For he makes this clear through what follows. "And you shall be put to shame by Egypt, just as you were put to shame by Assyria." 37. "For you shall also go out from there, and your hands shall be upon your head." It is characteristic of mourners to place their hands clasped together upon the head. And the cause of the evils: "For the Lord has thrust away your hope, and you shall not prosper in it." For if you had hoped in God, you would have gathered the ripe fruit of hope; but since you trusted in men, you have missed your hope.
ΚΕΦΑΛ. Γʹ.
Μετὰ ταῦτα δὲ γινώσκει, ὡς πᾶσα μὲν γυνὴ τοῦ ἀνδρὸς ἀφισταμένη, καὶ ἑτέρῳ συναπτομένη, πρὸς τὸν ἄνδρα τὸν πρότερον ἐπανελθεῖν οὐ δυνήσεται, τοῦ νό μου τοῦτο κωλύοντος· ἐμὲ δὲ σὺ τὸν κατὰ νόμον σοι συναφθέντα καταλιποῦσα, συνήφθης δαίμοσιν ἀνοσίοις· εἶτα, πάλιν αἴσθησιν δεξαμένη τῆς βλάβης πρὸς ἐμὲ ἐπανῄεις, ἐγὼ δὲ οὐκ ἀπωθούμην. Εἰ δὲ νομίζεις ἁπλῶς με ταῦτα λέγειν, βʹ. Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ποῦ οὐχὶ ἐξεφύρθης. Ἀντὶ τοῦ, Ἐμιάνθης. Τοῦτο γὰρ καὶ διὰ τοῦ Ἐζεκιήλ φησι πρὸς αὐτὴν, "Καὶ εὗρόν σε πεφυρμένην ἐν τῷ αἵματί σου·" οὕτω δὲ καὶ ὁ Σύρος ἡρμήνευσε. Λέγει δὲ ἐν τοῖς ἑξῆς, ὅτι Οὐ μόνον παραγινομένους ἐδέχου, ἀλλὰ καὶ ἐξῄεις ἐπιζητοῦσα· καὶ ταῖς κορώναις πα ραπλησίως προσήδρευες ταῖς ὁδοῖς, τὴν ἐκείνων προσ μένουσα παρουσίαν, καὶ τὴν γῆν μιασμάτων ἐνέπλησας, πολλοῖς ποιμέσιν ἀνθ' ἑνὸς χρησαμένη. Ποιμένας γὰρ πολλοὺς τὰ εἴδωλα προσηγόρευσεν ὥσπερ γὰρ θεοὶ ἐκαλοῦντο τὴν θείαν προσηγορίαν συλήσαντες οἱ τοῦ ψεύδους πατέρες οὕτω καὶ ποιμένες ὠνομά σθησαν τὸ τοῦ ἀληθινοῦ ποιμένος λῃστεύσαντες ὄνομα. "Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας." Καθάπερ γὰρ αἱ τὴν ὥραν ἀπεμπολοῦσαι τῶν μετώπων ἀποξύουσι τὴν αἰδῶ, καὶ πᾶσιν ὁμοίως προσφέρονται· οὕτω σὺ πρὸς οὐδένα τὴν εὔνοιαν δι εφύλαξας, ἀλλὰ τρυγῶσα μὲν παρ' ἐμοῦ τῶν ἀγαθῶν τὴν φορὰν, τοῖς εἰδώλοις ἐδούλευες. Περιπίπτουσα δὲ συμφοραῖς, καὶ τῆς ἐκείνων ἀσθενείας αἰσθανομένη, τὴν ἐμὴν ἐξῄτεις βοήθειαν. δʹ.
CHAPTER 3.
After this he knows that any woman who departs from her husband and is joined to another cannot return to her former husband, since the law forbids this; but you, having abandoned me, who was joined to you according to the law, were joined to unholy demons; then, having again perceived the harm, you were returning to me, and I did not thrust you away. But if you think I say these things idly, 2. Lift up your eyes straight ahead, and see where you have not been defiled. Instead of, You have been polluted. For this he also says through Ezekiel to her, "And I found you defiled in your blood"; and thus the Syrian also interpreted it. And he says in what follows, that Not only did you receive those who came, but you also went out seeking; and like the crows you sat by the roads, awaiting their presence, and you filled the earth with defilements, having used many shepherds instead of one. For he called the idols many shepherds; for just as those fathers of falsehood were called gods, having plundered the divine title, so also they were named shepherds, having stolen the name of the true Shepherd. "A harlot's look has become yours, you have acted shamelessly toward all." For just as those who sell their beauty scrape the shame from their foreheads, and present themselves alike to all; so you preserved your goodwill toward no one, but while gathering from me the abundance of good things, you served idols. And falling into calamities, and perceiving their weakness, you sought my help. 4.
Οὐχ ὡς οἶκόν με ἐκάλεσας, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου, Οὐ ταύτας μοι τῆς οἰκειώσεως προσηγορίας ἐτίθεις πάλαι, ποτὲ μὲν πατέρα καλοῦσα, ποτὲ δὲ ἄνδρα παρθενικὸν, ποτὲ δὲ οἶκον ἄσυλον; Οὕτω γὰρ καὶ ὁ μακάριος λέγει Δαβίδ· "Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. εʹ. Μὴ διαμενεῖ εἰς τὸν αἰῶνα; Ἀντὶ τοῦ, Τὸ ψεῦδός σου, καὶ τῶν ῥημάτων ἡ χλευασία. "Ἦ δια φυλαχθήσεται εἰς νῖκος;" Ἦ νομίζεις διὰ τούτων περιγενέσθαι καὶ νικᾷν; Εἶτα εἰρωνικῶς· "Ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα, καὶ ἠδυνή θης." Ἀντὶ τοῦ, Νόμισον κεχλευακέναι, καὶ δια πεφευγέναι τοιαῦτα παρανομῆσαι τολμήσασα. Μετὰ δὲ ταῦτά φησι τὸν Θεὸν πρὸς αὐτὸν εἰρηκέναι ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως· ϛʹ. Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπειδὴ ἀπῆσαν ἐκεῖνοι (ἐδούλευον γὰρ ἐν Βαβυλῶνι), τὸν προφήτην διδάσκει τῆς τιμωρίας τὸ δίκαιον. "Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ." Ἔπειτα τὴν οἰκείαν ἀγαθότητα καὶ μακροθυμίαν δείκνυσιν. ζʹ. Καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν. Ἑκοῦσα τοίνυν τὸν ὄλεθρον ἐπεσπάσατο, μήτε ἀρχῆθεν τὴν κατὰ νόμον πολιτείαν ἀσπασαμένη, καὶ μετὰ τὴν ἀσέβειαν ἐπιστρέψαι μὴ βουληθεῖσα. Ἐντεῦθεν αὔξει τῆς Ἰούδα φυλῆς τὴν κατηγορίαν. ηʹ. Καὶ
Did you not call me a house, and father, and leader of your virginity? Did you not long ago give me these terms of kinship, sometimes calling me father, sometimes a virgin husband, sometimes an inviolable house? For thus also the blessed David says: "Be to me a God for protection, and a house of refuge to save me." 5. Will it not endure forever? That is, your falsehood, and the mockery of your words. "Or will it be kept for victory?" Or do you think that by these things you will prevail and conquer? Then ironically: "Behold, you have spoken and done these evil things, and you were able." That is, consider that you have mocked and escaped, having dared to transgress in such ways. After this he says that God spoke to him in the days of Josiah the king: 6. Did you see what the dwelling of Israel did to me? Since those people were absent (for they were serving in Babylon), he teaches the prophet the justice of the punishment. "She went upon every high mountain, and under every leafy tree, and there she played the harlot." Then he shows his own goodness and long-suffering. 7. And I said after she played the harlot these things, Return to me, and she did not return. Willingly, therefore, she drew destruction upon herself, neither having embraced from the beginning the conduct according to the law, nor wishing to return after her impiety. From here he increases the accusation of the tribe of Judah. 8. And
εἶδε τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύν θετος Ἰούδα ἡ ἀδελφὴ αὐτῆς, καὶ εἶδε διότι περὶ πάντων ὧν κατελήφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραὴλ, καὶ ἐξαπέστειλα αὐτὴν, καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς. Καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα, ἡ ἀδελφὴ αὐτῆς, καὶ ἐπορεύθη, καὶ ἐπόρνευσε καὶ αὐτή. Θεασαμένη, φησὶ, καὶ τὴν πονηρίαν τῆς ἀδελφῆς αὐτῆς, καὶ τὴν διὰ ταύτης ἐπενεχθεῖσαν αὐτῇ τιμωρίαν, οὐκ ἔφυγε τῆς πονηρίας τὴν μίμησιν· ἀλλὰ τοῖς ἐκείνης ἠκολούθησεν ἴχνεσιν. θʹ. Καὶ ἐγένετο ἡ πορνεία αὐτῆς εἰς οὐθέν. Οὐδὲν γὰρ, φησὶ, παράνομον ποιεῖν ὑπελάμβανε· πορνείαν δὲ τὴν εἰδωλολατρείαν καλεῖ· καταλιπόντες γὰρ τὸν Θεὸν, ὃς νυμφίος αὐτῶν ὠνομάζετο, τοῖς εἰδώλοις ἐλάτρευον. "Καὶ ἐφονοκτόνει τὴν γῆν, θύουσα τὰ τέκνα τοῖς δαίμοσι· καὶ ἐμοίχευσε τὸν λίθον καὶ τὸ ξύλον." Σαφῆ τὴν τῆς πορνείας κατηγορίαν εἰργάσατο. Εἶτα διὰ πλειόνων διδάσκει, ὅτι οὐκ ἐβδελύξατο τῆς ἀδελφῆς τὴν ἀσέβειαν, τὴν πανωλεθρίαν θεασαμένη· καὶ ὅτι μᾶλλον ἔχουσί τινα συγγνώμην αἱ δέκα φυλαὶ, ἤπερ ἡ τοῦ Ἰούδα φυλὴ, ἐπειδὴ τὰς συμφορὰς ἐκείνων ἑωρακυῖα, τὰ αἴτια τῶν συμφορῶν διετέλεσε δρῶσα· οὗ δὴ χάριν ἐκείνοις προθεσπίσαι ὁ προφήτης παρακελεύεται. ιβʹ. Πορεύου γὰρ, φησὶ, καὶ ἀνάγνωθι τοὺς λό γους τούτους πρὸς βοῤῥᾶν, καὶ ἐρεῖς, Ἐπιστράφηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος. Καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς, ὅτι ἐλεήμων εἰμὶ, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. Ἀμέτρητος ἡ τοῦ Δεσπό του φιλανθρωπία· μετὰ γὰρ τὴν πολλὴν παρανομίαν μόνην ἐπιζητεῖ μεταμέλειαν·
Her sister, faithless Judah, saw her faithlessness, and she saw that because of all the things in which the dwelling place of Israel was caught committing adultery, I sent her away and gave her a bill of divorce into her hands. And faithless Judah, her sister, was not afraid, but went and played the harlot also. Having seen, he says, her sister's wickedness and the punishment brought upon her because of it, she did not flee from the imitation of wickedness, but followed in her footsteps. 9. And her harlotry became as nothing. For, he says, she supposed she was doing nothing unlawful; and he calls idolatry harlotry; for having abandoned God, who was named their bridegroom, they served idols. "And she bloodied the land, sacrificing her children to demons; and she committed adultery with stone and wood." He made the charge of harlotry clear. Then through more words he teaches that she did not loathe her sister's impiety, having seen her utter destruction; and that the ten tribes have some pardon more than the tribe of Judah, since having seen those disasters, she continued doing the causes of the disasters; for which reason the prophet is commanded to foretell to them. 12. For go, he says, and read these words toward the north, and you shall say, Return to me, dwelling place of Israel, says the Lord. And I will not set my face against you, because I am merciful, says the Lord, and I will not be angry with you forever. The Master's love for humanity is immeasurable; for after great lawlessness he seeks only repentance.
διδάσκει δὲ καὶ ταύτης τὸν τρόπον. ιγʹ. Πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας. Ἀρχὴ γὰρ ὑγείας αἴσθησις ἀῤῥωστίας. Καὶ, "Ἐξέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους." Τὸν Θεὸν, καὶ Κύριον, καὶ ποιη τὴν, καὶ εὐεργέτην καταλιποῦσα, ἀλλοτρίοις συνήφθης· τίνες δὲ οὗτοι; "Ὑποκάτω παντὸς ξύλου ἀλσώδους." Ἔδειξε τῆς πλάνης τὸ ἀκερδές· ἄκαρπα γὰρ τὰ θεοποιηθέντα φυτά. "Τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος." Νομοθετῶν γὰρ εἶπεν, "Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ." ιδʹ. Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει Κύριος. Καὶ ἀποστάντας υἱοὺς ὀνομάζει, διὰ τὴν ἄῤῥητον αὐτοῦ ἀγαθότητα. "Διότι ἐγὼ κυριεύσω ὑμῶν." Πάλιν γὰρ ὑμῶν ἐπιμελήσομαι, καὶ πάσης ἀξιώσω κηδεμονίας. Καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς, καὶ εἰσάξω ὑμᾶς εἰς Σιών. (ιεʹ.) Καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ' ἐπι στήμης. Ταῦτα τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ ἐγένετο. Ἐπανῆλθον γὰρ ἐπὶ Κύρου τοῦ Πέρσου, ποιμένας ἔχοντες τὸν Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ, καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν· εὐσέβεια δὲ καὶ εὐνομία ἀμφοτέρους ἐκόσμει. Κατὰ μέντοι τὴν ἀλήθειαν, μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν ἡ προφητεία τέλος ἐδέξατο. Ἐξελέξατο γὰρ ἐξ Ἰουδαίων ὁ Δεσπότης, ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς· καὶ κατέστησεν αὐτοὺς ποιμένας κατὰ τὴν καρδίαν αὑτοῦ, τοὺς ἱεροὺς ἀπο στόλους. Διὸ δὴ καὶ θειοτάτῳ Πέτρῳ ἔφη· "Σί μων Ἰωνᾶ, φιλεῖς με; Ποίμαινε τὰ πρόβατά μου." Καὶ ὅτι ταύτην ἔχει τὴν διάνοιαν ἡ προφητεία, τὰ ἑξῆς μαρτυρεῖ. ιζʹ.
He also teaches the manner of this one. 13. Only know your iniquity, that you have acted impiously toward the Lord your God. For the beginning of health is the perception of sickness. And, You have poured out your ways to strangers. Having abandoned God, and Lord, and Maker, and Benefactor, you joined yourself to strangers; and who are these? Under every leafy tree. He showed the profitlessness of the error; for the plants made into gods are unfruitful. But you did not obey my voice, says the Lord. For when giving the law he said, You shall have no other gods besides me. 14. Return, sons who have departed, says the Lord. He calls them both departed and sons, because of his ineffable goodness. For I will be lord over you. For again I will take care of you, and deem you worthy of every guardianship. And I will take you one from a city, and two from a family, and I will bring you into Zion. (15.) And I will give you shepherds according to my heart, and they shall shepherd you, shepherding with understanding. These things happened typically in the time of Zerubbabel. For they returned under Cyrus the Persian, having as shepherds Zerubbabel the son of Shealtiel, and Jesus the son of Josedek, the great priest; and piety and good order adorned both. In truth, however, after the incarnation of our God and Savior the prophecy received its fulfillment. For the Master chose from the Jews one from a city, and two from a family; and he appointed them shepherds according to his heart, the sacred apostles. Therefore indeed he also said to the most divine Peter: Simon son of Jonah, do you love me? Shepherd my sheep. And that the prophecy has this meaning, what follows testifies. 17.
Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, καλέσουσι τὴν Ἱερουσαλὴμ θρό νον Κυρίου, καὶ συναχθήσεται εἰς αὐτὴν πάντα τὰ ἔθνη τῷ ὀνόματι Κυρίου εἰς Ἱερουσαλήμ· καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὑτῶν τῆς πονηρᾶς. Τοῦτο δὲ μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐκ ἐγένετο· οὐ γὰρ κατέλιπε τὴν ἀσέβειαν τηνικαῦτα τὰ ἔθνη. Μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, διεπόρθμευσαν μὲν εἰς ἅπασαν τὴν οἰκουμένην οἱ θεῖοι ἀπό στολοι τὸ σωτήριον κήρυγμα· ἀπέστησαν δὲ τῆς προτέρας πλάνης οἱ ταύτῃ δουλεύσαντες, καὶ τὸν τῶν ἁπάντων προσκυνοῦσι Θεὸν, καὶ ὡς εἰς θρόνον θεῖον τὴν
Ἱερουσαλὴμ συντρέχουσιν ἅπαντες. Εἶτα διδάσκει ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐκ έτι πάλιν αἱ φυλαὶ δίχα διαιρεθήσονται, ἀλλὰ κατὰ τὸ αὐτὸ ἐπανήξουσι, καὶ τὴν πατρῴαν καθέξουσι γῆν. Εἶτα ὁ προφήτης ἐπὶ ταῖς χρησταῖς ἐπαγγε λίαις ἡσθείς φησι· ιθʹ. Καὶ ἐγὼ εἶπον, Γένοιτο, Κύριε. Ταῦτα ἐν μέσῳ εἰρηκὼς ὁ προφήτης, συμπεραίνει τὴν θείαν ἐπαγγελίαν. "Ὅτι τάξω σε εἰς τέκνα." Πάλιν γὰρ, φησὶ, ἐμοὶ χρηματίσετε παῖδες. "Καὶ δώσω σοι γῆν ἐκλεκτὴν, κληρονομίαν ὀνομαστὴν, Θεοῦ παν τοκράτορος ἐθνῶν." Τὴν γῆν τῆς ἐπαγγελίας οὕτως ἐκάλεσεν. Ἐθνῶν δὲ αὐτὸν Θεὸν ὠνόμασε παντοκράτορα, διδάσκων ὅτι πάντων ἐστὶ Θεὸς, καὶ πάντων δημιουργὸς, καὶ ὅτι καὶ τὰ ἔθνη τῆς θεογνω σίας ἀπολαύσονται, καὶ μεταβήσεται εἰς ἐκεῖνα ἡ χάρις τοῦ Πνεύματος. Μετὰ ταῦτα συμβουλεύει ἣν ἔχουσι παῖδες περὶ πατρὸς φιλοστοργίαν κτήσασθαι, καὶ τῆς θείας ἀπολαῦσαι κηδεμονίας.
In those days, and at that time, they shall call Jerusalem the throne of the Lord, and all the nations shall be gathered to it in the name of the Lord, to Jerusalem; and they shall no longer walk after the evil thoughts of their own heart. But this did not happen after the return from Babylon; for the nations did not then abandon their impiety. After the incarnation of our God and Savior, the divine apostles carried the saving proclamation across the whole inhabited world; and those who had been enslaved to their former error departed from it, and they worship the God of all things, and all run together to Jerusalem as to a divine throne. Then he teaches that after the return from Babylon the tribes shall no longer again be divided apart, but shall return together and possess the land of their fathers. Then the prophet, delighted at the good promises, says: 19. And I said, So be it, Lord. Having said these things in the midst, the prophet concludes the divine promise. "For I will set you as children." For again, he says, you shall be called my children. "And I will give you a choice land, a renowned inheritance, of God the Almighty of nations." He called the land of promise this. And he named him God Almighty of nations, teaching that he is God of all things and creator of all things, and that the nations also shall partake of the knowledge of God, and the grace of the Spirit shall pass over to them. After these things he counsels them to acquire the affection which children have toward a father, and to enjoy the divine care.
Εἶτα αἰτιᾶται, ὅτι γυναῖκα μοιχεύτριαν εἰς τὸν ἄνδρα παρανομοῦσαν ἐζήλωσαν, οὐ μόνον αἱ δέκα φυλαὶ, ἀλλὰ καὶ ἡ τοῦ Ἰούδα φυλὴ, καὶ τὰς πρὸς τὸν νυμφίον συνθήκας παρέβησαν· προλέγει δὲ καὶ τῶν δέκα φυλῶν τὴν μεταμέλειαν· αἴσθησιν γὰρ αὐταῖς τῆς παρανομίας ἡ τῆς αἰχμαλωσίας ἐνέθηκε συμφορά. καʹ. Φωνὴ γὰρ, φησὶν, ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ἰσραὴλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο Θεοῦ ἁγίου αὐτῶν. Θεασάμενος δὲ τὴν μεταμέλειαν, ἐπιμεῖναι ταύτῃ προτρέπει, καί φησιν· κβʹ. Ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἐγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. Οὐ μόνον δὲ ὑπισχνεῖται τὴν ἴασιν, ἀλλὰ καὶ ποίοις χρήσασθαι δεῖ λόγοις διδάσκει, μονονουχὶ λέγων· Ταῦτα εἴπατε· "Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ." Ἀρνούμεθα τὴν πλάνην, βδελυσσόμεθα τὴν τῶν δαιμόνων δουλείαν· σὲ μόνον ἴσμεν καὶ Κύριον καὶ Θεόν. κγʹ. Ὄντως ψεῦδος ἦσαν οἱ βουνοὶ, καὶ ἡ δύναμις τῶν ὀρέων. Πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τῷ οἴκῳ Ἰσραήλ. Δι' αὐτῆς μεμαθή καμεν τῆς πείρας, ὡς σὺ μόνος χορηγὸς ἀγαθῶν· τὰ δὲ ἄλση καὶ οἱ βουνοὶ, ἐπιζήμια καὶ ὀλέθρια. κδʹ. Ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, καιόν των τὰ πρόβατα αὑτῶν, τοὺς υἱοὺς αὑτῶν, καὶ τὰς θυγατέρας αὑτῶν. Ἔδειξε καὶ ἧς προσ έφερον τοῖς εἰδώλοις τιμῆς τὴν ὑπερβολήν· πρὸς γὰρ βουσὶ καὶ προβάτοις, καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέ ρας κατέκαιον· καὶ ὅτι οὐ μόνον οὐδὲ ἐκεῖθεν ἐδρέποντο κέρδος, ἀλλὰ πρὸς τῇ τῶν ψυχῶν ἀπωλείᾳ καὶ τὴν αἰσχύνην ἐτρύγων· τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων φησί· κεʹ.
Then he brings a charge, that they zealously pursued a woman, an adulteress transgressing against her husband—not only the ten tribes, but also the tribe of Judah—and that they broke the covenants made with the bridegroom. And he foretells also the repentance of the ten tribes; for the calamity of captivity instilled in them a sense of their transgression. 21. For a voice, he says, was heard from the lips of weeping and supplication of the sons of Israel, because they did wrong in their ways, they forgot God, their Holy One. And having seen their repentance, he urges them to persist in it, and says: 22. Return, you returning sons, and I will heal your brokenness. And he does not only promise the healing, but also teaches with what words they must speak, all but saying: Say these things: "Behold, we shall be your servants, for you are the Lord our God." We renounce error, we abhor the slavery of demons; you alone we know both as Lord and God. 23. Truly the hills were a lie, and the strength of the mountains. But through the Lord our God is salvation for the house of Israel. Through experience itself we have learned that you alone are the provider of good things; but the groves and the hills are harmful and destructive. 24. But shame has consumed the labors of our fathers from their youth, their sheep, their sons, and their daughters. He showed also the excess of the honor they brought to idols; for along with oxen and sheep they also burned up their sons and their daughters; and that not only did they reap no profit from there, but along with the loss of their souls they also gathered shame; for this he says through what follows: 25.
Ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν· διότι ἐναντίον τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἀπὸ νεότητος ἡμῶν, καὶ ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. Καὶ ὁ θεῖος Ἀπόστολος τῆς ἁμαρτίας καρπὸν τὴν αἰσχύνην εἶναί φησι· λέγει δὲ οὕτως· "Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε;" ΚΕΦΑΛ. Δʹ.
Οὕτω διδάξας αὐτοὺς δεηθῆναι, ὑπισχνεῖται καὶ αὐτοῖς ἀπόλαυσιν ἀγαθῶν, εἰ λάβοιεν λήθην τῶν εἰ δώλων (αὐτὰ γὰρ καλεῖ βδελύγματα), καὶ εἰς τὸν ὄντα Θεὸν μεταθεῖεν τὸ σέβας· ὡς καὶ τοὺς ὅρκους μηκέτι κατ' εἰδώλων, ἀλλὰ κατ' αὐτοῦ ποιεῖσθαι, ἀληθεύοντας καὶ οὐ ψευδομένους. Τοῦτο γὰρ λέγει· βʹ. Ἐὰν ὀμόσῃς, Ζῇ Κύριος, μετὰ ἀληθείας, ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ. Ἐν δὲ τοῖς ἱεροῖς Εὐαγγελίοις τὰ τούτων νενομοθέτηκε τελειότερα· "Ἐῤῥέθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ Κυρίῳ τοὺς ὅρκους σου. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως." Ἰουδαίοις δὲ, ὡς ἀσθε νῶς διακειμένοις, παρακελεύεται κατ' αὐτοῦ ὀμνύναι, ἵνα τῇ τοῦ ὅρκου συνηθείᾳ αὐτὸν μόνον προσκυνεῖν διδαχθῶσιν· ἐπαγγέλλεται δὲ, τούτων γινομένων,
We slept in our shame, and our dishonor covered us, because we sinned against our God, we and our fathers, from our youth even to this day, and we did not listen to the voice of the Lord our God. And the divine Apostle says that shame is the fruit of sin; and he speaks thus: "What fruit then did you have in the things of which you are now ashamed?" Chapter 4.
Having thus taught them to entreat, he promises them also the enjoyment of good things, if they would forget the idols (for these he calls abominations), and transfer their reverence to the God who is; so that they should no longer make oaths by idols, but by him, speaking truth and not lying. For this is what he says: 2. If you swear, "As the Lord lives," in truth, in judgment, and in righteousness. But in the holy Gospels the more perfect things concerning these have been legislated: "For it was said," he says, "to those of old, You shall not swear falsely, but you shall render to the Lord your oaths. But I say to you, do not swear at all." But to the Jews, as being weakly disposed, he urges them to swear by him, so that by the habit of swearing they might be taught to worship him alone; and he promises, if these things come to pass,
ὡς εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν Ἱερουσαλήμ· τούτων γὰρ εὐσεβούντων, πολλοὶ τῶν πλησιοχώρων μετεμάνθανον τὴν εὐσέβειαν. Ἐντεῦθεν ἀπὸ τοῦ Ἰσραὴλ ἐπὶ τὸν Ἰούδα μεταφέρειτὸν λόγον, καί φησι· γʹ. Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις. Γεωργήσατε, φησὶ, τὰς ὑμετέ ρας ψυχάς· πρόῤῥιζον ἀνασπάσατε τῶν εἰδώλων τὴν μνήμην. Ταῦτα γὰρ ἀκάνθας καλεῖ. δʹ. Περιτμήθητε τῷ Θεῷ ὑμῶν. Εἶτα διδάσκει ὁποία τοῦ Θεοῦ ἡ περιτομή. "Καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ." Σαφῶς ἐδίδαξεν ὡς ἡ φαινομένη περιτομὴ τύπος τῆς κεκρυμμένης, καὶ ὅτι τῆς ἔνδον οὔσης περιττὴ ἡ τοῦ σώματος. Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος Ῥωμαίοιςγέγραφεν· "Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ, ἐν σαρκὶ, περιτομὴ, ἀλλ' ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύ ματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ." Ἤκουσε γὰρ τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος· "Περιτμήθητε τῷ Θεῷ ὑμῶν, καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ· μήποτε ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου, καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν." Ὑμεῖς γὰρ μόνοι δύνασθε σβέσαι μεταμελούμενοι· ὑμῶν δὲ μεταμελείᾳ μὴ κεχρημένων, οὐδεὶς ἱκανὸς ἀπαλλάξαι τῆς τιμωρίας.
so that the nations will bless in him, and in him they will praise God in Jerusalem; for when these were pious, many of those in the neighboring regions learned piety. From here he transfers the word from Israel to Judah, and says: 3. Break up for yourselves fallow ground, and do not sow on thorns. Cultivate, he says, your souls; pull up by the root the memory of idols. For these he calls thorns. 4. Be circumcised to your God. Then he teaches what kind of circumcision is God's: "And circumcise the foreskin of your heart, men of Judah, and those who dwell in Jerusalem." He has clearly taught that the visible circumcision is a type of the hidden one, and that the circumcision of the body is superfluous when the inner one exists. Starting from this, the divine Apostle wrote to the Romans: "For he is not a Jew who is one outwardly, nor is the circumcision outwardly, in the flesh, but a Jew is one inwardly, and circumcision is of the heart in spirit, not in letter, whose praise is not from men but from God." For he heard God saying through the prophet: "Be circumcised to your God, and circumcise the foreskin of your heart, men of Judah, and those who dwell in Jerusalem; lest my wrath go forth like fire, and be kindled, and there be no one to quench it before the face of the wickedness of your practices." For you alone can quench it by repenting; but if you do not make use of repentance, no one is able to deliver you from punishment.
Δεδιττόμενος δὲ αὐτοὺς παρακελεύεται εἰπεῖν τῇ Ἱερουσαλὴμ, καὶ πάσῃ τῇ Ἰουδαίᾳ φυλῇ, ὥστε σαλπίσαι, καὶ σημᾶναι πᾶσι τῶν πολεμίων τὴν προσ βολὴν, ἵνα εἰς τὰς τετειχισμένας καταφύγωσι πόλεις, διαφερόντως δὲ εἰς Σιὼν, ὡς ὀχυρωτέραν· καὶ κατεπείγει, λέγων· ϛʹ. Σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βοῤῥᾶ, καὶ συντριβὴν μεγάλην. Λέγει δὲ ταῦτα παραβολικώτερον· καὶ καλεῖ λέοντα τὸν Να βουχοδονόσορ, μάνδραν δὲ τὴν Βαβυλῶνα· ἐκεῖθεν δὲ τοῦτον ὁρμῶντα, καὶ τὰς πόλεις ἐμπρῆσαι, καὶ τὰς χώρας δῃῶσαι. ηʹ. Τούτου δὴ χάριν, περιζώσασθε σάκκους, καὶ κόπτεσθε, καὶ ὀλολύξατε, ὅτι οὐκ ἀπεστράφη ὁ θυμὸς τῆς ὀργῆς Κυρίου ἀφ' ὑμῶν. Προλέγει δὲ καὶ τὴν τοῦ βασιλέως δειλίαν, τοῦ τε Ἰωακεὶμ, καὶ τοῦ Ἰεχωνίου μετ' ἐκεῖνον, καὶ τελευταίου τοῦ Σεδεκίου. Προλέγει καὶ τῶν ἀρχόντων καὶ ἱερέων τὸ δέος. Καὶ μετὰ ταῦτα πρὸς τὸν Δεσπότην ὁ προφή της φησί· ιʹ. Ἆρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦ Θεοῦ καὶ τὴν Ἱερουσαλὴμ, λέγων, Εἰρήνη ἔσται, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῶν ψυχῶν αὐ τῶν; Ταῦτα οὐκ ἀληθῶς ὁ προφήτης ἔφη, ἀλλ' ἐπειδὴ οἱ ψευδοπροφῆται εἰρήνην ὑπισχνοῦντο, τὸν Θεὸν ταύτην ἐπαγγέλλεσθαι λέγοντες, τὴν ἐκείνων ἐλέγχων ψευδολογίαν, τούτοις τοῖς λόγοις ἐχρήσατο ιαʹ. Ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ, καὶ τῇ Ἱερουσαλὴμ, ὡς πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν, οὐδὲ εἰς ἅγιον. ιβʹ. Πνεῦμα πληρώσεως ἀπὸ τούτων ἥξει μοι.
Doubling down, he urges them to speak to Jerusalem and to every tribe of Judah, so as to sound the trumpet and signal to all the enemy's approach, so that they may flee for refuge into the walled cities, and especially into Zion, as being more strongly fortified; and he presses them, saying: 6. Hurry, do not stand still, for I am bringing evils from the north, and a great crushing. He says these things more figuratively; and he calls Nebuchadnezzar a lion, and Babylon a fold; from there he will rush forth and set the cities on fire and ravage the countryside. 8. For this reason, gird yourselves with sackcloth, and beat yourselves, and wail, because the fury of the Lord's anger has not turned away from you. He foretells also the cowardice of the king, both of Jehoiakim and of Jeconiah after him, and lastly of Zedekiah. He foretells also the fear of the rulers and priests. And after these things the prophet says to the Master: 10. Surely you have utterly deceived the people of God and Jerusalem, saying, There will be peace, and behold, the sword has reached even to their souls? The prophet did not say these things truthfully, but since the false prophets were promising peace, saying that God was promising this, exposing their falsehood, he used these words. 11. In that time they will say to this people, and to Jerusalem, As a spirit of wandering in the wilderness, the way of the daughter of my people is not to purity, nor to holiness. 12. A spirit of fullness will come to me from these.
Δι' αὐτῆς, φησὶ, μαθήσονται τῆς πείρας, κατὰ τὸν καιρὸν τῶν συμφορῶν, ὡς πνεῦμα πλανήσεως ἦν τὸ διὰ τῶν ψευδοπροφητῶν φθεγγόμενον, οὐ καθαρὸν, οὐδὲ ἅγιον, οὐδὲ πνεῦμα πληρώσεως, ἀντὶ τοῦ, οὐ συμπληρωτικὸν τῆς Τριάδος· ἀφ' ὧν ἦλθέ μοι τὰ παρόντα κακά. "Νῦν δὲ ἐγὼ λαλήσω κρίματά μου πρὸς αὐτούς." Τουτέστιν, Ἃς δικαίως αὐτοῖς ἐπάξω συμφοράς. Καὶ καταλέγει ταύτας, νεφέλῃ μὲν ἀπεικάζων καὶ καταιγίδι τὰ ἅρματα, ἀετοῖς δὲ τὴν τῶν ἵππων ὀξύτητα. Προλέγει καὶ τὸν ἐσόμενον θρῆνον· "Οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν." Καὶ μετὰ ταῦτα συμβουλεύει τῇ μεταμελείᾳ τὴν σω τηρίαν καρπώσασθαι. ιδʹ. Ἀπόπλυνε γὰρ, φησὶ, ἀπὸ κακίας τὴν καρ δίαν σου, Ἱερουσαλὴμ, ἵνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πονηροί σου; Ἡ γὰρ τῶν λογισμῶν πονηρία τούτων σοι τῶν κακῶν γεγένηται πρόξενος. ιεʹ. Διότι φωνὴ ἀναγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Ἐφραΐμ. Δὰν ἡ νῦν
Πανεὰς ἐκαλεῖτο· αὕτη ἦν τῆς Ἰσραηλίτιδος γῆς, καὶ μαρτυρεῖ τῶν Βασιλειῶν ἡ ἱστορία· ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεέ· ἀπὸ βοῤῥᾶ δὲ καὶ αὐτὴ, καὶ τὸ ὄρος τὸ Ἐφραῒμ τῆς Ἱερουσαλὴμ διάκειται· ἐκεῖθεν δὲ ὁ Βαβυλώνιος ἐποιήσατο τὴν πορείαν. Καὶ μάρτυς οὗτός τε ὁ προφήτης, καὶ τῶν Βασιλειῶν ἡ τετάρτη· λέγουσι δὲ ὡς τοὺς αἰχμαλώτους εἰς Ῥε βλαθὰ τῆς Ἐμὰθ ἀπήγαγον οἱ τοῦ Ναβουχοδονόσορ. Κώμη δέ ἐστιν ἡ Ῥεβλαθὰ τῆς νῦν καλουμέ νης Ἐμέσης· ὡς εἶναι δῆλον, ὅτι Ἐμὰθ τὴν μεγάλην τὴν Ἔμεσαν λέγει· τὴν δὲ ἄλλην Ἐμὰθ, τὴν Ἐπιφάνειαν· οὕτω γὰρ καὶ μέχρι τοῦ παρόντος τῇ ἐπιχωρίῳ καλεῖται φωνῇ. Ἐπειδὴ τοίνυν ἐκεῖθεν τρέχοντες τὰ λυπηρὰ προσεμένοντο·
Through experience itself, he says, they will learn in the time of calamities that what was spoken through the false prophets was a spirit of error, not pure, not holy, nor a spirit of fulfillment—that is, not completing the Trinity—from which the present evils came upon me. "But now I will speak my judgments to them." That is, the calamities which I will justly bring upon them. And he enumerates these, likening the chariots to a cloud and a storm, and the swiftness of the horses to eagles. He foretells also the lamentation that will come: "Woe to us, for we are in misery." And after this he advises them to reap salvation through repentance. 14. For wash, he says, your heart from wickedness, O Jerusalem, that you may be saved; how long will your evil thoughts remain in you? For the wickedness of your thoughts has been the cause of these evils for you. 15. For a voice announcing from Dan will come, and pain will be heard from the mountain of Ephraim. Dan, which is now
called Paneas; this was in the land of Israel, and the history of the Kingdoms bears witness: "from Dan even to Beersheba"; and both this and the mountain of Ephraim lie to the north of Jerusalem; and from there the Babylonian made his march. And this prophet is a witness, and the fourth book of the Kingdoms; and they say that the men of Nebuchadnezzar led the captives away to Reblatha of Emath. And Reblatha is a village of what is now called Emesa; so that it is clear that he calls great Emath Emesa; and the other Emath, Epiphaneia; for thus even to the present it is called in the local tongue. Since, therefore, running from there they expected grievous things;
ιϛʹ, ιζʹ. Ἰδοὺ συστροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν, καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φωνὴν αὐτῶν. Ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ' αὐ τὴν κυκλόθεν. Καθάπερ γὰρ, φησὶ, οἱ τὰ σπέρματα ἢ τὰς ἀμπέλους φυλάσσοντες, ἀκριβῶς ταῦτα φυλάττουσι, καὶ τοὺς ὁδίτας δι' αὐτῶν παρ ιέναι κωλύουσιν· οὕτως οὗτοι τὴν Ἱερουσαλὴμ πολιορκήσουσι, καὶ οὐδένα διαφυγεῖν συγχωρήσουσι. Διδάσκει δὲ καὶ ὁ προφήτης, καὶ τῶν Βασιλειῶν ἡ τετάρτη, ὡς καὶ τεῖχος περιῳκοδόμησαν κύκλῳ ἀπὸ τετραπόδων λίθων, ὥστε μηδένα διαδράναι τῶν ἐνοικούντων. Ταῦτα δὲ πείσῃ, φησὶν, "Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος." ιηʹ. Αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησάν σοι ταῦτα· αὕτη ἡ κακία σου, ὅτι πι κρὰ, ὅτι ἥψατο ἕως τῆς καρδίας σου. Ἄξια ὧν ἐτόλμησας ὑπομενεῖς, καὶ θερίσεις ἃ ἔσπαρκας. Ταῦτα προειπὼν ὁ προφήτης ὑπὲρ ἐκείνων ὀδυνᾶται, καὶ ἀποδύρεται, καὶ λέγει τὴν κοιλίαν ἠλγηκέναι, καὶ τὰ τῆς καρδίας αἰσθητήρια· καὶ μιμεῖται μητέρα σπαρασσομένην ἐπὶ τέκνων ὀλέθρῳ. ιθʹ, κʹ. Μαιμάσσει γὰρ, φησὶν, ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι· ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυ γὴν πολέμου. Καὶ ταλαιπωρίαν, καὶ συντριμμὸν ἐπικαλεῖται. Ταῦτα γὰρ ἡ σάλπιγξ σημαίνει, ταῦτα προδηλοῖ τὰ κακά· λέγει δὲ καὶ τὴν γῆν ταλαιπωρῆσαι, καὶ τὴν σκηνὴν διαῤῥαγῆναι, καὶ τὰς δέῤῥεις διασπασθῆναι· διὰ δὲ τούτων τῆς πόλεως αἰνίττεται τὴν κατάλυσιν. Ἐξηγεῖται καὶ τῶν φευ γόντων τὸ πλῆθος, καὶ ἐκ προσώπου τοῦ Θεοῦ φησι· κβʹ. Διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, οἱ υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί.
16, 17. Behold, gatherings are coming from a land far off, and they have given their voice against the cities of Judah. They have become like those who guard a field against it round about. For just as, he says, those who guard seeds or vineyards carefully guard these things and prevent travelers from passing through them, so these men will besiege Jerusalem and will allow no one to escape. The prophet also teaches, and the fourth book of Kingdoms, that they even built a wall round about with hewn stones, so that none of the inhabitants could run away. These things, he says, you will suffer "because you neglected me, says the Lord." 18. Your ways and your practices have brought these things upon you; this is your wickedness, that it is bitter, that it has touched even your heart. You will endure things worthy of what you dared, and you will reap what you have sown. Having foretold these things, the prophet grieves on their behalf and laments, and says that his belly aches and the senses of his heart; and he imitates a mother torn apart at the destruction of her children. 19, 20. For my soul rages, he says, my heart is torn, I will not be silent; for my soul has heard the sound of the trumpet, the cry of war. And he calls upon misery and destruction. For the trumpet signifies these things, it foretells these evils; and he says also that the land has suffered misery, and the tent has been torn apart, and the curtains have been rent; and through these things he hints at the destruction of the city. He also explains the multitude of those who flee, and says from the person of God: 22. Because the leaders of my people did not know me, they are foolish sons, and not understanding.
Καὶ ἵνα μὴ νομισθῶσιν ἄξιοι εἶναι συγγνώμης ὡς ἄφρονες, εὐθὺς ἐπήγαγεν· "Σοφοί εἰσι τοῦ κακο ποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν." Τοῦτο γὰρ δὴ τὸ παγχάλεπον, ὅτι εἰς οὐδὲν ἐχρήσαντο τῇ φρονήσει, καθάπερ οἱ μέθυσοι τῷ οἴνῳ, καὶ τῷ σιδήρῳ οἱ ἀνδροφόνοι. κγʹ–κεʹ. Ἐπέβλεψα εἰς τὴν γῆν, καὶ ἰδοὺ οὐ δέν· καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ. Εἶδον τὰ ὄρη, καὶ ἰδοὺ ἦν τρέμοντα· καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους. Ἐπέβλεψα, καὶ ἰδοὺ οὐχ ὑπῆρχεν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο. Ταῦτα πάσχειν εἰώθασιν οἱ συμφοραῖς περιπίπτοντες· οὔτε γὰρ τὸ φῶς αὐτοῖς φῶς εἶναι δοκεῖ, οὔτε ἡ ἡμέρα ἡμέρα, οὔτε τὰ ἡδέα ἡδέα. Πάντα εἰς τοὐναντίον αὐτοῖς μεταβέβληται. κϛʹ. Εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπρησμέναι πυρὶ ἀπὸ προσ ώπου Κυρίου, καὶ ἀπὸ προσώπου τῆς ὀργῆς αὐτοῦ ἠφανίσθησαν. Εἰκὸς μὲν καὶ αὐτὸν δῃωθῆ ναι τὸν Κάρμηλον, ἐν τῇ τῶν πολεμίων ἐφόδῳ· ἐγὼ δὲ οἶμαι Κάρμηλον ἐνταῦθα τροπικῶς τὴν Ἱερουσαλὴμ ὀνομάζεσθαι, διὰ τὸ πλῆθος τῶν ἐνοικούντων. κζʹ. Τάδε λέγει Κύριος· Ἔρημος ἔσται πᾶσα ἡ γῆ· συντέλειαν δὲ οὐ μὴ ποιήσω. Πᾶσαν τὴν γῆν τὴν Παλαιστίνην λέγει· ὑπισχνεῖται δὲ τὴν ἀνάκλησιν. Εἶτα παρακελεύεται· κηʹ. Ἐπὶ τούτοις πενθείτω ἡ γῆ, συσκοτα σάτω ὁ οὐρανὸς ἄνωθεν, διότι ἐλάλησα. Συνᾴδει γὰρ ἡ κτίσις τῷ Ποιητῇ. "Παρατέταγμαι, καὶ οὐ μετανοήσω." Τὸ, "Οὐ μετανοήσω," ἀνθρωπίνως τέθεικεν· ἀπαθὲς γὰρ τὸ Θεῖον· ἀντὶ τοῦ, Ἐδοκίμασα τιμωρήσασθαι. "Ὥρμησα, καὶ οὐκ ἀποστρέψω ἀπ' αὐτῆς," τουτέστι, τῆς ὁρμῆς. Διδάσκει δὲ τίς αὕτη·
And so that they might not be thought worthy of pardon as being fools, he immediately added: "They are wise to do evil, but to do good they have not known." For this is the most grievous thing of all, that they used their understanding for nothing, like drunkards with wine, and murderers with iron. 23–25. I looked upon the earth, and behold, it was nothing; and upon the heaven, and its lights were not. I saw the mountains, and behold, they were trembling; and all the hills were in confusion. I looked, and behold, there was no man, and all the birds of the heaven were terrified. Those who fall into calamities are accustomed to suffer these things; for neither does the light seem to them to be light, nor the day to be day, nor pleasant things to be pleasant. All things have been changed for them into the opposite. 26. I saw, and behold, Carmel was a desert, and all the cities were burned with fire from the face of the Lord, and from the face of his wrath they were destroyed. It is likely that Carmel itself was also laid waste in the enemy's assault; but I think that here Carmel is figuratively named for Jerusalem, because of the multitude of its inhabitants. 27. Thus says the Lord: All the land shall be a desert; but I will not make a complete end. He means all the land of Palestine; and he promises the recall. Then he exhorts: 28. For these things let the earth mourn, let the heaven above be darkened, because I have spoken. For the creation is in accord with the Maker. "I have set myself in array, and I will not repent." The phrase "I will not repent" he has set down in a human way; for the Divine is impassible; it is instead of, I have determined to punish. "I have rushed forth, and I will not turn back from it," that is, from the impulse. And he teaches what this is:
ὅτι διὰ τὸ δέος τῶν τε ἱππέων καὶ
τοξοτῶν εἰς φυγὴν ἐτρέποντο πάντες, καὶ οἱ μὲν εἰς τὰ ὄρη, οἱ δὲ εἰς τὰ ἄλση θαῤῥεῖν ἐπειράθησαν· πολ λοὶ δὲ καὶ τὰς πόλεις καταλιπόντες, τὰς τῶν ὀρῶν κατέλαβον κορυφάς. Εἶτα πρὸς τὴν Ἱερουσαλήμ· λʹ. Καὶ σὺ, ἡ ταλαίπωρος, τί ποιήσεις; Ἀντὶ τοῦ, Ποῦ φεύξῃ; ποῖον καταλήψῃ τόπον; "Ἐὰν περιβάλῃ κόκκινον, καὶ κοσμήσῃ κόσμῳ χρυσῷ· καὶ ἐὰν χρίσῃ στίβῃ τοὺς ὀφθαλμούς σου, εἰς μά την ἐγένετο ὁ ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου· τὴν ψυχήν σου ζητοῦσιν." Εἰώθεισαν ἐν ταῖς τῶν δαιμόνων ἑορταῖς καλλωπίζεσθαι· ἐκείνου αὐ τοὺς ἀναμιμνήσκει τοῦ κόσμου, καὶ διδάσκει ὡς ἀκερδῆ πάντα ἐκεῖνα καὶ ἐπιζήμια. Οὐδεμιᾶς γὰρ παρὰ τῶν δαιμόνων ἀπελαύσαντο συμμαχίας, μᾶλλον δὲ τούτων αὐτοῖς τῶν κακῶν γεγένηνται πρόξενοι. λαʹ. Ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα· τοὺς στεναγμούς σου, ὡς πρωτοτοκούσης. Παρέστησε διὰ τῆς εἰκόνος τῆς ὀδύνης τὸ μέτρον. "Οἴ μοι, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις." Νόμον θεῖον πληροῖ, "Κλαίειν μετὰ κλαιόντων," καὶ τοῖς τιμωρουμένοις συνοδυνώμενος. Ἡμεῖς δὲ ἐνταῦθα διαναπαύσαντες, παρακαλοῦμεν τοὺς ἐντευξομένους τῇ βίβλῳ, φυγεῖν μὲν τὴν τῶν δαιμόνων ἀπάτην, διὰ πάντων δὲ τὸν Θεὸν θεραπεῦσαι. Οὕτω γὰρ δυνησόμεθα, καὶ κατὰ τὸν παρόντα βίον τῆς παρ' αὐτοῦ προνοίας ἀπολαῦσαι, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Β.
because of fear of both the horsemen and the archers they all turned to flight, and some tried to take courage in the mountains, others in the groves; and many, abandoning even the cities, occupied the peaks of the mountains. Then, addressing Jerusalem: 30. And you, wretched woman, what will you do? That is, Where will you flee? What place will you occupy? "Though you clothe yourself in scarlet, and adorn yourself with golden ornament; and though you paint your eyes with stibium, your beauty will be in vain; your lovers have thrust you away; they seek your life." They had been accustomed to beautify themselves at the festivals of the demons; he reminds them of that adornment, and teaches that all those things are profitless and harmful. For they enjoyed no alliance from the demons; rather, these became the cause of those evils to them. 31. For I heard a voice as of a woman in travail; your groanings, as of one giving birth to her firstborn. By the image of pain he set before them the measure of it. "Woe is me, for my soul faints over those who have been slain." He fulfills the divine law, "to weep with those who weep," and grieves together with those who are punished. And we, having rested here, entreat those who will read the book to flee from the deception of the demons, and through all things to serve God. For thus we shall be able both to enjoy his providence in the present life, and to attain the good things to come; by the grace and love for mankind of our Lord Jesus Christ, with whom to the Father together with the all-holy Spirit be glory, honor, and might, now and always, and unto the ages of ages. Amen. TOME II.
ΚΕΦΑΛ. Εʹ.
αʹ. Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλα τείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα ἐν αὐτῇ· ἐὰν εὑρεθῇ τις ποιῶν κρῖμα, καὶ ζητῶν τὴν πίστιν· καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος. Ἀνυπέρβλητος καὶ ἡ ἐκείνων ἀσέβεια, καὶ ἡ τοῦ Δεσπότου φιλανθρωπία· οἱ μὲν γὰρ ὁμοθυμαδὸν εἰς παρα νομίαν· ὁ δὲ καὶ δι' ἑνὸς κατὰ νόμον πολιτευομένου συγγνώμην ἅπασιν ἐπαγγέλλεται· τὸ μέντοι, "Ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε," ἀντὶ τοῦ, Μετὰ πάσης ἀκριβείας ἐρευνήσατε. βʹ. Ζῇ Κύριος, λέγουσιν, ὅμως δὲ ἐπὶ ψεύ δεσιν ὀμνύουσιν. Οὐδὲ γὰρ ἐν τοῖς πρόσθεν εἰρη μένοις μεταθεῖναι τὸν ὅρκον εἰς αὐτὸν ἁπλῶς παρηγγύησεν, ἀλλὰ μετὰ ἀληθείας ὀμόσαι. Εἶτα ὁ προφήτης· γʹ. Καὶ οἱ ὀφθαλμοί σου εἰς πίστιν. Τουτέστι, Μαρτυρεῖς οἷς λέγω. Ἐφορᾷς γὰρ πάντα. "Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν· συνετέλεσας αὐ τοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν." Τὸ μὲν πρότερον τὴν σύμμετρον παιδείαν δηλοῖ· τὸ δὲ, "συν ετέλεσας," τὴν ἐπιτεταμένην· ἀλλ' ὅμως οὐδὲν αὐ τοὺς ὤνησε διὰ τὴν ἀτεράμονα γνώμην· τοῦτο γὰρ ἐν τοῖς ἑξῆς λέγει· "Ἐστερέωσαν τὸ πρόσωπον αὑ τῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι." Τὴν ἀναίδειαν αὐτῶν, καὶ ἀπείθειαν διὰ τούτων δηλοῖ. δʹ, εʹ. Καὶ ἐγὼ εἶπον· Ἴσως πτωχοί εἰσι, διότι οὐκ ἠδυνήθησαν, καὶ οὐκ ἔγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ αὑτῶν. Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω αὐτοῖς· ὅτι αὐτοὶ ἔγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ. Ἁδροὺς ἐκάλεσε τοὺς ἱερέας καὶ τοὺς νομοδιδασκάλους·
CHAPTER 5
1. Run to and fro in the streets of Jerusalem, and see, and know, and seek in her broad places, if you can find a man in her; if there be found one who does justice and seeks faith, and I will be merciful to her, says the Lord. Beyond measure was their impiety, and beyond measure the loving-kindness of the Master. For they with one accord rushed into lawlessness, but he promises pardon to all even on account of one man living according to the law. The words "See, and know, and seek" stand for "Search with all diligence." 2. "As the Lord lives," they say, yet they swear upon falsehoods. For not even in what was said before did he simply command that the oath be transferred to him, but that one swear with truth. Then the prophet says: 3. "And your eyes are upon faith." That is, You bear witness to what I say, for you look upon all things. "You have chastised them, and they have not grieved; you have consumed them, and they were unwilling to receive discipline." The former phrase indicates moderate chastisement; the latter, "you have consumed them," an intensified one. But nevertheless nothing profited them, because of their stubborn disposition; for this is what he says in what follows: "They made their face harder than rock, and they were unwilling to turn back." By these words he declares their shamelessness and disobedience. 4, 5. And I said: Perhaps they are poor, because they were unable, and they have not known the way of the Lord, and the judgment of their God. I will go to the great ones, and I will speak to them, because they have known the way of the Lord, and the judgment of God. He called the priests and the teachers of the law "great ones.
πτωχοὺς δὲ τοὺς ἄλλους, ὡς τῆς θείας γνώσεως τὸν πλοῦτον οὐ κεκτημένους· ἀμφοτέρων μέντοι παρανομίαν κατηγορεῖ· τοῦτο γὰρ ἐπάγει· "Καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμούς." Ταῦτα οὐχ ἁπλῶς εἴρηκεν ὁ προφήτης· ἀλλ' ἐπειδὴ ὑπέσχετο ὁ Δεσπότης φιλανθρωπίαν, ἕνα γοῦν εἰ εὕρῃ ποιοῦντα κρῖμα, καὶ ζητοῦντα πίστιν, διδάσκει ὡς ἐπεζήτησε μὲν, ὡς προσετάχθη, πάντας δὲ εὗρε
συντρίψαντας τὸν τοῦ νόμου ζυγόν. ϛʹ. Διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυ μοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐ τοὺς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν. Λέοντα τὸν Ναβουχοδονόσορ καλεῖ, λύκον δὲ, ὡς οἶμαι, Ναβουζαρδᾶν τὸν ἀρχιμάγειρον· ὃς ὕστε ρον ἀποσταλεὶς, καὶ τὴν πόλιν ἐνέπρησε, καὶ τὸν θεῖον νεὼν καὶ τοὺς ὑπολειφθέντας ἐξηνδραπόδισε· πάρδαλιν δὲ ἡγοῦμαι Ἀντίοχον καλεῖσθαι τὸν Ἐπιφανῆ· καὶ γὰρ ὁ θεῖος Δανιὴλ τὴν Μακεδονικὴν βα σιλείαν παρδάλει εἶδεν ἀπεικασμένην· ὑπὸ τούτων, φησὶν, ἁπάντων ἐθηρεύθης διὰ τὴν περὶ τὰ εἴδωλα πλάνην. Εἶτα δικαστικῶς· ζʹ. Ποίᾳ τούτων ἵλεως γένωμαί σοι; Λέγει δὲ καὶ τῆς παρανομίας τὰ εἴδη. Οὐ γὰρ μόνον, φησὶν, ὑμεῖς, καὶ οἱ ὑμέτεροι παῖδες ὄμνυνται κατὰ τῶν οὐκ ὄντων θεῶν, ἀλλὰ καὶ τοὺς ἄλλους ὁρκίζετε· ἐγὼ δὲ ὑμῖν ἀφθονίαν ἀγαθῶν ἐδωρούμην. Τοῦτο γὰρ λέγει, "Καὶ ἐχόρτασα αὐτούς." Πρὸς δὲ τούτοις καὶ ἀλλοτρίους διορύττετε γάμους, ὡς τὴν λαγνείαν ὑμῶν ἵπποις θηλυμανέσιν ἀπεικάζεσθαι. Εἶτα συλλογιστικῶς· θʹ. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Ταῦτά με, φησὶ, παριδεῖν δυνατόν;
But the others he calls poor, as not possessing the wealth of divine knowledge; yet he accuses both of lawlessness, for this is what he adds: "And behold, with one accord they broke the yoke, they burst the bonds." The prophet has not said these things idly; but since the Master promised loving-kindness, that if he found even one doing justice and seeking faith, he teaches that he sought, as he was commanded, but found all having broken the yoke of the law. 6. Therefore a lion from the thicket struck them, and a wolf destroyed them even to their houses, and a leopard kept watch over their cities. He calls Nebuchadnezzar a lion, and a wolf, as I think, Nebuzaradan the chief cook, who later was sent and burned the city, and enslaved the divine temple and those left behind; and a leopard I consider to be called Antiochus Epiphanes; for the divine Daniel also saw the Macedonian kingdom likened to a leopard; by all these, he says, you were hunted because of your error concerning idols. Then judicially: 7. With which of these shall I be propitious to you? And he also speaks of the forms of lawlessness. For not only, he says, do you and your children swear by the gods that are not, but you also put others under oath; and I was granting you an abundance of good things. For this is what he says: "And I filled them." And besides these things you also break into others' marriages, so that your lust is likened to female-mad horses. Then by way of conclusion: 9. Shall I not visit for these things? says the Lord; or shall my soul not take vengeance on such a nation? These things, he says, can I overlook?
Καὶ πῶς οἷόν τε παραφθεῖραι τοῦ δικαίου τὴν ψῆφον; Οὗ δὴ χάριν, ταύτην ἐκφέρει, καὶ κελεύει καὶ τὰ τείχη καταλῦσαι, καὶ κατασκάψαι τοὺς προμαχῶνας· κεράννυσι δὲ τὸ δίκαιον ἀγαθότητι. ιʹ. Συντέλειαν γὰρ, φησὶ, μὴ ποιήσετε· ὑπολείπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου ἐστίν. Αἰνίττεται δὲ διὰ τούτων τὴν ἀνά κλησιν, καὶ τὴν δευτέραν οἰκοδομίαν. Προλέγει δὲ τῶν λυπηρῶν τὴν αἰτίαν ὅτι παρανομοῦντες καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γιγνόμενοι ἐθρασύνοντο, καὶ κρείττους ἔσεσθαι τῶν λυπηρῶν ὑπελάμβανον. ιβʹ. Οὐχ ἥξει γὰρ, φησὶν, ἐφ' ἡμᾶς κακὰ, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα. Αἴτιοι γὰρ τούτων ἦσαν οἱ ψευδοπροφῆται· τούτων γὰρ ἐν τοῖς ἐπαγομένοις κατηγορεῖ. ιγʹ. Οἱ προφῆται ὑμῶν ἦσαν εἰς ἄνεμον· καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν αὐτοῖς. Τὸ δὲ "εἰς ἄνεμον" τὸ μάταιον καὶ ψευδὲς τῶν λεγομένων δη λοῖ· οὐ γὰρ τοῦ θείου μετέλαχον Πνεύματος. Οὗ δὴ χάριν πρὸς τὸν προφήτην φησὶν, ὅτι Ὁ λόγος, ὃν διὰ τῆς σῆς φθέγγομαι γλώττης, πυρὸς αὐτοὺς δίκην κατανα λώσει· ὑποδείκνυσι δὲ καὶ τῆς τιμωρίας τὸν τρόπον ιεʹ. Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ἔθνος πόῤῥωθεν, οἶκος Ἰσραὴλ, λέγει Κύριος, ἔθνος ἀρχαῖόν ἐστι. Τοὺς Ἀσσυρίους λέγει· ἔθνος δὲ αὐτοὺς ἀρχαῖον καλεῖ, ἐπειδήπερ ἡ τούτων βασιλεία πασῶν ἐστι πρεσβυτάτη· Νεμβρὼθ γὰρ μετὰ τὸν κατα κλυσμὸν πρῶτος αὐτῶν ἐβασίλευσεν. Εἶτα λέγει καὶ τῆς φωνῆς τὸ ἀλλόγλωττον. Καὶ τὴν φαρέτραν ἀπεικάζει τάφῳ ἀνεῳγμένῳ, διὰ τὸ θανατηφόρον τῶν βελῶν, καὶ τῆς τοξείας τὸ εὔστοχον. Λέγει δὲ καὶ τῆς γῆς τὴν δῄωσιν, καὶ τῶν οἰκιῶν τὴν πόρθησιν, καὶ τὴν τῶν ἀνθρώπων σφαγήν.
And how is it possible to corrupt the sentence of the just one? For this reason he brings it forth, and commands both to destroy the walls and to raze the bulwarks; and he mingles justice with goodness. 10. For he says, Do not make a complete end; leave the supports of it, because they belong to the Lord. By these words he hints at the calling back and the second building. And he foretells the cause of the sorrows, that transgressing the law and becoming ungrateful toward their benefactor they grew bold, and supposed that they would be stronger than the sorrows. 12. For he says, Evil shall not come upon us, and we shall not see sword and famine. For the false prophets were the cause of these things; for he accuses them in what follows. 13. Your prophets were for the wind; and the word of the Lord was not in them. And "for the wind" makes clear the vanity and falsehood of what was said; for they did not partake of the divine Spirit. For this reason he says to the prophet that the word which I utter through your tongue will consume them like fire; and he also shows the manner of the punishment. 15. Behold, I bring upon you a nation from afar, O house of Israel, says the Lord, it is an ancient nation. He means the Assyrians; and he calls them an ancient nation, since their kingdom is the oldest of all; for Nimrod after the flood was the first to reign over them. Then he also mentions the foreignness of their speech. And he likens the quiver to an open tomb, because of the deadly nature of the arrows and the sure aim of the archery. And he speaks also of the ravaging of the land, and the sacking of the houses, and the slaughter of men.
Προλέγει μέν τοι καὶ τὴν τῶν πολεμίων κατάλυσιν, καὶ τὴν τού των ἀνάκλησιν. ιηʹ. Οὐ γὰρ μὴ ποιήσω, φησὶν, ὑμᾶς εἰς συν τέλειαν. Καὶ ἐπειδὴ ἀναλγησίαν ἐνόσουν, καὶ τὰς οἰκείας οὐχ ἑώρων παρανομίας, ἀλλ' ἔλεγον· ιθʹ. Ἕνεκα τίνος ἐποίησεν ἡμῖν Κύριος ὁ Θεὸς ἡμῶν πάντα ταῦτα; κελεύει τῷ προφήτῃ πρὸς αὐτοὺς εἰπεῖν, "Ἀνθ' ὧν ἐγκατελίπετέ με, καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν." Δικαία δὲ τῆς τιμωρίας ἡ ψῆφος. Ἐπειδὴ, φησὶ, τὴν ἐμὴν ἠρνήθητε βασιλείαν, ἑτέροις ὑμᾶς παραδώσω δεσπόταις. Ταῦτα αὐτοὺς σπουδαίως ἀκοῦσαι κελεύει, καὶ μωροὺς, καὶ ἀσυνέτους καλεῖ, ἐπειδὴ τοῖς τοῦ σώ ματος αἰσθητηρίοις οὐκ εἰς δέον ἐκέχρηντο. "Ὀφθαλ μοὶ γὰρ αὐτοῖς, φησὶ, καὶ οὐ βλέπουσιν· ὦτα αὐ τοῖς, καὶ οὐκ ἀκούουσι." Δείκνυσι καὶ αὐτοὺς καὶ ἀψύχων ἀλογωτέρους. Ἡ μὲν γὰρ θάλαττα, φησὶ, φυλάττει τοὺς ὅρους· ἔθηκα δὲ αὐτῇ ὅρους, οὐκ ἀδαμάντινον τεῖχος, ἀλλὰ ψάμμον εὐτελεστάτην· ἀλλ' ὅμως κυκωμένη καὶ ταρασσομένη οὐχ ὑπερβαί νει τοὺς ὅρους, ἀλλὰ τούτοις πελάζουσα εἰς τοὐπίσω χωρεῖ·
He foretells also the destruction of the enemies and their recall. 18. For he says, I will not make you a complete end. And since they were sick with insensibility and did not see their own transgressions, but said: 19. For what reason has the Lord our God done all these things to us? he commands the prophet to say to them, "Because you forsook me and served other gods in your land, so shall you serve strangers in a land that is not yours." And the verdict of the punishment is just. Since, he says, you have denied my kingdom, I will deliver you over to other masters. He commands them to hear these things earnestly, and calls them fools and senseless, since they did not use the senses of the body as they ought. "For they have eyes," he says, "and they do not see; they have ears, and they do not hear." He shows that they are even more irrational than inanimate things. For the sea, he says, keeps its bounds; I set bounds for it, not a wall of adamant, but the most worthless sand; yet though it is stirred up and troubled, it does not overstep its bounds, but approaching them it goes backward.
οὗτοι δὲ λόγῳ τιμηθέντες, τὴν ἀλογίαν ἠγά πησαν. κγʹ. Τῷ γὰρ τούτῳ λαῷ, φησὶ, ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής. Οὐ γὰρ αἰσθάνονται τῶν ὑπ' ἐμοῦ χορηγηθέντων ἀγαθῶν· ὑετὸν μὲν γὰρ αὐτοῖς πρώϊμον καὶ ὄψιμον διηνεκῶς παρέχω. Ἔπειτα δὲ καὶ τῶν ἀπὸ γῆς καρπῶν ἀπολαύουσι. Τοῦτο γὰρ εἶπε, "Κατὰ καιρὸν πληρώσεως προστάγματα θερισμοῦ." Οἷον γάρ τινι προστάγματι τῷ βουλή ματι κέχρηται· καὶ πλήρεις τοὺς ἀπὸ γῆς δωρεῖται καρπούς. Ἀλλ' ὅμως παρανομοῦντας ὑμᾶς ὁρῶν, καὶ τούτων ἐστέρησα τῶν ἀγαθῶν. κϛʹ, κζʹ. Εὑρέθησαν γὰρ ἐν τῷ λαῷ μου ἀσεβεῖς, καὶ παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας, καὶ συνελάμβανον. Ὡς παγὶς ἐφισταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου. Τὰς λαθραίας αὐτῶν ἐπιβουλὰς διὰ τούτων δεδήλωκε. Λέγει δὲ καὶ τὸν ἐκ τῆς ἀδικίας ἐγγιγνόμενον πλοῦ τον, καὶ τὴν ἐκ τοῦ πλούτου προσγιγνομένην ἀλαζο νείαν, καὶ τὸν παράνομον βίον, καὶ τὴν κατὰ τῶν ὀρφανῶν καὶ χηρῶν ἀδικίαν. Καὶ μετὰ ταῦτα ἐπ άγει· κθʹ. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικιεῖ ἡ ψυχή μου; Ἀλλότριον, φησὶ, τῆς ἐμῆς δικαιοκρισίας, ἡ τῶν τοιούτων ὑπεροψία. λʹ. Ἔκστασις δὲ, καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς. Ὅταν παρ' ἐλπίδα πᾶσαν παρανόμως τι γινό μενον ἴδωμεν, ταῦτα λέγειν εἰώθαμεν· Ἐξέστην ἐπὶ τῷδε ἔφριξα τόδε ἀκούσας. Εἶτα λέγει τὰ τούτων αἴτια. λαʹ. Οἱ προφῆται ὑμῶν προφητεύουσιν ἄδικα· τουτέστι, ψευδῆ. "Καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὑτῶν." Συγκαταθέσεως τοῦτο σημεῖον. "Καὶ ὁ λαός μου ἠγάπησεν οὕτως." Τὴν κακὴν ἁπάντων ὑπέδειξε συμφωνίαν.
But these men, honored with reason, loved unreason. 23. For to this people, he says, a heart has become disobedient and rebellious. For they do not perceive the good things provided by me; for I continually supply them with the early and the late rain. And then they also enjoy the fruits of the earth. For this is what he said: "At the time of the fulfillment, commands of harvest." For he has used his will as a kind of command; and he grants them the fruits of the earth in full. But nevertheless, seeing you transgressing the law, I also deprived you of these good things. 26, 27. For there were found in my people impious men, and they set snares to destroy men, and they caught them. As a snare set full of birds, so their houses are full of deceit. By these words he has indicated their secret plots. He speaks also of the wealth that comes from injustice, and the arrogance that arises from wealth, and the lawless life, and the injustice against orphans and widows. And after these things he adds: 29. Shall I not visit for these things, or shall my soul not take vengeance on such a nation? It is alien, he says, to my righteous judgment, the overlooking of such things. 30. Astonishment and horrors have come to pass on the earth. Whenever we see something done lawlessly beyond all expectation, we are accustomed to say these things: I was astonished at this, I shuddered when I heard this. Then he states the causes of these things. 31. Your prophets prophesy unjust things—that is, false things. "And the priests clapped their hands." This is a sign of consent. "And my people loved it so." He has shown the evil agreement of all.
"Καὶ τί ποιήσετε μετὰ ταῦτα;" Ἀντὶ τοῦ, τῆς τιμωρίας ἐπιφερο μένης· δηλοῖ δὲ ταύτην διὰ τῶν ἑξῆς ΚΕΦΑΛ. ςʹ.
Παρακελεύεται γὰρ τὸν τῆς Βενιαμίτιδος φυλῆς· συνῆπτο δὲ αὕτη τῇ τοῦ Ἰούδα, σημᾶναι τῇ σάλ πιγγι, καὶ εἰς παράταξιν ἑτοίμους γενέσθαι, ὡς τῶν ἀπὸ βοῤῥᾶ πολεμίων κατὰ τῆς Ἱερουσαλὴμ ὁρμώντων. Ὡραίαν γὰρ καὶ τρυφερὰν αὐτὴν καλεῖ· ὡραίαν μὲν, διὰ τὸ κάλλος τῶν οἰκημάτων· τρυφερὰν δὲ, διὰ τὸ ἁβροδίαιτον τῶν ἐνοικούντων ἐν αὐ τῇ. γʹ. Ἥξουσι ποιμένες καὶ τὰ ποίμνια αὐτῶν, καὶ πήξουσιν ἐπ' αὐτὴν σκηνὰς, καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὑτοῦ τὴν ἀγέλην αὑτοῦ. Ποιμένας τοὺς βασιλέας καλεῖ, τοὺς μετὰ τοῦ Να βουχοδονόσορ ἐπιστρατεύσαντας· ἀγέλας δὲ καὶ ποίμνας, τὰς στρατιὰς τὰς ὑπὸ τούτους τελούσας· τὴν δὲ τῆς πόλεως πολιορκίαν διὰ τούτων δεδήλωκεν. Εἶτα λέγει καὶ τὰς ἐν μεσημβρίᾳ παρατάξεις, καὶ τὰς ἑσπερινὰς ἐφόδους, καὶ τὰς νυκτερινὰς προσβο λὰς, καὶ ὡς δρυμὸν ἄκαρπον ἐκκόψαι παρακελεύεται· ὅλη γάρ ἐστι ψευδὴς κατὰ δυναστείαν αὑτῆς· συμβαίνει δὲ ταῦτα καὶ τοῖς πρόσθεν εἰρημένοις. ζʹ. Ὡς ψύχει λάκκος ὕδωρ αὑτοῦ, οὕτω ψύχει κακίαν αὑτῆς. Ἔδει τὴν τῷ Θεῷ ἀνακειμένην πόλιν, καὶ τοὺς παρανομίᾳ συζῶντας ὑποδεχομένην, εὐνομίαν διδάσκειν· νῦν δὲ τοὐναντίον ἐγκαλεῖται, ὅτι αὕτη διδάσκαλος ἀσεβείας ἐγένετο· καὶ καθά περ ὁ λάκκος εἰς ψυχρὰν ποιότητα μεταβάλλει τὸ ὕδωρ· οὕτως εἰς πονηρίαν αὕτη τοὺς πρὸς αὐτὴν παραγινομένους μετέβαλε· τὴν μέντοι πόλιν, οὐ τὰς οἰκοδομὰς, ἀλλὰ τοὺς ἐνοικοῦντας καλεῖ.
And what will you do after these things? This means: when the punishment is brought upon them; and he makes this clear through what follows in chapter 6.
For he exhorts the tribe of Benjamin—and this tribe was joined to that of Judah—to signal with the trumpet and to be ready for battle, since the enemies from the north are rushing against Jerusalem. For he calls her beautiful and delicate: beautiful, because of the beauty of her dwellings; delicate, because of the luxurious living of those who dwell in her. 3. Shepherds shall come and their flocks, and they shall pitch their tents against her, and each shall pasture his own herd with his own hand. He calls the kings shepherds—those who campaigned with Nebuchadnezzar—and herds and flocks, the armies subject to them; and through these things he has indicated the siege of the city. Then he speaks also of the noonday formations, and the evening assaults, and the nighttime attacks, and he exhorts them to cut down the forest as unfruitful; for it is wholly false in its own dominion; and these things happen also to those previously mentioned. 7. As a cistern cools its water, so she cools her wickedness. The city consecrated to God, and receiving those who live with lawlessness, ought to have taught lawfulness; but now the opposite is charged against her, that she has become a teacher of impiety; and just as the cistern changes the water to a cold quality, so she has changed those who come to her to wickedness; yet he calls the city, not the buildings, but those who dwell in it.
"Ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ προσ ώπου μου διαπαντός." Οὐδὲ τὴν ἐμὴν ἐνοίκησιν ἐδε δίεισαν, ἀλλ' ὁρῶντός μου πᾶσαν ἐτόλμων ἀσέβειαν. Εἶτα παραίνεσιν εἰσάγει καὶ συμβουλήν. Ἐν πόνῳ καὶ μάστιγι (ηʹ) παιδεύθητι, Ἱερουσαλὴμ, μήποτε ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, καὶ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικη θήσεται. Τὴν ἄῤῥητον τοῦ Δεσπότου φιλανθρωπίαν καὶ ταῦτα δηλοῖ· ἀπειλῶν γὰρ αὐτῇ τὰ σκυθρωπὰ, ὑπισχνεῖται μεταβαλλομένῃ τὴν τούτων ἀπαλλαγήν. Ἐπειδὴ δὲ τὴν εἰσήγησιν οὐκ ἐδέχοντο,
τρυγητὰς μὲν καλεῖ τοὺς πολεμίους· ἐντέλλεται δὲ αὐτοῖς ἅπαντας αὐτοὺς συναγαγεῖν, ὡς ἀμπέλου καρπὸν, καὶ τὴν αἰτίαν διδάσκει. ιʹ. Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν· οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι. Ἀπερίτμητα ὦτα καλεῖ τὰ ἀδιακρίτως πάντα δεχόμενα. Τοιοῦτοι ἦσαν καὶ οὗτοι· τὰ παρὰ τῶν ψευδοπροφητῶν προσφερόμενα τερπνὰ ὄντα ῥᾳδίως δεχόμενοι, τοῖς θείοις λόγοις προσέχειν οὐκ ἤθελον, ἀλλ' ἐκωμῴδουν καὶ διεχλεύαζον τοὺς προφήτας. Εἶτα διδάσκει τὴν τῆς μακροθυμίας ὑπερβολήν. ιαʹ. Τὸν θυμόν μου ἐπλήρωσα, καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς. Ἀντὶ τοῦ, Ὥρμησα κολάσαι, καὶ οἴκτου πάλιν αὐτοὺς ἠξίωσα καὶ φει δοῦς. Ἀπειλεῖ δὲ κοινὴν καὶ νέοις καὶ πρεσβύταις, καὶ ἀνδράσι καὶ γυναιξὶ τιμωρίαν ἐπάξειν, ἐπειδὴ κοινῇ πάντες τὴν παρανομίαν ἠγάπησαν, καὶ οἱ τῆς ἱερωσύνης ἠξιωμένοι, μετὰ τῶν τὰ ψευδῆ προαγο ρεύειν τολμώντων. Λέγει δὲ καὶ τὰ ὑπὸ τούτων τολμώμενα· ιδʹ.
Impiety and misery will be heard in her before my face continually." They did not even fear my indwelling, but dared every impiety while I was watching. Then he introduces an exhortation and counsel. In pain and scourge (8) be instructed, Jerusalem, lest my soul depart from you, and I make you an untrodden land, which will not be inhabited. These things also reveal the ineffable loving-kindness of the Master; for while threatening her with gloomy things, he promises release from them if she changes. But since they did not accept the instruction,
he calls the enemies vintagers; and he commands them to gather them all together, as the fruit of a vine, and he teaches the reason. (10) To whom shall I speak, and testify, and he will hear? Behold, their ears are uncircumcised, and they cannot hear. Behold, the word of the Lord has become to them a reproach; they will not wish to hear it. He calls ears uncircumcised that receive all things without distinction. Such were these also: readily receiving the pleasant things offered by the false prophets, they did not wish to attend to the divine words, but mocked and jeered at the prophets. Then he teaches the excess of his long-suffering. (11) I have filled my wrath, and I restrained, and I did not complete them. Instead of: I rushed to punish, and again I deemed them worthy of pity and spared them. And he threatens to bring common punishment upon both young and old, and men and women, since all in common loved lawlessness, and those deemed worthy of the priesthood, along with those who dared to foretell false things. And he speaks also of the things dared by these. (14)
Καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ ἐπ' ἀτιμίᾳ, ἐξουθενοῦντές με, καὶ λέγοντες· Εἰρήνη, εἰρήνη. Ἔπειτα κατ' ἐρώτησιν· "Καὶ ποῦ ἔστιν εἰρήνη;" Δέον, φησὶ, θεραπεύειν τὰ πάθη τοῖς αὐστηροτέροις φαρμάκοις, ἐπέτριβον ταῦτα τῇ τῆς εἰρήνης ἐπαγγελίᾳ· ποῦ τοίνυν τῶν λόγων τὸ τέ λος; Ἀντὶ γὰρ τῆς εἰρήνης πανωλεθρίαν ὁρῶσι. Δείκνυσι δὲ αὐτῶν καὶ τῆς ἀναιδείας ὑπερβολήν. Καταισχυνθέντες γὰρ, φησὶν, ὡς τὰ ψευδῆ προειρηκότες, ἐρυθριᾷν οὐκ ἀνέχονται. Τοῦτο γὰρ λέγει· ιεʹ. Οὐδ' ὡς καταισχυνόμενοι ᾐσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. Ἀλλ' ὅμως τίσουσι, φησὶν, ἐν καιρῷ ὧν ἐτόλμησαν δίκας. "Ἐν καιρῷ γὰρ ἐπισκοπῆς αὑτῶν ἀσθενήσουσιν, εἶπε Κύριος." Ἐντεῦθεν καὶ τῶν Ἰουδαίων τὴν ἀπείθειαν διδάσκει, καὶ τῶν ἐθνῶν προκηρύττει τὴν κλῆσιν. ιϛʹ. Τάδε λέγει Κύριος· Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε· ἐρωτήσατε τρίβους αἰωνίας, καὶ ἴδετε, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγίασμα ταῖς ψυχαῖς ὑμῶν. Ὁδοὶ μὲν πολλαὶ, οἱ ἅγιοι προφῆται· ὁδὸς δὲ ἀληθῶς ἀγαθὴ, αὐτὸς ὁ Κύριος ἡμῶν· ἀκούομεν γὰρ αὐτοῦ λέγοντος· "Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή·" ἑκάστη μέντοι τῶν προφητικῶν ὁδῶν εἰς ταύτην φέρει· καὶ γὰρ Μωσῆς ὁ νομοθέτης ταύ την ὑποδείκνυσι, λέγων· "Προφήτην ὑμῖν ἀνα στήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ·" καὶ τὰ ἑξῆς. Καὶ Δαβὶδ ὁ βασιλεὺς καὶ προφήτης, καὶ μέντοι καὶ Ἡσαΐας, καὶ Μιχαίας, καὶ Ἐζεκιὴλ, καὶ ἕκαστος τῶν προφητῶν ταύτην ὑπο δείκνυσι τὴν ὁδόν.
And they healed the crushing of the people's wound for dishonor, despising me, and saying: "Peace, peace." Then, by way of question: "And where is peace?" When it was necessary, he says, to treat the passions with harsher remedies, they wore them down with the promise of peace. Where, then, is the fulfillment of their words? For instead of peace they see utter destruction. And he shows also the excess of their shamelessness. For having been put to shame, he says, as though they had foretold false things, they do not endure to blush. For this is what he says: 15. Nor, as being put to shame, were they ashamed, and they did not know their dishonor. But nevertheless, he says, they will pay the penalty in time for what they dared. "For in the time of their visitation they will be weak, says the Lord." From this he teaches also the disobedience of the Jews, and proclaims beforehand the calling of the Gentiles. 16. Thus says the Lord: Stand on the roads, and see; ask for the everlasting paths, and see which is the good way, and walk in it, and you will find sanctification for your souls. Many are the roads—the holy prophets; but the truly good way is our Lord himself; for we hear him saying: "I am the way, and the truth, and the life." Each of the prophetic ways, however, leads to this one; for Moses the lawgiver also points this out, saying: "The Lord our God will raise up for you a prophet from your brothers, like me," and the rest. And David the king and prophet, and indeed also Isaiah, and Micah, and Ezekiel, and each of the prophets points out this way.
Καὶ καθάπερ μία μὲν ὁδὸς, ἡ εἰς τὰς μεγίστας ἀπάγουσα πόλεις, ἣν βασίλειον καὶ βασιλικὴν ὀνομάζειν εἰώθαμεν, εἰς δὲ ταύτην ἀτραποί τινες ἀπὸ κωμῶν ἐμβάλλουσι καὶ ἀγρῶν· οὕτως μία μὲν ἔστιν ἡ ὁδὸς ἡ ἀπάγουσα πρὸς Πα τέρα, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ· οἷον δέ τινες ἀτραποὶ, οἱ μακάριοι προφῆται, εἰς ταύτην ἄγουσι τὴν ὁδὸν τοὺς δι' αὐτῶν ὁδεύειν προαιρουμένους. Κελεύει τοίνυν Ἰουδαίοις ὁ προφητικὸς λόγος τὰς προφητικὰς ὁδοὺς ἐρευνῆσαι, καὶ δι' αὐτῶν μαθεῖν τὴν ἀγαθὴν ὁδὸν, καὶ ἐν αὐτῇ βαδίσαι. Ἀλλ' ἀντιλέ γουσι συνήθως, καὶ τὸ κελευσθὲν οὐ ποιοῦσιν. "Εἶ πον γὰρ, φησὶν, Οὐ πορευσόμεθα." Ἀλλ' ὅμως καὶ ἑτέραν αὐτοῖς προσφέρει παραίνεσιν. ιζʹ. Καθέστηκα ἐφ' ὑμᾶς σκοποὺς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος. Σκοποὺς δὲ πάλιν αὐ τοὺς προφήτας ὀνομάζει· καὶ γὰρ τῷ Ἐζεκιήλ φησι· "Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ." Σάλπιγγα δὲ καλεῖ τῶν ἀποστόλων τὸ κήρυγμα· προεθέσπισαν δὲ καὶ τοῦτο οἱ κληθέντες σκοποί· ἀλλ' ὅμως πάλιν ἀντιλέγουσιν Ἰουδαῖοι, καὶ ἄντικρυς λέγουσιν, "Οὐκ ἀκουσόμεθα." Δείξας τοίνυν τὴν τούτων ἀντιλογίαν, τῶν ἐθνῶν προλέγει τὴν εὐπεί θειαν. ιηʹ. Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς. Ποιμένας δὲ καλεῖ τοὺς τούτων ἡγουμένους, καὶ οὐ μόνον τοὺς τῆς πνευματικῆς ἡγεμονίας ἠξιωμένους, ἀλλὰ καὶ τοὺς βασιλέας καὶ τοὺς
And just as there is one road, the one leading to the greatest cities, which we are accustomed to call the royal and kingly road, and onto it certain paths from villages and fields feed in, so there is one road leading to the Father, the only-begotten Son of God; and, as it were, certain paths—the blessed prophets—lead onto this road those who choose to travel by them. The prophetic word therefore commands the Jews to search out the prophetic roads, and through them to learn the good road, and to walk in it. But they contradict, as is their custom, and do not do what is commanded. For he says, "They said: We will not go." Nevertheless he offers them another exhortation. 17. I have set watchmen over you; hear the sound of the trumpet. Again he calls the prophets watchmen; for he also says to Ezekiel: "I have given you as a watchman to the house of Israel." And he calls the preaching of the apostles a trumpet; and those called watchmen foretold this as well; but nevertheless the Jews again contradict, and say outright, "We will not hear." Having therefore shown their contradiction, he foretells the obedience of the Gentiles. 18. Therefore the nations heard, and those who shepherd the flocks among them. He calls shepherds those who lead them, and not only those deemed worthy of spiritual leadership, but also the kings and the
ἄρχοντας· καὶ οὗτοι γὰρ τὸ θεῖον ἐδέξαντο κήρυγμα· οὕτω καὶ οἱ θεῖοι ἀπόστολοι Βαρνάβας καὶ Παῦλος ἐποίησαν· εἴς τινα γὰρ εἰσ ελθόντες συναγωγὴν, καὶ πλεῖστα τοῖς Ἰουδαίοις δια λεχθέντες, εἶτα τὴν ἀπείθειαν αὐτῶν κατιδόντες ἔφα σαν· "Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλκεν ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχά του τῆς γῆς·" συμβαίνει τοίνυν τῇ προῤῥήσει ἡ ἔκ βασις· ἐνταῦθα μέντοι ὁ προφητικὸς λόγος τοῖς ἀπειθοῦσιν Ἰουδαίοις ἀπειλεῖ τιμωρίαν τῇ ἀντιλογίᾳ κατάλληλον· ἀπαγορεύει δὲ καὶ τὴν κατὰ νόμον λατρείαν. κʹ. Ἱνατί μοι λίβανον ἐκ Σαβὰ θέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστι δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με. Εἰ δὲ καὶ ἡνίκα ὁ νόμος ἐκράτει, περιττὰ ταῦτα ἐνομίσθη, μάτην μεμήνασιν Ἰου δαῖοι, μετὰ τὴν τοῦ νόμου παῦλαν τοῖς τοῦ νόμου περιττοῖς ὡς ἀναγκαίοις ἐνασχολούμενοι. Προλέγει δὲ πάλιν τὴν ἀσθένειαν ᾗ συνεζύγησαν, οὐ μόνον δουλεύειν ἐναντιούμενοι, ἀλλὰ καὶ μυσαροὶ πᾶσι φαινόμενοι. Ἐντεῦθεν μεταφέρει τὴν προφητείαν ἐπὶ τὸν Βαβυλώνιον, καὶ τοὺς ἐπιστρατεύσαντας σὺν αὐτῷ βασιλέας, καὶ διηγεῖται αὐτῶν τὴν ἰσχὺν, καὶ τὴν πανοπλίαν, καὶ τὸ ἀπηνὲς καὶ θηριῶδες τῆς γνώμης. Λέγει δὲ καὶ τὴν τούτων δειλίαν. κδʹ. Παρελύθησαν γὰρ, φησὶν, αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης.
rulers; for these also received the divine proclamation. Thus too did the divine apostles Barnabas and Paul: for having entered a certain synagogue and spoken at length with the Jews, then perceiving their disobedience they said: "It was necessary that the word of God be spoken to you first; but since you reject it and judge yourselves unworthy of eternal life, behold, we turn to the Gentiles. For so the Lord has commanded us: I have set you as a light for the Gentiles, that you should be for salvation to the end of the earth." The outcome therefore corresponds to the prophecy. Here, however, the prophetic word threatens the disobedient Jews with a punishment suited to their contradiction; and it also forbids the worship according to the law. Why do you bring frankincense to me from Sheba, and cinnamon from a distant land? Your burnt offerings are not acceptable, and your sacrifices have not pleased me. But if even while the law prevailed these things were considered superfluous, the Jews have raged in vain, after the cessation of the law busying themselves with the superfluities of the law as though they were necessary. And again he foretells the weakness to which they were yoked, not only opposing servitude, but also appearing defiled to all. From here he transfers the prophecy to the Babylonian, and to the kings who campaigned with him, and recounts their strength, and their full armor, and the harsh and beast-like character of their mind. And he also speaks of their cowardice. For, he says, our hands were paralyzed, distress seized us, pangs like those of a woman giving birth.
Καὶ παρακελεύεται μὴ προκύπτειν τῶν πόλεων, ὡς τῶν πολεμίων προκαθημένων. Παρακελεύεται δὲ τῇ Ἱερουσαλὴμ καὶ σάκκον περιβαλέσθαι, καὶ ταῖς κεφαλαῖς κόνιν ἐπιβαλεῖν, καὶ μονογενοῦς παιδὸς μιμήσασθαι πένθος. Εἶτα τῷ προφήτῃ παρεγγυᾷ τὰς τούτων παρανομίας ἰδεῖν. κζʹ. Δοκιμαστὴν γὰρ, φησὶ, δέδωκά σε ἐν λαῷ μου συγκεκλεισμένῳ· καὶ γνώσῃ ἐν τῷ δοκιμάσαι σε τὴν ὁδὸν αὐτῶν. Ἀντὶ τοῦ, Οὐ κάμνῃς περινοστῶν πόλεις πολλὰς καὶ ἀγρούς· ἐν γὰρ τῇ Ἱερουσαλὴμ πάντες εἰσὶ συνηθροισμένοι διὰ τὸν πόλεμον. Ἐπιδείκνυσι δὲ αὐτῷ τῆς γνώμης αὐτῶν τὸ διάστροφον. κηʹ. Πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, ὡς χαλκὸς καὶ σίδηρος. Πάντες διεφθαρμένοι εἰσίν. Ἀντὶ τοῦ, κίβδηλοι, οὐδὲν δόκιμον ἔχοντες. κθʹ. Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός· ἐξέλιπε μόλιβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν. Ἀργυροκόπον καλεῖ τὸν παιδευτικὸν λόγον· πῦρ δὲ καὶ μόλιβδον τὴν τιμωρίαν αὐτήν· φυσητῆρα δὲ, τὴν θείαν ἀπό φασιν, δι' ἧς ἡ τιμωρία προσφέρεται. Εἰώθασι δὲ καὶ οἱ τοῦ ἀργύρου τεχνῖται, τὸν ἄργυρον καθαίρειν βου λόμενοι, μόλιβδον ἐπιβάλλειν, ὥστε διὰ τούτου δαπανῆσαι τὸ κίβδηλον. Λέγει τοίνυν ὁ Δεσπότης, ὅτι Παντοδαπαῖς ἐχρησάμην μεθόδοις, μεταβαλεῖν αὐτοὺς θέλων, καὶ διαφόρους παιδείας ἐπήνεγκα, καὶ ἀνιάτως διάκεινται. Ὅθεν ἐπάγει· λʹ. Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐ τοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος ὁ Θεός. Ἐπέμεινε τῇ τροπῇ. Οὐδεμία, φησὶ, μηχανὴ τῆς τούτων πονηρίας περιεγένετο· ταῦτα δὲ λέγει, οὐ τῆς φύσεως κατηγορῶν, ἀλλὰ τῆς προαιρέσεως·
And he urges them not to go out beyond the cities, since the enemies are stationed before them. And he urges Jerusalem to put on sackcloth, and to cast dust upon their heads, and to imitate the mourning for an only-begotten child. Then he enjoins the prophet to see their lawless deeds. 27. For, he says, I have given you as a tester among my people that is shut in; and you shall know when you test their way. This means: You do not grow weary going around many cities and fields; for in Jerusalem all are gathered together because of the war. And he shows him the perversity of their mind. 28. All are disobedient, walking crookedly, as bronze and iron. All are corrupted. This means: counterfeit, having nothing genuine. 29. The bellows have failed from the fire; the lead has failed; the silversmith smelts silver in vain; their wickednesses have not been melted. He calls the pedagogical word a silversmith; fire and lead he calls the punishment itself; and the bellows, the divine utterance through which the punishment is brought. And the craftsmen of silver are accustomed, when they wish to purify the silver, to add lead, so as to consume the counterfeit by means of it. The Master says, then, that I have used every kind of method, wishing to change them, and I have brought various disciplines to bear, and they are incurably disposed. Hence he adds: 30. Call them rejected silver, because the Lord God has rejected them. He has persisted in the turn. No device, he says, has overcome their wickedness; and he says these things, not accusing nature, but the will.
τῆς γὰρ φύσεως αὐτὸς ποιητὴς, οὐκ ἂν δὲ ἧς ἐποίησε κατηγόρησε· τῆς δὲ προαιρέσεως ἐκεῖνοι δημιουργοί.
ΚΕΦΑΛ. Ζʹ.
Μετὰ ταῦτα διδάσκει ὁ προφήτης ὡς ἐκελεύθη στῆναι μὲν ἐν ταῖς πύλαις τοῦ θείου νεὼ, πᾶσι δὲ τοῖς εἰσιοῦσι τὸν προφητικὸν λόγον προσενεγκεῖν· εἶχε δὲ οὗτος συμβουλὴν, καὶ ὑπόσχεσιν ἀγαθῶν. γʹ. Διορθώσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ. Κατηγορεῖ δὲ καὶ τῆς ψευδοῦς προφη τείας. δʹ. Μὴ πεποίθατε γὰρ, φησὶν, ἐφ' ἑαυτοῖς, ἢ ἐπὶ λόγοις ψευδέσιν· ὅτι
παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς λέγοντες, Ναὸς Κυρίου, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν. Ἐξαπατῶντες γὰρ αὐτοὺς ἔλεγον, Πῶς δυνατόν τινα τοῦ θείου μὲν νεὼ περιγενέσθαι; Αὐτὸς δὲ αὐτοῖς παρεγγυᾷ μὴ τούτοις τοῖς λόγοις θαῤῥεῖν· ἀλλ' ἀσπάσασθαι τὴν ἐπὶ τὸ κρεῖττον τοῦ βίου μεταβολὴν, καὶ κρίσεις φοβεῖσθαι, καὶ κηδεμονίας ἀξιῶσαι τοὺς ταύτης δεο μένους, καὶ παύσασθαι τῆς προτέρας μιαιφονίας, καὶ τῆς τῶν εἰδώλων θεραπείας. Ταῦτα γὰρ, φησὶ, ποιοῦντες, οὐκ ἔσεσθε μέτοικοι, ἀλλ' ἐπὶ τῆς πατρῴας μενεῖτε γῆς. Τἀναντία δὲ τολμῶντες, καὶ διὰ πάσης παρανομίας ὁδεύοντες, τρυγήσετε καταλλή λους τῶν ἐπιτηδευμάτων καρπούς· οὐ γὰρ εἰς τὴν ψευδῆ μεταμέλειαν ἀποβλέπω, ἀλλ' οὐδὲ τῶν ψευδῶν ἀνέχομαι λόγων· ὁρῶ γὰρ ἅπαντα τὰ γινόμενα. "Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἑώρακα, λέγει Κύριος." Οὐκ ἀνέξομαι δὲ οὐδὲ τὸν ἀφιερωμένον μοι οἶκον λῃστῶν εἶναι καταγώγιον. Εἶτα ἀπὸ τῶν γεγενημένων πιστοῦται τὰ εἰρημένα. ιβʹ.
For he is the maker of nature, and he would not have accused what he made; but of their free choice those men are the authors.
CHAPTER 7.
After these things the prophet teaches how he was commanded to stand in the gates of the divine temple, and to bring the prophetic word to all who entered. And this had both counsel and a promise of good things. 3. Amend your ways and your practices, and I will settle you in this place. He also accuses the false prophecy. 4. For do not trust, he says, in yourselves, or in false words; because
they will not help you at all when they say, The temple of the Lord, the temple of the Lord, the temple of the Lord it is. For deceiving them they said, How is it possible for anyone to prevail over the divine temple? But he himself enjoins them not to trust in these words, but to embrace the change of life for the better, and to fear judgments, and to deem worthy of care those who need it, and to cease from their former murder and from the worship of idols. For doing these things, he says, you will not be sojourners, but you will remain in the land of your fathers. But daring the opposite, and walking through every lawlessness, you will reap fruits corresponding to your practices; for I do not look to false repentance, nor do I endure false words; for I see all that is done. "For behold, he says, I have seen, says the Lord." Nor will I endure that the house consecrated to me be a den of robbers. Then from what has happened he confirms what has been said. 12.
Ὅτι πορεύθητε εἰς τὸν οἶκόν μου τὸν ἐν Σιλὼμ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσ ώπου κακίας λαοῦ μου Ἰσραήλ. Ὁ Σιλὼμ χωρίον ἐστὶν ἐν ταῖς δέκα φυλαῖς διακείμενον· τῶν δὲ Ἀσσυρίων ἐπιστρατευσάντων ἐκείναις, ἠφανίσθη καὶ τοῦτο. Παρακελεύεται τοίνυν ὁ Δεσπότης, μὴ τῷ ναῷ θαῤῥεῖν, ἀλλὰ τῇ κατὰ νόμον ζωῇ. Οὗ δὴ χάριν ἐπάγει, ὅτι καὶ ὁ οἶκος τὰ αὐτὰ πείσεται καὶ αὐτοὶ τὴν τῶν ἀδελφῶν αὑτῶν δέξονται τιμωρίαν. ιεʹ. Ἀποῤῥίψω γὰρ ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέῤῥιψα τοὺς ἀδελφοὺς ὑμῶν, ἅπαν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Ἀπαγορεύει δὲ καὶ τῷ προφήτῃ μηδεμίαν ὑπὲρ αὐτῶν πρεσβείαν προσενεγκεῖν. "Οὐ γὰρ ἀκούσομαί σου, φησί" Καὶ διδά σκων, ὡς δικαίως αὐτοὺς ἀποστρέφεται, ἐπ ήγαγεν· ιζʹ, ιηʹ. Ἦ οὐχ ὁρᾷς, τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς διόδοις Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐ τῶν τρίβουσι στέαρ, τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἑτέροις, ἵνα παροργίσωσί με. Οἳ ἔνδον εἶχον ἀσταφίδας, καὶ φοίνικας, καὶ ἕτερά τινα τοιαῦτα, ταῦτα δὲ τοῖς εἰδώλοις προσέφερον. Περὶ τούτων δὲ καὶ δι' ἑτέρου προφήτου φησί· "Καὶ ἐφίλουν πέμματα μετὰ σταφίδων." Λέγει τοίνυν τῷ προφήτῃ, Μὴ δυσχεράνῃς, ὡς μὴ πείθων με τῇ πρεσβείᾳ. Σοῦ γὰρ ἀντιβολοῦντος ἐκεῖνοι παροξύνουσι πανδημεὶ τῆς τῶν δαιμόνων θεραπείας φροντίζοντες. Ἔπειτα δείκνυσιν, ὡς αὐτὸς μὲν οὐδεμίαν ἐκ τῆς τούτων παρανομίας δέχεται βλάβην, αὐτοὶ δὲ διὰ ταύτης ἐπισπῶνται τὸν ὄλεθρον. Καί φησι· ιθʹ.
Because you went to my house that is in Shiloh, where I caused my name to dwell there formerly, and see what I did to it because of the wickedness of my people Israel. Shiloh is a place situated in the ten tribes; but when the Assyrians made war against them, this place also was destroyed. The Master therefore exhorts them not to trust in the temple, but in the life according to the law. For this reason he adds that both the house will suffer the same things and they themselves will receive the punishment of their brothers. 15. For I will cast you away from my face, just as I cast away your brothers, all the seed of the sons of Israel. And he forbids the prophet also to offer any intercession on their behalf. "For I will not hear you," he says. And teaching that he justly turns away from them, he added: 17, 18. Do you not see what these people do in the cities of Judah, and in the streets of Jerusalem? Their sons gather wood, and their fathers kindle a fire, and their women knead fat, to make cakes for the host of heaven; and they poured out libations to other gods, in order to provoke me to anger. They had within raisins and palms and certain other such things, and these they offered to the idols. Concerning these things he also says through another prophet: "And they loved cakes with raisins." He says therefore to the prophet, Do not be vexed, as though you do not persuade me by your intercession. For while you plead, those men provoke me, caring for the worship of demons with one accord. Then he shows that he himself receives no harm from their lawlessness, but they draw destruction upon themselves through it. And he says: 19.
Μὴ ἐμὲ παροργίζουσι, λέγει Κύριος, οὐχὶ ἑαυτοὺς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν; Λέγει δὲ καὶ τῆς αἰσχύνης τὸν τρόπον· ἀπειλεῖ γὰρ, οὐ μόνον ἀνθρώπων ὄλεθρον, ἀλλὰ καὶ κτηνῶν, καὶ φυτῶν διαφθορὰν, καὶ γῆς ἐρημίαν· ἀπαγορεύει δὲ καὶ τὴν κατὰ νόμον λατρείαν. καʹ, κβʹ, κγʹ. Τάδε λέγει Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ· Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα. Ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, οὐδὲ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ λόγου ὁλοκαυτωμάτων, καὶ θυσιῶν. Ἀλλ' ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς, λέγων· Ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς Θεὸν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαὸν, καὶ πορεύσεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἐντέλλομαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν. Δέδεικται δὲ καὶ διὰ τούτων, ὡς τοῦ νόμου τὰ περιττὰ προσετέθη διὰ τὴν τῶν Ἰουδαίων ἀσθένειαν. Ἐπειδὴ γὰρ ἔμαθον ἐν Αἰγύπτῳ θύειν εἰδώλοις, ἐκείνων αὐτοὺς ἀποστῆσαι βουλόμενος (διὰ πάντων γὰρ αὐτὰ ἐκβάλλει τῶν προφητῶν ἀλλὰ) τῇ τούτων ἀσθενείᾳ συγκαταβαίνων, τὸ, "Φάγετε κρέα, φησὶν, ἀντὶ τοῦ, Καὶ τὰς θυσίας ἐκβάλλων, οὐ κωλύσω ὑμᾶς μεταλαμβάνειν κρεῶν. Καὶ γὰρ ἐν τῷ νόμῳ διαγορεύει, τοὺς βουλομένους ἐν ταῖς ἑαυτῶν πόλεσιν ἢ κώμαις κρεῶν
Do they provoke me, says the Lord, and not themselves, so that their faces may be put to shame? And he also states the manner of the shame; for he threatens not only the destruction of men, but also of cattle, and the corruption of plants, and the desolation of the land; and he also forbids the worship according to the law. 21, 22, 23. Thus says the Lord of hosts, the God of Israel: Gather your whole burnt offerings together with your sacrifices, and eat meat. For I did not speak to your fathers, nor command them in the day when I brought them out of the land of Egypt, concerning the matter of whole burnt offerings and sacrifices. But this word I commanded them, saying: Hear my voice, and I will be to you a God, and you shall be to me a people, and you shall walk in all my ways which I command you, so that it may be well with you. And through these things it has also been shown that the superfluous parts of the law were added because of the weakness of the Jews. For since they had learned in Egypt to sacrifice to idols, wishing to turn them away from those things (for through all the prophets he casts them out—but) condescending to their weakness, he says, "Eat meat," instead of, "And casting out the sacrifices, I will not prevent you from partaking of meats. For indeed in the law he declares that those who wish in their own cities or villages to eat meats
μεταλαβεῖν, "θῦσαι καὶ ἐκχέαι τὸ αἷμα ἐπὶ τὴν γῆν, καὶ μεταλαβεῖν" οὐχ ὡς ἱερείων, ἀλλ' ὡς κρεῶν κοινῶν. Ἱερουργεῖν γὰρ ἔξω τοῦ νενομισμένου διεκώλυσε τόπου. Οὗ δὴ χάριν λέγει· "Φάγεσθε αὐτὰ ὡς δορκάδα καὶ ἔλαφον," τουτέστιν, ὡς ἐκεῖνα τὰ τῷ θυσιαστηρίῳ μὴ προσφερόμενα. Ἔπειτα διηγεῖται καὶ τὴν τῶν πατέρων αὐτῶν ἀπείθειαν, ὅτι ταῦτά μου συμβουλεύοντος· κδʹ. Ἐπορεύθησαν ἐν τοῖς ἐνθυμήμασι τῆς καρδίας αὑτῶν τῆς πονηρᾶς. Διδάσκει δὲ καὶ τοὺς βλαστήσαντας ἐντεῦθεν καρπούς. Καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν, καὶ οὐκ εἰς τὰ ἔμπροσθεν. (κεʹ.) Ἀφ' ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης. Παρεδόθησαν γὰρ διὰ τὴν οἰκείαν παρανομίαν, ποτὲ μὲν Μωαβίταις, ποτὲ δὲ Ἀμμανίταις, ἄλλοτε Μαδιηναίοις, πολλάκις δὲ ἀλλοφύλοις. Ἐπιδείκνυσι δὲ καὶ τὴν οἰκείαν κηδεμονίαν· οὐ γὰρ διέλιπον, φησὶ, διηνεκῶς αὐτοῖς διὰ τῶν προφητῶν διαλεγόμενος, καὶ τὰ κρείττω προτρέπων· καὶ διέμειναν ἀντιλέγοντες, καὶ χείρους ἐγένοντο τῶν πατέ ρων, οἳ ἐξ ἐκείνων ἀντιλέγουσι λόγοις· ἔλεγξον δὲ ὅμως αὐτοὺς διαῤῥήδην, καὶ εἰπέ· κηʹ. Τοῦτο τὸ ἔθνος, οἳ οὐκ ἤκουσαν τῆς φωνῆς τοῦ Θεοῦ Κυρίου αὐτῶν, οὐδὲ ἐδέξαντο παι δείαν. Ἔστι δὲ ἡ αἰτία τῆς ἀπειθείας, "Ἐξέλιπεν ἡ πίστις, καὶ ἐξῆρται ἐκ στόματος αὐτῶν." Εἶτα θρηνῆσαι παρακελεύεται, καὶ πενθῆρες σχῆμα λαβεῖν, καὶ τὴν κεφαλὴν ἀποκεῖραι, ὡς ἀποδοκιμασθέντος τοῦ ἐκλεγέντος λαοῦ. Καὶ δεικνὺς, ὡς δίκαιος ὁ θυμὸς, τὸ μέγιστον ὄνομα τῆς ἀσεβείας παραγυμνοῖ. λʹ.
to partake, "to sacrifice and pour out the blood upon the earth, and to partake," not as of victims, but as of common meats. For he forbade sacrificing outside the appointed place. For this reason he says: "You shall eat them as a gazelle and a deer," that is, as those things not offered upon the altar. Then he recounts also the disobedience of their fathers, that when I advised these things; 24. They walked in the imaginations of their own evil heart. And he teaches also the fruits that sprang up from this. And they became backward, and not forward. (25.) From the day their fathers came out of the land of Egypt, and until this day. For they were handed over because of their own transgression, sometimes to the Moabites, sometimes to the Ammonites, at other times to the Midianites, and often to the Philistines. And he shows also his own care; for they did not cease, he says, continually conversing with them through the prophets, and urging them to better things; and they continued contradicting, and became worse than their fathers, who contradict those words; but nevertheless reprove them plainly, and say: 25. This is the nation, who did not hear the voice of the Lord their God, nor receive discipline. And the cause of the disobedience is, "Faith has failed, and is taken away from their mouth." Then he urges them to lament, and to take a mourning posture, and to cut off the head, as the chosen people having been rejected. And showing that the wrath is just, he lays bare the greatest name of impiety. 30.
Ἔταξαν πολλοὶ γὰρ, φησὶ, τὰ βδελύγματα αὑτῶν ἐν τῷ οἴκῳ, ἐν ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτὸν, τοῦ μιάναι αὐτόν. Τοῦτο τετόλμηκε Μανασσῆς, ὁ τοῦ Ἐζεκίου υἱός· ἐζήλωσαν δὲ καὶ οἱ μετὰ ταῦτα τὴν τολμηθεῖσαν ἀσέβειαν. Καὶ μάρτυς ὁ θεῖος Ἐζεκιὴλ, πνευματικῶς μὲν ἀπὸ Βαβυλῶνος εἰς τὴν Ἱερουσαλὴμ ἀπαχθεὶς, ἐν δὲ τῷ ναῷ τὰς τοιαύτας παρανομίας εἰρηκὼς τεθεᾶσθαι· αἰτιᾶται δὲ αὐτοὺς, ὡς καὶ τοὺς υἱοὺς καὶ τὰς θυγα τέρας ὁλοκαυτοῦντας τοῖς δαίμοσιν. "Τοῦτο δὲ, φησὶν, οὐκ ἐνετειλάμην αὐτοῖς, οὐδὲ διενοούμην ἐν τῇ καρδίᾳ μου." Ὁ γὰρ τὰς τῶν ἀλόγων θυσίας διὰ τὴν τούτων ἀσθένειαν γίγνεσθαι συγχωρήσας, πῶς ἂν ἠνεσχόμην περὶ τῆς τοιαύτης νομοθετῆσαι μιαι φονίας; Τὸν δὲ βωμὸν τοῦ Ταφὲθ, εἰδώλου τινὸς οὕτω καλουμένου λέγει. Ἑρμηνεύεται δὲ σύγκλεισμα, ἢ κατάβρωσις. Ἐν δὲ τούτῳ τῷ χωρίῳ πλῆθος αὐτῶν ἀναιρεθήσεσθαι λέγει, καὶ προτεθήσεσθαι βορὰν καὶ θοίνην οἰωνοῖς καὶ θηρίοις· καὶ μέντοι καὶ τὴν προσηγορίαν μετατεθήσεσθαι, καὶ μηκέτι φάραγγα τοῦ υἱοῦ Ἐννὼμ, ἀλλὰ φάραγγα τῶν ἀνῃρημένων κληθήσεσθαι· προλέγει δὲ, ὅτι πάσης εὐφροσύνης ἡ πόλις ἔρημος γενήσεται. ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Many, he says, set their abominations in the house in which my name is called upon it, to defile it. This Manasseh, the son of Hezekiah, dared; and those after him also emulated the audacity of the impiety. And the divine Ezekiel is a witness—carried in spirit from Babylon to Jerusalem, and declaring that he saw such lawless deeds in the temple; and he accuses them of sacrificing their sons and daughters as whole burnt offerings to demons. "But this," he says, "I did not command them, nor did I intend it in my heart." For he who permitted the sacrifices of irrational animals to be made because of their weakness—how would I have endured to legislate concerning such bloodshed? And the altar of Topheth, he says, is so called after a certain idol. It is interpreted as enclosure, or consumption. And in this place he says that a multitude of them will be destroyed, and will be set out as food and a feast for birds and beasts; and moreover the name will be changed, and it will no longer be called the valley of the son of Hinnom, but the valley of the slain; and he foretells that the city will be made desolate of all gladness. Chapter 8.
Καὶ ὅτι ἐπελθόντες Βαβυλώνιοι οὐ μόνον τοὺς ζῶντας σφαγῇ παραδώσουσιν, ἀλλὰ καὶ τοῖς πάλαι τεθνεῶσιν ἱερεῦσι καὶ βασιλεῦσιν ἐμπαροινήσουσι, καὶ τοὺς τάφους ἀνορύξαντες, ἄταφα ὀστᾶ κατα λείψουσιν, ὥστε προκεῖσθαι ἡλίῳ, καὶ σελήνῃ, καὶ τοῖς ἄστρασιν. Ὧν, φησὶ, τὴν λατρείαν ἠγάπησαν, καὶ τῆς παρὰ τούτων ἐπικουρίας οὐ τεύξονται. γʹ. Ὅτι εἵλοντο, φησὶ, τὸν θάνατον, ἢ τὴν ζωήν. Ταῦτα καὶ τὰ τούτοις ὅμοια διὰ πλειόνων εἰ πὼν, πάλιν ὀρέγει χεῖρα, μετανοεῖν παραινῶν. δʹ. Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀπο στρέφων οὐκ ἐπιστρέφει; Εἶτα ἀπειθοῦσιν ἐπι τιμᾷ εʹ. Διατί ἀπέστρεψεν ὁ λαὸς οὗτος καὶ Ἱερουσαλὴμ ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὑτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι; Σαφῶς ἡμᾶς ἐδίδαξεν, ὡς οὐ φύσεως, ἀλλὰ προαιρέσεως ἔργον ἡ πονηρία. Μετὰ ταῦτα τῆς ἀμετανοήτου γνώμης κατηγορεῖ. ϛʹ. Λέγουσι γὰρ, φησὶν, Οὐκ ἔστιν ἄνθρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὑτοῦ, λέγων· Τί ἐποίησα; Οὗτος ὁ λογισμὸς τῆς διηνεκοῦς πονηρίας γε γένηται
And that the Babylonians, when they come upon them, will not only hand over the living to slaughter, but will also rage against the priests and kings who died long ago, and having dug up the tombs, they will leave the bones unburied, so that they lie exposed to the sun, and the moon, and the stars. Whose service, he says, they loved, and from these they shall not obtain help. 3. Because they chose, he says, death rather than life. Having said these things and those like them at greater length, again he extends his hand, urging them to repent. 4. Does not the one who falls rise again, and the one who turns away not turn back? Then he punishes those who disobey. 5. Why has this people and Jerusalem turned away with a shameless turning, and they were held fast in their own choice, and did not wish to return? He has clearly taught us that wickedness is a work not of nature but of choice. After this he accuses them of their unrepentant disposition. 6. For they say, he says, There is no man repenting of his wickedness, saying, What have I done? This reasoning becomes that of continual wickedness
πρόξενος· τοῦτο γὰρ τὰ ἐπαγόμενα δηλοῖ. "Διέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὑτοῦ, ὡς ἵπ πος κάθιδρος ἐν χρεμετισμῷ αὑτοῦ." Τοῦτο δὲ ὁ Σύρος οὕτως ἡρμήνευσε· "Πάντες τῇ γνώμῃ αὑτῶν πορεύονται, ὡς ἵππος ὁρμῶν εἰς πόλεμον." Τὸν γὰρ θεῖον καταλιπόντες νόμον, τοῖς ἑαυτῶν ἕπονται λογισμοῖς. Κατὰ μέντοι τὴν Ἑλλάδα φωνὴν, νοη τέον ὅτι καὶ τοῦ δρόμου οὐκ ἔστι καιρὸς καὶ κόρος· καὶ γὰρ ἵππος ὁρμῇ χρώμενος, καὶ χρεμετισμῷ, μετὰ τὸν κόπον ἱδροῖ· οὗτοι δὲ κόρον οὐκ ἔλαβον τῶν κακῶν. Ταύτῃ τῇ διανοίᾳ καὶ τὰ ἑξῆς συμφωνεῖ. ζʹ. Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν και ρὸν αὑτῆς· τρυγὼν, καὶ τέττιξ, καὶ χελιδὼν, ἀγροῦ στρουθία, ἐφύλαξαν καιροὺς εἰσόδων αὑτῶν· ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ ῥήματα Κυρίου. Ἀπὸ τῶν ἀλόγων τὴν κατηγορίαν ηὔξησεν· οἶδε γὰρ, φησὶ, τὰ πετεινὰ τῶν ὡρῶν τὴν διαφοράν· καὶ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ μεταβαίνει, φύσει τὸ χρειῶδες εὑρίσκοντα· οὗτοι δὲ, λόγου μεταλαχόντες, τοῦ νόμου τὴν ὠφέλειαν οὐ δρέπονται. Ἡ μέντοι ἀσίδα, ὄρνεόν ἐστι· τινὲς δέ φασι τὸν ἰκτῖνον οὕτω καλεῖσθαι. ηʹ. Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου ἔστι μεθ' ἡμῶν; Ἀνοίας ἐσχάτης τὸ τῆς οἰκείας παραφροσύνης αἴσθησιν μὴ λαμβάνειν, μηδὲ παρανομοῦντας εἰδέναι τὴν ἁμαρτίαν· "Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν." Σχοῖνον καὶ σχοίνισμα τὴν κληρονομίαν πολλάκις καλεῖ· λέγει δὲ ταύτην μηδὲν ἀπὸ τῶν τοῦ νόμου γραμμάτων ὠφελεῖσθαι, διὰ τὸ ἠγαπηκέναι τὸ ψεῦδος. Τούτου χάριν, φησὶ, καταισχυνθήσονται οἱ σοφοὺς ἑαυτοὺς ὀνομάζοντες. ιʹ.
For this is what the things that follow show. "The runner has ceased from his course, as a horse sweating in his neighing." But the Syrian interpreted this as follows: "All walk according to their own opinion, as a horse rushing into battle." For having abandoned the divine law, they follow their own reasonings. According to the Greek wording, however, it must be understood that there is no fixed time and satiety of the course; for a horse, using its impulse and its neighing, sweats after toil; but these took no satiety of evils. With this understanding the following also agrees. 7. And the stork in the heaven knew her time; the turtle-dove, and the cricket, and the swallow, the sparrows of the field, kept the times of their coming in; but my people did not know the words of the Lord. From irrational creatures he increased the accusation; for the birds, he says, know the difference of the seasons, and now move here, now there, finding by nature what is needful; but these, having partaken of reason, do not reap the benefit of the law. The stork, however, is a bird; but some say that the kite is called by this name. 8. How will you say, that We are wise, and the law of the Lord is with us? It is the height of folly not to perceive the awareness of one's own madness, nor to know one's sin when transgressing the law. "In vain was the false line made for the scribes." He often calls the inheritance a line and a measuring-cord; and he says that this is benefited nothing by the letters of the law, because they have loved falsehood. For this reason, he says, those who call themselves wise will be put to shame. 10.
Καὶ δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις, καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις. Κληρονό μους τοὺς πολεμίους ἐκάλεσεν, ὡς τῆς ἐκείνων κτή σεως δεξαμένους τὴν δεσποτείαν. Τοῦτο δὲ λέγει ποιήσειν, διὰ τὴν κοινὴν πάντων παρανομίαν ἱερέων τε καὶ ψευδοπροφητῶν, οἳ τὴν εἰρήνην ἐπαγγελλόμενοι, μετανοεῖν ἐκώλυον τὸν λαόν. Ἀπειλεῖ δὲ αὐ τοῖς καὶ ἀκαρπίαν γῆς, καὶ δειλίαν, καὶ φυγήν. Ὄφεις δὲ θανατοῦντας αὐτοὺς καλεῖ τοὺς πολεμίους, οἷς οὐκ ἔστι, φησὶν, ἐπᾷσαι· ταῖς γὰρ ἡμετέραις οὐκ εἴκουσι παρακλήσεσιν. Εἶτα καὶ τὴν αἰχμαλω σίαν προλέγει. ιθʹ. Ἰδοὺ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν. Ἔπειτα κατ' ἐρώτησιν· "Μὴ Κύριος οὐκ ἔστιν ἐν Σιὼν, ἢ βασιλεὺς αὐτῆς οὐκ ἔστιν ἐκεῖ;" Πανταχοῦ, φησὶ, πάρεστιν ὁ τῶν ὅλων Θεός· τί δήποτε τοίνυν αὐτοὺς τοῖς πολεμίοις παρ έδωκε; "Διότι παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὑ τῶν, καὶ ἐν ματαίοις ἀλλοτρίοις." Τούτων, φησὶν, αἰτία τῶν κακῶν ἡ παρὰ τὸν νόμον ὑμῖν ἐγένετο πολιτεία, καὶ ἡ δυσσεβὴς τῶν εἰδώλων λατρεία. κʹ. Διῆλθε θέρος, καὶ παρῆλθεν ἀμητὸς, καὶ ἡμεῖς οὐ διεσώθημεν. Τὸν μακρὸν τῆς πολιορκίας χρόνον, καὶ τὴν ἑβδομηκοντοῦτιν δουλείαν διὰ τού των δεδήλωκεν. Ἡμᾶς δὲ προσήκει τὴν τούτων παιδείαν ἀφορμὴν ὠφελείας ποιήσασθαι. Ὅσα γὰρ προεγράφη, κατὰ τὸν θεῖον Ἀπόστολον, "Εἰς ἡμετέ ραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν·" ἧς ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ τῷ Πατρὶ δόξα πρέπει, καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
And I will give their wives to others, and their fields to the heirs. He called the enemies "heirs," as those who received dominion over their possession. And he says he will do this because of the common transgression of all, both priests and false prophets, who, promising peace, prevented the people from repenting. And he threatens them also with barrenness of the land, and cowardice, and flight. And he calls the enemies deadly serpents, which, he says, cannot be charmed; for they do not yield to our entreaties. Then he also foretells the captivity. 19. Behold, the voice of the cry of the daughter of my people from a far land. Then by way of question: "Is the Lord not in Zion, or is her king not there?" Everywhere, he says, the God of all is present; why then has he given them over to their enemies? "Because they provoked me with their carved images, and with foreign vanities." The cause of these evils, he says, was your conduct contrary to the law, and the impious worship of idols. 20. The summer has passed, and the harvest has gone by, and we have not been saved. By these words he has indicated the long time of the siege, and the seventy-year servitude. And it is fitting for us to make the instruction of these things an occasion of benefit. For whatever was written beforehand, according to the divine Apostle, "was written beforehand for our instruction, that through patience and the comfort of the Scriptures we might have hope;" which may we obtain in Christ Jesus our Lord; with whom glory is fitting to the Father, and the might, together with the all-holy Spirit, now and always, and unto the ages of ages. Amen.
ΤΟΜΟΣ Γʹ. καʹ. Ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου συνετρίβην. Ἐσκοτώθην ἀπορίᾳ ἐγώ· κατίσχυσάν με ὠδῖνες, ὡς τικτούσης. Ὁ προφήτης ὀδύρεται καὶ τὰς τολμηθείσας ὑπὸ τοῦ λαοῦ παρα νομίας, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς τούτων ἕνεκα συμφορὰς διηγεῖται. Θυγατέρα δὲ λαοῦ τὴν πόλιν καλεῖ· αὐτοὶ γὰρ αὐτὴν ᾠκοδόμησαν· συντριβὴν δὲ, τὴν ἐκ τῆς ἁμαρτίας πληγήν. κβʹ. Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατροὶ οὐκ εἰσὶν ἐκεῖ; Διατὶ οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; Ἰατροὺς καλεῖ τοὺς ἱερέας, ῥητίνην δὲ τροπικῶς τὴν πνευματικὴν διδασκαλίαν. Γαλαὰδ δὲ πόλις ἦν ἱερατική· ἐπιμέμφεται τοίνυν, ὅτι καὶ ἱερέων ὄντων, καὶ νομικῶν ἐνταλμάτων, ἐπέμεινεν ἡ πόλις πλημμελοῦσα, καὶ
μεταμέλειαν οὐκ ἐδέξατο.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Οὗ δὴ χάριν ὁ θεῖος προφήτης δακρύων αἰτεῖ πηγὴν ἀποχρῶσαν τῷ πάθει, ὥστε νύκτωρ καὶ μεθ' ἡμέραν ἀποδύρεσθαι τὰ τῶν ὁμοφύλων κακά. Αἰτεῖ δὲ καὶ ἐσχατιάν τινα ἔνδον ἐν τῷ τέρματι τῆς ἐρήμου, κἀκεῖ διάγειν ἐφίεται· ὥστε μηδὲ ἀκούειν τῶν ὑπὸ τοῦ λαοῦ τολμωμένων κακῶν. Ἅπαντες γὰρ, φησὶ, τοὺς ἀλλήλων διορύττουσι γάμους, καὶ σύλλογός ἐστι πᾶσαν παρανομίαν τολμῶν· τοῦτο γὰρ λέγει "Σύν οδος ἀθετούντων." γʹ. Καὶ ἐνέτειναν τὴν γλῶσσαν αὑτῶν ὡς τόξον. Δόλον ῥάπτοντες, συκοφαντίαν ὑφαίνοντες, τῷ πλησίον ἐπιβουλεύοντες· τοῦτο γὰρ λέγει· "Ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν κακὰ ἐξῆλθον." Τὸ ἀμετάβλητον τῆς πονηρίας διὰ τούτων ἐδήλωσε· τὰ γὰρ κακὰ, φησὶ, κακὰ διαδέχεται· αἰτία δὲ τούτων ἡ τῶν θείων ἀμέ λεια. Τοῦτο γὰρ προστέθεικεν·
BOOK 3. 21. At the crushing of the daughter of my people I was crushed. I was darkened with perplexity; pangs seized me, as of a woman giving birth. The prophet laments both the lawless deeds dared by the people and recounts the calamities brought upon them on account of these. He calls the city the daughter of the people, for they themselves built it; and the crushing, the blow that comes from sin. 22. Is there no resin in Gilead, or are there no physicians there? Why has healing not come up for the daughter of my people? He calls the priests physicians, and figuratively the resin the spiritual teaching. And Gilead was a priestly city; he finds fault, therefore, that although there were priests and legal ordinances, the city persisted in wrongdoing and did not accept repentance.
CHAPTER 9.
For this reason the divine prophet, weeping, asks for a fountain sufficient for his grief, so as to lament night and day the evils of his kinsmen. He also asks for some remote place within, at the edge of the desert, and desires to live there, so as not even to hear the evils dared by the people. For all, he says, dig through one another's marriages, and it is a gathering that dares every lawlessness; for this is what he means by "a gathering of those who set aside the law." 3. And they bent their tongue like a bow. Weaving deceit, spinning slander, plotting against their neighbor; for this is what he says: "Falsehood and not faith prevailed on the earth, because from evils evils went forth." By these words he made clear the unchangeableness of their wickedness; for evils, he says, succeed evils; and the cause of these is neglect of divine things. For this he has added:
"Καὶ ἐμὲ οὐκ ἔγνω σαν, φησὶ Κύριος." Καὶ σαφέστερον δεικνὺς τὴν ἐμπολιτευομένην αὐτοῖς πονηρίαν, παραινεῖ μήτε φίλῳ θαῤῥῆσαι, μήτε μὴν ἀδελφῷ· καὶ τούτων κἀ κείνων ἐξαπάτῃ καὶ δόλῳ κεχρημένων, καὶ ἀληθείας γεγυμνωμένων. Προστίθησι δὲ τῇ κατηγορίᾳ καὶ τὸν τόκον, ὡς παρὰ τὸν νόμον τολμώμενον. ϛʹ. Τόκος ἐπὶ τόκῳ, καὶ δόλος ἐπὶ δόλῳ. Καὶ πάλιν τῆς τοῦ Θεοῦ καταφρονήσεως μέ μνηται. Οὐκ ἠθέλησαν εἰδέναι με, φησὶ Κύριος. (ζʹ.) Διὰ τοῦτο τάδε λέγει Κύριος τῶν δυνάμεων· Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς, καὶ δοκιμῶ αὐτούς. Πύρωσιν ἐνταῦθα καὶ δοκιμασίαν τὸν πόλεμον κέκληκε, καὶ τὰ ἐκεῖθεν φυόμενα. Οὕτω καὶ ὁ θεῖος Δαβὶδ ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι· "Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον." Ἀλλ' ἐκεῖνα τῶν εὐσεβῶν ἔφη τὸ τάγμα· πυρωθέντες γὰρ ἀνεφάνησαν δόκιμοι· ἐνταῦθα δὲ ἡ πύρωσις ἐλέγχει τὸ κίβδηλον. Διέξεισι δὲ καὶ τῆς πονηρίας τὰ εἴδη, καὶ βολίδι μὲν ἀπεικάζει τὴν γλῶσσαν, δόλου δὲ πλήρεις εἶναι λέγει τοὺς λόγους. Εἰρηνικὰ γὰρ, φησὶ, φθέγγονται, δόλια δὲ βουλεύονται. θʹ. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Ἄτοπον γὰρ τὸν τοιοῦτον κριτὴν ἀτιμώρητον τὴν τοσαύτην πονηρίαν καταλιπεῖν. Ἐπίσκεψιν γὰρ τὴν τιμωρίαν ἐκάλεσε· τὸ δὲ "ἡ ψυχή μου" κατὰ τὸ ἀνθρώπειον τέθεικεν ἔθος· οὐ γὰρ δὴ ἐκ σώ ματος καὶ ψυχῆς τὸ θεῖον συνῆκται· ἀσύνθετον γάρ ἐστι, καὶ ἁπλοῦν, καὶ ἀνείδεον Ὡς ἀκούειν δυνάμεθα, φθέγγεται. Εἶτα τούτοις αὐτοῖς παρα κελεύεται, καὶ τῶν ὁδῶν καὶ ὀρῶν θρηνῆσαι τὴν ἐρημίαν.
And they did not know me, says the Lord.” And showing more clearly the wickedness that prevailed among them, he advises trusting neither friend nor even brother, since both these and those had used deceit and guile, and were stripped bare of truth. He adds to the accusation also usury, as being dared contrary to the law. 6. Usury upon usury, and guile upon guile. And again he mentions the contempt of God. They did not wish to know me, says the Lord. 7. Therefore thus says the Lord of hosts: Behold, I will refine them in fire, and I will test them. Here he has called war, and the things that grow from it, a refining in fire and a testing. So too the divine David, in the person of those in Babylon: “For you have tested us, O God; you have refined us in fire, as silver is refined in fire.” But those things he said of the order of the pious; for having been refined in fire, they appeared approved; but here the refining in fire exposes what is counterfeit. He goes through also the forms of wickedness, and likens the tongue to a dart, and says that their words are full of guile. For they speak, he says, peaceful things, but devise guileful things. 9. Shall I not visit them for these things? says the Lord; or shall my soul not take vengeance on such a people? For it is absurd for such a judge to leave such great wickedness unpunished. For he has called punishment a visitation; and he has set down “my soul” according to human custom; for the divine nature is certainly not composed of body and soul; for it is uncompounded, and simple, and without form, yet speaks as we are able to hear. Then he exhorts these same people, and the paths and the mountains, to lament the desolation.
Οὐ γὰρ μόνον, φησὶ, τῶν ἀνθρώπων ἐστέ ρηνται, ἀλλὰ καὶ τῶν κτηνῶν, καὶ τῶν πετεινῶν. Τοῖς γὰρ οἰκουμένοις χωρίοις ἐμφιλοχωρεῖ τὰ πετεινά· ἐν δὲ ταῖς ἐρήμοις καὶ τούτων ἡ σπάνις πολλή. Ἀπειλεῖ δὲ καὶ τὴν αἰχμαλωσίαν, καὶ τῆς πόλεως τὴν ἐρημίαν, καὶ γενήσεσθαι αὐτὴν λέγει κατοικη τήριον δρακόντων. Τὰ γὰρ τοιαῦτα θηρία παρόντων μὲν ἀνθρώπων συνεχῶς ἀναιρεῖται· ἀπόντων δὲ αὔ ξεται καὶ πλείονα γίνεται. ιβʹ. Τίς ἄνθρωπος ὃς σοφὸς, καὶ συνήτω ταῦτα, καὶ ὁ λόγος στόματος Κυρίου πρὸς αὐτόν; ἀναγγειλάτω ὑμῖν ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ· ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν. Τοῖς τῆς θείας ἠξιωμένοις χάριτος ἐλέγχειν κελεύει, καὶ τῆς ἐρημίας τὰς αἰτίας διδάσκειν· καὶ αὐτὸς δὲ τοῦτο ποιεῖ, καὶ λέγει αὐτοῖς καταλιπεῖν μὲν τὸν ἐπὶ σωτηρίᾳ δεδομένον νόμον, τοῖς δὲ μα ταίοις χρήσασθαι λογισμοῖς, καὶ τῶν εἰδώλων προ ελέσθαι τὴν θεραπείαν. ιεʹ. Διὰ τοῦτο ἐγὼ ψωμίζω αὐτοὺς ἄρτον ἀνάγκης καὶ ποτίσω αὐτοὺς ὕδωρ χολῆς. Τὴν πικρὰν καὶ ἀνιαρὰν ζωὴν διὰ τούτων δεδήλωκε. ιϛʹ. Καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, ἐν οἷς οὐκ ἐγίνωσκον αὐτοὶ, καὶ οἱ πατέρες αὐτῶν· καὶ ἐξαποστελῶ ἐπ' αὐτοὺς τὴν μάχαιραν, ἕως οὗ ἐξαναλώσω αὐτοὺς ἐν αὐτῇ. Δύο διὰ τού των δεδήλωκε
For, he says, they are deprived not only of humans but also of cattle and birds. For birds linger in inhabited places, but in the wilderness there is a great scarcity even of these. He threatens both captivity and the desolation of the city, and says that it will become a dwelling-place of dragons. For such beasts, when humans are present, are continually destroyed; but when they are absent, they increase and become more numerous. 12. Who is the man who is wise, and let him understand these things, and the word of the mouth of the Lord be to him? Let him declare to you for what reason the land perished, and was burned up like a wilderness so that no one passes through it. He commands those who have been deemed worthy of divine grace to convict and to teach the causes of the desolation; and he himself also does this, and says to them that they abandoned the law given for salvation, and used vain reasonings, and preferred the worship of idols. 15. Therefore I will feed them with the bread of necessity and give them the water of gall to drink. By these things he has indicated the bitter and grievous life. 16. And I will scatter them among the nations, among whom neither they nor their fathers knew me; and I will send the sword after them, until I consume them in it. By these things he has indicated two
τιμωρίας, τὴν ἐν πολέμῳ σφαγὴν, καὶ τὴν ἐν αἰχμαλωσίᾳ ζωήν· τοὺς γὰρ τὸν πόλεμον δια φυγόντας δορυαλώτους ἀπήγαγον. Ἐπαύξων δὲ αὐ τοῖς τὸ δέος, κελεύει καὶ τὰς θρηνούσας κληθῆναι, καὶ δακρύων ἀφιέναι κρουνούς. Παρεγγυᾷ δὲ καὶ ταῖς γυναιξὶν, ὡς οὐκέτι χώραν ἐχούσης τῆς εὐφρο σύνης, διδάσκειν θρηνῆσαι τὰς θυγατέρας· ἐπάγει δὲ καὶ τῶν θρήνων τὴν αἰτίαν. καʹ. Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν· εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν, τοῦ ἐκτρίψαι νήπια ἔσωθεν, καὶ νεανίσκους ἀπὸ τῶν πλατειᾶν. Θυρίδας καλεῖ τῆς πλάνης τὰς ἐπινοίας· δι' ἐκείνων γὰρ τὴν πλάνην ἐδέξαντο, καὶ τὴν διὰ ταύτης ἐπενεχθεῖσαν πληγήν. Οὐκ ἂν δέ τις ἁμάρτοι θυρίδας τῆς ψυχῆς ὀνομάσας τὰ τοῦ σώματος αἰσθητήρια, ὄψιν, καὶ γεῦσιν, καὶ ὄσφρησιν, καὶ ἀκοὴν, καὶ ἁφήν· διὰ τούτων γὰρ δυνατὸν, καὶ ζωὴν, καὶ θάνατον εἰσελθεῖν. Ὁ μὲν γὰρ σωφρόνως βλέπων καρποῦται ζωὴν, ὁ δὲ ἀκολάστως, δρέπεται θάνατον· καὶ ἡ ἀληθεύουσα γλῶττα προξενεῖ τῆς ψυχῆς σωτηρίαν, ἡ δὲ ψευδομένη τὸν ὄλεθρον πραγματεύεται· καὶ τ' ἄλλα δὲ ὁμοίως καταμαθεῖν εὐπετές. κβʹ. Τάδε λέγει Κύριος· Καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν, καὶ ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων. Πολλῆς ὠφελείας ἔσται πρόφασις τὰ εἰς ὑμᾶς γινόμενα· τοῦτο γὰρ λέγει παράδειγμα· τὸ δὲ, "Ὡς χόρτος ὀπίσω θερίζοντος," δηλοῖ τὸ ἄφατον τῶν νεκρῶν· ἐπειδὴ δὲ ἦσάν τινες ἐν αὐτοῖς, οἱ μὲν αὐχοῦντες ἐπὶ πλούτῳ, οἱ δὲ ἐπὶ σοφίᾳ, ἄλλοι δὲ ἐπὶ ῥώμῃ σώμα τος, παραινεῖ μὴ ἐπὶ τούτοις σεμνύνεσθαι, ἀλλ' ἐπὶ θεογνωσίᾳ, καὶ πράξει δικαίᾳ·
He threatens both captivity and the de[ath]... punishments, the slaughter in war, and life in captivity; for those who escaped the war they led away as captives. And intensifying their fear, he commands that the mourning women be summoned and that they let flow fountains of tears. He also enjoins the women, since there is no longer any place for gladness, to teach their daughters to lament; and he adds the cause of the laments. 29. For death has come up through your windows; it has entered into your land, to destroy infants within, and young men from the streets. He calls the devices of error "windows"; for through them they received error, and the blow brought on through it. And one would not err in calling the senses of the body the windows of the soul—sight, taste, smell, hearing, and touch; for through these it is possible for both life and death to enter. For he who looks with self-control reaps life, but he who looks licentiously plucks death; and the truthful tongue procures the soul's salvation, while the lying tongue traffics in destruction; and the rest one may likewise easily understand. 30. Thus says the Lord: And the dead of men shall be a example on the face of the plain of your land, and as grass behind the reaper, and there shall be no one to gather. The things happening to you will be an occasion of great benefit; for this he calls an example. And the phrase, "As grass behind the reaper," shows the unutterable number of the dead; and since there were some among them who boasted in wealth, others in wisdom, and others in bodily strength, he exhorts them not to pride themselves on these things, but on the knowledge of God and just action.
ἐπειδὴ δὲ καὶ ἐπὶ τῇ περιτομῇ μέγα ἐφρόνουν, τὴν ὀφρὺν αὐτῶν κατα στέλλων, δείκνυσι καὶ ἄλλα ἔθνη πλεῖστα περιτεμνό μενα· προλέγει δὲ καὶ τὴν ἐσομένην αὐτῶν κλῆσιν καὶ σωτηρίαν. κεʹ, κϛʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὑτῶν. Ἐπ' Αἴγυπτον, καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ Ἐδὼμ, καὶ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ ἐπὶ τοὺς υἱοὺς Μωὰβ, καὶ ἐπὶ πάν τας τοὺς περικειρομένους τὸ κατὰ πρόσωπον αὑτῶν, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ. Ἰδουμαῖοι μὲν ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, κατὰ τὸν δοθέντα τῷ Ἀβραὰμ περιετέμνοντο νόμον· Ἀμμανῖται δὲ, καὶ Μωαβῖται, ὡς γειτνιάζοντες ἐζήλωσαν τὴν συγγένειαν· οἱ δὲ ἀπὸ τοῦ Ἰσμαὴλ καὶ τῆς Χετούρας, κατὰ τὸν προγονικὸν καὶ αὐτοὶ περιετέμνοντο νόμον· αὐτοὺς οὖν καλεῖ περικειρομένους τὸ κατὰ πρόσωπον αὑτῶν· εἰώθασι γὰρ τῶν παρειῶν παρατίλλειν τὰς τρίχας· Αἰγυπτίους δὲ ἡ τοῦ λαοῦ προσενοίκησις ἐδίδαξε τὴν περιτομήν· συνῆψε δὲ αὐτοῖς τὸν Ἰούδαν, καταστέλλων τὸν τύφον. Ἐν δέ γε τοῖς ἑξῆς μείζονα αὐτῶν ποιεῖται κατηγορίαν· "Ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὑτῶν." Δι δάσκει τοίνυν καὶ τὰ παλαιὰ Γράμματα, καὶ τῆς πνευματικῆς περιτομῆς τὸ ὠφέλιμον, καὶ τὸ τῆς σωματικῆς ἀκροβυστίας ἀνείδεον. Οὐ γὰρ τῶν ἀπεριτμήτων ἐθνῶν κατηγόρησεν· ἀλλ' Ἰουδαίων τὸ μὲν σῶμα περιτεμνομένων, ἀπερίτμητον δὲ τὴν καρδίαν ἐχόντων. ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Since they were also proud of circumcision, he humbles their arrogance and shows that very many other nations are also circumcised; and he foretells their future calling and salvation. 25, 26. Behold, the days are coming, says the Lord, and I will visit upon all those circumcised in their foreskins. Upon Egypt, and upon Judah, and upon Edom, and upon the sons of Ammon, and upon the sons of Moab, and upon all those who cut the hair on their faces, who dwell in the wilderness. The Idumeans, who trace their descent from Esau, were circumcised according to the law given to Abraham; and the Ammonites and Moabites, being neighbors, emulated their kinship; and those descended from Ishmael and Keturah were themselves also circumcised according to the ancestral law. These, then, he calls those who cut the hair on their faces; for they are accustomed to pluck out the hairs of their cheeks. The Egyptians were taught circumcision by the people's dwelling among them. And he joined Judah to them, humbling their pride. But in what follows he brings a greater accusation against them: "For all the nations are uncircumcised in the flesh, and every house of Israel is uncircumcised in their hearts." He teaches, therefore, both the ancient Scriptures and the benefit of spiritual circumcision, and the formlessness of physical uncircumcision. For he did not accuse the uncircumcised nations, but the Jews, who were circumcised in body but had an uncircumcised heart. Chapter 10.
βʹ. Τάδε λέγει Κύριος· κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε. Ὁδοὺς ἐθνῶν τὴν παλαιὰν καλεῖ πλάνην· τὴν δὲ ἀστρονομίαν καὶ ἀστρολογίαν, σημεῖα τοῦ οὐρανοῦ κέκληκεν, οἷς ἀκολουθεῖν οὐκ ἐᾷ, ἀλλὰ τῷ τοῦ οὐρανοῦ πιστεύειν Δεσπότῃ. Κωμ ωδεῖ δὲ καὶ τὴν τῶν εἰδώλων κατασκευὴν, καὶ λέγει τὰ μὲν ἐκ ξύλου, τὰ δὲ ἐκ χρυσοῦ καὶ ἀργύρου κατ εσκευᾶσθαι καὶ δεῖσθαι σφύρας, καὶ ἥλων, καὶ τῶν ἄλλων ὀργάνων· δεῖσθαι δὲ καὶ τέχνης, καὶ χειρῶν τῶν ταῦτα ἐπισταμένων· καὶ ὅτι τὸ μὲν ἀργύριον ἐκ τῆσδε μεταλλεύεται, τὸ δὲ χρυσίον ἐκ τῆσδε. Θαρσὶς δὲ τὴν Καρχηδόνα καλεῖ· ἐπαινεῖται δὲ μάλιστα οὗτος ὁ
ἄργυρος· ἀμέλει καὶ νῦν οἱ φιλόπλουτοι τὸν Ἄφρον ἐπιζητοῦσι. Ταῦτα τοίνυν τοιαύ την ἔχοντα τὴν φύσιν οὐ δίκαιον εὐλαβεῖσθαι· ὠφε λεῖν γὰρ ἢ βλάπτειν οὐ δύνανται. Οὕτω καταγέλα στα δείξας ὁ προφήτης τὰ εἴδωλα, ὕμνον ὑφαίνει τῷ τῶν ὅλων Θεῷ. "Πόθεν ὅμοιός σοι, Κύριε; Μέγας εἶ σὺ, καὶ μέγα τὸ ὄνομά σου ἐν δυνάμει." ζʹ. Τίς οὐ φοβηθήσεταί σε, βασιλεῦ τῶν ἐθνῶν; Κατέλυσεν ἐνταῦθα τῶν Ἰουδαίων τὸ φρόνημα. Οὐ γὰρ εἶπε· Μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· ἀλλὰ βασιλέα τῶν ἐθνῶν ἁπάντων ὠνόμασε τὸν τῶν ὅλων Θεὸν, τὴν ἐσομένην τοῖς ἔθνεσι θεογνωσίαν προ λέγων. "Ὅτι ἐν πᾶσι τοῖς σοφοῖς τῶν ἐθνῶν, καὶ ἐν πάσαις ταῖς βασιλείαις αὐτῶν, πόθεν ὅμοιός σοι, Κύριε;" Εἶτα πάλιν εἰς μέσον φέρει τῶν ἐθνῶν τοὺς θεοὺς, καὶ δείκνυσιν αὐτοὺς ἀπὸ τέχνης καὶ ὕλης τὴν ὑπόστασιν ἔχοντας. Καὶ ἐπανέρχεται πάλιν εἰς τὸν τοῦ Θεοῦ ὕμνον. ιʹ.
2. Thus says the Lord: Learn not the ways of the nations, and be not afraid of the signs of heaven. He calls the ways of the nations the ancient error; and astronomy and astrology he has called the signs of heaven, which he does not permit them to follow, but rather to trust in the Master of heaven. And he ridicules the manufacture of idols, and says that some are made of wood, others of gold and silver, and that they need a hammer, and nails, and the other tools; and that they need craft, and the hands of those who know these things; and that silver is mined from one place, and gold from another. And Tharsis he calls Carthage; and this silver is especially praised; indeed even now the lovers of wealth seek the African. These things, then, having such a nature, it is not right to reverence; for they can neither help nor harm. Having thus shown the idols to be ridiculous, the prophet weaves a hymn to the God of all things. "How is there any like you, O Lord? Great are you, and great is your name in power." 7. Who will not fear you, O king of the nations? Here he has destroyed the pride of the Jews. For he did not say: The Lord's portion is his people Jacob; but he has named the God of all things king of all the nations, foretelling the knowledge of God that will come to the nations. "For among all the wise men of the nations, and in all their kingdoms, how is there any like you, O Lord?" Then again he brings the gods of the nations into the middle, and shows that they have their substance from craft and matter. And he returns again to the hymn of God. 10.
Ὁ δὲ Κύριος ἀληθινὸς Θεός ἐστι, Θεὸς ζών των, καὶ βασιλεὺς αἰώνιος. Τὰ εἴδωλα, φησὶν, οὐ ζῇ· ὁ δὲ Θεὸς καὶ ζωῆς χορηγὸς, καὶ ζώντων Θεὸς, καὶ αἰώνιος βασιλεύς. "Ἀπὸ παροξυσμοῦ αὐτοῦ σει σθήσεται ἡ γῆ, καὶ οὐχ ὑποίσουσιν ἔθνη ἐμβρίμησιν αὐτοῦ." Οὕτω καὶ ὁ μακάριος λέγει Δαβίδ· "Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν." Εἶτα κελεύει τοῖς καλουμένοις εἰπεῖν θεοῖς· ιαʹ. Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς, καὶ ὑπο κάτωθεν τοῦ οὐρανοῦ τούτου. Θεοῦ γὰρ ἴδιον, τὸ δημιουργεῖν, οὐ τὸ ὑπ' ἄλλου δημιουργεῖσθαι. Εἰ τοίνυν κτιστὸς ὁ Υἱὸς, οὐ Θεός· εἰ δὲ δημιουργός ἐστι τῶν ὅλων καὶ ποιητὴς, ὄντως ἐστὶ Θεός· περὶ αὐτοῦ γὰρ καὶ τὰ ἐπαγόμενα ὁ προφήτης λέγει· ιβʹ. Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὑ τοῦ, αὐτὸς ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὑτοῦ, καὶ ἐν τῇ φρονήσει αὑτοῦ ἐξέτεινε τὸν οὐρανόν. Ταῦτα Θεοῦ ἴδιον· οὐ τὸ ὑπ' ἄλλου κατασκευάζεσθαι. ιγʹ. Χορηγῶν γὰρ ὑετὸν, καὶ τῶν βροντῶν τοὺς κτύπους ἀποτελεῖ, καὶ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς. Μετεωρίζει γὰρ ὡς βούλεται τὸ θαλάττιον ὕδωρ, καὶ διὰ τούτου τὰ νέφη συνίστησιν. "Ἀστραπὰς εἰς ὑετὸν ἐποίησε." Τοῦ ὑετοῦ γὰρ αὗται σημαντικαί. "Καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ." Θησαυροὶ αὐτοῦ τὸ βούλημα αὐτοῦ. "Αὐτὸς γὰρ εἶπε, καὶ ἐγένετο· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη σαν·" καὶ, "Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν, ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ." Ὁ μὲν οὖν ἀληθινὸς Θεὸς τούτων ἁπάντων ἐστὶ δημιουργός.
But the Lord is the true God, the God of the living, and an eternal king. The idols, he says, do not live; but God is both the provider of life and the God of the living and an eternal king. "At his wrath the earth shall be shaken, and the nations shall not endure his roaring." So also the blessed David says: "He who looks upon the earth and makes it tremble." Then he commands those who are called gods: 11. Gods, who did not make the heaven and the earth, let them perish from the earth and from beneath this heaven. For it is proper to God to create, not to be created by another. If, then, the Son is created, he is not God; but if he is the creator and maker of all things, he is truly God; for the prophet says the following things also about him: 12. The Lord who made the earth in his strength, he himself set upright the inhabited world in his wisdom, and in his understanding he stretched out the heaven. These things are proper to God, not to be fashioned by another. 13. For he provides rain, and produces the crashes of thunder, and brings up clouds from the end of the earth. For he lifts up the sea water as he wills, and by this forms the clouds. "He made lightnings for rain." For these are significant of rain. "And he brought out winds from his treasuries." His treasuries are his will. "For he himself spoke, and they came to be; he himself commanded, and they were created;" and, "All things that the Lord willed he did, in the heaven and in the earth." The true God, then, is the creator of all these things.
Οἱ δὲ πλεῖ στοι τῶν ἀνθρώπων εἰς ἀλογίαν ἐξέπεσαν, καὶ οἱ μὲν δημιουργοῦσι θεοὺς, οἱ δὲ προσκυνοῦσι τοῖς ὑπὸ τού των γιγνομένοις. Προλέγει δὲ καὶ τῆς πλάνης τὴν παῦλαν· εἰρηκὼς γὰρ, ὅτι· ιεʹ. Μάταιά ἐστιν ἔργα ἐμπεπαιγμένα, τουτέστι τὰ εἴδωλα, ἐπήγαγεν· Ἐν καιρῷ ἐπισκοπῆς αὑτῶν ἀπολοῦνται. Τὸ γὰρ ἀποστολικὸν κήρυγμα τὴν τούτων ἠφάνισε μνήμην παντελῶς· καὶ ὁρῶμεν τῆς προφητείας τὸ τέλος. ιϛʹ. Οὐκ ἔστι τοιαύτη ἡ μερὶς Ἰακώβ· ὅτι ὁ πλάσας τὰ πάντα, αὐτὸς κληρονομία αὐτοῦ, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ. Κύριος τῶν δυνάμεων ὄνομα αὐτῷ. Σὺ, φησὶν, οὐ ταύτην ἐδιδάχθης τὴν πλάνην· ἄνωθεν γάρ σε ἐξελεξάμην, καὶ διαφερόντως σε τῆς ἐμῆς κηδεμονίας ἠξίωσα. ιζʹ. Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσαν ἐν ἐκλεκτοῖς. Τὸν πατριάρχην ἐκ γῆς Χαλδαίων καλέσας εἰς τὴν Παλαιστίνην μετ ήγαγε, καὶ τὸ τούτου γένος εἰς τὴν Αἴγυπτον δουλεῦον ἐλευθερωθὲν ἐξήγαγε· τοῦτο οὖν καὶ ὁ προ φητικὸς ἐδήλωσε λόγος· "Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσαν ἐν ἐκλεκτοῖς·" τουτέστιν, ἐκ τῶν ἄλλων ἐθνῶν ἐκλεξάμενός σε τὴν ἐκλεκτὴν γῆν ἐδωρήσατό σοι. ιηʹ. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην τὴν ἐν θλί ψει, καὶ ἐκθλίψω αὐτοὺς, ὅπως ἐλεγχθῶσιν. Εἰ καλῶς ἔτρεχον, κατευθύνοντο. Ἐπειδὴ δὲ βλαβερὸς ὁ δρόμος, ἐπισκοτίζονται, ἵνα ἐπ' ὀλεθρίᾳ τρέχοντες παύσωνται. ιθʹ. Εὑρέθη οὐαὶ ἐπὶ συντρίμματί σου· ἀλγηρὰ ἡ πληγή σου. Σύντριμμα τὴν ἁμαρτίαν καλεῖ· οὐαὶ δὲ τὴν τιμωρίαν.
But most people have fallen into irrationality, and some make gods for themselves, while others worship what is made by these. He also foretells the cessation of their error; for having said, "15. Vain are the works that are mocked," that is, the idols, he added, "In the time of their visitation they shall perish." For the apostolic preaching utterly destroyed the memory of these things, and we see the fulfillment of the prophecy. "16. Such is not the portion of Jacob; for he who formed all things, he is his inheritance, and Israel is the rod of his inheritance. The Lord of hosts is his name." You, he says, were not taught this error; for from the beginning I chose you, and deemed you worthy of my peculiar care. "17. He gathered your substance from outside, dwelling among the chosen." Having called the patriarch from the land of the Chaldeans, he brought him to Palestine, and having freed his race when it was enslaved in Egypt, he led it out. This, then, the prophetic word also declared: "He gathered your substance from outside, dwelling among the chosen," that is, having chosen you out from the other nations, he bestowed on you the chosen land. "18. For thus says the Lord: Behold, I will trip up those who dwell in this land in affliction, and I will press them hard, so that they may be convicted." If they were running well, they would be directed aright. But since their course is harmful, they are darkened, so that running to destruction they may cease. "19. Woe was found at your destruction; grievous is your wound." He calls sin "destruction," and "woe" the punishment.
Ἠκολούθησε, φησὶ, τῇ πονη ρίᾳ σου ἡ τιμωρία, καὶ ἀλγηρὰν ἐδέξω πληγήν· εἶτα ἐκ προσώπου τῆς πόλεως συντίθησι θρῆνον, διδάσκων αὐτὴν ποίοις δεῖ χρήσασθαι λόγοις ὀδυρομένην πλημμελείας· καί φησιν· "Ὄντως τοῦτο τὸ τραῦμά ἐστι, καὶ κατέλαβέ με." Ἀντὶ τοῦ, Ἡ πληγὴ τῆς ἁμαρτίας αἰτία μοι γέγονε τῶν κακῶν. κʹ. Ἡ σκηνή σου ἐταλαιπώρησεν· ὤλετο, καὶ πᾶσαι αἱ δέῤῥεις σου διεσπάρησαν. Σκηνὴν καλεῖ, οὐ μόνον τὸν θεῖον νεὼν, ἀλλὰ καὶ τὰς οἰκίας, καὶ τοὺς πύργους, καὶ τοὺς περιβόλους. "Οἱ υἱοί μου καὶ πρόβατά μου ἐξῆλθον ἀπ' ἐμοῦ, καὶ οὐκ εἰσίν· οὐκ ἔστι τόπος τῆς σκηνῆς μου, οὐ τόπος δέῤῥεών μου. Πάντων κατὰ ταυτὸν ἔρημος ἐγενόμην. Λέγει δὲ καὶ τῆς πονηρίας τοὺς διδασκάλους. καʹ. Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Θεὸν οὐκ ἐξεζήτησαν. Ποιμένας καλεῖ τοὺς βασιλέας καὶ τοὺς ἱερέας· καὶ οὗτοι γὰρ κἀκεῖνοι τῆς πλάνης ἐγένοντο πρόξενοι. Διδάσκει δὲ ταῦτα σαφέστερον τῶν Βασιλειῶν καὶ τῶν Παραλειπομένων ἡ ἱστορία. "Διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα ἡ νομὴ αὐτῶν, ἀλλὰ διεσκορπίσθησαν." Νομὴν ἐνταῦθα καλεῖ, οὐ τὴν πόαν, ἀλλὰ τὰ ποίμνια· καὶ λέγει, τὴν τῶν ποιμένων ἀφροσύνην αἰτίαν γενέσθαι τῆς τῶν προ βάτων πλάνης. κβʹ. Φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται, καὶ σεισμὸς μέ γας ἐκ γῆς βοῤῥᾶ, τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν, καὶ κοίτην στρουθῶν. Στρουθοὺς τὰς μεγάλας λέγει τὰς Λιβύσσας, ἃς οἱ πολλοὶ στρουθοκαμήλους καλοῦσι· φιλέρημον γὰρ καὶ τοῦτο τὸ ζῶον. Εἶτα διδάσκει ὁ προφήτης, τίς ἄγει τὸν Ναβουχοδονόσορ. κγʹ. Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ·
The punishment, he says, followed your wickedness, and you received a painful blow; then, in the person of the city, he composes a lament, teaching her what words she ought to use in bewailing her transgressions; and he says: "Truly this is the wound, and it has come upon me." That is to say, The blow of sin has become for me the cause of my evils. 20. Your tabernacle has been brought to misery; it is destroyed, and all your curtains have been scattered. He calls "tabernacle" not only the divine temple, but also the houses, the towers, and the enclosures. "My sons and my sheep have gone out from me, and are not; there is no place of my tabernacle, nor a place of my curtains. I have become desolate of all things at once. He speaks also of the teachers of wickedness. 21. For the shepherds have acted foolishly, and have not sought God. He calls kings and priests "shepherds"; for both these and those became the cause of the error. The history of Kings and Chronicles teaches these things more clearly. "Therefore all their pasture did not understand, but they were scattered." Here he calls "pasture" not the grass, but the flocks; and he says that the folly of the shepherds became the cause of the wandering of the sheep. 22. A voice of hearing, behold, it comes, and a great shaking out of the land of the north, to appoint the cities of Judah for destruction, and a bed of sparrows. He calls "sparrows" the great Libyan birds, which most people call ostrich-sparrows; for this creature too loves solitude. Then the prophet teaches who it is that leads Nebuchadnezzar. 23. I know, Lord, that the way of man is not his own;
οὐδὲ ἀνὴρ πορεύσεται, καὶ κατορθώσει ὁδὸν αὐτοῦ, καὶ κατευθυνεῖ πορείαν αὐτοῦ. Οὐκ ἂν ἐκεῖνος, φησὶν, ὥρμησε καθ' ἡμῶν μὴ βουλομένου σου, Δέσποτα· εἰ δὲ καὶ ὥρμησεν, οὐκ ἂν κατώρθωσεν ἅπερ ἠθέλησε, τῆς σῆς δεξιᾶς ἡμῶν προμηθουμένης· οἶδα γὰρ οἷα Σεναχηρεὶμ πέπονθεν· ἀλλ' ἱκετεύομέν σε, μηδὲ ἐκεῖνον ἡμᾶς εἰσπράξαι δίκας τῆς ἀσεβείας· ἀλλ' αὐτόν σε παιδεῦσαι, καὶ πατρικὴν παιδείαν ἐπαγαγεῖν· τοῦτο γὰρ ἐν τοῖς ἑξῆς λέγει. κδʹ, κεʹ. Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρί σει, καὶ μὴ ἐν θυμῷ· ἵνα μὴ ὀλίγους ποιή σῃς ἡμᾶς. Ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ συνετέλεσαν αὐτὸν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν. Δῆλον τοίνυν καὶ ἐκ τῶν εἰρημένων, καὶ ἐκ τῶν ἐπαγομένων, ὡς τὸ, "Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ," οὔτε φυσικῇ δουλείᾳ τὸ ἐλεύθερον ἡμῶν ὑποβάλλει τῆς γνώμης, οὔτε τῆς εἱμαρμένης ἀνάγκῃ τὰ καθ' ἡμᾶς ὑποτίθησιν· ἀλλὰ διαῤῥήδην ἡμᾶς διδάσκει, πῶς ὁ Δεσπότης Θεὸς κατέχει τοὺς οἴακας τοῦ παντὸς κόσμου, καὶ σοφῶς κυβερνᾷ, καὶ χορηγεῖ τὰ ἀγαθὰ, καὶ παιδεύει δικαίως, ὅταν ἐπὶ πλεῖστον μακροθυμήσας ἐπιμείναντας τῇ πονηρίᾳ θεάσηται.
Neither shall a man walk and make his way straight, and direct his course. That man, he says, would not have rushed against us without your will, Master; and even if he had rushed, he would not have accomplished what he wished, since your right hand provides for us; for I know what Sennacherim suffered. But we beseech you, do not exact from us the penalty for that man's impiety either, but discipline us yourself, and bring upon us a fatherly discipline; for this is what he says in what follows. 24, 25. Discipline us, Lord, but in judgment, and not in wrath, so that you may not make us few. Pour out your wrath upon the nations that do not know you, and upon kingdoms that have not called upon your name. For they have devoured Jacob, and consumed him, and laid waste his pasture. It is clear, then, both from what has been said and from what is added, that the words "I know, Lord, that a man's way is not his own" neither subject our freedom of will to a natural slavery, nor place our affairs under the necessity of fate; but they plainly teach us how the Master God holds the rudders of the whole world, and wisely steers, and supplies good things, and disciplines justly, when after great long-suffering he sees them persisting in wickedness.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Μετὰ ταῦτα παρακελεύεται πρὸς πάντα εἰπεῖν τὸν λαόν· γʹ, δʹ. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, Ἐπικατάρατος ἄνθρωπος, ὃς οὐκ ἀκούσεται τῶν λό γων τῆς διαθήκης ταύτης· ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐν ᾗ ἡμέρᾳ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς. Τοῦτο καὶ νομοθετῶν τῷ νόμῳ προστέθεικεν· ἔφη γάρ· "Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆ σαι αὐτά·" ὑπισχνεῖται δὲ κἀκεῖ, καὶ πάλιν ἐνταῦθα, ὡς πάσης ἀξιώσει κηδεμονίας τοὺς τὰς θείας φυλάσ σοντας ἐντολάς. Ἀναμιμνήσκει δὲ καὶ τῶν πρὸς τοὺς πατέρας αὐτῶν εἰρημένων, καὶ τῆς ἐκείνων ἀπει θείας. "Ἐξέκλιναν γὰρ, φησὶ, τὸ οὖς αὐτῶν, καὶ ἐπορεύθησαν ἀνὴρ ἐν τῇ εὐθύτητι τῆς καρδίας αὑτοῦ τῆς πονηρᾶς." Εὐθύτητα δὲ ἐνταῦθα οὐ τὴν ὀρθότητα λέγει, ἀλλὰ τὴν ἐφεξῆς γεγενημένην πονηρίαν
ἐν τῇ κακίᾳ· οὐ γὰρ ἀπετρέποντο ταύτης, ἀλλὰ διηνεκῶς αὐτὴν ὥδευον. "Καὶ ἐπήγαγον ἐπ' αὐ τοὺς πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης, ἧς ἐνετειλάμην αὐτοῖς ποιῆσαι, καὶ οὐκ ἐποίησαν." Δια φόροις γὰρ τιμωρίαις αὐτοὺς ἐξέδωκε· ποτὲ μὲν Ἀμμανίταις, ποτὲ δὲ Μωαβίταις, ἄλλοτε ἀλλοφύλοις ἐδούλευσαν. θʹ, ιʹ. Καὶ εἶπε Κύριος· Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα, καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ. Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὑτῶν τῶν προτέρων, οἳ οὐκ ἤθελον ἀκοῦσαι τῶν λόγων μου. Τὸ "Εὑρέθη σύνδεσμος," ἀντὶ τοῦ, συνδεδεμένοι εἰσὶ, καὶ συμπεπλεγμένοι τοῖς πατράσι, καὶ τὴν ἐκείνων πορείαν ὁδεύουσι· τοῦτο γὰρ καὶ διὰ τῶν ἐπαγομένων σημαίνει.
CHAPTER 11.
After this he enjoins that all the people be told: 3, 4. Thus says the Lord God of Israel: Cursed is the man who will not hear the words of this covenant, which I commanded your fathers on the day when I brought them out of the land of Egypt, out of the iron furnace. This he also added when legislating in the Law; for he said: "Cursed is everyone who does not abide by all the things written in the book of the Law, to do them." And he promises both there and again here that he will deem worthy of all his care those who keep the divine commandments. He also reminds them of what was said to their fathers, and of their disobedience. "For they turned away their ear," he says, "and each man walked in the uprightness of his own evil heart." By "uprightness" here he does not mean correctness, but the wickedness that followed in succession in evil; for they did not turn away from it, but walked in it continually. "And I brought upon them all the words of this covenant, which I commanded them to do, and they did not do." For he delivered them over to various punishments; at one time they served the Ammonites, at another the Moabites, and at another time strangers. 9, 10. And the Lord said: A conspiracy has been found among the men of Judah, and among those who dwell in Jerusalem. They have turned back to the iniquities of their former fathers, who did not wish to hear my words. "A conspiracy has been found" stands for: they are bound together and entangled with their fathers, and they walk in their fathers' path; for he signifies this also through what follows.
"Καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεῶν ἀλλοτρίων, τοῦ δουλεύειν αὐτοῖς." Ταῦτα δὲ δρῶσι τὴν δοθεῖσαν αὐ τοῖς παραβαίνοντες διαθήκην. Οὗ δὴ χάριν παντοδαπαῖς αὐτοὺς περιβαλῶ συμφοραῖς, καὶ ὀδυρομένους οὐκ ἀξιώσω φειδοῦς· οὔτε μὴν παρὰ τῶν ὑπ' αὐτῶν θεραπευομένων θεῶν ἐπικουρίας τινὸς ἀπολαύονται. Λέγει δὲ καὶ τούτων τὸ πλῆθος. ιγʹ. Ὅτι κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν ἐξόδων Ἱερουσαλὴμ, ἔταξαν βωμοὺς τῇ αἰσχύνῃ, θυσια στήρια τοῦ θυμιᾷν τῇ Βάαλ. Διὰ τὴν ὑπερβολὴν τοίνυν τῆς ἀσεβείας τὸν προφήτην κωλύει τὴν ὑπὲρ αὐτῶν πρεσβείαν προσενεγκεῖν. ιδʹ. Μὴ εὔχου γὰρ, φησὶ, περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξιοῖς περὶ αὐτῶν ἐν δεήσει καὶ προσ ευχῇ· ὅτι οὐκ εἰσακούσομαί σου ἐν τῷ καιρῷ, ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν τῷ καιρῷ τῆς κακώ σεως αὐτῶν. Ἐν αὐτῇ γὰρ τῇ τιμωρίᾳ τὰς δεήσεις προσφέρουσι· διὰ τοῦτο καὶ ὁ προφήτης Δαβὶδ παρ εγγυᾷ, λέγων· "Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει." Ἐνταῦθα δὲ τὴν ἀνυπέρβλητον αὐτῆς ἀσέβειαν δείκνυσιν. ιεʹ. Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; Ἀμφότερα τὴν ἐπίτασιν τῆς δυσσεβείας δηλοῖ, καὶ τὸ "ἠγαπημένην" κληθῆναι, καὶ τὸ ἔνδο θεν ἐν τῷ θείῳ νεῷ τῶν οὐκ ὄντων θεῶν τὰ ἰνδάλματα στῆσαι. "Μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφαιροῦσιν ἀπὸ σοῦ τὰς κακίας σου; ἢ τούτοις διαφεύξῃ;" Σαφῶς ἡμᾶς ὁ προφητικὸς ἐδίδαξεν ὅρος καὶ λόγος, ὡς πρᾶξιν ἀγαθὴν ὁ Δεσπότης ζητεῖ· τοῦτο γὰρ καὶ ὁ θεῖος βοᾷ Δαβίδ· "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλη σας· σῶμα δὲ κατηρτίσω μοι." Καὶ πάλιν·
And behold, they themselves walk after foreign gods, to serve them. And they do these things, transgressing the covenant that was given to them. For this reason I will surround them with all kinds of calamities, and I will not deem them worthy of pity when they lament; nor indeed will they obtain any help from the gods whom they serve. And he speaks also of their multitude. 13. For according to the number of your cities were your gods, O Judah, and according to the number of the exits of Jerusalem, they set up altars to shame, places of sacrifice for burning incense to Baal. Because of the excess, then, of their impiety, he prevents the prophet from offering intercession on their behalf. 14. For do not pray, he says, for this people, and do not think fit to entreat in petition and prayer on their behalf; for I will not listen to you in the time when they call upon me, in the time of their affliction. For it is in that very punishment that they offer their petitions; for this reason also the prophet David gives assurance, saying: Let us come before his face with confession. But here he shows the insuperable nature of her impiety. 15. What has the beloved done in my house, an abomination? Both things make clear the intensity of the impiety—both being called "beloved" and setting up the images of non-existent gods within, in the divine temple. Do not prayers and holy meats remove your evils from you? Or will you escape by these? Clearly the prophetic word and statement has taught us that the Master seeks a good deed; for this also the divine David cries out: Sacrifice and offering you did not desire; but a body you prepared for me. And again:
"Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις· θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." Καὶ ἐπειδὴ ἠγαπημένην αὐτὴν ἐκάλεσε, λέγει πάλιν καὶ τὴν ἑτέραν αὐτῆς προσ ηγορίαν. ιϛʹ. Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκά λεσε Κύριος τὸ ὄνομά σου. Ταύτην δὲ τὴν προσ ηγορίαν ἐπέθηκεν ἐπὶ τὴν καρπογονίαν προτρέπων. Οὕτω καὶ ἄμπελον πολλάκις ὠνόμασεν. "Εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν. Ἐπειδὴ ἐλαίαν ἐκάλεσε, καὶ καθάρσεως μέμνηται· περιτομὴν γὰρ καλεῖ τὴν κάθαρσιν· οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί· "Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται." –"Μεγάλη ἡ θλίψις ἐπὶ σέ· ἠχρειώθη σαν οἱ κλάδοι αὐτῆς." Καρποὺς γὰρ ἀγαθοὺς ἐνεγ κεῖν οὐκ ἠθέλησαν· καὶ διδάσκων ὡς οὐχ ὁ Βαβυλώνιος ἰσχυρὸς, ἀλλ' αὐτὸς αὐτῇ τὴν τιμωρίαν ἐπάγει, προστέθεικε καὶ ταῦτα· ιζʹ. Καὶ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ κατα φυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακὰ, ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ, καὶ οἴκου Ἰούδα· ὅτι ἐποίησαν ἑαυτοῖς τοῦτο, τοῦ παροργίσαι με ἐν τῷ θυμιᾷν αὐτοὺς τῇ Βάαλ. Αὐτὸς, φησὶν, ὁ φυτουργός σου τοὺς κλάδους ἐξέκοψε· σὺ δὲ τούτων αἰτία, οὐκ ὠφελίμους, ἀλλὰ δηλητηρίους βλαστήσασα καρπούς. Διδάσκει δὲ διὰ τῶν ἑξῆς ὁ προφήτης, οἷα κατ' αὐτοῦ τολμήσουσι, καὶ κατὰ τοῦ Δεσπότου Χριστοῦ. Ἐν αὐτῷ γὰρ κἀκεῖνα ἐσκιογραφήθη. ιηʹ. Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι. Ὅτι οὐ μόνον τὰ κατ' αὐτοῦ λέγει γεγενημένα, μαρτυ ρεῖ ἡ εὐχή· οὐκ ἀποκαλύψεως ἐδεῖτο εἰς τὸ ἰδεῖν τὰ τότε γιγνόμενα·
For if you had desired sacrifice, I would have given it; you will not be pleased with whole burnt offerings. The sacrifice to God is a broken spirit; a broken and humbled heart God will not despise." And since he called her beloved, he speaks again also of her other appellation. 16. "A beautiful olive tree, fair to look upon, the Lord called your name." He applied this appellation with a view to fruitfulness, urging it on. Thus he also often named her a vine. "At the sound of her circumcision fire was kindled against her." Since he called her an olive tree, he also makes mention of purification; for he calls purification circumcision; thus also the Lord in the holy Gospels says: "Every branch in me that does not bear fruit is cut off and cast into the fire." —"Great is the affliction upon you; her branches have become useless." For they were unwilling to bring forth good fruits; and teaching that it is not the Babylonian who is strong, but that he himself brings punishment upon her, he added these things as well: 17. "And the Lord, the God of hosts, who planted you, has spoken evil against you, instead of the wickedness of the house of Israel and of the house of Judah; because they made this for themselves, to provoke me to anger by burning incense to Baal." He himself, he says, your planter has cut off your branches; but you are the cause of these things, having sprouted not useful but poisonous fruits. And the prophet teaches through what follows what sort of things they will dare against him, and against the Master Christ. For in him those things too were foreshadowed. 18. "O Lord, make it known to me, and I shall know." That he speaks not only of the things that happened against him, the prayer bears witness; he did not need revelation in order to see the things then happening.
εἰς αὐτὸν γὰρ ἐγένοντο· ἀλλ' ἡ
ἀποκάλυψις προδείκνυσι τὰ ἐσόμενα. "Τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν." ιθʹ. Ἐγὼ δὲ, ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Τὸ "οὐκ ἔγνων" τῷ προφήτῃ ἁρμόττει, ὡς οὐ προσδοκήσαντι τὰ λυπηρά· οὐ προσέσχεν ἀκριβῶς ταῖς Δεσποτικαῖς ὑποσχέ σεσιν, ἀλλ' ἀκούσας· "Τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ, ὡς πόλιν ὀχυρὰν, καὶ ὡς στύλον σιδηροῦν, καὶ ὡς τεῖχος χαλκοῦν, "ἐνόμισε μηδαμῶς πειρᾶσθαι σκυθρωποῦ. Ὁ δὲ θεῖος λόγος οὐ τοῦτο ὑπέσχετο, ἀλλ' ὅτι Κρείττων ἔσῃ τῶν λυπηρῶν· "Πολεμήσουσι γὰρ, φησὶ, πρὸς σὲ, καὶ οὐ μὴ δύνωνται πρὸς σέ· διότι ἐγώ εἰμι μετὰ σοῦ, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος·" τῷ δὲ Δεσπότῃ Χριστῷ καθ' ἑτέραν ἔννοιαν ὁ λόγος ἐστὶ πρόσφορος. Ὥσπερ γὰρ, φησὶν, ὁ ἀρ νειὸς ἀγόμενος εἰς σφαγὴν οὐκ οἶδεν ὃ πείσεται, καὶ τοῖς ἄγουσιν ἕπεται καταδεξάμενος τὸ πάθος. "Ὅτι ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν, λέγοντες· Δεῦτε ἐμ βάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα αὐτοῦ ἔτι." Τοῦτο τῷ προφήτῃ οὐθ' ὅλως ἁρμόττει· πῶς γὰρ οἷόν τε ἦν ξύλον ἐμβληθῆναι τῷ ἄρτῳ; Τῷ δὲ Δεσπότῃ Χριστῷ καὶ μάλα τῆς προφητείας ὁ λόγος προσήκει· ἄρτον γὰρ τὸ ἑαυτοῦ προσηγόρευσε σῶμα· "Ὁ ἄρτος γὰρ, φησὶν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." Τοῦτον τὸν ἄρτον ξύλῳ προσήλωσαν, νομίζοντες αὐτοῦ κατασβεννύναι τὴν μνήμην. Εἶτα ὁ προφήτης. κʹ. Σὺ δὲ, Κύριε τῶν δυνάμεων, ὁ κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς·
For they came upon him; but the revelation shows beforehand the things that are to come. "Then I saw their practices." 19. But I, like an innocent lamb led to be sacrificed, did not know. The "I did not know" fits the prophet, as one who did not expect the painful things; he did not attend closely to the Lord's promises, but having heard, "I have set you in this day as a fortified city, and as an iron pillar, and as a bronze wall," he supposed that he would in no way be tried by gloom. But the divine word did not promise this, but that you shall be stronger than the painful things: "For they shall fight against you," it says, "and they shall not be able against you; because I am with you, to deliver you, says the Lord." But to the Lord Christ the word is fitting in another sense. For just as, it says, the lamb led to slaughter does not know what it will suffer, and follows those leading it, having accepted the passion. "Because they devised a device against me, saying: Come, let us cast wood into his bread, and let us wipe him out from the land of the living, and his name shall no longer be remembered." This does not fit the prophet at all; for how could wood be cast into bread? But to the Lord Christ the word of the prophecy is very much appropriate; for he called his own body bread: "For the bread," it says, "which I will give is my flesh, which I will give for the life of the world." This bread they nailed to wood, thinking to extinguish his memory. Then the prophet: 20. But you, Lord of hosts, who judge just things, who test kidneys and hearts, may I see the vengeance from you upon them.
ὅτι πρὸς σὲ ἀνεκάλυψα τὸ δικαίωμά μου. Νεφροὺς, ὡς πολλάκις εἰρήκαμεν, τοὺς λογισμοὺς ὀνομάζει· ἐπειδὴ τὸ ἐπιθυμητικὸν ἐν τοῖς νεφροῖς ὂν, ἀνακινεῖ πολλάκις τὸν λογισμόν. Οὐ μάτην μέντοι συνεχώρησεν ὁ Θεὸς τὸν προφήτην πειραθῆναι τῶν λυπηρῶν· ἀλλ' ἐπειδὴ πολλάκις ἐπεχείρησε τὰς ὑπὲρ τῶν παρανομούντων πρεσβείας προσενεγκεῖν, πεῖσαι βουλό μενος αὐτὸν μὴ ἑαυτὸν μὲν νομίζειν φιλάνθρωπον, τὸν δὲ τῆς ἀγαθότητος θησαυρὸν ἀπηνῆ, συνεχώρησε γενέσθαι τὴν ἐπανάστασιν· ὁ δὲ λίαν ἀλγήσας, κρί ναι δικαίως ἀντιβολεῖ τὸν Θεὸν, καὶ δίκας ἀπαιτῆσαι τοὺς ἀνοσίους· δέχεται δὲ τὴν ἱκεσίαν ὁ Δεσπότης, καὶ δίδωσι τὴν ἀπόκρισιν, καὶ κόλασιν ἀπειλεῖ, καὶ τοὺς μὲν ἐν πολέμῳ σφαγήσεσθαι λέγει, τοὺς δὲ λιμῷ διαφθαρήσεσθαι.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Ἀλλὰ πάλιν ὁ προφήτης, θεώμενος τῶν πονηρίᾳ συζώντων τὴν εὐπραξίαν, τούτου τὴν αἰτίαν διδαχθῆ ναι ἀντιβολεῖ. αʹ. Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ. Οἶδα, φησὶν, ἀκριβῶς τῆς σῆς ψήφου τὸ δίκαιον· οὐκ ἄτοπον δὲ οὐδὲ ἐγὼ προσφέρειν ἡγοῦμαί σοι πεῦσιν. "Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθέτημα;" βʹ. Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἐτεκνοποίησαν, καὶ ἐποίησαν καρπόν. Διὰ τού των εὐπραξίαν ἐδήλωσε· τὴν δὲ ἄθεον γνώμην διὰ τῶν ἐπαγομένων ἐδήλωσε σημαίνων· "Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν." Ἐν μόνοις, φησὶ, τοῖς λόγοις προσ ηγορίαν προσφέρουσι τὴν σήν· ἐκ γὰρ τῶν λογισμῶν τὴν σὴν ἐξέβαλον μνήμην. γʹ. Καὶ σὺ, Κύριε, γινώσκεις με, εἶδές με, ἐδοκίμασας τὴν καρδίαν μου.
because I have revealed my cause to you. "Kidneys," as we have often said, he calls the thoughts, since the desiring faculty, being in the kidneys, often stirs up the reasoning. Not without purpose, however, did God permit the prophet to experience sorrows; but since he had often undertaken to offer intercessions on behalf of the lawless, wishing to persuade him not to consider himself humane but the treasury of goodness harsh, he permitted the uprising to take place; and he, having grieved exceedingly, implores God to judge righteously and to exact penalties from the impious. And the Master accepts the supplication, and gives the answer, and threatens punishment, and says that some will be slain in war, and others will be destroyed by famine.
CHAPTER 12.
But again the prophet, beholding the prosperity of those who live with wickedness, implores to be taught the cause of this. 1. You are righteous, O Lord, that I will plead with you; nevertheless I will speak judgments with you. I know, he says, precisely the justice of your verdict; nor do I think it improper to bring a question to you. "Why is the way of the impious prosperous, all who transgress transgression have prospered?" 2. You planted them, and they took root; they bore children, and produced fruit. Through these things he indicated their prosperity; but through what follows he indicated their godless mind, meaning: "You are near to their mouth, and far from their kidneys." In their words alone, he says, do they offer address to you; for from their thoughts they have cast out your remembrance. 3. And you, O Lord, know me, you have seen me, you have tested my heart.
Οὐ γὰρ μόνον τὰ φαινόμενα οἶδας, ἀλλὰ καὶ τοὺς λανθάνοντάς μου λογισμούς. "Ἄθροισον αὐτοὺς ὡς πρόβατα εἰς σφαγὴν, καὶ ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν." Τὸ ἅγνισον, ἀντὶ τοῦ ἀφόρισον λέγει. Ἀφορίζει γὰρ ἑαυτὸν ὁ ἁγνίσασθαι βουλόμενος· διὸ καὶ ὁ Σύρος εὐτρέπισον ἀντὶ τοῦ ἅγνισον τέ θεικεν. δʹ. Ἕως πότε πενθήσει ἡ γῆ, καὶ ὁ χόρτος πᾶς τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων τὴν γῆν; ἠφανίσθησαν κτήνη καὶ πετεινὰ, ὅτι εἶπον, οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν. Τῆς τούτων ἕνεκα παρανομίας ἔρημος ἡ γῆ
μεμένηκε, Κύριε· ὑπολαμβάνουσι γὰρ μὴ ἐφορᾷν σε, μηδὲ βλέπειν τὰ ὑπ' αὐτῶν τολμώμενα. εʹ. Σοῦ οἱ πόδες τρέχουσιν εἰς κακίαν, καὶ ἐκλύσουσί σε. Πῶς παρασκευάσῃ ἐφ' ἵπ ποις, καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας; Τοῦτο ὁ Σύρος οὕτως ἡρμήνευσε· "Μετὰ πεζῶν τρέχουσα ἡττήθης," καὶ πῶς ἀντιστῆναι ἱππεῦσι δυνήσῃ; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οἱ γειτονεύοντες πολέμιοι, Μωαβῖται, καὶ Ἀμμανῖται, καὶ Ἰδουμαῖοι, καὶ ἀλλόφυλοι πεζεύοντες ἐπολέμουν· πολλάκις δὲ ἡττήθης πολεμοῦσα ἐκείνοις. Πῶς τοίνυν δυνήσῃ, φησὶν, ἀντιστῆναι Βαβυλωνίοις ἐφ' ἵππων παραταττομένοις; Κατὰ δὲ τὴν Ἑλληνικὴν ἑρμηνείαν οὕτω νοητέον, Ὅτι ὁ διὰ τὴν πονηρίαν σου δρόμος ἐξέλυσέ σε, καὶ τῆς ἰσχύος ἐγύμνωσε· ῥώμης δὲ καὶ ἰσχύος ἐστερημένη, πῶς δυνήσῃ ἀντιστῆναι, καὶ παρα τάξασθαι τοῖς μετὰ πλείστων ἵππων στρατεύουσιν; Ἀμφότερα δὲ τέθεικα τὰ νοήματα, τοῖς ἐντευξομένοις προτιθεὶς τὴν ἐπὶ τοῦ κρείττονος αἵρεσιν. Πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου; Ὁ Σύρος οὕτως εἶπε·
For you know not only what is visible, but also my thoughts that escape notice. "Gather them together as sheep for slaughter, and sanctify them for the day of their slaughter." By "sanctify" he means "set apart." For the one who wishes to be sanctified sets himself apart; therefore the Syrian also has rendered "prepare" instead of "sanctify." 4. How long will the land mourn, and all the grass of the field be dried up because of the wickedness of those who dwell in the land? Beasts and birds have vanished, because they said, "God will not see our ways." Because of their lawlessness the land has remained desolate, O Lord; for they suppose that you do not look upon them, nor see the things they dare to do. 5. Your feet run to evil, and they will exhaust you. How will you prepare yourself upon horses, and in a land of peace you have trusted? The Syrian interpreted this as follows: "Running with foot soldiers, you were defeated," and how will you be able to stand against horsemen? What he means is this: the neighboring enemies—Moabites, Ammonites, Idumeans, and foreigners—waged war on foot; and often you were defeated fighting against them. How then, he says, will you be able to stand against the Babylonians, who are drawn up on horses? According to the Greek interpretation, it must be understood thus: that the course you ran because of your wickedness has exhausted you and stripped you of strength; and being deprived of vigor and strength, how will you be able to stand and array yourself against those who wage war with very many horses? I have set forth both meanings, offering to those who will read the choice of the better one. How will you do in the swelling of the Jordan? The Syrian spoke thus:
"Πῶς περάσεις τὸν Ἰορδάνην πλημμυροῦντα;" Τροπικῶς δὲ ποταμὸν πλημμυροῦντα τῆς στρατιᾶς τῶν πολεμίων τὸ πλῆθος ἐκάλεσεν· ἀνέμνησε δὲ αὐτοὺς καὶ τῶν ἐπὶ Ἰησοῦ τοῦ Ναυή· ὅτι Ἡνίκα σου ἐπεμελούμην, τὸν ποταμὸν ἐκεῖνον πλημμυροῦντα διέβης. ϛʹ. Ὅτι καὶ οἶκος τοῦ πατρός σου, καὶ οὗ τοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν ἐκ τῶν ὀπίσω σου· καὶ οὗτοι αὐτοὶ συνήχθησαν ἐπὶ σοί. Πολλοὶ γὰρ, ὡς εἰκὸς, καὶ ἐκ τῶν δέκα φυλῶν, τῶν ἤδη γεγενημένων αἰχμαλώτων, συνεστρατεύοντο τοῖς πολεμίοις. "Μὴ πιστεύσῃς, ὅτι λαλοῦσι πρὸς σὲ καλά." Τοιοῦτος ἦν ὁ Ῥαψάκης, τῇ Ἑβραίων κεχρημένος φωνῇ, καὶ κατὰ τοῦ Θεοῦ βλασφημῶν· ταῦτα μεταξὺ εἰρηκὼς ὁ προφήτης, τὴν περὶ τοῦ Δεσπότου προφητείαν ἀναλαμβάνει, καὶ τὴν Ἰουδαίων πανωλεθρίαν προαγορεύει, καί φησιν ἐκ προσ ώπου τοῦ Θεοῦ· ζʹ. Ἐγκαταλέλοιπα τὸν οἶκόν μου· ἀφῆκα τὴν κληρονομίαν μου· ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Τὴν οἰκείαν δείκνυ σιν ἀγαθότητα, καὶ τὴν ἐκείνων βδελυρίαν ἐλέγχων διδάσκει· αὐτὸς μὲν γὰρ ἀγαπητικοῖς κέχρηται ῥή μασι, καὶ ψυχὴν αὑτοῦ ἠγαπημένην τὴν πολεμίαν καλεῖ· ἐκείνη δὲ τὰ δυσμενῶν καὶ ἐπιβούλων ἐργά ζεται· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. ηʹ. Ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. Ἀντὶ γὰρ νύμφης θηρίον ἐγένετο, καὶ τὸν νυμφίον κατέφαγεν. "Ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὑτῆς." Τὴν τῆς προφητείας ἀλήθειαν διδάσκει τὰ Εὐαγγέλια· μανθάνομεν γὰρ ἐκεῖθεν ὡς ἐβόων, "Αἶρε, αἶρε, σταύρωσον αὐτόν." –"Διὰ τοῦτο ἐμίσησα αὐτήν." Τῆς τιμωρίας τὸ δίκαιον ἔδειξε. θʹ. Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί; ἢ σπήλαιον κύκλῳ αὐτῆς;
How will you cross the Jordan when it is in flood?" Figuratively he called the multitude of the enemy army a river in flood; and he reminded them also of the events in the time of Joshua the son of Nun: that when I cared for you, you crossed that river in flood. 6. "For even the house of your father, and those who dealt treacherously with you, even they cried out after you; and these very men have gathered together against you." For many, as is likely, even from the ten tribes that had already been taken captive, were campaigning with the enemies. "Do not trust that they speak good things to you." Such was Rabshakeh, using the Hebrew tongue and blaspheming against God. Having said these things in between, the prophet takes up the prophecy concerning the Master, and foretells the utter destruction of the Jews, and says in the person of God: 7. "I have abandoned my house; I have left my inheritance; I have given my beloved soul into the hands of its enemies." He shows his own goodness, and by convicting them of their abomination he teaches: for he himself uses affectionate words, and calls the hostile one his beloved soul; but she does the works of enemies and plotters; for what follows makes this clear. 8. "My inheritance has become to me as a lion in the thicket." For instead of a bride she became a beast, and devoured the bridegroom. "She gave her voice against me." The Gospels teach the truth of the prophecy; for we learn from there that they cried out, "Away, away, crucify him." —"Therefore I hated her." He showed the justice of the punishment. 9. "Is my inheritance to me a hyena's cave? Or a cave round about her?
Ἐν τοῖς ἔμπροσθεν ἑρμηνευομένοις, σπήλαιον λῃστῶν τὸν ναὸν προσηγόρευσε διὰ τὴν τῶν λειτουργούντων παρα νομίαν· ἐνταῦθα δὲ σπήλαιον ὑαίνης, οὐ μόνον τὴν πόλιν καλεῖ, ἀλλὰ καὶ τὰ ταύτης κύκλῳ, τουτέστι τὴν Ἰουδαίαν· καὶ πάλιν τῆς εἰς αὐτὸν γεγενημένης παρανομίας κατηγορεῖ. Ἐμοὶ γὰρ, φησὶ, ἐγένετο σπήλαιον ὑαίνης. Εἶτα τὸν ἔσχατον αὐτῆς ὄλεθρον προθεσπίζει. "Βαδίσατε, συναγάγετε ἐπ' αὐτὴν πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν φαγεῖν αὐτήν." Τῆς γὰρ οἰκουμένης Ῥωμαῖοι τὸ κράτος δεξάμενοι, καὶ τὴν στρατιὰν ἐκ διαφόρων συναγα γόντες ἐθνῶν, τοὺς μὲν κατέσφαξαν, τοὺς δὲ δορυ αλώτους ἀπήγαγον. Αἰτίους δὲ τῆς ἀσεβείας τοὺς τοῦ νόμου διδασκάλους γεγενῆσθαί φησιν· ἐπάγει γάρ· ιʹ, ιαʹ. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου· ἐμόλυναν τὴν μερίδα μου· ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβα τον. Ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας. Οἱ γὰρ Ἀρχιερεῖς, καὶ οἱ Γραμματεῖς, καὶ οἱ Φαρισαῖοι, τὸν λαὸν ἐξαπατήσαντες, καὶ τὸν Δεσπότην σταυρώσαντες, προεξένησαν τοῖς Ἰουδαίοις τὰ πολυθρύλλητα ἐκεῖνα κακά. Καὶ τοῦτο διδάσκει σαφέστερον· "Δι' ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ." Πᾶσαν γῆν τὴν τοῦ Ἰσραήλ φησι· διὰ γὰρ τὰ εἰς αὐτὸν
In the preceding interpretations, he called the temple a cave of robbers because of the lawlessness of those who served in it; but here he calls it a cave of a hyena, not only the city but also the regions around it, that is, Judea; and again he accuses the lawlessness that was committed against him. For to me, he says, it became a cave of a hyena. Then he foretells its final destruction. "Go, gather against it all the beasts of the field, and let them come and eat it." For when the Romans received dominion over the inhabited world and gathered an army from various nations, some they slaughtered, and others they led away as captives. And he says that the teachers of the law were the causes of the impiety; for he adds: 10, 11. Many shepherds have destroyed my vineyard; they have defiled my portion; they have given my desirable portion into a desolate wilderness. It has become a desolation of destruction. For the high priests, the scribes, and the Pharisees, having deceived the people and crucified the Master, prepared beforehand for the Jews those much-heralded evils. And he teaches this more clearly: "For my sake the whole earth has been utterly destroyed." He means the whole land of Israel; for because of the things done against him
γεγε νημένα, τότε μὲν ὑπὸ τῶν πολεμίων ἔρημος αὐτῶν ἡ χώρα ἐγένετο· νῦν δὲ τῆς ἀοιδίμου μητροπόλεως αὐτῶν ἐστέρηνται παντελῶς. "Ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐπὶ καρδίαν." Ἀντὶ τοῦ, λογισμοῖς εὐσε βέσιν οὐ χρῶνται. ιβʹ. Ἐπὶ πᾶσαν διεκβολὴν τῆς ἐρήμου ἦλθον ταλαιπωρήσαντες ἐν τῇ ἐρήμῳ. Τὴν διεκβολὴν ἀτραπὸν ὁ Σύρος ἡρμήνευσε· πᾶσαν, φησὶ, τὴν ἔρη μον ἐπλήρωσαν ἀτραπῶν, ταλαιπωροῦντες, καὶ τοὺς πολεμίους ἀποδιδράσκοντες· ἴδιον γὰρ τῶν φευ γόντων μὴ κεχρῆσθαι ταῖς νενομισμέναις ὁδοῖς. "Ὅτι μάχαιρα Κυρίου καταφάγεται ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς· οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί." Λέγει μὲν καὶ τὰ Ἰουδαίοις συμβάντα, καὶ ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς τῆς Ἰσραηλίτιδος. Προ λέγει δὲ καὶ τὰ κατὰ διαφόρους καιροὺς ἐπενεχθέντα τοῖς ἔθνεσι· καθ' ὧν καὶ περὶ τὸ τέλος τῆς προ φητείας προαγορεύει. ιγʹ. Ἐσπείρατε πυροὺς, καὶ ἀκάνθας θεριεῖ τε. Παρεγγυᾷ μὴ θαῤῥεῖν τῇ τῆς γῆς εὐκαρπίᾳ, ἀλλὰ τῇ τῆς γῆς εὐπραξίᾳ· ὁ γὰρ κακίᾳ χρώμενος ἀκάνθας ἐκ ταύτης τρυγᾷ. "Οἱ κλῆροι ὑμῶν οὐκ ὠφελήσουσιν ὑμᾶς." Κλήρους πάλιν τὴν εὐκληρίαν ἐκάλεσεν, ᾗ συμβουλεύει μὴ πεποιθέναι. "Ἠσχύν θητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἐναντίον τοῦ Θεοῦ." Ἃ νομίζετε σεμνύνειν ὑμᾶς, τουτέστι τὸν πλοῦτον, τὴν δυναστείαν, ταῦτα ὑμᾶς κρινομένους παρὰ τῷ Θεῷ αἰσχύνης ἐμπλήσει. Ἀπολαύσαντες γὰρ τῶν παρ' αὐτοῦ δωρεῶν τοῖς ἐναντίοις ἠμεί ψασθε. ιδʹ. Τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν, τῶν ποιμένων τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ἰσραήλ.
...having happened, at that time their land was made desolate by their enemies; but now they have been utterly deprived of their renowned mother city. "For there is no man laying it to heart." That is, they do not employ pious reasonings. 12. Upon every pass of the desert they came, suffering hardship in the desert. The Syrian interpreted the pass as a footpath; every, he says, desert they filled with footpaths, suffering hardship and fleeing from the enemies; for it is characteristic of those in flight not to use the customary roads. "For the sword of the Lord shall devour from one end of the earth to the other end of the earth; there is no peace for all flesh." He speaks both of the things that happened to the Jews, and from one end of the earth to the other end of the earth of Israel. But he also foretells the things brought upon the nations at various times; against whom he also foretells near the end of the prophecy. 13. You sowed wheat, and you shall reap thorns. He enjoins them not to trust in the fruitfulness of the land, but in the good conduct of the land; for he who practices evil reaps thorns from it. "Your lots shall not profit you." Again he called lots the good fortune, in which he advises them not to trust. "You were put to shame from your boasting, from reproach before God." The things you think exalt you, that is, wealth, power, these will fill you with shame when you are judged before God. For having enjoyed his gifts, you repaid him with the opposite. 14. Thus says the Lord concerning all the wicked neighbors, the shepherds who touch my inheritance, which I divided to my people Israel.
Ἰδουμαῖοι, καὶ Μωαβῖται, καὶ Ἀμμανῖται, καὶ Ἀλλόφυλοι, ἀπεχθῶς ἀεὶ καὶ δυσμενῶς περὶ Ἰουδαίους διέκειντο· ἐφήσθησαν τοίνυν τὰς ἐπενεχθείσας αὐτοῖς θεασάμενοι συμφοράς· διάτοι τοῦτο προδιδάσκει αὐτοὺς τὴν ἐσομένην τῶν Ἰουδαίων ἀνάκλησιν. Ποιμένας δὲ καλεῖ τοὺς ἐκείνων ἄρχοντας. Ἰδοὺ ἐγὼ ἀνασπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν οἶκον Ἰούδα ἐκβαλῶ ἐκ μέσου αὐτῶν. (ιεʹ) Καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἐπι στρέψω, καὶ ἐλεήσω αὐτοὺς, καὶ κατοικιῶ αὐ τοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ. Διὰ τούτων τὴν ἐπὶ Κύρου καὶ Δαρείου γεγενημένην ἐπάνοδον προθεσπί σας, καὶ τὰ μετὰ ταῦτα ἐσόμενα προδιδάσκει. ιϛʹ, ιζʹ. Καὶ ἔσται ἐὰν διδάσκοντες διδάξωσι τὴν ὁδόν μου τὸν λαόν μου, τοῦ ὀμνύειν τῷ ὀνό ματί μου, ζῇ Κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν ἐν τῇ Βάαλ, καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μου. Ἐὰν δὲ μὴ ἐπιστρέψωσιν, ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ, φησὶ Κύριος. Εἶπε καὶ τὴν παντελῆ τοῦ Ἰουδαίων ἔθνους ἀποβολήν. "Ἐξαρῶ γὰρ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ, φησὶ Κύριος." ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
The Idumaeans, and Moabites, and Ammonites, and Philistines were always bitterly and hostilely disposed toward the Jews; they rejoiced, then, when they saw the calamities that had been brought upon them. For this reason he foreteaches them about the coming restoration of the Jews. And he calls their rulers "shepherds." Behold, I will pluck them up from their land, and I will cast out the house of Judah from their midst. (15) And it shall be, after I have cast them out, that I will turn back and have mercy on them, and I will settle each one in his inheritance and each one in his land. By these words, having foretold the return that took place in the time of Cyrus and Darius, he also foreteaches what will happen after these things. (16, 17) And it shall be, if they diligently teach my people my way, to swear by my name, "As the Lord lives," just as they taught my people to swear by Baal, then they shall be built up in the midst of my people. But if they do not turn back, I will utterly pluck up that nation with plucking up and destruction, says the Lord. He also spoke of the complete rejection of the nation of the Jews. "For I will utterly pluck up that nation with plucking up and destruction, says the Lord." Chapter 13.
Μετὰ ταῦτα κελεύεται ὁ προφήτης περίζωμα λι νοῦν πριάμενος, καὶ τῇ ὀσφύϊ περιθεὶς, παρὰ τὸν Εὐφράτην ποταμὸν τοῦτο κατακρύψαι, καὶ τὸ κελευ σθὲν παραυτίκα πεπλήρωκεν. Ἡμερῶν δὲ πλείστων διελθουσῶν, προσετάχθη πάλιν κομίσαι τὸ περίζωμα· καὶ πεποίηκε πάλιν, ὅπερ ὁ Δεσπότης αὐτῷ προσ έταξε. Καὶ λαβὼν ἐν ταῖς χερσὶν αὐτοῦ, εὗρε διεφθαρμένον, καὶ εἰς πᾶσαν ἄχρηστον χρῆσιν. Εἶτα ἀκούει λέγοντος τοῦ Δεσπότου· θʹ, ιʹ. Οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα, καὶ τὴν ὕβριν Ἰερουσαλὴμ, τὴν πολλὴν ταύτην ὕβριν. Τὸν λαὸν τοῦτον τὸν πονηρόν· τοὺς μὴ βου λομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευομένους ἐν τῇ εὐθύτητι τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς, καὶ πορευομένους ὀπίσω θεῶν ἀλλοτρίων, τοῦ δουλεύειν αὐτοῖς, καὶ προσ κυνεῖν αὐτοῖς· καὶ ἔσονται ὡς τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται ἔτι εἰς οὐθέν. Διὰ τούτων τὴν ἐν Βαβυλῶνι σημαίνει διατριβήν· ὁ γὰρ Εὐφράτης μέσον ἐκείνην διατέμνει
τὴν πόλιν· παρὰ δὲ τὸν Εὐφράτην ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας προσετάχθη τὸ περίζωμα κατακρύψαι· τρυμαλιὰν δὲ τῆς πέτρας τὴν Βαβυλῶνα καλεῖ· ἐκεῖ δὲ ὢν ἄχρηστος ἦν ὁ λαὸς, οὐκέτι λαὸς Θεοῦ χρηματίζων, οὐδὲ καθ' ἑαυτὸν πολιτευόμενος, οὐδὲ τὰς κατὰ νόμον λατρείας ἐπι τελῶν· ἀλλ' ἦν ἄχρηστος, ὡς τὸ διαφθαρὲν ἐκεῖνο περίζωμα. Διὰ μέντοι τῶν ἑξῆς, καὶ τοῦ περιζώματος ἑρμηνεύει τὴν χρείαν. ιαʹ. Καθάπερ γὰρ κολλᾶται τὸ περίζωμα πρὸς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον Ἰσραὴλ, καὶ πάντα τὸν οἶκον Ἰούδα, λέγει Κύριος, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν, καὶ εἰς καύχημα, καὶ εἰς δόξαν· καὶ οὐκ ἤκουσάν μου.
After these things the prophet is commanded to buy a linen loincloth, put it around his waist, and hide it by the river Euphrates, and he immediately fulfilled what was commanded. And after very many days had passed, he was ordered again to bring the loincloth; and he did again what the Master commanded him. And taking it in his hands, he found it ruined and useless for every use. Then he hears the Master saying: Thus I will ruin the pride of Judah, and the pride of Jerusalem, this great pride. This evil people, who do not wish to obey my words, and who walk in the uprightness of their own evil heart, and who walk after foreign gods, to serve them and to worship them; and they shall be like this loincloth, which shall no longer be used for anything. Through these things he signifies the stay in Babylon; for the Euphrates cuts through the middle of that city; and by the Euphrates, in the cleft of the rock, the loincloth was ordered to be hidden; and he calls Babylon the cleft of the rock; but there the people were useless, no longer being called the people of God, nor conducting themselves as their own, nor performing the services according to the law; but they were useless, like that ruined loincloth. However, through what follows, he also interprets the use of the loincloth. For just as the loincloth clings to the waist of a man, so I clung to myself the house of Israel, and all the house of Judah, says the Lord, that they might become for me a named people, and a boast, and a glory; and they did not hear me.
Τὴν ὑπερβολὴν τῆς ἀγαθό τητος διὰ τῶν εἰρημένων ἐδήλωσε, καὶ τῆς συναφείας τὸν τρόπον ἐδίδαξε, καὶ ὅτι αὐτὸς μὲν ἠβουλήθη περιφανεῖς αὐτοὺς καὶ περιβλέπτους ἀποφῆναι, αὐ τοὶ δὲ διὰ τῆς παρανομίας ἐπεσπάσαντο τὰ ὀνείδη. Οὕτω καὶ διὰ τῶν πραγμάτων, τὴν προφητείαν ποιησάμενος, δι' ἑτέρας πάλιν εἰκόνος προλέγει τὰ συμβησόμενα. ιβʹ, ιγʹ. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου. Καὶ ἔσται, ἐὰν εἴπωσι πρὸς σὲ, Μὴ γνόντες οὐ γνωσόμεθα, ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ πληρῶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, καὶ τοὺς βασιλεῖς τοὺς καθημένους υἱοὺς τοῦ Δαβὶδ ἐπὶ θρόνου αὐτοῦ. Εἶτα λέγει· Καὶ τοὺς προφήτας καὶ τοὺς ἱερέας, καὶ ἅπαντα τὸν λαὸν, μεθύ σματος. Καὶ διδάσκων τί τὸ μέθυσμα, ἐπήγα γεν· ιδʹ. Καὶ διασκορπιῶ αὐτοὺς, ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ· καὶ τοὺς πατέρας αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὸ αὐτὸ, λέγει Κύριος. Καὶ δεικνὺς καὶ τὸ τῆς ὀργῆς ἀμετάβλητον, ἐπ ήγαγεν· "Οὐκ ἐπιποθήσω καὶ οὐ φείσομαι, καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν," ἀντὶ τοῦ "διαφθορὰν αὐτῶν." Μέθυσμα τοίνυν τὴν τιμωρίαν ἐκάλεσε· καὶ γὰρ οἱ ταῖς μεγίσταις περιπίπτοντες συμφοραῖς κεκαρωμένοις ἐοίκασι, διὰ τὴν τοῦ πά θους ὑπερβολὴν οὐδὲ θρηνεῖν δυνάμενοι. ιεʹ. Ἀκούσατε, καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθε· ὅτι Κύριος ἐλάλησε. Παύσασθε τῆς θρασύτητος, καὶ τῆς μανικῆς ἀλαζονείας· ὡς παρὰ Θεοῦ δέξασθε τὰ λεγόμενα. ιϛʹ. Δότε τῷ Κυρίῳ Θεῷ ἡμῶν δόξαν, πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά.
He made clear the excess of his goodness through what was said, and taught the manner of the union, and that he himself wished to make them conspicuous and notable, but they through their transgression drew upon themselves reproaches. Thus also, having made his prophecy through deeds, he again foretells through another image what will happen. Jer 13:12-13. Thus says the Lord God of Israel: Every wineskin will be filled with wine. And it shall be, if they say to you, "We do not know, will we not know, that every wineskin will be filled with wine?" And you shall say to them: Thus says the Lord: Behold, I am filling all the inhabitants of this land, and the kings who sit as sons of David on his throne. Then he says: And the prophets and the priests, and all the people, with drunkenness. And teaching what the drunkenness is, he added: Jer 13:14. And I will scatter them, a man and his brother, and their fathers and their sons together, says the Lord. And showing also the unchangeableness of his anger, he added: "I will not spare and I will not pity, and I will not have compassion on their destruction," meaning "on their being destroyed." Drunkenness, then, he called the punishment; for those who fall into the greatest calamities resemble those who are stupefied, unable even to lament because of the excess of the suffering. Jer 13:15. Hear, and give ear, and do not be lifted up; for the Lord has spoken. Cease from your audacity and your mad arrogance; receive what is said as from God. Jer 13:16. Give glory to the Lord our God, before it grows dark, and before your feet stumble on the dark mountains.
Προλάβετε, φησὶ, τὸν τῆς τιμω ρίας καιρόν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος παραινεῖ· "Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν." –"Καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανά του, καὶ τεθήσεσθε εἰς σκότος." Ἐν αὐτῇ γὰρ τῇ τιμωρίᾳ παρακαλοῦντες φιλανθρωπίας οὐ τεύξεσθε. ιζʹ. Καὶ ἐὰν μὴ ἀκούσητε, κεκρυμμένως κλαύ σεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως· καὶ δακρύουσα δακρύσει, καὶ κατάξουσιν οἱ ὀφθαλ μοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου. Τὸ "κεκρυμμένως κλαύσεται" τὴν ὑπερβολὴν αἰνίττεται τῶν κακῶν· δουλεύοντες γὰρ τοῖς πολεμίοις, οὐδὲ προφανῶς δακρύσαι τολμήσετε, ἀλλὰ κρύβδην τοῦτο πράξετε. Παρακελεύεται δὲ καὶ τῷ βασιλεῖ, καὶ τοῖς ἄρχουσιν, ὀλοφύρεσθαι τὰς τῶν πραγμάτων μεταβολάς· ἀναμιμνήσκει δὲ καὶ τῶν ἤδη γεγενημένων. ιθʹ. Πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων. Ἀπῳκίσθη Ἰούδας, συνετέλεσεν ἀποικίαν τελείαν. Ἀνδραποδισμόν. Πολλὰς γὰρ τῆς Ἰουδαίας πόλεις Σεναχηρεὶμ ἐξηνδραπόδισε· ταῦτα δὲ, φησὶν, ὑπέμειναν ποινὴν τίνοντες ὧν ἐπλημμέλησαν. Κελεύει δὲ καὶ τῇ Ἱερουσαλὴμ τῶν ἐρχομένων ἀπὸ βοῤῥᾶ πολεμίων ἰδεῖν τὸ πλῆθος, καὶ ἐπιλέγει· "Ποῦ ἔστι τὸ ποίμνιον ὃ ἐδόθη σοι πρό βατα τῆς δόξης σου;" Ἀντὶ τοῦ, τῶν οἰκητόρων τὸ πλῆθος. καʹ. Τί ἐρεῖς, ὅταν ἐπισκέπτωνταί σε; Τουτέστιν οἱ πολέμιοι. "Καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθή ματα εἰς ἀρχήν σου." Πολεμούμενοι γὰρ ὑπὸ Σύρων, Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν, δέον τοῦ Θεοῦ ζητῆσαι τὴν πρόνοιαν. "Ὠδῖνες καθέξουσι σε, καθὰ γυναῖκα τίκτουσαν." Τὸ μέγεθος τῆς ὀδύ νης ἐδήλωσεν. κβʹ.
Anticipate," he says, "the time of punishment." The divine Apostle also counsels this: "So then, while we have time, let us work what is good." — "And you shall wait for light, and there shall be the shadow of death, and you shall be placed in darkness." For in that very punishment, though you entreat, you shall not obtain kindness. 17. And if you do not listen, your soul shall weep in secret because of the face of insolence; and weeping it shall weep, and your eyes shall bring down tears, because the flock of the Lord has been crushed. The phrase "shall weep in secret" hints at the excess of evils; for while enslaved to the enemies, you will not even dare to weep openly, but you will do this in hiding. He also exhorts the king and the rulers to lament the changes of affairs; and he reminds them of what has already happened. 19. The cities toward the south were shut up, and there was no one to open. Judah was carried away captive, it completed a complete captivity. Enslavement. For Sennacherib enslaved many cities of Judea; and these things, he says, they endured, paying the penalty for the offenses they committed. And he commands Jerusalem to see the multitude of the enemies coming from the north, and he adds: "Where is the flock that was given to you, the sheep of your glory?" Instead of, the multitude of the inhabitants. 21. What will you say when they visit you? That is, the enemies. "And you also taught them lessons against yourself, for your beginning." For when warred against by the Syrians, they called the Assyrians to alliance, when they ought to have sought the providence of God. "Pangs shall seize you, like a woman giving birth." He made clear the magnitude of the pain. 22.
Καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου· Διατί ἀπήντησέ μοι ταῦτα; Διὰ
τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματισθῆναι τὰς πτέρνας σου. Καταισχύνει τοὺς τοῦτο ὑπομένοντας ἡ τοιαύτη γύμνωσις. Λέγει τοίνυν, Ὅτι ἐγυμνώθης, οὐ τὰ πλημμελήματα καὶ ταύτας σοι τὰς συμφορὰς ἀπεκύησεν; κγʹ. Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὑτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὑτῆς, καὶ ὑμεῖς δυνή σεσθε εὖ ποιῆσαι, μεμαθηκότες κακά. Ἀληθὴς ἄρα ὁ λόγος, ὅτι τὸ ἔθος δευτέρα φύσις. Τοῖς γὰρ φυσικοῖς τὰ γνωμικὰ τῷ μακρῷ ἔθει πάντα συν έκρινα. Τούτου χάριν ἀπειλεῖ φρυγάνων δίκην αὐ τοὺς διασκεδάσειν ὑπὸ λαίλαπος τῇδε κἀκεῖσε περι φερομένων. Λέγει δὲ καὶ τῶν ἁμαρτημάτων αὐτῆς τὸ πλῆθος, ἀκολασίαν, καὶ θρασύτητα, καὶ εἰδώλων λατρείαν· ἀπαλλοτρίωσιν γὰρ πορνείας αὐτὴν καλεῖ· ὅθεν ἐπήγαγεν· "Ἐπὶ τῶν βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου." Εἶτα θρηνητι κῶς, "Οὐαί σοι, Ἱερουσαλὴμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου! ἕως τίνος ἔτι;" Πολλὰς γὰρ παρανομίας τολμήσασα μεταμελείᾳ χρήσασθαι οὐκ ἠθέλησας· ἐγὼ δὲ οὐκέτι μακροθυμήσω· ἀλλὰ τὴν τιμωρίαν ἐπάξω. Ἄμεινον μὲν οὖν κατὰ τοὺς θείους πολιτεύεσθαι νόμους· ἐπειδὴ δὲ ἀνθρώπους ὄντας καὶ πταίειν εἰκὸς, κεχρῆσθαι προσήκει τοῖς τῆς μεταμελείας φαρμάκοις, καὶ διὰ τούτων τὸν κριτὴν ἱλεοῦσθαι, καὶ τῶν ἠπειλημένων κολάσεων τὴν πεῖραν διαφυγεῖν. Ὧν καὶ ἡμεῖς ἀπείρατοι διαμείναιμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
And if you say in your heart, "Why have these things happened to me?" Because of the abundance of your iniquity your hind parts have been uncovered, to make a mockery of your heels. Such exposure puts to shame those who endure it. He says, then, "Because you were stripped bare, did not your transgressions and these calamities give birth to them for you?" 23. If the Ethiopian can change his skin, and the leopard its spots, then you also will be able to do good, having learned evil. True, then, is the saying that custom is a second nature. For by long habit I have wholly compounded things of the will with things of nature. For this reason he threatens that he will scatter them like dry sticks, carried hither and thither by a whirlwind. He also states the abundance of her sins: licentiousness, and recklessness, and the worship of idols; for he calls her alienation "porneia." Hence he added: "On the mountains, and in the fields, I have seen your abominations." Then, in a lamenting tone: "Woe to you, Jerusalem, because you were not cleansed after me! How long still?" For though you dared many transgressions, you were unwilling to make use of repentance; but I will no longer be long-suffering, but will bring on the punishment. It is better, then, to live according to the divine laws; but since we are human and prone to stumble, it is fitting to use the medicines of repentance, and through these to propitiate the Judge, and to escape the experience of the threatened punishments. May we also remain without experience of them, by the grace and love for humanity of our Lord Jesus Christ, with whom to the Father be the glory and the might, with the all-holy Spirit, now and always, and unto the ages of ages. Amen.
ΤΟΜΟΣ Δʹ ΚΕΦΑΛ. ΙΔʹ.
αʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας. Παντοδαπὰς αὐτοῖς ἐπιφέρει παιδείας, ἵνα τῆς πονηρίας ἀνακόψῃ τὸν δρόμον. Διηγεῖται δὲ ὁ προφήτης τοὺς θρήνους, καὶ τὰς ὀλοφύρσεις, τὰς δι' ἀνομβρίαν γεγενημένας. Λέγει γὰρ ἐπιλελοιπέναι καὶ τὰς πηγὰς, καὶ τὰ φρέατα, καὶ τὰ ἐκ τῶν ὄμβρων συστήματα· ἠκολούθησε δὲ καὶ ἡ τῆς γῆς ἀκαρπία, καὶ τὰ κτήνη δὲ οὐ τὰ ἥμερα μόνον, ἀλλὰ καὶ τὰ ἄγρια, τοῦ πάθους μετέλαχεν. εʹ, ϛʹ. Ἔλαφοι γὰρ, φησὶν, ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη. Ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπαις, εἵλκυσαν ἄνεμον ὡς δρά κων. Τοῦτο δὲ καὶ ἄνθρωποι ποιοῦσι διψῶντες, ταῖς τῶν ἀνέμων αὔραις τὸ θερμὸν καταψύχοντες. Εἶτα ὁ προφήτης ἱκετείαν προσφέρει, καὶ τῶν κοινῶν ἁμαρτημάτων ἀναμιμνήσκεται, καὶ ταύτῃ τὸν Θεὸν ἱλεοῦται. "Σοὶ γὰρ, φησὶν, ἡμάρτομεν." ηʹ. Ὑπομονὴ Ἰσραὴλ, σώζεις ἐν καιρῷ κα-κῶν. Παρὰ σοῦ γὰρ τὸν ἔλεον προσμένομεν ἅπαντες. "Ἱνατί ἐγενήθης ὡς πάροικος ἐπὶ τῆς γῆς, καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα;" Τὸ "ὡς αὐτόχθων," ὁ Σύρος, "ὡς ὁδίτης," ἡρμήνευσε. Τί δή ποτε, φησὶ, παρορᾷς ἡμᾶς καὶ ἔοικας παροίκῳ καταφρονοῦντι τῶν οἰκημάτων, ὡς ἀλλοτρίων, ἐν οἷς οἰκεῖ, καὶ ὁδίτῃ παριόντι, καὶ τῶν κατὰ τὴν ὁδὸν οὐκ ἐπιμελουμένῳ; θʹ. Μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν, καὶ ἀνὴρ οὐ δυνάμενος σώζειν; Οὔτε ὁ καθεύδων τῶν παρακαλούντων ἀκούει, καὶ ὁ ἀσθενείᾳ συνεζευγμένος ἐπαμύνειν οὐ δύναται. Ἀντὶ τοῦ· Μὴ ἀναβάλλῃ τὸν ἔλεον· καὶ γὰρ δύνασαι, καὶ ἐγρήγορας, καὶ παν ταχοῦ πάρει, καὶ τοῖς πᾶσι παρίστασαι. Τοῦτο γὰρ ἐπήγαγε·
VOLUME 4, CHAPTER 14.
1. And the word of the Lord came to Jeremiah concerning the drought. He brings upon them every kind of discipline, in order to check the course of their wickedness. And the prophet recounts the lamentations and the wailings that came about because of the lack of rain. For he says that both the springs and the wells and the reservoirs formed from the rains had failed; and the barrenness of the earth followed, and the cattle—not only the tame but also the wild—partook of the suffering. 5, 6. For the deer, he says, gave birth in the field and abandoned their young, because there was no herbage. Wild asses stood in the glens, they drew in the wind like a dragon. This too men do when they are thirsty, cooling the heat with the breezes of the winds. Then the prophet offers supplication and calls to mind their common sins, and by this propitiates God. "For to you," he says, "we have sinned." 8. O expectation of Israel, you save in time of troubles. For from you we all await mercy. "Why have you become like a stranger in the land, and like a native who turns aside to lodge?" The Syrian rendered "like a native" as "like a wayfarer." Why, he says, do you overlook us and seem like a stranger who despises the dwellings, as belonging to others, in which he dwells, and like a wayfarer passing by and taking no care for the things along the road? 9. Will you be like a man sleeping, and a man who cannot save? Neither does the sleeper hear those who call upon him, nor can one bound by weakness come to the rescue. Instead of: Do not defer your mercy; for you are able, and you are awake, and you are present everywhere, and you stand by all. For this is what he added:
"Καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμᾶς· μὴ ἐπιλάθῃ ἡμῶν." Τίθησι δὲ καὶ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἀπό κρισιν· ιʹ. Ἠγάπησαν κινεῖν πόδας αὑτῶν, καὶ οὐκ ἐφείσαντο. Τουτέστιν εἰς τὴν τῆς πονηρίας ὁδόν· τοῦτο γὰρ διδάσκει καὶ τὰ ἐπιφερόμενα. "Καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς." Λέγει δὲ ὅτι καὶ τῶν ἀδικιῶν αὐτῶν τὴν μνήμην ποιήσεται, καὶ δίκας αὐ τοὺς ὧν ἠσέβησαν πράξεται. Παρεγγυᾷ δὲ καὶ τῷ προφήτῃ, τὰς ὑπὲρ αὐτῶν προσευχὰς μὴ
ποιήσασθαι, καὶ φάσκει μήτε τῇ νηστείᾳ αὐτῶν προσέξειν, μήτε τὰς ὑπ' αὐτῶν προσφερομένας δέξασθαι θυσίας, ἀλλὰ λιμῷ καὶ λοιμῷ, καὶ σφαγῇ παραδώσειν. Τού των ἀκούσας ὁ προφήτης τῶν ψευδοπροφητῶν τὰς προῤῥήσεις προφέρει, καί φησιν ἐκείνους τὰ ἐναν τία προλέγειν, καὶ εἰρήνην αὐτοῖς ὑπισχνεῖσθαι, καὶ ἀγαθῶν ἀφθονίαν. Ἀλλὰ πάλιν ὁ Δεσπότης τῷ προ φήτῃ φησὶ, ψευδῆ προλέγειν ἐκείνους, οὐ θείοις λόγοις διακονοῦντας, οὐδὲ ὄργανα τῆς χάριτος γενο μένους, ἀλλ' ἅπερ ἐθέλουσι φθεγγομένους. "Οὐκ ἐνετειλάμην γὰρ αὐτοῖς, φησὶ, καὶ οὐκ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς, καὶ μαντείας, καὶ οἰωνίσματα, καὶ προαιρέσεις καρδίας αὐτῶν οὗτοι προφητεύουσιν ὑμῖν." Ὁράσεις τὰ ἐνύπνια καλεῖ, οἰωνίσματα δὲ τὰς ὀρνεοσκοπίας· μαντείας δὲ τὰ ἐξ ἐνεργείας δαιμόνων· προαιρέσεις δὲ καρδίας, τὴν ἀπὸ τῶν λογισμῶν ἐξαπάτην. Εἶτα τούτοις αὐτοῖς ἀπειλεῖ καὶ τὴν ἐξ ἀῤῥωστίας τελευτὴν, καὶ τὴν ἐν πο λέμῳ σφαγήν. "Ἐν θανάτῳ γὰρ, φησὶ, νοσερῷ ἀποθανοῦνται, καὶ ἐν ῥομφαίᾳ καὶ λιμῷ τελευτήσουσι." Σὺν δὲ τούτοις καὶ οἱ τοῖς τούτων ἀκολου θήσαντες λόγοις.
And you are among us, O Lord, and your name has been called upon us; do not forget us. He also sets forth the judgment given by God: 10. They loved to move their feet, and they did not spare themselves. That is, into the path of wickedness; for this is what the following words also teach. And God did not delight in them. He says that he will also make mention of their iniquities, and will exact penalties from them for the impieties they committed. He also enjoins the prophet not to make prayers on their behalf, and says that he will neither pay attention to their fasting, nor accept the sacrifices offered by them, but will deliver them to famine and pestilence and slaughter. Having heard these things, the prophet brings forward the declarations of the false prophets, and says that they foretell the opposite, and promise peace to them, and an abundance of good things. But again the Master says to the prophet that they foretell false things, serving not divine words, nor having become instruments of grace, but speaking whatever they wish. For I did not command them, he says, and I did not speak to them, because they prophesy to you false visions, and divinations, and omens, and the inclinations of their own heart. He calls dreams visions, and omens the observation of birds; and divinations those that come from the operation of demons; and inclinations of the heart, the deception that comes from their own reasonings. Then he threatens these very men with death from sickness, and slaughter in war. For they shall die, he says, by a diseased death, and shall perish by the sword and by famine. And together with these, those also who followed their words.
Οὐκ ἀξιωθήσονται δὲ οὐδὲ ταφῆς, πάντων ὁμοίως τοῖς αὐτοῖς περιπιπτόντων κακοῖς. Ἀλλὰ πάλιν ὁ φιλάνθρωπος τὰ σκυθρωπὰ προειπὼν, τοῖς τῆς μετανοίας χρήσασθαι φαρμάκοις παρεγγυᾷ. "Καταγάγετε γὰρ, φησὶν, ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός·" διὰ τὸ μέγεθος τῶν ἐπενεχθησομένων ὑμῖν κακῶν. Διηγεῖται δὲ ὁ προφήτης τῶν γεγενημένων τὴν τραγῳδίαν. ιηʹ. Ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι ῥομφαίας· καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν, ἰδοὺ πόνος λιμοῦ. Προστίθησι καὶ τούτοις καὶ τὰ τῆς αἰχμαλωσίας κακά. "Ὅτι προφήτης καὶ ἱερεὺς ἐπορεύθησαν εἰς γῆν ἣν οὐκ ᾔδεισαν." Καὶ ὁ μακάριος Δανιὴλ ὁ προφήτης, καὶ ὁ θεῖος Ἐζε κιὴλ, καὶ ἱερεὺς καὶ προφήτης, καὶ ἕτεροι δὲ πρὸς τούτοις πλεῖστοι ἱερεῖς μετέλαχον τῶν σκυθρωπῶν. Τῶν γὰρ ἀνοσίων ἐκείνων προμηθούμενος ὁ Θεὸς, συνέπεμψε καὶ προφήτας οἷόν τινας παιδονόμους καὶ διδασκάλους, ἵνα μὴ παντελῶς ἐκκλίνωσιν εἰς ἀσέ βειαν. Ταῦτα διηγησάμενος, ὁ προφήτης πρὸς τὸν Θεὸν μεταφέρει τοὺς λόγους· "Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ἰούδαν, ἢ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου;" Ἀντὶ τοῦ, ἡ πρόνοιά σου· ἀνθρωπίνως γὰρ τέθεικε τὴν ψυχὴν, εἰς σαφεστέραν ἔμφασιν τῆς προφητείας. Λέγει δὲ ἀνίατον τὴν ἐπενεχθεῖσαν πλη γὴν, καὶ ἐπιφέρει λέγων οὕτως·" κʹ, καʹ. Ἔγνωμεν, Κύριε, ἁμαρτίας ἡμῶν, ἀδι κίας πατέρων ἡμῶν· ὅτι ἡμάρτομεν ἐναντίον σου. Κόπασον διὰ τὸ ὄνομά σου. Ἀντὶ τοῦ· Παῦσαι χαλεπαίνων ἡμῖν· καὶ μὴ εἰς ἡμᾶς ἀπίδῃς, ἀλλ' εἰς τὸ ὄνομά σου. Σὸς γὰρ λαὸς χρηματίζομεν. "Μὴ ἀπολέσῃς θρόνον δόξης σου." Τὴν Ἱερουσαλὴμ οὕτως ὠνόμασε·
But they will not even be deemed worthy of burial, since all alike fall into the same evils. Yet again the Lover of mankind, having foretold the gloomy things, urges them to use the medicines of repentance. "Bring down, he says, tears in your eyes day and night," because of the greatness of the evils that will be brought upon you. And the prophet recounts the tragedy of what has happened. 18. If I go out into the plain, behold, men wounded by the sword; and if I enter the city, behold, the pain of famine. He adds to these also the evils of captivity. "For prophet and priest have gone into a land which they did not know." And the blessed Daniel the prophet, and the divine Ezekiel, both priest and prophet, and besides these very many other priests, shared in the gloomy things. For God, providing for those impious men, sent along with them prophets as it were tutors and teachers, so that they might not turn aside completely into impiety. Having recounted these things, the prophet transfers his words to God: "Have you utterly rejected Judah, or has your soul departed from Zion?" In place of, your providence; for he has set down "soul" in a human way, for the clearer manifestation of the prophecy. And he says that the blow brought upon them is incurable, and he adds, saying thus: 20, 21. We know, Lord, our sins, the iniquities of our fathers; for we have sinned against you. Cease for your name's sake. In place of: Stop being angry with us; and do not look upon us, but upon your name. For we are called your people. "Do not destroy the throne of your glory." He has thus named Jerusalem.
καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, τοὺς ὅρκους ἀπαγορεύων, "Μήτε εἰς Ἱεροσόλυμα ὀμόσῃς, ὅτι θρόνος ἐστὶ τοῦ με γάλου βασιλέως·" ἐκεῖ γὰρ τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. Ἀναμιμνήσκει δὲ καὶ τῆς πρὸς τοὺς πα τέρας γεγενημένης διαθήκης, καὶ ὅτι παρὰ τῶν εἰδώ λων οὐδεμία βοήθεια· ἀλλ' αὐτὸς τὸν ἄνωθεν φερό μενον ὑετὸν χορηγεῖ· οὐ γὰρ ἀκυβέρνητος ἡ κτίσις· τοῦτο γάρ φησι· "Καὶ ὁ οὐρανὸς δώσει πλησμονὴν αὑτοῦ· οὐχὶ σὺ αὐτὸς, Κύριε, καὶ ὑπομενοῦμέν σε; ὅτι σὺ ἐποίησας σύμπαντα ταῦτα.
ΚΕΦΑΛ. ΙΕʹ.
Πρὸς ταῦτα πάλιν ὁ Δεσπότης ἀποκρίνεται, ὅτι "Ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου ἐν αὐτοῖς." Διὰ τούτων δὲ τὸν προφήτην ψυχαγωγεῖ. Μὴ νόμιζε γὰρ, φησὶν, ὅτι σοῦ καταφρονῶν τὴν πρεσβείαν οὐ δέχομαι· οὐδὲ γὰρ ἐκείνοις εἶξα ἂν ἀντιβολοῦσιν, οἳ τοσαῦτα εἰργά σαντο θαύματα. Τούτων μέντοι ἐμνήσθη, καὶ ὡς πρεσβυτέρων, καὶ ὡς πολλάκις αὐτὸν ὑπὲρ τοῦ λαοῦ πεπεικότων. Καὶ
And the Lord said in the holy Gospels, forbidding oaths, "Neither shall you swear by Jerusalem, for it is the throne of the great King;" for there he made his own manifestation. And he reminds them also of the covenant made with the fathers, and that from idols there is no help; but he himself supplies the rain brought down from above; for the creation is not without a pilot; for this is what he says: "And the heaven shall give its fullness; are not you yourself, Lord, and we shall wait for you? For you made all these things."
CHAPTER 15.
To these things again the Master answers, that "If Moses and Samuel stand before my face, my soul is not with them." And through these words he comforts the prophet. For do not think, he says, that I reject your intercession out of contempt for you; for I would not have yielded even to those when they pleaded, who wrought so many wonders. Yet he mentioned them both as elders and as having often persuaded him on behalf of the people. And
Μωσῆς γὰρ ὁ μέγας ἐπὶ τῆς μοσχοποιΐας τοῦ Θεοῦ εἰρηκότος, "Ἔασόν με, καὶ θυμω θεὶς ἐκτρίψω αὐτοὺς," σπουδαιοτάτην ἱκετείαν προσ ήνεγκεν, καὶ τοῖς ἡμαρτηκόσι τὸν Δεσπότην κατήλλαξε· καὶ μέντοι καὶ Σαμουὴλ ταυτὸ τοῦτο δέδρακεν, καὶ πλεῖστον ὑετὸν ἐν ὥρᾳ θέρους κατ ήγαγεν. Εἶτα κελεύει τῷ προφήτῃ τὸν παρεστῶτα ἀπολῦσαι λαόν. βʹ. Ἐὰν δὲ εἴπωσι πρὸς σὲ, φησὶ, Ποῦ ἐξελευσόμεθα; ἐρεῖς πρὸς αὐτοὺς, Τάδε λέγει Κύριος· Ὅσοι εἰς θάνατον, εἰς θάνατον· καὶ ὅσοι εἰς μά χαιραν, εἰς μάχαιραν· καὶ ὅσοι εἰς λιμὸν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλω σίαν. Ταῖς γὰρ τέσσαρσι ταύταις αὐτοὺς ὑποβαλῶ συμφοραῖς. Καὶ πρὸς τούτοις, οἱ τεθνεῶτες βορὰ γενήσονται θηρίων καὶ οἰωνῶν. δʹ. Καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς. Προλέγει καὶ τὰ μετὰ τὴν ἐπάνοδον γενησόμενα, καὶ τὰ ἐπὶ τῶν Μακεδόνων συμβησόμενα, καὶ τὴν ὑπὸ Ῥωμαίων αὐτοῖς ἐπενεχθησομένην πανωλεθρίαν. Τὰ μέντοι πρῶτα διὰ τὴν τοῦ Μανασσῆ τολμηθεῖσαν ἀσέβειαν συμβῆναι διδάσκει· ἀλλ' οὐκ ἄδικος ὁ κριτὴς, οὐδὲ ἀλλοτρίας εὐθύνας εἰσπράττεται, ἀλλ' ὡς κοινωνήσαντας τῆς ἀσεβείας, καὶ προθύμως τῷ πονηρῷ συνεργήσαντας βασιλεῖ, τοῖς προῤῥηθεῖσιν ὑποβάλλει κακοῖς. εʹ. Τίς φείσεται ἐπὶ σοὶ, Ἱερουσαλήμ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σοι; Ἀντὶ τοῦ, Πᾶσιν ἀνθρώποις δόξεις δίκαια πεπονθέναι. Εἰώθασι γὰρ οἱ ἄνθρωποι, ὅταν τινὰ τῶν ἄκρᾳ πονηρίᾳ συζώντων ἴδωσι τιμω ρούμενον, οὐ μόνον οὐ συναλγεῖν, ἀλλὰ καὶ συνήδεσθαι τοῖς ἠδικημένοις, ὡς τῆς ἐκείνου πονηρίας ἀπηλλαγμένοις. ϛʹ.
For Moses the Great, when God said concerning the making of the calf, "Let me alone, and in my wrath I will destroy them," brought a most earnest supplication, and reconciled the Master to those who had sinned; and indeed Samuel also did this same thing, and brought down abundant rain in the season of summer. Then he commands the prophet to dismiss the people who were standing by. 2. But if they say to you, he says, "Where shall we go out?" you shall say to them, "Thus says the Lord: As many as are for death, to death; and as many as are for the sword, to the sword; and as many as are for famine, to famine; and as many as are for captivity, to captivity." For I will subject them to these four calamities. And besides these, the dead shall become food for beasts and birds. 4. And I will deliver them into distresses to all the kingdoms of the earth. He foretells also the things that will happen after the return, and the things that will befall in the time of the Macedonians, and the utter destruction that will be brought upon them by the Romans. However, he teaches that the first things happened because of the audacity of Manasseh's impiety; but the judge is not unjust, nor does he exact the penalties of others, but as those who shared in the impiety and eagerly cooperated with the wicked king, he subjects them to the foretold evils. 5. Who will spare you, Jerusalem? And who will fear for you? Or who will turn back to ask after your peace? In place of: You will seem to all men to have suffered justly. For men are accustomed, whenever they see one of those living in extreme wickedness being punished, not only not to grieve with him, but even to rejoice with those who were wronged, as having been delivered from that man's wickedness. 6.
Σὺ ἀπεστράφης μου, λέγει Κύριος· ὀπίσω πορεύσῃ. Ὃ δέδρακας, πείσῃ· τὸ δὲ "ὀπίσω πορεύσῃ," ἀντὶ τοῦ "ταπεινωθήσῃ" τέθεικεν. "Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς." Οὐκέτι γὰρ χρήσομαι τῇ προτέρᾳ μακροθυμίᾳ. Εἶτα διδάσκων ὡς παρὰ γνώ μην κολάζειν ἀναγκάζεται, οἱονεὶ συναλγῶν λέγει· "Ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν· ἀπώλεσα τὸν λαόν μου διὰ κακίας αὐτῶν, καὶ οὐκ ἐπεστράφησαν." Αὐτοὶ τὸν ὄλεθρον ἐπεσπάσαντο, παύ σασθαι τῆς πονηρίας μὴ βουληθέντες. Λέγει δὲ διὰ τὴν τῶν ἀνδρῶν ἀναίρεσιν καὶ τὰς χήρας πληθυνθῆναι, καὶ πάλιν διὰ τὴν αὐτὴν αἰτίαν τὰς μητέρας στερηθῆναι τῶν παίδων. "Ἐπήγαγον γὰρ, φησὶν, ἐπὶ τὴν μητέρα νεανίσκων ταλαιπωρίαν ἐν μεσημβρίᾳ· ἐπέῤῥιψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν." θʹ. Ἐκενώθη ἡ τίκτουσα ἑπτὰ, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς. Διαφόρως τὴν συμφορὰν ἐτραγῴδησεν, ἵνα διδάξῃ τοὺς ἀτεράμονας, καὶ πείσῃ τὴν προτέραν καταλιπεῖν ἀσέβειαν. "Ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης ἡμέρας." Τοῖς γὰρ πενθοῦσι σκότος ὀνομάζεται καὶ τὸ φῶς· ταῦτα καὶ τὰ τού τοις παραπλήσια εἰρηκὼς ὁ προφήτης ὀλοφύρεται καὶ θρηνεῖ· ιʹ. Οἴμοι, μήτηρ, ὥς τινά με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ· οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. Τὸ "ὠφέλησα" "ὤφλησα" ὁ Σύρος ἡρμήνευσε· λέγει τοίνυν, ὅτι Οὔτε ὤφληκα, οὔτε δεδάνεικα· καὶ πολ λοὺς ἐκτησάμην ἐχθροὺς, οἳ διηνεκῶς λοιδοροῦνται καὶ ἐπαρῶνται. Τὰ συμβούλια γὰρ, ὡς τὰ πολλὰ, τίκτειν τὰς ἀπειθείας φιλεῖ.
You have turned away from me, says the Lord; you shall go backward. What you have done, you shall suffer; and the phrase "you shall go backward" he has set in place of "you shall be humbled." "And I will stretch out my hand against you, and I will destroy you, and I will no longer spare them." For I will no longer employ my former longsuffering. Then, teaching that he is compelled to punish against his will, as it were grieving with them he says: "In the gates of my people they were bereaved of children; I destroyed my people because of their wickedness, and they did not turn back." They themselves drew destruction upon themselves, being unwilling to cease from wickedness. He says that because of the slaughter of the men the widows also were multiplied, and again for the same cause the mothers were deprived of their children. "For I brought," he says, "upon the mother of young men misery at midday; I cast upon her suddenly trembling and haste." "The one who bore seven was emptied, her soul grew faint." He has tragically depicted the calamity in various ways, in order to teach the stubborn and to persuade them to abandon their former impiety. "The sun set for her while it was still midday." For to those who mourn, the light too is called darkness; having said these things and others like them, the prophet laments and wails: "Woe is me, mother, that you bore me a man who is judged and disputed in all the land; I have not profited, nor has anyone profited me; my strength failed among those who curse me." The Syrian interpreted "I have profited" as "I have owed"; he says, then, that Neither have I owed, nor have I lent; and I have acquired many enemies, who continually revile and curse. For counsels, as a rule, are wont to give birth to disobedience.
Κατὰ μέντοι τὴν ἑλληνικὴν ἑρμηνείαν οὕτω νοητέον, ὅτι Θρήνων εἰμὶ ἄξιος μάτην παραχθεὶς εἰς τόνδε τὸν βίον· οὔτε γὰρ ὤνησά τινα, οὔτε ὠφέλειαν παρ' ἑτέρων ἐκομισάμην· ἀρὰς δὲ μόνον δέχομαι παρὰ τῶν ἀκουόν των τὰς προφητείας. ιαʹ. Γένοιτο, Κύριε, κατευθυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν, καὶ ἐν καιρῷ θλίψεως αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν. Ἄκουσον αὐτῶν, φησὶν, ἐπαρωμένων· πολλάκις σοι τὰς ὑπὲρ αὐτῶν ἱκετείας προσήνεγ κον. Εἶτα πάλιν ἐκ προσώπου τοῦ Θεοῦ· ιβʹ, ιγʹ. Εἰ γνωσθήσεται σίδηρος, καὶ περιβό λαιον χαλκοῦν. Ἰσχύν σου, καὶ τοὺς θησαυ ρούς σου εἰς προνομὴν δώσω, ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου ἐν πᾶσι τοῖς ὁρίοις σου. Μὴ θαῤῥήσητε, φησὶ, μὴ χαλκέοις
περιβολαίοις, μὴ σιδηροῖς· πάντα γὰρ ὑμῶν τὸν πλοῦτον παραδώσω τοῖς πολεμίοις, καὶ ἔσται τοῦτο τῶν σῶν ἁμαρτημάτων ἀντίδοσις. Προστίθησι δὲ τούτοις καὶ τὴν γεγενημένην αἰχμαλωσίαν. Ταῦτα προειπὼν ὁ προφήτης, κίνδυνον ὑπομένει τῶν ἀκούειν οὐκ ἀνεχομένων, ἀνελεῖν αὐτὸν πειραθέντων, καὶ παρακαλεῖ τὸν τῶν ὅλων Θεὸν, καί φησι· ιεʹ. Μνήσθητί μου, Κύριε, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με. Ἀντὶ τοῦ· Μὴ παραδῷς με τοῖς καταδιώκουσί με· ὁ γὰρ ἀθῶος ἐλευθεροῦται. "Μὴ εἰς μακροθυμίαν σου λάβῃς με." Ἔνια "βάλῃς με" ἔχει· τουτέστιν, ἀνεξι κάκως χρώμενος, καὶ κολάζειν τοὺς ἀδικοῦντας ἀναβαλλόμενος, τοὺς ἀδικουμένους ἡμᾶς ἀνιᾷς. "Γνῶθι, εἰ ἔλαβον περὶ σοῦ ὀνειδισμόν." ιϛʹ. Ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου. Σοῦ χάριν, ὦ Δέσποτα, τοῖς παροῦσιν ἀλγεινοῖς περι πέπτωκα·
Under the Greek interpretation, however, it must be understood thus: that I am worthy of Lamentations, having been brought into this life to no purpose; for neither did I benefit anyone, nor did I receive benefit from others; but I receive only curses from those who hear the prophecies. 11. "May it happen, Lord, when they are being set straight, if I did not stand before you in the time of their evils, and in the time of their affliction, for good toward the enemy." Hear them, he says, as they curse; often I brought supplications to you on their behalf. Then again from the person of God: 12, 13. "If iron shall be known, and a bronze covering. Your strength and your treasures I will give for plunder, as a recompense for all your sins in all your borders." Do not trust, he says, in bronze coverings, nor in iron ones; for I will hand over all your wealth to the enemies, and this shall be the repayment for your sins. And he adds to these things also the captivity that has taken place. Having foretold these things, the prophet endures danger from those who cannot bear to hear, having attempted to kill him, and he entreats the God of all, and says: 15. "Remember me, Lord, and visit me, and acquit me from those who pursue me." In place of: Do not hand me over to those who pursue me; for the innocent man is set free. "Do not take me into your long-suffering." Some copies have "cast me"; that is, by dealing forbearingly and postponing to punish those who do wrong, you grieve us who are wronged. "Know if I received reproach concerning you." 16. By those who set aside your words. For your sake, O Master, I have fallen into present griefs.
τοὺς σοὺς γὰρ λόγους διαπορθμεύων δυσμενὴς ἐγενόμην. "Συντέλεσον αὐτοὺς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην, καὶ εἰς χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμέ." Ἐπειδὴ νομίζουσι ψευδῆ με προλέγειν, ταῖς δὲ τῶν ψευδοπροφητῶν ὑποσχέσεσιν ὡς ἀληθέσι προσέχουσι, τοὺς λόγους μου τοῖς ἔργοις βεβαίωσον, καὶ ταύτῃ με ψυχαγώγησον. Εἶτα λέγει, ὡς οὔτε τραπέζης αὐτοῖς, οὔτε γέλωτος ἐκοινώνησεν, ἀλλὰ τὸ θεῖον πάντων προετίμησε δέος· καὶ διὰ τὴν πονηρίαν αὐτῶν, καὶ διὰ τὴν τιμωρίαν, ἀνιώμενος διετέλεσεν· ἀλλ' εὐθὺς αὐτὸν ὁ Δεσπότης ψυχαγωγεῖ, καί φησι· ιθʹ. Ἐὰν ἀποστρέψῃς, καὶ ἀποκαταστήσω σε, πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Οὐ μικρός σοι, φησὶ, παρ' ἐμοῦ πεφύλακται μισθὸς τοῦτον ἀναδεξαμένῳ τὸν πόνον· ἐὰν γάρ τινα τῶν πλανωμένων ἐπιστρέψῃς, πολλῆς παρ' ἐμοὶ παῤῥη σίας μεθέξεις. Τοῦτο γὰρ δηλοῖ τὸ "πρὸ προσώπου μου στήσῃ." Κἄν τινα τῶν ἀνοσίων μεταβάλῃ, καὶ πείσῃς ἑλέσθαι τὰ ἐπὶ τὸ κρεῖττον, τῷ στόματί μου ἀπεικασθήσῃ· καὶ γὰρ ἐγὼ λόγῳ τὰ μὲν ὄντα ἐποίησα, καὶ σὺ λόγῳ τοὺς τῆς κακίας ἐργάτας μετα βάλῃς εἰς ἀρετήν. Ὑπέσχετο δὲ αὐτῷ πάλιν τὸ ἄμαχον καὶ ἀήττητον, καὶ τῶν ἐξ ἀρχῆς γεγενημένων ἀνέμνησεν ὑποσχέσεων. ΚΕΦΑΛ. Ιςʹ.
For in conveying your words I became hostile. "Bring them to an end, and your word will be to me for gladness and for joy of my heart, because your name has been called upon me." Since they think I prophesy falsely, but attend to the promises of the false prophets as though they were true, confirm my words by deeds, and in this way gladden me. Then he says that he shared neither table nor laughter with them, but esteemed the fear of God above all things; and because of their wickedness and because of the punishment, he continued in distress. But immediately the Master gladdens him, and says: 19. "If you turn, and I restore you, you shall stand before my face; and if you bring out the precious from the worthless, you shall be as my mouth." No small reward, he says, has been kept in store for you from me for having undertaken this labor; for if you turn any of those who are led astray, you will partake of great boldness before me. For this is what "you shall stand before my face" makes clear. And if you change any of the impious, and persuade them to choose what is better, you shall be likened to my mouth; for I by my word made the things that are, and you by your word will change the workers of wickedness to virtue. And he promised him again the unconflicted and unconquered, and reminded him of the promises made from the beginning. CHAPTER 16.
Παρεγγυᾷ δὲ αὐτῷ, μὴ γῆμαι, μηδὲ παιδοποιῆσαι, ὡς καὶ τῶν τικτόντων, καὶ τῶν τικτομένων, λιμῷ καὶ λοιμῷ, καὶ σφαγῇ, καὶ δουλείᾳ παραδοθησομένων. Παρακελεύεται δὲ μήτε εὐφραινομένοις συνευφραίνεσθαι, μήτε ἀλγοῦσι συναλγῆσαι. "Ἀφέστακα γὰρ, φησὶ, τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου, φησὶ Κύριος, καὶ τὸν ἔλεόν μου, καὶ τοὺς οἰκτιρμούς μου." ϛʹ. Καὶ ἀποθανοῦνται μεγάλοι καὶ μικροὶ ἐν τῇ γῇ ταύτῃ. Λέγει δὲ ὡς οὐδὲ ταφῆς ἀξιωθήσονται, οὐδὲ θρῆνοι ἐπ' αὐτοῖς συνήθως γενήσονται, οὐδὲ ψυχαγωγίας τινὸς οἱ πενθοῦντες ἀξιωθήσονται· καὶ ἀπειλεῖ παντὸς εἴδους εὐφροσύνης ἀποστέρησιν τῇ πόλει, ὡς μηδεμίαν ἐπενεχθῆναι φωνὴν, μὴ γάμων, μὴ συμποσίων, μὴ τῶν ἄλλων, ὅσα θυμήρη τοῖς ἀν θρώποις παρέχει ζωήν. Πυνθανομένων δὲ, φησὶν, ἐκείνων, καὶ λεγόντων· Διὰ ποίαν αἰτίαν τούτοις περιπεπτώκαμεν τοῖς κακοῖς; καὶ τῆς πατρῴας αὐ τοὺς ἀνάμνησον ἀσεβείας, καὶ τὰ ὑπ' αὐτῶν τολμώμενα δίδαξον, καὶ ὅτι χαλεπώτερα τῶν πατέρων ἐξήμαρτον, οὐ κατὰ τὸν ἐμὸν πολιτευόμενοι νόμον, ἀλλὰ τοῖς οἰκείοις ἑπόμενοι λογισμοῖς. Οὗ δὴ χάριν· ιγʹ. Ἀποῤῥίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς, καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις ἡμέρας καὶ νυκτὸς, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος. Ἐπειδὴ τοὺς οὐκ ὄντας φιλεῖτε θεοὺς, τῆς πατρῴας ὑμᾶς ἐκβαλῶ γῆς, καὶ παραδώσω τοῖς πολεμίοις, ἵνα σὺν ἐκείνοις τῇ πλάνῃ δουλεύητε. Ὑπισχνεῖται μέντοι καὶ τὴν ἐπάνοδον· καὶ λέγει, ὡς κατ' ἐκεῖνον τὸν καιρὸν οὐκέτι τὰς προτέρας εὐεργεσίας
He enjoins him not to marry nor to beget children, since both those who beget and those who are begotten will be handed over to famine and pestilence and slaughter and slavery. And he urges him neither to rejoice with those who rejoice nor to grieve with those who grieve. "For I have taken away," he says, "my peace from this people, says the Lord, and my mercy and my compassions." 6. And great and small shall die in this land. He says that they will not even be deemed worthy of burial, nor will lamentations be made over them in the customary way, nor will those who mourn be granted any consolation; and he threatens the deprivation of every kind of gladness for the city, so that no voice be raised, neither of marriages nor of banquets nor of the other things, as many as make life pleasant for human beings. And when they inquire, he says, and say, "For what reason have we fallen into these evils?" remind them of their ancestral impiety, and teach them the things they have dared, and that they have sinned more grievously than their fathers, not conducting themselves according to my law, but following their own reasonings. For this reason: 13. I will cast you out from this land into a land which you did not know, you and your fathers, and there you shall serve other gods day and night, who will not give you mercy. Since you love gods that do not exist, I will drive you out of your ancestral land and hand you over to your enemies, so that with them you may serve your error. He promises, however, also the return; and he says that at that time no longer the former benefits
προφέροντες τὸν Θεὸν ἀνυμνήσουσιν, οὐδὲ τῆς Αἰγυπτίων δουλείας τὴν ἀπαλλαγὴν διηγήσονται, ἀλλὰ τὴν ἀπὸ Βαβυλῶ νος ἐπάνοδον θαυμάσουσιν ἅπαντες. ιϛʹ. Ἰδοὺ ἐγὼ ἀποστελῶ ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ θηρευτὰς πολλοὺς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς βουνοῦ, καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν. Τὸ ἄφευκτον τῆς τι μωρίας διὰ τούτων δεδήλωκεν, ὅτι ἁλιεῖς καὶ θηρευ τὰς μιμούμενοι οἱ πολέμιοι πάντας αὐτοὺς σαγηνεύ σουσι, καὶ τοὺς ἐν τοῖς ὄρεσι πειρωμένους λανθάνειν ὑφ' ἑαυτοὺς ποιούμενοι. ιζʹ. Ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, οὐκ ἀπεκρύβησαν ἀπὸ προσώπου μου, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Πάντα ὁρῶ, οὐδέν με λανθάνει τῶν γιγνομένων. ιηʹ. Καὶ ἀνταποδώσω αὐτοῖς πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἀνομίας αὐτῶν, ἐφ' αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὑτῶν. Ὡς φιλάνθρωπος διπλα σίαν ἁμαρτημάτων τὴν τιμωρίαν καλεῖ· κατὰ γὰρ τὸν τοῦ δικαίου λόγον, οὐκ ἀξίας ἔτισαν δίκας. Θνησιμαῖα δὲ τῶν βδελυγμάτων καλεῖ τὴν τῶν υἱῶν καὶ τῶν θυγατέρων σφαγὴν, ἣν τοῖς εἰδώλοις προσέφερον. Οὕτω τοῦ λαοῦ τὴν ἀσέβειαν δείξας, τὴν τῶν ἐθνῶν προθεσπίζει μεταβολήν. ιθʹ. Κύριος ἰσχύς μου, καὶ βοήθειά μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν, Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτοῖς.
They will bring forward God and sing his praise, and they will not recount the deliverance from the slavery of the Egyptians, but all will marvel at the return from Babylon. 16. Behold, I will send many fishers, says the Lord, and they will fish for them; and after these things I will send many hunters, and they will hunt them upon every hill, and from the crevices of the rocks. By these words he has made clear the inescapability of the punishment, that the enemies, imitating fishers and hunters, will catch them all in their net, and will bring under their own power those who try to escape notice in the mountains. 17. For my eyes are upon all their ways; they were not hidden from my face, and their iniquities were not concealed before my eyes. I see all things; nothing that happens escapes me. 18. And I will repay to them first double for their iniquities and their lawless deeds, by which they defiled my land with the dead bodies of their abominations. As a lover of humanity he calls the punishment of sins double; for according to the account of the just man, they paid a penalty no longer according to their deserts. And he calls the slaughter of their sons and daughters, which they offered to idols, dead bodies of their abominations. Having thus shown the impiety of the people, he foretells the change of the nations. 19. The Lord is my strength, and my help, and my refuge in the day of evils; to you nations will come from the ends of the earth, and they will say, Our fathers acquired false idols, and there is no benefit in them.
Οἱ τοσαύτης ἐπιμε λείας ἀξιωθέντες, καὶ νομικῆς καὶ προφητικῆς δι δασκαλίας ἀπολαύσαντες, ἀσεβοῦντες διετέλεσαν, καὶ παρανομοῦντες· τὰ δὲ ἔθνη, ταύτης οὐκ ἀπολαύσαντα τῆς προμηθείας, μόνον δὲ τῶν ἀποστολικῶν κηρυ γμάτων ἀκούσαντα, ἔφυγε τὴν πλάνην, καὶ τῷ τῆς θεογνωσίας φωτὶ προσελήλυθε. Καὶ τῆς προτέρας ἀναμιμνησκόμενος παροιμίας βοῶ σοι· κʹ, καʹ. Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί; Διὰ τοῦτο ἰδοὺ ἐγὼ δη λώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ τὴν δύναμίν μου γνωριῶ αὐτοῖς, καὶ γνώσονται ὅτι ὄνομά μοι Κύριος. Προλέγω, φησὶν, αὐτοῖς πρὸ πολλοῦ τὰ ἐσόμενα, καὶ προδιδάσκω αὐτοῖς τὴν ἰσχύν μου, ὅτι δι' εὐτελῶν καὶ ὀλίγων ἀνθρώπων τὴν μεταβολὴν αὐτῶν πραγματεύσομαι.
ΚΕΦΑΛ. ΙΖʹ.
Οὕτω τὴν τῶν ἐθνῶν προθεσπίσας μεταβολὴν, τῆς Ἰουδαίων πάλιν ἀσεβείας κατηγορεῖ. αʹ. Ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφῇ, ἐν ὄνυχι ἀδαμαντίνῃ, ἐπὶ τοῦ στήθους τῆς καρ δίας αὐτῶν, καὶ ἐν τοῖς κέρασι τῶν θυσιαστηρίων αὐτῶν. Οὐδὲν τοῦ συνειδότος ἰσχυρότερον· πάγια γὰρ τὰ ἐν τούτῳ πηγνύμενα γράμματα· κἂν γὰρ πάντες ἄνθρωποι μαρτυρήσωσιν ἀγαθὰ τῷ συνειδότι ἑαυτῶν, πονηρὰ τῶν ψευδολόγων τὸ συνειδὸς οὐκ ἀνέχεται, ἀλλὰ νύττεται, καὶ κεντεῖται, καὶ ἀδέκαστον ἐκφέρει τὴν ψῆφον. Τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι Καὶ τὰ πράγματά σου κατηγορεῖ, καὶ τὸ συνειδός σου συμ μαρτυρεῖ. Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῶν ἀλ σῶν, καὶ τῶν βωμῶν, καὶ τῆς ἐν αὐτοῖς γενομένης πλάνης, καὶ ἀπειλεῖ πάντα τὸν πλοῦτον αὐτῶν σὺν τοῖς εἰδώλοις παραδώσειν τοῖς πολεμίοις. Προλέγει δὲ καὶ τὴν τῆς πόλεως ἐρημίαν·
Those who were deemed worthy of such great care and enjoyed both legal and prophetic teaching continued in impiety and lawlessness; but the nations, who did not enjoy this providence, but only heard the apostolic proclamations, fled from error and came to the light of the knowledge of God. And recalling the earlier proverb, I cry out to you: 20, 21. Will a man make gods for himself, and they are not gods? Therefore behold, I will make known to them my hand in this time, and I will make known to them my power, and they shall know that my name is Lord. I foretell to them, he says, long beforehand the things that are to come, and I pre-instruct them in my strength, that through cheap and few men I will accomplish their transformation.
CHAPTER 17.
Having thus foretold the transformation of the nations, he again accuses the impiety of the Jews. 1. The sin of Judah is engraved in writing, with a diamond nail, on the breast of their heart, and on the horns of their altars. Nothing is stronger than conscience; for the letters fixed in it are firm; for even if all men testify good things to their own conscience, the conscience of liars does not endure evil things, but is pricked and pierced, and brings forth an impartial verdict. This also he says here, that your deeds also accuse you, and your conscience bears witness with them. And he reminds them also of the groves and the altars, and the error that took place in them, and he threatens to hand over all their wealth together with their idols to the enemies. And he foretells also the desolation of the city.
μετὰ ταῦτα ἄθλιον λέγει καὶ τρισάθλιον, καὶ ἀραῖς ὑποβάλλει τὸν τοῦ Θεοῦ μὲν ἀφιστάμενον, ἀνθρωπίνῃ δὲ δυναστείᾳ θαῤῥοῦντα· καὶ ἀπεικάζει τοῦτον ἀκάρποις τισὶ φυτοῖς καὶ εὐτελέσι, φυομένοις ἐν ταῖς ἐρημίαις καὶ μηδε μιᾶς ἐπιμελείας τυγχάνουσιν. ϛʹ. Ἔστι γὰρ, φησὶν, ἡ ἀγριομυρίκη, ἡ ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ὄψεται, ὅταν ἔλθῃ τὰ ἀγαθά. Καὶ κατασκηνώσει ἐν ἁλίμοις, ἐν γῇ ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ, ἥτις οὐ κατοικιεῖται. Τὸ δὲ "ἐν ἁλίμοις" ὁ Σύ ρος "ἐν φωλεοῖς" ἡρμήνευσε· διὰ πάντων δὲ τῶν εἰ ρημένων, τὸ ἀκερδὲς
τοῦ τοιούτου κέρδους ἐδήλωσεν. Ἀπεικάζει δὲ τὸν τῷ Θεῷ πεποιθότα, καὶ παραβάλ λει φυτῷ διηνεκῶς ἀρδομένῳ, καὶ μὴ βλαπτομένῳ ὑπὸ καύματος σφοδροτάτου, ἀεὶ δὲ ὥριμον φέροντι τὸν καρπόν. Ταῦτα δὲ οὐ μάτην εἶπεν, ἀλλὰ παραινῶν μὴ τῇ Αἰγυπτίων ἐπικουρίᾳ θαῤῥῆσαι, ἀλλὰ διὰ τῆς τοῦ βίου μεταβολῆς τὴν θείαν ῥοπὴν ἐπισπάσασθαι. θʹ, ιʹ. Βαρεῖα ἡ καρδία παρὰ πάντα· καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Ἐγὼ Κύριος ἐτάζων καρδίας, δοκιμάζων νεφροὺς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτῶν. Ἀνθρώποις μὲν, φησὶν, ἀκατάληπτα τὰ τοῦ πέλας βουλεύματα· κέκρυπται γὰρ τῆς καρδίας κινήματα· ἐμοὶ δὲ τῷ ποιητῇ δῆλα καὶ ταῦτα· οὐ γὰρ μόνοις πράγμασιν, ἀλλὰ καὶ λογισμοῖς δικάζω, καὶ ἴσην καὶ δικαίαν ἐκφέρω τὴν ψῆφον. Πάλιν ἐπὶ τὸν Βαβυλώνιον τὸν λόγον μετήνεγκεν. ιαʹ. Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε· ποιῶν πλοῦτον αὑτοῦ οὐ μετὰ κρίσεως. Τῶν περδίκων οἱ θηρευταὶ τιθασσεύουσι πέρδικας, καὶ διὰ τῆς τούτων φωνῆς τοὺς ὁμογενεῖς συγκαλοῦ σιν·
After this he calls him wretched and thrice-wretched, and subjects to curses the one who has revolted from God and trusts in human power; and he likens him to certain fruitless and worthless plants, which grow in the wilderness and obtain no care at all. 6. For, he says, he is like the wild tamarisk in the desert, and he shall not see when good things come. And he shall dwell in salt places, in a desert land, in a salt land, which shall not be inhabited. But the word "in salt places" the Syrian rendered as "in dens"; and through all the things said he has made clear the profitlessness of such gain. And he likens the one who has trusted in God, and compares him to a plant continually watered, and not harmed by the most vehement heat, but always bearing its fruit in season. And he said these things not in vain, but exhorting them not to trust in the aid of the Egyptians, but through the change of their life to draw to themselves the divine favor. 9, 10. The heart is heavy beyond all things; and it is a man, and who shall know him? I am the Lord who searches hearts, who tests reins, to give to each according to his ways, and according to the fruits of their practices. To men, he says, the counsels of one's neighbor are incomprehensible; for the motions of the heart are hidden; but to me the Maker these things too are clear; for I judge not only deeds but also reasonings, and I bring forth an equal and just verdict. Again he has transferred the discourse to the Babylonian. 11. A partridge has called out, she has gathered what she did not bring forth; making his wealth not with judgment. The hunters tame partridges, and through their voice they call together those of the same kind;
οἱ δὲ, συντρέχοντες περιπίπτουσι τοῖς θηράτροις. Τούτῳ τὸν Βαβυλώνιον ἀπείκασε, δεσπόζειν μὲν πάντων ἀνθρώπων πειρώμενον, πλοῦτον δὲ ἄδικον ἀθροίζοντα. Προλέγει δὲ καὶ τὰ συμβησόμενα αὐτῷ σκυθρωπά. "Ἐν ἡμίσει ἡμερῶν αὐτοῦ καταλείψουσιν αὐτὸν, καὶ ἐπ' ἐσχάτων αὑτοῦ ἔσται ἄφρων." Ταῦτα καὶ ὁ θεσπέσιος ἐδίδαξεν ἡμᾶς Δα νιήλ· μανίᾳ γὰρ περιέπεσε, καὶ θηριώδης ἐγένετο, καὶ ἐξελάσθη τῆς βασιλείας. ιβʹ. Θρόνος δόξης ὑψούμενος. Ἐστερήθη δὲ καὶ τὸν θρόνον. Ὑψηλὸν ἁγίασμα ἡμῶν ἐξ ἀρχῆς· τόπος ἁγιά σματος ἡμῶν. (ιγʹ.) Ὑπομονὴ Ἰσραήλ. Σὺ δὲ, φησὶ, Δέσποτα, τὸ ἡμέτερον ἁγίασμα, ἡ τοῦ τόπου ἡμῶν περιφάνεια, αἰώνιον ἔχεις τὸ κράτος. Σὲ τοίνυν ὑπο μενοῦμεν. Σὺ γὰρ ἡμῖν παρέξεις τῶν λυπηρῶν τὴν ἀπαλλαγήν· οἱ γὰρ καταλιπόντες σε αἰσχύνης πάσης πλησθήσονται. ιδʹ. Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι· σῶσόν με, καὶ σωθήσομαι· ὅτι καύχημά μου εἶ σύ. Ἐμαυτὸν ἐγὼ τῇ σῇ προνοίᾳ προσάγω, καὶ τῆς παρὰ σοῦ σωτηρίας ἱκετεύω τυχεῖν. ιεʹ, ιϛʹ. Ἰδοὺ αὐτοὶ λέγουσι πρός με, Ποῦ ἔστιν ὁ λόγος Κυρίου; ἡκέτω. Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστασαι· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσ ώπου σού ἐστιν. Ἐπιμέμφονται τῇ βραδύτητι τῆς τιμωρίας, καὶ ψευδῆ τὴν προφητείαν νομίζουσι, σοῦ ἀναβαλλομένου τὴν τιμωρίαν· ἐγὼ δὲ, οὐδὲ ταύτην αὐτῶν τὴν ἀναλγησίαν ὁρῶν ἐβουλήθην αὐ τοὺς περιπεσεῖν τοῖς κακοῖς· τοῦτο γὰρ λέγει· Ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα. (ιζʹ.) Μὴ γένῃ μοι εἰς ἀλλοτρίωσιν, φειδόμενός μου σὺ ἐν ἡμέρᾳ πονηρᾷ.
But they, running together, fall into the snares. To this he likened the Babylonian, who tries to lord it over all men and gathers unjust wealth. And he foretells also the gloomy things that will befall him: "In the half of his days they shall leave him, and at his last he shall be a fool." The divine Daniel also taught us these things; for he fell into madness and became beast-like and was driven out of the kingdom. 12. A throne of glory exalted. But he was deprived also of the throne. Our high holy place from the beginning; the place of our sanctification. 13. The patience of Israel. But you, he says, Master, our sanctification, the splendor of our place, you have your dominion eternal. You, therefore, we shall await. For you will provide us release from our sorrows; for those who have abandoned you shall be filled with all shame. 14. Heal me, Lord, and I shall be healed; save me, and I shall be saved; for you are my boast. I bring myself to your providence, and I beseech to obtain salvation from you. 15, 16. Behold, they themselves say to me, Where is the word of the Lord? Let it come. But I did not grow weary in following after you, and I did not desire the day of man; you know it; the things that proceed through my lips are before your face. They find fault with the slowness of the punishment, and think the prophecy false, since you defer the punishment; but I, not even seeing this insensibility of theirs, wished them to fall into evils; for this is what he says: I did not desire the day of man. 17. Do not become to me a stranger, sparing me in an evil day.
"Ἡμέραν πονηρὰν" τὴν κατ' αὐτοῦ γενομένην ἐπανάστασιν καλεῖ. Καὶ παρακαλεῖ τῆς τοῦ Θεοῦ κηδεμονίας τυχεῖν· καὶ ἐκείνους μὲν διαμαρτεῖν τῶν ἐπιχειρημάτων, καὶ καταισχυνθῆναι, αὐτὸν δὲ τῆς ἐπιβουλῆς ἀναφανῆναι κρείττονα. Μετὰ ταῦτα κελεύεται ὁ προφήτης τὰς βασιλικὰς πύλας καταλαβεῖν, καὶ πᾶσι παρεγγυῆσαι, καὶ βασιλεῦσι, καὶ ἰδιώταις, τὸν περὶ τοῦ Σαββάτου μὴ παραβαίνειν νόμον, ἀλλὰ τῇ ἀργίᾳ τήνδε τὴν ἡμέραν τιμῆσαι, καὶ τῶν πατέρων μὴ ζηλῶσαι τὴν ἀπείθειαν· τούτου γὰρ γινομένου, φησὶ, τῶν τῆς εἰρήνης καρπῶν ἀπολαύσεσθε, καὶ συνδρα μοῦνται πάντοθεν οἱ τῷ Θεῷ τὰς θυσίας ἐν εἰρήνῃ προσφέροντες. Ὑμῶν δὲ παραβαινόντων τῆς ἀργίας τὸν νόμον, καὶ φορτία κομιζόντων ἐν τῇ τοῦ Σαβ βάτου ἡμέρᾳ, οὐ τὰς πύλας μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν πόλιν παραδώσω πυρί.
ΚΕΦΑΛ. ΙΗʹ.
Οὕτω καὶ τοῦτον συμπεράνας τὸν λόγον, παρακελεύεται τῷ προφήτῃ εἰς τὸ τοῦ κεραμέως εἰσελθεῖν καταγώγιον. Ποιεῖ δὲ τὸ προσταχθὲν ὁ προφήτης, καὶ θεωρεῖ τὸν
He calls the "evil day" the uprising that arose against him. And he prays to obtain God's care; and that those men be frustrated in their undertakings and put to shame, while he himself be shown to be stronger than their plot. After this the prophet is commanded to go to the royal gates and to charge everyone, both kings and private citizens, not to transgress the law concerning the Sabbath, but to honor this day with rest, and not to emulate the disobedience of their fathers. For if this is done, he says, you will enjoy the fruits of peace, and those who offer sacrifices to God in peace will come running together from every side. But if you transgress the law of rest and bring loads on the Sabbath day, I will deliver not only the gates but the whole city to fire.
CHAPTER 18.
Having thus concluded this discourse as well, he urges the prophet to enter the dwelling of the potter. The prophet does what was commanded, and sees the
κεραμέα σκεῦός τι διαπλάττοντα· εἶτα τοῦτο διαπεσὸν καὶ συντριβὲν ἄνωθεν νεουργοῦντα. δʹ. Καὶ ἔπεσε γὰρ, φησὶ, τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐκ τοῦ πηλοῦ, ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ τοῦ ποιῆσαι. Οὕτω δείξας τὸν κεραμέα τοῦ πηλοῦ τὴν ἐξουσίαν ἔχοντα, καὶ ὡς ἂν ἐθέλῃ, κατασχηματίζοντα τοῦτον, πρὸς τὸν προφήτην φησίν· Εἰπὲ αὐτοῖς· ϛʹ. Εἰ καθὼς ὁ κεραμεὺς, οὕτως οὐ δύναμαι τοῦ ποιῆσαι ὑμῖν, οἶκος Ἰσραήλ; φησὶ Κύριος. Ἰδοὺ ὡς πηλὸς ἐν χειρὶ τοῦ κεραμέως, οὕτως ὑμεῖς ἐν ταῖς χερσί μου ἐστὲ, οἶκος Ἰσραήλ. Καθάπερ γὰρ ἐκεῖνος καὶ φῦραι δύναται τὸν πηλὸν, καὶ σχηματίσαι τοῦτον, ὡς ἂν ἐθέλῃ· οὕτως ἐμοὶ ῥᾴδιον, καὶ τιμωρίᾳ παραδοῦναι, καὶ σωτηρίαν χαρί σασθαι, καὶ τοὺς ἐν εὐπραξίᾳ συμφοραῖς παραδοῦναι, καὶ αὖ πάλιν τοῖς ἐν δυσκληρίᾳ εὐημερίαν χαρίσασθαι. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. ζʹ, ηʹ. Πέρας λαλήσω ἐπὶ ἔθνη καὶ βασι λείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ καθελεῖν, καὶ τοῦ ἀπολλύειν. Καὶ ἂν ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ κακῶν αὑτῶν· καὶ μετανοήσω ἀπὸ τῶν κακῶν, ὧν ἐλογισάμην ποιῆσαι αὐτοῖς. Μὴ ἀπαγορεύσητε, φησὶ, τὴν σωτηρίαν· καὶ γὰρ εἰ καταψηφίσομαι ἔθνους, καὶ ἀπειλήσω τιμωρίαν ἐσχά την, ἴδω δὲ αὐτῶν τὴν μεταμέλειαν, οὐκ ἐπάγω τὴν τιμωρίαν, ἀλλ' ὀρέγω τὸν ἔλεον. Κἂν πάλιν ὑπόσχωμαι ἀγαθῶν ἀφθονίαν, καταφρονήσαντες δὲ ἐκεῖνοι πονηρίαν ἀσπάσωνται, οὐ περανῶ τῶν ἀγαθῶν τὴν ὑπόσχεσιν. Τοῦτο τοίνυν εἰδότες, φησὶ, μὴ ἀπαγορεύσητε τὰ χρηστότερα, ἀλλὰ προσενέγκατε τὴν μετάνοιαν, καὶ τὴν σωτηρίαν καρπώσα σθε. ιαʹ.
a potter shaping some vessel; then, when it had fallen and been shattered, fashioning it anew from above. 4. For it fell, he says, the vessel which he himself was making from the clay, in his hands, and again he made it another vessel, as it pleased him to make it. Having thus shown that the potter has authority over the clay, and fashions it as he wishes, he says to the prophet: Tell them: 6. Can I not do to you just as the potter does, house of Israel? says the Lord. Behold, as clay in the hand of the potter, so are you in my hands, house of Israel. For just as he can both knead the clay and shape it as he wishes, so it is easy for me both to hand over to punishment and to grant salvation, and to deliver those in prosperity to calamities, and again to grant prosperity to those in misfortune. For what follows makes this clear. 7, 8. At one moment I will speak against a nation and a kingdom, to uproot them and pull them down and destroy them. And if that nation turns from its evils, I will also relent from the evils which I planned to do to them. Do not, he says, despair of salvation; for even if I condemn a nation and threaten the ultimate punishment, but see their repentance, I do not bring on the punishment, but extend mercy. And if again I promise an abundance of good things, but they despise it and embrace wickedness, I will not fulfill the promise of good things. Knowing this, then, he says, do not despair of the better things, but bring forth repentance and reap salvation. 11.
Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, πλάσσω ἐφ' ὑμᾶς κακὰ, καὶ λογίζομαι ἐφ' ὑμᾶς λογισμόν· ἀποστραφήτω ἕκαστος ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ καλλίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ τὰς ὁδοὺς ὑμῶν. Ἀλλ' αὐτὸς μὲν φιλάνθρωπος ὢν, τοι αῦτα προσενήνοχε φάρμακα· ἐκεῖνοι δὲ τοῦ ἰατροῦ τὰς ὑποθήκας οὐκ ἐδέξαντο. ιβʹ. Ἀλλ' εἶπον, φησὶν, Ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὑτοῦ ποιή σομεν. "Ἀποστροφὰς" καλεῖ τὴν τῶν χειρόνων ὁδόν. ιγʹ. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἐρωτήσατε ἔθνεσι, Τίς ἤκουσε τοιαῦτα φρικτὰ σφόδρα, ἃ ἐποίησε παρθένος θυγάτηρ Ἱερουσαλήμ; Παρ θένον αὐτὴν καλεῖ, οὐχ ὡς οὐκ ἀκόλαστον, ἀλλ' ὡς ὡραϊζομένην, καὶ ἐπὶ τῷ κάλλει σεμνυνομένην. ιδʹ. Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; ἢ ἐκκλίνει ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; Αἱ πηγαὶ, φησὶν, ἀπαύ στως ἀναβλύζουσιν, ὁ Λίβανος ἔχει τὴν χιόνα διηνε κῶς, τὸ ῥύμῃ φερόμενον ὕδωρ τετριμμένην τρίβον ὁδεύει· οὗτοι δὲ τοῦ νόμου κατέλιπον τὴν ὁδὸν, καὶ τῶν ἐμῶν ἐντολῶν οὐδεμία παρ' αὐτοῖς μνήμη· τοῦ το γὰρ δηλοῖ τὰ ἑξῆς. ιεʹ. Ὅτι ἐπελάθοντό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενοῦσιν ἐν ταῖς ὁδοῖς αὑ τῶν σχοινίοις αἰωνίοις, τοῦ ἐπιβῆναι τρίβον οὐκ. ἔχουσαν ὁδὸν εἰς πορείαν. Ἐπενόησαν, φησὶν, ἀτραποὺς οὐκ ἐξ ἀρχῆς τετριμμένας, καὶ ταύ τας αἰωνίους ἀπέφηναν ὁδούς· ἀντὶ τοῦ, ταύταις ἀεὶ κεχρημένοι διατελοῦσιν. Οὗ χάριν αὐτῶν ἐρη μίᾳ παραδώσω τὴν γῆν· τοῦτο γὰρ ἐπήγαγεν. ιϛʹ. Τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν, καὶ εἰς συρισμὸν αἰώνιον.
For behold, I, says he, am fashioning evils against you, and I am devising a device against you; let each one turn away from his evil way, and make your practices and your ways better. But he, being loving toward humanity, brought such remedies; yet they did not receive the physician's instructions. 12. But they said, says he, We will be strengthened, for we will go after our backslidings, and each one will do the things pleasing to his own heart. He calls "backslidings" the way of the worse. 13. Therefore thus says the Lord: Ask among the nations, Who has heard such very dreadful things, which the virgin daughter of Jerusalem has done? He calls her a virgin, not as though she were not unchaste, but as one adorned and priding herself on her beauty. 14. Shall breasts fail from a rock, or snow from Lebanon? Or does water turn aside, borne violently by the wind? The springs, says he, gush forth unceasingly, Lebanon has its snow continually, the water borne by the rush travels a worn path; but these have abandoned the way of the law, and there is no memory of my commandments among them; for what follows makes this clear. 15. For my people forgot me, they burned incense in vain, and they are weak in their ways by eternal cords, so as not to set foot on a path that has no way for travel. They devised, says he, tracks not worn from the beginning, and these they declared to be eternal ways; that is, they continue always using these. For this reason I will deliver their land to desolation; for this he added. 16. To appoint their land for destruction, and for an eternal hissing.
Ὁ συρισμὸς τὴν ἐρη μίαν τῆς πόλεως δηλοῖ· οἱ γὰρ εὐπραγοῦσαν τὴν πόλιν ἰδόντες, εἶτα ἐρημωθεῖσαν θεώμενοι, συρί ζειν εἰώθασι, καὶ ταύτῃ δεικνύειν τὴν συμφο ράν. ιζʹ. Ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν. Οὐδὲ φειδοῦς, φησὶ, παρὰ τῶν δυσμενῶν ἀπολαύσουσιν· ἀλλὰ μισήσουσιν αὐτοὺς, καθάπερ τις τὸν καύσωνα ἀπο στρέφεται. "Αὐχένα καὶ οὐ πρόσωπον δείξω αὐ τοῖς ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν." Ἴδιον γὰρ τῶν δορυαλώτων, καὶ τῶν δούλων, τὸ κύπτειν εἰς γῆν, ὡς μᾶλλον αὐτῶν τὸν αὐχένα ἢ τὸ πρόσωπον φαίνε σθαι. Καὶ ἄλλως δὲ δυνατὸν νοῆσαι· τῶν γὰρ ἀπεστραμμένων οὐ τὸ πρόσωπον, ἀλλὰ τὸν αὐχένα ὁρῶ μεν· δηλοῖ τοίνυν ὁ λόγος τοῦ Θεοῦ τὴν ἀποστρο φήν.
Τὰ μὲν οὖν ἐκείνοις ἀπειληθέντα τοιαῦτα· ἡμῖν δὲ γενέσθω φάρμακα τὰ ἐκείνων παθήματα· ἵνα ταῖς τῶν ἄλλων τιμωρίαις σωφρονισθέντες, καὶ κατὰ τοὺς θείους πολιτευόμενοι νόμους, ἵλεων τὸν νομοθέτην ἔχοιμεν εἰς τοὺς αἰῶνας. Ἀμήν. ΤΟΜΟΣ Εʹ. ιηʹ. Καὶ εἶπον· Δεῦτε, καὶ λογισώμεθα ἐπὶ Ἱερεμίαν λογισμὸν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως, καὶ βουλὴ ἀπὸ συνετοῦ, καὶ λόγος ἀπὸ προφήτου. Τρία μαρτυροῦσιν αὐτῷ τὰ μέγιστα, ἱερωσύνην, καὶ προφητείαν, καὶ σύνεσιν· καὶ ἑκάστου χαρίσματος ἴσασι τὸ δυνατόν τε καὶ ἀψευδές. Καὶ δέον εἴκειν τοῖς λεγομένοις, οὐ μόνον ἐκεῖνοι ἀντιλέγουσιν, ἀλλὰ καὶ θάνατον τυρεύουσι. "Δεῦτε γὰρ, φησὶ, πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ οὐκ ἀκουσώμεθα πάντας τοὺς λόγους αὐτοῦ." Τοσοῦτον αὐτοὺς ἀπέκνει καὶ αὐτὰ τοῦ Θεοῦ τὰ ῥήματα·
The hissing signifies the desolation of the city; for those who saw the city prospering and then behold it laid waste are accustomed to hiss, and by this to indicate the calamity. 17. As a scorching wind I will scatter them before the face of their enemies. They shall enjoy no sparing, he says, from their foes, but they shall hate them, just as one turns away from a scorching wind. I will show them a neck and not a face in the day of their destruction. For it is characteristic of captives and of slaves to bow down to the ground, so that their neck rather than their face is more visible. And it is possible to understand it in another way; for of those who have turned away we see not the face but the neck; therefore the word of God signifies their turning away.
Such then are the things threatened against them; but let their sufferings become medicines for us, so that, disciplined by the punishments of others and conducting ourselves according to the divine laws, we may have the Lawgiver propitious unto the ages. Amen. Volume 5. 18. And they said: Come, and let us devise a device against Jeremiah, for the law shall not perish from the priest, nor counsel from the wise, nor the word from the prophet. Three things bear witness to him, the greatest: priesthood, prophecy, and understanding; and of each gift they know the power and the truthfulness. And though they ought to yield to what is said, they not only contradict but also contrive death. For come, he says, let us strike him with the tongue, and we will not listen to all his words. So greatly did the very words of God grieve them.
τὸ δὲ "Πατάξωμεν αὐτὸν ἐν γλώσσῃ," ἀντὶ τοῦ "Συ κοφαντίαν ὑφάνωμεν κατ' αὐτοῦ." Τούτων αἰσθόμενος ὁ προφήτης, τὸν Θεὸν ἱκετεύει γενέσθαι κρι τὴν, καὶ ἀναμιμνήσκει αὐτὸν ὧν πολλάκις ὑπὲρ αὐ τῶν προσενήνοχε πρεσβειῶν. Εἶτα εὐκτικῶς μὲν σχηματίζει τὸν λόγον, προλέγει δὲ τὸν ὑπὸ τοῦ λι μοῦ γενησόμενον θάνατον, καὶ τὰς ὑπὸ τῶν πολε μίων γενησομένας σφαγὰς, καὶ τὰ ἄλλα τὰ ἐν τοῖς πολέμοις γιγνόμενα.
ΚΕΦΑΛ. ΙΘʹ.
Ταῦτα εἰπὼν, καὶ τὰ τούτοις παραπλήσια, κε λεύεται λαβεῖν βῖκον ὀστράκινον, καὶ ἐξελθεῖν εἰς τὸ πολυάνδριον, μετὰ τῶν ἱερέων καὶ τῶν τοῦ λαοῦ πρεσβυτέρων, καὶ ἀπειλῆσαι πάλιν τῇ πό λει τὸν ὄλεθρον, καὶ τῆς τῶν εἰδώλων ἀναμνῆσαι θεραπείας. Προεῖπε δὲ καὶ τὰ ἀπὸ τῆς πολιορκίας τεχθησόμενα κακὰ, καὶ τῶν ἀναγκαίων τὴν σπάνιν· καὶ μετὰ ταῦτα πάντα συντρίψαι τὸν βῖκον, καὶ εἰπεῖν· ιαʹ. Οὕτως συντρίψω τὸν λαὸν τοῦτον, καὶ τὴν πόλιν ταύτην· καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι. Ἀπειλεῖ δὲ καὶ τῇ βασιλικῇ οἰκίᾳ τὴν κατάλυσιν, καὶ πάσῃ τῇ πόλει τὴν ἐρημίαν· ἐπειδήπερ οὐ μόνον δημοσίᾳ, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς οἰκίαις, σπονδὰς τοῖς εἰδώλοις καὶ θυσίας προσέφερον. Καὶ αὐτὸ δὲ τὸ τῶν εἰδώλων χωρίον ταφὴ τῶν ἀνῃρημένων γενήσεται. "Θά ψουσι γὰρ ἐν τῷ Τωφὲθ, διὰ τὸ μὴ ὑπάρχειν ποῦ θάψαι." Διὰ δὲ τούτου τὸ πλῆθος τῶν ἀνῃρημένων ἐδήλωσεν. Ἐπανιόντι δὲ τῷ προφήτῃ πάλιν ἐκέλευσεν ὁ Δεσπότης ἐν τῇ καθιερωμένῃ αὐλῇ πᾶσι τὴν προφητείαν προσενεγκεῖν, καὶ προφητεῦσαι τῇ τε πόλει ἐκείνῃ, καὶ πάσαις ταῖς ὑπηκόοις πόλεσί τε καὶ κώμαις, τὴν ἐρημίαν.
But the phrase "Let us strike him with the tongue" means "Let us weave slander against him." Perceiving these things, the prophet entreats God to become his judge, and reminds him of the many intercessions he had often brought on their behalf. Then he frames his speech in the optative mood, and foretells the death that will come from famine, and the slaughters that will be brought about by the enemies, and the other things that happen in wars.
CHAPTER 19.
Having said these things and things similar to them, he is commanded to take an earthenware jar and go out to the burial ground, with the priests and the elders of the people, and again to threaten the city with destruction, and to remind them of the worship of idols. He also foretold the evils that would be produced by the siege, and the scarcity of necessities; and after all these things, to shatter the jar and say: 11. Thus I will shatter this people and this city, just as an earthenware vessel is shattered, which can no longer be healed. He also threatens the royal house with overthrow, and the whole city with desolation, since they were offering libations and sacrifices to idols not only publicly but even in their own houses. And the very place of the idols will become a burial place of the slain. "For they will bury in Topheth, because there is no place to bury." And by this he indicated the multitude of the slain. And when the prophet returned, the Master commanded him again to present the prophecy to all in the consecrated court, and to prophesy to that city, and to all the subject cities and villages, desolation.
ΚΕΦΑΛ. Κʹ.
αʹ. Τοῦτον δὲ τὸν λόγον ὁ Πασχὼρ ἀκούσας, ἀρχιερεὺς δὲ οὗτος ἐτύγχανεν ὢν, οὐ μόνον ᾐκίσατο τὸν προφήτην, ἀλλὰ καὶ καθεῖρξεν. βʹ. Ἐπάταξε γὰρ, φησὶ, Πασχὼρ τὸν προφήτην Ἱερεμίαν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταράκτην. Ὑπόγειον δέ τινα τόπον λέγει· πολλὰ δὲ τοιαῦτα εἶχεν οἰκήματα ὁ ὑπὸ Σολομῶντος οἰκοδο μηθεὶς νεώς. Ἐξαγαγὼν δὲ αὐτὸν τῇ ὑστέρᾳ, ἤκουσεν αὐτοῦ πάλιν λέγοντος· "Οὐχὶ Πασχὼρ Κύριος ἐκάλεσε τὸ ὄνομά σου, ἀλλ' ἢ μέτοικον κυκλόθεν." Οὐ μόνον δὲ αὐτὸν, ἀλλὰ καὶ τοὺς φίλους αὐτοῦ δορυαλώτους γενήσεσθαι λέγει, καὶ μετὰ τὴν αἰχμαλωσίαν ἀναιρεθήσεσθαι. Καὶ μέντοι καὶ πάντα τὸν λαὸν τῷ Ναβουχοδονόσορ ἀπειλεῖ παραδώσειν. Ταῦτα τοίνυν διὰ πλειόνων εἰρηκὼς ὁ προφήτης, δυσχεραίνει τὰς κατ' αὐτοῦ συνεχῶς γιγνομένας ἐπαναστάσεις, καὶ τῇ τοῦ συνειδότος θαῤ ῥῶν καθαρότητι, παῤῥησίᾳ χρᾶται πρὸς τὸν Δε σπότην, καί φησιν· ζʹ. Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην ἐκράτησάς με, καὶ ἠδυνήθης. Ἔφυγον, φησὶ, τὴν προφητείαν, εἶπα εἶναι νεώτερος, καὶ
CHAPTER 20
1. When Pashhur heard this word—and he happened to be the chief priest—he not only maltreated the prophet but also imprisoned him. 2. For it says, Pashhur struck the prophet Jeremiah and cast him into the cataract. By this he means a certain underground place; and the temple built by Solomon had many such chambers. But bringing him out on the next day, he heard him again saying: "Did not the Lord call your name Pashhur, but rather a sojourner round about?" And he says that not only he but also his friends shall be taken captive as spoils of war, and shall be put to death after the captivity. And indeed he threatens that all the people shall be handed over to Nebuchadnezzar. Having said these things at greater length, then, the prophet is vexed at the insurrections continually raised against him, and, confident in the purity of his conscience, he uses boldness toward the Master, and says: 7. You deceived me, O Lord, and I was deceived; you prevailed, and you were stronger. I fled, he says, from the prophecy; I said I was too young, and
μὴ ἀρ κεῖν εἰς τήνδε τὴν ὑπουργίαν, καὶ ὑπέσχου κρείττονά με ποιήσειν τῶν πολεμούντων, καὶ τείχει χαλκῷ καὶ στύλῳ σιδηρῷ παραπλήσιον δείξειν· καὶ νῦν γέγονα καταγέλαστος· τοῦτο γὰρ λέγει· "Ἐγενό μην εἰς γέλωτα πᾶσαν ἡμέραν· διετέλεσα μυκτηρι ζόμενος." ηʹ. Ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγένετο ὁ λόγος Κυρίου ἐμοὶ εἰς ὀνειδισμὸν καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν. Δάκνουσι τὸν προφήτην, οὐχὶ αἱ εἰς αὐτὸν γιγνόμεναι ταλαιπωρίαι τε καὶ αἰκίαι, ἀλλ' αἱ κατὰ τῶν θείων λογίων τολμώμεναι κωμῳδίαι. θʹ. Καὶ εἶπον· Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, καὶ οὐ μὴ λαλήσω ἐπὶ τῷ ὀνόματι αὐτοῦ. Ἀντὶ τοῦ, οὐ μὴ προφητεύσω, οὐδ' οὐ μὴ προσενέγκω τοῖς ἀπειθοῦσι τοῦ Θεοῦ τὴν πρόῤῥησιν. "Καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου, ὡς πῦρ καιόμενον, καὶ φλεγόμενον, καὶ συνεχόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν." Τοῦτο καὶ ὁ θεῖος ὑπέμεινε Παῦλος ἐν ταῖς Ἀθήναις ἡνίκα ἐσιώπα· "Συνείχετο γὰρ, φησὶ, τὸ πνεῦμα τοῦ Παύλου θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν." Τοῦτο πάσχει καὶ ὁ προφήτης· ἡ γὰρ προφητικὴ χάρις συνεῖχεν αὐτὸν φθέγξασθαι μὴ βουλόμενον. Εἶτα διηγεῖται ὅπως οὐ μόνον ἐταλαιπωροῦντο αὐ τὸν καὶ ᾐκίζοντο· ἀλλὰ καὶ ἑτέραν ἐπιβουλὴν ἐκάτ τυον, ἐξαπατῆσαι αὐτὸν, καὶ ἀποστῆσαι πειρώμενοι τοῦ Θεοῦ. Εἶπον γὰρ, φησίν· "Ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ, τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ." Τίς ἂν ἀξίως θρηνήσειεν τῆς πονηρίας τὰς ἐπινοίας;
Was it not enough for this service, that you also promised to make me stronger than those who war against me, and to show me like a bronze wall and an iron pillar? And now I have become a laughingstock; for this is what he says: "I became a laughingstock every day; I continued being mocked." 8. For with a bitter word I will laugh, I will call upon faithlessness and misery, because the word of the Lord became to me a reproach and a derision every day. What stings the prophet is not the miseries and outrages done to him, but the mockeries dared against the divine oracles. 9. And I said: I will surely not name the name of the Lord, and I will surely not speak in his name. This means: I will surely not prophesy, nor will I surely bring the prediction to those who disobey God. "And it became in my heart as a burning fire, and flaming, and confined in my bones, and I am exhausted on every side, and I cannot bear it." The divine Paul also endured this at Athens when he was silent; for, it says, the spirit of Paul was constrained as he observed that the city was full of idols. The prophet suffers this too; for the prophetic grace constrained him though he did not wish to speak. Then he recounts how not only were they maltreating and outraging him, but they were also devising another plot, trying to deceive him and to turn him away from God. For they said, he says: "Let us all, his friends, rise up against him; watch his intent, whether he will be deceived, and we shall prevail against him, and we shall take our vengeance from him." Who could worthily lament the devices of their wickedness?
Ὁ μέντοι προφήτης οὐχ ἑαυτῷ θαῤῥεῖ, ἀλλὰ τὴν θείαν ἐπικουρίαν ὑμνεῖ, καί φησι. ιαʹ. Κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύ ων. Διδάσκει δὲ καὶ τῆς θείας ἐπικουρίας τὴν νίκην. "Διὰ τοῦτο ἐδίωξαν, καὶ οὐκ ἠδυνήθησαν νικῆσαι· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἠδυνήθησαν νοῆσαι ἀτιμίας αὑτῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθήσονται." Εἶτα αἰτεῖ πάλιν γενέσθαι κριτὴν τὸν Θεὸν, καὶ ἀπαιτῆσαι αὐτοὺς δίκας τῶν ἐπιχειρημάτων ἀξίας· ἀνιώμενος δὲ, καὶ λίαν ἀλγυνόμενος καὶ τὴν παροῦσαν δυσχεραίνων ζωὴν, πρῶτον ὑμνεῖ τὸν τῶν ὅλων Θεὸν, καὶ τηνικαῦτα ἐπαρᾶται τῇ τῶν μητρῴων ὠδίνων ἡμέρᾳ. ιγʹ. Ἄσατε γὰρ, φησὶ, τῷ Κυρίῳ, αἰνέσατε αὐτὸν, ὅτι ἐξείλετο ψυχὴν πένητος ἐκ χει ρὸς πονηρευομένων. Προτάττει τὸν ὕμνον, ἵνα πᾶσαν ἀφορμὴν βλασφημίας ἐκβάλῃ. Εἶτά φησιν· ιδʹ, ιεʹ. Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ· ἡ ἡμέρα ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου. Καὶ ἐπικατάρατος ὁ ἄνθρωπος, ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων· Ἐτέχθη σοι υἱὸς ἄρσην· μὴ εὐφραινόμενος ἔστω. Εἰώθασιν οἱ ἄνθρωποι, λίαν ὀδυρόμενοι, τῶν παρισταμένων ἐπιλαμβάνεσθαι, καὶ ταῖς χερσὶν ἀποθλίβειν· ἔστι δὲ ὅτε καὶ προσαράσσειν τὰς χεῖρας, τῆς ὀδύνης ἀναγκαζούσης· τοῦτο πέπονθε καὶ ὁ προφή της. Ἐκ γὰρ τῆς ὑπερβαλλούσης ὀδύνης τῆς ἡμέρας ἐπελάβετο, χρήματος ἀνυποστάτου, καὶ τοῦ τῷ πατρὶ τὸν τόκον μηνύσαντος. Καὶ οὐδὲ ἴδιός τις ἦν οὗτος· εἰκὸς δὲ μηδὲ μηνύσαι τινά. Προστίθησι δὲ, ὅτι καὶ ἄμεινον ἦν μοι ἐν τῇ μήτρᾳ τελευτῆσαι, καὶ νεκρὸν προελθεῖν, ἢ ταῖς παντοδαπαῖς ταύταις περιπεσεῖν συμφοραῖς. ΚΕΦΑΛ. ΚΑʹ.
The prophet, however, does not trust in himself, but sings of the divine assistance, and says: 11. The Lord is with me as a mighty warrior. And he teaches also the victory that comes from divine assistance: "Therefore they persecuted, and could not prevail; they were greatly ashamed, because they could not perceive their own dishonor, which shall not be forgotten throughout eternity." Then he asks again that God become judge, and exact from them penalties worthy of their undertakings; and being grieved, and greatly pained, and displeased with the present life, he first sings of the God of all things, and then curses the day of his mother's pangs. 13. For sing, he says, to the Lord, praise him, because he has delivered the soul of the poor from the hand of the wicked. He places the hymn first, in order to cast out every occasion for blasphemy. Then he says: 14, 15. Cursed be the day on which I was born; the day on which my mother bore me. And cursed be the man who brought good tidings to my father, saying: A male son has been born to you; let him not be glad. Men are accustomed, when they grieve exceedingly, to lay hold of those standing by, and to squeeze them with their hands; and sometimes also to dash their hands against them, since the pain compels it; this the prophet also has suffered. For out of the exceeding pain he laid hold of the day, a thing that has no substance, and of him who announced the birth to the father. And this was not even a particular person; and it is likely that no one even announced it. And he adds that it would have been better for me to die in my mother's womb, and to come forth dead, than to fall into these manifold calamities. CHAPTER 21.
αʹ. Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ Κυρίου, ὅτε ἀπέστειλε πρὸς αὐτὸν Σεδεκίας ὁ βασιλεὺς τὸν Πασχὼρ υἱὸν Μελχίου, καὶ τὸν Σοφονίαν υἱὸν Βαασαίου τὸν ἱερέα. Ἕτερος οὗτος Πασχώρ· Μελχίου γὰρ οὗτος· ὁ δὲ κατηγορηθεὶς, Ἐμμὴρ υἱός. Εἰδέναι μέντοι χρὴ, ὡς οὐ κατὰ τάξιν κεῖνται αἱ προφητεῖαι· ἐνταῦθα γὰρ τὰ ἐπὶ Σεδεκίου προφητεύει· μετ' ὀλίγον δὲ, τὰ ἐπὶ Ἰωακεὶμ καὶ τοῦ Ἰεχονίου, οἳ πρὸ τοῦ Σεδεκίου ἐβασίλευσαν· ὁ μέντοι Σεδεκίας, ὑπὸ τοῦ Ναβουχοδονόσορ πολιορκούμενος,
παρακαλεῖ τὸν προφήτην αἰτῆσαι τοῦ Θεοῦ τὴν βοήθειαν· ὁ δὲ προφήτης θεσπίσαι κελεύεται ταῦτα· δʹ, εʹ. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἰδοὺ ἐγὼ ἀποστρέφω τὰ ὅπλα τὰ πολεμικὰ ἐν ταῖς χερσὶν ὑμῶν, ἐν αἷς ὑμεῖς πολεμήσετε τὸν βασιλέα Βαβυλῶνος, καὶ τοὺς Χαλδαίους, τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους· καὶ εἰσάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύ της. Καὶ πολεμήσω ὑμᾶς ἐγὼ ἐν χειρὶ ἐκτεταμένῃ, καὶ ἐν βραχίονι ὑψηλῷ, μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροξυσμοῦ μεγάλου. Ἀνόνητα, φησὶν, ὑμῖν ἔσται τὰ ὅπλα, ἐμοῦ στρατηγοῦντος τῶν πολεμίων, καὶ μετ' ἐκείνων καθ' ὑμῶν παραταττομένου. Εἶτα λέγει, ὡς ἅπαντα παραδώσει λιμῷ καὶ θανάτῳ, καὶ αἰχμαλωσίᾳ, καὶ μετὰ τούτων αὐτὸν τὸν βασιλέα Σεδεκίαν τοῖς πεζαιτέροις καὶ δορυφόροις, καὶ τοὺς μὲν κατασφάξουσι, τοὺς δὲ δορυαλώτους ἀπάξουσι· τῷ δέ γε λαῷ φάναι ταῦτα παρεγγυᾷ· ηʹ. Ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου. Εἶτα διδάσκει, ὡς ὁ ἐν τῇ πόλει μένων, καὶ τοῖς πολεμίοις ἀντιτασσόμενος, ὁδεύσει τὴν ὁδὸν τοῦ θανάτου·
1. The word that came to Jeremiah from the Lord, when King Zedekiah sent to him Pashhur the son of Malchiah, and Zephaniah the son of Baasiah the priest. This is a different Pashhur; for this one was the son of Malchiah, whereas the one who was accused was the son of Immer. One must know, however, that the prophecies are not arranged in order; for here he prophesies the events under Zedekiah, but a little later the events under Jehoiakim and Jeconiah, who reigned before Zedekiah. Zedekiah, then, while besieged by Nebuchadnezzar, entreats the prophet to ask God for help; and the prophet is commanded to foretell these things: 4, 5. Thus says the Lord God of Israel: Behold, I am turning back the weapons of war in your hands, with which you will fight against the king of Babylon and the Chaldeans, who have shut you in from outside the wall; and I will bring them into the midst of this city. And I will fight against you with an outstretched hand and with an uplifted arm, with fury and anger and great provocation. Your weapons, he says, will be of no avail to you, since I am commanding the enemies and arraying myself with them against you. Then he says that he will deliver all things over to famine and death and captivity, and along with these Zedekiah the king himself to the foot-soldiers and spear-bearers, and they will slaughter some and lead others away as captives taken by the spear; and to the people he enjoins that these things be said: 8. Behold, I have set before your face the way of life and the way of death. Then he teaches that the one who remains in the city and arrays himself against the enemies will walk the way of death.
ὁ δὲ πρὸς τούτους αὐτόμολος ἀπελθὼν, ζωῆς ἀπολαύσεται. Ταύτην γὰρ κατὰ τῆς πόλεως ἐξενή νοχα τὴν ψῆφον, ὥστε αὐτὴν τῷ τῶν πολεμίων παραδοθῆναι πυρί. Καὶ ταῦτα δὲ ἀπειλήσας παραινεῖ τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι, τοῦ δικαίου φροντίζειν, καὶ ἴσην ἐκφέρειν τοῦ δικαίου τὴν ψῆφον, καὶ τοῖς ἀδικουμένοις ἐπαμῦναι, καὶ τούτῳ τῷ τρόπῳ τὴν ἐπιφερομένην τιμωρίαν ἐπισχεῖν. ιγʹ. Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σὸρ τὴν πεδινὴν, φησὶ Κύριος· Ἀντὶ τοῦ, μεταξὺ ὀρῶν κειμένην ἐν κοίλῳ τόπῳ· οὕτω γὰρ καὶ ὁ Σύρος ἡρμήνευσε· λέγει δὲ τὴν Ἱε ρουσαλήμ· ταύτην γὰρ ἔχει τὴν θέσιν· Σὸρ δὲ συν οχὴ ἑρμηνεύεται, καὶ πάλιν πέτρα· συνέχεται δὲ ὑπὸ ὀρῶν ἥδε ἡ πόλις. "Τοὺς λέγοντας· Τίς πατάξει ἡμᾶς; ἢ τίς ἐλεύσεται εἰς τὸ κατοικητήριον ἡμῶν;" Τὴν θρασύτητα αὐτῶν, καὶ τὸ μάταιον θράσος διδάσκει. Εἶτα ἀπειλεῖ, πυρὶ καταφλέξειν αὐτῆς τὸν δρυ μόν. Δρυμὸν δὲ καλεῖ, καὶ τῶν οἰκημάτων, καὶ τῶν οἰκητόρων πλῆθος·
ΚΕΦΑΛΑΙΟΝ ΚΒ αʹ. Μετὰ ταῦτα κελεύει πάλιν τῷ προφήτῃ κατα λαβεῖν τὰ βασίλεια, καὶ εἰσηγήσασθαι αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν, ὥστε δικαίως δι κάζειν, καὶ ἀδέκαστον ἐκφέρειν τὴν ψῆφον, τῶν χη ρείαν ὀδυρομένων καὶ πατέρων ἐστερημένων προμη θεῖσθαι σπουδαίως, καὶ μιαιφονίας ἀπέχεσθαι, καὶ φεύγειν τὴν προτέραν ἀσέβειαν· καὶ ταῦτα ποιοῦσιν ὑπισχνεῖται εἰρήνην καὶ εὐπραξίαν καὶ τῇ βασιλείᾳ τὸ διαρκές. εʹ. Ἐὰν δὲ μὴ ποιήσητε σὺν τοῖς λόγοις τούτοις, κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἔρημον ἔσται ὁ οἶκος οὗτος. Τὸν ὅρκον εἰς βεβαίωσιν τῶν εἰρημένων προστέθεικε·
But the deserter who goes over to them will enjoy his life. For he pronounced this sentence against the city, that it be delivered to the fire of the enemies. And after threatening these things, he exhorts the king and the rulers to take thought for justice, and to render an equal verdict of justice, and to come to the aid of those who are wronged, and in this way to check the punishment being brought upon them. 13. Behold, I am against you, the one who dwells in the valley of Sor, the plain, says the Lord. Instead of: lying between mountains in a hollow place; for thus the Syrian also interpreted it; and he means Jerusalem; for it has this position; and Sor is interpreted as "enclosure," and again as "rock"; and this city is enclosed by mountains. "Those who say: Who will strike us? Or who will come into our dwelling place?" He teaches their audacity and their vain boldness. Then he threatens that he will burn up its thicket with fire. And he calls the multitude of the dwellings and of the inhabitants a thicket.
CHAPTER 22. 1. After these things he commands the prophet again to go down to the palace, and to suggest to the king himself and to the rulers that they judge righteously, and render an undefiled verdict, and earnestly take thought for widows who lament and for those deprived of fathers, and abstain from bloodshed, and flee their former impiety; and to those who do these things he promises peace and prosperity and permanence for the kingdom. 5. But if you do not do these things with these words, I have sworn by myself, says the Lord, that this house shall become a desert. He has added the oath for the confirmation of what has been said.
τὸ δὲ, "Κατ' ἐμαυτοῦ ὤμοσα," δείκνυσι τὸ τοῦ ὀμόσαντος ἀνυπέρβλητον· καὶ γὰρ ὁ θεῖος Ἀπόστολός φησιν· "Ἐπειδὴ κατ' οὐδενὸς ἄλλου μείζονος εἶχεν ὀμόσαι, εἶπε, Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος." Προστίθησι δὲ καὶ ταῦτα τῇ ἀπειλῇ· ϛʹ. Τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου τοῦ βασι λέως Ἰούδα· Γαλαὰδ, σύ μοι ἀρχὴ τοῦ Λιβάνου. Λίβανον τὴν Ἱερουσαλὴμ καλεῖ· Γαλαὰδ δὲ τὰ ἐν ταύτῃ βασίλεια. Ἔστι δὲ χωρίον ἐν τῷ Λιβάνῳ οὕτω ὀνομαζόμενον· ἔστι δὲ καὶ ἑτέρα Γαλαὰδ τῆς Ἰσραηλίτιδος γῆς· ἀλλ' ἡγοῦμαι νῦν τῇ ἐν τῇ Λιβάνῳ ἀπεικασθῆναι τὰ βασίλεια, διὰ τὴν ἐν αὐτοῖς τολμη θεῖσαν ἀσέβειαν· οὗ χάριν καὶ ἐρημίαν αὐτοῖς παντελῆ ἀπειλεῖ. ζʹ. Ἁγιάσω γὰρ, φησὶν, ἐπὶ σὲ ὀλοθρεύοντας. Τὸ "ἁγιάσω" ἀντὶ τοῦ "ἀφορίσω·" τοῦτο γὰρ καὶ διὰ Ἡσαΐου λέγει, "Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτοὺς," ἀντὶ τοῦ "ἀφωρισμένοι·" καὶ τὸν περὶ τούτου λόγον ἐν τῇ τοῦ θείου Ἡσαΐου ἑρμη νείᾳ διὰ πλειόνων τεθείκαμεν. "Ἄνδρα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσι τὰς ἐκλεκτὰς κέδρους σου, καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ."
But the phrase "I have sworn by myself" shows the oath-taker's incomparability; for the divine Apostle also says: "Since he had no one greater by whom to swear, he said, I have sworn by myself, says the Lord." And he adds these things to the threat as well: 6. Thus says the Lord against the house of the king of Judah: Gilead, you are to me the beginning of Lebanon. He calls Jerusalem Lebanon, and Gilead the palace within it. There is also a place in Lebanon so named; and there is another Gilead in the land of Israel; but I think that now the palace is likened to the one in Lebanon, because of the impiety that was dared in them; for which reason he threatens them with utter desolation. 7. For I will sanctify, he says, destroyers against you. "I will sanctify" is used in place of "I will set apart"; for he says this also through Isaiah: "They are sanctified, and I lead them," in place of "set apart"; and I have set down the account concerning this at greater length in the interpretation of the divine Isaiah. "A man and his axe, and they shall cut down your choice cedars, and cast them into the fire.
Ἐπεὶ τοῦ Λιβά νου ἐμνημόνευσεν, ἐπέμεινε τῇ τροπῇ· κέδρους δὲ καλεῖ τοὺς ἄρχοντας, τοὺς ἐπὶ ῥώμῃ μέγα φρονοῦντας. Εἶτα προλέγει τῆς πόλεως τὴν ἐρημίαν, καὶ ὅτι θαυμάσονται οἱ ὁρῶντες, καὶ πυνθανόμενοι τῶν κα κῶν τὴν αἰτίαν, μαθήσονται τῶν οἰκητόρων τὴν πονηρίαν, καὶ ὅτι δι' ἐκείνους ἡ πόλις ταύτην παρὰ τοῦ Θεοῦ τὴν ψῆφον ἐδέξατο. Παρακελεύεται δὲ μὴ θρηνεῖν τὸν τεθνηκότα, ἀλλὰ τὸν ζῶντα, ὡς μετ οικιζόμενον, καὶ πικρᾷ δουλείᾳ παραδιδόμενον. ιαʹ, ιβʹ. Τάδε λέγει Κύριος ἐπὶ Σεελὴμ, υἱὸν Ἰωσίου βασιλέως Ἰούδα, τὸν βασιλεύσαντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὑτοῦ. Ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου. Οὐκ ἀναστρέψει οὐκέτι· ἐν τῷ τόπῳ οὗ μετῴκισαν αὐτὸν, ἐκεῖ ἀποθανεῖ ται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. Σεελὴμ, οὐχ ὥς τινες ὑπέλαβον, τὸν Ἰωακεὶμ λέγει, ἀλλὰ τὸν Ἰωάχαζ. Οὗτος γὰρ ἐβασίλευσεν ἀντὶ Ἰω-σίου τοῦ πατρὸς αὑτοῦ· τοῦτον καὶ εἰς Αἴγυπτον δορυάλωτον ἐπήγαγεν ὁ Φαραὼ Νεχαώ· ὁ γὰρ Ἰωακεὶμ ἐν τῇ Ἱερουσαλὴμ κατεσφάγη· καὶ τοῦτο ἡμᾶς αὐτὸς οὗτος ὁ προφήτης διδάσκει, καὶ τῶν Βασιλειῶν ἡ τετάρτη, καὶ ἡ τῶν Παραλειπομένων δευτέρα. ιγʹ. Ὡς ὁ οἰκοδομῶν τὸν οἶκον αὑτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὑτοῦ οὐκ ἐν κρί ματι. Οὐ τὸ οἰκοδομεῖν αἰτιᾶται, ἀλλὰ τὸ ἀδίκως οἰκοδομεῖν· διδάσκει γὰρ τοῦτο καὶ τὰ ἑξῆς. "Παρ' αὐτῷ ὁ πλησίον αὐτοῦ ἐργάζεται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ." ιδʹ. Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον. Τὸ σύμμετρον οὐκ ἐπὶ τοῦ μικροῦ τέθεικεν, ἀλλ' ἐπὶ τοῦ τὴν ἀναλογίαν ἔχοντος μήκους τε καὶ εὔρους καὶ ὕψους·
Since he mentioned Lebanon, he continued with the figurative expression; and he calls the rulers "cedars," those who pride themselves on their strength. Then he foretells the desolation of the city, and that those who see it will marvel, and when they inquire into the cause of the calamities, they will learn of the wickedness of the inhabitants, and that because of them the city received this sentence from God. And he urges them not to lament the dead, but the living, as one being deported and handed over to bitter slavery. 11, 12. Thus says the Lord concerning Shallum, son of Josiah king of Judah, who reigned instead of Josiah his father. He went out from this place. He will not return any more; in the place where they deported him, there he will die, and he will see this land no more. Shallum—not, as some have supposed, Jehoiakim, but Jehoahaz. For this one reigned instead of Josiah his father; and Pharaoh Necho led him captive to Egypt; for Jehoiakim was slaughtered in Jerusalem; and the prophet himself teaches us this, as does the fourth book of Kingdoms, and the second of Chronicles. 13. As one who builds his house without righteousness, and his upper rooms without judgment. He does not blame the building, but the building unjustly; for he teaches this also in what follows: "With him his neighbor works for nothing, and he will not give him his wages." 14. You built yourself a house of proper measure. He has not used "proper measure" of something small, but of that which has the proportion of length and breadth and height.
ὅτι γὰρ μέγεθος τῇ οἰκίᾳ μαρ τυρεῖ, δηλοῖ τὰ ἐπαγόμενα· "Ὑπερῷα εὐρύχωρα, διεσταλμένα θυρίσι, καὶ ἐξυλωμένα ἐν κέδρῳ, καὶ κεχρισμένα ἐν μίλτῳ." ιεʹ. Μὴ βασιλεύσεις, ὅτι σὺ ἁμιλλᾶσαι πρὸς τὴν κέδρον; Κέδρον τὸν Ἰωσίαν ἐκάλεσεν, ἐσχηκότα τῆς βασιλείας τὸ διαρκές· ἐπιμέμφεται δὲ τῷ Σεελὴμ, ὃς καὶ Ἰωάχαζ ὀνομάζεται, ὅτι τὸ μὲν ὕψος ἐμιμεῖτο τῆς κέδρου, τὸ δὲ ἄσηπτον αὐτῆς οὐκ ἐζήλωσεν, ἀλλ' ἐπὶ τῇ βασιλείᾳ κατεφρόνησε· καὶ διδάσκων, ὡς ὁ Θεὸς οὐ τῇ οἰκοδομίᾳ ἐπιμέμφεται, ἀλλὰ τῇ ἀσεβείᾳ, ἐπήγαγεν· "Ὁ πατήρ σου μὴ οὐχὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐποίησε κρῖμα καὶ δικαιοσύνην, τότε ἀγαθὸν ἦν αὐτῷ;" ιϛʹ. Ἔκρινε κρίσιν ταπεινοῦ καὶ πένητος, καὶ καλῶς ἦν αὐτῷ τότε· μὴ οὐ τοῦτό ἐστι τὸ εἰ δέναι με; λέγει Κύριος. Τῷ εὐαγγελικῷ τοῦτο ἔοικε λόγῳ· "Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς." Τοῦτο γὰρ καὶ ἐνταῦθα ἔφη· ὅτι τὸ μισεῖν τὴν ἀδι κίαν, καὶ τοῖς ἀδικουμένοις ἐπαμύνειν, τεκμήριόν ἐστι τοῦ εἰδέναι με τὸν ταῦτα ποιοῦντα. ιζʹ. Σοῦ γὰρ ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοὶ ὀρθοὶ, οὐδὲ ἡ καρδία καλή. Εἶτα κατηγορεῖ τῆς πλεονεξίας αὐτοῦ, καὶ τῆς μιαιφονίας· πρὸς δέ γε τούτοις καὶ τῆς συκοφαντίας, δι' ἧς καὶ τοὺς φόνους εἰργάζετο. ιηʹ. Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ, υἱὸν Ἰωσίου βασιλέως Ἰούδα. Ἐνταῦθα κατὰ τάξινἡ προφητεία κεῖται· μετὰ γὰρ δὴ τὸν Ἰωάχαζ, Ἰωακεὶμ ἐβασίλευσεν, υἱὸς ὢν καὶ αὐτὸς Ἰωσίου τοῦ βασιλέως· προλέγει δὲ καὶ τούτου τὸν ὄλεθρον. "Οὐ μὴ κόψωνται αὐτὸν, Οἴμοι κύριε, καὶ, Οἴμοι ἀδελφέ·
For the greatness of the house is testified by what follows: "Spacious upper rooms, with windows set apart, and paneled with cedar, and painted with vermilion." 15. Will you reign because you rival the cedar? He called Josiah a cedar, since he possessed the enduring strength of kingship; but he reproaches Shallum, who is also named Jehoahaz, because he imitated the height of the cedar but did not emulate its incorruptibility, but rather despised his kingdom; and teaching that God does not reproach the building but the impiety, he added: "Did not your father eat and drink, and do judgment and justice, and then it was well with him?" 16. He judged the cause of the humble and the poor, and then it was well with him; is not this to know me? says the Lord. This resembles the Gospel saying: "Not everyone who says to me, Lord, Lord, will enter the kingdom of God, but the one who does the will of my Father who is in heaven." For he said this here too: that to hate injustice and to defend those who are wronged is proof of knowing me for the one who does these things. 17. For behold, your eyes are not upright, nor is your heart good. Then he accuses him of greed and of murder; and in addition to these, of slander, through which he also carried out murders. 18. Therefore thus says the Lord concerning Jehoiakim, son of Josiah, king of Judah. Here the prophecy is set down in order; for after Jehoahaz, Jehoiakim reigned, being himself also a son of Josiah the king; and he foretells his destruction as well. "They will not lament for him, 'Alas, lord,' and, 'Alas, brother,
οὐδὲ μὴ κλαύσωνται αὐτὸν, Ὦ ἀδελφέ· Οἴμοι ἀδελφέ." ιθʹ. Ταφὴν οὐ ταφήσεται, σηψησθεὶς ὡς κοπρία ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ. Καὶ ἐντεῦθεν δῆλον, ὡς Σεελὴμ οὐκ ἔστιν Ἰωακείμ· περὶ ἐκείνου γὰρ ἔφη, ὅτι "Ταύτην τὴν γῆν οὐκ ὄψεται, ἀλλ' ἐν τῇ μετοικίᾳ τεθνήξεται." Περὶ δὲ τούτου, ὅτι "Τοῖς τεθνεῶσιν οἰωνοῖς παρα πλησίως ἔξω τῆς πύλης ῥιφήσεται." Σαφέστερον δὲ ταῦτα αἱ ἱστορίαι διδάσκουσιν. Εἶτα τῇ πόλει παρ εγγυᾷ, καὶ εἰς τὸν Λίβανον, καὶ τὴν Βασὰν (ὄρη δὲ ταῦτα), ὡσαύτως δὲ καὶ εἰς τὸ πέραν τῆς θαλάσσης δραμεῖν, καὶ βοῆσαι, καὶ τὰς οἰκείας ἀποδύρεσθαι συμφορὰς, ὅτι οὐδεμιᾶς παρὰ τῶν εἰδώλων ἐπικου ρίας ἀπήλαυσεν· ἐραστὰς γὰρ αὐτὰ καλεῖ. καʹ. Ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας· Οὐκ ἀκούσομαι. Ἁμαρτανούσῃ γὰρ συνεβούλευον
ἀπαλλαγῆναι τῆς πλάνης, καὶ τὴν εἰσήγησιν οὐκ ἐδέχου. "Αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, ὅτι οὐκ ἤκουσας τῆς φωνῆς μου." Ἄνωθεν καὶ ἐξ ἀρχῆς τῇ ἀπειθείᾳ ἐχρήσω. κβʹ. Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος. Τούς τε πονηροὺς βασιλέας, καὶ τοὺς ψευδο προφήτας. "Οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ πορεύ σονται." Καὶ αὐτὰ γὰρ τὰ εἴδωλα, ἀργυρᾶ ὄντα, ὡς εἰκὸς, καὶ χρυσᾶ, ἔλαβον οἱ πολέμιοι. "Τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φι λούντων σε." Οὐ γὰρ τεύξῃ τῆς παρ' αὐτῶν ῥο πῆς. Εἶτα τῆς προτέρας αὐτοὺς εὐπραξίας ἀνα μιμνήσκει. κγʹ. Κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις. Ἀντὶ τοῦ, περιφανὴς οὖσα, καὶ περί βλεπτος, καὶ παρὰ πᾶσιν ἀοίδιμος.
Nor shall they lament him, "O brother! Alas, brother!" 19. He shall not be buried; having rotted, he shall be cast out like dung beyond the gate of Jerusalem. And from this it is clear that Shelem is not Jehoiakim; for concerning that one he said, "He shall not see this land, but shall die in the deportation." But concerning this one, that "like dead birds he shall be cast out beyond the gate." Histories teach these things more clearly. Then he gives assurance to the city, and [tells it] to run to Lebanon and Bashan (these are mountains), and likewise to the region beyond the sea, and to cry out, and to bewail its own calamities, because it enjoyed no assistance from the idols; for he calls them lovers. 21. I spoke to you in your transgression, and you said, "I will not hear." For I advised her when sinning to depart from error, and you did not accept the counsel. "This is your way from your youth, because you did not hear my voice." From the beginning and from the start you practiced disobedience. 22. Wind shall shepherd all your shepherds. Both the wicked kings and the false prophets. "Your lovers shall go into captivity." For the enemies took even the idols themselves, being silver, as is likely, and gold. "Then you shall be ashamed and dishonored by all who love you." For you shall not obtain help from them. Then he reminds them of their former prosperity. 23. Dweller in Lebanon, nesting in the cedars. Instead of: being conspicuous, and notable, and celebrated by all.
"Καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης." Ταῦτα συνάψας τῇ περὶ τοῦ Ἰωακεὶμ προφητείᾳ, προλέγει καὶ τῷ Ἰεχονίᾳ τὰ ὅμοια· αὐτὸς δὲ τοῦ Ἰωακεὶμ υἱὸς ἦν, τοῦ δὲ Ἰωσίου ἔγγονος· τρεῖς δὲ μόνους βασιλεύ σας μῆνας, αἰχμάλωτος ἀπήχθη μετὰ τῆς μητρὸς, καὶ ἐν Βαβυλῶνι τὸν βίον κατέλυσεν. κδʹ, κεʹ. Ζῶ ἐγὼ, λέγει Κύριος· ἐὰν γενόμενος γένηται Ἰεχονίας, υἱὸς Ἰωακεὶμ βασιλέως Ἰούδα,ἀποσφράγισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ὅτι ἐκεῖθεν ἐκσπάσω σε. Καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, καὶ εἰς χεῖρας ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, ἐν χειρὶ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ ἐν χειρὶ τῶν Χαλδαίων. Ἐπειδὴ τὴν τῶν προγόνων εὐσέβειαν οὐ μιμούμενοι ἐπὶ τῇ ἐκείνων ἐσεμνύνοντο συγγενείᾳ, τὸν Ἀβραὰμ εἰς μέσον φέροντες, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰσραὴλ, καὶ τὸν Δαβὶδ, καὶ τὸν Ἐζεκίαν, καὶ τὸν Ἰωσίαν, ἐπισήμους ἄνδρας ἐν ἀρετῇ, τού του χάριν ὁ τῶν ὅλων Θεὸς ἐκβάλλει τοῦ Ἰεχονίου τὸ θράσος, καί φησιν· Εἰ καὶ δακτύλιος γένοιτο, καὶ ἐπὶ τῆς δεξιᾶς μου τεθείη χειρὸς, ἐκεῖθεν αὐτὸν ἐκσπάσω, καὶ παραδώσω τοῖς πολεμίοις. Μὴ τοίνυν θαῤῥείτω τῇ τῶν προγόνων ἀρετῇ, τὴν ἐκείνων ἀρετὴν μὴ ζηλώσας. κϛʹ. Καὶ ἀποῤῥίψω σε, καὶ τὴν μητέρα σου, τὴν τεκοῦσάν σε, εἰς γῆν ἑτέραν, εἰς γῆν οὗ οὐκ ἐτέχθητε ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε. Προστέθεικε δὲ, ὡς οὐκ ἀναστρέψουσιν εἰς τὴν γῆν, ἧς ἐφίενται. Λέγει καὶ τὴν αἰτίαν τῆς τιμωρίας. "Τὸ στόμα τὸ ἐξουδενωμένον καὶ ἐκτετιναγμένον ὁ ἀνὴρ οὗτος." Κουφότητα δὲ αὐτοῦ καὶ εὐκολίαν περὶ τοὺς παρανόμους λόγους κατηγορεῖ. κηʹ.
You shall groan when pains come upon you like a woman in labor." Having joined these things to the prophecy concerning Jehoiakim, he foretells similar things also to Jeconiah. He was the son of Jehoiakim, and the grandson of Josiah; and having reigned only three months, he was led away captive with his mother, and ended his life in Babylon. 24, 25. As I live, says the Lord, even if Jeconiah, son of Jehoiakim king of Judah, become a seal upon my right hand, I will pluck you from there. And I will deliver you into the hands of those seeking your life, and into the hands of those whom you fear from before their face, into the hand of Nebuchadnezzar king of Babylon, and into the hand of the Chaldeans. Since, not imitating the piety of their forefathers, they prided themselves on their kinship with them, bringing forward Abraham, and Isaac, and Israel, and David, and Hezekiah, and Josiah, men distinguished in virtue, for this reason the God of all casts out the boldness of Jeconiah, and says: Even if he should become a ring, and be placed on my right hand, I will pluck him from there, and deliver him to the enemies. Let him not, therefore, take courage in the virtue of his forefathers, since he did not emulate their virtue. 26. And I will cast you out, and your mother who bore you, into another land, into a land where you were not born, and there you shall die. And he has added that they shall not return to the land which they desire. He also states the cause of the punishment. "This man is a despised and rejected vessel." He accuses him of levity and readiness regarding unlawful words. 28.
Καὶ ἠτιμώθη Ἰεχονίας, ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία. Διότι ἐξεῤῥίφη αὐτός τε καὶ τὸ σπέρμα αὐτοῦ, καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει. Εἶτα ὡς τῶν λόγου μετειληφότων οὐκ ἀκουόντων, πρὸς τὴν γῆν τὴν ἄψυχον ποιεῖται τοὺς λόγους. κθʹ, λʹ. Γῆ, γῆ, γῆ, ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος· Γράψον σὺ τὸν ἄνδρα τοῦτον, ἄν δρα ἐκκήρυκτον, ἄνθρωπον ἀνευόδωτον ἐν ταῖς ἡμέραις αὑτοῦ· ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβὶδ, ἄρχων ἐπὶ Ἰούδαν. Ἔδειξε τῆς Ἰουδαίων βασιλείας τὸ τέλος· καὶ ἀψευδὴς ὁ λόγος· μηδεὶς γὰρ τὸν Ζοροβάβελ εἰς μέσον φερέτω· οὐδὲ γὰρ οὗτος ἐβασίλευσε τοῦ λαοῦ· ἀλλὰ δημαγωγὸς ἦν καὶ στρατηγός· καὶ ὁ Κύριος δὲ τὸ κατὰ σάρκα γένος ἐκ τούτου κατάγων, οὐ τοῖς Δαβιτικοῖς ἐπεκάθισε θώκοις· ἀλλ' "ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι." Ἔχει τοίνυν τὸ ἀψευδὲς ἡ πρόῤῥησις. ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
And Jeconiah was dishonored, as a vessel for which there is no need. For he was cast out, both he and his seed, and was cast out into a land which he did not know. Then, since those who had received the words were not listening, he directs his words to the lifeless earth. 29, 30. Earth, earth, earth, hear the word of the Lord: thus says the Lord: Write this man down as a man cast out, a man who shall not prosper in his days; for no man of his seed shall succeed in sitting on the throne of David, ruling over Judah. He showed the end of the kingdom of the Jews; and the word is true; for let no one bring Zerubbabel into the middle; for neither did he reign over the people, but was a leader of the people and a general; and the Lord, deriving according to the flesh his lineage from him, did not sit on the Davidic thrones, but "above all rule, and authority, and dominion, and every name that is named, not only in this age, but also in the one to come." The prophecy, then, possesses truthfulness. Chapter 23.