διδάσκει δὲ, ὅπως καὶ τὸν πρῶτον ἱερέα, καὶ τὸν δεύτερον, καὶ τοὺς μετὰ τούτων ἀπαχθέντας ἀνεῖλε τῶν Βαβυλωνίων ὁ βασιλεύς· λέγει τε καὶ τῶν ἀπαχθέντων αἰχμαλώτων τὸν ἀριθμόν· πρὸς δὲ τούτοις ἐξηγεῖται, ὅπως μετὰ τὰ ἑπτὰ καὶ τριάκοντα ἔτη τῆς Ἰεχονίου αἰχμαλωσίας· αὐτὸν γὰρ Ἰωακεὶμ ὀνομάζει· Ἀϊλὰδ Μαροδὰκ βασιλεὺς τοῦτον αὐτὸν τὸν Ἰεχονίαν τῆς εἱρκτῆς ἠλευθέ ρωσε, καὶ μεταδοὺς εὐμενείας, ἠξίωσε θρόνων βασι λικῶν, καὶ πρὸ τῶν ἄλλων αὐτὸν βασιλέα καθῆσθαι προσέταξε, καὶ ὁμοδίαιτον εἶχεν, ἀφθόνως αὐτῷ χορηγῶν τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν. Καὶ τοῦτο δὲ
τὴν τοῦ Δεσπότου φιλανθρωπίαν κηρύττει. Κολά ζων γὰρ ἐλεεῖ, καὶ παιδείαν ἐπάγων ψυχαγωγεῖ, καὶ τοῦ δικαίου τὴν ψῆφον τῇ φιλανθρωπίᾳ κιρνᾷ. Ἡμεῖς τοίνυν τῆς κρίσεως τὸ δίκαιον δείσωμεν, καὶ τῇ φιλ ανθρωπίᾳ θαῤῥοῦντες, μὴ ἀπαγορεύσωμεν τὴν σω τηρίαν· ἀλλὰ τὸν θεῖον προσμείνωμεν ἔλεον, καὶ τὴν εὐθεῖαν πορείαν ὁδεύωμεν, ἵνα τὸ μακάριον κατα λάβωμεν τέλος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡμῶν ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεῖ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
He teaches also how the king of the Babylonians put to death both the first high priest and the second, and those who were led away with them; and he states also the number of the captives who were led away. In addition to these things, he explains how, after the thirty-seven years of the captivity of Jeconiah—for he names him Jehoiakim—Evil-merodach the king freed this same Jeconiah from prison, and having shown him kindness, deemed him worthy of a royal throne, and commanded that he sit as king before the others, and kept him as a table companion, generously supplying him with the enjoyment of necessities. And this too
proclaims the loving-kindness of the Master. For in punishing he shows mercy, and in bringing discipline he refreshes the soul, and he mingles the verdict of justice with loving-kindness. Let us, then, fear the justice of the judgment, and trusting in his loving-kindness, let us not despair of salvation; but let us await the divine mercy, and let us walk the straight path, so that we may attain the blessed end, in Christ Jesus our Lord, with whom be glory to our Father, together with the all-holy Spirit, now and always, and unto the ages of ages. Amen.
ΤΟΜΟΣ ΙΑʹ. ΒΑΡΟΥΧ.
ΚΕΦΑΛΑΙΟΝ. Αʹ.
Ὁ θαυμάσιος Βαροὺχ συναπῆρε μὲν εἰς Αἴγυπτον τοῖς πεφευγόσιν Ἰουδαίοις· τοῦτο γὰρ ἐν τοῖς πρό σθεν ἐδιδάχθημεν· μετὰ πέντε μέντοι ἔτη τοῦ ἁλῶναι τὴν πόλιν, τὴν Βαβυλῶνα κατέλαβε. Πᾶσαν γὰρ εἰσ έφερον σπουδὴν τῆς εὐσεβείας οἱ τρόφιμοι, ὥστε τοὺς ἀσθενεῖς ἐπερείδειν, καὶ πρὸς τὴν ἀλήθειαν ποδηγεῖν. Ἀφικόμενος τοίνυν εἰς τὴν Βαβυλῶνα, τοῦ θείου Ἱερεμίου τὴν προφητείαν ὑπανέγνω πᾶσι τοῖς αἰχμαλώτοις, καὶ μέντοι καὶ τῷ Ἰεχονίᾳ, ὃς ὀλίγον βασιλεύσας χρόνον ἐγένετο δορυάλωτος· καὶ οὐ διήμαρτε τοῦ σκοποῦ. Εἰς αἴσθησιν γὰρ αὐτοὺς ἤνεγκε τῶν προτέρων ἁμαρτημάτων, ὡς καὶ γνῶναι τῆς συμφορᾶς τὴν αἰτίαν, καὶ δάκρυα προχέαι πολλὰ, καὶ χρήματα εἰσενεγκεῖν ἕκαστον, καὶ ταῦτα ἀπο στεῖλαι τοῖς ὑπολειφθεῖσιν ἱερεῦσιν εἰς Ἱερουσαλὴμ, ὥστε ἱερεῖα πρίασθαι, καὶ ταῦτα θῦσαι, καὶ τὸν Δεσπότην Θεὸν ἱλεώσασθαι. Τὸ γὰρ μάννα θυσίαν οἱ Ἑβραῖοι καλοῦσι. Αἰτοῦσι δὲ ζωὴν, καὶ τῷ Ναβουχοδονόσορ, καὶ τῷ Βαλτάσαρ τῷ υἱῷ αὐτοῦ. Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος ὑπὲρ τῶν ἔτι πολεμούντων τῇ εὐσεβείᾳ βασιλέων, καὶ τῶν ἐν ὑπεροχῇ καὶ ἐξουσίᾳ ὄντων, ἐνομοθέτησεν εὔχεσθαι. Τοσαύτη συμφωνία τῶν παλαιῶν πρὸς τὰ νέα. Αἰτοῦσι δὲ καὶ αὐτοὶ δου λεύειν ἠναγκασμένοι φωτισθῆναι τοὺς ὀφθαλμοὺς, ἵνα μή τινα ὑπομένωσι πλάνην. Ἀναμιμνήσκουσι δὲ καὶ τῶν οἰκείων ἁμαρτημάτων, καὶ τῆς ψήφου τῆς θείας ὁμολογοῦσι τὸ δίκαιον. Παρακαλοῦσι δὲ καὶ αὐτὴν αὐτῶν ἀναγνωσθῆναι τῷ Θεῷ τὴν ἐπιστολὴν ἐν ταῖς λαμπραῖς ἑορταῖς. ιεʹ. ιϛʹ.
VOLUME 11. BARUCH.
CHAPTER 1.
The admirable Baruch went up together with the Jews who had fled into Egypt; for this we were taught in the preceding. After five years, however, from the capture of the city, he reached Babylon. For the nurslings brought every zeal for piety, so as to support the weak and guide them to the truth. Having arrived, therefore, in Babylon, he read aloud the prophecy of the divine Jeremiah to all the captives, and indeed also to Jeconiah, who, having reigned a short time, became a captive of war; and he did not miss his aim. For he brought them to a perception of their former sins, so that they both recognized the cause of their misfortune, and poured out many tears, and each contributed money, and sent these things to the priests left behind in Jerusalem, so as to buy sacrifices, and to sacrifice them, and to propitiate the Master God. For the Hebrews call manna a sacrifice. And they ask for life, both for Nebuchadnezzar and for Belshazzar his son. Thus also the divine Apostle legislated that prayer be made for kings who still war against piety, and for those who are in preeminence and authority. So great is the agreement of the old with the new. And they themselves, compelled to serve, ask that their eyes be enlightened, so that they may not endure any error. And they call to mind also their own sins, and they confess the justice of the divine verdict. And they entreat that this letter of theirs be read before God in the splendid festivals. 15. 16.
Καὶ ἐρεῖτε, φησὶ, Τῷ κυρίῳ Θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ ἡ αἰσχύνη τοῦ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη ἀνθρώπῳ Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, καὶ τοῖς ἄρ χουσιν ἡμῶν, καὶ τοῖς ἱερεῦσιν ἡμῶν, ἐναντίον Κυρίου. Δικαιοτάτη, φησὶν, ἡ καθ' ἡμῶν ἐξενεχθεῖσα τοῦ Θεοῦ ψῆφος· ἡμεῖς δὲ αἰσχύνης ἄξιοι, κοινῇ πάντες παρανομήσαντες. Μετὰ γὰρ τῶν βασιλέων, καὶ οἱ ἱερεῖς τὴν ἐναντίαν ἐτρέποντο. ιζʹ, ιηʹ. Ὅτι ἠπιστήσαμεν αὐτῷ. Καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου Θεοῦ ἡμῶν, πορεύεσθαι τοῖς προστάγμασι Κυρίου, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν. Ἀναμιμνήσκονται δὲ καὶ τῶν παλαιῶν. ιθʹ. Ἐξ οὗ γὰρ τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν οἱ πατέρες ἡμῶν, μέχρι τοῦ παρ όντος, παραβαίνοντες τὸν θεῖον διετελέσαμεν νόμον· καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ. Τὸ δὲ "ἐσχεδιάζομεν," ἀντὶ τοῦ, "καὶ ἐπενοοῦμεν ἁμαρτημάτων εἴδη·" τοὺς τοιούτους καὶ ὁ μακάριος Παῦλος ἐφευρετὰς καλεῖ κακῶν· ἐδρεψάμεθα δὲ, φησὶ, τοὺς τῶν ἁμαρτημά των καρπούς. κʹ. Ἐκολλήθη γὰρ εἰς ἡμᾶς τὰ κακὰ, καὶ ἡ ἀρὰ, ἣν συνέταξε Κύριος τῷ Μωσεῖ τῷ παιδὶ αὑτοῦ. Περιέχει καὶ τὰς ἀρὰς, καὶ τὰς εὐλογίας ὁ νόμος· τοῖς μὲν φυλάσσουσι τὰς εὐλογίας, τοῖς δὲ παραβαίνουσι τὰς ἀράς.
And you shall say, he says, To the Lord our God belongs righteousness, but to us the shame of our face, as this day, to the man of Judah, and to those who dwell in Jerusalem, and to our rulers, and to our priests, before the Lord. Most just, he says, is the verdict of God brought against us; but we are worthy of shame, all having transgressed in common. For along with the kings, the priests also turned to the opposite course. 17, 18. Because we disbelieved him. And we did not hear the voice of the Lord our God, to walk in the commandments of the Lord, which he gave before our face. But they also call to mind the ancient things. 19. For from the time when our fathers were freed from the slavery of the Egyptians, until the present, we have continued transgressing the divine law; and we devised plans so as not to hear his voice. And "we devised plans" is instead of "and we invented kinds of sins"; such men the blessed Paul also calls inventors of evils; and we have plucked, he says, the fruits of our sins. 20. For the evils clung to us, and the curse, which the Lord appointed for Moses his servant. The law contains both the curses and the blessings: blessings for those who keep it, but curses for those who transgress.
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Λέγουσι δὲ, ὅπως καὶ τῶν προφητῶν κατεφρό νουν ὑπὸ τοῦ Θεοῦ πρὸς αὐτοὺς πεμπομένων, καὶ ὅτι τὰ προῤῥηθέντα ὑπ' ἐκείνων τετύχηκε πέ ρατος. βʹ. Καὶ ἤγαγε, φησὶν, ἐφ' ἡμᾶς κακὰ μεγάλα, ἃ οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, καθὰ ἐποίησεν ἐν Ἱερουσαλήμ. Καὶ διδάσκοντες, ὡς καὶ ταῦτα προεῤῥέθη, ἐπήγαγον· "Κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσοῦ." γʹ. Τοῦ φαγεῖν ἄνθρωπον υἱοῦ αὐτοῦ σάρ κας, καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὑτοῦ. Ἡ γὰρ πολιορκία κατεσκεύασε τὸν λιμόν· ὁ δὲ ἀνθρωπείων σωμάτων μεταλαβεῖν κατηνάγκασεν. Ἐγενόμεθα, φησὶν, ἐπίχαρτοι καὶ τοῖς γειτονεύουσιν ἔθνεσι. εʹ. Καὶ ἐγενήθημεν ὑποκάτω καὶ οὐκ ἐπάνω, τουτέστι δοῦλοι καὶ οὐ δεσπόται. Εἶτα τὴν αἰτίαν ἐπιφέρουσιν, "Ὅτι ἡμαρτήκαμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, πρὸς τὸ μὴ ὑπακούειν τῆς φωνῆς αὐτοῦ." Πάλιν τῇ θείᾳ ψήφῳ τὸ δίκαιον ἀπονείμαντες, σφίσιν αὐτοῖς ἀπονέμουσι τὴν αἰσχύνην. Πολλάκις γὰρ ἀπειλήσαντι τῷ Θεῷ, καὶ ταῦτα διὰ τῶν προ φητῶν προθεσπίσαντι, οὐχ ἥξαμεν πρὸς τὸν Αἰώνιον ἐν ταῖς ἡμέραις ἡμῶν, ἀλλ' ἀντιτείνοντες διετελέσαμεν. θʹ. Καὶ ἐγρηγόρησε Κύριος ἐπὶ τοῖς κακοῖς οἷς ἐπήγαγεν ἐφ' ἡμᾶς. "Ἐγρήγορσιν Θεοῦ" τὴν τιμωρίαν καλεῖ. Τὴν γὰρ μακροθυμίαν αὐτοῦ ὕπνον ἔθος τῇ θείᾳ Γραφῇ καλεῖν. Πάλιν μέντοι μνημονεύ σαντες τῆς τιμωρίας, δίκαιον ὀνομάζουσι τὸν Δεσπό την. Παραβάντας γὰρ, καὶ ἰαθῆναι μὴ βουληθέντας, ἐκόλασεν. Εἶτα ποτνιώμενοι ἀντιβολοῦσι, καὶ ἀναμιμνήσκουσι τῆς παλαιᾶς ἐλευθερίας, ἧς ἔτυχον οἱ πατέρες αὐτῶν, τῆς πικρᾶς τῶν Αἰγυπτίων ἀπαλλα γέντες δουλείας. Ἀναμιμνήσκουσι δὲ καὶ τῶν γεγε νημένων θαυμάτων.
CHAPTER 2
They say this to show how they also despised the prophets when they were sent to them by God, and that the things foretold by them reached their fulfillment. 2. And he brought, he says, great evils upon us, such as were not done under the whole heaven, as he did in Jerusalem. And teaching that these things too were foretold, they added: "According to what is written in the law of Moses." 3. To eat a man the flesh of his son, and a man the flesh of his daughter. For the siege produced the famine, and it compelled them to partake of human bodies. We became, he says, a laughingstock also to the neighboring nations. 5. And we became beneath and not above, that is, slaves and not masters. Then they add the cause: "Because we sinned against the Lord our God, so as not to obey his voice." Again, having assigned righteousness to the divine vote, they assign shame to themselves. For often, though God threatened, and foretold these things through the prophets, we did not come to the Eternal in our days, but continued resisting. 9. And the Lord watched over the evils which he brought upon us. He calls the punishment a "watching" of God. For the divine Scripture is accustomed to call his long-suffering a sleep. Yet again, remembering the punishment, they call the Master righteous. For those who transgressed and were unwilling to be healed, he chastised. Then, lamenting, they entreat and remind him of the ancient freedom which their fathers obtained, when they were released from the bitter slavery of the Egyptians. And they remind him also of the wonders that had come to pass.
Προφέρουσι δὲ καὶ τὰς οἰκείας πλημμελείας, καὶ βοῶσιν· ιβʹ. Ἡμάρτομεν, ἠσεβήσαμεν, ἠδικήσαμεν, Κύριε ὁ Θεὸς ἡμῶν, ἐν πᾶσι τοῖς δικαιώμασί σου. Πᾶσάν σου, φησὶ, παρέβημεν ἐντολὴν, πάντα πεπατήκαμεν νόμον. ιγʹ. Ἀποστραφήτω ὁ θυμός σου ἀφ' ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, ἐν τοῖς ἔθνεσιν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ. Ὁμολογοῦμεν τῆς τιμωρίας τὸ δίκαιον. Στῆναι δὲ ταύτην ἀντιβο λοῦμεν· εἰς ὀλίγους γὰρ περιέστημεν οἱ πάλαι τῇ ψάμμῳ παραβαλλόμενοι. ιδʹ. Εἰσάκουσον, Κύριε, τῆς προσευχῆς ἡμῶν, καὶ τῆς δεήσεως ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἕνεκέν σου. Οὐχ ἡμεῖς ἄξιοι, ἀλλὰ σὺ φιλάνθρωπος· χρηματίζομεν δὲ καὶ σὸς λαός· διά τοι τοῦτο φειδοῦς ἀπολαύσομεν. "Καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς." Ἵνα μὴ μισήσωσιν, ἀλλ' ἐάσωσιν. ιεʹ. Ἵνα γνῷ πᾶσα ἡ γῆ, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ἰσραὴλ καὶ τὸ γένος αὐτοῦ. Ἡ μεταβολὴ τῶν ἡμετέρων κακῶν πρόφασις εὐσεβείας τοῖς ἄλλοις γενήσεται. Μαθήσονται γάρ σου τοῦ ἡμετέρου Θεοῦ τὴν ἰσχύν. ιϛʹ. Κύριε, κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ ἐννόησον εἰς ἡμᾶς. "Οἶκον ἅγιον" τὸν ἐν Ἱεροσολύμοις καλεῖ· ἐν ἐκείνῳ γὰρ τὴν οἰκείαν ἐπι φάνειαν ἐποιεῖτο. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἄκουσον ιζʹ. Ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε. Εἰώθασιν οἱ χαλεπαίνοντες μύειν τοὺς ὀφθαλμοὺς, ὅταν οἱ ἠδικηκότες ὀφθῶσι, καὶ τὰς κόρας ἀπο στρέφειν τῶν ἡμαρτηκότων παρακαλούντων· ἀνθρω πίνως τοίνυν ταῦτα τεθείκασιν. Οὐ γὰρ σύνθετον τὸ θεῖον, ἀλλ' ἁπλοῦν καὶ ἀπερίγραφον.
They also bring forward their own transgressions and cry out: 12. We have sinned, we have acted impiously, we have done wrong, O Lord our God, in all your ordinances. We have transgressed, he says, every commandment of yours, we have trampled on every law. 13. Let your wrath be turned away from us, because we have been left few out of many, among the nations where you scattered us. We acknowledge that the punishment is just. But we entreat that it be stopped; for we who were once compared to the sand have been reduced to a few. 14. Hear, O Lord, our prayer and our supplication, and deliver us for your own sake. It is not we who are worthy, but you who are loving toward humanity; and we are called your people; for this reason therefore we shall enjoy sparing. "And give us favor in the sight of those who deported us." So that they may not hate us, but may let us go. 15. So that all the earth may know that you are the Lord our God, and that your name has been invoked upon Israel and his race. The change of our evils will become a cause of piety for others. For they will learn the strength of you, our God. 16. O Lord, look down from your holy house, and consider us. He calls the house in Jerusalem "holy house"; for in that place he made his own manifestation. Incline, O Lord, your ear, and hear 17. Open your eyes, and see. Those who are angry are accustomed to close their eyes when those who have done wrong are seen, and to turn away their pupils when those who have sinned entreat them; therefore they have set these things down in a human way. For the divine is not composite, but simple and uncircumscribed.
Τούτοις προστιθέασιν "Ὅτι οὐχ οἱ τεθνεῶτες ὑμνεῖν σε πεφύκασιν." Ἀλλ' ἴδιον τοῦτο τῶν ζώντων. ιηʹ Ψυχὴ γὰρ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος βαδίζει· πνεῦμα κύπτον καὶ ἀσθενοῦν, καὶ ὀφθαλ μοὶ οἱ ἐκλείποντες, καὶ ἡ ψυχὴ ἡ πεινῶσα, δώ σουσί σοι δόξαν καὶ δικαιοσύνην, Κύριε. Οἱ μεγί σταις περιπεσόντες συμφοραῖς, καὶ ἐν ἀπογνώσει τῶν κρειττόνων γενόμενοι· εἶτά τινος μεταβολῆς ἀπολαύσαντες, τὴν σὴν γνησίως ἀνυμνοῦσι φιλαν θρωπίαν. Εἶτα λέγουσιν· ιθʹ. Ὅτι οὔτε ταῖς τῶν πατέρων, οὔτε ταῖς ἡμετέραις δικαιοσύναις θαῤῥοῦντες, οἴκτου τινὸς ἀντιβολοῦμεν τυχεῖν. Ἄξιοι γὰρ ἡμεῖς τῶν διὰ τῶν προφητῶν ἀπειληθέντων
κακῶν· οὗτοι γὰρ ἡμῖν παρῄνουν τὴν ὑπὸ τῆς δικαίας σου κρίσεως δέξα σθαι παιδείαν, καὶ δουλεῦσαι τῷ βασιλεῖ Βαβυλῶνος· καὶ διετελέσαμεν ἀντιλέγοντες. Καὶ πεπλήρωκας Δέσποτα, ὅσα δι' ἐκείνων προείρηκας. Καὶ οὐ μόνον ἡμεῖς οἱ ζῶντες παρεδόθημεν δουλείᾳ· ἀλλὰ καὶ τῶν πατέρων ἡμῶν οἱ τάφοι, καὶ μέντοι καὶ τῶν βασι λέων, ἀνεσπάσθησαν ἐκ βάθρων, ὡς τὰ ἐκείνων ὀστᾶ ὕπαιθρα ἐῤῥῖφθαι, καὶ ταῖς ἐναντίαις τοῦ ἀέρος μεταβολαῖς διαφθείρεσθαι. κεʹ. Καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ, καὶ ἐν ῥομφαίᾳ, καὶ ἐν ἀποστολῇ. Οὐ μόνον δὲ ἡμᾶς λιμῷ, καὶ σφαγῇ, καὶ δουλείᾳ παρέδωκας· ἀποστολὴν γὰρ τὴν αἰχμαλωσίαν καλεῖ· ἀλλὰ καὶ τὸν ἅγιόν σου νεὼν, τὸν διὰ τὸ σὸν ὄνομα γεγενημέ νον περιφανῆ καὶ περίβλεπτον, ἀπέφηνας ἔρημον. Καὶ ταῦτα μέντοι οὐ πρὸς ἀξίαν τῆς ἡμετέρας ἀσε βείας ἐπήγαγες, ἀλλ' ἐκέρασας φιλανθρωπίᾳ τὸ δίκαιον. κζʹ.
To these they add: "For the dead are not by nature inclined to hymn you." But this is proper to the living. 18. For the soul that is grieved walks toward greatness; a spirit bowed down and weak, and eyes that fail, and the soul that hungers—these will give you glory and righteousness, O Lord. Those who have fallen into the greatest calamities, and have come to despair of better things, and then have enjoyed some change, genuinely hymn your love for humanity. Then they say: 19. For trusting neither in the righteousness of our fathers nor in our own, we entreat to obtain some pity. For we are worthy of the evils threatened through the prophets; for they advised us to accept the discipline of your righteous judgment, and to serve the king of Babylon; and we continued to contradict. And you have fulfilled, O Master, all that you foretold through them. And not only were we, the living, handed over to slavery, but also the tombs of our fathers, and indeed also of the kings, were torn up from their foundations, so that their bones were cast out under the open sky, and corrupted by the opposing changes of the air. 25. And they died in evil pains, in famine, and by the sword, and in deportation. And not only did you hand us over to famine, and slaughter, and slavery—for he calls captivity a deportation—but you also made your holy temple, which had become renowned and conspicuous for your name, desolate. And yet you brought these things upon us not according to the worth of our impiety, but you tempered justice with love for humanity. 27.
Ἐποίησας γὰρ, φησὶν, εἰς ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, πᾶσαν ἐπιείκειάν σου, καὶ πάντα οἰκτιρμόν σου τὸν μέγαν. Ἀναμιμνήσκουσι δὲ καὶ τῶν ἐν τῷ νόμῳ γεγραμμένων ἀπειλῶν· διαφερόν τως γὰρ ἐν τῇ ᾠδῇ τὰ συμβησόμενα αὐτοῖς προεῖπε κακά· "Ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτούς." Καὶ διδάσκων, ὡς τοὺς πολεμίους θῆρας καλεῖ, ἐπ ήγαγεν· "Ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα, καὶ ἐκ τῶν ταμείων φόβος." Καὶ πάλιν, "Δια σπερῶ αὐτούς·" τούτων ἀναμιμνήσκουσι τῶν ἀπει λῶν· ἀναμιμνήσκουσι δὲ καὶ τῶν ἀγαθῶν ὑποσχέ σεως. Εἶπας γὰρ, φησὶ, μεταμελομένοις ὀρέξειν τὸν ἔλεον, καὶ τῆς αἰχμαλωσίας ἐλευθερώσειν, καὶ τὴν προτέραν ἀποδώσειν ἐλευθερίαν.
ΚΕΦΑΛΑΙΟΝ. Γʹ.
αʹ. Κύριε παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραήλ· ψυχὴ ἐν στενοῖς, καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρὸς σέ. Τὴν ὑπερβολὴν, φησὶ, βλέπω τῶν συμ φορῶν, καὶ τῆς ἀθυμίας τὸ μέγεθος. "Ἄκουσον, Κύριε, καὶ ἐλέησον, ὅτι Θεὸς ἐλεήμων εἶ· καὶ ἐλέησον, ὅτι ἡμάρτομεν ἐναντίον σου." Πέλαγος ἔχεις φιλανθρωπίας, ἄβυσσον ἔχεις ἐλέου, ὄρεξον τοῦτον τοῖς δεομένοις· τοῖς γὰρ ἡμαρτηκόσι καὶ μεταμελουμένοις ἁρμόττει ὁ ἔλεος. γʹ. Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. Σὺ, φησὶν, αἰώνιος, ἡμεῖς δὲ πρόσκαιροι· σὺ ἀΐδιος καὶ ἀνώλεθρος· ἡμῶν δὲ ὁ βίος μικρῷ μέτρῳ μετρεῖται. Τὸ καθήμενος εἰς τὸν αἰῶνα, εἰς τοῦτο τέθεικεν. δʹ. Κύριε παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραήλ· ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ἰσραήλ. Ἔδειξεν ὁ λόγος σαφῶς τῆς ψυχῆς τὸ ἀθάνατον.
For you have shown, he says, toward us, O Lord our God, all your forbearance and all your great compassion. And they recall also the threats written in the law; for in the song he foretold distinctly the evils that would befall them: "I will send the teeth of beasts against them." And teaching that he calls the enemies beasts, he added: "Outside the sword shall bereave them, and from their storehouses fear." And again, "I will scatter them." These threats they recall; and they recall also the promise of good things. For you said, he says, that you would extend mercy to those who repent, and free them from captivity, and restore their former freedom.
CHAPTER 3.
1. O Lord Almighty, the God of Israel: a soul in distress, and a spirit fainting, has cried out to you. I see, he says, the excess of the calamities, and the greatness of the despondency. "Hear, O Lord, and have mercy, for you are a merciful God; and have mercy, for we have sinned before you." You have a sea of loving-kindness, you have an abyss of mercy; extend it to those who need it; for mercy is fitting for those who have sinned and repented. 3. For you sit for ever, and we perish for ever. You, he says, are eternal, but we are transient; you are everlasting and imperishable; but our life is measured by a small measure. The phrase "sitting for ever" he has set down to this effect. 4. O Lord Almighty, the God of Israel: hear now the prayer of the dead of Israel. The word has shown clearly the immortality of the soul.
"Καὶ τῶν υἱῶν, τῶν ἡμαρτηκότων ἐναντίον σου." Σὺ, φησὶν, εἶπας, "Τῶν φαγόντων τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες." Εἰς τὰ μειράκια τοίνυν ἀπόβλεψαι τὰ ἁμαρτίας ἐλεύθερα, καὶ μὴ μνησθῇς τῶν πατρῴων ἁμαρτημάτων. "Ἀλλὰ μνή σθητι τῆς χειρός σου, καὶ τοῦ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ." Τῇ συνήθει, φησὶ, χρῆσαι θαυματουργίᾳ, καὶ ὡς ἐξήγαγες ἐξ Αἰγύπτου, οὕτως ἐλευθέρωσον ἐκ Βαβυλῶνος. ϛʹ. Ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ἡμῶν. Ὅτι σὺ εἶ ὁ αὐτὸς, καὶ οὐκ ἠλλοίωσαι· τὴν αὐτὴν ἔχεις δύναμιν, τὴν αὐτὴν φιλανθρωπίαν. Αἰνέσομέν σε, Κύριε, (ζʹ.) ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν, τοῦ ἐπικληθῆναι τὸ ὄνομά σου. Ἔδειξε τῆς τιμωρίας τὴν ὄνησιν· παιδευθέντες γὰρ, φησὶν, ἐπεστράφημεν, "Καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν· ὅτι ἀπεστρέψαμεν ἐπὶ καρδίαν ἡμῶν πᾶσαν ἀδικίαν πατέ ρων ἡμῶν, τῶν ἡμαρτηκότων ἐναντίον σου." Οὐχ ἑπόμεθα, φησὶ, τοῖς πατράσιν, οὐδὲ τὴν ἐκείνων παιδείαν ὁδεύομεν, ἀλλὰ τοῖς σοῖς ἀκολουθοῦμεν νόμοις. Βλέπε τοίνυν ἡμῶν τὰ ὀνείδη, καὶ τὴν χαλε πὴν δουλείαν, ἣν ὑπομένομεν διά τε τὴν ἡμετέραν ἀσέβειαν, καὶ τὴν πατρῴαν παρανομίαν. Ταύτην ὁ θαυμάσιος Βαροὺχ τὴν προσευχὴν τοῦ λαοῦ ἐν τεθεικὼς τῷ συγγράμματι, τίθησι καὶ τὴν θείαν ἀπόκρισιν. θʹ–ιαʹ. Ἄκουε, Ἰσραὴλ,
And of the sons, who sinned before you." You, he says, spoke: "Of those who ate the sour grape, the teeth shall ache." Look, therefore, upon the youths who are free from sin, and do not remember the sins of the fathers. "But remember your hand, and your name, in this time." Use, he says, your accustomed wonderworking, and as you led them out of Egypt, so set them free from Babylon. 6. For you are the Lord our God. For you are the same, and have not changed; you have the same power, the same love for mankind. We will praise you, O Lord, (7.) for this reason you gave your fear upon our heart, that your name might be called upon. He showed the benefit of punishment; for having been disciplined, he says, we turned back, "And we will praise you in our exile; for we have turned back upon our heart all the injustice of our fathers, who sinned before you." We do not follow, he says, our fathers, nor do we walk in their discipline, but we follow your laws. Consider, therefore, our reproaches, and the harsh slavery which we endure both because of our own impiety and the transgression of our fathers. This prayer of the people the wonderful Baruch, having placed in his writing, also sets down the divine response. 9–11. Hear, Israel,
ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν. Τί ἐστιν, Ἰσραὴλ, τί ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; Ἐπαλαιώθης, ἐν γῇ ἀλλοτρίᾳ· συνεμιάνθης τοῖς νεκροῖς, προσελογίσθης μετὰ τῶν εἰς ᾅδου. Τί τὸ καινόν; φησί· τί τὸ παράδοξον; Ὁ ἐμὸς χρηματίσας λαὸς, ὁ περι φανὴς, ὁ πολυθρύλλητος, δοῦλος ἀντ' ἐλευθέρου, καὶ ἀλλοφύλοις ἀνδράσι καὶ δυσσεβέσι συμβιοτεύων, νεκροῖς ἔοικε διὰ τὴν ὑπερβολὴν τῶν κακῶν. Εἶτα τὰ τούτων αἴτια διδάσκει. ιβʹ, ιγʹ. Ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας. Τῇ ὁδῷ τοῦ Θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρόνον. Σαυτῷ, φησὶ, πρό ξενος ἐγένου τῶν παρόντων κακῶν· δέον γάρ σε ποδηγῷ χρήσασθαι τῷ νόμῳ, ὃν ἡ τῆς σοφίας σοι πηγὴ προσενήνοχε, ματαίοις ἠκολούθησας λογισ μοῖς. ιδʹ. Μάθε, ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχὺς, ποῦ ἐστι σύνεσις, τοῦ γνῶναι ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωὴ, ποῦ ἐστι φῶς ὀφθαλμῶν, καὶ εἰρήνη. Νῦν γοῦν, ἐπειδήπερ οὐ πρότερον, ζήτησον καὶ γνῶθι, τίς ὁ τούτων χορηγὸς τῶν ἀγαθῶν. ιεʹ. Τίς εὗρε τόπον αὐτῆς· καὶ τίς εἰσῆλ θεν εἰς τοὺς θησαυροὺς αὐτῆς; Τουτέστι, τῆς φρονήσεως. ιϛʹ–ιηʹ. Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν, οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, καὶ τὸ ἀργύριον θησαυρίζοντες, καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν οἱ ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριον τεκταίνοντες, καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν; Σύγκρισιν εὐσεβείας ποιεῖται καὶ πλούτου καὶ δυναστείας, καὶ παρακελεύεται τῶν ἀνομωτάτων ἀναμνησθῆναι βασιλέων, οἳ κόρον οὐκ ἔσχον τοῦ πλούτου.
Commandments of life, give ear to know prudence. What is it, Israel, what is it that you are in the land of your enemies? You have grown old in a foreign land; you have been defiled with the dead, you have been counted with those in Hades. What is the new thing? he says; what is the paradox? My people, who bore my name, the conspicuous one, the much-heralded one, a slave instead of free, and living together with foreign and impious men, resembles the dead through the excess of evils. Then he teaches the causes of these things. 12, 13. You have forsaken the fountain of wisdom. If you had walked in the way of God, you would have dwelt in peace for an age of time. You, he says, have become a stranger to the present evils; for when you ought to have used the law as a guide, which the fountain of wisdom brought to you, you followed vain reasonings. 14. Learn where prudence is, where strength is, where understanding is, to know at the same time where long life and life are, where the light of the eyes is, and peace. Now at least, since not before, seek and know who is the provider of these good things. 15. Who found her place, and who entered into her treasuries? That is, of prudence. 16–18. Where are the rulers of the nations, those who lord it over the beasts on the earth, those who mock among the birds of heaven, and store up silver, and gold, in which men had trusted, and there is no end of their possession, those who craft silver, and are anxious, and there is no finding out of their works? He makes a comparison of piety with wealth and power, and exhorts them to remember the most lawless kings, who had no surfeit of wealth.
Οὗτοι δὲ, φησὶ, καὶ τῶν θηρίων καὶ τῶν ὀρνέων διὰ τῆς θηρευτικῆς ἐκράτησαν τέχνης. Διδάσκει δὲ καὶ τούτων τὸ τέλος. ιθʹ–καʹ. Ἠφανίσθησαν, καὶ εἰς ᾄδου κατ έβησαν, καὶ ἄλλοι ἀνέστησαν ἀντ' αὐτῶν. Νεώτεροι εἶδον φῶς, καὶ κατῴκησαν ἐπὶ τῆς γῆς· ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν. Οὐδὲ συνῆκαν τρίβους αὐτῆς, οὐδὲ ἀντελάβοντο αὐτῆς. Κἀκεῖ νοι, φησὶ, φθορᾷ παρεδόθησαν, καὶ οἱ ἐξ ἐκείνων τοῖς μὲν ζῶσι συνηριθμήθησαν, καὶ τοῦ αἰσθητοῦ φωτὸς τῆς αἴγλης μετέλαχον· οὐκ ἐδέξαντο δὲ συν έσεως καὶ θεογνωσίας ἀκτῖνα. Ἀπαριθμεῖται δὲ καὶ τοὺς μεγαφρονοῦντας ἐπὶ σοφίᾳ Χαναναίους, καὶ Ἰδουμαίους, καὶ Ἰσμαηλίτας· Θαιμὰν γάρ ἐστιν Ἰδουμαία, Ἄγαρ δὲ μήτηρ τοῦ Ἰσμαήλ· τού τους καλεῖ μυθολόγους· παραβολικῶς γὰρ εἰώθασι διαλέγεσθαι. Ἀλλ' ὅμως οὐδὲ οὗτοι τῆς σοφίας ἔγνω σαν τὴν ὁδόν· τῇ γὰρ ἀσεβείᾳ δουλεύοντες διετέ λεσαν. κδʹ, κεʹ. Ὦ Ἰσραὴλ, ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ, καὶ εὐμήκης ὁ τόπος τῆς κτήσεως αὐ τοῦ! Μέγας, καὶ οὐκ ἔχει τελευτὴν, ὑψηλὸς καὶ ἀμέτρητος. Μὴ τοῦτον, φησὶ, νόμιζε εἶναι τοῦ Θεοῦ τὸν νεὼν, ὃν Σολομὼν κατεσκεύασεν· ὁ γὰρ τοῦ Θεοῦ ναὸς παμμεγέθης τίς ἐστι, καὶ ἀμέτρητος, καὶ μέντοι καὶ ἀνώλεθρος· οὐ γὰρ ἔχει τελευτήν. Εἶτα τῶν γιγάντων μνημονεύσας, τῶν ἐπὶ μεγέθει σώμα τος πολυθρυλλήτων γεγενημένων, ἐπήγαγεν κζʹ, κηʹ. Οὐ τούτους ἐξελέξατο ὁ Θεὸς, οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς. Καὶ ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὑτῶν.
These men, he says, also mastered both wild beasts and birds through the art of hunting. And he teaches the end of these as well. 19–21. They were destroyed and went down to Hades, and others rose up in their place. Younger men saw light and dwelt upon the earth; but they did not know the way of knowledge. Nor did they understand her paths, nor did they lay hold of her. And there, he says, they were handed over to corruption, and those descended from them were numbered among the living and partook of the radiance of sensible light; but they did not receive the ray of understanding and knowledge of God. He also enumerates the Canaanites, who pride themselves on wisdom, and the Idumaeans and the Ishmaelites; for Teman is Idumaea, and Hagar is the mother of Ishmael. These he calls mythologists, for they are accustomed to speak in parables. But nevertheless not even these knew the way of wisdom, for they continued in slavery to impiety. 24–25. O Israel, how great is the house of God, and how spacious is the place of his possession! Great, and it has no end; lofty and immeasurable. Do not, he says, suppose this to be the temple of God which Solomon built; for the temple of God is exceedingly great and immeasurable, and moreover imperishable, for it has no end. Then, having made mention of the giants, who became much celebrated for the greatness of their bodies, he added 27–28. God did not choose these, nor did he give them the way of knowledge. And they perished through their own folly.
Ταῦτα μέντοι διεξέρχεται, δεῖξαι βουλόμενος, ὡς πάντων αὐτοὺς προτετίμηκε τῶν ἐθνῶν, καὶ μόνοις τε νόμον ἔδωκεν ἔγγραφον, καὶ προφήτας ἐπέστησε, καὶ πάσης ἐπιμελείας ἠξίωσεν, ὕστερον μέντοι καὶ πρὸς αὐτοὺς ἐνανθρω πίσας ἀφίκετο· τοῦτο γὰρ δηλῶν διὰ τῶν ἑξῆς δι δάσκει. κθʹ. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τουτέστι, τὴν σοφίαν λʹ. Τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν, καὶ οἴσει αὐτὴν χρυσίου καθαροῦ; Οὐκ ἔστι, φησὶν, ὠνητὴ, οὐδὲ ἐμπόροις ἁπλῶς προκει μένη λαʹ. Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς. Ὑπερ βαίνει, φησὶ, τὸν ἀνθρώπινον λογισμόν. λβʹ. Ἀλλ' ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, καὶ ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὑτοῦ. Τὸ ἐξεῦρεν ἀνθρωπίνως τέθεικε·
πηγὴν γὰρ αὐτὸν τῆς σοφίας ἐκάλεσε, καὶ ἐν τῷ προοιμίῳ τῆσδε τῆς προφητείας πηγὴν αὐτὸν ζωῆς ὠνόμασε. Δείκνυσι δὲ ἐν τοῖς ἑξῆς τῆς δημιουργίας Θεοῦ τὸ παντοδύναμον. "Ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων." Αἰὼν καλεῖται καὶ ὁ τῶν ἀνθρώπων παρὼν βίος· ὁ δὲ μέλλων, αἰὼν αἰῶνος. λγʹ–λεʹ. Ὁ ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται· ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ, τρόμῳ. Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὑτῶν, καὶ εὐφράνθησαν. Ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, Πάρεσμεν· ἔλαμψαν μετ' εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Πάντα, φησὶν, εἴκει τῷ ποιητῇ· ἕκαστον τῶν γεγενημένων τοὺς οἰκείους ὅρους φυλάττει· φυλακὰς δὲ ἀστέρων τοὺς καιροὺς καλεῖ· κατὰ γὰρ τὸν ὡρισμένον ἕκαστος ἀνίσχει καιρόν. λϛʹ. Οὗτος ὁ Θεὸς ἡμῶν.
He recounts these things, wishing to show that he honored them above all the nations, and to them alone gave the written law, and set prophets over them, and deemed them worthy of every care; yet later he also came to them in human flesh. For teaching this, he instructs through what follows. 29. Who has gone up into heaven, and taken her, and brought her down from the clouds? That is, wisdom. 30. Who has crossed over the sea and found her, and will bring her for pure gold? She is not, he says, purchasable, nor simply set out for merchants. 31. There is no one who knows her way, nor one who considers her path. He says this surpasses human reasoning. 32. But he who knows all things knows her, and found her out by his own understanding. He has set down "found out" in a human manner; for he called him the fountain of wisdom, and in the preface of this prophecy he named him the fountain of life. And in what follows he demonstrates the almighty power of God's creation. "He who made the earth for a time forever, filled it with four-footed beasts." The present life of men is also called an age; but the age to come is the age of ages. 33–35. He who sends the light, and it goes; he called it, and it obeyed him with trembling. And the stars shone in their watches, and rejoiced. He called them, and they said, We are present; they shone with gladness for the one who made them. All things, he says, yield to the maker; each of created things keeps its own bounds; and he calls the seasons the watches of the stars; for each rises at its appointed season. 36. This is our God.
Ἁπάντων δημιουργὸς, ὁ τούτων κυβερνήτης καὶ πρύτανις. "Οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν." Οὐχ Υἱοῦ καὶ Πατρὸς ποιεῖται σύγκρισιν, ἀλλὰ τοὺς καλουμένους ὁ λόγος ἐκβάλλει θεούς. λζʹ. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης. Πάλιν τὸ ἐξεῦρεν ἀνθρωπίνως τέθεικε. Πηγὴ γάρ ἐστι τῶν ἀγαθῶν. "Καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὑτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ." Τὴν τῆς θεογνωσίας διδασκαλίαν, τὸν διὰ Μωσέως δοθέντα νόμον. ληʹ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Σαφῶς ἡμῖν ὁ λόγος ὑπέδειξε τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν, καὶ ὡς αὐτός ἐστι τῶν ἁπάντων δημιουργὸς, καὶ τῆς σοφίας πηγή. Αὐτὸς τοίνυν αὐτῆς ὑπάρχει καὶ ποιητὴς, καὶ Δεσπότης· καὶ περὶ αὐτοῦ φησιν ἐν Παροιμίαις· "Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν εἰς ἔργα αὑτοῦ." Οὐ γὰρ ὁ Θεὸς Λόγος ἐκεῖνα λέγει, ἀλλὰ τοῦ Θεοῦ Λόγου ἡ ὑπ' αὐτοῦ κατασκευασθεῖσα σοφία. ΚΕΦΑΛΑΙΟΝ. Δʹ. αʹ. Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ. Τουτέστιν, ἡ διὰ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ δεδομένη. "Καὶ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα." Ἡ γὰρ παλαιὰ Διαθήκη τὸ τέλος ἐδέξατο. "Πάντες οἱ κρατοῦντες αὐτὴν εἰς ζωὴν, οἱ δὲ καταλιπόντες αὐτὴν ἀποθανοῦνται." Ἔδειξεν ἀμφοτέρων τὸ τέλος· εἶτα παραινεῖ τῷ λαῷ τῷ χρηματίζοντι Ἰακώβ. βʹ. Ἐπιστρέφου, Ἰακὼβ, καὶ ἐπιλαβοῦ αὐτῆς· διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. Ἀκολούθησον τῇ αὐγῇ τῆς ἀκτῖνος· φωταγωγεῖ γάρ σε, καὶ ποδηγεῖ πρὸς ζωήν. γʹ. Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμ φέροντά σοι ἔθνει ἀλλοτρίῳ. Ἀλλ' οὐκ ἤκουσεν Ἰσραήλ·
The maker of all things, their governor and president. "No other shall be reckoned beside him." He does not make a comparison of Son and Father, but the word casts out those who are called gods. 37. She has devised every way of knowledge. Again he has set down "devised" in a human manner. For he is the source of good things. "And he gave her to Jacob his child, and Israel to the one beloved by him." The teaching of the knowledge of God, the law given through Moses. 38. After these things he appeared on the earth, and conversed with men. The word has clearly shown us the becoming man of the Only-begotten, and that he himself is the maker of all things, and the source of wisdom. He himself, then, is both the maker of her and her Master; and concerning him he says in Proverbs: "The Lord created me as the beginning of his ways for his works." For it is not God the Word who says these things, but the wisdom fashioned by him, of God the Word. CHAPTER 4. 1. This is the book of the commandments of God. That is, the one given through the becoming man of the Only-begotten Son of God. "And the law that exists forever." For the old Covenant received its end. "All who hold fast to her shall live, but those who forsake her shall die." He has shown the end of both; then he exhorts the people who bear the name of Jacob. 2. Turn, Jacob, and take hold of her; walk toward the radiance over against her light. Follow the gleam of the ray; for it leads you to the light, and guides your feet to life. 3. Do not give your glory to another, nor the things that profit you to a foreign nation. But Israel did not listen.
οὗ δὴ χάριν αὐτοὶ μὲν πόῤῥω τῶν ἀγαθῶν καθεστήκασι, τῶν δὲ θεοσδότων ἀγαθῶν ἀπολαύει τὰ ἔθνη. δʹ. Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ τοῦ Θεοῦ ἡμῖν γνωστά ἐστι. Οὐκ ἔχομεν, φησὶ, πρόφασιν ἀγνοίας, δεδήλωκε γὰρ ἡμῖν τὰ ἀρέσκοντα. Εἶτα παραθαῤῥύνει, καὶ διδάσκει, ὡς παρεδόθησαν εἰς δουλείαν τηνικαῦτα, οὐ παντελῶς αὐτοὺς ἀποστραφέντος τοῦ τῶν ὅλων Θεοῦ, ἀλλὰ διὰ τῆς παιδείας αὐ τοὺς εὐεργετῆσαι πειραθέντος· τὸν γὰρ εὐεργέτην, φησὶ, καταλιπόντες, τὴν τῶν δαιμόνων προτετιμήκατε λατρείαν· πρόξενοι δὲ καὶ τῇ θρεψαμένῃ τῆς ἐρη μίας ἐγένεσθε. Κέχρηται δὲ καὶ προσωποποιίᾳ, καὶ δείκνυσι τὴν πόλιν θρηνοῦσαν, καὶ ταῖς ὑπηκόοις λέ γουσαν πόλεσιν, ὅτι "Πένθος μοι πικρὸν ὁ Δε σπότης ἐπήγαγεν." Εἶδον γὰρ τῶν οἰκητόρων τοὺς μὲν ἀναιρεθέντας, τοὺς δὲ χαλεπῇ δουλείᾳ παραδο θέντας. ιβʹ. Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καταλειφθείσῃ ὑπὸ λαῶν. Χήραν ἑαυτὴν καλεῖ, ὡς ἔρημον τῆς θείας γεγενημένην κηδεμονίας. "Ἠρη μώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου." Ἀπαριθμεῖται δὲ καὶ ταύτας, καὶ διηγεῖται τὴν τῶν πολε μίων ὠμότητα. Οὐκ ᾐσχύνθησαν, φησὶ, πρεσβύτην, οὐδὲ παιδίου ἠλέησαν. (ιϛʹ.) Καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας, καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν. Μόνην ἑαυτὴν, ὡς ἡγοῦμαι, καλεῖ, διὰ τὸ ἐν αὐτῇ μόνῃ εἶναι τοῦ Θεοῦ τὸν νεὼν, ἢ τάχα ἐπειδὴ μόνῃ κατελείφθη, τῶν Ἀσσυρίων τὰς ἄλλας πόλεις πορθησάντων. Εἶτα λέγει, ὡς αὐτὴ μὲν ἐπαμῦναι οὐ δύναται, ὑπισχνεῖται δὲ τοῦ Θεοῦ τὴν βοήθειαν.
For this reason they themselves have been set far from the good things, while the nations enjoy the good things given by God. 4. Blessed are we, Israel, because the things pleasing to God are known to us. We have, he says, no pretext for ignorance, for he has made clear to us the things that are pleasing. Then he encourages and teaches that they were handed over to slavery at that time, not because the God of all had completely turned away from them, but because he attempted to benefit them through discipline; for, he says, having abandoned the benefactor, you have preferred the worship of demons, and you became the cause of the desolation of her who nurtured you. He also employs personification, and shows the city lamenting and saying to the subject cities, "The Master has brought bitter mourning upon me." For I saw some of the inhabitants slain and others handed over to harsh slavery. 12. Let no one rejoice over me, the widow left by peoples. She calls herself a widow, as having become bereft of divine care. "I have been desolated because of the sins of my children." He also enumerates these and recounts the cruelty of the enemies. They were not, he says, ashamed before the elder, nor did they pity the child. (16.) And they led away the beloved ones of the widow, and from her daughters they desolated the only one. She calls herself "only," as I judge, because in her alone was the temple of God, or perhaps because she alone was left, since the Assyrians had ravaged the other cities. Then he says that she herself cannot defend them, but he promises the help of God.
Θρηνεῖ μέντοι τὴν παροῦσαν ἐρημίαν. Κατελείφθην γὰρ, φησὶν, ἔρημος. (κʹ.) Καὶ ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης. Δείκνυσι δὲ καὶ τὴν τῶν ὑπολειφθέντων μεταβολήν. "Καὶ ἐνεδυσάμην τὸν σάκκον τῆς δεήσεώς μου, καὶ κράξω." Ἀλλ' οὐχ οἱ τοῖχοι ταῦτα ἔδρων ἢ ἔλεγον, ἀλλ' οἱ ἐνοικοῦντες. Εἶτα παρακελεύεται αὐτοῖς τῇ τοῦ Θεοῦ θαῤῥῆσαι φιλανθρωπίᾳ, καὶ αἰτῆσαι τὸν ἔλεον· Καὶ γὰρ ἐγὼ, φησὶν, ἀναμένω τὴν ὑμετέραν ἐπάνοδον. κγʹ. Ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένθους καὶ κλαυθμοῦ· ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρ μονῆς καὶ εὐφροσύνης. Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ μακαρίου Δαβὶδ εἰρημένοις· "Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὑτῶν· ἐρχόμε νοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὑτῶν." Λέγει δὲ καὶ τῶν γειτονευόντων ἐθνῶν τήν τε ἐπὶ τῇ αἰχμαλωσίᾳ θυμηδίαν, καὶ τὴν μετὰ τὴν ἐπ άνοδον σκυθρωπότητα. Παρακελεύεται δὲ αὐτοῖς, ὑπο μεῖναι τὴν ἐπενεχθεῖσαν παιδείαν, καὶ ὑπισχνεῖται τὴν τῶν πραγμάτων μεταβολήν. "Κατεδίωξέ σε, φησὶν, ὁ ἐχθρός σου, καὶ ὄψῃ αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τοῦ τραχήλου αὐτοῦ ἐπιβήσῃ." Ἐχθροὺς καλεῖ Ἰδουμαίους Μωαβίτας, Ἀμμανίτας,Ἀλλοφύλους. κϛʹ. Οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τρα χείας· ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ἐχθρῷ. Τρυφεροὺς καλεῖ τοὺς ἐν εὐπορίᾳ καὶ πλούτῳ, ὡς πεῖραν οὐκ ἔχοντας τῶν λυπηρῶν· εἶτα παρακελεύεται αὐτοῖς τῇ μεταμελείᾳ τὴν σωτηρίαν καρπώσασθαι. Ταῦτα ὡς ἐκ προσώπου τῆς Ἱερουσαλὴμ εἰρηκὼς, αὐτῇ λοιπὸν παρακλητικοὺς προσφέρει λόγους. λʹ. Θάρσει, Ἱερουσαλὴμ, παρακαλέσει σε ὁ ὀνομάσας σε.
She laments, however, the present desolation. For I was left, she says, desolate. (20.) And I stripped off the robe of peace. He shows also the change of those who were left behind. "And I put on sackcloth for my supplication, and I will cry out." But it was not the walls that did or said these things, but those who dwelt in them. Then he exhorts them to take courage in God's love for humanity, and to ask for mercy; For I too, he says, await your return. 23. For I sent you forth with mourning and weeping; but God will give you back to me with joy and gladness. These things resemble what was said by the blessed David: "Going they went and wept, casting their seeds; but coming they shall come with exultation, carrying their sheaves." He speaks also of the neighboring nations' delight at the captivity, and their gloom after the return. And he exhorts them to endure the discipline that was brought upon them, and promises the reversal of affairs. "Your enemy, he says, has pursued you, and you shall see his destruction speedily, and you shall step upon his neck." He calls Edomites, Moabites, Ammonites, and Philistines enemies. 26. My delicate ones have walked rough roads; they were taken away like a flock snatched by an enemy. He calls delicate those in prosperity and wealth, as having no experience of grievous things; then he exhorts them to reap salvation through repentance. Having said these things as from the person of Jerusalem, he now offers words of consolation to her. 30. Take courage, Jerusalem; the one who named you will console you.
Δέδεκταί σου, φησὶ, τὴν ἐπὶ τὰ κρείτ τω μεταβολήν. Μεταβαλεῖ σοι τὴν συμφορὰν ὁ τὴν προσηγορίαν σοι τεθεικώς· τουτέστιν, ὁ δημιουργός σου, ὁ πάσης σε πόλεως προτιμήσας. λαʹ, λβʹ. Δείλαιοι οἵ σε κακώσαντες, καὶ ἐπι χαρέντες τῇ σῇ πτώσει. Δείλαιοι αἱ πόλεις, αἷς ἐδούλευσαν τέκνα σου. Ἔδωκαν γὰρ δίκας Βαβυλώνιοι τῆς παρανομίας ἀξίας. Εἶτα διδάσκει, ὡς τὰ οἰκεῖα λοιπὸν ἡ Βαβυλὼν θρηνήσει κακά. λδʹ, λεʹ. Περιελῶ γὰρ αὐτῆς, φησὶ, τὸ ἀγαλλίαμα τῆς πολυοχλίας αὐτῆς, καὶ τὸ γαυρίαμα αὐτῆς εἰς πένθος ἔσται. Πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ Αἰωνίου εἰς ἡμέρας μακρὰς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον. Ταύτην διὰ Περσῶν τὴν τιμωρίαν ἐδέξατο· ἔδειξε δὲ ὁ λόγος, ὡς οὐ παντελῶς αὐτὴν ἀοίκητον ἔσεσθαι προηγόρευσεν, ἀλλ' ἐπὶ πολὺν χρόνον· οἰ κεῖται δὲ νῦν ὑπὸ ὀλίγων Ἰουδαίων. λϛʹ. Περίβλεψαι πρὸς ἀνατολὰς, Ἱερουσαλὴμ, καὶ ἴδε τὴν εὐφροσύνην σου, τὴν παρὰ τοῦ Θεοῦ σοι ἐρχομένην. Τὴν τῶν αἰχμαλώτων ἐπάνοδον προθεσπίζει. λζʹ. Ἰδοὺ ἔρχονται οἱ υἱοί σου, οὓς ἐξαπέστειλας· ἔρχονται συνηγμένοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, τῷ ῥήματι τοῦ Ἁγίου, χαίροντες τῇ τοῦ Θεοῦ δόξῃ. Οὐ γὰρ τῇ οἰκείᾳ δυνάμει περιεγένοντο τῶν ἐχθρῶν, ἀλλ' ὁ παραδοὺς Θεὸς τὴν ἐλευθερίαν ἀπέδωκε. ΚΕΦΑΛ. Εʹ. Κελεύει δὲ καὶ τὴν πενθήρη στολὴν ἀποθέσθαι, καὶ περιτίθησιν αὐτῇ τῆς ἱερωσύνης τὸ σχῆμα. βʹ. Περιβαλοῦ γὰρ, φησὶ, τὴν διπλοΐδα τῆς παρὰ τοῦ Θεοῦ δικαιοσύνης, καὶ ἐπίθου τὴν μίτραν ἐπὶ τῆς κεφαλῆς σου, τῆς δόξης τοῦ αἰωνίου. Ἐν γὰρ τῇ μίτρᾳ τὸ πέταλον ἔκειτο τὸ χρυσοῦν· ἐν ᾧ τὸ ὄνομα τοῦ Θεοῦ προσεγέγραπτο.
He has accepted your change for the better, he says. He who gave you your name will change your misfortune for you—that is, your Creator, who preferred you above every city. (31, 32.) Wretched are those who maltreated you and rejoiced at your fall. Wretched are the cities in which your children served. For the Babylonians paid penalties worthy of their transgression. Then he teaches that Babylon will henceforth lament her own evils. (34, 35.) For I will remove from her, he says, the exultation of her populousness, and her boasting will become mourning. For fire will come upon her from the Eternal One for long days, and she will be inhabited by demons for the greater part of time. She received this punishment through the Persians; and the word showed that he did not foretell that she would be entirely uninhabited, but for a long time; and she is now inhabited by a few Jews. (36.) Look around toward the east, Jerusalem, and see your gladness, which comes to you from God. He foretells the return of the captives. (37.) Behold, your sons are coming, whom you sent away; they are coming, gathered from the east to the west, by the word of the Holy One, rejoicing in the glory of God. For they did not prevail over their enemies by their own power, but God, who delivered them over, restored their freedom. CHAPTER 5. And he commands her to put off the mourning garment, and puts around her the garb of the priesthood. (2.) For put on, he says, the double cloak of the righteousness that comes from God, and place the miter on your head, the miter of the glory of the Eternal One. For on the miter lay the golden plate, on which the name of God had been inscribed.
γʹ, δʹ. Ὁ γὰρ Θεὸς δείξει τῇ ὑπ' οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα. Κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ Θεοῦ εἰς τὸν αἰῶνα εἰρήνη δι καιοσύνης, καὶ δόξα θεοσεβείας. Ταῦτα δὲ τὰ ὀνόματα νῦν ἔχει· διὰ τοῦτο καὶ εἰς αὐτὴν συντρέχουσιν ἅπαντες. Λαμπρὰν γὰρ αὐτὴν καὶ περιφανῆ πεποίηκε τὸ σωτήριον πάθος. Πάλιν δὲ αὐτῇ παρα κελεύεται ἰδεῖν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν τοὺς αἰχμαλώτους ἐπανιόντας, καὶ διδάσκει, ὡς ἀπήχθησαν μὲν πεζοὶ δεσμὰ περικείμενοι, ἐπανήξουσι δὲ πάσης τιμῆς ἀξιούμενοι. Εἰδέναι μέντοι χρὴ, ὡς τῶν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, καὶ οἱ πεφευγότες κατὰ τὸν τοῦ πολέμου καιρὸν, καὶ τὰ ἑσπέρια, καὶ τὰ νό τια μέρη
κατειληφότες, ἐπανῆλθον λοιπὸν, ὡς εἰ ρήνης τῷ ἔθνει παρασχεθείσης· οὗ δὴ χάριν καὶ τῶν ἀπὸ δυσμῶν ἐμνημόνευσεν. ζʹ. Συνέταξε γὰρ ὁ Θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν, καὶ θῖνας ἀεννάους, καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς, ἵνα βαδίσῃ Ἰσραὴλ ἀσφαλῶς τῇ τοῦ Θεοῦ δόξῃ. Πᾶσαν, φησὶ, δυσκολίαν κατηνύασε· τοὺς ἐοικότας ὄρεσιν ὑψηλοῖς Βαβυλωνίους κατέλυσε· τοὺς ἐκείνοις ὑπο κειμένους, φάραγξι ταπειναῖς ἐοικότας, ἀνανεῦσαι πεποίηκεν· ἡμῶν δὲ πανταχόθεν ἄδεια τῆς ἐπαν όδου γεγένηται. ηʹ. Αἱ σκιάδες, καὶ οἱ δρυμοὶ, καὶ πᾶν ξύλον εὐωδία τῷ Ἰσραὴλ προστάγματι τοῦ Θεοῦ. Ταῦτα ἔοικε τοῖς ὑπὸ τοῦ Δαβὶδ εἰρημένοις· "Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων." Δρυμοὺς τοίνυν τροπικῶς καλεῖ τὰ μεταξὺ διακείμενα ἔθνη, ἃ καρπὸν εὐσεβείας οὐκ ἔφερον τῷ Θεῷ. Τὸν μέντοι Ἰσραὴλ ἐπανιόντα μετὰ πάσης προὔπεμψαν θεραπείας. Λέγει δὲ καὶ τὸ αἴτιον τῶν ἀγαθῶν. θʹ.
3, 4. For God will display your splendor to all under heaven. For your name will be called by God forever, peace of righteousness, and glory of godliness. And these names it now has; therefore all run together to it. For the saving passion has made it bright and conspicuous. Again it is commanded to look upon the captives returning from the east and the west, and it teaches that those who were led away on foot wearing chains will return deemed worthy of every honor. One must know, however, that of those who returned from Babylon, those also who had fled in the time of war and had occupied the western and southern regions returned thereafter, since peace had been granted to the nation; for this reason it also mentioned those from the west. 7. For God has ordained that every high mountain be brought low, and everlasting sands, and that valleys be filled up for the leveling of the land, so that Israel may walk safely by the glory of God. Every difficulty, it says, he brought to nothing; the Babylonians, who resembled high mountains, he brought down; those subject to them, who resembled low valleys, he made to lift up their heads; and for us there has been freedom of return from every side. 8. The shady places, and the thickets, and every tree are a fragrance to Israel by the command of God. These things resemble what was said by David: "The mountains skipped like rams, and the hills like lambs of sheep." Thickets, then, he calls figuratively the nations situated in between, which did not bear the fruit of godliness to God. But they sent Israel on its way as it returned with all manner of attendance. And he states also the cause of the good things. 9.
Ἡγήσεται γὰρ ὁ Θεὸς τοῦ Ἰσραὴλ μετ' εὐφροσύνης, τῷ φωτὶ τῆς δόξης αὐτοῦ, σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ παρ' αὐτοῦ. Θεοῦ ἡγουμένου πάντα λεῖα καὶ εὐμαρῆ. Κέχρηται ἐλεη μοσύνῃ μὲν περὶ τὸν λαὸν, δικαιοσύνῃ δὲ κατὰ Βαβυλωνίων. Οὗτοι μὲν γὰρ ἁμαρτάνοντες διὰ τῆς παιδείας ὠφέλειαν ἐδέξαντο· ἐκείνους δὲ μανικωτέ ρους καὶ δυσσεβεστέρους ἡ νίκη πεποίηκεν. Ἀντιβο λήσωμεν τοιγαροῦν καὶ ἡμεῖς, ξεναγὸν ἡμῶν γενέ σθαι καὶ ποδηγὸν τὸν τῶν ὅλων Θεόν· ἵνα τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ κατὰ τὴν Δαβιτικὴν πορευόμενοι μελῳδίαν, μὴ ἐκκλίνωμεν δεξιᾷ ἢ ἀριστερᾷ, ἀλλὰ τὴν βασιλικὴν ὁδὸν ὁδεύσωμεν, τὴν ἀπάγουσαν εἰς τὴν ζωήν· ἧς ἡμᾶς γένοιτο ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύ ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΙΒʹ ΘΡΗΝΟΙ.
ΚΕΦΑΛ. Αʹ.
Ὁ μὲν θρῆνος συμπαθείας καὶ φιλοστοργίας ση μεῖον· ἡγοῦμαι δὲ τὸν θεσπέσιον προφήτην ὠφελείας ἕνεκα, καὶ τῶν τηνικαῦτα ἀνθρώπων, καὶ τῶν εἰς ὕστερον ἐσομένων, τοὺς θρήνους συγγράψαι· ἵνα κἀκεῖνοι καὶ οὗτοι μάθωσι διὰ τῶν γραμμάτων, ὅσων πρόξενος ἡ ἁμαρτία κακῶν· τέσσαρας μέντοι συγγέγραφε Θρήνους, τὰ ἑκάστου ῥήματα καὶ κατὰ τὸν ἀριθμὸν καὶ τὴν τάξιν τῶν στοιχείων συντεθεικώς· θρηνεῖ δὲ τῆς πόλεως τὴν ἐρημίαν, τῆς προτέρας τῶν οἰκητόρων μεμνημένος πληθύος, καὶ δυσφοροῦσαν ὁρῶν τὴν πάλαι παρὰ τῶν ἄλλων πόλεων δεχομένην τὸν φόρον·
For God will lead Israel with gladness, by the light of his glory, with mercy and righteousness from him. When God leads, all things are smooth and easy. He has shown mercy toward the people, and righteousness against the Babylonians. For the former, though they sinned, received benefit through discipline; but victory made the latter more frenzied and more impious. Let us therefore entreat that the God of all things become our guide and leader, so that, walking by the light of his countenance according to the Davidic melody, we may not turn aside to the right or to the left, but may walk the royal road that leads to life; may it be ours to attain it by the grace and love for humanity of our Lord Jesus Christ, with whom be glory to the Father, with the all-holy Spirit, now and always, and unto the ages of ages. Amen. Volume 12. Lamentations.
Chapter 1.
Lamentation is a sign of sympathy and affection; but I consider that the wondrous prophet wrote the laments for the sake of benefit, both for the people of that time and for those who would come afterward, so that both those and these might learn through the writings how many evils sin is the cause of. He wrote four Lamentations, composing the words of each both according to the number and the order of the letters. He laments the desolation of the city, recalling the former multitude of its inhabitants, and seeing as distressed the city that formerly received tribute from the other cities.
προσωποποιίᾳ δὲ κε χρημένος, λέγει νύκτωρ καὶ μεθ' ἡμέραν τὴν πόλιν δακρύειν, τοῦ ψυχαγωγοῦντος οὐκ ὄντος, καὶ τῶν φίλων αὐτῆς παντελῶς ἠρνημένων. Φέρει δὲ εἰς μέσον καὶ τῆς Ἰουδαίας ἁπάσης τὴν μετανάστασιν, καὶ τὴν χαλεπὴν δουλείαν, καὶ εὐχειρώτους αὐτοὺς λέγει γεγενῆσθαι διὰ τὴν ἁμαρτίαν. "Πάντες γὰρ, φησὶν, οἱ διώκοντες αὐτὴν, κατέλαβον αὐτὴν ἀνὰ μέσον τῶν θλιβόντων. Ἀναμιμνήσκει καὶ τῶν ποταμοὺς μιμουμένων ὁδῶν κατὰ τὸν τῶν ἑορτῶν και ρόν· πάντοθεν γὰρ εἰς τήνδε τὴν πόλιν συνέτρεχον ἅπαντες· καὶ θρηνεῖ. Δοκεῖ γάρ πως τοῖς ἀνιαρῶς διακειμένοις μεταβολήν τινα δέχεσθαι καὶ τὰ ἄψυχα· λέγει δὲ καὶ τὰ τούτων αἴτια. εʹ. Ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλὴν, καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσιν· ὅτι Κύριος ἐτα πείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς. Τοῦτο καὶ ὁ μακάριος αὐτοῖς προλέγει Μω σῆς τὸν θεῖον παραβαίνουσι νόμον· "Ὅτι ἔσονται οἱ ἐχθροί σου ἄνω, καὶ σὺ κάτω·" λέγει δὲ καὶ τοῖς θηλάζουσι σὺν τοῖς πρεσβυτέροις τὸν ὄλεθρον· "Θηλάζων, φησὶ, μετὰ
Using personification, he says that the city weeps night and day, since there is no one to comfort her, and her friends have utterly disowned her. He also brings into view the deportation of all Judea and the harsh slavery, and says that they became easy to capture because of sin. "For all those," he says, "who pursued her overtook her in the midst of those who oppressed her." He also recalls the roads that resembled rivers at the time of the festivals; for everyone rushed together into this city from every side—and he laments. For to those who are in distress, even inanimate things seem somehow to undergo a change; and he also states the causes of these things. 5. Her oppressors became the head, and her enemies prosper, because the Lord humbled her for the multitude of her impieties. The blessed Moses also foretells this to those who transgress the divine law: "For your enemies shall be above, and you below"; and he declares destruction also to those who nurse along with the elders: "The nursing child," he says, "with
καθεστηκότος πρεσβυτέ ρου." Οὕτω κἀνταῦθα· "Τὰ νήπια αὐτῆς ἐπορεύθη σαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον θλίβοντος." Διηγεῖται δὲ ὅπως ἀφῃρέθη τὴν προτέραν εὐπρέ πειαν, καὶ ἀπεικάζει τοὺς ἄρχοντας κριοῖς ἐστερη μένοις νομῆς· ἐγυμνώθησαν γὰρ τῆς προτέρας ἰσχύος. Εἶτα λέγει τῆς Ἱερουσαλὴμ παλαιᾶς εὐπρα ξίας καὶ δυσπραξίας μνησθῆναι, καὶ παραθεῖναι ἐκεί νοις τὰ νῦν ἐπελθόντα κακά· καὶ πλεῖον ἀνιᾶσθαι διὰ τὸ γενέσθαι τοῖς δυσμενέσιν ἐπίχαρτον. Συνεχῶς δὲ διδάσκει τῶν συμφορῶν τὴν αἰτίαν, τὴν ὠφέλειαν πραγματευόμενος. ηʹ. Ἁμαρτίαν γὰρ, φησὶν, ἡμάρτηκεν Ἱερουσαλὴμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο. Οὗ δὴ χάριν καὶ οἱ πρότερον αὐτὴν γεραίροντες ἐξύβρισαν εἰς αὐτὴν, τὴν δυσκληρίαν αὐτῆς θεασάμενοι. Εἶτα τῶν παντοδαπῶν ἁμαρτημάτων ἀναμιμνήσκει. θʹ. Ἀκαθαρσία πρὸ ποδῶν αὐτῆς· οὐκ ἐμνή σθη ἐσχάτων αὑτῆς, καὶ πέπτωκε θαυμα στῶς. Προσήκει γὰρ μὴ τῇ εὐπραξίᾳ θαῤῥεῖν, ἀλλὰ καὶ τὴν μεταβολὴν προσμένειν. Ἐπειδὴ τοίνυν, φησὶν, οὐδεὶς ἀνθρώπων αὐτῇ προσφέρει παραψυχὴν, σὺ Δέσποτα τὴν ἀθλίως κρατοῦσαν θεασάμενος, οἴκτειρον. Θρηνεῖ δὲ διαφερόντως τὸ τῶν ἀδύτων τοῦ ναοῦ κατατολμῆσαι τοὺς δυσμενεῖς, καί φησι· ιʹ. Χεῖρα αὑτοῦ ἐξεπέτασε θλίβων, ἐπὶ πάντα τὰ ἐπιθυμητὰ αὐτῆς· εἶδε γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν σου. Εἰς μὲν τὰ ἅγια τῶν ἁγίων μόνῳ τῷ ἀρχιερεῖ εἰσιτητὸν ἦν, καὶ τοῦτο μέντοι ἅπαξ τοῦ ἐνιαυτοῦ· εἰς δὲ τὰ πρὸ τούτων ἅγια οἱ ἱερεῖς εἰσῄεσαν μόνοι· εἰς δὲ τὴν ἐνδοτέραν αὐλὴν καὶ οἱ Λευΐται·
Since an elder was present." So too here: "Her little ones went into captivity before the face of the oppressor." He recounts how she was stripped of her former comeliness, and he likens the rulers to rams deprived of pasture; for they were stripped of their former strength. Then he says that Jerusalem remembered her ancient prosperity and adversity, and set alongside those things the evils that have now befallen her; and she grieves the more because she has become a laughingstock to her enemies. And he continually teaches the cause of her calamities, procuring her benefit. 8. "For Jerusalem," he says, "has sinned a sin; therefore she has become a shaking." For this reason even those who formerly honored her have insolently abused her, when they beheld her misfortune. Then he reminds her of sins of every kind. 9. "Her uncleanness is before her feet; she did not remember her latter end, and she has fallen wondrously." For it is fitting not to be confident in prosperity, but also to await the change. Since, then, he says, no man offers her consolation, do you, Master, beholding her who rules wretchedly, have pity. And he laments especially that the enemies have dared to enter the innermost sanctuaries of the temple, and says: 10. "He stretched out his hand, oppressing, upon all her desirable things; for she saw nations enter into her sanctuary, whom you commanded not to enter into your assembly." For into the holy of holies only the high priest could enter, and that but once a year; into the holy places before these only the priests entered; and into the inner court also the Levites—
εἰς δὲ τὴν ἐξωτέραν οἵ τε ἐκ γέ νους Ἰσραὴλ, καὶ οἱ περιτετμημένοι προσήλυτοι· πάντα γὰρ ἀπερίτμητον καὶ εἰς ἐκείνην εἰσελθεῖν ὁ νόμος ἐκώλυε· διαφερόντως μέντοι Μωαβίτας καὶ Ἀμμανίτας εἰσελθεῖν ἀπαγορεύει· "Ἀμμανίτης γὰρ, καὶ Μωαβίτης, οὐκ εἰσελεύσεται εἰς ἐκκλη σίαν Κυρίου, οὐδὲ εἰς τὸν αἰῶνα." Τοῦτον ἀνέμνησε τὸν νόμον ὁ Θρῆνος· εἶτα διηγεῖται τὰ ἀπὸ τοῦ λιμοῦ συμβεβηκότα κακά. ιαʹ. Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζη τοῦντες ἄρτον. Ἔδωκαν γὰρ τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει, τοῦ ἐπιστρέψαι ψυχήν. Ἐν ταῦθα ἐπιθυμήματα τὰ βρέφη καλεῖ· ἐγεύσαντο γὰρ ἐν τῷ λιμῷ καὶ ἀνθρωπίνων κρεῶν. Αἰτεῖ μέντοι τὴν θείαν φιλανθρωπίαν. Ἴδε Κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενόμην ἠτιμωμένη. Εἶτα τοὺς δι' αὐτὴν παρ ιόντας παρακαλεῖ τὴν ἀσύγκριτον αὐτῆς ὀδύνην ἰδεῖν. Ταύτην δὲ, φησὶν, ὁ Δεσπότης ἐπήγαγέ μοι φθεγ ξάμενος ἐν ἐμοί· τουτέστι, προσέταξε μόνον, καὶ ἐπηνέχθη μοι τὰ κακά· τὸ δὲ Ἐπεφύλλισέ μοι. Ἧψέ μοι, ὁ Σύρος ἡρμήνευσε. Διηγεῖται δὲ καὶ τὴν ἐπενεχθεῖσαν αὐτῇ θεήλατον πληγήν. ιγʹ. Ἐξ ὕψους αὑτοῦ ἐξαπέστειλε πῦρ ἐν τοῖς ὀστέοις μου, καὶ κατήγαγεν αὐτὸ ἐπ' ἐμέ. Αὐτὸς γὰρ συνεχώρησε τοῖς πολεμίοις, καὶ πολιορκῆσαι, καὶ πορθῆσαι, καὶ ἐμπρῆσαι τὴν πόλιν. "Διεπέ τασε δίκτυον τοῖς ποσί μου, ἀπέστρεψέ με εἰς τὸ ὀπίσω· ἔδωκέ με ἠφανισμένην ὅλην τὴν ἡμέραν ὀδυνωμένην." Δίκτυον καλεῖ τὸ ἄφυκτον τῶν κακῶν· καὶ γὰρ οἱ ἀποδράντες ἑάλωσαν. Δείκνυσι δὲ καὶ τῆς τιμωρίας τὸ δίκαιον. ιδʹ. Ἐγρηγόρησεν ἔτι τὰ ἀσεβήματά μου, ἐν χερσὶν αὑτοῦ συνέπλεξέ με. Ἀντὶ τοῦ, Συνεπόδισε, καὶ τοῖς ἐχθροῖς παρέδωκεν.
But into the outer court came both those of the race of Israel and the circumcised proselytes; for the law prevented everything uncircumcised from entering even that. It expressly forbids Moabites and Ammonites to enter: "For an Ammonite and a Moabite shall not enter into the assembly of the Lord, nor even forever." The Lamentation recalled this law; then it recounts the evils that befell from the famine. 11. All her people groan, seeking bread. For they gave her desirable things for food to restore the soul. Here he calls the infants "desirable things"; for in the famine they tasted even human flesh. Yet she asks for the divine loving-kindness. See, O Lord, and look, that I have become dishonored. Then she calls on those passing by because of her to see her incomparable pain. This, he says, the Master brought upon me, speaking in me—that is, he merely commanded, and the evils were brought upon me; and the "He spread it over me" — "He set it on fire for me," the Syrian interpreted. He recounts also the God-sent plague brought upon her. 13. From his height he sent fire into my bones, and brought it down upon me. For he himself permitted the enemies both to besiege and to sack and to burn the city. "He spread a net for my feet, he turned me backward; he gave me up as one utterly vanished, all the day grieving." He calls the inescapable nature of the evils a net; for even those who fled were captured. He shows also the justice of the punishment. 14. My impieties kept watch, in his hands he entwined me. Instead of: He bound me together, and delivered me to the enemies.
"Ἐβάρυνε τὸν ζυγὸν αὑτοῦ ἐπὶ τὸν τράχηλόν μου." Πικρῶς γὰρ τοῖς ὠμοτάτοις Βαβυλωνίοις δουλεύειν ἠνάγκασε. "Καὶ ἠσθένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκε Κύριος ἐν χερσί μου ὀδύνας, ἃς οὐ μὴ δύνωμαι ὑποστῆναι." Ὀδύρεται δὲ καὶ τῶν ἀριστέων τὸν ὄλεθρον. ιεʹ. Ἐξῆρε πάντας τοὺς ἰσχυρούς μου· ὁ Κύριος ἐκάλεσεν ἐπ' ἐμὲ καιρὸν τοῦ συντρίψαι τοὺς ἐκλεκτούς μου. Τὴν συμφορὰν καὶ ὁ Σύρος, καὶ ὁ Ἑβραῖος, καιρόν καλεῖ· καὶ ἡμεῖς δὲ πολ λάκις εἰώθαμεν τῶν καιρῶν τὰς δυσκολίας ὀδύρεσθαι. Ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα. (ιϛʹ.) Ἐπὶ τούτοις ἐγὼ κλαίω. Πολλάκις ἡ θεία Γραφὴ τὴν μεγίστην τιμωρίαν ἀπεικάζει ληνῷ, διὰ τὸ πάντας ἐν τοῖς ληνοῖς ἀποθλίβεσθαι τοὺς βότρυας, καὶ μηδεμίαν ὡς τὰ πολλὰ
διαφεύγειν ῥᾶγα. "Καὶ οἱ ὀφθαλμοί μου κατήγαγον ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ' ἐμοῦ ὁ παρακαλῶν με." Καὶ διδάσκων, τίς οὗ τος, ἐπήγαγεν· "Ὁ ἐπιστρέφων ψυχήν μου." Διὰ γάρ τοι τοῦτο καὶ τὴν παιδείαν ἐπήγαγε, τῇ ψυχῇ τὴν ὠφέλειαν πραγματευόμενος. Θρηνεῖ δὲ καὶ τῶν υἱῶν τὴν ἀπώλειαν, καὶ τὴν τῶν ἐχθρῶν ἐπικράτειαν. Δείκνυσι δὲ αὐτῆς καὶ τὸ σχῆμα τοῦ πέν θους. ιζʹ. Διεπέτασε Σιὼν τὰς χεῖρας αὑτῆς. Εἰώθασι γὰρ αἱ πενθοῦσαι, καὶ ἐκτείνειν, καὶ συστέλ λειν τὰς χεῖρας. Λέγει δὲ αὐτὴν καὶ ἀπαραμύθητον εἶναι, ἅτε δὴ τοῦ Θεοῦ τοῖς ἐχθροῖς ὁρμῆσαι κατ' αὐτῆς συγχωρήσαντος, καὶ τὴν καθιερωμένην μολῦναι. "Ἐγενήθη γὰρ, φησὶν, Ἱερουσαλὴμ, ὡς ἀποκαθημένη ἐν μέσῳ αὐτῶν." Ἀκάθαρτος δὲ ἦν κατὰ τὸν νόμον ἡ τοῦ αἵματος τὸν ῥοῦν ὑπομένουσα· ταύτῃ τοίνυν ἀπεικάζει τὴν πόλιν ἀλλοφύλων καὶ δυσσεβῶν πληρωθεῖσαν ἀνθρώπων.
He made his yoke heavy upon my neck." For he compelled them to serve the Babylonians, the most savage of men, bitterly. "And my strength failed, because the Lord gave pains into my hands, which I shall not be able to endure." He laments also the destruction of the nobles. 15. "He has taken away all my mighty ones; the Lord called a time against me to crush my chosen ones." Both the Syrian and the Hebrew call the calamity a "time"; and we too have often been accustomed to lament the hardships of times. "The Lord has trodden a winepress for the virgin daughter of Judah." 16. "For these things I weep." Holy Scripture often likens the greatest punishment to a winepress, because in winepresses all the grapes are squeezed out, and, as a rule, no grape escapes. "And my eyes have brought down water, because the one who comforts me has been far from me." And teaching who this is, he added: "The one who restores my soul." For it was for this very reason that he brought on the chastisement, procuring benefit for the soul. He laments also the loss of the sons and the enemies' domination. And he shows also the manner of her mourning. 17. "Zion stretched out her hands." For women in mourning are accustomed both to stretch out and to draw in their hands. And he says that she is also inconsolable, since God permitted the enemies to rush against her, and to defile what had been consecrated. "For Jerusalem," he says, "has become like a woman set apart in the midst of them." For according to the law she was unclean who suffered the flow of blood; to her, then, he likens the city, filled with foreign and impious men.
Συνεχῶς μέντοι ὁ προφήτης τῆς ψήφου τὸ δίκαιον εὐφημεῖ, τὴν ἐντεῦθεν ὠφέλειαν προσφέρων τοῖς ἐντυγχάνουσιν. ιηʹ. Δίκαιός ἐστι Κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα. Τοὺς γὰρ ὑπ' αὐτοῦ τεθέντας παρ έβην νόμους. Θρηνήσας δὲ τῶν παρθένων καὶ τῶν νεανίσκων ἀνδραποδισμὸν, διδάσκει, ὡς ἀνωφελὴς ἡ τῶν εἰδώλων δουλεία. Ἐραστὰς γὰρ ἐκεῖνα καλεῖ. Ἱκετεύει δὲ τὸν λῦσαι δυνάμενον τὴν τῶν κακῶν ἀωρίαν, οἰκτεῖραι αὐτὴν ὁμολογοῦσαν τὴν ἁμαρτίαν. "Παραπικραίνουσα γὰρ, φησὶ, παρεπίκρανα." Ἀνιᾷ δὲ αὐτὴ διαφερόντως τὸ τοὺς ἐχθροὺς ἐπιτωθάζειν· καὶ τοῦτο δὲ, φησὶ, σοῦ νεύσαντος γέ γονεν. "Ἐπήγαγες γὰρ ἡμέραν, καὶ ἐκάλεσας και ρὸν, καὶ ἐγένοντό μοι οἴμοι, οἴμοι." Αἰτεῖ δὲ κἀκείνους ταῖς αὐταῖς περιπεσεῖν συμφοραῖς. κβʹ. Εἰσέλθοι γὰρ, φησὶ, πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου. Ὡς ἐθεάσω, φησὶ, τὴν ἐμὴν παρανομίαν, βλέπε καὶ τὴν ἐκείνων ἀσέβειαν. "Καὶ ἐπιφύλλισον αὐτοὺς, ὃν τρόπον ἐπεφύλλισας ἐμὲ περὶ πάντων τῶν ἁμαρτιῶν μου· ὅτι πολλοὶ οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου λυπεῖται." Καὶ ἐν ταῦθα ὁ Σύρος τὸ ἐπιφύλλισον οὕτως ἡρμήνευσεν· "Θλῖψον αὐτοὺς, ὡς ἔθλιψας ἐμέ." Ὁ μὲν οὖν πρῶ τος Θρῆνος τοῦτο ἔχει τὸ τέλος. ΚΕΦΑΛ. Βʹ Τοῦ δὲ δευτέρου τὸ προοίμιον τοῦτο· αʹ. Πῶς ἐγνόφωσεν ὀργῇ αὑτοῦ Κύριος τὴν θυγατέρα Σιών; Κατέῤῥιψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξαν Ἰσραήλ; Καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ; Καὶ ἐν τεῦθεν δῆλον, ὡς "ὑποπόδιον τῶν ποδῶν αὐτοῦ" ὁ θεῖος Δαβὶδ τὸν θεῖον ὀνομάζει ναόν·
The prophet, however, continually praises the justice of the verdict, offering the benefit that comes from it to those who read. 18. "The Lord is just, for I have provoked his mouth." For I transgressed the laws that were set by him. And having lamented the enslavement of the virgins and the young men, he teaches that the slavery of idols is unprofitable. For he calls those things lovers. And he entreats the one who is able to loose the untimeliness of evils, to have pity on her who confesses her sin. "For provoking, he says, I provoked." But it grieves her exceedingly that the enemies mock; and this too, he says, came about by your nod. "For you brought on a day, and you called a time, and they became to me woe, woe." And he asks that those also fall into the same calamities. 22. "For let all their wickedness, he says, enter before your face." As you beheld, he says, my lawlessness, look also upon their impiety. "And glean them, in the manner you gleaned me for all my sins; for many are my groanings, and my heart is grieved." And here the Syrian interpreted "glean" thus: "Afflict them, as you afflicted me." The first Lamentation, then, has this as its end. CHAPTER 2 And the proem of the second is this: 1. "How has the Lord darkened the daughter of Zion in his anger? He cast down from heaven to earth the glory of Israel; and he did not remember his footstool in the day of his anger?" And from this it is clear that "his footstool" the divine David names the divine temple.
"Προσκυ νεῖτε γὰρ, φησὶ, τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ." Ὁ μέντοι προφήτης ἀπείκασε γνόφῳ τὴν συμφοράν· καὶ λέγει ἐξ οὐρανῶν εἰς γῆν ῥιφῆναι τὴν πόλιν Ἐπειδὴ τῆς ἐπανθούσης χάριτος ἐγυμνώθη, ἐγένετο τοῖς πολεμίοις εὐάλωτος. βʹ. Κατεπόντισε Κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ἰακώβ· καθεῖλεν ἐν θυμῷ αὑτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ἰούδα, ἐκόλλησεν αὐτὰ εἰς τὴν γῆν. Τουτέστι, μέχρις ἐδάφους κατ ήνεγκεν. "Ἐβεβήλωσε βασιλεῖς αὐτῆς, καὶ ἄρ χοντας αὐτῆς." Ταῦτα καὶ ὁ μακάριος προεῖπε Δαβίδ· "Ἔθου, γὰρ, φησὶ, τὰ ὀχυρώματα αὐτοῦ δειλίαν, διήρπασαν αὐτὸν πάντες παραπορευόμενοι τὴν ὁδόν." γʹ. Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὑτοῦ πᾶν κέ ρας Ἰσραήλ. Κέρας καλεῖ τοὺς ἄρχοντας, καὶ τοὺς δυνάστας. "Ἀπέστρεψεν ὀπίσω δεξιὰν αὑτοῦ ἀπὸ προσώπου ἐχθροῦ, καὶ ἀνῆψεν ἐν Ἰακὼβ πῦρ φλέ γον, καὶ κατέφαγε πάντα τὰ κύκλῳ αὐτοῦ." Οὐ γὰρ ἠθέλησεν ἐπαμῦναι τῶν δυσμενῶν ἐπελθόντων, ἀλλ' ἐῴκει στρατηγῷ γενναίῳ καταλῦσαι ῥᾳδίως δυνα μένῳ τοὺς πολεμίους, καὶ τὰς χεῖρας εἰς τοὐπίσω μεταφέροντι, καὶ παραχωροῦντι τοῖς δυσμενέσι τὴν νίκην. Ἐπ' ἐμὲ δὲ, φησὶ, τοὐναντίον ἐχρήσατο ταῖς χερσίν. δʹ. Ἐνέτεινε γὰρ τὸ τόξον αὑτοῦ ὡς ἐχθρὸς, καὶ ἐστερέωσε δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος, καὶ ἀπέκτεινε πάντα τὰ ἐπιθυμήματά μου ἐν σκηνῇ θυγατρὸς Σιών· ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὑ τοῦ. Καὶ γὰρ ἐν τῷ ναῷ τὰς σφαγὰς ἐτόλμησαν οἱ πολέμιοι. Διδάσκει δὲ ὁ λόγος, ὡς τοῦ Θεοῦ συγχω ρήσαντος ἐκεῖνα πάντα ἐγένετο·
Worship," he says, "at the footstool of his feet." The prophet, however, likened the calamity to thick darkness; and he says that the city was cast down from heaven to earth. Since it was stripped of the grace that flourished upon it, it became easy to capture for the enemies. 2. "The Lord has drowned without sparing all the beautiful things of Jacob; he has brought down in his wrath the strongholds of the daughter of Judah, he has glued them to the ground." That is, he brought them down to the very floor. "He has profaned her kings and her rulers." The blessed David also foretold these things; for he says, "You have made his strongholds a cowardice; all who pass by the way have plundered him." 3. "He has broken in the anger of his wrath every horn of Israel." He calls the rulers and the dynasts a horn. "He has turned back his right hand from before the enemy, and he has kindled in Jacob a blazing fire, and it has devoured all things around him." For he did not wish to come to the rescue when the hostile forces attacked, but he resembled a noble general who is able easily to destroy the enemies, yet moves his hands behind his back and yields the victory to the hostile forces. But against me, he says, he used his hands in the opposite way. 4. "For he has bent his bow like an enemy, and he has strengthened his right hand like an adversary, and he has killed all my desires in the tent of the daughter of Zion; he has poured out his wrath like fire." For the enemies dared to commit slaughters even in the temple. And the account teaches that all those things happened because God permitted them.
ἐπειδὴ γὰρ ἐξήμαρτον, τὰ δυσμενῶν εἰργάσατο, καὶ διὰ τῶν πο λεμίων καὶ τοὺς περιβόλους κατέλυσε, καὶ τὰς οἰκίας ἐνέπρησε, καὶ ἀνδράσι καὶ γυναιξὶ τὸ πένθος ἐπ ήνεγκε. Τοῦτο γὰρ λέγει· Ἐπλήθυνε θυγατρὶ Ἰούδα τεταπεινωμένον καὶ τεταπεινωμένην. (ϛʹ.) Ἐξέσπασεν ὡς ἄμ πελον τὸ σκήνωμα αὑτοῦ. Κατέκαυσαν γὰρ οἱ πολέμιοι τὸν θεῖον νεών. "Διέφθειρεν ἑορτὴν αὐ τοῦ." Οὐκ ἔτι γὰρ ἑορτὰς ἐπετέλουν, ἀλλὰ θρηνεῖν ἠναγκάζοντο. "Ἐπιλαθέσθαι ἐποίησε Κύριος Σιὼν ἑορτῆς, καὶ σαββάτου." Προστέθεικε δὲ καὶ τῶν βασιλέων καὶ τῶν ἱερέων τὸν ὄλεθρον, καὶ τοῦ ναοῦ τὴν ἐρημίαν, καὶ τοῦ θυσιαστηρίου τὸν μια σμὸν, καὶ τὴν τοῦ τείχους κατάλυσιν, καὶ τὸ πάν των ἀνιαρώτατον. "Φωνὴν πολέμου ἔδωκαν ἐν οἴκῳ Κυρίου·" ὡς ψαλμὸν Λευϊτῶν. "Ἐν ἡμέρᾳ ἑορτῆς." Ἀντὶ γὰρ τῆς συνήθους ὑμνῳδίας ὁ τῶν πολεμίων ἀλαλαγμὸς ἀνεπέμπετο. ηʹ. Ἐλογίσατο Κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιών· ἐξέτεινε μέτρον. Τουτέστι, τὴν ἴσην καὶ δικαίαν ψῆφον· τοῦτο καὶ ὁ μακάριος ἐθεάσατο Ζαχαρίας. Πάλιν δὲ τῶν πυλῶν, καὶ τῶν τειχῶν, καὶ τῶν ἀρχόντων μνημονεύσας, ἐπήγαγε, "Καὶ οὐκ ἔστι νόμος." Πρὸ γὰρ τῆς ἐφόδου τῶν πολεμίων, ἀδεῶς παρεβαίνετο· μετὰ δὲ τὴν τῆς πόλεως ἅλωσιν, καὶ τοῦ ναοῦ τὸν ἐμπρησμὸν, οὐδὲ βουλόμενοι πληροῦν τὴν κατὰ νόμον λατρείαν ἠδύναντο. "Καί γε προφῆται αὐτῆς οὐχ εὗρον ὅρασιν παρὰ Κυρίου." Τοὺς ψευδοπροφήτας λέγει, τοὺς τὰ ψευδῆ μαντευσαμένους αὐτῇ. Ὑποδείκνυσι καὶ τοὺς γεγηρακότας θρηνοῦντας, καὶ σάκκον περιεζωσμένους, καὶ αὐτὸς δὲ ὁ προφήτης βοᾷ· ιαʹ. Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ κοιλία μου·
For because they sinned, he brought about the deeds of enemies, and through the foes he destroyed the walls and burned the houses, and brought mourning upon men and women. For this is what he says: "He multiplied the humbled and humiliated daughter of Judah." (6) "He pulled down his tabernacle as a vine." For the enemies burned the divine temple. "He corrupted his feast." For they no longer celebrated feasts, but were compelled to lament. "The Lord made Zion forget her feast and sabbath." And he added also the destruction of the kings and the priests, and the desolation of the temple, and the defilement of the altar, and the demolition of the wall, and the most grievous of all things. "They gave the sound of war in the house of the Lord," as a psalm of the Levites, "in the day of the feast." For instead of the customary hymnody, the war-cry of the enemies was sent up. (8) "The Lord purposed to destroy the wall of the daughter of Zion; he stretched out a measure." That is, the equal and just verdict; this the blessed Zechariah also beheld. And again, having mentioned the gates and the walls and the rulers, he added, "And there is no law." For before the incursion of the enemies, it was transgressed without fear; but after the capture of the city and the burning of the temple, they could not fulfill the service according to the law even if they wished. "And indeed her prophets found no vision from the Lord." He means the false prophets, who prophesied false things to her. He shows also the aged lamenting, and girded with sackcloth, and the prophet himself cries out: (11) "My eyes failed in tears, my belly was troubled.
ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μοῦ. Δείκνυσι δὲ καὶ τὸ πάντων ἐλεεινότατον πάθος. "Ἐν τῷ ἐκλύεσθαι νήπια καὶ θηλάζοντα ἐν πλατείαις πόλεως." Ὁ γὰρ λιμὸς καὶ τὴν τῆς φύσεως φιλοστοργίαν ἐνίκησε. Τοῦτο γὰρ ἐπ ήγαγεν· ιβʹ. Ταῖς μητράσιν αὑτῶν εἶπον, Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτούς. Λέγει δὲ μὴ εὑρίσκειν ἀξίαν εἰκόνα τοῦ πάθους. ιγʹ. Τί γὰρ, φησὶ, μαρτυρήσω σοι, καὶ τί ὁμοιώσω σοι, θύγατερ Ἱερουσαλήμ; Ἀναμιμνήσκει δὲ καὶ τῶν ψευδοπροφητῶν, τῶν τὰ χρηστὰ προλεγόντων. ιδʹ. Προφῆται γάρ σου, φησὶν, εἶδόν σοι μά ταια, καὶ ἀφροσύνην· καὶ οὐκ ἀπεκάλυψαν τὴν ἀδικίαν σου, τοῦ ἀποστρέψαι τὴν αἰχμα λωσίαν σου. Καὶ εἶδόν σοι λήμματα μάταια, καὶ ἔξωσάν σε. Ἐμποδὼν γὰρ ἐγένοντο τῇ μετα μελείᾳ τὰ θυμήρη προλέγοντες, καὶ οὐκ εἴων αὐτοὺς τῆς πολλῆς ἀποστῆναι παρανομίας. ιεʹ. Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παρα πορευόμενοι τὴν ὁδόν· ἐσύρισαν, ἐκίνησαν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ἱερουσαλήμ. Ἴδιον τοῦτο τῶν θαυμαζόντων τὴν ἐπὶ τὰ χείρω μεταβολήν. Λέγει δὲ καὶ ἅπερ ἔλεγον· "Εἰ αὐτὴ ἦν ἡ πόλις στέφανος δόξης, καλὴ εὐπρέπεια, εὐφροσύνη πάσης τῆς γῆς;" Λέγει πάντα ταῦτα πεπληρῶσθαι κατὰ τὰς θείας προῤῥήσεις· διδάσκει δὲ καὶ οἵοις οἱ δυσμενεῖς ἐκέχρηντο λόγοις, ἐφηδόμενοι τοῖς συμβεβηκόσιν αὐτῇ κακοῖς. "Αὕτη γὰρ ἡ ἡμέρα ἢν προσεδοκῶμεν, εὕρομεν καὶ εἴδομεν αὐτήν." Τοῦτο γὰρ καὶ ὁ μακάριος προ εῖπε Δαβίδ· "Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν." Καὶ πάλιν·
My glory has been poured out upon the earth for the destruction of the daughter of my people. He shows also the most pitiable of all sufferings: "When infants and nursing children faint in the streets of the city." For famine conquered even the natural affection of nature. For this he brought forward: 12. To their mothers they said, Where is grain and wine? when they fainted. He says that he does not find a worthy image of the suffering. 13. For what, he says, shall I testify to you, and to what shall I liken you, daughter of Jerusalem? He also reminds us of the false prophets, who foretold pleasant things. 14. For your prophets, he says, saw for you vain things and folly; and they did not reveal your iniquity, to turn away your captivity. And they saw for you vain burdens, and drove you out. For they stood in the way of repentance by foretelling what was pleasing, and did not allow them to depart from their great lawlessness. 15. All who pass by the way clapped their hands at you; they hissed, they shook their heads at the daughter of Jerusalem. This is characteristic of those who marvel at the change for the worse. He says also the very things they said: "Was this the city, the crown of glory, the beautiful comeliness, the joy of all the earth?" He says that all these things have been fulfilled according to the divine foretellings; and he teaches also with what kind of words the hostile ones were used, rejoicing over the evils that befell her. "For this is the day which we expected; we found it and saw it." For this the blessed David also foretold: "We have become a reproach to our neighbors, a mocking and a derision to those around us." And again:
"Ἔθου ἡμᾶς εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς." Πάλιν δὲ προσωποποιίᾳ κεχρημένος ὁ προφήτης, τοῖς περιβόλοις καὶ τῇ πόλει παρακελεύεται νύκτωρ καὶ μεθ' ἡμέραν δακρύειν, διὰ τὰς παντοδαπὰς συμφο ράς· λέγει δὲ καὶ τὴν ὑπερβολὴν τῶν κακῶν. "Εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὑτῶν; ἐπι φυλλίδα ἐποίησε μάγειρος." Τουτέστι, τὸν ὀψίγονον καρπὸν ἥψησε. Τοῦτο γὰρ ἐπήγαγε· "Φονευ θήσονται νήπια πολλὰ θηλάζοντα μασθούς." Προστίθησι δὲ καὶ τὴν ἑτέραν ἀτοπίαν· "Εἰ ἀποκτενοῦσιν ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφή την;" Καὶ τῇ τῶν προσώπων ποιότητι, καὶ τοῦ τόπου, ἔδειξε τὴν τοῦ πάθους ὑπερβολήν. Θρηνήσας δὲ
τῶν γεγηρακότων καὶ τῶν μειρακίων καὶ τῶν παρθένων τὸν ἀνδραποδισμὸν, ἐπήγαγεν· κβʹ. Ἐκάλεσας ὡς εἰς ἡμέραν ἑορτῆς παρ οικίαν μου κυκλόθεν· καὶ οὐκ ἐγένετο ἐν ἡμέρᾳ ὀργῆς Κυρίου ἀνασωζόμενος, καὶ καταλελειμμένος. Τῶν γὰρ πολεμίων τὴν ἔφοδον δείσαντες, ὡς εἰς ὀχυρὰν τὴν πόλιν κατέφυγον· ἐκεῖ μέντοι πάντες ἑάλωσαν· εἰώθασι δὲ καὶ κατὰ τὸν τῶν ἑορτῶν καιρὸν ἐκεῖ πάντες συντρέχειν· οὗ δὴ χάριν τὴν ἅλωσιν ἀπείκασε τῇ ἑορτῇ. "Ἐξέθρεψα, καὶ ἐπεκράτησα καὶ ἐπλήθυνα, καὶ ὁ ἐχθρὸς πάντα συνετέλεσε." Μάταιός μου, φησὶν, ὁ πόνος ἐγένετο· τῶν τροφίμων γὰρ πάντων ἔρημος ἐγενόμην. Ἐνταῦθα τὸν δεύτερον συνεπέρανε Θρῆνον. ΚΕΦΑΛΑΙΟΝ Γʹ.
You have made us a reproach among the nations, a shaking of the head among the peoples." Again the prophet, employing personification, urges the walls and the city to weep night and day because of the manifold calamities; and he speaks also of the excess of the evils. "Shall women eat the fruit of their womb? Has a cook prepared a leaf?" That is, he has cooked the late-born fruit. For this he added: "Many nursing infants shall be slain at the breasts." And he adds also the other enormity: "Shall they kill in the sanctuary of the Lord a priest and a prophet?" Both by the character of the persons and by the place he showed the excess of the suffering. And having lamented
the enslavement of the aged, the youths, and the virgins, he added: 22. "You have called as to a day of festival my neighbors round about; and there was none in the day of the anger of the Lord who escaped and was left." For fearing the attack of the enemies, they fled as to a strong city; there, however, all were captured; and they are accustomed also at the time of the festivals for all to run together there; for which reason he likened the capture to a festival. "I reared, and I brought up and multiplied, and the enemy has accomplished all things." My labor, he says, has become vain; for I have been left desolate of all my nurslings. Here he concluded the second Lamentation. Chapter 3.
Ἄρχεται δὲ οὕτω τοῦ τρίτου·
αʹ. Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν. Διαφερόντως γὰρ οὗτος ὁ προφήτης παρὰ πάντας τῶν συμφορῶν τὸν καιρὸν προεφήτευσε· πτωχείαν τοίνυν καλεῖ τὴν ἔνδειαν τῶν ἀγαθῶν. Ἐν ῥάβδῳ θυμοῦ, (βʹ.) Παρέλαβέ με, καὶ ἀπήγαγέ με εἰς σκότος καὶ οὐ φῶς. Οἰκειοῦται τὰ κατὰ τῆς πόλεως πάθη, καὶ καλεῖ σκότος τὴν δυσκληρίαν. γʹ. Πλὴν ἐν ἐμοὶ ἐπέτρεψεν· ἤλλαξε χεῖρα αὑτοῦ ὅλην τὴν ἡμέραν. Πάλαι γάρ μοι τὰ ἀγαθὰ χορηγῶν, νῦν τὰς παιδείας ἐπάγει. Τοῦτο γὰρ δηλοῖ τὸ, "Ἤλλαξε χεῖρα αὑτοῦ." δʹ. Ἐπαλαίωσε σάρκας μου, καὶ δέρμα μου· ὀστᾶ μου συνέτριψε. Ταῦτα γὰρ πάντα ἡ ἀθυμία ποιεῖ. εʹ. Ἀνῳκοδόμησε κατ' ἐμοῦ, καὶ ἐκύκλωσέ με. Ἀντὶ τοῦ, διαφυγεῖν οὐ δύναμαι τὰ ἐπενε χθέντα κακά· δηλοῖ δὲ καὶ τὸν ἔξωθεν περίβολον, ὃν οἱ πολέμιοι πολιορκήσαντες ἐδείμαντο. ϛʹ. Κεφαλήν μου ἐμόχθησεν, ἐκάθισέ μου ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος. Τὴν πι κρὰν δουλείαν διὰ τούτων αἰνίττεται· καὶ γὰρ τοῦ Σεδεκίου τοὺς ὀφθαλμοὺς ὁ Βαβυλώνιος ἐξορύξας, μύλωνι παρέδωκε· τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα δηλοῖ. ζʹ. Ἐβάρυνε τὸν ζυγὸν τοῦ τραχήλου μου. Ὠμοτάτοις γάρ με δεσπόταις δουλεύειν ἠνάγκασε. ηʹ. Καί γε ὅτι κεκράξομαι, καὶ βοήσω. Οὐ δέχεται γάρ μου δεομένου τὴν δέησιν. θʹ. Ἀνῳκοδόμησε τὰς ὁδούς μου ἐν μαρμάρῳ, καὶ τὰς τρίβους μου ἠφάνισε. Συνέχομαι γὰρ κακοῖς, ἃ διαφυγεῖν οὐ δύναμαι. ιʹ. ιαʹ. Ἄρκος ἐνεδρεύουσα ἐγένετό μοι αὐ τὸς, ὡς λέων ἐν κρυφίοις. Κατεδίωξέ με ἀφεστηκότα, καὶ διετάραξέ με. Ἔδειξε τῆς παιδείας τὸ δίκαιον· ἐγὼ γὰρ, φησὶν, ἀπέστην προτέρα· εἶθ' οὕτως αὐτὸς τιμωρίαν ἐπήνεγκε.
He begins the third [lament] thus:
1. "I am a man who sees poverty." For this prophet foretold the time of calamities in a manner surpassing all others; so he calls the lack of good things "poverty." "In the rod of his wrath, (2.) he took me up and led me away into darkness and not light." He makes the sufferings that befell the city his own, and calls its misfortune "darkness." 3. "Only in me he turned; he changed his hand all the day long." For formerly he supplied me with good things, but now he brings disciplines upon me. For this is what "He changed his hand" makes clear. 4. "He made my flesh and my skin old; he crushed my bones." For despondency does all these things. 5. "He built up against me and encircled me." That is, I cannot escape the evils that have been brought upon me; he also indicates the outer wall, which the enemies built when they besieged it. 6. "He made my head weary; he set me in dark places, as those dead of old." By these words he hints at the bitter slavery; for the Babylonian, after gouging out Zedekiah's eyes, handed him over to the mill; and what follows also makes this clear. 7. "He made heavy the yoke on my neck." For he compelled me to serve the most savage masters. 8. "And indeed, though I cry out and shout." For he does not accept my petition when I entreat him. 9. "He built up my ways with marble, and made my paths disappear." For I am hemmed in by evils which I cannot escape. 10–11. "He himself became to me a bear lying in wait, as a lion in secret places. He pursued me when I had revolted, and threw me into confusion." He showed the justice of the discipline; for I, he says, revolted first; then afterward he himself brought punishment.
Τούτων μέντοι τῶν προῤῥήσεων καὶ οἱ ἀρχαιότεροι μέμνηνται προ φῆται. Ἔθετό με ἠφανισμένην· (ιβʹ.) Ἐνέτεινε τὸ τόξον αὐτοῦ· καὶ ἐστήλωσέ με ὡς σκοπὸν εἰς βέλος. Οἱ κατὰ σκοποῦ βάλλοντες, καὶ ταύτην μελετῶντες τὴν τέχνην, οὐ δύο καὶ τρία καὶ τέσσαρα, ἀλλὰ πολλὰ πέμπειν εἰώθασι βέλη. Τὸ ἐπάλληλον τῆς συμφορᾶς διὰ τῶν εἰκόνων δεδήλωκε. Λέγει δὲ καὶ τῆς ψυχῆς τὴν ὀδύνην· νεφροὺς γὰρ τοὺς λογι σμοὺς καλεῖ· καὶ ὅτι ἐπίχαρτος ἐγένετο τοῖς ἐχθροῖς, οἳ καὶ τὰς ἐπενεχθείσας αὐτῇ συμφορὰς ᾄδοντες διετέλουν· Ἐγύμνωσε γάρ με, φησὶ, πάσης ἰσχύος. Τοῦτο γὰρ δηλοῖ τό· ιϛʹ. Ἐξέβαλεν ἐν ψήφῳ τοὺς ὀδόντας μου, καὶ ἐψώμισέ με σποδόν. Ὁ δὲ Σύρος, Ἐν πέτρᾳ, λέγει, ἐστέρησέ με καὶ τῆς προτέρας εἰρήνης, καὶ τῶν παντοδαπῶν ἀγαθῶν. ιηʹ. Καὶ εἶπον, Ἀπώλετο νίκη μου, καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου. Ἀπηγόρευσα, φησὶ, τὰς χρηστοτέρας ἐλπίδας, ἀλλ' ὅμως τῇ συνεχεῖ τῶν ἀνιαρῶν μνήμῃ τὴν ψυχὴν κατατήκω, καὶ εἰς ἔλεον τὸν Δεσπότην ἐφέλκομαι. κβʹ. Τὰ ἐλέη Κυρίου πολλὰ ὅτι οὐκ ἐξελίπομεν, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ. Εἰ γὰρ σύμμετρον τῇ ἁμαρτίᾳ τὴν τιμω ρίαν ἐπήγαγεν, οὐκ ἂν οὐδὲ ἡμεῖς διεφύγομεν τὴν σφαγήν. Εἶτα ὁ προφήτης τὴν ὑπὲρ αὐτῶν
Of these prophecies, however, the more ancient prophets also make mention. "He set me as one desolated" (v. 12). "He bent his bow, and set me as a target for the arrow." Those who shoot at a target, and practice this skill, are accustomed to send not two or three or four, but many arrows. He has made clear the succession of calamities through the images. And he speaks also of the pain of the soul; for he calls the reasonings "kidneys"; and that he became a laughingstock to the enemies, who even continued singing the calamities brought upon her. "For he stripped me," he says, "of all strength." For this is what the sixteenth [verse] means: "He cast out my teeth with a pebble, and fed me with ashes." But the Syrian says, "He deprived me on a rock" both of the former peace and of all kinds of good things. (v. 18) "And I said, My victory has perished, and my hope from the Lord." I gave up, he says, the better hopes, but nevertheless with the continual remembrance of grievous things I melt away my soul, and I draw the Master to mercy. (v. 22) "The mercies of the Lord are many, that we have not failed, that his compassions have not been consumed." For if he had brought the punishment proportionate to the sin, not even we would have escaped the slaughter. Then the prophet [speaks] on their behalf
ἱκετείαν προσφέρει. κγʹ. Ἀνακαίνισον αὐτοὺς, ὡς ὄρθρον πρωϊνόν. Ἐπειδὴ σκότος τὴν συμφορὰν προσηγόρευσεν, ὄρθρῳ παραβάλλει τὴν ταύτης μεταβολήν. "Ἐπλη θύνθη ἡ πίστις σου εἰς τὰς πρωΐας." Τῆς γὰρ μεταβολῆς γενομένης, γνησιώτερον τῇ εὐσεβείᾳ προσέξουσι. Πολλοὶ γάρ εἰσιν οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου ἐξέλιπε. κδʹ. Μερίς μου Κύριος, εἶπεν ἡ ψυχή μου, διὰ τοῦτο ὑπομενῶ αὐτόν. Ἑτέραν, φησὶν, οὐκ ἔχω καταφυγὴν, ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν. Εἶτα διδάσκει τῆς εἰς Θεὸν ἐλπίδος τὸ χρήσιμον. κεʹ, κϛʹ. Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν· ψυχὴ, ἣ ζητήσει αὐτὸν, ζήσεται. Ἀγα θὸν τὸ ὑπομένειν, καὶ ἐλπίζειν εἰς τὸ σωτήριον τοῦ Κυρίου. Ταῦτα εἰς ψυχαγωγίαν τῶν ἀθυμούντων διδάσκει, καὶ ἕτερα. κζʹ, κηʹ. Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὑτοῦ. Καθήσεται κατὰ μόνας, καὶ σιωπήσει, ὅτι ἦρεν ἐφ' ἑαυτὸν ζυγὸν βαρύν. Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαβὶδ· "Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου·" τὸ δὲ, "Καθήσεται κατὰ μόνας καὶ σιωπή σει," καρτερεῖν διδάσκει, καὶ ὑπομένειν τὰ λυπηρά. Συμφωνεῖ δὲ καὶ τὰ ἐπαγόμενα· κθʹ, λʹ. Δώσει ἐν χώματι στόμα αὑτοῦ· εἰ ἄρα ἐστὶν ὑπομονῆς ἐλπίς. Δώσει τῷ παίοντι αὐτὸν σιαγόνα αὑτοῦ. καὶ χορτασθήσεται ὀνειδισμῶν. Εὐαγγελικὸς οὗτος ὁ νόμος· ὁ γὰρ Κύριος διηγόρευσε, τῷ παίοντι τὴν σιαγόνα τὴν δεξιὰν, στρέψαι καὶ τὴν ἄλλην. Τὸ δὲ, "Δώσει ἐν χώματι στόμα αὑτοῦ," ὁ Σύρος "ἐν γῇ" εἶπε· τουτέστι, Σιγήσει, καὶ οἴσει γενναίως τὰς λοιδορίας καὶ τὰ ὀνείδη, ὥσπερ γῆς ἔχων πεπληρωμένον τὸ στόμα. Τοῦτο καὶ ὁ θεσπέσιος Δαβὶδ ἐδήλωσε·
He offers supplication. 23. Renew them as the morning dawn. Since he called the calamity darkness, he compares its change to the dawn. "Your faith has been multiplied in the mornings." For when the change has come, they will apply themselves more genuinely to piety. For many are my groans, and my heart has fainted. 24. The Lord is my portion, my soul has said; therefore I will wait for him. I have, he says, no other refuge, but I await your help. Then he teaches the usefulness of hope in God. 25, 26. The Lord is good to those who wait for him; a soul that seeks him shall live. It is good to wait and to hope in the salvation of the Lord. He teaches these things, and others, for the encouragement of the fainthearted. 27, 28. It is good for a man when he takes up the yoke from his youth. He shall sit alone and be silent, because he has taken upon himself a heavy yoke. This the blessed David also said: "It is good for me that you humbled me, that I might learn your statutes." And the phrase "He shall sit alone and be silent" teaches endurance and bearing patiently with sorrowful things. What follows also agrees: 29, 30. He will put his mouth in the dust—if perhaps there is hope of endurance. He will give his cheek to the one who strikes him, and he will be filled with reproaches. This law is evangelical; for the Lord enjoined that the one struck on the right cheek turn the other also. And the phrase "He will put his mouth in the dust," the Syrian rendered as "in the earth"—that is, he will be silent and will bear nobly the insults and reproaches, as though having his mouth filled with earth. This the inspired David also made clear:
"Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐταπεινώθην, καὶ ἐκωφώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν." Εἶτα διδάσκει, ὡς οὐκ ἐπὶ πλεῖστον κέχρηται ταῖς παιδείαις ὁ Δεσπότης, φιλάνθρωπος ὢν, ἀλλὰ μετὰ τὴν παιδείαν ἐπάγει τὸν ἔλεον. λγʹ Οὐ. γὰρ ἐταπείνωσε, φησὶν, ἐξ ὅλης καρ δίας αὐτοῦ οὐδὲ ἀπώσατο υἱοὺς ἀνθρώπων. Ὀργιζομένου γὰρ τὸ σχῆμα, τὸ δὲ βούλημα φιλ ανθρωπίας μεστόν. Εἰς ὠφέλειαν μέντοι τῶν ἀν θρώπων κέχρηται τῇ παιδείᾳ· τοῦτο γὰρ ἐπήγαγε· λδʹ. Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὑτοῦ πάντας δεσμίους γῆς, τουτέστι, τοὺς τῇ γῇ προσ δεδεμένους, καὶ μετάρσιον οὐκ ἔχοντας φρόνημα· ἀδικίᾳ γὰρ συζῶσι, καὶ τὸν ἐφορῶντα οὐ δειμαίνουσι. λζʹ, ληʹ. Τίς οὕτως εἶπε, καὶ ἐγένετο; Κύριος οὐκ ἐνετείλατο. Ἐκ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὰ ἀγαθὰ ἡμῶν. Τὴν πρόνοιαν ἀναιρούντων ὁ λόγος κατηγορεῖ· οὗτοι γὰρ εἱμαρμένῃ καὶ τύχῃ ἀνατιθέασι τὰ γιγνόμενα. λθʹ. Τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὑτοῦ; Ἡ ῥᾳθυμία γὰρ, ἀλλ' οὐχὶ φύσις, πρόξενος τῆς ἁμαρτίας, οὗ δὴ χάριν καὶ τὴν τιμωρίαν ὁ δικαστὴς ἐπιφέρει τοῖς ἁμαρτάνουσιν. μʹ. Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν, καὶ ἠτάσθη. Εἶδε γὰρ τὴν παρ' ἡμῶν τολμηθεῖσαν παρανομίαν. "Καὶ ἐπιστρέψωμεν πρὸς Κύριον." Γένοιτο δὲ ἡμῖν πρόφασις μεταμελείας ἡ τιμωρία. μαʹ. Ἀναλάβωμεν καρδίας ἡμῶν, καὶ ἐμβλέ ψωμεν πρὸς τὸν ὑψηλὸν, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Τῶν περιττῶν, φησὶ, φροντίδων τοὺς λο γισμοὺς ἀπαλλάξαντες, τὸν θεῖον αἰτήσωμεν ἔλεον. μβʹ. Ἡμεῖς ἡμάρτομεν, καὶ ἠσεβήσαμεν, καὶ σὺ οὐχ ἱλάσθης. Δικαίαν, φησὶ, τὴν τιμωρίαν ἐπήγαγες. μγʹ, μδʹ.
When the sinner stood before me, I was humbled, and I became deaf, and I was silent from good things." Then he teaches that the Master does not employ chastisements to the greatest extent, being a lover of humanity, but after the chastisement he brings on mercy. 33. For he did not, he says, humble from his whole heart, nor did he cast away the sons of men. For the outward form is of one angered, but the will is full of love for humanity. Yet he employs chastisement for the benefit of men; for this he added: 34. To humble under his feet all the bound of the earth, that is, those bound to the earth, and having no lofty mind; for they live with injustice, and do not fear the one who watches over. 37, 38. Who has spoken thus, and it came to be? The Lord did not command. From the mouth of the Most High shall not go forth our evils and our goods. The account accuses those who abolish providence; for these attribute what comes to be to fate and fortune. 39. Why will a living man murmur, a man concerning his own sin? For sloth, and not nature, is the cause of sin, for which reason the judge also brings punishment upon those who sin. 40. Our way has been searched out, and has been reproved. For he saw the lawlessness dared by us. "And let us return to the Lord." And may the punishment become for us an occasion of repentance. 41. Let us take up our hearts, and look to the lofty one, the one dwelling in heaven. Having, he says, freed our reasonings from superfluous cares, let us ask for divine mercy. 42. We have sinned, and we have acted impiously, and you were not propitiated. You brought on, he says, a just punishment. 43, 44.
Ἐσκέπασας ἐν θυμῷ, καὶ κατεδίωξας ἡμᾶς· ἀπέκτεινας, καὶ οὐκ ἐφείσω. Ἀπ εσκέπασας νεφέλην ἐστερεωμένην σεαυτῷ, ἕνεκεν τοῦ μὴ διελθεῖν πρὸς σὲ προσευχὴν ἡμῶν. Τοῦτο καὶ δι' ἑτέρου προφήτου φησὶν ὁ Θεὸς, "Ὅτι τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ ἐμοῦ." Ταύτας καὶ οὗτος τῇ νεφέλῃ ἀπείκασεν, ἣ διεκώλυσε τὴν πρόσοδον τῆς προσευχῆς. Θρηνεῖ δὲ καὶ ὀδύρεται διαφερόντως, ὁρῶν ἐπικερτομοῦντας τοὺς δυσμενεῖς, καὶ τῷ λαῷ τὰ ὀνείδη προσφέροντας· λέγει δὲ τούτους θηρεῦσαι, καὶ κατασφάξαι, καὶ εἰς λάκκον ῥίψαι, καὶ λίθον ἐπιθεῖναι, καὶ ὑποβρύχιον ποιῆσαι τῷ ὕδατι· διὰ δὲ τούτων ἁπάντων τὴν ὑπερ βολὴν δεδήλωκε τῶν κακῶν. Οὕτω καὶ ὁ
θεσπέσιος Δαβὶδ ἐκ προσώπου τούτων αὐτῶν· "Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καταιγὶς κατεπόντισέ με." Καὶ πάλιν· "Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ." Οὕτω καὶ ἐνταῦθα· νεʹ, νϛʹ. Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου. Φωνῆς μου ἤκουσας· μὴ φράξῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου, καὶ εἰς τὴν κραυγήν μου. Διδάσκει καὶ ὡς ἔπεισε τὸν φιλάνθρωπον. νζʹ. Ἤγγισας γὰρ, φησὶν, ἐν ἡμέρᾳ, ἦ ἐπεκαλεσάμην σε, καὶ εἶπάς μοι, Μὴ φοβοῦ. Ἀπό χρη δὲ εἰς παραψυχὴν καὶ ὁ βραχὺς οὗτος λόγος. Εἶτα διδάσκει, ὡς αὐτοῖς καὶ τοῖς δυσμενέσι δικαίως δικάσας, ἐκείνους μὲν δουλείᾳ παρέδωκεν, αὐτοὺς δὲ ἐλευθερίας ἠξίωσεν. Αἰτήσας δὲ τοῖς δυσσεβέσι πο λεμίοις τὸν ὄλεθρον, τὸν τρίτον πεπλήρωκε θρῆνον.
You covered us in anger, and you pursued us; you killed, and you did not spare. You covered yourself with a cloud that was firmly set, so that our prayer could not pass through to you. God says this also through another prophet: "Because your sins stand between you and me." These too he likened to the cloud that blocked the approach of prayer. And he laments and grieves exceedingly, seeing the hostile ones mocking and heaping reproaches upon the people; and he says that they hunted them, and slaughtered them, and threw them into a pit, and placed a stone over it, and made them sink beneath the water; and through all these things he has shown the excess of the evils. Thus also the
divine David, speaking in their own person: "Save me, O God, for the waters have come in even to my soul. I am sunk in the mire of the deep, and there is no standing. I have come into the depths of the sea, and the storm has drowned me." And again: "Let not the storm of water drown me, nor let the deep swallow me up, nor let the pit shut its mouth upon me." Thus also here: 55, 56. I called upon your name, O Lord, from the lowest pit. You heard my voice; do not stop your ears to my supplication and to my cry. He teaches also how he persuaded the lover of humanity. 57. For you drew near, he says, on the day when I called upon you, and you said to me, Do not fear. And this brief word is sufficient for consolation. Then he teaches that, having judged justly both them and their enemies, he handed the latter over to slavery, but deemed the former worthy of freedom. And having asked for the destruction of the impious enemies, he has completed the third lamentation.
ΚΕΦΑΛ. Δʹ.
αʹ. Πῶς ἠμαυρώθη χρυσίον, ἠλλοιώθη τὸ ἀρ γύριον τὸ ἀγαθόν· ἐξεχύθησαν λίθοι ἅγιοι ἀπ' ἀρχῆς πασῶν διεξόδων; Ταύταις ἀπεικάζει ταῖς ὕλαις τὴν τῶν προγόνων εὐσέβειαν, καὶ θρηνεῖ τῶν ἐγγόνων τὴν γεγενημένην μεταβολήν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· βʹ. Οἱ υἱοὶ Σιὼν, οἱ τίμιοι, οἱ ἐπηρμένοι, οἱ ὑπὲρ χρυσίον· πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα, ἔργα χειρῶν κεραμέως; Τοῦτο καὶ διὰ τοῦ θείου Ἡσαΐου προείρηκεν ὁ Δεσπότης· "Ὅτι ἔσονται ἄχρηστοι, ὡς κεράμιον συντριβὲν εἰς λεπτὰ ἐν οἷς οὐκ ἔστιν ὕδωρ ἀρύσασθαι, ἢ πῦρ λαβεῖν ἀπὸ καύστρας." γʹ. Καί γε δράκοντες ἐξεδύσαντο μασθοὺς, ἐθήλασαν σκύμνους αὑτῶν, θυγατέρες λαοῦ μου εἰς ἀνίατον, ὡς στρουθίον ἐν ἐρήμῳ. Καὶ τὰ πικρότερα, φησὶ, θηρία τῶν τέκνων ἐπιμελεῖται· ἡ δὲ τοῦ πάθους ὑπερβολὴ τῆς Σιὼν τοὺς οἰκήτορας καὶ αὐτῆς ἐπιλαθέσθαι τῆς φύσεως παρεσκεύασε· καὶ τῶν μὲν πλείστων σφαγέντων, τῶν δὲ λοιπῶν ἀνδραποδισθέντων, ὀλίγοι τινὲς μεμενήκασιν ἐοικότες στρουθίῳ μόνῳ κατὰ τὴν ἔρημον πλανωμένῳ. Δηλοῖ δὲ τὰ ὑπὸ τοῦ λιμοῦ τεχθέντα κακά. δʹ. Ἐκολλήθη γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει· νήπια ᾔτησαν ἄρτον, καὶ ὁ διακλῶν αὐτοῖς οὐκ ἦν. Διδάσκει δὲ καὶ τὴν προτέραν τούτων χλιδήν. εʹ. Οἱ ἐσθίοντες τρυφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις. Ἀντὶ τοῦ κατὰ τὴν ἀγορὰν ἐῤῥιμμένοι. "Οἱ τιθηνούμενοι ἐπὶ κοκκίνῳ περιελάβοντο κοπρίας." Λέγει δὲ τούτων τὴν ἁμαρτίαν πρόξενον γεγενῆσθαι· καὶ τῇ Σοδόμων παρατίθησι ταύτην. Λέγει δὲ καὶ τῶν Ναζιραίων τὴν πρὸ τῶν συμ φορῶν εὐδοξίαν, καὶ τὴν ἐν τῇ συμφορᾷ κακουχίαν·
CHAPTER 4
1. How the gold has grown dim, the good silver has changed; the holy stones have been poured out at the beginning of all the streets. By these materials he likens the piety of the ancestors, and he laments the change that has come about in their descendants. For what follows makes this clear: 2. The sons of Zion, the precious ones, the exalted ones, who were above gold—how have they been reckoned as earthen vessels, the works of a potter's hands? The Master foretold this also through the divine Isaiah: "For they shall be useless, like a jar broken into pieces, in which there is no water to draw, or fire to take from a hearth." 3. Even the dragons have drawn out their breasts, they have nursed their own cubs; the daughters of my people have become incurable, like a sparrow in the desert. Even the fiercer beasts, he says, care for their young; but the excess of suffering has caused the inhabitants of Zion to forget even their own nature; and since most were slain and the rest enslaved, a few remain, like a lone sparrow wandering in the desert. He makes clear also the evils brought forth by the famine. 4. The tongue of the nursing child has stuck to its throat in thirst; infants have asked for bread, and there was no one to break it for them. He teaches also their former luxury. 5. Those who ate delicacies have been destroyed in the streets—that is, cast out in the marketplace. "Those who were nursed in scarlet have embraced dunghills." He says that their sin was the cause of these things, and he compares it to that of Sodom. He speaks also of the good repute of the Nazirites before the calamities, and of their wretchedness in the calamity.
καὶ τὴν ἐν πολέμῳ δὲ σφαγὴν τῶν τοῦ λιμοῦ βελῶν αἱρετωτέραν εἶναί φησιν. Ἐντίθησι δὲ τῷ θρήνῳ καὶ τὸ πάντων χαλεπώτατον πάθος· ιʹ. Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν· ἐγένοντο εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς θυγατρὸς τοῦ λαοῦ μου. Τὴν γὰρ φυσικὴν φιλοστοργίαν ἡ βία τῆς πείνης ἐνίκησε. Ταῦτα δὲ τῇ Σιὼν ἐπήνεγκεν ὁ Δεσπότης ἐνδίκως ἀγανακτήσας. ιβʹ. Οὐκ ἐπίστευσαν βασιλεῖς τῆς γῆς, καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν Ἱερουσαλήμ. Εἶχον γὰρ ἐνέχυρα μεγάλα τοῦ πιστεῦσαι, τὰ κατὰ τὸν Σεναχηρεὶμ, οὗ τὴν στρατιὰν ἐν βραχεῖ μορίῳ νυκτὸς κατηνάλωσε. Παρεδόθη δὲ τοῖς πολεμίοις καὶ διὰ τὴν τῶν ψευδοπροφητῶν ἐξαπάτην, καὶ διὰ τὴν τῶν ἱερέων μιαιφόνιαν. ιδʹ. Εἷρψαν νεανίσκοι αὐτῆς ἐν ταῖς ἐξόδοις. Ἐξόδους τὰς ἀγυιὰς καλεῖ, καὶ τὰς καλουμένας ῥύμας· "Ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτοὺς, ἐῤῥίφθησαν σὺν τοῖς ἐνδύμασιν αὐτῶν." Ὁ μὲν λιμὸς ἠνάγκαζεν ἐῤῥίφθαι· προκαθήμενοι δὲ οἱ πολέμιοι θάπτειν ἐκώλυον, οἱ δὲ κύνες τοὺς ἐῤῥιμμένους ἀνήλισκον. Λέγει δὲ καὶ τὰ παρὰ τῶν πολεμίων θρυλλούμενα· ιεʹ. Ἀπόστητε ἀπὸ
And he says that slaughter in war is more desirable than the arrows of famine. He also inserts into the lament the most grievous suffering of all: 10. The hands of compassionate women boiled their own children; they became food for them in the destruction of the daughter of my people. For the violence of hunger conquered natural affection. But the Master brought these things upon Zion justly, in anger. 12. The kings of the earth did not believe, nor all the inhabitants of the world, that an enemy and oppressor would enter through the gates of Jerusalem. For they had great pledges for believing—the events concerning Sennacherib, whose army he consumed in a brief portion of the night. But it was handed over to the enemies both because of the deception of the false prophets and because of the murderousness of the priests. 14. Her young men were dragged away in the streets. He calls the streets "exits," and what are called the lanes: "They were defiled in blood when they could not, they were cast out with their garments." Famine compelled them to be cast out; but the enemies, sitting before them, prevented burial, and the dogs consumed those cast out. He also speaks of the things noised abroad by the enemies: 15. Depart from
ἀκαθάρτων. Ἀκαθάρτους ἐκάλουν ἡμᾶς. Εἶτα δείξας, τίνας ὀνομάζει ἀκαθάρτους, ἀνέλαβε τὸ ῥητὸν, καί φησιν· "Ἀπόστητε ἀπὸ ἀκαθάρτων· ἀπόστητε, μὴ ἐγγίσητε αὐτοῖς, ὅτι παρώξυναν," τουτέστι, τὸν Θεόν. "Καὶ ἀνήφθησαν, καί γε ἐσαλεύθησαν." Ἐγυμνώθησαν, φησὶ, διὰ τὴν παρανομίαν τῆς θείας ἐπικουρίας. "Εἴπατε ἐν τοῖς ἔθνεσιν, Οὐ μὴ προσθῶσι τοῦ παροικεῖν πρὸ προσώπου Κυρίου." Παντελῶς, φησὶν, ἡμᾶς ἀπηγόρευσεν. ιζʹ. Οἱ ὀφθαλμοὶ ἡμῶν εἰς τὴν βοήθειαν ἡμῶν ἐξέλιπον, μάταια σκοπούντων ἡμῶν· ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῶζον. Τῇ γὰρ Αἰγυπτίων ἐπικουρίᾳ θαῤῥήσαντες, ἐψεύσθημεν τῆς ἐλπίδος. Εἶτα τὴν τῶν πολεμίων ὠμότητα δείκνυσιν· οὔτε γὰρ γῆρας φειδοῦς, οὔτε μὴν αἰδοῦς ἱερωσύνην ἠξίωσαν. ιηʹ. Ἐθηρεύσαμεν μικροὺς ἡμῶν, τοῦ μὴ εἰσπορεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν. Ὁ δὲ Σύρος "ἐθήρευσαν" ἡρμήνευσεν· καὶ ἔχει τὸ ἀκόλουθον λόγος· οἱ γὰρ πολέμιοι μετὰ τῶν γεγηρακότων καὶ τοὺς νέους ἐθήρευσαν. Ταῦτα δὲ, φησὶν, ὑπεμείναμεν, "ὅτι ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπλη-ρώθησαν αἱ ἡμέραι ἡμῶν." Ἔδειξεν ὁ λόγος, ὡς σταθμῷ καὶ μέτρῳ κεχρημένος ὁ τῶν ὅλων Θεὸς καὶ μακροθυμεῖ καὶ κολάζει. Ὅταν γὰρ τῇ μακροθυμίᾳ χρησάμενος καταφρονοῦντας θεάσηται, τὴν τιμωρίαν ἐπιφέρει, ἵνα παύσῃ τὴν ἁμαρτίαν. Εἶτα διδάσκει, ὡς ἡ τῶν πολεμίων ταχύτης ἐνίκησε καὶ τῶν ἀστῶν τὴν κουφότητα. Προλέγει δὲ τὸ σωτήριον πάθος· κʹ. Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, ᾧ εἴπαμεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. Εἰπάτωσαν οἱ Ἰουδαῖοι, τίνα καλεῖ Χριστὸν ὁ προφητικὸς λόγος;
Unclean." They called us unclean. Then, having shown whom he calls unclean, he took up the saying again, and says: "Depart from the unclean; depart, do not touch them, because they provoked"—that is, God. "And they were kindled, and indeed they were shaken." They were stripped, he says, of divine aid because of their lawlessness. "Say among the nations, Let them no longer dwell before the face of the Lord." He has utterly forbidden us, he says. 17. Our eyes failed for our help, while we looked in vain; we watched for a nation that does not save. For having trusted in the aid of the Egyptians, we were deceived of our hope. Then he shows the cruelty of the enemies; for they spared neither old age nor did they deem the priesthood worthy of respect. 18. We hunted our little ones, so that they should not enter into our streets. But the Syrian translated it "they hunted"; and the account follows the sense: for the enemies hunted the young along with the aged. And these things, he says, we endured, "because our time has drawn near, our days have been fulfilled." The account has shown that God of all things, using weight and measure, both is long-suffering and punishes. For when, having exercised long-suffering, he sees them despising, he brings punishment, so that he may stop the sin. Then he teaches that the swiftness of the enemies overcame even the fickleness of the citizens. And he foretells the saving passion: 20. The breath of our face, Christ the Lord, was taken in our corruptions, of whom we said, In his shadow we shall live among the nations. Let the Jews say: whom does the prophetic word call Christ?
τίς δὲ τῶν παρ' αὐτοῖς κληθέντων χριστῶν, ἢ βασιλεὺς, ἢ προφήτης, ἢ ἱερεὺς, Κύριος ὠνομάσθη; ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι, καίτοι πολλῇ κεχρημένοι ψευδολογίᾳ. Δῆλον τοίνυν, ὡς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν προεθέσπισεν ὁ προφήτης, συλληφθέντα παρ' αὐτῶν διὰ τὴν τῆς ἀσεβείας αὐτῶν διαφθοράν. Τούτους δὲ ἐν τῇ σκιᾷ οἱ προφῆται ζήσεσθαι λέγουσι. Καὶ ἐπίστευον διὰ τῶν ἱερῶν ἀποστόλων, καὶ τῶν θείων αὐτῶν θεσπισμάτων κηρυττομένων τοῖς ἔθνεσι. Προΐδωμεν δὲ τὰ κατ' αὐτὸν, τοῦ παναγίου ἡμᾶς φωτίσαντος Πνεύματος. "Πνεῦμα, φησὶ, προσώπου ἡμῶν Χριστὸς Κύριος." Ταύτην μέντοι τὴν προφητείαν ὁ προφήτης τοῖς θρήνοις ἐντέθεικε, τοὺς τηνικαῦτα Ἰουδαίους διδάσκων, ὡς διὰ τὸ μηδέπω τεχθῆναι τὴν τούτων ἐλπίδα, φειδοῦς τεύξονται, καὶ τῆς ἀνακλήσεως ἀπολαύσονται, καίτοι μέλλοντες σταυρῷ τὸν τῆς οἰκουμένης παραδώσειν Σωτῆρα. καʹ. Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ἰδουμαίας, ἡ κατοικοῦσα ἐν γῇ Οὔζ· καί γε ἐπὶ σὲ ἐπελεύσεται, τὸ ποτήριον τοῦ Κυρίου, καὶ πίεσαι, καὶ μεθυσθήσῃ, καὶ ἀποχεεῖς. Ὑπερβολὴν αὐτοῖς κακῶν ὁ προφητικὸς προείρηκε λόγος· τοῦτο γὰρ δηλοῖ τὸ, "μεθυσθήσῃ, καὶ ἀποχεεῖς." Καὶ ὁ θεσπέσιος δὲ Δαβὶδ περὶ αὐτῶν φησι, "Μνήσθητι, Κύριε τῶν υἱῶν Ἐδὼμ, τὴν ἡμέραν Ἱερουσαλήμ· τῶν λεγόντων, Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως τῶν θεμελίων αὐτῆς." Καὶ γὰρ ἀδελφοὶ ὄντες, καὶ γειτονεύοντες, εἰρηνεύειν μὲν οὐκ ἐβούλοντο, τὸ δὲ προγονικὸν διεφύλαξαν μῖσος. κβʹ. Ἐξέλιπεν ἀνομία σοῦ, θύγατερ Σιών· οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἔτι· ἐπεσκέψατο ἀνομίαν σου, θύγατερ Ἐδὼμ, ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου.
But who among those called christs by them—whether king, or prophet, or priest—was named Lord? Yet they could not show this, although they have employed great falsehood. It is clear, then, that the prophet foretold our Savior and Lord, who was seized by them because of the corruption of their impiety. And the prophets say that these will live in the shadow. And they believed through the holy apostles, when their divine oracles were proclaimed to the nations. But let us foresee the things concerning him, since the all-holy Spirit has enlightened us. "The Spirit of our face, Christ the Lord," he says. The prophet, however, has inserted this prophecy into the laments, teaching the Jews of that time that because the hope of these had not yet been born, they would obtain sparing and enjoy recall, although they were about to hand over to the cross the Savior of the world. 21. Rejoice and be glad, daughter of Idumea, you who dwell in the land of Uz; and even upon you shall come the cup of the Lord, and you shall drink, and be drunk, and pour out. The prophetic word has foretold an excess of evils for them; for this is what "you shall be drunk, and pour out" means. And the inspired David also says concerning them, "Remember, Lord, the sons of Edom, the day of Jerusalem; of those saying, Empty it, empty it, even to its foundations." For though they were brothers and neighbors, they did not wish to be at peace, but preserved the ancestral hatred. 22. Your iniquity has failed, daughter of Zion; he will no longer add to remove you; he has visited your iniquity, daughter of Edom, he has uncovered your impieties.
Τῇ μὲν Σιὼν προηγόρευσε τὰ χρηστά, τἀναντία δὲ τῇ Ἰδουμαίᾳ· ἐπ' αὐτῆς γὰρ ἔφη τὴν τιμωρίαν χωρήσειν. Ἀληθὲς δὲ καὶ τὸ, "Οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἔτι." Παντελῶς γὰρ οἱ ἀνδραποδίσαντες κατελύθησαν, καὶ ὑπὸ τὴν Περσῶν δυναστείαν ἐγένοντο. Ὁ μὲν οὖν προφήτης τοῦτο τοῖς θρήνοις τὸ τέλος ἐπέθηκεν· ἡμεῖς δὲ τὸν δεδωκότα στόμα ἀνθρώπῳ, καὶ διδάσκοντα ἄνθρωπον γνῶσιν ὑμνοῦμεν, ὅτι καὶ τοῦδε τοῦ προφήτου δήλην τὴν διάνοιαν, ὡς ἦν ἡμῖν ἐφικτὸν, πεποιήκαμεν, καὶ ταῖς ἄλλαις προφητικαῖς βίβλοις προστεθείκαμεν καὶ τήνδε τὴν ἑρμηνείαν, ὡς μηδὲ μίαν διὰ τὴν αὐτοῦ χάριν προφητείαν καταλιπεῖν
ἀνερμήνευτον. Τοὺς δέ γε ἐντευξομένους παρακαλῶ, δέξασθαι μὲν τὰ εὖ καὶ καλῶς εἰρημένα· εἰ δέ τι ἐλλείπει, συγγνῶναι. Ἄνθρωποι γὰρ ὄντες, καὶ τῆς τελειότητος ἀποδέοντες, τὴν οἰκείαν εἰσηνέγκαμεν προθυμίαν, ὠφέλειάν τινα τοῖς φιλοθέοις καὶ φιλοπόνοις πορίζοντες, οὓς ἀντιδοῦναι παρακαλοῦμεν τῷ πόνῳ τῆς ἑρμηνείας τῆς προσευχῆς τὴν βοήθειαν· ἵν' ὑπὸ ταύτης ἐρειδόμενοι τὸ λειπόμενον τῆς ζωῆς ἐξανύσωμεν, ἔργοις καὶ λόγοις καὶ λογισμοῖς τὸν Θεὸν καὶ Σωτῆρα καὶ Κύριον ἡμῶν θεραπεύοντες, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
To Zion he announced good things, but the opposite to Idumea; for he said that the punishment would come upon it. And the statement "He will no longer remove you" is also true. For those who enslaved them were utterly destroyed and came under the dominion of the Persians. The prophet, then, set this end to his laments; but we hymn the one who gave a mouth to man and teaches man knowledge, because we have made the meaning of this prophet also clear, as far as was possible for us, and we have added this interpretation to the other prophetic books, so as not to leave a single prophecy uninterpreted through his grace. I exhort those who will read it to accept what has been said well and rightly, but if anything is lacking, to pardon it. For being men and falling short of perfection, we have contributed our own zeal, providing some benefit to those who love God and love labor, whom we ask to return, in exchange for the labor of the interpretation, the help of prayer, so that, supported by it, we may complete what remains of life, serving God and our Savior and Lord in deeds and words and thoughts, with whom glory and majesty are fitting to the Father, together with the all-holy Spirit, now and always and unto the ages of ages. Amen.