ΥΠΟΘΕΣΙΣ Πολλὰ τοῖς παλαιοτέροις ἔδοξε περὶ τῆς προκειμένης συγγραφῆς· οἱ μὲν γὰρ τοῦ ἀνδρὸς ὑπεραπολογούμενοι λέγουσιν, ὅτι πρὸ τῆς χάριτος γεγονὼς καὶ μηδὲν ἐλπίζων ἔσεσθαι μετὰ τόνδε τὸν βίον, ἐπειδὴ τῆς τῶν ὁρωμένων εὐδαιμονίας ἀφῃρέθη χρημάτων καὶ παίδων, καὶ τῇ ἀνηκέστῳ περιβεβλημένος νόσῳ εἰκότως ἐδυσχέραινεν. οὐδὲν γὰρ ἑαυτῷ συνειδὼς ἄδικον οὐ δίκαια πάσχειν νομίζων ἐταράττετο. καὶ οὐδὲν μὲν εἰς θεὸν ἐδυσφήμησεν, ὅπερ μάλιστα τῷ διαβόλῳ διὰ σπουδῆς ἦν· πλὴν οὐκ ἐφύλαξε τὸ πρὸς θεὸν ἀκρότατον σέβας τῷ ὅλως ἀμφισβητῆσαι περὶ τὴν αὐτοῦ πρόνοιαν, διὰ τί μὴ τὸ κριτικὸν αὐτῷ ἐφύλαξε ὁ θεός, ἀλλ' εἴασε παρὰ τὴν ἀξίαν κακοῦσθαι, καὶ διὰ τί μὴ φιλανθρωπίας κατηξίωσεν, εἴπερ ἄρα πονηρίαν εἶδεν ἐν αὐτῷ. οὐκ ἀποδεδώκασιν οὖν οἱ ταῦτα λέγοντες τῷ δικαίῳ Ἰὼβ τὴν τελείαν ἀρετήν, ἀλλ' ἔφασαν, ὅτι καλὸν ἡμῖν ὑπόδειγμα γέγονεν ὁ Ἰὼβ οὕτω πρὸ τῆς χάριτος ἀγωνισάμενος, ἵνα ἡμεῖς οἱ τῆς χάριτος ἀπολελαυκότες ἐπὶ τὰ τελειότερα λοιπὸν ὁδεύωμεν, τὸ τοῦ θειοτάτου Παύλου κατὰ νοῦν λαμβάνοντες ὃς πρὸς τοὺς ἀμφισβητοῦντας ταῖς θείαις κρίσεσιν ἔφησεν ὅτι· ὦ ἄνθρωπε, μενοῦν γε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; καὶ ταῦτα μὲν οὗτοι.
HYPOTHESIS. Many things have seemed good to earlier writers concerning the present composition. For some, defending the man, say that he, having lived before grace and hoping for nothing to exist after this life, when he was deprived of the happiness of things seen—of wealth and children—and was surrounded by incurable disease, reasonably was distressed. For, conscious of nothing unjust in himself and thinking he was suffering unjustly, he was disturbed. And he blasphemed nothing against God, which was especially what the devil was eager for; however, he did not preserve the highest reverence toward God, by wholly disputing about His providence—why God did not preserve for him the faculty of judgment, but allowed him to be afflicted beyond his desert, and why He did not deem him worthy of loving-kindness, if indeed He saw wickedness in him. Those who say these things, then, have not attributed perfect virtue to the righteous Job, but have said that Job became a noble example for us, having struggled thus before grace, so that we who have enjoyed grace may from now on walk toward the more perfect things, taking to mind the words of the most divine Paul, who said to those who dispute against the divine judgments: O man, indeed who are you who answer back to God? Shall the thing formed say to the one who formed it, Why have you made me thus? And these things are what they say.
ἕτεροι δὲ ἀπετόλμησαν εἰπεῖν, ὡς τὸ μὲν ἀγώνισμα τὸ κατὰ τὸν Ἰὼβ ἀληθὲς τυγχάνει, οὐκ ἔστι δὲ τῶν θεοπνεύστων βιβλίων ἡ συγγραφή, ἀλλά τις ἀνὴρ τῶν παρ' Ἑβραίοις λογίων τῆς θείας παιδεύσεως τὴν ἐπίδειξιν ποιούμενος ἀκοῇ τὰ κατὰ τὸν δίκαιον παρειληφὼς συνέγραψε τὸ βιβλίον, καὶ ὅσα τοῦ δικαίου φέρονται τραχύτερα δοκοῦντα ῥήματα, ἁμαρτήματα τοῦ συγγραφέως τυγχάνουσιν· οὐ γὰρ Ἰὼβ ἐφθέγξατο ταῦτα. φασὶ δὲ ὅτι καὶ τὴν τοῦ θεοῦ ῥῆσιν ὁ συγγραφεὺς ἀνέπλασεν ἑαυτῷ καὶ τὸ κῆτος, καὶ δι' ὅλων ἁπλῶς ἐκωμῴδησαν τὴν συγγραφὴν ὡς πεπλασμένην οὖσαν καὶ ἐξ ἀνθρωπίνης ἐπινοίας συντεθειμένην. ἕτεροι δὲ ταῦτα μὲν οὐκ εἶπον, τοὺς δὲ θαυμαστοὺς ἄνδρας τοὺς ἑβδομήκοντα διαβεβλήκασι τοὺς μεταβεβληκότας ἐκ τῆς Ἑβραίων φωνῆς εἰς τὴν Ἑλλάδα τὰ γεγραμμένα. οὐ γὰρ καλῶς, φασίν, νοήσαντες τὰ Ἑβραϊκά, ἀλλὰ τῇ ὁμωνυμίᾳ τῶν λέξεων πεπλανημέ νοι εἰς πολλοὺς τόπους ἕτερα ἀνθ' ἑτέρων ἐκδεδώκασιν. οἱ δὲ ταῦτα φήσαντες Ἑβραίῳ τινὶ πεισθέντες ὑπορύττειν ἐπιχειρήσαντι καὶ παραλύειν τῶν ἑβδομήκοντα τὴν ἑρμηνείαν ἕτερα ἀντὶ τῶν γεγραμμένων παρενέβαλον ῥήματα τῷ συγγράμματι. ἄλλοι δὲ τὴν μὲν συγγραφὴν ἀπεδέξαντο ὡς θεόπνευστον οὖσαν, τοὺς δὲ φίλους τοῦ Ἰὼβ ἰσχυρῶς διέσυραν ὡς βασκάνους αὐτοὺς φήσοντες καὶ ὑπὸ βασκανίας οὕτως ἐπιθέσθαι τῷ Ἰώβ. ἕτεροι δὲ τὰ ἱστορικῶς ἐγγεγραμμένα ἀφέντες σχεδὸν ἅπαντα τὰ ῥητὰ πρὸς ἀλληγορίας ἔτρεψαν. καὶ ταῦτα μὲν περὶ τῆς τοῦ βιβλίου συγγραφῆς.
But others dared to say that while the contest concerning Job is true, the writing is not among the divinely inspired books, but rather some man among the learned Hebrews, making a display of divine instruction, wrote the book after receiving by hearsay the accounts of the righteous man, and that whatever harsh-sounding words of the righteous man are reported are sins of the writer; for Job did not utter them. And they say that the writer also fabricated for himself the speech of God and the sea monster, and in short they ridiculed the whole writing throughout as being fabricated and composed from human invention. But others did not say these things, yet they have slandered the wonderful seventy men who translated the writings from the Hebrew tongue into Greek. For, they say, they did not understand the Hebrew well, but being misled by the ambiguity of the words, in many places they handed down one thing in place of another. And those who said these things, persuaded by some Hebrew who attempted to undermine and dissolve the interpretation of the Seventy, inserted other words into the writing in place of what was written. But others accepted the writing as divinely inspired, yet strongly derided Job's friends, saying they were envious and that out of envy they thus attacked Job. And others, setting aside almost all the passages recorded historically, turned the sayings to allegories. And these things concern the writing of the book.
περὶ δὲ αὐτοῦ τοῦ ἀνδρὸς οὐδὲν ἧττον διεφώνησαν οἱ μὲν πρὸ τοῦ νόμου τοῦτον γεγονέναι λέγοντες, οἱ δὲ μετὰ νόμον, ἕτεροι δὲ καὶ ἐπὶ τῶν χρόνων αὐτῶν τῶν βασιλέων τοῦ τε Ἰουδὰ καὶ τοῦ Ἰσραὴλ γεγονέναι φασίν. ἐγὼ δὲ θεῷ πειθόμενος τῷ καὶ μετὰ δικαίων καὶ μετὰ προφητῶν τὸν ἄνδρα συντάξαντι καὶ διὰ τοῦ θεοφόρου στόματος Ἰεζεκιὴλ τοῦ προφήτου φήσαντι περὶ αὐτοῦ· ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν οὐ μὴ ἐξέλωνται πειθόμενος δὲ καὶ τῷ λέγοντι· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε, τὸν μὲν ἄνδρα θαυμαστόν τινα καὶ ἀποστολικὸν εἶναι πείθομαι καὶ προφητικῆς ἀξιωθέντα χάριτος, εἴτε καὶ πρὸ τῶν παλαισμάτων εἴτε καὶ ἐν αὐτοῖς μέσοις τοῖς ἀγωνίσμασιν· καὶ γὰρ οὐδὲν αὐτῷ τῆς ἀκριβείας παραλέλειπται. τέλειος οὖν ἦν τὴν ἀρετὴν καὶ τῆς τοῦ θεοῦ μαρτυρίας ἄξιος. πάλιν τε τοῖς τε ἱεροῖς
ἀποστόλοις ἀκολουθῶν καὶ τοῖς ἁγιωτάτοις ἡμῶν πατράσιν, οἵτινες ἐκ τῶν ἀποστόλων τὸ βιβλίον παρειληφότες κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν ἐκδεδομένον ἐν τοῖς ἐνδιαθέτοις τῆς θεοπνεύστου γραφῆς κατέλεξαν, οὔτε ἐξ ἀνθρωπίνης ἐννοίας συντεθεῖσθαι λέγω τὴν γραφήν, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντά φημι ὑπὸ ἁγίου πνεύματος ὁδηγηθέντας καὶ καλῶς νενοηκότας τὰ Ἑβραϊκὰ αὐτό τε τοῦτο τὸ βιβλίον καὶ πάντα τὰ τῆς Παλαιᾶς Διαθήκης εἰς τὴν Ἑλλάδα μεταβαλεῖν γλῶτταν πρὸ τῆς τοῦ κυρίου ἐπιδημίας ἐπὶ τῶν Πτολεμαίων τῶν Αἰγύπτου βασιλευσάντων θεοῦ τοῦτο οἰκονομήσαντος, ἵνα μή τις εἴπῃ, ὡς χάριν Χριστιανοῖς κατατιθέμενοι οὕτω τὰς γραφὰς οἱ ἑβδομήκοντα διηρμήνευσαν.
Concerning the man himself, however, they disagreed no less: some said he lived before the law, others after the law, and others say he lived even in the times of the kings of Judah and of Israel. But I, persuaded by God, who ranked the man both with the righteous and with the prophets, and who spoke concerning him through the God-bearing mouth of Ezekiel the prophet: "Even if Noah and Job and Daniel stand, they shall not deliver their sons and their daughters," and persuaded also by the one who says, "You have heard of the endurance of Job and you have seen the end of the Lord," I am persuaded that the man was something wonderful and apostolic, and was deemed worthy of prophetic grace, whether before his struggles or in the very midst of his contests; for nothing of exactness was left out in his case. He was therefore perfect in virtue and worthy of the testimony of God. And again, following the sacred apostles and our most holy fathers, who, having received the book from the apostles as it was handed down according to the translation of the Seventy, counted it among the inspired books of God-breathed Scripture, I say that the writing was not composed from human thought, but I affirm that the Seventy also, guided by the Holy Spirit and rightly understanding the Hebrew, translated this very book and all the things of the Old Testament into the Greek tongue before the coming of the Lord, in the time of the Ptolemies who reigned over Egypt, God having arranged this, so that no one might say that the Seventy interpreted the Scriptures in this way in order to lay them down as a favor to Christians.
καὶ οἱ μὲν λοιποὶ τῶν ἑρμηνευτῶν μετὰ τὴν ἐπι δημίαν γεγονότες καὶ οὐκ ὄντες Χριστιανοὶ πρὸς τὸν ἴδιον σκοπὸν τὴν ἑρμηνείαν ἐποιήσαντο καὶ εἷς ἕκαστος καθ' ἑαυτὸν ὡς ἠβουλήθησαν· οἱ δὲ καὶ πρὸ τῆς ἐπιδημίας καὶ διῃρημένως ἡρμήνευσαν κατὰ συζυγίας ὑπὸ τοῦ Πτολεμαίου διαιρεθέντες, καὶ πάντες συνεφώνησαν ἀλλήλοις ὡς ἐκ μιᾶς γλώττης φθεγξάμενοι καὶ μήτε πρὸς χάριν μήτε πρὸς ἀπέχθειάν τινος τὴν μεταβολὴν τῶν Ἑβραϊκῶν ποιησάμενοι. διόπερ αὐτὴν ὡς ἀνύποπτον οὖσαν καὶ ὑπὸ πολλῶν καὶ πρεσβυτέρων τοῦ Ἰσραὴλ σὺν ἀληθείᾳ ἐκδεδομένην οἱ τῆς ἀληθείας μυσταγωγοὶ θεῖοι ἀπόστολοι τῇ ἐκκλησίᾳ παραδεδώκασιν, ὥστε περιτταὶ τῶν μυθολόγων Ἑβραίων αἱ παρεξηγήσεις. εἰ γὰρ καὶ κατὰ τὸ σπάνιον χρησόμεθα λέξει τινι κειμένῃ παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, σαφηνείας καὶ μόνης χάριν τοῦτο ποιοῦμεν, κατὰ τῶν αὐτῶν μέντοι νοημάτων ἐρχόμεθα· οἷόν ἐστι παρ' Ἕλλησιν ἀκοῦσαι λεγομένους ἐρέτας τοὺς κωπηλάτας, καὶ διὰ τὸ μὴ εἰδέναι τοὺς ἀκροωμένους, τίνες εἰσὶν ἐρέται, φαμὲν πρὸς αὐτούς, ὅτι οὗτοί εἰσιν οἱ κωπηλάται. οὕτως καὶ ἐὰν εὕρωμεν παρὰ τοῖς ἑβδομήκοντα ἀσαφεστέραν λέξιν σαφέστερον εἰρημένην παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, συγχρώμεθα τῇ σαφεστέρᾳ διὰ τὴν σαφήνειαν. οὐ γάρ φαμεν, ὅτι ἐκεῖνοι τούτων ἄμεινον ἡρμήνευσαν· τοῦτο γὰρ παντελῶς ἀνόητον καὶ Ἰουδαϊκῆς ἢ καὶ Σαμαρείτιδος τόλμης παρεγχείρημα. καὶ ταῦτα μὲν περί τε τοῦ ἀνδρειοτάτου Ἰὼβ καὶ τῆς συγγραφῆς, ἣν ἅπασαν δεχόμεθα μετὰ τῶν ἐν τῷ τέλει γεγραμμένων, ἐν οἷς καὶ ἡ γενεαλογία φέρεται τοῦ Ἰώβ, δι' ἧς δηλοῦται πρὸ νόμου τυγχάνων.
And the rest of the interpreters, who lived after the coming and were not Christians, made their interpretation with their own aim in view, each one for himself as they wished; but those before the coming also interpreted separately, divided into pairs by Ptolemy, and all agreed with one another as if speaking from one tongue, making the translation of the Hebrew neither for favor nor for hatred of anyone. Therefore, since it was above suspicion and had been delivered with truth by many and elder men of Israel, the divine apostles, the guides into the mysteries of the truth, handed it down to the church, so that the misinterpretations of the mythologizing Hebrews are superfluous. For even if we rarely use some word that stands in the other interpreters, we do this for the sake of clarity alone, yet we arrive at the same meanings; as, for example, among the Greeks one hears rowers called eretai, and because those listening do not know who the eretai are, we say to them that these are the rowers. So too, if we find in the Seventy a word that is less clear but stated more clearly by the other interpreters, we make use of the clearer one for the sake of clarity. For we do not say that those interpreted better than these; for that is utterly foolish and an attempt of Jewish or even Samaritan audacity. And this much concerning the most manly Job and the writing, which we accept in its entirety together with what is written at the end, in which the genealogy of Job is also included, through which it is shown that he lived before the law.
ὅλην γὰρ τὴν συγγραφὴν οὕτω γεγραμμένην ἄνωθεν ἐκ τῶν ἀποστόλων ἡ ἐκκλησία παρείληφεν. πείθομαι δὲ καὶ τοὺς αὐτοῦ φίλους δικαίους εἶναι· οὐ γὰρ ἦν τὸν δίκαιον μὴ δικαίους κεκτῆσθαι φίλους· ἐπειδὴ δὲ μέγας ἦν ἀθλητὴς καὶ ὁ τῶν ἀποστατικῶν δυνάμεων ἄρχων διάβολος δι' ἑαυτοῦ κατέβη πρὸς τὸν ἀγῶνα, ὁ τοὺς ἑαυτοῦ στεφανίτας ἀνακηρύττων θεὸς πάντα παθεῖν συγκεχώρηκε τὸν δίκαιον καὶ πάσας ἐνέγκαι τοῦ πολεμίου τὰς πληγάς, ὡς ἂν μή τις αὐτῷ πρόφασις ὑπολειφθῇ. διὸ πρὸς πᾶσι τοῖς ἀλγεινοῖς συνεχωρήθησαν καὶ οἱ αὐτοῦ φίλοι ἀντὶ παραμυθίας φαρμάκου δεινοτέρους αὐτῷ τῶν τραυμάτων λόγους ἐπιθεῖναι. ἡ δὲ συγχώρησις γέγονεν οὕτως· πολλοὶ τῆς ἐγκαταλείψεώς εἰσιν οἱ τρόποι, καὶ ὁ μέν τις πάσχει δι' ἁμαρτίας, ὡς ἐκεῖνος πρὸς ὃν ἔλεγεν ὁ σωτήρ· ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ὁ δέ, ἵνα δοξασθῇ ὁ θεός, ὡς ὁ ἐκ γεννητῆς τυφλός, περὶ οὗ πάλιν ἔφησεν ὁ κύριος· οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα δοξασθῇ ὁ θεός. καὶ ἄλλοι πάσχουσι κατ' ἄλλην οἰκονομίαν, ὡς οἱ παῖδες οἱ ἀναιρεθέντες ὑπὸ Ἡρώδου καὶ ἄλλοι πολλάκις, ἵνα κακίας προσδοκωμένης ἀνασταλῶσιν ἢ ἵνα ἀπὸ κακίας εἰς ἀρετὴν ἐπιστρέψωσιν. καὶ ἁπλῶς εἰπεῖν ποικίλοι καὶ πολλοὶ τῆς τοῦ θεοῦ προνοίας καὶ τῆς ἐξ αὐτοῦ παιδεύσεως ἡμῖν ἐπιφερομένης οἱ τρόποι, πάντες δὲ συμφέροντες καὶ ὠφέλιμοι, κἂν ἡμεῖς τούτων ἀγνοῶμεν τοὺς λόγους. εἷς δὲ τῶν τρόπων τυγχάνει καὶ οὗτος ὃς τοῖς δικαίοις ἐπιφέρεται, ἵνα αὐτῶν ἡ κεκρυμμένη ἀρετὴ διαλάμψῃ καὶ ὡς χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθέντες ἐκλάμψωσιν.
For the church has received the whole writing, composed in this way from the beginning, from the apostles. And I am persuaded that his friends also were righteous; for it was not possible for the righteous man to have acquired friends who were not righteous. But since he was a great athlete, and the devil, the ruler of the apostate powers, came down in person to the contest, God, who proclaims his own crowned victors, permitted the righteous man to suffer all things and to endure all the blows of the enemy, so that no pretext might be left to him. Therefore, in addition to all his pains, his friends also were permitted, instead of the medicine of consolation, to apply to him words more terrible than his wounds. And the permission came about in this way: there are many modes of abandonment. One person suffers on account of sin, like the man to whom the Savior said, "See, you have become well; sin no more." Another suffers so that God may be glorified, like the man blind from birth, concerning whom the Lord again said, "Neither this man sinned, nor his parents, but so that God might be glorified." And others suffer according to another dispensation, like the children killed by Herod and others often, so that an expected wickedness might be checked, or so that they might turn from wickedness to virtue. And to speak simply, the modes of God's providence and of the discipline brought upon us by him are varied and many, and all are expedient and beneficial, even if we are ignorant of their reasons. And one of the modes is also this one which is brought upon the righteous, so that their hidden virtue may shine forth, and having been tested like gold in a furnace, they may shine.
κατὰ τοῦτον τὸν τρόπον συνεχώρει ὁ θεὸς τὸν τῆς ὑπομονῆς ἀνδριάντα τὸν μέγαν Ἰὼβ ὑπὸ τοῦ διαβόλου πειράζεσθαι. καὶ ἠγνόει μὲν τέως αὐτὸς
τοῦτο, ὡς ἂν καὶ περιφανεστέρως ἀνδρεῖος ἀναδειχθῇ, ἠγνόουν δὲ καὶ οἱ τούτου φίλοι. ἐπεὶ δὲ ἤκουσαν αὐτοῦ τὸν θάνατον ἐπευχομένου, δέον ἑτέροις παραμυθήσασθαι λόγοις, συνεχωρήθησαν, ὡς ἤδη φθάσαντες εἴπομεν, τοῦτο μὲν μὴ ποιῆσαι, ἐκ δέ τινος δικαιώματος, ἴσως δὲ καὶ τοῦ διαβόλου λάθρᾳ αὐτοῖς τοῦτο ὑποσπείροντος, τὸν ὑπὲρ θεοῦ δῆθεν ζῆλον ἀναλαβεῖν, καὶ νομίσαντες, ὅπερ οὐκ ἦν ἀληθές, βλασφημίαν εἶναι κατὰ θεοῦ τὸ ποθεῖν τὸν δίκαιον ἀπαλλαγῆναι τοῦ σώματος, τὴν ὑπὲρ θεοῦ δῆθεν συνηγορίαν ἀναδεξάμενοι οἱ πρὸς θεραπείαν ἥκοντες πικρότεροι τῶν ἀλγηδόνων τῷ δικαίῳ κατέστησαν. ὅτι δὲ οὐκ ἦν ἀληθὴς ἡ ὑπόνοια, ἐξὸν ἦν αὐτῷ διαχειρίσασθαι ἑαυτὸν καὶ ὑπεξαγαγεῖν τοῦ σώματος, ἀλλ' οὐκ ἠνέσχετο τοῦτο ποιεῖν διὰ τὸν θεὸν τὸν συνδήσαντα τὴν ψυχὴν τῷ σώματι. καὶ ἤρα μὲν τοῦ θανάτου, εἰλικρινὲς δὲ τὸ πρὸς τὸν θεὸν φυλάττων σέβας, καίτοιγε ἐπ' ἐξουσίας ἔχων, οὐχ ἑαυτὸν ἀνεῖλεν. εἴ τις τοιγαροῦν τοῖς ἴχνεσιν ἠκολούθησε τοῦ μεγάλου Ἰὼβ καὶ παρῆλθε μὲν τὸν ἐμπαθῆ φόβον, τὴν δὲ τελείαν ἀγάπην ἔφθασεν, οἶδεν ἐκ ποίας παρρησίας οὕτω διαλέγεται καὶ ὅτι οὐκ ἂν ἐθάρρει κρίνεσθαι πρὸς θεόν, εἰ μὴ τῇ ἀγάπῃ τῇ πρὸς αὐτὸν συνεδέδετο καὶ σφόδρα ἐθάρρει τῇ τοῦ κυρίου δικαιοκρισίᾳ· διὸ καὶ ὁ θεὸς αὐτὸν ἀπεδέξατο εἰδώς, ἐκ ποίας γνώμης καὶ ποίας ἀγάπης τοὺς λόγους προέφερεν.
In this way God permitted the great Job, that statue of endurance, to be tested by the devil. And for a time he himself did not know this, so that he might be shown forth as brave more conspicuously; and his friends did not know it either. But when they heard him praying for death, when they ought to have comforted him with other words, they were permitted—as we have already said—not to do this, but from some claim of righteousness, and perhaps also because the devil was secretly sowing this in them, to take up zeal on God's behalf, as it were, and thinking—what was not true—that it was blasphemy against God for the righteous man to long to be released from the body, they undertook the advocacy on God's behalf, as it were, and having come for healing, they became more bitter to the righteous man than his pains. But that the suspicion was not true, it was possible for him to do away with himself and withdraw from the body, but he did not endure to do this because of God, who bound the soul to the body. And he longed for death, but keeping his reverence toward God pure, although he had the power, he did not kill himself. If anyone, then, has followed in the footsteps of the great Job and has passed by the fear that comes from the passions, and has reached perfect love, he knows with what confidence he thus speaks, and that he would not have dared to be judged against God, unless he had been bound by love for him and had great confidence in the Lord's righteous judgment; therefore God also accepted him, knowing from what disposition and what love he brought forth his words.
εἰ δὲ καί τις ἀλγηδόνων πεπείραται, διαφερόντως καταπλαγήσεται τὴν ἐν ταῖς βασάνοις τοῦ ἀνδρὸς φιλοσοφίαν. ἀλλ' ἰτέον λοιπὸν ἐπὶ τὴν τῶν ῥητῶν ἑρμηνείαν. λέξομεν δὲ ὅσα καὶ τῇ ἱστορίᾳ συμβαίνει καὶ ὅσα πρὸς ἀλληγορίαν βλέπει οὐδὲν τῇ ἱστορίᾳ λυμαινόμενα, ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν ἁγίων βιβλίων. οὕτω γὰρ ἡμᾶς οἱ πατέρες ἐδίδαξαν, μήτε ἐκριζοῦν τὰ ἐγγεγραμμένα καὶ πάντα πρὸς ἀλληγορίαν στρέφειν μήτε Ἰουδαϊκῶς ἐναπομένειν μόνῳ τῷ γράμματι, ἀλλὰ διασκαλιδεύειν καὶ καλλιεργεῖν τὸν νοητὸν τῶν θείων γραφῶν παράδεισον καὶ τὰ μὲν τῇ ἱστορίᾳ, τὰ δὲ τῇ θεωρίᾳ ἀποδιδόναι, καὶ διαφερόντως ἐπὶ τῶν προφητῶν, ὧν ἕνα ἡγοῦμαι τὸν ἁγιώτατον Ἰώβ. εἰ μὲν γὰρ ἑκάτερα δέχεται τὸ ῥητὸν ἀβιάστως, καὶ τὴν ἱστορίαν καὶ τὴν θεωρίαν, χρηστέον ἀμφοτέροις· εἰ δὲ τὴν ἱστορίαν μόνην, μείνωμεν ἐπὶ τοῦ γράμματος· εἰ δὲ πρὸς διάνοιαν μόνην ὁρᾷ, ἀνακουφιστέον τὸν λόγον εἰς τὴν ἀλληγορίαν. χωρήσωμεν τοιγαροῦν, ὡς ἔφην, ἐπὶ τὴν τῶν ῥητῶν σαφήνειαν αὐτήν, πρότερον αἰτήσαντες τοῦ μακαρίου Ἰὼβ τὴν ἁγίαν ψυχήν, ἱκετεῦσαι θεὸν δοῦναί τι καὶ ἡμῖν ἐπάξιον εἰπεῖν τῆς τοῦ ἀνδρὸς μεγαλοψυχίας. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Προθεωρία τοῦ κεφαλαίου ὄνομα τοῦ δικαίου καὶ χώραν φησὶν ἡ γραφὴ καὶ διαγράφει τὴν ὥραν αὐτοῦ τῆς ψυχῆς, προασφαλιζομένη τὸν ἀκροατήν, ἵνα κατὰ ταύτην τοῦ ἀνδρὸς τὴν ὑπόληψιν ἀκούσῃ καὶ τὰ ὑπ' αὐτοῦ λεγόμενα μηδὲν θορυβούμενος, ἀλλὰ ἀσφαλῶς πεπεισμένος περὶ τῆς αὐτοῦ δικαιοσύνης.
But if anyone has also experienced pains, he will be struck in a surpassing way by the man's philosophy in his torments. But now let us proceed to the interpretation of the words. We will state both what accords with the history and what looks toward allegory, in no way doing violence to the history, just as also in the case of the other sacred books. For thus the fathers taught us, neither to root out what is written and turn everything toward allegory, nor to remain in a Jewish manner in the letter alone, but to dig over and cultivate the noetic paradise of the divine Scriptures and to assign some things to history and some to contemplation, and especially in the case of the prophets, of whom I consider the most holy Job to be one. For if the text admits both without violence, both history and contemplation, both must be used; but if only history, let us remain with the letter; but if it looks to the meaning alone, the discourse must be lifted up into allegory. Let us therefore proceed, as I said, to the clarification of the words themselves, first asking the holy soul of the blessed Job to entreat God to grant us also to say something worthy of the man's greatness of soul. CHAPTER ONE The beginning of the text: There was a certain man in the land of Ausitis, whose name was Job. Preliminary survey of the chapter. The Scripture states the name of the righteous man and his land, and describes the beauty of his soul, safeguarding the hearer beforehand, so that he may hear the words spoken by him with this estimate of the man and without being disturbed at all, but firmly persuaded concerning his righteousness.
εἶτά φησιν, ὡς καὶ πολύπαις ἦν καὶ καλλίπαις καὶ βρύων πᾶσι τοῖς τῆς ἀνθρωπίνης εὐδαιμονίας. διδάσκει δὲ καὶ τῶν παίδων αὐτοῦ τὴν ὁμόνοιαν καὶ φιλαδελφίαν καὶ τοῦ πατρὸς τὴν ἐπιμέλειαν καὶ τὸ περὶ θεὸν σέβας καὶ μεθ' ὅσης ἐπιμελείας τοὺς παῖδας ἀνέτρεφεν, πολλὴν ποιούμενος πρόνοιαν καὶ τὰς κατὰ διάνοιαν αὐτῶν ἀκουσίους ἁμαρτίας ἐξαλείφειν διὰ θυσιῶν καὶ τῆς εἰς θεὸν δεήσεως. φρ. μέχρι σήμερον ἐν τῇ Ἀραβίᾳ καὶ τὸ μνημεῖον τοῦ ἀνδρείου Ἰὼβ φαίνεται καὶ ἡ τῆς κοπρίας παλαίστρα, ἐν ᾗ τοὺς λαμπροὺς ἀνεδήσατο στεφάνους, καὶ τὰς δι' ἔτους αὐτῷ τιμὰς ἄγουσιν οἱ ἐπιχώριοι, ὡς ἐκεῖθεν ἡμῖν ἀφικόμενοί τινες τῶν ἀδελφῶν ἐξηγήσαντο. τὴν δὲ Αὐσίτιδα χώραν οἱ μὲν τὴν τοῦ Σιὼν εἶναι ἔφησαν, οἱ δὲ τὴν Ἰδουμαίαν, ἄλλοι δὲ ἐν μέσῳ τινὰ κειμένην τῆς Ἰδουμαίας καὶ τῆς Ἀραβίας, ἕτεροι δὲ αὐτὴν τὴν Ἀραβίαν, ἐν ᾗ καὶ τὸ μνῆμα τοῦ δικαίου κεῖται. ἀλλ' ὅτι μὲν Ἰδουμαῖος ἦν, εὔδηλον ἐκ τῶν πρὸς τῷ τέλει τοῦ βιβλίου γεγραμμένων. ποῦ δὲ κατῴκει καὶ ποῦ ἠγωνίσατο, πρόδηλον ἐκ τῶν μέχρι νῦν ὁρωμένων. φρ. ἡ χώρα ἡ Αὐσῖτις χώρα ἦν τοῦ Ἠσαύ· ἀπὸ γὰρ Ἠσαὺ Αὐσῖτις ἐκλήθη ἤτοι ἀπὸ Αὖς ἑνὸς
Then he says that he was both a father of many children and a father of beautiful children, and abounding in all the things of human happiness. He also teaches the concord and brotherly love of his children, and the father's care, and his reverence toward God, and with how much care he raised his children, exercising great forethought and wiping away their involuntary sins of thought through sacrifices and prayer to God. Fragment: To this day in Arabia the tomb of the manly Job is visible, and the wrestling-place of the dung-heap, in which he bound on his bright crowns, and the inhabitants of the region hold annual honors for him, as some of the brethren who came to us from there explained. As for the land of Ausitis, some said it was the land of Zion, others Idumea, others that it lies somewhere in the middle between Idumea and Arabia, and others that it is Arabia itself, in which the tomb of the righteous man also lies. But that he was an Idumean is clear from what is written toward the end of the book. And where he lived and where he struggled is evident from what is seen to this day. Fragment: The land of Ausitis was the land of Esau; for from Esau it was called Ausitis, that is, from Aus, one
τῶν υἱῶν Ἠσαύ. βούλεται δὲ εἰπεῖν, οἷον ἤνεγκεν εἰς εὐσέβειαν ἡ τοῦ βεβήλου καὶ ἀθέσμου χώρα. αὕτη δὲ ἡ Αὐσῖτις ἐν ὁρίοις Ἰουδαίας καὶ Ἀραβίας, ὡς Εὐσέβιος φάσκει οὕτωτὸν Ἀρισταῖον ἐν τῷ περὶ Ἰουδαίων ἐκλαβεῖν. φρ. ἀληθινὸς μὲν καὶ οὐκ ἐπίπλαστος, ἄμεμπτος δὲ καὶ δίκαιος, ὡς δικαίως τὸ δίκαιον μεταδιώκων δι' αὐτὸ τὸ καλὸν καὶ οὐ δι' ἕτερόν τι, θεοσεβὴς δὲ ὡς πρὸ ὀφθαλμῶν τὸν θεὸν ἔχων καὶ διὰ τοῦτο ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος κατὰ τὴν φυσικὴν καὶ ἀπ' ἀρχῆς ἔννοιαν τὸν θεῖον νόμον καὶ φόβον γραπτὸν ἐν τῇ διανοίᾳ ἔχων· οὔπω γὰρ ἦν ὁ ἔγγραφος ὁ διὰ Μωσέως. θαυμαστὸν οὖν, ὅτι πρὸ νόμου καὶ πρὸ χάριτος νομικῶς τε ὁμοῦ καὶ εὐαγγελικῶς ἐπολιτεύσατο, καὶ ταῦτα ἐν ἀλλοφύλοις ἀναστρεφόμενος, διδάσκαλον αὐτὸν ἀρετῆς τοῖς περὶ τοὺς τόπους ἔθνεσιν ὁμοίως τοῦ πάντων κηδομένου θεοῦ καταστήσαντος. φρ. καταλέγει ταῦτα, ἵνα δείξῃ, ὅτι ἐν τοσαύτῃ εὐδαιμονίᾳ τυγχάνων οὐκ ἀπαιδαγώγητος ἦν οὐδὲ περιεσπᾶτο τὸν νοῦν ἀπὸ τῆς εὐσεβείας. φρ. α ἐντεῦθεν καὶ πλούσιοι παιδευέσθωσαν, μὴ διὰ τὸν κόρον ὑβρίζειν, καὶ πένητες εὐχαριστείτωσαν ἢ τὴν ἀρχὴν μὴ κτησάμενοι ἢ κτησάμενοι καὶ εἰς πενίαν ἀποπεπτωκότες. παραμυθείσθωσαν δὲ καὶ οἱ παῖδας ἀποβεβληκότες πρὸς τὴν θαυμαστὴν εἰκόνα τοῦ δικαίου βλέποντες. ὑπηρεσίαν δὲ τὴν διὰ τῶν οἰκετῶν φησιν· ὁ γὰρ Ἀκύλας δουλεία πολλὴ σφόδρα ἐκδέδωκεν. ἔργα δὲ μεγάλα τὰ τῶν κατ' ἀγροὺς καὶ κατ' οἴκους οἰκοδομημάτων, διαφερόντως δὲ τὰ τῆς εὐσεβείας. φρ. β ἀντὶ τοῦ· ἀγροὶ παντοδαποὶ καὶ φυτεῖαι μεγάλαι.
of the sons of Esau. He wishes to say, for example, what the land of the profane and lawless man contributed to piety. This is the Ausitis, in the borders of Judea and Arabia, as Eusebius asserts that Aristeas thus interpreted in his work On the Jews. Fragment: true and not counterfeit, blameless and righteous, as one who rightly pursues righteousness for the sake of the good itself and not for anything else, and godly as one who has God before his eyes and for this reason abstains from every evil thing, having the divine law and fear written in his mind according to the natural and from-the-beginning conception; for the written law through Moses did not yet exist. It is wonderful, then, that before the law and before grace he lived both according to the law and according to the gospel, and this while moving among foreigners, God, who cares for all, having appointed him as a teacher of virtue to the nations in those regions. Fragment: he recounts these things in order to show that, being in such great prosperity, he was not uneducated nor was his mind dragged away from piety. Fragment a: from this let the rich also be instructed, not to be insolent because of satiety, and let the poor give thanks, either because they never acquired wealth at all or because, having acquired it, they have fallen into poverty. And let those who have lost children be comforted, looking to the wonderful image of the righteous man. He calls the service that through the servants; for Aquila rendered it as "very great slavery." And great works are those of the buildings in the fields and in the houses, and especially those of piety. Fragment b: instead of: fields of every kind and great plantations.
διαφερόντως δὲ τὰ τῆς εὐσεβείας ἔργα φησίν, διὸ οὐδὲ ὁ διάβολος πεποίηκέ τι τοῖς τοιούτοις ἔργοις. φρ. ἀλλήλους, φησίν, ἐκ διαδοχῆς συνεκάλουν _ἕ_κ_α_σ_τ_ο_ς_ _τ_ὴ_ν_ _ἑ_α_υ_τ_ο_ῦ_ _ἡ_μ_έ_ρ_α_ν_· οὕτω γὰρ Ἀκύλας ἐκδέδωκεν. τοῦτο δὲ φιλαδελφίας καὶ ὁμονοίας ἔργον καὶ τῆς πατρῴας παιδεύσεως γνώρισμα. θαυμασιώτατα δὲ ἐπὶ μὲν τῶν ἀρρένων ἔφη τὸ συμπορευόμενοι πρὸς ἀλλήλους (τουτέστι παρ' οὐδενὶ αὐτῶν περὶ πρωτείων ἡ αἵρεσις, μέγιστον δὲ ἕκαστος ἔκρινε τὸ πρὸς τὸν ἀδελφὸν ἐπείγεσθαι) ἐπὶ δὲ τῶν θηλειῶν τὸ συμπαραλαμβάνειν· οὐ γὰρ ταύτας ἀπῄτουν τὴν περὶ τῶν τοιούτων φροντίδα, ἀλλὰ κοινωνοὺς μόνον τῆς εὐωχίας ἐλάμβανον. καὶ οἱ μὲν ἄρρενες περὶ ταύτην τὴν διακονίαν ἠσχολοῦντο, αἱ δὲ θήλειαι σεμνῶς καὶ ἀπερισπάστως συνῆσαν τοῖς ἀδελφοῖς. φρ. συμπορευόμενοι· καὶ ἐν τούτῳ τὸ φιλάλληλον, ὅπως ἀπερισπάστους φυλάξουσι τὰς θηλείας. φρ. α ἡνίκα ἡ περίοδος τῶν ἑπτὰ ἡμερῶν ἐπληροῦτο, ἅπαξ τῆς ἑβδομάδος ἔθυεν. φρ. β καὶ ἐγένετο ὡς ἂν συνετελέσθησαν· ἡνίκα ἡ περίοδος τῶν ἑπτὰ ἡμερῶν ἐπληροῦτο. φρ. τὸ μὲν ὡς συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου ἢ ὅτι καθ' ἑκάστην ἡμέραν τοῦτο ἐποίει ὑπὲρ τῆς παρελθούσης ἡμέρας προσφέρων τὴν θυσίαν, ἢ ὅτι μετὰ τὴν περίοδον τῶν ἑπτὰ ἡμερῶν ἅπαξ τῆς ἑβδομάδος. τὸ δὲ ἀπέστειλε τὴν ἐπιμέλειαν δείκνυσι τοῦ πατρός· οὐ γὰρ ἐκ τύπου τινὸς τοῦτο ἐγίνετο, ἀλλ' ἐξ ἀγρύπνου φροντίδος. τὸ δὲ ἐκαθάριζεν καθαρσίοις ὡς ἔοικε τοῖς δι' ὑδάτων, οἷς φυσικῶς τε οἱ ἄνθρωποι χρῶνται καὶ κατὰ νόμον οἱ Ἰουδαῖοι.
He speaks especially of the works of piety, for which reason not even the devil has done anything against such works. “They used to call one another,” he says, “in succession, each one on his own day”; for thus Aquila rendered it. This is a work of brotherly love and concord and a mark of ancestral upbringing. Most wonderfully, in the case of the males he said “going together to one another” (that is, in none of them was there a preference for primacy, but each judged it the greatest thing to hasten to his brother), and in the case of the females “taking them along with them”; for they did not require these to have concern about such matters, but took them only as sharers in the feast. And the males were occupied with this service, while the females associated with their brothers modestly and without distraction. “Going together”: in this too is the love of one another, so that they might keep the females undistracted. “When the cycle of the seven days was fulfilled,” once a week he sacrificed. “And it came to pass when they were completed”: when the cycle of the seven days was fulfilled. The phrase “when the days of the drinking were completed” means either that he did this each day, offering the sacrifice for the day that had passed, or that after the cycle of the seven days, once a week. And “he sent” shows the father’s care; for this was not done from some routine, but from wakeful concern. And “he cleansed” with purifications, as it seems, by means of water, which men use naturally and the Jews according to the law.
καὶ τὰς μὲν οὖν θυσίας ὑπὲρ τῆς αὐτῶν σωτηρίας προσέφερεν, τὸν δὲ μόσχον ὑπὲρ τῶν κατὰ διάνοιαν ἁμαρτημάτων. φρ. ηὐλαβεῖτο γὰρ τὴν συνεζευγμένην τοῖς δείπνοις τοῦ λογισμοῦ ταραχὴν καὶ καθαίρειν ταῖς θυσίαις τὰς μόνῳ θεῷ γινωσκομένας πράξεις ἠπείγετο πρὸς τὴν χάριν βλέπων καὶ παρατρέχων τὰ νομικὰ παραγγέλματα. ὁρᾷς ἀκρίβειαν εὐαγγελικήν· τοῦ γὰρ εὐαγγελικοῦ νόμου κελεύοντος μήτε κατὰ διάνοιαν πορνεύειν ἢ θυμοῦσθαι εἰκῆ ὁ ἅγιος Ἰὼβ καὶ ὑπὲρ τῶν κατ' ἔννοιαν ἁμαρτημάτων τῶν παίδων τὸν θεὸν ἐξιλεοῦτο διὰ τῆς θυσίας. φρ. τὰ γὰρ ὁρώμενα αὐτῶν εἰδὼς καθαρὰ διενοεῖτο, μήπως τι ἦν ἐν αὐτοῖς κρυπτὸν παρολίσθημα, καὶ ἔθυεν ὑπὲρ τῶν κρυφίων κατὰ τὸν λέγοντα προφήτην· ἐκ τῶν κρυφίων μου, τουτέστι τῶν κατ' ἄγνοιαν συμβαινόντων, καθάρισόν με. ΚΕΦΑΛΑΙΟΝ ΔΕΥΤΕΡΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν
μετ' αὐτῶν. Προθεωρία τοῦ κεφαλαίου ὁ κοινὸς τῶν ἀνθρώπων ἀλιτήριος διάβολος οὐ φέρων τοῦ δικαίου τὴν ἐπ' ἀρεταῖς ἀνδραγαθίαν, ἀλλ' οὐδὲ ἔχων τινὰ ἐξουσίαν καθ' ἡμῶν, ὅπουγε οὔτε χοίρων ἔσχεν εἰ μὴ παρὰ τοῦ σωτῆρος εἴληφε, διαβάλλει πρὸς θεὸν τὸν δίκαιον ὡς οὐ δι' ἀρετὴν μετιόντα τὸ δίκαιον, ἀλλ' ὡς ἀντιμισθίαν εἰσφέροντα τῷ θεῷ ἐφ' οἷς αὐτὸν εὐηργέτησεν, ἐπεί φησιν· περίελε τὴν εὐδαιμονίαν καὶ ὄψει τοῦ τρόπου τὴν φαυλότητα· ὁμοῦ γὰρ τῇ τῶν χρημάτων ἀφαιρέσει καὶ εἰς πρόσωπον ἐξοίσει κατὰ σοῦ τὴν βλασφημίαν.
And so he offered the sacrifices for their own salvation, but the calf for the sins of the mind. For he was on guard against the disturbance of reasoning that is yoked together with banquets, and he hastened to purify through sacrifices the deeds known to God alone, looking toward grace and passing over the legal precepts. You see evangelical exactness; for since the evangelical law commands neither to commit fornication in thought nor to be angry without cause, the holy Job also propitiated God through sacrifice even for the sins of his children in their thoughts. For knowing the things that were seen by them to be pure, he considered whether there was some hidden slip among them, and he sacrificed for hidden things, according to the prophet who says: "From my hidden things"—that is, the things that happen through ignorance—"cleanse me."
CHAPTER TWO
Beginning of the passage: "And it came to pass on this day, and behold, the angels of God came to stand before the Lord, and the devil came with them."
Forethought of the chapter. The devil, the common destroyer of men, not bearing the righteousness of the just man in his virtues, but neither having any authority against us—since he did not even have authority over swine unless he had received it from the Savior—slanders the just man to God, as though he pursued righteousness not for the sake of virtue, but as though he were bringing a recompense to God for the benefits with which he had benefited him. For he says: "Take away his prosperity, and you will see the baseness of his character"; for at the same time as the removal of his possessions, he will also bring forth blasphemy against you to your face.
ἐπὶ τούτοις θεὸς εἰδὼς τοῦ δικαίου τὴν κατὰ ψυχὴν ἀνδρείαν, βουλόμενος δὲ αὐτὸν καὶ διὰ τῶν ἀγωνισμάτων λαμπρότερον ἀναγορεῦσαι, δίδωσι τῷ διαβόλῳ τὴν κατὰ τῆς περιουσίας τοῦ Ἰὼβ ἐξουσίαν· ὁ δὲ οὕτως ἐπεξῆλθεν αὐτῷ τῇ τῶν ὑπαρχόντων ἀπωλείᾳ, ὡς ἀκριβῶς αὐτοῦ πᾶσαν ἐκκόψαι τὴν περιουσίαν καὶ μόνους ἀγγέλους ὑπολείψασθαι τῶν συμφορῶν ἀλλεπαλλήλοις αὐτὸν καὶ πικροτάταις βάλλοντας ταῖς ἀπαγγελίαις. ἐπειδὴ δὲ τὰ τιμιώτατα τῶν πατέρων κτήματα παῖδες τυγχάνουσιν, ἀπολαβὼν ὁ διάβολος τὴν ἀρίστην δεκάδα τῶν παίδων συνεστιωμένην ἀθρόον ἅπασι τὴν οἰκίαν ἐπέσεισε καὶ πολυάνδριον αὐτοῖς τὸν οἶκον εἰργάσατο, ἄπαιδα τὸν πολύπαιδα ἐν μιᾷ καιροῦ καταστήσας ῥοπῇ. τότε ὁ ἀδάμας ἐκεῖνος Ἰὼβ ἀποδιδοὺς τῇ φύσει τὸ χρέος τὴν μὲν στολὴν ἔρρηξεν· ἐκείρατο δὲ καὶ τὴν κόμην πενθικῶς· φθέγγεται δὲ οὐδὲν ἀγεννὲς οὐδὲ ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοψυχίας, ἀλλ' ὁμοῦ τῇ ὑστάτῃ καὶ μεγίστῃ πληγῇ τὰς πολυυμνήτους ἐκείνας ἀφῆκε φωνάς· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. ταύταις ταῖς φωναῖς τὰς καιριωτάτας πληγὰς δεξάμενος ὁ διάβολος καὶ διαφερόντως διὰ τῶν εἰς τὸν δίκαιον ἐπαίνων τοῦ θεοῦ οὐκ αἰσχύνεται μέν (ἀναιδὲς γὰρ τὸ θηρίον), τὸν δὲ εἰς τὸ δέρμα τοῦ δικαίου προστίθησιν ἀγῶνα καὶ αἰτεῖ τὸν θεὸν ἐξουσίαν λαβεῖν τῷ σώματι χρήσασθαι τοῦ Ἰώβ. πάλιν δὲ ὁ φιλάνθρωπος θεὸς ὁ τοὺς οἰκείους στεφανίτας ἀγγέλοις καὶ ἀνθρώποις δημοσιεύειν βουλόμενος ἐπιτρέπει καὶ τοῦτο.
After these things, God, knowing the man's courage in his soul, and wishing to proclaim him more illustrious even through his contests, gave the devil authority over Job's property. And he set upon him with the destruction of his possessions in such a way as to cut off precisely all his property and to leave only messengers of his calamities, striking him with successive and most bitter announcements. Since children are the most precious possessions of fathers, the devil, having taken away the best decade of children while they were feasting together, suddenly threw down the whole house upon them all and made the house a mass grave for them, rendering childless in a single moment of time the man who had many children. Then that adamant Job, paying his debt to nature, tore his garment; and he also cut his hair in mourning; and he uttered nothing base or unworthy of his own magnanimity, but together with the last and greatest blow he sent forth those much-hymned words: The Lord gave, the Lord took away; as it seemed good to the Lord, so it also came to be; may the name of the Lord be blessed. Having received the most opportune blows by these words, the devil, and especially through the praises of God offered by the righteous man, is not ashamed (for the beast is shameless), but he adds the contest against the righteous man's skin and asks God for authority to use Job's body. And again the man-loving God, wishing to publish his own crowned champions to angels and men, permits this also.
ἐπειδὴ δὲ τὴν ἀνήκεστον πληγὴν εἴληφεν ὁ ἀνὴρ καὶ οὐδὲν ἧττον ἔμεινεν ἀκαμπὴς καὶ ἀκατάσειστος, ἐπὶ τὴν συνήθη τρέπεται πανουργίαν ὁ δράκων καὶ ὑποδραμὼν αὐτοῦ τὴν σύνευνον δι' αὐτῆς παραινεῖ τῷ δικαίῳ λέγων· εἰπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. ἀλλὰ καὶ πάλιν κατὰ κόρρης εἴληφε τὴν πληγὴν ἀκούσας· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; οὕτω τοῦ διαβόλου πολλάκις ὑπὸ τοῦ ἀθλητοῦ καὶ ἐν πολλαῖς ταῖς προσβολαῖς περιτραπέντος καὶ καταραχθέντος τρεῖς ἔνδοξοί τινες φίλοι τοῦ Ἰὼβ τῆς φήμης αὐτοῦ πανταχοῦ τὰς συμφορὰς περιαγγελλούσης ἀκούσαντες τὰ συμβεβηκότα ἦλθον αὐτοῦ πρὸς τὴν ἐπίσκεψιν. παραμυθίας δὲ οὐχ εὑρίσκοντες φάρμακον διὰ τὴν τῶν κακῶν ὑπερβολὴν σιωπῇ παρεκαθέζοντο τῇ προσεδρείᾳ τὴν συμπάθειαν ἐπιδεικνύμενοι. Αἱ λέξεισ 1, Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἦλθον παραστῆναι ἐνώπιον τοῦ κυρίου καὶ ὁ διάβολος ἦλθεν μετ' αὐτῶν. ὁ μὲν θεὸς ἀόρατος πάσῃ γενητῇ κτίσει, ἄποσος ἀμεγέθης, πανταχοῦ παρὼν καὶ τοῖς πᾶσιν ἐφιστάμενος, τὰ πάντα περιλαμβάνων, καὶ οὐκ ἔστι τόπος ἔξω τῆς αὐτοῦ δεσποτείας, καὶ πάρεστιν ἑκάστῳ καθὸ προσήκει, τοῖς μὲν ἁγίοις ἀγγέλοις ὡς ἁγίοις ἀπορρήτους φωνὰς ἐπιταγμάτων ἐκπέμπων, τῷ πονηρῷ δὲ ὡς πονηρῷ συγχωρήσεις πειραστικὰς ἐφιείς. οὐ γὰρ δύναταί τινα πράττειν ὁ διάβολος, εἰ μὴ ὅσα συγχωρεῖται παρὰ θεοῦ, καὶ οὐχ ἵσταται μὲν εἰς τοὺς ὑπερουρανίους τόπους, μὴ γένοιτο· ἐκεῖθεν γὰρ ἐξεκυλίσθη. πῶς γάρ, φησίν, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων;
But when the man had received the incurable blow and nonetheless remained inflexible and unshaken, the dragon turned to his customary villainy, and having secretly approached his wife, he advised the righteous man through her, saying: "Say some word to the Lord and die." But again he received the blow full in the face when he heard: "If we have received good things from the hand of the Lord, shall we not endure evil things?" Thus, when the devil had often been overthrown and brought down by the athlete even in many assaults, three certain glorious friends of Job, when his fame was proclaiming his calamities everywhere, heard what had befallen him and came to visit him. But finding no medicine of consolation because of the excess of evils, they sat by him in silence, showing their sympathy by their sitting near. The words: "And it came to pass that this day the angels of God came to stand before the Lord, and the devil came with them." God is invisible to all created nature, without quantity, without magnitude, present everywhere and standing over all things, encompassing all things, and there is no place outside his dominion, and he is present to each one as is fitting: to the holy angels, as holy, sending forth ineffable voices of commands, but to the evil one, as evil, permitting temptations. For the devil cannot do anything except what is permitted by God, and he does not stand in the regions above the heavens—may it not be! For from there he was cast down. For how, it says, did the morning star, which rises early, fall from heaven?
λέγεται δὲ παρίστασθαι μετὰ τῶν ἀγγέλων ὡς καὶ αὐτὸς ἐν τοῖς τόποις τῆς δεσποτείας τοῦ θεοῦ τυγχάνων καὶ ἀναμένων ἐπιτραπῆναι ἢ συγχωρηθῆναι τοὺς κατὰ τῶν ἀνθρώπων ποιεῖσθαι πειρασμούς, οὐ λειτουργίαν τινὰ ταύτην ἐκπληρῶν τῷ θεῷ· ἀλλ' ἐπειδήπερ ὑπὸ τῆς παρατροπῆς καὶ τῆς κακίας εἰς τοῦτο κατηνέχθη καὶ μέμηνεν καθ' ἡμῶν, συγχωρεῖται ὑπὸ τοῦ τὰ ἡμέτερα καλῶς διοικοῦντος πρὸς ἃ φέρειν δυνάμεθα
τοὺς πειρασμοὺς ἡμῖν ἐπάγειν. ταῦτα οὖν αὐτὰ διατυπώσασα ἡ γραφὴ διὰ τὴν ἡμετέραν νόησιν κατὰ σχηματισμὸν τὸν λόγον προήγαγεν. τὸ δὲ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη ἀντὶ τοῦ· ἧκέν τις ἡμέρα, ἐν ᾗ τὸ θέατρον ἠνοίχθη καὶ ὁ ἀθλητὴς κατέβη πρὸς τὰ παλαίσματα. ἐπειδὴ δὲ οἱ μὲν ἅγιοι ἄγγελοι κήδονταί τε ἡμῶν καὶ περιέπουσιν, ὁ δὲ διάβολος ἀντιπράττει τῇ ἡμετέρᾳ σωτηρίᾳ, καὶ περὶ τὸ αὐτὸ πρᾶγμα, τουτέστι τὸν ἄνθρωπον, ἀντιπράττουσιν ἀλλήλοις, ὁμοῦ παρεστάναι λέγονται τοῦ θεοῦ τὰ πραττόμενα ἐφορῶντος. νικῶμεν δὲ ἡμεῖς ἢ ἡττώμεθα, οὐ παρὰ τὴν τῶν ἀντιπραττόντων δύναμιν ἢ τῶν συμμαχούντων ἀδυναμίαν, ἀλλὰ παρὰ τὴν ἡμετέραν προαίρεσιν. ἑκατέρων γὰρ εἰς ἑαυτοὺς προτρεπόντων, τῶν μὲν ἁγίων ἀγγέλων εἰς τὰ ἀγαθά, τῶν δὲ ἀλιτηρίων δαιμόνων εἰς τὰ φαῦλα, ἡ ἡμετέρα προαίρεσις τῷ αὐτεξουσίῳ τετιμημένη εἰς ὃ ἂν θελήσῃ μέρος προχωρεῖ. οὔτε γὰρ θεὸς βιάζεται τιμήσας ἡμᾶς τῷ αὐτεξουσίῳ, οὔτε διάβολος ἀναγκαστικήν τινα δύναμιν κέκτηται καθ' ἡμῶν. 1, καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας;
It is said that he stands present with the angels, as though he too were in the places of God's dominion and awaiting permission or concession to make his assaults against men—not performing some service for God, but since through perversion and wickedness he was brought down to this and rages against us, he is permitted by the one who rightly governs our affairs to bring upon us temptations in proportion to what we are able to bear. These very things, then, Scripture, having fashioned them for our understanding, brought the account forward in the form of a representation. And "it came to pass as this day" is instead of: a certain day arrived on which the theater was opened and the athlete descended to the wrestling matches. Since the holy angels both care for us and watch over us, while the devil opposes our salvation, and they oppose one another concerning the same matter—that is, man—they are said to stand present together while God oversees what is done. But we conquer or are defeated not because of the power of those who oppose or the weakness of those who fight alongside, but because of our own choice. For while both sides urge us toward themselves—the holy angels toward good things, the accursed demons toward base things—our choice, honored with free will, advances toward whichever part it wishes. For neither does God use force, having honored us with free will, nor has the devil acquired any compulsory power against us. And the Lord said to the devil: From where have you come?
ὅτι μὲν ἄγγελοι προσδιαλέγονται τῷ διαβόλῳ, δηλοῦται μὲν καὶ ἐκ τῶν παρὰ Ζαχαρίᾳ τῷ προφήτῃ, ἔνθα φησὶν ὁ ἄγγελος τῷ διαβόλῳ· ἐπιτιμήσαιέν σοι ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ. εἴρηται δὲ καὶ ἐν Καθολικαῖς, ὅτε ὁ Μιχαὴλ περὶ τοῦ Μωυσέως διεμάχετο σώματος, ὡς ὅτι· οὐκ ἐτόλμησεν ὁ ἅγιος Μιχαὴλ κρίσιν βλασφημίας ἐπενεγκεῖν κατὰ τοῦ διαβόλου, ἔφη δὲ μόνον· ἐπιτιμήσαι σοι κύριος. κἀνταῦθα τοίνυν ἔστιν ἐννοεῖν, ὡς τῷ δεσποτικῷ προστάγματι ἅγιός τις ἄγγελος ὑπηρετούμενος τὴν διάλεξιν ποιεῖται πρὸς τὸν διάβολον. καὶ ὥσπερ, εἴ τις δορυφόρος ἄρχοντος ἀπόκρισιν ἐκ τοῦ κρατοῦντος φέροι πρός τινα, τοῦ ἄρχοντος εἶναι τὴν ἀπόκρισιν οἴδαμεν, οὕτω καὶ τῶν ἁγίων ἀγγέλων αἱ φωναὶ κατὰ γνώμην θεοῦ προσφερόμεναι αὐτοῦ εἶναι πιστεύονται τοῦ θεοῦ. διαλέγεται τοίνυν ὁ θεὸς τῷ διαβόλῳ διὰ τῶν ἁγίων ἀγγέλων οὐκ ἀξιῶν αὐτὸν λόγου, ἀλλὰ διὰ τὸν πειραζόμενον. ἢ οὖν τοῦτό ἐστιν, ἢ τοῦ θεοῦ τοῖς τοῦ δικαίου κατορθώμασιν ἡδομένου, τοῦ δὲ διαβόλου διαφθονουμένου καὶ ζητοῦντος λαβεῖν κατ' αὐτοῦ τῶν πειρασμῶν τὴν συγχώρησιν πάλιν ἡ γραφὴ κατὰ σχηματισμὸν τὸν λόγον προήγαγεν. τὸ δὲ πόθεν παραγέγονας ὀνειδιστικῶς λέγεται πρὸς τὸν διάβολον διὰ τὸ ἐκπεπτωκέναι αὐτὸν τῆς τῶν λειτουργικῶν πνευμάτων τάξεως, ὥσπερ καὶ τῷ Ἀδὰμ ἔλεγεν ὁ θεός· Ἀδάμ, ποῦ εἶ; ἀντὶ τοῦ· ἐκ ποίων εἰς οἷα καταπέπτωκας. 1, καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν· περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι.
That angels converse with the devil is made clear also from what is said in Zechariah the prophet, where the angel says to the devil: "May the Lord rebuke you, the one who has chosen Jerusalem." It is said also in the Catholic Epistles, when Michael contended about the body of Moses, that "the holy Michael did not dare to bring a judgment of blasphemy against the devil, but said only: 'May the Lord rebuke you.'" Here too, then, it is possible to understand that by the Lord's command some holy angel, rendering service, conducts the dialogue with the devil. And just as, if some guardsman of a ruler were to carry a message from the sovereign to someone, we know the message to be the ruler's, so too the utterances of the holy angels, brought forward according to God's will, are believed to be God's own. God, then, converses with the devil through the holy angels, not deeming him worthy of speech, but for the sake of the one being tested. Either this is the case, or—since God takes pleasure in the righteous man's achievements, while the devil envies and seeks again to obtain permission for temptations against him—the Scripture has brought the account forward in a figurative manner. And the words "From where have you come?" are said to the devil reproachfully, because he has fallen from the rank of the ministering spirits, just as God also said to Adam: "Adam, where are you?"—instead of: "From what state into what state you have fallen!" And the devil answered the Lord and said: "Having gone around the earth and walked about under heaven, I am here.
πρῶτα μὲν ἑαυτοῦ κατήγορος γίνεται, ὡς οὐκέτι βεβαίαν ἔχει τὴν στάσιν, ἀλλὰ ἀστάτως πανταχοῦ περιφέρεται τὴν κατὰ πάντων ἀνθρώπων ἀναδεξάμενος μάχην, καὶ ὅτι καὶ τὴν ἀοίκητον περινοστεῖ (ἐμπεριπατήσας, γάρ φησιν, τὴν ὑπ' οὐρανὸν πάρειμι) κατά τινα ἴσως οἰκονομίαν θεοῦ ὡς ἂν μὴ διὰ παντὸς ἐνοχλοίη ἡμῶν τῷ γένει. 1, καὶ εἶπεν αὐτῷ ὁ κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ; τῇ διεστραμμένῃ διανοίᾳ, τῇ κακοτέχνῳ, ᾗ ἀεὶ προσέχεις εἰς τὸ παρατρέψαι τῶν ἀνθρώπων τὴν εὐθύτητα. ἢ οὖν ἐρωτηματικῶς λέγεται ἢ ἀποφαντικῶς καὶ μετὰ ἤθους, ἀντὶ τοῦ· οἶδα ὅτι προσέσχες, διαφθονῇ γὰρ αὐτῷ διὰ τὰς προσούσας αὐτῷ ἀρετάς. 1, ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. πολλοῖς ἐγκωμίοις αὔξει τὸν δίκαιον εἰς τὴν κατὰ τοῦ ἀθλητοῦ πάλην ἐκκαλούμενος τὸν ἀνταγωνιστήν. 1, ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου· μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν θεόν; ὄντως διαβόλου τὰ ῥήματα· οὐ κατὰ ἀρετήν, φησίν, ἀλλὰ ἀντιμισθίαν τῶν εἰς αὐτὸν εὐεργεσιῶν ἀπονέμει σοι τὸ σέβας. τὸ δὲ ἐναντίον τοῦ κυρίου, ἵνα δείξῃ τὴν ἀναιδῆ γνώμην τὴν ἀντιπράττειν ἀεὶ τοῖς θεῷ δοκοῦσι σπουδάζουσαν. 1, οὐ σῦ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ πάντων τῶν ὄντων αὐτῷ κύκλῳ; τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας, καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. οὐδὲν αὐτοῦ, φησίν,
First he becomes his own accuser, since he no longer has a firm standing, but is carried about everywhere in instability, having taken up the battle against all men, and that he also roams the uninhabited places (for he says, "Having walked about, I am present under heaven"), perhaps by some dispensation of God, so that he might not trouble our race at all times. 1. And the Lord said to him: Have you attended in your mind to my servant Job? To the perverse mind, the crafty one, to which you always attend in order to turn aside the uprightness of men. Either, then, it is said as a question, or as a declaration and with moral force, in place of: I know that you have attended, for you envy him because of the virtues that are in him. 1. That there is not among those on the earth a man like him, blameless, true, God-fearing, abstaining from every evil thing. With many praises he magnifies the righteous man, calling forth the adversary to the contest against the athlete. 1. And the devil answered and said before the Lord: Does Job worship God for nothing? Truly these are the words of the devil; not according to virtue, he says, but as a recompense for the benefits done to him, he renders worship to you. And "before the Lord," so that he might show the shameless disposition that always strives to oppose the things that seem good to God. 1. Have you not fenced about his outside things and the inside of his house and all that he has round about? You have blessed the works of his hands, and you have made his cattle many upon the earth. Nothing of his, he says,
ἀπρονόητον εἴασας μέρος· ἥδεται κατ' οἶκον, εὐθηνεῖται κατ' ἀγρούς, πλήθει τοῖς κτήνεσιν· οὐδὲν ἀφῆκας, ὃ μὴ πανταχόθεν αὐτὸν εὐθυμεῖν παρασκευάζει. 1, ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψῃ πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ὁρᾷς ὠμότητα διαβολικήν· οὐκ ἀρκεῖται μέρος αὐτοῦ τῆς οὐσίας ἀπολέσαι ἤ τινας τῶν παίδων, ἀλλ' ἀθρόον αὐτὸν πάντων ἔρημον καταστῆσαι βούλεται. τὸ δὲ ἀπόστειλον τὴν χεῖρά σου ἀντὶ τοῦ· πληκτικῶς αὐτοῦ περίδραξαι. δείκνυται δὲ κἀντεῦθεν, ὡς οὐδεμίαν ἔχει καθ' ἡμῶν ἐξουσίαν ὁ διάβολος, εἰ μὴ ὑπὸ θεοῦ συγχωρηθῇ κατὰ τὰς αὐτοῦ περὶ ἡμᾶς ἀρρήτους οἰκονομίας. τὸ δὲ ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει ἀντὶ τοῦ· ὄντως τότε σε φανερῶς βλασφημήσει. εὐφήμως γὰρ ἡ γραφὴ τῷ εὐλογήσει ἀντὶ τοῦ βλασφημήσει χρᾶται, ὥσπερ καὶ ἐν ταῖς Βασιλείαις εἴρηται περὶ τοῦ Ναβουθέ· εὐλόγησε θεὸν καὶ βασιλέα. ὅρα δέ, πῶς πανούργως καὶ μεθ' ὑποκρίσεως οὐ λέγει ὅτι· ἐπίτρεψόν μοι, ἀλλά· σὺ ποίησον. σύνοιδε γὰρ τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ὅμως μέμηνε καὶ ἀλαζονεύεται, ὅπερ τῆς ἐσχάτης ἀνοίας ἐστίν. 1, τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλὰ αὐτοῦ μὴ ἅψῃ. τοῦ πονηροῦ μὴ εἰρηκότος· ἐπίτρεψόν μοι, ὁ μέγας ἀγωνοθέτης τὴν ἀνδρείαν ἐπιστάμενος τοῦ οἰκείου ἀθλητοῦ αὐτῷ τῷ ἀντιπάλῳ δίδωσιν αὐτὸν ἔκδοτον χρῆσθαι ὡς βούλεται. εἰδὼς δὲ τοῦ μισανθρώπου τὸν ἀκόρεστον θυμὸν μέτρῳ περιορίζει τὸ ἀόριστον αὐτοῦ τῆς ἐπιθυμίας. τοῖς μὲν γὰρ αὐτοῦ, φησίν, ὡς βούλει κέχρησο, αὐτοῦ δὲ μὴ ἅψῃ. ὅρα δὲ σοφίαν ἀγωνοθέτου καὶ φιλανθρώπου θεοῦ·
You left no part uncared for; he delights in his house, prospers in his fields, abounds in his livestock; you have left nothing that does not make him glad on every side. But stretch out your hand and touch all that he has, and surely he will bless you to your face. Do you see the devil's cruelty? He is not content to destroy a part of his substance or some of his children, but wishes to make him suddenly destitute of all things. The phrase stretch out your hand is instead: lay hold of him with a striking blow. And from this it is shown that the devil has no authority against us unless it be permitted by God according to his ineffable dispensations concerning us. The phrase and surely he will bless you to your face is instead: truly then he will openly blaspheme you. For Scripture euphemistically uses bless instead of blaspheme, just as it is also said in Kings concerning Naboth: he blessed God and the king. But observe how cunningly and with hypocrisy he does not say, Permit me, but, You do it. For he is conscious of his own weakness, and yet he rages and boasts, which is the height of folly. Then the Lord said to the devil: Behold, all that he has I give into your hand, but do not touch him. Since the wicked one had not said, Permit me, the great judge of the contest, knowing the courage of his own athlete, gives him over to the adversary himself to treat as he wishes. But knowing the insatiable fury of the man-hater, he bounds his limitless desire with a measure. For his possessions, he says, use as you wish, but do not touch him. See the wisdom of the judge of the contest and of the philanthropic God.
πρῶτον ἐᾷ τὸν ἀθλητὴν ἐν τοῖς ἔξωθεν καὶ ἀκινδυνοτέροις διαγυμνασθῆναι, εἶτα νικηφόρον ἀναδείξας τότε προστίθησι καὶ τὸν περὶ τὰς σάρκας ἀγῶνα. 1, καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου. καίτοιγε οὐκ ἔστι τόπος ἔξω τῆς τοῦ θεοῦ δεσποτείας, ἀλλ' ἵνα δείξῃ, ὅτι τὴν ἐπιτροπὴν λαβὼν εἴχετο λοιπὸν τοῦ ἔργου, καὶ ὅτι ἐντὸς τοῦ ἀγαθοῦ φαῦλον οὐδὲν οὔτε εἶναι οὔτε πράττεσθαι δύναται· ἔξω γάρ εἰσι τοῦ ἀγαθοῦ τὰ φαῦλα. 1, καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη. ἀντὶ τοῦ· ἧκέ τις ἡμέρα, καθ' ἣν ὁ ἀγὼν συνεκροτήθη. καὶ ὅρα, ὡς ἐν ἡμέρᾳ μιᾷ ἅπαντα ἐπήγαγεν ὁ διάβολος τὰ δεινὰ τῷ δικαίῳ εἰς ἔκπληξιν αὐτὸν ἢ ἀγανάκτησιν καὶ βλασφημίαν κινῆσαι βουλόμενος. τοῦτο γὰρ δὴ καὶ ὑποσχόμενος ἐτύγχανεν φήσας· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. 1, οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. ὅθεν καὶ ηὐπόρησεν τῆς ἀθρόας κατ' αὐτῶν ἀπωλείας ὁ διάβολος ἅμα πάντας εὑρών. 1, καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· ἠδύνατο μὲν ὁ διάβολος ἐξουσίαν παρὰ τοῦ θεοῦ λαβὼν καὶ πολεμίων διερεθίσαι ψυχὰς καὶ πῦρ αἰθέριον κατάγειν καὶ μόνους ἀγγέλους σῴζειν τῶν συμφορῶν καὶ πνεῦμα συγκινεῖν εἰς τὴν τῆς οἰκίας κατάπτωσιν τῇ ἀγγελικῇ δυνάμει χρώμενος ᾗ ἐξ ἀρχῆς εἴληφεν παρὰ τοῦ δημιουργοῦ. ἠδύνατο δέ, ὡς ἔφην, ὑπὸ θεοῦ συγχωρούμενος.
First he allows the athlete to be exercised in outward and less dangerous contests, and then, after displaying him as a victor, he adds the struggle involving the flesh. And the devil went out from the Lord. And yet there is no place outside God's dominion, but it is to show that, having received the commission, he now applied himself to the work, and that within the good nothing evil can either exist or be done; for evil things are outside the good. And it was as this day. Instead of: a certain day came on which the contest was joined. And observe how in a single day the devil brought all the terrible things upon the righteous man, wishing to stir him to consternation or indignation and blasphemy. For this is precisely what he had happened to promise when he said: Surely he will bless you to your face. The sons of Job and his daughters were drinking wine in the house of their elder brother. Hence the devil also found it easy to bring about their sudden destruction, finding them all together at once. And behold, a messenger came to Job and said to him: The devil was able, having received authority from God, both to provoke the souls of enemies and to bring down ethereal fire and to destroy angels alone by calamities and to stir up a spirit for the collapse of the house, using the angelic power which he had received from the Creator from the beginning. He was able, as I said, when permitted by God.
δύναται δὲ καὶ σχηματίζεσθαι καὶ τοὺς οἰκείους δορυφόρους δαίμονας διασκευάζειν ὡς πολεμίους φαίνεσθαι καὶ ὡς ἀνθρώπους ἀπαγγέλλοντας συμφοράς, καὶ πυρὸς ὑπόληψιν ποιεῖν ἐξ οὐρανοῦ κατερχομένου καὶ πνοῆς ἀνέμου βιαίας φερομένης κατὰ τῆς οἰκίας, ὅπουγε καὶ εἰς ἄγγελον φωτὸς μετασχηματίζεται τοιαύτην τινὰ φύσεως ἐξουσίαν παρὰ τοῦ δημιουργοῦ λαβών. εἴτε οὖν οὕτως εἴτε ἐκείνως ἠγωνίσατο, πλὴν ὅτι πικρῶς καὶ ἐντέχνως καὶ κακοήθως ἐχρήσατο τοῖς παλαίσμασιν. 21 1, τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν· καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ἠχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις. σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ὁρᾷς ἀγγελίαν διαβολικὴν κακοτέχνως καὶ κατὰ αὔξησιν προερχομένην, ἐφ' ᾧ τὴν ἄσειστον τοῦ δικαίου κατασεῖσαι ψυχήν; οὐκ εἶπεν ἁπλῶς τὰ ζεύγη τῶν βοῶν, ἀλλὰ καὶ ἠροτρία, ἀντὶ τοῦ· πόρον ἐκ τῶν τῆς γῆς προσόδων εἰργάζοντο· οὐδὲ ἁπλῶς εἶπεν· αἱ ὄνοι, ἀλλὰ αἱ θήλειαι, ἐξ ὧν ἡ ἐπιγονὴ καὶ ἡ αὔξησις. εἶτα εἰρηκὼς τῶν ἀλόγων τὴν ἀφαίρεσιν
He is also able to fashion and to arrange his own demonic bodyguards so that they appear as enemies and as men reporting disasters, and to create the impression of fire descending from heaven and of a violent blast of wind rushing against the house—since he even transforms himself into an angel of light, having received such authority over nature from the Creator. Whether, then, he contended in this way or in that, the point is that he used his wrestling tactics bitterly, cunningly, and maliciously. 21 1, the yokes of oxen were plowing, and the female donkeys were grazing beside them; and the raiders came and took them captive and killed the servants with swords. And I alone escaped and came to tell you. Do you see the devilish report proceeding cunningly and by way of exaggeration, by which he sought to shake the unshakable soul of the righteous man? He did not say simply "the yokes of oxen," but also "were plowing," meaning: they were producing income from the revenues of the land; nor did he say simply "the donkeys," but "the female donkeys," from which come offspring and increase. Then, having spoken of the removal of the irrational animals,
τότε προστίθησι καὶ τῶν οἰκετῶν τὴν ἀναίρεσιν κατὰ προσθήκην αὔξων τὴν συμφοράν. τὸ δὲ δὴ χαλεπώτερον· ἐγώ, φησίν, ἐσώθην μόνος ὁ τὰς τῶν κακῶν ἀγγελίας ἀποκομίζων. 1, ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ἐπειδὴ πρὸς τὴν πρώτην ἀκοὴν ὁ δίκαιος οὐκ ἐταράχθη, ἀλλὰ γενναίᾳ ψυχῇ τὴν ἀγγελίαν ἤνεγκε καὶ τὴν πεῖραν τοῦ δυσμενοῦς ἀπεκρούσατο, εὐθὺς ἕτερος τοῦ διαβόλου δορυφόρος ἐπέστη οὐκέτι μὲν αὐτὸν ἐξ ἀνθρώπων πολεμεῖσθαι λέγων, οὐρανόθεν δὲ κεραυνωθῆναι τὰ πρόβατα καὶ τοὺς ποιμένας, τὸν θεὸν αὐτῷ παραδηλῶν πολέμιον γεγονέναι τὸν ὑπ' αὐτοῦ σεβόμενον. 1, ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ἠχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. πάλιν κάτωθεν ἡ ἀγγελία τοῦ πολέμου, ὡς ἂν ἀπείπῃ καὶ ὑπὸ θεοῦ καὶ ὑπὸ ἀνθρώπων πολεμούμενος. τὸ δὲ κεφαλὰς τρεῖς ἀντὶ τοῦ· διέταξαν ἑαυτοὺς οἱ πολέμιοι εἰς ἀρχὰς καὶ τάγματα τρία. σῴζεσθαι δὲ πάλιν μόνος φησὶν ὁ τῶν συμφορῶν ἀγγελιαφόρος· προσέθηκεν δὲ καὶ τῶν ἀνθρώπων τὴν ἀναίρεσιν, ἐφ' ᾗ μάλιστα ἀλγοῦσιν οἱ δίκαιοι. 1, ἔτι τούτου λαλοῦντος ἄγγελος ἄλλος ἔρχεται λέγων τῷ Ἰώβ·
Then he adds also the destruction of his servants, increasing the calamity by this addition. And what is even harder: I, he says, was saved alone, the one who brings the reports of evils. "While this one was still speaking, another messenger came and said to Job: Fire fell from heaven and burned up the sheep and consumed the shepherds likewise. And I alone escaped and came to report to you." Since the righteous man was not disturbed at the first report, but bore the message with a noble soul and repelled the trial of the enemy, immediately another bodyguard of the devil stood before him, no longer saying that he was warred against by men, but that the sheep and the shepherds were struck by lightning from heaven, secretly indicating to him that God had become hostile to him who was revered by him. "While this one was still speaking, another messenger came and said to Job: The horsemen made three heads against us, and they surrounded the camels and took them captive and killed the servants with swords; and I alone escaped and came to report to you." Again the report of war comes from below, as though he were worn out and warred against both by God and by men. And "three heads" is instead of: the enemies arranged themselves into three leaders and companies. And again he says that the reporter of calamities alone is saved; and he added also the destruction of men, at which especially the righteous grieve. "While this one was still speaking, another messenger comes saying to Job:
τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ ἐξαίφνης πνεῦμα μέγα ἐξῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. θεώρει κἀνταῦθα τοῦ διαβόλου τὴν πικρίαν, πῶς ὀνομαστὶ τῆς γονῆς μέμνηται τῶν υἱῶν σου λέγων καὶ τῶν θυγατέρων σου, μονονουχὶ τὴν φύσιν αὐτὴν τοῦ δικαίου πλήττων. σεμνύνει καὶ τὸ συμπόσιον παρὰ μὲν τῷ ἀδελφῷ τῷ πρεσβυτέρῳ λέγων γίνεσθαι, αὐτοὺς δὲ κατευφραίνεσθαι καὶ ἐξαίφνης ἐλθεῖν πνεῦμα ἐκ τῆς ἐρήμου καὶ ἄλλης μὲν οἰκίας μὴ ἅψασθαι, μόνην δὲ ἐκείνην ἔνθα οἱ παῖδες εὐωχοῦντο κατασεῖσαι. καὶ πάλιν ἐπισημαίνου τὸ πικρὸν τῆς ἀγγελίας· οὐ γὰρ εἶπεν· καὶ ἔπεσεν ἐπὶ πάντας τοὺς ἔνδον, καίτοιγε πάντας ἀπέκτεινεν, ἐξ ὧν αὐτός, φησίν, ἐσώθην δὲ ἐγὼ μόνος, ἀλλ' ἰδικῶς φησιν· καὶ ἔπεσεν ἐπὶ τὰ παιδία σου τῆς φύσεως ἀναμιμνήσκων καὶ καιρίας αὐτῷ διδοὺς τὰς πληγάς. πάλιν δὲ θεήλατον ἔπλασεν τὴν συμφορὰν δύο μὲν πολεμίων σχηματίσας ἐφόδους, δύο δὲ ἐκ θεοῦ, τήν τε τοῦ πυρὸς καὶ τοῦ ἀνέμου. τελευταίαν δὲ τὴν τῶν παίδων ἀναίρεσιν ἐπαγαγὼν καὶ μόνων τῶν σῳζομένων ἀγγέλων τὸ παράδοξον εἰς ἀμηχανίαν καὶ σύγχυσιν καὶ τὴν κατὰ θεοῦ βλασφημίαν ὑπερεθίζει τὸν δίκαιον. 1, οὕτως ἀναστὰς Ἰὼβ διερρήξατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ. ἐπὶ μὲν ταῖς προτέραις ἀγγελίαις σύννους ἦν ὡς εἰκὸς καὶ ἐθαύμαζε τὰ γινόμενα.
While your sons and your daughters were eating and drinking at their elder brother's house, suddenly a great wind came out of the desert and struck the four corners of the house, and the house fell upon your children and they died; and I alone escaped and came to tell you. Observe here too the devil's bitterness, how he mentions the offspring by name, saying "your sons and your daughters," all but striking the very nature of the righteous man. He also dignifies the banquet, saying it took place at the elder brother's house, and that they were feasting, and that suddenly a wind came from the desert and did not touch any other house, but shook down only that one where the children were banqueting. And again note the bitterness of the report: for he did not say, "and it fell upon all those inside," although it killed them all—among whom, he says, "I alone escaped"—but he says specifically, "and it fell upon your children," reminding him of nature and giving him blows to the heart. And again he fashioned the calamity as god-sent, devising two assaults from enemies and two from God, that of fire and that of wind. And by bringing on last the destruction of the children, and the paradox of the messengers alone being saved, he provokes the righteous man to bewilderment and confusion and to blasphemy against God. So Job arose and tore his garments and sheared the hair of his head. At the earlier reports he was, as was likely, thoughtful and marveled at what was happening.
ὡς δὲ τὴν τῶν πολλῶν καὶ ὡραίων παίδων ἀθρόαν ἤκουσε τελευτήν, ἵνα μή τις ἀνάλγητος εἶναι δόξῃ καὶ ἀσυμπαθής, ἀποδίδωσι τῇ φύσει τὸ χρέος καὶ διαρρήσσει μὲν τὴν ἐσθῆτα, κείρεται δὲ τὴν κόμην πενθικῶς. οἷς μὲν γὰρ τὸ κομᾶν πρὸς κόσμον νενόμιστο, οὗτοι ἐπὶ τοῖς πένθεσιν ἐκείροντο· οἷς δὲ τὸ κείρεσθαι εὐπρεπὲς ἐδόκει, οὗτοι ἐπὶ τοῖς πένθεσιν ἐκόμων τοῦ τῶν τριχῶν ἀνεχόμενοι βάρους. ὅτι δὲ οὐκ ἀφιλόσοφον τὸ συμπαθές, δείκνυσι μὲν καὶ Παῦλος λέγων ἐν ταῖς Πράξεσιν· τί κλαίετε καὶ συνθρύπτετέ μου τὴν καρδίαν; δείκνυσι δὲ καὶ Δαυὶδ οὐ τῶν παίδων τὸν πειθήνιον, ἀλλὰ τὸν πολεμιώτατον ὀλοφυρόμενος καὶ μετὰ πικρᾶς οἰμωγῆς ἀναστένων καὶ λέγων· υἱέ μου Ἀβεσσαλώμ, υἱέ μου. δακρύει δὲ καὶ αὐτὸς ὁ θεὸς ἡμῶν καὶ σωτὴρ συμπαθῶς, εἴτε διὰ τὸν Λάζαρον εἴτε διὰ τὴν τῶν Ἰουδαίων ἀπώλειαν, ὃ δὴ καὶ ἀληθέστερον εἰπεῖν. οὐ γὰρ ἐν τῷ μὴ πάσχειν ἡ νίκη, ἀλλ' ἐν τῷ πάσχοντα καρτερεῖν. εἴποι δ' ἄν τις γλαφυρώτερον ἐξηγούμενος, ὅτι καὶ αὐτὴν τῷ διαβόλῳ τὴν ἐσθῆτα προσέρριψεν οἷά τις ἀθλητὴς εἰς πάλην ἀποδυόμενος, ὡς ἂν
But when he heard of the sudden death of his many beautiful children, so that no one might think him insensible or lacking in sympathy, he pays his debt to nature: he tears his garment and, in mourning, cuts off his hair. For those who had considered long hair an ornament used to cut it off in times of mourning; while those who thought cutting the hair seemly used to let their hair grow in mourning, enduring the burden of their locks. That sympathy is not unphilosophical, Paul also shows, saying in the Acts: "Why do you weep and break my heart?" David also shows it, lamenting not a compliant son but his most hostile enemy, groaning with bitter wailing and saying: "My son Absalom, my son." And our God and Savior himself also weeps with sympathy, whether for Lazarus or for the destruction of the Jews—which is truer to say. For the victory is not in not suffering, but in enduring while suffering. And someone might explain more elegantly that he also threw his garment at the devil, like an athlete stripping for a wrestling match, so that
ἀληθῶς γυμνὸς γενόμενος τὰ πολυύμνητα φθέγξηται ῥήματα· 1, καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. βαβαὶ φιλοσοφίας ὑπερβολῇ. τῷ μὲν σχήματι τῇ φύσει τὸ χρέος ἀπέδωκεν, τῇ δὲ διαθέσει χωρεῖ πρὸς τὸν θεὸν καὶ κλίνει γόνυ καὶ προσκυνεῖ γνησίως καὶ φυσικῆς ἅπτεται φιλοσοφίας ἐν μέσοις τοῖς πάθεσιν ἑαυτῷ τε καὶ ἡμῖν τὸ τῆς παραμυθίας σκευάσας φάρμακον. νόμος ἀνθρώπῳ, φησίν, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παράγεσθαι γυμνόν, ἀλλὰ καὶ ἐξιέναι τοῦ βίου μετὰ τοῦ ὁμοίου σχήματος· τί οὖν δεινὸν πεπόνθαμεν, φησίν, φυσικῶς μὲν οὐδὲν ἔχοντες, εἰληφότες δὲ παρὰ θεοῦ καὶ αὖθις ἀφαιρεθέντες ὧν μικρὸν ὕστερον τὴν στέρησιν ὑπομένειν ἀνάγκη. καὶ νομίζει μὲν ὑπὸ θεοῦ πάσχειν τὰ δεινά, προσκυνεῖ δὲ καὶ εὐχαρίστως ἀποδίδωσι τὴν παρακαταθήκην καὶ αὐτοῖς τοῖς ἀκοντίοις τοῖς διαβολικοῖς κατατοξεύει τὸν ἀλιτήριον. ὁ μὲν γὰρ ἔλεγεν εἰρωνευόμενος· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει, ἀντὶ τοῦ δυσφημήσει, ὁ δὲ τὸν χαριστήριον ἐπὶ τοῖς συμβᾶσιν ἀναπλέκων ὕμνον αὐτὴν ταύτην ἀφίησι τὴν φωνὴν εὐλογῶν τὸν θεόν, καί φησιν· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. 1, ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ. ἐν τούτοις, φησίν, πᾶσι τοῖς τῶν συμφορῶν κύμασιν οὐδὲ κατὰ διάνοιάν τι ἀπρεπὲς περὶ θεοῦ ὁ Ἰὼβ ἐλογίσατο· τοῦτο γὰρ σημαίνει τὸ ἐναντίον τοῦ κυρίου.
Having truly become naked, he utters those much-praised words: "And falling to the ground he worshiped and said: Naked I came out from my mother's womb, and naked shall I return there; the Lord gave, the Lord has taken away; as it seemed good to the Lord, so it has come to pass; blessed be the name of the Lord." O the surpassing height of philosophy! In his outward bearing he has paid the debt to nature, but in his disposition he moves toward God and bends the knee and worships sincerely, and lays hold of natural philosophy in the midst of his sufferings, preparing for himself and for us the medicine of consolation. It is a law for man, he says, to be brought from non-being into being naked, and also to depart from life with the same appearance. What terrible thing, then, have we suffered, he says, having nothing by nature, but having received from God and again having been deprived of what we must shortly afterward endure the loss of? And he believes that he suffers these terrible things at the hand of God, yet he worships and gratefully gives back the deposit, and with the very javelins of the devil he shoots down the accursed one. For the one was saying in mockery: "Surely he will bless you to your face," meaning curse you, while the other, weaving a hymn of thanksgiving for what had happened, utters this very voice, blessing God, and says: "Blessed be the name of the Lord." In all these things that happened to him, Job did not sin before the Lord and did not give folly to God. In all these things, he says—all the waves of misfortune—Job did not even in his thought conceive anything improper concerning God; for this is what "before the Lord" means.
ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, ὁ δὲ θεὸς εἰς τὴν καρδίαν βλέπει. μετὰ γνησίας οὖν τῆς διαθέσεως τὴν δοξολογίαν προσήνεγκε καὶ οὐ φαύλους καὶ ἄφρονας λογισμοὺς ἀντὶ ἀγαθῶν προσεκόμισεν. 2, ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐναντίον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ κυρίου. καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐναντίον τοῦ κυρίου· διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι. εἶπε δὲ ὁ κύριος πρὸς τὸν διάβολον· προσέσχες οὖν τῷ θεράποντί μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχεται ἀκακίας· σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτῷ διὰ κενῆς ἀπολέσαι. πρῶτον ἐν πενίᾳ καὶ ἀπαιδίᾳ γυμνασθέντος τοῦ δικαίου καὶ τὴν ἄκραν φιλοσοφίαν ἐπιδειξαμένου, ἐφ' οἷς οὐ μόνον οὐκ ἐδυσφήμησεν, ἀλλὰ καὶ εὐχαριστηρίους φωνὰς ἀνέπεμψεν, οἱ μὲν ἅγιοι συνέχαιρον ἄγγελοι τῇ νίκῃ, ὁ δὲ διάβολος διέπριε τοὺς ὀδόντας καὶ δευτέρας πείρας ἐξουσίαν ἐξῄτει κατ' αὐτοῦ λαβεῖν. ὁ δὲ ἀγαθὸς θεὸς καὶ τοὺς ἑαυτοῦ δοξάζων γνησίους ὑπερεθίζει τὸ θηρίον, ἵνα καὶ μᾶλλον καταισχυνθῇ, καὶ πολλοῖς ἐγκωμίοις στεφανοῖ τὸν δίκαιον ὡς τὴν φυσικὴν ἀλήθειαν διαφυλάξαντα καὶ οὐδεμίαν ὑπομείναντα διαστροφὴν ἐκ τῶν συμφορῶν. ἀλλὰ καὶ ἔτι, φησίν, τῆς αὐτῆς ἀκακίας ἔχεται μηδεμίαν ὑπομείνας τροπήν· σὺ δὲ ἐμεγαλαύχεις διὰ κενῆς, ἀντὶ τοῦ· ἀκαίρως ἐφλυάρεις λέγων· ἐὰν ἀπολέσῃ τὰ ὑπάρχοντα, δυσφημεῖ.
For man looks at the face, but God looks at the heart. With genuine disposition, then, he offered the doxology, and he did not bring forward base and foolish reasonings in place of good ones. 2. And it came to pass, as this day was, that the angels came to stand before the Lord, and the devil came among them to stand before the Lord. And the Lord said to the devil: From where do you come? Then the devil said before the Lord: Having passed through the region under heaven and walked about the whole world, I am here. And the Lord said to the devil: Have you then attended to my servant Job, that there is no man upon the earth like him, blameless, true, irreproachable, God-fearing, abstaining from every evil? And still he holds fast to blamelessness; but you said to destroy his possessions in vain. When the righteous man had first been exercised in poverty and childlessness and had displayed the utmost philosophy, in that he not only did not blaspheme but even sent up words of thanksgiving, the holy angels rejoiced together at the victory, but the devil gnashed his teeth and asked for authority to make a second attempt against him. And the good God, glorifying his own genuine servants, provokes the beast further, so that he might be put to shame all the more, and crowns the righteous man with many praises, as one who preserved the natural truth and endured no distortion from his calamities. But further, he says, he holds fast to the same blamelessness, having endured no change at all; but you boasted in vain—that is, you babbled out of season, saying: If he loses his possessions, he will blaspheme.
κατανόει δὲ ἐντεῦθεν, ὡς ὁ μὲν θεὸς προγνώστης ὢν καὶ εἰδὼς τὸ ἐκβησόμενον καὶ ὅτι οὐκ ἂν ὁ μέγας Ἰὼβ ἀπρεπές τι φθέγξοιτό ποτε, ἐπέτρεψε τὴν κατὰ τοῦ δικαίου πάλην. ὁ δὲ διάβολος οὔτε τὸ μέλλον οἶδεν οὔτε τὰ ἐν τῇ ἡμετέρᾳ καρδίᾳ γινώσκει, διὸ καὶ ἀγνοῶν, ὅτι ἡττηθήσεται, ἐφλυάρει λέγων· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. καὶ αὖθις νικήσειν οἰόμενος τὴν εἰς τὸ δέρμα τοῦ δικαίου πεῖραν ἐξαιτεῖ καί φησιν· 2, δέρμα ὑπὲρ δέρματος· ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει. οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. τὸ μὲν θηρίον ὠμὸν καὶ ἀναίσχυντον· οὐ γὰρ ἀνέχεται μόνον τῶν ἡμετέρων ἐμφορηθῆναι σαρκῶν, ἀλλὰ καὶ μέχρις ὀστῶν καὶ μυελῶν διελθεῖν βούλεται. ἐλεγχθεὶς δὲ ὁ μισάνθρωπος πάλιν ἀναισχυντεῖ καί φησιν· οὐδὲν μέγα, εἰ ἀλλοτρίων σωμάτων πεπονθότων οὐκ
ἐδυσφήμησε δεδοικώς, μή σε παροργίσῃ καὶ κατὰ τοῦ αὐτοῦ σώματος ἐνέγκῃς τὴν πληγήν. καὶ ἄλλως δὲ πολλάκις τις, ἵνα μὴ εἰς ὀφθαλμὸν λάβῃ, τὴν χεῖρα προτείνει καὶ εἰς τὸ ἧττον τίμιον μέλος δέχεται τὴν πληγήν, δέρμα ὑπὲρ δέρματος προισχόμενος, ἵνα σώσῃ τὸ κυριώτερον. οὐδὲν οὖν μέγα, φησίν, εἰ τῶν ἔξωθεν περιεφρόνησεν. ἔστι δὲ καὶ ἄλλως νοεῖν· ἐξευτελίζων τὴν τοῦ δικαίου πρὸς θεὸν εὐφημίαν ὁ πονηρὸς δέρμα, φησίν, ὑπὲρ δέρματος δέδωκεν, ἀντὶ τοῦ· εἰς ὀλίγα βλαβεὶς ὀλίγην τινὰ εὐφημίαν προσήγαγεν, καὶ οὐδὲν μέγα, εἰ τῶν ὑπαρχόντων ἄνθρωπος καταφρονεῖ, ἵνα αὐτὸς μὴ βλαβῇ. τὸ γὰρ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἀντὶ τοῦ ὑπὲρ ἑαυτοῦ εἴρηκεν. 2, εἶπεν δὲ ὁ κύριος τῷ διαβόλῳ·
Understand from this that God, being foreknowing and knowing what would come to pass, and that the great Job would never utter anything improper, permitted the contest against the righteous man. But the devil neither knows the future nor knows the things in our heart; therefore, also being ignorant that he would be defeated, he babbled, saying: Surely he will bless you to your face. And again, thinking he would win, he demands the trial against the righteous man's skin and says: 2, Skin for skin; whatever a man has he will give for his soul. But rather, having sent your hand, touch his bones and his flesh; surely he will bless you to your face. The beast is savage and shameless; for he does not endure only to be filled with our flesh, but he wishes to pass even through bones and marrow. And being convicted, the man-hater is again shameless and says: It is no great thing if, when other bodies suffered, he did not blaspheme out of fear lest you provoke him and bring the blow against the same body. And in another way, often someone, so as not to receive it in the eye, stretches out his hand and receives the blow on the less honored member, putting forward skin for skin, so that he may save the more important part. Nothing great, then, he says, if he despised external things. But it is possible to understand it in another way: belittling the righteous man's praise toward God, the wicked one says, He has given skin for skin, meaning: being harmed in small things, he offered some small praise, and it is nothing great if a man despises his possessions so that he himself not be harmed. For "for his soul" he has said instead of "for himself." 2, And the Lord said to the devil:
ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. πάλιν κατὰ μέτρον τὸν χρυσοῦν ἀνδριάντα τῷ διαβολικῷ πυρὶ δοκιμάζει ὁ θεὸς οὐκ αὐτὸς γνῶναι θέλων, ὃν ἠπίστατο, ἀλλ' εἰς ἔλεγχον διαβολικὸν καὶ ἐφ' ᾧ τοῦτον ἡμῖν γνωρίσαι. καὶ τοῦ μὲν σώματος δίδωσι τὴν ἐξουσίαν, οὐ συγχωρεῖ δὲ τοῦ σώματος ὑπεξαγαγεῖν τὴν ψυχήν, ἵνα ἐξ ἐπιγονῆς τὰ διπλασίονα χαρίσηται ἀγαθά. ἢ καὶ τοῦτό φησιν, ὅτι τοῦ ἡγεμονικοῦ αὐτοῦ μὴ ἅψῃ, διὰ δὲ τῶν εἰς τὴν σάρκα βασάνων τὸν ἀγῶνα ποιοῦ. 2, ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου καὶ ἔπαισεν τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν μέχρι κεφαλῆς. καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέῃ, καὶ αὐτὸς ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως. μετὰ τὴν τῶν κτημάτων καὶ τῶν οἰκετῶν καὶ τῶν παίδων ἀφαίρεσιν τότε τὸ τῆς λώβης ἕλκος ἐπήγαγεν ὁ διάβολος, ὡς δριμεῖς μὲν ῥέειν ἰχῶρας ἐκ τοῦ σώματος καὶ ἐπιδάκνοντας, ἀπορίαν δὲ εἶναι παντελῆ τῶν τε ἀναγκαίων καὶ τῶν νοσοκομούντων. καὶ τῆς μὲν πόλεως ὡς λελωβημένος ἔξω καθῆστο. τῇ δὲ χειρὶ τοὺς μυδῶντας ἰχῶρας οὐχ ὑπεδέχετο, ἵνα μὴ καὶ μᾶλλον ἀποκναίοιτο, ἀλλ' ὀστράκῳ τούτους ἀπέ ξεεν. αἴθριος δὲ καὶ ἐπὶ κοπρίας ἔκειτο, ἵνα κἂν ἀνθρωπίνης ἀκούσῃ φωνῆς ἢ καθαρὸν ἀναπνεύσῃ τὸν ἀέρα ἤ, τό γε ἀληθέστερον εἰπεῖν, τῇ μείζονι κακοπαθείᾳ τὸν θεὸν ἐξιλεούμενος. 2, α χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· μέχρι τίνος καρτερήσεις λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου;
Behold, I deliver him to you; only guard his soul. Again, by measure, God tests the golden statue with the devil's fire, not wishing to know what he already knew, but for the devil's refutation and that he might make this known to us. And he gives him authority over the body, but he does not permit him to remove the soul from the body, so that afterward he might grant double blessings. Or he says this also: do not touch his ruling faculty, but make the contest through torments upon the flesh. 2. And the devil went out from the Lord and struck Job with a grievous sore from feet to head. And he took a potsherd to scrape off the ichor, and he himself sat on the dung heap outside the city. After the removal of his possessions and his servants and his children, then the devil brought upon him the ulcer of the plague, so that sharp ichors flowed from the body and stung, and there was a complete lack of necessities and of those to nurse him. And he sat outside the city as one afflicted with the plague. And he did not receive the festering ichors with his hand, lest he be worn out all the more, but he scraped them off with a potsherd. And he lay in the open air on a dung heap, so that he might at least hear a human voice or breathe clean air, or—to speak more truly—propitiate God by the greater suffering. 2. And when much time had passed, his wife said to him: How long will you endure, saying, Behold, I wait a little time longer, awaiting the hope of my salvation?
ὁ μὲν οὖν γενναῖος καὶ φιλόθεος Ἰὼβ ἐνεκαρτέρει τῇ πενίᾳ καὶ τοῖς πάθεσι χρόνον οὐκ ὀλίγον καὶ πρὸς ἑαυτὸν παραμυθούμενος ἔλεγεν· δεῖ φέρειν ἀνδρικῶς, δεῖ καρτερεῖν, δεῖ τὴν ἐκ θεοῦ προσμένειν βοήθειαν, οὐ βραδύνει θεὸς ἐπαμῦναι καὶ τῶν παρόντων ἀπαλλάξαι δεινῶν. ἐξασθενεῖ δὲ ἡ γυνὴ πρὸς τὰς συμφορὰς ὑπὸ τοῦ διαβόλου τηρηθεῖσα ὥσπερ ὕστερον μηχάνημα κατά τινος ἀσείστου τείχους. ὁ δὲ πανοῦργος διάβολος ὡς ἱκανῷ χρόνῳ κατειργάσατο τὸν δίκαιον, τότε τῇ τῆς γυναικὸς ἀσθενείᾳ συγχρῆται καὶ ὁπλίζει ταύτην κατ' αὐτοῦ ὥσπερ ποτὲ καὶ τὴν Εὕαν κατὰ τοῦ προπάτορος Ἀδάμ. ἡ δὲ καὶ πρὸς τὰς συμφορὰς ἀπειποῦσα καὶ τοῦ διαβολικοῦ πληρωθεῖσα πνεύματος ἐπὶ τοὺς παρόντας προήχθη λόγους, καὶ πρῶτα μὲν αὐτῷ τὰς εἰς θεὸν ἐλπίδας ἀνηνύτους πειρᾶται δεικνύναι τῷ πολλῷ παρεληλυθότι χρόνῳ πιστουμένη τὸ μέλλον· εἶτα καὶ ἐπάγει· 2, βε ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθισαι διανυκτερεύων αἴθριος· κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέ χουσιν. ἀλλὰ εἰπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. ὅλον ἦν θεοῦ συγχώρησις καὶ διαβόλου προσβολὴ μετ' ἐξουσίας πράττοντος διὰ τὸν συγκεχωρηκότα θεόν, ἐφ' ᾧ διὰ πάντων ἀγωνισάμενον τὸν Ἰὼβ στεφανίτην ἀναδειχθῆναι.
The noble and God-loving Job, then, persevered in poverty and suffering for no short time, and consoling himself he said: one must bear up manfully, one must endure, one must await the help that comes from God; God does not delay to succor and to deliver from the terrors at hand. But the woman grew weak before the calamities, kept in reserve by the devil, as it were later a siege-engine against some unshaken wall. And the crafty devil, when by sufficient time he had worn down the righteous man, then makes use of the woman's weakness and arms her against him, just as once he armed Eve against Adam the first father. And she, having given up before the calamities and having been filled with the devilish spirit, was led on to the words that follow, and first she tries to show him that his hopes in God are futile, confirming the future by the great lapse of time past; then she adds: Behold, your remembrance has vanished from the earth—sons and daughters, the birth-pangs and labors of my womb, which I toiled for in vain with hardships. And you yourself sit in the rottenness of worms, spending the night in the open air; and I, a wanderer and a servant, going about from place to place and from house to house, waiting for the sun, when it will set, that I may rest from the labors and the pains which now hold me fast. But say some word to the Lord and die. The whole was God's permission and the devil's assault, acting with authority because God had permitted it, so that Job, having struggled through all things, might be shown forth a victor crowned.
διὸ καὶ τὴν γυναῖκα οὐδεὶς ἠλέει οὐδὲ τῆς παλαιᾶς αὐτῆς εὐδαιμονίας μεμνημένος παρεμυθεῖτο τὴν ἔνδειαν, ἀλλ' ἐθήτευεν ἐπὶ μισθῷ (τοῦτο γὰρ σημαίνει τὸ λάτρις) τοῖς ἑκάστοτε δεομένοις ὑπηρετοῦσα, ἐφ' ᾧ καὶ ἑαυτῇ καὶ τῷ συνεύνῳ ἐπαρκέσαι πρὸς τὸ ἀποζῆν. ἀπειποῦσα
τοίνυν πρὸς τὰς συμφορὰς καὶ διαβολικῆς ἐνεργείας πεπληρωμένη ὑποτίθεται τῷ δικαίῳ ταύτην αὐτῷ τῶν κακῶν λύσιν ὑπολελεῖφθαι τὴν τοῦ σώματος ἀπαλλαγήν· δυνατὸν δὲ ταύτην αὐτῷ προσγενέσθαι, εἰ παροργίσοι διὰ τῆς βλασφημίας τὸν θεὸν καὶ πρὸς τὴν ἀναίρεσιν ὑπερεθίσοι τὴν καθ' ἑαυτοῦ. κακοτέχνως δὲ καὶ ἀσυμπαθῶς τὴν τοιαύτην εἰσηγεῖται βουλὴν ἔκ τε τῶν τοῦ ἀνδρὸς καὶ τῶν ἑαυτῆς συμφορῶν τὸν λόγον κατασκευάζουσα. τὰς τῶν ὠδίνων, φησίν, ἀλγηδόνας ὑπέμεινα, ἐμόχθησα παιδοτροφοῦσα, ἵνα μετὰ σὲ μνημόσυνόν σου τοὺς παῖδας καταλίπῃς. ἐξεκόπη τούτων ἡ ἐλπίς· πάντες ἀπώλοντο, ἄρρενες ὁμοῦ καὶ θήλειαι. εἰς τίνα λοιπὸν ἀποβλέψομαι, εἰς σὲ τὸν τούτων πατέρα, τὸν σκωλήκων πλήρη, τὸν πένητα, τὸν ἀπερριμμένον; εἰς ἐμὲ τὴν ἀθλίαν, τὴν πλανῆτιν, τὴν ἐκ τῆς πολλῆς εὐδαιμονίας ἐπὶ μισθῷ θητεύουσαν, τὴν μέχρις ἑσπέρας ἐν ὀδύναις καὶ μόχθοις ἐξεταζομένην; ἀλλ' εἴ τί μοι πείθῃ, φθέγξαι τι ῥῆμα πρὸς τὸν θεὸν παροργίζων αὐτόν, ἵνα σε ἀνέλῃ· αὕτη γάρ σοι μόνη τῶν κακῶν ὑπολέλειπται λύσις. 30 2, ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπεν· ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας. εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ὁρᾷς διδασκάλου καὶ ἐν τοῖς πάθεσι γνώμην καὶ πρόσοψιν;
Therefore no one pitied the woman or, remembering her former prosperity, consoled her in her want, but she served for hire (for this is what "servant" means), attending those who had need of her from time to time, so as to provide for herself and her husband enough to live on. Having given up, then, in the face of her calamities and being filled with diabolical influence, she suggests to the righteous man that this release from his evils has been left to him—the departure of the body; and this could come to him if he should provoke God through blasphemy and stir him up to his own destruction. But craftily and without compassion she introduces such counsel, constructing her argument from the misfortunes of both her husband and herself. "I endured," she says, "the pains of childbirth, I toiled in raising children, so that after you, you might leave the children as a memorial of you. The hope of these things has been cut off; all perished, males alike and females. To whom, then, shall I look? To you, their father, full of worms, poor, cast away? To myself, the wretched woman, the wanderer, who from great prosperity serves for hire, who is worn out until evening in pains and toils? But if you will in any way be persuaded by me, utter some word against God, provoking him, so that he may take you away; for this alone is left to you as a release from your evils." But he, looking at her, said: "You have spoken like one of the foolish women. If we received good things from the hand of the Lord, shall we not endure evil things?" Do you see the teacher's judgment and insight even in his sufferings?
ἐπειδὴ γὰρ τὴν γυναῖκα τοῖς τῆς θεοσεβείας ἐπαίδευεν νόμοις, τὰ παρ' ἐλπίδα ἀκούσας καταπληκτικῷ φοβεῖ τῷ βλέμματι. εἶτα καὶ ἠπίοις ἐντρέπει λόγοις· ταῦτα, γάρ φησιν, ὦ αὕτη, ἄφρονος ἦν εἰπεῖν γυναικός. ἢ γὰρ οὐκ ἀφροσύνη τὸ νομίζειν ὁμοῦ τῇ βλασφημίᾳ καὶ τὴν τελευτὴν ἐπακολουθεῖν ἢ ὅλως τολμᾶν βλασφημόν τι ῥῆμα προφέρειν κατὰ θεοῦ; τούτοις δὲ παιδεύσας τῷ τε λόγῳ καὶ τῷ βλέμματι νουθετεῖ φέρειν εὐχαρίστως τῶν δυσχερῶν τὴν ἐπαγωγήν. πολλοὶ μὲν γάρ, φησίν, οὐδὲ εὐθηνίας τινὸς ἐπειράθησαν, ἡμεῖς δὲ ταύτης ἀπολελαυκότες ἐκ θεοῦ τί πρὸς τἀναντία δυσχεραίνομεν, τί δὲ μὴ μετὰ πολλῆς τῆς εὐχαριστίας ὡς παρὰ γνησίου δεσπότου καὶ ταῦτα δεχόμεθα; ἡ μὲν οὖν ταῦτα ἀκούσασα ἐφησύχασε καὶ τὴν νουθεσίαν ἐδέξατο μηδὲν ἀντιφθεγξαμένη· διόπερ οἶμαι καὶ τῶν ὕστερον ἀγαθῶν κοινωνὸν αὐτὴν γεγενῆσθαι τῷ Ἰώβ. ὁ δὲ γενναῖος ἀγωνιστὴς τριπλᾶς τῷ διαβόλῳ δέδωκε τὰς πληγὰς αὐτός τε μὴ καμφθεὶς καὶ τὴν ὑπ' αὐτοῦ παρατραπεῖσαν γυναῖκα ἐπανορθώσας τῇ νουθεσίᾳ καὶ τὰς εὐχαρίστους καὶ παντὸς ἀξίας ἐπαίνου καὶ ἀλήστου μνήμης φωνὰς ἀναφθεγξάμενος. 2, ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ. ἀσφαλίζεται πάλιν ἡμᾶς ἡ γραφὴ καὶ τῇ λαμπρότητι καὶ ἀναμαρτησίᾳ καὶ τῇ ἐν τοῖς πειρασμοῖς τοῦ ἀνδρὸς μεγαλοψυχίᾳ προσμαρτυρεῖ, ὡς ἂν ἐπαξίως τῆς τοιαύτης ψυχῆς καὶ τὰ ἐν παντὶ τῷ βιβλίῳ τοῦ ἀνδρὸς νοήσωμεν ῥήματα. δειχθείσης οὖν αὐτοῦ πανταχόθεν τῆς μεγαλονοίας καὶ ὡς παρ' ὅλους τοὺς ἀγῶνας ἐνίκησεν, μηδὲν ταπεινὸν ἐννοήσωμεν περὶ αὐτοῦ ἐν τῇ τῶν ἐφεξῆς ῥημάτων προφορᾷ.
For since he was instructing the woman in the laws of piety, when he heard things beyond expectation, he restrained her with a fearful look. Then he also corrected her with gentle words; for these things, he says, O woman, were the words of a foolish woman. For is it not foolishness to think that the end follows together with the blasphemy, or to dare at all to utter a blasphemous word against God? Having instructed her by these means, both by word and by look, he admonishes her to bear the onset of hardships with thanksgiving. For many, he says, have not even experienced any prosperity, but we, having enjoyed it from God, why are we disheartened at the opposite, and why do we not receive these things too with much thanksgiving, as from a genuine master? She, then, having heard these things, kept quiet and accepted the admonition, saying nothing in reply; and for this reason, I think, she also became a partaker of the good things that came afterward with Job. But the noble champion dealt the devil a threefold blow, both himself not being bent and setting right the woman who had been turned aside by him through admonition, and uttering words full of thanksgiving and worthy of all praise and unforgettable remembrance. In all these things that happened to him, Job sinned not with his lips before God. Again the Scripture secures us and testifies to the man's splendor and sinlessness and magnanimity in temptations, so that we may understand the words of the man throughout the whole book as worthy of such a soul. Since, then, his magnanimity has been shown from every side, and that he was victorious throughout all his struggles, let us think nothing base concerning him in the utterance of the words that follow.
2, ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν. ἐάν τις λέγῃ· διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φίλοι παραγεγόνασιν, ἐννοείτω πρῶτον μέν, ὡς διαφόρους ᾤκουν χώρας καὶ μετὰ πολὺ μὲν ἴσως ἤκουσαν. τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ ἄπιστον ἐδόκει, εἰ ἐπὶ κοπρίας ἀνεπικούρητος ὁ Ἰὼβ κάθηται, καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ ἀληθῆ τὰ λεγόμενα. ἐν τούτοις μὲν οὖν ὁ χρόνος ἐτρίβετο· πρὸς δὲ δὴ τούτοις, ὅτε τὸ ἀληθὲς ἔγνωσαν, βασιλεῖς ὄντες καὶ ἐκδημεῖν μέλλοντες ἀνάγκην εἶχον πρότερον εὖ διατάξασθαι τὸ ὑπήκοον, διαθεῖναι τὰ κατὰ τὸν οἶκον, ἐπιστῆσαι τοῖς ἀρχομένοις τοὺς ἀνθ' ἑαυτῶν. ταῦτα πάντα αὐτοὺς ἀπησχόλει καὶ ἐνεβράδυνον, καὶ εἰ μὴ σφόδρα γε ἀγαπητικοί τινες ἦσαν καὶ δίκαιοι, οὐκ ἂν τὰς οἰκείας καταλιπόντες χώρας τε καὶ βασιλείας ἀφικνοῦντο πρὸς τὴν ἐπίσκεψιν, ἀλλὰ δι' ἑτέρων τὴν χρείαν ἐπλήρουν. ἔστι δὲ ἐννοεῖν, ὡς καὶ οἰκονομία τις ἦν θεία ἡ τῆς ἀφίξεως ἀναβολή· ἐπειδὴ γὰρ ὁμοῦ τῇ τῶν φίλων διαλέξει καὶ τὸ πᾶν τοῦ ἀγῶνος ἐλύθη τοῦ θεοῦ χρηματίσαντος καὶ τὸν δίκαιον ἀνακτησαμένου καὶ
2. When his three friends heard all the evils that had come upon him, each came to him from his own country. If anyone asks, "Why did the friends come after so long a time?", let him consider first that they lived in different countries and perhaps heard the news only after a long while. And the extraordinary and incredible nature of the calamity seemed doubtful—whether Job was sitting on a dung heap without help—and they waited to confirm the report through more sources, or even to send someone and see whether what was being said was true. In these matters, then, the time was being spent. In addition to these things, when they learned the truth, being kings and about to leave their country, they had need first to set in good order what was subject to them, to arrange the affairs of the household, and to appoint those to rule in their place over their subjects. All these things occupied them and made them delay. And unless they had been exceedingly loving and righteous men, they would not have left their own countries and kingdoms and come to visit him, but would have fulfilled the need through others. And one may consider that the delay of their arrival was also a certain divine dispensation; for since together with the conversation of the friends the whole of the contest was also resolved, when God had spoken and had restored the righteous man, and
στεφανώσαντος, οἰκονομία τις θεία γέγονεν ἐμβραδῦναι τοὺς φί λους, ἵνα παράτασιν σχῇ τὰ τοῦ σκάμματος καὶ μειζόνως ἀθλήσας ὁ δίκαιος δικαιότερον ἀναρρηθῇ παρὰ τοῦ θεοῦ. 2, Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεύς· ἔθνους περὶ τὸ Σινά. 2, Βαλδὰδ ὁ Σαυχαίων τύραννος· τὴν δὲ Σαυχὶ πόλιν εἶναί φασι Μωαβιτῶν. Μωαβιτῶν οὖν ἦν βασιλεὺς ὁ Βαλδάδ· τὸ γὰρ τύραννος ἐνταῦθα ἀντὶ τοῦ βασιλεὺς κεῖται. 2, Σωφὰρ ὁ Μιναίων βασιλεύς· τουτέστιν· Ἀμμανιτῶν. 2, καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. Σύμμαχος οὕτως ἐκδέδωκεν· _σ_υ_ν_ε_τ_ά_ξ_α_ν_τ_ο_ _γ_ὰ_ρ_ _ὁ_μ_ο_ῦ_ _ἐ_λ_θ_ό_ν_τ_ε_ς_ _σ_υ_μ_παθῆσαι αὐτῷ καὶ παραμυθήσασθαι αὐτόν. ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε πρὸς ἀλλήλους διαπεμψάμενοι τὴν ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιήσαντο. 2, ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν τῆς λώβης τοὺς παλαιοὺς αὐτοῦ χαρακτῆρας ἐξαφανισάσης. 2, καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν τήν τε τοῦ φίλου συμφορὰν ἰδόντες καὶ τὴν ἀγχίστροφον τῶν πραγμάτων μεταβολὴν ἐνθυμηθέντες ἔκλαυσαν μετ' οἰμωγῆς ἔρρηξάν τε τὴν στολὴν ὡς νεκρὸν πενθοῦντες τὸν τῶν τεθνηκότων ἀπερριμμένων ἐλεεινότερον. 2, καὶ καταπασάμενοι γῆν ἐπὶ τῆς κεφαλῆς αὐτῶν. τινὰ δὲ βιβλία ἔχουσι· _κ_α_ὶ_ _ἀ_ν_α_β_λ_έ_ψ_α_ν_τ_ε_ς_ _ε_ἰ_ς_ _τ_ὸ_ν_ _ο_ὐ_ρ_α_ν_ὸ_ν τὸν θεὸν ἐξιλεούμενοι καὶ μονονουχὶ λέγοντες·
...having crowned him, a certain divine dispensation caused the friends to delay, so that the contest might be prolonged and the righteous man, having striven more greatly, might be proclaimed more righteously by God. 2. Eliphaz, king of the Temanites—a nation around Sinai. 2. Bildad, tyrant of the Sauchites; they say the city Sauchis belongs to the Moabites. So Bildad was king of the Moabites; for "tyrant" here stands for "king." 2. Zophar, king of the Minaites—that is, of the Ammonites. 2. And they came to him with one accord to comfort him and to visit him. Symmachus rendered it thus: _for they agreed together, having come, to sympathize with him and to console him._ Observe from this too that another interval of time passed, until, having sent word to one another, they made the gathering and the journey to the same place. 2. And seeing him from afar, they did not recognize him, since the affliction had made his former features to vanish. 2. And crying out with a loud voice, they wept, each rending his own garment; seeing the misfortune of their friend and considering the swift reversal of affairs, they wept with wailing and rent their garment, mourning him as dead—more pitiable than the dead who lie cast away. 2. And having sprinkled earth upon their heads. But some books have: _and looking up to heaven, propitiating God and, so to speak, saying:_
ἵλεως ἔσο, δέσποτα, καὶ μὴ τοιούτοις ἡμᾶς περιβάλῃς κακοῖς, ὃ δὴ καὶ ποιεῖν εἰώθαμεν θαυμάζοντες ὁμοῦ καὶ φοβούμενοι, ὅταν ὁρῶμέν τινας ταῖς ἀδοκήτοις περιπεπτωκότας συμφοραῖς. 2, παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν· ἑώρων γὰρ τὴν πληγὴν μεγάλην οὖσαν καὶ δεινὴν σφόδρα. οὐκ εἶπεν ἡ γραφή· ἑπτὰ ἡμέρας ἀπὸ πρωίθεν ἕως ἑσπέρας, οὐδέ· ἑπτὰ νύκτας ἀφ' ἑσπέρας μέχρι πρωίας. δῆλον οὖν, ὅτι τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι ὑπανεχώρουν τὰς ἀναγκαίας ἐκπληρώσαντες χρείας. καὶ πάλιν ἐπανήκοντες μέχρι πολλοῦ τῆς νυκτὸς παρεκαθέζοντο, καὶ αὖθις ἀπιόντες πάλιν ὤρθριζον πρὸς αὐτόν, ὃ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον. τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ γραφὴ οὕτως ἀπολύτως εἶπεν· παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ δεκατέσσαρα ἔτη δουλεῦσαι καὶ συγκαίεσθαι τῷ καύσωνι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός· ἆρα ὑπὸ στέγην οὐκ εἰσῄει ποτέ; ἆρα οὐδεμιᾶς ἀναπαύσεως ἔτυχεν ἐν ὅλῳ τῷ χρόνῳ; ταῦτα μὲν οὖν καὶ λεπτολογεῖν φλύαρον· ὡς γὰρ ἔφην, ἡ γραφὴ κοινῇ συνηθείᾳ χρῆται. ἐπειδὴ δέ τινες κωμῳδοῦντες τὴν γραφὴν καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ διασύρουσιν (οὐ γὰρ ἄν, φασίν, ἄσιτοι διετέλουν ἐπὶ τοσαύταις ἡμέραις), ἠναγκάσθημεν αὐτῶν συναπαχθῆναι τῇ ἀκαίρῳ στενολεσχίᾳ. προσκαρτεροῦντες τοιγαροῦν τάς τε ἡμέρας καὶ τὰς νύκτας, καθ' ὃν ἔφην τρόπον, καὶ ὡς ὁ τῆς ἀγάπης ἀπῄτει θεσμός, οὐδένα λόγον ηὕρισκον παραμυθίας, ὑπερνικώσης τῆς συμφορᾶς τὴν ἐκ τῶν λόγων παραψυχήν. ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ·
Be gracious, master, and do not surround us with such evils—the very thing we are accustomed to do when we marvel and fear at once, whenever we see certain people fallen into unexpected calamities. 2. They sat beside him seven days and seven nights, and none of them spoke; for they saw the blow was great and exceedingly terrible. The Scripture did not say, "seven days from morning until evening," nor "seven nights from evening until morning." It is clear, then, that they sat beside him for the greater part of the day and then withdrew, having fulfilled their necessary needs. And again, returning, they sat beside him until much of the night, and again departing, they came back at dawn to him—which is the mark of the most genuine and most sympathetic friends. But Scripture, using common custom, spoke thus without qualification: "They sat beside him seven days and seven nights," since also when it says that Jacob served fourteen years and was scorched by the heat of the day and the frost of the night—did he ever not enter under a roof? Did he obtain no rest at all in the whole time? To scrutinize these things precisely is foolish chatter; for, as I said, Scripture uses common custom. But since some, making a mockery of Scripture, also deride it from this as false (for they say, "They would not have continued without food for so many days"), we were compelled to be drawn along with them into their untimely hair-splitting. Therefore, persevering both days and nights, in the manner I have stated, and as the law of love demanded, they found no word of consolation, the calamity overcoming the comfort that comes from words. CHAPTER THREE. Beginning of the passage.
Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων. Προθεωρία τοῦ κεφαλαίου ἀλγεῖ μὲν ὁ δίκαιος καὶ οὐκ ἄν τις ἀρνήσαιτο· οὐ γὰρ τῶν ἀναισθήτων ἡ ἀρετή, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων. ὀδυνᾶται δὲ κατὰ μὲν τὸ φαινόμενον ὑπὸ τῆς ἐν τῇ σαρκὶ πληγῆς δριμυτάτως κεντούμενος, κατὰ δὲ τὸ νοούμενον οἷα δίκαιος καὶ φιλόθεος ἀνὴρ ὁρῶν τινας σκανδαλιζομένους ἐπὶ τοῖς αὐτοῦ πάθεσιν ὡς δὴ τοῦ δικαίου τοιαῦτα ὑπομένοντος. ἤλγει τοιγαροῦν καὶ ὠδυνᾶτο καὶ διὰ τὰ πάθη καὶ ὡς τῆς τοῦ θεοῦ δόξης ἐπ' αὐτῷ διασυρομένης. καὶ γὰρ ὅταν λέγη· ἵνα τί ἔθου με κατεντευκτήν σου; οὐκ αὐτὸς κατὰ θεοῦ ἐνετύγχανεν, μὴ γένοιτο. τίνι γὰρ καὶ εἶχεν ἐντυγχάνειν; ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· ἵνα τί δι' ἐμέ, δέσποτα, τὸ ὄνομά σου βλασφημεῖται; ἐθορυβεῖτο δὲ οὐχ ἥκιστα καὶ ἰλιγγία οἷα σφοδρῶς τῇ τοῦ θεοῦ τετρωμένος ἀγάπῃ,
μήπως τελείαν ἐγκατάλειψιν ὑπέμεινεν ὑπὸ θεοῦ· οὐδὲν γὰρ οὕτω τιμωρεῖται ψυχὴν λογικὴν καὶ φιλόθεον ὡς τὸ ὑποπτεύειν καταλελεῖφθαι παρὰ θεοῦ. καὶ μυριάκις ᾑρεῖτο τὸν θάνατον ἢ μετὰ ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκαταλέγεσθαι. ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἵας ἀφῆκε χαριστηρίους φωνάς, ἠκούσαμεν, καὶ ὅπως τὴν γυναῖκα ἐξεπαίδευσεν ἀπρεπές τι περὶ τοῦ δεσπότου λογισαμένην καὶ ποῖα μετὰ πενίαν καὶ ἐξουδένωσιν καὶ τὸ δριμὺ πάθος ἐφθέγξατο, καὶ ὡς οὐδὲν αὐτὸν τῶν ἀνθρωπίνων συμπτωμάτων διεθορύβησεν.
After this Job opened his mouth and cursed his day, saying. Preliminary survey of the chapter: the righteous man grieves, and no one would deny it; for virtue is not a matter of those without feeling, but of those who philosophize amid sufferings. He is pained, on the one hand, in the apparent sense, being most sharply pricked by the blow in his flesh; and on the other, in the intelligible sense, as a righteous and God-loving man seeing certain people scandalized at his sufferings, as though the righteous man were enduring such things. He grieved, then, and was in pain both because of his sufferings and because the glory of God was being mocked on his account. For when he says, Why have you set me as a target for you? he was not himself confronting God—may it not be! For with whom could he even have been confronting? But this is what he says: Why, master, is your name blasphemed because of me? He was disturbed not least and grew dizzy, as one violently wounded by the love of God, lest perhaps he had endured complete abandonment by God; for nothing so punishes a rational and God-loving soul as the suspicion of having been abandoned by God. And he would have chosen death ten thousand times over rather than be counted among the living with pains and such a suspicion. At the loss of his possessions, then, and the sudden death of his children, what thanksgiving utterances he let fall, we have heard, and how he instructed his wife when she conceived something unseemly about the master, and what things he spoke after poverty and contempt and the sharp suffering, and how none of human misfortunes disturbed him.
ὡς δὲ οἱ φίλοι παρεγένοντο ἄνδρες δίκαιοι καὶ συμπαθεῖς, εὔκαιρον ᾠήθη θεωρῶν αὐτῶν τὴν ὑπομονὴν καὶ τὴν ἀγάπην, ἐπ' αὐτῶν εἰπεῖν καὶ δημοσιεῦσαι τὰς κατὰ ψυχὴν ἀλγηδόνας. καὶ φθέγγεται μὲν καθ' ἱστορίαν ἀκίνδυνα· ἓν γὰρ τοῦ διαβόλου τὸ σπούδασμα τὸ παρασκευάσαι τὸν δίκαιον βλασφημῆσαι θεόν. ὁ δὲ οὐδαμοῦ φαίνεται τοιοῦτόν τι διαπραξάμενος, ἀλλὰ καὶ μᾶλλον εὐφημήσας καὶ χαριστηρίους ἀναπέμψας φωνάς. καταρᾶται δὲ τὴν ἡμέραν τῆς γεννήσεως καὶ τὸν θάνατον ἐπιποθεῖ διὰ τὰς ἀνωτέρω λεχθείσας αἰτίας. πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ καὶ περὶ τῶν ἤδη προγεγονότων φιλοσοφεῖ καὶ πληροφορεῖται τὸ μέλλον· τοιαῦται γὰρ ἀεὶ τῶν ἁγίων προφητῶν αἱ ῥήσεις. ἐπὶ δὲ αὐτῶν τῶν λέξεων γενόμενοι σαφηνίσωμεν τὴν ἔννοιαν αὐτοῦ ποδηγοῦντος ἡμᾶς πρὸς τὴν ἑρμηνείαν τοῦ καὶ τὸν ἁγιώτατον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος. Αἱ λέξεισ 3, Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων· ὅτε δίκαιος ἀνοίγει τὸ στόμα, οὐχ ἁπλῶς οὑτωσὶ προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὴν ἐκ τῶν λόγων ὠφέλειαν ἀναζητεῖν. μεστὰ γὰρ ἀεὶ ὠφελείας τῶν ἁγίων τὰ ῥήματα, διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπιστέλλων φησίν· τὸ στόμα μου ἀνέωγεν πρὸς ὑμᾶς, Κορίνθιοι. καὶ περὶ τοῦ κυρίου δὲ εἴρηται ἐν ταῖς ἱεραῖς τῶν εὐαγγελίων γραφαῖς· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων. ἴδωμεν οὖν, τί καὶ ὁ μέγας Ἰὼβ ἀνοίξας τὸ στόμα φθέγγεται. 3, ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νύξ, ἐν ᾗ εἶπαν· ἰδοὺ ἄρσεν. ὅτι μὲν ἠθύμει διὰ τὰς εἰρημένας αἰτίας ὁ Ἰώβ, πρόδηλον.
But when his friends arrived—righteous and sympathetic men—he thought it a fitting occasion, seeing their endurance and love, to speak before them and make public the pains of his soul. And he utters words that, according to the historical sense, are without danger; for the devil's one aim was to make the righteous man blaspheme God. But he is nowhere seen to have done any such thing, but rather to have spoken well of God and sent up words of thanksgiving. He curses the day of his birth and longs for death for the reasons stated above. But according to the deeper meaning he speaks mysteries and philosophizes about things that have already come to pass and is fully assured of the future; for such are always the utterances of the holy prophets. But coming now to the words themselves, let us make clear his meaning, as he guides us to the interpretation—he who also strengthened the most holy Job for his struggles. The words: After this Job opened his mouth and cursed his day, saying. When a righteous man opens his mouth, one should not attend to what is said in a simple, casual way, but should seek the benefit that comes from the words. For the words of the saints are always full of benefit; which is why Paul, the vessel of election, when writing says: My mouth has opened to you, Corinthians. And it is said of the Lord in the sacred writings of the Gospels: And opening his mouth, he taught them, saying. Let us see, then, what the great Job also utters when he opens his mouth. The words: May the day perish in which I was born, and the night in which they said: Behold, a male. That Job was disheartened for the reasons stated is evident.
ἐκφέρει δὲ τὰ τῆς ἀθυμίας ῥήματα καὶ καταρᾶται πρᾶγμα οὐχ ὑφεστηκός, ἀλλ' ἡμερονύκτιον παρελθόν. ὅτι δὲ ἀθυμοῦσιν ἐν ταῖς περιστάσεσιν οἱ δίκαιοι, καὶ Ἰερεμίου λέγοντος ἀκούσῃ· ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ τοῦ ἱεροφάντου Μωσέως· ἀπόκτεινόν με, εἰ οὕτως μοι μέλλεις ποιεῖν. καὶ αὐτὸς δὲ ὁ κύριός φησι περὶ τοῦ τοῖς ἀνηκέστοις περιπεπτωκότος κακοῖς Ἰούδα· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. ἀθυμοῦσι μὲν οὖν, ὡς ἔφην, οὐκ ὀλιγωροῦσι δὲ οὐδὲ καταπίπτουσιν οὐδὲ φθέγγονταί τι παλίμφημον κατὰ θεοῦ, ἀλλ' ἢ καθ' ἑαυτῶν ἢ κατὰ πραγμάτων οὐδὲν βλαπτομένων τὰ τῆς ἀθυμίας ἐκφέρουσι ῥήματα. καὶ γοῦν ὁ μέγας Δαυὶδ τὰ ὄρη τὰ Γελβοῦε καταρᾶται φάσκων· μὴ ἔλθοι ἐφ' ὑμᾶς δρόσος, ὅτι τὸν ποθούμενον Ἰωναθὰν μετὰ τοῦ πατρὸς καίτοιγε πολεμίου τυγχάνοντος αὐτῷ ἐπὶ τῶν ὀρῶν ἐκείνων ἤκουσεν ἀναιρεθέντας. καὶ πρὸς μὲν ῥητὸν ταῦτα· ἐπικεκρυμμένως δὲ ὡς προφήτης μυστήρια λαλεῖ. καὶ ἐπειδὴ γέννησιν οἶδεν ἡ γραφὴ οὐ τὴν κατὰ σάρκα μόνην, ἀλλὰ καὶ τὴν ἀπὸ τρόπου εἰς τρόπον μεταβολήν, οἷον ἀπὸ ἀρετῆς εἰς κακίαν ἢ ἀπὸ κακίας εἰς ἀρετήν, ἀπολέσθαι ἐπεύχεται τὴν ἡμέραν τῆς ἁμαρτίας, ἐν ᾗ ὁ Ἀδὰμ παρέβη. τὸ γὰρ τῆς ἀνθρωπότητος οἰκειοῦται πρόσωπον καί φησιν ὅτι· ἀπόλοιτο ἡ ἡμέρα, καθ' ἣν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν φαυλότητα ὁ ἄνθρωπος μετετράπη. τὸ δὲ ἐν ᾗ εἶπαν· ἰδοὺ ἄρσεν, ὅτι ἐξ ἑνὸς τοῦ Ἀδὰμ οἱ πολλοὶ ἁμαρτωλοὶ κατέστημεν.
He brings forth words of despondency and curses a thing that has no existence, but has passed away in a day and a night. That the righteous are despondent in times of trial, you will hear Jeremiah saying: Cursed be the day on which I was born; and Moses the hierophant: Kill me, if you are going to do thus to me. And the Lord himself says concerning Judas, who fell into incurable evils: It would have been good for him if that man had not been born. They are despondent, then, as I said, but they do not grow slack nor fall down nor utter anything ill-omened against God, but against themselves or against things that suffer no harm they bring forth the words of their despondency. At any rate, the great David curses the mountains of Gilboa, saying: Let no dew come upon you, because the beloved Jonathan, together with his father—though the latter was his enemy—was heard to have been slain on those mountains. This is the literal sense; but as a prophet he speaks mysteries in a hidden way. And since Scripture knows a birth that is not only according to the flesh, but also a change from one manner of life to another—as from virtue to vice or from vice to virtue—he prays for the destruction of the day of sin, on which Adam transgressed. For he appropriates the person of humanity and says: Let the day perish on which man was changed from virtue to wickedness. And the phrase "on which they said, Behold, a male" means that from the one Adam we have all become sinners.
ἡμέραν δὲ καὶ νύκτα τὴν αὐτήν φησι, πρὸς μὲν ῥητόν, ὅτι τὸ ἡμερονύκτιον μίαν ἡμέραν οἶδεν ἡ γραφή, πρὸς δὲ διάνοιαν, ὅτι ἡ παράβασις φωτὸς ἐπαγγελίαν ἔχουσα διὰ τὸ ἀκοῦσαι ἔσεσθε ὡς θεοὶ σκότους ἤνεγκεν ἔργα. σκότος γὰρ ἡ παρακοὴ δι' ἧς ὁ θάνατος εἰσῆλθεν, ὥστε δεῖν λοιπὸν ἐναργέστερον τὴν διαφορὰν ὀφθῆναι τοῦ ἄρρενος πρὸς τὸ θῆλυ. 3, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος
ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου. πρὸς μὲν ῥητὸν μὴ καταλαμφθῆναι ὑπὸ σελήνης ἢ ἀστέρων τὴν νύκτα ἐξαιτεῖ, ἀλλὰ βαθεῖ κατασχεθῆναι σκότῳ, ὃ δὴ καὶ σκιὰν θανάτου καλεῖ. πρὸς δὲ διάνοιαν τὴν ἁμαρτίαν ἐπεύχεται ἐν τῇ ἰδίᾳ κακίᾳ φαίνεσθαι, ἵνα μὴ ἰσχύσῃ ὑποκρίνεσθαι ἀρετήν, ἀλλὰ γνωριζομένη, ὅτι ζοφώδης ἐστὶ καὶ θανατηφόρος, φευκτὴ γένηται καὶ ἀποτρόπαιος. 3, ἐπέλθοι ἐπ' αὐτὴν γνόφος. καταραθείη ἡ ἡμέρα ἐκείνη καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος. γνόφος νεφώδης ἀχλύς. πρὸς μὲν οὖν ῥητὸν εὔχεται ἀφεγγῆ γενέσθαι τήν τε ἡμέραν αὐτοῦ τῆς γεννήσεως καὶ τὴν νύκτα. πρὸς δὲ διάνοιαν ἐξαιτεῖ τὴν ἁμαρτίαν φαίνεσθαι, ὥσπερ καὶ ἔστιν, ἵνα μὴ ὁ Σατανᾶς ὡς ἄγγελος φωτὸς ὑποκρινόμενος δείξῃ τὰ φαῦλα ὡς ἀγαθά, ἀλλ' ἵνα γνωριζόμενα, ὅτι εἰσὶ φαῦλα καὶ σκότους αἴτια, φευκτὰ πᾶσι γένωνται. 3, μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν. πρὸς μὲν ῥητόν· ἐξαφανισθείη, φησίν, ἡ ἡμέρα τῆς γεννήσεώς μου συστελλομένου τοῦ ἐνιαυσιαίου κύκλου. πρὸς δὲ διάνοιαν μηδὲ μνήμην εὔχεται γενέσθαι τῆς ἁμαρτίας, διὸ καί φησιν·
He calls it a day and a night, the same one: according to the literal sense, because Scripture knows the day-and-night as one day; according to the deeper meaning, because the transgression, having a promise of light through hearing "you shall be as gods," brought forth works of darkness. For disobedience is darkness, through which death entered, so that from then on the difference between male and female needed to be seen more clearly. And may that night be darkness, and may the Lord not seek it out from above, nor let light come into it; but may darkness and the shadow of death take it. According to the literal sense, he asks that the night not be illuminated by the moon or the stars, but be held in deep darkness, which he also calls the shadow of death. According to the deeper meaning, he prays that sin appear in its own wickedness, so that it may not have the strength to feign virtue, but being recognized as murky and death-bringing, may become something to be fled and turned away from. May gloom come upon it. May that day and that night be cursed, may darkness carry it away. Gloom is a cloudy mist. According to the literal sense, then, he prays that both the day of his birth and the night be without light. According to the deeper meaning, he asks that sin appear exactly as it is, so that Satan, feigning himself as an angel of light, may not show evil things as good, but so that they, being recognized as evil and causes of darkness, may become things to be fled by all. May it not be among the days of the year, nor be counted among the days of the months. According to the literal sense: may the day of my birth, he says, be blotted out as the yearly cycle is contracted. According to the deeper meaning, he prays that not even a memory of sin remain, and therefore he says:
3, ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη. ἀντὶ τοῦ· γνωσθήτω, ὅτι φαύλη ἐστίν, καὶ διὰ τοῦτο μισείσθω ὡς φαύλη καὶ ὀδύνης αἰτία. 40 3, καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή. ἀλλὰ μηδὲ ἔλθοι, φησίν, εἰς τὸν καιρὸν τῆς ἐμῆς γεννήσεως εὐφροσύνη τις ἢ χαρμοσύνη. πρὸς δὲ διάνοιαν· μηδείς, φησίν, ἐπιτερφθείη τῇ ἁμαρτίᾳ, μηδεὶς ὡς χαρᾶς αἰτίαν ταύτην ἐργάσαιτο. ὁ μὲν οὖν, ὡς ἔφην, κατὰ πράγματος ἀνυποστάτου ῥίπτειν δοκεῖ τῆς ἀθυμίας τοὺς λόγους, προφητικῶς δὲ τὴν πατροπαράδοτον ἁμαρτίαν καταρᾶται αἰτῶν αὐτὴν ἐξαφανισθῆναι. διὸ καὶ εἰς ἔργον ἐξέβη τὰ ῥήματα, τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ταύτην ἐξαφανίσαντος. 3, ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. σαφῶς ἐνταῦθα τὴν προφητείαν ἀπεκάλυψεν· οὐ γὰρ περὶ αἰσθητοῦ κήτους λέγει, ἀλλὰ περὶ τοῦ νοητοῦ δράκοντος, τοῦ διαβόλου, ὃν ἰσχυρὸν ὄντα καὶ μέγα κῆτος δήσας ὁ ἰσχυρότερος, ὡς ἐν εὐαγγελίοις ἠκούσαμεν, διήρπασεν αὐτοῦ τὰ σκεύη, τουτέστιν· τοὺς αἰχμαλωτισθέντας ἀνθρώπους ὑπ' αὐτοῦ. τίς οὖν ἕτερος τὴν ἁμαρτίαν κατηράσατο καὶ ἐξηφάνισεν ἐν ἑαυτῷ, τίς δὲ τὸ νοητὸν ἐχειρώσατο κῆτος, ἀλλ' ἢ ὁ δι' ἡμᾶς ἄνθρωπος γενέσθαι καταδεξάμενος τοῦ θεοῦ λόγος; ὃς ἐν τύπῳ τῆς ἁμαρτίας τὴν συκῆν κατηράσατο, ὡς ἐδιδάχθημεν ἐν εὐαγγελίοις. ὅτι γὰρ οὐ περὶ αἰσθητοῦ τινός φησι κήτους, ἠκούσαμεν ἐν ταῖς Καθολικαῖς· πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ.
But let that night be pain. That is: let it be known that it is evil, and for this reason let it be hated as evil and as a cause of pain. And let no gladness or joy come upon it. But let no gladness or joy, he says, come upon the time of my birth. And according to the deeper meaning: let no one, he says, take delight in sin, let no one treat it as a cause of joy. He therefore, as I said, seems to cast the words of his despondency, as it were, against a thing that has no substance, but prophetically he curses the sin inherited from the fathers, asking that it be done away with. Therefore the words also came to fulfillment, since our God and Savior did away with it through the washing of regeneration. But let him curse it, the one who curses that day, the one who is about to subdue the great sea-monster. Here he has clearly revealed the prophecy; for he does not speak of a perceptible sea-monster, but of the intelligible dragon, the devil, whom the stronger one, finding him strong and a great sea-monster, bound and plundered of his vessels, as we have heard in the Gospels—that is, the men who had been taken captive by him. Who, then, is the other who cursed sin and did away with it in himself, and who subdued the intelligible sea-monster, but the Word of God, who deigned to become man for our sake? Who, in the type of sin, cursed the fig tree, as we were taught in the Gospels. For that he does not speak of some perceptible sea-monster, we have heard in the Catholic Epistles; for every nature of beasts and birds, of reptiles and of sea-creatures, is tamed and has been tamed by human nature.
εἰ δὲ ἄνθρωπος καὶ τὰ θηρία καὶ τὰ ἐνάλια κήτη καὶ ἐχειρώσατο καὶ χειροῦται, πῶς περὶ θεοῦ ἔλεγεν ἡ γραφὴ ὡς μήπω μὲν χειρωσαμένου τὸ ἐνάλιον κῆτος, μέλλοντος δὲ αὐτοῦ κρατήσειν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι; τί δὲ καὶ μέγα θεῷ τὸ κήτους ἐναλίου κρατῆσαι; εὔδηλον οὖν, ὡς περὶ τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου ταῦτα τῷ δικαίῳ λέλεκται. 3, σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, καὶ μὴ ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα. πρὸς μὲν ῥητόν· μὴ δώσῃ, φησίν, τὸ οἰκεῖον φέγγος, ἀντὶ τοῦ· μὴ λάμψωσι τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης. ἄστρα δὲ κυρίως τὰ ἐκ πολλῶν ἀστέρων συγκείμενα ὥσπερ ἡ Πλειὰς καὶ ἡ Ἄρκτος· ἀστὴρ δὲ ὁ καθεῖς. ἀλλὰ μηδὲ ὑπομείναι, φησίν, ἀντὶ τοῦ· μὴ ἐμμείνοι φαίνοντα μηδὲ τὸν οἰκεῖον ἐκτελοῦντα δρόμον, ἀλλὰ μηδὲ διαδέξηται τὴν νύκτα ἐκείνην φῶς. ἑωσφόρον γὰρ ἀνατέλλοντα ἢ τὸν ἐωθινὸν ἀστέρα φησὶν ἢ τὸν ἥλιον ὡς τὴν ἕω φέροντα. πρὸς δὲ διάνοιαν· τῆς ἁμαρτίας, φησίν, ἣν δὴ νύκτα καλεῖ, αἱ δοκοῦσαι τερπνότητες καὶ τὰ κάλλη ἐξαφανισθείησαν, καὶ μὴ νικήσοι τὰ πονηρὰ τὴν ἀρετήν ποτε. τοῦτο γὰρ λέγει τὸ εἰς φωτισμὸν μὴ ἔλθοι ἀντὶ τοῦ· γνωσθείησαν αἱ τῆς ἁμαρτίας τερπνότητες, ὅτι σκότος εἰσί, καὶ μὴ ἰσχυσάτωσαν ἀπατῆσαι μηδὲ πλάσασθαι, ὅτι ἔχουσί τι ἀγαθόν. τὸ δὲ καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα οὐκ εὐκτικῶς φησιν, ἀλλ' αὐτὸ τὸ ὂν ἀπαγγέλλει· οὐ γὰρ
But if man has subdued and does subdue both the beasts and the sea-monsters, how did the Scripture speak concerning God as though he had not yet subdued the sea-monster, but was about to master it—he who is to subdue the great sea-monster? And what is great for God in mastering a sea-monster? It is evident, then, that these things have been said to the righteous man concerning sin and the devil. 3. Let the stars of that night be darkened, and let them not endure, and let them not come into illumination, and let them not see the morning star rising. As for the literal sense: let it not give, he says, its own light—that is, let the stars of that night not shine. And “stars” properly means those composed of many stars, like the Pleiad and the Bear; but a “star” is each one individually. But “let them not endure,” he says, means: let them not remain appearing nor accomplish their own course, but let not light succeed that night either. For “morning star rising” he calls either the dawn star or the sun as bringing the dawn. As for the spiritual sense: the seeming pleasures and beauties of sin, which he indeed calls night, let them be made to vanish, and let evils never conquer virtue. For this is what “let them not come into illumination” means—that is, let the pleasures of sin be known to be darkness, and let them not have strength to deceive nor to fashion the impression that they have some good in them. And the phrase “and let them not see the morning star rising” he says not as a wish, but he declares the very reality; for not
δύναται ἡ ἁμαρτία ὑπομεῖναι τὸν ἑωσφόρον ἐν ταῖς ψυχαῖς ἡμῶν ἀνατέλλοντα. ἑωσφόρος δέ ἐστιν ὁ περὶ τοῦ κυρίου λόγος ὁ τὴν ἡμετέραν καταυγάζων ψυχήν, ὡς ὁ ἔγκριτος τῶν ἀποστόλων Πέτρος δευτέραν ἐπιστολὴν ἀποχαράττων ἐδίδαξεν καὶ ἔχομεν, λέγων, βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. φησὶν οὖν, ὅτι οὐ δύναται ἡ ἁμαρτία μένειν ἐν ταῖς ψυχαῖς, ἐπὰν ἀξιωθῶσι καταυγασθῆναι ὑπὸ τοῦ ἑωσφόρου, τουτέστι τοῦ θείου λόγου. τοῦ γὰρ φωτὸς ἐπιλάμποντος τὸ σκότος ὑπαναχωρεῖ. 3, ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου. κατὰ μὲν τὸ ῥητόν· ὅτι, φησίν, οὐκ ἐκώλυσέ με γεννηθῆναι, καίτοιγε οὐκ ἐν τῇ νυκτὶ ἐτύγχανε τὸ κωλῦσαι αὐτὸν ἐκ μήτρας προελθεῖν, ἀλλ' ὃ διὰ πάντων λέγει, τοιοῦτον ἔχει νοῦν, ὅτι ἄμεινον ἦν μὴ γεννηθῆναι. πρὸς δὲ διάνοιαν· ἐπαρῶμαι, φησίν, τὴν ἁμαρτίαν, ὅτι μὴ ἐκωλύθησάν μου αἱ τῆς προθέσεως ὁρμαί, ἀλλὰ καὶ ὠδίνησα τὴν ἁμαρτίαν καὶ ἀπεκύησα, τουτέστιν· ἔργῳ ἔπραξα τοῦ ἀπηγορευμένου ξύλου γευσάμενος. 3, ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου. εἰ γὰρ μὴ ἐτέχθην, φησίν, οὐκ ἂν ταῖς παρούσαις περιέπιπτον συμφοραῖς. πρὸς δὲ διάνοιαν· εἰ μὴ γὰρ διὰ τὴν ἁμαρτίαν, φησίν, καὶ τὴν γενομένην παρατροπὴν οὐκ ἂν αἱ φθοραὶ καὶ αἱ νόσοι τοῖς ἀνθρώποις συνέβαινον. 3, διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην; οὕτω γὰρ ἄμεινον ἦν ἢ μηδὲ τεχθῆναι, ἢ τεχθέντα παραχρῆμα ἀπο θανεῖν. πρὸς δὲ διάνοιαν·
Can sin endure the morning star rising in our souls? The morning star is the word concerning the Lord, which illumines our soul, as Peter, the approved among the apostles, taught when he wrote his second epistle: "And we have," he says, "the prophetic word made more sure, to which you do well to pay attention as to a lamp shining in a dry place, until the day dawns and the morning star rises in your hearts." He says, then, that sin cannot remain in souls once they have been deemed worthy to be illumined by the morning star, that is, by the divine word. For when the light shines forth, the darkness withdraws. 3. "That he did not shut the doors of my mother's womb." According to the literal sense: "Because," he says, "he did not prevent me from being born"—although it was not in the night that it fell to him to prevent me from coming forth from the womb; but what he says throughout has this meaning: that it would have been better not to have been born. According to the deeper sense: "I curse sin," he says, "because the impulses of my purpose were not hindered, but I even labored with sin and gave birth to it," that is: I committed it in deed by tasting of the forbidden tree. 3. "For it would have freed pain from my eyes." "For if I had not been born," he says, "I would not have fallen into the present calamities." According to the deeper sense: "For if it were not for sin," he says, "and the deviation that came about, corruptions and diseases would not have befallen men." 3. "For why did I not die in the womb, but came forth from the belly and was not straightway destroyed?" For thus it would have been better than not to have been born at all, or, having been born, to die immediately. According to the deeper sense:
καλὸν γάρ ἐστιν, ἢ μηδὲ ὅλως τινὰ φαῦλον ἐν ἡμῖν γεννηθῆναι λογισμόν, ἢ καί, εἰ γένοιτο, παραχρῆμα αὐτὸν ἐξαφανισθῆναι. 3, ἵνα τί δὲ συνήντησάν μοι γόνατα; ἵνα τί δὲ μαστοὺς ἐθήλασα; οὕτως οὐκ ὤφειλον, φησίν, οὔτε εἰς γόνατα τεθῆναι τιτθῆς οὔτε γάλακτος μεταλαβεῖν, ἵνα καὶ ζωοποιηθῶ. κατὰ δὲ τὴν θεωρίαν· ἵνα τί γάρ, φησίν, οὐκ ὤκλασα ἢ ὑπεσκελίσθην πορευόμενος τοῦ ἀπηγορευμένου ξύλου γεύσασθαι· ἵνα τί δὲ καὶ ἐπίδοσίν τινα ἐποίησα ἐπὶ τὰ φαῦλα; τοῦτο γὰρ λέγει μαστοὺς ἐθήλασα, τουτέστι τοὺς τρόπους τῆς κακίας ηὔξησα. 3, νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην, εἰ μὴ γὰρ ἐτέχθην, φησίν, ἢ τεχθεὶς παραχρῆμα ἐτελεύτησα, οὐκ ἂν εἰς πεῖραν ἠρχόμην τῶν δεινῶν. 3, μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν, ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου. ἐκ τούτων παιδευόμεθα μὴ μέγα φρονεῖν ἐπὶ δυναστείᾳ ἢ πλούτῳ ἢ φρονήσει, ὅπουγε καὶ βασιλεῖς καὶ οἱ ἐπὶ γῆς βουλευταί, ἀντὶ τοῦ· οἱ ἐπὶ σοφίᾳ καὶ βουλῇ μέγα φρονοῦντες, καὶ οἱ γαυριῶντες ἐπὶ ξίφεσιν, τουτέστιν· ταῖς ἀρχαῖς, ταῖς δυναστείαις, τοῖς κατὰ πολεμίων τροπαίοις, πρὸς δὲ δὴ τούτοις καὶ οἱ πολύχρυσοι τὸν κοινὸν ἅπασιν ὑφίστανται θάνατον. οὐδὲν οὖν ἔπασχον δεινὸν σύνδρομον ὑπομένων τῇ γεννήσει τὸν θάνατον καὶ μηδενὸς τῶν ἐν βίῳ δοκούντων καλῶν ἐν μεθέξει γινόμενος, ὅπουγε καὶ οἱ ἐπὶ τούτοις μέγα φρονήσαντες ἴσα τοῖς λοιποῖς ἀνθρώποις τεθνήκασιν. 3, ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς.
For it is good either that no base thought be born in us at all, or, if it should arise, that it be made to vanish immediately. 3. Why then did knees meet me? Why then did I suck breasts? Thus, he says, I ought not to have been placed on a nurse's knees nor to have partaken of milk, so that I might be brought to life. But according to the higher sense: Why, he says, did I not bend the knee or trip myself up as I walked, so as to taste the forbidden tree? And why did I make some advance toward evil things? For this is what he means by "I sucked breasts," that is, I increased the ways of wickedness. 3. Now I would have slept and been quiet, and sleeping I would have rested; for if, he says, I had not been born, or having been born had died at once, I would not have come to the experience of terrible things. 3. With kings and counselors of the earth, who gloried in swords, or with rulers whose gold is abundant, who filled their houses with silver. From these we are taught not to think highly of power or wealth or prudence, seeing that even kings and the counselors of the earth—meaning those who think highly of wisdom and counsel—and those who glory in swords, that is, in offices, in powers, in trophies over enemies, and besides these the wealthy, all undergo the death common to all. So I suffered nothing terrible, since I endured death running alongside my birth and came to share in none of the things that seem good in life, seeing that even those who thought highly of these things have died just like the rest of men. 3. Or as a miscarriage coming forth from a mother's womb, or as infants who have not seen the light.
ἔκτρωμά ἐστι τὸ μήπω διαμορφωθὲν τελείως ἐν τῇ γαστρί, νήπιον δὲ λέγει τὸν μήπω δεξάμενον αἴσθησιν τῶν τοῦ βίου καλῶν ἢ φαύλων. τὸν δὲ περὶ τούτων λόγον, διὰ τί οἱ μὲν οὐδὲ τελεσφοροῦνται, οἱ δὲ καὶ τελεσφορηθέντες νεκροὶ γεννῶνται, οἱ δὲ ὁμοῦ τῇ γεννήσει τὸν θάνατον ὑπομένουσι, τοῖς ἀνεφίκτοις τοῦ θεοῦ κρίμασι καταλειπτέον. 3, ἐκεῖ ἀσεβεῖς ἔπαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι. κάλλιστον ἡμᾶς διδάσκει μάθημα, ὅτι εἰ καὶ δι' ἁμαρτίαν ὁ θάνατος, ἀλλ' οὖν χρησίμως καὶ φιλανθρώπως ὁ θεὸς τοῖς ἀνθρώποις καὶ τοῦτον ᾠκονομήσατο. καὶ γὰρ οἱ ἀσεβεῖς, φησίν, οἱ διὰ πλοῦτον καὶ ὑπεροψίαν βίου κατὰ θεοῦ θρασυνόμενοι, παύονται καὶ ἀνακόπτονται τοῦ κακοῦ μηκέτι θυμούμενοι ἢ ὀργιζόμενοι, καὶ οἱ ἐν ὀδύναις σωματικαῖς ὄντες τῶν πόνων λήγουσιν. οὐδὲν οὖν, φησίν, αἰτῶ συμβῆναί μοι φαῦλον, ἀλλὰ τὸ παρὰ θεοῦ τοῖς ἀνθρώποις
χρησίμως οἰκονομηθέν, τὸν θάνατον. ἐπεὶ δὲ ἕτερα βιβλία ἔχουσιν· _ἐ_κ_ε_ῖ_ _ἀ_σ_ε_β_ε_ῖ_ς_ _ἐ_ξ_έ_κ_α_υ_σ_α_ν_ _θ_υ_μ_ὸ_ν_ ὀργῆς, οὕτω νοήσεις· οἱ μὴ ἐνταῦθα, φησίν, παιδευθέντες, ἀλλ' ἐμμείναντες τῇ ἀσεβείᾳ τὴν ἐκ τῆς θείας ὀργῆς κόλασιν ἑαυτοῖς ἐπισπῶνται. 3, ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι εὐθήνησαν· οὐκ ἤκουσαν φωνὴν φορολόγου. ἀλλὰ καὶ οἱ ἐξ αἰῶνος, φησίν, τελευτήσαντες ἐκεῖ τυγχάνουσι τῶν πρακτόρων καὶ ἀπαιτητῶν τῆς ἐπαχθείας ἀπαλλαγέντες, ἵνα εἴπῃ ὅτι· τῶν τοῦ βίου συμφορῶν ἐκτὸς γενόμενοι.
An untimely birth is that which has not yet been fully formed in the womb; and he calls "infant" the one who has not yet received perception of the good or evil things of life. But the account concerning these things—why some are not brought to full term, while others, even having been brought to full term, are born dead, and others undergo death at the very moment of birth—must be left to the unsearchable judgments of God. 3. There the impious ceased from the fury of anger; there those weary in body rested. He teaches us a most excellent lesson: that even if death came about through sin, nevertheless God administered it for men usefully and philanthropically. For the impious, he says—those who through wealth and contempt of life wax bold against God—cease and are checked from evil, no longer raging or growing angry, and those who are in bodily pains leave off their toils. Nothing evil, then, he says, do I ask to befall me, but rather that which has been usefully administered by God to men—death. But since other copies have: There the impious burned up the fury of anger, you will understand it thus: those who were not disciplined here, he says, but persisted in impiety, draw upon themselves the punishment of divine anger. 3. With one accord the eternal prospered; they did not hear the voice of the tax-collector. But even those, he says, who from of old have died there obtain release from the exactors and demanders of what was imposed, so as to say: having come to be outside the misfortunes of life.
πρὸς δὲ διάνοιαν φορολόγον φησὶ τὸν διάβολον, ὃς οὐ μόνον ὡς φορολόγος, ἀλλὰ καὶ ὡς δεσπότης τοὺς ὑπ' αὐτῷ προαιρετικῶς γεγονότας ὥσπερ τινὰ δασμὸν ἀπαιτεῖ τὸ πράττειν τὰ αὐτῷ καταθύμια. καὶ τούτου τοιγαροῦν τοῦ πικροῦ φορολόγου οἱ τὸν βίον ἐξελθόντες ἀπαλλάττονται οὐκέτι τὰ φαῦλα πράττειν δυνάμενοι. 3, μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ. πάντες οὖν ἐκεῖ τυγχάνουσι, καὶ ἄλλο τοῦ θανάτου χρήσιμον τὸ μὴ εἶναι ἐκεῖ δοῦλον καὶ δεσπότην. καὶ γὰρ οἱ πάλαι, φησίν, δεδοικότες τοὺς ἑαυτῶν δεσπότας ἐκεῖ οὐ φοβοῦνται. ἄλλα δὲ βιβλία ἔχουσιν· οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. εἰ μὲν οὖν οὐ δεδοικώς, πρόδηλος ἡ νόησις· εἰ δὲ δεδοικώς, ἀντὶ τοῦ· πάλαι μὲν δεδοικώς, ἐν ᾅδου δὲ οὐκέτι. ταῦτα περὶ τοῦ θανάτου διὰ πολλῶν ἐφιλοσόφησεν ὁ σηπόμενος καὶ σκώληκας βρύων καὶ τῷ ἰχῶρι περιρρεόμενος, καὶ ὥσπερ τῶν ἀλγηδόνων ἐπιλαθόμενος καθαρῷ διανοίας ὄμματι τὰ κάλλιστα ἡμῖν τῶν μαθημάτων παραδέδωκεν, ἡμεῖς δὲ τούτων εἰς ἔννοιαν οὐκ ἐρχόμεθα. εἰ γὰρ τοῦ θανάτου τὴν μνήμην εἴχομεν, βελτίους ἂν ἐγινόμεθα καὶ πλούτου καὶ δυναστείας καὶ τῶν ἐν τῷ βίῳ δοκούντων τερπνῶν ῥᾳδίως ἂν περιεφρονοῦμεν. 3, ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; πολλαχοῦ ἡ γραφὴ τὸ ἵνα τί ἐπὶ παρακλήσεως τίθησιν, οὐκ ἐπὶ ἀποδυσπετήσεως, ὡς ἐπὶ τοῦ ἵνα τί, κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει; οὐ γὰρ μέμφεται, ἀλλ' ἱκετεύει μὴ ἐγκαταλειφθῆναι ἐν ταῖς θλίψεσιν. καὶ πάλιν· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου.
In a deeper sense he calls the devil a tax-collector, who not only as a tax-collector but also as a master demands from those who have come under him by their own choice, as it were a tribute, that they do the things pleasing to him. And from this bitter tax-collector, then, those who have departed from life are released, no longer able to do wicked things. "Small and great are there, and the servant who fears his master." All, then, are there, and another benefit of death is that there is no slave and master there. For even those, he says, who formerly feared their own masters do not fear there. But other books have: "not fearing his master." If, then, he does not fear, the meaning is clear; but if he does fear, it is instead: formerly he feared, but in Hades no longer. These things concerning death the man who was rotting and teeming with worms and dripping with ichor philosophized at length, and as though forgetting his pains, with the pure eye of the mind he handed down to us the finest of teachings, yet we do not come to think on these things. For if we kept the memory of death, we would become better, and we would easily despise wealth and power and the things that seem pleasant in life. "Why, then, is light given to those in bitterness, and life to souls in pains?" In many places Scripture uses "why" for consolation, not for despondency, as in "Why, Lord, have you stood far off, and overlooked in due times, in affliction?" For it does not reproach but entreats not to be abandoned in afflictions. And again: "Why, O God, have you cast us off to the end? Your wrath was kindled against the sheep of your pasture.
πάλιν γὰρ οὐκ αἰτιᾶται, ἀλλὰ μὴ εἰς τέλος ἀπωσθῆναι παρακαλεῖ. κἀνταῦθα τοίνυν ὁ μακάριος οὗτος ἀνὴρ ἱκετεύει λέγων· ἐπειδὴ φωτὸς καὶ ζωῆς εἶ χορηγός, κύριε, περίελε τὰς ὀδύνας, περίελε τῆς ψυχῆς τὴν πικρίαν. καὶ γὰρ αἱρετώτερος τοῦ ὀδυνηροῦ βίου ὁ θάνατος. διὸ καὶ ἐπιφέρει· 3, οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς, περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν. ὥσπερ, φησίν, οἱ χρυσὸν μεταλλεύοντες καὶ θησαυρὸν ζητοῦντες, ἐὰν εὕρωσιν, χαίρουσιν, οὕτω καὶ οἱ ἐν πικραῖς ὀδύναις, ἐὰν συναίσθωνται πλησίον ὄντα τὸν θάνατον, λύσιν αὐτὸν τῶν κακῶν ἐλπίζοντες εἶναι χαίρουσιν. 47 3, θάνατος ἀνδρὶ ἀνάπαυσις, συνέκλεισεν γὰρ ὁ θεὸς κατ' αὐτοῦ. καθ' ἑκάτερά φησίν· θάνατος ἀνδρὶ ἀνάπαυσις. πέρας γάρ ἐστι τοῦ ἐνταῦθα βίου καὶ συγκλείει τὰς ἐνταῦθα τῶν ἀνθρώπων πράξεις, ὥστε μὴ δύνασθαι ἡμᾶς ἔτι φαῦλόν τι πράττειν. ἀλλὰ καὶ τὰ κατὰ τοὺς πόνους τῆς ἀρετῆς πέρας ἔχει· ἐκεῖ γὰρ οὐκέτι οἱ ἀγῶνες, ἀλλ' οἱ στέφανοι, οὐκέτι οἱ ἱδρῶτες, ἀλλ' ἡ ἀνάπαυσις. τὸ οὖν συνέκλεισεν ὁ θεὸς κατ' αὐτοῦ ἀντὶ τοῦ· καὶ τῶν πόνων τῶν περὶ τὴν ἀρετὴν πέρας ἔχει ὁ θάνατος καὶ τῆς κακίας ἐποχήν. ἕτερα δὲ βιβλία ἔχουσι καὶ τοῦτον τὸν στίχον μετὰ τὸ θάνατος ἀνδρὶ ἀνάπαυσις· _ο_ὗ_ _ἡ_ _ὁ_δ_ὸ_ς_ _ἀ_π_ε_κ_ρ_ύ_β_η_ _ἀ_π_'_ _α_ὐ_τ_ο_ῦ_. ὁ δὲ νοῦς οὗτος· τοῦ θανάτου ἡ ὁδὸς ἀπεκρύβη ἀπὸ τοῦ ἀνθρώπου· οὐ γὰρ οἶδεν ὁ ἄνθρωπος, πότε ὁ θάνατος ἐφίσταται διὰ τὸ αἰφνίδιον. 3, πρὸ γὰρ τῶν σιτίων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ. αἰτίαν ἀποδίδωσι τοῦ ποθεῖν τὸν θάνατον·
For again he does not blame, but he pleads that he not be thrust away to the end. And here, then, this blessed man entreats, saying: since you are the provider of light and life, Lord, take away the pains, take away the bitterness of the soul. For death is more to be chosen than a life of pain. Therefore he adds: 3, who long for death and do not obtain it, digging as for treasures, and they rejoiced greatly if they succeed. Just as, he says, those who mine gold and seek a treasure rejoice if they find it, so also those in bitter pains, if they perceive that death is near, rejoicing in the hope that it is a release from evils, they rejoice. 47 3, death is rest for a man, for God has shut him in. In both respects he says: death is rest for a man. For it is the end of the life here and it shuts in the deeds of men here, so that we can no longer do anything base. But even the labors of virtue have an end; for there the contests are no longer, but the crowns, no longer the sweats, but the rest. Therefore, God has shut him in means: death has an end also of the labors concerning virtue and a cessation of vice. But other books also have this line after death is rest for a man: whose way was hidden from him. And the meaning is this: the way of death was hidden from man; for man does not know when death comes upon him, because of its suddenness. 3, for before my food, groaning comes to me, and I weep, held fast by fear. He gives the reason for longing for death.
οὔτε γὰρ ἀστενακτί, φησίν, τροφῆς μεταλαμβάνω, ἀλλὰ καὶ πυκνὰ δακρύω δεδοικώς, μή τι ἄρα ἐγκατάλειψιν τελείαν ὑπὸ θεοῦ ὑπέμεινα. αἱρετώτερος δὲ τοῖς δικαίοις, ὡς φθάσαντες ἔφημεν, μυριάκις ὁ σωματικὸς θάνατος ἢ τὸ ὑποπτεύειν ἐγκατάλειψιν ὑπομεμενηκέναι παρὰ θεοῦ. καὶ
ἄμεινον κρίνει ὁ λογικὸς ἄνθρωπος τὸ μηδὲ ὅλως γενέσθαι ἢ ἐν ἐγκαταλείψει γενέσθαι θεοῦ. 48 3, φόβος γάρ, ὃν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι. φησί που ψάλλων ὁ μεγαλογράφος· ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. εἶτα ἐπιφέρει· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος. ὁ δὲ μέγας Ἰὼβ ἐξ ὑπερβαλλούσης φιλοσοφίας ἐν πλούτῳ καὶ εὐθηνίᾳ οὐκ εἶπεν· οὐ μὴ σαλευθῶ, ἀλλὰ καὶ σφόδρα ἐδεδοίκει καὶ περιδεὴς ἦν, μή τι προσκρούσῃ θεῷ, μὴ ἐκτὸς τῆς θείας σκοπῆς γένηται. διὰ τοῦτο νῦν ἀγωνιᾷ καὶ τὸν θάνατον ποθεῖ ὑπονοῶν, ὅτι τοῦτο πέπονθεν, ὅπερ ἐφοβεῖτο, καὶ ὁ ὑπ' αὐτοῦ ποθούμενος θεὸς ἀπεστράφη τὰ κατ' αὐτόν. 3, οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή. οὐδέποτε, φησίν, ἀπεμερίμνησα, οὐ μετὰ τῆς ἁμαρτίας εἰρήνευσα, οὐκ ἐφησύχασα τοῦ ἀγαθοποιεῖν, τὴν ὀργὴν καὶ ἀποστροφὴν τοῦ θεοῦ δεδοικὼς τὴν νῦν ἐπελθοῦσάν μοι. ΚΕΦΑΛΑΙΟΝ ΤΕΤΑΡΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; Προθεωρία τοῦ κεφαλαίου καὶ ταῦτα μὲν ὁ ἐν ταῖς βασάνοις κείμενος, ταῦτα ὁ ἐκ πλουσίων πένης, ὁ ἐκ πολυπαίδων ἄπαις, ὁ πᾶσιν ἐλεεινὸς καὶ ἀπερριμμένος ἐφιλοσόφησεν.
For, he says, I do not partake of food without groaning, but I weep frequently, fearing lest perhaps I have endured complete abandonment by God. And bodily death is preferable to the righteous, as we said before, ten thousand times over, than to suspect that one has endured abandonment by God. And the rational man judges it better not to have been born at all than to be in abandonment by God. For the fear which I dreaded has come upon me, and what I feared has met me. The great psalmist says somewhere in song: But I said in my prosperity, I shall never be shaken. Then he adds: But you turned away your face, and I became troubled. But the great Job, out of surpassing philosophy, in wealth and prosperity did not say, I shall never be shaken, but he greatly feared and was exceedingly afraid, lest he offend God in any way, lest he come outside the divine protection. Therefore now he is in anguish and longs for death, suspecting that this has happened to him which he feared, and that the God whom he longed for has turned away from his affairs. Neither did I have peace, nor was I quiet, nor did I rest, but wrath came upon me. Never, he says, did I become free from care, I did not make peace with sin, I did not rest from doing good, fearing the wrath and turning away of God which has now come upon me. CHAPTER FOUR. Beginning of the passage: Then Eliphaz the Temanite answered and said: Will one often speak to you in toil? And who will endure the strength of your words? Forethought of the chapter. These things the one lying in torments, these things the one who from rich became poor, the one who from having many children became childless, the one pitiable to all and cast away, philosophized.
καὶ δέδειχε μέν, ὡς ἐπαισθάνεται τῶν ἀλγηδόνων· ἔξω δὲ γίνεται τοῦ σώματος ἐν αὐταῖς μέσαις ταῖς βασάνοις καὶ προφητεύει κατὰ θείαν χάριν καὶ τὸ περὶ ἀθανασίας ψυχῆς κάλλιστον εἰσηγεῖται μάθημα, δι' ὧν διδάσκει μὴ συναπόλλυσθαι τοῖς σώμασι τὰς ψυχάς, ἀλλ' ἐν ᾅδου τυγχάνειν. καὶ παιδεύει τοὺς πλουσίους καὶ παραμυθεῖται τοὺς ἐν ἀνάγκαις πέρας ἁπάντων εἶναι λέγων καὶ τῶν ἐν βίῳ φοβερῶν καὶ τῶν δοκούντων ἡδέων· καὶ ὅτι χρησίμως καὶ σφόδρα φιλανθρώπως ὑπὸ θεοῦ τοῖς ἀνθρώποις τὸ τοῦ θανάτου μυστήριον ᾠκονομήθη διὰ τὸ καὶ κακίαν ἐπέχειν καὶ πόνων φέρειν ἀνάπαυλαν· καὶ ὡς οὐ δεῖ καταφρονεῖν ἐν ταῖς εὐθηνίαις, ἀλλ' ἐννοεῖν τοῦ βίου τὸ εὐμετάπτωτον καὶ δεδοικέναι· καὶ ὅτι τὸ ἀποθανεῖν ἄμεινον ἢ ἐν προσκρούσει γενέσθαι θεοῦ. ταῦτα οὐ νενοηκότες οἱ περὶ τὸν Ἐλιφάζ, ὑποπτεύσαντες δὲ βλασφημίαν εἶναι κατὰ θεοῦ τὸ ποθεῖν τὸν δίκαιον ἀπαλλαγῆναι τοῦ βίου, ἀλόγῳ κινοῦνται ζήλῳ· καὶ ἐκταραχθέντος αὐτοῖς τοῦ θυμικοῦ οὐκ εὐλόγῳ θυμῷ χρώμενοι κατὰ τοῦ δικαίου πλανῶνται περὶ τοὺς τῆς προνοίας λόγους· καὶ νομίζοντες, ὅτι δι' ἁμαρτίας μόνον πάσχουσιν οἱ ἄνθρωποι, τὴν ὑπὲρ τοῦ θεοῦ δῆθεν συνηγορίαν ἀναλαβόντες, ὅτι δικαίως καὶ ὡς ἁμαρτωλὸν τιμωρεῖται τὸν Ἰώβ, προσθήκη τῶν ἀλγηδόνων οἱ ἐπὶ παραμυθίαν ἥκοντες αὐτῷ γεγόνασιν. ποιοῦσι δὲ τοῦτο οὐ κακονοίᾳ τινί, ἀλλ' οἰόμενοι τὸν ἑαυτῶν φίλον ἐπιστρέφειν καὶ καλλίονα ποιεῖν καὶ διὰ τοῦ ἐκφοβεῖν ἐπὶ μετάνοιαν προτρέπειν.
And he has shown that he does feel his pains; yet he is outside the body in the very midst of his torments, and prophesies by divine grace, and introduces the most beautiful lesson concerning the immortality of the soul, through which he teaches that souls are not destroyed together with bodies, but continue in Hades. And he instructs the rich and comforts those in distress, saying that there is an end to all things, both the fearful things in life and what seem pleasant; and that the mystery of death was ordered by God for men usefully and in great love for mankind, both to restrain wickedness and to bring rest from toils; and that one ought not to be contemptuous in times of prosperity, but to consider the mutability of life and to fear; and that to die is better than to fall into God's displeasure. Eliphaz and his companions, not having understood these things, but suspecting that the righteous man's longing to be released from life was blasphemy against God, are moved by unreasoning zeal; and when their spirited part was thrown into confusion, employing an unreasonable anger against the righteous man, they go astray in their accounts of providence; and thinking that men suffer only because of sin, undertaking as it were the defense of God—that he punishes Job justly and as a sinner—those who came to him for comfort became an addition to his pains. And they do this not out of any malice, but thinking to turn their friend back and make him better, and by frightening him to urge him to repentance.
διὸ καὶ ὑπὸ τοῦ κυρίου ἀγανακτοῦνται μὲν ὡς οὐ δίκαια λαλήσαντες, συγχωροῦνται δὲ ὡς οὐ κακονοίᾳ τινί, εὐνοίᾳ δὲ μᾶλλον τῇ περὶ τὸν δίκαιον καὶ τῇ πρὸς θεὸν εὐλαβείᾳ τὰ τοιαῦτα φθεγξάμενοι. ἔστιν οὖν οὐδὲ ἡ τῶν φίλων ἀντιλογία ἀνωφελὴς ἡμῖν, εἰ καὶ μὴ κατὰ τὸ δέον μηδὲ ἐν καιρῷ μηδὲ ἐπὶ προσώπου ταῦτα {μὴ} ὀφείλοντος ἀκούειν γέγονεν. πρῶτα μὲν γὰρ διδασκόμεθα μὴ ὡς ἔτυχε τὰς παραινέσεις ποιεῖσθαι, ἀλλὰ μετὰ πολλῆς εὐλαβείας καὶ δεήσεως τῆς πρὸς τὸν θεόν, ὅπως ἀπλανεῖς ἡμῶν καὶ ἀδιαστρόφους φυλάξῃ τοὺς λογισμούς, καὶ ὅτι οὐδεμία ὠφέλεια, μᾶλλον δὲ καὶ βλάβη τῷ μὴ κατὰ τὸ δέον κρίνοντι, κἂν ὑπὲρ θεοῦ δοκῇ ποιεῖσθαι τοὺς λόγους. χρὴ τοιγαροῦν, ὡς ἔφην, μετὰ φόβου θεοῦ ποιεῖσθαι τοὺς λόγους· πέφυκε γὰρ ὁ πονηρὸς ἐφεδρεύειν ἡμῶν ταῖς διαλέξεσι καὶ τὸ θυμικὸν τῆς ψυχῆς ἐκταράττειν μέρος, ὡς ἂν σκοτωθέντες τὸν νοῦν καὶ τῆς εὐθείας παρατραπέντες οἱ ἐπὶ ὠφελείᾳ πολλάκις συναχθέντες βλάβης αἴτιοι ἑαυτοῖς γενώμεθα. πιθανῷ δὲ προοιμίῳ χρησάμενος ὁ Ἐλιφὰζ ἐν μέσοις πλανᾶται τοῖς λόγοις καὶ πειρᾶται δεικνύναι, ὡς δι' ἁμαρτίας πάσχει ὁ Ἰώβ, καὶ ἐπιστρέφειν τὸν ἐπεστραμμένον καὶ πρὸς θεοσέβειαν ἕλκειν τὸν ἄμεμπτον καὶ θεοσεβῆ καὶ παρ' αὐτὰς μέσας τὰς ἀλγηδόνας τοιαῦτα φιλοσοφήσαντα. Αἱ λέξεισ 4, Ὑπολαβὼν δὲ
Therefore they are also rebuked by the Lord as having spoken unjustly, yet they are pardoned because they uttered such things not out of any ill will, but rather out of good will toward the righteous man and out of reverence toward God. So the disputation of the friends is not without benefit even for us, although it did not take place as it ought, nor at the right time, nor in the presence of one who ought not to hear these things. For first we are taught not to offer exhortations at random, but with great reverence and prayer to God, that he may keep our thoughts free from error and undistorted; and that there is no benefit—rather, indeed, harm—for one who judges not as he ought, even if he seems to be making his arguments on God's behalf. It is necessary, then, as I said, to make one's arguments with the fear of God; for the evil one is by nature wont to lie in wait for our conversations and to disturb the spirited part of the soul, so that, with the mind darkened and turned aside from the straight path, those who have often gathered together for benefit may become the cause of harm to themselves. And Eliphaz, having used a persuasive preamble, wanders in the midst of his arguments and tries to show that Job suffers because of sin, and to turn back the one who has turned, and to draw toward piety the blameless and God-fearing man who philosophized such things even in the very midst of his pains. The words 4, "Then answered
Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· τουτέστιν· τοὺς τοῦ Ἰὼβ λόγους διαδεξάμενος. 4, μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; οἶσθα, φησίν, ὦ Ἰώβ, ὅτι οὐδέποτέ σοι λελαλήκαμεν λυπηρὰ ὥστε σε κοπῶσαι, οὐδέποτέ σου κατεφρονήσαμεν· νῦν δέ, ἐπειδὴ μὴ δυνάμεθά σου φέρειν τὴν τραχύτητα τῶν ῥημάτων, εἰς ἀντιλογίαν ἤλθομεν. 4, εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, ἀσθενοῦντας τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας. νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας. ἀναμνήσθητι τοιγαροῦν, ὡς πολλοὺς ὑπὸ συμφορῶν ἐκλελυμένους ὡς φίλος τοῖς παρακλητικοῖς σου λόγοις ἐπέρρωσας καὶ καταπεσόντας ὑπὸ τῆς ἀθυμίας θαρρεῖν παρεσκεύασας ἀγαθὰς ἐλπίδας αὐτοῖς ὑποθέμενος. τί οὖν πέπονθας; πῶς τὸν ἐπελθόντα σοι πόνον φέρειν οὐ δύνῃ, ἀλλὰ θορυβῇ καὶ σπουδάζεις ἀποθέσθαι τὸ βάρος; καίτοιγε ἐ χρῆν σε τῶν οἰκείων ὑπομιμνησκόμενον λόγων μὴ ἐν ταῖς ἑτέρων μόνον, ἀλλὰ κἀν ταῖς σαυτοῦ συμφοραῖς φιλοσοφεῖν. ἐπιτήρει δέ, ὡς πρὸς ταῖς ἄλλαις ἀρεταῖς μαρτυρεῖ τῷ Ἰὼβ ὁ Ἐλιφάζ, ὅτι καὶ διδασκαλικὸν εἶχε χάρισμα καὶ τὸν παρακλητικὸν μετὰ χάριτος θείας προέφερε λόγον, ὥστε καὶ εὐθυμεῖν τοὺς ἐν ταῖς συμφοραῖς παρασκευάζειν διὰ τῆς παραινέσεως. ταῦτα μὲν οὖν οὔπω τραχέα τοῦ Ἐλιφὰζ τὰ ῥήματα, τὰ δὲ ἐφεξῆς οὐκέτι πρὸς τὴν τοῦ παραμυθουμένου προσώπου ποιότητα φθέγγεται. 4, πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου. δέδεικται γάρ, φησίν, ἐπὶ τῶν πραγμάτων, ὅτι μάτην ἔλεγες τὸν θεὸν φοβεῖσθαι.
Eliphaz the Temanite says—that is, having taken up Job's words in turn: "Has it not often been spoken to you in toil? And who will endure the strength of your words?" You know, he says, O Job, that we have never spoken painful things to you so as to cause you toil, nor have we ever despised you; but now, since we cannot bear the harshness of your words, we have come to contradiction. "For if you instructed many and strengthened the hands of the weak, and raised up the weak by words, and put courage on feeble knees—but now toil has come upon you and touched you, and you have been eager. Remember, therefore, that as a friend you strengthened many who were undone by misfortunes with your encouraging words, and you prepared those who had fallen through despondency to take courage by setting good hopes before them. What then have you suffered? How is it that you cannot bear the toil that has come upon you, but are disturbed and eager to lay aside the burden? And yet you ought, being reminded of your own words, to philosophize not only in the misfortunes of others but also in your own. Observe also that, besides the other virtues, Eliphaz bears witness to Job that he also had a teaching gift and brought forth an encouraging word with divine grace, so as to prepare those in misfortunes to be of good cheer through his exhortation. These words of Eliphaz, then, are not yet harsh, but what follows is no longer spoken in a manner befitting the character of one who comforts. "Is not your fear in folly, and your hope, and the wickedness of your way?" For it has been shown, he says, in actual events that you were saying in vain that you fear God.
ὁ γὰρ περὶ θεὸν φόβος περιεκτικός ἐστι τῶν ἀρετῶν. σὺ δὲ οὐ καθαρὸν τοῦτον ἐκέκτησο, ἀλλ' ἐν κακίᾳ ὢν ἔλεγες φοβεῖσθαι θεὸν καὶ ἐλπίζειν ἐπ' αὐτόν, ὅπερ ἐστὶν ἀφροσύνης. 4, μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. καθ' ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. ὅτι μὲν ὃ σπείρει τις τοῦτο καὶ θερίζει, κατὰ τὸν ἱερὸν ἀπόστολον πρόδηλον, καὶ καλῶς τοῦτο εἶπεν ὁ Ἐλιφάζ. ἐπειδὴ δὲ δεῖ ἀροτριᾶν, εἶτα σπείρειν, εἶτα θερίζειν, ἀκολούθως ἐχρήσατο τῇ τροπῇ τοῦ λόγου. ἐκεῖνο δὲ οὐκ ἐνόησεν, ὅτι οὐ πάντως ἐνταῦθα αἱ ἀνταποδόσεις· πολλοὶ γὰρ τῶν φαῦλα πραξάντων ἀνελέγκτως ἀπῆλθον μὴ κολασθέντες ἐν τῷδε τῷ βίῳ, ἀλλὰ τηρούμενοι τῷ μέλλοντι δικαίῳ κριτηρίῳ. οὐ καλῶς οὖν ἀπεφήνατο, ὅτι πάντως οἱ ἄδικοι ἐνταῦθα κολάζονται, ἢ ὅτι πάντως οἱ ἀληθινοὶ καὶ δίκαιοι οὐ περιπίπτουσιν ἐνταῦθα συμφοραῖς. οὗτοι γὰρ μάλιστα ὡς ἐπίπαν πάσχουσιν, ἵνα καὶ δοκιμασθῶσιν. τὸ δὲ ὁλόρριζοι ἀντὶ τοῦ· αὐτοῖς τέκνοις καὶ περιουσίᾳ, ὅπερ πέπονθεν ὁ Ἰώβ. πλανηθεὶς οὖν ὁ Ἐλιφὰζ ἀντιφθέγγεται τῇ γραφῇ. τῆς γὰρ γραφῆς εἰπούσης περὶ τοῦ Ἰώβ· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινὸς αὐτός φησιν ὅτι· οὐκ εἶ ἀληθινός, ἢ γὰρ ἂν οὐδὲ ἐκ ῥιζῶν ἀπώλου. τὸ δὲ ἀπὸ πνεύματος ὀργῆς αὐτοῦ ἀντὶ τοῦ· διὰ τῆς ἀπειλῆς τοῦ θεοῦ. 4, σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη· μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκυμνοὶ δὲ λεόντων ἔλιπον ἀλλήλους.
For the fear of God is comprehensive of the virtues. But you did not possess it in purity; rather, being in wickedness, you said that you feared God and hoped in him, which is a mark of folly. 4. Consider then who, being pure, perished, or when did the truly whole-rooted perish? In the manner in which I saw those who plow iniquities, and those who sow them shall reap pains for themselves. By the command of the Lord they shall perish, and by the breath of his anger they shall be destroyed. That whatever one sows, this he also reaps, is clear according to the holy apostle, and Eliphaz said this well. But since one must first plow, then sow, then reap, he employed the turn of speech accordingly. But he did not understand that the repayments are not altogether here; for many of those who have done wicked things have departed without reproof, not punished in this life, but kept for the just judgment to come. Therefore he did not declare well that the unjust are altogether punished here, or that the true and just altogether do not fall into calamities here. For these especially, as a general rule, suffer, so that they may also be tested. And "whole-rooted" is used in the sense of "with their very children and possessions," which is what Job suffered. Eliphaz, then, being deceived, speaks in opposition to the Scripture. For when the Scripture said concerning Job, "and that man was true," he says, "You are not true, for otherwise you would not have perished from the roots." And "by the breath of his anger" is used in the sense of "through the threat of God." 4. The strength of a lion, and the voice of a lioness, and the pride of dragons was quenched; the ant-lion perished for lack of food, and the cubs of lions left one another.
εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἂν τούτων ἀπήντησέ σοι. τὸν μυρμηκολέοντα οἱ μὲν οὐδὲ ὅλως εἶναί φασι ζῷον καθ' ἱστορίαν, ἀλλὰ κατὰ σύνθεσιν οὕτως εἰρῆσθαι. οἱ δὲ λέγουσιν, ὅτι καὶ ζῷόν ἐστι καὶ δίχα τροφῆς δύναται διαζῆν οὕτως αὐτὸ τοῦ θεοῦ κατασκευάσαντος. πρὸς μὲν οὖν τὴν ἱστορίαν πειρᾶται δεικνύναι ὁ Ἐλιφάζ, ὅτι οὐκ ἔστιν ἀληθινὸς ὁ Ἰώβ, φυσικοῖς χρώμενος παραδείγμασιν. εἰπέ μοι, γάρ φησιν, ὦ Ἰώβ, μὴ οἱ λέοντες τὴν οἰκείαν ἀλκὴν ἀπώλεσαν; οὐ μέχρι νῦν ἰσχυρόν ἐστι τὸ ζῷον ὁ λέων; μὴ τῶν δρακόντων ἐσβέσθη τὸ γαυρίαμα; οὐ μέχρι νῦν σῴζουσι τὴν αὐθάδειαν καὶ τὸ ἀπτόητον; μὴ ὁ μυρμηκολέων ἀπώλετο, καὶ ταῦτα μὴ τρεφόμενος; μὴ οἱ τῶν λεόντων σκύμνοι ἀγεληδὸν ὥσπερ τὰ θρέμματα νέμονται; οὐ καθ' ἑαυτοὺς ζῶσι καὶ ἕκαστος ἐν ἰδιάζοντι τόπῳ, ὡς ἐξ ἀρχῆς ὑπὸ τῆς φύσεως
ἐτάχθησαν; ὥσπερ οὖν, φησίν, ταῦτα τηροῦσι τῆς φύσεως τοὺς ὅρους, οὕτω καὶ σὺ εἰ ἦς ἀληθινὸς ὄντως καὶ μὴ μέχρι λόγων μόνον εἶχες τὸ θεοσεβές, οὐδὲν ἂν τούτων συνήντησέ σοι. κατὰ δὲ τὴν θεωρίαν τὰς ὁρμὰς τῶν παθῶν τοῖς θηρίοις ἀπεικαστέον, τὸν δὲ μυρμηκολέοντα τῷ διαβόλῳ, μύρμηκα μὲν ὄντα τοῖς εὐσεβέσιν, λέοντα δὲ τοῖς ἀσεβέσιν. εἰ μὴ εὗρεν, οὖν φησιν, τροφὴν παρὰ σοὶ ὁ διάβολος, τουτέστιν εἰ μὴ ἦς ἄδικος, ἀπώλετο ἄν, ἀντὶ τοῦ· ἄπρακτος ἔμενε καὶ αἱ τῶν παθῶν προσβολαὶ ἀπεσβέννυντο καὶ διελύοντο. ταῦτα δὲ οὐχ ὡς τοῦ Ἐλιφὰζ οὕτω νοήσαντος ἐθεωρήσαμεν, ἀλλ' ὡς δυναμένων τῶν ῥητῶν καὶ πρὸς ἀλληγορίαν τρέπεσθαι, ὅταν ἡ χρεία καλέσοι.
But if any true word had been in your words, none of these things would have happened to you. Some say that the myrmecoleon is not a real animal at all according to history, but is spoken of thus by composition. Others say that it is also an animal and can live without food, God having so constructed it. So then, with respect to the historical account, Eliphaz tries to show that Job is not true, using natural examples. Tell me, he says, O Job, have the lions lost their own strength? Is the lion not strong even until now? Have the dragons' pride been quenched? Do they not preserve their arrogance and fearlessness until now? Has the myrmecoleon perished, and that while not being fed? Do the lions' cubs not graze in herds like the flocks? Do they not live by themselves, each in its own particular place, as they were appointed by nature from the beginning? As therefore, he says, these keep the bounds of nature, so also you, if you were truly true and did not have your godliness only as far as words, none of these things would have happened to you. But according to the contemplative sense, the impulses of the passions must be likened to the beasts, and the myrmecoleon to the devil, being an ant to the pious and a lion to the impious. If therefore, he says, the devil found no food in you, that is, if you were not unjust, he would have perished, instead of: he would have remained inactive and the assaults of the passions would have been quenched and dissolved. But we have contemplated these things not as Eliphaz understanding them thus, but as the literal words being able also to be turned to allegory, whenever need should call.
οὐ γὰρ ἀποφαντέον, ὅτι ὁ Ἐλιφὰζ οὕτως ἐνόησεν, πλὴν οἱ παλαιότεροι ἐχρήσαντο τῇ θεωρίᾳ. 4, πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ; φόβος δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους, φρίκη δέ μοι συνήντησε καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν. καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες, ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ' ἢ αὖραν καὶ φωνὴν ἤκουον. κατὰ πολλὰς ἐννοίας τὰ παρόντα δυνατὸν νοῆσαι· ἢ γὰρ εἰς φόβον ἐνάγων τὸν Ἰώβ φησιν ὅτι· δεῖ σε φοβεῖσθαι, ὦ Ἰώβ, καὶ μὴ καταφρονεῖν τοῦ θεοῦ, ἐπειδήπερ οὐ μόνον καθ' ἡμέραν κολάζει, ἀλλὰ καὶ διὰ νυκτερινῶν ὄψεων, ὡς καὶ ἑτέρων διηγουμένων τὰ περὶ αὐτοῦ θαυμάσια ἤκουσα καὶ αὐτὸς ἐπειράθην πολλάκις ἐν ὕπνῳ φοβηθεὶς ὡς φρίξαι μου τὰς τρίχας καὶ σύντρομον γενέσθαι καὶ σεισμὸν ὑπομεῖναι τῶν ὀστῶν τὴν ἁρμονίαν καὶ δοκεῖν τι πνεῦμα ἐπιέναι μοι καὶ μηδὲν μὲν μεμορφωμένον ὁρᾶν, φωνῶν δὲ μόνον ἀκούειν ἠρέμα ἐκπληκτικῶς μοι προσπιπτουσῶν καὶ τρόμον ἐμβαλλουσῶν. δεῖσον τοίνυν, φησίν, τὸν θεὸν τὸν καὶ δι' ἐνυπνίων κολάζοντα. καὶ ἄλλως· φοβεῖσθαι σε προσήκει, φησίν, τὸν θεόν, ὦ Ἰώβ, οὗ καὶ ἡ ἔννοια φοβερά· καὶ γὰρ καὶ παλαιοτέρων ἤκουσα τὰ περὶ αὐτοῦ ἐξαίσια διηγουμένων.
For we must not assert that Eliphaz understood it this way, except that the older writers employed this mode of contemplation. 4. Will my ear not receive wondrous things from him? And fear and a nocturnal echo, a fear falling upon men, and shuddering met me and trembling, and it greatly shook my bones. And a spirit came upon my face, and my hairs and flesh bristled; I rose up and did not recognize, I saw and there was no form before my eyes, but I heard a breeze and a voice. These present matters can be understood according to many conceptions; for either, leading Job into fear, he says: You ought to fear, O Job, and not despise God, since he not only punishes by day, but also through nocturnal visions, as I have heard others recounting the wondrous things concerning him, and I myself have often experienced it, having been frightened in sleep so that my hairs bristled and I became all atremble and endured a shaking of the harmony of my bones, and it seemed that some spirit came upon me, and I saw nothing formed, but heard only voices falling upon me gently and astonishingly and casting trembling into me. It is fitting, then, he says, to fear God, who also punishes through dreams. And in another way: it is fitting that you fear God, he says, O Job, whose very conception is fearful; for I have also heard older men recounting the wondrous things concerning him.
καὶ ἔγωγε ὅταν εἰς νοῦν λάβω τὴν περὶ τῆς φύσεως αὐτοῦ μεγαλειότητα, καὶ μάλιστα, πῶς ἦν ἐν τῇ οἰκείᾳ μακαριότητι πρὸ τοῦ τὸν κόσμον ποιῆσαι, πῶς δὲ καὶ νῦν ἐστι πανταχοῦ ὢν καὶ ἔξω τοῦ παντὸς τυγχάνων ἐν τῇ ἑαυτοῦ περιωπῇ καὶ μακαριότητι, ταὐτὸν ὑπομένω τοῖς ἀωρὶ τῶν νυκτῶν βαθείας σιγῆς κατεχούσης τὰ πάντα ἐν πολλῇ τῇ ἡσυχίᾳ ὑπὸ τοῦ ἤχου τοῦ νυκτερινοῦ καταπτοουμένοις, ὥστε καὶ φρίκην μοι συμβαίνειν καὶ τρόμον ἐν ταῖς τοιαύταις ἐννοίαις· καὶ γίνομαι μὲν ἐν διανοίᾳ ἀφανοῦς τινος καὶ ἀκαταλήπτου πνεύματος· εἰ δὲ καὶ διανασταίην ἐπὶ πλεῖον τοῖς λογισμοῖς, οὐδὲν ἐπιγινώσκω οὐδὲ καταλαμβάνω. τὸ γὰρ ἀνείδεον τοῦ θεοῦ καὶ ἀκατάληπτον διαφεύγει τὴν ὀπτικὴν τῆς ψυχῆς δύναμιν, καὶ ὅσον ἄν τις ἀνέλθοι τοῖς λογισμοῖς, τοσοῦτον αὐτὸν τοῦ ζητουμένου ἡ εὕρεσις ἀπολιμπάνει. καὶ τὴν μὲν γὰρ φύσιν ἐστὶν ἀκατάληπτος, συναισθάνεται δὲ οὖν ὅμως ἡ διάνοια ὡσανεὶ αὔρας λεπτῆς καὶ φωνῆς ἠρεμαίας ἀναψυχούσης τὸν νοῦν, καὶ τῆς μὲν τοῦ θεοῦ ἐνεργείας ποιούσης συναισθάνεσθαι, τὴν μέντοι θείαν φύσιν οὐκ ἐπιδεικνύσης. παντελῶς γάρ ἐστιν ἀνέφικτος καὶ φρίκης γέμουσα καὶ σκοτοδινιᾶν τοὺς λογισμοὺς παρασκευάζουσα ἡ τοιαύτη θεωρία. ἄλλως· μὴ φαυλίσῃς μου, φησίν, τοὺς λόγους καὶ τὴν παραίνεσιν, ὦ Ἰώβ. καὶ γὰρ καὶ θείας ἀποκαλύψεως ἠξιώθην καὶ δι' ὀνείρων ὀπτασίαν ἐθεώρησα καὶ ἁγίου πνεύματος ἔλλαμψιν ἐδεξάμην· καὶ οἶδα μέν, ὅτι ἀνείδεός ἐστιν ὁ θεὸς ἁπλοῦς τε καὶ ἀκατάληπτος τὴν φύσιν, πλὴν ὡς ἐν αὔρᾳ τινὶ λεπτῇ συναίσθησίς μοι θεία γέγονεν.
And when I take into mind the greatness of his nature, and especially how he was in his own blessedness before he made the world, and how even now he is everywhere present and exists outside the whole, in his own watchtower and blessedness, I experience the same as those who in the dead of night, when deep silence holds all things in great stillness, are terrified by the nocturnal sound, so that trembling and shuddering come upon me in such thoughts; and I come, in my mind, to some invisible and incomprehensible spirit; and if I rouse myself further in my reasonings, I recognize and comprehend nothing. For the formlessness of God and his incomprehensibility escape the soul's power of sight, and the more one ascends in his reasonings, the more the finding of what is sought leaves him behind. For he is incomprehensible in nature, yet nevertheless the mind perceives, as it were, a gentle breeze and a quiet voice refreshing the intellect, and the activity of God causes this perception, yet does not display the divine nature. For such contemplation is utterly unattainable and full of shuddering and causes the reasonings to reel in darkness. Otherwise: Do not, he says, despise my words and my exhortation, O Job. For I too was deemed worthy of divine revelation and I beheld a vision through dreams and received the illumination of the Holy Spirit; and I know that God is formless, simple, and incomprehensible in nature, yet as in a gentle breeze a divine perception has come to me.
ταῦτα δὲ ἴσως φησὶν εὐπρόσδεκτον ἑαυτοῦ τὸν λόγον κατασκευάζων, ἵνα ἐν οἷς μέλλει λέγειν πίστεως ἄξιος εἶναι δόξῃ. κατὰ πάσας δὲ τὰς ἐννοίας φοβεῖν πειρᾶται τὸν Ἰὼβ καὶ εἰς μετάνοιαν ἐπιστρέφειν. 4, τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; καὶ μὴ νόμιζε, φησίν, ὅτι ὀνειδιστικῶς σοι ταῦτα λέγω· καθόλου γὰρ οὐδεὶς ἄνθρωπός ἐστιν ἄμεμπτος, ἀλλὰ κἂν ἀνθρώπους λάθῃ, τὸν παντεπόπτην ὀφθαλμὸν τοῦ θεοῦ τὸν ἀκριβῶς
πάντα ἐπιστάμενον οὐ διαλανθάνει. τοῦτο γὰρ σημαίνει τὸ ἐναντίον τοῦ κυρίου. 4, εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκόλιόν τι ἐπενόησεν. οἱ γὰρ ἄγγελοι, φησίν, οἱ γνήσιοι αὐτοῦ θεράποντες, ὅσον πρὸς τὴν τοῦ θεοῦ ἀκρίβειαν οὐκ εἰσὶν ἄμεμπτοι. τὸ γὰρ οὐ πιστεύει ἀντὶ τοῦ· εἰ πρὸς τὴν ἑαυτοῦ ἀκρίβειαν ἐξετάσοι, εὑρήσει μὴ ἐν πᾶσι πιστούς. τὸ δὲ σκόλιόν τι ἐπενόησεν ἀντὶ τοῦ· τρεπτὴν αὐτῶν τὴν φύσιν κατεσκεύασεν, ὡς ἐνδέχεσθαι διὰ τῆς τροπῆς καὶ μέμψεως ἐντὸς γίνεσθαι, ὅπερ οὖν καὶ πεπόνθασιν αἱ ἀποστατικαὶ δυνάμεις, ἐπεὶ μὴ τὴν φύσιν ἄτρεπτον ἐκληρώσαντο, προαιρετικῶς τῆς οἰκείας στάσεως ἀπολισθήσασαι. παῖδας δὲ αὐτοῦ τοὺς ἁγίους ἀγγέλους καὶ ἀνθρώπους φησίν. 58 4, τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο· ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν. τί οὖν χρή, φησίν, λέγειν περὶ τῶν ἀνθρώπων τῶν χοϊκῶν;
Perhaps he says these things to make his own argument acceptable, so that in what he is about to say he may seem worthy of belief. And through all his thoughts he tries to frighten Job and turn him to repentance. 4. For what? Will a mortal be pure before the Lord, or a man blameless from his works? And do not think, he says, that I say these things to you by way of reproach; for absolutely no man is blameless, but even if he escapes the notice of men, he does not escape the all-seeing eye of God, which knows all things exactly. For this is what "before the Lord" means. 4. If he does not trust in his own children, and against his angels he devised something crooked. For the angels, he says, his genuine servants, are not blameless as far as the exactness of God is concerned. For "he does not trust" is instead of: if he should examine them by his own exactness, he will find them not faithful in all things. And "he devised something crooked" is instead of: he made their nature changeable, so that through change and blame it is possible for them to come within it, which indeed the apostate powers have suffered, since they did not obtain a nature incapable of change, but by choice slipped away from their own station. And he calls his children the holy angels and men. 58. 4. But those who dwell in houses of clay, from which we ourselves are also from the same clay, he struck them like a moth, and from morning until evening they are no longer; because they could not help themselves, they perished; for he breathed on them and they dried up, they perished because they had no wisdom. What then, he says, ought one to say about earthly men?
εἰ γὰρ ἄγγελοι πνεύματά τε ὄντες καὶ οὐρανὸν οἰκοῦντες οὐκ ἄμεμπτοι πρὸς τὴν θείαν ἀκρίβειαν, τί ἂν πάθοιμεν ἡμεῖς οἱ γήϊνοι καὶ γῆν οἰκοῦντες; εἰ γὰρ πλήξει θεός, οὕτω ῥᾳδίως δαπανώμεθα καὶ οὐδὲ ὅλην ἡμέραν ἀντέχομεν, ὡσπερανεὶ λάχανα ὑπὸ σκωλήκων βρωθέντα ἢ ἱμάτια ὑπὸ σητῶν δαπανηθέντα· ὥσπερ γὰρ ταῦτα, οὕτω καὶ ἡμεῖς ἐσμεν ἀσθενεῖς. θεὸς δὲ οὕτω δυνατὸς καὶ μετ' εὐκολίας ἐξαφανίζων οὓς ἂν ἐθελήσῃ, ὅτι ὥσπερ ἀνθρώπῳ ῥᾴδιον τὸ φυσῆσαι, οὕτω θεῷ τὸ θελῆσαι μόνον καὶ ἀποξηρᾶναι. τροπικῶς δὲ ὡς ἐπὶ ἀνέμου φυσῶντος καὶ ἀνθῶν ξηραινομένων διὰ τὸ παραστῆσαι τοῦ θεοῦ τὴν ἐξουσίαν τοῖς λόγοις ἐχρήσατο. εἶτα, ἵνα μὴ δόξῃ λέγειν, ὅτι ἐπ' ἐξουσίας ἅπαντα πράττων ἀκρίτως ἐπιφέρει τὴν ὀργήν, φησὶν ὅτι· ταῦτα δὲ πάσχουσιν οἱ ἄνθρωποι οὐκ ἀκρίτως, ἀλλὰ διὰ τὸ μὴ ἔχειν σοφίαν, τουτέστιν· μὴ φοβεῖσθαι τὸν θεόν. ἀρχὴ γὰρ σοφίας φόβος κυρίου. 5, ἐπικάλεσαι δέ, εἴ τις σου ὑπακούσεται, ἢ εἴ τινα ἁγίων ἀγγέλων ὄψει. καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος. τί οὖν, φησίν, ὑπὲρ τὴν ἀξίαν φθέγγῃ ἄνθρωπος ὤν; τοσοῦτον γὰρ ἀπολιμπάνεται θεοῦ ἄνθρωπος, ὅτι οὐ μόνον ἀόρατός ἐστιν ὁ θεὸς καὶ ἀκατάληπτος, ἀλλ' οὐδ', ἂν μυριάκις αὐτὸν ἐπικαλέσῃ, ἀποκρίνεταί σοι. τί δὲ λέγω περὶ θεοῦ, ὅπουγε καὶ οἱ αὐτοῦ λειτουργοί, οἱ ἅγιοι ἄγγελοι, ἀόρατοι τυγχάνουσιν ἡμῖν. σοφοῦ μὲν οὖν τὸ ταῦτα διανοεῖσθαι· τὸν δὲ ἄφρονα καὶ πεπλανημένον καὶ κατὰ θεοῦ θρασυνόμενον ἡ δικαία τοῦ θεοῦ κίνησις καὶ ὁ ζῆλοςἀντὶ τοῦ· τὸ μισοπόνηρον τοῦ θεοῦἀναιρεῖ.
For if angels, being spirits and dwelling in heaven, are not blameless before the divine exactness, what would we suffer, we who are earthly and dwell upon the earth? For if God strikes, we are thus easily consumed and do not endure even a whole day, like vegetables eaten by worms or garments consumed by moths; for just as these are, so too are we weak. But God is so powerful and with ease makes to vanish whomever he wishes, because just as it is easy for a man to blow, so it is for God merely to will and to dry up. And he used these words figuratively, as of a wind blowing and flowers being dried up, in order to set forth the authority of God. Then, so that he might not seem to say that, doing all things by authority, he brings his anger without judgment, he says: but men suffer these things not without judgment, but because they do not have wisdom, that is, because they do not fear God. For the beginning of wisdom is the fear of the Lord. 5. But call now, if any will answer you, or if you will see any of the holy angels. For anger destroys the fool, and zeal puts to death the one who has gone astray. What then, he says, do you speak beyond your worth, being a man? For man falls so far short of God, that not only is God invisible and incomprehensible, but not even if you call upon him ten thousand times will he answer you. But why do I speak about God, when even his ministers, the holy angels, are invisible to us? So it belongs to the wise to think these things; but the fool and the one who has gone astray and is bold against God, the righteous motion of God and zeal—that is, the hatred of evil in God—destroys.
ἔστι δὲ καὶ καθόλου ἄφρονα νοῆσαι τὸν ὀργίλον, ἵνα ᾖ καθολικὸς ὁ λόγος, ὅτι παντὶ ἄφρονι καὶ ὀργίλῳ ἡ οἰκεία ὀργὴ θάνατον κατεργάζεται. παραινεῖ οὖν, μὴ θρασύνεσθαι κατὰ θεοῦ. 5, ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βαλόντας, ἀλλ' εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα. ἐπειδὴ ἀντιπίπτει τῷ Ἐλιφὰζ τὸ καὶ ἀδίκους πολλάκις ἐν εὐημερίᾳ γίνεσθαι καὶ μάλιστα τὰ κατ' αὐτὸν τὸν Ἰὼβ πρότερον ἐν εὐπραγίᾳ τυγχάνοντα, τὸ ἀντιπῖπτον ἐπιλύων ἔφη, ὅτι ὁ ἄδικος, κἂν γένηται ἐν εὐπαθείᾳ τινὶ καὶ βεβαίως ἔχειν νομίσῃ τὰ ἀγαθάτοῦτο γάρ ἐστι τὸ ῥίζας βαλόντας, ἀλλ' οὐκ ἐπὶ πολὺ διαμένει. δίαιταν δὲ τὴν πᾶσαν αὐτῶν οἰκίαν καὶ ἐν εὐθηνίᾳ διαγωγήν φησιν. εἶτα ἐπιφέρει τῶν ἀσεβῶν τὰ ἀποτελέσματα. 60 5, πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας. κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρετοὶ ἔσονται, ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς. ταῦτα πολλάκις μὲν συμβαίνει τοῖς ἀσεβέσιν. καὶ γὰρ ἐκληρονόμησεν ὁ Ἑβραίων λαὸς τὴν γῆν τῆς ἐπαγγελίας τῶν προτέρων οἰκητόρων δι' ἀσέβειαν ἀναιρεθέντων. οὐκ ἀεὶ δὲ ταῦτα συμβαίνει ἐν τῷ παρόντι βίῳ· αἱ γὰρ ἀνταποδόσεις οὐκ ἐνταῦθα πάντως, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ὥστε μὴ μετὰ διαιρέσεως τεθέντα οὐ καλῶς εἴρηται τῷ Ἐλιφάζ. τὸ δὲ πόρρω γένοιντο οὐκ εὐκτικῶς εἴρηται, ἀλλ' ὡς πάντως συμβαῖνον· οἱ γὰρ χρόνοι ἀδιαφόρως κεῖνται, καὶ
But it is also possible to understand the angry man as foolish in a general sense, so that the statement may be universal: for every foolish and angry man, his own anger brings about death. He therefore exhorts them not to be bold against God. "But I have seen fools taking root, yet their dwelling was straightway devoured." Since it conflicts with Eliphaz that even the unjust often come to be in prosperity, and especially the circumstances of Job himself, who previously happened to be in good fortune, resolving the conflict he said that the unjust man, even if he comes to be in some ease and thinks he holds his goods securely—for this is what "taking root" means—nevertheless does not remain for long. And by "dwelling" he means their whole house and manner of life in abundance. Then he adds the outcomes of the impious: "Far be their sons from salvation. May they be reproached at the gates of the lesser, and there shall be no one to rescue them." For what those men gathered, the righteous shall eat, but they themselves shall not be rescued from evils; may their strength be drained away. These things often happen to the impious. For the people of the Hebrews inherited the land of promise, since its former inhabitants were destroyed on account of impiety. But these things do not always happen in the present life; for repayments are not entirely here, but also in the age to come, so that Eliphaz has not spoken well when these things are set down without distinction. And "far be they" is not said in the manner of a wish, but as something that altogether happens; for the times are set down without distinction, and
μάλιστα ἐν τῇ παρούσῃ γραφῇ. τὸ δὲ κολαβρισθείησαν ἀντὶ τοῦ· ἐπιτριβείησαν, ἐξευτελισθείησαν· κόλαβρος γὰρ ὁ μικρὸς χοῖρος. οὐκ ἔσται δὲ ὁ ἐξαιρούμενος, ἐκ τῆς συνεχούσης δηλονότι πενίας· ὅμοιον δὲ τῷ οὐκ ἐξαιρούμενος τὸ οὐκ ἐξαιρετοὶ ἔσονται. τὸ δὲ ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχὺς ἀντὶ τοῦ· ἐκροφηθείη, ἐξαφανισθείη. 5, οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ γῆς κόπος οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος, ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ ἀετῶν τὰ ὑψηλὰ πέτονται. ἠρέμα δοκεῖ παραμυθεῖσθαι τὸν Ἰὼβ ἐν τούτοις ἐκ φυσικῆς παραινέσεως. οὐ γὰρ δεῖ σε, φησίν, δυσχεραίνειν ἄνθρωπον ὄντα καὶ πάσχοντα· οὐ γὰρ ἀναισθήτων τὸ τιμωρεῖσθαι. ἀλλὰ καὶ τὰ πτηνάἀπὸ γὰρ τοῦ ἀετοῦ τὰ πάντα πτηνὰ λέγειἀπονώτερον ἡμῶν καὶ ἀμεριμνότερον ἐκληρώσαντο βίον. 5, οὐ μὴν δέ, ἀλλ' ἐγὼ δεηθήσομαι κυρίου· κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν· τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα. καὶ ταῦτα μέν, φησίν, ὧδε ἐχέτω, ἐγὼ δὲ προσφεύγω θεῷ καὶ πρὸς τὴν αὐτοῦ καταφεύγω βοήθειαν. εἶτα ἐκδιηγεῖται· τοῦ θεοῦ τὴν ὑπεροχήν, πρὸς φόβον ἐνάγων τὸν Ἰὼβ καὶ διὰ τοῦ οἰκείου προσώπου πρὸς μετάνοιαν ἕλκων. 5, διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
especially in the present writing. And “let them be crushed” is used for “let them be worn away, let them be utterly despised”; for a kolabros is a small pig. And “there will be no one to rescue” — evidently from the poverty that presses upon them; and similar to “not rescuing” is “they will not be rescued.” And “let their strength be drained out” is used for “let it be swallowed up, let it be made to disappear.” 5, “For surely trouble shall not come forth from the earth, nor shall toil spring up from the mountains, but man is born to toil, and the young of eagles fly to the heights.” He seems gently to console Job in these words by a natural exhortation. For you ought not, he says, to be distressed, being a man and suffering; for it is not the part of the insensitive to be punished. But also the birds — for from the eagle he calls all birds — have obtained a life more free from toil and more free from care than ours. 5, “But nevertheless, I will entreat the Lord”; and I will call upon the Lord, the master of all, who does great and unsearchable things, glorious and wondrous, of which there is no number; who gives rain upon the earth, sending water upon what is under heaven; who makes the humble to be on high and raises up those who are lost. And these things, he says, let them be so; but I take refuge in God and flee to his help. Then he sets forth the pre-eminence of God, leading Job to fear and through his own person drawing him to repentance. 5, “frustrating the counsels of the crafty, and their hands shall not accomplish the truth.
τὸν μεταστρέφοντα τὰς βουλὰς τῶν μὴ ποιούντων τὸ ἀληθές, τουτέστι τὸν μὴ συγχωροῦντα κατὰ γνώμην τοῖς πανούργοις ἐκβαίνειν τὰ πράγματα, ἀλλὰ ῥᾳδίως, ὅταν ἐθέλῃ, τῶν τοιούτων ἀνατρέποντα τὰς κακοτεχνίας. χεῖρας δὲ τὰς πράξεις φησίν. 5, ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὰς δὲ πολυπλόκων ἐξέστησεν. ὁ καταλαμβάνων ἀντὶ τοῦ· ὁ ἐλέγχων, ὁ τὴν παρὰ ἀνθρώποις σοφίαν μωρίαν ἀποδεικνύς. πολυπλόκων δὲ τῶν σκολιῶν λέγει, οὓς οἱ κυριολεκτοῦντες ἀγκυλογνώμονας καλοῦσιν. τὸ δὲ ἐξέστη σεν ἀντὶ τοῦ· ἠκύρωσεν, ἔξω τοῦ σκοποῦ στῆναι παρεσκεύασεν. 5, ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί, ἀπόλοιντο δὲ ἐν πολέμῳ. διὰ τῆς ἡμέρας καὶ μεσημβρίας τὴν εὐημερίαν αἰνίττεται, ἵνα εἴπῃ, ὅτι ἐν αὐτῇ τῇ εὐθηνίᾳ καὶ τῇ ἀκμῇ τῆς εὐπραγίας οἱ ἄδικοι καὶ παρ' ἑαυτοῖς σοφοὶ καὶ πανοῦργοι ἀδόκητον ὑπομενοῦσι τῆς εὐθηνίας τὴν μεταβολήν· σκότος γὰρ καὶ νύκτα τὸ δυσπραγεῖν φησιν. τούτοις δὲ συμβαίνει καὶ τὴν ἐκ πολεμίων ὑποστῆναι σφαγήν. 5, ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη. ὁ δὲ κατὰ θεόν, φησίν, ταπεινὸς καὶ οὐδεμίαν δύναμιν περιβεβλημένος ἔχων τὴν εἰς θεὸν ἐλπίδα διαφεύξεται τῶν δυνατῶν τὴν ἐπήρειαν. τῶν δὲ μεγαλορρημόνων καὶ ἀδίκων καὶ μεγαλαύχων ἐμφράττεται στόμα, τουτέστιν· ἡ μεγαλόφρων ἰσχὺς κατασπᾶται. 5, μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
The one who turns aside the counsels of those who do not do the truth—that is, the one who does not permit the schemes of the wicked to succeed according to their intent, but easily, whenever he wills, overturns the evil devices of such people. And “hands” he calls their deeds. “The one who takes hold of the wise in their prudence, and the counsels of the crafty he has confounded.” “The one who takes hold” is used for “the one who convicts, the one who demonstrates the wisdom among humans to be folly.” And “of the crafty” he means of the crooked, whom those who speak literally call hook-jawed. And “he has confounded” is used for “he has invalidated, he has caused them to stand outside their aim.” “Days, darkness will meet them, and at midday let them grope as in the night, and let them perish in war.” Through “day” and “midday” he hints at prosperity, so as to say that in that very prosperity and at the peak of success the unjust and those wise in their own eyes and the wicked will endure an unexpected change of their prosperity; for “darkness” and “night” he calls misfortune. And to these it happens also to undergo slaughter at the hands of enemies. “But the powerless one may he go out from the hand of a dynast; and may there be hope for the powerless, but may the mouth of the unjust be stopped.” The one who is humble according to God, he says, and clothed with no power, having hope in God, will escape the aggression of the powerful. But of the boastful and unjust and arrogant the mouth is stopped—that is, the proud strength is dragged down. “But blessed is the man whom the Lord has convicted; and do not refuse the admonition of the Almighty. For he himself makes one suffer and again restores; he struck, and his hands healed.
μακαρισμὸν μὲν καλεῖ τὴν ἐπὶ τῷ σωφρονισμῷ παιδείαν. παραινεῖ δὲ καὶ τῷ Ἰώβ, ὡς διὰ ἁμαρτήματα παιδευομένῳ μὴ δυσχεραίνειν, ἱκετεύειν δὲ θεὸν τὸν καὶ τὴν πληγὴν ἐπαγαγόντα καὶ τὴν ἴασιν ἐπιθεῖναι δυνάμενον. χεῖρας δὲ θεοῦ τὰς δραστηρίους δυνάμεις φησίν. 63 5, ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε. ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων. τὸ ἑξάκις ἀντὶ τοῦ πολλάκις φησίν. εἶτα λέγει τὰ ὡς εἰκὸς συμβαίνοντα δυσχερῆ. μετὰ δὲ τὴν τούτων, φησίν, πεῖραν, ἐὰν εὐχάριστος ὀφθῇς ἐν τῷ ἑβδόμῳ, τουτέστι μετὰ τοὺς πολλοὺς πειρασμούς, τελευταῖον θεὸς οὐκέτι συγχωρεῖ σε παθεῖν. χεῖρα δὲ σιδήρου τὴν δραστήριον τοῦ σιδήρου δύναμιν λέγει, ἀντὶ τοῦ· οὐ συγχωρήσει σε ἐν πολέμῳ πεσεῖν. ἀλλὰ καὶ ἀπὸ γλώσσης πονηρᾶς καὶ συκοφαντεῖν ἐπισταμένης ἀποκρύψει σε· μάστιγα γὰρ γλώσσης τὴν πονηρίαν καὶ συκοφαντίαν
He calls the instruction that comes through correction a blessing. And he exhorts Job not to be aggrieved, as though he were being disciplined because of sins, but to entreat God, who both brought the blow upon him and is able to apply the healing. And by "hands of God" he means the active powers. "Six times he will deliver you from necessities, and in the seventh evil shall not touch you. In famine he will rescue you from death, and in war he will loose you from the hand of iron. From the scourge of the tongue he will hide you, and you shall not fear from evils that come." He says "six times" in place of "many times." Then he speaks of the difficult things that reasonably befall. And after the trial of these things, he says, if you are found grateful in the seventh—that is, after the many temptations—finally God no longer permits you to suffer. And by "hand of iron" he means the active power of iron, in place of: he will not permit you to fall in war. But also from an evil tongue and one skilled in slander he will hide you; for by "scourge of the tongue" he means wickedness and slander
φησίν. ἄφοβος δὲ τοῦ λοιποῦ διατελέσεις. 5, ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ φοβηθήσῃ· θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι. εἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. γνοῦς δέ, φησίν, τῆς εὐσεβείας τὴν δύναμιν καὶ τῆς εἰς θεὸν καταφυγῆς κατὰ μὲν τῶν ἀδίκων πλατὺ γελάσεις, τοὺς δὲ θηριώδεις ἀνθρώπους οὐ μὴ φοβηθήσῃ. καὶ γὰρ καὶ οὗτοι τὴν σὴν θεοσέβειαν αἰσχυνόμενοι οὐκέτι σοι πολεμεῖν αἱρήσονται. καὶ τότε τῇ πείρᾳ μαθήσῃ, ὡς εἰρηνεύσει σου μὲν ὁ οἶκος, ἡ δὲ πᾶσά σου τοῦ βίου διαγωγὴ οὐ μὴ ἁμάρτῃ, ἀντὶ τοῦ· οὐκ ἔξω τῶν χρηστῶν ἐλπίδων γενήσεται. 64 5, γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. ἀλλὰ καὶ πολύπαις ἔσῃ καὶ ὡραίων παίδων πατήρ· ἔσονταί σου γὰρ τὰ παιδία ὡς τὸ παμβότανον τοῦ ἀγροῦ ἀντὶ τοῦ· ὡς ἀγρὸς πάσαις βοτάναις ἀνθηρός. 5, ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθεῖσα. ἀλλὰ καὶ πλήρης ἡμερῶν ὥσπερ σῖτος πεπληρωμένος καὶ εἰς τομὴν ἐπιτήδειος τραφεὶς ἐν γήρᾳ καλῷ καταλύσεις τὸν βίον, ἢ ὥσπερ θιμωνιὰ ἅλωνος κατὰ καιρὸν εἰς τὰς ἀποθήκας συγκομισθεῖσα. θεώρει δέ, ὅτι πολυπαιδία καὶ πολυετία ἴδια πρὸς εὐδαιμονίαν τοῖς παλαιοῖς ἐνενόμιστο. θιμωνιὰν δὲ ἅλωνος ἔφη, ἵνα εἴπῃ, ὅτι ἐν πᾶσι κομῶν τοῖς ἀγαθοῖς μεταλλάξεις τὸν βίον. 5, ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας.
he says. And for the rest of your days you will remain fearless. 5. You will laugh at the unjust and the lawless, and you will not be afraid of wild beasts; for wild beasts will be at peace with you. Then you will know that your house will be at peace, and the conduct of your tent will not fail. And when you have come to know, he says, the power of piety and of refuge in God, you will laugh broadly at the unjust, and you will certainly not fear beast-like men. For they too, ashamed of your reverence for God, will no longer choose to wage war against you. And then you will learn by experience that your house will be at peace, and that your whole manner of life will not fail—that is to say, it will not fall outside of good hopes. 64 5. And you will know that your seed is great, and your children like the grass of the field. But you will also be the father of many children and of beautiful children; for your children will be like the grass of the field—that is to say, like a field blooming with every kind of plant. 5. And you will come to the grave like ripe grain harvested in season, or like a heap of the threshing floor gathered in at the proper hour. But also, full of days like grain that has been filled out and made fit for cutting, having been nourished in a good old age, you will end your life, or like a heap of the threshing floor gathered in due season into the storehouses. And observe that having many children and living many years were considered by the ancients as marks of happiness. And he called it a heap of the threshing floor, in order to say that, abounding in all good things, you will depart from life. 5. Behold, we have searched out these things thus; these are the things we have heard; but you, know for yourself whether you have done anything.
ταῦτα μὲν οὖν οὕτως ἔχειν ἡμεῖς ἀκριβῶς ἐθεωρήσαμεν, σὺ δὲ ἀναλογίζου, ποίων πλημμελημάτων ἐκτιννύων δίκην ταῦτα ὑπομένεις. ΚΕΦΑΛΑΙΟΝ ΠΕΜΠΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν, καὶ δὴ ἄμμου παραλίας βαρύτεραί εἰσιν. Προθεωρία τοῦ κεφαλαίου ἐπειδὴ παρῄνεσεν ὁ Ἐλιφὰζ τῷ δικαίῳ πρὸς μετάνοιαν ἰδεῖν ὡς δι' ἁμαρτίας τιμωρουμένῳ, εἰς ἄπρακτον μὲν αὐτῷ κατέληξεν ἡ συμβουλή. οὐ γὰρ ἔσχεν πείθειν, ὡς ἁμαρτωλὸς εἴη ὁ μηδὲν ἑαυτῷ συνειδὼς ἄτοπον, ὥστε καὶ πρὸς ἀντιλογίαν εἶδεν ὁ δίκαιος· καὶ ἀπολογεῖται μέν, ὑπὲρ ὧν καὶ ὅλως λαλεῖ, καὶ οὐ τῇ σιωπῇ τὴν καρτερίαν ἐπιδείκνυται, διὰ δὲ φυσικῶν παραδειγμάτων τῶν ἑαυτοῦ λόγων παραστήσας τὸ εὔλογον. καὶ ἅγιον ἀποκαλεῖ τὸν θεόν, καὶ ὅτι ἐπ' αὐτῷ τὴν ἐλπίδα ἔσχε φησίν, τήν τε κεκρυμμένην αἰτίαν τῆς ἀθυμίας δημοσιεύει δεδοικέναι λέγων, μὴ τελείως αὐτὸν ὁ θεὸς ἐγκατέλιπεν. εἶτα καὶ τὰς οἰκείας ἐξαριθμεῖται συμφορὰς καὶ παραινεῖ μὴ πεποιθέναι ἐπὶ πλούτῳ καὶ δυναστείᾳ· καὶ μέμφεται τοῖς φίλοις ὡς τὰς ἀνίας αὐτῷ διὰ τῶν λόγων φορτικωτέρας ἐργαζομένοις· καὶ παραινεῖ φοβεῖσθαι εἰς τὰ τοῖς πλησίον συμβαίνοντα βλέποντας. καὶ κάλλιστον πάντας ἀνθρώπους διδάσκει μάθημα, ὅτι πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς. καὶ πάλιν ἐκτραγῳδεῖ τὰς οἰκείας συμφορὰς καὶ ἐξαιτεῖ τὸν θεόν, μνήμην αὐτοῦ καὶ ἐπισκοπὴν ποιήσασθαι.
We have therefore carefully observed that these things are so; but do you consider what sort of transgressions you are paying the penalty for and enduring these things. CHAPTER FIVE. Beginning of the passage: And Job, taking up the discourse, says: For if someone would set my wrath on a balance and lift up my pains together in a scale, even so they would be heavier than the sand of the sea. Preliminary consideration of the chapter: Since Eliphaz exhorted the righteous man to repentance, thinking him to be punished on account of sin, his advice came to nothing for him. For he could not persuade him that he was a sinner who was conscious of nothing improper in himself, so that the righteous man even turned to contradiction; and he defends himself for the very things about which he speaks at all, and does not demonstrate his endurance by silence, but by setting forth the reasonableness of his words through natural examples. And he calls God holy, and says that he had his hope in him, and he makes public the hidden cause of his despondency, saying that he feared lest God had not completely abandoned him. Then he also enumerates his own calamities and advises not to trust in wealth and power; and he blames his friends as making his griefs more burdensome through their words; and he advises them to fear, looking at what happens to their neighbors. And he teaches all men a most beautiful lesson, that the life of man upon the earth is a place of trial. And again he laments tragically his own calamities and beseeches God to make remembrance and visitation of him.
καὶ πάλιν ὑπὲρ τῶν οἰκείων ἀπολογεῖται λόγων καὶ τὴν ἀνθρωπίνην οὐδένειαν εἰς ἱκετηρίαν προβάλλεται, καὶ αἰτεῖ τὸν θεόν, ἀμνηστίαν αὐτῷ χαρίσασθαι, εἴ τι αὐτῷ καὶ πεπλημμέληται. Αἱ λέξεισ 6, ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν. καὶ δὴ ἄμμου παραλίας βαρύτεραί εἰσιν. τοῦ Ἐλιφὰζ εἰρηκότος· εἰ γὰρ σὺ ἐνουθέτησας πολλούς, καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας, νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος, καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας καὶ ὡς ἀφιλοσόφου καὶ ἑαυτὸν παραμυθήσασθαι μὴ δυναμένου κατηγορήσαντος, ἀπαραμύθητον δεικνὺς τὴν συμφοράν, εἴθε, φησίν, ἐνδεχόμενον ἦν σταθμισθῆναι τὴν ἐκ θεοῦ ἐπενεχθεῖσάν μοι ὀργὴν καὶ τὸν ἐτασμὸν καὶ τὰς ὀδύνας ὁμοθυμαδὸν τάς τε τῆς ψυχῆς καὶ τοῦ σώματος, ὥστε φανερὸν γενέσθαι, ὡς καὶ αὐτῆς τῆς παραλίας ἄμμου βαρύτερά εἰσι τὰ συνέχοντά με καὶ ἀθυμεῖν παρασκευάζοντα. 67 6, ἀλλ' ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστι φαῦλα. βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει
And again he defends his own words and puts forward human nothingness as a supplication, and asks God to grant him amnesty, if he has in any way transgressed. The words 6: "But Job, taking up the discourse, says: For if someone were to set up and weigh my anger, and lift up my pains together in a balance—and indeed they are heavier than the sand of the sea." When Eliphaz had said: "For if you instructed many, and comforted the hands of the weak, and raised up the weak by your words, and put courage around feeble knees—but now affliction has come upon you and touched you, and you have been troubled"—and, as though accusing him of being unphilosophical and unable to console himself, he showed his calamity to be beyond consolation—Job says: "Would that it were possible for the anger brought upon me by God to be weighed, and the scrutiny and the pains together, both of soul and of body, so that it might become evident that the things that constrain me and cause me to despair are heavier even than the sand of the sea." 67 6: "But, as it seems, my words are worthless. For the arrows of the Lord are in my body, whose fury drinks up
μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. ἀλλ' ἐκφαυλίζετέ μου, φησίν, τὰ ῥήματα, ἐν ἀνέσει τυγχάνοντες καὶ οὐκ ἐννοοῦντες, ὡς αἱ παρὰ θεοῦ ἐπενεχθεῖσαι τῷ σώματί μου τιμωρίαιβέλη γὰρ τὰς τιμωρίας φησίνμετά τινος σφοδρότητος ἐκδαπανῶσί μου τὸ αἷμα καὶ τὴν ἰσχὺν καταναλίσκουσιν οὐδὲ φθέγγεσθαι ἀνωδύνως συγχωροῦσαι, ἀλλὰ κατὰ πάντα καιρὸν κατατιτρώσκουσαι. 6, τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ' ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα; εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; φυσικοῖς καὶ αὐτὸς κεχρημένος παραδείγμασι καὶ τῶν ἑαυτοῦ λόγων τὸ εὔλογον δείκνυσι καὶ ὡς δικαίως οὐκ ἐπείσθη τῇ τοῦ Ἐλιφὰζ παραινέσει, ἀλλὰ πρὸς ἀντιλογίαν εἶδεν. ὥσπερ γάρ, φησίν, οὐ μάτην ἀνακράζει ὄνος ἄγριος, ἀλλ' ὅταν ἐπιδεὴς γένηται τροφῆς, οὐδὲ βοῦς ἐπὶ φάτνης, εἰ μὴ ἐπιλείποι τὰ βρώματα, οὕτως οὐδὲ ἐγὼ ἠθύμουν, εἰ μὴ πρὸς ἔσχατον ἐληλάκειν κακῶν. πῶς δὲ καὶ πεισθήσομαι τῇ ὑμετέρᾳ παραινέσει μήτε τὸ εὔλογον ἐχούσῃ μήτε πρὸς παραμυθίαν ἐξηρτυμένῃ; ὥσπερ γὰρ ἄναλος ἄρτος οὐ βρώσιμος, οὕτω καὶ λόγοι διακενοὶ καὶ οὐκ ἔχοντες τὸ πιθανὸν ἢ τὸ εὔλογον πείθειν οὐ δύνανται τοὺς ἀκούοντας· γεῦμα γὰρ τὴν πειθὼ λέγει ἐπιμείνας τῇ τοῦ ἄρτου τροπῇ. διὰ τοῦτο καὶ ὁ ἀπόστολος ἔλεγεν· ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος οἱονεὶ ἡδὺς καὶ νόστιμος, ἐπιστύφων τε ὁμοῦ καὶ καταγλυκαίνων τοὺς ἀκούοντας. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν·
of my blood; whenever I begin to speak, they prick me. But you make light of my words, he says, being at ease and not understanding that the punishments brought upon my body by God are arrows; for he calls the punishments arrows, which with some vehemence drain my blood and consume my strength, not allowing me even to speak without pain, but wounding me at every moment. For what then? Will a wild ass cry out in vain, unless it is seeking food? And will an ox low at the manger if it has its food? Will bread be eaten without salt? And is there taste in empty words? He himself, using natural examples, demonstrates both the reasonableness of his own words and that he was justly not persuaded by Eliphaz's advice, but looked toward contradiction. For just as, he says, a wild ass does not cry out in vain, but when it is in need of food, nor does an ox at the manger, unless the food runs out, so neither would I be disheartened, unless I had been driven to the extremity of evils. And how shall I be persuaded by your advice, which has neither reasonableness nor is furnished for consolation? For just as bread without salt is not edible, so also words that are empty and have neither persuasiveness nor reasonableness cannot persuade those who hear; for he calls persuasion taste, persisting in the metaphor of bread. For this reason the Apostle also said: Let your word always be in grace, seasoned with salt—as it were pleasant and savory, both astringent and sweetening to those who hear. But Symmachus rendered it thus:
_μ_ὴ_ _σ_τ_έ_ν_ε_ι_ _λ_ι_μ_ῶ_δ_ε_ς_ _ὄ_ν_α_γ_ρ_ο_ς_ _π_α_ρ_ούσης χλόης· καὶ σαφέστερον τὸ φυσικὸν εἶπεν, ὅτι οὐ ζητεῖ ζῶον τροφὴν παρούσης τροφῆς. 6, οὐ δύναται γάρ μου παύσασθαι ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. πῶς δὲ καὶ ἐμαυτὸν παραμυθήσασθαι δύναμαι ὁ καὶ τὴν τροφὴν αὐτὴν ἀηδίας καὶ δυσωδίας μεστὴν βλέπων; καὶ τοῦτο δὲ ἐξ ἀνάγκης συμβαίνει τοῖς ἄγαν νοσοῦσι καὶ ἀνορεκτοῦσιν. 6, εἰ γὰρ δοίη καὶ ἔλθῃ μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δώῃ ὁ κύριος. ἀρξάμενος ὁ κύριος τρωσάτω, εἰς τέλος δὲ μή με ἀνελέτω. πρότερον ἴδωμεν, τίς ἡ ἐλπὶς τοῦ Ἰώβ, ἵνα καὶ τὰ παρόντα ῥήματα κατεξετάσωμεν. μεμνήμεθα τοίνυν, ὣς ἔλεγε πρὸς αὐτὸν ἡ γυνή· μέχρι τίνος καρτερήσεις λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου. προδήλου τοίνυν γεγονότος, ὡς ἤλπιζεν ἐκ θεοῦ σωτηρίας τυχεῖν, εὔδηλον, ὅτι ταύτην καὶ νῦν εὔχεται καί φησιν ὅτι· παιδεύσαι με ὁ κύριος, ἀλλ' ἐν κρίσει καὶ μὴ ἐν θυμῷ. ὥσπερ καὶ ὁ Δαυὶδ ἔλεγεν· κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς μεοὐ γὰρ τὴν παιδείαν παρῃτεῖτο, ἀλλὰ τὴν μετ' ὀργῆς, τοῦτο τοίνυν κἀνταῦθά φησιν ὅτι· εἰ καὶ ἔτρωσεν, μὴ ἐπὶ πολὺ παρατεινέτω τὰς βασάνους· τοιαύτην γὰρ καὶ τὴν ἐλπίδα κέκτημαι. 69 6, εἴη δέ μου ἡ πόλις τάφος, ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς. πρὸς μὲν ῥητὸν δοκεῖ λέγειν, ὅτι καὶ βέλτιόν μοι τὸ ἀποθανεῖν καὶ τάφον ἔχειν οἴκησιν ἀντὶ τῆς πόλεως, ἐφ' ἧς ἔνδοξος ὣν ἐν εὐημερίᾳ διῆγον. πρὸς δὲ διάνοιαν, ἐπειδὴ τὴν ἐλπίδα τῆς σωτηρίας προσεδέχετο, φησὶν ὅτι·
Does the wild ass bray when grass is present? And he stated the natural fact more clearly, that an animal does not seek food when food is present. 6. For my soul cannot cease; for I see my food as a roar, like the smell of a lion. And how can I even console myself, who see food itself full of distaste and foul odor? And this happens by necessity to those who are very sick and have no appetite. 6. If only my request were granted and come, and the Lord would give me my hope. Having begun, let the Lord wound me, but let him not destroy me completely. Let us first see what Job's hope was, so that we may also examine the present words. We remember, then, how his wife said to him: How long will you endure, saying, "Behold, I wait a little more time, awaiting the hope of my salvation"? Since it is evident, then, that he hoped to obtain salvation from God, it is clear that he prays for this even now and says: May the Lord discipline me, but in judgment and not in anger. Just as David also said: Lord, do not rebuke me in your anger, nor discipline me in your wrath—for he was not refusing discipline, but discipline with anger. This, then, he also says here: even if he has wounded me, let him not prolong the torments for long; for such is the hope I possess. 6. May my city be a tomb, upon which I once leaped upon its walls. With respect to the literal sense, he seems to say that it is better for me to die and have a tomb as a dwelling instead of the city, in which, being renowned, I lived in prosperity. With respect to the deeper meaning, since he was awaiting the hope of salvation, he says that:
γένοιτο δέ με ἀπολαβόντα μου τὴν ἐλπίδα τῇ ἀρίστῃ πολιτείᾳ καὶ τῇ δικαιοσύνῃ ἐναποθανεῖν περιφρασσόμενον ὑπὸ τοῦ θεοῦ ὡς τὸ πρότερον· τοῦτο γὰρ σημαίνει τὸ ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς. εἴτε τοίνυν διὰ τοῦ θανάτου, εἴτε διὰ τῆς ὑγείας, ἀπαλλαγὴν εὔχεται τῶν δεινῶν· οὐδὲν δὲ δυσχερὲς οὐδὲ παλίμφημον ἐφθέγξατο. 6, οὐ μὴ φείσομαι· οὐ γὰρ ἐψευσάμην ῥήμασιν ἁγίου θεοῦ μου. τοιγαροῦν, φησίν, τῆς πρὸς ὑμᾶς ἀντιλογίας οὐ φείσομαι. οὐ γὰρ ἀνέχομαι ἕτερα μὲν ἔχειν κατὰ διάνοιαν, ἐναντία δὲ τῇ γνώμῃ προφέρειν ῥήματα, ἀλλὰ ἃ φρονῶ σὺν ἀληθείᾳ φθέγγομαι. διὰ ταύτην αὐτοῦ τὴν γνώμην καὶ τὴν σὺν ἀληθείᾳ παρρησίαν ἐπαινοῦσα αὐτὸν ἔφησεν ἡ γραφή· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος. ὅρα δὲ τὴν Ἀβραμιαίαν συγγένειαν, θεώρει τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ τὸν οὐ μόνον κατὰ σάρκα, ἀλλὰ καὶ κατὰ τὴν εὐσέβειαν διάδοχον. περὶ μὲν γὰρ ἐκείνων ἔλεγεν
ὁ θεός· ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ. τὸ δὲ τούτων γνήσιον γέννημα, τί φησιν; οὐ γὰρ ἐψευσάμην ῥήμασιν ἁγίου θεοῦ μου. εἶδες ἀγάπην οἵαν ἔχει εἰς θεόν, πῶς τὸν ἐπὶ πάντων ἰδιοποιεῖται θεόν; ἐπαίνεσον αὐτοῦ καὶ τὴν διὰ πάντων ἀλήθειαν· καὶ σκόπει, μεθ' ὅσης τῆς πρὸς θεὸν ἀγάπης τοὺς λόγους προέφερεν. 6, τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσι χάλκειαι; ἢ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ' ἐμοῦ ἄπεστιν. ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέ με. μὴ γὰρ ἀνάλγητος ἢ λίθινος ἢ χαλκοῦς εἰμι; φησίν. οὐκ ἀνθρώπου σάρκα περίκειμαι;
May it be granted to me, having recovered my hope, to die in the best conduct of life and in righteousness, fenced about by God as before; for this is what it means, "on which I leaped upon its walls." Whether then through death or through health, he prays for release from evils; and he uttered nothing harsh or ill-omened. 6. I will not spare; for I have not lied in the words of my holy God. Therefore, he says, I will not spare my contradiction against you. For I do not endure to hold one thing in my mind while bringing forth words contrary to my judgment, but what I think I speak in truth. Because of this judgment of his and his frankness in truth, the Scripture, praising him, said: and that man was true, blameless. See the Abrahamic kinship; observe the successor of Isaac and Jacob not only according to the flesh but also according to piety. For concerning them God said: I am the God of Abraham and the God of Isaac and the God of Jacob. But what does the genuine offspring of these say? For I have not lied in the words of my holy God. Do you see what love he has toward God, how he appropriates as his own the God over all? Praise also his truth through all things; and consider with how great love toward God he brought forth his words. 6. For what is my strength, that I endure? Or what is my time, that my soul endures me? Is my strength the strength of stones? Or are my flesh of bronze? Or had I not trusted in him? But help is far from me. Mercy has renounced me, and the visitation of the Lord has overlooked me. For am I without feeling, or made of stone, or of bronze? he says. Do I not wear around me the flesh of a man?
οὐκ ὀλιγοχρόνιος τυγχάνω; μηδεὶς οὖν ἀλγοῦντι μεμφέσθω καὶ ἀπαλλαγὴν αἰτοῦντι τῶν παρόντων δεινῶν. καὶ τὰ μὲν τοῦ σώματος τοιαῦτα· ὃ δὲ μάλιστα τὴν ἐμὴν ἀνιᾷ ψυχήν, τὸ ἐκ τῶν παρόντων τεκμαίρεσθαι, ὡς ὁ ὑπ' ἐμοῦ ποθούμενος θεός, εἰς ὃν τὴν πᾶσαν μου τῆς ζωῆς ἐλπίδα ἀνήρτησατὸ γὰρ ἐπεποίθειν ἀντὶ τοῦ πέποιθα κεῖται τῶν χρόνων συνεχῶς ἐν παντὶ τῷ βιβλίῳ παρηλλαγμένων, ἐγκατέλειψέ με καὶ τῆς οἰκείας ἐπισκοπῆς καὶ τῶν οἰκτιρμῶν ἐγύμνωσεν. διὰ ταῦτα μάλιστα ὁ δίκαιος ἠθύμει. καὶ σκοπείτω γε ἕκαστος τῶν τῇ θείᾳ τετρωμένων ἀγάπῃ, ὅσην ὀδύνην ἐμποιεῖ λογικῇ ψυχῇ τὸ ὑποπτεύειν ἐγκαταλελεῖφθαι παρὰ τοῦ ποθουμένου θεοῦ. εἰ γὰρ οἱ γυναικὸς ἔρωτι τρωθέντες, εἶτα, ἐὰν ὑπεροφθέντες τύχωσιν, ἀβίωτον ἡγοῦνται τὸν βίον καὶ ἀφορήτοις ἀνίαις βάλλονται, τί ἂν πάθοι ψυχὴ τῇ εἰς θεὸν ἀγάπῃ τρωθεῖσα καὶ ἐγκατάλειψιν ὑπομεμενηκέναι νομίζουσα; εἶτα ἐπιφέρει τὰ αὐτῷ συμβεβηκότα, ἐξ ὧν ὑπώπτευε παρῶφθαι παρὰ τοῦ θεοῦ· 6, οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με. οἵτινές με διηυλαβοῦντο, νυνὶ ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, οὕτω κἀγὼ κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. κρύσταλλος μέν ἐστιν ἡ δυσδιάλυτος χιών, ἐφ' ἧς καὶ βαδίζειν ἔστιν.
Am I not short-lived? So let no one blame one who is in pain and asks for release from present troubles. Such, then, are the things of the body; but what most grieves my soul is to infer from the present circumstances that the God whom I long for, in whom I hung the whole hope of my life—for "I had trusted" is written instead of "I have trusted," the tenses being continually interchanged throughout the whole book—has abandoned me and stripped me of his own visitation and his mercies. It is for these reasons especially that the righteous man was disheartened. And let each of those who are wounded by divine love consider how great a pain it produces in a rational soul to suspect that it has been abandoned by the God whom it longs for. For if those wounded by love for a woman, and then, if they happen to be slighted, consider life not worth living and are cast into unbearable griefs, what would a soul suffer that has been wounded by love for God and thinks it has endured abandonment? Then he brings forward the things that happened to him, from which he suspected that he had been overlooked by God: "My nearest kin did not look upon me; like a failing torrent or like a wave they passed me by." Those who once guarded me have now fallen upon me like snow or frozen ice; just as ice, when melted by the onset of warmth, is not recognized for what it was, so I too was abandoned by all, and I perished and became an outcast. Ice is snow that is hard to dissolve, on which one can even walk.
ὥσπερ οὖν, φησίν, χείμαρρος ἐκλείπων ἢ κῦμα παρελθὸν ἢ χιὼν ἢ κρύσταλλος ὑπὸ ἡλιακῆς διαλυθέντα θέρμης οὐδὲ ἴχνος ἐγκαταλιμπάνουσιν, τὸν αὐτὸν οἶμαι τρόπον ὡς μηδὲ ὄντα με ἐλογίσαντο, καὶ ταῦτα οἱ διὰ γένους ἐγγύτητα συμπαθεῖν ὀφείλοντες. ἔστι δὲ καὶ ἄλλο τι χαλεπώτερον· οἱ γὰρ πρότερόν με διευλαβούμενοι νῦν ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς. τὸ δὲ ἔξοικος ἐγενόμην ἀντὶ τοῦ· πανέστιος ἀπόλωλα. τὰ παραπλήσια καὶ ὁ μέγας Δαυὶδ ἀποδυρόμενος ἔλεγεν· ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. 72 6, ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς δὲ Σαβῶν, οἱ διορῶντες· καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. ἕτερος τῶν ἑρμηνευτῶν οὕτως ἐκδέδωκεν· _ἀ_π_ο_β_λ_έ_π_ο_υ_σ_ι_ν_ _ε_ἰ_ς_ _ὁ_δ_ο_ὺ_ς_ Θαιμάν, ὁδοιπορίας Σαβὰ προσδοκῶσιν ἑαυτοῖς. τοὺς ἐπὶ πλούτῳ τοίνυν καὶ δυναστείᾳ μέγα φρονοῦντας ἐκ τῆς καθ' ἑαυτὸν μεταβολῆς νουθετεῖ, μὴ ἐλπίζειν ἐπὶ τῇ τούτων ἀδηλίᾳ. οἱ γὰρ προσέχοντες, φησίν, εἰς τὰς ὁδοὺς τῆς Θαιμὰν καὶ τὰς ἀτραποὺς τῶν Αἰθιόπων (Σαβὰ γὰρ οἱ Αἰθίοπες)τουτέστιν· οἱ ἐκ τῆς ἐμπορίας τῆς πρὸς τούτους κέρδη προσδοκῶντες, μὴ πεποίθετε ἐπὶ χρήμασιν· αἰσχύνην γὰρ ὀφειλήσουσιν οἱ ἐπὶ τούτοις ἐλπίζοντες. ἢ καὶ ἄλλως ἔστιν ἐννοεῖν, ὡς χωρία ἐπιδείκνυσι πάλαι μὲν εὐδαίμονα, τότε δὲ ἔρημα καὶ ἐρείπια τυγχάνοντα καί φησιν, ὅτι· εἰς ταῦτα ἀποβλέψατε καὶ μὴ πιστεύετε τῇ τοῦ πλούτου ἀδηλότητι. εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο, παραινεῖ μὴ πεποιθέναι ἐπὶ χρήμασιν ἢ δυναστείᾳ. 6, ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.
As, then, he says, a winter torrent that fails, or a wave that has passed by, or snow or ice dissolved by the sun's warmth leave not even a trace behind, in the same way, I think, they reckoned me as not even existing—and that, though they ought to sympathize by reason of nearness of kin. But there is also something else more grievous: for those who formerly stood in awe of me now trample upon my calamities. And "I have become homeless" is instead of: I have perished utterly, with my whole household. The great David too, lamenting, said similar things: I was forgotten as a dead man, out of mind; I became as a vessel that is lost. 72 6, Behold the ways of Teman, and the paths of Saba, those who look out; and they shall owe shame, those who have trusted in cities and in riches. Another of the translators has rendered it thus: They look out upon the ways of Teman, they await for themselves the journeys of Saba. Those, then, who are greatly elated over wealth and power he admonishes by the change that has befallen himself, not to hope in the uncertainty of these things. For those, he says, who give heed to the ways of Teman and the paths of the Ethiopians (for the Ethiopians are Saba)—that is: those who expect gain from trade with these, do not trust in riches; for they shall owe shame, those who hope in these things. Or it can also be understood in another way, as he points out places that were once prosperous but at that time were desolate and in ruins, and he says: Look upon these things and do not trust in the uncertainty of wealth. Whether, then, it is this or that, he counsels not to trust in riches or in power. 6, But indeed you also have set upon me without mercy, so that, having seen my wound, you should be afraid.
ἀλλ' ἔστω, φησίν, ἐκεῖνοι παρεῖδόν με· διὰ τί καὶ ὑμεῖς, οἱ ἐμοὶ φίλοι, οὕτω πικροῖς τοῖς κατ' ἐμοῦ λόγοις ἐχρήσασθε; εἶτα ἀρίστη τοῦ φιλοσόφου καὶ φιλοθέου συμβουλὴ τὸ δεῖν εἰς τὰς ἑτέρων προσέχοντας συμφορὰς εὐλαβέστερον ἕκαστον γίνεσθαι καὶ περίφοβον. 6, τί γάρ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέομαι ὥστε σῶσαί με ἐκ
χειρὸς ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με; καίτοιγε, φησίν, κατ' οὐδὲν ὑμῖν ἐπαχθὴς γέγονα, οὐ χρήματα ᾔτησα παρ' ὑμῶν, οὐκ ἐπικουρίαν τινά· καὶ διὰ τί σφοδρῶς οὕτω καὶ ἀνηλεῶς ἐπέθεσθέ μοι; κοινοποιεῖ δὲ τὸν λόγον πρὸς τὰ τοῦ Ἐλιφὰζ ἀποτεινόμενος ῥήματα· 6, διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι. ἀλλ' ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα. ἀλλ' ἰδού, φησίν, ἡσυχάζω· διδάξατέ με, εἰ πεπλανημένως καὶ ἐσφαλμένως αἰτῶ τὸν θάνατον. οὐ βαρεῖαι καὶ ἀνύποιστοι αἱ συμφοραί; οὐκ ἐπιθυμητὸν ἀπαλλαγῆναι τῶν ἀλγηδόνων; ἀλλ' ὡς ἔοικε ταὐτὸν τοῖς πολλοῖς πεπόνθατεφορτικὸν γὰρ ἀεὶ τοῖς πολλοῖς ἡ ἀλήθεια, καὶ διὰ τοῦτο τῆς ἐμῆς ἀληθείας ἐκφαυλίζετε τὰ ῥήματα. 6, οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι· οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. ἀλλὰ μηδὲ συγκαταβῆτέ μοι, φησίν, μηδὲ ὡς ἐπιρρῶσαι βουλόμενοι τὰ πρὸς χάριν λαλήσητε· ἐλέγξατε δέ με μετὰ παρρησίας. οὐ γὰρ δέδοικα ὑμῶν τοὺς ἐλέγχους, ἀλλὰ καὶ πρὸς ἕκαστον ἀντιλέγων ῥῆμα νικήσειν ἐλπίζω.
But let it be, he says, that those men overlooked me; why is it that you too, my friends, have used such bitter words against me? Then comes the excellent counsel of the philosopher and lover of God: that each person, by paying attention to the misfortunes of others, should become more cautious and fearful. For what? Did I ever ask anything of you, or do I stand in need of strength from you, so as to save me from the hand of enemies or rescue me from the hand of powerful men? And yet, he says, I have been burdensome to you in no respect; I did not ask money from you, nor any assistance; so why did you attack me so violently and mercilessly? He makes the argument common ground by directing it to the words of Eliphaz: Teach me, and I will be silent; if I have gone astray in anything, tell me. But, as it seems, the words of the truthful man are worthless. But behold, he says, I am silent; teach me, if I am asking for death in a mistaken and erroneous way. Are not my misfortunes heavy and unbearable? Is it not desirable to be released from pains? But, as it seems, you have suffered the same as most people do—for truth is always burdensome to most people, and for this reason you make light of the words of my truth. For I do not ask strength from you; nor will your refutation stop me by words, for I will not endure even a word of your speech. Except that you fall upon the orphan, and you leap upon your friend. But do not even condescend to me, he says, nor speak to please me as though wishing to strengthen me; rather, refute me with frankness. For I do not fear your refutations, but even against each word, by contradicting, I hope to win.
πλὴν ἐκεῖνο οἶδα, ὅτι οὕτω με βάλλετε πικροῖς τοῖς ὀνείδεσι μὴ τὴν συμφοράν, μὴ τὴν φιλίαν λογιζόμενοι ὡς ὄντως ἀπορφανισθέντα τῆς τοῦ θεοῦ βοηθείας. 6, νυνὶ δὲ ἐμβλέψας εἰς πρόσωπον ὑμῶν οὐ ψεύσομαι. καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. οὐ γὰρ ἔστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ οὐχὶ ὁ λάρυγξ μου μελετᾷ σύνεσιν; σὺν παρρησίᾳ λαλήσω, καὶ οὐδὲν ὑμᾶς ἐρυθριάσας οὐδὲ προκρίνας τῆς ἀληθείας ὑμᾶς αὐτοὺς αἰτῶ καθίσαι μοι δικαστὰς καὶ δικαίας ἐξοῖσαι τὰς ψήφους. πιστεύω γάρ, μηδὲν ἄδικον λέξειν μηδὲ ἀσυνέτους ἢ φλυάρους προάξειν λόγους. ταῦτα δέ φησιν προκαλούμενος αὐτοὺς εἰς τὴν ἐξέτασιν. 7, πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς, ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ. ὥσπερ ἤδη καθίσας αὐτοὺς δικαστὰς ἄρχεται συνηγορεῖν τοῖς ἑαυτοῦ λόγοις καὶ δεικνύναι, ὡς οὐ μέμψεως ἄξιός ἐστι ποθῶν μεταλλάξαι τὸν βίον. ἐκ δύο δὲ τούτων αἰτιῶν εὔλογον ἑαυτοῦ κατασκευάζει τὴν ἐπιθυμίαν, μιᾶς μὲν ὅτι καθόλου κινδύνων μεστὸς ὁ ἐπίκηρος οὗτος βίος, ἔπειτα ὅτι πρὸς τῷ καθόλου καὶ τοῖς γενικοῖς φόβοις τε καὶ ἀγωνίαις αὐτὸς διαφερόντως ταῖς ἀνηκέστοις περιβέβληται συμφοραῖς. γυμνάζει δὲ τέως τὸ καθόλου τοῦ βίου μοχθηρὸν καί φησιν· ἆρα ὑμῖν οὐ δοκεῖ πειρασμῶν ἐμπεπλῆσθαι καὶ περιστάσεων πάντων ἀνθρώπων ὁ βίος;
Except for this, I know that you strike me with bitter reproaches, not considering my misfortune, nor our friendship, as though I had truly been orphaned of God's help. But now, having looked into your face, I will not lie. Sit down, then, and let there be nothing unjust, and again come together with the righteous man. For there is no injustice in my tongue; or does not my throat meditate understanding? I will speak with boldness, and feeling no shame before you nor preferring you to the truth, I ask you yourselves to sit as judges for me and to cast righteous votes. For I trust that I will say nothing unjust, nor bring forward senseless or foolish words. He says this, challenging them to the examination. Is not the life of man on the earth a trial, and is his life like that of a day-laborer, or like a servant who fears his master and has obtained shade, or like a hired worker awaiting his wage? As though he had already seated them as judges, he begins to advocate for his own words and to show that he is not worthy of blame for longing to change his life. From two causes he reasonably establishes his desire: first, that this transient life is wholly full of dangers; and then, that in addition to the general and universal fears and struggles, he himself has been exceptionally surrounded by incurable calamities. For the time being he exercises the universal wretchedness of life and says: Does it not seem to you that the life of all men has been filled with trials and adversities?
καὶ ὡς πᾶς ἄνθρωπος ἔοικεν αὐθημερινῷ μισθωτῷ, ὃς δι' ὅλης ἡμέρας κάμνει, ἵνα μικρόν τι κομίσηται, ἢ θεράποντι δεδοικότι τὸν ἑαυτοῦ δεσπότην καὶ μόλις ποτὲ μικρᾶς ἀναπαύσεως τυγχάνοντι, ἢ ἁπλῶς μισθωτῷ, εἰ καὶ μὴ αὐθημερινῷ, ἵνα μετὰ τοὺς πολλοὺς καμάτους λάβῃ τινὰ μισθόν; ταῦτα δὲ ἔφη δεικνύς, ὡς πειρασμῶν μὲν καὶ φόβων ἐμπέπλησται ἡμῶν ὁ βίος. εἰ δὲ καί τις εὖ πράττειν δόξει, ὀλίγης τινὸς ἀπολαύσεως τυχὼν τὸν πάντα χρόνον ἐν μόχθοις διάγει. δείξας δέ, ὡς καθόλου μοχθηρὸς ὁ βίος, ἐπὶ τὰ ἰδικῶς ἑαυτῷ συμβεβηκότα μετέρχεται καί φησιν· 7, οὕτως καὶ ἐγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. ἐὰν κοιμηθῶ, λέγω· πότε ἡμέρα; ὡς δ' ἂν ἀναστῶ πάλιν· πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί. φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων. ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. κἀγὼ τοιγαροῦν εἷς γέγονα τῶν τὸν ἀνιαρὸν τοῦτον ἀντλούντων βίον, καὶ πολὺν ἤδη χρόνον ἐν ταλαιπωρίαις ἐξετάζομαι· τοῦτο γὰρ σημαίνει τὸ μῆνας κενούς. εἰ δὲ βούλεσθε τὰ ἴδια μοι συμβεβηκότα μαθεῖν, εἰσὶ ταῦτα· αἱ νύκτες εἰς ἀνάπαυσιν τοῖς ἀνθρώποις ᾠκονομήθησαν, ἐγὼ δὲ παρὰ ταύτας ὀδυνῶμαι καὶ τὸν ἥλιον ἰδεῖν ἐπεύχομαι, εἰ ἴσως ἐν ἡμέρᾳ παραμυθίας τύχω τινός, ἡμέρας δὲ διαλαμψάσης ταῖς ὁμοίαις ὀδύναις βαλλόμενος τὴν ἑσπέραν ποθῶ, καὶ ταύτης
And as every man resembles a day-laborer who toils the whole day in order to receive something small, or a servant who fears his own master and scarcely ever obtains a little rest, or simply a hired laborer, even if not a day-laborer, so that after many labors he may receive some wage? He said these things to show that our life is filled with trials and fears. And if anyone should seem to fare well, having enjoyed a little pleasure, he spends all his time in toils. Having shown that life is altogether wretched, he turns to the things that happened specifically to himself and says: 7, "Thus I also endured empty months, and nights of pains have been given to me. If I lie down, I say, 'When will it be day?' And when I rise again, 'When will it be evening?' And I am filled with pains from evening until morning. And my body is defiled in the rottenness of worms, and I melt clods of earth, scraping away from ichor. And my life is lighter than a runner, and it has perished in empty hope." And so I too have become one of those who draw this grievous life, and for a long time now I have been tested in hardships; for this is what "empty months" means. And if you wish to learn the things that happened specifically to me, they are these: nights were appointed for the rest of men, but I am in pain through them and I pray to see the sun, if perhaps in the day I may obtain some consolation; but when day has shone forth and I am struck by the same pains, I long for evening, and for this
ἐλθούσης ἐπὶ τοῖς ὁμοίοις κατεξετάζομαι μέχρι τῆς ἑτέρας ἡμέρας. καὶ εἴθε μέχρις ὀδυνῶν εἱστήκει τὸ πρᾶγμα· ἀλλ' οἱ σκώληκες τίκτονται μὲν ἐξ ἐμοῦ, τὸ δὲ ἐμὸν καταδαπανῶσι σῶμα, καὶ οὕτω δριμεῖς ἰχῶρας ἐκρέω ὡς, ἐὰν ὀστράκου διαπορήσω, εἶτα ἐθελήσω βώλῳ τούτους ὑποδέξασθαι, αὐτὰς τήκουσι τὰς βώλους τῷ σφοδρῷ τῆς δριμύτητος. τί οὖν ταῦτα μὲν ὑπομένω; μακρὸν δὲ ἐλπίζων διάγειν βίον προσδοκῶ τινα μεταβολήν; ἀλλὰ καὶ οὗτός ἐστιν ὀλίγος, ὅσος ἂν ᾖ, καὶ θᾶττον ὠκυτάτου δρομέως πρὸς τὸ τέρμα ἐπειγομένου παρερχόμενος. πολὺς δὲ ἤδη καὶ παρῴχηκε χρόνος χρηστῆς ἐλπίδος οὐδεμιᾶς ὑποφανείσης. οὕτω δὲ κατασκευάσας τὸν λόγον ἡμῖν ἀφῆκεν ἐννοεῖν, ὡς οὐκ ἐσφαλμένως ἐπόθει τὸν θάνατον μηδὲ μικρᾶς ἀξιούμενος τυχεῖν ἀναπαύσεως. εἶτα ἐάσας τὴν πρὸς τοὺς φίλους διάλεξιν εἰς εὐχὴν διὰ μέσου τρέπεται καί φησιν· 7, μνήσθητι οὖν, ὅτι πνεῦμά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν. ὅμοια καὶ ὁ Δαυὶδ ηὔξατο λέγων· ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. τὸ δὲ πνεῦμά μου ἡ ζωή ἀντὶ τοῦ· ἄνεμος, τὸ μηδέν. τὸ δὲ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν, ἐπειδὴ τὰ παρῳχηκότα οὐκέτι τις δύναται λαβεῖν. οὐκ ἀγνοῶν δὲ τὸ τῆς ἀναστάσεως μυστήριον ταῦτα λέγει, ὡς ἐν τοῖς ἐφεξῆς ἐπιδείξομεν, ἀλλ' ὅτι ὁ ἅπαξ ἀποθανὼν εἰς τοῦτον τὸν βίον ἐπανελθεῖν οὐκέτι δύναται, εἰ καὶ διά τι μυστήριόν τινες ἀνέστησαν. 77 7, οὐ περιβλέψεται ὁ ὀφθαλμὸς ὁρῶντός με, οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκέτι εἰμὶ ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανοῦ.
when it has come upon such things, I am examined until the next day. And would that the matter had stopped at pains alone; but worms are bred from me, and they consume my body, and I discharge such pungent ichor that, if I lack a potsherd and then wish to catch it with a clod, they melt the very clods by the vehemence of their pungency. Why then do I endure these things? And hoping to live a long life, do I expect some change? But even this is brief, however long it be, and passes by more swiftly than the swiftest runner hastening to the finish. And much time has already passed, with no good hope appearing. And having thus constructed his argument, he left us to understand that he did not mistakenly long for death, nor was he deemed worthy to obtain even a little rest. Then, leaving aside his discourse to his friends, he turns in the midst to prayer and says: 7. Remember then, that my life is a breath, and my eye shall no longer return to see good. David likewise prayed, saying: Spare me, that I may be refreshed before I depart and am no more. And "my life is a breath" is instead of: wind, nothing. And "my eye shall no longer return to see good," since one can no longer take hold of things past. He does not say these things in ignorance of the mystery of the resurrection, as we shall show in what follows, but because one who has once died cannot return again to this life, even if some were raised for a certain mystery. 77 7. The eye of him who sees me shall not look about; your eyes are upon me, and I am no more, like a cloud cleared away from heaven.
ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι οὐ μὴ ἀναβῇ, οὐδ' οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδὲ μὴ ἐπιγνῶ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. καὶ οὕτως, φησίν, ταχεῖά τίς ἐστιν ἡ τοῦ βίου τελευτή, ὅτι οἱ σήμερον ὁρῶντές με οὐ πάντως αὔριον βλέπουσιν· ἅμα τε γὰρ θελήσεις, ἀπωλόμηντοῦτο γὰρ σημαίνει τὸ οἱ ὀφθαλμοί σου ἐν ἐμοίκαὶ ἔοικα νέφει διαλυθέντι καὶ τὴν οἰκείαν σύστασιν ἀπολέσαντι. ὁ γὰρ ἅπαξ ἀποθανὼν εἰς τὸν ἴδιον οἶκον οὐχ ὑποστρέψει οὐδὲ τὰ συνήθη πράττων ἐπιγνωσθήσεται· τοῦτο γὰρ σημαίνει τὸ οὐδὲ μὴ ἐπιγνῶ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. 7, ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὢν τοῦ πνεύματός μου, ἀνοίξω πικρίας ψυχῆς μου συνεχόμενος. τοιγαροῦν, φησίν, οὐκ ἐφησυχάσω, ἀλλὰ εὔξομαι καὶ δεηθήσομαι συνεχόμενος. τὰς δὲ παρούσας ἀνάγκας καὶ τὴν καταπικρανθεῖσαν ψυχὴν καὶ τὸ εὐτελὲς τῆς φύσεως εἰς ἱκετηρίαν προβάλλεται. 7, πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν; ἐννόησον, φησίν, ὦ δέσποτα, ὅτι οὔκ εἰμι μέγα τι καὶ ἐξαίσιον τῶν σῶν κτισμάτων, οἷον θάλασσα ἢ κῆτος, ἀλλ' εὐτελὴς καὶ μικρός τις καὶ ἐξασθενῶ τοσαύταις περικλειόμενος συμφοραῖς. ὥσπερ δέ, φησίν, τὴν θάλατταν καὶ τὰ ἐν αὐτῇ κήτη ὁρίοις περιέκλεισας, ἃ οὐχ ὑπερβαίνουσιν, οὕτω με ταῖς συμφοραῖς περιεστοίχισας, ἃς ὑπεξελθεῖν οὐχ εὑρίσκω. εἶτα καὶ εἰς οἰκτιρμοὺς ἐκκαλούμενος τὸν θεὸν ἐπάγει· 7, εἶπα ὅτι· παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου· ἐκφοβεῖς με ἐν ὑπνίοις καὶ ἐν ὁράμασί με καταπλήσσεις.
For if a man goes down to Hades, he shall no more come up, nor shall he return again to his own house, nor shall his place know him any more. And thus, he says, the end of life is swift, because those who see me today do not altogether see me tomorrow; for as soon as you will it, I am destroyed—for this is what your eyes are upon me means—and I am like a cloud that has dissolved and lost its own composition. For he who has once died will not return to his own house, nor will he be recognized doing his customary deeds; for this is what nor shall his place know him any more means. 7, Yet indeed I also will not spare my mouth; I will speak, being in the necessity of my spirit; I will open my mouth, constrained by the bitterness of my soul. Therefore, he says, I will not keep quiet, but I will pray and entreat, being constrained. And he puts forward the present necessities and the embittered soul and the worthlessness of nature for supplication. 7, Am I a sea or a dragon, that you have set a guard over me? Consider, he says, O Master, that I am not some great and extraordinary thing among your creatures, such as a sea or a sea-monster, but worthless and small and weak, hemmed in by so many calamities. And just as, he says, you enclosed the sea and the sea-monsters in it with boundaries, which they do not overstep, so you have surrounded me with calamities, which I find no way to escape. Then, calling God to compassion, he adds: 7, I said that my bed will comfort me, and I will bring forth a word to myself privately on my couch; you terrify me in dreams and overwhelm me in visions.
κατ' αὐτὸν γὰρ τῆς ἀνέσεως τὸν καιρόν, ὅτε προσδοκῶ μικρὸν ἀδολεσχῆσαί μου τοῖς λογισμοῖς καὶ ὕπνου τυχεῖν καὶ ἀναπαύεσθαι, φοβερά μοι τὰ ἐνύπνια ἐφίστανται. συμβαίνει δὲ τοῦτο μάλιστα μὲν καὶ φυσικῶς τοῖς μεθ' ἡμέραν πειραζομένοις, ὥς που καὶ ὁ σοφὸς ἔφησεν Ἐκκλησιαστής· ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμῶν. εἰκὸς δὲ καὶ τὸν διάβολον φάσματά τινα φοβερὰ δεικνύντα ἐκδειματοῦν αὐτὸν καὶ ἐκταράττειν καθ' ὕπνους. ὁ δὲ μακάριος οὗτος οὔπω πληροφορηθείς, ὡς ἐξῃτήθη ὑπὸ τοῦ διαβόλου, οἴεται τὸν θεὸν καὶ ταῦτα καὶ τὰς βασάνους ἐπιφέρειν αὐτῷ. 7, ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου. οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. ἱκετεύω τοίνυν, λαβέ μου τὴν ψυχὴν καὶ ἀπάλλαξόν με τῆς ὀδύνης διὰ τοῦ θανάτου· οὐ γὰρ αἰώνιόν μέ τινα κατεσκεύασας, ἵνα νῦν μὲν ἐνέγκω τὰς ἀλγηδόνας, τὸν
ὕστερον δὲ χρόνον ἐν ἀναπαύσει ζήσωμαι. οὐδὲν οὖν αἰτῶ παρὰ τὸ σὸν δόγμα, δέσποτα, θνητόν με ἔπλασας καὶ οὐκ ἀθάνατον· ἐπάγαγέ μοι τὸν θάνατον. τὸ ὅμοιον καὶ Μωσῆς ἱκέτευε λέγων· εἰ οὕτω μοι μέλλεις ποιεῖν, ἀπόκτεινόν με. 7, ἀπόστα ἀπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. κενός μου ὁ βίος ἀντὶ τοῦ· ἐκλείπω, οὐκέτι ἔχω ἰσχύν. τὰ ὅμοια καὶ Δαυὶδ ηὔχετο· ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου, ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. 7, τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτόν, ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωὶ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
For at that very time of relaxation, when I expect to converse a little with my thoughts and to obtain sleep and rest, fearful dreams set upon me. And this happens especially, even by nature, to those who are tried during the day, as the wise Ecclesiastes somewhere said: that a dream comes in the multitude of troubles. It is likely also that the devil, showing certain fearful apparitions, terrifies him and disturbs him in sleep. But this blessed man, not yet fully assured that he was demanded by the devil, thinks that God is bringing both these things and the torments upon him. 7. You shall remove my soul from the spirit, and my bones from death. For I shall not live forever, that I may be long-suffering. I beseech you, therefore, take my soul and release me from pain through death; for you did not make me to be eternal, so that now I might endure the pains, and in the time afterward live in rest. I ask nothing, then, contrary to your decree, Master: you formed me mortal and not immortal; bring death upon me. Moses made the same supplication, saying: If you are going to do thus to me, kill me. 7. Depart from me, for my life is empty. My life is empty, instead of: I fail, I no longer have strength. David also prayed the same things: Remove your scourges from me, for by the strength of your hand I have failed. 7. For what is man, that you have magnified him, or that you set your mind upon him or make visitation of him until the morning and judge him into rest?
τὸ τῆς τοῦ ἀνθρώπου φύσεως εὐτελὲς καὶ τοῦ θεοῦ περὶ αὐτὸν τὴν κηδεμονίαν εἰς ἱκεσίαν προβάλλεται. τί γάρ ἐστιν ἄνθρωπος, φησίν, εἰς ἰδίαν φύσιν; οὐδέν. σὺ δὲ διὰ πλῆθος φιλανθρωπίας οὕτως αὐτὸν ἐμεγάλυνας, ὅτι καὶ προσέχειν ἀξιοῖς αὐτῷ καὶ ἐπισκέπτῃ τὰ κατ' αὐτὸν μετὰ σπουδῆς καθ' ἡμέραν· τοῦτο γὰρ σημαίνει τὸ πρωί. πλὴν ἐπειδὴ κρίμα καὶ δόγμα σόν ἐστι τὸ διαναπαύειν αὐτόν, τουτέστι τὸ παρασκευάζειν ἡμᾶς τελευτᾶν, μὴ μακρύνῃς μοι τὰς ἀλγηδόνας. διὸ καὶ ἐπάγει· 7, ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προίῃ με ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ; εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι πρᾶξαι; οὐκ ἀποδυσπετῶν ταῦτα λέγει, ἀλλ' ἱκετεύων μαθεῖν, μέχρι τίνος αὐτῷ τὰ τῶν ὀδυνῶν παρατείνεται, ἆρα μέχρις οὗ μηδὲ πτῦσαι μηδὲ φθέγξασθαί τι δυνηθείῃ; παραπλήσια καὶ Δαυὶδ ἔλεγεν· ἕως πότε, ὁ θεός, ὀργισθήσῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου, μνήσθητι, τίς μου ἡ ὑπόστασις. καὶ γὰρ κἀκεῖνος οὐ μεμφόμενος, ἀλλ' ἱκετεύων ἔλεγε καὶ τὸ τῆς φύσεως ἀσθενὲς εἰς ἱκετηρίαν προυβάλλετο. εἶτα καὶ μειζόνως ἐκμειλισσόμενος τὸν θεόν φησιν· εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι πρᾶξαι; ἀντὶ τοῦ· εἰ δὲ καὶ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; μάλιστα μὲν γὰρ οὐδὲ ἡ ἐμὴ ἁμαρτία εἰς σὲ ἀνατρέχει. τί δὲ καὶ ἔχω πρᾶξαι, εἰ μὴ εἰς τοὺς σοὺς οἰκτιρμοὺς καταφεύγειν; 7, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διὰ τί ἔθου με κατεντευκτήν σου; εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον.
The cheapness of human nature and God's care for it are put forward as a plea. For what is man, he says, in his own nature? Nothing. But you, through the abundance of your love for humanity, have so magnified him that you even deem him worthy of your attention and daily with zeal visit his affairs; for this is what "in the morning" signifies. Yet since it is your judgment and decree to give him rest—that is, to prepare us to die—do not prolong my pains. Therefore he adds: 7, How long will you not permit me nor let me go until I swallow my spittle in pain? If I have sinned, what can I do to you? He says this not in vexation, but entreating to learn until when the pains are extended for him—is it until he can neither spit nor utter a word? David said similar things: How long, O God, will you be angry to the end? Your wrath will be kindled like fire; remember what my substance is. For he too spoke not in reproach but in entreaty, and put forward the weakness of nature as a supplication. Then, softening God still more, he says: If I have sinned, what can I do to you?—instead of: even if I have sinned, what can I do to you? For indeed my sin does not even reach up to you. And what do I have to do, except to flee to your mercies? 7, You who know the mind of men, why have you set me as a plaintiff against you? And I am a burden upon you.
ἀλλὰ καὶ οἶσθα, φησίν, δέσποτα, οἷα ταῖς ἐννοίαις ἐμβατεύων, ὡς πολλοὶ πολλάκις εἰς ἐμὲ τὸν σὸν ὁρῶντες θεράποντα ταῦτα ὑπομένοντα καὶ παρορώμενον βλασφημοῦσι τὸ σὸν ὄνομα· καί εἰμί σου τρόπον τινὰ φορτίον, βάρους ῥημάτων καὶ βλασφημίας αἴτιος γινόμενος. κατεντευκτὴν οὖν αἴτιον καταβοήσεώς φησιν. 7, καὶ διὰ τὶ οὐκ ἐποιήσω λήθην τῆς ἀνομίας μου καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; καὶ ταῦτα πλήρης ἱκεσίας τὰ ῥήματα. τὸ γὰρ διὰ τί, ὡς πολλάκις δέδεικται, ἱκετευτικῶς κεῖται ἢ καὶ ποθοῦντος τὴν αἰτίαν μαθεῖν τῶν ἐτασμῶν. ὁ δὲ νοῦς οὗτος· οὐκ εἶ, φησίν, φιλάνθρωπος, οὐχ ἱκανὸς συγχωρεῖν ἁμαρτίας καὶ καθαρὸν δεικνύναι διὰ πλῆθος οἰκτιρμῶν τὸν ἁμαρτήσαντα; διὰ τί μὴ κἀγὼ τῆς σῆς χρηστότητος ἀπολαύω; 7, νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί. καὶ τὸ ὀλιγοχρόνιον τῆς ζωῆς ἔπλεξε τῇ ἱκετηρίᾳ πανταχόθεν εἰς οἶκτον τὸν θεὸν ἐκκαλούμενος. τὸ δὲ ὀρθρίζων οὐκέτι εἰμί τοιοῦτον ὑποβάλλει νοῦν· οὐ γάρ ἐστιν, φησίν, ὥσπερ ὕπνος ὁ θάνατος· μετὰ γὰρ τὸν ὕπνον οἱ ἄνθρωποι ὀρθρίζοντες πάλιν ἐν τῷ βίῳ τυγχάνουσιν, ὁ δὲ ἀποθανὼν οὔτε ὄρθρον προσδοκᾷ οὔτε μετὰ ἀνθρώπων διατριβήν. ταῦτα δὲ εἶπεν ὁ Ἰὼβ οὐδὲν μὲν ἑαυτῷ συνειδὼς ἁμάρτημα, κατὰ δὲ συγχώρησιν λέγων ὅτι· εἰ καὶ ἥμαρτον, μετὰ πάντων ὀφείλω τῆς τοῦ θεοῦ φιλανθρωπίας ἀπολαῦσαι. δέδεικται τοίνυν διὰ πάντων ἡ εὐσεβὴς καὶ φιλόθεος καὶ δικαία καὶ ἄμεμπτος τοῦ Ἰὼβ γνώμη, εἰ καὶ ἀσαφέστερον τῇ ἀπαγγελίᾳ τῶν λόγων ἐχρήσατο. ΚΕΦΑΛΑΙΟΝ ΕΚΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· μέχρι τίνος λαλήσεις ταῦτα;
But you know, he says, Master, since you enter into our thoughts, how many often, looking at me your servant enduring these things and being overlooked, blaspheme your name; and I am in a certain way a burden of yours, becoming the cause of weighty words and blasphemy. He calls him, then, an accuser, the cause of outcry. 7, And why did you not make forgetfulness of my lawlessness and cleansing of my sin? And these words are full of supplication. For "why," as has often been shown, is placed suppliantly, or else as one desiring to learn the cause of the scrutinies. And the sense is this: Are you not, he says, loving to humanity, not able to forgive sins and to show the sinner clean through the abundance of your mercies? Why do I not also enjoy your goodness? 7, But now I shall go to the earth, and rising at dawn I am no more. And he wove the brevity of life into his supplication, calling God to pity from every side. And "rising at dawn I am no more" suggests this sense: death, he says, is not like sleep; for after sleep men, rising at dawn, are again in life, but the one who has died neither expects dawn nor converse with men. But Job said these things, conscious of no sin in himself, but speaking by way of concession: even if I have sinned, I ought with all to enjoy God's love for humanity. It has been shown, then, through all things that Job's disposition was pious and God-loving and just and blameless, even if he used a rather obscure declaration of words. SIXTH CHAPTER. The beginning of the passage: And Baldad the Sauchite answered and said: Until when will you speak these things?
πνεῦμα πολυρρῆμον τοῦ στόματός σου. Προθεωρία τοῦ κεφαλαίου εἰς ἀντιλογίαν τῶν νῦν εἰρημένων ὑπὸ τοῦ Ἰὼβ καθιστάμενος ὁ Βαλδὰδ μέμφεται μὲν αὐτὸν ὡς πολυρρήμονα, εἰς τοὺς αὐτοὺς δὲ τῷ Ἐλιφὰζ καὶ αὐτὸς ἐξεκυλίσθη λόγους ταῖς ἁμαρτίαις τὰς κακώσεις ἀκολουθεῖν ὑπολαμβάνων. ἐπεὶ δὲ ᾔδει ἀντιπῖπτον αὐτῷ, ὅτι εἰ καὶ Ἰὼβ ἥμαρτεν, διὰ τί οἱ παῖδες ἐτιμωρήθησαν, προκαταλαμβάνει καί φησιν, ὅτι καὶ αὐτοὶ δι' ἁμαρτίας πεπόνθασιν·
καὶ παραινεῖ μὲν τῷ δικαίῳ θεὸν ἱκετεύειν, πειρᾶται δὲ διὰ φυσικῶν παραδειγμάτων αὐτὸν πείθειν, ὡς δι' ἁμαρτίας πάντως αἱ κολάσεις ἐπιφέρονται. πέπονθε δὲ καὶ αὐτὸς τὴν ὁμοίαν πλάνην τῷ Ἐλιφάζ, τὴν ὑπὲρ θεοῦ δῆθεν καὶ αὐτὸς συνηγορίαν ἀναδεξάμενος. ἢ οὖν διὰ τοῦτο τῶν παίδων ἐμνήσθη, ἢ ὡς μηδὲν ἔχων φανερὸν ἁμάρτημα λέγειν κατὰ τοῦ Ἰὼβ ἐπὶ τοὺς παῖδας τὴν αἰτίαν μετήγαγεν· πλὴν οὐδὲ αὐτὸν ἀθῷον ἀφῆκεν πειρώμενος δεικνύναι, μὴ τοῖς εὐσεβέσιν ἀλλὰ τοῖς ἀδίκοις τὰς κολάσεις ἀκολουθεῖν. Αἱ λέξεισ 8, μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρρῆμον τοῦ στόματός σου. μὴ ὁ κύριος ἀδικήσει κρίνων, ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; ὡς φλυαρήσαντα μέμφεται τὸν Ἰὼβ καὶ οἴεται αὐτὸν ἐπιστομίζειν ἐκ τῆς τοῦ θεοῦ δικαιοκρισίας. οὐδὲ γὰρ ὁ τὰ πάντα, φησίν, ποιήσας εὐκόσμως καὶ ἐναρμονίως ἐπὶ σοῦ μόνου τὴν τοῦ δικαίου διετάραξεν ἰσότητα. ἠρέμα οὖν αὐτὸν πλήττει ὡς κατὰ τὸ δίκαιον καὶ δι' ἁμαρτίας ὑπομένοντα. 8, εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν. εἰ γὰρ τὰ τέκνα σου, φησίν, ἥμαρτον, οὐ δικαίως ἐτιμωρήθησαν;
A spirit of many words from your mouth. In the preface to this chapter, set up as a contradiction of what Job has just said, Bildad censures him as wordy, and he himself has been carried away into the same arguments as Eliphaz, supposing that afflictions follow upon sins. But since he knew that this was an objection against him—that even if Job sinned, why were his children punished?—he anticipates it and says that they too suffered because of sin. And he urges the righteous man to supplicate God, and he tries to persuade him by natural examples that punishments are brought on altogether because of sin. And he himself has suffered the same error as Eliphaz, having himself undertaken the advocacy, as it were, on God's behalf. Either, then, he mentioned the children for this reason, or, having no manifest sin to allege against Job, he transferred the blame to the children; except that he did not leave even him guiltless, trying to show that punishments follow not the pious but the unjust. The words: How long will you speak these things? A spirit of many words from your mouth. Will the Lord do wrong when he judges, or will he who made all things disturb what is just? He censures Job as having babbled and thinks to silence him from God's righteous judgment. For he who made all things, he says, in good order and harmony did not disturb the equality of justice on your account alone. So he strikes him gently, as one who suffers in accordance with justice and because of sin. If your sons sinned against him, he sent them into the hand of their lawlessness. For if your children, he says, sinned, were they not justly punished?
τὸ δὲ ἐναντίον αὐτοῦ διὰ τὸ μηδὲν λανθάνειν τὸν θεὸν εἶπεν. ἐν χειρὶ δέ· ἐν τῇ πράξει, ἵνα εἴπῃ, ὅτι κατὰ τὰς ἑαυτῶν πράξεις ἀπέλαβον. 8, σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος. εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ὑπακούσεταί σου. ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης· ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα. συμβουλεύω σοι τοίνυν, φησίν, δέεσθαι τοῦ θεοῦ μετὰ σπουδῆς, παντὸς προτιμοτέραν τὴν ἱκεσίαν ποιούμενον· τὸ γὰρ ὄρθριζε τοῦτο δηλοῖ. καὶ εἰ ὄντως ἀληθινὸς εἶ καὶ οὐκ ἐπίπλαστος, ἀποκαταστήσει σοι βίον καὶ διαγωγὴν πρέπουσαν δικαίῳ, ἵνα οὕτως εὖ πράξῃς, ὡς ὀλίγα σου νομισθῆναι τὰ πρότερον ἀγαθά. κατανόει δέ, ὡς οἴεται ὁ Βαλδὰδ ἐν μέρει εὐλογίας κεῖσθαι τοῖς δικαίοις τῶν ἐν τῷδε τῷ βίῳ ἀγαθῶν τὴν ἀπόλαυσιν. 84 8, ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων· χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν· σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς. ζήτησον γάρ, φησίν, τὰ παλαιότερα καὶ ἀνερεύνησον τὰ ἐπὶ τῶν πατέρων· ἡμεῖς γὰρ χθὲς καὶ πρώην γεγόναμεν, καὶ ὅλος ἡμῶν ὁ βίος ὡς σκιὰ παρατρέχει, καὶ διὰ τὸ τοῦ βίου ὀλιγοχρόνιον οὐδὲ τὰ πολλὰ γνῶναι δυνάμεθα. 8, ἦ οὐχ οὗτοί σε διδάξουσι καὶ ἀναγγελοῦσι καὶ ἐκ καρδίας ἐξάξουσι ῥήματα; οἱ πατέρες, φησίν, σὲ διδάξουσι καὶ δι' ὧν ἔπραξαν καὶ δι' ὧν ἐλάλησαν. τί δὲ λέγει, ὅτι διδάξουσί σε οἱ πατέρες; εὔδηλον, ὅτι διὰ τὰς ἁμαρτίας αἱ τιμωρίαι, καὶ ὅτι οὐ δυνατὸν εὐθηνίαν ἀδίκων κρατύνεσθαι. 8, μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου;
He said the opposite of this because nothing escapes God's notice. In the hand—that is, in action—so as to say that they received back according to their own deeds. But you, rise early to the Lord Almighty in supplication. If you are pure and true, your petition will be heard. He will restore to you a manner of life of righteousness; then your first things will be few, but your last things beyond telling. I advise you, then, he says, to entreat God with earnestness, making supplication more precious than everything; for this is what "rise early" means. And if you are truly genuine and not counterfeit, he will restore to you a life and conduct befitting a righteous man, so that you may fare well, such that your former good things are reckoned few. Consider, however, that Bildad supposes the enjoyment of the good things of this life to lie, in part, as a blessing for the righteous. For inquire of the first generation, and search out according to the family of the fathers; for we are of yesterday and know nothing, for our life on earth is a shadow. Seek, he says, the older things and search out what pertains to the fathers; for we came into being yesterday and the day before, and our whole life passes by like a shadow, and because of life's brevity we cannot know even many things. Will not these teach you and announce to you and bring forth words from the heart? The fathers, he says, will teach you both by what they did and by what they spoke. But what does he mean, that the fathers will teach you? It is evident: that punishments come because of sins, and that the prosperity of the unjust cannot endure. Will a papyrus flourish without water, or will a rush be lifted up without drink?
ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη ξηρανθήσεται. ὥσπερ, φησίν, οὐκ ἐνδέχεται πάπυρον ἢ βούτομον αὔξεσθαι ἢ θερίζεσθαι τῆς τοῦ ὕδατος ἰκμάδος μὴ ἀπολαύσαντα, ἀλλὰ καὶ πᾶσα βοτάνη μὴ ἀρδευομένη ξηραίνεται, οὕτως ἄνευ εὐσεβείας ἀμήχανον ἀνθρώπῳ εὐθηνίαν διαμεῖναι. διὸ καὶ ἐπάγει· 85 8, οὕτω τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται. ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή. τὸν αὐτὸν τοιγαροῦν τρόπον οὐ μέχρι τέλους ἡ τῶν ἀσεβῶν εὐημερία διαμένει, ἀλλὰ δίκην ἀράχνης διαλύεται πάσης αὐτοῦ τῆς εὐπραγίας ἀφανιζομένης. ἴχνη δὲ τὰς πορείας, τὰς ὁδούς φησιν, ἵνα εἴπη, ὅτι πανέστιος ἀπόλλυται· τοῦτο γὰρ σημαίνει τὸ ἀοίκητος αὐτοῦ ὁ οἶκος. 8, ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ. ἐὰν γὰρ ὡς οἷόν τε ἀσφαλῶς δόξῃ πράττειν καὶ ἑδραίως τὰ καθ' ἑαυτὸν διατίθεσθαι, ἐπιλάβηται δὲ αὐτοῦ ὁ θεόςἀντὶ τοῦ· πληκτικῶς αὐτοῦ περιδράξηται, οὐ μὴ ὑπομείνῃ. 8, ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται. ὡς γὰρ πάπυρος, φησίν, καὶ βούτομον, κἂν ἰκμάδα ἔχωσιν ὕδατος, ἡλιακοῦ καύσωνος ἐπιπεσόντος ἀποξηραίνονται καὶ αἱ παραφυάδες αὐτῶν σήπονταιτοῦτο γάρ φησι τὸ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται, οὕτω
While it is still on its root and shall not be reaped, before it drinks, every plant shall be dried up. As, he says, it is not possible for the papyrus or the bulrush to grow or be reaped without enjoying the moisture of water, but every plant that is not watered is dried up, so without piety it is impossible for prosperity to remain for a man. Therefore he adds: 8, So then shall be the last things of all who forget the Lord; for the hope of the impious shall perish. For his house shall be uninhabited, and his tent shall become a spider's web. In the same manner, then, the prosperity of the impious does not remain until the end, but is dissolved like a spider's web, all his well-doing being made to vanish. And "traces" he calls the journeys, the paths, so as to say that he perishes with his whole household; for this is what "his house shall be uninhabited" signifies. 8, If he shall prop it up, his house shall not stand; and when he has laid hold of it, it shall not endure. For if he seems to act as securely as possible and to arrange his affairs firmly, but God lays hold of him—instead of: grasps him with a blow—it shall not endure. 8, For it is moist under the sun, and from its rottenness its branch shall come forth. For as, he says, the papyrus and the bulrush, even if they have the moisture of water, when the sun's heat falls upon them are dried up and their offshoots rot—for this is what he says, "from its rottenness its branch shall come forth"—so
καὶ οἱ ἀσεβεῖς πάσχουσι τῆς θείας ὀργῆς ἐπιπεσούσης. ἔοικε δὲ διὰ τῶν ῥαδάμνων, οἳ σημαίνουσι τὰς παραφυάδας ἢ κλάδους ἢ ἄνθη, τὴν ἀπώλειαν τῶν παίδων τοῦ Ἰὼβ αἰνίττεσθαι. 86 8, ἐπὶ συναγωγῇ λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται. ἐὰν δὲ καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν. ἐοίκασι γάρ, φησίν, οἱ ἀσεβεῖς τοῖς ἐν γῇ φυτευθεῖσι μὴ ἐχούσῃ βάθος, ἀλλὰ λιθώδει καὶ σκληρᾷ τυγχανούσῃ. ἢ γὰρ οὐδὲ ὅλως ῥιζοῦνται, ἢ, κἂν ῥιζωθῶσιν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς ξηραίνονται, ὡς μηδὲ φαίνεσθαι ἔτι ἐν τῷ τόπῳ. τὸ γὰρ ἐὰν καταπίῃ ἀντὶ τοῦ· ἐὰν ῥιζωθῇ, τὸ δὲ ὁ τόπος ψεύσεται αὐτὸν ἀντὶ τοῦ· ἀφανῆς γίνεται καὶ ἀνεπίγνωστος ὑπὸ τῆς συμφορᾶς. καλῶς δὲ ἔοικε λίθων καὶ χαλίκων μεμνῆσθαι. οἱ γὰρ ἀσεβεῖς ἐπὶ τῇ τῶν φαύλων τραχύτητι καὶ ἀνωμαλίᾳ ἐπαναπαύονται· κἂν δόξωσί τινα δέχεσθαι θεοσεβείας λόγον, εὐθέως ἐμοῦσιν αὐτὸν διὰ τὸ μὴ ἔχειν εὔγειον καὶ καρποφόρον ψυχήν. 8, οὐχ ἑώρακας τοιαῦτα, ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη; ταῦτα, φησίν, καὶ ἐκ τῶν ἑτέροις συμβεβηκότων ὀφείλεις θεωρῆσαι. 8, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον. ὥσπερ δέ, φησίν, τοὺς ἐν εὐημερίᾳ ἀσεβεῖς ὁ θεὸς ἐξαφανίζει, οὕτω καὶ τοὺς ἀκάκους, ἐὰν ἔν τινι δυσπραγίᾳ γένωνται, παρασκευάζει ἀναβλαστῆσαι καὶ ἐν εὐθηνίᾳ καθίστησιν. οὐ γὰρ εἰς τέλος ὁ ἄκακος περιορᾶται, οὐδὲ ὁ ἀσεβὴς εἰς τέλος εὐθηνεῖται. ἐπιμείνας δὲ τῇ τροπῇ τῶν βοτανῶν τὸ ἀναβλαστήσει τέθεικεν. 87 8, πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται· ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἀγαλλιάσεως.
And the impious suffer when the divine wrath falls upon them. And through the "radamnoi"—which signify the shoots or branches or flowers—he seems to hint at the destruction of Job's children. 86 8, He sleeps upon a gathering of stones, and in the midst of pebbles he shall live. But if he swallows it, the place shall prove false to him. For the impious, he says, are like those planted in earth that has no depth, but happens to be stony and hard. For either they do not take root at all, or, even if they take root, because they have no depth of earth they are dried up, so as no longer even to appear in the place. For "if he swallows it" is instead of "if he takes root," and "the place shall prove false to him" is instead of "he becomes invisible and unrecognizable by reason of the calamity." And rightly does he seem to have mentioned stones and pebbles. For the impious rest upon the roughness and unevenness of worthless things; and even if they seem to receive some account of piety, they immediately spit it out because they do not have a soul of good soil and fruitful. 8, Have you not seen such things, that the overthrow of the impious is such? These things, he says, you ought also to observe from what has happened to others. 8, And from the earth another shall spring up; for the Lord will certainly not reject the innocent. And just as, he says, God makes the impious who are in prosperity vanish, so also the innocent, if they come into some adversity, he prepares to spring up and establishes them in abundance. For the innocent is not overlooked to the end, nor does the impious prosper to the end. And having dwelt on the turning of the plants, he has set down "shall spring up." 87 8, But every gift of the impious he will not receive; but the mouth of the truthful he will fill with laughter, and their lips with exultation.
οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται. καὶ τὰ μὲν δῶρα τῶν ἀσεβῶν οὐ δεκτὰ παρὰ τῷ θεῷ, τοὺς δὲ ἀληθινοὺς χαρᾶς ἐμπλήσει, ὡς εὐθηνουμένους ἀγαλλιᾶσθαι καὶ δοξάζειν τὸν θεόν. καὶ οἱ μὲν τῶν δικαίων ἐχθροὶ αἰσχύνην ὀφλήσουσι, τῶν δὲ ἀσεβῶν πᾶσα διαγωγὴ ἀνατραπήσεται. δι' ὅλων δὲ καὶ οὗτος δεῖξαι ἐπειράθη, ὡς ἡ μεταβολὴ τῷ Ἰὼβ διὰ ἀσέβειαν γέγονεν. ΚΕΦΑΛΑΙΟΝ ΕΒΔΟΜΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ; Προθεωρία τοῦ κεφαλαίου τοῦ Βαλδὰδ εἰρηκότος· μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον, συντρέχει καὶ ὁ Ἰὼβ τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ φάσκων· ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. ἀποφηνάμενος δὲ μετὰ πολλῆς τῆς πληροφορίας δίκαιον τὸν θεόν φησιν, ὅτι καὶ σοφός ἐστι καὶ δυνατὸς καὶ μέγας, καὶ χαλεπὸν πάντῃ πρὸς θεὸν ἀντιτείνειν. εἶτα κατασκευάζει διὰ πλειόνων τοῦ θεοῦ τὸ δυνατὸν καὶ ἀκατάληπτον καί φησιν, ὅτι οὐδεὶς δίκαιος παρὰ τῷ θεῷ, εἰ μὴ κατὰ χάριν, καὶ ὅτι οὐδὲν μὲν σύνοιδεν ἑαυτῷ, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωται. εἶτα τοῦ βίου τὸ ὀλιγοχρόνιον εἰς ἱκεσίαν προβάλλεται καί φησιν ὅτι· εἰ ὡς ἀσεβὴς κολάζομαι, ἄμεινόν μοι ἦν τὸ ἀποθανεῖν. ὑπὸ δὲ τῆς πολλῆς περὶ θεὸν ἀγάπης τὸν ἐμπαθῆ φόβον ὑπερβάς, ἐπειδὴ μὴ πείθει τοὺς φίλους, ὅτι οὐ δι' ἁμαρτίας κολάζεται, πρὸς τὸν ἀδέκαστον θεὸν ἡδέως τὴν ἑαυτοῦ λέγει δίκην, σφόδρα θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ, εἰδὼς ὅτι οὐκ ἀνέξεται κύριος ἄδικόν τι φθέγξασθαι.
But their enemies will put on shame, and the way of life of the impious will not stand. And the gifts of the impious are not acceptable to God, but he will fill the true with joy, so that, prospering, they rejoice and glorify God. And the enemies of the righteous will incur shame, and every course of life of the impious will be overturned. And through all this he also tried to show that the change came upon Job because of impiety. CHAPTER SEVEN. The beginning of the passage: And Job, taking up the discourse, says: In truth I know that it is so. For how shall a mortal be righteous before the Lord? Preliminary exposition of the chapter, since Bildad had said: Will the Lord do injustice in judging, or will he who made all things disturb the right? Job also concurs with God's righteous judgment, saying: In truth I know that it is so. And having declared with great assurance that God is righteous, he says that he is also wise and powerful and great, and that it is altogether hard to strive against God. Then he establishes through many examples the power and incomprehensibility of God, and says that no one is righteous before God except by grace, and that he is conscious of nothing in himself, yet he is not justified in this. Then he sets before him the brevity of life as a plea, and says: If I am punished as an impious man, it would have been better for me to die. But surpassing passionate fear by his great love for God, since he does not persuade his friends that he is punished not because of sin, he gladly states his case before the impartial God, greatly confident in God's righteous judgment, knowing that the Lord will not endure that anything unjust be spoken.
ταῦτα οὖν οὐ τραχυνομένου τυγχάνουσι τὰ ῥήματα, ἀλλ' ὡς υἱοῦ πρὸς πατέρα παρρησιαζομένου καὶ μονονουχὶ λέγοντος· ἡδέως σοι, ὦ πάτερ, δικάζομαι· οἶδα γάρ, ὅτι ψεύσασθαι οὐκ ἀνέχῃ. ὁ δὲ ταῦτα λέγων ὑπερβαλλόντως τιμᾷ τὸν θεὸν ὡς δίκαιον καὶ ἀληθῆ καὶ ἀπροσωπόληπτον. ἐκ τοιαύτης οὖν διαθέσεως τὴν πρὸς θεὸν αἰτεῖ διαδικασίαν, καὶ πάλιν, ἐπειδὴ ὅλως ἐτόλμησεν λαλῆσαι, σύγγνωθι, φησίν, δέσποτα· αἱ γὰρ περιστᾶσαι ὀδῦναι καὶ ὅλως φθέγξασθαί με παρεσκεύασαν. καὶ πάλιν τὸ φιλάνθρωπον τοῦ θεοῦ καὶ ἀμνησίκακον καὶ μεγαλόδωρον προίσχεται καὶ ἱκετεύει ὡς ποιητὴν φείσασθαι τοῦ ποιήματος· καὶ τὸ δυνατὸν τοῦ θεοῦ παρίστησι καὶ αἰτεῖ τινος ἀναψύξεως τυχεῖν πρὸ τελευτῆς, οὐχ οὕτως, οἶμαι, διὰ τὸ τῶν βασάνων ἀπαλλαγῆναι, ὡς ἵνα πληροφορηθῇ ζῶν, ὅτι οὐκ ὀργίζεται αὐτῷ ὁ θεὸς οὐδὲ ἀπορρίπτει αὐτὸν εἰς σκότος ἐκ τοῦ φωτεινοτάτου ἑαυτοῦ προσώπου. Αἱ λέξεισ 9, ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. οἶδα, φησι,
κἀγώ, ὅτι οὐκ ἄδικος ὁ θεός, ἀλλὰ καὶ κολάζων τοὺς ἀσεβεῖς κατὰ τὸν τοῦ δικαίου κολάζει λόγον. δεικνὺς δέ, ὅτι τοῦτο τὸ δόγμα παρ' ἑαυτῷ πάγιον ἔχει, οἱονεὶ μεθ' ὅρκου πιστοῦται τὸν λόγον φήσας· ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. οὕτω δὲ προοιμιάσατο τοὺς ἐφεξῆς ἑαυτοῦ λόγους προασφαλιζόμενος, ἵνα ὅταν λέγῃ· ἡδέως κρίνομαι πρὸς θεόν, μή τις ὑπολάβῃ, ὅτι ὡς ἄδικα πάσχων τοῦτό φησιν, ἀλλ' ὅτι θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ τῇ ἑαυτοῦ δικαιοσύνῃ καὶ τῇ περὶ θεὸν ἀγάπῃ τοὺς λόγους προφέρει. ὅτι μὲν οὖν οὐδὲν ἑαυτῷ σύνοιδεν ἁμάρτημα, πρόδηλον ἐκ τῶν ἑαυ τοῦ λόγων·
These words, then, are not spoken by one who is provoked, but as a son speaking freely to a father, and all but saying: Gladly, Father, do I enter into judgment with you; for I know that you cannot endure to lie. And the one who says these things honors God exceedingly as just and true and impartial. From such a disposition, then, he asks for a judicial contest with God, and again, since he has altogether dared to speak, he says: Forgive, Master; for the pains that surrounded me prepared me even to utter a sound. And again he sets forth the philanthropy of God and his forgetfulness of evil and his great generosity, and he implores him as Maker to spare the workmanship; and he sets forth the power of God and asks to obtain some refreshment before death—not, I think, so much for the sake of being released from torments, as in order that, while living, he might be fully assured that God is not angry with him nor casts him out into darkness from his most radiant face. The words "I know in truth that it is so." He says: I also know that God is not unjust, but even when he punishes the impious, he punishes according to the principle of justice. And showing that he holds this doctrine firmly in himself, he confirms his word as it were with an oath, saying: I know in truth that it is so. And thus he made this preface, securing beforehand his subsequent words, so that when he says, "I gladly enter into judgment with God," no one might suppose that he says this as one suffering unjustly, but that he brings forth these words confident in God's righteous judgment and in his own righteousness and in his love toward God. That, then, he is conscious of no sin in himself is evident from his own words.
ἐπιστάμενος δέ, ὡς πρὸς τὴν θείαν ἀκρίβειαν οὐδείς ἐστιν ἀναμάρτητος, ἐπιφέρει καί φησιν· 9, πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ; ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτοῦ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. σοφὸς γάρ ἐστι διανοίᾳ κραταιός τε καὶ μέγας. ἀλλὰ καὶ τοῦτο οἶδα, φησίν, ὅτι οὐδεὶς πρὸς τὴν θείαν ἀκρίβειαν δίκαιος, εἰ μὴ γὰρ μόνον κατὰ χάριν ἐθελήσῃ δικαιῶσαι· εἰ δὲ μή, οὐκ ἔστι πρὸς αὐτὸν διᾶραι. ἐὰν γὰρ ἐθελήσῃ ὁ θεὸς κρίνεσθαι μετὰ ἀνθρώπου, ἀμηχανεῖ ὁ ἄνθρωπος ὅλως ὑπακοῦσαι καὶ διᾶραι τὸ στόμα. οὐ γὰρ δύναται χιλίους λόγους λέγοντος τοῦ θεοῦ πρὸς ἕνα γοῦν καὶ μόνον ἀντειπεῖν, ὅτι κακῶς ἐρρέθη. τὴν γὰρ αὐτοσοφίαν ἀμήχανον μὴ πάντα εἰδέναι καὶ τὰ ἡμᾶς διαλανθάνοντα, ἀμήχανον δὲ καὶ ἄσοφόν τι λαλῆσαι ἢ ἐπιλήψιμον. μετὰ δὲ τοῦ σοφοῦ ἔχει καὶ τὸ παντοδύναμον καὶ τὸ τῆς φύσεως μεγαλεῖον. πάλιν δὲ σημειωτέον, ὡς ταῦτα προεῖπεν ὁ δίκαιος μονονουχὶ λέγων τὸ τοῦ μακαρίου Δαυίδ· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, ἵνα, ἐὰν ἀκούσωμεν αὐτοῦ βουλομένου κρίνεσθαι πρὸς θεόν, μὴ ὑπολάβωμεν, ὅτι φησίν·
Knowing that, by divine exactness, no one is without sin, he adds and says: 9. For how shall a mortal be just before the Lord? For if he wishes to be judged with him, he will not obey him, so as not to contradict one word of his out of a thousand. For he is wise in understanding, mighty and great. But this too I know, he says, that no one is just by divine exactness, unless he wishes to justify him by grace alone; but if not, it is not possible to open the mouth against him. For if God wishes to be judged with a man, the man will be at a loss altogether to obey and to open his mouth. For he cannot, when God speaks a thousand words, contradict even one single word, saying that it was spoken badly. For it is impossible for the very Wisdom not to know all things, even the things that escape us, and it is impossible for it to say anything foolish or blameworthy. And with the wise it has also the almighty and the greatness of nature. Again it must be noted that the just man foretold these things, all but saying the words of the blessed David: And do not enter into judgment with your servant, for no one living shall be justified before you, so that, if we hear him wishing to be judged with God, we may not suppose that he says:
ἄδικα πάσχω καὶ δύναμαι κρινόμενος πρὸς θεὸν ἀπελέγξαι αὐτὸν οὐ δίκαια ποιοῦνταἄπαγε, πόρρω γὰρ ταῦτα τῆς τοῦ μεγάλου καὶ φιλοθέου Ἰὼβ μεγαλονοίας, ἀλλ' ἵνα μάθωμεν, ὅτι τὰς μὲν παρὰ ἀνθρώποις κρίσεις φεύγει οἷα ἢ κατὰ ἄγνοιαν λαλούντων ἢ πρὸς χάριν τινός, ὃ δὴ πεπόνθασιν οἱ αὐτοῦ φίλοι πεπλανημένοι περὶ τοὺς τῆς προνοίας λόγους καὶ οἰόμενοι θεῷ συνηγορίαν νέμειν διὰ τοῦ καταψηφίζεσθαι τοῦ δικαίου, ἀξιοῖ δὲ καὶ ἱκετεύει, αὐτὸν αὐτῷ καταστῆναι τὸν ἀψευδῆ θεὸν εἰς κρίσιν, ὡς ἂν διὰ τῆς τοῦ θεοῦ ἀληθείας ἀποδειχθῇ μὴ δι' ἁμαρτήματα κολαζόμενος. 9, τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; ἀλλ' οὐδὲ τραχυνόμενός τις, φησίν, κατὰ θεοῦ ἀτιμώρητος ἀπέρχεται. πάλιν καὶ τοῦτο προασφαλιζόμενος τέθεικεν, ἵνα γνῶμεν, ὅτι οὐδαμοῦ τραχυνόμενος, ἀλλ' ἱκετεύων καὶ θαρρῶν τῇ τοῦ θεοῦ ἀληθείᾳ τοὺς λόγους προφέρει. ὁ γὰρ εἰδὼς μὴ συμφέρον εἶναι σκληρὸν φαίνεσθαι κατὰ θεοῦ οὐκ ἂν αὐτὸς ἐτραχύνετο, καίτοι μηδὲ πολλοῦ παρελθόντος χρόνου, ἀλλ' ἐν αὐτοῖς τοῖς ἐφεξῆς λόγοις οὕτω δὲ προοιμιασάμενος καὶ ἱκανῶς ἡμῶν τὴν γνώμην ἀσφαλισάμενος τὴν τοῦ θεοῦ δύναμιν ἐξηγεῖται, ὡς ἂν ἑκάστῳ διὰ τούτων παραινῶν, μηδ' ὅλως τολμᾶν ἀντιφθέγγεσθαι τῷ τοσούτῳ μὲν τὴν δύναμιν, τοσούτῳ δὲ τὴν ἰσχὺν καὶ τὴν μεγαλειότητα καὶ μὴ ἀνεχομένῳ κατὰ μηδὲν ταράξαι τὸ δίκαιον. 9, ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ. πρὸς μὲν ῥητόν· ὁ καὶ τὰ ὄρη, φησίν, ἐξαφανίζων μετ' εὐκολίας. τὸ ὅμοιον καὶ ὁ Δαυὶδ ἔφη· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. πρὸς δὲ διάνοιαν·
I suffer unjustly, and when judged against God I could convict him of not doing what is just—far be it! For these things are far from the great and God-loving magnanimity of Job. Rather, it is so that we may learn that he shuns the judgments that come from men, since they speak either out of ignorance or to curry favor with someone—which is exactly what his friends experienced, being misled concerning the principles of providence and thinking they were offering advocacy on God's behalf by condemning the righteous man. But he deems it worthy and entreats that the truthful God himself stand as judge before him, so that through God's truth it might be demonstrated that he is not being punished because of sins. 9. Who, having become harsh, has stood against him? But not even one who is embittered against God, he says, departs unpunished. He has set down this too as a further safeguard, so that we may know that he brings forth his words nowhere in bitterness, but entreating and confident in God's truth. For the one who knows that it is not advantageous to appear harsh against God would not himself have become embittered—and indeed not even after a long time had passed, but in the very words that follow. And having thus made his preface and sufficiently secured our understanding, he expounds the power of God, as if exhorting each person through these words not to dare at all to speak against one so great in power, so great in strength and majesty, and who does not endure that his justice be disturbed in any respect. 9. Who ages the mountains, and they do not know it; who overturns them in anger. As for the literal sense: he says that he makes even the mountains vanish with ease. David said something similar: who touches the mountains, and they smoke. As for the deeper meaning:
ὁ παραφέρων τὰς ἐπιβουλὰς τὰς ὑπερεχούσας τοῦ πονηροῦ ἐκ τῶν ἀνθρώπων καὶ ἀγνοούντων αὐτῶν. 9, ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται. στύλους τὰ στηρίγματά φησιν· ἐν αὐτῷ γάρ ἐστι τῷ θεμελιώσαντι καὶ στηρίξαντι, ὡς αὐτὸς οἶδεν, καὶ σαλεῦσαι. ὅμοιον τὸ ἐν Ψαλμοῖς· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. 9, ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ τῶν ἄστρων κατασφραγίζει. κατασφραγίζει ἀντὶ τοῦ· ἀποκλείει. δύναται, φησίν, καὶ τῷ ἡλίῳ ἐπιτάττειν, κατὰ χώραν μένειν καὶ μὴ ἀνατέλλειν, καὶ τὰ ἄστρα ἀποκλείειν, ὥστε μὴ φωτίζειν αὐτά. 9, ὁ τανύσας τὸν οὐρανὸν μόνος ἀλλὰ καὶ τὸν οὐρανόν, φησίν, μετ'
εὐκολίας διέτεινεν. 9, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης. κατὰ μὲν τὴν ἱστορίαν· ὁ καὶ τὴν θάλασσαν, φησίν, ὑπὸ πόδας ἔχων καὶ διὰ τὸ τῆς φύσεως ἄυλον διὰ πάντων ὁδεύων καὶ πᾶσιν ἐφιστάμενος. ἔοικε δὲ προφητικῶς καὶ τὴν ἐνανθρώπησιν τοῦ λόγου σημαίνειν, ὅτε πρὸς τὴν ἀποστολικὴν ὁ κύριος ὁλκάδα παρεγένετο ἐπ' ἄκρων τῶν κυμάτων βαδίζων. 9, ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα νότου· ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ὡς ἀνέγκλητος μὲν τούτοις τοῖς ὀνόμασιν ἐχρήσατο· τί γὰρ ἀδι κοῦσι τὴν γραφὴν ὀνομαζόμενα παρ' αὐτῆς οὕτως ὡς ἀκούοντες ἄνθρωποι δύνανται νοεῖν; ἀπὸ μὲν τῶν περιφανεστέρων ἀστέρων τοὺς λοιποὺς περιέλαβεν καὶ οἱονεὶ εἶπεν ὅτι· ὁ πάντα τὸν οὐράνιον ποικίλας κόσμον. ἀπὸ δὲ τοῦ νότου τοὺς πάντας ἀνέμους ἐσήμανεν, ὡς καὶ ὁ μακάριος ἔφη Δαυίδ·
He who brings to pass the plots that exceed the wicked one from among men, while they themselves are unaware. 9, He who shakes the earth from its foundations under heaven, and its pillars are shaken. By "pillars" he means its supports; for it is in him who founded and established it, as he himself knows, also to shake it. Similar is the passage in the Psalms: He who looks upon the earth and makes it tremble. 9, He who speaks to the sun and it does not rise, and seals up the stars. "Seals up" is instead of "shuts in." He is able, he says, both to command the sun to remain in its place and not rise, and to shut in the stars so that they do not give light. 9, He who stretched out the heaven alone—but also the heaven, he says, he extended with ease. 9, And walking as upon the ground upon the sea. According to the historical sense: he who also has the sea, he says, under his feet, and because of the immateriality of his nature walks through all things and stands over all. But it seems also prophetically to signify the incarnation of the Word, when the Lord came to the apostolic ship, walking upon the tops of the waves. 9, He who makes the Pleiades and Hesperus and Arcturus and the chambers of the south; he who makes great and unsearchable things, both glorious and marvelous, of which there is no number. As blameless, he employed these names; for what harm do they do to the Scripture when they are named by it in this way, as men who hear are able to understand? From the more conspicuous stars he included the rest, and as it were said: he who has variegated the whole heavenly order. And by "the south" he signified all the winds, as also the blessed David said.
ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. θησαυροὺς δὲ καὶ ταμεῖα ἀνέμων εἶπεν ἡ γραφή, ἵνα γνῶμεν, ὅτι ἀνέφικτοί εἰσιν οἱ περὶ τῶν ἀνέμων λόγοι. καὶ τί, φησίν, τὸ καθέκαστον λέγω; μεγάλα γάρ εἰσι καὶ ἀκατάληπτα καὶ ἀναρίθμητα τοῦ θεοῦ τὰ ἔργα. 9, ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδ' ὧς ἔγνων. ἀλλὰ καὶ ἀόρατος καὶ ἀκατάληπτος τὴν φύσιν τυγχάνει, ὥστε ἄγνωστον ἡμῖν εἶναι, πῶς τε ἐν πᾶσι καὶ ἔξω πάντων καὶ ὑπὲρ πάντα τυγχάνει. 9, ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ' αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν. ἐάν, φησίν, τελείαν συντέλειαν ποιήσασθαι θελήσῃ, τίς ἀνασκευάσει τὰ αὐτῷ δοκοῦντα; ἓν δέ, φησίν, οἴδαμεν, ὅτι ἀπαθῶς κολάζει καὶ ἀοργήτως τιμωρεῖται, πάντα συμφερόντως οἰκονομῶν τὰ καθ' 94 ἡμᾶς. ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ· ὑπ' αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανὸν οὕτως ἐκδέδωκεν· _ὑ_π_ο_κ_ά_τ_ω_ _α_ὐ_τ_ο_ῦ_ _κ_α_μ_φ_θ_ή_σονται οἱ ἐπερειδόμενοι ἀλαζονείᾳ, ἵνα εἴπῃ, ὅτι καὶ τῶν ὑπερηφάνων κατασπᾷ τὴν ὀφρῦν. πρὸς δὲ διάνοιαν· ὑπ' αὐτοῦ ἐταπεινώθησαν τὰ πνευματικὰ τῆς πονηρίας, κήτη καλούμενα, ὅτι περὶ τοὺς κλύδωνας τῆς ψυχῆς διανήχονται. 9, ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου; ἐάν τε γὰρ δίκαιος ὦ, οὐχ ὑπακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι. εἰ δὲ καὶ ὑπακούσεταί μου καὶ ὄντως διακρινεῖ καὶ κατεξετάσει τὰ ἐμὰ ῥήματα καὶ δόξω κατὰ πάντα λόγον δίκαιος εἶναι, ἐπειδὴ μὴ κατὰ τὸν ἡμέτερον νοῦν ὁ θεὸς κρίνει, ἀλλ' ὑψηλότερά τε καὶ ἀνέφικτα ἡμῖν τὰ αὐτοῦ κρίματα, δικαίως οὐκ εἰσακούσεταί μου.
He who brings out the winds from their treasuries. And the Scripture called the winds' treasuries and storehouses, so that we might know that the accounts concerning the winds are unattainable. And what, he says, do I speak of each in particular? For great and incomprehensible and innumerable are the works of God. 9, If he should pass by me, I shall not see; and if he should pass me by, I have not known it. But he is both invisible and incomprehensible in nature, so that it is unknown to us how he is in all things and outside all things and above all things. 9, If he should remove, who will turn him back? Or who will say to him, What have you done? For he himself has turned away wrath, and under him the sea-monsters under heaven were bent down. If, he says, he should wish to make a complete consummation, who will overturn what seems right to him? But one thing, he says, we know, that he chastises without passion and punishes without anger, ordering all things pertaining to us for our advantage. But Symmachus, instead of "and under him the sea-monsters under heaven were bent down," has rendered it thus: those who rely on arrogance shall be bent down beneath him, so as to say that he casts down the brow of the proud as well. And as for the meaning: by him were humbled the spiritual powers of wickedness, called sea-monsters, because they swim about through the waves of the soul. 9, But if he should listen to me, will he indeed judge my words? For even if I am righteous, he will not listen to me; I shall beg for his judgment. But if he should listen to me and truly judge and examine my words, and I should seem righteous in every account, since God does not judge according to our mind, but his judgments are higher and unattainable by us, rightly he will not hear me.
διὸ μᾶλλον αὐτοῦ δεηθήσομαι, ἵνα φιλανθρώπως ἐξοίσῃ τὰ ἐπ' ἐμοὶ κρίματα. ταῦτα δὲ λέγει τὴν ὑπεροχὴν τοῦ κρίματος τοῦ θεοῦ θαυμάζων καὶ μονονουχὶ τὸ τοῦ ἀποστόλου λέγων· οὐδὲν μὲν ἐμαυτῷ σύνοιδα, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωμαι. αἰτεῖ οὖν κατὰ χάριν ὑπὸ θεοῦ δικαιωθῆναι. 9, ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύω, ὅτι εἰσακήκοέν μου· μὴ γνόφῳ με ἐκτρίψει; ἐὰν δὲ καὶ ἐπικαλέσωμαι τὸν θεὸν καὶ θελήσῃ ὑπακοῦσαί μου τῆς δικαιολογίας, πάλιν δέδοικα, μὴ οὐ παρεδέξατο ταύτην καὶ ὡς καταιγὶς ἤτοι γνόφος ἀφανίσει με. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὁ γνόφος κυκλοτερὴς πανταχόθεν περιλαμβάνων ἐστίν. κἂν δι' ἑνὸς οὖν, φησίν, μέρους δόξω δίκαιος εἶναι, δι' ἑτέρου ἐλέγχει με. 9, πολλὰ δέ μου τὰ συντρίμματα ἐποίησεν διὰ κενῆς. ἓν δὲ οἶδα, φησίν, ὅτι αἰτίαν οὐκ ἐπίσταμαι, δι' ἣν οὕτω συντρίβομαι. τοῦτο γὰρ ἔοικε σημαίνειν τὸ διὰ κενῆς. ἢ καὶ τοῦτο λέγει, ὅτι οὐκ ἐδεῖτο θεὸς δοκιμάσαι με διὰ βασάνων· ᾔδει γάρ με καὶ πρὸ τῶν ἐτασμῶν. τοῦτο δὲ καὶ ὁ θεὸς πρὸς τὸν διάβολον ἔλεγε περὶ αὐτοῦ· σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. 9, οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας. ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται; ἐγὼ μὲν οὖν, φησίν, οὐδὲ ἀναπνεῦσαι ἀνωδύνως δύναμαι· λογιζόμενος δὲ τοῦ θεοῦ τὴν ἰσχὺν τολμηρὸν εἶναι ἀποφαίνομαι τὸ τοῖς αὐτοῦ κρίμασιν ἀνθίστασθαι. ταῦτα δὲ πάντα πρὸς τοὺς φίλους ἀποτεινόμενος λέγει τοὺς οἰομένους δι' ἁμαρτίας αὐτὸν κολάζεσθαι. 9, ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει. ἐὰν γὰρ τολμήσω
Therefore I will rather entreat him, that he may bring forth the judgments upon me in a humane way. He says these things marveling at the surpassing greatness of God's judgment and all but saying the apostle's words: I am conscious of nothing against myself, yet I am not justified by this. He asks, then, to be justified by God according to grace. If I call and he answers, I do not believe that he has listened to me; will he not crush me in darkness? And if I call upon God and he wishes to listen to my plea, again I fear lest he not accept it and destroy me like a storm, that is, like darkness. What he means is this: the darkness is circular, encompassing from every side. So even if in one part, he says, I seem to be righteous, in another he convicts me. He has made my many bruises for nothing. And one thing I know, he says, that I do not understand the cause for which I am thus crushed. For this seems to be what "for nothing" signifies. Or he says this too, that God had no need to test me through torments; for he knew me even before the examinations. And God also said this to the devil concerning him: but you said to destroy his possessions for nothing. For he does not allow me to breathe, but has filled me with bitterness. For he prevails by strength; who then will stand against his judgment? I, then, he says, cannot even breathe without pain; and reckoning God's strength, I declare it to be rash to oppose his judgments. And he says all these things addressing his friends, who think that he is being punished on account of sin. For if I am righteous, my mouth will speak impiously. For if I dare
λέγειν, ὅτι δίκαιός εἰμι, αὐτὸ τὸ εἰπεῖν τοῦτο ἀσεβὲς εἶναι ὑπολαμβάνω. 9, ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. ἐὰν δὲ καὶ τολμήσω εἰπεῖν, ὅτι ἄμεμπτός εἰμι, καὶ ἐμαυτὸν ἀπο δέξωμαι, αὐτὸ τοῦτο σκολιόν με δείκνυσι καὶ οὐκ εὐθῆ. τοῦτο δέ ποτε καὶ ὁ Φαρισαῖος εἰπὼν κατῆλθε κατακεκριμένος. 9, εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφῄρηταί μου ἡ ζωή. πάλιν τὸ τοῦ ἀποστόλου εἶπεν, ὅτι ἐγὼ μὲν οὐδὲν ἐμαυτῷ σύνοιδα, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωμαι, δι' ὧν τὰς τοιαύτας ὑπομένω κολάσεις. 9, διὸ εἶπον· μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή. ταῦτα ἀναλογιζόμενος λέγω, ὅτι τὸν οἰόμενον μέγαν ἑαυτὸν εἶναι καὶ δυνατὸν κατὰ δικαιοσύνην ἀπόλλυσιν ἡ τοῦ θεοῦ ὀργή. 9, ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ· καὶ οἶδα μέν, ὅτι καὶ οἱ φαῦλοι τὰς ἐσχάτας ἐκτίσουσι δίκας. 9, ἀλλὰ δίκαιοι καταγελῶνται, παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πλὴν καὶ οἱ δίκαιοι καταγελῶνται, ὑπὸ τῶν φαύλων δηλονότι. καταγελῶνται δέ, ἐπειδὴ πολλάκις καὶ αὐτοὶ παραδίδονται εἰς τὸ πάσχειν κακῶς. τῷ δὲ λέγειν εἰς χεῖρας ἀσεβοῦς ἔοικε πληροφορεῖσθαι, ὅτι διαβόλῳ παραδέδοται, τὴν δὲ αἰτίαν, ἐφ' ᾗ ταῦτα ᾠκονόμητο, ἀγνοεῖν. 97 9, πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός, τίς ἐστιν; ἐπειδὴ διαβόλου ἐμνήσθη εἰρηκὼς παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς ἀκολούθως ἐπάγει λέγων ὅτι· ἡ δὲ ἁμαρτία λανθάνει καὶ τῶν διακριτικῶν τὴν γνῶσιν ἐν ὑποκρίσει δικαιοσύνης πολλάκις προσερχομένη· διὸ οὐδεὶς ἀναμάρτητος. εἰ δὲ μὴ πανουργίᾳ ἐχρῆτο, οὐ μέγας ὑπῆρχεν, ἀλλ' εὐκαταγώνιστος ὁ τῆς ἁμαρτίας αἴτιος διάβολος.
To say "I am righteous," I consider that the very saying of this is impious. If I be blameless, I shall turn out crooked. And if I even dare to say that I am blameless and accept myself, this very thing shows me to be crooked and not upright. This too the Pharisee once said and went down condemned. For if I was impious, I do not know it in my soul, except that my life has been taken away. Again he has spoken the apostle's words: I am conscious of nothing against myself, yet I am not justified by this, through the things I endure such punishments. Therefore I said: wrath destroys the great and mighty. Reckoning these things, I say that God's wrath destroys the one who thinks himself to be great and mighty in righteousness. For the worthless perish in a strange death; and I know that the worthless too will pay the ultimate penalties. But the righteous are laughed to scorn, for they are handed over into the hands of the impious. Yet even the righteous are laughed to scorn, by the worthless, clearly. And they are laughed to scorn because they too are often handed over to suffer evil. By saying "into the hands of the impious" he seems to be fully assured that he has been handed over to the devil, but to be ignorant of the reason for which these things were ordered. He covers the faces of its judges; but if not he, who is it? Since he has mentioned the devil, having said "for they are handed over into the hands of the impious," he accordingly adds, saying that sin escapes notice and often approaches even the knowledge of the discerning under a pretense of righteousness; therefore no one is without sin. But if he did not employ cunning, the devil, the cause of sin, would not be great but easily overthrown.
ταῦτα δὲ ὡς ἅγιος καὶ προφήτης μετ' ἐπικρύψεως ἐν μέσῳ τῆς διαλέξεως τέθεικεν. εἶτα πάλιν τρέπεται εἰς τὸ διηγεῖσθαι τὰ καθ' ἑαυτὸν καὶ ἐπάγει· 9, ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ὀξύτατος, εἴτε καλὸς εἴτε φαῦλος. 9, ἀπέδρασαν καὶ οὐκ εἴδοσαν. διὸ θᾶττον ἀπαλλαττόμενοι τοῦ βίου οἱ ἄνθρωποι τὰ καθέκαστα τῶν βίων ἰδεῖν οὐ δύνανται. 9, ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; ὥσπερ δὲ οὐκ ἔστιν ἐν τοῖς κύμασιν ὁλκάδων ἴχνη φαίνεσθαι ἢ ἐν ἀέρι ἀετοῦ ἐπὶ βορὰν καθιπταμένου, οὕτω τῶν τελευτώντων οὐδὲν ἴχνος ἐν τούτῳ τῷ βίῳ καταλιμπάνεται. 9, ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν· συγκαλύψας τῷ προσώπῳ στενάξω. ἀλλὰ καὶ ἐὰν ἐπαγγείλωμαι τυχὸν μὴ ἁμαρτεῖν, ἡ λήθη τὴν μνήμην ἐκκρούουσα πάλιν ἁμαρτάνειν παρασκευάζει. διὸ καὶ ἐπὶ ταύτῃ τῇ λήθῃ συγκαλυψάμενος τὸ πρόσωπον στενάξω. τοῦτο δὲ καθόλου διδάσκων ἔφη. ἡ γὰρ λήθη τὸν φόβον ἐκκρούουσα τοῦ θεοῦ ἁμαρτάνειν παρασκευάζει. 9, σείομαι πᾶσι τοῖς μέλεσιν· οἶδα γάρ, ὅτι οὐκ ἀθῶόν με ἐάσεις. τοῖς ἔνδον, τοῖς νοητοῖς μέλεσι τινάσσομαι εἰδώς, ὅτι οὐκ ἀναμάρτητόν με ἐάσεις· οὐδεὶς γὰρ ἀναμάρτητος πρὸς τὴν τοῦ θεοῦ ἀκρίβειαν ἐξεταζόμενος. 9, ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον; εἰ δὲ ὅλως ἐκρίθην εἶναι ἀσεβής, βέλτιον ἦν μοι τὸ τελευτῆσαι πρὸ τῆς ἀσεβείας. τοιοῦτον καὶ ὁ σωτὴρ ἔλεγεν περὶ τοῦ Ἰούδα, ὅτι καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. ὡς φιλόθεος οὖν εἶπεν ὅτι· ἄμεινον ἦν μοι τελευτῆσαι ἢ ἀσεβείας κρίνεσθαι.
But these things he has set down as a saint and prophet, with concealment, in the middle of the discourse. Then again he turns to narrating his own circumstances and adds: 9, "But my life is lighter than a runner"—swiftest, whether good or base. 9, "They fled and did not see." Therefore men, departing from life more swiftly, cannot see the particulars of their lives. 9, "Is there indeed a track of a way for ships, or of an eagle flying and seeking prey?" For just as it is not possible for the tracks of merchant ships to appear in the waves, or of an eagle swooping down for food in the air, so nothing of a track is left by those who die in this life. 9, "For if I say, I shall forget in speaking; having covered my face, I shall groan." But even if I should perhaps promise not to sin, forgetfulness, driving out memory, prepares me again to sin. Therefore also on account of this forgetfulness, having covered my face, I shall groan. And this he said as teaching universally. For forgetfulness, driving out the fear of God, prepares one to sin. 9, "I am shaken in all my members; for I know that you will not let me go guiltless." I am shaken in the inner, the intelligible members, knowing that you will not let me go without sin; for no one is without sin when examined against the exactness of God. 9, "Since I am impious, why did I not die?" But if I was judged altogether to be impious, it were better for me to die before the impiety. Such a thing also the Savior said concerning Judas, that it was good for him if that man had not been born. As a lover of God, then, he said: it were better for me to die than to be judged of impiety.
9, ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας. ἐβδελύξατο δέ με ἡ στολή. ἔθος ἦν τοῖς παλαιοῖς λουτροῖς ἀποκαθαίρειν τοὺς μολυσμούς. καὶ τοῦτο δὲ πάλιν ἔθος ἦν· ἔνθα ἠβούλοντο δεῖξαι, ὡς οὐκ ἐκοινώνησαν τῇδε τῇ ἁμαρτίᾳ, ἀπενίπτοντο τὰς χεῖρας λέγοντες· ἀθῶός εἰμι ἀπὸ τοῦ πράγματος τούτου, ὡς καὶ ὁ Πιλᾶτος ἐπὶ τοῦ σωτῆρος πε ποίηκεν. καὶ ὁ Δαυὶδ ἔψαλλε λέγων· νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. τοῦτο οὖν λέγει ὅτι· ὅπως ἐὰν ὦ καθαρός, οἱ ἀκριβεῖς οὗτοι ἐλεγμοὶ καὶ αἱ ἐπαχθεῖσαι τιμωρίαι ἐκ τῆς προλήψεως ἐρρυπωμένον με καὶ ἀκάθαρτον ἀποδεικνύουσιν, ὡς καὶ τὸν ἁπτόμενον τῶν ἱματίων μου δοκεῖν μολύνεσθαι, ἑκάστου διὰ πλῆθος ἁμαρτιῶν ταῦτα με πάσχειν ὑπολαμβάνοντος. ταῦτα δέ φησι διὰ τὸ τοὺς αὐτοῦ φίλους εἰς ἀπόδειξιν τοῦ εἶναι αὐτὸν ἁμαρτωλὸν τὰς ἐπενεχθείσας αὐτῷ βασάνους προφέρειν. ἐπειδὴ τοίνυν ἡ πρόληψις ἡ διὰ τῶν
βασάνων ἀσεβῆ αὐτὸν ἀπεδείκνυε καὶ οὐκ ἦν ἐκ τῶν ὁρωμένων δεῖξαι ψευδῆ τὴν ὑπόνοιαν, πρὸς αὐτὸν βούλεται κριθῆναι τὸν ἀληθῆ καὶ ἀπροσωπόληπτον θεόν, σφόδρα πεποιθὼς τῇ αὐτοῦ δικαιοκρισίᾳ καὶ μονονουχὶ λέγων· ὑμεῖς μέν, ὦ φίλοι, ἐκ τῶν ἐπενεχθέντων κατ' ἐμοῦ τὰς ψήφους ἐκφέρετε· εἰ δὲ θελήσει ὁ ἀψευδὴς θεὸς διαδικάσασθαι μετ' ἐμοῦ ἀπροσωπόληπτος ὢν καὶ αὐτοαλήθεια τυγχάνων, αὐτὸς προσμαρτυρήσει, ὅτι οὐ δι' ἁμαρτήματα τὰς βασάνους ἐπήγαγεν.
9. "For if I wash myself with snow and cleanse myself with pure hands, you have sufficiently plunged me into filth. And my garment has loathed me." It was a custom among the ancients to cleanse defilements by washings. And this too was again a custom: wherever they wished to show that they had not shared in this sin, they washed their hands, saying, "I am innocent of this matter," as also Pilate did in the case of the Savior. And David sang, saying, "I will wash my hands among the innocent." This, then, he says: that even if I be clean, these exact scrutinies and the punishments brought upon me prove me to be defiled and unclean by reason of preconception, so that even the one who touches my garments seems to be polluted, each one supposing that I suffer these things because of the multitude of my sins. And he says these things because his friends brought forward the torments inflicted on him as proof that he was a sinner. Since, then, the preconception formed through the torments showed him to be impious, and it was not possible from the things seen to show that the suspicion was false, he wishes to be judged before the true and impartial God himself, being greatly confident in his righteous judgment, and all but saying: "You, my friends, cast your votes from the things brought against me; but if the God who is without falsehood should wish to adjudicate with me, being impartial and being Truth itself, he himself will testify that it was not because of sins that he brought the torments upon me.
ὅτι δὲ τοιαύτη ἐστιν ἡ τοῦ δικαίου διάνοια καὶ ἐκ πολλῆς ἀγάπης τῆς πρὸς τὸν θεὸν καὶ παρρησίας καὶ πεποιθήσεως τῆς περὶ τὴν αὐτοῦ ἀλήθειαν φεύγει μὲν τὴν πρὸς ἀνθρώπους κρίσιν, πρὸς δὲ θεὸν ἡδέως κρίνεται τὸν ἀψευδῶς καὶ ἀπλανῶς ἕκαστα λέγοντα, ἄκουσον αὐτοῦ λέγοντος ἐν τοῖς ἐφεξῆς, ὅτε πρὸς τὸν Σωφὰρ διαλεγόμενος ἐάσας τὴν πρὸς τοὺς φίλους διάλεξιν οἷα ἐσφαλμένην καὶ οὐ μετὰ τῆς δικαίας προιοῦσαν κρίσεως ἐπάγει· οὐ μὴν δέ, ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω, τὸν ἀψευδῆ δηλονότι καὶ ἀπροσωπόληπτον, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται· ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. ὁρᾷς, ὡς τὰς μὲν τῶν ἀνθρώπων κρίσεις ὡς ἀδίκους ἐκκλίνει, εἰς δὲ τὸν τῶν ψυχῶν ἰατρὸν καὶ δίκαιον κριτὴν καταφεύγει θεόν; εἶτα καὶ ἐφεξῆς σφόδρα πεποιθὼς τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ θαρρεῖ καὶ λέγει· οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι, καὶ πάλιν ἀλλαχοῦ λέγει· καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. θεωρεῖς πανταχοῦ, ὡς φεύγων τὰς παρὰ ἀνθρώποις ἐσφαλμένας κρίσεις αὐτὸν αἰτεῖ τὸν θεὸν καὶ ἀντίδικον αὐτῷ γενέσθαι καὶ μάρτυρα; ταῦτα πόσης ἀγάπης, πόσης παρρησίας, πόσης πεποιθήσεως. διὸ καὶ ὁ θεὸς ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων οὐ παρεσιώπησεν εἰδώς, ἐκ ποίας διαθέσεως ὁ δίκαιος ἐλάλει, ἀλλὰ δέδωκεν αὐτῷ κατὰ τῶν φίλων τὰ νικητήρια καὶ ἀπεφήνατο, μὴ δι' ἁμαρτίας αὐτὸν πάσχειν, ἀλλ' ἵνα ἀναφανῇ δίκαιος. ταύτην οὖν ἐγνωκότες τοῦ δικαίου τὴν περὶ θεὸν ἀγάπην καὶ πεποίθησιν οὕτω τῶν ἐφεξῆς ἀναγεγραμμένων ἀκούσωμεν. ἐὰν δὲ λέγῃ ὁ ψαλμῳδός·
For such is the mind of the righteous man, and from his great love toward God and his boldness and confidence concerning his truth, he flees the judgment of men, but gladly submits to judgment before God, who speaks each thing truly and without error. Hear him speaking in what follows, when, conversing with Zophar, he sets aside the discussion with his friends as mistaken and not proceeding with right judgment, and adds: "Nevertheless, I will speak to the Lord"—clearly the one who is truthful and shows no partiality—"and I will reprove before him, if he wishes; but you are unjust physicians and all healers of evils." Do you see how he shuns the judgments of men as unjust, and flees for refuge to God, the physician of souls and the righteous judge? Then also in what follows, greatly confident in God's righteous judgment, he takes courage and says: "I know that I shall appear righteous," and again elsewhere he says: "And now behold, my witness is in the heavens, and my confidant is in the highest places." Do you observe everywhere how, fleeing the mistaken judgments among men, he asks God himself both to become his adversary and his witness? These things are of how great a love, how great a boldness, how great a confidence. Therefore God also, knowing the mind of men, did not keep silent, knowing from what disposition the righteous man was speaking, but gave him the victory over his friends and declared that he was not suffering because of sin, but so that he might appear righteous. Having come to know, then, this love and confidence of the righteous man toward God, let us so hear what is recorded in what follows. But if the psalmist says:
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, μὴ τοῦτο ἡμᾶς θορυβείτω. καὶ γὰρ καὶ ὁ μέγας οἶδεν Ἰώβ, ὡς πρὸς τὴν θείαν δικαιοσύνην τε καὶ ἀκρίβειαν οὐδεὶς δίκαιος. νῦν δὲ ὁ σκοπὸς αὐτῷ, οὐ δικάσασθαι πρὸς τὴν θείαν ἀκρίβειαν οὐδὲ δεῖξαι τὸν δίκαιον θεὸν ἀδίκως αὐτὸν κολάζοντα, ἀλλ' ἀπελέγξαι ψευδομένους τοὺς φίλους τοὺς οἰηθέντας αὐτὸν δι' ἁμαρτίας τιμωρεῖσθαι· ὥστε καὶ ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεὸς τῇ τοῦ Ἰὼβ συνέδραμε γνώμῃ καὶ σαφῶς εἶπεν, ὡς οὐ δι' ἀσέβειαν πέπονθεν, ἀλλὰ πεῖρά τις ἦν ἡ βάσανος δοκιμάζουσα τὸν γενναῖον Ἰώβ, ἵνα ἀναφανῇ δίκαιος. τὸ δὲ ἐβδελύξατό με ἡ στολή δύναται καὶ οὕτω νοεῖσθαι· ἢ ὅτι καὶ οἱ ἐγγύτατοί μου ἐβδελύξαντο καὶ ἐμίσησάν με, ἢ ὅτι φεύγει με καὶ ἡ ἐσθῆς οἱονεὶ μισήσασά με, ἀντὶ τοῦ· οὐδὲ ἐπενδύσασθαι δύναμαι διὰ τὸ ἄγαν εἱλκῶσθαι. 9, οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. εἴθε γὰρ ἦν ἐξόν, φησίν, ὡς ἐπὶ ἀνθρώπων πρὸς σὲ τὸν ἀδέκαστον κριθῆναι κριτήν. 9, 3310, εἴ γε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων. ἀπαλλαξάτω ἀπ' ἐμοῦ τὴν ῥάβδον καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω. καὶ οὐ μὴ φοβηθῶ, ἂν λαλήσω, οὐ γὰρ συνεπίσταμαι ἐμαυτῷ ἄδικον, κάμνω δὲ τῇ ψυχῇ μου. καὶ εἴθε ἦν ἑλέσθαι μεσίτην τὸν ἐν τῷ πράγματι ἀποφαινόμενον. ταῦτα δέ, ὡς ἔφημεν, θαρρῶν τῇ τοῦ θεοῦ ἀληθείᾳ φησὶ καὶ βουλόμενος τοὺς φίλους διελέγξαι μὴ ἀληθεύοντας. τοῦ γὰρ Ἰὼβ λέγοντος, ὅτι·
And do not enter into judgment with your servant, for no one living will be justified before you—let this not disturb us. For even the great Job knew that, in relation to divine justice and exactness, no one is righteous. But now his aim was not to contend in judgment against divine exactness, nor to show that the righteous God was punishing him unjustly, but to refute his friends who were lying, who supposed that he was being punished because of sin; so that even the good and philanthropic God concurred with Job's opinion and said clearly that he had not suffered because of impiety, but the torment was a trial testing the noble Job, so that he might be shown to be righteous. And "my robe has loathed me" can also be understood in this way: either that those nearest to me have loathed and hated me, or that even my clothing, as it were, flees from me and hates me—in place of: I cannot even put it on because I am so exceedingly wounded. 9, "For you are not a man like me, that I might be judged against you, so that we might come together with one mind into judgment." For would that it were possible, he says, as in the case of men, to be judged before you, the impartial judge. 9, 33, 10, "If only there were our mediator, both reproving and hearing between both parties. Let him remove from me his rod, and let not his fear whirl me about. And I shall certainly not be afraid, if I speak, for I am not conscious in myself of anything unjust, but I am weary in my soul." And would that it were possible to choose as mediator one who gives the verdict in the matter. But these things, as we said, he says trusting in God's truth and wishing to refute his friends as not speaking the truth. For Job says that:
οὐκ οἶδα τοιαῦτα ἁμαρτήσας, ὡς τοιαῦτα κολάζεσθαι, καὶ τοῦ θεοῦ φάσκοντος, ὡς οὐ δι' ἁμαρτίας κολάζει, τί ἕτερον εἶχεν ὁ μεσίτης ποιεῖν ἢ συντρέχειν τοῖς ἑκατέρων λόγοις καὶ καταδικάζειν τοὺς φίλους ὡς ψευσαμένους, ὃ δὴ καὶ ὕστερον ὁ θεὸς ἔπραξεν; εἶτα ὥσπερ τινὸς λέγοντος· καὶ διὰ τί μὴ τὰ σαυτοῦ παρατίθης δίκαια; διδάσκει λέγων ὅτι· εἰ ἐπιτρέπει μοι ὁ θεὸς παρρησιάσασθαι, ἀφελεῖται τὰς βασάνους, ἐπιτρέψει μοι τὸ μὴ φοβεῖσθαι, ἵνα ὡς ἐξ αὐτοῦ τὴν παρρησίαν λαβὼν
λαλήσω καὶ ἀπὸ καρδίας εἴπω καὶ τὰς ἐμὰς δικαιολογίας παραθῶμαι. ῥάβδον δὲ τὸ ἐταστικὸν καὶ τὰς βασάνους φησίν· στροβείτω δὲ ἀντὶ τοῦ ἀγχέτω, περιστρεφέτω, καταπλησσέτω. δεῖγμα δὲ ποιεῖται τῆς ἐπιτροπῆς τὴν τῶν βασάνων ἀπαλλαγήν. 10, στένων ἐπαφήσω ἐπ' ἐμαυτὸν τὰ ῥήματά μου. λαλήσω πικρίᾳ ψυχῆς συνεχόμενος. θεώρει, πῶς ἡμᾶς ἀσφαλίζεται, μηδὲν ἄτοπον ἐννοεῖν περὶ αὐτοῦ. καὶ ταῦτα γάρ, φησίν, στένων καὶ τοῖς κακοῖς συνεχόμενος οὐ κατὰ θεοῦ βλασφημίαν ἐποίσω τινά, ἀλλὰ κατ' ἐμαυτοῦ τὰ τῆς ὀλιγωρίας τρέψω ῥήματα. ταῦτα δὲ εἶπεν, ἐπειδὴ ἐξ ἀρχῆς ἔλεγεν· ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, δεικνὺς ὅτι οὐδὲν κατὰ θεοῦ ἐφθέγξατο, ἀλλὰ καθ' ἑαυτοῦ τὰ τῆς ὀλιγωρίας ἔτρεψεν ῥήματα, καὶ ταῦτα πικρίᾳ ψυχῆς συνεχόμενος. καὶ μονονουχὶ σαφῶς λέγει ὡς· κατὰ θεοῦ μὲν οὐδὲν φθέγγομαι, μὴ γένοιτο· εἰ δέ τι ὅλως καὶ λαλῶ, ὑπὸ τῆς ἄγαν κακώσεως φθέγγομαι, καὶ οὐκ ἐμὸν τὸ λαλεῖν, ἀλλὰ τῆς νόσου τὰ ῥήματα.
I did not know that I had sinned in such a way as to be punished with such things; and when God says that he does not punish on account of sin, what else did the mediator have to do but concur with the arguments of both parties and condemn the friends as having lied—which indeed God later did? Then, as if someone were saying, "And why do you not set forth your own righteous claims?" he teaches, saying: if God permits me to speak with boldness, he will take away the torments; he will permit me not to be afraid, so that, as one who has received boldness from him, I may speak and say from the heart and set forth my own justifications. By "rod" he means the scrutiny and the torments; and "let it whirl" is instead of "let it choke, let it turn about, let it strike with terror." And he makes the removal of the torments a proof of the permission. "Groaning, I will bring my words upon myself." I will speak, held fast by bitterness of soul. Observe how he secures us against thinking anything improper about him. For these things too, he says, groaning and held fast by evils, I will not bring against God any blasphemy, but I will turn the words of faint-heartedness against myself. And he said this because from the beginning he was saying, "Let the day perish in which I was born," showing that he uttered nothing against God, but turned the words of faint-heartedness against himself, and that while held fast by bitterness of soul. And he says almost plainly: I utter nothing against God—may it not be!—but if I do say anything at all, I speak from excessive affliction, and it is not mine to speak, but the words are the disease's.
δείκνυσιν οὖν, ὅτι οὐδὲ τὰ καθ' ἑαυτοῦ ἐλάλει ῥήματα οὐδὲ ὅλως ἐφθέγξατό τι, ἀλλ' ἐνεφιλοσόφει καὶ ἐνεκαρτέρει καὶ ἠγάπα τὴν σιωπήν, εἰ μὴ τὸ μέγεθος αὐτῶν τῶν ὀδυνῶν, εἶτα καὶ ὁ τῶν φίλων παροξυσμὸς λαλεῖν ἠνάγκαζεν. λαλεῖ δέ, ὡς ἔφημεν, οὐδὲν ἀπρεπὲς οὐδὲ ἀπηχὲς κατὰ θεοῦ, ὡς ἡμεῖς τε δι' ὅλων αὐτοῦ τῶν λόγων ἐπεδείξαμεν καὶ ὁ θεὸς προσεμαρτύρησε δίκαιον αὐτὸν ἀποφηνάμενος. ἀπολογεῖται οὖν ὑπὲρ τοῦ Ἰὼβ ὑπὲρ ὧν ὅλως, κἂν ὀλίγωρόν τι, ἐφθέγξατο αὐτὸ τὸ ἄνθρωπον εἶναι καὶ μὴ ἀναλγήτως τὰς βασάνους φέρειν καὶ αἱ τῶν συμφορῶν ὑπερβολαὶ καὶ ἡ τῆς ἀρετῆς ἀκρίβεια καὶ τὸ ἁπλοῦν τοῦ τρόπου καὶ ἄδολον ὡς υἱοῦ πρὸς πατέρα μετὰ παρρησίας φθεγγομένου καὶ τὸ διὰ πάντων αὐτοῦ τῶν λόγων μηδὲν μὲν δυσχερὲς φθέγξασθαι περὶ θεοῦ, δεικνύναι δὲ μόνον, ὅτι οὐκ ἀπεικότως ποθεῖ τὸν θάνατον, καὶ ὅτι οὐκ ἀληθὴς ἡ περὶ αὐτοῦ τῶν φίλων ὑπόνοια, καὶ τὸ δὴ πάντων κεφάλαιον αὐτὴ τοῦ θεοῦ ἡ ἀδέκαστος ψῆφος δίκαιον αὐτὸν ἀποφηναμένη. εἰ γὰρ θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; ὁ ἱερός πού φησιν ἀπόστολος. 10, καὶ ἐρῶ πρὸς κύριον· μή με ἀσεβεῖν δίδασκε: {καὶ διὰ τί με οὕτως ἔκρινας;} ταῦτα ἱκετεύω, φησίν, μονονουχὶ λέγων· παῦσον, ὦ δέσποτα, τὰ κατ' ἐμοῦ κακά, ἵνα μὴ ὡς εἰκὸς ἐκπλαγεὶς ἀνακόλουθόν τι φθέγξωμαι ἢ κατολιγωρήσας ὑπὸ τῶν βασάνων ἀσεβείας ἀφήσω λόγον. καὶ ἔοικέ πως καὶ καθ' ἕτερον λόγον τὴν αὐτὴν ἔννοιαν λέγειν τῷ μακαρίῳ Δαυίδ.
He shows, then, that he was not speaking words of his own accord, nor did he utter anything at all, but he was philosophizing and enduring and loving silence, had not the magnitude of the pains themselves, and then the provocation of his friends, compelled him to speak. And he speaks, as we said, nothing improper or discordant against God, as both we have demonstrated through all his words and God has borne witness, declaring him righteous. He defends Job, therefore, for whatever he uttered at all, even if somewhat carelessly—namely, that he was a man and did not bear his torments without feeling, and the excesses of his calamities, and the exactness of his virtue, and the simplicity and guilelessness of his character as a son speaking to a father with boldness, and that through all his words he said nothing harsh concerning God, but showed only that it was not unreasonable for him to long for death, and that the suspicion of his friends concerning him was not true, and—the chief point of all—the unbiased verdict of God himself, declaring him righteous. For if God is the one who justifies, who is the one who condemns? as the holy apostle says somewhere. And I will say to the Lord: Do not teach me to be impious; {and why did you judge me thus?} These things I beseech, he says, almost saying: Cease, O Master, the evils against me, lest, as is likely, being struck with amazement I utter something inconsistent, or, growing careless under the torments, I let fall a word of impiety. And it seems in a way, by another account as well, that he says the same thought as the blessed David.
ἐκείνου γὰρ λέγοντος, ὅτι οὐκ ἀφήσει κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν, καὶ ἱκετεύοντος μὴ ἐπὶ πολὺ κατισχῦσαι τοὺς ἀδίκους τῶν δικαίων, ἵνα μὴ ὑπὸ τῆς ἀνάγκης οἱ δίκαιοι συγκλειόμενοι καὶ αὐτοὶ ἀσεβές τι πράξωσιν, καὶ οὗτος τὴν αὐτὴν ἔννοιάν φησιν ὅτι· μὴ ἐπὶ πολὺ παρατείνῃς μοι τὰς βασάνους, δέσποτα, ἵνα μὴ ἀβούλητόν τι ὡς εἰκὸς πράξω. διὸ καὶ ἐπιφέρει· 10, καὶ διὰ τί με οὕτως ἔκρινας; ἢ καλόν σοι, ἐὰν ἀδικήσω; τὸ διὰ τί, ὡς καὶ ἀνωτέρω πολλάκις εἴπομεν, οὐκ αἰτιολογικῶς, ἀλλ' ἱκετευτικῶς λέγει, οἱονεὶ λέγων· οὐ καλόν σοι, δέσποτα, οὐδὲ ἀρεστὸν τὸ εἰς ἀδικίαν με τραπῆναι, οἰκτείρησον τοίνυν. πολλοὶ γὰρ τὰς συμφορὰς οὐ φέροντες εἰς ἀδικίαν ἐτράπησαν. καὶ ὅρα, εἰ καὶ ὁ ἀπόστολος τοιοῦτόν τι νοήσας ἔλεγεν· κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ ὑπὸ τῆς περισσοτέρας λύπης καταποθῇ ὁ τοιοῦτος· εἶτα ἐπάγει· ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, ὡς πεφυκότων τῶν ἀνθρώπων ἐν ταῖς ἄγαν περιστάσεσι κατολιγωρεῖν καὶ πράττειν τι τῶν τῷ διαβόλῳ δοκούντων. ὡς ἐξ οἰκείου τοίνυν προσώπου ὑπὲρ ἡμῶν πάντων ὁ μακάριος Ἰὼβ ἱκετεύει τὸν θεὸν πεφεισμένως συγχωρεῖν καθ' ἡμῶν τοὺς πειρασμούς, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῶμεν. 10, ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες. πάλιν ὡς ποιητὴν ἱκετεύει θεὸν μὴ παριδεῖν ἑαυτοῦ τὸ ποίημα. καὶ ἠρέμα μὲν πληροφορεῖται ὁ ἅγιος, ὅτι τῷ διαβόλῳ παραδέδοται· τοῦτον γὰρ καὶ τοὺς σὺν αὐτῷ δαίμονας ἀσεβεῖς φησιν·
For when he [David] says, "The Lord will not leave the rod of the sinners upon the lot of the righteous, so that the righteous may not stretch out their hands in lawlessness," and when he entreats that the unjust not prevail over the righteous for long, lest the righteous, hemmed in by necessity, themselves do something impious—this man [Job] too expresses the same thought: "Do not prolong my torments for long, Master, lest I do something against my will, as is likely." Therefore he adds: 10, "And why have you judged me thus? Or is it good to you if I do wrong?" The "why," as we have often said above, he speaks not as giving a reason but as entreating, as if saying: It is not good to you, Master, nor pleasing, that I should be turned to injustice; have pity, then. For many, unable to bear their misfortunes, have turned to injustice. And observe whether the Apostle too, having understood something of this sort, said: "Confirm your love toward him, lest such a one be swallowed up by excessive sorrow"; then he adds: "lest we be taken advantage of by Satan," since men are naturally inclined, in extreme circumstances, to grow careless and to do something that seems good to the devil. As though in his own person, then, the blessed Job entreats God on behalf of us all to spare us and grant temptations against us sparingly, lest we be swallowed up by excessive sorrow. 10, "Because I have renounced the works of your hands, but you have attended to the counsel of the impious." Again, as entreating God the Maker not to overlook his own handiwork. And the saint is gently assured that he has been handed over to the devil; for he calls this one and the demons with him impious.
τὴν δὲ πρόνοιαν, δι' ἣν ὁ πονηρὸς αὐτοῦ κατεξανίσταται, οὔπω μαθεῖν δεδύνηται. διό μοι δοκεῖ καὶ ποικίλους περιστρέφειν λόγους, τοῦτο μὲν
ἐξαιτῶν ἀπαλλαγῆναι τῶν δεινῶν, τοῦτο δὲ καὶ μαθεῖν ἐπιποθῶν, δι' ἣν αἰτίαν κολάζεται. 105 10, ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς, ἢ ὣς ὁρᾷ ἄνθρωπος βλέψῃ, ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρός; ὅτι ἀνεζήτησας τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. οἶδας γάρ, ὅτι οὐκ ἠσέβησα, ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; μὴ ἀνθρωπίνως, φησίν, τὰ πράγματα κρίνεις; μὴ δύναταί τι διαλαθεῖν τὴν σὴν ἀκρίβειαν ὥσπερ τοὺς ἀνθρώπους; μὴ τὰ ἔτη σου ὀλίγα τυγχάνουσι καὶ ἀγνοεῖς τὰ πρὸ τῆς σαυτοῦ ἀρχῆς γεγονότα καὶ χρεία σοί ἐστι ζητεῖν καὶ ἐξετάζειν τὰ πεπραγμένα ὥστε γνῶναι, ὅτι μηδὲν ἠσέβησα; ταῦτα δὲ λέγει μάρτυρα τὸν θεὸν τῆς ἑαυτοῦ δικαιοσύνης παρεχόμενος ὁμοῦ καὶ ἐξαιτῶν ἀγαθότητος ἀπολαῦσαι θεοῦ· οἱ μὲν γὰρ ἄνθρωποι τὰ ἴσα ζητοῦσιν, ὁ δὲ θεὸς τῇ ἀγαθότητι ἀπὸ πολλῶν ὀλίγα ἐτάζει. ἀλλ' εἰ καὶ μὴ ἠσέβησα, φησίν, τό γε εἰς ἐμὴν γνῶσιν, οἶδα, ὅτι τὴν σὴν βουλὴν οὐκ ἔστιν ἀποφυγεῖν, ἀντὶ τοῦ· κἂν μὴ ἐμαυτῷ σύνοιδα, ἀλλ' ἡ σὴ κρατείτω βουλὴ ἡ κρεῖττον ἡμῶν τὰ καθ' ἡμᾶς ἐπισταμένη. ταῦτα δὲ πάντα ὁ μακάριος Ἰὼβ φθέγγεται ἡμᾶς διδάσκων ἐν τοῖς πειρασμοῖς μηδὲν ἕτερον ποιεῖν ἢ ἐπὶ θεὸν καταφεύγειν καὶ ἱκετεύειν ὡς ἀγαθὸν φείσασθαι τοῦ ἑαυτοῦ ποιήματος. διὸ καὶ ἐπάγει· 10, αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με. ὁρᾷς, ὡς καὶ ποιητὴν ἐπιγινώσκει θεὸν καὶ παρακαλεῖ φειδῶ ποιήσασθαι τοῦ ἰδίου δημιουργήματος.
But the providence, on account of which the wicked man rises up against him, he has not yet been able to learn. Therefore it seems to me that he also turns over various arguments, on the one hand
asking to be delivered from his troubles, and on the other longing to learn for what reason he is being punished. 105 10, Or as a mortal sees, do you see, or as a man sees do you look, or is your life human, or are your years a man's? Because you have searched out my lawless deeds and traced out my sins. For you know that I have not acted impiously—but who is there that delivers out of your hands? Do you not, he says, judge matters in a human way? Can anything escape your exactness as it escapes men? Are your years few, and do you not know the things that happened before your own beginning, and do you have need to seek and examine what has been done so as to know that I have done nothing impious? And he says these things offering God as witness of his own righteousness, while at the same time asking to enjoy the goodness of God; for men seek what is equal, but God in his goodness examines a few things out of many. But even if I have not acted impiously, he says, at least as far as my own knowledge goes, I know that your will cannot be escaped—that is to say, even if I am not conscious of anything against myself, still let your will prevail, which knows our affairs better than we do. And the blessed Job says all these things teaching us that in temptations we should do nothing else than flee to God and entreat him, as good, to spare his own handiwork. Therefore he also adds: 10, Your hands fashioned me and made me. You see how he recognizes God also as Maker and implores him to show forbearance and spare his own creation.
10, μετὰ ταῦτα μεταβαλών με ἔπαισας. μετὰ τὸ ποιῆσαί με, φησίν, καὶ ἐν εὐθηνίᾳ καταστῆσαι εἰς θλί ψεις καὶ μάστιγας μετέβαλες τὰ κατ' ἐμέ. 10, μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. ἱκετεύω δὲ μνησθῆναί σε καὶ τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου. 10, ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας; ἤτοι ἀπὸ χοὸς διὰ τὸ λεπτότατον ἢ διὰ τὸν σπερματικὸν λόγον φησίν. 10, ἐτύρωσας δέ με ἴσα τυρῷ. ἢ διὰ τὴν ἐξ ἀρχῆς τῆς πλάσεως σύμπηξιν ἢ καὶ διὰ τὴν ἐν τῇ μήτρᾳ σύστασιν. 10, δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. τὸ ἐνεῖρας ἀντὶ τοῦ συνέρραψας. 10, ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί. ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα. καὶ διὰ μόνην, φησίν, φιλανθρωπίαν καὶ ἔλεον ἐξ οὐκ ὄντων ἡμᾶς εἰς τὸ εἶναι καὶ ζῆν παρήγαγες. ἡ δὲ σὴ περὶ ἡμᾶς πρόνοια τὴν ἡμετέραν διατηρεῖ σύστασιν. 10, ταῦτα ἔχων ἐν ἐμαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. ταῦτα, φησίν, τὰ δόγματα παρ' ἐμαυτῷ πάγια κεκτημένος, ὅτι καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν δυνατὸς εἶ καὶ τὴν ῥευστὴν καὶ γαλακτώδη οὐσίαν ἤτοι τὸν ἀπὸ γῆς χοῦν ὡς σοφὸς καὶ δυνατὸς εἰς ἀνθρώπου σύστασιν ἐργάζῃ, καὶ ὅτι ἐλεήμων εἶ καὶ ζωῆς χορηγός, καὶ ὅτι πολλὴν τῶν καθ' ἡμᾶς ποιῇ πρόνοιαν, ἱκετεύω καὶ οἶδα, ὅτι δυνατὸς εἶ καὶ τῶν παρόντων ἀλγεινῶν τὸ σὸν ἀπαλλάξαι ποίημα. ὁρᾷς, πῶς σεβασμίως μέμνηται τοῦ δημιουργοῦ καὶ χάριν ὁμολογεῖ τῆς ποιήσεως καὶ τῆς περὶ ἡμᾶς προνοίας, ἅπερ ἐστὶν ὄντως εὐσεβοῦς καὶ λίαν εὐχαρίστου καὶ τῇ τοῦ μακαρίου Ἰὼβ πρέποντα θεοσεβείᾳ;
After these things you changed and struck me. After making me, he says, and establishing me in prosperity, you changed my circumstances into afflictions and scourges. Remember that you molded me as clay, and you turn me back to earth again. I beseech you to remember both the cheapness and the brevity of nature. Did you not milk me out like milk? He means either from dust, on account of its extreme fineness, or on account of the seminal principle. And you curdled me like cheese. Either on account of the first compacting of the formation, or also on account of the constitution in the womb. You clothed me with skin and flesh, and you stitched me together with bones and sinews. "You stitched together" is used for "you sewed together." And you set life and mercy before me, and your visitation guarded my spirit. And, he says, through your love for humanity and mercy alone you brought us from non-being into being and life. And your providence concerning us preserves our constitution. Having these things in myself, I know that you can do all things, and nothing is impossible for you. Having, he says, these doctrines firmly established in myself—that you are able to bring from non-being into being, and that the fluid and milky substance, that is the dust from the earth, you work into the constitution of a human being as wise and powerful, and that you are merciful and the provider of life, and that you exercise great providence over our affairs—I beseech you, and I know that you are able to deliver your handiwork from the present pains. Do you see how reverently he remembers the Creator and acknowledges gratitude for the creation and for the providence concerning us, which things are truly fitting for a pious and exceedingly grateful man and for the godliness of the blessed Job?
10, ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας. πρέπει, φησίν, τῇ σῇ φιλανθρωπίᾳ, νεῖμαί τι καὶ συγγνώμης τῷ σῷ ποιήματι καὶ μὴ σφόδρα ἀκριβῶς ὡς πάντα ἐπιστάμενον πάσας τὰς πράξεις μου καὶ τὰ παραπτώματα ἐπιτηρεῖν. ταῦτα δὲ πάλιν ὁ ἅγιος τὸ οἰκεῖον πρόσωπον ὑποστησάμενος ὑπὲρ ἡμῶν πάντων ἱκετεύει θεόν. 10, ἐάν τε γὰρ ἀσεβήσω, οἶμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι. εἴτε γάρ, φησίν, ἀσεβὴς εὑρεθῶ, τοῦτό μοι πάντων τὸ χείριστον. ἐὰν δὲ καὶ τολμήσω εἰπεῖν, ὅτι δίκαιός εἰμι, οὐδέν μοι ἐντεῦθεν ὄφελος. 10, πλήρης γὰρ ἀτιμίας εἰμί· ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν. ἓν δὲ οἶδα, φησίν, ὅτι ἀτιμία μου κατακέχυται, καὶ ὥσπερ λέων εἰς σφαγὴν ἀγρευόμενος οὕτως πανταχόθεν ταῖς τιμωρίαις βάλλομαι. ἔοικε δὲ λέοντι ἑαυτὸν παρεικάσαι διὰ τὴν προτέραν εὐδαιμονίαν. 10, πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν ἔτασίν σου. ἀλλ' οὐδὲ ἀνίησί με, φησίν, τὰ δεινά, ἀλλὰ καὶ ἐπὶ πλέον αὔξεται καὶ ἀεὶ καινοποιεῖται τὸ κακόν, ἵνα εἴπῃ ὅτι· ποικίλαις
10. For if I sin, you watch me, and from lawlessness you have not made me innocent. It is fitting, he says, for your love of humanity to grant some forgiveness also to your handiwork, and not to observe all my deeds and transgressions with such exact precision as one who knows everything. And again the saint, taking up his own person, entreats God on behalf of us all. 10. For if I am impious, woe to me; and if I am righteous, I cannot lift up my head. For whether, he says, I am found impious, this is the worst of all things for me. But if I even dare to say that I am righteous, there is no benefit to me from this. 10. For I am full of dishonor; for I am hunted like a lion for slaughter. And one thing I know, he says, that dishonor has been poured out upon me, and just as a lion hunted for slaughter, so from every side I am struck with punishments. And he seems to have likened himself to a lion because of his former prosperity. 10. And again, changing, you destroy me terribly, renewing your scrutiny against me. But not even do the terrible things, he says, let me rest, but the evil is increased further and is always made new, so that he may say: with various
περιβάλλομαι συμφοραῖς, καὶ ὅτι· ἔοικα τοῖς πρότερον μαστιχθεῖσι καὶ αὖθις καὶ πολλάκις εἰς ἑτέραν ἐξέτασιν καὶ βασάνους ἄλλας φερομένοις. 10, ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ' ἐμὲ πειρατήρια. ὀργὴν τὴν τιμωρίαν φησὶ τὴν μεγάλως αὐτῷ ἐπενηνεγμένην, πειρατήρια δὲ τὰ ἐπιστρατευθέντα αὐτῷ κακά. δεήσεως δὲ ἔχεται ταῦτα καὶ θεοσεβοῦς ἱκεσίας σὺν ὀδυρμῷ τῷ προσήκοντι. 10, ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον, ὀφθαλμός με οὐκ εἶδεν καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διὰ τί δὲ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; ταῦτα ὁ Ἐκκλησιαστὴς ὕστερον εἶπε μακαρίζων τὸν ἀποθανόντα ὑπὲρ τὸν ζῶντα καὶ τὸν μὴ γενόμενον ὑπὲρ ἀμφοτέρους· τοιαύτῃ δὲ περιπέπτωκεν ὁ ἄνθρωπος ὀδυνηρᾷ ζωῇ διὰ τὸ μὴ μεῖναι παρὰ θεῷ μηδὲ φυλάξαι τὰ θεῖα προστάγματα. ὁ δὲ μακάριος Ἰὼβ ἐπόθει τὸν θάνατον οὐ μόνον διὰ τὰς ἀλγηδόνας, ἀλλ' ὅτι, ὡς ἔφημεν, ὀλιγοχρόνιος ὢν καὶ τοῦ χρόνου παρατεινομένου ὑπώπτευεν ἐγκατάλειψιν ὑπομεμενηκέναι παρὰ θεοῦ. 10, ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν πρὸ τοῦ με πορευθῆναι, ὅθεν οὐκ ἀναστρέψω. πάλιν τὸ ὀλιγοχρόνιον εἰς ἱκεσίαν προβάλλεται, καὶ οὐκ ἀγνοεῖ μὲν τὸ τῆς ἀναστάσεως μυστήριον, ὡς ἐν τοῖς ἐφεξῆς ἐπιδείξομεν. δόγμα δὲ διδάσκει κάλλιστον, ὅτι ὁ ἅπαξ ἐξελθὼν τοῦ βίου οὐκέτι εἰς τόνδε τὸν βίον ἐπαναστρέφει, ὡς μυθολογοῦσιν οἱ τὰς μετενσωματώσεις τερατευόμενοι. 10, εἰς γῆν σκοτεινὴν καὶ ζοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.
I am wrapped in calamities, and that: I seem to resemble those who were scourged before and again and often, being carried into another examination and other torments. 10. But you used great anger against me, and you brought trials upon me. He calls the punishment that was brought upon him greatly "anger," and "trials" the evils that were arrayed against him. These things are held by petition and godly supplication with the fitting lamentation. 10. Why then did you bring me out of the womb, and I did not die, an eye did not see me, and I became as though I were not? And why was I not carried away from the belly to the tomb? These things Ecclesiastes said later, blessing the dead more than the living, and the one not born more than both; for man has fallen into such a painful life because he did not remain with God nor keep the divine commandments. But blessed Job longed for death not only because of his pains, but because, as we said, being short-lived and his time being prolonged, he suspected that he had been subjected to abandonment by God. 10. Is not the time of my life small? Leave me to rest a little before I go, whence I shall not return. Again he puts forward his short-livedness as a petition, and he does not indeed ignore the mystery of the resurrection, as we shall show in what follows. But he teaches a most beautiful doctrine, that the one who has once departed from life no longer returns to this life, as those who monstrously invent metensomatoses mythologize. 10. To a dark and gloomy land, to a land of eternal darkness, where there is no light nor to see the life of mortals.
δέδοικε μή, ἐὰν μετὰ τῶν βασάνων τελευτήσῃ καὶ τῶν ἐτασμῶν, ἐν τελείᾳ ἀπορριφῇ τοῦ προσώπου τοῦ θεοῦ γένηται καὶ μετὰ τῶν ἀσεβῶν ἐν τῷ ᾅδῃ καταλεχθῇ, οἵτινες τὸ αἰώνιον οἰκοῦσι σκότος κατὰ τὴν τοῦ σωτῆρος φωνὴν τὴν φήσασαν· δήσουσιν αὐτοῦ τοὺς πόδας καὶ χεῖρας καὶ ἐκβαλοῦσιν αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον. φωτὸς γὰρ ὄντος κατὰ φύσιν τοῦ θεοῦ οἱ ἔξω τοῦ προσώπου τοῦ θεοῦ βαλλόμενοι ἐν σκότει τυγχάνουσιν. αἰτεῖ τοιγαροῦν, μὴ ἐν προσκρούσει τοῦ θεοῦ καταληφθῆναι, ἀλλ' οἱονεὶ δειχθῆναι αὐτῷ διὰ τῆς τῶν βασάνων ἀνέσεως, ὅτι ἵλεω τὸν θεὸν ἐκτήσατο. οὔπω γὰρ διδαχθεὶς τὴν αἰτίαν τῶν πειρασμῶν ἐνδίκως ὁ δίκαιος ὀλιγωρεῖ καὶ ταράττεται. ΚΕΦΑΛΑΙΟΝ ΟΓΔΟΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος λέγει· ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; ἢ καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι; Προθεωρία τοῦ κεφαλαίου ἀποτάδην τοῦ Ἰὼβ διαλεχθέντος σφοδρότερον ὁ Σωφὰρ διαμάχεται. καὶ πρῶτον μὲν ἐπὶ πολυλογίᾳ σκώπτει, εἶτα μέμφεται ὡς εἰρηκότα ὅτι· καθαρὸς καὶ ἄμωμός εἰμι, καὶ οὐ νενοηκώς, ἐκ ποίας διαθέσεως ἤθελε κρίνεσθαι πρὸς θεόν, εἴθε, φησίν, ἦν δυνατὸν δικαιολογήσασθαί σοι θεόν, ἵνα καὶ ἐκ τῆς σοφίας αὐτοῦ καὶ ἐκ τῆς δυνάμεως γνῷς, ὡς τὸ κατ' ἀξίαν σοι ἀπονέμων ἐτιμωρήσατό σε. εἶτα δείξας τοῦ θεοῦ τὴν δύναμιν καὶ τοῦ ἀνθρώπου τὸ εὐτελὲς παραινεῖ τῷ Ἰὼβ εἰς εὐχὴν τραπῆναι καὶ μετανοῆσαι ἐφ' οἷος πρότερον ἥμαρτεν· οὕτω γὰρ ἔσται αὐτῷ ἵλεω τὸν θεὸν καταστησόμενον τῶν τε παρόντων δεινῶν ἔξω γενέσθαι καὶ τὴν προτέραν εὐδαιμονίαν ἀπολαβεῖν. Αἱ λέξεισ 11, ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται;
He feared lest, if he should die amid the torments and the examinations, he be cast out utterly from the face of God and be numbered among the impious in Hades, who dwell in eternal darkness according to the voice of the Savior which said: They shall bind his feet and hands and cast him into the outer darkness. For since God is light by nature, those who are cast outside the face of God find themselves in darkness. He asks, therefore, not to be overtaken in God's displeasure, but as it were to be shown to him through the remission of torments that he has obtained God as propitious. For not yet having been taught the cause of his trials, the righteous man is reasonably disheartened and troubled. CHAPTER EIGHTY-THREE. The beginning of the passage: And Sophar the Minaean answered and said: Shall he who speaks many things also be answered? Or does the fluent speaker think that he is righteous? Forethought of the chapter. After Job had spoken at length and rather vehemently, Sophar contends against him. And first he mocks him for his much speaking, then he censures him as having said: I am pure and blameless, and not having understood from what disposition he wished to be judged against God: Would that, he says, it were possible for God to plead in judgment with you, so that from his wisdom and from his power you might know that, rendering to you according to your desert, he has punished you. Then, having shown the power of God and the worthlessness of man, he exhorts Job to turn to prayer and to repent of the sins he formerly committed; for thus it shall be that he establishes God as propitious to him, and that he comes out from the present evils and recovers his former prosperity. The words 11: Shall he who speaks many things also be answered?
ἢ καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι; σαφέστερον ὁ Θεοδοτίων ἐκδέδωκεν εἰρηκώς· μὴ ὁ πολύλογος ἀν 111 _α_ν_τ_ί_ρ_ρ_η_τ_ο_ς_ _ἔ_σ_τ_α_ι_; ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἐν πλήθει λόγων ἡ τοῦ δικαίου κρίνεται φύσις οὐδέ, εἴ τις εὔστομος καὶ εὐεπής, ἤδη παρὰ τοῦτο δίκαιος· ἀλλ' ἔστι καὶ πρὸς τοὺς τοροὺς καὶ εὐτροχάλους λόγους ἀντίρρησις. 11, εὐλογημένος γενητὸς γυναικὸς ὀλιγόβιος. ἢ κατὰ ἀντίφρασίν φησι τὸ εὐλογημένος ἀντὶ τοῦ· κατάρας ἐγγὺς καὶ περὶ ἁμαρτίας εἰλούμενος ὁ ἐκ γυναικὸς ὀλιγόβιος, ἵνα εἴπῃ ὅτι· ἄνθρωπος ὢν μὴ οἴου ἀναμάρτητος εἶναι. ἢ ὀλιγόβιον λέγει τὸν μὴ εἰς πολλὰ περιελκόμενον, ἵνα εἴπῃ ὅτι· σὺ πολλὰ φλυαρῶν οὐκ εὐλογημένος εἶ, ἀλλ' ἐπικατάρατος. 11, μὴ πολὺς ἐν ῥήμασι γίνου. οὐ γὰρ ἔστιν ὁ ἀντικρινόμενός σοι. ἐπειδὴ θεὸν ᾔτησεν ὁ Ἰὼβ καταστῆναι αὐτῷ εἰς κρίσιν· μὴ μάτην, φησίν, φλυάρει· οὐ γὰρ ἕξεις θεὸν ἀντικρινόμενόν σοι. 11, μὴ γὰρ λέγε,
ὅτι· καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σὲ καὶ διανοίξαι χείλη αὐτοῦ μετὰ σοῦ; εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ. καὶ τότε γνώσῃ, ὅτι ἄξια σοι ἀπέβη παρὰ κυρίου ὧν ἡμάρτηκας. εἴθε, φησίν, ἦν θεὸν διαλεχθῆναί σοι ἵνα μαθὼν τὴν αὐτοῦ σοφίαν καὶ τὴν κατὰ δικαιοσύνην ὑπεροχὴν μηκέτι τολμήσῃς λέγειν ὅτι· καθαρός εἰμι καὶ ἄμεμπτος, ἀλλὰ γνῷς ὅτι τὸ κατ' ἀξίαν ἀπένειμέ σοι ὁ θεὸς ἰσομέτρους τοῖς ἁμαρτήμασι τὰς τιμωρίας ἐπαγαγών. τὸ δὲ ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ τοῦτο δηλοῖ·
Or does the eloquent man think himself to be righteous? Theodotion has rendered it more clearly, saying: "Will the man of many words not be contradicted?" What he means is this: the nature of the righteous man is not judged by the abundance of words, nor is anyone righteous merely because he is fluent and well-spoken; but there is also a contradiction against swift and smoothly-rolling words. 11, "Blessed is one born of woman, short-lived." Either he says "blessed" by antiphrasis, in place of: near to a curse and entangled in sin is the short-lived one born of woman, so as to say: being a man, do not think yourself to be without sin. Or he calls "short-lived" the one who is not dragged out into many things, so as to say: you, babbling many things, are not blessed, but accursed. 11, "Do not be abundant in words." For there is no one who will contend against you. Since Job asked God to stand with him in judgment: do not, he says, babble in vain; for you will not have God contending against you. 11, "For do not say that I am clean in my works and blameless before him. But how would the Lord speak to you and open his lips with you? Then he will declare to you the power of wisdom, that it will be double of those according to you. And then you will know that worthy things have come upon you from the Lord for which you have sinned." If only, he says, God had conversed with you, so that, having learned his wisdom and his superiority in righteousness, you might no longer dare to say: "I am clean and blameless," but you might know that God has apportioned to you according to your worth, bringing upon you punishments measured equally to your sins. And the phrase "that it will be double of those according to you" shows this:
πολλή ἐστιν ἡ ὑπεροχὴ τοῦ θεοῦ πρὸς τὸν λέγοντα ἑαυτὸν ὥσπερ σὺ σοφὸν εἶναι καὶ δίκαιον. εἰ δὲ καὶ σοφώτερος ἡμῶν ἐστι καὶ δικαιότερος, σοφῶς καὶ δικαίως ἐπήγαγέν σοι τὰς τιμωρίας. 11, ἦ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ παντοκράτωρ; ἀνέφικτά σοι, φησίν, τὰ τοῦ θεοῦ, καὶ τὰς ὁδοὺς αὐτοῦ τῆς προνοίας εὑρεῖν ἀμήχανον ἢ ἄχρι τέλους τῶν βουλευμάτων αὐτοῦ φθάσαι ἢ τῶν ποιημάτων. 11, ὑψηλότερος ὁ οὐρανὸς καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας; πῶς δ' ἂν ἐφίκοιο, φησίν, πόσον ἐστὶ τὸ ὕψος τοῦ οὐρανοῦτοῦτο γὰρ σημαίνει τὸ καὶ τί ποιήσεις; ἀντὶ τοῦ· ἀμηχανήσεις εὑρεῖν, ἢ τίνα εἰσὶ τὰ ὑπὸ τὸν ᾅδην; 11, ἢ μακρότερα μέτρα γῆς ἢ εὖρος θαλάσσης. οἶδας, δέ φησιν, τῆς γῆς τὸ μέτρον, πόσον ἐστίν, ἢ τῆς θαλάσσης τὸ πλάτος; 11, ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; εἰ δὲ καὶ τὰ πάντα ἀναστρέψαι βουληθῇ, τίς ἀντερεῖ τοῖς αὐτοῦ νεύμασι καὶ τῇ τοσαύτῃ ἐξουσίᾳ; εἶτα, ἵνα μὴ δόξῃ λέγειν ὅτι· κατ' ἐξουσίαν ἐπήγαγέ σοι τὰς τιμωρίας καὶ οὐ κατὰ τὸ δίκαιον, ταχέως ἐπήγαγεν· 11, αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄνομα οὐ παρόψεται. ὡς δυνατὸς τοίνυν καὶ σοφός, φησίν, καὶ δίκαιος ἀνομοῦντά σε οὐ παρεῖδεν, ἀλλ' ἐτιμωρήσατο. 113 11, ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. ὁ μὲν οὖν θεός, φησίν, τοσοῦτός ἐστι καὶ τοιοῦτος, ὁ δὲ ἄνθρωπος εἰκῇ καὶ μάτην φλυαρεῖ οὐδὲν ὄνου κατὰ τὸ εὐτελὲς τῆς φύσεως ὅσον πρὸς τὴν θείαν σοφίαν καὶ ὑπεροχὴν διαφέρων. ἐρημίτην δὲ ὄνον ἔφη διὰ τὸ ἀνυπότακτον.
Great is the superiority of God over the one who says he is wise and righteous like you. And if he is wiser and more righteous than we are, then he has brought these punishments upon you wisely and justly. 11, Or will you find the footprint of the Lord, or have you reached the uttermost things which the Almighty has made? Unattainable to you, he says, are the things of God, and it is impossible to discover the ways of his providence, or to reach the end of his counsels or of his works. 11, The heaven is higher—and what will you do? And deeper than the things in Hades—and what do you know? How then, he says, could you reach it? For this is what "and what will you do?" means: instead of "you will be at a loss to discover," or what things are beneath Hades. 11, Or the longer measures of the earth, or the breadth of the sea. Do you know, he says, the measure of the earth, how great it is, or the width of the sea? 11, But if he overturns all things, who will say to him, "What have you done?" And if he wishes to overturn all things, who will contradict his nod and such great authority? Then, lest he seem to say that "he brought the punishments upon you by authority and not according to justice," he quickly added: 11, For he himself knows the works of the lawless, and having seen the lawless man he will not overlook him. As powerful, then, he says, and wise and just, he did not overlook you when you were lawless, but punished you. 113 11, But man otherwise swims in words, and a mortal born of woman is like a wild donkey. God, then, he says, is so great and of such a nature, but man babbles idly and to no purpose, differing in no way from a donkey in the cheapness of his nature, as far as concerns divine wisdom and superiority. And he called him a wild donkey because of his insubordination.
τοῦτο δὲ αἰνιττόμενος τὸν Ἰὼβ ἔφησεν ὡς καὶ φλύαρον καὶ πρὸς θεὸν ἀνυπότακτον. 11, εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ καὶ χεῖρας πρὸς αὐτόν, εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. ὁ Σύμμαχος ἀντὶ τοῦ· ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν _ἁ_π_λ_ώ_σ_ε_ι_ς_ _π_ρ_ὸ_ς_ _α_ὐ_τ_ὸ_ν_ _τ_ὰ_ς_ _π_α_λ_ά_μ_α_ς_ _σ_ο_υ ἐκδέδωκεν. οἱ οὖν χρόνοι ἐνταῦθα ἐνηλλαγμένοι εἰσίν, ὁ δὲ νοῦς οὗτος· εἴ τι μοι πείθῃ, κάθαρόν σου τὴν καρδίαν καὶ τὰς χεῖρας ἅπλωσον πρὸς θεὸν εἰς εὐχὴν καὶ μηκέτι ἀδικήσῃς ἢ ἀνομήσῃς, καὶ ἔσονταί σοι τάδε καὶ τάδε ἅπερ ἐφεξῆς φησιν. καὶ δοκεῖ μὲν ὁ Σωφὰρ παραινεῖν τῷ Ἰώβ, πλὴν καὶ αὐτὸς αὐτὸν πλήττει ὡς δι' ἁμαρτίας κολαζόμενον. 11, οὕτω γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. εἰ γὰρ μετανοήσεις, φησίν, τὸ ἐσβεσμένον καὶ συγκεχυμένον σου πρόσωπον ἀπὸ τῶν συμφορῶν ἐκλάμψει καὶ ὡς καθαρὸν ὕδωρ διαυγάσει, ἵνα εἴπῃ ὅτι· τὴν παλαιὰν εὐδαιμονίαν ἀπολήψῃ. 114 11, ἐκδύσει δὲ ῥύπον καὶ οὐ φοβηθήσῃ. ἐπειδὴ ὁ Ἰὼβ ἔφη· ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ὁ Σωφάρ φησιν ὅτι· καὶ τοῦτον τὸν ῥύπονὅ ἐστιν· τὴν δυσπραγίανἀποδύσῃ καὶ οὐδὲ ἔτι φοβηθήσῃ, μή τι σοι ἐν τοῖς ἐφεξῆς δυσχερὲς ἀπαντήσῃ. 11, καὶ τὸν κόπον ἐπιλήσει ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσει. ἀλλ' οὐδὲ ἴχνος ὑποληφθήσεταί σοι τῶν κόπων οὐδὲ μνήμη τῶν συμφορῶν ὥσπερ οὐδὲ κύματος παρελθόντος ἴχνη καταλιμπάνονται. 11, ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος. ἀντὶ τοῦ· ὑπέρλαμπρος, καθαρά, τουτέστιν· ἀνύουσα. 11, ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή.
But hinting at this, he said that Job was both a babbler and insubordinate toward God. 11, For if you have set your heart pure, and you stretch out your hands toward him, if there is anything lawless in your hands, put it far from you, and let injustice not lodge in your dwelling. Symmachus, instead of "and you stretch out your hands toward him," rendered it as "you will spread out your palms toward him." The tenses here, then, have been interchanged, but the meaning is this: if you are persuaded by me, purify your heart and spread out your hands to God in prayer, and no longer do wrong or act lawlessly, and these things and those which he says next will be yours. And Sophar seems to be advising Job, yet he too strikes at him as one being punished on account of sin. 11, For thus your face will shine forth like pure water. For if you repent, he says, your face, which has been extinguished and confounded by misfortunes, will shine out and become bright as pure water, so as to say that you will recover your former prosperity. 114 11, And he will strip off the filth, and you will not be afraid. Since Job said, "You have plunged me sufficiently in filth," Sophar says that you will also strip off this filth—that is, your misfortune—and you will no longer be afraid that anything difficult will befall you in what follows. 11, And you will forget the toil like a wave that has passed by, and you will not be terrified. But not even a trace of your toils will be left to you, nor a memory of your misfortunes, just as no traces are left behind when a wave has passed by. 11, And your prayer will be like the morning star. Instead of: exceedingly bright, pure—that is, effective. 11, And from midday life will rise for you.