ἢ τοῦτο λέγει, ὅτι· ὡς ἥλιος ἐν μεσημβρίᾳ διαλάμψει σου ἡ ζωή· ἢ ἐπειδὴ ἐν μεσημβρίᾳ ὑπὲρ κεφαλῆς ὢν ὁ ἥλιος οὔτε ὄπισθεν ποιεῖ σκιὰν οὔτε ἔμπροσθεν, φησὶν ὅτι· ἐπειδὴ νῦν ὥσπερ ἐν μέσῳ ζυγῷ ἐπὶ ξυροῦ κεῖται τὰ κατὰ σέ, ἐκ ταύτης σου τῆς ἀμφικρήμνου καταστάσεως ἀναλάμψει σου ἡ ζωή, ἐὰν
μετανοήσῃς. 11, πεποιθώς τε ἔσῃ ὅτι ἔστι σοι ἐλπίς. καὶ θαρρήσεις λοιπὸν ὡς ἔχων εἰς θεὸν τὴν ἐλπίδα καὶ ὑπ' αὐτοῦ βοηθούμενος. 115 11, ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. τὰς δὲ νῦν συνεχούσας σε μερίμνας καὶ ἐπωδύνους φροντίδας γαληναία τις καὶ εἰρηνικὴ κατάστασις διαδέξεται. 11, ἡσυχάσεις γὰρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σοι. οὕτω δὲ βαθείας ἀπολαύσεις εἰρήνης, ὡς ἀπολέμητον τὸν κατάλοιπον διαβιῶναι χρόνον. 11, μεταβαλλομένου δέ σου πολλοί σου δεηθήσονται, σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπολεῖται. ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται. οἱ δὲ νῦν περιορῶντές σε διὰ τὰς συμφορὰς καὶ ἐπεμβαίνοντές σοι ὕστερόν σου δεηθήσονται, ὅταν αὐτοὺς ἡ παρὰ θεοῦ σωτηρία καταλίπῃ καὶ μηδεμίαν ἐλπίδα ἔχωσιν. τότε δὴ τότε καὶ τακήσονται αὐτῶν οἱ ὀφθαλμοὶ ἐπὶ τῇ σῇ εὐημερίᾳ, ὑπὸ τοῦ φθόνου δὲ δηλονότι. ἐκ δὲ τούτων τῶν λόγων ἔστι συνιδεῖν, ὅτι πρὸς πᾶσι τοῖς κακοῖς καί τινας ἔπεισεν ὁ διάβολος ἐπιγελᾶν καὶ ἐπεμβαίνειν ταῖς τοῦ Ἰὼβ συμφοραῖς. 11, παρ' αὐτῷ γὰρ σοφία καὶ δύναμις. τινὰ τῶν ἀντιγράφων ἔχουσι καὶ τοῦτον τὸν στίχον, τινὰ δὲ οὔ. κατὰ γοῦν τὰ ἐν οἷς κεῖται τὸ ῥητὸν εἰς τὴν τοῦ θεοῦ σοφίαν τε καὶ δύναμιν περιέκλεισεν ὁ Σωφὰρ τὸν λόγον μονονουχὶ λέγων ὅτι·
Or he means this: that your life will shine forth like the sun at midday; or, since the sun at midday, being overhead, casts no shadow either behind or in front, he says: since now your affairs lie as it were in the balance, on a razor's edge, from this precarious state your life will shine forth, if you repent. 11, And you shall be confident that there is hope for you. And henceforth you shall take courage, as one who has his hope in God and is helped by him. 11, And out of anxiety and care peace shall appear to you. The anxieties that now press upon you and the painful cares will be succeeded by a calm and peaceful state. 11, For you shall be at rest, and there will be no one to war against you. And you shall enjoy such deep peace as to live out the remaining time free from war. 11, But when you are changed, many shall entreat you, but salvation shall forsake them; for their hope shall perish. And the eyes of the ungodly shall waste away. Those who now look down on you because of your misfortunes and trample upon you will later entreat you, when the salvation that comes from God forsakes them and they have no hope. Then, then indeed their eyes shall waste away at your prosperity, clearly from envy. And from these words it is possible to perceive that, in addition to all his other evils, the devil persuaded certain people even to laugh at and trample upon Job's misfortunes. 11, For with him are wisdom and power. Some of the copies contain this verse also, and some do not. At any rate, according to those in which the passage is found, Zophar concluded his speech with the wisdom and power of God, virtually saying that:
χαλεπὸν οὖν ἀντιπράττειν τῷ μόνῳ σοφῷ καὶ δυνατῷ θεῷ. καὶ ταῦτα μὲν πρὸς ἕτερον λεγόμενα διὰ ἁμαρτίας κολαζόμενον καλῶς ἐλέγετο. οὐδὲ γὰρ ἀπόβλητοι τῶν φίλων τοῦ Ἰὼβ οἱ λόγοι, ἐὰν ἕτερον ᾖ πρόσωπον τὸ νουθετούμενον καὶ μετὰ τῆς προσηκούσης λέγωνται διαιρέσεως. ὁ δὲ δίκαιος καὶ μᾶλλον ἀλγεῖ οὐδὲν μὲν ἑαυτῷ συνειδώς, ὡς ἀσεβὴς δὲ νουθετούμενος εἰς μετάνοιαν. ΚΕΦΑΛΑΙΟΝ ΕΝΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἶτα ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ' ὑμῶν τελευτήσει σοφία. Προθεωρία τοῦ κεφαλαίου σφοδρότερον τοῦ Σωφὰρ χρησαμένου τοῖς λόγοις καὶ διὰ τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως πειραθέντος τοῦτο μὲν φοβῆσαι τὸν δίκαιον, τοῦτο δὲ διδάξαι, ὅτι οὐκ ἀδίκως πάσχει ἃ πάσχει, ὡς πᾶσιν οὔσης ὡμολογημένης τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως χλευάζει ὁ Ἰὼβ τὸν Σωφὰρ ὡς τὰ ὡμολογημένα δι' ἀποδείξεων βουληθέντα κατασκευάσαι. εἶτα καὶ αὐτὸς μεγαλοπρεπῶς ἐξηγεῖται τὰ περὶ τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως δεικνύς, ὅτι συνετώτερος αὐτῶν ἐστι περὶ τὰ θεῖα. καὶ μέμφεται μὲν τοὺς φίλους ὡς οὐ δυνηθέντας θεραπευτικοὺς λόγους εἰπεῖν· αὐτὸς δὲ ἐπὶ τοῦ δικαίου θεοῦ ἡδέως λέγει τὰ προσόντα αὐτῷ σφόδρα θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ. καὶ μέμφεται τοῖς φίλοις ὡς παρὰ τὸ δίκαιον τὴν ὑπὲρ θεοῦ δικαιολογίαν ἀναλαβοῦσι καί φησιν ὅτι· κἂν μυριάκις δόξητε ὑπὲρ θεοῦ λαλεῖν, λαλῆτε δὲ μετὰ δόλου καὶ παρὰ τὸ δίκαιον, οὐκ ἀποδέξεται ὑμᾶς ὁ φιλαλήθης θεός. τὸ δὲ ἐναντίον αὐτὸς σωτηρίας ἐλπίζει τεύξασθαι καὶ ἀποδοχῆς ὡς ἀδόλως καὶ καθαρῶς, ἃ φρονεῖ, μετὰ παρρησίας ἐπὶ θεοῦ διαλεγόμε νος· καί φησιν ὅτι·
It is hard, then, to oppose the one God who alone is wise and powerful. And these things, spoken against another who was being punished for sin, were well said. For the words of Job's friends are not to be rejected, if the person being admonished is someone else and they are spoken with the proper distinction. But the righteous man grieves all the more, conscious of nothing in himself, yet admonished to repentance as though he were impious. CHAPTER NINE. The beginning of the passage: But Job, taking up the discourse, says: Are you then men, or will wisdom die with you? Preliminary exposition of the chapter. Since Sophar had used his words more vehemently and had tried, through the wisdom and power of God, both to frighten the righteous man and to teach him that he does not suffer what he suffers unjustly—since the wisdom and power of God are agreed upon by all—Job mocks Sophar for wishing to establish by demonstrations things that were already admitted. Then he himself also expounds magnificently the matters concerning the wisdom and power of God, showing that he is more understanding than they are in divine things. And he censures his friends as having been unable to speak healing words; but he himself, relying on the righteous God, gladly speaks of what belongs to him, greatly confident in God's righteous judgment. And he censures his friends for undertaking the defense of God contrary to justice, and says: Even if you seem to speak for God ten thousand times, but speak with deceit and contrary to justice, God, who loves truth, will not accept you. But on the contrary, he himself hopes to obtain salvation and acceptance, since he speaks his thoughts without deceit and purely, with boldness before God; and he says:
οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι πρὸς θεὸν ἀληθῆ καὶ δίκαιον σὺν ἀληθείᾳ φθεγγόμενος. εἶτα τρέπεται καὶ εἰς αἴτησιν πρὸς θεὸν καὶ παρακαλεῖ συγγνώμης τυχεῖν, εἴ τι καὶ ἥμαρτεν, καὶ τὸ τῆς φύσεως ἀσθενὲς εἰς ἱκεσίαν προβάλλεται φάσκων μηδένα ἄνθρωπον εἶναι καθαρόν, κἂν μίαν ἡμέραν εἰς τὸν βίον παρέλθῃ. δείκνυσι δὲ κατὰ παράθεσιν, ὡς καὶ τῶν φυτῶν ἀδρανέστερός ἐστιν ὁ ἄνθρωπος. μέμνηται δὲ ὡς προφήτης καὶ συντελείας καὶ ἀναστάσεως· καὶ πάλιν ἱκετεύει τὸν θεὸν ὡς ποιητήν, φείσασθαι τοῦ ἰδίου δημιουργήματος, καὶ ἀξιοῖ μὴ πρὸς ἀκριβεῖς ἐλθεῖν ἐλεγμούς. ταῦτα δὲ πάλιν ἐν τῷ ἑαυτοῦ προσώπῳ ὑπὲρ πάντων ἡμῶν ἐξαιτεῖ τὸν θεόν· οἱ γὰρ ἅγιοι τὰ οἰκεῖα ὑποστησάμενοι πρόσωπα ἐκ τῶν καθ' ἑαυτοὺς ὑπὲρ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος τὸν θεὸν λιτανεύουσιν, ὡς πολλαχόθεν ἔστιν ἰδεῖν, καὶ οὐχ ἥκιστα ἐκ τῆς ἐνθέου καὶ ἐναρμονίου τῶν Ψαλμῶν μελωδίας. ἐπιτήρει δὲ πάλιν, ποίας ἔχων τὰς περὶ θεοῦ δόξας ὁ μακάριος Ἰὼβ καὶ ἐκ ποίας ἀγάπης καὶ καθαρότητος σὺν παρρησίᾳ διαλέγεται. θαυμάσαι δὲ ἄξιον, πῶς ἐν τοσαύταις καὶ τηλικαύταις συμφοραῖς καὶ βασάνοις οὐκ ἐξεπλάγη, οὐ κατέπεσεν, πῶς οὐδὲν αὐτὸν
I know that I shall appear righteous before a true and just God, speaking with truth. Then he turns also to petition toward God and entreats to obtain forgiveness, if he has sinned in anything, and he puts forward the weakness of nature as a plea, saying that no man is clean, even if he passes a single day in life. And he shows by comparison that man is even more feeble than the plants. And he remembers, as a prophet, both the consummation and the resurrection; and again he entreats God as Maker to spare his own handiwork, and he deems it right that he not come to exact scrutinies. And these things again in his own person he asks of God on behalf of us all; for the saints, having taken up their own persons, from their own circumstances entreat God on behalf of the common nature of humanity, as is possible to see from many places, and not least from the inspired and harmonious melody of the Psalms. And observe again with what kind of opinions concerning God the blessed Job, and from what love and purity, converses with boldness. And it is worthy of wonder how, in so many and such great calamities and torments, he was not struck with terror, did not fall, how nothing him
τῶν ὑπὸ τῶν φίλων ῥηθέντων διέλαθεν, ἀλλὰ καὶ πρὸς πάντα ἀπαντᾷ καὶ δόγματα λαλεῖ καὶ ἀξίως θεοῦ τὰς περὶ αὐτοῦ κέκτηται ὑπολήψεις καὶ τρόπον τινὰ μὴ ὢν ἐν σαρκί, ἀλλ' ὅλος ὢν ἐν πνεύματι, οὕτως ἐν μέσαις ταῖς βασάνοις φιλοσοφεῖ. Αἱ λέξεις 12, εἶτα ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; ἆρα οἴεσθε, φησίν, ὅτι μόνοι ἄνθρωποι τυγχάνετε καὶ εἰς ὑμᾶς ἡ πᾶσα σοφία τελευτᾷ, ὡς μηδένα ἄλλον μετέχειν αὐτῆς; ἢ καὶ οὕτως· εἶτα ἔστιν ἐφ' ὑμῖν εἰπεῖν, ὅτι ἄνθρωποί ἐστε τὸ κατ' εἰκόνα διασῴζοντες, ἢ μέχρι τελευτῆς συμπαραμένει ὑμῖν ἡ σοφία; ἵνα εἴπῃ ὅτι· οὐκ ἔστε ἐν τελειότητι σοφίας, ἀλλὰ παρετράπητε καὶ σχεδὸν ἀπωλέσατε τὸ εἶναι ἄνθρωποι. ταῦτα δὲ λέγει οὐ κατεπαιρόμενος αὐτῶν, ἀλλὰ ἀχθόμενος ἐφ' οἷς παρὰ τὴν ἀλήθειαν λαλοῦσιν. 12, κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἐστιν. δύναμαι, φησίν, κἀγὼ εἰδέναι ὅσα καὶ ὑμεῖς ἴστε. 12, δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθην εἰς χλεύασμα.
γον. οἱ γὰρ σαρκικοὶ τὰ τῶν δικαίων καὶ πνευματικῶν μωρίαν ἡγοῦνται. ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος, μωρία γὰρ αὐτῷ ἐστιν. 12, εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπ' ἄλλους, οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. ἐνταῦθα οἱ τὴν εἱμαρμένην δοξάζοντές φασιν ὅτι· ἰδοὺ καὶ ἡ γρα φὴ λέγει, ὅτι εἵμαρτο αὐτὸν παθεῖν. ἀλλ' οὐ τοῦτο ἡ γραφὴ λέγει, μὴ γένοιτοοὐ γὰρ ὑπὸ ἀνάγκην τὰ ἡμέτερα, ἀλλ' ὅτι πάντα ἐν μέτρῳ διοικῶν τὰ καθ' ἡμᾶς ὁ θεὸς τοῖς τῆς ἑαυτοῦ προνοίας λόγοις οἶδε, καὶ μέχρι πόσου συμφερόντως δεῖ πάσχειν ἡμᾶς, καὶ κατὰ μέτρον ἐπάγει τοὺς πειρασμούς.
what was said by the friends escaped him, but he meets everything and speaks doctrines and holds conceptions about him worthy of God, and in a certain way is not in the flesh but wholly in the spirit, and thus philosophizes in the midst of torments. The words 12, "Are you then men, or will wisdom die with you?" Does he think, he says, that you alone are men and all wisdom ends with you, so that no one else partakes of it? Or also thus: "Are you then men, preserving the image," or does wisdom remain with you until the end? So that he says: you are not in the perfection of wisdom, but you have been turned aside and have nearly lost being men. He says these things not out of arrogance toward them, but being grieved at what they say contrary to the truth. 12, "And my heart is as yours." I too, he says, am able to know as much as you know. 12, "For a just and blameless man I have become a laughingstock."
For the fleshly consider the things of the just and spiritual to be folly. For the natural man does not receive the things of the Spirit, for they are folly to him. 12, "For at an appointed time he was prepared to fall under others, and his houses to be plundered by the lawless." Here those who hold the opinion of fate say: Behold, the Scripture also says that it was fated for him to suffer. But the Scripture does not say this—may it not be! For our affairs are not under necessity, but because God, administering all things in measure, knows our affairs by the principles of his own providence, and to what extent it is beneficial for us to suffer, and brings on temptations according to measure.
τοῦτο δὲ εἶπεν ὁ Ἰώβ, ἵνα τὸ κρίμα τῷ θεῷ παράσχῃ μονονουχὶ λέγων· μὴ γελάσθωσαν οἱ δίκαιοι πάσχοντες. ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ' ὅσον ὁ θεὸς βούλεται. 12, οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῶος ἔσεσθαι, ὅσοι γὰρ παροργίζουσι τὸν κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται. καὶ πρόδηλον, φησίν, ὡς οὐκ ἀτιμώρητος ἡ πονηρία οὐδὲ ἀνεξέταστοι μένουσιν οἱ τὸν θεὸν παροργίζοντες. 12, ἀλλὰ δὴ ἐπερώτησον τετράποδα, ἐάν σοι εἴπωσι ἢ πετεινὰ τοῦ οὐρανοῦ, ἐάν σοι ἀναγγείλωσιν, ἐκδιήγησαι δὲ γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης. εἰ δὲ οὐκ ἀρκεῖ, φησίν, ἀκούειν ἀνθρώπου, ἐπερώτησον τὰ ἄλογα καὶ τὰ ἄψυχα. τοῦτο δὲ λέγει πρὸς ἐντροπὴν τοῦ Σωφάρ, ὅτι ταῦτα ἀναντίρρητά ἐστι καὶ πᾶς ἄνθρωπος αὐτὰ ἐπίσταται. τάχα δὲ καὶ τοῦτό φησιν, ὅτι καὶ τὰ ἄψυχα καὶ τὰ ἄλογα, κἂν μὴ λαλῶσιν, τῆς τοῦ θεοῦ δυνάμεως συναισθάνονται. 12, τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ κυρίου ἐποίησεν αὐτά; εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου; πᾶσιν οὖν, φησίν, ἐστὶν ὡμολογημένον, ὅτι τῇ ποιητικῇ καὶ δραστηρίῳ τοῦ θεοῦ δυνάμει τὰ πάντα συνέστησαν καὶ αὐτὸς τὴν πάντων συνέχει ζωήν. εἰ δὲ μὴ τὸ αὐτὸ ψυχὴν καὶ πνεῦμα ἐνταῦθα λέγει, τὸ ψυχὴ μὲν ἐπὶ τῶν ἀλόγων νοητέον, πνεῦμα δὲ ἐπὶ τοῦ ἀνθρώπου διὰ τὸ δεδομένον τῷ ἀνθρώπῳ κατὰ τὴν ἐξ ἀρχῆς πλάσιν πνευματικὸν χάρισμα. 12, οὖς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται. ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη.
Job said this to give the judgment over to God, almost saying: let not the righteous be mocked when they suffer. For they suffer only to the extent that God wills. 12, Yet let no wicked man trust that he will be innocent, for as many as provoke the Lord—surely their examination will come. And it is evident, he says, that wickedness is not unpunished, nor do those who provoke God remain unexamined. 12, But indeed, ask the four-footed beasts, and they will tell you; or the birds of the sky, and they will announce it to you; recount it to the earth, and it will tell you; and the fish of the sea will explain it to you. And if it is not enough, he says, to hear from a man, ask the irrational and the lifeless. He says this to shame Zophar, because these things are indisputable and every man knows them. Perhaps he also says this: that even the lifeless and irrational, even if they do not speak, are aware of the power of God. 12, Who has not known in all these things that the hand of the Lord made them? If not in his hand is the soul of all living things and the spirit of every man? Therefore, he says, it is agreed by all that by the creative and active power of God all things have been established, and he himself sustains the life of all. But if he does not here call soul and spirit the same thing, then soul must be understood of the irrational creatures, and spirit of man, because of the spiritual gift given to man at the original formation. 12, The ear discerns words, and the throat tastes food. In much time is wisdom, and in much life is knowledge.
ὅνπερ γὰρ τρόπον, φησίν, ὁ λάρυγξ διακριτικός ἐστι τῶν γευστῶν κοινὸν δὲ τοῦτον πάντες ἔχομεν, οὕτως ἐστί μοι καὶ πρὸς ἀκοὴν λόγων ὠτίον καὶ χρόνος ἱκανὸς εἰς σοφίαν· ὁ γὰρ φρόνιμος παλαιούμενος προκόπτει τῇ σοφίᾳ. θέλει οὖν εἰπεῖν ὅτι· καὶ οἶδα ἃ ἀκούω καὶ χρόνον εἰς ἐπιστήμην προσέλαβον. ὁ μὲν οὖν Ἀκύλας ἀντὶ τοῦ οὖς _ὠ_τ_ί_ο_ν ἐκδέδωκε· τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ οὖς νοῦς ἔχουσιν. λέγει οὖν ὅτι· ὥσπερ λάρυγγα ἐπὶ διακρίσει βρωμάτων ἅπαντες ἔχομεν, οὕτω καὶ νοῦν δυνάμενον εἰδέναι τὰ περὶ τῆς τοῦ θεοῦ σοφίας τε καὶ δυνάμεως. διὸ καὶ ἐπάγει· 12, παρ' αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει, ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν, ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. παρ' αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις. οὐδεὶς οὖν ἀγνοεῖ, φησίν, ὅτι καὶ σοφός ἐστιν ὁ θεὸς καὶ
δυνατὸς καὶ πάντα μετ' εὐκολίας ποιεῖ, ὅσα καὶ βούλεται, καὶ οὐδεὶς ἱκανὸς ἀνατρέψαι τὰ αὐτῷ δοκοῦντα. 12, διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησεν. ἀλλὰ καὶ τοὺς ἐπὶ βουλῇ μέγα φρονοῦντας λάφυρον λαμβάνει τῇ ἑαυτοῦ σοφίᾳ, καὶ τοὺς δοκοῦντας εἶναι διακριτικοὺς ῥᾳδίως ἐξίστησι τῆς οἰκείας βουλῆς ἢ καὶ τοὺς ἄρχοντας τῆς ἑαυτῶν καθέδρας, ὥστε γνῶναι ὅτι οὐδέν εἰσιν. 12, καθιζάνων βασιλεῖς ἐπὶ θρόνου καὶ περιζωννύων ζωνὴν ὀσφύας αὐτῶν. ἀλλὰ καὶ αὕτη τοῦ θεοῦ ἐξουσία τὸ μηδένα χωρὶς αὐτοῦ βασιλεύειν. 12, ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους.
For he says, in the same way that the throat is what distinguishes tastes, and we all have this in common, so too I have an ear for hearing words and sufficient time for wisdom; for the prudent man, as he grows old, advances in wisdom. He wishes to say, then, that: I both know what I hear and have acquired time for understanding. Aquila, then, rendered “ear” instead of “ear”; but some of the copies have “mind” instead of “ear.” He says, then, that: just as we all have a throat for distinguishing foods, so too we have a mind able to know the things concerning the wisdom and power of God. Therefore he adds: 12, With him are wisdom and power, his are counsel and understanding. If he casts down, who will build up? If he shuts against a man, who will open? If he holds back the water, he will dry up the earth; and if he lets it loose, he has destroyed it by overturning it. With him are might and strength, his are knowledge and understanding. No one, then, he says, is ignorant that God is both wise and
powerful and does all things with ease, as many as he wills, and no one is able to overturn what seems good to him. 12, Leading counselors away captive, and he has driven the judges of the earth out of their senses. But even those who pride themselves greatly on counsel he takes as spoil by his own wisdom, and those who seem to be discerning he easily drives out of their own counsel, or even the rulers from their own seat, so that they may know that they are nothing. 12, Seating kings upon a throne and girding a belt around their loins. But this too is the authority of God, that no one reigns apart from him. 12, Sending priests away captive.
εἰ δὲ καὶ θελήσει, φησίν, καὶ αὐτοὺς ἐτάσαι τοὺς ὀφείλοντας καθαρωτάτους εἶναι, λάφυρον αὐτοὺς ἀποδείξει πρὸς τὴν ἑαυτοῦ ἀκρίβειαν. 12, δυνάστας δὲ γῆς κατέστρεψεν. καὶ τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ δυνάμεως. 12, διαλλάσσων χείλη πιστῶν. ὁ Θεοδοτίων παρατρέχων χείλη ἀπλανῶν ἐκδέδωκεν. ἀλλὰ καὶ τῶν δοκούντων, φησίν, ἀπλανεστάτων τὰς βουλὰς εἰς τοὐναντίον μεθίστησιν. 12, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω. ὁ Σύμμαχος _κ_α_ὶ_ _ἐ_π_ι_σ_τ_ή_μ_η_ν_ _γ_ε_ρ_ό_ν_τ_ω_ν_ _ἀ_φ_α_ι_ρ_ῶ_ν ἐκδέδωκεν, καὶ κατὰ μὲν τοῦτον δοκεῖ λέγειν· καὶ τῶν ἐκ τοῦ χρόνου τι προσλαβόντων τὴν δοκοῦσαν σύνεσιν ῥᾳδίως ἀνατρέπει. κατὰ δὲ τοὺς Ἑβδομήκοντα τὸ σύνεσιν πρεσβυτέρων ἔγνω ἀντὶ τοῦ· οὐδὲν αὐτὸν διαλανθάνει, καὶ δύναται ἀπ' ἀρχῆς γνοὺς τῶν συνετῶν τὰς κινήσεις ταύτας ἀνατρέπειν ὡς μηδὲ εἰς ἔργον ἐκβαίνειν. 12, ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο. ταῦτα μάλιστα τὸν θεὸν δείκνυσι θαυμαστὸν τὰ παρὰ προσδοκίαν τοῖς ἀνθρώποις ἀπαντῶντα. 12, ἀνακαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου. πρὸς μὲν ῥητὸν ὁ καὶ τὰ πᾶσιν ἄδηλα, φησίν, φανεροποιῶν καὶ τοὺς ἐν κινδύνοις καὶ πλησίον ὄντας θανάτου διασῴζων. σκιὰν δὲ θανάτου τὸν κίνδυνόν φησιν, ὅτι ὥσπερ ἡ σκιὰ προτρέχει τοῦ σώματος ἐγγυτάτη αὐτῷ οὖσα, οὕτως καὶ ὁ κίνδυνος τοῦ θανάτου πλησίον αὐτοῦ τυγχάνων. πρὸς δὲ διάνοιαν ἔοικε προφητικῶς τὴν τοῦ κυρίου παρουσίαν προκαταγγέλλειν, ὃς εἶπε τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ἀνακαλύφθητε, καὶ ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις.
But if he wills, he says, even to test those who ought to be most pure, he will show them as plunder in comparison with his own exactness. 12, And he has overthrown the mighty of the earth. And this is a proof of God's power. 12, Changing the lips of the faithful. Theodotion, passing over "lips," rendered it "of the unerring." But also the counsels of those who seem, he says, most unerring he turns to the opposite. 12, But he has known the understanding of elders. Symmachus rendered it "and I will take away the knowledge of elders," and according to him it seems to say: and of those who have received some supposed understanding from time, he easily overturns it. But according to the Seventy, "he has known the understanding of elders" is instead: nothing escapes him, and being able from the beginning to know the motions of the prudent, he can overturn them so that they do not even come to fulfillment in deed. 12, Pouring out dishonor upon rulers, but he healed the humble. These things especially show God to be wonderful, the things that come upon men contrary to expectation. 12, Revealing deep things out of darkness, and he brought out to light the shadow of death. As for the literal sense, he says, he who makes manifest even the things unknown to all and saves those who are in dangers and near to death. And by "shadow of death" he means the danger, because just as the shadow runs ahead of the body, being very near to it, so also the danger of death, being near to it. But as for the deeper meaning, it seems prophetically to foretell the coming of the Lord, who said to those in bonds, "Come out," and to those in darkness, "Be revealed," and he shone upon those sitting in darkness and the shadow of death.
12, πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά. τοῦτο ἐποίησε τοῖς Ἰσραηλίταις τοὺς μὲν ἐξελθόντας ἐξ Αἰγύπτου καὶ ἀπειθήσαντας πλανήσας, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ, τοὺς δὲ τούτων υἱοὺς καθοδηγήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας. 12, διαλλάσσων καρδίας ἀρχόντων γῆς, ἐπλάνησε δὲ αὐτοὺς ὁδῷ, ᾗ οὐκ ᾔδεισαν· ψηλαφήσαισαν σκότος καὶ οὐ φῶς, πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων. τὸ διαλλάσσων πάλιν ἀντὶ τοῦ παρατρέπων· τὸ δὲ ψηλαφήσαισαν καὶ πλανηθείησαν οὐκ εὐκτικῶς λέγει, ἀλλὰ τὸ συμβαῖνόν φησιν. ὅμοιον δὲ καὶ ἐν Ψαλμοῖς εἴρηται· ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. 13, ἰδοὺ ταῦτα τεθεώρηκέ μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέ μου τὸ οὖς, καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. ταῦτα, φησίν, καὶ αὐτὸς πείρᾳ ἔγνων καὶ λεγόντων ἑτέρων ἤκουσα, καὶ οὐδὲν ὑμῶν εἰμι περὶ ταῦτα ἀσυνετώτερος. 13, οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται. ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. ὁρᾷς, ὡς ἐπὶ τοῦ δικαίου κριτοῦ καὶ τοῦ τῶν ψυχῶν ἰατροῦ βούλεται τὰ καθ' ἑαυτὸν ἐξετασθῆναι θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ, ὡς τῶν φίλων καὶ σφαλλομένων καὶ ἀντὶ θεραπείας φαρμάκων καὶ λόγων παρακλήσεως ἐπιτριβόντων αὐτῷ τὰ τραύματα; τὸ δὲ ἐλέγξω ἐναντίον αὐτοῦ, ἐὰν βούληται ἐάν, φησίν, ὁ θεὸς ἐπιτρέψῃ μοι, αὐτοῦ δικάζοντος ἐλέγξω ὑμᾶς ψευδομένους.
12, He leads nations astray and destroys them, he casts nations down and guides them. This he did to the Israelites: those who came out of Egypt and disobeyed he led astray, whose limbs fell in the wilderness, but their sons he guided in the land of promise. 12, He changes the hearts of the rulers of the earth, and he led them astray in a way they did not know; let them feel darkness and not light, and let them be led astray like a drunkard. The phrase he changes again means he turns aside; but the words let them feel and let them be led astray he does not speak in the optative mood, but states what happens. A similar thing is said in the Psalms: But he sets aside the reasonings of peoples and sets aside the counsels of rulers. 13, Behold, my eye has observed these things and my ear has heard, and I know as much as you also understand, and I am not more unintelligent than you. These things, he says, I myself came to know by experience and I heard others saying them, and I am in no way more unintelligent than you concerning these matters. 13, Nevertheless I will speak to the Lord, and I will reprove before him, if he wills. But you are unjust physicians and all of you healers of evils. You see how, before the righteous judge and the healer of souls, he wishes his own case to be examined, trusting in God's righteous judgment, since his friends both err and, instead of treatment with medicines and words of consolation, aggravate his wounds? The phrase I will reprove before him, if he wills means: if God, he says, permits me, with him judging I will reprove you who are lying.
βλέπε ἀγάπης ῥήματα καὶ πεποιθήσεως τῆς εἰς τὸν θεόν, ὅτι διττὰ καὶ ἀντίδικον καὶ δικαστὴν καὶ μάρτυρα τῶν καθ' ἑαυτὸν ποιεῖται τὸν θεόν, οὐ πρὸς αὐτὸν δικαιολογούμενος, ἀλλὰ τοὺς φίλους ἐλέγχων. 13, εἴη δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. γένοιτο ὑμῖν ἐλθεῖν τοιαύτην σύνεσιν ὥστε σιωπῆσαι, καὶ διὰ τῆς σιωπῆς νομισθήσεσθε εἶναι σοφοί. 125 13, ἀκούσατε
ἔλεγχον στόματός μου, κρίσει δὲ χειλέων μου προσέχετε. κατανοήσατε τοιγαροῦν, ἃ μέλλω λέγειν εἰς ἔλεγχον ὑμῶν, καὶ ἐννοήσατε, εἰ κεκριμένως φθέγγομαι. 13, πότερον οὐχὶ κατέναντι κυρίου λαλεῖτε, ἐναντίον δὲ αὐτοῦ φθέγγεσθε δόλον; οὐκ ἐννοεῖτε, ὅτι ὁ θεὸς ἐπακούει τῶν λόγων ὑμῶν; πῶς οὖν τολμᾶτε εἰς ὑπήκοον αὐτοῦ παρὰ τὸ ἀληθὲς φθέγγεσθαι; ἐπιτήρει δὲ καὶ ταῦτα τὰ ῥήματα τοῦ ἀμέμπτου καὶ ἀληθινοῦ, πῶς πανταχοῦ μέμφεται τὸ ψεῦδος, κἂν ὑπὲρ θεοῦ τις λέγειν δοκῇ· διόπερ αὐτὸς ἃ φρονεῖ σὺν ἀληθείᾳ καὶ μετὰ παρρησίας ἅπαντα διαλέγεται, ἐφ' ᾧ καὶ ὁ θεὸς αὐτὸν ἀποδέχεται αὐτὸς ὢν ἡ ἀλήθεια. τὸ γὰρ ψεῦδος ἐκ τοῦ πονηροῦ ἐστιν, ὥς φησιν ὁ σωτήρ. 13, ἢ ὑποστελεῖσθε; οὐ δύνασθε κρυβῆναι ἀπ' αὐτοῦ ἐν τοῖς τοιούτοις ῥήμασιν. 13, ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε. καλόν, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς. εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, οὐδέν τι ἧττον ἐλέγξει ὑμᾶς. ἀλλ' ὑμεῖς κρίνατε, εἰ μὴ ἀληθῆ λέγω ὅτι· ἐὰν τὰ καθ' ὑμᾶς ἀναζητήσῃ θεός, κἂν μυριάκις ὑπὲρ αὐτοῦ λαλεῖν δοκῆτε, ἐλέγξει ψευδομένους οὐδὲν τῆς ἀληθείας ποιούμενος προτιμότερον. 126 13, εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε, πότερον οὐχὶ ἡ δῖνα αὐτοῦ στροβήσει ὑμᾶς;
See the words of love and of confidence in God, that he makes God both twofold—both adversary and judge and witness—of his own affairs, not justifying himself before him, but refuting his friends. 13, Would that you might be silent, and it will turn out to you for wisdom. May such understanding come to you as to be silent, and through silence you will be thought to be wise. 13, Hear
the reproof of my mouth, and attend to the judgment of my lips. Consider therefore what I am about to say for your reproof, and understand whether I speak with judgment. 13, Is it not before the Lord that you speak, and before him that you utter deceit? Do you not understand that God hears your words? How then do you dare to speak falsely in his hearing? Observe also these words of the blameless and truthful man, how everywhere he censures falsehood, even if one seems to speak on God's behalf; therefore he himself speaks all things with truth and with boldness, in which God also accepts him, being himself the truth. For falsehood is from the evil one, as the Savior says. 13, Or will you shrink back? You cannot hide from him in such words. 13, But you yourselves become judges. It is well if he searches you out. For if, doing all things, you are added to him, he will nonetheless reprove you. But you judge whether I do not speak the truth, that: if God searches out your affairs, even if you seem to speak on his behalf ten thousand times, he will reprove you as lying, esteeming nothing more precious than the truth. 13, But if you also admire faces in secret, will not his whirlwind whirl you about?
φόβος δὲ παρ' αὐτοῦ ἐπιπεσεῖται ὑμῖν, ἀποβήσεται δὲ ὑμῖν τὸ γαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. ἀντὶ τοῦ εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε _μ_ὴ_ _κ_ρ_ύ_φα πρόσωπον αὐτοῦ δυσωπηθήσεσθε ὁ Σύμμαχος ἐκδέδωκεν. ὁ δὲ νοῦς τοιοῦτός ἐστιν· εἰ δὲ καὶ χαριζόμενοι, φησίν, τῷ κυρίῳ καὶ ὥσπερ αἰδούμενοι αὐτοῦ τὸ πρόσωπον κρυφαίως λαλεῖτε, ἄλλα μὲν ἔχοντες κατὰ διάνοιαν, ἕτερα δὲ φθεγγόμενοι, ἆρα οὐχ ἡ συστροφὴ αὐτοῦ καὶ ἡ ἔτασιςτοῦτο γάρ ἐστιν ἡ δῖνα αὐτοῦπεριτρέψει ὑμᾶς καὶ φοβήσει καὶ καταπλήξει; καὶ ἡ μεγαλαυχία ἡ ὑμετέρα ἀποδειχθήσεται οὐδὲν ἕτερον ἢ σποδὸς καὶ ὅτι οὐδὲν ἕτερον ἢ πηλὸς τυγχάνετεἀντὶ τοῦ· ἀλαζονεύεσθε σποδὸς ὄντες καὶ πηλός, καὶ μετ' ἐπικρύψεως λαλεῖτε ὡς θεῷ χαριζόμενοι· οὐ γὰρ ἀνέξεται ὑμῶν ψευδομένων, ἀλλὰ καὶ φοβήσει καὶ στροβήσειἀντὶ τοῦ· τιμωρήσειὑμᾶς. 13, κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν. ἀκούσατε τοίνυν μεθ' ἡσυχίας, ἵνα ἀναπαύσωμαι παραμυθούμενος διὰ τῶν λόγων τὸ πάθος. τοῦτο γὰρ σημαίνει τὸ ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν. 13, ψυχὴν δέ μου θήσω ἐν χειρί, ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται. τίθημι δὲ τὴν ἐμὴν ψυχὴν εἰς ἐνέχυρον ἕτοιμος ὢν τὴν ὑπὲρ τῶν λόγων ὑπομένειν δίκην· κἂν ἀνελεῖν θέλῃ ὁ ἀρξάμενός με βασανίζειν θεός, ἑτοίμως ἔχω πάντα πάσχειν τὰ αὐτῷ δοκοῦντα. ὁ δὲ νοῦς οὗτος· εἰ μὴ τἀληθῆ φθέγγομαι, ἕτοιμός εἰμι ὑπομένειν ὅτι ἂν τῷ θεῷ δοκῇ. 13, ἢ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ, καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν· οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται.
Fear from him will fall upon you, and your boasting will turn out for you to be like ashes, and your body like clay. Instead of “but if you secretly admire persons, will you not be put to shame before his hidden face?” Symmachus has rendered it thus. And the sense is this: but if, he says, you speak secretly while showing favor to the Lord and as it were revering his face, having one thing in your mind but uttering another, will not his gathering and his scrutiny—for this is what his whirlwind means—overturn you and frighten you and strike you with terror? And your great boasting will be shown to be nothing other than ashes, and that you are nothing other than clay—instead of: you boast, being ashes and clay, and you speak with concealment as though showing favor to God; for he will not tolerate your lying, but will both frighten and whirl you—instead of: punish you. 13, Be silent, that I may speak and be at rest from wrath, having taken up my flesh with my teeth. Hear me, then, in quietness, that I may be at rest, consoling my suffering through words. For this is what “having taken up my flesh with my teeth” signifies. 13, But I will place my soul in my hand, if the mighty one should overpower me, since he has also begun. I place my soul as a pledge, ready to undergo the penalty on behalf of my words; and even if God, who has begun to torment me, wishes to destroy me, I am ready to suffer all that seems good to him. And the sense is this: if I do not speak the truth, I am ready to undergo whatever seems good to God. 13, Surely I will speak and reprove before him, and this will turn out for me unto salvation; for deceit will not enter before him.
ὁρᾷς, πῶς θαρρεῖ τῇ ἀληθείᾳ καὶ τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ; οἶδα, φησίν, ὅτι εἰς σωτηρίαν μοι ἀποβήσεται τὸ ἐναντίον θεοῦ τἀληθῆ λέγειν καὶ διελέγχειν ὑμᾶς ψευδομένους. 13, ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι. ἐγγὺς κύριος, λέγεται, τοῖς ἐπικαλουμένοις αὐτόν, ἀντὶ τοῦ· εὐμενὴς αὐτοῖς ἐστιν ὁ θεός. ἀκούσατε οὖν, φησίν, ἃ μέλλω λέγειν· εὐμενὲς γὰρ ἕξω τὸ κριτήριον ἐπὶ θεοῦ δικαίου καὶ ἀληθοῦς φθεγγόμενος, οὗ τῇ ἀληθείᾳ θαρρῶν πιστεύω δικαιότερα λέγων ὑμῶν ἀναφανήσεσθαι. ἢ καὶ οὕτως· ἐγγύς εἰμι τοῦ κρίματός μου, ἀντὶ τοῦ· ἕτοιμός εἰμι πάσχειν ὅ τι ἂν κρίνῃ ὁ θεός. θαρρῶν τῇ αὐτοῦ ἀληθείᾳ ἐλπίζω δίκαιος ὀφθήσεσθαι. 13, τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; τίνα γάρ, φησίν, ὑμῶν κρινόμενος εὐλαβηθήσομαι, ἵνα σιωπήσω; τὸ δὲ ἐκλείψω ἀντὶ τοῦ· σιωπῶν γὰρ ὑπόδικον ἐμαυτὸν ποιῶ καὶ ἀναπολόγητον ὡς ἐκλειπουσῶν μοι τῶν δικαιολογιῶν. 128 13, δυοῖν δέ μοι χρεία· τότε ἀπὸ προσώπου σου οὐ κρυβήσομαι, τὴν χεῖρά σου ἀπ' ἐμοῦ ἀπόσχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. μὴ γὰρ γένοιτο, φησίν, ἀποστῆναί μέ σουπρὸς δὲ τὸν θεὸν τὸν λόγον ἔτρεψεν, ἱκετεύω δὲ
You see how he is confident in the truth and in God's righteous judgment? "I know," he says, "that it will turn out for my salvation to speak the truth before God and to refute you who lie." 13, "Hear, hear my words; for I will declare them while you listen. Behold, I am near to my judgment; I know that I shall appear righteous." "The Lord is near," it is said, "to those who call upon him," meaning: God is favorable to them. "Listen, then," he says, "to what I am about to say; for I shall have a favorable tribunal before a righteous and true God, when I speak, trusting in whose truth I believe that I shall appear to speak more righteously than you." Or also thus: "I am near to my judgment," meaning: I am ready to suffer whatever God may judge. Trusting in his truth, I hope to be seen as righteous. 13, "For who is he who will contend with me, that I should now keep silent and fail?" "For whom," he says, "of you, when I am judged, shall I fear, so as to be silent?" And "I shall fail" means: for by being silent I make myself liable and without defense, as my just arguments fail me. 128 13, "But two things I need: then I shall not hide from your face; withdraw your hand from me, and let not your fear terrify me." "For may it not be," he says, "that I should depart from you"—but he turned his speech to God—"and I beseech you
καὶ κουφισθῆναι τῶν βασάνων καὶ ἀφόβως εἰπεῖν. 13, εἶτα καλέσεις, ἐγὼ δέ σου ὑπακούσομαι. ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. ἐάν, φησίν, γνῶ, ὅτι εὐμενῶς διάκεισαι πρός με, καὶ ἐρωτώμενος εἰς ἀπολογίαν ἔρχομαι. 13, πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; δίδαξόν με, τίνες εἰσίν. διὰ τὶ ἀπ' ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον; τὴν αἰτίαν ἐπιθυμῶ μαθεῖν, φησίν, τῶν κολάσεων καὶ ποίων πλημμελημάτων ἐκτίνων δίκας ταῦτα ὑπομένω. διὰ τί, δέσποτα, ἀποκρύπτεις με; διὰ τί ὡς ἐχθρῷ κέχρησαι τῷ φύλλων ἀδρανεστέρῳ; διὸ καὶ ἐπάγει· 13, 2514, ἢ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι, ὅτι κατέγραψας κατ' ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου, οἳ παλαιοῦνται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς, ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐνώπιόν σου ἐν κρίματι; τὸ τῆς φύσεως εὐτελὲς εἰς ἱκετηρίαν προβάλλεται φύλλῳ παρεικάζων τὸν ἄνθρωπον καὶ χόρτῳ τῇδε κἀκεῖσε περιφερομένῳ καὶ ἀσκῷ παλαιουμένῳ καὶ ἱματίῳ ὑπὸ σητῶν δαπανωμένῳ καὶ ἄνθει ταχὺ μαραινομένῳ καὶ σκιᾷ παρατρεχούσῃ. τὸν τοιοῦτον, οὖν φησιν, δέσποτα, εἰς ἀκριβεῖς εἰσάγεις ἐλεγμοὺς καὶ λεπτῶς τὰ κατ' αὐτὸν ἐξετάζεις. τὸ δὲ κατέγραψας κατ' ἐμοῦ κακά ἀντὶ τοῦ· ἀπεσημήνω πᾶν, εἴ τι καὶ ἥμαρτον ἐκ νεότητος.
and to be lightened of his torments and to speak without fear. 13, "Then you shall call, and I will listen to you; or you shall speak, and I will give you an answer." If, he says, I know that you are favorably disposed toward me, I also come to my defense when questioned. 13, "How many are my sins and my transgressions? Teach me what they are. Why do you hide from me, and consider me your adversary?" I desire to learn, he says, the cause of the punishments, and for what sort of offenses I am paying the penalty and enduring these things. Why, Master, do you hide yourself from me? Why have you treated as an enemy one who is weaker than a leaf? Therefore he adds: 13, 25-14, "Or will you be afraid of a leaf driven by the wind, or will you set yourself against grass carried by the wind, because you have written evil things against me, and you have wrapped me in the sins of my youth, and you have placed my foot in a stumbling block, and you have watched all my works, and you have reached the roots of my feet, which grow old like a wineskin or like a garment eaten by moths. For man, born of woman, is short-lived and full of wrath, or like a flower that has bloomed and fallen, and he has fled like a shadow and shall not stand. Have you not also made an account of him and caused him to enter before you in judgment?" He puts forward the cheapness of nature as a supplication, likening man to a leaf and to grass carried here and there, and to a wineskin growing old, and to a garment consumed by moths, and to a flower quickly withering, and to a shadow running past. Such a one, then, he says, Master, you bring into exact scrutinies and you examine his affairs minutely. And "you have written evil things against me" is instead of: you have noted down everything, if indeed I sinned even from my youth.
τὸ δὲ ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἵνα εἴπῃ ὅτι· ἀκριβῶς ἐφύλαξας τὰ κατ' ἐμὲ ὡς οἱ ἐν τῇ ξυλοπέδῃ δεσμοῦντες τοὺς καταδίκους. ὁ γὰρ Ἀκύλας οὕτως ἐκδέδωκεν· _κ_α_ὶ_ _ἔ_θ_η_κ_α_ς_ ἐν ξυλοπέδῃ τὸν πόδα μου. τὸ δὲ εἰς ῥίζας τῶν ποδῶν μου ἀφίκου, τουτέστιν· καὶ τὰ λεπτότατα τῆς πορείας μου ἐφύλαξας. τὸ δὲ πλήρης ὀργῆς ὁ Ἀκύλας _π_λ_ή_ρ_η_ς_ _κ_λ_ο_ν_ή_σ_ε_ω_ς ἐκδέδωκεν, ἵνα εἴπῃ, ὅτι καὶ ὀλιγοχρόνιός ἐστιν ὁ ἄνθρωπος καὶ ὁ βίος αὐτοῦ μεστὸς ταραχῆς. ταῦτα δὲ εἶπε καὶ συγγνώμην αἰτῶν, εἴ τι καὶ ἥμαρτεν, καὶ ἔλεον ἐπιζητῶν ἐπὶ τῇ ἀνθρωπίνῃ ταπεινότητι. 14, τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ' οὐδείς, ἐὰν καὶ μίαν ἡμέραν ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. ἀριθμητοὶ δὲ μῆνες αὐτῷ παρ' αὐτοῦ, εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ. ἀπόστα ἀπ' αὐτοῦ ἵνα ἡσυχάσῃ καὶ εὐδοκήσῃ τὸν βίον ὥσπερ ὁ μισθωτός. τί δεῖ, φησίν, περὶ ἀνθρώπου μακρὰ λέγειν, ὅπουγε καὶ αὐτὴ ἡ ἀνθρωπίνη γέννησις οὐκ ἄνευ ῥύπου καὶ ἁμαρτίας τυγχάνει; τοῦτο δὲ λέγει ὡς προφήτης διὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ὡς γὰρ ὁ πολύνους ἀπόστολος ἔφη· διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἁμαρτωλοὶ κατέστησαν οἱ πολλοί. ἔστι δέ, φησίν, καὶ ἄλλως ὁ ἄνθρωπος ὀλιγοχρόνιος μέτρον εἰς ζωὴν παρὰ θεοῦ λαβών, ὅπερ ὑπερβῆναι παντελῶς ἀμηχάνως ἔχει. ἐλθὲ τοίνυν εἰς οἶκτον, δέσποτα, τοῦ οὕτως εὐτελοῦς, τοῦ ἐκ γεννητῆς ἁμαρτωλοῦ καὶ ὀλιγοβίου· καὶ ἀπόστησόν σου τὸ ἐταστικὸν ἀπ' αὐτοῦ, ἵνα ἀναπνεύσῃ δίκην μισθωτοῦ μετὰ τοὺς πολλοὺς καμάτους ὀλίγην εὑρίσκων ἀνάπαυσιν. 14, ἔστι γὰρ δένδρῳ ἐλπίς. ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ.
But "you placed my foot in a hindrance," meaning that you have carefully guarded what concerns me, like those who bind condemned men in the stocks. For Aquila rendered it thus: "and you have set my foot in the stocks." And "you reached to the roots of my feet," that is, you have guarded even the most minute details of my course. And "full of anger" Aquila rendered as "full of disturbance," meaning that man is short-lived and his life is full of turmoil. He said these things both asking forgiveness, if he had sinned in anything, and seeking mercy for human lowliness. 14, "For who shall be pure from defilement?" But no one, even if his life on earth be a single day. "But his months are numbered before him; you set a time, and he shall not surpass it. Depart from him, that he may be at rest and be well pleased with his life like a hired servant." What need, he says, to speak at length about man, when even human birth itself does not come about without defilement and sin? He says this as a prophet, on account of the transgression in Adam; for as the deeply thoughtful apostle said: through the disobedience of the one, the many became sinners. And, he says, man is also short-lived in another sense, having received from God a measure for his life, which it is altogether impossible to surpass. Come, then, to compassion, Master, for one so worthless, one sinful from birth and short-lived; and remove your scrutiny from him, that he may breathe again like a hired servant, finding a little rest after many labors. 14, "For there is hope for a tree. For if it be cut down, it will bloom again, and its branch shall not fail.
ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον. ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἐστίν. ἀλλὰ καὶ φυτῶν, φησίν, εὐτελέστερός ἐστιν ὁ ἄνθρωπος. ἐκεῖνα γὰρ καὶ μετὰ τὴν τομὴν δύναται ἐπανθῆσαι καὶ κλῶνας ἀναβλαστῆσαι ἀρδείας ὑδάτων τυχόντα καὶ ποιεῖν θερισμόν, ἀντὶ τοῦ· καρπόν. ἄνθρωπος δὲ ἅπαξ ἀποθανὼν παλινδρομῆσαι εἰς τὸν βίον οὐ δύναται. 14, χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη. ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανός, οὐ μὴ συρραφῇ καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν. ἀντὶ τοῦ· χρόνῳ δὲ σπανίζεται θάλασσα, ὁ Σύμμαχος· _ὡ_ς_ _ _ 131 ἐκρεῖ ὕδατα ἀπὸ θαλάσσης ἐκδέδωκεν. ὁ δὲ νοῦς οὗτος· ὥσπερ, φησίν, ὕδωρ ἀπὸ θαλάσσης ἐκρέον, οἷόν ἐστι τὸ ἐκ τοῦ Πόντου κατιὸν ῥεῦμα,
καὶ ὥσπερ ποταμὸς ξηρανθείς, οὕτως ἄνθρωπος ἀποθανὼν ἀφανὴς γίνεται. τὸ δὲ ἕως ἂν ὁ οὐρανός, οὐ μὴ συρραφῇ, τουτέστιν· ἕως συντελείας. οὕτως οὖν ἀνάγνωθι· ἕως ἂν ὁ οὐρανός, καὶ ὑπόστιξον, ἵνα εἴπῃ· ἕως συνέστηκεν ὁ κόσμος, ὁ ἀποθανὼν ἄνθρωπος οὐ μὴ συρραφῇ, ἀντὶ τοῦ· οὐ μὴ συναρμοσθῇ. συρραφὴν δὲ λέγει τὸν εἱρμὸν τῶν ζεύξεων τῶν μελῶν. τοῦτο δὲ εἶπεν, ἵνα μή τις ὑπολάβῃ κατὰ καιρὸν ἀνάστασιν γίνεσθαι, ἀλλ' ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων. καὶ σημείωσαι, ὅτι σαφῶς τὸ τῆς ἀναστάσεως ἐδίδαξε μυστήριον. καὶ ταῦτα μὲν πρὸς τὸ ῥητόν. ἔστι δὲ κατὰ ἀλληγορίαν δένδρῳ ἐλπίς, ἀντὶ τοῦ· ἀνθρώπῳ.
For if its root grows old in the earth, and its stump dies in the rock, at the scent of water it will blossom, and it will make a harvest like a new plant. But a man, having died, is gone, and a mortal, having fallen, is no more. But even than plants, he says, man is more worthless. For those can blossom again after being cut and put forth shoots if they obtain irrigation of waters, and make a harvest—that is, fruit. But a man, once dead, cannot return to life. For in time the sea is diminished, and a river, being deserted, has dried up. But a man, having fallen asleep, shall surely not rise, until the heaven shall not be sewn together, and they shall not be awakened from their sleep. Instead of "for in time the sea is diminished," Symmachus has rendered: "as waters flow out from the sea." And the sense is this: just as, he says, water flowing out from the sea—such as the stream that descends from the Pontus—and just as a river dried up, so a man, having died, becomes invisible. And the phrase "until the heaven shall not be sewn together" means: until the consummation. Read it thus, then: "until the heaven," and pause, so that it means: as long as the world stands, the dead man shall surely not be sewn together—that is, shall not be joined together. And by "sewing together" he means the connection of the joints of the limbs. And he said this so that no one might suppose that a resurrection happens at some particular time, but once at the consummation of the ages. And note that he clearly taught the mystery of the resurrection. And these things are said with respect to the literal sense. But allegorically, "there is hope for a tree"—that is, for a man.
κἂν γὰρ ἐν παραπτώματι γένηται, μετανοήσῃ δὲ καὶ γένηται ἐν τῇ γῇ τῆς εὐσεβείας καὶ ἐν τῇ πέτρᾳ ἤγουν τῇ εὐσεβεῖ πίστει, ἐκ τοῦ ὕδατος τῆς παλιγγενεσίας ἢ καὶ ἐκ τοῦ δακρύου τῆς μετανοίας ἀναβλαστήσει. ὁ δὲ τῇ παρατροπῇ καὶ τῇ ἁμαρτία ἐναποθανὼν οὐδεμίαν ἔχει χρηστὴν ἐλπίδα. καὶ χρόνῳ μὲν ἀφανίζεται ἡ ἁμαρτία, θάλασσα τροπικῶς ὀνομαζομένη, ὁ δὲ διάβολος καὶ οἱ αὐτοῦ πειρασμοὶ ξηραίνονται, οἱ δὲ τελευτήσαντες οὐκ ἐξαφανίζονται περιμένοντες τὴν ἀνάστασιν. 14, εἰ γὰρ ὄφελον ἐν ἅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με, ἕως ἂν παύσηταί σου ἡ ὀργή· καὶ τάξῃ μοι χρόνον, ἐν ᾧ μνείαν μοι ποιήσῃ. ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ. ὁ Θεοδοτίων ἀντὶ τοῦ ζήσεται· _μ_ὴ_ _ζ_ή_σ_ε_τ_α_ι_ _ἔ_φ_η_. ὁ δὲ νοῦς οὗτος· εἴθε, φησίν, τὸν χρόνον τοῦτον, ὃν ὀργίζει μοι, ἐν τῷ ᾅδῃ με ἐφύλαξαςἀνέγκλητος γὰρ ἡ ἐκεῖ φυλακήκαὶ μὴ παντελῶς ἐπελάθου μου, ἀλλ' ἔταξάς μοι χρόνον τῆς ἐκεῖ φυλακῆς. αἰτίαν δὲ ἀποδέδωκε τοῦ ποθεῖν τὸν θάνατον· δίχα γὰρ βασάνων, φησίν, ἐκεῖ φυλαττόμενος προσδοκῶ τὴν ἀνάστασιν. ἐὰν γάρ, φησίν, ἀποθάνῃ ἄνθρωπος συντελέσας τὰς ἡμέρας τοῦδε τοῦ βίου, οὐκ εἰς ἀνυπαρξίαν χωρεῖ, ἀλλὰ ζῇ τῇ ψυχῇ περιμένων τὴν ἀνάστασιν. κατὰ δὲ Θεοδοτίωνα· ἐάν, φησίν, ἀποθάνῃ ἄνθρωπος, οὐ ζήσεται, ἵνα εἴπῃ, ὅτι τῶν βασάνων ἀπαλλάττεται. 14, ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι. εἶτα καλέσεις με, ἐγὼ δέ σοι ὑπακούσομαι. ἐὰν γάρ, φησίν, ἐν ᾅδου φυλαχθῶ, προσδοκῶ τὴν παλιγγενεσίαν καὶ ἀνάστασιν, ὅτε σὺ μὲν ἐντέλλῃ τοῖς νεκροῖς ἀναστῆναι, ἐγὼ δέ σοι ὑπακούσομαι.
For even if he falls into a transgression, yet if he repents and is in the earth of piety and in the rock—that is, in the pious faith—he will blossom again from the water of regeneration or from the tear of repentance. But he who has died in perversion and sin has no good hope. And in time sin, which is figuratively called the sea, is destroyed, and the devil and his temptations are dried up, but those who have died are not destroyed, awaiting the resurrection. 14, For would that you had kept me in Hades, and had hidden me, until your anger should cease; and had appointed me a time in which you would make remembrance of me. For if a man dies, he shall live, having completed the days of his life. Theodotion, instead of "he shall live": _he shall not live_, he said. And the meaning is this: Would that, he says, during this time in which you are angry with me, you had kept me in Hades—for that custody there is without blame—and had not wholly forgotten me, but had appointed me a time of custody there. And he has given the reason for longing for death: for without torments, he says, being kept there, I await the resurrection. For if, he says, a man dies having completed the days of this life, he does not pass into non-existence, but lives in the soul, awaiting the resurrection. But according to Theodotion: If, he says, a man dies, he shall not live—so as to say that he is delivered from torments. 14, I will wait, until I come to be again. Then you will call me, and I will answer you. For if, he says, I am kept in Hades, I await the regeneration and resurrection, when you command the dead to rise, and I will answer you.
σημαίνει τὸ γοργὸν τῆς φύσεως εἰς τὴν ἀνάστασιν. ἐν γὰρ κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, οὐδενὸς ἀντιπράττοντος ἐν ῥιπῇ ὀφθαλμοῦ ἡ ἀνάστασις γίνεται, ὡς καὶ ὁ ἱερὸς ἡμᾶς ἀπόστολος ἐδίδαξε. ταῦτα δὲ προφητικῶς ἐξαγγείλας ὁ μακάριος Ἰὼβ πάλιν ἐπὶ τὴν ἱκεσίαν προτρέπεται καί φησιν· 14, τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ, ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου. ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ, ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην. πάλιν ὡς ποιητὴν ἱκετεύει τὸν θεὸν καί φησιν· μὴ ἀπόβλητόν με, δέσποτα, τὸ σὸν ποιήσῃ δημιούργημα, μηδὲ οὕτω τὰ καθ' ἡμᾶς λεπτῶς ἐξαρίθμει καὶ ἐξιχνίαζε ὥσπερ ἐν βαλλαντίῳ πάντα κατακλείων, ἐφ' ᾧ μηδεμίαν οἱονεὶ παραπολέσθαι τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλὰ πασῶν ἀπαιτεῖσθαι τὰς δίκας. διὰ τί δέ, δέσποτα, καὶ τὰς ἀκουσίους ἡμῶν ἁμαρτίας οὕτως ἐπισημαίνει καὶ οἱονεὶ ἀπογράφεις; ταῦτα δέ φησι θεὸν μὲν ἱκετεύων, μὴ ἀκριβῶς ἐξετάζειν τὰ καθ' ἡμᾶς, ἡμᾶς δὲ διδάσκων, ὡς οὐδὲν διαλανθάνει τὴν ἀπλανῆ τοῦ θεοῦ κατανόησιν τῶν ἡμετέρων, εἴτε προαιρετικῶς, εἴτε ἀκουσίως τι πράξομεν. ὅτι δὲ καὶ τῶν ἀκουσίων ὑφέξομεν τοὺς λόγους, ἤκουσας καὶ τοῦ λόγου τοῦ Ἐκκλησιαστικοῦ πρὸς τῷ τέλει λέγοντος, ὅτι· σύμπαν τὸ ποίημα ὁ θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν. 14, καὶ πλὴν ὄρος πῖπτον πεσεῖται καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς. λίθους ἐλέαναν ὕδατα, καὶ κατέκλυσεν ὕδατα ὑπτία τοῦ χώματος τῆς γῆς καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας.
He signifies the swiftness of nature for the resurrection. For at a command, at the voice of an archangel, with no one opposing, in the twinkling of an eye the resurrection takes place, as the holy apostle also taught us. Having proclaimed these things prophetically, the blessed Job again urges himself to supplication and says: "But the works of your hands do not reject; you have numbered my pursuits, and none of my sins shall pass by you. You have sealed my lawless deeds in a bag, and you have marked, if I transgressed unwillingly." Again, as to a maker, he supplicates God and says: Do not, Master, make your own handiwork rejected, nor thus minutely count up and trace out our affairs, as it were locking everything up in a bag, on account of which not one, so to speak, of our sins is lost, but the penalties of all are exacted. But why, Master, do you thus mark and, as it were, register even our involuntary sins? He says these things supplicating God not to examine our affairs precisely, and teaching us that nothing of our deeds escapes the unerring comprehension of God, whether we do something by choice or involuntarily. And that we shall give account even for involuntary sins, you have heard the Ecclesiastical Word also saying at its end: "God will bring every work into judgment, in every overlooked thing, whether it be good or whether it be evil." "And except a mountain falling shall fall, and a rock shall grow old from its place. Waters wore away stones, and waters swept away the sloping parts of the earth's dust, and you destroyed the endurance of man.
ὁ σοφὸς Ἰὼβ αἰνίγματα λαλεῖ, ἐπειδὴ καὶ πολλὰ τῶν φίλων δι' αἰνιγμάτων ῥηθέντα συνῆκεν αὐτὸς ὡς σοφός, οὐδαμοῦ τὸν νοῦν ἐκ τῶν ἀλγηδόνων περισπασθείς, ἀλλ' ἐν μέσοις αὐτοῖς τοῖς πάθεσι φιλοσοφῶν. ἔοικεν οὖν ἐν τούτοις τὸν θεὸν ἱκετεύειν μὴ ἐπὶ
πολὺ παρατείνειν αὐτῷ τὰς συμφοράς, μήπως τις αὐτῷ καὶ ὀκλασμὸς γένηται καὶ ἐξατονήσῃ. εἰ γὰρ καὶ ὄρος, φησίν, καὶ πέτρα τῷ χρόνῳ παλαιοῦται καὶ πίπτει, καὶ τοὺς λίθους τοὺς στερροτάτους λεαίνει ἡ συχνὴ τῶν ὑδάτων ἐπιρροὴ καὶ τὰ ἀνεστηκότα τῆς γῆς χώματα ἡ τῶν ὑδάτων φορὰ κατακλύζει καὶ ὑπτία ἀπεργάζεται, δέος, μὴ τῇ συνεχείᾳ τῶν πειρασμῶν καὶ τῷ μήκει τοῦ χρόνου πάθω τι κἀγὼ τῶν ἀβουλήτων, καὶ ἀπείπω πρὸς τὰς συμφοράς. τὸ δὲ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας τοῦτο σημαίνει, ὅτι ἐκτὸς τῆς ἄνωθεν βοηθείας ἄνθρωπος οὐδέν ἐστιν οὐδὲ τὰς τῶν πειρασμῶν νιφάδας ὑπομεῖναι δύναται. 14, ὤσας αὐτὸν εἰς τέλος καὶ ᾤχετο, ἐπέστησας αὐτῷ τὸ πρόσωπόν σου καὶ ἐξαπέστειλας. πάλιν περὶ τῆς οὐδενίας τοῦ ἀνθρώπου πρὸς θεὸν ἀποδύρεται. ὡς γὰρ ἐπὶ ἀνέμου καὶ χοὸς ἤ τινος τῶν κουφοτάτων, ἐάν, φησίν, μόνον ὠθήσῃς αὐτὸν ἢ ἐπιστήσῃς αὐτῷ τὸ πρόσωπόν σου ἀπειλητικῶς, εὐθέως ἀποστέλλεται καὶ οἴχεται, ἀντὶ τοῦ· ἀποθνήσκει. 14, πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ εἶδεν, ἐὰν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται, ἀλλ' ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν. τί δέ, φησίν, ὄφελος ἀνθρώπῳ ἐν ὀδύναις ζήσαντι καὶ ἐν πένθει ψυχῆς ἐκ τῶν μετ' αὐτὸν ἐσομένων; κἄν τε γὰρ εἰς πλῆθος ἐκταθῇ αὐτοῦ ἡ γονή, κἄν τε εἰς ὀλίγους περιστῇ, αὐτὸς ἅπαξ ἀποθανὼν ἀγνοεῖ.
The wise Job speaks in riddles, since he also understood many things said by his friends in riddles, being wise, his mind nowhere distracted by his pains, but philosophizing in the very midst of his sufferings. He seems, then, in these words to beseech God not to prolong his calamities for a long time, lest some weakening come upon him and he grow utterly faint. For if, he says, even a mountain and a rock grow old with time and fall, and the frequent inflow of waters smooths the hardest stones, and the rush of waters floods the raised mounds of earth and makes them lie flat, there is fear lest by the continuance of trials and the length of time I too suffer something of what I do not wish, and give out against my calamities. And the phrase "you have destroyed man's endurance" signifies this: that apart from help from above man is nothing, nor is he able to endure the snowstorms of trials. 14, "having thrust him to the end, and he is gone, you have set your face against him and sent him away." Again he laments to God concerning the nothingness of man. For as in the case of wind and dust or some one of the lightest things, if, he says, you only thrust him or set your face against him threateningly, he is straightway sent away and gone, which means: he dies. 14, "and though his sons be many, he has not seen them; but if they be few, he does not know it, but rather his flesh has grieved and his soul has mourned." And what, he says, is the benefit to a man who has lived in pains and in mourning of soul from those who shall come after him? For whether his offspring be extended to a multitude, or be reduced to a few, he, having once died, does not know.
ἠρέμα δὲ πάλιν ἡμᾶς διδάσκει, μὴ μέγα οἴεσθαι τὴν εὐπαιδίαν καὶ πολυπαιδίαν. τῷ γὰρ ἅπαξ ἀποθνήσκειν μέλλοντι τούτων οὐδὲν ὄφελος. τὸ δὲ ὀλιγοχρόνιον πρὸς παραίτησιν καὶ ἱκεσίαν προεβάλετο. ΚΕΦΑΛΑΙΟΝ ΔΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματι καὶ ἐνέπλησε πόνον γαστρός; Προθεωρία τοῦ κεφαλαίου τοῦ Ἰὼβ προοιμιασαμένου καὶ εἰρηκότος· πότερον ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἐστιν, εὐθὺς ὁ Ἐλιφὰζ πρὸς τοῦτο ἱστάμενός φησι πρὸς τὸν Ἰὼβ ὅτι· οὐδέποτε ὁ σοφὸς ἐπιδεικτικῶς τὴν ἑαυτοῦ προάγει σοφίαν, ὅπερ σὺ πεποίηκας καίτοι γε οὐδὲν ἀναγκαῖον εἰρηκώς, ὥστε ἐκ τῶν σῶν ῥημάτων καὶ ἄσοφος καὶ ἄφοβος ὢν δείκνυσαι. εἰπὲ γάρ, ὦ οὗτος· πρὸ πάντων ἀνθρώπων γέγονας ἢ καὶ πρὸ αὐτῆς τῆς κτίσεως ἢ μύστης τῆς τοῦ θεοῦ σοφίας κατέστης, ὅτι σαυτῷ ἀποδίδως; πῶς δὲ καὶ ἐτόλμησας εἰπεῖν ὅτι· ἄμεμπτός εἰμι καὶ δίκαιος ἀναφανοῦμαι, ὅπουγε οὔτε ἄγγελοι οὔτε οὐρανὸς μήτιγε καὶ ἄνθρωπος ἀκάθαρτος δύνανται εἶναι καθαροὶ πρὸς τὴν τοῦ θεοῦ καθαρότητα; μάνθανε τοίνυν παλαιὸν καὶ ἀληθῆ λόγον, ὅτι δι' ἁμαρτίας τοῖς ἀνθρώποις αἱ κολάσεις ἐπηνέχθησαν. εἶτα λέγει καὶ τὰ τοῖς ἀσεβέσιν ἴσως συμβαίνοντα· καὶ ἀληθὴς μὲν ὁ λόγος, ὅτι δι' ἁμαρτίας αἱ κακώσεις· πλὴν οὐ πάντως ἀνταποδοτικῶς ἐπιφέρονται, ἀλλ' ἐσθότε καὶ γυμναστικῶς, ἵνα δοκιμασθῶσιν οἱ δίκαιοι, ὥστε μὴ μετὰ τῆς προσηκούσης διαιρέσεως ταῦτα εἰρηκὼς ὁ Ἐλιφὰζ πάλιν ἔπληξε τὸν Ἰὼβ συντάξας αὐτὸν τοῖς δι' ἁμαρτίαν κολαζομένοις.
Gently again he teaches us not to think highly of having good children and many children. For to one who is going to die once, there is no benefit in these things. But he set forth the brevity of life as a plea and supplication. CHAPTER TEN. Beginning of the passage: And Eliphaz the Temanite answered and said: Will a wise man give an answer with a spirit of understanding, and has he filled his belly with pain? Preliminary consideration of the chapter: after Job has made a preface and said, "Are you men, or will wisdom die with you? And my heart is with you as well," Eliphaz immediately, taking his stand against this, says to Job: Never does a wise man ostentatiously parade his own wisdom, which you have done, although you have said nothing necessary, so that from your own words you are shown to be both unwise and without fear. For tell me, O you there: did you come to be before all men, or even before creation itself, or did you become an initiate of the wisdom of God, that you attribute this to yourself? And how did you also dare to say, "I am blameless and I shall appear righteous," when neither angels nor heaven—much less man—can be pure in relation to the purity of God? Learn, then, the old and true account, that punishments were brought upon men because of sin. Then he also says the things that perhaps happen to the impious: and the account is true, that afflictions come because of sin; except they are not always brought on by way of retribution, but sometimes also by way of training, so that the righteous may be tested, so that Eliphaz, having said these things without the proper distinction, again struck Job by ranking him with those punished because of sin.
θεώρει δέ, ὡς ἐν κόσμῳ ποιοῦνται τοὺς διαλόγους καὶ τοῦ ἑνὸς λαλοῦντος οἱ ἕτεροι σιωπῶσιν ἀντιπαραχωροῦντες ἀλλήλοις τὰς διαλέκτους καὶ οὐκ ἐπιδεικτικῶς τοὺς ἑαυτῶν διὰ μέσου παρεμβάλλοντες λόγους, ἀλλ' ἕκαστος ἀναμένει, ἕως ἂν ὁ λέγων πληρώσῃ. χρὴ οὖν καὶ ἡμᾶς ἐκ ταύτης τῆς εἰκόνος, ὅταν τις λαλῇ, περιμένειν τοῦ λόγου τὸ πέρας καὶ μὴ φανητιῶντας διακόπτειν τὰ λεγόμενα μήτε μετ' ἐπιδείξεως τοὺς οἰκείους προφέρειν λόγους, ἀλλ' ἐν κόσμῳ καὶ μετὰ τάξεως, ὡσπεροῦν καὶ ὁ μακάριος Ἰὼβ καὶ οἱ αὐτοῦ φίλοι ἀσυγχύτους τὰς διαλέξεις ἐποιήσαντο. τοῦτο καὶ ὁ σοφώτατος Παῦλος τοῖς ἐν ἐκκλησίᾳ προφητεύουσιν ἐπέταττε ποιεῖν· ἐὰν δέ, φησίν, ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ ὁ πρῶτος σιγάτω. δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν, ὁμοῦ καὶ τάξιν ἐπιτιθεὶς τοῖς προφητεύουσι καὶ τὸ ἀσύγχυτον τοῖς λεγομένοις φυλάττων. καὶ πνεύματα, γάρ φησιν, προφητῶν προφήταις ὑποτάσσεται, ὥστε δεῖ καὶ ἀκενοδόξως ποιεῖσθαι τὴν προφορὰν τῶν λόγων. διὰ τοῦτο τοιγαροῦν πάλιν ὁ Ἐλιφὰζ πρὸς τὸν Ἰὼβ ἀποκρίνεται. ἐπειδὴ
Observe how they conduct their dialogues in order, and while one speaks the others are silent, yielding the floor to one another, and they do not interrupt with their own words in a showy manner, but each waits until the speaker has finished. We too, then, should learn from this image: when someone is speaking, we should wait for the end of his speech and not interrupt what is being said by making a display of ourselves, nor put forward our own words ostentatiously, but [speak] in order and with due arrangement, just as the blessed Job and his friends conducted their conversations without confusion. This is what the most wise Paul also enjoined those who prophesy in the church: If, he says, something is revealed to another who is seated, let the first be silent. For you can all prophesy one by one, so that all may learn, thereby at once imposing order on those who prophesy and preserving what is said from confusion. And spirits of prophets, he says, are subject to prophets, so that the utterance of words must also be made without vainglory. For this reason, then, Eliphaz again answers Job. Since
γὰρ αὐτὸς πρῶτος ἀντικατέστη τῷ Ἰώβ, εἶτα ὁ Βαλδάδ, καὶ μετ' ἐκεῖνον ὁ Σωφάρ, κατὰ τὴν προσήκουσαν τοίνυν τῶν λόγων διαδοχὴν πάλιν αὐτὸς ἵσταται πρὸς τὰ εἰρημένα καί φησιν· Αἱ λέξεις 15, πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματι καὶ ἐνέπλησε πόνον γαστρὸς ἐλέγχων ἐν ῥήμασιν, οἷς οὐ δεῖ, ἐν λόγοις οἷς οὐδὲν ὄφελος. συνέσεως πνεῦμά φησιν τὴν γνῶσιν τοῦ πνεύματος. τοῦτο οὖν ἐντρεπτικῶς λέγει πρὸς τὸν Ἰὼβ ὅτι· ὁ τέλειος σοφὸς οὐδέποτε ἐπιδεικτικῶς προφέρει τὴν γνῶσιν τοῦ πνεύματος, ἀλλ' οὐδὲ ὡς ζηλωτὴς τῆς ἀληθείας καὶ ὥσπερ πληττόμενος ὑπὸ τοῦ ἀληθοῦς τὴν γαστέρα προφέρει λόγους ἀνωφελεῖς. τοῦτο γὰρ σοφὸς οὐ ποιεῖ, ὅπερ σὺ πεποίηκας. δύο τοίνυν κατηγορεῖ τοῦ Ἰώβ, ὅτι μάλιστα μὲν ὁ σοφὸς οὐκ ἐπιδεικτικῶς προφέρει τὴν σοφίαν, ἔπειτα ὅτι· ἃ ἐλάλησας ὡς ἐλέγχων ἡμᾶς καὶ ὡς δῆθεν πάσχων ὑπὲρ τῆς ἀληθείαςτοῦτο γὰρ δηλοῖ τὸ ἐνέπλησε πόνον γαστρός, ματαίως ἐφθέγξω καὶ ἀνωφελῶς ἔστι δὲ καὶ οὕτω νοῆσαι· πότε, φησίν, σοφός, ὦ Ἰώβ, οὕτως ἀποκρίνεται ὡς ἄλλων τὰς ψυχὰς πληρῶσαι πόνουγαστέρα γὰρ τὴν ψυχὴν λέγει ὡς ἀναδοτικὴν τῶν ἐκ τοῦ λόγου τροφῶνκαίτοιγε διὰ ῥημάτων μηδεμίαν ἐχόντων ὄνησιν; ἵνα εἴπῃ ὅτι· ἔπληξας ἡμᾶς οὕτω διαλεχθεὶς καὶ ματαίους προκομίσας λόγους, ὅπερ σοφὸς οὐ ποιεῖ. 15, οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετέλεσας δὲ ῥήματα τοιαῦτα ἐναντίον κυρίου; ἀπετόλμησας, φησίν, καὶ ἀφόβως ἐλάλησας πρὸς τὸν θεὸν θελήσας κρίνεσθαι. τρόπῳ δὲ θεοσεβείας ὡς τοῦ θεοῦ ἔκδικοι ταῦτα λέγουσιν οἱ περὶ τὸν Ἐλιφάζ. 15, ἔνοχος εἶ ῥήμασι στόματός σου οὐδὲ ἔκρινας ῥήματα δυναστῶν.
For he himself was the first to oppose Job, then Baldad, and after him Sophar; therefore, in the proper succession of the speeches, he again takes his stand against what has been said and says: “The words—will a wise man give an answer in the spirit of understanding, and has he filled the pain of the belly with reproofs in words that ought not to be, in words in which there is no profit?” He calls the knowledge of the spirit “the spirit of understanding.” This, then, he says to Job by way of reproach: that the perfect wise man never utters the knowledge of the spirit in a showy manner, nor, as a zealot for the truth and as one struck in the belly, so to speak, by the truth, does he bring forth unprofitable words. For a wise man does not do this, which you have done. He brings two accusations against Job: first, that the wise man does not utter wisdom in a showy manner; and second, that what you spoke as though reproving us and as though, supposedly, suffering on behalf of the truth—for this is what “he has filled the pain of the belly” indicates—you uttered vainly and unprofitably. But it is also possible to understand it this way: “When,” he says, “O Job, does a wise man answer in such a way as to fill the souls of others with pain?” For he calls the soul a “belly,” as being that which distributes the nourishment that comes from speech—and that, through words that have no benefit at all—so as to say: “You struck us by discoursing in this way and bringing forward vain words, which a wise man does not do.” “And have you also rejected fear, and have you completed such words before the Lord?” You have dared, he says, and you have spoken fearlessly to God, wishing to be judged. And in the manner of piety, as defenders of God, those around Eliphaz say these things. “You are liable for the words of your mouth, and you have not judged the words of the mighty.
ἐλέγξει σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δὲ χείλη σου καταμαρτυρήσαισάν σε. δυναστῶν λέγει τῶν σοφῶν, ἢ τῶν πρὸ αὐτοῦ παλαιοτέρων ἢ καὶ τῶν προειρηκότων φίλων. μὴ κατανενοηκώς, οὖν φησιν, μηδὲ διακρίνας τὰ τῶν ἐν σοφίᾳ δυνατῶν ῥήματα οὕτως ἐλάλησας, ὡς μὴ ἀλλαχόθεν, ἀλλ' ἐκ τῶν σῶν λόγων καταδικάζεσθαι. 15, τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης, ἢ πρὸ θινῶν ἐπάγης, ἢ σύνταγμα κυρίου ἀκήκοας, εἰς δέ σε ἀφίκετο σοφία; τί γὰρ οἶδας ὃ οὐκ οἴδαμεν, ἢ τί συνίεις ὃ οὐχὶ καὶ ἡμεῖς; μὴ πρὸ πάντων, φησίν, ἐγένου καὶ πρὸ αὐτῆς τῆς κτίσεως, ἢ μετὰ σοῦ ὁ θεὸς συνετάξατοἀντὶ τοῦ· ἐβουλεύσατο, ἢ μύστης τῆς αὐτοῦ σοφίας γέγονας; τί δὲ καὶ πλέον ἡμῶν ἐπίστασαι; 15, καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν πρεσβύτερος τοῦ πατρός σου ἡμέραις. ἀλλὰ τί λέγεις, φησίν, ὅτι ὁ χρόνος σε σοφώτερον κατεσκεύασεν; ἀλλ' ἔστι τις ἐξ ἡμῶν τῶν τριῶν τυχὼν οὐ μόνον σου, ἀλλὰ καὶ τοῦ πατρός σου παλαιότερος. ἢ καὶ τοῦτο λέγει· δῶμεν, φησίν, ὅτι καὶ παλαιὸς εἶ καὶ τοῦ σοῦ πατρὸς πρεσβύτερος, ὅπερ ἀμήχανον, ἆρα ἀπὸ τοῦ χρόνου σε προσήκει μεγαλαυχεῖν; 15, ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι· μεγάλως ὑπερβαλλόντως λελάληκας. ἴσθι τοίνυν, ὡς πρὸς σύγκρισιν τῶν σῶν ἁμαρτημάτων ἐλαφρῶς ἐτιμωρήθης. εἶτα, ἐπεὶ μηδὲν ἔχει δεικνύναι τοῦ Ἰὼβ ἁμάρτημα, ἐκ τῶν λόγων αὐτοῦ πειρᾶται κρίνειν καί φησιν· 15, τί ἐτόλμησεν ἡ καρδία σου, ὅτι ὑπήνεγκαν οἱ ὀφθαλμοί σου, ὅτι θυμὸν ἔρρηξας ἐναντίον κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα; ὀφθαλμούς φησιν τὸ νοητικὸν καὶ ὁρατικὸν τῆς ψυχῆς.
Your own mouth will convict you, and not I; and your lips will testify against you. He calls “mighty” the wise, either those older than him before him, or also the friends who have spoken before. “Not having understood, then,” he says, “nor having distinguished the words of those who are mighty in wisdom, you have spoken in such a way that you are condemned not from elsewhere but from your own words.” 15, For what? Were you the first of men to be born, or were you brought forth before the hills, or have you heard the ordinance of the Lord, and has wisdom come to you? For what do you know that we do not know, or what do you understand that we also do not? “Were you,” he says, “before all, and before creation itself, or did God take counsel with you”—instead of “did he deliberate”—“or have you become an initiate of his wisdom? And what more do you know than we?” 15, And indeed one who is an elder, and indeed one ancient among us, older than your father in days. “But what do you say,” he says, “that time has made you wiser? But there is one of us three who is older not only than you but also than your father.” Or he says this too: “Let us grant,” he says, “that you are ancient and older than your father, which is impossible; is it then from time that you ought to boast?” 15, You have been scourged for a few of the things you have sinned; you have spoken greatly and exceedingly. Know, therefore, that in comparison with your sins you have been punished lightly. Then, since he has nothing to show as a sin of Job, he tries to judge from his words and says: 15, What has your heart dared, that your eyes have endured it, that you have burst forth in anger before the Lord, and have brought out such words from your mouth? He calls “eyes” the intellectual and seeing faculty of the soul.
πῶς οὖν, φησίν, ἐτόλμησας τῇ διανοίᾳ σου οὕτως ἀρθῆναι καὶ μετ' ὀργῆς ὡς ἄδικα πάσχων πρὸς θεὸν διαλεχθῆναι οἷά τις ἀναμάρτητος τυγχάνων; 15, τίς γὰρ ὢν βροτὸς ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός, εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ; ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος, ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ. τίς γάρ, φησίν, ἄνθρωπος ὢν δύναται ἄμεμπτος εἶναι ἢ ἐπαγγέλλεσθαι ὅτι· δίκαιος ἔσομαι; εἰ γὰρ οἱ σφόδρα ἅγιοι, εἴτε ἄγγελοι εἴτε ἄνθρωποι, καὶ αὐτὴ δὲ τοῦ οὐρανοῦ ἡ καθαρότης πρὸς τὴν σύγκρισιν τῆς τοῦ θεοῦ καθαρότητος ἀκάθαρτοι, τί ἂν εἴποιμεν περὶ τοῦ ἀνθρώπου τοῦ βδελυκτοῦ καὶ ἀκαθάρτου, ὃς ἴσα πώματι τὰς ἀδικίας ἐκπίνει; τοῦτο δὲ εἶπε διὰ τὸ προαιρετικῶς τοὺς ἀνθρώπους ἁμαρτάνειν. τὸ δὲ κατὰ ἁγίων οὐ πιστεύει δυνατὸν καὶ οὕτω νοῆσαι ὅτι· καὶ αὐτοὶ οἱ ἄγγελοι τρεπτοὶ γεγόνασι τὴν
φύσιν, ὡς καί τινας αὐτῶν ἀπολισθῆναι τῆς οἰκείας στάσεως, τὸ δὲ οὐρανὸς δὲ οὐ καθαρὸς ὅτι· καὶ αὐτὸς πολλάκις ὑπὸ νεφῶν συγκαλύπτεται. 15, ἀναγγελῶ, σὺ δὲ ἄκουέ μου· ἃ δὴ ἑώρακα ἀναγγελῶ σοι, ἃ σοφοὶ ἐροῦσι καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν. σοφὸν τοιγαροῦν ἄκουε λόγον, ὃν οἱ παλαιότεροι παῖς παρὰ πατρὸς διεδέξαντο. ἀληθῆ δὲ εἶναι τοῦτον καὶ ἡ πεῖρά μοι παρέδωκεν. 15, αὐτοῖς δὲ μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς. οἱ δὲ τὸν σοφόν, φησίν, παραδεδωκότες ἡμῖν λόγον οὕτω καὶ θεοσεβεῖς ἐτύγχανον, ὡς ἀταράχως τὴν ἑαυτῶν οἰκῆσαι γῆν οὐδενὸς αὐτοῖς πολεμίου ἐπεληλυθότος. τίς οὖν ὁ λόγος ὁ παλαιός, ἐπάγει.
How then, he says, did you dare to be so lifted up in your mind and to speak to God with anger, as though you were suffering unjustly, as if you were someone without sin? 15, For who, being mortal, shall be blameless, or as one who shall be righteous, born of woman, if he does not trust in his holy ones, and the heaven is not clean before him? But leave off—he is abominable and unclean, a man drinking iniquities like a drink. For who, he says, being a man, can be blameless, or promise that "I shall be righteous"? For if those who are exceedingly holy, whether angels or men, and the very purity of heaven itself, are unclean in comparison with the purity of God, what should we say about the abominable and unclean man, who drinks down iniquities like a draught? He said this because men sin by choice. But "he does not trust in his holy ones" can also be understood thus: that even the angels themselves have become changeable by nature, so that some of them slipped from their own station; and "the heaven is not clean" because it too is often covered over by clouds. 15, I will declare, but you hear me; what I have seen I will declare to you, which the wise will speak and did not hide from their fathers. Hear, therefore, a wise word, which the more ancient received as children from a father. And experience has handed it down to me as true. 15, But to them alone the earth was given, and no stranger came upon them. Those who handed down to us the wise word, he says, were also so godly that they inhabited their own land undisturbed, with no enemy coming upon them. What then is the ancient word? He adds.
15, πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδόμενα δυνάστῃ, ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ. ὅταν {δὲ} δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. ἀεί, φησίν, τεταραγμένος ἐστὶν ὁ ἀσεβής, ἀεὶ ἐν φροντίδι, πρόσκαιρος αὐτοῦ ἡ δυναστεία, περίφοβός ἐστιν ἔνοικον ἀεὶ τὸ δέος ἔχων. ἥξει δὲ αὐτῷ καὶ ἀδόκητος ἡ καταστροφὴ τῆς δοκούσης εὐημερίας. 15, μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, κατατέτακται δὲ εἰς σῖτα γυψίν, οἶδεν δὲ ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα· ἡμέρα δὲ σκοτεινὴ αὐτὸν στροβήσει, ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει. σκότος λέγει τὴν τιμωρίαν. μὴ πιστευέτω οὖν, φησίν, ὅτι ἀτιμώρητος μένει, ὁ ἀσεβής· θεῖον γάρ ἐστιν ἔνταλμα ὑπὸ σιδήρου αὐτὸν ἀναιρεθῆναι καὶ ὑπὸ γυπῶν δαπανηθῆναι ἄταφον κείμενον. εἶπε δέ τι ὡς εἰκὸς συμβησόμενον δηλῶσαι βουλόμενος, ὅτι πάντως οἱ ἀσεβεῖς ὑπὸ τιμωρίαν ἔσονται. ἀλλὰ καὶ αὐτός, φησίν, συνεπίσταται ἑαυτῷ τὴν μέλλουσαν ἔσεσθαι πτῶσιν καὶ ὅτι μέλλει ὑπὸ σκότος εἶναι καὶ κλόνησιν καὶ θλῖψιν καὶ ἀνάγκην. 15, ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων, ὅτι ἦρκε χεῖρας ἐναντίον τοῦ κυρίου· ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν, ἔδραμε δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ. ὁ ἀσεβής, φησίν, ὡς χεῖρας ἀνταίρων τῷ θεῷ καὶ τὸν αὐχένα διαίρων κατ' αὐτοῦ καὶ ὥσπερ τρέχων εἰς τὸ συμβαλεῖν αὐτῷ πρὸς παράταξιν οἷά τινα παχεῖαν ἀσπίδα τὴν ὑπερηφανίαν ἐπιφερόμενος καταβάλλεται καὶ πίπτει οἷά τις στρατοπέδων ἄρχων ὡς ὑπὸ ἀντιπάλου τοῦ θεοῦ τιτρωσκόμενος.
15, The whole life of the impious man is in anxiety, and his years are numbered and given to the ruler, and his fear is in his ears. But whenever he seems already to be at peace, his overthrow will come. Always, he says, the impious man is disturbed, always in anxiety; his dominion is brief; he is fearful, always having dread dwelling within him. And the overthrow of his seeming prosperity will come upon him unexpectedly. 15, Let him not trust that he will be turned away from darkness; for it has already been commanded that he be delivered into the hands of the iron, and he has been assigned as food for vultures, and he knows within himself that he remains for a fall; and a dark day will whirl him about, and necessity and affliction will hold him fast. He calls the punishment darkness. Let him not trust, then, he says, that the impious man remains unpunished; for it is a divine command that he be slain by the iron and devoured by vultures, lying unburied. And he said something as likely to happen, wishing to make clear that the impious will certainly be under punishment. But even he himself, he says, is conscious within himself of the fall that is to be and that he is to be under darkness and shaking and affliction and necessity. 15, Like a general falling in the front rank, because he raised his hands against the Lord; and against the Lord Almighty he stiffened his neck, and he ran against him in insolence with the thickness of his back, his shield. The impious man, he says, as one raising his hands against God and parting his neck against him and as one running to do battle with him in array, bearing his pride like some thick shield, is cast down and falls like some commander of armies, as though wounded by God his adversary.
15, ὅτι ἐκάλυψε πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρῶν αὐτοῦ. οἱ εὐτραφεῖς ὑπὸ τῆς ἄγαν τρυφῆς πιμελῇ παχύνονται τὸ πρόσωπον καὶ διπλώματα καὶ περισαρκώσεις ποιοῦσιν ἐπὶ τῶν μηρῶν, ἃ δὴ περιστόμιον καλεῖ ὡς συνέχοντα τοὺς μηρούς. ὥσπερ οὖν, φησίν, οὗτοι τοιοῦτοι γίνονται, οὕτω καὶ ὁ ἀσεβὴς ὑπὸ τῆς εὐημερίας πανταχόθεν περιρρεόμενος καὶ σαρκικῇ δυνάμει πεποιθὼς εἰς ἀντίστασιν ἐπαίρεται τὴν κατὰ θεοῦ καὶ πολεμεῖ τοῖς αὐτοῦ διατάγμασιν· διὸ καὶ ὡς ἀντιμαχόμενος τῷ θεῷ ὑπ' αὐτοῦ καταβάλλεται. 15, αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους. ἃ δὲ ἐκεῖνος ἡτοίμασεν, ἄλλοι ἀποίσονται· οὔτε μὴ πλουτισθῇ οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα. τὴν παντελῆ ἐρημίαν τῶν ἀσεβῶν λέγει ὡς ἀντὶ πόλεων εὐθηνουμένων καὶ οἴκων ἐρημίαν αὐτοὺς οἰκεῖν ὑπὸ πενίας. οὐ γὰρ μὴ μείνῃ τοῦ τοιούτου, φησίν, τὰ ὑπάρχοντα. 15, οὐ μὴ βάλῃ ἐπὶ γῆς σκιὰν οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν βλαστὸν αὐτοῦ μαραίνει ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. μὴ πιστευέτω, ὅτι ὑπομενεῖ. κενὰ γὰρ ἀποβήσεται αὐτῷ ἡ τομὴ αὐτοῦ· πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ. τρυγηθείη δὲ ὡς ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας. μεταφορικῶς, ὡς ἐπὶ δένδρου εὐθαλοῦς καὶ πρὶν ἢ γηράσῃ ἐκτεμνομένου καὶ ἔτι ὄντος ἐν τῇ ἀνθήσει μαραινομένου, οὕτω διέγραψε τὸν ἀσεβῆ οὐ μέχρι τέλους εὐημεροῦντα. τὸ δὲ οὐ μὴ βάλῃ ἐπὶ γῆς σκιὰν ἀντὶ τοῦ· ἐκκοπείη. τὰ γὰρ δένδρα, ἐν ὅσῳ μὲν ἵστανται, καὶ σκιὰν ποιοῦσιν, ἀποτμηθέντα δὲ οὐκέτι.
15, Because he covered his face in his own fat and made a covering upon his thighs. Those who are well-nourished by excessive luxury grow fat in the face with fat and make folds and fleshy growths upon the thighs, which he calls a "covering," as it were, since they encompass the thighs. Just as, then, he says, these men become such as this, so too the impious man, flooded from every side by prosperity and trusting in fleshly power, is lifted up to resistance against God and makes war against his ordinances; therefore, as one fighting against God, he is cast down by him. 15, And may he lodge in desolate cities, and may he enter into uninhabited houses. But what that man prepared, others shall carry off; neither shall he be enriched, nor shall his possessions remain. He speaks of the complete desolation of the impious, that instead of flourishing cities and houses they dwell in desolation because of poverty. For the possessions of such a man, he says, shall surely not remain. 15, He shall surely not cast a shadow upon the earth, nor shall he escape the darkness; the wind withers his shoot, and his flower shall fall off. Let him not trust that he will endure. For his cutting off shall turn out empty for him; before its time it shall be corrupted, and his branch shall surely not be thick. And may he be gathered like an unripe grape before its time, and may he fall off like the flower of the olive. Figuratively, as in the case of a flourishing tree that is cut down before it grows old and withers while still in bloom, so he has described the impious man as not prospering to the end. And "he shall surely not cast a shadow upon the earth" is instead of "may he be cut down." For trees, as long as they stand, also make a shadow, but once cut down, no longer.
ἀλλὰ μαρανθήσεται, φησίν, ὁ ἀσεβὴς ὡς φυτοῦ βλαστὸς ὑπὸ ἀνέμου, ἡ δὲ εὐημερία αὐτοῦ ὡς ἄνθος ἐκπεσεῖται. τὸ δὲ ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται ἐν ἀώρῳ ἡλικίᾳ τελευτήσει φησίν. τὸ δὲ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ ἀντὶ τοῦ· οὐ μενεῖ κομῶν
τοῖς ἀγαθοῖς· πυκάσαι γάρ ἐστι τὸ τοῖς κλάδοις συσκιάσαι. εἶτα ἐπιμείνας τῇ μεταφορᾷ πάλιν διὰ τοῦ ὄμφακος τὴν ἄωρον διέγραψε τελευτήν, τῶν δὲ ἀγαθῶν τὴν ἔκπτωσιν διὰ τῆς ἀπορροῆς τοῦ ἄνθους τῆς ἐλαίας. 15, μαρτύριον γὰρ ἀσεβοῦς θάνατος. δεῖγμα γάρ, φησίν, τῆς τῶν ἀνθρώπων ἀσεβείας ὁ αὐτῶν θάνατος, ἀντὶ τοῦ· τὸ αἰσχρὸν τέλος δείξει τὰ κατ' αὐτούς. 15, πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν. πῦρ φησι τὴν θείαν ὀργὴν καταφλέγουσαν πανεστίους τοὺς ἀπλήστους καὶ πλεονέκτας καὶ δώρων τὸ δίκαιον καταπροδιδόντας. 15, ἐν γαστρὶ δὲ λήψεται ὀδύνας, ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον. ὀδύνας φησὶ τὰς καθ' ἑτέρων, ἵνα εἴπῃ ὅτι· ὁ ἀσεβὴς τὸν δόλον ἔχων ἐν ἑαυτῷ βουλεύεται, πῶς ἑτέρους ὀδυνήσει. διὰ τοῦτο καὶ ἡ ἔκβασις αὐτοῦ καὶ τὸ τέλος κενὸν ἔσται καὶ μάταιον. τούτῳ δὲ ἐοικὸς καὶ ἐν Ψαλμοῖς εἴρηται· ἰδού, ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. τὸ δὲ ὑποίσει δόλον διὰ τὸ ἐκ προαιρέσεως ὑποδέχεσθαι τὰ κακά. κοιλίαν δὲ ὅλον τὸ ἐντὸς χωρίον φησὶ καὶ αὐτὴν τὴν ψυχήν. ΚΕΦΑΛΑΙΟΝ ΕΝΔΕΚΑΤΟΝ Ὑπολαβὼν Ἰὼβ λέγει. ἀρχὴ τοῦ ῥητοῦ· ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες. Προθεωρία τοῦ κεφαλαίου {λέγει ὁ Ἐλιφάζ} τοῦ Ἐλιφὰζ εἰρηκότος τὰς κολάσεις τοῖς ἀσεβέσιν ἐπιφέρεσθαι πρὸς τοῦτο εὐθὺς ἀπαντᾷ Ἰὼβ καί φησιν· ἀκήκοα τοιαῦτα πολλά.
But he will wither, he says, like the shoot of a plant under the wind, and his prosperity will fall away like a flower. And his cutting off will be destroyed before its time; he will die in untimely age, he says. And his branch will not surely be thickly covered, that is, it will not remain luxuriant.
For the good; for to cover thickly is to overshadow with branches. Then, having stayed with the metaphor, he again described the untimely death through the unripe grape, and the falling away of the good things through the dropping of the flower of the olive. 15, For the death of the impious is a testimony. For the death of men, he says, is a proof of their impiety, that is, their shameful end will show the things concerning them. 15, But fire will burn the houses of those who accept gifts. Fire, he says, is the divine wrath consuming whole households of the insatiable and the greedy and those who betray justice for gifts. 15, But in the belly he will receive pains, and things will turn out empty for him, and his belly will bear deceit. He says pains are those against others, so that he may say that the impious man, having deceit in himself, plots how he will cause pain to others. For this reason both his outcome and his end will be empty and vain. And similar to this is what is said in the Psalms: Behold, he travailed with injustice, he conceived pain and brought forth lawlessness. And will bear deceit, because he receives evils from choice. And belly he calls the whole inner region and the soul itself. ELEVENTH CHAPTER Job, having taken up, says. The beginning of the passage: I have heard such many things, all comforters of evils. Preliminary survey of the chapter {Eliphaz says} since Eliphaz had said that punishments are brought upon the impious, Job immediately meets this and says: I have heard such many things.
μέμφεται δὲ τοῖς φίλοις ὡς οὐκ εἰδόσι παρακλητικοὺς προσαγαγεῖν λόγους, καὶ αἰσθάνεται μὲν διαβόλῳ παραδιδόμενος ὑπὸ θεοῦ, τὴν δὲ αἰτίαν ἀγνοεῖ. εἶτα καὶ λέγει τὰ περιέχοντα δεινά, καὶ αἰτεῖ μὴ παρασιωπηθῆναι τὰ κατ' αὐτόν, καὶ θεὸν ποιεῖται μάρτυρα τῆς ἑαυτοῦ συνειδήσεως, καὶ ποθεῖ τὸν θάνατον, καὶ πάλιν ἐκδιηγεῖται τὰς συμφορὰς εἰς ὀδυρμὸν κατακλείων τὸν λόγον. Αἱ λέξεισ 16, ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες. τοιαῦτα μέν, οἷα λέγετε, πολλὰ ἤκουσα, ὡς τοὺς ἀσεβεῖς αἱ κολάσεις ἐκδέχονται· ὑμεῖς δέ ἐστε κακοὶ παρακλήτορες διὰ τῶν λόγων ἐπιτρίβοντές μοι τὰ πάθη. 16, τί γάρ; μὴ τάξις ἐστὶ ῥήμασι πνεύματος, ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ; κἀγὼ καθ' ὑμᾶς λαλήσω. εἰπὲ γάρ· νόμος τίς ἐστι πρὸς πάντα τὰ λεγόμενα ἀνταποκρίνε σθαι, ἢ ὑπὸ τίνος συνωθεῖσθε εἰς τὸ πάντως ἀντιλέγειν τοῖς παρ' ἐμοῦ; πλὴν ἐπειδὴ οὕτως ἐκρίνατε καὶ ὁ θέλων ὡς θέλει λαλεῖ, κἀγὼ καθ' ὑμᾶς λαλήσω. 16, εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς, εἶτ' ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθ' ὑμῶν κεφαλήν. εἰ ὑπέκειτο, φησίν, ἡ ψυχὴ ὑμῶν ἐν τοῖς ἐμοῖς πάθεσι καὶ ἐνηλλόμην ὑμῖν καὶ ἐκίνουν καθ' ὑμῶν τὴν κεφαλὴν ὥσπερ ἐφηδόμενος τοῖς ὑμετέροις κακοῖς, τότε ἂν ἔγνων ὑμῶν τὴν καρτερίαν, καὶ τότε ἂν ἐμανθάνετε μὴ ἐν ἀλλοτρίαις φιλοσοφεῖν συμφοραῖς. ταῦτα γὰρ κατ' ἔλλειψιν νοούμενα προσυπακουστέον. ἢ καὶ μετὰ ἤθους ἀνάγνωθι· εἰ ἦτε ἐν τοῖς ἐμοῖς κακοῖς, ἆρα ἐνηλλόμην καθ' ὑμῶν τοῖς ῥήμασιν, ἢ ἐκίνουν καθ' ὑμῶν τὴν κεφαλήν; οὐδαμῶς, ἀλλὰ λόγοις ἂν ὑμᾶς ἐπέρρωσα παρακλητικοῖς.
But he blames his friends for not knowing how to bring forward words of consolation, and he perceives that he is being handed over to the devil by God, but he does not know the reason. Then he also speaks of the terrible things that surround him, and he asks that his case not be passed over in silence, and he makes God a witness of his own conscience, and he longs for death, and again he recounts his misfortunes, concluding his speech in lamentation. The words of chapter 16: "I have heard such things many times; you are all comforters of evils." Such things, of the kind you speak, I have heard many times—that punishments await the impious; but you are evil comforters, wearing away my sufferings by your words. 16: "What then? Is there no order in words of the spirit, or what will trouble you that you answer? And I too will speak according to you." For tell me: is there some law that one must respond to everything that is said, or by whom are you driven to contradict in every way the things that come from me? However, since you have judged it so, and he who wishes speaks as he wishes, I too will speak according to you. 16: "If indeed your soul were in place of mine, then I would assail you with words, and I would shake my head against you." If, he says, your soul were placed in my sufferings, and I were to assail you and shake my head against you as though rejoicing in your evils, then I would have known your endurance, and then you would have learned not to philosophize in the misfortunes of others. For these things, being understood by ellipsis, must be supplied. Or read it also with character: if you were in my evils, would I then assail you with words, or shake my head against you? By no means, but I would strengthen you with words of consolation.
ταύτῃ δὲ συντρέχων τῇ ἐννοίᾳ καὶ ἕτερος τῶν ἑρμηνευτῶν οὕτως ἐκδέδωκεν· _ε_ἰ_ _ὑ_μ_ε_ῖ_ς_ _τ_ο_ῖ_ς_ _ἐ_μ_ο_ῖ_ς_ _ὑ_π_έ_κ_ε_ι_σ_θ_ε_ _π_ά_θ_ε_σ_ι_ν_,_ _ἑ_τ_έ_ρ_ο_ι_ς_ _π_ρ_ο_σ_ε_γ_ε_νόμην ἂν ὑμῖν λόγοις καὶ ἐκίνησα ἂν ἐφ' ὑμῖν τὴν κεφαλήν, ἐπέρρωσα ἂν ὑμᾶς διὰ τοῦ στόματός μου. 16, εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι. ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα; ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; γένοιτο δέ με, φησίν, ἰσχυρῷ λόγῳ καὶ ἀνακεκαλυμμένῃ γλώττῃ κεχρῆσθαι πρὸς ὑμᾶς. εἶτα ἐρωτηματικῶς ἀνάγνωθι· ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα; ἀντὶ τοῦ· ἀλγήσω. ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ καὶ λαλῶν καὶ σιωπῶν πάντως ἀλγεῖν μέλλω, ἄμεινον τὸ λαλεῖν, ἵνα μὴ δόξω τῇ σιωπῇ συγκατατίθεσθαι τῇ ὑμετέρᾳ κατηγορίᾳ. 16, νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα. ἐγὼ μὲν οὖν, φησίν, εὔχομαι λόγων ἰσχὺν λαβεῖν· ἡ δὲ τιμωρία κατέσκυλέ με καὶ κατέκοψε καὶ κατέσηψεν ὡς μικροῦ δοκεῖν καὶ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν. 16, καὶ
Concurring with this thought, another of the interpreters has rendered it thus: If you had been subject to my sufferings, I would have come to you with other words, and I would have shaken my head over you, and I would have strengthened you through my mouth. And let there be strength in my mouth, and I will not spare the movement of my lips. For if I speak, will I not feel the pain of the wound? But if I also keep silent, how shall I be wounded less? May it be granted me, he says, to use powerful speech and an uncovered tongue toward you. Then read it as a question: For if I speak, will I not feel the pain of the wound? — instead of: I will feel it. But if I also keep silent, how shall I be wounded less? What he means is this: if, whether speaking or keeping silent, I am certainly going to feel pain, then speaking is better, so that I may not seem by my silence to agree with your accusation. But now he has made me weary, foolish, rotten. I, then, he says, pray to receive strength of words; but the punishment has stripped me bare and cut me down and rotted me, so that I seem almost to have departed from my natural senses. And
ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθην. ἕτερα ἀντίγραφα οὕτως ἔχει· _κ_α_ὶ_ _ἐ_π_ε_λ_ά_β_ε_τ_ό_ _μ_ο_υ_,_ _ε_ἰ_ς_ _μ_α_ρ_τ_ύ_ρ_ι_ο_ν_ ἐγενήθη. κατὰ μὲν οὖν τὸ ἐπελάβου μου ὡς πρὸς τὸν θεὸν λέγει ὅτι· οἷά τις ἀνδρεῖος ἐπελάβου μου τοῦ μικροῦ καὶ ἀσθενοῦς, καὶ ἅμα τε ἥψω μου καὶ εἰς παράδειγμα γέγονα πᾶσιν, ὅτι ὡς δι' ἁμαρτίας κολάζομαι. κατὰ δὲ τὸ ἐπελάβετό μου ὡς πρὸς τοὺς φίλους λέγει περὶ τοῦ θεοῦ. εἰς μαρτύριον δὲ ἐγενήθη ἀντὶ τοῦ· εἰς ἔλεγχόν μοι ἀντικατέστη ὁ θεός. 16, καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. ταῦτα δέ μου, φησίν, πάσχοντος εὗρον πρόφασιν οἱ καταψευδόμενοί μου ὡς καὶ κατὰ πρόσωπόν μου ἀνερυθριάστως ἀνταποκρίνεσθαι καὶ λέγειν, ὅτι δι' ἁμαρτίας πάσχω. ἔστι δὲ καὶ οὕτω νοῆσαι· ψεῦδός ἐστιν ἡ ἁμαρτία· λανθάνουσα οὖν τις, φησίν, ἁμαρτία ἔοικε φανεροῦσθαι καὶ κατὰ πρόσωπόν με ἐλέγχειν. τὰ δὲ ἐφεξῆς δυνατὸν μὲν καὶ περὶ θεοῦ νοεῖσθαι· ὡς δὲ ὁ ἅγιος πληροφορεῖται, ὅτι ὑπὸ θεοῦ τῷ διαβόλῳ παραδέδοται καὶ ὑπ' αὐτοῦ ταῦτα πάσχει, ἑκατέρως οὖν οὕτως αὐτῶν ἀκουστέον. 16, ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπ' ἐμὲ τοὺς ὀδόντας. εἰ μὲν περὶ θεοῦ λέγει, τὸ σφοδρὸν σημαίνει τῆς ὀργῆς ὅτι· ὡς οἱ τρίζοντες τοὺς ὀδόντας ὑπὸ θυμοῦ οὕτως ἐχρήσατό μοι. περὶ δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτολεξεὶ καὶ ὁ μέγας Δαυὶδ ταῦτα ἔφησεν εἰρηκώς· ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν, κύριε, πότε ἐπόψῃ; ἐπειδὴ γὰρ περιέρχεται ὡς λέων ζητῶν τίνα καταπίῃ, ἐνδίκως ὡς λέων καὶ βρύχεσθαι λέγεται. 16, βέλη πειρατῶν αὐτοῦ ἐπ' ἐμὲ ἔπεσεν.
You laid hold of me; I became a testimony. Other copies read thus: and he laid hold of me; he became a testimony. According to “you laid hold of me,” then, he speaks as to God, saying: as some brave man you laid hold of me, the small and weak one, and at once you touched me and I became an example to all, that I am punished as though for sin. But according to “he laid hold of me,” he speaks concerning God to his friends. And “he became a testimony” is instead of: God stood against me as a reproof. 16. And my falsehood rose up in me; it answered before my face. These things, he says, while I was suffering, those who lied against me found as a pretext, so as even to answer before my face without shame and to say that I suffer because of sin. But it is possible to understand it also in this way: sin is falsehood; a sin, then, that lies hidden, he says, seems to be made manifest and to reprove me to my face. What follows can indeed be understood also concerning God; but as the saint is assured that he has been handed over by God to the devil and suffers these things by him, so then they must be heard in both ways. 16. Having used anger, he cast me down; he gnashed his teeth against me. If he speaks concerning God, he signifies the vehemence of the anger, that: as those who gnash their teeth from rage, so he dealt with me. But concerning the devil and the demons, the great David also said these very words, having spoken: They gnashed their teeth against me; Lord, when will you look upon it? For since he goes about as a lion seeking whom he may devour, justly as a lion he is also said to gnash. 16. The arrows of his pirates fell upon me.
εἰ μὲν περὶ θεοῦ τὸ λεγόμενον, τὸ ἀθρόον δείκνυσι τῶν ἐπελθόντων αὐτῷ κακῶν, ἵνα εἴπῃ ὅτι· αἱ τιμωρίαι ὥσπερ τινὲς πειραταὶ ἀδοκήτως ἐπιπεπτώκασί μοι. εἰ δὲ περὶ τοῦ διαβόλου, πειρατὰς αὐτοῦ φάσκει τοὺς ὑπουργοῦντας αὐτῷ δαίμονας. 16, ἀκίσιν ὀφθαλμῶν ἐνήλατο. ἀκίδες εἰσι τὰ τῶν βελῶν σιδήρια. ὡς βέλεσιν οὖν, φησίν, κατὰ τῶν ἐμῶν ὀφθαλμῶν ἔτρωσέ με ὁ θεός, ἀντὶ τοῦ· καιρίως ἔπληξεν. εἰ δὲ περὶ τοῦ διαβόλου ὁ λόγος, ταῖς βολαῖς, φησίν, ταῖς φοβεραῖς τῶν ἑαυτοῦ ὀφθαλμῶν ὥσπερ ἀκίσι κατηκόντισέ με. 148 16, ὀξὺς ἔπαισέ με ἐπὶ τὰ γόνατα. σφοδρῶς, φησίν, ἔπληξέ με, ὡς ἐκλυθῆναί μου τὰ γόνατα καὶ καταπεσεῖν, ἢ ὁ θεὸς ἢ ὁ διάβολος. 16, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ' ἐμέ. ἢ αἱ τοῦ θεοῦ τιμωρίαι ἢ οἱ τοῦ διαβόλου πειρασμοί. 16, παρέδωκε γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέ με. ἀδίκους καὶ ἀσεβεῖς τοὺς ἀνθρώπους λέγει τοὺς τὰ αὐτοῦ διαρπάσαντας, καιριώτερον δὲ τὸν διάβολον καὶ τοὺς αὐτοῦ δαίμονας. 16, εἰρηνεύοντα διεσκέδασέ με, λαβών με τῆς κόμης διέτιλεν. κόμην τὸν κόσμον καὶ τὴν εὐπραγίαν φησίν, ἵνα εἴπῃ ὅτι· κατεσκέδασέ με καὶ ὥσπερ διέτιλεν ἀπ' ἐμοῦ τὴν εὐπραγίαν καὶ τὴν εἰρήνην. 16, κατέστησέ με ὥσπερ σκοπόν· ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι, ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου. κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον ἐπ' ἐμὲ δυνατοί. τοῦ θεοῦ, φησίν, στήσαντός με ὥσπερ τινὰ σκοπὸν ἐπὶ τῷ τὰς ἁπάντων δέχεσθαι βολὰς ὥσπερ τισὶ λόγχαις κατὰ τῶν νεφρῶν με κατηκόντισαν, ἵνα εἴπῃ· κατὰ τῶν ἀποκρύφων καὶ καιρίων.
If the statement is about God, it shows the suddenness of the evils that came upon him, so that he says: the punishments, like certain pirates, fell upon me unexpectedly. But if it is about the devil, he calls the demons who serve him his pirates. 16, he leaped upon me with the points of his eyes. The points are the iron tips of the arrows. As with arrows, then, he says, God wounded me in my eyes, meaning: he struck me fatally. But if the account is about the devil, he says: with the terrible shafts of his own eyes, like points, he hurled them at me. 148 16, he struck me sharply on the knees. He says: he struck me violently, so that my knees were loosened and I fell, whether it was God or the devil. 16, and with one accord they rushed upon me. Either the punishments of God or the temptations of the devil. 16, for the Lord handed me over into the hands of the unjust, and cast me upon the impious. He calls unjust and impious the men who plundered his goods, but more fittingly the devil and his demons. 16, he scattered me while I was at peace, taking me by the hair he tore me apart. By hair he means the world and prosperity, so that he says: he scattered me and, as it were, tore prosperity and peace away from me. 16, he set me up like a target; they encircled me, hurling spears into my kidneys without sparing, they poured out my gall upon the ground. They brought me down, fall upon fall; the mighty ran upon me. He says: since God set me up like a kind of target to receive the shafts of all, they hurled at me as with certain spears against my kidneys, so that he says: against the hidden and vital parts.
ἐπιμένων δὲ τῇ μεταφορᾷ ὡς κατὰ τῶν σπλάγχνων πληγεὶς τὸ ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου ἔφη. πτῶμα δὲ ἐπὶ πτώματι τὰς ἀλλεπαλλήλους φησὶ τιμωρίας. τὸ δὲ καὶ ἔδραμον πρός με δυνα τοὶ διὰ τὸ κατὰ θεοῦ συγχώρησιν ἐκείνους ἰσχῦσαι ταῦτα κατ' αὐτοῦ δρᾶσαί φησιν, δῆλον δὲ ὅτι τοὺς ἀλιτηρίους δαίμονας. 16, σάκκον ἔρραψα ἐπὶ βύρσῃ μου. ἢ τοῦτο λέγει ὅτι· μεμελάνωταί μου τὸ δέρμα διὰ τὴν τῶν παθῶν ἐπίτασιν ὥσπερ τις ἐκ τριχῶν πεποιημένος σάκκος, ἢ ὅτι ὥσπερ οἱ σάκκον φοροῦντες κατατρύχονται τὸ σῶμα ὅλως κατατετρύχωμαι, ἢ ὅτι· ἐκ λαμπρᾶς καὶ βασιλικῆς ἐσθῆτος ὑπὸ τῆς ἄγαν πενίας σάκκον περιβέβλημαι. 16, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη. ἀντὶ τοῦ· ἡ δύναμις καὶ ἡ εὐπραγία μου πᾶσα ἀπεσβέσθη. 16, ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά. ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά. γαστέρα τὴν ψυχήν
φησιν ἢ διὰ τὸ ἀπόκρυφον καὶ ἀόρατον ἢ ὡς ἀναδοτικὴν τῶν ἐκ τοῦ λόγου τροφῶν. φησὶν οὖν ὅτι· ἡ ψυχή μου συγκαίεται καὶ ἀπαύστως δακρύω, ὥστε καὶ ἡ ὀπτικὴ τῶν ὀφθαλμῶν μου κατεβλάβη δύναμις. ἄλλα δὲ ἀντίγραφα σκιὰν θανάτου ἔχουσιν, ἵνα εἴπῃ ὅτι· καὶ πρὸ τῶν ὀφθαλμῶν ἔχω τὸν θάνατον. ἀλλὰ καὶ τοῦτο, φησίν, ἀνιᾷ με μᾶλλον τὸ τὴν μὲν εὐχὴν ἀεὶ καθαρὰν ἀναφέρειν θεῷ, ἄδικον δὲ πρᾶξιν ἐμαυτῷ μὴ συνειδέναι καὶ ξενίζεσθαι ἐφ' οἷς ταῦτα ὑπομένω. σημειοῦ δὲ τὴν εὐχὴν τοῦ δικαίου καθαρὰν οὖσαν καὶ παντὸς πάθους ἀμιγῆ, μὴ ῥεμβασμοὺς ὑπομένουσαν μηδὲ ὑπὸ φροντίδων κατασπωμένην.
Continuing the metaphor, as though he had been struck in the inward parts, he said, my gall they poured out upon the ground. And by fall upon fall he means the punishments coming one after another. And the phrase and the mighty ran against me, he says, is because by God's permission they had strength to do these things against him—and it is clear that he means the accursed demons. 16, I sewed sackcloth upon my skin. Either he says this: my skin has been blackened by the intensity of the sufferings, like some sackcloth made of hair; or that, just as those who wear sackcloth are worn away in body, I have been wholly worn away; or that, from bright and royal clothing, through extreme poverty I have been clothed in sackcloth. 16, and my strength was quenched in the earth. Instead of: all my power and prosperity have been quenched. 16, my belly is burned up from weeping, and upon my eyelids a shadow. And there was nothing unjust in my hands, and my prayer was pure. He calls the soul the belly, either because of its hidden and invisible nature, or as that which distributes the nourishment derived from the word. He says, then: my soul is burned up and I weep unceasingly, so that even the faculty of sight in my eyes has been impaired. But other copies have shadow of death, so that he may say: I have death before my eyes as well. But this too, he says, grieves me the more—that I always bring up a pure prayer to God, and am conscious of no unjust deed in myself, and yet am treated as a stranger in the things I endure. And note that the prayer of the righteous man is pure and unmixed with any passion, not subject to wanderings nor dragged down by anxieties.
τοῦτο καὶ ὁ πνεύματι προσευχόμενος ἀπόστολος ἔλεγεν, ὅτι δεῖ προσεύχεσθαι ἐν παντὶ τόπῳ ὀσίους χεῖρας ἐπαίροντας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. 150 16, γῆ, μὴ ἐπικαλύψῃς ἐφ' αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου. ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται καὶ εἰς συμπάθειαν ἐκκαλουμένου τὰ ῥήματα. λέγει δὲ ὅτι· μὴ σιωπήσῃς, ὦ γῆ, τὰ κατ' ἐμὲ μηδὲ συγκρύψῃς τὸ ἐμὸν αἷμα τὸ ἀδίκως ἐκχεόμενον ἐκ τῆς σαρκός μου· μηδὲ στῇ ἐν τόπῳ καὶ ἀποκρυβῇ καὶ εἰς λήθην ἔλθῃ τὰ κατὰ τοὺς ἐμοὺς ὀδυρμούς. ταῦτα καὶ εὐκτικῶς καὶ προφητικῶς εἶπες· οὐ γὰρ κατεκρύβη τὰ κατὰ σέ, τρισμακάριστε, ἀλλὰ πάντες ἀνὰ στόμα ἔχομεν ἄνθρωποι τὰ σὰ παλαίσματα καὶ τὴν ἀνδρείαν καὶ τὴν ὑπομονὴν καὶ τὰ ἐπὶ τούτοις βραβεῖα καὶ τοὺς στεφάνους καὶ τὴν ἀναγόρευσιν. 16, καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. εὖγε, ψυχῆς καθαρᾶς καὶ ἀγάπης ἀνυπερβλήτου καὶ συνειδήσεως ἀληθινῆς τὸν πάντα ἐφορῶντα ὀφθαλμὸν τοῦ θεοῦ πρὸς μαρτύριον ἐπικαλουμένης. 16, ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον· ἔναντι δὲ αὐτοῦ στάξαι μου ὁ ὀφθαλμός. ἀλλὰ καὶ τοῦτό σοι πρὸς ἔργον ἐξέβη· ἐθεώρει γάρ σου τὰ παλαίσματα ὁ μέγας ἀγωνοθέτης, ἐπήκουσέ σου τῆς ἱκεσίας, ἐπεῖδέ σου τὰ τιμιώτατα δάκρυα· διὸ καὶ τῶν ἀγώνων τὴν αἰτίαν ἐπληροφόρησεν. 16, εἴη δὲ ἔλεγχος ἀνδρὶ ἐναντίον κυρίου καὶ υἱῷ ἀνθρώπου τῷ πλησίον αὐτοῦ. ὃ μὲν λέγει τοῦτό ἐστιν ὅτι· γένοιτό με θεοῦ δικάζοντος διελεγχθῆναι πρὸς τοὺς ἀντιλέγοντας, οὓς δὴ καὶ πλησίον αὐτοῦ φησιν ὡς φίλους. ἄνδρα δὲ καὶ υἱὸν ἀνθρώπου τὸν αὐτὸν ἔφησε περὶ ἑαυτοῦ λέγων.
This too the apostle who prayed in the Spirit said, that holy men must pray in every place, lifting up hands without wrath and disputings. 16. O earth, cover not thou my blood, neither let there be a place for my cry. Being at a loss, he speaks to the earth, and his words are an appeal to sympathy. And he says: Be not silent, O earth, concerning the things that are mine, neither hide my blood that is unjustly poured out from my flesh; neither let the things that concern my lamentations stand in a place and be hidden and come into forgetfulness. These things you spoke both in the manner of a prayer and in the manner of a prophecy; for the things that concern you were not hidden, thrice-blessed one, but all we men have on our lips your wrestlings and your courage and your endurance and the prizes and crowns and proclamation that follow these. 16. And now behold, my witness is in the heavens, and my record is on high. Well done, a pure soul and love unsurpassable and a true conscience calling upon the all-seeing eye of God for a testimony. 16. Let my supplication come before the Lord, and let my eye drop tears before him. But this too came to pass for you in deed; for the great judge of the contest watched your wrestlings, he heard your supplication, he looked upon your most precious tears; wherefore he also brought full assurance of the cause of your contests. 16. Let there be a reproof for a man before the Lord, and for a son of man with his neighbor. What he says is this: May it be granted me, with God judging, to be reproved against those who speak against me, whom indeed he calls his neighbors as friends. And he called the same man and son of man, speaking concerning himself.
καὶ τοῦτο δὲ προφητικῶς εἶπε· διακούσας γὰρ ὁ θεὸς τῶν ἑκατέροις τοῖς μέρεσιν εἰρημένων, αὐτὸν μὲν ἐδικαίωσε, τοὺς δὲ αὐτοῦ κατεδίκασε φίλους. 16, ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾗ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι. πάλιν τὸ ὀλιγοχρόνιον εἰς ἱκετηρίαν προβάλλεται ὁμοῦ καὶ διδάσκει, ὡς οἱ ἅπαξ τελευτήσαντες παλινδρομῆσαι πρὸς τόνδε τὸν βίον οὐ δύνανται. 17, ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω, λίσσομαι κάμνων, καὶ τί ποιήσω; ἀπόλλυμαι τοίνυν πανταχοῦ τοῖς τῆς ψυχῆς λογισμοῖς περιφερόμενος, καὶ πρὸς πάντα ἀφορῶν τὰ ἐμοὶ συμβεβηκότα. διὸ καὶ ποθῶ τὸν θάνατον καὶ ἀπορίᾳ συνέχομαι τούτου τυχεῖν μὴ δυνάμενος. ὁρᾷς οὖν, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ὡς ποθεῖ μὲν τὸν θάνατον καὶ ἐξὸν ἦν αὐτόχειρα αὐτὸν ἑαυτοῦ καταστῆναι, ἀλλ' οὐχ ἑαυτὸν ἐξάγει διὰ τὴν τιμὴν τοῦ συνδήσαντος τὴν ψυχὴν τῷ σώματι; 17, ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. ἀλλοτρίους λέγει τοὺς ἱππεῖς καὶ πολεμίους ἢ καὶ τοὺς κατ' αὐτοῦ στρατευσαμένους δαίμονας. 17, τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω, ὅτι καρδίαν αὐτῶν ἔκρυψαν ἀπὸ φρονήσεως. πρὸς μὲν ῥητὸν τοῦτο λέγει ὅτι· τίς ἐστιν ὁ θέλων μοι δικάσασθαι; συνδεθήτω τῇ ἐμῇ χειρί, ἵνα κοινῶς ἐπαχθῶμεν πρὸς τὸ θεῖον δικαστήριον· ἐπὶ γὰρ θεοῦ δικαιωθῆναι βούλομαι. ὡς δὲ πρὸς τοὺς φίλους λέγει, ὅτι δοκοῦντες εἶναι φρόνιμοι κρύπτουσι τὴν ἑαυτῶν βουλήν, συνειδότες μὲν ὡς οὐδέν μου καταλέγειν ἔχουσιν, ὡς δὲ θεοῦ συνήγοροι καταψευδόμενοί μου. πρὸς δὲ διάνοιαν συναισθάνεται τῆς ἀντικειμένης δυνάμεως ἀοράτως αὐτῷ πολεμούσης καί φησιν ὅτι·
And this too he said prophetically; for God, having heard what was said by both sides, justified him but condemned his friends. 16. And years numbered have come, and by a way by which I shall not turn back I shall go. Again he puts forward his brief span of life as a supplication, and at the same time teaches that those who have once died cannot return to this life. 17. I am destroyed, carried about by the wind; I beg for burial and do not obtain it; I entreat, growing weary—and what shall I do? I am ruined, then, everywhere, carried about by the reasonings of my soul, and looking to all the things that have befallen me. Therefore I also long for death and am held in perplexity, unable to obtain it. You see, then, what we were saying from the beginning, that he longs for death, and it was possible for him to become his own slayer, but he does not take himself out because of the honor of the one who bound the soul to the body. 17. Strangers have stolen my possessions. He calls strangers the horsemen and enemies, or even the demons that warred against him. 17. Who is this? Let him be bound to my hand, because they hid their heart from understanding. With respect to the literal sense he says this: Who is he who wishes to contend with me? Let him be bound to my hand, so that we may be brought in common to the divine tribunal; for I wish to be justified before God. But as for what he says to the friends, that those who seem to be wise hide their own counsel, being conscious that they have nothing to lay to my charge, but as advocates of God falsely accusing me. But with respect to the deeper meaning, he perceives the opposing power warring against him invisibly, and says that:
τίς ἐστιν οὗτος ὁ παρατρέπειν με ἐπιχειρῶν; μὴ μακρὰν ἀποχωρείτω μου, ἀντὶ τοῦ· δεικνύτω ἑαυτόν, τίς ἐστιν. συνδεθήτω δὲ τῇ ἐμῇ χειρί, τουτέστιν· ἐξισωθήτω μοι, ἵνα εἴπῃ ὅτι· πλεονεκτεῖ με κατὰ τὴν φύσιν, ἀλλὰ τυχών τινος διὰ
τούτου συνηγορίας καὶ δικάζομαι αὐτῷ. ἐπειδὴ δὲ δυσκατάληπτός ἐστιν ἡ τῶν δαιμόνων κακία τῇ ἀνθρωπίνῃ φρονήσει, διὰ τοῦτο εἶπεν ὅτι· καρδίαν αὐτῶν ἔκρυψαν ἀντὶ τοῦ· δολίως καὶ ἐπικλόπως ἔρχονται ὡς λανθάνειν αὐτῶν τὴν κακουργίαν καὶ κρύπτεσθαι ἀπὸ τῆς ἀνθρωπίνης φρονήσεως. τινὰ δὲ τῶν ἀντιγράφων ἔχει ὅτι· _κ_α_ρ_δ_ί_α_ν_ _α_ὐ_τ_ῶ_ν_ _ἔ_κ_ρ_υ_ψ_α_ς, τουτέστιν· ἀοράτους αὐτοὺς ἀνθρώποις κατεσκεύασας. εἶτα καὶ εὔχεται μὴ αἴρειν αὐτοὺς τὴν κεφαλήν, ἀλλὰ ταπεινοῦσθαι ὑπὸ τοῦ παντοδυνάμου θεοῦ· 17, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς· τῇ μερίδι ἀναγγελεῖ κακίαν. μὴ ὑψώσῃς, φησίν, αὐτοὺς τούς τε ἀδίκους ἀνθρώπους ὁμοῦ καὶ τοὺς δαίμονας, ἐπειδὴ τῇ μερίδιτουτέστι τῇ μοίρᾳ ᾗ εἰλήφασι παρὰ θεοῦ, ἀντὶ τοῦ· τῷ αὐτεξουσίῳ τῆς προαιρέσεωςἑκόντες προσήγγειλαν τὴν κακίαν· μερὶς γὰρ καὶ κλῆρος τῶν λογικῶν ἰδικῶς αὐτοῖς ἀφωρισμένος ὑπὸ θεοῦ τὸ αὐτεξούσιον. τοῦτο οὖν λέγει· ἐπειδὴ πάντες ὑπὸ θεοῦ καλοὶ γεγονότες καὶ αὐτεξούσιοι ἑαυτοὺς τῇ κακίᾳ προσέρριψαν, μὴ ὑψώσῃς αὐτούς. 17, ὀφθαλμοὶ δέ μου ἐφ' υἱοῖς ἐτάκησαν. ἔθου δέ με θρύλημα ἔθνεσι, γέλως τε αὐτοῖς ἀπέβην. ἔθνη λέγει καὶ τὰ τῶν μηκόθεν ἀνθρώπων, ἵνα εἴπῃ ὅτι· πανταχοῦ τὰ κατ' ἐμὲ τεθρύληται καὶ καταγέλαστος γέγονα. ἀληθέστερον δὲ τὰ τῶν δαιμόνων ἔθνη φησίν, οἳ δὴ καὶ κατεγέλων τοῦ δικαίου ταῖς συμφοραῖς ἐπεμβαίνοντες.
Who is this who attempts to pervert me? Let him not withdraw far from me, meaning: let him show himself, who he is. And let him be bound with my hand, that is: let him be made equal to me, so that he may say that he has an advantage over me by nature, but having obtained some advocacy through this, I also plead my case against him. But since the wickedness of the demons is hard to grasp by human understanding, for this reason he said: they hid their heart, meaning: they come deceitfully and stealthily so as to conceal their wickedness and hide it from human understanding. But some of the copies have: you hid their heart, that is: you made them invisible to humans. Then he also prays that they not lift up their head, but be humbled by the almighty God; 17. Therefore you shall not exalt them; in their portion he will declare wickedness. Do not exalt them, he says, both the unjust humans together and the demons, since in their portion—that is, in the lot which they have received from God—meaning: by the self-determination of their will they willingly brought wickedness upon themselves; for the portion and lot of rational beings specially assigned to them by God is self-determination. This, then, is what he says: since all, having been made good by God and self-determining, have cast themselves into wickedness, do not exalt them. 17. But my eyes wasted away over sons. But you made me a byword among the nations, and I became a laughingstock to them. He calls nations also those of humans far off, so as to say: everywhere the things concerning me have been bruited about and I have become ridiculous. But more truly he calls the nations of the demons, who indeed also mocked the righteous man, exulting over his misfortunes.
σημειοῦ δέ, ὡς οὐκ εἶπεν· οἱ ὀφθαλμοί μου ἐπὶ τῇ ἀπωλείᾳ τῶν ὑπαρχόντων ἐτάκησανμικρὸν γὰρ ἐκείνων ἐποιεῖτο λόγον, ἀλλ' ἐπὶ τῇ τῶν τέκνων ἀθρόᾳ τελευτῇ· ἐπὶ γὰρ τούτοις ὡς συμπαθὴς περιήλγησεν. 17, πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, καὶ πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων. ἠμαυρώθησαν, φησίν, οἱ ὀφθαλμοί μου, πρὸς μὲν ῥητὸν ὑπὸ τῶν κατὰ θείαν ὀργὴν ἐπενεχθέντων μοι κακῶν, πρὸς δὲ διάνοιαν ἡ ὀπτικὴ τῆς ψυχῆς δύναμις ἠμαυρώθη διὰ τῆς συνεχοῦς πρὸς τοὺς δαίμονας ἀντιστάσεως, ὑφ' ὧν καὶ πεπολιορκῆσθαι λέγει. 154 17, θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτοις. ὥστε, φησίν, καὶ ἐκπλήττεσθαι τοὺς τῆς ἀληθείας ἐφιεμένους ἐπὶ τοῖς ἐμοὶ συμβεβηκόσιν. τοῦτο δὲ ἴσως καὶ τοὺς φίλους αἰνιττόμενος λέγει ὡς οὐ τῆς ἀληθείας μεταποιουμένους, ἀλλὰ θέλοντας ἁπλῶς θεῷ χαρίζεσθαι. 17, δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη· σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος. ὡς μὲν περὶ ἑτέρου λέγει, περὶ ἑαυτοῦ δέ φησιν. ἐπειδὴ γὰρ προεῖπεν· μὴ ὑψώσῃς τοὺς ἀδίκους, τὸ δὲ ἐναντίον, φησίν, γένοιτο τὸν δίκαιον κατισχῦσαι τοῦ παρανόμου καὶ σχεῖν τὸν πιστὸν καὶ ἀληθινὸν τὴν ἑαυτοῦ ὁδόν, τουτέστιν· εὐοδοῦσθαι καὶ μὴ ἡττᾶσθαι τοῖς παρανόμοις, ἵνα ἐκ τοῦ κατ' ἐμὲ παραδείγματος οἱ καθαροὶ θάρσος ἀναλάβωσιν ὡς κατισχύοντες τῶν ὑπεναντίων. ταῦτα πάλιν ὁ ἅγιος Ἰὼβ ὑπὲρ πάντων εὔχεται· διόπερ οὐ περὶ ἑαυτοῦ, ἀλλὰ ἀορίστως περὶ παντὸς προσώπου τὴν εὐχὴν ἐποιήσατο. ὁμοῦ καὶ διδάσκει, ὡς οὐ κατισχύει ποτὲ τῆς ἀρετῆς ἡ κακία μέχρι τέλους.
Note, however, that he did not say, "My eyes have melted away at the loss of my possessions"—for he made little account of those—but at the sudden death of his children; for over these, as one who shares their suffering, he grieved deeply. 17. For my eyes have grown dim from anger, and I have been greatly besieged by all. My eyes, he says, have been darkened—according to the literal sense, by the evils brought upon me under divine anger; but according to the deeper meaning, the soul's power of sight was darkened through continual resistance to the demons, by whom he says he has also been besieged. 154 17. A wonder seized those who are truly [devoted] to these things. So that, he says, even those who strive after the truth are struck with amazement at what has befallen me. And perhaps he says this hinting also at his friends, as not pursuing the truth but wishing simply to please God. 17. But a righteous man would rise up against a lawless one; and may a faithful man hold fast to his own way, and may one pure in hands take up courage. He speaks as though about another, but he means about himself. For since he had said, "Do not exalt the unjust," he says the opposite: may it come about that the righteous man prevail over the lawless, and that the faithful and true man hold fast to his own way—that is, prosper and not be defeated by the lawless—so that from the example of my case those who are pure may take up courage, as those who prevail over their adversaries. Again, holy Job prays these things on behalf of all; therefore he made his prayer not about himself but indefinitely, on behalf of every person. At the same time he also teaches that wickedness never prevails over virtue to the end.
17, οὐ μὴν δέ, ἀλλὰ πάντες ἐρείδετε καὶ δεῦτε δή, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές. ἐνισχύσατε τοιγαροῦν ἀλλήλους, φησίν· κἂν γὰρ πάντες ὁμοφωνῆτε, διελέγξω ὑμᾶς μὴ ἀληθεύοντας. εἶτα πάλιν ἀπολογούμενος ὑπὲρ αὐτοῦ, ἐπειδὴ εἶπε· δέομαι ταφῆς καὶ οὐ τυγχάνω, τὰς αἰτίας λέγει, δι' ἃς ποθεῖ τὸν θάνατον. 17, αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. πολύς, φησίν, ἤδη μοι παρῴχηκε χρόνος καὶ πρὸς τὸ τέλος ἐλαύνω ἐν ἀηδίᾳ τὰς ἡμέρας μου τρίβων, καὶ παρείθησαν καὶ διελύθησάν μου τῆς ψυχῆς οἱ τόνοι. 17, νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους. πρὸς μὲν ῥητόν· τὴν νύκτα, φησίν, ἅπασαν ἀγρυπνῶν ὡς ἐν ἡμέρᾳ διετέλεσα προσδοκῶν ἀεὶ τὸ φῶς μετὰ τὴν τῆς νυκτὸς διάλυσιν. τοῦτο δὲ φυσικῶς πάσχουσιν οἱ ἐν ταῖς νόσοις ἀγρυπνοῦντες εὐχόμενοι τὴν ἡμέραν ἰδεῖν. πρὸς δὲ διάνοιαν· οὐκ ἠμέλησα, φησίν, τοῦ χωρίζειν ἐμαυτὸν τοῦ σκότους καὶ τῷ νοητῷ προσεγγίζειν φωτί. 17, ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου
Not so, however, but you all press on and come now, for I find no truth in you. Strengthen one another, then, he says; for even if you all speak with one voice, I will convict you of not speaking the truth. Then again, defending himself, since he said, "I beg for burial and do not obtain it," he states the reasons for which he longs for death. My days have passed in filth, and the joints of my heart have been broken. A long time, he says, has already passed me by, and I am driven toward the end, wearing out my days in distress, and the tensions of my soul have been relaxed and dissolved. I have made night into day; light is near, away from the face of darkness. As for the literal sense: the whole night, he says, I spent awake as though in day, always awaiting the light after the breaking of the night. This is what those who lie awake in sickness naturally experience, praying to see the day. As for the deeper meaning: I did not neglect, he says, to separate myself from the darkness and to draw near to the intelligible light. For if I wait, Hades is my house, and my bed is spread in the gloom. I called upon death to be my father, and my mother
καὶ ἀδελφὴν σαπρίαν. ποῦ γάρ μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἢ τὰ ἀγαθά μου ὄψομαι; ἢ μετ' ἐμοῦ εἰς ᾅδην καταβήσεται; ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα; ἀλλὰ τί δεῖ, φησίν, καρτερεῖν καλῶς, ἵνα τι πλέον προσγένηται; οὐ κοινὸν ἅπασι τὸ ἀποθανεῖν; οὐχ ᾅδης ἅπασιν οἶκος; οὐκ ἐκεῖ πάντες τῶν ἐνθάδε καταλήγουσι πόνων; τοῦτο γὰρ λέγει τὸ ἐν γνόφῳ ἡ στρωμνή, ἐν τῷ ἀφεγγεῖ χωρίῳ ἡ ἀνάπαυσις τῶν ἐνθάδε πόνων. μὴ ἐνδέχεταί τινα μεθ' ἑαυτοῦ καταγαγεῖν εἰς ᾅδου τὸν πλοῦ τον ἢ τὴν ἐνθάδε δόξαν; τὸ δὲ ἐπὶ χώματος καταβησόμεθα ἀντὶ τοῦ· ἐν τοῖς καταχθονίοις μὴ μετὰ τῶν ἐνθάδε ἀγαθῶν δύναμαι ἀπελθεῖν; ποίᾳ τοιγαροῦν ἐλπίδι ὑπομείνω, ὅπουγε μικρὸν ὕστερον ἀποθανεῖν ἀπόκειται πάντως, πάντα τὰ ἐνθάδε καταλελοιπότα; τούτου δὲ ὧδε ἔχοντος δικαίως τὸν μὲν θάνατον συντόμως ἐπελθεῖν ὡς πατέρα ποθῶ, τὴν δὲ τοῦ σώματος σῆψιν καὶ ἀνάλυσιν ὡς μητέρα καὶ ἀδελφήν, καὶ πᾶσιν αὐτὰ τοῖς τὴς φιλίας ὀνόμασι κατασπάζομαι. ὁμοῦ τοιγαροῦν καὶ ἡμᾶς ἐδίδαξε μὴ περιέχεσθαι τῶν ἐν τῷ βίῳ καλῶν· οὐδὲν γὰρ αὐτῶν ἡμῖν συνεξέρχεται ἐκ τοῦδε τοῦ βίου. καὶ ἱκανῶς ἀπολελόγηται τοῦ μὴ μάτην ἐπιποθεῖν τὸν θάνατον τοσούτοις ἀλγεινοῖς περιαντλούμενος. ΚΕΦΑΛΑΙΟΝ ΔΩΔΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· μέχρι τίνος οὐ παύσει; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. Προθεωρία τοῦ κεφαλαίου δυσχεραίνει ὁ Βαλδὰδ ἐπὶ τῇ τοῦ Ἰὼβ μακρηγορίᾳ· οὐ γὰρ δεῖ, φησίν, ἀλόγων δίκην σιωπῶντας παρακαθῆσθαι. εἶτα, ὡς πολλάκις τοῦ Ἰὼβ εἰρηκότος ὡς ἐπιποθεῖ τοῦ σώματος ἀπαλλαγῆναι, τί, φησίν, σοβαρεύῃ καὶ πολλάκις λέγεις·
and a sister, rottenness. For where is my hope any longer? Or shall I see my good things? Or will he go down with me to Hades? Or shall we go down together to the grave? But what need is there, he says, to endure nobly, so that something more may accrue? Is not death common to all? Is not Hades a house for all? Do not all there reach the end of their labors here? For this is what he means by "my bed in darkness," in the lightless place the rest from labors here. Is it not possible for someone to bring down with himself to Hades his wealth or his glory here? And "we shall go down to the grave" is instead of: in the underworld I cannot depart with the good things here? With what hope, then, should I endure, when after a little while death lies before me altogether, having left behind all things here? Since this is so, I rightly long for death to come swiftly as a father, and for the decay and dissolution of the body as a mother and sister, and I embrace them with all the names of affection. At the same time, then, he taught us not to cling to the good things in life; for none of them goes out with us from this life. And he has sufficiently defended himself against the charge of vainly longing for death, being overwhelmed by so many pains. CHAPTER TWELVE. Beginning of the passage: And Baldad the Sauchite answered and said: How long will you not cease? Hold off, that we also may speak. Preliminary survey of the chapter. Baldad is vexed at Job's long-windedness; for one must not, he says, sit by in silence like irrational beasts. Then, since Job has often said that he longs to be released from the body, he says, Why do you give yourself airs and often say—
ἡδέως ἔξειμι τοῦ σώματος, καὶ σεμνύνεις τὰ κατὰ σαυτὸν ὥσπερ οὐκ ὢν ἄνθρωπος εἷς, ἀλλὰ ὁ κόσμος ὅλος. μὴ γάρ, ἐὰν ἀποθάνῃς, γενικὴ γίνεται συντέλεια; εἶτα ταῦτα εἰρηκὼς στρέφει τὸν λόγον εἰς τὰ τοῖς ἀσεβέσι συμβησόμενα ὡς τὰ καθόλου μὲν λέγων, ἐπ' ἀσεβείᾳ δὲ σκώπτων τὸν δίκαιον. Αἱ λέξεισ 18, μέχρι τίνος οὐ παύσει; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. διὰ τί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; μὴ οἴου, φησίν, πρὸς τὰ ἄλογα τοὺς λόγους ποιεῖσθαι μηδὲ ἀποτάδην οὕτω διαλέγου, δίδου δὲ μᾶλλον καὶ ἡμῖν τοῦ λαλεῖν χώραν τοὺς σαυτοῦ συντέμνων λόγους. 158 18, κέχρηταί σοι ὀργή. ὦ κατὰ σαυτοῦ καὶ τῆς σῆς ψυχῆς ὀργιζόμενε, ὀργάνῳ σοι κέχρηται ἡ ὀργή. τὸ γὰρ ὀργίζεσθαί σε κατὰ θεοῦ οὐδὲν ἕτερόν ἐστιν ἢ κατὰ τῆς ἑαυτοῦ ψυχῆς τὴν ὀργὴν ἐκφέρειν. 18, τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ' οὐρανόν, ἢ καταστραφήσονται ὄρη ἐκ θεμελίων; τί νομίζεις, ὅτι τῇ σῇ συστάσει καὶ ὁ κόσμος συνίσταται, καὶ μεγαλύνεις τὰ κατὰ σαυτόν, καὶ ὡς τὸ πᾶν ζημίᾳ περιβαλὼν οὕτω τὸν θάνατον ἐπεύχῃ; 18, καὶ φῶς ἀσεβῶν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ. πλὴν ἴσθι, ὅτι κἂν διαλάμψωσιν οἱ ἀσεβεῖς, κἂν εἰς ὕψος δόξης ἀρθῶσιντοῦτο γὰρ αἰνίττεται διὰ τῆς φλογός, σχήσει τὰ κατ' αὐτοὺς τὴν ἐναντίαν πάντως μεταβολήν. 18, τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ' αὐτῷ σβεσθήσεται. καὶ στραφήσεται, φησίν, τὸ φῶς τοῦ ἀσεβοῦς εἰς σκότος ἐν πάσῃ αὐτοῦ τῇ διαγωγῇ, ἀντὶ τοῦ· πάντα τὰ κατ' αὐτὸν δυσπραγία καθέξει.
I will gladly depart from the body, and you magnify your own circumstances as though you were not one man, but the whole world. For surely, if you die, does a universal consummation take place? Then, having said these things, he turns his discourse to what will befall the impious, speaking as it were of general matters, but mocking the righteous man on account of impiety. The words 18, "How long will you not cease? Hold off, that we also may speak. And why have we been silent before you like four-footed beasts?" Do not suppose, he says, that you are addressing reasonless creatures, nor converse at such length, but rather give us also room to speak, cutting short your own words. 18, "anger has been used against you." O you who are angry against yourself and your own soul, anger has been used as an instrument against you. For for you to be angry against God is nothing other than to bring forth anger against your own soul. 18, "For what? If you die, shall the region under heaven be uninhabited, or shall the mountains be overthrown from their foundations?" What do you think, that the world is held together by your constitution, and you magnify your own circumstances, and as though you had involved the whole in loss, you thus pray for death? 18, "And the light of the impious shall be quenched, and their flame shall not go forth." But know this, that even if the impious shine brightly, even if they are raised to a height of glory—for this is what is hinted at through the flame—their circumstances will undergo a wholly opposite change. 18, "His light is darkness in his way of life, and the lamp upon him shall be quenched." And the light of the impious, he says, shall be turned into darkness in all his conduct, which means: all his circumstances will be held in adversity.
ὁ δὲ λύχνος ὁ ἐπ' αὐτῷ, τουτέστιν ἡ ἄνωθεν ἐπικειμένη αὐτῷ εὐημερία καὶ πάντα τὰ κατ' αὐτὸν καταυγάζουσα, ἀποσβεσθήσεται. ὁμοιωματικῶς δὲ τῇ λέξει τοῦ φωτὸς ἐχρήσατο, ἐπειδήπερ οἱ ὑπὸ φωτὶ βαδίζοντες οὐ προσπταίουσιν. 18, θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή. ἐμβληθείη δὲ ὁ ποῦς αὐτοῦ ἐν παγίδι, ἐν δικτύῳ ἐλιχθείη· ἔλθοισαν ἐπ' αὐτὸν παγίδες. ἐκ μεταφορᾶς τῶν θηρευομένων ὀρνέων ἢ ζῴων ταῦτα εἶπεν. ὥσπερ γάρ, φησίν, ἐκεῖνα ὑπὸ τὴν παγίδα ἢ τὰ δίκτυα γινόμενα διεκδῦναι λοιπὸν οὐ δύνανται, οὕτω καὶ οἱ ἀσεβεῖς ἀναποδράστους ἔχουσι τὰς καταλαμβανούσας αὐτοὺς συμφοράς. καὶ τὸ δὴ χαλεπώτερον, ὅτι πολλάκις οὐδὲ ὑπὸ δυνατῶν τινων, ἀλλ' ὑπὸ ἐλαχίστων τῶν ὑπαρχόντων τὴν στέρησιν ὑπομένουσι πάσης αὐτῶν τῆς βουλῆς εἰς τοὐναντίον περιτρεπομένης. 18, κατισχύσει ἐπ' αὐτὸν διψῶντας. ἀλλὰ καὶ τοὺς ἐπιθυμοῦντας εὑρεῖν τι κατ' αὐτοῦ δυνατωτέρους αὐτοῦ ἀπεργάσεται θεός. 18, 10
κέκρυπται δὲ ἐν γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων. καὶ τοῦτο μὲν ἐκ μεταφορᾶς τῶν θηρευτῶν εἶπεν. ὥσπερ γὰρ οἱ θηρεύοντες κρύπτουσιν εἰς γῆν τοῦ δικτύου τὸ σχοινίον καὶ πόρρωθεν ἀποσκοποῦσι καθήμενοι, εἰ γέγονε περὶ τὸ δίκτυον τὸ θήραμα, εἶτα ἕλκοντες τὸ σχοινίον συλλαμβάνουσι τὴν ἄγραν ἀδοκήτως ταῖς ἄρκυσι περιπεσοῦσαν, οὕτω καὶ τὸν ἀσεβῆ ἀπροσδοκήτως καταλήψεται ἡ δυσπραγία. σημαίνει δὲ καὶ τοῦτο, ὅτι τὸ σχοινίον τοῦ ἀσεβοῦς, τουτέστιν ἡ μερὶς αὐτοῦ, κατακέχωσται. τὸ δὲ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων τοιοῦτόν ἐστιν·
But his lamp upon him, that is, the prosperity from above resting upon him and illuminating all his circumstances, will be extinguished. And he used the word "light" in the manner of a comparison, since those who walk by light do not stumble. 18. Let the least hunt down his possessions, and his counsel be a stumbling block. And let his foot be cast into a snare, let it be entangled in a net; let snares come upon him. He said these things by way of metaphor from birds or animals that are hunted. For just as, he says, those creatures, once they are under the snare or the nets, can no longer escape, so too the impious have the calamities that overtake them inescapable. And what is worse, they often endure the loss of their possessions not at the hands of some powerful men but of the least, all their counsel being turned to the opposite. 18. The thirsty shall prevail against him. But God will make those who desire to find something against him stronger than he is. 18, 10
And his rope is hidden in the ground, and his catching is on the paths. And this too he said by way of metaphor from hunters. For just as hunters hide the rope of the net in the ground and watch from afar as they sit, to see whether the prey has come around the net, and then, pulling the rope, they capture the catch that has fallen unexpectedly into the snares, so too misfortune will overtake the impious unexpectedly. And this also signifies that the rope of the impious man, that is, his portion, has been buried. And "his catching is on the paths" means this:
αἱ ἔφοδοι ἐν ταῖς ἐρήμοις γίνονται, ὁ δὲ ἀσεβής, φησίν, οὐκ ἐν ἐρήμῳ, ἀλλ' ἐν αὐταῖς μέσαις ταῖς ὁδοῖς συλλαμβάνεται, τουτέστιν· ἔτι ὢν ἐν τῇ εὐημερίᾳ τὴν αἰφνίδιον ὑπομένει μεταβολήν. 160 18, κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι. ἀλλὰ καὶ πανταχόθεν ὀδυνηρὰ αὐτῷ συμβήσεται. 18, πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ. ἕτερα ἀντίγραφα οὕτως ἔχουσιν· πολλῶν δὲ περὶ πόδας ἔλθοι ἐν λιμῷ στενῷ, ἀντὶ τοῦ· εἰς ἐσχάτην ἀπορίαν ἐλάσοι. κατὰ δὲ τὸ πρῶτον· πολλοί, φησίν, ἔσονται περὶ τοὺς πόδας αὐτοῦ, τουτέστιν ὑποσκελίζοντες αὐτὸν ἐν λιμῷ στενῷ, ἵνα εἴπῃ· ἐν τῇ καταλαμβανούσῃ αὐτὸν συμφορᾷ. 18, πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον. βρωθείησαν δὲ αὐτοῦ κλῶνες ποδῶν, κατέδεται αὐτοῦ τὰ ὡραῖα θάνατος, ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις. κλῶνας ποδῶν τὰ βλαστήματα τῶν πορειῶν φησιν, ἵνα εἴπῃ, ὅτι ὁ ἀσεβὴς οὐκ εὐοδωθήσεται πίπτων πτῶμα ἐξαίσιον. ἀλλὰ καὶ τὰ ὡραῖα αὐτοῦ, τουτέστι τοὺς παῖδας, ἀπλήστως δαπανήσει θάνατος· καὶ ἐκ πάσης δὲ αὐτοῦ τῆς διαίτης πᾶσα ἴασις ἀποχωρισθείη, ἀντὶ τοῦ· ἀνίατα ἔσται καὶ ἀθεράπευτα τὰ αὐτῷ συμβησόμενα. δυνατὸν δὲ καὶ κλῶνας ποδῶν νοῆσαι τοὺς ἐγγόνους τυχὸν ἢ καὶ ἀπογόνους 18, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ. τουτέστιν· ἀπαραίτητος τιμωρία. 18, κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ. ἄλλα ἀντίγραφα ἀντὶ τοῦ ἐν νυκτὶ αὐτοῦ _ἐ_ν_ _σ_ώ_μ_α_τ_ι_ _α_ὐ_τ_ο_ῦ ἔχουσιν. κατὰ μὲν οὖν τὸ ἐν νυκτὶ αὐτοῦ ἀντὶ τοῦ· ἐν ζόφῳ καὶ νυκτὶ ἀφεγγεῖ ὅλη αὐτοῦ ἔσται ἡ διαγωγή. κατὰ δὲ τό· ἐν σώματι αὐτοῦ, ἵνα εἴπῃ ὅτι·
The incursions take place in the deserts, but the impious man, he says, is caught not in a desert but in the very middle of the roads, that is: while he is still in prosperity, he undergoes a sudden reversal. 18. Pains would destroy him round about. But also from every side painful things will befall him. 18. And many would come about his feet in narrow famine. Other copies have it thus: many would come about his feet in narrow famine, in the sense: he would be driven to the utmost destitution. According to the first reading: many, he says, will be about his feet, that is, tripping him up in narrow famine, so as to say: in the calamity that overtakes him. 18. But a prodigious fall is prepared for him. And may the branches of his feet be devoured; death shall consume his comely things, and healing would burst forth from his regimen. By branches of his feet he means the shoots of his journeys, so as to say that the impious man will not prosper, falling with a prodigious fall. But also his comely things, that is, his children, death shall consume insatiably; and from his whole regimen may every healing depart, in the sense: the things that befall him will be incurable and beyond treatment. But it is possible to understand the branches of his feet as his offspring, perhaps, or even his descendants. 18. And necessity would hold him by a royal cause. That is: an inexorable punishment. 18. He will encamp in his tent in his night. Other copies have, instead of "in his night," "in his body." According to "in his night," then, in the sense: in gloom and lightless night shall his whole manner of life be. According to "in his body," so as to say that:
εἰσελεύσεται εἰς τόπον, ὅπου κατασκηνοῖ μετὰ τῆς ἐσχάτης πενίας μηδὲν ἕτερον ἔχων ἢ τὸ ἑαυτοῦ σῶμα. ταύτῃ δὲ τῇ ἐννοίᾳ συντρέχει καὶ Θεοδοτίων οὕτως εἰρηκώς· _κ_α_τασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἀνυπαρξία. 18, κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ ἐν θείῳ. ὅμοιον εἶπε καὶ ὁ Δαυὶδ περὶ τῶν ἁμαρτωλῶν· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. καὶ ὁ μὲν θεὸς ἐπὶ τὴν Σοδομῖτιν θεῖον καὶ πῦρ ἐπαφεὶς ἐτέφρωσεν αὐτῶν τὴν γῆν. θέλει δὲ εἰπεῖν, ὅτι καὶ ἄκαρπα ἔσται πάντα τὰ κατ' αὐτοὺς ὡς ὑπὸ θείου κατασπαρέντα. 18, ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται. κατὰ μεταφορὰν τῶν φυτῶν τῶν ῥιζωθέντων ξηραινομένων. 18, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. εἰ δὲ καί τις ὑπόνοια βλαστήσεως γένηται, ταχέως ἐκκοπήσεται {τὸ μνημόσυνον αὐτοῦ}. 18, τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ τῆς γῆς, καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον {τοῦ} ἐξωτέρω. ἀλλὰ καὶ οἱ παῖδες, φησίν, ἀπολοῦνται τοῦ ἀσεβοῦς, οἳ δὴ μνημόσυνόν εἰσι τῶν γεννησάντων. τὸ δὲ ὄνομα αὐτοῦ οὕτως ἔσται σκαιὸν καὶ ἀποτρόπαιον, ὡς ἕκαστον ἀκούοντα τῆς προσηγορίας στρέφειν ἐξωτέρω τοῦ λέγοντος τὸ ἑαυτοῦ πρόσωπον μυσαττόμενον αὐτοῦ καὶ αὐτὴν τὴν ὀνομασίαν. 18, ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ' οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ' ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. ταῦτα πάντα συμβέβηκε τῷ Ἰὼβ δίχα τῆς βασιλικῆς ἀνάγκης· ταύτην δὲ ἴσως εἶπεν ὁ Βαλδάδ, ἵνα μὴ δόξῃ δι' αὐτὸν λέγειν. 18, ἐπ' αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχε θαῦμα.
He will come to a place where he dwells with the utmost poverty, having nothing other than his own body. Theodotion also agrees with this thought, having spoken thus: _h_e will dwell in his tent in nonexistence. 18. His comely things shall be scattered in brimstone. David also said something similar about sinners: fire and brimstone and a stormy wind are the portion of their cup. And God, having sent brimstone and fire upon the land of Sodom, reduced their land to ashes. But he means to say that all their affairs will also be fruitless, as if scattered by brimstone. 18. Beneath, his roots shall be dried up. By a metaphor of plants that have taken root being dried up. 18. And from above his harvest shall fall upon him. And if any suspicion of sprouting should arise, it will quickly be cut off {his memorial}. 18. His memorial let it perish from the earth, and a name shall belong to him before the face {of} those outside. But also his children, he says, shall perish—the children of the impious, who are indeed a memorial of those who begot them. And his name shall thus be sinister and abominable, so that each one hearing the appellation turns his own face away from the one speaking, loathing both him and the very name. 18. Let him be driven out from light into darkness. He shall not be known among his people, nor shall his house be saved under heaven, but others shall live in his possessions. All these things have befallen Job apart from royal compulsion; but perhaps Baldad said this so that he might not seem to speak on his account. 18. The last men groaned over him, but the first had wonder.
οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ τόπος τῶν μὴ εἰδότων τὸν κύριον. πρώτους λέγει τοὺς ἐπὶ τῆς αὐτοῦ γενεᾶς, ἐσχάτους δὲ τοὺς μετ' αὐτόν. θαυμάσουσιν οὖν, φησίν, καὶ οἱ ὁρῶντες τῶν ἀσεβῶν τὴν πτῶσιν, καὶ οἱ τὰ κατ' αὐτοὺς ὕστερον ἀκοῇ παραδεχόμενοι στενάξουσιν. τὸ δὲ οὗτοί εἰσιν οἶκοι ἀδίκων ἀντὶ τοῦ· ταῦτα κληρονομήσουσιν οἱ
ἀσεβεῖς, ἃ προεῖπεν δηλονότι. ἀποφαντικῶς δὲ καὶ οὗτος εἰρηκώς, ὅτι πάντως ταῦτα ἔσται τοῖς ἀσεβέσιν, ἥμαρτε μὴ προσθεὶς τὴν διαίρεσιν· οὐ γὰρ πάντως ἐνταῦθα ἡ ἀπόδοσις, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι. ΚΕΦΑΛΑΙΟΝ ΤΡΕΙΣΚΑΙΔΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἕως τίνος ἔγκοπον ποιήσητε τὴν ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις; Προθεωρία τοῦ κεφαλαίου. οἱ μὲν φίλοι τῷ Ἰὼβ ἐπιτιμῶσιν ὡς περιττὰ θρασυνομένῳ, ὁ δὲ ὡς βαρεῖς ὄντας ἐν τοῖς ὀνείδεσιν αἰτιᾶται καί φησιν ὅτι· τοῦτο μόνον ὑμᾶς γνῶναι θέλω, ὅτι θεός ἐστιν ὁ τὰς ἀνηκέστους μοι ταύτας πληγὰς ἐπαγαγών, ἵνα τοῦτο γνόντες φοβηθῆτε, μὴ τοῖς ἰσοστασίοις καὶ ὑμᾶς περιβάλῃ κακοῖς. μέμφεται δὲ ὡς κατὰ πρόσωπον αὐτὸν κακολογοῦντας· δῶμεν γάρ, φησίν, ὅτι μὴ καθηκόντως φθέγγομαι, ἀλλ' ὑμᾶς οὐκ ἔδει φίλους ὄντας ἐπιτρίβειν μοι τὰς συμφοράς. ταῦτα πρὸς τοὺς φίλους εἰρηκὼς πάλιν ἐκδιηγεῖται τὰ αὐτὸν συνέχοντα δεινὰ ἑαυτόν τε πείθων κἀκείνους ὡς ὑπὲρ ἁμαρτίας ἀνθρωπίνας αἱ τιμωρίαι καὶ ἐχθροῦ μᾶλλόν εἰσιν αἱ τοιαῦται πληγαί. ὄντως γὰρ ἐχθρὸς ἦν ὁ οὕτως αὐτῷ χρώμενος, εἰ καὶ αὐτὸς τὴν αἰτίαν ἠγνόει τῆς συγχωρήσεως. εἶτα παρακαλεῖ, ἵνα εἰ καὶ μὴ ὡς δίκαιον ἐπαισχύνονται, ἀλλ' ὡς φίλον ἐλεήσωσιν.
These are the houses of the unrighteous, and this is the place of those who do not know the Lord. He calls "first" those of his own generation, and "last" those after him. They will marvel, he says, both those who see the fall of the impious and those who later receive the accounts of them by hearsay will groan. The phrase "these are the houses of the unrighteous" means: these things will be inherited by the impious, namely those things which he foretold. And this man, having spoken assertively that these things will certainly befall the impious, erred in not adding the distinction; for the recompense is not entirely here, but also in the age to come. Chapter Thirteen. Beginning of the passage: And Job, taking up the discourse, says: How long will you weary my soul and cast me down with words? Preliminary overview of the chapter. The friends reproach Job as one who is presumptuous beyond measure, but he, since they are harsh in their reproaches, blames them and says: I wish you to know this one thing, that it is God who has brought these incurable blows upon me, so that, knowing this, you may fear, lest he surround you too with equal evils. And he censures them as slandering him to his face; for let us grant, he says, that I do not speak as I ought, but you, being friends, ought not to aggravate my misfortunes. Having said these things to his friends, he again recounts the terrible things that constrain him, persuading both himself and them that these punishments are for human sins and that such blows are rather those of an enemy. For truly he was an enemy who dealt with him thus, even if he himself did not know the reason for the permission. Then he entreats them, that even if they are not ashamed of him as a righteous man, they might at least have mercy on him as a friend.
καὶ ἐπεύχεται γραφῇ παραδοθῆναι αὑτοῦ τὰ ῥήματα, ἵνα διαδόσιμα καὶ ταῖς ἐφεξῆς γένωνται γενεαῖς, ὃ δὴ καὶ γέγονε, καὶ οὐκ ἀπέτυχέ γε τῆς εὐχῆς ὁ δίκαιος. καὶ μέμφεται τοῖς φίλοις ὡς ἀναζητοῦσιν, πῶς αὐτὸν τοῖς λόγοις πλήξωσιν, καὶ παραινεῖ παύσασθαι τῶν ὀνειδισμῶν τοῦ θεοῦ τὸ κρίμα διευλαβουμένους. Αἱ λέξεισ 19, ἕως τίνος ἔγκοπον ποιήσητε τὴν ψυχήν μου καὶ καθαιρεῖτέ με λόγοις; ἡ τῶν λόγων βαρύτης ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ κάμνειν αὐτὴν παρασκευάζει. τὸ δὲ καθαιρεῖτέ με λόγοις ἀντὶ τοῦ· καταβαλεῖν σπουδάζετε ταῖς ἀντιλογίαις τὰς ἐμὰς δικαιολογίας. 19, γνῶτε μόνον, ὅτι ὁ θεὸς ἐποίησέ μοι οὕτως. ἵνα καὶ ὑμεῖς φοβηθῆτε οὕτω ἐπεμβαίνειν τῷ κάμνοντι, μὴ τοῖς ἴσοις ὑμᾶς περιβάλλῃ κακοῖς. 19, καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοι, ἐπίκεισθέ μοι. βαρὺ μέν, φησίν, καὶ τὸ ἀπόντων καταλαλεῖν· ὑμεῖς δὲ ἀνερυθριάστως καὶ κατὰ πρόσωπον λοιδορεῖτέ με. 19, ναὶ δή, ἐπ' ἀληθείας ἐγὼ πεπλάνημαι, παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος λαλῆσαι ῥήματα, ἃ οὐκ ἔδει· τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. ἔα δέ, ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδη. δῶμεν, φησίν, ὅτι κατὰ ἀλήθειαν ἐγὼ πλανῶμαι, καὶ πλάνον τι πνεῦμα οἰκοῦν ἐν ἐμοὶ παρασκευάζει, μὴ κατὰ τὸ δέον φθέγγεσθαι μηδὲ κατὰ καιρὸν τοὺς λόγους προφέρειν· ἀλλὰ ὑμᾶς οὐκ ἔδει οὕτως κατεπαίρεσθαί μου καὶ μεγάλους ἑαυτοὺς ἐπιδεικνύναι καὶ δικαίους κατὰ τοῦ δυστυχοῦντος καὶ ἐνάλλεσθαί μοι καὶ ἐπιπηδᾶν καὶ καταπατεῖν ταῖς ὕβρεσιν. 165 19, γνῶτε οὖν, ὅτι κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ' ἐμὲ ὕψωσεν. ὁ ταράξας ἀντὶ τοῦ·
And he prays that his words be handed down in writing, so that they may become known also to the generations that follow—which indeed has come to pass, and the righteous man did not fail to obtain his prayer. And he reproaches his friends, who are searching for a way to strike him down with their words, and he urges them to cease from their revilings, reverencing the judgment of God. The words of chapter 19: “How long will you weary my soul and cast me down with words?” The heaviness of words, like a burden laid upon the soul, causes it to grow weary. And “you cast me down with words” stands for: you strive by your contradictions to overthrow my just defenses. Chapter 19: “Know only that God has done this to me.” So that you too may fear to trample thus upon one who is suffering, lest he surround you with the same evils. Chapter 19: “You speak evil of me without shame, and you set yourselves against me.” It is a heavy thing, he says, to speak evil of someone even in his absence; but you revile me shamelessly, even to my face. Chapter 19: “Yes indeed, in truth I have gone astray, and a deceiver lodges with me, to speak words that ought not to be spoken; and my words wander and are not spoken in season. But be it so, that you magnify yourselves against me and leap upon me with reproaches.” Let us grant, he says, that I truly am in error, and that some deceiving spirit dwelling in me causes me to speak what is not fitting and to utter words not in season; but you ought not thus to exalt yourselves over me and to show yourselves great and righteous against one who is in misfortune, and to leap upon me and spring upon me and trample me down with insults. Chapter 19: “Know then that it is the Lord who has troubled me, and he has raised up his stronghold against me.” “Who has troubled” stands for:
ὁ ἐν τοσαύτῃ συγχύσει τὰ κατ' ἐμὲ καταστήσας καὶ ὥσπερ ὀχυρώματι καὶ τείχει τινὶ πανταχόθεν με περικλείσας ταῖς συμφοραῖς. ἢ καὶ οὕτως· ὥσπερ τι διατείχισμα μεταξὺ ἐμοῦ τε καὶ ἑαυτοῦ ὕψωσεν, ἵνα εἴπῃ ὅτι· ἀπέστησεν ἀπ' ἐμοῦ τὴν οἰκείαν βοήθειαν. 19, ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω, κεκράξομαι καὶ οὐδαμοῦ κρίμα. βέλτιον δέ, οἶμαι, ἐστὶ τὸ μόνον γελᾶν ἐπὶ τοῖς ὑμετέροις ὀνειδισμοῖς καὶ μὴ ἀποκρίνεσθαι. τί γὰρ καὶ κράξω μήπω τῆς ἀποφάσεως δεικνύσηςκρίμα γὰρ τὴν ἀπόφασιν λέγει, πότερον ἐγὼ τἀληθῆ λέγω ἢ ὑμεῖς οἱ μάτην μου καταψευδόμενοι; 19, κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ. ἐπὶ πρόσωπόν μου σκότος ἔθετο. τὴν δὲ δόξαν μου ἀπ' ἐμοῦ ἐξέδυσεν, ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου. διέσπασε δέ με κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. ἀδιεξίτητά μοι, φησίν, τὰ κακά· καὶ ὥσπερ οἱ κυκλοτερῶς ὑπὸ τεῖχος ἀπειλημμένοι ἢ ἀορασίᾳ τὰς ὄψεις ἐμποδιζόμενοι περαιτέρω προελθεῖν οὐ δύνανται, οὕτως ἀμηχανῶ τῶν συμφορῶν ἔξω γενέσθαι. στέφανον δὲ ἀφῃρῆσθαι λέγει, ἢ ὅτι καὶ αὐτὸς βασιλεὺς ἐτύγχανεν, ἢ ὅτι καὶ τὴν πᾶσαν εὐημερίαν μεληδόν, φησίν, διέ
He who placed my affairs in such great confusion and, as it were, enclosed me from every side with calamities as with a fortress and a wall. Or also in this way: as though he raised up a certain partition wall between me and himself, so as to say: he has withdrawn his own help from me. 19, Behold, I am laughed to scorn and I will not speak; I will cry out, and there is no judgment anywhere. But better, I think, it is only to laugh at your reproaches and not to answer. For why should I cry out when the verdict does not yet show—for he calls the verdict "judgment"—whether I am speaking the truth or you who falsely accuse me in vain? 19, I am walled round about, and I shall not pass through. He has set darkness upon my face. And he has stripped my glory from me, and taken the crown from my head. And he has torn me apart round about, and I am gone, and he has cut off my hope like a tree. And he has used me with terrible anger, and he has regarded me as an enemy. My evils, he says, are impassable; and just as those who are hemmed in all around by a wall, or whose eyes are hindered by blindness, cannot go further forward, so I am at a loss to get outside my calamities. And he says that the crown has been taken away, either because he himself also happened to be a king, or because all his prosperity—limb by limb, he says, he tore apart—
166 σπασε, καὶ ὡς δένδρον ἐξέκοψε πᾶσαν μου χρηστὴν ἐλπίδα. ὥσπερ δέ τις ἐχθρὸς ὀργῇ χρώμενος, οὕτω τὰ κατ' ἐμὲ διεσκεύασε. καλῶς δὲ εἶπε τὸ ὥσπερ· οὐ γὰρ ἐμπαθῶς οὐδὲ ὡς ἐχθρὸς ὁ θεὸς κολάζει. ταῦτα δὲ εἶπε καὶ τοὺς φίλους καὶ ἑαυτὸν πείθων, ὡς ὑπερέβαινε μέτρον ἀνθρωπίνων ἁμαρτημάτων ἡ τιμωρία· καὶ γὰρ ἀληθῶς οὐ δι' ἁμαρτίας, ἀλλὰ κατὰ γυμνασίαν ἔπασχεν ὁ δίκαιος. 19, ὁμοθυμαδὸν δὲ αὐτοῦ ἦλθον τὰ πειρατήρια ἐπ' ἐμοί, ταῖς ὁδοῖς μου ἐκύκλωσάν με ἐγκάθετοι. ἐκ μεταφορᾶς τῶν πολεμίων τοῦτο εἶπεν, οἳ λόχους καὶ ἐνέδρας πανταχόθεν ἱστῶντες ἀθρόον πάντες ἐπέρχονται ἀπολαβόντες ἐν μέσῳ τὸν ἐνεδρευόμενον, ἵνα εἴπῃ ὅτι· πανταχόθεν με περιεστοίχισαν τὰ κακά. ἐγκάθετοι δέ εἰσιν οἱ δαίμονες οἱ δόλιοι καὶ ἐγκείμενοι τῷ κακῷ. ἠρέμα γὰρ καὶ συναισθάνεται ὁ δίκαιος τῶν κατὰ θεοῦ συγχώρησιν ἀοράτως αὐτῷ τὰς ἀλγηδόνας ἐπιφερόντων, εἰ καὶ τὴν αἰτίαν τῆς συγχωρήσεως ἀγνοεῖ. 19, ἀδελφοί μου ἀπ' ἐμοῦ ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ, φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν. οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ ἰδόντες μου τὸ ὄνομα ἐπελάθοντό μου. γείτονες οἰκίας, θεράποντες θεράπαιναί τέ μου, ἀλλογενὴς ἐγενόμην ἐναντίον αὐτῶν. τοιαῦτα καὶ ὁ μέγας Δαυὶδ ὀλοφυρόμενος ἔλεγεν· ἐπελῄσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. ἐγγυτάτους δὲ λέγει τοὺς γένει πλησιάζοντας. 19, θεράποντάς μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσάν μου, στόμα δέ μου ἐδέετο. καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου, οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο.
He shattered me and cut down all my good hope like a tree. And like some enemy in his wrath, so did he arrange my affairs. And he spoke well in saying "like," for God does not punish in passion nor as an enemy. He said these things persuading both his friends and himself, that the punishment exceeded the measure of human sins; for truly the righteous man suffered not on account of sin, but for the sake of training. Together with one accord his raiding bands came upon me, and in my paths they encircled me as liers-in-wait. He said this by way of a metaphor from enemies, who setting ambushes and snares from every side all at once come upon the one ambushed, having taken him in the midst, so as to say: from every side evils surrounded me. And the liers-in-wait are the deceitful demons, who lie in wait for evil. For gently the righteous man also perceives those who, by God's permission, invisibly bring pains upon him, even if he does not know the reason for the permission. My brothers stood apart from me, they knew me as strangers, or rather as I was; and my friends have become merciless. My closest kin did not acknowledge me, and those who had seen my name forgot me. Neighbors of my house, my male servants and my female servants—I became a stranger before them. Such things also the great David lamented, saying: I was forgotten as a dead man from the heart, I became like a lost vessel. And by "closest kin" he means those near to him by birth. I called my servants and they did not obey me, and my mouth pleaded. And I entreated my wife, and I called upon the sons of my concubines with flattery, but they rejected me forever.
καὶ τοῦτο τῶν σφόδρα ἀλγεινῶν τὸ ἐν νόσῳ κείμενον καλεῖν τὸν ὀφείλοντα ὑπηρετεῖσθαι καὶ μὴ ὑπακούεσθαι. δεῖ οὖν καὶ ἡμᾶς τῷ ὑποδείγματι τοῦ μεγάλου Ἰὼβ προσέχοντας μὴ ὀργίζεσθαι κατὰ τῶν ὑπηρετῶν, μήτ' ἂν γυνή, μήτ' ἂν οἰκέτης, μήτ' ἂν υἱὸς ᾖ ὁ παρακούων. οὐδὲν δὲ ἀπρεπές, εἰ παλλακίδας εἶχεν ὁ δίκαιος. καὶ γὰρ καὶ οἱ τούτου πρόγονοι, οἱ ἀμφὶ τὸν μέγαν Ἀβραάμ, παλλακίσιν ἐμίγνυντο διὰ τὴν τοῦ γένους αὔξησιν. ἐπιτήρησον δέ, ὡς οὐ μεγάλης ἀλγηδόνος ἔκρινεν ὁ διάβολος τὸ τοὺς ἐκ τῶν παλλακίδων ἀνελεῖν, ἀλλὰ τοὺς τῆς ἐλευθέρας· οἶδε γὰρ ὀφείλουσαν καὶ αὐτὴν τὴν φύσιν προτιμᾶν τοὺς τῆς ἐλευθέρας. τὸ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο ἀντὶ τοῦ παντελῶς, ὡς μηδὲ ὄντες ἐξ ἐμοῦ. 19, ὅταν ἀναστῶ, καταλαλοῦσί μου. ἴσως καὶ αὐτοὶ λέγοντες· τὸν μιαρόν, τὸν ἐναγῆ, τὸν ἀκάθαρτον, τὸν διὰ πλῆθος ἁμαρτιῶν οὕτω τιμωρούμενον· ἢ καὶ οὐ τοῦτο μέν, τὸ δὲ τοῖς πολλοῖς ἐπὶ ταῖς μακραῖς νόσοις συμβαῖνον· μέχρι τίνος οὐ τελευτᾷ; τί βαρὺ φορτίον καὶ ἀχρεῖον κεῖται τῇ γῇ; τὸ δὲ ὅταν ἀναστῶ ὅταν αὐτῶν ἀποχωρισθῶ. ἢ καὶ τοῦτο λέγει ὅτι· ὅταν ἀναστῶ μετὰ τὴν νύκτα πρὸς ἑαυτοὺς λέγουσιν· οὔπω τέθνηκεν, ἔτι ζῇ ὁ ᾅδης οὗτος; 19, ἐβδελύξαντο δέ με οἱ ἰδόντες με· οὓς δὲ ἠγαπήκειν, ἐπανέστησάν μοι. {κατ' ἐμοῦ} ὅμοιον Δαυίδ· ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. 19, ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται. ζῶντος γάρ, φησίν, ἐσάπησαν αἱ σάρκες μου καὶ τὰ ὀστᾶ μου ὥσπερ ὑπὸ ὀδόντων θηρίων τινῶν κατεσθίεται.
And this is among the most painful things: that one lying in sickness should call upon the one who ought to be serving him and not be obeyed. We therefore also ought, attending to the example of the great Job, not to be angry at our servants, whether it be a woman, or a slave, or a son who disobeys. And it is nothing improper if the righteous man had concubines. For indeed his forefathers too, those around the great Abraham, mingled with concubines for the increase of the race. Observe also that the devil did not judge it a matter of great pain to destroy the children of the concubines, but those of the free woman; for he knows that nature itself ought to prefer those of the free woman. And "they have rejected me for ever" is instead of "completely," as though they were not from me. 19, "when I arise, they speak against me." Perhaps they themselves say: the vile one, the accursed one, the unclean one, who is thus punished because of the multitude of his sins; or else not this, but what happens to many in long illnesses: how long will he not die? What a heavy and useless burden lies upon the earth? And "when I arise" means when I depart from them. Or he says this too: that when I arise after the night, they say to one another: he has not yet died, is this Hades still alive? 19, "And those who saw me abhorred me; and those whom I had loved rose up against me." {against me} like David: they set evils against me in return for good, and hatred in return for my love. 19, "In my skin my flesh has rotted, and my bones are held in teeth." For while I was alive, he says, my flesh rotted and my bones are devoured as if by the teeth of certain wild beasts.
19, ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, παρακαλῶ· χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν. εἰ καὶ μὴ ὡς δίκαια λέγοντα ἐπαισχύνεσθε, ἀλλ' ὡς φιλάνθρωποι κατελεήσατέ με καὶ οἶκτον λάβετε καὶ δέος εἰς τὰ ὑπὸ θεοῦ μοι συμβεβηκότα διευλαβούμενοι, μὴ τῶν ὁμοίων πειραθῆτε παρὰ θεοῦ. 19, διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, ἀπὸ δὲ σαρκός μου οὐκ ἐμπίπλασθε; διὰ τί δὲ τῇ θείᾳ ὀργῇ συνεπιτίθεσθεοὐ πάντως κατὰ γνώμην θεοῦ τοῦτο ποιοῦντες· εἰ γὰρ καὶ αὐτὸς τιμωρεῖται, ἀλλ' ἡμᾶς φιλανθρώπους εἶναι βούλεταικαὶ ἀκορέστως τῇ τῶν λόγων βαρύτητι κέχρησθε κατ' ἐμοῦ; ἱκανοὶ γάρ εἰσιν οἱ ὀνειδιστικοὶ λόγοι καὶ σάρκας δαπανᾶν. δείσωμεν οὖν καὶ ἡμεῖς τὰς λοιδορίας εἰδότες, ὅπως πλήττομεν δι' αὐτῶν τοὺς ἡμῶν ἀδελφούς. 19, τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα, ἐν γραφείῳ σιδηρῷ καὶ μολίβδῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι; οἶδα γάρ, ὅτι
ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς. εὔχεται τὰ καθ' ἑαυτὸν ἀνεξαλείπτῳ παραδοθῆναι γραφῇ. ὁμοιωματικῶς δὲ αὐτὸ εἶπεν ἀπὸ τοῦ τοὺς βουλομένους ὡς ὅτι μάλιστα ἐπὶ πλεῖστον διαμένειν τὰ ἀναγεγραμμένα διὰ γραφίδος σιδηρᾶς ἐπὶ μολίβδου ἐντιθέναι τὰ γράμματα ταῖς στήλαις ἢ καὶ ταῖς πλαξὶν ἐγκολάπτειν. οἶδα γάρ, φησίν, ὅτι κἂν ἐγὼ ἐκλυθῶ, τουτέστιν τελευτήσω, ἀλλ' ὁ θεὸς ἀεὶ διαμένει ὁ δυνάμενος καὶ μετὰ τὴν ἐμὴν τελευτὴν δι' οἰκείας ἐπικρίσεως γνώριμα πᾶσι τὰ κατ' ἐμὲ καταστῆσαι, ὃ δὴ καὶ γέγονε κατὰ τὴν τοῦ δικαίου αἴτησιν.
Have pity on me, have pity on me, O friends, I beg you; for the hand of the Lord is the one that has touched me." If you are not ashamed of me as one speaking what is just, then as lovers of humanity have compassion on me and take pity, and with fear reverencing the things that have befallen me from God, lest you too experience the like from God. "Why then do you pursue me as the Lord also does, and are not satisfied with my flesh?" Why then do you join in attacking me with divine wrath, not doing this altogether according to the mind of God? For even if he himself takes vengeance, yet he wishes us to be lovers of humanity, and you have used the weight of your words against me insatiably? For reproachful words are sufficient even to devour flesh. Let us therefore also fear reproaches, knowing how we strike our brothers through them. "For who would grant that my words be written, and that they be set down in a book forever, with an iron pen and lead, or engraved in rocks? For I know that"
he who is about to release me upon the earth is eternal. He prays that the things concerning himself be handed down in an indelible writing. He said this by way of likeness, from the fact that those who wish what has been written to remain as long as possible put the letters on pillars with an iron pen on lead, or engrave them on tablets. "For I know," he says, "that even if I am released, that is, die, yet God always remains, who is able even after my death, by his own judgment, to make the things concerning me known to all"—which indeed also came to pass according to the righteous man's request.
καὶ οὐκ ἐστερήθησαν αἱ ἁγιώταται ἐκκλησίαι τοῦ τηλικούτου ἐν πειρασμοῖς παραδείγματος, ἀλλὰ ἀνεγράφη τὰ κατὰ τὸν μακάριον Ἰώβ, εἴτε ὑπό τινος τῶν προφητῶν, ἢ καὶ ἁγίου τινὸς ἀνδρός, κατὰ θεοῦ μέντοι συνεργίαν καὶ ἐπίπνοιαν, ὡς καί τινα τῶν ἀποστόλων λέγειν ἡμῖν· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου εἴδετε. πόθεν ἠκούσαμεν ἢ πόθεν εἴδομεν, ἀλλ' ἢ ἀπὸ ταύτης τῆς κατὰ τὴν τοῦ δικαίου αἴτησιν καὶ θεοῦ συνεργίαν γενομένης συγγραφῆς; 170 19, ἀναστήσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα. γένοιτο δέ, φησίν, καὶ ἀναστῆσαι θεὸν τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα. δόγμα δὲ ἐντεῦθεν διδασκόμεθα ἐκκλησιαστικὸν καὶ κάλλιστον, ὅτι τὸ σῶμα τὸ καὶ τοὺς πειρασμοὺς ὑπομένον καὶ τὰς βασάνους αὐτὸ συνανίσταται τῇ ψυχῇ, ἵνα καὶ σὺν αὐτῇ τῶν αἰωνίων ἀπολαύσῃ καλῶν. διὰ τοῦτο εἶπε τὸ ἀναντλοῦν ταῦτα· οὐ γὰρ δίκαιον ἄλλο μὲν πάσχειν, ἄλλο δὲ ἀνίστασθαι. 19, παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη, ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος· πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. ταῦτα δὲ πάντα ἃπερ ᾔτησα θεὸς καὶ μόνος δύναται ποιεῖν ὁ καὶ τὰ τοιαῦτά μοι ἐπαγαγών, ἃ μόνη οἶδεν ἡ ἐμὴ ψυχή. οὐδεὶς γὰρ οὕτως συναισθάνεται τῶν κακῶν οὐδὲ ἐπιδεῖν δύναται ὡς ὁ πάσχων ἐγώ. πάντα γὰρ τὰ δεινὰ τρόπον τινὰ ἐνεκολπισάμην καὶ οἷον συνήνωνταί μοι καὶ συνεκολλήθησαν. ὁ γὰρ κόλπος ἐπὶ τοῦ ἀχωρίστου λαμβάνεται. διὸ καὶ ὁ μονογενὴς ἐν κόλποις εἶναι λέγεται τοῦ πατρὸς διὰ τὸ ἀχώριστον καὶ ὁμοούσιον υἱοῦ πρὸς πατέρα. 171 19, εἰ δὲ καὶ ἐρεῖτε· τί ἐροῦμεν ἐναντίον αὐτοῦ;
And the most holy churches were not deprived of so great an example in temptations, but the things concerning the blessed Job were written down, whether by one of the prophets, or by some holy man, yet by God's cooperation and inspiration, as even one of the apostles says to us: "You have heard of the endurance of Job, and you have seen the end of the Lord." From where did we hear, or from where did we see, except from this writing composed according to the righteous man's petition and God's cooperation? "That he may raise up my skin that drains these things." And may it come to pass, he says, that God raise up my skin that drains these things. From this we are taught a most excellent ecclesiastical doctrine, that the body which endures both temptations and torments is raised up together with the soul, so that with it also it may enjoy eternal goods. For this reason he said "that drains these things"; for it is not just that one thing suffer and another be raised. "For these things were accomplished for me from the Lord, which I myself know concerning myself, which my eye has seen and not another; and all things have been accomplished for me in my bosom." But all these things which I asked, God alone can do—he who also brought such things upon me, which my soul alone knows. For no one is so conscious of evils, nor can look upon them, as I who suffer. For all terrible things I have in a manner taken into my bosom, and as it were they are with me and have been glued to me. For "bosom" is taken for that which is inseparable. Therefore also the Only-Begotten is said to be in the bosoms of the Father, because of the inseparability and consubstantiality of the Son with the Father. "But if you also say: What shall we say before him?
καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ· εὐλαβήθητε δὲ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος, θυμὸς γὰρ ἐπ' ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται, ποῦ ἐστιν αὐτῶν ἡ ὕλη. ἀλλ' ὑμεῖς, φησίν, ἀντὶ παρακλητικῶν λόγων κατ' ἰδίαν σκοπεῖτε, ποίας ἀντιλογίας εὕρητε, καὶ ὡς οἱ τὰς ῥίζας ἐπιζητοῦντες ἀνιχνεύετέ μου τοὺς λόγους, πόθεν μου λάβησθε. διὸ εὐλαβήθητε καὶ μὴ ἐν προσχήματι τοῦ θέλειν θεῷ συνηγορεῖν καταψηφίζεσθέ μου. τοῦτο γὰρ σημαίνει τὸ ἀπὸ ἐπικαλύμματος, ἵνα εἴπῃ ὅτι· οὐδέν μοι συνειδότες σχηματίζεσθε θεῷ συνηγορεῖν. εὐλαβήθητε οὖν, μὴ ὁ ἀπροσωπόληπτος θεὸς δικαίως ὀργισθῇ καθ' ὑμῶν, καὶ τότε γνώσεσθε, ὡς οὐδέν ἐστιν ὑμῶν ἡ ὕλη. ὕλην δὲ ἔοικε λέγειν ἢ τὸν ὄχλον τῶν αὐτῶν ῥημάτων ἢ τὴν πανταχόθεν εὐπάθειαν καὶ τοῦ πλούτου τὴν περιουσίαν. ἐὰν γάρ, φησίν, θεὸς ὀργισθῇ, οὐδὲν κρεῖττον ἐμοῦ ταχέως διακείσεσθε. ΚΕΦΑΛΑΙΟΝ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μηναῖος λέγει· οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. Προθεωρία τοῦ κεφαλαίου ὡς πολλὰ καὶ καλὰ δόγματα αὐτός τε εἰπὼν ὁ Σωφὰρ καὶ τῶν λοιπῶν φίλων εἰρηκότων ἤλπιζε μὲν μηδὲν ἔτι τὸν Ἰὼβ ἀντιλέγειν. ἐπειδὴ δὲ εἶδεν αὐτὸν θαρροῦντα τοῖς ἑαυτοῦ δικαίοις καὶ πάντας αὐτῶν τοὺς λόγους ἀμυνόμενον ἔξω τῶν ἐλπισθέντων γεγονὼς οὐχ οὕτως, φησίν, ὑπελάμβανον ἀντερεῖν σε ταῦτα. εἶτα καὶ πρὸς τοὺς φίλους φησὶν ὅτι· οὐχ οὕτως ἀκριβῶς κατανοεῖτε τοῖς ὑφ' ὑμῶν αὐτῶν λεγομένοις καὶ τοῖς ὑπὸ τοῦ Ἰὼβ ὥσπερ ἐγώ. πλὴν ἐρῶ, ὅσα ἡ σύνεσις ὑπαγορεύει.
And we shall find a root of the matter in him. But beware also of a covering, for wrath shall come upon the lawless, and then they shall know where their substance is. But you, he says, instead of words of consolation, examine privately what manner of contradiction you may find, and like those who search out roots, you track down my words, seeking whence you may take hold of me. Therefore beware, and do not, under the pretext of wishing to plead for God, condemn me. For this is what "of a covering" means, that he should say: having no knowledge against me, you fashion yourselves to plead for God. Beware, then, lest the God who shows no partiality be justly angered against you, and then you shall know that your substance is nothing. And by "substance" he seems to mean either the multitude of these same words or the ease of feeling from every side and the abundance of wealth. For if, he says, God is angered, you shall quickly be in no better state than I.
CHAPTER FOURTEEN
The beginning of the passage: And Sophar the Minaean answered and said: I did not suppose that you would speak against these things in this way, and do you not understand more than I?
Forethought of the chapter: Since Sophar himself had spoken many good doctrines, and the other friends had also spoken, he hoped that Job would no longer contradict anything. But when he saw him confident in his own righteousness and defending himself against all their words, having fallen outside his expectations, he says: I did not suppose that you would speak against these things in this way. Then he also says to the friends: you do not consider as accurately as I do the things said by yourselves and by Job. Nevertheless I shall speak whatever understanding suggests.
εἶτα καταλέγει τὰ κατὰ τοὺς ἀσεβεῖς, ἅ τε δρῶσι καὶ ἃ ὑπομένουσι κατὰ θείαν δίκην, καὶ ὅτι ὀνείρων τὰ κατὰ τὴν αὐτῶν εὐπραγίαν οὐδὲν διαφέρει καὶ ὅτι οὐδὲν αὐτοῖς συνεξέρχεται ἐκ τοῦδε τοῦ βίου, εἰ μὴ ἡ αὐτῶν ἀσέβεια. πολλὰ δὲ εἰρηκὼς τὰ τοῖς ἀσεβέσι συμβησόμενα ταῦτα ἔφη μερίδα εἶναι τῶν
ἀσεβῶν, τοῦτον αὐτοῖς κλῆρον καὶ κτῆμα δεδόσθαι παρὰ θεοῦ. πάλιν δὲ οὐκ ἔγνω, ὅτι τὰ συμβαίνοντα οὐ πάντως δι' ἁμαρτίας γίνονται, ἀλλὰ καὶ κατ' ἄλλας οἰκονομίας. ἀλλ' οὐδὲ ἐπὶ τοῦ προσώπου τοῦ Ἰὼβ ταῦτα καλῶς ἐλέγετο, ὥστε οἱ καλοὶ λόγοι, ἐὰν μὴ καλῶς λέγωνται καὶ μετὰ ὀρθῆς διαθέσεως καὶ προσηκούσης διαιρέσεως καὶ ἐπὶ καιροῦ καὶ προσώπου ὑποκειμένου ἐπιτηδείου πρὸς τὰ λεγόμενα, οὐκ ἐπαίνου μᾶλλον ἀλλὰ μέμψεως ἄξιοι. Αἱ λέξεις, οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα. ᾠόμην σε, φησίν, πολλῶν πρὸς σὲ καὶ καλῶν εἰρημένων λόγων ἡσυχίαν ἄγειν συνθησόμενον ταῖς παραινέσεσιν., καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. πλὴν οὐ πάνυ, φησίν, κατανοεῖτε τοῖς λεγομένοις ὑπὸ τοῦ Ἰὼβ καὶ ὑφ' ἑαυτῶν ὡς ἐγώ. τοῦτο δὲ πρὸς τοὺς φίλους εἶπεν., παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι. ἄλλα ἀντίγραφα· _π_α_ι_δ_ε_ί_α_ν_ _ἐ_ν_τ_ρ_ο_π_ῆ_ς_ _σ_ο_υ_ _ἀ_κ_ο_ύ_σ_ο_μ_α_ι, περιέχουσιν. κατὰ μὲν οὖν τὸ ἐντροπῆς μου τοῦτο λέγει ὅτι· τῆς παιδεύσεως τῆς κατ' εὐλάβειανἐντροπὴν γὰρ τὴν εὐλάβειάν φησιν, ἧς διδάσκει με τὸ πνεῦμα τῆς συνέσεως, ἀκούσομαι· διδάσκει δέ, ἃ ἐφεξῆς λέγει περὶ τῶν ἀσεβῶν.
Then he enumerates the things that befall the impious, both what they do and what they suffer under divine judgment, and that their prosperity is no different from dreams, and that nothing goes out with them from this life except their own impiety. And having said many things about what will happen to the impious, he said that these things are the portion of the
impious, that this lot and possession has been given to them by God. But again he did not know that what happens does not come about altogether because of sin, but also according to other dispensations. But neither in the case of the person of Job were these things well said, so that good words, if they are not spoken well and with a right disposition and appropriate division and at the right time and in a person suited to what is said, are worthy not rather of praise but of blame. The words, you did not suppose that you would speak against these things in this way. I thought, he says, that when many good words had been spoken to you, you would keep silence and agree with the exhortations. And do you not understand rather than I also. Except, he says, you do not altogether perceive the things said by Job and by yourselves as I do. But he said this to the friends. I shall hear instruction of my shame, and a spirit from understanding will answer me. Other copies contain: I shall hear instruction of your shame. According to "of my shame," then, he says this: of the instruction that is according to reverence—for he calls reverence "shame," of which the spirit of understanding teaches me—I shall hear; and it teaches the things he says next about the impious.
ὃ δὲ λέγει τοῦτό ἐστιν, ὅτι οἱ εὐπαίδευτοι καὶ εὐλαβεῖς καὶ συνετοὶ ἴσασιν, ὡς οἱ ἀσεβεῖς διὰ τὰς οἰκείας ἁμαρτίας πάντως τιμωροῦνται. κατὰ δὲ τό· ἐντροπῆς σου, οὕτω νοήσεις· ἀκούσομαί σου τῆς παιδεύσεως, δι' ἧς ἡμᾶς εἰκότως ἐνέτρεψας, καὶ τοῦ πνεύματος τῆς συνέσεώς σου, δι' οὗ καλῶς ἡμῖν ἀπεκρίνω. ταῦτα δὲ κατ' εἰρωνείαν εἶπεν, ἀντὶ τοῦ· οὐδὲν συνετὸν οὐδὲ εὐπαίδευτον οὐδὲ οἷον ἡμᾶς ἐντρέψαι λελάληκας. 174, μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς. εἰπὲ γάρ, φησίν, μὴ ἔτι δύνῃ ἀντιλέγειν καὶ εἰπεῖν, ὅτι ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς ἔγνως τινὰ τῶν δικαίων τοιαῦτα πεπονθότα, ἢ ὡς οἱ εὐλαβεῖς καὶ δίκαιοι τοιαύταις τιμωρίαις περιπεπτώκασιν; εἶτα ὡς ἀναμφίβολον λόγον εἰρηκώς, ὅτι ἐξ αἰῶνος οὐδεὶς δίκαιος ὢν πέπονθεν, ἀκολούθως ἐπάγει·, εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια. καὶ κάλλιστον δόγμα ὁ Σωφὰρ εἶπεν, ὅτι ἡ εὐφροσύνη τῶν ἀσεβῶν, ἣν χαίρουσιν ἐπὶ τῇ παρανομίᾳ, ἀπώλεια καὶ πτῶμα ἐξαίσιον τῆς αὐτῶν ψυχῆς ἔσται., ἐὰν ἀναβῇ εἰς τὸν οὐρανὸν τὰ δῶρα αὐτοῦ, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται, ὅταν δοκῇ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι· ποῦ ἐστιν; ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. ἐάν, φησίν, οὐρανομήκεις δωροφορίας προσαγάγῃ καὶ ἐὰν δόξωσιν αἱ αὐτοῦ θυσίαι τῶν νεφῶν ἅπτεσθαι καὶ δόξῃ τὰ ἀγαθὰ ἐν βεβαίῳ ἔχειν, θεοῦ μὴ προσιεμένου τοῦ ἀσεβοῦς τὰς καρποφορίας εἰς τέλος ἀπόλλυται οὐδὲν ἐκ τῶν ἐπιπλάστων θυσιῶν ὠφεληθείς.
What he means is this: those who are well-instructed, devout, and prudent know that the impious are certainly punished on account of their own sins. And regarding the phrase "of your shame," understand it thus: I will hear of your instruction, by which you have rightly put us to shame, and of the spirit of your understanding, by which you have answered us well. But he said these things ironically, meaning: you have said nothing prudent, nothing well-instructed, nothing such as to put us to shame. Have you not known these things from the time when man was placed upon the earth? For tell me, he says, can you no longer contradict and say that from the time when man was placed upon the earth you have known any of the righteous to have suffered such things, or that the devout and righteous have fallen into such punishments? Then, as though he had spoken an indisputable argument—that from eternity no one who was righteous has suffered—he accordingly adds: For the exultation of the impious is a strange downfall, and the rejoicing of the lawless is destruction. And Sophar spoke a most excellent doctrine, that the exultation of the impious, in which they rejoice over their lawlessness, will be destruction and a strange downfall of their own soul. If his gifts go up to heaven, and his sacrifice touch the clouds, when he seems already to be established, then he will be utterly destroyed. And those who saw him will say: Where is he? As a dream that has been spread out, he shall not be found, and he has flown away like a night vision. If, he says, he brings offerings that reach to heaven, and if his sacrifices seem to touch the clouds, and he seems to hold his goods securely, since God does not accept the fruit-offerings of the impious, he is utterly destroyed, having benefited nothing from his fabricated sacrifices.
ἀλλ' οὕτως οἴχεται τὰ κατ' αὐτὸν καὶ εἰς ἀνυπαρξίαν χωρεῖ ὡς ἐνύπνιον καὶ φάσμα νυκτερινόν, ὡς τοὺς πρότερον εἰδότας αὐτὸν μετ' ἐκπλήξεως λέγειν· ποῦ ἐστιν; ἀντὶ τοῦ· ποῦ ἡ δόξα, ποῦ ἡ δυναστεία, ποῦ ἡ τιμή, ποῦ ὁ πλοῦτος; πάντα μάταια, εἰς τὸ μηδὲν αὐτῷ κατέληξεν ἡ ὑπερηφανία. 175, ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει. καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ. οἱ ἅπαξ, φησίν, αὐτὸν ἑωρακότες οὐκέτι βλέπουσινσημαίνει γὰρ διὰ τούτου τὴν ταχείαν ἀπώλειαν, ἀλλ' οὐδὲ ἐπίγνωστος ἔσται ἐν τῷ ἰδίῳ τόπῳ. ὅμοιον ἐν Ψαλμοῖς εἴρηται· εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ., τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. καὶ τοὺς μὲν υἱοὺς αὐτοῦ, φησίν, ἀναιροῦσιν ἐλάχιστοί τινες, αὐτὸς δὲ ἑαυτῷ διὰ τῶν οἰκείων πράξεων ἐξάπτει τὴν πυράν· πυρσὸς γὰρ ἡ λαμπάς, χεῖρες δὲ αἱ πράξεις. ὅμοιον ἡ προφητεία λέγει· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε., ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετ' αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. καὶ ἐνεπλήσθησαν, φησίν, οἱ τόνοι τῆς ψυχῆς αὐτοῦ νεωτερικῆς ἐπιθυμίας. οὐδὲν δὲ αὐτῷ ἐν τῷ τάφῳ συγκαταβαίνει, εἰ μὴ αὕτη
But thus his circumstances pass away and come to nonexistence like a dream and a night-vision, so that those who formerly knew him say with amazement: Where is he? That is: Where is his glory, where his dominion, where his honor, where his wealth? All is vain; his arrogance has ended in nothing for him. 175, An eye looked aside and shall not add. And his place shall no longer regard him. Those, he says, who once saw him no longer see him—for by this he signifies the swift destruction—but neither shall he be known in his own place. A similar thing is said in the Psalms: I saw the impious exalted exceedingly and lifted up like the cedars of Lebanon, and I passed by, and behold, he was not; and I sought him, and his place was not found. Let the lesser ones destroy his sons, and let his hands kindle pains. And his sons, he says, the least of men slay, while he himself kindles the fire for himself through his own deeds; for the torch is the lamp, and the hands are the deeds. The prophecy says something similar: Walk in the light of your fire and in the flame which you have kindled. His bones were filled with his youth, and with him he shall sleep upon the dust. And the sinews of his soul, he says, were filled with youthful desire. And nothing goes down with him into the grave except this
αὐτοῦ ἡ ἐπιθυμία, τουτέστιν αἱ ἄδικοι πράξεις. χῶμα γὰρ ἢ τὸν τάφον λέγει ἢ τὴν τοῦ σώματος ἀνάλυσιν κατὰ τό· γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσει. 176, ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει {δὲ} αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ. ἐὰν γάρ, φησίν, ἡδυνθῇ τῇ κακίᾳ ἐκ προθέσεως αὐτὴν ὑποδεξάμενος, κρύπτει λοιπὸν αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ ἀρχόμενος πανούργως καὶ ἐπικλόπως καὶ πάντα μεθ' ὑποκρίσεως διαλέγεσθαι., οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτήν. καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ φάρυγγος αὐτοῦ, καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι αὑτῷ. ἀλλ' ἀφειδῶς καὶ ἀπλήστως ἀνθέξεται αὐτῆς καὶ περιέξεται καὶ ὥσπερ τινὰ τροφὴν ἡδείαν μεθ' ἡδονῆς αὐτὴν ἐν τῇ φάρυγγι κατέχει. ἐν δὲ τῷ καιρῷ, καθ' ὃν ὑπομένει τὰς τιμωρίας, οὐδὲν ἐπαμῦναι τῷ κακῷ ἡ κακία δυνήσεται., χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ· πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. ὁ ἀσεβὴς πλούσιος, φησίν, τὸν ἄδικον πλοῦτον ὅταν δόξῃ καταπεπωκέναιτουτέστιν· ἐν βεβαίῳ ἔχειν, τότε ὥσπερ τι δηλητήριον φάρμακον ἀπὸ ἰοῦ ἀσπίδος κατασκευασθὲν δεξάμενος τὴν θείαν ὀργὴν ὅλον ἐξεμεῖ τὸν ἐξ ἀδικίας συναχθέντα πλοῦτον. σημαίνει δὲ ὅτι· ὥσπερ οἱ ἀπό τινος δηλητηρίου εἰς ἔμετον κινούμενοι μετὰ σπαραγμοῦ καὶ ὀδύνης ὅλον τὸν ἔνδον ἐκφέρει πλοῦτον., ἐξ οἰκίας αὐτοῦ ἐξελκύσαι αὐτὸν ἄγγελος. ἀλλὰ καὶ ἄγγελός τις, φησίν, τῶν εἰς τιμωρίαν τεταγμένων πάντων αὐτὸν ἐξώσει τῶν ἀγαθῶν· ἀπὸ γὰρ τῆς οἰκίας τὸ ὅλον ἐσήμανε., θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνελεῖ δὲ αὐτὸν γλῶσσα ὄφεως.
His desire, that is, his unjust deeds. For he calls "dust" either the grave or the dissolution of the body, according to the saying: "Earth you are, and to earth you shall go." If wickedness is made sweet in his mouth, he will hide it under his tongue. For if, he says, it is made pleasant by wickedness, having received it by his own choice, he then hides it under his tongue, beginning to converse craftily and deceitfully and in all things with hypocrisy. He will not spare it and will not abandon it. And he will gather it in the midst of his throat, and he will not be able to help himself. But shamelessly and insatiably he will cling to it and hold fast to it, and as though some sweet food he keeps it with pleasure in his throat. But at the time when he endures punishments, wickedness will be able to give no aid to the wicked man. The gall of an asp is in his belly; wealth gathered unjustly will be vomited up. The impious rich man, he says, when he thinks he has swallowed down unjust wealth—that is, holds it securely—then, having received the divine wrath like some poisonous drug prepared from the venom of an asp, he vomits up all the wealth gathered from injustice. And he signifies this: just as those who are driven to vomiting by some poison bring forth all the wealth within with convulsion and pain. Let an angel drag him out of his house. But also some angel, he says, of those appointed for punishment will drive him out of all his goods; for by "house" he signified the whole. And he shall suck the fury of dragons, and the tongue of a serpent shall slay him.
καὶ οὕτως, φησίν, ἔσται εἰς παντελῆ χωρῶν ἀπώλειαν ὥσπερ τις ὑπὸ ὄφεως δηχθεὶς ἢ δρακόντων ἰὸν καταπιών. διὰ γὰρ τοῦ θυμοῦ τὸν ἰὸν ἐσήμανε. καλῶς δὲ εἶπε· θηλάσειεν, ἵνα εἴπῃ, ὅτι προαιρετικῶς καὶ καθ' ἡδονὴν ὥσπερ τι γάλα τῆς κακίας τὸν θανατηφόρον ἰὸν ἀμέλγων συναύξεται μὲν αὐτῇ καὶ ποιοῦται κατ' αὐτήν, ὑπὸ δὲ αὐτῆς ἀναιρεῖται., μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου, εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύεται ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος. μηδενὸς ἐν ἀπολαύσει, φησίν, γένοιτο τῆς προσούσης εὐπορίας, ἄλλ' ἔσται αὐτῷ τὰ τῶν ματαίων καμάτων ὥσπερ στρίφνος. στρίφνος δέ ἐστι τὸ νευρῶδες κρέας τῶν βοῶν· ἔστι δὲ καὶ βοτάνη ἄβρωτος. διὰ τοῦτο δὲ ἀκατάποτός ἐστιν ὁ στρίφνος, ἐπειδὴ καὶ ἀμάσητος. λέγει οὖν ὅτι· μὴ πέψοι τὰ ἀγαθὰ μηδὲ εἰς τελείαν αὐτῶν ἀπόλαυσιν ἔλθοι., πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασε, δίαιταν δὲ ἥρπασε καὶ οὐκ ἔστησεν. οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν. ἔθλασεν ἀντὶ τοῦ· ἀνηλεῶς συνέτριψε, τὴν δὲ πᾶσαν αὐτῶν περιουσίαν ἥρπασε καὶ οὐκ ἀπέδωκεν. τὸ γὰρ οὐκ ἔστησεν ἀντὶ τοῦ· οὐκ ἀποκατέστησεν. ὥσπερ οὖν αὐτὸς τὰ τῶν ἀδυνάτων ἥρπασε καὶ οὐκ ἀποκατέστησεν, οὕτως οὐδὲ τὰ αὐτοῦ διασωθήσεται., ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται· οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ. οὐ γὰρ διασώσει, φησίν, αὐτὸν ἡ ἄδικος ἐπιθυμία, ἀλλ' οὐδὲ ἕξει ποτὲ καταλελειμμένα βρώματα ὑπὸ τῆς ἄγαν πενίας οὐδὲν ἔχων ὃ καταλείψῃ., διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται·
And thus, he says, he will come to complete destruction, as one bitten by a serpent or having swallowed the venom of dragons. For through his rage he signified the venom. And well did he say "he sucked," so as to say that by choice and with pleasure, as if milking some milk of wickedness, he draws out the death-bearing venom, and grows together with it and is made according to it, and is destroyed by it. May he not see the milking of nomads nor the pastures of honey and butter; he labored for wealth into empty and vain things, from which he does not taste, like a striphos unchewed and undevoured. May it happen, he says, that he enjoy none of the prosperity at hand, but the fruits of his vain labors shall be to him like a striphos. And a striphos is the sinewy flesh of oxen; it is also an inedible plant. And for this reason the striphos is undevoured, since it is also unchewed. He says, then, that he may not digest his goods nor come to their complete enjoyment. For he crushed the houses of many powerless people, and snatched away their livelihood and did not restore it. There is no salvation for him in his possessions. "He crushed" is instead of "he mercilessly shattered," and he snatched away all their substance and did not give it back. For "he did not restore" is instead of "he did not bring back." Just as he himself snatched the things of the powerless and did not restore them, so neither shall his own things be preserved. In his desire he shall not be saved; there is no remnant for his foods. For, he says, his unjust desire will not preserve him, but neither will he ever have foods left over, having nothing which he may leave behind because of his excessive poverty. Therefore his goods shall not flourish. But when he seems already to have been filled, he shall be pressed.
πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται, εἴ πως πληρώσαι γαστέρα αὐτοῦ. ἴσως μὲν οὖν οὐδὲ ἐξανθήσει αὐτοῦ τὰ ἀγαθά, ἀλλ' ὁμοῦ τῇ ἄνθῃ μαρανθήσεται. εἰ δὲ καὶ δόξει πλήρης εἶναι καὶ πᾶσι κομᾶν τοῖς ἀγαθοῖς, τότε πᾶσα αὐτὸν ἀνάγκη καὶ θλῖψις καταλήψεται ὥστε πληρῶσαι τὴν γαστέρα αὐτοῦ, ἀντὶ τοῦ· ὀδυνῶν ἐμπλήσει τὴν ψυχὴν αὐτοῦ., ἐπαποστελεῖ ἐπ' αὐτὸν θυμὸν ὀργῆς νίψαι ἐπ' αὐτὸν ὀδύνας. ὁ γὰρ θεὸς ἄκρως αὐτὸν τιμωρούμενος νιφετῶν δίκην κατακλύσει αὐτὸν ταῖς ὀδύναις., καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκεον. διέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος. κατὰ μεταφορὰν ταῦτα εἴρηκε τῶν ἐν πολέμοις καιρίας ὑπὸ σιδήρου λαμβανόντων πληγὰς καὶ ὑπὸ ἰσχυρῶν τόξων κατατοξευομένων. τοῦτο γὰρ σημαίνει τὸ χάλκεον, ἵνα εἴπῃ, ὅτι ὁ ἰσχυρὸς θεὸς δυνατῶς κέχρηται τῇ κατὰ τῶν ἀσεβῶν ὀργῇ., ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν. ἕτερα ἀντίγραφα· _μ_ὴ_ _π_ε_ρ_ι_π_α_τ_ή_σ_α_ι_σ_α_ν, ἔχουσιν,
ἵνα εἴπῃ, ὅτι οὐδεμία αὐτῷ λαμπρότης ὑπολειφθήσεται. κατὰ δὲ τὸ ἄστρα ἐν διαίταις αὐτοῦ περιπατήσαισαν ἀντὶ τοῦ· φοβερὰ αὐτὸν ἐκδειματώσει φάσματα. ὁ δὲ Ἀκύλας οὕτως ἐκδέδωκεν· _κ_α_ὶ_ _ἀ_σ_τ_ρ_α_π_ὴ_ _ἀ_π_ὸ_ _π_ρ_ο_σ_ώ_π_ο_υ_ _α_ὐ_τ_ο_ῦ_ πορεύσεται ἐπ' αὐτόν, ἀντὶ τοῦ· ἐκ προσώπου τοῦ θεοῦτουτέστιν· ἐκ προστάγματοςσκηπτοὶ καὶ κεραυνοὶ κατὰ τοῦ ἀσεβοῦς κατενεχθήσονται. ἔστι δὲ καὶ ἄλλως νοῆσαι· ἄστρα εἰσὶν οἱ δίκαιοι κατὰ τὸ εἰρημένον· ὑμεῖς δὲ φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες. ἐπειδὴ οὖν εἴρηται ἐν τοῖς ἔμπροσθεν·
Every necessity will come upon him, if perhaps he may fill his belly. Perhaps, then, his good things will not even blossom, but together with the bloom they will wither. But if he also seems to be full and to luxuriate in all good things, then every necessity and affliction will overtake him so as to fill his belly, which means: he will fill his soul with pains. He will send upon him the fury of his anger, to wash pains upon him. For God, punishing him utterly, will inundate him with pains like snowstorms. And he will certainly not be saved from the hand of iron; a bronze bow will wound him. And a dart will pass through his body. He has said these things by way of metaphor for those in wars who receive fatal blows from iron and are shot through by strong bows. For "bronze" signifies this, so as to say that the strong God has powerfully used his anger against the impious. And let the stars walk in his dwellings. Other copies have "let them not walk," so as to say that no splendor at all will be left to him. But according to "let the stars walk in his dwellings," it means: fearful phantoms will terrify him. But Aquila has rendered it thus: "and lightning from his face will go upon him," which means: from the face of God—that is, from his command—thunderbolts and lightnings will be brought down upon the impious man. But it is also possible to understand it otherwise: the stars are the righteous, according to what is said: "But you appear as lights in the world, holding fast the word of life." Since, then, it has been said in what precedes—
ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, τὸ αὐτὸ ἑτέρως εἶπεν, ὅτι τὰ ἄστρατουτέστιν οἱ δίκαιοιἐν ταῖς τῶν ἀσεβῶν διαίταις περιπατήσουσιν, τουτέστιν· τὰ αὐτῶν ἀγαθὰ παραλήψονται., ἐπ' αὐτῷ φόβοι· πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι. ἐν σκότῳ δέ, φησίν, καὶ ἀφεγγείᾳ καὶ φόβοις ἔσται τὰ κατ' αὐτόν., κατέδεται δὲ αὐτὸν πῦρ ἄκαυστον. ὡραῖον ἡμᾶς ἐδίδαξε μάθημα ὁ Σωφάρ, ὅτι ἔστι πῦρ ἄκαυστον, τοῦτο μὲν τὸ κατὰ συνείδησιν καταφλέγον τοὺς ἀσεβεῖς, τοῦτο δὲ τὸ αὐτοῖς ἀποκείμενον ἐν μέλλουσι δικαστηρίοις. ὅρα δέ, μὴ πρὸς τούτοις καὶ πυρετὸν ἐνταῦθα αἰνίττεται· καταφλέγονται γὰρ οἱ πυρέττοντες οὐδενὸς αὐτοῖς τὸ ἔξωθεν τοῦτο καὶ ἔνυλον πῦρ προσάγοντος., κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. ξένος τις καὶ ἀλλογενής., ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας. ἡ θεία φύσις φανερὰ ποιοῦσα τὰ κατ' αὐτόν., γῆ δὲ ἐπανασταίη αὐτῷ. οἱ ἐκ γῆς τιμωρίαι λιμοί, λοιμοὶ καὶ εἴ τι ἕτερον., ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος. ἀντὶ τοῦ· πανωλεθρίᾳ διαφθαρείη., ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. καθ' ἣν ἡ θεία κατ' αὐτοῦ κινεῖται δίκη., καὶ αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου καὶ κτῆμα ὑπαρχόντων αὐτοῦ παρὰ τοῦ ἐπισκόπου. ἐπειδὴ κτησάμενος τὰ ἀγαθὰ ὁ ἀσεβὴς οὐκ ᾔσθετο τῆς θείας εὐεργεσίας, δίδοται αὐτῷ κτῆμα καὶ μερὶς τὸ πλήρωμα τῆς ὀργῆς παρὰ τοῦ τὰ πάντα ἐπισκοποῦντος θεοῦ. ἀκούοντες δὲ οἱ ἐπίσκοποι, ὡς ὁ θεὸς ταύτῃ κέκληται τῇ προσηγορίᾳ παρὰ τῇ γραφῇ, τηρείτωσαν τῆς προσηγορίας τὸ ἀξίωμα ἐπαγρύπνως τὰ κατὰ τὴν ποίμνην ἐπισκοποῦντες καὶ πίστει καὶ βίῳ καὶ ἀνεπιλήπτῳ διδασκαλίᾳ σεμνυνόμενοι.
For what those men gathered, the righteous shall eat; he has said the same thing in another way, namely that the stars—that is, the righteous—will walk in the dwellings of the impious, that is, they will receive their goods. Fears are upon him; and all darkness he must endure. And in darkness, he says, and in lightlessness and fears shall his affairs be. And unburning fire shall devour him. Zophar has taught us a beautiful lesson, that there is an unburning fire—this which burns up the impious in their conscience, and that which is stored up for them in the future judgments. But see whether in addition to these things he does not here hint at fever as well; for those who are feverish are burned up, though nothing of this external and material fire is applied to them. And a stranger shall afflict his house. Some stranger and foreigner. And heaven shall uncover his lawless deeds. The divine nature making manifest his affairs. And earth shall rise up against him. The punishments from the earth: famines, plagues, and whatever else there is. Destruction shall drag his house away to the end. Instead of: may he be destroyed with utter destruction. A day of wrath shall come upon him. On which the divine justice is stirred up against him. And this is the portion of an impious man from the Lord, and the possession of his goods from the overseer. Since the impious man, having acquired good things, did not perceive the divine beneficence, there is given to him as a possession and portion the fullness of wrath from God who oversees all things. But let the overseers, hearing that God is called by this appellation in the Scripture, keep the dignity of the appellation, watching over the affairs of the flock vigilantly and being honored in faith and life and blameless teaching.
ΚΕΦΑΛΑΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἀκούσατέ μου, ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ' ὑμῶν αὕτη ἡ παράκλησις. Προθεωρία τοῦ κεφαλαίου οἱ φίλοι τοῦ Ἰὼβ ἐλθόντες ἐπὶ παράκλησιν καὶ τῶν ἀνηκέστων συμφορῶν αὐτόπται γενόμενοι ὡς μὲν εὐσεβεῖς οὐδὲν ἄτοπον περὶ θεοῦ διελογίζοντο· ἀγνοοῦντες δέ, ὡς πεῖρά τις ἦν καὶ βάσανος ἀρετῆς ἡ πληγή, ἄμεινον ἔκριναν καταδικάσαι μὲν τὸν Ἰὼβ ὡς ἐφ' ἁμαρτίαις πάσχοντα, δίκαιον δὲ τὸν θεὸν ἀποφῆναι ὡς οὐκ ἀδίκως αὐτὸν τιμωρησάμενον. ὁ δὲ ἀνδρειότατος Ἰὼβ οὐδὲ οὕτως μὲν ἄδικόν τι περὶ θεοῦ ἐλογίσατο οὐδὲ ἀπεμφαίνουσαν εἴληφε δόξαν περὶ τῆς πάντα καλῶς καὶ δικαίως διεπούσης προνοίας τοῦ θεοῦ· οὐδὲν δὲ ἑαυτῷ συνειδὼς τηλικαύτης τιμωρίας ἐπάξιον οὐκ ἀνέχεται τῆς ἀδίκου τῶν φίλων κατακρίσεως. πολλῶν δὲ περὶ τούτων γενομένων αὐτοῖς διαλέξεων καὶ νῦν τοῦ Σωφὰρ ἐπ' ἀσεβείᾳ πάλιν αὐτὸν καταδικάσαντός φησι πρὸς αὐτούς· ἀκούσατέ μου τῶν λόγων, ἵνα γνῶτε, ὡς οὐ παρακλητικὸν προσηγάγετε λόγον, ἀλλ' ἐσφαλμένως καὶ κατ' ἄγνοιαν τὰς κρίσεις προφέρετε. διελέγχων δὲ τὴν ἄγνοιαν προβληματικῶς φησι πρὸς αὐτούς· εἰ οἴδατε τῆς προνοίας τοὺς λόγους, ἀποκρίνασθέ μοι, διὰ τί ἀσεβεῖς εὐθηνοῦνται καὶ πανταχόθεν αὐτοὺς ἀφθόνως περιρρεῖ τὰ ἀγαθὰ καὶ ἐν εὐπαθείᾳ διάγουσι θεομάχα φθεγγόμενοι ῥήματαπλὴν ἀλλὰ καὶ αὐτῶν ἡ εὐημερία μεταπίπτει, πῶς δὲ καὶ ὁ μέν τις ἐν πλούτῳ καὶ πάσῃ τῇ παρὰ ἀνθρώποις εὐδαιμονίᾳ τελευτᾷ τὸν βίον, ὁ δὲ ἐν πικρίᾳ ψυχῆς οὐδενὸς τῶν ἐν βίῳ μετασχὼν ἀγαθῶν.
CHAPTER FIFTEEN. The beginning of the passage: And Job, taking up the discourse, says: Hear me, hear me my words, that this may not be my consolation from you. Preliminary survey of the chapter: Job's friends, having come to console him and having become eyewitnesses of his incurable calamities, as pious men reasoned nothing improper concerning God; but being ignorant that the blow was a kind of trial and testing of virtue, they judged it better to condemn Job as one suffering on account of sins, and to declare God just as having punished him not unjustly. But the most courageous Job, not even in this way did he reason anything unjust concerning God, nor did he receive an unseemly opinion concerning the providence of God which orders all things well and justly; and conscious to himself of nothing deserving such great punishment, he does not endure the unjust condemnation of his friends. And when many discussions had taken place among them concerning these matters, and now Zophar had again condemned him for impiety, he says to them: Hear me my words, that you may know that you have brought forward no consolatory word, but that you utter your judgments erroneously and in ignorance. And refuting their ignorance, he says to them by way of a problem: If you know the reasons of providence, answer me, why do the impious prosper and goods flow abundantly around them from every side, and they pass their lives in ease, uttering words that fight against God? But indeed their prosperity also changes; and how is it that one man ends his life in wealth and in all the happiness that is among men, while another ends his in bitterness of soul, having partaken of no good thing in life?
εἶτα διὰ μέσου παρενέθηκεν, πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην, δεικνύς, ὡς ἀνέφικτα καὶ ἀκατάληπτα τοῦ θεοῦ τὰ κρίματα καὶ οὐ πάντες ἡμῖν γνώριμοι τῆς πάντα καλῶς διοικούσης προνοίας οἱ λόγοι. Αἱ λέξεις εἰσὶν τοιαῦται·
21, ἀκούσατέ μου, ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ' ὑμῶν αὕτη ἡ παράκλησις. ἀκούσατε, φησίν, ὧν ἐρεῖν μέλλω, ὡς ἂν γνῶτε μὴ παρακλήσεως, ἀλλ' ἀγνοίας προκομίσαντες λόγους. 21, ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτα οὐ καταγελάσατέ μου. ὀρθώσατέ με ἐκ τῆς κατακλίσεώς μου. ἢ καὶ ἄρατέ με ἀντὶ τοῦ· βαστάσατέ με λαλοῦντα, ἀνάσχεσθέ μου τῶν λόγων. οὐ γὰρ γελάσετε τὰ λεγόμενα. 21, τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; καὶ διὰ τί οὐ θυμωθήσομαι; εἰς ὀργήν με, φησίν, ἐκκαλεῖσθε τοιαῦτά μου καταψευδόμενοι, ἐπεὶ τίς ἀνθρώπων ἐλέγξαι με δύναται ἅρπαγα γεγονότα ποτὲ ἢ ἀσεβῆ καὶ τῶν ἀλλοτρίων ἐραστήν, ὡς ὑμεῖς κατηγορήσατε; ἢ καὶ τοῦτο λέγει, ὅπερ ὕστερον ὁ ἀπόστολος ἔφη· ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. καὶ διὰ τοῦτο εἰς ὀργὴν κινοῦμαι, ὅτι τὸ σαφὲς οὐκ εἰδότες τὴν θείαν προλαμβάνετε κρίσιν. 21, εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χεῖρα θέντες ἐπὶ σιαγόνι. οἱ μεθ' ἡσυχίας ἀκούοντες ὡς τὰ πολλὰ τὸν ἀγκῶνα τῷ μηρῷ προσερείσαντες καὶ τῇ χειρὶ τὸ πρόσωπον ἐπανακλίναντες τοῖς λεγομένοις τὸν νοῦν προσέχουσιν. λέγει οὖν ὅτι· μεθ' ἡσυχίας καὶ προσοχῆς ἀκούσατέ μου, ἵνα θαυμάσητε τὰ λεγόμενα. 21, ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα· ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι.
Then he inserted in between: Is it not the Lord who teaches understanding and knowledge? — showing that God's judgments are unattainable and incomprehensible, and that not all the reasons of the providence that governs all things well are known to us. The words are as follows:
21, Hear me, hear me my words, that this may not be my consolation from you. Hear, he says, what I am about to say, so that you may know that you have brought forward words not of consolation but of ignorance. 21, Take me up, and I will speak, and then you did not laugh at me. Set me upright from my lying down. Or else Take me up means: bear with me as I speak, endure my words. For you will not laugh at what is said. 21, For what? Is my rebuke that of a man? And why should I not be angry? You provoke me to anger, he says, by falsely alleging such things against me, since which of men is able to convict me of having ever been a robber or impious and a lover of what belongs to others, as you have accused? Or he also says this, which the apostle later said: But to me it is a very small thing that I should be examined by you or by a human day; but the one who examines me is the Lord. And for this reason I am moved to anger, because, not knowing the clear truth, you forestall the divine judgment. 21, Looking upon me, marvel, laying your hand upon your cheek. Those who listen in quietness, for the most part leaning their elbow on their thigh and inclining their face upon their hand, attend their mind to what is said. He says, then: Listen to me in quietness and attention, that you may marvel at what is said. 21, For if I remember, I have been earnest; and pains hold my flesh.
μετὰ σπουδῆς δὲ ἐρῶ καὶ συντόμως ἐπιμνησθήσομαι τῶν μελλόντων ῥηθήσεσθαι· οὐ γὰρ ἐῶσιν ἐμφιλοχωρῆσαι τῷ λόγῳ αἱ πολιορκοῦσαι τὰς σάρκας μου βάσανοι. 21, διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; ἐπειδήπερ οἴεσθε σοφοί τινες εἶναι καί φατε τοὺς ὑπὲρ ἀσε βείας ἐκτίνοντας δίκας τοιαύταις ἐπιπεσεῖν συμφοραῖς, ἐρωμένῳ φράσατε, πόθεν πολλοὶ πολλάκις ἀσεβεῖς οὐ μόνον ζῶσιν, ἀλλὰ καὶ καταγηρῶσιν ἐν πλούτῳ. 21, 8-11 ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ· μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ' αὐτοῖς. ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν. μένουσι δὲ ὡς πρόβατα αἰώνια. κομῶσιν αὐτοῖς τὰ λήια, ἥδονται τοῖς τέκνοις, εὐθηνοῦσιν, οὐδένα διευλαβοῦνται, οὐ δέχονται πληγὴν θεήλατον. ἡ γεωργικὴ βοῦς οὐκ ὠμοτόκησεντουτέστιν· οὐ νεκρὸν καὶ ἀτελῆ γονὴν ἤνεγκε, αἱ παρ' αὐτοῖς γυναῖκες ἀμβλωθρίδιον οὐκ ἐξέτρωσαν. μένουσι δὲ ἐν ταῖς εὐπραγίαις ὥσπερ πρόβατα, ἀντὶ τοῦ· ἀμέριμνοι. αἰώνια δὲ οἱονεὶ θείας τινὸς καὶ ἀθανάτου μοίρας ἐπειλημμένοι, ἵνα εἴπῃ· τῆς τληπαθείας τῆς ἀνθρωπίνης ἔξω. 21, 11-14 τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. λέγει δὲ κυρίῳ· ἀπόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι. ἄλλη πατέρων εὐδαιμονία τῶν παίδων ἡ εὐφροσύνη.
I shall speak with eagerness and briefly make mention of what is about to be said; for the torments that besiege my flesh do not allow me to linger over the discourse. 21. Why do the impious live, and grow old in wealth? Since you think that you are some wise men and say that those who pay the penalties for impiety fall into such calamities, tell the one who asks you: from where is it that many impious people often not only live, but even grow old in wealth? 21:8-11 Their seed is according to their soul, and their children are before their eyes. Their houses prosper, and there is no fear anywhere; nor is there a scourge from the Lord upon them. Their cow did not miscarry, but she was preserved, pregnant in the womb, and did not stumble. And they remain like eternal sheep. Their fields are luxuriant, they delight in their children, they prosper, they dread no one, they receive no God-sent blow. The agricultural cow did not miscarry—that is: she did not bring forth a dead and imperfect offspring; the women among them did not miscarry an abortion. And they remain in prosperity like sheep, in place of: free from care. And "eternal," as it were, having obtained some divine and immortal portion, so as to say: outside of human suffering. 21:11-14 And their children play, taking up the psaltery and the cithara, and they rejoice with the voice of a psalm. And they completed their life in good things, and in the rest of Hades they fell asleep. And he says to the Lord: Depart from me, I do not wish to know your ways. Another blessedness of fathers is the cheerfulness of their children.
ἀλλὰ καὶ συντελευτῶσιν, φησίν, τοῖς ἀγαθοῖς συνεκτεινομένην ἔχοντες τῷ παντὶ βίῳ τὴν εὐπραγίαν, καὶ ταῦτα προφανῶς θεομαχοῦντες καὶ ἀφιστάμενοι τοῦ θεοῦ καὶ ἀνερυθριάστως λέγοντες πρὸς αὐτόν· ὁδούς σου εἰδέναι οὐ βουλόμεθα, ἀντὶ τοῦ· τὰς ἐντολάς σου. 185 21, τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ, καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ; ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. ὡς ἐκ προσώπου τῶν ἀσεβῶν οἱ λόγοι. τί πλέον ἰσχύει, φησίν, θεόςτοῦτο γὰρ σημαίνει τὸ ἱκανόςδοῦναι ἡμῖν, ἵνα δουλεύσωμεν αὐτῷ καὶ ἀπαντήσωμεν, τουτέστιν· εἰς τὴν αὐτοῦ προσκύνησιν ἔλθωμεν ὡς οἱ τοῖς ἐνδόξοις προσώποις προανιστάμενοι καὶ τιμῆς χάριν εἰς ἀπάντησιν ἐρχόμενοι. ἔχομεν οὖν, φασίν, ταῦτα χερσίν, οἴκοθεν κτώμεθα τὰ ἀγαθά· τί πλέον ἡμᾶς ὠφελῆσαι δύναται θεός; τὸ δὲ ἔργα ἀσεβῶν οὐκ ἐφορᾷ πάλιν ἐξ αὐτῶν ὁ λόγος φασκόντων· ταῦτα θεὸς ἐφορᾷ; εἰς ταῦτα καταγίνεται; οὐδὲν αὐτῷ μέλει τῶν παρὰ ἀνθρώποις πραττομένων. 21, οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται. ἀλλ' ὥσπερ, φησίν, ὁρῶμεν μέχρι τέλους εὐπαθήσαντας ἀσεβεῖς, ὁρῶμεν καὶ ἑτέρους ὁμοίως ἀσεβεῖς, ὧν ἀπεσβέσθη ἡ τοῦ βίου λαμπρότης. 21, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες αὑτοῖς
But they also come to an end, he says, having their prosperity extended throughout their whole life together with their goods, and this while they openly fight against God and depart from God and say to him without shame, "We do not wish to know your ways," that is, your commandments. 21. What is the Mighty One, that we should serve him, and what profit is there, that we should meet with him? For their goods were in their hands, but the works of the impious he does not regard. The words are as from the person of the impious. What greater power, he says, does God have? For this is what "Mighty One" means—to give to us, so that we should serve him and meet with him, that is, come to his worship, as those who rise up before illustrious persons and come to meet them for the sake of honor. We have these things, then, they say, in our hands; we acquire our goods from home; what more can God profit us? And the phrase "the works of the impious he does not regard" is again from them, saying: Does God regard these things? Is he occupied with these? He has no care for what is done among men. 21. Nevertheless, the lamp of the impious shall also be extinguished. But just as, he says, we see impious men enjoying prosperity to the end, we also see other impious men likewise, whose brightness of life has been extinguished. 21. And destruction shall come upon them, pangs to them
ἕξουσιν ἀπὸ ὀργῆς· ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτὸς ὃν ὑφείλετο λαῖλαψ. ἀπὸ ὀργῆς τῆς θείας δίκης φησίν, ἐξ ἧς οὕτω ῥᾳδίως ἀποφυσᾶται καὶ διασκεδάννυται τὰ κατ' αὐτοὺς ὥσπερ ἄχυρα ὑπὸ ἀνέμου ἢ κονιορτὸς ὑπὸ λαίλαπος. 21, ἐκλείποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. αὕτη πατέρων δυστυχία, τοὺς παῖδας ἐν ἀπορίᾳ διάγειν. ὅταν οὖν, φησίν, ὁ ἀσεβὴς τῆς θείας ἀνταποδόσεως αἰσθηθῇ, τότε γνώσεται, ὡς καὶ θεὸς ἐφορᾷ τὰ πραττόμενα καὶ ἔστι τοῖς ἀσεβέσιν ἀποκειμένη τιμωρία. 21, ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ κυρίου μὴ διασωθείη. σφαγὴν λέγει τὴν ἀπώλειαν. αὐτόπτης οὖν, φησίν, τῆς ἰδίας ἀπωλείας καταστήσεται οὐδεμίαν ἔχων ἐκ θεοῦ βοήθειαν. 21, ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ' αὐτοῦ. τὸ θέλημα τοῦ ἀσεβοῦς ἡ ἀσέβειά ἐστιν. κατὰ τοίνυν, φησίν, τὸ ἴδιον θέλημα ἔσται καὶ αὐτῷ καὶ τῷ παντὶ αὐτοῦ οἴκῳ, τουτέστι· κατὰ τὰς ἰδίας ἁμαρτίας ἀπολήψεται. 21, καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. ἀλλὰ καὶ διαιρεθήσεται, φησίν, ὁ χρόνος αὐτοῦ τῆς ζωῆς, καὶ ὀλιγοχρόνιος τελευτήσει. 21, πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; ταύτης οὖν, φησίν, τῆς δοκούσης παρὰ ἀνθρώποις ἀνωμαλίας τίς τοὺς λόγους οἶδεν; τίς τοῖς τῆς προνοίας ἐμβατεύει κρίμασιν; ἀλλ' οὐδείς, εἰ μή γε αὐτὸς ὁ κύριος θελήσοι συνετίσαι τινὰ καὶ τὴν περὶ τούτων ἐπιστήμην χαρίσασθαι. 21, αὐτὸς δὲ σοφοὺς διακρινεῖ.
They will be consumed by wrath; they will be like chaff before the wind, or like dust which a whirlwind has swept away. By the wrath of divine justice, he says, from which their affairs are so easily blown away and scattered like chaff by the wind or dust by a whirlwind. 21, his substance may fail, leaving him no sons; he will be repaid, and he will know. This is the misfortune of fathers, that their children live in want. When, then, he says, the impious man perceives the divine repayment, then he will know that God also watches over what is done and that punishment is stored up for the impious. 21, let his own eyes see his own slaughter, and let him not be saved by the Lord. By slaughter he means destruction. He will therefore, he says, become an eyewitness of his own destruction, having no help from God. 21, because his will is in his house with him. The will of the impious man is his impiety. According, then, he says, to his own will it shall be for him and for his whole house, that is, he will receive back according to his own sins. 21, and the number of his months was divided. But his time of life also, he says, will be divided, and he will end with a short span of time. 21, is it not the Lord who teaches understanding and knowledge? Of this irregularity, then, he says, which seems so among men, who knows the reasons? Who penetrates the judgments of providence? But no one, unless the Lord himself should will to give someone understanding and to grant the knowledge concerning these things. 21, but he himself will distinguish the wise.
μόνος οὖν, φησίν, τὰς τούτων αἰτίας οἶδεν ὁ πάνσοφος θεὸς ὁ καὶ τοὺς παρὰ ἀνθρώποις σοφοὺς διακρίνων καὶ τοὺς μὲν θεοσόφους ἐγκρίνων καὶ ἀποδεχόμενος, τοὺς δὲ τὴν ἀνθρωπίνην μετιόντας σοφίαν ἀποκρίνων καὶ ἐξωθούμενος. 21, οὗτος ἀποθανεῖται ἐν κράτει ἀφροσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν. τὰ δὲ ἔγκατα αὐτοῦ πλήρης στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται. ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς οὐ φαγὼν οὐδὲν ἀγαθόν. ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν. τούτων οὖν τοὺς λόγους τίς οἶδεν εἰ μὴ θεός; πῶς ὁ μέν τις ἄφρων ἐν τῇ ἐπικρατείᾳ τῆς ἀφροσύνης ἀποθνήσκει πλήρης πάσης σαρκικῆς εὐημερίαςτοῦτο γὰρ σημαίνει διὰ τῆς πιότητος τῶν σαρκῶν καὶ μυελῶν, ἕτερος δὲ ἴσως που καὶ δίκαιος μὴ γλυκανθεὶς μηδὲ μετασχὼν μηδενὸς ἀγαθοῦ τῶν ἐν ἀνθρώποις τελευτᾷ τὸν βίον; καὶ ἀμφότεροι τὸν κοινὸν ὑπομένουσι θάνατον καὶ τὴν αὐτὴν τοῦ σώματος σῆψιν καὶ ἀνάλυσιν. 21, ὥστε οἶδα ὑμᾶς, ὅτι τόλμῃ ἐπίκεισθέ μοι, ὅτι ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος, καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; ταῦτα, φησίν, ἐννοῶν οἶδα, ὅτι ἀποτολμᾶτε καὶ τὴν θείαν ὑπερβαίνετε δίκην ὡς κατὰ ἀσεβοῦς ἀποφαινόμενοι κατ' ἐμοῦ, λέγοντες, ὅτι δι' ἁμαρτίας ἐξηφανίσθη μου τὰ ὑπάρχοντα. 21, ἐρωτήσατε δὴ παραπορευομένους ὁδὸν καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριωθήσεται. πλήν, φησίν, εἰ καὶ ἀνωμαλία τις ὁρᾶται ἐν τῷδε τῷ βίῳ, ἀλλ' οὐ δίδωμι πλέον ἔχειν ἀρετῆς κακίαν.
Only the all-wise God, he says, knows the causes of these things—he who also distinguishes among those who are wise among men, approving and accepting the God-wise, but rejecting and thrusting out those who pursue human wisdom. 21. This man shall die in the strength of his folly, wholly at ease and prosperous. And his inward parts are full of fat, and his marrow is poured out. But the other dies in bitterness of soul, having eaten nothing good. And they sleep together in the earth, and rottenness has covered them. Who, then, knows the reasons for these things except God? How is it that one man, foolish, dies in the dominion of his folly, full of every fleshly prosperity—for this is what is signified by the fatness of his flesh and marrow—while another, perhaps somewhere even a righteous man, not having been sweetened nor having partaken of any of the good things among men, ends his life? And both endure the common death and the same corruption and dissolution of the body. 21. So I know you, that you press upon me with boldness, because you will say: Where is the house of the ruler, and where is the shelter of the tabernacles of the ungodly? Considering these things, he says, I know that you are emboldened and overstep the divine justice, as though pronouncing against me as against an ungodly man, saying that because of sin my possessions have been destroyed. 21. Ask now those who pass along the way, and their signs shall not be alienated. Nevertheless, he says, even if some irregularity is seen in this life, I do not grant that vice has more than virtue.
ἐὰν γάρ, φησίν, ἐξετασθῇ τὰ κατὰ τοὺς παραπορευομένους ὁδόν, τουτέστι τοὺς ἔξω τῆς θείας ὁδοῦ βαδίζοντας, γνώριμον ἔσται ἐξ αὐτῶν ὧν πράττουσιν, ὅτι τὴν θείαν οὐκ ἐκφεύξονται δίκην. τὸ γὰρ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριωθήσεται τοῦτο σημαίνει, ἀντὶ τοῦ· γνώριμα ἔσται τὰ κατ' αὐτούς· ποῖα δὴ ταῦτα; 21, ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσεται. ὅτι εἰ καὶ κουφίζεται νῦν καὶ μετεώρισται τῇ προσκαίρῳ δόξῃ ὁ πονηρός, ἀλλ' ἡμέρα τις αὐτὸν ἀπωλείας καὶ θείας ὀργῆς ἀπεκδέχεται. 21, τίς ἀναγγελεῖ ἐπὶ πρόσωπον αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; καὶ αὐτὸς ἐποίησε, τίς ἀνταποδώσει αὐτῷ; ἀπολοφύρεται τοὺς ἀσεβεῖς ὡς μὴ αἰσθανομένους τῆς ἀπεκδεχομένης αὐτοὺς κολάσεως καὶ ὅτι ἐστὶ θεὸς ὧν ἔπραξαν τὰ κατ' ἀξίαν ἀπονέμων αὐτοῖς. 21, καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορῶν ἠγρύπνησεν. κατὰ κοινοῦ τὸ τίς ἀναγγελεῖ αὐτῷ, καὶ εἰς συναίσθησιν αὐτὸν ἀγάγοι, ὅτι εἰς τάφους ἀπενεχθήσεται καὶ μετὰ πάσας τὰς ἐπαγρύπνους μερίμνας ἡ σορὸς αὐτὸν καὶ τάφος ἐκδέχεται. 21, ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου. πρὸς μὲν ῥητὸν οὖν
For if, he says, the things concerning those who pass by the way are examined—that is, those who walk outside the divine way—it will be evident from what they do that they will not escape the divine judgment. For the phrase "their signs will not be alienated" means this, in place of: their affairs will be evident. What sort of things are these? "21, that the wicked man is lifted up for a day of destruction, he will be led away for a day of his anger." For even if the wicked man is now lifted up and raised on high by temporary glory, still a day of destruction and divine anger awaits him. "21, who will announce his way to his face? And he himself has done it; who will repay him?" He laments the impious as not perceiving the punishment that awaits them, and that there is a God who renders to them the things they have done according to their worth. "21, and he himself was carried away to the tombs and kept watch over the biers." The "who will announce to him" is understood in common, and would bring him to awareness that he will be carried away to the tombs, and that after all his watchful cares the bier and the tomb await him. "21, the pebbles of the torrent were sweet to him." As for the literal sense, then
φησιν· εἰ καὶ τοσαύτη τις αὐτῷ προσγέγονεν εὐφορία, ὡς καὶ τὴν ἄκαρπον γῆν καρποφόρον αὐτῷ γενέσθαι, ὅμως οὐδὲν ἧττον θνητός ἐστιν. πρὸς δὲ διάνοιαν· ἐν ἡδονῇ, φησίν, ἔσχεν ὁ ἀσεβὴς τὴν τοῦ βίου τούτου ἀνωμαλίαν τοῦ χειμάρρου δίκην παρατρέχοντος οὐκ ἐννοήσας, ὅτι θνητός ἐστιν. διὸ καὶ ἐπάγει· 21, καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι. οὐδὲ τοῦτο ἠδυνήθη συνιέναι ὁ ἀσεβής, ὡς ἀναρίθμητοι μὲν οἱ πρὸ αὐτοῦ τελευτήσαντες καὶ οἱ μετ' αὐτὸν δὲ πάντες τὸν κοινὸν ὑφίστανται θάνατον. ταῦτα δὲ εἶπεν ὁ μακάριος οὗτος ἀνὴρ ἀνακόπτων μὲν ἀσέβειαν, ἐκδιδάσκων δέ, μὴ τῶν παρατρεχόντων ὡς ἑστώτων ἀντέχεσθαι. 21, πῶς δέ με παρακαλεῖτε κενά; ὑμεῖς δέ, φησίν, ματαίως ὡς παρακλητικοὺς τοὺς ἑαυτῶν προσηγάγετε λόγους οὐ χρησίμως οὐδὲ εὐκαίρως αὐτοὺς προκομίσαντες. 21, τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ' ὑμῶν οὐθέν ἐστιν. ὡς ἔοικε δέ, φησίν, οὐδὲν ὠφελῶ, ἐὰν σιγήσω ἢ διδάξω ὑμᾶς τὰ χρήσιμα. διὸ καταπαύω τὸν λόγον. ΚΕΦΑΛΑΙΟΝ ΕΚΚΑΙΔΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· πότερον οὐχ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις σου ἄμεμπτος; Προθεωρία τοῦ κεφαλαίου ἔσκωπτον μὲν οἱ φίλοι τὸν Ἰὼβ ἐφ' ἁμαρτίαις τὰς κακώσεις ἐξ ἀνάγκης ἕπεσθαι τοῖς πλημμελοῦσιν ἀποφαινόμενοι. ὁ δὲ τοῖς παρ' αὐτῶν ἀντικαθιστάμενος προβληματικῶς αὐτοὺς ἠρώτησεν· εἰ ταῦτα οὕτως ὡς ὑμεῖς φατε πάντῃ τε καὶ πάντως γίνεται, τίνι τρόπῳ πολλοὺς ὁρῶμεν τῶν ἀσεβῶν μέχρι τέλους εὐθηνηθέντας καὶ τὸν βίον σὺν εὐημερίᾳ καταλύσαντας;
He says: even if such great fertility has accrued to him that even the barren land became fruitful for him, nevertheless he is none the less mortal. And as for the meaning: the impious man, he says, held the unevenness of this life in pleasure, as it passed by like a winter torrent, not considering that he is mortal. Therefore he adds: 21, And every man shall go after him, and before him innumerable. Nor was the impious man able to understand this either—that innumerable are those who died before him, and all those after him undergo the common death. These things this blessed man said, both checking impiety and teaching not to cling to things that pass by as though they were standing still. 21, And why do you comfort me with vain things? But you, he says, vainly brought forward your own words as though they were consolations, presenting them neither usefully nor opportunely. 21, But that I should be silenced by you is nothing. As it seems, he says, I profit nothing whether I keep silent or teach you what is useful. Therefore I end my speech. ELEVENTH CHAPTER. Beginning of the passage: And Eliphaz the Temanite answered and said: Is it not the Lord who teaches understanding and knowledge? For what does it matter to the Lord if you were blameless in your works? Preliminary survey of the chapter. The friends mocked Job, declaring that afflictions follow by necessity upon sins for those who transgress. But he, setting himself against them by way of problem, asked them: if these things happen in every way and altogether as you say, in what manner do we see many of the impious prospering until the end and ending their life in well-being?
πρὸς ταῦτα ὁ Ἐλιφὰζ ἀπορεῖ μὲν ἀνταποκρίνασθαι, εἰς ἑτέρας δὲ τρέπεται ὕβρεις καὶ ἀπηνέστερον ὑβρίζει τὸν δίκαιον ἐγκλήματα περιτιθεὶς αὐτῷ, ἃ τοῖς κακίστοις τῶν ἀνθρώπων μόγις ἐξείργασται. ἱκανῶς δὲ αὐτὸν πλύνας ταῖς ὕβρεσιν εἰς παραίνεσιν τρέπεται καὶ συμβουλεύει πρὸς μετάνοιαν ἐπιστρέφειν, ὡς ἂν τῆς θείας ἐπικουρίας ἐπιτυχὼν τήν τε παλαιὰν εὐδαιμονίαν ἀπολάβοι καὶ ἵλεω τὴν παντοδύναμον τοῦ θεοῦ κτήσαιτο δεξιάν. πρὸς μὲν οὖν τὸν Ἰὼβ ταῦτα λεγόμενα σφόδρα ἀναρμόστως ἔχει, χρήσιμα δὲ ἄλλως εἰσὶ τοῦ Ἐλιφὰζ τὰ ῥήματα· οὐ γὰρ κακίας μόνον ἀποστῆναι διδάσκει, ἀλλὰ καὶ ἀγαθοεργεῖν ἐκπαιδεύει ὡς τῆς θείας δίκης οὐ μόνον τοὺς κακίαν ἐπιτηδεύοντας, ἀλλὰ καὶ τοὺς μὴ τὰς ἀγαθὰς ἐκτελοῦντας πράξεις ταῖς τιμωρίαις καθυποβαλλούσης. ἐπειδὴ γάρ εἰσι χρήσιμα τὰ τῶν φίλων ῥήματα, κἂν ἐκμελῶς καὶ ἀναρμόστως πρὸς τὸν δίκαιον ἄνδρα καὶ ἀληθινὸν ἐλέγοντο, διὰ τοῦτο καὶ ἡ θεία χάρις γραφῇ ταῦτα παραδοθῆναι συμφερόντως ἡμῖν ᾠκονομήσατο. Αἱ λέξεισ 22, πότερον οὐχ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; τοῦτο τοῦ Ἰὼβ εἰρηκότος συντρέχει τῷ λόγῳ καὶ ὁ Ἐλιφὰζ καί φησιν ὅτι· κἀγὼ συνεπίσταμαι, ὅτι θεός ἐστιν ὁ διδάσκων σύνεσιν. οὐκοῦν, κἂν ἄνδρες δίκαιοι διδάσκωσιν ἡμᾶς διδασκαλικὴν εἰληφότες χάριν, πάλιν ὁ Χριστός ἐστιν ὁ δι' αὐτῶν διδάσκων ἡμᾶς, καὶ αὐτὸ δὲ τὸ συνιέναι καὶ διανοιχθῆναι τὰς καρδίας ἡμῶν εἰς τὴν τῶν θείων μαθημάτων παραδοχὴν κατὰ θείαν γίνεται χάριν; 22, τί γὰρ μέλει τῷ κυρίῳ ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος, ἢ ὠφέλεια ὅτι ἁπλώσῃς εἰς τὴν ὁδόν σου;
In response to these things, Eliphaz is at a loss to answer, and he turns to other insults and more harshly reviles the righteous man, attaching to him accusations that have scarcely been accomplished by the worst of men. And having sufficiently washed him with insults, he turns to exhortation and advises him to turn to repentance, so that having obtained divine assistance he might both recover his former prosperity and acquire the propitious almighty right hand of God. Now these things said to Job are very incongruous, but Eliphaz's words are useful in another way; for he teaches not only to depart from vice but also educates to do good, since divine justice subjects to punishments not only those who practice vice but also those who do not perform good deeds. For since the words of friends are useful, even if they were spoken discordantly and incongruously to the righteous and true man, for this reason divine grace also arranged beneficially for us that these things be handed down in writing. The words 22: "Is it not the Lord who teaches understanding and knowledge?" Since Job has said this, Eliphaz also agrees with the statement and says: "I too am aware that God is the one who teaches understanding." Therefore, even if righteous men teach us, having received a teaching grace, again it is Christ who teaches us through them, and the very act of understanding and of our hearts being opened to the reception of divine lessons comes about according to divine grace. 22: "For what does it matter to the Lord if you were blameless in your deeds, or what benefit is it that you spread your way?
ἢ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνελεύσεταί σοι εἰς κρίσιν; ἐπειδὴ μέγα ἐπὶ σαυτῷ φρονεῖς ὡς ἄμεμπτος, δεδόσθω εἶναί σε καθαρόν. τί οὖν, εἰπέ μοι, περιεποίησας θεῷ δίκαιος ὢν καὶ εἰς ἀγαθοεργίας ἐξαπλῶν τὴν σὴν ὁδόν; τίς ἐντεῦθεν ὄνησις τῷ θεῷ; νομίζεις δέ, ὅτι πολύν τινά σου ποιούμενος λόγον τιμωρεῖταί σε καὶ κρίνει, ὡς δὴ ἐκ τῆς σῆς δικαιοσύνης μέλλων ὠφελεῖσθαι, εἴπερ ἦς δίκαιος; ἕτεροι δὲ οὕτως ἀνέγνωσαν· _τ_ί_ _γ_ά_ρ_; εἶτα ὑποστίξαντες τὰ ἑξῆς ἐπήγαγον· _μ_έ_λ_ε_ι_ _τ_ῷ_ _κ_υ_ρ_ί_ῳ_,_ _ἐ_ὰ_ν_ _σ_ὺ_ _ἦ_σ_θ_α_ _τ_ο_ῖ_ς_ _ἔ_ρ_γ_ο_ι_ς_ _ἄ_μ_ε_μ_π_τ_ο_ς_. ὁ δὲ νοῦς οὗτος· οἶδα κἀγώ, φησίν, ὅτι τοὺς λόγους καθ' οὓς ὁ μέν τις ἀσεβὴς εὐθηνεῖται, ὁ δὲ κολάζεται, αὐτὸς μόνος ὁ πάνσοφος ἐπίσταται. κἀκεῖνο δὲ οἶδα, ὅτι μέλει τῷ κυρίῳ καὶ ἐν φροντίδι τίθεται τὸ ἀμέμπτους ἡμᾶς
εἶναι, καὶ ἀπροσδεὴς ὢν ὠφέλειαν ἰδίαν νομίζει τὸ τοὺς ἀνθρώπους ἐξηπλωμένως καὶ δαψιλῶς μετιέναι τὸ ἀγαθόν. διὰ τοῦτο καὶ σοῦ πολλὴν ποιούμενος πρόνοιαν ἤλεγξέ σε καὶ ὥσπερ εἰς κρίσιν ἀντικαθιστάμενός σοι δικαίως σε κρίνει. ἀπόδειξιν δὲ τῶν ἁμαρτημάτων τὰς τιμωρίας ποιούμενος ἐπάγει τὰ ἑξῆς· 22, πότερον οὐχὶ ἡ κακία σού ἐστι πολλή, ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι; ἐκ τοῦ πλήθους τῶν συμφορῶν τῶν ἁμαρτημάτων εἰκάζει τὸ πλῆθος. 22, ἠνεχυρίαζες τοὺς ἀδελφούς σου διὰ κενῆς. ἀντὶ τοῦ· μηδὲν ἐποφειλόμενος. 22, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. καὶ ταῦτα, φησίν, πενήτων ὄντων τὴν ἐσθῆτα ἠνεχυρίαζες διὰ κενῆς. 22, οὐδὲ ὕδωρ διψῶντας ἐπότισας. οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον.
Or will he make your word his concern and enter into judgment with you? Since you think greatly of yourself as blameless, let it be granted that you are pure. Why then, tell me, have you procured anything for God by being righteous and by stretching out your way to good works? What profit comes to God from this? And do you think that he makes much account of you and punishes and judges you, as though he were about to be benefited by your righteousness, if indeed you were righteous? But others have read it thus: For what? Then, after a pause, they added what follows: It is a concern to the Lord, if you were blameless in your works. And the meaning is this: I too know, he says, that the words according to which one man is impious and prospers while another is punished, the all-wise one alone knows. And I know that too, that it is a concern to the Lord and is placed in his care that we be blameless, and though he is in need of nothing, he considers it his own benefit that men pursue the good in an outstretched and abundant manner. For this reason, making much provision for you, he reproved you, and as it were standing against you in judgment, he judges you justly. And making punishments the proof of sins, he brings on what follows: 22, Is not your wickedness great, and your sins innumerable? From the multitude of calamities he conjectures the multitude of sins. 22, You took your brothers as pledges for nothing. Instead of: owing nothing. 22, And you stripped the clothing from the naked. And these things, he says, you took as pledges for nothing, though they were the clothing of the poor. 22, Nor did you give water to the thirsty to drink. Therefore not only to do injustice, but also not to do good, is culpable.
καὶ σημειοῦ, μέχρι πόσου τὰς εὐεργεσίας ἐκτείνειν ὀφείλομεν, ὅτι καὶ ὑπεύθυνον τὸ μὴ ποτίσαι διψῶντας, ὡσπεροῦν καὶ ποτηρίου ψυχροῦ ὕδατος μισθὸν λαμβάνομεν κατὰ τὴν τοῦ σωτῆρος ἀψευδῆ φωνήν. 22, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν, ἐθαύμασας δέ τινων πρόσωπα. ψωμὸν λέγει τὸν ἄρτον, ὥσπερ καὶ ἐν Ῥοὺθ κεῖται· βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. λέγει οὖν ὅτι· καὶ τῶν ἀναγκαίων τροφῶν ἐστέρησας ἢ ἐνεχυριάζων ἢ τῶν καμνόντων τὸν μισθὸν οὐ διδούς. ἀλλὰ καὶ προσωπολήπτης, φησίν, γέγονας τοὺς μὲν ταπεινοὺς βιαζόμενος, τοὺς δὲ ἐν δυναστείαις θαυμάζων καὶ τιμῶν. 22, ᾤκισας δὲ πτωχοὺς ἐπὶ γῆς. ἄλλα ἀντίγραφα· _ἐ_κ_ο_ί_μ_ι_σ_α_ς_ _π_τ_ω_χ_ο_ὺ_ς_ _ἐ_π_ὶ_ _γ_ῆ_ς περιέχουσιν. κατὰ μὲν οὖν τὸ πρῶτον· τοὺς πτωχούς, φησίν, καὶ χαμαιπετεῖς ἐπὶ πλεῖον ἐπὶ γῆς παρεσκεύασας κεῖσθαι, ἵνα εἴπῃ ὅτι· ἐπέτριψας τὴν πενίαν τοῖς πένησιν. κατὰ δὲ τὸ δεύτερον· καὶ αὐτήν, φησίν, τὴν στρωμνὴν τῶν πτω χῶν ἀφείλου ὡς ἐπὶ τοῦ ἐδάφους αὐτοὺς κοιμᾶσθαι μηδὲν ἔχοντας ὑπεστορεσμένον. 22, χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. πάλιν τὸ μὴ μεταδοῦναι ταῖς χήραις εἰς ἁμαρτίαν λογίζεται, τὸ δὲ τοὺς ὀρφανοὺς καὶ ἀβοηθήτους κακοῦν ἐσχάτης κακίας γνώρισμα. 22, τοιγαροῦν ἐκύκλωσάν σε παγίδες καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος. διὰ ταῦτα τοιγαροῦν αἱ συλλήψεις τῶν κακῶν περιεκύκλωσάν σε καὶ ἐθορύβησέ σε ὁ μέγας οὗτος καὶ φοβερὸς τῶν τιμωριῶν πόλεμος. 22, τὸ φῶς εἰς σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε. διὰ τοῦτο, φησίν, ἐκ φωτὸς εἰς σκότος μετέστη τὰ κατὰ σὲ καὶ κοιμηθένταἀντὶ τοῦ·
And note, to what extent we ought to extend our beneficences, since even not giving drink to the thirsty is liable to judgment, just as we also receive a reward for a cup of cold water according to the truthful voice of the Savior. 22, But you have deprived the hungry of a morsel, and you have admired the faces of some. He calls bread a morsel, just as it is also written in Ruth: you shall dip your morsel in the vinegar. He says, then: and you have deprived them of necessary food, either by taking pledges or by not giving the wage to those who labor. But also, he says, you have become a respecter of persons, oppressing the humble, but admiring and honoring those in positions of power. 22, But you have settled the poor on the earth. Other copies contain: you have laid the poor on the earth. According to the first reading, then: the poor, he says, and the lowly you have caused to lie upon the earth all the more, so that he might say: you have crushed the poverty of the poor. According to the second reading: and the very bed, he says, of the poor you have taken away, so that they sleep on the ground, having nothing spread beneath them. 22, But you have sent widows away empty, and you have afflicted orphans. Again, not sharing with widows is reckoned as sin, but afflicting orphans and the helpless is a mark of the utmost wickedness. 22, Therefore snares have encircled you, and an extraordinary war has hastened upon you. Because of these things, therefore, the seizures of evils have encircled you, and this great and fearful war of punishments has thrown you into confusion. 22, The light has turned into darkness, and sleeping water has covered you. Because of this, he says, the things concerning you have changed from light into darkness, and sleeping—instead of:
ἀμεριμνοῦνταὕδωρ σε ἐκάλυψεν, τουτέστιν· οἱ τῶν θλίψεων ἐπέκλυσαν πειρασμοί. 22, μὴ {οὐχὶ} ὁ τὰ ὑψηλὰ ναίων οὐκ ἐφορᾷ. ἀλλὰ νομίζεις ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν θεός; 22, τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν. οἷα τοίνυν πάντα ἐφορῶν τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως κατασυρομένους καὶ εἰς ὑπερηφανίαν ἑλκομένους ταπεινοῖ. 22, καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; ἦ κατὰ τοῦ γνόφους κρινεῖ; νεφέλη ἀποκρυβὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ δια πορεύσεται. μεγάλην ἀσέβειαν καὶ ἄνοιαν τοῦ Ἰὼβ ὁ Ἐλιφὰζ καταψηφίζεται. οὕτω γάρ, φησίν, ἔπραττες τὰ ἄδικα, ὡς μὴ γινώσκοντος τὰ ἐπὶ τῆς γῆς τοῦ θεοῦ, ἀλλ' ὡς ἐν γνόφῳ κρίνοντος, τουτέστιν ἐν τῷ κρίνειν οὐχ ὁρῶντος τὰ ἐπὶ γῆς. ἔλεγες γάρ, φησίν, ὅτι ἀόρατος ὢν καὶ τοῖς νέφεσιν ἀποτειχίζων ἑαυτοῦ τὰ καθ' ἡμᾶς καὶ μόνον τὸν κύκλον τοῦ οὐρανοῦ περιπολῶν οὐκ ἀξιοῖ τινα πρόνοιαν ποιεῖσθαι τῶν ἐπὶ γῆς. τοῦτό τινες τῶν ἔξωθεν φιλοσόφων ἔδοξαν φήσαντες τῆς ὑπὸ σελήνης μὴ προνοεῖν τὸν θεόν. 22, μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι, οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν. οἱ λέγοντες· κύριος τί ποιήσει ἡμῖν ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ; ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν. μὴ τὰς αἰωνίους τοῦ θεοῦ πορείας δύνῃ ἐπιστῆσαι, καθ' ἃς οἱ θεῖοι ἄνδρες ὥδευσαν; λέγει δὲ τὰς κατ' εὐσέβειαν ὁδούς. εἶτα καὶ ἄκων εἰς τοὺς τοῦ Ἰὼβ ἐκφέρεται λόγους καί· ὅμως γάρ, φησίν, δίκαιοι γεγονότες ἐν ἀωρίᾳ τὸν βίον κατέλυσαν, τινὲς δὲ αὐτῶν καὶ ἐκ θεμελίων κατεσείσθησαν, ὥσπερ ὑπὸ χειμάρρου κατασυρόμενοι.
Water covered you while you were free from care, that is, the trials of afflictions flooded over you. 22, Does he not see who dwells on high? But do you think that God, who dwells in the heights, does not see the things that are done? 22, But he has humbled those who are carried away by insolence. Since, therefore, he oversees all things, he humbles those who are dragged down by a habit of insolence and drawn into arrogance. 22, And you said: What does the Mighty One know? Will he judge through the darkness? A cloud is his hiding place, and he will not be seen, and he will traverse the circle of heaven. Eliphaz condemns Job of great impiety and folly. For thus, he says, you acted unjustly, as though God did not know the things on earth, but judged as if in darkness, that is, not seeing the things on earth when he judges. For you were saying, he says, that being invisible and walling off our affairs from himself with clouds, and walking around only the circle of heaven, he does not deem it worthy to exercise any providence over the things on earth. Some of the outside philosophers seemed to say this, asserting that God does not provide for things beneath the moon. 22, Will you not keep the eternal path, which righteous men trod, who were seized before their time? A river overflowing is their foundations. Those who say: What will the Lord do to us, or what will the Almighty bring upon us? But he filled their houses with good things. Can you not understand the eternal ways of God, in which divine men walked? He means the ways of piety. Then, unwillingly, he is carried away into Job's words and says: Nevertheless, he says, having become righteous, they ended their life before its time, and some of them were shaken from their foundations, as if dragged away by a winter torrent.
οὗτοι δὲ ὡς δίκαιοι λέγοντες· ἀναμένωμεν τὴν τοῦ θεοῦ βοήθειαν, ἕως ἴδωμεν, τί ποιήσει ἡμῖν ἢ
τί ἐπάξει ἡμῖν ὁ πάντα ἰσχύων θεός, ἔτυχον τῆς θείας ἐπικουρίας καὶ ὕστερον ἐνεπλήσθησαν οἱ οἶκοι αὐτῶν ἀγαθῶν. λέγει δὲ τοῦτο αἰνιττόμενος ὅτι· καὶ σὺ ἐὰν ἦς δίκαιος, τῆς τοῦ θεοῦ βοηθείας οὐκ ἀποτεύξει. ἄλλως· μὴ τὰ ἐξ ἀρχῆς περὶ τῶν ὁδῶν τῶν ἀσεβῶν ἔγνως, ἅστινας ὁδοὺς τῶν ἀσεβῶν κατεπάτησαν οἱ δίκαιοι ἄνδρες; οὗτοι δὲ οἱ ἀσεβεῖς καὶ ἄωροι τὸν βίον ἐτελεύτησαν καὶ ἐκ θεμελίων καταπεπτώκασιν ὡς ὑπὸ πλημύρας κατασεισθέντες. ἔλεγον γάρ· τί ἡμῖν δύναται ποιῆσαι ὁ θεός; καίτοιγε ἀφθόνων ἀγαθῶν παρ' αὐτοῦ τυχόντες καὶ δέον εὐχαριστεῖν ἀχαριστίας ἐφθέγγοντο ῥήματα. καὶ κατὰ ταύτην δὲ τὴν ἔννοιαν πλήττει τὸν Ἰὼβ ὡς ἀχάριστον πρὸς θεὸν γενόμενον καὶ διὰ τοῦτο τιμωρούμενον. 22, βουλὴ δὲ ἀσεβῶν πόρρω αὐτοῦ. τούτων τῶν ἀσεβῶν τὰ βουλεύματα μακρύνουσιν ἀπ' αὐτῶν τὸν θεόν, ἐπειδὴ μακράν εἰσιν ἀπὸ τοῦ θεοῦ ἃ βουλεύονται. 22, ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. εἰ μὴ ἠφάνισται ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. τί ἰδόντες οἱ δίκαιοι κατεγέλασαν; τί δὲ καὶ ὁ ἄμεμπτος ἐμυκτήρισεν; εὔδηλον ὅτι τὴν βουλὴν τῶν ἀσεβῶν καὶ τὰ αὐτοῖς συμβησόμενα τόν τε ἀφανισμὸν τῆς αὐτῶν ὑποστάσεως καὶ τὴν διὰ πυρὸς δαπάνην τῶν αὐτοῖς ὑπολελειμμένων. 22, γενοῦ δὲ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς;
But these men, speaking as if righteous, said, "Let us wait for the help of God, until we see what he will do to us or what the all-powerful God will bring upon us," and they obtained divine assistance, and afterward their houses were filled with good things. He says this hinting that: even you, if you are righteous, will not fail to obtain the help of God. Otherwise: did you not know from the beginning about the ways of the impious—which ways of the impious righteous men have trampled down? But these impious men both ended their life untimely and have fallen from their foundations as if shaken by a flood. For they were saying, "What can God do to us?"—although they had obtained abundant good things from him and ought to give thanks, they uttered words of ingratitude. And according to this notion he strikes at Job as having become ungrateful toward God and for this reason being punished. 22, But the counsel of the impious is far from him. The counsels of these impious men remove God far from them, since the things they counsel are far from God. 22, Righteous men saw and laughed, but the blameless man mocked them. If their substance has not been made to vanish, fire will devour what is left of them. What did the righteous see and laugh at? And what did the blameless man mock? It is evident: the counsel of the impious and the things that will befall them—both the vanishing of their substance and the consumption by fire of what was left to them. 22, But be hard, if you endure; then will your fruit be in good things?
εἰ δὲ καί, φησίν, σκληρύνεις τὴν καρδίαν σου καὶ ἀντίτυπα βουλεύσῃ πρὸς θεόν, τῇ πείρᾳ μαθήσῃ, ὡς ἀνυπόστατος ἡ θεία δίκη καὶ οὐδὲ καρπὸν ἕξεις ἐν τῇ τῶν ἀγαθῶν ἀπολαύσει γινόμενον, τουτέστιν· παῖδας ἢ τοὺς ἀπ' ἐκείνων. 197 22, ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν τῇ καρδίᾳ σου. τοῦτο λέγει ὅτι· εἰ δὲ δίκαιος εἶ καὶ ἄξιος, ὑπαγορεύθητι παρὰ θεοῦ καὶ δέξαι θεῖα ῥήματα ἐν τῇ καρδίᾳ, ὡς ὕστερον τυχὸν Ἰερεμίας ἤκουσεν· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. ἢ ἐξηγορίαν τὴν ἐξομολόγησιν λέγει προτρέπων εἰς μετάνοιαν τὸν Ἰώβ. ἐξομολόγησαι, τοίνυν φησίν, τοῦτο παρὰ θεοῦ διδασκόμενος καὶ ἐγκαρδίους τοὺς αὐτοῦ ποιούμενος λόγους. 22, ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σαυτὸν ἔναντι κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον. ἐὰν δέ, φησίν, μετανοήσῃς καὶ γένῃ ταπεινὸς ἐνώπιον τοῦ θεοῦ, ἀπεδίωξας ἀπὸ σαυτοῦ πᾶσαν ἀδικίαν. 22, θήσεις ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ἐν πέτρᾳ χειμάρρου Σωφείρ. μετανοῶν, φησίν, τεθήσει ἐπὶ τῆς γῆς ἐν ἀσφαλείᾳ, ἀντὶ τοῦ· ἀσφαλῶς οἰκήσεις τὴν γῆν. τοῦτο γὰρ σημαίνει τὸ ἐπὶ χώματι ἐν πέτρᾳ. οὕτω δὲ καὶ χρυσὸς ἐπιρρεύσει σοι, κειμένῳ δὲ ἐν τῇ ἀσφαλείᾳ, ὡς χείμαρρος χρυσοῦ ῥέων ἐκ Σουφείρ. Σουφεὶρ δέ ἐστι τόπος, ἐν ᾧ χρυσὸς κάλλιστος καὶ λίθοι τίμιοι γίνονται· καὶ μεταβαλλόμενον δὲ εἰς τὴν Ἑλλάδα φωνὴν τὸ Σουφεὶρ κάλλιστον ἑρμηνεύεται. τινὲς δὲ εἶπαν Σουφεὶρ τὴν Ἀφρικὴν εἶναι. κέχρηται τῷ τόπῳ ἡ γραφή, ὅτε περὶ πλούτου διαλέγεται.
But if, he says, you harden your heart and plan things contrary to God, you will learn by experience that the divine judgment is irresistible, and you will not even have fruit in the enjoyment of good things, that is, children or those descended from them. 22. But bring forth utterance from his mouth, and take up his words in your heart. This means: but if you are righteous and worthy, be instructed by God and receive divine words in your heart, as later perhaps Jeremiah heard: behold, I have given my words into your mouth. Or he calls confession an "utterance," urging Job to repentance. Confess, therefore, he says, being taught this by God and making his words your own in your heart. 22. But if you turn and humble yourself before the Lord, you have put injustice far from your dwelling. If, he says, you repent and become humble before God, you have driven all injustice away from yourself. 22. You shall place it on the dust in a rock, and in the rock of the torrent of Sopheir. Repenting, he says, you shall be placed on the earth in safety, which means: you shall dwell securely in the land. For this is what "on the dust in a rock" signifies. And thus gold also shall flow to you, as you lie in safety, like a torrent of gold flowing from Soufeir. And Soufeir is a place in which the finest gold and precious stones are produced; and Soufeir, when translated into the Greek language, means "finest." But some have said that Soufeir is Africa. Scripture has used the place when it speaks about wealth.
198 22, ἔσται οὖν σοι ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἄργυρον πεπυρωμένον. μετὰ δὲ τὴν διὰ τῶν βασάνων κάθαρσιν καὶ τὴν δι' αὐτῶν πύρωσιν καὶ τὴν ἐξομολόγησιν ἕξεις καὶ τὴν θείαν ἐπικουρίαν· ἐκλάμψεις δὲ καθαρὸς γεγονὼς καὶ πάσης κακίας ἀμιγὴς ἴσα καὶ ἀργύρῳ διὰ πυρὸς κεκαθαρμένῳ. 22, εἶτα παρρησιασθήσει ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς. μετὰ δὲ τὴν κάθαρσιν δηλονότι καὶ τὴν ἐξομολόγησιν τὴν ἐκ θεοῦ βοήθειαν λαβών. 22, εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου· δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς. ἀλλὰ καὶ ὑπήκοός σοι γινόμενος ὁ θεὸς αὐτὸς ἐνισχύσει σε εἰς πέρας ἀγαγεῖν σου τὰς εὐχάς. εὐχὰς δὲ λέγει τὰς πρὸς θεὸν ὑποσχέσεις· καὶ γὰρ εἴτε χρήματα τῷ θεῷ ταξόμεθα εἴτε νηστείαν εἴτε ἁγνείαν εἴτε ὅτι δήποτε, εἰ μὴ αὐτὸς ἡμᾶς ἐνισχύσει, ἀδυνατοῦμεν εἰς πέρας ἀγαγεῖν τὰς εὐχάς. 22, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φῶς. καὶ ἀποδώσει σοι τὴν δικαίῳ πρέπουσαν διαγωγήν, καὶ πᾶσαι αἱ ὁδοί σου κατευοδωθήσονται ὑπὸ τοῦ θείου φωτὸς ποδηγουμένῳ. 22, ἡ δὲ αἰτία, ὅτι ἐταπείνωσεν ἑαυτόν, καὶ ἐρεῖ· ὑπερηφανεύσατο.
Then the Almighty will be your helper against enemies, and he will restore you clean like silver that has been refined by fire. And after the purification through torments, and the refining through them, and the confession, you will also have divine assistance; and you will shine forth, having become clean and unmixed with any evil, just like silver purified through fire. Then you will speak boldly before the Lord, looking up to heaven cheerfully—after the purification, clearly, and the confession, having received the assistance that comes from God. And when you have prayed to him, he will hear you; and he will grant you to pay your vows. But God himself, becoming obedient to you, will strengthen you to bring your vows to completion. And he calls vows the promises made to God; for whether we arrange for God money or fasting or chastity or whatever it may be, if he himself does not strengthen us, we are unable to bring our vows to completion. And he will restore to you a manner of life of righteousness, and on your paths there will be light. And he will give back to you the conduct that befits a righteous man, and all your paths will be made straight, as you are guided by the divine light. And the reason is that he humbled himself, and he will say: He acted arrogantly.
199 ὡς μὲν περὶ ἑτέρου δοκεῖ λέγειν, πρὸς τὸν Ἰὼβ δὲ ὁ λόγος. διὰ τοῦτο γάρ, φησίν, ἔσται ταῦτα τῷ μετανοοῦντι, ὅτι ἐταπείνωσεν ἑαυτόν. καὶ ἐρεῖ ὅτι· ὑπερηφανεύσατο ἡ καρδία μου καὶ ἐνδίκως ὑπέστην ἃ πέπονθα. 22, κεκυφότα ὀφθαλμοῖς σώσει, καὶ ῥύσεται ἀθῶον. διὰ τοῦτο καὶ ὁ ἐν εὐαγγελίοις τελώνης κάτω βλέπων καὶ οὐ τολμῶν ἀναβλέπειν εἰς τὸν οὐρανὸν ἐδικαιώθη ὑπὲρ τὸν μεγάλαυχον Φαρισαῖον. 22, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου. ὁ μὲν Ἐλιφὰζ εἰς τὴν παραίνεσιν τὸν λόγον κατέπαυσεν. καὶ πρὸς μὲν τὸν δίκαιον, τὸν πρὸς θεὸν ἀεὶ νενευκότα, ἀκατάλληλος ἡ παραίνεσις, ἡμῖν δὲ καὶ σφόδρα κατάλληλος τοῖς μετανοεῖν ὀφείλουσι καὶ θεῷ ταπεινοῦσθαι νουθετουμένοις. ΚΕΦΑΛΑΙΟΝ ΕΠΤΑΚΑΙΔΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· καὶ δὴ οἶδα, ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς μού ἐστι καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ. Προθεωρία τοῦ κεφαλαίου ὁ μὲν Ἐλιφὰζ ἀνηκέστοις ὕβρεσι περιέβαλε τὸν δίκαιον αἰσχρὰς αὐτῷ περιθεὶς πράξεις καὶ τῶν ἐκτόπως ἠσεβηκότων. ὁ δὲ μακάριος καὶ ὄντως ἀληθινὸς Ἰὼβ οἶδα, φησίν, ἀκριβῶς, ὅτι οὐκ ἐκ τῶν ὑμετέρων λόγων, ἀλλ' ἐκ τῶν ἐμῶν πράξεων κριθήσεται τὰ κατ' ἐμέ· εἰ γὰρ καὶ τιμωρεῖται θεός, ἡδέως ἐπ' αὐτοῦ τὰ ἐμὰ παρετιθέμην δίκαια, καὶ τὴν ἐξ αὐτοῦ περιέμενον ἀπόφασιν σφόδρα πεποιθὼς αὐτοῦ τῇ ἀληθείᾳ. ὅρα δὲ κἀντεῦθεν, ὡς οὐκ ἀντιλέγων θεῷ τὴν πρὸς αὐτὸν αἱρεῖται διαδικασίαν, ἀλλὰ πιστεύων ἀσφαλῶς τῇ θείᾳ δικαιοκρισίᾳ καὶ διελέγχων τοὺς φίλους καὶ παραιτούμενος τὸ παρ' αὐτοῖς δικασταῖς κρίνεσθαι τὰ καθ' ἑαυτόν.
He seems to speak as about another, but the word is directed to Job. For this reason, he says, these things will be for the one who repents, because he humbled himself. And he will say: My heart was arrogant, and justly I endured what I have suffered. 22, He will save the downcast with his eyes, and he will deliver the innocent. For this reason also the tax collector in the Gospels, looking downward and not daring to look up to heaven, was justified above the boastful Pharisee. 22, And be saved with your clean hands. Eliphaz brought his word of exhortation to a close. And for the righteous man, the one who has always inclined toward God, the exhortation is unsuitable, but for us it is exceedingly suitable, who ought to repent and are admonished to humble ourselves before God. SEVENTEENTH CHAPTER. Beginning of the passage: And Job, taking up the word, says: And indeed I know that my reproof is from my hand, and his hand has become heavy upon my groaning. Preliminary survey of the chapter. Eliphaz surrounded the righteous man with incurable insults, attaching to him shameful deeds and those of those who have impiously transgressed in extraordinary ways. But the blessed and truly genuine Job says: I know precisely that my case will be judged not from your words but from my deeds; for even if God punishes, I would gladly set before him my righteous deeds, and I awaited the verdict from him, fully confident in his truth. Observe also from this that he does not choose the dispute with God as one who contradicts God, but as one who firmly believes in the divine righteous judgment, and as one who refutes his friends and declines to be judged in his own case by them as judges.
εἶτα τοῦ θεοῦ τὸ ἀόρατον εἰρηκὼς καὶ ἀκατάληπτον καὶ ὅσην ἔχει προθυμίαν εἰς τὸ φυλάττειν τὰ θεῷ δοκοῦντα, πάλιν ἀπορεῖ πρὸς τοὺς φίλους καί φησι πρὸς αὐτούς· ἐπειδήπερ ἐπ' ἀσεβείᾳ με κρίνετε καὶ δεῖγμα ποιεῖσθε τῶν ἡμαρτημένων τὰς ἐμὰς συμφοράς, ἀποκρίνεσθέ μοι, διὰ τί πολλὰ καὶ ἀνήκεστα πραττόντων τῶν ἀσεβῶν οὕτω θεὸς ἀνεξικακεῖ ὡς μηδὲ ἐπισκοπῶν τὰ πραττόμενα. εἶτα τῶν ἀδίκων καταλέξας τὰς πράξεις ὁ γενναῖος Ἰὼβ καὶ φιλοδίκαιος οὐ διὰ τὴν ἀνοχὴν τοῦ θεοῦ προσχωρεῖ τῇ μερίδι τῶν ἀσεβῶν, ἀλλὰ καὶ καταρᾶται τοὺς τοιούτους καί φησιν ὅτι· δώσουσι καὶ αὐτοὶ δίκην, εἰ καὶ ἐπὶ πολὺ διήρκεσαν διὰ τὴν ἀνοχὴν τοῦ θεοῦ. θαρρῶν δὲ τῇ τῶν οἰκείων λόγων ἀληθείᾳ· εἰ δὲ μὴ ταῦτα, φησίν, ἀληθῆ, ὁ βουλόμενος διελέγξαι τὰ εἰρημένα. Αἱ λέξεις 23, καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς μού ἐστιν. οὐδένα, φησίν, τῶν ὑμετέρων κατηγοριῶν ποιοῦμαι λόγον· οὐ γὰρ ἐκ τῶν ὑμετέρων ψευδηγοριῶν, ἀλλ' ἐκ τῶν ἐμοὶ πεπραγμένων κρίνεται τὰ κατ' ἐμέ. χεῖρα γὰρ τὴν πρᾶξίν φησιν. 23, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ. ἄλλα δὲ ἀντίγραφα· _σ_τ_ε_ν_ά_ξ_ω_ _δ_ὲ_ _ἐ_π_'_ _ἐ_μ_α_υ_τ_ό_ν, ἔχουσιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οἶδα δὲ καὶ τοῦτο, ὅτι σφοδράς μοι καὶ βαρείας τιμωρίας ἐπήγαγεν. διὸ καὶ ἀναστένω, ἐπειδὴ πρόφασιν τῆς κατ' ἐμοῦ συκοφαντίας τὰς θείας ποιεῖσθε τιμωρίας. 23, τίς δὲ ἄρα γνοίη, ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος. ἀλλ' εἴθε, φησίν, τῷ βασιλικῷ τοῦ θεοῦ θρόνῳ παρέστην καὶ τὴν ἐκεῖθεν ἐδεξάμην ἀπόφασιν. τὸ γὰρ ἔλθοιμι εἰς τέλος τοῦτο σημαίνει, ἀντὶ τοῦ·
Then, having spoken of God's invisibility and incomprehensibility, and of how great is his readiness to keep the things that seem good to God, he again raises a difficulty before his friends and says to them: Since you judge me on the basis of impiety and make my calamities a proof of sins committed, answer me: why, when the impious do many and intolerable things, does God thus forbear, so as not even to oversee what is done? Then, having enumerated the deeds of the unjust, the noble and justice-loving Job does not, because of God's forbearance, join the lot of the impious, but even curses such people and says that they too will pay the penalty, even if they have lasted a long time because of God's forbearance. And trusting in the truth of his own words, he says: But if these things are not true, let whoever wishes refute what has been said. The words of chapter 23: And indeed I know that my reproof is from my hand. He says: I make no account of any of your accusations; for my case is judged not from your false allegations but from what I have done. For he calls action a hand. Chapter 23: And his hand has become heavy upon my groaning. But other copies have: And I shall groan over myself. What he says is this: I know this too, that he has brought upon me severe and heavy punishments. Therefore I also groan, since you make the divine punishments a pretext for slander against me. Chapter 23: But who then would know, that I might find him and come to the end? But would that, he says, I had stood before the royal throne of God and received the verdict from there. For come to the end means this, in place of:
ἵνα τὸ πέρας τῶν κατ' ἐμὲ γνώριμον ἐκεῖθεν γένηται. 2 23, εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσω ἐλέγχων. γνοίην δὲ ῥήματα ἅ μοι ἐρεῖ, αἰσθοίμην δέ, τίνα μοι ἀπαγγελεῖ. καὶ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. ἀλήθεια δὲ καὶ ἔλεγχος παρ' αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος μου τὸ κρίμα. ἵνα, φησίν, γεγονὼς παρὰ τὸ θεῖον ἐκεῖνο βῆμα ἀπολοφύρωμαι πάντα τὰ κατ' ἐμέ. τοῦτο γὰρ σημαίνει τὸ εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, ἀντὶ τοῦ· ἃ ἐκρίθην, ἃ πέπονθα. εἴποιμι δὲ καὶ τὰ ἐμοὶ βεβιωμένατοῦτο γάρ ἐστι τὸ τὸ στόμα μου ἐμπλήσω ἐλέγχων, ἅ τε ἔπραξα καὶ ἂ πέπονθα, ἵνα τῇ πείρᾳ μάθω, ποίαν ἐκφέρει τὴν κρίσιν καὶ τί πρὸς ταῦτα λέγει καὶ πότερον ἰσχυρῶς ἐπεξέρχεταί μοι σφοδρότερόν με τιμωρούμενος ἢ ἀνίησι τῆς ἀπειλῆς. διὰ τοῦτο δέ, φησίν, ἐπὶ θεοῦ κρίνεσθαι βούλομαι σφόδρα πεποιθώς, ὡς ἀληθής ἐστιν ὁ θεὸς καὶ ἀπροσωπολήπτως τοὺς ἐλέγχους, τουτέστι τὰς κρίσεις,
ἐξάγει. οἶδα δέ, ὅτι ταῦτά μου λέγοντος οὐκ ἐπὶ πολὺ παρέτεινεν, ἀλλὰ συντόμως τὴν περὶ ἐμοῦ κρίσιν ἐξέφερεν. λέγει δὲ ὁ φιλόθεος Ἰὼβ ἑαυτῷ τε θαρρῶν καὶ τῇ θείᾳ δικαιοκρισίᾳ καὶ τοὺς φίλους διελέγχων ὡς οὐχ ὑγιεῖς τὰς περὶ αὐτοῦ ποιοῦντας δόξας. 23, εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ' ἐσχάτοις τί οἶδα; ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι. σαφέστερον τῶν ῥητῶν τὴν δύναμιν ἑρμηνεύων ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν·
so that the limit of the things that concern me may be known from there. 23, And I would speak my own judgment, and I would fill my mouth with reproofs. And I would know the words that he will speak to me, and I would perceive what he will report to me. And he will come upon me with great strength, yet he will not use threats against me. But truth and reproof are from him, and may he bring my judgment to its end. So that, he says, having come to that divine tribunal, I may lament all the things that concern me. For this is what "I would speak my own judgment" means, in place of: the things I was judged for, the things I suffered. And I would also speak the things I have lived through—for this is "I would fill my mouth with reproofs"—both what I have done and what I have suffered, so that by experience I may learn what kind of judgment he brings forth, and what he says in response to these things, and whether he proceeds against me with strength, punishing me more severely, or whether he lets go of the threat. And for this reason, he says, I wish to be judged before God, being greatly confident that God is true and that he brings forth reproofs, that is, judgments, without partiality.
And I know that while I say these things he did not prolong it for long, but briefly brought forth the judgment concerning me. And Job, the lover of God, says this, being confident both in himself and in the divine righteous judgment, and also refuting his friends as holding unsound opinions about him. 23, For I would go to the first things and I am no more; but the things at the last, what do I know? When he made the left hand and I did not hold fast, he will wrap around the right and I will not see. Symmachus, interpreting the force of the words more clearly, has rendered it thus:
_ἰ_δ_ο_ὺ_ _ἐ_ὰ_ν_ _π_ρ_ο_έ_ρ_χ_ω_μ_α_ι_ _α_ὐ_τ_ό_ν_,_ _ἀ_φ_α_ν_ή_ς_ _ἐ_σ_τ_ι_ν_,_ _κ_ἂ_ν_ _ἀ_κ_ο_λ_ο_υ_θ_ῶ_,_ οὐκ αἰσθήσομαι. ὁ δὲ νοῦς οὗτος· ἡδέως μέν, φησίν, ὑπὸ τοῖς θείοις ὀφθαλμοῖς ἔχω κριθῆναι τὰ κατ' ἐμέ, ἀλλὰ τί πάθω; ἀόρατός ἐστι τὴν φύσιν ὁ θεός. ἐν τοῖς ὄπισθεν αὐτὸν ἐπιζητήσω, ἀφανής ἐστιν· ἔμπροσθέν μου τυγχάνει, οὐκ αἰσθάνομαι· εἰς εὐώνυμα τραπέντος ἐπιλαβέσθαι ἀμηχάνως ἔχω· ἐκ δεξιῶν γεγενημένον παντελῶς οὐχ ὁρῶ. ταῦτα δὲ ἔφη οὐχ ὡς σωματικῶς ἢ μεταβατικῶς τοὺς τόπους τοῦ θεοῦ περινοστοῦντος, ἀλλὰ δεῖξαι θέλων, ὡς πανταχοῦ μὲν ὁ θεὸς πάρεστιν, ἡμῖν δὲ ἀνέφικτος καὶ ἀόρατος τυγχάνει καὶ ἀκατάληπτος. τὸ δὲ οὐκέτι εἰμί, τουτέστιν· ἐὰν ἐπὶ πλεῖον ἐπεκτείνω τὴν ἔρευναν, ἔξω ἐμαυτοῦ γίνομαι καὶ ἐν σκοτοδινίᾳ λογισμῶν ζητῶν καταλαβεῖν τὸν ἀκατάληπτον. 23, οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινε δέ με ὥσπερ τὸ χρυσίον. διὰ τοῦτο δέ, φησίν, ἐπὶ θεοῦ θαρρῶ τὸ κρίνεσθαι, ὅτι καὶ πρὸ τῶν ἐμῶν λόγων τὰς ἐμὰς ἐπίσταται πράξεις, καὶ εἰ ἔκρινε τὰ κατ' ἐμέ, ἀπέφηνεν ἄν με ἴσα καὶ χρυσίῳ καθαρόν. 23, ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλινῶ. ὥδευσα γάρ, φησίν, διὰ τῶν ἐντολῶν αὐτοῦ καὶ τοὺς αὐτοῦ νόμους ἐφύλαξα. ἐντολὰς δὲ λέγει οὐ τὰς ἀκουστὰς καὶ ἐγγραμμάτους πρὸ νόμου γὰρ ἐτύγχανεν, ἀλλὰ τὰς τῇ φύσει συνεσπαρμένας, τὰς κατὰ διάνοιαν ὑπὸ θεοῦ λαλουμένας. τὸ δὲ οὐ μὴ ἐκκλινῶ θαυμασίαν ἔχει διάνοιαν· κἂν γὰρ μυρία πάθω, φησίν, οὐ παρατραπήσομαι τῆς εὐθείας ὁδοῦ, ὅμοιον τῷ λέγοντι·
Behold, if I go forward, he is invisible; and if I follow after, I shall not perceive him. This is the meaning: I am glad, he says, to have my affairs judged under the divine eyes, but what am I to do? God is invisible in his nature. If I seek him behind, he is unseen; he is before me, and I do not perceive him; if he turns to the left, I am unable to grasp him; if he is on the right, I do not see him at all. He said this not as though God traverses places bodily or by changing location, but wishing to show that God is present everywhere, yet for us is unattainable, invisible, and incomprehensible. And the phrase "I am no more" means: if I extend my inquiry further, I am beside myself and in a whirl of dark thoughts, seeking to comprehend the incomprehensible. 23, For he knows my way already, and he has distinguished me as gold. For this reason, he says, I am confident to be judged by God, because even before my words he knows my deeds, and if he judged my affairs, he would have shown me pure as gold. 23, And I shall come forth in his commandments; for I have kept his ways and I shall surely not turn aside. I have walked, he says, through his commandments and I have kept his laws. He calls them commandments not the audible and written ones—for this was before the law—but those sown in nature, spoken by God in the mind. And the phrase "I shall surely not turn aside" has a wonderful meaning; for even if I suffer countless things, he says, I shall not be turned aside from the straight way, like the one who says:
τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλῖψις ἢ στενοχωρία ἢ διωγμός; καὶ ἐπάγει· 23, ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω. οὐ μὴ ἐκκλινῶ ἀπὸ ἐνταλμάτων αὐτοῦ οὐδὲ ὑπερβήσομαι τὰ θεῷ δοκοῦντα. 23, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ. ἐν κόλπῳ· ἐν ἀναπαύσει, οὐ διὰ ἀνάγκην, ἀλλὰ τῇ θείᾳ ἀγάπῃ τὸ θεῖον ἐκπληρῶν {μου} βούλευμα. δύναται δὲ καὶ τὸ ἐν κόλπῳ νοεῖσθαι· ἐν τῷ βάθει τῆς διανοίας. καὶ ἄλλως δέ, ἐπειδὴ τὸ ἡνωμένον ὁ κόλπος σημαίνει, ἵνα εἴπῃ ὅτι· ὡς συναναπεπλασμένος καὶ πεποιωμένος ταῖς θείαις ἐντολαῖς, οὕτως αὐτὰς ἐνεκολπωσάμην καὶ περιχαρῶς ἐξετέλεσα. 23, εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν. ἃ μὲν οὖν ἐμαυτῷ σύνοιδα, ταῦτά ἐστιν. κρατείτω δὲ ὅμως τὸ θεῷ δοκοῦν καὶ μηδεὶς τοῖς αὐτοῦ κρίμασιν ἀντιπιπτέτω. 23, διὰ τοῦτο ἐπ' αὐτῷ ἐσπούδακα, νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. διὰ τοῦτο, φησίν, ἐθροήθην οὐκ εἰδὼς τὴν αἰτίαν τῆς πληγῆς, πλὴν καὶ ἐλεγχόμενος εὐχαρίστως ἤνεγκα καὶ διὰ φροντίδος ἔχω, μηδὲν περὶ αὐτοῦ παλίμφημον ἐννοεῖν. 23, α ἐπὶ τούτῳ ἐπὶ προσώπου αὐτοῦ κατασπουδάσω, κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. ταῦτα δὲ κατ' ἐμαυτὸν ἐννοῶν θορυβοῦμαι, ταῦτα κατανοῶν πτοοῦμαι, οὐδὲν μὲν ἐμαυτῷ συνειδώς, ἐννοῶν δέ, ὅτι θεὸς ὁ τιμωρούμενος, τὴν δὲ αἰτίαν τῆς κακώσεως οὐκ ἐπιστάμενος. 23, κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέ με. οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψέ με γνόφος.
Who will separate us from the love of Christ—tribulation, or distress, or persecution? And he adds: 23, From his commandments I will not transgress. I will not turn aside from his commandments, nor will I overstep what seems good to God. 23, But in my bosom I hid his words. In my bosom: in rest, not by compulsion, but fulfilling the divine purpose by divine love. But “in my bosom” can also be understood as: in the depth of the mind. And in another way, since the bosom signifies that which is united, so that he may say: as one molded together and made conformable to the divine commandments, so I took them into my bosom and fulfilled them with great joy. 23, But if he himself judged thus, who is there that has contradicted him? For what he willed, he also did. These things, then, are what I am conscious of in myself. Nevertheless, let what seems good to God prevail, and let no one oppose his judgments. 23, Therefore I have been zealous for him, and being admonished I took thought for him. Therefore, he says, I was dismayed, not knowing the cause of the blow; yet even when reproved I bore it thankfully, and I take care to think nothing disparaging about him. 23a, On this account I will be earnest before his face; I will consider and I will be terrified because of him. Thinking these things within myself, I am troubled; considering them, I am terrified—conscious of nothing in myself, yet considering that it is God who punishes, while not knowing the cause of the affliction. 23, But the Lord softened my heart, and the Almighty made me earnest. For I did not know that darkness would come upon me, but a mist covered me before my face.
ποιεῖ δέ μου τὴν ἀγωνίαν καὶ ἐκλύει τοὺς τόνους τῆς ψυχῆς μου ἡ θεία καὶ ἀδοκήτως ἐπενεχθεῖσα τιμωρία. σκότος δὲ καὶ γνόφον πρὸ προσώπου λέγει τὸ τῶν συμφορῶν ἀδιεξόδευτον. ὡς γὰρ πρὸ ὀφθαλμῶν, φησίν, ἀορασίας οὔσης ὑπερβαίνειν οὐκ ἔχω τὰ δεινά. 24, διὰ τί δὲ κύριον ἔλαθον ὧραι, ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες; ὑποζύγιον δὲ ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν.
ἐξέκλιναν δὲ ἀδυνάτους ἐξ ὁδοῦ δικαίας. τὰ προρρηθέντα τοῦ Ἰὼβ λέγοντος εἰκὸς ἦν τοὺς φίλους ἀντερεῖν ὡς· ταῦτα πάσχεις οὐ καθαρὸς ὤν, ὡς σὺ φής, ἀλλὰ τῶν πλημμελημάτων ἐκτίνων τὰς δίκας. γοργῶς οὖν ἐπιλύων τὸ ἀντιπῖπτον ἐπήγαγε λέγων· πῶς οἱ μὲν ἀσεβεῖς τὰ τῶν πλησίον ἀφαιροῦνται παρορίζοντες καὶ λυμαινόμενοι τοὺς ἀγχιτέρμονας καὶ ἀνηλεῶς σὺν τοῖς ποιμνίοις τὸν ποιμένα συναρπάζοντες καὶ ὀρφανῶν καὶ χήρας τὰς τοῦ ζῆν ἀφορμὰς παραιρούμενοιτὸν βοῦν δή φημι καὶ εἴ τι ἕτερον ὑποζύγιον, καὶ τοὺς ἀσθενεῖς καταδικάζουσι τὰς τοῦ δικαίου παρατρέποντες ψήφους ἐπ' αὐτοῖς, ὁ δὲ θεὸς ὥσπερ τῶν καιρῶν ἐπιλαθόμενος ὑπερτίθεται τὰς τιμωρίας; ὥρας γὰρ τοὺς καιρούς φησιν. ὁ δὲ νοῦς οὗτος· εἰ τοῖς ἁμαρτήμασι πάντως ἕπονται κολάσεις, εὔκαιρον ἦν ὁμοῦ τῷ πλημμελήματι τὴν τιμωρίαν ἐπάγεσθαι. νῦν δὲ οἱ μὲν ἀνήκεστα πράττουσιν, ὁ δὲ θεὸς ὥσπερ τῶν καιρῶν ἐκλελησμένος ἀνέχει τὰς ἀνταποδόσεις. τὸ διὰ τί οὖν οὐκ αἰτιατικῶς, ἀλλὰ προβληματικῶς ὡς πρὸς τοὺς φίλους εἴρηται. 24, ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πραεῖς γῆς· ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ.
The divine and unexpected punishment that was brought upon me makes my struggle and loosens the tensions of my soul. And by darkness and gloom before his face he means the inextricable nature of his calamities. For, he says, as though there were blindness before my eyes, I cannot pass beyond the terrors. 24, But why did the hours escape the Lord, and the impious overstepped the boundary, seizing a flock together with its shepherd? And they led away the beast of burden of orphans and took in pledge the ox of a widow.
And they turned the powerless aside from the righteous way. It was likely that the friends would object to what Job had said beforehand, as if to say: You suffer these things not because you are pure, as you claim, but because you are paying the penalties for your transgressions. So, swiftly resolving the objection, he added, saying: How is it that the impious seize the possessions of their neighbors, overstepping boundaries and ravaging those who dwell near their borders, and ruthlessly snatching away the shepherd together with the flocks, and taking away from orphans and a widow the means of living—I mean the ox and whatever other beast of burden—and they condemn the weak, perverting the judgments of the righteous against them, while God, as though he had forgotten the times, postpones the punishments? For by hours he means the times. And the sense is this: if punishments always follow sins, it would have been timely to bring the punishment upon the transgression at the same moment. But now the wicked do irremediable things, and God, as though he had forgotten the times, holds back the repayments. The why, then, is said not in an accusatory manner but as a problem posed to the friends. 24, And the meek of the earth were hidden together; and they came to be like donkeys in the field.
ταύτας, φησίν, τῶν ἀδίκων τὰς πράξεις ὁρῶντες οἱ ἐπιεικέστατοι τὸν ἐρημικόν τε καὶ ἡσύχιον ἀσπάζονται βίον τὴν μετὰ τῶν ἀγρίων ζῴων ἢ μετὰ τοιούτων ἀνδρῶν διατριβὴν περιπτυσσόμενοι. 24, ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν πρᾶξιν. καὶ ἐπικρύπτοντες τὴν φανερὰν πονηρίαν ἐγκαθέτους τοὺς δόλους ἐργάζονται δοκοῦντες μὲν ὑπὲρ ἐμοῦ πράττειν, κατ' ἐμοῦ δὲ βουλευόμενοι. 24, ἡδύνθη αὐτῶν ἄρτος εἰς νεωτέρους. ταῦτα δὲ ἔπραττον οἱ ἀσεβεῖς ὥσπερ ἄρτῳ ταῖς νεωτερικαῖς ἐπιθυμίαις ἡδόμενοι, ἢ καὶ νεανίσκους τινὰς ἐκτρέφοντες ἐφ' ᾧ δύνασθαι δι' αὐτῶν τὰς ἐπηρείας ἐργάζεσθαι. 24, ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν. δύο κατὰ ταὐτὸν ἥμαρτον πρὸ ὥρας τοὺς καρποὺς τέμνοντες καὶ ταῦτα τοὺς ἀλλοτρίους· πεφύκασι δὲ τοῦτο ποιεῖν οἱ τὸν ληστρικὸν μετιόντες βίον διὰ τὸ τῷ καιρῷ τοῦ θερισμοῦ φυλάττεσθαι τοὺς καρπούς. 24, ἀδύνατοι δὲ ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ εἰργάσαντο. μεγίστη καὶ αὕτη παρανομία τὸ τοὺς πένητας ἀμισθὶ τοῖς πλουσίοις ἐργάζεσθαι. 24, γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο. γυμνοὺς ἐκοίμισαν ἀντὶ τοῦ· γυμνώσαντες ἡσυχάσαι παρεσκεύασαν· ὑπὸ γὰρ τοῦ δέους οὐκ ἀντέλεγον οἱ γυμνούμενοι. ἀμφίασιν δὲ ψυχῆς λέγει τὸν ἔσχατον χιτῶνα· ὑπὸ γὰρ τοῦ κρύους πηγνυμένου τοῦ σώματος συμπάσχει καὶ ἡ ψυχή. 24, ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλλοντο. ληστρικὸν ὑπογράφει βίον· οἱ γὰρ τοιοῦτοι τὴν ἐρημίαν καταλαμβάνοντες αἴθριοι μὲν τὰ πολλὰ διανυκτερεύουσι καὶ διημερεύουσιν.
Seeing these deeds of the unjust, he says, the most equitable of men embrace the desert and quiet life, welcoming their dwelling with wild beasts rather than with such men. 24. They went out for my sake from their own business. And concealing their manifest wickedness, they fashion their snares as ambushes, thinking indeed to act for my sake, but plotting against me. 24. Their bread was made sweet to the younger. These things the impious did, delighting in youthful desires as in bread, or even rearing up certain young men so that through them they might work their abuses. 24. They reaped a field before its time, not being their own. In two ways at once they sinned: cutting the fruits before their time, and these being others'. And those who pursue the life of robbers are accustomed to do this, because at the time of harvest the fruits are guarded. 24. And the powerless worked the vineyards of the impious without pay and without food. This too is the greatest transgression: that the poor work for the rich without pay. 24. They made many sleep naked without garments, and they took away the clothing of their soul. They made them sleep naked, instead of: having stripped them, they caused them to be at rest; for from fear those being stripped did not contradict. And by clothing of the soul he means the last tunic; for when the body is frozen by the cold, the soul also suffers with it. 24. From the drops of the mountains they are made wet, and because they had no shelter, they embraced a rock. He describes the life of robbers; for such men, reaching the desert, spend the night and the day for the most part in the open air.
εἰ δὲ καί ποτε σκεπάζεσθαι δέοι, φωλεοὶ τούτοις ἡ σκέπη καὶ πέτραι καὶ φάραγγες. 24, ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ. ἐλεεινῶς καὶ ἀνοικτιρμόνως ἔτι τὴν μητρῴαν ἕλκοντα θηλὴν ἐφ' ᾧ τοῦτον ἑτέροις ἀπεμπολῆσαι. 24, ἐκπεπτωκότα δὲ ἐταπείνωσαν. ἕτερον δὲ ἐταπείνωσαν ἐκπεπτωκότα τῶν ὑπαρχόντων αὐτοῦ τὰ προσόντα ἀφελόμενοι. 24, γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως. ἄλλους δὲ ἀδίκως ἀπογυμνώσαντες οὐδὲν αὐτοῖς ἐποφείλαντας τὴν ἡσυχίαν ἀγαπᾶν παρεσκεύασαν. 24, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. εἰς ἐσχάτην αὐτοὺς καταστήσαντες πενίαν τε καὶ τροφῆς ἔνδειαν. 24, ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν. περὶ τοὺς ἀμφικρήμνους ἐνεδρεύοντες τόπους· ἐν γὰρ ταῖς πλατείαις ἴσως που ἦν καὶ διαδρᾶναι τὸν ὑπ' αὐτῶν ἐνεδρευόμενον. 24, ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν. καθόλου πάντες οἱ ἀσεβεῖς. 24, οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο. τοῦτο πρὸς τὸ γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως· οὗτοι γὰρ ὑπὸ τῶν παρανόμων ταῦτα πεπόνθασιν ἀπὸ πόλεως καὶ οἴκων ἐξελαυνόμενοι. 24, ψυχὴ δὲ νηπίων ἐστέναξε μέγα. κάτωθεν ἐκ τοῦ τῆς καρδίας βάθους οὐκ εὐπορούντων αὐτοῖς τῶν γονέων μεταδοῦναι τροφῆς. 24, αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν; τοῦτο ὡς πρὸς τοὺς φίλους ἀπορῶν λέγει ὅτι· εἰ
But if at any time they needed shelter, caves and rocks and ravines were their covering. 24. They snatched the orphan from the breast—pitilessly and without compassion, while he was still drawing his mother's teat, so as to sell him off to others. 24. And those who had fallen they humbled. Others they humbled who had fallen from their possessions, taking away what belonged to them. 24. And they laid the naked to rest unjustly. Others, unjustly stripped bare though they owed them nothing, they caused to love a life of quiet. 24. And from the hungry they took away their morsel, reducing them to the utmost poverty and want of food. 24. In narrow places they lay in wait unjustly, setting ambushes about places hemmed in by cliffs on both sides; for in the broad streets perhaps there might be some way for the one ambushed by them to escape. 24. But the way of righteousness they did not know—all the impious, that is. 24. Those who were cast out from the city and from their own houses. This refers to "they laid the naked to rest unjustly"; for these suffered such things at the hands of the lawless, being driven out from city and homes. 24. And the soul of the little ones groaned greatly—from below, out of the depth of the heart, since their parents had no means to give them food. 24. But why has he himself not made visitation upon them while they were on the earth, and they did not know? He says this in perplexity, as it were, in reply to the friends, that: if
δι' ἁμαρτήματα αἱ κακώσεις, διὰ τί τούτους ἀνεπισκοπήτους εἴασε καίτοιγε πάντα τὰ ἐπὶ τῆς γῆς πραττόμενα ἐφορῶν; τὸ δὲ καὶ οὐκ ἐπέγνωσαν, τουτέστιν· οἱ ἀσεβεῖς οὐκ ἐπέγνωσαν, ὅτι ἀνεπισκόπητοί εἰσιν. ὁ γὰρ θείας ἐπισκοπῆς ἀξιούμενος καὶ παιδεύεται· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 24, ὁδὸν δικαιοσύνης {σου} οὐκ ᾔδεισαν οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν. οἱ προειρημένοι ἀσεβεῖς δηλονότι. 24, γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης. καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος λέγων· οὐ προσνοήσει με ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου ἔθετο. διώρυξεν ἐν σκότει οἰκίας. παρέδωκεν αὐτοὺς εἰς σκότος οὐκ ἀναγκαστικῶς τοῦτο ποιῶν ὁ θεός, μὴ γένοιτο, ἀλλὰ συγχωρῶν αὐτοῖς διὰ τὸ αὐτεξούσιον ὡς βούλονται πορεύεσθαι. ὅμοιον δὲ τούτῳ καὶ ὁ θεῖος ἀπόστολός φησιν· παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα οὐ τοῦ θεοῦ τοῦτο πράξαντος, ἀλλὰ συγχωρήσαντος πράττειν ὡς βούλονται. φησὶν οὖν, ὅτι καὶ ὁ κλέπτης καὶ ὁ μοιχὸς καὶ ὁ τυμβωρύχος τὴν νύκτα συνεργὸν ἔχουσιν ὡς μηδενὸς αὐτοὺς ἐφορῶντος, ἐπειδὴ καὶ σκότους ἄξια πράττουσιν. 24, ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς. οὗτοι δὲ οἱ προειρημένοι διαλαμψάσης ἡμέρας κατακρύπτουσιν ἑαυτοὺς τὰς θύρας ἐναποκλείσαντεςτοῦτο γὰρ σημαίνει τὸ ἐσφράγισαν ἑαυτούςεἰς φῶς προιέναι δεδοικότες, ἵνα μὴ ἁλῶσιν, ἐπεὶ μηδὲ φωτὸς ἔργον ἐπάγονται. 24, ὅτι ὁμοθυμαδὸν τὸ πρωὶ αὐτοῖς σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται ταραχὰς σκιὰ θανάτου.
Because of sins come afflictions—why did he leave these unvisited, although he oversees all things done on the earth? And "they did not know," that is: the impious did not know that they are unvisited. For the one deemed worthy of divine visitation is also disciplined; "for whom the Lord loves he disciplines, and he scourges every son whom he receives." 24. "They did not know the way of righteousness {your}, nor did they walk in its paths"—clearly the impious mentioned before. 24. "But knowing their works, he delivered them into darkness, and it shall be as a thief by night. And the eye of the adulterer watched for darkness, saying, 'No eye will notice me,' and he set a hiding of his face. He dug through houses in the darkness." He delivered them into darkness, not doing this by compulsion—God forbid—but permitting them, because of free will, to walk as they wish. Similar to this the divine apostle also says: "God delivered them over to a debased mind to do what is not fitting"—not that God did this, but that he permitted them to do as they wish. He says, then, that both the thief and the adulterer and the tomb-robber have night as their accomplice, as though no one were watching them, since they do things worthy of darkness. 24. "By day they sealed themselves up; they did not know the light." But these just mentioned, when day has shone forth, hide themselves, shutting the doors—for this is what "they sealed themselves up" means—fearing to go out into the light, lest they be caught, since they do not bring forth works of light either. 24. "For with one accord in the morning the shadow of death is to them, for he will know troubles—the shadow of death.
διὰ τοῦτο δέ, φησίν, δεδοίκασι τὸ φῶς, ὅτι ὁμοῦ τὴν ἕω πρὸ ὀφθαλμῶν ἔχουσι καὶ τὸν θάνατον. ὥσπερ γὰρ ἡ σκιὰ προτρέχει τοῦ σώματος καὶ πλησίον εἶναι τοῦτο σημαίνει, οὕτω καὶ οὗτοι διαυγασάσης τῆς ἡμέρας τῇ συνειδήσει βαλλόμενοι πλησίον εἶναι προσδοκῶσι τὸν θάνατον. ἡ δὲ τοιαύτη προσδοκία ταραχῆς αὐτῶν ἐμπίπλησι τὰς ψυχὰς καὶ ζοφώδεις ἐργάζεται. τοῦτο γὰρ δηλοῖ τὸ ὅτι ἐπιγνώσεται ταραχὰς σκιὰ θανάτου. 24, ἐλαφρός ἐστιν προσώπου ὕδατος. ὁ τοῦ μοιχοῦ ὀφθαλμὸς ἑλκόμενος ὑπὸ τῶν πειρασμῶν ἢ καὶ πᾶς ἀσεβὴς ὡς ὑπὸ φορᾶς ὑδάτων ἐλαφρόν τι καὶ κοῦφον κατασυρόμενον οὕτως ὑπὸ τῆς τιμωρίας ῥᾳδίως ἐξαφανίζεται. οὐ γὰρ διασώσει ἀσέβεια τὸν παρ' αὐτῆς. εἶτα ὁ φιλάρετος καὶ φιλοδίκαιος Ἰὼβ οὐ διὰ τὴν ἀνοχὴν τοῦ θεοῦ ἀνέχεται τὸ πλέον ἔχειν ἀρετῆς κακίαν, ἀλλὰ καταρᾶται τὴν μερίδα τῶν ἀσεβῶν καί φησι τὰ αὐτοῖς συμβησόμενα. 24, καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς, ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά. ἀντὶ τοῦ· ἄκαρποι διαμένοιεν μηδὲν ἐκ τῆς οἰκείας ὠφελούμενοι κακίας μηδὲ εἰς παῖδας τὸν ἐξ ἀδικίας παραπέμποντες πλοῦτον. 24, ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. τοῖς θερίζουσιν ὀρφανοὶ πολλάκις ἑπόμενοι καὶ τὰ ἐκπίπτοντα συλλέγοντες καὶ καλαμώμενοι εἰς ἀγκαλίδας δεσμεύουσιν. φησὶν οὖν, ὅτι εἰς τοσοῦτόν τινες ἀσεβείας ἐληλάκασιν, ὡς καὶ τὴν τῶν καλαμωμένων δι' ἀπορίαν ὀρφανῶν μερίδα μετρίαν ἁρπάζειν. 24, εἶτα ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία. ἀντὶ τοῦ· εἰς μνήμην ἐγράφη καὶ ἀναπόδραστος ἔσται αὐτοῖς ἡ τιμωρία, εἰ καὶ ἐν τῷ τέως ὁ θεὸς διὰ χρηστότητα τὰς κολάσεις ὑπερτίθεται.
For this reason, he says, they fear the light, because they have both dawn and death before their eyes at once. For just as the shadow runs ahead of the body and signals that it is near, so too these men, when the day has grown bright, struck by conscience, expect that death is near. And such expectation fills their souls with turmoil and makes them gloomy. For this is what the phrase means: "the shadow of death will recognize turmoils." 24, "He is light as the surface of water." The eye of the adulterer, drawn by temptations—or indeed every impious man—is like something swept along by a rush of waters, light and buoyant, and so is easily made to vanish by punishment. For impiety will not save the man who belongs to it. Then Job, who loves virtue and loves justice, does not, because of God's forbearance, endure that vice should have the greater share of virtue, but he curses the portion of the impious and declares what will befall them. 24, "Let their portion be cursed upon the earth, and let their plants be revealed upon the earth as dry." That is: let them remain unfruitful, benefiting nothing from their own wickedness, nor passing on to their children the wealth gained from injustice. 24, "For they snatched away the armful of orphans." Orphans often follow those who reap and gather the fallen ears, and binding them into armfuls they tie them up. He says, then, that some have been driven to such a degree of impiety as to snatch away even the modest portion of orphans who glean because of poverty. 24, "Then his sin was remembered." That is: it was written down for remembrance, and the punishment will be inescapable for them, even if for the present God, in His goodness, postpones the chastisements.
212 24, ὥσπερ δὲ ὀμίχλη δρόσου ἀφανὴς ἐγένετο. ἡλιακῆς ἀκτῖνος ἐπιλαμψάσης καὶ τὸν ἀέρα διαθερμανάσης ἡ δρόσος ἀφανὴς γίνεται ἀνιμωμένου τοῦ θερμοῦ τὸ ὑγρόν. οὕτως, φησίν, καὶ τῆς θείας δίκης ἐπελθούσης οἱ ἀσεβεῖς ἐξαφανίζονται. 24, ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξεν. οὐκ ἐπαρᾶται ὁ δίκαιος, ἀλλὰ τὸ πάντως ἐσόμενον λέγει· ἕκαστος γὰρ πρὸς ἃ ἔπραξεν κομιεῖται, εἴτε ἀγαθὸν εἴτε φαῦλον. καὶ ἀνωτέρω δὲ οὐκ αὐτούς, ἀλλὰ τὴν μερίδα τῶν ἀσεβῶν, τουτέστιν αὐτὴν τὴν κακίαν, κατηράσατο. 24, {οὐ} συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. τὸν ἐπιμένοντα τῇ κακίᾳ λέγει· συντριβὲν γὰρ ξύλον θεραπείαν οὐκ ἐπιδέχεται πρὸς τὸ ἀφυγιασθῆναι. 24, στεῖραν γὰρ οὐκ εὖ ἐποίησαν. τὴν δι' ἀπαιδίαν ἀβοήθητον. καὶ σημειοῦ δὲ πάλιν, ὅτι τὸ μὴ εὖ ποιεῖν εἰς ἀσέβειαν λογίζεται. ἔκκλινον, φησὶν ὁ θεῖος ᾠδός, ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.
24, καὶ γύναιον οὐκ ἠλέησαν. τὸ διὰ τὴν φύσιν ἐπικουρίας δεόμενον. 24, θυμῷ δὲ κατέστρεψαν ἀδυνάτους. οὐκ ἔκ τινος αἰτίας εὐλόγου, ἀλλὰ ψυχῆς ἀλόγῳ κινήματι τῷ θυμῷ χρώμενος κατέστρεψε καὶ εἰς παντελῆ περιέστησεν ἀπορίαν τοὺς ἀδυνάτους καὶ ἀνεπικουρήτους. 213 24, ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσει κατὰ τῆς ἑαυτοῦ ζωῆς. διὰ ταῦτα οὖν ὁ ἀσεβὴς καθ' ἑκάστην ἡμέραν ἀνιστάμενος οὐ πιστεύσει εἰ ζήσεται, ἀλλὰ μενεῖ δεδοικὼς καὶ περίφοβος ὤν. οὐδὲν γάρ ἐστι φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων, ὡς ὁ σοφὸς ὡρίσατο Σολομών. 24, μαλακισθεὶς δὲ μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ. συμβαίνουσι γὰρ πολλάκις καὶ διὰ ἁμαρτίας αἱ τῶν σωμάτων νόσοι. τὸ δὲ μὴ ἐλπιζέτω ἀντὶ τοῦ·
24, And like a mist of dew he became invisible. When the ray of the sun shines forth and warms the air through, the dew becomes invisible as the heat draws up the moisture. So, he says, when divine justice comes upon them, the impious are made to vanish. 24, And may there be repaid to him what he did. The righteous man does not curse, but speaks of what will certainly come to pass; for each one will receive according to what he did, whether good or evil. And above, he did not curse them, but the portion of the impious, that is, vice itself. 24, And may every unjust man be crushed like an incurable tree. He speaks of the one who persists in evil; for a tree that has been crushed does not admit of healing so as to be restored. 24, For they did not treat the barren woman well. The one who is helpless because of childlessness. And note again, that not doing good is reckoned as impiety. Turn aside, says the divine psalmist, from evil and do good.
24, And they did not have mercy on a woman. That which by nature needs assistance. 24, But in wrath they cast down the weak. Not for any reasonable cause, but using wrath as an irrational impulse of the soul, he cast down and reduced to complete helplessness those who were weak and without help. 213 24, Therefore, rising up, he will not be confident concerning his own life. For this reason, then, the impious man, rising up each day, will not be confident whether he will live, but will remain in fear and full of dread. For fear is nothing but the betrayal of the aids that come from reason, as the wise Solomon defined. 24, And being weakened, let him not hope to be healed, but he will fall by disease. For often diseases of the body also occur because of sin. And let him not hope means:
δύσελπίς ἐστιν ὑπὸ τῆς ἰδίας συνειδήσεως βαλλόμενος. πεσεῖται δὲ ὑπὸ τῆς νόσου δηλονότι πληγείς. 24, πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα αὐτοῦ. διὰ τοῦτο πεσεῖται, ἐπειδὴ ὑψωθεὶς πολλοὺς ἐκάκωσεν. 24, ἐμαράνθη ὥσπερ μαλάχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτομάτως ἀποπεσών. ἕτερα ἀντίγραφα· _ὥ_σ_π_ε_ρ_ _χ_λ_ό_η, περιέχουσιν. ὅμοιον δὲ καὶ ὁ μεγαλογράφος εἶπεν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσεται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. καλῶς δὲ εἶπε τὸ αὐτομάτως ἀποπεσών· ἑκάστῳ γὰρ ἡ ἰδία ἁμαρτία τιμωρὸς γίνεται. 214 24, εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου. ἐγὼ μὲν οὖν, φησίν, ταῦτα δοξάζω περί τε τῆς τῶν ἀσεβῶν ἀδικίας καὶ τῆς θείας ἀνεξικακίας καὶ τῆς δικαίας ἀνταποδόσεως. εἰ δὲ ψευδῆ τὰ εἰρημένα, ὁ βουλόμενος παρελθέτω καὶ διελεγξάτω τὸν λόγον καὶ τοὺς ἐμοὺς ἀκυρωσάτω λόγους. ΚΕΦΑΛΑΙΟΝ ΟΚΤΩΚΑΙΔΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; Προθεωρία τοῦ κεφαλαίου ὥσπερ ὁ Ἐλιφὰζ ἀπορήσας πρὸς τὰ προβληματικῶς ὑπὸ τοῦ Ἰὼβ εἰρημένα οὐκ εὐθυδικίαν ἠγωνίσατο, ἀλλ' ἐπὶ τὰς κατὰ τοῦ δικαίου διαβολὰς ἔτρεψε τὸν λόγον, οὕτω καὶ ὁ Βαλδὰδ οὐκ ἔχων ἐλέγχειν τοῦ Ἰὼβ τοὺς λόγους μετοχετεύει τὴν ἀπολογίαν καὶ ὡς ἐπαιρόμενον κατὰ τοῦ θεοῦ καὶ μέγα φρονοῦντα ἐπὶ τῇ οἰκείᾳ θεοσεβείᾳ διαβάλλει, θαυμαστῶς μὲν τὰ περὶ θεοῦ φιλοσοφῶν, ἐξευτελίζων δὲ τὴν ἀνθρώπου φύσιν καὶ μηδὲν τῶν καθαρωτάτων καθαρὸν εἶναι διοριζόμενος συγκρίσει τῆς θείας καθαρότητος.
He is despondent, struck by his own conscience. And he will fall, clearly smitten by the disease. 24, For his exaltation harmed many. Therefore he will fall, because being exalted he harmed many. 24, He withered like a mallow in the heat, or like an ear of grain falling off of itself from the stalk. Other copies contain "like grass." The great-lettered writer said something similar: that like grass he will quickly be dried up, and like the greens of grass they will quickly fall off. And well did he say "falling off of itself," for each person's own sin becomes his punisher. 214 24, But if not, who is the one who says that I speak falsely and will bring my words to nothing? I, then, he says, hold these opinions concerning both the injustice of the impious and the divine forbearance and the just recompense. But if what has been said is false, let the one who wishes come forward and refute the argument and invalidate my words. CHAPTER EIGHTEEN. Beginning of the passage: And Baldad the Sauchite answered and said: For what preamble or fear is there from him, who makes the whole universe in the highest? Preliminary exposition of the chapter. Just as Eliphaz, being at a loss before the questions raised by Job, did not contend for a straightforward verdict, but turned his speech to slanders against the righteous man, so too Baldad, having no means to refute Job's words, diverts his defense and slanders him as one who exalts himself against God and thinks greatly of his own piety, philosophizing wonderfully about God, but belittling human nature and declaring that nothing, not even the purest things, is pure in comparison with divine purity.
Αἱ λέξεις 25, τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτῷ; ἐπειδὴ μέγα, φησίν, ἐπὶ θεοσεβείᾳ φρονεῖς, μάνθανε ὡς ἀρχὴ σοφίας καὶ θεοσεβείας ὁ θεῖος ὑπάρχει φόβος· σὺ δὲ ἀφόβως διαλέγει. ὁ τοίνυν τὸ προοίμιον τῆς θεοσεβείας μὴ κτησάμενος, πῶς τοῖς ἄλλοις αὐτῆς μέρεσι σεμνύνεσθαι δύναται; τοῦτο καὶ ὁ ψαλμῳδὸς ἐφιλοσόφησεν ἐμμελῶς ἐπιβαλλόμενος· ἀρχὴ σοφίας φόβος κυρίου. 25, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ. εἰς φόβον ἐνάγων τὸν Ἰὼβ τοῦ θεοῦ τὴν δύναμιν ἐξηγεῖται καί φησιν, ὅτι ὁ θεὸς ὕψιστος ὢν καὶ ὑπεράνω παντὸς τὰ πάντα κατεσκεύασε καὶ πάντων ἐστὶ δημιουργός. ἔστι δὲ καὶ νοῆσαι ἑτέρως τὸ ἐν ὑψίστῳ ἐν τῷ υἱῷ· ὕψιστος γὰρ ὁ υἱὸς ὥσπερ καὶ ὁ πατήρ. 25, μὴ γάρ τις ὑπολάβοι, ὅτι ἔστι παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ; πειραταὶ μέν εἰσι κυρίως οἱ τὴν θάλασσαν λῃστεύοντες. καθόλου δέ φησιν ὅτι· μηδεὶς ἐννοείτω, ὡς ἐπὶ πολὺ διαμένει θεὸς ὑπερτιθέμενος τὰς κατὰ τῶν ἀδίκων τιμωρίας, ἀλλ' ὥσπερ οἱ ἐνεδρεύοντες οὕτως ἀδοκήτως αὐτοῖς ἐπέρχεται καὶ οὐκ ἔστι τινὰ τῶν ἀσεβῶν τὴν θείαν διαδρᾶναι δίκην. 25, πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου, ἢ τίς ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός; ὡραῖον ὁ Βαλδὰδ ἐδίδαξε δόγμα. οὐδεὶς γὰρ ἀνθρώπων ἑαυτὸν καθᾶραι δύναται διὰ τὴν πατροπαράδοτον ἁμαρτίαν, εἰ μὴ τῆς θείας τύχοι καθάρσεως. καὶ ἄλλως δέ, εἰ καὶ τῇ ἀνθρωπίνῃ κρίσει πολλοὶ δίκαιοι νομίζονται, ἀλλά γε τῷ πανεπισκόπῳ τοῦ θεοῦ ὀφθαλμῷ οὐδεὶς δίκαιος, οὐδεὶς δυνάμενος εἰπεῖν ὅτι· καθαρός εἰμι.
The words of 25, For what preliminary or fear is there in him? Since, he says, you think greatly of yourself on account of piety, learn that the divine fear is the beginning of wisdom and piety; but you converse without fear. Therefore, the one who has not acquired the preliminary of piety, how can he pride himself on its other parts? The psalmist also philosophized this melodiously, setting it forth: The fear of the Lord is the beginning of wisdom. 25, Who makes the whole in the highest. Leading Job into fear, he explains the power of God and says that God, being most high and above all, made all things and is the creator of all. But it is also possible to understand "in the highest" otherwise, as in the Son; for the Son is most high, just as also the Father. 25, For let no one suppose that there is an idle word concerning pirates? But upon whom will his ambushes not come? Pirates in the proper sense are those who plunder the sea. But in general he says: let no one think that God remains for the most part deferring the punishments against the unjust, but just as those who lie in ambush, so unexpectedly he comes upon them, and it is not possible for any of the impious to escape the divine justice. 25, For how will a mortal be just before the Lord, or who will purify himself, one born of woman? Bildad taught a beautiful doctrine. For no one of men can purify himself because of the sin inherited from the fathers, unless he obtains the divine purification. And otherwise, even if by human judgment many are considered just, yet by the all-overseeing eye of God no one is just, no one able to say: I am clean.
ἀμήχανον γάρ, μὴ ἔν τισι γενέσθαι παραπτώμασιν, ὅπουγε καὶ λόγων ἡμῶν καὶ πράξεων καὶ ἐνθυμημάτων τὰς δίκας ἀπαιτούμεθα τὸν πάντα ἐφορῶντα θεὸν λαθεῖν οὐ
δυνάμενοι. 25, εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει. συντάσσει ἀντὶ τοῦ· παραγγέλλει. σημαίνει διὰ τούτου τὴν τοῦ θεοῦ δύναμιν. καὶ γὰρ πρὸς τῇ συντελείᾳ κελεύει τῇ σελήνῃ καὶ τὸ οἰκεῖον οὐκ ἐκλάμπει σέλας. 25, ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. ἔστι φῶς φωτὸς καθαρώτερον· αὐτίκα γοῦν τὸ ἀστρῷον φῶς τοῦ παρ' ἡμῖν, τοῦ ἀνθρακώδους, τοῦ ἐκ πυρός, καθαρώτερον τυγχάνει. πρὸς οὖν, φησίν, τὴν θείαν καθαρότητα οὐδὲ τῶν ἄστρων τὸ φῶς τυγχάνει καθαρόν. 25, ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ. ἔα δὲ ἀντὶ τοῦ· περιττὸν καὶ λογίσασθαι περὶ ἀνθρώπου, ὅλος γάρ ἐστι σαπρία καὶ σκώληξ περὶ τὴν σαπρίαν εἰλούμενος. ἔγκειται γὰρ ἡ διάνοια τοῦ ἀνθρώπου ἐκ νεότητος ἐπὶ τὰ πονηρά. ταῦτα δὲ εἶπεν ἐκ τοῦ περιόντος κατασκευάζων τὸν λόγον καὶ πλήττων τὸν Ἰὼβ ὡς ἐπὶ καθαρότητι σεμνυνόμενον. εἰ γὰρ οὐδέν, φησίν, τῶν ποιημάτων μέγα φρονεῖν ἐπὶ καθαρότητι δύναται, πόσῳ μᾶλλον ὁ ἄνθρωπος σαπρίας οὐδὲν διαφέρων καὶ σκώληκος. ΚΕΦΑΛΑΙΟΝ ΕΝΝΕΑΚΑΙΔΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν; Προθεωρία τοῦ κεφαλαίου ἐπειδὴ περὶ τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως ὁ Βαλδὰδ διελέχθη οἷά τις θεοῦ συνήγορος, πρὸς τοῦτο ὁ μακάριος Ἰὼβ ἀπαντᾷ καί φησιν· τί συνηγορεῖν σπουδάζεις θεῷ ὡς δεομένῳ τῆς ἐκ λόγων κατασκευῆς, ἵνα δειχθῇ σοφὸς καὶ δυνατός;
For it is impossible, unless one has fallen into certain transgressions, to escape the all-observing God, since we are held accountable for our words and deeds and thoughts. 25, If he commands the moon, and it does not shine. "Commands" is used for "gives orders." By this he signifies the power of God. For at the consummation he orders the moon and it does not shine with its own light. 25, But the stars are not pure before him. There is a light purer than light; for instance, the light of the stars is purer than that which is among us, the charcoal-like, the light from fire. Therefore, he says, compared to the divine purity, not even the light of the stars is pure. 25, Behold, man is rottenness and the son of man a worm. "Behold" is used for "it is superfluous even to reason about man," for he is wholly rottenness and a worm coiled about rottenness. For the mind of man is inclined to evil from his youth. He said these things, constructing his argument from what was left over and striking Job as one who prided himself on purity. For if, he says, none of the created things can take pride in purity, how much more man, who differs in nothing from rottenness and a worm. NINETEENTH CHAPTER. Beginning of the passage: And Job answered and said: To whom are you attached, or to whom do you intend to give help? Is it not to him who has great strength and to whom belongs a mighty arm? Preliminary survey of the chapter: Since Bildad discoursed about the wisdom and power of God as if he were an advocate of God, the blessed Job responds to this and says: Why do you strive to advocate for God as though he needed the construction of arguments, so that he might be shown wise and powerful?
εἶτα, ἵνα δείξῃ, ὅτι κάλλιον αὐτῶν καὶ ὑψηλότερον δοξάζει τὰ περὶ θεοῦ, περὶ τῆς αὐτοῦ σοφίας διεξοδικώτερον διαλέγεται καὶ ὑμνεῖ τὴν ἀκατάληπτον τοῦ θεοῦ δύναμιν καὶ προφητεύει περὶ τοῦ μονογενοῦς καὶ τὴν τυραννικὴν τοῦ διαβόλου καθαίρεσιν προλέγει. ταῦτα δὲ προοιμιασάμενός φησιν ὅτι· ἀμήχανόν με, πᾶν ὅ τι ἂν πάθω, ἄνομά τινα λαλῆσαι περὶ θεοῦ, ἕως ἂν εἰς θάνατον φθάσω· καὶ ὅρκῳ πιστοῦται τὴν ὑπόσχεσιν. εἶτα καὶ μετὰ καθαρᾶς συνειδήσεως παρρησιασάμενος λέγει, ὅτι αὐτὸς μὲν οὐδὲν ἑαυτῷ σύνοιδεν ἄτοπον πράξαντι, διαλήψεται δὲ ἡ θεία δίκη τοὺς ἀσεβεῖς. καὶ πάλιν ἀναλαμβάνει ἅτε δὴ τῆς θείας σοφίας τῆς ἐν τοῖς θείοις δημιουργήμασι φαινομένης καὶ ἐν τοῖς λογικοῖς κατεσπαρμένης καὶ τὸ σοφὸν εἶναι πάντων ἀποφαίνει τιμιώτερον. πολλὰ δὲ περὶ τῆς θεοδωρήτου ταύτης σοφίας διεξελθὼν καὶ ὡς οὐδὲν αὐτῇ παραβληθήσεται διδάξας καὶ τοῦτό φησιν, ὡς τὸ μὲν κλέος τῆς σοφίας εἰς πάντας διαδέδοται, τοὺς δὲ περὶ αὐτῆς λόγους εὑρεῖν ἀμήχανον· καὶ μάθημα παραδίδωσι κάλλιστον, ὅτι ἀρκεῖ ἀνθρώπῳ εἰς τὸ εἶναι σοφὸν οὐ τὸ ζητεῖν τὰ ἀνεξερεύνητα, ἀλλὰ τὸ θεοσεβεῖν καὶ παντὸς εἴδους κακίας ἀπέχεσθαι, καὶ ταύτην ἀνάληψιν σοφίας καὶ ἐπιστήμης εἶναι ὁρίζεται. ταῦτα δὲ διεξῆλθεν ὁμοῦ μὲν τὰ περὶ θεοῦ δοξάζων καλῶς, ὁμοῦ δὲ καὶ τοὺς φίλους πείθων μὴ πάντως οἴεσθαι δι' ἁμαρτίας αὐτὸν πάσχειν, ἀλλὰ τοὺς περὶ τῶν τοιούτων λόγους τοῖς ἀνεξιχνιάστοις τοῦ θεοῦ καταλιμπάνειν κρίμασιν. διαλέγεται δέ, ὡς ἔφην, περὶ σοφίας οὐ τοῦ ἐνυποστάτου λόγου, τουτέστι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ·
Then, to show that he holds thoughts about God more noble and lofty than they do, he discourses more fully about his wisdom and hymns the incomprehensible power of God, and prophesies about the Only-Begotten and foretells the tyrannical overthrow of the devil. Having prefaced these things, he says that it is impossible for him, whatever he may suffer, to speak anything worthy concerning God until he comes to death; and he confirms his promise with an oath. Then, speaking boldly with a clear conscience, he says that he is conscious of nothing improper done by himself, but that divine justice will judge the impious. And again he takes up the theme, since divine wisdom is manifest in the divine creations and is sown among rational beings, and he declares that the wise man is more honorable than all things. Having discoursed at length about this God-given wisdom and taught that nothing can be compared to it, he also says this: that the fame of wisdom is spread abroad to all, but that it is impossible to discover the accounts concerning it; and he hands down the most excellent lesson, that it is enough for a man, in order to be wise, not to seek out the unsearchable things, but to reverence God and abstain from every form of evil, and he defines this as the acquisition of wisdom and knowledge. He went through these things both glorifying God rightly and at the same time persuading his friends not to suppose that he suffers altogether because of sin, but to leave the accounts concerning such matters to the unsearchable judgments of God. He discourses, as I said, about wisdom—not that of the hypostatic Word, that is, of the Only-Begotten Son of God—
εἰ γὰρ καὶ αὐτὸς σοφία καλεῖται καὶ ἔστι τοῦ πατρός, ἀλλ' οὐ περὶ αὐτοῦ νῦν ὁ λόγος, ἀλλὰ περὶ τῆς κατὰ φύσιν ἐνεργείας τῶν ὑπὸ θεοῦ πεποιημένων λογικῶν συνισταμένης φιλόθεον καὶ φιλάγαθον προαίρεσιν, ἢν ἐν τοῖς λογικοῖς κατέσπειρεν ὁ δημιουργός. εἰ δὲ καὶ αὕτη ἀσύγκριτος καὶ τοσούτου ἀξία ἡ κατὰ μετοχὴν ἡμῖν δεδομένη, τί ἐννοῆσαι προσήκει περὶ τῆς αὐτοσοφίας, τῆς οὐσιώδους σοφίας, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῦ ὁμοουσίου τῷ πατρί, τῆς πατρικῆς σοφίας, τοῦ λόγου τοῦ ἐνυποστάτου, δι' οὗ καὶ ἡμεῖς λογικοὶ καὶ σοφοὶ κατὰ μετάληψιν καὶ μετοχὴν δι' ἁγίου πνεύματος γινόμεθά τε καὶ καλούμεθα τῇ θείᾳ χάριτι σοφιζόμενοι; Αἱ λέξεις 26, τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων ἰσχυρός ἐστιν; τίνι τὴν παρὰ σαυτοῦ δύναμιν εἰσφέρεις καὶ τῇ αὐτοῦ συντάσσεις σαυτὸν μερίδι ἢ τίνι συνηγορεῖν σπουδάζεις ὡς τῆς σῆς ἐπικουρίας δεομένῳ; ἄπαγε, ἄνθρωπε, ἅπαντες ἴσμεν ὡς ἀνενδεής τε καὶ παντοδύναμός ἐστιν ὁ θεός. 2 26, τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα
For if he himself is called Wisdom and is the Father’s, the discourse now is not about him, but about the natural activity of the rational beings made by God, consisting in a God-loving and good-loving disposition, which the Creator sowed in rational beings. But if this too is incomparable and worthy of so much—the wisdom given to us by participation—what ought one to think about the very Wisdom itself, the essential Wisdom, the Only-Begotten Son of God, consubstantial with the Father, the Father’s Wisdom, the hypostatic Word, through whom we too become and are called rational and wise by participation and sharing through the Holy Spirit, being made wise by divine grace? The words “To whom have you attached them, or to whom do you intend to give help?” Is it not to him who has great strength and whose arm is strong? To whom do you bring power of your own and rank yourself in his portion, or for whom do you strive to plead as though he needed your assistance? Away with it, man; we all know that God is without need and almighty. “To whom have you given counsel? Is it not to him who has all
σοφία; ἀλλὰ καὶ ὡς πάνσοφος ὁ θεός, πρόδηλον. τί οὖν ὡς κοινωνῶν αὐτῷ τῶν βουλευμάτων τοὺς ὑπὲρ αὐτοῦ ποιεῖσθαι λόγους ἐσπούδασας; 26, ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις; τίνι δὲ ἕπεσθαι σπουδάζεις ὡς δή τινα συμμαχίαν εἰσοίσων αὐτῷ; οὐ τῷ πανσθενεῖ καὶ παντοδυνάμῳ; 26, τίνι ἀπήγγειλας ῥήματα; ἐπὶ τίνος δὲ τὴν σαυτοῦ σοφίαν ἐπεδείξω; 26, πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ; ἐννόησον γάρ, ὦ θαυμάσιε, ὡς καὶ αὐτὸ τὸ ἀναπνεῖν καὶ ζῆν καὶ φθέγγεσθαι ἐκ θεοῦ λαβὼν ἔχεις. ταῦτα δὲ εἶπεν ὁ μακάριος διασύρων τὸν Βαλδὰδ ὡς καινότερον θέλοντα φαίνεσθαι τοῦ θεοῦ συνήγορον περὶ θεοῦ ἁπάντων ὁμοίως ἐπισταμένων, ὅτι καὶ δυνατὸς καὶ πάνσοφος ὁ θεὸς τυγχάνει. ταῦτα πρὸς ἐκεῖνον σκωπτικῶς εἰρηκὼς τρέπει τὸν λόγον ἐπὶ τὴν τοῦ θεοῦ δύναμιν δεικνύς, ὡς ἄμεινον αὐτῶν τὰ περὶ τῆς ἰσχύος δοξάζει τοῦ θεοῦ, καί φησιν· 26, μὴ Γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ; μὴ δύνανται, φησίν, αἱ δυνάμεις αἱ ὑπὸ γῆν, αἱ μετὰ τὰ ὕδατα καὶ τὴν γείτονα γῆν, τουτέστιν αἱ ἐν τῷ ᾅδῃ, ὥσπερ ἐκ μήτρας τῇ μαιωτικῇ τέχνῃ τοὺς τεθνεῶτας ἐξαγαγεῖν καὶ ζωογονῆσαι; ὃ δὲ λέγει τοῦτό ἐστιν· μὴ δύνανται αἱ ἐν τῷ ᾅδῃ δυνάμεις ἀνάστασιν ποιῆσαι; θεὸς δὲ καὶ νεκροὺς ἀνίστησιν ἐξουσιαστικῇ δυνάμει χρώμενος. ἔστι δὲ καὶ ἄλλως νοῆσαι· πάλαι καθαίρων ὁ θεὸς τὴν γῆν τῷ κατακλυσμῷ ὡς κατεφθαρμένην τοὺς θεομάχους ἐκείνους ἄνδρας τοὺς καλουμένους Γίγαντας ἐπέκλυσε καὶ ἐξηφάνισεν. φησὶν οὖν ὅτι· μὴ δύνανται ἐκεῖνοι οἱ Γίγαντες αὖθις μαιωθῆναι καὶ ἰδίᾳ δυνάμει ἑαυτοὺς ἀναστῆσαι;
Wisdom; but it is also clear that God is all-wise. Why then did you strive to make speeches on his behalf as though you shared his counsels? 26 Or whom will you follow? Is it not the one who has the greatest power? And whom do you strive to follow, as though you were going to bring him some alliance? Is it not the all-strong and all-powerful one? 26 To whom have you reported words? And in whose presence have you displayed your own wisdom? 26 And whose breath is it that has gone out from you? For consider, O wonderful one, that you have from God even the very act of breathing and living and speaking. The blessed man said these things mocking Bildad, who wished to appear as a newer advocate of God concerning God, since all alike know that God is both powerful and all-wise. Having said these things to him mockingly, he turns his discourse to the power of God, showing that he thinks better than they do about the strength of God, and he says: 26 Will not the Giants be midwifed beneath the water and its neighbors? Are the powers beneath the earth, he says, those beyond the waters and the neighboring earth—that is, those in Hades—unable, as from a womb, by midwifery to bring out the dead and give them life? What he means is this: are the powers in Hades unable to accomplish a resurrection? But God also raises the dead, using authoritative power. It is possible to understand it in another way too: long ago, when God was cleansing the earth by the flood, since it had been corrupted, he flooded and wiped out those god-fighting men called Giants. He says, then, that those Giants cannot again be midwifed and raise themselves by their own power.
μή τι αὐτοὺς ὤνησεν ἡ πολλὴ δύναμις ἀντιπράξαντας τῇ ἀμάχῳ ἰσχύι καὶ δυνάμει τοῦ θεοῦ; 26, γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. ἀπὸ τοῦ κυρίου δηλονότι. οὐ γὰρ ἔχει ἀποκρυβὴν ἀπώλεια ἐνώπιον αὐτοῦ, ἥτις ἐστὶ γείτων τοῦ ᾅδου. ἀπώλειαν δὲ τὸν θάνατόν ἐστιν ἐννοεῖν· ὁ δὲ μονογενὴς ἄνθρωπος γεγονὼς καὶ τὸν ᾅδην ἐσκύλευσε καὶ εἶπε τοῖς ἐν σκότει· ἀνακαλύφθητε, καὶ οὐδὲν περιβόλαιον ἀντέπραξε τῷ θεϊκῷ κελεύσματι, ἀλλ' εὐθέως ἀνεκαλύφθησαν. 26, ἐκτείνων βορέαν ἐπ' οὐδέν, κρεμάζων γῆν ἐπὶ μηδενός. οὐ γὰρ ἔστιν ὄχημα τῆς γῆς ἕτερον ἢ ὑποστήριγμα, ἀλλὰ τῷ θείῳ βουλήματι κρέματαί τε καὶ ὑπεστήρικται. 26, δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ. εἰ μὴ γὰρ ταῖς νεφέλαις προσέταξεν, οὐκ ἐπαφιᾶσιν, καθ' ὅσον ἂν κελευσθῶσι μέτρον, τῇ γῇ τὸν ὑετόν. 26, ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπ' αὐτὸν νέφος αὐτοῦ. θρόνος τοῦ θεοῦ ὁ οὐρανὸς πολλαχοῦ τῆς γραφῆς εἴρηται· κατὰ πρόσωπον δὲ κεῖται τοῦ οὐρανοῦ ὁ ἀήρ. φησὶν οὖν, ὅτι διακρατῶν τὸν ἀέρα καὶ ἐφαπλῶν τὰς νεφέλας, οὐκ ἐᾷ στάζειν τὸν ὑετόν, εἰ μὴ καθ' οὓς οἶδεν αὐτὸς συμφέροντας τρόπους. 26, πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους. ἀλλὰ καὶ τὸ οἰκεῖον πρόσταγμα κυκλοτερῶς περιστήσας τοῖς ὕδασιν ὑπερβαίνειν καὶ ἐπικλύζειν τὴν γείτονα γῆν οὐ συγχωρεῖ. παρατείνει δὲ ἡ θεία πρόνοια μέχρι συντελείας φωτὸς μετὰ σκότους, τουτέστιν ἀντιπαραχωρεῖν ἀλλήλαις τοὺς δρόμους τὴν νύκτα καὶ τὴν ἡμέραν πείθουσα.
Did their great power benefit them at all, when they opposed the invincible might and power of God? 26 Hell is naked before him, and there is no covering for destruction—clearly, from the Lord. For destruction has no hiding place before him, which is a neighbor of hell. And destruction here must be understood as death; but the only-begotten, having become man, despoiled hell and said to those in darkness, "Be uncovered," and no covering opposed the divine command, but they were uncovered at once. 26 He stretches out the north over nothing, hanging the earth upon nothing. For there is no other vehicle or support for the earth, but by the divine will it hangs and is supported. 26 He binds water in his clouds, and the cloud is not rent beneath him. For unless he had commanded the clouds, they would not release the rain upon the earth in whatever measure they are commanded. 26 He holds the face of the throne, spreading his cloud upon it. The throne of God is called heaven in many places of Scripture; and the air lies before the face of heaven. He says, then, that holding fast the air and spreading out the clouds, he does not allow the rain to drip except in the ways he himself knows to be beneficial. 26 His command encircled the face of the water until the end of light with darkness. But also, having set his own command in a circle around the waters, he does not permit them to overstep and flood the neighboring land. And divine providence extends until the end of light with darkness, that is, persuading night and day to yield their courses to one another.
26, στῦλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ. ἀλλὰ καὶ τοῦ οὐρανοῦ τὰ στηρίγματα καὶ οἱονεὶ ὑποβάθραι οὐ κάτωθεν αὐτὸν ἐρείδουσι καὶ ἀναβαστάζουσιν ὥσπερ τινὲς στῦλοι τὰ ὑπερκείμενα βαστάζοντες, ἀλλ' ἄνω που τυγχάνουσιν αἱ ἕδραι τοῦ οὐρανοῦ. τοῦτο γὰρ σημαίνει τὸ ἐπετάσθησαν, ἵνα εἴπῃ ὅτι· καὶ ὁ οὐρανὸς τῷ θείῳ λόγῳ συνίσταται οὐδενὸς αὐτὸν ὑπερείδοντος. πλὴν καὶ αὐτοὶ τοῦ οὐρανοῦ οἱ θεμέλιοι ἐξίστανται καὶ σαλεύονται, ὅταν αὐτὸς ἐπιτάξῃ. γίνεται δὲ τοῦτο ἐν τῇ συντελείᾳ ὡσεὶ περιβόλαιον, γάρ φησιν, ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται. 26, ἰσχύι κατέπαυσε τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος. εἰς τὸν περὶ τῆς θαλάσσης ἐκβεβηκὼς λόγον τοῦ νοητοῦ κήτους ἐμνημόνευσεν. τὸ δὲ αὐτὸ καὶ ὁ θεσπέσιος μελωδὸς ποιήσας φαίνεται· εἰρηκὼς γάρ· αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν
οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων εὐθὺς ἐπήγαγεν· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. φησὶν οὖν, ὅτι θεϊκῇ δυνάμει τὴν νοητὴν ἔπαυσε θάλασσαν, τουτέστιν· τὴν ἁμαρτίαν ἐξηφάνισε διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. τὸν δὲ διάβολον ὑπέστρωσε δεδωκὼς ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐ τῇ παναλκεῖ δυνάμει χρησάμενος οὐδὲ τῇ κατεξουσίᾳ τοῦτο διαπραξάμενος ὡς θεός, ἀλλ' ἐπιστήμῃ καὶ σοφίᾳ διὰ ταπεινοφροσύνης, διὰ ἀνεξικακίας, ἄνθρωπος γεγονὼς ὁ τῶν ἀνθρώπων δημιουργὸς καὶ ταπεινώσας ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 26, κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν.
26 The pillars of heaven were spread out, and they were astonished at his rebuke. But the supports of heaven, and, as it were, its foundations, do not prop him up from below and bear him up like some pillars supporting what lies above them; rather, the seats of heaven are somewhere above. For this is what "were spread out" means, so that he might say: heaven itself is held together by the divine word, with nothing supporting it from beneath. Moreover, the very foundations of heaven are astonished and shaken whenever he commands. And this happens at the consummation, as a cloak; for he says, you will roll them up, and they will be changed. 26 By strength he stilled the sea, and by understanding he wounded the sea-monster. Having come to the account concerning the sea, he made mention of the noetic sea-monster. The divine psalmist appears to have done the same thing; for having said, This is the great and spacious sea, there are creeping things there, whose number is beyond counting, living things small with great, he immediately added, This is the dragon which you formed to mock him. He says, then, that by divine power he stilled the noetic sea, that is, he wiped out sin through the bath of regeneration. And he subdued the devil, having given us authority to tread upon serpents and scorpions and upon all the power of the enemy—not using his all-mighty power, nor accomplishing this by his sovereign authority as God, but by understanding and wisdom through humility, through forbearance, the Creator of men having become man and having humbled himself to death, even death on a cross. 26 And the bars of heaven fear him.
ὥσπερ ἀμέλει τὸν δορυφορούμενον ὑπὸ τῶν ἀγγέλων αἱ ἄνω δυνά μεις θεώμεναι πρὸς τὸν οἰκεῖον ἀναφοιτῶντα πατέρα μετὰ τῆς ἰδίας σαρκὸς μετὰ δέους καὶ θαύματος ἔλεγον· τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα καὶ ἀντιφθόγγως τῶν δορυφορούντων λεγόντων ἤκουον· κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. 26, προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. σύμφωνα τούτοις ὁ ἀπόστολος ἔφησεν εἰρηκώς· ὃν ὁ κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. εἰ δὲ καὶ εἰς αὐτὸν ἐκλάβοις τὸν διάβολον διὰ τὸ μέλλειν αὐτὸν εἰς αἰώνιον σκότος παραπέμπεσθαι καὶ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦτὸ γὰρ τοῦ ἀποστόλου περὶ τοῦ ἀντιχρίστου λέγεται, οὐκ ἀπὸ σκοποῦ εἴρηται. 26, ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου αὐτοῦ ἀκουσόμεθα ἐν αὐτῷ. ταῦτα, φησίν, ἐκ πολλῶν ὀλίγα εἴπαμεν μέρος τι μικρὸν ἐξηγησάμενοι τῆς δυνάμεως καὶ σοφίας τοῦ θεοῦ, καθ' ἣν ἐφοδεύων καὶ περιπολῶν τόνδε τὸν κόσμον διέπει, καὶ μικράν τινα ἰκμάδα τοῦ λόγου αὐτοῦ ἀκηκόαμεν· ὅλον γὰρ τὸ χύμα τῆς αὐτοῦ σοφίας γεννητὴν φύσιν παραδέξασθαι ἀμήχανον. 26, σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει; τίς δὲ ἱκανὸς ἐξηγητὴς τὸν διὰ ἀέρος καὶ βροντῆς κτύπον φερόμενον εἰπεῖν, κατὰ ποίους λόγους ἢ ποίας αἰτίας γίνεται; 225 27, ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ. τῶν τριῶν φίλων πρὸς τὰ εἰρημένα τὴν ἡσυχίαν ἀγαγόντων αὖθις τοῖς προτέροις ἐπισυνάπτων τὰ ἐφεξῆς ὁ μακάριος Ἰὼβ ἐπιφέρει. προοίμιον δὲ ὡς πρὸς τὰ ἐφεξῆς τὰ πρότερον εἰρημένα εἶπεν. ὁ δὲ Ἀκύλας οὕτως ἐκδέδωκεν·
Just as, indeed, the upper powers, beholding him who was escorted by the angels ascending to his own Father with his own flesh, said with fear and wonder: Who is this king of glory? Then they also heard the escorts answering in turn: The Lord of hosts, he is the king of glory. 26, But by his command he put to death the apostate dragon. In agreement with these things the apostle said, having spoken: Whom the Lord will destroy by the spirit of his mouth. But if you also take it as referring to the devil himself, because he is to be sent into eternal darkness and into the fire prepared for the devil and his angels — for what the apostle says is spoken concerning the antichrist — it has not been said without purpose. 26, Behold, these are parts of his way, and at the drop of his word we shall hear him. These things, he says, we have spoken, a few out of many, having expounded some small part of the power and wisdom of God, according to which, going about and surveying this world, he governs it, and we have heard some small drop of his word; for the whole flood of his wisdom it is impossible for a created nature to receive. 26, But the strength of his thunder who knows when he will do it? And who is a sufficient expounder to tell of the crash borne through the air and thunder, according to what principles or what causes it comes about? 225 27, And further, Job added to the preface. When the three friends had kept silence in response to what was said, again the blessed Job, joining what follows to what came before, adds. And he called what was said before a preface with reference to what follows. But Aquila rendered it thus:
_κ_α_ὶ_ _ _̓_Ι_ὼ_β_ _π_ρ_ο_σ_έ_θ_η_κ_ε_ν_ _ἆ_ρ_α_ι_ _τ_ὴ_ν_ _π_α_ραβολὴν αὐτοῦ καὶ εἶπεν. παραβολὴ δὲ εἴρηται παρὰ τῇ γραφῇ οὐ μόνον ὁ καθ' ὁμοίωσιν εἰσαγόμενος λόγος, ἀλλὰ καὶ ἅπας λόγος σοφός. καὶ ὁ Βαλαὰμ γὰρ ἀναλαμβάνων τὴν παραβολὴν ἔλεγεν, καὶ Δαυίδ· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, οὐχ ὁμοιώματα διεξιόντες, ἀλλὰ λόγους σοφούς. 27, ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν. ἢ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν, μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω. τὸ ἕως ἂν ἀποθάνω κατὰ κοινοῦ εἴρηται, ὁ δὲ νοῦς οὗτος· μὰ τὸν ζῶντα κύριον καὶ τὸν κατὰ κρίσιν οἰκείαν καὶ τοὺς ἀνεφίκτους ἑαυτοῦ λόγους τοῖς τοσούτοις με κακοῖς περιβεβληκότα, ἕως ἀναπνέω καὶ ζῶ, κἂν τούτων πάθω δεινότερον, οὐκ ἂν ἀπηχές τι ἢ ἄνομον ἢ παλίμφημον φθεγξαίμην ἢ διανοησαίμην κατὰ θεοῦ ἀντικαθιστάμενος μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν. ἀλλὰ μηδὲ γένοιτό μοι, ἕτερα μὲν ἔχειν κατὰ διάνοιαν καὶ συνειδέναι μὲν ὡς μάτην μου καταψηφίζεσθε, δυσωπούμενον δὲ ὑμᾶς παραχαράττειν τὴν ἀλήθειαν καὶ φάσκειν, ὅτι δικαίως ταῦτα ἐννοεῖτε περὶ ἐμοῦ ἅπερ δὴ λέγετε. ἐπιτήρει δέ, ὡς περὶ ἑνὸς θεοῦ διαλεγόμενος τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος ἐμνημόνευσε. πρῶτον μὲν γὰρ εἶπε ζῇ κύριος τὸν μονογενῆ λέγων· εἷς γὰρ κύριος, μία πίστις. εἶτα ἐπήγαγεν ὁ παντοκράτωρ τὸν τοῦ μονογενοῦς πατέρα παραδηλῶν. εἶτα ἐφεξῆς τοῦ ἁγίου πνεύματος ἐμνημόνευσεν, ὃ ἀναπνέουσι μᾶλλον οἱ ἅγιοι ἢ τὸν ἀέρα.
And Job proceeded further to take up his parable and said. Now "parable" is used in Scripture not only for a discourse introduced by way of comparison, but also for every wise discourse. For Balaam too, when he took up his parable, spoke, and David: I will open my mouth in parables—not setting forth comparisons, but wise sayings. As the Lord lives, who has judged me thus, and the Almighty who has embittered my soul. Surely, while my breath is still in me, and the divine spirit which remains in my nostrils, my lips shall not speak lawless things, nor shall my soul meditate unjust deeds. Far be it from me to declare you righteous until I die. The phrase "until I die" is spoken in a general sense, and the meaning is this: By the living Lord, and by him who by his own judgment and by his incomprehensible counsels has encompassed me with such great evils—as long as I breathe and live, even if I suffer something more terrible than these, I would not utter or conceive anything discordant or lawless or ill-spoken against God, setting myself against sin even unto death. But may it not even be mine to hold one thing in my mind and to be conscious that you condemn me in vain, yet out of deference to you to falsify the truth and to say that you rightly think these things about me which you indeed say. Observe, moreover, that in speaking of one God he made mention of the holy and consubstantial Trinity. For first he said "the Lord lives," speaking of the Only-begotten; for there is one Lord, one faith. Then he added "the Almighty," indicating the Father of the Only-begotten. Then next he made mention of the Holy Spirit, whom the saints breathe rather than the air.
λέγει δὲ τὸ πνευματικὸν χάρισμα, ὃ ἐνεφύσησεν ἡμῖν θεὸς ἐξ ἀρχῆς ζωοπλαστήσας τὸν ἄνθρωπον καὶ ὕστερον ὁ
σαρκωθεὶς λόγος τοῖς μαθηταῖς εἰρηκώς· λάβετε πνεῦμα ἅγιον. ὁ γὰρ ἐν μονάδι θεὸς διὰ τὴν μίαν οὐσίαν καὶ θεότητα ἐν τριάδι γνωρίζεται διὰ τὰς ὑποστάσεις. πικραίνεσθαι δὲ λέγεται ἡ ψυχή, ὅτε μηδὲν γλυκὺ καὶ ἡδὺ καὶ ἐπαγωγὸν αὐτῇ πάρεστιν. 27, οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου. δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι· οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπον πράξας. οὐ γὰρ ἀποστήσω ἀπ' ἐμοῦ τὴν ἐμὴν ἀκακίαν καὶ ἁπλότητα, οὐδὲ προδώσω δικαιοσύνην, οὐδὲ ἕτερα ἔχων κατὰ διάνοιαν καὶ μηδὲν ἐμαυτῷ συνειδὼς παρὰ τὸ ἀληθὲς καὶ δίκαιον ἕτερα φθέγξομαι. 27, οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ' ἐμὲ ἐπανιστάμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. ἐγὼ μὲν οὖν, φησίν, οὐδὲν ἐμαυτῷ σύνοιδα· ἃ δὲ ὡς ἀσεβοῦς μου καταψηφίζεσθε, εἰς ἐχθρῶν τρέποιτο κεφαλάς. 27, καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται; ἢ τῆς δεήσεως αὐτοῦ εἰσακούσεται κύριος; ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης μὴ ἔχει τινὰ παρρησίαν ἐνώπιον αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; ποίαν γὰρ ἔχει, φησίν, ἐλπίδα ὁ ἀσεβής, κἂν τέως ἀντέχῃ; μετὰ ποίας πεποιθήσεως τὴν ἐκ θεοῦ σωτηρίαν προσδοκᾷ; πῶς δὲ ἀνάγκῃ περιπεσὼν σὺν παρρησίᾳ τὸν θεὸν ἐπικαλέσεται ὡς μελλούσης αὐτοῦ τῆς εὐχῆς εἰσακούεσθαι; 27, ἀλλὰ νῦν ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ κυρίου· ἅ ἐστι παρὰ παντοκράτορι, οὐ ψεύσομαι. ἐγὼ δὲ ὑμῖν ἀναγγελῶ καὶ τὰ ἐκ χειρὸς κυρίου τοῖς ἀσεβέσιν ἐπιφερόμενα.
He speaks of the spiritual gift which God breathed into us from the beginning, when he formed man into life, and later the Word made flesh said to his disciples: Receive the Holy Spirit. For God, who is in a monad because of the one essence and divinity, is known in a triad because of the hypostases. The soul is said to be embittered when nothing sweet and pleasant and attractive is present to it. 27, For I will not let go of my innocence. And attending to righteousness, I will certainly not forsake it; for I am conscious in myself of having done nothing improper. For I will not put away from me my innocence and simplicity, nor will I betray righteousness, nor, having one thing in my mind and being conscious in myself of nothing contrary to truth and justice, will I utter another. 27, But rather, may my enemies be like the overthrow of the impious, and those who rise up against me like the destruction of the lawless. I, then, he says, am conscious of nothing in myself; but the things for which you condemn me as impious, may they turn upon the heads of enemies. 27, And what hope is there for the impious, that he persists? Trusting in the Lord, will he then be saved? Or will the Lord hear his supplication? Or when necessity comes upon him, has he any boldness before him? Or, as one who has called upon him, will he hear him? For what hope, he says, does the impious have, even if for a time he holds out? With what confidence does he expect salvation from God? And how, when he falls into necessity, will he call upon God with boldness, as though his prayer were going to be heard? 27, But now I will announce to you what is in the hand of the Lord; what things are with the Almighty, I will not lie. And I will announce to you also the things brought upon the impious from the hand of the Lord.
27, ἰδοὺ δὴ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου, κτῆμα δὲ δυναστῶν ἐπελεύσεται παρὰ παντοκράτορος ἐπ' αὐτούς. ὑμεῖς μὲν οὖν, φησίν, οἴδατε, ὅτι ματαίους ματαίοις συνείρετε λόγους ἀσεβείας με γραφόμενοι. ἐγὼ δέ φημι, ποία τίς ἐστιν ἡ τοῦ ἀσεβοῦς μερίς, καὶ ποῖον κτῆμα καὶ ποῖος κλῆρος τῶν ἐπὶ κακίᾳ μέγα δυναμένων, καὶ τί αὐτοῖς ἐπελεύσεται παρὰ τοῦ παντοδυνάμου θεοῦ. 27, ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ ἀνδρωθῶσιν, προσαιτήσουσιν. οἱ δὲ περιόντες αὐτοῦ θανάτῳ τελευτήσουσιν, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. τὰ ὡς εἰκὸς συμβησόμενα τοῖς ἀσεβέσι λέγει. οὐ γὰρ πάντως αὐ τοῖς ταῦτα ἔσται· παρέλκουσι γὰρ ἐσθότε τὴν εὐδαιμονίαν καὶ μέχρι τελευτῆς, ὡς ἐν τοῖς ἀνωτέρω πρὸς τοὺς φίλους ἀπορῶν αὐτὸς ἐδίδαξεν. καὶ σφαγὴν μὲν τὴν διὰ πολεμίων φησίν, θάνατον δὲ τὸν αἰφνίδιον καὶ ἄωρον. 27, ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. τοῦτο γέγονεν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν ἔφαμεν, ὅτε διὰ τὰς ἁμαρτίας τῶν Ἀμορραίων καὶ Χαναναίων καὶ τῶν λοιπῶν ὁ Ἑβραίων λαὸς τὰ αὐτῶν ἐκληρονόμησεν. 27, ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη. ὑφ' ἑαυτῶν δαπανωμένων· ἡ γὰρ ἀσέβεια δίκην ἰοῦ καταδαπανᾷ τοὺς ἔχοντας. 27, πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστιν. διὰ τὸ ὀξύρροπον τῆς ἀπολαύσεως· πρὸς βραχὺ γὰρ διαβλέψας πρὸς τὸν ἑαυτοῦ πλοῦτον οἰχήσεται τὰς δίκας ἐκτίσων.
27, Behold, surely you all know that you are casting empty things upon empty things. This is the portion of an impious man from the Lord, and an inheritance of the powerful shall come upon them from the Almighty. You, then, he says, know that you are weaving vain words of impiety upon vain things when you write against me. But I say: what sort of portion is that of the impious man, and what sort of possession and what sort of lot belongs to those who are greatly powerful for evil, and what shall come upon them from the all-powerful God. 27, But if their sons become many, they shall be for slaughter; and if they grow to manhood, they shall beg. But those of his who survive shall end in death, and no one shall have mercy on their widows. He speaks of what will likely befall the impious. For these things will not altogether happen to them; for they sometimes prolong their prosperity even to the end, as he himself taught above when he was at a loss before his friends. And by slaughter he means that which comes through enemies, and by death, that which is sudden and untimely. 27, If he gathers silver like earth, and prepares gold like clay, all these things the righteous shall acquire, and his goods the truthful shall possess. This has happened, as we also said in what came before, when because of the sins of the Amorites and Canaanites and the rest, the people of the Hebrews inherited their possessions. 27, But his house has come to be like moths and like a spider, being consumed by themselves; for impiety, like poison, consumes those who have it. 27, The rich man shall lie down and shall not rise again; he opened his eyes, and he is not. Because of the swiftness of his enjoyment; for having looked for a short time upon his own wealth, he will depart, paying the penalties.
27, συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι. ἵνα εἴπῃ· καὶ μέχρι τῶν ἐγκάτων ὀδύναι τοῦτον διαλήψονται, ὃ καὶ ὁ Δαυὶδ περὶ τῶν ἐπικαταράτων ἔλεγεν· εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ. 229 27, νυκτὶ δὲ ὑφείλετο αὐτὸν γνόφος. ἔσται δὲ ὡς ἐν νυκτὶ τὰ κατ' αὐτὸν ἀνάμεστα σκότους, καὶ κυκλοτερῶς ὡς γνόφος περιστήσονται αὐτὸν τὰ κακά. 27, ἀναλήψεται αὐτὸν καύσων, καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. οἰχήσεται δέ, φησίν, ὥσπερ ὑπὸ ἀνέμου καύσωνος ἀποφυσώμενος καὶ ἀναρριπιζόμενος. καλῶς δὲ εἶπε καύσωνος, πῦρ γὰρ αὐτὸν ἄσβεστον διαδέχεται. λικμῆσαι δέ ἐστι τὸ τῷ πτύῳ τὸν σῖτον ἀναρριπτοῦντα τὸ χνοῶδες καὶ ἐλαφρὸν ταῖς τῶν ἀνέμων αὔραις ἀπομερίζειν τοῦ σίτου. διακαθαριζομένης τοίνυν τῆς ἅλωνος ὁ μὲν σῖτος ἀποκαθίσταται εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατακαίεται πυρὶ ἀσβέστῳ, ὡς ἡ εὐαγγελική φησιν παραβολή. 27, καὶ ἐπιρρίψει ἐπ' αὐτὸν καὶ οὐ φείσεται. ὡς
λῃστὴς δηλονότι καὶ ἡ τιμωρία καὶ ὁ καύσων ἄνεμος ἐπιπίπτων ἐπὶ τὸν ἀσεβῆ. 27, ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. κροτήσει ἐπ' αὐτῷ χεῖρας αὐτοῦ, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. πέφυκεν ἡ γραφὴ σχηματίζειν ὡς πολέμιον τὸν θεόν, ὅταν βούληται τὴν κατὰ τῶν ἀσεβῶν θείαν ἐνδείκνυσθαι τιμωρίαν. αὐτίκα γοῦν ὁ Δαυὶδ καὶ ὅπλον αὐτῷ περιτίθησι καὶ ἀκόντιον ποιεῖ κρατοῦντα, ἐν οἷς ψάλλων φησίν· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με.
27, Terrors came upon him like water. So as to say: and pains will seize him even to his inmost parts, which David also said concerning the accursed: it entered like water into his inmost parts. 27, but darkness by night stole him away. And his circumstances will be as in night, filled with darkness, and evils will surround him in a circle like a mist. 27, burning heat will take him up, and he will depart, and it will winnow him from his place. He will be gone, he says, as if blown away and fanned by a wind of burning heat. And well did he say "of burning heat," for unquenchable fire succeeds him. And to winnow is, by tossing the grain with a winnowing shovel, to separate the chaff-like and light part from the grain by the breezes of the winds. When the threshing floor is thoroughly cleansed, then, the grain is restored to the storehouses, but the chaff is burned with unquenchable fire, as the Gospel parable says. 27, and he will cast upon him and will not spare. As a robber, clearly, both the punishment and the wind of burning heat fall upon the impious man. 27, from his hand he will flee in flight. He will clap his hands against him, and will hiss him from his place. Scripture is accustomed to fashion God as a warrior, whenever it wishes to display the divine punishment against the impious. At any rate, David both puts a weapon upon him and makes him wield a spear, in which, singing, he says: take hold of weapon and shield and rise up for my help. Pour out the sword and shut in against those who pursue me.
τοῦτο τοιγαροῦν κἀνταῦθα, ποιεῖ τὸν μὲν θεὸν δίκην πολεμίου καταδιώκοντα, φεύγοντα δὲ τὸν ἀσεβῆ, τὸν δὲ ὡς νικήσαντα καὶ ἐπαγαλλόμενον τῇ νίκῃ ἐπικροτοῦντα τῶ χεῖρε καὶ ἐξέλκοντα τὸν ἀσεβῆ ἐκ τοῦ τόπου αὐτοῦ, τουτέστιν· ἐκ τῆς παλαιᾶς εὐδαιμονίας. φησὶν οὖν ὅτι· δίκην πολεμίου ὀργιζόμενος ὁ θεὸς πάντων ἀπογυμνοῖ τῶν προσόντων τὸν ἀσεβείᾳ συζῶντα. 28, ἔστι γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ ὅθεν διηθεῖται. σίδηρος μὲν γὰρ ἐκ τῆς γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζει. τί οὖν φησιν; ἆρα εἰκῇ τὰς τιμωρίας ἐπάγει θεός, ἆρα ἀσόφως ἢ ἀβούλως, καίτοιγε πάντα ὑπερφυῶς καὶ σοφῶς ἐξειργάσατο καὶ τάξιν ἑκάστῳ δέδωκεν; εἶτα τοῦτο δεικνὺς ὁ μακάριος οὗτος ὁμοῦ μὲν διδάσκει τοῦ δημιουργοῦ λόγου τὴν σοφίαν καὶ ἁρμονίαν, ἣν τοῖς πᾶσιν ἔθηκεν, ὁμοῦ δὲ καί, ὅπως ἡμᾶς ἐτίμησε λογισμῷ κοσμήσας. παραπέμπει δὲ καὶ εἰς θεωρίαν· τοιαῦται γὰρ τῶν ἁγίων προφητῶν αἱ ῥήσεις παραμιγνῦσαι τοῖς προχείρως νοουμένοις τὴν θεωρίαν καὶ τοῖς καθ' ἱστορίαν ἀπαγγελλομένοις τῶν μυστηρίων τὴν γνῶσιν. ὅτι τοιγαροῦν οὐκ ἄκριτα τὰ παρὰ θεοῦ, κατανοήσωμεν αὐτοῦ τὴν δημιουργίαν καὶ θαυμάσωμεν, ἐνθυμῶμεν τὴν δεδομένην ἀνθρώποις ἐκ θείας δωρεᾶς λογικὴν γνῶσιν καὶ καταπλαγῶμεν. ἔστι γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ ὅθεν διηθεῖται. καὶ οὔτε ἡ χρυσῖτις γῆ ἄργυρον φέρει, οὔτε ἡ ἀργυρῖτις χρυσόν· καὶ ἐξ ἄλλης μὲν σίδηρος μεταλλεύεται, χαλκὸς δὲ ἐξ ἑτέρας.
This, then, is also the case here: he makes God like an enemy pursuing, and the impious man fleeing, and the other as one who has conquered and exults in the victory, clapping his hands and dragging the impious man out of his place—that is, out of his former prosperity. He says, then: like an enemy, God in his anger strips the man who lives in impiety of all his possessions. 28, For there is a place for silver, whence it comes, and a place for gold, whence it is refined. For iron comes from the earth, and bronze is quarried like stone. He set order for darkness, and he himself examines every limit exactly. What then does he say? Does God bring punishments in vain, or without wisdom or counsel, although he has wrought all things wondrously and wisely and has given order to each thing? Then this blessed man, demonstrating this, at once teaches the wisdom and harmony of the creative Word, which he has established in all things, and at the same time how he has honored us by adorning us with reason. He also leads on to contemplation; for such are the sayings of the holy prophets, mingling contemplation with what is readily understood and the knowledge of the mysteries with what is narrated according to history. That, then, the things from God are not without judgment, let us understand his creation and marvel, let us consider the rational knowledge given to humans by divine gift and be struck with awe. For there is a place for silver, whence it comes, and a place for gold, whence it is refined. And neither does the gold-bearing earth bear silver, nor the silver-bearing earth gold; and from one place iron is mined, and bronze from another.
τὸ δὲ χαλκὸς ἴσα λίθῳ λατομεῖται οὐχ ὅτι χαλκᾶ τυγχάνουσιν ὄρη, ἀλλ' ὅτι λατομούμενα κατὰ τὴν δοθεῖσαν ἀνθρώποις ὑπὸ θεοῦ μεταλλικὴν τέχνην χαλκὸν καὶ σίδηρον φέρουσιν. καὶ τὸ μὲν τῆς νυκτὸς σκότος παραχωρεῖ τῷ φωτὶ πλησιάζοντι, ὥσπερ καὶ ἡ ἡμέρα ἀντιπαραχωρεῖ τῇ νυκτὶ τὸν δρόμον κατὰ τὴν ἰδίαν τάξιν. πάντων δὲ τὰ πέρατα καὶ τὰς ἐκβάσεις σοφῶς θεὸς ἐξακριβάζεται τῇ ἀπεριλήπτῳ προνοίᾳ τὰ πάντα συμπεριλαμβάνων. οὐκοῦν οὐδὲ τὰς τιμωρίας τὰς κατὰ τῶν ἀσεβῶν ἢ διὰ κενῆς ὑπερτίθεται ἢ μάτην ἐπάγει ὁ πάντα μέτρῳ καὶ τάξει καὶ ἁρμονίᾳ διαταξάμενος. 28, λίθος σκοτία καὶ σκιὰ θανάτου. ναὶ μήν, φησίν, οὗτοι οἱ λίθοι οἱ μεταλλευόμενοι ἐν βάθει που κεῖνται τῆς γῆς ὡς ὑπ' αὐτὴν τοῦ θανάτου τὴν σκιάν, ἵνα εἴπῃ ὅτι· καὶ ἐν τοῖς κατωτάτω καὶ ἐν σκοτίᾳ βαθείᾳ. 28, διακοπὴ χειμάρρου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν. ἡ δὲ τῆς γῆς κόνις, φησίν, εἰς τὴν χωνείαν ἐμβληθεῖσα τῷ πυρὶ ποταμηδὸν ἐκρεῖ εἴτε τὸν χρυσὸν εἴτε τὸν ἄργυρον εἴτε τὸν χαλκὸν εἴτε τὸν σίδηρον. ἢ καὶ οὕτως νοήσεις· ὥσπερ ὁ χείμαρρος διακόπτει τὴν γῆν, ἐὰν εὕρῃ αὐτὴν διὰ κονίαν {τουτέστι} σαθρὰν καὶ μὴ ἔχουσαν ἑδραίωμα, οὕτως ἡ θεία δίκη ἐπερχομένη τοῖς ἀδίκοις ἀσθενεῖν αὐτοὺς παρασκευάζει ὡς χειμάρρους διακόπτων σαθρὰν γῆν ἐκκόπτουσα τῶν ἀσεβῶν τὴν εὐθηνίαν. 28, γῆ ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτωθεν αὐτῆς ἐστράφη ὡσεὶ πῦρ.
But "bronze is cut out like stone" does not mean that the mountains happen to be bronze, but that, when quarried according to the mining craft given to men by God, they yield bronze and iron. And the darkness of night gives way as the light draws near, just as the day in turn yields its course to the night in its own order. But God wisely scrutinizes the limits and outcomes of all things, comprehending all things in his incomprehensible providence. Therefore he neither postpones punishments against the impious in vain nor inflicts them to no purpose, since he has ordered all things by measure, order, and harmony. 28, "A stone of darkness and the shadow of death." Yes indeed, he says, these stones that are mined lie somewhere in the depth of the earth, as it were beneath the very shadow of death, so as to say: both in the lowest places and in deep darkness. 28, "A cutting off of a torrent from dust, but those who forget the righteous way have grown weak." The dust of the earth, he says, when cast into the smelting furnace, flows out in a stream by fire, whether gold or silver or bronze or iron. Or you may understand it thus: just as a torrent cuts through the earth if it finds it loose because of dust and without firm foundation, so divine justice, coming upon the unjust, makes them weak, cutting off the prosperity of the impious like a torrent cutting through loose earth. 28, "Bread shall come forth from the earth, but beneath it it is turned as it were fire.
ἀλλὰ καὶ ἑτέρα, φησίν, γῆ τῇ τοῦ θεοῦ συνεργίᾳ καὶ γεωργικῇ τέχνῃ κατασπειρομένη καὶ κάτωθεν ἐν ταῖς ἰδίαις λαγόσιν ὑποδεξαμένη τὰ σπέρματα, εἶτα ὥσπερ πυρὶ τῇ οἰκείᾳ θέρμῃ διαλύσασα τὸ καταβληθὲν καὶ τοῦτο τῇ ἐνούσῃ αὐτῷ σπερματικῇ δυνάμει πολυπλασιάσασα ἀναδίδωσι τὸν ἄσταχυν εἰς ἄρτου ποίησιν. κατὰ δὲ τὴν θεωρίαν γῆ ἐστιν ἡ ἐκκλησία τοῖς μὲν ἀξίοις τὸν ζῶντα ἄρτον ὀρέγουσα, τοῖς δὲ ἀναξίοις τὸ κάτωθεν, τουτέστι τὸ ἐν ᾅδου καὶ αἰώνιον, εὐτρεπίζουσα πῦρ. 28, τόπος σαπφείρου οἱ λίθοι αὐτῆς. ἡ μὲν αἰσθητὴ γῆ τοὺς
τιμίους ἀναδίδωσι λίθους, ἡ δὲ νοηθεῖσα τοὺς ἀποστόλους καὶ λοιποὺς ἁγίους, περὶ ὧν γέγραπται· λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. τόπος σαπφείρου δέ εἰσιν οἱ λίθοι, ἐπειδήπερ ἐν γῇ τυγχάνοντες ἐν οὐρανῷ ἔχουσι τὸ πολίτευμα· ὁ γὰρ σάπφειρος λίθος οὐράνιον δείκνυσι χρῶμα. 28, καὶ χῶμα χρυσίον αὐτῆς. τῆς μὲν αἰσθητῆς γῆς, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴπαμεν, ἔστι τι χῶμα, ὅπερ ἑψόμενον εἰς χρυσοῦ συμβάλλεται γένεσιν. τῆς δὲ ἁγίας ἐκκλησίας καὶ τὰ δοκοῦντα εἶναι εὐτελῆ ὡς χῶμα τίμια τυγχάνουσιν. 28, τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός. πρὸς μὲν ῥητὸν τοῦτο λέγει, ὅτι ταύτην τὴν ὁδὸν τῆς μεταλλικῆς τέχνης οὐ γυψὶ τοῖς ὀξυωπεστάτοις καὶ ἐξ ὕψους τὰ ἐν βάθει κείμενα καθορῶσιν οὐδὲ τοῖς λοιποῖς πετεινοῖς ὁ θεὸς ἐδωρήσατο, ἀλλὰ τῇ λογικῇ τῶν ἀνθρώπων οὐσίᾳ. πρὸς δὲ διάνοιαν τῆς ἁγίας ἐκκλησίας οὐκ ἔγνω τὴν ὁδὸν δαίμων πετεινὸν λεγόμενος διὰ τὸ ἀέριος εἶναι, οὐδὲ ἠδυνήθη αὐτὴν κατανοῆσαι ὀφθαλμὸς γυπός, τουτέστι φιλοσώματος·
But there is also, he says, another earth, sown by the cooperation of God and by the craft of farming, and having received the seeds from below into its own hollows, then, as if by fire, dissolving by its own warmth what was cast down, and multiplying this by the seminal power inherent in it, it gives back the ear of grain for the making of bread. And according to the contemplative sense, the earth is the Church, offering the living bread to those who are worthy, but preparing for the unworthy the fire from below, that is, the fire in Hades and eternal. 28. Its stones are the place of the sapphire. The perceptible earth yields precious stones, but the earth understood spiritually yields the apostles and the rest of the saints, concerning whom it is written: holy stones roll upon the earth. And its stones are the place of the sapphire, since, though they are on earth, they have their citizenship in heaven; for the sapphire stone shows a heavenly color. 28. And its dust is gold. Of the perceptible earth, as we also said in what came before, there is a certain dust which, when boiled, contributes to the production of gold. But of the holy Church, even the things that seem to be of little value are precious, like dust. 28. A path which the bird did not know, and the eye of the vulture did not look upon it. In the literal sense he says this: that this path of the mining craft God did not grant to the vultures, which are the sharpest-sighted and look down from on high at the things lying in the depths, nor to the other birds, but to the rational substance of men. But in the spiritual sense, the demon, called a bird because he is of the air, did not know the path of the holy Church, nor was the eye of the vulture, that is, of the one who loves the body, able to understand it.
σαρκοβόρον γὰρ πετεινὸν ὁ γύψ. 28, οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ' αὐτῆς λέων. πρὸς μὲν ῥητόν· ἀλλ' οὐδὲ δράκοντες, φησίν, ἢ τὰ ἕτερα μεγάλα θηρίαταῦτα γὰρ υἱοὺς ἀλαζόνων καλεῖἢ λέοντες ταύτην εἰλήφασι παρὰ θεοῦ τὴν τέχνην. πρὸς δὲ διάνοιαν· οὐ δύνανται πατεῖν τὴν θεωρηθεῖσαν γῆν οἱ τοῖς δαίμοσι μαθητευόμενοι καὶ υἱοὶ τούτων ἐνδίκως καλούμενοι, ἀλλ' οὐδὲ αὐτὸς ὁ νοητὸς λέων, τουτέστιν ὁ διάβολος. 28, ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ ῥιζῶν ὄρη, θῖνας δὲ ποταμῶν ἔρρηξεν. πρὸς μὲν ῥητόν· ὑπὸ θεοῦ συνετισθεὶς ἄνθρωπος οὐδὲ τὰς τῶν ὀρῶν κορυφὰς ἀνεπάφους εἴασεν, ἀλλὰ τὰς ἀκροτόμους ἀναστομώσας καὶ ἀναρρήξας ποταμηδὸν ἐκεῖθεν πηγὰς ἀναβλῦσαι παρεσκεύασε, καὶ ὑψηλὰ δέ τινα ἀναστήματα πολλάκις ἐξέκοψεν, ἃ δὴ ὄρη καλεῖ, πρὸς τὴν λοιπὴν ἐξομαλίζων γῆν. πρὸς δὲ διάνοιαν· ὁ θεὸς τὴν ἀκρότομον ἔστρεψεν εἰς πηγὰς ὑδάτων, τὴν πάλαι ἄγονον τῶν ἐθνῶν ἐκκλησίαν ἐξομβρῆσαι ποταμηδὸν τὰ πνευματικὰ χαρίσματα παρασκευάσας. κατέστρεψε δὲ ἐκ ῥιζῶν ὄρη, τὰς ἀντικειμένας δυνάμεις ἐκ θεμελιῶν κατασείσας, περὶ ὧν γέγραπται· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινήπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται. δυνατὸν δὲ καὶ ἄλλως θῖνας ποταμῶν ὑπὸ θεοῦ ῥηγνυμένας νοῆσαι τὰς ἐπισυστάσεις τῶν πειρασμῶν. 28, πᾶν δὲ τίμιον εἶδέ μου ὁ ὀφθαλμός. ὡς μὲν ἅγιος καὶ προφητὴς τὰ τίμια ταῦτα μυστήρια πεπληροφορῆσθαι λέγει, ὡς δὲ τὸ κοινὸν τῶν ἀνθρώπων ἀναδεχόμενος πρόσωπόν φησιν, ὅτι πᾶν τίμιον ἐσοφίσθη ὁ ἄνθρωπος ὑπὸ θεοῦ.
For the vulture is a flesh-eating bird. 28. Sons of the arrogant have not trodden upon it, nor has a lion passed by it. According to the literal sense: but not even dragons, he says, or the other great beasts—for these he calls sons of the arrogant—or lions have received this skill from God. According to the deeper meaning: those who are disciples of the demons and are justly called their sons cannot tread upon the earth that has been contemplated, nor can the noetic lion himself, that is, the devil. 28. He stretched out his hand against the rocky cliff, and he overturned mountains from their roots, and he burst the banks of rivers. According to the literal sense: a man instructed by God did not leave even the peaks of the mountains untouched, but having opened up the rocky cliffs and broken them through, he caused springs to gush forth from there like a river, and he often cut down certain lofty elevations, which he calls mountains, leveling them to the rest of the land. According to the deeper meaning: God turned the rocky cliff into springs of water, preparing the once-barren church of the nations to pour forth spiritual graces like a river. And he overturned mountains from their roots, shaking the opposing powers from their foundations, about which it is written: If you have faith as a grain of mustard seed, you will say to this mountain: Be lifted up and cast into the sea, and it will happen. It is also possible to understand in another way the banks of rivers burst by God as the assaults of temptations. 28. And my eye saw every precious thing. As a saint and prophet he says that he has been fully assured of these precious mysteries, but as one assuming the common person of humanity he says that every precious thing was made wise by God—that is, man.
28, βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ αὐτοῦ δύναμιν εἰς φῶς. πρὸς μὲν ῥητόν· ἄνθρωπος, φησίν, ἀνατέμνων τὴν γῆν καὶ ἐξάγων τὰ ὕδατα, τῆς οἰκείας ἐπιστήμης, ἧς εἴληφε παρὰ θεοῦ, τὴν δύναμιν εἰς τὸ φανερὸν προεκόμισεν. λέγει δέ, ὅτι δι' ὧν ἐργά ζεται δείκνυσιν, ὅσην εἴληφε παρὰ θεοῦ δύναμιν καὶ ἐξουσίαν. πρὸς δὲ διάνοιαν· ὁ ἐνανθρωπήσας λόγος τὰ πλήθη τῶν πνευματικῶν χαρισμάτων ἀνεκάλυψεν, ὡς καὶ ὁ ἀπόστολος εἶπε περὶ τοῦ μυστηρίου τοῦ Χριστοῦ· ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων. ἀλλὰ καὶ ἔδειξεν ἑαυτοῦ τὴν δύναμιν εἰς φῶς κατὰ τὸν φήσαντα προφήτην· ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται. 28, ἡ δὲ σοφία αὐτοῦ πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; οὐκ οἶδε βροτὸς τὴν ὁδὸν αὐτῆς οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. ἄβυσσος εἶπεν· οὐκ ἔστιν ἐν ἐμοί, καὶ θάλασσα εἶπεν· οὐκ ἔστιν μετ' ἐμοῦ. σοφίαν ἐνταῦθα τὴν τελείαν εὐσέβειαν λέγει, πρᾶγμα θεῖον ἀόρατον ὑπὸ μόνου θεοῦ τοῖς ἀνθρώποις δωρούμενον. ὁ δὲ νοῦς τῶν ῥημάτων οὗτος· μεγάλα, φησίν, ὁ θεὸς τοῖς ἀνθρώποις ἐδωρήσατο ἐν τῇ φύσει κατασπείρας αὐτῶν τὸ διαιρετικὸν καὶ σοφὸν καὶ τεχνικόν, ὅπερ λαβόντες ἄνθρωποι γῆν μεταλλεύουσι καὶ γεωργοῦσι καὶ ὑδάτων φορὰς ἐξομβρεῖν παρασκευάζουσιν. τὴν δὲ κατὰ θεοσέβειαν σοφίαν οὐκ ἐν τόπῳ τινὶ δυνατὸν εὑρεῖν, οὐκ ἐν ἀβύσσοις, οὐκ ἐν θαλάσσῃ. οὐκ οἴκοθεν ταύτην ἄνθρωπος ἀναλαβεῖν δύναται, οὐκ ἄλλοις
28. And he uncovered the depths of rivers, and he showed his power into the light. According to the literal sense: a man, he says, who cuts open the earth and brings out the waters has brought his own power into the open—the power of the knowledge he has received from God. And he says that through the things he works he shows how much power and authority he has received from God. According to the deeper meaning: the Word who became man uncovered the multitudes of spiritual gifts, as the apostle also said concerning the mystery of Christ: which in other generations was not made known to the sons of men. But he also showed his power into the light, according to the prophet who said: God will come openly, our God, and he will not be silent. 28. But whence was his wisdom found? And what place is there of knowledge? A mortal does not know her way, nor will she be found among men. The abyss said: She is not in me; and the sea said: She is not with me. Here he calls wisdom perfect piety, a divine thing, invisible, given to men by God alone. And the meaning of the words is this: God, he says, has given great things to men, sowing in their nature the faculty of discernment and wisdom and skill, which men, having received, mine the earth and farm it and prepare the streams of waters to gush forth. But the wisdom that consists in piety it is not possible to find in some place, not in the abysses, not in the sea. A man cannot take this up from himself, nor from others
παραδοῦναι, ἀλλ' ἰδικῶς θεοῦ πρὸς τοῦτο διδασκάλου δεόμεθα καὶ τῶν ὑπὸ θεοῦ δεδειγμένων ἱερῶν ἀνδρῶν. διὰ τοῦτό τοι καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ ἰδίᾳ δυνάμει τὴν θεοσέβειαν ζητήσαντες ἠστόχησαν. τὸ γὰρ πρᾶγμα οὐκ ἀνθρώποις ἐστὶν ἐφικτόν, ἀλλὰ τῆς θείας δωρεᾶς τε καὶ χάριτος δέονται, ὅθεν καὶ ἐξ ἀρχῆς ὁ θεὸς τὰ μὲν δι' ὀπτα σιῶν, τὰ δὲ δι' ἀγγέλων ἐπιφοιτήσεως, τὰ δὲ διὰ τῶν θεοφορουμένων ἁγίων προφητῶν τὴν θεοσέβειαν τοὺς ἀνθρώπους ἐξεπαίδευσεν. ὥστε κεῖται μὲν ἐν τῇ φύσει σοφία τις καὶ τῶν ἀλόγων ὡς καὶ παρὰ τῇ μελίσσῃ, διαφερόντως δὲ ἐν τοῖς λογικοῖς, ἐξ ἧς κινούμεθα περὶ τὰς τέχνας καὶ ἐπιτηδεύματα, τοῦ θεοῦ λόγῳ καὶ συνέσει παρὰ τὰ λοιπὰ ζῷα τετιμηκότος τὸν ἄνθρωπον, καὶ ταύτην ἔχομεν κοινῶς πάντες, ἄδικοί τε καὶ δίκαιοι, θεοσεβεῖς καὶ ἄθεοι. ᾗ γὰρ ζῷα λογικὰ γεγόναμεν, ὑπὸ θεοῦ ταύτην εἰλήφαμεν. τὴν δὲ τελείαν θεοσέβειαν, εἰ καὶ ταύτης τὰ σπέρματα κατὰ φύσιν ἔχομεν, πλὴν εἰς ἄκρον αὐτὴν κατορθῶσαι ἢ οἴκοθεν εὑρεῖν ἢ ἐν τόπῳ καταλαβεῖν ἀδύνατον, ἀλλὰ τῆς θείας καὶ μόνης πρὸς τοῦτο χρῄζομεν χάριτος, ἐφ' ᾧ πρὸς αὐτὴν ἡμᾶς ἀσφαλῶς χειραγωγῆσαι. διὰ τοῦτο καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην ὡς τοῦ κτήματος θεοδωρήτου τυγχάνοντος. δεῖ οὖν ἡμᾶς μὲν ζητεῖν ἐκ τῶν φυσικῶν κινουμένους ἐννοιῶν, θεὸν δὲ ἐξαιτεῖν ἐπὶ ταύτην ἡμᾶς ἀπλανῶς καθοδηγῆσαι. κἀκεῖνο δὲ εἰδέναι προσήκει, ὅτι ὡς δεῖ εἰδέναι οὐκ οἶδεν βροτὸς τὴν ὁδὸν αὐτῆς. 28, οὐ δώσει συγκλεισμὸν ἀντ' αὐτῆς.
to deliver it, but we specifically need God as our teacher for this, and the sacred men who have been shown it by God. For this reason indeed the wise men of the Greeks, having sought godliness by their own power, missed the mark. For the matter is not attainable by humans, but they need divine gift and grace, whence also from the beginning God educated humans in godliness, partly through visions, partly through the visitation of angels, and partly through the holy prophets inspired by God. So there lies in nature a certain wisdom even in irrational creatures, as also in the bee, but especially in rational beings, from which we are moved toward arts and pursuits, since God by his word and understanding has honored man beyond the other animals, and this we all have in common, both unjust and just, godly and atheist. For inasmuch as we have become rational animals, we have received this from God. But perfect godliness, even if we have its seeds by nature, nevertheless to bring it to the highest pitch or to discover it from ourselves or to grasp it in place is impossible, but we need the divine and only grace for this, so that it may safely lead us by the hand toward it. For this reason it was also said in what came before: Is it not the Lord who teaches understanding and knowledge, since the possession is a gift of God. We must therefore seek, being moved by natural thoughts, but ask God to guide us unerringly to this. And it is fitting to know that too, that mortal man does not know its way as he ought to know it. 28. He will not give a closing in exchange for it.