συγκλεισμὸν ἔοικε λέγειν χρημάτων θησαυρὸν διὰ τὸ ταῦτα ἀσφαλῶς ἡμᾶς συγκλείειν. οὐκ ἔστιν οὖν, φησίν, πρᾶγμα ὤνιον ἡ τοιαύτη σοφία. 28, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Σουφείρ. οὐδέν, φησίν, τούτου τοῦ κτήματος ἴσον εὑρίσκεται, οὐδὲ ἀντι σταθμίζεσθαι δύναται τῇ σοφίᾳτοῦτο γὰρ λέγει τὸ οὐ συμβασταχθήσεται, οὐκ ἄριστος χρυσός, οὐκ ἀργυρίου πλῆθος. τὸ δὲ Σουφεὶρ ἐν τοῖς ἔμπροσθεν ἡρμηνεύσαμεν, ὅτι ἐπὶ πλούτου κεῖται ἡ λέξις. 28, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος. ἀλλ' οὐδὲ τῶν λίθων οἱ τιμιώτατοι, σαρδόνυξ καὶ σάπφειρος, οὐχ ἡ διαφανὴς ὕαλος τούτῳ τῷ κτήματι παρισωθήσεται. ταῦτα δὲ διεξέρχεται ὁ μακάριος Ἰὼβ πείθων τοὺς φίλους ὡς πάντων μᾶλλον καὶ ἐπίσταται τῆς θεοσεβείας τὸ ὑπερφυὲς καὶ διαφερόντως αὐτῆς περιέχεται. 28, καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ. ἀλλ' οὐδὲ δυνατὸν εἰπεῖν, ὡς πολλὰ κατ' αὐτὸν σκεύη χρυσᾶ ἀντάλλαγμα δύνανται τῆς σοφίας εἶναι. 28, μετέωρα γὰρ καὶ γάβις οὐ μνησθήσεται. τὸ γάβις τὰ ἐπηρμένα ἔοικε σημαίνειν· ὁ γὰρ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ὕ_ψ_η_ _κ_α_ὶ_ _ἐ_π_η_ρ_μ_έ_ν_α_ _ο_ὐ_ _μ_ν_η_σ_θ_ή_σ_ε_τ_α_ι_. λέγει δέ, ὅτι πρὸς σύγκρισιν τῆς σοφίας οὐδὲ μνήμης ἄξια τυγχάνουσι πάντα τὰ παρὰ ἀνθρώποις εἶναι δοκοῦντα ὑψηλὰ καὶ ἐπηρμένα. 28, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. ἐσώτατα ἢ τὰ ἐν τοῖς ταμείοις ἐναποκείμενα χρήματά φησιν ἢ τοὺς τιμίους λίθους τοὺς ἐκ τῶν ἐσωτέρων Ἰνδῶν ὡς ἡμᾶς κομιζομένους. πάντων οὖν, φησίν, κειμηλίων προτίμησον τὴν σοφίαν. καλῶς δὲ εἶπε· ἕλκυσον, οἱονεί·
He seems to call a "shutting up" a treasury of wealth, because these things securely shut us in. Therefore, he says, such wisdom is not a purchasable thing. 28, And silver shall not be set as an exchange for it; and it shall not be weighed together with gold of Souphir. Nothing, he says, is found equal to this possession, nor can it be weighed in the balance against wisdom—for this is what "it shall not be weighed together" means—not the finest gold, not an abundance of silver. And we explained "Souphir" in what came before, that the word refers to wealth. 28, In the onyx stone and the sapphire; gold and glass shall not be made equal to it. But not even the most precious of stones, the sardonyx and the sapphire, nor the transparent glass, shall be made equal to this possession. And the blessed Job goes through these things to persuade his friends that he, more than all, both understands the surpassing nature of godliness and clings to it in an exceptional way. 28, And its exchange is vessels of gold. But neither is it possible to say that many vessels of gold, in comparison with it, can be an exchange for wisdom. 28, For things suspended on high and gabis he shall not mention. "Gabis" seems to signify things lifted up; for Symmachus rendered it thus: things high and lifted up he shall not mention. And he says that, in comparison with wisdom, all the things that seem among men to be high and lifted up are not even worthy of mention. 28, And draw wisdom beyond the innermost things. "Innermost things" he means either the money stored away in the treasuries or the precious stones brought to us from the inner parts of India. Therefore, he says, prefer wisdom to all treasures. And he spoke well: "draw," as it were—
σπάσον ἐκ τῆς ἀληθινῆς σοφίας διὰ τῆς εὐσεβείας, κατὰ τὸ ἐν Ψαλμοῖς· τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα. ἐκεῖθεν γὰρ ἡμᾶς ἑλκύσαι ταύτην τὴν σοφίαν προσήκει, ἐκ τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. εἰ μὴ γὰρ κατὰ μετοχὴν καὶ μετάληψιν τῆς ἀληθινῆς σοφίας τοῦ λόγου τοῦ πατρικοῦ, τὴν κατὰ θεοσέβειαν σοφίαν ἀναλαβεῖν ἀδύνατον. ἕλκυσον, οὖν φησιν, σοφίαν, ἀντὶ τοῦ· πνεῦμα σοφίας, ὃ κατὰ μόνην τὴν χάριν τῆς θείας χορηγεῖται δωρεᾶς. 28, οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας. τὸ τὸ οὐκ ἔστιν ἄρθρον, ἀλλὰ μία λέξις ἐστὶ τοπάζιον. λέγεται δὲ ὁ λίθος εὑρίσκεσθαι παρ' Ἰνδοῖς καὶ εἶναι διαυγέστατος. 28, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. τὰ ἀλλήλοις ἀντισταθμιζόμενα εἰς ἑκατέρας κείμενα τὰς πλάστιγγας διὰ τῆς τρυτάνης ὁμοῦ συμβαστάζεται. οὐ συμβασταχθήσεται οὖν ἀντὶ τοῦ· οὐκ ἀντισταθμισθήσεται. 28, 22
ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως; λέληθε πάντα ἄνθρωπον, καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. αἱ μὲν οὖν, φησίν, μεταλλικαὶ ὗλαι καὶ τὸ χρυσίον καί, εἴ τι παρὰ ἀνθρώποις τίμιον, ἐν τόποις τισὶν εὑρίσκεται· τὸ δὲ τῆς σοφίας κλέος ἔφθασε μὲν καὶ μέχρι τῶν καταχθονίων, αὐτὴν δὲ τὴν σοφίαν, πρᾶγμα θεῖον καὶ ἀόρατον καὶ ἐκ μόνης θείας δωρεᾶς ἀνθρώποις χορηγούμενον, ζητῆσαι καὶ ἔν τινι τόπῳ καταλαβεῖν παντελῶς ἀδύνατον. εἰ δὲ ἀνθρώποις τοῖς λογικοῖς κατ' εἰκόνα θεοῦ γενομένοις ταύτην ἐν τόποις καταλαβεῖν οὐ δυνατόν, πολλῷ γε δήπουθεν τῇ ἀλόγῳ φύσει· τοῦτο γὰρ σημαίνων πετεινῶν ἐμνημόνευσεν.
Draw it from true wisdom through piety, according to what is in the Psalms: "I opened my mouth and drew in the Spirit." For it is from there that we ought to draw this wisdom, from the grace of our Lord Jesus Christ. For unless it be by participation and partaking of the true wisdom of the Father's Word, it is impossible to take up wisdom according to godliness. Draw wisdom, then, he says, instead of: the spirit of wisdom, which is supplied by the grace alone of the divine gift. 28, The topaz of Ethiopia shall not be equal to it. The "the" is not an article, but "topaz" is one word. The stone is said to be found among the Indians and to be most translucent. 28, It shall not be weighed together with pure gold. Things weighed against each other, placed in either pan of the balance, are weighed together by means of the scales. "It shall not be weighed together," then, instead of: it shall not be counterbalanced. 28, 22
But where was wisdom found? And what place is there of understanding? It has escaped every man, and it has been hidden from the birds of heaven; Destruction and Death said, But we have heard its fame. The metallic materials, then, he says, and the gold, and whatever is precious among men, are found in certain places; but the fame of wisdom has reached even as far as the underworld, yet wisdom itself, a divine and invisible thing and supplied to men by divine gift alone, it is altogether impossible to seek and to grasp in any place. And if for rational men, who were made in the image of God, it is impossible to grasp this in places, how much more surely for irrational nature; for this is what he meant by mentioning the birds.
28, ὁ κύριος εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς. τοῦτο οὖν τὸ ἀόρατον καὶ ἀκατάληπτον· σοφία, πόθεν τε καὶ πῶς εἰς ἀνθρώπους ἔρχεται, θεῷ μόνῳ τυγχάνει γνώριμον. 28, αὐτὸς γὰρ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα τε ἃ ἐποίησεν. μόνος οὖν ὁ παντεπόπτης θεὸς καὶ πανεπίσκοπος πᾶσαν τὴν κτίσιν ἐφορῶν τῆς σοφίας ἐπίσταται τὴν ὁδόν. 28, ἀνέμων σταθμὸν ὕδατός τε μέτρα· ὅτε ἐποίησεν οὕτως, ἰδὼν ἠρίθμησε καὶ ὁδὸν ἐν τινάγματι φωνάς. ὁ τοίνυν πάντα τὰ ποιήματα συμμέτρως καὶ ἀναλόγως δημιουργήσας, ὡς μήτε ἀνέμους τῇ ἀμετρίᾳ τοὺς ἐπὶ τῆς γῆς λυμαίνεσθαι, μήτε τῶν ὑδάτων τὴν φορὰν ἐκ τῆς ὁμοίας ἀμετρίας ἢ διαλύειν ἢ ἐπικλύζειν τὴν γῆν, καὶ τὰς βροντάς, ἃς τινασσόμενος ὁ ἀὴρ ἀποτελεῖ, χρησίμως κατεσκεύασεν· ταύτας γὰρ καλεῖ τὰς ἐν τινάγματι φωνάς. μάλιστα μὲν γὰρ εἰς δέος ἡμᾶς καὶ θεῖον ἐνάγουσι φόβον οἱ τῶν βροντῶν κτύποι. ὡς δέ φασιν, κατά τινα ἀντιπαθείας λόγον καταστέλλουσι κορυφούμενα τῆς θαλάσσης τὰ κύματα ὡς καὶ τὸν ψαλμῳδὸν λέγειν περὶ αὐτῶν· ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. 28, τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν. ταῦτα σοφῶς ἑτοιμάσας καὶ ἀκριβῶς ἐξιχνιάσαςἀντὶ τοῦ· εἰδὼς αὐτάκατὰ τοὺς τῆς οἰκείας προγνώσεως καὶ προνοίας λόγους, εἶτα καὶ δημιουργήσας καὶ πάντα εἰς φανερὸν ἀγαγὼν καὶ τὴν θαυμαστὴν ταύτην ἁρμονίαν τῶν οἰκείων ποιημάτων τεκτηνάμενος, τότε πάντα θεωρήσας καὶ ἰδών, ὅτι καλὰ λίαν, τότε καὶ ἡμῖν ἐξηγήσατο τὴν σοφίαν. πῶς ἐξηγήσατο;
28, The Lord well established her way, and he himself knows her place. This therefore is the invisible and incomprehensible thing: wisdom—whence and how it comes to men—is known to God alone. 28, For he alone surveys all things under heaven, knowing all things in the earth and all that he made. Therefore the all-seeing and all-observing God alone, surveying all creation, knows the way of wisdom. 28, The weight of the winds and the measures of the waters; when he made them thus, he saw and numbered them, and the way in the shaking of voices. He, then, who fashioned all his works with measure and proportion, so that the winds by their excess might not ravage the things on the earth, nor the rush of the waters by like excess either dissolve or flood the earth, and the thunders, which the air produces when shaken, he arranged for our benefit; for these he calls the voices in the shaking. For most of all the crashes of thunder lead us to awe and divine fear. But, as they say, by a certain principle of antipathy they calm the waves of the sea when they are cresting, so that the psalmist also says of them: At your rebuke they will flee, at the voice of your thunder they will be afraid. 28, Then he saw her and declared her, having prepared he searched her out. Having wisely prepared these things and accurately searched them out—instead of: knowing them according to the principles of his own foreknowledge and providence, and then also creating them and bringing all things into the open, and crafting this wondrous harmony of his own works—then, having contemplated all things and seen that they were very good, then he also declared wisdom to us. How did he declare it?
πίνακά τινα προθεὶς τῆς οἰκείας σοφίας τὰ δημιουργήματα, ἵνα ἀπὸ καλλονῆς καὶ μεγέθους τῶν κτισμάτων τὰ ἀόρατα τῆς σοφίας αὐτοῦ καταλαμβάνωμεν. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, φησί που ὁ θεῖος ἀπόστολος. τὸ δὲ ἑτοιμάσας ἐξιχνίασεν οὐ λέγει, ὅτι προεβουλεύσατο περὶ τῶν ποιημάτων ὁ θεὸς ὡς προβουλιῶν εἰς τὸ δημιουργεῖν δεόμενος· ὁμοῦ γὰρ ὃ θέλει καὶ παράγει, ὁμοῦ βούλεται καὶ εἰς ἔργον χωρεῖ τὸ βούλευμα. ἀλλὰ ἃ ἔδει παραγαγεῖν ἕτοιμα πάντα καὶ ἑδραῖα καὶ μετὰ πάσης ἀναλογίας ἐξιχνιασθέντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν. 28, εἶπεν δὲ ἀνθρώπῳ· ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. ἔδει τοιγαροῦν τὸν ἄνθρωπον κατ' εἰκόνα θεοῦ γενόμενον μέτοχον γενέσθαι τῆς σοφίας. ταύτην αὐτῷ δωρούμενος ἔφησε πρὸς αὐτὸν θεός· σύντομόν σου καὶ ἀπερίσπαστον παρέχω τὸ δῶρον, θεοσεβὴς γὰρ ἔσο καὶ ἄκακος. αὕτη γὰρ ἡ τῆς σοφίας καὶ ἐπιστήμης ἀνάληψις. ταῦτα μὲν οὖν ὁ μακάριος Ἰὼβ εἶπεν θεοῦ δύναμιν καὶ σοφίαν ἀποθαυμάζων καὶ πείθων τοὺς φίλους, ὡς οὐδὲν θεοσεβείας ἄμεινον. ὁ δὲ νοῦς ἁπάντων τῶν γεγραμμένων οὗτος· εἰ βούλεσθε θεοῦ σοφίαν ἀποθαυμάσαι, κατανοήσατε πρῶτα μέν, πῶς σοφῶς τὴν ἀνθρώπου κατεσκεύασε φύσιν ὡς δύνασθαι καὶ γῆν μεταλλεύειν καὶ ἐξ ἀφανοῦς εἰς τὸ φανερὸν τὰς τιμίας παράγειν ὕλας, καὶ ἀροῦν καὶ σπείρειν καὶ τοὺς ἐκ τῆς γῆς καρποὺς ἀποδρέπεσθαι πηγάς τε ὑδάτων ἀναστομοῦν.
Having set forth, as it were, a kind of tablet of his own wisdom—the works of creation—so that from the beauty and grandeur of created things we might grasp the invisible things of his wisdom. For his invisible things are clearly seen from the creation of the world, being understood through the things he has made, both his eternal power and divinity, so that they are without excuse, as the divine apostle says somewhere. But the phrase "having prepared, he searched out" does not mean that God took prior counsel concerning his works, as though he needed deliberations in order to create; for at once he wills and brings forth, at once he wills and the counsel proceeds to action. Rather, all the things he was to bring forth he brought out of non-being into being ready, firm, and searched out with all proportion. 28, And he said to man: Behold, godliness is wisdom, and to abstain from evils is knowledge. Man, then, having come to be in the image of God, ought to have become a partaker of wisdom. Bestowing this on him, God said to him: I give you my gift brief and undistracted—for be godly and guileless. For this is the reception of wisdom and knowledge. These things, then, the blessed Job said, marveling at God's power and wisdom and persuading his friends that nothing is better than godliness. And the meaning of all that has been written is this: if you wish to marvel at God's wisdom, consider first how wisely he fashioned man's nature, so that he can both mine the earth and bring precious materials from the unseen into the open, and plow and sow and reap the fruits from the earth, and open up springs of waters.
κατανοήσατε δὲ καὶ τὰ τοῦ θεοῦ ποιήματα, ὡς ἅπαντα ἐν ἁρμονίᾳ καὶ σταθμοῖς καὶ μέτροις καὶ ἀναλογίᾳ τινὶ θαυμασίᾳ πρὸς ἄλληλα
συνεκεράσθησαν. ἐκ δὲ ταύτης τῆς κατανοήσεως ἐπὶ τὴν θεοσέβειαν ὁδεύοντες πάντων αὐτὴν προτιμήσωμεν πεπεισμένοι σαφῶς, ὡς οὐδὲν μὲν αὐτῇ τῶν τιμίων ἀντιπαραβάλλεται, αὐτὴ δέ ἐστιν ἡ ὄντως σοφία καὶ ἐπιστήμη ἐκ θεοῦ χορηγουμένη ἀνθρώποις.
εἰ δὲ ταῦτα θαυμαστὰ καὶ ἀξιάγαστα, τί ἄν τις νοήσαι {δύναται} περὶ τῆς οὐσιώδους σοφίας, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, τοῦ ἐκ τῶν πατρικῶν ἀχρόνως ἀναλάμψαντος κόλπων, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὡς ὁ ἱερὸς ἀπόστολος ἔφη. ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ· τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν; Προθεωρία τοῦ κεφαλαίου θαυμασίως τοῦ Ἰὼβ τὰ περὶ δυνάμεως θεοῦ καὶ σοφίας ἐξηγησαμένου καὶ διδάξαντος, ὡς πάντων τιμίων ἡ σοφία τιμιωτέρα καὶ σοφὸς ἐκεῖνος ὁ θεοσεβὴς καὶ ἄκακος, οἱ μὲν φίλοι πάλιν ἡσύχασαν οὐδὲν ἀντιλέγειν ἔχοντες πρὸς τὰ εἰρημένα. διὸ πάλιν ὁ Ἰὼβ ἐξ ἑτέρας ἀρχῆς ποιεῖται τὸν λόγον ἐρῶν μὲν γενέσθαι ἐν τῇ πρώην εὐδαιμονίᾳ καὶ ὑπὸ τὴν ἐπισκοπὴν καὶ ἐποπτικὴν τοῦ θεοῦ δύναμιν, ἐκδιδάσκων δέ, ὡς ἀξιέραστον ὁ θεόσδοτος πλοῦτος ἐλεημοσύνῃ συμπεπλεγμένος καὶ ἐπαινετὸν ἡ περιφάνεια δικαιοσύνῃ συγκεκραμένη. ὕλη γὰρ τὰ πράγματα τῷ φιλοσόφῳ πρόκεινται λογισμῷ, οἷς ἐάν τις κέχρηται κατὰ τὸ τοῦ λόγου βούλημα, θεοσεβὴς ὁμοῦ καὶ φιλόθεος καὶ μακαριστὸς ἀναδείκνυται.
Consider also the works of God, how all things have been blended together in harmony and in weights and measures and in a certain wondrous proportion to one another. And journeying from this contemplation to piety, let us prefer it above all things, being clearly persuaded that nothing honorable can be compared with it, and that it is itself the true wisdom and knowledge, supplied by God to men.
But if these things are wondrous and worthy of admiration, what could one conceive concerning the essential wisdom, the only-begotten Son of God, who shone forth timelessly from the Father's bosom, our Lord Jesus Christ? For Christ is the power of God and the wisdom of God, as the sacred apostle said. CHAPTER TWENTY. Beginning of the passage: And Job, having added further, spoke in the preface: Who would set me according to the month before the days in which God guarded me? Preliminary exposition of the chapter. Since Job wondrously expounded the things concerning the power and wisdom of God and taught that wisdom is more honorable than all honorable things, and that the godly and guileless man is wise, his friends again fell silent, having nothing to say against what had been spoken. Therefore Job again makes his speech from another beginning, desiring to be in his former prosperity and under the oversight and supervisory power of God, and teaching that God-given wealth entwined with almsgiving is worthy of love, and that prominence blended with righteousness is praiseworthy. For the affairs are set before the philosopher's reasoning as material, and if one uses them according to the will of the Word, he is shown to be at once godly and God-loving and blessed.
πολλὰ δὲ τῶν φίλων αὐτὸν ἐπ' ἀσεβείᾳ καὶ ἀδικίᾳ διαβεβληκότων τῶν ἰδίων ἀνδραγαθημάτων ποιεῖται κατάλογον μονονουχὶ λέγων, ὅπερ ὕστερον ὁ ἀπόστολος ἔφη· γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. εἰ γὰρ καὶ γέγραπται· ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὰ σὰ χείλη, ἀλλὰ μάλιστα μὲν τοὺς τελείους πρὸς τοὺς τοιούτους ἐξάγει λόγους ἡ ἀνάγκη πολλάκις ἀπαθῶς καὶ ἀτύφως τὰ καθ' ἑαυτοὺς ἐξηγουμένους. οἰκονομεῖ δὲ καὶ θεὸς ταῦτα οὕτω γίνεσθαι πρὸς οἰκοδομὴν ἡμετέραν, ἵνα τῶν ἁγίων ἀνδρῶν τοὺς βίους ἀπεξεσμένας εἰκόνας ἀρετῆς ἔχοντες καὶ πρὸς αὐτὰς ἐνατενίζοντες τὸν ἡμέτερον ῥυθμίζωμεν βίον. ἐκτραγῳδεῖ δὲ καὶ τὰ καθ' ἑαυτόν, ἵνα ἡμεῖς ἐν ταῖς περιστάσεσι πρὸς τὰ τοῦ Ἰὼβ παθήματα βλέποντες παραμυθώμεθα. διδάσκει δὲ καὶ δόγμα κάλλιστον τὸ μὴ δεῖν ἑαυτὸν ἐξάγειν τοῦ σώματος διὰ τὸν συνδήσαντα θεὸν τὴν ψυχὴν τῷ σώματι. πάλιν δὲ οὐχ, ὅτι δίκαιός ἐστι καὶ πάσχει, προστίθεται τῇ μερίδι τῶν ἀσεβῶν, ἀλλὰ καὶ ταλανίζει τούτους· καὶ ἐφεξῆς κατάλογον ποιεῖται τῶν οἰκείων κατορθωμάτων εἰς ἡμετέραν διδασκαλίαν τε καὶ ὠφέλειαν. ταῦτα εἰρηκὼς ὁ Ἰὼβ τὸν λόγον κατέλυσεν· ἡσύχασαν δὲ καὶ οἱ φίλοι μηδὲν ἀντιλέγειν ἔχοντες πρὸς τὰ εἰρημένα. συνηπίσταντο γὰρ καὶ αὐτοὶ τῷ δικαίῳ τὰ κατορθώματα. ἦν γάρ, φησίν, Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν. Αἱ λέξεισ 29, τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν; θείαν ἐπισκοπὴν λέγει καὶ φυλακὴν οὐ μόνον τὴν εὐπαιδίαν καὶ τοῦ πλούτου τὴν περιουσίαν, ἀλλ' ὅτι καὶ ἐν τοσαύτῃ περιφανείᾳ τὸ δίκαιον ἄκρως ἐφύλαξεν ὑπὸ τῆς ἐπισκοπῆς τοῦ θεοῦ φρουρούμενος.
But since many of his friends had slandered him with impiety and injustice, he makes a catalogue of his own noble deeds, all but saying what the apostle later said: "I have become foolish in boasting; you compelled me." For even if it is written, "Let your neighbor praise you, and not your own lips," nevertheless necessity often draws such words especially from perfect men, when they set forth their own circumstances without passion and without vanity. And God also arranges that these things happen thus for our edification, so that, having the lives of holy men as polished images of virtue and gazing upon them, we may order our own life accordingly. He also dramatizes his own circumstances, so that we, in times of trial, looking to the sufferings of Job, may be comforted. He also teaches a most excellent doctrine: that one ought not to take oneself out of the body, because of God who bound the soul to the body. Again, he does not, because he is righteous and suffers, join himself to the lot of the impious, but he also counts them wretched; and in sequence he makes a catalogue of his own right actions for our instruction and benefit. Having said these things, Job ended his speech; and his friends also fell silent, having nothing to say in contradiction to what had been spoken. For they themselves also knew the righteous man's right actions. For Job, it says, was righteous in their sight. The words of chapter 29: "Who would set me according to the month before the days which God guarded for me?" He speaks of divine visitation and guardianship—not only the blessing of good children and the abundance of wealth, but that even in such great prominence he kept righteousness perfectly, guarded by the visitation of God.
διὸ καὶ ἐν ἐκείνοις εὔχεται γενέσθαι οἷα φιλόθεος ὑπὸ τῆν τοῦ θεοῦ σκέπην εἶναι ποθῶν. 244 29, ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. λύχνος τοῖς ποσί μου ὁ νόμος σου, ἔφη που ψάλλων ὁ μελωδός. ὁ θεῖος οὖν νόμος καὶ λόγος ἐν διανοίᾳ τοῦ Ἰὼβ ὑπὸ τοῦ θεοῦ λαλούμενοςοὔπω γὰρ ἦν ὁ γραπτὸς νόμοςπαρεσκεύασεν αὐτὸν ἐν τῇ σκοτομήνῃ τοῦδε τοῦ βίου ὡς ἐν φωτὶ πορεύεσθαι καὶ τὰς κατ' ἀρετὴν ἐκτελεῖν πράξεις οἷά τις λύχνος ὑπὲρ κεφαλῆς τουτέστιν ἄνωθενλάμπων καὶ ἀσφαλῆ τὴν πορείαν παρέχων ποιεῖσθαι τοῖς διοδεύουσιν. φησὶν οὖν ὅτι· καὶ πᾶσι τοῖς ἀνθρωπίνοις ἐκόμων ἀγαθοῖς καὶ ἀσφαλῶς τὰς κατ' εὐσέβειαν ὥδευον τρίβους τῷ θείῳ φωτὶ καταλαμπόμενος. 29, ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς. ὅτε πανταχόθεν ἔβριθον καὶ ὥσπερ τὰ εὔκαρπα φυτὰ κατεβαρούμην τοῖς ἀγαθοῖς διὰ πάσης ὁδοῦ, τοῦτο μὲν τοῖς ἔξωθεν, τοῦτο δὲ καὶ ταῖς κατ' εὐσέβειαν πράξεσιν, οὐ
κοῦφός τις ὢν καὶ εὐρίπιστος, ἀλλ' ἐμβριθὴς καὶ στερεὸς τὸ ἦθος καὶ ἀκλονήτως τὸ καλὸν μετερχόμενος. 29, ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου, ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες. ὅτε τοῦ θεοῦ τῆς οἰκείας ἐπισκοπῆς ἀξιοῦντος τὰ κατ' ἐμὲ ὕλην εἶχον ἀρετῆς τὸν πλοῦτον καὶ τὴν εὐπαιδίαν, τοὺς μὲν παῖδας κατὰ τὸ θεῖον ἐκτρέφων βούλημα, κοινωνῶν δὲ τοῦ πλούτου τοῖς πένησιν. 245 29, ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. διὰ τούτων τῶν βοσκημάτων σημαίνει τὸ πλῆθος ὡς πανταχοῦ νεμομένων ἔν τε ὄρεσι καὶ ἐν τοῖς πεδίοις·
Therefore he also prays to be among those, longing as a lover of God to be under God's protection. "As when his lamp shone above my head, when by his light I walked in darkness." "Your law is a lamp to my feet," the psalmist says somewhere in song. The divine law and word, then, spoken by God in Job's mind—for the written law did not yet exist—prepared him to walk in the darkness of this life as in light and to perform the deeds of virtue, like a lamp above his head, that is, shining from above and enabling those who travel to make their journey safely. He says, then: "And I flourished in all human goods and walked safely in the paths of piety, illumined by the divine light." "When I was pressing heavily upon the roads." When I was weighed down on every side and, like fruitful plants, was burdened with good things through every path—both in external matters and in the deeds of piety—not being light and easily swayed, but weighty and firm in character and pursuing the good unshakably. "When the Lord made visitation of my house, when I was very wooded, and my children were round about me." When God deemed me worthy of his own visitation, I had wealth and goodly children as material for virtue, rearing the children according to the divine will and sharing my wealth with the poor. "When my paths flowed with butter, and my mountains flowed with milk." Through these flocks he signifies abundance, as they grazed everywhere both on the mountains and in the plains.
ἀπὸ γὰρ βουτύρου καὶ γάλακτος τῶν τε βουκολίων τὸ πλῆθος καὶ θρεμμάτων τὰς ἀγέλας ἐμήνυσεν. 29, ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. οἷά τις ἄρχων καὶ διδάσκαλος ἀρετῆς οὐχ ὕπνῳ καὶ μέθαις ἐσχόλαζεν, ἀλλ' ἑωθινὸς ἐν ταῖς πλατείαις καθῆστο νόμος καὶ τύπος τοῖς ἐν τῇ πόλει γινόμενος. 29, ἰδόντες με νεανίσκοι ἐκρύβησαν. οἱ τὸ νεωτερικὸν ἦθος ἔχοντες αἰδούμενοι τοῦ μεγάλου Ἰὼβ τὴν ἀρετὴν ἀπεκρύπτοντο. 29, πρεσβύτεροι δὲ πάντες ἔστησαν. πρὸς μὲν τὸ ῥητὸν οἱ μὲν νέοι ἀπεκρύπτοντο, οἱ δὲ καθ' ἡλικίαν πρεσβῦται ἵσταντο τιμῶντες. πρὸς δὲ διάνοιαν πρεσβυτικὴν ἔχοντες φρόνησιν ἵσταντο τῶν αὐτοῦ λόγων ἐπακροώμενοι. 29, ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. πρὸς μὲν ῥητὸν ἁδροὺς τοὺς πλουσίους λέγει εὐλαβουμένους αὐτὸν καὶ σιωπῶντας καὶ διὰ τοῦ τὸν δάκτυλον ἐπιτιθέναι τῷ στόματι ἀλλήλοις διανεύοντας καὶ τὴν σιωπὴν ἐγκελευομένους. πρὸς δὲ διάνοιαν καὶ οἱ τῷ λόγῳ καὶ τῇ διδασκαλίᾳ πλούσιοι παρεχώρουν τῇ τοῦ Ἰὼβ διδαχῇ καὶ εἰς μαθητῶν καθίσταντο χώραν σιωπῇ τῶν λεγομένων ἐπακροώμενοι. 246 29, οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με καὶ ἡ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη, ὅτι ὠτίον ἤκουσε καὶ ἐμακάρισέ με. τὸ καὶ ἡ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη συνῆπται τῷ δάκτυλον ἐπιθέντες ἐπὶ στόματι, ἵνα εἴπῃ ὅτι· ἀχανεῖς ἔμενον. ἐμακάριζον δὲ αὐτὸν οἱ τὰ κατ' αὐτὸν ἀκούοντες καὶ οἱ ἔχοντες ὠτίον ἐπιτήδειον εἰς συνετῶν λόγων ἀκρόασιν καὶ τῆς αὐτοῦ διδασκαλίας ἀπολαύοντες. 29, ὀφθαλμὸν δὲ ἰδών με ἐξέκλινεν. οὐκ ἰσχύων ἀντειπεῖν.
For by butter and milk he indicated the abundance of his herds and the flocks of his cattle. "When I went out early to the city, and my seat was set in the streets." Like some ruler and teacher of virtue, he did not devote himself to sleep and drunkenness, but at dawn he sat in the streets, becoming a law and pattern for those in the city. "Seeing me, the young men hid themselves." Those of youthful character, reverencing the virtue of the great Job, concealed themselves. "And all the elders stood up." According to the literal sense, the young men hid themselves, while the elders by age stood honoring him. According to the deeper meaning, those possessing an elder's wisdom stood listening to his words. "And the stout ceased speaking, laying a finger on the mouth." According to the literal sense, he calls the rich "stout," who reverenced him and were silent, and by laying a finger on the mouth signaled to one another and enjoined silence. According to the deeper meaning, even those rich in word and teaching yielded to Job's teaching and took the place of disciples, listening in silence to what was said. "And those who heard blessed me, and their tongue cleaved to their throat, because the ear heard and blessed me." The phrase "and their tongue cleaved to their throat" is joined to "laying a finger on the mouth," so as to say that they remained gaping. And those who heard of his deeds blessed him, and those who had an ear suited for hearing the words of the wise and enjoyed his teaching. "And seeing me, the eye turned aside." Not being able to contradict him.
29, διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς ἐβοήθησα. τὰς αἰτίας εἴπαμεν, δι' ἃς τῶν οἰκείων κατορθωμάτων οἱ δίκαιοι ποιοῦνται τὸν κατάλογον, ἐν τῇ προθεωρίᾳ. 29, εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἐπέλθοι, στόμα δὲ χήρας με εὐλόγησεν. ὁ μέλλων ἀπόλλυσθαι καὶ μὴ ἀπολόμενος διὰ τὸ τῆς αὐτοῦ τυχεῖν ἐπικουρίας καὶ ἡ χήρα δὲ ἡ ἀπροστάτητος προστάτην αὐτὸν κτησαμένη δικαίως αὐτὸν ηὐλόγουν. 29, δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι. κρίμα λέγει τὴν δικαιοκρισίαν, καὶ ταῦτα μὲν τὰ θαυμαστὰ τοῦ Ἰὼβ ἄμφια. ἐξ ἐναντίας δὲ τὰ τῶν ἀσεβῶν· ἐνδύονται γὰρ κατάραν ὡς ἱμάτιον καὶ περιβάλλονται ὡσεὶ διπλοίδα αἰσχύνην αὐτῶν, ὡς τὸν ἑκατοστὸν ὄγδοον ὕμνον ἀναβαλλόμενος ὁ μεγαλογράφος ἐδίδαξεν. 29, ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. τὰ λείποντα τοῦ σώματος μέλη προσανεπλήρου τοῖς δεομένοις τῇ τῶν ἀναγκαίων ἐπιχορηγίᾳ. καὶ τὰς τυφλὰς δὲ διανοίας διήνοιγε καὶ τῶν ποδῶν τῆς ψυχῆς ἰσχυροποίει τὰς βάσεις τῷ διδασκαλικῷ λόγῳ χρώμενος. 29, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων· δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. διαγνωστικῶς τῶν δικαζομένων ἀκούων οὐδὲν προακηκοὼς οὐδὲ προμεμαθηκὼς ἔκ τινος τῶν μερῶν οὐδὲ προδιαφθαρεὶς τὴν ἀκοὴν ἐξιχνίασα καὶ ἐπιμελῶς ἀναζητήσας κατείληφα τὸ δίκαιον. 29, συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. ὅτε, φησίν, οἱ ἀδικήσαντες ἔδοξαν ἐν βεβαίῳ ἔχειν τὰ ἀφαιρεθέντα, ὡσπερεί τινων θηρίων ἐκ μέσων τῶν ὀδόντων ἐκσπάσας τὰ ἁρπασθέντα τοῖς ἀδικηθεῖσιν ἀπεκατέστησα. 29, εἶπα δέ· ἡ ἡλικία μου γηράσει.
29. For I saved the poor man from the hand of the powerful, and I helped the orphan who had no helper. We have stated the reasons why the righteous make the list of their own achievements, in the preliminary discussion. 29. May the blessing of the perishing man come upon me, and the mouth of the widow blessed me. The man who was about to perish and did not perish because he obtained his assistance, and the widow who had no protector, having gained him as a protector, rightly blessed him. 29. But I had clothed myself in righteousness, and I put on judgment like a double cloak. He calls judgment the righteous judgment, and these are the wonderful garments of Job. But the garments of the impious are the opposite; for they clothe themselves in a curse like a garment and wrap themselves in their shame as in a double cloak, as the great writer taught, taking up the hundred and eighth hymn. 29. I was an eye to the blind, and a foot to the lame. He supplied the missing members of the body to those in need by the provision of necessities. And he opened blind minds and strengthened the bases of the feet of the soul, employing the teaching word. 29. I was a father to the helpless; and a cause that I did not know, I searched out. Hearing the litigants with discernment, having heard nothing beforehand nor learned beforehand from any of the parties, nor having my hearing corrupted beforehand, I searched out and, having carefully investigated, I grasped what was just. 29. And I crushed the molars of the unjust, and from the midst of their teeth I snatched away the prey. When, he says, those who had done wrong seemed to hold securely what they had taken, as if snatching the seized things from the midst of the teeth of certain wild beasts, I restored them to those who had been wronged. 29. And I said: My age will grow old.
ταῦτα ποιῶν μέχρι τέλους ἔχειν ἤλπισα τὰ ἀγαθά. 29, ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω. ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος καὶ δρόσος αὐλισθήσεται ἐν
τῷ θερισμῷ μου. ταῦτα, φησίν, ἔλεγον κατ' ἐμαυτόν, ὅτι δικαιοσύνῃ συζῶν καὶ τῆς θείας ἀπολαύων ἐπικουρίας ἀειθαλὴς ἔσομαι καὶ πολυχρόνιος· τοιοῦτον γὰρ ὁ φοῖνιξ. καὶ ὥσπερ τὰ δένδρα τὰ ἐπὶ ὑδάτων τὰς ῥίζας ἔ χοντα, οὕτως ἤλπιζον ἀνθηρὸς εἶναι καὶ κατάκαρπος. καὶ ὡς καρποὶ δρόσου καὶ ὑετῶν ἀπολαύσαντες καὶ πλήρεις γενόμενοι καθ' ὥραν θερίζονται, οὕτως ἤλπιζον καταγηράσας τοῖς ἀγαθοῖς μεταλλάξειν τὸν βίον. 29, ἡ δόξα μου κενὴ μετ' ἐμοῦ καὶ τὸ τόξον μου ἐν τῇ χειρὶ αὐτοῦ πορεύσεται. ἔλεγον δέ, φησίν, ὅτι καὶ τὸ τόξον μου ἐν τῇ τοῦ θεοῦ χειρὶ πορεύσεται καὶ κατὰ σκοπὸν πάντα μοι ἐκβήσεται, ὡς βέλος ὑπὸ εὐφυοῦς τοξότου πεμπόμενον εὐθὺ τοῦ σκοποῦ φέρεται. λέγει οὖν ὅτι· ὑπὸ μὲν τῆς θείας χειρὸς ὑπενόουν ὁδηγεῖσθαι τὰ κατ' ἐμέ, νῦν δὲ κενή μου γέγονεν ἡ δόξα καὶ ἡ ἐλπίς, τουτέστι ματαία, εἰς τοὐναντίον μοι τῶν πραγμάτων περιτραπέντων. 29, ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ, ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο. νόμον ἡγούμενοι καὶ κανόνα καὶ στάθμην τὰ ἐμὰ ῥήματα, καὶ οὔτε προσθεῖναί τι τούτοις οὔτε ἀφελέσθαι δυνάμενοι. 29, περιχαρεῖς δὲ ἐγένοντο, ὁπόταν αὐτοῖς ἐλάλουν, ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιὰν προσεδέχοντο. ἔγκαρπα γὰρ ἦν αὐτοῦ τὰ ῥήματα καὶ δραστήριον εἶχον δύναμιν ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς· πρῶτον γὰρ ἐποίει, εἶτα ἐδίδασκεν.
Doing these things, I hoped to possess good things until the end. 29. Like the trunk of a palm tree, I shall live a long time. My root is opened upon the water, and dew shall lodge in my harvest. These things, he says, I said to myself: that living with righteousness and enjoying divine assistance, I would be ever-blooming and long-lived; for such is the palm tree. And just as trees that have their roots upon the waters, so I hoped to be flourishing and fruitful. And as fruits that have enjoyed dew and rains and have become full are harvested in due season, so I hoped that having grown old in good things I would depart this life. 29. My glory is empty with me, and my bow shall go in his hand. I said, he says, that my bow also would go in the hand of God and that all things would turn out for me according to my aim, as an arrow sent by a skilled archer is borne straight to the mark. He says, then, that I supposed the things concerning me were guided by the divine hand, but now my glory and my hope have become empty, that is, vain, since circumstances have turned out for me to the opposite. 29. Those who heard me gave heed, and they were silent at my counsel, and at my word they did not add. Regarding my words as law and canon and plumb line, and being able neither to add anything to these nor to take away. 29. And they rejoiced greatly whenever I spoke to them; as the thirsty earth receiving the rain, so these received my speech. For his words were fruitful and had an effective power in the souls of the hearers; for first he did, then he taught.
ἔπαινος δὲ καὶ τοῦ λέγοντος, ὅταν ἐμπράκτους ἔχῃ τοὺς λόγους, καὶ τοῦ ἀκούοντος, ὅταν μετὰ δίψης ἀκούσῃ καὶ πόθου. 29, ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν. διὰ τὸ ἀσύνηθες πεῖραν εἶναι τὸ πρᾶγμα νομίζοντες. ἐν τούτοις δὲ ἦθος ὑπέγραψε διδασκαλικόν· οὕτω γὰρ ἐμβριθῆ καὶ ἀμείλικτον εἶναι εἰς πᾶσαν γλυκυθυμίαν προσήκει τὸν θεῖον διδάσκαλον ὡς καὶ προσγελῶντα μὴ πιστεύεσθαι. 29, καὶ φῶς τοῦ προσώπου μου οὐ κατέπιπτεν. ἀλλὰ καὶ θεία χάρις, φησίν, τοῦ προσώπου μου ἀπέλαμπε τῆς κατὰ ψυχὴν εἰρήνης προφαίνουσα τὸ κάλλος διὰ τῶν παρειῶν. ἢ καὶ τοῦτο λέγει ὅτι· τῶν ἐμῶν λόγων οὐδὲ εἷς ἦν σκοτεινὸς οὐδὲ ἀφεγγής, ἀλλὰ πάντες φωτὸς πεπληρωμένοι· πρόσωπον γὰρ διδασκάλων ἡ αὐτῶν διδαχή· διὰ γὰρ τοῦ χαρακτῆρος τὸν πατέρα τοῦ λόγου γνωρίζομεν. 29, ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις. οὐ βίᾳ δὲ τὴν αὐτῶν ἀρχὴν ἥρπασα, ἀλλ' ἐπειδὴ τὰ συμφέροντα αὐτοῖς ἐκλεγόμενος εἰσηγούμην καὶ τὴν κατ' ἀρετὴν αὐτοῖς ὁδὸν ὑπεδείκνυον, ἄρχοντά με ἑαυτῶν ἀνέδειξαν, καὶ οὕτως ὑπετάγησάν μοι ὥσπερ στρατιῶται βασιλεῖ. εἴληπται δὲ τὸ ὄνομα αὐτῶν μονοζώνων ἔκ τινος κατὰ τὴν ὅπλισιν ἰδιότητος. 29, ὃν τρόπον παθεινοὺς παρεκάλουν. ἀλλὰ καὶ ἐν πάθεσιν αὐτοὺς ὄντας, ἢ τοῖς κατὰ ψυχὴν ἢ τοῖς ἔξωθεν, λόγοις τε καὶ ἔργοις παρεμυθούμην. 250 30, νυνὶ δὲ κατεγέλασάν μου, ἐλάχιστοι νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων.
And it is a praise both of the speaker, when he has his words in deeds, and of the hearer, when he hears with thirst and longing. 29. If I laughed at them, they would not believe it. Because, being unaccustomed to it, they thought the matter was a test. In these things he sketched a didactic character; for the divine teacher ought to be so weighty and inexorable toward all sweetness of temper that even when he smiles he is not believed. 29. And the light of my face did not fall. But also divine grace, he says, shone forth from my face, revealing the beauty of the peace of the soul through the cheeks. Or he says this too: that not one of my words was dark or without light, but all were filled with light; for the face of teachers is their teaching; for through the character we recognize the father of the word. 29. I chose their way and sat as a ruler and dwelt as a king among the single-girded. I did not seize their rule by force, but since, choosing what was advantageous for them, I introduced it and pointed out to them the way according to virtue, they appointed me ruler over themselves, and thus they were subject to me as soldiers to a king. And the name of the single-girded is taken from some peculiarity in their arming. 29. In the manner of the afflicted I comforted them. But also when they were in sufferings, either those of the soul or those from outside, I consoled them by words and deeds. 30. But now they have laughed at me, the least now admonish me in turn, whose fathers I despised, whom I did not consider worthy of my nomadic dogs.
ἀλλ' εἰς τοσαύτην περιετράπη μεταβολὴν τὰ κατ' ἐμέ, ὡς τοὺς ἐλαχίστους δι' ἀπορίαν καὶ δυσγένειαν καὶ τὸ τῆς ἡλικίας νεώτερον καὶ τὸ παντάπασιν ἀχρείους εἶναι διὰ τὸ εἶναι πονηροὺς νουθετεῖν με ἐν μέρει, τουτέστιν οἴεσθαι διὰ τῆς νουθεσίας μέρος τι ἀνταποδιδόναι μοι τῶν εὐεργεσιῶν ὧν εἰς αὐτοὺς προεισήνεγκα. τὸ οὖν μηδὲ κυσὶν αὐτοὺς παραβάλλειν οὐκ ἀλαζονείας ῥῆμα, ἀλλὰ δεῖγμα τῆς ἐκείνων παντελοῦς ἀχρειότητος. κατὰ μὲν οὖν τὸ πρόχειρον περὶ ἑταίρων τινῶν ἔοικε λέγειν πτωχῶν καὶ εὐτελῶν ἀνδρῶν· ὡς δὲ πτωχούς τινας ἐθελοδιδασκάλους αἰνίττεται, δῆθεν περὶ ἄλλων λέγων καὶ περὶ ἐκείνων τὸν λόγον μηκύνων, νῦν οὖν, φησίν, νουθετοῦσί με οὐκ ἄξιοι ὄντες λόγους μοι εἰς συμβουλὴν εἰσφέρειν, ἐπειδὴ οὐδὲ οἱ πατέρες αὐτῶν τοιαύτην τινὰ δύναμιν ἀρετῆς κέκτηνται, ὡς ἄξιοι φαίνεσθαι τοῦ πιστευθῆναι τῶν λογικῶν θρεμμάτων τὴν φυλακήν, ἵνα εἴπῃ ὅτι· οὐδὲ οἱ πατέρες αὐτῶν τοὺς ἐμοὺς μαθητὰς νουθετεῖν ἄξιοι, καὶ νῦν οὗτοι νουθετεῖν ἐπιχειροῦσιν ἐμέ. ἢ οὖν τοῦτο λέγει καὶ οὐ κυσὶν ἀνθρώπους παραβάλλει, ἀλλὰ τὴν ἑαυτοῦ διδασκαλίαν καὶ
But my circumstances were turned into such a great change that the least, because of poverty and low birth and the younger age and their being altogether worthless because they are wicked, admonish me in turn—that is, they think that through admonition they are repaying me some part of the benefits I had previously conferred on them. So then, that he does not even compare them to dogs is not a word of arrogance, but a proof of their complete worthlessness. At first glance, then, he seems to be speaking about certain poor and insignificant companions; but he hints at certain poor would-be teachers, ostensibly speaking about others and prolonging his account about them. Now, then, he says, they admonish me, though they are not worthy to bring words of counsel to me, since not even their fathers possessed any such power of virtue as to appear worthy to be entrusted with the guarding of rational flocks—so that he may say: not even their fathers are worthy to admonish my disciples, and now these men attempt to admonish me. Either, then, he says this and does not compare men to dogs, but his own teaching and
φυλακὴν τῶν λογικῶν θρεμμάτων τῇ ἐκείνων παρεξετάζεικυνῶν γὰρ ἡ γραφὴ ἐπὶ ἐπαίνου μέμνηται διὰ τὸ φυλακτικὸν καὶ εὔνουν καὶ ἐπάγρυπνον ὡς ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν αὐτῶν, ἢ καὶ εὐτελεῖς τινες καὶ πονηροὶ αὐτὸν ἄνδρες ἐκερτόμουν, περὶ ὧν ἐπάγει καὶ τὰ ἐφεξῆς· 251 30, καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι; ἀλλ' οὐδὲ ᾔτησα ἐπικουρίαν παρ' αὐτῶν, ἵνα διὰ τοῦτο τοιούτοις πρὸς ἐμὲ χρήσωνται ῥήμασιν. 30, ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια. ἢ τοῦτο λέγει, ὅτι οὐκ ἔσχον γνώμην συνεσταλμένην, ἀλλὰ θρασεῖαν· ἢ ὅτι πάλαι δίκην ἐχρεώστουν πονηροὶ ὄντες καὶ τρόπον τινὰ ἀπέπτη αὐτῶν ἡ τιμωρία· ἢ ὅτι θανάτου ἐπιθυμοῦντες διὰ τὸ ἐνδεὲς καὶ τὴν ἄκραν πενίαν οὐ τυγχάνουσιν. 30, ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος. ἀλλὰ καὶ ἐνδεεῖς εἰσιν, καὶ λιμώττοντες τρόπον ἐφευρεῖν καὶ γεννῆσαι ποριστικὸν οὐκ ἠδύναντο· τοῦτο γὰρ ἔοικε σημαίνειν τὸ ἄγονος. ἢ καὶ τοῦτο λέγει, ὅτι οὐδὲ ὑπὸ τῆς ἐνδείας ἐσωφρονίσθησαν γεννητικοὶ γενέσθαι τοῦ καλοῦ, ἀλλ' ἔμειναν ἄγονοι, γεννῆσαί τι ἀγαθὸν οὐ δυνάμενοι. δύναται δὲ καὶ καθ' ἑαυτὸν ὁ στίχος νοούμενος {εἶναι}πολλὰ γὰρ τῶν στιχηρῶν καθ' αὑτὰ νοοῦνταισημαίνειν τοὺς μὴ ἀπολαύσαντας λόγου διδασκαλικοῦ τροφῆς καὶ διὰ τοῦτο μηδὲν δυνηθέντας μαθεῖν ἀγαθόν. ἢ καὶ περὶ αὑτοῦ λέγει ὡς περὶ πενήτων μὴ διδασκαλίας ἀγαθῆς ἀπολαυσάντων. 30, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν. οἱ ἀπὸ χέρσου καὶ ἐρήμου χθέςἀντὶ τοῦ· ἐν τῷ παρεληλυθότι χρόνῳἐν συνοχῇ καὶ ταλαιπωρίᾳ ὄντες. ἔοικε δὲ ὡς ἀγενεῖς αὐ τοὺς διαβάλλειν καὶ ἐξ ἀδόξων ὄντας χωρίων καὶ πατέρων πενήτων.
A guard of rational livestock compared with those men; for Scripture mentions dogs with praise because of their watchful, well-disposed, and vigilant nature, as in "the tongue of your dogs from their enemies," or else certain worthless and wicked men were mocking him, about whom he adds what follows: 30, "And indeed what is the strength of their hands to me?" But I did not even ask for help from them, so that for this reason they might use such words toward me. 30, "Destruction came upon them." Either he says this, that they did not have a restrained mind, but a bold one; or that long ago, being wicked, they owed a penalty, and in some manner their punishment flew away; or that, desiring death because of their want and extreme poverty, they do not obtain it. 30, "In want and famine, barren." But they are also needy, and being famished they were unable to devise a way and beget something resourceful; for this seems to be what "barren" signifies. Or he says this too, that not even by their want were they brought to their senses so as to become productive of the good, but they remained barren, unable to beget anything good. But the verse, when understood by itself, can also signify those who have not enjoyed the food of teaching and for this reason have been able to learn nothing good. Or he speaks also about himself as about poor men who have not enjoyed good teaching. 30, "Those who flee a waterless place, yesterday—confinement and misery." Those from dry and desert land—that is, in time past—being in confinement and misery. But he seems to slander them as low-born and as being from inglorious places and poor fathers.
καὶ ταῦτα δὲ ὁ μακάριος οὗτος ἐξηγεῖται, ἵνα ἐὰν καὶ ἡμεῖς ὑπὸ εὐτελῶν καὶ ἀτίμων τινῶν ὑβρισθῶμεν, μὴ ὡς μόνοι ταῦτα πεπονθότες δυσχεράνωμεν, ὅπουγε ὁ τοιοῦτος τὴν ἀρετήν, τοσοῦτος δὲ τὴν περιουσίαν καὶ περιφάνειαν τὰ αὐτὰ ἡμῖν καὶ τὰ χείρονα πέπονθεν. 30, οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου. ἄλιμα βοτάνη τίς ἐστιν, ὥς φασιν, ταχὺ πληροῦσα τὸν ἐσθίοντα καὶ κόρον ἐμποιοῦσα. ἐπὶ ἠχοῦντι δέ, ἐπὶ φάραγξι καὶ πετρώδεσιν· εὔηχοι γὰρ οἱ τοιοῦτοι τόποι καὶ τοῖς φθεγγομένοις ἀντιφθέγγονται. ἢ καὶ ἠχοῦντα λέγει τὸν ὕλην ἔχοντα τόπον, ἐν ᾧπερ ἡ πνοὴ τῶν ἀνέμων κινοῦσα τὴν ὕλην ἦχον ἐργάζεται. λέγει οὖν, ὅτι περιενόστουν οὗτοι τὰς ὕλας καὶ τὰς φάραγγας ὑπὸ τῆς ἄγαν ἐνδείας τὰς βοτάνας ἀνερευνώμενοι καὶ τὰς ῥίζας τῶν ξύλων περιξέοντες εἰς τροφῆς παραμυθίαν. 30, ἐπανέστησάν μοι κλέπται, ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν. ἀνὰ μέσον εὐήχων βοήσονται, οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο. ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. οἱ δὲ τοιοῦτοι καὶ εἰς λῃστείαν ἐτρέποντο οἴκους ἔχοντες τῶν πετρῶν τὰ κοῖλα καὶ τὰ αὐτόγλυφα σπήλαια, ἐν ἐρήμοις διαιτώμενοι καὶ ὑπὸ φρυγάνων σκεπόμενοι, ἐξ ἀφρόνων ἄφρονες, ἐξ ἀτίμων ἄτιμοι, ἀνώνυμοι καὶ ἄδοξοι ἐπὶ τῆς γῆς. 253 30, νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλημα ἔχουσιν. ὠδή, φησίν, αὐτοῖς ἐγενόμην καὶ παρῴδημα, καὶ τὰς ἐμὰς συμφορὰς ἀντ' ἄλλης τινὸς ὁμιλίας ἀνὰ στόμα ἔχουσιν.
And this the blessed man also explains, so that if we too are insulted by certain worthless and dishonored men, we should not be vexed as though we alone had suffered these things, since a man of such virtue, and so great in wealth and splendor, suffered the same things as we, and worse. 30. Those who encircle salt-herb on a resounding place, whose food was salt-herb, and who were dishonored and utterly despised, lacking every good thing, who even chewed the roots of trees from great famine. Salt-herb is a certain plant, as they say, that quickly fills the one who eats it and produces satiety. "On a resounding place" means on ravines and rocky places; for such places are resonant and echo back to those who speak. Or he calls "resounding" the place that has woodland, in which the breath of the winds, moving the woodland, produces a sound. He says, then, that these men wandered about the woods and the ravines, searching out the plants from extreme want and scraping off the roots of trees for the comfort of food. 30. Thieves rose up against me, whose houses were caves of rocks. Between resounding places they will cry out, who lived under wild brushwood. Sons of fools and of the dishonored, a name and glory extinguished from the earth. Such men also turned to robbery, having as houses the hollows of the rocks and the self-carved caves, living in deserts and sheltered by brushwood, fools from fools, dishonored from the dishonored, nameless and inglorious upon the earth. 253 30. But now I am their harp, and they have me as a byword. I became, he says, a song and a mocking-song to them, and they have my misfortunes in their mouth in place of some other talk.
30, ἐβδελύξαντο δέ με ἀποστάντες μακράν, ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. ἐπὰν δέ μοι πλησιάσωσιν, φησίν, ἐμπτύοντές μοι μακρὰν ἀφίστανται βδέλυγμά με καὶ ἀηδίαν ἡγούμενοι. 30, ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με θεός. δηλονότι πανταχόθεν κατατοξεύσας. 30, καὶ χαλινὸν τῷ προσώπῳ μου ἐξαπέστειλε δεσμοῦντα. πλήττει μὲν κἀν τούτῳ τὸν διάβολον ὁ δίκαιος Ἰὼβ μὴ φάσκων αὐτὸν δύνασθαί τι κατ' αὐτοῦ, τὸν δὲ θεὸν ἐπενηνοχέναι αὐτῷ τὰς πληγάς. λέγει δέ, ὅτι καὶ χαλινόν μοι ἐξαπέστειλεν οἱονεὶ δεσμοῦντα τὸ πρόσωπόν μου, ἵνα εἴπῃ, ὅτι ἀναπολόγητόν με πεποίηκε διὰ τῶν ἐλεγμῶν πάντων τὰς συμφορὰς εἰς ἀπόδειξιν ἀσεβείας μοι προφερόντων. 30, ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν. ἢ τοῦτο λέγει, ὅτι τῷ πρότερον βλαστοῦντι καὶ εὐθαλοῦντι ἐξ ὑπερδεξίων ἐπανέστησαν
ἐπεμβαίνοντές μοι, ἢ ὅτι τοῖς βλαστοῖς μου τοῖς δεξιοῖς, τουτέστι τοῖς δικαιώμασιν, ἐπανέστησαν λέγοντες, ὡς οὐ καθαρῶς τὴν εὐσέβειαν μετῄειν. 254 30, πόδας αὐτοῦ ἐξέτεινε καὶ ὡδοποίησεν ἐπ' ἐμὲ τρίβους ἀπωλείας. κινήσαντος ἑαυτὸν τοῦ θεοῦ κατ' ἐμοῦ ἔσχον καὶ αὐτοὶ ὁδὸν ἐφόδου. 30, ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν. πᾶσαι αἱ ὁδοί μου ἐξηφανίσθησαν τοῦ θεοῦ περιδύσαντός με τῆς εὐπρεπείας τὴν στολήν, ἀντὶ τοῦ· περιελόντος τὴν οἰκείαν βοήθειαν. 30, βέλεσιν αὐτοῦ κατηκόντισέ με, κέχρηται δέ μοι ὡς βούλεται. τὸ σφοδρὸν τοῦ ἐτασμοῦ διὰ τούτων ἔδειξεν. 30, ἐν ὀδύναις περιφέρομαι, ἐπιστρέφονται δέ μου αἱ ὀδύναι. ἵνα εἴπῃ ὅτι· ἐπιστρόφως ὀδυνῶμαι, τουτέστι μετ' ἐπιτάσεως καὶ κατὰ αὔξησιν.
30. But they abhorred me and stood far off, and from my face they did not spare spittle. When they come near me, he says, they spit on me and stand far away, regarding me as an abomination and a loathing. 30. For God opened his quiver and afflicted me, clearly shooting me through with arrows from every side. 30. And he sent a bridle upon my face to bind it. In this too the righteous Job strikes the devil, not saying that he [the devil] had any power against him, but that God had brought the blows upon him. And he says that he also sent a bridle upon me, as it were binding my face, so as to say that he made me without defense, through all the reproaches of those who brought my calamities forward as proof of impiety. 30. On the right of the shoot they rose up. Either he says this: that they rose up from above against him who formerly shot forth and flourished, trampling upon me; or that they rose up against my right shoots, that is, my righteous deeds, saying that I did not pursue piety purely. 254 30. He stretched out his feet and made paths of destruction upon me. When God stirred himself against me, they too had a way of assault. 30. My paths were worn away, for they stripped me of my robe. All my ways vanished when God stripped me of the robe of my comeliness, that is, he took away his own help. 30. With his arrows he shot me through, and he treats me as he wishes. By these words he showed the vehemence of the examination. 30. I am carried about in pains, and my pains are turned back upon me. So as to say: I am pained in a turning-back manner, that is, with intensity and in increasing measure.
30, ὤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. ἀπέπτη δέ μου πᾶσά τις ἐλπὶς χρηστοτέρα δίκην ἀνέμου παρεληλυθότος καὶ νέφους διαλυθέντος. 30, καὶ νῦν ἐπ' ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου. διαλέλυνταί μου οἱ τόνοι τῆς ψυχῆς ὑπὸ τῶν ἐπελθόντων μοι κακῶν. 30, ἔχουσι δέ με ἡμέραι ὀδυνῶν, νυκτὶ δὲ τὰ ὀστᾶ μου συγκέκαυται, τὰ δὲ νεῦρά μου διαλέλυνται. τὰς δὲ νύκτας καὶ τὰς ἡμέρας ὀδυνῶμαι, ὡς καὶ τὰ ὀστᾶ μου φρυγῆναι καὶ τὰ νεῦρα διαλελῦσθαι ὑπὸ τῆς ἄγαν κακοπαθείας. 255 30, ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. πολλοὶ πολλάκις περισφίγγοντες τὸ περιστόμιον τοῦ ἱματίου περὶ τὸν τράχηλον ἀποπνίγουσί τινα. λέγει οὖν ὅτι· ἰσχυρῶς μου περιδραξάμενος πιέζει καὶ ἀποπνίγει με. 30, ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς. κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ μου. ὡς υἱὸς πρὸς πατέρα πρὸς θεὸν ἀποδύρεται καὶ τὸ εὐτελὲς τῆς φύσεως εἰς δέησιν προτείνει. λόγισαι, γάρ φησιν, δέσποτα, ὅτι γῆ τέ εἰμι καὶ εἰς γῆν ἀναλύομαι. εἰσάκουσόν μου τῆς κραυγῆς καὶ μὴ ἀποστρέψῃς τὴν δέησίν μου. τὸ δὲ οὐκ εἰσακούσῃ μου πολλὴν ἔμφασιν τῆς εἰς θεὸν ἀγάπης ἔχει· ὡς γὰρ ἀκούεσθαι πιστεύων οὕτως ἔφη. 30, ἔστησαν καὶ κατενόησάν με. ἢ χλευάζοντες ἢ καὶ τὸ τῆς συμφορᾶς θαυμάζοντες μέγεθος. 30, ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας. ἔταξας δέ με ἐν ὀδύναις καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας. ἴσασιν οἱ ἅγιοι τὸ μέγα τοῦ θεοῦ ἔλεος, διὸ καὶ ἔλεγεν ὁ Δαυίδ· ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου·
30. My hope has gone away like a wind, and my salvation like a cloud. All my better hope has flown away, like a wind that has passed and a cloud that has dissolved. 30. And now my soul is poured out upon me. The sinews of my soul have been loosed by the evils that have come upon me. 30. Days of pain hold me, and by night my bones are burned up, and my sinews are loosed. By night and by day I am in pain, so that my bones are parched and my sinews are loosed by the excessive suffering. 30. With great strength he has laid hold of my garment, like the collar of my tunic he has encompassed me. Many people often, tightening the collar of a garment around the neck, strangle someone. He says, then, that, having gripped me strongly, he presses and strangles me. 30. You have reckoned me equal to clay; in earth and ash is my portion. I have cried out to you, and you will not hear me. As a son to a father, so he laments to God and sets before him in petition the worthlessness of his nature. Reckon, he says, O Master, that I am earth and am dissolved into earth. Hear my cry and do not turn away my petition. But the phrase you will not hear me has great emphasis of love toward God; for he spoke thus as believing that he is heard. 30. They stood and considered me—either mocking or marveling at the greatness of the calamity. 30. You have come upon me without mercy, with a mighty hand you have scourged me. You have appointed me in pains and cast me away from salvation. The saints know the great mercy of God; therefore David also said: Have mercy on me, O God, according to your great mercy.
πρὸς τοῦτο τὸ ἄφατον ἔλεος τοῦ θεοῦ ἀποβλέπων λέγει· ἐπέβης δέ μοι ἀνελεημόνως. εἰ γὰρ ἐτύγχανον τοῦ μεγάλου σου ἐλέους, οὐκ ἂν ἐν ταῖς παρούσαις ὀδύναις ἐξηταζόμην. αἰτοῦντός εἰσι τοιγαροῦν καὶ ἀξιοῦντος ἐλέους τυχεῖν τὰ ῥήματα. 256 30, οἶδα γάρ, ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ. εἰ γὰρ ὤφελον δυναίμην ἐμαυτὸν διαχειρώσασθαι ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο. οἶδα, φησίν, θνητὸς γεγονὼς καὶ πάντως τελευτήσειν μέλλων, ὥστε ἡδέως συντομώτερον τῶν συμφορῶν ἀπηλλαττόμην ἢ αὐθεντήσαι ἐμαυτὸν δίχα ἁμαρτίας καθιστάμενος ἢ ἕτερον ἱκετεύων ἐπὶ τὴν ἀναίρεσιν τὴν ἐμήν. ἆρα οὖν ὡς κάλλιστον ἡμᾶς διδάσκει δόγμα τὸ μὴ χρῆναι ἑαυτὸν ἐξαγαγεῖν τοῦ σώματος; καίτοιγε ἠδύνατο, ὅπουγε καὶ ἡ γυνὴ κατέσπευδεν αὐτῷ τὸν θάνατον· ἀλλ' οὐκ ἠδύνατο δίκαιος ὢν διὰ τὸν θεὸν τὸν συνδήσαντα τὴν ψυχὴν τῷ σώματι. 30, ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἄνδρα ἰδὼν ἐν ἀνάγκαις. πάλιν τὴν ἑαυτοῦ πολιτείαν ἐξηγεῖται.... οὕτως οἰκονομήσαντος τοῦ θεοῦ διὰ τὴν ἐμὴν ὠφέλειαν. 30, ἐγὼ δὲ ἐπέσχον ἀγαθοῖς. τοῦτο λέγει ὅτι· ἐπεῖχον καὶ προσεδόκων ἀγαθὰ ὑπὸ θεοῦ σκεπόμενος· διὸ καὶ ἐπάγει· 30, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. τοὐναντίον μοι τὰ τῶν ἐλπίδων ἐξέβη. 30, ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται. αἰτίαν λέγει τοῦ τὰς συμφορὰς ἐκτραγῳδεῖν καὶ τὰ οἰκεῖα καταλέγειν ἀνδραγαθήματα. ἔχω γάρ, φησίν, καιρὸν τοῦ λέγειν τῷ πεπληρῶσθαί μου τὴν ψυχὴν τῶν κακῶν.
Looking to this ineffable mercy of God, he says: You have come upon me mercilessly. For if I had obtained your great mercy, I would not have been tested in the present pains. These words, then, belong to one asking and deeming himself worthy to obtain mercy. 30. For I know that death will wipe me out, for the house of every mortal is the earth. For would that I were able to do away with myself, or at least by entreating another that he do this for me. I know, he says, that I have been born mortal and am altogether destined to die, so that I would gladly have been released from my calamities more quickly—either by taking my own life, were I able to do so without sin, or by supplicating another for my destruction. Does he not then teach us, as a most noble doctrine, that one ought not to remove oneself from the body? And yet he could have, especially since his wife was urging on his death; but being righteous he could not, for God's sake, who bound the soul to the body. 30. But I wept over every helpless thing, and I groaned when I saw a man in distress. Again he recounts his own manner of life... since God so ordered it for my benefit. 30. But I held back from good things. This means: I was holding back and awaiting good things, being sheltered by God; therefore he adds: 30. Behold, days of evils have rather met me. The things of my hopes turned out the opposite for me. 30. My belly boiled and will not be silent. He states the reason for tragically lamenting his calamities and recounting his own noble deeds. For I have, he says, occasion to speak, since my soul is filled with evils.
ἐκζέσαι γάρ ἐστι τὸ ὑπὸ πυρὸς ἐκβράζειν καὶ ἀναβλύζειν τὸ ἐν τοῖς χαλκείοις ὕδωρ, κοιλία δὲ ἡ ψυχὴ διὰ τὸ ἀόρατον καὶ ἀπόκρυφον ἢ τοῦ λόγου χωρητικὸν καὶ ἀναδοτικόν. 30, προέφθασάν με ἡμέραι
πτωχείας. στένων πορεύομαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. προκατέλαβέ με ἡ πτωχεία, καὶ ἄνευ φιμοῦ αἰσθητοῦ ὑπὸ τῶν ὀδυνῶν πιεζόμενος λαλεῖν οὐ δύναμαι· ποτὲ δὲ καὶ πλήθους περιεστηκότος ἀναγκάζομαι κράζειν. ταῦτα δὲ φιλεῖ συμβαίνειν τοῖς ὀδυνωμένοις, τὸ καὶ ἐπέχεσθαι τὴν φωνὴν ὑπὸ τῆς ἀνίας καὶ αὖ πάλιν ἀναβοᾶν νυττομένους ὑπὸ τῶν ἀλγηδόνων. τὸ δὲ ἕστηκα ἐν ἐκκλησίᾳ κεκραγὼς δύναται νοεῖσθαι κατὰ τὸ εἰρημένον τῷ ἀποστόλῳ ὅτι· θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 30, ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. ὁ Σύμμαχος _σ_τ_ρ_ο_υ_θ_ο_κ_α_μ_ή_λ_ω_ν ἐκδέδωκεν. σειρῆνας δὲ λέγει ἢ ᾠδικοὺς ὄρνεις ἢ ἀνθρωπόμορφα δαιμόνια. φησὶ δὲ ταῦτα ὡς ἔξω πόλεως καὶ αἴθριος κείμενος. 30, τὸ δέρμα μου ἐσκότωται μεγάλως. μελανθὲν ὑπὸ τῆς νόσου ἢ καὶ τοῦ ἡλίου. 258 30, τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. συνεφρύγησαν δηλονότι. 30, ἀπέβη δὲ εἰς πένθος μοῦ ἡ κιθάρα, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. ἐστράφη δέ μοι τὰ τῆς εὐφροσύνης εἰς πένθος. ταῦτα δέ φησιν εἰς οἶκτον τὸν θεὸν ἐκκαλούμενος. 31, διαθήκην δὲ διεθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον. εὐαγγελικὴν ἀκρίβειαν ἐφύλαττε πρὸ νόμου τυγχάνων. ἐπειδὴ γὰρ ὁ ἐμβλέψας εἰς γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν, ἐπαιδαγώγει τὸν ὀφθαλμὸν εἰς τὸ μὴ τὰς ὥρας τῶν παρθένων περιεργάζεσθαι.
For "to boil over" means to bubble up and gush forth the water in bronze vessels under fire, and the "belly" is the soul, because of its invisibility and hiddenness, or because it contains and gives forth reason. "The days of poverty have come upon me beforehand. I walk groaning without a muzzle, and I stand in the assembly crying out." Poverty has overtaken me beforehand, and without a visible muzzle, pressed by pains, I cannot speak; but sometimes, when a crowd stands around, I am compelled to cry out. These things are wont to happen to those in pain—both that the voice is checked by grief and again that they cry aloud, goaded by their sufferings. And "I stand in the assembly crying out" can be understood according to what was said to the apostle: that "we have become a spectacle to the world, both to angels and to men." "I have become a brother of sirens, and a companion of sparrows." Symmachus rendered it "of ostriches." And he calls "sirens" either songbirds or human-shaped demons. And he says these things as one lying outside the city and in the open air. "My skin has been greatly darkened"—darkened by the disease or also by the sun. "And my bones"—by burning, that is, they have been parched together. "And my harp has turned to mourning, and my psalm to weeping for me." The things of gladness have been turned for me into mourning. And he says these things, calling God to pity. "And I made a covenant with my eyes, and I will not understand upon a virgin." He kept gospel exactness while he was still before the law. For since he who looks at a woman to desire her has already committed adultery, he disciplined his eye not to busy itself with the beauties of virgins.
31, καὶ τί ἐμέρισεν ὁ θεὸς ἐπάνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστου; διὰ τί οὖν, φησίν, μετὰ τοσαύτην ἀκρίβειαν τοιαύτην μοι μερίδα καὶ κληρονομίαν ὁ δυνατὸς καὶ ὕψιστος θεὸς ἐπεμέρισε, τοὺς λόγους ἀγνοῶ. 31, οὐαί, ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀλλοτρίωσις τῷ ποιοῦντι ἀνομίαν. ὅτι μὲν οἶδεν οὐ δι' ἁμαρτίας πάσχων ὁ Ἰώβ, πρόδηλον, καὶ ἀληθής γε ἡ ὑπόνοια· πεῖρα γὰρ ἦν ἀρετῆς, οὐ κακῶν ἀνταπόδοσις. πλὴν οὐ διὰ τοῦτο προστίθεται τῇ μερίδι τῶν ἀσεβῶν, ἀλλὰ καὶ ταλανίζει τούτους τὸ οὐαὶ αὐτοῖς ἐπιλέγων, τὴν ἀπώλειαν καὶ τὴν ἐκ θεοῦ ἀλλοτρίωσιν. 259 31, οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται; καίτοιγε οὐδὲν τῶν κατ' ἐμὲ θεὸς ἠγνόησεν οὐδὲ μέχρι τῶν ψιλῶν κινημάτων. 31, εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν. σημείωσαι, ὡς ἁμαρτίαν λέγει εἶναι τὸ συνεῖναι γελοιασταῖς. διὸ καὶ τὴν εὐτραπελίαν αἴρεσθαι ἀφ' ἡμῶν ὁ θεῖος ἀπόστολος παραινεῖ. 31, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον. ὁ ποὺς ὁ τῆς ψυχῆς. λέγει δὲ ὅτι· οὐκ ἐκινήθην ποτὲ εἰς τὸ δόλῳ χρήσασθαι κατά τινος. 31, ἵσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, {καὶ} εἶδεν δὲ κύριος τὴν ἀκακίαν μου. ταῦτα καὶ ἡ γραφὴ προσεμαρτύρησεν αὐτῷ λέγουσα· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄκακος δίκαιος θεοσεβής. 31, εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ αὐτοῦ. τῆς κατ' εὐσέβειαν δηλονότι. 31, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ μου ἐπηκολούθησεν ἡ καρδία μου. φησὶν ὁ Ἰωάννης ὅτι· πᾶν τὸ ἐν κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου. λέγει οὖν ὅτι· οὐδέποτε προσσχὼν καὶ ἐπαινέσας ἐπεθύμησα.
31. And what did God apportion from above, and what inheritance from the Most High? Why then, he says, after so much exactness, do I not know the reasons why the mighty and Most High God has apportioned to me such a portion and inheritance? 31. Woe, destruction to the unjust, and alienation to the one who does lawlessness. That Job suffers not because of sin, he knows—this is clear, and the suspicion is true; for it was a trial of virtue, not a recompense for evils. Nevertheless he is not for this reason added to the portion of the impious, but he also counts them wretched, adding "woe to them," their destruction and alienation from God. 31. Does he not himself see my way, and will he not number all my steps? And yet God has not been ignorant of anything that concerns me, not even down to mere motions. 31. If I had walked with mockers. Note that he calls it a sin to associate with mockers. Therefore the divine apostle also exhorts us to put away coarse jesting. 31. If my foot also hastened to deceit. The foot of the soul. And he says: I was never moved to use deceit against anyone. 31. For I stand in a just balance, and the Lord has seen my innocence. These things Scripture also testified to him, saying: And that man was blameless, just, God-fearing. 31. If my foot turned aside from his way. From the way of piety, clearly. 31. If my heart also followed my eye. John says: Everything in the world, the desire of the flesh and the desire of the eyes and the vainglory of life. He says, then: I never, paying attention and approving, desired.
ἀπαθείας δὲ τοῦτο, ἐπαινεῖν μὲν τὰ ἐν κόσμῳ ἐπαί νου ἄξια οἷον συμμετρίαν σωμάτων καὶ ἀναλογίας καὶ μίξεις χρωμάτων καὶ λίθων αὐγὰς καὶ χάριτας, μὴ πίπτειν δὲ αὐτῶν εἰς ἐπιθυμίαν. 31, εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς. ταῦτα νῦν ὁ Ἰὼβ λέγειν οὐ δύναται πένης ὢν καὶ τὰ τέκνα ἀποβεβληκώς. ἢ οὖν τοῦτο λέγει, ὅτι πρὸ τῆς συμφορᾶς ταῦτα εἶχεν, ἢ πρὸς διδασκαλίαν ἡμετέραν οὕτως εἶπεν, ἵνα ἡμεῖς ἀναγινώσκοντες ἑαυτοῖς ἐπαρώμεθα λέγοντες· εἰ ἐδωροδοκήσαμεν ἢ τόδε ἐποιήσαμεν, τόδε πεισόμεθα. χερσὶ δὲ ταῖς πράξεσι λέγει, ἀντὶ τοῦ· οὐδὲν διὰ δωροδοκίαν ἔπραξα. 31, εἰ δὲ καὶ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη. ἐπειδὴ ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει τὴν ἁμαρτίαν, καὶ αὐτήν, φησίν, τὴν ἐπιθυμίαν ἐκ τῆς καρδίας μου ἐξέκοπτον, ἐφ' ᾧ μὴ λαβεῖν ὁδὸν τὴν ἁμαρτίαν. τὸ δὲ ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ ὑπὲρ δικαιοσύνης
This is a matter of dispassion: to praise the things in the world that are worthy of praise—such as the symmetry of bodies and proportions and mixtures of colors and the radiance and graces of stones—but not to fall into desire for them. 31. If I too have laid my hands on gifts, may I then sow and others eat, and may I become rootless upon the earth. Job cannot say these things now, being poor and having lost his children. Either, then, he says this because he had these things before his calamity, or he spoke thus for our instruction, so that we, reading, might curse ourselves, saying: if we have taken bribes or done such-and-such, we shall suffer such-and-such. By "hands" he means actions, in the sense: I have done nothing through bribery. 31. If my heart also followed after the wife of another man, if I also lay in wait at her doors, then may my wife also please another, and may my little children be brought low. Since desire, having conceived, gives birth to sin, he says that I was cutting off even desire itself from my heart, so as not to give sin a path. And the phrase "may my wife also please another" is spoken for the sake of righteousness—
λέγει, ἀντὶ τοῦ· εἴθε ἤρεσε πρὸ τῆς συμφορᾶς καὶ πρὸς ἃ ἔπραξα ἀπείληφα κατὰ τὸν ἰσότητος λόγον. ὅτι γὰρ περὶ τῶν πρὸ τῆς νόσου καὶ πενίας λέγει, δῆλον ἐξ ὧν φησιν· τὰ δὲ νήπιά μου ταπεινωθείη· καὶ γὰρ ἦσαν ἤδη τεθνηκότες οἱ παῖδες αὐτῷ. 31, θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα· πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὐδ' ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. ἡ γὰρ μοιχεία τὸν θεὸν παροργίζει καὶ ἄφυκτον ἐπάγει τιμωρίαν τῷ δεδρακότι. ὅπου γὰρ ἐὰν στραφῇ, ἀναπολόγητός ἐστιν. τοῦτο γάρ ἐστι τὸ πῦρ τὸ καιόμενον ἐπὶ πάντων τῶν μερῶν, πρόρριζον καταφλέγον τὸν δεδρακότα. 31, εἰ δὲ καὶ ἐφαύλισα ῥῆμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρὸς μέ, τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσῃ ὁ κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; πότερον οὐχ, ὡς ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. ἑτέραν ἰσότητα καὶ δικαιοσύνην ἑαυτοῦ θαυμασίαν λέγει. καὶ γὰρ καὶ τοῖς οἰκέταις μου, φησίν, παρρησίαν παρεῖχον δικάζεσθαι πρὸς μέ, εἴ τι ὑπώπτευον μὴ δίκαιον πάσχειν ὑπ' ἐμοῦ. ἐνηγόμην δὲ εἰς τὸν τοῦ δικαίου λόγον ὑπὸ τῆς φύσεως κατ' ἐμαυτὸν ἐκλογιζόμενος, ὡς πάντες ἄνθρωποι, εἴτε δοῦλοι εἴ τε δεσπόται, μίαν ἔχομεν γενέσεως ἀρχὴν καὶ ἕνα πάντες δεσπότην ἐν οὐρανοῖς, παρ' ᾧ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθερος, ἀλλ' ὃς ἀπροσωπόληπτος ὢν ἕκαστον ἀπαιτεῖ τὴν πρὸς τὸν ἕτερον ἰσότητα. ἔτασιν οὖν φησιν τὴν ἐξέτασιν, ἐπισκοπὴν δὲ θείαν ἡγεῖται τοὺς ἐλεγμούς·
He says this instead: Would that it had pleased [God] before the calamity, and I have received according to the principle of equality in return for what I did. For that he speaks about the things before the disease and poverty is clear from what he says: "But let my infants be brought low"; for his children had already died. 31. For the anger of wrath is unrestrainable—to defile a man's wife; for it is a fire burning upon all parts, and if it comes upon him, it destroys him from the roots. For adultery provokes God to anger and brings an inescapable punishment upon the one who has done it. For wherever he turns, he is without defense. For this is the fire burning upon all parts, consuming the perpetrator root and branch. 31. And if I despised the word of my servant or maidservant when they were judged before me, what then shall I do if the Lord makes an examination of me? And if he makes an inspection, what answer shall I make? Was it not that, as I was born in the womb, so also were they born? And we were born in the same belly. He speaks of another equality and wonderful righteousness of his own. For even to my household servants, he says, I gave freedom of speech to plead their case against me, if they suspected they were suffering anything unjust at my hands. And I was led into the account of justice by nature, reckoning within myself that all men, whether slaves or masters, have one origin of birth and all have one master in the heavens, with whom there is neither slave nor free, but who, being impartial, requires of each the equality toward the other. He calls examination "inspection," and he considers divine inspection to be reproofs.
ἐκ ταύτης τῆς ἰσότητος ὁρμώμενος ἐπὶ θεοῦ κρίνεσθαι ἐπόθει τῇ τοῦ θεοῦ πεποιθὼς δικαιοκρισίᾳ. 262 31, ἀδύνατοι δὲ χρείαν, εἴ ποτε εἶχον, οὐκ ἀπέτυχον. χήρας δὲ τὸν ὀφθαλμὸν {μου} οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα ἐξ αὐτοῦ, ὅτι ἐκ νεότητος ἐξέτρεφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρὸς ὡδήγησα. περὶ θεοῦ ὑμνοῦντες λέγομεν· τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν καὶ ὀρφανῷ σὺ ἦσθα βοηθός. οἷα τοίνυν τὴν εἰκόνα σῴζων ἀκέραιον ἀπεμιμεῖτο τὸ ἀρχέτυπον. τὸ δὲ οὐκ ἐξέτηξα ἀντὶ τοῦ· οὐκ εἴασα ἀπὸ πενίας ἐκτήκεσθαι. τὸ δὲ ἐπιμερίζειν τὴν τροφὴν τοῖς δεομένοις ὄντως θαυμάσιον. τὸ δὲ ἐκ γαστρὸς ὡδήγησα, ἵνα εἴπῃ ὅτι· κομιδῆ νήπια τὰ ἀπορφανισθέντα παραλαμβάνων μέχρις ἡλικίας ἐξέτρεφον καὶ τέχνας ἐπαίδευον, μέχρι τοσούτου χειραγωγών, ἕως ὅτε τῆς ἐμῆς ἐπικουρίας μὴ σφόδρα δέοιντο. 31, εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα, ἀδύνατοι δὲ εἰ μὴ ηὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν. ἀπὸ τῶν ὤμων τὸ πᾶν ἐσήμανε σῶμα· ἐξ αὐτῶν γὰρ τὸ ὅλον ἱμάτιον ἐξήρτηται. ἐοίκασι δέ πως καὶ εὐπαθέστεροι πρὸς τὰ κρύα τυγχάνειν οἱ ὦμοι· διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν. 31, εἰ ἐπῆρα ὀρφανῷ χεῖρα πεποιθώς, ὅτι πολλὴ βοήθειά μοι περίεστιν, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός μου, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη. ὅπερ καὶ ἀνωτέρω ἐλέγομεν, μνημονεύειν χρεών, ὅτι τὸ μὴ εὐεργετεῖν μετὰ τοῦ ἀδικεῖν τάττει, καὶ δεῖ μὴ μόνον κακίας ἀπέχεσθαι, ἀλλὰ καὶ ἀρετῆς ἐπιμελεῖσθαι. οὐ γὰρ μόνον εἶπεν ὅτι·
Starting from this equality, he longed to be judged before God, trusting in God's righteous judgment. 262 31, but the powerless did not fail to receive help whenever they had need. And I did not melt away the eye of the widow. But if I also ate my morsel alone and did not share from it with the orphan, because from my youth I reared him as a father and from my mother's womb I guided him. Concerning God we say in hymns: you were a helper to the father of orphans and judge of widows and to the orphan. So then, preserving the image intact, he imitated the archetype. And "I did not melt away" means: I did not allow them to waste away from poverty. And to distribute food to those in need is truly wonderful. And "from my mother's womb I guided him," so that he might say: taking up those left orphaned as complete infants, I reared them to maturity and taught them trades, leading them by the hand until such time as they should no longer greatly need my assistance. 31, but if I also looked away from the naked man perishing and did not clothe him, and the powerless—if they did not bless me—and from the shearing of my lambs their shoulders were warmed. By "shoulders" he signified the whole body; for from them the whole garment hangs. And the shoulders seem in some way to be more susceptible to cold; for this reason he mentioned them. 31, if I raised my hand against the orphan, trusting that great help was available to me, then let my shoulder fall from my collarbone, and let my arm be crushed from my elbow. What we also said above, it is necessary to remember, that he ranks not doing good together with doing injustice, and one must not only abstain from vice but also cultivate virtue. For he did not only say that:
οὐκ ἠδίκουν τοὺς ὀρφανούς, ἀλλὰ καὶ ὅτι· δίκην πατρὸς τὴν αὐτῶν κηδεμονίαν ἐλάμβανον. κλεῖδα δέ φησιν τὸν σύνδεσμον τοῦ ὤμου πρὸς τὸν τράχηλον. 31, φόβος γὰρ κυρίου συνέσχε με, καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. ταῦτα δὲ ἔπραττον τῷ θείῳ συνεχόμενος φόβῳ ἐννοῶν ὡς, εἰ ἐπιλάβοιτό μου ὁ θεὸς ἢ ἀδικήσαντος ἢ μὴ εὐεργετήσαντος, ἀνύποιστον ἕξω τὴν τιμωρίαν. 31, εἰ ἔταξα χρυσίον ἰσχύν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου γενομένου μοι, εἰ καὶ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου. διαβάλλων τὸν μὴ εἰς τὴν θείαν βοήθειαν, ἀλλ' εἰς τὴν ἰδίαν πεποιθότα περιουσίαν ὁ ψαλμῳδὸς ἔφη· ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ. ἐξ ἐναντίας οὖν ὁ δίκαιος εἰς θεὸν τὴν ἐλπίδα κέκτηται. καὶ ὅρα, ὡς ὁ δίκαιος οὐκ εὐφραίνεται ἐπὶ πλούτῳ· εἰ γὰρ καὶ ἐσθότε ὡς παρακολουθήματα ταῦτα τοῖς ἁγίοις δέδοται, πλοῦτος καὶ δόξα,
ἀλλ' οὐ πρωτοτύπως ἐπὶ τούτοις χαίρουσιν· ἑτέρα γὰρ αὐτῶν ἐστιν ἡ πρωτότυπος χαρά, ἡ πνευματική. ἀλλ' οὐδὲ ἀπέραντον, φησίν, ἔσχον τῆς κτήσεως τὴν ἐπίδοσιν. ἴσως τοιγαροῦν διὰ τοῦτο ἀριθμῷ αὐτῷ ἦσαν περικλειόμενα τά τε πρόβατα καὶ οἱ κάμηλοι καὶ τὰ λοιπὰ ὡς τῶν περιττῶν ἀεὶ πιπρασκομένων καὶ τοῖς πένησι διαδιδομένων. εἰ γὰρ καὶ πλούσιος ἦν κατὰ θείαν χάριν, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν ἐνέκοπτεν, ὅπουγε οὐδὲ τοῖς οὖσιν ὡς πρωτοτύποις ἀγαθοῖς ἔχαιρεν. 31, ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα καὶ ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν. ταῦτα δὲ ἔπραττε διαλογιζόμενος ὅτι·
I did not wrong the orphans, but rather I took their care upon myself as a father would. And he calls the clasp of the shoulder to the neck a "key." 31, For the fear of the Lord seized me, and from his plunder I will not endure. I did these things, held fast by divine fear, considering that, if God should lay hold of me either for having done wrong or for not having done good, I would have an unbearable punishment. 31, If I set gold as my strength, or if I trusted in a precious stone, or if I rejoiced when much wealth came to me, or if I laid my hand upon countless things. The psalmist, exposing the one who trusts not in divine help but in his own abundance, said: who did not set God as his helper, but hoped in the multitude of his wealth. The righteous man, by contrast, has his hope in God. And observe that the righteous man does not rejoice in wealth; for even if these things are sometimes given to the saints as accompaniments—wealth and glory—yet they do not rejoice in these things as primary, for their primary joy is another, the spiritual one. But neither, he says, did I have an endless increase of possessions. Perhaps, then, for this reason his sheep and camels and the rest were enclosed in a definite number, since the surplus was always being sold and distributed to the poor. For even if he was rich by divine grace, yet he checked immoderate desire, inasmuch as he did not even rejoice in his possessions as primary goods. 31, Do I not see the sun that shines forth and is eclipsed, and the moon waning? For they are not in their own power. He did these things, reasoning that:
εἰ ὁ ἥλιος ἐκλείπει καὶ νὺξ ἡμέραν διαδέχεται, ἡ δὲ σελήνη λήγει κατὰ θείαν πρόσταξιν, ποία ὠφέλεια, κἂν πλουτήσω; εἰ γὰρ τὰ μεγάλα στοιχεῖα ταῦτα λήγουσιν, δεῖ πάντως τὸν πλοῦτον ἐξ ἡμῶν ἀπελθεῖν ἢ τῶν χρημάτων ἡμᾶς καταλιμπανόντων κατὰ θεοῦ βουλὴν ἢ ἡμῶν τὸν βίον μεταλλαττόντων καὶ εἰς ἑτέρους ταῦτα παραπεμπόντων. 31, καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου, εἰ δὲ καὶ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα, καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἔναντι κυρίου τοῦ ὑψίστου. πολλοὶ πολλάκις τὰς οἰκείας ἐπαινοῦντες πράξεις τὴν ἰδίαν καταφιλοῦσι χεῖρα. φησὶν οὖν ὅτι· εἰ ἐπὶ τῇ ἐμῇ δυναστείᾳ καὶ ταῖς ἐμαῖς πράξεσιν ἐθάρρησα καὶ μὴ ἐπὶ τῷ θεῷ, ἐψευσάμην τὸ ἀληθές· οὐ γὰρ ἐξ ἡμῶν ἡ ἡμετέρα βοήθεια, ἀλλ' ἐκ τῆς θείας χάριτος. εἰ οὖν ἀπατηθεὶς πέπονθά τι τοιοῦτον, λογιζέσθω μοι τοῦτο εἰς ἀνομίας μεγάλης ἰσότητα. διὰ δὲ τοῦ λάθρᾳ ἔοικε σημαίνειν, ὅτι οὐδὲ κατὰ συναρπαγὴν τοιοῦτόν τι πέπονθεν. ἄλλοι δὲ οὕτως ἐξειλήφασιν· εἰ προσεκύνησα ἡλίῳ καὶ σελήνῃ ἀπατηθεὶς τοῖς αὐτῶν φέγγεσι καὶ μὴ ἐλογισάμην, ὅτι καὶ ἐκλείπουσι καὶ δεσποτικοῖς προστάγμασιν ὑπηρετοῦνται, ἀλλ' ἐπὶ τῷ τούτων θαύματι τὴν ἐμὴν κατεφίλησα χεῖρα, ἀνομία μοι ἡ μεγίστη λογισθείη. ἄμεινον δὲ οἶμαι τὸ πρῶτον. 31, εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν ἡ καρδία μου· εὖγε, ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυληθείην δὲ {καὶ} ἄρα ὑπὸ λαοῦ μου κακούμενος. τὸ εὖγε εἶπε γελαστικὸν ἐπίρρημα, ὡς καὶ ὁ ψαλμῳδὸς λέγει· εἶπον· εὖγε εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.
If the sun fails and night succeeds the day, and the moon ceases at divine command, what profit is there, even if I become rich? For if these great elements cease, wealth must certainly depart from us—either we leave our money behind by God's will, or we depart from life and pass these things on to others. 31, And if my heart was deceived in secret, or if I also put my hand to my mouth and kissed it, then let this too be reckoned to me as the greatest lawlessness, because I lied before the Lord the Most High. Many often, praising their own deeds, kiss their own hand. He says, then: if I trusted in my own dominion and my own deeds and not in God, I lied against the truth; for our help is not from ourselves, but from divine grace. If, then, being deceived, I suffered anything of this sort, let this be reckoned to me as equal to great lawlessness. And by "in secret" he seems to signify that he did not suffer anything of this sort even by seizure. But others have understood it thus: if I worshipped the sun and moon, deceived by their light, and did not consider that they both fail and are subject to the Master's commands, but in admiration of them kissed my hand, let it be reckoned to me as the greatest lawlessness. But I think the first interpretation is better. 31, And if I became glad at the fall of my enemies and my heart said, "Well done," then let my ear hear my curse, and let me be publicly spoken of as one afflicted by my people. "Well done" is a mocking exclamation, as the psalmist also says: "They said, 'Well done, well done,' our eyes have seen.
εἴ ποτε οὖν περιεχάρην πτώμασιν ἐχθρῶν, ἀκούσαιμι κἀγὼ ἑτέρων καταρωμένων με καὶ κακούμενος θρυληθείην ὡς πρὸς ἃ ἔπραξα ἀπειληφώς. 31, εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· τίς ἂν δώῃ ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος. οὐδὲ ἐπαχθής, φησίν, ταῖς θεραπαίναις γέγονα, ὡς διὰ τὴν ἐμὴν ὠμότητα καὶ αὐτὰς ἐξαγριωθείσας τῶν ἐμῶν ἐπιθυμεῖν ἀπογεύσασθαι σαρκῶν. τὸ δὲ ἐναντίον ἅπαν καὶ λίαν αὐταῖς χρηστὸς ἐγενόμην. ἕτεροι δὲ οὕτως ἑρμήνευσαν· οὕτως, φησίν, ἤμην λίαν ταῖς θεραπαίναις χρηστὸς καὶ γλυκύς, ὡς, εἰ οἷόντε ἦν καὶ αὐτῶν τῶν σαρκῶν μου ἐμφορηθῆναι, ἡδέως ἂν τοῦτο ἐποίουν. 31, ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. τοῦτο τῆς Ἀβραμιαίας καὶ φιλοξένου εὐγενείας ἐπίσημον. 266 31, εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτοῦ. ἑκούσιον μὲν οὐδὲν ἑαυτῷ συνῄδει πλημμέλημα, οὕτως ἄκρως τὸν κατ' ἀρετὴν ἐξήσκει βίον. ἐπειδὴ δὲ ἄνθρωπον ὄντα οὐκ ἦν μὴ ἄκοντα παραπίπτεινπαραπτώματα γὰρ τίς συνήσει; φησὶν ὁ μελωδός, μετανοίᾳ καὶ ἐξομολογήσει ἐξιᾶτο γνωσθὲν τὸ ἁμάρτημα οὐκ αἰσχυνόμενος τὸ μὴ κατὰ τὸν ὀρθὸν λόγον πεπραγμένον ἐξαγορεύειν. 31, εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ κενῷ, τίς δώῃ ἀκούοντά μου; δοκεῖ μὲν λέγειν, ὅτι εἰ εἰς κρίσιν ἦλθον καὶ εἶχον τὸν ἀκούοντα, ὅσον ἐπ' ἀνθρωπίνῳ κρίματι, οὐδὲν ἂν ὑπέμενον τῶν δεινῶν. ἐμοὶ δὲ δοκεῖ ἀκροατὰς ἐπιζητεῖν συνετοὺς δυναμένους χωρῆσαι τὴν ἀκρότητα τῆς πολιτείας, ἧς ἐξηγήσατο.
If ever, then, I rejoiced over the downfall of enemies, may I too hear others cursing me and, being afflicted, be bandied about as though I had received back according to what I did. 31. And if my maidservants often said, Who would give us to be filled with his flesh? — since I was exceedingly kind. He says, I did not become burdensome to my maidservants, so that through my cruelty even they, having been made savage, desired to taste of my flesh. But the opposite in every way: I was exceedingly kind to them. Others interpreted it thus: he says, I was so exceedingly kind and sweet to my maidservants that, if it were possible even for them to be filled with my flesh, they would gladly have done this. 31. And the stranger did not lodge outside, and my door was opened to everyone who came. This is the mark of the Abrahamic and hospitable nobility. 266 31. And if, having sinned willingly, I hid my sin — for I was not ashamed before a great multitude of people so as not to confess before him. He was conscious of no willing transgression in himself; so exceedingly did he practice the life according to virtue. But since it was impossible for a man not to fall unwillingly — for who shall understand his transgressions? says the psalmist — he healed by repentance and confession the sin that was known, not being ashamed to declare what had not been done according to right reason. 31. And if I ever let my door go out with an empty bosom — who would give me one to hear me? He seems to say that if I had come to judgment and had one who heard, as far as human judgment goes, I would have suffered none of these terrible things. But to me he seems to seek discerning hearers able to contain the height of the conduct which he described.
οὐ γὰρ ταῦτα εἶπεν ἐπαιρόμενος ἐπὶ τοῖς ἑαυτοῦ κατορθώμασιν, ἀλλ' ἡμῖν καταλιμπάνων ὑπογραμμόν, ὅπως βιῶναι χρή. προεγράφη γὰρ ταῦτα εἰς νουθεσίαν ἡμετέραν, οὕτω τοῦ ἁγίου πνεύματος οἰκονομήσαντος. τὸ δὲ κόλπῳ κενῷ
σημαίνει, ὅτι πρὸς τῷ τρέφειν τὰ ἐφόδια παρεῖχε, πλουσίως καὶ ἱλαρῶς μετιὼν τὸ ἐλεημονιτικὸν καὶ φιλόπτωχον. 31, χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν. ἀλλὰ καὶ τὰ πρὸς θεόν, φησίν, εὐλαβῶς διεκείμην. 267 31, συγγραφὴν δέ, ἢν εἶχον κατά τινος, ἐπ' ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον, καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου. ἢ τοῦτο λέγει ὅτι· οὐχ οἷά τις ἐγκαυχώμενος ἐπὶ τοῖς δανείοις ἀνελίττων ἀμφοτέραις χερσὶ τὰς συγγραφὰς δημοσίᾳ ὑπανεγίνωσκον τὸ γὰρ ἐπ' ὤμοις τοῦτο σημαίνει, ὡς διὰ τῶν ὤμων τῶν χειρῶν κινουμένων, ἢ ὅτι διαρρηγνὺς τῶν χρεωφειλετῶν τὰς συγγραφὰς καὶ συγχωρῶν τὰ ὀφλήματα πρότερον ἀναγινώσκων αὐτοῖς, εἶτα διαρρήσσων τὸν χάρτην στέφανον καὶ ἰδίαν εὐπρέπειαν ἐποιούμην τὴν συγχώρησιν. 31, εἰ ἐπ' ἐμοί ποτε ἡ γῆ ἐστέναζεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν. ἐπὶ τῇ ἁρπαγῇ τῶν ἀλλοτρίων δηλονότι ἢ καὶ τῷ ἀμισθὶ τὴν γῆν ἐργάζεσθαι. 31, εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς. δύο ἐνταῦθα σημαίνει, ὅτι καὶ τὰ τιμήματα τῶν καρπῶν κατεβάλλετο καὶ οὐδὲ μόνος ἤσθιεν, ἀλλ' ἐκοινοποίει τοῖς δεομένοις τὰς τροφάς. 31, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα. ὡς κατὰ δυναστείαν ἁρπάσας τι τοῦ κτήτορος τῆς γῆς. 31, ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν·
For he did not say these things out of pride in his own successes, but leaving us an example of how one ought to live. For these things were written beforehand for our admonition, the Holy Spirit having so ordered it. And "in an empty bosom" means that besides providing sustenance he supplied provisions, pursuing the charitable and lover-of-the-poor disposition richly and cheerfully. 31. "But if I had not feared the hand of the Lord." But also in matters toward God, he says, I was devoutly disposed. 31. "And a written bond that I had against anyone, I would put it on my shoulders and read it as a crown, and if I did not tear it up and give it back, receiving nothing from the debtor." Or he says this: not as one boasting over loans, unrolling the bonds with both hands, did I read them out publicly; for "on the shoulders" means this, as the hands are moved by means of the shoulders; or that, tearing up the bonds of the debtors and remitting the debts, first reading them to them, then tearing the paper, I made the remission a crown and my own adornment. 31. "If ever the earth groaned because of me, and if its furrows also wept together." Evidently over the seizure of others' property, or over working the land without pay. 31. "And if I alone ate its strength without price." He signifies two things here: that he also paid the prices of the fruits, and that he did not even eat alone, but shared his food with those in need. 31. "And if I cast out the soul of the Lord of the earth and grieved it." As though by force seizing something from the owner of the earth. 31. "Then let nettles come forth for me instead of wheat, and a bramble instead of barley." Symmachus rendered it thus:
_ἀ_ν_τ_ὶ_ _σ_ί_τ_ο_υ_ _β_λ_α_σ_τ_ῆ_σ_α_ι_ _ἄ_κ_α_ν_ο_ς_. ἀνέγνωμεν δὲ ἐν ταῖς Βασιλείαις τὸ φυτὸν τὸν ἄκανον. καὶ ἡ βάτος δὲ καὶ ὁ ἄκανος ἀκανθώδη φυτά· ἔοικε δὲ καὶ ἡ κνίδη τοιοῦτόν τι εἶναι. λέγει οὖν ὅτι· εἴ τι τῶν προειρημένων ἔπραξα, ἢ ἀλλοτρίαν γῆν παραιρούμενος ἢ ἀμισθὶ τὴν γῆν ἀνατέμνων καὶ ἐργαζόμενος, ἀκάνθας ἀντὶ τῶν ἡμέρων ἀντιδώῃ μοι καρπῶν. 31, 4032, καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν, ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ, ἔτι δὲ ἀντειπεῖν Ἰώβ· ἦν γὰρ δίκαιος ἐναντίον αὐτῶν. ἐνταῦθα τὸν λόγον ἔστησαν συμπεράναντες τὸν διάλογον ὅ τε Ἰὼβ καὶ οἱ φίλοι. ἡσύχασαν δὲ οὐ προαιρετικῶς, ἀλλ' ἐπειδὴ πᾶσαν αὐτοῖς δικαιολογίαν ἀπέκλεισεν Ἰὼβ καὶ οὐκ ἦν αὐτοῖς ἀντειπεῖν πρὸς τὰ εἰρημένα. συνηπίσταντο γὰρ τῷ δικαίῳ τὰ κατορθώματα καὶ ὡς ἐκ διαθέσεως ἐμίσει μὲν τὸ κακόν, εἰλικρινεῖ δὲ τῇ πρὸς θεὸν ἀγάπῃ μετῄει τὸ καλόν. ἔδειξε γὰρ ὁ Ἰώβ, ὅτι καὶ τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια καὶ τὸ πρὸς θεὸν σέβας ἄκρως ἐφύλαξε μετὰ τῆς θαυμαστῆς ταπεινοφροσύνης, ἣν παρίστησι τὸ ἐξαγορεύειν τὰ ἁμαρτήματα. ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΠΡΩΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· {περὶ τοῦ Ἐλιούς} ὠργίσθη δὲ Ἐλιοὺς ὁτοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ῥὰμ τῆς Αὐσίτιδος χώρας. Προθεωρία τοῦ κεφαλαίου τῶν φίλων τοῦ Ἰὼβ ἐπὶ παράκλησιν ἀφικομένων, ἔξω δὲ τοῦ σκοποῦ γεγενημένων τῆς ἀφίξεως καὶ τῇ βαρύτητι τῶν λόγων ἐπιτριβόντων τῷ δικαίῳ τὰ τραύματαἔφασκον γὰρ δι' ἁμαρτίας αὐτὸν πεπονθέναι καὶ μὴ ἄλλως τὸν θεὸν αὐτῷ ἐπάγειν τὰς κολάσεις, εἰ μὴ κατὰ ἀνταπόδοσιν·
Instead of wheat may thorns sprout. And we have read in the Kingdoms that the plant is the akanos. And the bramble and the akanos are thorny plants; and the knide seems to be something of the same sort. He says, then: If I have done any of the things previously mentioned—either seizing another's land or cutting and working the land without pay—may thorns be given back to me instead of cultivated fruits. And Job ceased with his words, and his three friends also fell silent, and Job could no longer be contradicted; for he was righteous before them. Here both Job and his friends brought the account to a halt, concluding the dialogue. But they fell silent not by choice, but because Job had shut off every plea of righteousness from them, and they had nothing to say against what had been spoken. For they were conscious together with the righteous man of his right actions, and that from his disposition he hated evil, and with pure love toward God he pursued what was good. For Job showed that both the things that are just toward men and reverence toward God he kept supremely, together with the wonderful humility that he displays by confessing his sins. Chapter Twenty-One. Beginning of the passage: {concerning Elihu} And Elihu the son of Barachiel the Buzite, of the family of Ram, of the Ausitis country, was angered. Preliminary exposition of the chapter: The friends of Job came for consolation, but had fallen outside the purpose of their visit and by the heaviness of their words were aggravating the righteous man's wounds; for they kept saying that he had suffered because of sins, and that God would not otherwise bring punishments upon him except in retribution.
ἕπεσθαι γὰρ ἀεὶ ταῖς ἁμαρτίαις τὰς κακώσειςτοὺς αὐτῶν λόγους ὁ Ἰὼβ ἀμυνόμενος ἐπηπόρησε λέγων· εἰ ταῦτα οὕτως ἔχει, ὥσπερ ὑμεῖς φατε, πῶς πολλοὺς ὁρῶμεν ἀδίκους τιμωρίαν οὐ δεδωκότας μέχρι τέλους, πολλοὺς δὲ δικαίους πάσχοντας; εἶτα ὡς ἐσφαλμένας τῶν φίλων ἀποφεύγων τὰς κρίσεις αἰτεῖ θεὸν ἀπαλλαγῆναι τῶν βασάνων καὶ ἐπὶ αὐτοῦ τὴν δίκην εἰπεῖν καὶ παραθέσθαι τὰ ἑαυτοῦ δίκαια, ἵνα ἐπιδείξῃ, ὡς ἄδικον εἰργάσατο οὐδὲν τῆς τηλικαύτης μάστιγος ἄξιον. ταῦτα δὲ ἔλεγεν οὐ θεοῦ καταψηφιζόμενος ὡς ἄδικα πράττοντος, ἀλλὰ καὶ σφόδρα θαρρῶν τῇ αὐτοῦ δικαιοκρισίᾳ, τοὺς δὲ φίλους διελέγξαι θέλων, ὡς οὐ δικαίας κατ' αὐτοῦ ποιοῦνται τὰς κρίσεις. ὁ μὲν οὖν σκοπὸς τοῦ Ἰὼβ πρὸς τοὺς φίλους ὅλως ἀποτείνεται βουλομένου δεῖ ξαι, ὅτι ἐπὶ θεοῦ δικάζοντος δίκαιος ἀναφανεῖται τοῦ ἀληθινοῦ καὶ ἀπροσωπολήπτου, οἱ δὲ μάτην αὐτοῦ κατηγοροῦντες οὐκ ἀληθεῖς ἔχουσι τοῦ δικαίου τὰς κρίσεις. τούτων ἐπακροώμενος ὁ Ἐλιοὺς καὶ οὐ νενοηκὼς τοῦ δικαίου τὴν διάνοιαν ᾠήθη λέγειν αὐτόν, ὡς ἄδικα πάσχει παρὰ θεοῦ δίκαιος ὤν. διὰ τοῦτο ζηλῶν ἐζήλωσε τῷ κυρίῳ καὶ ὠργίσθη κατὰ τοῦ Ἰώβ· οὐδὲν δὲ
For afflictions always follow sins. Job, defending his own words, raised a difficulty, saying: If these things are so, as you say, how is it that we see many unjust people who have not paid the penalty until the end, and many just people suffering? Then, avoiding the judgments of his friends as mistaken, he asks God to be released from his torments and to have the case argued before him and his own righteous claims set forth, so that he might show that he had done nothing unjust deserving of so great a scourging. He said these things not condemning God as acting unjustly, but greatly confident in his own righteous judgment, and wishing to refute his friends, as making their judgments against him unjustly. The aim of Job, then, is directed entirely toward his friends, since he wishes to show that when God judges, he will appear righteous before the true and impartial judge, and that those who accuse him in vain do not hold true judgments concerning the righteous man. Elihu, listening to these things and not having understood the righteous man's meaning, thought he was saying that he, being righteous, suffers unjustly from God. For this reason, being zealous, he was zealous for the Lord and was angry with Job; and nothing
ἔχων ἀδίκημα τοῦ δικαίου κατηγορεῖν ἐνδίκως, ὠργίσθη καὶ κατὰ τῶν τριῶν φίλων, ὅτι τὸν δίκαιον ἀσεβείας κατεδίκασαν, ὡς δι' ἁμαρτήματα τὰς τιμωρίας ὑπομένοντα. ἐντεῦθεν ἀνακύπτει ζήτημα τοιόνδε· εἰ ὀργίζεται κατὰ τῶν φίλων ὁ Ἐλιούς, ὅτι ἀσεβῆ τὸν Ἰὼβ ἔκριναν, δίκαιος ἄρα ὁ Ἰώβ. εἰ δὲ δίκαιος, πῶς καὶ κατ' αὐτοῦ ποιεῖται τὴν ἐπιτίμησιν; ἀλλ' ἐρεῖ πρὸς ταῦτα ὁ Ἐλιούς, ὡς εὐσεβὴς μὲν καὶ δίκαιος ὁ Ἰώβ, καὶ οὐδεὶς ἀντερεῖ· αἰτίαν δὲ δέδωκε κατ' αὐτοῦ τὸ θέλειν πρὸς θεὸν δικάζεσθαι. ὁ μὲν οὖν σκοπὸς τοῦ Ἐλιοὺς οὐ ψεκτός· οὐ γὰρ σφοδρῶς ἔπληξε τὸν Ἰὼβ ὥσπερ ἐκεῖνοι ἀσέβειαν αὐτοῦ καταψηφιζόμενοι, πλὴν οὐκ ἐνόησεν, ὥσπερ ἔφημεν, τοῦ δικαίου τὴν διάνοιαν καὶ ἐξ οἵας ἀγάπης καὶ πεποιθήσεως τῆς πρὸς τὸν θεὸν ἐπ' αὐτοῦ τὴν δίκην λέγειν ἐπόθει. ὅθεν λογιζόμεθα καὶ τὸν θεὸν μήτε ἐπαινέσαι τὸν Ἐλιούς, ἐπειδὴ μὴ νενόηκε τοῦ Ἰὼβ τοὺς λόγους, μήτε μὴν καταδικάσαι, ἐπειδὴ μὴ ἀσεβείας κατέκρινε τὸν Ἰὼβ μηδὲ ἀπεφήνατο δι' ἀδικίας αὐτὸν πάσχειν ὥσπερ οἱ φίλοι· διὰ γὰρ τοῦτο τὴν κατ' ἐκείνων ἐπιτίμησιν θεὸς εἰργάσατο. Αἱ λέξεισ 32, ὠργίσθη δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ῥὰμ τῆς Αὐσίτιδος χώρας. τοῦ μὲν Βαραχιὴλ υἱὸς ἦν ὁ Ἐλιούς, τὸ δὲ Βουζίτης ἀπὸ συγγενείας τῆς τοῦ Βουζί, ὅθεν ἦν καὶ Ἠράμ, ἢ καὶ ἀπό τινος πόλεως τῆς Αὐσίτιδος χώρας. Ἰουδαῖοι μὲν οὖν φασιν αὐτὸν εἶναι ἐκ τῆς συγγενείας τοῦ Ἰουδά. ἔστι δὲ οὐ πιθανὸς ὁ λόγος· τῆς γὰρ Αὐσίτιδος χώρας ἡ γραφὴ αὐτὸν λέγει. πλὴν οὐ σφόδρα ἀναγκαῖον τὰ τοιαῦτα λεπτολογεῖν.
Having a grievance, he rightly accused the righteous man; he was angry also with the three friends, because they condemned the righteous man for impiety, as though he were enduring punishments because of sins. From this a question of the following sort arises: if Elius is angry with the friends because they judged Job impious, then Job is righteous. But if he is righteous, how is it that he also makes a rebuke against him? But Elius will say to these things that Job is pious and righteous, and no one will contradict; but he has given a cause against himself by his wish to be judged in dispute with God. So then the aim of Elius is not blameworthy; for he did not strike Job violently as those men did when they condemned him of impiety, except that he did not understand, as we said, the mind of the righteous man and out of what sort of love and confidence toward God he longed to speak the judgment in his case. Whence we reckon that God neither praised Elius, since he did not understand Job's words, nor indeed condemned him, since he did not condemn Job of impiety nor declare that he was suffering because of injustice as the friends did; for on this account God brought about the rebuke against those men. The words 32: And Elius the son of Barachiel the Bouzite was angry, from the kindred of Ram of the Ausitis country. Elius was the son of Barachiel, and Bouzite is from the kindred of Bouzi, whence also was Eram, or else from some city of the Ausitis country. Now the Jews say that he was from the kindred of Judah. But the account is not persuasive; for the Scripture says that he was from the Ausitis country. However, it is not very necessary to split hairs over such matters.
32, ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἔναντι κυρίου. κατὰ τὸ εὔλογον μὲν ἐκινεῖτο, ὡς ἐνόμιζεν, ὁ Ἐλιούς, οὐχ ὅτι δίκαιον ἑαυτὸν ἔλεγεν ὁ Ἰώβ, συνηπίστατο γὰρ ὅτι δίκαιος ἦν ὁ Ἰώβ, ἀλλ' ὅτι ἔναντι κυρίου ὡς ἀδικίαν θεοῦ καταψηφιζόμενος, ὅτι μὴ δικαίως αὐτῷ τὰς τιμωρίας ἐπάγει. οὐ νενόηκεν δέ, ὡς ἔφημεν, τὴν εὐσεβῆ καὶ φιλόθεον τοῦ Ἰὼβ διάνοιαν. οὐ γὰρ θεὸν κατηγορῶν, ἀλλὰ τοὺς φίλους διελέγχων πρὸς θεὸν ἤθελε κρίνεσθαι, ἀρραγεῖ πίστει πεποιθὼς τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ. 32, καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, ὅτι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. διπλῇ κατὰ τῶν φίλων ὠργίσθη Ἐλιούς, πρῶτα μέν, ὅτι ἀσεβείας ἔκριναν τὸν δίκαιον, λέγοντες, ὡς πάντως κατὰ ἀνταπόδοσιν αἱ τιμωρίαι τοῖς ἀδίκοις ἐπάγονται, καὶ ὅτι τὴν ὑπὲρ θεοῦ συνηγορίαν ἀνειληφότες ἡττήθησαν τοῖς τοῦ Ἰὼβ λόγοις καὶ ἐσιώπησαν, τὸν ὑπ' αὐτῶν συνηγορούμενον καταπροδεδωκότες καὶ τῇ σιωπῇ τῷ Ἰὼβ δεδωκότες κατὰ θεοῦ τὰ νικητήρια. 32, Ἐλιοὺς δὲ ὑπέμεινε δοῦναι ἀπόκρισιν τῷ Ἰώβ, ὅτι πρεσβύτεροί εἰσιν αὐτοῦ ἡμέραις. καὶ εἶδεν Ἐλιούς, ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ. ἐπαινετὸν τὸ ἦθος τοῦ Ἐλιοὺς ἐν καιρῷ μὲν σιωπήσαντοςἔδει γὰρ πρώτους τοὺς πρεσβυτέρους καθ' ἡλικίαν λαλεῖν, ἐν καιρῷ δὲ ἀποκριναμένου τῶν παλαιωτέρων ἀπορίᾳ συσχεθέντων. τό τε γὰρ διακόπτειν τῶν πρεσβυτέρων τὸν νοῦν προπετείας ἔφερεν ἔγκλημα, τό τε σιωπᾶν, ἐν οἷς ἀδικεῖσθαι τὸ δίκαιον ἐνόμιζε, οὐ καλὸν εἶναι δικαίως ὑπέλαβεν. τὸ ὑπέμεινεν οὖν ἀντὶ τοῦ·
But he was very angry with Job, because he had declared himself righteous before the Lord. Elihu was moved, as he thought, on reasonable grounds—not because Job called himself righteous (for he knew that Job was righteous), but because, as it were, before the Lord he was condemning God of injustice, in that he was bringing punishments upon him unjustly. But he did not understand, as we said, the pious and God-loving mind of Job. For it was not that he was accusing God, but that he wished to be judged before God while refuting his friends, trusting with unbreakable faith in God's righteous judgment. And he was very angry also against the three friends, because they were not able to answer Job with contrary arguments and had set him down as impious. Elihu was angry against the friends for a twofold reason: first, because they judged the righteous man guilty of impiety, saying that punishments are brought upon the unjust altogether by way of retribution; and because, having undertaken the advocacy on God's behalf, they were defeated by Job's arguments and fell silent, having betrayed the one for whom they were advocating and by their silence having given Job the victory over God. But Elihu waited to give an answer to Job, because they were older than he in days. And Elihu saw that there was no answer in the mouth of the three men, and he was angered in his wrath. The character of Elihu is praiseworthy—for he kept silent at the right time (for the elders by age ought to speak first), and at the right time he answered when the older men were held fast by perplexity. For both to interrupt the thought of the elders carried the charge of rashness, and to keep silent in matters where he thought the righteous man was being wronged he rightly considered not good. Therefore "he waited" is used in place of:
ἀνέμεινεν, τὸ δὲ ἐθυμώθη ἀντὶ τοῦ· ἐζήλωσεν. κατὰ τὸ εὔλογον ἐκινήθη· ἔστι γὰρ ψεκτὴ ὀργὴ ἡ ἄλογος κίνησις καὶ ἐπαινετὴ ἡ τῷ δικαίῳ συμβαίνουσα, ἥτις κατὰ φύσιν ἐστι κατὰ τῶν ἀδίκων εἰς ἀνδρείαν τὴν ψυχὴν ἐπαλείφουσα. 32, ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης εἶπεν. ὑπολαβὼν ἀντὶ τοῦ· τῶν εἰρημένων λόγων διαδεξάμενος. 32, νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. καλῶς προσέθηκε· τῷ χρόνῳ. ἔστι γάρ τις νεώτερος μὲν καθ' ἡλικίαν, πολιὰν δὲ ἔχων φρόνησιν, καὶ ἄλλος γέρων μὲν τὸν χρόνον, νεώτερος δὲ τὴν διάνοιαν. ὅρα δέ, ὅπως οὐ μόνον αἰδοῖ, ἀλλὰ καὶ φόβῳ καὶ εὐλαβείᾳ τῶν πρεσβυτέρων τὴν διάλεξιν περιέμεινεν, καὶ εἰ μὴ πρότερον ἐπαύσαντο, οὐκ εἶπεν αὐτός, ἃ καλῶς ἔχειν ἐλογίζετο καὶ ἠπίστατο. 32, εἶπα δέ· οὐχ ὁ χρόνος ἐστὶν ὁ
λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασι σοφίαν. ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσα. πάλαι, φησίν, καθήμενος καὶ τῶν λεγομένων ἐπακροώμενος καὶ οὐκ ἀξίους ἀκούων τῆς ἡλικίας τοὺς λόγους κατ' ἐμαυτὸν ἔλεγον· οὐ πάντως οὐδὲ ἁπλῶς οἱ ἐν πολλοῖς ἔτεσι βιώσαντές εἰσι σοφοί, ἀλλὰ χρεία τῆς τοῦ ἁγίου πνεύματος χάριτος τῆς οὐκ ἀναμενούσης χρόνου μῆκος, ἀλλ' ἀθρόως σοφιζούσης τὸν ἄνθρωπον. καὶ οὐ θαυμασίως δὲ εἶπεν Ἐλιούς· ὁ γὰρ νεώτερος καθ' ἡλικίαν Δανιὴλ τῇ θείᾳ χάριτι φρενωθεὶς τοὺς πεπαλαιωμένους ἡμερῶν κακῶν πρεσβυτέρους διήλεγξεν. διδάσκει δὲ ἡ χάρις οὐκ ἀκρίτως, ἀλλ' ἐὰν εὕρῃ ψυχὴν καθαράν.
He waited; and “he was angry” stands for “he was zealous.” He was moved on reasonable grounds; for irrational impulse is blameworthy anger, while that which accords with justice is praiseworthy—the anger that is natural against the unjust, anointing the soul for courage. 32, “Then Elihu the son of Barachiel the Buzite answered and said.” “Answered” stands for “having taken up the words that had been spoken.” 32, “I am younger in time, but you are older; therefore I kept silent, fearing to declare to you my own knowledge.” Well did he add “in time.” For one may be younger in age yet have hoary understanding, and another may be old in time but younger in mind. And observe how he awaited the discussion not only out of reverence but also out of fear and scrupulous care toward the elders; and unless they had first stopped, he would not have spoken what he reckoned and knew to be right. 32, “But I said: Is it not time that speaks, and in many years do they not know wisdom? But there is a spirit in mortals, and the breath of the Almighty that teaches.” Long ago, he says, as I sat and listened to what was being said, and heard words unworthy of their age, I said to myself: Not absolutely nor simply are those who have lived many years wise, but there is need of the grace of the Holy Spirit, which does not wait for length of time but suddenly makes a man wise. And Elihu spoke admirably; for Daniel, younger in age, instructed by divine grace, refuted the elders who were worn out with evil days. And grace teaches not indiscriminately, but if it finds a pure soul.
32, οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδὲ οἱ γέροντες οἴδασι κρίμα. καθ' ἑαυτὸν μὲν οὖν ὁ χρόνος δίχα τῆς χάριτος σοφίαν παρέχειν ἀδύνατος. ἔοικε δὲ κρίμα λέγειν μέρος ὁδῶν τοῦ θεοῦ· κρίσις γάρ ἐστι κυρίως ἡ καθόλου, κρίμα δὲ τὸ μερικόν. τοῦτο οὖν φησιν, ὅτι οὐδὲ μέρος τῶν κριμάτων τοῦ θεοῦ δύναταί τίς καταλαβεῖν ὑπὸ τοῦ χρόνου σοφιζόμενος, εἰ μὴ ἡ θεία προσγένηται χάρις. 32, διὸ εἶπον· ἀκούσατέ μου καὶ ἀναγγελῶ ὑμῖν, ἃ οἶδα. ἐνωτίζεσθέ μου τὰ ῥήματα, ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, ἄχρις οὗ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω. ἕτερα ἀντίγραφα μετὰ τὸ ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἔχουσι καὶ τούτους τοὺς στίχους· _ἰ_δ_ο_ὺ_ _ἤ_κ_ο_υ_σ_α_ _τ_ο_ὺ_ς_ _λ_ό_γ_ο_υ_ς_ _ὑ_μ_ῶ_ν_,_ _ἐ_ν_ω_τ_ι_σ_ά_μ_η_ν_ _ἄ_χρι συνέσεως ὑμῶν. οἱ δὲ ἕτεροι ἑρμηνευταὶ οὕτως ἐκδεδώκασιν· ἰδοὺ ἐξεδεξάμην τοὺς λόγους ὑμῶν, ἠκροασάμην ἐφ' ὅσον ἐφρονεῖτε, ἐφ' ὅσον ἐξητάζετε λόγους καὶ μέχρι τοῦ ἐφικέσθαι ὑμῶν ἐνενόουν. κατὰ μὲν οὖν ταύτην τὴν ἔκδοσιν καὶ τὰ ἕτερα τῶν ἀντιγράφων πρόδηλος ἡ διάνοια. ὥσπερ ἐγὼ μεθ' ἡσυχίας, φησίν, ἤκουσα πάντων τῶν λεχθέντων καὶ ἀνέμεινα μέχρι τοῦ συμπεράσματος τῶν ὑμετέρων λόγων καὶ ἕως ὅτε πᾶσαν ἑαυτῶν τὴν φρόνησιν κενώσητε, καὶ ὑμεῖς τῶν ἐμῶν ἀκούσατε λόγων, διὰ τῶν ὤτων ἐγκατάθεσθε τῇ διανοίᾳ τὰ ῥήματα. κατὰ δὲ τὰ παρ' ἡμῖν ἀντίγραφα οὕτω περιέχοντα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, εἶτα συνημμένα· ἄχρις οὗ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω, ὁ νοῦς οὗτος· λέγω οὐδὲν ὑπέρογκον, ἀλλὰ ἃ δύνασθε δοκιμάσαι καὶ μέχρις ὑμῶν συνήσω, ἀντὶ τοῦ·
The long-lived are not wise, nor do the aged understand judgment.” In itself, then, time apart from grace is powerless to provide wisdom. He seems to call “judgment” a part of the ways of God; for “decision” properly is the universal, while “judgment” is the particular. This, then, he says: that no one, made wise by time, can grasp even a part of the judgments of God, unless divine grace comes in addition. “Therefore I said: Hear me, and I will declare to you what I know. Give ear to my words, for I will speak while you listen, until you examine words, and I will understand even to you.” Other copies, after “for I will speak while you listen,” have also these lines: “Behold, I have heard your words, I have given ear until your understanding.” But the other interpreters have rendered it thus: “Behold, I have received your words, I have listened insofar as you thought, insofar as you examined words, and up to the point of reaching you I understood.” According to this edition, then, and the other copies, the meaning is clear. As I, he says, listened in silence to all that was said and waited until the conclusion of your words and until you had emptied out all your own understanding, so you also listen to my words; through your ears lay up my words in your mind. But according to the copies among us, which read thus: “for I will speak while you listen,” and then joined on: “until you examine words, and I will understand even to you,” the sense is this: I say nothing excessive, but what you are able to test, and I will understand even to you, which means:
οὐ κενοφωνίαις χρήσομαι, ἀλλὰ ἃ δύνασθε συνιέναι λαλήσω καὶ ἃ δύνασθε νοῆσαι. 32, καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων ἀνταποκρινόμενος αὐτῷ ῥήματα ἐξ ὑμῶν, ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν {τῷ} κυρίῳ προσθέμενοι· ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα. διὰ τοῦτο δέ, φησίν, εἰς τὸ λέγειν προήχθην, ἐπειδὴ μηδεὶς ὑμῶν ἐλέγχειν τοὺς λόγους τοῦ Ἰὼβ δεδύνηται, ἀλλ' ἀπεσιωπήσατε ἀνθρώπου τοιαῦτα πρὸς θεὸν λαλήσαντος. τὸ δὲ ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι τοιοῦτόν τινα ὑποβάλλει νοῦν· καὶ ἵνα μὴ νομίσητε, ὅτι τὸ ἁπλῶς προστίθεσθαι τῇ τοῦ θεοῦ μερίδι καὶ θεῷ συνηγορεῖν τοῦτο σοφίας ἐστιν, ἀναγκαίως τοὺς λόγους ποιοῦμαι. ὁ δὲ ὅλος νοῦς τοιοῦτός τις φαίνεται· προῆλθον, φησίν, εἰς τὸ λέγειν δι' αἰτίαν διττήν, πρῶτον μέν, ἵνα μὴ νομίζοντες τῷ θεῷ συνηγορεῖν καὶ τοῦτο εἶναι σοφίαν καταδικάζητε τὸν Ἰὼβ τὰς αἰτίας οὐκ εἰδότες τῆς κακώσεωςεἰ γὰρ καὶ θεοσεβεῖς ἦτε, ἀλλ' οὔπω τῆς σοφίας κατελάβετε τὰ μέτρα, καὶ ὅτι οὐκ ἰσχύσαντες ἀντειπεῖν τῷ Ἰὼβ τρόπον τινὰ καὶ ἐπετρέψατε διὰ τῆς σιωπῆς ἀνθρώπῳ γε ὄντι τοιαῦτα λαλῆσαι κατὰ θεοῦ. 32, ἐπτοήθησαν καὶ οὐκ ἀπεκρίθησαν, ὅτι ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. φασὶ μέν τινες μὴ εἶναι τοὺς στίχους τούτους τοῦ Ἐλιούς, ἀλλὰ τοῦ συγγραφέως διὰ μέσου παρενθέντος τῶν φίλων τὴν ἀποσιώπησιν. ἐγὼ δέ φημι καὶ τούτους εἶναι τοῦ Ἐλιούς. σχῆμα δέ ἐστι τοῦτο τὸ καλούμενον κατὰ ἀποστροφήν· ὡς γὰρ πρὸς ἕτερον διαλεγόμενος περὶ αὐτῶν φησιν, ὅτι·
I will not use empty phrases, but I will speak what you are able to understand and what you are able to grasp. 32, And behold, there was no one among you who could reprove Job and answer his words, lest you say: We have found wisdom by aligning ourselves with the Lord; but you allowed a man to speak such words. For this reason, he says, I was led to speak, since none of you was able to refute Job's words, but you kept silent when a man spoke such things against God. Now the phrase "lest you say: We have found wisdom by aligning ourselves with the Lord" suggests some such thought as this: and lest you suppose that simply siding with God's portion and advocating for God is wisdom, I necessarily make my arguments. The whole sense appears to be something like this: I came forward, he says, to speak for a twofold reason—first, so that you, thinking you are advocating for God and that this is wisdom, might not condemn Job without knowing the causes of his affliction; for even if you were devout, you had not yet grasped the full measure of wisdom, and because you were unable to contradict Job, in a way you also allowed, through your silence, a mere man to speak such things against God. 32, They were stunned and did not answer, because they had worn out their arguments from themselves. Some say that these lines are not Elihu's but the author's, who inserted the friends' silence in between. But I say that these lines are also Elihu's. This is the figure called apostrophe; for as though conversing with another about them, he says that:
διὰ τοῦτο λαλῶ, ἐπειδήπερ κατεπλάγησαν τοῦ Ἰὼβ τὰ ῥήματα καὶ τοὺς ἑαυτῶν λόγους παλαιοὺς καὶ σαθροὺς καὶ ἀχρείους ἔδειξαν διὰ τῆς σιωπῆς. διὰ τοῦτο καὶ ἐπάγει· 32, ὑπέμεινα, καὶ γὰρ οὐκ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν. ἀντὶ τοῦ· περιέμεινα καὶ οὐκ ἐλάλησα, οἰόμενος αὐτοὺς δύνασθαι ἀντιλέγειν πρὸς τὰ
εἰρημένα, καὶ {ὡς} εἴ γε ηὐπόρησαν ἀμυντικῶν λόγων, οὐκ ἂν ἐφθεγξάμην. ἐπειδὴ δὲ ἔστησαν καὶ περαιτέρω προελθεῖν οὐκ ἠδυνήθησαν τοῖς τοῦ Ἰὼβ ἀνακοπέντες λόγοις, ἐγὼ παρῆλθον διελέγξων τὰ εἰρημένα. ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΔΕΥΤΕΡΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· πάλιν λαλήσω, πλήρης γάρ εἰμι ῥημάτων· ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Προθεωρία τοῦ κεφαλαίου εἰρηκὼς ὁ Ἐλιοὺς τὴν αἰτίαν, ὅθεν εἰς τὸ λέγειν προήχθη, βαθείας αὐτῷ γενομένης σιγῆς αὐτὸς τοὺς ἑαυτοῦ λόγους ἀναπληρῶν πλήρης εἶναι λέγει ῥημάτων, τῶν ὑπὲρ θεοῦ δηλονότι καὶ τῶν πρὸς τὸν Ἰὼβ εἰς τὴν ὁμοίαν ἀντεξέτασιν θεῷ καταστῆναι θελήσαντα. λαλήσειν οὖν φησιν, τὸ δίκαιον πάσης ἀνθρωπίνης αἰδοῦς προτιμῶν. προκαλεῖται δὲ τὸν Ἰὼβ εἰς τὴν διάγνωσιν μηδὲν εὐλαβούμενον· οὐ γὰρ πρὸς θεόν σοι, φησίν, ὁ ἀγών, μὴ δείσῃς, ἀλλὰ πρὸς ἄνθρωπον ὁμοιοπαθῆ. τοῦτο γὰρ ἔφασκες, ὡς ἕτοιμος εἶ δικάσασθαι πρὸς θεόν, ἐὰν ἀφόβως τοῦτο ποιεῖν ἐπιτραπῇς, καὶ ἔλεγες μὲν ἄμεμπτος εἶναι, ᾐτιῶ δὲ θεὸν ὡς ἀκριβῶς ἀναζητήσαντα τὰ κατὰ σέ. ἐγὼ δέ σε διδάξω, ὅτι παιδευτικῶς ὁ θεὸς καὶ πρὸς τὸ συμφέρον τοῖς ἁμαρτάνουσι τούς τε δι' ἐνυπνίων φόβους ἐπάγει καὶ τὰς διὰ τῶν νόσων μάστιγας καὶ σῴζει τοὺς παιδευομένους καὶ μετανοοῦντας.
For this reason I speak, because they were struck dumb at Job's words and showed their own arguments to be old, unsound, and worthless through their silence. For this reason he also adds: 32, I waited, for indeed I did not speak, because they stood still, they did not answer. Instead of: I waited and did not speak, thinking that they were able to speak against what had been said, and if they had had a supply of defensive arguments, I would not have spoken. But since they stood still and were unable to proceed further, checked by Job's words, I came forward to refute what had been said. CHAPTER TWENTY-TWO. Beginning of the passage: And Elihu, having taken up the discourse, says: I will speak again, for I am full of words; for the spirit of my belly destroys me. Preliminary exposition of the chapter. Elihu, having stated the reason why he was led to speak, since deep silence had fallen upon him, himself filling up his own words, says that he is full of words—clearly those on behalf of God and those directed to Job, who wished to stand up to God in a like cross-examination. He says, then, that he will speak, preferring what is right to all human shame. And he challenges Job to the examination, fearing nothing; for your contest, he says, is not against God, so do not be afraid, but against a man of like passions. For you kept saying this, that you are ready to enter into judgment with God, if you were permitted to do this without fear, and you said that you were blameless, but I accused God of having searched out your affairs precisely. But I will teach you that God, in a pedagogical way and for the benefit of sinners, brings both fears through dreams and scourges through diseases, and saves those who are being disciplined and who repent.
καὶ ἀληθῆ μέν φησιν ὁ Ἐλιοὺς περὶ τῆς παιδευτικῆς καὶ κηδεμονικῆς τοῦ θεοῦ περὶ ἡμᾶς προνοίας. οὐ τοιαύτη δὲ ἦν ἡ κατὰ τὸν Ἰὼβ ὑπόθεσις ἀγὼν γὰρ ὑπῆρχεν ἀρετῆς πρὸς κακίαν καὶ ἀνθρώπου θεοσεβοῦς πρὸς ὠμότητα διαβολικήν, ὥστε ὁ Ἐλιοὺς οὐ τῆς κατὰ τὸν Ἰὼβ ὑποθέσεως ἁψάμενος οὐ νενόηκε τῆς ἐπενεχθείσης πληγῆς τὴν αἰτίαν. Αἱ λέξεις 32, πάλιν λαλήσω, πλήρης γάρ εἰμι ῥημάτων. πλήρης εἶναι λέγει ῥημάτων τῶν τε ὑπὲρ θεοῦ καὶ τῶν πρὸς ἄνθρωπον εἰς τοσοῦτον ἐπαιρόμενον, ὡς θέλειν πρὸς θεὸν κριθῆναι καὶ ἐλπίζειν λήψεσθαι τὰ νικητήρια. 32, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. οὐ γὰρ φέρω, φησίν, τὴν σιωπὴν ὑπὸ τῶν εἰρημένων κεντούμενος οὐδὲ ἐχεμυθεῖν ἔτι δύναμαι, ἀπόλλυμαι δὲ τὴν ψυχὴν ὅλως συγκεκινημένος καὶ διαθερμανθεὶς καὶ ἀποπνιγόμενος, εἰ μὴ λαλήσω. πνεῦμα δὲ γαστρὸς ἢ περιφραστικῶς τὴν ψυχὴν λέγει ἢ τὸ θυμικὸν τῆς ψυχῆς μέρος εὐλόγως καὶ ἀνδρείως ὡς ὑπὲρ θεοῦ κινούμενον. 32, ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς. μικροῦ μέν, φησίν, διαρρήγνυμαι ὑπὸ τοῦ πλήθους τῶν ἐννοιῶν τῶν ἐπελθουσῶν μοι πρὸς τὴν ἀντιλογίαν στενοχωρούμενος, ὥσπερ τις ἀσκὸς οἴνου νέου καὶ θερμοῦ πεπληρωμένος ὑπὸ τοῦ ἀναβρασμοῦ καὶ τῆς ζέσεως ἐκραγῆναι μέλλων ἢ ὥσπερ φυσητὴρ χαλκέως. τὸ δὲ ἐρρηγὼς εἶπεν, ἐπειδὴ λαλεῖν ἤρξατο καὶ ὥσπερ ἀφιέναι τὸ ἔνδον πνεῦμα. ὁ γὰρ διαρραγεὶς φυσητὴρ τοῦ χαλκέως ἀφίησι τὸ πνεῦμα. διὸ καὶ ἐπάγει· 32, λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη· ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·
And Elihu speaks truthfully about God's educational and providential care for us. But the case of Job was not of such a kind, for it was a contest of virtue against vice, and of a God-fearing man against diabolical cruelty, so that Elihu, not having grasped the case of Job, did not understand the cause of the blow that was inflicted. The words 32, I will speak again, for I am full of words. He says he is full of words, both those on behalf of God and those directed at the man who was so elated as to wish to be judged against God and to hope to receive the prize of victory. 32, For the spirit of my belly destroys me. For I cannot bear, he says, the silence, being pricked by what has been said, nor am I any longer able to keep silent, but I am perishing in my soul, altogether stirred up and heated and suffocating, unless I speak. And by spirit of the belly he either says the soul by periphrasis, or the spirited part of the soul, reasonably and courageously moved on behalf of God. 32, And my belly is like a wineskin of new wine seething and bound, or like a blacksmith's bellows that has burst. I am, he says, all but torn apart by the multitude of thoughts that have come upon me for the refutation, being constrained, like a wineskin filled with new and hot wine, about to burst from the seething and boiling, or like a blacksmith's bellows. And he said has burst, since he began to speak and, as it were, to release the breath within. For the bellows of the blacksmith, having burst, releases the breath. Therefore he also adds: 32, I will speak, that I may be refreshed, having opened my lips; for I will surely not be ashamed before man, but neither will I surely be put to shame before a mortal.
οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται. λαλήσω τοιγαροῦν ἀνεπαισχύντως καὶ δίχα πάσης ἀνθρωπαρεσκίας. εἰ δέ τι παρὰ τὸ δίκαιον φθέγξομαι πρόσωπον αἰδούμενος ἤ τινι χαριζόμενος, ὥσπερ τὰ ἱμάτια σῆτες δαπανῶσιν, οὕτω κἀμὲ δαπανήσουσιν οἱ τῆς ψυχῆς σῆτες, ἡ κενοδοξία καὶ ἀνθρωπαρεσκία, τὰς ἐκ θεοῦ τιμωρίας ἐπάγουσαι. 33, οὐ μὴν δέ, ἀλλὰ ἄκουσον, Ἰώβ, τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου· ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου. καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. ἄκουσον τοιγαροῦν, ὦ Ἰώβ· ἄρχομαι γὰρ λοιπὸν τῶν πρὸς σὲ λόγων, καθαρὰν μὲν καὶ παντὸς πάθους ἀνενόχλητον ἔχων τὴν ψυχήν, συνετὴν δὲ ἔχων γνῶσιν καὶ ἀπλανῆ καὶ κεκαθαρμένην. καθαρὰν δὲ λέγει γνῶσιν τὴν ὑπὲρ θεοῦ καὶ πρὸς ἄνθρωπον ἐξ ἰσοτιμίας θέλοντα πρὸς θεὸν δικάσασθαι. 33, πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με. ἀρχόμενος τῶν πρὸς τὸν Ἰὼβ λόγων ὁ Ἐλιοὺς εὐχαριστήριον ὕμνον ἀναπέμπει θεῷ αὐτὸν εἶναι λέγων αἴτιον αὐτοῦ καὶ τῆς
For I do not know how to show partiality to persons; otherwise, moths will devour me too. I will therefore speak without shame and without any people-pleasing. But if I utter anything contrary to justice out of respect for a person or to gratify someone, just as moths consume garments, so the moths of the soul—vainglory and people-pleasing—will consume me, bringing upon me the punishments from God. 33. But rather, hear, Job, my words, and give ear to my speech; for behold, I have opened my mouth, and my tongue has spoken. My heart is pure in words, and the understanding of my lips is pure in thought. Listen, therefore, O Job; for I am now beginning the words addressed to you, keeping my soul pure and undisturbed by any passion, and possessing understanding that is discerning, unerring, and purified. He calls the knowledge pure which is concerning God and which one wishes to dispute with God on equal terms, as toward a man. 33. The divine Spirit is what made me, and the breath of the Almighty is what teaches me. Beginning the words addressed to Job, Elihu sends up a hymn of thanksgiving to God, saying that he is the cause of his own [being] and of the
ποιήσεως καὶ τῆς συνέσεως καὶ τῆς γνώσεως, ᾥτινι πεποιθὼς ἐπὶ τὸ λέγειν προήχθη. σημειοῦ δὲ πάλιν, ὡς τὸ ἅγιον πνεῦμα αἴτιον εἶναι λέγει τῆς ἀνθρώπου ποιήσεως. εἰ γὰρ καὶ δι' οὗ τὰ πάντα † ὁ πατήρ, τὸ αὐτὸ καὶ τοῦ υἱοῦ † ἀχώριστον αὐτοῦ τυγχάνον, ἐπειδὴ καὶ κατὰ φύσιν ἴδιόν ἐστι τοῦ μονογενοῦς. 33, ἐὰν δὲ δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα, ὑπόμεινον. ὑπόμεινον τοιγαροῦν ἀκοῦσαι τὰ παρ' ἐμοῦ καί, εἰ ἔστι σοι λόγος ἀντιλογίας, ἀπόκριναι. 33, στῆθι κατ' ἐμὲ καὶ ἐγὼ κατὰ σέ. ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα. μηδὲν οὖν εὐλαβηθῇς πρὸς τὸ ἀποκρίνασθαι, ἰσοπαλὴς γάρ ἐστιν ὁ ἀγών· τῆς γὰρ αὐτῆς ἄμφω τυγχάνομεν φύσεως τῆς ἐκ πηλοῦ καὶ γῆς καὶ οὐδὲν ἐχούσης ὑπέρογκον. ταῦτα δὲ λέγει ἐντρέπων αὐτὸν ὡς θελήσαντα πρὸς θεὸν δικάσασθαι. διὸ καὶ ἐπάγει· 33, οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεία ἔσται ἐπὶ σοί. ἐπειδὴ ἔλεγεν ὁ Ἰώβ· καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω, ἰδού, φησίν, οὐδὲν φοβερὸν οὐδὲ δυνατὸν παρ' ἐμοὶ ὥσπερ παρὰ θεῷ, οὐδὲ ὑπὸ τοῦ φόβου μου περιστρέφῃ καὶ περιτρέπῃ τὴν διάνοιαν, οὐδέ, ἐὰν ἀντείπῃς, δύναμαί σοί τινα πληγὴν ἐπαγαγεῖν βαρύνων κατὰ σοῦ τὴν ἐμὴν χεῖρα. ἔφασκες γάρ, ὡς, εἰ μὴ ταῦτα ἐδεδοίκεις, διαγωνίζεσθαι πρὸς θεὸν ἤθελες. ταῦτα δὲ λέγει ὁ Ἐλιούς, ὡς ἤδη φθάσαντες εἴπαμεν, οὐ καθήκοντα τῆς ἐννοίας, ἐξ ἧς τοὺς λόγους προέφερεν ὁ Ἰώβ. 281 33, πλὴν εἶπας ἐν ὠσί μου, φωνὴν ῥημάτων σου ἀκήκοα. ἐτόλμησας δὲ εἰπεῖν τοιαῦτα ῥήματα, ὧν αὐτήκοος γέγονα. 33, διότι λέγεις· καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτος δέ εἰμι, οὐ γὰρ ἠνόμησα·
of making and understanding and knowledge, in which he trusted and was led to speak. Note again that he says the Holy Spirit is the cause of man's making. For if through whom all things are, the Father, the same is also inseparable from the Son, since it is by nature proper to the Only-begotten. 33. But if you can, give me an answer to these things; wait. Wait, therefore, to hear what is from me, and if you have a word of contradiction, answer. 33. Stand against me, and I against you. You have been formed from clay as I also; we have been formed from the same. Be not therefore afraid to answer, for the contest is evenly matched; for we both share the same nature, that from clay and earth, and having nothing excessive. He says these things to shame him, as one who wished to contend with God. Therefore he adds: 33. Shall not my fear trouble you, nor shall my hand be heavy upon you. Since Job said, "And let not his fear trouble me," behold, he says, there is nothing fearful nor powerful in me as in God, nor are you turned and overturned in your mind by my fear, nor, if you contradict, can I bring any blow upon you, making my hand heavy against you. For you were saying that, if you did not fear these things, you wished to contend with God. Elious says these things, as we have already said, not in accordance with the meaning from which Job brought forth his words. 281 33. But you have said in my ears; I have heard the voice of your words. You dared to say such words, of which I have become an eyewitness. 33. Because you say: I am clean, not having sinned, and I am blameless, for I have not transgressed.
μέμψιν δὲ κατ' ἐμοῦ εὗρεν, ἥγηται δέ με ὥσπερ ὑπεναντίον. ἔθετο δὲ ἐν ξύλῳ μου τὸν πόδα, ἐφύλαξε δὲ τὰς ὁδούς μου πάσας. ἐθάρρησας δὲ εἰπεῖν· καθαρὸς μέν εἰμι καὶ ἄμεμπτος, ὁ δὲ θεὸς ὥσπερ τις ἐχθρὸς ἀκριβῶς ἀναζητήσας τὰ κατ' ἐμέ, εἴ τι ἄκων παρέβην, εἴ τι ἐν νεότητι ἥμαρτον, ἀνιχνεύσας εὗρεν κατ' ἐμοῦ μέμψιν, ὅπως με τιμωρήσηται. τὸ δὲ ἔθετο ἐν ξύλῳ τὸν πόδα μου ἢ τοῦτο λέγει, ὡς τοῦ Ἰὼβ εἰρηκότος ὅτι· ὥσπερ τῷ καλουμένῳ καλοποδίῳ διεμέτρησέ μου τὸν πόδα, ἵνα εἴπῃ ὅτι· καὶ μέτρα τῶν ἐμῶν ῥημάτων ἀκριβῶς ἐξηριθμήσατο· ἢ ὅτι συνέκλεισε πάσας τὰς πορείας ὥσπερ οἱ ἐν τετρυπημένῳ ξύλῳ τὸν πόδα δεσμοῦντες, τὸ ἀδιεξίτητον τῆς τιμωρίας αἰνιττόμενος. 33, πῶς γὰρ λέγεις· δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέ μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. λέγεις δέ· διὰ τί τῆς δικαιοσύνης μου οὐκ ἐπακήκοε πᾶν ῥῆμα; ἀλλὰ καὶ ἀπετόλμησας εἰπεῖν ὅτι· ἐγὼ μέν εἰμι δίκαιος καὶ δικαίαν ἐποιησάμην πρὸς θεὸν τὴν δέησιν, ὁ δὲ οὐ κατένευσεν οὐδὲ τῶν ἐμῶν ἐπήκουσε λόγων. καίτοιγε ἐχρῆν σε ἐννοεῖν, ὡς ὁ αἰώνιος καὶ ἄναρχος θεὸς ἄριστα τὰ κατὰ τὸν κόσμον ἡνιοχῶν οὐδὲν τοῦ δικαίου παρόψεται. 282 33, ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος. καὶ πάντα, ἃ ὥρισε καὶ διετάξατο ὁ θεός, οὐχ ὡς ἄνθρωπος μεταμελόμενος ἢ ἐπιλογιζόμενός τι κρεῖττον ἐνομοθέτησεν, ἀλλὰ πάντα, ἃ διωρίσατο, ἄμεμπτα καὶ ἐπαινετά. τοῦτο γὰρ σημαίνει τὸ ἅπαξ λαλῆσαι ὁ κύριος ὡς τῶν μὲν ἀνθρώπων πολλάκις ἐφ' οἷς λέγουσιν ἢ πράττουσι μεταμελομένων, θεοῦ δὲ τοῦτο οὐχ ὑπομένοντος.
He found fault against me, and he regarded me as an adversary. He set my foot in a wooden stock, and he guarded all my paths. But you dared to say: I am pure and blameless, yet God, as if some enemy, having searched out precisely the things concerning me—if I ever transgressed unwillingly, if I ever sinned in my youth—having tracked them down, found fault against me, in order to punish me. Now the phrase he set my foot in a wooden stock either means this, since Job had said: as with what is called a measuring rod he measured out my foot, so as to say: and he precisely numbered the measures of my words; or it means that he shut up all my paths, like those who bind the foot in a pierced wooden stock, hinting at the impossibility of escape from punishment. 33, For how do you say: I am righteous and he has not listened to me? For the one above mortals is eternal. But you say: Why has he not listened to every word of my righteousness? But you even dared to say: I am righteous and I have made my supplication just before God, but he did not nod assent nor listen to my words. And yet you ought to have considered that the eternal and unoriginate God, steering the affairs of the world most excellently, will overlook nothing of the righteous man. 282 33, For in the Lord's speaking once. And all things that God ordained and arranged, he legislated not as a man repenting or reasoning out something better, but all things that he ordained are blameless and praiseworthy. For this is what the Lord's speaking once signifies, since men often repent of what they say or do, but God does not admit of this.
33, ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον, ὡς φάσμα ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ' ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης· τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων. ὁ μὲν οὖν, φησίν, κηδεμὼν τῶν ἡμετέρων θεὸς ὥρισε μέν τινα, ἃ κατὰ φύσιν φυλάττειν ὀφείλομεν οἷον τὸ ἀγαπᾶν θεὸν καὶ τὸν πλησίον ὡς ἑαυτόν· οὗτος γὰρ τῆς κατὰ φύσιν ἰσότητος νόμος. ἐὰν δὲ ἔν τινι παρατραπῶμεν, οἷα πατὴρ φιλόστοργος πολλάκις ἡμᾶς δι' ὀνειράτων παιδεύει καὶ φασμάτων νυκτερινῶν. ἐπειδὴ γὰρ τὸν φυσικὸν οὐκ ἐφυλάξαμεν νόμον, τὸν παιδευτικὸν ἐσθότε φόβον ἐπιφέρει δι' ἐνυπνίων, ὡς ἐν μελέτῃ, τουτέστιν· διαλέξει, ποιῶν τινα κατ' ὄναρ φάσματα καὶ ἐκδειματῶν τὴν ψυχήν, ὅταν ἐπὶ κοίτης ἀφυπνώσῃ· καὶ διὰ τούτων τῶν δειμάτων ἐπιστρέφων ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἀντὶ τοῦ· εἰς συναίσθησιν ἄγει τοῦ θεοῦ, ἵνα τῷ φόβῳ συνελαυνόμενοι πρὸς αὐτὸν ἐπιστρέφωμεν τὸν οἰκεῖον ἐπανορθοῦντες βίον. οὕτω γὰρ καὶ τὸν
Ἀβιμέλεχ ἐπαίδευσε περὶ τῆς ἁγίας τοῦ Ἀβραὰμ συνεύνου, ἐφ' ᾧ ταύτῃ μὴ πλησιάσαι. τὸ δὲ ὡς οὐκ ἔστι νῦν ὁμοιωματικόν, ἀλλ' αὐτὸ τὸ ὂν μετ' ἐπιτάσεως σημαίνει. οὕτω καὶ ὁ ψάλλων ᾄδει ἔνθεον ὕμνον ἀναβαλλόμενος· ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων, ἀντὶ τοῦ· σφόδρα ἀγαπητά. 33, ἐν εἴδεσι φόβου τοιούτοις αὐτοῖς ἐξεφόβησεν, ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο. ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου τοῦ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ.
And in the second, a dream, as a vision in the night's meditation, as when dread fear falls upon men during slumber upon the bed; then he reveals the mind of men. He says, then, that God, the guardian of our affairs, ordained certain things which we ought by nature to keep, such as to love God and one's neighbor as oneself; for this is the law of natural equality. But if we are turned aside in anything, like a loving father he often disciplines us through dreams and nightly visions. For since we did not keep the natural law, he sometimes brings upon us the disciplinary fear through dreams, as in meditation—that is, in discourse—making certain visions in sleep and terrifying the soul, when one has fallen asleep upon the bed; and through these terrors turning us back, he reveals the mind of men, meaning: he brings them to a consciousness of God, so that, driven together by fear, we may turn back to him and correct our own life. For thus he also disciplined
Abimelech concerning the holy wife of Abraham, that he should not approach her. And the phrase as there is not now is not a similitude, but signifies the very being with intensification. Thus also the psalmist sings a divine hymn, taking up: How beloved are your tabernacles, O Lord of hosts—meaning: exceedingly beloved. In such forms of fear he terrified them, to turn a man away from unrighteousness, and he rescued his body from a fall. And he spared his soul from death, so that he should not fall in war.
οὕτω τοιγαροῦν χρήσιμος ὁ παιδευτικὸς οὗτος φόβος ὁ διὰ τῶν τοιούτων φασμάτων καὶ ἰνδαλμάτων ἐπαγόμενος, ὅτι καὶ μέλλουσαν ἐπάγεσθαι τιμωρίαν δυσωπεῖ, ὡς τὸν ἐκ τοῦ φόβου καλλίονα γενόμενον ὑγιὲς ἔχειν καὶ σῶμα καὶ ψυχὴν ἀναρπασθῆναί τε καὶ ἐκ πολεμίων χειρός. ἴσως γάρ, εἰ μὴ ἐπέστρεψεν, ἢ θεηλάτῳ πληγῇ ἢ πολεμίων ἐφόδῳ ὧν ἐξήμαρτεν τὴν δίκην ἐδίδου· ἀλλ' ὁ μελλητὴς εἰς τιμωρίας καὶ φιλάνθρωπος θεὸς διὰ τῶν φόβων ἀνακαλεῖται πρὸς μετάνοιαν καὶ διὰ τῆς ἀπειλῆς τιμωρίαν ἐπέχει προσδοκωμένην. 33, πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστέων αὐτοῦ ἐνάρκησεν, πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύναται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμεῖ, ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά· ἤγγισε δὲ ἡ ψυχὴ αὐτοῦ ἕως θανάτου καὶ ἡ ζωὴ αὐτοῦ ἐν ἅδῃ. ἕτερον δὲ ἢ καὶ τὸν αὐτὸν μὴ μετανοοῦντα διὰ κλινοπετοῦς ἐλέγχει νόσου φρίκην τοῖς ὀστέοις ἐνιείς, ὡς ἐθέλειν μὲν τροφῆς ὀρέ γεσθαι, μὴ δύνασθαι δὲ ὑπὸ τῆς νόσου προσίεσθαι βρώματα, ὡς ἐντεῦθεν τὰς μὲν σάρκας ἀποτηκομένας δαπανᾶσθαι, τῶν δὲ ὀστέων τὴν ἰσχὺν ἐκλείπειν, ἐγγὺς δὲ εἶναι λοιπὸν τοῦ θανάτου τὴν ψυχὴν τὰς τελευταίας ἀφιεῖσαν ἀναπνοὰς καὶ τὰ ἐν ᾅδου φανταζομένην. 33, ἐὰν ὦσι χίλιοι ἄγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν, ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς κύριον· ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἀνομίαν αὐτοῦ δείξῃ.
So then this corrective fear, brought on through such apparitions and images, is useful, because it also deters the punishment that is about to be brought, so that the man who has become better through fear may be sound in both body and soul and be snatched away from the hand of enemies. For perhaps, if he had not turned back, he would have paid the penalty for his sins either by a stroke sent from God or by an enemy incursion; but God, who delays punishment and loves mankind, calls him back to repentance through fears and holds back the expected punishment through the threat. 33, Again he reproved him in weakness upon his bed, and the multitude of his bones grew numb, and he cannot receive any food of grain, and his soul desires food, until his flesh rots and he shows his bones to be empty; and his soul drew near to death and his life to Hades. And he reproves another—or the same man—who does not repent, through a bedridden illness, instilling a shudder into his bones, so that he wishes to reach out for food but is unable, because of the illness, to take in food, so that from this the flesh, wasting away, is consumed, and the strength of the bones fails, and the soul is henceforth near to death, breathing out its last breaths and imagining the things in Hades. 33, If there be a thousand death-bringing angels, not one of them shall wound him, if he understands in his heart to turn back to the Lord; and he shall declare to a man his own blame, and shall show his lawlessness.
οὗτος δέ, φησίν, ὁ ἐν τοῖς ἐσχάτοις ἐξεταζόμενος, ἐὰν τὸ αἴτιον τῆς νόσου νοήσας τὴν ἁμαρτίαν ἐπιστραφῇ πρὸς θεὸν δι' ἐξομολογήσεως τὰς ἰδίας μέμψεις καὶ ἁμαρτίας ἐξαγορεύων, ἐπὶ τῶν παρόντων ἵστησι προσδοκηθέντα τὸν θάνατον, κἂν πολλοὶ ὦσιν ἄγγελοι περὶ αὐτὸν οἱ ἐπ' ἐξαγωγῇ τῶν ψυχῶν τεταγμένοι, ἀπαλειφούσης μὲν τῆς μετανοίας τὴν ἁμαρτίαν, δυσωπούσης δὲ θεόν, ἐφ' ᾧ τὴν ἀπόφασιν ἀνακαλέσασθαι. οἷον δὴ καὶ Νινευῖται δεδράκασι τῆς πανωλεθρίας τὴν ἀπόφασιν διὰ μετανοίας ἀνακόψαντες. 33, ἀνθέξεται τοῦ μὴ πεσεῖν αὐτὸν εἰς θάνατον, ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ· ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις. ὁ δὲ θεὸς ἀντιλαμβανόμενος αὐτοῦ κειμένου, ὥσπερ οἱ τεῖχος κατερραγότα καὶ ἐκρεύσαντα διὰ τῆς ἐπαλείψεως τῆς κόνεως τυχὸν ἢ τοῦ πηλοῦ ἀνανεούμενοι, οὕτως ἀνανεοῖ τὸ διεφθορὸς αὐτοῦ σῶμα· καὶ ὥσπερ ἐξ ἀρχῆς τὴν ἀνάπλασιν αὐτῷ χαριζόμενος τὰ μὲν ὀστᾶ πλήρης μυελοῦ, νεοπαγεῖς δὲ χαρίζεται σάρκας ὥσπερ τοῖς νηπίοις, καὶ τὸ δὴ τέλος ἀνδρώσας αὐτὸν καὶ ἐπιρρώσας, ὡσπεροῦν ἐτύγχανε πρὸ τοῦ νοσήματος, ταῖς ἐν ἀνθρώποις καὶ συνήθεσι διατριβαῖς ἀποκαθίστησιν. 33, εὐξάμενος δὲ πρὸς κύριον καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται δὲ προσώπῳ καθαρῷ σὺν ἐξηγορίᾳ. τότε ὁ διασωθεὶς εὐχαριστήριον ᾠδὴν καὶ ἐξομολόγησιν εὐπρόσδεκτον ἀνοίσει θεῷ, προσώπῳ δὲ καθαρῷ, τῷ τῆς ψυχῆς δηλονότι· καθαίρεται γὰρ ἡ ψυχὴ διὰ παιδείας καὶ ἐξομολογήσεως. 33, ἀποδώσει δὲ ἀνθρώπῳ τὴν δικαιοσύνην αὐτοῦ.
This one, he says, who is examined among the last things, if, having understood the cause of his sickness—namely sin—he turns back to God through confession, openly declaring his own faults and sins, he halts the death that was expected in the present circumstances, even if there be many angels around him who are appointed for the leading out of souls, since repentance wipes away the sin and persuades God to revoke the sentence. Such indeed is what the Ninevites did, having checked the sentence of utter destruction through repentance. He will hold fast so that he does not fall into death, and he will renew his body like a plaster on a wall, and he will fill his bones with marrow; and he will soften his flesh like an infant's, and he will restore him, grown to manhood, among men. And God, taking hold of him as he lies, just as those who renew a wall that has collapsed and crumbled away by the smearing of dust, or perhaps of clay, so he renews his corrupted body; and as if granting him a remolding from the beginning, he grants him bones full of marrow and flesh newly formed like that of infants, and finally, having brought him to manhood and strengthened him as he happened to be before the sickness, he restores him to the occupations customary among men. And having prayed to the Lord, it shall be acceptable to him, and he shall enter with a pure face together with open declaration. Then the one who has been saved will bring up to God a song of thanksgiving and a well-pleasing confession, with a pure face—that is, clearly, of the soul; for the soul is purified through discipline and confession. And he shall render to a man his righteousness.
ἢ ὁ ἐξομολογησάμενος τιμῶν λοιπὸν τὸ δίκαιον καὶ καλλίων διὰ τῆς παιδεύσεως γεγονώς, ἢ ὁ θεὸς κατὰ τὸ δίκαιον λοιπὸν ἐπαμύνων τῷ μετανοήσαντι. 33, εἶτα τότε ἀποπέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων· οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον. γνοὺς δ' ὁ σωθεὶς τῆς σοφῆς τοῦ θεοῦ παιδείας τὸ κέρδος τὸν εὐχαριστήριον ἀνοίσει ὕμνον λέγων οὐκ ἄξια πεπονθέναι ὧν πρὸ τῆς ἐτάσεως δέδρακεν. 286 33, σῶσον τὴν ψυχήν μου τοῦ
μὴ ἐλθεῖν εἰς διαφθοράν, καὶ ἡ ζωή μου φῶς ὄψεται. καὶ ταῦτα τοῦ ὕμνου τὰ ῥήματα. αἰτεῖ γὰρ μὴ τῆς τῶν ἀδίκων μερίδος μετὰ τόνδε τὸν βίον ἐν τῇ διαφθορᾷ γενέσθαι, ἀλλὰ τῆς τῶν δικαίων. φῶς γὰρ δικαίοις διὰ παντὸς εἶναι ἡ γραφὴ κατεπαγγέλλεται πανταχοῦ. 33, ἰδοὺ ταῦτα πάντα ἐργάζεται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός. ἀλλ' ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ψυχή μου ἐν φωτὶ αἰνῇ αὐτόν. ταῦτα τοῦ ἰσχυροῦ καὶ σοφοῦ θεοῦ τὰ ἔργα ποικίλως ἡμᾶς εὐεργετοῦντος, ἐφ' ᾧ τὸν μὲν ψυχικὸν διαφυγεῖν θάνατον, ἐν ἀμυθήτῳ δὲ ζωῇ καὶ φωτὶ διηνεκεῖ δοξολογίας ἀναπέμπειν αὐτῷ. τὸ γὰρ ὁδοὺς τρεῖς ἀντὶ τοῦ· πολυμερῶς· ἢ τὸ τρεῖς διὰ τὸ τὴν θείαν παιδείαν τριπλῆν ἄγειν ὠφέλειαν, ἀποχὴν κακίας, ἀνάληψιν ἀρετῆς καὶ τὰ ἐπὶ ταύτῃ τοῖς ἁγίοις ἐπηγγελμένα· ἢ ὁδοὺς τρεῖς διὰ τὸ ἔλεγξον, ἐπιτίμησον, παρακάλεσονταῦτα δὲ θεοῦ καὶ θείων διδασκάλων ἔργα· ἢ ὁδοὺς τρεῖς, ἵνα ὁλόκληρος ἡμῶν διασωθῇ ἡ ψυχὴ καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα. 33, ἐνωτίζου, Ἰώβ, καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι· λάλησον, θέλω γάρ σε δικαιωθῆναι. εἰ μή, σὺ ἄκουσόν μου·
or the one who has confessed, honoring what is right from then on and having become better through discipline, or God, defending the repentant one according to justice from then on. 33. Then at that time a man will send himself away, saying: "What sort of things I was accomplishing, and things not worthy he examined me for the sins I committed." And the one who has been saved, having recognized the gain of God's wise discipline, will raise up a hymn of thanksgiving, saying that he has suffered things not worthy of what he had done before the examination. 33. Save my soul from
coming into corruption, and my life will see light. And these are the words of the hymn. For he asks that he not be of the portion of the unjust after this life in corruption, but of the portion of the just. For the Scripture everywhere promises that light is for the just through all things. 33. Behold, the mighty one works all these things, three ways with a man. But he rescued my soul from death, so that my soul in light may praise him. These are the works of the mighty and wise God, who benefits us in various ways, for which reason we escape the death of the soul, and in unutterable life and continual light send up doxologies to him. For "three ways" is instead of "in many parts"; or "three" because divine discipline leads to a threefold benefit: abstinence from evil, the taking up of virtue, and the things promised to the saints on account of it; or "three ways" because of "convict, rebuke, encourage"—and these are the works of God and of divine teachers; or "three ways," so that our soul and body and spirit may be saved whole. 33. Give ear, Job, and hear me; be silent, and I am the one who will speak. If you have a word, answer me; speak, for I wish you to be justified. If not, you hear me—
κώφευσον, καὶ διδάξω σε σοφίαν. εἴ τι τοιγαροῦν πρὸς ταῦτα λέγειν ἔχεις καὶ διελέγξαι με μὴ δίκαια περὶ τῆς τοῦ θεοῦ δικαιοσύνης λέγοντα, λάλησον, ἡδέως γὰρ ἔχω τῆς σῆς ἐπακροάσασθαι δικαιολογίας. τὸ δὲ καὶ ἐγώ εἰμι ἀντὶ τοῦ· μὴ δείσῃς, ἐγώ εἰμι ὁ ἰσοφυής σοι, ὁ ἐκ τοῦ αὐτοῦ πηλοῦ διηρτισμένος, οὐ φοβερός τις καὶ καταπληκτικός, ἀλλ' ἐγώ εἰμι ὁ προτρέπων ἀποκριθῆναι. εἰ δὲ μηδὲν ἔχεις ἀποκρίνασθαι, μεθ' ἡσυχίας ἄκουσον καὶ ἑτέρας σοφίας ῥήματα. ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΤΡΙΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· ἀκούσατέ μου, σοφοί, ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν. Προθεωρία τοῦ κεφαλαίου εἰρηκὼς ὁ Ἐλιοὺς τρόπον κηδεμονικῆς παιδεύσεως θεοῦ καὶ ὅτι δι' ἐνυπνίων φοβῶν καὶ διὰ νόσων παιδεύων ἐπὶ τὸ κάλλιον ἡμᾶς ἐπανάγει, πάλιν ἐξ ἑτέρας ἀρχῆς ποιεῖται τὸν λόγον καὶ προοιμιαζόμενος παρακαλεῖ τοὺς ἀκροατὰς εἰς τὴν τῶν λεγομένων κατανόησιν. προστίθεται δὲ διδάσκειν περὶ κολάσεως ὀλοθρευούσης ἀδίκους καὶ ἀξιοῖ τοὺς ἀκροατὰς διακρῖναι, εἰ καλῶς εἴρηται τῷ Ἰώβ, ὡς αὐτὸς μὲν δίκαιός ἐστιν, οὐ δίκαια δὲ πάσχει παρὰ θεοῦ. εἶτα καί φησιν, ὅτι ἑκάστῳ ὁ θεὸς τὸ κατ' ἀξίαν ἀπονέμων κολάζει τοὺς ἀδίκους, καὶ λογισμοὺς τούτου τίθησιν· πρῶτα μὲν γὰρ ὁ δημιουργὸς οὐκ ἂν ἀνάσχοιτο, φησίν, ἀδικῆσαι τὰ ἴδια ποιήματα, ἀλλ' οὐδ' ἂν κηδεμὼν ὢν καὶ εὐεργέτης ἀνθρώπων ὁ κύριος παρὰ τὸ δίκαιον ἐπάξει τινὶ κόλασιν. περὶ μὲν οὖν δικαίας κρίσεως τοῦ θεοῦ ὀρθῶς εἴρηται τῷ Ἐλιούς, τὴν δὲ αἰτίαν, δι' ἣν ὁ Ἰὼβ πάσχει, οὔτε αὐτὸς ἐνόησεν, οὔτε οἱ φίλοι.
Be silent, and I will teach you wisdom. If, therefore, you have anything to say against these things and to refute me as not speaking justly concerning the righteousness of God, speak, for I gladly wish to listen to your defense. And the phrase "and I am" means: do not be afraid, I am he who is of the same nature as you, who has been formed from the same clay, not some fearful and terrifying one, but I am he who urges you to answer. But if you have nothing to answer, hear in silence also the words of another wisdom. CHAPTER TWENTY-THREE. Beginning of the passage: And Elihu, taking up the discourse, says: Hear me, you wise, and you who understand, give ear to what is good. Preliminary exposition of the chapter. Elihu, having spoken of the manner of God's providential discipline and that through fearful dreams and through illnesses, disciplining us, he leads us back to what is better, again from another beginning makes his discourse, and by way of preface exhorts his hearers to the understanding of what is said. He adds also to teach concerning the destruction that destroys the unjust, and he deems his hearers worthy to judge whether it has been well said by Job, that he himself is righteous, but suffers unjustly from God. Then he also says that God, rendering to each according to worth, punishes the unjust, and he sets down reasonings for this: for first, he says, the Creator would not endure to wrong his own creatures, nor would the Lord, being a provider and benefactor of men, bring punishment upon anyone contrary to justice. Concerning the just judgment of God, then, Elihu has spoken rightly; but the reason for which Job suffers, neither he himself understood nor his friends.
οἱ μὲν γὰρ ἔλεγον, ὅτι κατὰ ἀντίδοσιν ὧν δέδρακε πέπονθεν, ὁ δὲ Ἐλιοὺς δοξάζει μὲν ὀρθῶς περὶ θεοῦ, οὐχ εὑρίσκει δὲ τὴν αἰτίαν τῆς κατὰ τὸν Ἰὼβ ἐπαγωγῆς. πλὴν διαφέρει τῶν φίλων, ὅτι μὴ καταδικάζει τὸν δίκαιον. ἀλλ' οὐδὲ αὐτὸς ὁ μέγας Ἰὼβ οὔπω πεπληροφορημένος ἦν, δι' ἢν αἰτίαν πέπονθεν. ὅθεν διάφοροι μὲν πάντων οἱ λόγοι καλῶς μὲν καὶ ὀρθοδοξαστικῶς περὶ θεοῦ λαλούντων, ἡ δὲ τῆς πληγῆς ὑπόθεσις οὐδενὶ γνώριμος ἐτύγχανεν. τοῦτο δὲ μόνον μέμφεται τῷ Ἰὼβ ὁ Ἐλιούς, ὅτι πρὸς θεὸν ὁμοτίμως ἤθελε κρίνεσθαι, τῇ μὲν προφορᾷ τῶν ῥημάτων προσέχων, νοῆσαι δὲ ἀμηχανήσας, ἐξ οἵας ἀγάπης καὶ πίστεως τῆς περὶ θεοῦ δικαιοκρισίας ὁ ἅγιος ἀνὴρ τοὺς λόγους προέφερεν, καὶ ὡς οὐ θεοῦ κατηγορῶν, ἀλλὰ τοὺς φίλους διελέγξαι θέλων τὴν πρὸς θεὸν ἐπόθει διαδικασίαν. Αἱ λέξεισ 34, ἀκούσατέ μου, σοφοί, ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν, ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν. ἄνδρες, φησίν, σοφοί, κατανοήσατε τὰ εἰρημένα· λόγων μὲν γὰρ ἀκοὴ κριτική, ὥσπερ διακριτικὸς βρωμάτων ὁ λάρυγξ. 34, κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν, τί καλόν, ὅτι εἴρηκεν Ἰώβ· δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέ μου τὸ κρίμα. ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος αὐτοῦ ἄνευ ἀδικίας. ἡμεῖς δὲ αὐτοὶ κριταὶ γενώμεθα, εἰ καλῶς ὁ Ἰὼβ λελάληκε λέγων· δίκαιος
For they said that he had suffered in return for what he had done, while Elihu holds right opinions about God but does not find the cause of the affliction that came upon Job. Yet he differs from the friends in that he does not condemn the righteous man. But not even the great Job himself was yet fully assured of the reason for which he had suffered. Hence the words of all were various—of those who spoke well and orthodoxly about God—but the underlying cause of the blow was known to no one. In this one thing only does Elihu find fault with Job, that he wished to contend with God as an equal, attending to the utterance of the words but unable to understand from what love and faith in God's righteous judgment the holy man brought forth his words, and that it was not as accusing God but as wishing to refute his friends that he desired the dispute with God. The words 34, Hear me, you wise, and you who understand, give ear to what is good, for the ear tests words, and the throat tastes food. Men, he says, who are wise, consider what has been said; for the hearing of words is critical, just as the throat is discerning of foods. 34, Let us choose judgment for ourselves, let us know among ourselves what is good, because Job has said: I am righteous, and the Lord has taken away my judgment. But he lied against my judgment; his arrow is violent without injustice. But let us ourselves become judges, whether Job has spoken well in saying: I am righteous
μέν εἰμι, ἀλλ' ὁ θεός μοι τὸ κριτικὸν οὐκ ἐφύλαξεν, ἀλλ' ἐψεύσατο τῷ κρίματί μου οὐ πρὸς ἀξίαν κρίνας τὰ κατ' ἐμέ, καὶ ὡς δυνατὸς μᾶλλον ἢ δίκαιος βίᾳ τὴν πληγὴν ἐπήγαγε κατὰ τοῦ μηδὲν ἀδικήσαντος. ὁ μὲν οὖν Ἐλιοὺς οὕτως ἐνόησε τὰ εἰρημένα, ὁ δὲ Ἰὼβ τοῦτο ἔλεγεν ὅτι· ὑπερέθετο ὁ θεὸς κρῖναι τὰ κατ' ἐμέ. εἰ γὰρ ἐβούλετό με ἀκοῦσαι, δίκαιος ὢν ἐρρύετο ἄν με τῶν ἀναγκῶν. τοῦτο γὰρ λέγει τὸ ἀπήλλαξέ μου τὸ κρίμα, τὸ δὲ ἐψεύσατο δὲ τῷ κρίματί μου, ὡς ὁ ἅγιος πληροφορηθείς, ὅτι ὁ θεὸς ἐμαρτύρησεν αὐτῷ, πῶς, φησίν, μαρτυρήσας μοι τοιαύταις με βασάνοις περιέβαλεν; περιξέει δὲ ὁ Ἐλιοὺς τοῦ Ἰὼβ τὰ ῥήματα ἀγνοήσας, ὡς πολλάκις ἔφημεν, ἐξ οἵας ἀγάπης τοὺς λόγους προέφερεν. 34, τίς ἀνὴρ ὥσπερ Ἰὼβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ, οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας οὐδὲ ὅλως κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν; κἀγὼ μὲν οὖν, φησίν, ἐπίσταμαι τοῦ Ἰὼβ τὴν ἀρετήν, ὡς τὰς μὲν ὕβρεις ἐκ προαιρέσεως ὑποδέχεται ὥσπερ οἱ ὕδωρ ἐκπίνοντες· τοῦτο δὲ δεῖγμα μεγίστης ἀρετῆς, τὸ φέρειν ὕβριν ἀλύπως. οἶδα δὲ καί, ὅτι οὔτε πρὸς ἀνθρώπους ἥμαρτεν οὔτε πρὸς θεὸν ἠσέβησεν, ἀλλ' οὐδὲ τὴν μετὰ ἀνόμων ἢ ἀσεβῶν κοινωνίαν ποτὲ ἢ διατριβὴν κατησπάσατο. 34, μὴ γὰρ εἴπῃς ὅτι· οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ αὐτῷ παρὰ κυρίου. πρὸς τοὺς φίλους εἰρηκὼς τὰ περὶ τοῦ Ἰὼβ πρὸς αὐτὸν ἔτρεψε τὸν λόγον· μέμφομαι γάρ σοι, φησίν, οὐχ ὡς ἀδίκῳ, ἀλλ' ὡς ἀνεπισκόπητα καὶ ἀπρονόητα νομίζοντι τὰ καθ' ἡμᾶς ὡς τοῦ θεοῦ μὴ κηδεμονικῶς ἐπισκεπτομένου τοὺς ἀνθρώπους. 34, διό, συνετοὶ καρδίας, ἀκούσατέ μου·
I am, but God has not preserved for me the faculty of judgment, but has lied against my judgment, judging my case not according to its worth, and as one mighty rather than just he brought the blow by force against one who had done no wrong. Elihu, then, understood what was said in this way, but Job was saying this: that God had deferred judging my case. For if he had wished to hear me, being just he would have delivered me from my constraints. For this is what he means by "he has released my judgment," and by "he has lied against my judgment," as the saint was assured that God had borne witness to him—how, he says, having borne witness to me, has he encompassed me with such torments? But Elihu, not understanding Job's words, scrapes away at them, as we have often said, [not knowing] from what love he brought forth his words. 34. What man is like Job, drinking mockery like water, who has not sinned nor acted impiously nor at all shared with those who do lawless things, to go with the impious? And I, then, he says, know Job's virtue, that he receives insults by choice like those who drink water; and this is a proof of the greatest virtue, to bear insult without pain. And I know also that he neither sinned against men nor acted impiously against God, nor did he ever welcome association or converse with the lawless or the impious. 34. For do not say that "there will be no visitation of a man"; and his visitation is from the Lord. Having spoken to the friends the things concerning Job, he turned his speech to him: for I find fault with you, he says, not as unjust, but as thinking the things that concern us to be unvisited and unprovided for, as though God does not visit men with care. 34. Therefore, you who are wise of heart, hear me.
μή μοι εἴη ἐναντίον κυρίου ἀσεβῆσαι καὶ ἐναντίον παντοκράτορος ταράξαι τὸ δίκαιον, ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν. ἀξιῶ τοίνυν· ἀκούσατε ὡς συνιέναι δυνάμενοι τὰ λεγόμενα. μὴ γὰρ δὴ γένοιτό με εἰς ἀσεβεῖς ἐκπεσεῖν λόγους μηδὲ ἐπὶ παντοκράτορος θεοῦ λαλοῦντα φθέγξασθαί τι παρὰ τὸ δίκαιον. οἶδα γάρ, ὅτι ὁ θεὸς ἑκάστῳ τὰ κατ' ἀξίαν ἀπονέμων, ἐν ᾧ περιπατεῖ, ἐν τούτῳ δράσσεται αὐτοῦ, τουτέστιν· ὡς εὑρίσκει αὐτὸν πορευόμενον, οὕτως αὐτὸν κρίνει. 34, οἴει δὲ τὸν κύριον ἄτοπα ποιήσειν; ἢ ὁ παντοκράτωρ ταράξει τὸ δίκαιον, ὃς ἐποίησε τὴν γῆν; τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ' οὐρανὸν καὶ τὰ ἐνόντα πάντα; κύριος γάρ ἐστιν ὁ θεὸς καὶ παντοκράτωρ καὶ πάντων τῶν ὄντων δημιουργός. οὐκ ἂν οὖν, φησίν, ὁ δεσπότης ἄτοπόν τι πράξειε περὶ τὸ ὑπήκοον, οὐδὲ ὁ κατὰ πάντων τὸ κράτος ἔχων τοῦ δικαίου σύγχυσιν ἐργάσαιτο, οὐδὲ ὁ πάντων ποιητὴς τὸ οἰκεῖον ἀδικήσοι δημιούργημα. 34, εἰ γὰρ βούλοιτο συσχεῖν καὶ τὸ πνεῦμα κατασχεῖν παρ' αὐτῷ, τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν· πᾶς γὰρ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. εἰ γὰρ μόνον θελήσει ἀνασχεῖν τὴν πνοήν, ἣν τοῖς ζῴοις ἐχαρίσατο, πανωλεθρίᾳ πάντα διαφθαρήσεται, καὶ οὐκ ἔστιν ἄνθρωπον τὸν ἀπὸ γῆς μὴ εἰς τὸ συγγενὲς ἀναλυθῆναι στοιχεῖον τὴν γῆν. ταῦτα δέ φησιν ὁμοῦ καὶ δεικνύς, ὡς ὅτι ὁ ποιητὴς οὐκ ἀδικεῖ τὰ ποιήματα, καὶ τὸν Ἰὼβ εἰς φόβον ἐνάγων ὡς θελήσαντα πρὸς θεὸν ὁμοτίμως διαδικάσασθαι. 34, εἰ δὲ μὴ νουθετεῖ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων.
May it not be before the Lord that I should act impiously, or before the Almighty that I should disturb justice, but he renders to a man according as each of them does, and in the path of a man he will find him. I ask, therefore: hear, as those able to understand what is said. For may it not indeed happen that I fall into impious words, nor that, speaking before Almighty God, I utter anything contrary to justice. For I know that God, apportioning to each according to worth, in that in which he walks, in this he will grasp him, that is: as he finds him walking, so he judges him. 34, But do you think the Lord will do absurd things? Or will the Almighty disturb justice, he who made the earth? And who is he who makes what is under heaven and all things in it? For the Lord is God and Almighty and the craftsman of all things that exist. Therefore, he says, the Master would not do anything absurd concerning what is subject to him, nor would he who has dominion over all bring confusion upon justice, nor would the maker of all things wrong his own handiwork. 34, For if he should wish to hold back and restrain the spirit with himself, all flesh will die with one accord; for every mortal will go to the earth, whence also he was formed. For if he only wills to withhold the breath which he granted to living things, all things will be destroyed in utter ruin, and it is not possible for man, who is from earth, not to be resolved into his kindred element, the earth. And he says these things at once showing that the maker does not wrong his works, and leading Job into fear, as one who wished to contend with God on equal terms. 34, But if he does not admonish, hear these things, give ear to the voice of words.
εἰ μὴ πείθει ταῦτα, ἐπί τί γε καὶ τῶν ἐφεξῆς ῥημάτων ἄκουσον. 34, ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον. κατανόησον, ὡς αἰώνιος καὶ ἄναρχος καὶ δίκαιος ὢν θεὸς μισεῖ μὲν τὰ ἄνομα, τιμωρεῖται δὲ τοὺς πονηρούς. συλλογισμῷ δὲ πείθει τὸν Ἰώβ· εἰ γὰρ αὐτὸς μισεῖ τὰ ἄνομα καὶ τιμωρεῖται τὴν πονηρίαν δίκαιος ὤν, οὐκ ἄν τι πράξοι παρὰ τὸ δίκαιον. 34, ἀσεβὴς ὁ λέγων βασιλεῖ· παρανομεῖς, ἀσεβέστατος τοῖς ἄρχουσιν. εἰ γὰρ κατὰ ἀνθρωπίνην ἀκολουθίαν καὶ νομοθεσίαν ὁ λέγων τῷ βασιλεῖ· παρανομεῖς ὡς ἀσεβέστατος κρίνεται παρὰ τῶν ἀρχόντων, τί ἂν πάθοιεν οἱ πρὸς θεὸν τολμῶντες εἰπεῖν· παρανομεῖς; καλῶς δὲ εἶπεν· τοῖς ἄρχουσιν, οὐ γὰρ πάντως καὶ παρὰ θεῷ ἀσεβὴς κρίνεται ὁ τῷ ἐπιγείῳ βασιλεῖ λέγων· παρανομεῖς. 34, ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου οὐδὲ οἶδε τιμὴν θέσθαι ἀνδρὸς θαυμασθῆναι
πρόσωπα αὐτῶν. κρίνεται δὲ ἀσεβείας ὁ τοιοῦτος κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν, ὡς ἔφημεν, ὡς μὴ αἰσχυνθεὶς τὸν ἔντιμον καὶ πλούσιον μηδὲ θαυμά σας τὴν προσοῦσαν αὐτῷ δυναστείαν. 34, κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός. τοῖς δὲ θαυμάζουσι τὰ πρόσωπα τῶν ἐντίμων κενὰ ἀποβήσεται διὰ τὸ μὴ ἐπὶ θεῷ, ἀλλ' ἐπ' ἀνθρώπῳ πεποιθέναι. 34, ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων. ἐκκλίνονται τοῦ ἰδίου δικαίου οἱ ἀδύνατοι ὑπὸ τῶν παρανόμως θελόντων χαρίζεσθαι τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν. διὰ τοῦτο γοῦν κενὰ ἀποβήσεται αὐτοῖς, ὅτι πρὸς χάριν ἀνθρώπων παρεῖδον τὸ δίκαιον.
If these things do not persuade you, then listen to at least some of the following words. 34. Behold, you see that he who hates lawlessness and destroys the wicked is eternal and just. Consider that God, being eternal and without beginning and just, hates lawless deeds and punishes the wicked. And by reasoning he persuades Job: for if he himself hates lawless deeds and, being just, punishes wickedness, he would not do anything contrary to justice. 34. Impious is he who says to a king, "You transgress the law," and most impious to rulers. For if, according to human order and legislation, the one who says to a king, "You transgress the law," is judged most impious by the rulers, what would those suffer who dare to say to God, "You transgress the law"? And well did he say "to rulers," for the one who says to an earthly king, "You transgress the law," is not altogether judged impious before God. 34. Who will not be ashamed before the face of the honored, nor knows how to set honor for a man to be admired—their faces. But such a one is judged guilty of impiety according to human order, as we said, as one who was not ashamed before the honored and wealthy man, nor admired the power that was present with him. 34. But their crying out and entreating a man will come to nothing. For those who admire the faces of the honored, their actions will come to nothing because they have trusted not in God but in man. 34. For they acted lawlessly when the powerless were turned aside. The powerless are turned aside from their own right by those who lawlessly wish to gratify the king and the rulers. Therefore their actions will come to nothing, because for the sake of human favor they overlooked justice.
34, αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράττουσιν, οὐδὲ ἔστι τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα. ἀλλ' ὁ πάντα ὁρῶν ὀφθαλμὸς τοῦ θεοῦ τὰ πάντα βλέπει καὶ οὐκ ἔστι τόπος, εἰς ὃν οὐκ ἀφικνεῖται ἡ πανεποπτικὴ δύναμις τοῦ θεοῦ. 34, ὅτι οὐκ ἐπ' ἄνδρα θήσει ἔτι. καὶ οὐκ ἐᾷ ὁ θεὸς τοὺς ἁγίους εἰς ἄνδρα τίθεσθαι τὴν ἐλπίδα, ἀλλ' ἐφ' ἑαυτόν, ὅτι οἱ ἄδικοι ἐπ' ἄνθρωπον ἐλπίζουσιν. 34, ὁ γὰρ κύριος πάντας ἐφορᾷ, ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ὁ γνωρίζων αὐτῶν τὰ ἔργα. πανεπίσκοπος οὖν τυγχάνων ὁ θεὸς καταλαμβάνει μὲν τὰ ἀνεξιχνίαστα, ἐργάζεται δὲ ἔνδοξα καὶ ἐξαίσια καὶ ἀναρίθμητα, πάντα γνω ρίζων τὰ παρὰ ἀνθρώποις πραττόμενα. τὸ καταλαμβάνων οὖν ἐφ' ἑκατέρου κεῖται, ἐπί τε τοῦ ἐξιχνιάζειν καὶ διαπράττεσθαι. 34, καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται. ἀντὶ τοῦ· τὴν εὐπραγίαν αὐτῶν εἰς νύκτα μεταθήσει. ἢ καὶ οὕτως· τὰ δοκοῦντα εἶναι δικαιώματα τῶν ἀσεβῶν στρέφων δείκνυσιν εἶναι νύκτα τὴν ἄντοψιν αὐτῶν· διὸ καὶ ταπεινοῖ αὐτούς. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· αὐτοὶ μὲν ὡς ἐκ δικαιωμάτων ποιοῦσί τινα, σκότους δέ ἐστιν ἔργα ἃ διαπράττονται, καὶ ταπεινοῦνται παρὰ θεῷ. 34, ἔσβεσε δὲ ἀσεβεῖς. μετὰ τὸ ἐλεγχθῆναι αὐτοὺς δηλονότι. 34, ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ. ὁρᾷ τοὺς ἀσεβεῖς ὁ θεὸς οὐ κατ' ἐπισκοπήν, ἀλλ' ἐπὶ τῷ αὐτοὺς τιμωρεῖσθαι κατὰ τὸ ἐν Ψαλμοῖς· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι.
34. For he is visible to the works of men, and nothing of what they do has escaped him, nor is there a place for those who do lawless things to hide. But the all-seeing eye of God sees all things, and there is no place to which the all-surveying power of God does not reach. 34. Because he will no longer set [his hope] upon a man. And God does not permit the saints to place their hope in a man, but in himself, because the unjust place their hope in a man. 34. For the Lord watches over all, who comprehends things unsearchable, things glorious and wondrous, of which there is no number, who knows their works. Since God, then, is all-observant, he comprehends things unsearchable, and he works things glorious and wondrous and innumerable, knowing all things that are done among men. The word "comprehending," then, is used in both senses, both of searching out and of accomplishing. 34. And he will turn night, and they shall be brought low. Instead of: he will change their prosperity into night. Or also thus: turning the things that seem to be righteous deeds of the impious, he shows their appearance to be night; therefore he also brings them low. And what he says is of this sort: they, as if from righteous deeds, do something, but the things they accomplish are works of darkness, and they are brought low before God. 34. But he has quenched the impious. Evidently, after they have been convicted. 34. But they are visible before him. God sees the impious, not by way of oversight, but for the purpose of punishing them, according to what is in the Psalms: but the face of the Lord is upon those who do evil, to destroy them.
34, ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν τοῦ ἐπαγαγεῖν ἐπ' αὐτὸν κραυγὴν πένητος, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται. αἰτίας εἶπεν, δι' ἃς οἱ ἀσεβεῖς κολάζονται. ἐπάγεσθαι δέ φησιν τὴν τῶν πενήτων κραυγὴν εἰς θεόν, ὅτιπερ ἀδικούμενοι εἰς αὐτὸν καταφεύγουσι βοῶντες καὶ τὴν θεόθεν ἐκδίκησιν ἐπικαλούμενοι. 34, καὶ αὐτὸς ἡσυχίαν παρέξεται, καὶ τίς καταδικάσεται; εἰ δὲ καὶ θεὸς ἀνεξικακῶν ἐν ἡσυχίᾳ τέως ἐᾷ τοὺς ἀσεβεῖς εἶναι, τίς δύναται καταδικάσαι, ὃν ὁ θεὸς οὐ κατεδίκασεν; 34, καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; τοῦτο λέγει, ὅτι ἀφανὴς ὢν τὰς κρίσεις ἐκφέρει. 34, καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ. τιμωρεῖται δὲ οὐ μόνον τὸν καθ' ἕκαστον, ἀλλὰ καὶ ἐθνηδὸν ἅπαντας, καθ' οὓς οἶδεν αὐτὸς λόγους τὰς πανωλεθρίας ἐργαζόμενος. 34, βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ. καθὼς γέγραπται· καὶ ἔδωκα αὐτοῖς βασιλέα ἐν ὀργῇ τοῦ θυμοῦ μου. πολλάκις γὰρ τὸν σχήματι φαινόμενον ἀγαθὸν συγχωρεῖ εἰς βασιλέα ἀναγορευθῆναι, ἐφ' ᾧ κακωθῆναι δι' αὐτοῦ τοὺς ὑπηκόους διὰ τὴν αὐτῶν δυσκολίαν καὶ κακοπραγίαν. 34, ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· εἴληφα, οὐκ ἐνεχυράσω· ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι. ὅσα τοῖς παλαιοτέροις εἰς τὸν τόπον εἴρηται, παραθήσομαι. οἱ μέν φασιν, ὅτι τοῦτο λέγει, ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυροτέρῳ ὅτι· ἀκαίρως εἴληφας τὰ ἐμὰ καὶ οὐκ ἐνεχύρου χάριν ὡς ἐποφειλόμενος, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον, ὅτι εὐλόγως τοῦτο δέδρακας. εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ θρασύνῃ κατὰ θεοῦ;
34. For they have turned aside from the law of God, and they have not known his judgments, so as to bring upon him the cry of the poor, and he will hear the cry of the needy. He has stated the reasons for which the impious are punished. And he says that the cry of the poor is brought before God, in that those who are wronged flee to him, crying out and calling upon the vengeance that comes from God. 34. And he himself will provide quietness, and who will condemn? But if even God, who is forbearing, for a time leaves the impious to be in quietness, who can condemn one whom God has not condemned? 34. And he will hide his face, and who will see him? He says this, that being invisible he brings forth judgments. 34. Both against a nation and against a man together. For he punishes not only each individual, but also all collectively by nations, by reasons which he himself knows, working utter destructions. 34. Ruling a man that is a hypocrite because of the perversity of the people. As it is written: And I gave them a king in the anger of my wrath. For often he permits one who appears good in outward form to be proclaimed king, so that through him his subjects may be afflicted because of their own perversity and wickedness. 34. For to the mighty one, the one who says: I have taken, I will not take a pledge; without myself I shall see, do you show me. As many things as have been said by the older writers on this passage, I will set down. Some say that he means this, that no one dares to say to the stronger: You have taken my goods at an unseasonable time, and you have not taken them by way of pledge as one owed, and you have taken them against my will; show that you have done this with good reason. But if no one dares to say these things to the powerful, how do you have the boldness against God?
καί φασι μὲν ταύτην εἶναι τὴν ἔννοιαν, ἀσαφίας δὲ πεπληρῶσθαι τὸ ῥητόν. ἕτεροι δὲ οὕτως ἐνόησαν· ὁ πιστεύων, φησίν, οὐ λαμβάνει ἐνέχυρα, ὁ εἰς τὸν θεὸν ἐλπίζων οὐκ ἀπαιτεῖ αὐτὸν ἐνέχυρα, καθὼς οἱ Ἰουδαῖοι ἐνεχυράζοντες ἔφασκον· ποίησον σημεῖον καὶ πιστεύσομέν σοι, ἤ· κατάβηθι ἀπὸ τοῦ σταυροῦ· ἀλλ' ὁ
πεποιθὼς αὐτῷ λέγει ὅτι· χωρὶς τῆς ἐμῆς δυνάμεώς σοι πιστεύων ἐλπίζω ὄψεσθαι, δηλονότι τὰ ἀγαθά. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ὅ_τ_ι_ _π_ρ_ὸ_ς_ _θ_ε_ὸ_ν_ _ῥ_ῆ_σ_ι_ν_ _ἀ_ν_έ_λ_α_β_ο_ν_,_ οὐκ ἐφέξω ἀκωλύτως, σὺ διασάφησόν μοι. ὃ δὲ ἐνόησεν ὁ Σύμμαχος, τοῦτό ἐστιν· ἐπειδὴ τὴν ὑπὲρ θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν ὁ Ἐλιούς, οὐκ ἐπέχω, ἀλλὰ ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ· ἔλεγξον τὸν λόγον. 34, εἰ ἀδικίαν εἰργασάμην, οὐ μὴ προσθήσω. εἰπὲ οὖν, φησίν, Ἰώβ, εἰ ἀδίκως λαλῶ, καὶ οὐ προσθήσω τοῖς εἰρημένοις. 34, μὴ παρὰ σοῦ ἀποτίσει αὐτήν, ὅτι σὺ ἀπώσῃ; μὴ τῶν ἐμῶν λόγων σὺ τὰς δίκας ἀποτῖσαι μέλλεις; οὐκοῦν μὴ ἀπώσῃ, ἀλλὰ διέλεγξον τὰ εἰρημένα. 34, ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ. σὸν γάρ ἐστιν ἐκλέξασθαι καὶ διευκρινῆσαι, πότερον καλῶς ἢ κακῶς ἐλάλησα, οὐκ ἐμοῦ τοῦ εἰρηκότος. 34, καὶ τί ἔγνως, λάλησον. εἰ οὖν τι πλέον γνωρίζεις, ἀπόκριναι. 297 34, διὸ συνετοὶ καρδίας ἐροῦσι ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέ μου τὸ ῥῆμα. ὡς τοῦ Ἰὼβ σιωπήσαντος κυροῖ τοὺς ἑαυτοῦ λόγους ὁ Ἐλιοὺς καί φησιν ὅτι· ταῦτα, ἅπερ εἶπον πρὸς σέ, καὶ ἄλλοι συνετοὶ λέξουσί σοι καί, εἴ τις ἀνὴρ σοφὸς ἐπαινετός, τῶν ἐμῶν ἀκούει λόγων.
And they say that this is the meaning, but the text is full of obscurity. Others understood it thus: he who believes, it says, does not take pledges; he who hopes in God does not demand pledges from him, as the Jews did when they demanded pledges, saying: Perform a sign and we will believe you; or: Come down from the cross. But he who has trusted in him says: Without my own power, trusting in you, I hope to see—evidently the good things. But Symmachus rendered it thus: _because I have taken up a word against God, I will not hold back without hindrance; you, make it clear to me._ And what Symmachus understood is this: since I have taken up the word on behalf of God, says Elihu, I do not hold back, but I proceed with my argument without hindrance. But if I do not speak well, you make it clear—that is, refute the argument. 34. If I have done iniquity, I will not add to it. Tell me, then, says Job, if I speak unjustly, and I will not add to what has been said. 34. Will he repay it apart from you, because you will thrust away? Are you going to repay the penalties of my words? Therefore do not thrust away, but refute what has been said. 34. Because you will choose, and not I. For it is yours to choose and to determine whether I have spoken well or badly, not mine who have spoken. 34. And what you have known, speak. If, then, you know anything more, answer. 34. Therefore the prudent in heart will say these things, and a wise man has heard my word. Since Job has fallen silent, Elihu confirms his own words and says: these things which I have said to you, other prudent men also will say to you, and if there is any wise and praiseworthy man, he hears my words.
34, Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε τὰ ῥήματα αὐτοῦ, οὐκ ἐν ἐπιστήμῃ. ἔστιν ἐν λόγοις ἐπιστήμη, ὅταν τις ἐφιστὰς οἷς μέλλει λέγειν μετὰ συνέσεως προφέρῃ τοὺς λόγους, ἐπαινετῶς τὰς πεύσεις καὶ ἀποκρίσεις ποιούμενος. σὺ οὖν, φησίν, ἀσυνέτως καὶ ἀνεπιστημόνως, εἰκῇ καὶ ὡς ἔτυχε λελάληκας. 34, οὐ μὴν δὲ ἀλλὰ μάθε, Ἰώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες, ἵνα μὴ προσθῶμεν ἐφ' ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ' ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον κυρίου. ἐπειδὴ ἐκ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία, συμβουλεύει τῷ Ἰὼβ ὁ Ἐλιοὺς μὴ πολυλογεῖν μηδὲ ὥσπερ οἱ φίλοι ποτὲ μὲν ἀντιλέγειν, ποτὲ δὲ συντίθεσθαι καὶ περὶ τῶν αὐτῶν πολλὰς ποιήσασθαι τὰς διαλέξεις καὶ πεπλανημένας. τοῦτο γὰρ ἀφρόνων ἴδιον, καὶ μάλιστα οὐ χρὴ ταῦτα εἰπεῖν, ὅταν περὶ θεοῦ τις λαλῇ. ἐγὼ γάρ, φησίν, εὐλαβοῦμαι ἐν τοῖς λόγοις, μὴ καὶ περὶ ὧν λαλοῦμεν λόγον ὑφέξωμεν τῷ δικαίῳ κριτῇ καὶ πρὸς τὰς ἐξ ἔργων ἁμαρτίας τὰς ἐκ λόγων προσθήσωμεν· εἰ δὲ καὶ ἐν λόγοις ἐπλημμελήσαμεν, μὴ πάλιν τὰ αὐτὰ φθεγξώμεθα, ἵνα μὴ ταῖς προτέραις καὶ δευτέρας προσθήσωμεν ἁμαρτίας. τοῦτο γὰρ ἔοικε λέγειν τῷ Ἰὼβ ὅτι· ἅπαξ οὐκ ὀρθῶς ἐλάλησας· μὴ καὶ εἰσαῦθις τοιούτους ἐπαγάγῃς λόγους, ἵνα μὴ προσθήσωμεν ἐφ' ἁμαρτίαις ἡμῶν. ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΤΕΤΑΡΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι τοῦ θεοῦ;
But Job has not spoken his words with understanding, nor with knowledge. There is knowledge in words, when someone, attending to what he is about to say, brings forth his words with understanding, making his questions and answers in a praiseworthy manner. You, then, he says, have spoken without understanding and without knowledge, at random and as it happened. But nevertheless learn, Job, not to give any further answer like the foolish, so that we may not add to our sins, and lawlessness will be reckoned against us when we speak many words before the Lord. Since by much speaking sin will not escape, Elihu advises Job not to speak much, nor like the friends sometimes to contradict and sometimes to agree, and to make many and erroneous discussions about the same things. For this is the mark of fools, and especially one must not say these things when one is speaking about God. For I, he says, am cautious in my words, lest we also render an account to the righteous judge even for the things we say, and add sins of words to sins of deeds; and if we have erred even in words, let us not again utter the same things, so that we may not add second sins to the first. For this is what he seems to say to Job: once you have not spoken rightly; do not also bring on such words again, so that we may not add to our sins. CHAPTER TWENTY-FOUR. Beginning of the passage: And Elihu, taking up the discourse, says: Why have you considered this in judgment? Who are you that you have said: I am righteous before God?
Προθεωρία τοῦ κεφαλαίου προδιεξελθὼν ὁ Ἐλιοὺς περὶ παιδείας θεοῦ τοὺς ἁμαρτάνοντας ἐπιστρεφούσης, εἶτα καὶ κολάσεως ὀλοθρευούσης τοὺς ἀδίκους, νῦν τὸν περὶ μακροθυμίας τοῦ θεοῦ λόγον εἰσάγει καὶ μεγαλοπρεπείας μεμφόμενος τῷ Ἰὼβ ἐφ' οἷς ἔλεγεν· εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι καὶ ἐφ' οἷς ἠθέλησε κριθῆναι πρὸς θεόν. Αἱ λέξεισ 35, τί τοῦτο ἡγήσω ἐν κρίσει; ἢ τοῦτο λέγει ὅτι· τί ἐλογίσω περὶ τῶν κριμάτων τοῦ θεοῦ; ἆρα ὡς δυνάμενος ταῦτα καταλαβεῖν; ἢ ὅτι· τί ἐλογίσω πρὸς θεὸν θέλων κριθῆναι. 35, σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι κυρίου; πῶς ἐτόλμησας δίκαιον σαυτὸν ἀποφῆναι ἐναντίον τοῦ θεοῦ; ὁ μὲν οὖν Ἐλιοὺς οὕτως ὑπέλαβεν εἰρηκέναι τὸν Ἰώβ· οὐδαμῶς δὲ ἀπεφήνατο ἑαυτὸν ἀναμάρτητον, ἀλλ' ὅτι κατὰ δύναμιν πᾶσαν δικαιοσύνην ἐφύλαξεν. περὶ γὰρ τῶν ἐν παραπτώμασιν ἁμαρτημάτων καὶ ἀκουσίων καὶ αὐτὸς ὁμολογεῖ τούτοις ἔνοχος εἶναι, ποῖ μὲν λέγων· ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην, ποῖ δέ· εἰ δὲ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου. 35, ἢ ἐρεῖς· τί ποιήσω ἁμαρτών; ἀλλ' οὐδὲ ὤφειλες, φησίν, εἰπεῖν· τί ποιήσω ἁμαρτών; οἶδας γάρ, ὃ ποιεῖν ὤφειλες· ἀπέχεσθαι τῆς ἁμαρτίας, δακρύειν, μετανοεῖν, ἱκετεύειν τὸν θεὸν ἀμνηστίαν σοι τῶν παραπτωμάτων παρασχεῖν. ὁ μὲν οὖν Ἐλιοὺς πρὸς τὴν διάνοιαν ἑαυτοῦ καλῶς συμβουλεύει τῷ Ἰώβ, ὁ δὲ μακάριος Ἰὼβ κρείττονι διανοίᾳ ἔλεγεν· εἰ δὲ καὶ
Overview of the chapter: Elihu, having first gone through the matter of God's discipline turning sinners back, and then also of punishment destroying the unrighteous, now introduces the account of God's long-suffering and magnificence, reproaching Job for what he said: "If I have sinned, what can I do to you?" and for the fact that he wished to be judged with God. The words "What is this you have considered in judgment?" mean this: Why did you reason about God's judgments? Was it as though you were able to comprehend them? Or: Why did you reason against God, wishing to be judged? "Who are you that you said, I am righteous before the Lord?" How did you dare to declare yourself righteous before God? Elihu, then, supposed that Job had spoken in this way; but Job by no means declared himself sinless, only that he had kept all righteousness according to his power. For concerning sins committed in trespasses and involuntary ones, he himself confesses that he is liable to these, saying in one place, "You have marked, if I have transgressed unwillingly," and in another, "But if having sinned willingly I hid my sin." "Or will you say, What shall I do having sinned?" But, he says, you ought not even to have said, "What shall I do having sinned?" For you know what you ought to do: abstain from sin, weep, repent, entreat God to grant you forgetfulness of your trespasses. Elihu, then, in accordance with his own understanding, gives good counsel to Job; but the blessed Job spoke with a better understanding: "But if also
ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; ἀντὶ τοῦ· οὐδὲν τοσοῦτον δύναμαι ποιῆσαι ὥστε ἐξαλεῖψαι τὴν ἁμαρτίαν, εἰ μὴ τῆς σῆς τύχω φιλανθρωπίας. εὐλαβέστερον οὖν ἔλεγεν ὁ Ἰὼβ ὅτι· κἂν πᾶσάν μου δύναμιν εἰσαγάγω πρὸς τὸ τὴν ἁμαρτίαν μου ἀπαλεῖψαι, ἀμηχανῶ τοῦτο πρᾶξαι· τὸ γὰρ πρᾶγμα τῶν σῶν οἰκτιρμῶν ἐπιδέεται. 35, ἐγὼ δέ σοι δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶ φίλοις. ὡς καὶ τῶν τριῶν φίλων πεπλανημένων καὶ τοῦ Ἰὼβ οὐκ ἐν συνέσει λαλήσαντος αὐτὸς ὑπισχνεῖται κρείττονας ἁπάντων προφέρειν λόγους. 35, ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ. ἆρον, φησίν, τοὺς ὀφθαλμούς, τούς τε σωματικοὺς καὶ τοὺς τῆς διανοίας, καὶ θεωρήσας, πόσον ὑπερέχει ὁ οὐρανὸς ἀνθρώπων, παρα χώρει τῇ τοῦ θεοῦ μεγαλειότητι καὶ τοῖς ἀνεφίκτοις αὐτοῦ κρίμασιν. 35, εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; τῷ οὕτως θαυμαστῷ; 35, ἐπειδὴ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου λήψεται; εἰ δὲ καὶ δίκαιος εἶ, ποίαν δικαιοσύνην σου πράξεις, ἵνα ἀρέσῃς αὐτῷ; 35, ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. κατὰ τὴν εἰρημένην ἔννοιαν τοῦτο λέγει ὅτι· μόγις, εἰς ἄνθρωπον ἁμαρτών, εἶτα πᾶσαν αὐτῷ θεραπείαν προσαγαγών, δύνῃ ἐξισῶσαι τὴν δικαιοσύνην σου εἰς τὸ ἀπολυτρώσασθαι τὴν ἁμαρτίαν. ὁ δὲ εἰς θεόν τι ἁμαρτήσας, τί δύναται τοιοῦτον πρᾶξαι, ἢ ποίαν δικαιοσύνην ἀντεισαγαγεῖν εἰς ἀπολύτρωσιν; ἔστι δὲ καὶ ἑτέρως νοῆσαι τὰ προκείμενα. ὡς γὰρ τοῦ Ἰὼβ εἰρηκότος· εἰ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; καὶ λέγοντος ἑαυτὸν εἶναι δίκαιον, φησὶν ὁ Ἐλιοὺς ὅτι·
I have sinned; what can I do to you?" This means: I can do nothing so great as to wipe out my sin, unless I obtain your loving-kindness. Therefore Job spoke more cautiously, saying: Even if I bring all my strength to bear on wiping out my sin, I am at a loss to do this; for the matter needs your mercies. "I will give you an answer, and to your three friends." Since the three friends had gone astray and Job had not spoken with understanding, he promises that he himself will bring forth words better than all. "Look up to heaven and see; observe the clouds, how high they are from you." Lift up, he says, your eyes, both the bodily eyes and those of the mind, and having observed how far heaven surpasses men, yield to God's majesty and his incomprehensible judgments. "If you have sinned, what will you do? And if you have transgressed greatly, what can you do?" to him who is so wondrous? "Since, then, you are righteous, what will you give him? Or what will he receive from your hand?" And if you are righteous, what righteousness of yours will you perform, so as to please him? "Your ungodliness is for a man like yourself, and your righteousness for a son of man." According to the meaning already stated, he says this: With difficulty, having sinned against a man, and then having brought every remedy to bear on him, can you match your righteousness to the ransom of your sin. But one who has sinned against God—what can he do of such a kind, or what righteousness can he bring in exchange for redemption? It is also possible to understand the present passage in another way. For since Job had said, "If I have sinned, what can I do to you?" and was saying that he himself was righteous, Elihu says:
κἂν ἥμαρτες κἂν δίκαιος ᾖς, οὐδὲν ἐκ τούτου θεὸς ἢ βλαβήσεται ἢ ὠφεληθήσεται. μὴ οὖν ἐπαίρου ἐπὶ τῇ σῇ δικαιοσύνῃ. 35, ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται. ἄνθρωποι μὲν γάρ, φησίν, συκοφαντούμενοι κεκράξονται ἀπὸ τοῦ πλήθους τῶν κακῶν. 35, βοήσονται ἀπὸ βραχίονος πολλῶν. καὶ ἀπὸ τῶν πολλῶν ὧν πάσχουσι δεινῶν ἐκ τῆς ἰσχύοςτοῦτο γὰρ δηλοῖ ὁ βραχίωντῶν δυνατῶν {οἳ} πρὸς θεὸν βοῶσιν. 35, καὶ οὐκ εἶπεν· ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με; κατ' ἐκείνων δὲ προσέρχονται κράζοντες οἱ ἀδικούμενοι, κατὰ τῶν μὴ λογιζομένων, ὅτι τὸν θεὸν ἔχουσι ποιητήν. 35, ὁ κατατάσσων φυλακὰς νυκτερινάς. μὴ λογιζομένων, ὅτι αὐτὸς ἔταξε μέτρα νυκτί. ἐπειδὴ γὰρ εἰς τέσσαρας φυλακὰς ἡ νὺξ διῄρηται, ἀπὸ τούτων τὰ μέτρα τῆς νυκτὸς ἐσήμανε καὶ ὁ διδάξας ἀνθρώπους αἰνεῖν τὸν θεὸν ἐν ταῖς νυκτεριναῖς φυλακαῖς. μεσονύκτιον, γάρ φησιν ὁ Δαυίδ, ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. κατὰ δὲ ταύτην τὴν ἔννοιαν καὶ Θεοδοτίων οὕτως ἐκδέδωκεν· _ὁ_ _δ_ι_δ_ο_ὺ_ς_ _α_ἰ_ν_έ_σ_ε_ι_ς_ _ἐ_ν_ _ν_υ_κ_τ_ί_. κατὰ δὲ βαθυτέραν διάνοιαν νυκτὸς ὄντος τοῦ παρόντος βίου διὰ τὴν σύγχυσιν τῆς ἁμαρτίας φύλακας ἡμῖν ἔταξεν ὁ θεός, οἷον ἐντολὰς καὶ ἀγγέλους τοὺς ἡμᾶς φυλάττοντας. {καὶ αὐτός ἐστιν ὁ κατατάσσων φύλακας νυκτερινάς.} 35, ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πτηνῶν οὐρανοῦ. οὐ διελογίσαντο οἱ ἄδικοι, ὡς ἐτιμήθησαν ὑπὲρ τὰ ἐπὶ γῆς ἄλογα καὶ κατὰ ἀέρα διιπτάμενα πετεινά. 35, ἐκεῖ κεκράξονται καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν. ἢ οἱ ἀδικούμενοι ἐκεῖἀντὶ τοῦ·
Even if you have sinned, even if you are righteous, God will neither be harmed nor benefited by this. Do not, then, be puffed up over your own righteousness. "Out of the multitude of those who are falsely accused, they shall cry out." For men, he says, when falsely accused, shall cry out because of the multitude of their evils. "They shall cry out because of the arm of many." And because of the many terrible things they suffer, from the strength—for "arm" signifies this—of the powerful, they cry out to God. And he did not say: Where is the God who made me? But it is against those who do not consider that they have God as their maker that the wronged come crying out. "He who appoints the watches of the night." That is, of those who do not consider that he himself appointed the measures of the night. For since the night is divided into four watches, from these he indicated the measures of the night, and that he taught men to praise God in the night watches. "At midnight," says David, "I arose to give thanks to you for the judgments of your righteousness." And according to this understanding Theodotion also rendered it thus: "who gives praises in the night." And according to a deeper meaning, since the present life is night because of the confusion of sin, God appointed watches for us, such as the commandments and the angels who guard us. "He who distinguishes me from the four-footed beasts of the earth, and from the birds of heaven." The unjust did not consider that they were honored above the irrational creatures on the earth and the birds flying through the air. "There they shall cry out, and he will certainly not hear, and from the insolence of the wicked." Or: those who are wronged there—instead of:
πρὸς θεόνἀπὸ τῆς ὕβρεως τῶν πονηρῶν κεκράξονται, ἵνα ᾖ κατ' ἐρώτησιν τὸ καὶ οὐ μὴ εἰσακούσῃ, ἀντὶ τοῦ· καὶ ἀκούσει αὐτῶν βοώντων ὁ θεός. ἢ οἱ ἄδικοι καὶ ὑπερήφανοι ὑπὸ ἑτέρων πονηρῶν ἀδικούμενοι ἐὰν κράξωσι πρὸς θεόν, οὐκ εἰσακούονται· πρὸς γὰρ τοὺς τοιούτους, φησίν, ἀνεπιστρέπτως ἔχει ὁ θεός. πρὸς ἑκατέραν δὲ ἔννοιαν ἁρμόζει τὰ ἐπαγόμενα. 35, ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος, αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. εἰρηκὼς τοῦ θεοῦ τὸ μισοπόνηρον καὶ ὡς οὐδὲν διαλανθάνει αὐτὸν τῶν παρὰ ἀνθρώποις πραττομένων, ἀλλὰ καὶ ἐφορᾷ κολαστικῶς τοὺς ἀνόμους, εὐχὴν ἐπέπλεξε τῷ λόγῳ φήσας· καὶ σώσει με. 35, κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν. τί οὖν πρὸς τὸν τοσοῦτον καὶ τηλικοῦτον θέλεις, φησίν,
κριθῆναι, ὅπουγε μηδὲ πρὸς ἀξίαν αὐτὸν ὑμνολογῆσαι οἷός τε εἶ; 35, καὶ νῦν οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα. διὰ τοῦτο τοιγαροῦν, ἐπειδὴ μὴ συνεχῶς ἐπισκέπτεται τῇ ἐποφειλομένῃ ἀδίκοις ὀργῇ, ἀλλ' ὥσπερ τις ἀγνοῶν οὐ σφόδρα τιμωρεῖται τὰ ἡμέτερα παραπτώματα, τὴν ἀνοχὴν αὐτοῦ καὶ μακροθυμίαν οἱ ἄνθρωποι εἰς καταφρόνησιν λαμβάνουσιν. τὸ δὲ εἰπεῖν καὶ νῦν ἔδειξεν, ὅτι κἂν παραχρῆμα μὴ τιμωρῆται, ἀλλ' οὖν ἀποδώσει ποτὲ ἑκάστῳ τὰ κατ' ἀξίαν. 35, καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.
They will cry out to God because of the insolence of the wicked, so that the phrase and he will certainly not hear may be taken as a question, in place of: and God will hear them as they cry out. Or: the unjust and arrogant, when they are wronged by other wicked men and cry out to God, are not heard; for toward such people, he says, God is inexorable. What follows fits either interpretation. 35, For the Lord does not wish to look upon improper things, for he himself, the Almighty, is the seer of those who accomplish lawless deeds, and he will save me. Having stated God's hatred of evil and that nothing done among men escapes him, but that he also watches over the lawless with a view to punishment, he wove a prayer into his speech, saying: and he will save me. 35, But be judged before him, if you are able to praise him as he is. What then, he says, do you want to be judged against one so great and so mighty, when you are not even able to hymn him worthily? 35, And now he is not visiting his anger, and he has not known transgression exceedingly. For this reason, therefore, since he does not continually visit with the anger owed to the unjust, but, as though ignorant, does not very greatly punish our transgressions, men take his forbearance and long-suffering as grounds for contempt. And by saying and now he has shown that even if he does not punish immediately, nevertheless he will one day render to each according to his deserts. 35, And Job opens his mouth in vain, in ignorance he makes words heavy.
μὴ κατανοῶν, φησίν, ὁ Ἰὼβ τὸ μεγαλεῖον τοῦ θεοῦ καὶ τὸ μακρόθυμον καὶ τὰ ἀκατάληπτα αὐτοῦ κρίματα, καὶ ὅτι ἄνθρωπος οὐδὲ αἰνέσαι κατ' ἀξίαν τὸν θεὸν δύναται, μήτιγε κριθῆναι πρὸς αὐτόν, βαρέα καὶ ἀπρεπῆ φθέγγεται ῥήματα. καὶ καλῶς μὲν ὁ Ἐλιοὺς οὐδὲ τὸν Ἰὼβ ὡς δι' ἀσεβείας πάσχοντα {μὲν} καταδικάζει, ἀλλὰ καὶ τὰ περὶ τῆς θεοῦ μεγαλοπρεπείας καὶ ἀνοχῆς ὀρθῶς δοξάζει, οὔτε δὲ τὴν γνώμην, ἐξ ἧς τοὺς λόγους προέφερεν ὁ Ἰώβ, κατενόησεν οὔτε τὴν αἰτίαν ἐγνώρισε τῶν ἀνηκέστων κακῶν, οἷς περιπέπτωκεν ὁ δίκαιος. ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΠΕΜΠΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· προσθεὶς δὲ Ἐλιοὺς ἔτι λέγει· μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις. Προθεωρία τοῦ κεφαλαίου ἐνταῦθα περὶ δικαιοσύνης θεοῦ διδάσκει ὁ Ἐλιοὺς τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονεμούσης καὶ περὶ δυνάμεως μεγαλοπρεποῦς καὶ σοφίας ἀκαταλήπτου· συνίστησι δὲ τὸν περὶ τῆς ἀκαταλήπτου σοφίας αὐτοῦ λόγον ἐκ τῶν περὶ τὸν ἀέρα γινομένων χειμώνων τε καὶ βροντῶν καὶ τῶν θηρίων καὶ τῶν κτηνῶν, πῶς τὰ μὲν μεθ' ἡμέραν ἐργάζεται, τὴν δὲ νύκτα εἰς ἀνάπαυσιν ἔχει, τὰ δὲ τὴν μὲν ἡμέραν εἰς τὸ ἡσυχάζειν ἀπεκληρώσατο, ἵνα μὴ τοῖς ἀνθρώποις ἐπιτρέχωσι, τὴν δὲ νύκτα περινοστοῦντα ζητοῦσι τροφήν· καὶ ὅτι τοῖς ὕδασιν ὁ θεὸς ποτὲ μὲν εἰς ἀνθρώπων παιδείαν, ποτὲ δὲ εἰς εὐεργεσίαν χρῆται· καὶ ὅτι ἐκ μὲν σκότους φῶς, ἐκ δὲ τῆς τοῦ φωτὸς ἀναχωρήσεως νύκτα ἐργάζεται. φησὶ δέ, ὅτι πᾶσίν ἐστιν εὔληπτον τὸ ἐκ τῆς δημιουργίας καταλαμβάνειν, ὡς ἀκατάληπτός ἐστιν ἡ σοφία τοῦ θεοῦ·
Elihu says that Job, not understanding the greatness of God and his long-suffering and his incomprehensible judgments, and that man cannot praise God worthily, much less be judged against him, utters heavy and unseemly words. And Elihu rightly does not condemn Job either as suffering on account of impiety, but he rightly holds opinions about God's magnificence and forbearance; yet he neither understood the mind from which Job brought forth his words, nor recognized the cause of the incurable evils into which the righteous man had fallen. CHAPTER TWENTY-FIVE. Beginning of the passage: And Elihu, having added, says further: Wait for me a little while, that I may teach you; for there is still speech in me. Forethought of the chapter: here Elihu teaches about the righteousness of God, which assigns to each according to worth, and about his magnificent power and incomprehensible wisdom; and he establishes his account of his incomprehensible wisdom from what happens in the air—storms and thunders—and from the wild beasts and the cattle: how some work by day and have the night for rest, while others have allotted the day for being quiet, so that they do not rush upon men, and roaming about by night they seek food; and that God uses the waters sometimes for the instruction of men, sometimes for beneficence; and that from darkness he makes light, and from the withdrawal of the light he makes night. And he says that it is easy for all to grasp from creation that the wisdom of God is incomprehensible.
μεγαλοπρεπῶς δὲ διεξελθὼν τὰ περὶ τῆς ἀκαταλήπτου σοφίας τε καὶ προνοίας τοῦ θεοῦ συμπεραίνει τὸν λόγον εἰς τὸ δεῖν φοβεῖσθαι τὸν θεόν. διὰ μὲν οὖν τοῦ δίκαιον ἀποφῆναι θεὸν καὶ τοῖς δικαίοις ἐπαμύνοντα παράκλησιν εἰργάσατο τῷ Ἰώβ, ἵνα ὡς δίκαιος ἀγαθοῦ καὶ δικαίου θεοῦ τεύξεσθαι προσδοκῶν ἑαυτὸν ἀνακτήσηται, διὰ δὲ τοῦ μέγαν καὶ ἰσχυρὸν καὶ ἀκατάληπτον εἰς φόβον ἐνάγειν ἐπειράθη τὸν δίκαιον, ἵνα μηκέτι μηδὲν ἀντείπῃ, ἀλλὰ τῇ σιωπῇ παραχωρήσῃ τοῖς ἀκαταλήπτοις τοῦ θεοῦ κρίμασιν. θαυμασίως οὖν τοῦ Ἐλιοὺς μάλιστα πρὸς τῷ τέλει περὶ τῆς τοῦ θεοῦ σοφίας τε καὶ μεγαλοπρεπείας ἐξηγησαμένου ὁ μὲν Ἰὼβ οὐδὲν ἀντεῖπεν, σύμψηφος δὲ θεὸς τοῖς τοιούτοις αὐτοῦ γέγονε λόγοις, ὡς ἐφεξῆς ἔστιν ἐκ τῆς θείας ῥήσεως καταμαθεῖν. Αἱ λέξεισ 36, μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις. ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν. ἐπειδήπερ ἔτι περὶ θεοῦ λέγειν ἔχω καὶ βούλομαι μακρότερον ἀναλαβὼν τὸν λόγον μετ' ἐπιστήμης καὶ γνώσεως διεξελθεῖν, ἔκδεξαι καὶ τὰ νῦν ὑπ' ἐμοῦ λεγόμενα. 36, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ' ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνιείς. τὸ μου πρὸς τὸ δίκαια, ἵνα εἴπῃ ὅτι· τὴν δικαιολογίαν μου, ἣν νῦν ἐρῶ, τοῖς ἔργοις τοῦ θεοῦ πιστοῦμαι δεικνύς, ὡς ἃ γινώσκω μετὰ ἀληθείας συνίημι καὶ οὐκ ἄδικόν τι νοήσας ἄδικα φθέγγομαι ῥήματα. 36, γίνωσκε δέ, ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. ἴσθι τοιγαροῦν, ὡς οὐδέποτε θεὸς ἔξω τῆς οἰκείας ἐπισκοπῆς τὸν ἀκακίᾳ συζῶντα καταλιμπάνει. 307 36, δυνατὸς ἰσχύι καρδίας ἀσεβῶν οὐ μὴ ζωοποιήσει.
Having set out magnificently the matters concerning the incomprehensible wisdom and providence of God, he concludes his discourse with the necessity of fearing God. By declaring God to be just and a helper of the righteous, he produced consolation for Job, so that, expecting as a righteous man to obtain a good and just God, he might recover himself; but by leading the righteous man into fear through [speaking of God as] great and mighty and incomprehensible, he attempted [to bring it about] that he should no longer contradict anything at all, but by silence yield to the incomprehensible judgments of God. Wonderfully, then, when Elihu especially toward the end had expounded concerning the wisdom and magnificence of God, Job said nothing in reply, and God became a concurring witness to such words of his, as is possible to learn in what follows from the divine utterance. The words 36: "Wait for me a little while yet, that I may teach you; for there is still a word in me. Taking up my knowledge from afar." Since I still have things to say concerning God and wish, taking up the discourse at greater length, to set them out with knowledge and understanding, receive also the things now spoken by me. 36: "And in deeds I will speak just things in truth, and not unjust words, understanding unjustly." The "my" goes with "just things," so that he says: I confirm by the deeds of God the justification that I now speak, showing that I understand with truth the things I know, and that, having understood nothing unjust, I do not utter unjust words. 36: "And know that the Lord will certainly not reject the guileless." Know, therefore, that God never abandons outside his own oversight the one who lives with guilelessness. 36: "Mighty in strength of heart, he will certainly not give life to the impious.
ζωοποιεῖται ψυχὴ θείας γνώσεως μεταλαμβάνουσα, θάνατος δὲ λογικῆς ψυχῆς ἡ ἀγνωσία {καὶ αἱ κολάσεις}. ὁ δυνατὸς οὖν, φησίν, θεὸς καὶ ἰσχυρὸς τὰς ψυχὰς τῶν ἀσεβῶν οὐ μὴ ζωοποιήσει διὰ τὸ ἑλέσθαι αὐτοὺς ἐν ἀγνωσίᾳ διάγειν. 36, καὶ κρίματα πτωχῶν δώσει. κολάζων δὲ τοὺς ἀσεβεῖς κατὰ τὰ κρίματα αὐτοῦ τὰ δίκαια τοῖς πένησιν ἀδικουμένοις ἐπαμύνει.
36, οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ. ὅμοιον ἐν Ψαλμοῖς ὅτι· ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. 36, καὶ μετὰ βασιλέων εἰς θρόνον, καθιεῖ αὐτοὺς εἰς νῖκος καὶ ὑψωθήσονται. κατὰ μὲν τὸ πρόχειρον ἐσθότε τοὺς δικαίους ὁ θεὸς τοσαύτης ἀξιοῖ καὶ παρὰ ἀνθρώποις τιμῆς, ὡς καὶ συγκαθίζειν αὐτοὺς βασιλεῦσι καὶ νῖκος αὐτοῖς χαρίζεσθαι κατὰ τῶν ἐχθρῶν καὶ εἰς ὕψος ἐπαίρειν. κατὰ δὲ βαθυτέραν διάνοιαν οἱ κατὰ θεὸν πτωχοὶ καὶ δίκαιοι μετὰ τῶν κατ' ἀρετὴν μεγάλων σύνθρονοι τῷ βασιλεῖ τῶν οὐρανῶν ἔσονται νικήσαντες τοὺς νοητοὺς ἐχθροὺς καὶ ὑψωθέντες. 36, καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίῳ πενίας, καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν. τοὺς δὲ ἀδίκους δεσμώτας ἐργασάμενος καὶ καταδήσας πενίᾳ διὰ τῶν συμφορῶν εἰς ἀνάμνησιν ἄγει τῶν οἰκείων ἔργων καὶ παραπτωμάτων, ἅπερ ἔπραξαν διὰ τῆς ἰδίας ἰσχύος. 36, ἀλλὰ τοῦ δικαίου εἰσακούσεται. τοῦτο τῷ ἀνωτέρω εἰρημένῳ συνῆπται, ἵνα ᾖ οὕτως· οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, ἀλλὰ τοῦ δικαίου εἰσακούσεται. 36, καὶ εἶπεν, ὅτι ἀποστραφήσονται ἐξ ἀδικίας.
A soul is given life when it partakes of divine knowledge, but the death of a rational soul is ignorance {and its punishments}. The mighty God, he says, and strong, will by no means give life to the souls of the impious, because they have chosen to spend their lives in ignorance. 36, and he will give judgment for the poor. For by punishing the impious according to his righteous judgments, he comes to the aid of the poor who are wronged.
36, he will not take away his eyes from a righteous man. There is a similar statement in the Psalms: the eyes of the Lord are upon the righteous, and his ears toward their supplication. 36, and with kings upon a throne, he will seat them in victory, and they shall be exalted. At the surface level, God at that time deems the righteous worthy of such honor even among men, that he seats them together with kings and grants them victory over their enemies and raises them to a height. But according to the deeper meaning, the poor in God's sight and the righteous shall be enthroned together with the great in virtue, sharing the throne of the King of the heavens, having conquered the intelligible enemies and having been exalted. 36, and those bound in fetters shall be held fast in the rope of poverty, and he will declare to them their works and their transgressions, because they were strong. For having made the unjust prisoners and bound them with poverty through their misfortunes, he brings them to remembrance of their own works and transgressions, which they committed through their own strength. 36, but he will listen to the righteous man. This is joined to what was said above, so that it may read thus: he will not take away his eyes from a righteous man, but he will listen to the righteous man. 36, and he said that they shall turn away from injustice.
κηδόμενος δέ, φησίν, καὶ τῶν ἀδίκων ὁ θεὸς δεσμοῖς αὐτοὺς καὶ πενίᾳ πιέζει, ὡς ἂν εἰς συναίσθησιν ἐλθόντες τῶν ἡμαρτημένων ἀποστρέψωσιν ἐκ τῆς ἀδικίας. 36, ἐὰν ἀκούσωσι καὶ δουλεύσωσιν, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπραγίαις. τὴν διὰ τῶν ἔργων ἐπιστρεπτικὴν παιδείαν τοῦ θεοῦ λέγει ὥσπερ τινὰ νουθεσίαν ἀκουστὴν εἰς συναίσθησιν ἄγουσαν τοὺς παιδευομένους. ἐὰν οὖν, φησίν, ἀκούσαντες τοῦ ψυχωφελοῦς τούτου μαθήματος δουλεύσωσι θεῷ, ἐν εὐπραγίᾳ καὶ ἀγαθῶν ἀφθονίᾳ βιοτεύσουσιν. 32, ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. τοὺς δὲ ἀσεβεῖς οὐ διασῴζει θεὸς οὐκ αὐτὸς αὐτοῖς τῆς ἀπωλείας αἴτιος γενόμενος, ἀλλ' ἐπειδήπερ αὐτοὶ ἑαυτοῖς τούτου κατέστησαν αἴτιοι μήτε τῷ ἐμφύτῳ καὶ φυσικῷ λόγῳ τὸν θεὸν ἐπιγνῶναι θελήσαντες, μήτε τῇ ἐπιστρεπτικῇ παιδείᾳ καὶ νουθεσίᾳ κατήκοοι γενέσθαι θεοῦ βουληθέντες. 36, καὶ ὑποκριταὶ καρδίας τάξουσι θυμόν. οἱ δὲ τὰς καρδίας ὑποκριταὶ σχῆμα μὲν εὐσεβείας περικείμενοι, ἔσωθεν δὲ ὄντες λύκοι ἅρπαγες αὐτοὶ ἑαυτῶν κατατάσσουσι καὶ καθορίζουσι τὴν θείαν ὀργήν. 36, οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς. οὗτοι δὲ οἱ ὑποκριταὶ οὐκ ἀναβλέπουσι πρὸς θεὸν καὶ ἐπιστρέφουσιν, ἐπειδὴ κατέδησεν αὐτοὺς ἡ ὑπόκρισις. 36, ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων, ἀνθ' ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον. διὰ τοῦτο, φησίν, καὶ ἄωροι ἀποθνῄσκουσιν ὑπὸ τῶν θανατηφόρων ἀγγέλων τιτρωσκόμενοι·
But God, he says, in his care also for the unjust, presses them with bonds and poverty, so that, coming to a sense of their sins, they may turn away from injustice. If they hear and serve, they shall fulfill their days in good things and their years in prosperity. He speaks of God's corrective discipline through works as a kind of audible admonition leading those being disciplined to a sense of their sins. If, then, he says, having heard this soul-profiting lesson, they serve God, they shall live in prosperity and abundance of good things. But the impious he does not save, beyond the fact that they do not wish to know the Lord, and because, when admonished, they were disobedient. But God does not save the impious, not himself becoming the cause of their destruction, but because they themselves have established themselves as the cause of it, neither wishing to recognize God by the innate and natural reason, nor willing to become obedient to God's corrective discipline and admonition. And the hypocrites of heart shall appoint wrath. Those who are hypocrites in heart, wearing the outward form of piety but inwardly being ravening wolves, themselves appoint and define the divine wrath for themselves. They shall not cry out, because he has bound them. These hypocrites do not look up to God and turn back, since hypocrisy has bound them fast. Let their soul, then, die in youth, and their life be wounded by angels, in return for the fact that they oppressed the weak and powerless. For this reason, he says, they also die untimely, wounded by the death-dealing angels.
ἢ καὶ συναποθνῄσκουσι ταῖς νεωτερικαῖς ἐπιθυμίαις ὑπὸ τῶν τιμωρῶν ἀγγέλων αἰκισθησόμενοι. ἡ δὲ αἰτία· δι' ἃς εἰργάσαντο κατὰ τῶν ὑποδεεστέρων θλίψεις καὶ ἀδικίας. 36, κρίμα δὲ πραέων ἐκθήσει. τῶν δὲ πραέων τὸ κρίμα ὁρίσει ὁ θεός· τοῦτο γὰρ σημαίνει τὸ ἐκθήσει, ἀντὶ τοῦ· οὐ περιόψεται αὐτοὺς ἀδικουμένους. πραεῖς δὲ ἢ τοὺς κατὰ προαίρεσιν δικαίους νοήσεις, ἢ καὶ πάντας τοὺς ἀδικουμένους καὶ δι' ἀσθένειαν ἡσυχίαν ἄγοντας. 36, καὶ ἠπάτησέ σε ἐκ στόματος ἐχθροῦ. διὰ μέσου τεθηκὼς τὸ κρίμα δὲ πραέων ἐκθήσει ὡς πρὸς τὸ τῶν ὑποκριτῶν πρόσωπον ἐπήγαγεν, ὅτι τιμωροῦνται οἱ ὑποκριταὶ ὡς ἀπατῶντες τοὺς ἀνθρώπους διὰ τοῦ ἑαυτῶν ἐχθροῦ στόματος ἕτερα μὲν διὰ γλώσσης προφέροντες, ἕτερα δὲ κατὰ διάνοιαν ἔχοντες. τὸ δὲ κοινὸν ὡς ἐπὶ ἰδικοῦ προσώπου τεθηκὼς εἶπεν· ἠπάτησέ σε, ἀντὶ τοῦ· ἐπειδὴ πεφύκασιν ἀπατᾶν οἱ ὑποκριταί. 36, ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς. εἰ μὲν περὶ τῶν ὑποκριτῶν ὁ λόγος, ἐοίκασιν, φησίν, ἀβύσσοις βαθέως καὶ ἐγκαθέτως βουλευόμενοι· καὶ ὥσπερ ἡ τῶν ὑδάτων κατάχυσις ὑποκάτω ἑαυτῆς τὰς ὑφάλους ἐπικρύπτει πέτρας καὶ λανθάνοντα τοῖς πλέουσι φέρει τὸν κίνδυνον, οὕτω δὴ καὶ ἡ τούτων γνώμη τῷ προσχήματι τῆς ὑποκρίσεως ἐπισκιαζομένη ναυαγεῖν παρασκευάζει τοὺς αὐτῇ καταπιστεύοντας. εἰ δὲ περὶ τῆς
Or they also die together with their youthful desires, to be tortured by the punishing angels. And the cause: because of the afflictions and injustices they wrought against their inferiors. 36, And he shall bring forth the judgment of the meek. God will define the judgment of the meek; for this is what "he shall bring forth" means, in place of: he will not overlook them when they are wronged. And you will understand the meek either as those who are righteous by choice, or as all those who are wronged and keep quiet through weakness. 36, And he has deceived you from the mouth of an enemy. Having placed in between the words "and he shall bring forth the judgment of the meek," he brought them in as directed to the person of the hypocrites, that the hypocrites are punished as deceivers of men through their own enemy mouth, bringing forth some things through the tongue but having other things in their mind. And having placed the common [form] as upon a specific person, he said, "he has deceived you," in place of: since hypocrites are naturally disposed to deceive. 36, An abyss, a pouring down beneath it. If the discourse is about the hypocrites, they are like, he says, abysses, deeply and craftily deliberating; and just as the pouring down of waters conceals the rocks beneath itself and brings a hidden danger to those who sail, so also their mind, overshadowed by the pretense of hypocrisy, prepares those who trust in it to be shipwrecked. But if about the
θαυματουργίας τοῦ θεοῦ διὰ μέσου παρεντέθηται τὸ ῥητόν, ὑποκάτω, φησίν, τῆς ἀβύσσου οὐδέν ἐστιν ἡ κατάχυσις· θαυμαστὸν δὲ ὄντως τὸ ἐπὶ χύματος ἡδράσθαι. 36, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος, καὶ οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα. τῶν δὲ δικαίων, φησίν, οὐχ ὑστερεῖ τὸ κρίμα, τουτέστιν· ἀπονέμει αὐτοῖς τὸ κατ' ἀξίαν ὁ θεός, ὡς καὶ ἐφαπλοῦν αὐτοῖς τράπεζαν πλήρης πιότητος, πρωτοτύπως μὲν τὴν τῆς γνώσεως, τὴν πνευματικήν, κατά τι δὲ παρακολούθημα ἴσως που καὶ τὴν ἐν αἰσθητοῖς ἀγαθοῖς. 36, θυμὸς δὲ ἐπ' ἀσεβεῖς ἔσται δι' ἀσεβείας δώρων, ὧν ἐδέχοντο ἐπ' ἀσεβείας. τοὺς δὲ δωροδέκτας ἡ θεία ἐκδέξεται ὀργή. θυμὸν δὲ καὶ ὀργήν, ὅταν ἀκούσῃς περὶ θεοῦ, μὴ πάθος ἐννοήσῃς περὶ τὴν θείαν ἵστασθαι φύσινἀπαθῶς γὰρ ὁ θεὸς καὶ ἀοργήτως τιμωρεῖται, ἀλλ' ἐπειδήπερ ἀντιπαθῶς ἔχουσιν ἡ ὀργὴ καὶ ὁ θυμὸς πρὸς τὸν φόβον καὶ δέδοικέ τις τὸν ἰσχυρότερον ἑαυτοῦ θυμούμενον καὶ ὀργιζόμενον, τούτοις ἡ γραφὴ κέχρηται τοῖς ὀνόμασι πρὸς τὸν θεῖον ἡμᾶς ἐνάγουσα φόβον. 36, μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων. μὴ ἑκὼν τῆς εὐθείας ὁδοῦ παρατραπῇς, ὅταν τῆς σῆς ἐπικουρίας δέωνται οἱ ἐν ἀνάγκῃ ὄντες ἀδύνατοι, ἀλλ' ἐπάμυνον κατὰ δύναμιν. 36, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν· μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ' αὐτῶν· ἀλλὰ φύλαξαι, μὴ πράξῃς ἄτοπα· ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας. ὥσπερ δή, φησίν, οὐ χρὴ τοὺς ἀδυνάτους περιορᾶν, οὕτως οὐδὲ τοῖς δυνατοῖς ἐφεδρεύειν ἐν νυκτὶ μετὰ πλήθους καὶ λαῶν πλειόνων καὶ τῶν οἰκείων ἐκβάλλειν.
The wondrous works of God are interposed through the middle; the text says, beneath the abyss the pouring down is nothing; but truly it is wonderful to be established upon a wave. 36, And your table came down full of richness, and judgment shall not fail from the righteous. He says, the judgment does not fail from the righteous, that is: God assigns to them according to their worth, so as also to spread out for them a table full of richness—primarily the spiritual table of knowledge, but perhaps also, as a certain consequence, the table in perceptible good things. 36, But wrath shall be upon the impious because of the impiety of the gifts which they received for impiety. And divine anger shall await those who accept gifts. When you hear of wrath and anger concerning God, do not suppose that a passion stands in the divine nature; for God punishes impassibly and without anger, but since anger and wrath are opposed to fear, and someone fears a stronger person who is enraged and angry, Scripture uses these names, leading us to divine fear. 36, Do not let your mind willingly turn aside from supplication when those in need are powerless. Do not willingly turn aside from the straight way when those in need who are powerless require your help, but assist according to your ability. 36, And all those who strengthen strength: do not draw out the night to bring up peoples in their place; but guard yourself, do not do improper things; for on this account you have been delivered from poverty. Just as, he says, one must not overlook the powerless, so neither must one lie in wait for the powerful by night with a multitude and more peoples, and cast out their own people.
διδάσκει δέ, ὅτι καὶ δυνατῷ καὶ ἀδυνάτῳ τὴν ἰσότητα καὶ τὸ δίκαιον προσήκει φυλάττειν καὶ μήτε τοὺς ἀδυνάτους περιορᾶν ἀδικουμένους μήτε τοὺς δυνατοὺς βίᾳ τῶν οἰκείων ἐκβάλλειν. πάσῃ οὖν φυλακῇ τῶν ἀτόπων ἀπέχεσθαι προσήκει. ἄλλοι δὲ οὕτως ἡρμήνευσαν· μὴ παρελκύσῃς, φησίν, ὅλην τὴν νύκτα καθεύδων, ἵνα μὴ ἐκβαλὼν τοὺς ἀγαθοὺς λογισμοὺς τοὺς κραταιοῦντας τὴν ἰσχὺν τῆς ψυχῆς ἑτέρους φαύλους καὶ ἀτόπους ἀντεισαγάγῃς σαυτῷ. φύλαξαι οὖν τοῦ μὴ ποιῆσαι ἄτοπα. κατὰ μὲν οὖν τὸ ῥητὸν τὸ πρῶτον, κατὰ δὲ διάνοιαν τὸ δεύτερον· ἀπὸ δὲ τῶν τοιούτων πράξεων, τῶν κατὰ δικαιοσύνην, φησίν, εἰς ὕψος ἀναχθήσῃ διανοίας μηδὲν ἔτι ταπεινὸν ἢ πτωχὸν ἢ χαμαιπετὲς φρονῶν. 36, ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ. τίς γάρ ἐστι κατ' αὐτὸν δυνάστης; ἀπὸ τοῦ περὶ δικαιοσύνης ἀνθρώπων λόγου εἰς τὸν περὶ ἰσχύος θεοῦ καὶ δικαιοσύνης ἐκβαίνει λόγον, ἐπισυνάπτων καὶ τὸν τῆς μεγαλοπρεπείας αὐτοῦ καὶ σοφίας καὶ τῶν ἀνεξιχνιάστων τῆς θείας προνοίας ἔργων. θεώρησον οὖν, φησίν, ὡς ὁ ἰσχυρὸς θεὸς κραταιῶς πάντα καὶ μετὰ θεϊκῆς δυνάμεως ἐργάζεται, καὶ οὐκ ἔστιν ὁ τῇ αὐτοῦ δυνάμει παραβαλλόμενος. 36, τίς δέ ἐστιν ὁ ἐτάζων ἀπ' αὐτοῦ τὰ ἔργα, ἢ τίς ὁ εἰπών· ἔπραξεν ἄδικα; ἀλλ' εἰ καὶ τοσοῦτός ἐστι τὴν ἰσχύν, οὐχ ὡς ἐξουσίαν ἔχων ἄτοπόν τι πράττει οὐδὲ δύναταί τις ἀναζητῶν αὐτοῦ τὰ ἔργα ἐπιδεῖξαί τι πεπραγμένον ἀδίκως, ὥστε εἰ καὶ μὴ δυνατὸν ἐτάζειν καὶ ἀναζητεῖν τοῦ θεοῦ τὰς πράξειςἀνεξιχνίαστοι γὰρ καὶ ἀκατάληπτοι, ἀλλ' οὖν εὐσεβεῖ διανοίᾳ προσήκει πιστεύειν, ὡς οὐδὲν ἄδικον παρὰ τῷ δικαίῳ θεῷ.
He teaches that both the powerful and the powerless ought to preserve equality and justice, and neither to overlook the powerless when they are wronged nor to cast out the powerful from their own possessions by force. Therefore one ought to abstain from all improper things with every guard. But others have interpreted it thus: do not, he says, drag out the whole night sleeping, lest, having cast out the good thoughts that strengthen the soul's might, you bring in other worthless and improper ones for yourself. Guard, then, against doing improper things. According to the literal sense, then, the first; according to the deeper meaning, the second; but from such actions, the ones according to righteousness, he says, you will be led up to a height of understanding, thinking nothing anymore lowly or poor or groveling. 36, Behold, the strong one will be made strong in his strength. For who is a ruler compared to him? From the discourse about the righteousness of men he passes out into the discourse about the strength and righteousness of God, joining also that of his magnificence and wisdom and the unsearchable works of divine providence. Consider, then, he says, how the strong God works all things mightily and with divine power, and there is no one compared to his power. 36, And who is he who examines his works, or who is he who said, He has done unjust things? But even if he is so great in strength, he does not act improperly as one having authority, nor can anyone searching out his works show anything done unjustly, so that even if it is not possible to examine and search out God's deeds—for they are unsearchable and incomprehensible—nevertheless it belongs to a pious understanding to believe that nothing unjust is with the just God.
36, μνήσθητι, ὅτι μεγάλα τὰ ἔργα αὐτοῦ ἐστιν, ὧν ἦρξαν ἄνδρες. ἀναλόγισαι δὴ τῶν περὶ τὴν κτίσιν ἔργων τοῦ θεοῦ τὸ μεγαλεῖον, τετραπόδων, ἑρπετῶν, ἐναλίων, πετεινῶν, ὧν ἡ γῆ ποικίλως ἐκφύει, τούτων ἁπάντων, ὧν ἄρχειν ἄνθρωποι κατ' ἀρχὰς ἐτάγησαν. διὰ Μωυσέως μὲν λέγει· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ. ὁ δὲ μεγαλογράφος· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας καὶ τὰ ἑξῆς. διὰ δὲ ἄνθρωπον καὶ τὴν κτίσιν τὴν ὑπὸ τὴν αὐτοῦ τεταγμένην ἀρχὴν τῶν ὑετῶν γέγονε χρεία, ὧν διὰ τῶν ἑξῆς μνημονεύει. 36, πᾶς ἄνθρωπος εἶδεν ἐν αὐτῷ. τὴν γὰρ περὶ θεοῦ γνῶσιν πᾶς ἄνθρωπος ἔχει, εἰ καὶ ὀλίγοις ἐκ μέρους οἱ λόγοι τῶν ἔργων αὐτοῦ γεγόνασι γνώριμοι. 36, ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί.
ἀντὶ τοῦ· πάντες. τῷ γὰρ κέντρῳ τῆς ἁμαρτίας, τουτέστι τῷ θανάτῳ, πάντες τιτρώσκονται. 36, ἰδοὺ ὁ ἰσχυρὸς πολὺς καὶ οὐ γνωσόμεθα. οὐδεὶς γὰρ οἶδε τὰ τοῦ θεοῦ, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐν αὐτῷ. 314 36, ἀριθμὸς ὁδῶν αὐτοῦ καὶ ἀπέραντος. ἀλλὰ καὶ ὁ ἀριθμὸς τῶν ὁδῶν αὐτοῦ ἀπέραντος ἡμῖν ἐστι καὶ ἀκατάληπτος. 36, ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ. τὴν μὲν θεοῦ γνῶσιν οὐδὲν ἐκφεύγει, ἀλλὰ καὶ τὸν ἀριθμὸν τῶν ὑετίων σταγόνων ἐπίσταται. 36, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην. καὶ οὐκ ἀμέτρως, ἀλλ' ἐναριθμίως διὰ τῶν νεφελῶν χέεται ὁ ὑετός. 36, ῥυήσονται παλαιώματα. ἐκρέουσι δὲ ἐκ τῶν νεφελῶν τὰ τήγματα, οἱ σταλαγμοί. ταῦτα γὰρ λέγει παλαιώματα ἐκ τοῦ τὰ παλαιὰ τήκεσθαι.
36, Remember that his works are great, of which men have had dominion. Consider then the greatness of God's works in creation—of quadrupeds, reptiles, sea creatures, birds—which the earth brings forth in varied ways, all of these over which men were appointed to rule in the beginning. Through Moses he says: Let us make man in our image and likeness, and let them have dominion over the fish of the sea and the birds of heaven. And the great writer says: You subjected all things under his feet, sheep and all oxen and so on. And for man's sake even the creation placed under his dominion has need of rains, which he mentions in what follows. 36, Every man has seen in himself. For every man has knowledge concerning God, even if the accounts of his works have become known only to a few in part. 36, As many as are wounded, mortals.
In place of: all. For by the sting of sin, that is, by death, all are wounded. 36, Behold, the strong one is great and we shall not know. For no one knows the things of God except the Spirit of God that is in him. 36, The number of his ways is also boundless. But the number of his ways is also boundless to us and incomprehensible. 36, But to him the drops of rain are numbered. Nothing escapes the knowledge of God, but he knows even the number of the drops of rain. 36, And they shall be poured out as rain into a cloud. And the rain is poured through the clouds not without measure, but in a numbered way. 36, Old things shall flow. The meltings, the drops, flow out from the clouds. For he calls these old things from the fact that old things melt.
ἢ καὶ παλαιώματα λέγει διὰ τὸ ἐξ ἀρχῆς καὶ ἐκ παλαιοῦ ταῦτα οὕτω γενέσθαι κατὰ τὴν θείαν διάταξιν. 36, ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροντῶν. γίνονται οἱ χειμῶνες περὶ τὸν ἀέρα συννεφείας γενομένης. 36, καὶ ἐὰν συνῇ ἀπέκτασιν νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ, ἰδοὺ ἐκτείνει ἐπ' αὐτὴν ἡδώ. ἐὰν δοθῇ εἰς σύνεσιν ἐλθεῖν ἀνθρώποις, πῶς μικρᾶς προφανείσης νεφέλης περὶ ὅλον τὸν οὐρανὸν ἡ καταπύκνωσις ἐκτείνεται τῶν νεφῶνσκηνὴν γὰρ λέγει τὸν οὐρανόν, ὡς καὶ Ἠσαίας φησίν· ὁ στή σας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, πῶς δὲ καὶ ἐπὶ ταύτης τῆς καταπυκνώσεως ἐκτείνει τὴν ἡδώἡδὼ δὲ ἑρμηνεύεται· φῶς αὐτοῦ, οὕτως γὰρ ὁ Σύμμαχος ἐκδέδωκεν, ἕτερα δὲ ἀντίγραφα ἀντὶ τοῦ ἡδὼ τόξον ἔχουσιν, ἐὰν οὖν συννοήσῃ ὁ ἄνθρωπος, πῶς συννεφείας οὔσης αἱ ἡλιακαὶ ἀκτῖνες εἰς τὴν τῶν νεφῶν ἀραίωσιν προσβάλλουσαι ποιοῦσι τὸ τόξον, ὃ παρὰ τοῖς πολλοῖς ἶρις καλεῖται, περὶ οὗ καὶ Μωυσῆς εἶπεν· ἰδοὺ τίθημι τὸ τόξον μου ἐν τῇ νεφέλῃ εἰς σημεῖον τοῦ μὴ γίνεσθαι κατακλυσμόν, θαυμάσεται τοῦ δημιουργοῦ τὴν σοφίαν, πῶς ἐν μὲν τῇ τῶν νεφῶν πυκνότητι τὴν ὠφέλιμον τοῦ ὑετοῦ τοῖς ἀνθρώποις χρείαν ἐργάζεται, ἐν δὲ τῇ ἀραιότητι φαίνεσθαι τὸ τόξον παρασκευάζει παραμυθούμενος τοὺς ἐπὶ τῆς γῆς, ὅτι δῆτα οὐ τῇ ἐπομβρίᾳ τούτους κατακλύζει, ἀλλ' ἀνέχει τῶν ὑδάτων τὴν ἄμετρον φορὰν κατὰ τὴν οἰκείαν ἐπαγγελίαν. 36, καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν· οὐδεὶς γὰρ οἶδεν ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς. ἢ τοῦτο λέγει, ὅτι τὸ τόξον μέχρι τῆς θαλάσσης διήκει, ἢ ὅτι ὁ θεὸς τὰ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.
Or he calls them "ancient things" because from the beginning and from ancient times these things came to be thus according to the divine ordinance. 36, And clouds cast a shadow over unutterable thunders. Storms occur in the air when a gathering of clouds has taken place. 36, And if he understands the spreading out of a cloud, equal to his tent—behold, he stretches out his light upon it. If it is granted to men to come to understanding, how, when a small cloud has appeared, the thickening of the clouds is stretched out over the whole heaven; for he calls heaven a tent, as also Isaiah says: "He who established the heaven as a vault and stretched it out as a tent to dwell in." And how also upon this thickening does he stretch out his light—and "light" is the meaning of *hedo*; for thus Symmachus rendered it, but other copies have "bow" instead of *hedo*. If, then, a man understands how, when there is a gathering of clouds, the rays of the sun falling upon the thinning of the clouds produce the bow, which is called by most people the iris, concerning which Moses also said: "Behold, I set my bow in the cloud as a sign that the flood shall not come again"—he will marvel at the wisdom of the Creator, how in the density of the clouds he brings about the useful service of rain for men, but in their thinness he causes the bow to appear, consoling those on the earth, that he does not flood them with the downpour, but holds back the measureless rush of the waters according to his own promise. 36, And he covered the roots of the sea; for no one knows, for among them he will judge peoples. Either this means that the bow extends as far as the sea, or that God has covered the roots of the sea.
οὐδεὶς γὰρ οἶδεν, ὑπὸ τίνος βαστάζεται ἡ θάλασσα ἢ ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν· ῥιζώματα δὲ καλοῦνται τὰ τοὺς κρίκους βαστάζοντα. ἐν δὲ τούτοις τοῖς θαυμασίοις κρίνει καὶ τιμωρεῖται τοὺς ἀνθρώπους ὁ θεὸς δι' ἐπαγωγῆς θαλάσσης τυχὸν ἢ χαλάζης καὶ τῶν τοιούτων. 36, δώσει τροφὴν τῷ ἰσχύοντι. ὁ Σύμμαχος _π_α_ρ_έ_ξ_ε_ι_ _τ_ρ_ο_φ_ὴ_ν_ _π_α_μ_π_ό_λ_λ_η_ν ἐκδέδωκεν. κατὰ μὲν οὖν τὸ πρόχειρον λέγει, ὅτι τροφὴν ἰσχυρὰν καὶ πολλήνἀντὶ τοῦ· καρπῶν ἀφθονίανἡ τῶν ὑετῶν ἐργάζεται χρεία. πρὸς δὲ διάνοιαν τροφὴ ἔσται ἡ γνῶσις τοῦ θεοῦ τῷ ἰσχύοντι καὶ δυναμένῳ γνῶναι τὴν αὐτοῦ θαυματουργίαν. 36, ἐπὶ χειρῶν ἐκάλυψε φῶς. ἐν τῇ ἑαυτοῦ δυνάμει· οὐ γὰρ ἔχει τόπον τό που κρυβῆναι τὸ φῶς. 36, καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι. ὁ Σύμμαχος· _κ_α_ὶ_ _ἐ_π_ι_τ_ά_ξ_ε_ι_ _α_ὐ_τ_ῷ_ _ὥ_σ_τ_ε_ _ἀ_π_α_ν_τ_ῆ_σ_α_ι ἡρμήνευσεν. καλύπτων γάρ, φησίν, τὸ φῶς καὶ νύκτα ἐργαζόμενος ἐντέλλεται αὐτῷ ὥστε ἀπαντῆσαι, ἵνα εἴπῃ, ὅτι καὶ ἡ νὺξ καὶ ἡ ἡμέρα τῷ αὐτοῦ βουλήματι ἀλλήλας διαδέχονται. 36, ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ. ὁ Σύμμαχος· _ἀ_π_α_γ_γ_ε_λ_ε_ῖ_ _π_ε_ρ_ὶ_ _τ_ο_ύ_τ_ο_υ_ _ἑ_τ_έ_ρ_ῳ_ _α_ὑ_τ_ο_ῦ_; ἐκδέδωκεν, ἀντὶ τοῦ· μὴ περὶ τῆς τούτων δημιουργίας μετά τινος βουλεύεται ἢ ἑτέρῳ αὑτοῦ ἀνακοινοῦται τὰ τοιαῦτα † σκεπάσματα†; ἵνα κατ' ἐρώτησιν ᾖ ἡ ἀνάγνωσις. δυνατὸν δὲ καὶ οὕτω νοῆσαι, ὅτι ἐάν τινι ὁ θεὸς τὴν περὶ τούτων χαρίσηται γνῶσιν, τοῦτον λοιπὸν φίλον ἑαυτοῦ καλεῖ καὶ οὐκέτι δοῦλον, ὡς καὶ πρὸς τοὺς μαθητὰς ἔλεγεν ὁ σωτήρ· ὑμεῖς φίλοι μού ἐστε. 36, κτῆσις καὶ περὶ ἀδικίας.
For no one knows by what the sea is supported, or upon what its rings are fixed; and the things that support the rings are called roots. And in these wondrous works God judges and punishes men, perhaps by bringing on the sea, or hail, and such things. 36, He will give food to the strong. Symmachus rendered it, "he will provide food in abundance." At the surface level, then, he says that the need of rains produces strong and abundant food—that is, an abundance of fruits. But as for the deeper meaning, the knowledge of God will be food for the one who is strong and able to know his wonder-working. 36, Upon his hands he covered light. In his own power; for light has no place where it might be hidden. 36, And he commanded concerning it in the meeting. Symmachus interpreted it, "and he will command it to meet." For, he says, covering the light and making night, he commands it to meet—that is to say, that both night and day succeed one another by his will. 36, He will announce concerning him his friend. Symmachus rendered it, "will he announce concerning this to another of his?"—that is, does he deliberate with anyone concerning the creation of these things, or communicate such coverings to another of his? So that the reading may be by way of question. But it is also possible to understand it thus: that if God grants to anyone the knowledge concerning these things, he thereafter calls him his friend and no longer a servant, as the Savior also said to his disciples: "You are my friends." 36, Possession and concerning injustice.
ἕτερα ἀντίγραφα _κ_υ_ρ_ί_ο_υ_ _κ_τ_ί_σ_ι_ς ἔχουσιν, ὁ δὲ Σύμμαχος
_ζ_ῆ_λ_ο_ν_ περὶ ἀδικίας ἐκδέδωκεν. ὁ δὲ νοῦς οὗτος· μὴ ἀνακοινοῦται θεὸς ἑτέρῳ τινὶ περὶ τῆς ἑαυτοῦ κτίσεως καὶ πῶς εἰς ζῆλον κινεῖται καὶ τιμωρεῖται τοὺς ἀδίκους; ἢ καὶ οὕτως· κτῆσις καὶ περὶ ἀδικίας, ἀντὶ τοῦ· ἀναγγελεῖ ὁ θεὸς τοῖς ἑαυτοῦ φίλοις ὥστε κτήσασθαι αὐτοῦ τὴν σοφίαν καὶ μὴ τὰ ἄδικα· κτήσασθε, γάρ φησιν, σοφίαν καὶ μὴ ἀργύριον. 37, καὶ ὑπὲρ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς. διὸ ἀπὸ ταύτης τῆς θεωρίας οὐ δυναμένη ἡ ψυχή μου εἰς τὸ ἀκατάληπτον τῆς τοῦ θεοῦ σοφίας ἐνατενίσαι ἐταράχθη καὶ κλόνον ὑπέστη καὶ τῆς οἰκείας στάσεως παρερρύη καὶ παρεκινήθη. τοιοῦτόν τι καὶ ὁ θεσπέσιος Παῦλος πεπονθὼς θαυμαστικὴν ἀφῆκε φωνήν· ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 37, ἄκουε ἀκοήν, Ἰώβ, ἐν ὀργῇ θυμοῦ κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται. ἄκουε ἀκοήν, ἀντὶ τοῦ· εἰς συναίσθησιν ἐλθέ, διάνοιξόν σου τὴν ἀκουστικὴν τῆς ψυχῆς δύναμιν καὶ ὡσανεὶ φωνῆς αἰσθητῆς ἀκούων κατάμαθε τὰ ἐξ ὀργῆς τοῦ θεοῦ τοῖς ἀνθρώποις γινόμενα. ἐξὸν γὰρ ἐκ τῶν πραγμάτων ὥσπερ ἔκ τινος θείας διδασκαλίας καὶ μελέτης ἐκ στόματος θεοῦ ἐκπορευομένης ἐκδιδάχθαι τὰ ἐκ θείας κινήσεως ἐπιφερόμενα, οἷον τὰς ἀπὸ τῆς χαλάζης βλάβας, τὰς ἐπομβρίας, τοὺς αὐχμούς, τῶν καρπῶν τὴν φθοράν. διὰ γὰρ τῶν τοιούτων ὁ θεὸς μονονουχὶ φωνὴν ἀφιεὶς ἐκδιδάσκει ἡμᾶς τὴν ἑαυτοῦ δύναμιν καὶ σοφίαν καὶ πρὸς φόβον ἡμᾶς ἐνάγει.
Other copies have "the Lord's creation," but Symmachus rendered it as "zeal concerning injustice." And the meaning is this: does God not communicate with anyone else concerning his own creation, and how is he moved to zeal and punishes the unjust? Or also thus: "a possession, and concerning injustice," in place of: God will announce to his own friends, so that they may acquire his wisdom and not unjust things; for he says, "Acquire wisdom, and not silver." 37. And concerning this my heart was troubled and flowed away from its place. Therefore, from this contemplation my soul, unable to gaze upon the incomprehensibility of God's wisdom, was troubled and underwent disturbance and flowed away from its own stability and was shaken. The divine Paul also, having experienced something of this kind, uttered a voice of wonder: O the depth of the riches and wisdom and knowledge of God, how unsearchable are his judgments and untraceable his ways. 37. Hear with hearing, Job, in the anger of the Lord's wrath, and meditation shall come forth from his mouth. "Hear with hearing," in place of: come to awareness, open the auditory power of your soul, and as if hearing a perceptible voice, understand the things that come to men from the anger of God. For it is possible, from the events themselves as from some divine teaching and meditation proceeding from the mouth of God, to be taught the things brought on by divine motion, such as the damages from hail, the floods, the droughts, the destruction of fruits. For through such things God, all but uttering a voice, teaches us his own power and wisdom and leads us to fear.
μελέτη οὖν ἡμῖν ἐστι τὰ τοιαῦτα καὶ ὑπογραμμὸς καὶ διδαχὴ φοβεῖσθαι παρασκευάζουσα τὸν ταῦτα κατεργαζόμενον. 37, ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἡ ἀρχὴ αὐτοῦ. διήκει δὲ ἡ ἀρχὴ τοῦ θεοῦ μέχρι τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, τουτέστι καὶ μέχρις αὐτῶν τῶν καταχθονίων, καὶ οὐκ ἄναρχα καὶ ἀκυβέρνητα καὶ ἀνεπισκόπητα τυγχάνουσι τὰ καθ' ἡμᾶς. 37, καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς. πτερύγων, τῶν ἄκρων· ἅμα τε γὰρ ἡμέρα διαυγάσῃ, τῆς γῆς τὰ ἄκρα καταφωτίζονται. 37, ὀπίσω αὐτοῦ βοήσεται φωνή, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ. ἀντὶ τοῦ ὕβρεως αὐτοῦ ὁ Ἀκύλας _ὑ_π_ε_ρ_φ_ε_ρ_ε_ί_α_ς_ _α_ὐ_τ_ο_ῦ ἐκδέδωκεν, τουτέστιν· ὑπεροχῆς ἢ ἀπειλῆς. τὸ μεγαλεῖον δὲ τοῦ θεοῦ παραστῆσαι θέλων ὥσπερ τινὶ στρατηγῷ ἢ καὶ βασιλεῖ μεγάλους τινὰς καὶ φοβεροὺς ἑπομένους ἔταξε τῆς βροντῆς τοὺς ἤχους. ὅταν οὖν, φησίν, θελήσῃ θεὸς κελεῦσαι τοῖς ἑπομένοις αὐτῷ, εὐθὺς αἱ διὰ τῆς βρον τῆς καταρρήγνυνται φωναί, ἢ βουλομένου αὐτοῦ τινας ἀδίκους ἐξυβρίσαι παραδηλοῦσαι τὴν ἀπειλὴν ἢ τὴν ὑπερφέρειαν αὐτοῦ καὶ ὑπεροχὴν κατασημαίνουσαι. κατὰ δὲ ὑψηλοτέραν διάνοιαν ὀπίσω τοῦ θεοῦ λέγονται εἶναι πάντα τὰ περὶ τὸν ἀέρα καὶ περὶ ἡμᾶς ἀποτελούμενα, ἔτι τε οὐρανὸς καὶ γῆ καὶ πάντα τὰ ὁρώμενα, ὧν τοὺς λόγους καὶ τὰς αἰτίας, πῶς τε γεγόνασιν, ὑπὸ θεοῦ διδαχθεὶς ὁ ἱεροφάντης Μωυσῆς ὀπίσθια θεοῦ λέγεται ἑωρακέναι. τοὺς γὰρ περὶ τῶν ἀσωμάτων λόγους καὶ εἴ τι ἕτερον τῆς σοφίας βαθύτερον, πρόσωπον θεοῦ καλούμενα, ἐν τῇ ζωῇ ταύτῃ ὁρᾶν ἄνθρωπος οὐ δύναται. διὸ καὶ πρὸς τὸν Μωυσῆν ἐλέγετο· οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται.
Therefore such things are for us a meditation and an outline and a teaching that prepares the one who practices these things to fear. 37, His rule is under the whole heaven. But the rule of God extends as far as the regions under the whole heaven, that is, even to the very things beneath the earth, and our affairs are not without rule and without governance and without oversight. 37, And his light is upon the wings of the earth. "Wings," the extremities; for as soon as day dawns, the extremities of the earth are illuminated. 37, Behind him a voice shall cry out, he shall thunder with the voice of his insolence. Instead of "his insolence," Aquila rendered it as "his pre-eminence," that is, of superiority or threat. Wishing to set forth the greatness of God, as if for some general or even king, he appointed the sounds of thunder as certain great and fearful attendants. Whenever, then, he says, God wishes to command those who follow him, immediately the voices are burst forth through the thunder, either when he wishes to insult certain unjust men, indicating the threat, or signifying his pre-eminence and superiority. But according to a higher meaning, all the things accomplished concerning the air and concerning us are said to be behind God, and further heaven and earth and all things visible, whose principles and causes, and how they came to be, the hierophant Moses, taught by God, is said to have seen as the back parts of God. For the principles concerning incorporeal things and whatever else of wisdom is deeper, called the face of God, man cannot see in this life. Therefore it was also said to Moses: No one shall see my face and live.
δυνατὸν δὲ καὶ κατὰ ἁπλουστέραν ἔννοιαν τὸ ὀπίσω αὐτοῦ νοῆσαι, ἀντὶ τοῦ· θελήσαντος αὐτοῦ. ἅμα τε γὰρ θελήσῃ ἕπεται τῷ θέλειν τὸ ἔργον. 37, καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ. ἐπειδὴ γὰρ πολλάκις αἱ βρονταὶ ἢ προηγουμένου ὑετοῦ ἢ μετὰ τὸν ὑετὸν γίνονται, καταρρήγνυται δὲ πολλάκις ἄμετρος ὑετὸς ἐπὶ παιδείαν ἀνθρώπων, φησίν, ὅτι οὐκ ἔχουσιν, τί παράσχωσιν ἀντάλλαγμα οἱ ὑπὸ τῆς ἐπομβρίας μέλλοντες βλάπτεσθαι εἰς τὸ μὴ γενέσθαι καὶ ἀκουσθῆναι τὰς ἐκ τῶν βροντῶν φωνάς, ἵνα εἴπῃ, ὅτι οὐχ οἷόστε ἐστιν ἄνθρωπος ἀντιστῆναι τῷ θείῳ κελεύσματι. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _κ_α_ὶ_ _ο_ὐ_κ_ _ἐ_ξ_ι_χ_ν_ε_υ_θ_ή_σ_ε_τ_α_ι_ _ἀ_κ_ο_υ_σθέντος τοῦ ψόφου αὐτῆς, ἀντὶ τοῦ· οὐδεὶς δύναται ἐξιχνιάσαι τε καὶ καταλαβεῖν, πῶς ἢ διὰ τί γέγονε τῆς βροντῆς ὁ ἦχος. 3 37, βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια. ὥσπερ δέ τινα φωνὴν
ἐκπέμπων τὴν βροντὴν γενέσθαι παρασκευάζει ὁ θεὸς εἰς τὴν τῶν ἀκουόντων κατάπληξιν. φωνὴν δὲ θεοῦ τὴν βροντὴν ἐκάλεσε διὰ τὸ ἐκ κελεύσματος αὐτοῦ γίνεσθαι. 36, α ὥραν ἔθετο κτήνεσιν. μέτρα, ὅρους, ὥστε τὰ μὲν ὑπουργεῖν ἀνθρώποις, τὰ δὲ μὴ ὑποτάττεσθαι. 36, α οἴδασι δὲ κοίτης τάξιν. τὰ μὲν νυκτός, τὰ δὲ ἡμέρας ἡσυχάζειν οἰκονομικῶς, ἵνα τῆς κατὰ ἀνθρώπων ἐφόδου παύοιντο. 36, β ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια, οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος. ἆρ' οὖν, φησίν, οὐχ ἱκανὰ ταῦτα ἐκστῆσαι διάνοιαν καὶ διαλλάξαι; ἀντὶ τοῦ· διαχωρίσαι ψυχὴν ἀπὸ σώματος. 37, ἐποίησε δὲ μεγάλα, ἃ οὐκ ἤδειμεν.
It is also possible to understand "after him" in a simpler sense, in place of "when he willed it." For at the same time as he wills, the deed follows the willing. 37, and he will not exchange them, because he will hear his voice. For since thunders often occur either before rain or after rain, and often an excessive rain breaks forth for the chastisement of men, he says that those who are about to be harmed by the downpour have nothing to offer in exchange so that the voices of the thunders should not come to be and be heard—so as to say that it is not possible for man to resist the divine command. But Symmachus has rendered it thus: and it will not be searched out when its sound is heard, in place of: no one is able to search out and comprehend how or why the sound of the thunder has come to be. 37, the mighty one will thunder with his voice wondrous things. And as if sending forth some voice, God brings it about that the thunder comes to be for the astonishment of those who hear. And he called the thunder the voice of God because it comes to be by his command. 36, a he set an hour for the cattle. Measures, boundaries, so that some serve men, but others are not subject. 36, a and they know the order of their bed. Some rest by night, others by day, by his providence, so that they might cease from their assault against men. 36, b in all these things your mind is not beside itself, nor is your heart separated from the body. Is this not, then, he says, sufficient to drive the mind out of itself and to separate it? in place of: to separate the soul from the body. 37, and he has done great things which we did not know.
ὁ Σύμμαχος _π_ο_ι_ῶ_ν_ _μ_ε_γ_ά_λ_α_ _κ_α_ὶ_ _ο_ὐ_ _γ_ν_ω_σ_ό_μ_ε_θ_α ἑρμήνευσεν. ἃ οὐκ ἤδειμεν οὖν ἀντὶ τοῦ· μεγάλα μέν εἰσι τὰ ἔργα τοῦ θεοῦ, τοὺς δὲ λόγους αὐτῶν γνῶναι οὐ δυνάμεθα. 37, συντάσσων χιόνι· γενοῦ ἐπὶ γῆς. καὶ χειμών, ἵνα ᾖ ὑετός, καὶ χειμὼν ὑετοῦ δυναστείας αὐτοῦ. δείκνυσι δέ, φησίν, τοῦ θεοῦ τὴν δυναστείαν ἡ ἐν χειμῶνι τῶν ὑετῶν ἐπίχυσις καὶ τῆς χιόνος ἡ ἀποστολή. συντάσσων οὖν ἀντὶ τοῦ· κελεύων. 37, ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. ὁ δὲ ἄκρος χειμὼν κατασφραγίζει καὶ οἱονεὶ καταδεσμεύει τῶν ἀνθρώπων τὰς χεῖρας καὶ τῶν ἔργων ἀποκωλύει πρὸς τὸ ἕκαστον ἡμῶν τῆς ἀνθρωπίνης ἀσθενείας ἐπιγνώμονα γενέσθαι. κατὰ δὲ βαθυτέραν ἔννοιάν φησιν, ὅτι κατὰ τὴν δύναμιν ἑκάστου κατασφαλίζεται τὴν γνῶσιν ὁ θεός, ἵνα καὶ ὁ πολλὴν καὶ ὁ ὀλίγην λαβὼν γνῶσιν κατανοοῦντες, ὡς οὐ πάντες ὁμοίως γινώσκουσι καὶ ταῦτα ὁμοφυεῖς ὄντες, τὴν μὲν τῆς φύσεως καταμάθωσιν ἀσθένειαν, διδαχθῶσι δέ, ὅτι θεός ἐστιν ὁ ἐπιχορηγῶν ἑκάστῳ κατὰ τὸ μέτρον καὶ κατὰ τὸ ἡμῖν συμφέρον· εἰ γὰρ φυσικὴ ἦν ἡ γνῶσις, ὁμοίως ἐγινώσκομεν διὰ τὴν ὁμοουσιότητα. ἐκ χειρὸς οὖν θεοῦ ἡ τοιαύτη γνῶσις ἐπιγίνεται. 37, εἰσῆλθε δὲ θηρία ὑπὸ σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης. ἀπὸ δὲ τῆς τοῦ ἀέρος ψυχρότητος ὑπὸ λόχμαις καὶ ἄντροις τὰ θηρία κατακρύπτονται. 37, ἐκ ταμείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος. ταμείων τῶν ἐνδοτάτω, τῶν ἀποκρύφων. ὀδύνας δὲ λέγει τὰς ἐκ τοῦ κρύους καὶ ψύχους. ἐκ τῶν ἐνδοτάτω οὖν καὶ ἀποκρύφων τὸ ὀδυνηρὸν γίνεται ψῦχος.
Symmachus translated it as "who does great things and we shall not know them." "Which we did not know," then, is instead of: great are the works of God, but we are not able to know their accounts. 37, "commanding the snow: Be upon the earth. And winter, that there may be rain, and winter of the dominion of his rain." He shows, he says, the dominion of God—the pouring down of rains in winter and the sending of snow. "Commanding," then, is instead of: ordering. 37, "in the hand of every man he seals," so that every man may know his own weakness. And the extreme winter seals and, as it were, binds fast the hands of men and hinders their works, so that each of us may become acquainted with human weakness. But in a deeper sense he says that God secures knowledge according to the capacity of each, so that both the one who received much knowledge and the one who received little, observing that not all know alike, even though they are of the same nature, may learn the weakness of nature and be taught that it is God who supplies to each according to measure and according to what is beneficial for us. For if knowledge were natural, we would all know alike because of our consubstantiality. Such knowledge, then, comes from the hand of God. 37, "and the beasts entered under shelter, and they were quiet upon their bed." From the coldness of the air the beasts hide themselves under thickets and caves. 37, "from the storehouses pains come upon them, and from the peaks cold." "Storehouses" means the innermost, hidden places. And "pains" he calls those that come from frost and cold. From the innermost and hidden places, then, comes the painful cold.
37, καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος. πάγος δέ, φησίν, διὰ πνεύματος συνίσταται· πνοὴν δὲ ἰσχυροῦ τὸ πνεῦμα ἐκάλεσεν, ἐπειδὴ προστάξει γίνεται θεοῦ. 37, οἰακίζει δὲ τὸ ὕδωρ, ὡς ἐὰν βούληται. χρῆται τῷ ὕδατι, ὡς ἐὰν θελήσῃ, κατὰ τὴν ἰδίαν σοφίαν ὥσπερ τις κυβερνητικῆς ἐπιστήμης ἔμπειρος ἐπὶ τῶν οἰάκων καθήμενος. 37, καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη. ἕτερα ἀντίγραφα ἀντὶ τοῦ καταπλάσσει _κ_α_τ_α_π_λ_ή_τ_τ_ε_ι ἔχουσιν. εἴτε δὲ καὶ καταπλάσσει εἴτε καὶ καταπλήττει, φησίν, ὅτι σκοτοδινιᾶν καὶ ἐκπλήττεσθαι ἐπὶ τοῖς τοιούτοις θαύμασι τὸν ἐκλεκτόν τουτέστι τὸν συνετόνπαρασκευάζει ἡ τοῦ ἀέρος συστροφὴ καὶ πύκνωσις καὶ τῶν νεφελῶν ἡ σύστασις. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ἀ_λ_λ_ὰ_ _κ_α_ὶ_ _κ_α_ρ_π_ῷ_ _ἐ_π_ι_β_ρ_ί_σ_ε_ι_ _ν_ε_φ_έ_λ_η ἀντὶ τοῦ· ταῦτα γίνεται, ὅτε τοῖς καρποῖς τῆς γῆς ἐπισκιάζει νεφέλη. ἐκλεκτὸν οὖν τὸν καρπὸν λέγει, καταπλάσσει δὲ ἀντὶ τοῦ ἐπισκιάζει κατὰ τὴν Συμμάχου διάνοιαν. 37, διασκορπιεῖ νέφος φῶς αὐτοῦ. ἢ τοῦτο λέγει, ὅτι νεφελῶν πληρούμενος ὁ ἀὴρ διασκορπίζει καὶ κρύπτει τὸ φῶς· ἢ ὅτι τὸ φῶς τὸ ἡλιακὸν ἐπιλάμπον διασκορπίζει τὴν ἐκ τῶν νεφῶν τοῦ ἀέρος κατήφειαν· ἢ ὅτι ἀλλήλαις αἱ νεφέλαι συρρηγνύμεναι φῶς ἐκπέμπουσιν, ἵνα εἴπῃ, ὅτι καὶ τῶν ἀστραπῶν αἴτια τὰ νέφη γίνονται. 323 37, καὶ αὐτὸς κυκλώματα διαστρέφει. αὐτὸς δέ, φησίν, ὁ θεὸς ἐν κύκλῳ ταῦτα περιγράφει, καὶ κατὰ καιρὸν γίνεται ὡς προστάττει· ἢ καὶ περὶ αὐτὰ ὁ θεὸς κυκληδὸν ἀναστρέφεται, ἀντὶ τοῦ· πάντα ἐφοδεύει πανταχοῦ παρὼν διὰ τὸ περιεκτικὸν τῆς οὐσίας·
37, "And from the breath of the mighty he gives frost." Frost, he says, is produced by the spirit; and he called the spirit "the breath of the mighty," since it comes to be by the command of God. 37, "He steers the water, as he wishes." He uses the water as he wills, according to his own wisdom, like one experienced in the science of navigation sitting at the helm. 37, "And he plasters the chosen cloud." Other copies have "he strikes" instead of "he plasters." Whether it is "plasters" or "strikes," he says that the swirling darkness and the amazement at such wonders of the chosen one—that is, the understanding one—are brought about by the gathering and thickening of the air and the compacting of the clouds. Symmachus rendered it thus: "but also with fruit the clouds will overshadow," instead of: these things happen when a cloud overshadows the fruits of the earth. So he calls the fruit "chosen," and "plasters" instead of "overshadows," according to Symmachus's meaning. 37, "He will scatter his light, a cloud." Either he says this: that the air, being filled with clouds, scatters and hides the light; or that the light of the sun shining forth scatters the gloom of the air caused by the clouds; or that the clouds, dashing against one another, send forth light, so as to say that the clouds also become the causes of lightning. 37, "And he himself twists the circuits." He himself, he says, is God, who circumscribes these things in a circle, and they happen at the right time as he commands; or also God moves in a circle around them, instead of: he inspects all things, being present everywhere because of the comprehensiveness of his essence.
ἢ καὶ αὐτὸς ὁ θεὸς κυκληδὸν πανταχῇ τὰ νέφη περιάγει. 37, ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτοῦ. ὁ Σύμμαχος οὕτως ἑρμήνευσεν· _α_ὐ_τ_ὸ_ς_ _δ_ὲ_ _κ_υ_κ_λ_η_δ_ὸ_ν_ _ἀ_ν_α_σ_τ_ρ_έ_φ_ε_τ_α_ι_ _ἐ_ν_ _τ_ῇ_ κυβερνήσει αὐτοῦ εἰς
τὸ ἐργάζεσθαι αὐτά, ἵνα εἴπῃ ὅτι· οἰακίζει τὸ ὕδωρ ὡς βούλεται εἰς ἡμετέραν κυβέρνησιν καὶ διοίκησιν. ἐν δὲ ἑτέροις ἀντιγράφοις οὕτως ηὕραμεν· _ἐ_ν_ _τ_ο_ῖ_ς_ _κ_α_τ_ω_τ_ά_τ_ω_ θεὶς ἔργα αὐτοῦ. σημαίνει δὲ ἡ τοιαύτη γραφή, ὅτι ταῦτα ἐργάζεται θεὸς διὰ τοὺς κάτω, τουτέστιν· τοὺς ἐπὶ γῆς ἀνθρώπους. 37, πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρ' αὐτοῦ ἐπὶ τῆς γῆς. γίνονται δὲ τὰ ἐκ τοῦ ἀέρος ἐπὶ τῆς γῆς κατὰ ἐντολὰς καὶ προστάγματα θεοῦ. ἢ καὶ τοῦτο λέγει, ὅτι πάντα τὰ παρ' αὐτοῦ οὐ καινά εἰσι καὶ πρόσφατα, ἀλλ' ἐξ ἀρχῆς οὕτω γινόμενα παρ' αὐτοῦ· ἢ ὅτι κατάδηλα ἦσαν αὐτῷ καὶ πρὶν γενέσθαι κατὰ τοὺς τῆς προγνώσεως λόγους. 37, ἐάν τε εἰς παιδείαν, ἐάν τε εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν. καὶ γίνονται ταῦτα ἢ εἰς τὸ παιδεῦσαι καὶ ἐπιστρέψαι ἀνθρώπους ἁμαρτάνοντας ἢ εἰς καρπογονίαν τῆς γῆς{διὰ δὲ ἐλέους} πολλάκις δὲ ὁ θεὸς ἐλεῶν ἀνθρώπους καύσωνα καὶ φλογμὸν διέλυσεν ὑετὸν ἐπαφεὶς οὐ διὰ τὴν τῆς γῆς χρείαν, ἀλλ' ἵνα λύσῃ τοῦ ἀέρος τὸ θερμόνἢ καὶ ὁπωσδηποτοῦν, ἵνα ἀνθρώπους ἐλεήσῃ. εὑρήσει οὖν τις αὐτὸν διὰ ταύτας τὰς αἰτίας ταῦτα ποιοῦντα· ἢ διὰ παιδείαν καὶ ἐπιστροφήν, ἢ διὰ καρποὺς γῆς καὶ βλαστήματα, ἢ δι' ἄλλας αἰτίας, ἀγνώστους μὲν ἡμῖν, πάντως δὲ δι' ἀνθρώπων ἔλεος.
Or that God himself drives the clouds around in a circle everywhere. 37, "in theeboulathoth for his works." Symmachus interpreted it thus: "but he himself is turned around in a circle in his steering, so as to work them," meaning that he steers the water as he wishes for our guidance and governance. But in other copies we found it written thus: "in the lowest places, setting his works." And such a reading signifies that God works these things for the sake of those below, that is, humans on the earth. 37, "whatever things he may command them, these have been appointed by him upon the earth." And the things that come from the air happen upon the earth according to the commands and ordinances of God. Or he says this too, that all things from him are not new and recent, but were happening thus from the beginning by him; or that they were manifest to him even before they came to be, according to the principles of foreknowledge. 37, "whether for instruction, whether for his land, whether for mercy he will find him." And these things happen either for the instruction and conversion of sinning humans, or for the fruitfulness of the land; and often God, showing mercy to humans, has dissolved scorching heat and flame by sending rain, not for the need of the land, but in order to relieve the heat of the air, or in whatever way at all, in order to show mercy to humans. One will find him doing these things for these reasons: either for instruction and conversion, or for the fruits and shoots of the land, or for other reasons, unknown to us, but certainly for mercy toward humans.
ἔστι δὲ καὶ οὕτω νοῆσαι, ὅτι γίνεται ταῦτα ἢ εἰς τὸ παιδεύεσθαι τοὺς τῆς γνώσεως ἀξιουμένους, ἢ εἰς τὸ ὑπάρχειν καὶ διαμένειν αὐτὰ τὰ παρ' αὐτοῦ κτισθέντα. καὶ διὰ τῶν τοιούτων γνωρίζομεν καὶ εὑρίσκομεν τὸν θεόν· πολλάκις δὲ καί τινες χάριτι ἐλέους εὗρον αὐτὸν μὴ ἔχοντες τὴν γνῶσιν, ἀλλὰ ἀπὸ μόνης χάριτος ὡς ὁ λῄστης τυχόντες. 37, ἐνωτίζου ταῦτα, Ἰώβ, στῆθι, νουθετοῦ δύναμιν κυρίου. ἀντὶ τοῦ· πρόσεχε ἐπιπόνως, ἐγκατάθου τῇ διανοίᾳ τὰ εἰρημένα διὰ τῶν ὤτων τοὺς λόγους εἰσδεξάμενος. 37, οἶδα μέν, ὅτι κύριος ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους. ἐπίσταται δὲ διάκρισιν νεφῶν. οἶδα μὲν οὖν, φησίν, ὅτι θεός ἐστιν ὁ ταῦτα ἐργαζόμενος καὶ ὁ τὰ νέφη διακρίνων ὡς ἂν θελήσῃ κατὰ τὴν ἰδίαν ἐπιστήμην. ἕτερα δὲ ἀντίγραφα οὕτως ἔχουσιν· _ο_ἶ_δ_α_ς_,_ _ὅ_τ_ε_ _ἔ_θ_ε_τ_ο_ _θ_ε_ὸ_ς_ _ἔ_ρ_γ_α_ _α_ὐ_τ_ο_ῦ_ _π_ο_ι_ῆσαι φῶς ἐκ σκότους, ἐπίστασαι δὲ καὶ διάκρισιν νεφῶν; ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ἆ_ρ_α_ _γ_ν_ώ_σ_ῃ_,_ _ὁ_π_ό_τ_ε_ _ἔ_τ_α_ξ_ε_ν_ _ὁ_ _θ_ε_ὸ_ς_ _π_ε_ρ_ὶ_ _α_ὐ_τ_ῶ_ν_ _φ_ῶ_ς_ ποιήσας ἐκ σκότους; ὁ δὲ νοῦς οὗτος· μὴ συμπαρῆς δημιουργοῦντι θεῷ τὸν κόσμον, ὅτε σκότος ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος καὶ πρώ τη φωνὴ θεοῦ κατηνέχθη λέγουσα· γενηθήτω φῶς, ὅτε πάντα τὰ ἔργα αὐτοῦ ὡς ἠθέλησε διετάξατο; οὐκοῦν παραχώρει τῇ τοῦ θεοῦ σοφίᾳ καὶ τοῖς ἀνεφίκτοις αὐτοῦ κρίμασιν. ταῦτα δὲ λέγει πρὸς φόβον, ὡς νομίζει, τὸν Ἰὼβ ἐνάγων τὸν μηδέποτε τὸν ἁγιοποιὸν τοῦ θεοῦ καταλείψαντα φόβον τὸν ἰσοδυναμοῦντα τῇ ἀγάπῃ τῷ οἰκείῳ στόματι λέγοντα· χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν.
It is also possible to understand it in this way: that these things happen either for the chastening of those deemed worthy of knowledge, or so that the things created by him may continue to exist and endure. And through such things we come to know and find God; and often some, by the grace of mercy, have found him without having knowledge, but by grace alone, as the robber perhaps did. 37, "Give ear to these things, Job; stand, be instructed in the power of the Lord." That is: attend diligently, lay up in your mind the things spoken, receiving the words through your ears. 37, "I know indeed that the Lord established his works, having made light out of darkness. And he knows the discernment of clouds." "I know, then," he says, "that it is God who works these things and who separates the clouds as he wills according to his own knowledge." But other copies have it thus: "Do you know, when God established his works to make light out of darkness, and do you know also the discernment of clouds?" But Symmachus rendered it thus: "Will you then know, when God appointed concerning them, having made light out of darkness?" And the meaning is this: Were you present with God when he was creating the world, when darkness was upon the face of the water and the first voice of God was borne down saying, "Let there be light," when he ordered all his works as he willed? Therefore yield to the wisdom of God and to his unsearchable judgments. He says these things to instill fear, as he supposes, urging on Job, who never abandoned the sanctifying fear of God, the fear that is equal in power to love, saying with his own mouth: "But if I had not feared the hand of the Lord.
37, ἐξαίσια δὲ πτώματα πονηρῶν, σοῦ δὲ ἡ στολὴ θερμή. θαυμάσαι οὖν, φησίν, ἄξιον, πῶς δι' ἀέρος τιμωρεῖται θεὸς τοὺς πονηροὺς καὶ πῶς μετὰ τοὺς κρυμούς, μετὰ τοὺς ὄμβρους θέρος γίνεται, ὡς δεῖσθαι στολῆς θερινῆς προσφυοῦς τῷ καιρῷ πρὸς τὸ μὴ ἐνοχλεῖσθαι. δυνατὸν δὲ καὶ οὕτω νοῆσαι κατὰ ὑψηλοτέραν ἔννοιαν· ἐπειδὴ τὰ περὶ δυνάμεως θεοῦ καὶ σοφίας ἐξηγησάμεθα, μάνθανε, ὡς τῶν μὲν πονηρῶν μεγάλα εἰσὶ τὰ παραπτώματα, σοῦ δὲ τοῦ δικαίου ἡ στολή τουτέστιν· ἡ τῶν ἀρετῶν ἔνδυσιςοὐκ ἀπὸ παθῶν δεδαπανημένη οὐδὲ παλαιά, ἀλλὰ θερμή, τουτέστι καινὴ καὶ ἐρρωμένη. τὸ μὲν οὖν πρῶτον κατὰ τὸ ῥητόν, τὸ δὲ δεύτερον κατὰ διάνοιαν. 37, ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς, ἀπὸ νότου στερεώσεις μετ' αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὁράσεις ἐπιχύσεως. ἡσυχάζει δὲ ἡ περὶ τούτων γνῶσις ἐπὶ τῆς γῆς. καὶ γὰρ ἀγνοοῦμεν τούτων τοὺς λόγους καὶ πῶς νότου φυσῶντος παλαιώματα, τουτέστι τήγματα καὶ σταγόνες στερεαί, καταφέρονται, ὡς ὁρᾶσθαι αὐτῶν τὴν ἐπίχυσιν. ψεκάζοντος μὲν γὰρ ἴσως διὰ τὴν λεπτότητα οὐχ ὁρῶ μεν τὸν ὑετόν, σταλαγμῶν δὲ καταφερομένων πάντες ὁρῶσι τὴν αὐτῶν ἐπίχυσιν. ἔστι δὲ καὶ οὕτω νοῆσαι·
37. And dreadful are the falls of the wicked, but your garment is warm. It is worthy of wonder, he says, how God through the air punishes the wicked, and how after the frosts, after the rains, summer comes, so that there is need of a summer garment suited to the season, so as not to be troubled. But it is also possible to understand it in this way according to a higher meaning: since we have explained the matters concerning God's power and wisdom, learn that the falls of the wicked are great, but your garment—that is, the clothing of the virtues—is not worn away by passions nor old, but warm, that is, new and strong. The first is according to the literal sense, the second according to the meaning. 37. And it is stilled upon the earth; from the south come steadfastnesses with him for ancient times, strong as visions of a pouring. The knowledge of these things is stilled upon the earth. For we are ignorant of their reasons and how, when the south wind blows, ancient times—that is, meltings and solid drops—are brought down, so that their pouring is seen. For when it drizzles, perhaps because of the fineness we do not see the rain, but when drops are brought down, all see their pouring. And it is possible to understand it also in this way:
ἡσυχάζει δέ, φησίν, τὰ ἐκ τοῦ ἀέρος ἐπὶ τῆς γῆς, ὡς καὶ νότον καὶ θέρμην ἐγγίνεσθαι· καὶ ἴσως τούτων ἐρεῖ τις τοὺς ὁποιουσδήποτε λόγους. τί δὲ λέγωμεν περὶ τοῦ οὐρανοῦ τοῦ ἐξ ἀρχῆς καὶ ἐκ παλαιοῦ στερεμνίως κατασκευασθέντος, ὄντος δὲ ἰσχυροῦ τὴν φύσιν καὶ ὥσπερ τὰ ἐπιχύματα κατὰ τῶν ὀφθαλμῶν, οὕτως ἡμῶν ὑπερκεχυμένου καὶ μὴ συγχωροῦντος ἡμᾶς ὁρᾶν τὰ ὑπὲρ αὐτόν. ἄλλοι δὲ οὕτως ἑρμήνευσαν· αὐτός ἐστιν, φησίν, ὁ ἐκ παλαιοῦ τὸ στερέωμα κατεργασάμενος ἰσχυρὸν καὶ στερεὸν ἐκ τῆς ῥευστῆς καὶ κεχυμένης φύσεως τῶν ὑδάτων. ἀλλ' οὐκ εὐπαράδεκτος ἡ τοιαύτη ἑρμηνεία· οὐδὲ γὰρ ἀποφαινόμεθα, ὅτι ἐξ ὑδάτων θεὸς τὸν οὐρανόν, ἀλλ' ὡς αὐτὸς οἶδε καὶ ὡς ἠθέλησεν. ὡς γὰρ καὶ τούτου ἀγνώστου ὄντος Ἐλιοὺς διαλέγεται. 37, διὰ τί δίδαξόν με, τί ἐροῦμεν αὐτῷ καὶ παυσώμεθα πολλὰ λέγοντες. τί οὖν ἐροῦμεν περὶ τούτων; τί συνιέναι δυνάμεθα; ἆρα τολμῶμεν λέγειν θεῷ· διὰ τί ταῦτα οὕτως ἐποίησας ἢ διὰ τί ἀπροσδεὴς ὢν τόνδε τὸν κόσμον σαυτῷ κατεσκεύασας; οὐ σιωπῇ θαυμάζομεν αὐτοῦ τὴν ἀγαθότητα καὶ σοφίαν; οὐκοῦν τοῦ πολλὰ λέγειν ἐπισχῶμεν παραχωροῦντες αὐτῷ σοφίας τῆς ὑπὲρ ἡμᾶς. 37, μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω; μὴ ἀπὸ βιβλίου ταῦτα λαλῶ ἢ φιλονεικία μοί τίς ἐστιν, ἵνα σε νικήσω; οὐδαμῶς, ἀλλὰ ἀπὸ γνώσεως θεοῦ ταῦτα λέγω καὶ δύναμιν θεοῦ ἐξαγγέλλω, ἀντὶ τοῦ· οὐκ ἐδεήθην παρ' ἑτέρου μαθεῖν ταῦτα· πᾶσι γὰρ πρόδηλα τυγχάνουσι τοῖς γε νοῦν ἔχουσιν. διὸ καὶ ἐπιφέρει· 37, πᾶσι δὲ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν.
He says that the things from the air are at rest upon the earth, so that both south wind and heat come about; and perhaps someone will speak whatever arguments about these things. But what shall we say about the heaven that was firmly established from the beginning and from of old, being strong by nature and, like coatings poured over our eyes, thus spread over us and not permitting us to see the things above it? But others have interpreted it thus: He, he says, is the one who from of old worked the firmament into something strong and solid out of the fluid and poured-out nature of the waters. But such an interpretation is not easily acceptable; for we do not declare that God made the heaven out of waters, but as he himself knows and as he willed. For Elihu speaks as though this too were unknown. 37, Therefore teach me, what shall we say to him, and let us cease speaking many things. What then shall we say about these things? What are we able to understand? Do we dare to say to God: Why did you make these things thus, or why, being in need of nothing, did you prepare this world for yourself? Do we not in silence marvel at his goodness and wisdom? Therefore let us restrain ourselves from speaking many things, yielding to him the wisdom that is beyond us. 37, Is a book or a scribe present with me, that standing I may silence a man? Am I speaking these things from a book, or is there some contentiousness in me, that I might defeat you? By no means, but I speak these things from the knowledge of God and I proclaim the power of God, instead of: I did not need to learn these things from another; for they are evident to all who have understanding. Therefore he adds: 37, But the light is not visible to all; it is far-shining in the old things.
ὥσπερ γὰρ τὸ φῶς πᾶσίν ἐστι πρόδηλον, οὕτω καὶ ταῦτα κατάδηλα τυγχάνουσι θεοῦ ἔργα ὄντα, καὶ δῆλός ἐστιν ἐκ παλαιοῦ καὶ ἀρχαίου ταῦτα οὕτω θεὸς διοικούμενος. 37, ὥσπερ τὸ παρ' αὐτοῦ ἐπὶ νεφῶν ἐξῆλθεν, ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα. ὥσπερ ἀμέλει καὶ τοῦτο τὸ ἔργον παρ' αὐτοῦ διαπράττεται, καὶ ὁ ἀὴρ ἐκ συννεφείας καὶ σκυθρωπότητος πνεύματι καθαίρεται. βορρᾶς δὲ αὐτὸν ἀποκαθαίρει χρυσαυγεῖς καὶ ὑπερύθρους νεφέλας ἀνάγων θεοῦ προστάγματι. 37, ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ {ἡ} τιμὴ παρὰ παντοκράτορος καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ. ἐκ τῶν τοσούτων ἔστιν ἀναλογίσασθαι, ὡς μεγάλην ὀφείλομεν ἀναπέμπειν τῷ θεῷ τὴν δοξολογίαν, ἐφ' οἷς ἡμῶν τὸ γένος ἐτίμησε καὶ διὰ τὴν ἡμῶν κυβέρνησιν ταῦτα οὕτω διαπράττεται ὁ ἀσύγκριτον ἔχων σοφίαν καὶ δύναμιν. ἕτερα δὲ ἀντίγραφα _κ_α_ὶ_ _τ_ι_μ_ὴ_ _π_α_ν_τ_ο_κ_ρ_ά_τ_ο_ρ_ο_ς περιέχουσιν, ἀντὶ τοῦ· μεγάλη ἡ δόξα καὶ ἡ τιμὴ τοῦ παντοκράτορος, ἣν αὐτῷ προσοφείλομεν. 328 37, ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει εἰσακούειν αὐτόν; τοῦ Ἰὼβ εἰρηκότος· κεκράξομαι καὶ οὐδαμοῦ κρίμα κατὰ τὴν ἔννοιαν τὴν ἡμῖν ἐν τοῖς τόποις ἀποδοθεῖσαν, ὁ Ἐλιοὺς ὡς τῆς λέξεως ἐπιλαμβανόμενός φησιν ὅτι· μὴ οἴου τὸν δίκαιον κριτὴν καὶ κηδεμόνα τῶν ἡμετέρων παραμελεῖν ἡμῶν. καὶ γὰρ πάντα ἐφορᾷ καὶ πάντων ἀκούει καὶ τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονέμει κατὰ τὴν οἰκείαν δικαιοκρισίαν. 37, διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ. τούτου τοῦ συμπεράσματος χάριν ἅπασι διεξοδικῶς ἐξῆλθε τοῖς προειρημένοις εἰς φόβον βουλόμενος ἐνάγειν τὸν Ἰώβ.
For just as the light is evident to all, so also these things are manifestly the works of God, and it is clear from old and ancient times that God thus administers these things. 37. As that which is from him came forth upon the clouds, from the north clouds gleaming with gold. As, indeed, this work also is accomplished by him, and the air is cleansed by the wind from cloudiness and gloom. And the north wind cleanses it, bringing up clouds gleaming with gold and ruddy, by the command of God. 37. Upon these things great is the glory and the honor from the Almighty, and we find no other like him in his strength. From so many things it is possible to reckon that we ought to send up great glorification to God, for the things in which he honored our race, and for our governance he thus accomplishes these things, he who has incomparable wisdom and power. But other copies also contain “and the honor of the Almighty,” instead of “great is the glory and the honor of the Almighty,” which we owe to him. 328 37. Do you not think that he who judges just things hears him? Since Job had said, “I shall cry out, and nowhere is judgment,” according to the meaning assigned to us in these places, Elihu, as if seizing upon the expression, says: “Do not suppose that the just judge and guardian of our affairs neglects us. For he oversees all things and hears all things and assigns to each according to worth, by his own just judgment.” 37. Therefore men shall fear him, and the wise in heart shall fear him. For the sake of this conclusion he went through all the foregoing things at length, wishing to lead Job into fear.
διὰ γὰρ πάντα ταῦτα, φησίν, καὶ ὁ πολὺς καὶ ἀγελαῖος ἄνθρωπος δεδοικέναι τὸν θεὸν ὀφείλει, καὶ οἱ σοφοὶ δὲ καὶ συνετοὶ μᾶλλον τοῦτο ποιεῖν ὀφείλουσιν. καὶ γὰρ οὐδὲ οἱ κατὰ σοφίαν ἄκροι κατέλαβον τὸ τέλειον, ἀλλὰ κἄν τινος ἀξιωθῶσι παρὰ θεοῦ γνώσεως, ἐκ μέρους γινώσκουσιν, ὡς ὁ ἱερὸς ἡμᾶς ἀπόστολος ἐδίδαξεν. ἐγὼ δέ φημι, ὅτι καὶ πλεῖον αὐτῶν ὀφείλουσι φοβεῖσθαι τὸν ἀπαθῆ φόβον οἱ πλείονος γνώσεως ἀξιωθέντες· μέγας γὰρ καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς κύκλῳ αὐτοῦ. κύκλῳ δὲ αὐτοῦ τυγχάνουσιν οἱ ἐπὶ πλεῖον τῆς αὐτοῦ κατανοήσεως ἀξιούμενοι. ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΕΚΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺς τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν· τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ ἐμὲ οἴεται κρύπτειν; Προθεωρία τοῦ κεφαλαίου πλοῦτος καὶ πενία, ὑγεία καὶ νόσος, τιμὴ καὶ ἀτιμία, καὶ
ἁπλῶς εἰπεῖν τῶν ἀνθρώπων ὅλος ὁ βίος πειρατήριόν ἐστιν, ὡς αὐτὸς ἡμᾶς ὁ μέγας Ἰὼβ ἐπαίδευσε διὰ πάντων τῶν ἀγωνισμάτων ἐγγεγυμνασμένος, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης, τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, ὥς που ὁ ἱερὸς ἀπόστολος ἔφη. καὶ πλούσιος μὲν ὢν κοινὸς ὑπῆρχε τῶν δεομένων θησαυρός, ἔνδοξος δὲ καὶ δύναμιν περιβεβλημένος τῶν ἀδυνάτων ἐπίκουρος. οὐχ ὁ πλοῦτος αὐτὸν εἰς ἐξιτηλίαν ἐκίνησεν, οὐχ ἡ περιφάνεια τὴν ἀλαζονείαν ἔτεκεν. οὕτως ἀνδρείως τὰ πρῶτα πηδήσας σκάμματα ἐπὶ τοὺς δευτέρους καὶ χαλεπωτέρους ἀγῶνας ἐπαπεδύσατο συγχωρήσει θεοῦ πρὸς ὅλην ἀθρόως τοῦ διαβόλου τὴν κακουργίαν γενικῶς ἀντιταξάμενος·
For through all these things, he says, both the common and ordinary man ought to fear God, and the wise and understanding ought all the more to do this. For not even those who are foremost in wisdom attained perfection, but even if they are deemed worthy of some knowledge from God, they know in part, as the sacred apostle taught us. And I say that those deemed worthy of greater knowledge ought to fear with the passionless fear even more than they; for he is great and fearful over all those round about him. And those round about him are those deemed worthy of a greater understanding of him. CHAPTER TWENTY-SIX. Beginning of the passage: And after Elihu ceased speaking, the Lord spoke to Job through a whirlwind and clouds: Who is this that hides counsel from me, and holds words in his heart and thinks to hide from me? Preliminary exposition of the chapter: wealth and poverty, health and sickness, honor and dishonor, and, to speak simply, the whole life of men is a place of trial, as the great Job himself taught us, having been trained through all his contests, through the weapons of righteousness, on the right hand and on the left, through glory and dishonor, as somewhere the sacred apostle said. And being rich, he was a common treasury for those in need, and being renowned and clothed with power, a helper of the powerless. His wealth did not move him to extravagance, his prominence did not give birth to arrogance. Having thus bravely leapt over the first hurdles, he entered upon the second and more difficult contests, by God's permission setting himself generally against the whole cunning of the devil at once.
καὶ βασιλεύσας ἐν μονοζώνοις ὁ πολύπαις καὶ ἔνδοξος καὶ τῷ πλούτῳ πανταχόθεν περιρρεόμενος ἐπὶ τῆς κοπρίας παρέρριπτο, πένης, ἄδοξος, εὐτελής, καταγελώμενος, εἱλκωμένος, ἰχῶρας ῥέων, πάντας νικήσας τῇ ταλαιπωρίᾳ τοὺς πρότερον γεγενημένους καὶ ὅσους ὕστερον εἶδεν ὁ βίος ἐν συμφοραῖς ἐξεταζομένους. προσθήκη δὲ αὐτῷ γέγονε τῶν κακῶν καὶ ἡ τῶν φίλων διάλεξις ἀντὶ λόγων παρακλητικῶν ἀθυμίας αὐτῷ καὶ ὀδύνης ἐπίτασιν ἀπεργασαμένη. ἐπειδὴ δὲ ὁ μέγας ἀθλητὴς ἅπαντα νομίμως διεξῆλθε τὰ παλαίσματα, καὶ τὴν περὶ τοῦ στεφάνου δίκην ἐνθέσμως ἀνεδήσατο. τότε δὴ τότε τῆς θείας ἀκροᾶται φωνῆς ἀναγορευούσης μὲν αὐτοῦ τοὺς καλοὺς ἀγῶναςἐπὶ τούτῳ γάρ, φησίν, συνεχώρουν σε τῷ θηρίῳ πυκτεύειν, ἵνα ἀναφανῇς δίκαιος, ἀνδριάντα δὲ αὐτὸν ὑπομονῆς καὶ παρακλήσεως τῷ παντὶ τῶν ἀνθρώπων ἀνιστώσης γένει. εἴτε γάρ τις ἐκ πλουσίου γεγένηται πένης, τὸν Ἰὼβ ἔχει παράκλησιν, εἴτε καὶ ἀφανὴς ἐκ περιφανείας, πρὸς αὐτὸν βλέπων ἐπικουφίζεται τὰ λυπηρά, εἰ δὲ καὶ ἄπαις ἐκ καλλίπαιδος ὁμοῦ καὶ πολύπαιδος, διδάσκεται λέγειν· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. εἰ δὲ καὶ εἱλκωμένος εἴη καὶ ὑπ' ἀνοίας γυναικὸς εἰς ἀτόπους ἐρεθίζοιτο λόγους, ἐπιτιμήσει μὲν τῇ ταῦτα συμβουλευούσῃ, καρτερικῶς δὲ ὁμοῦ καὶ ἀνεξικάκως ἐρεῖ· ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου. ἔστιν οὖν παρακλήσεως φάρμακον πρὸς παντοδαπὴν ἀθυμίαν ἡ κατὰ τὸν Ἰὼβ ὑπόθεσις· καὶ οὐ ξενίζεταί τις ἀνηκέστῳ περιπίπτων συμφορᾷ, οὐδ' ἂν οἱ ἄκρως αὐτῷ πρὸς φιλίαν συνηρμοσμένοι ἐπεμβαίνωσι κειμένῳ καὶ ὀνειδίζωσιν.
And he who had reigned among the monozones, the man of many children and renowned and flowing all around with wealth from every side, was cast out upon the dung heap—poor, inglorious, contemptible, mocked, ulcerated, running with ichor—having surpassed in misery all who had come before and as many as life afterward saw tested in calamities. And an addition to his evils was also the conversation of his friends, which, instead of words of consolation, wrought for him an intensification of despondency and pain. But since the great athlete had gone through all his wrestlings lawfully, and had bound up lawfully the case concerning the crown, then, yes then, he hears the divine voice proclaiming his noble contests—for on this account, it says, I permitted you to box with the beast, that you might be shown righteous—and setting him up as a statue of endurance and consolation for the whole race of mankind. For whether one has become poor from rich, he has Job as consolation; or whether obscure from prominence, looking to him he is lightened of his griefs; and if he is also childless after being both blessed with fair children and blessed with many, he is taught to say: The Lord gave, the Lord has taken away. And if he should also be ulcerated and be provoked by a foolish woman to absurd words, he will rebuke her who gives this counsel, and with endurance together with forbearance he will say: I await yet a little time, looking for the hope of my salvation. The account of Job, then, is a medicine of consolation against every kind of despondency; and no one is estranged when he falls into an incurable calamity, not even if those who are closely joined to him in friendship trample upon him as he lies and reproach him.
ἐνθυμούμενοι καὶ ἡμεῖς τοιγαροῦν, ὡς οἱ καλῶς ἀγωνιζόμενοι ἐσθότε καὶ θείας ἀξιοῦνται προσρήσεως, μὴ διὰ τὸν κόρον πλουτοῦντες ὑβρίσωμεν, μὴ καταπέσωμεν ἐν συμφοραῖς, ἀλλὰ πάντα ἡμῖν τὰ συμβαίνοντα, ὁποῖα ποτὲ ἃν ὦσιν, ὕλην ἀρετῆς ἐκ δεξώμεθα. ἀλλ' ἤδη λοιπὸν τῆς θείας ἀκροάσεως ἐπακούσωμεν διὰ βραχέων ἐπισκεψάμενοι κατὰ τὴν ἐκ τῆς θείας δωρεᾶς ἐπιμετρουμένην ἡμῖν δύναμιν, δι' ἣν αἰτίαν τοιούτοις θεὸς πρὸς τὸν Ἰὼβ κέχρηται ῥήμασιν. τῶν φίλων τοιγαροῦν ἄριστα μὲν τὰ περὶ θεοῦ δοξαζόντων καὶ τῆς αὐτοῦ σοφίας καὶ δυνάμεως καὶ μεγαλοπρεπείας, ἀποφαινομένων δέ, ὡς πάντως δι' ἁμαρτίας πάσχουσιν ἄνθρωποι, καὶ ἀγνοούντων τὸν τρόπον τῆς γυμναστικῆς τῶν πειρασμῶν ἐπαγωγῆς, οὐκ ἐν καιρῷ δὲ οὐδὲ ἐπὶ τοιούτου προσώπου τοῖς λόγοις χρωμένων ὁ μακάριος Ἰὼβ ἄριστα μὲν καὶ αὐτὸς καὶ τελεώτατα περὶ θεοῦ σοφίας καὶ δυνάμεως μεγαλοπρεπῶς ἐξαγγέλλει, ἀληθινὸς δὲ ὢν καὶ ἄκακος καὶ οὐδὲν ἑαυτῷ συνειδὼς τῶν τοσούτων πληγῶν ἄξιον οὐ συνετίθετο τοῖς φίλοις λέγουσιν, ὅτι δῆτα δι' ἁμαρτίας κολάζεται. πλὴν ἀλλὰ καὶ αὐτὸς ἠγνόει τοῦ καθ' ἑαυτὸν ἀγῶνος τὴν ὑπόθεσιν· ὅθεν ὁ Ἐλιοὺς εἰς μέσον παρελθὼν οὐ καταδικάζει μὲν τὸν δίκαιον, οὐδὲ ἀποφαίνεται δι' ἁμαρτίας αὐτῷ τὰς κακώσεις ἐπενηνέχθαικατὰ τοῦτο μὲν τῶν φίλων καλλίων γενόμενος, οὐ νοήσας δὲ τοῦ Ἰὼβ τὴν ἔννοιαν, ἐξ' ἧς τοὺς δοκοῦντας εἶναι κατηγορικοὺς {κατὰ θεοῦ} προέφερε λόγους, καταμέμφεται τὸν Ἰὼβ ὡς ἀσύνετα ῥήματα λαλοῦντα· καλῶς δὲ καὶ ὁ Ἐλιοὺς καὶ θαυμασίως τὰ περὶ θεοῦ σοφίας καὶ δυνάμεως ἀπήγγειλεν.
Reflecting on these things ourselves, therefore—that those who contend well are then also deemed worthy of a divine address—let us not, growing insolent through satiety of wealth, commit outrage, nor let us fall in calamities, but let us receive all that befalls us, whatever sort they ever be, as material for virtue. But now at last let us listen to the divine hearing, having examined it briefly according to the power measured out to us from the divine gift, for which reason God uses such words toward Job. For while the friends glorify the things concerning God most excellently—his wisdom and power and magnificence—yet they declare that humans suffer altogether because of sin, and being ignorant of the manner of the training that brings on temptations, and employing their words neither in season nor in the case of such a person, the blessed Job himself also proclaims most excellently and most perfectly, magnificently, concerning God's wisdom and power; and being true and guileless, and conscious to himself of nothing worthy of such great blows, he did not agree with the friends who said that he was certainly being punished because of sin. Nevertheless, he too was ignorant of the underlying purpose of the contest concerning himself; whence Elihu, coming into the midst, does not condemn the righteous man, nor declare that the afflictions were brought upon him because of sin—in this respect becoming better than the friends—but not having understood Job's meaning, from which he brought forward the words that seemed to be accusatory against God, he blames Job as speaking words without understanding; yet Elihu both nobly and wonderfully reported the things concerning God's wisdom and power.
πάντων οὖν ὁμοίως καλῶς καὶ ὀρθοδοξαστικῶς τὴν θείαν πρόνοιαν καὶ δύναμιν ἀποθαυμαζόντων, ἀγνοούντων δὲ τὴν κατὰ τὸν Ἰὼβ ὑπό θεσιν καὶ ὅτι
γυμνάσιον ἀρετῆς ὑπῆρχεν ἡ πληγὴ καὶ οὐχ ἁμαρτημάτων ἀντίδοσις, τῶν εἰρημένων πάντων ὁ κύριος ποιούμενος τὴν ἐπίκρισιν τὰ μὲν περὶ τῆς θείας προνοίας καὶ δυνάμεως καὶ σοφίας παρὰ πάντων εἰρημένα ὡς καλῶς λεχθέντα ἀποδέχεταιδιὸ καὶ αὐτὸς περιμηκέστερον τὰ περὶ τούτων ἐπεξέρχεται πρὸς μὲν τὸν ἑαυτοῦ φίλον, τὸν δίκαιον Ἰώβ, ἡμέρως καὶ πράως διαλεγόμενος καὶ ἐπικυρῶν μὲν τὰ παρὰ πάντων εἰρημένα περὶ θεοῦ δι' ὧν καὶ αὐτὸς ἐκδιδάσκει περὶ ἑαυτοῦ τὰ ὅμοια, διδάσκων δὲ ἡμᾶς ὡς ἀκατάληπτα τῆς θείας προνοίας τὰ κρίματα καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ τῆς τοῦ θεοῦ σοφίας, τοῖς δὲ φίλοις ἐπιτιμᾷ ὡς ἀποφηναμένοις περὶ ὧν οὐκ ᾔδεισαν μὴ γὰρ πρὸ καιροῦ τι κρίνετε, φησὶν ὁ θεῖος ἀπόστολος, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν καὶ τὰ ἑξῆςτόν τε Ἐλιοὺς οὔτ' ἐπαινεῖοὐ γὰρ ἔγνω τοῦ Ἰὼβ τὴν διάνοιαν, ἐξ ἧς τοὺς λόγους προέφερεν, ἀλλ' οὐδὲ τοῦ ἀγῶνος τὴν ὑπόθεσιν, οὔτε ψέγει δέ, ἐπεὶ μὴ κατεδίκασε τὸν ἅγιον. τὸν δὲ δίκαιον Ἰὼβ στεφανοῖ καὶ ἀναγορεύει καὶ ἀνακαλεῖται τοῖς λόγοις ὡς οὐδαμοῦ μὲν ἐκπαλαίσαντα, πάντα δὲ νομίμως ἀγωνισάμενον τὰ παλαίσματα, καὶ τὸ ἀπόρρητον ἀναπτύσσει καὶ δημοσιεύει τοῦ πειρασμοῦ τὴν αἰτίαν. οὐ γὰρ ὡς ἄδικος πέπονθεν, φησίν, ὁ δίκαιος, ἀλλ' ἵνα δίκαιος ἀναφανῇ καὶ ἀπὸ θείας ψήφου ἀναγορευθῇ τὰ κατὰ τὴν ἀρετὴν τοῦ Ἰώβ.
When all alike had beautifully and orthodoxly marveled at the divine providence and power, but were ignorant of the underlying purpose concerning Job, and that his affliction was a training-ground of virtue and not a requital for sins, the Lord, making his assessment of all that had been said, accepts what all had said about the divine providence and power and wisdom as well spoken; and for this reason he himself also expounds at greater length the matters concerning these things—conversing gently and mildly with his own friend, the righteous Job, and confirming what all had said about God, through which he also himself teaches the same things about himself, and teaching us that the judgments of divine providence are incomprehensible and the ways of God's wisdom unsearchable. But he rebukes the friends as having pronounced judgment on matters they did not know. For do not judge anything before the time, says the divine apostle, until the Lord comes, who will both bring to light the hidden things of darkness and make manifest the purposes of the hearts, and so on. And Elihu he neither praises—for he did not know Job's mind, from which he brought forth his words, nor even the underlying purpose of the contest—nor does he blame him, since he did not condemn the saint. But the righteous Job he crowns and proclaims and calls back with words, as one who nowhere gave in, but lawfully contended in all his wrestlings, and he unfolds the secret and makes public the cause of the trial. For the righteous man did not suffer as an unjust man, he says, but so that he might be shown righteous and be proclaimed by a divine verdict—the things pertaining to Job's virtue.
ἐπαλείφων δὲ αὐτὸν τοῖς λόγοις καὶ ἀναρρωννὺς καὶ παρατείνων αὐτῷ τὴν διάλεξινδίκαιος γὰρ ἦν παρὰ τοὺς ἄλλους πλείονος ὁμιλίας ἀπολαῦσαι θεοῦ, ὅσῳ καὶ πλείονα χρόνον τοῖς πάθεσιν ἐνεκαρ τέρησεδιδάσκει καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς μυστήρια καὶ δημοσιεύει διὰ λόγων μυστικῶν καὶ ἐπικεκαλυμμένων τοῦ κοινοῦ τῆς ἀνθρωπότητος ἐχθροῦ, τοῦ δράκοντος καὶ ἀποστάτου, ὃν δὴ κῆτος προσαγορεύει, τήν τε ἰσχὺν καὶ ἰταμότητα καὶ κακόνοιαν, ἡμῖν μὲν τὰ κατ' αὐτὸν ἀπογυμνῶν, τὸν δὲ δίκαιον καὶ πλέον ἀναγορεύων καὶ θαρσαλεώτερον γενέσθαι παρασκευάζων, μονονουχὶ μεγάλῃ τῇ φωνῇ πρὸς τοὺς συνιέναι δυναμένους λέγων, ὅτι πρὸς τοσοῦτον ἔσχεν ἀντίπαλον καὶ δι' ὅλων ἄρρηκτος ἔμεινεν. μετὰ δὲ τοὺς πολλοὺς ἀγῶνας καὶ τὴν ἐκ τῆς θείας φωνῆς παράκλησιν ὑγεία μὲν εὐθὺς συνέτρεχε καὶ ἀθρόως ἦν ἐν τοῖς συνήθεσιν ὁ τοὺς ἰχῶρας ἀναβλύζων καὶ τοὺς σκώληκας ἐξομβρῶν. συνέτρεχον δὲ πάντοθεν οἱ γνώριμοι καὶ ξενίοις ἐδεξιοῦντο. καὶ τὰ μὲν οὖν τῆς περιουσίας διπλᾶ ἠκολούθει πάντα, οἱ δὲ παῖδες ἰσάριθμοι· οὐ γὰρ εἰς ἀνυπαρξίαν ἐχώρησαν οἱ τοῦ σώματος ἐκδεδημηκότες, ὥστε καὶ αὐτοὶ διπλοῖ τὸν ἀριθμὸν ἐτύγχανον, ζώντων μὲν τῶν προαπελθόντων, προστεθέντων δὲ τῶν ὕστερον ἐπιγενομένων.
By anointing him with words and strengthening him and drawing out the conversation for him—for he was righteous beyond others and deserved to enjoy more abundant converse with God, inasmuch as he had also persevered longer in sufferings—he teaches also the mysteries concerning the incarnation of the Only-begotten and publicly proclaims through mystical and veiled words the strength and audacity and malice of the common enemy of humanity, the dragon and apostate, whom indeed he calls the sea-monster, laying bare to us the things concerning him, while declaring the righteous man more than a conqueror and preparing him to become more confident, all but saying with a great voice to those able to understand, that he had such an adversary and remained unbroken through it all. And after the many contests and the encouragement from the divine voice, health at once ran together with him, and suddenly the one who had been gushing pus and showering forth worms was among his accustomed surroundings. And his acquaintances ran together from all sides and received him with hospitality. And so all the things of his property followed doubled, and his children equal in number; for those who had departed from the body had not passed into non-existence, so that they too happened to be doubled in number—those who had gone before being alive, and those who came afterward being added.
ὥσπερ γὰρ πρότερον ὑπὸ τῆς θείας ἐγκαταλείψεως πρὸς γυμνασίαν γεγενημένης ἅπαντα ἦν σκυθρωπά, πενία καὶ ἀπαιδία, ἕλκη καὶ ἰχῶρες καὶ ἀτιμία, οὕτως ὕστερον ὑπὸ τῆς θείας ἐπιλάμψεως φαιδρὰ πάντα καὶ ἱλαρὰ καὶ θυμηδίας ἀνάμεστα, καὶ διπλασίονα μὲν ἐν τῷ παρόντι, παραπεμπτέα δὲ πρὸς τὰ τοῖς δικαίοις ἐπηγγελμένα τὰ μήτε ὀφθαλμοῖς ὁρατὰ μήτε ἀνθρωπίνῃ διανοίᾳ καταληπτά. ἐπειδὴ δὲ ὁ μακάριος Ἰὼβ εὐσεβεῖ μὲν καὶ φιλοθέῳ διανοίᾳ, σκο τεινοτέρᾳ δὲ τῇ ἀπαγγελίᾳ τῶν λόγων ἐχρήσατο, καὶ δῆλος μέν ἐστιν ἄριστα τὰ περὶ θεοῦ δοξάζων, ἀσαφὴς δὲ ἐν οἷς ἔδοξε τοῖς οὐκ εἰδόσιν αὐτοῦ τὴν διάνοιαν ὀλιγωρίας φθέγγεσθαι ῥήματα, καὶ ἐπειδήπερ συνετίθετο μὲν τοῖς τοῦ Ἐλιοὺς καλῶς δοξάσαντος τὰ περὶ θεοῦ, ἐσιώπα δὲ καὶ οὐκ ἀπεκρίνετο, ἐντεῦθεν ὁ κύριος τῶν πρὸς αὐτὸν ἄρχεται λόγων οἷα σιωπῶντος καὶ τὴν οἰκείαν βουλὴν ἐπικρύπτοντος. ἔρχεται δὲ διὰ τοῦ ἀέρος ἡ θεία φωνὴ πρὸς τὴν ἡμετέραν ἀκρόασιν κατὰ θείαν δημιουργίαν· οὐ γὰρ δὴ θεὸς ἀνθρωπίνως φθέγγεται, ἀλλ' ὁμοῦ τε θέλει καὶ ὁ λόγος εἰς ἔργον χωρεῖ καὶ θείων ἡμεῖς ῥημάτων ἀκούομεν. φθέγγεται δὲ διὰ λαίλαπος καὶ νεφῶν λαῖλαψ δέ ἐστιν ἡ τῶν ἀνέμων συστροφήδιὰ ταύτης μέν, οἶμαι, καταπλήττων τοὺς περιεστῶτας καὶ εἰς φόβον ἐνάγων, διὰ δὲ τοῦ νέφους πρὸς τὸν δίκαιον διαλεγόμενος ὥσπερ καὶ Μωυσεῖ καὶ Ἀαρών· ἐν στύλῳ γὰρ νεφέλης ἐλάλει πρὸς
For just as previously, when the divine abandonment had come about for the sake of training, everything was gloomy—poverty and childlessness, sores and discharges and dishonor—so later, by the divine illumination, everything was bright and cheerful and full of gladness, and doubled in the present, while the things promised to the righteous are to be set aside for what is neither visible to eyes nor comprehensible by human understanding. But since the blessed Job used a pious and God-loving mind, yet a rather obscure manner of declaring his words, and he is clearly of the best opinion concerning God, but unclear in those respects in which he seemed to those who did not know his mind to utter words of slight regard, and since he agreed with Elihu, who held right opinions concerning God, but was silent and did not answer, from this point the Lord begins his words to him, as to one who is silent and concealing his own counsel. And the divine voice comes through the air to our hearing according to divine craftsmanship; for God does not speak in a human way, but at once he wills and the word proceeds into action, and we hear divine utterances. And he speaks through a whirlwind and clouds—and a whirlwind is the gathering-together of winds—through this, I think, striking with amazement those standing around and leading them into fear, but through the cloud conversing with the righteous man, just as also with Moses and Aaron; for in a pillar of cloud he spoke to
αὐτούς, φησὶν ὁ μελωδός. αὐτῆς δὲ λοιπὸν σεβασμίως τῆς τοῦ κυρίου ῥήσεως ἐπακουσόμεθα. Αἱ λέξεισ 38, τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ ἐμὲ οἴεται κρύπτειν; οὐ τὸν εἰδότα τὰς βουλὰς τῶν καρδιῶν ἔκρυψεν Ἰώβ· ἠκούσαμεν γὰρ αὐτοῦ λέγοντος ἔμπροσθεν θεοῦ· ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. ἀλλ' ἐπειδήπερ τὰ μὲν ἀσαφῶς διελέχθη, εὐσεβεῖ μὲν τῇ διανοίᾳ χρώμενος, τραχυτέρᾳ δὲ τῇ ἀπαγγελίᾳ, καὶ ἐπειδήπερ συνετίθετο μὲν τοῖς τοῦ Ἐλιοὺς λόγοις ὀρθοδοξαστικῶς τὰ περὶ θεοῦ λέγοντος, ἐσιώπα δὲ καὶ οὐκ ἀπεκρίνατο, φησὶν ὁ θεός· τίς οὗτος ὁ κρύπτων με βουλήν; ἀντὶ τοῦ· οὐδεὶς ἀποκρύψαι με δύναται, ἀλλὰ καὶ τὰ τῶν καρδιῶν οἶδα κινήματα, κἂν διὰ λόγων μὴ ἐξαγγέλλωνται. ἆρα οὖν, φησίν, ὑπολαμβάνεις, Ἰώβ, ὅτι λέληθάς με; οἶδά σου τοὺς καλοὺς ἀγῶνας παρ' ἡμῖν ἀγωνιζομένου, οὐδέν με λέληθε τῶν κατὰ σέ. οὐχ ὅτι Ἰὼβ τοιοῦτόν τι ὑπελάμβανεν, ὅτι θεόν τι τῶν κατ' αὐτὸν διελάνθανεν, ἀλλ' ἐπιρρωννὺς αὐτὸν ὡς πρὸς φίλον φησίν· ἐμὲ νομίζεις κρύπτειν; ἢ ὑπονοεῖς, ὅτι ἠγνόουν σου τὰ παλαίσματα; οὐκ ἀγνοῶ σου τὴν εἰλικρινῆ διάθεσιν, κἂν σιωπᾶς, κἂν ἀσαφεστέροις κέχρησαι τοῖς λόγοις. ἰστέον δέ, ὡς οἱ μέν φασι τὸν ἐπὶ πάντων θεὸν καὶ πατέρα εἶναι τὸν διαλεγόμενον διὰ τοῦ ἁγίου πνεύματος, οἱ δὲ αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ λόγον, περὶ οὗ λέγεται· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν. εἴτε δὲ ἐκ προσώπου τοῦ πατρὸς οἱ λόγοι προφέρονταιὡς ὅταν λέγῃ Μωυσῆς· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἰδίαν καὶ καθ' ὁμοίωσιν ἡμετέραν, εἴτε ἐκ προσώπου τοῦ μονογενοῦςὡς ὅταν αὐτὸς περὶ αὑτοῦ λέγῃ·
them," says the psalmist. But from now on let us reverently listen to the Lord's own utterance. The words: "Who is this that hides counsel, and conceals words in his heart, and thinks to hide from me?" Job did not hide from the one who knows the counsels of hearts; for we heard him saying before God: "the one who knows the mind of men." But since he had spoken some things obscurely, employing a pious mind but a rather harsh manner of speech, and since he agreed with the words of Elihu, who spoke rightly concerning God, yet kept silent and did not answer, God says: "Who is this that hides counsel from me?"—meaning: no one can hide from me, but I know even the movements of hearts, even if they are not expressed in words. So then, he says, do you suppose, Job, that you have escaped my notice? I know your noble struggles as you contend before us; nothing concerning you has escaped me. Not that Job supposed any such thing—that any of his affairs had escaped God's notice—but God, strengthening him as one speaks to a friend, says: Do you think you are hiding from me? Or do you suspect that I was ignorant of your wrestlings? I am not ignorant of your sincere disposition, even if you are silent, even if you have used rather obscure words. It should be known that some say it is the God and Father of all who speaks through the Holy Spirit, while others say it is the only-begotten Word of God himself, of whom it is said: "and the gatekeepers of Hades, seeing you, cowered." And whether the words are uttered in the person of the Father—as when Moses says: "Let us make man in our own image and likeness"—or in the person of the only-begotten, as when he himself says concerning himself:
πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ ἤμην, εἴτε ἐκ προσώπου τοῦ ἁγίου πνεύματοςεἶπε, γάρ φησιν, τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρναβᾶν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς, ὡς ἐν τοῖς Πράξεσι τῶν ἀποστόλων εἴρηται, μία μέν ἐστιν ἡ βουλὴ τῆς θεότητος ἐν μονάδι τριάδος, ἓν δὲ θέλημα, μία οὐσία ἐν τρισὶ γνωριζομένη ταῖς ὑποστάσεσιν. 336 38, ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. ἄνδρισαι τοιγαροῦν, ἀπόρριψον τὴν ἀθυμίαν, καὶ ἐπειδήπερ ἐπεθύμεις εἰς ἐμὴν ὁμιλίαν ἐλθεῖν, ἰδού σοι διαλέγομαι, ἰδοὺ πληρῶ σου τὴν αἴτησιν, ἀποκρίθητι πρὸς τὰ λεγόμενα. 38, ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀνάγγειλόν μοι, εἰ ἐπίστασαι σύνεσιν. ἐπειδὴ ἠθύμεις, φησίν, ὅτι ἠγνόεις τῶν ἐπαγομένων σοι τὴν ἔκβασιν καὶ τῶν σῶν ἀγώνων τὴν ὑπόθεσιν, ἰδοὺ ἐρωτῶ σε καὶ ἄλλα μυρία, ὧν τοὺς λόγους ἀγνοεῖς. διδάσκει δὲ ἡμᾶς ὁ θεὸς πρὸς τὸν ἑαυτοῦ φίλον διαλεγόμενος, ὅτι τε ποιητὴς τῶν ὅλων ἐστὶ καὶ ὅτι ἀνέφικτα τὰ βάθη τῆς ἑαυτοῦ σοφίας. ἰστέον δέ, ὅτι νῦν πρῶτον ἐκ θείας φωνῆς ὁ περὶ τῆς δημιουργίας τῆς κτίσεως εἰσάγεται λόγος· ἔφημεν γάρ, ὡς πρὸ τοῦ νόμου ὁ Ἰὼβ ἐτύγχανεν. εἰ γὰρ καὶ ἀπὸ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, καὶ τοῦτο ᾔδεσαν οἱ φιλόθεοι, ἀλλ' ἐκ θείας φωνῆς νῦν πρῶτον τοῦτο ἀκούομεν. εἰ οὖν ἔχεις, φησίν, σύνεσιν τῆς ποιήσεως τῶν κτισμάτων, ἀποκρίθητί μοι. 38, τίς ἔθετο μέτρα αὐτῆς εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς; ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς;
Before Abraham was, I am—whether he spoke this from the person of the Holy Spirit; for, he says, the Holy Spirit said: "Set apart for me Barnabas and Saul for the work to which I have called them," as it is said in the Acts of the Apostles—the will of the Godhead is one in the unity of the Trinity, and one is the will, one essence known in three hypostases. Gird up your loins like a man, and I will question you, and you shall answer me. Therefore be a man, cast off your despondency, and since you desired to come into conversation with me, behold, I converse with you, behold, I fulfill your request; answer what is said. Where were you when I founded the earth? Tell me, if you have understanding. Since you were despondent, he says, because you did not know the outcome of the things brought upon you and the purpose of your struggles, behold, I question you also about countless other things, whose accounts you do not know. And God, conversing with his own friend, teaches us both that he is the maker of all things and that the depths of his own wisdom are unattainable. But it should be known that now for the first time the account concerning the creation of the creature is introduced from the divine voice; for we said that Job belonged to the time before the law. For even if from the greatness and beauty of the created things their Creator is contemplated by analogy, and the lovers of God knew this, yet now for the first time we hear this from the divine voice. If, then, he says, you have understanding of the making of the created things, answer me. Who set its measures, if you know? Or who stretched the line upon it? On what were its bases fixed? And who is it that laid the cornerstone upon it?
ἐξ ὁμοιώματος τῶν παρ' ἡμῖν οἰκοδομῶν μέτρα ἔφη καὶ σπαρτίον ἐπ' ἰσότητι τῶν οἰκοδομημάτων ἀποτεινόμενον καὶ λίθον γωνιαῖον ἑκατέρους συνδέοντα τοὺς τοίχους· κρίκους δὲ λέγει τοὺς ἀναβαστακτῆρας. εἰπὲ οὖν, εἰ οἶσθα τὰ τῆς γῆς μέτρα, εἰπέ, τίς αὐτῇ ὑποβάθρα, ἐπὶ τίνος ὀχεῖται τὸ βαρὺ τοῦτο καὶ μέγα στοιχεῖον· ταῦτα δὲ ἀνθρώποις παντελῶς ἀκατάληπτα. τίς οὖν ὁ ταῦτα δημιουργήσας; ἀντὶ τοῦ· οὐδεὶς ἕτερος πλὴν ἐμοῦ· ἔργα γάρ εἰσιν ἀπορρήτου σοφίας τοῦ θεοῦ. 38, ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου καὶ ὕμνησαν. ἐνταῦθα διδασκόμεθα πρὸ τοῦ αἰσθητοῦ κόσμου τοὺς ἁγίους ἀγγέλους εἶναι, ἐκπληττομένους ἐφ' ἑκάστῳ τῶν δημιουργημάτων καὶ ὑμνολογοῦντας τὸν τούτων ποιητήν. ἐντεῦθεν δὲ καὶ οἱ μακάριοι ἄγγελοι, δι' ὧν ἔβλεπον τὰ μὴ ὄντα εἰς γένεσιν παραγόμενα, ἐγνώριζον καὶ
ἑαυτῶν εἶναι δημιουργὸν τὸν θεόν. εἰ δὲ καὶ καθ' ἑτέρους λόγους καὶ ὑψηλοτέραν τινὰ θεωρίαν τοῦτο ἠπίσταντο, ἀλλ' οὖν γε καὶ ἡ κατὰ τὴν κτίσιν δημιουργία ἱκανὴ πληροφορεῖν ἐτύγχανε τὸν νοητὸν κόσμον, ὡς καὶ αὐτοῦ τίς ἐστι ποιητής, τουτέστιν ὁ τὰ ὄντα ἐξ οὐκ ὄντων εἰς γένεσιν παράγων. 38, ἔφραξα δὲ θάλασσαν πύλαις. πύλαιςἀντὶ τοῦ· ὅροις τισίνπεριέκλεισα τῷ προστάγματι εἰρηκὼς πρὸς αὐτήν· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ. 338 38, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη. ἐμαίμασσεν ἀντὶ τοῦ· ὁρμητικῶς εἶχε καὶ πρὸς τὰ κοῖλα καὶ σύμμετρα αὐτῇ χωρία κατηπείγετο ἀκούουσα τοῦ θείου προστάγματος· συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν.
By way of comparison with our own buildings, he spoke of measures and a measuring line stretched out for the evenness of the structures, and a cornerstone binding together both walls; and by "rings" he means the supports. Tell me, then, if you know the measures of the earth; tell me, what is its foundation, upon what is this heavy and great element borne? But these things are wholly incomprehensible to men. Who, then, is the one who made these things? That is: no one else besides me; for they are the works of the ineffable wisdom of God. 38, When the stars were made, all my angels praised me with a great voice and sang hymns. Here we are taught that the holy angels existed before the perceptible world, marveling at each of the created things and hymning their Maker. Hence also the blessed angels, through what they saw—things that were not being brought into being—came to know that God is also their own Maker. But even if they knew this by other accounts and some higher contemplation, nevertheless the creation wrought in the creation was sufficient to assure the intelligible world that it too has a Maker, that is, the one who brings things that are from things that are not into being. 38, But I shut up the sea with gates. "With gates" is instead of: with certain boundaries I enclosed it by my command, having said to it: "You shall come this far and shall not pass beyond." 338 38, When it rushed forth from its mother's womb as it came out. "It rushed" is instead of: it was impetuous and hastened toward the hollows and places suited to it, hearing the divine command: "Let the water be gathered into one gathering.
μητέρα δὲ αὐτῆς τὴν ἄβυσσον λέγει ἢ καὶ τὴν ἑαυτοῦ δύναμιν ὡς αἰτίαν αὐτῇ τῆς ὑπάρξεως. 38, ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὀμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα. ἐπειδὴ κοιλίας μητρὸς ἐμνήσθη, ἐπέμεινε τῇ τροπῇ. ὥσπερ γάρ, φησίν, ἔμβρυον ὀμίχλῃ καὶ νέφεσιν αὐτὴν ἐσπαργάνωσα, τουτέστιν· περιεσκέπασα. 38, ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας. εἶπα δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα. κλεῖθρα καὶ πύλας τὴν διὰ τοῦ ἰδίου προστάγματος ὁροθεσίαν καὶ ἀσφάλειαν λέγει. περιώρισα γάρ, φησίν, τῆς θαλάσσης τὰ κύματα, ἵνα μὴ τοὺς ὅρους ἐκβαίνοντα τὴν γείτονα λυμαίνωνται χέρσον. 38, ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν; ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν, ἐπιλαβέσθαι πτερύγων γῆς. παρῆς δέ, φησίν, ὅτε εἶπον· γενηθήτω φῶς καὶ τῷ λόγῳ τὸ ἔργον παρηκολούθησεν, ἢ ὅτε ὁ ἑωσφόρος γεγονὼς τὰ ἄκρα τῆς γῆς κατεφώτισε; λέγεται δὲ οὗτος ὁ ἑωσφόρος καὶ ἐν μιᾷ νυκτὶ καταλαμ βάνειν τὸ ἄκρον τῆς γῆς. κατὰ δὲ ἀλληγορίαν ὁ ἑωσφόρος, ὁ τοῦ κυρίου λόγος, κατὰ τὸν ἴδιον καιρὸν ἐπ' ἐσχάτου τῶν ἡμερῶν κηρυχθεὶς μέχρι τῶν ἄκρων ἐξετάθη τῆς γῆς. εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ. 38, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς ἐπειδὴ φωτὸς ἀνατολῆς ἐμνήσθη, εὐκαίρως εἶπεν ὅτι· ἐποίησα τὸ φῶς, ἐξ οὗπερ ὕστερον οἱ ἀσεβεῖς ἐκτινασσόμενοι εἰς ἀφεγγῆ καὶ σκοτεινὰ χωρία παραπέμπονται. κατὰ δὲ τὴν θεωρίαν τοὺς ἀσεβεῖς δαίμονας ἐξετίναξεν ὁ λόγος τῆς διδασκαλίας ὁ εὐαγγελικὸς ἐπὶ τῆς ἐνσάρκου τοῦ κυρίου παρουσίας.
He calls the abyss its mother, or else His own power, as being the cause of its existence. "And I set a cloud as its clothing, and wrapped it in mist." Since he mentioned a mother's womb, he persisted with the figurative expression. For just as, he says, I wrapped an embryo in mist and clouds—that is, I covered it about. "And I set boundaries for it, placing bars and gates around it. And I said to it: 'You shall come this far and shall not go beyond, but your waves shall be broken within you.'" By "bars and gates" he means the delimitation and security established by His own command. For I bounded, he says, the waves of the sea, so that they would not overstep their limits and ravage the neighboring dry land. "Or have I appointed the morning light upon you? And has the morning star seen its own order, to take hold of the wings of the earth?" You were present, he says, when I said, "Let there be light," and the work followed the word—or when the morning star, having come into being, illumined the ends of the earth? This morning star is said also to encompass the end of the earth in a single night. But allegorically, the morning star is the word of the Lord, proclaimed in its own season at the last of the days, and extended to the ends of the earth. For their sound went out into all the earth. "To shake out the ungodly from it"—since he mentioned the light of the dawn, he aptly said: I made the light, from which later the ungodly, being shaken out, are sent away into lightless and dark places. And in the contemplative sense, the evangelical word of teaching shook out the ungodly demons at the time of the Lord's coming in the flesh.
38, ἢ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῶον καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς; ἀλλὰ σύ, φησίν, ὦ Ἰώβ, λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλασας ἄνθρωπον καὶ λόγῳ τοῦτον κατεκόσμησας ὥσπερ ἐγώ; ἐπισημειοῦ δὲ ἐνταῦθα, ὅτι οὐκ εἶπε χοῦν, ἀλλὰ πηλὸν ὡς τοῦ χοὸς ὕδατι συμπεφυρμένου. 38, ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; τοῦτο καὶ περὶ ἀνθρώπων ἀσεβῶν καὶ περὶ δαιμόνων ἔστιν ἐκλαβεῖν. ἀφῃρέθη γὰρ ἀπ' αὐτῶν ἡ γνῶσις τῆς ἀληθείας καὶ ἡ δύναμις συνετρίβη. ἐνταῦθα δὲ ἔδειξε τὰ τοῖς ἀσεβέσιν ὕστερον ἀπαντησόμενα καὶ ἔλυσε τὴν ἀπορίαν, ἣν ἀποροῦσιν οἱ ἄνθρωποι διὰ τὸ πολλάκις ὁρᾶν τοὺς ἀσεβεῖς οὐδὲν ἐν τῷδε τῷ βίῳ πάσχοντας δυσχερές. 340 38, ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἔγνως δέ, πόθεν ἡ θάλασσα ἔσχε τὴν ἀρχήν; ἢ τὰ ἴχνη, τουτέστι τὰ ἔσχατα, τῆς ἀβύσσου κατείληφας; ἢ ὅπερ ἐποίησεν ὁ κύριος σαρκωθείςὡς καὶ τὰ ἑξῆς μαρτυροῦσινἐποίησας; 38, ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; ταῦτα γέγονεν, ὅτε ὁ κύριος εἰς ᾅδου κατέβη κηρύξαι τοῖς ἐκεῖ πνεύμασιν. 38, νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ' οὐρανόν; ἀνάγγειλον δέ μοι, πῶς ἢ τίς ἐστιν. νενουθέτησαιἀντὶ τοῦ· ἠκριβώθηςτῆς γῆς τὸ πλάτος; φράσον αὐτῆς τὴν διάμετρον. 38, ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος; εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰπὲ καὶ περὶ φωτὸς καὶ σκότους· ποῦ ἀποκλείονται καὶ πόθεν ἐκπορεύονται; 38, εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν, οἶδας ἄρα, ὅτι τότε γεγέννησαι;
38. Or did you take clay of the earth and form a living creature, and set it on the earth with speech? But you, he says, O Job, did you take dust from the earth and form a man, and adorn him with reason as I did? And note here that he did not say dust, but clay, since the dust was mingled with water. 38. And did you take away the light from the ungodly, and break the arm of the proud? This can be understood both concerning ungodly men and concerning demons. For the knowledge of the truth was taken away from them, and their power was broken. Here he showed the things that will later befall the ungodly, and he resolved the perplexity which men feel because they often see the ungodly suffering nothing difficult in this life. 340 38. And did you come to the spring of the sea, and walk in the footsteps of the abyss? And did you know whence the sea had its beginning? Or have you grasped the footsteps, that is, the uttermost parts, of the abyss? Or did you do what the Lord did when he was made flesh, as the following things also testify? 38. And are the gates of death opened to you with fear, and did the gatekeepers of Hades, seeing you, tremble? These things happened when the Lord descended into Hades to preach to the spirits there. 38. And have you been instructed in the breadth of what is under heaven? And declare to me, how or what is it? Have you been instructed, instead of: have you been made exact, in the width of the earth? Tell me its diameter. 38. And in what land does the light lodge? And of darkness, what is its place? If you would lead me to their boundaries? Speak also concerning light and darkness: where are they shut up, and whence do they go forth? 38. And if you also know their paths, do you know then that you were born?
εἰ δὲ τούτων τὰς ὁδοὺς εἰδέναι φαίης, λέγε, ὅτι καὶ τότε ἐγεννήθης ὅτε ταῦτα ὡροθετήθησαν. 38, ἀριθμὸς δὲ ἐτῶν σου πολύς; καὶ εἰ ταῦτα ἐπίστασαι, ἴσθι καὶ πολυετής τις ὑπάρχων ὡς ἔκτοτε γεγονώς. διδάσκει δὲ ἐνταῦθα, ὅτι καὶ τὸ τοῦ ἀνθρώπου ὀλιγόβιον οὐδὲ γνῶναι
αὐτῷ τὰ πολλὰ ἐπιτρέπει. 38, ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; θησαυροὺς λέγει τὰ ἀπόκρυφα. οἶσθα οὖν, φησίν, πῶς τὴν μὴ φαινομένην χιόνα καὶ χάλαζαν ἐκφαίνεσθαι παρασκευάζω; 38, ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης; δυνατὸς εἶ τῇ χιόνι καὶ τῇ χαλάζῃ κατὰ πολεμίων χρήσασθαι, ὅπερ θεὸς ποιεῖ πολλάκις ἀνθρώπους τιμωρούμενος καὶ καρποὺς διαφθείρων; 38, πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ' οὐρανόν; τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν τοῦ ὑετίσαι ἐπὶ τὴν γῆν, οὗ οὐκ ἀνήρ; πόθεν δὲ ἡ πάχνη ἢ πῶς ὁ νότος καθ' ὅλην πνεῖ τὴν ὑπ' οὐρανόν; πῶς λάβρως ὁ ὑετὸς καταρρεῖ; πόθεν αἱ βρονταί; κυδοιμὸν γὰρ τὴν βροντὴν καλεῖ. μὴ ἀνθρωπείας ἔργα ταῦτα τέχνης, οὐ θεοῦ σοφίας δημιουργήματα; 38, ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης; χεῖται, φησίν, ὁ ὑετὸς καὶ εἰς τὴν ἀοίκητοντῶν θηρίων δὲ δη λονότι προνοοῦντος θεοῦ, καὶ ἡ ἔρημος ποάζει καὶ χλοηφορεῖ δίχα τινὸς ἀνθρωπίνης ἐπιμελείας. 38, τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου; ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον;
But if you claim to know their ways, say that you too were born when these things were ordained. 38. And is the number of your years great? And if you understand these things, know that you are also long-lived, as having existed from then. He teaches here that the brevity of man's life does not even permit him to know many things. 38. And have you come to the treasuries of snow, and have you seen the treasuries of hail? He calls the hidden things treasuries. Do you know, then, he says, how I cause the snow and hail that do not appear to be brought forth? 38. And are they reserved for you for a time of enemies, for a day of war and battle? Are you able to use snow and hail against enemies, which God often does, punishing men and destroying crops? 38. And from where does the frost come forth, or the south wind scatter itself under heaven? And who prepared for the violent rain a course, and a way for the thunderings, to rain upon the earth where no man is? From where is the frost, or how does the south wind blow over the whole under heaven? How does the rain fall violently? From where are the thunders? For he calls the thunder a tumult. Are these not works of human craft, but creations of God's wisdom? 38. A desert where there is no man in it, to satisfy the untrodden and uninhabited place, and to bring forth a going out of grass? The rain, he says, is poured out also upon the uninhabited place, God obviously providing for the beasts, and the desert grows grass and bears herbage without any human care. 38. Who is the father of rain? And who is he who has begotten the clods of dew? And from whose womb does the ice come forth? And who has begotten the frost in heaven, which comes down like flowing water?
ἔχεις δὲ εἰπεῖν ὑετοῦ πατέρα ἢ δρόσουβώλους δὲ δρόσου τὰς συστάσεις φησὶ τοῦ δρόσουἢ κρυστάλλου ἢ πάχνης, ἥτις συνισταμένη περὶ τὸ στερέωμαοὐρανὸν γὰρ ἐνταῦθα τὸν εἰς ὕψος ἀέρα λέγειὥσπερ ὕδωρ καταρρεῖ; οὐ θεοῦ ταῦτα καὶ θεοῦ σοφίας ἔργα; 38, πρόσωπον δὲ ἀσεβοῦς τίς ἔτηξεν; κατὰ μὲν τὸ ῥητὸν ἐπὶ παντὸς ἀσεβοῦς τοῦτο νοητέον. πρὸς δὲ διάνοιαν· τὴν ὡραιότητα τοῦ ἐχθροῦ, ἣν δὴ σημαίνει τὸ πρόσωπον, τίς ταύτην ἠφάνισεν; οὐχ ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς καὶ τῆς κτίσεως δημιουργός; 38, συνῆκας δὲ δεσμὸν Πλειάδος; τῆς δὲ σῆς συνέσεως ἔργον τὸ ὥσπερ δεδέσθαι καὶ τοιῶσδε συγκεῖσθαι τοὺς συμπληροῦντας τὴν Πλειάδα ἀστέρας; ἢ τὴν αἰτίαν οἶσθα, διὰ τί οὕτως ἀλλήλοις συνηρμόσθησαν; 38, καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας; ἐπειδὴ κατὰ καιρὸν ὁ Ὠρίων φαίνεται, σύ, φησίν, παρασκευάζεις αὐτὸν ὥσπερ τινὶ διαφράγματι ἀποκρύπτεσθαι καὶ πάλιν φαίνεσθαι; 343 38, ἢ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ; μαζουρὼθ τὰ συστήματα λέγει τῶν ἀστέρων, ἃ ἐν τῇ συνηθείᾳ ζῴδια καλοῦνται. ποῦ οὖν, φησίν, ἀποκεκλεισμένα εἰσὶ ταῦτα καὶ κατὰ καιρὸν φαίνονται; ἄλλοι δέ φασι μαζουρὼθ Ἑβραικὴν μὲν εἶναι λέξιν, εἰς Ἑλλάδα δὲ μεταφερομένην φωνὴν τὸν οὐράνιον κύνα σημαίνειν. 38, καὶ Ἕσπερον, ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτόν; κόμην τὴν ὑπερβολὴν τῆς λάμψεως λέγει καὶ τὴν εὐπρέπειαν. μὴ σύ, οὖν φησιν, τοῦτον παράγεις οὕτω διαφανῶς ἐκλάμποντα; 38, ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ' οὐρανὸν ὁμοθυμαδὸν γινόμενα; τὰς δὲ τοῦ ἀέρος ἐπίστασαι τροπὰς ἢ ἁπαξαπλῶς πάντα τὰ ὑπ' οὐρανὸν γινόμενα, ὅπως γίνεται;
Can you speak of the father of the rain, or the balls of dew? He calls the formations of dew "balls of dew," or of ice, or of frost, which is formed around the firmament—for here he calls the air that reaches on high "heaven"—does it descend like water? Are these not the works of God and of the wisdom of God? 38. And who has melted the face of the impious? According to the literal sense, this must be understood of every impious person. But as to the deeper meaning: the beauty of the enemy, which the face signifies, who has made this disappear? Is it not the only-begotten Son of God and the Creator of creation? 38. And have you understood the bond of the Pleiad? And is it the work of your understanding that the stars that complete the Pleiad are, as it were, bound and composed in such a way? Or do you know the reason why they were fitted together with one another in this way? 38. And have you opened the fence of Orion? Since Orion appears at its proper season, he says, do you cause it to be hidden as if by some barrier and then to appear again? 38. Or will you open Mazuroth in its season? By Mazuroth he means the assemblies of the stars, which in common usage are called zodiac signs. Where, then, he says, are these things shut up, and how do they appear at their proper season? But others say that Mazuroth is a Hebrew word, and when translated into the Greek language it signifies the heavenly dog. 38. And will you lead the Evening Star upon its hair? By "hair" he means the excess of its brightness and its comeliness. Are you not, then, he says, the one who brings this star forth, shining so clearly? 38. And do you know the turnings of heaven, or the things that happen under heaven in unison? Do you know the turnings of the air, or simply all the things that happen under heaven, how they happen?
38, καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου; δύνῃ δὲ ἐπιτάξαι γενέσθαι νέφη, καὶ ὥσπερ τις ἔμψυχος ὁ ὑετὸς ὑπακούσεται μετὰ τρόμου τῷ σῷ προστάγματι; 38, ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι, τί ἐστιν; ὥσπερ δέ τινες οἰκέται οἱ κεραυνοὶ ἐπιτάττονται παρὰ σοῦ πορεύεσθαι, καὶ καθ' ὧν ἂν ἐκπέμπωνται, ἕτοιμοι ὄντες πρὸς τὸ ἐπίταγμα μονονουχὶ φωνὴν ἀφιέντες ἐροῦσιν· τί ἐστιν, ὃ ποιεῖν ἡμᾶς προστάττεις; 344 38, τίς δὲ δέδωκε γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην; τίς δὲ γυναῖκας ἐσόφισεν εἰς ὑφασμάτων κατασκευὴν καὶ εἰς τὸ ταῦτα καταποικίλλειν ταῖς τῶν ἐρίων βαφαῖς καὶ χρώμασιν; δείκνυσι δὲ διὰ τούτων, ὅτι καὶ ἡ τεχνικὴ σοφία τοῖς ἀνθρώποις παρὰ θεοῦ δέδοται. 38, τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; τίς δὲ ὁ ὑπ' ἀριθμὸν καὶ οὐκ ἀμέτρως, ἀλλὰ πρὸς τὴν χρείαν τὰ νέφη συνίστασθαι παρασκευάζων; τίς δὲ ὁ τὸν οὐρανὸν κυκλοφορικὸν ἀπεργασάμενος, ὡς δοκεῖν τοῖς πόρρωθεν ἀτενίζουσιν, ὅτι τῶν ἄκρων τῆς γῆς ἐφάπτεται; 38, κέχυται δὲ ὥσπερ γῆς κονία. περικέχυται δὲ τῇ γῇ μελαίνῃ οὔσῃ ὁ οὐρανὸς ὥσπερ τις κονία διὰ τὸ
Will you call the cloud with your voice, and will it obey you with the trembling of violent water? Can you command clouds to come into being, and will the rain, as if it were some living thing, obey your command with trembling? Will you send forth lightnings, and will they go? And will they say to you, "What is it?" As if some servants, the lightnings are commanded by you to go, and against whomever they are sent, being ready for the command, they will all but utter a voice and say: "What is it that you command us to do?" Who has given to women the wisdom of weaving or the knowledge of embroidery? Who has made women wise for the making of woven garments and for embroidering them with the dyes and colors of wools? By these things he shows that technical wisdom also is given to human beings by God. Who is it who numbers the clouds in wisdom, and has inclined the heaven to the earth? Who is it who prepares the clouds to be constituted by number and not without measure, but according to need? Who is it who has made the heaven to move in a circle, so that to those gazing from afar it seems that it touches the ends of the earth? It has been poured out like the dust of the earth. And the heaven has been poured around the earth, which is black, like some dust, because of the
διαυγές. 38, κεκόλληκα δὲ αὐτὸν ὥσπερ κύβον λίθῳ. τὴν δὲ λεπτοτάτην τοῦ οὐρανοῦ φύσιν οὕτω στερέμνιον ἀπειργασάμην, ὡσπερανεί τις λίθῳ κύβον ἐναρμόσοι. κύβος δέ ἐστιν ὁ ἐκ τετραγώνου κατὰ τὴν βάσιν ἢ κυκλοτεροῦς εἰς ὀξὺ λήγων, ἵνα εἴπῃ ὅτι· σταθερὸν αὐτὸν καὶ ἑδραῖον ἀπειργασάμην. 38, θηρεύσεις δὲ λέουσι βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. τίς δὲ τῷ λέοντι τὴν θηρατικὴν ἐχαρίσατο φύσιν; τίς τοὺς δράκοντας τροφῆς ἐμπίπλησιν; τίς ἐδίδαξε τὰ θηρία ἐνεδρεύειν καὶ ἐπιτίθεσθαι πρὸς τροφῆς εὐπορίαν; τὸ δὲ δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν ἢ ὅτι τὰ θηρία δεδοικότα τοὺς ἀνθρώπους, τὴν κατ' εἰκόνα θεοῦ δημιουργίαν, ἐπὶ λόχμας καὶ ὕλας καὶ ἀβάτους ἀναχωροῦσι τόπους, ἢ ὅτι τὰ κτήνη βρυχομένου λέοντος ἐπακούσαντα φρίττουσιν· φασὶ γὰρ τὸν λέοντα πρότερον τῇ βοῇ καταπλήξαντα οὕτως ἐφορμᾶν τῷ θηράματι. 38, τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασι πλανώμενοι τὰ σῖτα ζητοῦντες. ἀλλὰ καὶ τῶν πτηνῶν ὁ θεὸς προνοεῖ· ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν ἐσήμανεν. λόγος δὲ τὸν κόρακα ἀφιλόστοργον εἶναι καὶ ἀτημελήτους ἐᾶν τοὺς νεοττούς, τοὺς δὲ ὑπὸ τῆς ἐνδείας πιεζομένους φυσικῇ τινι κεχρῆσθαι πρὸς θεὸν τῇ βοῇ, τὸν δὲ φιλάγαθον διαφυλάττειν καὶ τρέφειν αὐτοὺς τῇ ἀπορρήτῳ ἑαυτοῦ σοφίᾳ, ὃ καὶ Δαυὶδ ἐξυμνῶν ἔλεγεν· καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. 39, εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρης τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυσας;
Clear. 38. I have fastened it like a cube to a stone. I made the most delicate nature of the sky so solid, as if one were fitting a cube to a stone. A cube is that which, from a square or circular base, ends in a point, so that he might say: I made it stable and firm. 38. Will you hunt prey for lions, and will you fill the souls of dragons? For they are afraid in their lairs, and they sit in the woods lying in wait. But who granted the lion its hunting nature? Who fills the dragons with food? Who taught the wild beasts to lie in wait and to set upon prey for the abundance of food? Now the phrase "for they are afraid in their lairs" means either that the wild beasts, fearing men, the creation according to the image of God, retreat to thickets and woods and inaccessible places, or that the cattle, hearing a lion roaring, shudder; for they say that the lion, having first terrified by its roar, thus rushes upon its prey. 38. But who prepared food for the raven? For its nestlings cry out to the Lord, wandering and seeking their food. But God also provides for the birds; for from the part he signified the whole. Reason says that the raven is without natural affection and leaves its nestlings uncared for, but that they, pressed by want, use a certain natural cry toward God, and that the lover of good guards and feeds them by his ineffable wisdom, which David also, praising, said: and to the nestlings of the ravens that call upon him. 39. If you knew the time of the birth of the rock-dwelling goats, and did you watch over the pangs of the deer? And did you number their months, full of birth, and did you loose their pangs?
ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἄνευ φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς; ἀλλ' οὐδὲ τὰ εὐτελέστατα, φησίν, οἶσθα, πῶς κατὰ καιρὸν ἔλαφος καὶ τραγέλαφος ὑπὸ αὐτορόφοις σπηλαίοις ἐν πέτραις ἀποκυίσκουσιν διαφερόντως δὲ οἱ τραγέλαφοι πρὸς τὰς πέτρας ἀναπηδῶσιν, καὶ τίς αὐτοῖς ἀριθμὸς μηνῶν εἰς τὴν κύησιν δέδοται, πῶς δὲ ἀποτίκτουσι λυθεισῶν τῶν ὠδίνων, πῶς τὸ γάλα τοῖς νεογνοῖς ἐνδιδόασιν, τὰ δὲ τρέφεται ἄνευ φόβου. τὸ δὲ ἐξαποστελεῖς ἀντὶ τοῦ· παύσεις, ὥστε μὴ ἀεὶ ἐν ὠδῖσιν εἶναι. εἰ δὲ μὴ ταῦτα σὰ μηδὲ τὴν τούτων γνῶσιν ἐπίστασαι, πῶς θεοῦ κρίματα γνῶναι θέλεις; τοῦτο γὰρ μηνύει τὸ ἐκ τούτων δηλούμενον. 39, ἀπορρήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι, ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς. καὶ πῶς, φησίν, αἱ μητέρες ἀνδρυνθέντα τὰ τέκνα καταλιμπάνουσιν εἰς λήθην ἐλθοῦσαι τῆς φυσικῆς στοργῆς; τὰ δὲ ἐξελθόντα καὶ νεμόμενα ἐν τοῖς γενήμασι τῆς γῆς οὐκέτι αὐτοῖς τοῖς γονεῦσιν ἐπαναστρέφουσιν, ἀλλ' αὔξονται καὶ πληθύνονται τὰ ἐκ γῆς νεμόμενα, τῶν αὐτὰ τεκόντων μνείαν οὐκ ἔχοντα. 39, τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα. κατὰ μὲν τὸ ῥητόν· πόθεν, φησίν, τῷ ὀνάγρῳ ἡ αὐτονομία; πόθεν ἀνθρώπων ἐπιτάγμασιν οὐ πείθεται, ἀλλ' οἴκησιν καὶ διατριβὴν ἔρημον ἔχει, κατασκηνοῖ δὲ ἐν ἁλμυροῖς τόποις, ἀντὶ τοῦ· ἐν ἀκάρποις καὶ παντελῶς ἐρήμοις; πρὸς δὲ διάνοιαν ὁ μοναχικὸς διαγράφεται βίος, ὁ ἔξω τῶν κοσμικῶν καὶ τούτοις μὴ ὑποταττόμενος, ὁ καὶ τὸν δεσμὸν τῆς συζυγίας ἐκκλίνων·
You have reared their young without fear, and will you send forth their birth-pangs? But not even the most insignificant things, he says, do you know—how in due season the deer and the goat-stag give birth under self-roofed caves among rocks; and especially the goat-stags leap up to the rocks, and what number of months is given to them for conception, how they bring forth when their birth-pangs are loosed, how they give milk to the newborn, and these are nourished without fear. And "you will send forth" is instead of "you will cause to cease," so that they are not always in travail. But if these things are not yours, nor do you understand the knowledge of them, how do you wish to know the judgments of God? For this is what is indicated by what is shown from these things. 39. They will break forth with their young, they will be multiplied in the produce, they will go out and will not return to them. And how, he says, do the mothers leave their young when they have grown to manhood, coming into forgetfulness of natural affection? But those that have gone out and graze in the produce of the earth no longer return to their own parents, but those that graze from the earth grow and are multiplied, having no memory of those who bore them. 39. But who is he who sent the wild ass free? And who loosed his bonds? And I set his dwelling-place desert, and his tabernacles salt-land. According to the literal sense: From where, he says, does the wild ass have autonomy? From where is it that it does not obey the commands of men, but has its dwelling and abode desert, and encamps in salt places—instead of "in unfruitful and wholly deserted places"? But according to the deeper meaning, the monastic life is depicted—the life outside worldly things and not subject to them, the life that also shuns the bond of marriage.
δι' ὧν γὰρ εἶπεν ὁ σωτήρ· ὁ δυνάμενος χωρεῖν χω ρείτω, ἔλυσε τῆς συζυγίας τὴν ἀνάγκην, ἐφ' ᾗ ἄρσεν καὶ θῆλυ ἐγεγόνει. ἁλμυρίδες δέ εἰσι τὰ σκηνώματα τοῦ τοιούτου, ὅτι πνευματικὰ πράγματα ἀμέτοχά εἰσι φθορᾶς. οἱ γὰρ ἁλμυροὶ ἅλες τῆς φθορᾶς εἰσιν ἀναιρετικοί. 39, καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων. ἐκ τούτου δῆλον, ὡς εἰς ἀλληγορίαν ἡμᾶς ὁ λόγος παραπέμπει· οὐδὲ γὰρ ὁ ἥμερος ὄνος οὑτοσὶ ὁ κανθήλιος μέμψιν ἀκούει φορολόγου. εὔδηλον οὖν, ὅτι περὶ τοῦ πνευματικοῦ ἀνθρώπου λέγει τοῦ μὴ ἀνεχομένου τοῦ νοητοῦ πράκτορος, ὃς ὥσπερ τινὰ δασμὸν ἀπαιτῶν τοὺς ὑφ' ἑαυτὸν καταναγκάζει δουλεύειν ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσιν. 39, κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ. κατὰ μὲν τὴν ἱστορίαν ὁ ἄγριος ὄνος
τὰ ὄρη περινοστῶν τὰς βοτάνας ἀνιχνεύει πρὸς διατροφήν. κατὰ δὲ τὴν θεωρίαν ὁ πνευματικὸς ἄνθρωπος τῶν οὐρανίων τὰς πολιτείας κατασκέπτεται καὶ ἐπιζητεῖ οὐ τὰ παρόντα, ἀλλὰ τὰ ἐν τῷ ἀμερίμνῳ αἰῶνι. 39, βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ ἢ ἑλκύσει σου αὔλακας ἐν τῷ πεδίῳ; πέποιθάς τε ἐπ' αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; πιστεύσεις δέ, ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σοι τὴν ἅλωνα; καθ' ἱστορίαν ὁ μονόκερως, ὃν δὴ ἕτερος τῶν ἑρμηνευτῶν ῥινοκέρωτα ἔφη διὰ τὸ κατὰ μέσου τῆς κεφαλῆς τὸ κέρας ἔχειν, ἀλκιμώτατος ὢν ἀνυπότακτός ἐστι τῇ ἰσχύι καὶ τῇ ὀξύτητι τοῦ κέρατος πεποιθώς.
For by the words which the Savior spoke—"He who is able to receive it, let him receive it"—he dissolved the necessity of the union for which male and female came to be. And the dwellings of such a one are salt-pits, because spiritual things are without part in corruption. For salty salts are destructive of corruption. 39, laughing at the multitude of a city, and not hearing the reproach of the tax-collector. From this it is clear that the word directs us to allegory; for neither does this tame donkey, the pack-ass, hear the reproach of a tax-collector. It is evident, then, that he speaks concerning the spiritual man, who does not endure the intelligible exactor, who, as if demanding some tribute, compels those under him to be enslaved to pleasures and passions. 39, He will look upon the mountains for his pasture, and he seeks after every green thing. According to the history, the wild donkey, going about the mountains, tracks down the herbs for its nourishment. But according to the contemplation, the spiritual man surveys the constitutions of heavenly things and seeks not the things present, but the things in the untroubled age. 39, And will the unicorn be willing to serve you, or to lie down at your manger? And will you bind his yoke with straps, or will he draw your furrows in the field? And have you trusted in him, that his strength is great, and will you commit your works to him? And will you believe that he will render to you your seed, and will he bring in your threshing-floor? According to the history, the unicorn—which another of the interpreters called the rhinoceros, because it has the horn in the middle of its head—being most mighty, is unsubdued, trusting in its strength and the sharpness of its horn.
μὴ ἀνέχεται οὖν, φησίν, ὁ μονόκερως ἐπὶ φάτνης καταδεῖσθαι καὶ αὔλακας τέμνειν καὶ ἀροῦν καὶ γεηπονεῖν καὶ εἰς ἅλωνα συνάγειν τὰ γενήματα; πρὸς δὲ διάνοιαν μονόκερώς ἐστιν ὁ ἅγιος, ὅτι πρὸς θεὸν μόνον ὁρᾷ καὶ αὐτὸν μόνον ἔχει κέρας καὶ ἰσχὺν καὶ ἀντίληψιν, ἢ ὅτι μόνα τὰ κοσμικὰ κερατίζει, δίκερως δὲ ὁ καὶ πρὸς τὰ τοῦ κόσμου βλέπων καὶ ἔχων πράξεις καὶ δεξιὰς καὶ ἀριστερὰς καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο κερατίζων. ὁ δὲ θεωρηθεὶς μονόκερως οὐκ ἀνθρωπίνοις πράγμασιν, ἀλλὰ μόνῳ θεῷ δουλεύει. 39, πτέρυξ τερπομένων νεέλασσα, ἐὰν συλλαβῇ ἀσίδα καὶ νέσσα, ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει καὶ ἐπελάθετο, ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει. βούλεται εἰπεῖν διαφορὰν ὀρνέων καὶ ὅτι τινὰ μὲν ὑπὸ θεοῦ συνητίσθησαν, τινὰ δὲ ἀσυνετώτερά εἰσιν· καί φησιν, ὅτι τερπνὸν μέν ἐστιν τῇ θέᾳ ἡ νεέλασσα, τὴν δὲ ἀσίδαν καὶ νέσσαν ἀσύνετα θεὸς ἐποίησεν. καὶ ἀσίδαν μὲν ἔφασάν τινες τὸν πελαργόν, κακῶς νοήσαντες· οὔτε γὰρ εἰς γῆν τίκτει ὁ πελαργός, ἀλλὰ εἰς τὰ ὑψηλὰ τῶν δένδρων, καὶ οἱ τὰ ὀρνιθιακὰ γράψαντες ἕτερον γένος ἔφησαν εἶναι παρὰ τὴν ἀσίδαν τὸν πελαργόν. ἀσύνετα οὖν, φησίν, ὄρνεα ἡ νέσσα καὶ ἡ ἀσί δαοὕτω γὰρ καὶ Ἰερεμίας τὴν εὐθεῖαν προσηνέγκατο· ἡ ἀσίδα {καὶ ἡ νεέλασσα}· ἐπὰν γὰρ συλλαβόντα τέκωσιν, ὑπὸ τὴν γῆν θάλπουσι τὰ ᾠὰ καὶ ἀφίπτανται ὥσπερ ἐπιλαθόμενα, ὅτι καὶ ποσὶν ἀνθρώπων σκορπίζονται ταῦτα καὶ θηρία καταπατοῦσιν αὐτά. λόγος δέ, τὴν ἀσίδαν οἰκονομικῶς ἀνόητον ὑπὸ θεοῦ γενέσθαι·
Does he not say, then, that the unicorn does not endure being bound at the manger, nor cutting furrows and ploughing and working the soil and gathering the produce into the threshing floor? In understanding, the saint is a unicorn, because he looks to God alone and has him alone as his horn and strength and support; or because he butts with his horn against worldly things alone, whereas the one who is two-horned is he who looks also to the things of the world and has both actions and right and left, butting now with this, now with that. But the one who has been contemplated as a unicorn does not serve human affairs, but God alone. 39. The wing of those that rejoice, the pelican; if it conceives the stork and the duck, that it will cast its eggs upon the ground and warm them upon the dust and forget, that a foot will scatter them and the beasts of the field will trample them. He wishes to speak of the difference among birds, and that some were made intelligent by God, while others are more unintelligent; and he says that the pelican is pleasant to behold, but the stork and the duck God made unintelligent. And some said the stork is the pelican, understanding it badly; for the pelican does not give birth on the ground, but in the heights of trees, and those who have written on birds said that the pelican is a different kind from the stork. Unintelligent, then, he says, are the birds—the duck and the stork; for thus Jeremiah also brought forward the straight reading: the stork and the pelican; for when they have conceived and given birth, they warm their eggs beneath the earth and fly away as though they had forgotten, so that these are scattered by the feet of men and the beasts trample them. And the account is that the stork was made foolish by God by way of economy;
καὶ γὰρ ὑπεραίρει μεγέθει καὶ ἰσχύι ὡς δύνασθαι καταφρονεῖν καὶ ἱππέως, ἀλλὰ πρὸς τὴν ἰσχὺν οὐκ ἔσχε σύνεσιν, ὥστε μὴ πάντως σώζεσθαι τοὺς νεοττοὺς καὶ ἐκ τούτου πληθύνεσθαι τὸ εἶδος. ἔστι δὲ καὶ οὕτω νοῆσαι· τοῖς τερπομένοις τοῖς ὄρνισιν ὡραῖον θέαμα ἡ νεέλασσα, μάλιστα ὅταν εὑρίσκηται μετὰ ἀσίδης καὶ νέσσας καὶ συλλάβωσιν ἀλλήλοις. ἔστι δὲ ἡ ἀσίδα εὐηθὲς ὄρνεον. ὁ δὲ Ἀκύλας _ἐ_ρ_ω_δ_ι_ο_ῦ_ _κ_α_ὶ_ _ἱ_έ_ρ_α_κ_ο_ς ἐκδέδωκεν ὡς καὶ τούτων ὑπὸ χοῦν θαλπόντων τὰ ᾠά. ἐγὼ δὲ τέως οὐκ ἔχω πείθεσθαι, ὅτι ἐρωδιὸς ἐν γῇ τίκτει διὰ τὸ λέγειν τὸν ψαλμῳδόν· τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν ὡς τῶν δένδρων τῶν ὑψηλοτάτων τὰς κόμας οἰκοῦντος τοῦ ὄρνιθος. οἱ δὲ τὰ περὶ τούτων ζητήσαντες καὶ αὐτοπτήσαντες τὸ ἀκριβὲς ἴσασιν, ἡμῖν δὲ οὐ σχολή, τὰ τοιαῦτα λεπτολογεῖν ἅπαξ τὸν νοῦν ἐγνωκόσι τῆς γραφῆς, ὅτι βούλεται εἰπεῖν ὀρνέων διαφοράν. τινὲς δὲ ἔφασαν τὴν νεέλασσαν τὴν Ἀραβίδα εἶναι τὴν ὄρνιν, ἥτις ἐν τῇ Μεσοποταμίᾳ εὑρίσκεται. 39, ἀπεσκλήρυνε τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτήν. αὕτη οὖν, φησίν, ἡ ὄρνις ἡ τὸ ᾠὸν μεθεῖσα καὶ ἀμελήσασα ἀπεσκλήρυνενἀντὶ τοῦ· εἴασε καταπονεῖσθαιτοὺς νεοττούς, ἵνα μὴ ἑαυτὴν καταπονήσῃ νεοττοτροφοῦσα. 39, εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου. μὴ φοβηθεῖσα οὖν τὴν τῶν νεοττῶν ἀπώλειαν, ἀλλὰ ἀμελήσασα εἰς κενὸν ἐκοπίασε συλλαβοῦσα καὶ ἀποτεκοῦσα οὐ πάντως περισῳζομένων τῶν νεοττῶν. 39, ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει. τοῦτο δὲ ἡ ὄρνις ὑφίσταται, ἐπειδὴ ἀπεσιώπησενἀντὶ τοῦ· ἀνέσχενκαὶ οὐκ ἐπεμέτρησεν αὐτῇ ὁ θεὸς σύνεσιν.
For it surpasses in size and strength, so as to be able to despise even a horseman, but it has not obtained understanding in proportion to its strength, so that its young are not altogether preserved and the species multiplied from this. But one may also understand it thus: to those who delight in birds, the pelican is a beautiful sight, especially when it is found together with the asida and the duck, and they join with one another. The asida is a simple-minded bird. Aquila rendered it as "of the heron and the hawk," as though these too warm their eggs under the dust. But for my part, I cannot for now be persuaded that the heron gives birth on the ground, because the psalmist says: "The dwelling of the heron is their leader," as though the bird dwells in the foliage of the tallest trees. But those who have investigated these matters and have seen them with their own eyes know the exact truth; we, however, have no leisure to split such hairs, having once recognized the mind of the Scripture, that it wishes to speak of the difference among birds. Some have said that the pelican is the Arabian bird, which is found in Mesopotamia. 39, "It hardened its children so as not to be itself." This bird, then, he says, which let go of the egg and neglected it, "hardened" — instead of: it allowed the young to be worn out, so that it might not wear itself out by rearing its young. 39, "It labored in vain without fear." Not having feared the destruction of its young, but having neglected them, it labored in vain, having conceived and given birth, since the young are not altogether preserved. 39, "Because God silenced wisdom in it and did not apportion understanding to it." The bird undergoes this because it was silent — instead of: it held back — and God did not measure out understanding to it.
39, κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ. μετὰ δὲ τὸν καιρόν, φησίν, τοῦ ἀποτεκεῖν εἰς τὸν ἀέρα ἀφίπτανται, κατὰ μὲν τὸν Ἀκύλαν ὁ ἐρωδιὸς καὶ ἱέραξ, ἐν τῇ πτήσει τὸ θαρρεῖν
ἔχοντες καὶ περιφρονοῦντες ἵππου σὺν τῷ ἀναβάτῃ. εἰ δὲ περὶ τῆς ἀσίδης ὁ λόγος, διὰ τὴν ἰσχύν, ὥς φασιν, καὶ τὸ μέγεθος οὐδὲν εἶναι τὸν ἱππέα νομίζει. 39, ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; σὺ δὲ τὸν ἵππον δυνατὸν εἰργάσω καὶ ὑψαύχενα ὡς φοβερὸν τῇ τοῦ αὐχένος ἀνατάσει φαίνεσθαι ἢ καὶ τῷ χρεμετισμῷ τῷ διὰ τοῦ αὐχένος ἐξερχομένῳ; 351 39, περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμαν; παρὰ σοῦ δὲ ὥσπερ καθοπλισθεὶς θαρρεῖ καὶ τολμᾷ ἔνδοξα ἔχων καὶ ὡραῖα τὰ στέρνα καὶ εὐθαρσῆ καρδίαν ἐν τοῖς στήθεσιν {ἔχων}, ἀντὶ τοῦ· εὔτολμος ὤν. 39, ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ. τῷ δὲ ποδὶ κατακροαίνων τὴν γῆν γαυριᾷ καὶ φρυάττεται. 39, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι, συναντᾷ βέλει, καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου. ἐκπορεύεται δὲ διὰ τοῦ πεδίου εἰς πόλεμον μὴ βέλος δεδοικὼς μηδὲ σιδήρου ἀκμήν. 39, ἐπ' αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν. διὰ τοῦ ἐπιβάτου δηλονότι τόξον μὲν ἔχοντος καὶ μάχαιραν, ὀργῇ δὲ τὴν τῶν πολεμίων γῆν ἐξαφανίζοντος. 39, καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ, σάλπιγγος δὲ σημαινούσης λέγει· εὖγε. πόρρωθεν δὲ ὀσφραίνεται πολέμου, σὺν ἅρματι καὶ κραυγῇ ἐκπορεύεται. καὶ ἕως μὲν οὔπω τὸ σύνθημα τοῦ πολέμου, σφαδάζει καὶ ὁρμητικῶς ἔχει, οὔπω δὲ καὶ ἀναπηδᾷ καὶ ἐξάλλεται·
At the right time it will be lifted up on high; it will laugh at the horse and its rider. But after the time, he says, of giving birth, they fly away into the air—according to Aquila, the heron and the hawk, having boldness in flight and despising the horse together with its rider. But if the discourse is about the asida, on account of its strength, as they say, and its size, it considers the horseman to be nothing. Or have you clothed the horse with power, and have you put fear upon its neck? And have you made the horse strong and high-necked, so as to appear fearsome by the rearing up of its neck, or also by the neighing that comes out through its neck? And have you put full armor upon it, and the glory of its breast—boldness? From you, as it were armed, it takes courage and is bold, having its breast glorious and beautiful and its heart courageous in its breast—that is, being bold. Pawing the ground in the plain, it exults. And with its foot striking the earth, it exults and prances. And it goes out into the plain in strength; it meets the arrow, it laughs and will certainly not turn back from iron. And it goes out through the plain to war, fearing neither arrow nor the edge of iron. On it the bow exults and the sword, and in anger it will destroy the land—clearly through its rider, who has bow and sword, and in anger destroys the land of the enemies. And it will not believe until the trumpet sounds; and when the trumpet sounds, it says: Well done! And from afar it smells war; with chariot and shout it goes out. And as long as the signal of war is not yet given, it paws and is eager, and does not yet leap up and spring forth.
τοῦτο γὰρ σημαίνει τὸ καὶ οὐ μὴ πιστεύσει. φοβερὸν δὲ ἠχησάσης τῆς σάλπιγγος αἰσθάνεται, ὅτι πολέμου καιρός, καὶ χαίρει τῷ συνθήματι· τοῦτο γὰρ σημαίνει τὸ λέγει· εὖγε. καὶ ὁμοῦ τῇ κραυγῇ τοῦ στρατοπέδου ἐξαλλόμενος ἐπιτρέχει τοῖς πολεμίοις. εἰ δὲ λέγει τις μὴ ταῦτα τῆς φύσεως εἶναι τοῦ ἵππου, ἀλλὰ τῆς διδαχῆς, ἴστω μὴ ἄλλως τοὺς ἀνθρώπους δύνασθαι διδάσκειν, εἰ μὴ τὸ ζῷον ἐπιτηδείως ἔχον εἰς τοῦτο ὑπὸ θεοῦ κατεσκεύαστο, ἐπεὶ μηδὲ ἄνθρωποι διδασκόμεθά τι μὴ ἐπιτηδείως ἔχοντες πρὸς τὰ μαθήματα. ἐνδείκνυται οὖν ὁ θεὸς διὰ τῶν μικρῶν τούτων τὴν ἄφατον ἑαυτοῦ σοφίαν, ὡς ἂν διδαχθῶμεν τὰ μεγάλα καὶ ὑπέρογκα καὶ ἀπόκρυφα μὴ πολυπραγμονεῖν. 39, ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον; ἡ δὲ σὴ σύνεσις καὶ ἐπιστήμη τὸν ἱέρακα ἐξεπαίδευσεν ἁπλώσαντα τὸ πτερὸν ἀκίνητον τῷ ἀέρι φέρεσθαι; λέγεται δὲ ὁ ἱέραξ ἐπὶ τὰ νότια μέρη ἁπλοῦν τὸ πτερὸν καὶ ὥσπερ ὄρθιος ἵστασθαι ἐν τῷ ἀέρι καὶ ἀποσκοπεῖν τὸ θήραμα καὶ οὕτως αὐτοῦ καθίπτασθαι. φασὶ δὲ τοῦτο τὸ πτηνὸν δύνασθαι στρέφεσθαι καὶ ὁρᾶν τὰ ὀπίσθια αὐτοῦ. 39, ἐπὶ δὲ τῷ σῷ προστάγματι ὑψοῦται ἀετός; τὴν δὲ ὑψιπετῆ πτῆσιν σὺ τῷ ἀετῷ προσέταξας ἔχειν; 39, γὺψ δὲ ἐπὶ νοσσιᾶς ἑαυτοῦ καθεσθεὶς αὐλίζεται, ἐπ' ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ· ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν· νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὐδ' ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται. ἀπὸ κοινοῦ τὸ ἐπὶ δὲ τῷ σῷ προστάγματι·
For this is what "and he will not believe" means. And when the trumpet sounds he is afraid, because it is a time of war, and he rejoices at the signal; for this is what "he says: well done" means. And at the same time, at the battle-cry of the army, leaping forth he runs upon the enemies. But if someone says that these things are not of the horse's nature but of its training, let him know that men could not teach otherwise, unless the animal had been equipped by God with a fitness for this, since neither are we men taught anything unless we have a fitness for learning. God therefore demonstrates through these small things his ineffable wisdom, so that we might be taught not to busy ourselves inquisitively with great and excessive and hidden things. 39. And from your knowledge does the hawk stand with wings spread out, motionless, gazing at the things toward the south? And did your understanding and knowledge train the hawk, having spread its wing, to be borne motionless in the air? It is said that the hawk spreads its wing toward the southern parts and stands as it were upright in the air and watches for its prey and thus swoops down upon it. They say that this bird is able to turn and see its own back. 39. And at your command is the eagle lifted up? And did you command the eagle to have its high-flying flight? 39. And the vulture, having settled upon its own nest, lodges there, on a projecting rock and in a hidden place; being there it seeks its food, and from afar its eyes keep watch; and its nestlings wallow in blood, and even if they are dead, they are found at once. The phrase "and at your command" is taken in common.
εἰς ἀκροτόμων ὁ γὺψ καθεζόμενος πετρῶν ἐξοχὰς ἀκραιφνεῖς ἔχων τὰς αἰσθή σεις συναισθάνεται, ποῦ τεθνηκότα σώματα, ἵνα τροφὴν ἑαυτῷ πορίσηται· σὺ δὲ τοὺς αὐτοῦ νεοττοὺς ἐδίδαξας ἔτι μικροὺς ὄντας σαρκοβορεῖν καὶ αἱμάτων ἐρᾶν; κατὰ μὲν οὖν τὸ ῥητὸν ταῦτα. διαγράφει δὲ ὁ λόγος κατὰ τὴν ἀλληγορίαν γύπα τὸν ἀκάθαρτον καὶ φιλόσαρκον ἄνθρωπον καὶ ὀκνηρὸν πρὸς ἀρετήν· γύψ, γάρ φησιν, ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται, τοῦ δὲ θεωρηθέντος ὀκνηροῦ καὶ ἀκαθάρτου πόρρωθεν οἱ ὀφθαλμοὶ σκοπεύουσιν· ἐῶν γὰρ τὰ ἐγγὺς καὶ τοῖς παροῦσι καθ' ἡδονὴν χρώμενος καὶ ὑπερτιθέμενος τὸ τὴν ἀρετὴν ἐργάζεσθαι τὰ πνευματικὰ ὕστερον ὑπάρξαι ἑαυτῷ φαντάζεται. εἰσὶ γὰρ ἄνθρωποι λέγοντες· τέως ἀπολαύω καὶ μετὰ ταῦτα σωφρονῶ καὶ ἐλεῶ καὶ νηστεύω. οἱ δὲ νεοσσοὶ τοῦ τοιοῦδετουτέστιν· οἱ τρόποιἀεὶ τοῖς νεκροῖς καὶ ἀκαθάρτοις ἐφιζάνουσι πράγμασιν. 40, καὶ ἀπεκρίθη ὁ θεὸς τῷ Ἰὼβ καὶ εἶπεν· μὴ κρίσιν μετὰ ἱκανοῦ κρινεῖς; ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν. οἱ μὲν πρῶτοι λόγοι θεοῦ σοφίαν καὶ δύναμιν παρίστων τῷ Ἰώβ, νῦν δὲ πρὸς αὐτὸν στρέφει τὸν λόγον καί φησιν· μὴ κρίσιν μετὰ ἱκανοῦ κρινεῖς; ἀντὶ τοῦ· μὴ μετ' ἐμοῦ ταῦτα
The vulture, sitting upon the sheer rocks and having its senses keen and undimmed, perceives where there are dead bodies, so that it may provide food for itself; but did you teach its nestlings, while they were still small, to devour flesh and to love blood? So much, then, according to the literal sense. But by way of allegory the word describes the vulture as the unclean and flesh-loving man, and one slothful toward virtue; for a vulture, it says, sitting upon its nest, lodges there, and the eyes of the slothful and unclean man, once he has been observed, look out from afar; for leaving aside the things near at hand and indulging the present according to pleasure, and postponing the working of virtue, he imagines that spiritual things will later come to be his. For there are men who say: "For now I enjoy myself, and afterward I shall be temperate and show mercy and fast." And the nestlings of such a man—that is, his habits—always settle upon dead and unclean things. And God answered Job and said: Will you judge a judgment with the Sufficient One? When you reprove God, will he answer it? The first words of God displayed wisdom and power to Job, but now he turns his speech to him and says: Will you judge a judgment with the Sufficient One? Instead of: Will you with me these things
διακρινεῖς; μὴ οἶσθα, πῶς γίνονται; μὴ τούτων ἔχεις τοὺς λόγους; ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν, τουτέστιν· εἰ νομίζεις δύνασθαί με ἐλέγχειν ὡς οὐκ εὖ εἰρηκότα, ἀποκρίθητι τὴν κρίσιν, ἣν προέτεινά σοι, τουτέστιν· ὧν εἶπον, τούτων τὴν θαυματουργίαν ἀποκρίθητι. λέγει δὲ ταῦτα οὐχ ὡς ἀγνοῶν τοῦ Ἰὼβ τὴν εὐσεβῆ γνώμην, ἀλλὰ τοῖς φίλοις δεῖξαι βουλόμενος, οἷος ἦν τὰ πρὸς θεόν, δι' ὧν ἀνταποκρίνεται. ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΕΒΔΟΜΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ· τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων {τὸν} κύριον, ἀκούων τοιαῦτα οὐδὲν ὤν; Προθεωρία τοῦ κεφαλαίου ὁ φιλόθεος καὶ τῶν οἰκείων μέτρων ἐπιστήμων Ἰὼβ θείας ἀδοκήτως φωνῆς ἀκροασάμενος προσκαλουμένης αὐτὸν εἰς ὁμιλίαν καὶ τῶν λεγομένων ἔλεγχον περιχαρὴς μὲν γέγονεν, ὡς εἰκός, ὁμολογεῖ δὲ ἐκ προοιμίων τὴν οἰκείαν ἀσθένειαν καὶ δίδωσι θεῷ τὰ νικητήρια. πρὸς γὰρ θεοῦ σοφίαν, φησίν, οὐδὲν ἕτερον δεῖ ποιεῖν ἢ τῇ σιωπῇ δεικνύναι τὸ θαῦμα καὶ τῷ ἀρρήτῳ θαυμάζειν τὸ ἀκατάληπτον. Αἱ λέξεισ 40, τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον, ἀκούων τοιαῦτα οὐδὲν ὤν; εἰς τί ἐγὼ κρίνομαι, δέσποτα, εἰς τί ἐγὼ ταῦτα ἀκούω καὶ νουθετοῦμαι ὡς μέλλων ἐλέγχειν θεόν, ὁ μηδεὶς ὢν καὶ μηδὲ λόγου τινὸς ἄξιος; 355 40, ἐγὼ δὲ τίνα ἀπόκρισιν δώσω πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου. ἐγὼ δὲ τί πρὸς τὰ εἰρημένα φθέγξομαι; ἄμεινον κρίνω τῇ σιωπῇ τὴν ἀκατάληπτόν σου θαυμάζειν σοφίαν.
Will you discern? Do you not know how they come to be? Do you not have the accounts of these things? When one attempts to refute God, it will answer him—that is: if you think you are able to refute me as though I had not spoken well, answer the judgment which I set before you, that is: answer the wonder-working of the things I have said. He says these things not as though ignorant of Job's pious mind, but wishing to show to his friends what manner of man he was in his dealings with God, through the things by which he answers back.
CHAPTER TWENTY-SEVEN
Beginning of the passage: And Job, taking up the word, says to the Lord: Why am I still judged, being admonished and refuting the Lord, hearing such things, when I am nothing?
Forethought of the chapter: Job, a lover of God and one who knows his own measure, having unexpectedly heard the divine voice calling him to converse and to the examination of what was said, became overjoyed, as is likely, but he confesses from the outset his own weakness and gives the victory to God. For, he says, in relation to the wisdom of God one must do nothing other than show wonder through silence and marvel at the incomprehensible through the inexpressible.
The words 40: Why am I still judged, being admonished and refuting the Lord, hearing such things, when I am nothing? To what end am I judged, Master, to what end do I hear these things and am admonished as though I were about to refute God, I who am nothing and not even worthy of any account?
40: But what answer shall I give to these things? I will place my hand upon my mouth. But what shall I utter in response to what has been said? I judge it better to marvel in silence at your incomprehensible wisdom.
ταῦτα καὶ τῷ Ἰὼβ πρέποντα ῥήματα καὶ ἡμῖν εἰς διδασκαλίαν ὠφέλιμα πρὸς τὸ μὴ χρῆναι τοῖς θείοις ἀντιφθέγγεσθαι λόγοις μηδὲ πολυπραγμονεῖν τὰ ὑπὸ θεοῦ λεγόμενα, ἀλλὰ τῇ πίστει συγκατατίθεσθαι καὶ τῇ σιωπῇ θαυμάζειν τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν. 40, ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. ἐλάλουν, φησίν, ὅτε πρὸς ἀνθρώπους ἦν ἡ διάλεξις, ὅτε κατεδικαζόμην ὡς ἁμαρτίας ἐκτίνων δίκας, πρὸς δὲ τὰ δεύτερα, τουτέστι τὰ περὶ θεοῦ σοφίας τε καὶ δυνάμεως, οὐδέν ἐστι προσθεῖναι, οὐ φθέγγεσθαι, οὐκ ἀντειπεῖν. ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΟΓΔΟΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους· μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Προθεωρία τοῦ κεφαλαίου ὑπερβολὴ φιλανθρωπίας κἀνταῦθα τοῦ θεοῦ δείκνυται. ἁγιοπρεπῶς γὰρ τοῦ Ἰὼβ τὴν πρὸς θεὸν ἀναδυομένου διάλεξιν καὶ τὸ μηδὲν εἶναι ὁμολογοῦντος ὁ φιλάνθρωπος θεὸς καὶ φιλοδίκαιος πράως ὁμοῦ καὶ φιλικῶς φησι πρὸς αὐτόν· μὴ σιωπήσῃς, ἀλλὰ λάλει. οὐ γὰρ δι' ἄλλο τί σοι κεχρημάτικα, ἀλλ' ἵνα τὴν σὴν δημοσιεύσω δικαιοσύνην. πάλιν δὲ ἐκ τῆς πρὸς τὸν δίκαιον διαλέξεως ἡμᾶς τὴν ἑαυτοῦ δύναμιν καὶ ὑπεροχὴν ὁ θεὸς ἐκδιδάσκει.
These words are both fitting for Job and useful for our instruction, so that we ought not to speak against the divine words nor busy ourselves with what is said by God, but rather assent in faith and in silence marvel at the ineffable wisdom of God. 40. "I have spoken once, and I will not add a second time." I was speaking, he says, when the conversation was with men, when I was being condemned as paying the penalty for sins; but to the second things—that is, the things concerning the wisdom and power of God—there is nothing to add, nothing to utter, nothing to contradict. TWENTY-EIGHTH CHAPTER. Beginning of the passage: "And the Lord, having taken up the matter further, spoke to Job out of the cloud: No, but gird up your loins like a man; and I will question you, and you answer me." Preliminary overview of the chapter: Here too the excess of God's love for humanity is shown. For when Job, in a manner befitting a saint, shrinks back from the dialogue with God and confesses that he is nothing, the God who loves humanity and loves justice says to him gently and at the same time in a friendly way: Do not be silent, but speak. For it was for no other reason that I have spoken to you, but in order that I might make public your righteousness. And again, from the dialogue with the righteous man, God teaches us his own power and preeminence.
καὶ περὶ θηρίων διαλεγόμενος εἰσάγει καὶ τὸν περὶ τοῦ δράκοντος λόγον, ὃν δή τινες μὲν ζῷον εἶναι καθ' ἱστορίαν ὑπειλήφασιν ὑπερφερὲς ἰσχύι καὶ μεγέθει, ἕτεροι δὲ τοῦτον ἔφασαν εἶναι τὸν λευιαθὰν τὸν τῷ διαβόλῳ τὴν ἀρχὴν ὑπηρετησάμενον καὶ τὴν Εὕαν ἐξαπατήσανταλευιαθὰν δὲ οἱ Ἑβραῖοι τὰ μεγάλα κήτη προσαγορεύουσιν, οἱ δὲ πλείονες τῶν ἐν ἐκκλησίᾳ διαλαμψάντων ἐν οἰκείαις ἐξηγήσεσι καὶ λογογραφίαις εἰς τὸν διάβολον ἀλληγορικῶς ἀνήνεγκαν τὰ ἀναγεγραμμένα. ἐγὼ δέ, εἰ μὲν καὶ ζῷόν ἐστι τοιοῦτον, οὐκ ἔχω λέγειν· οὔτε γὰρ αὐτὸς εἶδον, οὔτε ἑτέρων ἱστορησάντων ἤκουσα. ὅτι δὲ εἰς τὸν ἀποστάτην δράκοντα, τὸν νοῦν τὸν μέγαν τῶν Ἀσσυρίων, τουτέστι τὸν Σατανᾶν, καλῶς ἀναφέρεται τὰ γεγραμμένα καὶ τῇ θείᾳ ῥήσει πρέπουσα ἡ τοιαύτη θεωρία, σφόδρα συντίθεμαι. τίνι γὰρ ἔπρεπεν ἢ μόνῳ τῷ θεῷ τοῦ ἀρχεκάκου δράκοντος διαγράψαι ὡς ἐν σωματοποιίᾳ τήν τε κακίαν καὶ ἰταμότητα, ἵνα τῷ δέει τοῦ θηρίου βαλλόμενοι πρὸς τὸν αὐτὸν χειρωσάμενον καταφύγωμεν κύριον; ὅτι δὲ πολλάκις ἡ γραφὴ ὡς περὶ σωματικῶν διαλεγομένη ἐπὶ νοητὰ ἡμᾶς παραπέμπει πράγματα διὰ τὸ μὴ προδήλως, ἀλλὰ μετ' ἐπικρύψεως τὰ μυστηριώδη διαλέγεσθαι, παντί που πρόδηλον τῷ καὶ κατὰ βραχὺ τῇ διανοίᾳ τῆς θεοπνεύστου γραφῆς ἐπιστήσαντι, ὅπουγε τὸ Ἆισμα τῶν ᾀσμάτων σωματικὰ μὲν
And when he speaks about wild beasts, he also introduces the account concerning the dragon, which some have supposed by way of history to be a living creature surpassing in strength and size, while others said that this is Leviathan, who served the devil from the beginning and deceived Eve. But the Hebrews call the great sea-monsters Leviathan, while the majority of those who shone in the church, in their own expositions and writings, have allegorically referred what is written to the devil. I, however, cannot say whether there is also such a living creature; for I have neither seen it myself nor heard it from others who have reported it. But that what is written is well referred to the apostate dragon, the great mind of the Assyrians, that is, Satan, and that such a contemplation is fitting for the divine utterance, I thoroughly agree. For to whom was it fitting except to God alone to depict, as it were in bodily form, the wickedness and audacity of the dragon who is the author of evil, so that, struck by fear of the beast, we might flee for refuge to the same Lord who subdued it? And that Scripture often, as though speaking about bodily things, directs us to intelligible realities, because it does not speak of the mysterious things openly but with concealment, is surely evident to everyone who has applied his mind even briefly to the God-inspired Scripture, since indeed the Song of Songs, while bodily