Κατὰ δὲ τοὺς Ἑβδομήκοντα μονότροποι τυγχάνουσιν, ἀλλ' οὐ πολύτροποι, οὐδὲ ἄλλοτε ἄλλως τὸν ἑαυτῶν μεταβάλλοντες τρόπον, ἕνα δὲ μόνον κατορθοῦντες, τὸν εἰς ἄκρον ἥκοντα ἀρετῆς. Μονοζώνους δὲ αὐτοὺς ἡ πέμπτη ἔκδοσις ὠνόμασεν, ὡς ἂν μονήρεις καὶ καθ' ἑαυτοὺς ἀνεζωσμένους. Τοιοῦτοι δὲ πάντες εἰσὶν οἱ τὸν μονήρη καὶ ἁγνὸν κατορθοῦντες βίον, ὧν πρῶτοι γεγόνασιν οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, οἷς εἴρητο· «Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον.» Ἐν γὰρ τῷ λέγειν μὴ δεῖν κτήσασθαι χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας ἀνεζωσμένους αὐτοὺς εἰσάγει. Οὕτω δὲ καὶ πᾶσιν ἡμῖν ὁ Ἀπόστολος παρακελεύεται λέγων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.» Καὶ οἱ τὸ Πάσχα δὲ ἐσθίοντες ἐκελεύοντο τὰς ὀσφῦς ἔχειν περιεζωσμένας. Τοῦτο δὴ οὖν πρῶτον κατορθοῖ τοῖς ἐν δυσμαῖς οἰκοῦσιν ἐπιδημήσας ὁ θεσπιζόμενος. Ἀπὸ γὰρ τῶν προλεχθέντων ὀρφανῶν καὶ τῶν δηλωθεισῶν χηρῶν ἀφορίσας, ἐξαίρετον καὶ τιμιώτατον ἑαυτῷ τάγμα τὸ τῶν μονοτρόπων κατοικίζει αὐτοὺς ἐν οἴκῳ, δηλαδὴ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ, παραμένειν καὶ κατοικεῖν ἐν αὐτῇ καταξιῶν αὐτούς. Μετὰ δὲ τούτους δεύτερον ἔργον κοινωφελὲς καὶ εἰς πολλοὺς διαβαῖνον κατορθοῖ, «ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ·» τῇ γὰρ ἑαυτοῦ ἀνδρείᾳ ἐξάγει τοὺς πρότερον σειραῖς ἁμαρτιῶν πεπεδημένους. Ἀντὶ δὲ τοῦ, «ἐν ἀνδρείᾳ, εἰς ἀπόλυσιν,» ἡρμήνευσεν ὁ Σύμμαχος, εἰπών· «Ἐξάγει δεδεμένους εἰς ἀπόλυσιν.» Νοήσεις δὲ καὶ τοῦτο ἐκ τῆς λεγούσης ἐν Ἡσαΐᾳ προφητείας εἰς αὐτοῦ πρόσωπον τοῦ Κυρίου· «Ἰδοὺ δέδωκά σε εἰς
According to the Seventy, they are single-minded, not many-minded, nor do they change their own manner at one time in one way and at another in another, but they set straight one thing only—that which has reached the summit of virtue. The Fifth Edition called them "single-girded," as being solitary and girded by themselves. Such are all those who set straight the solitary and pure life, of whom the first were the disciples of our Savior, to whom it was said: "Do not acquire gold, nor silver for your belts, nor a bag for the road, nor sandals, nor a staff." For in saying that one must not acquire gold nor silver for the belts, he presents them as girded. And so the Apostle also exhorts all of us, saying: "Stand therefore, having girded your loins in truth." And those who eat the Passover were commanded to have their loins girded. This, then, is the first thing the one who is divinely ordained sets straight for those dwelling in the west, having come to them. For having set apart from the aforementioned orphans and the widows who were indicated, he establishes for himself as a select and most honored order that of the single-minded, settling them in a house—that is, in his Church—deeming them worthy to remain and dwell in it. After these, he sets straight a second work, common-beneficial and passing over to many: "bringing out the bound in courage"; for by his own courage he brings out those previously bound by the cords of sins. Instead of "in courage," Symmachus translated "for release," saying: "He brings out the bound for release." You will understand this also from the prophecy in Isaiah spoken in the person of the Lord himself: "Behold, I have given you for
διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξάγειν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Τοὺς γὰρ πάλαι δεσμοῖς διαβολικοῖς κατεσφιγμένους, καὶ τῇ πολυθέῳ καὶ δαιμονικῇ πλάνῃ προστετηκότας, λύσας τῶν δεσμῶν ἐξήγαγε, δοὺς ἄφεσιν ἁμαρτιῶν. Ἀλλὰ καὶ τοὺς ἐν τῷ θανάτῳ δεσμίους ὄντας ἐξ αἰῶνος συνανέστησεν ἑαυτῷ, λύσας τῶν πικρῶν τοῦ θανάτου δεσμῶν. Καὶ τοῦτο ἔπραξεν «ἐν ἀνδρείᾳ·» ἀνδρὸς γὰρ σχῆμα λαβὼν, καὶ δι' ἀνθρωπείου σώματος ἀνδρισάμενος, ἐξήγαγε τῶν δεσμῶν τοὺς προλεχθέντας. Ταῦτ' ἦν τὰ κατορθώματα τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Θεοῦ Λόγου, οἷς ἑξῆς εἴρηται· «Ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις.» Ὅπερ ὁ Σύμμαχος ἡρμήνευσε λευκότερον, διασαφήσας τὴν διάνοιαν καὶ εἰπών· «Οἱ δὲ ἀπειθεῖς κατοικήσουσι καύσωνος ξηρότητα·» ὁ δὲ Ἀκύλας, «Πλὴν ἀφιστάμενοι, φησὶν, ἐσκήνωσαν λεωπετρίανδε.» Ἐβούλετο μὲν γὰρ αὐτὸς καὶ τοὺς παραπικραίνοντας ἐξαγαγεῖν καὶ ἐλευθερῶσαι τῶν δεσμῶν. Ἐπιμένοντες δὲ οὗτοι τῇ ἀπειθείᾳ, παροξύνοντές τε ἐν αὐτῷ τούτῳ καὶ παραπικραίνοντες τὸν Θεὸν, κατοικήσουσι τοὺς ἑαυτῶν τάφους, ὡς λέγεσθαι περὶ αὐτῶν· «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς·» ἢ «κατοικήσουσι καύσωνος ξηρότητα·» ὡς ἂν μέλλοντες πορεύεσθαι «εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» «Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ.
a covenant of a race, a light of the nations, to open the eyes of the blind, to bring out those bound in chains, and those sitting in darkness out of the house of prison. For those who of old were bound fast by devilish chains, and who clung to the polytheistic and demonic deception, he loosed from their chains and led out, giving forgiveness of sins. But also those who had been prisoners in death from ages past he raised up together with himself, loosing the bitter chains of death. And this he did "in manliness"; for having taken the form of a man, and having acted manfully through a human body, he led out from their chains those previously mentioned. These were the achievements of the sojourn of the Word of God among men, to which the following refers: "Likewise those who provoke to bitterness, those who dwell in tombs." Symmachus interpreted this more clearly, making the meaning plain and saying: "But the disobedient shall dwell in the dryness of scorching heat"; while Aquila says, "Except those who revolt, they encamped toward the bare rock." For he himself wished also to lead out those who provoke to bitterness and to free them from their chains. But these, persisting in disobedience, and provoking him in this very thing and embittering God, shall dwell in their own tombs, so that it is said concerning them: "Let the dead bury their own dead"; or "they shall dwell in the dryness of scorching heat"; as those who are about to go "into the eternal fire prepared for the devil and his angels." "O God, when you went forth before your people, when you passed through the wilderness.
Διάψαλμα.» Ὅτι μὴ μόνον ἐν τῇ συντελείᾳ τῶν αἰώνων ἀνθρώποις ἐπεδήμει ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ καὶ πρότερον αὐτὸς ἦν ὁ διὰ Μωϋσέως χρηματίζων, ὁ παρὼν διδάσκει λόγος φάσκων· «Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν.» Καὶ τότε γὰρ, φησὶ, καθ' ὃν χρόνον ἐξῆγες τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ γῆς Αἰγύπτου, ἡ σύμπασα γῆ ἐσείετο τῆς φήμης τῶν ἐν Αἰγύπτῳ πεπραγμένων διατρεχούσης εἰς πάντας. Ἀλλ' ἡ μὲν γῆ τότε ἐσείετο· ἤτοι τῆς φήμης, ὡς εἴρηται, τὰς πάντων τῶν ἐπὶ γῆς ἀκοὰς πληρούσης, ἢ καὶ αὐτοῦ τοῦ στοιχείου χαίροντος ἐπὶ τῇ ἐπιβάσει τοῦ Θεοῦ. Ὃ δὴ διδάσκει καὶ ἕτερος ψαλμὸς λέγων· «Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, τὰ ὄρη ἐσκίρτησαν ὡς κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Ἡ μὲν οὖν γῆ χαίρουσα ἐσείετο· οἱ δὲ οὐρανοὶ ἔσταξαν. Τί δὲ ἔσταξαν, ἀλλ' ἤτοι τὴν τροφὴν τὴν παραδόξως ἐνεχθεῖσαν τοῖς ἐπὶ τῆς ἐρήμου, ἢ καὶ τοὺς θείους λόγους τε καὶ νόμους τροφὴν ὄντας ψυχῶν λογικῶν; Ἐσείετο δὲ ἡ γῆ, καὶ ἔσταξαν οἱ οὐρανοὶ «ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σιναῒ,» τουτέστι τοῦ ἐν τῷ ὄρει Σιναῒ χρηματίσαντος. Καὶ ταῦτα δὲ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Γῆ ἐσείετο, οὐρανὸς δὲ ἀπέσταξεν ἀπὸ προσώπου τοῦ Θεοῦ τούτου τοῦ Σιναῒ, καὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, Θεοῦ Ἰσραήλ.» Μήποτε δὲ καὶ αἱ οὐράνιοι δυνάμεις ὥσπερ τροφοί τινες καὶ τιθηνοὶ ἀπὸ θηλῆς γάλα νηπίοις ἀποστάζουσαι, οὕτως καὶ αὗται τὴν ἐξ αὐτῶν χορηγίαν παρεῖχον τοῖς τότε τὰς ψυχὰς νηπίοις;
Diapsalma. Because the Word of God did not visit humans only at the consummation of the ages, but was also previously the one who spoke through Moses, the present word teaches, saying: "O God, when you went forth before your people, when you passed through the desert, the earth was shaken, for the heavens also dropped." For then too, it says, at the time when you led the sons of Israel out of the land of Egypt, the whole earth was shaken as the report of the things done in Egypt ran through to all. But the earth was shaken then—either because the report, as has been said, filled the ears of all who are on the earth, or because the element itself rejoiced at the visitation of God. This indeed another psalm also teaches, saying: "At the going out of Israel from Egypt, of the house of Jacob from a barbarous people, the mountains skipped like rams, and the hills like lambs of sheep." The earth, then, rejoicing, was shaken; but the heavens dropped. And what did they drop, but either the food that was wondrously brought to those in the desert, or also the divine words and laws that are food for rational souls? The earth was shaken, and the heavens dropped "from the face of the God of Sinai," that is, of the one who spoke on Mount Sinai. And Symmachus interpreted these things more clearly, saying: "The earth was shaken, but heaven dropped from the face of this God of Sinai, and from the face of the God, the God of Israel." Or perhaps the heavenly powers too, like nurses and foster mothers dripping milk from the breast for infants, in this way also provided their own supply to those who at that time were infants in their souls?
Δι' ὃ καὶ παιδαγωγὸς ὠνόμασται παρὰ τῷ Ἀποστόλῳ ὁ διὰ Μωϋσέως λαληθεὶς λόγος. «Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου, καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν.» Τότε μὲν, φησὶν, «ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, καὶ ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ οἱ οὐρανοὶ ἔσταξαν·» ἐπὶ δὲ τοῦ παρόντος, ὅτε ἐπιβέβηκας ἐπὶ δυσμῶν, ἕτερα παράδοξα εἰργάσω. Τῇ γὰρ κληρονομίᾳ σου ἀφώρισας βροχὴν ἑκούσιον. Κληρονομία δὲ αὐτοῦ τίς ἦν μετὰ τὸν πρότερον λαὸν ἀλλ' ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ὥσπερ οὖν διδάσκει λέγων αὐτὸς ἐν δευτέρῳ ψαλμῷ· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Υἱὸς γὰρ Θεοῦ κελευόμενος πρὸς τοῦ Πατρὸς
αἰτεῖν κληρονομίαν, οὔτε Ἰουδαίων ἔθνος, ἀλλὰ πάντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς γῆς, τίς ἂν γένοιτο ἢ ὁ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν συστησάμενος; Ταύτῃ οὖν τῇ κληρονομίᾳ αὐτοῦ ἀφώρισε βροχὴν ἑκούσιον· διὸ λέλεκται περὶ αὐτοῦ· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Λόγος δὲ ἦν εὐαγγελικὸς ἡ βροχὴ ἡ ἑκουσία, καὶ τὸ τῆς Καινῆς Διαθήκης κήρυγμα τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ παραδεδομένον. Καλὴ δὲ ἡ προσθήκη τῆς «ἑκουσίας βροχῆς·» διὰ Μωϋσέως μὲν γὰρ οὐχ ἑκούσιος τοῖς παλαιοῖς παρείχετο λόγος, ἐπεὶ οὐ κατὰ γνώμην τὴν αὐτοῦ ἐνομοθετεῖτο· διὸ πρὸς αὐτοὺς ἔλεγεν ὁ Σωτήρ·
For this reason the word spoken through Moses is called a pedagogue by the Apostle. "You will set apart a voluntary rain, O God, for your inheritance, and it grew weak, but you restored it." At that time, he says, "when you went forth before your people, and when you passed through the wilderness, the earth shook, and the heavens dripped;" but in the present case, when you have stepped upon the west, you have worked other marvels. For to your inheritance you set apart a voluntary rain. And what was his inheritance after the former people but the Church from the nations, as he himself teaches, saying in the second psalm: "The Lord said to me: You are my Son, today I have begotten you. Ask of me, and I will give you the nations as your inheritance and the ends of the earth as your possession." For if the Son of God, when commanded by the Father to ask for an inheritance, is not the nation of the Jews but all the nations and the ends of the earth, who could it be but the one who established the Church from the nations? To this inheritance of his, then, he set apart a voluntary rain; therefore it has been said concerning him: "He will come down like rain upon the fleece, and like drops dripping upon the earth." And the voluntary rain was the evangelical word, and the proclamation of the New Covenant delivered to the Church from the nations. And the addition of "voluntary rain" is good; for the word provided to the ancients through Moses was not voluntary, since it was not legislated according to his own will; therefore the Savior said to them:
«Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν·» ὁ δὲ λόγος ὁ εὐαγγελικὸς κατὰ βουλὴν καὶ κατὰ προαίρεσιν Θεοῦ ἀφωρίσθη «τῇ κληρονομίᾳ» αὐτοῦ, ἣν ἀσθενήσασαν σὺ, φησὶ, κατηρτίσω· κατὰ δὲ τὸν Ἀκύλαν, «Μεμοχθηκυῖαν, φησὶ, σὺ ἥδρασας αὐτήν·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἣν ἐξεπόνησας, φησὶ, καὶ ἥδρασας.» Οὐ δεῖ δὲ πολλῶν λόγων εἰς τὸ παραστῆσαι ὅπως ἡ ἐξ ἐθνῶν πάλαι πρότερον ἦν μεμοχθηκυῖα πόνοις καὶ μόχθοις τῆς εἰδωλολάτρου πλάνης καταπονηθεῖσα· ἀσθενήσασά τε ἦν εἰς ὑπερβολὴν, ὡς μηδεμίαν ἐν αὐτῇ καταλειφθῆναι δύναμιν. Ἀλλ' ἀναλαβὼν αὐτὴν ὁ Σωτὴρ κατηρτίσατο αὐτὴν, ἑδράσας ἐπὶ τὴν πέτραν τὴν ἀῤῥαγῆ καὶ ἄσειστον τῆς αὐτοῦ πίστεως· ὃ δὴ καὶ ἐπηγγείλατο ποιήσειν εἰπών· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ἑδράσας δὲ αὐτὴν καὶ καταρτισάμενος, τὰ ζῶα ἑαυτοῦ κατῴκισεν ἐν αὐτῇ. Ζῶα δὲ τίνα ἂν εἴποις τοῦ Θεοῦ ἢ τὰς ἐκ τῆς παρ' αὐτῷ ζωῆς ἀρυομένας καὶ ζωοποιουμένας ψυχάς; Καὶ ταῦτα πάντα, φησὶν, «ἡτοίμασας» διὰ τῆς σῆς χρηστότητος καὶ φιλανθρωπίας, ἢ διὰ «τῆς σῆς ἀγαθωσύνης,» κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «τῷ πτωχῷ.» Πτωχὸν δὲ ἐνταῦθα κέκληκε μυστικῶς τὸν κατὰ σάρκα ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν, ὃς «πλούσιος ὢν ἐπτώχευσε δι' ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἐδήλου δὲ αὐτοῦ τὴν πτωχείαν καὶ αὐτὸς λέγων· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Τούτῳ οὖν τῷ πτωχῷ ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ τῇ αὐτοῦ φιλανθρωπίᾳ καὶ χρηστότητι ἡτοί μασε τὰ προλεχθέντα πάντα·
Moses wrote for your hardness of heart;" but the word of the gospel was set apart according to the counsel and purpose of God for his "inheritance," which, having grown weak, you, he says, restored. According to Aquila, "Having been wearied, he says, you established it;" and according to Symmachus, "Which you labored over, he says, and established." There is no need of many words to show how the Church from the Gentiles long ago had been wearied, worn down by the toils and labors of idolatrous error, and had grown weak beyond measure, so that no strength at all was left in her. But the Savior took her up and restored her, establishing her upon the unbreakable and immovable rock of his faith—which indeed he promised to do, saying, "Upon this rock I will build my Church, and the gates of Hades shall not prevail against it." And having established and restored her, he settled his living creatures in her. And what living creatures would you call God's but the souls that draw from the life that is in him and are made alive? And all these things, he says, "you prepared" through your goodness and love for humanity, or through "your kindness," according to the other translators, "for the poor man." And here he has mystically called the man of our Savior according to the flesh "poor," who "though he was rich, became poor for our sake, so that we might become rich by his poverty." He himself also indicated his poverty when he said, "Learn from me, that I am gentle and humble in heart." To this poor man, then, God and his Father, by his love for humanity and goodness, prepared all the things previously mentioned.
λέγω δὲ τὴν ἑκούσιον βροχὴν, τὴν δηλωθεῖσαν κληρονομίαν, τὰ προλεχθέντα ζῶα. Διὸ τοῖς πᾶσιν ἐπενήνεκται τὸ, «Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ. Κύριος δώσει τὸ ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τὰ μὲν κατορθώματα τοῦ ἐπιβεβηκότος ἐπὶ δυσμῶν Κυρίου τοιαῦτα. Ἐπεὶ δ' ἐχρῆν αὐτὰ ἐξάκουστα πᾶσιν ἀνθρώποις γενέσθαι, πάλιν ὁ αὐτὸς Κύριος καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἐπιτελεῖ. Πῶς δὲ καὶ τίνα τρόπον; Ἀνθρώποις μὴ ἔχουσιν ἴδιον λόγον, μηδὲ οἰκείαν σοφίαν, παντελῶς δὲ ἰδιώταις ἀνεπιστήμοσιν, αὐτὸς ἐπιχορηγήσει ῥῆμα μεστὸν ἀφάτου καὶ πολλῆς δυνάμεως. Οἱ δὲ δυναμωθέντες καὶ στομωθέντες ὑπὸ τοῦ δωρηθέντος αὐτοῖς ῥήματος κήρυκες ἀγαθῶν τοῦ παντὸς κόσμου καταστήσονται εὐαγγελιζόμενοι πᾶσιν ἀνθρώποις τὰ προλελεγμένα. Διὸ ἀκολούθως τοῖς τοῦ Κυρίου κατορθώμασιν ἐπενήνεκται τό· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἀναγκαῖον δὲ ἦν γνῶναι ἡμᾶς καὶ τοῦτο. Ἐπειδὴ ἀνωτέρω παρεκελεύετό τισιν ᾄδειν καὶ ψάλλειν τῷ Θεῷ, ὁδοποιεῖν τε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, παρέστησεν εἰπών· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τούτοις γὰρ τοῖς εὐαγγελιζομένοις καὶ ὁδοποιοῦσιν αὐτῷ τὴν εἰς ἀνθρώπους πάροδον αὐτὸς ὁ πρὸς αὐτῶν καταγγελλόμενος δώσει ῥῆμα θεϊκόν. Τοσοῦτοι γὰρ ἦσαν χωρητικοὶ σὺν πολλῇ δυνάμει· καὶ μέγα ἦν αὐτοῖς τουτὶ τὸ ῥῆμα καὶ αὔταρκες εἰς τὴν τοῦ Εὐαγγελίου διακονίαν. Αὐτὸς μὲν γὰρ ὁ Κύριος ὁ τέλειος ἦν τοῦ Θεοῦ Λόγος.
I mean the voluntary rain, the inheritance that was made clear, the living creatures previously mentioned. Therefore to all these things has been added: "You prepared in your goodness for the poor man. The Lord will give the word to those who proclaim good tidings with great power." Such are the achievements of the Lord who has ascended upon the west. But since it was necessary that these things become heard by all men, again the same Lord accomplishes this in addition to the others. How and in what manner? To men who have no word of their own, nor wisdom of their own, but who are completely uneducated and ignorant, he himself will supply a word full of ineffable and great power. And those who have been strengthened and sharpened by the word given to them will be established as heralds of good things for the whole world, proclaiming good tidings to all men of the things previously spoken. Therefore, in accordance with the Lord's achievements, there has been added: "The Lord will give a word to those who proclaim good tidings with great power." It was necessary for us to know this as well. Since above he was exhorting certain ones to sing and make melody to God, and to make a way for the one who has ascended upon the west, he set this before us, saying: "The Lord will give a word to those who proclaim good tidings with great power." For to these who proclaim good tidings and make a way for his passage to men, he himself, who is proclaimed by them, will give a divine word. For they were capable of receiving so great a thing with much power; and this word was great for them and sufficient for the ministry of the Gospel. For he himself, the Lord, was the perfect Word of God.
Οἱ δὲ ῥῆμα λαβόντες καὶ βραχείας τινὸς τῆς αὐτοῦ δυνάμεως ἐμπνεύσεως καταξιωθέντες τὴν σύμπασαν ἐπλήρουν οἰκουμένην τοῦ Εὐαγγελίου σὺν πολλῇ δυνάμει κηρύττοντες. Τοῦτο γοῦν καὶ
ἐπήγγελτο αὐτοῖς δι' ἑαυτοῦ φήσας· «Ὑμεῖς δὲ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς.» Κατὰ δὲ τὸν Σύμμαχον, «Κύριος, φησὶν, ἔδωκε ῥήσεις εὐαγγελιζομένῃ στρατιᾷ πολλῇ.» Στρατιὰ δὲ ἦν πολλὴ τοῦ Σωτῆρος ἡμῶν ἡ τῶν εὐαγγελιζομένων τὰς δοθείσας αὐτοῖς ῥήσεις, πρῶτον μὲν ἀποστόλων ιβʹ· ἔπειτα μαθητῶν οʹ· καὶ ἐπὶ τούτοις ἑτέρων φʹ, οἷς ἀθρόως ἐφάνη μετὰ τὴν ἀνάστασιν, ὡς ὁ θεῖος ἐμαρτύρησεν Ἀπόστολος εἰπών· «Ἔπειτα ὤφθη ἐπάνω φʹ ἀδελφοῖς ἐφάπαξ· ἐξ ὧν οἱ πλείονες μένουσι ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν·» οἷς ἐπιλέγει· «Ἔπειτα ὤφθη τοῖς ἀποστόλοις πᾶσιν.» Ἦσαν γὰρ ἦσαν καὶ μετὰ τοὺς ιβʹ, καὶ μετὰ τοὺς οʹ, καὶ μετὰ τοὺς φʹ ἕτεροι πλείους κήρυκες τοῦ Εὐαγγελίου, κατά τε τοὺς χρόνους τοὺς ἀποστολικοὺς, καὶ μετ' ἐκείνους ἕτεροι οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἐν ταῖς Ἐκκλησίαις αὐτοῦ τὸ Εὐαγγέλιον αὐτοῦ κηρύττοντες, οἷς ὁ βασιλεὺς τῶν δυνάμεων τὴν τοῦ Ἀγαπητοῦ δύναμιν ἐχορήγει. Ἕτεραι δὲ παρὰ ταύταις τοῦ Ἀγαπητοῦ δυνάμεις ἦσαν αἱ κατ' οὐρανὸν στρατιαὶ, ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πνεύματα θεῖα. Αὗται γὰρ ἦσαν αἱ δυνάμεις τοῦ Ἀγαπητοῦ. Διὸ Κύριος τῶν δυνάμεων ἀνηγόρευται. Ἀγαπητὸς δὲ τοῦ Θεοῦ τίς ἦν ἢ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ; ᾧ ἡ πατρικὴ φωνὴ ἐμαρτύρει φήσασα·
But those who received the word and were deemed worthy of some brief inspiration of his power filled the whole inhabited world, proclaiming the Gospel with great power. This, at any rate, was also promised to them when he said through himself: "But you will receive power when the Holy Spirit comes upon you." And according to Symmachus: "The Lord," he says, "gave words to a great army that brings good news." And a great army of our Savior was that of those who brought good news of the words given to them: first, the twelve apostles; then the seventy disciples; and in addition to these, another five hundred, to whom he appeared at once after the resurrection, as the divine Apostle testified, saying: "Then he appeared to over five hundred brothers at once, of whom the greater number remain until now, but some also have fallen asleep;" to whom he adds: "Then he appeared to all the apostles." For there were, yes there were, both after the twelve, and after the seventy, and after the five hundred, other heralds of the Gospel, both in apostolic times, and after them others who throughout the whole inhabited world in his Churches proclaimed his Gospel, to whom the King of the powers supplied the power of the Beloved. And other powers of the Beloved besides these were the heavenly armies, angels and archangels, and divine spirits. For these were the powers of the Beloved. Therefore he is proclaimed Lord of the powers. And who was the Beloved of God but the Only-begotten Son of God, to whom the Father's voice testified, saying:
«Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ηὐδόκησα·» Οὗτος τοίνυν ὁ βασιλεὺς τῶν τοῦ Ἀγαπητοῦ δυνάμεων, ὥσπερ ταῖς κατ' οὐρανὸν δυνάμεσιν ἐχορήγει τὰς ἑαυτοῦ εὐεργεσίας, οὕτως καὶ τοῖς ἐπὶ γῆς εὐαγγελιζομένοις δίδωσι τὸ εὐαγγελικὸν ῥῆμα σὺν δυνάμει πολλῇ. Καὶ αὐτοὶ δὲ οὗτοι οἱ ἐπὶ γῆς στρατιαὶ ἦσαν αὐτοῦ καὶ δυνάμεις αὐτοῦ. Διὸ κατὰ τὸν Σύμμαχον λέλεκται· «Βασιλεῖς τῶν στρατειῶν ἠγαπήθησαν,» ἢ, ἀγαπητοὶ ἐγένοντο. Τούτοις δὲ αὐτοῖς καὶ ἄλλο χάρισμα ἐδωρήσατο· τοῦτο δὲ ἦν τὸ διελέσθαι σκύλα εἰς ὡραιότητα τοῦ οἴκου. Ὡραιότης μὲν οἴκου τὰ διαπρέποντα ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ εἴη ἂν τάγματα· ὧν καὶ ἐπιθυμητὴς ὁμολογεῖ τις γεγονέναι, φήσας· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.» Καὶ πάλιν· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Τὰ Ἅγια τοίνυν τῶν ἁγίων εἴη ἂν ἡ τερπνότης καὶ ὡραιότης τοῦ οἴκου τοῦ Θεοῦ. Ταῦτα δέ ἐστι τὰ ἐν σωφροσύνῃ καὶ ἁγνείᾳ, καὶ δικαιοσύνῃ, καὶ ταῖς λοιπαῖς ἀρεταῖς διαλάμποντα τῆς Ἐκκλησίας τοῦ Θεοῦ τάγματα. Εἰς δὲ τὴν ὡραιότητα ταύτην σκύλα διελέσθαι τοῖς αὐτοῦ στρατιώταις ἐδωρήσατο ὁ βασιλεὺς τῶν δυνάμεων. Τῶν γὰρ πολεμίων ἀνατραπέντων καὶ εἰς φυγὴν κεχωρηκότων, λέγω δὲ τῶν ἀφανῶν καὶ ἀοράτων δυνάμεων, περὶ ὧν ἀνωτέρω ἐλέγετο·
This is my beloved Son, in whom I have been well pleased." This one, then, is the king of the powers of the Beloved; just as he supplied his own benefits to the powers in heaven, so also to those who proclaim the good news on earth he gives the gospel word with great power. And these very ones on earth were his armies and his powers. Therefore, according to Symmachus, it has been said: "Kings of armies were loved," or, "became beloved." And to these same ones he also granted another gift: this was to divide the spoils for the beauty of the house. The beauty of the house would be the ranks that shine forth in the Church of God; and one confesses that he has become a desirer of these, saying: "Lord, I have loved the comeliness of your house, and the place of the tabernacle of your glory." And again: "One thing I have asked from the Lord, this I will seek: that I may dwell in the house of the Lord all the days of my life, that I may behold the delight of the Lord and visit his temple." The Holy of Holies, then, would be the delight and beauty of the house of God. And these are the ranks of the Church of God that shine forth in chastity and purity, and righteousness, and the remaining virtues. And for this beauty the king of the powers granted his soldiers to divide the spoils. For when the enemies had been overthrown and had taken to flight—I mean the unseen and invisible powers, about which it was said above—
«Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, φυγέτωσαν πάντες οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ,» οἱ τοῦ νικητοῦ βασιλέως στρατιῶται τὰ σκύλα τούτων εἰς ἑαυτοὺς διῃροῦντο. Σκύλα δὲ ἦμεν ἡμεῖς καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος, τὸ πάλαι πρότερον ὑποχείριον τῶν ἀντικειμένων δυνάμεων γεγενημένον· ὧν ἀπελασθεισῶν, οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, καὶ εὐαγγελισταὶ, ἥ τε λοιπὴ αὐτοῦ στρατεία, τὰς πάλαι πρότερον ἐσκυλευμένας ψυχὰς, κτῆμα ἴδιον ποιησάμενοι, διενείμαντο εἰς ἀλλήλους. Παῦλος μὲν οὖν ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ τὰ ἐξ ἐθνῶν ἐκληροῦτο σκύλα· Πέτρος δὲ πάλιν ἑτέρων ἐθνῶν καὶ Ἰωάννης ὡσαύτως ἑτέρων, καὶ τῶν λοιπῶν ἀποστόλων ἕκαστος παραπλησίως. Ἀφ' ὧν σκύλων τὰ ἐξαίρετα ἀναθήματα, εἰς ὡραιότητα τοῦ οἴκου τοῦ Θεοῦ ἀφώριζον. Διὸ λέλεκται· «Καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκύλα. Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου.» Μνημονεύσας ὁ λόγος τῶν εὐαγγελιζομένων δυνάμει πολλῇ τοῦ τε οἴκου καὶ τῆς ὡραιότητος αὐτοῦ, ἔτι
Let God arise and let his enemies be scattered; let all who hate him flee from before him." The soldiers of the victorious king were dividing these spoils among themselves. And we were the spoils, and the whole race of men, which had formerly been made subject to the opposing powers. When these had been driven out, the disciples and apostles of our Savior, and the evangelists, and the rest of his army, made the souls that had formerly been despoiled their own possession, and distributed them among one another. Paul, then, from Jerusalem and round about as far as Illyricum, received as his lot the spoils from among the Gentiles; Peter again, those of other nations, and John likewise those of others, and each of the rest of the apostles similarly. From these spoils they set apart the choicest offerings for the beauty of the house of God. Therefore it has been said: "And by the beauty of the house to divide spoils. If you lie down among the lots, the wings of the dove are covered with silver, and her back with the greenness of gold." The word, having made mention of those who proclaim the good news with great power, both of the house and of its beauty, still
μὴν καὶ τῶν ἐν αὐτῷ σκύλων, δι' ὧν ᾐνίττετο τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τοὺς ἐν αὐτῇ διαπρέποντας· ἀκολούθως διὰ τῶν μετὰ χεῖρας καὶ τῶν θεοπνεύστων ἀναγνωσμάτων τὴν μνήμην ποιεῖται ὡς πρὸς ἡμᾶς λέγων· «Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων.» Κλῆροι δὲ τῆς Ἐκκλησίας εἰσὶν ἥ τε Παλαιὰ καὶ ἡ Καινὴ Διαθήκη τοῦ Θεοῦ· ὧν τοὺς ἐν μέσῳ διαστρεφομένους διδάσκει πτέρυγας περιστερᾶς περιηργυρωμένας εὑρήσειν· ἧς περιστερᾶς τὰ μετάφρενα εἶναι ἐν χλωρότητι χρυσίου. Τοῦ γὰρ ἁγίου Πνεύματος περιστερᾶς νοουμένου, οἱ ἐν Παλαιᾷ καὶ Καινῇ λελαλημένοι λόγοι, κατὰ μὲν τὴν ἐπιπόλαιον ἀνάγνωσιν, πτέρυξιν ὥσπερ ἐγκεκαλυμμένοι τυγχάνουσι, καὶ πτέρυξι περιηργυρωμέναις, ἐπειδὴ τὰ λόγια Κυρίου ἀργύριόν ἐστι πεπυρωμένον, δοκίμιον τῇ γῇ· τὰ δὲ κατὰ βάθους ἐγκεκρυμμένα νοήματα, ἅπερ ἔοικε μεταφρένοις τῆς ἀποδοθείσης περιστερᾶς, δηλαδὴ τοῦ ἁγίου Πνεύματος, ἐν χλωρότητι λέγεται εἶναι, τῆς ἐγκεκρυμμένης τῇ λέξει διανοίας καὶ τοῦ καθαρωτάτου νοῦ χρυσοῦ δίκην ἀπαστράπτοντος. Ταῦτα δὲ ἀναφωνεῖται πᾶσιν ἡμῖν τοῖς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ συνηγμένοις, οὓς διὰ τῶν ἔμπροσθεν σκύλα ὁ λόγος ὠνόμαζεν. Ἀντὶ δὲ τοῦ, «Ἐὰν κοιμηθῆτε,» κατὰ τὸν Σύμμαχον, «Ἐὰν ἀναπέσητε μεταξὺ τῶν κλήρων,» εἴρηται. Τὸ γὰρ κοιμηθῆναι νῦν διαναπαύσεσθαι δηλοῖ. Τοῖς οὖν τῶν ἱερῶν ἀσκηταῖς λόγων προτρεπτικῶς ἡ προσφώνησις ἐπαγγέλλεται τὴν ἐκ τῶν θείων λόγων ὠφέλειαν· ἥ τε γὰρ λέξις τῶν ἱερῶν ἀναγνωσμάτων κεκάθαρται δίκην ἀργυρίου πεπυρωμένου, κατὰ τὸν φήσαντα λόγον· «Τὰ λόγια Κυρίου πεπυρωμένα·» καὶ πάλιν·
and indeed of the spoils in it, through which he hinted at the Church of God and those who are distinguished in it; accordingly, through the readings at hand and the divinely inspired readings, he makes mention, saying to us: "If you sleep between the lots." And the lots of the Church are the Old and the New Testament of God; those who are perverted in the midst of them he teaches will find wings of a dove covered with silver; whose back is in the greenness of gold. For since the Holy Spirit is understood as a dove, the words spoken in the Old and New [Testaments], in the superficial reading, are as it were covered over with wings, and with wings covered with silver, since the oracles of the Lord are silver refined, tested for the earth; but the meanings hidden in the depths, which resemble the back of the dove that has been set forth, namely of the Holy Spirit, are said to be in greenness, the thought hidden in the wording and the purest mind flashing like gold. And these things are proclaimed to all of us who are gathered in the house of God, whom the word named through the spoils mentioned before. Instead of "If you sleep," according to Symmachus, it is rendered "If you recline between the lots." For to sleep now means to rest. To the athletes of the sacred words, then, the address by way of exhortation promises the benefit that comes from the divine words; for the wording of the sacred readings has been purified like refined silver, according to the word that says: "The oracles of the Lord are refined;" and again:
«Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως·» ἥ τε διάνοια ἡ πνευματικὴ ἐξαίρετος καὶ πολυτίμητος διὰ τοῦ λέγεσθαι, «Ἐν χλωρότητι χρυσίου,» παρίσταται. «Ἐν τῷ διαστέλλειν τὸν οὐράνιον βασιλεῖς ἐπ' αὐτὴν, χιονωθήσονται ἐν Σελμών.» Ἀντὶ τοῦ, «Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον» καὶ τὰ ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Ὁπότε κατεμέριζεν ὁ ἱκανὸς βασιλεύειν αὐτὴν, ὡς χιονισθεῖσα ἦν. Σελμὼν ὄρος Θεοῦ, ὄρος εὐτροφίας, ὄρος ὑψηλότατον, ὄρος εὐτροφίας· εἰς τί περισπουδάζεται τὰ ὄρη τὰ ὑψηλά; Τὸ ὄρος ὅπερ ἐπόθησεν ὁ Θεὸς εἰς τὸ κατοικεῖν ἐν αὐτῷ, καὶ Κύριος κατασκηνώσει εἰς τέλος.» Διδάσκει δὲ ὁ λόγος, ὡς ἄρα κατὰ τὸν καιρὸν ἐν ᾧ ὁ ἐπουράνιος, δηλαδὴ ὁ τῶν ἐν οὐρανοῖς οἰκούντων Θεὸς, τὴν προλεχθεῖσαν περιστερὰν κατεμέριζε τοῖς ἐπὶ τῆς γῆς βασιλεῦσι, τουτέστι τοῖς ἐν τῇ γῇ μετόχοις τῆς αὐτοῦ βασιλείας, (προφῆται δὲ ἦσαν οὗτοι, δίκαιοί τε καὶ θεοφιλεῖς ἄνδρες, οἵ τε μαθηταὶ καὶ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, οἷς τὸ Πνεῦμα τὸ ἅγιον ὁ Θεὸς διεμέριζεν ὁ ἐπουράνιος,) χιόνος δίκην ἐλαμπρύνοντο οἱ τῶν τοῦ θείου Πνεύματος χαρισμάτων καταξιούμενοι. Διὸ λέλεκται· «Ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα;» Ἐπιτιμῶντος τοῦ λόγου τοῖς ἕτερόν τι νομίζουσιν ὅμοιον αὐτῷ εἶναι. Ἐπιλέγει δὲ καὶ αἰτίαν δι' ἣν οὐ προσήκει ἀντιπαραβάλλειν αὐτῷ ἕτερον· διό φησι· «Τὸ ὄρος ὃ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.» Μόνον γάρ ἐστι τοῦτο ἐν ᾧ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν, καὶ ἐν ᾧ ὁ Πατὴρ κατασκηνοῖ εἰς ἀπείρους αἰῶνας·
The words of the Lord are pure words, silver tried in the fire, tested in the earth, purified seven times; and the spiritual meaning, excellent and highly precious, is presented by the phrase, In the greenness of gold. In the dividing of the heavenly kings over it, they shall be made white as snow in Selmon. Instead of In the dividing of the heavenly and what follows, Symmachus interpreted it in this way: When the one able to rule divided it, it was as if made snowy. Selmon is a mountain of God, a mountain of good pasture, a most lofty mountain, a mountain of good pasture; why are the high mountains so eagerly sought? The mountain which God desired to dwell in, and the Lord will tabernacle in it forever. The passage teaches that at the time when the heavenly one, that is, the God of those who dwell in the heavens, was dividing the previously mentioned dove among the kings upon the earth—that is, among those on earth who share in his kingdom (these were prophets, righteous and God-beloved men, and the disciples and apostles of our Savior, to whom God the heavenly one was distributing the Holy Spirit)—those deemed worthy of the gifts of the divine Spirit shone like snow. Therefore it is said: Why do you suppose the mountains to be curdled? The passage rebukes those who think something else is like it. And it adds the reason why it is not fitting to compare another to it; therefore it says: The mountain which God was well pleased to dwell in; for the Lord will tabernacle in it forever. For this alone is the one in which God was well pleased to dwell, and in which the Father tabernacles for boundless ages.
διὸ οὐ προσήκει ἕτερον ἀντιπαραβάλλειν αὐτῷ. Εἰ γὰρ καὶ λέλεκται περὶ ἑτέρων τὸ, «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός·» ἀλλ' οὐχ οὕτως ἐνοικεῖ καὶ ἐμπεριπατεῖ ἐν τούτοις, ὡς ἐν τῷ αὐτοῦ ὄρει· ὁ γὰρ Πατὴρ ἐν τῷ Υἱῷ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρί· «καὶ ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι·» καὶ οὐ ποτὲ μὲν ᾤκησεν ἐν αὐτῷ, ἄλλοτε δὲ αὐτοῦ ἀπέστη· ἀλλ' εἰς τὸ ἄπειρον τέλος ἀεὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ κατοικεῖ. Αὐτὸς δέ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὸν Ἀπόστολον. Διὸ καὶ Σαλμὼν ὠνόμασται, ὅπερ ἐστὶν Εἰρήνη· καὶ τόπος τοῦ Θεοῦ ἡ
εἰρήνη λέλεκται, κατὰ τὸ, «Ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος αὐτοῦ.» «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σιναῒ ἐν τῷ ἁγίῳ.» Ἀποδοὺς ὁ λόγος πρώτην τὴν περὶ τοῦ ἁγίου Πνεύματος διδασκαλίαν διὰ τῆς περιστερᾶς, ἔπειτα τὴν περὶ τοῦ Υἱοῦ διὰ τοῦ ὄρους τοῦ Θεοῦ, καταβαίνει λοιπὸν ἐπὶ τὰς ὑποβεβηκυίας δυνάμεις· παριστὰς, ὅτι, εἰ καὶ τὰ μάλιστα τὸ ὄρος τὸ ἀποδοθὲν τοιοῦτον τυγχάνει, ὡς ἐν αὐτῷ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος, ἀλλ' οὐ μόνον τοῦτο κτῆμά ἐστι τοῦ Πατρὸς, ἔχει δὲ καὶ ἄλλας ὑποβεβηκυίας διακονικὰς καὶ λειτουργικὰς δυνάμεις, ἃς μυρίας οὔσας καὶ πολλὰς, τῇ τε ἀρετῇ διαφερούσας ὑφ' ἕνα ζυγὸν καταδησάμενος, ἅρμα ἑαυτῷ κατέζευξεν ὁ παμβασιλεὺς Θεὸς, ὑφ' ἡνιόχῳ τῷ Μονογενεῖ αὐτοῦ Λόγῳ. Τὸ δὲ τούτων πλῆθος καὶ Δανιὴλ ὁ προφήτης ἐν τῇ θεοπτίᾳ παρίστησι λέγων·
Therefore it is not fitting to compare another with him. For even if it has been said concerning others, "I will dwell in them and walk among them, and I will be their God, and they shall be my people," yet he does not dwell and walk among these in the same way as in his own mountain; for the Father is in the Son and the Son in the Father; "and in him all the fullness of the Godhead was well pleased to dwell"; and he did not dwell in him at one time and depart from him at another, but to the infinite end the Father always dwells in the Son. And he himself is our peace, according to the Apostle. Therefore he has also been named Salomon, which is Peace; and the place of God is called peace, according to, "In holy peace is his place." "The chariot of God is ten thousandfold, thousands of those who prosper; the Lord is among them in Sinai in the holy place." The Word, having first given the teaching concerning the Holy Spirit through the dove, then that concerning the Son through the mountain of God, now descends to the powers that are subordinate, showing that, even if the mountain that has been assigned is such as to have all the fullness of the Father's Godhead dwelling in it, yet this is not the Father's only possession, but he has also other subordinate ministerial and liturgical powers, which, being ten thousand and many, and excelling in virtue, the King of all, God, having bound them under one yoke, yoked as a chariot for himself, with his only-begotten Word as charioteer. And the prophet Daniel sets forth the multitude of these in the divine vision, saying:
«Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ.» Ὧ συμφώνως καὶ νῦν λέλεκται· «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων.» Ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· «Ὄχησις τοῦ Θεοῦ μυριάδων, χιλιάδες ἠχούντων.» Τί δὲ «ἠχούντων» ἢ πάντως που φωνὰς πλήρεις δοξολογίας καὶ θεολογίας; Οἷα καὶ τὰ σεραφεὶμ ἀναγέγραπται παρὰ τῷ Ἡσαΐᾳ βοῶντα καὶ λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἐν ταύταις δὲ ταῖς χιλιάσι καὶ ταῖς μυριάσι ταῖς ὑπεζευγμέναις τῷ ἅρματι τοῦ Θεοῦ καὶ αὐτὸς ὁ Κύριος μέσος ἐμπολιτεύεται, ὥσπερ ἡνιοχῶν αὐτὰς καὶ τῷ Πνεύματι παρασκευάζων. Διὸ ἐπιλέγεται, «Κύριος ἐν αὐτοῖς.» Ποῖος δὲ Κύριος, σημαίνει προϊὼν καὶ φάσκων· «Ἐν Σιναῒ ἐν τῷ ἁγίῳ.» Αὐτὸς γὰρ ἐκεῖνος, φησὶν, ὁ Κύριος ὁ ἐν Σιναῒ τῷ ἁγίῳ ὄρει ὀφθείς· ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, δηλαδὴ τοῖς ὑπὸ τὸ ἅρμα τοῦ Θεοῦ ἐζευγμένοις. Διὸ οὐ τῷ τετραγράμμῳ κέχρηται ἡ Ἑβραϊκὴ λέξις, στοιχείοις δὲ κοινοῖς τὸν Κύριον περιέχει ἐν τῷ, «Κύριος ἐν αὐτοῖς.» Ἵνα γὰρ ἕτερον παραστήσῃ τοῦτον τοῦ ἀνωτέρω διὰ τοῦ τετραγράμμου σημανθέντος Θεοῦ, ὅτε μὲν «τὸ ἅρμα τοῦ Θεοῦ» ἐλέγετο, διὰ τῶν ἀνεκφωνήτων παρ' Ἑβραίοις ἐδηλοῦτο στοιχείων· νυνὶ δὲ τοῖς κοινοτέροις χαρακτῆρσιν, οἷς καὶ ὁ παρ' ἀνθρώποις γράφεται κύριος. Ἀκριβῶς δὲ καὶ τὸν τόπον ἐπισημαίνεται τὸν «ἐν Σιναῒ,» ἵνα σημήνῃ τὸν ἐπὶ γῆς ὀφθέντα Κύριον. Σφόδρα δὲ ἀκολούθως ἐπιλέγει ἑξῆς· «Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν·
Ten thousand times ten thousand were ministering to him, and a thousand thousands stood before him." In agreement with this it has also now been said: "The chariot of God is ten-thousandfold, thousands of those who prosper." In place of which Symmachus interpreted: "The riding of God of ten thousands, thousands of those sounding." But what are "those sounding" if not certainly voices full of doxology and theology? Such as the seraphim are also recorded in Isaiah as crying out and saying: "Holy, holy, holy is the Lord Sabaoth, the whole earth is full of his glory." And among these thousands and ten thousands that are yoked to the chariot of God, the Lord himself also walks about in their midst, as it were driving them and preparing them by the Spirit. Therefore it is added, "The Lord is among them." But which Lord, he indicates as he proceeds and says: "In Sinai, in the holy place." For he says that this is that very Lord who was seen in Sinai, the holy mountain; and this was the Word of God, clearly, for those yoked under the chariot of God. Therefore the Hebrew text has not used the tetragrammaton, but contains the Lord with common letters in the phrase, "The Lord is among them." For in order that it might present this one as different from the God indicated above by the tetragrammaton, when "the chariot of God" was spoken of, it was signified by the unutterable letters among the Hebrews; but now by the more common characters, with which "lord" is also written among men. And precisely he also marks the place, "in Sinai," in order to signify the Lord who was seen on earth. And very consistently he adds next: "You ascended on high, you led captivity captive;
ἔλαβες δόματα ἐν ἀνθρώποις.» Αἰνίττεται δὲ αὐτοῦ τὴν κάθοδον, διὰ τοῦ φάναι, «ἀνέβης·» οὐ γὰρ ἂν ἄλλως ἀνέβη, εἰ μὴ πρότερον καταβεβήκει. «Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ἀναβὰς δὲ τί ἔπραξεν; Ἠχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις. Ποίαν δὲ αἰχμαλωσίαν ᾐχμαλώτευσεν ἢ τὰ προλεχθέντα σκύλα, ἃ διενείμαντο οἱ αὐτοῦ στρατιῶται; Ἀλλὰ καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις, τοῦ Πατρὸς αὐτῷ δεδωρημένου, καθ' ἣν ἐπήγγελται πρὸς αὐτὸν ἐπαγγελίαν, φήσας· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ταῦτα δὲ τὰ δόματα «ἐν ἀνθρώποις» παρὰ τοῦ Πατρὸς λαβὼν, συνεστήσατο τὴν Ἐκκλησίαν αὐτοῦ. Τούτοις ἑξῆς εἴρηται· «Καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι·» ὅπερ σαφέστερον ἀπέδωκεν ὁ Σύμμαχος εἰπών· «Ἔτι καὶ ἐν ἀπειθοῦσι κατασκηνῶσαι.» Καὶ τοῦτο γὰρ, φησὶ, παρὰ τοῦ Πατρὸς ἔλαβε, τὸ κατασκηνῶσαι ἐν τοῖς πάλαι ἀπειθοῦσι καὶ ἀντιλέγουσι τῇ τοῦ Θεοῦ εὐσεβείᾳ. Καὶ ταύτην γὰρ εἴληφε τὴν ἐξουσίαν, ὥστε ἐν μέσῳ τῶν ἀπειθούντων κατασκηνοῦν, ἐξ αὐτῶν τε τῶν ἀπειθούντων λαμβάνειν ἑαυτῷ δόγματα. Τοσούτων δὴ μαθημάτων παραδοθέντων διὰ τῆς προφητείας, ἑξῆς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐπὶ μεγάλοις καὶ παραδόξοις κατορθώμασιν, εὐλογεῖ τὸν τοσούτων ἀγαθῶν δοτῆρα φάσκον· «Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν.» Οὐκέτι
You received gifts among men. He hints at his descent by saying, "You ascended," for he would not otherwise have ascended unless he had first descended. "For the one who descended is himself also the one who ascended above all the heavens, so that he might fill all things." But what did he do after ascending? He led captivity captive, and he received gifts among men. And what captivity did he lead captive but the spoils mentioned earlier, which his soldiers distributed? But he also received gifts among men, the Father having bestowed them on him according to the promise he made to him, saying: "Ask of me, and I will give you the nations as your inheritance and the ends of the earth as your possession." And having received these gifts "among men" from the Father, he established his Church. Next to these things it is said: "For even the disobedient, to dwell" — which Symmachus rendered more clearly, saying: "Still even among the disobedient to dwell." For this too, he says, he received from the Father: to dwell among those who were formerly disobedient and who contradicted the piety of God. For he has received this authority, so as to dwell in the midst of the disobedient, and to take for himself doctrines from the disobedient themselves. Since so many teachings have been handed down through the prophecy, next the Holy Spirit, as if over great and wondrous achievements, blesses the giver of such good things, saying: "Blessed is the Lord God, blessed is the Lord day by day." No longer
γὰρ, φησὶν, ἄνθρωποι δαίμονας πονηροὺς πεπλανημένως δοξάζουσιν, ἀλλ' ἐφ' ἑκάστης ἡμέρας καὶ καθ' ἑκάστην ὥραν τὸν προδηλωθέντα Κύριον εὐλογοῦσιν. Ὁ δὲ αὐτὸς Κύριος «κατευοδώσει ἡμῖν,» αὐτὸς ὢν «ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν.» Λέγει δὲ ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώπου τοῦ χοροῦ τῶν ἀποστόλων, ὥσπερ οὖν καὶ ἀρχόμενοι τοῦ λόγου παρεστήσαμεν. Ἐπεὶ τοίνυν τῆς ἐκ τοῦ Θεοῦ κατευοδώσεως ἐδέοντο οὗτοι, εἰς τὸ ὁδοποιῆσαι αὐτῷ, κατὰ τὰ ἔμπροσθεν εἰρημένα, ἀναγκαίως φασίν· «Εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν, κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν.» Ἀντὶ δὲ τοῦ, «τῶν σωτηριῶν ἡμῶν,» ὁ Σύμμαχος, «τοῦ Σωτῆρος ἡμῶν,» ἡρμήνευσεν· ἀνθ' οὗ τὸ Ἑβραϊκὸν πάλιν τοῦ ὀνόματος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ μέμνηται. «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.» Πάλιν ἐκ προσώπου τῶν ἀποστόλων προφητικῶς καὶ ταῦτα λέλεκται. Ἐπεὶ γὰρ ἐθεολόγησαν διὰ τῶν ἔμπροσθεν, ἀκολούθως καὶ διὰ τῶν μετὰ χεῖράς φασιν· «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» ἢ κατὰ τὸν Σύμμαχον· «Ὁ Θεὸς ἡμῖν Θεὸς εἰς σωτηρίαν, καὶ τοῦ Κυρίου τοῦ δεσπότου αἱ εἰς θάνατον ἔξοδοι.» Μόνος γὰρ οὗτος Θεὸς ὢν τοῦ σώζειν ἐξόδους εὕρετο τοῦ θανάτου. Ἐπειδὴ πᾶς ἄνθρωπος εἰς μὲν τὴν εἴσοδον τοῦ θανάτου ἔφθασεν, οὐκέτι δὲ καὶ διεξελθεῖν αὐτὸν δεδύνηται. Ὁ δὲ διὰ τῶν παρόντων δηλούμενος Κύριος, καὶ νῦν διὰ τῶν κοινῶν στοιχείων ἐν τῇ. Ἑβραϊκῇ βίβλῳ γραφόμενος, διεξόδους ποιησάμενος τοῦ θανάτου, γέγονε Θεὸς ἐπώνυμος σωτηρίας. Διὸ λέλεκται·
For, he says, people mistakenly believe in evil demons, but every day and every hour they bless the Lord who was foretold. And the same Lord "will grant us prosperity," himself being "the God of our salvations." The Holy Spirit says these things in the person of the chorus of the apostles, just as we also set forth at the beginning of the discourse. Since, therefore, these men needed the prosperity that comes from God, in order to prepare a way for him, according to what was said earlier, they necessarily say: "Blessed is the Lord day by day; the God of our salvations will grant us prosperity." And in place of "of our salvations," Symmachus translated "of our Savior," for which the Hebrew again recalls the name of our Savior Jesus. "Our God, the God of saving, and the Lord of lords, the exits of death." Again these things have been spoken prophetically in the person of the apostles. For since they had spoken of God through what came before, they say consistently through what follows: "Our God, the God of saving, and the Lord of lords, the exits of death"; or according to Symmachus: "God is our God for salvation, and the Lord of the master, the exits to death." For this one alone, being God of saving, found exits from death. Since every man has reached the entrance of death, but has no longer been able to pass through it. But the Lord, who is made clear through the present words, and is now written in the Hebrew book through the common elements, having made exits from death, has become God, surnamed of salvation. Therefore it has been said:
«Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν.» Διὸ καὶ τῷ Ἰὼβ ὁ αὐτὸς οὗτος χρηματίζων ἔλεγεν· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης· ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου. Πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Διαῤῥήδην καὶ ἐν ἐκείνοις τὴν εἰς τὸν θάνατον αὐτοῦ κάθοδον καὶ τὴν ἐκεῖθεν διέξοδον παριστὰς, ὥσπερ οὖν καὶ ἐν τοῖς προκειμένοις, οἷς ἀκολούθως τὴν τῶν ἐχθρῶν αὐτοῦ συντριβὴν διδάσκει λέγων· «Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ.» Καὶ τοῦτο δὲ νοήσεις παραθεὶς τὴν ἐν ἑτέρῳ λέγουσαν φωνήν· «Σὺ ἐκραταίωσας τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος.» Διὰ γὰρ τούτων καὶ οἱ ἐχθροὶ τοῦ Θεοῦ ἐδηλώθησαν, περὶ ὧν ἐνταῦθα λέλεκται· «Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ.» Ἦσαν δὲ οὗτοι δράκοντες οἱ ἐν θαλάσσῃ καὶ ἐπὶ ὑγρᾶς οὐσίας νηχόμενοι, δυνάμεις δηλαδὴ ἀντικείμεναι ἐχθραὶ τοῦ Θεοῦ, τοῖς ἁλμυροῖς καὶ ῥευστοῖς τοῦ βίου κύμασιν ἐγκαλινδούμεναι. Ὅθεν καὶ ἐν τῷ Ἰὼβ ἐλέγετο· «Ἦλθες δὲ ἐπὶ πηγὴνθαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου. Πυλωροὶ δὲ ᾅδου, ἰδόντες σε, ἔπτηξαν.» Συντριβομένων γὰρ τῶν κεφαλῶν τῶν δρακόντων, ἔπτησσον οἱ πυλωροὶ τοῦ ᾅδου· διὸ καὶ φόβῳ τὰς πύλας ἤνοιγον τοῦ θανάτου τῷ τὰς κεφαλὰς τῶν ἐχθρῶν αὐτοῦ συνθλῶντι. Οὗτοι δὲ οἱ ἐχθροὶ τοῦ Κυρίου τὸ πάντων ἀνθρώπων κατεπάτουν γένος. Διὸ λέλεκται ἑξῆς·
Our God, the God who saves." Therefore the same one, speaking also to Job, said: "You came to the spring of the sea, and you walked in the tracks of the abyss. The gates of death are opened to you in fear. And the gatekeepers of Hades, seeing you, cowered." Clearly in those words too he sets forth his descent into death and his passage out from there, just as also in the preceding words, in which he accordingly teaches the crushing of his enemies, saying: "But God will crush the heads of his enemies." And you will understand this too by setting beside it the voice that speaks in another place: "You strengthened the sea by your power, you crushed the heads of the dragons upon the water. You crushed the head of the dragon." For through these things the enemies of God were also indicated, concerning whom it has been said here: "But God will crush the heads of his enemies." And these were the dragons in the sea and swimming upon a watery substance, that is, the opposing powers, enemies of God, wallowing in the salty and shifting waves of this life. Whence also it was said in Job: "You came to the spring of the sea, and you walked in the tracks of the abyss. The gates of death are opened to you in fear. And the gatekeepers of Hades, seeing you, cowered." For when the heads of the dragons were crushed, the gatekeepers of Hades cowered; therefore they also opened the gates of death in fear to the one crushing the heads of his enemies. And these enemies of the Lord trampled down the race of all human beings. Therefore it is said next:
«Κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.» Τούτων γὰρ ὁ Θεὸς συνθλάσει τὰς κεφαλὰς, φησὶ, τῶν διαπορευομένων τὰς τῶν ἀνθρώπων κεφαλάς. Ἀντὶ γὰρ τοῦ, «κορυφὴν τριχὸς, κορυφὴν ἔντριχον,» ἡρμήνευσεν ὁ Σύμμαχος. Κορυφὴ δὲ ἔντριχος ἡ κεφαλὴ τῶν ἀνθρώπων σημαίνεται. Τούτων οὖν αὐτῶν τῶν ἐχθρῶν ἑαυτοῦ, τῶν πρότερον τὰς τῶν ἀνθρώπων κεφαλὰς διαπορευομένων καὶ ὑπὸ τοῖς ἑαυτῶν ποσὶ καταπατούντων, ὁ τὰς διεξόδους τοῦ θανάτου πεποιημένος Θεὸς τὰς κεφαλὰς συνθλάσει. Ἀντὶ δὲ τοῦ, «ἐν πλημμελείαις αὐτῶν,» ὁ Σύμμαχος, «ἐν ταῖς πλημμελείαις αὐτῆς,» ἡρμήνευσεν εἰπών· «Κορυφὴν ἔντριχον ἀναστρεφομένην ἐν ταῖς πλημμελείαις αὐτῆς.» Οὐδὲ γὰρ ἄλλως δυνατὸν ἦν τοῖς ἐχθροῖς τοῦ Θεοῦ καταπατεῖν κορυφὴν
ἔντριχον, τουτέστι τὰς τῶν ἀνθρώπων κεφαλὰς, εἰ μὴ ταῖς οἰκείαις πλημμελείαις καὶ ἁμαρτίαις τεταπείνωντο. Διὸ τοῖς μὴ τοιούτοις ὁ Σωτὴρ ἔλεγεν· «Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.» Τῶν γὰρ αὐτῶν μαθητῶν καὶ ἑκάστη θρὶξ τοῦ τιμιωτέρου μέρους τοῦ σώματος, ὡς ἀναγκαία καὶ κόσμῳ τοῦ παντὸς συμβαλλομένη, ἀριθμοῦ κατηξίωται θείου καὶ φυλακῆς· ὡς ἂν μὴ ξυρηθῶσι τῷ ξυρῷ τῶν ἐχθρῶν τῶν ἐμπεριπατούντων καταπατούντων πᾶσαν κορυφὴν ἔντριχον τὴν ἀναστρεφομένην ἐν πλημμελείαις αὐτῆς. «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.» Πάλιν κἀνταῦθα «ὁ Κύριος» οὐ διὰ τετραγράμμου παρ' Ἑβραίοις ἐκπεφώνηται, διὰ δὲ τῶν κοινοτέρων στοιχείων. Ἤδη δὲ τρίτον τοῦτον ἐδήλωσεν ἡ παροῦσα Γραφὴ ἐφιστῶσα τὸν ὡς ἂν εἴποι τις, δεύτερον Κύριον. Ἐπεὶ καὶ ἐν τῷ φάσκοντι ψαλ μῷ·
They pass through the top of the hair in their transgressions." For God, it says, will crush the heads of these—of those who pass through the heads of men. For instead of "the top of the hair," Symmachus translated "the hairy top." And by "the hairy top" the head of men is signified. Of these, then—his own enemies, who formerly passed through the heads of men and trampled them under their own feet—God, who has made the passages of death, will crush the heads. And instead of "in their transgressions," Symmachus translated "in her transgressions," saying: "The hairy top that turns about in her transgressions." For it was not possible in any other way for the enemies of God to trample a hairy top—that is, the heads of men—unless they had been brought low by their own transgressions and sins. Therefore the Savior said to those who were not such: "But even all the hairs of your head are numbered." For of these same disciples, each hair of the more precious part of the body, as being necessary and contributing to the order of the whole, has been deemed worthy of divine numbering and guarding—so that they might not be shaved by the razor of the enemies who walk about and trample every hairy top that turns about in its transgressions. "The Lord said: I will return from Bashan, I will return in the depths of the sea." Again here too "the Lord" is not pronounced among the Hebrews by the four-letter name, but by the more common letters. And already for the third time the present Scripture has indicated this, setting before us, as one might say, a second Lord. Since also in the psalm that says—
«Εἶπε Κύριος τῷ Κυρίῳ μου. Κάθου ἐκ δεξιῶν μου,» διὰ τῶν ἀνεκφωνήτων παρ' Ἑβραίοις τεττάρων στοιχείων ἐγέγραπτο. Ὁ δὲ δεύτερος, ὃν ἑαυτοῦ Κύριον ὁ προφήτης ἐδήλου φάσκων, «Τῷ Κυρίῳ μου,» ἑτέροις στοιχείοις ἐδηλοῦτο, οἷς καὶ πᾶς ὁ ἐν ἀνθρώποις δούλου κύριος σημαίνεται. Οὕτως οὖν καὶ ἐνταῦθα ἤδη τρίτον ὁ μέχρις ᾅδου καταβὰς καὶ διεξόδους θανάτου πεποιημένος Κύριος διὰ τῶν παρ' Ἑβραίοις κοινῶς γραφομένων στοιχείων ὠνόμασται. Διόπερ ὁ Σύμμαχος «δεσπότην» ἡρμήνευσεν αὐτόν. Οὗτος οὖν ὁ Κύριος, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος δηλαδὴ, εἶπε· «Ἐκ Βασὰν ἐπιστρέψω·» καὶ πάλιν· «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἀντὶ δὲ τοῦ, «ἐπιστρέψω,» καὶ τοῦ δεύτερον, «ἐπιστρέψω,» ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Εἶπε Κύριος· Ἀπὸ Βασὰν ἐπιστρέψω, καὶ ἀναστρέψαι ποιήσω ἀπὸ βυθῶν θαλάσσης.» Ὁρᾷς ὁποῖα κατορθώματα εἰργάσατο καταβὰς εἰς τοὺς βυθοὺς τῆς θαλάσσης ὁ Κύριος; συνέθλασε τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ τὰς τρίχας τῶν ἐχθρῶν αὐτοῦ τῶν «τὴν ἔντριχον κορυφὴν ἐν πλημμελείαις» διαπορευομένων ἐπιστρέψαι δὲ ἐποίει ἀπὸ Βασὰν καὶ ἀπὸ βυθῶν τῆς θαλάσσης τὰς πάλαι καταπεποντωμένας αὐτόσε ψυχάς. Βασὰν δὲ ἡρμήνευται αἰσχύνη, ἔνθα δι' ἡμᾶς κατῆλθεν ὁ διὰ τῶν εἰρημένων στοιχείων δηλωθεὶς Κύριος, αἰσχύνης καταφρονήσας ὑπὲρ σωτηρίας τῶν αὐτόθι καταδεδουλωμένων. Διὸ λέλεκται· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» εἶθ' ἑξῆς λέλεκται· «Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι.» Ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών·
The Lord said to my Lord, Sit at my right hand," was written by means of the four unutterable letters among the Hebrews. But the second one, whom the prophet meant when he said, "To my Lord," was indicated by other letters, by which every master of a slave among men is also signified. Thus, then, here too, in a third way, the Lord who descended as far as Hades and made the passages of death has been named by means of the letters commonly written among the Hebrews. Therefore Symmachus translated him as "master." This Lord, then—evidently the very Word of God—said: "I will return from Bashan"; and again: "I will return from the depths of the sea." But in place of "I will return," and the second "I will return," Symmachus translated in this way: "The Lord said: I will return from Bashan, and I will make them turn back from the depths of the sea." Do you see what achievements the Lord accomplished when he descended into the depths of the sea? He crushed the heads of the dragons upon the water, and the hairs of his enemies who "pass through the hairy head in their transgressions," and he made the souls long sunk there turn back from Bashan and from the depths of the sea. And Bashan is translated "shame," where the Lord, indicated by the letters mentioned, descended for our sake, despising shame for the salvation of those enslaved there. Therefore it has been said: "The Lord said: I will return from Bashan, I will return from the depths of the sea"; and next it has been said: "So that your foot may be dipped in blood." In place of which Symmachus translated, saying:
«Ὅπως συγκατεάξῃ ὁ ποῦς σου μετὰ αἵματος, καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου.» Συντρίβων γὰρ τοὺς ἑαυτοῦ ἐχθροὺς καὶ τὰς κεφαλὰς αὐτῶν συνθλῶν, ἐπλήρου τὸν ἑαυτοῦ πόδα αἵματος, τοῦ ἐκ τῶν κεφαλῶν τοῦ ἐχθροῦ αὐτοῦ ῥυέντος. Διὸ ἐλέγετο ἐν Ἡσαΐᾳ· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ;» καὶ ἑξῆς· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀποπατητοῦ ληνοῦ, πλήρης πεπατημένης;» Εἶθ' ἑξῆς ἀποκρίνεται πρὸς τοὺς ἐρωτήσαντας, καί φησι· «Κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου.» Καὶ ἐνταῦθα τοίνυν μετὰ τὴν συντριβὴν τῶν κεφαλῶν τῶν δρακόντων λέλεκται· «Ὅπως ἂν συγκατεάξῃ ὁ ποῦς σου μετὰ αἵματος,» ἢ, «Ὅπως βαφῇ ὁ ποῦς σου ἐν αἵματι, καὶ ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ.» Ἀνθ' οὗ λευκότερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· «Καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου.» Κύνας δὲ τοῦ Κυρίου λάπτοντας τὸ αἷμα τῶν ἐχθρῶν αὐτοῦ τίνας ἂν εἴποις ἢ τοὺς τὰ ποίμνια αὐτοῦ φυλάττοντας φύλακάς τινας ἐγρηγόρους, τὴν Ἐκκλησίαν αὐτοῦ φρουροῦντας, ἢ τιμωρητικάς τινας δυνάμεις ἐπεμβαινούσας τῇ συντριβῇ τῶν ἐχθρῶν αὐτοῦ, καὶ ὥσπερ ἀπογεύεσθαι πειρωμένας τῆς ἀπωλείας αὐτῶν; «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.» Καὶ ταῦτα τοῖς προλεχθεῖσιν ἀκολούθως ἐπενήνεκται. Ἐπειδὴ γὰρ τὰ θεσπιζόμενα
So that your foot may be shattered with blood, and the tongue of your dogs may lick from every one of your enemies." For by crushing his own enemies and shattering their heads, he was filling his own foot with blood, the blood that flowed from the heads of his enemy. Therefore it was said in Isaiah: "Who is this who has come from Edom, with garments dyed red from Bozrah?" and following: "Why are your garments red, and your clothing like one who treads the winepress, full of that which has been trodden?" Then next he answers those who asked, and says: "I trod them down in my anger." And here, therefore, after the shattering of the heads of the dragons, it has been said: "So that your foot may be shattered with blood," or, "So that your foot may be dipped in blood, and the tongue of your dogs from your enemies by him." In place of which Symmachus translated more clearly, saying: "And the tongue of your dogs shall lick from every one of your enemies." But whom would you call the dogs of the Lord that lick the blood of his enemies, except those who guard his flocks—certain watchful guardians, keeping watch over his Church—or certain punitive powers that trample upon the shattering of his enemies, and as it were attempt to taste of their destruction? "Your ways were seen, O God, the ways of my God, of my king, who is in the holy place." And these things have been added in accordance with what was said before. For since the things being ordained
πρὶν γενέσθαι προεθεωρεῖτο τοῖς ἁγίοις τοῦ Θεοῦ προφήταις, διὰ τοῦτό φησιν ὁ λόγος· «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Ποῖαι δὲ πορεῖαι; ἀλλὰ πρώτη μὴν ἡ κάθοδος αὐτοῦ ἡ ἐν Σιναῒ, καὶ πάλιν ἡ ἀνάβασις ἡ εἰς ὕψος, καὶ αὖθις ἡ κάθοδος ἡ ἐπὶ Βασὰν καὶ ἡ ἐκεῖθεν ἐπιστροφὴ, ἥ τε μέχρι τοῦ θανάτου κατάβασις, καὶ ἐντεῦθεν διέξοδοι αὐτοῦ, καὶ ἐπὶ πᾶσιν ἡ ἐκ τῶν βυθῶν τῆς θαλάσσης ἐπάνοδος; Αὗται πᾶσαι πορεῖαι ἦσαν τοῦ δηλουμένου Κυρίου, αἵτινες τοῖς τοῦ Θεοῦ προφήταις ἐθεωρήθησαν πρὶν γενέσθαι· διὸ καὶ ταῖς προφητικαῖς παρεδόθησαν Γραφαῖς. Εἰκότως οὖν εἴρηται· «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Εἶτ' ἀσφαλίζεται διδάσκων ποίου Θεοῦ αἱ πορεῖαι ἐθεωρήθησαν· διὸ ἐπιλέγει· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου.» Οὐ γὰρ ἁπλῶς Θεοῦ, οὐδὲ βασιλέως, ἀλλὰ τοῦ «Θεοῦ μου.» Τοῦτο δὲ ὅμοιον τυγχάνει τῷ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου·» ὁ μὲν γὰρ πρῶτος ὁ ἐπὶ πάντων εἴη ἂν Θεός· ὁ δὲ δεύτερος Κύριος ὁ ἀκούων· «Κάθου ἐκ δεξιῶν μου,» ἐμὸς τυγχάνει Κύριος· διὸ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου.» Καὶ ἐνταῦθα τοίνυν τὸν δεύτερον σημαίνων ὁ αὐτὸς προφήτης φησίν· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.» Ἐὰν γὰρ λέγω θεωρουμένας πορείας, μή τις νομιζέτω με λέγειν τοῦ ἐπὶ πάντων Θεοῦ· ἀλλὰ τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου πορεῖαι. Ἀλλ' ἐπειδὴ «προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.» Αὐτοὶ γὰρ οὗτοι οἱ προφθάσαντες ἄρχοντες, ἢ οἱ ᾄδοντες καὶ Πνεύματι ἁγίῳ τὸ μέλλον θεσπίζοντες, προεθεώρησαν τὰς πορείας τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου.
Before they came to be, they were foreseen by the holy prophets of God; therefore the word says, "Your ways were seen, O God." And what ways? First, indeed, his descent at Sinai, and again his ascent to the height, and again his descent to Bashan and his return from there, and his descent even to death, and from there his goings forth, and above all his return from the depths of the sea. All these were ways of the Lord here indicated, which were seen by the prophets of God before they came to be; therefore they were also handed down in the prophetic Scriptures. Rightly, then, it is said, "Your ways were seen, O God." Then he confirms by teaching of what God the ways were seen; therefore he adds, "The ways of my God, my King." For not simply of God, nor of a king, but of "my God." And this is similar to, "The Lord said to my Lord:" for the first would be the God over all; but the second Lord, who hears, "Sit at my right hand," is my Lord; therefore, "The Lord said to my Lord." And here, then, the same prophet, indicating the second, says, "The ways of my God, my King, who is in the holy place." For if I say that ways are seen, let no one think that I speak of the God over all; but the ways of my God and my King. But since "the rulers went before, followed by the singers, in the midst of young women playing timbrels." For these very rulers who went before, or those who sang and by the Holy Spirit foretold what was to come, foresaw the ways of my God and my King.
Οὗτοι δὲ ἦσαν οἱ προφῆται, οἱ προφθάσαντες τοὺς μετὰ ταῦτα προελθόντας ἀποστόλους. Δύο γὰρ χορῶν τὴν τοῦ Σωτῆρος ἡμῶν θεολογίαν ἀνθρώποις παραδεδωκότων, ὁ μὲν προφθάσας χορὸς ἦν ὁ προφητικὸς, ὁ δὲ δεύτερος ἐπελθὼν ὁ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος. Πλὴν ἀλλὰ ἐθεωρήθησαν αἱ πορεῖαι τοῦ δηλωθέντος Θεοῦ· ἢ τοῖς μὲν ἀποστόλοις ἐθεωρήθησαν, οἳ καὶ ὄψει παρέλαβον τὰ πάλαι προγνώσει προπεφωνημένα. Οὗτοι μὲν οὖν αὐτοῖς ὀφθαλμοῖς τὰς πορείας ἐθεώρησαν τοῦ Θεοῦ· προέφθασαν δὲ αὐτοὺς ἄρχοντές τινες οὗτοι οἱ ἐχόμενοι τῶν ψαλλόντων. Σημαίνει δὲ ὁ λόγος τὸν Δαυῒδ αὐτὸν καὶ τοὺς σὺν αὐτῷ καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἡγουμένους τοῦ λαοῦ· οἵτινες ἐχόμενοι τῶν ψαλλόντων προέφθασαν ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. Τοιαῦται δὲ ἦσαν αἱ Ἰουδαϊκαὶ συναγωγαὶ, ἀτελεῖς καὶ εἰσέτι νεάνιδες, πλέον οὐδὲν ἐπιστάμεναι ἢ τυμπάνοις χρῆσθαι τοῖς σωματικοῖς ὀργάνοις ἐκ δορᾶς νεκρῶν ζώων κατεσκευασμένοις. Διὸ τυμπανίστριαι εἴρηνται, τῷ μηδὲν ἕτερον εἰδέναι ἢ τὰ σωματικὰ τοῦ νόμου παραγγέλματα. «Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» Μετὰ τοὺς προθεωρήσαντας τὰς τοῦ δηλωθέντος Θεοῦ πορείας, ἀκολούθως ὁ λόγος ἑτέροις τισὶ μετὰ τοὺς πρώτους γενομένους προσφωνεῖ λέγων· «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν·» καὶ ἐπειδήπερ ἕτεροι ἦσαν οὗτοι παρὰ τοὺς προφθάσαντας ἄρχοντας, εἰκότως καὶ τὰς συνόδους αὐτῶν ἐκκλησίας ἀποκαλεῖ, μονονουχὶ γυμνῇ τῇ κεφαλῇ τὰς τοῦ Σωτῆρος ἡμῶν ἐκκλησίας προαγορευούσης τῆς προφητείας.
These were the prophets, who came before the apostles who came forth after them. For since two choirs handed down to men the theology of our Savior, the first choir was the prophetic one, and the second, which came afterward, was that of the apostles and disciples of the Savior. Nevertheless, the ways of the God who was indicated were seen—or they were seen by the apostles, who also received by sight the things long beforehand proclaimed by foreknowledge. These, then, with their own eyes saw the ways of God; but certain rulers came before them, namely those who followed the singers. And the word signifies David himself and those with him and the leaders of the people in those same times, who, following the singers, came before in the midst of young women playing timbrels. Such were the Jewish synagogues—incomplete and still young women, knowing nothing more than to use bodily instruments, timbrels made from the hides of dead animals. Therefore they are called timbrel-players, because they knew nothing else than the bodily precepts of the law. "In the churches bless God the Lord from the springs of Israel." After those who foresaw the ways of the God who was indicated, the word accordingly addresses certain others who came after the first, saying: "In the churches bless God"; and since these were other than the rulers who came before, it reasonably calls their assemblies churches, with the prophecy all but openly and boldly foretelling the churches of our Savior.
Κελεύονται δὲ οὗτοι οἱ δεύτεροι οὐκ ἐν μέσῳ νεανίδων τυμπανιστριῶν, ἀλλ' ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεόν. Καὶ ποῖον Θεὸν, πάλιν ἐπιλέγει ἑξῆς, «Κύριον.» Καὶ πόθεν ἀρυομένους χρῆν ταῖς ἐκκλησίαις τὴν τοῦ Κυρίου παραδιδόναι θεολογίαν ἀναγκαίως παρίστησι λέγων· «Κύριον ἐκ πηγῶν Ἰσραὴλ,» τοῖς κοινοτέροις χαρακτῆρσι κἀνταῦθα πάλιν τοῦ Κυρίου σημαινομένου. Πηγαὶ δὲ Ἰσραὴλ αἱ προφητικαὶ Γραφαὶ τυγχάνουσιν, ἥ τε Μωϋσέως νομοθεσία· ἐξ ὧν ὥσπερ ἀπὸ πηγῶν ἀρυομένους τὰς περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας εὐλογεῖν αὐτὸν ἐν ταῖς ἐκκλησίαις τοῖς δευτέροις παρακελεύεται. Εἶτα ἐπιλέγει· «Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει.» Ἀντὶ δὲ τοῦ «ἐκεῖ,» ὁ Σύμμαχος, «ὅπου, φησὶ, Βενιαμὶν ὁ μικρότατος·» καὶ ὁ Ἀκύλας ὁμοίως· «Ἐκεῖ,
φησὶ, Βενιαμὶν ὁ βραχὺς, ἐπικρατῶν αὐτῶν.» Βενιαμὶν δὲ νεώτερος καὶ μικρότατος ἢ βραχύτατος Παῦλος ἦν ὁ θεῖος Ἀπόστολος, φυλῆς ὢν Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, καθὼς αὐτὸς διδάσκει λέγων· «Περιτομὴ ὀκταήμερος ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων.» Νεώτερος δὲ εἴρηται, ἢ μικρότατος, ἢ βραχὺς, ἐπεὶ καὶ αὐτὸς τοῦτο διδάσκει λέγων· «Ὕστερον δὲ πάντων ὥσπερ τῷ ἐκτρώματι ὤφθη καμοί.» Ἀντὶ δὲ τοῦ, «ἐν ἐκστάσει,» ὁ μὲν Ἀκύλας, «ἐπικρατῶν αὐτῶν·» ὁ δὲ Θεοδοτίων, «παιδευτὴς αὐτῶν·» ἡ δὲ πέμπτη ἔκδοσις, «παιδεύοντα,» ἢ, «διδάσκοντα» ἡρμήνευσαν. Οὐ δεῖ δὲ ἡμῖν πλειόνων λόγων εἰς ἀπόδειξιν τοῦ κρατεῖν τῶν Ἐκκλησιῶν, καὶ παιδευτὴν αὐτῶν εἶναι τὸν ἱερὸν Ἀπόστολον Βενιαμὶν ὠνομασμένον.
These second ones are commanded to bless God, not in the midst of young women playing timbrels, but in the churches. And what God? Again he adds next, "the Lord." And he necessarily shows from where they must draw and hand down the theology of the Lord to the churches, saying: "The Lord from the springs of Israel," the Lord being signified here again by the more common expressions. And the springs of Israel are the prophetic Scriptures, and the legislation of Moses; from which, as from springs, drawing the testimonies concerning our Savior, he exhorts the second ones to bless him in the churches. Then he adds: "There Benjamin the younger in ecstasy." And instead of "there," Symmachus says, "where Benjamin the least"; and Aquila likewise: "There," he says, "Benjamin the little, ruling over them." And Benjamin the younger and least or little was the divine Apostle Paul, being of the tribe of Benjamin, a Hebrew of Hebrews, as he himself teaches, saying: "Circumcised on the eighth day, of the race of Israel, of the tribe of Benjamin, a Hebrew of Hebrews." And he is called younger, or least, or little, since he himself also teaches this, saying: "And last of all, as to one untimely born, he appeared also to me." And instead of "in ecstasy," Aquila rendered "ruling over them"; Theodotion, "instructor of them"; and the fifth edition interpreted "instructing," or "teaching." But we do not need more words to prove that the holy Apostle, named Benjamin, prevails over the churches and is their instructor.
Οὐ μόνος δὲ ἄρα ὁ Βενιαμὶν ἦν ἐκεῖ, δηλαδὴ ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλὰ καὶ «οἱ ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, οἵ τε ἄρχοντες Ζαβουλὼν καὶ οἱ ἄρχοντες Νεφθαλείμ. Σημαίνει δὲ ὁ λόγος διὰ τούτων τοὺς λοιποὺς ἀποστόλους, ὧν οἱ μὲν ἦσαν ἐκ φυλῆς Ἰούδα, οἱ δὲ ἐκ φυλῆς Ζαβουλὼν καὶ Νεφθαλείμ. Διὸ τῆς τούτων μέμνηται χώρας τὸ ἅγιον Πνεῦμα διὰ Ἡσαΐου τοῦ προφήτου λέγον· «Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ, παραγαγὼν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, τοὺς ἑαυτοῦ μαθητὰς ἐνθένδε ἀνεκαλεῖτο. Σαφῶς οὖν ἐπικρατεῖν τῶν Ἐκκλησιῶν πρῶτον μὲν Παῦλον τὸν βραχύτατον καὶ μικρότατον, καὶ νεώτατον τῶν ἀποστόλων ἐδίδαξεν, ἐν ἐκστάσει ποτὲ γενόμενον, ὅτε ἐδίωκε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθει αὐτὴν, ἢ ὅτε ἐν ἀποκαλύψει τὸν Σωτῆρα τεθέατο· ἢ ὅτε ἡρπάγη εἰς τὸν παράδεισον ἕως τρίτου οὐρανοῦ· μετὰ δὲ τὸν Παῦλον τοὺς λοιποὺς ἀποστόλους ἐκεῖ ἐν τῇ αὐτῇ Ἐκκλησίᾳ διαπρέπειν θεσπίζει, ἄρχοντας ὄντας ἡμετέρους ἐκ φυλῆς Ἰούδα, καὶ ἄρχοντας Ζαβουλὼν καὶ ἄρχοντας Νεφθαλείμ. Ἐπὶ σχολῆς δ' ἄν τις φιλοκαλήσας, τὴν ἑκάστου τῶν ἀποστόλων εὑρήσει φυλήν· ἐπεὶ παντὶ τῷ ζητοῦντι ἡ τῆς εὑρέσεως δέδοται ὑπὸ τοῦ Σωτῆρος ἐπαγγελία. «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμιν σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» Ἕπεται καὶ ταῦτα τοῖς προλεχθεῖσιν.
But Benjamin was not alone there—clearly, in the churches of God—but also "the rulers of Judah, their leaders, and the rulers of Zebulun and the rulers of Naphtali." By these the passage signifies the remaining apostles, of whom some were from the tribe of Judah, and others from the tribe of Zebulun and Naphtali. Therefore the Holy Spirit makes mention of their region through Isaiah the prophet, saying: "Land of Zebulun and land of Naphtali, the way of the sea, beyond the Jordan, Galilee of the nations." And the Savior himself, passing along the sea of Galilee, called his disciples from there. Clearly, then, he taught that Paul—the shortest and smallest, and youngest of the apostles—first presided over the churches, when he was once in a state of ecstasy, when he was persecuting the church of God and ravaging it, or when in a revelation he had beheld the Savior, or when he was caught up into paradise as far as the third heaven. And after Paul he declares that the remaining apostles shine forth there in the same church, being our rulers from the tribe of Judah, and rulers of Zebulun and rulers of Naphtali. And in a school one might, with diligent study, discover the tribe of each of the apostles, since the promise of discovery has been given by the Savior to everyone who seeks. "Command, O God, your power; strengthen, O God, this which you have worked for us." These things also follow what has been said before.
Ἐπειδὴ γὰρ προφητικῶς προσέταττεν ὁ λόγος τοῖς ἀποστόλοις ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Κύριον, καὶ τοῦτο ποιεῖν μὴ ἑτέρων τινῶν ὁρμωμένους λόγων, ἀλλ' ἐκ τῶν πηγῶν Ἰσραὴλ, ἀκολούθως ὑπὲρ αὐτῶν εὐχὴν ἀναπέμπει τὸ Πνεῦμα τὸ προφητικὸν, φάσκον· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου·» ὡσεὶ σαφέστερον ἔλεγεν· Ἐπισπευσάτω ἡ δύναμίς σου, καὶ συνεργείτω τοῖς ἀνδράσιν· ἀλλὰ καὶ ἤδη ποτὲ τῇ ἰσχύϊ σου δι' ἔργων χωρησάτω τὰ προφητευόμενα· καὶ τοῦτο δὲ ὃ κατειργάσω ἡμῖν τῇ σῇ βουλῇ προορίσας, καὶ αὐτὸ δυνάμωσον· ὅπως τῇ σῇ δυνάμει ἔργοις ἐπιτελεσθείη. Τί δὲ ἦν τοῦτο ἢ τὸ ἑξῆς ἐπιφερόμενον, «Ἐπὶ τὸν ναόν σου τὸν ἐν Ἱερουσαλὴμ σοὶ οἴσουσι βασιλεῖς δῶρα;» τοῦτο γὰρ αὐτὸ ἐπαγγειλάμενος ἡμῖν δυνάμωσον γενέσθαι. Βασιλεῖς δὲ διὰ τοῦτο αἱ βασιλεῖαι τῆς γῆς εἴρηνται, τῶν ἐθνῶν ἁπάντων τοῦτον σημαινομένων τὸν τρόπον. Νεὼς δὲ ἐν Ἱερουσαλὴμ, ἐφ' ὃν τὰ δῶρα οἴσουσιν οἱ βασιλεῖς, οὐδ' ἕτερος ἂν εἴη τῆς βασιλείας τῶν οὐρανῶν· εἴπερ ἴσμεν Ἱερουσαλὴμ ἐπουράνιον, ἣν ἔδειξεν ὁ εἰπών· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ταύτης οὖν τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ τὸ ἐξαίρετον καὶ ἀνώτατον καὶ κρεῖττον ὁ νεώς ἐστι τοῦ Θεοῦ. Ἐπὶ τοῦτον τοίνυν τὸν νεών σου, φησὶν, σοὶ οἴσουσι βασιλεῖς δῶρα· οἱ τὴν λοιπὴν δηλαδὴ πόλιν τὴν ἐπουράνιον οἰκοῦντες βασιλεῖς ὄντες, διὰ τὸ κατηξιῶσθαι τῆς βασιλείας τῶν οὐρανῶν, καὶ διὰ τοῦτο συμβασιλεύειν τῷ ἑαυτῶν Κυρίῳ.
For since the prophetic word was commanding the apostles in prophetic manner to bless the Lord in the churches, and to do this not moved by some other words, but from the springs of Israel, accordingly the prophetic Spirit sends up a prayer on their behalf, saying: "Command, O God, your power"—as if to say more plainly: Let your power hasten and cooperate with the men; but also let the things prophesied now at some point advance through your might by works; and this very thing which you worked out for us, having foreordained it by your counsel, strengthen it also, so that by your power it might be accomplished in works. And what was this but what follows next: "To your temple in Jerusalem kings shall bring gifts to you"? For strengthen this very thing to come to pass, which you promised us. And "kings" here means the kingdoms of the earth, all the nations being signified in this way. And the temple in Jerusalem, to which the kings shall bring gifts, would be none other than that of the kingdom of heaven—since we know a heavenly Jerusalem, which he showed who said: "But the Jerusalem above is free, which is our mother"; and, "You have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem." Of this heavenly city of God, then, the temple of God is the most excellent, highest, and better part. To this temple of yours, then, he says, kings shall bring gifts to you—clearly the kings who inhabit the rest of the heavenly city, being kings because they have been deemed worthy of the kingdom of heaven, and for this reason co-reign with their own Lord.
«Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν, καὶ εἰ ὑπομένομεν Θεὸν, καὶ συμβασιλεύσομεν.» Οὗτοι οὖν οἱ βασιλεῖς, ὡς ἂν ὑπὸ μεγάλῳ ἀρχιερεῖ τῷ Μονογενεῖ τοῦ Θεοῦ λειτουργοῦντες, ἱερεῖς τε ὄντες, καὶ
αὐτοὶ δῶρα προσοίσουσιν εἰς τὸν ναὸν αὐτοῦ τὸν ἐπουράνιον, συνεισερχόμενοι τῷ μεγάλῳ ἀρχιερεῖ. Ὅπως δὲ τοῦτο γένηται καὶ δι' ἔργων προχωρήσῃ, ἀναγκαίως ἐπηύξατο εἰπών· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Ὥσπερ ηὔξατο συνεργῆσαι τοῖς προλεχθεῖσιν εἰπών· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου·» καὶ «Δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν·» οὕτω πάλιν εὔχεται τὰ κωλύματα ἐκποδὼν ἀρθῆναι ἐκ μέσου, ὅπως ἀκωλύτως ὁ λόγος διαδράμῃ. Συνεώρα γὰρ τῇ προγνώσει τοὺς μέλλοντας ἐπανίστασθαι τῷ εὐαγγελικῷ κηρύγματι διωγμοὺς καὶ τοὺς νοητοὺς θῆρας, ὧν ηὔχετο ῥυσθῆναι ὁ εἰπών· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὰς ἐξομολογουμένας σοι·» θηρία δὲ καλάμου νοήσεις, μαθὼν ἀπὸ τοῦ Ἰὼβ ὅπως εἴρηται ὑπὸ τοῦ διαβόλου· «Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον.» Οὐ γὰρ παρὰ συκῆν, οὐδὲ παρὰ ἄμπελον, οὐδὲ παρὰ ἐλαίαν, ἢ φοίνικα, ἤ τι τῶν τούτοις παραπλησίων, ἀλλὰ παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον ἀναπαύεσθαί φησιν αὐτὸν, τὰς ἀτόνους καὶ καθύγρους καὶ μηδένα καρπὸν ἀναγκαῖον προφερούσας ψυχὰς τοῦτον αἰνιξάμενος τὸν τρόπον· παρὰ τοιαύταις γὰρ ἀνεπαύετο ὁ δράκων.
For if we died with him, we shall also live with him, and if we endure, we shall also reign with him. These, then, are the kings, since they serve under the great high priest, the Only-begotten of God, and being priests themselves, they too will offer gifts in his heavenly temple, entering in together with the great high priest. And so that this may come to pass and advance through deeds, he necessarily prayed, saying: Command, O God, your strength; strengthen, O God, this which you have worked for us. Rebuke the beasts of the reed. Just as he prayed that cooperation be given to the things previously spoken, saying, Command, O God, your strength, and, Strengthen, O God, this which you have worked for us, so again he prays that the hindrances be removed from the midst, so that the word may run without hindrance. For he foresaw by foreknowledge the persecutions that would rise up against the gospel preaching, and the noetic beasts, from which he who said, Do not deliver to the beasts souls that confess you, prayed to be rescued. And you will understand the beasts of the reed, having learned from Job how it was said by the devil: Under every kind of tree he sleeps, by the papyrus and the reed and the rush. For he says he rests not by a fig tree, nor by a vine, nor by an olive or a palm, or any of the things similar to these, but by the papyrus and the reed and the rush, hinting in this way at the slack and waterlogged souls that bring forth no necessary fruit; for by such things the dragon rested.
Δεινὰ δὲ θηρία καλάμου τυγχάνουσιν αἱ ἀντικείμεναι δυνάμεις, οἵ τε πονηροὶ δαίμονες καὶ τὰ ἰοβόλα καὶ ἑρπυστικὰ πνεύματα, οἷς ἐπιτιμῆσαι τὸν Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν μετὰ χεῖρας εὔχεται λέγον· «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Καὶ τῇ συναγωγῇ δὲ τῶν ταύρων, ἢ, κατὰ τὸν Σύμμαχον, «συνόδῳ παμμεγέθων,» καὶ ταῖς δαμάλεσι τῶν λαῶν ἐπιτιμῆσαι ἱκετεύει· δαμάλεις δὲ λαῶν καὶ ταῦροι οἱ παρὰ Ἰουδαίοις εἰσὶ διῶκται τοῦ λόγου. Ὧν ἔργων τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῷ, «τοῦ ἐκκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ·» ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Τοῖς διαλακτίζουσι τοὺς εὐδοκήτους ὡς δοκιμὴν ἀργυρίου.» Οὗτοι γὰρ οἱ ταῦροι, καὶ αἱ προλεχθεῖσαι δαμάλεις, ὑπὸ τῶν θηρίων τοῦ καλάμου ἐνεργούμεναι, τὴν πᾶσαν ποιοῦνται σπουδὴν πρὸς τὸ ἐκκλεισθῆναι τοὺς ἁγίους τοῦ Θεοῦ τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος. Ἅγιοι δὲ Θεοῦ οἱ δεδοκιμασμένοι τῷ ἀργυρίῳ. Ὥσπερ γὰρ «τὰ λόγια Κυρίου ἁγνὰ, ἀργύριον πεπυρωμένον,» οὕτως καὶ οἱ τοῦ Θεοῦ ἄνθρωποι δεδοκιμασμένοι εἰσὶν ὡς τὸ ἀργύριον· διό φασιν· «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Οἱ οὖν θῆρες οἱ τοῦ καλάμου καὶ ἡ συναγωγὴ τῶν ταύρων, καὶ αἱ δαμάλεις τῶν λαῶν, τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ ἀποκλεισθῆναι σπουδάζουσι τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος. Ἢ, κατὰ τὸν Σύμμαχον, «Διαλακτίζουσι τούτους αὐτοὺς εὐδοκήτους ὄντας ὡς δοκιμὴν ἀργυρίου.» Ἵν' οὖν μὴ ἐμποδὼν γένωνται τοῖς ἁγίοις τοῦ Θεοῦ οἱ προλεχθέντες, ἀναγκαίως εἴρηται·
The opposing powers are terrible beasts of the reed—both the wicked demons and the venomous and creeping spirits—and the Holy Spirit wishes that God rebuke them through the prayer that follows, saying: "Rebuke the beasts of the reed." And he entreats that he rebuke also the gathering of the bulls, or, according to Symmachus, "the assembly of the mighty," and the heifers of the peoples; and the heifers of the peoples and the bulls among the Jews are the persecutors of the Word. The sequel of these deeds is added in the words, "that those approved with silver might be shut out," which Symmachus interpreted more clearly, saying: "To those who kick out the well-pleasing as a test of silver." For these bulls, and the heifers mentioned before, being energized by the beasts of the reed, make every effort to shut out the holy ones of God from the hope promised to them. And the holy ones of God are those approved with silver. For just as "the oracles of the Lord are pure, silver tried in the fire," so also the men of God are approved like silver; therefore they say: "You have tested us, O God, you have tried us as silver is tried." The beasts of the reed, then, and the gathering of the bulls, and the heifers of the peoples, hasten to shut out from the hope promised to them those approved with silver. Or, according to Symmachus, "They kick out these very ones who are well-pleasing as a test of silver." So that those mentioned before might not become a hindrance to the holy ones of God, it has been necessarily said:
«Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου, ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν.» Καὶ ἄλλως ταύρους νοήσεις τοὺς Ἰουδαίων ἄρχοντας· δαμάλεις δὲ αὐτῶν τὰς ὑπὸ τούτους συναγωγὰς καὶ τοὺς λαοὺς τοὺς ἐπισυστάντας κατὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν. Μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ ἐξ αὐτοῦ προσώπου τοῦ Σωτῆρος ἐν καʹ ψαλμῷ φωνὴ φάσκουσα· «Ὅτι ἐκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν.» Δι' ὧν ᾐνίττετο τοὺς ἄρχοντας τοῦ Ἰουδαίων λαοῦ καὶ τὰ ὑπ' αὐτοὺς πλήθη τὰ ἐπισυστάντα κατ' αὐτοῦ. «Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» Τὰ μὲν ἀνώτερα περὶ τῶν ἀντικειμένων δυνάμεων, καὶ περὶ τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἐδηλοῦτο, τὰ δὲ προκείμενα περὶ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσι πολεμίων τῆς Ἐκκλησίας. Ἐπειδὴ γὰρ ἑώρα τὸ Πνεῦμα τὸ ἅγιον τοὺς ἐν ἀπιστίᾳ ἀπομείναντας τῶν ἐθνῶν ἐπαναστησομένους τοῖς πιστοῖς, καὶ διωγμοὺς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ κινήσοντας, ἀναγκαίως καὶ περὶ τούτου εὔχεται λέγον·
Rebuke the beasts of the reed, the congregation of bulls among the heifers of the peoples." And in another sense you will understand the bulls to be the rulers of the Jews, and the heifers to be the congregations subject to them and the peoples who rose up together at the passion of our Savior. The voice of the Savior from his own person in the twenty-first psalm bears witness to this statement, saying: "For many calves encircled me, fat bulls surrounded me. They opened their mouth against me." By these things he hinted at the rulers of the Jewish people and the multitudes subject to them that rose up together against him. "Scatter the nations that desire wars." The earlier words were making clear the things concerning the opposing powers and concerning the rulers of the Jewish nation, but the words now before us concern the enemies of the Church among the remaining nations. For since the Holy Spirit saw that those of the nations who remained in unbelief would rise up against the faithful and stir up persecutions against the Church of God, he necessarily prays also concerning this, saying:
«Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» Δια σκορπιζομένων γὰρ τούτων, ἡ χάρις ἡ εὐαγγελικὴ χώραν ἕξει. Ἤμελλε τοῦ ἐνεργεῖν καὶ ἐξ αὐτῶν πρώτων ἄρχεσθαι τῶν καθ' ὑπερβολὴν εἰδωλολατρῶν. Αἰγύπτιοι δὲ ἦσαν οἱ πάντων ἀνθρώπων καὶ πάντων ἐθνῶν δεισιδαιμονέστατοι. Διὸ ἑξῆς ἐπιλέγει· «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου.» Κατὰ δὲ τὸν Ἀκύλαν, «Οἴσουσιν ἐσπευσμένως ἐξ Αἰγύπτου·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἐλθέτωσαν ἐκφάναντες οἱ ἐξ Αἰγύπτου.» Καὶ τὸ μὲν πάντων εἰδωλολατρῶν γένος διὰ τῶν ἐλευσομένων ἐξ Αἰγύπτου καὶ διαβησομένων ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν δεδήλωται· διὰ δὲ τοῦ ἑξῆς ἐπιλεγομένου· «Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ,» τὰ ἄκρα τῆς τῶν ἀνθρώπων οἰκουμένης. Σημαίνει γὰρ ὁ λόγος, ὡς ἄρα ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν ἀπ' ἀνατολῆς ἡλίου μέχρι δυσμῶν ἥξουσιν, κατὰ τὸ φάσκον ἐν ἑτέροις λόγιον· «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.» Κατὰ δὲ τὸν Ἀκύλαν· «Αἰθίοψ, φησὶ, δρομώσει χεῖρα αὐτοῦ τῷ Θεῷ·» κατὰ δὲ τὸν Σύμμαχον· «Αἰθιοπία σπευσάτω διδοῦσα χεῖρα τῷ Θεῷ.» Ἔστι δὲ καὶ κατὰ τὴν ἱστορίαν τοῦτο πεπληρῶσθαι φάναι ἐπὶ τοῦ Αἰθίοπος, οὗ μέμνηνται τῶν ἀποστόλων αἱ Πράξεις. Σχεδὸν γὰρ προέφθασεν οὗτος τὰ λοιπὰ ἔθνη, καταξιωθεὶς πρὸ πάντων τῆς γνώσεως τοῦ Σωτῆρος.
Scatter the nations that desire wars." For when these are scattered, the grace of the gospel will have room. He was about to begin the work even from these first, from those who were idolaters beyond measure. And the Egyptians were the most superstitious of all men and all nations. Therefore he adds next: "Ambassadors shall come out of Egypt." And according to Aquila, "They shall bring hastily out of Egypt"; and according to Symmachus, "Let those from Egypt come, making manifest." And the whole race of idolaters is indicated through those who will come out of Egypt and pass over to the knowledge of God; and through what is added next: "Ethiopia shall quickly stretch out her hand to God," the farthest ends of the inhabited world of men. For the word signifies that from all the nations, from the rising of the sun to its setting, they shall come, according to the saying in other oracles: "All the ends of the earth shall remember and turn to the Lord, and all the families of the nations shall worship before him." And according to Aquila: "The Ethiopian," he says, "shall run, stretching out his hand to God"; and according to Symmachus: "Let Ethiopia hasten, giving her hand to God." And it is possible to say that this was also fulfilled in history in the case of the Ethiopian whom the Acts of the Apostles mention. For he came near to preceding the rest of the nations, having been deemed worthy before all of the knowledge of the Savior.
Ὅπως δὲ καὶ πρέσβεις ἦλθον ἐξ Αἰγύπτου κατὰ τὴν ἱστορίαν, πάλιν αἱ Πράξεις τῶν ἀποστόλων δηλοῦσιν, ἐν αἷς εἴρηται, ὡς ἄρα κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς τὸ Πνεῦμα τὸ ἅγιον ἐπλήρωσε τὸν οἶκον ἔνθα ἦσαν οἱ ἀπόστολοι, ἐκάθισέ τε ἐπὶ τοὺς παρόντας ἅπαντας· ἐν οἷς ἦσαν Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην. Οὗτοι δὴ οὖν πάντες ὡσπερεὶ πρέσβεις ἐτύγχανον τῶν ἐθνῶν, τῆς τοῦ ἁγίου Πνεύματος ἀπαρχῆς κατηξιωμένοι. Ἀλλὰ γὰρ μετὰ τοὺς ἐξ Αἰγύπτου, καὶ μετὰ τὴν προφθάσασαν Αἰθιοπίαν, ἑξῆς αἱ λοιπαὶ βασιλεῖαι τῆς γῆς καλοῦνται, δηλαδὴ καὶ τὰ ὑπὸ ταύταις ἔθνη. Διὸ ἐπιλέγεται· «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.» Ἃ καὶ οὐδ' ἄλλως ἢ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας τέλους ἐτύγχανεν. Οὐκ ἔστιν οὖν ἔθνος, οὐ χώρα, οὐ γένος ἀνθρώπων, οὐ βασιλεία καθ' ὅλης τῆς οἰκουμένης, ἔνθα οὐχὶ λαοὶ τῷ Θεῷ συστάντες τὸ κέλευσμα ἀποπληροῦσιν. Πάλιν δὲ κἀνταῦθα ᾄδειν μὲν προστάττει τῷ Θεῷ, ψάλλειν δὲ τῷ Κυρίῳ οὐχ ἵνα τοῦ τετραγράμμου, τῷ δὲ κοινοτέροις στοιχείοις δηλουμένῳ ὀνόματι. Καὶ ἵνα σαφέστερον γνῶμεν τίς ποτε ἦν οὗτος ὁ Κύριος, ἐπισυνάπτει λέγων ἑξῆς· «Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς·» σφόδρα ἀκολούθως· ἐπειδὴ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο·
But that ambassadors also came from Egypt according to the history, the Acts of the Apostles again makes clear, in which it is said that on the day of Pentecost the Holy Spirit filled the house where the apostles were, and sat upon all those present; among whom were Parthians and Medes and Elamites and those dwelling in Mesopotamia, and Judea and Cappadocia, Pontus and Asia, Phrygia and Pamphylia, Egypt and the parts of Libya toward Cyrene. All these, then, happened to be, as it were, ambassadors of the nations, having been deemed worthy of the firstfruits of the Holy Spirit. But indeed after those from Egypt, and after Ethiopia which came first, in order the remaining kingdoms of the earth are called, namely also the nations under them. Therefore it is added: "The kingdoms of the earth, sing to God, sing praises to the Lord." And these things attained their fulfillment in no other way than through the teaching of our Savior alone. There is, then, no nation, no country, no race of men, no kingdom throughout the whole inhabited world, where peoples gathered to God do not fulfill the command. And again here he commands to sing to God, and to sing praises to the Lord—not to the name indicated by the four letters, but by the more common letters. And so that we may know more clearly who this Lord ever was, he adds, saying next: "To him who rides upon the heaven of heavens toward the east"—very consistently; for since it had been said in the preceding words:
«Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ·» ἀκολούθως διὰ τῶν μετὰ χεῖρας οὐκέτι ἐπιβεβηκέναι αὐτὸν ἐπὶ δυσμῶν φησιν, ἀλλ' ἐπὶ τὸν οὐρανὸν κατ' ἀνατολάς. Ἔδει γὰρ ἡμᾶς, τὴν κάθοδον αὐτοῦ προμεμαθηκότας, καὶ τὴν ἐπάνοδον διδαχθῆναι. Ἡ μὲν οὖν κάθοδος διὰ τοῦ καλύπτειν αὐτοῦ τὰ φῶτα τῆς θεότητος ἐπὶ δυσμῶν ἐγίνετο· ἡ δὲ ἄνοδος ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ' ἀνατολὰς διὰ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀποκατάστασιν. Νοήσεις δὲ τὸ λελεγμένον ἐκ τοῦ κατὰ τὸν ἥλιον παραδείγματος. Ὥσπερ γὰρ ὁ ἥλιος, κατὰ δυσμὰς γενόμενος, τὴν ἀφανῆ πορείαν ποιεῖται, εἶτ' ἐπὶ τὸν ἀνατολικὸν ὁρίζοντα καταντήσας, εὐθὺ τοῦ οὐρανοῦ φέρεται τὰ σύμπαντα φωτίζων καὶ λαμπρὰν ἡμέραν ἐργαζόμενος, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ δηλούμενος ἐνταῦθα Κύριος, τὴν ἀποδοθεῖσαν κατάδυσιν ποιησάμενος κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τοῦ θανάτου, τὴν χώραν διαπορευθεὶς, μετὰ ταῦτα λέγεται ἀναβεβηκέναι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ' ἀνατολάς. Κατὰ δὲ τὸν Ἀκύλαν, «Τῷ
Make a way for him who has mounted upon the west; the Lord is his name." Consequently, through what follows he no longer says that he has mounted upon the west, but upon the heaven toward the east. For it was necessary that we, having first learned of his descent, be also taught of his return. His descent, then, took place toward the west by his veiling the lights of his divinity; but his ascent to the heaven of heaven toward the east was through his glorious restoration into the heavens. And you will understand what has been said from the example of the sun. For just as the sun, when it has come to the west, makes its unseen journey, and then, arriving at the eastern horizon, is borne straightway through the heaven, illuminating all things and producing a bright day, in the same way also the Lord indicated here, having made the descent assigned to him at the time of his passion and death, and having passed through the region, is said thereafter to have ascended to the heaven of heaven toward the east. But according to Aquila, "To him who
ἐπιβεβηκότι ἐν οὐρανῷ οὐρανοῦ ἀρχῆθεν·» Κατὰ δὲ τὸν Σύμμαχον, «Τῷ ἐποχουμένῳ ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ ἐκ πρώτης,» εἴρηται. Τὸ δὲ, «ἐκ πρώτης» καὶ, «ἀρχῆθεν,» νοήσεις αὐτοῦ λέγοντος ἀκούων τοῦ Σωτῆρος· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως, δότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ.» Γνώρισμα τοῦ δηλωθέντος Κυρίου παραδίδωσι λέγων· «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Ἐντεῦθεν οὖν ἀληθῶς ἐστι χαρακτηρίσαι τὴν ἀρετὴν «τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν» Θεοῦ Λόγου, ἐκ τοῦ τὴν φωνὴν αὐτοῦ μὴ ὁμοίαν εἶναι ἀνθρώποις, δυνάμεως δὲ πεπληρῶσθαι θείας. «Δώσει» γὰρ, φησὶ, «τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Καὶ ἀνωτέρω δὲ ἐλέγετο· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἐπειδὴ γὰρ ἡ φωνὴ αὐτοῦ πεπλήρωτο δυνάμεως, εἰκότως καὶ τοῖς εὐαγγελιζομένοις τὸ περὶ αὐτοῦ κήρυγμα ἐδίδου ῥῆμα σὺν δυνάμει πολλῇ. Παρίστησι δὲ τὸ ἔργον τὴν δύναμιν. Ψιλῇ γὰρ φωνῇ τοῖς αὑτοῦ μαθηταῖς εἰπών· «Δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων,» δυνάμει τὸ ἔργον ἐποίει· καὶ πάλιν ἐντειλάμενος αὐτοῖς καὶ εἰπών· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου,» ἔργῳ τὴν δύναμιν ἐδείκνυ· καὶ αὖθις εἰπών· «Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι,» τοῦ λόγου τὴν δύναμιν αὐτοῖς ἔργοις παρεῖχεν ὁρᾷν· καὶ ἄλλοτε φήσας· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,» αὐτῷ πράγματι τὴν δύναμιν παρεστήσατο.
who has mounted upon the heaven of heaven from the beginning." And according to Symmachus, it is said, "To him who rides upon the heaven of heaven from the first." And you will understand "from the first" and "from the beginning" when you hear the Savior himself saying: "Father, glorify me with the glory which I had with you before the world was." "Behold, he will give his voice a voice of power; give glory to God upon Israel." He delivers a distinguishing mark of the Lord who was indicated, saying: "Behold, he will give his voice a voice of power." From this, then, it is truly possible to characterize the virtue of the God-Logos "who in the beginning was with God," from the fact that his voice is not like that of humans, but is filled with divine power. For "he will give," he says, "his voice a voice of power." And above it was also said: "The Lord will give a word to those who proclaim good news with great power." For since his voice was filled with power, fittingly he also gave to those who proclaim the good news the preaching concerning him—a word with great power. And the deed confirms the power. For having said to his own disciples with a bare voice, "Come, follow me, and I will make you fishers of men," he accomplished the deed with power; and again, having commanded them and said, "Go, make disciples of all the nations in my name," he demonstrated the power by deed; and again, having said, "It is necessary that the Gospel of the kingdom be preached in the whole inhabited world as a testimony to all the nations," he granted them to see the power of the word through the deeds themselves; and at another time, having said, "Upon this rock I will build my Church, and the gates of Hades shall not prevail against it," he established the power by the very fact.
Τὸν αὐτὸν οὖν τρόπον καὶ τοῖς λοιποῖς ἅπασι τοῖς τῆς διδασκαλίας αὐτοῦ ῥήμασι συγκεκραμένην εὕροις ἂν τὴν θεϊκὴν δύναμιν. Οὗ χάριν εἴρηται· «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Ἀλλὰ γὰρ ταῦτα παιδεύσας, ἑξῆς παρακελεύεται φάσκων· «Δότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ· ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.» Τὸ μὲν οὖν, «Δότε δόξαν τῷ Θεῷ,» πᾶσιν εἴρηται τοῖς κεκλημένοις ὑπὸ τὴν σωτήριον πίστιν· Τὸ δὲ, «ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ,» σημαίνει τοὺς ἐξ Ἰσραὴλ γενομένους τῆς θεότητος αὐτοῦ κήρυκας, ἀποστόλους δηλαδὴ καὶ εὐαγγελιστὰς, παρ' οἷς ἡ μεγαλοπρέπεια αὐτοῦ ἐγνωρίζετο· οὕτω τῆς θεότητος αὐτοῦ καλουμένης. Διὸ λέλεκται ἐν ἑτέροις· «Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Ὅτι δὲ οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα· καὶ ὡς οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ· οὐδὲ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, διδάσκει σαφῶς ὁ Ἀπόστολος. Ἐπὶ τὸν Ἰσραὴλ τοίνυν ἡ μεγαλοπρέπεια αὐτοῦ· ἀλλὰ καὶ «ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις·» περὶ ὧν Ἡσαΐας θεσπίζει λέγων· «Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι μὴ βρέξαι ἐπὶ τὸν ἀμπελῶνα ὑετόν.» Ἐδήλου δὲ ἄρα τοὺς προφήτας καὶ τοὺς τῶν θείων μαθημάτων διδασκάλους, οἳ τῇ τοῦ Πνεύματος χορηγίᾳ τὸν οὐράνιον ὑετὸν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὥσπερ ἐν χώραις ἀγαθαῖς ἐπήρδευον. Οὕτως οὖν καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.
In the same way, then, you would find the divine power mingled also with all the remaining words of his teaching. For this reason it is said: "Behold, he will give to his voice a voice of power." But having taught these things, he next exhorts, saying: "Give glory to God upon Israel; his magnificence and his power are in the clouds." Now the phrase "Give glory to God" is spoken to all who have been called to the saving faith; but "his magnificence is upon Israel" signifies those who came from Israel to be heralds of his divinity, namely apostles and evangelists, among whom his magnificence was made known—for so his divinity is called. Therefore it is said elsewhere: "For your magnificence has been lifted up above the heavens." But that not all who are from Israel are Israel, nor that all who are the seed of Abraham are children; and that the children of the flesh are not these the children of God; nor is the Jew who is visible a Jew, nor is the circumcision in the flesh visible, but the Jew who is in secret, and circumcision of the heart in spirit, not in letter—the Apostle clearly teaches. Upon Israel, then, is his magnificence; but also "his power is in the clouds," concerning which Isaiah declares, saying: "And I will command the clouds not to rain rain upon the vineyard." And he was indicating the prophets and the teachers of divine teachings, who by the provision of the Spirit watered the heavenly rain upon the souls of men as upon good lands. In this way, then, his power is also in the clouds.
«Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ,» ἑτέροις οὖσι παρὰ τοὺς προωνομασμένους προφήτας καὶ ἀποστόλους. Τίνες δ' ἂν εἶεν οὗτοι ἀλλ' οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν ἁγνείας καὶ ἁγιωσύνης ἠξιωμένοι; ἐν οἷς καὶ θαυμαστός ἐστιν ὁ Θεὸς, διδοὺς αὐτοῖς δύναμιν καὶ κραταίωσιν. Διὸ συνῆπται ἑξῆς· «Ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.» Πάλιν δὲ κἀνταῦθα δύναμιν ἀναγκαίως διδόναι λέλεκται τῷ ἁγίῳ λαῷ αὐτοῦ, ἵνα δύνηται λέγειν· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.» Ἔδει γὰρ, ὥσπερ τοῖς εὐαγγελιζομένοις δέδοτο ῥῆμα σὺν δυνάμει πολλῇ, οὕτω καὶ τῷ λαῷ αὐτοῦ κραταίωσιν καὶ δύναμιν παρέχειν, πρὸς τὸ δύνασθαι ἵστασθαι πρὸς τὰς
μεθοδείας τοῦ διαβόλου, καὶ λέγειν ὁμοίως Παύλῳ· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμός;» καὶ τὰ τούτοις παραπλήσια. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, ΤΩ ΔΑΥΙΔ. ΞΗʹ. «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Τέτταρές εἰσιν οἱ ἐπιγεγραμμένοι «Ὑπὲρ τῶν ἀλλοιωθησομένων·» δύο μὲν τοῦ Δαυῒδ, ὁ μετὰ χεῖρας καὶ ὁ νθʹ· τῶν δὲ υἱῶν Κορὲ εἷς, ὁ μδʹ, καὶ τοῦ Ἀσὰφ ὁμοίως ὁ οθʹ. Ἐπὶ πάντων δὲ ἀντὶ τοῦ, «Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» ὁ μὲν Ἀκύλας, «Ἐπὶ κρίνων,» ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, «Ὑπὲρ τῶν ἀνθῶν.» Ὁ μὲν οὖν μδʹ τὴν περὶ τοῦ Ἀγαπητοῦ προφητείαν περιεῖχε, τῆς τε ἐξ ἐθνῶν Ἐκκλησίας τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ἀλλοίωσιν· ὁ δὲ πεντηκοστὸς ἔνατος ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους καὶ τῶν ἀλλοφύλων ἐθνῶν τὴν ἐπὶ τὰ κάλλιστα μεταβολήν·
God is wonderful in his holy ones," who are others besides the prophets and apostles previously named. And who would these be but those from all the nations who have been deemed worthy of purity and holiness? In them also God is wonderful, giving them power and strength. Therefore it is joined immediately after: "The God of Israel himself will give power and strength to his people; blessed is God." And again here it is said that he necessarily gives power to his holy people, so that they may be able to say: "I can do all things in him who strengthens me." For it was fitting that, just as a word with great power had been given to those who proclaim the good news, so also he should provide strength and power to his people, so that they may be able to stand against the
schemes of the devil, and to say like Paul: "Who will separate us from the love of God? Tribulation, or distress, or persecution, or famine?" and the like. FOR THE END, FOR THOSE WHO WILL BE CHANGED, BY DAVID. 68. "Save me, O God, for the waters have come in even to my soul." There are four psalms inscribed "For those who will be changed": two by David, the one at hand and the fifty-ninth; one of the sons of Korah, the forty-fourth; and one of Asaph likewise, the seventy-ninth. In all of them, instead of "For those who will be changed," Aquila rendered "For the judges," and Symmachus "For the flowers." Now the forty-fourth contained the prophecy concerning the Beloved, and the change of the Church from the nations from worse things to better; and the fifty-ninth, the rejection of the nation of the Jews and the transformation of the foreign nations to the most excellent things.
ὁ δὲ οθʹ αὖθις τὴν τοῦ Ἰουδαίων ἔθνους ἀπόπτωσιν, καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν σημαίνει. Εἰκότως οὖν καὶ ὁ μετὰ χεῖρας, «Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» ἢ, «Ὑπὲρ τῶν ἀνθῶν,» κατὰ τὸν Σύμμαχον, ἢ, «Ἐπὶ κρίνων,» κατὰ τὸν Ἀκύλαν, ἐπιγέγραπται· ἐπειδὴ τὴν ἐπὶ τὸ χεῖρον ἀλλοίωσιν τοῦ ἐκ περιτομῆς λαοῦ καὶ αὐτὸς περιέχει, οὓς, κρίνα καὶ ἄνθη κατὰ καιρὸν ὀφθέντας, ἡ ἐπὶ τὰ χείρω διεδέξατο μεταβολή. Ἄνθεσι δὲ αὐ τοὺς παραβάλλει καὶ ὁ Ἡσαΐας λέγων· «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε·» δι' ὧν τὸ πρὸς βραχύν τινα χρόνον ἀνθῆσαν καὶ ὡραῖον ὀφθὲν τῆς σωματικῆς Ἰουδαίων θρησκείας χόρτῳ καὶ ἄνθεσιν ἀπεικάζει. Καὶ διὰ τῶν προκειμένων τοίνυν τὴν ἀλλοίωσιν καὶ τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν τῆς ἄνθης αὐτῶν παρίστησι προϊὼν ὁ λόγος ἐν οἷς φησι· «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,» καὶ τὰ ἑξῆς. Καὶ ἐπειδήπερ μακροῖς ὕστερον χρόνοις ταῦτα δι' ἔργων χωρεῖν ἔμελλον, ἀναγκαίως «Εἰς τὸ τέλος» προγέγραπται. Οὔτε δὲ ψαλμός ἐστιν, οὔτε ᾠδὴ, οὔτε ὕμνος, οὔτε τι τοιοῦτον· ἐπεὶ μηδὲ κατάλληλα ἦν τὰ ἐπιλεγόμενα τοιαύτῃ προγραφῇ. Διὸ εἴποις ἂν προφητείαν ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν διεξιόντος τὰ περὶ αὐτὸν συμβεβηκότα, προαναφώνησίν τε τῶν Ἰουδαίοις ἐπελθόντων μετὰ τὰ κατ' αὐτοὺς τετολμημένα. Ἀρχόμενος δ' οὖν ὁ Σωτὴρ, εὐχὴν ἀναπέμπει πρὸς τὸν Πατέρα λέγων·
But the seventy-ninth psalm again signifies the fall of the nation of the Jews and the incarnation of our Savior. Reasonably, then, the psalm at hand is also inscribed "For those who will be changed," or, according to Symmachus, "For the flowers," or, according to Aquila, "Upon lilies," since it also contains the change for the worse of the people of the circumcision, whom the change for the worse succeeded after they had appeared for a time as lilies and flowers. And Isaiah also compares them to flowers, saying: "All flesh is grass, and all its glory is as the flower of grass; the grass has dried up, and the flower has fallen off"—through which he likens the bodily religion of the Jews, which flourished for a short time and appeared beautiful, to grass and flowers. Therefore, through the words that follow, the discourse sets before us the change and the alteration for the worse of their flower, where it says: "Let their table become before them a snare and a recompense and a stumbling block. Let their eyes be darkened so that they do not see," and the rest. And since these things were to come to pass in deed after long times, "For the end" has necessarily been written beforehand. And it is neither a psalm, nor a song, nor a hymn, nor anything of that sort, since the words that follow were not suited to such a superscription. Therefore you might call it a prophecy spoken in the person of our Savior, recounting the things that happened concerning him, and a foretelling of the things that came upon the Jews after what they dared to do against him. So then, beginning, the Savior sends up a prayer to the Father, saying:
«Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Καί μοι δοκεῖ κατὰ λόγον ταῦτα τοῖς ἐν τῷ προλεχθέντι συνῆφθαι ψαλμῷ. Ἐν ἐκείνῳ μὲν γὰρ ἐλέγετο· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» ἐν τούτῳ δὲ, «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ἔδει γὰρ ἡμᾶς διδαχθῆναι πῶς εἰς τὴν Βασὰν κατῆλθεν ὁ Κύριος, ὅπερ ἐστὶν αἰσχύνη, καὶ πῶς ἔλεγεν, «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Διὸ δὴ ταῦτα αὐτὰ διὰ τῶν προκειμένων παρίστησι· περὶ μὲν τῆς αἰσχύνης προϊὼν καὶ λέγων· «Ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου·» καὶ αὖθις· «Σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου·» περὶ δὲ τοῦ βυθοῦ τῆς θαλάσσης τὸ, «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ταῦτα γὰρ πλείστην ἔχοι ἂν ἀκολουθίαν πρὸς τὰ ἐν τῷ πρὸ τούτου ψαλμῷ λελεγμένα· ἐν τῷ, «Εἶπεν ὁ Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἐπειδὴ ἐν ἐκείνῳ αὐτὸς ἦν ὁ Κύριος ὁ ταῦτα λέγων· ἔπειτα καὶ νῦν τὸν αὐτὸν εἶναι ἡγεῖσθαι τὸν τὰ προκείμενα διεξιόντα. Αὐτὸς τοιγαροῦν, ὃν οὐδ' ἕτερον εἶναι ἢ τοῦ Θεοῦ Λόγον διὰ τῶν ἔμπροσθεν παρεστήσαμεν, εὐχὴν ἀναπέμπει τῷ Πατρὶ, ἰδιοποιούμενος τὰ καθ' οὗ ἀνείληφεν
Save me, O God, for the waters have come in even to my soul." And it seems to me that these words are reasonably connected with those in the previously mentioned psalm. For in that one it was said: "The Lord said: I will return from Bashan, I will return from the depths of the sea"; but in this one: "I came into the depths of the sea, and the storm drowned me." For it was necessary that we be taught how the Lord descended into Bashan, which is shame, and how he said, "I will return from the depths of the sea." Therefore he sets forth these very things through the words at hand: concerning shame, going on and saying, "Because for your sake I bore reproach; shame has covered my face"; and again: "You know my reproach and my shame and my confusion"; and concerning the depth of the sea: "Save me, O God, for the waters have come in even to my soul. I am sunk in the mire of the deep, and there is no standing. I came into the depths of the sea, and the storm drowned me." For these things would have the greatest consistency with what was said in the psalm before this one: in the words, "The Lord said: I will return from Bashan, I will return from the depths of the sea." Since in that psalm he himself was the Lord who says these things, then also now we should consider that the same one is the one who recounts the words at hand. He, therefore, whom we have shown by the preceding words to be no other than the Word of God, sends up a prayer to the Father, appropriating to himself the things against which he took up
ἀνθρώπου πάθη· διό φησι· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς προσεφώνει φάσκων· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ·» εἶθ' ἑξῆς τὴν ἅμα ἀνθρώποις διατριβὴν αὐτοῦ παρίστησι λέγων· «Καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Καὶ τῶν μαθητῶν δὲ αὐτοῦ καὶ τῶν ἀποστόλων τὴν κλῆσιν ἐδήλου ἐν τῷ, «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Εἶθ' ἑξῆς εἰς τὸν θάνατον αὐτοῦ κάθοδον καὶ τὴν διέξοδον τὴν ἐντεῦθεν ἐδίδασκεν ἐν τῷ, «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» καὶ ἐν τῷ, «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» ἐπὶ πᾶσι δὲ τούτοις τὴν εἰς οὐρανοὺς ἐπάνοδον αὐτοῦ διὰ τοῦ αὐτοῦ ἐδήλου λέγων· «Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ' ἀνατολάς.» Ταῦτα μὲν οὖν ἐν ἐκείνοις· διὰ δὲ τῶν προκειμένων τὰ ὡς ἐν παραδρομῇ τότε λελεγμένα πλατύνει, δεικνὺς ὅπως λέλεκτο· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου,» καὶ τὸ, «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ταῦτα γὰρ εἰς πλάτος ἐπὶ τοῦ παρόντος διεξέρχεται λέγων· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με.» Πειρασμοὺς δὲ καὶ διωγμοὺς καὶ ἐπαναστάσεις ἀσεβῶν ἀνδρῶν ὕδατα καλεῖν εἴωθεν ὁ Λόγος·
the sufferings of a man; therefore he says: "Save me, O God, for the waters have come in even to my soul. I am sunk in the mire of the deep, and there is no standing. I have come into the depths of the sea, and a storm has drowned me." The psalm before this one, then, addressed him, saying: "Make a way for him who has mounted upon the west, the Lord is his name;" and then next it sets forth his dwelling together with men, saying: "And rejoice before him, the father of orphans and judge of widows." And it indicated the calling of his disciples and apostles in the words, "The Lord will give a word to those who proclaim good tidings with great power." And then next it taught his descent into death and the departure from here in the words, "And the departures of death belong to the Lord of lords;" and in the words, "The Lord said: I will return from Bashan, I will return from the depths of the sea;" and after all these it indicated his return into the heavens through the same, saying: "Sing to God, who has mounted upon the heaven of heaven toward the east." These things, then, are in those psalms; but through the present passage he expands what was then said, as it were, in passing, showing how it was said: "And the departures of death belong to the Lord of lords," and, "The Lord said: I will return from Bashan, I will return from the depths of the sea." For these things he now sets forth at length, saying: "Save me, O God, for the waters have come in even to my soul. I am sunk in the mire of the deep, and there is no standing. I have come into the depths of the sea, and a storm has drowned me." But temptations and persecutions and uprisings of impious men the Word is accustomed to call waters.
Οὕτω γοῦν εἴρηται ἀλλαχοῦ· «Τὸν χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ ἀνυπόστατον.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ ἐδίδασκε τοῦτο λέγων· «Κατέβη ἡ βροχὴ, ἦλθον οἱ ποταμοὶ, ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.» Καὶ διὰ τῶν προκειμένων τοίνυν τοὺς πειρασμοὺς καὶ τὰς κατ' αὐτοῦ ἐπιβουλὰς, ὕδατα ὀνομάζων εἰσεληλυθέναι ἕως τῆς ψυχῆς αὐτοῦ διδάσκει. Ἐπὶ μὲν οὖν τοῦ Ἰὼβ, καίπερ ὄντος ἀθλητοῦ γενναίου, γέγραπται εἰρηκὼς ὁ Θεὸς τῷ πειράζοντι· «Ἰδοὺ πάντα ὅσα ὑπάρχει αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον.» Ἐνταῦθα δὲ τὴν ψυχὴν αὐτὴν ὁ πειράζων πειράζει, ἥτις ποτὲ ἦν αὕτη, ἧς μέμνητο καὶ αὐτὸς λέγων· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν·» καὶ πάλιν· «Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων μου·» καὶ, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ, «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Ὅθεν καὶ νῦν φησιν· «Ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου·» κατὰ δὲ τὸν Σύμμαχον· «Ὅτι ἐπῆλθεν ὕδατα ἕως ψυχῆς μου.» Εἶτα ἐπιλέγει· «Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἐβαπτίσθην εἰς ἀπεράντους καταδύσεις, καὶ οὐκ ἔστι στάσις,» ἡρμήνευσε· σφόδρα ἀκολούθως. Ἔνθα γὰρ οὐκ ἦν στάσις ἑτέροις, διὰ τὸ πάντας τοὺς αὐτόθι κατελθόντας ὀλίσθῳ περιπεσεῖν καὶ κατασύρεσθαι ὑπὸ τῶν τοῦ θανάτου ῥευμάτων, ἐνταῦθα καὶ αὐτὸς ἦλθον, ὁπηνίκα εἰς τὰ βάθη τῆς θαλάσσης ἐλήλυθα·
Thus, then, it is said elsewhere: "Our soul has passed through the torrent; indeed, our soul has passed through the water that cannot stand." And the Savior himself taught this, saying: "The rain descended, the rivers came, the winds blew, and they beat against that house, and it did not fall, for it was founded on the rock." And so through the things set before us, naming the trials and the plots against him as waters, he teaches that they have come in even to his soul. In the case of Job, then, although he was a noble athlete, it is written that God said to the one who was tempting him: "Behold, all that he has I give into your hand; only guard his soul." But here the tempter tempts the soul itself—that soul which it once was, of which he himself also made mention, saying: "No one takes my soul from me; I have authority to lay it down, and I have authority to take it up again"; and again: "I lay down my soul for my sheep"; and, "Now my soul is troubled"; and, "My soul is deeply grieved even to death." Hence also now he says: "For waters have come in even to my soul"; and according to Symmachus: "For waters have come upon me even to my soul." Then he adds: "I am sunk in the mire of the deep, and there is no standing"; and according to Symmachus: "I was baptized into boundless depths, and there is no standing"—he interpreted very consistently. For where there was no standing for others, because all who went down there fell into slipping and were swept away by the streams of death, there I too came, when I had come into the depths of the sea.
ἢ, κατὰ τὸν Σύμμαχον, «Εἰσῆλθον εἰς τὰ βάθη τῶν ὑδάτων, καὶ ῥεῖθρον ἐπέκλυσέ με.» Καὶ τὰ παραπλήσια δὲ τούτοις καὶ Ἰωνᾶς ὁ προφήτης ἀπὸ τῆς κοιλίας τοῦ κήτους ἀναγέγραπται ηὐγμένος. Λέγει δ' οὖν καὶ αὐτός· «Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη. Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι.» Διόπερ τῷ παραδείγματι τοῦ Ἰωνᾶ κέχρηται ὁ Σωτὴρ πρὸς τοὺς αἰτήσαντας αὐτὸν σημεῖον, εἰπών· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς
τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.» Καρδίαν δὲ γῆς τὰ ἐνταῦθα λεγόμενα βάθη θαλάσσης ὀνομάζει, τὰ τοῦ ᾅδου χωρία αἰνιττόμενος. Διὸ καὶ ἐν τῷ Ἰὼβ χρηματίζων ὁ αὐτὸς Κύριος τὰ ὅμοια παρίστη λέγων· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ὁρᾷς γὰρ ὅπως καὶ ἐν τούτοις πηγὴν θαλάσσης ὀνομάσας, καὶ προσθεὶς τὸ, «Ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας,» τὴν ἄβυσσον καὶ τὴν θάλασσαν τίνα ἐστὶ διασαφεῖ ἐπιλέγων· «Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Οὐκοῦν καὶ ἐν τοῖς προκειμένοις τὰ βάθη τῆς θαλάσσης τὰ τοῦ θανάτου χωρία αἰνίττεται, ἔνθα μόνος καταβὰς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν διεξῆλθεν. Διὸ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐλέγετο·
Or, according to Symmachus, "I entered into the depths of the waters, and a stream overwhelmed me." And the prophet Jonah also is recorded as having prayed from the belly of the sea-monster in words very similar to these. He too says: "Water was poured around me up to my soul; the last abyss encircled me. My head went down into the clefts of the mountains, I descended into the earth, whose bars are eternal holders." Therefore the Savior used the example of Jonah with those who asked him for a sign, saying: "An evil and adulterous generation seeks a sign, and no sign will be given to it except the sign of Jonah the prophet. For just as Jonah the prophet was in the belly of the sea-monster three days and three nights, so also will the Son of man be in the heart of the earth three days and three nights." By "heart of the earth" he names the depths of the sea spoken of here, hinting at the regions of Hades. Therefore the same Lord also, speaking in Job, presented similar things, saying: "Have you come to the spring of the sea, and have you walked in the footsteps of the abyss? The gates of death are opened to you with fear, and the gatekeepers of Hades, seeing you, cowered." For you see how in these words too, having named the spring of the sea and added, "and you walked in the footsteps of the abyss," he makes clear what the abyss and the sea are by adding: "The gates of death are opened to you with fear, and the gatekeepers of Hades, seeing you, cowered." Therefore in the present passage too he hints that the depths of the sea are the regions of death, where our Savior and Lord alone descended and passed through. Therefore in the psalm before this one it was said:
«Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» καὶ πάλιν· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἀντὶ δὲ τοῦ· «Καὶ καταιγὶς κατεπόντισέ με,» ὁ μὲν Ἀκύλας, «Καὶ ῥοῦς ἐπέκλυσέ με·» ὁ δὲ Σύμμαχος, «Καὶ ῥεῖθρον ἐπέκλυσέ με,» ἡρμήνευσεν. Εἰκὸς γὰρ περὶ αὐτὸν γεγονέναι τὰς ἀντικειμένας δυνάμεις, ὅτε, ἐπιβὰς τῇ θαλάσσῃ, συνέτριβε τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Διὸ καὶ ἐν τῷ πρὸ τούτου ἐλέγετο ψαλμῷ· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς τῶν ἐχθρῶν αὐτοῦ.» Οὐ γὰρ ἂν ἄλλως διεξεληλύθει τὰς διεξόδους τοῦ θανάτου ἢ συνθλάσας τὰς κεφαλὰς τῶν αὐτόθι ἐχθρῶν αὐτοῦ. Ἐὰν δέ τις ταῦτα νομίζῃ λέγειν τὸν Δαυῒδ διὰ τὸ πολλοῖς περιπεπτωκέναι πειρασμοῖς, ἐπιστησάτω πῶς οἷόν τε ἦν τῷ Δαυῒδ ἁρμόζειν τὸ λέγειν· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» ἢ τὸ, «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον, Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλήσια συναγαγών τις ἑαυτῷ, εὕροι ἂν οὐδαμῶς ἁρμόζοντα τῷ τοῦ Δαυῒδ προσώπῳ. Τὴν δέ γε ἐπὶ τὸν ἡμέτερον Σωτῆρα ἑρμηνείαν πιστώσεται σφραγῖσιν ἀναμφιλέκτοις ἡ τῶν ἱερῶν Εὐαγγελίων μαρτυρία, ἀπό τε τοῦ παρατεθέντος τοῦ Ἰωνᾶ παραδείγματος, καὶ ἀπὸ τοῦ λέγεσθαι ἐν τοῖς προκειμένοις, «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με·» ὅπερ αὐτολεξεὶ μεμαρτύρηται εἰς αὐτὸν πεπληρωμένον ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ἐν ᾧ γέγραπται·
And the goings out of death belong to the Lord, the Lord"; and again: "The Lord said, I will return from Bashan, I will return from the depths of the sea." Instead of "And a storm overwhelmed me," Aquila rendered it, "And a river flooded over me"; and Symmachus, "And a stream flooded over me." For it is likely that the opposing powers came upon him when, having stepped upon the sea, he crushed the heads of the dragons upon the water. Therefore also in the psalm before this it was said: "And the goings out of death belong to the Lord, the Lord. But God shall crush the heads of his enemies." For he would not otherwise have passed through the goings out of death than by crushing the heads of his enemies there. But if anyone thinks that David says these things because he fell into many temptations, let him consider how it could be fitting for David to say, "They gave gall for my food, and for my thirst they gave me vinegar to drink"; or, "Let their table become a snare before them, and a recompense, and a stumbling block; let their eyes be darkened so that they do not see, and bend down their back continually." And if one gathers to himself the rest of the things similar to these, he would find them in no way fitting the person of David. But the interpretation applied to our Savior will be confirmed by unmistakable seals through the testimony of the holy Gospels, both from the example of Jonah that was cited and from what is said in the preceding passages, "For zeal for your house has consumed me," which is testified in the Gospel according to John to have been fulfilled in him word for word, in which it is written:
«Καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, καὶ εὗρεν ἐν τῷ ἱερῷ πρόβατα πωλοῦντας καὶ βόας καὶ περιστεράς.» Εἶθ' ὡς ἤλασε τούτους εἰπών· «Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου,» ἐπιλέγει ὁ εὐαγγελιστής· «Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Ἀλλὰ καὶ τὸ, «Ἔδωκαν εἰς βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος,» ἐν τοῖς μετὰ χεῖρας κείμενον, ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν μεμαρτύρηται λελεγμένον, κατὰ τὸν Ἰωάννην, φήσαντα· «Μετὰ ταῦτα ἰδὼν ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται ἤδη, ἵνα πληρωθῇ ἡ Γραφὴ, λέγει· Διψῶ. Λεκάνη ἔκειτο ὄξους μεστή· σπόγγον οὖν μεστὸν ποιήσαντες ὄξους μετὰ χολῆς, ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβεν ὁ Ἰησοῦς τὸ ὄξος μετὰ χολῆς, εἶπε· Τετέλεσται καὶ αὕτη ἡ Γραφὴ,» καὶ τὰ λοιπὰ δὲ εἰς πρόσωπον τοῦ Σωτῆρος ἡμῶν ἀναφερόμενα, σώζοι ἀναβίαστον τὴν ἑρμηνείαν. «Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με εἰς τὸν Θεόν μου.» Καὶ ταῦτα ἐν τῷ κατὰ Ἰωάννην ἐπληροῦτο Εὐαγγελίῳ· ἐν ᾧ εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραζε λέγων· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω·» αὖθις δὲ εἴρηται· «Ἰησοῦς δὲ ἔκραζε καὶ ἔλεγεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ' εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ
And Jesus went up to Jerusalem, and found in the temple those selling sheep and oxen and doves. Then, when he had driven them out, saying, "Take these things hence, make not my Father's house a house of merchandise," the evangelist adds: "His disciples remembered that it is written, The zeal of thy house hath eaten me up." But also the passage, "They gave me gall for my food, and in my thirst they gave me vinegar to drink," which lies before us, is testified to have been spoken in the person of our Savior, according to John, who said: "After this, Jesus, seeing that all things were now accomplished, that the Scripture might be fulfilled, saith, I thirst. A vessel full of vinegar was set there; so having filled a sponge with vinegar and gall, and put it on hyssop, they brought it to his mouth. When therefore Jesus had received the vinegar with gall, he said, It is finished, and this Scripture also," and the rest besides that are referred to the person of our Savior, may he preserve the interpretation inviolate. "I have labored with my crying, my throat is grown hoarse, my eyes have failed from hoping in my God." And these things were being fulfilled in the Gospel according to John, in which Jesus stood and cried, saying: "If any man thirst, let him come to me and drink"; and again it is said: "But Jesus cried and said, He that believeth in me believeth not in me, but in him that sent me. And he that seeth me seeth him that sent me. I am come a light into the world, that every one who
πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Καὶ ἐπὶ τοῦ Λαζάρου δὲ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπε· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις. Καὶ ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω.» Ἀλλὰ καὶ κατ' αὐτὸ τὸ πάθος ἱστορεῖ ὁ Ματθαῖος λέγων· «Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν, ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλεὶ, Ἠλεὶ, Λαμὰ Σαβαχθανεί.» Τότε μὲν οὖν συνὼν ἀνθρώποις, πάντας βοῶν παρεκάλει ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν αὐτοῦ διδασκαλίαν· καὶ τὸν τεταρταῖον δὲ νεκρὸν μετὰ μεγάλης ἀνεκαλεῖτο κραυγῆς. Ἀλλὰ καὶ περὶ τὴν ἐνάτην ὥραν τοῦ πάθους ἀνεβόα φωνῇ μεγάλῃ· καὶ μετὰ ταῦτα πάλιν· «Κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐῤῥάγησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν·» τὰ τοσαῦτα τῆς μεγάλης αὐτοῦ φωνῆς ἐνεργεῖν δυναμένης. Εἰ δὲ ἐπιστήσειέ τις, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐν ταῖς ἐκκλησίαις αὐτοῦ βοᾷ, σπεύδειν ἐπὶ τὸ ζωοποιὸν αὐτοῦ πόμα παρακαλῶν, καὶ τοὺς ταῖς πρὸς θάνατον ἁμαρτίαις νενεκρωμένους ἀνακαλούμενος·
who believes in me should not remain in darkness." And in the case of Lazarus too, lifting up his eyes to heaven, he said: "Father, I thank you that you have heard me. But I knew that you always hear me. And having said these things, he cried out with a loud voice: Lazarus, come out." But Matthew also records this at the very passion itself, saying: "And from the sixth hour darkness came over all the earth until the ninth hour. And about the ninth hour, Jesus cried out with a loud voice, saying: Eli, Eli, Lama Sabachthani." At that time, then, being with men, he called out to all, urging them to come and hasten to his teaching; and the four-days-dead corpse he recalled with a great cry. But also about the ninth hour of the passion he cried out with a loud voice; and after these things again: "Crying out with a loud voice, he gave up the spirit. And behold, the veil of the temple was torn in two, and the earth was shaken, and the rocks were split, and the tombs were opened, and many bodies of the saints who had fallen asleep were raised" — such great things being able to be wrought by his great voice. And if one should consider that from that time even until now, throughout the whole inhabited world, in his churches he cries out, urging them to hasten to his life-giving drink, and calling back those who have been made dead by sins unto death —
τῷ τε βοωμένῳ αὐτοῦ πάθει τὴν σύμπασαν οἰκουμένην μᾶλλον ἢ τότε Σιὼν, ἐπείπερ «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·» εἴσεται ὅπως ἐν τοῖς προκειμένοις ἐξ αὐτοῦ προσώπου εἴρηται τὸ, «Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου.» Τὸ γὰρ παράμονον αὐτοῦ τῆς βοῆς διὰ τούτων σημαίνει. Οὐ γὰρ ἅπαξ ποτὲ βοήσας παρῆλθεν· ἀλλ' ἀεὶ βοᾷ καὶ κέκραγεν εἰς τὰς πάντων ψυχὰς διὰ τῶν αὑτοῦ μαθητῶν· ἀεὶ δὲ καὶ πρὸς τὸν Πατέρα βοᾷ ὑπὲρ τῶν εἰς αὐτὸν πεπιστευκότων. Διὸ ἑξῆς ἐπιλέγει· «Ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.» Ἀντὶ δὲ τοῦ, «ἐξέλιπον,» ὁ Ἀκύλας, «Ἐτελέσθησαν, φησὶν, οἱ ὀφθαλμοί μου περιμένοντες τὸν Θεόν.» Ἐβόα δὲ καὶ ἐκεκράγει διὰ τὸ πλῆθος τῶν ἐχθρῶν αὐτοῦ· ὃ δὴ παρίστησι λέγων· «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν.» Εἰ δὲ σῶμα αὐτοῦ τυγχάνει ἡ Ἐκκλησία αὐτοῦ, κατὰ τὸν Ἀπόστολον, ὃς ἐδίδασκε λέγων· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους·» εἴποις ἂν τὰ μὲν ἀναγκαιότερα μέλη τοῦ σώματος, καὶ τὰ, ἵν' οὕτως εἴπω, αἰσθητήρια, τοὺς ἀναγκαίους εἶναι τοῦ λαοῦ· οἷον κεφαλὴν τοὺς ἡγουμένους, στόμα τοὺς διδασκάλους, καὶ τοὺς συνετοὺς ἀκροατὰς τὰ ὦτα, τοὺς ὀφθαλμοὺς τοὺς διορατικοὺς τῶν Γραφῶν, χεῖρας τοὺς πρακτικωτέρους, τούτοις τε ἀναλόγως τὰ λοιπὰ μέλη τοῦ σώματος, οἷς ἀκόλουθον εἴη νοεῖν τρίχας εἶναι τοῦ παντὸς τὰ πλήθη, καὶ τὸν περιττὸν ὄχλον φέροντας μέν τινα κόσμον ὅλῳ τῷ σώματι, μὴ μὴν ἀναγκαίαν τινὰ χρῆσιν ὁμοίαν τὰ λοιπὰ μέλη.
By his cry that is heard, the whole inhabited world rather than Zion at that time—since "their sound went out into all the earth, and their words to the ends of the inhabited world"—will know how in the preceding words there was spoken from his own person, "I have grown weary with crying, my throat has become hoarse." For by these words he signifies the constancy of his cry. For he did not cry out once and then pass by, but he always cries and calls out into the souls of all through his own disciples; and he always cries out to the Father on behalf of those who have believed in him. Therefore next he adds: "My eyes have failed from hoping in my God." And in place of "have failed," Aquila says, "My eyes have been finished, waiting for God." And he cried out and called aloud because of the multitude of his enemies; which indeed he sets forth, saying: "Those who hate me without cause have been multiplied beyond the hairs of my head." But if his Church is his body, according to the Apostle, who taught, saying: "But you are the body of Christ and members in part," you would say that the more necessary members of the body, and, so to speak, the senses, are those necessary for the people: for example, the head are the leaders, the mouth the teachers, and the ears the discerning hearers, the eyes those who see clearly into the Scriptures, the hands those more given to action, and analogously to these the remaining members of the body, to which it would follow to understand that the hairs are the multitudes of the whole, and the superfluous crowd, which brings a certain adornment to the whole body, yet not a necessary use like the remaining members.
Τῶν οὖν τοιούτων τριχῶν πολλῷ πλεῖστοι εἶεν ἂν οἱ ἀλλότριοι τῆς πίστεως, ἅτε δὴ τὴν πλατεῖαν καὶ τὴν εὐρύχωρον βαδίζοντες. Διὸ λέλεκται· «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν.» Δωρεὰν δὲ μισεῖν λέγονται οἱ οὐκ ἔχοντες αἰτίαν εἰπεῖν τοῦ μίσους, ὡς οἱ τὸν σωτήριον λόγον διώκοντες καὶ μηδὲν καταμέμφεσθαι αὐτῷ δυνάμενοι. Ἀντὶ δὲ τοῦ, «οἱ μισοῦντές με δωρεὰν,» ὁ Σύμμαχος, «Οἱ μισοῦντές με, φησὶν, ἀναιτίως.» Οὗτοι οὖν μᾶλλον ἐπλεόνασαν, φησὶν, ἢ αἱ τρίχες τῆς κεφαλῆς μου. Ἀλλὰ καὶ ἐκραταιώθησαν οἱ ἐχθροὶ αὐτοῦ οἱ διώκοντες αὐτόν. Ἴδοι γοῦν τις, καθ' ἕκαστον καιρὸν καθ' ὃν διώκειν συγχωροῦνται, κραταιουμένους καὶ ἐπαιρομένους, καὶ πολλὰ δυναμένους τοὺς ἐχθροὺς αὐτοῦ. Ἀδίκως δὲ αὐτὸν διώκουσιν οὗτοι, καὶ ἐμίσουν αὐτὸν δωρεάν. Μηδεμίαν γὰρ ἔχοντες ὑπόθεσιν ἔχθρας, μηδὲ αἰτίας εἰπεῖν εὐλόγους οἷοί τε δι' ἃς διώκουσιν, ὅμως ἀδίκως αὐτὸν διώκουσιν. Ὁ δὲ ὑπὲρ ὧν μὴ ἥρπασε, μηδὲ
Of such hairs, then, the strangers to the faith would be by far the most numerous, since they walk the broad and spacious way. Therefore it has been said: "Those who hate me without cause have multiplied beyond the hairs of my head." And those who are said to hate without cause are those who have no reason to state for their hatred, as are those who persecute the saving word and are able to find no fault in it. And in place of "those who hate me without cause," Symmachus says, "Those who hate me without reason." These, then, he says, have multiplied more than the hairs of my head. But also his enemies who persecute him have grown strong. Indeed, one may see that at each time when they are permitted to persecute, his enemies are strengthened and exalted and are able to do much. But they persecute him unjustly, and they hated him without cause. For having no ground for enmity, nor able to state reasonable causes for which they persecute him, nevertheless they persecute him unjustly. But he, for things he did not seize, nor
ἠδίκησε, κόλασιν ὑπέμεινεν. Εἰ γὰρ κατὰ νόμους προσήκει δίκην εἰσπράττεσθαι τοὺς ἠδικηκότας, οὔτε δὲ αὐτὸς οὔτε οἱ αὐτοῦ γνήσιοι μαθηταὶ ἥλωσάν ποτε ἐπὶ παρανομίᾳ· εἰκότως φησίν· «Ἃ οὐχ ἥρπασα τότε ἀπετίννυον.» Καὶ κατὰ τὸν καιρὸν δὲ τοῦ πάθους αὐτοῦ δωρεὰν ἔπασχε, καὶ ὑπὲρ ὧν μὴ ἠδικήκει τιμωρίαν ἐδίδου. Διὸ καὶ τότε ἔλεγεν· «Ἃ οὐχ ἥρπαζον τότε ἀπετίννυον·» ἢ, κατὰ τὸν Ἀκύλαν· «Ἃ οὐκ ἐβιασάμην τότε ἐπέστρεφον.» «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου.» Ὥσπερ ἀνεγκλήτως ὁ θεῖος Ἀπόστολος μωρὸν τοῦ Θεοῦ ὠνόμασε τὸ πάθος τοῦ Σωτῆρος, καὶ ἀσθένειαν τὸν σταυρὸν, εἰπών· «Ἐσταυρώθη ἐξ ἀσθενείας·» καὶ πάλιν· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν· ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων·» οὕτω καὶ νῦν οὐκ ἂν ἁμάρτοις τὴν ἐνταῦθα λεγομένην ἀφροσύνην παραπλησίως νοήσας τῇ ὀνομασθείσῃ παρὰ τῷ Ἀποστόλῳ μωρίᾳ. Ἀλλὰ καὶ ὥσπερ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, ἐπείπερ ἐξαίρετοί τινές εἰσιν οἱ τῆς τοῦ Θεοῦ γνώσεως κατηξιωμένοι· οὕτως καὶ ἡ ἐνταῦθα ἀφροσύνη, ἀξία τῆς γνώσεως τυγχάνουσα τοῦ Θεοῦ, μέγαν τινὰ καὶ βαθὺν εἶχε λόγον. Οὐ γὰρ παρὰ τὴν σὴν βουλὴν, οὐδὲ παρὰ τὴν σὴν γνῶσιν ἐγένετο, φησὶν, ἡ ἀφροσύνη μου. Ποία δὲ αὕτη εἰ μὴ ἡ νομιζομένη τοῖς πολλοῖς; Ὡς γὰρ ἡ μωρία Ἕλλησιν ἐνομίζετο μωρία, κατὰ βαθεῖς δὲ λόγους Θεοῦ συνεστελεῖτο· καὶ ἦν τὸ παρ' ἀνθρώποις μωρὸν νομιζόμενον σοφώτερον τῶν ἀνθρώπων· ηὐδόκησε γὰρ ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας·
he suffered punishment. For if it is proper that those who have done wrong exact a penalty according to the laws, yet neither he himself nor his genuine disciples were ever convicted of transgression; reasonably he says: "What I did not seize, I then paid back." And at the time of his passion he suffered as a gift, and he gave punishment for things he had not wronged. Therefore he also said then: "What I did not seize, I then paid back"; or, according to Aquila: "What I did not force, I then returned." "O God, you have known my foolishness." Just as the divine Apostle, without reproach, called the passion of the Savior the foolishness of God, and the cross weakness, saying: "He was crucified from weakness"; and again: "But we preach Christ crucified, to Jews indeed a stumbling block, but to Gentiles foolishness; because the foolishness of God is wiser than men, and the weakness of God is stronger than men"; so also now you would not err if you understood the foolishness spoken of here in a manner similar to the foolishness named by the Apostle. But just as the Lord knew those who are his, since certain ones are chosen who have been deemed worthy of the knowledge of God; so also the foolishness here, being worthy of the knowledge of God, had some great and deep meaning. For not against your will, nor against your knowledge, he says, did my foolishness occur. And what is this if not the one considered so by the many? For as the foolishness was considered foolishness by the Greeks, but by the deep meanings of God it was condensed; and what was considered foolishness among men was wiser than men; for God was pleased through the foolishness of the preaching to save those who believe.
οὕτως καὶ ἡ ἀφροσύνη, ἣν δι' ἡμᾶς ὑπῆλθε κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ μέχρις θανάτου παρελθὼν, σοφωτέρα τῆς τῶν ἀνθρώπων σοφίας ἦν. Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις, φησὶν ὁ Ἀπόστολος, μωρία ἐστὶν, εἰ δὲ μωρία, καὶ ἀφροσύνη, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Ταύτην οὖν τὴν ἀφροσύνην καὶ τὴν μωρίαν οὐκ ἠγνόησεν ὁ Θεός· αὐτοῦ γὰρ κρίσει γεγένηται. Διό φησιν· «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου.» Ἀπήλλαξε δὲ ἡμᾶς πραγμάτων ὁ Σύμμαχος, ἑρμηνεύσας καὶ εἰπών· «Ὁ Θεὸς, σὺ οἶδας τὴν ἀπειρίαν μου·» ἀπειρίαν δηλαδὴ τὴν ἐν ἀνθρώποις. Τῆς γὰρ ἐν ἀνθρώποις κακίας ἀλλότριος ὢν, τὴν καλὴν ταύτην ἀπειρίαν ἀνατίθησι τῇ γνώσει τοῦ ἑαυτοῦ Πατρός. Καὶ ἄλλη δὲ Γραφὴ θεία ἀφροσύνης μέμνηται τοῦ Σωτῆρος συμφώνως τῇ προκειμένῃ. Γέγραπται γοῦν ἐν Παροιμίαις· «Τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπου οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δεδίδαχέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα.» Καὶ ἐν τούτοις γὰρ πάντων μὲν ἀνθρώπων ἀφρονέστατον ἑαυτὸν εἶναι λέγει, καὶ φρόνησιν ἀνθρώπου μὴ ἐσχηκέναι· ὅμως δὲ παρ' αὐτοῦ τοῦ Θεοῦ δεδιδάχθαι τὴν πνευματικὴν σοφίαν, καὶ τὴν γνῶσιν τῶν ἁγίων ἐγνωκέναι. Ἀλλὰ καὶ «αἱ πλημμέλειαί μου, φησὶν, ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.» Εἰ γὰρ ἦσάν τινες ἐν ἐμοὶ πλημμέλειαι, δι' ἃς τῷ σταυρῷ με προσετίμησαν, τάχα που σὺ πρῶτος ἔγνως, ὃν λανθάνειν οὐδὲν οἷόν τε· ἀλλ' οὐδένες ἦσαν. Διὸ οἱ μισοῦντές με δωρεὰν ἐμίσουν, καὶ οἱ ἐκδιώκοντές με ἀδίκως ἃ οὐχ ἥρπασα ἐξέπραττον.
Thus also the folly which he underwent for our sake, having emptied himself and taken the form of a slave and gone even to death, was wiser than the wisdom of men. For the word of the cross, says the Apostle, is folly to those who are perishing, and if folly, then also foolishness, but to us who are being saved it is the power of God. This folly, then, and this foolishness God did not fail to know; for it came about by his judgment. Therefore he says: "O God, you have known my foolishness." But Symmachus has freed us from difficulty, translating and saying: "O God, you know my inexperience"—inexperience, that is, among men. For being a stranger to the wickedness that is among men, he attributes this noble inexperience to the knowledge of his own Father. And another divine Scripture also makes mention of the Savior's foolishness, in agreement with the present passage. For it is written in Proverbs: "These things says the man who believes in God, and I cease. For I am the most foolish of all men, and the prudence of man is not in me. God has taught me wisdom, and I have known the knowledge of holy things." For in these words he says that he is the most foolish of all men, and that he has not possessed the prudence of man; yet that he has been taught spiritual wisdom by God himself, and has known the knowledge of holy things. But also, he says, "my transgressions were not hidden from you." For if there were any transgressions in me, on account of which they set me at a price with the cross, perhaps you knew it first, from whom nothing can be hidden; but there were none. Therefore those who hated me hated me without cause, and those who persecuted me unjustly were exacting what I had not seized.
Ἐπεὶ δὲ ψευδομάρτυρας καὶ συκοφάντας ἔστησαν ἐν τῇ κατ' ἐμοῦ κατηγορίᾳ, σὺ οἶδας, φησὶν, ὁ Θεὸς, εἴ τινά μοι πεπλημμέληται. Οὐ γὰρ ἂν ἐκρύβησάν σε, εἴ τινες ἦσαν ἐν ἐμοὶ πλημμέλειαι. Καὶ ἄλλως, εἰ τὰς ἡμετέρας ἀνεμάξατο ἁμαρτίας, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα, ὡς λέγεσθαι περὶ αὐτοῦ· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.» Καὶ ταύτας, φησὶ, τὰς πλημμελείας ὑπὲρ ἀνθρώπων ἀνεδεξάμην· σὺ ἔγνως, ὁ Θεὸς, ἐπεὶ μὴ ἀπεκρύβησάν σε. Οὐ γὰρ δίχα τῆς σῆς βουλήσεως ταύτας ἀνεδεξάμην· διὸ
καὶ ἀξίας τῆς σαυτοῦ γνώσεως αὐτὰς ἐποιήσω. «Μὴ αἰσχυνθείησαν ἐπ' ἐμὲ οἱ ὑπομένοντες σε, Κύριε, Κύριε τῶν δυνάμεων.» Ἐπειδὴ τὴν ἐμὴν διδασκαλίαν οἱ σοφοὶ τοῦ αἰῶνος τούτου διαβάλλουσιν, ἐλαύνουσί τε αὐτὴν ὡς μεστὴν ἀφροσύνης καὶ μωρίας διὰ τὸν ἐπονείδιστον σταυρὸν, ἀντιβολῶ καὶ δέομαι, τοὺς εἰς ἐμὲ πιστεύοντας φυλάττεσθαι ὑπὸ σοῦ ἀδιατρέπτους, ὡς μήποτε καταισχυνθῆναι. Διὸ σὺ αὐτὸς, ὦ Κύριε, Κύριε τῶν δυνάμεων, τοὺς πολεμουμένους διὰ τὴν σὴν γνῶσιν, ἣν ὑπ' ἐμοῦ παρειλήφασι, πάντοτε ὑπομένοντας τὰ δεινὰ καὶ μέχρι θανάτου καρτεροῦντας, μὴ ἐγκαταλείπῃς, μηδὲ ἐντραπείησαν θαρσήσαντες ἐπ' ἐμοὶ, οἱ σὲ τὸν Θεὸν τοῦ Ἰσραὴλ ἐκζητοῦντες. Εἰ γὰρ καὶ τὰ μάλιστα ἦσάν ποτε ἀγνοοῦντές σε διὰ τὸ δαίμοσι πονηροῖς δεδουλῶσθαι, ἀλλὰ νῦν, ἐπιγνόντες σε, πάντων μὲν λήθην ἐποιήσαντο, σὲ δὲ μόνον διατελοῦσι ζητοῦντες.
But since they set up false witnesses and slanderers in the accusation against me, you know, he says, O God, whether any fault has been committed against me. For they would not have been hidden from you, if there were any faults in me. And in another sense, if he took up our sins and became a curse for us, so that it is said concerning him: "This one bears our sins, and is in pain for us. And he was wounded for our sins, and was weakened for our lawless deeds. And the Lord delivered him over to our sins." And these faults, he says, I took up on behalf of men; you knew, O God, since they were not hidden from you. For not apart from your will did I take these up; therefore you also made them worthy of your own knowledge. "Let those who wait for you not be put to shame because of me, O Lord, Lord of hosts." Since the wise of this age slander my teaching, and drive it out as full of folly and foolishness because of the shameful cross, I entreat and beg that those who believe in me be kept by you unconfounded, so as never to be put to shame. Therefore do you yourself, O Lord, Lord of hosts, never abandon those who are warred against because of your knowledge, which they have received from me, always enduring terrible things and persevering even to death, nor let those who have trusted in me be put to shame, who seek you, the God of Israel. For even if they were once in the greatest ignorance of you, because they were enslaved to evil demons, yet now, having come to know you, they have forgotten all things, and continue seeking you alone.
Διὸ ἱκετεύω μὴ καταισχυνθῆναι αὐτοὺς, μηδὲ «ἀσχημονῆσαι·» οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Μὴ καταισχυνθείησαν ἐπ' ἐμοὶ οἱ προσδοκῶντές σε, Κύριε Θεὲ τῶν δυνάμεων· μὴ ἀσχημονήσαιεν ἐπ' ἐμὲ οἱ ἐκζητοῦντές σε, Θεὲ τοῦ Ἰσραήλ.» Ἐπιτήρει δὲ ὅπως εἴρηται τὸ, «Κύριε, Κύριε τῶν δυνάμεων,» δευτεροῦντος τοῦ λόγου τὴν κυριολογίαν καὶ ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναπέμποντος. «Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.» Οἱ μὲν λοιποὶ, φησὶν, ἄνθρωποι δι' οἰκείας ἁμαρτίας ἐλέγχοις καὶ ὀνειδισμοῖς ὑποβάλλονται· ἐγὼ δὲ ὁ μὴ γνοὺς ἁμαρτίαν ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν· ἐπειδήπερ σὺ αὐτὸς ὁ φιλάνθρωπος Θεὸς ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους ἁμαρτίαν με ἐποίησας, ὅπως οἱ πιστεύοντες εἰς ἐμὲ γένωνται δικαιοσύνη. Ἀλλὰ καὶ «ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν,» διὰ τὴν σὴν βουλὴν κενώσας ἐμαυτὸν καὶ μέχρι θανάτου ταπεινώσας, καθ' ὃν καιρὸν οἱ παραπορευόμενοι ἐβλασφήμουν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· «Οὐὰ ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν. Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν ἱερέων καὶ Γραμματέων καὶ Φαρισαίων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω αὐτὸν, εἰ θέλει αὐτόν. Εἶπε γὰρ, ὅτι Θεοῦ Υἱός εἰμι.» Ταῦτα δὴ οὖν θεσπίζων ἐπὶ τοῦ παρόντος, φησίν·
Therefore I beseech you that they not be put to shame, nor "be dishonored"; for thus Symmachus interpreted it, saying: "Let not those who wait for you be put to shame because of me, O Lord God of hosts; let not those who seek you be dishonored because of me, O God of Israel." And observe how the phrase "O Lord, Lord of hosts" is spoken, the word doubling the lordship and sending it up to the God of all things. "Because for your sake I bore reproach, shame has covered my face." The rest of mankind, he says, are subjected to reproofs and reproaches because of their own sin; but I, who knew no sin, bore reproach for your sake; since you yourself, the God who loves mankind, made me sin for the sake of the human race, so that those who believe in me might become righteousness. But also "for your sake I bore reproach," because by your will I emptied myself and humbled myself even to death, at the time when those who passed by were blaspheming, shaking their heads and saying: "Ah, you who destroy the temple and build it in three days, save yourself. If you are the Son of God, come down from the cross. Likewise also the chief priests, mocking together with the priests and scribes and Pharisees, were saying: He saved others, he cannot save himself. If he is the king of Israel, let him come down now from the cross, and we will believe in him. He trusted in God; let him rescue him, if he desires him. For he said, I am the Son of God." These things, then, he declares in the present passage, saying:
«Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.» Οὐ γὰρ δι' ἁμαρτίας ἐμὰς, οὐδὲ διὰ παρανόμους πράξεις, ἀλλ', «ἕνεκά σου» καὶ τὸν προλεχθέντα «ὀνειδισμὸν ὑπέμεινα, καὶ τὸ πρόσωπόν μου ἐκάλυψεν ἐντροπή·» ἢ, κατὰ τὸν Σύμμαχον, «Ἐκάλυψεν ἀσχημόνησις τὸ πρόσωπον αὐτοῦ.» Καὶ ταῦτα πάντα ὑπέμεινα. φησὶν, ἕνεκά σου, τουτέστιν ἕνεκα τοῦ σοῦ θελήματος. Ἀλλὰ καὶ «ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Δύο δὲ τάγματα ἐν τούτοις παρίστησιν· ἓν μὲν τὸ τῶν ἀληθῶς ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ἀπηλλοτριωμένος· ἕτερον δὲ τὸ τῶν υἱῶν τῆς μητρὸς αὐτοῦ, οὐ μὴν ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ξένος. Καὶ μὴν ἐχρῆν υἱοὺς μητρὸς αὐτοῦ, ὄντας ἀδελφοὺς, καὶ αὐτοὺς ὁμοίως τοῖς προτέροις χρηματίζειν. Ἀλλ' οὐκ ὠνόμασε τοὺς υἱοὺς τῆς μητρὸς ἀδελφοὺς, ὡς ἑτέρους ὄντας δηλαδὴ παρὰ τὸ πρῶτον τάγμα τῶν ὀνομασθέντων ἀδελφῶν αὐτοῦ. Εἰς οὖν ἀδελφοὺς μὲν αὐτοῦ γεγονέναι τοὺς αὐτοῦ μαθητὰς, περὶ ὧν καὶ ἐν ἑτέρᾳ φησίν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, καὶ ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Καὶ ἐν τῷ Εὐαγγελίῳ τῇ Μαρίᾳ φανεὶς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔλεγε· «Πορεύου πρὸς τοὺς ἀδελφούς μου, καὶ εἶπον αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Τούτοις οὖν τοῖς ἀδελφοῖς αὐτοῦ ἀπηλλοτριωμένος ἐγενήθη κατὰ καιρὸν τοῦ δηλουμένου πάθους, ὅτε πάντες οἱ μαθηταὶ αὐτοῦ ἀφέντες αὐτὸν ἔφευγον, αὐτός τε ὁ
For because of you I bore reproach; shame covered my face." For it was not because of my sins, nor because of lawless deeds, but "because of you" I endured both the reproach previously mentioned "and shame covered my face"; or, according to Symmachus, "Disgrace covered his face." And all these things I endured, he says, because of you, that is, for the sake of your will. But also "I became estranged to my brothers, and a stranger to the sons of my mother." In these words he presents two ranks: one, that of his true brothers, to whom he became estranged; the other, that of the sons of his mother, though not his brothers, to whom he became a stranger. And indeed the sons of his mother, being brothers, ought themselves likewise to have been designated in the same way as the former. But he did not name the sons of his mother as brothers, as being evidently other than the first rank of those called his brothers. His disciples, then, became his brothers, concerning whom he also says elsewhere: "I will declare your name to my brothers, and in the midst of the assembly I will sing praise to you." And in the Gospel, appearing to Mary after the resurrection from the dead, he said: "Go to my brothers, and tell them: I am ascending to my Father and your Father, and my God and your God." To these brothers of his, then, he became estranged at the time of the passion that is indicated, when all his disciples, having left him, were fleeing, and he himself
κορυφαῖος τῶν ἀποστόλων Πέτρος ἠρνήσατο αὐτὸν τρίτον. Τούτοις ξένος καὶ ἀπηλλοτριωμένος ἐγενήθη· τοῖς δὲ υἱοῖς τῆς μητρὸς αὐτοῦ, οὐ μὴν καὶ ἀδελφοῖς οὖσιν αὐτοῦ, ξένος γέγονε. Μέμνηται δὲ τὸ Εὐαγγέλιον ἀδελφῶν αὐτοῦ καὶ μητρὸς, ὅτε, ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν ἐν τῇ συναγωγῇ, ὡς ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· «Πόθεν τούτῳ ἡ σοφία αὕτη; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πᾶσαι πρὸς ἡμᾶς εἰσι; Πόθεν τούτῳ ταῦτα πάντα;» Ἐὰν μὲν οὖν τοὺς ἐν τῷ μετὰ χεῖρας λεγομένους υἱοὺς μητρὸς αὐτοῦ τούτους εἶναι ἐκλάβοιμεν, ἀνάγκη τὴν ἁγίαν Παρθένον μητέρα φάναι γεγονέναι τῶν λοιπῶν ἀδελφῶν αὐτοῦ. Ἀλλ' ἐπιφαίνεται Ἰάκωβος ὁ χρηματίσας αὐτοῦ ἀδελφὸς οὐκ ἀπεξενωμένος αὐτοῦ γεγονὼς, οὐδὲ ἀλλότριος τῆς εἰς αὐτὸν πίστεως, εἷς δὲ τῶν σφόδρα γνησίων αὐτοῦ μαθητῶν· ὡς καὶ τὸν θρόνον ἀναδέξασθαι πρῶτον τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας. Καὶ οἱ λοιποὶ δὲ αὐτοῦ ἀδελφοὶ, εἰ καὶ τὰ μάλιστα κατ' ἀρχὰς οὐκ ἐπίστευον εἰς αὐτὸν, ἀλλὰ μετὰ ταῦτα δῆλοί εἰσι πιστεύσαντες. Ἱστορεῖ δ' οὖν τὸ Εὐαγγέλιον, ὡς ἄρα ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων λέλεκται, ὡς ἄρα ἦσαν οἱ ἀπόστολοι κοινῇ πάντες προσκαρτεροῦντες τῇ προσευχῇ σὺν Μαριὰμ τῇ μητρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ. Πῶς οὖν δύναται τούτοις ξένος εἶναι νομίζεσθαι;
Peter, the leader of the apostles, denied him three times. To these he became a stranger and alien; but to the sons of his mother—though not also his brothers—he has become a stranger. The Gospel remembers his brothers and mother, when, having come to his own country, he taught in the synagogue, so that they were amazed and said: "Where did this man get this wisdom? Is this not the son of the carpenter? Are not his mother and his brothers and all his sisters with us? Where did this man get all these things?" If, then, we were to take those who are called his mother's sons in the passage at hand to be these, it would be necessary to say that the holy Virgin became the mother of his remaining brothers. But James appears, who was surnamed his brother, having become neither estranged from him nor alien to faith in him, but one of his most genuine disciples, so that he even received first the throne of the Church in Jerusalem. And his remaining brothers, although at first they did not believe in him, are nevertheless clearly shown to have believed afterward. The Gospel indeed records that his mother and his brothers stood outside seeking to speak to him. And in the Acts of the apostles it is said that all the apostles together were devoting themselves to prayer with Mary his mother and his brothers. How, then, can he be thought to be a stranger to these?
Ὥστε μὴ χώραν ἔχειν περὶ τούτων λέγεσθαι τὸ, «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Οὐ γὰρ ἦν τούτων ξένος, ἀλλὰ καὶ ἄγαν τίμιος· ὡς μηκέτι τοὺς προλεχθέντας αὐτοῦ ἀδελφοὺς υἱοὺς εἶναι τῆς Μαρίας ἡγεῖσθαι, ἕτεροι δ' ἂν εἶεν παρὰ τούτους οἱ διὰ τοῦ ψαλμοῦ λεγόμενοι υἱοὶ τῆς μητρὸς αὐτοῦ, οἷς ξένος ἐγενήθη. Νοήσεις δὲ μητέρα μὲν τὴν τῶν Ἰουδαίων Συναγωγὴν καὶ πᾶσαν τὴν κατὰ σάρκα συγγένειαν τῶν ἐκ περιτομῆς· υἱοὺς δὲ τῆς τοιαύτης μητρὸς τοὺς ἀρνησαμένους αὐτὸν, καὶ εἰρηκότας· «Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·» Διὸ ἔλεγεν αὐτοῖς, ἐπειδὴ ξένον αὐτὸν ἐνόμιζον· «Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.» Ξένον δὲ αὐτὸν πάλιν ἡγοῦντο λέγοντες· «Οὐ καλῶς ἡμεῖς λέγομεν ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις;» Διὸ ἔλεγε πρὸς αὐτούς· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Οὕτω τοίνυν ξένος καὶ ἀλλότριος γέγονε τοῖς υἱοῖς τῆς μητρὸς αὐτοῦ. Ταῦτα δὲ πάντα ὑπέμεινε διὰ τὴν ἐπιλεγομένην αἰτίαν, ἣν ἀναγκαίως παρίστησι λέγων· «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ.» Ἐπειδὴ γὰρ, πολλῇ παῤῥησίᾳ χρώμενος, τοὺς τὸν οἶκον τοῦ Πατρὸς αὐτοῦ οἶκον ἐμπορίου καὶ σπήλαιον λῃστῶν ποιοῦντας ἤλεγχέ τε καὶ ἤλαυνε, τούτου χάριν ἐπεβούλευον αὐτῷ· ὃ δὴ παρίστησιν ὁ εὐαγγελιστὴς εἰπών·
So that the statement "I have become estranged from my brothers, and a stranger to the sons of my mother" cannot be said concerning these. For he was not a stranger to them, but even exceedingly honored; so that those previously mentioned as his brothers should no longer be considered sons of Mary, but there would be others besides these, called through the psalm the sons of his mother, to whom he became a stranger. You will understand the mother to be the synagogue of the Jews and all the fleshly kinship of those of the circumcision; and the sons of such a mother to be those who denied him and said, "We do not know where this man is from." Therefore he said to them, since they considered him a stranger: "Why do you not understand my speech? Because you cannot hear my word." Again they considered him a stranger, saying, "Do we not rightly say that you are a Samaritan and have a demon?" Therefore he said to them: "I have come in the name of my Father, and you do not receive me; if another comes in his own name, you will receive him." Thus, then, he became a stranger and alien to the sons of his mother. And all these things he endured for the reason that is added, which he necessarily sets forth, saying: "Because zeal for your house has consumed me, and the reproaches of those who reproach you have fallen upon me." For since, with great boldness, he reproved and drove out those who were making his Father's house a house of trade and a den of robbers, for this reason they plotted against him; which indeed the evangelist sets forth, saying:
«Καὶ ἦν ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα·καὶ εὗρεν ἐν τῷ ἱερῷ πωλοῦντας πρόβατα καὶ βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὰ κέρματα καὶ τὰς τραπέζας. Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·» ἐπιλέγει· «Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Ἀλλὰ καὶ τοὺς ὀνειδισμοὺς τῶν ὀνειδιζόντων τὸν Θεὸν εἰς ἑαυτὸν ἀναλαμβάνων, ἔκδικος ἐγένετο τούτων· διὸ ἔλεγε· «Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ.» Οὐ γὰρ φέρων τοὺς διὰ τῶν οἰκείων ἔργων ὄνειδος προστρίβοντας τῷ τῆς θεοσεβείας νόμῳ, τοὺς ἐλέγχους ἐποιεῖτο κατὰ τῶν ἀρχόντων τοῦ ἔθνους. Διὸ τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ παρῄνει λέγων· «Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε· κατὰ δὲ τὰ ἔργα
αὐτῶν μὴ ποιεῖτε. Λέγουσι γὰρ καὶ οὐ ποιοῦσιν.» Εἶθ' ἑξῆς ἀπελέγχων αὐτοὺς εἰς αὐτῶν πρόσωπον ἔλεγεν· «Οὐαὶ ὑμῖν; Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων·» καὶ πάλιν· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις.» Τῶν γοῦν τοιούτων ἐλέγχων ἕνεκα τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο. Διόπερ ἐνταῦθά φησιν· «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ.
And the Passover of the Jews was near, and Jesus went up to Jerusalem; and he found in the temple those selling sheep and oxen, and he poured out the coins of the money-changers and overturned the tables. And to those selling doves he said: 'Take these things away from here, and do not make the house of my Father a house of trade';" he adds: "His disciples remembered that it is written: 'Zeal for your house has consumed me.'" But also, taking upon himself the reproaches of those who reproach God, he became their avenger; therefore he said: "And the reproaches of those who reproach you have fallen upon me." For, unable to bear those who by their own deeds bring reproach upon the law of piety, he directed his rebukes against the rulers of the nation. Therefore he exhorted the crowds and his disciples, saying: "The scribes and the Pharisees have sat on the seat of Moses; therefore all things whatsoever they say to you, do and observe; but do not do according to their works. For they say and do not do." Then next, refuting them to their face, he said: "Woe to you, scribes and Pharisees, hypocrites, because you shut the kingdom of heaven before men;" and again: "Woe to you, scribes and Pharisees, because you are like whitewashed tombs." For the sake of such rebukes, then, they plotted against him. Wherefore here he says: "Zeal for your house has consumed me, and the reproaches of those who reproach you have fallen upon me.
Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί.» Ὅτε μὲν, φησὶν, ἑώρων τὸν σὸν οἶκον πάσης πληρούμενον ἀνομίας, καὶ ποτὲ μὲν γιγνόμενον οἶκον ἐμπορίου, ποτὲ δὲ σπήλαιον λῃστῶν, πυρούμενος ὑπὸ θείου ζήλου, ἤλαυνον τοὺς ἔνδον παρανομοῦντας· ἀλλὰ καὶ ὅτε ταῖς ἑαυτῶν ἀθεμίτοις πράξεσιν ὄνειδος περιῆπτόν σοι τῷ Θεῷ, οὗ τὴν θεοσέβειαν ἐπηγγέλλοντο, πάλιν εἰς ἑαυτὸν ἀναλαμβάνων τοὺς τοιούτους ὀνειδισμοὺς, ἠναγκαζόμην παῤῥησίᾳ χρῆσθαι, καὶ τοὺς ἐλέγχους αὐτοῖς θεραπευτικῶς προσφέρειν· ὅτε δὲ ἑώρων ἀναισθήτως αὐτοὺς ἔχοντας, καὶ μὴ ἐπιστρεφομένους τοὺς ἐμοὺς ἐλέγχους, ἀποκλαιόμενος αὐτῶν τὴν ἀπώλειαν, ἐνήστευον καὶ κατεπόνουν ἐμαυτὸν ὑπὲρ αὐτῶν. Οἱ δὲ καὶ οὕτως ὠνείδιζόν μοι διασύροντες καὶ χλευάζοντες τὴν ἐμὴν νηστείαν. Βουλόμενος δὲ αὐτοῖς ὑπογραμμὸν μετανοίας δεικνύναι, οὐ μόνον νηστείαις ἐμαυτὸν κατεπόνουν, ἀλλὰ καὶ τὸ ἔνδυμά μου σάκκον ἐποιούμην, κολάζων καὶ τιμωρούμενος τὴν ἐμαυτοῦ σάρκα, αὐτῷ τε ἔργῳ τρόπον ἐξομολογήσεως καὶ τῶν προτέρων ἁμαρτημάτων καθάρσεως ἐπιδεικνὺς αὐτοῖς. Οἱ δὲ καὶ ταῦτα γελῶντες ἀντὶ παραβολῆς με εἶχον, συνερχόμενοι μὲν ἅμα καὶ πρὸς ταῖς ἑαυτῶν πύλαις καθεζόμενοι, πᾶσαν δὲ τὴν ἑαυτῶν ὁμιλίαν περὶ ἐμοῦ ποιούμενοι, καὶ μονονουχὶ ἀδολεσχοῦντες πρὸς ἀλλήλους ἐν τῇ κατ' ἐμοῦ χλεύῃ. Οὐκ ἀπήρκει δὲ αὐτοῖς διασύρειν καὶ χλευάζειν τὰς ἐμὰς ὑπὲρ αὐτῶν ἀσκήσεις, ἀλλὰ καὶ συμπόσια συγκροτοῦντες, ᾠδὰς καὶ ᾄσματα εἰς ἐμὲ διεξῄεσαν οἰνοφλυγοῦντες καὶ μεθυσκόμενοι ἐν ταῖς κατ' ἐμοῦ παροινίαις.
And I covered my soul with fasting, and it became a reproach to me. When, he says, I saw your house filled with every lawlessness, and at one time becoming a house of trade, at another a cave of robbers, being set on fire by divine zeal, I drove out those within who were transgressing the law; but also when by their own lawless deeds they attached reproach to you, O God, whose worship they professed, again taking such reproaches upon myself, I was compelled to use boldness and to apply rebukes to them in a healing manner; but when I saw them being insensible and not turning at my rebukes, bewailing their destruction, I fasted and afflicted myself on their behalf. But they even so reproached me, tearing me to pieces and mocking my fasting. And wishing to show them a pattern of repentance, I not only afflicted myself with fastings, but I also made my garment sackcloth, punishing and chastising my own flesh, and by the deed itself showing them a manner of confession and of cleansing from former sins. But they, laughing even at these things, held me as a byword, gathering together at the same time and sitting at their own gates, and making all their conversation about me, and, so to speak, prattling to one another in their mockery against me. And it was not enough for them to tear me to pieces and mock my exercises on their behalf, but also, forming drinking-parties, they went through songs and odes against me, carousing and getting drunk in their drunken outrages against me.
Ἐφ' οἷς ἔτι μᾶλλον ἐγὼ συνεκάλυπτον ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐτιθέμην τὸ ἔνδυμά μου σάκκον, τὴν αὐτῶν ἀπώλειαν ἀποκλαιόμενος. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Καὶ ἔκλαυσα ἐν νηστείᾳ ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἔδωκεν ἔνδυσίν μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. Ὡμίλουν ἐν ἐμοὶ καθήμενοι πύλην· καὶ ψαλμοὶ πινόντων μέθυσμα.» κατὰ δὲ τὸν Σύμμαχον· «Καὶ κλάοντι μετὰ νηστείας τὴν ψυχήν μου ἐγένετο εἰς ὄνειδος ἐμοί. Καὶ τάσσων τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. Διηγοῦντό με καθήμενοι ἐν πύλῃ, καὶ ἔψαλλόν με οἱ πίνοντες μέθυσμα.» Ἀλλὰ τούτοις συνεξετάσαι ἀναγκαῖον, πῶς εἴρηται ὑπὸ τοῦ Σωτῆρος ἐν Εὐαγγελίοις· «Ἦλθεν Ἰωάννης μήτε ἐσθίων μήτεπίνων, καὶ λέγουσιν· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.» Ἀλλ' ἐρεῖς ταῦτα κατ' ἀρχὰς τοῦ Εὐαγγελίου γίγνεσθαι, ὅτε διὰ τὸ μὴ νηστεύειν τοὺς μαθητὰς αὐτοῦ, τὴν ὑπὲρ αὐτῶν ἀπολογίαν ποιούμενος, ἔφασκεν· «Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ' ὅσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος· ἀρθήσεται ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.» Ὁρᾷς γὰρ, ὡς καὶ αὐτὸς ἠπίστατο τὸν τῆς νηστείας καιρόν; Εἰ τοίνυν τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συνεξετάσειας τοῖς μετὰ χεῖρας προκειμένοις, εὕροις ἂν ὅπως ταῦτα ἐπληροῦτο, ὅτε λοιπὸν αἰρομένου τοῦ νυμφίου καὶ οἱ μαθηταὶ αὐτοῦ ἐνήστευον.
For these reasons I covered my soul all the more with fasting, and I made my garment sackcloth, lamenting their destruction. Therefore according to Aquila it is said: "And I wept in fasting over my soul, and it became a reproach to me. And he gave my garment sackcloth, and I became a byword to them. Those sitting at the gate spoke about me, and psalms were sung by those drinking strong drink." And according to Symmachus: "And when I wept with fasting over my soul, it became a reproach to me. And appointing my garment sackcloth, I became a byword to them. Those sitting at the gate told stories about me, and those drinking strong drink sang psalms about me." But it is necessary to examine these things together, how it was said by the Savior in the Gospels: "John came neither eating nor drinking, and they say: He has a demon. The Son of Man came eating and drinking, and they say: Behold, a man who is a glutton and a drunkard, a friend of tax collectors and sinners." But you will say that these things happened at the beginning of the Gospel, when, because his disciples did not fast, making a defense on their behalf, he said: "The sons of the bridechamber cannot fast as long as the bridegroom is with them; the bridegroom will be taken away from them, and then they will fast." For you see that he himself also knew the time of fasting. If, then, you examine the time of his passion together with the things now set before us, you would find how these things were fulfilled, when, with the bridegroom now being taken away, his disciples also were fasting.
Ἐφ' οἷς οὐκ ἀπεικὸς ἦν καὶ αὐτὸν προορῶντα, ὡς μικρὸν ὕστερον ἀπηλλοτριωμένος ἔσται αὐτοῖς, καὶ ὡς τὸ πᾶν ἔθνος τοῦ ἐκ περιτομῆς λαοῦ τὸ αἷμα αὐτοῦ ἐξαιτήσεται, καὶ ὡς Πέτρος αὐτὸν ἀρνήσεται, καὶ τοιαῦτα κατ' αὐτοῦ τολμηθήσεται, ὥστε σκότος διαλαβεῖν τὸ
περιέχον, ἥλιόν τε αὐτὸν σκοτισθῆναι, καὶ τὸ καταπέτασμα τοῦ νεὼ σχισθῆναι, ἀνατραπῆναί τε πάντα τὰ πάλαι τοῦ Ἰσραὴλ σεμνὰ, λέγω δὲ τὴν βασιλείαν αὐτῶν καὶ τὴν ἱερωσύνην καὶ τὰ Ἅγια τῶν ἁγίων· πάντων τε τούτων ἀποβολὴν καὶ ἀνατροπὴν ἀθρόαν γενέσθαι· τούτων ἕνεκα οὐκ ἀπεικὸς ἦν αὐτὸν καταπονεῖν ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ τιθέναι τὸ ἔνδυμα αὐτοῦ σάκκον ἐφ' ᾧ καὶ ἐχλεύαζον αὐτὸν οἱ ἀσεβεῖς, ἀντὶ παραβολῆς ταῖς κατ' αὐτοῦ διηγήσεσιν ἀδολεσχοῦντες· καὶ τὸν μὲν ἄλλον καιρὸν τῆς ἡμέρας, ἐν ταῖς πύλαις συναγόμενοι, τοὺς δι' αὐτῶν διερχομένους ταῖς κατ' αὐτοῦ διαβολαῖς ἐπλάνων· ἐν δὲ τῷ καιρῷ τῆς τροφῆς, οἴνῳ καὶ μέθῃ σχολάζοντες, ᾠδὰς συνετίθεσαν κατ' αὐτοῦ. Διὸ συνεκάλυπτεν ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ ἐτίθετο τὸ ἔνδυμα αὐτοῦ σάκκον, ὑπὲρ τῆς ἑτέρων σωτηρίας, δι' ὑπερβολὴν φιλανθρωπίας ταῦτα πράττων. «Κἀγὼ δὲ ἡ προσευχή μου πρὸς σὲ, Κύριε, καιρὸς εὐδοκίας, ὁ Θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Οἱ μὲν ἐχλεύαζον, φησὶ, καὶ διέσυρον τὰς ἐμὰς κακώσεις· ἐγὼ δὲ προσεκαρτέρουν, τὴν ἐμὴν προσευχήν σοι τῷ Κυρίῳ προσαναφέρων. Τήρει δὲ, ὡς καὶ ἐνταῦθα τὸν Κύριον διὰ τοῦ τετραγράμμου ἡ Ἑβραϊκὴ ἐπισημαίνεται γραφή. Εὐχόμενος δὲ πρὸς σὲ τὸν Κύριον ταῦτα ἔλεγον· «Καιρὸς εὐδοκίας, ὁ Θεός·» ἢ, κατὰ τὸν Σύμμαχον·
For these reasons it was not unlikely that he too, foreseeing, would be alienated from them a little later, and that the whole nation of the people of the circumcision would demand his blood, and that Peter would deny him, and that such things would be dared against him, so that darkness would encompass
the surrounding, and the sun itself would be darkened, and the veil of the temple would be split, and all the ancient venerable things of Israel would be overturned—I mean their kingdom and their priesthood and the Holy of Holies—and that the loss and sudden overthrow of all these things would come about. For these reasons it was not unlikely that he would wear down his soul with fasting, and place sackcloth as his garment, on account of which the impious also mocked him, prattling in their accounts against him instead of a parable. And during the rest of the day, gathering at the gates, they misled those passing through them with slanders against him; and at the time of food, devoting themselves to wine and drunkenness, they composed songs against him. Therefore he covered his soul with fasting, and placed sackcloth as his garment, for the salvation of others, doing these things out of an excess of love for humanity. "And as for me, my prayer is to you, O Lord, a time of favor, O God; in the abundance of your mercy hear me." They, he says, mocked and tore at my afflictions; but I persevered, offering up my prayer to you, the Lord. Observe also that here the Hebrew Scripture marks the Lord by means of the tetragrammaton. And praying to you, the Lord, I said these things: "A time of favor, O God;" or, according to Symmachus,
«καιρὸς διαλλαγῆς. Ὁ Θεὸς, ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Εἰ γὰρ καί ποτε ἄλλοτε ἡ σὴ τοῦ Πατρὸς ἐμαρτύρησε φωνὴ λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἀλλὰ νῦν μάλιστα καιρός ἐστι τῆς εὐδοκίας· διὸ ἱκετεύω ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπακοῦσαί μου, καὶ ἐν ἀληθείᾳ τῆς σωτηρίας σου σῶσαί με. Οὐ γὰρ ἀνθρωπίνης δέομαι σωτηρίας, ἀλλὰ τῆς ἀληθοῦς· Τοιαύτη δέ ἐστιν ἡ παρὰ σοῦ, καθ' ἣν σωθῆναι ἱκετεύω ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. Ποίου δὲ πηλοῦ, ἢ περὶ οὗ ἀνωτέρω ἔλεγον· «Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις;» Ἡ γὰρ ἀνωτέρω λεχθεῖσα ἰλὺς βυθοῦ ἐνταῦθα πηλὸς ὠνόμασται. Σημαίνει δὲ διὰ τούτων τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, περὶ ἧς ἐν ἑτέρῳ ἔφασκεν· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Οἱ μὲν οὖν ὑπὸ τοῦ θανάτου κρατηθέντες, διαφθορὰν ὑπομείναντες καὶ ἐν φθορᾷ γενόμενοι, ἐναπομείναντές τε αὐτῇ, ἐνεπάγησαν εἰς τὸν πηλόν. Ἐγὼ δὲ εἰ καὶ κατῆλθον κενώσας ἐμαυτὸν μέχρι τούτου· ἀλλ' ἱκετεύω λέγων· «Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ.» Τὰ δὲ ἑξῆς ἐπιλεγόμενα τὰς ἐν αὐτῷ τῷ θανάτῳ δυνάμεις παρίστησιν· ἀφ' ὧν ῥυσθῆναι εὔχεται λέγων· «Ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ κατα πιέτω με βυθός.» Ταῦτα δὲ τὰ ὕδατα οἵ τε ἐν αὐτοῖς δράκοντες καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦντο, κατὰ τό· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·
A time of reconciliation. O God, in the abundance of your mercy hear me." For even if at another time your voice as Father testified, saying, "This is my beloved Son, in whom I am well pleased," yet now especially is the time of good pleasure; therefore I beseech you, in the abundance of your mercy, to hear me, and in the truth of your salvation to save me. For I do not need human salvation, but the true salvation; and such is the salvation that comes from you, according to which I beseech to be saved from the mire, that I may not be stuck fast. And what mire, if not that of which I spoke above: "I am stuck fast in the deep mire, and there is no standing"? For the slime of the deep mentioned above is here called mire. By these words he signifies the dissolution of the body in death, concerning which he said elsewhere: "You will not abandon my soul to Hades, nor will you give your Holy One to see corruption." Those, then, who were held fast by death, having undergone corruption and come into corruption, and having remained in it, were stuck fast in the mire. But I, even if I descended, having emptied myself to this extent—yet I beseech, saying: "Save me from the mire, that I may not be stuck fast." And the words that follow set forth the powers that are in death itself, from which he prays to be delivered, saying: "May I be delivered from those who hate me and from the deep waters. Let not the storm of water drown me, nor let the deep swallow me up." And these waters, and the dragons in them, were also indicated by what came before, according to the text: "Save me, O God, for the waters have come in even to my soul; I am stuck fast in the deep mire, and there is no standing.
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ἀλλὰ διὰ μὲν τῶν προτέρων τὴν κάθοδον αὐτοῦ τὴν εἰς ταῦτα παρίστη, διὰ δὲ τῶν μετὰ χεῖρας τὴν ἀπὸ τούτων ἐπάνοδον. «Ῥυσθείην» γάρ φησιν «ἐκ τῶν βαθέων τῶν ὑδάτων καὶ μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.» Τὰς μὲν γὰρ λοιπὰς τῶν ἀνθρώπων ψυχὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συνέσχε καὶ ἀπέκλεισε τῷ ἑαυτοῦ στόματι. Φρέαρ δὲ στόμα ἔχον αὐτὸς ἂν λεχθείη ὁ θάνατος, ὁ ἐξ αἰῶνος πάντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ καταπιεῖν ἐνδακὼν, ὥσπερ καὶ ἀποκλείσας τὸ ἑαυτοῦ στόμα, πρὸς τὸ μή τινα παλινδρομῆσαι. Ἐπ' ἐμοῦ δὲ μὴ γένοιτο τοῦτο. Διὸ ἀντιβολῶ σε τὸν Πατέρα λέγων· «Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Μηδὲ ἐπιπωμάσαι μοι φρέαρ τὸ στόμα αὐτοῦ.» Καὶ νῦν μὲν ὑδάτων
I came into the depths of the sea, and a storm overwhelmed me." But through the earlier words he sets forth his descent into these things, and through the words at hand his return from them. For he says, "Let me be rescued from the deep waters, and let not a storm of water overwhelm me, nor let the deep swallow me, nor let the pit shut its mouth upon me." For the rest of human souls death swallowed, prevailing, and the pit held them fast and shut them in with its own mouth. And the pit that has a mouth would be none other than death itself, which from of old has swallowed up all who have fallen into it, and after swallowing has bitten them down, as it were, and shut its own mouth so that no one may return. But upon me let this not come to pass. Therefore I entreat you, the Father, saying: "Let not a storm of water overwhelm me, nor let the deep swallow me, nor let the pit shut its mouth upon me"; or according to Symmachus, "Nor let the pit cover its mouth against me." And now, on the one hand, of waters
μέμνηται καὶ βυθῶν καὶ φρέατος· ἐν δὲ τῷ καʹ ψαλμῷ τὰ αὐτὰ ταῦτα σημαίνων, ἑτέροις ὀνόμασι κέχρηται λέγων· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.» Καὶ ταῦτα γὰρ περὶ τῶν ἐν τῷ καλουμένῳ ᾅδῃ δυνάμεων ἀντικειμένων λέλεκται, ὡς τοὺς τόπους διηγούμενοι παρεστήσαμεν. «Εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ.» Καὶ ἐνταῦθα διὰ τοῦ παρ' Ἑβραίοις ἀνεκφωνήτου τὸν ἑαυτοῦ Πατέρα ὁ Σωτὴρ ἐπικαλεῖται λέγων· Ἐπειδὴ τάδε καὶ τάδε ᾔτησα, ἵνα μὴ ἐμπάγω εἰς τὸν πηλὸν, καὶ ὅπως ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων, τά τε τούτοις ἑξῆς, τούτου χάριν ἐπίνευσόν μου τῇ δεήσει, ὦ Κύριε, «ὅτι χρηστὸν τὸ ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ' ἐμέ. Μὴ ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.» Ἐν οἷς παρακαλεῖ ἐπιβλέψαι, καὶ μὴ ἀποστρέψαι τὸ πρόσωπον ἐξ αὐτοῦ· ἵν' ὥσπερ μέγας ἀγωνοθέτης δοκιμάσῃ τὸν ἀγῶνα ὃν ὑπέστη καὶ τὴν ὑπομονὴν καὶ τὴν ταπείνωσιν, ἐφ' ᾗ σεμνυνόμενος ἀξιοῖ τὸν Πατέρα μὴ ἀποστρέψαι τὸ πρόσωπον ἐξ αὐτοῦ, ἀλλ' ἐπιβλέψαι εἰς αὐτόν. Εἶτα ἐπιλέγει· «Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ὅτι στενόν μοι, ταχὺ ἐπάκουσόν μου.» Νοήσεις δὲ καὶ τούτου τὴν διάνοιαν ἐπιστήσας ὅπως εἴρηται τὸ, «Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι' αὐτῆς.» Πρῶτος γοῦν αὐτὸς τὴν στενὴν αὐτὴν καὶ τὴν τεθλιμμένην ὁδεύσας ἔλεγεν·
He also remembers the depths and the pit; and in the twenty-first psalm, signifying these same things, he uses different names, saying: "Rescue my soul from the sword, and my only-begotten from the hand of the dog. Save me from the mouth of the lion, and from the horns of the unicorns my lowliness." For these things too have been said concerning the opposing powers in what is called Hades, as we set them forth when we expounded the places. "Hear me, O Lord, because your mercy is good; according to the multitude of your compassions look upon me." And here too, through the name ineffable among the Hebrews, the Savior calls upon his own Father, saying: Since I have asked for these things, that I may not be plunged into the mire, and that I may be rescued from the deep waters, and the things that follow these, for this cause grant my petition, O Lord, "because your mercy is good, and according to the multitude of your compassions look upon me. Do not turn your face away from your servant." In these words he entreats that he may look upon him and not turn his face away from him; so that, as a great judge of the contest, he might approve the contest which he underwent, and the endurance and the lowliness, in which exulting he deems worthy that the Father should not turn his face away from him, but should look upon him. Then he adds: "Because I am afflicted, hear me quickly;" or according to Aquila, "Because it is narrow for me, hear me quickly." And you will understand his meaning also by attending to how it is said, "Narrow and afflicted is the way that leads to life, and few are those who enter through it." At any rate, he himself, having first walked that narrow and afflicted way, said:
«Ὅτι στενή μοι,» καὶ, «ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου·» Ἐδήλου δὲ καὶ διὰ τῶν ἔμπροσθεν τὴν θλίψιν ἑαυτοῦ καὶ τὴν στένωσιν λέγων· «Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον.» Ἐπὶ τούτοις οὖν καὶ παρεκάλει τὸν Πατέρα ἐμβλέψαι καὶ θεάσασθαι τοὺς ἄθλους οὓς ὑπὲρ ἡμῶν ὑπέμεινε· διὸ ἔλεγε· «Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.» Εἶτα δεικνὺς αὐτοῦ τὰ κατορθώματα οἷς ἐμβλέψαι παρεκάλει, ἐπιλέγει· «Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Σὺ γιγνώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου.» Ὡς γὰρ ἀνωτέρω ἔλεγε· «Σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν·» οὕτω καὶ νῦν τῆς σῆς, φησὶ, γνώσεως τυγχάνουσιν ἄξιοι οἱ ὀνειδισμοί μου. Ἐδήλου δὲ περὶ τούτων καὶ ἐν τοῖς ἔμπροσθεν λέγων· «Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ.» Ἐπεὶ τοίνυν σῇ κρίσει καὶ σῷ πνεύματι τοὺς ὀνειδισμοὺς ὑπέμεινα, καὶ τὸ μεστὸν αἰσχύνης τὸ πάθος, διὰ τοῦτό φημι· «Σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου.» Τὴν μὲν ἐμὴν οἶδας αἰσχύνην οὐκ οὖσαν ἀναξίαν τῆς σῆς γνώσεως. Καὶ τὴν ἐντροπήν μου, ἣν ὑπέμεινα, «τὸν νῶτόν μου δοὺς εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα,» γινώσκεις. Οὐκέτι δὲ ὁμοίως ἐμοὶ τοὺς θλίβοντάς με γινώσκεις· οὐ γὰρ τῆς σῆς τυγχάνουσι γνώσεως ἄξιοι. Διὸ περὶ αὐτῶν φημι, «Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.» Οὕτω δέ εἰσιν ἐναντίον σοῦ, ὡς τὰ ἐναντία σοὶ προῃρημένοι·
Because it is narrow for me," and, "because I am afflicted, hear me quickly." He was also making clear through the earlier words his own affliction and constriction, saying: "And I covered my soul with fasting, and it became a reproach to me. And I put sackcloth as my garment." On these grounds, then, he was also entreating the Father to look upon and behold the contests he endured on our behalf; therefore he said: "Attend to my soul, and redeem it." Then, showing his own achievements, upon which he was entreating him to look, he adds: "For the sake of my enemies rescue me. You know my reproach and my shame and my humiliation." For just as above he said: "You knew my folly, and my transgressions were not hidden from you," so also now, he says, my reproaches are worthy to obtain your knowledge. He was also making this clear concerning these things in the earlier words, saying: "And the reproaches of those who reproach you fell upon me." Since, therefore, by your judgment and your Spirit I endured the reproaches, and the suffering that is full of shame, for this reason I say: "You know my reproach and my shame and my humiliation." You know my shame, which is not unworthy of your knowledge. And my humiliation, which I endured, "giving my back to scourges and my cheeks to blows," you know. But you no longer know those who afflict me in the same way as me; for they are not worthy to obtain your knowledge. Therefore concerning them I say, "All those who afflict me are before you." And they are before you in such a way, as those who have chosen things contrary to you.
θλίβουσι δέ με μηδὲν ὠφελούμενοι ἐκ τῆς ἐμῆς θεραπείας, καὶ θλίβουσι διὰ τῆς αὐτῶν ἀπωλείας. Εἶτ' ἐπιλέγει· «Ὀνειδισμὸν προσεδόκησεν ἡ καρδία μου καὶ ταλαιπωρίαν·» ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Ὀνειδισμὸς κατέαξε τὴν καρδίαν μου, καὶ ἠνιώμην·» ὁ δὲ Ἀκύλας, «Ὀνειδισμὸς, φησὶ, συνέτριψε τὴν καρδίαν μου, καὶ ἀπεγνώσθην.» «Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Κατὰ δὲ τὸν Σύμμαχον· «Καὶ ἀνέμενον συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρηγοροῦντα, καὶ οὐχ εὕρισκον· Καὶ ἐνέβαλλον εἰς τὴν τροφήν μου χολὴν, καὶ ἐν τῇ δίψει μου ἐπότισάν με ὄξος.» Ὅτι μὲν οἱ μαθηταὶ αὐτοῦ, καταλιπόντες αὐτὸν,
ἔφυγον κατὰ τὸν τοῦ πάθους καιρὸν, ὅμως δ' ἐκτὸς λύπης οὐκ ἦσαν, διδάσκει τὸ Εὐαγγέλιον. Ὅτε γὰρ Πέτρος ἀναγέγραπται ἀποκλαυσάμενος πικρῶς, οἵ τε λοιποὶ συνηγμένοι καὶ ὑφ' ἕνα κρυπταζόμενοι οἶκον διὰ τὸν φόβον τῶν Ἰουδαίων, οὐκ ἕξω λύπης ὑπῆρχον. Οὐκ ἂν οὖν ἁρμόσειε ταῦτα περὶ τοῦ χοροῦ τῶν ἀποστόλων λέγεσθαι, ἀλλὰ περὶ τῶν θλιβόντων αὐτὸν, περὶ ὧν ἔλεγεν· «Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.» Ἐγὼ μὲν γὰρ πάντα ὑπὲρ τῆς αὐτῶν σωτηρίας ἐποίουν, καλύπτων ἐν νηστείᾳ τὴν ψυχήν μου, σάκκῳ τε ἐνδύματι χρώμενος· οἱ δὲ τὰ ἐναντία τούτοις ἔπραττον, τοτὲ μὲν ὀνειδίζοντες καὶ διασύροντες τὰς ἐμὰς νηστείας, τοτὲ δὲ ἐν ταῖς παροινίαις αὐτῶν κατ' ἐμοῦ ψάλλοντες, καὶ πάντα μᾶλλον ἢ συλλυπούμενοι. Κἀγὼ μὲν ὑπὲρ αὐτῶν ἀλγῶν ἐλυπούμην· οἱ δὲ οὐ συνήλγουν μοι, οὐδὲ συνέπασχον·
They afflict me while gaining nothing from my care, and they afflict me to their own destruction. Then he adds: "My heart expected reproach and misery"; which Symmachus explained more clearly, saying: "Reproach crushed my heart, and I was grieved"; and Aquila says: "Reproach shattered my heart, and I was brought to despair." "And I waited for one who would grieve with me, and there was none, and for comforters, and I did not find them. And they gave gall for my food, and for my thirst they gave me vinegar to drink." According to Symmachus: "And I waited for one who would grieve with me, and there was none, and for comforters, and I did not find them; and they cast gall into my food, and in my thirst they gave me vinegar to drink." That his disciples, having abandoned him, fled at the time of his passion, the Gospel nevertheless teaches that they were not without grief. For when Peter is recorded to have wept bitterly, and the rest, gathered together and hiding in one house because of fear of the Jews, were not without grief. These things, then, would not fitly be said concerning the choir of the apostles, but concerning those who afflicted him, of whom he said: "Before you are all those who afflict me." For I was doing everything for their salvation, covering my soul with fasting, and using sackcloth as a garment; but they did the opposite of these things, at one time reproaching and mocking my fastings, at another singing against me in their drunken revels, and doing anything rather than grieving with me. And I grieved, in pain for them; but they did not grieve with me, nor suffer with me.
ἀλλ' οὐδὲ παράκλητός τις αὐτῶν εἰς ἐμὴν παραμυθίαν εὕρηται. Πάντα δὲ τὰ κατ' ἐμοῦ ἐγχειροῦντες, εἰς μὲν τὸ βρῶμά μου χολὴν ἔβαλλον, καίτοι τροφὰς αὐτοῖς ἐμοῦ πλουσίας παρεχομένου· διψῶντι δέ μοι ὄξος ἀντὶ ποτοῦ προσέφερον. Τοιαύτην δέ μοι ἐκίρνων χολὴν ὁποίαν ἐδήλου ὁ προφητικὸς λόγος εἰπών· «Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;» Νοήσεις δὲ ὅπως τρέφεται ὁ Σωτὴρ ἡμῶν ἐπακούων αὐτοῦ λέγοντος· «Ἐπείνων, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων, καὶ ἐποτίσατέ με.» Εἰ δὲ ἀντὶ τροφίμων καρπῶν τῶν διὰ εὐσεβοῦς βίου πικράς τις προσφέροι κατ' αὐτοῦ βλασφημίας, τῇ τε διδασκαλίᾳ αὐτοῦ παρεμπλέκοι ἄθεα καὶ ψευδῆ δόγματα, οὗτος εἰς τὸ βρῶμα αὐτοῦ χολὴν ἐμβάλλει, καὶ διψῶντι οἶνον ἐκτροπίαν τὸν ἐκ τῆς εὐθείας ὁδοῦ παρατετραμμένον δίδωσιν. Τοιαῦτα δὲ ἐθέσπιζε περὶ τοῦ Ἰουδαίων λαοῦ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ προφητικῶς ἀναφωνῶν καὶ λέγων· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.» Ἔνθεν εἰκότως τοῖς αὐτοῖς καὶ διὰ Ἡσαΐου καταμέμφεται τὸ Πνεῦμα λέγον· «Ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας·» Καὶ πάλιν· «Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.» Ἔργοις τοιγαροῦν καὶ πράξεσι, πικρῷ τε λόγῳ καὶ βίῳ ἔδωκαν εἰς τὸ βρῶμα τοῦ Σωτῆρος χολὴν, καὶ εἰς τὴν δίψαν αὐτοῦ ἐπότισαν αὐτὸν ὄξος. Ἐπεὶ δὲ ἔδει καὶ κατὰ τὴν ἱστορίαν τὸν τῆς προφητείας ἀποπληρωθῆναι λόγον, κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἱστορεῖ ὁ εὐαγγελιστὴς λέγων·
But not even one of them was found to comfort me for my consolation. And in all their attempts against me, they cast gall into my food, although I was providing them with abundant nourishment; and when I was thirsty, they offered me vinegar instead of a drink. And they mixed for me such gall as the prophetic word indicated when it said: "How have you turned into bitterness, the alien vine?" And you will understand how our Savior is fed when you hear him saying: "I was hungry, and you gave me food; I was thirsty, and you gave me drink." But if, instead of nourishing fruits produced through a life of piety, someone offers bitter blasphemies against him, and interweaves godless and false doctrines with his teaching, this person casts gall into his food, and to him who is thirsty gives wine that is a turning aside—a drink turned aside from the straight way. Moses prophesied such things concerning the people of the Jews in the great song, proclaiming prophetically and saying: "For their vine is from the vine of Sodom, and their branch is from Gomorrah; their grape is a grape of gall, their clusters of bitterness." Hence, with good reason, the Spirit also reproaches the same people through Isaiah, saying: "I waited for it to produce a grape, but it produced thorns;" and again: "I waited for it to produce judgment, but it produced lawlessness, and not righteousness, but a cry." By their works and deeds, then, by bitter word and life, they gave gall into the food of the Savior, and for his thirst they gave him vinegar to drink. But since it was also necessary that the word of the prophecy be fulfilled according to the historical account, at the time of his passion the evangelist records, saying:
«Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται ἤδη, ἵνα πληρωθῇ ἡ Γραφὴ, λέγει· Διψῶ. Λεκάνη ἔκειτο ὄξους μεστή. Σπόγγον οὖν μεστὸν ποιήσαντες ὄξους μετὰ χολῆς καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβεν ὁ Ἰησοῦς τὸ ὄξος μετὰ τῆς χολῆς, εἶπε· Τετέλεσται καὶ αὕτη ἡ Γραφή, Καὶ κλίνας τὴν κεφαλὴν, ἀφῆκε τὸ πνεῦμα.» Καὶ ἐπειδὴ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα μετὰ τὴν συμπλήρωσιν τῆς Γραφῆς, εἰκότως καὶ ἐν τῷ ψαλμῷ μέχρι τούτου τὰ ἑαυτοῦ περιγράφει πάθη. Εἶτ' ἐντεῦθεν ὁποῖα μετελεύσεται αὐτοὺς θεσπίζει· «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον.» Ὥσπερ κατά τινα συνήθειαν, τὰ μέλλοντα ὡς παρῳχηκότα προφέρεσθαι εἴωθεν ἡ Γραφή· ἀρτίως γοῦν ἔλεγε τὸ, «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν,» ἀντὶ τοῦ, δώσουσι, «καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» ἀντὶ τοῦ, ποτίσουσι. Καὶ ἀλλαχοῦ δὲ ὁμοίως εἴρηται· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·» καὶ πάλιν· «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ὁμοίως γὰρ καὶ ταῦτα μέλλοντα γίγνεσθαι ὡς ἤδη παρῳχηκότα προανεφωνεῖτο. Οὕτω καὶ ὅσα νομίζεται προστακτικῶς ἢ εὐκτικῶς λέγεσθαι, καὶ ταῦτα προφητικῷ τρόπῳ προαγορευτικῶς ἐξακούεται· οἷά ἐστι τὰ μετὰ χεῖρας. Τὸ γὰρ, «Γενηθήτω ἡ τράπεζα αὐτῶν,» ἀκουστέον ἀντὶ τοῦ, «γενήσεται·» καὶ τὸ, «Σκοτισθήτωσαν οἱ
After this, Jesus, knowing that all things were already accomplished, so that the Scripture might be fulfilled, says: "I thirst." A vessel full of vinegar was lying there. So having filled a sponge with vinegar mixed with gall and put it on hyssop, they brought it to his mouth. When therefore Jesus had taken the vinegar with the gall, he said: "It is finished," even this Scripture, and bowing his head, he gave up the spirit. And since after the completion of the Scripture he bowed his head and gave up the spirit, reasonably also in the psalm he describes his own sufferings up to this point. Then from here he foretells what sort of things will come upon them: "Let their table become before them a snare, and for recompense, and for a stumbling block." As if by some custom, Scripture is accustomed to utter future things as though already past. Just now, for instance, it said, "They gave gall for my food," instead of "they will give," "and for my thirst they gave me vinegar to drink," instead of "they will give me to drink." And elsewhere it is said similarly: "They divided my garments among themselves, and for my clothing they cast a lot"; and again: "The kings of the earth stood by, and the rulers were gathered together against the Lord and against his Christ." For similarly these things too, being about to happen, were proclaimed beforehand as already past. Thus also whatever things are thought to be spoken imperatively or optatively, these too are heard in a prophetic manner as foretellings; such are the things at hand. For "Let their table become" must be heard instead of "it will become"; and "Let them be darkened, the
ὀφθαλμοὶ αὐτῶν,» ἀντὶ τοῦ, «σκοτισθήσονται·» καὶ τὰ ἑξῆς τούτοις παραπλησίως. Οὐ γὰρ ἔχει λόγον τὸν ἡμῖν προστάττοντα μὴ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ εὐλογεῖν καὶ μὴ καταρᾶσθαι, ἀγαπᾷν δὲ καὶ τοὺς ἐχθροὺς, αὐτὸν τοιαῦτα κατεύχεσθαι ἑτέροις. Οὐκ εὐκτικῶς τοίνυν, οὐδὲ προστακτικῶς, κατὰ δὲ τὸν ἀποδοθέντα τρόπον προφητικῶς καὶ ταῦτα λέλεκται. Ἀνθ' ὧν γὰρ τετολμήκασι καὶ διεπράξαντο κατ' ἐμοῦ, τοιαῦτα αὐτοὺς διαδέξεται· ἡ τράπεζα αὐτῶν ἔσται αὐτοῖς οὐκ εἰς παράθεσιν τροφῆς, ἀλλ' εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον, ἀνθ' ὧν ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. Τράπεζαν δὲ τοῦ Ἰουδαίων ἔθνους τίνα ἂν εἴποις ἢ τὰς θεοπνεύστους Γραφὰς, ἃς μελετᾷν καὶ ἀποστοματίζειν εἰώθασιν; ὧν ἡ μὲν θεωρία καὶ ἡ νόησις, ψυχῶν τροφὴν λογικῶν περιέχει, ἡ δὲ λέξις τραπέζης χώραν περιέχει. Ταύτην τοίνυν τὴν τράπεζαν αὐτῶν, τὴν πρόχειρον τῶν θείων Γραφῶν ἀνάγνωσιν προαγορεύει ἔσεσθαι αὐτοῖς εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον· καὶ ἔσεσθαι αὐτὴν τοιαύτην αὐτοῖς, οὐ φύσει οὖσαν τοιαύτην, ἀλλ' αὐτοῖς ἔσεσθαι τοιαύτην. Τοῦτο γὰρ σημαίνει ὁ λόγος εἰπών· «Ἐνώπιον αὐτῶν γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον.» Ἔργῳ δὲ τοῦτο εἰς αὐτοὺς πληροῦται. Ταῖς γοῦν θείαις Γραφαῖς ἐντυγχάνοντες ἐξ αὐτῶν παγίσι περιπείρονται, ἑτέρως ἢ κατὰ τὸν ἀληθῆ νοῦν ἐκλαμβάνοντες τὰς λέξεις, καὶ διαστρέφοντες τὸν ἐν αὐταῖς ὀρθὸν λόγον, ἐξ αὐτῶν τε εἰς ἀπιστίαν τοῦ Σωτῆρος περιπειρόμενοι.
their eyes," instead of "they will be darkened"; and the rest similarly to these. For it is not reasonable that the law which commands us not to repay evil for evil, but to pray for those who mistreat us, and to bless and not to curse, and to love even our enemies, should itself pray for such things against others. Not then as a wish, nor as a command, but in the manner that has been set forth, these things too have been spoken prophetically. For in return for what they have dared and done against me, such things will succeed them: their table will be for them not for the setting out of food, but for a snare and for repayments and for a stumbling block, in return for their giving gall for my food. And what would you call the table of the Jewish nation but the God-inspired Scriptures, which they are accustomed to study and to recite from memory? Of these, the contemplation and the understanding contains food for rational souls, while the letter contains the place of a table. This table of theirs, then, the ready reading of the divine Scriptures, he foretells will be for them a snare and repayments and a stumbling block; and it will be such for them, not being such by nature, but it will be such for them. For this is what the word means when it says: "Let their table before them become a snare, and repayments and a stumbling block." And in fact this is fulfilled against them. At any rate, when they encounter the divine Scriptures, they are impaled on snares from them, taking the words in another way than the true meaning, and distorting the right sense in them, and from them being impaled into unbelief of the Savior.
Ἀλλὰ καὶ εἰς ἀνταποδόσεις γίνεται αὐτοῖς ἡ τράπεζα αὐτῶν. Ἐν γὰρ αὐτῷ τούτῳ τῷ μὴ συνιέναι τὰ ἀναγνώσματα, ἀπολαμβάνουσιν ὧν ἔδρασαν κατ' αὐτοῦ τὴν τιμωρίαν. Διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ, «καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς τιμωρίαν, ἡρμήνευσεν. Ἀλλὰ καὶ εἰς σκάνδαλον γίνεται ἐνώπιον αὐτῶν ἡ τράπεζα αὐτῶν. Σκανδαλίζονται γὰρ ἐντυγχάνοντες ψιλαῖς ταῖς λέξεσι, καὶ μὴ συνιέντες τὴν ἐν αὐταῖς θεωρίαν· οἷον ἀκούοντες, ὡς, ἐπιστάντος τοῦ Χριστοῦ, συμβοσκήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων καὶ βοῦς φάγεται ἄχυρα· ταῦτα καὶ τὰ τοιαῦτα μὴ συνιέντες, σκανδαλίζονται ἐπὶ τῷ ἐληλυθότι Χριστῷ, ὅτι μὴ αἰσθητῶς ἐγένετο ταῦτα ἐν τῇ αὐτοῦ παρουσίᾳ. Οὕτως οὖν ἡ ἀποδοθεῖσα αὐτῶν τράπεζα γέγονεν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον. Καὶ ταῦτα πεπόνθασιν, ἐπειδήπερ ἐσκοτίσθησαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, διὰ τὸ παρῃτῆσθαι τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον, καὶ ἐπεὶ ὀφθαλμοὺς ἔχοντες οὐκ ἔβλεπον, καὶ ὦτα ἔχοντες οὐκ ἤκουον. Ἐπαχύνθη γὰρ ἡ καρδία αὐτῶν, κατὰ τὸν Ἡσαΐαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν. Διὸ προαγορεύει φάσκων ὁ λόγος· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» Καὶ ἄλλο δὲ ἐναργῶς συμβὰν αὐτοῖς θεσπίζει λέγων·
But their table also becomes for them a means of repayment. For in this very thing—their not understanding the readings—they receive the punishment for what they did against him. Therefore Symmachus, instead of "and for repayments," rendered it "and for punishment." But their table also becomes a stumbling block before them. For they are scandalized when they encounter the bare words and do not understand the contemplation within them; for example, when they hear that, at the coming of Christ, the wolf will graze with the lamb, and the leopard will lie down with the kid, and the lion and the ox will eat straw; not understanding these things and the like, they are scandalized at the Christ who has come, because these things did not happen perceptibly at his coming. So then, their table, which was set before them, has become before them a snare, and a means of repayment, and a stumbling block. And they have suffered these things because their eyes were darkened so as not to see, through their having rejected the light that enlightens every man, and because, having eyes, they did not see, and having ears, they did not hear. For their heart grew dull, according to Isaiah, and they closed their eyes and made their ears heavy. Therefore the word foretells, saying: "Let their eyes be darkened so as not to see." And it also declares another thing that clearly happened to them, saying:
«Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον,» ἀντὶ τοῦ, «συγκάμψεις·» καὶ, «Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου,» ἀντὶ τοῦ, «ἐκχεεῖς·» καὶ, «ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτοὺς,» ἀντὶ τοῦ, «καταλήψεται.» Ὅπως δὲ καὶ ταῦτα μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν τῷ Ἰουδαίων συμβέβηκεν ἔθνει, οὐ δυσχερὲς καταμαθεῖν. Πάλαι μὲν γὰρ διὰ τὰς εἰδωλολατρείας αὐτῶν ἐχθροῖς καὶ πολεμίοις πρὸς ὀλίγον καιρὸν ἐδουλοῦντο· εἶτ' αὖθις τὴν οἰκείαν ἐλευθερίαν ἐλάμβανον· αὐτόνομοί τε καὶ αὐτοβασίλευτοι διετέλουν, τὸ ἱερὸν καὶ τὴν ἐν αὐτῷ κατὰ τὸν Μωϋσέως νόμον λατρείαν διατρέχοντες· μετὰ δὲ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν, πάντων ἀθρόως ἐστερήθησαν· πολιορκίαν τε καὶ δουλείαν τὴν ὑπὸ Ῥωμαίοις ὑπομείναντες, διέμειναν οὕτω ταπεινοὶ, καὶ μηκέτ' ἀνανεῦσαι δεδυνημένοι· ὃ δὴ σημαίνει ἡ μετὰ χεῖρας προφητεία ἐν τῷ λέγειν· «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.» Πρόσχες γὰρ ὅπως εἴρηται τὸ, «διαπαντός·» οὐ
γὰρ πρὸς ὀλίγον τινὰ χρόνον καθὼς ἄλλοτε ἐγένετο, ἀλλὰ, «διαπαντὸς,» φησίν. Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσε· «Καὶ τοὺς νώτους αὐτῶν ἐνδελεχῶς ἀτόνωσον·» ὁ δὲ Σύμμαχος· «Καὶ τὰς ὀσφῦς αὐτῶν διαπαντὸς ἐξάρθρωσον.» Καὶ τοῦτο δὲ αὐτοῖς συνέβη· ἐπεὶ ἡ ὀργὴ τοῦ Θεοῦ οὐκέτι μέτρῳ κατὰ τὸ παλαιὸν μετῆλθεν αὐτούς· ἡ πᾶσα δὲ ἀθρόως κατ' αὐτῶν ἐξεχύθη. Διὸ ἐπιλέγεται· «Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.» Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ δηλοῦται ψαλμῷ τῷ φήσαντι· «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Καὶ ὁ θεῖος δὲ Ἀπόστολος τούτοις συμφώνως ἔλεγεν·
And "bend their back continually," instead of "you will bend"; and "Pour out your wrath upon them," instead of "you will pour out"; and "may the fury of your wrath overtake them," instead of "will overtake." And that these things also happened to the nation of the Jews after their audacity against our Savior, it is not difficult to understand. For formerly, on account of their idolatries, they were enslaved to enemies and foes for a short time; then again they received their own freedom; and they continued autonomous and self-ruling, carrying on the temple and the worship in it according to the law of Moses. But after their plot against our Savior, they were all at once deprived of everything; having endured siege and slavery under the Romans, they remained thus humbled and no longer able to lift up their heads—which is precisely what the prophecy at hand signifies when it says, "And bend their back continually." For consider how the phrase "continually" is used; for it was not for some short time, as happened at other times, but "continually," he says. In place of which Aquila translated, "And weaken their backs constantly"; and Symmachus, "And dislocate their loins continually." And this also happened to them, since the wrath of God no longer visited them in measure as in the old days, but the whole of it was poured out upon them at once. Therefore it is added: "Pour out your wrath upon them, and may the fury of your wrath overtake them." This is also made clear in another psalm which says, "Why, O God, have you rejected us to the end?" And the divine Apostle also said in agreement with these things:
«Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.» Πρῶτον οὖν ἡ τράπεζα αὐτῶν ἐγένετο αὐτοῖς εἰς παγίδα· εἶτα οἱ ὀφθαλμοὶ αὐτῶν ἐσκοτίζοντο· εἶτα ὁ νῶτος αὐτῶν διαπαντὸς ἐκάμπτετο, τῆς τοῦ Θεοῦ ὀργῆς ἐπ' αὐτοὺς ἐκχεομένης. Μετὰ δὲ ταῦτα ἄλλο τι γενήσεσθαι αὐτοῖς προαγορεύει φάσκων· «Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη·» ἀντὶ τοῦ, γενηθήσεται· «καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἀντὶ τοῦ, μὴ ἔσεται. Ἔδει γὰρ μηδὲ τοῦτο παρελθεῖν τὴν προφητικὴν γνῶσιν· ὡς ἄρα καὶ ἡ ἔπαυλις αὐτῶν ἔσται ἔρημος· ἢ κατὰ τὸν Σύμμαχον, «ἀοίκητος·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἠφανισμένη.» Ἔπαυλιν δὲ αὐτῶν τὴν Ἱερουσαλὴμ ὀνομάζει, οὐκέτι Θεοῦ πόλιν οὖσαν, ἀλλ' αὐτῶν ἔπαυλιν. Διὸ καὶ ἔρημον αὐτὴν ἔσεσθαί φησιν· ὃ δὴ καὶ ἔργῳ δείκνυται. Εἶτ' ἐπιλέγει· «Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν,» ἐξ αὐτῶν δηλαδὴ τῶν πάλαι οἰκητόρων· ὃ καὶ αὐτὸ ὀφθαλμοῖς ἡ ἀλήθεια τοῦ λόγου παρίστησιν. Εἰ γοῦν τις ἀφίκοιτο εἰς τοὺς τόπους, ἴδοι ἂν τὴν ἐσχάτην ἐρημίαν τοῦ τόπου· Ἰουδαίων δὲ οὐδένα τολμῶντα ἐπιβαίνειν τῇ πόλει, μήτι γε οἰκεῖν αὐτόθι· ἀλλ' οὐδὲ οἴκησις Ἰουδαϊκὴ περιλέλειπται ἐν τῷ τόπῳ, ὥς τινα τῶν Ἑλλήνων οἰκεῖν ἐν αὐτῇ δύνασθαι. Διὸ λέλεκται· «Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἐν ταῖς σκηναῖς αὐτῶν μὴ ἔστω ὁ κατοικῶν.» Ἄρδην γὰρ ἐκ βάθρων πᾶσαι αὐτῶν αἱ σκηναὶ καὶ αἱ οἰκήσεις κατεσκάφησαν.
But wrath came upon them to the end.” First, then, their table became a snare to them; then their eyes were darkened; then their back was bent continually, as the wrath of God was poured out upon them. And after these things he foretells that something else will happen to them, saying: “Let their habitation be made desolate” — instead of “it will be made desolate”; “and let there be no one dwelling in their tents” — instead of “there will be no one.” For it was necessary that not even this should escape prophetic knowledge: namely, that their habitation also will be desolate — or, according to Symmachus, “uninhabited,” or, according to Aquila, “destroyed.” And he calls Jerusalem their habitation, since it is no longer the city of God, but their habitation. Therefore he says that it will be desolate — which is indeed shown to be the case in fact. Then he adds: “And let there be no one dwelling in their tents,” that is, from among their former inhabitants — and this too the truth of the word presents to our eyes. For if anyone should come to those places, he would see the utter desolation of the place; and no Jew daring to set foot in the city, much less to dwell there; but not even a Jewish dwelling has been left behind in the place, so that one of the Greeks might be able to dwell in it. Therefore it has been said: “And let there be no one dwelling in their tents” — or, according to Symmachus: “Let there be no one dwelling in their tents.” For all their tents and dwellings have been utterly razed to their foundations.
Ὅρα τοίνυν ὁπόσων ἐμνημόνευσεν ὁ λόγος, ἐρημίας τοῦ ἁγίου τόπου, ἀφανισμοῦ τῶν σκηνωμάτων αὐτῶν, τοῦ ἔθνους παντελοῦς ταπεινώσεως, σκοτισμοῦ τῆς διανοίας αὐτῶν, ἀνοησίας τῶν θείων Γραμμάτων, ἃ καὶ οὐκ ἄλλοτε ἐπληροῦτο εἰς αὐτοὺς ἢ μετὰ τὸ ἀσεβῆσαι εἰς τὸν Χριστὸν τοῦ Θεοῦ. Διὸ ἐπιλέγει τούτοις ἑξῆς τὴν αἰτίαν ὧδε φάσκουσα προφητεία· «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν,» καὶ τὰ ἑξῆς. Τὰ προλεχθέντα πάντα συμβήσεσθαι αὐτοῖς φησιν, οὐ διά τινα εἰδωλολατρείαν, ἀλλ' «ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν.» Σὺ μὲν γὰρ κατὰ τὴν λέγουσαν προφητείαν, «Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης,» δι' οὓς αὐτὸς οἶδας λόγους ἐπάταξας. Ὅθεν εἴρηται παρὰ τῷ Ἀποστόλῳ· «Εἰ γὰρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.» Τίνι δὲ παρέδωκεν αὐτὸν, Ἡσαΐας διδάξει λέγων· «Καὶ Κύριος παρέδωκεν αὐτὸν ἁμαρτίαις ἡμῶν·» διὸ γέγονεν ὑπὲρ ἡμῶν κατάρα. Μὴ γνόντα γὰρ αὐτὸν ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ἐν αὐτῷ. Ἀλλὰ καὶ «ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν γέγονε· καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.» Οὐκοῦν καὶ πληγὰς καὶ μώλωπας εἴληφε, καὶ ταῦτα πάντα πέπονθε, τοῦ Πατρὸς βουλομένου καὶ συγχωροῦντος οὕτω γίγνεσθαι. Διὸ ἐν μὲν Ζαχαρίᾳ τῷ προφήτῃ λέλεκται· «Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπ' ἄνδρα πολίτην αὐτοῦ.
Observe, then, how many things the word has mentioned: the desolation of the holy place, the vanishing of their tabernacles, the complete humiliation of the nation, the darkening of their mind, the ignorance of the divine Scriptures—things which were fulfilled in them at no other time than after they had acted impiously against the Christ of God. Therefore the prophecy next adds the reason for these things, speaking thus: "Because they persecuted him whom you struck, and they added to the pain of my wounds," and what follows. It says that all the things previously spoken would happen to them, not because of any idolatry, but "because they persecuted him whom you struck." For you, according to the prophecy that says, "I will strike the shepherd, and the sheep of the flock will be scattered," struck him for reasons you yourself know. Hence it is said by the Apostle: "For if he did not spare his own Son, but delivered him up for us all." But to whom did he deliver him? Isaiah will teach, saying: "And the Lord delivered him up for our sins"; therefore he became a curse for us. For God made him who did not know sin to be sin for us, so that we might become the righteousness of God in him. But also "he was a man in affliction, and knew how to bear weakness; and by his bruise we were healed." So then he received both blows and bruises, and he suffered all these things, the Father willing and permitting it to be so. Therefore in Zechariah the prophet it is said: "Sword, awake against my shepherd, and against the man who is his citizen.
Πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτω τὰ πρόβατα τῆς ποίμνης·» ἐν δὲ τῷ Εὐαγγελίῳ αὐτὸς ὁ Σωτὴρ ἡμῶν πρὸς τῷ πάθει γενόμενος τοῖς αὐτοῦ μαθηταῖς διεστέλλετο εἰπών· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.» Καὶ ἐν τῷ μετὰ χεῖρας
τοιγαροῦν τούτοις συμφώνως εἴρηται τὸ, «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν.» Ὁ μὲν οὖν Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Δυνάμει τε αὐτὸς ἦν ὁ πατάξας διὰ τοῦ συγχωρῆσαι τοιαῦτα αὐτὸν παθεῖν. Οἱ δὲ οὐκ ἐπάταξαν μόνον, ἀλλὰ καὶ ἤλασαν ἐξ ἑαυτῶν καὶ μακρὰν ἀπεδίωξαν αὐτόν· δέον καὶ παταχθέντα παραδέξασθαι· γνόντας, ὅτι Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ ὅτι μὴ γνόντα ἁμαρτίαν, αὐτὸν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Μνημονεῦσαι δὲ χρὴ καὶ τῶν Ἡσαΐου φωνῶν, δι' ὧν ἐλέγετο· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· καὶ Κύριος παρέδωκε ταῖς ἁμαρτίαις ἡμῶν·» καὶ, «Ὅτι οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται·» ὅτι τε ἐτραυματίσθη οὐ δι' ἄλλο τι, ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Οἱ δὲ τούτων μὲν οὐδὲν διενοήθησαν, ἤλασαν δὲ αὐτὸν καὶ ἀπεδίωξαν ἑαυτῶν, ἐξαιτησάμενοι μὲν τὸν φονέα, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀρνησάμενοι. Διό φησιν ἐνταῦθα·
Strike the shepherd, and let the sheep of the flock be scattered; and in the Gospel our Savior himself, when he was about to suffer, instructed his disciples, saying: “All of you will be made to stumble because of me. For it is written: I will strike the shepherd, and the sheep of the flock will be scattered.” And in the [psalm] at hand
In agreement with these things, therefore, it has been said: “For they persecuted the one whom you struck.” The Father, then, did not spare his own Son, but handed him over for us all. And in power he himself was the one who struck him, by permitting him to suffer such things. But they did not only strike him, but also drove him out from themselves and pursued him far away—though they ought to have received him even when struck, recognizing that Christ died for us, having become a curse for us, and that God made him who knew no sin to be sin for us, so that we might become the righteousness of God in him. And it is necessary to remember also the voices of Isaiah, through which it was said: “A man in affliction, and knowing how to bear weakness; and the Lord handed him over to our sins”; and, “For this one bears our sins, and is in pain for us”; and that he was wounded for no other reason but for our sins, and was made weak for our lawless deeds. But they, having understood none of these things, drove him out and pursued him away from themselves, having demanded the murderer and denied the author of life. Therefore he says here:
«Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἐγὼ μὲν γὰρ τὰ ὑπὲρ αὐτῶν ἀνεδεχόμην τραύματα, καθαρμὸς αὐτῶν γενόμενος, καὶ ἀντίψυχον διὰ τὰς ἁμαρτίας αὐτῶν· οἱ δὲ προσέθηκαν ἐμοὶ τὰ ἑαυτῶν κακά. «Ἔδωκαν» γοῦν «εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» οὐ μόνον καθ' ὃν ἔπασχον ὑπ' αὐτῶν καιρὸν, ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ταῖς κατ' ἐμοῦ βλασφημίαις παραμένοντες. Διὸ κατὰ τὸν Ἀκύλαν, ἀντὶ τοῦ, «προσέθηκαν,» διηγήσονται, εἴρηται· κατὰ δὲ τὸν Σύμμαχον, «ἐξηγοῦντο.» Οὐ γὰρ ἀπήρκει τὸ ἅπαξ ποτὲ τραυματίσαι αὐτὸν, καὶ τοιαῦτα κατ' αὐτοῦ τολμῆσαι· ἀλλ' ὥσπερ ἐπὶ κατορθώμασιν ἐγκαυχώμενοι τοῖς ἑαυτῶν τέκνοις, τὰ κατ' αὐτοῦ τολμηθέντα αὐτοῖς διηγοῦντο. Ἐπεὶ τοίνυν αὐτοὶ ταύτην εἵλαντο τὴν μερίδα, διώξαντες μὲν ὃν σὺ ἐπάταξας, ἀνομίας δὲ καὶ ἀσεβείας ἐφ' ἑαυτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν σωρεύσαντες· εἰκότως ἐπιλέγεται τούτοις· «Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν·» ἀντὶ τοῦ, «προσθήσεις·» ἔσται γὰρ αὐτοῖς κακῶν προσθήκη. Τὰ μὲν γὰρ ἐκ τοῦ ἐφ' ἡμῖν ἀνθρώποις γίγνεται, τὰ δὲ ἐκ τῶν ἐπακολουθούντων ἔξωθεν τῷ ἐφ' ἡμῖν. Διὸ λέλεκταί που πρὸς τὸν Θεόν· «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις·» Καὶ ἐν τῷ νόμῳ δὲ εἴρηται ἐκ προσώπου αὐτοῦ. «Καὶ ἐὰν πορευθῆτε πρὸς μὲ πλάγιοι, πορεύσομαι κἀγὼ πρὸς ὑμᾶς θυμῷ πλαγίῳ.» Ἐπεὶ τοίνυν αὐτοὶ ὥσπερ μακρῷ σχοινίῳ τὰς ἀνομίας ἑαυτῶν ἐπεσπάσαντο, εἰκότως καὶ σὺ ὁ δίκαιος κριτὴς προσθήσεις ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν· δευτέραν αὐτοῖς πρὸς τῇ προτέρᾳ λογιζόμενος.
For they persecuted the one whom you struck, and they added to the pain of my wounds. For I myself took up the wounds on their behalf, becoming their purification and a ransom for their sins; but they added their own evils to me. At any rate, they gave gall for my food, and for my thirst they gave me vinegar to drink—not only at the time when I was suffering at their hands, but also in the times after these, persisting in the blasphemies against me. Therefore, according to Aquila, instead of “they added,” it is rendered “they will recount”; and according to Symmachus, “they were telling.” For it was not enough to wound him once and to dare such things against him; but as if boasting in their own achievements, they recounted to their children the things dared against him. Since, then, they themselves chose this portion—persecuting the one whom you struck, and heaping up lawlessness and impiety upon themselves and upon their children—with good reason it is said to them: “Add lawlessness to their lawlessness,” instead of “you will add”; for there will be an addition of evils for them. For some things come from what is in our power as humans, and others from what follows from outside upon what is in our power. Therefore it has been said somewhere to God: “With the holy you will be made holy, and with the crooked you will twist.” And in the law it is said in his own person: “And if you walk crookedly toward me, I also will walk toward you with crooked anger.” Since, then, they themselves, as with a long rope, dragged their lawlessness upon themselves, with good reason you also, the righteous judge, will add lawlessness to their lawlessness, reckoning a second for them in addition to the first.
Ἀλλὰ καὶ «Μὴ εἰσελθέτωσαν, φησὶν, ἐν δικαιοσύνῃ σου.» Ἡ μὲν γὰρ σὴ δικαιοσύνη δικαίους εἰσκαλεῖται, καὶ πάντας εἰς τὰ ἐνδοτάτω τῆς σῆς βασιλείας κατὰ τὰς ἐπαγγελίας ὑποδέχεται· οἱ δὲ τοιαῦτα τολμήσαντες οὐκ εἰσελεύσονται μετὰ τῶν τῇ σῇ δικαιοσύνῃ συνελευσομένων· ἀλλ' οὐδὲ ἐγγραφήσονται ἐν βίβλῳ ζώντων· τοὐναντίον δὲ πείσονται τοῖς ἐγγραφομένοις. Εἰ γὰρ καὶ πρῶτοι τῆς ἐμῆς χάριτος ἀξιωθέντες ἐνεγράφησάν ποτε ἐν τῇ βίβλῳ τῶν ζώντων διὰ τοὺς παρὰ τῷ Θεῷ ζῶντας πατέρας αὐτῶν, ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας· ἀλλ' ἐπεὶ τοιαῦτα τετολμήκασιν, «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.» Διασαφῶν δὲ τὴν ἔννοιαν τῆς βίβλου τῶν ζώντων, ἐπιλέγει ἑξῆς· «Καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.» Ἐκλογῆς γὰρ γιγνομένης τῶν κατὰ τὸν ἀνθρώπινον βίον, οἱ μὲν ζωῆς ἄξιοι τῆς παρὰ τῷ Θεῷ διὰ τὴν οἰκείαν δικαιοσύνην ἀνάγραπτοι γενήσονται παρ' αὐτῷ· οἱ δὲ ἀπόβλητοι τῆς βίβλου ἔσονται οἱ τὸν ἀρχηγὸν τῆς ζωῆς παραιτησάμενοι. Καὶ τοῦτο μὲν τὸ τέλος τῶν τὰ προλεχθέντα κατὰ τοῦ Σωτῆρος ἡμῶν τετολμηκότων· τὰ δ' ἑξῆς ὁ λόγος ἐπὶ τὸ φαιδρότερον μεταβάλλει, ἐντεῦθεν λοιπὸν τῆς εὐαγγελικῆς χάριτος ἀπαρχόμενος. «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ Θεὸς,
But also, "Let them not enter," he says, "in your righteousness." For your righteousness calls in the righteous, and receives all into the innermost parts of your kingdom according to the promises; but those who have dared such things will not enter with those who come together in your righteousness; nor will they be enrolled in the book of the living; but they will suffer the opposite of those who are enrolled. For even if they were once deemed worthy of my grace and were enrolled in the book of the living because of their fathers who live before God, so that the promises were given even to them; yet since they have dared such things, "Let them be blotted out of the book of the living." And clarifying the meaning of the book of the living, he adds next: "And let them not be written with the righteous." For when a selection is made of those according to human life, those worthy of the life before God because of their own righteousness will be recorded before him; but those who have rejected the author of life will be cast out of the book. And this is the end of those who have dared the things previously spoken against our Savior; but the following words the discourse changes to the brighter, from here on beginning the firstfruits of the evangelical grace. "But I am poor and in pain, your salvation, O God,
ἀντελάβετό μου.» Ὁ εἰπὼν ἐν Εὐαγγελίοις· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,» διὰ τῶν προκειμένων πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, φησί. Πτωχὸς δὲ ἦν τὸν πλοῦτον τῆς αἰωνίου βασιλείας ἀποθέμενος Διό φησιν ὁ Παῦλος· «Ἰησοῦς Χριστὸς πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἀλλὰ καὶ «ἀλγῶν» γέγονε· διὸ ἔλεγεν ἀνωτέρω· «Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἤλγει γὰρ ἐπὶ τοῖς ἀπολλυμένοις, καὶ ὑπερέπασχε τῶν μὴ προσιόντων τῇ δι' αὐτοῦ προξενουμένῃ σωτηρίᾳ. Διὸ ὥσπερ ἀλγῶν ἐβόα· «Ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη, ἕως πότε μεθ' ὑμῶν εἰμι; ἕως πότε ἀνέχομαι ὑμῶν;» Διό φησι· «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι· ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Αἰνίττεται δὲ διὰ τούτων τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν. Εἰ γὰρ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης, ὡς διὰ τῶν τῆς προφητείας ἐδήλου, νυνὶ δέ φησιν· «Ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου·» σαφῶς παρίστησιν ἀντιλήψεως τετυχηκέναι, μετὰ τὸ ἐληλυθέναι εἰς τὰ βάθη τῆς θαλάσσης, μετὰ τὸ πεπονθέναι τὰ προλεχθέντα. Διὸ καὶ ἐν καʹ ψαλμῷ τὸν «ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» ἀνέπεμπεν ὕμνον. Εἶθ' ὡς τυχὼν ἀντιλήψεως, μεταβάλλει τοὺς λόγους ἐπὶ τὸ φαιδρότερον, ὕμνους ἀναπέμπων τῷ ἑαυτοῦ Πατρὶ, ἐν οἷς φησιν· «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μετ' ᾠδῆς.» Τὸ δὲ μετὰ μέλους καὶ ᾠδῆς λόγους προσφέρεσθαι σύμβολον ἦν θυμηδίας καὶ εὐφροσύνης. Ἀλλὰ καὶ «μεγαλυνῶ αὐτὸν,» φησίν· δῆλον δ' ὅτι τὸν αὐτοῦ Πατέρα.
He took hold of me." The one who said in the Gospels, "Learn from me, that I am gentle and humble in heart," through the words set before us says, "I am poor and in pain." And he was poor, having laid aside the wealth of the eternal kingdom. Therefore Paul says: "Jesus Christ, being rich, became poor for our sake, so that we might become rich by his poverty." But he also became "in pain"; therefore he said above, "And to the pain of my wounds they added." For he grieved over those who were perishing, and he suffered greatly for those who did not come to the salvation procured through him. Therefore, as one in pain, he cried out: "O faithless and perverse generation, how long shall I be with you? How long shall I bear with you?" Therefore he says: "I am poor and in pain; your salvation, O God, has taken hold of me." By these words he hints at the salvation that comes after his death. For if he was sunk into the mire of the deep, and came into the depths of the sea, as he indicated through the words of the prophecy, and now he says, "Your salvation, O God, has taken hold of me," he clearly shows that he obtained help after coming into the depths of the sea, after suffering the things foretold. Therefore also in the twenty-first psalm he sent up the hymn "for the help of the morning." Then, as one who has obtained help, he changes his words to something brighter, sending up hymns to his own Father, in which he says: "I will praise the name of God with a song." And to offer words with melody and song was a symbol of gladness and joy. But also, he says, "I will magnify him"—and it is clear that this means his own Father.
Πῶς δὲ καὶ αὐτὸν μεγαλυνεῖ, ἐπιλέγει ἑξῆς, «ἐν αἰνέσει·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἐν εὐχαριστίᾳ.» Νοήσεις δὲ τὴν εὐχαριστίαν καὶ τὴν αἴνεσιν δι' ἧς ὁ Υἱὸς μεγαλύνει τὸν Πατέρα, ἐπιστήσας τοῖς μυστηρίοις τῆς Καινῆς Διαθήκης, ἐν οἷς καθ' ὅλης τῆς οἰκουμένης ἡ Ἐκκλησία τοῦ Θεοῦ τὰς εὐχαριστίας καὶ τὰς λογικὰς καὶ ἀκάπνους λατρείας ἀναφέρειν τῷ Θεῷ παρείληφεν. Αὕτη δὲ ἡ αἴνεσις καὶ ἡ εὐχαριστία πολὺ κρείττων τυγχάνει τῶν σωματικῶν θυσιῶν, τῶν κατὰ τὸν Μωϋσέως νόμον πάλαι προσαγομένων. Διὸ ἐπιλέγει· «Καὶ ἀρέσει τῷ Κυρίῳ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.» Εἰ γὰρ ἐπὶ τούτοις σεμνύνονται Ἰουδαίων παῖδες, ἴστωσαν, ὅτι πολὺ βελτίων καὶ τῷ Θεῷ προτιμοτέρα ἡ ἐμὴ εὐχαριστία καὶ ἡ ἐμὴ αἴνεσις τῶν προλεχθέντων. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· «Καὶ ἀρέσει τῷ Κυρίῳ μᾶλλον ἢ βοῦς ταῦρος διχηλῶν, κεράστης.» Διὰ τί δὲ ἐνταῦθα μόσχου μνημονεύει καὶ οὐχ ἑτέρου τινὸς τῶν προσφέρεσθαι εἰωθότων εἰς θυσίαν ζώων, ἄξιον μὴ ἀβασανίστως παρελθεῖν. Τῶν γὰρ κατὰ τὸν Μωϋσέως νόμον θύεσθαι προσταττομένων ζώων τὰ μὲν ἐξ ἀγέλης βοῶν προσήγετο, τὰ δὲ ἐκ προβάτων, τὰ δὲ ἀπὸ πετεινῶν· καὶ τὰ μὲν ἄῤῥενα, τὰ δὲ θήλεα· καὶ τὰ μὲν ἑκούσια κατὰ προαίρεσιν, τὰ δὲ κατὰ ὀφειλήν· καὶ τὰ μὲν ὠνομάζετο θυσία σωτηρίου, τὰ δὲ ὑπὲρ ἁμαρτίας· καὶ τὰ μὲν ὑπὲρ τοῦ ἀρχιερέως προσεφέρετο, τὰ δὲ ὑπὲρ παντὸς τοῦ λαοῦ, τὰ δὲ ὑπὲρ ἄρχοντος ἡμαρτηκότος. Πολλῆς δὲ οὔσης ἐν τούτοις διαφορᾶς, οὐδὲ πώποτε ὑπὲρ τοῦ τυχόντος ἄρχοντος, οὐδ' ὑπὲρ ἰδιώτου ἀνδρὸς μόσχος ἀνεφέρετο.
And how he also magnifies him, he adds next: "in praise," or according to Aquila, "in thanksgiving." You will understand the thanksgiving and the praise through which the Son magnifies the Father by attending to the mysteries of the New Covenant, in which the Church of God throughout the whole inhabited world has received the tradition of offering to God thanksgivings and rational and smokeless worship. And this praise and thanksgiving is far better than the bodily sacrifices that were formerly offered according to the law of Moses. Therefore he adds: "And it shall be pleasing to the Lord more than a young calf, bringing forth horns and hooves." For if the children of the Jews take pride in these things, let them know that my thanksgiving and my praise are far better and more preferred by God than the things previously mentioned. Therefore according to Symmachus it is said: "And it shall be pleasing to the Lord more than an ox, a bull of cloven hooves, horned." But why here he makes mention of a calf and not of some other of the animals customarily offered in sacrifice is worth not passing over unexamined. For of the animals commanded to be sacrificed according to the law of Moses, some were brought from herds of cattle, some from sheep, and some from birds; and some were male, some female; and some voluntary according to choice, some according to obligation; and some were called a sacrifice of salvation, others for sin; and some were offered for the high priest, others for the whole people, and others for a ruler who had sinned. Although there is much difference in these matters, never at any time was a calf offered for an ordinary ruler, nor for a private man.
Ποτὲ δὲ ὁ μόσχος ὁ ἄῤῥην ἐθύετο, ἄλλοτε πᾶσα ἡ συναγωγὴ ἁμαρτίᾳ περιπεπτώκει, ὑπὲρ ἧς καὶ αὐτὸς ὁ ἱερεὺς ὥσπερ κεφαλὴ ὢν τοῦ παντὸς λαοῦ τῆς ἁμαρτίας κοινωνὸς τὸν μόσχον προσῆγε. Ταῦτα δὲ ἐν Λευιτικῷ εὕροις ἂν ἐπιστήσας, ἐν ᾧ γέγραπται· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ λαὸν ἁμαρτεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ·» καὶ ἑξῆς· «Ἐὰν δὲ πᾶσα συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς· καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν τοῦ Κυρίου, ἢ οὐ ποιηθήσεται, καὶ πλημμελῶσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ· καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς
ἁμαρτίας.» Καὶ μετὰ ταῦτα ἡ ἱστορία εἰσάγει ὑπὲρ τοῦ ἀρχιερέως θυσίαν μόσχον, ἐν οἷς εἴρηται· «Καὶ προσήγαγε Μωϋσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέθηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας, καὶ ἔσφαξεν αὐτόν.» Ὁρᾷς ἐπὶ ποίοις ὁ μόσχος προσεφέρετο ἐπὶ πάσῃ τῇ συναγωγῇ Ἰσραὴλ ἁμαρτούσῃ, καὶ ἐπὶ ἀρχιερεῖ ἡμαρτηκότι· καὶ οὐχ ἁπλῶς ἡμαρτηκότι, ἀλλὰ καὶ τῷ λαῷ αἰτίῳ γενομένῳ ἁμαρτίας· λέγει γάρ· «Ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν·» ἀνθ' οὗ ὁ Ἀκύλας ἡρμήνευσεν· «Εἰς πλημμέλησιν τοῦ λαοῦ.» Ἐπεὶ τοίνυν κατὰ τὸ σωτήριον πάθος οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, τῷ τε παντὶ λαῷ διαστροφῆς αὐτοὶ γεγόνασιν αἴτιοι·
At one time the male calf was sacrificed, at another the whole congregation had fallen into sin, on whose behalf the priest himself also, as being the head of the whole people and a partaker in the sin, brought the calf. You would find these things in Leviticus if you attend carefully, where it is written: "And the Lord spoke to Moses, saying: Speak to the sons of Israel, saying: If the anointed high priest sins so as to make the people sin, he shall bring for his sin which he has sinned a calf from the herd, without blemish, to the Lord;" and next: "But if the whole congregation of Israel sins unintentionally, and the matter escapes the eyes of the congregation, and they do one of all the commandments of the Lord, which shall not be done, and they transgress, and their sin which they have sinned in it becomes known to them, the congregation shall bring a calf from the herd for the sin." And after these things the history introduces a sacrifice of a calf on behalf of the high priest, in the words: "And Moses brought the calf which was for the sin, and Aaron and his sons laid their hands on the head of the calf of sin, and he slaughtered it." Do you see on what accounts the calf was offered—for the whole congregation of Israel when it had sinned, and for the high priest when he had sinned; and not simply when he had sinned, but also when he became the cause of sin for the people? For it says: "If the anointed high priest sins so as to make the people sin;" in place of which Aquila translated: "For the transgression of the people." Since, therefore, at the saving passion the high priests and the rulers of the nation of the Jews were gathered together against the Lord and against his Christ, and they themselves became the cause of perversion for the whole people—
γέγραπται γάρ· «Καὶ οἱ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώσωσιν αὐτόν·» καὶ πάλιν ἑξῆς· «Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωσι τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν·» Χρεία δὲ ἦν καθάρσεως τοῖς ταῦτα τετολμηκόσι, καὶ θυσίας οὐκ ἄλλης, ἢ τῆς διὰ τοῦ μόσχου, ὡς μεμαρτύρηται διὰ τῆς προτεθείσης Γραφῆς· εἰκότως, Οὐκ αἰσθητὸν ἐγὼ, φησὶ, μόσχον προσφέρω, διὰ τῶν προκειμένων ὁ Σωτὴρ ἡμῶν, ἀλλὰ τὴν καθαρὰν καὶ ἄναιμον θυσίαν, ἣν αὐτὸς ἐγὼ συνεστησάμην ἐν τῇ ἐμαυτοῦ Ἐκκλησίᾳ διὰ τῆς ἀναίμου καὶ ἀπύρου λειτουργίας, τῆς δι' αἰνέσεως· ἥτις ἀρέσει τῷ Θεῷ μᾶλλον ἢ ὁ παρὰ Μωϋσεῖ νενομοθετημένος μόσχος. Διὸ λέλεκται· «Μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει. Καὶ ἀρέσει τῷ Θεῷ,» ἡ αἴνεσις δηλαδὴ, «ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.» Ἔτυχον δ' ἂν ἀφέσεως καὶ καθάρσεως τῶν ἡμαρτημένων αὐτοῖς οἱ ἀρχιερεῖς καὶ οἱ τοῦ παντὸς ἔθνους, εἰ κέχρηντο ταύτῃ τῇ θυσίᾳ, τὴν καινὴν καὶ σωτήριον Διαθήκην παραδεξάμενοι. Εἶτα εὐχὴν ἀναπέμπει ὁ προλεχθεὶς πτωχὸς ὑπὲρ τῶν παραπλησίως αὐτῷ πτωχῶν, περὶ ὧν διδάσκει λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καί φησι διὰ τῆς εὐχῆς· «Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.» Εὔχεται δὲ ἤδη ποτὲ εἰς ἔργα χωρῆσαι τὰ προλεχθέντα, ὥστε ὀφθαλμοῖς αὐτὰ θεάσασθαι τοὺς εἰρημένους πτωχοὺς, δηλαδὴ τοὺς μαθητὰς αὐτοῦ καὶ τοὺς ἀποστόλους.
For it is written: "And the chief priests and the whole council were seeking false testimony against Jesus, so that they might put him to death;" and again, next: "But the chief priests and the elders persuaded the crowds to ask for Barabbas, and to destroy Jesus." But those who had dared these things had need of purification, and of no other sacrifice than that through the calf, as has been testified through the Scripture set before us. Rightly, he says, I do not offer a perceptible calf, through the things set before us our Savior says, but the pure and bloodless sacrifice, which I myself established in my own Church through the bloodless and fireless liturgy, that which is through praise; which will be more pleasing to God than the calf legislated by Moses. Therefore it has been said: "I will magnify him with praise. And it will please God," namely the praise, "more than a young calf, bringing forth horns and hoofs." And the chief priests and those of the whole nation would have obtained forgiveness and purification of their sins, if they had used this sacrifice, having received the new and saving Covenant. Then the poor man mentioned before sends up a prayer on behalf of those poor like himself, concerning whom he teaches, saying: "Blessed are the poor in spirit, for theirs is the kingdom of heaven." And he says through the prayer: "Let the poor see and be glad." And he prays that the things said before may at some time proceed into deeds, so that the poor mentioned—namely his disciples and the apostles—may behold them with their eyes.
Ἰδεῖν δὲ τούτοις εὔχεται τὴν ἀποδομασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» θεῖσαν αὐτοῦ αἴνεσιν τὴν ὑπὲρ μόσχον νέον τὸν κέρατα ἐκφέροντα καὶ ὁπλάς. Καὶ δὴ πληρουμένης αὐτοῦ τῆς εὐχῆς μακροῖς ὕστερον χρόνοις, ἐμακάριζε τοὺς κατηξιωμένους τῆς τῶν πραγμάτων θέας· διὸ ἐν Εὐαγγελίοις ἀναγέγραπται τοῖς αὐτοῦ μαθηταῖς εἰπών· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι.» Ταῦτα γὰρ σύμφωνα ἦν τῷ φήσαντι λόγῳ· «Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» Εὐξάμενος ὑπὲρ τῶν πτωχῶν, πρὸς αὐτοὺς λοιπὸν ποιεῖται τὸν λόγον, εὐαγγελίζεταί τε αὐτοῖς ζωὴν οὐ σωμάτων, ἀλλὰ ψυχῶν· καὶ ταύτην αὐτοῖς εὑρεθήσεσθαι ἐκζητήσασι τὸν Θεὸν ἐπαγγέλλεται· διό φησι· «Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» Πηγὴ γὰρ ζωῆς παρ' αὐτῷ. Διὸ πάντα δεύτερα θεμένους τοὺς εἰρημένους πτωχοὺς, ἐκζητεῖν αὐτὸν προστάττει μετὰ πίστεως καὶ ἀγαθῆς ἐλπίδος· ζήσεσθαι γὰρ αὐτοὺς ἐπαγγέλλεται ζωὴν ψυχῆς, περὶ ἧς καὶ ὁ Ἀπόστολος ἐδίδασκε λέγων· «Ἡ γὰρ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Εἶτ' ἐπιλέγει· «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε.» Πάλιν δὲ κἀνταῦθα τὸ, «εἰσήκουσεν,» ἀντὶ τοῦ, «εἰσακούσεται,» εἴρηται, καὶ τὸ, «οὐκ ἐξουδένωσεν,» ἀντὶ τοῦ, «οὐκ ἐξουδενώσει.» Προειπὼν γὰρ, «Ζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,» θαρσούντως φησὶ, Ζητήσατε, ὅτι εἰσακούσεται τῶν
He prays that these may see the kingdom prepared for you from the foundation of the world. He set forth his praise, which is above the young bull that brings forth horns and hooves. And indeed, when his prayer was fulfilled after long ages, he blessed those deemed worthy of the sight of these things; therefore it is recorded in the Gospels that he said to his own disciples: "But blessed are your eyes, for they see, and your ears, for they hear." For these things were in agreement with the word that said: "Let the poor see and be glad; seek God, and your soul shall live." Having prayed on behalf of the poor, he now directs his discourse to them, and proclaims to them the life not of bodies but of souls; and he promises that this will be found by them when they seek God; therefore he says: "Seek God, and your soul shall live." For with him is the fountain of life. Therefore, having set all things second, he commands those called poor to seek him with faith and good hope; for he promises that they shall live the life of the soul, concerning which the Apostle also taught, saying: "For your life is hidden with Christ in God. When Christ, your life, is revealed, then you also will be revealed with him in glory." Then he adds: "For the Lord has heard the poor, and has not despised his bound ones." And again here the phrase "he has heard" is said instead of "he will hear," and "he has not despised" instead of "he will not despise." For having said beforehand, "Seek God, and your soul shall live," he says confidently, Seek, because he will hear the
πενήτων. Οὐ γὰρ τρυφώντων ἐστὶν ὁ Θεὸς, οὐδὲ ἐπῃρμένων καὶ ἀλαζονευομένων, ἀλλὰ ταπεινῶν καὶ πενήτων. Διὸ εἴρηται· «Ἐπὶ τίνα ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Θαρσοῦντες οὖν ζητήσατε τὸν Θεὸν, εἰδότες, ὅτι εἰσακούσεται ὑμῶν τῶν πενήτων Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδενώσει· ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ τοὺς δεσμώτας τοὺς ἑαυτοῦ οὐκ ἐξευτελίσει.» Νοήσεις δὲ ὅπως οἱ πτωχοὶ οὗτοι δεσμῶται καὶ πεπεδημένοι γεγόνασιν ἀκούων Παύλου λέγοντος· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ·» ᾧ παραπλησίως καὶ οἱ λοιποὶ μαθηταὶ δέσμιοι ἦσαν Χριστοῦ. Ἀλλὰ καὶ οἱ ὄντες ἐν τῷ σκήνει ὥσπερ ἐν δεσμοῖς ὄντες στένουσι λυθῆναι τῶν δεσμῶν ἱκετεύοντες· διό φασι· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ σώματος τοῦ θανάτου τούτου;» Οἱ μὲν οὖν τὸ φθαρτὸν σῶμα βαρούμενοι, καὶ τὴν φθορὰν ἀποστρεφόμενοι, στένοντές τε ἐπὶ τῷ φθαρτῷ βίῳ, δεσμῶται τοῦ Θεοῦ τυγχάνουσι, καὶ πεπεδημένοι αὐτοῦ, ὧν τὰς εὐχὰς οὐκ ἐξουδενώσει, οὐδὲ ἀποστραφήσεται. Οἱ δὲ τοὺς ἑαυτῶν δεσμοὺς πιαίνοντες, καὶ διὰ πολλῆς τρυφῆς περιέποντες, δεσμῶται φθορᾶς καὶ θανάτου λεχθεῖεν ἂν εἰκότως. «Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.» Ἐπειδὴ τοῖς πτωχοῖς ἐπηγγείλατο βασιλείαν οὐρανῶν εἰπὼν, «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» σφόδρα ἀκολούθως μετὰ τὸν περὶ τῶν πενήτων λόγον ἐπιφέρει·
of the poor. For God is not with the luxurious, nor with the exalted and boastful, but with the humble and poor. Therefore it is said: "Upon whom shall I look, except upon the meek and humble, and the quiet and trembling at my words?" Take courage, then, and seek God, knowing that the Lord will hear you who are poor, and will not despise his bound ones; or according to Symmachus, "And he will not treat with contempt his own prisoners." And you will understand how these poor have become prisoners and bound, hearing Paul saying: "Paul, a prisoner of Jesus Christ"; in like manner also the rest of the disciples were prisoners of Christ. But even those who are in the tabernacle, as though in bonds, groan, entreating to be released from their bonds; therefore they say: "Wretched man that I am, who will deliver me from this body of death?" Those, then, who are weighed down by the corruptible body, and turn away from corruption, and groan over the corruptible life, are prisoners of God, and his bound ones, whose prayers he will not despise, nor turn away from. But those who fatten their own bonds, and tend them with great luxury, might reasonably be called prisoners of corruption and death. "Let the heavens and the earth praise him, the sea and all things that creep in it." Since he promised the kingdom of heaven to the poor, saying, "Blessed are the poor in spirit, for theirs is the kingdom of heaven," very consistently, after the discourse concerning the poor, he adds:
«Αἰνεσάτωσαν αὐτὸν οὐρα νοί.» Ἐπειδὴ κατὰ πᾶσαν τὴν οἰκουμένην κατά τε γῆν καὶ θάλασσαν ἤμελλον Ἐκκλησίαι τῷ Θεῷ συνίστασθαι ἐκ τῶν προλελεγμένων πτωχῶν, ἀκολούθως ἐπισυνῆπται, «καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.» Ἕρποντα δὲ ἐπὶ γῆς καὶ θαλάσσης ἐνταῦθα κελευόμενα σὺν οὐρανῷ καὶ γῇ αἰνεῖν τὰ ἔθνη τυγχάνει τὰ ἐν τῷ θνητῷ βίῳ τῶν ἀνθρώπων ἑρπετῶν δίκην τὸ παλαιὸν ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευόμενα. Καὶ παρὰ τῷ Ἡσαΐᾳ θηρία καὶ ἑρπετὰ ἀλληγορικῷ τρόπῳ τὰ ἔθνη κέκληται, ἐν οἷς εἴρηται· «Καὶ συμβοσκήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ ἀδικήσουσιν·» ἃ καὶ διερμηνεύων ἑξῆς ὁ λόγος ἐπιφέρει· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐν αὐτῷ ἔθνη ἐλπιοῦσι.» Τῆς οὖν μεταβολῆς ταύτης τῶν ἐθνῶν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γιγνομένης, εἰκότως σὺν οὐρανῷ καὶ τοῖς κατ' οὐρανὸν ἀγγέλοις τὰ ἀποδοθέντα ἑρπετὰ αἰνεῖν προστάττεται τὸν Θεόν. Διὸ λέλεκται· «Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.» Πῶς δὲ δύναται τὸν Θεὸν αἰνεῖν τὰ ἑρπετὰ, εἰ μὴ μετάσχοι φρονήσεως καὶ Θεοῦ γνώσεως; Οὐκοῦν θύσει τὴν θυσίαν τῆς αἰνέσεως καὶ τὰ ἑρπετά; Ὅτι δὲ ἀνθρώπους διὰ τούτων αἰνίττεται, διδάσκει τὸ Εὐαγγέλιον, ἐν ᾧ γέγραπται· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Let them praise him, you heavens." Since throughout the whole inhabited world, on land and sea, churches were going to be established for God from the poor foretold, there follows accordingly, "and earth and sea, and all things that creep in them." But the creeping things on earth and sea that are here commanded, together with heaven and earth, to praise are the nations, which in this mortal life of men once walked like creeping things on breast and belly. And in Isaiah, beasts and creeping things are allegorically called nations, where it is said: "And the wolf shall feed together with the lamb, and the leopard shall rest with the kid, and the lion shall eat straw like the ox. And a little child shall put his hand on the hole of asps and on the den of the offspring of asps, and they shall not harm;" and interpreting these things, the text next adds: "And there shall be the root of Jesse and he who rises to rule the nations, in him shall nations hope." Since, then, this change of the nations takes place at the coming of Christ, reasonably, together with heaven and the angels in heaven, the creeping things that have been restored are commanded to praise God. Therefore it is said: "Let the heavens and the earth praise him, the sea and all things that creep in them." But how can the creeping things praise God, unless they partake of understanding and the knowledge of God? Will the creeping things, then, offer the sacrifice of praise? That he hints at human beings through these things, the Gospel teaches, in which it is written: "You offspring of vipers, who has shown you to flee from the coming wrath?
Ποιήσατε οὖν καρποὺς ἀξίους μετανοίας.» «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας.» Αἰτίαν ἀποδίδωσι δι' ἣν οὐρανοὶ καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς αἰνέσειν λέγονται τὸν Θεόν. Ἡ δὲ αἰτία ἐστὶν αὕτη, «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις Ἰουδαίας.» Ποίαν δὲ Σιὼν, ἢ δηλονότι τὴν καθ' ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαν τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαν; Πόλεις δὲ Ἰουδαίας μὴὄκνει λέγειν τὰς θεοπνεύστους Γραφὰς, δι' ὧν ἡ Ἰουδαϊκὴ πολιτεία τετύπωται. Ἀλλ' αὗται μὲν αἱ πόλεις καθῄρηντο, ὅσον ἐπὶ Ἰουδαίοις, οἰκοδομὴν δὲ εἰλήφασι διὰ τῆς ἐν Χριστῷ καινῆς διδασκαλίας· δι' ἧς καὶ ἡ ἀληθινὴ περιτομὴ συνίσταται, καὶ τὰ πνευματικὰ Σάββατα, καὶ αἱ πνευματικαὶ θυσίαι καὶ πάντα τούτοις ἀκολούθως κατὰ τὴν ἑρμηνείαν τοῦ πνευματικοῦ νόμου. Οὕτως οὖν οἰκοδομοῦνται αἱ πόλεις τῆς Ἰουδαίας,
καὶ κατοικήσουσιν ἐν αὐταῖς οἱ πολῖται καὶ οἱ κληρονόμοι τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐπηγγελμένων· διὸ λέλεκται· «Καὶ κληρονομήσουσιν αὐτήν.» Ἀλλὰ καὶ «τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν.» Δοῦλοι δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ πάντως οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, καὶ τὸ σπέρμα τὸ καθ' ὅλης τῆς οἰκουμένης κατασπαρὲν, ὅπερ τὴν κληρονομίαν τὴν ἐπηγγελμένην ἐν ταῖς θείαις Γραφαῖς καθέξει; Ἀλλὰ καὶ «οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ,» δῆλον δ' ὅτι τῇ κληρονομίᾳ· οἷς λεχθήσεται·
Therefore make fruits worthy of repentance. "For God will save Zion, and the cities of Judea will be built up." He gives the reason for which the heavens and earth and sea and all things in them are said to praise God. And the reason is this: "For God will save Zion, and the cities of Judea will be built up." But what Zion, if not clearly the Church of our Savior established throughout the whole inhabited world? And do not hesitate to call the God-inspired Scriptures the cities of Judea, through which the Jewish commonwealth is prefigured. But these cities had been destroyed, as far as the Jews were concerned, but they have received building up through the new teaching in Christ; through which also the true circumcision consists, and the spiritual Sabbaths, and the spiritual sacrifices, and all things following these according to the interpretation of the spiritual law. Thus, then, the cities of Judea are built up, and the citizens and the heirs of the things promised in the divine Scriptures will dwell in them; therefore it has been said: "And they will inherit it." But also "the seed of his servants will possess it." But who would be his servants, if not certainly the disciples of our Savior, and the seed sown throughout the whole inhabited world, which will possess the inheritance promised in the divine Scriptures? But also "those who love his name will dwell in it," clearly in the inheritance; to whom it will be said:
«Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Εἰ δὲ ἐπουράνιός ἐστι τοῦ Θεοῦ πόλις Σιὼν, περὶ ἧς ὁ Ἀπόστολος ἐδίδαξεν εἰπών· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ,» εἶεν ἂν πόλις τῆς Ἰουδαίας; δι' ἃς ἀκολούθως τῇ ἐπουρανίῳ Σιὼν αἱ πολλαὶ παρὰ τῷ Πατρὶ μοναὶ, ἐν αἷς κατοικήσουσι, καὶ ἃς κληρονομήσουσι πάντες οἱ δοῦλοι αὐτοῦ· οἵ τε πάλαι γενόμενοι προφῆται καὶ θεοφιλεῖς ἄνδρες, καὶ οἱ μετὰ ταῦτα ὑπηρέται καὶ διάκονοι τοῦ Εὐαγγελίου αὐτοῦ. Ἀλλὰ καὶ τὸ σπέρμα αὐτῶν, οἱ ἐξ αὐτῶν δηλαδὴ κατὰ Θεὸν γεγενημένοι, προκόψαντες καὶ εἰς τὸ τέλειον ἐλθόντες τῆς τοῦ Θεοῦ ἀγάπης, τοῦτο γέρας ἕξουσι καὶ μισθὸν ἐπάξιον παρ' αὐτοῦ, τὸ κατασκηνῶσαι ἐν τῇ ἐπηγγελμένῃ αὐτοῖς κληρονομίᾳ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΑΝΑΜΝΗΣΙΝ. ΞΘʹ.
«Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες.» Οὔτε ᾠδὴ, οὔτε ψαλμὸς, οὔτε τι τῶν τοιούτων οἱ προκείμενοι τυγχάνουσι λόγοι· πλὴν ἀναπέμπουσιν εἰς τὸ τέλος, ἐπεὶ περὶ μελλόντων τὴν ἱκετηρίαν ποιοῦνται. Εἴρηνται δὲ «τῷ Δαυῒδ εἰς ἀνάμνησιν·» ὡς ἂν εἰς αὐτὸ τοῦτο λεχθέντες, ἵν' ἔχοι προχείρως διὰ στόματος ἀπομνημονεύειν αὐτοὺς, καὶ ἀντὶ ἐπῳδῆς αὐτοῖς ἐν ταῖς περιστάσεσι χρῆσθαι. Δύο δέ εἰσιν οἱ «εἰς ἀνάμνησιν» ἐπιγεγραμμένοι, ὅ τε μετὰ χεῖρας, καὶ ὁ λζʹ ἐπιγεγραμμένος καὶ αὐτὸς «εἰς ἀνάμνησιν.» Ἀλλ' ἐκεῖνος μὲν οὐκ εἰς τὸ τέλος ἀνέπεμπεν, ἀλλ' ἦν «ψαλμὸς τῷ Δαυῒδ εἰς ἀνάμνησιν·» Οὗτος δὲ «εἰς τὸ τέλος» ἐπιγράφει.
Come, you who are blessed by my Father, inherit the kingdom prepared for you from the foundation of the world." But if Zion is the heavenly city of God, about which the Apostle taught when he said, "But the Jerusalem above is free, which is our mother," and, "You have come to Mount Zion, and to the city of the living God, the heavenly Jerusalem," would they be a city of Judea? For which reason, in accordance with the heavenly Zion, there are many mansions with the Father, in which all his servants will dwell and which they will inherit—both those who long ago became prophets and God-beloved men, and those after them who are servants and ministers of his Gospel. But also their seed—those who have been born of them according to God—having advanced and come to the perfection of the love of God, will have this as a gift and a worthy reward from him: to dwell in the inheritance promised to them. To the end, to David, for remembrance. 69.
"O God, attend to my help." Neither a song, nor a psalm, nor anything of the sort are the words set before us; except that they are sent up "to the end," since they make their supplication concerning things to come. And they are spoken "to David for remembrance," as if said for this very purpose, so that he might have them readily to remember through his mouth, and use them as a charm in times of crisis. And there are two that are inscribed "for remembrance," both the one at hand and the thirty-seventh, which is itself also inscribed "for remembrance." But that one did not send up "to the end," but was "a psalm to David for remembrance." This one, however, is inscribed "to the end.
Ὁ μὲν οὖν λζʹ, οὐ μελλόντων ἦν προαγορευτικὸς, ἀλλὰ παρῳχηκότων πραγμάτων ὑπομνηστικός· διὸ τὴν αὐτὴν ἀρχὴν εἶχε τῷ ʹ λέγων· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Μίαν τε οἱ ἀμφότεροι ὑπόθεσιν περιεῖχον. Ὁ μὲν γὰρ ἕκτος προϊὼν ἐπιλέγει· «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω·» ὁ δὲ λζʹ τὰ ὅμοια διδάσκει λέγων· «Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου· ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.» Ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἐπὶ τὴν μνήμην τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἀνέφερε. Διόπερ «εἰς ἀνάμνησιν» ἐπέγραφεν, ἐπαναλαμβάνων τὰ παρελθόντα διὰ τῆς συνεχοῦς ἐξομολογήσεως. Διὸ οὐκ ἐπέγραφεν «εἰς τὸ τέλος.» Ὁ δὲ παρὼν «εἰς τὸ τέλος» εἴρηται, ἐπειδήπερ ἱκετηρία ἐστὶ προσδοκωμένων πραγμάτων, τοῦ Προφήτου προλαμβάνοντος καὶ εὐχομένου· ἵν', εἴ ποτε συμβαῖεν ἐχθρῶν ἐπαναστάσεις καὶ ἐπιβουλαὶ κατ' αὐτοῦ, ταῖς προκειμέναις ἐπῳδαῖς χρώμενος ἀλεξιφάρμακα ὥσπερ ἀποτρόπαια παντὸς πονηροῦ ἀντιπεριάμματος ἐπάγοιτο. Μήποτε δὲ καὶ προφητικῶς εἰς πρόσωπον ἀναφέρεται τὰ λεγόμενα τοῦ Σωτῆρος; ἐπειδήπερ ἐν μὲν τῷ πρὸ τούτου σαφῶς θεσπίζοντι τὸ πάθος αὐτοῦ ἐλέγετο ἐξ αὐτοῦ προσώπου· «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου·» ὡσαύτως δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προϊὼν φάσκει· «Ἐγὼ δὲ πτωχὸς
Now the thirty-seventh psalm was not predictive of things to come, but a reminder of things past; therefore it had the same beginning as the ninth, saying, "O Lord, do not rebuke me in your anger, nor chastise me in your wrath." And both contained one theme. For the sixth, proceeding, adds: "I have labored in my groaning; I will wash my bed every night; I will drench my couch with my tears"; and the thirty-seventh teaches similar things, saying: "There is no peace in my bones because of my sins; for my transgressions have risen above my head, like a heavy burden they have weighed down upon me. My wounds have festered and rotted because of my folly." And these things and the like he referred to the memory of the offense committed by him. Therefore he inscribed it "for a remembrance," repeating things past through continual confession. Therefore he did not inscribe it "for the end." But the present psalm is called "for the end," since it is a supplication for things hoped for, the Prophet anticipating and praying: so that, if ever the uprisings and plots of enemies should come against him, using the incantations set before him, he might bring upon himself remedies, as it were avertive charms, against every evil assault. But perhaps the things said are also referred prophetically to the person of the Savior; since in the psalm before this, which clearly foretells his passion, it was said from his own person: "I am poor and in pain; your salvation, O God, has helped me"; and likewise also in the one at hand, proceeding, he says: "But I am poor
καὶ πένης, ὁ Θεὸς, βοήθησόν μοι.» Ὥστε καὶ διὰ τοῦτο ἀναγκαίως ἐπιγράφειν «εἰς τὸ τέλος.» Ἐὰν μὲν οὖν ἐκ προσώπου τοῦ Δαυῒδ λέγοιτο, εἴποις ἂν ὅτι μεγάλου βασιλεύων ἔθνους, σφόδρα πλουσιώτατος ὢν, οὐκ ἠγνόει τὸ φάσκον λόγιον· «Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἐνώπιον Κυρίου εὑρήσεις χάριν.» Διὸ μετριοφρονῶν καὶ ταπεινοφρονῶν καὶ ἀληθῶς σμικρύνων ἑαυτὸν, καὶ πρὸς τὸ μέγεθος ἀφορῶν τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ, πτωχὸν καὶ πένητα ἑαυτὸν διὰ τῶν προκειμένων ὠνόμασε· καὶ ἀρχόμενος δὲ τοῦ λόγου, ὡς μηδὲν αὐτῷ συμβαλλομένου, μήτε πλούτου, μήτε βασιλείας, μήτε τῆς τοῦ παντὸς ἔθνους βοηθείας, μήτε τῆς ἐξ ἀσκήσεως πορισθείσης αὐτῷ δικαιοσύνης, τὴν παρὰ μόνου τοῦ Θεοῦ βοήθειαν ἐξῄτει λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.» Ὁρῶν δὲ πολλοὺς διαφθονουμένους τῇ κατὰ Θεὸν αὐτοῦ προκοπῇ καὶ βασκαίνοντας αὐτοῦ τῇ σωτηρίᾳ τῆς ψυχῆς, προσετίθει τὸ, «Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, Εὖγε, εὖγε.» Διὰ τούτων γὰρ ὁμολογεῖ αὐτὸς μὲν ἑαυτῷ μὴ δύνασθαι ἐπαρκεῖν, δεῖσθαι δὲ τῆς παρὰ τοῦ κρείττονος βοηθείας· ὡς, εἰ μὴ τύχοι ταύτης, ἔρημος ἐσόμενος καὶ ἐλεγχθησόμενος ἀσθενὴς καὶ πλέον οὐδὲν ἢ θνητὸς ἄνθρωπος· καὶ ὡς οἱ ἐχθροὶ αὐτοῦ ἐπιχαιρεσίκακοί τινες ὄντες πεσόντι αὐτῷ ἐπαναβήσονται. Εἰ δὲ βοηθοῦ τύχοι τοῦ Θεοῦ, αὐτὸς μὲν ἔσται ἀνώτερος·
and poor; O God, help me." So that for this reason too he necessarily entitles it "for the end." If, then, it is spoken in the person of David, you might say that, ruling over a great nation and being exceedingly wealthy, he did not fail to know the saying that declares: "The greater you are, the more humble yourself, and you will find favor before the Lord." Therefore, being modest and humble-minded and truly making himself small, and looking to the greatness of the wealth of God's goodness, he called himself poor and needy through the words set before us; and beginning his speech, as though neither wealth nor kingship nor the help of the whole nation nor the righteousness gained by him from discipline contributed anything to him, he sought help from God alone, saying: "O God, attend to my help. O Lord, hasten to help me." And seeing many who envied his progress according to God and begrudged the salvation of his soul, he added: "Let those who seek my soul be ashamed and put to shame. Let those who wish me evil be turned back and confounded. Let those who say to me, 'Well done, well done,' be turned back and immediately ashamed." For through these words he confesses that he himself is not able to suffice for himself, but needs the help that comes from the superior power; so that, if he should not obtain this, he will be desolate and proved weak and nothing more than a mortal man; and that his enemies, being lovers of evil, will rise up against him when he has fallen. But if he should obtain God as his helper, he himself will be superior.
αἰσχύνην δὲ καταχεοῦνται οἱ τῆς αὐτοῦ ψυχῆς ἐπίβουλοι· οἵτινες ἐφ' ἑκάστῃ πράξει κατὰ πόδας αὐτοῦ βαίνοντες καὶ πειρώμενοι ἐπιλαμβάνεσθαι αὐτοῦ λέγειν εἰώθασιν, «Εὖγε, εὖγε,» ὡς ἂν ἐπιτυγχάνοντες καὶ κατ' εὐχὰς πράττοντες ἐν οἷς αὐτὸν σφάλλεσθαι ἐνόμιζον. Εἰ δὲ ἐπὶ τὸν Σωτῆρά τις ἀναφέροι ταῦτα διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, ἐρεῖ, ὅτι τοὺς ἐπιβουλεύοντας αὐτοῦ τῷ λόγῳ καὶ τῇ διδασκαλίᾳ, τῷ τε μεγάλῳ σώματι τῆς Ἐκκλησίας αὐτοῦ θεωρῶν ἐπανισταμένους, καὶ τοὺς διωγμοὺς συνεχῶς κατ' αὐτῆς ἐνεργοῦντας, ἀποτροπιαζόμενος αὐτῶν τὴν κακίαν, ταύτην προφητικῶς ἀνέπεμπε τὴν εὐχὴν, οὕτω δεῖν εὔχεσθαι διδάσκων τὴν Ἐκκλησίαν αὐτοῦ. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σὲ πάντες οἱ ζητοῦντές σε.» Τὰ μὲν πρῶτα ἀνατρεπτικὰ ἦν τῶν ἐναντίων· ἀκολούθως δὲ τὰ δεύτερα ὑπὲρ τῶν οἰκείων πρεσβεύει. Καὶ εἰ μὲν ὁ Δαυῒδ δικαίῳ πρέπουσαν εὐχὴν ἐποιεῖτο, ὡς ἂν πάντες οἱ τὸν Θεὸν ζητοῦντες, ὧν εἷς καὶ αὐτὸς ἦν, ἀγαλλιάσεως καὶ εὐφροσύνης μετέχοιεν τῶν ἐχθρῶν καταισχυνομένων· οἱ δὲ ἀγαπῶντες τὸ σωτήριον τοῦ Θεοῦ λέγοιεν ἂν, «Μεγαλυνθήτω ὁ Θεός·» καὶ τοῦτο μὴ εἰσάπαξ, μηδὲ ἑνί ποτε καιρῷ, ἀλλὰ διαπαντὸς λέγοιεν, νικῶντος ἐν αὐτοῖς καὶ δι' αὐτῶν πᾶν τὸν πολέμιον γένος τοῦ Θεοῦ.
But his soul's plotters are poured over with shame—those who, treading at his heels in every action and trying to seize hold of him, are accustomed to say, "Well done, well done," as though they were succeeding and accomplishing their prayers in the things in which they thought he was tripping. But if someone should refer these things to the Savior, for the reason that has been given, he will say that, beholding those plotting against his word and teaching and those continually working persecutions against his great body, the Church, and turning away from their wickedness, he sent up this prayer prophetically, teaching his Church that it ought so to pray. "Let all those who seek you exult and be glad in you." The first things were for the overthrow of the adversaries; correspondingly, the second things he intercedes for on behalf of his own. And if David made a prayer befitting a righteous man, it was so that all who seek God, of whom he himself was one, might share in exultation and gladness when the enemies are put to shame; but those who love the salvation of God would say, "Let God be magnified"—and this not once for all, nor at some single time, but they would say it continually, as every hostile race of God is conquered in them and through them.
Εἰ δὲ ὁ Σωτὴρ τοῖς προλεχθεῖσιν ἀκολούθως εἴη ὑπὲρ τῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότων, λέγοι ἂν τὸ, «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε.» Μὴ γὰρ μόνοι Ἰουδαῖοι, μηδὲ οἱ τὸν Ἀβραὰμ αὐχοῦντες, ἀλλὰ καθόλου καὶ ἀορίστως πάντες ὅσοι δήποτε καὶ ἐξ οἵου γένους εἶεν οἱ ἐκζητοῦντές σε, «ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ, καὶ λεγέτωσαν, Μεγαλυνθήτω ὁ Θεός·» καὶ τοῦτο λεγέτωσαν διαπαντὸς οἱ ἀγαπῶντες τὸ σωτήριόν σου· αὐτὸν δηλαδὴ τὸν Σωτῆρα σωτήριον πολλαχοῦ τῶν Γραφῶν ὠνομασμένον, ὃν ἀγαπῶσιν οἱ δι' ἔργων τὴν διδασκαλίαν αὐτοῦ ἐν ἀγάπῃ καθαρᾷ περιέποντες. «Ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ Θεὸς, βοήθησόν μοι.» Καὶ Δαυῒδ πλούσιος ὢν ἐταπεινοφρόνει, ἅτε γνῶσιν ἔχων τοῦ μεγέθους τοῦ Θεοῦ, καὶ τὸ μηδὲν ἑαυτὸν ὁρῶν. Διὸ τὴν παρὰ μόνου τοῦ ἰσχυροῦ βοήθειαν ἐξῃτεῖτο λέγων· «Ὁ Θεὸς, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Καὶ ὁ Χριστὸς δὲ πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν, ὡς ἐδίδαξεν ὁ θεῖος
But if the Savior, in accordance with what has been said above, is speaking on behalf of those from all the nations who have believed in him, he would say, "Let all those who seek you exult and be glad in you." For not only Jews, nor those who boast in Abraham, but universally and without distinction all, whoever they may be and from whatever race, who seek you out—"let them exult and be glad in you, and let them say, 'Let God be magnified'"; and let those who love your salvation say this continually—that is, the Savior himself, who is named "salvation" in many places of the Scriptures, whom those love who by their works cultivate his teaching in pure love. "But I am poor and needy; O God, help me." And David, though rich, was humble-minded, inasmuch as he had knowledge of the greatness of God and saw himself as nothing. Therefore he sought help from the mighty one alone, saying, "O God, help me; you are my helper and my deliverer, O Lord, do not delay." And Christ also, though rich, for our sake became poor, as the divine
Ἀπόστολος. Διὸ καὶ ἑαυτὸν ἀνετίθει τῇ τοῦ Πνεύματος βοηθείᾳ, πρεσβεύων ὑπὲρ τοῦ λαοῦ αὐτοῦ καὶ τῆς Ἐκκλησίας, ὡς ἂν μὴ, εἰς μακροὺς χρόνους πολεμουμένη ἐν τοῖς καιροῖς τῶν διωγμῶν, μεγάλην ἀπενέγκοιτο βλάβην. Διό φησι· «Βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Εἰ δὲ καὶ ταῦτα ἀναφέροιτο ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ αὐτὸς ἐπιστήσεις. Ἐπειδὴ γὰρ διέγραψεν ἐν τῷ πρὸ τούτου τὰς κατ' αὐτοῦ ἐπαναστάσεις· ὅπως τε εἰσέλθοσαν ὕδατα ἕως τῆς ψυχῆς αὐτοῦ, καὶ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ὡς ἦλθεν εἰς τὰ βάθη τῆς θαλάσσης· ἐπληθύνθησάν τε ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ οἱ μισοῦντές με δωρεάν· πέπονθέ τε ὅσα καὶ εἴρηται· εἰκότως τὴν παροῦσαν δέησιν ἀναπέμπει πρὸς τὸν Πατέρα λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον,» καὶ τὰ τούτοις ἀκόλουθα. Ἐπειδὴ ἑώρα τὸ τάγμα τῶν ἀποστόλων αὐτοῦ ἐν πολλῇ συγχύσει γεγενημένον διὰ τὴν περὶ αὐτὸν ἀγάπην, τὰς δευτέρας ὑπὲρ αὐτῶν προΐετο φωνὰς, ὅπως, ἀπολαβόντες αὐτοῦ τὴν ἀνάστασιν ἣν περιέμενον ποθοῦντες ἰδεῖν, πληρωθεῖεν ἀγαλλιάσεως καὶ εὐφροσύνης, λέγοντες διαπαντός· «Μεγαλυνθήτω ὁ Θεὸς,» αὐτοὶ ὄντες οἱ ἀγαπῶντες τὸ σωτήριον αὐτοῦ. Οʹ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξέλου με.» Τὰ ἰσοδυναμοῦντα τούτοις καὶ ὁ λʹ περιέχει ψαλμὸς, τοῦτον καὶ αὐτὸς ἀρχόμενος τὸν τρόπον. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με.
Apostle. Therefore he also committed himself to the help of the Spirit, interceding on behalf of his people and the Church, so that she, being warred against for long times in the seasons of persecutions, might not carry away great harm. Therefore he says: "You are my helper and my deliverer, O Lord; do not delay." But if these things are also referred to the time of the passion of our Savior, you too will understand. For since in the preceding passage he described the uprisings against him, and how the waters entered even to his soul, and he was stuck in the mire of the deep, and how he came into the depths of the sea; and those who hate me without cause were multiplied beyond the hairs of my head; and he suffered all that has been said—reasonably he sends up the present petition to the Father, saying: "O God, attend to my help; O Lord, hasten to help me," and the things that follow these. Since he saw the rank of his apostles thrown into great confusion because of their love for him, he uttered second cries on their behalf, so that, receiving his resurrection which they longed to see, they might be filled with exultation and gladness, saying continually: "Let God be magnified," they themselves being those who love his salvation. 70. "In you, O Lord, I hoped; let me not be put to shame forever; in your righteousness deliver me and rescue me." The 30th psalm also contains things equivalent to these, beginning itself in this manner: "In you, O Lord, I hoped; let me not be put to shame forever; in your righteousness deliver me.
Κλῖνον πρὸς μὲ τὸ οὖς σου.» Ἀλλ' ἐκεῖνος μὲν, «Εἰς τὸ τέλος,» καὶ «Ψαλμὸς τῷ Δαυῒδ,» ἐπεγέγραπτο· ὁ δὲ παρὼν ἀνεπίγραπτος τυγχάνει. Κἀκεῖνος μὲν ἐξομολόγησιν σὺν ἱκετηρίᾳ περιεῖχεν, ὁ δὲ προφητεία ἔοικεν ἐκ προσώπου τοῦ Σωτῆρος προενηνεγμένη. Διὸ οὐδὲ ἐπιγέγραπται συνήθως, «τοῦ Δαυΐδ.» Εἴποι δ' ἄν τις προσήκειν συμπεριλαμβάνειν αὐτὸν τοῖς πρὸ αὐτοῦ τεταγμένοις, διὰ τὸ πολλὴν πρὸς αὐτὰ σώζειν ἀκολουθίαν· ἐν γοῦν τῷ πρὸ τούτου ἐλέγετο· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά·» καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ προϊὼν ὁ λόγος ταῖς αὐταῖς κέχρηται φωναῖς λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, αἰσχυνθείησαν·» καὶ τὰ λοιπὰ δὲ τῆς αὐτῆς ἔχεται διανοίας, εἰς πλάτος ἐκτεινομένου τοῦ λόγου διὰ τῶν προκειμένων, ἅπερ οὐκ ἀπὸ σκόπου ἄν τις εἴποι ἁρμόζειν τῷ Πατρί· Διά τε τὸ λέγεσθαι ἐν αὐτῷ· «Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου·» αὐτὰ γὰρ ταῦτα ἐν καὶ τῷ καʹ ψαλμῷ ἐξ αὐτοῦ προσώπου ἐλέγετο ἐν τούτοις· «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός·» καὶ τὰ ἑξῆς. Ἀλλὰ καὶ τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῇ μετὰ χεῖρας προφητείᾳ ἐν τῷ, «Ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ,» ἰσοδυναμεῖν ἔοικε τῷ ἐν καʹ ψαλμῷ φάσκοντι λόγῳ·
Incline your ear to me." But that former psalm had been inscribed "For the end," and "A psalm of David"; whereas the present one happens to be without inscription. And that one contained confession together with supplication, but this one seems to be a prophecy brought forth from the person of the Savior. Therefore it is not inscribed in the customary way, "of David." But one might say that it is fitting to include it with those arranged before it, because it preserves much continuity with them. At any rate, in the one before this it was said: "O God, attend to my help. Let those who seek my soul be ashamed and confounded. Let them be turned back and put to shame who wish me evils"; and in the words at hand, as the discourse proceeds, it uses the same expressions, saying: "O God, attend to my help; let them be ashamed"; and the rest also holds to the same thought, the discourse being extended at length through what lies before us, which one would say fittingly applies to the Father, not without purpose: both because it is said in it, "For you are my endurance, O Lord, Lord, my hope from my youth"; for these very words were also spoken in the twenty-first psalm from his own person in these words: "For you are he who drew me out of the womb," and what follows. But also what is next added in the prophecy at hand, in the words "O my God, do not forsake me, until I proclaim your arm to every generation that is to come," seems to be equivalent to what is said in the twenty-first psalm:
«Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη.» Πρόσχες γὰρ ἀκριβῶς ὅπως ἐν ἐκείνῳ μὲν ἐλέγετο, «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,» ἐν δὲ τῷ προκειμένῳ, «Ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.» Ἀλλὰ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ σαφῶς παρίστησιν ἡ μετὰ χεῖρας προφητεία λέγουσα ἐξ αὐτοῦ προσώπου· «Ὁ Θεὸς, τίς ὅμοιός σοι; ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακὰς καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ τῶν ἀναγκῶν τῆς γῆς πάλιν ἀνήγαγές με;» Εἴτ' οὖν ἐκ προσώπου τοῦ Σωτῆρος, εἴτε ἐκ προσώπου παντὸς δικαίου, τῶν προκειμένων ἀκουστέον. Περιέχει γὰρ διδασκαλίαν παιδεύουσαν ἡμᾶς μετὰ διαθέσεως ὑγιοῦς πάντα μὲν δεύτερα τίθεσθαι, ἐπὶ μόνον δὲ τὸν Κύριον τὰς ἑαυτῶν ἀναρτᾷν ἐλπίδας, ὥστε λέγειν αὐτῷ διαθέσει γνησίᾳ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» Οἱ γὰρ ἐπὶ πλούτῳ καὶ πολλῇ περιουσίᾳ βίου, ἢ ἐπὶ ἀξιώμασι κοσμικοῖς, ἢ ἐπὶ
ἀρχόντων οἰκειότητι καὶ προστασίᾳ, ἐφ' ἑτέρῳ τινὶ τῶν θνητῶν καὶ ἐπικήρων τὰς ἑαυτῶν ἀνατιθέντες ἐλπίδας, αἰσχύνην ὀφλήσουσιν. «Ἐπικατάρατος γὰρ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ.» Κέκραγέ τε βοῶν ὁ λόγος· «Μὴ πεποίθατε ἐπ' ἄρχοντας, μηδὲ ἐφ' υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία·» καὶ πάλιν· «Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.» Καὶ ἐν ἑτέροις δὲ λέγειν διδασκόμεθα· «Κύριος ἐμοὶ βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπὶ ἄνθρωπον.
It will be declared to the Lord, the generation that is to come." For attend carefully to how in that psalm it was said, "It will be declared to the Lord, the generation that is to come," but in the present one, "Until I declare your arm to every generation that is to come." But the prophecy at hand also clearly sets forth his resurrection from the dead, saying from his own person: "O God, who is like you? How many afflictions, many and evil, you have shown me, and turning again you gave me life, and from the necessities of the earth you brought me up again?" Whether, then, it is to be heard from the person of the Savior, or from the person of every righteous man, the things set before us must be understood. For it contains teaching that instructs us, with a sound disposition, to place all things second, and to hang our hopes upon the Lord alone, so as to say to him with a genuine disposition: "In you, O Lord, I hoped; let me not be put to shame forever." For those who set their hopes upon wealth and great abundance of life, or upon worldly honors, or upon the familiarity and patronage of rulers, upon some other one of mortal and transient things, will incur shame. "For cursed is the man who has his hope in man, and establishes the flesh of his arm." And the word cried out, proclaiming: "Do not trust in rulers, nor in the sons of men, in whom there is no salvation;" and again: "If wealth flows in, do not set your heart upon it." And in other passages we are taught to say: "The Lord is my helper; I will not fear what man will do to me. It is good to trust in the Lord, or to trust in man.
Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπὶ ἄρχοντας.» Ὁ δὲ ἀγαθὰ ἑαυτῷ συνειδὼς εἴποι ἂν τῷ Κυρίῳ καὶ τὸ, «Ἐν δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Πολλῇ γὰρ πεποιθήσει τεθάῤῥηκεν, ὅτι, κατὰ τὸ δικαιότατον κρίνας ὁ Θεὸς, εὑρήσει αὐτὸν οὐ κατακρίσεως, οὐδὲ ἀποβολῆς ἄξιον, ἀλλὰ βοηθείας καὶ ἀντιλήψεως· διό φησιν· «Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Συνειδήσει δὲ κεκαθαρμένῃ τὰς ἱκετηρίους φωνὰς πρὸς τὸν Θεὸν ἀναπέμπων, καὶ τὸ, «Κλῖνον πρὸς μὲ τὸ οὖς σου, καὶ σῶσόν με,» ἔλεγεν. Ἀλλὰ καὶ ὡς ἀναγκαίως τῷ Θεῷ παρεκάλει λέγων· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με.» Προασπίζων γὰρ ὁ Θεὸς καὶ ὑπερμαχῶν, οὐκ ἂν περὶ μικροῦ τινος τοῦτ' ἐποίησε· μόνος δὲ ὁ τέλειος εἴποι ἂν τῷ Θεῷ· «Ὅτι στερέωμά μου καὶ καταφυγή μου σὺ εἶ.» Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· «Ὅτι πέτρα μουκαὶ ὀχύρωμά μου,» ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος· «Ὅτι πέτρα μου καὶ καταφυγή μου σὺ εἶ.» –»Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου.» Ὁ τέλειος ὥσπερ ἴδιον κτῆμα τὸν Θεὸν ἐπικαλεῖται λέγων· «Ὁ Θεός μου·» Ἐπειδήπερ ἐπαγγελία ἐστὶ τοῦ Θεοῦ περὶ τῶν ἀξίων λέγουσα· «Ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Ὁ δὲ λέγων, «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα,» καὶ πάντα δεύτερα θέμενος, ἐπὶ μόνον δὲ τὸν Θεὸν ἑαυτὸν ἐπιῤῥίψας, εἰκότως εἴποι ἂν, «Ὁ Θεός μου.» Ῥυσθῆναι δὲ ἐκ χειρὸς ἁμαρτωλοῦ εὔχεται, ἵνα μὴ ταῖς πράξεσιν ὅμοιος γένηται τῷ ἁμαρτωλῷ, μηδὲ τῷ παρανομοῦντι· διὸ ἐπιλέγει·
It is good to hope in the Lord, than to hope in rulers. And he who is conscious of good things in himself would say to the Lord also, "In your righteousness rescue me and deliver me." For with great confidence he has taken courage that God, having judged according to what is most just, will find him worthy not of condemnation nor of rejection, but of help and assistance; therefore he says, "In your righteousness rescue me and deliver me." And with a purified conscience sending up supplicatory cries to God, he also said, "Incline your ear to me, and save me." But also as one in need he was entreating God, saying, "Become for me a God who protects and a fortified place to save me." For God, shielding and fighting on his behalf, would not have done this concerning some small matter; but only the perfect man would say to God, "Because you are my firm foundation and my refuge." In place of which Aquila translated, "Because you are my rock and my stronghold," and Symmachus, "Because you are my rock and my refuge." — "My God, rescue me from the hand of the sinner, and from the hand of the lawless and unjust man. Because you are my endurance, Lord, my hope from my youth." The perfect man invokes God as his own possession, saying, "My God." Since indeed it is a promise of God concerning those who are worthy, saying, "I will be their God, and they shall be my people." And he who says, "In you, Lord, I hoped," and sets all things second, and casts himself upon God alone, would reasonably say, "My God." And he prays to be rescued from the hand of the sinner, so that he may not become like the sinner in his deeds, nor like the lawless man; therefore he adds:
«Ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·» ἀλλὰ καὶ ὅπως μὴ ὑποχείριος γένηται τοῖς τοιούτοις, εὐλόγως δὲ τὸν Θεὸν ἑαυτοῦ Θεὸν ὀνομάζοι ἂν, οὐ μόνον διὰ τὰ ἔμπροσθεν λελεγμένα, ἀλλὰ καὶ διὰ τὰς ἑξῆς ἐπιλεγομένας αἰτίας. Σὺ γάρ μου, φησὶ, τυγχάνεις ὑπομονὴ, καὶ σύ μου ἐλπὶς ἐκ νεότητος. Οὐ γὰρ πώποτε διέλιπόν σε ὑπομένων, οὐδὲ γέγονέ τις καιρὸς, ἐν ᾧ οὐχί σε προεθέμην ἐμαυτοῦ ἐλπίδα. Ὧν χάριν ἱκετεύω ἐκ χειρὸς ἁμαρτωλῶν καὶ παρανομούντων ῥυσθῆναι. «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής.» Τὸ μὲν ἐκ νέας ἡλικίας ἐπὶ τὸν Θεὸν ἐλπίζειν λέγοιτ' ἂν καὶ περὶ τοῦ Δαυΐδ. Ἐπείπερ, νέος ὢν καὶ ποιμαίνων τὰ πρόβατα Ἰεσσαὶ τοῦ πατρὸς, πίστει καὶ ἐλπίδι τῇ εἰς τὸν Θεὸν καὶ λέουσι καὶ ἄρκτοις ἐπῄει τῆς τῶν προβάτων σωτηρίας ἕνεκα· τὸν καλὸν μιμούμενος ποιμένα, περὶ οὗ εἴρηται· «Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου.» Ἀλλὰ καὶ παιδάριον ὢν ἤλαυνε τὸ πνεῦμα τὸ πονηρὸν ἀπὸ τοῦ Σαοὺλ δυνάμει πίστεως καὶ ἐλπίδος τῆς εἰς τὸν Θεόν. Ἐπειδὰν καὶ πᾶς ὁ ἐκ νέας ἡλικίας τῆς κατὰ Θεὸν ἐκλογῆς κατηξιωμένος, οἷος ἦν Τιμόθεος ἐκ παιδὸς ἅγια Γράμματα μεμαθηκὼς τὸ, «Ἡ ἐλπίς μου ἐκ νεότητός μου.» Τὸ δὲ, «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου, σύ μου εἶ σκεπαστὴς,» μόνῳ ἂν ἁρμόζοι τῷ Σωτῆρι ἡμῶν ἀθολώτῳ καὶ ἀσυγχύτῳ γενομένῳ καθ' ὃν ἐκυοφορεῖτο καιρόν.
From the hand of the sinner, and from the hand of the lawless and unjust man"; but also, so that he may not become subject to such men, he would reasonably call God his own God, not only because of what has been said before, but also because of the reasons set out next. "For you," he says, "are my endurance, and you are my hope from my youth." For I never at any time ceased waiting for you, nor was there any season in which I did not set you before myself as my hope. For these reasons I beseech to be rescued from the hand of sinners and lawless men. "Upon you I was supported from the womb; from my mother's belly you are my protector." That he hoped in God from a young age could be said also concerning David. For since, while young and shepherding the sheep of Jesse his father, by faith and hope in God he went against both lions and bears for the sake of the salvation of the sheep, imitating the good shepherd, about whom it is said: "As when the shepherd snatches two legs or a lobe of an ear from the mouth of the lion." But also, while still a child, he drove the evil spirit away from Saul by the power of faith and hope in God. Since every one who from a young age has been deemed worthy of the election according to God, such as Timothy was, having learned the sacred Scriptures from childhood, [says] the words, "My hope from my youth." But the words, "Upon you I was supported from the womb; from my mother's belly you are my protector," would fit only our Savior, who became undefiled and unconfused during the time in which he was carried in the womb.
Οἱ μὲν γὰρ λοιποὶ πάντες ἄνθρωποι ἐν τῷ κυΐσκεσθαι, καὶ πρώτην λαμβάνειν σύστασιν τοῦ σώματος, φυτικὴν ὥσπερ ζωὴν ζῶντες, οὔτε τοῖς τοῦ σώματος αἰσθητηρίοις, οὔτε τῇ διανοίᾳ παρακολουθούσῃ κέχρηνται· ἀλλὰ καὶ τὸ ἡγεμονικὸν
αὐτὸ καὶ τὸν νοῦν βεβαπτισμένοι, οὐδὲν σκώληκος διενέγκαιεν ἄν. Ὁ δὲ λέγων τῷ Θεῷ, «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς,» οὐ μόνον γνῶσιν ἐμφαίνει κεκτῆσθαι Θεοῦ, ἀλλὰ καὶ μεγίστην ἀρετὴν φιλοθέου δυνάμεως, δι' ἧς ἐπ' αὐτὸν τὸν Θεὸν ἐστηρίζετο. Καὶ τοιοῦτος ἦν κυϊσκόμενος καὶ ἐν γαστρὶ τῆς μητρὸς συλλαμβανόμενος. Τὸ δὲ, «Ἐκ κοιλίας μητρός μου εἶ σκεπαστής,» δύναται καὶ ἐπὶ πάντων ἁρμόζειν. Εἰ γὰρ μὴ Θεοῦ δύναμις ἐφρούρει καὶ ἐφύλαττε τὸ κατὰ γαστρὸς κυϊσκόμενον, οὐδ' ἂν συνέστη, οὐδ' ἂν μετέσχε ζωῆς, μήτε πνεῖν δυνάμενον, μήτε τοῖς λοιποῖς κεχρῆσθαι αἰσθητηρίοις. Πάλιν δὲ καὶ ἐν τούτῳ λέγων, «Σύ μου εἶ σκεπαστὴς,» ἐνέφαινεν ἐξαίρετόν τι ἐσχηκέναι παρὰ τοὺς λοιποὺς τοὺς ἐν κοιλίᾳ μητρὸς συλληφθέντας. Τάχα γὰρ ἐπὶ μὲν τῆς τῶν λοιπῶν ἀνθρώπων γενέσεως ἄλλοι τινὲς ἐφεστήκασιν ἄγγελοι διακονούμενοι τῇ ἑκάστου εἰς τὸν βίον παρόδῳ· ἐπὶ δὲ τῆς γενέσεως τοῦ Σωτῆρος, αὐτὸς ἦν ὁ Πατὴρ σκεπαστὴς αὐτοῦ γιγνόμενος· διὸ καὶ ἐπὶ αὐτὸν ἐπεστηρίζετο. Οὕτως διαπαντὸς «ὕμνησιν» ἑαυτοῦ εἶχε τὸν Πατέρα. Διὸ ἐπιλέγει· «Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.» Οὐ γὰρ διέλιπέ τινα καιρὸν ὑμνῶν τὸν Πατέρα, ἢ καὶ ὑμνούμενος ὑπ' αὐτοῦ ἐπὶ τῇ τοσαύτῃ ὑπακοῇ. Ἀλλ', Ἡ μὲν ἐμὴ, φησὶν, αἴνεσις, ἢ καὶ ὕμνησις ἐν σοὶ γέγονε διαπαντός.
For all other men, while being conceived and receiving their first constitution of the body, living as it were a plant-like life, have neither the use of the senses of the body nor of the mind attending them; but even their governing principle itself and their mind being submerged, they would differ in nothing from a worm. But he who says to God, "Upon you I was supported from the womb," shows not only that he possessed knowledge of God, but also the greatest virtue of a God-loving power, through which he was supported upon God himself. And such was he while being conceived and formed in his mother's womb. And the phrase, "From my mother's womb you are my protector," can also apply to all. For if the power of God had not guarded and kept what was being conceived in the womb, it would not have come into being, nor would it have partaken of life, being able neither to breathe nor to use the other senses. Again, also in this, saying, "You are my protector," he showed that he had something exceptional beyond the others who were conceived in a mother's womb. For perhaps in the generation of other men certain other angels preside, ministering to each one's passage into life; but in the generation of the Savior, the Father himself was becoming his protector; therefore he was also supported upon him. Thus continually he had the Father as his "hymn." Therefore he adds: "In you is my hymn continually." For he did not cease at any time from hymning the Father, or from being hymned by him for such great obedience. But, he says, my praise, or also my hymn, has been in you continually.
Οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων, μηδὲν τούτων ἐπιστάμενοι, ὥσπερ τέρας ἐκτήσαντό με. Τεράστιον γοῦν τι πρᾶγμα τοῖς πολλοῖς ἐγενόμην, ὡς διάφορα περὶ ἐμοῦ δοξάζειν αὐτούς· καί τινας μὲν Θεὸν εἶναι ἄσαρκον καὶ ἀσώματον, δοκήσει μόνον ὀφθέντα ἐπὶ γῆς, ἡγεῖσθαι, τινὰς δὲ ψιλὸν ἄνθρωπον, ὡς μηδὲν πλέον παρὰ τοὺς λοιποὺς ἐσχηκότα· καὶ ἄλλους μὲν ἀραῖς καὶ δυσφημίαις ὑποβάλλειν, ἑτέρους δὲ σέβειν καὶ προσκυνεῖν. Τέρας δὲ τοῖς πᾶσιν ἀληθῶς γέγονεν ὁ ἐμὸς θάνατος. Τὸ γὰρ σταυρὸν ὑπομεῖναι Θεὸν ὄντα, καὶ τοιαῦτα παθεῖν τὸν ἑτέροις ζωὴν κεχαρισμένον, τέρας ἦν ἀληθῶς. Διό φησιν· «Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς.» Ἀλλ' ἐν πᾶσι τούτοις σὺ, φησὶ, «βοηθός» μου γέγονας «κραταιός·» οὐδὲ γὰρ ἄλλον ἐκτησάμην βοηθόν. Πάντα γὰρ ἦν δεύτερα καὶ ὑποβεβηκότα τὴν ἐμὴν δύναμιν· σὺ δὲ μόνος, ὃν ἐλπίδα ἐμαυτὸν ὑπεγραψάμην, «βοηθός» μου γέγονας «κραταιός.» Καὶ κατὰ τὸν Σύμμαχον δὲ ὁμοίως εἴρηται· «Σοὶ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἀπὸ τῶν ἐνδοσθίων τῆς μητρός μου σὺ ἐπεῖδές με. Εἰς σὲ ἡ ἀναμονή μου ἐνδελεχῶς, ὡσεὶ τέρας ἐγενόμην τοῖς πολλοῖς· σὺ δὲ πεποίθησίς μου ἰσχυρά.» «Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.» Ἤδη μὲν κατὰ τὸν παρελθόντα χρόνον ὕμνησίς μου, φησὶν, ἐν σοὶ γέγονε διαπαντός· πλὴν ἀλλὰ καὶ περὶ τοῦ μέλλοντος δέομαι, ὡς ἂν μέχρις ἐσχάτης ὥρας τοῦ βίου τὸ στόμα μου τῆς σῆς αἰνέσεως πληρῷτο, καὶ οὕτως γε πληρῷτο, ὡς μηδένα χώραν σχολάζουσαν ἔχειν πρὸς τὸ ἄλλο τι φθέγγεσθαι, μηδὲ ἀνθρώποις ὁμιλεῖν·
But the many among men, knowing none of these things, regarded me as a portent. At any rate, I became something portentous to the many, so that they held various opinions about me: some thought me to be a God without flesh and without body, who appeared on earth only in appearance; others, a mere man, as having nothing more than the rest; and some subjected me to curses and slander, while others revered and worshiped me. But truly my death became a portent to all. For that God should endure the cross, and that he who had granted life to others should suffer such things—that was truly a portent. Therefore he says: "I became as a portent to the many." But in all these things, he says, you have become my strong helper; for I acquired no other helper. For all things were secondary and subordinate to my power; but you alone, whom I set down as my hope, have become my strong helper. And according to Symmachus it is said similarly: "I was supported by you from the womb; from the innermost parts of my mother you watched over me. My expectation is in you continually; I became as a portent to the many, but you are my strong confidence." "Let my mouth be filled with praise, that I may hymn your glory, your magnificence all the day long." Already in the past time, he says, my hymn has been in you continually; but I also pray concerning the future, that to the last hour of my life my mouth may be filled with your praise, and filled in such a way that it has no room left to speak anything else, nor to converse with men—
καὶ τοῦτό μοι ὑπάρξαι ἀξιῶ κατὰ πᾶσαν ἡμέραν, καὶ ἐν τῷ παντὶ χρόνῳ τῆς ἐμῆς ζωῆς μὴ ἀποστερηθῆναι καὶ ἀποῤῥιφῆναι ταύτης τῆς χάριτος, κἂν ἐπὶ γήραος οὐδῷ δέοι φθάσαι, μηδὲ μέχρις ἐσχάτης τελευτῆς ἄλλο τί με πράττειν ἢ πληροῦσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλοπρεπείας. Ἀντὶ δὲ τοῦ, «ὅλην τὴν ἡμέραν,» ὁ Σύμμαχος, «κατὰ πᾶσαν ἡμέραν» ἐξέδωκε· «Πλησθείη τὸ στόμα σου αἴνους σου κατὰ πᾶσαν ἡμέραν, ἐν τῇ εὐπρεπείᾳ σου μὴ ἀποβάλῃς με καιρῷ γήρως.» Εἰ γὰρ δέοι καὶ μέχρι γήρως παρατεῖναι τὴν ἡλικίαν, τοῦτο μὲν οὐ παραιτητέον, ἱκετεύω δὲ μὴ ἀποστερηθῆναί ποτε τοῦ πεπληρῶσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλοπρεπείας. Εἰ δὲ καιρῷ τινι διὰ γῆρας ἐκλίποι ἡ ἰσχύς μου, μηδὲ τότε με σὺ ἐγκαταλίποις. Ταῦτα μὲν οὖν ἁρμόζοι ἂν λέγειν καὶ τῷ Δαυῒδ καὶ παντὶ ἀνθρώπῳ θεοφιλεῖ ἐν ταῖς πρὸς τὸν Θεὸν ἱκετηρίαις. Ἐπὶ δὲ τοῦ Σωτῆρος ἐπίστησον ὅπως εἴρηται τῷ Ἀποστόλῳ τὸ, «Ἐσταυρώθη δὲ ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Εἰ γὰρ καὶ
And I deem it my lot to have this every day, and throughout the whole time of my life not to be deprived of and cast away from this grace, even if it should be necessary to reach the threshold of old age, nor even until my final end to do anything else than to have my mouth filled with your praise and your magnificence. But in place of "the whole day," Symmachus rendered it "every day": "May your mouth be filled with your praises every day; in your comeliness do not cast me off in the time of old age." For if it should be necessary to prolong my age even to old age, this indeed must not be refused; but I beseech that I may never be deprived of having my mouth filled with your praise and your magnificence. And if at some time through old age my strength should fail, do not even then abandon me. These things, then, would be fitting for David to say, and for every man beloved of God, in his supplications to God. But in the case of the Savior, consider how it was said by the Apostle: "He was crucified indeed from weakness, but he lives from the power of God." For even if
ἐξ ἀσθενείας ἐσταυρώθη, ἀλλ' οὔτι γε νικηθεὶς ὑφ' ἑτέρων, αὐτὸς δὲ ἑαυτὸν ἀσθενῆ ποιήσας, καὶ ἑαυτὸν παραδοὺς ὑποχείριον ἀνθρώποις· ὃ δὴ διδάσκει φάσκων· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» Ὥσπερ οὖν ἐκένωσεν αὐτὸς ἑαυτὸν μορφὴν δούλου λαβὼν, οὕτως ἀσθενῆ ἑαυτὸν εἰργάσατο, ὅπως ἁλωτὸς γένηται ἀνθρώποις, καὶ ἵνα σταυρὸν ὑπομένῃ «ὑπήκοος γιγνόμενος» τῷ Πατρὶ «μέχρι θανάτου, καὶ θανάτου σταυροῦ.» Διό φησιν· «Ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.» Εἶτα ἐπειδὴ τοῦ πάθους ἑαυτοῦ ἐμνημόνευσε καὶ τῶν τὸ πάθος ἐργασαμένων ἀκολούθως ποιεῖται μνήμην λέγων· «Ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ οἱ ἐπιτηροῦντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.» Ταῦτα γὰρ ἔλεγον οἱ ἀρχιερεῖς καὶ οἱ σὺν αὐτοῖς κατὰ τὸν καιρὸν τοῦ πάθους, κινοῦντες αὐτῶν τὰς κεφαλὰς καὶ λέγοντες· «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεύς ἐστι τοῦ Ἰσραὴλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.» «Ὁ Θεὸς, μὴ μακρύνῃς ἀπ' ἐμοῦ· ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες.» Οἱ μὲν προλεχθέντες ἐχθροί μου ἔλεγον· «Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν·» ἐγὼ δὲ ἀντιβολῶ καὶ δέομαί σε τὸν ἐμαυτοῦ Θεὸν παρεῖναί μοι διαπαντὸς, μηδὲ μακράν μου ἵστασθαι, προσέχειν δὲ εἰς τὴν βοήθειάν μου.
He was crucified from weakness, yet not at all conquered by others, but making himself weak and handing himself over as subject to men; which indeed he teaches when he says: "No one takes my soul from me; but I lay it down of myself. I have authority to lay it down, and I have authority to take it again." Just as therefore he emptied himself, taking the form of a servant, so he made himself weak, in order that he might be catchable by men, and that he might endure the cross, "becoming obedient" to the Father "unto death, even death on a cross." Therefore he says: "When my strength fails, do not forsake me." Then, since he has made mention of his passion and of those who wrought the passion, he makes mention of them accordingly, saying: "For my enemies spoke against me, and those who watched my soul;" or according to Symmachus, "And those who kept watch over my soul took counsel together, saying: God has forsaken him; pursue and seize him, for there is none who delivers." For the chief priests and those with them said these things at the time of the passion, shaking their heads and saying: "He who destroys the temple and raises it in three days, he saved others, he cannot save himself. If he is the king of Israel, let him now come down from the cross, and we will believe in him." "O God, do not remove far from me; O God, attend to my help." Those enemies of mine previously mentioned said: "God has forsaken him;" but I entreat and beseech you, my own God, to be present with me always, and not to stand far from me, but to attend to my help.
Σὲ γὰρ βοηθὸν κτώμενος, οἶδ' ὅτι ὄψομαι καταισχυνομένους πάντας μου τοὺς ἐχθρούς. Τὸ δὲ, «αἰσχυνθήτωσαν,» συνήθως τῇ θείᾳ Γραφῇ καὶ νῦν ἀντὶ τοῦ, «αἰσχυνθήσονται» εἴρηται· καὶ τὸ, «ἐκλειπέτωσαν,» ἀντὶ τοῦ, «ἐκλείψουσιν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου·» ἢ κατὰ τὸν Σύμμαχον, «οἱ ἀντικείμενοι τῇ ψυχῇ μου.» Ὅπως δὲ ἐκλελοίπασιν αἰσχύνην καταχεάμενοι οἱ τὸν θάνατον αὐτῷ τυρεύσαντες, οὐ μακρῶν ἡμῖν δεῖ λόγων· ὁπότε ἐξ ἐκείνου ἐκλέλοιπε πᾶς ἀρχιερεὺς παρ' αὐτοῖς, Φαρισαίων δὲ οὐδὲ ὄνομα ἔτι λείπεται, οὐδὲ μνήμη τῶν παρ' αὐτοῖς ἀξιωμάτων. Ἐξέλιπον γὰρ ἄρχοντες ἐξ Ἰούδα καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐ τοῦ, τῆς προσδοκίας τῶν ἐθνῶν ἐπιστάσης κατὰ τὴν τοῦτο θεσπίζουσαν προφητείαν. Καὶ οὔτε βασιλεῖς, οὔτε ἡγεμόνες, οὔτε τινὲς παρ' αὐτοῖς δυνάσται εἰσὶν, οὐδέ τι τάγμα τῶν πάλαι παρ' αὐτοῖς ὄντων περιλέλειπται· καταισχυνθέντες δὲ πάντες ἐκλελοίπασιν οἱ διαβάλλοντες αὐτοῦ τὴν ψυχήν. Ἐν ὁποίᾳ δὲ αἰσχύνῃ τυγχάνουσιν εἰσέτι καὶ νῦν οἱ τῶν Ἰουδαίων προεστάναι νομιζόμενοι, ὁρῶντες ἑαυτοὺς μὲν διὰ πάσης Γραφῆς ἐπὶ εἰδωλολατρείαις διαβεβλημένους, πάντα δὲ τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς πατροπαραδότου πλάνης μεταβεβληκότα· ἐν οἷς ἤδη τυγχάνουσιν, ἐντροπῇ ὁρῶντες ἑαυτοὺς μὲν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως καὶ ἀποβλήτους, Ἕλληνας δὲ ἄνδρας ἀλλογενεῖς καὶ ἀλλοφύλους τὸν τόπον αὐτῶν οἰκοῦντας, κατὰ πάσας τε ἐπαρχίας καὶ χώρας, καὶ πόλεις τοὺς ἐξ ἐθνῶν τὰς περὶ τοῦ Σωτῆρος προφητικὰς φωνὰς κηρύττοντας;
For having you as my helper, I know that I shall see all my enemies put to shame. And the phrase "let them be ashamed" is said here, in accordance with the customary usage of divine Scripture, in place of "they shall be ashamed"; and "let them fail" in place of "those who slander my soul shall fail," or, according to Symmachus, "those who oppose my soul." But how those who contrived his death have failed, having poured out shame upon themselves, needs no lengthy argument from us: from that time every high priest among them has failed, and not even the name of the Pharisees any longer remains, nor any memory of their dignities. For rulers have failed from Judah and leaders from his thighs, when the expectation of the nations arrived, according to the prophecy that foretold this. And there are neither kings, nor governors, nor any dynasts among them, nor has any order of those formerly among them been left over; but all who slandered his soul have been put to shame and have failed. And in what shame those who are still now thought to preside over the Jews find themselves, seeing themselves indeed accused throughout all Scripture of idolatry, and all the nations throughout the whole inhabited world changed from the ancestral error through the teaching of Christ—in which they now find themselves, seeing themselves in confusion cast out of their own royal mother-city, and Greek men, of alien race and alien stock, inhabiting their place, and throughout all provinces and lands and cities those from the nations proclaiming the prophetic voices concerning the Savior?
Αἰσχύνη δὲ ἀληθῶς καὶ ἐντροπὴ κατείληφεν αὐτῶν τὰς ψυχὰς, τὸν χθὲς δι' αὐτῶν σταυρῷ παραδοθέντα καθ' ὅλης τῆς οἰκουμένης προσκυνούμενον καὶ θεολογούμενον ὁρῶντας· ἃ δὴ ἐπληροῦτο ἀκολούθως τῇ μετὰ χεῖρας προῤῥήσει λεγούσῃ· «Περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.» Καὶ οὗτοι μὲν τάδε πείσονται· «Ἐγὼ δὲ,» ὑπ' αὐτῶν τὰ τοσαῦτα πεπονθὼς, «διαπαντὸς, φησὶν, ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.» Ἐπεὶ δὲ κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὸ, «προσθήσω,» λέλεκται ὅ τε Ἀκύλας φησὶ, «Καὶ προσθήσω ἐπὶ πάσας ὑμνήσεις·» καὶ ὁ Σύμμαχος, «καὶ προσθήσω τοῖς ὕμνοις·» ὅρα εἰ μὴ προσθήκην ἐποιήσατο τοῖς τοῦ Πατρὸς ὕμνοις, τὴν Καινὴν Διαθήκην πρὸς τῇ Παλαιᾷ
παραδούς. Οὐ γὰρ ἀνεῖλε τὰ πρῶτα, εἰσαγαγὼν τὰ δεύτερα, προσθήκην δὲ ἐποιήσατο· καὶ τοῦτό ἐστιν εὑρεῖν ἐν ταῖς αὐτοῦ διδασκαλίαις, δι' ὧν φησιν· «Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ὀργίζεσθαι. Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ἐπιθυμεῖν·» καὶ ὅσα ἄλλα τοιαῦτα προσθήκην ἔχοντα διὰ τῆς πνευματικῆς θεωρίας τε καὶ ἑρμηνείας τοῦ νόμου ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ παραδέδοται. Ἀλλὰ καὶ «τὸ στόμα μου, φησὶν, ἀναγγελεῖ τὴν δικαιοσύνην σου.» Τὸ γὰρ Εὐαγγέλιον δικαιοσύνην ἐμφαίνει Θεοῦ, οὐκ Ἰουδαίοις μόνοις ἀφωρισμένον ὥσπερ ὁ διὰ Μωϋσέως νόμος. Διό φησιν ὁ Ἀπόστολος· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
Truly, shame and confusion have seized their souls, as they see the one who yesterday was handed over to the cross by them now worshipped and confessed as God throughout the whole inhabited world. These things were fulfilled in accordance with the prophecy at hand, which says: "Let those who seek evils for me be clothed in shame and confusion." And these men shall suffer these things; but "I," who have suffered so much at their hands, "says he, will always hope, and I will add to all your praise." Since, according to all the translators, the phrase "I will add" is spoken—Aquila says, "And I will add to all hymns," and Symmachus, "and I will add to the hymns"—consider whether he did not make an addition to the Father's hymns by handing over the New Testament alongside the Old. For he did not abolish the first things by introducing the second, but made an addition. And this is to be found in his teachings, through which he says: "It was said to the ancients, You shall not murder; but I say, do not even be angry. It was said to the ancients, You shall not commit adultery; but I say, do not even desire." And all other such things that contain an addition are handed down in his Church through the spiritual contemplation and interpretation of the law. But also, "my mouth," says he, "will declare your righteousness." For the Gospel reveals the righteousness of God, not confined to Jews alone as was the law through Moses. Therefore the Apostle says: "For I am not ashamed of the Gospel. For it is the power of God for salvation to everyone who believes, to the Jew first and also to the Greek.
Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται.» Διὸ ἐνταῦθα λέλεκται «Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου·» ἢ κατὰ τὸν Σύμμαχον, «κατὰ πᾶσαν ἡμέραν τὴν σωτηρίαν σου.» Καὶ τοῦτο δέ ἐστι πληρούμενον θεωρεῖν καθ' ὅλης τῆς οἰκουμένης· ἐν ᾗ τὸ στόμα τοῦ Σωτῆρος ἡμῶν διὰ τῶν θείων Γραφῶν πᾶσιν ἀνθρώποις ἐφ' ἑκάστης ἡμέρας τὴν δι' αὐτοῦ προξενηθεῖσαν ἅπασι σωτηρίαν κηρύττει. Ἐπιλέγει δὲ τούτοις, «Ὅτι οὐκ ἔγνων γραμματείας.» Τὰς κλεῖς εἰληφότες τῆς βασιλείας, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι μήτε ἑτέροις συγχωροῦντες, τὰς γραμματείας κατεῖχον. Ἐγὼ δὲ, φησὶ, μὴ τῷ Μωϋσέως συγγράμματι προσέχων, μηδὲ τὰς τοῦ νόμου σωματικὰς γραμματείας τοῖς ἐμαυτοῦ παραδοὺς μαθηταῖς, οὐκ ἔγνων γραμματείας. Τί δὲ ἔγνως; Ἑξῆς διασαφεῖ λέγων· «Εἰσελεύσομαι εἰς δυναστείας Κυρίου Κυρίου, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.» Αἱ μὲν γὰρ γραμματεῖαι Ἰουδαίοις μόνοις ἥρμοττον, τρὶς τοῦ ἐνιαυτοῦ παρακελευομένοις ἀπαντᾷν εἰς τὰ Ἱεροσόλυμα, πολλά τε ἄλλα δυσχερῆ καὶ οὐκ ἀναγκαῖα περιεῖχον. Ἐγὼ δὲ ἐν δυναστείᾳ Κυρίου Κυρίου, εἰς τὰς ἐμαυτοῦ Ἐκκλησίας εἰσελεύσομαι, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. Δικαιοσύνη γὰρ τοῦ Πατρὸς ἦν τὸ πάντας ἀνθρώπους Ἕλληνας ἅμα καὶ βαρβάρους τῆς αὐτοῦ καταξιωθῆναι γνώσεως, καὶ τὸ ἐν παντὶ τόπῳ, ἀλλὰ μηκέτι ἐν ἑνὶ ἐπιτρέψαι λατρεύειν αὐτῷ· ὥστε ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δοξάζεσθαι αὐτοῦ τὸ ὄνομα ἐν τοῖς ἔθνεσιν.
For the righteousness of God is revealed in him. Therefore it has been said here, "My mouth will declare your righteousness, your salvation all the day long"; or according to Symmachus, "every day your salvation." And this too one may observe being fulfilled throughout the whole inhabited world, in which the mouth of our Savior, through the divine Scriptures, proclaims to all people each day the salvation procured by him for all. He adds to these things, "For I did not know scribal learning." Those who had received the keys of the kingdom, yet neither entering themselves nor permitting others to enter, held fast to scribal learning. But I, he says, not attending to the writing of Moses, nor handing over to my own disciples the bodily scribal learning of the law, did not know scribal learning. But what did you know? He makes it clear next, saying, "I will enter into the mighty acts of the Lord, the Lord, and I will remember your righteousness, yours alone." For the scribal learning suited the Jews alone, who were exhorted to appear in Jerusalem three times a year, and it contained many other difficult and unnecessary things. But I, in the mighty acts of the Lord, the Lord, will enter into my own Churches, and I will remember your righteousness, yours alone. For it was the righteousness of the Father that all people, Greeks and barbarians alike, be deemed worthy of his knowledge, and that he permit worship of him in every place, and no longer in one place only; so that from the rising of the sun to its setting his name be glorified among the nations.
«Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου.» Μόνος ὁ Σωτὴρ τὸν Πατέρα διδάσκαλον ἐπιγράφεται· διόπερ οἱ ἐν τῇ πατρίδι αὐτοῦ ἔλεγον· «Πόθεν τούτῳ πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;» Ἤδεσαν γὰρ ἀκριβῶς μὴ διδασκάλοις ἀνθρώποις προσεσχηκότα αὐτόν. Ἐπεὶ τοίνυν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τὴν παιδικὴν διῆλθεν ἡλικίαν, καὶ τῆς νεότητος τὴν ὥραν ὁμοίως ἡμῖν ὑπέμεινεν· οὔτε δὲ διατριβαῖς προσέσχεν, οὔτε διδασκάλοις κατὰ τοῦτον τὸν χρόνον, δυνάμει δὲ θεϊκῇ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις· εἰκότως ἐνταῦθά φησιν· «Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου·» καὶ τοῖς ἐμοῖς φυλαχθείη μαθηταῖς μέχρι συντελείας τοῦ αἰῶνος· καὶ ὡς ἄν τις εἴποι, μέχρι γήρως καὶ τῆς εἰς ἄκρον τελειώσεως, σὲ πάλιν τὸν Θεὸν ἱκετεύω μή με ἐγκαταλιπεῖν, συνεῖναι δέ μοι καὶ τὰ θαυμάσιά σου ἐνεργεῖν δι' ἐμοῦ, «ἕως ἀναγγείλω τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.» Ἡ γὰρ νῦν, φησὶ, παροῦσα γενεὰ σκολιὰ τυγχάνει καὶ διεστραμμένη, καὶ γενεὰ πονηρὰ καὶ μοιχαλίς. Διὸ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελῶ «τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου, ὁ Θεὸς, ἕως τῶν ὑψίστων, ἅ τε ἐποίησας μεγαλεῖα.» Σὺ αὐτὸς ὁ Πατὴρ, δι' ἐμοῦ ταῦτα πᾶσι τοῖς μετὰ ταῦτα γενησομένοις ἀνθρώποις καὶ τῇ γενεᾷ τῇ ἐρχομένῃ ἀπαγγελεῖς, καὶ κηρυχθήσεται ἡ δικαιοσύνη σου ἕως τῶν ὑψίστων.
O God, you have taught me from my youth, and until now I will declare your wondrous works." Only the Savior ascribes the Father to himself as teacher; which is why those in his own country said, "Where did this man get all this wisdom and these mighty works? Is not this the son of the carpenter?" For they knew precisely that he had not attached himself to human teachers. Since, therefore, having taken the form of a slave and being found in appearance as a man, he passed through the age of childhood and endured the prime of youth like us; and he neither devoted himself to schools nor to teachers during this time, but advanced in age and wisdom by divine power, and in grace with God and men—reasonably he says here: "O God, you have taught me from my youth, and until now I will declare your wondrous works"; and may they be preserved for my disciples until the consummation of the age; and, as one might say, until old age and the utmost perfection, I beseech you again, O God, not to abandon me, but to be with me and to work your wondrous works through me, "until I declare your arm to every generation that is to come." For the present generation, he says, is crooked and perverse, and a wicked and adulterous generation. Therefore to the generation that is to come I will proclaim "your dominion and your righteousness, O God, up to the highest things, and the great things you have done." You yourself, the Father, through me will proclaim these things to all men who will come to be after these, and to the generation that is to come, and your righteousness will be preached up to the highest things.
Σωζομένων γὰρ τῶν ἐπὶ γῆς, χαρὰ ἔσται ἐν οὐρανοῖς, συγχαιρόντων τῶν ἐν τοῖς ὑψίστοις οἰκούντων ἀγγέλων τῇ τῶν
ἀνθρώπων σωτηρίᾳ. Γῆρας δὲ καὶ πρεσβεία μὴ ὄκνει λέγειν τὴν τελειότητα τῶν αὐτοῦ μαθητῶν καὶ τῆς Ἐκκλησίας αὐτοῦ. Εἰ γὰρ σῶμα αὐτοῦ ἡ Ἐκκλησία τυγχάνει, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους·» μέρος τῆς Ἐκκλησίας καὶ πρεσβεῖον αὐτῆς λέγοιτ' ἂν εἰκότως ἡ κατ' ἀρετὴν τὴν ἐν τῷ παρόντι βίῳ τελείωσις, μεθ' ἣν, ὥσπερ ἀποδυσαμένη τὸν ἐπὶ γῆς θνητὸν βίον, ἀνακαινισθήσεται τῆς οὐρανίου διατριβῆς καταξιωθησομένη, συναπτομένη τε τῇ Ἐκκλησίᾳ τῶν πρωτοτό κων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. Οὕτω νοήσεις καὶ τὸ ἀνωτέρω λελεγμένον ἐν τῷ, «Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.» Κατὰ γὰρ ἑτέραν ἐκδοχὴν ὑπερεύχεται τῆς Ἐκκλησίας αὐτοῦ, ἵνα ἐν καιρῷ τῆς κατὰ γῆν μακρότητος μὴ ἀποῤῥιφθείη· εἰ δὲ καὶ τότε ἐκλείπει ἡ ἰσχὺς αὐτῆς, μηδὲ τότε ἐγκαταλειφθείη. Συμβαίνει γὰρ πολλάκις ἐκλείπειν κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, ἐπειδὰν οἱ πολλοὶ τοῦ σώματος τῆς Ἐκκλησίας δι' ἀσθένειαν πίστεως ἐξομνύονται τὴν πίστιν. Καὶ μήποτε ταῦτα ἀναπέμπεται ἐπὶ τὸν καιρὸν τῆς ἀποστασίας, περὶ οὗ καιροῦ ὁ Ἀπόστολος ἐδίδασκε λέγων· «Ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ Υἱὸς τῆς ἀπωλείας.» Τοῦτον δὲ τὸν καιρὸν ὁ Σωτὴρ ἐδήλου λέγων· «Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» Καὶ πάλιν·
For when those on earth are saved, there will be joy in the heavens, with the angels who dwell in the highest rejoicing together at the salvation of men. And do not hesitate to call "old age" and "seniority" the perfection of his disciples and of his Church. For if the Church is his body, as the Apostle taught when he said, "You are the body of Christ and members in part," then the perfection in virtue in the present life would reasonably be called a part of the Church and its seniority, after which, as though having put off the mortal life on earth, it will be renewed, being deemed worthy of the heavenly dwelling, and joined to the Church of the firstborn who are enrolled in heaven. In this way you will also understand what was said above in the passage, "Do not cast me off in the time of old age; when my strength fails, do not forsake me." For according to another interpretation, he prays for his Church, that in the time of its long duration on earth it may not be cast off; and if even then its strength fails, that even then it may not be forsaken. For it often happens that strength fails in times of persecution, whenever many of the body of the Church, through weakness of faith, renounce the faith by oath. And perhaps these things are referred to the time of the apostasy, about which time the Apostle taught, saying, "Unless the apostasy comes first, and the man of sin is revealed, the son of perdition." And the Savior indicated this time when he said, "When the Son of Man comes, will he find faith on the earth?" And again:
«Διὰ δὲ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» Τότε γὰρ ἔσται γηραλέον καὶ ἀσθενὲς τὸ σῶμα τῆς Ἐκκλησίας. Ἀλλ' ἵνα μηδὲ τότε ἔρημος καταλειφθείη ὁ λαὸς αὐτοῦ, ἀναγκαίως τὰς προκειμένας ἀναπέμπει φωνάς· «Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά;» καὶ τὰ ἑξῆς. Τοὺς ἀκριβεῖς λόγους καθ' οὓς ὁ Θεὸς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, μὴ γνόντα τε αὐτὸν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὐδεὶς δύναται διελθεῖν ἢ μόνος αὐτός. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν;» Οὐδ' ἂν ἐπιβάλοι τις τῇ τοῦ Θεοῦ κρίσει, οὐδ' ἂν ἐξεύροι τοὺς λογισμοὺς, δι' οὓς ἐνεδείξατο τῷ Μονογενεῖ θλίψεις πολλὰς καὶ κακά· οὐ μὲν εἴασεν αὐτὸν ἐν αὐταῖς· ἀλλ' ἐπιστρέψας ἐζωοποίησεν αὐτὸν καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγεν αὐτόν. Σφόδρα δὲ ἀκριβῶς εἴρηται τὸ, «Ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά.» Ἰδὼν γὰρ τὰς θλίψεις καὶ τὰ ὀνομαζόμενα κακὰ, οὐχ ἑάλω ὑπ' αὐτῶν, οὐδὲ ἡττήθη· κρείττων δὲ πάντων γενόμενος, θεωρὸς ἦν αὐτῶν· ὡς πάντων μᾶλλον εἰπεῖν ἂν τὸ, «Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι.» Ταῦτα γὰρ Παῦλος καὶ οἱ παραπλήσιοι ὠφελημένοι τὸν διδάσκαλον ἔλεγον. Ἀβύσσους δὲ γῆς ἐνταῦθα τὴν τῶν καταχθονίων γῆν χώραν ὠνόμαζεν· ὃ δὴ σαφηνίζει ὁ Ἀπόστολος λέγων· «Μὴ εἴπῃς, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν;» Καὶ ἐν τῷ Ἰὼβ δὲ ὁ χρηματίζων αὐτῷ Κύριος ἔλεγε·
And because lawlessness will be multiplied, the love of many will grow cold.” For then the body of the Church will be aged and weak. But so that even then his people might not be left desolate, he necessarily sends up the words set before us: “O God, who shall be likened to you? How many afflictions and evils you have shown me?” and what follows. The exact reasons for which God did not spare his own Son, but delivered him up for us all, and made him who did not know sin to be sin for us, no one is able to set forth except he alone. “For who has known the mind of the Lord, who will instruct him?” Nor could anyone lay hold of God’s judgment, nor discover the reasonings for which he showed many afflictions and evils to the Only-begotten; yet he did not leave him in them, but turned and gave him life, and again brought him up from the depths of the earth. Very precisely has it been said: “You have shown me many afflictions and evils.” For seeing the afflictions and the so-called evils, he was not captured by them, nor defeated; but becoming greater than all, he was a spectator of them; so that one might say above all: “In everything afflicted, but not distressed; perplexed, but not in despair; struck down, but not forsaken.” For Paul and those like him, having been helped, said this of the Teacher. And “the depths of the earth” here he called the region of the land of those beneath the earth; which the Apostle makes clear when he says: “Do not say, Who will descend into the abyss? that is, to bring Christ up from the dead?” And in Job also the Lord who spoke to him said:
«Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ὁ δὲ εἰπὼν ἐνταῦθα, «Καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,» σαφῶς ἐδίδαξεν ἑαυτὸν κατεληλυθέναι εἰς τὰς ἀβύσσους τῆς γῆς, καὶ πάλιν ἀνεληλυθέναι. Οὐκ οἶδα δὲ εἴ τις δύναται ἑτέρως ἐκλαβεῖν ταῦτα ἢ ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀναφέρων τὴν προφητείαν. Ὁ δ' αὐτὸς ἐπιλέγει· «Ἐπλεόνασας τὴν μεγαλοσύνην μου, καὶ ἐπιστρέψας παρεκάλεσάς με.» Πῶς δὲ ἐπλεόνασεν ὁ Πατὴρ τὴν μεγαλοσύνην τοῦ Μονογενοῦς αὐτοῦ, ἢ διὰ τοῦ δεῖξαι αὐτῷ θλίψεις πολλὰς καὶ κακά; Ὥσπερ γάρ τις ἀγωνοθέτης, πολλοῖς παραβάλλων τὸν ἑαυτοῦ ἀθλητὴν, μειζόνως αὐτοῦ τὴν ἀνδρείαν ἐπιδείκνυσι, νικητὴν αὐτὸν ἁπάντων ἀνακηρύττων· τὸν αὐτὸν τρόπον καὶ ὁ Πατὴρ, τὴν μεγαλοσύνην τοῦ Υἱοῦ τοῖς πᾶσι
φανερὰν ἐπιδεικνὺς, θλίψεις πολλὰς καὶ κακὰ περιέβαλλεν αὐτῷ, ὡς ἂν τὰ κατὰ πάντων ἀράμενος νικητήρια, παρὰ τοῖς πᾶσι κηρυχθείη. Διό φησιν· «Ἐπλεόνασας τὴν μεγαλοσύνην μου.» Ἀλλὰ μετὰ ταῦτα πάντα, φησὶν, «ἐπιστρέψας παρεκάλεσάς με.» Πῶς δὲ παρεκάλεσεν αὐτὸν, προεδίδαξεν ἀνωτέρω εἰπών· «Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.» Αὕτη γὰρ ἦν ἡ παράκλησις, ἣν καὶ ὁ Ἀπόστολος παρέστησεν εἰπών· «Διὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν αὐτὸν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα·
You came to the fountain of the sea, and you walked in the footprints of the abyss. The gates of death are opened to you with fear; and the gatekeepers of Hades, seeing you, cowered.” And the one who said here, “And from the abysses of the earth you brought me up again,” clearly taught that he himself had descended into the abysses of the earth and had come up again. I do not know whether anyone can understand these things otherwise than by referring the prophecy to our Savior and Lord. The same one adds: “You multiplied my greatness, and turning back you comforted me.” And how did the Father multiply the greatness of his Only-begotten, except by showing him many afflictions and evils? For just as a certain judge of contests, matching his own athlete against many, displays his courage more greatly, proclaiming him victor over all; in the same way also the Father, making the greatness of the Son evident to all, surrounded him with many afflictions and evils, so that having taken up the prize of victory over all, he might be proclaimed among all. Therefore he says: “You multiplied my greatness.” But after all these things, he says, “turning back you comforted me.” And how he comforted him, he taught beforehand above, saying: “And turning back you gave me life, and from the abysses of the earth you brought me up again.” For this was the comfort which the Apostle also set forth, saying: “Therefore God also highly exalted him, and granted him a name, the name above every name.
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.» «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου.» Σὺ μὲν ἐμοὶ ταῦτα, φησὶν, ὦ Πάτερ, παρέσχου· μετὰ γὰρ τὰς πολλὰς θλίψεις καὶ τὰ λελεγμένα κακὰ «ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,» καὶ παρεκάλεσάς με, πλεονάσας τὴν μεγαλοσύνην μου· κἀγὼ δὲ, ἀμειβόμενος τὰς εἰς ἐμέ σου εὐεργεσίας, «ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ· τί γὰρ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;» Ἀλλὰ γὰρ τά σοι πρέποντα σκεύη καταρτιζόμενος, ὄργανά τέ σου ἄξια ψαλμῳδίας κατασκευάσας, δι' αὐτῶν τὴν ἀλήθειάν σου ψαλῶ σοι, καὶ τοιαύτας σοι κιθάρας ἀναστήσω, δι' ὧν τὰ χείλη μου ἀγαλλιάσεται, ἀλλὰ καὶ «ἡ ψυχή μου, ἣν ἐλυτρώσω,» ἀναβιβάσας αὐτὴν ἐκ τῶν ἀβύσσων τῆς γῆς, καὶ ζωοποιήσας αὐτὴν μεθ' ὃν ὑπέμεινε θάνατον. Σκεύη δὲ καὶ ὄργανα τῷ Θεῷ κεχαρισμένα, δι' ὧν εἰσέτι καὶ νῦν ὁ Χριστὸς τοῦ Θεοῦ καθ' ὅλης τῆς οἰκουμένης ψαλμῳδίας ἀναπέμπει καὶ ὕμνους καὶ αἴνους τῷ Πατρὶ, τίνας ἂν εἴποις ἢ τοὺς καθ' ἑκάστην Ἐκκλησίαν λαούς; Ὧν τὰς ψυχὰς συντείνας ὁ τοῦ Θεοῦ Λόγος, συμφωνίᾳ τε καὶ ἁρμονίᾳ μιᾷ συνδησάμενος τῷ Πατρὶ, προσφιλῆ καὶ ἡδεῖαν ἀναπέμπει μελῳδίαν. Εἰ γοῦν τις ὡς ἐν παραθέσει σύγκρισιν ποιήσοιτο τῶν πάλαι παρὰ Ἰουδαίοις σωματικῶν ὀργάνων ἐξ ἀψύχων χορδῶν κατεσκευασμένων, φωνήν τε ἄναρθρον ἐξηχούντων, καὶ τῶν ἐν τῇ Χριστοῦ Ἐκκλησίᾳ ἐκ λογικῶν ψυχῶν ἀναπεμπομένων ὕμνων τῷ Θεῷ, οὐδὲν ἂν εὕροι ὅμοιον.
so that at the name of Jesus every knee should bow, of those in heaven and on earth and under the earth. “For I also will confess to you your truth with instruments of psalm.” You, he says, O Father, have granted me these things; for after many afflictions and the evils that have been spoken of, “having turned, you made me alive, and from the abysses of the earth you brought me up again,” and you comforted me, multiplying my greatness. And I, in return for your benefits to me, “will confess to you with instruments of psalm; for what shall I repay the Lord for all that he has repaid to me?” But indeed, preparing the instruments fitting for you, and fashioning organs worthy of psalmody for you, through them I will sing your truth to you, and I will raise up such lyres for you, through which my lips will rejoice, and also “my soul, which you redeemed,” having brought it up from the abysses of the earth and made it alive after the death it endured. And what would you say are the instruments and organs pleasing to God, through which even now the Christ of God throughout the whole inhabited world sends up psalmody and hymns and praises to the Father, if not the peoples in each Church? Whose souls the Word of God, having tuned and bound together in one concord and harmony for the Father, sends up a melody dear and sweet to him. If, then, one were to make a comparison, as it were, by setting side by side the bodily instruments of old among the Jews, made from lifeless strings and sounding forth an inarticulate voice, and the hymns sent up to God in the Church of Christ from rational souls, he would find nothing alike.
Παντὸς γὰρ κρείττονα σωματικοῦ ψαλτηρίου τυγχάνει τὰ πλήθη τὰ καθ' ὅλης τῆς οἰκουμένης συμφωνίᾳ μιᾷ καὶ ἁρμονίᾳ τὸν ἐπὶ πάντων Θεὸν ὑμνοῦντα, δι' ὧν ὁ Υἱὸς τῷ Πατρὶ ψάλλειν ὁμολογεῖ φάσκων· «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός.» Οὐκέτι γὰρ τύπους, οὐδὲ σκιὰς καὶ σύμβολα, οἷα ἦν τὰ παρὰ Μωϋσεῖ, τὴν δὲ ἀλήθειαν τὴν σὴν παραστήσω τοῖς ἀνθρώποις, καὶ «ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ·» ἢ κατὰ τὸν Ἀκύλαν, «Μελῳδήσω σοι ἐν κιθάρᾳ, ἅγιε Ἰσραήλ.» Ἀλλὰ καὶ «ἀγαλλιάσεται τὰ χείλη μου, ὅταν ψαλῶ σοι·» ἢ κατὰ τὸν Σύμμαχον, «Εὐφημήσει τὰ χείλη μου, ὅταν μελῳδήσω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου μελητήσει ὅλην τὴν ἡμέραν τὴν δικαιοσύνην σου.» Χείλη δὲ καὶ γλῶσσαν αὐτοῦ μελετῶσαν τὴν δικαιοσύνην τοῦ Πατρὸς οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἀσκήσει θείων λόγων ἑαυτοὺς ἀνατεθεικότας. Καὶ ταῦτα πάντα, φησὶ, ποιήσω, «ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι·» ἢ κατὰ τὸν Σύμμαχον, «Ὅτι κατῃσχύνθησαν, ἢ ὅτι ἀπωρύγησαν οἱ ζητοῦντες τὴν κάκωσίν μου·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ὅτι κατῃσχύνθησαν οἱ ζητοῦντες κακίαν μου.» Πάρεστι δὲ καὶ ταῦτα ἔργῳ πληρούμενα θεωρεῖν· ἁπανταχοῦ γὰρ γῆς τῶν Ἐκκλησιῶν τοῦ Σωτῆρος τὴν δικαιοσύνην τοῦ Θεοῦ διεξερχομένων, καὶ αὐτοῦ δὲ σκεύη ἐκλογῆς, οἷα προλέλεκται, καὶ ὄργανα λογικὰ τῷ Πατρὶ καταρτιζομένου, ἀνυμνοῦντός τε ἀεὶ δι' αὐτῶν τὸν ἐπὶ πάντων Θεὸν, αἰσχύνην περιβάλλονται οἱ ἐχθροὶ αὐτοῦ· ἐνετράπησάν τε καὶ ἐντρέπονται οἱ ζητοῦντες αὐτῷ κακά.
For the multitudes throughout the whole inhabited world, hymning the God over all with one concord and harmony, are better than any physical psaltery, through whom the Son confesses that he sings psalms to the Father, saying: “For I also will confess to you your truth with instruments of psalm, O God.” For no longer types, nor shadows and symbols, such as were the things in Moses, but your truth I will present to men, and “I will sing psalms to you on the lyre, O Holy One of Israel;” or according to Aquila, “I will make melody to you on the lyre, O Holy One of Israel.” But also “my lips will exult when I sing psalms to you;” or according to Symmachus, “My lips will speak well of you when I make melody to you, and my soul, which you have redeemed. And further, my tongue will meditate all the day on your righteousness.” And you would not err in calling his lips and tongue meditating on the righteousness of the Father those in his Church who have devoted themselves to the practice of divine words. And all these things, he says, I will do, “when those who seek evils for me are ashamed and put to shame;” or according to Symmachus, “Because they were put to shame, or because those who seek my affliction have been driven off;” or according to Aquila, “Because those who seek my wickedness were put to shame.” And it is possible to observe these things being fulfilled in deed; for everywhere on earth, as the Churches of the Savior go through the righteousness of God, and as he himself prepares chosen vessels, as has been foretold, and rational instruments for the Father, and as they always hymn through them the God over all, his enemies are clothed with shame; and those who seek evils for him have been put to shame and are put to shame.