Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ προσῄεσαν τῷ Σωτῆρι μεθ' ὑποκρίσεως καὶ κολακείας οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ποτὲ μὲν διδάσκαλον ἀποκαλοῦντες οὐ σὺν καθαρᾷ καρδίᾳ, ποτὲ δὲ λέγοντες αὐτῷ· Οἴδαμεν, ὅτι ἀληθὴς εἶ, καὶ τὸν λόγον τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις· καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· εἰκότως περὶ αὐτῶν φησιν ἐνταῦθα ὁ λόγος· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ἐπειδὴ καὶ Ῥαββεὶν αὐτὸν καὶ διδάσκαλον ἀποκαλεῖ, σύμβολά τε διαθέσεως καὶ φιλίας παρεῖχε, τὴν προδοσίαν ποιούμενος, εἰκότως περὶ αὐτοῦ λέλεκται· Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί· ἢ κατὰ τοὺς Ἑβδομήκοντα· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ, καὶ τὰ ἑξῆς. Οἱ μὲν σὺν ἀπάτῃ καὶ ὑποκρίσει ἁπαλύνοντες ἑαυτῶν τοὺς λόγους ἐκ τοῦ φανεροῦ, ἔσωθεν δὲ αὐτοὺς ἀκοντίσαντες ὑπὲρ βολίδας, ἀλλὰ καὶ αὐτὸς ὁ προδότης γεγονὼς τοῦ Σωτῆρος, ὁποίου τέλους τεύξονται δεδήλωται· σὺ δὲ ὁ τούτων ἀκροώμενος, σωφρονισθεὶς ἀπὸ τοῦ τῶν προλελεγμένων τέλους, καὶ ὁ τῷ προφητευομένῳ ὅλον σαυτὸν ἐπιδιδοὺς, θάρσει, τὴν σαυτοῦ φροντίδα ἐπιῤῥίψας ἐπ' αὐτὸν, οἷα Καινῇ Διαθήκῃ μαθητευθεὶς, δι' ἧς αὐτὸς ὁ Σωτὴρ παιδεύει λέγων· Μὴ μεριμνήσητε τί φάγητε, μηδὲ τί πίητε· καὶ, Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν.
And here, then, since the rulers of the Jewish nation approached the Savior with hypocrisy and flattery, sometimes calling him Teacher not with a pure heart, and sometimes saying to him, "We know that you are true, and you teach the word of God in truth, and no one is a concern to you, for you do not look at the face of a man," rightly the word says here concerning them: Their mouths are smoother than butter, but the heart of each of them wages war. And again, in a peculiar way concerning the traitor, since he both called him Rabbi and Teacher and gave tokens of disposition and friendship while committing the betrayal, it is rightly said concerning him: His words are softer than oil, though they are cutting; or according to the Seventy: His words were made soft beyond oil, and they are darts. Cast your care upon the Lord, and he will nourish you; he will not give the righteous one a shaking forever, and the rest. Those, then, who with deceit and hypocrisy make their words smooth outwardly, but inwardly shoot them beyond darts—and also the traitor himself who became the betrayer of the Savior—what sort of end they will obtain has been made clear. But you who hear these things, disciplined by the end of those foretold, and giving your whole self to the one who is prophesied, take courage, having cast your care upon him, as one taught by the New Covenant, through which the Savior himself instructs, saying: Do not be anxious about what you will eat or what you will drink; and, Do not acquire gold or silver or bronze for your belts.
Ταῦτ' οὖν φυλάξας, ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, τὸν ἄρτον σοι διδοὺς τὸν ἐπιούσιον, καὶ τὴν λογικὴν καὶ ἐπουράνιον τροφήν· ἐπαρκῶν δὲ καὶ τὰ πρὸς τὸν βίον χρειώδη. Τούτῳ γὰρ ἐπήγγελται φήσας· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ τι αὐτὸν αἰτῆσαι ὑμᾶς. Αὐτός σε δὲ διαθρέψει, ὡς καὶ πάντα δίκαιον· οὐδένα γὰρ πώποτε τῶν δικαίων καταλέλοιπεν, ὡς ὑπομεῖναι αὐτὸν σάλον πρὸς τὸ σαλευθῆναι καὶ ἐκπεσεῖν. Διὸ λέλεκται ἑξῆς· Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ· ἢ κατὰ τὸν Σύμμαχον· Οὐκ ἐκδώσει εἰς αἰῶνα κλεισθῆναι δίκαιον. Διὸ λέλεκται ἐν ἑτέροις· Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ταῦτ' εἰπὼν, ἑξῆς ἐπάγει περὶ τῶν ἐπιβούλων τοῦ Σωτῆρος τὸ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἢ κατὰ τὸν Σύμμαχον· Σὺ δὲ ὁ Θεὸς κατενέγκεις αὐτοὺς εἰς λάκκον διαφθορᾶς· περὶ οὗ λάκκου μυρία διὰ τῶν ἔμπροσθεν εἴρηται· ὥσπερ ἐν τῷ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ πάλιν· Μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· καὶ αὖθις· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἀλλ' ὁ μὲν δίκαιος διασώζεται πρὸς τὸ μὴ κατενεχθῆναι εἰς τὸν δηλούμενον λάκκον· οἱ δὲ ἀσεβεῖς κάτω φέρονται εἰς αὐτὸν, ὑπὸ τοῦ Θεοῦ καταρασσόμενοι, ὡς εἰς κατάλληλον αὐτοῖς χωρίον. Λάκκον δὲ ταλαιπωρίας
Having guarded these things, then, cast your care upon the Lord, and he himself will nourish you, giving you the bread that is sufficient for the day, and the rational and heavenly food, while also supplying the necessities of life. For to this one it has been promised, when he said: For your heavenly Father knows what things you have need of before you ask him. He himself will nourish you, as is fitting for every righteous man; for he has never yet abandoned any of the righteous, so as to leave him to endure a shaking that would shake him and cause him to fall. Therefore it is said next: He will not give a shaking to the righteous forever; or according to Symmachus: He will not give a righteous man over to be shut up forever. Therefore it is said elsewhere: I was young, and indeed I grew old, and I did not see a righteous man forsaken, nor his seed seeking bread. Having said these things, he next adds concerning the plotters against the Savior: But you, O God, will bring them down into a pit of corruption; or according to Symmachus: But you, O God, will bring them down into a cistern of corruption; concerning which cistern countless things have been said in the preceding passages; as in: Waiting, I waited for the Lord, and he attended to me, and he brought me up out of a pit of misery, and from the mire of clay; and again: Do not be silent from me, lest I become like those who go down into a cistern; and again: O Lord, you brought my soul up from Hades, you saved me from those who go down into a cistern. But the righteous man is preserved so as not to be brought down into the cistern that is indicated; but the ungodly are carried down into it, being dashed down by God, as into a place suited to them. And a pit of misery
καὶ πηλὸν ἰλύος, καὶ φρέαρ διαφθορᾶς τὸν τοῦ θανάτου τόπον καλεῖν εἴωθεν ὁ λόγος· εἰς ὃν καταβάλλονται δίκην τῶν ἄνωθεν καταφερομένων ἐν τοῖς λάκκοις ὑδάτων αἱ τῶν ἀσεβῶν ψυχαί. Καὶ ἐπειδήπερ διὰ τῶν ἔμπροσθεν τοὺς φονευτὰς τοῦ Σωτῆρος ἡμῶν ἐδήλου, ἀκολούθως καὶ νῦν περὶ τῶν αὐτῶν φησιν· Ἄνδρες αἱμάτων καὶ δολιότητος· οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον· Μιαιφόνοι καὶ δόλιοι οὐχ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Ἀκύλαν· Ἄνδρες αἱμάτων καὶ ἐπιθέσεως οὐχ ἡμισεύσωσιν ἡμέρας αὐτῶν. Νοήσεις δὲ ὅπως ἐπληροῦντο καὶ ταῦτα ἐπιστήσας, ὡς παραχρῆμα καὶ μετ' οὐ πολὺν χρόνον τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς ἄρδην τὸ πᾶν γένος τῶν προλεχθέντων ὀλέθρῳ παρεδόθη, μετελθούσης αὐτοὺς τῆς ὀργῆς ἐν τῇ καταλαβούσῃ αὐτοὺς πολιορκίᾳ κατὰ τὸν Ῥωμαϊκὸν πόλεμον. Καὶ τέως μὲν κατὰ τὸν παρόντα καιρὸν, καὶ τὸν θνητὸν ἐν ἀνθρώποις βίον, μηδὲ ἡμισεύσαντες τὰς ἡμέρας αὐτῶν τοιαύτῃ παρεδόθησαν ἀπωλείᾳ οἱ ἄνδρες αἱμάτων καὶ δολιότητος· μετὰ δὲ τὴν ἐνταῦθα τελευτὴν, ὁποῖα αὐτοὺς διαδέξεται, προδεδήλωται διὰ τοῦ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς. Ταῦτα μὲν οὖν ἐκεῖνοι πείσονται· Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ· ἤτοι ὁ ταῦτα θεσπίζων προφήτης, ἢ καὶ αὐτὸς ὁ προφητευόμενος. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΤΟΥ ΛΑΟΥ, ΤΟΥ ΑΠΟ ΤΩΝ ΑΓΙΩΝ ΜΕΜΑΚΡΥΜΜΕΝΟΥ, ΤΟΥ ΔΑΥΙΔ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΕΚΡΑΤΗΣΑΝ ΑΥΤΟΝ ΟΙ ΑΛΛΟΦΥΛΟΙ ΕΝ ΓΕΘ. ΝΕʹ. Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με.
And the word is accustomed to call the place of death both "mud of mire" and "pit of corruption," into which the souls of the impious are cast, like waters brought down from above into the cisterns. And since through the preceding words he was indicating the murderers of our Savior, consequently he now says concerning the same: "Men of blood and deceit, they shall not halve their days"; or according to Symmachus: "Shedders of blood and deceitful men shall not halve their days"; or according to Aquila: "Men of blood and of assault shall not halve their days." And you will understand how these things also were fulfilled by attending to this: that immediately and after no long time, because of their plot against our Savior, the whole race of those previously mentioned was handed over to destruction, the wrath having pursued them in the siege that overtook them in the Roman war. And for a time, in the present age and the mortal life among men, the men of blood and deceit, not even having halved their days, were handed over to such destruction; but after their death here, what sort of things will succeed them has been foretold beforehand through "But you, O God, will bring them down into the pit of corruption." These things, then, those men will suffer; "But I will hope in you"—either the prophet who proclaims these things, or the very one who is prophesied. To the end, concerning the people, the one far removed from the holy ones, by David, for an inscription, when the foreigners held him in Geth. 55. Have mercy on me, O God, for man has trampled me down; all the day long he fought and afflicted me.
Λαὸς ἀπὸ τῶν ἁγίων μεμακρυμμένος, ὅσον ἐπὶ τῆς ἱστορίας, ἔοικεν εἶναι ὁ σὺν τῷ Δαυῒδ φεύγων ἀπὸ προσώπου Σαούλ· ἦσαν δὲ τὸν ἀριθμὸν ἄνδρες ἑξακόσιοι, ὡς ἡ Γραφὴ μαρτυρεῖ τῶν Βασιλειῶν. Ἐπεὶ δὲ δὶς γέγονεν παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις· ἅπαξ, ὅτε μόνος ἀποληφθεὶς εἴσω πυλῶν, μανίαν προσεποιήθη, ὅτε καὶ ἐτυμπάνιζεν ἐν ταῖς πύλαις τῆς πόλεως, καὶ κατέῤῥει τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα αὐτοῦ· ἄλλοτε δὲ, ὅτε σὺν ἀνδράσιν χʹ προσέφυγε τῷ βασιλεῖ τῆς Γὲθ, ἀφώρισέ τε αὐτῷ οἰκητήριον τὴν Σίκελα. Ταῦτ' ἔοικεν ἡ προκειμένη στηλογραφία εἰρῆσθαι τῷ Δαυῒδ, καθ' ὃν καιρὸν ἅμα τοῖς χʹ τοῖς σὺν αὐτῷ φεύγουσιν ἐπεδήμει τοῖς ἐν Γέθ· ὑπεδέξαντό τε αὐτὸν καὶ κατέσχον παρ' ἑαυτοῖς ὡς φίλον, ὅτε καὶ τιμῆς ἀξιοῦται παρὰ τῷ βασιλεῖ Γέθ. Διὸ τὰ τῆς προγραφῆς περιέχει· Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ, τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, τῷ Δαυῒδ, στηλογραφία, ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τῷ νικοποιῷ ὑπὲρ περιστερᾶς ἀλάλου, μακρυσμῶν τοῦ Δαυῒδ ταπεινοῦ, τελείου, ἐν τῷ κρατῆσαι αὐτὸν Φυλισταίους ἐν Γέθ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπινίκιον ὑπὲρ τῆς περιστερᾶς, ὑπὲρ τοῦ φύλου ἀπωσμένου τοῦ Δαυῒδ, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ὅτε κατέσχον αὐτὸν οἱ Φυλισταῖοι ἐν Γέθ· ἡ δὲ πέμπτη ἔκδοσις· Τῷ νικοποιῷ ὑπὲρ τῆς περιστερᾶς τῆς μογιλάλου, κεκρυμμένων τῷ Δαυῒδ, εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· καὶ ὁ Θεοδοτίων δὲ ἀντὶ τοῦ, Ὑπὲρ τοῦ λαοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, ὑπὲρ τῆς περιστερᾶς, ὁμοίως τοῖς λοιποῖς ἐξέδωκε.
The people who had been removed far from the holy ones, as far as the historical account is concerned, appears to be the one who fled with David from the presence of Saul; and they were in number six hundred men, as the Scripture of the Kingdoms testifies. Since it happened twice among the Philistines in Geth: once, when he was shut in alone within the gates, he feigned madness, when he also drummed on the gates of the city, and his spittle ran down upon his beard; and at another time, when he fled with a hundred men to the king of Geth, and he assigned him Sicele as a dwelling place. This is what the present inscription seems to have been spoken by David, at the time when together with the hundred who fled with him he was sojourning among those in Geth; and they received him and kept him with themselves as a friend, when he is also deemed worthy of honor by the king of Geth. Therefore the inscription contains: For the end, concerning the people who have been removed far from the holy ones, by David, an inscription, when the foreigners seized him in Geth. And according to Aquila it is said: To the victor concerning the silent dove, of the removals of David the humble, the perfect, when the Philistines seized him in Geth; and according to Symmachus: A victory song concerning the dove, concerning the people thrust away of David, the humble-minded and blameless, when the Philistines seized him in Geth; and the fifth edition: To the victor concerning the dove that speaks with difficulty, of things hidden to David, for an inscription, when the foreigners seized him in Geth; and Theodotion also, instead of "Concerning the people removed far from the holy ones," rendered "concerning the dove," similarly to the rest.
Τάχα δέ που αἰνίττονται οἱ περιστερὰν ἄλαλον ἢ μογιλάλον εἰρηκότες αὐτὸν τὸν Δαυῒδ παρὰ τοῖς ἀλλοφύλοις ὄντα, καὶ μὴ δυνάμενον λαλεῖν συνήθως τὰς ἐν ἁγίῳ Πνεύματι προφητείας, μηδὲ σὺν παῤῥησίᾳ τοὺς ὕμνους προσφέρεσθαι. Διὸ μογιλάλον περιστερὰν ἢ καὶ ἄλαλον αὐτὸν ὠνόμαζον. Καὶ ἐν τῷ πρὸ τούτου δὲ ψαλμῷ λέλεκτο· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; Καὶ πετασθήσομαι ἢ καὶ ἑδρασθήσομαι. Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ, κατὰ τὸν Σύμμα χον. Ἐπεὶ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐν τῷ Προφήτῃ
ἐνεργοῦν, ὃ καὶ ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Σωτῆρα κατεληλυθέναι μαρτυρεῖται, τρυφερὸν ὂν καὶ ἄκακον, ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ διωκομένου τοῦ Δαυῒδ, ἐλαυνόμενόν τε οὐκ ἠμύνετο, ἀλλ' ἐῴκει περιστερᾷ ἀλάλῳ μακρυνομένῃ καὶ ἀπωθουμένῃ ὑπὸ τῶν διωκόντων· τούτου χάριν κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ὑπὲρ τῆς περιστερᾶς, εἴρηται. Ἀντὶ δὲ τοῦ, εἰς στηλογραφίαν, ὁ μὲν Ἀκύλας, ταπεινοῦ τελείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ἡρμήνευσεν, τὸν τρόπον δηλοῦντες δι' ὃν ὥσπερ στήλης καὶ αἰωνίας μνήμης ἠξιοῦτο παρὰ τῷ Θεῷ ἡ τοῦ Προφήτου ἀρετή. Τὸ γὰρ μέγιστον τοῦ Δαυῒδ κατόρθωμα ἡ ταπεινότης ἦν καὶ ἡ ταπεινοφροσύνη, καθ' ἣν τελείαν ἐπεδείκνυτο ἀρετὴν, οὐδένα μῶμον ἐπαγομένην. Διὸ τοὺς προκειμένους λόγους, ὑπερβαλλούσης καὶ τελείας ταπεινοφροσύνης δείγματα περιέχοντας, ἀνέπεμπε τῷ Θεῷ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὡς πρὸς τὴν λέξιν τὸν Σαοὺλ σημαίνων, ἐπαναβάντα αὐτῷ, καὶ οὐ μίαν ἡμέραν, ἀλλὰ καὶ πολλὰς ἐπιθέμενον τῷ κατ' αὐτοῦ πολέμῳ·
Perhaps those who called him a mute or stammering dove are hinting at David himself, who was among the foreigners and could not speak the prophecies in the Holy Spirit in his usual way, nor offer the hymns with boldness. Therefore they called him a stammering or even mute dove. And in the psalm before this it had been said: Who will give me wings like a dove? And I shall fly away, or even be settled. I would have made my departure far away, I would have lodged in the wilderness, according to Symmachus. Since, then, the Holy Spirit that was working in the Prophet, which is also testified to have descended upon the Savior in the form of a dove, being gentle and guileless, was driven about when Saul persecuted David, and being driven it did not defend itself, but resembled a mute dove being taken far away and thrust back by those who pursued it; for this reason, according to the other translators, it is spoken "for the dove." And instead of "for an inscription," Aquila rendered "of the humble perfect man," and Symmachus "of the humble-minded and blameless man," indicating the manner by which the Prophet's virtue was deemed worthy of a pillar and eternal remembrance before God. For the greatest achievement of David was his humility and humble-mindedness, according to which he displayed perfect virtue, bringing no blame upon it. Therefore he sent up to God the words set before us, which contain proofs of surpassing and perfect humble-mindedness, saying: Have mercy on me, O God, for man has trampled me down, referring, as the text indicates, to Saul, who rose up against him and attacked him not for one day but for many, in the war against him.
διὸ ἐπιλέγει· Ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. Εἶτ' ἐπειδήπερ τῷ θείῳ Πνεύματι συνεώρα οὐχ οὕτως τὸν Σαοὺλ αἴτιον ὄντα τῆς τοσαύτης κατ' αὐτοῦ σπουδῆς, ὅσον ἀφανεῖς τινας καὶ νοητοὺς ἐχθροὺς ἀοράτους, δηλαδὴ δυνάμεις καὶ πνεύματα πονηρὰ, τὸν Σαοὺλ ἐνεργοῦντα καὶ διεγείροντα ἐπὶ τὸν κατ' αὐτοῦ πόλεμον, εἰκότως ἐπιλέγει· Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν· ἢ κατὰ τὸν Σύμμαχον· Ἐπέτριβον οἱ θλίβοντές με κατὰ πᾶσαν ἡμέραν. Τίνες δὲ οἱ ἐχθροὶ καὶ οἱ θλίβοντες αὐτὸν, οἱ τὸν Σαοὺλ ἐνεργοῦντες, διασαφεῖ ἑξῆς λέγων· Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. Οὐ γὰρ ἠγνόει, ὡς οὐκ ἦν αὐτῷ ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὑφ' ὧν ὁ Σαοὺλ ἀκονώμενος, τὸν μηδὲν αὐτῷ λελυπηκότα πώποτε μάτην ἤλαυνε καὶ ἐπολέμει. Εἶθ' ἑξῆς φησιν· Ἡμέρας φοβηθήσομαι, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ὃ δὴ διεσάφησεν ὁ Σύμμαχος εἰπών· Ἐν ᾗ ἂν ἡμέρᾳ φοβηθῶ, σοὶ πέποιθα. Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ ἄνθρωπός με καταπεπατηκέναι, πολὺς γενόμενος κατ' ἐμοῦ ὁ Σαοὺλ, ἀλλ' οἱ ἐχθροί μου καὶ οἱ πολεμοῦντές με ἄνωθεν, ἀπὸ ὕψους τὰ ἑαυτῶν βέλη κατὰ τῆς ἐμῆς βάλλοντες ψυχῆς πλεῖστοι τυγχάνουσι. Τούτων δὲ πάντων καταφρονεῖν μεμάθηκα διὰ σὲ τὸν ἐμὸν πρόμαχον καὶ ὑπερασπιστήν. Σοὶ γὰρ πεποιθὼς, εἴποτε ἐμπέσοι φόβος τῇ ἐμῇ ψυχῇ, διακρούομαι τοῦτον, σοὶ τῷ ὑπερασπιστῇ μου θαῤῥῶν. Ἐν τῷ Κυρίῳ ἐπαινέσω τοὺς λόγους μου, ἐπὶ τῷ Θεῷ ἤλπισα· οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ.
Therefore he adds: All day long he fought and oppressed me. Then, since by the divine Spirit he perceived that Saul was not so much the cause of such great hostility against him, as certain unseen and intelligible enemies, invisible powers and evil spirits, which were activating and inciting Saul to war against him, he reasonably adds: My enemies have trampled me all day long; or according to Symmachus: Those who oppress me were crushing me every day. But who the enemies and those who oppress him are, those who activate Saul, he makes clear next, saying: For many are those who war against me from on high. For he did not fail to recognize that his struggle was not against blood and flesh, but against the principalities and powers, against the world-rulers of this darkness, against the spiritual forces of wickedness, by whom Saul, sharpened, drove and warred in vain against one who had never grieved him at all. Then next he says: I shall be afraid by day, but I will hope in you. Symmachus made this clear, saying: On whatever day I am afraid, I have trusted in you. For even if most of all a man seems to have trampled me, Saul having become great against me, yet my enemies and those who war against me from above, casting their arrows from on high against my soul, are very many. But I have learned to despise all these because of you, my champion and protector. For trusting in you, whenever fear falls upon my soul, I drive it away, confident in you, my protector. In the Lord I will praise my words; in God I have hoped; I will not fear what flesh will do to me.
Ἀντὶ τοῦ, ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου, ὁ μὲν Σύμμαχος, διὰ τοῦ Θεοῦ ὑμνήσω τὸν λόγον αὐτοῦ· ὁ δὲ Ἀκύλας· ἐν τῷ Θεῷ ὑμνήσω ῥήματα αὐτοῦ· καὶ ἡ πέμπτη ἔκδοσις· ἐν τῷ Θεῷ ἐπαινέσω τὸν λόγον μου, ἐκδεδώκασιν. Εἴ ποτε, φησὶ, φόβος ἐκ τῆς τῶν πολεμούντων με ταραχῆς ἐνέπιπτέ μοι, διεκρουόμην αὐτὸν ἐλπίζων ἐπὶ σέ· καὶ ἀντὶ ἐπῳδῆς καὶ φυλακτηρίων, ὕμνους διεξῄειν· ὑμνῶν γὰρ τὸν λόγον σου ἐβοηθούμην, ὡς μηδένα τῶν διωκόντων ἐπιστρέφεσθαι. Οὕτως ἐπὶ τῷ Θεῷ ἐλπίζων, καὶ τοὺς λόγους αὐτοῦ φέρων ἐν τῷ στόματί μου, πάσης τῆς ἐξ ἀνθρώπων ἐπιβουλῆς κατεφρόνουν, οὐ φοβούμενος τί ποιήσει μοι σάρξ. Τί γὰρ ἂν καὶ δύναιτο σὰρξ καὶ αἷμα πρὸς Θεὸν βοηθόν; Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; φησὶν ὁ Ἀπόστολος. Σὰρξ δὲ ἦν ὁ Σαοὺλ, τὰ τῆς σαρκὸς φρονῶν· ὃ δὴ παρίστησιν ὁ Ἀπόστολος γράφων Κορινθίοις· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σάρκινοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Ὁ δὲ καὶ τὸν Σαοὺλ ζήλου πεπληρωμένον καὶ ἔριδος, καὶ διὰ ταῦτα τὸν Δαυῒδ ἐλαύνοντα, σάρκα ὠνόμασεν εἰπών· Οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ. Εἶτά φησιν· Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Διὰ πάσης ἡμέρας λόγους περὶ
Instead of "In God I will praise my words," Symmachus has rendered it "Through God I will hymn his word"; Aquila, "In God I will hymn his words"; and the fifth edition, "In God I will praise my word." If ever, he says, fear from the turmoil of those warring against me fell upon me, I drove it off by hoping in you; and instead of incantations and protective amulets, I rehearsed hymns; for by hymning your word I was helped, so that I turned back none of those who pursued me. Thus, hoping in God and carrying his words in my mouth, I despised every plot that comes from men, not fearing what flesh will do to me. For what could flesh and blood do against God as helper? For if God is for us, who is against us? says the Apostle. And Saul was flesh, minding the things of the flesh; which the Apostle sets forth when writing to the Corinthians: For where there is jealousy and strife among you, are you not fleshly, and walking according to man? But he also called Saul, who was filled with jealousy and strife, and for this reason was driving David out, "flesh," when he said: I will not fear what flesh will do to me. Then he says: All day long they loathed my words; all their reasonings against me were for evil; which Symmachus interpreted more clearly, saying: Through every day words concerning
ἐμοῦ ἐφρόντιζον· κατ' ἐμοῦ πᾶς διαλογισμὸς αὐτῶν εἰς κακόν. Ὡς γὰρ μηδὲν ἔχοντες ἕτερον πράττειν, μηδὲ περὶ ἑτέρων λόγους κινεῖν, τὴν πᾶσαν ἑαυτῶν σχολὴν τοῖς περὶ ἐμοῦ λόγοις καὶ τοῖς κατ' ἐμοῦ λογισμοῖς ἀνετίθεσαν, οὐδὲν ἀγαθὸν περὶ ἐμοῦ βουλευόμενοι. Ἀλλ' εἰς κακὸν καὶ ἐπὶ κακῷ τὴν ἑαυτῶν ἀναλίσκοντες σπουδήν. Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι. Καθάπερ ὑπέμειναν τὴν ψυχήν μου, ὑπὲρ τοῦ μηδενὸς σώσεις αὐτούς· ἐν ὀργῇ λαοὺς κατάξεις, ὁ Θεός. Καὶ ταῦτα ἀσαφῶς εἰρημένα παρὰ τοῖς Ἑβδομήκοντα, λευκότερον διηρμήνευσεν ὁ Σύμμαχος, εἰπών· Συνήγοντο λάθρα, καὶ τὰ ἴχνη μου παρετήρουν προσδοκῶντες τὴν ψυχήν μου διὰ τὴν ἀδικίαν. Ῥῦσαι ἀπ' αὐτῶν, ἐν ὀργῇ λαοὺς κατάγαγε, ὁ Θεός. Οὕτως γὰρ, φησὶ, διὰ πάσης ἡμέρας ἐμοὶ ἐσχόλαζον, τοὺς περὶ ἐμοῦ λόγους κινοῦντες, καὶ πᾶς διαλογισμὸς αὐτῶν κατ' ἐμοῦ ἐγίγνετο· ὡς σπουδάζειν συνάγεσθαι αὐτοὺς ὁμοῦ συσκευάς· καὶ μὴ μέχρι τούτου χωρεῖν, ἀλλὰ καὶ περιεργάζεσθαί μου τὴν πτέρναν, τουτέστι τὴν τοῦ βίου πορείαν, εἴ πως σκελίσαντες δυνηθεῖεν καταβαλεῖν με. Καὶ τὰ ἴχνη δέ μου παρετήρουν, ὅποι ἂν βαδίζοιμι, καὶ ἵν' ὅπως ἐπιλάβοιντό μου. Ταῦτα μὲν οὖν οἱ μάτην διώκοντες κατ' ἐμοῦ ἔπραττον. Σὺ δὲ, Κύριε, ἡ ἐμὴ ἐλπὶς, ἐμὲ μὲν τῆς ἀδίκου αὐτῶν συσκευῆς ῥῦσαι, αὐτοὺς δὲ μετελθὼν τῇ σεαυτοῦ ὀργῇ, κατάβαλε τῆς μεγαλαυχίας καὶ τῆς ὑψηλοφροσύνης· τοῦτο γὰρ αὐτοῖς συνοίσει. Ὑψούμενοι γὰρ καὶ ἐπαιρόμενοι, ἐπ' ὀλέθρῳ τῷ ἑαυτῶν ταῦτ' ἔπραττον· ὁ γὰρ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν·
they were taking thought for me; every reasoning of theirs was against me for evil. For as though they had nothing else to do, nor could stir up words about other matters, they devoted all their leisure to words about me and to reasonings against me, planning nothing good concerning me. But they spent their zeal for evil and upon evil. They will sojourn and hide, they themselves will watch my heel. Just as they waited for my soul, for nothing you will save them; in anger you will bring down peoples, O God. And these things, spoken obscurely by the Seventy, Symmachus interpreted more clearly, saying: They gathered secretly, and they watched my footsteps, expecting my soul because of injustice. Deliver from them, in anger bring down peoples, O God. For thus, he says, through every day they devoted themselves to me, stirring up words about me, and every reasoning of theirs was against me; so that they hastened to gather together in plots; and not to stop at this, but also to busy themselves about my heel, that is, the course of my life, if perhaps by tripping me they might be able to cast me down. And they watched my footsteps, wherever I might walk, and how they might lay hold of me. These things, then, those who pursued me in vain were doing against me. But you, O Lord, my hope, deliver me from their unjust plot, and pursuing them with your own anger, bring down their boastfulness and their loftiness; for this will be to their advantage. For being exalted and lifted up, they were doing these things to their own destruction; for God opposes the proud, but gives grace to the humble.
διὸ, ἱκετεύω, πάντας τοὺς ἐπανισταμένους μοι κατάγαγε· ἢ, κατὰ τὸν Ἀκύλαν, καταβίβασον· ὡς ἂν, μέτριον φρόνημα λαβόντες καὶ ταπεινὰ φρονοῦντες, τὰ μεγάλα ὠφεληθεῖεν. Τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου· ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε. Καὶ ταῦτα ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν, οὕτως εἰπών· Τὰ ἔνδον μου ἐξηρίθμησας· σὺ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Μὴ οὐχὶ ὅταν ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω, ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε; Οἱ μὲν ἐχθροί μου, φησὶ, διὰ πάσης ἡμέρας λόγους περὶ ἐμοῦ ἀνεκίνουν, καὶ κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν ἦσαν· ἐγὼ δὲ ὁποίους ἐν ἐμαυτῷ συνῆγον λογισμοὺς καὶ ὁποίας ἐνθυμήσεις εἶχον, σὺ αὐτὸς, ὡς καρδιογνώστης Θεὸς, οἶδας. Τὰ γὰρ ἔνδον μου ἐξηρίθμησας πάντα, καὶ τὰ κρύφιά μου καὶ τὰς ἐνθυμήσεις τῆς ψυχῆς μου γινώσκεις· διόπερ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, καὶ οὐκ ἀπεστράφης αὐτά· ἀλλ' ὥσπερ ἐν τῇ ἐπαγγελίᾳ σου ὑπισχνοῦ λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι, οὕτως ἀκόλουθα πράττων ταῖς σαῖς ἐπαγγελίαις, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Καὶ κατὰ τὴν τῶν Ἑβδομήκοντα δὲ ἑρμηνείαν, Τὴν ζωήν μου, φησὶν, ἐξήγγειλά σοι, ὡς ἂν παῤῥησίαν ἄγων καὶ μὴ ἐπαισχυνόμενος ἐπὶ τῇ ἐμαυτοῦ ζωῇ. Σύ τε ἀποδεχόμενός μου τὴν ζωὴν, τὰ δάκρυά μου οὐκ ἀπεσείσω, ἀλλὰ πρὸ τῶν σῶν ὀφθαλμῶν ἔθου αὐτὰ, πιστούμενος τὰς σὰς ἐπαγγελίας. Διὸ συνέβαινεν, ἐμοῦ εἰσακουομένου, τοὺς ἐχθρούς μου εἰς τὰ ὀπίσω χωρεῖν· ὅθεν φημί·
Therefore, I beseech you, bring down all those who rise up against me—or, according to Aquila, bring them low—so that, having received a modest disposition and thinking humble thoughts, they might be greatly benefited. You have declared my life to you; you have set my tears before you, as also in your promise, my enemies will turn back, in the day when I call upon you. Symmachus interpreted these things more clearly, saying thus: You have numbered my inward things; you have set my tears before you. Is it not that when you number them, then my enemies will be turned back, in the day when I call upon you? My enemies, he says, throughout every day stirred up words about me, and all their reasonings were against me; but I—what sort of reasonings I gathered within myself and what sort of thoughts I had—you yourself, as God who knows the heart, know. For you have numbered all my inward things, and you know my hidden things and the thoughts of my soul; therefore you have set my tears before you, and you have not turned away from them; but just as in your promise you were promising, saying, While you are still speaking, I will say, Behold, I am present—so, doing things in accordance with your promises, you have set my tears before you. And according to the interpretation of the Seventy, he says, I have declared my life to you, as one who speaks with boldness and is not ashamed of my own life. And you, accepting my life, did not cast away my tears, but set them before your eyes, confirming your promises. Therefore it came about that, when I was heard, my enemies went backward; whence I say:
Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω· κατὰ δὲ τὸν Σύμμαχον· Μὴ οὐχὶ ὅταν, φησὶν, ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω; Ἐπειδὰν φυλοκρινῶν διακαθάρῃς ἀφορίζων τοὺς σεαυτοῦ ἀξίους, καὶ ἐξαρίθμησιν ποιούμενος τῶν μελλόντων εἰς τὰ δεξιὰ ἵστασθαι, καὶ τῶν εἰς ἀριστερὰ χωρούντων, τότε, ἐν τῷ σὲ τὴν ἐξαρίθμησιν ταύτην ποιεῖσθαι, ἀποστραφήσονται οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. Ἰδοὺ ἔγνων, ὅτι Θεός μοί ἐστιν. Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον· ἐπὶ τῷ Κυρίῳ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κατὰ δὲ τὸν Σύμμαχον τοῦτό φησιν· Οἶδα, ὅτι ἔστι Θεός μοι. Τὸν Θεὸν ὑμνολογήσω, διὰ τοῦ Θεοῦ ὑμνοποιήσομαι λόγον· τῷ Θεῷ πέποιθα, οὐ
φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Αὐτοῖς ἔργοις, φησὶ, παρείληφα, καὶ ἔγνων ἀληθῶς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἤλπισα· ἀλλὰ Θεὸν βοηθὸν ἐκτησάμην. Τούτου δὲ ἔλεγχος, ἐπεὶ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Εἶτα ἐμοῦ μὲν ἐπήκοος ἐγίγνου, οἱ δὲ ἐχθροί μου ἐχώρουν εἰς τὰ ὀπίσω· διὸ ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα· ἢ, κατὰ τὸν Ἀκύλαν· Ἐν Θεῷκαυχήσομαι ῥῆμα· κατὰ δὲ τὸν Σύμμαχον· Τὸν Θεὸν ὑμνολογήσω· ἀλλὰ καὶ ἐπὶ τὸν Κύριον αἰνέσω λόγον· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν Κυρίῳ ὑμνήσω λόγον· ἢ, κατὰ τὸν Σύμμαχον, διὰ τοῦ Κυρίου ὑμνοποιήσομαι λόγον· καὶ πάλιν, ὡς ἀνωτέρω μοι εἴρηται· Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ· καὶ νῦν φημι, Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Σὰρξ γὰρ καὶ ἄνθρωπος ἓν καὶ ταυτόν ἐστιν, ἐπειδὴ λέλεκται· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε·
On whatever day I call upon you, my enemies will turn back; but according to Symmachus: Is it not when, he says, you number them, that my enemies will be turned back? When, distinguishing the tribes and purifying, you set apart those who are worthy of you, and make a numbering of those who are about to stand on the right and of those who go to the left, then, while you make this numbering, my enemies will turn back. Behold, I have known that God is mine. In God I will praise a word, in the Lord I will praise a reason; in the Lord I hoped, I will not fear what man will do to me. But according to Symmachus he says this: I know that God is mine. I will hymn God, through God I will be made a hymn of reason; in God I have trusted, I will not fear what man will do to me. By the deeds themselves, he says, I have received and truly known that I did not hope in vain; but I have obtained God as a helper. And the proof of this is, since you placed my tears before you. Then you were listening to me, but my enemies were going backward; therefore in God I will praise a word; or, according to Aquila: In God I will boast a word; but according to Symmachus: I will hymn God; but also in the Lord I will praise a reason; or, according to Aquila, in the Lord I will hymn a reason; or, according to Symmachus, through the Lord I will be made a hymn of reason; and again, as has been said by me above: In God I hoped, I will not fear what flesh will do to me; and now I say, In God I hoped, I will not fear what man will do to me. For flesh and man are one and the same, since it has been said: But you die as men;
καὶ, Ὅταν γὰρ ᾖ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σοι. Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου, καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων. Ἀντὶ τοῦ, Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σοι, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἀναδέχομαι, Θεὲ, ἃ ηὐξάμην· ἀποδώσω αἰνέσεις σοι. Οὐ γὰρ ἐπιλέλησμαι, φησὶ, ὧν ηὐξάμην· ἀλλ' ἐν ἐμοί εἰσι, καὶ κατέχω τῇ μνήμῃ πάντα ὅσα ἐπηγγειλάμην εὐξάμενος· ἃ καὶ ὥσπερ τι χρέος ἀποδώσω, θυσίας ἀναφέρων τὰς δι' αἰνέσεως, καὶ κατὰ τὸ φάσκον λόγιον· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου. Ἀποδώσω τοίνυν αἰνέσεώς σοι· ἐπειδὴ πολλὰ σύνοιδα ἐμαυτῷ ὀφείλοντι ὑπὲρ τῆς ἐμαυτοῦ σωτηρίας. Αὐτὴν γοῦν τὴν ψυχήν μου ἐῤῥύσω ἐκ θανάτου. Οἱ μὲν γὰρ ἐχθροί μου τὸ ὅσον ἐπ' αὐτοῖς ἤλαυνον αὐτὴν, καὶ ἐξεβιάζοντο εἰς θάνατον ἐκπεσεῖν. Ἐλαύνοντές με γὰρ, καὶ μέσον ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν οἰκεῖν καταναγκάζοντες, τὸ ἐπ' αὐτοῖς τὴν ψυχήν μου ἐθανάτουν· ἥγουν ἤμελλον συνάπτεσθαι τῇ τῶν ἀλλοφύλων εἰδωλολατρείᾳ, μέσος αὐτῶν οἰκῶν, καθ' οὓς χρόνους παρὰ τῷ Ἀχοῦς καὶ ἐν τῇ Γὲθ παρὰ τοῖς ἀλλοφύλοις ἐποιούμην τὰς διατριβὰς, πάλαι ἂν τὴν ψυχήν μου τεθνήκειν, τῆς παρὰ σοὶ ζωῆς ἐκπεσών· ἀλλ' ἡ σὴ χάρις καὶ τὸ σὸν ἔλεος οὐ συνεχώρησε τοῦτο γενέσθαι· ἐπεὶ καὶ παρὰ τοῖς ἀλλοφύλοις με ὄντα περιέφραττες, ὡς μηδὲν καταβλάπτεσθαι ἐκ τῆς τούτων συνουσίας. Διό φημι· Ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου·
And, When there is jealousy and strife among you, are you not carnal, and walk according to man? In me, O God, are the vows which I will render of praise to you. For you have delivered my soul from death, and my feet from slipping, that I may be well-pleasing before God in the light of the living. Instead of, In me, O God, are the vows which I will render of praise to you, Symmachus interpreted more clearly, saying: I undertake, O God, what I vowed; I will render praises to you. For I have not forgotten, he says, what I vowed; but they are in me, and I hold in memory all that I promised when I vowed; which I will also render as a kind of debt, offering sacrifices through praise, and according to the saying that declares: Sacrifice to God a sacrifice of praise, and render your vows to the Lord. I will render, then, praises to you; since I am conscious in myself of owing many things for my own salvation. At any rate, you delivered my very soul from death. For my enemies, as far as lay in them, drove it on and forced it to fall into death. For by driving me and compelling me to dwell in the midst of foreign and alien nations, as far as lay in them they put my soul to death—that is, I was about to be joined to the idolatry of the foreigners, dwelling in their midst, in those times when I was spending my time with Achish and in Gath among the foreigners; long ago my soul would have died, having fallen from the life that is with you; but your grace and your mercy did not permit this to happen; since even when I was among the foreigners you fenced me about, so that I suffered no harm from their company. Therefore I say: You delivered my soul from death;
ἀλλὰ καὶ τοὺς πόδας μου ἐῤῥύσω ἐξ ὀλισθήματος. Τίς γὰρ οὐκ ἂν διετράπη, ὥσπερ εἰς πηλὸν ἐμβὰς, καὶ ὀλισθηροῖς περιπεσὼν χωρίοις, μέσος τοσούτων ἀπολειφθεὶς ἀθέων καὶ εἰδωλολατρῶν ἀνδρῶν; Ἀλλ' ἦν ἄρα καὶ ἐν τούτῳ τὸ σὸν ἔλεος, καὶ ἡ σὴ χάρις ῥυομένη μου τοὺς πόδας ἐξ ὀλισθήματος· οὐ γὰρ ἐμαυτοῦ δυνάμει ἐπιγράφω ταῦτα· ἐπεὶ μηδ' οὕτως ἤμην στεῤῥὸς τὴν ψυχὴν ὡς ἀδιάτρεπος μένειν, ἐν τῷ μεταξὺ τοσούτων εἱλῆσθαι, εἰ μὴ σὺ ἦσθα βοηθός. Διὸ ἐξομολογούμενος εὐχαριστῶ, ὅτι ἐῤῥύσω τοὺς πόδας μου ἐξ ὀλισθήματος. Καὶ ταῦτά μοι τὸ σὸν ἔλεος ἐδωρεῖτο, ὑπὲρ τοῦ εὐαρεστῆσαι ἐνώπιόν σου ἐν φωτὶ ζώντων· ἢ, κατὰ τὸν Σύμμαχον, ὡς τὸ ὁδεύειν ἔμπροσθεν τοῦ Θεοῦ διὰ φωτὸς τῆς ζωῆς. Διατρίβων γοῦν καὶ παρὰ τοῖς ἀλλοφύλοις, τῆς ὀρθῆς καὶ βασιλικῆς ὁδοῦ οὐ παρέξεισιν· ἀλλὰ σοὶ εὐαρέστως ὥδευον ὑπὸ σοῦ ποδηγούμενος καὶ φωτιζόμενος, φωτός τε μεταλαγχάνων οὐ τοῦ κοινοῦ καὶ πᾶσιν ἐγκειμένου, λογικοῖς τε καὶ ἀλόγοις, θηρίοις τε καὶ ἑρπετοῖς, νεκροῖς τε καὶ ἀψύχοις, ἀλλὰ τοῦ μόνοις τοῖς παρὰ σοῦ ζῶσιν ἀφωρισμένου. Νοήσεις δὲ τὸ φῶς τῶν ζώντων, ἐν ᾧ καὶ Δαυῒδ καὶ πάντες οἱ θεοφιλεῖς προφῆται καὶ δίκαιοι ἐφωτίσθησαν, ἐπιστήσας τῷ εὐαγγελιστῇ λέγοντι· Ὃ γέγονεν ἐν αὐτῷ, δηλαδὴ τῷ Λόγῳ τοῦ Θεοῦ τῷ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντι, ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ πάλιν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ
But you also delivered my feet from slipping. For who would not have been thrown into confusion, as if stepping into mud and falling into slippery places, left in the midst of so many godless and idolatrous men? But your mercy was also in this, and your grace delivering my feet from slipping; for I do not ascribe these things to my own strength, since I was not so firm in soul as to remain undistracted, when I had been caught in the midst of so many, unless you had been my helper. Therefore in confession I give thanks, because you delivered my feet from slipping. And your mercy granted me these things, so that I might be well-pleasing before you in the light of the living; or, according to Symmachus, so as to walk before God through the light of life. At any rate, dwelling even among the foreigners, I will not depart from the straight and royal road; but I walked well-pleasingly to you, led and enlightened by you, and partaking of a light not the common one that lies upon all, both rational and irrational, beasts and reptiles, dead and lifeless things, but the one set apart for those alone who live by you. And you will understand the light of the living, in which both David and all the God-beloved prophets and righteous men were enlightened, by attending to the evangelist who says: What has come to be in him, namely in the Word of God who was in the beginning with God, was life, and the life was the light of men; and again: He was the true light, which enlightens every man coming into the world. In this
κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Οὐκοῦν ἦν ἐν τῷ κόσμῳ· κἀκείνῳ τῷ φωτὶ οἱ τῆς παρὰ τῷ Θεῷ ζωῆς καταξιούμενοι ἐφωτίζοντο. Ὕστερον δὲ καὶ εἰς τὰ ἴδια ἦλθεν· ὅσοι τε ἐδέξαντο αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Τοσαύτη δύναμις παρῆν τῷ φωτὶ τῶν ζώντων, ὡς τέκνα Θεοῦ ἀπεργάζεσθαι τοὺς καταδεχομένους αὐτό· ὅπερ εἰδὼς ὁ Δαυῒδ δι' εὐχῆς εἶχε τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ, ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ ΕΝ ΤΩ ΑΥΤΟΝ ΑΠΟΔΙΔΡΑΣΚΕΙΝ ΑΠΟ ΠΡΟΣΩΠΟΥ ΣΑΟΥΛ ΕΙΣ ΤΟ ΣΤΗΛΑΙΟΝ. Νς ʹ. Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ὥσπερ ἀπὸ τῆς ἱστορίας ἐδείκνυτο δεύτερον γινόμενος ὁ Δαυῒδ παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις, παρ' οἷς διατρίβων τὸν νεʹ ἀναγέγραπται ψαλμὸν εἰρηκώς· οὕτω δὶς φαίνεται ἐν τῷ σπηλαίῳ ἐληλυθώς· ἅπαξ μὲν, ὅτε, μανίαν προσποιηθεὶς, τὰς χεῖρας τοῦ Ἀγχοῦς καὶ τῶν ἐν Γὲθ ἀλλοφύλων διαφεύγει· κἀκεῖθεν διασώζεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλὰμ, ἔνθα πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καταβαίνουσι πρὸς αὐτόν. Συνήγοντό τε παρ' αὐτῷ πᾶς ἐν ἀνάγκῃ ὢν, καὶ πᾶς ὑπόχρεως, καὶ πᾶσα κατώδυνος ψυχή· καὶ ἦν ἐπ' αὐτῶν ἡγούμενος. Ἦσαν δὲ ὡς τετρακόσιοι ἄνδρες· δεύτερον δὲ, ὅτε ἀνέστρεψεν ὁ Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ, ὅτι Ἰδοὺ Δαυῒδ ἐν τῇ ἐρήμῳ τῇ Γαδδί· καὶ ἔλαβε μεθ' ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτῶν ἐκ τοῦ Ἰσραὴλ, καὶ ἐπορεύθη ζητῶν τὸν Δαυῒδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Αἰλείν.
he was in the world, and the world came to be through him, and the world did not know him. So then, he was in the world; and by that light those who were deemed worthy of the life that is with God were enlightened. Later he also came to his own; and to as many as received him he gave authority to become children of God. So great a power was present in the light of the living as to make those who received it children of God; which David, knowing, held through prayer—to be well-pleasing before God in the light of the living. For the end, that you may not destroy, by David, for a pillar-inscription, when he fled from the face of Saul into the cave. Psalm 56. Have mercy on me, O God, have mercy on me, for my soul has trusted in you. Just as from the history David was shown to have come a second time among the foreigners in Gath, among whom, while staying, he is recorded in Psalm 55 as having said; so he appears to have come twice into the cave: once, when, feigning madness, he escaped the hands of Achish and of the foreigners in Gath; and from there he was brought safely to the cave of Adullam, where all his brothers and all his father's house went down to him. And there gathered with him every man who was in distress, and every man who was in debt, and every soul that was grieved; and he was leader over them. And they were about four hundred men; and a second time, when Saul turned back from following the foreigners, and it was reported to him, "Behold, David is in the wilderness of Gaddi"; and he took with himself three thousand chosen men from Israel, and went seeking David and his men on the face of Ailein.
Καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ γῆς ὁδοῦ. Καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ εἰσῆλθε Σαοὺλ παρασκευάσασθαι· καὶ Δαυῒδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτεροι τοῦ σπηλαίου ἐκάθηντο. Καὶ εἶπαν οἱ ἄνδρες Δαυῒδ πρὸς αὐτόν· Ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρὸς σὲ, παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. Καὶ ἀνέστη Δαυῒδ καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος Σαοὺλ λαθραίως. Καὶ ἐγενήθη μετὰ ταῦτα, καὶ ἐπάταξε καρδία Δαυῒδ αὐτὸν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ. Καὶ εἶπε Δαυῒδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· Μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου, ἐπενεγκεῖν χεῖρά μου ἐπ' αὐτόν· ὅτι Χριστὸς Κυρίου ἐστὶν οὗτος. Καὶ ἔπεισε Δαυῒδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοὺς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. Ζητητέον οὖν κατὰ ποίους χρόνους τὴν προκειμένην στηλογραφίαν ὁ Δαυῒδ ἀνέγραψε, καὶ ἐν ποίῳ σπηλαίῳ διατρίβων· πότερον ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ, ἢ ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδί. Ἀλλὰ καὶ ἐπειδὴ δύο εἴρηνται ψαλμοὶ αὐτῷ ἐν τῷ σπηλαίῳ, ὁ μὲν προκείμενος στηλογραφία τυγχάνων, ὁ δὲ ρμαʹ ἐπιγεγραμμένος, Συνέσεως τῷ Δαυῒδ ἐν τῷ σπηλαίῳ προσευχή· ζητήσαι ἄν τις εὐλόγως εἰ κατὰ τὸν αὐτὸν εἴρηνται χρόνον, καὶ εἰ ἐν τῷ σπηλαίῳ τυγχάνων ἀμφοτέρους συνέταξεν.
And he came to the flocks of the shepherds that were on the way upon the earth. And there was a cave there, and Saul went in to prepare himself; and David and his men were sitting in the inner parts of the cave. And the men of David said to him, Behold, this is the day of which the Lord spoke to you, to deliver your enemy into your hands, and you shall do to him as is good in your eyes. And David arose and secretly cut off the corner of Saul's double cloak. And it came to pass after these things, and David's heart struck him, because he had cut off the corner of his double cloak. And David said to his men, Far be it from me from the Lord, if I should do this thing to my lord, the anointed of the Lord, to bring my hand against him; for this one is the anointed of the Lord. And David persuaded his men with words, and he did not give them leave to rise up and put Saul to death. One must therefore inquire at what times David recorded the present inscription, and in which cave he was staying—whether in the cave of Adullam, or in the cave of Engedi. But also, since two psalms are said by him to have been in the cave—the present one, which happens to be an inscription, and the one inscribed 141, A prayer of understanding for David in the cave—one might reasonably ask whether they were spoken at the same time, and whether, being in the cave, he composed both.
Δοκεῖ τοίνυν ἐμοὶ, κινουμένῳ ἐκ τῶν ἐν ἑκατέρῳ φερομένων λόγων, ἡ μὲν μετὰ χεῖρας στηλογραφία ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ εἰρῆσθαι, ἡ δὲ ἐν τῷ ρμαʹ, προσευχὴ, ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ, ὅτε, τοῦ Σαοὺλ παρασκευαζομένου, ἐν τῷ σπηλαίῳ ἔνδον κρυπτόμενος εὕρηται. Οὕτω δέ μοι παρέστη κινηθέντι ἐκ τῶν παρ' ἑκατέρῳ φερομένων λόγων. Ὁ μὲν ρμαʹ φαίνεται εἰρημένος ἐν πολλῇ συνοχῇ καὶ ἀγῶνι τυγχάνοντι τῷ Δαυΐδ· φησὶ γοῦν ἐν αὐτῷ· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου· τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἐγίνωσκες τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν
παγίδα μοι. Διὰ τούτων γὰρ τὴν συνοχὴν ἐν ᾗ ἐξητάζετο παρίστησι· καὶ ἔτι μᾶλλον δι' ὧν ἐπάγει λέγων ἑξῆς· Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ· πρὸ τῶν θυρῶν γὰρ τοῦ σπηλαίου καθεζομένου τοῦ Σαοὺλ, ἔνδον κρυπτόμενος, ἀπεγνώκει τὴν ἑαυτοῦ φυγήν. Πλὴν τὴν φυγὴν ἀπογνοὺς, ἐπὶ τὸν σωτήριον λιμένα καταφεύγει· διὸ ἐπιλέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα· Σὺ εἶ ἐλπίς μου· καὶ προστίθησι λέγων· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ὁρᾷς ὅπως τὸν εἴσω τοῦ σπηλαίου ἀποκλεισμὸν σημαίνει; Εἰκότως οὖν καὶ προσευχὴν ἐπιγράφει τοὺς λόγους, δηλῶν διὰ τῆς προγραφῆς τὸν καιρόν. Λέγει γοῦν· Συνέσεως τῷ Δαυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή. Ἀλλὰ ταῦτα μὲν προσηύξατο ἐν μεγάλῳ περιστὰς ἀγῶνι κατὰ τὸν δηλωθέντα χρόνον·
It seems to me, then, as I am moved by the arguments adduced in each of the two cases, that the inscription before us was spoken in the cave of Odollam, while the one in the 141st psalm, a prayer, was spoken in the cave of Engaddi, when Saul was making his preparations and David was found hiding inside the cave. This is how it appeared to me, moved as I was by the arguments brought forward in each case. The 141st psalm is plainly spoken when David was in great confinement and struggle; for he says in it: With my voice I cried to the Lord; with my voice I made supplication to God. I will pour out my supplication before him; I will declare my affliction before him. When my spirit was failing within me, you also knew my paths. In this way, in which I was walking, they hid a trap for me. For through these words he sets forth the confinement in which he was being tested; and still more through what he adds next, saying: Flight has perished from me; for with Saul sitting before the doors of the cave and David hiding inside, he had given up hope of his own flight. Nevertheless, having despaired of flight, he takes refuge in the saving harbor; therefore he adds: I cried to you, O Lord; I said: You are my hope. And he adds, saying: Bring my soul out of prison. Do you see how he signifies the being shut inside the cave? With good reason, then, he also entitles the words a prayer, indicating the time through the superscription. For he says: Of understanding for David, when he was in the cave, a prayer. But these things he prayed when he stood in great struggle at the time that has been indicated.
ἡ δὲ μετὰ χεῖρας στηλογραφία λέλεκτο αὐτῷ, ὡς οἶμαι, ὄντι ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ, πάντας τε ὑποδεχομένῳ τούς τε ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς καὶ τοὺς λοιποὺς φυγάδας, τάχα που δι' αὐτὸν ἐπιβουλευομένους ὑπὸ τοῦ Σαούλ· ἀλλὰ καὶ πᾶς κατώδυνος ψυχὴ καὶ πᾶς ἀδικούμενος κοινωνὸς ἐγίγνετο τῆς τοῦ Δαυῒδ φυγῆς. Δίκαιον γὰρ ἄνδρα καὶ παρὰ τῷ Θεῷ τετιμημένον, ἐλαυνόμενον ὑπὸ τοῦ Σαοὺλ ἀδίκως ὁρῶντες, τὰ ἑαυτῶν παρεμυθοῦντο κακά. Εἶτα καὶ αὐτοὶ τοὺς ἀδικοῦντας αὐτοὺς φεύγοντές τε, τὸν Δαυῒδ ἐζήλουν, ἠσπάζοντό τε τὴν σὺν αὐτῷ μερίδα, μᾶλλον ἀγαπῶντες ἐλαύνεσθαι σὺν αὐτῷ, ἢ τῷ ἐλαύνοντι συνεῖναι. Ἐπὶ σχολῆς τοίνυν διάγων ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ τὴν παροῦσαν ἔγραφε στηλογραφίαν. Παρίστησι δὲ τοῦτο τὰ ἐπιλεγόμενα, τά τε ἄλλα καὶ δι' ὧν φησιν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με· καὶ πάλιν· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. Ὁρᾷς, ὡς τοὺς ἐν Γὲθ ἀλλοφύλους διαφυγὼν, ἅτε δὴ ἐν ἀσφαλείᾳ τυγχάνων, καὶ ἐν ἀνέσει ὢν, τοιαύτας ἠφίει φωνὰς, καὶ ἔτι μᾶλλον τὰς ἑξῆς ἐπιφερομένας δι' ὧν εἴρηται· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ᾄσομαι καὶ ψαλῶ. Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ταῦτα γὰρ πολλῆς σχολῆς ἐμφατικὰ τυγχάνει, ἀλλὰ καὶ θυμηδίας. Λέγει γοῦν ὁ ἱερὸς ἀπόστολος· Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλάτω.
But the inscription at hand was spoken by him, as I think, while he was in the cave of Odollam, receiving all—both his brothers and his kinsmen and the rest of the fugitives, who were perhaps being plotted against by Saul on his account. But also every distressed soul and every wronged person became a sharer in David's flight. For seeing a righteous man, honored also by God, being unjustly driven out by Saul, they consoled their own misfortunes. Then they too, fleeing those who wronged them, emulated David and embraced his lot, preferring rather to be driven out with him than to be with the one driving him out. So then, passing his leisure in the cave of Odollam, he wrote the present inscription. And what follows demonstrates this, both other things and those through which he says: He sent from heaven and saved me; and again: God sent forth his mercy and his truth, and delivered my soul from the midst of the lions' whelps. You see how, having escaped the foreigners in Geth, as one indeed in safety and at ease, he uttered such words, and still more the words that follow, through which it is said: My heart is ready, O God; I will sing and make melody. Awake, my glory; awake, psaltery and harp; I will awake at dawn. I will give thanks among the peoples, O Lord; I will sing to you among the nations. For these things are expressive of much leisure, but also of cheerfulness. At any rate the holy apostle says: Is anyone among you suffering hardship? Let him pray. Is anyone cheerful? Let him sing praise.
Ἀλλ' οὐδὲ οἷός τε ἦν ταῦτα λέγειν ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ συνεχόμενος ὑπὸ τοῦ Σαοὺλ πρὸ τῆς εἰσόδου καθεζομένου. Ποία γὰρ ἦν εὐκαιρία τότε, ὡς ψαλτήριον ἀναλαμβάνειν καὶ κιθάραν, κρυπταζόμενον ἐνδοτάτω τοῦ σπηλαίου; ὡς αὖ πάλιν οὐκ εἶχε λόγον, ἐν σχολῇ καὶ ἀνέσει διάγοντα αὐτὸν ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ μετὰ τετρακοσίων ἀνδρῶν τῶν συνόντων αὐτῷ, λέγειν· Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ταῦτα μὲν οὖν εἰρήσθω εἰς τὴν διαφορὰν τῶν προκειμένων. Ἴωμεν δὲ ἐπὶ τὴν τοῦ μετὰ χεῖρας ἐξήγησιν. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογραφίαν, καὶ τὰ ἑξῆς. Ἤλαυνε μὲν ὁ Σαοὺλ τὸν Δαυΐδ· ὁ δ' ἔργοις ἐπιτελῶν τὸ, Ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν, ἀπεδίδρασκεν, ὡς ἂν μὴ παρὼν ἐρεθίζοι τὸν ἐχθρὸν, αἴτιός τε αὐτῷ γίγνοιτο μιαιφονίας. Τὸ γὰρ, Μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, πάντων μᾶλλον Δαυῒδ ἠπίστατο· διὸ ὑπεχώρει καὶ παρεχώρει, καίπερ ἀγαπώμενος ὑπὸ παντὸς τοῦ ἔθνους, πλείστους τε ἔχων τοὺς συμπάσχοντας καὶ συναλγοῦντας, δυναμένους τε αὐτὸν οἴκοι παρ' ἑαυτοῖς ὑποδέχεσθαι καὶ κρύπτειν. Ἀλλὰ ἵνα μὴ καὶ ἑτέροις αἴτιος γίγνοιτο κινδύνων, ἔφυγεν ἐπὶ τὰς ἐρήμους χώρας, καὶ τὰς ἐν τοῖς σπηλαίοις ἠσπάζετο διατριβάς. Καί μοι δοκεῖ καὶ αὐτοῦ τὴν μνήμην αἰνίττεσθαι λέγων ὁ ἱερὸς Ἀπόστολος· Ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ὥσπερ δὲ ὁ προτεταγμένος τοῦ παρόντος, ψαλμὸς οὐκ ἦν, ἀλλὰ στηλογραφία, ὅπερ ἡρμήνευσεν ὁ Ἀκύλας, ταπεινοῦ τελείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου·
But neither was he able to say these things while confined in the cave of Engaddi by Saul, who sat before the entrance. For what opportunity was there then to take up a psaltery and a lyre, hiding in the innermost part of the cave? As again he had no reason, while passing his time in leisure and ease in the cave of Odollam with the four hundred men who were with him, to say: Flight has perished from me, and, Bring my soul out of prison. Let these things then be said for the difference between the passages before us. But let us come to the exposition of the passage at hand. For the end, destroy not, for David for an inscription, and the rest. Saul was pursuing David; but he, fulfilling in deeds the command, If they persecute you from this city, flee to the other, kept running away, so that by not being present he might not provoke the enemy, and might not become the cause of murder for him. For, Do not kindle the coals of a sinner, David knew better than all; therefore he withdrew and gave way, although he was loved by the whole nation, and had very many who suffered with him and grieved with him, who were able to receive him at home among themselves and to hide him. But so that he might not become the cause of dangers for others too, he fled to the desert regions, and embraced his sojourns in caves. And it seems to me that the holy Apostle also hints at his memory when he says: Wandering in deserts and mountains and caves and the holes of the earth. But just as the psalm prefixed to the present one was not a psalm, but an inscription, which Aquila translated as of a humble perfect man; and Symmachus, of the humble-minded and blameless man;
οὕτως καὶ ὁ παρὼν λόγος, τὴν εἰς ἄκρον
πραότητος καὶ ἀνεξικακίας τοῦ Δαυῒδ ἀρετὴν, ταπεινοῦ τελείου, ταπεινόφρονος καὶ ἀμώμου· εἶθ' ὥσπερ αἰωνίου μνήμης τὴν ταπεινοφροσύνην ἀξίαν ἀνατίθησι στηλογραφία. Ἐπὶ ταύτῃ δὲ τῇ ἀρετῇ καὶ Μωϋσῆς ἐμαρτυρεῖτο, καὶ ὁ Σωτὴρ δὲ καὶ Κύριος ἡμῶν ἐπὶ ταύτην παρεκάλει λέγων· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐπεὶ δὲ ἐδεῖτο παραμονῆς καὶ τῆς ἐπὶ μήκιστον φυλακῆς ἡ τοιαύτη ἀρετὴ (ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται·) διὰ τοῦτο ἐπιγέγραπται, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς. Πολλοὶ γὰρ, καλῶς ἀρξάμενοι, οὐ διήρκεσαν εἰς τέλος. Ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ Δαυῒδ τὴν φυγὴν καὶ τὴν ἐν ἐρημίαις διατριβὴν, τήν τε ἐν σπηλαίοις καρτερικωτάτην οἴκησιν ἀποδεχόμενον, φησὶν αὐτῷ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, μένε δὲ δι' ὅλου τοιοῦτος, ὡς ἂν τύχοις στηλογραφίας καὶ μνήμης αἰωνίου. Ὁ δὲ ἐπὶ τούτοις, οὐ κατὰ Κυνικοὺς τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου μετερχομένων τυφούμενος, οὐδὲ μέγα φρονῶν καὶ βρενθυόμενος ἐπὶ τῇ τοῦ βίου καρτερίᾳ, οὐδ' ὅτι πλείους τοὺς παρ' αὐτῷ συνηγμένους μιμητὰς καὶ μαθητὰς τοῦ οἰκείου τρόπου ἐκέκτητο χαυνούμενος· οὐδὲ ὡς ἐπὶ δορυφόροις καὶ συμμάχοις θαρσῶν· τὸν δὲ πρᾶον καὶ ταπεινὸν, τέλεόν τε καὶ ὡς ἀληθῶς ταπεινόφρονα καὶ ἄμωμον ἔργῳ παριστὰς, ἐβόα πρὸς τὸν Θεὸν λέγων· Ἐλέησόν με, ὁ Θεὸς, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Οἶδα μὲν γὰρ τὰς σὰς πτέρυγας καὶ τὴν σὴν σκέπην τελείαις ψυχαῖς ἀφωρισμένας·
Thus also the present discourse, [setting forth] the virtue of David in gentleness and forbearance to the utmost, of a perfect lowly man, humble-minded and blameless; and then, as it were, it dedicates his humility as worthy of eternal remembrance by a pillar-inscription. For this virtue Moses also was testified of, and our Savior and Lord exhorted to it, saying: Learn from me, that I am gentle and lowly in heart. And since such virtue needed perseverance and guarding for the longest time (for he who endures to the end, this one shall be saved), for this reason it is inscribed: Unto the end, do not destroy. For many, having begun well, did not continue to the end. But the Holy Spirit, accepting David's flight and his sojourn in the wilderness, and his most patient dwelling in caves, says to him: Unto the end, do not destroy, but remain such throughout, so that you may obtain a pillar-inscription and eternal remembrance. And he, in response to these things, not being puffed up like the Cynics among those who pursue the wisdom of this age, nor thinking greatly and swaggering over his endurance of life, nor being elated because he had acquired more imitators and disciples of his own manner gathered around him, nor trusting as in guards and allies, but presenting himself in deed as gentle and lowly, perfect and truly humble-minded and blameless, cried out to God, saying: Have mercy on me, O God, for my soul has trusted in you, and in the shadow of your wings I will hope. For I know that your wings and your shelter are reserved for perfect souls.
ἐγὼ δὲ, μικρὸς ὢν καὶ ταπεινὸς, οὐκ ἐπὶ ταῖς σαῖς πτέρυξιν, ἀλλ' ἐπὶ τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως ἂν παρέλθῃ ἡ ἀνομία· ἢ, κατὰ τὸν Ἀκύλαν, ἕως ἂν παρέλθῃ ἡ ἐπιβουλή· κατὰ δὲ τὸν Σύμμαχον, ἕως ἂν παρέλθῃ ἐπηρεαστής. Ἐπειδὰν δὲ παρέλθῃ ἡ ἀνομία, καὶ ἡ κατ' ἐμοῦ ἐπιβουλὴ, καὶ ὁ ὠνομασμένος ἐπηρεαστὴς, οὐκέτι ἐν τῇ σκιᾷ, ἀλλ' ἐν αὐταῖς ταῖς σαῖς πτέρυξιν, ὡς ἂν προκόψας καὶ ἠλευθερωμένος πάσης ἀνόμου πράξεώς τε καὶ ἁμαρτίας, ἐλπιῶ. Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. Διάψαλμα. Κραυγὰς καὶ βοὰς εἰώθασιν οἱ δίκαιοι τῷ Θεῷ πέμπειν, οὐ γεγωνῷ τῇ φωνῇ, δυνάμει δὲ ψυχῆς ὑπερβαλλούσῃ. Διὸ καὶ σιωπῶντες πολλάκις τῷ πνεύματι ἐβόων· αὐτὸ γὰρ τὸ Πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ Θεῷ, κατὰ τὸν Ἀπόστολον. Οὕτως οὖν καὶ ὁ Δαυῒδ ἐκεκράγει πρὸς τὸν Θεόν. Εἶθ' ὡσανεὶ πολλάκις πεῖραν εἰληφὼς τοῦ ἑαυτοῦ Σωτῆρος, εὐγνωμόνως ἐπάγει λέγων, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Εἰπὼν δὲ, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἐμφαίνει ἀπεστάλθαι τινὰ Σωτῆρα ἐκ τοῦ Θεοῦ. Τίνα δὲ τοῦτον νῦν μὲν οὐ παρέστησεν, ἐν ἑτέρῳ δὲ διδάσκει, ἔνθα φησίν· Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Οὐκοῦν λόγος ἦν Θεοῦ, ὁ καὶ πάλαι ἀποστελλόμενος, καὶ τῶν ἀξίων τῆς αὐτοῦ σωτηρίας Σωτὴρ γιγνόμενος, ὃν καὶ ὁ Δαυῒδ ἀκριβῶς εἰδὼς ἔλεγεν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με. Τὸν μὲν οὖν σωτηρίας ἄξιον ἔσωζε διὰ τοῦ Σωτῆρος ὁ Ὕψιστος·
But I, being small and lowly, will hope not on your wings, but on the shadow of your wings, until lawlessness passes by; or, according to Aquila, until the plot passes by; and according to Symmachus, until the malicious attacker passes by. But when lawlessness has passed by, and the plot against me, and the one named the malicious attacker, I will hope no longer in the shadow, but in your very wings, as one who has advanced and been freed from every lawless deed and sin. I will cry out to God the Most High, the God who has done me good. He sent from heaven and saved me; he gave those who trample on me over to reproach. Diapsalma. The righteous are accustomed to send cries and shouts to God, not with a loud voice, but with an exceeding power of soul. Therefore also, often being silent in the spirit, they cried out; for the Spirit himself intercedes with God with unutterable groanings, according to the Apostle. Thus then David also cried out to God. Then, as though he had often had experience of his own Savior, he adds with gratitude, saying, the God who has done me good. And having said, He sent from heaven and saved me, he indicates that some Savior has been sent from God. Who this is he has not now set forth, but he teaches it elsewhere, where he says: He sent his word, and healed them, and delivered them from their corruptions. Therefore it was the Word of God, who was also sent long ago, and who becomes Savior of those worthy of his salvation, whom David also, knowing accurately, said: He sent from heaven and saved me. The Most High, then, was saving the one worthy of salvation through the Savior.
ὁ δὲ αὐτὸς, δίκαια κρίνων, τοὺς ἐπανισταμένους καὶ καταπατοῦντας τὸν δίκαιον ἐδίδου εἰς ὄνειδος, ὤφελον καὶ βελτίους ἀπεργαζόμενος, διὰ τοῦ ὀνειδίζειν καὶ ἐπιστρέφειν εἰς ἑαυτόν. Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, καὶ τὰ ἑξῆς. Τὴν ἀνωτέρω λείπουσαν διάνοιαν διὰ τῶν προκειμένων ἀποδέδωκε. Ζητουμένου γὰρ τίνα ἐξαπέστειλεν ἐκ τοῦ οὐρανοῦ, καὶ ἔσωσε τὸν Δαυῒδ, παρέστησεν ἐνταῦθα εἰπών· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Ἔλεος δὲ καὶ ἀλήθεια ἐξαποστελλομένη τίς ἂν εἴη ἢ ὁ τοῦ Θεοῦ λόγος, περὶ οὗ ἐλέγετο, Ἐξαπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν; Ὁ δ' αὐτὸς ὁμοίως καὶ φῶς ἀποστελλόμενον εἴρηται ἐν τῷ
φάσκοντι ψαλμῷ· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὁδηγήσει. Φῶς δὲ καὶ ἀλήθεια καὶ λόγος ἀποστελλόμενα παρὰ τοῦ ὑψίστου Θεοῦ, οὐκ ἀνούσια, οὐδὲ ἀνυπόστατα· οὐ γὰρ οἷόν τε ἦν πρᾶγμα ἀνυπόστατον ἀποστέλλεσθαι. Ὥσπερ δὲ Λόγος νοεῖται ἰάσεως καὶ σωτηρίας ποιητικὸς, οὕτως ἐπὶ τοῦ παρόντος ὁ αὐτὸς ἔλεος ὠνόμασται, ὡς ἂν ὑπηρετικὸς ὢν τῆς τοῦ Πατρὸς φιλανθρωπίας· ὁμοίως δὲ καὶ ἀλήθεια, ὡς ἂν ἀληθῶς ὑφεστὼς καὶ κατ' ἐνέργειαν οὐσιωμένος. Ὁ γοῦν ἡμέτερος λόγος ὢν, συλλαβαῖς καὶ ῥήμασι καὶ ὀνόμασι τὴν ὑπόστασιν ἔχων, καὶ διὰ γλώττης καὶ φωνῆς ἐξηχούμενος, οὐκ ἂν λεχθείη κυρίως καὶ ἀληθῶς λόγος. Ἔχει γοῦν ἕτερον τὸν γεννῶντα αὐτὸν, ὃν καὶ κυρίως ἄν τις εἴποι ἀληθῆ λόγον· τοῦτον δ' εἶναί φασι τὸν ἐνδιάθετον.
But he, judging justly, gave over to reproach those who rose up against and trampled upon the righteous man, benefiting them and making them better, through reproaching them and turning them to himself. God sent forth his mercy and his truth, and delivered my soul from the midst of the lions' whelps, and so on. He has supplied the meaning that was lacking above through the words now set before us. For when it is asked whom he sent forth from heaven and saved David, he has made it clear here, saying: God sent forth his mercy and his truth. But what would the mercy and truth sent forth be, if not the Word of God, concerning which it was said: He sent forth his word, and healed them, and delivered them from their corruptions? The same is likewise said to be sent forth as light in the psalm that says: Send forth your light and your truth; they shall guide me. But light and truth and word sent forth from the most high God are not without meaning nor without substance; for it was not possible for a thing without substance to be sent. And just as the Word is understood as productive of healing and salvation, so in the present case the same is named mercy, inasmuch as he is the servant of the Father's love for humanity; and likewise truth, inasmuch as he truly subsists and is made substantial in activity. At any rate, our own word, which has its subsistence in syllables and phrases and names, and is uttered through tongue and voice, would not be called word in the proper and true sense. It has, then, another who begets it, which one would properly call the true word; and this, they say, is the inner word.
Ὥσπερ οὖν ὁ ἐν ἡμῖν ἐνδιάθετος λόγος, ὁ καὶ κυρίως ἂν ῥηθεὶς ἀληθῶς λόγος, ὑπόστατος τυγχάνει, κατ' οὐσίαν ὑφεστὼς, ἕτερός τε ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτόν· διὸ ἀνωτέρω μὲν ἐλέγετο, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με. Τίνα δὲ ἐξαπέστειλε, ἐπὶ τοῦ παρόντος διδάσκει φάσκων· Ἐξαπέστειλε τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· ὧν μέσος γενόμενος ἐκοιμήθην, φησὶ, τεταραγμένος. Μέσος γὰρ ἀποληφθεὶς σκύμνων τῶν ἐν Γὲθ ἀλλοφύλων, ἢ τῶν ἄλλως πολεμούντων με ἐχθρῶν, τὸ ὅσον ἐπ' ἐμοὶ καὶ τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἐκοιμήθην τεταραγμένος. Ὁ δὲ ὕψιστος Θεὸς, τὸν προλεχθέντα λόγον αὐτοῦ καὶ τὴν ἀλήθειαν καὶ τὸν ἔλεον ἐξαποστείλας, ἐῤῥύσατο τὴν ψυχήν μου, ὡς μηδὲν αὐτὴν παθεῖν ἐκ τῆς ταραχῆς τῶν σκύμνων. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· Οὐ τεταραγμένος, φησὶν, ἐκάθευδον μέσος ἀποληφθεὶς λεόντων, ἀλλ' ἀπτόητος ἤμην καὶ εὐθαρσής. Λέγει γοῦν ὁ Ἀκύλας· Ἐν μέσῳ λεαινῶν κοιμηθήσομαι λάβρων· ὁ δὲ Σύμμαχος· Ἐν μέσῳ λεόντων εὐθαρσῶν ἐκοιμήθην. Τίνες δὲ ἦσαν οἱ λέοντες, ἢ οἱ σκύμνοι καὶ αἱ λέαιναι, διασαφεῖ ἑξῆς λέγων· Υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. Παντὸς γὰρ θηρὸς ἀγρίου ἰοβόλου τε ἑρπετοῦ, χείρων ἂν γένοιτο φαῦλος καὶ πονηρὸς ἄνθρωπος, μάλιστα ὁ διαβολαῖς καὶ καταλαλιαῖς σχολάζων, καὶ ταῖς τῶν θεοφιλῶν ψυχαῖς ἐπιβουλεύων, οὐχ ὅπλοις δὲ καὶ δόρασι, κεκρυμμένοις δὲ καὶ λανθάνουσι τοῖς διὰ λόγων ἀναιρετικοῖς ὀργάνοις.
Just as, then, the word within us that is inwardly disposed, which would also be truly and properly called a word, is subsistent, having subsistence in essence, and is other than the one who sends it—for which reason it was said above, "He sent from heaven and saved me." But who he sent, he teaches at the present point, saying: "He sent his mercy and his truth, and rescued my soul from the midst of the lion cubs"—in the midst of whom, he says, I lay down disturbed. For, shut in the midst of the lion cubs of the foreigners in Geth, or of the enemies who war against me in other ways, as far as it depended on me and on human weakness, I lay down disturbed. But the Most High God, having sent forth his aforementioned word and truth and mercy, rescued my soul, so that it suffered nothing from the disturbance of the lion cubs. According to the other translators, however: "Not disturbed," he says, "did I sleep, shut in the midst of lions, but I was undaunted and of good courage." Aquila, at any rate, says: "In the midst of ravening lionesses I shall sleep"; and Symmachus: "In the midst of courageous lions I lay down." But who the lions were, or the lion cubs and the lionesses, he makes clear next, saying: "The sons of men, their teeth are a weapon and arrows, and their tongue a sharp sword." For worse than any wild beast or venomous reptile would a base and wicked man be, especially one who devotes himself to slanders and backbitings and plots against the souls of those beloved of God, not with weapons and spears, but with hidden and secret instruments of destruction through words.
Κέχρηνται γοῦν οἱ τοιοῦτοι τῇ μὲν τῶν ὀδόντων περιβολῇ ὥσπερ τινὶ ὅπλῳ περιφράττοντι, καὶ περικλείοντι τοὺς εἴσω τῶν ὀδόντων κρυπτομένους λόγους· τῇ δὲ γλώττῃ καὶ ταῖς ἐκ ταύτης διαπεμπομέναις διαβολαῖς, ὥσπερ τισὶ βέλεσιν ἀκοντιζομένοις. Ἡ δ' αὐτὴ τῶν τοιούτων γλῶττα μαχαίρας ὀξυτάτης οὐδὲν ἂν διαφέροι κεντούσης, καὶ τὰ πρὸς θάνατον ἐνεργούσης. Ἀλλ' οἱ μὲν ἀνθρώπινοι λέοντες καὶ ὠνομασμένοι σκύμνοι τοιοῦτοι. Ἐγὼ δὲ αὐτῶν διέφερον τὴν ἐπιβουλὴν, διὰ τὸν ἐκ τοῦ Θεοῦ ἀπεσταλμένον μοι Σωτῆρα, τὸν ῥυσάμενον τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. Εἴτε δὲ ταῦτα περὶ τοῦ Σαοὺλ ἐλέγετο, εἴτε περὶ τῶν διαβαλλόντων τὸν Δαυῒδ παρὰ τὸν Σαοὺλ, εἴτε περὶ τῶν ἐν Γὲθ ἀλλοφύλων, εἴτε περὶ ἀοράτων ἐχθρῶν, καὶ αὐτὸς ἐπιστήσεις. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, καὶ τὰ ἑξῆς. Τῷ ἐξαποσταλέντι ὑπὸ τοῦ Ὑψίστου βοηθῷ ἑαυτοῦ καὶ Σωτῆρι, ὡς ἂν ἑαυτὸν ταπεινώσαντα διὰ τῆς μέχρις ἀνθρώπων καθόδου, ῥυσαμένῳ τε τὴν ψυχὴν αὐτοῦ ἐκ μέσου σκύμνων, ἐπιφωνεῖ λέγων ὁ Προφήτης· Ἐπειδὴ, τοῦ οἰκείου μεγέθους ὑποκαταβὰς, καὶ σεαυτὸν σμικρύνας, τῆς ἐμῆς ταπεινότητος ἐφρόντισας, ἐῤῥύσω τε τὴν ψυχήν μου ἐκ μέσου τῶν προλεχθέντων, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὸν σαυτοῦ θρόνον καὶ τὴν πρέπουσάν σοι ἐν οὐρανῷ βασιλείαν. Οὐδὲ οὕτως γὰρ ἀποστερηθήσεται ἡ γῆ τῆς σῆς δόξης, κἂν ἐν οὐρανῷ διατρίβῃς. Ὥσπερ γὰρ ἥλιος, τὸν οἰκεῖον ἀποτελῶν δρόμον, οὐκ ἀποστερεῖ τοὺς ἐπὶ γῆς τῆς ἑαυτοῦ λαμπηδόνος· τὸν αὐτὸν τρόπον καὶ σὺ,
For such men make use of the covering of their teeth as a kind of weapon fencing them in and enclosing the words hidden within their teeth; and they use the tongue and the slanders dispatched by it like javelins hurled as weapons. The tongue of such men would differ in no way from a very sharp sword, piercing and working things unto death. But the human lions and the so-called whelps are such as these. I, however, escaped their plot, through the Savior sent to me from God, who rescued my soul from the midst of the whelps. Whether these things were said concerning Saul, or concerning those who slandered David before Saul, or concerning the foreigners in Geth, or concerning invisible enemies, you yourself will consider. Be exalted above the heavens, O God, and let your glory be over all the earth, and the rest. To the helper and Savior sent forth by the Most High for himself, as one who humbled himself through his descent even to men, and who rescued his soul from the midst of the whelps, the Prophet cries out, saying: Since, having descended below your own greatness and made yourself small, you took thought for my lowliness, and rescued my soul from the midst of those previously mentioned, be exalted henceforth, and receive back your own throne and the kingdom in heaven that befits you. For not even so will the earth be deprived of your glory, even if you dwell in heaven. For just as the sun, completing its own course, does not deprive those on earth of its radiance, in the same way you also,
ὦ Κύριε, εἰ καὶ τὰ μάλιστα δι' ὑπερβολὴν φιλανθρωπίας τοῦ καταπέμψαντός σε Πατρὸς μέχρι τῆς ἐμῆς σμικρότητος ἐξητάσθης, ἀλλ' ὑψώθητι λοιπὸν ἐπὶ τοὺς οὐρανοὺς, καὶ τοῖς κόλποις τῆς Πατρικῆς θεότητος ἐνοικῶν, πλήρου τῆς σαυτοῦ δόξης πᾶσαν τὴν γῆν. Λέγω δὲ ταῦτα εἰκότως, ἐν ἀμεριμνίᾳ παντὸς κακοῦ γεγονὼς, καὶ τῶν προλεχθέντων σκύμνων καὶ λεόντων διὰ τῆς σῆς ἐπισκοπῆς ῥυσθείς· οἵτινες παγίδας ἡτοίμασαν τοῖς ποσί μου, καὶ, τὸ ὅσον ἐπ' αὐτοῖς, κατέκαμψαν τὴν ψυχήν μου· ἀλλὰ καὶ ὤρυξαν πρὸ προσώπου μου βόθρον. Ταῦτα δὲ καθ' ἑαυτῶν, ἀλλ' οὐ κατ' ἐμοῦ διὰ τὴν σὴν σκέπην εἰργάσαντο. Ἔφθασαν γὰρ αὐτοὶ μᾶλλον εἰς τὸν ἑαυτῶν καταπεσόντες βόθρον. Διόπερ ἐπειδὴ ταῦτα εἰργάσω σὺ ὁ ἀπεσταλμένος ὑπὸ τοῦ Πατρὸς, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὰς οὐρανίους, ὡς οἰκείας καὶ συνήθεις τῇ σῇ θεότητι διατριβάς. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ, καὶ τὰ ἑξῆς. Ὁ Σωτὴρ ἐν ταῖς πρὸς τοὺς μαθητὰς διδασκαλίαις ταῦτ' εἰρηκὼς περὶ τοῦ ἁγίου Πνεύματος· Ἐὰν ἀγαπᾶτε ἐμὲ, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας· καὶ πάλιν· Ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων· ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ Πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει· καὶ αὖθις· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ Πνεῦμα τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψει, καὶ ἀναγγελεῖ ὑμῖν.
O Lord, even if by an excess of loving-kindness of the Father who sent you, you were examined down to my own smallness, yet now be exalted above the heavens, and dwelling in the bosom of the Father's divinity, fill all the earth with your own glory. And I say these things reasonably, having come to be in freedom from care of every evil, and having been rescued through your visitation from the lions' cubs and lions mentioned before—who prepared snares for my feet, and, as far as lay in them, bowed down my soul; but they also dug a pit before my face. But these things they did against themselves, not against me, through your protection. For they rather fell first into their own pit. Therefore, since you, the one sent by the Father, did these things, be exalted now, and receive the heavenly abodes as your own and familiar to your divinity. My heart is ready, O God, my heart is ready; I will sing and make melody, and the rest. The Savior, in his teachings to the disciples, said these things concerning the Holy Spirit: If you love me, keep my commandments; and I will ask the Father, and he will give you another Comforter, that he may be with you forever, the Spirit of truth; and again: These things I have spoken to you while remaining with you; but the Comforter, the Holy Spirit whom my Father will send in my name, that one will teach you all things and remind you; and again: I still have many things to say to you, but you cannot bear them now. But when that one comes, the Spirit of truth, he will declare the truth to you, because he will receive from what is mine, and will announce it to you.
Δι' ὧν παρίστησι μείζονα μὲν εἶναι τὰ παρ' αὐτοῦ καὶ μὴ χωρούμενα ὑπὸ τῶν ἀποστόλων· Οὐ γὰρ δύνασθε, φησὶ, βαστάζειν· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας τὸ ἐξ αὐτοῦ χορηγούμενον καὶ τοῖς ἀποστόλοις ὑπ' αὐτοῦ πεμπόμενον ἀναγγέλλειν αὐτοῖς πᾶσαν τὴν ἀλήθειαν. Εἰ δὴ οὖν ταῦτα νενόηται, εἰκότως καὶ ὁ Δαυῒδ τῷ ἀπεσταλμένῳ Θεῷ εἰς τὴν αὐτοῦ βοήθειαν προφήσας, Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ἱκετεύει ἑξῆς τὸν αὐτὸν καταπέμψαι αὐτῷ τὸ Πνεῦμα τὸν Παράκλητον, τὸ προφητικὸν, ἕτοιμον εἶναι ἑαυτὸν φάσκων εἰς ὑποδοχὴν αὐτοῦ· κεκαθάρθαι γὰρ τὸν ἐν αὐτῷ ναὸν καὶ τὸ δοχεῖον τῆς αὐτοῦ ψυχῆς· δηλαδὴ τὴν αὐτὴν διάνοιαν, ἣν τροπικῶς καρδίαν εἴωθεν ὀνομάζειν ὁ λόγος· ὃ δὴ παρίστησι λέγων· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου. Ἡ μὲν οὖν ἐμὴ καρδία καὶ τὸ διανοητικὸν ἕτοιμον τυγχάνει, φησί. Σὺ δὲ λοιπὸν κατάπεμπέ σου τὸ Πνεῦμα. Ἐπιστάντος γὰρ αὐτοῦ καὶ ἐποχουμένου τῇ ἐμῇ ψυχῇ, συνήθως ᾄσομαι καὶ ψαλῶ, τὴν ἐμαυτοῦ διακονίαν καὶ ὑπηρεσίαν παρέχων τῇ δυνάμει τοῦ προφητικοῦ Πνεύματος. Καὶ ταῦτ' εἰπὼν, παραχρῆμά τε εἰσακουσθεὶς κατὰ τὸ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι, συνήσθετο τῆς τοῦ ἁγίου Πνεύματος παρουσίας. Εἶθ' ὥσπερ ἐπὶ θύραις ἑστῶτος, ἐπιστρέφεται ὁ Προφήτης, καὶ διεγείρει αὐτὸς ἑαυτὸν ἐπὶ τὴν διακονίαν τῆς προφητείας· διὸ ἐπιφέρει· Ἐξεγέρθητι, ἡ δόξα μου. Δόξα μου ἐστὶ τὸ προφητεύειν. Εἶτ' ἐπιλέγει· Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· τὴν μὲν ψυχὴν διὰ τοῦ ψαλτηρίου, τὴν δὲ κιθάραν διὰ τοῦ σώματος αἰνιττόμενος·
By these words he shows that the things that come from him are greater and cannot be borne by the apostles: "For you cannot bear them," he says; but the Spirit of truth, supplied from him and sent by him to the apostles, announces to them all truth. If, then, these things have been understood, David too, having prophesied to the God who was sent for his help, "Be exalted above the heavens, O God, and over all the earth be your glory," rightly next entreats the same one to send down to him the Spirit, the Paraclete, the prophetic Spirit, declaring that he himself is ready for his reception; for the temple within him and the vessel of his soul have been purified—that is, the same understanding which the word is accustomed to call "heart" figuratively; and this he shows when he says: "My heart is ready, O God, my heart is ready." "My heart, then," he says, "and my faculty of thought are ready. Do you, for the rest, send down your Spirit." For when he has come and rides upon my soul, I shall sing and play the psaltery as is my custom, offering my own ministry and service to the power of the prophetic Spirit. And having said these things, and being heard immediately according to the word, "While you are still speaking, I will say: Behold, I am present," he perceived the presence of the Holy Spirit. Then, as if he were standing at the doors, the Prophet turns and rouses himself to the ministry of prophecy; therefore he adds: "Awake, my glory." My glory is to prophesy. Then he adds: "Awake, psaltery and harp," hinting at the soul through the psaltery and at the body through the harp.
ἢ καὶ αὐτὰ τὰ συνήθη ὄργανα ταῖς χερσὶν ἀναλαμβάνων, ἐπὶ τῷ ἀνακρούσασθαι τὰ ὑπὸ τοῦ Πνεύματος ὑποβαλλόμενα. Καὶ τούτοις προστίθησι λέγων· Ἐξεγερθήσομαι ὄρθρου. Ἄρτι γὰρ φωτισθεὶς διὰ τῆς τοῦ Πνεύματος παρουσίας, ἐν ἡμέρᾳ τε θείου φωτὸς γενόμενος, ἕτοιμός εἰμι προφητεύειν. Καὶ ταῦτ' εἰπὼν, ἀνατίθησιν ὅλον ἑαυτὸν τῷ Πνεύματι· τὸ δὲ ὡς δι' ὀργάνου διὰ τοῦ προφήτου ἀγαθῶν ἀπαγγέλλει, ἀνὰ πᾶσιν εὐαγγελίζεται τοῖς ἔθνεσι φάσκον· Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. Ἐπειδὴ γὰρ ἐπὶ τοῦ παρόντος τὸ Ἰουδαίων ἔθνος καὶ ὁ τούτων λαὸς τοὺς σοὺς ἐλαύνει προφήτας, ὡς μηδενὸς τόπου παραχωρεῖν αὐτοῖς· ἔσται δὲ καιρὸς καθ' ὃν πάντα τὰ ἐπὶ γῆς ἔθνη
καὶ πάντες οἱ ἐν ἀνθρώποις λαοὶ τοῦ σοῦ ἐλέου μεθέξουσιν, ὡς ἐμὲ τὸ προφητικὸν Πνεῦμα πάντας ἀθρόως λαοὺς πληρῶσαι καιρῷ τῷ θεσπιζομένῳ, γενόμενον ἐν αὐτοῖς, καὶ ἐξομολογήσασθαί σοι καὶ εὐχαριστῆσαι, ὅτε καὶ ψαλῶ σοι, οὐκ ἐν τῷ Ἰουδαίων λαῷ, ἀλλ' ἐν πᾶσι τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι· τούτου χάριν φημί· Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Τὸ δὲ τούτου αἴτιον, λέγω δὲ τὸ ἐν πᾶσι τοῖς καθ' ὅλης τῆς οἰκουμένης λαοῖς καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐμπολιτεύεσθαι τὸ προφητικὸν πνεῦμα. Καὶ τοὺς πάλαι ἀναφωνηθέντας προφητικοὺς λόγους εἰς ἔργα χωρήσειν ἑξῆς διασαφεῖ φάσκον· Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Τὸ γὰρ παράδοξον τοῦτ' ἦν, ὅτι τὰ μὲν οὐράνια ἐλέους φημὶ ἀξιοῦσθαι, τὰ δὲ ἐπίγεια τῆς ἀληθείας.
Or even taking up in his hands the customary instruments themselves, in order to strike up what is suggested by the Spirit. And to these things he adds, saying: I will arise at dawn. For now, having been enlightened through the presence of the Spirit, and having become in the day of divine light, I am ready to prophesy. And having said these things, he dedicates his whole self to the Spirit; and the Spirit, as through an instrument through the prophet, announces good things, and proclaims the good news to all the nations, saying: I will give thanks to you among the peoples, O Lord; I will sing to you among the nations. For since at present the nation of the Jews and their people drive out your prophets, so as to yield no place to them; but there will be a time when all the nations on earth and all the peoples among men will partake of your mercy, so that I, the prophetic Spirit, may fill all peoples at once in the appointed time, having come to be among them, and may give thanks to you and offer gratitude, when I will sing to you, not among the people of the Jews, but among all the nations throughout the whole inhabited world; for this reason I say: I will give thanks to you among the peoples, O Lord; I will sing to you among the nations. And the cause of this—I mean that the prophetic spirit takes up its dwelling among all the peoples throughout the whole inhabited world and among all the nations. And he next makes clear that the prophetic words once proclaimed will come to fulfillment in deeds, saying: For your mercy has been magnified up to the heavens, and your truth up to the clouds. For this was the paradoxical thing, that the heavenly things—I mean—are deemed worthy of mercy, and the earthly things of truth.
Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ τὰ ἐν οὐρανοῖς κεκαθαρμένα τυγχάνειν, καὶ πάντα τέλεια καὶ εἰς ἄκρον ἀρετῆς ἐληλακότα· ὅμως δ' οὖν καὶ αὐτὰ διὰ τὸν σὸν ἔλεον τοιαῦτα ὄντα καθέστηκεν. Οὐ γὰρ ἐξ αὐτῶν, οὐδὲ παρ' ἑαυτῶν τῆς τοιαύτης μετέχει μακαριότητος, ἀλλὰ παρὰ σοῦ τοῦ πάντων ἀγαθῶν χορηγοῦ. Ἢ ἄλλως, Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, τὸ χυθὲν εἰς πάντας ἀνθρώπους, Ὃ δὴ καὶ ἀνωτέρω ἀπεστάλθαι ἐλέγετο ἐν τῷ, Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ καὶ τὴν ἀλήθειαν αὑτοῦ. Τοιαῦτα γὰρ ἐν ἀνθρώποις κατώρθωσε τὸ ἀποσταλὲν ἔλεος, ὡς ἐν πᾶσι τοῖς λαοῖς ἐμὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐξομολογήσασθαί σοι, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψάλαι σοι· ὅθεν ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν· ἐπεὶ μέχρι τῶν οὐρανῶν τοὺς ἐν ἀνθρώποις προκόψαντας εἵλκυσεν, ὡς καὶ ἐπαγγελίαν αὐτοῖς δεδόσθαι βασιλείας οὐρανῶν. Ἀλλὰ καὶ ἕως τῶν νεφελῶν, φησὶν, ἡ ἀλήθειά σου. Νεφέλαι δὲ ὑπηρετικαὶ τυγχάνουσιν ὑετῷ, τῷ τῆς θείας Προνοίας βουλήματι διακονούμεναι. Οὕτω δὲ παρίστησιν ὁ λόγος προνοεῖν ἀνθρώπων τὸν Θεὸν, ἐκ τοῦ μέχρι τῶν νεφελῶν ἐκτείνεσθαι αὐτοῦ τὴν διοίκησιν, καὶ τὴν ἀλήθειαν τῆς ἐπισκοπῆς αὐτοῦ μέχρι τῆς τῶν νεφελῶν ὑπηρεσίας φθάνειν. Καὶ ἄλλως δὲ τὰς ἐν ἀνθρώποις τελείας ψυχὰς, τὰς προφητικὰς ὥσπερ ὑετοὺς τὰς ἐκ Θεοῦ διδασκαλίας χορηγούσας ταῖς τούτων δεομένων ψυχαῖς, νεφέλας εἴωθεν ὀνομάζειν ἡ Γραφή. Ὅτε γοῦν ἠπείλει τῷ Ἰουδαίων ἔθνει ἐρημίαν ὁ προφήτης Ἠσαΐας, τὸν Θεὸν εἰσῆγε λέγοντα· Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα.
For even if the things in the heavens seem most especially to be pure, and all perfect and having reached the very peak of virtue, nevertheless even these are such as they are because of your mercy. For it is not from themselves, nor from their own selves, that they partake of such blessedness, but from you, the provider of all good things. Or otherwise: Because your mercy has been magnified as far as the heavens—the mercy poured out upon all people, which indeed was also said above to have been sent forth in the words, God sent forth his mercy and his truth. For the mercy that was sent accomplished such things among people that, among all the peoples, I, the Holy Spirit, should give thanks to you, and among all the nations sing to you; whence it has been magnified as far as the heavens, since it has drawn up to the heavens those among people who have advanced, so that even a promise of the kingdom of heaven has been given to them. But also, he says, your truth is as far as the clouds. And the clouds are servants of the rain, ministering by the will of divine Providence. In this way the word shows that God provides for people, from the fact that his governance extends as far as the clouds, and the truth of his oversight reaches as far as the service of the clouds. And in another sense, the perfect souls among people, which supply the teachings that come from God like rains to the souls of those who need them, Scripture is accustomed to call clouds. When, then, the prophet Isaiah was threatening the nation of the Jews with desolation, he introduced God saying: I will take away its hedge, and it shall be for plundering; and I will take away its wall, and it shall be for trampling.
Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν. Ἄντικρυς διὰ τούτων τῶν θείων προφητῶν, νεφελῶν ὠνομασμένων, οἱ πνεύματος οὐρανίου πληρούμενοι λογικοὺς ὑετοὺς ταῖς τῶν ἀνθρώπων ἐχορήγουν ψυχαῖς. Ἐπειδὴ τοίνυν ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ, περὶ ὧν μικρὸν πρόσθεν ἔλεγεν, Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ καὶ τὴν ἀλήθειαν αὑτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· πάλαι μὲν τὴν ψυχὴν ἐῤῥύσατο τοῦ Δαυῒδ, ἤμελλε δὲ καὶ μετὰ ταῦτα καὶ πάντα ἐπισκοπεῖν τὰ ἔθνη· εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον, ταῦτα εὐαγγελιζόμενον, καὶ ὅτι ἐν λαοῖς ἐξομολογήσεται, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψαλεῖ τῷ Θεῷ, τὴν αἰτίαν προστίθησι λέγον· Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ τὰ ἑξῆς. Εἶτα τούτοις ἅπασι τὸ ἐπισφράγισμα ἐπάγει λέγον· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, δεύτερον ἐπαναλαβὼν τὴν αὐτὴν θεολογίαν. Σοὶ γὰρ, φησὶ, πρέπει ὑψοῦσθαι, εἰ καὶ τὰ μάλιστα δι' ἀνθρώπους συγκαταβαίνεις τῇ ἡμετέρᾳ ταπεινώσει, λαοὺς καὶ ἔθνη προσκαλούμενος τῇ σαυτοῦ χάριτι. Ἀλλ' ὑψώθητι, καὶ ἀπολάμβανε τὸν σαυτοῦ θρόνον. Καὶ οὕτως γὰρ ἐν οὐρανοῖς τὰς διατριβὰς ποιούμενος, καὶ ἐν τῇ σαυτοῦ τυγχάνων θεότητί τε καὶ βασιλείᾳ, πᾶσαν τὴν γῆν πληροῦν δυνήσῃ τῆς σαυτοῦ δόξης. Ὃ δὴ καὶ Μωσῆς ἀναγράφει τὸν Θεὸν εἰσάγων περὶ
And I will let my vineyard go, and it shall not be pruned, nor dug; and thorns shall come up in it as in dry land. And I will command the clouds that they rain no rain upon it. Plainly through these, the divine prophets, who are called clouds, being filled with the heavenly Spirit, supplied rational rains to the souls of men. Since, therefore, the truth of God and His mercy, concerning which He spoke a little before—God sent forth His mercy and His truth, and delivered my soul from the midst of the lions' whelps—in time past He delivered the soul of David, and was about thereafter also to visit all the nations; reasonably the Holy Spirit, announcing these things as good news, and that He will give thanks among the peoples, and will sing psalms to God among all the nations, adds the reason, saying: For Your mercy has been magnified up to the heavens, and the rest. Then upon all these He sets the seal, saying: Be exalted above the heavens, O God, and over all the earth be Your glory, repeating the same theology a second time. For to You, he says, it belongs to be exalted, even if most especially for the sake of men You condescend to our lowliness, calling peoples and nations to Your own grace. But be exalted, and receive back Your own throne. For even so, making Your dwelling in the heavens, and being in Your own divinity and kingdom, You will be able to fill all the earth with Your own glory. Which indeed Moses also records, introducing God concerning
μὲν Ἰουδαίων λέγοντα δι' ἣν εἰργάσαντο μοσχοποιίαν· Ἔασόν με, καὶ θυμωθεὶςὀργῇ ἐκτρίψω αὐτούς· περὶ δὲ τῆς τῶν ἐθνῶν κλήσεως ἐπάγοντα τὸ, Ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ. Καὶ παρὰ τῷ Ἠσαΐᾳ δὲ τὰ σεραφὶμ, κυκλοῦντα τὸν Κύριον Σαβαὼθ, ἐβόα· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Θεὸς Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Οἷς συμφώνως καὶ ἐν οαʹ ψαλμῷ τὰ περὶ τοῦ Χριστοῦ σαφῶς διαγορεύοντι λέλεκται· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Ταῦτ' οὖν καὶ ἡ παροῦσα προφητεία ἐπισφραγίζεται λέγουσα· Ὑψώθητι ἐπὶ τοὺς οὐραγοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ ΤΩ ΔΑΥΙΔ, ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ. ΝΖʹ.
Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. Εἰς τὸ τέλος μὴ διαφθείρειν, φυλάττειν δὲ ἕκαστον τὰ ἑαυτοῦ τέλη, καὶ ὁ παρὼν παραινεῖ λόγος. Ἄμφω δὲ, ὅ τε μετὰ χεῖρας καὶ ὁ πρὸ αὐτοῦ τὴν ἴσην ἔχουσι προγραφὴν, ὁμοίως τὸ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς τῷ Δαυῒδ, καὶ τὸ, εἰς στηλογραφίαν, περιέχοντες. Ὅ γε μὴν χρόνος, εἰ καὶ μὴ ἐν τῷ παρόντι, ἀλλ' ἐν τῷ πρὸ τούτου δεδήλωται κατὰ τὴν προσθήκην ᾗ φησιν, Ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Κατὰ τὸν αὐτὸν οὖν εἰρῆσθαι χρόνον καὶ ὁ προκείμενος, οὐ μόνον ἐκ τῶν εἰρημένων δοκεῖ μοι, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς ἐπιφερομένων. Ἐπειδὴ γὰρ ἡ πρὸ τούτου στηλογραφία περὶ τῶν υἱῶν τῶν ἀνθρώπων ἔλεγεν, Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη·
saying on the part of the Jews, because of the calf-making which they wrought: Let me alone, and being angered with wrath I will blot them out; but concerning the calling of the Gentiles, adding that, As I live, and my name lives, that all the earth shall be filled with my glory. And in Isaiah also the seraphim, encircling the Lord Sabaoth, cried out: Holy, holy, holy Lord God Sabaoth, all the earth is full of his glory. In agreement with these things, in the seventy-first psalm also, which plainly declares the things concerning the Christ, it is said: Blessed be the Lord God of Israel, and blessed be the name of his glory, and all the earth shall be filled with his glory. These things, then, the present prophecy also seals, saying: Be exalted above the heavens, O God, and over all the earth be your glory.
For the end, destroy not, to David, for inscription. 57.
If truly then you speak righteousness, judge upright things, you sons of men. For the end, not to destroy, but to keep each his own ends, the present word also exhorts. And both, the one at hand and the one before it, have the same superscription, alike containing the For the end, destroy not, to David, and the for inscription. The time, indeed, if not in the present one, yet in the one before this has been made clear by the addition where it says, When he fled from the face of Saul into the cave. At the same time, then, the present one also seems to me to have been spoken, not only from what has been said, but also from what follows. For since the inscription before this was speaking concerning the sons of men, Sons of men, their teeth are a weapon and arrows;
εἰκότως καὶ ἡ μετὰ χεῖρας τοῖς αὐτοῖς υἱοῖς τῶν ἀνθρώπων εὐθὺς ἐν ἀρχῇ προσφωνεῖ λέγουσα· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Καὶ ἐπειδήπερ ἐν τῷ πρὸ τούτου ἐλέγετο· Ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, ἢ, ἐκ μέσου λεόντων, κατὰ τοὺς λοιποὺς, εἰκότως ἐν τῷ μετὰ χεῖρας ἐπιφέρεται, Τὰς μύλας τῶν λεόντων συνέθλασε Κύριος. Ἔδει γὰρ ἡμᾶς μαθεῖν ὅπως ἐῤῥύσατο τὴν ψυχὴν τοῦ Δαυῒδ ἐκ μέσου σκύμνων. Καὶ πάλιν περὶ τῶν ὀδόντων τῶν ἐνδιαβαλλόντων αὐτὸν ἐν μὲν τῷ πρὸ τούτου, Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, ἐλέγετο, ἐν δὲ τῷ μετὰ χεῖρας· Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν. Ἀφ' ὧν δείκνυται ἡ ἐν ἀμφοτέραις ταῖς στηλογραφίαις συμφωνία. Καὶ ἄλλως δ' οὖν τις εἴποι, ἐπειδὴ ἡ πρὸ τούτου περιέχει τὴν κλῆσιν τῶν ἐθνῶν, εἰκότως τῇ τοιαύτῃ προφητείᾳ ἡ παροῦσα στηλογραφία συνῆπται, διαγορεύουσα τοῖς υἱοῖς τῶν ἀνθρώπων τὸν περὶ τῆς δικαιοκρισίας τοῦ Θεοῦ λόγον, διαστελλομένη τε πᾶσι τοῖς λαοῖς σὺν ἀληθινῇ προαιρέσει καὶ συνειδήσει καθαρᾷ τῇ τοῦ λόγου προσιέναι διδασκαλίᾳ, καὶ μὴ καθυποκρίνεσθαι τὴν θεοσέβειαν. Διὸ πρὸς πάντας τοὺς ἀνωτέρω λαοὺς ὠνομασμένους καὶ πρὸς πάντα τὰ ἔθνη, περὶ ὧν ἐλέγετο, Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι, τὴν προσφώνησιν ποιούμενος ὁ παρὼν λόγος διαμαρτύρεται λέγων· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. Εἰ γὰρ ἀληθῶς τις δικαιοσύνην ἐπαγγέλλοιτο, οὐδ' ἄλλοθεν δειχθήσεται, ἢ ἀπὸ τοῦ κρίνειν εὐθέα.
Reasonably, then, the psalm that follows immediately addresses the same sons of men at the very beginning, saying: If truly you speak righteousness, judge uprightly, you sons of men. And since in the preceding psalm it was said: He delivered my soul from the midst of the whelps, or, from the midst of the lions, according to the rest, reasonably in the psalm that follows it is added: The Lord has crushed the jaws of the lions. For we needed to learn how he delivered the soul of David from the midst of the whelps. And again, concerning the teeth of those who slandered him, in the preceding psalm it was said: The sons of men, their teeth are a weapon and arrows, and in the psalm that follows: God will crush their teeth in their mouth. From these things the agreement in both inscriptions is shown. And one might say otherwise also, that since the preceding psalm contains the calling of the Gentiles, reasonably the present inscription has been joined to such prophecy, declaring to the sons of men the word concerning the righteous judgment of God, and distinguishing for all peoples that they should approach the teaching of the word with true purpose and a pure conscience, and not counterfeit godliness. Therefore, addressing all the peoples named above and all the nations concerning whom it was said, I will confess to you among the peoples, O Lord, I will sing to you among the nations, the present word testifies, saying: If truly you speak righteousness, judge uprightly, you sons of men. For if someone truly professes righteousness, it will be shown from nowhere else than from judging uprightly.
Κρίνει δὲ εὐθέα ὁ κρίνας παρ' ἑαυτῷ τὴν κατὰ τὸν ὀρθὸν λόγον, καὶ μηδὲ σκολιὸν μηδὲ διάστροφον πράττειν. Εἶθ' ὡς τῶν υἱῶν τῶν ἀνθρώπων ὀρθὰ μὲν λαλούντων τοῖς χείλεσι, καὶ τῷ στόματι δικαιοσύνην ἐπαγγελλομένων, ἐλεγχομένων δὲ ἀπὸ τῶν ἔργων, ὅτι τἀναντία κατὰ διάνοιαν λογίζονται, ἐπιλέγει· Καὶ γὰρ ἐν
καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ· τούτου δὲ, φησὶν, ἔλεγχος αἱ ὑμέτεραι πράξεις· Ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσι. Κρίνατε οὖν εὐθέα, υἱοὶ τῶν ἀνθρώπων, καὶ λογίσασθε παρ' ἑαυτοῖς, εἰ τοῖς ὑμετέροις λόγοις συμφωνεῖ τὰ ἔργα. Εἰ γὰρ δικαιοσύνην λαλεῖτε, πῶς αἱ χεῖρες ὑμῶν ἀδικίαν συμπλέκουσιν; Ἀφ' οὗ δείκνυσθε ἀνομίας ἐν τῇ καρδίᾳ λογιζόμενοι, καὶ ἕτερα μὲν διανοούμενοι, ἕτερα δὲ τῷ στόματι λαλοῦντες. Εἰ δὴ οὖν ἀληθῶς δικαιοσύνην λαλεῖτε, κρίνατε τὰ εὐθέα, ὦ οὗτοι, καὶ ἅπερ λαλεῖτε, ταῦτα καὶ πράττετε, μηδὲ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε, μηδὲ αἱ χεῖρες ὑμῶν ἀνομίαν συμπλεκέτωσαν. Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ. Καὶ ταῦτα πρὸς τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀποτείνεται τοὺς ἐπαγγελλομένους θεοσεβεῖν, καὶ τοὺς τῆς δικαιοσύνης μετέρχεσθαι νόμους, μὴ κρίνοντας δὲ ὀρθῶς. Φησὶν οὖν πρὸς αὐτούς· Ἀκούσατε, ὦ οὗτοι, οἱ λαλοῦντες μὲν δικαιοσύνην τῷ στόματι, ἐργαζόμενοι δὲ ταῖς χερσὶν ἀδικίαν, καὶ πολλὰς κατὰ τὸ αὐτὸ συμπλέκοντες ἁμαρτίας· τὸν μέγαν κριτὴν οὐδὲν λανθάνει τῶν κατὰ διάνοιαν ἑκάστῳ λογιζομένων. Κἂν γὰρ δοκῇ τις ἀνθρώπων ὀφθαλμοὺς κρύπτειν, ἀλλ' ἴστω, ὅτι δεινὴν πλάνην πεπλάνηται ἑαυτὸν ἀπατῶν.
He judges upright things—the one who has judged within himself, according to right reason, to do nothing crooked or perverse. Then, as though the sons of men speak upright things with their lips and promise righteousness with their mouth, but are convicted by their deeds, because they think the opposite in their mind, he adds: For in heart you work lawlessness in the land; and the proof of this, he says, is your actions: Your hands weave iniquity. Judge, therefore, upright things, sons of men, and consider within yourselves whether your deeds agree with your words. For if you speak righteousness, how do your hands weave iniquity? From this you are shown to be thinking lawlessness in your heart, and to be pondering one thing while speaking another with your mouth. If, then, you truly speak righteousness, judge upright things, you there, and what you speak, do also, and do not work lawlessness in your heart, nor let your hands weave iniquity. The sinners have been estranged from the womb, they have gone astray from the belly, they have spoken falsehood. And these things are directed at the sons of men who promise to worship God and to pursue the laws of righteousness, but do not judge rightly. He says to them, therefore: Hear, you there, who speak righteousness with your mouth but work iniquity with your hands, and weave many sins together at once; nothing of what each one ponders in his mind escapes the great judge. For even if someone among men thinks to hide from eyes, let him know that he has wandered in a dreadful wandering, deceiving himself.
Οὐ γὰρ τὸν μέγαν τῶν ὅλων κριτὴν λήσεται, οὗ πάντες πρὸ τοῦ βήματος παραστησόμεθα. Πῶς δ' ἂν καὶ λάθοιεν τὸν Θεὸν οὗτοι, ὁπότε καὶ πρὶν εἰς φῶς προελθεῖν αὐτοὺς, πάντα εἰδότι πρὸ γενέσεως αὐτῶν ἐγνωρίζοντο; Διὸ πρὶν γεννηθῆναι αὐτοὺς, ὡς ἤδη ὑφεστῶτας, καὶ τοιούτους ὄντας οἷοι νῦν εἰσι προεώρα· ἤδη τε ἐξ ἐκείνου ἀπόβλητοι ἦσαν παρ' αὐτῷ. Ἀπηλλοτριώθησαν γοῦν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Καὶ εἰ καὶ τὰ μάλιστα σήμερον δικαιοσύνην λαλεῖν προσποιοῦνται, τοῖς ἔργοις τὰ ἐναντία μετερχόμενοι, ἀλλ' οὐ καὶ παρὰ Θεῷ νῦν ἐφάνησαν τοιοῦτοι· πρὶν δὲ ἀπὸ γαστρὸς προελθεῖν αὐτοὺς, μᾶλλον δὲ καὶ πρὸ τοῦ συλληφθῆναι ἐν τῷ τῆς μήτρας δοχείῳ, ἐν πεπλανημένοις ἐλογίσθησαν παρ' αὐτῷ, καὶ μέλλοντες ἔσεσθαι τοιοῦτοι οὐκ ἠγνοοῦντο. Ἤδη δὲ ἐξ ἐκείνου ὡς ἂν μέλλοντες τὰ ψευδῆ λαλεῖν ἐγινώσκοντο, καὶ ὡς θυμὸς αὐτοῖς ἐστι κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Θυμὸν δὲ καὶ τὴν ψυχὴν καὶ παῖδες Ἑλλήνων καλεῖν εἰώθασιν. Ἐπεὶ τοίνυν καὶ ὁ παλαιὸς ὄφις, τὴν Εὔαν ἀπατήσας, προσεποιεῖτο μὲν γλυκείᾳ καὶ φιλικῇ κεχρῆσθαι ὁμιλίᾳ, μνήμην τε Θεοῦ ποιεῖσθαι, καί τινα ἐπιδείκνυσθαι εὐλάβειαν, λέγων τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; καὶ πάλιν· Ἤδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν· καὶ τοιαῦτα μὲν ὑποκρινόμενος, καὶ τὸν Θεὸν εἰδέναι προσποιούμενος, ὡμίλει τῇ γυναικὶ, ἐν καρδίᾳ δὲ ἀνομίας εἰργάζετο, καὶ τοῖς ἔργοις ἀδικίαν συνέπλεκεν·
For he will not escape the great judge of all things, before whose judgment seat we shall all stand. And how could these men escape God's notice, when even before they came into the light they were known to him who knows all things before their birth? Therefore, before they were born, as though they already existed, he foresaw them as being of the sort they now are; and already from that time they were cast away in his sight. Indeed, the sinners were estranged from the womb. And even if today they most especially pretend to speak righteousness, pursuing the opposite in their deeds, yet they did not now appear as such before God; but before they came forth from the womb—or rather even before they were conceived in the vessel of the womb—they were reckoned among the erring in his sight, and as those who would be such they were not unknown. And already from that time they were known as those who would speak falsehood, and as having wrath according to the likeness of the serpent. For the children of the Greeks are accustomed to call both the soul and the passion "thumos." Since, then, the ancient serpent also, having deceived Eve, pretended to use sweet and friendly conversation, to make mention of God, and to display a certain piety, saying to the woman: "Why is it that God said, You shall not eat from every tree in the paradise?" and again: "For God knew that on the day you eat from it, your eyes will be opened, and you will be like gods, knowing good and evil"—and while he was hypocritically saying such things and pretending to know God, he conversed with the woman, but in his heart he was working lawlessness, and with his deeds he was weaving together injustice.
εἰκότως καὶ οἵδε λέγονται θυμὸν ἔχειν καὶ ψυχὴν ὁμοίαν τῷ προλεχθέντι ὄφει· ὃ δὴ καὶ αὐτὸ προείληφεν ὁ Θεὸς τῇ προγνώσει. Τῶν γὰρ θείων εἰσακούοντες λόγων καὶ τοῖς ἱεροῖς μαθη τευόμενοι ῥήμασι, οὐδὲν τικτήσονται πρὸς ὠφελείας, διὰ τὸ βύειν τὰ ὦτα, καὶ μὴ καταδέχεσθαι τῶν θείων ἐπῳδῶν τὰς δυνάμεις, ἀφομοιοῦσθαι δὲ ἀσπίδι κωφῇ καὶ βυούσῃ τὰ ὦτα αὐτῆς, πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων, φαρμακοῦται φαρμακευομένου παρὰ σοφοῦ. Τῷ μὲν οὖν ὄφει ὡμοιώθησαν διὰ τὴν ὑπόκρισιν καὶ τὴν ἐπίπλαστον περὶ Θεοῦ ὁμιλίαν, τῇ δὲ ἀσπίδι διὰ τὸ κρύπτειν ἐν αὐτοῖς τὸν θανατηφόρον ἰόν. Ἀλλ' εἰ μὲν ἁπλῶς ἀσπίδι παρεβλήθησαν, ἐλπὶς ἂν ἦν ποτε ὠφεληθήσεσθαι· ἐπεὶ καὶ τὸ δεινὸν ἑρπετὸν ἐκεῖνό ἐστιν ὅτε ἐξ ἐπῳδῆς καὶ κατασκευῆς ἑτέρων τινῶν ἀποῤῥίπτει τὸν ἰὸν, καὶ τὸν θυμὸν ἀποτίθεται, καὶ ὥσπερ ἀπονεκροῦται τὴν κακίαν· εἰ δὲ ἡ τοιαύτη τῆς ἀσπίδος πικρία δυνάμει λόγων τινῶν ἐξασθενεῖ καὶ ἀπομαραίνεται, τὸν ἰόν τε ἀποῤῥίπτει, τί χρὴ λέγειν περὶ ἀνθρώπου ψυχῆς, τῆς κατ' εἰκόνα Θεοῦ
Reasonably, these men too are said to have a temper and a soul like the serpent mentioned earlier—a thing God has also foreknown by his foreknowledge. For though they listen to the divine words and are instructed in the sacred sayings, they will bring forth nothing for their benefit, because they stop their ears and do not admit the powers of the divine incantations, but are likened to a deaf asp that stops its ears, so as not to hear the voice of the charmers, being charmed by the charm of the wise. So they were made like the serpent through their hypocrisy and their feigned talk about God, and like the asp through hiding the deadly venom within themselves. But if they had been compared to an asp only in a simple sense, there would have been hope that they might at some point be benefited; since even that dread reptile sometimes, by incantation and the contrivance of certain others, casts off its venom and lays aside its rage, and is, as it were, made dead as to its malice. But if such bitterness of the asp is weakened by the power of certain words and withers away, and it casts off its venom, what must be said about a human soul, the one made in the image of God
γεγενημένης, ἀλλ' ὅτι καὶ αὐτὴ πολὺ μᾶλλον ἢ τὸ ἑρπυστικὸν ἐκεῖνο γένος μετέβαλεν ἂν ἐπὶ τὸ κρεῖττον, τῆς κακίας ἰὸν ἀποθεμένη, εἰ παρεῖχεν ἑαυτὴν τῇ ἐκ τῶν θείων μαθημάτων ὠφελείᾳ, καὶ ταῖς ἀληθῶς θεοπνεύστοις ἐπῳδαῖς; Διὸ δὴ ἀκριβῶς ὁ λόγος οὐχ ἁπλῶς ἀσπίδι τὴν τοιαύτην παρέβαλεν, ἀλλ' ἀσπίδι κωφῇ, οὐκ ἐκ φύσεως οὔσῃ τοιαύτῃ, ἀλλ' ἐκ προαιρέσεως ἑαυτὴν ἀποκωφούσῃ. Διὸ εἴρηται, Ὡς ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. Οὕτω γάρ ποτε καὶ ἄνθρωπος τῶν θείων ἀνήκοος λόγων, οὐ παρὰ τὸ κεκωφῶσθαι τὴν ψυχὴν, ἐστέρηται τῆς ἀκοῆς, παρὰ δὲ τὴν οἰκείαν βούλησιν· ἑκὼν γὰρ ἑαυτὸν ἀποκωφοῖ βιαζόμενος τὴν ἑαυτοῦ φύσιν. Θεὸς γὰρ κωφὴν ψυχὴν οὐκ εἰργάσατο, ὡς οὐδὲ τυφλὴν, οὐδὲ ἀνάπηρον, οὐδὲ ὅλως λελωβημένην· ἐῤῥωμένην δὲ κατὰ πάσας αὐτῆς τὰς δυνάμεις· ἐπεὶ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν τὴν αὐτοῦ τὸν ἄνθρωπον ὑπεστήσατο. Ἕκαστος δὲ ἑαυτὸν ἀποκωφοῖ καὶ τυφλοῖ, καὶ τὴν οὐσίαν τῆς ἑαυτοῦ ψυχῆς λωβᾶται. Τοῦτο δὲ διὰ Ἠσαΐου τοῦ προφήτου ὁ ἐκ περιτομῆς ἀπελέγχεται πράττων λαός. Διὸ λέλεκται πρὸς αὐτούς· Ἐπαχύνθη ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Οὕτως οὖν ἀσπίδι κωφῇ ἑαυτὴν ἀποκωφούσῃ ὁ τῶν θείων ἀνήκοος λόγων παρωμοίωται. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Ὡς ἀσπίδι κωφῇ, βυούσῃ ὠτίον αὐτῆς, ἵνα μὴ ἀκούσῃ φωνὴν ψιθυριζόντων, ἑκάστου ἐπῳδὰς σεσοφισμένου.
but that it too, far more than that creeping kind, would have changed to the better, laying aside the venom of wickedness, if it had given itself over to the benefit derived from divine teachings and to the truly God-inspired incantations. Therefore the word accurately did not simply compare such a soul to an asp, but to a deaf asp—not being such by nature, but deafening itself by choice. Therefore it is said, "Like a deaf asp that stops its ears." For in this way at one time a man also, unhearing of the divine words, is deprived of hearing not because his soul has been deafened, but because of his own will; for willingly he deafens himself, doing violence to his own nature. For God did not make a deaf soul, nor a blind one, nor a maimed one, nor one wholly mutilated; but one sound in all its powers, since he established man according to his image and likeness. But each one deafens and blinds himself, and maims the substance of his own soul. This the people of the circumcision are reproved by the prophet Isaiah for doing. Therefore it has been said to them: "The heart of this people has grown dull, and with their ears they have heard heavily, and they have shut their eyes, and they have made their ears heavy; lest they see with their eyes, and hear with their ears, and understand with their heart, and turn, and I heal them." Thus, then, the one unhearing of the divine words is likened to a deaf asp that deafens itself. Therefore it is said according to Symmachus: "Like a deaf asp, stopping its ear, so as not to hear the voice of those who whisper, each one having devised incantations.
Ἀλλ' ὁ μὲν νῦν ὑφεστὼς ἅνθρωπος, καὶ τοιοῦτον ἑαυτὸν κατασκευάσας, ὅτε ταῦτα πράττει, τοῖς πολλοῖς γινώσκεται· τῷ δὲ Θεῷ καὶ πρὸ γενέσεως, καὶ πολὺ πρότερον πρὸ τῆς κατὰ γαστρὸς συλλήψεως, τοιοῦτος ἐσόμενος ἐγνωρίζετο. Μάτην ἄρα ἑαυτὸν ἀπατᾷ ὁ λαλεῖν μὲν δικαιοσύνην ἐπαγγελλόμενος, ταῖς δὲ χερσὶν αὑτοῦ συμπλέκων ἀδικίαν· ἔπειτα κρύπτων ἐν τῇ καρδίᾳ ἑαυτοῦ τὴν ἀνομίαν, ὡς καὶ τὸν Θεὸν λησόμενος ἐν τῷ θείῳ δικαιωτηρίῳ. Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰ ἑξῆς. Τὰ προλεχθέντα μα θόντες περὶ τῶν ἁμαρτωλῶν οἱ υἱοὶ τῶν ἀνθρώπων, καὶ ὡς, προγνωσθέντες ὑπὸ τοῦ Θεοῦ, καὶ πρὶν εἰς ἀνθρώπους παρελθεῖν, ἐγνωρίζοντο αὐτῷ ἐσόμενοι τοιοῦτοι, ἀκούετε ὁποῖον τέλος αὐτοὺς διαλήψεται. Ἐπειδὴ γὰρ, φύσεως ἐλευθέρας καὶ αὐτεξουσίου γενόμενοι, διακριτικοί τε τοῦ καλοῦ καὶ τοῦ ἐναντίου, τήν τε εἰς ἑκάτερα ῥοπὴν τὴν ἐν ἑαυτοῖς κεκτημένοι, οὐκ ὀρθῶς ἐχρήσαντο τῷ κριτηρίῳ, οὐδὲ ἠγάπησαν τὴν εὐθεῖαν, καίπερ εἰδότης αὐτὴν, οὐδ' ἔργοις μετῆλθον τὴν δικαιοσύνην, ἣν λόγῳ μόνῳ καὶ χείλεσιν ἐπηγγέλλοντο, τῷ παλαιῷ δὲ ὄφει ὁμοιωθέντες, ἀσπίδος κωφῆς χείρους ἐγένοντο· τούτου χάριν ἐπακούσατε τίνα καὶ αὐτοὺς περιμένει, μαθόντες, ὡς ὁ τῶν ὅλων κριτὴς Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν κατ' οὐδὲν διαφερόντων λεόντων, καὶ ὡς μετὰ πάντα διαλυθήσονται δίκην ὕδατος ἐκρέοντος. Ἀντὶ γὰρ τοῦ, Ἐξουδενωθήσονται ὡς ὕδωρ παραπορευόμενον, ὁ Σύμμαχος ἡρμήνευσε, Διαλυθήτωσαν ὡς ὕδωρ παρερχόμενον ἑαυτῷ.
But the man who now exists and has made himself such as this, when he does these things, is known to the many; but to God, even before his birth, and much earlier before his conception in the womb, he was known as one who would be such. In vain, then, does he deceive himself who promises to speak righteousness but with his own hands weaves iniquity, and then hides lawlessness in his own heart, as though he would escape God's notice in the divine court of judgment. God will shatter their teeth in their mouth, and so on. Having learned the things said beforehand about sinners, you sons of men—and that, foreknown by God, even before they came among men they were known to him as those who would be such—hear what end will overtake them. For since, being of a free and self-determining nature, and having within themselves the power to distinguish good from its opposite, and the inclination toward either, they did not use their judgment rightly, nor did they love the straight way, though they knew it, nor did they pursue in deeds the righteousness which they promised in word and lips alone, but having become like the ancient serpent, they proved worse than the deaf asp—for this reason, hear what also awaits them, having learned that God, the judge of all things, will shatter their teeth, since they differ in nothing from lions, and that after all things they will be dissolved like water flowing away. For instead of "They shall be brought to nothing like water passing by," Symmachus translated, "Let them be dissolved like water passing by itself.
Ἐπειδὴ γὰρ τῷ στόματι καθυποκρίνονται τὴν δικαιοσύνην, εἰκότως τοὺς ὀδόντας αὐτῶν ὁ Θεὸς ἐν τῷ στόματι αὐτῶν συντρίψει. Καὶ ἐπεὶ μὴ ἀπήρκεσεν αὐτοῖς ὁμοιωθῆναι τῷ ὄφει καὶ τῇ προλεχθείσῃ ἀσπίδι κωφῇ, ἤδη δὲ καὶ ἑτέρους λυμαινόμενοι, λέουσι παρεβλήθησαν καὶ σκύμνοις, ἀφ' ὧν τὴν ἑαυτοῦ ψυχὴν ἐῤῥῦσθαι εὔχεται ὁ Δαυῒδ λέγων ἐν τῷ πρὸ τούτου· Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, ἢ, ἐκ μέσου λεόντων τὰς μύλας αὐτῶν συνθλάσειν λέγεται ὁ Θεὸς, δηλαδὴ τὰς τῆς κακίας αὐτῶν δυνάμεις, αἷς ἐπ' ὀλέθρῳ πολλῶν ἐχρήσαντο. Ἐπειδὰν δὲ τοὺς ὀδόντας αὐτῶν καὶ τὰς μύλας συντρίψῃ ὁ Θεὸς, τότε λοιπὸν ἐξουδενωθήσονται ὡς ἂν νεκρωθέντες, καὶ διαλυθήσονται ὡς ὕδωρ παρερχόμενον ἑαυτῷ. Καὶ τοιοῦτον μὲν ἔσται τῶν ἀσεβῶν πάντων τὸ τέλος. Ὃ δὴ
ἀναγκαῖον ὑμᾶς γνῶναι, ὦ υἱοὶ τῶν ἀνθρώπων, ἵν', εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνητε, καὶ μὴ μετέρχησθε τὴν τῶν εἰρημένων ἀνδρῶν ὁδὸν, μηδὲ ἐν καρδίᾳ ἀνομίας ἐργάζησθε, μηδὲ ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκωσι, μηδὲ ἑαυτοὺς κατασκευάζητε ὁμοίους τῷ ὄφει, μηδὲ γένησθε ὡς ἀσπὶς κωφὴ βύουσα τὰ ὦτα αὐτῆς, μηδὲ τοῖς προλεχθεῖσιν ἀσεβέσι καὶ ἁμαρτωλοῖς συναπάγοισθε· οὓς προλαβὼν ὁ Θεὸς τῇ προγνώσει, πρὶν εἰς φῶς προελθεῖν, ἔγνω μὲν τοιούτους ἐσομένους, ὅμως δ' οὖν συνεχώρησε γεννηθῆναι καὶ εἰς φῶς προελθεῖν, τὴν παρ' αὐτοῦ χάριν καὶ αὐτοῖς δωρησάμενος, εἰς τὸ φανεροὺς γενέσθαι τὴν προαίρεσιν. Ἐπεὶ καὶ τὸ τῶν δικαίων τάγμα, ἐξ οἰκείας προαιρέσεως τὴν ὀρθὴν καὶ ἀδιάστροφον μέλλον ὁδεύειν, προλαβὼν ὁ Θεὸς ἔγνω.
For since with their mouth they feign righteousness, fittingly God will shatter their teeth in their mouth. And because it did not suffice for them to be made like the serpent and the deaf asp mentioned before, but now they also destroy others, they have been likened to lions and to whelps, from which David prays that his own soul be delivered, saying in the passage before this: And he delivered my soul from the midst of the whelps, or, from the midst of the lions God is said to shatter their jaws, that is, the powers of their wickedness, which they used for the destruction of many. But when God shatters their teeth and their jaws, then for the rest they will be brought to nothing as having been put to death, and they will be dissolved like water passing away by itself. And such will be the end of all the impious. This indeed
it is necessary for you to know, O sons of men, so that, if you truly speak righteousness, you judge uprightly, and do not pursue the way of the men just mentioned, nor work lawlessness in your heart, nor let your hands weave injustice together, nor fashion yourselves like the serpent, nor become like the deaf asp that stops its ears, nor be led away together with the impious and sinners mentioned before—whom God, foreknowing in his foreknowledge before they came forth into the light, knew indeed that they would be such, yet nevertheless permitted them to be born and to come forth into the light, bestowing even on them the grace that comes from him, so that their choice might become manifest. For also the order of the righteous, which was going to walk the right and undeviating path from its own choice, God foreknew beforehand.
Εἶτ' ἀμφοτέρων τῶν ταγμάτων τὴν αὐτεξούσιον ὁρμὴν ἐλευθέραν ἀνῆκεν, ὡς ἐν σταδίῳ ποιεῖσθαι τὸν δρόμον ἐπιτρέψας αὐτοῖς. Καὶ αὐτὸς μὲν ὁμοίους τὴν φύσιν τοὺς πάντας ὑποστησάμενος, προαιρέσει οἰκείᾳ χρῆσθαι πρὸς τὴν τῶν κρειττόνων αἵρεσιν τοῖς πᾶσιν ὁμοίως συγκεχώρηκεν· οἱ δὲ, ἅτε κύριοι ἑαυτῶν καθεστῶτες, ἄφετοί τε καὶ ἐλεύθεροι τὴν ὁρμὴν, αὐτοπροαιρέτῳ γνώμῃ διέστησαν, οἱ μὲν τὴν εὐθεῖαν ὁδεύειν, οἱ δὲ τὴν διάστροφον ἑλόμενοι. τούτου χάριν ὁ δίκαιος κριτὴς, ἀγωνοθετῶν ἑκατέρῳ τάγματι, τῷ καταλλήλῳ καὶ προσήκοντι τέλει τοὺς ἀξίους παραδίδωσιν· οὐ καθάπερ ἄνθρωποι μαθὼν ἐκ τῆς τῶν πραγμάτων ἀποβάσεως τὸν ἑκάστου τρόπον, οἷα δὲ Θεὸς καὶ πρὸ γενέσεως εἰδὼς ἅπαντα. Διὸ οἱ μὲν ἀπηλλοτριώθησαν παρ' αὐτῷ καὶ πρὶν ἢ τοῖς λοιποῖς γνωσθῆναι· οἱ δὲ ἅγιοι ἐκλογῆς ἠξιώθησαν ὁμοίως Ἱερεμίᾳ τῷ προφήτῃ, ᾧ φησιν ὁ Θεός· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Καὶ ὁ Ἀπόστολος τοῦτο ἐδήλου φάσκων· Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόγνωσιν τοῦ τὰ πάντα ἐνεργοῦντος καὶ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ. Ὁρᾷς ὅπως πρὸ καταβολῆς κόσμου ἐξειλέχθαι καὶ προωρίσθαι εἰς υἱοθεσίαν, κατὰ πρόθεσιν τοῦ πάντα ἐνεργοῦντός φησι; τὴν αὐτὴν δὲ παρίστησι διάνοιαν ὁ αὐτὸς λέγων·
Then he released the self-determining impulse of both orders as free, permitting them to make their course as in a stadium. And he himself, having established all alike in nature, granted to all alike the use of their own free choice for the selection of the better things; but they, being masters of themselves, set loose and free in their impulse, were divided by their own self-chosen judgment, some choosing to walk the straight path and others the crooked. For this reason the righteous judge, presiding over the contest for each order, delivers the worthy to the fitting and proper end; not as humans, who learn each one's character from the outcome of events, but as God, knowing all things even before their birth. Therefore some were estranged from him even before they were known to the rest; but the holy ones were deemed worthy of election, just as Jeremiah the prophet, to whom God says: Before I formed you in the womb, I know you, and before you came forth from the womb, I sanctified you. And the Apostle made this clear, saying: Just as he chose us in him before the foundation of the world, that we should be holy and blameless before him in love, having predestined us for adoption through Jesus Christ; and again: In him we were also allotted an inheritance, having been predestined according to the foreknowledge of him who works all things and according to the counsel of his will, that we should be to the praise of his glory. Do you see how he says they were chosen before the foundation of the world and predestined for adoption, according to the purpose of him who works all things? And the same one presents the same thought, saying:
Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτοτόκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε, οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε. Τὰ ὅμοια δὲ καὶ περὶ ἑαυτοῦ διδάσκει ἐν οἷς φησίν· Ὅτε δὲ ηὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοί. Ὥσπερ οὖν τούτους προγνοὺς μέλλοντας ἀγαπᾷν αὐτὸν προώρισεν, οὕτω καὶ τοὺς ἀσεβεῖς, ἐπειδὴ προέγνω μέλλοντας λαλεῖν δικαιοσύνην διὰ τὸ γινώσκειν αὐτὴν, οὐ μὴν καὶ τοῖς ἔργοις αὐτὴν μετελευσομένους, διὰ τὸ ταῖς χερσὶν ἀδικίαν συμπλέκειν, τούτου χάριν ἀπηλλοτρίωσεν ἀπὸ μήτρας, καὶ ἐν πλανωμένοις καὶ λαλοῦσι ψευδῆ παρ' ἑαυτῷ κατηρίθμησε πρὶν γενέσθαι· συνεχώρησέ τε εἰδὼς αὐτοὺς τοιούτους ἐσομένους εἰς φανερὸν ἐλθεῖν, ὡς ἂν τὸ διάφορον τῶν δικαίων καὶ θεοσεβῶν ἀνδρῶν ἐκ τῆς τῶν χειρόνων παραθέσεως διαλάμψειε. Μιᾶς γὰρ ὄντες φύσεως οἱ πάντες, οἱ μὲν ἑκόντες εἵλαντο τὰ κρείττω, οἱ δὲ τὴν ἐναντίαν ὥδευσαν, αὐτεξουσίῳ προαιρέσει χρησάμενοι. Ὑψηλὸς δὲ ὁ μέγας τῶν ὅλων κριτὴς, προκαθεζόμενος ἑκατέρῳ τάγματι, βραβεύει τὰ πρέποντα. Διὸ τοὺς μὲν ἀγαπήσαντας αὐτὸν ἐδόξασε, συμμόρφους ἀποδείξας τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, ὡς ἂν ἔργῳ τὴν εἰς αὐτὸν ἐνδειξαμένους ἀγάπην· τοὺς δὲ ἐναντίους, ὡς ἂν ἑαυτοὺς ἀπαλλοτριώσαντας τῆς αὐτοῦ χάριτος, καταβάλλει
But we know that to those who love God all things work together for good, to those who are called according to his purpose; for those whom he foreknew he also predestined to be conformed to the image of his Son, so that he might be the firstborn among many brothers. And those whom he predestined he also called, and those whom he called he also justified, and those whom he justified he also glorified. He teaches similar things also about himself in what he says: But when the one who set me apart from my mother's womb was pleased to reveal his Son in me. Just as, then, having foreknown that these would love him, he predestined them, so too the impious—since he foreknew that they would speak righteousness because they know it, yet would not pursue it in their deeds, because they entwine injustice with their hands—for this reason he alienated them from the womb, and numbered them among those who go astray and speak lies before himself before they were born; and knowing that they would be such, he permitted them to come into the open, so that the difference between righteous and God-fearing men might shine forth by the contrast with the worse. For since all are of one nature, some willingly chose the better things, while others traveled the opposite road, making use of self-determining choice. And the great judge of all things, exalted, presiding over each order, awards what is fitting. Therefore he glorified those who loved him, showing them to be conformed to the image of his Son, inasmuch as they demonstrated in deed the love toward him; but the opposing ones, inasmuch as they alienated themselves from his grace, he casts down
συντρίβων αὐτῶν τοὺς ὀδόντας, οἷς οὐ δεόντως ἐχρήσαντο, καὶ συνθλῶν τὰς μύλας αὐτῶν, δι' ὧν πολλοῖς ἐλυμήναντο· καὶ τέλος εἰς ἐξουδένωσιν αὐτοὺς παραδιδοὺς καὶ χλεύην καὶ ὄνειδος· ὅτε καὶ δίκην τῶν ῥευστῶν καὶ οὐχ ἑστώτων ὑδάτων ἀποῤῥέουσιν, αὐτοὶ ἑαυτοῖς τὸ τοιοῦτον προξενήσαντες τέλος. Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε πῦρ ἐπ' αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον. Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον, ὡσεὶ ζῶντας, ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς. Ἀσαφῶς τούτων παρὰ τοῖς Ἑβδομήκοντα φερομένων, μετρίως πως τὴν διάνοιαν σαφέστερον ἀποδέδωκεν ὁ Σύμμαχος, τοῦτον ἑρμηνεύσας τὸν τρόπον· Ὁ τείνων τὸ τόξον αὑτοῦ θορυβηθήτω ὡς τὰ θρυπτόμενα, ὡς περιχωρίον διαλυθὲν, διαφωνείη ἔκτρωμα γυναικὸς, ἵνα μὴ ἴδωσιν ἥλιον. Πρὶν ἢ αὐξήσωσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνος, ἔτι ζῶντα ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ. Εἴη δ' ἂν ὁ νοῦς τῶν προκειμένων τοιοῦτος. Ἐπειδὴ τὰ τέλη τῶν ἁμαρτωλῶν ὁποῖα ἔσται διαγράφειν πρόκειται, καὶ ταῦτα πρὸς τοῖς προλεχθεῖσι περιμένειν αὐτοὺς, ὦ υἱοὶ τῶν ἀνθρώπων, μανθάνετε. Ἐλέγετο δὴ πρὸ τούτου, ὅτι Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰς μύλας τῶν λεόντων συνθλάσει Κύριος, καὶ, ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον. Πρὸς τούτοις οὖν καὶ τάδε πείσονται· ὁ πάλαι πρότερον τὸ ἑαυτοῦ τόξον ἐντείνων, βάλλων τε καὶ ἀναιρῶν ἑτέρους ὥσπερ βέλεσι τοῖς ἑαυτοῦ λόγοις, οὗτος ἐν τῷ τῆς κρίσεως καιρῷ θορυβηθήσεται, καὶ τὰ βέλη αὐτοῦ δι' ὧν ἠκόντιζε καὶ ἀνῄρει πολλοὺς, θρυπτόμενα ἀφανισθήσεται.
Crushing their teeth, which they used improperly, and shattering their molars, through which they harmed many; and finally delivering them over to contempt and mockery and reproach; when also, as the penalty of flowing and unstable waters, they run away, having themselves brought about such an end for themselves. He will bend his bow until they grow weak. Like wax melted they will be destroyed; fire fell upon them, and they did not see the sun. Before you understand your thorns, the bramble, as if living, as if in anger he will swallow you. Since these things are transmitted obscurely in the Seventy, Symmachus has rendered the sense somewhat more clearly, interpreting in this way: He who bends his bow, let him be troubled as things crushed, as a surrounding district dissolved, let him be discordant, an abortion of a woman, so that they may not see the sun. Before your thorns grow, so as to become a bramble, while still living a whirlwind will take them away like stubble. The meaning of the present passage would be as follows. Since it is proposed to describe what the ends of sinners will be, and that these things await them in addition to what has been said before, O sons of men, learn. It was said indeed before this, that God will crush their teeth in their mouth, and the Lord will shatter the molars of lions, and, they will be brought to nothing like water passing through. In addition to these things, therefore, they will also suffer the following: he who formerly bent his own bow, shooting and destroying others with his own words as if with arrows, this one in the time of judgment will be troubled, and his arrows, with which he used to shoot and destroy many, being crushed will be destroyed.
Εἶθ' ὥσπερ χωρίον προχωρῆσαν ἀπὸ γυναικὸς, οὐδεμιᾶς μετέχει ζωῆς, διαλυθὲν δὲ διαφωνεῖ· ἢ ὥσπερ τὸ ἐν τῷ χωρίῳ ἐναποθανὸν ἔκτρωμα, προελθὸν τῆς κατὰ γαστρὸς αὐτὸ φερούσης, οὐδεμιᾶς μετέχει αἰσθήσεως εἰς τὸ ἀπολαῦσαι φωτὸς καὶ ἡλίου· οὕτως οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ οἱ διὰ τῶν προλεχθέντων δηλωθέντες ἔσονται. Τὸ μὲν γὰρ σῶμα αὐτοῖς διαλυθὲν ὁμοίως χωρίῳ, φθορᾷ παραδοθήσεται, ἐλπίδα τῆς μετὰ τῶν ἁγίων ἀναστάσεως οὐχ ἕξον· ἡ δὲ ἐν τῷ σώματι ὥσπερ ἐν χωρίῳ συνειλημένη αὐτῶν ψυχὴ ἐκτρώματι γυναικὸς ὁμοιωθήσεται, μήτε ζωῆς, μήτε φωτὸς, μήτε ἡλίου αὐγῶν ἀπολαύουσα, ἀπὸ σκότους δὲ ἐπὶ σκότος χωρήσει· καὶ οὔτε ἐν χώρᾳ ζώντων ἀναληφθήσεται, οὔτε εὐαρεστήσει τῷ Κυρίῳ ἐν φωτὶ ζώντων· οὐδὲ μὴν ἐρεῖ· Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· στερηθεῖσα δὲ τούτων ἁπάντων, σκότῳ παραδοθήσεται. Οὗ μνημονεύσας ὁ Σωτὴρ, ἔλεγε· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ τοῦτο μὲν ἔσται τῶν ἀσεβῶν τὸ τέλος. Τὸν δὲ καρπὸν αὐτῶν καὶ τὰς πράξεις, ἀκανθῶν οὐδὲν διαφέροντας, πρὶν τελεσφορῆσαι καὶ εἰς τελείωσιν κακίας ἐλθεῖν, ἔτι ἐν ἀρχαῖς οὔσας ξηρανεῖ ἡ καταληψομένη αὐτοὺς ἐκ Θεοῦ ὀργή. Ὃ δὴ σημαίνει ὁ λόγος φάσκων· Πρὶν ἢ αὐξήσωσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνον, ἔτι ζῶντα, ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ.
Then, just as a field that has been discharged from a woman partakes of no life, but when dissolved is discordant; or just as the miscarriage that has died in the field, having come forth from her who carried it in the womb, partakes of no sensation so as to enjoy light and sun; so will the impious and sinners, who have been indicated through the things said before, be. For their body, dissolved like a field, will be handed over to corruption, having no hope of the resurrection with the saints; but their soul, which was conceived in the body as in a field, will be likened to a woman's miscarriage, enjoying neither life, nor light, nor the rays of the sun, but will proceed from darkness to darkness; and it will neither be taken up into the land of the living, nor be well-pleasing to the Lord in the light of the living; nor indeed will it say: Return, my soul, to your rest, because the Lord has dealt bountifully with you; but deprived of all these things, it will be handed over to darkness. Remembering this, the Savior said: Bind his feet and hands, and cast him into the outer darkness; there will be weeping and gnashing of teeth. And this will be the end of the impious. But their fruit and their deeds, differing in nothing from thorns, before they come to maturity and arrive at the perfection of wickedness, while still in their beginnings, the wrath that will overtake them from God will dry up. This the word signifies when it says: Before your thorns grow up, so as to become a bramble, while they are still alive, as dry stubble a tempest will sweep them away.
Ἐπειδὴ τοίνυν τῆς τοῦ Συμμάχου ἑρμηνείας μετρίως πως τὸν νοῦν κατειλήφαμεν, ὥρα καὶ ἐπὶ τὴν τῶν Ἑβδομήκοντα παρελθεῖν, ἔκ τε τῆς λεχθείσης παραθέσεως καὶ τὴν παρ' αὐ τοῖς διάνοιαν συνιδεῖν. Φησὶν οὖν· Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως ἀσθενήσουσιν. Ὁ δὴ μέλλων συντρίβειν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰς μύλας τῶν λεόντων συνθλᾷν Κύριος, αὐτὸς τὸ ἑαυτοῦ τόξον ἐπὶ τοσοῦτον κατ' αὐτῶν ἐντενεῖ βάλλων αὐτοὺς καὶ τιμωρούμενος, ἕως ἀσθενήσωσιν. Οἱ δὲ βαλλόμενοι τῷ πεπυρωμένῳ βέλει, κηροῦ δίκην ὑπὸ πυρὸς τηκομένου διαλυθήσονται· Διὸ λέλεκται· Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται, ἔπεσε πῦρ. Ὥσπερ γὰρ πεσόντος πυρὸς διαλυθεὶς κηρὸς ἀφανίζεται, τὸν αὐτὸν τρόπον καὶ οἱ δηλωθέντες ὑπὸ τῆς καταληψομένης αὐτοὺς ὀργῆς
ἀνταναιρεθήσονται, ὡς μὴ καταξιωθῆναι αὐτοὺς τὸν τῆς δικαιοσύνης ἥλιον ὀφθαλμοῖς ψυχῆς θεάσασθαι· ἀλλὰ καὶ πρὸ τοῦ αὐξῆσαι τὰς ἀκάνθας αὐτῶν καὶ εἰς ῥάμνον χωρῆσαι, ἔτι νεαρὰς οὔσας αὐτῶν τὰς ἀκανθώδεις πράξεις ἡ ὀργὴ καταλήψεται καὶ καταπίεται. Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν, τὰς χεῖρας αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. Καὶ ἐρεῖ ἄνθρωπος· Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. Σύμμαχος· Χαρήσεται δίκαιος ἰδὼν ἐκδίκησιν, τοὺς πόδας αὑτοῦ νίψεται αἵματι ἀσεβοῦς. Ὥσπερ οἱ ψευδῶς δικαιοσύνην λαλοῦντες, ἔργοις δὲ ἀδικίαν συμπλέκοντες, προεγράφησαν ὁποῖον ἕξουσι τέλος· οὕτως ἐχρῆν ἐκ παραλλήλου τοῦ ἀληθινοῦ δικαίου, τοῦ δι' ἔργων ἐνδεικνυμένου τὴν δικαιοσύνην, τὸ χρηστὸν τέλος διδαχθῆναι. Τί συνέσται ἀγαθὸν τῷ τοιούτῳ;
Since, then, we have reasonably grasped the sense of Symmachus's translation, it is time to proceed also to that of the Seventy, and from the comparison just made to discern their meaning as well. He says, then: He will bend his bow until they grow weak. The Lord, who is about to crush their teeth in their mouth and shatter the jaws of the lions, will himself bend his own bow against them to such an extent, striking and punishing them, until they grow weak. But those struck by the fiery arrow will be dissolved like wax melted by fire; therefore it is said: Like wax that is melted they shall be taken away; fire fell. For just as wax, when fire falls upon it, is dissolved and vanishes, in the same way those indicated will be taken away by the wrath that will seize them, so as not to be deemed worthy to behold with the eyes of the soul the sun of righteousness; but even before their thorns grow and pass over into a bramble, while their thorny deeds are still young, wrath will overtake and swallow them up. The righteous man will be glad when he sees vengeance; he will wash his hands in the blood of the sinner. And a man will say: If indeed there is fruit for the righteous man, then surely there is a God judging them on the earth. Symmachus: The righteous man will rejoice when he sees vengeance; he will wash his feet in the blood of the impious. Just as those who speak righteousness falsely but entwine injustice with their deeds were described beforehand as to what end they will have, so too it was necessary, by way of parallel with the true righteous man, who demonstrates righteousness through deeds, that the good end be taught. What good will be present with such a man?
Νῦν μὲν, φησὶ, κατὰ τὸν παρόντα καιρὸν, οὐχ' ὁρῶν τὴν κατὰ τῶν ἀσεβῶν ἐκδίκησιν, πολλάκις σχετλιάζει, ἀποκλαιόμενος καὶ λέγων· Ἵνα τί ἀσεβεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ· ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, τὰ δὲ παιδία αὐτῶν εὐφραίνεται ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν; Καὶ νῦν ὁ αὐτὸς ταπεινούμενός φησιν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλοῦ θεωρῶν. Ἐπειδὰν δὲ ἴδῃ τὸ τέλος τῶν ἀσεβῶν καὶ τὴν κατ' αὐτῶν ἐκδίκησιν, τηνικαῦτα χαρήσεται καὶ εὐφρανθήσεται, οὐ τῇ τῶν ἀσεβῶν ἀπωλείᾳ ἐπιχαίρων, ἀλλ' ἐπὶ τῇ τοῦ Θεοῦ δικαιοκρισίᾳ εὐφραινόμενος. Καὶ τοὺς πόδας δὲ αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἀσεβοῦς· οὐχ αἱμοπότης τις ὢν καὶ φιλοπόλεμος, ἀλλὰ καθαιρόμενος διὰ τῆς ἐκείνων τιμωρίας, καὶ βελτιούμενος διὰ τῆς ἑτέρων ἐπιστροφῆς. Ἢ ἄλλως· Νίψεται τὰς χεῖρας ἐπὶ τῷ αἵματι τοῦ ἁμαρτωλοῦ, ἀθῶον καὶ ἀναίτιον, καὶ καθαρὸν ἑαυτὸν δεικνὺς τῆς ἀπωλείας αὐτοῦ. Ἐπειδὰν οὖν οἱ μὲν ἀσεβεῖς δίκας δῶσι τὰς προσηκούσας· ὁ δὲ δίκαιος ἐκδικηθεὶς, εὐφροσύνης καὶ χαρᾶς ἐμπλησθῇ, καὶ τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίψηται, κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν· εὐλόγως τότε πᾶς ἄνθρωπος, καὶ πᾶσα φωνὴ καὶ γλῶσσα ἀποφανεῖται, ὅτι, Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς ὁ κρίνων αὐτοὺς ἐν τῇ γῇ. Εἰ γάρ ἐστι καρπὸς τῷ δικαίῳ, περὶ οὗ καρποῦ εἴρηται ἐν πρώτῳ ψαλμῷ·
Now, he says, at the present time, not seeing the vengeance against the impious, he often complains bitterly, weeping and saying: Why do the impious prosper, and are grown fat even in wealth? Their seed is according to their soul, and their children rejoice, taking up psaltery and harp. And now the same man says in his humiliation: But as for me, my feet were almost shaken, my steps had nearly slipped, because I was jealous of the lawless, seeing the peace of the sinner. But when he sees the end of the impious and the vengeance against them, then he will rejoice and be glad, not rejoicing over the destruction of the impious, but gladdened at the just judgment of God. And he will wash his feet in the blood of the impious man—not being some blood-drinker and lover of war, but being cleansed through their punishment, and made better through the conversion of others. Or otherwise: He will wash his hands in the blood of the sinner, showing himself innocent and blameless and clean of his destruction. When, then, the impious pay the penalties that are due, and the righteous man, having been vindicated, is filled with gladness and joy, and washes his hands and his feet, according to the other translators, in the blood of the sinner, according to the meaning that has been set forth—then with good reason every man, and every voice and tongue, will declare that, If indeed there is a fruit for the righteous man, then surely there is a God who judges them on the earth. For if there is a fruit for the righteous man—of which fruit it has been spoken in the first psalm—
Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὑτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Εἰ οὖν ἔσται μισθὸς καὶ καρπὸς ἀγαθὸς τῷ τὴν δικαιοσύνην ἐργασαμένῳ, ὃν ἀπολήψεται κατὰ τὸν τῆς δικαιοκρισίας τοῦ Θεοῦ καιρόν, ἀκόλουθόν ἐστι νοεῖν, ὅτι καὶ πρὸ τῆς κρίσεως τοὺς ἐπὶ τῆς γῆς τὸν θνητὸν ἔτι διεξανύοντας βίον ἔστι Θεὸς ἐφορῶν καὶ διακρίνων. Εἰ γὰρ καὶ τὰ μάλιστα οὐχ ὁρῶνται αὐτοῦ αἱ κρίσεις ἐπὶ τοῦ παρόντος, ἀλλ' ὅμως οὐκ ἄκριτα, οὐδὲ ἀνεξέταστα τυγχάνει παρ' αὐτῷ τὰ ἐν ἀνθρώποις. Εἰ μὲν γὰρ ἔμελλον οἱ δίκαιοι τοῖς ἀδίκοις συναπολέσθαι, καὶ μηδεὶς ἦν καρπὸς τῷ δικαίῳ, ἦν ἂν εἰπεῖν μηδὲ ἐφορᾷν τὰ ἀνθρώπινα τὸν Θεόν· ἐπεὶ δὲ ἔσται τις καιρὸς ἐν ᾧ ὁ μὲν δίκαιος χαρήσεται, οἱ δὲ ἁμαρτωλοὶ τὸ προλεχθὲν περὶ αὐτῶν τέλος ἕξουσιν, εἰκότως οὐδὲ ἀμφιβάλλειν προσήκει, ὁμολογεῖν δὲ πάντα ἄνθρωπον καὶ ἀποφαίνεσθαι, ὅτι ἔστι Θεὸς ἔφορος καὶ ἐπίσκοπος τῶν ἐν ἀνθρώποις πραττομένων, κρίνων ἅπαντας τοὺς ἐν τῇ γῇ πολιτευσαμένους. Ταῦτα μὲν οὖν ταύτῃ. Ἐπιστῆσαι δὲ προσήκει, μήποτε ἡ μετὰ χεῖρας προφητεία, πᾶσα ἀκόλουθος οὖσα καὶ συνημμένη ταῖς πρὸ αὐτῆς, τὰ τέλη διαγράφει τῶν τὰς περὶ Χριστοῦ προφητείας μελετώντων καὶ δικαιοσύνην τῷ στόματι λαλούντων καὶ παραδεξαμένων αὐτὸν ἐλθόντα, μηδὲ ἐπακουσάντων αὐτοῦ τῆς φωνῆς βοῶντος πρὸς αὐτοὺς, καὶ λέγοντος· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω· οἵτινες ὡμοίωσαν ἑαυτοὺς
And it shall be like the tree planted by the channels of waters, which will give its fruit in its season. And its leaf shall not fall off, and all things whatsoever it does shall prosper. If, then, there shall be a reward and good fruit for the one who has worked righteousness, which he shall receive at the time of God's righteous judgment, it follows to understand that even before the judgment God oversees and distinguishes those who are still passing through this mortal life on earth. For even if his judgments are not especially seen at present, nevertheless the things done among men are not unjudged nor unexamined before him. For if the righteous were going to perish together with the unrighteous, and there were no fruit for the righteous, one could say that God does not even oversee human affairs; but since there will be a time in which the righteous man will rejoice, and the sinners will have the end foretold concerning them, it is fitting neither to doubt, but to confess and to declare, every man, that God is the overseer and inspector of the things done among men, judging all who have lived their lives on earth. So much, then, for this. But it is fitting to note, lest perhaps the prophecy at hand, being wholly consistent and connected with those before it, describes the ends of those who study the prophecies concerning Christ and speak righteousness with their mouth and received him when he came, yet did not listen to his voice crying to them and saying: He who has ears to hear, let him hear; who made themselves
τῷ ὄφει, καὶ τὰ ὦτα αὑτῶν πεποιήκασιν ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὑτῆς. Οἱ δὲ αὐτοὶ καὶ τοὺς ὀδόντας αὐτῶν καὶ τὰς μύλας διὰ τῶν κατὰ τοῦ Σωτῆρος ἡμῶν βλασφημιῶν ἠκόνησαν. Εἰκότως οὖν περὶ αὐτῶν λεχθείη ἄν· Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος. Δύναται δὲ ταῦτα καὶ περὶ πάντων τῶν τὰ ἄθεα δόγματα καὶ τὰς ἀσεβεῖς ψευδοδοξίας ἐν ταῖς ἀθέοις αἱρέσεσι συστησαμένων λέγεσθαι, καὶ περὶ τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου ἐπαγγελλομένων, οἳ τὰς γλώσσας αὐτῶν ἠκόνησαν κατὰ τῆς σωτηρίου διδασκαλίας· οὐ παραιτητέον δὲ καὶ τοὺς ἐν τῇ Ἐκκλησίᾳ διαβολαῖς καὶ καταλαλιαῖς ἐπ' ὀλέθρῳ τῶν πλησίον σχολάζοντας τούτοις συμπαραλαμβάνειν· πρὸς οὓς ἅπαντας λέγοιτ' ἂν τὸ, Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων· εἰδότες, ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν· καὶ, δεῖ τοὺς πάντας παραστῆναι τῷ βήματι τοῦ Θεοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.
to the serpent, and they have made their ears like a deaf asp that stops up its ears. And the same men have sharpened their teeth and their molars through their blasphemies against our Savior. Reasonably, then, it might be said concerning them: God shall crush their teeth in their mouth; the Lord has shattered the molars of the lions. But these things can also be said concerning all who have established godless doctrines and impious false opinions in the godless heresies, and concerning those who profess the wisdom of this age, who have sharpened their tongues against the saving teaching. Nor should we decline to include along with these also those in the Church who occupy themselves with slanders and backbitings to the destruction of their neighbors; to all of whom it might be said: If truly then you speak righteousness, judge uprightly, you sons of men; knowing that God will bring every work into judgment; and, all must stand before the judgment seat of God, so that each may receive the things done through the body, according to what he has done, whether good or evil.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ ΤΩ ΔΑΥΙΔ, ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΑΠΕΣΤΕΙΛΕ ΣΑΟΥΛ, ΚΑΙ ΕΦΥΛΑΞΕ ΤΟΝ ΟΙΚΟΝ ΑΥΤΟΥ, ΤΟΥ ΘΑΝΑΤΩΣΑΙ ΑΥΤΟΝ. ΝΗʹ. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με. Τετηρήκαμεν ἤδη πρότερον, ὅτι οἱ ἀπὸ τοῦ αʹ καὶ νʹ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυῒδ, ἔτι ζῶντος τοῦ Σαοὺλ, εἴρηντο· ὥσπερ οὖν οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βίβλου σχέδον πάντες, παρεκτὸς ὀλίγων, μετὰ τὸ πλημμεληθὲν αὐτῷ σφάλμα, καὶ ὅτι καθ' ὑπερβολὴν εὐλαβείας πρώτους ἔταξεν ἐν τῇ βίβλῳ τοὺς ἐξομολόγησιν περιέχοντας, δευτέρους ὄντας τῷ χρόνῳ· τοὺς δὲ τῷ χρόνῳ πρώτους, δευτέρους συνῆψε, ὡς ἂν καλύπτοιτο τὰ τῆς ἐξομολογήσεως διὰ τῆς τῶν κατορθωμάτων μνήμης. Τοῦτο τοίνυν καὶ ὁ παρὼν συνίστησι ψαλμός· συνήθως δὲ εἰρήσθω, ἐπείπερ καὶ αὐτὸς στηλογραφία τυγχάνει, ἐπισημαινόμενος καθ' ὃν ἐλέχθη καιρόν· ἦν δὲ οὗτος, Ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν. Πλατύτερον δὲ τὴν ἱστορίαν ἡ πρώτη τῶν Βασιλειῶν παρίστησι, τοῦτον ἔχουσα τὸν τρόπον· Καὶ προσέθετο πόλεμος γενέσθαι· καὶ κατίσχυσε Δαυῒδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ. Καὶ ἐγένετο πνεῦμα πονηρὸν ἐπὶ Σαούλ· καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ ἰδοὺ Δαυῒδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυΐδ· καὶ ἀπέστη Δαυῒδ ἐκ προσώπου Σαοὺλ, καὶ ἐπάταξε τὸ δόρυ εἰς τὸν τοῖχον. Καὶ Δαυῒδ ἀνεχώρησε καὶ διεσώθη.
For the end, that he corrupt not, to David, for an inscription, when Saul sent and guarded his house to kill him. Psalm 59. Deliver me from my enemies, O God, and from those who rise up against me redeem me. We have already observed before that the psalms from the first and the fiftieth were spoken before David reigned, while Saul was still alive; just as, then, nearly all those in the first part of the book, except a few, were spoken after the sin he committed, and that out of an excess of piety he placed first in the book those containing confession, though they are second in time, while those first in time he joined as second, so that the matters of confession might be covered by the remembrance of his successes. This, then, the present psalm also establishes; and let it be said in the customary way, since it too is an inscription, being marked with the time at which it was spoken; and this was, When Saul sent and guarded his house to kill him. The first book of Kingdoms sets out the history more fully, having this form: And war was added to take place; and David prevailed, and fought the foreigners, and struck them with a very great blow, and they fled from before him. And an evil spirit came upon Saul; and he was sleeping in his house, and a spear in his hand; and behold, David was playing with his hands. And Saul sought to strike the spear into David; and David departed from before Saul, and struck the spear into the wall. And David withdrew and was saved.
Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλεν ἀγγέλους εἰς οἶκον Δαυῒδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ. Καὶ ἀνήγγειλε τῷ Δαυῒδ Μελχὸλ, ἡ γυνὴ αὐτοῦ, λέγουσα· Ἐὰν μὴ σὺ σωθῇς τὴν ψυχὴν σεαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυῒδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε, καὶ σώζεται· ὅτε καὶ τὴν προκειμένην στηλογραφίαν συντάττει· διὸ προγέγραπται· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Τὸ μὲν οὖν, εἰς τὸ τέλος τῷ Δαυῒδ, καὶ τὸ, μὴ διαφθείρῃς, καὶ ἡ στηλογραφία, τρίτον ἤδη εἴρηται ἐφεξῆς· ἀλλὰ τὸ μὲν πρῶτον, ἕτερον ἐσήμανε καιρὸν, ὃν ἐδήλου ἡ προγραφὴ λέγουσα· Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· τὸ δὲ δεύτερον, Ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· ἐνταῦθα δὲ, Ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Τὸ δὲ αἴτιον τῆς τοῦ Σαοὺλ κατὰ τοῦ Δαυῒδ
And it came to pass that night, and he sent messengers to the house of David to guard him, to put him to death in the morning. And Melchol, his wife, reported to David, saying: If you do not save your own soul this night, tomorrow you shall be put to death. And Melchol let David down through the window, and he departed and fled, and was saved; at which time he also composed the present inscription; therefore it has been written beforehand: For the end, that you corrupt not, to David, for an inscription, when Saul sent and guarded his house to put him to death. The phrase, then, "For the end, to David," and "that you corrupt not," and "the inscription," have now been spoken for the third time in succession; but the first, it indicated a different time, which the superscription made clear, saying: When the foreigners seized him in Geth; and the second, In his fleeing from the face of Saul into the cave; but here, When Saul sent and guarded his house to put him to death. And the cause of Saul's against David
ἐπιβουλῆς φθόνος ἦν. Ἐπειδὴ γὰρ τὴν κατὰ τοῦ ἀλλοφύλου Γολιὰθ ἤρατο νίκην, ὑμνεῖτό τε ἐπὶ τοῦτο παρὰ τοῖς πᾶσι, τούτου χάριν ὡρμᾶτο θανατῶσαι αὐτόν· καὶ μάλιστα ὅτε εἶδεν, ὡς Κύριος ἦν μετὰ τοῦ Δαυῒδ, καὶ αὐτὸς συνῆκε σφόδρα, καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδα ἠγάπα τὸν Δαυΐδ. Ἔτι τε μᾶλλον ἐξήφθη τὰ τῆς ζηλοτυπίας, ὡς ἑώρα αὐτὸν κρατοῦντα ἐν πολέμοις συνεργείᾳ καὶ βοηθείᾳ Θεοῦ. Λέγει δ' οὖν ἡ Γραφή· Καὶ εἶδε Σαοὺλ, ὅτι Κύριος μετὰ Δαυῒδ, καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν. Καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυῒδ ἔτι. Καὶ ἐγένετο Δαυῒδ ἐχθρὸς τοῦ Σαοὺλ πάσας τὰς ἡμέρας. Ἐπεὶ δὲ καὶ αὖθις προσέθετο πόλεμος γενέσθαι, καὶ κατίσχυσε Δαυῒδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ· πάλιν τὸ πνεῦμα τοῦ φθόνου τὸν Σαοὺλ ἔπνιγεν, ὡς ἤδη καὶ αὐτόχειρα ἐθέλειν γενέσθαι τοῦ ἀνδρός. Ἐπειρᾶτο γοῦν τῷ δόρατι κατ' αὐτοῦ· ὡς δ' ἠστόχησε τῆς πληγῆς, οὐκέτ' ἐπικεκρυμμένως, ἐκ δὲ τοῦ φανεροῦ ἀποστείλας εἰς τὸν οἶκον τοῦ Δαυῒδ, θανατῶσαι αὐτὸν ὡρμήθη. Ὁ δ' ἐν τοιαύτῃ ἀποληφθεὶς συμφορᾷ, τὴν προκειμένην στηλογραφίαν συντάττει, ἀναβοῶν πρὸς τὸν Θεὸν καὶ λέγων· Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Εὔχεται δὲ διὰ τούτων φύλακος τυχεῖν τοῦ Θεοῦ, βοηθοῦ τε καὶ σωτῆρος, εἰς τὸ μὴ ἁλῶναι ὑπὸ τῶν ἐχθρῶν, μηδ' ὑποχείριον αὐτοῖς γενέσθαι·
The envy was part of the plot. For since he had won the victory over Goliath the foreigner, and was for this praised by all, on this account he set out to put him to death; and especially when he saw that the Lord was with David, and he himself understood it well, and all Israel and Judah loved David. And still more the things of jealousy were kindled, as he saw him prevailing in wars by the cooperation and help of God. So then the Scripture says: And Saul saw that the Lord was with David, and all Israel loved him. And he added to be afraid of David still more. And David became an enemy to Saul all his days. And when again war was added to happen, and David prevailed, and fought the foreigners, and struck among them a great blow, and they fled from before him, again the spirit of envy choked Saul, so that he now even wished to become the man's own killer. At any rate he made an attempt against him with the spear; and when he missed the blow, no longer secretly, but openly sending to the house of David, he set out to put him to death. But he, caught in such a calamity, composes the inscription set before us, crying out to God and saying: Deliver me from my enemies, O God, and from those who rise up against me redeem me. Rescue me from those who work lawlessness, and from men of blood save me. And through these things he prays to obtain God as a guard, a helper and a savior, so as not to be captured by his enemies, nor become subject to them.
ἢ καὶ ὑπὲρ τοῦ μὴ καὶ αὐτὸν ὅμοιον αὐτοῖς ἀποφανθῆναι, μηδὲ γενέσθαι ἕνα τῶν ἐργαζομένων τὴν ἀνομίαν, μηδὲ τῆς μερίδος τῶν ἀνδρῶν τῶν αἱμάτων, περὶ ὧν καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγετο· Ἄνδρες αἱμάτων καὶ δολιότητος, οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ἐχθροὺς δὲ ὅτι μὴ τοὺς ὁρατοὺς μόνους ἐγίνωσκεν, ἀλλὰ τοὺς ἀφανεῖς καὶ ἀοράτους, οἳ καὶ αὐτοὶ ἐνήργουν τὸν Σαούλ· πνεῦμα γὰρ πονηρὸν ἦν ἐπὶ Σαοὺλ, ὑφ' οὗ κινούμενος ἐξεκαίετο ἐπὶ τὸν κατὰ τοῦ Δαυῒδ φθόνον· πολλάκις ἡμῖν ἀποδέδεικται. Κἀνταῦθα τοίνυν τῶν μὲν πολεμίων περιγενόμενος ἀναγέγραπται, νίκην τε πολλάκις ἀράμενος κατὰ τῶν ἀλλοφύλων. Δεινοὶ δὲ ἦσαν ἄρα ἐχθροὶ καὶ πολέμιοι οἱ ἀφανεῖς αὐτοῦ ἐχθροὶ, οὓς παριστὰς καὶ διὰ τῶν προκειμένων ἔλεγεν· Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί. Ἐκ μὲν οὖν τῆς ἱστορίας οὐδετέρους φαίνεται ἐσχηκὼς ἐχθροὺς ἢ μόνον τὸν Σαούλ. Τοῦτο γὰρ παρέστησεν ἡ Γραφὴ μαρτυραμένη, ὅτι ἠγαπᾶτο ὑπὸ παντὸς τοῦ λαοῦ· καὶ τοῦτ' ἦν μάλιστα τὸ αἴτιον τῆς κατ' αὐτοῦ βασκανίας. Εἰ τοίνυν πάντες ἠγάπων τὸν Δαυῒδ, μόνος δὲ Σαοὺλ καὶ ἐπὶ τούτῳ φθόνῳ πιμπράμενος ἐπεβούλευσεν αὐτῷ, πῶς ἐνταῦθα πληθυντικῶς φησιν, Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμέ· καὶ πάλιν, Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί; Ἀλλὰ γὰρ σαφῶς διὰ τούτων παρίστανται ἀόρατοι καὶ ἀφανεῖς ἐχθροὶ, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἔλεγεν·
Or also so that he himself might not be shown to be like them, nor become one of those who work lawlessness, nor share the portion of the men of blood, about whom it was also said earlier: Men of blood and deceit shall not halve their days; but I will hope in you. And enemies, because he knew not only the visible ones but also the unseen and invisible ones, who themselves also stirred up Saul; for a wicked spirit was upon Saul, by which he was moved and burned with envy against David—this has often been demonstrated by us. Here too, then, he is recorded as having prevailed over his foes and often won victory over the foreigners. But formidable indeed were his enemies and foes—his unseen enemies—whom he sets before us and through the preceding words said: For behold, they hunted my soul; strong men set upon me. From the history, then, it appears that he had neither kind of enemy except only Saul. For the Scripture testified this, that he was loved by all the people; and this was especially the cause of the envy against him. If, then, all loved David, and only Saul, burning with envy on this account, plotted against him, how does he say here in the plural, Deliver me from my enemies and from those who rise up against me; and again, For behold, they hunted my soul; strong men set upon me? But clearly through these words are set before us invisible and unseen enemies, about whom the Apostle also said:
Οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ πρὸς τὰ πνεύματα τῆς πονηρίας. Οὗτοι γοῦν ἐξέκαον τὸν Σαοὺλ κατὰ τοῦ Δαυΐδ· διὸ ἐξ αὐτῶν ῥυσθῆναι ἐδεῖτο τοῦ Θεοῦ. Πρὸς μὲν γὰρ τὸν Γολιὰθ, καὶ πρὸς τοὺς λοιποὺς ἀλλοφύλους ἀπήρκει αὐτὸς ἱστάμενος, καὶ πολέμου νόμῳ τοῖς πᾶσιν ἐπεξιών· πρὸς δὲ τὰς ἀφανεῖς δυνάμεις καὶ τοὺς ἀοράτους ἐχθροὺς Θεὸν ὑπέρμαχον ἠξίου αὐτῷ γενέσθαι. Ὅτι δὲ μηδὲν ἀδικήσας τὸν Σαοὺλ, μάτην ἠλαύνετο ὑπ' αὐτοῦ, παρίστησι μὲν ἡ ἱστορία, ἐμφαίνει δὲ καὶ αὐτὸς ἑξῆς λέγων· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. Ἀντὶ δὲ τοῦ, ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα, ὁ Σύμμαχος, μὴ οὔσης, φησὶν, ἁμαρ τίας, ἐπιτρέχουσιν, ἵνα ἑλκύσωσί με. Μηδεμιᾶς γὰρ προφάσεως ὑποκειμένης, τοσαῦτα κατ' αὐτοῦ ἐνεχείρουν οἱ
δηλωθέντες. Καὶ θέα τίνα τρόπον ἐπὶ μὲν τοῖς προκειμένοις παῤῥησίαν ἄγων ὁ Δαυῒδ φαίνεται· ἐν δὲ τῷ πρώτῳ μέρει τῶν Ψαλμῶν ἔλεγεν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἐξωμολογεῖτο διὰ τῶν ἔμπροσθεν· ἐπὶ δὲ τοῦ παρόντος φησίν· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύριε, ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. Νοήσεις δὲ τὸν δρόμον, ὃν ἔτρεχε Δαυῒδ, παραθεὶς τὴν ἀποστολικὴν φωνὴν δι' ἧς ἔλεγε· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
For our struggle is not against blood and flesh, but against the principalities and the powers, and the world-rulers of this darkness, and against the spirits of wickedness. These, then, inflamed Saul against David; therefore he begged to be delivered from them by God. For against Goliath and the rest of the foreigners, he himself standing was sufficient, and pursuing them all by the law of war; but against the unseen powers and the invisible enemies he deemed it right that God should become his champion. That he suffered no wrong from Saul, but was driven by him in vain, the history sets forth, and he himself also indicates, saying next: Neither my lawlessness, nor my sin; without lawlessness I ran and was directed. But instead of "without lawlessness I ran and was directed," Symmachus says, "when there was no sin, they run upon me, that they might drag me away." For since no pretext lay beneath, so many things against him did those who were indicated attempt. And observe in what manner in the preceding matters David appears to have boldness; but in the first part of the Psalms he said: For my lawlessnesses rose above my head, like a heavy burden they weighed heavily upon me. My wounds stank and festered from the face of my folly. These things and those like them he confessed through the earlier passages; but in the present he says: Neither my lawlessness, nor my sin, O Lord, without lawlessness I ran and was directed. And you will understand the course that David ran, having set beside it the apostolic voice through which he said: I have fought the good fight, I have finished the course, I have kept the faith.
λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε, καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ. Ὡς ἀγαθὸς δρομεὺς καὶ ἀγωνιστὴς ἄριστος τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζόμενος, ἐφ' οἷς ἐπαῤῥησιάσατο εἰπών· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· διεγείρει τὸν ἀγωνοθέτην ἐπὶ τὴν θέαν τῆς οἰκείας ἀρετῆς, καὶ ἰδεῖν ἀξιοῖ ὅπως τοῖς εἰρημένοις λόγοις σύμφωνα ᾖ αὐτῷ τὰ ἔργα, Δείκνυται δὲ τοῦτο καὶ ἀπὸ τῆς ἱστορίας, ἐν ᾗ μυρία μὲν πεπονηκὼς ὑπὸ τοῦ Σαοὺλ φαίνεται, οὐδὲν δὲ αὐτὸς κατ' αὐτοῦ λυπηρὸν δράσας, ἐκ δὲ τοῦ ἐναντίου πολλάκις ἁλόντα αὐτὸν διασώσας αὐτίκα. Καὶ ὅτε τὸ πονηρὸν πνεῦμα ἔπνιγεν αὐτὸν, σωτὴρ αὐτῷ παρεφαίνετο Δαυῒδ, ἀνακρουόμενος μὲν τῷ ὀργάνῳ, δυνάμει δὲ τοῦ ἐν αὐτῷ θείου Πνεύματος τὴν ἐν τῷ Σαοὺλ ἐναντίαν δύναμιν ἐλαύνων. Τὸ ἀνεξίκακον τοίνυν ἑαυτοῦ καὶ τὸ πρᾶον, καὶ τὸ ὑπομονητικὸν δεικνὺς τῷ Θεῷ ἔλεγεν· Οὔτε ἡ ἀνομία μου, καὶ τὰ ἑξῆς. Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε. Εἶθ' ἑξῆς τοσαύτῃ χρησάμενος παῤῥησίᾳ, φωτίζεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος, καὶ διδάσκεται, ὡς ἄρα ἔσται τις καιρὸς ἐν ᾧ καὶ ὁ Χριστὸς τοῦ Θεοῦ διωχθήσεται, καὶ ἐπιβουλευθήσεται ὑπὸ τοῦ Ἰουδαίων ἔθνους, σωτήρ τε καὶ ἐπίσκοπος τῶν ἐθνῶν ἁπάντων γενήσεται· ἐν ᾧ καιρῷ καὶ αὐτοῦ τοῦ Δαυῒδ τὰ κατορθώματα καὶ αἱ ἀρεταὶ ᾀσθήσονται καὶ βοηθήσονται ἐν πᾶσι τοῖς ἔθνεσι. Καὶ τοῦτο γνοὺς καθ' ὑποβολὴν τοῦ ἁγίου Πνεύματος, ἐπιστῆναί ποτε τοῦτον εὔχεται τὸν καιρόν. Διὸ ἑξῆς φησι·
Henceforth there is laid up for me the crown of righteousness. Awake to meet me and see, you also, O Lord God of hosts, the God of Israel. As a good runner and the best of athletes, striving the good contest, on the grounds of what he boldly declared when he said, Neither is my lawlessness, nor my sin; without lawlessness I ran and directed my course, he rouses the judge of the contest to behold his own virtue, and deems it worthy that his deeds be seen to accord with the words spoken. This is shown also from the history, in which he appears to have suffered countless things at the hands of Saul, yet to have done nothing grievous against him himself, but on the contrary often to have saved him when he had been captured, straightway. And when the evil spirit was choking him, David appeared to him as a savior, both striking the strings with the instrument and by the power of the divine Spirit within him driving out the opposing power in Saul. Showing, then, his own forbearance of evil and his gentleness, and his patience, he said to God: Neither is my lawlessness, and the rest. Awake to meet me, and see. Then next, having used such great boldness, he is enlightened by the prophetic spirit, and is taught that there will indeed be a time in which the Christ of God will be persecuted and plotted against by the nation of the Jews, and will become savior and overseer of all the nations; in which time also the achievements and virtues of David himself will be sung and will be helped among all the nations. And knowing this by the suggestion of the Holy Spirit, he prays that this time may come at some point. Therefore he says next:
Καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, πρόσχες ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Ὁ μὲν γὰρ Ἰσραὴλ, ὁ σὸς χρηματίσας πρότερος λαὸς, πολλῶν εὐεργεσιῶν τετυχηκὼς, καὶ πολλῶν ἀγαθῶν ἀξιωθεὶς, οὐδένα σου ἄξιον ἐπεδείξατο καρπόν· ἀεὶ δὲ καὶ πάντοτε παντοίαις ὑποπέπτωκεν ἀσεβείαις, τοτὲ μὲν εἰδωλολατρῶν, τοτὲ δὲ τοὺς σοὺς προφήτας ἀναιρῶν· τέλος δὲ καὶ αὐτῷ τῷ Χριστῷ σου χεῖρας ἐπιβαλών. Θαυμαστὰ δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος προμαθὼν περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς, εἰκότως ἐπιστῆναι τὸν καιρὸν ἐκεῖνον εὔχομαι, εἰδὼς, ὅτι οὐκ ἔστι παρὰ σοὶ προσωποληψία. Δικαιοσύνῃ δὲ τὰ πάντα διέπων, οἶδας καὶ ἔθνη ἀλλόφυλα καὶ ἀλλογενῆ τῆς πλάνης ἐπιστρέφοντα σώζειν· οἶδας καὶ τοὺς νομιζομένους τῆς σῆς εἶναι μερίδος, εἰ ἀνάξιοι εὑρίσκοιντο, τῆς τοιαύτης κλήσεως μετέρχεσθαι. Διὸ περὶ μὲν τῶν ἐθνῶν εὔχομαι λέγων· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· περὶ δὲ τοῦ ἑτέρου μέρους φημί· Μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Λέγων δὲ ἀδιορίστως, πάντας, καὶ τὸν Ἰσραὴλ συμπαραλαμβάνει, καὶ τοὺς ἐν αὐτῷ πάλαι γενομένους τοιούτους. Τί γὰρ καὶ πλέον γέγονε, φησὶ, τῷ Σαοὺλ, τὸ μὲν γένος ἀπὸ τοῦ Ἰσραὴλ ὁρμωμένῳ, καὶ φυλῆς Βενιαμὶν, βασιλεῖ δὲ τοῦ τοσούτου ἔθνους καθισταμένῳ, τοσαῦτα δὲ εἰκῆ καὶ μάτην κατὰ τοῦ μηδὲν ἠδικηκότος ἐπιχειροῦντι; Εἰ δὲ οὖν τὰ ἀδελφὰ τῷ Σαοὺλ φρονοῦντές τε καὶ πράττοντες γένοιντό ποτε ἕτεροι, οὐ παρὰ τοῦτο σώζεσθαι αὐτοὺς ἀνάγκη διὰ τὸ νομίζεσθαι τῆς σῆς μερίδος εἶναι·
And you, O Lord God of hosts, the God of Israel, give heed to visit all the nations. For Israel, your people who were called first, having obtained many benefactions and been deemed worthy of many good things, showed no fruit worthy of you; but always and at all times they fell under every kind of impiety, at one time worshipping idols, at another killing your prophets; and finally they even laid hands on your Christ himself. But having learned beforehand through your Spirit wonderful things concerning the conversion of the nations, I rightly pray that that time may come, knowing that with you there is no partiality. And governing all things in righteousness, you know how to save the nations of alien race and alien lineage as they turn from their error; you know also how those who are thought to be of your portion, if they are found unworthy, are to be removed from such a calling. Therefore concerning the nations I pray, saying: Give heed to visit all the nations; but concerning the other part I say: Do not pity all those who work lawlessness. And speaking without distinction—all—he includes Israel also, and those who were formerly such among them. For what more, he says, did Saul have—he who was of the race of Israel and of the tribe of Benjamin, and was appointed king of so great a nation—when he undertook so many things rashly and in vain against one who had done him no wrong? If, then, others should ever think and act in ways akin to Saul, it is not for this reason necessary that they be saved, because they are thought to be of your portion.
ὡς ἔμπαλιν ἐν τοῖς ἀλλοφύλοις ἔθνεσιν, εἰ εὑρίσκοιντό τινες ἐπιτηδείως ἔχοντες πρὸς σωτηρίαν, οὐδὲν ἂν κωλύοι τῆς σῆς ἐπισκοπῆς αὐτοὺς τυχεῖν κατὰ τὸν τοῦ δικαίου λόγον. Διό φημι·
Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· τοὺς δὲ ἐργαζομένους τὴν ἀνομίαν, ὅθεν δήποτε εἶεν, μὴ οἰκτειρήσῃς. Μέμνηται δὲ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἀνωτέρω λέγων· Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Οὕτω δὲ ἐκάλει τοὺς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἀθέους ἐπενέγκαντας χεῖρας. Τοὺς αὐτοὺς δὲ ᾐνίττετο καὶ ἐν νδʹ ψαλμῷ λέγων· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτήν· καὶ πάλιν· Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ, διεμερίσθησαν ἀπ' ὀργῆς τοῦ προσώπου αὐτοῦ· καὶ αὖθις· Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἐγὼ δὲ ἐπὶ σὲ ἐλπιῶ. Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Σφόδρα ἀκολούθως ἐπισκοπὴν τῶν ἐθνῶν ἱκετεύσας γενέσθαι, τῶν τε ἐργαζομένων τὴν ἀνομίαν ἐκδίκησιν, ἑξῆς θεσπίζει φάσκων· Ἐπιστρέψουσιν εἰς ἑσπέραν. Τίνες δὲ οὗτοι ἀλλ' οἱ ἐργαζόμενοι τὴν ἀνομίαν καὶ οἱ ἄνδρες τῶν αἱμάτων; Διὰ τί δὲ εἰς ἑσπέραν; ἐπειδὴ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἤμελλε ταῦτα γίγνεσθαι. Ἀντὶ δὲ τοῦ, Καὶ λιμώξουσιν ὡς κύων, ὁ μὲν Ἀκύλας, Καὶ ὀχλασάτωσαν ὡς κύων, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, Καὶ συνηχήσουσιν ὡς κύνες· ὁ δὲ Θεοδοτίων, Καὶ ἠχήσουσιν ὡς κύων· καὶ ἡ πέμπτη ἔκδοσις ὁμοίως, Καὶ ἠχήσουσιν ὡς κύνες.
as, on the contrary, among the foreign nations, if any were found disposed toward salvation, nothing would prevent them from obtaining your visitation according to the just word. Therefore I say:
Give heed to visit all the nations; but those who work lawlessness, wherever they may be from, do not pity. He remembers those who work lawlessness also above, saying: Deliver me from those who work lawlessness, and from men of blood save me. For thus he called those who laid godless hands against our Savior. He hinted at the same ones also in the fifty-fourth psalm, saying: For I have seen lawlessness and contradiction in the city. By day and by night they will encircle it; and again: They profaned his covenant, they were divided from the anger of his face; and again: Men of blood and deceit shall not halve their days; but I will hope in you. They will return at evening, and they will hunger like a dog, and they will encircle the city. Very consistently, having besought that the visitation of the nations take place, and the vengeance of those who work lawlessness, he next declares, saying: They will return at evening. But who are these but those who work lawlessness and the men of blood? And why at evening? Because these things were to happen at the consummation of the age. And instead of, And they will hunger like a dog, Aquila translated, And let them make a tumult like a dog; and Symmachus, And they will sound together like dogs; and Theodotion, And they will sound like a dog; and the fifth edition likewise, And they will sound like dogs.
Ἄντικρυς δὲ διὰ τούτων τοὺς ὀψέ ποτε κατὰ τοὺς χρόνους τῆς τοῦ Σωτῆρος ἡμῶν ἀφίξεως ὁμοίως τῷ τότε Σαοὺλ, τὸν ἀναίτιον διώξαντι, μέλλοντας καὶ αὐτοὺς τὸν Χριστὸν τοῦ Θεοῦ πολεμεῖν, κύνας ὠνόμασεν. Ἐπεὶ καὶ διὰ τοῦ προφήτου Ἠσαΐου τὸ αὐτὸ ἅγιον Πνεῦμα περὶ τῶν αὐτῶν διδάσκει λέγον· Πάντες κύνες ἐνεοὶ οὐκ εἰδότες ὑλακτεῖν· καὶ ἐν καʹ ψαλμῷ, τὰ πάθη τοῦ Σωτῆρος ἡμῶν διαγράφοντι, ἐξ αὐτοῦ προσώπου λέλεκται τοῦ Σωτῆρος· Περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Οἱ οὖν ἐργαζόμενοι τὴν ἀνομίαν καὶ οἱ ἄνδρες τῶν αἱμάτων, εἰ καὶ τὰ μάλιστα νῦν πολλὰ δύνασθαι δοκοῦσι, καὶ τῆς βασιλείας κρατεῖν ὥσπερ Σαοὺλ τέως ἐπὶ τοῦ παρόντος, ἀλλὰ πάντες γε οἱ τὰ ἀδελφὰ τούτῳ πράξαντες ἐπιστρέψουσιν ὀψέ ποτε, καὶ εἰς ἑσπέραν ὀχλάσουσί τε καὶ συνηχήσουσιν, οὐδὲν μὲν ἔναρθρον φθεγγόμενοι, οὐδὲ ἐκ λογικῆς δια νοίας λόγους ἀξίους μνήμης προσφέροντες, κυσὶ δὲ παραπλησίως ὑλαγμοὺς ἀφιέντες, φωνάς τε ὑβριστικὰς καὶ ἀναιδεῖς. Διὸ καὶ λιμώξουσιν τοῦ τῆς ζωῆς ἄρτου στερηθέντες· ἐπεὶ μὴ παρεδέξαντο τὴν σωτήριον καὶ οὐράνιον τροφὴν, αὐτὸν τὸν εἰρηκότα· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ διδοὺς ζωὴν τοῖς ἀνθρώποις. Ὅθεν καὶ ἕτερος προφήτης τὸν λιμὸν τοῦτον αἰνιττόμενος ἐβόα λέγων· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε. Στερηθέντες δὲ τῆς αἰωνίου τροφῆς καὶ τὸν ἄρτον τῆς ζωῆς παραιτησάμενοι, οὐκέθ' ὡς πρόβατα γενήσονται τοῦ καλοῦ ποιμένος· παραβληθήσονται δὲ κυσίν.
Plainly through these words he called "dogs" those who at last, in the times of the coming of our Savior, were going to fight against the Christ of God, just as Saul did then when he persecuted the innocent man. For through the prophet Isaiah as well the same Holy Spirit teaches concerning the same people, saying: "All dogs are dumb, not knowing how to bark"; and in the twenty-first psalm, which describes the sufferings of our Savior, it is said from the Savior's own person: "Many dogs have surrounded me; a gathering of evildoers has encompassed me." So then, those who work lawlessness and the men of blood, even if for the present they seem to be very powerful and to hold the kingdom, as Saul did for a time, yet all who have done things like his will turn back at last, and toward evening they will grow turbulent and howl together, uttering nothing articulate, nor offering words worthy of remembrance from a rational mind, but like dogs letting out barks, and shameful and insolent cries. Therefore they will also suffer hunger, deprived of the bread of life, since they did not receive the saving and heavenly food, that is, the very one who said: "I am the bread that came down from heaven, and gives life to men." Hence another prophet also, hinting at this famine, cried out, saying: "Behold, those who serve me shall eat, but you shall be hungry; behold, those who serve me shall drink, but you shall be thirsty." And deprived of eternal food and having rejected the bread of life, they will no longer be sheep of the good shepherd; but they will be compared to dogs.
Εἶτα δὲ καὶ τῆς ἑαυτῶν πόλεως, ἣν κακῶς ᾤκησαν, ἀπελασθήσονται· ἀποκλεισθήσονταί τε αὐτῆς, ὡς μηκέτ' αὐτῆς ἐπιβαίνειν τολμᾷν· ἐπειδήπερ οἱ οἰκοῦντες αὐτὴν αἱμάτων αὐτὴν ἐπλήρουν. Διὸ ἐν τῷ προδηλωθέντι ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἀλλ' ἐκεῖ μὲν τὰ τολμηθέντα τῷ Ἰσραὴλ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ κατὰ τοῦ Σωτῆρος ἐδηλοῦτο· ἐνταῦθα δὲ τὸ συμβεβηκὸς αὐτοῖς μετὰ ταῦτα τῇ τοῦ ἁγίου Πνεύματος προγνώσει ἡ Γραφὴ στηλιτεύει· διὸ καὶ στηλογραφία κέκληται. Τοῦ δὲ λόγου τὸ ἀποτέλεσμα παρίστησιν ἡ τῶν πραγμάτων ἔκβασις. Μετὰ γοῦν τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, ἐπιστάντες Ῥωμαῖοι τέλος ἐπῆγον τοῖς προφητικοῖς λόγοις. Νόμοις γοῦν τῶν κρατούντων ἐξ ἐκείνου τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπηγόρευται τοῖς τόποις ἐπιβαίνειν, ἀπαραιτήτου τιμωρίας ἐπαιωρουμένης τοῖς τοῦ νόμου παραβάταις. Διὸ εἰσέτι καὶ σήμερον ἀμφὶ μὲν τοὺς ὅρους καὶ κύκλῳ παριόντες πόῤῥωθεν ἵστανται· μηδ' ἐξ ἀπόπτου
τὸ πάλαι νενομισμένον αὐτοῖς ἱερὸν ἔδαφος θεάσασθαι καταξιούμενοι· ἔξωθεν δὲ κυκλοῦντες, πίστιν ἐπάγουσι τῇ μετὰ χεῖρας λεγούσῃ Γραφῇ· Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Καὶ τούτοις ἑξῆς ἐπιλέγεται ἡ αἰτία δι' ἣν ταῦτα πείσονται· Ἰδοὺ γὰρ, φησὶν, ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, ὅτι τίς ἤκουσε; ταῦτα γὰρ ἅπαντα πεπόνθασι διὰ τὰς ἀθέους αὐτῶν καὶ δυσσεβεῖς φωνὰς, ἃς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἠφίεσαν, ἐπὶ τοῦ Πιλάτου βοῶντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν·
Then they will also be driven away from their own city, which they inhabited wickedly, and they will be shut out from it, so as no longer to dare to set foot in it, since those who dwelt in it were filling it with blood. Therefore it was said in the passage previously indicated: "For I have seen lawlessness and contradiction in the city." But there the things dared by Israel in Jerusalem itself against the Savior were signified; here, however, Scripture records with the foreknowledge of the Holy Spirit what befell them afterward—wherefore it is also called a "pillar inscription." And the outcome of events confirms the fulfillment of the word. At any rate, after their plot against our Savior, the Romans came upon them and brought the prophetic words to their end. For by the laws of the rulers, from that time the whole Jewish nation has been forbidden to set foot in those places, with an inexorable punishment hanging over the transgressors of the law. Therefore even today they come around the boundaries and stand afar off, not being deemed worthy even to behold from a distance the sacred ground once customary to them; and circling outside, they lend credence to the Scripture at hand which says: "They shall return at evening, and shall hunger like a dog, and shall encircle the city." And next to these is added the reason for which they shall suffer these things: "For behold," it says, "they shall speak out with their mouth, and a sword is in their lips, for who has heard?" For they have suffered all these things because of their godless and impious cries, which they uttered against our Savior, shouting before Pilate: "Away, away, crucify him! His blood be upon us and upon our children.
ὃ δὴ σημαίνει φάσκων ὁ λόγος· Ἰδοὺ ἀποφθέγξονται ἐν στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. Ἀντὶ δὲ τοῦ, Ὅτι τίς ἤκουσε; σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ὡς οὐδενὸς ἀκούοντος ἐβόων. Τοιαῦτα γὰρ κατὰ τοῦ Σωτῆρος ὑλάκτουν, ὡς μηδενὸς ὑφορῶντος, καὶ ὡς μὴ τῆς φωνῆς αὐτῶν ἐπακροωμένου τοῦ Θεοῦ. Ἀλλ' ἐκεῖνοι μὲν ὡς μηδενὸς ἀκούοντος ἐβόων· σὺ δὲ αὐτὸς ὁ πάντων ἔφορος κριτὴς οὐ μόνον ἤκουες τὰ τοιαῦτα ὑλακτούντων, ἀλλὰ καὶ καταγελάστους ἐποίεις. Καὶ πῶς γὰρ οὐκ ἦσαν, καταγέλαστοι οἱ νομίζοντες δύνασθαι τὸν τῶν τοσούτων παραδόξων ἔργων ποιητὴν τῇ ἑαυτῶν νικήσειν κακίᾳ; Καὶ ἐν τῷ βʹ δὲ εἴρηται ψαλμῷ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Ἐξουδενώσεις πάντα τὰ ἔθνη. Ἀντὶ δὲ τοῦ, Ἐξουδενώσεις πάντα τὰ ἔθνη, ὁ Σύμμαχος, Ἐπιφράξει πᾶσι τοῖς ἔθνεσιν, ἡρμήνευσε. Δηλοῖ δὲ ὁ λόγος ἐπιτίμησίν τινα τοῦ Θεοῦ πρὸς πάντα τὰ ἔθνη. Ἐπειδὴ γὰρ ἀνωτέρω ἐλέγετο· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· ἀκολούθως διδάσκει, ὡς ἐπισκοπῶν ὁ Θεὸς ἐπιτιμήσει πρότερον πᾶσι τοῖς ἔθνεσιν, εἶτ' ἐπιστρέψει αὐτὰ τῆς πολυθέου καὶ εἰδωλολάτρου πλάνης. Γνῶναι δέ ἐστι τοῦ λόγου τὸ ἀποτέλεσμα ἐπιστήσαντα, ὡς μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν, τὰ μάλιστα περὶ τὴν πολύθεον πλάνην ἐπτοημένα ἔθνη, κατ' ἀρχὰς τοῦ κηρύγματος ἐναντιωθέντα τῇ τοῦ λόγου παραδοχῇ, πολιορκίαις καί τισιν ἄλλαις ἐπιστρεπτικαῖς περιστάσεσιν ἐσωφρονίσθη, τοῦ Θεοῦ τοῦτον τὸν τρόπον ἐπιφθεγγομένου καὶ ἐπιτιμῶντος αὐτοῖς·
This is what the word means when it says: Behold, they will speak out with their mouth, and a sword is in their lips. And in place of "For who has heard?" Symmachus interpreted more clearly, saying: "As though no one were hearing, they cried out." For they barked such things against the Savior as though no one were watching, and as though God were not listening to their voice. But they cried out as though no one were hearing; yet you yourself, the overseer and judge of all, not only heard them barking such things, but also made them ridiculous. And how could they not be ridiculous, who thought they could overcome by their own wickedness the worker of so many marvelous deeds? And in the second psalm it is said: He who dwells in the heavens will laugh them to scorn, and the Lord will mock them. You will bring all the nations to nothing. And in place of "You will bring all the nations to nothing," Symmachus interpreted: "He will shut up all the nations." The word indicates a certain rebuke of God against all the nations. For since it was said above: "Give heed to visit all the nations," he teaches accordingly that God, when he visits, will first rebuke all the nations, and then turn them from the polytheistic and idolatrous error. And one may know the outcome of the word by attending to it, that after the coming of our Savior, the nations most of all agitated by polytheistic error, who at the beginning of the preaching opposed the reception of the word, were brought to their senses by sieges and certain other corrective circumstances, God in this way speaking against them and rebuking them.
οὕτω γοῦν, μετὰ ταῦτα σωφρονισθέντες, καθυπετάγησαν τῷ σωτηρίῳ λόγῳ, Διὸ ἐπιλέγεται ἑξῆς ἐκ προσώπου τοῦ Σωτῆρος· Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι ὁ Θεὸς ἀντιλήπτωρ μου, ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ Θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου· ἢ κατὰ τὸν Σύμμαχον, Ἐπιδεῖν ποιήσει με τοῖς ἀποτειχίζουσί με. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται· Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις, εἰσακούσεται τὸ οὖς μου. Ἀλλὰ καὶ ὁ Δαυῒδ τοῦ Σαοὺλ τὴν πτῶσιν καὶ τὴν τελευτὴν εἶδεν, ἐπεῖδέ τε αὐτοῦ τῇ καταστροφῇ τοῦ θανάτου. Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Πάλιν πληθυντικῶς, Μὴ ἀποκτείνῃς αὐτοὺς, φησὶ, καὶ διασκόρπισον αὐτοὺς, καὶ κατάγαγε αὐτούς· οὐδενὸς ἐχθροῦ τῷ Δαυῒδ καθ' ὃν καιρὸν ταῦτα ἐλέγετο δεικνυμένου ἐκ τῆς ἱστορίας ἢ μόνου τοῦ Σαούλ. Ἀλλὰ γὰρ καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ Σωτῆρος ἀναφωνεῖ περὶ τῶν ἐπαναστάντων αὐτῷ, περὶ ὧν ἐλέγετο· Καὶ λαοὶ ἐμελέτησαν κενά. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνέστησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Τούτους οὖν τοὺς εἰς κενὸν τὰς περὶ αὐτοῦ προφητείας μελετήσαντας, τούς τε ἄρχοντας αὐτῶν καὶ καθηγουμένους μὴ ἀποκτείνῃς, φησὶν, ἀλλὰ διασκόρπισον καὶ κατάγαγε. Εὔχεται δὲ αὐτοὺς καθαιρεθῆναι τοῦ ἀξιώματος· ὃ δὲ καὶ γέγονεν. Οὐκέτι γοῦν βασιλεὺς, οὐδὲ ἀρχιερεὺς, οὐδὲ προφήτης, ἀλλ' οὐδὲ γραμματεῖς καὶ Φαρισαῖοι, καὶ Σαδδουκαῖοι παρ' αὐτοῖς εἰσιν. Οὐ μὴν καὶ ἀποκτανθῆναι αὐτούς φησι.
Thus, then, after these things, having been brought to their senses, they were subjected to the saving Word. Therefore it is said next, in the person of the Savior: My strength I will keep for you, because God is my helper, my God, his mercy will go before me; God will show me among my enemies; or according to Symmachus, He will make me to look upon those who wall me off. And elsewhere it is said: And my eye looked upon those who rise up against me and do evil, my ear will hear. But David also saw the fall and the death of Saul, and he looked upon his destruction by death. Do not kill them, lest they forget your people. Again in the plural, he says: Do not kill them, and scatter them, and bring them down; no enemy of David being shown from the history at the time when these things were said, except Saul alone. But indeed the prophetic Spirit also proclaims these things in the person of the Savior concerning those who rose up against him, about whom it was said: And the peoples meditated vain things. The kings of the earth stood by, and the rulers gathered together against the Lord and against his Christ. These, then, who vainly meditated the prophecies concerning him, and their rulers and leaders—do not kill them, he says, but scatter and bring them down. And he prays that they be deposed from their rank; which indeed has happened. For no longer is there a king among them, nor a high priest, nor a prophet, nor even scribes and Pharisees and Sadducees. However, he does not say that they should be killed.
Διὸ συνέστηκεν αὐτῶν τὸ γένος, καὶ τῶν παίδων ἡ διαδοχὴ πληθύνει. Οὐ γὰρ ἀπεκτάνθησαν, οὐδὲ ἐξ ἀνθρώπων ἀπεσβέσθησαν· ἀλλ' εἰσὶ μὲν καὶ ὑφεστήκασιν· οὕτω δὲ ὡς καταβεβλημένοι
καὶ κατενηνεγμένοι ἧς πάλαι ἠξίωντο παρὰ Θεῷ τιμῆς. Ἀλλὰ καὶ διασκόρπισον αὐτοὺς, φησὶν, ἐν τῇ δυνάμει σου· ἢ κατὰ τὸν Σύμμαχον· Ἀναστάτωσον αὐτοὺς τῇ δυνάμει σου. Ὃ δὴ καὶ αὐτὸ τὸ πρᾶγμα ἐναργέστερον παντὸς λόγου παρίστησιν, ἁπανταχοῦ γῆς τοῦ Ἰουδαίων ἔθνους διεσκορπισμένου, καὶ ἀναστάτου τυγχάνοντος· ὥστ' εἰ μέγα φρονοῖεν ἐπὶ τούτῳ Ἰουδαῖοι, ὡς πάντα πληροῦντες τὰ ἔθνη παρά τε βαρβάροις καὶ ἐν μέσοις Ἕλλησιν οἰκοῦντες· ἀλλ' ἴστωσαν, ὅτι ἐν κατάρας λόγῳ ταῦτα περὶ αὐτῶν ἐθεσπίζετο. Ἡ γοῦν παροῦσα προφητεία φησὶν περὶ αὐτῶν· Διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε. Ἀλλὰ καὶ τὸ μὴ πάμπαν αὐτοὺς ἐξ ἀνθρώπων ἠφανίσθαι σημαίνει λέγουσα· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Εἰ γὰρ ἦσαν ἐξ ἀνθρώπων ἀφανισθέντες, καὶ μηδαμῶς ἐν ζῶσιν ὄντες, οὐκ ἂν εἶδον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ' ἂν ἔγνωσαν ἀνθοῦσαν τὴν ἐμὴν Ἐκκλησίαν· ἀλλ' ἵνα βλέπωσιν αὐτὴν καὶ τὸν ἐμὸν θεωρῶσι λαὸν, μὴ ἀποκτείνῃς μὲν αὐτοὺς, διασκόρπισον δὲ αὐτοὺς ἁπανταχοῦ γῆς, ἔνθα μέλλει καὶ ἡ ἐμὴ Ἐκκλησία συνίστασθαι· ὅπως, βλέποντες τὸν ἐμὸν λαὸν καὶ τὴν καθ' ὅλης τῆς οἰκουμένης ὑπ' ἐμοῦ θεμελιωθεῖσαν Ἐκκλησίαν, εἰς ζῆλον ἔρχοιντο θεοσεβείας, καὶ τῷ παραδείγματι τοῦ ἐξ ἐθνῶν ἐπιστρέφοντος λαοῦ καὶ αὐτοὶ παύσοιντό ποτε τοῦ ἀνιάτου παρ' αὐτοῖς καὶ ἀθεραπεύτου κακοῦ τῆς εἰδωλολατρείας.
Therefore their race has survived, and the succession of their children multiplies. For they were not killed, nor were they blotted out from among men; but they exist and subsist—yet as those cast down and brought low from the honor they once were deemed worthy of before God. But also, he says, scatter them in your power; or according to Symmachus: Raise them up in your power. And this very fact presents more clearly than any argument, since the nation of the Jews is scattered everywhere on earth and is in a state of upheaval; so that even if Jews pride themselves on this, as filling all the nations and dwelling both among barbarians and in the midst of Greeks, let them know that these things were foretold concerning them in the word of a curse. At any rate, the present prophecy says concerning them: Scatter them in your power, and bring them down, O Lord, my protector. But also the fact that they are not entirely blotted out from among men it signifies, saying: Do not kill them, lest they forget your people. For if they had been blotted out from among men and were in no way among the living, they would not see, he says, my people, nor would they know my Church flourishing; but in order that they may see it and behold my people, do not kill them, but scatter them everywhere on earth, where my Church is also to be established; so that, seeing my people and the Church founded by me throughout the whole inhabited world, they may come to zeal for godliness, and by the example of the people turning from the nations, they too may at some point cease from the incurable and untreatable evil of idolatry among them.
Οὐκοῦν καὶ ταῦτα ὑπὲρ αὐτῶν ὁ Σωτὴρ ηὖκται, δεηθεὶς τοῦ Πατρὸς μὴ ἀναιρεθῆναι μὲν αὐτοὺς, μένειν δὲ ἐν τῷ βίῳ καὶ φυλάττεσθαι ἐπὶ τῷ θεωρεῖν τὸν αὐτοῦ λαὸν καὶ μεγάλα ἐξ αὐτοῦ ὠφελεῖσθαι. Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν. Πάλιν κἀνταῦθα τὴν αἰτίαν παρίστησι τῶν προλεχθέντων. Διὰ τί γὰρ ταῦτα παθεῖν αὐτοὺς ἠξίου, ἀναγκαίως διδάσκει λέγων· Δι' ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν. Καὶ ἔστι θαυμάσαι τὸ ἀκριβὲς τῆς τοῦ ἁγίου Πνεύματος προῤῥήσεως. Ἐπειδὴ γὰρ οὐκ αὐτοὶ Ἰουδαῖοι, κατὰ τὸν τοῦ Σωτῆρος ἡμῶν καιρὸν τὸν θάνατον αὐτῷ εἰργάσαντο, Ῥωμαϊκῇ δὲ χειρὶ τοῦτ' ἐπράττετο, δικάζοντος μὲν Πιλάτου, διαλαβόντων δὲ στρατιωτῶν καὶ ἀπαγαγόντων αὐτὸν, Ἰουδαίων δὲ τούτων μηδ' ὁτιοῦν πεποιηκότων· εἰκότως οὐκ αὐτὸ τὸ ἔργον τοῦ θανάτου τούτοις ἀνατίθησι, ἀλλὰ τὴν αἰτίαν. Οἵ τε γὰρ ἄρχοντες τῶν Ἰουδαίων, συνέδριον ποιησάμενοι, πᾶσαν ἐκίνησαν μηχανὴν, ὅπως αὐτὸν ἀπολέσωσιν· οἵ τε τούτοις χαριζόμενοι ψευδομάρτυρες καὶ συκοφάνται εἰς πρόσωπον ἔστησαν τοῦ Σωτῆρος· ὅ τε πᾶς λαὸς φωναῖς καὶ χείλεσιν οἰκείοις τὸ αἷμα αὐτοῦ καθ' ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων παίδων ἐζητήσαντο. Εἰκότως οὖν ὁ παρὼν λόγος οὐ τῆς τοῦ θανάτου πράξεως, ἣν ὥρισε μὲν Πιλάτος, διεπράξαντο δὲ οἱ ὑπ' αὐτῷ στρατιῶται, μνημονεύει, ἀλλὰ τῆς τῶν ἀρχιερέων συσκευῆς, καὶ τῆς τῶν συκοφαντῶν μαρτυρίας, τῆς τε φωνῆς τοῦ πλήθους ἐπιβοήσαντος κατ' αὐτοῦ. Διό φησιν· Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· ὡσεὶ ἔλεγε σαφέστερον·
Therefore the Savior also prayed these things on their behalf, asking the Father that they not be destroyed, but remain in life and be preserved, so as to behold his people and receive great benefit from him. The sin of their mouth, the word of their lips; and let them be caught in their pride. Here again he sets forth the cause of what was said before. For why did he deem them worthy to suffer these things? He necessarily teaches, saying: Because of the sin of their mouth, and because of the word of their lips. And one may marvel at the precision of the Holy Spirit's foretelling. For since it was not the Jews themselves who, in the time of our Savior, wrought his death, but this was done by a Roman hand—Pilate judging, soldiers taking charge and leading him away, while the Jews did nothing of the sort—reasonably he does not attribute to them the deed of death itself, but the cause. For both the rulers of the Jews, having formed a council, set every device in motion to destroy him; and the false witnesses and slanderers who curried favor with them stood face to face with the Savior; and the whole people with their own voices and lips demanded his blood upon themselves and upon their own children. Reasonably, then, the present passage does not mention the act of death, which Pilate ordained but the soldiers under him carried out, but rather the conspiracy of the chief priests, the testimony of the slanderers, and the voice of the multitude crying out against him. Therefore it says: The sin of their mouth, the word of their lips; as if it said more plainly:
Δι' ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ λόγον χειλέων αὐτῶν. Διὰ γὰρ ταῦτα διασκόρπισον αὐτοὺς τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε. Κατὰ δὲ τὸν Σύμμαχον, Ἁμαρτίᾳ, φησὶ, τοῦ στόματος αὐτῶν, καὶ τῷ λόγῳ τῶν χειλέων αὐτῶν τὰ προλεχθέντα αὐτοῖς ἐπαχθήσεσθαι. Καὶ ἐπιλέγει· Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· ἢ, κατὰ τὸν Σύμμαχον, Συλληφθήτωσαν μετὰ τῆς ὑπερηφανίας αὐτῶν. Ὑπερήφανοι γάρ τινες ὄντες καὶ ἀλαζόνες, οὐκ ἔφερον τοῦ Σωτῆρος ἡμῶν τὴν παῤῥησίαν. Διὸ μετὰ πολλῆς ὑπερηφανίας προσελθόντες ἔλεγον αὐτῷ· Τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἡμῶν γὰρ κρατούντων τοῦ ἱεροῦ καὶ τοῦ παντὸς ἔθνους ἀρχόντων, σὺ τίς ὢν καὶ πόθεν τὰ τοιαῦτα τολμᾷς; Τούτων οὖν ἕνεκα τῶν λόγων ἐνταῦθα εἴρηται· Καὶ συλληφθήτωσαν
ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται· ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσε· Συλληφθήτωσαν μετὰ τῆς ὑπερηφανίας αὐτῶν, ἀρὰν καὶ ψεῦδος λαλοῦντες. Εἶθ' ἑξῆς ἐπιλέγει· Ἐν συντελείᾳ, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν. Ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος λευκότερον ἀπέδωκε φήσας· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον ἵνα μὴ ὦσι. Ταῦτα δὲ τὸ Πνεῦμα τὸ προφητικὸν οὐκ ἐπαρώμενον τοῖς ταῦτα μέλλουσι πείσεσθαι προαναφωνεῖ, τὰ δὲ συμβησόμενα προαγορεῦον, τῆς διανοίας τοιοῦτον παριστώσης νοῦν. Διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν συλληφθήσονται ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν, καὶ συλληφθήσονται ἀρὰν καὶ ψεῦδος λαλοῦντες· γενήσονταί τε ἐν συντελείᾳ καὶ ἐν ὀργῇ ἀναλισκούσῃ αὐτοὺς ὡς μηκέθ' ὑπάρχειν.
Because of the sin of their mouth, and because of the word of their lips. For because of these things scatter them by your power, and bring them down, O Lord, my protector. But according to Symmachus, he says that by the sin of their mouth, and by the word of their lips, the things previously spoken to them will be brought upon them. And he adds: And let them be caught in their pride; or, according to Symmachus, Let them be caught with their pride. For some, being proud and boastful, could not endure the boldness of our Savior. Therefore they came with great pride and said to him: Who gave you this authority? And by what authority do you do these things? For while we rule the temple and are rulers of the whole nation, who are you, and from where do you dare such things? For the sake of these words, then, it is said here: And let them be caught in their pride; and from cursing and lying they will be proclaimed; in place of which Symmachus translated: Let them be caught with their pride, speaking cursing and lying. Then next he adds: In the completion, in the anger of completion, and they shall not exist. In place of which Symmachus again rendered more clearly, saying: Complete in wrath, consume them so that they may not be. But the prophetic Spirit proclaims these things not as cursing those who are about to suffer them, but as foretelling what will happen, the meaning of the thought presenting such a sense. Because of the sin of their mouth, and because of the word of their lips, they will be caught in their pride, and they will be caught speaking cursing and lying; and they will come to be in completion and in anger consuming them, so as no longer to exist.
Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τέλεσον ἐν χόλῳ, τέλεσον, καὶ οὐχ ὑπάρξουσιν. Ὥσπερ οὖν καὶ κατὰ τὸν Σύμμαχον· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι. Θεσπίζει δὲ διὰ τούτων ὁ λόγος μηκέτι ὑπάρχειν ἐν τῇ προλεχθείσῃ πόλει τοὺς τὰ τοιαῦτα τετολμηκότας· τέλος δὲ λαβεῖν λοιπὸν τὴν πάλαι σπουδαζομένην ἐν τῇ πόλει λατρείαν καὶ τὴν ἐν αὐτῇ συνεστῶσαν βασιλείαν, καὶ πάντα τὰ πρότερον αὐτοῖς ὑπάρχοντα ἐκ Θεοῦ ἀγαθὰ, προφητῶν δηλαδὴ παρουσίας, καὶ ἀγγέλων ἐπιφανείας καὶ τὴν λοιπὴν ἐπισκοπήν· ἃ δὴ ἀληθῶς τέλους ἔτυχε διὰ τῆς ἐπενεχθείσης αὐτοῖς ὀργῆς. Ὅτι δὲ περὶ τούτων λέλεκται τὸ, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι, δῆλον ἀπὸ τοῦ λεγομένου ἑξῆς. Τί δὲ ἦν τοῦτο; Καὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ τῶν περάτων τῆς γῆς. Εἰ γὰρ περὶ αὐτοῦ ἐλέγετο τοῦ ἔθνους καὶ περὶ αὐτῶν τῶν ἀνδρῶν τό· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι, πῶς, συντελεσθέντες, καὶ μηκέθ' ὑπάρχοντες, ἐδύναντο γινώσκειν, ὅτι ὁ Θεὸς δεσπόζει τῶν περάτων τῆς γῆς; πῶς δὲ καὶ ἀνωτέρω ἐλέγετο. Μὴ ἀποκτείνῃς αὐτούς, ἔδοξε γὰρ ἂν ἐναντίον εἶναι τὸ, Μὴ ἀποκτείνῃς αὐτοὺς, τῷ, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν. Ἀλλ' οὐκ εἴρηται ἐνταῦθα, Συντέλεσον αὐτούς· ἀλλ' ἀορίστως, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν, ἐπινοούντων ἡμῶν καὶ προσυπακουόντων ἔξωθεν τὸ, ἵνα μὴ ὦσιν ὁποῖοι καὶ ἦσαν πρότερον, καὶ ἵνα μὴ ὑπάρχωσιν ἐν ᾗ ἐτύγχανον πάλαι παρὰ τῷ Θεῷ τιμῇ·
But according to Aquila it is said: "Finish in wrath, finish, and they shall not exist." Just as also according to Symmachus: "Consummate in anger, destroy, that they may not be." By these words the Logos declares that those who dared such things no longer exist in the city previously mentioned; and that the worship long cultivated in the city has finally received its end, along with the kingdom established in it, and all the good things they formerly had from God—namely, the presence of prophets, the appearance of angels, and the rest of the visitation—which truly met their end through the wrath brought upon them. That these things are what is meant by "Consummate in anger, destroy, that they may not be," is clear from what is said next. And what was this? "And they shall know that God rules over Jacob to the ends of the earth." For if it were said about the nation itself and about the men themselves—"Consummate in anger, destroy, that they may not be"—how, having been consummated and no longer existing, could they know that God rules to the ends of the earth? And how was it also said above, "Do not kill them"? For the command "Do not kill them" would seem to be contrary to "Consummate in anger, destroy, that they may not be." But it is not said here, "Consummate them," but indefinitely, "Consummate in anger, destroy, that they may not be," while we conceive and supply from outside the sense: that they may not be such as they formerly were, and that they may not exist in the honor in which they formerly happened to stand before God.
ἧς ἀφαιρεθείσης αὐτῶν, καὶ τῶν πάλαι ὑπαρχόντων αὐτοῖς ἀρθέντων, γυμνοὶ καταλειφθέντες καὶ κατενεχθέντες ἀπὸ τοῦ ὕψους τῆς ὑπερηφανίας αὐτῶν, διασκορπισθέντες τε εἰς πάντα τὰ ἔθνη, ἔγνωσαν αὐτοῖς ἔργοις, ὅτι ὁ πάλαι Θεὸς Ἰακὼβ χρηματίζων, οὗτος αὐτὸς δεσπόζει οὐκέτι τοῦ Ἰακὼβ, οὐδὲ τοῦ Ἰσραὴλ, ἀλλὰ πάντων τῶν περάτων τῆς γῆς. Θεὸν δὲ Ἰακὼβ καὶ νῦν εὐκαίρως ὠνόμασε, τὸν Χριστὸν δηλώσας· αὐτὸς γὰρ ἦν ὁ ἐν ἀνθρώπου σχήματί τε καὶ μορφῇ τῷ πατριάρχῃ Ἰακὼβ ὀφθεὶς, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ. Μετονομάζει τε αὐτὸν λέγων· Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Αὐτὸς οὖν ἐκεῖνος ὁ τῷ Ἰακὼβ χρηματίσας Θεὸς τῶν περάτων τῆς γῆς ἄρξει κυριολογούμενος παρὰ πᾶσι τοῖς ἔθνεσι, δεσπότης τε καὶ Κύριος ὀνομαζόμενος. Ἅπερ ἵνα ὀφθαλμοῖς παραλάβωσιν οἱ ἀρνησάμενοι αὐτὸν, ἀναγκαίως προείρηται· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου· καὶ ἐνταῦθα· Καὶ γνώσονται, ὅτι δεσπόζει τῶν περάτων τῆς γῆς ὁ Θεὸς Ἰακώβ. Ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Εἰς βεβαίωσιν τῶν προλεχθέντων δευτεροῖ τὸν λόγον, ἐπαναλαβὼν τὴν αὐτὴν προφητείαν, θεσπίζει τε, ὅτι οὐκ ἀφανισθήσονται ἐξ ἀνθρώπων οὐδὲ ἀποκτανθήσονται, ἐπιστρέψουσι δὲ, τουτέστιν, εἰς συναίσθησιν ἐλεύσονται ὀψέ ποτε καὶ ἑσπέραν· Λιμώξουσί τε ὡς κύων· ἢ, κατὰ τὸν Ἀκύλαν, Ὀχλάσουσιν ὡς κύων· ἢ, κατὰ τὸν Σύμμαχον, Θορυβηθήσονται ὡς κύνες, καὶ περικυκλώσουσι πόλιν. Ταῦτα δὲ καὶ διὰ τῶν
When it has been taken away from them, and the things that formerly belonged to them have been removed, left naked and brought down from the height of their arrogance, and scattered among all the nations, they shall know by their own deeds that the one who formerly was called the God of Jacob, this same one rules no longer over Jacob, nor over Israel, but over all the ends of the earth. And he has now fittingly named him the God of Jacob, indicating the Christ; for he was the one who appeared to the patriarch Jacob in the form and shape of a man, when a man wrestled with him. And he renames him, saying: Your name shall no longer be called Jacob, but Israel shall be your name; because you have prevailed with God, and you are mighty with men. Therefore that same one who was called the God of Jacob shall rule over the ends of the earth, being properly named among all the nations, called Master and Lord. And so that those who denied him might receive these things with their own eyes, it has been necessarily foretold: Do not kill them, lest they forget my people; and here: And they shall know that the God of Jacob rules over the ends of the earth. They shall return toward evening and shall hunger like a dog, and they shall encircle a city. For the confirmation of what has been said before, he repeats the word a second time, taking up the same prophecy again, and he declares that they shall not be destroyed from among men nor be killed, but they shall return, that is, they shall come to awareness late, even at evening; and they shall hunger like a dog; or, according to Aquila, They shall make an uproar like a dog; or, according to Symmachus, They shall be thrown into confusion like dogs, and they shall encircle a city. And these things also through the
ἔμπροσθεν ἐθεσπίζετο· ἀλλ' ἐκεῖ μὲν ἀνεφέρετο ἑξῆς ἡ αἰτία ἐν τῷ, Ἰδοὺ ἀποφθέγξονται τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, καὶ δι' ἁμαρτίαν στόματος αὐτῶν, καὶ λόγον χειλέων αὐτῶν· ἐνταῦθα δὲ μετὰ τὸ, Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν, ἐπενήνεκται· Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι καὶ γογγύσουσιν. Ἀνθ' οὗ ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἀνακαμπτέτωσαν εἰς ἡμέραν, θορυβείτωσαν ὡς κύνες, περιερχόμενοι πόλιν ῥεμβόμενοι, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι. Διασκορπισθέντες γοῦν εἰς πάντα τὰ ἔθνη δίκην κυνῶν λιμωττόντων ζητοῦσι τοῦ φαγεῖν· μὴ εὑρίσκοντες δὲ τροφὴν λογικὴν, ἐκλείπουσιν. Εἰ δὲ καί ποτε ἀπὸ ψιλῆς τῶν θείων Γραφῶν ἀναγνώσεως μεταλάβοιεν τροφῆς, ὅμως, οὐδενὸς στεῤῥοῦ μεταλαμβάνοντες οὔτε ζωοποιοῦ ἄρτου ἀπογευόμενοι, ἀχόρταστοι διαμένουσι· μὴ χορταζόμενοι δὲ, καταγογγύζουσιν, ὥσπερ οὖν κατεγόγγυσάν ποτε ἐπὶ τῆς ἐρήμου. Τοῦτο γὰρ αὐτοῖς ποιεῖν σύνηθες. Διὸ πρὸς ἡμᾶς φησιν ὁ Ἀπόστολος· Μηδὲ γογγύζητε, καθὼς τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τῶν ὄφεων. Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου, καὶ ἀγαλλιάσομαι τῷ πρωὶ τὸ ἔλεός σου· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. Βοηθός μου, σοὶ ψαλῶ, ὅτι Θεὸς ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου τὸ ἔλεός μου. Ταῦτα μὲν οὖν οἱ ἐπαναστάντες μοι πείσονται· ἐγὼ δὲ τὴν δύναμίν σου τοῦ ἐμοῦ Πατρὸς ᾄσομαι. Λέγεται δὲ ταῦτα ἐκ προσώπου τοῦ Σωτῆρος προφητικῷ πνεύματι, ὡς καὶ ἐν ἑτέροις ἐλέγετο ἐξ αὐτοῦ·
This was foretold beforehand; but there the reason was given in sequence in the words, "Behold, they shall speak with their mouth, and a sword is in their lips," and "because of the sin of their mouth, and the word of their lips"; but here, after "They shall return at evening, and shall hunger like a dog, and shall go around the city," there has been added: "They themselves shall be scattered to eat; but if they are not satisfied, they shall also murmur." In place of this Symmachus interpreted it in this way: "Let them turn back for a day, let them make an uproar like dogs, going around the city, wandering about, so that they may not lodge unsatisfied." Scattered, then, among all the nations, like hungry dogs they seek to eat; but not finding spiritual food, they faint. And if at some time they should receive food from the mere reading of the divine Scriptures, nevertheless, partaking of nothing solid nor tasting the life-giving bread, they remain unsatisfied; and not being satisfied, they murmur, just as they once murmured in the wilderness. For this is customary for them to do. Therefore the Apostle says to us: "Do not murmur, as some of them murmured, and were destroyed by the serpents." But I will sing of your strength, and I will exult in your mercy in the morning; for you have become my helper and my refuge in the day of my affliction. My helper, to you I will sing, for you are God my helper, my God, my mercy. These things, then, those who rose up against me shall suffer; but I will sing of your strength, of my Father. These things are spoken in the person of the Savior by the prophetic Spirit, as also in other places it was said from him:
Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ ἀγαλλιάσομαι δὲ, φησὶ, τῷ πρωὶ τὸ ἔλεός σου· ὅπερ ὁ Σύμμαχος ἡρμήνευσε· Καὶ ὑμνήσω κατ' ὄρθρον τὸ ἔλεός σου. Σημαίνει δὲ διὰ τούτου προφητικῶς τὴν κατ' ὄρθρον καὶ καθ' ἑκάστην πρωίαν τῆς ἀναστασίμου ἡμέρας καθ' ὅλης τῆς οἰκουμένης ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συντελουμένην λατρείαν. Ἐν μὲν γὰρ τῷ λέγεσθαι, Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε, ὁ τόπος ἐδηλοῦτο καθ' ὃν ὑμνήσειν τὸν Πατέρα ὁ Χριστὸς ἐπηγγέλλετο· ἐν δὲ τῷ, Καὶ ὑμνήσω κατ' ὄρθρον τὸ ἔλεός σου, ὁ χρόνος παρίσταται, ἐν ᾧ τὸ ἔλεος τὸ πατρικὸν τὸ εἰς πάντα χυθὲν τὰ ἔθνη ὁ Μονογενὴς αὐτοῦ διὰ τοῦ ἰδίου λαοῦ ὑμνεῖ χαίρων καὶ ἀγαλλιώμενος ἐπὶ τούτῳ. Καὶ ταῦτα δὲ πάντα ἀποδώσω σοι, φησίν· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. Τούτων γὰρ ἁπάντων παρὰ τοῦ Πατρὸς τυχὼν, εἰκότως κατ' ὄρθρον ὑμνήσω τὸν ἔλεόν σου, καί σοι ψαλῶ αὐτὸς ἐγώ· ὅτι γέγονάς μου ἀντιλήπτωρ, καὶ Θεός μου καὶ ἔλεός μου. Οὐδεὶς γὰρ τῶν ὑποβεβηκότων οἷός τε ἦν ἐμοὶ ὀρέγειν χεῖρα ἢ σὺ μόνος ὁ ὑπὲρ μὲ Πατήρ. Διὸ καί σου ἀνηρτῆσθαι ὁμολογῶ, καὶ τὴν δύναμίν σου ᾄσομαι, ἀντιλήπτορα καὶ καταφυγὴν ἐμαυτοῦ σὲ μόνον ἐπιγραφόμενος. Εἶεν δ' ἂν αὗται αἱ φωναὶ τοῦ Σωτῆρος, διδάσκοντος τοὺς πάντας εὐσεβεῖν εἰς τὸν αὑτοῦ Πατέρα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΟΙΣ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΔΙΔΑΧΗΝ, ΟΠΟΤΕ ΕΝΕΠΥΡΙΣΕ ΤΗΝ ΜΕΣΟΠΟΤΑΜΙΑΝ ΣΥΡΙΑΣ, ΚΑΙ ΤΗΝ ΣΥΡΙΑΝ ΣΩΒΑΛ, ΚΑΙ ΑΠΕΣΤΡΕΨΕ ΙΩΑΒ ΚΑΙ ΕΠΑΤΑΞΕ ΤΗΝ ΦΑΡΑΓΓΑ ΤΩΝ ΑΛΩΝ ΔΩΔΕΚΑ ΧΙΛΙΑΔΑΣ ΝΘʹ.
I will declare your name to my brothers; in the midst of the Church I will sing praise to you. And, he says, I will rejoice in the morning in your mercy—which Symmachus translated: And I will sing praise at dawn to your mercy. By this he signifies prophetically the worship accomplished at dawn and at each morning of the day of resurrection throughout the whole inhabited world in his Church. For in the words, In the midst of the Church I will sing praise to you, the place was indicated in which Christ promised to sing praise to the Father; and in the words, And I will sing praise at dawn to your mercy, the time is set forth in which the Only-begotten, rejoicing and exulting in this, sings praise through his own people to the Father's mercy poured out upon all the nations. And all these things, he says, I will render to you, because you have become my helper and my refuge in the day of my affliction. For having obtained all these things from the Father, rightly at dawn I will sing praise to your mercy, and I myself will sing to you, because you have become my helper, and my God, and my mercy. For none of those below could stretch out a hand to me, but you alone, the Father who is over me. Therefore I confess that I am dependent on you, and I will sing of your power, inscribing you alone as my helper and refuge. And these utterances would be the Savior's, teaching all to be pious toward his own Father. To the end, for those who will be changed, for an inscription, for David, for instruction, when he burned Mesopotamia of Syria, and Syria Sobal, and Joab returned and struck the Valley of Salt, twelve thousand nine hundred and fifty.
«Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς.» Εἰς στηλογραφίαν μέν ἐστι καὶ ὁ παρὼν λόγος, οὐ μὴν κατὰ τοὺς αὐτοὺς εἴρηται χρόνους ταῖς πρὸ αὐτῆς. Ἐκεῖναι μὲν γὰρ ἔτι ζῶντος Σαοὺλ καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυῒδ ἐλέχθησαν· ἡ μὲν πρώτη, «ὁπότε ἐκράτησαν αὐτὸν οἱ Ἀλλόφυλοι ἐν Γέθ·» ἡ δὲ δευτέρα, «ἐν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον·» ἡ δὲ τελευταία, «ὅτε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν.» Τὴν δὲ μετὰ
χεῖρας μετὰ τὸν θάνατον Σαοὺλ, τὴν ἀρχὴν ἤδη τῆς βασιλείας διέπων, πολύν τε ἐν αὐτῇ χρόνον διαγενόμενος, ὁ Δαυῒδ θεσπίζει. Τοῦτο δὲ ἐπισημαίνεται ἡ προγραφὴ φάσκουσα· «Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβᾶ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν δώδεκα χιλιάδας.» Εὕροις δ' ἂν τὴν ἱστορίαν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, ἐν ᾗ γέγραπται· «Καὶ ἐπάταξε Δαυῒδ τὸν Ἀδραζὰρ υἱὸν Ἰαὰβ βασιλέα Σωβᾶ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην. Καὶ προκατελάβετο Δαυῒδ τῶν αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν. Καὶ παρέλυσε Δαυῒδ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο αὐτῷ ἐξ αὐτῶν ἑκατὸν ἅρματα. Καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδραζὰρ βασιλεῖ Σωβᾶ. Καὶ ἐπάταξε τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. Καὶ ἔθετο Δαυῒδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν. Καὶ ἐγένετο ὁ Σύ ρος τῷ Δαυῒδ εἰς δούλους φέροντας ξένια. Καὶ ἔσωσε Κύριος τὸν Δαυῒδ ἐν πᾶσιν οἷς ἐπορεύετο.» Τούτοις ἑξῆς μετὰ βραχέα ἐπιλέγεται·
God, you have cast us off and brought us down; you were angry, and you had compassion on us. This present discourse too is for a pillar inscription, yet it was not spoken at the same times as those before it. For those were spoken while Saul was still alive and before David reigned: the first, when the Philistines seized him in Gath; the second, when he fled from the face of Saul into the cave; and the last, when Saul sent and guarded his house to put him to death. But the one after
Saul's death, when he was already administering the beginning of his kingdom and had spent a long time in it, David prophesies. The superscription indicates this, saying: When he burned Mesopotamia of Syria, and Syria of Zobah, and Joab returned and struck the Valley of Salt, twelve thousand. You would find the history in the second book of Kingdoms, where it is written: And David struck Hadadezer son of Rehob, king of Zobah, as he went to establish his hand upon the river Euphrates. And David captured beforehand a thousand of his chariots, and seven thousand horsemen, and twenty thousand footmen. And David hamstrung all the chariots, and there were left to him from them a hundred chariots. And Syria of Damascus came to help Hadadezer king of Zobah. And he struck of the Syrian twenty-two thousand men. And David placed a garrison in Syria that is toward Damascus. And the Syrian became to David servants bringing gifts. And the Lord saved David in all that he went. To these, next, after a little, it is added:
«Καὶ ἐβασίλευσε Δαυῒδ ἐπὶ Ἰσραήλ· καὶ ἦν Δαυῒδ ποιῶν κρῖμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. Καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατείας.» Καὶ αὖθις μεθ' ἕτερα εἴρηται· «Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Ῥοὼβ καὶ τὴν Συρίαν Σοβὰλ εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μαχαὰ χιλίους ἄνδρας, καὶ Εἰστὼβ ιβʹ χιλιάδας ἀνδρῶν. Καὶ ἤκουσε Δαυῒδ, καὶ ἀπέστειλε τὴν δύναμιν, τοὺς δυνατούς. Καὶ ἐξῆλθον υἱοὶ Ἀμμὼν, καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σωβᾶ καὶ Ῥοὼβ καὶ Εἰστώβ. Καὶ εἶδεν Ἰωὰβ, ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσωπον· καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ἰσραὴλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας,» καὶ τὰ τούτοις ἑξῆς. Οἷς ἑξῆς ἐπιφέρεται· «Καὶ εἶδον οἱ δοῦλοι Ἀδραζὰρ, ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραὴλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς.» Διὰ τούτων ἡ ἱστορία καὶ τοῦ Εὐφράτου καὶ τῆς Σωβὰλ καὶ τῆς Συρίας καὶ τοῦ Ἰωὰβ, καὶ τῶν ιβʹ χιλιάδων ἐμνημόνευσε, καὶ ὡς τῶν πολεμίων ἁπάντων περικρατὴς γέγονεν ὁ Δαυΐδ· ὅπως τε ὁ ἀρχιστράτηγος αὐτοῦ Ἰωὰβ, παραταξάμενος τοῖς ἀλλοφύλοις, ὑποχειρίους αὐτοὺς εἰλήφει. Αὐτοὺς δὴ οὖν ἐκείνους, καθ' οὓς ταῦτα ἐπράττετο, σημαίνει ἡ μετὰ χεῖρας στηλογραφία. Κατὰ δὲ τὸν Σύμμαχον τὰ τῆς προγραφῆς οὕτως ἔχει·
And David reigned over Israel; and David was executing judgment and righteousness over all his people. And Joab the son of Saruia was over the army. And again, after other things, it is said: And the sons of Ammon sent and hired Syria Roob and Syria Sobal, twenty thousand foot soldiers, and Macha the king a thousand men, and Istob twelve thousand men. And David heard, and sent out the force, the mighty men. And the sons of Ammon went out and arrayed for war at the door of the gate of Syria Soba and Roob and Istob. And Joab saw that the battle had been set against him face to face; and he chose from all the young men of Israel, and they arrayed themselves opposite Syria, and the things that follow these. To which there is added next: And the servants of Adrazar saw that they had stumbled before Israel, and they deserted to Israel, and served them. Through these things the history has made mention both of the Euphrates and of Sobal and of Syria and of Joab, and of the twelve thousand, and how David became master over all his enemies; and how Joab his commander-in-chief, having arrayed himself against the foreigners, had taken them under his hand. Those very men, then, in whose times these things were done, the pillar inscription at hand signifies. But according to Symmachus the title reads as follows:
«Ἐπινίκιον ὑπὲρ τῶν ἀνθῶν τοῦ ταπεινόφρονος καὶ ἀμώμου τοῦ Δαυῒδ, εἰς διαδοχὴν, ὁπότε, ἐμπρήσας τὴν Συρίαν τῆς Μεσοποταμίας, καὶ τὴν Συρίαν Σωβὰλ, καὶ ἀνέστρεψε Ἰωὰβ, καὶ ἐπάταξε τὸν Ἐδὼμ ἐν τῇ φάραγγι τοῦ Ἁλὸς ιβʹ χιλιάδας.» Δηλοῖ δὲ ὁ χρόνος εἰρῆσθαι τὰ προκείμενα, ἐν τῷ διαπρέπειν καὶ τὰ μεγάλα κατορθοῦν βασιλεύοντα τὸν Δαυῒδ, πρὸ τῆς κατὰ τὴν Βηθσαβεὲ ἱστορίας, ὅτε καλῶς αὐτῷ τὰ πράγματα προὐχώρει εὐδοκιμοῦντι παρὰ τῷ Θεῷ καὶ παρὰ τοῖς πᾶσιν· ὡς μαρτυρεῖσθαι, ὅτι ἦν ποιῶν κρῖμα καὶ δικαιοσύνην ἐν τῷ Ἰσραήλ. Ἀλλὰ γὰρ ἄξιον ἐν τούτοις ἀπορῆσαι, πῶς, ἐν τοιαύτῃ τυγχάνων καταστάσει, ἀρχόμενος τῆς στηλογραφίας φάσκει· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς.» Καὶ μὴν τρόπαια κατ' ἐχθρῶν ἀνίστη, καὶ νίκας κατὰ πολεμίων ᾕρητο· δέον οὖν ἐπὶ τούτοις ᾠδὰς ἐπινικίους ᾄδειν, θύειν τε εὐχαριστήρια τῷ Θεῷ. Ὁ δὲ τούτων μὲν οὐδὲν πράττει, τἀναντία δὲ ἀπολοφύρεται λέγων· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς.» Ἀντὶ δὲ τοῦ, «καὶ ᾠκτείρησας ἡμᾶς,» «καὶ περιήγαγες ἡμᾶς,» ὁ Σύμμαχος ἡρμήνευσεν· ἡ δὲ πέμπτη ἔκδοσις, «καὶ περιεκύκλωσαν ἡμᾶς·» ὁ δὲ Ἀκύλας, «θυμωθεὶς μετέστρεψας ἡμῖν.» Εἶτα ἐπιλέγει ἑξῆς· «Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.» Ταῦτα δὲ ἀκατάλληλα καὶ ἀνάρμοστα δόξαι ἂν εἶναι τοῖς ἐν τῇ προγραφῇ δηλουμένοις. Ἀλλὰ γὰρ οὐκ ἀσκόπως ἡγοῦμαι τὴν προγραφὴν εἰς τὸ τέλος ἡμᾶς ἀναπέμπειν, καὶ «τοῖς
A victory song for the lilies of the humble and blameless David, for a succession, when, having set fire to Syria of Mesopotamia and Syria of Zobah, Joab returned and struck down Edom in the Valley of Salt, twelve thousand. The time shows that the foregoing words were spoken when David was reigning in distinction and accomplishing great things, before the story concerning Bathsheba, when his affairs were prospering well for him as he was held in good repute by God and by all, so that it was testified that he was executing judgment and righteousness in Israel. But it is indeed worth raising a difficulty here: how, being in such a condition, at the beginning of the inscription he says: "O God, you have thrust us away and cast us down." And yet he was setting up trophies over enemies and had won victories over foes; it was fitting, then, to sing victory songs over these things and to offer thank-offerings to God. But he does none of these things; on the contrary, he laments, saying: "O God, you have thrust us away and cast us down, you were angry, and you had mercy on us." Instead of "and you had mercy on us," Symmachus translated "and you brought us around"; and the fifth edition, "and they encircled us"; and Aquila, "being enraged, you turned us about." Then he adds next: "You showed your people hard things; you gave us to drink the wine of compunction." But these things might seem incongruous and out of harmony with what is indicated in the superscription. Yet I do not think it is without purpose that the superscription sends us to the end, and "to those
ἀλλοιωθησομένοις» ἐπιγράφειν, καὶ στηλογραφίαν τοὺς λόγους ἀποκαλεῖν. «Εἰς» μὲν γὰρ «τὸ τέλος,» διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων μέλλειν πληροῦσθαι τὰ προφητευόμενα, εἴρηται· πρόσκειται δὲ, «τοῖς ἀλλοιωθησομένοις,» ἀναγκαίως διὰ τὴν μέλλουσαν διαλήψεσθαι ἀλλοίωσιν τὴν κατάστασιν τῶν τότε πραγμάτων. Ὅτε μὲν γὰρ ταῦτ' ἐλέγετο, ἐκράτει τῶν ἀλλοφύλων ὁ Ἰσραὴλ, καὶ τῶν πολεμίων κρείττων ἐτύγχανεν. Ἔμελλε δὲ ἄρα καιρῷ τινι ἀλλοίωσιν ὑπομένειν, καὶ ὑπὸ τοῖς ἐχθροῖς γίνεσθαι. Διό φησιν ἡ προγραφή· «Εἰς τὸ τέλος τοῖς ἀλλοιωθησομένοις·» ὁ δὲ Σύμμαχος, «Ὑπὲρ τῶν ἀνθῶν·» ὁ δὲ Ἀκύλας, «Ἐπὶ κρίνων.» Ὡς γὰρ τὰ κρίνα τοῦ ἀγροῦ καὶ ὁ χόρτος δοκεῖ μέν τινα πρὸς βραχὺ φαίνεσθαι ὡραῖα, ὅσον δὲ οὔπω μεταβάλλει καὶ φθείρεται· οὕτως καὶ τὰ πράγματα τοῦ λαοῦ, ἀνθοῦντα τότε, ἔμελλεν ὅσον οὔπω μεταβάλλειν. Διὸ καὶ ὁ Σωτὴρ ἐν ταῖς διδασκαλίαις ἔλεγε· «Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ·» καὶ πάλιν· «Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον·» ἀλλὰ καὶ, «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα·» οἷς ὁ Προφήτης κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς προστίθησι λέγων· «Ἀληθῶς χόρτος ὁ λαός· ἐξηράνθη ὁ χόρτος, ἐξέπεσε τὸ ἄνθος,» ἀκαλύπτως τὸ Ἰουδαίων ἔθνος δηλώσας. Αὐτὰ δὴ οὖν ταῦτα καὶ νῦν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Δαυῒδ μαρτύρεται, προαναφωνοῦν τὴν μέλλουσαν ἔσεσθαι τοῦ λαοῦ ἀλλοίωσιν καὶ μεταβολήν.
to be inscribed "for those who will be changed," and to call the words a "stele-writing." For "for the end" is said because the things prophesied are going to be fulfilled at the consummation of the ages; and "for those who will be changed" is added necessarily because of the change that was going to overtake the condition of the affairs of that time. For when these things were being said, Israel was prevailing over the foreigners and proved stronger than its enemies. But it was destined in time to undergo a change and to come under its enemies. Therefore the superscription says: "For the end, for those who will be changed"; Symmachus has "For the flowers," and Aquila "Upon the lilies." For just as the lilies of the field and the grass seem for a short time to appear beautiful, but in no time at all change and perish, so also the affairs of the people, flourishing then, were about to change in no time at all. Therefore also the Savior said in his teachings: "Consider the lilies of the field"; and again: "But if the grass of the field, which is today, and tomorrow is cast into the oven"; and also, "All flesh is grass, and all its glory is like the flower of grass. The grass has dried up, and the flower has fallen off; but the word of the Lord remains forever"; to which the Prophet, in accordance with the other translators, adds, saying: "Truly the people is grass; the grass has dried up, the flower has fallen off," having plainly indicated the nation of the Jews. These very things, then, the Holy Spirit also now testifies through David, proclaiming beforehand the change and alteration of the people that was going to be.
Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται, «Ἐπὶ κρίνων μαρτυρίας·» κατὰ δὲ τὸν Σύμμαχον, «Ὑπὲρ τῶν ἀνθῶν μαρτυρία·» κατὰ δὲ τοὺς Ἑβδομήκοντα, «Τοῖς ἀλλοιωθησομένοις εἰς στηλογραφίαν,» Πολλὴν δὲ ἀκολουθίαν ἔχοι ἂν πρὸς τὰ ἐν τῷ πρὸ τούτου λελεγμένα. Ἐπεὶ κἀκεῖνος τὴν τοῦ ἔθνους ἀποβολὴν ἐδήλου λέγων· «Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν,» καὶ τὰ ἐπιφερόμενα. Οἷς ἑξῆς περὶ τῆς κλήσεως τῶν ἐθνῶν ἔφασκε· «Καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη.» Τὴν δὲ στηλογραφίαν καὶ νῦν ὡς καὶ ἐν τοῖς ἔμπροσθεν ὁ μὲν Ἀκύλας, «ταπεινοῦ τελείου τοῦ Δαυΐδ·» ὁ δὲ Σύμμαχος, «ταπεινόφρονος τοῦ Δαυῒδ καὶ ἀμώμου,» ἡρμήνευσαν. Στήλης γὰρ ἦν ἀξία ἡ τοῦ τοσούτου βασιλέως μετριοφροσύνη. Τοσούτων γὰρ πολέμων περιγενόμενος, καὶ τοὺς μέχρι τῆς Μέσης τῶν ποταμῶν ὑποτάξας, ὑποφόρους τε αὐτοὺς καταστησάμενος, ἐν τῷ οἰκείῳ διέμενεν ἤθει, ἐν ᾧ καὶ ὅτε ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ, καὶ τὰς ἐρήμους φεύγων κατῴκει, διέπρεπε. Καὶ τότε γὰρ ὑπὸ τῆς θείας Γραφῆς, ὡς ταπεινὸς τέλειος, ἢ ταπεινόφρων καὶ ἄμωμος στηλῶν αἰωνίων ἠξιοῦτο· καὶ νῦν δ' ὅτε βασιλεύων τοσούτοις ἐπεξῄει πολεμίοις, καὶ τὸν ἁπάντων συνῆγε πλοῦτον, ἐπὶ τῆς αὐτῆς διέμενε προαιρέσεως· διὸ στηλογραφίας ἠξιοῦτο, καὶ πνεύματος ἠξιοῦτο προφητικοῦ. Ἐπιτήρει δὲ ὅπως κατὰ τούτου τοῦ χρόνου ὁ Ἰσραὴλ, βασιλεύοντος Δαυῒδ, μέχρι τῆς Μέσης τῶν ποταμῶν ἐκράτει, καὶ φόρους παρὰ τῶν πέριξ ἐθνῶν ἐλάμβανε, τῆς τοῦ Θεοῦ ἐπαγγελίας τῆς πρὸς τὸν Ἀβραὰμ εἰς ἔργα χωρούσης·
Therefore according to Aquila it is written, "For judging testimonies"; and according to Symmachus, "A testimony concerning the flowers"; and according to the Seventy, "For those who will be changed, into a stele-writing." And it would have great coherence with what was said in the preceding passage. For that psalm also was indicating the rejection of the nation, saying, "They shall turn back at evening, and shall hunger like a dog, and shall encircle a city," and the things that follow. To these it next spoke concerning the calling of the nations: "And you, Lord, the God of hosts, the God of Israel, give heed to visit all the nations." And the stele-writing both now and in the earlier passages Aquila interpreted as "of the humble, perfect David," and Symmachus as "of the humble-minded and blameless David." For the moderation of so great a king was worthy of a stele. For having prevailed over so many wars, and having subjected those as far as the middle of the rivers, and having made them tributaries, he remained in his own character, in which also when he was driven by Saul and dwelt fleeing the deserts, he shone forth. For then too by the divine Scripture, as humble and perfect, or humble-minded and blameless, he was deemed worthy of eternal steles; and now when reigning he marched out against so many enemies, and gathered the wealth of all, he remained in the same disposition; therefore he was deemed worthy of a stele-writing, and was deemed worthy of the prophetic spirit. And observe how in this time Israel, while David was reigning, held power as far as the middle of the rivers, and received tribute from the surrounding nations, the promise of God to Abraham advancing into deeds.
δι' ἧς ἐπηγγέλλετο δώσειν τῷ σπέρματι αὐτοῦ πᾶσαν τὴν γῆν ἀπὸ τοῦ πο ταμοῦ Αἰγύπτου, μέχρι τοῦ ποταμοῦ Εὐφράτου· ἃ δὴ βασιλεύοντος τοῦ Δαυῒδ ἔργοις ἐπληροῦτο· τοῦτο γοῦν καὶ ἡ παρατεθεῖσα ἱστορία τῆς Βασιλειῶν γραφῆς ἐμαρτύρει. Ἀλλὰ γὰρ φωτισθεὶς ὁ προφήτης ὑπὸ τοῦ ἁγίου Πνεύματος, θεσπίζει τὰ ἐν τοῖς μέλλουσι χρόνοις συμβησόμενα. Τίνα δὲ ἦν ταῦτα διδάσκει λέγων· «Εἰς τὸ τέλος τοῖς ἀλλοιωθησομένοις.» Εἶθ' ἑξῆς προϊὼν ἐπάγει· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς,» καὶ τὰ ἑξῆς· οἷς μεθ' ἕτερα ἐπιλέγει· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω,» καὶ τὰ ἑξῆς. Σημαίνει δὲ διὰ τούτων τοῦ Θεοῦ διαλλαγὰς πρὸς τοὺς ἀλλοφύλους. Ὁ Θεὸς γὰρ,
φησὶν, ἐλάλησε, καὶ λαλήσας ἐν τῷ ἁγίῳ αὐτοῦ τῷ Γαλαὰδ καὶ τῷ Μανασσῇ, καὶ τῷ Ἐφραῒμ, καὶ τῷ Ἰούδᾳ, συμπεριλαμβάνει τὸν Μωὰβ καὶ τὴν Ἰδουμαίαν καὶ πάντας τοὺς λοιποὺς ἀλλοφύλους. «Μωὰβ» γὰρ, φησὶ, «λέβης τῆς ἐλπίδος μου·» ἀνθ' οὗ ὁ Σύμμαχος ἐξέδωκε, «Μωὰβ λέβης ἀμεριμνίας μου·» ὁ δὲ Ἀκύλας, «Μωὰβ λέβης λουτροῦ μου.» Εἶτα περὶ τῆς Ἰδουμαίας αὐτὸς ἐπαγγέλλεται λέγων· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου·» ἢ κατὰ τὸν Σύμμαχον, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβήσομαι τῷ ὑποδήματί μου.» Καὶ τοιαῦτα μὲν ἐπαγγέλλεται τῷ Μωὰβ καὶ τῇ Ἰδουμαίᾳ. Περὶ δὲ τῶν ἀλλοφύλων πάλιν ὁ αὐτὸς ἐπιλέγει· «Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν·» ἢ, κατὰ τὸν Ἀκύλαν·
Through which he promised to give to his seed all the land from the river of Egypt to the river Euphrates—things that were fulfilled in deeds during the reign of David; at any rate, the history set forth in the book of Kings also testified to this. But the prophet, enlightened by the Holy Spirit, declares beforehand the things that will happen in times to come. And what these were, he teaches, saying: "For the end, for those who will be changed." Then proceeding in order he adds: "O God, you have cast us off and cast us down," and what follows; to which after other things he adds: "God spoke in his holy one: I will exult and divide Shechem, and I will measure out the valley of tents," and what follows. By these words he signifies God's reconciliations with the foreigners. For God, he says, spoke, and having spoken in his holy one—in Gilead and Manasseh, and Ephraim, and Judah—he includes Moab and Idumea and all the rest of the foreigners. For "Moab," he says, "is the basin of my hope"; in place of which Symmachus rendered, "Moab is the basin of my freedom from care"; and Aquila, "Moab is the basin of my washing." Then concerning Idumea he himself promises, saying: "Upon Idumea I will stretch out my sandal"; or according to Symmachus, "Upon Idumea I will tread with my sandal." And such things he promises to Moab and to Idumea. And concerning the foreigners again the same one adds: "Foreigners were subjected to me"; or, according to Aquila—
«Ἐπ' ἐμὲ Φυλιστιαία ἡταιρήσατο·» κατὰ δὲ τὸν Θεοδοτίωνα, «Ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν.» Αὐτὰ δὲ ταῦτα τοῖς αὐτοῖς ῥήμασι, καὶ αὐταῖς λέξεσι καὶ ἐν τῷ ρζʹ εἴρηται ψαλμῷ, ἐν ᾧ καὶ κατὰ τοὺς Ἑβδομήκοντα φιλιάσειν τῷ Θεῷ οἱ ἀλλόφυλοι θεσπίζονται. Γέγραπται γοῦν καὶ ἐν ἐκείνῳ· «Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν.» Καὶ ταῦτα μὲν περὶ τῶν ἀλλοφύλων διῆλθε. Μετὰ δὲ ταῦτα ἐκ προσώπου τοῦ Ἰουδαίων λαοῦ ἡ προφητεία πάλιν ἐπάγει φάσκουσα· «Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν;» Ἃ δὴ ὅμοια γένοιτ' ἂν τοῖς κατὰ τὴν ἀρχὴν λελεγμένοις ἐν τῷ, «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς·» δι' ὧν σαφῶς ἑαυτοὺς μὲν ἀπεῶσθαι λέγουσι καὶ καθαιρεῖσθαι, μὴ ἔχειν τε τὸν Θεὸν βοηθὸν ἐν ταῖς ἑαυτῶν δυνάμεσι· τοὺς δὲ ἀλλοφύλους καθόλου μὲν πάντας φίλους γεγονέναι τῷ Θεῷ, ἰδίως δὲ τὸν Μωὰβ λέβητα αὐτοῦ τῆς ἐλπίδος, ἢ λέβητα τοῦ λουτροῦ αὐτοῦ, ἢ τῆς ἀμεριμνίας αὐτοῦ γεγονέναι· τὴν δὲ Ἰδουμαίαν τοῦ ὑποδήματος τοῦ Θεοῦ κατηξιῶσθαι. Ταῦτ' οὖν τῷ Πνεύματι τῷ θείῳ φωτισθεὶς ὁ Δαυῒδ, κοινοποιεῖ τὸν λόγον ὡς ἐκ προσώπου τοῦ παντὸς λαοῦ καί φησιν· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς·» ἢ, κατὰ τὸν Σύμμαχον· «Ὁ Θεὸς, ἀπεβάλου ἡμᾶς, καὶ διέκοψας ἡμᾶς·» σαφῶς ἀποβολὴν καὶ ἀποκοπὴν αὐτῶν δηλώσας. Εἶτ' ἐπιλέγει·
Philistia has become a friend to me"; but according to Theodotion, "Foreigners have befriended me." These very same words, and the very same expressions, are also spoken in the 107th psalm, in which, according to the Seventy, the foreigners are foretold to befriend God. At any rate, it is written also in that psalm: "Moab is the vessel of my hope. Upon Idumea I will cast my shoe; foreigners have befriended me." And these things he went through concerning the foreigners. After this, the prophecy again, in the person of the people of the Jews, adds, saying: "Was it not you, O God, who rejected us, and will you not go out with our hosts?" These things would be similar to what was said at the beginning in the words, "O God, you have rejected us and cast us down"; through which they clearly say that they themselves have been rejected and cast down, and that they do not have God as a helper in their own hosts; but that the foreigners have altogether all become friends of God, and especially that Moab has become the vessel of his hope, or the vessel of his washing, or of his freedom from care; and that Idumea has been deemed worthy of the shoe of God. David, therefore, enlightened by the divine Spirit in these things, makes the word common, as it were in the person of the whole people, and says: "O God, you have rejected us and cast us down"; or, according to Symmachus: "O God, you have cast us off and cut us in pieces"; clearly indicating their casting off and cutting off. Then he adds:
«Ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς·» κατὰ δὲ τὸν Ἀκύλαν, «Θυμωθεὶς μετέστρεψας ἡμᾶς·» κατὰ δὲ τὸν Σύμμαχον, «Ὠργίσθης, καὶ περιήγαγες ἡμᾶς·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, «Καὶ περιήγαγες ἡμᾶς.» Ταῦτα δὲ μᾶλλον τῶν λόγων ἡ τῶν πραγμάτων ἔκβασις παρίστησι. Μετὰ γοῦν τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν πάντα ταῦτα πεπόνθασιν, ὅτε ἔφθασεν ἐπ' αὐτοὺς ὀργὴ εἰς τέλος, ἀπώσθησάν τε καὶ καθῃρέθησαν καὶ ἀπεβλήθησαν· διεκόπησάν τε καὶ περιήχθησαν διασκορπισθέντες εἰς πάντα τὰ ἔθνη. Ἀλλὰ καὶ «συνέσεισας, φησὶ, τὴν γῆν, καὶ συνετάραξας αὐτὴν,» διὰ τὸ μυρία κακὰ ἐν αὐτῇ γίγνεσθαι· λέγω δὲ τῇ αὐτῶν γῇ, ἤτοι τῇ Ἱερουσαλὴμ, ἐν ᾗ καὶ τὸ βασίλειον, καὶ τὸ ἁγίασμα, καὶ πάντα τὰ σεμνὰ τοῦ νόμου συνετελεῖτο· ἢ καὶ πάσῃ αὐτῶν τῇ χώρᾳ, ἢ καὶ ταῖς ψυχαῖς αὐτῶν τροπικῶς γῆν ὠνομασμέναις. Ἃ δὴ πάντα ἀθρόως διὰ τὰς παρανόμους αὐτῶν πράξεις συνεσείσθη καὶ συνεταράχθη. Ὅμως δ' οὖν ἱκετεύει ὁ προφήτης λέγων ἑξῆς· «Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐκινήθη.» Κινηθεῖσα γὰρ καὶ σαλευθεῖσα τῆς οἰκείας μονῆς καὶ στάσεως ἡ προλεχθεῖσα γῆ, συντρίμματα καὶ κατάγματα ἐκτήσατο. Διόπερ ἑξῆς ἐπιλέγεται· «Ἔδειξας τῷ λαῷ σου σκληρά·» καὶ ποτίζει δὲ αὐτοὺς οἶνον κατανύξεως· ἢ, κατὰ τὸν Ἀκύλαν, «οἶνον καρώσεως·» ἢ, κατὰ τὸν Σύμμαχον, «οἶνον σάλου.» Καὶ ἔστι γε εἰπεῖν τὸν ἀπὸ τῶν θείων Γραφῶν λόγον, ἐλεγκτικὸν ὄντα αὐτῶν τῆς εἰς τὸν Χριστὸν τοῦ Θεοῦ ἀπιστίας, οἶνον ὑπάρχειν κατανύξεως, νυττομένης αὐτῶν καὶ τιτρωσκομένης τῆς συνειδήσεως ἀπὸ τῶν περὶ τοῦ Σωτῆρος προφητειῶν·
You were angry, and you had mercy on us"; but according to Aquila, "Being enraged, you turned us back"; but according to Symmachus, "You were angry, and you led us around"; but according to the Fifth Edition, "And you led us around." But the outcome of the events, rather than of the words, presents these things more clearly. At any rate, after the coming of our Savior, they have suffered all these things, when wrath came upon them to the end, and they were thrust away and brought down and cast off; they were cut apart and led around, scattered into all the nations. But also, he says, "you shook the earth and disturbed it," because countless evils were happening in it—I mean in their own land, that is, Jerusalem, in which both the kingdom and the sanctuary and all the venerable things of the law were being accomplished; or also in their entire country, or also in their souls, which are figuratively called earth. All these things at once, because of their lawless deeds, were shaken and disturbed. Nevertheless the prophet supplicates, saying next: "Heal its fractures, for it was moved." For the aforementioned earth, having been moved and shaken from its own dwelling and stability, acquired fractures and breaks. Therefore it is said next: "You showed your people hard things"; and he gives them wine of compunction to drink; or, according to Aquila, "wine of stupefaction"; or, according to Symmachus, "wine of tossing." And one may say that the word from the divine Scriptures, being convicting of their unbelief in the Christ of God, is wine of compunction, their conscience being pricked and wounded by the prophecies concerning the Savior.
ἐξ αὐτῶν τε τῶν περιεχόντων αὐτοὺς πραγμάτων καὶ ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς. Ταῦτα γὰρ, κἂν ἀπροσποίητοι εἶναι δοκῶσιν, ὅμως τὴν συνείδησιν αὐτῶν τιτρώσκει, πλήττοντα καὶ εἰς συναίσθησιν αὐτοὺς
ἄγοντα τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀπιστίας. Ἀλλ' ἐκείνοις μὲν τοιαῦτα μέλλειν ἔσεσθαι θεσπίζει. Τοὺς δὲ μέλλοντας προστρέχειν τῷ Χριστῷ τοῦ Θεοῦ, καὶ τὴν δι' αὐτοῦ σωτηρίαν παραδέχεσθαι, εὐαγγελίζεται ἑξῆς λέγων· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Κατὰ δὲ τὸν Ἀκύλαν· «Ἔδωκας, φησὶ, τοῖς φοβουμένοις σε σύσσημον, τοῦ σημειοῦσθαι ἀπὸ προσώπου βεβαιότητος·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔδωκας τοῖς φοβουμένοις σε σημεῖον, εἰς τὸ ἐκφυγεῖν ἀπὸ προσώπου τοξεύματος.» Εἰ μὲν οὖν ἦσαν καὶ οἱ διὰ τῶν ἔμπροσθεν δεδηλωμένοι τῷ σημείῳ τούτῳ, οὐκ ἂν ἀπώσθησαν, οὐδ' ἂν καθῃρέθησαν, οὐδ' ἂν τῇ ὀργῇ παρεδόθησαν· ἀλλ' ἐπεὶ μὴ ἠβουλήθησαν καταδέξασθαι τὸ σωτήριον σημεῖον, εἰκότως τούτοις περιπεπτώκασιν. Οἱ δέ γε φοβούμενοι τὸν Κύριον (οὕτω δὲ εἴωθε καλεῖν ὁ λόγος τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὡς πολλάκις διὰ πλειόνων ἐδείξαμεν), λαβόντες τὸ σημεῖον χρησάμενοί τε αὐτῷ, καὶ κατὰ τοῦ προσώπου σφραγιζόμενοι, εὕραντο φυγὴν ἀπὸ προσώπου τόξου, μηδενὸς νοητοῦ καὶ ἀοράτου πολεμίου βάλλειν αὐτοὺς τολμῶντος διὰ τὸ ἐπικείμενον αὐτοῖς σημεῖον καὶ τοῖς παλαιοῖς δεδομένον. Μωϋσῆς μὲν γὰρ τὰς φλιὰς τῶν οἴκων τῶν Ἰσραηλιτῶν αἵματι τοῦ προβάτου τοῦ Πάσχα κατασημαίνεσθαι διετάξατο εἰς ἀποτροπὴν τοῦ ὀλοθρευτοῦ·
both from the circumstances themselves that encompass them and from the conversion of the nations. For these things, even if they seem to be unaffected, nevertheless wound their conscience, striking them and leading them to a perception of their unbelief in our Savior and Lord. But for those, he prophesies that such things are going to happen. But those who are going to run to the Christ of God and to receive the salvation through him, he proclaims as good news, saying next: "You have given to those who fear you a sign to flee from the face of the bow." But according to Aquila: "You have given," he says, "to those who fear you a signal to mark themselves from the face of certainty"; but according to Symmachus: "You have given to those who fear you a sign, for escaping from the face of the arrow." If, then, those who were indicated by the things previously stated were also of this sign, they would not have been thrust away, nor would they have been cast down, nor would they have been handed over to wrath; but since they did not wish to receive the saving sign, they have reasonably fallen into these things. But those who fear the Lord (for thus the word is accustomed to call those who believe from the nations, as we have often shown through many passages), having received the sign and having used it, and sealing themselves against the face, have found flight from the face of the bow, since no intelligible and invisible enemy dares to strike them because of the sign set upon them and given to the ancients. For Moses ordered the doorposts of the houses of the Israelites to be marked with the blood of the Passover lamb for the aversion of the destroyer;
καὶ ἐν τῷ Ἐζεκιὴλ δὲ, μελλούσης ἀφανίζεσθαι τῆς πόλεως, ἀναγέγραπται ὁ Θεὸς εἰρηκὼς πρὸς τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὅστις ποτ' ἦν· «Δίελθε μέσην τὴν πόλιν τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὰ σημεῖα ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.» Εἶθ' ἑτέροις ἐλέχθη· «Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε· μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε πρεσβύτερον καὶ νεανίσκον, καὶ νήπια καὶ παρθένον, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.» Ὁρᾷς ὅπως οἱ μὲν ἀπώλοντο· οἱ δὲ τὸ σημεῖον ἐπὶ τοῦ μετώπου φέροντες διεσώζοντο; τοιοῦτοί τινες ἦσαν καὶ οὓς ἡ παροῦσα στηλογραφία παρίστησι λέγουσα· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου·» οὐ γὰρ τῷ Ἰσραὴλ, φησὶν, ἔδωκας, ἀλλὰ τοῖς φοβουμένοις σε. Ὅτι δὲ ἔθος ἐστὶ τῇ προφητείᾳ φοβουμένους τὸν Κύριον καλεῖν τοὺς ἐξ ἐθνῶν ἐπὶ τὸν Θεὸν καταφεύγοντας, πολλάκις ἀπεδείξαμεν, καθὼς προείρηται. Ὥσπερ οὖν ἀπὸ προσώπου τοῦ ὀλοθρευτοῦ διέφυγόν ποτε οἱ ἐν Αἰγύπτῳ τὰς πληγὰς, χρήσαντες τῷ σημείῳ τοῦ αἵματος, τὸν αὐτὸν τρόπον εἰς ἀποτροπιασμὸν τοῦ πολεμίου καὶ ἐχθροῦ τῶν ἀνθρωπίνων ψυχῶν, τοῦ τοξεύειν καὶ καταβάλλειν αὐτὰς ἐπὶ τὴν τῆς εἰδωλολατρείας πλάνην εἰωθότος, δέδοται τὸ λεγόμενον ἐνταῦθα σημεῖον τοῖς φοβουμένοις τὸν Κύριον.
And in Ezekiel also, when the city was about to be destroyed, it is recorded that God said to the one clothed in the long robe, whoever he was: "Pass through the midst of the city, Jerusalem, and put marks on the foreheads of the men who groan and are distressed over all the lawless deeds that are done in their midst." Then it was said to others: "Go into the city after him, and strike; do not spare with your eyes, and do not have pity on old man or young man, and kill infants and virgins and women for utter destruction; but do not come near any on whom is the mark, and begin from my holy ones." Do you see how some perished, while those bearing the mark on their forehead were saved? Such were also those whom the present passage presents, saying: "You have given to those who fear you a sign, that they might flee from the face of the bow." For not to Israel, it says, did you give it, but to those who fear you. And that it is the custom of prophecy to call "those who fear the Lord" the ones from the nations who take refuge in God, we have often demonstrated, as has been said before. Just, then, as those in Egypt once escaped the plagues from the face of the destroyer, having used the sign of the blood, in the same way, for the averting of the enemy and adversary of human souls—who is accustomed to shoot and cast them down into the error of idolatry—the sign spoken of here has been given to those who fear the Lord.
«Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα μέχρι τοῦ τέλους καὶ ὁ ρζʹ περιέχει ψαλμός. Ἀλλ' ἐν μὲν τοῖς προκειμένοις τὰ προλεχθέντα ἀποβολὴν ἐδήλου τοῦ Ἰσραήλ· τοῦ ρζʹ τὰ πρὸ τούτου, «ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου» καὶ τῶν ἐπιφερομένων, σαφῆ κλῆσιν ἐθνῶν θεσπίζει. Προειπὼν γὰρ ὁ λόγος ἐν τῷ ρζʹ, «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου,» ἐπιφέρει· «Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν· ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Εἶτ' ἐπιλέγει τὰ ἐν τῷ μετὰ χεῖρας προκείμενα λόγῳ· «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου,» καὶ τὰ λοιπὰ συμφώνως τοῖς προκειμένοις, Σφόδρα δὲ ἐθαύμασα τοῦ ἁγίου Πνεύματος τὴν οἰκονομίαν· ἀπὸ γὰρ δύο στηλογραφιῶν
So that your beloved may be rescued, save with your right hand, and hear me." These words and those that follow them to the end are also contained in the one hundred and seventh psalm. But in the preceding passages, what was said before indicated the rejection of Israel; whereas in the one hundred and seventh psalm, the words before this—"so that your beloved may be rescued"—and those that follow clearly proclaim the calling of the nations. For the word, having first said in the one hundred and seventh psalm, "My heart is ready, O God, my heart is ready; I will sing and make melody. Awake, my glory; awake, psaltery and harp; I will awake at dawn," then adds: "I will give thanks to you among the peoples, O Lord; I will sing to you among the nations; for your mercy is great above the heavens, and your truth reaches to the clouds. Be exalted above the heavens, O God, and let your glory be over all the earth." Then it adds the words that lie before us in the present passage: "So that your beloved may be rescued, save with your right hand, and hear me," and the rest in agreement with what precedes. And I greatly marveled at the dispensation of the Holy Spirit; for from two inscriptions
ἕνα ψαλμὸν πεποίηκε, τὸν ρζʹ. Τὰ μὲν γὰρ πρῶτα, ἐν οἷς ἐλέγετο· «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, καὶ τὰ ἑξῆς, ἀπὸ τῆς τοῦ ν ʹ στηλογραφίας τοῦ Δαυῒδ ἐξελὼν, ἐν ᾗ καὶ αὐτῇ λέλεκτο· ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ,» καὶ τὰ ἐπιλεγόμενα δ' ἑξῆς συμφώνως τοῖς ἐν τῷ ρζʹ μέχρι τοῦ· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου·» τὰ δὲ δεύτερα τὰ ἀπὸ τοῦ, «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου,» σὺν τοῖς μέχρι τέλους ἐπενηνεγμένοις ἀπὸ τῆς μετὰ χεῖρας στηλογραφίας, διδάσκοντος ἡμᾶς θείου Πνεύματος μίαν καὶ τὴν αὐτὴν διάνοιαν ἐμφέρεσθαι ἐν ἀμφοτέροις. Ἐν μὲν γὰρ τῷ ν ʹ ἐξομολογήσασθαι τῷ Κυρίῳ ἐν λαοῖς καὶ ψάλλειν αὐτῷ ἐν ἔθνεσιν εὐηγγελίζετο· ἐν δὲ τῷ μετὰ χεῖρας ἀποβολὴν σημαίνει τοῦ Ἰσραὴλ, ὥσπερ οὖν ἐδίδασκε τὰ προλεχθέντα. Καὶ δὴ μετὰ τὰ πρῶτα, δι' ὧν ἐδηλοῦτο ἡ ἀποβολὴ τοῦ προτέρου λαοῦ, τό τε σημεῖον τὸ τοῖς φοβουμένοις αὐτὸν δοθησόμενον, ἑξῆς μέσου διαψάλματος παρεντεθέντος, τὸ Πνεῦμα τὸ ἅγιον εὐχὴν ἀναπέμπει τῷ Θεῷ φάσκον· «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Ἱκετεύει δὲ ταῦτα δεόμενον, ὅπως, τῇ αὑτοῦ χρησάμενος δεξιᾷ ὁ Θεὸς, ῥύσηται καὶ σώσῃ τοὺς ἀγαπητοὺς αὐτοῦ· καὶ οὐχ ἁπλῶς ἱκετεύει, «Σῶσον,» ἀλλὰ «τῇ δεξιᾷ ἑαυτοῦ» πρῶτον μὲν ῥύσασθαι, ἔπειτα σῶσαι. Ἀγαπητοὺς δὲ τοῦ Θεοῦ οὐδ' ἄλλους ἠπίστατο ἢ τοὺς κατ' εἰκόνα τὴν αὐτοῦ πεποιημένους ἀνθρώπους.
He made one psalm, the one hundred and seventh. For the first parts, in which it was said: "My heart is ready, O God," and what follows, he took from the inscription of the fifty-ninth psalm of David, in which it was also said: "My heart is ready, O God, my heart is ready; I will sing and make melody," and what is added next agrees with the things in the one hundred and seventh psalm up to: "Be exalted above the heavens, O God, and over all the earth be your glory." But the second parts, from "So that your beloved may be rescued, save with your right hand and hear me," together with what is brought in to the end, are from the inscription at hand, the Holy Spirit teaching us that one and the same meaning is conveyed in both. For in the fifty-ninth psalm it was proclaimed that he would give thanks to the Lord among the peoples and sing to him among the nations; but in the one at hand it signifies the rejection of Israel, just as the things said before taught. And indeed after the first parts, through which the rejection of the former people was made clear, and the sign that would be given to those who fear him, with a middle diapsalma inserted next, the Holy Spirit sends up a prayer to God, saying: "So that your beloved may be rescued, save with your right hand, and hear me." And it entreats these things as one praying, that God, using his own right hand, may rescue and save his beloved; and it does not simply entreat, "Save," but "with his own right hand," first to rescue, then to save. And it knew the beloved of God to be none other than the humans made according to his image.
Εἰ γὰρ καὶ τὰ μάλιστα ὑποπεπτώκασι τῇ ἁμαρτίᾳ, ἀλλ' ὅμως διὰ τὴν ψυχῆς οὐσίαν νοερὰν οὖσαν καὶ λογικὴν, ἀγαπητοὶ εἴρηνται τοῦ Θεοῦ. Δυσωπεῖ τοίνυν ὁ λόγος τὸν Θεὸν διὰ τῆς μνήμης τῶν ἀγαπητῶν αὐτοῦ, παρακαλεῖ τε ῥύσασθαι αὐτοὺς ἀπὸ νοητῶν τε ἐχθρῶν καὶ πολεμίων· ῥυσάμενόν τε σῶσαι αὐτοὺς διὰ τῆς ἑαυτοῦ δεξιᾶς. Δεξιὰν δὲ τοῦ Θεοῦ τίνα ἄν τις εἴποι ἢ τὸν Χριστὸν αὐτοῦ τροπικῶς οὕτως ὠνομασμένον, Ὡς γὰρ ἀλλαχοῦ δύναμις καὶ σοφία λέλεκται, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, οὕτω καὶ νῦν δεξιὰ χρηματίσειεν ἄν· ἐπειδὴ τὰ δεξιὰ καὶ σωτήρια πᾶσιν ἀνθρώποις προξενήσειν ἔμελλεν. «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ,» καὶ τὰ ἑξῆς. Εὐξαμένου τοῦ ἁγίου Πνεύματος ὅπως ῥυσθῶσιν οἱ ἀγαπητοὶ τοῦ Θεοῦ, μηδὲν ὑπερθέμενος ὁ Θεὸς ἀποκρίνεται λέγων· «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα.» Ταῦτα δὲ τοῦ Θεοῦ διὰ τοῦ Λόγου αὐτοῦ ὡς δι' ἑρμηνέως λαλήσαντος, τὸ Πνεῦμα τὸ ἅγιον ἐπακοῦσαν, διδάσκει καὶ ἡμᾶς εἰδέναι αὐτά· διό φησιν· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ.» Τὸν δὲ ἅγιον τοῦ Θεοῦ μορφὴν δούλου λαβόντα οὐκ ἠγνόησάν ποτε οἱ δαίμονες· διὸ ἐβόων λέγοντες· «Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.» Ἀλλὰ καὶ ἐν πηʹ ψαλμῷ λέλεκται· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι.» Ὡς γὰρ πατὴρ ἐφ' υἱῷ ἀγαπητῷ, οὕτως ὁ τῶν ὅλων Θεὸς ἐπὶ τῷ Υἱῷ ὤμνυσι. Καὶ ἐνταῦθα τοίνυν «ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ·» ἢ, κατὰ τὸν Ἀκύλαν, «Ὁ Θεὸς ἐλάλησεν ἐν ἡγιασμένῳ αὐτοῦ.» Πότε δὲ καὶ τοῦτ' ἐπληροῦτο, ἢ ὅτε ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ; Τί δὲ ἐλάλησεν ἢ τὰ ἐπιφερόμενα λέγων·
For even if they have most especially fallen under sin, nevertheless, because of the soul's essence, which is intelligent and rational, they have been called beloved of God. The word, therefore, persuades God through the remembrance of his beloved ones, and entreats him to rescue them from intellectual enemies and adversaries, and having rescued them, to save them through his own right hand. And what would one call the right hand of God but his Christ, thus named figuratively? For just as elsewhere he is called power and wisdom, righteousness and sanctification, and redemption, so now he would be designated the right hand, since he was going to procure right-hand blessings and salvation for all men. "God spoke in his holy one," and what follows. When the Holy Spirit had prayed that the beloved of God might be rescued, God, deferring nothing, answers saying: "I will be exalted and I will divide Shechem." Since God spoke these things through his Word as through an interpreter, the Holy Spirit, listening in, teaches us also to know them; therefore it says: "God spoke in his holy one." And the demons never failed to recognize the holy one of God who took the form of a servant; therefore they cried out saying: "We know who you are, the holy one of God." But also in the eighty-ninth psalm it is said: "Once I swore in my holy one, if I lie to David." For as a father over a beloved son, so the God of all swears over his Son. And here, therefore, "God spoke in his holy one"; or, according to Aquila, "God spoke in his sanctified one." And when was this also fulfilled, except when in the last days he spoke to us in his Son? And what did he speak but the things that follow, saying:
«Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα;» Ἐν μὲν οὖν τῷ ρζʹ εἴρηται· «Ὑψωθήσομαι, καὶ διαμεριῶ Σίκιμα,» σφόδρα καταλλήλως· ἐπειδὴ ἐν ἐκείνῳ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Πρὸς γὰρ τὸ, «ὑψώθητι,» ἐπενήνεκται τὸ, «ὑψωθήσομαι·» ἐνταῦθα δὲ πρὸς τὸ, «σῶσον τῇ δεξιᾷ σου,» καὶ πρὸς τὸ, «ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου,» χαίρων ἐπὶ τῇ τῶν ἀγαπητῶν αὐτοῦ σωτηρίᾳ, τὴν ἀπόκρισιν ποιεῖται λέγων, «Ἀγαλλιάσομαι·» ἢ, κατὰ τὸν Ἀκύλαν, «Γαυριάσομαι·» ἢ, κατὰ τὸν Σύμμαχον, «Γαυριάσω καὶ διανεμήσω Σίκιμα·» Αὕτη δὲ ἦν ἡ πάλαι ἀφωρισμένη τῷ Ἰωσὴφ μερὶς κατ' ἐξαίρετον, ἐφ' ᾗ καὶ μέγα ἐφρόνουν πρότερον μὲν Ἰουδαίων παῖδες, νῦν δὲ τὸ Σαμαρειτῶν φῦλον. Ἡ αὐτὴ
δέ ἐστι Σίκιμα τῇ Συχὲμ, ἣν ἔδωκεν Ἰακὼβ τῷ Ἰωσήφ· ἔνθα καὶ τὸ φρέαρ καὶ ἡ πηγὴ τοῦ Ἰακὼβ τυγχάνει, ὧν μέμνηται τὸ Εὐαγγέλιον, τὸν Σωτῆρα φάσκον ἐπιδεδημηκέναι, πολλούς τε αὐτῶν εἰς αὐτὸν πεπιστευκέναι. Ἀλλὰ καὶ μετὰ τὴν ἀνάληψιν αὐτοῦ οἱ ἀπόστολοι, ἐν τῇ Σαμαρείᾳ γενόμενοι, σημεῖα καὶ τέρατα ἐποίουν ἐν αὐτῇ, ὡς ἱστορεῖσθαι ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ Πνεῦμα τὸ ἅγιον δεδόσθαι τοῖς τὸν τόπον οἰκοῦσι, χαράν τε μεγάλην γεγονέναι αὐτόθι. Γέγραπται γοῦν, ὅτι Φίλιππος, κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει· ἐγένετο δὲ φωνὴ χαρᾶς μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. Καὶ ἑξῆς εἴρηται·
I will rejoice and divide Shechem”? In the 107th psalm it is said, “I will be exalted, and I will divide Shechem,” very fittingly; since in that psalm it was said earlier, “Be exalted above the heavens, O God, and your glory over all the earth.” For to “Be exalted” the response “I will be exalted” has been added; but here, to “Save with your right hand” and to “that your beloved may be delivered,” rejoicing in the salvation of his beloved, he makes answer, saying, “I will rejoice”; or, according to Aquila, “I will exult”; or, according to Symmachus, “I will exult and apportion Shechem.” And this was the portion long ago set apart for Joseph by special privilege, on which both the children of the Jews formerly prided themselves, and now the tribe of the Samaritans. The same is Shechem as Sychem, which Jacob gave to Joseph; where also the well and the spring of Jacob are, which the Gospel mentions, saying that the Savior came there, and that many of them believed in him. But also after his ascension the apostles, when they were in Samaria, performed signs and wonders in it, so that it is recorded in the Acts of the Apostles that the Holy Spirit was given to those who dwelt in that place, and that great joy occurred there. At any rate it is written that Philip, having gone down to the city of Samaria, preached Christ to them. And the crowds with one accord paid attention to what was said by Philip, when they heard and saw the signs which he was doing; and there came to be great joy in that city. And it is said next:
«Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα ἅγιον·» καὶ ἐπιλέγει· «Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ' αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.» Ταῦτ' οὖν ἐγένετο ἐν τῇ Σαμαρείᾳ, πληρουμένης τῆς μετὰ χεῖρας ἐπαγγελίας, φασκούσης· «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα. Τοῖς γὰρ ἐπὶ τῆς Σαμαρείας διεμέρισε τὸ Πνεῦμα τὸ ἅγιον μετὰ τὴν ἀνάληψιν αὐτοῦ, καὶ μετὰ τὸ ὑψωθῆναι αὐτὸν, ὅτε «ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα ἐν ἀνθρώποις.» Καὶ ταῦτα ἐγίνετο μετὰ τὸ διωχθῆναι τοὺς μαθητὰς τοῦ Σωτῆρος ἀπὸ Ἱεροσολύμων. Λέγει γοῦν ἡ Γραφή· «Ἐγένετο δὲ διωγμὸς μέγας ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν·» καὶ πάλιν· «Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.» Εἶθ' ἑξῆς εἴρηται ὅπως τοῖς ἐν τῇ Σαμαρείᾳ εὐηγγελίζοντο, καὶ ὡς τοῦ Πνεύματος τοῦ ἁγίου μετεδίδοσαν αὐτοῖς οἱ ἀπόστολοι. Δέδεικται τοίνυν ὅπως εἴρηται τὸ, «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα·» μετὰ γὰρ τὸ ὑψωθῆναι τὸν Σωτῆρα πάντα ταῦτα ἐπληροῦτο. Ἄλλος δ' ἂν εἴποι, διὰ τὸ πάλαι μὲν τῶν Ἰουδαίων εἶναι τὸν τόπον, νυνὶ δὲ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν Ἕλλησι καὶ Σαμαρείταις ἐκδεδόσθαι, τούτου χάριν εἰρῆσθαι τὸ, «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα·» ἀλλὰ καὶ «τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» Κοιλάδα δὲ εἴωθεν ὀνομάζειν ὁ προφητικὸς λόγος τὸ πάντων ἀνθρώπων οἰκητήριον· διὸ λέλεκται ἀλλαχοῦ·
When the apostles in Jerusalem heard that Samaria had received the word of God, they sent Peter and John to them; and they, when they had come down, prayed for them that they might receive the Holy Spirit. And he adds: Then they laid their hands on them, and they received the Holy Spirit. These things, then, happened in Samaria, when the promise at hand was being fulfilled, which says: I will be exalted and I will divide Shechem. For to those in Samaria he divided the Holy Spirit after his ascension, and after he was exalted, when ascending on high he led captivity captive and gave gifts among men. And these things were happening after the disciples of the Savior were persecuted from Jerusalem. For the Scripture says: And there arose a great persecution against the church in Jerusalem; and they were all scattered. And again: Those, then, who were scattered went about preaching the word. Then next it is told how they preached the good news to those in Samaria, and how the apostles imparted the Holy Spirit to them. It has been shown, then, how it is said, I will be exalted and I will divide Shechem; for after the Savior was exalted all these things were fulfilled. But another might say that, because the place formerly belonged to the Jews, but now after the ascension of our Savior it has been given over to Greeks and Samaritans, for this reason it was said, I will be exalted and I will divide Shechem; but also, I will measure out the valley of tabernacles. For the prophetic word is accustomed to call the dwelling-place of all men a valley; therefore it has been said elsewhere:
«Διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος.» Τοῦτο δὴ οὖν τὸ πάντων ἀνθρώπων οἰκητήριον, καὶ τὴν κοιλάδα ταύτην ἐκκλησιῶν, φησὶν, ἐμαυτοῦ πληρώσω· ὃ δὴ αἰνίττεται λέγων, «Σκηνῶν διαμετρήσω.» Καὶ ὁ Ἀκύλας δὲ τοῦτον ἡρμήνευσε τὸν τρόπον, «Κοιλάδα συσκιασμῶν καταμετρήσω.» Εἶθ' ὥσπερ ἐμὸς, φησὶ, γέγονεν ὁ Γαλαὰδ, καὶ ἐμὸς γέγονέ ποτε ὁ Μανασσῆς, καὶ Ἐφραῒμ ἦν ποτε, ὅτε ὑπῆρχε, «κραταίωσις τῆς κεφαλῆς μου,» ἢ, κατὰ τὸν Σύμμαχον, «ἰσχὺς τῆς ἀρχῆς μου·» ὁμοίως τε ὥσπερ, ἦν ποτε «ὁ Ἰούδας βασιλεύς μου,» ἢ, κατὰ τὸν Ἀκύλαν, «Ἰούδας ἀκριβαστής μου·» τὸν αὐτὸν τρόπον ἔσται καὶ ἡ τῶν ἀλλοφύλων χώρα τε καὶ πόλις ἡ καλουμένη Μωάβ· γενήσεται γὰρ «λέβης τῆς ἐλπίδος μου,» ἢ, κατὰ τὸν Ἀκύλαν· «λέβης λουτροῦ μου·» ἢ, «λέβης ἀμεριμνίας μου,» κατὰ τὸν Σύμμαχον. Τὸν δὲ Ἐφραῒμ κραταίωσιν τῆς κεφαλῆς ἑαυτοῦ ὠνόμασεν, ἢ ἰσχὺν τῆς ἀρχῆς ἑαυτοῦ· ἐπειδήπερ οἱ ἐκ φυλῆς Ἐφραῒμ βασιλεύσαντες ἦρξάν ποτε ἐν τῇ Σαμαρείᾳ τῶν ἐννέα ἥμισυ φυλῶν τοῦ Ἰσραήλ. Δύο δὲ παίδων γενομένων τῷ Ἰωσὴφ, τοῦ Ἐφραῒμ καὶ τοῦ Μανασσῆ, οἱ μὲν τοῦ Ἐφραῒμ, ἀποσχίσαντες τῆς Ἱερουσαλὴμ, ἐν τῇ Σαμαρείᾳ καὶ τῇ προλεχθείσῃ Συχὲμ τῇ καὶ Σίκιμα συνέστησαν τὸ βασίλειον· διὸ λέλεκται· «Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου,» ἢ, «ἰσχὺς τῆς ἀρχῆς μου·» οἱ δὲ ἐκ τοῦ Μανασσῆ γενόμενοι ἔσχον τὴν Γαλαάδ· διὸ εἴρηται· «Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς.» Ὁ μὲν γὰρ τόπος ἐκ τοῦ Γαλαὰδ ἐσημαίνετο, οἱ δὲ οἰκήτορες ἐκ τοῦ Μανασσῆ. Ὥσπερ οὖν οὗτοι, φησὶ, γεγόνασιν ἐμοὶ, οἵ
He set it in the valley of weeping." This dwelling-place of all men, then, and this valley, he says, I will fill with my churches; which he hints at when he says, "I will measure out tents." And Aquila interpreted this passage in this way: "I will measure out the valley of shadows." Then, just as, he says, Gilead has become mine, and Manasseh once became mine, and Ephraim once was, when it existed, "the strength of my head," or, according to Symmachus, "the might of my rule"; and likewise just as "Judah was once my king," or, according to Aquila, "Judah my exactor"; in the same way the country and city of the foreigners, called Moab, shall also be; for it shall become "the pot of my hope," or, according to Aquila, "the pot of my washing"; or, "the pot of my freedom from care," according to Symmachus. And he called Ephraim the strength of his own head, or the might of his own rule; since those who reigned from the tribe of Ephraim once ruled in Samaria over the nine and a half tribes of Israel. And since there were two sons born to Joseph, Ephraim and Manasseh, those of Ephraim, having split off from Jerusalem, established the kingdom in Samaria and in the aforementioned Shechem, also called Sikima; therefore it has been said: "Ephraim is the strength of my head," or, "the might of my rule"; and those born of Manasseh held Gilead; therefore it has been said: "Gilead is mine, and Manasseh is mine." For the place was signified by Gilead, and the inhabitants by Manasseh. Just as, then, these, he says, have become mine, who
τε τὴν Γαλαὰδ οἰκήσαντες υἱοὶ Μανασσῆ, καὶ οἱ ἐν Σικίμοις ἄρξαντες τοῦ λαοῦ υἱοὶ Ἐφραΐμ· ἀλλὰ καὶ ὡς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ οἱ ἐκ φυλῆς Ἰούδα βασιλεύσαντες ἦσαν ἐμοὶ, καὶ τῆς ἐμῆς μερίδος βασιλεῖς· οὕτως ἔσται ποτὲ ἐμὰ καὶ τὰ τῶν ἀλλοφύλων ἔθνη. Δηλοῖ δὲ πάντας ἀλλοφύλους διὰ τοῦ Μωὰβ καὶ διὰ τῆς Ἰδουμαίας, ἐκ δύο τούτων ἐθνῶν τῶν ἀπηγορευμένων εἰσιέναι εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὰ λοιπὰ πάντα παραδεξάμενος. Γέγραπται γοῦν· «Ἀμμανῖται καὶ Μωαβῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου ἕως τρίτης καὶ τετάρτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα.» Μωὰβ δὲ καὶ Ἀμμὰν γεγόνασιν υἱοὶ Λὼτ ἐκ παρανόμου μίξεως τῶν αὐτοῦ θυγατέρων, ἔκ τε τοῦ Σοδομιτικοῦ σπέρματος· ὧν τὴν διαδοχὴν, Μωαβίτας καὶ Ἀμμανίτας, ἀποβλήτους ποιεῖται ὁ Μωϋσέως νόμος. Ἀλλ' ὁ παρὼν νόμος τῷ μὲν Μωὰβ εὐαγγελίζεται κάλλιστα λέγων· «Μωὰβ, λέβης τῆς ἐλπίδος μου·» ἑτέρῳ δὲ ἔθνει τῷ ἀπὸ τοῦ Ἡσαῦ ὑφεστῶτι τὰ χρηστὰ σημαίνει, ἐπιφέρων ἑξῆς· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.» Ἰδουμαία δ' ἐκέκλητο ἀπὸ τοῦ Ἐδώμ· οὗτος δὲ ἦν ὁ Ἠσαῦ περὶ οὗ λέλεκται· «Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἠσαῦ.» Μυρίαι τε ἄλλαι προφητεῖαι κατὰ τῶν Ἰδουμαίων καὶ κατὰ τῆς Ἰδουμαίας εἴρηνται. Ἀλλ' ὁ παρὼν λόγος τὰ κάλλιστα καὶ τούτοις εὐαγγελίζεται, λέγοντος τοῦ Θεοῦ· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.» Εἶθ' ἑξῆς καὶ περὶ τῶν λοιπῶν ἐθνῶν ἀδιορίστως ἐπιλέγει· «Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν,» ἢ «ἐφιλίασαν.» Λέβητα δὲ τὸν Μωὰβ τῆς ἑαυτοῦ ἐλπίδος καλεῖ, ἢ λέβητα τοῦ λουτροῦ ἑαυτοῦ, ἢ τῆς ἀμεριμνίας ἑαυτοῦ·
the sons of Manasseh who settled Gilead, and the sons of Ephraim who ruled the people in Shechem; but also, as in Jerusalem itself those from the tribe of Judah reigned for me, and were kings of my portion; so at some time the nations of the foreigners also shall be mine. And he indicates all the foreigners through Moab and through Idumea, having received both these nations—which were forbidden to enter the Church of God—and all the rest besides. For it is written: "Ammonites and Moabites shall not enter the Church of the Lord until the third and fourth generation, and even forever." And Moab and Ammon were sons of Lot from the unlawful union of his daughters, and from the seed of Sodom; whose succession, the Moabites and Ammonites, the law of Moses makes outcasts. But the present law proclaims good tidings to Moab most excellently, saying: "Moab, the cauldron of my hope;" and to another nation, that which subsists from Esau, it signifies good things, adding next: "Upon Idumea I will stretch out my sandal." And Idumea was named from Edom; this was Esau, concerning whom it has been said: "Lest anyone be a fornicator, or profane, as Esau." And countless other prophecies have been spoken against the Idumeans and against Idumea. But the present word proclaims the best things even to these, with God saying: "Upon Idumea I will stretch out my sandal." Then next he adds also concerning the remaining nations, without distinction: "To me the foreigners were subjected," or "were made friendly." And he calls Moab the cauldron of his own hope, or the cauldron of his own washing, or of his own freedom from care;
ἐπειδὴ οὐκ ἄλλως ἐξῆν αὐτῷ, ἅπαξ ἀποβλήτῳ γενομένῳ, εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ παραβάλλειν, μὴ οὐχὶ διὰ λουτροῦ παλιγγενεσίας. Ὥσπερ οὖν λέβητι ἀπολουσάμενος καὶ ἀποκαθαρθεὶς τῆς προτέρας δυσσεβείας, καταξιοῦται τῆς χάριτος, καὶ οὕτως ἀμεριμνίας τυγχάνει. Καὶ ταῦτα δι' ἔργων κεχωρηκότα πάρεστιν ὀφθαλμοῖς παραλαβεῖν, τῇ τῶν Ἀράβων ἐπιδημήσαντας χώρᾳ, θεωμένους τε τοὺς παρ' αὐτοῖς πληθύνοντας λαοὺς, Μωαβίτας καὶ Ἀμμανίτας πληροῦντας τὰς Ἐκκλησίας τοῦ Θεοῦ. Ὡσαύτως δὲ καὶ, «Ἐπὶ Ἰδουμαίαν ἐπιβήσομαι, φησὶ, τῷ ὑποδήματί μου,» κατὰ τὸν Σύμμαχον. Καὶ ταύτην δὲ τὴν πρόῤῥησιν οὐδὲν ἂν εἴη δυσχερὲς ἰδεῖν, τῇ τῶν Ἰδουμαίων ἐπιστάντας χώρᾳ καὶ τὰ πλήθη τῶν αὐτόθι Ἐκκλησιῶν τοῦ Θεοῦ ὄψει παραλαβόντας· ὡς μὴ ὀκνῆσαί τινα ἀληθῶς ἐπίβασιν γεγονέναι τοῖς τόποις ἐκείνοις ὁμολογῆσαι. Διὰ δὴ ταῦτα ἀνωτέρω ἐλέγετο· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ἀγαλλιάσομαι.» Μέλλον γὰρ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἐπὶ σωτηρίᾳ ἀνακαλεῖσθαι, πρεπόντως αὐτοῦ τῇ φιλανθρωπίᾳ, συνέχαιρε τῇ τῶν σωζομένων σωτηρίᾳ. Καὶ ἄλλως δὲ ὑπόδημα αὐτοῦ οὐκ ἂν ἁμάρτοις λέγων τοὺς ἀποστόλους, ἢ τοὺς εἰς ἔτι δεῦρο τῷ περὶ αὐτοῦ κηρύγματι διακονουμένους. Ταῦτα δὴ οὖν πάντα εἰργάσατο ὁ Θεὸς, ὅτε ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ ἁγίῳ αὐτοῦ. Καθ' ἑτέραν δὲ ἐκδοχὴν λαλήσας ὁ Θεὸς ἐν τῷ ἁγίῳ αὐτοῦ, πάντας ἁπαξαπλῶς Ἰουδαίους τε καὶ Ἕλληνας, τά τε καθ' ὅλης τῆς οἰκουμένης ἔθνη εἰς τὴν ἑαυτοῦ χάριν ἀνεκαλέσατο·
Since it was not possible for him in any other way, once he had been cast out, to enter into the Church of God, except through the bath of regeneration. Just as, therefore, having washed in a cauldron and been cleansed of his former impiety, he is deemed worthy of the grace, and thus obtains freedom from care. And these things, having come to pass through deeds, it is possible to receive with the eyes, by visiting the land of the Arabs, and beholding the peoples multiplying among them, the Moabites and Ammonites filling the Churches of God. Likewise also, "I will set foot upon Idumea," he says, "with my sandal," according to Symmachus. And this prophecy too it would be no difficult thing to see, by standing in the land of the Idumeans and receiving by sight the multitudes of the Churches of God there; so that no one should hesitate to confess that a true setting of foot has come to those places. For these reasons it was said above: "God has spoken in his holy one: I will rejoice." For since the whole race of mankind was about to be called back for salvation, fittingly, in accordance with his love for mankind, he rejoiced together with the salvation of those being saved. And in another sense you would not err in calling his sandal the apostles, or those who even to this day minister in the proclamation concerning him. All these things, then, God accomplished, when in the last of the days he spoke to us in his holy one. According to another interpretation, God, having spoken in his holy one, called back all without exception, both Jews and Greeks, and the nations throughout the whole inhabited world, into his own grace.
διὸ καὶ τὴν Σίκιμα καὶ τὸν Γαλαὰδ, καὶ τὸν Μανασσῆν καὶ τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδαν καὶ τὸν Μωὰβ καὶ τὴν Ἰδουμαίαν καὶ τοὺς ἀλλοφύλους ἅπαντας κατηριθμήσατο, ἐξ ἴσου τῆς ὁμοίας κλήσεως καταξιώσας ἅπαν τὸ τῶν ἀνθρώπων γένος· πλὴν ἀλλὰ πρώτους τοὺς ἀπὸ τοῦ Ἰσραὴλ καλεῖ. Ἐχρῆν γὰρ τὰ πρωτεῖα καὶ τὰς ἀπαρχὰς τοῦ εὐαγγελικοῦ κηρύγματος πρώτοις αὐτοῖς ἀπονεῖμαι διὰ τὰς πρὸς τοὺς αὐτῶν πατέρας ἐπαγγελίας, δι' ἃς καὶ αὐτὸς ὁ Σωτὴρ πρώτοις αὐτοῖς εὐηγγελίζετο μαρτυρόμενος καὶ λέγων· «Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ τοῖς ἀποστόλοις δὲ αὐτοῦ πρώτοις αὐτοῖς κηρύσσειν τὸ Εὐαγγέλιον παρῄνει φάσκων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ
εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Εἶτα μετ' ἐκείνους προσέταττε τοῖς ἑαυτοῦ μαθηταῖς εὐαγγελίζεσθαι πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματι αὐτοῦ. Οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος ὁ τῶν ὅλων Θεὸς ἐνοικήσειν ἐν τῷ ἁγίῳ αὐτοῦ, ἐν αὐτῷ τε καὶ δι' αὐτοῦ λαλήσειν ἀνθρώποις θεσπίζεται· καὶ ὡς ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆν καὶ τὸν Ἰούδαν εἰσδέξεται· οἳ πάλαι μὲν ἦσαν διεστῶτες, ὅτε ὁ μὲν Ἰούδας ἐβασίλευεν ἐν Ἱερουσαλὴμ, ὁ δὲ Ἐφραῒμ,ἐν Σικίμοις καὶ Σαμαρείᾳ, ὁ δὲ Μανασσῆς ᾤκει τὴν Γαλαάδ. Ὡς μηκέτι τοίνυν ἀφορισμοῦ, μήτε διαστάσεως οὔσης ἐν αὐτοῖς, πρώτους αὐτοὺς εἰσκαλεῖται· εἶτα Μωαβίτας καὶ Ἀμμανίτας, Ἰδουμαίους τε καὶ τοὺς λοιποὺς ἅπαντας ἀνθρώπους τοὺς καθ' ὅλης τῆς οἰκουμένης οἰκοῦντας.
Therefore he also listed Shechem and Gilead, and Manasseh and Ephraim and Judah and Moab and Idumea and all the foreigners, having deemed the whole human race worthy of the same calling on equal terms; but nevertheless he calls first those from Israel. For it was necessary to assign the first place and the firstfruits of the gospel proclamation to them first, because of the promises made to their fathers, on account of which the Savior himself also proclaimed the good news to them first, testifying and saying: "I was not sent except to the lost sheep of the house of Israel." And he also instructed his apostles to preach the Gospel to them first, saying: "Do not go in the way of the Gentiles, and do not enter a city of the Samaritans; but go rather to the lost sheep of the house of Israel." Then, after those, he commanded his own disciples to proclaim the good news to all the nations in his name. Thus, then, also in the present case, the God of all is declared to dwell in his holy one, and to speak to men in him and through him; and that he will receive together and at the same time Ephraim and Manasseh and Judah; who formerly were separated, when Judah reigned in Jerusalem, while Ephraim was in Shechem and Samaria, and Manasseh dwelt in Gilead. Since, therefore, there is no longer any separation or division among them, he calls them first; then the Moabites and Ammonites, and the Idumeans and all the rest of mankind who dwell throughout the whole inhabited world.
Γνώσεις δ' ἂν ἐκ τῆς ἱστορίας τῶν Εὐαγγελίων, ὅπως καθ' οὓς χρόνους ὁ ἅγιος τοῦ Θεοῦ καὶ τοῖς Σικίμοις ἐπεδήμει, καὶ αὐτῇ Σαμαρείᾳ, τῇ τε Ἱερουσαλὴμ, ἡνωμένου τότε τοῦ Ἰσραὴλ, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτῷ διαστάσεως· οὕτω δὲ καὶ τοὺς ἑαυτοῦ ἀποστόλους πρὸς τὰ πρόβατα ἀπολωλότα οἴκου Ἰσραὴλ ἐν πρώτοις διεπέμπετο· μετὰ δὲ ταῦτα, τοῖς αὐτοῖς ὥσπερ ὑποδήμασι χρώμενος, τὸ πάντων ἀνθρώπων γένος τῆς σωτηρίου κατηξίου χάριτος. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπ ασάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν;» Ἐπιστήσας τῇ τῶν προλεχθέντων διανοίᾳ ὁ Προφήτης, ὑπερεκπλήττεται τὸ θαῦμα τῆς παραδόξου τῶν ἀλλοφύλων ἐθνῶν μεταβολῆς. Εἶτα τοῦ Θεοῦ εἰρηκότος, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸὑπόδημά μου,» τὸν λόγον ἀποθαυμάζει, εἰ μέλλοι ποτὲ Θεὸς αὐτὸς, ὑποδήματι χρησάμενος, ἐπιβαίνειν οὐ τῇ Ἱερουσαλὴμ, οὐδὲ τῇ Σαμαρείᾳ, οὐδὲ ἄλλῃ τινὶ τῇ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἀλλοφύλων Ἰδουμαίων. Διὸ μακαρίζει μὲν τούτους, οἷς ἐπιδημήσειν ἤμελλεν ὁ Θεός· εὐχὴν δὲ τίθεται καταξιωθῆναί ποτε καὶ αὐτὸν τῆς τούτων θέας· διό φησι· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Ηὔχετο γὰρ ὁδηγηθῆναι καὶ παρατεῖναι τοὺς τῆς ζωῆς αὐτοῦ χρόνους ἐπὶ τὸν καιρὸν ἐκεῖνον, καθ' ὃν ἤμελλεν ὁ Θεὸς ἐπὶ τὴν Ἰδουμαίαν ἐκτείνειν τὸ ὑπόδημα αὐτοῦ, ὡς ἂν ἴδοι τὸ μέγα θέαμα, Θεὸν ἐπιδημοῦντα ἀνθρώποις καὶ ἐμπεριπατοῦντα τῇ Ἰδουμαίᾳ, ἀλλοφύλους τε αὐτῷ ὑποτεταγμένους καὶ φιλιάζοντας· διό φησι·
You would know from the history of the Gospels how, in the times when the holy one of God visited Shechem and Samaria itself and Jerusalem, Israel was then united and there was no division in it; and so he also sent his apostles first to the lost sheep of the house of Israel; but after these things, using, as it were, the same sandals, he deemed the whole race of all men worthy of the saving grace. "Who will bring me into the city of stronghold? Or who will guide me as far as Idumea? Was it not you, O God, who rejected us? And will you not go out with our hosts?" Having fixed his attention on the meaning of what was said before, the Prophet is struck with exceeding wonder at the marvel of the paradoxical change of the foreign nations. Then, since God had said, "Upon Idumea I will stretch out my sandal," he marvels at the saying, whether God himself would ever, using a sandal, set foot not on Jerusalem, nor on Samaria, nor on any other place of Israel, but on the foreign Idumeans. Therefore he blesses those to whom God was going to come, and he makes it his prayer to be deemed worthy himself also one day of the sight of these things; therefore he says, "Who will bring me into the city of stronghold? Or who will guide me as far as Idumea?" For he prayed to be guided and to prolong the years of his life to that time at which God was going to stretch out his sandal upon Idumea, so that he might see the great spectacle—God visiting men and walking about in Idumea, and the foreigners subject to him and in friendship with him; therefore he says:
«Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Πόλιν δὲ περιοχῆς καλεῖ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, περιπεφραγμένην στεῤῥῷ καὶ ὀχυρωτάτῳ τείχει, τῇ σωτηρίῳ δυνάμει, ἣν καὶ αὐτὴν ἰδεῖν ηὔχετο· διὸ ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Θέα δὲ ὅπως οὐκ ηὔξατο ὁδηγηθῆναι ἕως τῆς Ἱερουσαλὴμ, ἢ ἕως τῆς Γαλαὰδ, ἢ ἕως τῆς Συχὲμ, ἢ ἕως τοῦ Ἐφραῒμ, ἢ ἕως τοῦ Ἰούδα· ἀλλ'ὥσπερ ἐκπλαγεὶς τὸ παράδοξον τῆς ἐπαγγελίας, εἰ τοῦ μεμισημένου καὶ πόρνου Ἠσαῦ οἱ ἀπόγονοι τοιαύτης τότε τεύξονται χάριτος, ὡς ἐπιβῆναι αὐτοῖς τὸν Θεὸν, εὔχεται λέγων· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Σφόδρα δὲ θαυμαστῶς ὁ Θεὸς ἐμπεριπατήσειν οὐ γυμνοῖς ποσὶ λέλεκται, ἀλλὰ δι' ὑποδημάτων· αἰνιττομένου τοῦ λόγου τὰς ὑπηρετικὰς τοῦ βουλήματος αὐτοῦ ψυχὰς, δι' ὧν τὴν τῶν ἐθνῶν κλῆσιν ποιησάμενος, πανταχοῦ γῆς τὴν ἑαυτοῦ συνεστήσατο πόλιν, λέγω δὲ τὴν καθολικὴν αὑτοῦ Ἐκκλησίαν, καὶ τὸ σύστημα τῆς τῶν θεοσεβῶν πολιτείας· περὶ ἧς εἴρηται ἀλλαχοῦ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» καὶ, «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ ταύτην οὖν τὴν πόλιν τῆς περιοχῆς διψῶν θεάσασθαι ὁ Προφήτης ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» ἢ, «εἰς πόλιν πεφραγμένην;» οὕτως γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος. Πύλαι γὰρ αὐτὴν καὶ θύραι καὶ μοχλοὶ θείων δυνάμεων περιφράττουσι, πρὸς τὸ μή τινα ὑπομεῖναι πολιορκίαν. Διὸ περὶ αὐτῆς ἔλεγεν ὁ Σωτήρ· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ταύτην οὖν
Who will lead me as far as Idumea?" He calls the Church of God a city of a fortified enclosure, fenced about with a strong and most secure wall, by the saving power, which he also prayed to see; therefore he said, "Who will bring me into a city of a fortified enclosure?" And see how he did not pray to be led as far as Jerusalem, or as far as Gilead, or as far as Shechem, or as far as Ephraim, or as far as Judah; but, as if struck with amazement at the strangeness of the promise, that the descendants of the hated and fornicating Esau would then obtain such grace as for God to set foot among them, he prays, saying, "Who will lead me as far as Idumea?" And it is said, in a very wondrous way, that God will walk about not with bare feet, but through sandals; the word hinting at the souls that serve his will, through whom, having made the calling of the nations, he established his own city everywhere on earth—I mean his catholic Church, and the ordered community of the polity of the godly; concerning which it is said elsewhere: "Glorious things have been spoken of you, O city of God"; and, "The rushing streams of the river gladden the city of God." So the Prophet, thirsting to see this city of the fortified enclosure, said, "Who will bring me into a city of a fortified enclosure?" or, "into a fenced city?" for thus Symmachus translated it. For gates and doors and bars of divine powers fence it round, so that it may not endure any siege. Therefore the Savior said concerning it: "Upon the rock I will build my Church, and the gates of Hades shall not prevail against it." This, then,
τὴν περιπεφραγμένην πόλιν ἐπιθυμῶν ἰδεῖν ὁ Προφήτης ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Καὶ τὴν τῶν ἀλλοφύλων σωτηρίαν εὐχόμενος ὀφθαλμοῖς παραλαβεῖν, προσετίθει λέγων· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Εἶτα πρῶτον καὶ δεύτερον εἰπὼν, «Τίς;» τὸν μόνον δυνατὸν ταῦτα δεικνύναι γνωρίζειν ὁμολογεῖ· ἦν δὲ οὗτος ὁ Θεός· ὃ κατ' ἀρχὰς τῆς προκειμένης στηλογραφίας ἔλεγεν· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς.» Διὸ πρὸς ἐκείνην τὴν φωνὴν ἀποδίδωσιν ἐνταῦθα τὴν αὐτὴν διάνοιαν λέγων· «Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς;» Τίς γὰρ ἄλλος, φησὶ, δύναται δεῖξαι ἡμῖν τὰς ἐπαγγελίας τὰς σὰς καὶ τῶν σῶν λόγων τὰ ἀποτελέσματα, εἰ μὴ σὺ αὐτὸς ὁ ἀπωσάμενος ἡμᾶς; ἢ, κατὰ τὸν Σύμμαχον, «Εἰ μὴ σὺ ὁ Θεὸς ὁ ἀποβαλλόμενος ἡμᾶς, καὶ μὴ προσελθὼν ἐν ταῖς στρατεύσεσιν ἡμῶν;» Ἀπώσω γὰρ ἡμᾶς σὺ, Κύριε, καὶ καθεῖλες ἡμᾶς· ἀλλὰ καὶ πάλαι εἰωθὼς συνεξιέναι καὶ συμπολεμεῖν ταῖς ἡμετέραις δυνάμεσι, νῦν ὅτε τὴν κλῆσιν ἐποιήσω τῶν ἐθνῶν, ἀπώσω ἡμᾶς καὶ οὐκέτι συνεξέρχῃ ταῖς ἡμετέραις δυνάμεσι. Ἄλλη οὖν οὐκ ἔστιν ἡμῖν ἐλπὶς πρὸς τὸ θεάσασθαί σου τὰς ἐπαγγελίας, εἰ μὴ σὺ αὐτὸς βουληθείης. Σοῦ γὰρ θελήσαντος, δυνατὸν ἡμῖν τοὺς σοὺς προφήτας συγκαταλεγῆναι τῇ πόλει σου τῇ περιπεφραγμένῃ, καὶ ὁδηγηθῆναι ἕως τῆς ἀποδειχθείσης Ἰδουμαίας «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπων.
Desiring to see the enclosed city, the Prophet said, "Who will lead me into the city of enclosure?" And praying to receive with his eyes the salvation of the foreigners, he added, saying, "Who will guide me as far as Idumea?" Then, having said "Who?" a first and a second time, he confesses that he knows the only one able to show these things; and this was God, of whom he said at the beginning of the present inscription, "O God, you have thrust us away and cast us down." Therefore he renders here the same thought in response to that utterance, saying, "Was it not you, O God, who thrust us away?" For who else, he says, is able to show us your promises and the fulfillments of your words, unless it be you yourself who thrust us away? Or, according to Symmachus, "Unless you, O God, who cast us off, and did not come forth with our armies?" For you thrust us away, O Lord, and cast us down; but you who of old were accustomed to go out with and fight alongside our forces—now, when you made the calling of the nations, you thrust us away and no longer go out with our forces. Therefore we have no other hope of beholding your promises, unless you yourself be willing. For if you will it, it is possible for us to be numbered with your prophets in your enclosed city, and to be guided as far as the Idumea that has been appointed: "Give us help from affliction, and vain is the salvation of men.
Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Οἱ τῶν ἐπαγγελιῶν καταξιωθέντες διδάσκονται διὰ τῶν προκειμένων νήφειν καὶ ἐγρηγορέναι, παρασκευάζεσθαί τε εἰς θλίψεις, καὶ δι' εὐχῶν λέγειν τῷ ἑαυτῶν βασιλεῖ· «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως·» ματαίαν γὰρ εἶναι πᾶσαν τὴν ἐξ ἀνθρώπων ἐλπίδα. Εἶτ' εὐξάμενοι ταῦτα, τὴν ἀγαθὴν ἐπιδείκνυνται προθυμίαν λέγοντες· «Ἐν Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με·» καὶ πάλιν· «Οὐκ ἐγὼ δὲ, φησὶν, ἀλλ' ἡ χάρις ἡ σὺν ἐμοί.» Ταῦτα δὲ λέγειν παιδεύονται οἱ ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ τῶν ἀλλοφύλων ἐθνῶν τῇ τοῦ Θεοῦ χάριτι προσεληλυθότες. Εἰ δὲ ἐκ προσώπου τοῦ προφητικοῦ χοροῦ λέγοιτο καὶ ταῦτα, πρέποι ἂν αὐτοὺς, ἀποκλαυσαμένους τὸν ἀπωσμὸν καὶ τὴν καθαίρεσιν τοῦ προτέρου λαοῦ, εὐχὴν ἀναπέμπειν ὑπὲρ τοῦ κοινοῦ πάντων αὐτῶν σώματος, καὶ λέγειν τῷ Θεῷ τὰ προκείμενα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΤΩ ΔΑΥΙΔ Ξʹ.
In God we shall do valiantly, and he himself will bring to nothing those who afflict us." Those who have been deemed worthy of the promises are taught through what lies before them to be sober and watchful, and to prepare themselves for afflictions, and to say to their own king through prayers: "Give us help from affliction"; for every hope that comes from men is vain. Then, having prayed these things, they display their good zeal, saying: "In God we shall do valiantly, and he himself will bring to nothing those who afflict us." Such was Paul, saying: "I can do all things in him who strengthens me"; and again: "Not I, he says, but the grace that is with me." And those who have come near from Idumea and from the foreign nations by the grace of God are taught to say these things. But if these things are also spoken in the person of the prophetic choir, it would be fitting for them, having lamented the rejection and the destruction of the former people, to send up a prayer on behalf of the common body of them all, and to say to God the things set before us. For the end, among the hymns, by David, 60.
«Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου.» Οἱ μὲν ἐπιγεγραμμένοι στηλογραφίας ἐφεξῆς πέντε μέχρι τοῦ νθʹ τέλος ἔχουσιν· εἰσὶ δὲ πάντες οἱ ταύτην ἔχοντες τὴν προγραφὴν ἕξ· οἵ τε προλεχθέντες καὶ ὁ ιεʹ ἐν τῷ πρώτῳ μέρει τῆς βίβλου τῶν Ψαλμῶν κείμενος. Ὅ γε μὴν μετὰ χεῖρας ὕμνος ὢν καὶ αὐτὸς εἰς τὸ τέλος διὰ τὰς ἐπὶ τέλει τοῦ ὕμνου φερομένας ἐπιχρήστας ἐπαγγελίας ἀναπέμπει. Εἰσὶ δὲ πάντες οἱ ἐπιγεγραμμένοι «Ἐν ὕμνοις» πέντε· δύο μὲν ἐν τῷ πρώτῳ μέρει τῆς βίβλου, ὁ τέταρτος καὶ ὁ ʹ. Ἀλλ' οὗτοι μὲν «Ἐν ὕμνοις ψαλμοὶ» λέγονται· οἱ δὲ ἐν τῷ δευτέρῳ μέρει τῆς βίβλου τρεῖς «Ἐν ὕμνοις» ἐπιγράφονται μόνον, ὁ νγʹ, καὶ ὁ νδʹ, καὶ ὁ μετὰ χεῖρας. Οἱ μὲν οὖν «Ἐν ὕμνοις ψαλμοὶ» ἐοίκασι σὺν τῷ μουσικῷ ὀργάνῳ τῷ καλουμένῳ ψαλτηρίῳ λελέχθαι, ὡς δεηθέντος τῆς διὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὄργανον τῆς ψυχῆς, πρακτικῆς ἐνεργείας τοῦ ψάλλοντος. Οἱ δὲ ἁπλῶς ὕμνοι διὰ μόνης φωνῆς τοῦ τὸν ὕμνον ἀναπέμψαντος εἴρηνται, οὐ συμπαραληφθείσης τῆς διὰ τοῦ ψαλτηρίου κρούσεως, τῷ μόνης τῆς κατὰ διάνοιαν θεωρίας δεδεῆσθαι τοὺς ἐν αὐτοῖς λόγους. Τοῦτο γοῦν παρίστησιν ὁ μετὰ χεῖρας ὕμνος λέγων· «ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα·» δι' οὗ σημαίνει ὥσπερ ἔξω γεγενῆσθαι τῆς τοῦ σώματος
Hear, O God, my petition; attend to my prayer." The psalms inscribed "stēlographia" — five in succession up to the fifty-ninth — have a "for the end." And all those that have this superscription are six in number: those previously mentioned and the fifteenth, which stands in the first part of the book of Psalms. Indeed, the hymn now in hand is itself also sent up "for the end" because of the useful promises borne at the end of the hymn. And all those inscribed "In hymns" are five: two in the first part of the book, the fourth and the ninth. But these are called "psalms in hymns"; whereas the three in the second part of the book are inscribed "In hymns" only — the fifty-third, the fifty-fourth, and the one now in hand. Now the "psalms in hymns" seem to have been spoken with the musical instrument called the psaltery, as though the one who sings had need of practical activity through the body, which is the instrument of the soul. But the hymns, simply so called, are uttered through the voice alone of the one who sends up the hymn, the striking through the psaltery not being taken along with it, because the words in them had need of contemplation through the mind alone. This, at any rate, the hymn now in hand sets forth, saying: "From the ends of the earth I cried to you." By this he signifies that he had, as it were, come to be outside the body
καταστάσεως θεοληπτούμενον τὸν Προφήτην. Οὐκ ἀγνοῶ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς οὐχ ἑτέρως ἐκδεδωκέναι. Παρακαλεῖ δὲ διὰ τῶν μετὰ χεῖρας ὁ Δαυῒδ λέγων· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου.» Ἐνδεὴς γὰρ ὢν μεγάλων τινῶν καὶ θείων, τούτων τυγχάνειν παρακαλεῖ. Εἶθ' ὥσπερ ἄξιον ἑαυτὸν τοῦ εἰσακουσθῆναι παραστήσας, ἐπιλέγει· «Πρόσχες τῇ προσευχῇ μου.» Πολλῆς γὰρ καὶ βαθείας διανοίας πεπληρῶσθαι αὐτοῦ τὴν προσευχὴν θαρσῶν, ἠξίου τὸν Θεὸν ἐπιβλέψαι, καὶ τοῖς ἐν αὐτῇ λόγοις ἐνατενίσαι, καὶ δοκιμάσαι τὰ λεγόμενα, ὡς ἂν τῶν αὐτοῦ ἀκοῶν ἄξια. Εἶτα καὶ τὸ ἔργον δείκνυσιν, οὗ χάριν θεωρὸν τὸν Θεὸν τῆς ἑαυτοῦ προσευχῆς ἀνεκαλεῖτο· διὸ ἐπιλέγει· «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Καὶ ἐπειδήπερ συμφώνως οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν, ὁ μὲν Ἀκύλας εἰπὼν, «Ἀπὸ τελευταίου τῆς γῆς πρὸς σὲ ἐπικαλέσομαι·» ὁ δὲ Σύμμαχος, «Ἀπὸ περάτων τῆς γῆς σὲ ἐπικαλοῦμαι·» ἡ δὲ πέμπτη ἔκδοσις, «Ἀπὸ περάτων τῆς γῆς πρὸς σὲ κεκράξομαι·» τίς οὐκ ἂν εὐλόγως τὸν νοῦν τῆς λέξεως ἐπιζητήσειε; Πῶς γὰρ ἄν τις δύναται, τὴν σύμπασαν ὑπερβὰς οἰκουμένην, καὶ ὑπὲρ αὐτὸν ἐλθὼν τὸν Ὠκεανὸν, «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα,» βοᾷν; Ἀλλ' ὅρα εἰ μὴ πᾶς ὁ τῷ Θεῷ φίλος εὐλόγως ἂν τὰ πέρατα τῆς γῆς ῥηθείη. Ὁ μὲν γὰρ φαῦλος ἀνὴρ, ἀγορὰς καὶ δήμους, βουλευτήριά τε καὶ δικαστήρια περιτρέχων, ὅλως τε ταῖς τοῦ σώματος ἡδυπαθείαις κατορωρυγμένος, ἐν βυθῷ τῆς γῆς οἰκεῖν λέγοιτ' ἂν εἰκότως·
The Prophet, being inspired by God in a state of divine possession. And I am not unaware that the other interpreters have rendered it not otherwise. And David, in the words at hand, exhorts, saying: "Hear, O God, my petition." For being in need of certain great and divine things, he entreats to obtain them. Then, as one who has presented himself worthy to be heard, he adds: "Attend to my prayer." For being confident that his prayer is filled with much and deep thought, he deemed it right that God should look upon it, and fix his gaze upon the words in it, and test what is said, as being worthy of his ears. Then he also shows the deed for the sake of which he was calling upon God as a spectator of his prayer; therefore he adds: "From the ends of the earth I cried to you." And since the other interpreters have rendered it in agreement—Aquila saying, "From the last of the earth I will call upon you;" and Symmachus, "From the ends of the earth I call upon you;" and the fifth edition, "From the ends of the earth I will cry out to you;"—who would not reasonably inquire into the meaning of the expression? For how could anyone, having crossed the whole inhabited world and gone beyond the Ocean itself, cry out, "From the ends of the earth I cried to you"? But see whether every friend of God might reasonably be called the ends of the earth. For the worthless man, running about markets and public assemblies, councils and courts, and wholly buried in the pleasures of the body, might reasonably be said to dwell in the depth of the earth;
οἱ δὲ «περιελθόντες ἐν μηλωταῖς καὶ ἐν αἰγίνοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,» φεύγοντές τε τὰ μέσα τῶν πόλεων, καὶ τὰς διατριβὰς ἐν ἐρημίαις ποιούμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, εὐλόγως ἂν λεχθεῖεν ἔξω τυγχάνειν τῆς γῆς· καὶ εἰ μὲν μὴ παντελῶς ἦσαν ἀπηλλαγμένοι τοῦ σώματος, κἂν ἐκτὸς ἦσαν αὐτοῦ· νῦν δὲ ἐπειδὴ ἐν αὐτῷ βιοῦντες, ὀργάνῳ τε αὐτῷ χρώμενοι, οὐκ ἐνεβαπτίζοντο τοῖς τοῦ βίου κακοῖς, ἀκροθίνως δὲ αὐτὸ μόνον τῆς ἀναγκαίας τροφῆς, καὶ τῶν λοιπῶν χρειῶν ἐφαπτόμενοι διετέλουν· εἰκότως ἐν ἄκροις ἐδόκουν εἶναι καὶ ἐν τοῖς πέρασι τοῦ σώματος· οἷος ἦν ὁ Παῦλος λέγων· «Ἐν σαρκὶ γὰρ ζῶντες, οὐ κατὰ σάρκα στρατευόμεθα·» καὶ, «Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» Ὁ δὴ οὖν οὕτω διακείμενος εὐλόγως ἂν εἴποι τῷ Θεῷ· «Πρόσχες τῇ προσευχῇ μου,» πολλὴν ἄγων παῤῥησίαν ἐπὶ τῇ τοιαύτῃ τοῦ βίου ζωῇ· οὐδ' ἂν ψεύσαιτο φάσκων· «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Προστίθησι δὲ καὶ τὴν αἰτίαν ἐπιλέγων, «Ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου·» ἢ «Ἐν τῷ ἀδημονεῖν τὴν καρδίαν μου,» κατὰ τὸν Σύμμαχον. Ἀκηδιᾷ γὰρ, καὶ ἀδημονεῖ πᾶσα θεοφιλὴς ψυχὴ τῷ θνητῷ ἐνδιατρίβουσα βίῳ· διὸ καὶ φήσαι ἂν, οἶμαι· «Ὅτι ἐμακρύνθη ἡ παροικία μου.» Καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι. Ἔστενεν οὖν καὶ ὁ Παῦλος ἀκηδιῶν ἐπὶ τῇ παρεκτάσει τοῦ θνητοῦ βίου· διὸ καὶ ἀπεκλᾴετο λέγων· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Ἀκηδιᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν·
But those who "went about in sheepskins and goatskins, being destitute, afflicted, tormented," and who flee the midst of cities and make their dwelling in deserts and mountains and caves and the holes of the earth, might reasonably be said to be outside the earth; and if they were not wholly released from the body, at least they were outside it. But now, since while living in it and using it as an instrument they were not immersed in the evils of life, but touched it only at the very surface, as it were, for necessary food and the other needs, they reasonably seemed to be at the extremities and at the boundaries of the body—such a one was Paul when he said: "For though we live in the flesh, we do not wage war according to the flesh"; and, "I have been crucified with Christ; and it is no longer I who live, but Christ lives in me." He, then, who is so disposed would reasonably say to God: "Attend to my prayer," having great boldness on account of such a manner of life; nor would he lie in saying: "From the ends of the earth I cried out to you." And he adds the reason, saying, "When my heart was despondent," or "When my heart was in anguish," according to Symmachus. For every soul that loves God is despondent and in anguish while dwelling in this mortal life; wherefore it might also say, I think: "For my sojourning has been prolonged." And we who are in the tent groan, being burdened. Paul, then, also groaned, being despondent at the prolongation of this mortal life; wherefore he also cried out, saying: "Wretched man that I am, who will deliver me from this body of death?" And he is despondent and in anguish also out of love for humanity, beholding the multitude of those who are perishing.
ἐπειδὴ «πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν·» οὕτως πάλιν ὁ αὐτὸς πενθεῖ πολλοὺς, περὶ ὧν ἔλεγε· «Πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἁμαρτίᾳ καὶ ἀνομίᾳ καὶ ἀσεβείᾳ ᾗ ἔπραξαν.» Ὁ δ' αὐτὸς ὑπεραλγῶν καὶ ὑπερπάσχων ἑτέρων ἐβόα· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Ὁμοίως δὲ καὶ οἱ προφῆται τὸν πάλαι ἀπεκλᾴοντο λαὸν, ὥσπερ οὖν καὶ ὁ Δαυΐδ. Διὸ αὐτὸς μὲν ἔφευγε τὰ μέσα τῆς γῆς, καὶ ἐν ἄκροις αὐτῶν γινόμενος ἐβόα πρὸς τὸν Θεόν· ἐπὶ δὲ τῇ τῶν πολλῶν καὶ αὐτοῦ τοῦ Σαοὺλ ἀπωλείᾳ τὴν ψυχὴν ἀλγῶν ἀπεκλᾴετο. «Ἐν πέτρᾳ ὕψωσάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ·» καὶ τὰ ἑξῆς, Κατὰ μὲν τοὺς Ἑβδομήκοντα,
εὐχαριστίαν περιέχει ὁ λόγος. Ταῦτά μοι, φησὶν, ὑπῆρξεν ὅσα προείρηκα· ἐπειδὴ σὺ αὐτὸς ὁ Θεὸς ἐπῆράς με καὶ ὕψωσας στήσας ἐν τῇ παρὰ σοὶ πέτρᾳ, ἥτις ἐστὶν ὁ προϊών σου Λόγος· ἡ πέτρα γὰρ ἦν ὁ Χριστός. Ἐπεὶ τοίνυν ἐν τῷ Λόγῳ σου ὕψωσάς με καὶ μετέωρον ἐποίησας, ὡς μηκέτι κατοικεῖν τὰ μέσα τῆς γῆς, ἀλλ' ἐν ἄκροις αὐτῆς γενέσθαι, ἤδη δὲ καὶ ὡδήγησάς με, ὥστε πλησίον σου φθάσαι· γέγονάς τε ἐλπίς μου, δι' ἣν ἐλπίδα οὐ καταισχυνθήσομαι· ἀλλὰ καὶ πολλῶν ἐπικειμένων μοι νοητῶν ἐχθρῶν καὶ πολεμίων τῶν ζητούντων τὴν ψυχήν μου, ἀντὶ πάντων ἀπήρκεσας σὺ μόνος, πύργος ὀχυρός μοι γενόμενος, καὶ περιφράττων με ἐν ἀσφαλεῖ τῆς παρὰ σοὶ σωτηρίας, ὡς μηδένα τῶν ἐμῶν ἐχθρῶν ἐπιστρέφεσθαι· εἰκότως τούτων ἁπάντων τυχὼν, σοὶ τοὺς ὕμνους ἀναπέμπω, ὡς ἁπάντων μοι τῶν ἀγαθῶν γενομένῳ αἰτίῳ.
Since "wide and spacious is the way that leads to destruction," so again the same man laments many, concerning whom he said: "I will mourn for many of those who sinned beforehand and did not repent of the sin and lawlessness and impiety which they committed." And the same man, grieving exceedingly and suffering exceedingly for others, cried out: "Who is weak, and I am not weak? Who is made to stumble, and I do not burn?" Likewise also the prophets wept for the people of old, just as David also did. Therefore he himself fled the midst of the earth, and being at its uttermost ends he cried out to God; and at the destruction of the many, and of Saul himself, he grieved in his soul and wept. "You exalted me on a rock, because you became my hope, a tower of strength from the face of the enemy," and what follows, according to the Seventy,
the passage contains thanksgiving. These things, he says, came to me, as many as I have foretold; since you yourself, God, lifted me up and exalted me, setting me on the rock that is with you, which is your Logos who goes before you; for the rock was Christ. Since, therefore, you exalted me in your Logos and made me raised on high, so as no longer to dwell in the midst of the earth, but to be at its uttermost ends, and already you also guided me so as to draw near to you; and you became my hope, through which hope I shall not be put to shame; but also when many intelligible enemies and foes were pressing upon me, seeking my soul, in place of all of them you alone sufficed, becoming a strong tower for me, and fencing me round in the safety of the salvation that is with you, so that none of my enemies turns back; rightly, having obtained all these things, I send up hymns to you, as to the one who has become the cause of all good things for me.
Ἀντὶ δὲ τοῦ, «Ἐν πέτρᾳ ὕψωσάς με,» καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος ἕτερον ἀπέδωκε νοῦν εἰπών· «Ὅταν στερεὸς κατεπαίρεταί μου, ὁδηγήσεις με. Ἐγένου γὰρ ἀφοβία μου, πύργος ὑψηλὸς ἀπὸ προσώπου ἐχθροῦ·» καὶ ὁ Ἀκύλας ὁμοίως τὸν αὐτὸν ἀπέδωκε νοῦν εἰπών· «Ἐν στερεῷ ὑψώθητι παρ' ἐμὲ, καθοδηγήσεις με,» καὶ τὰ ἑξῆς. Διδάσκει δὲ ἡμᾶς διὰ τούτων ὁ λόγος μηδένα τῶν κατεπαιρομένων ἡμῶν ἐπιστρέφεσθαι, ὅλους δὲ γενέσθαι τοῦ Θεοῦ, ἐπ' αὐτῷ μόνῳ θαρσοῦντας. Ὁ γοῦν ἀγαθαῖς ἐλπίσιν ἐφωδιασμένος, καὶ τὸν Θεὸν κτησάμενος πύργον ἰσχύος, ἢ, κατὰ τὸν Ἀκύλαν, «πύργον κράτους·» ἢ, «πύργον ὀχυρὸν,» κατὰ τὸν Σύμμαχον· ἐρεῖ· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου» Οὐ γὰρ ἐπ' ἐμαυτῷ, φησὶν, εὐθαρσήσω, ἀλλ' ἐπὶ τῇ σκέπῃ τῶν σῶν πτερύγων. Οὕτω δὲ καλεῖν εἴωθεν ὁ Λόγος τὰς προνοητικὰς τοῦ Θεοῦ δυνάμεις, ὑφ' ἃς σκεπάζεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκέπης ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι' αἰῶνος ἔνδον ἐν αὐτῇ κατοικῶν· καὶ ἤδη μὲν ἀπολαύων τῆς Ἐκκλησίας αὐτοῦ καὶ τῆς εὐπρεπείας τοῦ οἴκου αὐτοῦ, ὥστε λέγειν· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου» καὶ «τόπον σκηνώματος τῆς δόξης σου·» καὶ, «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Εἰ δέ ἐστι καὶ ἐπουράνιος σκηνὴ, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, ἧς τὴν εἰκόνα Μωϋσῆς προσταχθεὶς ἐποίει, εἰς ἐκείνην ἀναπέμπων τὴν σκηνὴν, εἴποι ἂν τό·
But instead of "You exalted me upon a rock," and what follows, Symmachus rendered a different sense, saying: "When the solid one rises up against me, you will guide me. For you became my freedom from fear, a high tower from the face of the enemy"; and Aquila likewise rendered the same sense, saying: "Be exalted in the solid place beside me, you will guide me," and what follows. Through these things the word teaches us that we should turn aside for no one of those who rise up against us, but become wholly God's, trusting in him alone. At any rate, the one furnished with good hopes, and having acquired God as a tower of strength—or, according to Aquila, "a tower of might"; or, "a fortified tower," according to Symmachus—will say: "I will dwell in your tabernacle for ever; I will be covered in the shelter of your wings." For not in myself, he says, will I take courage, but in the shelter of your wings. For thus the Word is accustomed to call the providential powers of God, under which the God-loving man is sheltered, never departing from the shelter of God, but dwelling within it for ever; and already enjoying his Church and the beauty of his house, so as to say: "Lord, I have loved the beauty of your house" and "the place of the tabernacle of your glory"; and, "One thing I have asked from the Lord, this I will seek, that I may dwell in the house of the Lord all the days of my life; to behold the delightfulness of the Lord, and to visit his temple." But if there is also a heavenly tabernacle, which the Lord pitched, and not man, whose image Moses made when commanded, sending up to that tabernacle, he would say the words:
«Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας.» Ταύτην γὰρ εἴληφε τὴν ἐπαγγελίαν ὁ τέλειος, οὐ σκοπῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Εἰ μὲν ψιλή τις ἦν προσευχὴ ὑπὸ τοῦ Δαυῒδ ἀναπεμφθεῖσα ἡ μετὰ χεῖρας, οὐδὲν ἦν ἀναγκαῖον αὐτὴν ἀναληφθῆναι τῇ βίβλῳ τῶν Ψαλμῶν· εἰκὸς γὰρ αὐτὸν καὶ μυρίας ἄλλας εὐχὰς πρὸς τὸν Θεὸν πεποιῆσθαι· ὥσπερ οὖν καὶ ἡμεῖς ἐφ' ἑκάστης ἡμέρας, καὶ κατὰ καιροὺς ἄλλοτε ἄλλους εὐχόμεθα διαφόρους· ἐπεὶ δὲ πολλάκις ἐν αὐτῷ τῷ προσεύχεσθαι, ἢ τοὺς ψαλμοὺς ἀνακρούεσθαι, ἢ τοὺς ὕμνους ἀναπέμπειν, προφητικῆς ἐπληροῦτο δυνάμεως· εἰκότως οὐκέθ' ὡς ψιλὰς προσευχὰς, ἀλλ' ὡς ἄλλους λόγους προφητικοὺς ἐπεσημαίνοντο τὰ λεγόμενα, καὶ ταῖς θείαις βίβλοις ἐγκατέταττον οἱ τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων εἰληφότες. Οὕτως οὖν καὶ ἐνταῦθα μετὰ τὰ προλεχθέντα, διαψάλματος μεταξὺ παρεντεθέντος, μεταβολὴν ποιεῖται τοῦ λόγου ὁ Προφήτης, αἰσθόμενος τῆς τοῦ ἁγίου Πνεύματος ἀφίξεως, φωτισθείς τε ὑπ' αὐτοῦ καὶ γνοὺς, ὅτι τὰ τῆς προλεχθείσης αὐτῷ δεήσεως ἐπηκόου ἔτυχε τοῦ Θεοῦ. Διὸ ἀνωτέρω μὲν εὐχόμενος ἔλεγε· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου·» ἐνταῦθα δὲ μετὰ τὸ διάψαλμα φάσκει· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Ὁρᾷς ὅπως συνῄσθετο εἰσακουσθείς; καὶ τοῦτ' ἦν τὸ διὰ τοῦ προφήτου
I will dwell in your tabernacle forever." For the perfect man has received this promise, not looking at the things that are seen but at the things that are not seen; for the things that are seen are temporary, but the things that are not seen are eternal. "For you, O God, have heard my prayers; you have given an inheritance to those who fear your name." If the prayer that was sent up by David and is at hand had been some ordinary prayer, there would have been no necessity for it to be taken up into the book of Psalms; for it is likely that he made countless other prayers to God, just as we too pray each day, and at different times pray different prayers. But since often, in the very act of praying, or of striking up the psalms, or of sending up hymns, he was filled with prophetic power, fittingly those who had received the gift of discerning spirits no longer recorded what was said as ordinary prayers, but as other prophetic utterances, and placed them in the divine books. Thus then here too, after what was said before, with a diapsalma inserted in between, the Prophet makes a change in his discourse, perceiving the arrival of the Holy Spirit, being enlightened by it and knowing that the things of the petition spoken of before had obtained a hearing from God. Therefore above, while praying, he said: "Hear, O God, my petition;" but here, after the diapsalma, he says: "For you, O God, have heard my prayers." Do you see how he perceived that he had been heard? And this was what was [foretold] through the prophet
Ἡσαΐου τοῖς ἀξίοις ἐπηγγελμένον ὑπὸ τοῦ λέγοντος Θεοῦ· «Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι·» ἔτι γὰρ φθεγγομένου τοῦ Προφήτου, τὸ Πνεῦμα ἐπιστὰν τὸ ἅγιον ἐδήλου αὐτῷ, ὡς ἄρα εἰσακουσθεὶς εἴη. Διό φησιν· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς ἡ αὐτὴ παρίσταται διάνοια· ἐπεὶ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Ὅτι σὺ, ὦ Θεὲ, ἤκουσας τῶν εὐχῶν μου·» κατὰ δὲ τὸν Σύμμαχον· «Σὺ γὰρ, ὁ Θεὸς, εἰσήκουσας τῶν προσευχῶν μου.» Εἶτ' ἐπιλέγει· «Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Ἐμοῦ μὲν γὰρ τέως εἰσήκουσας· ἔγνων δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος φωτισθεὶς, ὅτι οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομά σου καρπὸν ἄξιον τοῦ σοῦ φόβου δώσεις, τὴν κληρονομίαν ἣν ἐπηγγείλω αὐτοῖς. Ἀορίστως δὲ εἰπὼν, «τοῖς φοβουμένοις τὸ ὄνομά σου,» ἥπλωσε τὴν χάριν ἐπὶ πάντας ἀνθρώπους. Οὐ γὰρ τῷ Ἰσραὴλ ἐπήγγελται τὴν κληρονομίαν, οὐδὲ τῷ Ἰουδαίων ἔθνει μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ. «Ἰουδαίῳ τε πρῶτον,» φησὶν ὁ Ἀπόστολος, «καὶ Ἕλληνι.» Πολλάκις δὲ ἡμῖν ἀποδέδεικται, ὡς πάντας τοὺς ἐξ ἐθνῶν τῷ Θεῷ προσιόντας, φοβουμένους τὸν Κύριον καλεῖν εἴωθεν ὁ Λόγος. Τούτοις οὖν αὐτοῖς, φησὶν, ἔδωκας κληρονομίαν· καὶ ποίαν οὐκ εἶπεν, ἡμῖν δὲ καταλέλοιπεν ζητεῖν. Τῷ μὲν οὖν Ἰσραὴλ τὴν ῥέουσαν μέλι καὶ γάλα ἐπήγγελται διὰ Μωϋσέως· τοῖς δὲ φοβουμένοις ὁποίαν ἔδωκε κληρονομίαν, εἴασε ζητεῖσθαι. Εὑρήσεις δὲ ἐν τοῖς τοῦ Σωτῆρος ἡμῶν μακαρισμοῖς ταύτην, ἐν οἷς εἴρηται·
It was promised to the worthy ones through Isaiah by God, who says: "While you are still speaking, I will say: Behold, I am present." For while the Prophet was still speaking, the Holy Spirit, standing by, made it clear to him that he had been heard. Therefore he says: "For you, O God, have heard my prayers." And according to the other translators the same meaning is presented; for according to Aquila it is said: "For you, O God, have heard my prayers"; and according to Symmachus: "For you, O God, have heard my supplications." Then he adds: "You have given an inheritance to those who fear your name." For me, indeed, for the time being you have heard; but I learned, enlightened by your Spirit, that not to me alone, but also to all who fear your name, you will give a fruit worthy of your fear—the inheritance which you promised to them. By saying indefinitely, "to those who fear your name," he extended the grace to all people. For the inheritance has not been promised to Israel, nor to the nation of the Jews only, but also to all who fear his name. "To the Jew first," says the Apostle, "and to the Greek." And it has often been demonstrated by us that the Word is accustomed to call all those from the nations who come to God "those who fear the Lord." To these very ones, then, he says, you have given an inheritance; and what kind he did not say, but has left it to us to inquire. For to Israel, indeed, the land flowing with milk and honey was promised through Moses; but what kind of inheritance he gave to those who fear him, he left to be inquired into. And you will find this in the beatitudes of our Savior, in which it is said:
«Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ πάλιν ἔχεις τοῦ Σωτῆρος ἡμῶν ἐπαγγελίαν, δι' ἧς φησι· «Καὶ ἐν τῷ αἰῶνι τούτῳ πολυπλασίονα λήψεται, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει.» Καὶ ταύτης ἕνεκα τῆς κληρονομίας ὁ πέμπτος ψαλμὸς ἐπεγέγραπτο, «Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομούσης·» καὶ ἐν τῷ ιεʹ δὲ ψαλμῷ ἡ αὐτὴ κληρονομία ἐδηλοῦτο κατὰ τὸ, «Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. Καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.» «Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς αὐτοῦ διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Ἔλεος καὶ ἀλήθειαν τίς ἐκζητήσει αὐτοῦ;» Προειπὼν, «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου,» καθ' ὑπερβατὸν συνῆψε τὸ, «Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις.» Εἰσάκουσον γὰρ, φησὶ, τῶν εὐχῶν μου, ἡμέρας ἐφ' ἡμέρας μοι προσέθηκας. Διὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα τοῦ Κυρίου μνήμη· ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφητεία. Ἦν δὲ ἡ κληρονομία ἡ αἰώνιος ζωὴ, ἣν ὁ λόγος σημαίνει φάσκων· «Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις.» Μεγάλα τοίνυν εὐξαμένῳ τῷ βασιλεῖ Δαυῒδ ἐπήγγελται ὁ Θεὸς διὰ τοῦ Πνεύματος ἡμέρας ἐφ' ἡμέρας προσθήσειν, καὶ τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Ταύτην γὰρ αὐτῷ τὴν κληρονομίαν ἐπηγγείλατο· ὃ δὴ καὶ ἐν τῷ κʹ δηλοῦται ψαλμῷ, ἐν ᾧ εἴρηται· «Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ·» καὶ ἑξῆς·
Blessed are the poor in spirit, for theirs is the kingdom of heaven"; and again you have the promise of our Savior, through which he says: "And in this age he will receive many times more, and in the age to come he will inherit eternal life." And for the sake of this inheritance the fifth psalm was inscribed, "For the end, concerning her who inherits"; and in the fifteenth psalm the same inheritance was made clear in the words, "The Lord is the portion of my inheritance and of my cup; you are the one who restores my inheritance to me. For indeed my inheritance is the best for me." "Day by day you will add to the king; his years will remain until the day of his generation and his generation, forever before God. Who will seek out his mercy and truth?" Having said beforehand, "For you, O God, have heard my prayers," he joined to it, by way of hyperbaton, "Day by day you will add to the king." For hear my prayers, he says, you have added to me day by day. And in between was inserted the mention of those who fear the name of the Lord, since the prophecy has also promised the inheritance to them. And the inheritance was eternal life, which the word signifies when it says: "Day by day you will add to the king." Great things, then, having been prayed for by King David, God promised through the Spirit to add day by day, and his years until the day of generation and generation. For this inheritance he promised to him; which is also made clear in the twentieth psalm, in which it is said: "O Lord, in your strength the king will be glad. The desire of his heart you have given him;" and so on.
«Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰῶνος.» Ἐπειδὴ γὰρ τῶν οὐρανίων ὀριγνώμενος, καὶ τῶν παρὰ σοὶ ἀγαθῶν ἐπιθυμήσας, ηὔξατο· εἰσήκουσας αὐτοῦ, φησὶ, καὶ εἰσακούσας, «τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.» Τίς δὲ ἦν ἡ ἐπιθυμία αὐτοῦ, καὶ τίς ἡ αἴτησις τῶν χειλέων αὐτοῦ, διδάσκει ἑξῆς λέγων· «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα τοῦ αἰῶνος.» Καὶ ἐπὶ τοῦ παρόντος τοίνυν παραπλησίως ἐκείνοις ηὔξατο Δαυῒδ, καὶ εὐξάμενος εἰσηκούσθη· εἰσακουσθείς τε ταύτης ἔτυχε τῆς ἐπαγγελίας, δι' ἧς εἴρηται· «Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ
γενεᾶς·» ἢ, κατὰ τὸν Σύμμαχον· «Ἡμέρας ταῖς ἡμέραις τοῦ βασιλέως προσθήσεις, ἔτη αὐτοῦ, ἐφ' ὅσον γενεὰ καὶ γενεά· οἰκήσει αἰωνίως ἔμπροσθεν τοῦ Θεοῦ· ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν.» Τούτων δὲ πάντων τεύξεται ὁ δυνηθεὶς εἰπεῖν· «Ἀπὸ τῶν πτερύγων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου.» Τῆς γὰρ τοιαύτης προκοπῆς καρπὸν ἐπάξιον λήψεται τὴν αἰώνιον ζωήν. Φάσκων δὲ ὁ λόγος, «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς,» σημαίνει, ὡς ἄρα ἔσται ὁ Δαυῒδ μνημονευόμενος οὐ καθ' ὃν μόνον ἐβίου χρόνον, ἀλλὰ καὶ καθ' ἑκάστην γενεὰν, ἢ κατὰ δύο τινὰς γενεὰς, αἰνιττομένου τοῦ λόγου τόν τε ἐκ περιτομῆς λαὸν καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Ἐφ' ὅσον γοῦν χρόνον ἡ γενεὰ ἡ πρώτη τοῖς θείοις ἐντυγχάνει γράμμασι, φέρει διὰ μνήμης τὸν Δαυΐδ·
You asked life of him, and you gave him length of days forever and ever." For since, aspiring to heavenly things and desiring the good things that are with you, he prayed, you heard him, it says, and having heard, "you gave him the desire of his heart, and you did not deprive him of the request of his lips." But what his desire was, and what the petition of his lips was, he teaches next, saying: "You asked life of him, and you gave him length of days forever and ever." And so in the present case David likewise prayed as those did, and having prayed he was heard; and having been heard he obtained this promise, through which it is said: "You will add days to the days of the king; his years until the day of generation and generation"; or, according to Symmachus: "You will add days to the days of the king, his years, as long as generation and generation; he will dwell forever before God; mercy and truth will fence him about." But all these things he will obtain who is able to say: "From the ends of the earth I cried to you when my heart grew faint." For of such progress he will receive a worthy fruit, eternal life. And the word, saying, "His years until the day of generation and generation," signifies that David will be remembered not only during the time in which he lived, but also in each generation, or according to two generations, the word hinting at both the people from the circumcision and the Church from the Gentiles. As long, then, as the first generation encounters the divine Scriptures, it bears David in remembrance.
καὶ ἡ δευτέρα δὲ γενεὰ ἡ τῆς ἐξ ἁπάντων ἐθνῶν ἐκλογῆς ὡσαύτως τοῦ Δαυῒδ οὔποτε διαλείπει μνημονεύουσα, διὰ τὸ φέρειν ἀνὰ στόμα τὴν βίβλον τῆς γενέσεως Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ Δαυΐδ. Τοῦτο οὖν ᾐνίξατο φήσας ὁ λόγος· «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.» Καὶ ἐν μὲν ἀνθρώποις ταύτης τεύξεται τῆς μακρότητος· παρὰ δὲ αὐτῷ τῷ Θεῷ οὔποτε, φησὶν, ἀπολεῖται· ἀθανάτου δὲ καὶ εἰς ἄπειρον διαρκούσης ζωῆς τυχὼν, «διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.» Πῶς δὲ διαρκεῖν καὶ τῇ τοῦ Θεοῦ ζωῇ συμπαρεκτείνεσθαι ἀνθρώπου φύσις οἵα τε ἂν εἴη, διδάσκει ἑξῆς φάσκων· «Ἔλεος καὶ ἀλήθειαν τίς ἐκζητήσει αὐτοῦ;» Ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Ἔλεος καὶ ἀλήθεια περιφράζει αὐτόν·» καὶ ὁ Ἀκύλας ὁμοίως, «Ἔλεος καὶ ἀλήθεια διατηρήσουσιν αὐτόν.» Ταῦτα γὰρ τῆς ἀθανασίας αὐτῷ ἔσται αἴτια, τὸ τοῦ Θεοῦ ἔλεος καὶ ἀλήθεια· ὧν μεταλαμβάνων πᾶς ὁ θεοφιλὴς, ὥσπερ ἀπὸ ἁλῶν ἁλιζόμενος, φυλαχθήσεται εἰς αἰώνιον ζωήν. Οὐ γὰρ δὴ ὁμοίως τῷ Θεῷ πεφυκὼς τὴν οὐσίαν, ὁμοίως αὐτῷ ζήσεται, ἀλλ' ὑπὸ τοῦ ἐλέους τοῦ Θεοῦ καὶ ὑπὸ τῆς ἀληθείας αὐτοῦ διακρατούμενος. «Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.» Ταῦτα τοῦ ἁγίου Πνεύματος τῇ τοῦ Δαυῒδ ὑφηγήσαντος ψυχῇ, μαθὼν ὥσπερ παρὰ διδασκάλου τὰ λεχθέντα, ἐπισφραγίζεται τῇ πίστει τὸν λόγον ἀναφωνῶν καὶ λέγων· «Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·» οὐχ ἀπλῶς δὲ, «Ψαλῶ, φησὶ, τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,» ἀλλὰ μετὰ προσθήκης τῆς, «Οὕτω.» Πῶς δὲ οὕτω;
And the second generation, that of the election from all the nations, likewise never ceases to remember David, because it carries on its lips the book of the generation of Jesus Christ, the son of David. This, then, the word hinted at when it said: "His years are unto the day of generation and generation." And among men he will obtain this length of days; but with God himself, it says, he will never perish; and having obtained an immortal life that endures unto infinity, "he will abide forever before God." But how a human nature could endure and extend alongside the life of God, he teaches next when he says: "Mercy and truth who shall seek of him?" This Symmachus interpreted more clearly, saying: "Mercy and truth shall encompass him"; and Aquila likewise: "Mercy and truth shall preserve him." For these things will be the causes of immortality for him—the mercy of God and his truth; partaking of which, every lover of God, as if salted with salt, will be preserved unto eternal life. For surely, not having a nature like God in essence, he will not live like him, but will be upheld by the mercy of God and by his truth. "So will I sing to your name forever and ever, that I may pay my vows day by day." These things the Holy Spirit having suggested to the soul of David, having learned what was said as if from a teacher, he seals the word with faith, crying out and saying: "So will I sing to your name forever and ever"; and not simply, he says, "I will sing to your name forever and ever," but with the addition of "so." And how "so"?
ἀλλ' ὡς προεδίδαξε τὸ Πνεῦμα τὸ ἅγιον φῆσαν· «Ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν.» Οὕτω γὰρ ὑπὸ τοῦ σοῦ ἐλέους καὶ ὑπὸ τῆς σῆς ἀληθείας περιφραττόμενος καὶ διατηρούμενος, ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τεθάρσηκα γὰρ ζωῆς αἰωνίου τεύξεσθαι καὶ ἀθανασίας τῆς παρὰ σοὶ διὰ τὸν σὸν ἔλεον καὶ διὰ τὴν σὴν ἀλήθειαν, ἀλλ' οὐ διὰ τὰς ἐμὰς ἀρετάς «Οὕτως οὖν ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας·» ἢ κατὰ τὸν Σύμμαχον, «Ἀποδιδοὺς τὰς εὐχάς μου καθ' ἑκάστην ἡμέραν.» Οὐδεπώποτε γὰρ ἀπολείψομαι τοῦ μὴ ἀποδιδόναι τὰς ἐμὰς ἐπαγγελίας, ὥσπερ ὀφειλὰς διηνεκεῖς καὶ ἐμοὶ σωτηρίους. Ταύτας γὰρ διατελέσω καὶ εἰς τὸν ἄπειρον αἰῶνα ἀποδιδούς. Οὐδὲ γὰρ ἀργὸς καὶ ἄπρακτος ἔσομαι κατ' ἐκείνην τὴν αἰώνιον ζωὴν, τὴν δὲ πρέπουσαν καὶ ὀφειλομένην ἀποδιδοὺς τῷ Θεῷ κἀκεῖ πρᾶξιν διατελέσω. Αὕτη δέ ἐστιν ἡ ὀφειλομένη καὶ αὐτῷ πρέπουσα διηνεκὴς εὐχαριστία. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΙΔΙΘΟΥΜ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΞΑʹ. «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτῷ γὰρ τὸ Σωτήριόν μου.» Ὁ μὲν προκείμενος ψαλμὸς εἴρηται μὲν τῷ Δαυῒδ, πρόκειται δὲ τῇ ἐπιγραφῇ, «ὑπὲρ Ἰδιθούμ·» διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς ἄρα ὁ Δαυῒδ, ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάξας τὸν ψαλμὸν, παρέδωκεν αὐτῷ μελετᾷν, καὶ ἀντὶ ἐπῳδῆς χρῆσθαι εἰς θεραπείαν, συμφορᾶς
But as the Holy Spirit foretaught, saying, "Mercy and truth shall encompass him." For thus, encompassed and preserved by your mercy and by your truth, I will sing to your name forever and ever. For I have taken courage that I shall obtain eternal life and the immortality that is with you, through your mercy and through your truth, but not through my own virtues. "Thus, then, I will sing to your name forever and ever, that I may pay my vows day by day;" or, according to Symmachus, "Paying my vows each day." For I shall never cease from paying my promises, as though they were continual debts and salutary to me. For I shall continue paying these even into the boundless age. For neither shall I be idle and inactive in that eternal life, but rendering to God the activity that is fitting and owed, I shall continue even there. And this is the continual thanksgiving that is owed and fitting to him. TO THE CHIEF MUSICIAN, FOR IDITHUN, A PSALM OF DAVID, 61. "Shall not my soul be subject to God? For from him is my salvation." The present psalm was spoken by David, and it is set forth in its superscription "for Idithun," the word teaching us that David, having composed the psalm for Idithun, delivered it to him to meditate on and to use as an incantation for the healing of calamity.
τινος ἐπισυμβάσης αὐτῷ. Καὶ ὁ λʹ δὲ καὶ ηʹ ἐπεγέγραπτο, «Εἰς τὸ τέλος, τῷ Ἰδιθοὺμ, ᾠδὴ τοῦ Δαυΐδ·» ἐν ᾧ καὶ αὐτῷ ὁμοίως διδασκαλίαν παρεδίδου ὁ Δαυῒδ τῷ Ἰδιθοὺμ διὰ τὴν αὐτὴν, οἶμαι, κατάστασιν. Ἐνταῦθα μὲν γὰρ λέλεκται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον, φονεύεσθε πάντες ὑμεῖς;» ἐν δὲ τῷ ληʹ· «Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη·» καὶ πάλιν· «Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με.» Καὶ θέα τίνα τρόπον ἐμφαίνει δι' ἀμφοτέρων ἐν πειρασμῷ τινι ἐξητάσθαι καὶ δεινὰ πεπονθέναι· διὸ ταύτας προσίετο τὰς φωνάς. Καὶ ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ προϊών φησι· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό·» καὶ ἐν ἐκείνῳ δὲ ὁμοίως εἴρητο· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· καὶ πάλιν· «Πλὴν μάτην πᾶς ἄνθρωπος·» ἅπερ οὐδὲν ἂν διαφέροι τοῦ· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Ἔτι πρὸς τούτοις ἐν τῷ ληʹ εὕροις ἂν εἰρημένον τό· «Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Σύμφωνα δὲ τούτοις εἴη ἂν καὶ τὰ μετὰ χεῖρας λεγόμενα ἐν τούτοις· «Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε·
of something that had befallen him. And the 30th and 8th [psalms] were also inscribed, "For the end, to Idithum, a song of David;" in which David likewise handed down teaching to Idithum, for the same condition, I think. For here it is said: "I shall not be shaken forever. How long do you set upon a man, do you all slay?" And in the 38th: "When the sinner stood before me, I was dumb and was brought low, and I kept silence from good things, and my pain was renewed;" and again: "From all my iniquities deliver me; you have made me a reproach to the fool." And observe in what manner he shows through both that he was tried in some temptation and suffered terrible things; wherefore he accepted these utterances. And in the psalm at hand, going on, he says: "Surely the sons of men are vain, the sons of men are false in the balances, that they may do wrong; they themselves are of vanity together;" and in that one likewise it had been said: "Surely all things are vanity, every man living;" and again: "Surely every man is vain in vain;" which would differ in nothing from: "Surely the sons of men are vain, they themselves are of vanity together." Further, in addition to these, in the 38th you would find it said: "Nevertheless in an image a man passes by. Surely they are troubled in vain. He treasures up, and does not know for whom he will gather them." And in agreement with these would be also the things said in the psalm at hand in these words: "Do not hope in iniquity, and do not long for plunder;
πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε τῇ καρδίᾳ.» Καὶ σὺ δ' ἂν, ἐπὶ σχολῆς ἐκ παραλλήλου τὰς ἐν ἀμφοτέροις τοῖς δηλωθεῖσι ψαλμοῖς ἐγκειμένας λέξεις παραθεὶς ἀλλήλαις, εὕροις ἂν μιᾶς καὶ τῆς αὐτῆς ἐχομένας διανοίας. Ὁ τοίνυν Δαυῒδ ἔοικε τῷ Ἰδιθοὺμ πειρασμῷ τινι πεπτωκότι, τάχα που καὶ ὀλισθήματι, διδασκαλίαν θεραπευτικὴν παραδεδωκέναι· ὅπως ἂν λάβοι ἑαυτὸν, καὶ ἀνακτήσοιτο τοῦ συμβάντος αὐτῷ πταίσματος. Ἐδίδασκε γοῦν αὐτὸν ἐν μὲν τῷ ληʹ ἑαυτῷ παραινεῖν, καὶ πρὸς ἑαυτὸν διαλέγεσθαι καὶ λέγειν· «Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου. Ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη,» καὶ τὰ τούτοις ἑξῆς. Ἐν οἷς ἦν καὶ τὸ, «Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με. Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας·» καὶ πάλιν· «Ἀπόστητον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου. Ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.» Ταῦτα καὶ τὰ τοιαῦτα ἐδιδάσκετο λέγειν καὶ τῷ Θεῷ τοιαύτας εὐχὰς ἀναπέμπειν ὁ Ἰδιθοὺμ ἐν ἐκείνῳ· καὶ ἐν τῷ μετὰ χεῖρας δὲ ὡσαύτως τὸν αὐτὸν ἄνδρα ὁ Δαυῒδ διδάσκει ἑαυτῷ προσδιαλέγεσθαι καὶ λέγειν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου.» Σημαίνει σεσαλεῦσθαι αὐτὸν, καί τινα ταραχὴν τῇ ψυχῇ πεπονθέναι. Ἐπεὶ τοίνυν, τῶν πειραζόντων ἐπιθεμένων αὐτῷ, γέγονέ τις αὐτῷ ἀτονία, ᾔσθετό τε ἑαυτοῦ οὐ κατὰ τὸν εἰρηκότα· «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες,» ἀλλὰ καὶ ἀληθῶς σαλευθέντος·
If wealth flows in, do not set your heart on it. And you too, at leisure, setting side by side the words contained in both of the psalms indicated, comparing them with one another, would find that they hold to one and the same thought. David, then, seems to have handed down to Idithum, who had fallen into some trial, and perhaps also a slip, a healing teaching, so that he might take himself in hand and recover from the stumble that had befallen him. He was teaching him, then, in the 30th psalm to exhort himself and to converse with himself and say: "I said: I will guard my ways, that I may not sin with my tongue. I set a guard on my mouth, when the sinner stood before me. I was dumb, and was humbled, and I kept silence from good things, and my pain was renewed," and what follows these. Among these was also: "From all my transgressions deliver me; you have made me a reproach to the fool. I was dumb and did not open my mouth, because you did it;" and again: "Depart from me with your scourges. From the strength of your hand I have fainted away." These things and the like Idithum was taught to say and to send up such prayers to God in that psalm; and in the one at hand David likewise teaches the same man to converse with himself and say: "Is it not to God that my soul will be subject? For from him is my salvation." He signifies that he has been shaken and has suffered some disturbance in his soul. Since, then, when those who were tempting him attacked him, some weakness came upon him, and he perceived himself not as the one who said: "But my feet were almost shaken," but as one truly shaken—
ἀναγκαίως διδάσκεται λέγειν· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον·» ἢ κατὰ τὸν Ἀκύλαν· «Σφαλήσομαι πολλήν·» καὶ κατὰ τὴν πέμπτην δὲ ἔκδοσιν εἴρηται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Σύμφωνος δ' ἂν εἴη ὁ νοῦς τῆς προκειμένης διδασκαλίας τῇ φασκούσῃ προφητείᾳ· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας·» καὶ τῷ, «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει; Ἵνα τί ἀποστρέφεται ἀποστροφὴν ἀναιδῆ, λέγει Κύριος;» Πάντα γὰρ ταῦτα διδάσκει τὸν ἅπαξ ἡμαρτηκότα μὴ παραμένειν τῷ ἁμαρτήματι, μηδὲ ἀπογινώσκειν ἑαυτὸν, μηδὲ ἔκδοτον παρέχειν τῷ τοῦ πειρατηρίου ῥεύματι. Διὸ ἀναγκαίως διδάσκεται ὁ Ἰδιθοὺμ ἐπᾴδειν ἑαυτῷ, καὶ τὰ προκείμενα λέγειν· καὶ πρῶτον μὲν ἐπὶ τὸν μέγαν Σωτῆρα καὶ τῶν ψυχῶν ἰατρὸν καταφεύγειν· ἔπειτα ὑποτάττειν τὴν ἑαυτοῦ ψυχὴν, μηκέτι ἀνθρώποις, μηδὲ τοῖς ἐκφοβοῦσιν· ἕνα δὲ μόνον
πρὸ ὀφθαλμῶν θέμενον τὸν μέγαν κριτήν τε καὶ Θεὸν, αὐτῷ μόνῳ τὴν ἑαυτοῦ ψυχὴν ὑποτάττειν, ἐλευθεροῦν τε αὐτὴν παντὸς ἀλλοτρίου φόβου. Διό φησιν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» καὶ τὰ ἑξῆς. Πάλιν δὲ κἀνταῦθα τὸ σωτήριον Ἑβραϊκῇ φωνῇ διὰ τῶν αὐτῶν στοιχείων, δι' ὧν γράφεται τὸ τοῦ σωτηρίου ἡμῶν Ἰησοῦ ὄνομα, φέρεται. Εὐλόγως δέ τις ζητήσειε τούτοις ἐντυγχάνων· Τί δήποτε μόνων δύο ὄντων τῶν «ὑπὲρ τοῦ Ἰδιθοὺμ,» ἢ «περὶ τοῦ Ἰδιθοὺμ» κατὰ τὸν Ἀκύλαν εἰρημένων, οὔτ' ἐφεξῆς ἀλλήλοις κεῖνται ἀμφότεροι, μακρὰν δ' ἀπεσχοινισμένοι τυγχάνουσι. Τὴν δὲ τούτων αἰτίαν ἐν τοῖς εἰρημένοις ἡμῖν εἰς τὸν ληʹ, γραμματικαῖς ἀποδείξεσι παρεστήσαμεν.
Necessarily he is taught to say: "I shall not be shaken for ever"; or according to Aquila: "I shall stumble greatly"; and according to the Fifth Edition it is said: "I shall not be shaken for ever." The sense of the teaching set before us would be in agreement with the prophecy that says: "Woe to those who draw sins to themselves as with a long rope, and lawlessness as with the strap of a yoke for a heifer"; and with, "Does not he who falls rise again, and he who turns away, does he not turn back? Why does he turn away with a shameless turning away, says the Lord?" For all these things teach the one who has sinned once not to remain in the sin, nor to despair of himself, nor to hand himself over as a captive to the stream of the pirates' den. Therefore Idithoum is necessarily taught to sing to himself and to say the things set before us; and first to flee to the great Savior and physician of souls; then to subject his own soul, no longer to men, nor to those who cause fear; but setting only one thing before his eyes, the great Judge and God, to subject his own soul to him alone, and to free it from every alien fear. Therefore he says: "Shall not my soul be subject to God?" and the rest. And again here too the saving name is borne in the Hebrew tongue through the same letters by which the name of our Savior Jesus is written. And reasonably one might inquire, encountering these things: Why, when there are only two psalms "for Idithoum," or "concerning Idithoum" according to Aquila, are they not both placed next to each other, but are found separated far apart? And the cause of these things I have set out in what I have said on the thirty-eighth psalm, with grammatical demonstrations.
Ἀλλὰ καὶ τίς ἦν ὁ Ἰδιθοὺμ, ἤδη πρότερον ἐν αὐτῷ ἐκείνῳ δεδηλώκαμεν, τὴν ἀπὸ τῶν Παραλειπομένων ἱστορίαν παραθέμενοι· δι' ἧς ἐδείκνυτο εἷς τῶν ἐκλελεγμένων εἰς τὸ αἰνεῖν τὸν Θεὸν γεγονώς. Γέγραπται γοῦν· «Καὶ κατέλειπον ἐκεῖ ἐναντίον τῆς κιβωτοῦ τῆς Διαθήκης Κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λειτουργοὺς ἐναντίον τῆς κιβωτοῦ.» Καὶ ἑξῆς εἴρηται· «Αἰμὰν καὶ Ἰδιθοὺμ, καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ' ὀνόματος τοῦ αἰνεῖν τὸν Κύριον, ὅτι εἰς αἰῶνα τὸ ἔλεος αὐτοῦ·» καὶ πάλιν· «Μετ' αὐτῶν Αἰμὰν καὶ Ἰδιθοὺμ, σάλπιγγές τε καὶ κύμβαλα τοῦ ἀναφωνεῖν, καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, υἱοὶ Ἰδιθοὺμ εἰς τὴν πύλην·» καὶ αὖθις· «Καὶ ἔστησεν ὁ βασιλεὺς Δαυῒδ καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τοὺς ἀποφθεγγομένους ἐν κινύρᾳ καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις.» Ἀντὶ δὲ τοῦ, «τοὺς ἀποφθεγγομένους,» ὁ μὲν Ἀκύλας, «τῶν προφητῶν,» ὁ δὲ Σύμμαχος, «τῶν προφητευσάντων διὰ λύρας,» ἐξέδωκεν· ὥστε προφήτας χρὴ νομίζειν γεγονέναι τοὺς δηλουμένους. Καὶ αὖθις ἑξῆς εἴρηται τῷ Ἰδιθούμ· «Υἱοὶ Ἰδιθοὺμ, Γοδολείας καὶ Σουρεὶ καὶ Αἰείας, καὶ Σεδείας, καὶ Ματθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθοὺμ ἐν κινύραις ἀνακρουόμενοι.» Ἀντὶ δὲ τοῦ, «ἐν κινύραις ἀνακρουόμενοι,» πάλιν ὁ Ἀκύλας, «κιθάρᾳ προφητεύων·» ὁ δὲ Σύμμαχος, «διὰ λύρας τοῦ προφητεύοντος,» ἐξέδωκεν. Οὐκοῦν καὶ ὁ Ἰδιθοὺμ εἷς ἦν τῶν προφητευόντων διὰ λύρας·
But who Idithum was, we have already previously made clear in that very place, setting out the account from Paralipomena; through which it was shown that he was one of those chosen to praise God. For it is written: "And they left there before the ark of the covenant of the Lord Asaph and his brethren as ministers before the ark." And next it is said: "Aeman and Idithum, and the rest who were chosen by name to praise the Lord, that his mercy endures for ever;" and again: "With them Aeman and Idithum, trumpets and cymbals to sound aloud, and instruments of the songs of God, the sons of Idithum at the gate;" and again: "And king David and the rulers of the host appointed to the works the sons of Asaph and Aeman, and Idithum, those who spoke forth with the lyre and with the nabla and with timbrels." But instead of "those who spoke forth," Aquila rendered "of the prophets," and Symmachus "of those who prophesied through a lyre"; so that one must consider those indicated to have been prophets. And again next it is said of Idithum: "The sons of Idithum, Godolias and Souri and Aeias, and Sedeias, and Matthias, six with their father Idithum, striking on lyres." But instead of "striking on lyres," again Aquila rendered "prophesying with a cithara"; and Symmachus "through a lyre of the one prophesying." Therefore Idithum also was one of those who prophesied through a lyre.