Οὗτοι δέ εἰσιν οἱ θηρεύοντες μὲν πάσας προφάσεις, ὕβρεις τε καὶ διαβολὰς, καὶ βλασφημίας κατ' αὐτοῦ περινοοῦντες, μηδεμίαν
δὲ εὑρίσκοντες ὑπόθεσιν διαβολῆς, μήτε κατ' αὐτοῦ, μήτε τῆς Ἐκκλησίας αὐτοῦ. Διὸ καταχέονται αἰσχύνην καὶ ἐντρέπονται πρὸς τὸ μηκέτι μηδὲν τολμᾷν διαβολῆς ἄξιον ἐπικαλεῖν. Καὶ ταῦτα πάντα ἔργῳ πληροῦται συμφώνως τῇ φασκούσῃ διὰ τῶν προκειμένων προφητείᾳ· «Ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.» Τότε γὰρ, φησὶν, ὅταν οἱ ἐχθροὶ καταισχύνωνται, ἐγὼ ψαλῶ σοι, καὶ ἐξομολογήσομαί σοι τῷ ἐμαυτοῦ Πατρί. Ἔτι δὲ καὶ «ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελητήσει τὴν δικαιοσύνην σου.»
ΕΙΣ ΣΟΛΟΜΩΝΤΑ ΟΑʹ.
«Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δός.» Οἱ λοιποὶ τοῦ «Σολομῶντος» ἡρμήνευσαν. Ἔστι δὲ καὶ ἕτερος τοῦ αὐτοῦ ἐν ταῖς ᾠδαῖς τῶν ἀναβαθμῶν, οὗ ἡ ἀρχή· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.» Ἐν οἷς ἔοικεν ὁ Σολομὼν ἐπὶ τῇ κατασκευῇ τοῦ οἴκου, ὃν ἤγειρεν ἐν Ἱεροσολύμοις, πρῶτος αὐτὸς οἰκοδομήσας τὸ αὐτόθι ἱερὸν, τὴν ᾠδὴν πεποιῆσθαι, διδάσκουσαν μόνα τὰ τοῦ Θεοῦ οἰκοδομήματα διαιωνίζειν· τὰ γὰρ ἀνθρώπινα καιρῷ συνίστασθαι· ὃ δὴ καὶ ἀπέβη ἐπὶ τῆς αὐτοῦ οἰκοδομῆς· οὐκ εἰς μακρὸν γοῦν ὁ ὑπ' αὐτοῦ κατασκευασθεὶς νεὼς ὑπὸ Βαβυλωνίων κατελύθη. Ἡ δὲ μετὰ χεῖρας προφητεία εἴτε εἰς αὐτὸν λέλεκται τὸν Σολομῶντα, εἴτε αὐτοῦ ἐστι κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ λόγοι ἕτερόν τινα παριστῶσι προφητευόμενον. Διὸ οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε ὕμνος, οὔτε τι τούτοις παραπλήσιον ἐπιγέγραπται.
These are the ones who hunt down every pretext, devising insults and slanders and blasphemies against him, yet finding no ground for slander, neither against him nor against his Church. Therefore they are poured over with shame and are put to confusion, so as no longer to dare to call down anything worthy of slander. And all these things are fulfilled in deed, in agreement with the prophecy that speaks through the words set before us: "When those who seek evils against me are ashamed and confounded." For then, he says, when the enemies are put to shame, I will sing psalms to you, and I will give thanks to you, my own Father. And moreover, "My tongue all the day long will meditate on your righteousness."
TO SOLOMON, 71.
"O God, give your judgment to the king." The rest have interpreted the things of "Solomon." But there is also another of the same in the songs of the ascents, whose beginning is: "Unless the Lord builds the house, those who build it have labored in vain." In these it seems that Solomon, in connection with the construction of the house that he raised in Jerusalem—having himself first built the temple there—composed the song, teaching that only the buildings of God endure forever; for human things are established by time; and this indeed happened in the case of his own building; for not long after, the temple built by him was destroyed by the Babylonians. But the prophecy at hand, whether it was spoken concerning Solomon himself, or is his, according to the other interpreters, its words present someone else as being prophesied. Therefore neither "psalm," nor "song," nor "hymn," nor anything similar to these is inscribed as its title.
Ἀλλ' ἔστι προφητεία θεσπίζουσα ἀναφανήσεσθαί τινα ἐν ἀνθρώποις πενήτων καὶ πτωχῶν σωτῆρα, καὶ τοῦτον ἄνωθέν ποθεν ἠρέμα καταβήσεσθαι καὶ ἀψοφητί· «Καταβήσεται γὰρ ὡς ὑετὸς ἐπὶ πόκον.» Δικαιοσύνην τε λοιπὸν ἐμπολιτεύεσθαι τῷ γένει τῶν ἀνθρώπων ἐπὶ τῇ αὐτοῦ παρουσίᾳ. Ἐπικρατήσειν τε αὐτὸν οὐ τῆς Ἰουδαίας μόνης, οὐδὲ δυεῖν ἢ τριῶν ἐθνῶν, ἀλλὰ πάντων τῶν καθ' ὅλης τῆς οἰκουμένης, πάντα τε τὰ ἔθνη ὑποταγήσεσθαι αὐτῷ, ὀνομαστόν τε αὐτὸν ἔσεσθαι παρὰ τοῖς πᾶσιν, οὐ κατά τινα χρόνον βραχὺν, ἀλλ' εἰς ἅπαντα τὸν αἰῶνα. Καὶ τί γὰρ ἄλλ' ἢ τοιοῦτόν τινα ἔσεσθαι τὸν θεσπιζόμενον ὁ μετὰ χεῖρας ὑπογράφει λόγος, ὁποῖον οὐδεὶς πώποτε οὔτε παρὰ τῷ Ἰουδαίων ἔθνει, οὔτε παρ' ἑτέροις γεγονέναι μνημονεύει; Οὔτε γὰρ αὐτὸς Σολομὼν, οὔτε Δαυῒδ, οὔτε τις τῶν μετ' αὐτοὺς τοιοῦτος ἐφάνη, ὡς ἁρμόσαι τινὶ αὐτῶν τὰ ὑπὸ τῆς προφητείας σημαινόμενα. Ὅρα τοίνυν εἰ μὴ ταῖς προτεταγμέναις διὰ τῶν ἔμπροσθεν περὶ τοῦ πάθους τοῦ Σωτῆρος προῤῥήσεσιν ἀκολούθως συνῆπται ἡ μετὰ χεῖρας τὴν βασιλείαν αὐτοῦ διαγράφουσα. Ἐχρῆν γὰρ ἡμᾶς καὶ τὰ περὶ ταύτης παιδευθῆναι. Πολλῶν δὲ προφητειῶν τὸν ἐκ Δαυῒδ προφητευόμενον Χριστὸν ἀνυμνουσῶν· ἐπειδὴ εἰκὸς ἦν ὑπολαβεῖν τινας τὸν Σολομῶντα δηλοῦσθαι δι' αὐτῶν· μόνος γὰρ οὗτος τῶν υἱῶν Δαυῒδ ἐπιδοξότατα βασιλεύσας, καὶ τὸν νεὼν ἤγειρε τῷ Θεῷ, καὶ σοφίᾳ διαπρέψαι μεμαρτύρηται· ἀναγκαίως ἡ προκειμένη προφητεία «εἰς Σολομῶντα» ἐπιγέγραπται· ἢ αὐτοῦ τοῦ Σολομῶντος εἶναι λέλεκται· ἵνα μηκέτι αὐτὸς νομίζηται ὁ προσδοκώμενος εἶναι ἐκ Δαυΐδ·
But there is a prophecy that foretells that one will appear among men as a savior of the poor and the destitute, and that he will come down gently and noiselessly from somewhere above; for "He will come down like rain upon the fleece." And that thereafter righteousness will dwell among the race of men at his coming. And that he will prevail not over Judea alone, nor over two or three nations, but over all throughout the whole inhabited world, and that all the nations will be subjected to him, and that he will be renowned among all, not for a short time, but forever. And what else could the word at hand be describing than that the one foretold will be such a one as no one has ever been remembered to have been, either among the nation of the Jews or among others? For neither Solomon himself, nor David, nor any of those after them appeared as such, so as to fit any one of them to the things signified by the prophecy. Consider, then, whether the prophecy at hand, which describes his kingdom, is not connected in sequence with the predictions previously set forth through the earlier passages concerning the suffering of the Savior. For it was necessary that we be instructed also in the things concerning this kingdom. And since many prophecies hymn the Christ foretold from David—since it was likely that some would suppose that Solomon was meant by them (for he alone of the sons of David, having reigned most gloriously, both raised up the temple to God and is testified to have excelled in wisdom)—of necessity the prophecy before us is inscribed "for Solomon," or has been said to be his; so that he might no longer be thought to be the one expected from David.
ἐξ αὐτοῦ δὲ Σολομῶντος ἐλπίζεται ἕτερος ὁ καὶ αὐτῷ ἐπηγγελμένος. Ἐὰν μὲν οὖν ἐκδεξώμεθα εἰς αὐτὸν εἰρῆσθαι τὸν Σολομῶντα τὸν ψαλμὸν κατὰ τὴν τῶν Ἑβδομήκοντα προγραφὴν, ἐροῦμεν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, περὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμψαν τῷ Θεῷ διὰ τοῦ πρώτου στίχου, δι' οὗ εἴρηται· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» τουτέστι τῷ Σολομῶντι, τὸν ἑξῆς λόγον περὶ τοῦ ἐξ αὐτοῦ γενησομένου ποιεῖται· διὸ ἐπιλέγει· «Καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως·» δηλαδὴ τῷ μέλλοντι προελεύσεσθαι ἐκ σπέρματος αὐτοῦ Ἰησοῦ. Ἢ τῶν προκειμένων ὁ νοῦς τοιοῦτος· Ὅροςπαρὰ τῆς σῆς θεότητος ἐξενήνεκται, δόγμα τε καὶ
κρίμα βασιλικὸν ἐκ σοῦ Πνεύματος διατέτακται, ὡς ἂν ἐκ τῆς Σολομῶντος διαδοχῆς ὁ τὸ κόσμου Σωτὴρ κατὰ σάρκα γεννηθείη. Τοῦτο οὖν τὸ κρίμα σου, ὁ Θεὸς, ἤδη ποτὲ δώρησαι τῷ βασιλεῖ, δηλαδὴ τῷ Σολομῶντι, ὡς ἂν δι' ἔργων χωρήσειαν οἱ λόγοι· καὶ αὐτῷ μὲν τῷ βασιλεῖ τὸ δηλωθὲν κρίμα παράσχου, τὴν δὲ δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, τῷ μέλλοντι ἐκ σπέρματος αὐτοῦ προελεύσεσθαι· ἵν' ὁ γεννώμενος ὁ ἐκ πνεύματος καὶ διάδοχος αὐτοῦ, ὑποδεξάμενος τὴν σὴν δικαιοσύνην, «διακρίνῃ τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Καὶ ταῦτα μὲν, εἴπερ εἰς αὐτοῦ προσώπου τοῦ Σολομῶντος ἀναφέροιτο ἡ προγραφὴ κατὰ τοὺς Ἑβδομήκοντα φέρουσα, «εἰς Σολομῶντα·» εἰ δὲ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τοῦ Σολομῶντος εἶναι λέγοιτο ἡ προφητεία, φήσομεν, ὅτι αὐτὸς ὁ Σολομὼν, Πνεύματος πληρωθεὶς, τρία διὰ τούτων παρίστησι πρόσωπα·
But from Solomon himself another is hoped for, who was also promised to him. If, then, we understand the psalm to have been spoken of Solomon himself according to the superscription of the Seventy, we will say that the Holy Spirit, having sent up the prayer concerning him to God through the first verse, in which it is said, "O God, give your judgment to the king," that is, to Solomon, makes the following discourse concerning the one who would be born from him; therefore he adds, "And your righteousness to the king's son," clearly to Jesus, who was to come forth from his seed. Or the meaning of what lies before us is this: A decree has been issued from your divinity, and a royal doctrine and judgment has been ordained by your Spirit, so that from the succession of Solomon the Savior of the world might be born according to the flesh. This judgment of yours, then, O God, grant now to the king, that is, to Solomon, so that the words might be fulfilled in deeds; and to the king himself grant the judgment indicated, and your righteousness to the king's son, to the one who was to come forth from his seed; so that the one born of the Spirit and his successor, having received your righteousness, "may judge your people in righteousness, and your poor in judgment." And these things indeed, if the superscription were referred to the person of Solomon himself, bearing according to the Seventy, "For Solomon"; but if according to the other translators the prophecy is said to be of Solomon, we will say that Solomon himself, filled with the Spirit, sets forth three persons through these words:
τὸν Θεὸν, ᾧ τὴν εὐχὴν ἀναπέμπει, καὶ τὸν βασιλέα, ὃν πέπειστο βασιλεύειν τῶν ὅλων, δηλαδὴ τὸν Υἱὸν τοῦ Θεοῦ· καὶ τρίτον ὃν ἀνείληφεν ἄνθρωπον ἐκ σπέρματος Δαυῒδ ἐξ αὐτοῦ τε τοῦ Σολομῶντος γεννώμενον, ἕτερον ὄντα παρὰ τὸν βασιλέα τὸν διὰ τοῦ ψαλμοῦ φάντα· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Διὰ τούτων γὰρ σαφῶς καταστὰς, ἀκούει πρὸς τοῦ Πατρός· «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Οἶδε δὲ καὶ αὐτὸς ὁ Σολομὼν τὸν Υἱὸν τοῦ Θεοῦ, σοφίαν ὀνομάζων αὐτὸν, ἐν οἷς ἐξ αὐτοῦ προσώπου ἐν Παροιμίαις τάδε φησίν· «Ἐγὼ ἡ Σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι·» καὶ ἑξῆς· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Γέννημα τοίνυν τοῦ Θεοῦ ἡ σοφία καὶ ὁ Υἱὸς αὐτοῦ ὁ Μονογενής· καὶ περὶ αὐτοῦ τὴν παροῦσαν εὐχὴν ἀναπέμπει ὁ Σολομὼν φάσκων· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» δῆλον δ' ὅτι τῷ Μονογενεῖ Λόγῳ σου. Ἐπειδὴ γὰρ ἔκρινας αὐτὸν ἐπὶ γῆς ὀφθῆναι, ἵνα μὴ μόνον τῶν κατ' οὐρανῶν, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς βασιλεύῃ, τοῦτο τὸ κρίμα ἤδη ποτὲ ἐπὶ πέρας ἀγέσθω· καὶ τὴν δικαιοσύνην δὲ τὴν σὴν τῷ υἱῷ τοῦ βασιλέως δὸς, ὁ Θεός·
...God, to whom he sends up the prayer, and the king, whom he was persuaded reigns over all things, namely the Son of God; and third, the man whom he has taken up from the seed of David, born from Solomon himself, who is other than the king who appeared through the psalm: "But I was established as king by him on Zion, his holy mountain, declaring the decree of the Lord. The Lord said to me: You are my Son; today I have begotten you. Ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession." For through these words he is clearly established and hears from the Father: "You are my Son; today I have begotten you. Ask of me, and I will give you the nations as your inheritance." And Solomon himself also knows the Son of God, calling him Wisdom, in the words he speaks in Proverbs in his own person: "I, Wisdom, have dwelt with counsel, and I have called upon knowledge and understanding. Through me kings reign;" and further: "The Lord created me as the beginning of his ways for his works. Before the age he founded me, before the mountains were established; and before all the hills he begets me." Therefore the Wisdom of God and his only-begotten Son is a begetting; and concerning him Solomon sends up the present prayer, saying: "O God, give your judgment to the king," clearly to your only-begotten Word. For since you determined that he should be seen on earth, so that he might reign not only over the things in the heavens but also over the things on the earth, let this judgment now at some point be brought to fulfillment; and give your righteousness to the son of the king, O God:
υἱοῦ βασιλέως ἐνταῦθα τοῦ κατὰ σάρκα νοουμένου ἐκ σπέρματος Δαυῒδ, ὃν αὐτὸς ἑαυτῷ ὁ προὼν τοῦ Θεοῦ Λόγος ἐξ ἁγίου Πνεύματος καὶ τῆς ἁγίας Παρθένου συνεστήσατο· ὃν καὶ ἐν Παροιμίαις αἰνίττεσθαι τὸν Σολομῶντα ἡγοῦμαι δι' ὧν γράφει λέγων· «Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; Τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Οὕτω γὰρ ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» καὶ ὁ Θεοδοτίων ὁμοίως· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Σαφῶς γὰρ ἐν τούτοις μὲν κρατήσας τῆς γῆς, καὶ καταβεβηκὼς καὶ ἀνελθὼν εἰς οὐρανὸν, τά τε λοιπὰ δεόμενα τῆς κατὰ σχολὴν ἑρμηνείας πεποιηκὼς, οὐδεὶς ἂν γένοιτο ἕτερος τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὃς αὐτὰ δὴ ταῦτα διδάσκων ἔλεγεν· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου·» Ὁ δ' ἐνταῦθα λεγόμενος αὐτοῦ Υἱὸς εἴη ἂν ὁ κατὰ σάρκα νοούμενος, ἣν ἀνείληφεν ἐκ σπέρματος Δαυῒδ καὶ Σολομῶντος γενομένην. Ἀλλ' ἐπεὶ Ἰουδαίων παῖδες τὰς προκειμένας τῶν Παροιμιῶν φωνὰς εἰς τὸν ἐπὶ πάντων Θεὸν ἀνάξουσιν, οὐκ εἰδότες τὸν Υἱὸν τοῦ Θεοῦ, δεικτέον αὐτοῖς ἐκ τῶν προκειμένων ὡς Υἱὸν Θεοῦ, σαφῶς καὶ διαῤῥήδην παρίστησιν ἡ Γραφὴ λέγουσα· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Φάσκων δὲ ὁ λόγος ἐν τῷ
...the son of the king, here understood according to the flesh, from the seed of David, whom the pre-existent Word of God formed for himself from the Holy Spirit and the holy Virgin; and I consider that Solomon hints at him also in Proverbs through what he writes, saying: "Who has ascended into heaven and descended? Who has gathered the winds in his bosom? Who has bound up water in a garment? Who has grasped all the ends of the earth? What is his name, and what is the name of his Son?" For the others translated it thus: Aquila, saying, "What is his name, and what is the name of his Son?" and Theodotion likewise: "What is his name, and what is the name of his Son?" For clearly in these words—having grasped the earth, and descended and ascended into heaven, and having done the rest that require careful interpretation—no one else could be meant than the Son of God, who teaching these very things said: "No one has ascended into heaven except the one who descended from heaven, the Son of Man." And the one here called his Son would be the one understood according to the flesh, which he took up from the seed of David and Solomon. But since the children of the Jews will refer the words of Proverbs set before us to the God over all, not knowing the Son of God, it must be shown to them from the passages set before us that Scripture clearly and expressly presents a Son of God, saying: "What is his name, and what is the name of his Son?" And the passage, saying in what follows...
ψαλμῷ· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» ἄλλο εἶναι τὸ κρίμα παρὰ τὴν κρίσιν διδάσκει. Κρίμα γὰρ τὸ ἅπαξ δόξαν τῷ Θεῷ καὶ τὸ κριθὲν παρ' αὐτῷ τυγχάνει· κρίσις δὲ τῶν κρινομένων διάκρισις, ᾗ παρακολουθεῖ τὸ κατ' ἀξίαν ἀπονεμητικὸν ἑκάστῳ. Διόπερ ἐνταῦθα οὐ τὴν κρίσιν ἀξιοῖ δοῦναι τῷ βασιλεῖ· ἀλλὰ τὸ κρίμα, τουτέστι τὸ δόγμα καὶ τὸ κριθὲν τῷ Πατρὶ περὶ τῆς εἰς ἀνθρώπους θεοφανείας αὐτοῦ. Τὸ μὲν οὖν κρίμα τῷ βασιλεῖ δέδοται· ἡ δὲ δικαιοσύνη τῷ υἱῷ τοῦ βασιλέως. Δικαιοσύνη γὰρ ἦν αὐτὸς ὁ βασιλεὺς, ὥσπερ οὖν παρίστησιν ὁ Ἀπόστολος εἰπών· «Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις» Αὕτη τοίνυν ἡ τοῦ Πατρὸς δικαιοσύνη τῷ Υἱῷ τοῦ βασιλέως δέδοται τῷ ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γενομένῳ· ἐν ᾧ κατῴκησεν ὥσπερ ἐν ναῷ ὁ τοῦ Θεοῦ λόγος καὶ ἡ σοφία, καὶ ἡ δικαιοσύνη. Τὴν δὲ αἰτίαν τοῦ δοθῆναι τὴν δικαιοσύνην τῷ δηλωθέντι υἱῷ τοῦ βασιλέως, ἑξῆς διδάσκει λέγων· «Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Ἔδει γὰρ τοὺς πτωχοὺς τοῦ Θεοῦ καὶ τὸν ἐν ἀνθρώποις λαὸν αὐτοῦ ὑπὸ τοῦ υἱοῦ τοῦ βασιλέως διακρίνεσθαι ἐν δικαιοσύνῃ· ἐπεὶ μὴ ἐχώρουν ἄλλως δέξασθαι τὸν βασιλέα. Διόπερ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, δι' οὗ ἀνείληφεν Υἱοῦ ἀνθρώπου ἐξ ἁπάντων τῶν ἐθνῶν κατὰ τοῦ δικαίου λόγον, «ἐξελέξατο ἑαυτῷ λαὸν περιούσιον,» καὶ τοὺς καλουμένους αὐτοῦ πτωχοὺς, οὓς καὶ μακαρίζων ἔλεγε· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ ἄλλως δὲ περὶ τῆς δικαιοσύνης διδάσκει ὁ Ἀπόστολος λέγων·
In the psalm: "O God, give your judgment to the king," he teaches that the judgment is something other than the condemnation. For the judgment is the opinion once held by God and the thing decided by him; but the condemnation is the discernment of those being judged, which is accompanied by the distribution according to worth to each one. Therefore here he does not ask that the condemnation be given to the king, but the judgment, that is, the decree and the decision made by the Father concerning his manifestation to men. The judgment, then, has been given to the king; but the righteousness to the son of the king. For the king himself was righteousness, just as the Apostle sets forth, saying: "Who became for us wisdom from God, both righteousness and sanctification, and redemption." This righteousness of the Father, therefore, has been given to the Son of the king, to him who was born from the seed of David according to the flesh, in whom the Word of God and wisdom and righteousness dwelt as in a temple. And the reason why the righteousness was given to the indicated son of the king, he teaches next, saying: "To judge your people in righteousness, and your poor in judgment." For it was necessary that the poor of God and his people among men be discerned by the son of the king in righteousness, since they could not otherwise receive the king. Therefore, having taken the form of a slave and being found in appearance as a man, through the Son of Man which he assumed from all the nations according to the principle of righteousness, "he chose for himself a people for his own possession," and those called his poor, whom also blessing he called: "Blessed are the poor in spirit, for theirs is the kingdom of heaven." And in another way the Apostle teaches concerning righteousness, saying:
«Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ ἐν αὐτῷ ἀποκαλύπτεται.» Καὶ περὶ τῶν πτωχῶν πάλιν ὁ αὐτὸς διασαφεῖ λέγων· «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί· ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ εὐγενεῖς, οὐ πολλοὶ δυνατοί· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» «Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Πρὸς τοῖς προτέροις καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν εὔχεται, ὅπως τὰ ὄρη τὰ πάλαι ἐχθραίνοντα τῷ λαῷ εἰρηνεύσειε πρὸς αὐτὸν ἀπωθούμενα τὴν ἔχθραν, καὶ ὅπως οἱ βουνοὶ τὴν προλεχθεῖσαν δικαιοσύνην τῷ αὐτῷ λαῷ εὐαγγελίζωνται. Πρότερον μὲν γὰρ τὰ ὄρη ἔχθραν εἶχε πρὸς τὸν λαὸν, καὶ οἱ βουνοὶ ὡσαύτως· ὅτε δὲ ὁ υἱὸς τοῦ βασιλέως ἴδιον ἐποιήσατο τὸν λαὸν πάλαι ἀπηλλοτριωμένον αὐτοῦ, τηνικαῦτα καὶ τὰ καλούμενα ἐνταῦθα ὄρη εἰρηνεύει πρὸς τὸν λαόν. Ὄρη δὲ καὶ βουνοὺς εἰρηνεύοντας ἀνθρώποις τίνας ἂν εἴποις ἢ τὸν ἀγγέλων χορὸν καὶ τὰς τούτων ἀνωτέρας θείας δυνάμεις; αἳ πάλαι μὲν, ὅτε ἀλλότριος ἦν ὁ λαὸς τοῦ Θεοῦ, ἐχθραὶ ἦσαν αὐτοῦ· νῦν δ' ὅτε κτῆμα γέγονε τοῦ υἱοῦ τοῦ βασιλέως, ἐφιλιώθησαν αὐτῷ μεταβαλόντες τῆς ἔχθρας. Νοήσεις δὲ τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν συνηγμένον λαὸν, παραθεὶς τούτοις τὴν ἐν τῷ Ζαχαρίᾳ προφητείαν, ὧδε λέγουσαν· «Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών.
For I am not ashamed of the gospel; for it is the power of God for salvation to everyone who believes, to the Jew first and also to the Greek. For the righteousness of God is revealed in it. And again the same one makes clear concerning the poor, saying: "For consider your calling, brothers: that not many are wise according to the flesh, not many are noble, not many are powerful; but God chose the foolish things of the world, that he might shame the wise; and he chose the weak things and the things despised, and the things that are not, that he might bring to nothing the things that are; so that no flesh might boast before God." "Let the mountains take up peace for the people, and the hills righteousness." In addition to the former things, the prophetic spirit also prays these things, that the mountains which formerly were hostile to the people might be at peace with him, thrusting away their enmity, and that the hills might proclaim the righteousness previously spoken of to the same people. For formerly the mountains had enmity toward the people, and the hills likewise; but when the son of the king made his own the people that had long been estranged from him, then also the mountains called here are at peace with the people. And whom would you call the mountains and hills that are at peace with men, if not the choir of angels and the divine powers higher than these? which formerly, when the people was alien to God, were hostile to it; but now, when it has become the possession of the son of the king, they have been made friends to it, changing from their enmity. And you will understand the people gathered from all the nations, setting beside these things the prophecy in Zechariah, which says as follows: "Rejoice and be glad, daughter of Zion.
Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καὶ κατασκηνώσει ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Σαφῶς γὰρ διὰ τούτων ἀπὸ τῶν ἐθνῶν, ἀλλ' οὐκ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους συντάξειν αὐτὸς ἑαυτῷ λαὸν ὁ Κύριος εὐαγγελίζεται. Τούτῳ δὴ οὖν τῷ λαῷ αἱ δυνάμεις αἱ ὑπερκόσμιοι καὶ αἱ ἀγγελικαὶ, ὄρη καὶ βουνοὶ ἐνταῦθα ὀνομαζόμεναι, εἰρήνευσαν ἐχθραίνουσαι τὸ πρὶν, ὅτε τῇ ἀθέῳ προσεῖχεν εἰδωλολατρείᾳ. Αἱ δ' αὐταὶ δικαιοσύνην εὐαγγελίζονται τῷ αὐτῷ λαῷ· ἤτοι τὸν Χριστὸν τοῦ Θεοῦ, αὐτὸν ὄντα τὴν δικαιοσύνην,
ἢ τὸ σωτήριον Εὐαγγέλιον, δι' ὃ λέλεκται· «Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Καὶ ταῦτα ἔσται, ἐπειδὴ ὁ προλεχθεὶς υἱὸς τοῦ βασιλέως «κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων·» κρίνας γὰρ πρότερον ἀξίους εἶναι σωτηρίας, οὕτως αὐτοὺς σώζει. Οὐ γὰρ ἀκρίτως, μετ' ἐξητασμένης δὲ κρίσεως τὴν σωτηρίαν παρέχει τοῖς ἑαυτοῦ πτωχοῖς καὶ τοῖς υἱοῖς τῶν πενήτων, ὧν καὶ ἡ προφητεία μέμνηται λέγουσα· «Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» Πτωχοὺς δὲ ποίους φησὶν, ἢ τοὺς δυναμένους ὁμοίως Παύλῳ λέγειν· «Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν·» τούς τε ὁμοίως Πέτρῳ φήσαντας·
Behold, your king comes, and he will dwell in your midst, says the Lord. And many nations will flee for refuge to the Lord, and they will be to me for a people, and I will be to them for a God. And they will know that the Lord Almighty has sent me to you. For clearly through these words the Lord proclaims good news that he will gather for himself a people from the nations, and not from the nation of the Jews. To this people, then, the supercosmic powers and the angelic powers, named here mountains and hills, have made peace, though they were hostile before, when it was devoted to godless idolatry. And these same powers proclaim good news of righteousness to this same people—either Christ, the righteousness of God himself, or the saving Gospel, on account of which it has been said: Let the mountains take up peace for the people, and the hills righteousness. And these things will be, since the previously mentioned son of the king will judge the poor of the people and will save the sons of the needy; for having first judged them worthy of salvation, he thus saves them. For he does not provide salvation without judgment, but with examined judgment, to his own poor and to the sons of the needy, whom the prophecy also mentions, saying: He has sent me to proclaim good news to the poor, to proclaim release to captives and recovery of sight to the blind. And whom does he call poor, if not those able to say like Paul: Until this very hour we hunger and thirst, and are naked, and are beaten, and are unsettled; and those who spoke like Peter:
«Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι.» Τοιούτους δὲ πτωχοὺς αὐτὸς ἑαυτῷ παρεσκεύαζε παραινῶν μὴ κτῆσθαι χρυσίον μηδὲ ἀργύριον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον. «Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ πάλαι περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.» Ἀλλ' εἰ μὲν τούτων μόνον ἐμνημόνευσεν ὁ λόγος, ἀποκέκλειστο πᾶς ὁ μὴ τοιοῦτος· νῦν δὲ καὶ δεύτερον τάγμα καταριθμεῖται φάσκων· «Καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων.» Υἱοὶ δὲ πενήτων ἦσαν οἱ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν γνώριμοι, ὁποίους δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· «Ἐὰν γὰρ πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα·» καὶ πάλιν· «Τέκνα μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἀλλὰ τοὺς μὲν πτωχοὺς ἑαυτοῦ καὶ τοὺς υἱοὺς τῶν πενήτων σὺν δικαιοσύνῃ καὶ ὀρθῇ κρίσει σώζει· τὸν δὲ συκοφάντην προῃρημένον ἢ καὶ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν πολεμεῖν (μυρίοι δὲ συκοφάνται τὴν Ἐκκλησίαν αὐτοῦ διαβάλλουσι), καὶ τὸν βίον τῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ διαπρεπόντων ἄλλοι συκοφαντοῦσιν· ὧν ἐπιστήσας τῇ τελευτῇ τοῦ βίου, ὄψει ὅπως εἴρηται τὸ, «Καὶ ταπεινώσει συκοφάντην.» Τίς γὰρ τῶν τυραν23.800 νευσάντων, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαν βλασφημίαις καὶ συκοφαντίαις περιβαλλόντων, οὐ τεταπείνωται;
Silver and gold I do not have." Such poor men he prepared for himself, advising them not to acquire gold or silver for their belts, nor a bag for the road, nor two tunics, nor sandals, nor a staff. "Such were also those of old who went about in sheepskins, in goatskins, being destitute, afflicted, ill-treated, wandering in deserts and mountains, and in caves, and in the holes of the earth." But if the word had mentioned only these, everyone who is not such would have been excluded; now, however, a second order is also enumerated, saying: "And he will save the sons of the poor." And the sons of the poor were the acquaintances of the apostles and disciples of our Savior, indicating whom the Apostle said: "For though you have many guardians in Christ, yet not many fathers; for in Christ Jesus I begot you;" and again: "My children, whom I again travail in birth until Christ be formed in you." But his poor and the sons of the poor he saves with righteousness and right judgment; but the slanderer who has chosen to wage war against his people and the Church (and countless slanderers defame his Church), and others slander the life of those who are distinguished in his Church; having observed the end of their life, you will see how it is said, "And he will humble the slanderer." For who of those who have tyrannized, and surrounded the Church of our Savior with blasphemies and slanders, has not been humbled?
Τίς τῶν σοφῶν τοῦ αἰῶνος τούτου, τὴν αὐτοῦ γλῶτταν ἀκονήσας κατὰ τῆς θεοπνεύστου Γραφῆς, οὐ τὰ ἐπίχειρα πέπονθε τῆς συκοφαντίας; Ἀλλὰ γὰρ πλείστων ὅσων ἐπισταμένων συκοφαντῶν κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, πάντων τε κατὰ καιροὺς ταπεινουμένων, αὐτὸς συμπαραμένειν τῷ ἡλίῳ θεσπίζεται, ὁμοίως ἡλίῳ ταῖς αὐγαῖς τῆς αὐτοῦ διδασκαλίας τὸν σύμπαντα καταλάμπων κόσμον· καὶ πρὸ τῆς σελήνης δέ· ἢ κατὰ τὸν Ἀκύλαν, «Καὶ εἰς πρόσωπον τῆς σελήνης·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ ἔμπροσθεν τῆς σελήνης διαμενεῖ.» Οὐ γὰρ πρὸ τῆς σελήνης, τουτέστι πρὶν γενέσθαι τὴν σελήνην· ἀλλ' ἐνώπιον ὥσπερ καὶ ἔμπροσθεν ἡγούμενος τῆς σελήνης. Ὥσπερ γὰρ ἥλιος μὲν ἡμέραν ἐργάζεται ὑπὲρ γῆς γενόμενος· σελήνη δὲ νυκτὸς διαλύει τὸ σκότος τῷ ἑαυτῆς φωτί· τὸν αὐτὸν τρόπον καὶ ὁ προφητευόμενος ὁμοίως μὲν σελήνῃ τὰς ἐν σκότῳ καὶ νυκτὶ τυγχανούσας ψυχὰς φωτίζει, ἡλίῳ δὲ παραπλησίως τὸν σύμπαντα καταλάμπει κόσμον, διαμένει τε καὶ συμπαραμένει ἄχρι τῆς συντελείας τοῦ αἰῶνος. Εἰς ὅσον γὰρ ἥλιος τὸν σύμπαντα φαιδρύνει κόσμον, εἰς τοσοῦτον καὶ αὐτὸς τῷ ἡλίῳ συμπαραμένων καὶ συνεκτεινόμενος τὰς τῶν ἀνθρώπων φωτίζει ψυχάς· ὡσαύτως δὲ καὶ σελήνῃ πλησιφαεῖ παραπλησίως εἰς γενεὰς γενεῶν λέγεται διαρκεῖν. «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Κατάβασιν τοῦ Θεοῦ Λόγου νοήσεις, ἐπιστήσας τῇ καταβάσει καὶ τῇ συμπεριφορᾷ καθ' ἣν συμπεριενεχθεὶς τῇ τῶν ἀνθρώπων σμικρότητι, «ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Δι' ὃ λέλεκται· «Καταβήσεται.»
Who among the wise of this age, having sharpened his own tongue against the God-inspired Scripture, has not suffered the wages of slander? But indeed, though very many slanderers who know many things rise against his Church, and all are at times brought low, he himself is foretold to remain alongside the sun, shining like the sun with the rays of his own teaching over the whole world; and before the moon—either according to Aquila, "And to the face of the moon," or according to Symmachus, "And before the moon he shall remain." For it is not "before the moon," that is, before the moon came to be, but in its presence, just as also before it, going ahead of the moon. For just as the sun makes the day when it comes above the earth, and the moon dispels the darkness of night by its own light, in the same way also the one foretold both enlightens, like the moon, the souls that are in darkness and night, and, like the sun, shines over the whole world, and remains and continues alongside until the consummation of the age. For to the extent that the sun brightens the whole world, to that same extent he also, remaining alongside the sun and extending with it, enlightens the souls of men; and in like manner he is said to endure like the full moon unto generations of generations. "He shall come down like rain upon the fleece, and like drops dripping upon the earth." You will understand the descent of the Word of God, having attended to the descent and the condescension by which, condescending to the smallness of men, "he humbled himself, taking the form of a servant, and being found in fashion as a man." For which reason it has been said: "He shall come down.
Ἀναγκαίως δὲ καὶ παραδείγματι κέχρηται προφητεία φήσασα, «Ὡς ὑετὸς ἐπὶ πόκον.» Ὃ δὴ συμφώνως οἱ λοιποὶ πάντες ἡρμήνευσαν· Ἀκύλας μὲν εἰπὼν, «Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ κουράν·» Σύμμαχος δὲ, «Καταβήσεται ὡς δρόσος ἐπὶ πόκον·» καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ὁμοίως· παριστῶντες τοῦ Λόγου τὴν ἐξ ὕψους τὴν ἐξ αὐτῶν οὐρανῶν κάθοδον ἐπὶ γῆς τοῦ προφητευομένου· καὶ ὡς ἠρέμα καὶ ἡσυχῆ μηδενὸς αἰσθομένου καταβέβηκεν. Ὑετὸς γὰρ ἐπὶ πόκον κατιὼν, ἀνεπαισθήτως καὶ ἀψοφητὶ κάτεισιν. Ἐπεὶ τοίνυν ἡ κατὰ σάρκα γένεσις τοῦ Σωτῆρος ἡμῶν τοιαύτην ἀνείληφε τὴν οἰκονομίαν, ὡς μηδένα νοῆσαι μηδὲ ἀκουσθῆναι, μηδὲ τοὺς ἐκ γειτόνων οἰκοῦσι τὸ μυστήριον τῆς συλλήψεως καὶ τοῦ τοκετοῦ τῆς ἁγίας Παρθένου. Τοῦτ' αὐτὸς ὁ παρὼν ᾐνίξατο λόγος, εἰπών· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον·» καὶ ἄλλως, ἐπειδὴ πόκος προβάτων δορὰ, νοήσας ὅπως αὐτὸς ἐδίδασκε λέγων ὁ Σωτήρ· «Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» ἐφαρμόσεις τὸ παρὸν λόγιον τῇ αὐτοῦ φωνῇ. Οὐ γὰρ ἐπὶ ἕτερον ἔθνος καταβέβηκεν, ἀλλ' ἐπὶ μόνον τὸ Ἰουδαίων, παρ' οἷς καὶ τὰς διατριβὰς ἐποιήσατο. Ἡ μὲν οὖν πρώτη κατάβασις αὐτοῦ γέγονεν ὡς ὑετὸς ἐπὶ πόκον κατὰ τοὺς ἀποδοθέντας τρόπους· μετὰ ταῦτα δὲ οὐκέτι ὡς ἐπὶ πόκον, ἀλλὰ σὺν πολλῇ κινήσει· καὶ κτύπος ἐξάκουστος γέγονε καθ' ὅλης τῆς οἰκουμένης ἡ διδασκαλία αὐτοῦ. Δι' ὃ ἐπιλέγεται ἑξῆς, «καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Σταγόνες γὰρ ἢ ψεκάδες κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς στάζουσαι ἐπὶ τὴν γῆν οὐκέτ' ἀψοφητὶ, σὺν πολλῷ δὲ ψόφῳ κατίασι.
And necessarily the prophecy has also used an example, saying, "As rain upon a fleece." This all the rest have interpreted in agreement: Aquila, saying, "And he shall come down as rain upon a shearing"; Symmachus, "He shall come down as dew upon a fleece"; and the other translators likewise; setting forth the descent of the Word from on high, from the very heavens, to the earth of the one foretold; and that he came down gently and quietly, with no one perceiving it. For rain coming down upon a fleece descends imperceptibly and without sound. Since, then, the birth of our Savior according to the flesh took up such an economy that no one understood or heard it, nor did those dwelling nearby [perceive] the mystery of the conception and the childbirth of the holy Virgin. This the present word itself hinted at, saying, "He shall come down as rain upon a fleece"; and in another way, since a fleece is the skin of sheep, understanding how the Savior himself taught, saying, "I did not come except to the lost sheep of the house of Israel," you will apply the present oracle to his own voice. For he did not come down upon another nation, but upon the Jews alone, among whom he also made his stay. His first descent, then, was as rain upon a fleece, in the ways that have been set forth; but after these things, no longer as upon a fleece, but with great movement; and his teaching became a sound heard abroad throughout the whole inhabited world. For which reason it is added next, "and as drops dropping upon the earth." For drops or sprinklings, according to the other translators, dropping upon the earth, no longer descend without sound, but with great noise.
Καὶ τοῦτο δὲ τέλος ἐτύγχανεν, ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τούτοις ἑξῆς εἴρηται· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Ἀκύλαν, «Βλαστήσει ἐν ἡμέραις αὐτοῦ δίκαιος καὶ πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἀνθήσει ἐν ταῖς ἡμέραις αὐτοῦ δίκαιος.» Ἡμέραι δὲ τοῦ Σωτῆρος ἡμῶν αἱ ἀπὸ τῆς παρουσίας αὐτοῦ μέχρι τῆς συντελείας τοῦ αἰῶνος νοηθήσονται. Ὥσπερ γὰρ ἀκούομεν τὸ, «Ἐν ταῖς ἡμέραις Δαυῒδ,» καὶ, «Ἐν ἡμέραις Ἱεροβοὰμ,» οὕτως εἶεν ἂν ἡμέραι τοῦ Σωτῆρος ἡμῶν. Ἀλλ' ἐκεῖνοι μὲν, πρὸς ὀλίγον φανέντες, θᾶττον ἀπεσβέσθησαν· δι' ὃ καὶ αἱ ἡμέραι αὐτῶν ἐξέλιπον· αἱ δὲ ἡμέραι τοῦ Σωτῆρος ἡμῶν ὁπόσαι τυγχάνουσι, φθάσας ὁ λόγος ἐδήλωσεν εἰπών· «Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ ἔμπροσθεν τῆς σελήνης γενεὰς γενεῶν·» οἷς ἀκολούθως καὶ αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐπηγγέλλετο λέγων· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι ἄχρι τῆς συντελείας τοῦ αἰῶνος·» Οὕτω γὰρ ἤμελλε συμπαραμένειν τῷ ἡλίῳ. Οὐκοῦν ἐν ταῖς ἡμέραις αὐτοῦ, καθ' ἃς συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ ὁμοίως σελήνῃ τὰς τῶν ἐν σκότῳ φωτίσει ψυχὰς, ἀναλάμψει ἐπὶ πάσης τῆς γῆς δικαιοσύνη· ἢ κατὰ τὸν Ἀκύλαν, «δίκαιος·» οὐκέτι παρὰ Ἰουδαίοις μόνοις ἑνός που καὶ δευτέρου ὀνομαζομένου δικαίου, καθ' ὅλης δὲ τῆς οἰκουμένης μυρίων ἐν Χριστῷ δικαιουμένων.
And this end was also fulfilled, when the sound of his apostles went out into all the earth, and their words to the ends of the inhabited world. Next after these things it is said: "In his days righteousness shall arise, and abundance of peace"; but according to Aquila, "In his days the righteous one shall spring up, and abundance of peace"; and according to Symmachus, "In his days the righteous one shall blossom." And the days of our Savior will be understood as those from his coming until the consummation of the age. For just as we hear "In the days of David," and "In the days of Jeroboam," so there would be days of our Savior. But those men, having appeared for a short time, were quickly extinguished; for which reason their days also failed. But the days of our Savior, however many they are, the word has already shown beforehand, saying: "He shall endure with the sun, and before the moon for generations of generations"; and in accordance with these things he himself also promised to his own disciples, saying: "Behold, I am with you until the consummation of the age." For thus he was to endure with the sun. Therefore in his days, during which he shall endure with the sun, and likewise with the moon, he shall enlighten the souls of those in darkness, and righteousness shall shine forth over all the earth; or according to Aquila, "the righteous one"—no longer among Jews only, where some one or a second is named righteous, but throughout the whole inhabited world, with countless multitudes being made righteous in Christ.
Τὸ δὲ πλῆθος τῶν δικαίων τῶν ἐν ταῖς ἡμέραις τοῦ Σωτῆρος ἀνθούντων καὶ φωτὸς δίκην ἀνατελλόντων ὁμοίως τῷ ἑαυτῶν φωστῆρι νοήσεις ἀπὸ τοῦ πλήθους τῶν ἁπανταχοῦ γῆς μαρτύρων αὐτοῦ καὶ τῶν κατὰ τὴν Ἐκκλησίαν αὐτοῦ τὸν ἀγγελικὸν ἐν παντελεῖ ἁγνείᾳ κατορθούντων βίον. Εἰ δὲ καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνθήσειν λέλεκται, καὶ τοῦτο ὅπως δι' ἔργων πληροῦται ἔστι καταμαθεῖν ἐκ τοῦ μὴ Ἰουδαίους μόνους, ἀλλὰ καὶ πᾶν ἔθνος καλεῖσθαι ἐπὶ τὴν ἔνθεον πίστιν, δούλους τε ἐξ ἴσου τοῖς ἐλευθέροις θεοσεβεῖν, καὶ πένητας ὁμοίως τοῖς πλουσίοις, ἄρχοντάς τε σὺν ἀρχομένοις σὺν πολλῇ Θεοῦ δικαιοσύνῃ. Ὅπως δὲ πλῆθος εἰρήνης ἀνατέταλκεν ἐν ταῖς δηλωθείσαις τοῦ Σωτῆρος ἡμῶν ἡμέραις, νοῆσαι ἔστιν ἐπιστήσαντα τῇ καταστάσει τῶν πρὸ τῆς αὐτοῦ παρουσίας πραγμάτων. Καθ' ἣν τὸ σύμπαν τῶν ἀνθρώπων γένος διῄρητο ἀποτετμημένων ὥσπερ ἐξ ἑνὸς
σώματος εἰς μυρία διεσπαρμένα μέλη, ἄλλων ἄλλως ἐθνῶν πάλαι πρότερον ἀφωρισμένων, πολεμούντων τε ἀλλήλοις καὶ πολεμουμένων καὶ τῶν μὲν τυραννουμένων, τῶν δὲ δημοκρατουμένων, ἑτέρων δὲ ὀλιγαρχουμένων· τοπάρχων κατ' ἔθνος καὶ τυράννων κρατούντων· ὡς ἄμικτα εἶναι καὶ ἄβατα τοῖς πλησιοχώροις τὰ τῆς τῶν γειτόνων χώρας· πολέμους τε ἀσπόνδους καὶ ἔχθρας ἀκαταλλάκτους ἐκ μακροῦ αἰῶνος μέχρι τοῦ Σωτῆρος ἡμῶν συνεστάναι. Ἐξ ἐκείνου δὲ πάσης πολυαρχίας ἐκποδὼν ἀρθείσης, μοναρχία τῶν πλείστων ἐθνῶν ἐπικεκράτηκε· γέγονέ τε ὡς ἀληθῶς πλῆθος εἰρήνης, κοινωνίαν καὶ ἐπιμιξίαν κτησαμένων ἁπάντων τῶν ἐθνῶν· ὡς ἔργῳ μαρτυρεῖσθαι τὴν ἐν χερσὶ μαρτυρίαν μόνῳ τῷ Σωτῆρι ἡμῶν ἐφαρμόττουσαν.
But you will understand the multitude of the righteous who flourished in the days of the Savior and rose like light, in like manner to their own luminary, from the multitude of his martyrs everywhere on earth and of those in his Church who achieve the angelic life in complete purity. And if it is also said that righteousness shall flourish in his days, one can learn how this is fulfilled in deeds from the fact that not only Jews but every nation is called to the divine faith, and slaves worship God equally with the free, and the poor likewise with the rich, and rulers together with their subjects, with great righteousness of God. And how a multitude of peace has arisen in the indicated days of our Savior, one can understand by attending to the condition of affairs before his coming. At that time the whole race of mankind was divided, cut off as it were from one body into countless scattered members, with different nations separated in different ways long before, warring against one another and being warred upon, some ruled by tyrants, others by democracies, others by oligarchies; with toparchs and tyrants holding power over each nation; so that the territories of neighbors were unmixed and impassable to those nearby; and implacable wars and irreconcilable enmities had persisted from a long age until our Savior. But from that time, when all multiplicity of rule was removed out of the way, a monarchy over most nations has prevailed; and there has truly come to be a multitude of peace, all the nations having acquired fellowship and intermingling; so that the testimony in hand is borne out in deed, fitting our Savior alone.
Τοῦτο δὲ τὸ πλῆθος τῆς εἰρήνης παραμένειν φησὶν «ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἕως οὗ ἡ σελήνη·» ἢ κατὰ τὸν Σύμμαχον, «ἕως παλαιώσεως τῆς σελήνης.» Πότε δὲ παλαιοῦται σελήνη; Κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος, καθ' ἣν πληρωθήσεται ἡ φάσκουσα προφητεία· «Ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι·» καὶ πάλιν· «Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἡ σελήνη φωτιεῖ σοι τὴν νύκτα.» Οὐκοῦν ὥσπερ ἀνωτέρω συμπαραμένειν τῷ ἡλίῳ τὸν προφητευόμενον ἐδήλου, οὕτως καὶ ἐνταῦθα τὸ πλῆθος τῆς ὑπ' αὐτοῦ προξενηθησομένης ἀνθρώποις εἰρήνης μέχρι τῆς συντελείας διαρκέσειν θεσπίζει. Ὅπως μὲν οὖν καταβήσεται ἠρέμα καὶ ἀψοφητὶ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, καὶ ὡς πληρώσει τὴν σύμπασαν οἰκουμένην δίκην σταγόνων σταζουσῶν ἐπὶ τῆς γῆς, καὶ ὡς δικαιοσύνη ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ πλῆθος εἰρήνης, δεδήλωται διὰ τῶν εἰρημένων. Ἑξῆς δὲ διδάσκει, ὅτι μὴ ἐν γωνίᾳ γῆς περιγραφήσεται αὐτοῦ ἡ δεσποτεία· κυριεύσει δὲ τῶν ἐθνῶν ἁπάντων. Δι' ὃ λέλεκται· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Εἰ γάρ ἐστί τινα πέρατα γῆς, ἃ δὴ πανταχοῦ κυκλοῦσι, θάλασσαι Ὠκεανός τε ἀπέραντος ἀνθρώποις· τοῦτο πάντων εἴσω τῶν ἁπανταχοῦ θαλασσῶν Κύριον ὁμολογήσει τὸν θεσπιζόμενον. Δι' ὃ λέλεκται· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Γνῴης δ' ἂν τοῦ λόγου τὸ ἀποτέλεσμα συνιδὼν ὅπως ἁπανταχοῦ γῆς αἱ τοῦ Θεοῦ Ἐκκλησίαι τὸν Χριστὸν αὐτοῦ Κύριον ἀναγορεύουσιν. Ἀλλὰ καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης κατακυριεύσειν αὐτόν φησι σφόδρ' ἀναγκαίως.
He says that this multitude of peace remains "until the moon is removed," or according to Aquila, "until the moon," or according to Symmachus, "until the aging of the moon." But when is the moon aged? At the consummation of the age, at which the prophecy that says "The sun and the moon shall be darkened" will be fulfilled; and again: "The sun shall not be to you for light by day, nor shall the moon give you light by night." Therefore, just as above he indicated that the prophesied one would remain together with the sun, so also here he declares that the multitude of the peace that will be procured by him for men will endure until the consummation. How then he will come down gently and noiselessly upon the nation of the Jews, and how he will fill the whole inhabited world like drops dripping upon the earth, and how righteousness will spring up in his days and a multitude of peace, has been made clear through what has been said. Next he teaches that his dominion will not be confined to a corner of the earth, but he will be lord of all the nations. For which reason it is said: "And he shall rule from sea to sea." For if there are certain ends of the earth, which seas and the boundless Ocean encircle on every side for men, he who is prophesied will be acknowledged as Lord by all within all the seas everywhere. For which reason it is said: "And he shall rule from sea to sea." And you would know the outcome of the matter by observing how the Churches of God everywhere proclaim his Christ as Lord. But also from the river to the ends of the inhabited world he says he will rule, very necessarily.
Ἐχρῆν γὰρ ἡμᾶς μαθεῖν ὁπόθεν ἄρξεται τῆς διδασκαλίας· σημαίνει δὲ, ὡς ἄρα ἔσται αὐτῷ ἡ καταρχὴ ἀπὸ ποταμοῦ. Ὅντινα ποταμὸν παρίστησι τὸ Εὐαγγέλιον φάσκον· «Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς Ἰωάννην, τοῦβαπτισθῆναι ὑπ' αὐτοῦ. Ὁ δὲ διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην.» Ὅτε μετὰ τὸ βαπτισθῆναι αὐτὸν «Ἠνοίγησαν οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον εἰς αὐτόν. Φωνή τε ἐκ τῶν οὐρανῶν ἠκούσθη λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἐξ ἐκείνου γὰρ γνωρίζεσθαι αὐτοῦ ἤρξατο ἡ κυριότης. Παραδόξως δὲ τούτου μέμνηται τοῦ ποταμοῦ καὶ Ἡσαΐας ὁ προφήτης εὐαγγελιζόμενος τὴν ἔρημον, ἐν ᾗ ἐκήρυττεν Ἰωάννης ὁ Βαπτιστής. Ἐβόα δ' οὖν λέγων· «Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου.» Ἀντὶ τίνος γὰρ οὐχ ἑτέρου μέμνηται ποταμοῦ ὁ τοσοῦτος προφήτης, ἀλλ' αὐτοῦ τοῦ Ἰορδάνου καὶ τῆς ἐρήμου ἀμφὶ τοῦτον· εὐφροσύνην τε καὶ ἀγαλλίασιν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου, ἀλλ' οὐχὶ τῇ Ἱερουσαλὴμ, οὐδὲ τῇ λοιπῇ Ἰουδαίᾳ εὐαγγελίζεται; Οὐκοῦν ἔχομεν καὶ παρὰ τῷ Ἠσαΐᾳ τὴν δήλωσιν τοῦ ποταμοῦ περὶ οὗ φησιν ὁ παρὼν λόγος, «Καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης» κατακυριεύσειν τὸν
For it was necessary for us to learn from where he will begin his teaching; and it indicates that his beginning will be from a river. The Gospel presents which river this is, saying: "Then Jesus comes from Galilee to the Jordan to John, to be baptized by him. But he was preventing him, saying: I have need to be baptized by you, and you come to me? But he answered and said to him: Permit it now; for thus it is fitting to fulfill all righteousness." When after being baptized "the heavens were opened, and he saw the Spirit of God descending like a dove and coming upon him. And a voice from the heavens was heard, saying: This is my beloved Son, in whom I have been well pleased." For from that time his lordship began to be made known. And the prophet Isaiah also wondrously mentions this river, proclaiming good news to the wilderness in which John the Baptist was preaching. For he cried out, saying: "Rejoice, thirsty wilderness; let the wilderness exult and blossom like a lily; and the desolate places of the Jordan shall bloom and exult." For why does so great a prophet mention no other river but the Jordan itself and the wilderness around it? And does he proclaim gladness and exultation to the wilderness of the Jordan, but not to Jerusalem, nor to the rest of Judea? Therefore we have also in Isaiah the indication of the river about which the present word speaks, "And from the river to the ends of the inhabited world" he will exercise dominion, the
προφητευόμενον. Ὀφθαλμοῖς δὲ παραλαβεῖν ἔστι δι' ἔργων κεχωρηκυίας τὰς προαναφωνήσεις, ὁρῶντας μέχρι τῶν περάτων τῆς γῆς ἐν ταῖς Ἐκκλησίαις αὐτοῦ κυριολογούμενον τὸν Χριστὸν τοῦ Θεοῦ. «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.» Σφόδρ' ἀκολούθως μετὰ τὸ εἰπεῖν, «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης,» Αἰθιόπων ἐμνημόνευσεν, οἳ τὰ ἔσχατα τῆς καθ' ἡμᾶς οἰκουμένης οἰκοῦσι, τά τε πρὸς ἀνατολὰς καὶ τὰ πρὸς δύοντα ἥλιον. Ὅθεν καὶ παρὰ τοῖς ἔξω τοῦ καθ' ἡμᾶς λόγου κατὰ φύσιν εἰρῆσθαι δοκεῖ τὸ, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν· Οἱ μὲν δυσομένου ὑπερίονος, οἱ δ' ἀνιόντος. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ· «Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ·» καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέλεκται· «Ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσιν οὐσίας μοι.» Καὶ ἐν τοῖς προκειμένοις δὲ ἀκολούθως τούτοις τὸ, «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες,» θεσπίζεται. Δι' ὧν ἁπάντων ὁ λόγος σημαίνει τὰ ἔσχατα τῆς γῆς τὴν τοῦ προφητευομένου γνῶσιν ἀναλήψεσθαι, καὶ προσκυνήσειν αὐτῷ, προσπίπτοντας καὶ γόνυ κλίνοντας. Δι' ὃ λέλεκται κατὰ τὸν Ἀκύλαν· «Εἰς πρόσωπον αὐτοῦ κάμψουσιν Αἰθίοπες·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔμπροσθεν αὐτοῦ ὀκλάσουσιν Αἰθίοπες.» Διὰ δὲ τῶν Αἰθιόπων τῶν τὰ ἔσχατα τῆς γῆς οἰκούντων καὶ τὰ εἴσω τῆς οἰκουμένης ἔθνη δηλοῦνται Καὶ πρόδηλον ὅπως ἁπανταχοῦ γῆς οἱ εἰς αὐτὸν πεπιστευκότες, γόνυ κλίνοντες καὶ εἰς αὐτὴν προπίπτοντες τὴν γῆν, δι' αὐτοῦ τὴν προσκύνησιν τῷ ἐπὶ πάντων ἀναπέμπουσι Θεῷ.
being prophesied. But it is possible to receive with the eyes the proclamations made beforehand, brought to fulfillment through deeds, when we see to the ends of the earth that in his Churches the Christ of God is confessed by name. "Before him Ethiopians shall fall down, and his enemies shall lick the dust." Very consistently, after saying, "He shall have dominion from sea to sea, and from the river to the ends of the inhabited world," he made mention of the Ethiopians, who dwell at the farthest limits of our inhabited world, both toward the east and toward the setting sun. Whence also among those outside our doctrine it seems to have been said naturally, "Ethiopians, who are divided twofold, the farthest of men: some beneath the setting sun, others beneath the rising." And in another psalm it is said: "Ethiopia shall stretch out her hand to God"; and again in another prophet it is said: "From the ends of the rivers of Ethiopia they shall bring offerings to me." And in the preceding words, consistently with these, it is declared: "Before him Ethiopians shall fall down." Through all of these the word signifies that the ends of the earth shall receive the knowledge of the one being prophesied, and shall worship him, falling down and bending the knee. For which reason it is said according to Aquila: "Ethiopians shall bow before his face"; and according to Symmachus: "Ethiopians shall bend the knee before him." And through the Ethiopians who dwell at the ends of the earth, the nations within the inhabited world are also signified. And it is evident how those everywhere on earth who have believed in him, bending the knee and falling down upon the earth itself, through him send up worship to the God who is over all.
Ἀλλὰ καὶ οἱ ἐχθροὶ αὐτοῦ, φησὶ, χοῦν λείξουσιν, ἐξομοιωθέντες τῷ ἑαυτῶν πατρὶ τῷ ὄφει, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευομένῳ, καὶ γῆν ἐσθίοντι κατὰ τὴν ἐξ ἀρχῆς γενομένην αὐτῷ προστίμησιν. Οὕτω δ' οὖν ὄψει τοὺς τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πολεμίους τὸν χοῦν καὶ τὰς σωματικὰς ἡδονὰς περιλιχμωμένους. Εἰ γὰρ τὸ σῶμα, ᾧπερ κεῖται ἡ ψυχὴ, χοῦς ἀνείρηται κατὰ τὴν φάσκουσαν Γραφήν· «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον·» οἱ τὸν χοῦν περιλιχμώμενοι καὶ τὰς τῆς σαρκὸς ἡδυπαθείας τιμῶντες διαβέβληνται εἰκότως, ὡς ἂν ἐχθροὶ τοῦ σωτηρίου τυγχάνοντες λόγου. Ἀλλ' οὗτοι μὲν τοιοῦτοι· τὸ δ' ἕτερον τάγμα τῶν τὴν βασιλείαν τοῦ Χριστοῦ γνωριζόντων δῶρα προσοίσουσιν αὐτῷ, προφητεύεται· δι' ὃ λέλεκται ἑξῆς· «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι.» Καὶ ἐν τούτοις δὲ ὁ λόγος, διελὼν εἰς δύο μέρη τὴν οἰκουμένην, τὸ μὲν ἀφορίζει ἐπὶ τὸ πρὸς δυσμαῖς ἡλίου κλίμα, ὃ δὴ πρῶτον παρίστησιν εἰπών· «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι·» δι' ὧν τὴν πρὸς δυσμαῖς σημαίνει θάλασσαν καὶ τὰς ἐν ταύτῃ νήσους. Οὕτως οὖν ποτε καὶ Ἰωνᾶς ὁ προφήτης ἀνέστη φυγεῖν εἰς Θαρσεῖς καὶ κατέβη εἰς Ἰόππην, καὶ ἀνέβη εἰς πλοῖον τοῦ φυγεῖν εἰς Θαρσεῖς, ἥν φασιν εἶναι τὴν Θαρσόν. Ἐν δὲ τῷ Ἐζεκιὴλ τοῦ Θαρσεῖς ὀνόματος φερομένου, οἱ Ἑβδομήκοντα Καρχηδόνα ἡρμήνευσαν.
But his enemies, he says, shall lick the dust, having been made like their own father the serpent, which goes upon its breast and belly and eats earth according to the penalty imposed on it from the beginning. In this way, then, you will see the enemies of the Church of Christ licking the dust and bodily pleasures. For if the body, in which the soul lies, has been called dust according to the Scripture that says, "God took dust from the earth and formed man," those who lick the dust and honor the pleasures of the flesh are rightly condemned, as being enemies of the saving word. But these are such as they are; the other order, of those who acknowledge the kingdom of Christ, shall offer gifts to him, as is prophesied; for which reason it is said next: "The kings of Tarshish and the islands shall offer gifts; the kings of the Arabians and of Sheba shall bring gifts." And in these words too, the account, dividing the inhabited world into two parts, sets apart the one toward the region of the setting of the sun, which indeed it presents first when it says, "The kings of Tarshish and the islands shall offer gifts," by which it signifies the sea toward the west and the islands in it. In this way, then, at one time Jonah the prophet also rose to flee to Tarshish and went down to Joppa, and went up into a ship to flee to Tarshish, which they say is Tarsus. And in Ezekiel, when the name Tarshish is borne, the Seventy translated it as Carthage.
Τὸ δὲ ἕτερον κλίμα τὸ πρὸς ἀνατολὰς ἡλίου δηλοῦται διὰ τοῦ, «Βασιλεῖς Ἀράβων καὶ Σαβά.» Τό τε γὰρ τῶν Ἀράβων γένος ἀνατολικὸν τυγχάνει, ἐπέκεινα δὲ αὐτοῦ τὰ Περσικὰ μέρη, καὶ ἡ τῶν Σαβαϊτῶν χώρα εἶναι λέγεται. Ἀντὶ δὲ τοῦ, «Βασιλεῖς Ἀράβων καὶ Σαβὰ,» ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, ἥ τε Ἑβραϊκὴ γραφὴ συντόνως τούτοις, «Βασιλεῖς Σαβὰ καὶ Σαβὰ» εἰρήκασιν. Ὥστ' εἶναι ταὐτὸν μὲν ἐκφωνούμενον ὄνομα, διαλλάττειν δὲ τῇ τῶν στοιχείων διαφορᾷ· τὸ μὲν γὰρ πρῶτον Σαβὰ διὰ τοῦ καλουμένου παρ' Ἑβραίοις σὲν, τὸ δὲ δεύτερον διὰ τοῦ σάδη στοιχείου κατὰ τὴν Ἑβραϊκὴν ἐμφέρεται γραφήν· ἔνθεν καὶ τὰ τῆς ἑρμηνείας αὐτοῖς ἐναλλάττει. Καὶ ὁ Σωτὴρ δὲ τούτου μέμνηται τοῦ ὀνόματος λέγων· «Βασίλισσα Σαβὰ ἀναστήσεται ἐν ἡμέρᾳ κρίσεως, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος·» σαφῶς παριστὰς ὡς
ἐν τοῖς πέρασι τῆς γῆς τὸ Σαβὰ ἔθνος τυγχάνει. Ἱστορεῖ δὲ καὶ ἡ τρίτη τῶν Βασιλειῶν περὶ τοῦ αὐτοῦ ἔθνους ταῦτα· «Καὶ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σολομῶντος, καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι. Καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα. Καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον.» Κέκλητο δὲ ἡ χώρα καὶ τὸ ἔθνος Σαβὰ ἀπὸ προπάτορος τοῦ Σαβὰ, ὃς ἀναγέγραπται υἱὸς γεγονὼς τοῦ Χοῦς. Λέγει δ' οὖν ἡ Μωϋσέως γραφή· «Υἱοὶ δὲ Χοῦς, Σαβὰ καὶ Εὑίλα, καὶ Σαβάθα.» Χοῦς δὲ ἑρμηνεύεται «ὁ Αἰθίοψ.» Γένος οὖν Αἰθιοπικὸν ἔοικεν εἶναι τὸ Σαβὰ ἔθνος. Καὶ δεύτερον δὲ εἴρηται Σαβὰ, περὶ οὗ φησιν ἡ Γραφή·
The other region, the one toward the rising of the sun, is indicated by the words, "The kings of the Arabians and of Saba." For the race of the Arabians is an eastern one, and beyond it lie the Persian parts, and the land of the Sabaites is said to be there. Instead of "The kings of the Arabians and of Saba," Aquila and Symmachus, and the Hebrew text in close agreement with them, have said, "The kings of Saba and Saba." So that the name pronounced is the same, but it differs by the difference of the letters; for the first Saba is written with what the Hebrews call samekh, and the second with the letter sade in the Hebrew text; whence also their translation varies. And the Savior too mentions this name, saying, "The queen of Saba will rise up in the day of judgment and will condemn this generation, because she came from the ends of the earth to hear the wisdom of Solomon," clearly showing that
the nation of Saba is at the ends of the earth. And the third book of Kings also records concerning the same nation these things: "And the queen of Saba heard the name of Solomon, and came to test him with riddles. And she came to Jerusalem with a very great force. And camels bearing spices and very much gold and precious stone." And the country and the nation were called Saba from the forefather Saba, who is recorded as having been a son of Chus. So the writing of Moses says: "And the sons of Chus: Saba and Hevila and Sabatha." And Chus is translated "the Ethiopian." The nation of Saba, then, seems to be of the Ethiopian race. And a second Saba is also mentioned, concerning which the Scripture says:
«Υἱοὶ δὲ Ῥεγμὰς, Σαβὰ καὶ Δαδάν.» Εἰκότως τοίνυν ἐν τῷ ψαλμῷ γέγραπται κατὰ τοὺς λοιπούς· «Βασιλεῖς Σαβὰ καὶ Σαβὰ δῶρα προσάξουσι.» Πλὴν ἀλλὰ σημαίνει ἡ προφητεία διὰ τούτων τὰς κατὰ τὸ ἀνατολικὸν κλίμα βασιλείας καὶ τὰς πρὸς δυσμὰς ἡλίου δῶρα τῷ θεσπιζομένῳ προσοίσειν, οὕτω πως σημαινομένων τῶν ὑπὸ τὰς βασιλείας ἐθνῶν. Μήποτε δὲ καὶ βασιλεῖς οἱ τῶν ἐθνῶν προεστῶτες ἄγγελοι δηλοῦνται ἱερωμένοι τῷ Θεῷ καὶ δῶρα προσάγοντες αὐτῷ τὰς Ἐκκλησίας ὧν καθηγοῦνται ἐθνῶν; Δι' ὃ ἑξῆς προσκυνήσειν αὐτῷ πάντας τοὺς βασιλεῖς θεσπίζει. Οὐ γὰρ μόνον προσοίσειν αὐτῷ τὰ προλεχθέντα δῶρά φησιν, ἀλλὰ καὶ προσκυνήσειν αὐτῷ. Ὃ δὴ καὶ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ ἐδίδασκεν ὡδί πη περὶ Χριστοῦ λέγων· «Εὐφράνθητε, οὐρανοὶ, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Οὗτοι δῆτα οἱ βασιλεῖς, ἀφανεῖς καὶ ἀόρατοι τῶν ἐθνῶν ἄρχοντες, προσκυνήσαντες τὸν ἑαυτῶν Κύριον, τὰς ὑπ' αὐτοῖς ψυχὰς δῶρα προσῆγον αὐτῷ. Διόπερ τούτοις ἑξῆς συνῆπται τό· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» Σύμφωνον δ' ἂν εἴη τοῦτο τῷ φήσαντι λόγῳ· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ὃ δὴ καὶ πεπεῖσθαι χρὴ πληρωθήσεσθαι, ὅτ' ἂν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ μάλιστα κατὰ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν θεοφάνειαν. Τότε γοῦν πάντες οἱ βασιλεῖς προσκυνήσουσιν αὐτῷ, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.
The sons of Regma: Saba and Dadan." Reasonably, then, it is written in the psalm, along with the rest: "The kings of Saba and Saba shall bring gifts." But the prophecy signifies through these things the kingdoms in the eastern region and that those toward the setting of the sun shall bring gifts to the one who is declared by oracle, the nations under those kingdoms being signified in some such way. But perhaps the kings, the angels presiding over the nations, are also indicated—angels consecrated to God and bringing gifts to him, namely the Churches of the nations over which they preside. For which reason it next declares by oracle that all the kings shall worship him. For it says not only that they shall bring him the gifts previously mentioned, but also that they shall worship him. This indeed Moses also taught in the great song, speaking about Christ in some such way: "Rejoice, heavens, together with him, and let all the angels of God worship him." These very kings, then—invisible and unseen rulers of the nations—having worshiped their own Lord, brought to him as gifts the souls under them. Therefore next to these is joined: "All the nations shall serve him." And this would be in agreement with the word that said: "The Lord said to me: You are my Son; today I have begotten you. Ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession." And one must be persuaded that this will be fulfilled when the fullness of the nations comes in, and especially at the second divine manifestation of our Savior. For then, at any rate, all the kings shall worship him, and all the nations shall serve him.
«Καὶ τοῦτο ἔσται τὸ πάντων τέλος, ὅτ' ἂν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅτ' ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ πόδας αὐτοῦ, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.» Ἀντὶ τοῦ· «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου,» ὁ Σύμμαχος· «Ὅτι ἐξελεῖται πένητα οἰμώζοντα.» Οὐ γὰρ ὡς ἤδη γεγενημένα, ἀλλ' ὡς μέλλοντα ἔσεσθαι ταῦτα θεσπίζει. Ὅρα δὲ ὁσάκις τοῦ πτωχοῦ μνημονεύει, πρῶτον εἰπών· «Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς ἐν κρίσει·» δεύτερον, «Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων·» καὶ νῦν πάλιν· «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός·» καὶ αὖθις· «Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει.» Οἶμαι δὲ διὰ τούτων ἁπάντων πτωχοὺς καὶ πένητας καλεῖν τοὺς ἀποστόλους καὶ τοὺς μαθητὰς τοῦ Σωτῆρος ἡμῶν, οἳ, τὴν δι' αὐτὸν πτωχείαν α᾿̣ε̣φ̣τε̣, τὴν εἰς ἄκρον ἀρετῆς ἐλαύνουσαν κατώρθουν φιλοσοφίαν· δι' ὃ περὶ αὐτῶν Ἡσαΐας μὲν προανεφώνει λέγων· «Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Αὐτὸς δὲ ὁ Σωτὴρ, αὐτοῖς προσομιλῶν, ἔλεγε· «Μακάριοι οἱ πτωχοὶ, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Πάντα» οὖν «τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.» Τὸ γὰρ, «ὅτι,» παρὰ πᾶσι τοῖς ἑρμηνευταῖς καὶ ἐν αὐτῇ τῇ Ἑβραϊκῇ γραφῇ κείμενον, αἰτιολογικὸν τυγχάνει, διδάσκον ὅπως πάντα τὰ ἔθνη δουλεύσειν ἤμελλε τῷ Σωτῆρι.
And this will be the end of all things, when he hands over the kingdom to God and the Father, when he abolishes every rule and every authority and power. For he must reign until he puts all his enemies under his feet; the last enemy to be abolished is death." "Because he delivered the poor man from the powerful, and the needy man who had no helper." Instead of "Because he delivered the poor man from the powerful," Symmachus has: "Because he will rescue the needy man who cries out." For he does not proclaim these things as already having happened, but as about to be. Observe how often he mentions the poor man: first, saying, "To judge your people in righteousness, and your poor in judgment"; second, "He will judge the poor of the people, and will save the sons of the needy"; and now again, "Because he delivered the poor man from the powerful, and the needy man who had no helper"; and again, "He will spare the poor and needy, and will save the souls of the needy." I think that through all these things he calls "poor" and "needy" the apostles and disciples of our Savior, who, having embraced poverty for his sake, attained the philosophy that drives on to the summit of virtue; for which reason Isaiah foretold concerning them, saying, "He has sent me to proclaim good news to the poor." And the Savior himself, speaking to them, said, "Blessed are the poor, for theirs is the kingdom of heaven. All the nations," therefore, "will serve him, because he delivered the poor man from the powerful, and the needy man who had no helper." For the word "because," which is found in all the translators and in the Hebrew text itself, is causal, teaching how all the nations were going to serve the Savior.
Τοῦτο γὰρ, φησὶ, γενήσεται, «ἐπειδὴ ῥύσεται πτωχὸν ἐκ δυνάστου·» ὡς εἰ
σαφέστερον ἔλεγεν· Ὅτι τῶν ἀποστόλων αὐτοῦ τὸ τάγμα, τῶν δι' αὐτὸν πτωχῶν καὶ πενήτων, ῥύσεται ἀπὸ παντὸς δυνάστου. Πολλῶν γὰρ δυναστῶν ὁρατῶν τε καὶ ἀφανῶν ἀντικειμένων καὶ ἐπανισταμένων τούτοις αὐτοῖς τοῖς πτωχοῖς καὶ τοῖς πένησιν, αὐτὸς, ἀφανεῖ δυνάμει προασπίζων αὐτῶν, ἐκ πάντων αὐτοὺς ῥύσεται, πρὸς τὸ μὴ κωλυθῆναι τὴν δι' αὐτῶν ἐπιτελουμένην τοῦ εὐαγγελικοῦ κηρύγματος ὑπηρεσίαν. Καὶ τοῦτο πράξει συνὼν αὐτοῖς, καθ' ἣν ποιήσεται πρὸς αὐτοὺς ἐπαγγελίαν φήσας· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Οὕτως οὖν καὶ ἐφείσατο πτωχοῦ καὶ πένητος, καὶ ψυ χὰς πενήτων ἔσωσε· καὶ ταῦτα πάντα τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις παρεῖχεν, ἵν' εἰς πᾶσαν τὴν γῆν ἐξέλθοι ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τούτων δὲ τῶν πτωχῶν καὶ τῶν πενήτων ἐκ τόκου καὶ ἐξ ἀδικίας ἐλυτρώσατο τὰς ψυχὰς, ὅπως μηδενὶ μηδὲν ὀφείλοιεν. Εἰ δὲ καί ποτε δεδανεισμένοι ὤφλησαν, ὥστε ἐνόχους αὐτοὺς γενέσθαι παλαιῶν ἁμαρτημάτων, ἀλλ' αὐτὸς, τὸ αἷμα τὸ τίμιον λύτρον ὑπὲρ αὐτῶν δοὺς, ἐλυτρώσατο τὰς ψυχὰς αὐτῶν· ὅθεν ὁ θεῖος Ἀπόστολος ἐδίδασκε λέγων· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἐπειδὴ γὰρ χρεῶσται ἦσαν καὶ ὀφειλέται τῆς Μωϋσέως νομοθεσίας, οὐκ ἐπλήρουν δὲ τὰ γεγραμμένα, εἶθ' ὑπὸ κατάραν ἦσαν, διὰ τὸ μὴ πάντα τὸν νόμον φυλάττειν. Γέγραπτο γάρ·
For this, he says, will happen, "since he will rescue the poor man from the powerful man," as if he were saying more clearly: that he will rescue the order of his apostles, the poor and needy for his sake, from every powerful man. For since many powerful men, both visible and invisible, oppose and rise up against these very poor and needy, he himself, shielding them beforehand with invisible power, will rescue them from all, so that the service of the gospel preaching accomplished through them may not be hindered. And he will do this while being with them, according to the promise he made to them, saying: "Behold, I am with you all the days until the end of the age." Thus, then, he spared the poor and needy, and saved the souls of the needy; and all these things he provided to his disciples and apostles, so that their voice might go out into all the earth, and their words to the ends of the inhabited world. But he redeemed the souls of these poor and needy from interest and from injustice, so that they might owe nothing to anyone. And if at some time, having borrowed, they owed, so as to become liable for old sins, yet he himself, giving his precious blood as a ransom for them, redeemed their souls; whence the divine Apostle taught, saying: "Christ redeemed us from the curse of the law, having become a curse for us." For since they were debtors and owing to the legislation of Moses, and did not fulfill what was written, they were then under a curse, because they did not keep the whole law. For it had been written:
«Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.» Εἰκότως ταύτης τῆς ἀρᾶς ἐλευθερώσας αὐτοὺς, ἐκ τόκου καὶ ἐξ ἀδικίας ἐλυτροῦτο αὐτοὺς, γινόμενος ὑπὲρ αὐτῶν κατάρα· καὶ τὸ τίμιον αὐτοῦ αἷμα ὑπὲρ αὐτῶν διδοὺς, καὶ οὕτω τιμίους ἑαυτῷ ἀπεργαζόμενος. Διὸ λέλεκται ἑξῆς· «Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.» Ὅθεν ἀναγέγραπται εἰρηκὼς πρὸς αὐτούς· «Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ καὶ ἀγαλλιᾶσθε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.» Διὰ τί δὲ τὸ ὄνομα αὐτῶν ἔντιμον ἦν ἐνώπιον αὐτοῦ, ἀλλ' ἐπειδήπερ αὐτὸς καὶ τῶν ὀνομάτων αὐτοὺς ἠξίου, τὸν μὲν Σίμωνα Πέτρον ἀνειπὼν, τὸν δὲ Θωμᾶν Δίδυμον, τούς τε οἱοὺς Ζεβεδαίου Βοανεῖργες, ὅπερ ἑρμηνεύεται υἱοὶ βροντῆς; Ἀλλὰ καὶ κατὰ τὸ κοινὸν πάντων αὐτῶν ἔντιμον ὄνομα ἦν ἐνώπιον αὐτοῦ. Τοῦτο δὲ ἦν ὅπερ ἐπεσημήνατο ἡ τοῦ Εὐαγγελίου γραφὴ φήσασα· «Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, οὓς καὶ ἀποστόλους ὠνόμασεν.» Ἀντὶ δὲ τοῦ, «τὸ ὄνομα αὐτῶν,» τὸ αἷμα αὐτῶν, ἡ Ἑβραϊκὴ γραφὴ περιέχει· οὕτω δὲ καὶ οἱ λοιποὶ ἡρμήνευσαν· ὁ μὲν Ἀκύλας εἰπών· «Καὶ τιμηθήσεται τὸ αἷμα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτοῦ·» ὁ δὲ Σύμμαχος· «Καὶ τίμιον ἔσται τὸ αἷμα αὐτῶν ἐνώπιον αὐτοῦ.» Δι' ὧν σαφῶς ᾐνίξατο τὸν θάνατον τῶν προλεχθέντων, ὧν ὁ καθεὶς ποικίλον ὑπέμεινε τὸ τοῦ μαρτυρίου τέλος, ἄλλος ἄλλως διὰ τὴν εἰς αὐτὸν μαρτυρίαν τὸν δι' αἵματος ὑπομείνας ἀγῶνα· ὥστ' εἰρῆσθαι περὶ αὐτῶν· «Τίμιος ἐνώπιον Κυρίοι ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Τούτῳ γὰρ ὅμοιον τυγχάνει καὶ τὸ μετὰ χεῖρας φάσκον·
Cursed is everyone who does not abide by all the things written in the book of the law, to do them." Rightly, then, having set them free from this curse, he was ransoming them from usury and from injustice, becoming a curse on their behalf; and giving his precious blood on their behalf, and in this way making them precious to himself. Therefore it is said next: "And their name was honored before him." Whence it has been recorded that he said to them: "Do not rejoice that the demons are subjected to you; but rejoice and exult that your names have been written in the heavens." And why was their name honored before him, except that he himself deemed them worthy even of names, calling Simon Peter, and Thomas Didymus, and the sons of Zebedee Boanerges, which is translated "sons of thunder"? But also in common, the name of all of them was honored before him. And this was what the writing of the Gospel noted, saying: "These twelve Jesus chose, whom he also named apostles." But instead of "their name," the Hebrew text contains "their blood"; and so the others also interpreted it: Aquila, saying, "And their blood shall be honored in his eyes"; and Symmachus, "And their blood shall be precious before him." By these things he clearly hinted at the death of those previously mentioned, each of whom endured a varied end of martyrdom, one in one way and another in another, enduring for his testimony the contest that is through blood; so that it has been said concerning them: "Precious in the sight of the Lord is the death of his holy ones." For what is at hand, saying this, happens to be similar to this:
«Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.» «Καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός.» Δοκεῖ μοι ἐνταῦθα τὸ, «καὶ ζήσεται,» συνᾴδειν τῇ σωτηρίῳ φωνῇ φησάσῃ πρὸς τοὺς αὐτοῦ μαθητάς· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἵνα γὰρ τὴν παραμονὴν καὶ τὴν παρατείνουσαν εἰς ἄπειρον ζωὴν τοῦ προφητευομένου παραστήσῃ, ἐπήγαγε τὸ, «καὶ ζήσεται.» Μακρᾶς γὰρ ἔδει ζωῆς εἰς κατόρθωσιν τῶν εἰρημένων. Εἰ γοῦν ὁ προφητευόμενος κρινεῖ τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς αὐτοῦ ἐν κρίσει, καὶ ταπεινοῖ συκοφάντην, καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, κατακυριεύσει τε ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης· εἰκότως
μακροβίου ζωῆς ἔδει αὐτῷ. Πῶς τε ὑποταγεῖεν αὐτῷ Αἰθίοπες καὶ βασιλεῖς Θαρσεῖς καὶ νῆσοι, προσκυνήσουσί τε αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ; Τούτων γὰρ ἕνεκα πάντων διαρκοῦς αὐτῷ ζωῆς ἔδει. Διὸ μετὰ ταῦτα πάντα καλῶς καὶ ἀναγκαίως ἐπενήνεκται τὸ, «καὶ ζήσεται·» τοῦτον δηλουμένης τὸν τρόπον τῆς τοῦ προφητευομένου ἀθανάτου καὶ αἰωνίου ζωῆς. Ἑξῆς δ' εἴρηται· «Καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Ἀντὶ δὲ τοῦ, «τῆς Ἀραβίας,» πάλιν ἡ Ἑβραϊκὴ γραφὴ τὸ «Σαβὰ» περιέχει· οἵ τε λοιποὶ ἑρμηνευταὶ τῇ ὁμοίᾳ κέχρηνται τῇ φωνῇ. Τροπικῶς μὲν οὖν εἴποι ἄν τις τὸ χρυσίον τοῦτο σημαίνειν τὸν ἐν ἀνθρώποις καθαρώτατον νοῦν.
And their name shall be honored before him." "And he shall live, and there shall be given to him of the gold of Arabia, and they shall pray concerning him continually." It seems to me that here the phrase "and he shall live" is in harmony with the saving voice that spoke to his disciples: "Behold, I am with you all the days until the consummation of the age." For in order to set forth the abiding presence and the life of the one prophesied that extends into infinity, he added, "and he shall live." For long life was needed for the accomplishment of the things spoken. If, then, the one prophesied will judge his people in righteousness, and his poor in judgment, and will humble the slanderer, and will endure with the sun, and will rule from sea to sea, and from the river to the ends of the inhabited world—reasonably
he needed a long-lived life. And how would Ethiopians be subjected to him, and the kings of Tarshish and the islands, and all the kings of the earth worship him, and all the nations serve him? For the sake of all these things he needed a life that endures. Therefore after all these things the phrase "and he shall live" has been well and necessarily added, indicating in this way the immortal and eternal life of the one prophesied. Next it is said: "And there shall be given to him of the gold of Arabia." But instead of "of Arabia," again the Hebrew Scripture contains "Saba"; and the other translators have used the same expression. Figuratively, then, one might say that this gold signifies the purest mind among men.
Καὶ κατὰ ἱστορίαν δὲ ἐπληροῦτο τὸ λόγιον, ὅτε οἱ ἐξ ἀνατολῆς μάγοι ἐλθόντες παῖδα ὄντα προσεκύνησαν τὸν Σωτῆρα, προσήνεγκάν τε αὐτῷ χρυσίον καὶ λίβανον καὶ σμύρναν. Μή ποτε δὲ καὶ τὸ, «ζήσεται,» εἰς ἐκεῖνον ἀναφέρεται τὸν χρόνον, καθ' ὃν Ἡρώδης, ἐπιβουλεύων νηπιάζοντι τῷ Ἰησοῦ, «πέμψας ἀνεῖλε πάντας τοὺς περὶ τὴν Βηθλεὲμ παῖδας ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.» Τότε γὰρ χρηματισθεὶς ὁ Ἰωσὴφ, παρέλαβε Μαρίαν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ παιδίον, καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. Διὸ ταῦτα θεσπίζουσα ἡ παροῦσα προφητεία προὔλεγεν, ὅτι «ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας» τοῦ ἀπὸ Σαβά· ὡσεὶ σαφέστερον ἔλεγε «τοῦ ἐκλεκτοῦ.» Ἡ γὰρ Σαβὰ αὕτη καὶ τὸ Σαβαϊτῶν ἔθνος λέγεται εἶναι τῆς Ἀραβίας τῆς καλουμένης Εὐδαίμονος· ἐντεῦθέν τε ἱστορεῖται τῷ Σολομῶνι φέρεσθαι μετὰ τῶν ἄλλων καὶ χρυσίον ἐκλεκτόν. Καὶ ἄλλως δὲ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν ἐν ταῖς ἐκκλησίαις Χριστοῦ μυρία κειμήλια ἀπὸ χρυσίου καθαροῦ εἰς αὐτοῦ τε τιμὴν ἀφιερούμενα. Εἰκότως οὖν οὐδὲ τὴν τούτων μνήμην παριδεῖν ἠξίωσεν ὁ λόγος. Ἐπιλέγει δὲ ἑξῆς· «Καὶ προσεύξονται περὶ αὐτοῦ διηνεκῶς, διὰ πάσης ἡμέρας ἕκαστος εὐλογήσει αὐτόν.» Οὐ δεῖ δὲ πολλῶν λόγων εἰς τὸ παραστῆσαι ὅπως πάντες οἱ εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκότες ἀδιαλείπτους ἀναφέρουσιν εὐχὰς «περὶ αὐτοῦ,» ὡς ἂν ἔχοιεν αὐτὸν αἰεὶ συνόντα, καὶ βοηθὸν αὐτοῖς πᾶσι γιγνόμενον. Ὡς δὲ διὰ πάσης ἡμέρας ἕκαστος εὐλογεῖ αὐτὸν, τίς ἂν ἀμφιβάλλοι;
And according to history the oracle was fulfilled, when the magi who came from the east worshiped the Savior while he was a child, and offered to him gold and frankincense and myrrh. But perhaps the phrase "he shall live" also refers to that time when Herod, plotting against the infant Jesus, "sent and slew all the male children around Bethlehem from two years old and under, according to the time which he had ascertained from the magi." For then Joseph, having been warned by an oracle, took Mary his wife and the child, and withdrew into Egypt. Therefore the present prophecy, foretelling these things, declared beforehand that "he shall live, and there shall be given to him of the gold of Arabia," that from Saba—as if it said more plainly, "of the elect." For this Saba and the nation of the Sabeans is said to belong to the Arabia called Felix; and from there it is recorded that elect gold was brought to Solomon along with other things. And in another way we see with our own eyes in the churches of Christ countless treasures of pure gold being consecrated to his honor. Reasonably, then, the word did not see fit to pass over the mention of these things either. And it adds next: "And they shall pray concerning him continually; every day each one shall bless him." But there is no need of many words to show how all who have believed in the Christ of God offer unceasing prayers "concerning him," so that they may always have him present with them, and becoming a helper to them all. And as every day each one blesses him, who could doubt it?
Νύκτωρ γοῦν καὶ μεθ' ἡμέραν πλεῖον τῆς ἀναπνοῆς πᾶσα ψυχὴ τῶν εἰς αὐτὸν γνησίως πεπιστευκότων, τὴν προσηγορίαν αὐτοῦ τιμῶσα καὶ σέβουσα εὐλογεῖ αὐτὸν, πεπεισμένη εἰς ἑαυτὴν ἀντιστρέφειν τὴν εὐλογίαν, ἀκολούθως λογίῳ εἰς αὐτοῦ πρόσωπον Χριστοῦ φήσαντι· «Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» Ὅθεν καὶ αὔξει ὁσημέραι καὶ πληθύει τὸ Χριστιανῶν γένος, διὰ τὸ μετέχειν τῆς ἐκ Θεοῦ εὐλογίας, ἧς ἀπολαύει διὰ τὸ ἀδιαλείπτως τὸν Χριστὸν αὐτοῦ εὐλογεῖν ἀκολούθως τῇ μετὰ χεῖρας γραφῇ φασκούσῃ· «Ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν·» Καὶ τὸ τούτων αἴτιον παρίστησι λέγων· «Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ' ἄκρου τῶν ὀρέων.» Οὕτω δὲ σημαίνει τὴν Ἐκκλησίαν αὐτοῦ τεθεμελιωμένην καὶ ἐστηριγμένην ἐπὶ τὴν ἀῤῥαγῆ τῆς αὐτοῦ δυνάμεως πέτραν, ἐπηρμένην δὲ καὶ ὑψωμένην, ὡς ἂν ἐπὶ ἄκρα ὀρέων κειμένην, προφητικῶν δηλαδὴ καὶ ἀποστολικῶν λόγων, οἷς ἡ Ἐκκλησία τοῦ Σωτῆρος ἡμῶν ἐποικοδομεῖται. «Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Ὅπως ὑπερήρθη τοῦ προφητευομένου Σωτῆρος ἡμῶν ὁ καρπὸς ὑπὲρ τὸν Λίβανον νοήσεις τὰ περὶ τοῦ Λιβάνου ἐν προφητείαις λελεγμένα συναγαγών. Εἴρηται δὲ ἐν μὲν τῷ Ἡσαΐᾳ· «Ἰδοὺ δὴ Κύριος Σαβαὼθ συνταράσσει τοὺς εὐδόξους μετὰ ἰσχύος·» καὶ ἑξῆς· «Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.» Λέλεκται δὲ καὶ ἐν Ζαχαρίᾳ· «Διάνοιξον, ὁ Λίβανος, τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Εἴρηται δὲ καὶ ἐν κηʹ ψαλμῷ· «Συντρίψει τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον.» Ἐπιλύεται δὲ
By night, then, and by day, every soul of those who have genuinely believed in him, honoring and revering his name, blesses him, persuaded that the blessing returns upon itself, in accordance with the oracle spoken in the person of Christ himself: "Those who bless you are blessed, and those who curse you are cursed." Hence also the race of Christians grows daily and multiplies, because it partakes of the blessing from God, which it enjoys through blessing his Christ unceasingly, in accordance with the Scripture at hand which says: "All the day long they will bless him." And he sets forth the cause of these things, saying: "There shall be a support in the earth on the top of the mountains." And thus he signifies his Church, founded and established upon the unbreakable rock of his power, and lifted up and exalted, as it were lying on the top of the mountains—that is, of the prophetic and apostolic words, upon which the Church of our Savior is built. "His fruit shall be exalted above Lebanon, and they shall blossom forth from the city like the grass of the earth." In order that you may understand how the fruit of our prophesied Savior was exalted above Lebanon, gather together the things said about Lebanon in the prophecies. It is said in Isaiah: "Behold, the Lord Sabaoth confounds the glorious ones with strength"; and next: "And Lebanon with its high places shall fall." It is also said in Zechariah: "Open, O Lebanon, your gates, and let fire devour your cedars." It is also said in the twenty-ninth psalm: "He shall crush the cedars of Lebanon, and shall make them thin as the calf, Lebanon." And it is solved
ταύτας τὰς φωνὰς ἀσαφεῖς οὔσας ὁ παρὰ τῷ Ἐζεκιὴλ φάσκων λόγος· «Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ πλατὺς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκοψε τὰ ἁπαλὰ τῆς κέδρου·» οἷς ἑξῆς ἐπιλέγεται· «Ὅτε ἂν ἔλθῃ ὁ βασιλεὺς Βαβυλῶνος καὶ εἰσέλθῃ εἰς Ἱερουσαλὴμ, καὶ λήψεται τοὺς ἄρχοντας.» Σαφῶς γὰρ διὰ τούτων ἡ προφητεία τὸν μὲν ἀετὸν τὸν μέγαν τὸν μεγαλοπτέρυγον τὸν βασιλέα τῶν Βαβυλωνίων ἡρμήνευσε, τὸν δὲ Λίβανον τὴν Ἱερουσαλήμ. Ἐφαρμόσεις δὲ καὶ τὰ παρὰ τοῖς λοιποῖς προφήταις ὥσπερ Λιβάνου λελεγμένα τῇ Ἱερουσαλήμ. Ἀλλ' οὐδὲ τῶν ἐκ περιτομῆς τις ἀμφιβάλλοι ἂν μὴ οὐχὶ περὶ τῆς Ἱερουσαλὴμ αἰνίττεσθαι ὁμολογεῖν τὰ περὶ Λιβάνου λελεγμένα. «Ὑπεραρθήσεται» τοίνυν, τὸ παρὸν λόγιόν φησιν, «ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ,» δηλαδὴ τοῦ προφητευομένου Σωτῆρος. Καρπὸς δὲ αὐτοῦ τίς ἂν γένοιτο ἢ Ἐκκλησία αὐτοῦ ἡ καθ' ὅλης τῆς οἰκουμένης ἐστηριγμένη, περὶ ἧς ἐλέγετο· «Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ' ἄκρον τῶν ὀρέων;» Αὕτη τοίνυν ὑπεραρθήσεσθαι ὑπὲρ τὸν Λίβανον προφητεύεται· εἰ γὰρ καὶ ἔδοξέ ποτε ὁ δηλωθεὶς Λίβανος, λέγω δὲ ἡ Ἱερουσαλὴμ, δοξάζεσθαι καὶ ἀνθεῖν, ἀλλ' ὑπερήρθη καὶ πολὺ κάλλιον ἐκείνης ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ Σωτῆρος ἡμῶν ὁ καρπὸς, ἡ καθ' ὅλης δηλαδὴ τῆς οἰκουμένης Ἐκκλησία γέγονε. Τούτοις ἑξῆς τοὺς λαοὺς τοὺς κατὰ πᾶσαν πόλιν συγκροτουμένους καὶ τὰ πολλὰ πλήθη παρίστησι λέγων· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Τὸ δὲ, «ἐκ πόλεως,» εἴρηται, ἀντὶ τοῦ, καθ' ἑκάστην πόλιν καὶ κατὰ πάντα τόπον.
The saying in Ezekiel makes these obscure utterances clear: "The great eagle, the great-winged, broad in its span, full of claws, which has the leadership to enter into Lebanon, and cut off the tender parts of the cedar"; to which is added next: "When the king of Babylon comes and enters into Jerusalem, and takes the rulers." For through these things the prophecy clearly interpreted the great eagle, the great-winged, as the king of the Babylonians, and Lebanon as Jerusalem. And you may apply also the things said by the other prophets, as of Lebanon, to Jerusalem. But not even any of those of the circumcision would doubt that the things said about Lebanon confessedly hint at Jerusalem. "His fruit," then, the present oracle says, "shall be exalted above Lebanon," that is, of the prophesied Savior. And what would his fruit be but his Church, established throughout the whole inhabited world, concerning which it was said: "There shall be a support in the earth on the top of the mountains"? This, then, is prophesied to be exalted above Lebanon; for even if at one time the indicated Lebanon—I mean Jerusalem—seemed to be glorified and to flourish, yet the fruit of our Savior has been exalted and has become far more beautiful than that city by an incomparable superiority—namely, the Church throughout the whole inhabited world. Next to these things he presents the peoples gathered together in every city and the great multitudes, saying: "And they shall blossom forth from the city like the grass of the earth." And "from the city" is said in place of "in each city and in every place.
Ἀλλὰ καὶ ἡ Ἐκκλησία αὐτοῦ πόλις ὠνόμασται τοῦ Θεοῦ διὰ τὴν ἐν αὐτῇ συνισταμένην νόμιμον καὶ εὐαγγελικὴν πολιτείαν. Διὸ λέλεκται· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» καὶ πάλιν· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ἐπεὶ τοίνυν ἡ πόλις τοῦ Θεοῦ, ἀρδευομένη τῷ ἐν αὐτῇ πλημμύροντι ποταμῷ, λόγῳ, πολὺ πλῆθος προφέρει τῶν ἐν τῇ Ἐκκλησίᾳ συγκροτουμένων, εἰκότως ἐπιλέλεκται· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Προηγεῖτο μὲν οὖν τοῦ χόρτου δίκην ἐξανθοῦντος πλήθους ὁ προλελεγμένος καρπὸς αὐτοῦ, πολὺ βελτίων καὶ κρείττων τυγχάνων τοῦ χόρτου τῆς γῆς· διὸ προτέτακται τό· «Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ·» μετὰ δὲ τὸν καρπὸν τὸν ἐξαίρετον, τοὺς ἐν τῇ Ἐκκλησίᾳ δηλαδὴ καρποφοροῦντας, τὰ λοιπὰ πλήθη καταριθμεῖ διὰ τοῦ· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Εἶτ' ἐπὶ τούτοις λέγεται· «Ἔσται τὸ ὄνομα αὐτοῦ εἰς τοὺς αἰῶνας.» Διαμένοντος δὲ καὶ διαιωνίζοντος τοῦ Χριστοῦ ὀνόματος, συμπαρεκτείνεσθαι καὶ τὸ Χριστιανῶν ὄνομα ἀκόλουθον ἂν εἴη. Τοῦτο δὲ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν· διὸ εἴρηται· «Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ.» Καὶ ἀνωτέρω δὲ ἐλέγετο συμπαραμένειν τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν. Ὅτι δὲ ταῦτα οὐ δυνατὸν θνητῇ ἐφαρμόσαι φύσει, φθάσαντες ἤδη παρεστήσαμεν. Μετὰ ταῦτα δὲ λέλεκται· «Καὶ ἐνευλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Οἷς παραθήσεις τὸν φήσαντα πρὸς τὸν Ἀβραὰμ χρησμόν·
But his Church has also been called the city of God, because of the lawful and gospel polity established in it. Therefore it has been said: "Glorious things have been spoken of you, O city of God"; and again: "The streams of the river make glad the city of God." Since, then, the city of God, watered by the river that floods within it—the Word—brings forth a great multitude of those gathered together in the Church, it has been fittingly added: "And they shall blossom forth from the city like the grass of the earth." Now the fruit of that multitude, blossoming like grass, went before—namely, the fruit previously mentioned, which is far better and superior to the grass of the earth; therefore it was set first: "His fruit shall be exalted above Lebanon." And after the excellent fruit—that is, those who bear fruit in the Church—he enumerates the remaining multitudes through the words: "And they shall blossom forth from the city like the grass of the earth." Then, after these things, it is said: "His name shall endure forever." And since the name of Christ remains and endures forever, it follows that the name of Christians also extends along with it. And this name, which is above every name, existed even before the constitution of the world; therefore it has been said: "Before the sun his name endures." And above it was also said that it endures with the sun and before the moon throughout generations of generations. That these things cannot be applied to mortal nature, we have already set forth beforehand. After these things it is said: "And in him all the nations of the earth shall be blessed." To these you will set alongside the oracle spoken to Abraham:
«Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.» Καὶ θέα, ὅπως ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία ἐφυλάττετο κατὰ χρόνους ἀνανεουμένη δι' ἑκάστου προφήτου. Τῷ μὲν γὰρ Ἀβραὰμ πρώτῳ λέλεκτο τό· «Εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς·» μετὰ δὲ ταῦτα ὁ Ἰακὼβ θεσπίζων περὶ τοῦ Χριστοῦ ἀναγέγραπται εἰρηκώς· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.» Καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις αὖθις εἴρηται διὰ τοῦ Βαλαάμ· «Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν.» Καὶ Μωϋσῆς δὲ τῶν ἐθνῶν ἐν ᾠδῇ μεγάλῃ μέμνητο λέγων· «Εὐφράνθητε, ἔθνη λαὸς αὐτοῦ· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ.» Οὕτως οὖν καὶ ἐνταῦθα τὰ πρὸς τὸν
Ἀβραὰμ διὰ τοῦ χρησμοῦ τεθεσπισμένα ἐπαναλαμβάνει τὸ λόγιον διδάσκον οὐκ ἄλλως ἢ διὰ τοῦ Χριστοῦ πληρωθήσεσθαι, φάσκον· «Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Εἶθ' ἑξῆς φησι· «Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.» Πῶς δὲ μακαριοῦσιν αὐτὸν πάντα τὰ ἔθνη; διὰ τῆς ἐν αὐτοῖς μακαριότητος τὴν ἐξ αὐτοῦ χάριν παριστῶντα. «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος.» Εὐλογούμενα τὰ ἔθνη ἐν τῷ προφητευομένῳ κατὰ τὸ λόγιον τὸ φῆσαν· «Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη·» αὔξει τὴν κατὰ Θεὸν αὔξησιν, καὶ πληθύει, καὶ τῆς γῆς κατακυριεύει. Διόπερ φησὶν ὁ θεῖος Ἀπόστολος· «Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ.» Οὕτω δὲ ἔχοντα, ἀντευλογεῖ τὸν τῆς εὐλογίας αὐτοῖς αἴτιον γεγενημένον.
And in your seed all the nations of the earth shall be blessed." And observe how the promise to Abraham was kept, being renewed through the ages by each prophet. For to Abraham first it was said: "In your seed all the nations of the earth shall be blessed"; and after these things Jacob is recorded as having spoken, prophesying concerning the Christ: "A ruler shall not fail from Judah until he comes to whom it is reserved; and he himself shall be the expectation of the nations." And in the times after these it was again spoken through Balaam: "A man shall come forth from his seed, and he shall rule over many nations." And Moses also made mention of the nations in his great song, saying: "Rejoice, you nations, with his people; and let all the sons of God worship him." In this way, then, here too the oracle takes up again the things prophesied to Abraham, teaching that they will be fulfilled in no other way than through the Christ, saying: "And in him all the nations of the earth shall be blessed." Then next it says: "All the nations shall call him blessed." And how shall all the nations call him blessed? By the blessedness that is in them, presenting the grace that comes from him. "Blessed is the Lord, the God of Israel, who alone works wonders." The nations, being blessed in the one foretold according to the oracle that said, "And in him all the nations shall be blessed," increases the growth that is according to God, and multiplies, and takes dominion over the earth. Therefore the divine Apostle says: "Blessed is God, who has blessed us with every spiritual blessing." And being thus, it blesses in return the one who has become the cause of blessing to them.
Διὸ πρῶτον μὲν ἐμακάριζον αὐτὸν, εἶτα καὶ εὐλογεῖν διδάσκεται διὰ τοῦ λέγειν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος.» Ἐπιτήρει δὲ, ὡς ἕκαστον μέρος τῆς βίβλου τῶν Ψαλμῶν εἰς ὅμοιον καταλήγει τέλος. Τοῦ μὲν γὰρ πρώτου μέρους τελευταῖος ἦν ὁ μʹ, οὗ πρὸς τῷ τέλει ἐλέγετο· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο·» τοῦ δὲ δευτέρου τελευταῖος ἦν ὁ μετὰ χεῖρας ὁμοίως ἐπὶ τῷ τέλει λέγων· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ,» καὶ τὰ ἑξῆς· τοῦ δὲ τρίτου μέρους τελευταῖος ὁ πηʹ τυγχάνει, οὗ τέλος· «Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.» Ὁμοίως δὲ καὶ τοῦ τετάρτου μέρους τελευταῖος μὲν ἔστιν ὁ ρεʹ, τέλος δὲ τούτου· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο.» Τὸ δὲ πέμπτον μέρος εἰς τὸ «ἀλληλούϊα» καταλήγει, ἐν ᾧ καὶ πᾶσα περιγέγραπται ἡ βίβλος. Πλὴν ὁ παρὼν μετὰ τὴν προεκτεθεῖσαν περὶ τοῦ Χριστοῦ πρόῤῥησιν ἐπιφέρει τό· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ,» καὶ προστίθησι τὸ, «ὁ ποιῶν θαυμάσια μόνος.» Ποῖα δὲ θαυμάσια, ἢ τὰ προλεχθέντα ἐν οἷς ἦν τὸ καταβήσεσθαι αὐτὸν ἐπὶ πόκον ὡς ὑετὸν, καὶ τὸ ταπεινῶσαι συκοφάντην, καὶ τὸ συμπαραμενεῖν τῷ ἡλίῳ· καὶ τὸ ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνατελεῖν δικαιοσύνην, καὶ τὸ κατακυριεύσειν αὐτὸν ἀπὸ θαλάσσης ἕως θαλάσσης· τοὺς Αἰθίοπας προπίπτειν ἐνώπιον αὐτοῦ· δῶρά τε αὐτῷ προσαχθήσεσθαι ἐξ ἁπάντων τῶν ἐθνῶν·
Therefore first they called him blessed, and then he is taught to bless by saying: "Blessed is the Lord God of Israel, who alone works wonders." Observe also how each part of the book of Psalms ends in a similar conclusion. For the last psalm of the first part was the 40th, at the end of which it was said: "Blessed is the Lord God of Israel from now and unto the age; may it be, may it be." And the last of the second part was the one at hand, likewise saying at its end: "Blessed is the Lord God of Israel, who alone works wonders. And blessed is the name of his glory," and the rest. And the last of the third part happens to be the 88th, whose end is: "Blessed is the Lord unto the age; may it be, may it be." Likewise also the last of the fourth part is the 105th, and its end is: "Blessed is the Lord God of Israel from the age and unto the age, and all the people shall say: May it be, may it be." And the fifth part concludes with "Alleluia," in which the whole book is also summed up. Moreover, the present psalm, after the prophecy concerning Christ set forth above, adds: "Blessed is the Lord God of Israel," and appends, "who alone works wonders." And what wonders, if not those foretold in which was that he would come down upon the fleece like rain, and that he would bring low the slanderer, and that he would endure with the sun; and that in his days righteousness would spring up, and that he would have dominion from sea to sea; that the Ethiopians would fall down before him; and that gifts would be brought to him from all the nations.
ἀλλὰ καὶ τὸ στήριγμα αὐτὸν ἐν τῇ γῇ γενήσεσθαι, καὶ τὸν καρπὸν αὐτοῦ ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι, καὶ ὅσα ἄλλα τούτοις ἑξῆς κατηρίθμηται; ἐφ' οἷς πᾶσι διδασκόμεθα λέγειν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα.» Ὄνομα δὲ δόξης αὐτοῦ ἡ θεότης αὐτοῦ τυγχάνει· εἰ γὰρ τὸ ὑπὸ τῆς ἁγίας Παρθένου γεγενημένον ὀνόματος ἠξίωται τοῦ Ἰησοῦ κατὰ τὸν Γαβριὴλ φήσαντα πρὸς τὸν Ἰωσήφ· «Καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·» ἀκόλουθόν ἐστι τὸ τῆς δόξης αὐτοῦ ὄνομα τὴν περὶ αὐτοῦ νοεῖσθαι θεολογίαν, δι' ἧς Θεὸς Λόγος καὶ μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐπινενόηται· ὅθεν ἐπιλέγεται ἑξῆς· «Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Πάλαι μὲν γὰρ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Καὶ ἐπεὶ μηδὲ Ἰουδαῖοι οἷς τοσαύτας ἐνεδείξατο θαυματουργίας παρεδέξαντο τὴν γνῶσιν αὐτοῦ, εἰκότως φησὶ πρὸς Μωϋσῆν· «Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα·» καὶ ἐπιλέγει· «Ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ.» Εἰ γὰρ καὶ τὰ μάλιστα οὗτοι, φησὶ, παρωθοῦνται τὴν ἐμὴν δόξαν, ἀλλὰ καιρῷ τινι πληρωθήσεται ἡ οἰκουμένη πᾶσα τῆς ἐμῆς δόξης. Ὃ δὴ καὶ τὸ παρὸν λόγιον διδάσκει φῆσαν· «Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Τοῦτο καὶ Ἡσαΐας παρίστη θεσπίζων τὰ σεραφεὶμ κυκλοῦντα τὸν Κύριον Σαβαὼθ βοῶντά τε καὶ λέγοντα·
But also that he himself will become a support in the earth, and his fruit will be lifted up above Lebanon, and whatever other things are listed in order after these? For in all these we are taught to say: "Blessed is the Lord God of Israel, who alone works wonders. And blessed is the name of his glory forever." Now the name of his glory is his divinity; for if the one born of the holy Virgin has been deemed worthy of the name Jesus, according to Gabriel who said to Joseph: "And she will bear a son, and you shall call his name Jesus; for he will save his people from their sins;" it follows that the name of his glory is to be understood as the theology concerning him, through which he is recognized as God the Word and only-begotten God, who is in the bosom of the Father; whence it is added next: "And all the earth will be filled with his glory." For formerly he was in the world, and the world came to be through him, and the world did not know him. And since not even the Jews, to whom he displayed so many miracles, accepted the knowledge of him, reasonably he says to Moses: "Let me alone, and being provoked to anger I will destroy them, and I will make you into a great nation;" and he adds: "As my name lives, that all the earth will be filled with my glory." For even if these men, he says, thrust aside my glory most of all, yet at some time the whole inhabited world will be filled with my glory. Which indeed the present oracle also teaches, saying: "And all the earth will be filled with his glory." Isaiah also set this forth, declaring that the seraphim encircling the Lord Sabaoth cry out and say:
«Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἀλλὰ ταῦτα μὲν θεϊκῇ προγνώσει ἐθεσπίζετο πάλαι· ἔργοις δὲ ἐπληροῦτο πρότερον ἢ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τῷ τῶν ἀνθρώπων ἐπιλάμψαι γένει· ἰδοὺ γὰρ καθ' ἡμᾶς αὐτοὺς ἀνατέτραπται μὲν πᾶσα δαιμονικὴ πλάνη· πεπλήρωκε δὲ τὴν οἰκουμένην ἅπασαν ἡ Ἐκκλησία Χριστοῦ, τὸν Θεὸν Ἰσραὴλ ἐν πάσῃ τῇ γῇ δοξάζουσα. Καὶ ἐπειδήπερ ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον προφητικῶς μέλλοντα ἔσεσθαι προανεφώνει, χορὸς ἀγγέλων ὑπακούει συνευχόμενος τῇ τῶν πραγμάτων τελειώσει, πιστούμενός τε αὐτὰ καὶ λέγων· «Γένοιτο, γένοιτο·» ἢ κατὰ τὸν Ἀκύλαν, «πεπιστωμένως, πεπιστωμένως,» ἢ κατὰ τὸν Σύμμαχον· «Ἀμὴν καὶ ἀμήν·» οἷς ἑξῆς ἐπιλέγεται· «Ἐξέλιπον ὕμνοι Δαυῒδ τοῦ υἱοῦ Ἰεσσαί.» Ἀνθ'οὗ ὁ μὲν Σύμμαχος ἡρμήνευσεν· «Ἐπετελέσθησαν προσευχαὶ Δαυῒδ υἱοῦ Ἰεσσαί·» ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις· «Ἀνεκεφαλαιώθησαν προσευχαὶ Δαυῒδ υἱοῦ Ἰεσσαί.» Οἱ μὲν οὖν ἄπειροι τῆς ἀκριβείας τοῦ ἀναγνώσματος οὐχ ὡς μέρος τοῦ ὅλου ψαλμοῦ ἐξειλήφασι τὸ, «Ἐξέλιπον ὕμνοι Δαυῒδ υἱοῦ Ἰεσσαί·» ἀλλ' ὡς ἔξωθεν τῆς προφητείας παραγεγραμμένον ἀνέγνωσαν. Αἱ δὲ λοιπαὶ ἑρμηνεῖαι καὶ ἡ Ἑβραϊκὴ γραφὴ σαφῶς παρίστησιν, ὅτι καὶ ταῦτα μέρος τυγχάνει τοῦ ὅλου ψαλμοῦ. Ἐπειδὴ γὰρ Δαυῒδ ὁ βασιλεὺς ἐν προσευχαῖς ἐτίθετο ἀεὶ ἐπιλάμψαι τοῦ Σωτῆρος τὴν ἐκ σπέρματος αὐτοῦ προφωνουμένην γένεσιν· ταύτης δὲ εἰς ἔργα χωρούσης, ἔμελλε συμπληροῦσθαι πάντα τὰ προπεφητευμένα·
Holy, holy, holy is the Lord of hosts; the whole earth is full of his glory." But these things were foretold long ago by divine foreknowledge; yet they were fulfilled in deed before our Savior and Lord Jesus Christ shone upon the race of men. For behold, in our own times all demonic deceit has been overturned, and the Church of Christ has filled the whole inhabited world, glorifying the God of Israel in all the earth. And since the Holy Spirit proclaimed these things prophetically as things that were to be, a choir of angels listens and joins in prayer for the fulfillment of these matters, confirming them and saying: "Let it be, let it be"; or according to Aquila, "assuredly, assuredly"; or according to Symmachus, "Amen and amen." To these there is added next: "The hymns of David the son of Jesse have ceased." In place of which Symmachus translated: "The prayers of David the son of Jesse have been completed"; but Theodotion and the Fifth Edition: "The prayers of David the son of Jesse have been summed up." Now those who are inexperienced in the precision of the reading have not taken "The hymns of David the son of Jesse have ceased" as part of the whole psalm, but have read it as though it were written outside the prophecy. But the remaining translations and the Hebrew Scripture clearly establish that these words too are a part of the whole psalm. For since David the king was always placing in his prayers the petition that the generation of the Savior, proclaimed as coming from his seed, might shine forth; and when this came into effect, all things previously prophesied were to be fulfilled.
εἰκότως μετὰ τὸ συμπέρασμα τῶν προλελεγμένων ἐπιλέγεται, ὡς ἄρα ἐπετελέσθησαν καὶ συνεπληρώθησαν διὰ τῶν προλελεγμένων αἱ τοῦ Δαυῒδ προσευχαί. Δύναται δὲ τὸ, «ἐπετελέσθησαν ἢ ἐξέλιπον,» προφητικῶς λέγεσθαι εἰς μέλλοντα χρόνον· τῶν γὰρ προκατηριθμημένων ἕκαστον γενήσεται ἐπὰν καὶ ἐπιτελεσθῶσι καὶ συμπληρωθῶσιν αἱ προσευχαὶ Δαυῒδ τοῦ υἱοῦ Ἰεσσαί. Εὐκαιρότατα δὲ διὰ τὸν προφητευόμενον Χριστὸν τοῦ Θεοῦ ἐμνημόνευσεν οὐχ ἁπλῶς «τοῦ Δαυῒδ,» ἀλλὰ μετὰ προσθήκης «τοῦ υἱοῦ Ἰεσσαί·» ἵνα συνάψωμεν τῇ παρούσῃ γραφῇ τὴν Ἡσαΐου προφητείαν, δι' ἧς τὰ ὅμοια περὶ τοῦ Χριστοῦ θεσπίζεται ἐν οἷς εἴρηται· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν τὸ Πνεῦμα τοῦ Θεοῦ,» καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγεται· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Ὁρᾷς γὰρ ὅπως καὶ ἐνταῦθα διὰ τῆς ῥίζης Ἰεσσαὶ ἡ κλῆσις τῶν ἐθνῶν ἀναφωνεῖται· ὥστε μὴ μάτην μηδὲ τὴν προσθήκην τὴν «τοῦ υἱοῦ Ἰεσσαὶ» ἐν τῇ προκειμένῃ φέρεσθαι προφητείᾳ, Κατὰ καιρὸν δὲ ἐνταῦθα, Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν εὐαγγελισθείσης, τὸ δεύτερον μέρος τῆς βίβλου τῶν Ψαλμῶν περιγράφεται, ἀρξάμενον μὲν ἀπὸ πρώτου καὶ τεσσαρακοστοῦ, καταλῆξαν δὲ εἰς τὸν μετὰ χεῖρας.
Naturally, after the conclusion of the things previously spoken, it is added that the prayers of David were accomplished and fulfilled through the things previously spoken. And the phrase "they were accomplished or they failed" can be spoken prophetically with reference to the future time; for each of the things previously enumerated will come to pass when the prayers of David the son of Jesse are accomplished and fulfilled. And most fittingly, on account of the foretold Christ of God, he mentioned not simply "David" but with the addition "the son of Jesse," so that we may join to the present writing the prophecy of Isaiah, through which similar things are declared about Christ in the words: "A rod shall come forth from the root of Jesse, and a flower shall rise up from the root; and the Spirit of God shall rest upon him," and the rest; to which is added: "And the root of Jesse shall be, and the one who rises up to rule the nations; in him the nations shall hope." For you see how here too, through the root of Jesse, the calling of the nations is proclaimed; so that the addition "of the son of Jesse" is not carried in the present prophecy in vain. And at the appropriate time here, with the kingdom of Christ and the calling of the nations having been announced as good news, the second part of the book of Psalms is described, beginning from the first and forty-first, and ending at the one at hand.
ΤΩΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΩΝ ΤΟΥ ΑΣΑΦ ΨΑΛΜΩΝ ΑΙ ΠΕΡΙΟΧΑΙ. Αʹ. Οἱ τοῦ Ἀσὰφ ἐπιγεγραμμένοι εἰσὶ μὲν τὸν ἀριθμὸν ιβʹ, τούτων δὲ εἷς ἀπεσχοίνισται τῆς τῶν προκειμένων ιαʹ συναφείας, κατατέτακται δὲ πρὸ τοῦ νʹ ψαλμοῦ. Ὁ γοῦν μθʹ ἐπιγέγραπται τοῦ Ἀσάφ· τὴν δὲ ὑποπεσοῦσαν ἡμῖν αἰτίαν τοὺς τόπους διηγούμενοι παρεθήκαμεν. Εἰσάγει δὲ ὁ μετὰ χεῖρας πρῶτος ὢν τοῦ Ἀσὰφ, τὸν προφήτην ὑπερθαυμάζοντα τὸ μακρόθυμον τοῦ παναγάθου Θεοῦ, καὶ τὴν ἐπὶ τοῖς ἀσεβέσιν ἀνεξικακίαν αὐτοῦ, τήν τε ἐνδιδομένην συγχώρησιν τοῖς ἁμαρτάνουσιν· ἣν ὑπερεκπληττόμενος, ἑαυτοῦ κατηγορεῖ ὡς ὀλιγοψυχοῦντος καὶ μικροῦ δεῖν σαλευθέντος, καὶ τῆς ψυχῆς τὰς βάσεις περιτραπέντος, δι' ἃς ἑώρα τῶν ἀσεβῶν καὶ ἀθέων ἀνδρῶν εὐπραγίας. Πλὴν ἀποδυσπετήσας ἐν τοῖς πρώτοις, προϊὼν τὴν
καταστροφὴν αὐτῶν θεσπίζει λέγων· Κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; Ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, καὶ τὰ τούτοις ἀκόλουθα. Βʹ. Ὁ δεύτερος ἐπὶ ποίαις περιστάσεσιν τὰ ἐν τῷ πρώτῳ λέλεκτο διδάσκει, ἀποδυρόμενος τῆς Ἱερουσαλὴμ τὴν ἐσχάτην πολιορκίαν, ἣν πέπονθεν ἐπὶ τῶν Ῥωμαϊκῶν χρόνων, σημαίνων τε τὴν ἐπανάστασιν τῶν τὸν τόπον πολιορκησάντων· ὃ δὴ παρίστησι φήσας· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Οἷς ἑξῆς ἐπιλέγει· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· οἷς αὖθις ἐπιλέγει· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν· οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι·
THE CONTENTS OF THE PSALMS INSCRIBED WITH THE NAME OF ASAPH. 1. Those inscribed with the name of Asaph are twelve in number, but one of these has been separated from the connection of the eleven set before us, and has been placed before the fiftieth psalm. The forty-ninth, then, is inscribed with the name of Asaph; and the reason that fell to our lot we set out when explaining those passages. The first of Asaph's psalms that now lies before us introduces the prophet marveling exceedingly at the long-suffering of the all-good God, and at his forbearance toward the impious, and at the forgiveness granted to those who sin; and being struck with exceeding wonder at this, he accuses himself as being fainthearted and all but shaken, and as having the foundations of his soul overturned, because of the prosperity of the impious and godless men which he saw. Yet after giving way to despondency at the first, proceeding onward he foretells their destruction, saying: You cast them down when they were lifted up. How did they become a desolation in an instant? They failed, they perished because of their own folly, and the things that follow these. 2. The second teaches in what circumstances the things said in the first were spoken, lamenting the final siege of Jerusalem, which it suffered in the Roman times, and signifying the uprising of those who besieged the place; which he sets forth when he says: Why, O God, have you thrust us away to the end? Your wrath was kindled against the sheep of your pasture. To which he next adds: As in a thicket of wood with axes they cut down its doors at once; with a hatchet and a stonecutter's tool they threw it down. They burned your sanctuary with fire; to which he again adds: We have not seen our signs; there is no longer a prophet, and he will no longer know us.
τῷ γὰρ φάσκειν μηκέτι προφήτας γεγονέναι κατὰ τὴν δηλουμένην πολιορκίαν σημεῖον ἦν τῆς ὑστάτης αὐτῶν ἀποπτώσεως. Ἕπεται δὲ ταῦτα σφόδρα ἀκολούθως ταῖς διὰ τῶν ἔμπροσθεν περὶ τοῦ Χριστοῦ λεχθείσαις προῤῥήσεσιν. Ἐπειδὴ γὰρ ἐλθόντα αὐτὸν μὴ παρεδέξαντο, ἀναγκαίως τὴν ἐπελθοῦσαν αὐτοῖς ὀργὴν μετὰ τὰ κατ' αὐτοῦ τολμηθέντα αὐτοῖς θεσπίζει. Γʹ. Ὁ τρίτος τοῦ Ἀσὰφ εἰς τὸ τέλος παραπέμπει τὸν τοῖς προτέροις ἐντετυχηκότα, καὶ παραινεῖ μὴ διαφθεῖραι. Ἐπιγράφει τε πρὸς τούτοις, ὅτι καὶ ψαλμὸς εἴη καὶ ᾠδή· ἐπειδὴ περιέχει εὐχαριστίαν τῶν εἰς τὸν Χριστὸν πεπιστευκότων. Καὶ τὴν τοῦ Θεοῦ δικαιοκρισίαν παρίστησι διδάσκων ὅπως ἔστησεν ἡμέραν κρίσεως, ἐν ᾗ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ οὔτε οἱ κατὰ τὸν παρόντα βίον κακούμενοι τῆς παρὰ τῷ Θεῷ μελλούσης ἐλπίδος ἀποπεσοῦνται, οὔθ' οἱ κατὰ τὸν ἐνεστῶτα καιρὸν ἐπαρθέντες καὶ καταλαζονευσάμενοι τοῦ Χριστοῦ ἀτιμώρητον ἕξουσι τὸν μετὰ ταῦτα βίον. Διὸ ἐκ προσώπου μὲν τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν ἀναφωνεῖ τό· Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· περὶ δὲ τῶν τὰ κατὰ τοῦ Σωτῆρος ἡ μῶν τολμησάντων προΐων ἐπάγει τό· Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν. Εἶθ' ἑξῆς ἐξ αὐτοῦ προσώπου τοῦ Χριστοῦ ἐπιφέρει τό· Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου. Δʹ. Καὶ ὁ παρὼν ψαλμὸς λέλεκται Ἐν ὕμνοις·
For their claim that prophets had ceased to exist at the siege here referred to was a sign of their final fall. These things follow very closely upon the predictions concerning Christ spoken in the preceding passages. For since they did not receive him when he came, he necessarily foretells for them the wrath that came upon them after the things they dared against him. 3. The third of Asaph's psalms sends to the end the one who has encountered the earlier ones, and exhorts him not to corrupt it. He further entitles it both a psalm and a song, since it contains the thanksgiving of those who have believed in Christ. And he sets forth the righteous judgment of God, teaching how he has appointed a day of judgment, on which he will render to each according to his works. And neither will those who are afflicted in the present life fall away from the hope that is with God hereafter, nor will those who in the present time were puffed up and insolently mocked Christ have their life thereafter go unpunished. Therefore, in the person of our Savior's apostles and disciples and evangelists, he declares: We will give thanks to you, O God, and we will call upon your name; but concerning those who dared things against our Savior, proceeding further he adds: I said to the lawless: Do not be lawless, and to those who sin: Do not lift up your horn. Do not lift up your horn on high, do not speak injustice against God. Then next, in the person of Christ himself, he adds: But I will declare forever, I will sing to the God of Jacob. And all the horns of the sinners I will shatter, and the horns of the righteous shall be exalted. 4. And the present psalm is spoken In hymns:
οὐ μόνον ἀλλὰ καὶ ᾠδὴ τυγχάνει ἀναπέμπουσα εἰς τὸ τέλος. Διαγράφει δὲ τῶν μὲν ἀποστόλων τοῦ Σωτῆρος καὶ τῆς Ἐκκλησίας αὐτοῦ τὴν ἀσφάλειαν, αὐτοῦ δὲ τὴν ἐν εἰρήνῃ μονὴν καὶ στάσιν, καὶ τὴν ἐπὶ τῆς Ἰουδαίας παρουσίαν· καὶ ὡς ἡ ἀληθινὴ αὐτοῦ πόλις, καὶ τὸ Σιὼν ὄρος τὸ ἀληθινὸν αὐτοῦ οἰκητήριον πάντοτε εἰρηνεύεται, οὐδὲ πώποτε ἐχθροῖς ὑποχείριον γιγνόμενον. Ὃ δὴ σημαίνει λέγων· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐγενήθη εἰρήνη ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἶθ' ἑξῆς τῶν ἐχθρῶν αὐτοῦ καὶ τῶν τῆς Ἐκκλησίας αὐτοῦ πολεμίων τὴν πτῶσιν παρίστησιν ὧδε φάσκων· Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον· καὶ πάλιν· Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοὺς ἵππους· οἷς ἐπισυνάπτει τὴν ἔνδοξον τοῦ Σωτῆρος παρουσίαν λέγων· Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ καταστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς βασιλεῖς τῆς γῆς. Εʹ. Καὶ ὁ μετὰ χεῖρας τοῦ μὲν Ἀσὰφ τυγχάνει, ὑπογράφει δὲ, Ὑπὲρ Ἰδιθούμ· περὶ οὗ προδιειλήφαμεν διὰ τῶν ἔμπροσθεν. Ἔοικεν δὲ ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάττειν τοὺς λόγους, πολλὰ ὡς εἰκότως ἐφ' οἷς ἀκήκοεν περὶ τοῦ λαοῦ καταστενάζοντος,
It is not only a psalm but also a song that is sent up, reaching to the end. It describes the security of the Savior's apostles and of his Church, and his own abiding and stability in peace, and his presence in Judea; and how his true city, and Mount Zion, his true dwelling place, is always at peace, never at any time becoming subject to enemies. This is what he signifies when he says: God is known in Judea; in Israel his name is great. His place has become peace, and his dwelling place in Zion. Then next he sets forth the fall of his enemies and of the foes of his Church, saying here: There he shattered the powers of bows, weapon and sword and war; and again: All those who were foolish in heart were troubled. They slept their sleep, and all the men of wealth found nothing in their hands. At your rebuke, O God of Jacob, all who mounted horses slumbered; to these he appends the glorious presence of the Savior, saying: From heaven you caused judgment to be heard; the earth feared and was silent when God arose to judgment, to save all the kings of the earth. 5. And the one at hand belongs to Asaph, but it bears the superscription, For Idithun; concerning whom we have previously determined in the earlier passages. It seems that he composes the words for Idithun, groaning much, as is reasonable, over what he has heard concerning the people.
λειποθυμοῦντός τε ἤδη καὶ μικροῦ δεῖν καὶ ἑαυτὸν ἀπογινώσκοντος διὰ τὰς τοῦ λαοῦ παρανομίας καὶ τὰ συμβησόμενα δι' αὐτὰς τῷ παντὶ ἔθνει. Δι' ὃ ἐν ἀρχῇ μὲν ὡς ἐκ προσώπου αὐτοῦ τίθησι τὸ, Φωνῇ μου πρὸς τὸν Θεὸν ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι· εἶθ' ἑξῆς τὴν γενομένην αὐτῷ ἀθυμίαν ὑποφαίνει λέγων· Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Ἐταράχθην καὶ οὐκ ἐλάλησα. Καὶ ἐπιλέγει· Νύκτωρ μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλον τὸ πνεῦμά μου. Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκρύψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Ταῦτ' ἦν τὰ λυπήσαντα τὴν τοῦ Ἰδιθοὺμ ψυχήν. Δι' ὃ καλῶς ὠλιγοψυχηκέναι ὡμολόγει. Ἀλλὰ τὸ θεῖον Πνεῦμα διὰ τοῦ προφήτου Ἀσὰφ ἑξῆς τὰ λυπηρὰ θεραπεύει ἐν οἷς φησι· Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ· καὶ αὖθις· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν αἱ ἄβυσσοι· πλῆθος ἤχους ὕδατος· καὶ ἐπισφραγίζεται λέγων· Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ἀναγκαίως δὲ τούτων ὁ Ἀσὰφ ὑπέμνησετὸν Ἰδιθοὺμ, ὡς ἂν μηκέτι λέγοι· Ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου·
since he was already fainthearted and all but despairing of himself because of the lawlessness of the people and the things that would befall the whole nation on account of them. For this reason, at the beginning he sets down, as it were in his own person, the words "With my voice I cried to God, with my voice to God, and he gave heed to me"; then next he discloses the despondency that came upon him, saying: "My soul refused to be comforted, it grew weary and my spirit fainted within me. I was troubled and I did not speak." And he adds: "By night I mused with my heart and my spirit was searched out. Will the Lord cast off forever, and will he no longer be well pleased? Or will he hide his mercy to the end from generation to generation? Or will God forget to have compassion, or will he shut up his mercies in his anger?" These were the things that grieved the soul of Idithum. For this reason he rightly confessed that he had fainted. But the divine Spirit, through the prophet Asaph, next heals the griefs, in the words: "Who is a great God as our God? You are the God who works wonders. You made your power known among the peoples, you redeemed your people with your arm, the sons of Jacob and Joseph"; and again: "The waters saw you, O God, the waters saw you and were afraid, the deeps were troubled; a multitude of the sound of waters"; and he seals it by saying: "You led your people like sheep by the hand of Moses and Aaron." And Asaph necessarily reminded Idithum of these things, so that he should no longer say: "My spirit grew weary and fainted within me.
πιστεύων δὲ τοῖς πάλαι ἐπὶ Μωϋσέως τοῦ Θεοῦ παραδόξοις ἔργοις, δι' ὧν ἐλυτρώσατο τὸν λαὸν, τὰ ὅμοια καὶ εἰς τὸν ἐπιόντα χρόνον ἐλπίζοι γενήσεσθαι. ς ʹ. Ὁ ἕκτος οὐκέτι ψαλμὸς οὐδὲ ᾠδὴ οὐδὲ ὕμνος, οὐδὲ ἀναπέμπει εἰς τὸ τέλος. Ὅθεν οὐδὲν τούτων ἐπιγέγραπται· διεγείρει δὲ ἡμᾶς εἰς σύνεσιν τῶν ἐμφερομένων. Διὰ τί δὲ μηδὲν τῶν προειρημένων ἡ προγραφὴ περιέχει, ἀλλ' ἐπειδήπερ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων ἔθνους κατηγορεῖ, καταριθμούμενος αὐτῶν τὰ πάλαι ἀσεβήματα; Τοῦτο δὲ πράττει ὁ προφήτης εἰς ἀπολογίαν τῆς τοῦ Θεοῦ δικαιοκρισίας· μέλλων γὰρ θεσπίζειν τὰ συμβησόμενα τῷ ἔθνει πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας, ἀναγκαίως διδάσκει, ὅτι μὴ ἐπὶ μικροῖς ἀσεβήμασι ταῦτα πείσονται. Διόπερ καταριθμεῖται ὁσάκις ἥμαρτε καὶ ὁσάκις ἤνεγκεν αὐτοὺς ἡ τοῦ Θεοῦ μακροθυμία, καὶ ὡς ὕστερον πληρώσαντας αὐτοὺς τὸ μέτρον τῶν ἀσεβημάτων δικαιότατα μετῆλθεν ἡ ἐκ Θεοῦ ὀργή. Ἵν' οὖν ταῦτα γνῶμεν, ἀναγκαίως ἐπιγράφει, Συνέσεως τῷ Ἀσὰφ, καὶ προϊὼν ἑξῆς ἀνακεφαλαιοῦται αὐτῶν πάσας τὰς παρανομίας. Ζʹ. Ἐπιτεμόμενος τὸ πλῆθος τῶν ἀσεβημάτων τοῦ Ἰουδαίων ἔθνους, καὶ ὥσπερ ἐν στήλῃ τὰς κατ' αὐτῶν κατηγορίας ἐντυπώσας, ἀκολούθως διὰ τῶν προκειμένων τὴν γενομένην κατ' αὐτῶν ἐπανάστασιν κατὰ τοὺς χρόνους Ἀντιόχου τοῦ τῆς Συρίας βασιλέως θεσπίζει. Ὁ ἐπελθὼν τοῖς Ἱεροσολύμοις, οὐ καθαιρεῖ μὲν, βεβηλοῖ δὲ τὸ ἱερὸν, εἰδωλολατρεῖν ἐπαναγκάσας τὸ ἔθνος. Τούτων δὲ τὴν ἱστορίαν ἡ τῶν ἐπιγεγραμμένων Μακκαβαίων βίβλος περιέχει· ἐν ᾗ καὶ τὰ πλήθη τῶν ἀνῃρημένων, οἵ τε τρόποι τῶν ὑπὸ εὐσεβείας μεμαρτυρηκότων παρ' αὐτοῖς ἀνεγράφησαν.
But trusting in the wondrous works of God done long ago in the time of Moses, by which he redeemed the people, he would hope that similar things would also come to pass in the time to come. 6. The sixth is no longer a psalm nor an ode nor a hymn, nor does it send up to the end. Hence none of these things is inscribed as a title; but it awakens us to understanding of what is contained in it. And why does the superscription contain none of the things previously mentioned, but rather because the whole discourse accuses the nation of the Jews, enumerating their ancient impieties? The prophet does this for the defense of God's righteous judgment; for being about to prophesy the things that will befall the nation before the coming of the Savior, he necessarily teaches that they will suffer these things not for small impieties. Therefore he enumerates how often they sinned and how often the patience of God bore with them, and how, when later they had filled up the measure of their impieties, the wrath from God most righteously came upon them. In order, then, that we may know these things, he necessarily inscribes it, Of understanding, for Asaph, and proceeding in what follows he recapitulates all their transgressions. 7. Summarizing the multitude of the impieties of the nation of the Jews, and as if imprinting the accusations against them on a pillar, he consequently through the things set before us prophesies the uprising that came against them in the times of Antiochus king of Syria. He, having come against Jerusalem, does not tear down but profanes the temple, compelling the nation to worship idols. The book of the Maccabees, which is inscribed with their name, contains the history of these things; in which both the multitudes of those slain and the manners of those who were martyred among them for piety were recorded.
Διὸ τὸ προφητικὸν Πνεῦμα ἔντευξιν ὑπὲρ τοῦ παντὸς ἀναπέμπει λαοῦ φάσκον· Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Ταῦτα γὰρ ἦν σεμνολογήματα τοῦ ἔθνους· διὸ σὺν παῤῥησίᾳ πολλῇ λέλεκτο. Ἀλλ' οὐ τοιαῦτα ἦν τὰ ἐν τῷ γʹ καὶ οʹ, δι' οὗ ἐλέγετο· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Ἐν ἐκείνοις γὰρ τὴν εἰς τέλος ἀποβολὴν τοῦ ἔθνους ἐδήλου, καὶ τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ ἀπόπτωσιν. Καὶ ἐν ἐκείνῳ μὲν οὐκ ἐμφέρεται χρηστὸν τέλος οὐδὲ ἐπαγγελία τις θεραπεύουσα τὰ λελεγμένα· ἐν δὲ τῷ παρόντι μετὰ τὰ
σκυθρωπὰ ἐπισυνάπτει τῷ τέλει τοῦ παντὸς λόγου· Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Ἡμεῖς δὲ, λαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα. Εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. Αὗται γὰρ σαφῶς δικαίων τυγχάνουσι φωναί. Ηʹ. Ἡ ὀγδόη προφητεία τοῦ Ἀσὰφ πολλὰ σημαίνει κατὰ τὸ αὐτὸ διὰ τῆς προγραφῆς· ἔστι γὰρ, εἰς τὸ τέλος, καὶ, ὑπὲρ τῶν ἀλλοιωθησομένων, καὶ, ψαλμός· πρὸς τούτοις ἅπασιν ἐπιτετήρηται ὡς καὶ μαρτύριον εἴη μόνος οὗτος τῶν ἐν πάσῃ τῇ βίβλῳ φερομένων οὕτως ἐπιγεγραμμένος. Εἰς μὲν οὖν τὸ τέλος ἀναπέμπει διὰ τὸ θεσπίζειν τὸ μέλλον· ὑπὲρ δὲ τῶν ἀλλοιωθησομένων, διὰ τὴν μεταβολὴν τῶν διὰ τῆς προφητείας δηλουμένων·
Therefore the prophetic Spirit sends up an entreaty on behalf of the whole people, saying: O God, the nations have come into your inheritance; they have defiled your holy temple; they have laid Jerusalem in ruins. They have given the dead bodies of your servants as food to the birds of the air, the flesh of your holy ones to the beasts of the earth. For these things were the solemn utterances of the nation; therefore they were spoken with great boldness. But such were not the things in the third and seventieth psalm, through which it was said: Why, O God, have you cast us off forever? Has your anger been kindled against the sheep of your pasture? For in those words he indicated the final rejection of the nation, and the utter fall of Jerusalem. And in that psalm no goodly ending is included, nor any promise that heals what has been said; but in the present one, after the
gloomy things, he adds at the end of the whole discourse: Repay our neighbors sevenfold into their bosom, for the reproach with which they reproached you, O Lord. But we, your people and the sheep of your pasture, will give thanks to you forever. From generation to generation we will declare your praise. For these are clearly the voices of the righteous. 8. The eighth prophecy of Asaph signifies many things at once through its superscription; for it is, for the end, and, concerning those who shall be changed, and, a psalm; besides all these, it has been observed that this alone, of those contained in the whole book, is thus inscribed as a testimony. For he sends it up for the end because he foretells the future; and concerning those who shall be changed, because of the transformation of the things made known through the prophecy;
μαρτύριον δὲ εἴρηται διὰ τὸ μαρτύρεσθαι περὶ τοῦ ἐν αὐτῷ προαναφωνουμένου ἀνδρὸς καὶ τοῦ καλουμένου Υἱοῦ ἀνθρώπου. Υἱὸν γάρ τινα ἀνθρώπου εἰσάγει καὶ ἄνδρα δεξιᾶς τοῦ Θεοῦ τοῦτον ὀνομάζει. Πρῶτον μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους τὴν ἀπὸ Αἰγύπτου πορείαν καὶ τὴν ἐπὶ τῆς Παλαιστινῶν γῆς οἴκησιν παρίστησιν ἐν ἀλληγορίας τρόπῳ φάσκων· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτὴν, καὶ τὰ τούτοις ἀκόλουθα· εἶτα δηλοῖ τὴν ἐσομένην ἐρημίαν αὐτῶν φάσκων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Καὶ περὶ τῶν πολιορκησάντων δὲ διδάσκει λέγων· Ἐλυμῄνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Δι' ὧν δύο πολιορκητὰς ἔσεσθαι τοῦ ἔθνους σημαίνει· ὃ δὴ γέγονε μὲν καὶ κατὰ τοὺς τῶν Βαβυλωνίων χρόνους· πρῶτος γὰρ ὁ Ἀσσύριος ἐπελθὼν τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ αἰχμαλώτους ἀπήγαγεν· εἶτα μετὰ τοῦτον ὁ Βαβυλώνιος τοὺς ὑπολοίπους ἐχειρώσατο, τὴν Ἱερουσαλὴμ σὺν τῷ ναῷ πυρπολήσας. Ὃ δὴ θεσπίζει φάσκων ὁ λόγος· Ἐμπεπυρισμένη ἐν πυρὶ καὶ ἀνεσκαμμένη· γέγονε δὲ καὶ ἐπὶ τῆς Ῥωμαίων βασιλείας, πρῶτον μὲν πολιορκήσαντος αὐτοὺς Τίτου τοῦ καὶ τὸ ἱερὸν πυρπολήσαντος μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ Σωτῆρος ἡμῶν· ἔπειτα Ἀδριανοῦ τοῦ τὴν πόλιν αὐτὴν ἄβατον Ἰουδαίοις εἶναι νομοθετήσαντος. Ἀλλ' ἐπειδὴ ταῦτα περὶ τῆς πολιορκίας ἐθέσπισε τοῦ ἔθνους, προϊὼν περὶ τῆς σωτηρίου θεοφανείας εὐχὴν ἀναπέμπει λέγων· Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ Υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ.
It is called a testimony because it testifies concerning the man foretold in it and concerning the one called the Son of Man. For it introduces a certain Son of Man and names him a man of God's right hand. First, then, it sets forth the journey of the Jewish nation from Egypt and their dwelling in the land of the Palestinians in the manner of allegory, saying: You brought a vine out of Egypt; you cast out the nations and planted it, and what follows these things. Then it makes clear the desolation that will come upon them, saying: Why did you break down its fence, and all who pass by the way pluck at it? And it teaches concerning those who will besiege it, saying: A boar from the forest ravaged it, and a wild beast devoured it. By these things it signifies that there will be two besiegers of the nation—which indeed happened also in the times of the Babylonians. For first the Assyrian came upon them and led away the ten tribes of Israel captive; then after him the Babylonian subdued the remnant, burning Jerusalem together with the temple. This the word declares, saying: Burned with fire and dug up. And it happened also in the reign of the Romans, first when Titus besieged them and burned the temple after the things they dared against our Savior; then when Hadrian legislated that the city itself be forbidden to Jews. But since it declared these things concerning the siege of the nation, proceeding further it sends up a prayer concerning the saving manifestation of God, saying: Let your hand be upon the man of your right hand, and upon the Son of Man whom you strengthened for yourself.
Παρακαλεῖ δὲ ἐν τούτοις τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ ὀφθῆναι ἐπὶ γῆς. Δι' αὐτοῦ γὰρ, φησὶν, ἡμεῖς οἱ παραδεξάμενοι αὐτὸν οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ἀλλὰ καὶ ζωώσεις ἡμᾶς δι' αὐτοῦ· δι' ὃ καὶ ἱκετεύομεν λέγοντες· Κύριε τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, διὰ τοῦ δηλωθέντος ἀνδρὸς, καὶ σωθησόμεθα.Θʹ. Σφόδρα ἀκολούθως τοῖς προλεχθεῖσιν ἡ μετὰ χεῖρας προφητεία ὑπὲρ τῶν ληνῶν προγέγραπται, καὶ εἰς τὸ τέλος ἀναπέμπει. Ληνοὺς δὲ διὰ τούτων ὀνομάζει τὰς καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίας τοῦ Θεοῦ, ἐν οἷς ὁ τρυγητὸς τῆς ἁγίας ἀμπέλου συνῆκται. Παραδόξως δὲ προγέγραπται, ὑπὲρ τῶν ληνῶν, μετὰ τὸν ἀφανισμὸν τῆς προτέρας ἀμπέλου. Ἐκείνης γὰρ λυμανθείσης ὑπὸ τοῦ ἀγρίου συὸς, τοῦ τε φραγμοῦ αὐτῆς καθαιρεθέντος, ἐνταῦθα πολλῶν ληνῶν καὶ οὐκέτι μιᾶς ὁ λόγος μνημονεύει. Ληνὸν δὲ μίαν τὴν πρώτην ἐδήλου καὶ ὁ Ἡσαΐας λέγων· Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, δηλαδὴ τῷ ἀμπελῶνι. Ἀλλ' ἐπεὶ τὴν πτῶσιν ἐδήλου τοῦ προτέρου πύργου, καὶ τὸν ἀφανισμὸν τοῦ προληνίου, τήν τε τοῦ παντὸς ἀμπελῶνος ἐρημίαν ἐν ἐκείνοις· εἰκότως διὰ τοῦ παρόντος τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν εὐαγγελίζεται, ὑπὲρ τῶν ληνῶν ἐπιγράψας τὴν προφητείαν. Διὸ ἐπὶ χαρὰν καὶ εὐφροσύνην προκαλεῖται τοὺς εὐαγγελιζομένους φάσκων· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν· ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον,
In these words he entreats that the man of God's right hand be seen upon the earth. For through him, he says, we who have received him will surely not depart from you, but you will also give us life through him; for which reason we also supplicate, saying: Lord of the powers, turn us back, and make your face shine, through the man who has been made known, and we shall be saved. 9. Very much in keeping with what has been said before, the prophecy at hand has been inscribed concerning the winepresses, and it sends its meaning to the end. By these he names as winepresses the Churches of God throughout the whole inhabited world, in which the vintage of the holy vine has been gathered. Paradoxically, it has been inscribed concerning the winepresses after the destruction of the former vine. For when that vine had been ravaged by the wild boar, and its fence torn down, here the account makes mention of many winepresses and no longer of one. And Isaiah also indicated one winepress as the first, saying: And I built a tower, and dug a wine-vat in it, namely in the vineyard. But since in those words he indicated the fall of the former tower, and the destruction of the wine-vat, and the desolation of the whole vineyard, reasonably through the present passage he proclaims the calling of all the nations, having inscribed the prophecy concerning the winepresses. Therefore he summons those who proclaim the good news to joy and gladness, saying: Rejoice in God our helper; shout aloud to the God of Jacob. Take up a psalm, and give a timbrel,
ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Ταῦτα μὲν οὖν τοῖς ἀξίοις τοῦ Εὐαγγελίου, τοῖς τὰς ληνοὺς ἀπὸ τῶν οἰκείων καρπῶν πληροῦσι. Περὶ δὲ τοῦ Ἰουδαίων ἔθνους σαφῶς ἐπιλέγει· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐτῶν. Πολλῆς δὲ ἔχεται ἀκολουθίας ταῦτα πρὸς τὴν ἔμπροσθεν προφητείαν. Ὡς γὰρ ἐκεῖ τῆς ἀμπέλου τὸν ἀφανισμὸν ἐδήλου, οὕτω καὶ ἐνταῦθα τῶν αὐτῶν τὸ ἀπειθὲς καὶ ἀνήκοον ἐλέγχει· καὶ ὡς ἐν ἐκείνῳ ἄνδρα δεξιᾶς τοῦ Θεοῦ εἰσήγαγε, καὶ Υἱὸν ἀνθρώπου κεκραταιωμένον, οὕτω διὰ τῶν προκειμένων τὴν ὑπὲρ τῶν ληνῶν συνῆψε προφητείαν, δηλαδὴ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ ἃς ὁ Υἱὸς τοῦ ἀνθρώπου συνεστήσατο. Ιʹ. Θεοὺς εἰσάγει καὶ Θεὸν ἐν μέσῳ θεῶν διακρίνοντα τοὺς ὠνομασμένους θεοὺς ἐν τούτοις ὁ Ἀσὰφ ἀναγκαίως· ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν τοῦ παντὸς Ἰουδαίων ἔθνους κατηγόρει, ἀκολούθως ἐπὶ τοῦ παρόντος τοὺς παρ' αὐτοῖς ἄρχοντας ἰδίως ἐλέγχει. Εἶτ' ἐπειδὴ τὸν Χριστὸν τοῦ Θεοῦ ἐν τῷ πρὸ τούτου ἄνδρα ὠνόμασε δεξιᾶς αὐτοῦ καὶ Υἱὸν ἀνθρώπου κεκραταιωμένον, τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν σημήνας, ἵνα μή τις αὐτὸν ψιλὸν ὑπολάβοι ἄνδρα καὶ τοῖς πολλοῖς ὅμοιον, θεολογεῖ αὐτὸν ἐν τοῖς μετὰ χεῖρας φήσας· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Καὶ ὅπως μὴ ταραχθείη τις εἰς τὸν περὶ μοναρχίας λόγον, Θεὸν ἀκούων τὸν Χριστὸν τοῦ Θεοῦ, εἰκότως καὶ πλείονας θεοὺς ὀνομάζει τοὺς διὰ τῶν ἑξῆς κατηγορουμένους, μονονουχὶ παρακελευόμενος μὴ ἀποκνεῖν καὶ τὸν Υἱὸν Θεοῦ Θεὸν ἀποκαλεῖν.
A pleasing psaltery with a harp. These things, then, belong to those worthy of the Gospel, to those who fill the winepresses from their own fruits. But concerning the nation of the Jews he clearly adds: And my people did not hear my voice, and Israel did not attend to me. And I sent them away according to the devices of their heart. These things follow closely upon the earlier prophecy. For just as there he indicated the destruction of the vine, so also here he convicts the same people of disobedience and refusal to hear; and just as in that place he introduced the man of God's right hand, and the Son of man made strong, so through the present words he connects the prophecy concerning the winepresses, namely the Churches of God which the Son of man established. 10. Asaph necessarily introduces gods and a God in the midst of gods distinguishing those called gods in these words; for since through the preceding words he was accusing the whole nation of the Jews, consequently in the present passage he specifically convicts their rulers. Then, since in the passage before this he named the Christ of God a man of his right hand and a Son of man made strong, signifying his incarnate presence, lest anyone suppose him to be a mere man and like the many, he theologizes about him in the words at hand, saying: God stood in the assembly of gods. And so that no one be disturbed in the account of the monarchy by hearing the Christ of God called God, he reasonably also names more gods, those accused in what follows, all but exhorting us not to shrink from calling the Son of God God.
Εἰ γὰρ οἱ διαβαλλόμενοι τοῦ ἔθνους ἄρχοντες θεοὶ ἠξιώθησαν ὀνομασθῆναι, ποῖος ἂν γένοιτο κίνδυνος τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου τὸν κεκραταιωμένον Θεὸν ὁμολογεῖν; Εἶτ' ἐπὶ τέλει τοῦ παντὸς ὁ Προφήτης εὐχὴν ἀναπέμπει ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως φάσκων· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. Ἔοικε δὲ τούτῳ ἀκόλουθος εἶναι ὁ μθʹ ψαλμὸς, ἐν ᾧ καὶ αὐτῷ λέλεκτο· Θεὸς θεῶν Κύριος ἐλάλησε. Καὶ ἐν ἀμφοτέροις δ' οὖν Θεὸς θεῶν εἰσῆκται· καὶ πάλιν ἐν ἀμφοτέροις κρίνων ἀναγέγραπται. Καὶ ἐν μὲν τῷ παρόντι λέλεκται· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· ἐν δὲ τῷ μθʹ σφόδρα τούτοις ἀκολούθως ὅπως ἀναστὰς κρίνει τὴν γῆν ὑπογράφει ὁ λόγος φάσκων· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· καὶ ἑξῆς· Ὁ Θεὸς ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ τὰ ἑξῆς· δι' ὧν ὅπως μέλλει κρίνειν διεξέρχεται. Καὶ ἐπειδήπερ ἐν τῷ μετὰ χεῖρας λέλεκται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· εἰκότως ἐν τῷ μθʹ τοὺς παρὰ Μωϋσεῖ περὶ θυσιῶν ἀνατρέπει νόμους, ἕτερον τρόπον παραδιδοὺς λογικῆς θυσίας, τὸν καθ' ὅλης τῆς οἰκουμένης ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπιτελούμενον· δι' ὃ λέλεκται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. ΙΑʹ. Ὁ παρὼν λόγος, τελευταῖος ὢν τοῦ Ἀσὰφ, ἱκετηρίαν περιέχει καὶ παράκλησιν ὑπὲρ τοῦ λαοῦ σφόδρ' ἀκολούθως.
For if the slandered rulers of the nation were deemed worthy to be called gods, what danger would there be in confessing the man of the right hand of God and the Son of man who has been made strong, God? Then at the end of the whole, the Prophet sends up a prayer on behalf of the calling of the nations, saying: Arise, O God, judge the earth, for you shall inherit in all the nations. And the forty-ninth psalm seems to follow this, in which it was also said: God of gods, the Lord, has spoken. And in both, then, the God of gods has been introduced; and again in both he is recorded as judging. And in the present one it is said: Arise, O God, judge the earth, for you shall inherit in all the nations; but in the forty-ninth the word describes very consistently with these things how, having arisen, he judges the earth, saying: God of gods, the Lord, has spoken, and he has called the earth from the rising of the sun to its setting; and next: God will come openly, and he will not keep silence. Fire shall burn before him, and what follows; through which he goes through how he is going to judge. And since it is said in the one at hand: For you shall inherit in all the nations; reasonably in the forty-ninth he overturns the laws concerning sacrifices among Moses, handing down another manner of rational sacrifice, the one being accomplished throughout the whole inhabited world in all the nations; for which reason it is said: For you shall inherit in all the nations. 11. The present discourse, being the last of Asaph, contains a supplication and an exhortation on behalf of the people, very consistently.
Ἐπειδὴ γὰρ ἐν τοῖς πρώτοις ἐθέσπισε τὴν ἐσχάτην τοῦ τόπου πολιορκίαν, εἶτ' ἀναδραμὼν τῷ χρόνῳ δευτέραν τὴν ὑπ' Ἀντιόχου γενομένην ἔταξεν, εἶτ' ἐπὶ ταύτης τρίτης ἐμνημόνευσε τῆς προαγούσης τοῖς χρόνοις, λέγω δὲ τῆς κατὰ τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων ἀρχῆς· ἀκολούθως διὰ τῶν προκειμένων δέησιν καὶ ἱκετηρίαν ἀναπέμπει ὑπὲρ τῆς τοῖς χρόνοις πρώτης πολιορκίας, καθ' ἣν πάντες οἱ περίοικοι τῆς Ἰουδαίας δεξιὰς τοῖς Ἀσσυρίοις κατ' αὐτῶν ὤρεξαν. Ὃ δὴ σημαίνει λέγων· Τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ,ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ' αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Οἷς ἑξῆς τὸ καταληψόμενον αὐτοὺς ὑπογράφει τέλος
φάσκων· Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμὸν, ὡσεὶ φλὸξ κατακαύσει ὄρη, καὶ τὰ ἐπιφερόμενα. Ἔνθα γενόμενος ἀναγκαίως ἐπιτηρήσεις, ὡς ὅπου μέμνηται τοῦ Ἀσσοὺρ, οὗτοι δὲ ἦσαν οἱ Ἀσσύριοι, καὶ τῶν προλεχθέντων ἐθνῶν τὴν κατ' αὐτῶν ποιεῖται δέησιν, καὶ τὴν καταστροφὴν αὐτῶν ἑξῆς θεσπίζει· καὶ ἐν τῷ οηʹ ὁμοίως, ἐν ᾧ τὰ κατὰ Ἀντίοχον προανεφώνει, ὃς Ἑλληνίζειν καὶ παραβαίνειν τὰ πάτρια ἠνάγκαζεν Ἰουδαίους. Πάλιν γὰρ κἀκεῖ τὴν καταστροφὴν τῶν πολεμίων προὔλεγεν. Οὐκέτι δὲ καὶ ἐν τῷ ογʹ, καθ' ὃν ἡ ἐσχάτη αὐτῶν ἐδηλοῦτο ἀποβολή. Οὗτοι μὲν οὖν οἱ συνημμένοι τοῦ Ἀσὰφ ιαʹ. Ὁ δὲ ιβʹ πρὸ τοῦ νʹ ψαλμοῦ κατατέτακται δι' ἣν ἀποδεδώκαμεν αἰτίαν τοὺς τόπους διηγούμενοι.
For since in the first [psalms] he foretold the final siege of the place, then running back in time he set in order the second, which took place under Antiochus, then on top of this he made mention of the third, which came earlier in time—I mean the rule over the Assyrians and Babylonians—consequently through the passages before us he sends up a petition and supplication concerning the first siege in time, at which all the neighbors of Judea stretched out their right hands to the Assyrians against them. This is what he means when he says: The tents of the Idumeans and the Ishmaelites, Moab and the Hagarenes, Gebal and Ammon and Amalek, the foreigners together with those who dwell in Tyre. For Assyria too came along with them; they became a support to the sons of Lot. To these he next describes the end that will overtake them, saying: O my God, make them like a wheel, like stubble before the wind, like fire that will set a thicket ablaze, like a flame that will burn up the mountains, and what follows. Having come to this point, you will necessarily observe that wherever he mentions Assyria—and these were the Assyrians—he makes petition concerning the nations previously mentioned and against them, and next foretells their destruction; and likewise in the 78th [psalm], in which he proclaimed beforehand the events under Antiochus, who compelled the Jews to Hellenize and to transgress the ancestral customs. For there too he foretold the destruction of the enemies. But no longer also in the 73rd, according to which their final rejection was made clear. These, then, are the eleven [psalms] joined together of Asaph. And the twelfth has been placed before the 50th psalm for the reason we have given when explaining the places.
Ἀλλὰ γὰρ μετὰ τὴν τούτων ἐπιτομὴν φέρ' ἐπαναλαβόντες τὸν πρῶτον, τὴν κατὰ μέρος αὐτοῦ διάνοιαν ἐπιθεωρήσωμεν. ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. ΟΒʹ.
Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ! Τὸ τρίτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν ἄρχεται μὲν ἀπὸ τοῦ παρόντος, περαιοῦται δὲ εἰς τὸν πηʹ, ὡς τοὺς πάντας περιέχειν ψαλμοὺς ἑπτὰ καὶ δέκα· ὧν ἐφεξῆς ιαʹ τυγχάνουσι τοῦ Ἀσάφ· εἶτα τῶν υἱῶν Κορὲ δʹ, καὶ τοῦ Δαυῒδ εἷς, καὶ Αἰθὰν τοῦ Ἐσδραίτου τελευταῖος. Ὁ μέντοι μετὰ χεῖρας τοῦ Ἀσὰφ (προφήτης δὲ ἦν οὗτος συγχρονίσας τῷ Δαυῒδ), Ψαλμὸς μὲν ἐπιγέγραπται, διὰ τὸ περιέχειν ἐπὶ τέλει τῶν λόγων τῶν μὲν ἀσεβῶν τὴν καταστροφὴν, τῶν δ' εὐσεβῶν τὸ παρὰ τῷ Θεῷ τεταμιευμένον ἀγαθὸν τέλος· ἃ δὴ παρίστη λέγων· Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν· ἄρχεται δ' ἀπὸ δογματικῆς διδασκαλίας, δι' ἧς αἰτίαν ἀποδίδωσι τῆς τῶν ἀσεβῶν κατά τινας καιροὺς εὐπραγίας· τὸ γὰρ ἀγαθὸν εἶναι καὶ μακρόθυμον τὸν Θεὸν, τοῦτό φησιν ὑπάρχειν αἴτιον. Ὃ δὴ διδάσκει καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; καὶ ἀλλαχοῦ δὲ εἴρηται· Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἀγαθὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν Ὡς ἀγαθὸς γοῦν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἔνθεν καὶ ὁ Σωτὴρ ὅρον περὶ τοῦ Πατρὸς ἐξήνεγκεν εἰπών· Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.
But after the summary of these things, come, let us take up the first psalm again and review its meaning in detail. A PSALM OF ASAPH. 72.
How good is God to Israel, to those upright in heart! The third part of the book of Psalms begins with the present psalm and ends with the 89th, so that it contains seventeen psalms in all; of these, eleven in succession are by Asaph; then four by the sons of Korah, and one by David, and the last by Ethan the Ezrahite. The psalm of Asaph now before us (this Asaph was a prophet who was contemporary with David) is inscribed "A Psalm" because it contains at the end of its words the destruction of the impious and the good end stored up with God for the pious; which he sets forth when he says: "For behold, those who remove themselves far from you shall perish; you have destroyed utterly everyone who plays the harlot away from you. But for me, to cleave to God is good." It begins with doctrinal teaching, through which he gives the reason for the temporary prosperity of the impious in certain seasons; for he says that the cause is that God is good and long-suffering. This the divine Apostle also teaches, saying: "Or do you despise the riches of his goodness and forbearance, not knowing that the goodness of God leads you to repentance?" And elsewhere it is said: "God is a righteous judge, and good and long-suffering, not bringing wrath every day." As good, then, he makes his sun rise on the righteous and the unrighteous, and sends rain on the evil and the good. Hence also the Savior declared a definition concerning the Father, saying: "No one is good except one, God.
Κἂν ἐξετάζῃς περὶ τοῦ Υἱοῦ, μαθήσῃ ὅπως ἐστὶ καὶ αὐτὸς ἀγαθός· ἐπείπερ ἀπαύγασμά ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Πατρὸς ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Τοιοῦτος μὲν οὖν ὁ Θεὸς πέφυκεν· ἔγνωσται δὲ οὐ πᾶσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραὴλ, τῷ διορατικῷ δηλαδὴ καὶ γνωστικῷ ἀνδρὶ, ὃν δὴ παρίστησι συνάπτων ἑξῆς καὶ λέγων, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ὁ γὰρ μηδὲν σκολιὸν κεκτημένος ἐν τῇ ἑαυτοῦ ψυχῇ, λογισμοῖς δὲ ὀρθοῖς ἐπιβάλλων τοῖς τῆς προνοίας λόγοις, αὐτὸς ἂν εἴη ὁ Ἰσραὴλ, ᾧ καὶ ἔγνωσται ἀγαθὸς ὢν ὁ Θεὸς δι' ὑπερβολήν τε ἀγαθότητος πάντων ἀνεχόμενος. Ἀλλ' ὁ μὲν Θεὸς τοιοῦτος. Ἐγὼ δὲ, ἄνθρωπος φιλαλήθης εἶναι θέλων, τὴν ἐμαυτοῦ διηγοῦμαι τῆς ψυχῆς νωθρίαν. Μικροῦ γὰρ δεῖν τὴν ἐμαυτοῦ στάσιν καὶ βάσιν, καὶ, ὡς ἂν εἴποι τις μεταφορικῶς, τοὺς τῆς ψυχῆς πόδας καὶ τὰ ἐρείσματα παρετράπην ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος διὰ τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίας. Ἀλλὰ παρὰ μικρὸν μὲν τοῦτ' ἔπαθον· διὰ δὲ τὴν τοῦ Θεοῦ χάριν οὐκ ἐσαλεύθην, οὐδὲ κατεκράτησέ μου ὁ προλεχθεὶς λογισμός· ἢ γὰρ ἂν ἀπωλόμην, καὶ πάντα μου τὰ διαβήματα κέχυτο· παρ' ὀλίγον γὰρ ἐξεχύθη τὰ διαβήματά μου, οὐ μὴν ἐξεχύθη. Νοήσεις δὲ ὅπως ἐκχεῖται ψυχῆς διαβήματα, ἐπιστήσας, ὡς ἤδη τινὲς, προκόψαντες ἐν ἀσκήσει θεοσεβείας, ἐν
And if you examine concerning the Son, you will learn how he too is good, since he is the radiance of eternal light and the unspotted mirror of the Father's activity, and the image of his goodness. Such, then, is God by nature; but he is known not to all, but only to Israel—that is, to the man who is clear-sighted and capable of knowledge—whom he sets forth, joining it next and saying, "to those upright in heart." For the one who possesses nothing crooked in his own soul, but applies right reasonings to the words of providence, this very one would be Israel, to whom God is known as good, because of the excess of his goodness he bears with all. But God is such. But I, wishing to be a lover of truth, recount the sluggishness of my own soul. For almost—so to speak—my own standing and footing, and, as one might say metaphorically, the feet and supports of my soul were turned aside from hope in God because of the prosperity of godless and impious men. But I suffered this almost; yet by the grace of God I was not shaken, nor did the reasoning previously mentioned take hold of me—for then I would have perished, and all my steps would have been poured out; for my steps were almost poured out, yet they were not poured out. And you will understand how the steps of the soul are poured out, having observed that already certain persons, having advanced in the exercise of piety, in
σωφροσύνῃ τε καὶ ἁγνείᾳ διαλάμψαντες μακροῖς χρόνοις, ὕστερόν ποτε ὑπεσύρησαν χαυνότερον βιώσαντες καὶ ὀλισθήσαντες, ἢ παντελῶς ἐκπεσόντες τοῦ σκοποῦ, καὶ ὥσπερ ναυάγιον παθόντες τῶν πάλαι συνηγμένων αὐτοῖς ἀγαθῶν πράξεων. Τούτων γὰρ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς πόδας τῆς ψυχῆς σεσαλεῦσθαι· οὐ μὴν ἀλλὰ καὶ ὅλους πεπτωκέναι, τά τε διαβήματα αὐτῶν καὶ τὰς κατὰ Θεὸν πορείας τὴν ἐν μακρῷ χρόνῳ προκοπὴν ἀποῤῥεῦσαι καὶ ἐκκεχῦσθαι. Ἀλλὰ ταῦτα μὲν παρὰ μικρὸν, φησὶν, ἔπαθον, οὐ μὴν πέπονθα διὰ τὸ τοῦ Θεοῦ ἔλεος. Πλὴν ἤμελλόν γε ταῦτα πάσχειν διὰ ζῆλον ὃν ἐζήλουν ἐπὶ τοῖς ἀνόμοις ὁρῶν τὴν εἰρήνην αὐτῶν καὶ τὴν ἐν πλούτῳ καὶ τρυφῇ, ἔν τε ἀρχαῖς καὶ ἀξιώμασιν εὐημερίαν. Εἰς ταῦτα γὰρ ἀφορῶν διεπριόμην, ὡς μικροῦ δεῖν κινδυνεῦσαι περιπεσεῖν ἀθέοις λογισμοῖς· οἷς οὐ περιπέπτωκα δόγμασιν ὀρθοῖς θεραπευόμενος, τοῖς ὑπομιμνήσκουσιν ἀγαθὸν εἶναι τὸν Θεὸν καὶ ἀνεξίκακον καὶ μακρόθυμον. Διόπερ ἐκπληττόμενος αὐτοῦ καὶ ἀποθαυμάζων τὴν ὑπερβολὴν τῆς ἀγαθότητος, εἶπον ἀρχόμενος τοῦ λόγου· Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ἀντὶ δὲ τοῦ· Ὡς ἀγαθὸς, ὁ Σύμμαχος· Πλὴν ὄντως, φησὶν, ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ, τοῖς καθαροῖς τὴν καρδίαν. Παρέστησε γάρ τίς εἴη ὁ Ἰσραὴλ, ἐπισυνάψας καὶ εἰπὼν, τοῖς καθαροῖς τὴν καρδίαν. Οὗτοι γάρ εἰσιν ὁ ἀληθινὸς Ἰσραήλ· διὸ ἐλέγετο καὶ ὑπὸ τοῦ Σωτῆρος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καὶ ὁ Ἰσραὴλ δὲ ὁρῶν τὸν Θεὸν ἑρμηνεύεται. Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν.
Those who shone brightly in self-control and purity for long years were later dragged down, having lived too slackly and slipped, or having completely fallen away from their goal, and having suffered shipwreck, as it were, of the good deeds they had long since gathered for themselves. For you would not be wrong to say that the feet of their soul were shaken on account of these things; indeed, that they had fallen entirely, and that their steps and their journeys according to God had flowed away and been poured out—the progress made over a long time. But these things, he says, they suffered nearly, yet I did not suffer them, because of God's mercy. Nevertheless, they were about to suffer these things because of the zeal with which I was zealous over the lawless, when I saw their peace and their prosperity in wealth and luxury, and in offices and dignities. For looking at these things, I was pierced through, so that I came near to being in danger of falling into godless thoughts; but I have not fallen into them, being healed by right doctrines, which remind us that God is good and forbearing and long-suffering. Therefore, struck with amazement at him and marveling at the exceeding greatness of his goodness, I said at the beginning of the discourse: How good is God to Israel, to the upright in heart. And instead of "How good," Symmachus says: But truly, he says, God is good to Israel, to those who are pure in heart. For he made clear who Israel is, adding also, "to those who are pure in heart." For these are the true Israel; therefore it was also said by the Savior: Blessed are the pure in heart, for they shall see God; and Israel is interpreted as "seeing God." For there is no turning back in their death, and no firm footing in their scourging.
Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. Ὡς ἐν ἱστορίᾳ διεξέρχεται τὰ ταράξαντα αὐτοῦ τὴν ψυχὴν, ἵνα γνῶμεν, ὅτι μὴ ἐπὶ μικροῖς ἐσαλεύθησαν αὐτοῦ οἱ πόδες παρ' ὀλίγον· μηδὲ ἐπὶ τοῖς τυχοῦσιν ἤμελλον ἑαυτοῦ ἐκχεῖσθαι τὰ διαβήματα. Τίνα δὲ ἦν ταῦτα; Οἱ ἀσεβεῖς καὶ τὸν Θεὸν οὐκ εἰδότες, οὕτω, φησὶν, ἐν εὐσταθείᾳ βίου καὶ θυμηδίαις διῆγον, καὶ μέχρις ἐσχάτης τελευτῆς τοσαύτης ἀπήλαυον τρυφῆς, ὡς καὶ πάνθ' ὁντινοῦν εὔξασθαι τῶν ἴσων αὐτοῖς τυχεῖν, ζηλῶσαί τε αὐτῶν οὐ μόνον τὴν ζωὴν, ἀλλὰ καὶ τὸν θάνατον, ὃν οὐδὲ παραιτήσασθαι ἐξῆν οὐδὲ ἀπευκτὸν ἡγήσασθαι. Οὕτως οὐκ ἦν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν. Ἀλλὰ καὶ εἰ συνέβη ποτὲ μάστιγι καὶ πληγῇ, τουτέστι περιστάσει καὶ συμφορᾷ περιπεσεῖν αὐτῶν τινα, ἢ ἐν νόσοις ἐξετασθῆναι καὶ ζημίαις, οὐκ ἦν στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Οὐ γὰρ στερεά τις ἦν καὶ ἐπίμονος ἡ κατ' αὐτῶν πληγή· βραχεῖα δέ τις καὶ ἐξ ἐπιπολῆς παρατρέχουσα. Οὐδὲ ἐν κόποις δὲ ἀνθρώπων ἐξητάζοντο, γεωπονοῦντες καὶ τὴν τροφὴν ἀπὸ χειρῶν ποριζόμενοι, πενίᾳ τε κατατρυχόμενοι· τοὐναντίον δὲ πλούτῳ περιῤῥεόμενοι καθηδυπάθουν ἐντρυφῶντες, καὶ μηδὲν ὅμοιον πάσχοντες τοῖς λοιποῖς ἀνθρώποις τοῖς μαστιζομένοις ἑκάστης ἡμέρας δι' ἐπιπόνου καὶ μοχθηροῦ βίου. Διὸ ἐν κόπῳ ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὅτι οὐκ ἐνεθυμοῦντο, περὶ θανάτου· στερεὰ γὰρ ἦν τὰ πρόπυλα αὐτῶν· καὶ ἑξῆς· Ἐν ταλαιπωρίᾳ, φησὶν, ἀνδρὸς οὐκ ἐγένοντο, οὐδὲ μετὰ ἀνθρώπων ἐπλήσσοντο.
They are not in the labors of men, and they will not be scourged with men. Therefore pride held them fast to the end. He recounts, as if in a history, the things that disturbed his soul, so that we may know that his feet were not shaken over small things—almost, but not quite—nor were his steps about to pour themselves out over ordinary things. What were these things? The impious and those who did not know God, he says, thus passed their lives in stability and delights, and enjoyed such luxury to the very end of life that anyone at all might pray to obtain the same things as they, and envy not only their life but also their death, which one could neither beg off nor deem to be deprecated. Thus there was no turning back in their death. But even if it ever happened that one of them fell into scourge and blow—that is, into circumstance and misfortune—or was tested in diseases and losses, there was no solidity in their scourge. For the blow against them was not something solid and persistent, but brief and passing over the surface. Nor were they tested in the labors of men, tilling the ground and procuring food from their hands, and worn down by poverty; on the contrary, flowing with wealth, they lived in pleasure and luxury, suffering nothing like the rest of men, who are scourged every day through a toilsome and wretched life. Therefore they are not in the labor of men, and they will not be scourged with men. Symmachus interpreted it thus: Because they did not think about death; for their gates were solid; and next: In the misery of man, he says, they were not, nor were they struck with men.
Ἐπεὶ οὖν ἐν τοιούτοις ἦσαν, διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία. Δέον γὰρ ἀσεβεῖς ὄντας, ὅσον ἐν ἀνθρωπίνοις λογισμοῖς, τἀπίχειρα πάσχειν τοῖς ἀσεβήμασιν· οἱ δὲ κατενετρύφων τοῦ βίου θεομαχοῦντες. Δι' ὃ ἐπιτριβόμενοι χείρους ἑαυτῶν ἐγίγνοντο, καὶ περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν· ἀνθ' οὗ ὁ Σύμμαχος· Ὑπερηφανίαν, φησὶν, ἠμφιώσαντο, ἀποθήκας ἐξ ἀδικίας ἔχοντες. Ἔτι μὴν πρὸς τούτοις· Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν· οὗ δὴ σαφεστέραν ὁ Σύμμαχος ἀπέδωκε τὴν διάνοιαν εἰπών· Προέπιπτον ἀπὸ λιπαρότητος οἱ ὀφθαλμοὶ αὐτῶν· καὶ ὁ Ἀκύλας δὲ ὁμοίως ἡρμήνευσε φήσας· Ἐξῆλθον ἀπὸ στέατος
ὀφθαλμοὶ αὐτῶν. Εἶτ' ἐπὶ τούτοις· Διήλθοσαν, φησὶν, εἰς διάθεσιν καρδίας, διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ· ἃ καὶ αὐτὰ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτω· Παρέβαινον τὰ φαινόμενα τῇ καρδίᾳ καταμωκώμενοι. Καὶ γὰρ αὐτὰ τὰ τοῖς πάντων ὀφθαλμοῖς ὁρώμενα ἔργα τοῦ Θεοῦ, καὶ τὰ προφανῆ τῆς Προνοίας θαύματα παρέβαινον οὗτοι, νοοῦντες μὲν καὶ συνιέντες αὐτὰ, καταμωκώμενοι δὲ καὶ χλευάζοντες δι' ὑπερβολὴν ἀπονοίας. Ἔτι μὴν ἐλάλησαν ἐν πονηρίᾳ, καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐφθέγγοντο. Ἔθεντό τε εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. Καὶ ταῦτα δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐλάλουν ἐν πολλῇ συκοφαντίᾳ, τοῦ ὕψους κατελάλουν. Ἔτασσον εἰς οὐρανὸν τὸ στόμα αὐτῶν· ἡ δὲ γλῶσσα αὐτῶν περιπατήματα ἐν τῇ γῇ.
Since, then, they were in such a state, for this reason pride held them fast. For although, being impious, they ought—as far as human reasoning goes—to suffer the recompense of their impieties, yet they reveled in luxury while fighting against God. For which reason, being worn away, they became worse than themselves, and they clothed themselves with their own injustice and impiety; in place of which Symmachus says: "They clothed themselves," he says, "with pride, having storehouses from injustice." Moreover, in addition to these things: "Their injustice shall go forth as from fat." Symmachus rendered the meaning of this more clearly when he said: "Their eyes fell out from fatness." And Aquila likewise interpreted it, saying: "Their eyes went forth from fat."
Then, upon these things: "They passed through," he says, "into the disposition of the heart; they thought and spoke in wickedness." Symmachus also interpreted these same things thus: "They transgressed the things that appear, mocking in their heart." For these men transgressed even the very works of God that are seen by the eyes of all, and the manifest wonders of Providence, understanding and comprehending them, yet mocking and scoffing at them out of excess of madness. Moreover, they spoke in wickedness, and they uttered injustice unto the height. And they set their mouth against heaven, and their tongue passed over the earth. And these things too Symmachus interpreted thus: "They spoke in great slander, they spoke against the height. They set their mouth against heaven; and their tongue was walkings upon the earth.
Βλάσφημα γὰρ προφερόμενοι ῥήματα κατὰ τοῦ Θεοῦ, ὡς μήτε ὁρῶντος μήτε ἐπισκοποῦντος, μήτε μὴν ὅλον ὑπάρχοντος, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν, καὶ μέχρι τοῦ οὐρανοῦ ἐξέτεινον ἑαυτῶν τὸ στόμα· καὶ ταῦτα ταπεινοὶ ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ τῆς γῆς ἔχοντες. Ταῦτ' ἦν δι' ἃ ὡμολόγουν τὸ ἐμαυτοῦ πάθος, κατ' ἐμαυτοῦ στηλιτεύων ἔγγραφον κατηγορίαν, καὶ ὅτι παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες μου, καὶ παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν. Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Τὰ μὲν ἄθεα τῶν ἀσεβῶν ῥήματα καὶ ἡ κρατήσασα αὐτῶν ὑπερηφανία τοιαύτη τις ἦν οἵα δεδήλωται. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὡς αὐτὰ ταῦτα πρὸς ἀγαθοῦ γεγένηται τῷ ἐμῷ λαῷ. Εἰ γὰρ καὶ τὰ μάλιστα πρός τινα καιρὸν αὐτοῖς ἐκείνοις τοῖς ἀσεβέσιν ὁ ἐμὸς λαὸς παρεδόθη εἰς ἔκπραξιν ἁμαρτημάτων, ἀλλ' ἡ ὑπερβολὴ τῆς τῶν προλεχθέντων ἀπονοίας, πτῶσιν αὐτοῖς ἐργασαμένη καὶ ὀλέθρου γενομένη αὐτοῖς αἰτία, ἄνεσιν καὶ ἀναπνοὴν τῷ ἐμῷ παρέξει λαῷ. Ἐκπεσόντων γὰρ ἐκείνων καὶ ἀπολομένων διὰ τὰς οἰκείας ἀσεβείας, ὁ λαός μου ἐπιστρέψει ἐνταῦθα, τουτέστιν ἐν τῷ παρόντι βίῳ· καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς, δηλαδὴ τοῖς ἐν τῷ ἐμῷ λαῷ ἀξίοις. Πλήρεις δὲ ἡμέραι εἰσὶν αἱ παντὸς ἀγαθοῦ πεπληρωμέναι, καὶ τὸν οἰκεῖον χρόνον τῆς ζωῆς ἀποπληροῦσαι. Οὕτω λέλεκταί που, ὅτι Ἐκοιμήθη πλήρης ἡμερῶν. Ὁ μὲν οὖν ἐμὸς λαὸς ἐκ τούτων ὠφέληται· οἵ γε μὴν προλεχθέντες ἀσεβεῖς καὶ ἄθεοι οὕτως ἠσέβουν, ὡς τοὺς ὁρῶντας ἀμηχανεῖν καὶ λέγειν·
For they uttered blasphemous words against God, as though he neither saw nor watched over, nor indeed existed at all; they spoke injustice on high, and stretched out their mouth as far as heaven—and this though they were lowly and had their tongue on the earth. These were the things for which I confessed my own suffering, pillorying myself with a written accusation, and that my feet were almost shaken, and my steps were nearly poured out, because I was jealous over the lawless, watching the peace of sinners. For this reason my people will turn back here, and full days will be found among them. Such was the godless speech of the impious and the pride that held them fast, as has been shown. But one must not be ignorant that these very things have turned out for the good of my people. For even if my people were handed over to those impious men for a time, for the exaction of sins, yet the excess of the folly of those previously mentioned, having wrought their fall and become the cause of their destruction, will provide relief and breathing space for my people. For when those men have fallen and perished because of their own impieties, my people will turn back here—that is, in the present life—and full days will be found among them, namely among those worthy in my people. Full days are those filled with every good thing, and completing the proper time of life. Thus it has been said somewhere, that he fell asleep full of days. My people, then, have been benefited by these things; but those previously mentioned impious and godless men were so impious that those who saw them were at a loss and said:
Πῶς ἔγνω ὁ Θεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ; εἰ γάρ ἐστιν ἐν τῷ Ὑψίστῳ γνῶσις, καὶ εἰ ταῦτα ἐφορᾷ, καὶ τοὺς ἐπὶ γῆς ἐπισκοπεῖ, πῶς οὗτοι τοιαῦτα δρῶντες εὐθηνοῦσιν, καὶ εἰς τὸν αἰῶνα κατέσχον πλούτου; Κἀγὼ δὲ, ταῦτα θεωρῶν, ἐθορυβούμην τοῖς λογισμοῖς, ὡς πρὸς ἐμαυτὸν ἐννοεῖν· Μήποτε ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας; Εἰ γὰρ τοῖς μὴ ταῦτα πεποιηκόσι τοσαύτη πάρεστιν εὐθυμία, εἰς μάταιον ἄρα ἐγὼ κοπιῶ, καὶ περιττῶς ἐσπούδακα δικαιοσύνης ἐπιμελόμενος· εἰκῆ δὲ καὶ μάτην ἐφύλαξά μου τὰς χεῖρας καὶ τὰς πράξεις ἐξ ἀδίκων ἔργων· εἰκῆ καὶ νηστείαις καὶ κακοπαθείαις κατατρύχων ἐμαυτὸν καὶ μαστίζων πᾶσαν ἡμέραν διετέλεσα· εἰκῆ καὶ μάτην ἐπόνουν, ἅμα τῇ ἕῳ ἀνιστάμενος καὶ ἐξαγορεύων ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς τὰς ἐμαυτοῦ ἁμαρτίας ἀποκλαόμενός τε καὶ τοὺς κατ' ἐμαυτοῦ προφέρων ἐλέγχους ἐν ταῖς πρὸς τὸν Θεὸν ἐξομολογήσεσι. Ταῦτ' ἦν ἃ ἐνθυμούμενος, παρὰ μικρὸν ἐσαλευόμην. Ἀντὶ δὲ τούτων ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἴσως οὖν κἀγὼ μάτην ἐκάθαρα τὴν ψυχήν μου, καὶ ἐνιπτόμην ἐν ἀναμαρτησίᾳ τὰς χεῖράς μου, καὶ διετέλεσα μυκτηριζόμενος καθ' ἑκάστην ἡμέραν, καὶ ἐλεγχόμενος καθ' ἕκαστον ὄρθρον. Εἰ ἔλεγον, Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυντέθεικα. Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου· ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ
How did God know, and is there knowledge in the Most High? For if there is knowledge in the Most High, and if he watches over these things and oversees those on earth, how is it that these men, doing such things, prosper and possess wealth forever? And I, observing these things, was troubled in my thoughts, so as to consider within myself: Perhaps then I have justified my heart in vain, and washed my hands among the innocent, and have been scourged all day long, and my reproof comes every morning? For if such cheerfulness attends those who have not done these things, then I labor in vain, and I have been excessively zealous in cultivating righteousness; and in vain and to no purpose have I kept my hands and my actions from unjust deeds; in vain too, wearing myself out with fastings and hardships, I continued scourging myself every day; in vain and to no purpose I toiled, rising at dawn and declaring my sins in my prayers to God, weeping and bringing forth reproofs against myself in my confessions to God. These were the things I pondered, and I was almost shaken. But instead of these, Symmachus interpreted it in this way: Perhaps then I too have cleansed my soul in vain, and washed my hands in sinlessness, and continued being mocked every day, and reproved every morning. If I said, I will declare it thus, behold, I have conspired against the generation of your sons. And I took it to be a labor before me to know this, until I enter into the sanctuary of God, and understand
εἰς τὰ ἔσχατα αὐτῶν. Τὰ προλεχθέντα ἐν τοῖς ἐμαυτοῦ λογισμοῖς ἐνεθυμήθην αὐτὸ μόνον, ἐφ' οἷς καὶ ἐκινδύνευον σάλον παθεῖν, οὐ μὴν καὶ ἐξηγόρευον εἰς ἑτέρους. Εἰ γὰρ κρίνας οὕτω φρονεῖν τὴν ἄθεον ταύτην διδασκαλίαν προέφερον εἰς ἑτέρους· παραβάτης ἂν ἐγενόμην τῶν εὐσεβῶν δογμάτων, καὶ τὰς συνθήκας ἂν παρῆλθον τῆς γενεᾶς τῶν σῶν τέκνων. Τέκνα γάρ σου τοῦ Θεοῦ πάντες γεγόνασιν οἱ ἅγιοι καὶ θεοφιλεῖς ἄνδρες. Γενεὰ δὲ αὐτῶν ἡ ἐξ αὐτῶν διαδοχὴ τῶν ἁγίων, ὧν τὰ μαθήματα καὶ τὰ δόγματα παρεχάραξα ἂν, εἰ προέφερον εἰς ἑτέρους τοὺς προλεχθέντας ἐμαυτοῦ λογισμούς. Ἀλλὰ καὶ εἰ παρεῖχον ἐμαυτὸν τοῦ γνῶναι τὰς αἰτίας, δι' ἃς οἱ ἁμαρτωλοὶ εὔθυμοι διατελοῦσι καὶ εἰς τὸν αἰῶνα κατέσχον πλούτου, οἱ δὲ δίκαιοι ταπεινοῦνται· οὐδὲ οὕτω κατέλαβον ἂν τὰς ἀποῤῥήτους περὶ τούτων κρίσεις, κόπους δὲ μόνους ἐμαυτῷ συνῆγον, εἰς ἀπορίαν ἐμπίπτων καὶ εἰς ψυχῆς κάματον. Διό φησι· Καὶ εἰ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου· ἢ κατὰ τὸν Σύμμαχον, Καὶ εἰ ἐλογιζόμην ἐπιγνῶναι τοῦτο, μόχθος ἐφαίνετό μοι. Διόπερ ὁρῶν ἀκατάληπτον οὖσαν ἀνθρώποις τὴν τούτων γνῶσιν, εὐσεβεῖ χρώμενος λογισμῷ, διενοούμην παρ' ἐμαυτῷ κρεῖττον εἶναι ἐπέχειν καὶ ἐκδέχεσθαι τὸν ἐπιτήδειον τῆς τούτων γνώσεως καιρόν. Οὗτος δὲ ἦν, Ἕως εἰσέλθω εἰς ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον, Ἕως εἰσέλθω εἰς τὰ ἁγιάσματα τοῦ Θεοῦ, συνετισθῶ τὰ ἔσχατα αὐτῶν.
to their end. The things I had previously said within my own thoughts I pondered by myself alone, matters in which I was even in danger of suffering a disturbance, yet I did not declare them to others. For if, having decided to think this way, I had brought forward this godless teaching to others, I would have become a transgressor of the pious doctrines, and I would have passed over the covenants of the generation of your children. For all the holy and God-beloved men have become your children, O God. And their generation is the succession of the saints that comes from them, whose teachings and doctrines I would have falsified if I had brought forward to others the thoughts I had previously stated. But even if I had given myself to know the reasons why sinners continue cheerful and hold wealth forever, while the righteous are humbled, not even in this way would I have grasped the secret judgments concerning these things, but I would have gathered only labors for myself, falling into perplexity and weariness of soul. Therefore he says: And if I had undertaken to know this, it is labor before me; or according to Symmachus, And if I reasoned to know this, toil appeared to me. Therefore, seeing that the knowledge of these things is incomprehensible to men, employing pious reasoning, I considered within myself that it was better to hold back and await the suitable time for the knowledge of these things. And this was, Until I enter into the sanctuary of God, and understand their end; or according to Symmachus, Until I enter into the sanctuaries of God, I should be instructed concerning their end.
Ταύτην δὲ καλὴν ἐμαυτῷ καταφυγὴν εὑρὼν τῆς τῶν ἀπορουμένων λύσεως, τὴν ἀπαλλαγὴν δηλαδὴ τοῦ θνητοῦ βίου, καὶ τὴν εἴσοδον τὴν ἐπὶ τὰς ἐπαγγελίας τοῦ Θεοῦ, θεραπείας ἐτύγχανον καὶ παραμυθίας· εὖ εἰδὼς, ὡς ἐκεῖσε γενόμενος, συναισθήσομαι τοὺς λόγους τῶν ἐζητημένων, γνώσομαί τε τὰ ἔσχατα τῶν ἀσεβῶν. Μὴ γὰρ προσήκει εἰς τὸν παρόντα μόνον ἀποβλέπειν βίον καὶ εἰς τὴν παροῦσαν αὐτῶν τρυφὴν, ἀλλὰ καὶ εἰς τὰ ἔσχατα αὐτῶν ἀφορᾷν. Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων. Τρισὶ λογισμοῖς ἐπιβαλὼν περὶ τῶν ἐζητημένων, τὸν μὲν ἑώρων ἀσεβῆ καὶ ἄθεον τὸν λέγοντα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου· τὸν δὲ τῆς τούτων καταλήψεως, πεπληρωμένον κόπου καὶ πόνου διὰ τὰ βάθη τοῦ πλούτου τῆς γνώσεως τοῦ Θεοῦ, καὶ διὰ τὸ ἀνεξερεύνητα εἶναι τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνιάστους τὰς ὁδοὺς αὐτοῦ· ἐπὶ τὸν τρίτον οὖν ἔστην κρίνας ἐπέχειν μὲν τέως, περιμένειν δὲ καὶ ἀφορᾷν εἰς τὸ πάντων τέλος. Τούτῳ δ' ἐμπιστεύσας ἐμαυτὸν τῷ λογισμῷ εὐσεβεῖ ὄντι καὶ ἀληθεῖ, ἐξ αὐτῆς ὠνάμην τῆς πίστεως. Ἔγνων γὰρ ἐξ ὑποβολῆς τοῦ προφητικοῦ Πνεύματος, ὡς διὰ τὰς δολιότητας αὐτῶν καταβαλεῖ αὐτοὺς οὐκ εἰς μακρὸν ὁ Θεὸς, μετὰ τὸ ἐπαρθῆναι καὶ ὑψωθῆναι. Εἶτα φωτισθεὶς, καὶ τὴν πτῶσιν αὐτῶν τὴν ἐπὶ τέλει καταληψομένην αὐτοὺς προφητικῇ δυνάμει συνιδὼν, εἰκότως φημί· Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, γεγόνασί τε ὡσεὶ ἐνύπνιον ἐξεγηγερμένου.
Having found this as a good refuge for myself, for the resolution of the matters I was at a loss about—namely, the release from this mortal life and the entrance into the promises of God—I obtained healing and consolation, knowing well that once I have come there I shall understand the words of the things sought out, and I shall know the last end of the impious. For it is not fitting to look only to the present life and to their present luxury, but also to look to their last end. Nevertheless, because of their deceitfulness you have appointed evils for them; you cast them down when they were lifted up. How did they become a desolation suddenly? They failed, they perished because of their own folly, as a dream when one awakes. Having applied three reasonings to the matters sought out, I saw the one to be impious and godless—the one saying, Surely in vain have I justified my heart; and the one concerned with the comprehension of these things, filled with toil and labor because of the depths of the riches of the knowledge of God, and because his judgments are unsearchable and his ways past tracing out; I came to stand upon the third, judging to hold back for a time, and to wait and look to the end of all things. Having entrusted myself to this reasoning, since it is pious and true, I profited from faith itself. For I knew, by the suggestion of the prophetic Spirit, that because of their deceitfulness God will cast them down before long, after they have been lifted up and exalted. Then, being enlightened, and perceiving with prophetic power the fall of theirs that will overtake them at the end, I reasonably say: How did they become a desolation suddenly? They failed, they perished because of their own folly, and they have become as a dream when one has awakened.
Ἕως μὲν γάρ τις φαντάζεται ὀνειρώττων ἐν τοῖς ὕπνοις, δοκεῖ τι πράττειν ἀπατώμενος τῇ τοῦ ἐνυπνίου φαντασίᾳ· ἐπειδὰν δὲ διεγερθῇ τὸν ὕπνον ἀποτριψάμενος, οἴχεται αὐτῷ τὰ τῆς φαντασίας. Οὕτω δὲ καὶ τῶν ἀσεβῶν ἡ τοῦ παρόντος βίου δοκοῦσα εὐπραγεία καὶ ὁ πλοῦτος καὶ ἡ ὑπερηφανία ὅμοιον ἕξει τὸ τέλος τοῖς ὀνειρώττουσι καὶ ἐνυπνιαζομένοις, ἔπειτα διεγρηγοροῦσι καὶ μηδενὸς ὧν ἐδόκουν ὁρᾷν τε καὶ κατέχειν ταῖς χερσὶν ἐπειλημμένοις. Κατὰ δὲ τὸν Σύμμαχον, ἀντὶ τοῦ, Πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, τοῦτον εἴρηκε τὸν τρόπον· Ὄντως ἐν ὀλίσθῳ ἔταξας αὐτοὺς, κατέβαλες αὐτοὺς εἰς ἀφανισμούς· ἐξαίφνης ἐξέλιπον, ἀνηλώθησαν ὡς οὐχ ὑπάρξαντες, ὡς ὄνειρον ἐξυπνίσαντι. Εἰς δὲ τὸ, ἐξαίφνης, καὶ τὸ, ἐξάπινα, παραθήσεις τὴν σωτήριον φωνὴν τὴν
λέγουσαν· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· καὶ πάλιν· Ἥξει ὁ Κύριος αὐτοῦ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενήσεις. Ἀνωτέρω μὲν ἔλεγεν, Ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ· νῦν δὲ τί ποτ' ἦν τὸ ἁγιαστήριον διδάσκει λέγων· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Ἔνθεν εἰκότως ὁ θεῖος Ἀπόστολος, πόλιν οὐράνιον Θεοῦ εἰδὼς ἔλεγεν· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ πάλιν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστί. Ταύτην οὖν καὶ ὁ παρὼν Προφήτης τὴν πόλιν τοῦ Θεοῦ σημαίνει λέγων· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
For as long as a person imagines things while dreaming in sleep, he thinks he is doing something, deceived by the phantasm of the dream; but when he has been awakened and has shaken off sleep, the things of the phantasm are gone for him. So too the seeming prosperity of this present life among the impious, and their wealth and their arrogance, will have an end like those who dream and see visions in sleep, and then awake and find nothing of the things they seemed to see and to hold in their hands. But according to Symmachus, in place of "Except for their deceits you appointed for them," he has spoken in this way: "Truly you set them in slippery places, you cast them down into destructions; suddenly they failed, they were consumed as though they had never existed, as a dream when one awakes." And to "suddenly" and "of a sudden" you will set beside them the saving voice that says: "Watch, for you do not know on what day and hour your Lord comes"; and again: "The Lord will come in a day he does not expect, and in an hour he does not know." O Lord, in your city you will despise their image. Above he was saying, "Until I enter into the sanctuary of God"; but now he teaches what the sanctuary was, saying: "O Lord, in your city you will despise their image." Hence fittingly the divine Apostle, knowing a heavenly city of God, said: "We have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem"; and again: "But the Jerusalem above is free." This city of God, then, the present Prophet also signifies, saying: "O Lord, in your city you will despise their image.
Εἰ μὲν γὰρ ἦσαν, φησὶ, φυλάξαντες τὴν σὴν εἰκόνα, εἰκότως καὶ τῆς σῆς πόλεως κατηξιοῦντο· ἐπεὶ δὲ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, ἀναλόγως τε τῇ ἑαυτοῦ κακίᾳ ἑαυτὸν μετεμόρφωσεν εἰς ἀγρίου θηρὸς τρόπον τε, γέγονέ τε ἵππος θηλυμανὴς, ἢ λύκος ἁρπακτικὸς, ἢ ὄφις καὶ γέννημα ἐχιδνῶν, ἢ ἄλλο τι τούτοις παραπλήσιον· τούτου χάριν ὥσπερ κίβδηλον νόμισμα τὴν τοιαύτην εἰκόνα τῆς ἑαυτοῦ πόλεως ἀποῤῥίπτει ὁ Θεὸς, ἐξουδενῶν αὐτὴν, οὐδὲ ἀξίαν κρίνων τῶν ἐν τῇ πόλει αὐτοῦ μονῶν. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί· δι' ὃ λέλεκται· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενήσεις. Τοῦτο μὲν οὖν προφητικῶς ὁ Ἀσὰφ ἀπεφθέγξατο, ὥσπερ ἐπιθειάσας, καὶ τὸ μέλλον πεφωτισμένοις ψυχῆς ὀφθαλμοῖς τεθεαμένος. Τὴν δὲ αἰτίαν δι' ἣν ἐφωτίσθη τὴν πόλιν τοῦ Θεοῦ συνιδεῖν, παρίστησι λέγων ἑξῆς· Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν. Ἐπειδὴ γὰρ ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ κατὰ τὸν προφήτην Ἡλίαν, ἐξειλκόμην τε τοῖς λογισμοῖς ὁρῶν ἀσεβεῖς εὐθυμουμένους· ἀλλὰ καὶ ἐπυρούμην τοὺς νεφροὺς καὶ τὰ βάθη τὰ κρύφια τῆς ἐμαυτοῦ ψυχῆς· δι' ὃ καὶ ἔλεγον, Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν· τούτου χάριν ἠξιώθην φωτισθῆναι ὑπὸ τοῦ Πνεύματος καὶ τὴν πόλιν ἰδεῖν τοῦ Θεοῦ, τούς τε ἀξίους αὐτῆς καὶ τοὺς μή. Ἀντὶ δὲ τοῦ, Ἐξεκαύθη ἡ καρδία μου, ὁ Σύμμαχος, Συνεστέλλετο, φησὶν, ἡ καρδία μου, καὶ ἐντὸς τῶν νεφρῶν μου διελεγόμην ἀντιλέγων. Εἶθ' ἑξῆς εἴρηται· Καὶ ἐγὼ ἐξουθενημένος, καὶ οὐκ ἔγνων·
For if, he says, they had kept your image, they would reasonably have been deemed worthy of your city too; but since man, being in honor, did not understand, he was compared to the senseless beasts and likened to them, and in proportion to his own wickedness he transformed himself into the manner of a wild beast, and became a horse mad after females, or a ravenous wolf, or a serpent and offspring of vipers, or something else similar to these. For this reason God casts away such an image of his city as counterfeit coin, despising it and not judging it worthy of the dwellings in his city. For there are many dwellings with the Father; therefore it has been said: O Lord, in your city you will despise their image. Asaph therefore uttered this prophetically, as if divinely inspired, and beheld the future with the enlightened eyes of the soul. And he sets forth the reason for which he was enlightened to understand the city of God, saying next: For my heart was inflamed, and my reins were changed. For since I was zealous with zeal for the Lord, according to the prophet Elijah, and was drawn out in my thoughts when I saw the impious prospering—but I was also set on fire in my reins and the hidden depths of my own soul—for which reason I also said, For I was zealous over the lawless, when I saw the peace of sinners—for this cause I was deemed worthy to be enlightened by the Spirit and to see the city of God, both those worthy of it and those not. And instead of “My heart was inflamed,” Symmachus says, “My heart was contracted, and within my reins I conversed, disputing.” Then it is said next: And I was despised, and I did not know;
ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπὼν, Ἤμην δὲ ἀνεπιστήμων καὶ μὴ εἰδώς· καὶ πάλιν· Κτηνώδης ἐγενήθην παρὰ σοί· ἢ κατὰ τὸν Σύμμαχον, Κτηνωδῶς διετέλεσα παρὰ σοί. Καὶ ἐγὼ, φησὶν, διαπαντὸς μετὰ σοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ συνήμην σοι διαπαντός. Εἰ γὰρ καὶ τὰ μάλιστα οὐ συνείην πρὶν φωτισθῆναι καὶ γνῶναι τὰ περὶ τῆς σῆς πόλεως λελεγμένα, καὶ τὰ περὶ τῆς εἰκόνος τῶν ἀσεβῶν· καὶ εἰ δίκην ἀλόγου κτήνους διετέλεσα πρότερον ἀνοηταίνων, καὶ μὴ δυνάμενος ἐπιβαλεῖν τοῖς τῆς σῆς προνοίας λόγοις· ὅμως οὐκ ἀπελιμπανόμην σου τοῦ Θεοῦ, οὐδὲ ἐξέπιπτον τῆς ἐπὶ σὲ ἐλπίδος, συνήμην δέ σοι διαπαντός· καὶ τοῦτ' ἔπραττον οὐκ ἐξ ἐμαυτοῦ δυνάμεως, ἀλλ' ἐκ τῆς σῆς χάριτος. Σὺ γὰρ αὐτὸς τῇ σαυτοῦ φιλανθρωπίᾳ, τῆς ἐμῆς δεξιᾶς χειρὸς ἐπιλαβόμενος, συνεῖχες καὶ διεκράτεις πρὸς τὸ μὴ δια χεῖσθαί μου τὰ διαβήματα, μηδὲ τοὺς πόδας μου σαλεύεσθαι τῆς παρὰ σοὶ στάσεως. Διό φημι· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου. Εἶχον γὰρ καλὴν δεξιὰν, ἐῤῥωμένην καὶ πατρικὴν, τὰ δεξιὰ πάντα καὶ τά σοι ἀρεστὰ πράττουσαν· δι' ὃ ἐπιλαβόμενος αὐτῆς, τῇ βουλῇ σου ὡδήγησάς με· ἢ κατὰ τὸν Σύμμαχον, τῇ συμβουλίᾳ σου ὡδήγησάς με, τὸν θνητὸν διαπορθμεύων βίον, καὶ εἰς εὔδιον καὶ ἀσφαλῆ λιμένα τῆς παρὰ σοὶ ἀναπαύσεως χειραγωγῶν με· ὡς, εἴ γε μὴ τῆς δεξιᾶς τῆς ἐμῆς κεκρατήκεις, πάλαι ἂν, ὥσπερ ὑπὸ χειμάῤῥου κατασύροντος περιτραπεὶς τοὺς τῆς ψυχῆς πόδας, πτώματι περιέπιπτον ἐξαισίῳ. Νῦν δὲ σὺ αὐτὸς ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με. Καὶ τέλος μετὰ τοὺς
This Symmachus explained more clearly, saying, "But I was undiscerning and did not know"; and again: "I became brutish before you"; or according to Symmachus, "I continued in a brutish manner before you." And I, he says, was always with you; but according to Symmachus, "And I was with you continually." For even if most especially I did not understand before being enlightened and knowing the things said about your city, and the things about the image of the impious; and even if I continued in the manner of an irrational beast, being foolish beforehand, and unable to apply myself to the words of your providence; nevertheless I was not abandoned by you, O God, nor did I fall away from the hope in you, but I was with you continually; and this I did not by my own power, but by your grace. For you yourself, in your own love for mankind, taking hold of my right hand, kept and held me fast so that my steps should not be dispersed, nor my feet be shaken from the steadfastness that is with you. Therefore I say: "You held the hand of my right hand." For I had a good right hand, strong and paternal, doing all things on the right and pleasing to you; for which reason, taking hold of it, you guided me by your counsel; or according to Symmachus, "you guided me by your advice," ferrying me across this mortal life, and leading me by the hand into the calm and safe harbor of the rest that is with you; so that, if you had not held fast my right hand, long ago, as if overturned by a rushing torrent sweeping away the feet of my soul, I would have fallen into a prodigious fall. But now you yourself held the hand of my right hand, and in your counsel you guided me. And finally after these
δηλωθέντας πειρασμοὺς καὶ τοὺς χειμῶνας τοὺς ἀναθορυβήσαντάς μου τὴν ψυχὴν, διαγαγών με ἀκινδύνως τὰ τοῦ βίου ῥεύματα, μετὰ δόξης προσελάβου με, μηδὲν πεπονθότα ὑπὸ τῶν τοσούτων. Κατὰ δὲ τὸν Σύμμαχον, Ὕστερον, φησὶ, τιμὴ διεδέξατό με. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ἡ σὴ φιλανθρωπία, φησὶ, καὶ τὸ σὸν ἔλεος καὶ ἡ χάρις πάντων μοι τῶν ἀγαθῶν γέγονεν αἰτία. Τῇ γὰρ σαυτοῦ χρησάμενος ἀγαθωσύνῃ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ διέσωσάς με, ὥστε μὴ σαλευθῆναι τοὺς πόδας, μηδὲ διαχυθῆναί μου τὰ διαβήματα. Ἀλλὰ καὶ μετὰ δόξης προσελάβου με· ἐπειδήπερ σοὶ τοῦτο ὡς ἀγαθῷ Θεῷ πάρεστιν· ἐμοὶ γὰρ οὐδὲν ὑπάρχει ἐν τῷ οὐρανῷ, οὐδὲ κατὰ ὀφειλήν μοι ταῦτα γέγονεν· ἀλλ' οὐδὲ ἔστι μοί τίς ἄλλος ἐν τῷ οὐρανῷ ἢ σὺ μόνος. Δι' ὃ οὐδὲν ἐπὶ τῆς γῆς ἠθέλησα παρὰ σοῦ κτήσασθαι, οὐδὲ ηὐξάμην τυχεῖν θνητῶν καὶ ἐπικήρων πραγμάτων. Εἰκότως δὲ οὐδὲν παρὰ σοῦ ἠθέλησα ἐπὶ τῆς γῆς· τὰς γὰρ ἐν οὐρανῷ ἐπόθουν διατριβὰς, καὶ τῶν αὐτόθι ἀγαθῶν τυχεῖν ηὐχόμην. Δι' ὃ κατέτηκον τὸν ἐμαυτοῦ βίον, καὶ τὴν ἐπὶ γῆς ζωὴν κατέτρυχον, τήν τε καρδίαν μου κατεπόνουν, σὲ μόνον τὸν Θεὸν τῆς ἐμαυτοῦ ἐλπίδος μερίδα τιθέμενος. Ὅθεν φημί· Ἐξέλιπεν ἡ σάρξ μου καὶ ἡ καρδία μου· ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα. Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.
Having passed through the temptations that were made plain and the storms that troubled my soul, you brought me through the currents of life without danger, and you received me with glory, though I had suffered nothing from so many trials. But according to Symmachus, he says, "Afterward honor succeeded me." For what is there for me in heaven, and what did I desire from you on the earth? Your love for humanity, he says, and your mercy and grace have become the cause of all good things for me. For having used your own goodness, you took hold of my right hand and saved me, so that my feet should not be shaken, nor my steps slip away. But also you received me with glory, since this belongs to you as a good God; for nothing is there for me in heaven, nor have these things come to me by obligation; nor is there any other for me in heaven except you alone. Therefore I desired to gain nothing from you on the earth, nor did I pray to obtain mortal and transitory things. And reasonably I desired nothing from you on the earth; for I longed for the dwellings in heaven, and I prayed to obtain the good things there. Therefore I wasted away my life, and I consumed my life on earth, and I exhausted my heart, making you alone, God, the portion of my hope. Hence I say: My flesh and my heart have failed; God of my heart, and God my portion forever. For behold, those who distance themselves from you shall perish; you have utterly destroyed everyone who commits fornication away from you. But for me, to cleave to God is good, to place my hope in the Lord, to proclaim all your praises in the gates of the daughter of Zion.
Ἀνωτέρω μὲν ἔλεγον, Καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ· ἢ κατὰ τὸν Σύμμαχον, Καὶ συνήμην σοι διαπαντός· τῇ πίστει δηλαδὴ καὶ τῇ προαιρέσει καὶ τῇ πρὸς σὲ ἀγάπῃ· νυνὶ δὲ καὶ τὴν αἰτίαν καθίστημι φανερὰν, δι' ἣν συνήμην σοι διαπαντὸς, καὶ σὲ μερίδα ἐτιθέμην ἐμαυτοῦ. Ἤδειν γὰρ, καὶ ἀκριβῶς ἐπεπείσμην, ὅτι Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· δι' ὃ οὐκ ἐμάκρυνον ἐμαυτὸν, καίπερ ἀγνοῶν τοὺς λόγους τῆς σῆς διοικήσεως, ἀλλὰ συνήμην σοι διαπαντός. Μακρύνουσι δὲ ἑαυτοὺς οἱ ταῖς αὑτῶν ἁμαρτίαις καὶ τοῖς ἀθέοις καὶ ἀσεβέσι λογισμοῖς ἀλλοτρίους ἑαυτοὺς καθιστῶντες τοῦ Θεοῦ· οἵτινες ὅσῳ ποῤῥωτάτω αὐτοῦ γίγνονται, τοσούτῳ τῇ ἀπωλείᾳ πλησιάζουσιν· ὡς ἔμπαλιν, συναπτόμενοι τῷ Θεῷ, τῇ μὲν ζωῇ συνάπτονται, τῆς δὲ ἀπωλείας μακρύνονται. Τέλος δὲ τῶν ἑαυτοὺς μακρυνόντων ὄλεθρος τυγχάνει, ἅτε δὴ ἐκπορνευσάντων ἀπὸ τοῦ Θεοῦ. Ὁ μὲν οὖν Θεὸς οὐδένα μακρύνει ἑαυτοῦ, οὐδὲ ἀπωθεῖται· ἀλλ' ἕκαστος ἑαυτὸν ἀπαλλοτριοῖ τοῦ Θεοῦ, ἐκπορνεύων καὶ τὴν ἑαυτοῦ ψυχὴν ἔκδοτον παραδιδοὺς τοῖς τοῦ Θεοῦ ἐναντίοις. Οἱ δὲ μακρύνοντες ἑαυτοὺς ἐξ οἰκείας προαιρέσεως ἐπισπῶνται καθ' ἑαυτῶν τὴν ἀπώλειαν. Τούτους δὲ τῇ ἀπωλείᾳ οἰκειωθέντας ὁ Θεὸς αὐτὸς τὸ ἑξῆς διατίθησι. Τί δὲ ἦν τοῦτο; Ἐξωλόθρευσας, φησὶ, πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Πορνεύει δὲ ἀπὸ τοῦ Θεοῦ ὁ μετὰ τὸ πλησιάσαι αὐτῷ μακρύνας ἑαυτόν. Αὐτὸς μὲν γὰρ καὶ νυμφεύεσθαι οὐκ ἀπαξιοῖ τὴν ἀνθρωπίνην ψυχὴν, καὶ τὰ οἰκεῖα σπέρματα ἐν αὐτῇ καταβάλλεσθαι·
Above I was saying, "And I am continually with you," or according to Symmachus, "And I was with you continually"—that is, in faith and in purpose and in love toward you. But now I also set forth plainly the reason for which I was with you continually, and made you my portion. For I knew, and was firmly convinced, that "Those who distance themselves from you will perish." For this reason I did not distance myself, although I did not know the principles of your governance, but I was with you continually. Now those distance themselves who by their own sins and by godless and impious thoughts make themselves estranged from God; and the further they become from him, the closer they draw to destruction—just as, conversely, those joined to God are joined to life and are distanced from destruction. And the end of those who distance themselves is ruin, since indeed they have played the harlot away from God. God, then, distances no one from himself, nor does he thrust anyone away; but each person alienates himself from God, playing the harlot and handing over his own soul as a captive to the things opposed to God. And those who distance themselves by their own choice draw destruction upon themselves. But those who have become intimate with destruction, God himself thereafter disposes of. And what was this? "You destroyed," he says, "everyone who plays the harlot away from you." And he plays the harlot away from God who, after drawing near to him, has distanced himself. For he himself does not disdain to be wedded to the human soul, and to sow his own seeds in it.
ἡ δὲ μακρύνουσα ἑαυτὴν καὶ ἑτέροις παρέχουσα τοῖς καταπορνεύειν αὐτὴν ἐθέλουσι, πνεύμασι πονηροῖς καὶ δαίμοσιν ἀκαθάρτοις, ἢ λογισμοῖς ἀθέοις καὶ ἀσεβέσιν, ἢ πράξεσι μιαραῖς καὶ ἀκαθάρτοις, εἰκότως ὀλέθρῳ παραδίδοται. Διὸ λέλεκται· Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἀλλὰ γὰρ ταῦτα εἰδὼς ἐγὼ, καὶ ἀκριβῶς πεπεισμένος περὶ τῆς σῆς δικαίας κρίσεως, τὴν ἐναντίαν εἱλόμην τοῖς ἀσεβέσι, καίπερ μὴ νοῶν τὰ σὰ μυστήρια· ἀλλὰ καὶ κτηνώδης γενόμενος παρὰ σοὶ, ὅμως συνήμην σοι διαπαντός. Οὐδὲν γὰρ ἐμοὶ κάλλιον ἐφαίνετο τοῦ προσκολλᾶσθαί σοι τῷ ἐμῷ Θεῷ, καὶ ταῦτα αἱρεῖσθαι ἅπερ αὐτὸς ὥρισας καὶ ἐνετείλω. Οὕτω γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. Διόπερ ἐμοὶ οὐδὲν κάλλιον οὐδὲ κρεῖττον κατεφαίνετο τοῦ
προσκολλᾶσθαί σοι. Διό φημι, ὅτι Ἐμοὶ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν. Εἰ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς, πόθεν ἂν γένοιτο ἑτέρῳ τι ἀγαθὸν ἢ ἐκ τοῦ προσκολλᾶσθαι αὐτῷ; Καὶ ἤδη μὲν ἀπήλαυον παντὸς ἀγαθοῦ, κολλώμενος καὶ συναπτόμενος τῷ Θεῷ· ὥστε λέγειν· Ἐκολλήθη ὀπίσω σου ἡ ψυχή μου. Καὶ εἰς τὸν μέλλοντα δὲ χρόνον ἀγαθὰς ὑπέγραφον ἐλπίδας ἐμαυτῷ. Ἕτερόν τε τοῦτο ἀγαθόν μοι ἦν, τὸ τίθεσθαι ἐν Κυρίῳ τὴν ἐλπίδα μου. Τέλος γάρ μοι τῆς πάσης ἐλπίδος ἦν τὸ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Καταξιωθεὶς γὰρ τῆς εἰς τὴν πόλιν σου εἰσόδου, περὶ ἧς ἀνωτέρω ἐλέγετο· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενώσεις, καὶ ταῖς πύλαις ταῖς ἐπουρανίοις ἐπιβὰς, ἀνακηρύξω τοῖς πᾶσι τὰς εἰς ἐμέ σου εὐεργεσίας.
But the soul that distances itself and offers itself to other spirits—evil spirits and unclean demons—or to godless and impious reasonings, or to foul and unclean deeds, is justly handed over to destruction. Therefore it is said: You have destroyed everyone who commits fornication against you. But I, knowing these things and being firmly convinced concerning your righteous judgment, chose the opposite course from the impious, even though I did not understand your mysteries; but even though I had become like a beast before you, nevertheless I was with you continually. For nothing seemed better to me than to cleave to you, my God, and to choose those things which you yourself ordained and commanded. For thus he who is joined to the Lord is one spirit. Therefore nothing seemed better or superior to me than to cleave to you. Therefore I say, that to cleave to God is good for me. For if no one is good except the one God, how could any good come to another except from cleaving to him? And already I was enjoying every good, cleaving and being joined to God, so as to say: My soul has cleaved after you. And for the time to come I was subscribing good hopes for myself. And this was another good for me, to place my hope in the Lord. For the end of all my hope was to proclaim all your praises in the gates of the daughter of Zion. For having been deemed worthy of entry into your city, concerning which it was said above: O Lord, in your city you will bring their image to nothing, and having set foot upon the heavenly gates, I will proclaim to all your benefits toward me.
Ἔνθα γενόμενος καὶ τῶν ἐπαγγελιῶν σου τεύξομαι, ἃς ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Τοιαῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Μὴ κείμενον δὲ ἐν τῷ Ἑβραϊκῷ, μηδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τὸ ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, παρὰ μόνοις δὲ τοῖς Ἑβδομήκοντα φερόμενον, ὠβέλισται, διὰ τὸ καὶ περιττὸν εἶναι. Τὸ γὰρ πάντων ἀγαθὸν τέλος ἐπ' αὐτὴν ἄγει τὴν ἐπουράνιον Σιὼν, ἥτις ἦν ἡ ἀποδεδομένη τοῦ Θεοῦ ἐν οὐρανοῖς πόλις, θυγατρὸς Σιὼν νοουμένης τῆς παρ' ἡμῖν Ἐκκλησίας, ὡς διὰ πολλῶν ἀποδεῖξαι ῥᾴδιον.
ΣΥΝΕΣΕΩΣ ΤΩ ἈΣΑΦ. ΟΓʹ.
Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Διεγείρει μὲν ἡμᾶς καὶ παρορμᾷ ἐπὶ τὴν τῶν λεγομένων σύνεσιν τὸ πνεῦμα τὸ προφητικόν. Οὔτε δὲ ψαλμὸν ἐπιγράφει συνήθως, οὔτε ᾠδὴν, οὔτε ὕμνον, οὐδέ τι τῶν παραπλησίων, διὰ τὸ σκυθρωπὸν τῶν ἀπαγγελλομένων. Ἐν οἷς δοκεῖ ἔντευξις περιέχεσθαι, περὶ ἧς ὁ θεῖος Ἀπόστολος διεκελεύετο, δεῖν λέγων πάντας ἡμᾶς ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. Ἐντυγχάνει γοῦν ὁ λόγος τῷ Θεῷ, προφητικῶς τὰ μέλλοντα ὡς παρῳχηκότα διεξιὼν, καὶ τὴν ἐσχάτην σημαίνων πολιορκίαν τῆς Ἱερουσαλὴμ τὴν ὑπὸ Ῥωμαίων γενομένην μετὰ τὴν σωτήριον Παρουσίαν. Καὶ ταῦτα μηδὲ συστάντος πω τοῦ τόπου προαναφωνεῖ. Ὁ μὲν γὰρ Ἀσὰφ, δι' οὗ ταῦτα προεφητεύετο, σύγχρονος γέγονε τῷ Δαυΐδ· Σολομὼν δὲ μετὰ τὴν τοῦ Δαυῒδ τελευτὴν οἰκοδομεῖ τὸν νεών. Δύο δὲ πορθήσεις προθεωρήσας τοῦ τόπου, τήν τε προτέραν τὴν ὑπὸ Βαβυλωνίων γενομένην, καὶ τὴν δευτέραν τὴν ὑπὸ Ῥωμαίων·
Once I have arrived there, I will also obtain your promises, which eye has not seen, nor ear heard, nor have they ascended upon the heart of man. For God has prepared such things for those who love him. But the phrase "in the gates of the daughter of Zion," since it is not found in the Hebrew, nor in the other translators, but is transmitted only in the Seventy, has been marked with an obelus, because it is also superfluous. For the good end of all things leads to the heavenly Zion itself, which was the city of God that has been assigned in the heavens, the daughter of Zion being understood as the Church among us, as it is easy to demonstrate through many passages.
A PSALM OF UNDERSTANDING FOR ASAPH. 73.
Why, O God, have you rejected us to the end; has your wrath been kindled against the sheep of your pasture? The prophetic Spirit rouses us and urges us on to the understanding of what is said. But it does not, as is usual, entitle it a psalm, nor a song, nor a hymn, nor any of the like, because of the gloominess of the things announced. In these things an entreaty seems to be contained, concerning which the divine Apostle gave instruction, saying that we all ought to make supplications, prayers, entreaties, thanksgivings. At any rate, the word entreats God, prophetically setting forth future things as though past, and signifying the final siege of Jerusalem, the one that took place by the Romans after the saving Presence. And it proclaims these things in advance even though the place had not yet been established. For Asaph, through whom these things were prophesied, was a contemporary of David; but Solomon built the temple after David's death. Having foreseen two destructions of the place, the former that took place by the Babylonians, and the second that took place by the Romans—
τὴν μὲν πρώτην διὰ τοῦ οθʹ ψαλμοῦ σημαίνει καὶ διὰ τοῦ πβʹ, τὴν δὲ ὑστάτην διὰ τῆς μετὰ χεῖρας προφητείας, ἧς ἀπάρχεται λέγων· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Τέλος γὰρ αὐτοῖς παντελοῦς ἀποπτώσεως οὐδ' ἄλλοτε γέγονεν, ἢ ὅτε ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὴν κατ' αὐτῶν ἐξηνέγκατο ἀπόφασιν εἰπών· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Οἷς ἀκολούθως καὶ ὁ ἱερὸς Ἀπόστολος μετὰ τὴν τῶν πραγμάτων ἔκβασιν γράφων περὶ αὐτῶν ἔλεγεν· Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ κατὰ μέρος δὲ τὰ ἑξῆς συμβάντα τῷ τόπῳ ἐπὶ τῆς τῶν Ῥωμαίων πολιορκίας παρίστησιν ὁ παρὼν προφήτης, ἐν οἷς φησιν· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς, δῆλον δ' ὅτι τῆς Ἱερουσαλὴμ, ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἰ δὲ λέγοι τις ταῦτα καὶ ἐπὶ τῶν χρόνων τῶν Βαβυλωνίων γεγονέναι, προσεκτέον τοῖς ἑξῆς, δι' ὧν εἴρηται· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Σημεῖα γὰρ ἦν τοῦ τὸν Θεὸν
The first he signifies through the 79th psalm and through the 82nd, but the last through the prophecy at hand, which he begins by saying: Why, O God, have you rejected us to the end? Your wrath has been kindled against the sheep of your pasture. For the end of their complete downfall never came at any other time than when our Savior and Lord pronounced his sentence against them, saying: Behold, your house is left to you desolate. In agreement with this, the sacred Apostle also, writing about them after the outcome of events, said: But wrath has come upon them to the end. And in detail the present prophet sets forth the things that subsequently happened to the place at the siege of the Romans, in which he says: As in a forest of trees with axes they cut down her doors—clearly meaning Jerusalem—at the same time, with axe and stonecutter they threw her down. They burned your sanctuary with fire; they defiled the tabernacle of your name to the ground. But if someone should say that these things also happened in the times of the Babylonians, one must attend to what follows, through which it is said: We have not seen our signs; there is no longer a prophet, and he will no longer know us. For signs were of God's...
ἐφορᾷν καὶ ἐπισκοπεῖν τὸ Ἰουδαίων ἔθνος τὸ παρέχειν αὐτοῖς προφήτας· ἐπεὶ καὶ ὅτε κακῶς ἔπραττον, ὥσπερ ἰατροὺς καὶ σωτῆρας αὐτοῖς τοὺς προφήτας ἐφίστη. Οὕτω γοῦν ἐπὶ τῆς πρώτης πολιορκίας τὸν μέγαν τοῦ Θεοῦ προφήτην Ἱερεμίαν εἶχον, καὶ τὸν Βαρούχ· ἀλλὰ καὶ γυνή τις Ὀλδᾶ τοὔνομα κατὰ τοὺς αὐτοὺς ἐπροφήτευε χρόνους· ἐν αὐτῇ τε τῇ Βαβυλωνίων χώρᾳ συνῆν αὐτοῖς Ἐζεκιὴλ καὶ Δανιὴλ ἐπίσημοι καὶ διαφανεῖς προφῆται· καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον κατὰ τοὺς Κύρου καὶ Δαρείου χρόνους, Ζαχαρίας καὶ Ἀγγαῖος προφῆται ἐγνωρίζοντο. Πῶς οὖν οἷόν τε ἦν ἐφαρμόζειν τοῖς τότε χρόνοις τὴν παροῦσαν προφητείαν φάσκουσαν· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, καὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι; Ἀλλὰ γὰρ ταῦτα τέλους ἐτύγχανε μετὰ τὴν σωτήριον Παρουσίαν καὶ τὰς προλεχθείσας αὐτοῦ φωνὰς, μεθ' ἃς οὐκ εἰς μακρὸν ἐπιστάντες Ῥωμαῖοι τὸν τόπον ἠφάνισαν. Ὃ δὴ καὶ αὐτὸς ἐδήλου θεσπίζων τὸ μέλλον ὁ Σωτὴρ διὰ παραβολῆς τῆς οὕτως ἐχούσης· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ· καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἑτέρους· οἱ δὲ, πρὸς τὸ μὴ θελῆσαι ἀπαντῆσαι, ἔτι καὶ διαλαβόντες τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν. Οἷς ἐπιλέγει· Ὁ δὲ βασιλεὺς, ἀκούσας, ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. Ταῦτα ὁ Σωτὴρ ἐν αὐτῷ τῷ ἱερῷ ἔτι τότε συνεστῶτι ἀναγέγραπται εἰρηκώς·
to watch over and visit the nation of the Jews, and to provide them with prophets; since even when they were faring badly, he set the prophets over them as physicians and saviors. Thus, at any rate, at the time of the first siege they had Jeremiah, the great prophet of God, and Baruch; but also a certain woman named Huldah prophesied in those same times; and in the land of the Babylonians themselves, Ezekiel and Daniel were with them, distinguished and illustrious prophets; and after the return from there, in the times of Cyrus and Darius, Zechariah and Haggai were recognized as prophets. How, then, was it possible to apply to those times the present prophecy that says: We have not seen our signs, and there is no longer a prophet, and he will no longer know us? But these things reached their fulfillment after the saving Coming and the voices of his foretelling, after which the Romans, coming not long after, destroyed the place. This indeed the Savior himself also indicated, foretelling the future through the parable that runs as follows: The kingdom of heaven was likened to a man who was a king, who made a wedding for his son; and he sent his own servants to call those who had been invited to the wedding; but they did not wish to come. Again he sent others; but they, in their unwillingness to meet them, even seized the servants, insulted them, and killed them. To these he adds: But the king, when he heard, was angry, and sending his armies, he destroyed those murderers and burned their city. The Savior is recorded as having said these things in the temple itself while it was still standing.
ἃ καὶ ἐπληροῦτο οὐκ εἰς μακρὸν, Οὐεσπασιανοῦ καὶ Τίτου πολιορκησάντων τὸν τόπον· καθ' οὓς προφητῶν οὐδεὶς γεγονὼς ἱστορεῖται γενέσθαι κατὰ τούτους. Τοιγαροῦν πολιορκίαν ὁ μετὰ χεῖρας παρίστησι λόγος· διό φησιν ἀρχόμενος· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Ἔστι δὲ ἐκ τούτων τὴν ἀρετὴν ἀποθαυμάσαι τῆς θεοπνεύστου Γραφῆς, ὡς τὰ μακροῖς ὕστερον πραχθέντα χρόνοις προγνώσει θείᾳ προείληφε. Τὸ δὲ, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, εἴρηται, ἐπειδὴ πολλάκις ἀσεβείαις καὶ πλημμελείαις τὸ Ἰουδαίων ἔθνος ὑποπίπτον παρεδίδοτο τοῖς περιοίκοις ἀλλοφύλοις ἔθνεσι· καὶ ποτὲ μὲν αὐτοὺς Μωαβῖται ἐχειροῦντο, ποτὲ δὲ Ἀμμανῖται, καὶ ἄλλοτε δὲ Μαδιηναῖοι. Εἶτ' ἐπιστρέφων αὐτοὺς ἀνελάμβανεν ὁ Θεός· καὶ μετὰ ταῦτα πάλιν παρανομοῦντας παρεδίδου πολεμίοις ἑτέροις, καὶ αὖθις ἀνεκτᾶτο· οὐδέποτε δὲ αὐτοὺς ἀπωθεῖτο εἰς τέλος, πρὸς βραχὺν δέ τινα καιρὸν ἐπιστρέφων ἐνῆγεν εἰς σωτηρίαν. Μετὰ δὲ τὸ κατὰ τοῦ Σωτῆρος τολμηθὲν αὐτοῖς ἄγος ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος, κατὰ τὴν ἀποστολικὴν Γραφὴν, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτ' ἐπᾶραι κεφαλὴν αὐτούς. Ὃ δὴ σημαίνουσα ἡ προφητεία φησίν· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Σεσιωπημένως δὲ ὁ λόγος διὰ τῆς ἐρωτήσεως ᾐνίξατο τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν πρᾶξιν, μεθ' ἣν καὶ εἰς τέλος ἀπεβλήθησαν. Τοῦτο δὲ καὶ ὁ Σωτὴρ αὐτὸς παρίστη λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Τὸ γὰρ, Ποσάκις ἠθέλησα, δηλοῖ τὴν μακρῷ χρόνῳ ἐνδοθεῖσαν αὐτοῖς μακροθυμίαν·
These things were fulfilled not long afterward, when Vespasian and Titus besieged the place; and it is recorded that in their days no prophet arose among them. The account at hand therefore sets before us the siege; which is why he says at the beginning: Why, O God, have you rejected us to the end? From these things one may marvel at the virtue of the divinely inspired Scripture, how by divine foreknowledge it has anticipated events that were done in later times. The words Why, O God, have you rejected us to the end? are spoken because the nation of the Jews, often falling into impieties and transgressions, was handed over to the neighboring foreign nations; and at one time the Moabites subdued them, at another the Ammonites, and at another time the Midianites. Then God, turning them back, restored them; and after these things, when they again transgressed the law, he handed them over to other enemies, and again recovered them; but he never rejected them to the end, but turning them back for a brief time he led them to salvation. But after the abomination they dared against the Savior, wrath came upon them to the end, according to the apostolic Scripture, so that from that time even until now they can no longer lift up their head. The prophecy, signifying this, says: Why, O God, have you rejected us to the end? And the account, by way of the question, has silently hinted at the deed against our Savior, after which they were also cast off to the end. The Savior himself also set this forth, saying: How often I wished to gather your children, as a bird gathers her young under her wings, and you were not willing? Behold, your house is left to you desolate. For the words How often I wished declare the long-suffering that was granted to them over a long time.
τὸ δὲ, καὶ οὐκ ἠθελήσατε, παραστατικὸν ἂν γένοιτο τῆς ὑστάτης αὐτῶν ἀποβολῆς, ὅτε καὶ ὠργίσθη ὁ θυμὸς αὐτοῦ ἐπὶ τὰ πάλαι γενόμενα πρόβατα νομῆς αὐτοῦ. Ἑξῆς δὲ ὁ λόγος ἱκετηρίαν προσάγει λέγων· Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς. Σφόδρα δὲ καταλλήλως συναγωγῆς ἐμνημόνευσε, καὶ πρῶτον κτῆμα τοῦ Θεοῦ φησιν αὐτὴν γεγονέναι· ἅτε εἰδὼς καὶ τὴν μὴ ἐξ ἀρχῆς, ἀλλ' ὕστερον μετὰ τὴν ἀπόπτωσιν ἐκείνης ἐξ ἁπάντων τῶν ἐθνῶν ὑποστᾶσαν Ἐκκλησίαν. Ἧς καὶ ἐν ἑτέροις μνημονεύει λέγων· Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ πολλῇ· καὶ αὖθις· Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν Ἐκκλησίᾳ μεγάλῃ. Ἀλλ' οὐ τοιαύτη καὶ ἡ
προτέρα ἐτύγχανε συναγωγή· ἡ μὲν γὰρ ἐκ τοῦ κατὰ τὸ αὐτὸ συνάγεσθαι οὕτως ὠνομασμένη, ἡ δὲ τὸ ἐξαίρετον παριστῶσα τῆς ἐκλογῆς, ἡ Ἐκκλησία. Εἰ δέ τις ἔροιτο τὴν αἰτίαν δι' ἣν ἀπεβλήθη ἡ συναγωγὴ, ἣν ἐκτήσατο ἀπ' ἀρχῆς, αὐτὸς ὁ Χριστὸς τοῦ Θεοῦ δι' ἑτέρας προφητείας διδάξει λέγων· Περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχε με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μοῦ. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ταῦτ' ἦν τὰ αἴτια δι' ἃ ἡ προτέρα συναγωγὴ ἀποβέβλητο. Ἑξῆς δ' ἐπιλέγει· Ἐλυτρώσω ῥάβδον κληρονομίας σου· δυσωπητικῶς· Σὺ γὰρ, φησὶν, ταύτην ἐλυτρώσω τὴν συναγωγὴν καταξιώσας αὐτὴν σὴν χρηματίσαι μερίδα καὶ ῥάβδον κληρονομίας σου· ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.
But the phrase "and you were not willing" would be illustrative of their final rejection, when his anger was also kindled against the sheep of his pasture that had existed long ago. Next the word brings forward a supplication, saying: "Remember your congregation, which you acquired from the beginning." And very fittingly he made mention of a "congregation," and says that it became God's first possession—since he also knew the Church, which did not exist from the beginning, but arose afterward, after that congregation's fall, from all the nations. Of this Church he also makes mention elsewhere, saying: "In the midst of the Church I will praise you"; and again: "I proclaimed righteousness in the great Church"; and again: "From you is my praise in the great Church." But the former congregation was not of such a kind; for the one is so named from being gathered together in the same place, while the other, the Church, displays the preeminence of the election. And if someone should ask the reason for which the congregation was rejected, which he acquired from the beginning, Christ himself, God's, will teach it through another prophecy, saying: "Many dogs surrounded me; a congregation of evildoers encompassed me. They dug my hands and my feet; they counted all my bones. They divided my garments among themselves, and for my clothing they cast a lot." These were the reasons for which the former congregation was rejected. Next he adds: "You redeemed the rod of your inheritance"—in a persuasive manner: For you, he says, redeemed this congregation, having deemed it worthy to be called your portion and the rod of your inheritance. For when the Most High divided the nations, his people Jacob became the Lord's portion, the measuring-line of his inheritance, Israel.
Ταύτης οὖν τῆς σαυτοῦ κληρονομίας μνήσθητι. Ἀντὶ δὲ τοῦ, ῥάβδον κληρονομίας σου, σκῆπτρον κληρονομίας, ὁ Ἀκύλας ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, σκῆπτρον κληρουχίας σου· διδάσκοντος τοῦ λόγου πάντας μὲν ἀνθρώπους εἶναι τοῦ Θεοῦ, τὸν δὲ ἀφωρισμένον αὐτοῦ λαὸν ὥσπερ βασιλικὸν αὐτοῦ σκῆπτρον γεγονέναι. Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ! Τίς ἦν ἡ ῥάβδος, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τί ποτ' ἦν τὸ προλεχθὲν σκῆπτρον, διασαφεῖ λέγων· Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. Βασιλικὸν γὰρ ἦν ὄρος καὶ σκῆπτρον βασιλείας, ἐν ᾧ κατεσκεύαστο ὁ νεὼς καὶ ὁ οἶκος τῆς κατασκηνώσεως τοῦ Θεοῦ. Διὸ μητρόπολις πιστὴ Σιὼν ἐχρημάτιζε, καὶ πόλις Θεοῦ Ἱερουσαλὴμ, εἰκόνα φέρουσα τῆς ἐπουρανίου, περὶ ἧς ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγε· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Τοῦτο δ' εἰπὼν, ἑξῆς θεσπίζει τὰ συμβησόμενα τῷ τόπῳ, τὰ μέλλοντα ἔσεσθαι ὡς παρῳχηκότα συνήθως προφωνῶν. Λέγει δ' οὖν· Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου· ἢ κατὰ τὸν Ἀκύλαν, Ἐβρυχήσαντο οἱ πολέμιοί σου ἐν μέσῳ τῆς συνταγῆς σου. Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν ἔξοδον ὑπεράνω· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἔθηκαν τὰ σημεῖα αὐτῶν ἐπισήμως γνώριμα κατὰ τὴν εἴσοδον ἐπάνω.
Remember this inheritance of your own. Instead of "a rod of your inheritance," Aquila translated it as "a scepter of inheritance," and Symmachus as "a scepter of your allotment," the word teaching that all men are God's, but that his separated people had become, as it were, his royal scepter. "This is Mount Zion, in which you have dwelt." Lift up your hands against their pride at the end—all that the enemy has done wickedly in the holy place! What the rod was, or according to the other translators what the previously mentioned scepter was, he makes clear, saying: "This is Mount Zion, in which you have dwelt." For it was a royal mountain and a scepter of kingship, in which the temple and the house of God's dwelling had been established. Therefore Zion was accounted a faithful mother-city, and Jerusalem a city of God, bearing the image of the heavenly one, concerning which the divine Apostle, teaching, said: "You have come to Mount Zion, and to the city of the living God, the heavenly Jerusalem." Having said this, he next declares what will befall the place, foretelling the future as though past, in his customary manner. He says, then: "And those who hate you have boasted in the midst of your feast"; or according to Aquila, "Your enemies have roared in the midst of your array." "They set their signs as signs, and they did not know, as at the entrance above"; which Symmachus translated more clearly, saying: "They set their signs openly, known at the entrance above.
Ἀλλὰ καὶ ἀντὶ τοῦ, Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτὴν, πάλιν ὁ Σύμμαχος, Ἐν ἀρμένοις ξυλίνοις ἀξίναις τῶνδε καὶ τὰς πύλας αὐτῆς ὁμοῦ ἐν μοχλοῖς καὶ δικράνοις κατέῤῥιψαν. Σημεῖα δὲ τῶν πολεμίων τίνα ἦν, ἅπερ ἐπισήμως πρὸ τῶν εἰσόδων ἔθηκαν, ἢ τὰ πολεμικὰ ὄργανα, καὶ πελέκεις καὶ ἀξίναι καὶ τοιαῦτα δόρατά τε καὶ ὅπλα; Εἰκὸς δὲ καὶ τὰς σημαίας τὰς πρὸ τῶν στρατοπέδων φερομένας διὰ τούτων δηλοῦσθαι. Ἀλλὰ καὶ Ἐνεπύρισαν, φησὶ, ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, καὶ εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Ἐν ᾧ διερμηνεύει τὴν διάνοιαν τοῦ ἀνωτέρω λελεγμένου. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρητο· Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ· ὅπως κατεσκήνωσεν ἐν αὐτῷ διασαφεῖ νῦν φήσας· Τὸ σκήνωμα τοῦ ὀνόματός σου· Σκήνωμα γὰρ ἦν ὁ τόπος οὐκ αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τοῦ ὀνόματος αὐτοῦ· Δυσωπεῖ δὲ ἐφ' ἑκάστῳ, προστιθείς· Ἐν μέσῳ γὰρ, φησὶ, τῆς ἑορτῆς σου τὸ ἁγιαστήριόν σου καὶ τὸ σκήνωμα τοῦ ὀνόματός σου. Τὰ γὰρ τοιαῦτα δυσωπητικὰ ἦν καὶ ἐγερτικὰ ἐπὶ ἐκδίκησιν τῶν τετολμημένων, ἐφ' ἣν παρορμᾷ ἑξῆς λέγων· Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· κατὰ δὲ τὸν Σύμμαχον· Τὸ ὕψωμα, φησὶ, τῶν ποδῶν σου ἠφανίσθη εἰς νῖκος. Ὕψωμα δὲ τῶν ποδῶν αὐτοῦ ὁ νεὼς ἦν ὁ εὐκτήριος. Ἐνεκαυχήσαντο οἱ μισοῦντες τὴν Θεὸν ἐν μέσῳ τῆς ἑορτῆς αὐτοῦ εἰκότως. Ἐπειδὴ γὰρ αὐτοὶ πρότεροι τὸν τόπον οἰκοῦντες ἀθέους ἤραντο χεῖρας κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ
But also, instead of "As in a thicket of trees they cut down its doors with axes together, with axe and chisel they broke it down," Symmachus again says, "With wooden hammers, axes of these, and its gates together with bars and two-pronged forks they cast down." And what were the signs of the enemies, which they conspicuously set before the entrances, or the instruments of war, and axes and hatchets and such spears and weapons? It is likely that the standards carried before the camps are also indicated through these. But also, he says, "They burned your sanctuary with fire, and they defiled to the ground the tabernacle of your name." In which he interprets the meaning of what was said above. For since it was said in the preceding: "Mount Zion, this which you made your dwelling in it"—how he dwelt in it he now clarifies, saying: "The tabernacle of your name." For the place was a tabernacle not of God himself, but of his name. And he appeals to them on each point, adding: "For in the midst," he says, "of your feast, your sanctuary and the tabernacle of your name." For such things were persuasive and arousing toward vengeance for the things dared, to which he urges them next, saying: "Lift up your hands against their pride unto the end"; but according to Symmachus: "The height," he says, "of your feet was made to vanish unto victory." And the height of his feet was the house of prayer. Those who hated God boasted in the midst of his feast, reasonably. For since they themselves, formerly inhabiting the place, raised impious hands against the Christ of God
ἐν μέσῳ τῆς ἑορτῆς αὐτοῦ, βοαῖς τε ἀθέοις καὶ ἐναγέσιν ἐχρήσαντο, ἐν αὐτῇ τῇ τοῦ Πάσχα ἡμέρᾳ τὸ αἷμα αὐτοῦ καθ' ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων τέκνων ἐξαιτησάμενοι· εἰκότως ἐν μέσῳ τῆς ἑορτῆς μετῄει αὐτοὺς ἡ ἐκ Θεοῦ ὀργή· ὡς καὶ ἑτέραν προφητείαν πληροῦσθαι εἰς αὐτοὺς, δι' ἧς εἴρητο· Καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ τὰς πανηγύρεις ὑμῶν εἰς θρῆνον. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ προλεχθέντα πάντα δυσσεβεῖ σκοπῷ, φησὶ, διεπράξαντο οἱ ἐχθροί σου· τό τε γὰρ ἁγιαστήριόν σου ἐνεπύρισαν, καὶ τὸ σκήνωμα τοῦ ὀνόματός σου ἐβεβήλωσαν, καὶ τὰ λοιπὰ πάντα τετολμήκασιν· οὐκ ἀνθρώποις ἐπιβουλεύοντες, οὐδὲ τόπον πολιορκεῖν προθέμενοι· σοὶ δὲ τῷ Θεῷ πολεμοῦντες, καὶ τὰς ἑορτάς σου καταλῦσαι διανοούμενοι. Ταῦτα δὲ, εἰ καὶ μὴ στόματι ἐλάλουν, ἀλλὰ ταῖς καρδίαις αὐτῶν καὶ ταῖς ἐνθυμήσεσι ἐλογίζοντο. Ἀλλὰ τότε μὲν οἱ ἐχθροὶ τοῦ Θεοῦ ταῦτα λογιζόμενοι τὸν πάλαι τῷ Θεῷ ἀφωρισμένον τόπον καθῄρουν· ὁ δὲ μέγας καὶ δυνατὸς Θεὸς ἀνθ' ἑνὸς ἐκείνου τὰς ἀπ' ἀνατολῶν ἡλίου μέχρι δυσμῶν καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησίας ἐν πᾶσι συνίστη τοῖς ἔθνεσι. Καὶ οἱ μὲν ἐχθροί σου, φησὶ, καὶ πολέμιοι τὰ ἑαυτῶν σημεῖα ἔθηκαν ἐν ὑψηλῷ καὶ ἐπισήμοις τόποις, παρ' αὐτὰς τὰς εἰσόδους τοῦ ἱεροῦ· ὡς ἂν πάντες οἱ διιόντες ὁρῷεν αὐτῶν τὰ νικητήρια· ἡμεῖς δὲ, ὧν ἐκ προσώπου ἱκετήριος εὐχὴ ἀναπέμπεται, Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν. Πῶς δὲ οὐκ εἴδομεν ἡμῶν τὰ σημεῖα, ἀλλ' ἐπεὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι;
in the midst of his festival, and they used godless and polluted cries, on the very day of Passover demanding his blood upon themselves and upon their own children; rightly, in the midst of the festival, the wrath from God pursued them; so that another prophecy also was fulfilled in them, through which it was said: And I will turn your festivals into mourning, and your celebrations into lamentation. Their kindred said in their heart together: Let us put an end to the festivals of God from the earth. All the things previously mentioned, he says, your enemies accomplished with an impious purpose; for they set fire to your sanctuary, and they profaned the tabernacle of your name, and they dared all the rest; not plotting against men, nor intending to besiege a place, but warring against you, God, and devising to destroy your festivals. And these things, even if they did not speak with the mouth, they reckoned in their hearts and thoughts. But at that time the enemies of God, reckoning these things, were tearing down the place long ago set apart for God; but the great and mighty God, in place of that one, established the churches from the rising of the sun to its setting throughout the whole inhabited world among all the nations. And your enemies, he says, and adversaries set their own signs on high and in prominent places, right at the very entrances of the temple; so that all who passed by might see their trophies of victory; but we, on whose behalf the suppliant prayer is sent up, We did not see our signs. And how did we not see our signs, except because there is no longer a prophet, and he will no longer know us?
Πάλαι μὲν γὰρ καθ' ἕκαστον καιρὸν καὶ κατὰ γενεὰς καὶ κατὰ διαδοχὰς τῶν ἡμετέρων πατέρων, προφῆται συνῆσαν αὐτοῖς πολιορκουμένοις καὶ εἰς αἰχμαλωσίαν ἀπαγομένοις· ὅπερ ἦν μέγιστον δεῖγμα καὶ σημεῖον τοῦ μὴ ἀνεπισκόπους αὐτοὺς ὑπάρχειν· ἡ γοῦν προνοητικὴ τῶν ὅλων δύναμις, ὥσπερ ἰατροὺς ἐν ταῖς ἐσχάταις συμφοραῖς τοὺς προφήτας τῷ τότε λαῷ καθίστη· καὶ ταῦτα ἦν τοῦ Θεοῦ τὰ σημεῖα. Νῦν δὲ εἰς ἡμᾶς γινόμενα ὅτε τὰ προλεχθέντα δι' ἔργων χωρεῖ, Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν· δι' ὃ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Εἰ μὲν γὰρ πρὸς καιρὸν βραχὺν διέλιπον οἱ προφῆται, εἶτα μετὰ ταῦτα πάλιν ἀνεφάνησαν, οὐκ ἂν ἐλέγετο. καὶ ἡμᾶς οὐ γνώσεται ἔτι· νῦν δὲ ἐπειδὴ μετὰ τὰ κατὰ τοῦ Σωτῆρος τολμηθέντα αὐτοῖς, Ῥωμαίων ἐπιστάντων καὶ τὸν τόπον ἐκ βάθρων ἐρημωσάντων, οὐδαμοῦ προφῆται παρῆσαν τοῖς πολιορκουμένοις· ἀλλ' οὐδὲ ἐν τοῖς μετὰ ταῦτα χρόνοις γεγόνασιν, οὐδ' ἤμελλον εἰσαῦθίς ποτε ἀναστήσεσθαι· θαυμαστῶς ἡ πρόῤῥησις φήσασα, Οὐκ ἔστιν ἔτι προφήτης, ἐπήγαγε, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ὅτι οὔτ' ἐπὶ τῶν Βαβυλωνίων χρόνων ἥρμοττε λέγεσθαι, οὔτ' ἐπὶ τῶν παλαιοτέρων. Ἤκμαζε γοῦν καθ' ἑκάστην γενεὰν παρ' αὐτοῖς ἡ τῶν προφητῶν διαδοχὴ, ἣ καὶ διήρκεσε μέχρις Ἰωάννου τοῦ προφήτου. Ἕως πότε, ὁ Θεὸς, ὀνειδίζει ὁ ἐχθρὸς, παροξύνει ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; Πολλάκις εἴρηται διὰ τῆς μετὰ χεῖρας προφητείας τὸ, εἰς τέλος. Ἐν ἀρχῇ μὲν γὰρ ἐλέγετο· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; εἶθ' ἑξῆς· Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος· καὶ τρίτον·
For long ago, at every season and in every generation and in the successions of our fathers, prophets were with them when they were besieged and led away into captivity; which was the greatest proof and sign that they were not left unvisited; at any rate, the providential power of all things appointed the prophets for the people of that time like physicians in the last calamities; and these were the signs of God. But now, since these things are happening to us when the things foretold are coming to pass through deeds, We have not seen our signs; therefore there is no longer a prophet, and he will no longer know us. For if the prophets had ceased for a short time and then afterwards appeared again, it would not have been said, and he will no longer know us; but now, since after the things they dared against the Savior, when the Romans came upon them and laid the place waste from its foundations, prophets were nowhere present with those besieged; nor did they arise in the times after these, nor were they ever going to rise again hereafter; wonderfully the prophecy, having said, There is no longer a prophet, added, and he will no longer know us. For it was fitting to be said neither in the times of the Babylonians nor in those of more ancient times. At any rate, the succession of the prophets flourished among them in each generation, which also continued until John the prophet. How long, O God, does the enemy reproach, does the adversary provoke your name to the end? Often through the prophecy at hand the phrase to the end has been spoken. For at the beginning it was said: Why, O God, have you cast us off to the end? then next: Lift up your hands against their pride to the end; and third:
Παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος· καὶ αὖθις· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; δι' ὧν ὁ λόγος τὴν τελευταίαν πολιορκίαν τοῦ τόπου σημαίνει. Πυνθανόμενος δὲ καὶ λέγων· Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; διδαχθῆναι ποθεῖ ἕως πότε ταῦτ' ἔσται, καὶ τίς ἔσται ἡ περιγραφὴ τοῦ χρόνου, καὶ μέχρι τίνος παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου, καὶ εἰ διαμένει εἰς τέλος τοῦτο πράττων. Εἶτ' ἀκολούθως πυνθάνεται τὴν τούτων αἰτίαν ἀξιῶν· διό φησιν· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Ἡ δὲ τοῦ λόγου διάνοια τοῦτον ἔχει τὸν νοῦν· ὁ κόλπος τοῦ Θεοῦ ἀγαθῶν ἐστι πλήρης, διὸ λέλεκται· Μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν
κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ ἔστιν ἀπόῤῥητος οὗτος τῆς Πατρικῆς θεότητος θησαυρὸς καὶ πλήρωμα τῶν ἀγαθῶν ἁπάντων, ἐξ ὧν δίδωσι τὰ χαρίσματα τοῖς ἀξίοις αὐτοῦ. Ἐπεὶ τοίνυν ἐκ μέσου τοῦ κόλπου τὰ χαρίσματα τοῖς ἀξίοις δωρεῖται ἐκτείνων εἰς αὐτοὺς τὴν ἑαυτοῦ δεξιὰν, ἀπὸ δὲ τῶν μὴ ἀξίων ἀποστρέφει τὴν χεῖρα τὴν δεξιὰν, μηδὲν αὐτῶν τῶν ἐν αὐτῷ δηλωθέντι κόλπῳ τεταμιευμένων ἀγαθῶν δωρούμενος· εἰκότως πυνθάνεται λέγων· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; Καὶ πάλιν προστίθησι τὸ, εἰς τέλος, σημαίνων, ὡς ἀποστροφὴ τῆς τοῦ Θεοῦ δεξιᾶς εἰς τέλος ἔσται αὐτοῖς. Διὰ δὲ τῆς ἐρωτήσεως ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας ἡμᾶς διεγείρει, ὡς ἂν ζητήσαιμεν τί τὸ αἴτιον γεγένηται τοῦ εἰς τέλος αὐτοὺς ἀποβληθῆναι.
The adversary provokes your name to the end; and again: Why do you turn away your hand and your right hand from the midst of your bosom to the end? By these words the passage signifies the final siege of the place. And asking and saying: How long, O God, will the enemy reproach? he longs to be taught how long these things will be, and what will be the limit of the time, and until when the adversary provokes your name, and whether he continues doing this to the end. Then consequently he inquires, deeming it worthy, the cause of these things; therefore he says: Why do you turn away your hand and your right hand from the midst of your bosom to the end? And the thought of the passage has this meaning: the bosom of God is full of good things, therefore it has been said: The only-begotten Son who is in the bosom of the Father, he has declared him. And this is the secret treasure of the Father's divinity and the fullness of all good things, from which he gives graces to those worthy of him. Since, therefore, from the midst of the bosom he bestows graces on the worthy, extending to them his own right hand, but from the unworthy he turns away his right hand, granting them none of the good things stored up in that bosom which has been indicated in him; with good reason he asks, saying: Why do you turn away your hand and your right hand from the midst of your bosom to the end? And again he adds the phrase to the end, signifying that the turning away of God's right hand will be to the end for them. And through the question he stirs us up to the search for the cause, so that we might seek what has become the cause of their being cast out to the end.
Εἰ μὲν γὰρ ἁμαρτίας καὶ παρανομίας αἰτιάσαιτό τις, ἀλλὰ καὶ πάλαι τοιαῦτα πράξαντας αὐτοὺς ἔγνωμεν καὶ μὴ ἀπωσθέντας εἰς τέλος· μυρίους γὰρ ἀθεμίτους πράξεις μοιχείας τε καὶ εἰδωλολατρείας, προφητῶν τε ἀναιρέσεις καταλέγουσιν αὐτῶν οἱ προφητικοὶ λόγοι· ἀλλ' οὐ πώποτε ἐγκατελείφθησαν εἰς τέλος. Συνῆσαν δὲ αὐτοῖς, καίπερ τοιαῦτα πράττουσιν, οἱ προφῆται· ἐγίγνοντο δὲ παρ' αὐτοῖς καὶ ἀγγέλων ἐπιφάνειαι, καὶ Πνεύματος ἁγίου παρουσία. Τί τοίνυν τὸ ξένον, καὶ τί τοσοῦτον αὐτοῖς τετόλμηται, ὡς εἰς τέλος αὐτοὺς ἀπωσθῆναι, καὶ τὴν δεξιὰν τοῦ Θεοῦ ἀποστραφῆναι αὐτοὺς εἰς τέλος; Λέγων δὲ ταῦτα, αἰνίττεται σεσιωπημένως τὸ πραχθὲν αὐτοῖς κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ τόλμημα. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Διελθὼν τὰ προλελεγμένα, ἐπαναλαμβάνει τοὺς περὶ τῆς προνοίας λόγους, καὶ τῆς δυνάμεως τοῦ Θεοῦ παρίστησι τὰς μεγαλουργίας, εὐκαίρως εὐσεβεῖς προϊέμενος φωνὰς, ὡς ἂν μή τις νομίσειε, διὰ τὸ μὴ ἐφορᾷν αὐτὸν, μηδὲ ἐπιστατεῖν τοῖς πᾶσι τὰ προλεχθέντα γεγενῆσθαι. Διό φησιν· Εἰ καὶ ταῦτα τοῦτον ἐπράχθη τὸν τρόπον· ἀλλ' ὅμως πεπείσμεθα, ὅτι σὺ ὁ Θεὸς ἡμῶν, ὃν καὶ βασιλέα ἡμῶν εἶναι γνωρίζομεν, κρίσει βασιλικῇ καὶ θείᾳ πάντα οἰκονομεῖς ἐπὶ σωτηρίᾳ τῶν ὅλων· Ὁ γὰρ Θεὸς ἡμῶν, βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ὥστ' εἰ καὶ ἐν μιᾷ γωνίᾳ γῆς τοιαῦτα πραχθῆναι συγκεχώρηκας διὰ τοὺς οἰκήτορας τοῦ τόπου·
For if someone were to charge them with sin and lawlessness, we know that they did such things long ago as well and were not utterly cast off. For countless lawless deeds—adulteries and idolatries and the slaying of prophets—their prophetic writings recount; yet they were never utterly forsaken. The prophets were with them, even though they did such things; and appearances of angels and the presence of the Holy Spirit occurred among them. What, then, is the strange thing, and what so great has been dared by them that they should be utterly cast off and that the right hand of God should turn away from them utterly? In saying these things, he darkly hints at the daring deed committed by them against the Christ of God. But God, our king before the ages, worked salvation in the midst of the earth. Having gone through what was said before, he resumes the words concerning providence and sets forth the mighty works of the power of God, uttering pious words in due season, so that no one might suppose, because he does not look upon them nor oversee all things, that the things previously spoken came to pass. Therefore he says: Even if these things were done in this manner, nevertheless we are persuaded that you, our God, whom we acknowledge also to be our king, order all things by royal and divine judgment for the salvation of all. For our God, our king before the ages, worked salvation in the midst of the earth. So that even if in one corner of the earth you have permitted such things to be done because of the inhabitants of the place—
ἀλλ' ὅμως πεπείσμεθα, ὅτι τοὺς καθ' ὅλης τῆς οἰκουμένης οἰκοῦντας ἀνθρώπους σωτηρίας ἀξιώσεις, τὸν ἑαυτοῦ Χριστὸν ἐγείρας ἅπασιν ἀνθρώποις Σωτῆρα. Καί μοι δοκεῖ δι' ἑνὸς τοῦ μετὰ χεῖρας στίχου ὥσπερ ἀνταπόδοσιν ποιεῖσθαι τῶν ἐπηπορημένων· ἀντὶ γὰρ τῶν συμβεβηκότων κατὰ τοῦ δηλωθέντος τόπου, ἐργάσεται, φησὶν, ὁ Θεὸς σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Συνήθως δὲ καὶ νῦν τὰ ἐσόμενα ὡς παρῳχηκότα θεσπίζει. Εἶτα διδάσκει ἑξῆς ὁποίας ἤδη πάλαι πρότερον ὁ Θεὸς κατειργάσατο θαυματουργίας λέγων· Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Ἀντὶ δὲ τοῦ, Σὺ δὲ ἐκραταίωσας, ὁ Σύμμαχος, Σὺ διεσκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν, ἡρμήνευσε. Καί μοι δοκεῖ διὰ τούτων ὡς πρὸς τὴν ἱστορίαν σημαίνειν τὴν ἐπὶ Μωσέως γενομένην δίοδον τοῦ λαοῦ διὰ τῆς Ἐρυθρᾶς θαλάσσης. Διὸ κατὰ μὲν τὸν Σύμμαχον εἴρηται, Σὺ διεσκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν· κατὰ δὲ τὸν Θεοδοτίωνα, Σὺ διέστησας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Εἶτα τοὺς Αἰγυπτίους καὶ τὸν Φαραὼ αἰνίττεσθαί μοι δοκεῖ φάσκων· Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος· δράκοντα μὲν τὸν Φαραὼ, κεφαλὰς δὲ αὐτοῦ τοὺς ὑπ' αὐτὸν ἄρχοντας αἰνιττόμενος· ἢ δράκοντας τοὺς Αἰγυπτίους, κεφαλὰς δὲ αὐτῶν τοὺς τριστάτας καὶ τοὺς ἡγουμένους αὐτῶν ὀνομάζων. Τὸ δὲ, Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, εἴποι ἄν τις τὰ νεκρὰ σώματα αὐτῶν, ἐκβρασθέντα τῆς θαλάσσης, βορὰν γεγονέναι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Ἀντὶ δὲ τοῦ, τοῖς Αἰθίοψιν, ὁ μὲν Ἀκύλας, τοῖς ἐξελευσομένοις, ὁ δὲ Θεοδοτίων, τῷ ἐσχάτῳ, καὶ ἡ
But nevertheless we are persuaded that you will deem worthy of salvation the people dwelling throughout the whole inhabited world, having raised up your own Christ as Savior for all people. And it seems to me that through the one verse at hand he makes, as it were, a recompense for the things previously raised in question; for instead of the things that happened against the place indicated, he says, God will work salvation in the midst of the earth. And as is his custom, even now he declares future things as though past. Then next he teaches what kind of wondrous works God had already performed long before, saying: You strengthened the sea by your power. And instead of "You strengthened," Symmachus translated, "You scattered the sea by your strength." And through these words it seems to me that he indicates, as regards the history, the crossing of the people through the Red Sea that took place in the time of Moses. Therefore according to Symmachus it is said, "You scattered the sea by your strength"; but according to Theodotion, "You divided the sea by your power." Then he seems to me to hint at the Egyptians and Pharaoh, saying: You crushed the heads of the dragons upon the water; you shattered the heads of the dragon—hinting at Pharaoh as the dragon, and his heads as the rulers under him; or naming the Egyptians as dragons, and their heads as their captains and leaders. And the phrase, "You gave him as food to the peoples, to the Ethiopians," one might say means that their dead bodies, cast up from the sea, became food for the birds of heaven. And instead of "to the Ethiopians," Aquila has "to those who will come out," and Theodotion has "to the last," and the
πέμπτη ἔκδοσις, τῷ ἐξεληλυθότι, ἡρμήνευσαν. Τῶν μὲν τῇ Ἐρυθρᾷ θαλάσσῃ καταποντωθέντων μνημονεύσας ὁ λόγος, ἑξῆς καὶ τῶν μετὰ ταῦτα πεπραγμένων ἀναφέρει τὴν μνήμην λέγων· Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους. Οὐ γὰρ Μωσῆς, φησὶν, ἦν ὁ τῇ ῥάβδῳ τύψας τὴν πέτραν καὶ ἐξαγαγὼν ἐξ αὐτῆς πηγὰς καὶ χειμάῤῥους· ἀλλὰ σὺ ἦσθα, ὁ Θεὸς, ὁ ταῦτα διὰ Μωσέως παραδοξοποιῶν. Καὶ τὸ ἐπιλεγόμενον δὲ ἐν τῷ, Σὺ ἐξήρανας ποταμοὺς Ἠθὰμ, ἀναφέροιτο ἂν ἐπὶ τὸν Ἰορδάνην, ὃν ἀποξηρανθέντα διῆλθον ποσὶ μετὰ τὴν Μωσέως τελευτὴν οἱ υἱοὶ Ἰσραὴλ, ἡγουμένου αὐτῶν Ἰησοῦ. Ἔστι δὲ ὁ τρόπος περιληπτικὸς, ἀντὶ τοῦ ἑνικοῦ πληθυντικῶς προενηνεγμένος. Τὸ δὲ Ἠθάμ, ὁ μὲν Ἀκύλας στερεοὺς ποταμοὺς ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος ἀρχαίους. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λέξιν εἰρήσθω. Τροπικῶς δ' ἄν τις ἐπιβαλὼν τοῖς τόποις ἀνοίσει ταῦτα ἐπὶ δυνάμεις ἀφανεῖς καὶ ἀοράτους, αὐτὰς εἶναι λέγων τοὺς δράκοντας τοὺς ἐνταῦθα ὠνομασμένους· θάλασσάν τε τροπικῶς τὸ τούτων οἰκητήριον, αὐτόν τε τὸν ἄρχοντα τῶν πονηρῶν πνευμάτων σημαίνεσθαι διὰ τοῦ πολυκεφάλου δράκοντος· περὶ οὗ φήσειέ τις εἰρῆσθαι τὸ, Σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. Ζητήσει δὲ ὁ τοιοῦτος καὶ τινὰς Αἰθίοπας νόμοις ἀλληγορίας, τοὺς τὰς ψυχὰς μεμελανωμένους φάσκων εἶναι· οὓς δὲ καὶ ἐσθίειν ἐρεῖ τὸν προλεχθέντα δράκοντα, ἀναλόγως τοῖς ἐσθίουσι τοῦ σωτηρίου Λόγου τὰς σάρκας· ἀκολούθως δὲ τούτοις καὶ πηγὰς ῥηγνυμένας εἰς χειμάῤῥους καὶ ποταμοὺς ἀποξηραινομένους τροπικῶς ἀποδοῦναι πειράσεται.
The fifth edition, they interpreted as "to the one who has come forth." Having made mention of those drowned in the Red Sea, the account next also brings up the memory of what was done after these things, saying: "You broke open springs and torrents." For it was not Moses, it says, who struck the rock with the rod and brought forth from it springs and torrents; but you were the one, God, who worked these wonders through Moses. And what is added in "You dried up the rivers of Etham" would be referred to the Jordan, which, having been dried up, the sons of Israel crossed on foot after the death of Moses, with Joshua leading them. And the manner of expression is comprehensive, brought forward in the plural instead of the singular. As for "Etham," Aquila interpreted it as "strong rivers," and Symmachus as "ancient." And let these things be said with regard to the wording. But figuratively, one who applies himself to the places will refer these things to invisible and unseen powers, saying that these are the dragons named here; and that the sea is figuratively their dwelling place, and that the ruler of the evil spirits himself is signified by the many-headed dragon; concerning which one might say that "You crushed the heads of the dragon, you gave him as food to the peoples, to the Ethiopians" was spoken. Such a one will also seek certain Ethiopians by the laws of allegory, asserting that they are those whose souls have been blackened; and he will say that the aforementioned dragon also eats them, analogously to those who eat the flesh of the saving Word; and in accordance with these things he will attempt to render figuratively both the springs broken open into torrents and the rivers dried up.
Ἀλλ' ἡμεῖς, πρὸς λέξιν τὴν διάνοιαν ἀποδεδωκότες, ἐπὶ τὰ ἑξῆς διαβησόμεθα. Παραστήσας ὁ προφήτης ὁποῖα εἴργασται θαύματα ὁ πρὸ αἰώνων βασιλεὺς Θεὸς, ἔτι καὶ ταῦτα προστίθησι λέγων· Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Τὴν γὰρ τοσαύτην τῶν πραγμάτων μεταβολὴν σὺ μόνος ὁ παντοδύναμος εἰργάσω. Ὡς γὰρ τὴν στερέμνιον πέτραν εἰς ῥευστὴν οὐσίαν μεταβαλὼν, πηγὰς καὶ χειμάῤῥους ἐξ αὐτῆς εἰργάσω, καὶ ἀνάπαλιν τὰ τῶν ποταμῶν ῥεύματα εἰς τὸ ἐναντίον καταστήσας ἐξήρανας· οὕτω καὶ τὴν ἡμέραν ὅτε θέλεις νυκτοποιεῖς, ἔμπαλίν τε τὴν νύκτα μετατρέπεις εἰς ἡμέραν· αὐτὸς καὶ φωστῆρας ἐν οὐρανῷ κατηστέρισας αὐτοῖς, καὶ ἡλίῳ διέταξας δρόμους, ὅρους τε τῷ παντὶ νομοθετήσας, ὥσπερ μεθορίους διεῖλας τὸν σύμπαντα αἰῶνα κατακερματίσας εἰς διάφορα τμήματα τοὺς τοῦ παντὸς ἐνιαυτοῦ καιρούς. Ἑνὸς γὰρ ὄντος τοῦ χρόνου, καὶ τῆς τοῦ παντὸς ἀνακυκλήσεως μιᾶς καὶ τῆς αὐτῆς οὔσης, σὺ ὁ πάντα δυνατὸς Θεὸς τροπαῖς διαφόροις διεῖλας τὸ πᾶν, θέρος μὲν ἔαρι συνάψας, τούτῳ δὲ μετόπωρον περιγράψας, χειμῶνά τε περιορίσας ἔαρι· πάντα γὰρ ταῦτα σὺ ἔπλασας. Ἐπεὶ τοίνυν σὺ ὁ ἐξ αἰῶνος καὶ πρὸ αἰῶνος βασιλεὺς ἡμῶν τοιαῦτα πέφυκας μεγαλουργεῖν καὶ παραδοξοποιεῖν, μεταβάλλειν τε ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία τὰ τῷ σῷ νεύματι παριστάμενα· εἰκότως ἀντιβολοῦμεν καὶ νῦν ταῖς ἡμετέραις ἱκετηρίαις ἐπινεῦσαι, μνησθῆναί τε ταύτης (ἀντὶ δὲ τοῦ, ταύτης, ταῦτα ὁ Σύμμαχος ἡρμήνευσεν)· ὅπως καὶ ἐφ' ἡμῶν μεταβολὴν ποιήσειας τῶν προκαταλαβόντων ἡμᾶς κακῶν.
But we, having rendered the meaning according to the wording, will proceed to what follows. The prophet, having set forth what kind of wonders the King and God before the ages has wrought, adds also these things, saying: "Yours is the day, and yours is the night." For you alone, the Almighty, have wrought so great a change of things. For just as you changed the solid rock into a fluid substance and made springs and torrents from it, and again, having turned the streams of rivers to the opposite, you dried them up; so also the day, whenever you wish, you make into night, and conversely you change the night into day; you yourself both set the luminaries in the heaven and appointed courses for the sun, and having legislated boundaries for the whole, you divided them as borders, cutting up the entire age into different segments, the seasons of the whole year. For since time is one, and the revolution of the whole is one and the same, you, the God who is able to do all things, divided the whole by various turnings, joining summer to spring, and bounding autumn by this, and limiting winter by spring; for all these things you fashioned. Since, therefore, you, our King from eternity and before eternity, are by nature such as to work great things and do paradoxical things, and to change from opposites to opposites the things that stand by your nod; reasonably we entreat you now also to assent to our supplications, and to remember this (and instead of "this," Symmachus interpreted these things); so that you may also make a change in our case from the evils that have beforehand seized us.
Ἀντὶ δὲ τοῦ, Σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον, ὁ Ἀκύλας, Σὺ ἡτοίμασας φωστῆρα καὶ ἥλιον ἡρμήνευσεν. Ἐχθρὸς ὠνείδισε τῷ Κυρίῳ, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι. Τὰ μὲν τῆς σῆς ἀνεκφράστου δυνάμεως ἔργα τοιαῦτά τινα, ὁποῖα δεδήλωται τυγχάνει. Τούτων δέ σε μνησθῆναι καὶ ἐφ' ἡμῶν ἱκετεύομεν. Ἐπειδὴ καὶ νῦν οἱ ἐχθροὶ καὶ οἱ πολέμιοι, οὐχ ἡμᾶς τοὺς πολεμηθέντας καὶ ὑποχειρίους αὐτοῖς γενομένους, ἀλλὰ σὲ τὸν Θεὸν ἡμῶν ὀνειδίζουσι· καὶ λαὸς ἄφρων ὁ σὲ τὸν Θεὸν μὴ εἰδὼς, ἐπὶ δαίμοσι δὲ καὶ πολυθέῳ πλάνῃ καυχώμενος, οὐχ ἡμᾶς, ἀλλὰ σὲ καὶ τὸ σὸν ὄνομα παρώξυνεν· οὗ χάριν δεόμεθα καὶ ἀντιβολοῦμεν, μὴ ἐκδότους
παραδοῦναι τοῖς ἀπηνέσι θηρσὶ τὰς ψυχὰς τῶν ἐξομολογουμένων σοι, μηδὲ λήθην ποιήσασθαι εἰς τὸ παντελὲς, μὴ βορὰ γενώμεθα θηρίων ψυχὰς ἐσθίειν πεφυκότων· ὁποῖαί εἰσιν αἱ ἀντικείμεναι δυνάμεις, αἱ τῶν ψυχῶν τῶν ἀνθρωπίνων ἐπίβουλοί τε καὶ πολέμιοι· ἀλλὰ γὰρ ἐπίβλεψον εἰς τὴν διαθήκην σου, καὶ μνήσθητι τῆς συνθήκης σου, δι' ἧς ηὐδόκησας σῶσαι τὸ τῶν ἀνθρώπων γένος, καινὴν διαθήκην αὐτοῖς διὰ τοῦ Χριστοῦ σου δεδωρημένος. Εἰ γὰρ καὶ τὰ μάλιστα γεγόνασί τινες ἐσκοτισμένοι τὴν διάνοιαν καὶ οἴκῳ ἀνομιῶν πεπληρωμένοι, μὴ παραδεξάμενοι τὸν Χριστόν σου, ἀλλὰ σὺ ὡς φιλάνθρωπος Θεὸς τῶν σῶν πτωχῶν μὴ ἀποστραφῇς τὰς ἱκετηρίας. Τίνες δ' ἂν εἶεν οἱ πτωχοὶ οἱ ταῦτα ὑπὲρ παντὸς εὐχόμενοι τοῦ λαοῦ, ἀλλ' οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι πρὸς οὓς ἐλέγετο· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν;
Instead of "You established light and sun," Aquila translated it as "You prepared a luminary and sun." The enemy has reproached the Lord, and a foolish people has provoked your name. Do not hand over to the beasts a soul that confesses you. Such, then, are the works of your inexpressible power as have been indicated. And we beseech you to remember these things in our case as well. For even now the enemies and adversaries reproach not us, who have been warred against and have come under their hand, but you, our God; and a foolish people, one that does not know you, God, but boasts in demons and in the manifold error of polytheism, has provoked not us but you and your name. For this reason we entreat and implore you not to hand over
to the savage beasts the souls of those who confess you, nor to make forgetfulness complete, lest we become food for beasts whose nature it is to devour souls—such as are the opposing powers, the plotters against and enemies of human souls. But rather look upon your covenant, and remember your agreement, by which you were pleased to save the human race, having granted them a new covenant through your Christ. For even if some have become utterly darkened in mind and filled with a house of lawlessness, not having received your Christ, nevertheless do you, as a God who loves humanity, not turn away the supplications of your poor. And who would the poor be, those who pray these things on behalf of the whole people, but the disciples and apostles of our Savior, to whom it was said: Blessed are the poor in spirit, for yours is the kingdom of heaven?
Τούτοις γὰρ καὶ Ἡσαΐας ἐμαρτύρει ἐκ προσώπου λέγων τοῦ Χριστοῦ· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Οὗτοι γοῦν ὑπερηύχοντο τοῦ παντὸς λαοῦ, μονονουχὶ φήσαντες ἂν οἱ πάντες αὐτοὶ ὁμοίως Παύλῳ τό· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Καὶ αὐτοὶ δὲ οἱ προφῆται τοῦ Θεοῦ, δι' αὐτὸν πτωχεύοντες, ταῦθ' ὑπὲρ τοῦ παντὸς καθικέτευον ἔθνους. Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶν σου, τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἐχθρῶν σου, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διαπαντός. Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα ἀλλὰ σύ· σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων τὸ σὸν ὄνομα παρώξυνε· τούτου χάριν ἀνάστηθι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην σου. Κατὰ δὲ τὸν Σύμμαχον· Στῆθι, ὁ Θεὸς, προμάχησον τῆς μάχης σου, καὶ μνημόνευσον τοῦ ὀνείδους σου παρὰ ἄφρονος τοῦ διὰ πάσης ἡμέρας. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν πολεμίων σου, ἤγουν τῶν ἀνθεστηκότων σοι, μέχρις οὗ ἀναβαίνοντος ἀδιαλείπτως; Καὶ μέχρι τούτων ἵσταται ὁ λόγος παρακαλῶν τὸν Θεὸν διαναστῆναι καὶ δικάσαι τὴν δίκην αὐτοῦ, μνησθῆναί τε τοῦ ὀνειδισμοῦ τῶν ἀφρόνων, μηδὲ λήθῃ παραδοῦναι τὰς φωνὰς τῶν ἐχθρῶν καὶ τὰς ὑπερηφανίας τῶν διαπαντὸς ἐπαιρομένων. Οὐ μὴν ἐπισυνῆπται τούτοις ἑξῆς χρηστοτέρα τις ἀπόκρισις, οὐδὲ ἀγαθῶν ἐπαγγελία τοῖς δεηθεῖσιν, ὅπερ ἔστιν ἐφ' ἑτέρων εὑρεῖν. Διόπερ ἀρχόμενος ὁ λόγος ἀπωσμὸν εἰς τέλος ἐθέσπισε τοῖς δηλουμένοις, καὶ δι' ὅλου τὸ, εἰς τέλος, ἐπῆγε τῇ τῶν σκυθρωπῶν προῤῥήσει.
For Isaiah also testified to these things, speaking in the person of Christ: "The Spirit of the Lord is upon me, because he has anointed me; he has sent me to proclaim good news to the poor." These men, then, prayed on behalf of the whole people, all but saying, like Paul, "I could wish that I myself were accursed for the sake of my brothers, my kinsmen according to the flesh, who are Israelites." And the prophets of God themselves, being poor for his sake, entreated these things on behalf of the whole nation. Arise, O God, judge your cause; remember your reproaches, those made by a fool all the day long. Do not forget the voice of your enemies; the pride of those who hate you has risen up continually. Since it is not we who have been wronged but you—for the enemy has reproached you, and a foolish people has provoked your name—for this reason arise, O God, and judge your cause. According to Symmachus: Stand, O God, fight as champion in your battle, and remember your reproach from a fool, from him through every day. Do not forget the voice of your enemies, that is, of those who have set themselves against you, while it rises up unceasingly. And up to this point the word stands, entreating God to arise and judge his cause, and to remember the reproach of fools, and not to deliver over to forgetfulness the voices of the enemies and the proud boasts of those who are lifted up continually. Yet no more favorable answer is joined to these things in what follows, nor any promise of good things to those who have made petition, which one can find in other cases. Therefore the word, at its beginning, ordained a rejection unto the end for those indicated, and throughout it added the phrase "unto the end" to the foretelling of gloomy things.
Ἔνθεν ὁρμώμενος καὶ ὁ θεῖος Ἀπόστολος, γράφων περὶ αὐτῶν ἔλεγε τὸ, Ἔφθασε δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ, ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. ΟΔʹ. Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Ἀντὶ τοῦ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ὁ Σύμμαχος, Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς τοῦ Ἀσὰφ, ἡρμήνευσεν. Οὐκοῦν περὶ ἀφθαρσίας ὁ λόγος τῆς τοῖς δικαίοις ἀποκειμένης, οἷς καὶ τὰ τῆς νίκης ἀποτεθησαύρισται βραβεῖα. Διὸ καὶ ἐπινίκιος εἴρηται· ἀναπέμπει δὲ ἡμᾶς καὶ εἰς τὸ τέλος, περὶ οὗ φησιν ὁ Ἀπόστολος· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Εἰς ἐκεῖνο γὰρ τὸ τέλος οἱ κατὰ τὸν ἐνεστῶτα αἰῶνα τὸν καλὸν ἀγῶνα νενικηκότες τῆς ἀφθάρτου ζωῆς τεύξονται· ὃ δὴ πρὸς τοῖς τελευταίοις καὶ ὁ μετὰ χεῖρας λόγος παρίστησι λέγων· Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου. Συμφώνως γὰρ τῷ Ἀποστόλῳ ὁ παρὼν λόγος κλασθήσεσθαι τὰ κέρατα εἰπὼν, ἐπήγαγε τὸ,
Starting from this point, the divine Apostle also, writing about them, said: "But wrath has come upon them to the end."
TO THE END, DO NOT DESTROY, A PSALM OF ASAPH. ODE 75. We will give thanks to you, O God, we will give thanks to you, and we will call upon your name. Instead of "To the end, do not destroy," Symmachus translated it as "A victory psalm concerning incorruption of Asaph." Therefore the discourse concerns the incorruption laid up for the righteous, for whom the prizes of victory have also been stored up. For this reason it is also called a victory psalm; and it directs us also to the end, about which the Apostle says: "Then comes the end, when he hands over the kingdom to God the Father, when he abolishes every rule and every authority and power. For he must reign until he has put all his enemies under his feet. The last enemy to be abolished is death." For to that end, those who have won the good contest in the present age will obtain incorruptible life; which indeed the present discourse also sets forth near its conclusion, saying: "And all the horns of the sinners I will shatter, and the horns of the righteous shall be exalted." For in agreement with the Apostle, the present discourse, having said that the horns shall be broken, added:
Ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου· καὶ τοῦτ' ἔστι τὸ τῆς παρούσης προφητείας συμπέρασμα. Διὸ καὶ ψαλμὸς καὶ ᾠδὴ κατὰ τὸ αὐτὸ ὠνόμασται· ἐκ προσώπου δὲ τῶν δικαίων τὴν καταρχὴν ποιεῖται εἰπών· Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Μόνοις γὰρ αὐτοῖς πρέπει ἡ εὐχαριστήριος ἐξομολόγησις, καθ' ἣν καὶ ὁ Σωτὴρ ἐξωμολογεῖτο ἐν Εὐαγγελίοις πρὸς τὸν Πατέρα φάσκων· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Πρῶτον δὲ ἐξομολογοῦνται, εἶτα ἐπικαλοῦνται τὸ ὄνομα αὐτοῦ, διὰ τῆς τοιᾶσδε ἐπικλήσεως παρὰ τῷ Θεῷ τευξόμενοι σωτηρίας, κατὰ τὸ φάσκον λόγιον· Καὶ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Δύναται δὲ ὁ λόγος διδασκαλικὸς εἶναι ἐξομολογήσεως τῶν ἐν τῷ πρὸ τούτου ἀποκλαυσαμένων τὴν πτῶσιν τῆς Ἱερουσαλὴμ καὶ τὴν ἐσχάτην αὐτῆς πολιορκίαν. Οἱ γὰρ εἰρηκότες ἐν τοῖς ἔμπροσθεν, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ τὰ ἑξῆς, διδάσκονται νῦν ἐξομολογεῖσθαι τῷ Θεῷ καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ διττός ἐστιν ὁ τῆς ἐξομολογήσεως τρόπος, ἀναγκαίως δεύτερον εἴρηται ἐπὶ τοῦ παρόντος τὸ, Ἐξομολογησόμεθά σοι· τοῦ μὲν πρώτου, ὡς εἰκὸς, ἐφ' ἁμαρτίας τὴν ἐξομολόγησιν δηλοῦντος, τοῦ δ' ἑξῆς τὴν ἐφ' οἷς εὖ πεπόνθασιν οἱ τὸ πρῶτον ἐξομολογησάμενοι εὐχαριστίαν. Διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν ἐκλάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Θεοῦ φωνὰς εἶναι τὰς προκειμένας ὁ νοῦς τῶν λεγομένων παρίστησι.
The horns of the righteous shall be exalted; and this is the conclusion of the present prophecy. Therefore it is also named both a psalm and an ode at the same time; and it begins from the person of the righteous, saying: We will give thanks to you, O God, we will give thanks to you, and we will call upon your name. For to them alone belongs the thanksgiving confession, according to which the Savior also confessed in the Gospels to the Father, saying: I give thanks to you, Father, Lord of heaven and earth. But first they give thanks, then they call upon his name, through such invocation obtaining salvation from God, according to the saying that declares: And everyone who calls upon the name of the Lord shall be saved. But the word can be instructive concerning the confession of those who in the preceding passage bewailed the fall of Jerusalem and its final siege. For those who said in the earlier words, Why, O God, have you cast us off to the end? Your wrath has been kindled against the sheep of your pasture; and the rest, are now taught to give thanks to God and to call upon his name. Since the manner of confession is twofold, necessarily the second, We will give thanks to you, has been spoken in the present passage; the first, as is likely, signifying confession over sin, and the next the thanksgiving for the good things those who first confessed have received. I will tell of your wonders, when I receive the appointed time, I will judge uprightness. The sense of what is said shows that the words set before us are the utterances of God.
Τὸ γὰρ, Ἐγὼ εὐθύτητας κρινῶ, καὶ πάλιν τὸ, Ἐγὼἐστερέωσα τοὺς στύλους αὐτῆς, δῆλον δ' ὅτι τῆς γῆς, καὶ ἑξῆς τὸ, Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, τίνι ἂν ἁρμόζοι λέγειν ἢ Θεῷ; Εἰ τοίνυν ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγεται, πῶς ἕτερος εἰδὼς Θεὸν, ὡς πρὸς αὐτὸν ἀναφωνεῖ λέγων· Διηγήσομαι τὰ θαυμάσιά σου ὅταν λάβω καιρὸν, καὶ ἐπιφέρει· Ὅτι ὁ Θεὸς κριτής ἐστι· καὶ πάλιν, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου; Πῶς δὲ πρὸς τούτοις ἅπασιν ἐπιλέγει· Ἐγὼ δὲ ἀναγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ, καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω; Ὅρα τοίνυν εἰ μὴ διὰ τούτων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰς οἰκείας ἐνεργείας διδάσκει τὴν τοῦ Πατρὸς διεξιὼν θεολογίαν. Φησὶ γοῦν· Διηγήσομαι τὰ θαυμάσιά σου ὅταν λάβω καιρόν. Ὁ μὲν Ἀκύλας, Ὅταν λάβω συνταγάς· ὁ δὲ Σύμμαχος, Ὅταν λάβω τὴν συναγωγήν. Καί μοι δοκεῖ εὐκαίρως εἰρηκέναι τὸ, Ὅταν λάβω συνταγὰς, ἢ, τὴν συναγωγήν. Ἐπαγγέλλεται γὰρ καιροῦ λαβόμενος πάντα τὰ θαυμάσια τοῦ Πατρὸς διηγήσασθαι ἐπὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἣν αὐτὸς ὁ Πατὴρ ἐπηγγέλλετο αὐτῷ εἰπών· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ὅταν οὖν λάβω, φησὶ, ταύτην τὴν συνταγὴν, καὶ ἐπειδὰν τύχω τούτου τοῦ καιροῦ, τηνικαῦτα παρ' αὐτοῖς τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσι διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Οἷς ἐπιλέγει· Ἐγὼ εὐθύτητας κρινῶ. Δικαιοσύνης γὰρ καὶ εὐθύτητος ἔργον τὸ μὴ Ἰουδαίους μόνους προσίεσθαι, μηδὲ τὸ ἐξ Ἀβραὰμ γένος κατὰ τὴν Μωσέως κλῆσιν, ἀλλ' ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐκλογὴν ποιεῖσθαι τῶν σωζομένων.
For the words "I will judge uprightness," and again "I have strengthened her pillars"—clearly meaning the earth's—and next "And I will break in pieces all the horns of the sinners," to whom could it fit to say these things except to God? If, then, these things are spoken from the person of God, how does another, one who knows God, cry out as to him, saying: "I will recount your wonders when I receive the appointed time," and then add: "For God is judge"; and again, "For a cup is in the hand of the Lord, of unmixed wine"? And how, in addition to all these things, does he say: "But I will proclaim forever; I will sing to the God of Jacob, and I will break in pieces all the horns of the sinners"? Consider, then, whether through these words the only-begotten Word of God is not teaching his own workings as he sets forth the theology of the Father. For he says: "I will recount your wonders when I receive the appointed time." Aquila renders it, "When I receive the appointments"; and Symmachus, "When I receive the gathering." And it seems to me that he has spoken aptly in saying, "When I receive the appointments," or "the gathering." For he promises that, having taken hold of the time, he will recount all the wonders of the Father among the Church from the nations, which the Father himself was promising to him when he said: "Ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession." When, then, he says, I receive this appointment, and when I obtain this time, then among those very ones from the nations who are turning back I will recount all your wonders. To these he adds: "I will judge uprightness." For it is the work of righteousness and uprightness not to receive the Jews alone, nor the race from Abraham according to Moses' calling, but to make the election of those who are saved from all the nations.
Διόπερ ὁ Πέτρος ἐν ταῖς Πράξεσιν ἀναγέγραπται εἰρηκώς· Ἐπ' ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός· ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν δεκτός ἐστιν αὐτῷ. Καὶ ὁ Παῦλος δὲ Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι τὸ Εὐαγγέλιον κηρύττεσθαί φησι λέγων· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Οἷς ἀκολούθως ἐνταῦθα φάσκει τό· Ἐγὼ εὐθύτητας κρινῶ. Εἶτ' ἐπιλέγει· Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. Κατὰ δὲ τὸν Σύμμαχον, Συσταθήσεται, φησὶν, ἡ γῆ σὺν τοῖς κατοικοῦσιν αὐτήν· ἐγὼ ἥδρασα τοὺς
στύλους αὐτῆς. Ταῦτα δὲ τοῖς ἐν τῷ πρὸ τούτου λελεγμένοις εἴρηται συμφώνως. Ἡ γὰρ πολιορκηθεῖσα γῆ καὶ πυρὶ παραδοθεῖσα, περὶ ἧς ἐλέγετο· –Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου· –ταῦτα παθοῦσα ἐτάκη, καὶ πάντες οἱ κατοικοῦντες αὐτὴν διὰ τὰς ἀσεβείας αὐτῶν τοιαῦτα πεπόνθασι. Πλὴν τούτων ἀπολλυμένων, ἐγὼ, φησὶν, ἐστερέωσα τοὺς στύλους αὐτῆς. Τίνας δ' ἂν εἴποις τούτους ἢ τοὺς ἱεροὺς ἀποστόλους καὶ πάντας τοὺς τοῦ Σωτῆρος ἡμῶν μαθητάς τε καὶ εὐαγγελιστάς; Ἐξ αὐτῆς γὰρ ἐκείνης προελθόντες τῆς γῆς, στῦλοι καὶ ἑδραίωμα γεγόνασι τῆς Ἐκκλησίας. Διὸ καὶ Παῦλος τοὺς κορυφαίους τῶν ἀποστόλων στύλους ὠνόμαζε λέγων· Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι.
Therefore Peter is recorded in the Acts as having said: "Of a truth I perceive that God is no respecter of persons, but in every nation he that fears him is acceptable to him." And Paul also says that the Gospel is preached both to the Jew first and to the Greek, saying: "For I am not ashamed of the Gospel; for it is the power of God unto salvation to everyone that believes, to the Jew first and to the Greek. For the righteousness of God is revealed in it." In accordance with these things he says here: "I will judge uprightness." Then he adds: "The earth is melted, and all who dwell in it; I have strengthened its pillars." But according to Symmachus, "The earth," he says, "shall be established together with those who dwell in it; I have founded its pillars." And these things are said in agreement with what was said before this. For the earth that was besieged and delivered over to fire, concerning which it was said: "As in a forest of trees with axes they cut down its doors together; with a hammer and a stonecutter they broke it down. They burned your sanctuary with fire; they defiled the tabernacle of your name to the ground"—having suffered these things, it melted, and all who dwell in it have suffered such things because of their impieties. Nevertheless, while these were perishing, "I," he says, "have strengthened its pillars." And whom would you call these but the holy apostles and all the disciples and evangelists of our Savior? For having come forth from that very earth, they have become pillars and the foundation of the Church. Therefore Paul also called the chief of the apostles pillars, saying: "James and Cephas and John, who seemed to be pillars.
Εἶπα τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας. Τοὺς μὲν στύλους τῆς ἁγίας καὶ καθολικῆς Ἐκκλησίας ἐγὼ, φησὶν ὁ Θεὸς, ἐστερέωσα· ὅτι ἐκλεξάμενος αὐτοὺς ἐκ τῆς ἀποδοθείσης γῆς τακείσης μετὰ τῶν οἰκούντων αὐτήν· τοῖς δὲ λοιποῖς διεμαρτυράμην διαστειλάμενος καὶ παραινέσας μὴ παρανομεῖν. Κατὰ δὲ τὸν Σύμμαχον· Εἶπα, φησὶ, τοῖς στασιάζουσι, Μὴ στασιάζετε· καὶ τοῖς παρανόμοις, Μὴ ἐπαίρετε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν λαλοῦντες τραχήλῳ ἀνομίαν. Δύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τὸ ἐκ περιτομῆς λέγεσθαι, τῶν καταστασιασάντων τοῦ Σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ· δι' οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν. Πλὴν καὶ τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι διὰ τοῦ τῶν ἀποστόλων κηρύγματος ἐμαρτύρατο μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦν τὸ τῆς ἁμαρτίας κέρας, μηδὲ ἐπαίρεσθαι καὶ καταθρασύνεσθαι, μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ· ὅπερ πρότερον ἔπραττον πολυθέῳ προσέχοντες πλάνῃ, καὶ τὸν τῶν ὅλων Θεὸν μὴ εἰδότες. Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων, ὅτι ὁ Θεὸς κριτής ἐστι. Καὶ ταῦτα, φησὶ, διεμαρτυράμην διὰ τῶν ἐμῶν ἀποστόλων ἅπασιν ἀνθρώποις, μνημονεύειν τῆς κρίσεως τοῦ Θεοῦ, καὶ παύσασθαι πάσης παρανομίας, πεπεισμένους ὅτι οὐ πόῤῥω που ἀφέστηκεν ὁ τῶν ὅλων κριτής· πάντα δὲ πληροῖ καὶ πανταχοῦ πάρεστι. Διὸ προσήκει ὡς ἐν ὀφθαλμοῖς αὐτοῦ ζῶντας ἐπιστρεφῶς πολιτεύεσθαι.
I said to the transgressors, "Do not transgress," and to those who sin, "Do not lift up the horn." The pillars of the holy and catholic Church, says God, I have established, because I chose them out of the land that was given over and melted away with those who dwell in it; but to the rest I testified, distinguishing and exhorting them not to transgress. And according to Symmachus: "I said," he says, "to those who stir up sedition, 'Do not stir up sedition'; and to the lawless, 'Do not lift up the horn.'" Do not lift up your horn on high, speaking iniquity with a stiff neck. These things can be said against the other order, that from the circumcision, of those who rose up against the Savior and treated him with contempt; on account of whom their land melted away and all who dwell in it. Moreover, also to the nations throughout the whole inhabited world, through the preaching of the apostles, he testified not to transgress, and to those who sin not to lift up the horn of sin, nor to be exalted and grow bold, nor to speak iniquity against God—which they formerly did, attending to the error of many gods and not knowing the God of all. For neither from the east, nor from the west, nor from the desert mountains, because God is judge. And these things, he says, I testified through my apostles to all men, to remember the judgment of God and to cease from all transgression, being persuaded that the judge of all is not far off somewhere; but he fills all things and is present everywhere. Therefore it is fitting to conduct oneself diligently as living in his eyes.
Οὐ γὰρ μακρὰν ἀφέστηκεν, ὡς νομίσαι πόῤῥω που ἀπῳκίσθαι αὐτὸν, ἢ πρὸς αὐταῖς ἀνατολαῖς, ἢ κατὰ τὰ δυσμιαῖα μέρη, ἤ που ἐν ἐρημίαις καὶ ὄρεσι. Μέσος γὰρ ἐπιπαρὼν τοῖς πᾶσι, κριτὴς τῶν ὅλων ἐστί. Ἔργον τε αὐτοῦ τῆς κρίσεως τὸ κατ' ἀξίαν ἀπονέμειν ἑκάστῳ, καὶ τοῦτον μὲν ταπεινοῦν, τοῦτον δὲ ὑψοῦν· ταπεινοῦν μὲν τοὺς ὑπερηφάνους καὶ τοὺς ἐπαίροντας εἰς ὕψος τὸ κέρας αὐτῶν· ὑψοῦν δὲ τοὺς ταπεινοὺς, κατὰ τό· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Διό φησιν· Ὅτι οὔτε ἀπὸ ἐξόδων καὶ ἀπὸ ἀνατολῶν ἡλίου, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων· ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἀπὸ ἀνατολῆς, οὐδὲ ἀπὸ δύσεως, οὐδὲ ἀπὸ ἐρήμου ὀρέων· ἀλλ' ὁ Θεὸς κριτὴς τοῦτον μὲν ταπεινοῖ, τοῦτον δὲ ὑψοῖ. Καὶ τοῦτο δὲ, φησὶν, ἀναγκαῖον εἰδέναι πάντας ἀνθρώπους, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου, πλῆρες κεράσματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. Κατὰ δὲ τὸν Σύμμαχον· Ποτήριον γὰρ ἐν χειρὶ Κυρίου, καὶ οἶνος ἄκρατος πληρῶν ἐκχυθεὶς, ὥστε ἕλκειν ἀπ' αὐτοῦ. Πλὴν τὰς τρυγίας αὐτοῦ ἐκστραγγίσουσι πίνοντες οἱ φαῦλοι τῆς γῆς. Καὶ ταῦτα, φησὶν, ἐδίδαξα πάντας ἀνθρώπους, ὡς ἂν μὴ ἀγνοεῖν, ὅτι περιμένει τοὺς πάντας τὸ ποτήριον, ὅπερ ἑκάστῳ κίρνησιν ὁ τῶν ὅλων κριτής. Νοήσεις δὲ τοῦτο ἀπὸ τῶν ἐν ταῖς προφητείαις λελεγμένων περὶ ποτηρίου· γέγραπται γοῦν ἐν Ἱερεμίᾳ οὕτως· Εἶπε Κύριος
For he is not far removed, as if one were to suppose that he had been settled far off somewhere, either at the very risings of the sun, or in the western parts, or somewhere in deserts and mountains. For present in the midst of all, he is the judge of all things. And the work of his judgment is to apportion to each according to worth, humbling this one and exalting that one: humbling the proud and those who lift up their horn on high, and exalting the humble, according to the saying: God resists the proud, but gives grace to the humble. Therefore he says: For neither from the goings forth nor from the risings of the sun, nor from the west, nor from the desert mountains—in place of which Symmachus interpreted this passage in this way: For neither from the east, nor from the west, nor from the desert of mountains; but God is judge, humbling this one and exalting that one. And this too, he says, it is necessary for all men to know: that a cup is in the hand of the Lord, of unmixed wine, full of mixture. And he inclined from this to that; yet its dregs were not emptied out, all the sinners of the earth shall drink. And according to Symmachus: For a cup is in the hand of the Lord, and unmixed wine filling it, poured out, so as to draw from it. Yet the wicked of the earth shall drain its dregs by drinking. And these things, he says, I taught all men, so that they might not be ignorant that the cup awaits all, which the judge of all things mixes for each. And you will understand this from what has been said in the prophecies concerning the cup; for it is written in Jeremiah thus: The Lord said
ὁ Θεὸς Ἰσραὴλ πρὸς μέ· Λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου, καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς. Καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ ἐκμανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον αὐτῶν. Καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα πάντα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέ με Κύριος ἐπ' αὐτὰ, τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, καὶ βασιλεῖς αὐτοῦ καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτοὺς εἰς ἐρήμωσιν, καὶ εἰς ἄβατον καὶ εἰς συριγμόν· καὶ τὸν Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τοὺς μεγιστᾶνας αὐτοῦ· καὶ ἑξῆς φησι· Καὶ πάντας τοὺς βασιλεῖς τῆς γῆς τῶν ἀλλοφύλων, τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἀκκάρων, καὶ τὴν Ἰδουμαίαν, καὶ τὴν Μωαβῖτιν, καὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ πάντας βασιλεῖς Τύρου, πάντας βασιλεῖς Σιδῶνος, καὶ πάντας βασιλεῖς νήσου τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης. Μεθ' ἃ ἐπιλέγει οὕτως· Εἶπε Κύριος παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ· Πίετε καὶ μεθύσθητε, καὶ ἐξεμέσετε, καὶ πεσεῖτε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον ὑμῶν. Καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου, ὥστε πιεῖν, καὶ ἐρεῖς πρὸς αὐτούς. Οὕτως εἶπε Κύριος τῶν δυνάμεων· Πιόντες πίεσθε. Δι' ὧν διδάσκει ὁ λόγος δίκην ἰατροῦ τοῖς δεομένοις πικρᾶς ἀντιδότου τὸν Θεὸν ἐπάγειν τὰς κολάσεις, ὡς ἂν ἐμέσαιεν, καὶ ἀποκενώσειεν τὴν πλεονάσασαν ἐν αὐτοῖς κακίαν· καὶ πρώτην γε αὐτὴν τὴν Ἱερουσαλὴμ τοῦ λεχθέντος ποτοῦ πιεῖσθαι·
God of Israel, to me: Take the cup of unmixed wine from my hand, and you shall give it to all the nations to which I send you. And they shall drink and vomit, and they shall go mad from before the sword which I send among them. And I took the cup from the hand of the Lord, and I gave drink to all the nations to which the Lord sent me against them, Jerusalem and the cities of Judah, and its kings and its rulers, to make them a desolation, and uninhabited, and a hissing; and Pharaoh king of Egypt and his servants, and his great men; and next he says: And all the kings of the land of the foreigners, Ashkelon, and Gaza, and Ekron, and Idumea, and Moabitis, and the sons of Ammon, and all the kings of Tyre, all the kings of Sidon, and all the kings of the island, those beyond the sea. After these things he adds as follows: The Lord almighty, the God of Israel, said: Drink and be drunk, and vomit, and fall, and you shall not rise again from before the sword which I send among you. And it shall be, when they do not wish to receive the cup from your hand so as to drink, you shall say to them: Thus says the Lord of hosts: Drinking, drink. By these words the Word teaches, in the manner of a physician, that God brings punishments upon those who need a bitter remedy, so that they might vomit and empty out the wickedness that has multiplied within them; and first of all Jerusalem herself is to drink of the said draught.
εἶτα δὲ τὰ λοιπὰ ἔθνη, ὡς καὶ πάντων τῆς ὁμοίας τευξομένων καθάρσεως διὰ τῶν ἐπαχθησομένων αὐτοῖς τιμωριῶν. Καὶ τὸ παρὸν οὖν λόγιον καταλλήλως τῇ προφητικῇ διδασκαλίᾳ ποτήριον εἶναι διδάσκει ἐν χειρὶ Κυρίου, ἐν ᾧ τοὺς ἑκάστου καρποὺς συναγαγὼν, ὥσπερ ἄκρατον οἶνον ἐργάζεται. Εἶτ' ἐπιδίδωσι τὸ κατ' ἀξίαν πόμα ἀναλόγως ταῖς ἑκάστου πράξεσι κιρνῶν αὐτὸ κατὰ τὸν τοῦ δικαίου λόγον. Μὴ γὰρ τὰς φαύλας πράξεις μόνας ἑκάστου, ἀλλὰ καὶ τὰς ἀγαθὰς λογίζεσθαι, σταθμᾶσθαί τε ὥσπερ συμμετρίᾳ καὶ κατάλληλον τοῖς ἑκάστου ἔργοις ἀπεργάσασθαι τὸ κρᾶμα. Ὃ δὴ παρίστησι λέγον· Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· ὡς ἂν μία γένοιτο κρᾶσις τῶν τε ἑκάστου μοχθηρῶν πράξεων καὶ τῶν χρηστοτέρων. Ἀντὶ δὲ τοῦ, Ἐξέκλινεν ἐκ τούτου εἰς τοῦτο, ὁ Σύμμαχος, Ὥστε ἕλκειν ἀπ' αὐτοῦ, ἡρμήνευσε·τὴν δὲ τρύγα πιεῖσθαι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. Οὐκέτι γὰρ κρᾶμα, ἀλλὰ τὸ ἔσχατον καὶ θολερὸν τοῖς τὰ μεγάλα ἡμαρτηκόσιν ἀποκείσεσθαι. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Πλὴν τὰς τρυγίας ἐκστραγγιοῦσι πίνοντες οἱ φαῦλοι τῆς γῆς. Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Τὰ μὲν προλεχθέντα πάντα εἶπα τοῖς παρανομοῦσι, καὶ διεστειλάμην ἅπασι μαρτυράμενος. Ἐγὼ δὲ ὁ ἀνωτέρω εἰπών· Διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· καὶ πάλιν φήσας· Ἐγὼ εὐθύτητας κρινῶ· καὶ αὖθις εἰπών· Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς· μετὰ τὸ κηρῦξαι καὶ μαρτύρασθαι τὰ προλεχθέντα τοῖς ἁμαρτωλοῖς, καὶ μετὰ τὸ διδάξαι τὸν περὶ τῆς κρίσεως λόγον τοὺς πάντας, τί πράξω; Εἰς τὸν αἰῶνα ψαλῶ τῷ Θεῷ Ἰακώβ.
Then the remaining nations, as all will likewise obtain the same purification through the punishments that will be brought upon them. And so the present oracle, in a manner fitting prophetic teaching, teaches that there is a cup in the hand of the Lord, in which, having gathered the fruits of each one, he produces it like unmixed wine. Then he hands over the drink according to worth, mixing it in proportion to each one's deeds according to the reckoning of justice. For one must reckon not only the base deeds of each person but also the good ones, and weigh them as it were in balance and produce a blend suited to each one's works. This is what he sets forth when he says: And he inclined from this to this; so that there might be one mixture of each person's wicked deeds and of the better ones. Instead of "He inclined from this to this," Symmachus interpreted it as "So as to draw from it"; and to drink the dregs, all the sinners of the earth. For no longer a mixture, but the last and turbid portion is stored up for those who have sinned greatly. Therefore according to Symmachus it is said: But the wicked of the earth shall drain out the dregs by drinking. But I will declare forever, I will sing to the God of Jacob. All the things previously spoken I said to the lawless, and I set them forth, testifying to all. But I, who said above: I will tell of your wonders, when I receive the time; and again said: I will judge with uprightness; and again said: I strengthened her pillars—after proclaiming and testifying the things previously spoken to sinners, and after teaching the word concerning judgment to all, what shall I do? Forever I will sing to the God of Jacob.
Οἶδα γὰρ ἐμαυτοῦ πατέρα τὸν γενόμενον τοῦ θεοφιλοῦς Θεὸν, κἀκείνῳ ψαλῶ, κἀκείνῳ ἀπαγγελῶ τὰ ἐμαυτοῦ κατορθώματα. Εἶθ' οὕτω λαβὼν παρὰ τοῦ Πατρὸς τὴν τοῦ κρίνειν ἐξουσίαν, πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω· συγχωρήσας μὲν αὐτοῖς ἐπαίρεσθαι κατὰ καιρὸν καθ' ὃν ἔδει χρήσασθαι τῇ ἀνοχῇ, καὶ τῇ μακροθυμίᾳ καὶ τῇ χρηστότητι· πλὴν ἐπὶ τέλει τὰ κέρατα αὐτῶν κατεπαρθέντα τοῦ Θεοῦ συγκλάσω· ἀνάπαλιν δὲ τὰ τοῦ δικαίου κέρατα ὑψώσω, ἐπείπερ ἦν τεταπεινωμένα. Τότε δὲ ὑψωθήσεται, ἐπειδὰν συμβασιλεύῃ τῷ ἑαυτοῦ βασιλεῖ κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· Ἀπαρχὴ γὰρ Χριστός· εἶτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἐξουσίαν καὶ
δύναμιν. Ὅτε καὶ πίονται οἱ δίκαιοι ποτήριον ζωῆς ἀθανάτου· ὅπερ αὐτοῖς ἐπήγγελται εἰπών· Ἕως ἂν πίω αὐτὸ καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΕΝ ΥΜΝΟΙΣ, ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ, ΩΔΗ. ΟΕʹ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Τῶν ἐπ' ἀγαθὸν τέλος ἀναπεμπόντων καὶ ὁ παρὼν τυγχάνει ψαλμός. Συνᾴδει δὲ τῷ πρὸ αὐτοῦ, τοὺς περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγους περιέχων. Ὃ δὴ παρίστησι φάσκων ἑξῆς· Ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Καὶ ἐν ἐκείνῳ μὲν ἐλέγετο τοῖς παρανομοῦσι· Μὴ ὑψοῦτε κέρας, καὶ μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν· ἐν δὲ τῷ μετὰ χεῖρας· Ἐταράχθησαν, φησὶν, οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου.
For I know my own Father, who became God of the God-beloved, and to him I will sing, and to him I will declare my own accomplishments. Then, having received from the Father the authority to judge, I will shatter all the horns of sinners—having allowed them to be lifted up for a time, during which it was necessary for them to experience forbearance, patience, and kindness; nevertheless, at the end I will shatter their horns that have been exalted against God. Conversely, I will exalt the horns of the righteous, since they had been brought low. Then he will be exalted, when he reigns together with his own king, according to the Apostle, who says: For Christ is the firstfruits; then those who belong to Christ at his coming; then the end, when he hands over the kingdom to God and the Father, when he abolishes all authority and power. At that time the righteous will also drink the cup of immortal life, which has been promised to them, when he said: Until I drink it new with you in the kingdom of heaven. For the end, in hymns, a psalm for Asaph, an ode. 75. God is known in Judea; in Israel his name is great. The present psalm also belongs to those who send up their words for a good end. It is in harmony with the one before it, containing words about the judgment of God. This he sets forth, saying next: From heaven you shot forth judgment; the earth feared and was silent when God arose for judgment, to save all the meek of the earth. And in that psalm it was said to the lawless: Do not lift up your horn, and do not exalt your horn on high; but in the one at hand: The foolish in heart were troubled, he says; they slept their sleep, and all the men of wealth found nothing.
Οὗτοι δὲ ἦσαν οἱ τὰ κέρατα ὑψοῦντες. Παιδεύει δὲ διὰ τῶν προκειμένων ὁ λόγος δόγμα βαθύτατον, ὡς ἂν εἰδείημεν τίς ποτέ ἐστιν ὁ ἀληθινὸς Ἰσραὴλ, καὶ τίς ἡ τούτου κατὰ τὸν ἀληθῆ λόγον χώρα ἡ ὀνομαζομένη Ἰουδαία· τίς τε ἡ ἀληθινὴ Ἱερουσαλὴμ, καὶ ὁποῖον τὸ τοῦ Θεοῦ οἰκητήριον. Ταῦτα τὸ προφητικὸν Πνεῦμα μεθ' ὑπερβαλλούσης σοφίας οἰκονομεῖ· ὁμοῦ καὶ τοῖς ταπεινώτερον καὶ Ἰουδαϊκώτερον ἀκροωμένοις θυμηδίαν παρέχον διὰ τῆς ὁμωνυμίας τῶν δηλουμένων, ὁμοῦ καὶ τοὺς θεωρητικοὺς παιδεύματα διδάσκον θείων δογμάτων. Ὁ μὲν οὖν Ἰουδαῖος, πλέον οὐδὲν ἢ σὰρξ καὶ αἷμα τυγχάνων, σαρκίνως καὶ σωματικῶς ἀκούσεται τῶν προκειμένων· κἄπειτα ἐπαρθήσεται, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν κατὰ τὸν ἱερὸν Ἀπόστολον. Διὸ ἑαυτὸν μὲν εἶναι τὸν Ἰσραὴλ οἰήσεται, καὶ τὴν Ἰουδαίαν οὐδ' ἑτέραν εἶναι τῆς Παλαιστίνων χώρας, καὶ τὸν τόπον τοῦ Θεοῦ, τὴν ἐπὶ γῆς Ἱερουσαλήμ· ἐπειδήπερ ἡ Ἑβραϊκὴ λέξις περιέχει ἐν Σαλὴμ γε γονέναι τὸν τόπον αὐτοῦ· καὶ οἱ λοιποὶ δὲ ἑρμηνευταὶ τοῦτον ἡρμήνευσαν τὸν τρόπον, ἐν Σαλὴμ ἐκδεδωκότες. Ὁ δὲ τοῖς θείοις δόγμασι μεμαθητευμένος, παιδευθεὶς, ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, οὐδὲ ὅσοι σπέρμα Ἀβραάμ εἰσι, πάντες τέκνα· οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα· ἔτι τε ἐπακούσας τοῦ αὐτοῦ Ἀποστόλου λέγοντος, Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι·
These were the ones who exalted their horns. Through the words set before us, the discourse teaches a most profound doctrine, so that we may know who the true Israel ever is, and what is its region according to the true account, the one called Judea; and who is the true Jerusalem, and what sort of dwelling place of God it is. The prophetic Spirit administers these things with surpassing wisdom, at once providing delight to those who hear in a more lowly and more Jewish manner, through the sameness of names of the things signified, and at the same time teaching those of contemplative mind the lessons of divine doctrines. The Jew, then, being nothing more than flesh and blood, will hear the words set before us in a fleshly and bodily manner; and then he will be puffed up, vainly inflated by the mind of his flesh, and not holding fast the head, according to the sacred Apostle. Therefore he will suppose that he himself is Israel, and that Judea is no other than the land of the Palestinians, and that the place of God is the Jerusalem on earth; since the Hebrew expression contains that his place was in Salem; and the other interpreters also explained it in this way, rendering it as in Salem. But the one who has been instructed in the divine doctrines, having been taught that not all those from Israel are Israel, nor are all who are the seed of Abraham children; for the children of the flesh are not these the children of God, but the children of the promise are reckoned as seed; and further, having heard the same Apostle saying, For he is not a Jew who is one outwardly, nor is circumcision that which is outward in the flesh; but he is a Jew who is one inwardly, and circumcision is of the heart in spirit, not in letter;
οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ· καὶ πάλιν· Ἡμεῖς γάρ ἐσμεν ἐν περιτομῇ οἱ ἐν πνεύματι Θεοῦ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες· ἔτι μὴν ἐπιστήσας τὸ, Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα, ὡς ἑτέρου ὄντος τοῦ μὴ κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα ἀληθινοῦ Ἰσραήλ· τούτοις μεμαθητευμένος, τὸν ἀληθινὸν Ἰσραὴλ ἐκδέξεται εἶναι τὸν ἐκ τοῦ πράγματος σημαινόμενον. Μεταλαμβάνεται γοῦν τοὔνομα εἰς τὸν ὁρῶντα τὸν Θεόν· τὸν διορατικὸν τοίνυν καὶ γνωστικὸν καὶ ἐπιστημονικὸν ἄνδρα μόνον εἶναι τὸν ἀληθινὸν Ἰσραὴλ ἀποφανεῖται· ὃν ἡ μετὰ χεῖρας παρίστησι λέξις φάσκουσα· Ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐλέγχει δὲ τὸν Ἰουδαῖον οὐκ ἄξιον ὄντα τῆς προσηγορίας τοῦ Ἰσραὴλ ὁ προφητικὸς λόγος ἀποτεινόμενος πρὸς αὐτοὺς καὶ λέγων· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν· καὶ, Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. Ὥσπερ οὖν ὁ φάσκων περὶ τῶν ἐθνῶν· Διότι ἀπ' ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· καὶ πάλιν· Διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, σαφῶς παρίστησι δύνασθαι τὰ ἔθνη εἶναι
whose praise is not from men but from God; and again: For we are the circumcision, who worship in the Spirit of God and do not put confidence in the flesh; and further, having noted the words, Behold Israel according to the flesh, as though the true Israel were something other than the Israel according to the flesh, namely according to the Spirit—having learned from these things, he will understand the true Israel to be that which is signified by the reality. The name, then, is interpreted as "the one who sees God"; therefore he will declare that only the man who is clear-sighted and discerning and knowledgeable is the true Israel, whom the passage at hand presents, saying: In Israel his name is great. And the prophetic word convicts the Jew of being unworthy of the title of Israel, addressing them and saying: Woe to a sinful nation, a people full of sins; and, Hear the word of the Lord, you rulers of Sodom; give heed to the law of God, you people of Gomorrah. Just as, then, the one who says concerning the nations: For from the rising of the sun to its setting his name has been glorified among the nations, and in every place incense is offered to my name, and a pure sacrifice; and again: For my name is great among the nations—clearly shows that the nations can be
τὸν Ἰσραὴλ, εἴπερ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Καὶ πρὸς μὲν Ἰουδαίους ἐλέγετο· Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ, δῆλον δ' ὅτι τὸ ὄνομα τοῦ Θεοῦ. Καὶ αὖθις εἴρηται πρὸς αὐτούς· Δι' ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ τοίνυν ἡ μετὰ χεῖρας Γραφὴ διδάσκει ἐκεῖνον εἶναι τὸν Ἰσραὴλ, παρ' ᾧ τὸ τοῦ Θεοῦ δοξάζεται ὄνομα, ἐκ τῶν εἰρημένων γένοιτ' ἂν κατάδηλος ὁ ὀφείλων λέγεσθαι κυρίως Ἰσραήλ. Ἀναλόγως δὲ τούτῳ νοήσεις καὶ τὴν Ἰουδαίαν· ἔνθα γάρ ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ, αὕτη ἐστὶν ἡ Ἰουδαία. Τοῦτο γοῦν ἡ Γραφὴ παρίστησι λέγουσα· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός. Εἰ δὲ μὴ τὸ πρᾶγμα ἐπὶ τῆς Ἰουδαίας, λέγω δὲ τῆς Παλαιστίνων χώρας εὑρίσκοιτο, πλείστης οὔσης εἰδωλολατρείας ἐν αὐτῇ γενομένης, αὐτῶν Ἰουδαίων τὸ παλαιὸν εἰδωλολατρευόντων ἐν αὐτῇ, ὡς τοὺς προφήτας ἀπελέγχειν αὐτοὺς καὶ λέγειν· Κατὰ γὰρ τὸν ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατὰ ἀριθμὸν ἀμφόδων Ἱερουσαλὴμ ἔθυον τῇ Βαάλ· πῶς δυνατὸν ταύτην εἶναι λέγεσθαι τὴν τὸ γνωστὸν τοῦ Θεοῦ κεκτημένην Ἰουδαίαν; Διὰ τί δὲ οὐκ ἂν εἴποις τὴν Αἰγυπτίων χώραν ἀξίαν τῆς προσηγορίας, περὶ ἧς εἴρηται· Καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· καὶ αὖθις· Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις; Εἰ γὰρ παρ' οἷς γνωστός ἐστιν ὁ Θεὸς παρὰ τούτοις καὶ ἡ Ἰουδαία τυγχάνει, τί τὸ κωλῦον μὴ πάντας τοὺς τὴν γνῶσιν ἀνειληφότας τοῦ Θεοῦ ἐν τῇ Ἰουδαίᾳ εἶναι λέγεσθαι; Τούτοις οὖν ἀναλόγως καὶ ἡ καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησία Θεοῦ, ἐν ᾗ ὁ ἐπὶ πάντων Θεὸς γνωστὸς ὢν τυγχάνει, Ἰουδαία τε εὐλόγως ἂν ῥηθείη.
Israel, if indeed in Israel his name is great. And it was said to the Jews: But you profane it, clearly meaning the name of God. And again it has been said to them: Because of you my name is blasphemed continually among the nations. If, then, the Scripture at hand teaches that that one is Israel with whom the name of God is glorified, from what has been said it would become evident who ought properly to be called Israel. And in a manner analogous to this you will understand Judea also: for where the knowledge of God is, that is Judea. At any rate, Scripture sets this forth, saying: God is known in Judea. But if the reality is not found in Judea—I mean the land of the Palestinians—since very great idolatry came to be in it, the Jews themselves in ancient times practicing idolatry in it, so that the prophets refuted them and said: For according to the number of your cities were your gods, O Judah, and according to the number of the streets of Jerusalem they sacrificed to Baal—how is it possible that this land be said to be the Judea that possesses the knowledge of God? And why would you not say that the land of the Egyptians is worthy of the name, concerning which it has been said: And there will be an altar to the Lord in the land of Egypt; and again: And the Lord will be known to the Egyptians? For if where God is known, there Judea also is, what prevents all who have received the knowledge of God from being said to be in Judea? In a manner analogous to these, then, the Church of God throughout the whole inhabited world, in which the God over all is known, may reasonably be called Judea.
Οὐκ ἂν δὲ ἁμάρτοις Ἰουδαίαν εἶναι λέγων πᾶσαν τὴν θεόπνευστον καὶ Ἰουδαϊκὴν Γραφὴν, κτῆμα οὖσαν καὶ ὡς περίχωρον τοῦ ἀληθινοῦ Ἰσραὴλ, διὰ τὸ τὴν γνῶσιν τοῦ Θεοῦ ἐν αὐτῇ περιέχεσθαι. Οὕτω μὲν οὖν ἡ ἀληθινὴ Ἰουδαία καὶ ὁ ἀληθινὸς Ἰσραὴλ νοηθήσεται κατὰ τὸν ὅμοιον τρόπον. Νοήσεις δὲ ὅπως ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἰ μὲν γὰρ ὁ παρὰ Ἰουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος πεφύλακτο, λόγον εἶχε συγχωρεῖν Ἰουδαίων παισὶν αὐτὸν εἶναι νομίζειν τὸν ὑπὸ τῶν Γραφῶν δηλούμενον· εἰ δ' οὗτος μὲν ἐκ βάθρων ἀνῆρται ἁλοὺς πολλάκις ὑπὸ πολεμίων, ἐν εἰρήνῃ δὲ λέγεται ὑπάρχειν ὁ τόπος αὐτοῦ· οὐκ ἂν δύναιτο ἀληθεῖ λόγῳ νομίζεσθαι τόπος εἶναι τοῦ Θεοῦ ὁ πολλάκις ὑπὸ πολεμίων ἁλούς. Διὸ οὐδὲ ὠνόμασε νῦν, ἐπὶ τὴν Ἱερουσαλὴμ, ὡς ἂν μή τις ἐκπέσοι ἐπὶ τὴν Ἰουδαϊκὴν πόλιν· ἀντὶ δὲ ταύτης τὴν διάνοιαν τοῦ πράγματος παρέστησεν εἰπών· Ἐγενήθη ἐν Σαλὴμ ὁ τόπος αὐτοῦ. Σαλὴμ δὲ ἑρμηνεύεται εἰρήνη· διὸ παρὰ τοῖς Ἑβδομήκοντα εἴρηται· Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Εἰ μὲν οὖν καὶ ἐπὶ γῆς εὑρίσκοιντο ψυχαὶ παντὸς ἠλευθερωμέναι πολέμου ἐν εὐσταθείᾳ καὶ ἀταραξίᾳ καὶ γαλήνῃ διάγουσαι, εἰκότως ἂν λεχθεῖεν καὶ αὗται τόπος τοῦ Θεοῦ, ὡς ἂν χωρητικαὶ οὖσαι θείου Πνεύματος. Διὸ περὶ τῶν τοιούτων εἴρηται τὸ, Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.
You would not be wrong in saying that all the God-inspired and Jewish Scripture is Judea, since it is a possession and, as it were, the surrounding territory of the true Israel, because the knowledge of God is contained in it. In this way, then, the true Judea and the true Israel will be understood in a similar manner. And you will understand how his place came to be in peace, and his dwelling place in Zion. For if the place honored among the Jews had been kept unravaged and unwarred against, there would have been reason to concede to the children of the Jews that they should think it was the place indicated by the Scriptures; but if this place has been torn up from its foundations, having often been captured by enemies, and yet his place is said to exist in peace, then the place of God could not with true reasoning be thought to be the one often captured by enemies. Therefore he did not now name Jerusalem, lest anyone should fall away to the Jewish city; instead of this he set forth the meaning of the matter, saying: His place came to be in Salem. And Salem is translated as peace; therefore it is said among the Seventy: His place came to be in peace. If, then, souls also on earth should be found freed from every war, passing their lives in stability and tranquility and calm, they too might reasonably be called the place of God, as being capable of receiving the divine Spirit. Therefore concerning such it has been said: I will dwell in them and walk among them, and I will be their God, and they shall be my people.
Εἰ δὲ σπανίως μὲν εὑρίσκοιντο ἐπὶ γῆς τοιοῦτοι, ἐν δὲ τῇ κατ' οὐρανὸν χρηματιζούσῃ Θεοῦ πόλει πληθύει τὸ τοῦ Θεοῦ οἰκητήριον, ἐν ἀγγέλοις, καὶ ἀρχαγγέλοις, καὶ θείαις δυνάμεσι, καὶ πνεύμασιν ἁγίοις· εἰκότως τὸν τόπον τοῦ Θεοῦ παρ' ἐκείνοις εἴποι ἄν τις, κἀκείνην εἶναι τὴν εἰρήνην ἀληθῶς Σαλὴμ ἐνταῦθα κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ὠνομασμένην. Διὸ καὶ ὁ Ἀπόστολος ταύτην εἰδὼς ἔλεγεν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Σαλὴμ μὲν γὰρ ἑρμηνεύεται εἰρήνη, Ἱερουσαλὴμ δὲ ὅρασις εἰρήνης· ἧς τὸ ἐφέστιον ἐν ταῖς κατ' οὐρανὸν θείαις τυγχάνει δυνάμεσιν· ἐν αἷς ὁ Θεὸς αὐτὸς ἐμπεριπατεῖ, χωρητικαῖς οὔσαις τῆς αὐτοῦ θεότητος. Ἑξῆς τούτοις λέγεται· Καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἶτα συνάπτει φάσκων ὁ λόγος· Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. Καὶ ἐνταῦθα πάλιν εἰ μὲν ἐπὶ τῆς
αἰσθητῆς καὶ ἐπιγείου Σιὼν ταῦτα πέπρακτο, οὐδὲ ἔδει φθονεῖν Ἰουδαίοις οὕτως ἐκδέχεσθαι βουλομένοις· εἰ δὲ πᾶν τοὐναντίον ἐξ αὐτῶν ὁρᾶται τῶν πραγμάτων, διὰ τὸ ἠρημῶσθαι τὴν Σιὼν ἐκ τῆς τῶν πολεμίων πολιορκίας, ἀνάγκη τῇ ἀποδοθείσῃ εἰρήνῃ καταλλήλως καὶ τὴν Σιὼν ἐκλαμβάνειν, ἤτοι τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἢ τὴν ἐπουράνιον, ἣν ὁ θεῖος Ἀπόστολος παρίστη λέγων· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἐνταῦθα γὰρ μηδεμιᾶς ἁμαρτίας ἐνεργούσης, μηδέ τινος ὑφεστῶτος ψυχῶν πολεμίου, συντέτριπται τὰ κράτη τῶν τόξων, ἀνῄρηταί τε ὅπλον καὶ ῥομφαία·
But if such men are rarely found on earth, while in the city of God that has its existence in heaven the dwelling place of God abounds—among angels and archangels and divine powers and holy spirits—then one would reasonably say that the place of God is among them, and that this is truly Salem, called by that name here according to the Hebrew tongue, meaning peace. Therefore the Apostle also, knowing this, said: But the Jerusalem above is free, which is our mother. For Salem is interpreted as peace, and Jerusalem as vision of peace; its hearth and home is among the divine powers in the heavens, in which God himself walks about, since they are capable of containing his divinity. Next after these things it is said: And his dwelling place is in Zion. Then the text continues, saying: There he broke the powers of the bows, weapon and sword and war. And here again, if these things had been done in the perceptible and earthly Zion, there would be no need to begrudge the Jews who wish to understand it so; but if the very opposite is seen from the facts themselves, because Zion has been laid waste by the siege of the enemies, then one must understand Zion in a manner corresponding to the peace that has been ascribed—either the Church of God, or the heavenly one, which the divine Apostle sets before us, saying: You have come to Mount Zion, and to the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal assembly, and to the Church of the firstborn who are enrolled in heaven. For there, where no sin is at work, nor any enemy of souls exists, the powers of the bows have been broken, and weapon and sword have been destroyed.
ὡς λέγεσθαι περὶ τῶν καταξιουμένων τῆς ἐκεῖ διατριβῆς· Ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, ἐταράχθησαν οἱ ἀσύνετοι τῇ καρδίᾳ. Σφόδρα ἀκολούθως, μετὰ τὸ παραστῆσαι τὸν τόπον τοῦ Θεοῦ, διδάσκει, ὅτι ἀποκέκλεισται εἴσω τοῦ τόπου αὐτοῦ τὰ ἀγαθά· ἀκτῖνας δ' ὥσπερ ἐκπέμπει καὶ ἐπὶ τοὺς ποῤῥωτάτω. Διό φησι· Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Τίνα δὲ ἦν τὰ αἰώνια ὄρη, ἀλλ' ἢ Σιὼν καὶ ἡ Σαλὴμ, τὰ διὰ τῶν ἔμπροσθεν ἀποδοθέντα; Ἄνωθεν γοῦν ἀπὸ τῶν οὐρανίων ὑψωμάτων, ὥσπερ ἐκ τινῶν αἰωνίων ὀρῶν, τὰς αὐγὰς τῶν τῆς θεότητος αὐτοῦ μαρμαρυγῶν, καὶ μέχρι τῶν ἐπὶ γῆς ἐκπέμπων, φωτίζει τὰς τῶν ἀξίων ψυχὰς, καταλάμπων αὐτὰς τῷ ἁγίῳ αὐτοῦ Πνεύματι· ταύτας μὲν οὖν φωτίζει· τοὺς δὲ ἀναξίους τῶν φώτων αὐτοῦ προνοίᾳ τῆς δικαιοκρισίας αὐτοῦ μετερχόμενος θορυβεῖ. Διὸ ἐπιλέγει· Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Ἀσύνετοι γὰρ ἀληθῶς ὄντες τῇ καρδίᾳ, ἢ κατὰ τὸν Σύμμαχον, ὑπερήφανοι τὴν καρδίαν, οὐ παρεδέξαντο τοῦ φωτὸς τοῦ Θεοῦ τὰς μαρμαρυγὰς, διὸ ἐταράχθησαν. Οἱ δ' αὐτοὶ, καὶ ὑπνώσαντες τὸν ὕπνον αὐτῶν, οὐχ εὗρον οὐδὲν ἐν ταῖς χερσὶν αὐτῶν, ἄνδρες ὄντες πλούτου. Πρὸς βραχὺ γὰρ ὀνειρώξαντες τῇ τοῦ θνητοῦ βίου φαντασίᾳ, καὶ μέγα φρονήσαντες ἐπὶ πλούτῳ, ἐνόμιζόν τινες εἶναι, κατεντρυφῶντες ταῖς ἀπὸ τοῦ πλούτου ποριζομέναις αὐτοῖς ἡδυπαθείαις· ὡς δὲ τοῦ ὕπνου διεγρηγόρησαν, μεταστάντες τοῦ παρόντος βίου, εὗρον ἑαυτοὺς οὐκ ἔχοντας οὐδὲν, οὐδέ τι ταῖς χερσὶ κρατοῦντας. Διὸ λέλεκταί που·
so that it may be said of those deemed worthy of dwelling there: Pain and sorrow and sighing have fled away. You shine wondrously from the eternal mountains; the foolish in heart were troubled. Very fittingly, after setting forth the place of God, he teaches that its good things are shut up within his place; yet he sends forth rays, as it were, even to those farthest away. Therefore he says: You shine wondrously from the eternal mountains. And what were the eternal mountains but Zion and Salem, which were explained in what came before? From above, then, from the heavenly heights, as from certain eternal mountains, sending forth the beams of the flashes of his divinity even to those on earth, he enlightens the souls of the worthy, illuminating them with his Holy Spirit. These, then, he enlightens; but those unworthy of his light he troubles, pursuing them by the providence of his righteous judgment. Therefore he adds: All the foolish in heart were troubled. For being truly foolish in heart, or, according to Symmachus, proud in heart, they did not receive the flashes of the light of God; therefore they were troubled. These same men, having also fallen into their sleep, found nothing in their hands, though they were men of wealth. For having dreamed for a brief moment through the fantasy of mortal life, and having thought greatly of themselves because of wealth, they supposed they were something, luxuriating in the pleasures procured for them from wealth; but when they awoke from sleep, having departed from the present life, they found that they had nothing, nor held anything in their hands. Therefore it has been said somewhere:
Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. Ἔνθεν εἰκότως οἱ ἀληθῶς ἀσύνετοι τῇ καρδίᾳ ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ Θεοῦ Ἰακώβ· ἢ κατὰ τὸν Σύμμαχον, ἀπὸ ἐμβριμήσεως· τὸ τηνικαῦτα γὰρ ὑπὸ ἀπόφασιν γενόμενοι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ταραχθήσονται εἰκότως, ἐπειδήπερ ἐνύσταξαν ἐπιβεβηκότες τοῖς ἑαυτῶν ἵπποις, δηλαδὴ τοῖς ἀκολάστοις σώμασι· δέον ἐγρηγορέναι καὶ νήφειν, μνημονεύοντας θείου προστάγματος λέγοντες· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. Οἱ δὲ ἐνύσταζον καὶ ὕπνωσαν ὕπνον αὐτῶν, ὀνείροις καὶ φαντάσμασιν ἐκδοθέντες, ἵπποις τε θηλυμανέσι τοῖς αὐτῶν σώμασι χρησάμενοι. Οὗτοι τοιγαροῦν πάντες οἱ ποτὲ μὲν λεγόμενοι ἀσύνετοι τῇ καρδίᾳ, ποτὲ δὲ ἄνδρες τοῦ πλούτου, νυνὶ δὲ ἐπιβεβηκότες τοὺς ἵππους, τέως μὲν κατὰ τὴν θνητὴν ζωὴν ἐνύσταξαν, ἢ κατὰ τὸν Σύμμαχον, ἐκαρώθη σαν, κάρῳ καὶ μέθῃ ψυχῆς περιενεχθέντες· εἶτα δὲ ὕπνωσαν ὕπνον αὐτῶν, φαντασίαις ματαίαις ἐκδοθέντες· καὶ τέλος διυπνισθέντες, ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ Θεοῦ Ἰακώβ. Οὗτος δὲ ἦν ὁ ἡμέτερος Σωτὴρ, ὁ τοῦ Θεοῦ Λόγος, ὁ τῷ Ἰακὼβ ἀναγεγραμμένος ὦφθαι Θεὸς, ὁ τὴν κατὰ πάντων κρίσιν παρὰ τοῦ Πατρὸς ἀναδεδεγμένος. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου. Τοῖς μὴ βουληθεῖσι τοῦ θείου φωτὸς τὰς αὐγὰς παραδέξασθαι φοβερὸς εἶναι λέγεται. Διὸ ἀνωτέρω μὲν αὐτῷ προσεφώνει τῷ Θεῷ λέγων Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων· νυνὶ δὲ τῷ αὐτῷ, Σὺ φοβερὸς εἶ, καὶ
Do not fear when a man becomes rich, and when the glory of his house is multiplied; for when he dies he will not take all of it, nor will his glory go down with him. Hence, reasonably, those who are truly foolish in heart were troubled by the rebuke of the God of Jacob—or, according to Symmachus, by the roar; for at that time, having come under the sentence of God's righteous judgment, they will reasonably be troubled, since they nodded off while mounted on their own horses, that is, on their licentious bodies—when they ought to have stayed awake and sober, remembering the divine command, saying: Watch, for you do not know the day or the hour. But they nodded off and slept their sleep, given over to dreams and phantasms, and using their bodies as horses mad after women. These, then—all who are at one time called foolish in heart, at another men of wealth, and now those mounted on horses—for a while during this mortal life nodded off, or according to Symmachus, were stupefied, overcome by a stupefaction and drunkenness of soul; then they slept their sleep, given over to vain imaginations; and finally, having awakened, they were troubled by the rebuke of the God of Jacob. And this was our Savior, the Word of God, who is recorded to have been seen as God by Jacob, who received from the Father the judgment over all things. You are fearful, and who will stand against you? From that time your wrath. He is said to be fearful to those who did not wish to receive the rays of the divine light. Therefore above he addressed God, saying: You shine wondrously from the eternal mountains; but now to the same one: You are fearful, and
τίς ἀντιστήσεταί σοι; Οὐκοῦν ὁ αὐτὸς καὶ φωτὸς πάροχος, καὶ φοβερὸς τυγχάνει· τοῖς μὲν δεξιοῖς φωτὸς χορηγὸς, τοῖς δὲ ἀριστεροῖς φοβερὸς, οἷς δὴ καὶ φήσει· Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἶθ' ἑξῆς ἐπιφέρει· Ἀπὸ τότε ἡ ὀργή σου. Ἀπὸ τότε δὲ, πότε, ἀλλ' ἢ ἀφ' οὗ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, καὶ ὕπνωσαν ὕπνον αὐτῶν οἱ ἀσύνετοι τῇ καρδίᾳ; Ἐξ ἐκείνου γὰρ αὐτοὶ ἑαυτοῖς ἐθησαύρισαν ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· ὡς λέγεσθαι πρὸς αὐτούς· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Ἕκαστος γὰρ καθ' ὃν καιρὸν ἁμαρτάνει, ἀπὸ τότε ὀργὴν ἑαυτῷ θησαυρίζει· ὀργῆς νοουμένης τῆς τοῖς πλημμελοῦσι τεταμιευμένης τιμωρίας. Ἑξῆς δὲ εἴρηται· Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν. Πρόσχες δὲ ἐπιμελῶς, ὡς οὐκ εἴρηται, ἐποίησας, ἀλλ' ἠκούτισας. Πρὶν γὰρ ἐπιβῆναι τὸν τῆς κρίσεως καιρὸν τοῖς πρὸ τῆς κρίσεως τὸν θνητὸν βίον διανύουσι, τοὺς περὶ τῆς κρίσεως λόγους ἀκουσθῆναι ἐποίησε διὰ τῶν θείων ἀναγνωσμάτων. Ἀλλὰ νῦν μὲν ἐκ τοῦ οὐρανοῦ ἀκουστὴν ἐποίησε τὴν μέλλουσαν κρίσιν· ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, Γῆ, φησὶν, ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Σαφῶς δὲ παρίστησι διὰ τούτων ὁ λόγος τὸ αἴτιον τῆς κρίσεως· ὑπὲρ γὰρ τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς. Περὶ γὰρ τῶν ἀσεβῶν εἴρηται· Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Who will stand against you? Therefore the same one is both the provider of light and terrible: to those on the right a supplier of light, but to those on the left terrible, to whom indeed he will also say: Go into the eternal fire prepared for the devil and his angels. Then next he adds: From then your wrath. But “from then”—when, except from when those who mounted the horses slumbered, and those who were foolish in heart slept their sleep? For from that time they stored up wrath for themselves for a day of wrath, so that it is said to them: Go into the light of your fire, and into the flame which you kindled. For each one, at whatever time he sins, from then stores up wrath for himself—wrath being understood as the punishment reserved for those who transgress. And next it is said: From heaven you made judgment to be heard. But pay careful attention, that it is not said, “you made,” but “you made to be heard.” For before the time of judgment arrives for those who pass this mortal life before the judgment, he caused the words concerning the judgment to be heard through the divine readings. But now he made the coming judgment heard from heaven; but when the time of God’s righteous judgment has come, Earth, it says, feared and was quiet when God arose to judgment, to save all the meek of the earth. And the word clearly sets forth through these things the cause of the judgment: for it is in order to save the meek of the earth. For concerning the ungodly it is said: The ungodly will not rise in judgment, nor sinners in the council of the righteous; because the Lord knows the way of the righteous, and the way of the ungodly will perish.
Ἀναστάντος τοίνυν τοῦ Θεοῦ εἰς κρίσιν ὑπὲρ τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, γῆ φοβηθήσεται καὶ ἡσυχάσει. Οἱ μὲν γὰρ πραεῖς τεύξονται τῆς σωτηρίας, οἱ δὲ τῇ ὀργῇ παραδοθήσονται· ἡ δὲ λοιπὴ γῆ καὶ οἱ τὴν μέσην εἰληφότες κατάστασιν παύσονται τῆς ταραχῆς τὸν θεῖον ἀνειληφότες φόβον. Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Καὶ τοῦτό φησιν ἔσεσθαι ἐν τῷ ἀναστῆναι τὸν Θεὸν εἰς κρίσιν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Τί δὲ τοῦτο ἢ, ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι; Πᾶσα γὰρ γλῶσσα καὶ πᾶς λογισμὸς καὶ ἐνθύμησις ἀνθρώπων ἐξομολογήσεται τῷ Θεῷ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε τὰ κρυπτὰ τῶν ἀνθρώπων φανερὰ γενήσεται. Καὶ ἐγκατάλειμμα δὲ, φησὶν, ἐνθυμίου ἑορτάσει σοι. Τί δ' ἂν γένοιτο ἐγκατάλειμμα ἐνθυμίου ἢ ὁ κεκαθαρμένος ἀπὸ πάσης πονηρᾶς ἐνθυμήσεως λογισμός; ὅμοιος ὢν ἐκείνοις περὶ ὧν εἴρηται· Λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν. Οὕτω γοῦν αὐτὸς ἐγκατάλειμμα ἐνθυμίου ὠνόμασται· διὸ ἑορτάσει τότε, ἅτε δὴ κατὰ καιρὸν τὰς ἐπαγγελίας ἀπολαβὼν τῆς οὐρανίου βασιλείας. Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ τὰς εὐχὰς ὑμῶν, πάντες οἱ κύκλῳ αὐτοῦ· τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, τῷ φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Συντελέσας τὸν περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγον, παραινετικῶς λοιπὸν πᾶσιν ἡμῖν προστάττει εὔχεσθαι, καὶ ἀποδιδόναι Κυρίῳ τῷ Θεῷ ἡμῶν τὰς εὐχάς· ὡς ἔτι δὲ καιρός ἐστι κατὰ τὸν ἐνεστῶτα βίον, ἀναγκαίως τοῦτο ποιεῖν παραινεῖ. Εὐχὰς δὲ τὰς ἐπαγγελίας εἴωθεν ὀνομάζειν· διὸ λέλεκται· Ἐὰν εὔξῃ εὐχὴν, μὴ χρονίσῃς ἀποδοῦναι·
When God therefore rises for judgment, to save all the meek of the earth, the earth will fear and be still. For the meek will obtain salvation, but those given over to wrath will be given over; while the rest of the earth, and those who have taken a middle position, will cease from their turmoil, having received the divine fear. For the thought of man will confess to you, and the remnant of thought will celebrate you. And he says that this will happen when God rises for judgment, to save all the meek of the earth. But what is this, "the thought of man will confess to you"? For every tongue and every reasoning and thought of men will confess to God at the time of judgment, when the hidden things of men will become manifest. And "the remnant," he says, "of thought will celebrate you." But what would be the remnant of thought except the reasoning purified from every evil thought? Being like those of whom it is said: "A remnant according to the election of grace has come to be." Thus, then, he himself has been called a remnant of thought; therefore he will then celebrate, inasmuch as he has received in due time the promises of the heavenly kingdom. Pray and pay your vows to the Lord God, all you who are round about him; to the terrible one who takes away the spirits of rulers, to the one terrible among the kings of the earth. Having completed the discourse concerning the judgment of God, he then exhorts us all to pray and to pay our vows to the Lord our God; and since there is still time in the present life, he exhorts us necessarily to do this. And he is accustomed to call vows the promises; therefore it has been said: "If you vow a vow, do not delay to pay it.
ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Ἕκαστος τοίνυν τῶν ἡμῶν τὴν ἑαυτοῦ πρόθεσιν καὶ τὴν οἰκείαν ἐπαγγελίαν ὥσπερ εὐχὴν ἀποδιδότω, μεμνημένος τοῦ φήσαντος· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Νῦν μὲν οὖν, φησὶν, εὔξασθε καὶ ἀπόδοτε. Ἔσται γὰρ καιρὸς ἐν ᾧ πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα. Κατὰ γὰρ τὸν τῆς βασιλείας αὐτοῦ καιρὸν βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Τότε γοῦν καθημένῳ ἐπὶ θρόνου δόξης αὐτοῦ προσκυνήσουσι πάντες μετὰ δώρων· τουτέστι,
μεθ' ὧν ἐπιφέρεται ἕκαστος καρπῶν. Διόπερ ὡς ἔτι καιρός ἐστιν, ἐντεῦθεν ἤδη παραινεῖ εὔξασθαι καὶ ἀποδιδόναι· ὡς ἂν, τοὺς ἑαυτῶν θησαυροὺς ταμιευσάμενοι, κατὰ καιρὸν αὐτῷ προσκομίσωμεν, ἄξιοι γενόμενοι τῶν κυκλούντων αὐτοῦ τὸν θρόνον. Πάντες γὰρ κύκλῳ αὐτοῦ προσοίσουσιν αὐτῷ δῶρα, φοβερῷ ὄντι τοῖς μὴ πλησιάζουσιν αὐτῷ, μηδὲ τὰ δῶρα προσφέρουσι. Διὸ ἐπιλέγεται· Τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Τὸ γὰρ, Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐπὶ τοὺς υἱοὺς ἀνθρώπων, λεχθήσεται καὶ ἐπ' ἐκείνων τῶν ποτε μὲν ἀρχόντων καὶ ἡγουμένων χρηματισάντων, καὶ Πνεύματος ἁγίου καταξιωθέντων, οὐ μὴν ἀξίως βιωσάντων τῆς χάριτος· ἀφ' ὧν ἀφαιρεῖται τὸ πνεῦμα, ὅπως, στερηθέντες αὐτοῦ, τῇ προσηκούσῃ παραδοθῶσι τιμωρίᾳ.
It is good not to vow, or to vow and not to pay. Let each of us therefore pay his own purpose and his own promise as a vow, remembering him who said: Sacrifice to God a sacrifice of praise, and pay your vows to the Lord; and call upon me in the day of affliction, and I will deliver you, and you shall glorify me. Now, then, he says, vow and pay. For there will be a time when all who are round about him shall bring gifts. For in the time of his kingdom, the kings of Tarshish and the islands shall bring gifts, the kings of the Arabians and Sheba shall bring gifts, and all the kings of the earth shall worship him. Then, at least, all shall worship with gifts him who sits upon the throne of his glory—that is, each with the fruits he brings. Therefore, while there is still time, from now on he exhorts us to vow and to pay, so that, having stored up our own treasures, we may bring them to him in due season, having become worthy of those who surround his throne. For all shall bring gifts to him round about, to him who is fearful to those who do not draw near to him nor offer their gifts. Therefore it is added: To him who is fearful and takes away the spirits of rulers, fearful among the kings of the earth. For the saying, My spirit shall not remain upon the sons of men, will be spoken also of those who once were reckoned rulers and leaders, and were deemed worthy of the Holy Spirit, yet did not live worthily of the grace; from whom the spirit is taken away, so that, deprived of it, they may be handed over to the punishment that is fitting.
Κατὰ δὲ τὸν Σύμμαχον, Τῷ νομοδότῃ, ἀφαιροῦντι μὲν πνεῦμα ἡγεμόνων, φοβερῷ δὲ τοῖς βασιλεῦσι τῆς γῆς ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΙΔΙΘΟΥΜ, ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ. Ο ʹ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τῷ μὲν Ἀσὰφ εἴρηται ὁ ψαλμὸς, ἀνήνεκται δὲ εἰς πρόσωπον τοῦ Ἰδιθοὺμ, ὑπὲρ οὗ τὰ ἐμφερόμενα τῷ ψαλμῷ συνετάττετο. Ὅθεν ὁ Σύμμαχος, Διὰ Ἰδιθοὺμ, ὁ δὲ Ἀκύλας, Ἐπὶ Ἰδιθοὺμ, ἡρμήνευσαν. Καὶ νῦν μὲν ὁ Ἀσὰφ, τοὺς μετὰ χεῖρας λόγους συντάξας, ὥσπερ διδάσκαλος μαθητῇ ἐμμελετᾷν τῷ Ἰδιθοὺμ παραδέδωκεν· ἢ ὥσπερ ἰατρὸς τῷ θεραπείας δεομένῳ σωτή ριον φάρμακον ἐπὶ τὸ χρήσασθαι αὐτῷ καὶ ὠφελεῖσθαι τὸν θεραπευόμενον· ἐν δὲ τοῖς ἔμπροσθεν ὑπὲρ τοῦ αὐτοῦ ἀνδρὸς ὁ Δαυῒδ ποτὲ μὲν ᾠδὴν, ποτὲ δὲ ψαλμὸν ἔγραφε. Διὸ ἐν μὲν τῷ ληʹ ψαλμῷ ἐπεγέγραπτο, Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ, ᾠδὴ τῷ Δαυΐδ. Ὅτι δὲ ὁ ἀνὴρ οὗτος συγχρονίσαι λέγεται τῷ Δαυῒδ καὶ τῷ Ἀσὰφ, ἡ τῶν Παραλειπομένων παρίστησι Γραφὴ, ὡς ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. Καί μοι δοκεῖ ὁ Ἰδιθοὺμ διδασκαλίας δεδεῆσθαι τοῦ περὶ Προνοίας λόγου, διὰ τὸ συνορᾷν ἐν τῷ τῶν ἀνθρώπων βίῳ πολλοὺς ἀθέους καὶ ἀσεβεῖς ἐπαιρομένους καὶ μεγαλαυχουμένους, πλούτῳ τε καὶ περιουσίᾳ ἐντρυφῶντας· δικαίους δὲ ἔμπαλιν ταπεινουμένους καὶ πρὸς τῶν ἀσεβῶν καταπονουμένους. Εἰκὸς γοῦν αὐτὸν ἐπὶ τούτοις ἀποδυσπετεῖν, καὶ λόγους τινὰς κεκινηκέναι πρός τε αὐτὸν τὸν Δαυῒδ καὶ πρὸς τὸν Ἀσὰφ, ὁποίους ἐκίνουν καὶ ἕτεροι τῶν παλαιῶν, ὡς ὁ εἰπών· Ἱνατί ἀσεβεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ, Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν·
According to Symmachus, "To the lawgiver, who takes away the spirit of rulers, and is fearful to the kings of the earth. For the end, concerning Idithum, a psalm to Asaph." 79. With my voice I cried to the Lord, with my voice to God, and he attended to me. The psalm is ascribed to Asaph, but it is brought forward in the person of Idithum, on whose behalf the contents of the psalm were composed. Hence Symmachus translated "Through Idithum," and Aquila "Upon Idithum." And now Asaph, having composed the words at hand, handed them over to Idithum to practice, as a teacher to a disciple; or as a physician hands a saving remedy to one needing treatment, so that the one being treated may use it and be benefited. But in the earlier passages David wrote, concerning the same man, sometimes a song and sometimes a psalm. Therefore in the 39th psalm the superscription was, "For the end, concerning Idithum, a song to David." And that this man is said to have been contemporary with David and with Asaph, the Scripture of Paralipomenon establishes, as we demonstrated in the earlier passages. And it seems to me that Idithum needed the teaching of the account concerning Providence, because he observed in the life of men that many atheists and impious persons were exalted and boasted greatly, reveling in wealth and abundance; while the righteous, on the contrary, were brought low and worn down by the impious. It is likely, then, that he was disheartened by these things, and stirred up certain arguments both to David himself and to Asaph, such as others of old also stirred up, as the one who said: "Why do the impious prosper, and have grown old in wealth? Their seed is according to the soul.
τὰ δὲ παιδία αὐτῶν παίζοντα, ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν. Λέγει δὲ Κυρίῳ· Ἀπόστα ἀπ' ἐμοῦ· ὁδούς σου εἰδέναι οὐ βούλομαι. Τοιαῦτά τινα, ὡς εἰκὸς, ἐπαποροῦντι τῷ Ἰδιθοὺμ, οἷα διδάσκαλοι καὶ ἰατροὶ ποτὲ μὲν ὁ Δαυῒδ, ποτὲ δὲ ὁ Ἀσὰφ, διδασκαλίας παρεῖχον τῆς τοιᾶσδε δόξης θεραπευτικάς. Ὅθεν ἐν μὲν τῷ ληʹ τοιάδε λέγειν αὐτὸν ἐδίδασκεν· Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου· ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα, καὶ τὰ τούτοις ἑξῆς· ἃ δὴ κατὰ τοὺς οἰκείους τόπους παραθέμενοι διεσαφήσαμεν. Ἐν δὲ τῷ ξαʹ πάλιν ὁ αὐτὸς λέγων τὸν αὐτὸν ἐδίδασκεν· Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπιπλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον, φονεύετε πάντες ὑμεῖς; Καὶ ταῦτα δὲ ὁποῖον ἔχει νοῦν κατὰ τὴν δοθεῖσαν χάριν ἡρμήνευται. Οἷς ἀκολούθως καὶ ὁ Ἀσὰφ διὰ τῶν μετὰ χεῖρας τῷ αὐτῷ ἀνδρὶ παραδίδωσι διδασκαλίαν τοῦ μὴ ταράττεσθαι ἐν τοῖς τοῦ βίου πειρατηρίοις, μηδὲ ἐν οἷς ἔγνω ἐκ τῶν ἔμπροσθεν αὐτοῦ προφητειῶν περὶ τῆς τῶν ἀσεβῶν ἐπαναστάσεως, τῆς τε τοῦ λαοῦ τοῦ Θεοῦ ταπεινώσεως· καταφεύγειν δὲ ὡς ἐπὶ λιμένα σωτήριον ἐν ταῖς
But their children playing, taking up the psaltery and the lyre. And he says to the Lord: "Depart from me; I do not wish to know your ways." Such things, as is likely, were offered to Idithum when he was at a loss, as teachers and physicians—sometimes David, sometimes Asaph—provided teachings that were remedies for such an opinion. Whence in the thirty-ninth psalm he taught him to say such things: "I said: I will guard my ways, that I may not sin with my tongue. I set a guard on my mouth when the sinner stood before me; I was dumb and was humbled and kept silence," and the things that follow these; which, having set them out in their proper places, we have explained. And in the sixty-first psalm again the same one, speaking, taught the same man: "Shall not my soul be subject to God? For from him is my salvation. For he is my God and my Savior, my helper, I shall not be shaken more. How long do you set upon a man, do you all slay?" And these things too, what meaning they have, has been interpreted according to the grace given. Following these, Asaph also, through the things at hand, delivers to the same man teaching not to be disturbed in the trials of life, nor in those things which he knew from his earlier prophecies concerning the uprising of the impious, and the humbling of the people of God; but to flee as to a saving harbor in the
τοιαῖσδε ἀμηχανίαις ἐπ' αὐτὸν τὸν Θεὸν, ταῖς τε πρὸς αὐτὸν ἱκετηρίαις σχολάζειν, καὶ ταῦτα λέγειν, ἅπερ αὐτῷ διὰ τοῦ προκειμένου ψαλμοῦ, οἷα διδάσκαλος, παρεδίδου. Καὶ δῆτα παραλαβὼν τὸ μάθημα τοῦτο, τὴν ἑαυτοῦ ψυχὴν ἐθεράπευε, κατεπᾴδων αὐτὸς ἑαυτῷ καὶ λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τοιοῦτον γὰρ, φησὶν, ἐμαυτὸν παρεσκεύαζον, ὡς ἄξιον εἶναι τῆς προσοχῆς τοῦ Θεοῦ· διὸ προσέσχε μοι· καὶ τοιαύτας τε ἠφίειν φωνὰς καὶ βοὰς, ὡς ἀξίας εἶναι αὐτὰς τῆς τοῦ Θεοῦ ἀκοῆς. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ βοήσαντός μου πρὸς τὸν Θεὸν, παρέσχε τὰς ἀκοὰς αὐτοῦ. Διὰ τούτων γὰρ ἐδιδάσκετο ὁ Ἰδιθοὺμ μὴ νομίζειν πόῤῥω που ἀφεστάναι τὸν Θεὸν τῶν ἐπιβοωμένων αὐτόν. Εἰ γὰρ ἅμα τῷ τὴν φωνὴν ἀναπέμψαι ᾔσθετο ἐπηκόου αὐτοῦ γενομένου τοῦ Θεοῦ, αὐτοῖς ἔργοις ἐδιδάσκετο πανταχοῦ παρεῖναι τὸ Θεῖον, καὶ τοὺς τῆς Προνοίας ὀφθαλμοὺς ἐφορᾷν τοὺς ἀξίους. Ἀλλὰ καὶ ἐν ἡμέρᾳ θλίψεώς μου, φησὶ, τὸν Θεὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐ μὴ ἠπατήθην. Καὶ ὅτι μὲν πολλαὶ αἱ θλίψεις τῶν δικαίων (ἐπειδὴ ἀπείραστος ἀνὴρ ἀδόκιμος), παντοίως διδάσκουσιν οἱ θεῖοι λόγοι· ὡς δὲ θλιβόμενοι κρείττους ἑαυτῶν ἐγίγνοντο, δοκιμὴν τῆς ἑαυτῶν παρέχοντες ὑπομονῆς, οὐ μὴν συγχεόμενοι ὡς εἰλιγγιᾷν καὶ θορυβεῖσθαι, διδάσκει ὁ εἰπὼν, Ἐν θλίψει ἐπλάτυνάς με, καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι. Οὕτως οὖν καὶ ἐνταῦθά φησιν·
By such perplexities he was to devote himself to God himself, and to the petitions addressed to him, and to say those things which, through the psalm set before us, he was delivering to him as a teacher. And indeed, having received this lesson, he was healing his own soul, chanting to himself and saying: "With my voice I cried to the Lord, with my voice to God, and he gave heed to me." For such, he says, I was preparing myself to be, as to be worthy of God's heed; therefore he gave heed to me; and I was uttering such voices and cries as to be worthy of God's hearing. Therefore according to Symmachus it is said: "With my voice to God, and when I cried out to God, he lent his ears." For through these things Idithum was taught not to think that God was far off somewhere from those who call upon him. For if, as soon as he sent up his voice, he perceived that God had become attentive to him, he was taught by the very facts that the Divine is present everywhere, and that the eyes of Providence look upon those who are worthy. But also "in the day of my affliction," he says, "I sought God with my hands by night before him, and I was not deceived." And that the afflictions of the righteous are many (since an untested man is unproven), the divine words teach in every way; but that when afflicted they became better than themselves, offering proof of their own endurance, and certainly not confounded so as to be dizzy and disturbed, the one who said, "In affliction you enlarged me," teaches, and the divine Apostle saying: "Afflicted, but not distressed; cast down, but not destroyed; persecuted, but not forsaken." Thus then he also says here:
Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα· οὐ γὰρ ἀπέβλεπον ἐπὶ τοὺς θλίβοντας, οὐδ' ἐπὶ τοὺς ἐπαιρομένους· ἐπιστρέφων δὲ ἐμαυτοῦ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν Θεὸν κατ' αὐτὸν τὸν τῆς θλίψεως καιρὸν, αὐτὸν ἐξεζήτουν. Ἐζήτουν δὲ αὐτὸν ταῖς χερσί μου, δεδιδαγμένος ἐπαίρειν ὁσίους χεῖρας κατὰ τὸν φάσκοντα λόγον· Βούλομαι δὲ τοὺς ἄνδρας προσεύχεσθαι, ἐπαίροντας ὁσίους χεῖρας. Καὶ τοῦτ' ἔπραττον οὐ δι' ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς, τὰς χεῖράς μου ἐπαίρων ἐναντίον αὐτοῦ, καὶ διὰ τῆς προσευχῆς, καὶ διὰ τῶν πρὸς αὐτὸν φωνῶν ἐπιζητῶν αὐτόν. Διὸ, ταῦτα πράττων, Οὐκ ἠπατήθην· εὑρίσκετο γάρ μοι ζητούμενος· διὸ προσέσχε μοι, καὶ τὰς ἑαυτοῦ ἀκοὰς ἐμοὶ παρέσχεν Ἀντὶ δὲ τοῦ, Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἡ χείρ μου νυκτὸς ἐκτέτατο διηνεκῶς. Ταύτην μὲν οὖν εἶχον μεγίστην καὶ μόνην παραμυθίαν. Ἄλλως δὲ, οὐδενὸς ἠνειχόμην παρακαλεῖν με καὶ θεραπεύειν ἐθέλοντος ἀνθρώπου ἐν τῷ τῆς θλίψεώς μου καιρῷ. Διὸ ἐπιλέγει· Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἢ κατὰ τὸν Σύμμαχον, Οὐκ ἐπείθετο παρηγορεῖσθαι ἡ ψυχή μου· ἀλλ' ἀνθρώποις μὲν οὐκ ἐπειθόμην, τοῖς ἄλλως με παρηγορεῖν καὶ παρακαλεῖν· ἐμνήσθην δὲ τοῦ Θεοῦ καὶ ηὐφράνθην· ἀπήρκει γάρ μοι ἡ τοῦ Θεοῦ μνήμη πρὸς εὐφροσύνην· ἀλλὰ καὶ ἠδολέσχησα, φησὶ, καὶ ὠλιγοψύχησα· ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσε, Διελάλουν ἐν ἐμαυτῷ καὶ ἐλειποθύμουν. Ὅτι μὲν, φησὶ, ἐμαυτῷ διελάλουν, ἐλειποθύμουν· καὶ ὅτε ἠδολέσχουν παρ' ἐμαυτῷ, τηνικαῦτα ὠλιγοψύχει τὸ πνεῦμά μου·
In the day of my affliction I sought God; for I did not look to those who afflict, nor to those who exalt themselves; but turning the eye of my soul to God, at the very time of affliction, I sought him. And I sought him with my hands, having been taught to lift up holy hands, according to the word that says: I desire that the men pray, lifting up holy hands. And this I did not only through the day, but also through the night, lifting up my hands before him, and through prayer, and through the voices addressed to him, seeking him out. Therefore, doing these things, I was not deceived; for being sought, he was found by me; therefore he attended to me, and offered his ears to me. But instead of, With my hands at night before him, and I was not deceived, Symmachus interpreted this manner: My hand was stretched out at night continually. This, then, I had as the greatest and only consolation. But otherwise, I did not endure any man who wished to comfort me and tend to me in the time of my affliction. Therefore he adds: My soul refused to be comforted; or according to Symmachus, My soul was not persuaded to be consoled; but I was not persuaded by men, who would otherwise console and comfort me; but I remembered God and was glad; for the remembrance of God sufficed for me for gladness; but also, he says, I spoke idly and I was faint-hearted; in place of which Symmachus interpreted, I conversed within myself and I was fainthearted. Because, he says, I conversed with myself, I was fainthearted; and when I spoke idly within myself, at that time my spirit grew faint.
ὅτε δὲ ἀνεμιμνησκόμην τοῦ Θεοῦ, εὐφροσύνης ἐπληρούμην· ἀλλὰ καὶ ζητῶν αὐτὸν ταῖς χερσί μου νυκτὸς, οὐκ ἠπατώμην· εὕρισκον γὰρ ὥσπερ πλησίον παρεστῶτά μοι, καὶ τῆς φωνῆς μου ἐπήκοον γιγνόμενον. Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην, καὶ οὐκ ἐλάλησα. Οἱ θλίβοντές με, φησὶ, λογισμοὶ τοιοῦτοι ἦσαν. Ἐπειδὴ γὰρ ἑώρων τὴν ἀποβολὴν τοῦ λαοῦ, ἣν ἐθέσπισαν οἱ προλεχθέντες προφητικοὶ λόγοι, ἐθορυβούμην εἰκότως, καὶ ἐνενόουν πρὸς ἐμαυτὸν εἰ ἀθεράπευτον αὐτοῖς ἔσται τὸ κακόν. Τὸ μὲν γὰρ ἀποβληθῆναι αὐτοὺς καιρῷ τινι καὶ εἰς τέλος αὐτοὺς τοῦτο παθεῖν ἐπίστευον τῇ προφητείᾳ λεγούσῃ· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ
θυμός σου ἐπὶ πρόβατα νομῆς σου; ἐνηπόρουν δὲ πρὸς ἐμαυτὸν διανοούμενος ταῦτα· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, ἢ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; καὶ τὰ ἑξῆς. Ταῦτα λογιζόμενος ἐταραττόμην· ἀλλ' ἔφερόν τε τῇ μνήμῃ τὰς παλαιὰς ἡμέρας καὶ τὰ ἐξ αἰῶνος ἔτη ἀπὸ τῶν παλαιῶν Γραμμάτων ἀναλεγόμενος, ὁσάκις ἁμαρτήσαντας αὐτοὺς ἀποβαλὼν, ἐπανήγαγεν, καὶ πολεμίοις παραδοὺς ἀσεβοῦντας, αὖθις ἀνεκτήσατο. Τί οὖν πάλαι μὲν αὐτοὺς καὶ μετὰ δεινὰς πλημμηλείας ἀνεκαλεῖτο, μὴ εἰς τέλος ἀπωθούμενος, μηδὲ ἀποκόπτων τὸ ἔλεος αὐτοῦ· νῦν δὲ οὐδὲν τούτων ποιήσει, λήθην δὲ ἕξει τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ μακρόθυμος καὶ πολυέλεος καὶ φιλοικτίρμων; Ταῦτα νυκτὸς πρὸς ἐμαυτὸν διελογιζόμην, καὶ τὸ πνεῦμά μου ἔσκαλλον, διερευνῶν καὶ βασανίζων τοὺς ἐμαυτοῦ λογισμοὺς, ἀνακρίνων τε τὸ πνεῦμα, εἴ τι ἄρα ὑποβάλοι πρὸς θεραπείαν τῶν ἠπορημένων.
But when I remembered God, I was filled with gladness; and when I sought him with my hands by night, I was not deceived, for I found him, as it were, standing near me and giving ear to my voice. My eyes anticipated the watches; I was troubled, and I did not speak. Those who afflict me, he says, were thoughts of this kind. For since I saw the rejection of the people, which the prophetic words spoken beforehand had foretold, I was naturally disturbed, and I considered within myself whether the evil would be incurable for them. For that they were rejected at some time, and that they suffered this to the end, I believed on the testimony of the prophecy that says: Why, O God, have you cast off to the end? Your wrath was kindled against the sheep of your pasture; and I was at a loss within myself as I pondered these things: Will the Lord cast off forever, or will he not again be pleased? and the rest. Reasoning on these things, I was troubled; but I brought back the ancient days by memory and gathered from the ancient Scriptures the years from of old, how often, when they had sinned, he cast them off and brought them back, and when they had acted impiously, he delivered them to enemies and again recovered them. Why then did he of old call them back even after dreadful transgressions, not casting them off to the end nor cutting off his mercy; but now will he do none of these things, and will he have forgetfulness of his own love for mankind, and will the long-suffering, greatly merciful, and compassionate one forget to have pity? These things I reasoned with myself by night, and I tore my spirit, searching out and examining my own thoughts, and questioning my spirit, whether perhaps it might suggest something for the healing of my perplexities.
Ἀντὶ δὲ τοῦ, Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ὁ Σύμμαχος, Ἐκώλυον, φησὶ, τὰς ἀναβλέψεις οἱ ὀφθαλμοί μου. Συνάγων γὰρ εἰς ἐμαυτὸν τοὺς ἐμαυτοῦ λογισμοὺς, ἔμυον τὰ ὄμματα, ὡς ἂν μὴ τοῖς αἰσθητοῖς προβάλλων, περιελκοίμην τοῦ προκειμένου. Μύων οὖν τοὺς ὀφθαλμοὺς τοῦ σώματος, πρὸς ἐμαυτὸν διηπόρουν, οὐ φωνῇ φθεγγόμενος, οὐδὲ πρὸς ἕτερον λαλῶν, αὐτὸς δὲ πρὸς ἐμαυτὸν ἐννοῶν. Διὸ ἀντὶ τοῦ, Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, καὶ τῶν ἑξῆς, παρὰ τῷ Συμμάχῳ εἴρηται· Διηπόρουν, καὶ οὐκ ἐλάλησα. –Ἀνελογιζόμην τὰς ἡμέρας τὰς πρώτας, τὰ ἔτη τὰ ἀπ' αἰῶνος ἀνεμιμνησκόμην. Ἀλλὰ ψαλμούς μου νυκτὸς πρὸς τὴν καρδίαν μου διελάλουν· καὶ ἀνὴρ συνὼν τὸ πνεῦμά μου. Οὕτως ἐπαγρύπνως διακείμενος, καὶ τὰς νύκτας διαγρηγορῶν, ἐφρόντιζον περὶ τῶν ἔμπροσθεν δι' ὧν εἴρητο· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ἐπὶ τούτοις οὖν διηπόρουν, εἰ θεραπεία ἔσται τοῖς ταῦτα πεπονθόσι τὰ κακά. Καὶ εἰκός γε ἦν τὸν Ἰδιθοὺμ ἐπακούσαντα τῆς τοῦ Ἀσὰφ προφητείας, καὶ ταῦτα πρὸς ἑαυτὸν λογισάμενον, ἐπαπορῆσαι πρὸς τὸν προφήτην ὡς πρὸς διδάσκαλον, ἐρώτησίν τε αὐτῷ προσαγαγεῖν, καὶ ὥσπερ τινὰ προτείνοντα πρότασιν φάναι· Τί οὖν, ὦ προφῆτα;
Instead of “My eyes anticipated the watches,” Symmachus says, “My eyes kept back their lookings-up.” For gathering my own thoughts into myself, I closed my eyes, so that by not casting them upon sensible things I might not be dragged away from what lay before me. Closing, then, the eyes of the body, I was perplexed within myself, not speaking with my voice, nor talking to another, but pondering by myself within myself. Therefore, instead of “I was troubled, and I did not speak,” and what follows, it is said by Symmachus: “I was perplexed, and I did not speak.” I was reckoning the days of old, I was remembering the years from everlasting. But I would talk at night with my heart by my psalms, and a man was with my spirit. Being thus disposed in wakefulness, and keeping watch through the nights, I was pondering the things said before: “As in a forest of trees they cut down its doors with axes; with a hatchet and a stonecutter’s tool they broke it down together. They defiled to the ground the tabernacle of your name. Their kindred said together in their heart: Let us put an end to the feasts of God from the earth. We have not seen our signs; there is no longer a prophet, and he will no longer know us.” At these things, then, I was perplexed, whether there would be healing for those who had suffered these evils. And it was likely that Idithun, having heard the prophecy of Asaph, and having reckoned these things to himself, was perplexed before the prophet as before a teacher, and brought a question to him, and, as it were, proposing some proposition, said: What then, O prophet?
ἐπειδὴ ταῦτα προεφήτευσας, βούλομαι γνῶναι καὶ μαθεῖν, Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Καὶ δὴ πρὸς ταύτας τὰς προτάσεις τὴν διδασκαλίαν ὁ Ἀσὰφ ἐποιεῖτο, ὑπὲρ αὐτοῦ τοῦ Ἰδιθοὺμ γράφων τὸν ψαλμὸν, διδάσκων τε αὐτὸν λέγειν· Φωνῇ μου πρὸς τὸν Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι· παιδεύων μὴ πολυπραγμονεῖν τὰς τοῦ Θεοῦ βουλάς· εὐχαῖς δὲ σχολάζειν, καὶ ταύταις μόναις προσέχειν τὸν νοῦν εὐσεβοῦντα καὶ εὐφημοῦντα τοῦ Θεοῦ τὰς κρίσεις. Ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Καὶ εἶπα, Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἀντὶ τούτου ὁ μὲν Ἀκύλας, Καὶ εἶπα, φησὶν, ἀῤῥωστία μου· αὕτη ἀλλοίωσις δεξιᾶς Ὑψίστου· ὁ δὲ Σύμμαχος, Τρῶσίς μου ἐστὶν ἐπιδευτέρωσις δεξιᾶς τοῦ Ὑψίστου· ἡ δὲ πέμπτη ἔκδοσις, Καὶ εἶπα, φησὶν, ὠδῖνές μου εἰσὶν ἀλλοίωσις δεξιᾶς τοῦ Ὑψίστου. Πρὸς τοῖς προηπορημένοις καὶ ταῦτα, φησὶ, πρὸς ἐμαυτὸν ἐνενόουν, ὅτι οἱ τοιοῦτοι λογισμοὶ, δι' ὧν ἀρτίως ἐπηπόρουν, ἀῤῥωστία μου εἰσὶν, ἢ ὠδῖνες εἰσὶν, ἢ τρώσεις μού εἰσιν. Ἐξ ἀσθενείας γὰρ ψυχῆς τοὺς τοιούτους προήκαμεν λόγους, καὶ ἀπὸ τρώσεως ψυχῆς· τετρωμένος γὰρ καὶ συναλγῶν ὡς ὑπὲρ ἑαυτοῦ μελῶν· ἀλλὰ καὶ ὠδίνων ὡς ὑπὲρ σπλάγχνων οἰκείων τοιαῦτα ἐφθεγξάμην.
Since you prophesied these things, I wish to know and learn: Will the Lord cast off forever, and will he no longer be well pleased? Or will he cut off his mercy to the end from generation to generation? Or will God forget to have compassion, or will he hold back his mercies in anger? And indeed, Asaph directed his teaching to these propositions, writing the psalm concerning Idithun himself, and teaching him to say: With my voice I cried to the Lord, with my voice to God, and he attended to me; teaching him not to busy himself with the counsels of God, but to devote himself to prayers, and to apply his mind to these alone, reverently and speaking well of God's judgments. For his judgments are unsearchable, and his ways past tracing out. And I said, Now I have begun; this is the change of the right hand of the Most High. Instead of this, Aquila says, And I said, my weakness; this is the change of the right hand of the Most High; and Symmachus, My wounding is a second change of the right hand of the Most High; and the Fifth Edition, And I said, my pangs are the change of the right hand of the Most High. In addition to the things already doubted, he says, I considered these things with myself, that such thoughts, through which I was just now perplexed, are my weakness, or are pangs, or are my wounds. For from the weakness of the soul we uttered such words, and from a wounding of the soul; for as one wounded and grieving together as for his own members; but also as in pangs for his own inward parts I uttered such things.