ζήτει ὅπως λέλεκται ἀλλαχοῦ· Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὡς ἑτέρου ὄντος τοῦ ὑψοῦντος τὸ προδεδηλωμένον κέρας. Ὅρα οὖν εἰ μὴ σαφῶς ὁ Θεοῦ Λόγος, αὐτὸς ὁ Κύριος, εἴη ἂν τὸ κέρας τοῦ λαοῦ, ὁ δὲ ὑψῶν αὐτὸν ὁ γεννήσας αὐτὸν Πατήρ. Ἐπειδὴ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, κατὰ τὸν Ἀπόστολον. Τούτῳ οὖν τῷ κέρατι ἑαυτῶν καὶ τῷ βασιλεῖ θαῤῥοῦντες, ὁμολογοῦσι μὴ τόξῳ, μηδὲ ῥομφαίᾳ, μηδὲ οἰκείᾳ ἀρετῇ τῶν ἐχθρῶν περιγενήσεσθαι, ἀλλὰ τῇ τοῦ βασιλέως αὐτῶν δυνάμει. Εἶτ' ἐπειδὴ βασιλέα καὶ κέρας ἐκτήσαντο αὐτὸν τὸν Κύριον, εἰκότως τοῖς ἐχθροῖς μὴ ὑποχείριοι γενήσεσθαί φασι· κρείττους δὲ τῶν πολεμίων ὑπάρξαι. Τοῦτο γοῦν δηλοῦσι λέγοντες· Ἔσωσας ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. Καὶ ἐπειδήπερ οἱ μὲν ἐχθροὶ αἰσχύνην
κατεχέαντο, αὐτοὶ δὲ οὐκ οἰκείᾳ δυνάμει, τῇ δὲ τοῦ κέρως αὐτῶν ἐσώθησαν· εἰκότως ἐπισυνάπτουσι λέγοντες· Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν· ἢ κατὰ τὸν Ἀκύλαν, Ἐν τῷ Θεῷ καυχησόμεθα· ἢ κατὰ τὸν Σύμμαχον, Τὸν Θεὸν ὑμνοῦμεν ὅλην τὴν ἡμέραν, καὶ τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. Τὴν δὲ ἐξομολόγησιν ἀντὶ εὐχαριστίας παραλαμβάνειν εἰώθασιν αἱ Γραφαί· ὥστε εἰκότως καὶ καυχᾶσθαι καὶ ὑμνεῖν, καὶ ἐπαινεῖν καὶ ἐπαινεῖσθαι, εὐχαριστεῖν τε καὶ ἐξομολογεῖσθαι οἱ σεσωσμένοι τῇ τοῦ βασιλέως αὐτῶν ἀρετῇ φασιν. Ἀλλὰ ταῦτα μὲν ἐκ προσώπου τοῦ χοροῦ τῶν προφητῶν εἴρηται·
Seek how it is said elsewhere: “His confession is upon earth and heaven, and he shall exalt the horn of his people,” as though the one exalting the previously indicated horn were another. Consider then whether it is not clearly the Word of God, the Lord himself, who would be the horn of the people, and the Father who begot him the one exalting him. For since he humbled himself to death, even death on a cross, for this reason God highly exalted him, according to the Apostle. Trusting therefore in this horn of theirs and in their king, they confess that they shall prevail over their enemies not by bow, nor by sword, nor by their own virtue, but by the power of their king. Then, since they have acquired as king and horn the Lord himself, they reasonably say that they will not become subject to their enemies, but will prove superior to their foes. This at any rate they make clear, saying: “You saved us from those who afflicted us, and you put to shame those who hated us.” And since the enemies poured out shame upon themselves, while they were saved not by their own power but by that of their horn, they reasonably add, saying: “In God we shall be praised all the day long”; or according to Aquila, “In God we shall boast”; or according to Symmachus, “We hymn God all the day long, and in your name we shall give confession forever.” But the Scriptures are accustomed to take confession in place of thanksgiving; so that those who have been saved by the virtue of their king reasonably both boast and hymn, both praise and are praised, give thanks and confess. But these things have been said from the person of the chorus of the prophets.
τὰ δ' ἑξῆς ἐπιφερόμενα πάλιν οἱ αὐτοὶ, ἰδιοποιούμενοι τὰ τῷ πλήθει συμβεβηκότα, διεξέρχονται. Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν. Ἐπεὶ τὸ πλῆθος τοῦ παντὸς Ἰουδαίων ἔθνους, ἐν παντοίαις ἀσεβείαις καὶ παρανομίαις ἐξητασμένον, οὐκ ἦν ἀλλότριον τοῦ σώματος τοῦ προφητικοῦ, εἰκότως τὰ τῷ πλήθει συμβάντα ἰδιοποιούμενοι οἱ τὰ πρῶτα εἰρηκότες, μέσου διαψάλματος παρεμβληθέντος, εἰς παράτασιν τῆς μεταβολῆς τῶν λεχθησομένων προφέρονται. Οἱ μὲν οὖν πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, καὶ τοῖς ἡμετέροις ἠκούομεν ὠσὶν ὁποῖα κατειργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, καὶ τὰ ἑξῆς. Νυνὶ δὲ ὀφθαλμοῖς οὐ τοιαῦτα ὁρῶμεν· τὰ δὲ τούτοις ἐναντία. Ἀπώσω γὰρ ἡμᾶς, σὺ ὁ Θεὸς, ὁ πάλαι τοὺς πατέρας ἡμῶν διασώσας, διὰ τὰς ἡμετέρας ἁμαρτίας τοὺς πάλαι ἐπὶ σοὶ μέγα φρονοῦντας, καὶ ἐν σοὶ καυχωμένους κατῄσχυνας, ἐρήμους καταλιπὼν καὶ ἀβοηθήτους ἐν τῇ πρὸς τοὺς πολεμίους συμβολῇ. Οὐδὲ γὰρ συνεξῆλθες ταῖς δυνάμεσιν ἡμῶν· ἢ κατὰ τὸν Σύμμαχον, τοῖς στρατεύμασιν ἡμῶν Καὶ διὰ τοῦτο ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν· ἢ, κατὰ τὸν Σύμμαχον· Ἔταξας ἡμᾶς ἐσχάτους παντὸς ἐναντίου, καὶ οἱ μισοῦντες ἡμᾶς διαρπάζουσιν ἑαυτοῖς. Ἔδωκας ἡμᾶς ὡς βοσκήματα βρώσεως, καὶ εἰς τὰ ἔθνη ἐλίκμησας ἡμᾶς. Ἀπέδου τὸν λαόν σου οὐχ ὑπάρξεως, καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν· προπηλακισμὸν μετὰ χλευασμοῦ τοῖς κύκλῳ ἡμῶν. Ἐποίησας ἡμᾶς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν ταῖς φυλαῖς.
The words that follow are again spoken by the same persons, who appropriate to themselves the things that befell the multitude. But now you have cast us off and put us to shame, and you will not go out with our hosts. Since the multitude of the whole Jewish nation, proved in all manner of impieties and transgressions, was not alien to the prophetic body, those who spoke the earlier words, reasonably appropriating to themselves what happened to the multitude, after a middle diapsalm has been interposed, come forward to set forth the reversal of what is about to be said. For our fathers announced to us, and we heard with our own ears what you wrought in their days, and the rest. But now we do not see such things with our eyes, but the opposite of these. For you have cast us off, you, O God, who of old preserved our fathers; because of our sins you have put to shame those who of old prided themselves greatly upon you and boasted in you, leaving them desolate and without help in the battle against the enemies. For you did not go out with our hosts; or, according to Symmachus, with our armies. And for this reason you turned us back before our enemies; or, according to Symmachus: You have set us last of every adversary, and those who hate us plunder us for themselves. You have given us as sheep for food, and you have scattered us among the nations. You sold your people without price, and you did not make their value great; a casting down with mockery to those around us. You made us a byword among the nations, a shaking of the head among the tribes.
Δι' ὅλης ἡμέρας ἡ ἀσχημόνησίς μου ἄντικρύς μου, καὶ ὁ καταισχυμμὸς τοῦ προσώπου μου καλύπτει με ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ βλασφημοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ τιμωροῦντος ἑαυτῷ. Τοσαῦτα κατὰ τὸν Σύμμαχον ὁ χορὸς ὁ προφητικὸς ἐν τῇ πρὸς τὸν Θεὸν ἱκετηρίᾳ διεξῆλθεν, εἰς ἑαυτὸν ἀναλαμβάνων τὰ τοῦ λαοῦ πάθη. Σεσαφήνισται τοίνυν ἐν τοῖς προκειμένοις δι' ἣν ἔμπροσθεν ἀπεκλαύσατο. Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ὥσπερ ἀσεβήσαντός ποτε τοῦ λαοῦ ἐπὶ τῆς ἐρήμου, ἔπειτα παραδοθέντος τῷ ὀλοθρευτῇ, λαβὼν Ἀαρὼν τὸ θυμιατήριον προσήνεγκεν ὑπὲρ τοῦ λαοῦ τὸ θυμίαμα· καὶ ἱλάσθη ὁ Θεὸς τῷ πλήθει διὰ τὴν τοῦ ἱερέως ἀναφοράν· τὸν αὐτὸν τρόπον καὶ ὁ χορὸς ὁ προφητικὸς, καὶ οἱ ἐν τῷ λαῷ κατορθοῦντες τὴν λογικὴν αὐτῶν θυσίαν διὰ τῆς ὑπὲρ τοῦ λαοῦ εὐχῆς ἀναπέμπουσι, τὰ οἰκεῖα κατορθώματα ἀντὶ θυσίας καὶ θυμιάματος εὐώδους ὑπὲρ τοῦ πλήθους τῷ Θεῷ προσάγοντες. Οὐ γὰρ ἁρμόζει ταῦτα τῷ πλήθει λέγειν, οὐδὲ τοῖς διὰ τὰς ἀσεβείας αὐτῶν τοῖς ἐχθροῖς παραδεδομένοις· ἀλλ' ὥσπερ τὰ πάθη τοῦ λαοῦ εἰς ἑαυτοὺς ἀνελάμβανον οἱ προφῆται, καὶ αὐτοὶ ταῦτα πεπονθέναι ἔφασκον· οὕτω τὰ ἑαυτῶν κατορθώματα κοινοποιοῦσιν εἰς πάντας. Οὐ γὰρ ἠγνόουν ἑαυτοὺς εἶναι μέλη τοῦ παντὸς σώματος· ἀκόλουθον δὲ ἦν, πάσχοντος μέλους ἑνὸς, συμπάσχειν πάντα τὰ μέλη, καὶ δοξαζομένου πάλιν μέλους, συγχαίρειν πάντα τὰ μέλη. Πάντα τοίνυν, φασὶν, ἃ προειρήκαμεν πεπόνθαμεν· ἀλλ' ἡμᾶς τούτων οὐδὲν παρεκίνησε τῆς περὶ σοῦ μνήμης, καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου· ἢ κατὰ τὸν Σύμμαχον·
All day long my shame is before me, and the confusion of my face covers me because of the voice of the one who reproaches and blasphemes, because of the face of the enemy and of him who avenges himself. So much, according to Symmachus, the prophetic choir set forth in its supplication to God, taking upon itself the sufferings of the people. It has been made clear, then, in the preceding words, for which cause it wept beforehand: All these things came upon us, and we did not forget you. Just as when the people once acted impiously in the wilderness and were afterward handed over to the destroyer, Aaron took the censer and offered the incense on behalf of the people, and God was propitiated toward the multitude because of the priest's offering; in the same way also the prophetic choir, and those among the people who rightly perform their rational sacrifice, send up through prayer on behalf of the people, bringing their own right deeds to God instead of sacrifice and sweet-smelling incense on behalf of the multitude. For it is not fitting that these things be said by the multitude, nor by those who have been handed over to the enemies because of their impieties; but just as the prophets took upon themselves the sufferings of the people and said that they themselves had suffered these things, so too they make their own right deeds common to all. For they did not fail to recognize that they were members of the whole body; and it followed that when one member suffers, all the members suffer with it, and again when a member is glorified, all the members rejoice with it. All things, then, they say, that we have foretold we have suffered; but none of these things moved us from the remembrance of you, and we did not deal unjustly in your covenant; or according to Symmachus:
Οὐδὲ παρελογησάμεθα τὴν συνθήκην σου, οὐδὲ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν. Ἀντὶ δέ· Καὶ ἐξέκλινας τὰς
τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, ὁ Σύμμαχος σαφέστερον ἐξέδωκεν εἰπών· Οὐδὲ μετετέθη τὰ ὑπορθοῦντα ἡμᾶς· ἐν τόπῳ κακώσεως· ἢ κατὰ τὸν Ἀκύλαν· Συνέθλασας ἡμᾶς ἐν τόπῳ ἀνοικήτῳ, καὶ ἐπεπώμασας ἡμῖν σκιὰν θανάτου. Οὐκ ἐπελαθόμεθά σου οὐδὲ παρέβημεν τὰς πρὸς σὲ συνθήκας. Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον· οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Σὲ μάρτυρα, φησὶν, ἀνακαλούμεθα, κριτήν τε καὶ ἐξεταστὴν τῶν ἡμετέρων λόγων καὶ τῶν κατὰ διάνοιαν λανθανόντων τοὺς πολλοὺς λογισμῶν. Αὐτὸς γοῦν οἶσθα, εἰ, τοσαῦτα παθόντες καὶ ταπεινωθέντες ἐν τόπῳ κακώσεως, καὶ καλυφθέντες ὑπὸ τῆς σκιᾶς τοῦ θανάτου, λήθην τοῦ ὀνόματός σου πεποιήμεθα· καὶ εἰ μὴ ἐπὶ τῷ σῷ ὀνόματι παῤῥησίας γέμοντες ἐκαυχώμεθα· εἰ δὲ καὶ, ἀπογνόντες τὴν παρὰ σοῦ βοήθειαν, ἐπὶ ἕτερόν τινα ἤλθομεν, ἑτέρῳ Θεῷ χεῖρας ἀναπετάσαντες· καὶ τούτων σὺ κριτὴς τυγχάνεις. Οἶσθα δὲ καὶ τὰ κρύφια τῆς καρδίας καὶ τοὺς λογισμοὺς αὐτοὺς, ἐν οἷς καθ' ἑκάστην ἡμέραν ἕνεκα τῆς εὐσεβείας θανατούμεθα. Ὁ γὰρ τῇ προθέσει λογισάμενος ἐφ' ἑκάστῳ πειρασμῷ τὸν ὑπὲρ ἀληθείας ἀναδέξασθαι θάνατον, δυνάμει ὁ τοιοῦτος τέθνηκε. Καὶ ὁ Ἀπόστολος δὲ τοῦτο ἔλεγεν, ἐπειδὴ συνεχεῖς ἦσαν καὶ ἐπάλληλοι διωγμοὶ, καὶ οἱ περισπασμοὶ θάνατον ἀπειλοῦντες αὐτῷ. Ὁ δὲ καθ' ἕκαστον πειρασμὸν παρεσκεύαστο ἐνστατικῶς μέχρι θανάτου ἀγωνίσασθαι· διὸ εἰκότως καθ' ἡμέραν ἀποθνήσκειν ἔλεγε.
We have not dealt falsely with your covenant, nor has our heart turned back. But instead of “And you have turned aside our paths from your way,” Symmachus gave it more clearly, saying: “Nor have the things that uphold us been moved”; “in a place of affliction”; or according to Aquila: “You have crushed us in a place uninhabited, and you have covered us with the shadow of death.” We have not forgotten you, nor have we transgressed the covenants made with you. If we had forgotten the name of our God, and if we had spread out our hands to a foreign God, will not God search these things out? We call you, he says, as witness, and as judge and examiner of our words and of the thoughts that escape the notice of the many. For you yourself know whether, having suffered so much and been humbled in a place of affliction, and having been covered by the shadow of death, we have made forgetfulness of your name; and whether we have not boasted in your name, full of boldness; and whether, having despaired of help from you, we have gone to some other, spreading out our hands to another God—and you are the judge of these things. You know also the hidden things of the heart and the thoughts themselves, in which we are put to death each day for the sake of piety. For whoever has resolved in his purpose, in each trial, to accept death for the truth, such a one has died in power. And the Apostle said this too, since the persecutions were continuous and successive, and the distractions threatening death to him. But he was prepared in each trial to struggle steadfastly even to death; therefore he reasonably said that he died daily.
Ταύτῃ οὖν τῇ διανοίᾳ καὶ οἱ πάλαι τοῦ Θεοῦ προφῆται διὰ τῶν προκειμένων ταῦτα ἔφασκον· Ἐν γὰρ τοῖς κρυφίοις ἡμῶν ἐθανατούμεθα πᾶσαν ἡμέραν. Ἀλλὰ γὰρ καὶ ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἅπαξ γὰρ ἑαυτοὺς παραδεδωκότες ὥσπερ εἰς θυσίαν ἀντὶ παντὸς τοῦ λαοῦ, τῷ λογισμῷ καὶ τῇ προθέσει ἐσφαγιά σθημεν, ὡς αὐτὸς σὺ ὁ Θεὸς μαρτυρεῖς· μόνος γὰρ γινώσκεις τὰ κρύφια τῆς καρδίας. Ἐπεὶ τοίνυν τοσαῦτα πεπόνθαμεν, εἰκότως μετὰ παῤῥησίας ἐπιστρέφομέν σε πρὸς ἡμᾶς καὶ διεγείρομεν ὥσπερ καθεύδοντα καί φαμεν· Ἵνα τί ὑπνοῖς, Κύριε; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος· ἢ κατὰ τὸν Σύμμαχον· Ἵνα τί ὡς ὁ ὑπνῶν εἶ, Δέσποτα; Ἐξύπνισον, καὶ μὴ ἀποβάλῃ εἰς τέλος. Εἰ γὰρ καὶ ἐκ μέρους ἀπώσω διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ, ἀλλ' ἱκετεύομεν μὴ εἰς τέλος ἀπώσασθαι, τὰ δ' ἡμέτερα παραδέξασθαι κατορθώματα ὑπὲρ τοῦ παντὸς λαοῦ. Ἐπισημήνασθαι δὲ δεῖ, ὅτι δυάδα προσώπων ὁ λόγος ᾐνίξατο. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; Σύμμαχος· Ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις, ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν καὶ θλίψεως; Κρύπτεις μὲν τὸ ἑαυτοῦ πρόσωπον, ὁ Θεὸς, καὶ ἀποστρέφεις πρὸς τὸ μὴ βλέπειν τὰ αἰσχρὰ καὶ ἀπρεπῆ, καὶ τῆς σῆς θέας ἀλλότρια. Ἀλλ' ἐπεὶ ἡμεῖς ἐπὶ τοῖς λεχθεῖσι κατορθώμασι παῤῥησίαν ἄγομεν, ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις; Τοσαῦτα δὲ πασχόντων καὶ κακοπαθούντων τῆς σῆς ἕνεκεν εὐσεβείας, ἵνα τί ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν; ἤτοι τῆς πτωχείας, κατὰ τοὺς Ἑβδομήκοντα. Εἰ γὰρ καὶ μεγάλα ταῦτα ὡς πρὸς ἡμᾶς κατορθώματα, ἀλλ' ὡς πρὸς σὲ πάντα πτωχὰ καὶ σμικρὰ, καὶ ὀλίγιστα.
With this understanding, then, the prophets of God of old also spoke these things through the words set before us: For in our secret places we were being put to death all the day long. But indeed we were also reckoned as sheep for slaughter; for once we had handed ourselves over as if for a sacrifice on behalf of all the people, we were slaughtered in our reasoning and our resolve, as you yourself, O God, bear witness; for you alone know the hidden things of the heart. Since, therefore, we have suffered so many things, with good reason we turn you back toward us with boldness and rouse you as though you were sleeping, and we say: Why do you sleep, Lord? Arise, and do not cast us off forever; or according to Symmachus: Why are you as one who sleeps, Master? Awaken, and do not reject us forever. For even if in part you have cast us off because of the sins of the people, yet we beseech you not to cast us off forever, but to accept our own upright deeds on behalf of all the people. And it must be noted that the passage hinted at a pair of persons. Why do you turn away your face? Do you forget our poverty and our affliction? Symmachus: Why do you hide your face? Do you forget our maltreatment and affliction? You hide your own face, O God, and turn it away so as not to see the shameful and unseemly things, which are alien to your sight. But since we have boldness on account of the upright deeds that have been spoken of, why do you hide your face? And when we suffer and endure so many things for the sake of your piety, why do you forget our maltreatment? or our poverty, according to the Seventy. For even if these things are great as upright deeds in relation to us, yet in relation to you all things are poor and small, and most insignificant.
Πλὴν ὡς ἐξ ἡμῶν μεγάλα. Διὸ ἱκετεύομεν μὴ λήθην ποιήσασθαι τῆς ἡμετέρας πτωχείας· μνησθῆναι δὲ καὶ τῆς θλίψεως ἡμῶν, ἧς ὑπεμείναμέν σου χάριν. Καὶ ἐπεὶ ἡ ψυχὴ ἡμῶν εἰς χοῦν τεταπείνωται, συγγνῶναι ταῖς ἀσθενείαις ἡμῶν ἱκετεύομεν. Καὶ ἀλλαχοῦ δὲ τῷ αὐτῷ λόγῳ δυσωπεῖ τὸν Θεὸν, λέγων· Μνήσθητι, ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. Ἀλλὰ καὶ ἡ γαστὴρ ἡμῶν ἐκολλήθη εἰς γῆν. Δέον γὰρ αὐτὴν πεπληρῶσθαι ναμάτων ἁγίων καὶ πηγῆς ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον, ἐξ ἀνυδρίας ὑπερβαλλούσης ἡ γαστὴρ ἡμῶν ἐκολλήθη εἰς γῆν. Γαστέρα δὲ ψυχῆς νόει τὸ μνημονικὸν αὐτῆς, ἢ καὶ τὸ ἡγεμονικὸν, ἐν ᾧ πάντα συνάγει τὰ μαθήματα καὶ τὰ θεωρήματα· ἐν ᾧ καὶ σπέρμα ὑποδεξαμένη κύει, καὶ τελεσφορήσασα γεννᾷ πνεῦμα
σωτηρίας, κατὰ τὸν φήσαντα· Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας. Τοσαῦτα δυσωπητικὰ οἱ πάλαι τοῦ Θεοῦ προφῆται, καὶ οἱ κατορθοῦντες ἐν τῷ λαῷ δεηθέντες, ἱκετεύουσι καὶ λυτρώσεως τυχεῖν· ὃ δὴ καὶ γεγένηται· ἔτι γὰρ λαλούντων αὐτῶν εἰσακούσας ὁ Θεὸς, μεταβάλλει τοὺς ὀδυρμοὺς αὐτῶν ἐπὶ τὸ φαιδρότερον. Διόπερ ἑξῆς οἱ τοσαῦτα ἀποκλαυσάμενοι ὑπὲρ τῶν ἀλλοιωθησομένων προφητεύουσι, καὶ ᾠδὴν ᾄδουσι τὴν ὑπὲρ τοῦ Ἀγαπητοῦ, δι' οὗ τὴν κακῶν ἐλευθερίαν καὶ τῶν ψυχῶν τὴν ἀπολύτρωσιν ὁ ἀγαθὸς Θεὸς, ἐπακούσας τῶν εὐξαμένων, τῷ παντὶ γένει τῶν ἀνθρώπων ἐδωρήσατο. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΕΙΣ ΣΥΝΕΣΙΝ, ΩΔΗ ΥΠΕΡ ΤΟΥ ΑΓΑΠΗΤΟΥ ΜΔʹ.
Except that these great things come from us. Therefore we beseech you not to forget our poverty, but to remember also our affliction, which we endured for your sake. And since our soul has been humbled to the dust, we beseech you to forgive our weaknesses. And elsewhere, with the same word, he importunes God, saying: Remember that we are dust; a man's days are like grass. But also our belly has cleaved to the earth. For whereas it ought to have been filled with holy waters and with a fountain of living water springing up to eternal life, from excessive drought our belly has cleaved to the earth. By belly, understand the memory of the soul, or also its governing part, in which it gathers all learning and all contemplations; in which also, having received seed, it conceives, and having brought it to maturity, gives birth to a spirit of salvation, according to the one who said: From your fear, Lord, we conceived in the womb and were in travail, and we gave birth to a spirit of salvation. So many importunate pleadings did the prophets of God of old, and those among the people who lived rightly, make in supplication, beseeching also to obtain redemption; and this indeed came to pass; for while they were still speaking, God heard them and changed their lamentations to something more cheerful. Therefore next, those who had wept so greatly prophesy concerning those who are to be changed, and sing a song for the Beloved, through whom the good God, having heard those who prayed, granted to the whole race of mankind freedom from evils and the redemption of their souls. For the end, concerning those who are to be changed, for the sons of Kore, for understanding, a song for the Beloved, 44.
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Οἱ τὰ τοσαῦτα διὰ τῶν ἔμπροσθεν ἀποκλαυσάμενοι ἐντεῦθεν ᾠδὰς καὶ ᾄσματα ἀντὶ τῶν προτέρων ὀδυρμῶν ᾄδουσι, τῆς ἀπὸ τῶν σκυθρωπῶν μεταβολῆς αἴτιον αὐτοῖς γεγονέναι τὸν Ἀγαπητὸν τοῦ Θεοῦ δηλοῦντες· ὃν καὶ δι' ὅλης τῆς ᾠδῆς ἀνυμνοῦσιν. Ἀλλ' ἐπείπερ ταῦτα μακροῖς ὕστερον χρόνοις γίγνεσθαι ἤμελλεν, εἰκότως Εἰς τὸ τέλος ἐπιγράφουσι τὴν προφητείαν, ἢ ἐπινίκιον, ἢ τῷ νικοποιῷ, διὰ τὰ κατὰ τῶν νοητῶν πολεμίων νικητήρια. Προσέθηκαν δὲ τῇ ἐπιγραφῇ τὸ, ὑπὲρ τῶν ἀλλοιωθησομένων· ἐπειδὴ καὶ αὐτοὶ οἱ ταῦτα φάσκοντες ἀλλοίωσιν τὴν ἀπὸ τῶν σκυθρωπῶν λόγων ἐπὶ τὴν φαιδροτέραν ᾠδὴν πεποίηνται. Οὐ μὴν ἀλλὰ καὶ τὰ ἐμφερόμενα δι' ὅλης τῆς ᾠδῆς πλείστης πεπλήρωται ἀλλοιώσεως. Ὅ τε γὰρ Ἀγαπητὸς τοῦ Θεοῦ, ἑαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβὼν, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἀλλοίωσιν οὐ τὴν τυχοῦσαν ἔδοξεν ὑπομένειν, ἀναλλοίωτος ὢν καὶ ἄτρεπτος ὡς Θεός· οἵ τε δι' αὐτοῦ τῆς ὑπὸ τὸν διάβολον αἰχμαλωσίας λυτρωθέντες, εἰς ἐλευθερίαν τε τὴν ὑπὸ τῷ Θεῷ μετενηνεγμένοι, τὴν καλλίστην ἀληθῶς αὐτοὶ ἀλλοίωσιν ὑπομεμενήκασι. Διὸ καὶ ἡ ἐμφερομένη τοῖς λόγοις βασίλισσα κελεύεται λήθην ποιήσασθαι τοῦ λαοῦ ἑαυτῆς καὶ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτῆς· καὶ θυγάτηρ δὲ Τύρου ἀλλόφυλος ἐπὶ τὴν καλὴν μεταβολὴν ταύτην καλεῖται· παρθένοι τε καὶ υἱοί τινες ἀντὶ πατέρων γενόμενοι, λαοί τε ἐξομολογούμενοι τῷ Θεῷ, τῆς αὐτῆς ἠξιώθησαν ἀλλοιώσεως. Ὧν δὲ ἕνεκα πάντων ὑπὲρ τῶν ἀλλοιωθησομένων προγέγραπται ἡ ᾠδή·
My heart has uttered a good word; I speak my works to the king. My tongue is the pen of a swift-writing scribe. Those who through the preceding words have wept over such great things, from here on sing odes and songs instead of their former lamentations, declaring that the Beloved of God has become for them the cause of the change from gloomy things; whom they also hymn throughout the whole ode. But since these things were to come to pass in later times, they reasonably inscribe the prophecy "For the end," or "for victory," or "for the giver of victory," because of the victories won against the intellectual enemies. And they added to the inscription, "concerning those who shall be changed," since they themselves who say these things have made a change from gloomy words to the brighter ode. Moreover, the things contained throughout the whole ode are filled with the greatest change. For the Beloved of God, having emptied himself and taken the form of a servant, being found in fashion as a man, seemed to undergo no ordinary change, though he is unchangeable and immutable as God; and those who through him have been ransomed from the captivity under the devil and transferred to the freedom under God have themselves undergone the most beautiful change in truth. Therefore also the queen who is contained in these words is commanded to forget her own people and her own father's house; and the daughter of Tyre, a foreigner, is called to this beautiful transformation; and virgins and certain sons who have become instead of fathers, and peoples who confess God, have been deemed worthy of the same change. For the sake of all these things the ode has been written beforehand "concerning those who shall be changed.
κατὰ δὲ τὸν Ἀκύλαν, ἐπὶ τοῖς κρίνοις· κατὰ δὲ τὸν Σύμμαχον, ὑπὲρ τῶν ἀνθῶν. Οἱ γὰρ ἀλλοιωθέντες, οὗτοι εὐωδίας πνεύσαντες, καὶ ἄνθη νεαρὰ τῆς Ἐκκλησίας γενόμενοι, τοῦτον ὠνομάσθησαν τὸν τρόπον. Διὸ, ἵνα ταῦτα νοηθῇ, ἀναγκαίως πρόσκειται τῇ προγραφῇ τὸ, εἰς σύνεσιν· καὶ ἵνα συνῶμεν, ὡς ὁ πᾶς λόγος ᾠδὴν περιέχει ὑπὲρ τοῦ Ἀγαπητοῦ, ἢ κατὰ τὸν Σύμμαχον· Ἄσμα εἰς τὸν Ἀγαπητόν. Ἔνθα δὲ γενόμενος, πάντα ὅσα περὶ Ἀγαπητοῦ συνάξεις· οἷον ἐν Ἡσαΐᾳ· Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ Ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ· δι' ὧν σημαίνεται ἀμπελὼν μὲν ὁ οἶκος τοῦ Ἰσραήλ· τοῦτο γὰρ ἑξῆς ὁ λόγος δηλοῖ· ἠγαπημένος δὲ καὶ Ἀγαπητὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς, οὗ μερὶς γέγονε καὶ κλῆρος πρότερος ὁ δηλωθεὶς ἀμπελών. Ἐπεὶ δὲ πᾶς ἠγαπημένος καὶ ἀγαπητὸς ἔχει τὸν ἀγαπῶντα, σαφῶς διὰ τούτων ὁ λόγος παρίστησι τὸν ἀμπελῶνα κτῆμα γεγονέναι τοῦ Ἀγαπητοῦ τοῦ Θεοῦ, περὶ οὗ ἡ προκειμένη ᾠδὴ εἴ ρηται, ὑπὲρ τοῦ Ἀγαπητοῦ. Καὶ ἐν Ψαλμοῖς δὲ λέλεκται· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ Ἀγαπητοῦ. Σαφῶς δὲ κἀνταῦθα ἰδίως μνημονευομένου Κυρίου τοῦ Θεοῦ τῶν ὅλων· καὶ πάλιν ἰδίως τοῦ Ἀγαπητοῦ, καὶ ἐν τῇ τρίτῃ τάξει τῶν εὐαγγελιζομένων τὸν
But according to Aquila, it is "among the lilies"; and according to Symmachus, "on account of the flowers." For those who have been changed, these, having breathed forth a sweet fragrance and having become fresh flowers of the Church, were named in this manner. Therefore, in order that these things may be understood, there is necessarily added to the superscription "for understanding"; and in order that we may understand that the whole discourse contains an ode concerning the Beloved, or according to Symmachus, "A song for the Beloved." And having arrived here, you will gather together all things that pertain to the Beloved; for example, in Isaiah: "I will sing now to my beloved a song of the beloved concerning my vineyard. A vineyard was made for the beloved"; through which it is signified that the vineyard is the house of Israel—for the discourse that follows makes this clear—and that the beloved and Beloved One is the Only-begotten Son of God, whose portion and first lot the indicated vineyard became. But since every beloved one and beloved has the one who loves him, the discourse through these things clearly establishes that the vineyard has become a possession of the Beloved of God, concerning whom the present ode has been spoken, "concerning the Beloved." And in the Psalms it is said: "The Lord will give a word to those who proclaim good tidings with great power. The King of the powers of the Beloved." And clearly here too the Lord, the God of all, is mentioned separately, and again separately the Beloved, and in the third rank of those who proclaim good tidings the
Ἀγαπητὸν, οἷς δίδοσθαι ῥῆμα ἐξ αὐτοῦ τοῦ Θεοῦ ἄνωθεν λέλεκται, καὶ ἡ περὶ τοῦ Σωτῆρος ἡμῶν συνίσταται μαρτυρία. Καὶ ἐν ἑτέρῳ δὲ αὖθις εἴρηται· Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Προκείσθω τούτοις καὶ τὸ ἐπισφράγισμα τῶν ὅλων, τὸ σωτήριον Εὐαγγέλιον ἐν φωνῇ πατρικῇ τὸν Ἀγαπητὸν ἄνωθεν παρ' ἀνθρώποις ἐδείκνυ, βοώσῃ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Τοσούτων ἀποδεδειγμένων περὶ τοῦ Ἀγαπητοῦ, σαφὴς ἂν εἴη λοιπὸν καὶ ἀναμφίλεκτος ἡ προκειμένη προφητεία διὰ τῆς προγραφῆς φήσασα· Ὠδὴ ὑπὲρ τοῦ Ἀγαπητοῦ. Ὅτι δὲ ὁ Χριστὸς ἦν οὗτος, ἕτερος ὢν παρὰ τὸν χρίσαντα αὐτὸν Πατέρα, προϊὼν ἑξῆς ὁ λόγος ἐν αὐτῷ τῷ ψαλμῷ παρέστησε. Ταῦτα μὲν οὖν εἰς τὴν προγραφὴν εἰρήσθω· τὰ δ' ἑξῆς πάλιν ὁ χορὸς ὁ προφητικὸς διεξέρχεται, ὁ καὶ τὰ πρῶτα διεξελθών. Τινὲς ᾠήθησαν, ὡς ἐκ προσώπου τοῦ Πατρὸς λέγεσθαι τὸν ψαλμὸν ἤτοι τὴν ᾠδὴν περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας, ἢ αὐτῶν τῶν σπλάγχνων, φησὶ, προήγαγε· καὶ ἀπὸ ἀγαθῆς καρδίας ἀγαθὸς λόγος προῆλθεν. Ἐμοὶ δὲ δοκεῖ ταῦτα ἐπὶ τὸ προφητικὸν ἀναφέρεσθαι πρόσωπον· τὰ γὰρ ἐφ' ἑξῆς τοῦ ῥητοῦ οὐκέτι ὁμοίως ἐξομαλίζει ἡμῖν τὴν περὶ τοῦ Πατρὸς ἐξήγησιν. Οὔτε γὰρ ἂν περὶ τῆς ἑαυτοῦ γλώσσης ὁ Πατὴρ εἶπεν, ὅτι· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐ γὰρ ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συγκρίσεως τὴν ὑπεροχὴν τοῦ κάλλους ἔχει. Καὶ προϊὼν δέ φησι· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως· οὐ γὰρ εἶπεν· Ἔχρισά σε ἐγὼ ὁ Θεὸς, ἀλλ' ἔχρισέ σε·
Beloved is the word that is said to be given from God himself from above, and the testimony concerning our Savior is established. And again in another place it is said: "And the beloved one as a son of unicorns." Let the seal of all things also be set before these—the saving Gospel, which in the Father's voice from above showed the Beloved among men, crying out: "This is my beloved Son, in whom I am well pleased." Since so many things have been demonstrated concerning the Beloved, the prophecy now before us would be clear and beyond dispute, having said through its superscription: "A song for the Beloved." And that this was the Christ, who is other than the Father who anointed him, the word that follows next in the psalm itself has set forth. Let these things then be said regarding the superscription; but the prophetic chorus, which also went through the first things, again goes through what follows. Some supposed that the psalm, that is the song, was spoken from the person of the Father concerning the Word who was in the beginning with him, whom he brought forth, as it were, from his own heart or entrails, as it says; and from a good heart a good word came forth. But to me it seems that these things are to be referred to the prophetic person; for the things that follow in the text no longer in the same way make smooth for us the interpretation concerning the Father. For neither would the Father have said concerning his own tongue: "My tongue is the pen of a swiftly writing scribe." "Beautiful in beauty beyond the sons of men." For he does not have the preeminence of beauty from comparison with men. And going on he says: "Therefore God, your God, has anointed you with the oil of gladness"; for he did not say, "I, God, have anointed you," but "he has anointed you.
ὥστε ἐκ τούτου παρίστασθαι ἕτερον εἶναι τὸ διαλεγόμενον πρόσωπον. Ποῖον οὖν ἐστι τοῦτο ἢ ὁ προφήτης, ὁ χωρήσας τὴν τοῦ ἁγίου Πνεύματος εἰς ἑαυτὸν γενομένην ἐνέργειαν; Ἀντὶ δὲ τοῦ· Ἐξηρεύξατο ἡ καρδία μου, ὁ Σύμμαχος· Ἐκινήθη, φησὶν, ἡ καρδία μου λόγῳ ἀγαθῷ. Ὡς γὰρ ἑτέρου ἀπαγγείλαντος τὸν λόγον, αὐτὸς κεκινῆσθαί φησι διὰ τῆς ἀκοῆς. Ἐν τῷ φάσκειν· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, οὐδέτερον δηλοῦσι βασιλέα, ἢ τὸν Ἀγαπητὸν αὐτὸν, ᾧ καὶ τὰ ἑξῆς πεφώνηται. Τούτῳ γὰρ, φησὶ, τὰ ἔργα μου διηγήσομαι· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, τὰ δικαιώματά μου ἐξαγγελῶ. Πολλῆς δὲ γέμων παῤῥησίας ἐπ' ἀγαθοῖς ἔργοις ὁ τῶν προφητῶν χορὸς, ταῦτα λέγειν τεθάρσηκεν. Εἰ δὲ καὶ γνῶναι ποθεῖς τίνα ἦν τῶν προφητῶν τὰ ἔργα, μάθοις ἂν διὰ τῶν ἔμπροσθεν, ἐν οἷς ἔφασκον· Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου· καὶ πάλιν· Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Μέγα δὲ ἦν ἔργον καὶ τὸ διὰ γλώττης τὰ μέλλοντα προφητεύειν, καὶ τῷ βασιλεῖ διακονεῖσθαι τὴν εὐαγγελικὴν ᾠδήν. Ἀντὶ δὲ τοῦ· Κάλαμος γραμματέως ὀξυγράφου, ὁ μὲν Ἀκύλας· Σχοῖνος γραμματέως ταχινοῦ· ὁ δὲ Σύμμαχος· ἡ γλῶσσά μου, φησὶ, γραφεῖον γραφέως ταχινοῦ. Σφόδρα δὲ θαυμαστῶς τὴν ἑαυτοῦ γλῶσσαν, οὐ χεῖρα γραμματέως ἐπιστήμονος, οὐδὲ γραμματέα φησὶν, ἀλλὰ κάλαμον γραμματέως ὀξυγράφου· δηλῶν, ὅτι ὄργανον ἦν ἡ προφητικὴ γλῶσσα ἑτέρου τοῦ χρωμένου αὐτῇ, ἁγίου Πνεύματος·
So that from this it is established that the speaking person is another. Who then is this but the prophet, who contained within himself the energy of the Holy Spirit that came to be? And instead of "My heart has uttered," Symmachus says, "My heart was moved by a good word." For as though another had reported the word, he says that he himself was moved through hearing. In saying, "I speak my works to the king," they make clear neither one to be king, either the Beloved himself, to whom also the following things have been addressed. For to this one, he says, I will declare my works; or according to Aquila and Symmachus, I will proclaim my righteous deeds. And the chorus of the prophets, full of great boldness in good works, has dared to say these things. But if you also desire to know what the works of the prophets were, you would learn from the earlier passages, in which they said: "All these things came upon us, and we did not forget you, and we did not act unjustly in your covenant"; and again: "For on your account we are put to death all the day long." And it was a great work also to prophesy the things to come through the tongue, and to minister the gospel song to the king. And instead of "a pen of a swift-writing scribe," Aquila has "a rush of a swift scribe"; and Symmachus says, "my tongue is a writing instrument of a swift writer." And exceedingly wonderfully he says his own tongue is not the hand of a skilled scribe, nor a scribe, but a pen of a swift-writing scribe; making clear that the prophetic tongue was an instrument of another who used it, the Holy Spirit.
ὅπερ ὁ γραμματεὺς, οὗ γραφεῖον καὶ κάλαμος ἐτύγχανεν ἡ τῶν προφητῶν γλῶσσα, ὥσθ' ἕτερον εἶναι τὸν ὀξυγράφον γραμματέα, δηλαδὴ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἕτερον τὸν προφήτην, καὶ τρίτον τὴν γλῶσσαν τὴν προφητικὴν, ἣ καλάμου καὶ γραφείου χώραν ἐπεῖχεν, ὄργανον τυγχάνουσα τοῦ χρωμένου αὐτῇ ἁγίου Πνεύματος. Εἰδέναι δὲ δεῖ, ὡς κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν συνῆπται ἡ διάνοια τῷ καλάμῳ τοῦ γραμματέως, ὑφ' ἕνα τε στίχον τὸ ὅλον ἀπείληπται λόγιον, οὕτως ἔχον· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπεὶ δὲ ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ, τὴν τῶν ἀνωτέρω διάνοιαν περιγράψαντες, ἀπὸ ἑτέρας ἀρχῆς τὴν ἔκθεσιν ἐποιήσαντο· εἰκότως καὶ ἡμεῖς ἐξ ἑτέρας ἀρχῆς τό· Ὡραῖος κάλλει παρὰ
τοὺς υἱοὺς τῶν ἀνθρώπων, παρεθήκαμεν. Ὁ μὲν οὖν Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον, Κάλλει ἐκαλλιώθης ἀπὸ υἱῶν ἀνθρώπων· ὁ δὲ Σύμμαχος· Κάλλει καλὸς εἶ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὥστε εἶναι τὰ πρῶτα τῆς ᾠδῆς ἀντὶ προοιμίου λελεγμένα. Μέλλων γὰρ εὐαγγελίζεσθαι τὸν ὑπὲρ τοῦ Ἀγαπητοῦ λόγον, καὶ τὴν ὑπὲρ αὐτοῦ προφέρειν ᾠδὴν ὁ προφητικὸς χορὸς, προοιμίῳ κέχρηται, στήσας τὸ προοίμιον ἕως τοῦ· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ἐντεῦθεν δὲ λοιπὸν ἀπάρχεται τῆς εἰς πρόσωπον τοῦ Ἀγαπητοῦ ᾠδῆς· ἀναφωνεῖ τε πρὸς αὐτόν· Ὡραῖος εἶ κάλλει, καλὸς εἶ, ἢ κάλλει ἐκαλλιώθης, ἢ κάλλει ὡραιώθης, ὦ Ἀγαπητὲ, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἰ γὰρ καὶ τὰ μάλιστα εἷς τις γέγονας καὶ αὐτὸς υἱῶν τῶν ἀνθρώπων, καὶ κατηριθμήθης τοῖς ἐπὶ γῆς πολιτευσαμένοις·
which the scribe had, whose pen and reed were the tongue of the prophets, so that the swift-writing scribe is one thing—namely, the Holy Spirit—and the prophet another, and a third the prophetic tongue, which held the place of reed and pen, being an instrument of the Holy Spirit who used it. But one must know that according to the translation of the Seventy the sense is joined to the reed of the scribe, and the whole utterance is comprised under one line, as follows: My tongue is a reed of a swift-writing scribe; fair in beauty beyond the sons of men. But since the Hebrew text and the other translators, having marked off the sense of the preceding words, made their exposition from another beginning, we too have fittingly set down from another beginning the words: Fair in beauty beyond the sons of men. Aquila indeed interpreted this in this way: In beauty you were made more beautiful beyond the sons of men; and Symmachus: In beauty you are fair beyond the sons of men; so that the first words of the song were spoken as a preface. For when the prophetic choir was about to proclaim the word concerning the Beloved and to bring forth the song concerning him, it used a preface, ending the preface at: My tongue is a reed of a swift-writing scribe. From here, then, it begins the song in the person of the Beloved, and cries out to him: You are fair in beauty, you are beautiful, or in beauty you were made more beautiful, or in beauty you were made fair, O Beloved, beyond the sons of men. For even if you yourself have become in the highest degree one of the sons of men, and were numbered among those who lived on earth,
ἀλλ' οὐκ ἔστι παραβάλλειν τῷ κάλλει σου ἕτερον. Δῆλον δὲ, ὅτι κατὰ τὴν ἀρετήν· οὕτω γὰρ οὔτε δόξει ἐναντία τούτοις Ἡσαΐας λέγειν φήσας· Καὶ ἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐκεῖνα γὰρ τὸν σταυρὸν καὶ τὸ πάθος προανεφώνει, ἃ παροινίας καὶ ὕβρεως ὑπῆρχε μεστά· διὸ δὴ καὶ ἐπήγαγεν ὁ προφήτης· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Ὁ δὲ ψαλμὸς κάλλος αὐτοῦ καλεῖ, καθ' ἃ εἴρηται, οὐ τὸ τοῦ σώματος, ἀλλὰ τὸ τῆς ἀρετῆς, ἁμαρτίας οὐ δεξάμενον σπῖλον. Τούτοις ἑξῆς εἴρηται· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Μωϋσῆς μὲν οὖν εὗρε μίαν τινὰ χάριν· καὶ Νῶε πάλιν εὗρέ τινα χάριν ἐνώπιον τοῦ Θεοῦ· καὶ ἕκαστος τῶν δικαίων χάριτος μετέσχεν. Ἐπεὶ δὲ τοῦ Ἀγαπητοῦ πᾶσα ἡ πατρικὴ εἰς αὐτὸν ἐκενώθη χάρις· ἦν γὰρ ὁ Πατὴρ λαλῶν ἐν Υἱῷ· ἔνθεν καὶ ἡ διακονησαμένη τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον κεχαριτωμένη ἐλέχθη. Ἐν αὐτῷ γὰρ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς διὸ πάντες οἱ ἅγιοι ἐκ τοῦ πληρώματος αὐτοῦ εἰλήφασιν. Ἐπιβαλεῖς δὲ καὶ οὕτως· Τὸ πρῶτον ἔργον τοῦ Ἀγαπητοῦ ἡ χάρις ἡ ἐν τοῖς χείλεσιν αὐτοῦ κεχυμένη, κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν· καὶ καθ' ἕτερον δὲ τρόπον, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ἐπειδὴ πάντα χαριζόμενος ἔπραττε τοῖς μὲν ἀφιεὶς τὰς ἁμαρτίας, τῶν δὲ τὰς νόσους καὶ τὰς μαλακίας ἰώμενος, τοῖς δὲ τὸ ἅγιον Πνεῦμα δωρούμενος. Δι' ὃ πρὸς αὐτὸν εἰκότως εἴρητο· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου.
But it is not possible to compare another to your beauty. And it is clear that this is in respect of virtue; for in this way Isaiah would not seem to say anything contrary to these things when he said: And we saw him, and he had no form nor beauty; but his form was dishonored, failing compared to the sons of men. For those things foretold the cross and the passion, which were full of drunken insolence and outrage; therefore the prophet added: A man being in a plague, and knowing how to bear weakness, he was dishonored and not reckoned. But the psalm calls his beauty, in the respects stated, not that of the body, but that of virtue, which did not receive the stain of sin. Next to these it is said: Grace was poured out in your lips; therefore God blessed you forever. Moses, then, found a certain one grace; and Noah again found a certain grace before God; and each of the righteous partook of grace. But since all the Father's grace for the Beloved was emptied out upon him—for the Father was speaking in the Son—hence also the one who ministered his passage to men was called highly favored. For in him all the fullness of the Godhead was well pleased to dwell bodily; therefore all the saints have received from his fullness. But you may also understand it thus: The first work of the Beloved is the grace poured out in his lips, according to the meaning given; and in another way, grace and truth came through Jesus Christ. Since he did all things as one granting grace—forgiving some their sins, healing others of their diseases and weaknesses, and granting others the Holy Spirit. For which reason it was reasonably said to him: Grace was poured out in your lips.
Τούτοις ἑξῆς οἱ πρόσθεν ἀποκλαυσάμενοι, καὶ τὴν ὑπὸ τοῖς πολεμίοις δουλείαν ἑαυτῶν ὑπογράψαντες, εὐκαίρως τὸν Ἀγαπητὸν ἱκετεύουσι σπεῦσαι καὶ μέχρις αὐτῶν ἐλθεῖν, φραξάμενον ὅπλοις πολεμικοῖς διὰ τοὺς ἐπικειμένους ἐχθροὺς, ὡς ἂν τροπωσάμενος αὐτοὺς, τὴν ὑπ' αὐτοῖς αἰχμαλωσίαν ὑπεξαγάγοι. Διό φασι· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ· ὡραῖος μὲν γὰρ εἶ καὶ καλὸς, πλὴν ἀλλὰ πρὸς τῇ ὡραιότητί σου καὶ πρὸς τῷ κάλλει σου ἀνάλαβε τὴν σαυτοῦ πανοπλίαν δι' ἡμᾶς τοὺς σοὺς ἱκέτας· ῥομφαίαν τε περίθου τῷ σαυτοῦ μηρῷ, καὶ οὕτω τὴν σὴν δύναμιν ἀναλαβὼν, ἔντεινόν σου τὰ τόξα. Ἔπειτα βαλὼν τοὺς ἐχθροὺς, κατευοδοῦ καὶ βασίλευε. Ῥομφαίαν δὲ τοῦ Ἀγαπητοῦ νόει τὴν δύναμιν τὴν τῶν ἐχθρῶν καθαιρετικὴν καὶ κολαστήριον. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Καὶ ἄλλως δὲ ῥομφαίας Θεοῦ ὁ προφήτης μέμνηται Ἰεζεκιὴλ ὧδε λέγων· Τάδε λέγει Ἀδοναῒ Κύριος· Εἶπον· Ῥομφαία, ῥομφαία, ὀξύνου καὶ θυμώθητι, ὅπως σφάξῃς σφάγια· ὀξύνου, ὅπως γένῃ εἰς στίλβωσιν ἑτοίμη εἰς παράλυσιν· καὶ πάλιν· Ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου· ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου· αὕτη ἐν τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· καὶ ἑξῆς· Διάταξον σεαυτῷ δύο ὁδοὺς τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται· καὶ τὰ τούτοις ἀκόλουθα, δι' ὧν ῥομφαίαν τοῦ Κυρίου λέγει τὴν ῥομφαίαν τοῦ Ναβουχοδονόσορ τὴν ἐπαχθεῖσαν τῷ λαῷ. Ἔχεις δὲ καὶ ἐν τοῖς
Next after these things, those who previously lamented and described their own slavery under the enemies opportunely entreat the Beloved to hasten and come even as far as them, having fenced himself about with weapons of war because of the enemies pressing upon them, so that having routed them he might lead out the captivity that is under them. Therefore they say: Gird your sword upon your thigh, O mighty one; for you are indeed beautiful and fair, but besides your beauty and besides your fairness, take up your own full armor for our sake, your suppliants; and put the sword around your own thigh, and thus having taken up your power, bend your bows. Then having struck down the enemies, prosper and reign. Understand the sword of the Beloved to be the power that overthrows and punishes the enemies. For the word of God is living and active, and sharper than any two-edged sword. And in another way the prophet Ezekiel mentions the swords of God, speaking thus: Thus says Adonai the Lord: Say: Sword, sword, be sharpened and be enraged, so that you may slaughter victims; be sharpened, so that you may become ready for flashing, ready for paralysis; and again: Cry out and wail, son of man, because it has come upon my people; it is among the leaders of Israel; and next: Appoint for yourself two ways for the sword of the king of Babylon to enter; they shall come out from one country; and the things that follow these, through which he calls the sword of the Lord the sword of Nebuchadnezzar that was brought upon the people. And you have also in the
Εὐαγγελίοις, ὡς ὁ ποιῶν γάμους τῷ υἱῷ αὑτοῦ βασιλεὺς τοὺς παραιτησαμένους τὴν κλῆσιν, καὶ ἀνελόντας τοὺς βασιλικοὺς δούλους, παραδίδωσιν εἰς σφαγήν· Καὶ πέμψας, φησὶ, τὸ στράτευμα αὑτοῦ, ἐνέπρησε τὴν πόλιν αὐτῶν. Στράτευμα δὲ τοῦ βασιλέως τὴν Ῥωμαϊκὴν χεῖρα σημαίνει τὴν πολιορκήσασαν τὴν Ἱερουσαλήμ. Ἐπεὶ τοίνυν χρεία ἦν καὶ τοιαύτης ῥομφαίας κατὰ τῶν ἐπαναστάντων τῷ Ἀγαπητῷ, εἰκότως φησὶν ἡ προφητεία εἰς αὐτοῦ πρόσωπον· Περίζωσαι τὴν ῥομφαίαν ἐπὶ τὸν μηρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε. Εἶτ' ἐπιλέγει· Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ταῦτα δὲ ὁμοίως τοῖς ἄλλοις ἐξηγήσατο· Τὰ βέλη σου ἠκονημένα, καὶ λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως· ὃ δὴ καθ' ὑπερβατὸν κεῖται. Συνάψεις δὲ τὴν διάνοιαν τοῦτον τὸν τρόπον· Τὰ βέλη σου ἠκονημένα ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Πρῶτον μὲν γάρ φησι· Τὰ βέλη σου ἠκονημένα γενήσεται κατὰ τῆς καρδίας τῶν σῶν ἐχθρῶν· ἔπειτα, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐλαθέντων τοῖς σοῖς βέλεσι τῶν ἐχθρῶν. Τὸ τηνικαῦτα γοῦν ἐλευθερίας τυχόντες οἱ λαοὶ, καὶ ἀναπνεύσαντες τῶν πιεζόντων αὐτοὺς κακῶν, τοῖς σοῖς ὑποδραμοῦνται ποσί. Βέλη δὲ τοῦ. Ἀγαπητοῦ ἀποστελλόμενα κατὰ τῆς καρδίας τῶν ἐχθρῶν ἀοράτους τινὰς καὶ ἀφανεῖς πληγὰς νοήσεις κατὰ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· οἷς βέλεσι τιτρωσκόμενοί ποτε οἱ δαίμονες ἔλεγον· Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.
In the Gospels, as the king who made a marriage for his son handed over to slaughter those who had refused the invitation and had killed the royal servants: And he sent, it says, his army and burned their city. And the army of the king signifies the Roman force that besieged Jerusalem. Since, then, there was need of such a sword also against those who rose up against the Beloved, the prophecy reasonably says in his person: Gird your sword upon your thigh, O mighty one. In your beauty and your comeliness, and draw it, and prosper and reign. Then it adds: For the sake of truth and meekness and righteousness, and your right hand shall guide you wondrously. And these things he explained similarly to the others: Your arrows are sharpened, and peoples shall fall beneath you, in the heart of the king's enemies; which is placed by hyperbaton. And you will join the thought in this way: Your arrows are sharpened in the heart of the king's enemies. For first he says: Your arrows shall be sharpened against the heart of your enemies; then, peoples shall fall beneath you, when the enemies have been struck by your arrows. At that time, then, the peoples, having obtained freedom and breathed again from the evils that oppressed them, shall run beneath your feet. And you will understand the arrows of the Beloved, sent against the heart of the enemies, as certain invisible and unseen wounds against the rulers of this age; wounded by these arrows at one time, the demons said: Ah, what have we to do with you, Son of God? Have you come before the time to torment us?
Ὅτι ὡραῖος καὶ καλὸς καὶ χάριτος πλήρης, εὐλογημένος τε βασιλεὺς καὶ τῶν ἐχθρῶν νικητὴς ὁ Ἀγαπητὸς τοῦ Θεοῦ ἦν, ἐκ τῶν ἔμπροσθεν μεμαθήκαμεν· ὅτι δὲ πρὸς ἐκείνοις πᾶσι καὶ Θεὸς ἦν, διὰ τῶν προκειμένων διδασκόμεθα. Εἰς αὐτοῦ γὰρ πρόσωπον τὸ Πνεῦμα τὸ ἅγιον ἀναφωνεῖ λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἢ κατὰ τὸν Ἀκύλαν· Ὁ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι. Ἐπεὶ δὲ καὶ βασιλέα αὐτὸν ὠνόμασε διὰ τῶν ἔμπροσθεν, εἰκότως ἐπιλέγει· Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Οὐδὲν γὰρ ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες. Καὶ ἵνα μή τις Ἰουδαϊκῶς ἐκδεξάμενος ὑπολάβοι θνητόν τινα τοῖς πολλοῖς ὅμοιον ἔσεσθαι βασιλέα τὸν Ἀγαπητὸν τοῦ Θεοῦ, ἀναγκαίως διδάσκει, ὡς ἄρα ἐξ αἰῶνος ἦν ὁ θρόνος τῆς βασιλείας αὐτοῦ, διαρκῶν τε καὶ διαμένων ἔσται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ταῦτα δὲ ὅτι μὴ εἰς πρόσωπον τοῦ Πατρὸς ἀναπεφώνηται, ἀλλ' εἰς τὸ τοῦ ἀγαπητοῦ καὶ μονογενοῦς Υἱοῦ, προϊὼν διασαφεῖ λέγων· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου. Θεὸς γὰρ ἐν τούτοις χριόμενος ὑπὸ Θεοῦ τίς ἂν εἴη ἢ ὁ ἐν Εὐαγγελίοις θεολογούμενος· Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος; Οὗτος οὖν ὁ Θεὸς Λόγος ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν. Ἀνθ' οὗ ὁ Ἀκύλας ἀκριβέστερον ἡρμήνευσεν εἰπών· Ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀσέβημα. Κρίσει γὰρ ὀρθῇ τοὺς ὑπ' αὐτοῦ δικαίους ἀγαπᾷ, μισεῖ δὲ τοὺς ἐναντίους·
That he was beautiful and good and full of grace, and a blessed king and a conqueror of his enemies, the Beloved of God—we have learned from what has gone before. But that, in addition to all these things, he was also God, we are taught through the present words. For the Holy Spirit declares to his person, saying: Your throne, O God, is for ever and ever; or, according to Aquila: Your throne, O God, is for ever and still. And since he also named him king in what has gone before, he reasonably adds: A rod of uprightness is the rod of your kingdom. For there is nothing crooked or twisted in him. And so that no one, understanding in a Jewish manner, might suppose that the Beloved of God would be some mortal king like the many, he necessarily teaches that the throne of his kingdom was from eternity, and that it will endure and remain for ever and ever. But that these things have been declared not with reference to the person of the Father, but to that of the beloved and only-begotten Son, he makes clear as he proceeds, saying: You loved righteousness and hated lawlessness; therefore God, your God, has anointed you. For who in these words would be God, anointed by God, except the one who is theologized in the Gospels: And the Word was with God, and the Word was God? This God the Word, then, loved righteousness and hated lawlessness. In place of this, Aquila translated more precisely, saying: He loved righteousness and hated ungodliness. For by right judgment he loves the righteous who are his, but hates those who are opposed.
διὸ χρίεται κρείττονι ἢ παρὰ τοὺς μετόχους αὐτοῦ ἐλαίῳ τῷ καλουμένῳ ἀγαλλιάσεως, καὶ χρίεται ὑπὸ τοῦ Θεοῦ τοῦ ἑαυτοῦ Πατρὸς, ἢ ἐλαίῳ χαρᾶς κατὰ τὸν Ἀκύλαν, ἢ ἐλαίῳ ἀγλαϊσμοῦ κατὰ τὸν Σύμμαχον. Πολλῶν δὲ ὄντων τῶν μετόχων αὐτοῦ, ἢ ἑταίρων αὐτοῦ τῶν τῆς αὐτοῦ χάριτος μετεσχηκότων, οἳ καὶ εἴποιεν ἄν· Μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν. Ἀνέγνωσαν δέ τινες τὴν προκειμένην λέξιν ὧδέ πως· Διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου, καὶ ταύτῃ γε κέχρηνται ἀναγνώσει, τῇ Ἑβραϊκῇ λέξει δουλεύσαντες. Ἐπειδήπερ Ἐλωεὶμ ὁ Θεὸς ἐν τῇ Ἑβραϊκῇ ὠνόμασται γραφῇ, εἰπών· Ἐν ἀρχῇ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι. Οἱ μὲν οὖν Ἑβδομήκοντα καὶ ὁ Σύμμαχος· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰρήκασιν· ὁ δὲ Ἀκύλας· Θεὲ, δουλεύσας τῇ Ἑβραϊκῇ λέξει, περιεχούσῃ Ἐλωείμ. Ἀλλ' ὁ αὐτὸςἈκύλας, ὁ νῦν Θεὲ
εἰρηκὼς, προϊὼν ἑξῆς δεύτερον εἰρημένου τοῦ Ἐλωεὶμ, ἐν τῷ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, οὐκέτι, Θεὲ, ἡρμήνευσεν, ἀλλὰ, Θεὸς, εἰπών· Ἐπὶ τούτῳ ἤλειψέ σε ὁ Θεὸς ὁ Θεός σου, δέον ἑαυτῷ συμφώνως καὶ ἐνταῦθα Θεὲ εἰπεῖν ἐπὶ τῆς αὐτῆς λέξεως· οὕτω δὲ ἑρμηνεύσας, εἶπεν ἄν· Διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων. Ἀντὶ δὲ βάρεων ἐλεφαντίνων, ὁ Ἀκύλας· Ἀπὸ ναῶν ὀδόντος, εἴρηκε. Ναοὶ γὰρ ἐνταῦθα εἴρηνται τοῦ Νυμφίου αἱ Ἐκκλησίαι, καὶ αἱ Χριστῷ ἀνακείμεναι ψυχαὶ, ἐν λογικῇ τροφῇ πᾶσαν ἔχοντες τὴν δύναμιν. Τροφῆς δὲ καὶ λόγων σύμβολον οἱ ὀδόντες. Ἔνθεν καὶ αὐτοῦ τοῦ Χριστοῦ οἱ ὀδόντες λευκοὶ λέγονται εἶναι ὑπὲρ γάλα ἐν τῇ περὶ αὐτοῦ φασκούσῃ προφητείᾳ·
Therefore he is anointed with a better oil than his fellows—the oil called that of exultation—and he is anointed by his own God and Father, or with the oil of joy according to Aquila, or with the oil of glorification according to Symmachus. Now while there are many who are his fellows, or his companions who have partaken of his grace, who could also say: We have become fellows of Christ. But some have read the present passage in this way: Therefore, O God, your God has anointed you, and they have used this reading, having been enslaved to the Hebrew word. For in the Hebrew Scripture God is named Elohim, when he said: In the beginning your throne, O God, is forever and ever. The Seventy, then, and Symmachus said: Your throne, O God; but Aquila said: O God, having been enslaved to the Hebrew word, which contains Elohim. But the same Aquila, who has now said O God, going on next, when Elohim is mentioned a second time, in the phrase, Therefore God has anointed you, no longer translated it as O God, but said God: Therefore God, your God, has anointed you, though he ought consistently with himself here too to have said O God for the same word; and if he had translated it thus, he would have said: Therefore, O God, your God has anointed you. Myrrh and stacte and cassia are from your garments, from ivory towers. But instead of ivory towers, Aquila said: From temples of tooth. For here the temples of the Bridegroom are called the Churches, and the souls consecrated to Christ, which have all their strength in rational food. And teeth are a symbol of food and words. Hence also the teeth of Christ himself are said to be whiter than milk in the prophecy that speaks concerning him.
Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐλεφάντινοι οἱ ναοὶ ἢ αἱ βάρεις αὐτοῦ λέγονται, διὰ τὸ νεκροῦ ζώου τυχεῖν τὸν ἐξ ἐλέφαντος κόσμον· οἵ τε ἐν τῇ Ἐκκλησίᾳ εὐδοκιμοῦντες οὐκ ἄλλως διαλάμπουσιν ἢ νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κατατὴν ἀποστολικὴν παραγγελίαν. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Αἱ μὲν θυγατέρες τῶν βασιλέων, Χριστοῦ δηλαδὴ καὶ τῆς Ἐκκλησίας αὐτοῦ, αἱ κατὰ μέρος ἦσαν ψυχαί. Αὐτὴ δὲ ἡ βασίλισσα ἡ μήτηρ τῶν θυγατέρων παρέστη ἐκ δεξιῶν αὐτοῦ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Τίς δ' ἂν εἴη αὐτὴ ἀλλ' ἢ πᾶσα καθολικὴ Ἐκκλησία, ἡ ἀπὸ περάτων γῆς ἕως περάτων ἐκ πάντων ἐθνῶν συνειλεγμένη; ἣν αὐτὸς ἑαυτῷ ᾠκοδόμησεν ἐπὶ τὴν πέτραν, πρὸς τὸ μὴ πύλας ᾅδου κατισχύειν αὐτῆς. Κυριώτερον δ' ἂν εἴποις διὰ τούτου τὴν ἐπουράνιον δηλοῦσθαι Ἐκκλησίαν, ἥτις ἐστὶ μήτηρ τῶν ἐπὶ γῆς ἁγίων ἀνδρῶν. Τοῦτο γοῦν ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος εἰπών· Ἡ δὲἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Καλεῖ δ' αὐτὴν καὶ πόλιν Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουράνιον ἐν μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίαν πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, συνεστῶσαν. Αὕτη μὲν οὖν εἴη ἂν ἡ τελεία Χριστοῦ νύμφη. Ταύτης δ' οὐκ ἂν ἁμάρτοις θυγατέρα φήσας ὑπάρχειν τὴν ἐπὶ γῆς Ἐκκλησίαν. Βασίλισσα δ' ἐκείνη, ὡς ἂν ἤδη συμβασιλεύουσα τῷ ἑαυτῆς νυμφίῳ· διὸ ἐκ δεξιῶν παρεστάναι τοῦ Βασιλέως εἴρηται·
His eyes are cheerful from wine, and his teeth white as milk. But according to the other translators, his temples or his towers are called ivory, because the ornament made of ivory comes from a dead animal; and those who are esteemed in the Church shine no otherwise than by having put to death the members that are upon the earth, according to the apostolic charge. The queen stood at your right hand, clothed in a garment of woven gold, embroidered. The daughters of the kings—of Christ, that is, and of his Church—were the individual souls. But the queen herself, the mother of the daughters, stood at his right hand, clothed in a garment of woven gold, embroidered. And who would she be but the whole catholic Church, gathered from all nations from the ends of the earth to the ends of the earth? which he built for himself upon the rock, so that the gates of Hades should not prevail against it. But you would more properly say that by this is signified the heavenly Church, which is the mother of the holy men upon the earth. At any rate, the divine Apostle taught this when he said: But the Jerusalem above is free, which is our mother. He also calls her the city of the living God, the heavenly Jerusalem, in the festal assembly of myriads of angels, and the Church of the firstborn who are enrolled in heaven, consisting together. This, then, would be the perfect bride of Christ. And you would not err in saying that the Church upon earth is her daughter. But that one is the queen, as already reigning together with her own bridegroom; therefore she is said to stand at the right hand of the King.
ἅτε νύμφη οὖσα αὐτοῦ, καὶ τὰ παρ' αὐτοῦ σπέρματα δεχομένη, κύουσά τε καὶ τίκτουσα διὰ παντὸς πνεῦμα σωτηρίας· ἣ καὶ τὸ βασιλικὸν ἔνδυμα περιτίθησι, τὸ φωτοειδὲς τῆς ἀφθαρσίας ἔνδυμα· ὃ δὴ, πνευματικὸν διόλου τυγχάνον, ταῖς κατ' οὐρανὸν ἀγγελικαῖς δυνάμεσι περιβέβληται. Τοῦτο καὶ διάχρυσον ὁ παρὼν λόγος ὠνόμασε. Τὸ δὲ, περιβεβλημένη καὶ πεποικιλμένη, οὔτε ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται· διὸ ὠβέλισται. Πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς τοῦ βασιλέως Ἐσεβὼν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Νοήσεις, φησὶ, πῶς κροσσοῖς χρυσοῖς περιβέβληται, Παύλου λέγοντος ἀκούων· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ἡ γὰρ γνῶσις ἡ ἐκ μέρους ἐν ἄκροις μόνοις χρυσίου τὸν κόσμον αὐτῇ περιτίθησιν· Ὅταν δ' ἔλθῃ τὸ τέλειον, φησὶ, τὸ ἐκ μέρους καταργηθήσεται. Ἐπειδὰν εἰς τὴν ἐπουράνιον Ἐκκλησίαν μεταστῇ ἡ τέως ἐκ γῆς παιδοτροφουμένη, τὸ τηνικαῦτα ἀποθήσεται μὲν τὰ κροσσωτὰ τὰ χρυσᾶ, τὴν ἐκ μέρους γνῶσιν, ἐν ἱματισμῷ δὲ χρυσῷ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἡ διὰ τῶν ἔμπροσθεν πολλάκις ὠνομασμένη θυγάτηρ οὐκ ἐπὶ γῆς εἰς τὸ παντελὲς διαμένει, μετατεθήσεται δὲ κατὰ καιρόν. Ἀλλ' οὐ πᾶσα ἀθρόως τῆς τοιαύτης μεταβάσεως ἀξιωθήσεται· ἐν μέρει δὲ αἱ πρώτῳ βαθμῷ ἐν αὐτῇ τετιμημέναι ἀπενεχθήσονται τῷ Βασιλεῖ. Αὗται δέ εἰσιν αἱ τὴν ἐν Χριστῷ ἁγνείαν κατορθώσασαι ψυχῇ καὶ σώματι, καὶ πνεύματι καθηγιασμέναι. Μετὰ δὲ τὸ πρῶτον τάγμα αἱ πλησίον
Since she is his bride, and receives the seeds from him, conceiving and always giving birth to a spirit of salvation; she who also puts around her the royal garment, the light-bearing garment of incorruption; which, being wholly spiritual, is worn by the angelic powers in heaven. This the present passage has also called interwoven with gold. But the phrase "clothed and embroidered" is found neither in the Hebrew reading nor among the other translators; therefore it has been marked with an obelus. "All the glory of the daughter of the king is within, clothed in golden fringes, embroidered." You will understand, he says, how she is clothed in golden fringes, when you hear Paul saying: "We know in part, and we prophesy in part." For knowledge that is in part adorns her with gold only at the edges; but "when that which is perfect is come," he says, "that which is in part shall be done away." When she who for a time was nurtured on earth as a child has been transferred to the heavenly Church, then she will put off the golden fringes, the knowledge that is in part, and will be in a garment of gold. "The virgins shall be brought to the King after her, those near her shall be brought to you." The daughter often mentioned in what has gone before does not remain on earth entirely, but will be transferred in due time. But not all at once will be deemed worthy of such a transition; rather, in part, those honored in her with the first rank will be brought to the King. These are the souls who have accomplished chastity in Christ in soul and body, and have been sanctified in spirit. And after the first order, those near
αὐτῶν ἀπενεχθήσονται· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί. Αὗται δέ εἰσιν αἱ τὸν ἔγγιστα τόπον τῶν παρθένων ἐπέχουσαι διὰ σεμνοῦ καὶ σώφρονος βίου. Ὅπως δὲ ἀπενεχθήσονται παρίστησι λέγων· ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Νοήσεις δὲ ὅπως εἴρηται τοῦτο, παραθεὶς τὴν ἀποστολικὴν φωνὴν ᾗ φησιν· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Οὐ γὰρ ἐλεύσονται οὐδὲ ἀπελεύσονται τῷ Βασιλεῖ παρθένοι, ἀλλ' ἀπενεχθήσονται, ἄλλων αὐτὰς ἀπαγόντων· ἀγγέλων δηλαδὴ θείων μετεωριζόντων αὐτὰς καὶ εἰς ὕψος ἐπαιρόντων, ὡς ἂν εὐμαρῆ τὴν ἄνω ποιήσαιντο πορείαν. Ἀπενεχθήσονται δ' ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, καὶ εἰσαχθήσονται εἰς ναὸν βασιλέως, εἰς τὸν οἶκον τὸν βασιλικὸν τῆς τῶν οὐρανῶν βασιλείας καταξιούμεναι. Ναὸς δὲ οἶκος Θεοῦ ἐστιν· ὥστε Θεὸς ὁ Βασιλεὺς, ᾧ ἀπάγονται. Ἄγουσι δὲ αὐτὰς καὶ οἱ τὰ παιδεύματα παραδιδόντες αὐταῖς, ὅ τε Νόμος καὶ οἱ προφῆται, Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί. Τούτων τὴν διάνοιαν σαφέστερον ἀποδεδώκασιν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· Ἀντὶ τῶν πατέρων σου ἔσονταί σοι υἱοί· ὁ δὲ Σύμμαχος· Ἀντὶ πατέρων ἐγένοντο υἱοί σου. Ἡ δ' ἑρμηνεία τοῦ λόγου ταύτην ἔχει τὴν διάνοιαν· Οἱ υἱοί σου οἱ ἐν σοὶ καὶ ὑπὸ σοῦ γεγεννημένοι ἀντὶ πατέρων γενήσονταί σοι. Ἕξεις γὰρ αὐτοὺς πατέρας, οὓς αὐτὴ γεγέννηκας. Νοήσεις δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα, ἐπιστήσας ὅπως οἱ ἐξ ἐθνῶν ἀλλόφυλοι, προσελθόντες τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ ἀναγεννηθέντες ἐν αὐτῇ, υἱοὶ αὐτῆς γίγνονται·
They will be carried away; for there are many mansions with the Father. And these are they who hold the nearest place to the virgins through a venerable and chaste life. And he shows how they will be carried away, saying: in gladness and exultation. And you will understand how this is said by setting beside it the apostolic voice, where it says: We shall be caught up in clouds to meet the Lord in the air, and so we shall always be with the Lord. For the virgins will neither come nor depart to the King, but will be carried away, with others leading them off—evidently divine angels lifting them up and raising them on high, so that they may make the journey above with ease. And they will be carried away in gladness and exultation, and will be brought into the temple of the king, being deemed worthy of the royal house of the kingdom of the heavens. And the temple is the house of God; so that God is the King to whom they are led away. And those who deliver the teachings to them also lead them—the Law and the prophets: Instead of your fathers, sons were born to you. The others have rendered the meaning of this more clearly: Aquila, saying, Instead of your fathers, they shall be to you sons; and Symmachus, Instead of fathers, they became your sons. And the interpretation of the saying has this meaning: Your sons, who are in you and were born from you, shall become to you instead of fathers. For you will have as fathers those whom you yourself have begotten. And you will understand the outcome of the saying by observing how the foreigners from the nations, having come to the Church of God and been reborn in her, become her sons:
κἄπειτα ἐπιδιδόντες τῇ προκοπῇ, πατέρες αὐτῆς καθίστανται, προαγόμενοι εἰς τὴν αὐτῆς προ στασίαν, καὶ τῆς ἱερατικῆς λειτουργίας καταξιούμενοι. Πῶς δ' ἕξεις αὐτοὺς ἀντὶ πατέρων διερμηνεύει, σαφέστερον λέγων· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Λέγει δὲ ταῦτα πρὸς τὴν ἐπὶ γῆς Ἐκκλησίαν ὁ λόγος, τὴν ἀπὸ περάτων ἕως περάτων διήκουσαν· ἐφ' ἣν ἄρχοντας καὶ πατέρας τοὺς ἰδίους υἱοὺς αὐτὴ ἡ Ἐκκλησία τοῦ Θεοῦ καθίστησιν. Διὰ τοῦτο λαοὶ ὑμνήσουσί σε εἰς αἰῶνα διηνεκῶς. Ἡ προλεχθεῖσα θυγάτηρ τῶν βασιλέων, αὕτη δὲ ἦν ἡ ἐπὶ γῆς Ἐκκλησία, συναισθομένη τῆς δυνάμεως τοῦ πατρικοῦ ὀνόματος, ἐπειδήπερ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, μετὰ τὰς πρὸς αὐτὴν λεχθείσας ἐπαγγελίας, πιστεύσασα φωναῖς, χαρᾶς τε καὶ εὐφροσύνης πληρωθεῖσα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΥΙΩΝ ΚΟΡΕ, ΥΠΕΡ ΤΩΝ ΚΡΥΦΙΩΝ, ΨΑΛΜΟΣ ΜΕʹ.
Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Εὐχαριστήριον ὕμνον ἀναπέμπει τῷ μεγάλων αὐτὸν καταξιώσαντι ὁ λόγος· ὅτι φροῦδος ἔσται, καθάπερ τινὶ παραπεμφθεῖσα βυθῷ, ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖστον ἐσχηκυῖα τὸ κράτος. Εἶτα λέγει ὁ προφητικὸς λόγος, ὡς τὰ ὕδατα ζάλην ἐδέξατο, καὶ τὰ ὄρη κλόνον ὑπέμεινε, τοῦ εὐαγγελικοῦ διαπορθμευομένου κηρύγματος.
And then, advancing in progress, they are appointed her fathers, being promoted to her preeminence and deemed worthy of the priestly ministry. And how you will have them instead of fathers he interprets, saying more clearly: You will appoint them as rulers over all the earth. The word says these things to the Church on earth, which extends from end to end; over which the Church of God herself appoints her own sons as rulers and fathers. Therefore peoples will praise you forever continually. The previously mentioned daughter of kings—and this was the Church on earth—perceiving the power of the paternal name, since he granted him the name that is above every name, so that at the name of Jesus every knee should bow, of those in heaven and on earth and under the earth, after the promises spoken to her, believing the voices, was filled with joy and gladness. For the end, concerning the sons of Korah, concerning the hidden things, a psalm 45.
Our God is a refuge and strength, a helper in the afflictions that have greatly found us. Therefore we will not fear when the earth is troubled, and the mountains are moved into the hearts of the seas. The word sends up a hymn of thanksgiving to him who has deemed him worthy of great things; because the impiety of the demons that once prevailed will be gone, as if swept away into some abyss—the impiety that imitated the height of the mountains and held sway over the inhabited world to the greatest extent. Then the prophetic word says that the waters received a surge, and the mountains endured a shaking, as the gospel proclamation was carried across.
Ἐνταῦθα δὲ ὄρη τὸ τῶν δαιμόνων προσηγόρευσε στῖφος διὰ τὸν τῆς ἀλαζονείας ὄγκον καὶ τοῦ τύφου τὸ ὑψηλόν· ὕδατα δὲ τῶν ἀνθρώπων τὰς γνώμας, τὰς δίκην ὑδάτων τῇδε κἀκεῖσε φερομένας ῥᾳδίως, καὶ ὑπὸ τῶν τῆς ἀπάτης κυκωμένας πνευμάτων. Ταῦτα δὲ διδάσκει ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία· ὅπως, τῶν ἱερῶν ἀποστόλων τὴν οἰκουμένην περινοστούντων, ζάλης ἐμπίπλαντο καὶ θορύβων αἱ πόλεις. Καὶ γὰρ ἐν Ἐφέσῳ
Δημήτριος πᾶσαν τὴν πόλιν ἐκύκωσε· καὶ ἐν Λύστροις καὶ Δέρβῃ ταὐτὸ τοῦτο γεγένηται. Καὶ πάλιν ἐν Φιλίπποις καὶ Θεσσαλονίκῃ, καὶ Ἀθήναις, καὶ Κορίνθῳ, τῶν τῆς ἀπάτης πνευμάτων ταῦτα διεγειρόντων τὰ κύματα, ὑπὸ τούτων τινὲς ἐνεργούμενοι κατὰ τῶν ἱερῶν ἐβόων ἀποστόλων· Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι. Ταῦτα καὶ ὁ μακάριος προηγόρευσεν Ἀβακούμ· Ἐπεβίβασας, γάρ φησιν, εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά. Ἵππους δὲ προσηγόρευσεν ὄχημα θεῖον γεγενημένους τοὺς ἱεροὺς ἀποστόλους· ἐπ' αὐτῶν γὰρ ὀχούμενος ὁ Δεσπότης, τὰ πολλὰ καὶ διάφορα τῆς ἀσεβείας δόγματα διεσκέδασε. Νοήσεις δὲ καὶ ἄλλως τὴν σύγχυσιν τῆς γῆς καὶ τὴν ταραχὴν αὐτῆς, ἀκούων τοῦ Σωτῆρος λέγοντος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; καὶ πάλιν· Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰ ρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς, καὶ θυγατέρα κατὰ τῆς μητρὸς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· ὡσεὶ σαφέστερον ἔλεγε· Καὶ ἐχθροὺς ἑκάστου ποιῆσαι τοὺς οἰκιακοὺς αὐτοῦ.
But here he called the host of demons "mountains," because of the bulk of their boastfulness and the height of their pride; and "waters," the minds of men, which are borne hither and thither like waters, easily, and are stirred up by the spirits of deceit. The history of the Acts also teaches us this: how, when the holy apostles were going about the inhabited world, the cities were filled with storm and turmoil. For in Ephesus
Demetrius stirred up the whole city; and in Lystra and Derbe the same thing happened. And again in Philippi and Thessalonica, and Athens, and Corinth, the spirits of deceit stirred up these waves, and some, being energized by them, cried out against the holy apostles: "These who have turned the world upside down have come here also." The blessed Habakkuk also foretold these things: "You have mounted," he says, "your horses into the sea, troubling many waters." And he called the holy apostles "horses," since they had become a divine chariot; for the Master, riding upon them, scattered the many and various doctrines of impiety. You will understand the confusion of the earth and its turmoil also in another way, when you hear the Savior saying: "I came to cast fire upon the earth; and how I wish it were already kindled!" And again: "Do not think that I came to cast peace upon the earth; I did not come to cast peace, but a sword. For I came to divide a man against his father, and a daughter against her mother, and a bride against her mother-in-law, and a man's enemies shall be those of his own household"—as if he were saying more clearly: "And to make each man's enemies those of his own household.
Τί χρὴ λέγειν, ὡς καὶ πόλεις ὅλαι καὶ δῆμοι ἔθνη τε παντοῖα ἐπὶ τῷ εὐαγγελικῷ λόγῳ συνεχύθησαν, λυομένης αὐτοῖς τῆς παλαιᾶς δεισιδαιμονίας; Ἀλλὰ τούτων ταραττομένων καὶ συγχεομένων, οἱ τῆς Ἐκκλησίας υἱοὶ καὶ προεστῶτες αὐτῆς φασιν· Οὐ φοβηθησόμεθα. Ἰδιοποιοῦνται δὲ τὸν Θεὸν λέγοντες· Ὁ Θεὸς ἡμῶν, πρὸς ἀντιδιαστολὴν τῶν πεπλανημένως παρὰ τοῖς ἔθνεσιν ὀνομαζομένων θεῶν. Καὶ εἰ μὲν ἄνθρωποι μόνον ἐταράσσοντο, ἀπήρκει εἰπεῖν· Ἐν τῷ ταράσσεσθαι τὴν γῆν οὐ φοβηθησόμεθα· ἐπεὶ δὲ καὶ ἀφανεῖς δυνάμεις καὶ δαίμονες πονηροὶ ἐπὶ τῷ σωτηρίῳ λόγῳ κλόνον καὶ σάλον ἐπεπόνθεσαν, εἰκότως καὶ περὶ τούτων, ὥσπερ κρυφίων καὶ λανθανόντων τοὺς τῶν ἄλλων ὀφθαλμοὺς, ᾐνίττετο φάσκων, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίᾳ θαλασσῶν. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Νοήσεις δὲ ταῦτα τὰ ὄρη τὰ πνευματικὰ τῆς πονηρίας ἀπὸ τῆς εὐαγγελικῆς διδασκαλίας. Ὁπηνίκα γὰρ τὸν σεληνιαζόμενον ὁ Σωτὴρ ἰάσατο, ἐπιφέρει λέγων τοῖς μαθηταῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ἐντεῦθεν ἐκεῖ· καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν· ὄρος ὀνομάζων τὸ προδηλωθὲν δαιμόνιον. Πῶς δ' ἐν καρδίᾳ θαλασσῶν μετατίθεται τὰ ὄρη, μάθοις ἂν ἀπὸ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, ἔνθα εἴρηται, ὅτι παρεκάλουν τὸν Σωτῆρα οἱ δαίμονες, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Τὴν δὲ ἄβυσσον εἴωθεν ἡ Γραφὴ καλεῖν θαλάσσας, ὡς ἐν τῷ Ἰὼβ εἴρηται· Ἦλθες δ' ἐπὶ τῆς θαλάσσης· ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας.
What need is there to say that whole cities and peoples and nations of every kind were thrown into confusion at the word of the Gospel, as their ancient superstition was being dissolved? But while these were being troubled and confounded, the sons of the Church and its leaders say: We shall not be afraid. And they appropriate God to themselves, saying: Our God, in contrast to the gods wrongly named among the nations. And if only men were being troubled, it would have sufficed to say: When the earth is troubled, we shall not be afraid; but since both invisible powers and evil demons had suffered commotion and tossing at the saving word, reasonably also concerning these, as being hidden and escaping the eyes of others, he hinted, saying, and that mountains are moved in the heart of the seas. Their waters roared and were troubled; the mountains were troubled by his strength. And you will understand these mountains—the spiritual mountains of wickedness—from the Gospel teaching. For when the Savior healed the moonstruck man, he adds, saying to the disciples: Amen I say to you, if you have faith as a grain of mustard seed, you shall say to this mountain: Move from here to there; and it shall move, and nothing shall be impossible for you—naming as a mountain the demon previously indicated. And how the mountains are moved in the heart of the seas, you may learn from the Gospel according to Luke, where it is said that the demons begged the Savior not to command them to go away into the abyss. And Scripture is accustomed to call the abyss seas, as is said in Job: You came upon the sea; and in the footsteps of the abyss you walked.
Περὶ ταύτης τῆς ἀβύσσου καὶ Μωϋσῆς ἐν τῇ κοσμοποιίᾳ ἐδίδασκε λέγων· Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἀλλὰ τούτων γινομένων· Ἡμεῖς, φησὶν, οὐ φοβηθησόμεθα, ἠχούντων καὶ θολουμένων τῶν ὑδάτων αὐτῶν, καὶ σειομένων ὀρέων ἐν τῷ παραδοξασμῷ αὐτοῦ, κατὰ τὸν Σύμμαχον. Ἐνδοξασμὸς δὲ ἦν τοῦ Σωτῆρος ἡ τῆς Ἐκκλησίας αὔξησις καὶ πληθυσμὸς τῶν εἰς αὐτὸν πιστευόντων, ἥ τε ἀνατροπὴ τῆς πολυθέου πλάνης. Τὸ διάψαλμα διαστολὴν εἰργάσατο τῆς τῶν προλεχθέντων διανοίας πρὸς τὰ μέλλοντα ῥηθήσεσθαι. Διόπερ ὡς ἐπὶ ἕτερον τάγμα διαβὰς ὁ λόγος, πάλιν δι' αἰνιγμῶν τῆς Ἐκκλησίας τοῦ Θεοῦ τὴν εἰρηνικὴν κατάστασιν σημαίνει, ἣν πόλιν τοῦ Θεοῦ ὀνομάζει διὰ τὸ θεοσεβὲς πολίτευμα. Θεοῦ δὲ πόλις τὸ τῶν κατὰ Θεὸν πολιτευομένων σύστημα· τοῦτο δὲ τὴν σύμπασαν οἰκουμένην πληροῖ. Ἐπειδήπερ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἔστιν εὑρεῖν διὰ τῆς Ἐκκλησίας συνισταμένην τὴν τοιαύτην Θεοῦ πόλιν, ἥτις, τὸν οὐράνιον ἔχουσα λόγον πηγάζοντα ἐν αὐτῇ καὶ ἀνομβροῦντα, πάσης θεϊκῆς εὐφροσύνης πληροῦται. Ἀκύλας δὲ καὶ Σύμμαχος·
Concerning this abyss Moses also taught in the creation account, saying: And darkness was upon the abyss. But while these things are happening, he says, We shall not be afraid, though their waters roar and are troubled, and the mountains are shaken in his wondrous working, according to Symmachus. And the glorification of the Savior was the growth of the Church and the increase of those who believe in him, and the overthrow of the polytheistic error. The diapsalma has effected a distinction between the meaning of what has been said before and what is about to be spoken. Therefore, as the discourse has passed over, as it were, to another order, it again signifies through enigmas the peaceful condition of the Church of God, which he calls the city of God because of its God-fearing citizenship. And the city of God is the assembly of those who live as citizens according to God; and this fills the whole inhabited world. Since from the rising of the sun to its setting one may find such a city of God established through the Church, which, having the heavenly word welling up within it and raining down, is filled with all divine gladness. But Aquila and Symmachus:
Τοῦ ποταμοῦ, φασὶν, αἱ διαιρέσεις εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Νοήσεις δὲ τὰς διαιρέσεις ἀκούων Παύλου λέγοντος· Διαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δ' αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις εἰσὶν ἐνεργημάτων, ὁ δ' αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Κατὰ δὲ τὸν Σύμμαχον· Τὸ ἅγιον τῆς κατασκηνώσεως τοῦ Ὑψίστου. Μεγάλης γὰρ οὔσης καὶ πολλῆς τῆς πόλεως, ἔστι τι αὐτῆς τὸ ἐξαίρετον. Τῶν γὰρ ἐν τῇ Ἐκκλησίᾳ πολὺ μὲν τὸ ἄλλο πλῆθος, σπανίοι δὲ οἱ τῇ ἁγιοσύνῃ προσανακείμενοι, καὶ τὴν ἐντολὴν τὴν λέγουσαν· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ἅγιος, φυλάττοντες. Καὶ ἐν τούτοις τε τοῖς ἁγίοις ἡ κατασκήνωσις λέλεκται εἶναι τοῦ Ὑψίστου· ἐν μόνοις γὰρ αὐτοῖς χώραν ἔχει ἡ φάσκουσα τοῦ Θεοῦ φωνή· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ πρωῒ, πρωΐ. Ἕτερος δὲ πάλιν φησίν· Οἶμαι αὐτὸν αἰνίττεσθαι τὰς πρωϊνὰς συνόδους, ἐν αἷς εἰώθαμεν κατὰ τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας συγκροτεῖσθαι. Καὶ ἄλλως δὲ διεγείρει ἡμᾶς τὸ λόγιον καὶ παρορμᾷ ἐπὶ τὰς ἑωθινὰς προσευχάς· ἵν' ὥσπερ τὰς ἀπαρχὰς τῆς ἑαυτῶν ζωῆς ἀναφέροιμεν αὐτῷ· κατὰ γὰρ τούτους τοὺς καιροὺς ἀτάραχος οὖσα μάλιστα ἡ κεκαθαρμένη διάνοια, ἱερέως τρόπον λειτουργεῖν εἴωθε τῷ Θεῷ. Διάψαλμα. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.
The divisions of the river, they say, gladden the city of God. And you will understand the divisions when you hear Paul saying: There are divisions of gifts, but the same Spirit; and there are divisions of ministries, but the same Lord; and there are divisions of workings, but the same God, who works all things in all. The Most High has sanctified his tabernacle. But according to Symmachus: The holy place of the tabernacle of the Most High. For since the city is great and populous, there is something in it that is preeminent. For among those in the Church the rest of the multitude is great, but rare are those who devote themselves to holiness and keep the commandment that says: You shall be holy, because I the Lord your God am holy. And in these holy ones the tabernacle is said to be of the Most High; for in them alone the voice of God has a place, which says: I will dwell in them and walk among them; and I will be their God, and they shall be my people. God is in the midst of her, she shall not be moved; God shall help her at the morning, at the morning. But another says again: I think he hints at the morning assemblies, at which we are accustomed to gather in the churches throughout the whole earth. And in another way the oracle rouses us and urges us on to morning prayers, so that we might offer to him the firstfruits of our own life; for at these times especially the purified mind, being undisturbed, is accustomed to minister to God in the manner of a priest. Interlude. The nations were troubled, kingdoms were brought low; he gave forth his voice, the earth was shaken.
Ἐνταῦθα τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους εἰσάγει ταραττομένους, τάς τε ἐπὶ γῆς βασιλείας ὁπλιζομένας κατὰ τῆς Ἐκκλησίας, καὶ πόλεμον αἰρομένας κατὰ τοῦ εὐαγγελικοῦ λόγου. Εἶθ' ὥσπερ ἐν ταῖς συμβολαῖς, ἐπικρατοῦντος τοῦ τῶν νικώντων μέρους, τὸ ἐναντίον ταράττεται καὶ εἰς φυγὴν χωρεῖ· οὕτω καὶ νῦν, νικῶντος τοῦ εὐαγγελικοῦ λόγου, ἐταράχθησαν ἔθνη καὶ ἔκλιναν βασιλεῖαι, ἢ, περιετράπησαν βασιλεῖαι, κατὰ τὸν Σύμμαχον. Ἀλλὰ καὶ διδόντος φωνὴν αὐτοῦ διελύθη ἡ γῆ. Τοῦ γὰρ εὐαγγελικοῦ λόγου νεωστὶ περιιόντος εἰς τὸν βίον, ξενιζόμενα τὰ ἔθνη, καὶ τὴν προτέραν αὐτῶν δεισιδαιμονίαν διεκδικοῦντα συνεκινήθη· οἵ τε τούτων βασιλεῖς ἐπανέστησαν τῇ Ἐκκλησίᾳ. Ἀλλ' ἐπεὶ ὁ Θεὸς καταφυγὴ αὐτῆς ἦν, οἱ πάντες ἀνετράπησαν, πλέον οὐδὲν ἢ φωνὴν μόνην τοῦ Σωτῆρος ἡμῶν δεδωκότος. Ἔδωκε γὰρ φωνὴν αὐτοῦ, ἡ δ' ἐσαλεύετο. Ποίαν δὲ φωνὴν ἢ τὴν διὰ τοῦ κηρύγματος τῶν ἀποστόλων αὐτοῦ; Εἰκότως οὖν πάλιν ἡμεῖς οἱ ἀνωτέρω εἰρηκότες· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, τὴν αὐτὴν ὁμολογίαν ἐπαναλαμβάνομεν λέγοντες, ὅτι μὴ ἐξ ἡμετέρας δυνάμεως τὰ τοσαῦτα κατορθώματα, ἀλλ' ἦν μεθ' ἡμῶν ὁ ταῦτα ἐνεργῶν Κύριος τῶν δυνάμεων. Αὐτός τε ἦν ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Εὐκαίρως δὲ καὶ ἐνταῦθα τοῦ Θεοῦ Ἰακὼβ ἐμνημόνευσαν, ἀναπέμποντες ἡμᾶς ἐπὶ τὸν ὀφθέντα τῷ Ἰακὼβ ἐν σχήματι ἀνδρός. Ἐπάλαισε γὰρ, φησὶν, ἄνθρωπος μετ' αὐτοῦ, ὃς καὶ εἶπεν αὐτῷ· Οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ. Καὶ ἀναστὰς Ἰακὼβ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ, εἰπών·
Here he introduces the men who inhabit the earth as being thrown into confusion, and the kingdoms on earth arming themselves against the Church and raising war against the gospel word. Then, just as in battles, when the side of the victors prevails, the opposing side is thrown into confusion and takes to flight, so also now, when the gospel word prevails, nations were thrown into confusion and kingdoms were bowed down, or, kingdoms were overturned, according to Symmachus. But also when he gave his voice, the earth was dissolved. For when the gospel word was newly going about into the world, the nations, being taken aback and laying claim to their former superstition, were set in motion; and their kings rose up against the Church. But since God was her refuge, all were overturned, our Savior having given nothing more than his voice alone. For he gave his voice, and it was shaken. And what voice, if not the one through the proclamation of his apostles? With good reason, then, we who spoke above—God is our refuge and strength—repeat the same confession, saying that these great achievements were not from our own power, but the Lord of hosts was with us, the one working these things. And he himself was our helper, the God of Jacob. And fittingly here too they made mention of the God of Jacob, sending us up to the one who appeared to Jacob in the form of a man. For he wrestled, it says, a man with him, who also said to him: Your name shall no longer be called Jacob, but Israel shall be your name, because you prevailed with God. And Jacob arose and called the name of that place, Form of God, saying:
Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον. Οὗτος γὰρ αὐτὸς ἐκεῖνος ὁ ἐν ἀνθρώπου σχήματι τῷ Ἰακὼβ φανείς. Αὐτὸς δέ ἐστιν ὁ Κύριος τῶν δυνάμεων ὁ μεθ' ἡμῶν, καὶ αὐτός ἐστιν ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Δι' αὐτοῦ γὰρ τὰ προγεγραμμένα πάντα κατωρθώσαμεν. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ἔστι γε, ἐπιστήσαντα τοῖς χρόνοις, καὶ πρὸς λέξιν αὐτὰ ταῦτα πεπληρωμένα παραλαβεῖν· εἴ γε πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τοποκρατίαι καὶ τοπαρχίαι κατὰ χώρας ἦσαν καὶ κατὰ πόλεις· πόλεμοί τε συνίσταντο καθ' ἑκάστην γωνίαν τῆς γῆς·
ὡς καὶ αὐτοὺς τοὺς γεωπόνους, τὴν χώραν ἐργαζομένους, δοράτων καὶ ξιφῶν καὶ παντοίων πολεμικῶν ὅπλων ἐπιμελεῖσθαι. Μετὰ δὲ τὴν σωτήριον θεοφάνειαν μόναρχος μὲν ἡ Ῥωμαίων βασιλεία ἐπικρατεῖν πλείστων ἐθνῶν ἤρξατο· διέτρεχε δὲ συναρξάμενον αὐτῇ τὸ σωτήριον Εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη. Ἐπληροῦτο δὲ καὶ ἄλλη προφητεία, ὧδέ πη ἀναφωνοῦσα διὰ Ἡσαΐου· Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ μὴ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Ταῦτα δὴ οὖν καὶ διὰ τῶν παρόντων δηλοῦται, καὶ τέλους ἐτύγχανε, ῥητῶς μὲν κατὰ τὴν ἀποδοθεῖσαν ἱστορίαν, πρὸς δὲ διάνοιαν, κατὰ τὴν τῶν νοητῶν καὶ ἀοράτων πολεμίων καθαίρεσιν.
For I saw God face to face. For this is that very one who appeared to Jacob in the form of a man. He himself is the Lord of hosts who is with us, and he himself is our helper, the God of Jacob. For through him we have set right all the things previously written. Come and see the works of the Lord, which he has set as wonders upon the earth, destroying wars to the ends of the earth. He will shatter the bow, and break the weapon, and burn the shields in fire. Indeed, it is possible, by attending to the times, to receive these very things as fulfilled also according to the letter—if indeed before the appearance of our Savior there were local dominions and local principalities throughout countries and cities, and wars were being stirred up in every corner of the earth,
so that even the farmers themselves, working the land, took care for spears and swords and all kinds of weapons of war. But after the saving manifestation of God, the kingdom of the Romans alone began to prevail over very many nations; and the saving Gospel, having begun together with it, ran through all the nations. And another prophecy was also being fulfilled, crying out somewhere thus through Isaiah: And they shall beat their swords into plowshares, and their spears into pruning hooks; and nation shall not take up sword against nation, and they shall no longer learn to make war. These things, then, are made clear through the present passages, and they have obtained their fulfillment—expressly, according to the history that has been set forth, but as to the deeper meaning, according to the destruction of the intelligible and invisible enemies.
Δόρατα δὲ καὶ ὅπλα, καὶ θυρεοὺς τῶν ἀντικειμένων δυνάμεων ἐποίησαν εἶναι τὰ ἄψυχα ξόανα καὶ τὰ ἀγάλματα τῆς πολυθέου πλάνης, ἢ καὶ τοὺς ἀθέους ἄνδρας καὶ τοὺς δυσσεβεῖς λογισμοὺς τοὺς ταῖς διανοίαις τῶν ἀνθρώπων ὑποβαλλομένους ὑπὸ τῶν ἀοράτων πνευμάτων, δι' ὧν κατατοξεύουσιν ἀκοντίζοντες τὰ πεπυρωμένα βέλη κατὰ τῶν ἀφράκτων καὶ μὴ τῇ πίστει πεφραγμένων ψυχῶν. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Ἐπειδὴ λοιπὸν πέπαυτο τὰ τοῦ πολέμου καὶ λέλυτο τὰ τῆς ταραχῆς, εἰρήνη δὲ βαρεῖα δέδοτο τοῖς ἐπὶ γῆς ἅπασιν· εἰκότως βούλεται εἰς ἀγαθὸν χρῆσθαι τῷ καιρῷ, καὶ σχολὴν ἀναλαβεῖν ψυχῆς σωτήριον. Διό φησι· Σχολάσατε καὶ γνῶτε· οὐδὲ γὰρ ἑτέρως ἔστι γνώσεως μετασχεῖν θείας, μὴ σχολάσαντα τῶν ἀφελκόντων ἐπὶ τἀναντία. Ἔνθεν εἰκότως ὁ τῆς Αἰγύπτου βασιλεὺς, πρὸς τὴν τοιαύτην διαβεβλημένος σχολὴν, τοῖς φάσκουσιν· Ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα, καὶ λατρεύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἀποκρίνεται λέγων· Σχολάζετε, σχολασταί ἐστε. Εἶτα, μὴ βουλόμενος αὐτοὺς τῷ Θεῷ σχολάζειν, καταπονεῖ τῷ πηλῷ καὶ τῇ πλινθείᾳ. Ἀλλ' ἡμῖν γε οἱ καταστάντες ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν ἐπιβοῶσι σχολάζειν, καρπὸν τῆς σχολῆς ἐπαγγελλόμενοι τὴν ἔνθεον γνῶσιν. Λαλεῖ δὲ ὁ Θεὸς δι' αὐτῶν λέγων· Γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ἀλλὰ καὶ ὅτι ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Πάλαι μὲν γὰρ παρὰ Ἰουδαίοις ἐγινωσκόμην μόνοις, ὅτε γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ·
But the opposing powers made the lifeless carved images and the statues of the polytheistic error to be spears and weapons and shields, or else the godless men and the impious thoughts that are suggested to the minds of humans by the invisible spirits, through which, hurling the fiery darts, they shoot at souls that are unfortified and not fenced about by faith. Be still, and know that I am God; I will be exalted among the nations, I will be exalted in the earth. Since, then, the affairs of war had ceased and the disturbances had been dissolved, and a weighty peace had been given to all upon the earth, reasonably he wishes to use the season for good and to take up a leisure of the soul that brings salvation. Therefore he says: Be still, and know—for it is not possible in any other way to partake of divine knowledge unless one has become still from the things that drag one away to the opposite. Hence reasonably the king of Egypt, having been prejudiced against such leisure, answers those who say, "We will go a journey of three days, and we will serve the Lord our God," saying: You are idle, you are idle. Then, not wishing them to be at leisure for God, he wears them down with clay and brickmaking. But to us the rulers who have been set over all the earth cry out to be still, promising as the fruit of leisure the knowledge that is inspired by God. And God speaks through them, saying: Know that I am God—but also that I will be exalted among the nations, I will be exalted in the earth. For formerly I was known among the Jews only, when God was known in Judea, and his name was great in Israel.
νυνὶ δὲ ὑμῖν παρακελεύομαι σχολὴν ἄγειν, ὡς ἂν μάθοιτε καὶ γνῶτε τίνα τρόπον καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὑψωθήσομαι, δοξαζόμενος παρ' αὐτοῖς μᾶλλον ἢ παρὰ τοῖς πάλαι με εἰδέναι νομιζομένοις.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΥΙΩΝ ΚΟΡΕ, ΨΑΛΜΟΣ Μ ʹ.
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Δοκεῖ μοι τὰ τῆς προγραφῆς ἐσφαλμένως ἔχειν. Οὐ γὰρ ὑπὲρ τῶν υἱῶν Κορὲ, ἀλλὰ, τοῖς υἱοῖς Κορὲ, ἢ τῶν υἱῶν Κορὲ, ἐχρῆν ἐπιγεγράφθαι κατὰ τὰς ἔμπροσθεν προγραφάς. Οἱ γὰρ λοιποὶ ἑρμηνευταὶ καὶ τὸ Ἑβραϊκὸν ὁμοίως ἔχουσι τοῖς ἔμπροσθεν. Καὶ ἐπειδήπερ σαφέστατα τοῖς ἔθνεσιν ὁ λόγος παρακελεύεται, οὐδὲν ἔχων ἐπικεκαλυμμένον, εἰκότως οὐδὲ τὰ τῆς προγραφῆς εἰς σύνεσιν ἡμᾶς παρορμᾷ, οὐδὲ ὑπὲρ τῶν κρυφίων· ψαλμὸς δὲ ἁπλῶς εἴρηται, ἢ μελῴδημα, ἢ ᾆσμα κατὰ τοὺς λοιπούς. Τὸ δὲ, εἰς τέλος, ἀναγκαίως πρόκειται, διὰ τὸ ἐν ὑστέροις χρόνοις μέλλειν ἀποπληροῦσθαι τὴν πρόῤῥησιν. Προστάττει δὲ τὸ Πνεῦμα τὸ ἅγιον σφόδρα ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τοῦ Ἀγαπητοῦ, καὶ περὶ
But now I urge you to keep leisure, so that you may learn and know in what manner I shall be exalted also among all the nations, being glorified among them more than among those who of old were thought to know me.
For the end, concerning the sons of Kore, a psalm, 40.
All nations, clap your hands; shout to God with a voice of exultation; because the Lord is most high, terrible, a great king over all the earth. The inscription seems to me to be in error. For it ought to have been inscribed not "concerning the sons of Kore," but "to the sons of Kore," or "of the sons of Kore," according to the earlier inscriptions. For the other translators and the Hebrew likewise have it as in the earlier ones. And since the word exhorts the nations most clearly, having nothing veiled, reasonably it does not urge us toward understanding of the inscription either, nor concerning hidden things; but it is called simply a psalm, or a melody, or a song according to the others. And "for the end" is necessarily prefixed, because the prophecy is to be fulfilled in later times. And the Holy Spirit commands, very consistently after the things said before concerning the Beloved, and concerning
τῶν τούτου κηρύκων, πᾶσι τοῖς ἔθνεσιν εὐφροσύνης σύμβολα πράττειν, διὰ τοῦ κροτεῖν μὲν τὰς χεῖρας ὡς ἐπὶ γάμοις συντελουμένοις νυμφίου καὶ νύμφης· ἀλαλάζειν δὲ τῷ Θεῷ, ὡς ἐπὶ βασιλέως εὐφημουμένου ἐπὶ τῇ κατὰ τῶν πολεμίων νίκῃ. Καὶ εἰκότως μετὰ τὴν κατὰ τῶν πολεμίων νίκην τοῦ Σωτῆρος, νύμφην ἑαυτοῦ δηλαδὴ τὴν Ἐκκλησίαν ἀπειληφότος, πάντας παρακαλεῖ τὸ Πνεῦμα τὸ ἅγιον σπεύδειν ἐπὶ τὴν ἑορτήν. Διὸ βοᾷ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι λέγον· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Τὸ δ' αἴτιον τῆς παρακελεύσεως διδάσκει ἑξῆς φάσκον· Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Πρότερον μὲν γὰρ Κύριος αὐτὸς ὁ ὕψιστος μόνων τῶν κατ' οὐρανὸν ἐβασίλευεν· ἠγνοεῖτο δὲ τοῖς ἐπὶ τῆς γῆς, ὅτε δαίμονες ἐκράτουν ἐπὶ γῆς ἀνθρώπων· νυνὶ δὲ διὰ τοῦ Ἀγαπητοῦ ἐπέλαμψε τοῖς ἐπὶ γῆς τὴν αὐτοῦ χάριν καὶ αὐτὸς ὁ Ὕψιστος, φοβερὸς γέγονεν ἐκείνοις τοῖς πολεμίοις τοῖς τὴν πολύθεον ἐνεργοῦσι πλάνην· πάντας γὰρ αὐτοὺς ἤλασε, καὶ μακρὰν τῆς τῶν ἀνθρώπων ἐποίησεν ἀγέλης. Σχολῆς δὲ γενομένης, βασιλεὺς μέγας τῶν ἐπὶ πᾶσαν τὴν γῆν ἐθνῶν ἀνεκηρύττετο. Διὸ τοῖς βασιλευομένοις κροτεῖν ταῖς χερσὶν ὁ λόγος παρακελεύεται, τουτέστιν ἔργοις καὶ πράξεσι· ὥσπερ εἰ φωνὰς ἀφιέναι ἀξίας τῆς τοῦ Ὑψίστου βασιλείας, καὶ ἀλαλάζειν δὲ αὐτῷ ἐν φωνῇ ἀγαλλιάσεως προστάττει, ὡς ἂν μὴ μόνον ἔργοις καὶ βίῳ, ἀλλὰ καὶ δόγμασιν ὀρθοῖς καὶ θεολογίαις ἀνυμνεῖν αὐτόν. Ὑπέταξε τοὺς λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.
of his heralds, to perform for all the nations symbols of gladness, by clapping their hands as at weddings being celebrated for a bridegroom and a bride, and by crying aloud to God, as when a king is acclaimed for his victory over his enemies. And rightly, after the Savior's victory over his enemies, when he has received his own bride, namely the Church, the Holy Spirit exhorts all to hasten to the festival. Therefore he cries aloud to all the nations throughout the inhabited world, saying: All you nations, clap your hands, cry aloud to God with a voice of exultation. And he teaches the reason for the exhortation in what follows, saying: For the Lord is most high, terrible, a great king over all the earth. For formerly the Lord himself, the Most High, reigned over those in heaven alone, but he was unknown to those on earth, when demons ruled over men on earth; but now through the Beloved he has shone his grace upon those on earth, and he himself, the Most High, has become terrible to those enemies who practice the polytheistic error; for he has driven them all away and removed them far from the flock of men. And when leisure had come, he was proclaimed a great king of the nations over all the earth. Therefore the word exhorts those who are ruled to clap with their hands, that is, with works and deeds, as if to send forth voices worthy of the kingdom of the Most High; and it commands them to cry aloud to him with a voice of exultation, so that not only by works and life, but also by right doctrines and theologies, they may hymn him. He subjected the peoples to us, and the nations under our feet.
Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ὅτι τοῖς υἱοῖς Κορὲ οὔτε λαοὶ ὑπετάγησαν, οὔτε ἔθνη ὑπὸ τοὺς πόδας αὐτῶν γεγένηνται, παντί τῳ δῆλον. Οὐκοῦν ὡς ἐκ προσώπου τῶν ἀποστόλων ταῦτα εἴρηται. Οὗτοι γὰρ προσταχθέντες ὑπ' αὐτοῦ τοῦ Σωτῆρος μαθητεῦσαι πάντα τὰ ἔθνη, ὑπὸ τῆς αὐτοῦ δυνάμεως ἐμπνευσθέντες, τὴν εἰς πάντα τὰ ἔθνη πορείαν στειλάμενοι, διῆλθον καὶ τὰ βάρβαρα φῦλα, καὶ τὴν οἰκουμένην διέδραμον σύμπασαν. Εἰκότως οὖν ἐξ αὐτῶν προσώπου τοῖς τὸ κήρυγμα παραδεξαμένοις λέγεται ταῦτα· Ὅτι εἰ καὶ μὴ σώματι καταλαμβάνεται καὶ σαρκὸς ὀφθαλμοῖς ὁ ὑφ' ἡμῶν κηρυττόμενος Κύριος· ἀλλ' αὐτῷ ἔργῳ μάθετε τίς ποτέ ἐστι καὶ πηλίκος οὗτος. Οὐχ ὁρᾶτε τοὺς κήρυκας ἡμᾶς τίνες ἐσμὲν καὶ ὁποῖοι ἄνδρες εὐτελεῖς καὶ ἰδιῶται; ὅμως γοῦν τοσοῦτον ὁ δι' ἡμῶν ἰσχύει λόγος, ὡς τὴν σύμπασαν οἰκουμένην πληρῶσαι. Πόθεν οὖν ἡ τοσαύτη δύναμις, ἡ ὑποτάξασα ἡμῖν λαοὺς καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, τοὺς μὲν προτέρους λαοὺς τοὺς πειθηνίους γενομένους τῇ ἡμετέρᾳ διδασκαλίᾳ· τὰ δὲ ἔθνη τοὺς ἔτι ἐν ἀπιστίᾳ μείναντας· οὓς ἐπαναστάντας πολλάκις, καὶ πολεμῆσαι βεβουλημένους ἡμᾶς τε καὶ τὸν ὑφ' ἡμῶν κηρυττόμενον λόγον, ὁ μέγας Βασιλεὺς ὑπέταξε τοῖς ἡμετέροις ποσὶν, ὡς ἐπελθεῖν ἡμᾶς καὶ ἐπιβῆναι αὐτοῖς; Αὐτίκα δ' οὖν καὶ μὴ βουλομένων αὐτῶν ἡμεῖς ἐν μέσαις ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις τῷ ἡμετέρῳ Θεῷ συνεστησάμεθα Ἐκκλησίας. Ἐξελέξατο δὲ ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, ἣν ἐπηγγείλατο τῷ ἑαυτοῦ Ἀγαπητῷ εἰπών·
He chose for us his own inheritance, the beauty of Jacob, which he loved. For it is clear to everyone that neither were peoples subjected to the sons of Korah, nor had nations been placed under their feet. Therefore these words are spoken, as it were, in the person of the apostles. For these men, having been commanded by the Savior himself to make disciples of all the nations, and inspired by his power, having set out on their journey to all the nations, passed through even the barbarian tribes and ran through the whole inhabited world. With good reason, then, these things are said in their person to those who received the proclamation: For even if the Lord whom we proclaim is not grasped by the body nor by the eyes of the flesh, yet learn by the deed itself who and how great this one is. Do you not see what we heralds are, and what sort of men—insignificant and ordinary? Yet nevertheless the word that works through us is so mighty as to fill the whole inhabited world. From where, then, comes such great power, which subjected peoples to us and placed nations under our feet—the former peoples being those who became obedient to our teaching, and the nations being those who remained still in unbelief; whom, though they rose up often and wished to make war against us and against the word proclaimed by us, the great King subjected to our feet, so that we might come upon them and tread upon them? And indeed, even against their will, in the midst of their own cities and lands we have established churches to our God. And he chose for us his own inheritance, which he promised to his own Beloved, saying:
Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ταύτην οὖν δηλαδὴ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἡμῖν τοῖς ἀποστόλοις αὐτοῦ ἐκλεξάμενος διένειμεν. Ἐκλεκτὴ γάρ ἐστιν αὕτη, κατ' ἐκλογὴν ἐκ πάντων τῶν ἐθνῶν ὑποστᾶσα, καὶ οὐ κατὰ διαδοχὴν γένους. Ἀντὶ δὲ τοῦ, κληρονομίαν ἑαυτοῦ, οἱ λοιποὶ, τὴν κληρονομίαν ἡμῶν, ἢ, τὴν κληρουχίαν ἡμῶν, ἐκδεδώκασιν. Ὥσπερ γὰρ ἐπὶ τοῦ προτέρου λαοῦ τὴν γῆν ἐπαγγελίας κλήρῳ διενείμαντο οἱ μετὰ Ἰησοῦ τοῦ Ναυῆ, τοὺς πρὶν οἰκήτορας ἐκβάλλοντες, τὸν αὐτὸν τρόπον καὶ οἱ τῆς τοῦ Θεοῦ βασιλείας κήρυκες, τὴν σύμπασαν οἰκουμένην διελθόντες, κατεκληρώσαντο τοὺς προλεχθέντας λαοὺς, τοὺς ἀφανεῖς καὶ ἀοράτους πολεμίους ἐλάσαντες. Ταύτην τὴν κληρονομίαν τὴν
καλλονὴν Ἰακὼβ εἶναί φησιν· ἢ κατὰ τὸν Ἀκύλαν, τὸ ὑπερφερὲς Ἰακώβ· κατὰ δὲ τὸν Σύμμαχον, τὸν ἐνδοξασμὸν Ἰακώβ· κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, τὸ καύχημα Ἰακώβ. Ἡ γὰρ Ἐκκλησία Χριστοῦκαύχημα καὶ δόξα τοῦ παλαιοῦ προφήτου Ἰακὼβ γέγονε διὰ τὰς αὐτοῦ Ἰακὼβ περὶ τῶν ἐθνῶν προαναφωνήσεις· ἀδοξία γὰρ ἦν αὐτῷ τὸ μὴ ἐπαληθεῦσαι αὐτοῦ τοὺς λόγους· τὸ δὲ εἰς ἔργα κεχωρηκέναι δόξα καὶ καύχημα αὐτοῦ. Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Μετὰ τῶν ἄλλων τῶν προλεχθέντων, καὶ ἄρχοντες λαῶν ὑπὸ μίαν συνήχθησαν Ἐκκλησίαν, γενόμενοι λαὸς τοῦ Θεοῦ Ἀβραάμ· οὕτως γὰρ ἡρμήνευσε θαυμαστῶς ἀποδοὺς ὁ Σύμμαχος εἰπών· Ἄρχοντες λαῶν ἠθροίσθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ.
Ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession. This, then, is plainly the Church gathered from the nations, which he chose out and distributed to us, his apostles. For it is elect, having come to be by election out of all the nations, and not by succession of lineage. But in place of "his own inheritance," the others have rendered "our inheritance," or "our allotment." For just as in the case of the former people, those with Joshua the son of Nun divided the land of promise by lot, driving out the former inhabitants, in the same way also the heralds of the kingdom of God, having gone through the whole inhabited world, apportioned the aforementioned peoples as their lot, having driven out the unseen and invisible enemies. This inheritance he says is
the beauty of Jacob; or according to Aquila, the pre-eminence of Jacob; but according to Symmachus, the glorification of Jacob; and according to the fifth edition, the boast of Jacob. For the Church of Christ has become the boast and glory of the ancient prophet Jacob, because of Jacob's own foreannouncements concerning the nations; for it was a disgrace to him that his words should not be fulfilled, but that they should have come to deeds is his glory and boast. The rulers of peoples were gathered together with the God of Abraham, for the mighty ones of the earth belonging to God were greatly exalted. Along with the others previously mentioned, rulers of peoples were also gathered under one Church, having become the people of the God of Abraham; for thus Symmachus interpreted it wonderfully, rendering it: The rulers of peoples were assembled, the people of the God of Abraham.
Οἱ γὰρ πάλαι ἄρχοντες τῶν λαῶν οἱ εἰδωλολάτραι, καὶ πάσῃ δεισιδαιμονίᾳ πλάνης ἐκδεδομένοι, οὗτοι λαοὶ γεγόνασι τοῦ Θεοῦ Ἀβραὰμ, τὸν Θεὸν Ἀβραὰμ ἐπιγνόντες, καὶ τοῦτον ἐν ταῖς εὐχαῖς ἀναβοώμενοι, καὶ μετ' αὐτοῦ ποιούμενοι τὴν σύνοδον. Καὶ ὁ Θεοδοτίων δὲ, εἷς καὶ αὐτὸς τῶν ἐπιμελῶς ἑρμηνευσάντων τυγχάνων, ὁμοίως τῷ Συμμάχῳ ἡρμήνευσεν εἰπών· Ἄρχοντες λαῶν συνήχθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ. Διὰ τί δὲ οἱ Ἑβδομήκοντα, μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, εἰρήκασι; Ἐπειδὴ ἡ Ἑβραϊκὴφωνὴ τοῖς αὐτοῖς στοιχείοις γράφει τὸ, μετὰ, καὶ τὸ, λαός. Εἴρηται γὰρ, ἀμ' Ἐλοΐμ· ὃ δύναται καὶ, μετὰ τοῦ Θεοῦ, λέγεσθαι, καὶ, λαὸς τοῦ Θεοῦ. ΩΔΗ ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΜΖʹ.
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Τρεῖς μὲν οἱ πρῶτοι ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ συμφορᾶς καὶ λύπης περιεῖχον λόγους· ὁ δὲ τέταρτος μεταβολὴν ἐπὶ τὸ φαιδρότερον ἐδήλου· διὸ ᾠδὴ ἐτύγχανεν ὑπὲρ τοῦ Ἀγαπητοῦ· ὡσαύτως καὶ ὁ πέμπτος, ὑπὲρ τῶν κρυφίων ἦν· ἀλλὰ καὶ ὁ ἕκτος ὁμοίως ψαλμὸς ἦν. Ὁ δὲ μετὰ χεῖρας, μείζονα τῶν ἔμπροσθεν θεολογίαν περιέχων, εἰκότως Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορὲ ἐπιγέγραπται· κατὰ τὸ αὐτὸ γὰρ οἱ μὲν διὰ φωνῆς ἀναβοῶντες ὕμνουν τὸν Θεὸν, οἱ δὲ δι' ὀργάνων μουσικῶν τὴν αὐτὴν ἀνεκρούοντο ᾠδὴν, τῷ μέλει σύμφωνον ποιούμενοι τὴν ἁρμονίαν. Ὕμνον δὲ ὑπὲρ τῆς Ἐκκλησίας ἀναπέμπουσι τῷ τὰς κατὰ τῶν πολεμίων νίκας ἀραμένῳ, καὶ τὴν Ἐκκλησίαν αὐτοῦ τῆς πικρᾶς καὶ χαλεπῆς δουλείας λυτρωσαμένῳ.
For the former rulers of the peoples, the idolaters, who had been given over to every superstition of error—these have become the peoples of the God of Abraham, having come to know the God of Abraham, and calling upon him in their prayers, and making their assembly with him. And Theodotion also, being himself one of those who translated carefully, translated similarly to Symmachus, saying: "Rulers of peoples were gathered together, the people of the God of Abraham." But why did the Seventy say, "with the God of Abraham"? Because the Hebrew speech writes "with" and "people" with the same letters. For it is said, *am Eloim*, which can be said both as "with God" and as "people of God." A song of a psalm for the sons of Korah, 47.
Great is the Lord and greatly to be praised, in the city of our God, in his holy mountain, well-rooted, in the exultation of all the earth, Mount Zion, the sides of the north, the city of the great king. The first three inscribed [psalms] of the sons of Korah contained words of calamity and grief; but the fourth indicated a change to something more cheerful; therefore it was a song for the Beloved; likewise also the fifth was "for the hidden things"; but also the sixth was similarly a psalm. But the one at hand, containing a greater theology than those before, is reasonably inscribed "A song of a psalm for the sons of Korah"; for in the same way, some, crying out with the voice, were hymning God, while others, with musical instruments, were striking up the same song, making the harmony consonant with the melody. And they send up a hymn on behalf of the Church to him who has taken up the victories against the enemies, and who has redeemed his Church from bitter and harsh slavery.
Ὁ μὲν οὖν πρὸ τούτου παρεκελεύετο τοῖς ἔθνεσι κροτεῖν καὶ ἀλαλάζειν τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ψάλλειν αὐτῷ, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός· ψάλλειν τε συνετῶς, ἐπείπερ ἐβασίλευσεν ἐπὶ τὰ ἔθνη. Ἔδει δὲ τοὺς κεκελευσμένους ταῦτα πράττειν, καὶ τὸν τρόπον τοῦ ἀλαλαγμοῦ, καὶ τὸν ψαλμὸν αὐτὸν ὡς παρὰ διδασκάλου μαθεῖν· διὸ ἀναγκαίως ὁ παρὼν λόγος τοῦτο διδάσκει. Παιδεύεται τοίνυν τὰ ἔθνη τὰ ἐξ ἀθεότητος ἐπὶ τὴν ἔνθεον διδασκαλίαν μεταβεβλημένα τὸν ἑαυτῶν θεολογεῖν Κύριον καὶ λέγειν· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα· ἢ, καὶ ὑμνητὸς σφόδρα, κατὰ τοὺς λοιπούς. Νοήσεις δὲ ὅπως μέγας εἴρηται, ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ τὸν σύμπαντα περιαθρήσας κόσμον, κατὰ τὸν Ἡσαΐαν φήσαντα· Ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· οὐ σωματικῷ μεγέθει, δυνάμει δὲ ἀκαταλήπτῳ ἀλλὰ καὶ σοφίᾳ μέγας ἐστὶ καὶ ἀγαθότητι καὶ ἀνεξικακίᾳ καὶ φιλανθρωπίᾳ, ταῖς τε λοιπαῖς ἐπινοουμέναις ἐν αὐτῷ θεϊκαῖς δυνάμεσι διὸ λέλεκται· Καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεται. Ἀθέους τινὰς ὄντας δαίμονας ἐπῳδῶν πεποιημένους ὁ τὴν ἑαυτοῦ
So then, the one before this was urging the nations to clap their hands and to shout aloud to God with a voice of exultation, and to sing psalms to him, because God is king of all the earth; and to sing psalms with understanding, since he has reigned over the nations. But those who had been commanded to do these things needed to learn also the manner of the shouting aloud, and the psalm itself, as from a teacher; therefore the present discourse necessarily teaches this. The nations, then, are instructed—those who have been changed from godlessness to the God-inspired teaching—to theologize about their own Lord and to say: Great is the Lord and greatly to be praised; or, and greatly to be hymned, according to the other copies. And you will understand how he is called great, having looked up to heaven and surveyed the whole universe, according to Isaiah who said: Lift up your eyes on high, and see who has displayed all these things; for from the greatness and beauty of created things the Creator is proportionally contemplated—not in bodily greatness, but in incomprehensible power; but he is great also in wisdom and goodness and forbearance and love of humanity, and in the other divine powers conceived in him; therefore it has been said: And to your thoughts, who shall be likened? Certain demons, being godless, made by incantations, the one who [
βασιλείαν ἐπὶ γῆν συστησάμενος, καὶ τὰ καθ' ἕκαστον τῶν ἔμπροσθεν κατηριθμημένων ἐν ἀνθρώποις ἐπιτελέσας. Οὐ μόνον δὲ μέγας ἐστὶν, ἀλλὰ καὶ ὑμνητὸς σφόδρα· οὐ μὴν παρὰ πᾶσιν, οὐδὲ ἐν παντὶ τόπῳ, ἀλλ' ἐν τῇ πόλει τοῦ Θεοῦ ἡμῶν, καὶ ἐν τῷ ὄρει ἁγίῳ αὐτοῦ. Ἐπείπερ οἱ ἔξω τῆς αὐτοῦ πόλεως, ἀμαθεῖς ὄντες τῆς ἐνθέου διδασκαλίας, οὐκ ἴσασιν αὐτὸν ὑμνεῖν, οὐδ' ἐπαξίως θεολογεῖν· διόπερ τὴν σεβάσμιον προσηγορίαν ἐπὶ τὴν ἄψυχον ὕλην καταβεβλήκασιν, ἢ ζώων ἀλόγων γένη, ἢ ἐπὶ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἢ ἐπὶ τὰ μέρη τοῦ κόσμου· καὶ ἄλλοι ἄλλως πως περὶ Θεοῦ ἐδόξασαν ἀσεβῶς· καὶ διὰ τοῦτο, τῆς πόλεως ὄντες ἀλλότριοι τοῦ Θεοῦ, ἀποπεπτώκασι τοῦ ἀληθοῦς ὕμνου. Πόλις δὲ τοῦ Θεοῦ ἡμῶν ἡ Ἐκκλησία, ἣν καὶ τὰ ἀνωτέρω ἐδήλου λόγια, δι' ὧν εἴρητο· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ ταῦτα μὲν περὶ τῆς κατὰ γῆν Ἐκκλησίας· περὶ ἧς εἴρηται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Εἰ δ' ἔστι τις ἄλλη κρείττων ταύτης πόλις, ἧς τεχνίτης καὶ δημιουργὸς αὐτός· θέα ὅπως καὶ ἐν ταύτῃ μέγας καὶ ὑμνητὸς, καὶ αἰνετός ἐστι σφόδρα, κατ' ἀξίαν νοούμενος ἐν αὐτῇ καὶ θεολογούμενος. Ποῖ δὲ γῆς ᾠκοδόμηται ἡ πόλις αὕτη, ὁ μὲν ψαλμὸς διδάσκει λέγων· Ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· τουτέστι τῷ εὖ τεθεμελιωμένῳ καὶ ἐῤῥιζωμένῳ, καὶ τῷ ἀγαλλιάματι πάσης τῆς γῆς. Ποῖον δ' ἂν εἴη τοῦτο τὸ ὄρος, ὁ μέγας Ἀπόστολος διδάσκει λέγων·
having established his kingdom upon earth and having accomplished in human beings each of the things previously enumerated. And he is not only great, but also greatly to be praised; not, however, by all, nor in every place, but in the city of our God, and in his holy mountain. For those outside his city, being ignorant of the divine teaching, do not know how to praise him, nor to speak worthily of God; and for this reason they have cast down the venerable name upon lifeless matter, either upon kinds of irrational animals, or upon the elements—earth, water, air, fire—or upon the parts of the world; and others have held impious opinions about God in various other ways; and for this reason, being strangers to the city of God, they have fallen away from the true hymn. And the city of our God is the Church, which the earlier oracles also indicated, through the words: The streams of the river make glad the city of God; the Most High has sanctified his tabernacle. And these things concern the Church on earth, of which it is said: I will dwell in them and walk among them; and I will be their God, and they shall be my people. But if there is any other city better than this, whose craftsman and maker he himself is, see how also in that city he is great and to be praised, and greatly to be praised, being understood and spoken of as God according to worth. And where in the earth this city has been built, the psalm teaches, saying: In his holy mountain, well-rooted—that is, in the well-founded and well-rooted one, and in the joy of all the earth. And what this mountain might be, the great Apostle teaches, saying:
Προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ταύτην δὲ αὐτὴν εἶναι τὴν πόλιν τοῦ Θεοῦ τὴν ἀληθινὴν ὁ αὐτὸς παρίστη λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ὄρος δὲ τοῦ Θεοῦ ἐπάξιον αὐτὸς ὁ οὐρανός. Ἐπειδὴ δὲ καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ἀπηξίωσε τῆς οἰκείας βασιλείας· τοῦτο γὰρ ἐδήλου ὁ πρὸ τούτου ψαλμὸς λέγων· Βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· εἰκότως καὶ ἐπὶ τῆς γῆς συνέστη αὐτῷ πόλις, τὸ θεοσεβὲς δηλαδὴ πολίτευμα τὸ καθ' ὅλης τῆς οἰκουμένης διὰ τοῦ εὐαγγελικοῦ συστὰν κηρύγματος. Ὄρος δὲ τοῦ Θεοῦ ἐν ᾧ τὸ πολίτευμα τοῦτο συνέστηκε, μὴ ὄκνει λέγειν τὸν Λόγον τοῦ Θεοῦ, ἤτοι τὸν Χριστόν· ἐπείπερ ἐπὶ τὴν πέτραν ᾠκοδόμηται αὐτοῦ ἡ Ἐκκλησία· αὐτός τε ἦν ἡ πέτρα. Οὗτος οὖν καὶ ὄρος καὶ πέτρα καὶ θεμέλιος τῆς Ἐκκλησίας, αὐτὸς ἂν μόνος εἴη κατὰ τὸν φάσκοντα· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· καὶ ἀγαλλίαμα δὲ τυγχάνει πάσης τῆς γῆς. Τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. Διόπερ καὶ τὰ πλευρὰ τοῦ Βοῤῥᾶ ἐπέχειν λέγεται. Παρὰ μὲν οὖν τοῖς παλαιοῖς ἐλέγετο· Ἀπὸ Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ἐπεὶ δὲ ἡ βασιλεία τοῦ Θεοῦ, ἐπὶ τῆς γῆς συστᾶσα, ἤλασε τοὺς τὰ πλευρὰ τοῦ Βοῤῥᾶ πάλαι κρατοῦντας, καὶ τὸν ἐν αὐτοῖς λέβητα τὸν ὑποκείμενον ἔσβεσε, κρείττων τε γεγένηται τῶν κακῶν τῶν πάλαι τὸν Βοῤῥᾶν πληρούντων·
We have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal assembly, and to the Church of the firstborn who are enrolled in heaven. That this same city is the true city of God, the same apostle shows when he says: But the Jerusalem above is free, and she is our mother. And the heaven itself is a mountain of God worthy of him. Since, moreover, he did not deem the human beings on earth unworthy of his own kingdom—for the psalm before this one made this clear when it said: God is king of all the earth; sing with understanding; God has become king over the nations—with good reason a city was also established for him on earth, namely the God-fearing commonwealth established throughout the whole inhabited world through the preaching of the gospel. And as for the mountain of God on which this commonwealth was established, do not hesitate to say that it is the Word of God, that is, the Christ; since his Church has been built upon the rock, and he himself was the rock. He, then, is both mountain and rock and foundation of the Church, being himself alone, according to the one who says: For no one can lay any other foundation than the one that is laid, which is Jesus Christ; and he is also the joy of all the earth. The sides of the north. Therefore he is said to occupy the sides of the north. Now among the ancients it was said: From the north evil shall be kindled against all who dwell on the earth. But since the kingdom of God, established upon the earth, drove out those who long held the sides of the north, and quenched the cauldron that lay beneath among them, and proved stronger than the evils that of old filled the north—
εἰκότως ἐνταῦθα τὸ προλεχθὲν ὄρος διήκειν λέγεται ἐπὶ τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. Ἐπεὶ δὲ καὶ μέχρι τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν ἡ τοῦ βασιλέως ἐξεχύθη χάρις· δύο δὲ νοουμένων κατὰ τὰς γεωγραφίας τῆς ὅλης γῆς μερῶν, τοῦ μὲν κατὰ τὸ μεσημβρινὸν καὶ νότιον κλίμα, ὃ δή φασιν εἶναι τῆς ἀντοικουμένης· τοῦ δ' ἑτέρου κατὰ τὸ βόῤῥειον, ὃ οἰκοῦμεν ἡμεῖς· εἰκότως ὁ παρὼν λόγος τὴν καθ' ἡμᾶς οἰκουμένην σημαίνων τὰ πλευρὰ τοῦ Βοῤῥᾶ ὠνόμασεν. Ἄλλως δὲ οὐκ ἔστι ταῦτα δέξασθαι ἢ μόνως οὕτως· ἐπειδήπερ ἡ Ἐκκλησία τοῦ Θεοῦ, πεπληρωκυῖα τὰ πλευρὰ τοῦ Βοῤῥᾶ καὶ πᾶσαν τὴν βόῤῥειον οἰκουμένην, ὀφθαλμοῖς ὁρᾶται· διὰ λέλεκται· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται. Πάλιν κἀνταῦθα σημεῖα τῆς παρουσίας τοῦ Θεοῦ τῆς ἐν τῇ πόλει αὐτοῦ τῇ
προλεχθείσῃ δίδωσιν. Ὥσπερ γὰρ ἐν τοῖς ἀνωτέρω εἴρητο· Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωΐ. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ· τὸν αὐτὸν τρόπον καὶ νῦν τὸ ἐναργὲς τῆς παρουσίας τοῦ Θεοῦ ἐν τῇ πόλει αὐτοῦ παρίστησι λέγων· Ὁ Θεὸς ἐν βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Ἀντὶ δὲ τοῦ, Ἐν ταῖς βάρεσιν αὐτῆς, ὁ Σύμμαχος· Ἐν τοῖς βασιλείοις αὐτῆς γνωσθήσεται, εἴρηκεν. Ἀφανοῦς γὰρ ὄντος τοῦ Θεοῦ καὶ ἀοράτου, τότε μάλιστα ἡ παρουσία αὐτοῦ γινώσκεται, ὅταν, πολεμίων ἐπιθεμένων τῇ αὐτοῦ πόλει, τὴν ἀντίληψιν αὐτῇ παρέχει. Βάρεις δὲ τῆς πόλεως τίνας ἂν εἴποις ἢ τὰς ἀφωρισμένας κατὰ χώρας καὶ κατὰ τόπους ἐκκλησίας;
Reasonably, the mountain mentioned earlier is said here to extend to the sides of the north. And since the grace of the king has been poured out even as far as the nations that were formerly idolaters—and since, according to the geographies of the whole earth, two parts are understood, the one in the southern and meridional clime, which they say belongs to the antipodes, and the other in the northern, which we inhabit—reasonably the present passage, signifying the inhabited world that is ours, has named the sides of the north. And these things cannot be taken otherwise than only in this way: since the Church of God, having filled the sides of the north and the whole northern inhabited world, is seen with eyes; therefore it has been said: Mount Zion, the sides of the north, the city of the great king. God is known in her strongholds. Again, even here he gives signs of the presence of God in his city, the city previously mentioned. For just as it was said above: God is in the midst of her, and she shall not be shaken; God will help her toward the early morning. Nations were troubled, kingdoms bowed down, he gave forth his voice, the earth was shaken; in the same way now too he sets forth the clear evidence of the presence of God in his city, saying: God is known in her strongholds, whenever he takes her in hand. And instead of "in her strongholds," Symmachus has said: "in her palaces he shall be known." For since God is invisible and unseen, his presence is especially known then, when, enemies having attacked his city, he provides her with his assistance. And what would you call the strongholds of the city except the churches set apart in regions and in places?
Τὸ μὲν γὰρ πᾶν θεοσεβὲς πολίτευμα τὸ καθ' ὅλης τῆς οἰκουμένης συνεστὼς ἡ μεγάλη νοεῖται πόλις τοῦ βασιλέως· αἱ δὲ κατὰ τόπον ἐκκλησίαι τυγχάνουσιν αἱ βάρεις, ὧν μέσος ἀεὶ ὢν ὁ εἰρηκὼς Θεός· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ, Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τότε γινώσκεται, ἐπειδὰν, πολεμίων ἐπιθεμένων, ἀντιλαμβάνηται τῆς ἑαυτοῦ πόλεως καὶ τῶν βάρεων αὐτῆς. Ἑξῆς τούτοις συνῆπται ἡ τῶν πολεμίων κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἔφοδος· εἴρηται· Ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. Κατὰ δὲ τὸν Σύμμαχον· Ἰδοὺ γὰρ, φησὶν, οἱ βασιλεῖς συνετάξαντο, ἦλθον ὁμοῦ. Ποῖοι δὲ βασιλεῖς ἢ οἱ ἐχθροὶ τοῦ θεοσεβοῦς πολιτεύματος συνετάξαντο ἀλλήλοις καὶ νόμους ἐγγράφους ἔθεντο τοῦ πολεμεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ; Πλὴν τὸ μέγα θαῦμα τοῦ ἐν ταῖς βάρεσιν αὐτῆς γινωσκομένου Θεοῦ τότε δείκνυται, ἐπειδὰν οἱ βασιλεῖς, συναχθέντες, πόλεμον ἄρωνται κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, διωγμούς τε κινοῦντες, καὶ μυρίας ἐπιβουλὰς κατ' αὐτῆς βουλευόμενοι, μηδὲν ἰσχύωσι. Διὸ ἐπιλέγει· Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν· ἔργῳ γὰρ τὴν δύναμιν αὐτοῦ παραλαβόντες, οὕτως ἐθαύμασαν, πρὸ τούτου μὴ θαυμάσαντες. Εἶτα ἐταράχθησαν, ὡς ἂν Θεοῦ πολέμιοι καταστάντες· Ἐσαλεύθησάν τε καὶ τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης. Λοιπὸν γὰρ ὑπέπιπτεν αὐτῶν τοῖς ὀφθαλμοῖς ὁ περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγος, τοῦ ὑπ' αὐτῶν πολεμουμένου. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται·
For the whole God-fearing commonwealth established throughout the whole inhabited world is understood as the great city of the king; and the local churches are the citadels, in the midst of which God is always present, who said, "Where two or three are gathered together, there am I in the midst of them"; and, "Behold, I am with you all the days until the consummation of the age." Then he is known, when, with enemies attacking, he takes up the defense of his own city and its citadels. Next to these things is joined the assault of the enemies against the Church of God; it is said, "For behold, the kings were gathered together, they passed over together." And according to Symmachus: "For behold," he says, "the kings arranged themselves, they came together." But what kings, except the enemies of the God-fearing commonwealth, arranged themselves with one another and set down written laws to wage war against the Church of God? Moreover, the great wonder of God, who is known in its citadels, is then shown, when the kings, having gathered together, take up war against his Church, stirring up persecutions and plotting countless schemes against it, yet prevail nothing. Therefore he adds: "They saw and so marveled"; for having in deed received his power, so they marveled, not having marveled before this. Then they were troubled, as having set themselves as enemies of God; "They were shaken, and trembling seized them. There were pains as of a woman giving birth." For thereafter the word concerning the judgment of God fell before their eyes—of him who was warred against by them. Therefore according to Symmachus it is said:
Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐξεπλάγησαν, φρίκη κατέσχεν αὐτοὺς, ὠδῖνες ὡς τικτούσης. Ὤδινον γὰρ κατὰ τὸ λελεγμένον· Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ταῦτα δι' ἔργων πληρούμενα ὀφθαλμοῖς αὐτοῖς ἡμεῖς παρειλήφαμεν· ἃ καὶ εἰκὸς τοῖς μεθ' ἡμᾶς ἀπίστοις μηδὲ ἀκοῇ πιστεύεσθαι λεγόμενα. Πάντες γοῦν οἱ καθ' ἡμᾶς τῆς Ἐκκλησίας τοῦ Θεοῦ πολέμιοι καταστάντες, ἄρχοντες τοῦ αἰῶνος τούτου καὶ τύραννοι, θεηλάτοις μάστιξιν αἰκισθέντες· οἱ μὲν σήψεις τοῦ σώματος ὑπέμειναν, ὡς καὶ σκώληκας ἐξ αὐτῶν ἔτι ζώντων μετ' ἀφορήτου δυσωδίας βρύειν· οἱ δὲ τὰς ὄψεις ἔτι ζῶντες ἐπηρώθησαν, ὡς καὶ εἰς συναίσθησιν ἐλθεῖν τῆς καταλαβούσης αὐτοὺς θεηλάτου μάστιγος, παλινωδίαν τε ᾆσαι καὶ τὸν τῆς Ἐκκλησίας Θεὸν μέγαν εἶναι καὶ ἀληθῆ καὶ μόνον Κύριον ὁμολογῆσαι· προστάξαι δὲ σὺν πολλῇ σπουδῆ ἀνανεοῦσθαι καὶ οἰκοδομεῖν τὴν πάλαι πρὸς αὐτῶν πολεμηθεῖσαν τοῦ Θεοῦ πόλιν. Τὸ δ' ἑξῆς εἰρημένον· Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς· ἢ κατὰ τὸν Ἀκύλαν· Ἐν πνεύματι καύσωνος συντρίβεις νῆας Θαρσεῖς· ἢ κατὰ τὸν Σύμμαχον· Δι' ἀνέμου βιαίου κατάξεις ναῦς Θαρσεῖς· νοήσεις ἐπιστήσας ὡς νῆες Θαρσεῖς ἐλέγοντο πλοῦτον μέγαν φέρειν τῷ Σολομῶντι ποτὲ κατὰ τὴν ἱστορίαν τὴν ἐν ταῖς Βασιλείαις κειμένην. Οὕτως οὖν καὶ τῶν προλεχθέντων βασιλέων τὸν πλοῦτον καὶ τὴν δυναστείαν συντριβήσεσθαι, ὁλόστολόν
They themselves, having seen these things, were amazed, were troubled, were struck with terror; trembling seized them, pangs as of a woman giving birth. For they travailed, as it is said: Behold, he travailed with iniquity, he conceived pain and brought forth lawlessness. He dug a pit and hollowed it out, and he shall fall into the ditch which he made. His pain shall return upon his head, and his iniquity shall come down upon his own crown. These things, fulfilled in deeds, we have received with our own eyes; and it is likely that those after us who are unbelieving would not believe even by hearing them spoken. At any rate, all who have become enemies of the Church of God in our time, the rulers of this age and tyrants, have been tortured with scourges sent from God: some endured putrefaction of the body, so that even while still alive worms swarmed from them with unbearable stench; others were blinded in their eyes while still alive, so that they came to a sense of the God-sent scourge that had overtaken them, and sang a palinode and confessed that the God of the Church is great and true and the only Lord; and they commanded with great zeal that the city of God, which had formerly been warred against by them, be renewed and rebuilt. And what is said next: With a violent wind you shall shatter the ships of Tarshish; or according to Aquila: With a wind of scorching heat you shatter the ships of Tarshish; or according to Symmachus: By a violent wind you shall bring down the ships of Tarshish—you will understand, having attended to it, that the ships of Tarshish were said once to bring great wealth to Solomon, according to the history set forth in the Kingdoms. In this way, then, the wealth and the dominion of the kings mentioned before shall also be shattered, wholly equipped
τε καὶ κατὰ βυθῶν χωρήσειν, παντελῶς τε ἀφανισθήσεσθαι, ὁ λόγος ᾐνίξατο διὰ τῶν νηῶν Θαρσεῖς τῶν συντριβομένων. Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν· ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Οἱ πάλαι μὲν ἤκουον αὐτὸ μόνον τῶν προφητικῶν φωνῶν ἐκ τῶν ἱερῶν ἀναγνωσμάτων· νυνὶ δὲ αὐτοῖς πράγμασι τὰ ἀποτελέσματα τῶν προῤῥήσεων ὀφθαλ μοῖς ὁρῶντες φασί· Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν. Διὸ τοῖς ταῦτα φάσκουσιν ἔλεγεν ὁ Σωτήρ· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε· καὶ, Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Ἁρμόζοι δ' ἂν καὶ ἡμῖν ἡ τοιαύτη φωνὴ, τὰ ὅμοια τεθεαμένοις κατὰ τοὺς ἡμετέρους χρόνους· ἃ δὴ καὶ ἐπληροῦτο ἐν τῇ προλεχθείσῃ πόλει, ἣν οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Θεὸς ἐθεμελίωσεν εἰς τὸν αἰῶνα. Μάλιστα γὰρ τότε αὐτῆς φαίνεται ὁ θεμέλιος αἰώνιος, ἥ τε οἰκοδομὴ οὐκ ἐξ ἀνθρώπων ἱδρυμένη, ἀλλ' ἐξ αὐτοῦ τοῦ Θεοῦ, ἐπειδὰν, τοσούτων πολεμίων πολιορκούντων, ἀήττητος καὶ ἀκαθαίρετος διαμένῃ. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου. Ἐπειδήπερ ἡ δεξιὰ αὐτοῦ, ἡ εὐεργετικὴ καὶ πάντων τῶν ἀγαθῶν πάροχος, πεπλήρωται ἰσότητος καὶ δικαιοσύνης, οὐκ ἔστι τε προσωποληψία παρ' αὐτῷ· εἰκότως τὸ Εὐαγγέλιον πᾶσιν ἐκηρύττετο τοῖς ἔθνεσι. Διό φησιν ὁ Ἀπόστολος· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται.
and that they would go down even to the depths, and would be utterly destroyed, the word hinted at through the ships of Tarshish being broken in pieces. As we have heard, so have we also seen in the city of the Lord of hosts, in the city of our God; God has founded it forever. Those of old heard only the prophetic voices from the sacred readings; but now, seeing with their eyes the fulfillments of the prophecies in the very events, they say: As we have heard, so have we also seen. Therefore the Savior said to those who said these things: Many prophets and righteous men desired to see what you see; and, Blessed are your eyes, for they see. Such a voice would be fitting for us too, who have beheld similar things in our own times—things which were indeed being fulfilled in the city previously mentioned, which not man but God himself founded forever. For especially then does its foundation appear eternal, and its building established not by men but by God himself, when, with so many enemies besieging it, it remains unconquered and undestroyed. According to your name, O God, so also is your praise to the ends of the earth; your right hand is full of righteousness. Since his right hand, the beneficent one and the provider of all good things, is filled with equity and righteousness, and there is no partiality with him, rightly was the Gospel proclaimed to all the nations. Therefore the Apostle says: For I am not ashamed of the Gospel. For it is the power of God unto salvation for everyone who believes, to the Jew first and also to the Greek. For the righteousness of God is revealed in it.
Τούτοις ἀκολούθως ἐπιλέγεται ἑξῆς· Εὐφρανθήτω ὄρος Σιών· τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐφ' ᾧ τεθεμελίωτο ἡ Ἐκκλησία. Ἡ πέτρα οὖν καὶ τὸ ὄρος αὐτὸς ἦν ὁ Χριστός. Χαίρει τοίνυν καὶ πάσης εὐφροσύνης πληροῦται ἐπὶ τῇ μεγάλῃ ἐπ' αὐτῷ οἰκοδομῇ, καὶ τῇ ἀκαταμαχήτῳ πόλει, καὶ συγχαίρει τοῖς σωζομένοις ὁ σώζων αὐτοὺς Κύριος· ἀλλὰ καὶ αἱ θυγατέρες τῆς Ἰουδαίας ἀγαλλιῶνται ἕνεκεν τῶν κριμάτων τοῦ Θεοῦ. Τίνες δ' ἂν εἶεν αὗται ἀλλ' ἢ αἱ ἀποστολικαὶ ψυχαὶ καὶ πᾶς ὁ τῶν μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χορὸς ἐξ Ἰουδαίων γεγενημένος; Ἔχαιρόν γε μὴν καὶ πάσης ἀγαλλιάσεως καὶ θυμηδίας ἐπληροῦντο διὰ τὰ δίκαια κρίματα τοῦ Θεοῦ· ἐπείπερ δι' αὐτῶν πᾶσιν ὁμοῦ τοῖς ἔθνεσι καὶ πᾶσιν ἀνθρώποις ἐκηρύττετο τὸ σωτήριον Εὐαγγέλιον. Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν, αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Τὰ μὲν προλεχθέντα πάντα θεολογίαν περιέχει τοῦ τὰ τοσαῦτα ἐν ἀνθρώποις κατωρθωκότος· τὰ δὲ προκείμενα προσφωνεῖται εἰς πρόσωπόν τινων, ὡς ἂν τὴν προλεχθεῖσαν πόλιν τοῦ Θεοῦ διαλάβοιεν κυκλώσαντες αὐτὴν, καὶ ταῖς χερσὶ περιλαβόντες· ὡς ἂν, πανταχόθεν αὐτὴν περιστοιχισάμενοι, φυλάττοιεν. Τίσι δὲ ἆρα προστάττεται ταῦτα ποιεῖν; Οἶμαι, ὅτι ταῖς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὸ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα φρουρούσαις θείαις δυνάμεσιν, ἀγγέλοις τε ἁγίοις.
Following these things, there is said next: Let Mount Zion rejoice; and this too was made clear by what came before, on which the Church had been founded. The rock, then, and the mountain was Christ himself. Therefore she rejoices and is filled with all gladness at the great building upon him, and at the city that cannot be overcome, and the Lord who saves them rejoices together with those being saved; but also the daughters of Judea exult because of the judgments of God. And who would these be but the apostolic souls and the whole choir of the disciples and evangelists of our Lord and Savior Jesus Christ, having come from the Jews? Indeed they were rejoicing and were filled with all exultation and gladness because of the righteous judgments of God, since through them the saving Gospel was proclaimed to all the nations together and to all people. Surround Zion, and embrace her; tell of her in her towers. Set your hearts on her strength, and divide her strongholds, so that you may tell of her to another generation. For this is our God, he himself will shepherd us forever. All the things said before contain theology concerning the one who has accomplished such great things among humans; but the things set before us are addressed to the person of certain ones, as though they were to take in hand the city of God spoken of before, having surrounded it and embraced it with their hands; as though, having encircled it from every side, they might guard it. And to whom, then, are these things commanded to be done? I think, to the divine powers that guard the Church of God and the godly order within it, and to the holy angels.
Τούτοις οὖν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον προσφωνεῖ λέγον· Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν· ἤγουν, περιτειχίσατε, κατὰ τὸν Σύμμαχον. Ἀντὶ δὲ τοῦ· Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς, ὁ μὲν Ἀκύλας, Ψηφίσατε, φησὶ, πύργους αὐτῆς· ὁ δὲ Σύμμαχος· Ἀριθμήσατε. Μάλιστα γὰρ τὰ ἐξοχώτατα τῶν οἰκοδομημάτων καὶ τὰ ὀχυρώτατα τῆς πόλεως, ὡς ἂν κρείττονα καὶ τῶν λοιπῶν ἀναγκαιότερα, δέδοται σὺν ἀριθμῷ τοῖς εἰρημένοις φρουροῖς φυλάττειν ἐπιμελῶς, ὡς ἂν παραδῶσιν ἔμπαλιν σῶον καὶ πλήρη ὃν παρειλήφασι ἀριθμόν. Νοήσεις δὲ τὸ λεγόμενον ἀπὸ τῆς σωτηρίου φωνῆς, δι' ἧς τοῖς αὐτοῖς μαθηταῖς καὶ ἀποστόλοις, τοῖς ὡσπερεὶ πύργοις ἐξέχουσι καὶ διαφέρουσι τῆς
λοιπῆς οἰκοδομῆς, ἔλεγεν· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Ὁ γὰρ εἰς τοσοῦτον ὕψος αὐτοὺς ἐπάρας, καὶ πύργους τῆς Ἐκκλησίας αὐτοῦ καταστήσας, ὡς ἂν μή τινα πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, μείζοσιν αὐτοὺς φύλαξιν, ἁγίοις ἀγγέλοις, παραδίδωσιν. Ἔνθεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, εἰδότες, ὡς ἕκαστος τῶν μαθητῶν τοῦ Σωτῆρος ἀγγέλοις τισὶ παραδέδοται τῆς παιδίσκης ἀπαγγειλάσης, ὡς ἄρα Πέτρος εἴη ὁ τὴν θύραν παίσας, οἱ λοιποὶ μαθηταὶ ἔφασαν· Μήποτε ἄγγελος αὐτοῦ ἐστι; Διδάσκει δ' οὖν καὶ περὶ τῶν μικρῶν ἐν τῇ Ἐκκλησίᾳ ὁ Σωτὴρ λέγων· Οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Εἰκότως οὖν προστάττει ὁ παρὼν λόγος τούτοις αὐτοῖς λέγων· Ἀριθμήσατε τοὺς πύργους αὐτῆς· εἶθ' ἑξῆς τό· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς· κατὰ δὲ τὸν Σύμμαχον·
To these same ones, then, the Holy Spirit addresses the words: Surround Zion, and encompass her—that is, wall her round, according to Symmachus. And in place of Declare it among her towers, Aquila says, Count her towers; and Symmachus: Number them. For especially the most prominent of the buildings and the most strongly fortified parts of the city, as being superior and more necessary than the rest, are given over to the aforementioned guards to keep with care, by number, so that they may hand back in turn safe and complete the number which they received. And you will understand what is said from the saving voice, by which to the same disciples and apostles, who stand out like towers and excel the rest of the building, he said: But even all the hairs of your head are numbered. For having raised them to such a height, and appointed them towers of his Church, so that they might suffer nothing at the hands of enemies, he hands them over to greater guards, holy angels. Hence in the Acts of the Apostles, knowing that each of the disciples of the Savior has been handed over to certain angels, when the maidservant reported that it was Peter who had knocked at the door, the rest of the disciples said: Perhaps it is his angel? And the Savior also teaches concerning the little ones in the Church, saying: For their angels continually behold the face of my Father who is in the heavens. With good reason, then, the present passage commands these same ones, saying: Number her towers; then next: Set your hearts upon her strength, and divide her palaces; but according to Symmachus—
Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὸν περίβολον αὐτῆς· διαμετρήσατε τὰ βασίλεια αὐτῆς. Πάντα ταῦτα προστάττονται ποιεῖν οἱ φρουροὶ τῆς Ἐκκλησίας Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ποίας δὲ βάρεις φησὶν, ἢ περὶ ὧν καὶ ἀνωτέρω ἐλέγετο· Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς; Ἐλέγομεν δὲ πόλιν μὲν νοεῖσθαι πᾶν τὸ θεοσεβὲς πολίτευμα τὸ καθ' ὅλης τῆς οἰκουμένης, βάρεις δὲ αὐτῆς τὰς κατὰ μέρος καὶ κατὰ τόπον ἐκκλησίας. Αὐτὸς οὖν ταύτας τὰς κατὰ μέρος ὁ παρὼν προστάττει λόγος καταδιελέσθαι. Βούλεται γὰρ ἕκαστον τῶν ἀγγέλων ἀφωρισμένως ἐκκλησιῶν τινων φρουρὸν ἐπιστῆσαι. Εἶτ' ἐπιλέγει τούτοις· Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ἀγγέλων γὰρ ἦν τὸ εἰς γενεὰς διαφόρους δύνασθαι τὰς ἀρετὰς τοῦ Θεοῦ διηγήσασθαι. Καὶ ὅτι οὗτός ἐστιν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὑμεῖς μὲν γὰρ φρουροὶ ἂν εἴητε καὶ ὥσπερ ποίμνης φύλακες· ὁ δὲ τῶν θρεμμάτων ποιμὴν ἄλλος ἂν εἴη. Τίς δὲ οὗτος ἢ ὁ εἰπών· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός;
Set your hearts upon her enclosure; measure out her palaces. All these things the guardians of the Church are commanded to do. For the angel of the Lord will encamp round about those who fear him, and he will deliver them. But what does he call the towers, if not those of which it was also said above: God is known in her towers, when he takes hold of her? And we said that the city means the whole God-fearing commonwealth throughout the whole inhabited world, and its towers the churches in the various parts and places. The present passage, then, commands these same partial churches to be divided up. For it wishes to appoint each of the angels as a guardian set over certain churches specifically. Then he adds to these words: That you may declare it to another generation. For it belonged to angels to be able to declare the mighty works of God to different generations. And that this is God, our God, forever and to the age of ages; he himself will shepherd us for the ages. For you would be guardians and, as it were, keepers of a flock; but the shepherd of the flocks would be another. And who is this but the one who said: I am the good shepherd?
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΨΑΛΜΟΣ ΜΗʹ.
Ἔδει δὲ τοὺς υἱοὺς Κορὲ, τὰ πρῶτα κατὰ καιρὸν ἐκθεμένους, καὶ τὰ δεύτερα εὐαγγελισαμένους, ἐπὶ τούτοις τε τὴν τῶν ἐθνῶν κλῆσιν κηρύξαντας, τὰ περὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραδόντας, μετὰ πάντα διαμαρτύρεσθαι τὰ περὶ τῆς συντελείας τοῦ παρόντος βίου καὶ τοῦ θείου δικαιωτηρίου· ἐν ᾧ πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, καὶ πάντες παραστη σόμεθα τῷ βήματι τοῦ Θεοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτ' ἀγαθὸν, εἴτε φαῦλον. Ἀναγκαίως τοίνυν πάντα καλεῖ τὰ ἔθνη ἐπὶ τὴν τῶν λεχθησομένων ἀκρόασιν. Ὡς γὰρ ἐπὶ τὴν σωτηρίαν πᾶν γένος ἀνθρώπων παρεκάλει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τὴν διδασκαλίαν τῆς θείας κρίσεως ὁμοῦ πάντας ἀνακαλεῖται φάσκων· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἐπειδὴ τῶν ἐθνῶν τὰ μὲν ἀγριώτερα τυγχάνει ἐν ἐρήμοις σκηνοποιούμενα, τὰ δὲ τὸν πολιτικὸν μετέρχεται βίον καὶ τὰς γεωργουμένας χώρας οἰκεῖ, ἀναγκαίως διαστολῇ κέχρηται, καὶ μετὰ τὴν κοινὴν κλῆσιν τῶν ἐθνῶν, ἴδιον εἰσάγει τάγμα τὸ τῶν οἰκούντων τὴν οἰκουμένην· διό φησιν· Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, οἱ κατοικοῦντες τὴν κατάδυσιν· οὕτω δὲ καλεῖ τὰς πόλεις καὶ τὰς κώμας καὶ τοὺς οἴκους, ἐν οἷς καταδύνουσιν οἱ ἐν αὐτοῖς κατοικοῦντες. Εἶτα πάλιν διαιρεῖ τοὺς οἰκήτορας τῆς γῆς φάσκων· Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων·
For the end, to the sons of Kore, a psalm. Forty-seventh.
It was necessary that the sons of Kore, having first set forth the things of the first season, and having proclaimed the things of the second, and upon these having heralded the calling of the nations, and having delivered the things concerning the Church of God, should after all things testify solemnly concerning the consummation of the present life and the divine tribunal—in which God will bring every creature to judgment, and we shall all stand before the judgment seat of God, so that each may receive the things done through the body, according to what he practiced, whether good or evil. Necessarily, then, he calls all the nations to the hearing of the things that will be said. For just as he exhorted every race of men to salvation, in the same way he also summons all together to the teaching of the divine judgment, saying: Hear these things, all you nations; give ear, all you who dwell in the inhabited world—both the earthborn and the sons of men, rich and poor together. Since of the nations some are more savage, pitching their tents in deserts, while others pursue the civic life and dwell in cultivated lands, he necessarily makes a distinction, and after the common calling of the nations he introduces a distinct order—that of those who dwell in the inhabited world. Therefore he says: Give ear, all you who dwell in the inhabited world—or, according to Aquila and Symmachus, those who dwell in the setting. For thus he calls the cities and the villages and the houses, in which those who dwell in them set themselves down. Then again he divides the inhabitants of the earth, saying: Both the earthborn and the sons of men.
ἐπεὶ μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ τὸ οἰκετικὸν γένος προσίεται ἐπὶ τὴν ἀκρόασιν, ἢ τοὺς
ἀγροικώτερον μετερχομένους βίον, καὶ τοὺς ἄλλως εὖ γεγονότας καὶ τροφῆς ἠξιωμένους ἐλευθερίου· ἢ γηγενεῖς μὲν τοὺς τὴν ἔρημον οἰκεῖν ᾑρημένους, τοὺς δὲ ἀνθρώπων τοὺς ἡμερωτέρους. Ὁ δὲ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἥ τε ἀνθρωπότης καὶ προσέτι καὶ υἱοὶ ἑκάστου ἀνδρός· ἵν' ᾖ διὰ μὲν τοῦ προτέρου καθολικῶς πᾶν γένος ἀνθρώπων δηλούμενον, διὰ δὲ τοῦ δευτέρου ὁ κατὰ μέρος ἕκαστος. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ταῦτα δὲ καὶ ἀπὸ τῶν ἀποστόλων δύναται λέγεσθαι. Παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους. Καὶ γὰρ ὁ Κύριος, παραβολικῶς τοῖς ὄχλοις διαλεγόμενος, τοῖς ἀποστόλοις κατ' οἶκον ταύτας διέλυε. Τούτῳ νῦν ὁ χορὸς τὴν τοῦ Θεοῦ σοφίαν τὸν Χριστὸν ἐπὶ στόματος φέρων· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἐλέγετο· Τὸ στόμα μου λαλήσει σοφίαν. Τοῦτον γὰρ πᾶσιν ἀνθρώποις ἐκήρυττον. Ἠκονημένοι δὲ τὸν νοῦν, πάσας τοῦ Χριστοῦ συνίεσαν τὰς παραβολὰς καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. Διὸ μετὰ ταύτας ὁ μὲν Σωτὴρ ἔλεγε· Συνήκατε ταῦτα πάντα; Οἱ δὲ λέγουσιν αὐτῷ, ναί. Ἡ καρδία τοίνυν αὐτῶν ἐμελέτα συνέσεις, ἃς ἤνοιγον τοῖς μὴ παρακολουθεῖν δυναμένοις, τοῦ σωματικοῦ ὀργάνου τῇ ἐνοικούσῃ πρὸς τοῦτο διακονοῦντος ψυχῇ. Τοῦτο γὰρ ἀντὶ ψαλτηρίου παρέλαβε πρὸς τὴν διὰ τούτων θείων ὕμνων ἀνάκρουσιν, ἑκάστου μέρους ἐπιστημονικῶς ἐν αὐτῷ κινουμένου. Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ;
Since he welcomes to the hearing not only the free but also the servile class, or those who pursue a rather rustic manner of life, and those who are otherwise well-born and deemed worthy of a liberal upbringing; or, on the one hand, the earth-born, meaning those who have chosen to dwell in the desert, and on the other, the gentler sort of men. But Symmachus interpreted this passage in this way: "Both the humanity and moreover also the sons of each man"; so that by the former expression every race of men is indicated universally, and by the latter each one individually. My mouth shall speak wisdom, and the meditation of my heart understanding. I will incline my ear to a parable, I will open my problem on the psaltery. But these things can also be said by the apostles. And he calls the enigmatic words parables. For indeed the Lord, discoursing in parables to the crowds, explained these to the apostles at home. To this one now the choir, bearing on its mouth the wisdom of God, namely Christ—for Christ is the power of God and the wisdom of God, it was said—My mouth shall speak wisdom. For they proclaimed this to all men. And being sharpened in mind, they understood all the parables of Christ even before his own interpretation. Therefore after these things the Savior said: Do you understand all these things? And they say to him, Yes. Their heart, then, meditated on understandings, which they opened to those unable to follow, the bodily organ serving the soul that dwells within for this purpose. For it took this in place of the psaltery for the resounding of divine hymns through these things, each part being moved within it in a scientific manner. Why should I fear in the evil day?
ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Εἰ δὲ πρόσωπον Κυρίου τὸ λέγον, πτέρναν αὐτοῦ εὕρῃς τὸν ἔσχατον τοῦ σώματος καὶ τῇ γῇ πλησιάζοντα Ἰούδαν· σῶμα γὰρ Κυρίου οἱ ἀπόστολοι. Οὐ φοβοῦμαι οὖν τὴν Ἰούδα προδοσίαν ἐν τῷ καιρῷ τοῦ σταυροῦ· ἐπεὶ μηδὲ ἕκαστος τὴν τοῦ Ἀδὰμ παρακοήν. Ταύτην γὰρ ὑπῃνιξάμεθα πτέρναν ἀνομίας εἶναι. Οὐδεὶς γὰρ δι' ἄλλου κακίαν καταδικάζεται. Ἀνομίαν δὲ πτέρνης τὴν παρακοὴν εἶπον Ἀδὰμ, τῷ τὸν ὄφιν ἐξουσίαν ἔχειν κατὰ τῆς πτέρνης αὐτοῦ. Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα αὐτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Νοήσεις δὲ καὶ οὕτως· οὐκ ἀδελφὸς ἀδελφὸν, οὐ φίλος φίλον λυτρώσεται· ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει· καὶ οὐ δώσει τις ἐξίλασμα τῷ Θεῷ ὑπὲρ ἑαυτοῦ κατ' ἐκείνην τὴν ἡμέραν· οὐδὲ τιμὴν καταθήσεται καθάπερ ἑαυτὸν ἐξωνούμενος. Μάταιος ἄρα τοῖς κεκτημένοις ὁ πλοῦτος· πλὴν εἰ μή τις κατὰ τὸν παρόντα βίον εὑρεθῇ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις. Οὗτος γὰρ, ἐντεῦθεν ἤδη σπείρας ἑαυτῷ εἰς δικαιοσύνην, τρυγήσει τότε καρποὺς ζωῆς. Λύτρον γὰρ ἀνδρὸς, φησὶν ὁ Σοφὸς, ὁ ἴδιος πλοῦτος. Οἱ δὲ μήτε πλούτῳ μήτε δυνάμει σώματος ἀλαζονευόμενοι, ἐπίπονον δὲ τὸν παρόντα κτησάμενοι βίον, καταξιωθήσονται τῆς ἐν ἐπαγγελίᾳ ζωῆς. Ἀντὶ δὲ τοῦ· Ἐκοπίασεν εἰς τὸν αἰῶνα, ὁ Σύμμαχος, Ἀλλὰ παυσάμενος, φησὶ, τῷ αἰῶνι, ζῶν εἰς αἰῶνα διατελέσει ὁ τοιοῦτος. Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως.
The lawlessness of my heel will encircle me. But if it is the person of the Lord who speaks, you would find his heel to be Judas, the last part of the body and the one nearest the earth; for the apostles are the body of the Lord. I do not fear, then, the betrayal of Judas at the time of the cross, since neither does each person fear the disobedience of Adam. For we have hinted that this is the heel of lawlessness. For no one is condemned for the wickedness of another. I called the disobedience of Adam a lawlessness of the heel, because the serpent had power against his heel. A brother does not redeem; will a man redeem? He will not give to God his atonement, and the price of the redemption of his soul. You will understand it also in this way: not a brother will redeem a brother, nor a friend a friend; for each will receive his own wage, and the fire will test what sort of work each one's is; and no one will give atonement to God on his own behalf on that day, nor will he pay down a price as though buying himself back. Vain, then, is wealth for those who possess it, unless someone is found in the present life to be a faithful and prudent steward, who in due time will give the measure of grain to his fellow servants. For this one, having already from here sown for himself unto righteousness, will then harvest the fruits of life. For the ransom of a man, says the Wise One, is his own wealth. But those who boast neither in wealth nor in bodily strength, but have acquired the present life with toil, will be deemed worthy of the life promised. And instead of "He labored forever," Symmachus says, "But having ceased, in the age, such a one will continue living forever." The one who labors through the practical life will live unto the end through knowledge.
Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν, καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Ἕτερος ἔφη· Καταλείψουσιν ἑτέροις τὸν αἰσθητόν τε πλοῦτον αὐτῶν καὶ τὸν ἐν συγγράμμασιν. Οὐδὲν γὰρ ἐξ αὐτῶν αἱρήσουσι κέρδος κατὰ τὴν ἡμέραν τῆς κρίσεως. Ἀπαχθήσεται γὰρ ἡ τούτων ψυχὴ, οὐδὲν πλέον ἢ τὸν ἑαυτῆς τάφον ἐπαγομένη· δηλαδὴ τὸ σῶμα καὶ τὴν φθορὰν, ἐν ᾗ ὥσπερ ἐν τάφῳ κατώρυκτο. Καὶ ἄλλως δὲ οὐδὲν πλέον ἕξει τις ἐκ τῶν γηΐνων κτημάτων, ἢ τοῦ τάφου τὸν τόπον, ἐν ᾧ τελευτήσας κείσεται νεκρὸς ἐφθαρμένος. Τὰ δὲ σκηνώματα αὐτῶν, ἐν οἷς ἔτι ζῶντες κατῴκουν, εἰς ἑτέρους ἀλλοτρίους ἥξει, καὶ διαδοθήσεται εἰς γενεὰν καὶ γενεάν. Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς. Εἰπὼν τῶν ἀσεβῶν τὰ πρὸ τοῦ θανάτου, νῦν οἷα πείσονται
λέγει ἐν αὐτῷ τῷ ᾅδῃ γενόμενοι. Θρέμματα γὰρ ἔσονται θανάτου ὑπὸ αὐτοῦ ποιμαινομένοι· κατὰ δὲ Σύμμαχον, ὡς βοσκήματα ᾅδου ἔταξαν ἑαυτούς. Οὐ γὰρ ἠθέλησαν ὑπὸ τῷ καλῷ ποιμένι τετάχθαι καὶ διὰ τοῦτο γεγόνασι θρέμματα θανάτου, καὶ τοὺς μὲν ἀπάξει εἰς τὸ πῦρ τὸ αἰώνιον, τοὺς δὲ Ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, τοὺς δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἀντὶ δὲ τοῦ· Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν, ὁ μὲν Ἀκύλας, Καὶ χαρακτὴρ αὐ τῶν κατατρίψαι ᾅδην ἐκ κατοικητηρίου αὐτῶν. Ὁ γὰρ χαρακτὴρ αὐτῶν ὃν ἑαυτοῖς ἐξετύπωσαν, τὸ μὲν κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐξ αὐτῶν ἀφανίσαντες, εἴδη δὲ καὶ μορφὰς ἀλόγων ζώων καὶ ἑρπετῶν διὰ τρόπων μοχθηρίας τῇ ψυχῇ περιθέμενοι, κατατριβήσεται ἐν τῷ κατοικητηρίῳ τοῦ ᾅδου. Κατὰ δὲ Σύμμαχον·
And they will leave their wealth to strangers, and their tombs will be their houses forever. Another said: They will leave to others both their visible wealth and that which is in their writings. For they will gain nothing from them on the day of judgment. For their soul will be led away, carrying nothing more than its own tomb—namely, the body and the corruption, in which it was buried as in a tomb. And in another way, no one will have anything more from earthly possessions than the place of the tomb, in which, having died, he will lie as a corrupted corpse. And their dwellings, in which they lived while still alive, will come to others who are strangers, and will be passed down to generation and generation. As sheep in Hades they were set; death will shepherd them. Having spoken of the things of the ungodly before death, he now says what sort of things they will suffer when they are in Hades itself. For they will be flocks of death, shepherded by it; but according to Symmachus, as grazing animals of Hades they appointed themselves. For they did not wish to be appointed under the good Shepherd, and for this reason they have become flocks of death, and he will lead some away into the eternal fire, others to where there is weeping and gnashing of teeth, and others into the outer darkness. But in place of "And their help will grow old in Hades from their glory," Aquila says, "And their impress to wear down Hades from their dwelling place." For their impress, which they stamped upon themselves—having destroyed in themselves the image and likeness of God, but having put around the soul forms and shapes of irrational animals and reptiles through wicked ways—will be worn down in the dwelling place of Hades. But according to Symmachus:
Τὸ δὲ κρατερὸν αὐτῶν παλαιώσει ᾅδης ἀπὸ τῆς οἰκήσεως τῆς ἐντίμου αὐτοῦ. Ὃ γὰρ ἔδοξαν περιποιεῖν ἑαυτοῖς κραταιὸν διὰ τῆς ἐμφυείσης ἐν αὐτοῖς κακίας, τοῦτο παλαιώσει ὁ ᾅδης ἐν ταῖς οἰκήσεσι ταῖς παρ' αὐτῷ. Καὶ τοῦτο μὲν τῶν ἀσεβῶν τὸ τέλος. Οἱ δὲ εὐσεβεῖς κατ' ἐκεῖνο καιροῦ πρωΐας ἀξιωθέντες καὶ νέου φωτὸς, ἀνατολῆς τῆς τῶν ἀσεβῶν κατακυριεύσουσι· ἢ κατὰ τὸν Ἀκύλαν· ἑνὶ κρατήσουσιν, ἢ κατὰ τὸν Σύμμαχον· ὑποτάξουσιν αὐτοῖς. Τῶν γὰρ ἐνταῦθα ταπεινωσάντων τοὺς εὐθεῖς ἀσεβῶν, ἐκεῖ ῥύσεται τὴν ψυχὴν πρὸς τὸ μὴ συναπαχθῆναι τοῖς ἀσεβέσιν, ἀλλ' ἐν ἑτέροις εἶναι χωρίοις τε καὶ ποιμνίοις. Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται, ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνῃς αὐτῷ. Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τοτηνικαῦτα ἐξομολογούμενος, εὐλογεῖ τὸν Θεὸν ὁπηνίκα ἂν ἀγαθόν τι αὐτῷ ἐκ Θεοῦ ἀποβῇ.
ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ ΜΘʹ.
Οἱ ἐπιγεγραμμένοι τοῦ Ἀσάφ εἰσι μὲν οἱ πάντες τὸν ἀριθμὸν ιβʹ· ἐφεξῆς δὲ οἱ ιαʹ ἀρχόμενοι ἀπὸ τοῦ οβʹ· ἐξ ὧν ὁ παρὼν ἀπεσπάσθη ψαλμὸς, οὐχ ἁπλῶς· ἀλλ' ἐπείπερ ὁ πρὸ τούτου ψαλμὸς περὶ κρίσεως τοῦ Θεοῦ διεστέλλετο, τοιοῦτος δὲ καὶ ὁ παρὼν, εἰκότως κατὰ τοῦτο ἀκολουθίαν ἐδέξατο. Ἀλλὰ καὶ τὴν διὰ Μωϋσέως ἀνατρέπων νομοθεσίαν, παραδίδωσι τῆς καινῆς Διαθήκης τὸν δοθέντα τοῖς ἔθνεσι τρόπον. Καὶ τοῦτο δὲ ἦν ἐν τοῖς τῶν υἱῶν Κορὲ ψαλμοῖς· οἵτινες καὶ αὐτοὶ τυγχάνουσι μὲν ιβʹ. Ἀλλ' ηʹ οἱ προλαβόντες ἐφεξῆς κατετάγησαν, ὧν ἀποσπασθέντες οἱ λείποντες τέσσαρες, μετὰ τοὺς τοῦ Ἀσὰφ ψαλμοὺς κατετάγησαν·
But Hades will make their strong thing old from his honorable dwelling. For whatever they seemed to procure for themselves as strong through the wickedness implanted in them, this Hades will make old in the dwellings that are with him. And this is the end of the impious. But the pious, having been deemed worthy of morning and new light at that time, will gain dominion over the rising of the impious; or according to Aquila: they will rule over one; or according to Symmachus: they will subject them to themselves. For when the impious who here humbled the upright are there, he will deliver his soul so as not to be carried away together with the impious, but to be in other places and flocks. Because his soul will be blessed in his life, it will confess to you when you do good to it. The righteous man blesses the Lord at every time; but the sinner, confessing at that time, blesses God whenever something good comes to him from God.
Psalm 49, for Asaph.
Those inscribed with the name of Asaph are in all twelve in number; and in sequence the eleven beginning from the seventy-second; from which the present psalm was drawn out, not without reason; but since the psalm before this one distinguished concerning the judgment of God, and the present one is of the same kind, it reasonably received its sequence in this respect. But also, overturning the legislation through Moses, it delivers the manner of the new covenant given to the nations. And this was also in the psalms of the sons of Korah; who themselves also happen to be twelve in number. But the eight that came before were arranged in sequence, from which the remaining four, having been drawn out, were arranged after the psalms of Asaph.
ἴσως ἐπεὶ οἱ τοῦ Ἀσὰφ πάντες, ὡς εἰπεῖν, τοῦ Ἰσραὴλ ἐθέσπιζον τὴν ἀποβολὴν, καὶ τὴν εἰς πάντα τὰ ἔθνη διασπορὰν, μεθ' ἣν ἡ χάρις τοῦ Θεοῦ τὰ ἔθνη πάντα μετῆλθεν· ὅθεν οἱ λοιποὶ τῶν υἱῶν Κορὲ ψαλμοὶ διεδέξαντο, τὴν τῶν ἐθνῶν ἁπάντων προαγορεύοντες κλῆσιν. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Οἱ λοιποὶ δὲ τρεῖς ἡρμήνευσαν· Ἰσχυρὸς Θεὸς λαλήσας ἐκάλεσε τὴν γῆν. Οἱ δὲ Ἑβδομήκοντα θεοὺς ἐκάλεσαν τούς τε ἄρχοντας καὶ κριτὰς, ὅπερ ἴδιον μόνου Θεοῦ. Τοιγαροῦν ἐν παʹ ψαλμῷ προφήσας· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει, ἐπήγαγεν· Ἕως πότε κρίνετε ἀδικίαν; Οὕτω καὶ ὁ νόμος διαγορεύει· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Εὐλόγως δ' ἂν κληθεῖεν οἱ τὸ κατ' εἰκόνα φυλάξαντες· ὁ τούτων Θεὸς πᾶσαν συνάγει τὴν οἰκουμένην εἰς τὸ κριτήριον· αὐτὸς ὢν ὁ Κύριος ὁ τοῦ Θεοῦ Λόγος ἐνανθρωπήσας ἐλάλησε διὰ τοῦ Εὐαγγελίου, καὶ πάντας μὲν καλεῖ, οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγε λίῳ. Ἀλλ' οἱ μὲν ὑπακούσαντες τῶν ἐπηγγελμένων τυγχάνουσι· τοῖς δὲ τὴν χάριν ἀθετοῦσι, τὸ πῦρ ἀπειλεῖ κατὰ τὴν ἔνδοξον αὐτοῦ παρουσίαν, ἥξων ἐκ τῆς ἐπουρανίου Σιὼν, περὶ ἧς ὁ
Perhaps because all the sons of Asaph, so to speak, foretold the rejection of Israel and the dispersion among all the nations, after which the grace of God passed over to all the nations; whence the remaining psalms of the sons of Korah followed in order, foretelling the calling of all the nations. God, the God of gods, the Lord, has spoken and has called the earth. But the other three translators rendered it: A mighty God, having spoken, has called the earth. But the Seventy called gods both the rulers and the judges, which is proper to God alone. Accordingly, having prophesied in the 81st psalm: God has stood in the assembly of gods, and in the midst he judges gods, he added: How long will you judge injustice? So also the law declares: You shall not speak evil of gods, and you shall not speak ill of the rulers of your people. And reasonably those who have kept the image could be called gods; the God of these gathers the whole inhabited world into the judgment; he himself being the Lord, the Word of God, having become man, spoke through the Gospel, and calls all, but not all obeyed the Gospel. But those who obeyed obtain the things promised; but to those who reject the grace, fire threatens at his glorious coming, which will come from the heavenly Zion, concerning which the
Παῦλος φησίν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Εὐπρέπεια δὲ ὡραιότητος ἡ ἔνδοξος αὐτοῦ θεοφάνεια· ταύτην καὶ τὸ, Ὁ Θεὸς ἐμφανῶς ἥξει, δηλοῖ. Κατὰ μὲν οὖν τὴν πρώτην αὐτοῦ παρουσίαν ὑπὸ ἀνθρώπων κρινόμενος ἐσιώπα· οὐδὲ τοσαῦτα πάσχων ἠμύνατο, οὐδὲ πᾶσιν ἐδείκνυ τὴν ἰδίαν θεότητα· Τότε δὲ, φησὶν, ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται. Προλαμβάνον δὲ τὸ πῦρ τὴν αὐτοῦ βασιλείαν καθαίρει, πᾶσαν ὕλην καυστὴν ἀναλίσκον, πρὸς τὸ μὴ ξύλα, μὴ χόρτον, μὴ καλάμην πρὸ προσώπου αὐτοῦ φαίνεσθαι. Ἐλέγξει δὲ ἢ ἀποδέξεται, τοῖς μὲν λέγων· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, τοῖς δὲ, Πορεύεσθε ἀπ' ἐμοῦ. Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πῦρ δὲ ἐνταῦθα τὴν διδασκαλίαν τοῦ Θεοῦ Λόγου λέγει· ὅτι περ πῦρ καίει μὲν τὰς μοχθηρὰς ἕξεις, δοκιμάζει δὲ τοὺς καθαρούς. Διὰ γὰρ τοῦτο, κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· ὅσοι γὰρ θέλουσι εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται· ἀλλὰ καὶ θλίψιν, φησὶν, ἕξετε ἐν τῷ κόσμῳ. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ. Συναγάγετε αὐτῷ τοὺς ἁγίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν Διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Ἄλλως, τοῦ προτέρου λαοῦ τὴν κρίσιν ἰδιάζουσαν δείκνυσι, τὸν οὐρανὸν προσκαλούμενος καὶ τὴν γῆν· ἐπειδὴ τὸν νόμον διὰ Μωϋσέως παραδιδοὺς ἔλεγε· Μαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν ἐν μεγάλῃ ᾠδῇ· Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.
Paul says: "But the Jerusalem above is free, which is our mother"; and, "You have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem." And the beauty of comeliness is his glorious theophany; this is also shown by the verse, "God will come openly." In his first coming, then, being judged by men, he kept silent; nor did he defend himself when suffering so much, nor did he show his own divinity to all. But then, he says, he will come openly, and will not keep silent. And fire, going before, purifies his kingdom, consuming all combustible matter, so that neither wood nor hay nor stubble may appear before his face. And he will convict or approve, saying to some, "Come, you blessed of my Father," and to others, "Depart from me." Fire shall be kindled before him; I came to cast fire upon the earth. And here he calls fire the teaching of the Word of God, because fire burns up the wicked dispositions, but tests the pure. For this reason, a very great tempest is round about him; for all who wish to live piously in Christ will be persecuted; but also, he says, you will have tribulation in the world. He will summon the heaven above, and the earth, to judge his people. Gather to him his saints, those who make his covenant upon sacrifices. Otherwise, he shows the judgment of the former people to be distinct, summoning heaven and earth; since, when delivering the law through Moses, he said: "I call heaven and earth to witness against you today"; and again in the great song: "Give ear, O heaven, and I will speak; and let the earth hear the words from my mouth.
Διὸ καὶ Ἡσαΐας, Ἄκουε, φησὶν, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὁ Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Καὶ νῦν τοίνυν τοὺς αὐτοὺς ἐπικαλέσεται μάρτυρας· καὶ ὥσπερ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις τὸ ποίμνιον αὐτοῦ διακρίνει, δηλαδὴ τοὺς τῆς Ἐκκλησίας, τὰ πρόβατα μὲν ἱστῶν ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τὸν αὐτὸν τρόπον ὁ αὐτὸς Κύριος καὶ νῦν διακρίνει τὸν λαὸν αὐτοῦ. Τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ, Συναγάγετέ μοι, φασίν· ὡς γὰρ ἐν Εὐαγγελίοις εἴρηται· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη· οὕτω καὶ νῦν τοῖς αὐτοῖς ἐπιτάττει. Πρώτους δὲ βούλεται ἀφορισθῆναι πρὸ τῶν ἀσεβῶν τοὺς ὁσίους αὐτοῦ, τυχεῖν τῶν ἐπηγγελμένων ὀφείλοντας. Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Τροφὴ δὲ Θεοῦ περὶ ἧς εἶπεν· Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ὑφ' ὧν τρεφόμενος λέξω· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ἔστι δὲ θῦσαι λογικῶς καὶ διὰ θεολογίας καὶ εὐχαριστίας· καὶ ἐπεὶ δ' ἄν τις τῷ Θεῷ πρέπον ὑποσχόμενος ἔργοις ἐπιτελέσειεν. Εὐχὰς γὰρ ἡ Γραφὴ τὰς ἐπαγγελίας φησὶν, ὡς ἐν τῷ· Ἐὰν εὔξῃ εὐχὴν, μὴ βραδύνῃς ἀποδοῦναι. Ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Οὕτως οὖν σπείρας εἰς δικαιοσύνην, ἔλπιζε τρυγήσειν καρπὸν ζωῆς. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀντιλαμβάνεις τὴν Διαθήκην μου διὰ τοῦ στόματός σου; Μετάβασιν ὁ λόγος ἔχει ἀπὸ τοῦ τῶν δικαίων τάγματος ἐπὶ τὸ τάγμα τῶν πονηρῶν. Ἐκεῖνο γάρ τι πλέον ἔσχε, τῆς καινῆς Διαθήκης τὴν ἐπιστήμην.
Therefore Isaiah also says: "Hear, O heavens, and give ear, O earth, for the Lord has spoken: I have begotten sons and raised them up, but they have rejected me." And now, therefore, he will invoke these same ones as witnesses; and just as the Savior in the Gospels separates his flock—namely, those of the Church—setting the sheep on the right and the goats on the left, in the same way the same Lord even now separates his people. The Hebrew text and the others say: "Gather to me"; for as it is said in the Gospels: "And he will send his angels, and they will gather all the nations"; so also now he commands these same ones. But he wishes his holy ones to be set apart first, before the impious, since they ought to obtain the things promised. "Do I eat the flesh of bulls, or drink the blood of goats?" But the food of God is that of which he said: "I was hungry, and you gave me to eat; I was thirsty, and you gave me to drink"; fed by these, I will say: "Inasmuch as you did it to one of these least ones, you did it to me." And it is possible to sacrifice rationally, both through theology and through thanksgiving; and whenever someone, having promised to God what is fitting, fulfills it in deeds. For Scripture calls vows promises, as in: "If you vow a vow, do not delay to pay it. It is better not to vow than to vow and not pay." Having thus sown in righteousness, hope to reap the fruit of life. But to the sinner God said: "Why do you recount my statutes, and take up my covenant with your mouth?" The word has a transition from the order of the righteous to the order of the wicked. For that one had something more—the knowledge of the new covenant.
Ἁμαρτωλὸν δὲ οὐ τὸν ἀλλότριον τῶν Γραφῶν, ἀλλὰ τὸν παραβάτην καλεῖ. Ἐλέγχει δὲ αὐτὸν οὐκ ἐπὶ παραβάσει σαββάτων ἢ θυσιῶν, ἢ τοιῶνδε βρωμάτων, ἀλλὰ τῶν φυσικῶν νόμων, ἐφ' οἷς ἀνόητα ἦν αὐτῷ τοῦ Θεοῦ τὰ μαθήματα· ταῦτα γὰρ ἁμαρτάνων ἀπέῤῥιπτε. Φυσικὸς γὰρ ὁ νόμος τὸ μὴ δεῖν ποιεῖν, ἃ δὴ παθεῖν οὐ βουλόμεθα. Μοιχοὶ δὲ καὶ οἱ ἄθεοι εἰδωλολάτραι· κλέπται δὲ καὶ οἱ κλέπτοντες τὴν ἀλήθειαν. Ποτὲ μὲν οὖν, Ἐπαῤῥησιάζου, φησὶ, τῇ κακίᾳ, ποτὲ δὲ, Δολίως ἐπεβούλευες, προσεποιοῦ δὲ γνησίως καὶ ὡς ἀδελφοῖς ὁμιλεῖν, λάθρα τούτων καταλαλῶν· ἐνήδρευες δὲ καὶ τοὺς ἐκ τῆς αὐτῆς σοι μητρὸς, ἤτοι συναγωγῆς, ἢ καὶ ἐκκλησίας· ἐφ' οἷς ἐμοῦ σιωπῶντος ἡνίκα ἐνηνθρώπησα· ἢ καὶ ἄλλως· Ἐπὶ τὸ χεῖρον
ἐβάδιζες καταφρονῶν τῆς ἐμῆς χρηστότητος καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας· διὸ λοιπὸν οὐκ ἀνέξομαι. Καὶ γὰρ διέκεισό με τὰς σὰς ἀποδέχεσθαι πράξεις, ἢ καὶ μηδένα τούτων μεμνῆσθαι. Ἀλλ' ἐγώ σε διελέγχων πρὸ τῶν σῶν ὀφθαλμῶν ἅπαντα θήσω, ὅπως ὁρῶν αἰσχυνθῇς.
But he calls "sinner" not the one alien to the Scriptures, but the transgressor. And he reproves him not for transgression of sabbaths or sacrifices or certain foods, but of the natural laws, in which the teachings of God were foolish to him; for by sinning in these things he cast them away. For the natural law is that one ought not to do what we do not wish to suffer. Adulterers are also the godless idolaters; and thieves are those who steal the truth. At one time, then, he says, you spoke boldly in wickedness, and at another time you plotted deceitfully, and you pretended to converse genuinely and as with brothers, secretly slandering them; and you lay in ambush also for those from the same mother as you, whether the synagogue or also the church; for which things, while I kept silence when I became man; or also otherwise: you walked toward the worse, despising my goodness and forbearance and longsuffering; therefore henceforth I will not endure it. For you were disposed to have your deeds accepted by me, or else that no one should remember them. But I, reproving you, will place all things before your eyes, so that seeing them you may be ashamed.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Νʹ.
Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ὡς ἐπὶ μεγάλῳ δὲ ψυχῆς τραύματι μεγάλου δεῖσθαι ἐλέου ὁμολογεῖ. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅρα δὲ πρὸς τὸ Χριστοῦ πάλιν μυστήριον· τὴν γὰρ ἐν νόμῳ κάθαρσιν ἡ τοῦ βαπτίσματος ὑπερβαίνουσα δύναμις, καὶ ταύτης τῆς ψυχῆς ἐργάζεται κάθαρσιν. Ἐκείνη γὰρ πρὸς τῆς ψυχῆς προσελαμβάνετο καθαρότητα. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Οὐ τοῦτό φησιν, ὅτι τὸν Οὐρίαν οὐκ ἠδίκησα· ἀλλ' ὅτι τὴν μεγίστην παρανομίαν εἰς αὐτὸν τετόλμηκε τὸν Θεὸν, ἀπὸ προβατέως μὲν γενόμενος βασιλεὺς, κρατήσας δὲ τῶν ἐχθρῶν, παντοδαποῖς δὲ κοσμηθεὶς ἀγαθοῖς, καὶ τοιούτοις τὸν εὐεργέτην ἀμειψάμενος. Τὸ δὲ, ἐνώπιόν σου, καὶ ἐν τῇ ἱστορίᾳ δεδήλωται· Ὤφθη, γὰρ φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυρίου. Ἢ οὕτως· Ἐδόκουν τις εἶναι πάλαι σκεπόμενος ὑπὸ σοῦ. Νενόμικα δὲ λοιπὸν ἀσάλευτος εἶναι, λέγων ἐν τῇ εὐθηνίᾳ μου. Οὐ μὴ σαλευθῶ· διὸ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ἐγενήθην τεταραγμένος· διδαχθεὶς ἐλέῳ τῷ σῷ· Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ὅμοια δ' ἂν εἴη καὶ ταῦτα τοῖς παρὰ τῷ Ἰώβ· Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐν ᾗ εἶπαν· Ἰδοὺ ἄρσεν.
For the end, a psalm to David, 50.
When Nathan the prophet came to him, when he went in to Bathsheba. Have mercy on me, O God, according to your great mercy. He confesses that, as for a great wound of the soul, there is need of great mercy. Wash me more thoroughly from my lawlessness, and cleanse me from my sin. But observe again the mystery of Christ; for the power of baptism, surpassing the cleansing in the law, also works the cleansing of this soul. For that cleansing was received for the soul's purity. Against you alone have I sinned and done the evil before you, so that you may be justified in your words and prevail when you are judged. He does not say this, that he did not wrong Uriah; but that he dared the greatest transgression against God himself, having become king from a shepherd, having gained mastery over his enemies, having been adorned with all kinds of good things, and having repaid his benefactor with such things. And the phrase "before you" is also indicated in the history; for it says, the evil that was done appeared before the Lord. Or thus: I seemed to be someone formerly sheltered by you. And I have now thought myself to be unshakable, saying in my prosperity, I shall not be shaken; therefore you turned your face away from me, and I became troubled, taught by your mercy: Unless the Lord builds the house, those who build it labor in vain. For behold, I was conceived in lawlessness, and in sins my mother conceived me. And these things would be similar also to those in Job: Cursed be the day on which I was born, and the night in which they said, Behold, a male.
Διὰ τί γὰρ ἦν ἐπικατάρατος, ἀλλ' ὅτι ἐν ἀνομίαις συνελήφθη; Ἀκόλουθον γὰρ ἦν κατάραν ἕπεσθαι ἁμαρτίᾳ. Τοῖς αὐτοῖς Ἱερεμίας ἐχρήσατο φήσας· Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ, καὶ ἡ νὺξ ἐν ᾗ συνέλαβέ με μήτηρ μου. Μακάριον γὰρ ἦν τὸ μηδὲ τὴν πρώτην γυναῖκα παραβᾶσαν τῇ φθαρτῇ γενέσει διακονήσασθαι, μένειν δὲ ἐν παραδείσῳ θείοις ὁμοιωθεῖσαν ἀγγέλοις· ἀλλὰ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Θανάτῳ δὲ ἡ δι' αἱμάτων καὶ σαρκὸς ὑπηρετεῖτο γένεσις εἰς τοῦ θνητοῦ γένους διαμονήν. Διὸ καὶ ἡ σύλληψις, ὡσανεὶ θανάτῳ ὑποκειμένη, τοῖς μακαρίοις διεβάλλετο. Ὁ δὲ Σύμμαχος· Εἰς ἀδικίαν ὠδυνήθην, καὶ ἐν ἁμαρτίαις ἐκύησέ με ἡ μήτηρ μου. Ὠδυνήθην γὰρ καὶ ἐκυήθην, φησὶν, ἵνα παρέλθω εἰς ἀδικίαν, καὶ ἵνα, ἐν ἁμαρτίαις γενόμενος, ἐλεγχθῶ κατὰ ταύτην τὴν ἔννοιαν· Οὐκ ἐν ἀνομίαις, φησὶ, τῆς ἐμῆς συνελήφθην μητρὸς, οὐδὲ ταῖς ἑαυτῆς ἀνομίαις ἐκίσσησέ με· ἀλλ' ἐγὼ εἰς ἀδικίαν ἐγεννήθην, θνητὴν, περιβαλλόμενος σάρκα καὶ ταῦτά φημι, ἐπείπερ ἀλήθειαν ἠγάπησας. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Τὸ ὕσσωπόν ἐστι σύμβολον ἀπαθείας, καὶ ἡ πλύσις γνῶσιν σημαίνει· καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα, διὰ δὲ τῆς γνώσεως λευκαινόμεθα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Ἄλλως, ὁ μὲν τὴν ψυχὴν κεκαθαρμένος ἀπὸ συνειδήσεως πονηρᾶς εἴποι ἂν τῷ Θεῷ· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ·
For why was he accursed, except that he was conceived in lawlessness? For it was fitting that a curse follow sin. Jeremiah used the same words, saying: Accursed is the day on which I was born, and the night in which my mother conceived me. For it would have been blessed not even for the first woman to have transgressed and served corruptible generation, but to remain in paradise, made like to the divine angels; but by the envy of the devil death entered into the world. And by death, generation through blood and flesh was brought into service for the continuance of the mortal race. Therefore even conception, as being subject to death, was disparaged by the blessed ones. But Symmachus: I travailed unto injustice, and in sins my mother conceived me. For I travailed and was conceived, he says, in order that I might pass into injustice, and in order that, having come to be in sins, I might be convicted according to this understanding: Not in my mother's lawlessness, he says, was I conceived, nor did she conceive me in her own lawlessness; but I was born unto injustice, clothed in mortal flesh, and I say these things since you have loved truth. You will sprinkle me with hyssop and I shall be cleansed; you will wash me and I shall be made whiter than snow. Hyssop is a symbol of impassibility, and the washing signifies knowledge; and through impassibility we are cleansed, but through knowledge we are made white. Turn away your face from my sins, and blot out all my lawlessnesses. Otherwise, he who has been purified in soul from an evil conscience would say to God: Your face, Lord, I will seek; do not turn away your face from me.
ὁ δὲ τὸ αἰσχρὸν τῶν τῆς ψυχῆς τραυμάτων ὁρῶν ἐκκαλυπτόμενος εἰκότως λέγει τῷ μεγάλῳ κριτῇ· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, ἀλλὰ μὴ ἐξ ἐμοῦ αὐτοῦ· ἀλλ' ὡς νοσοῦντα θεράπευσον. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. Πλείστης δὲ παρ' Ἑβραίοις
τῆς κοινότερον σωτηρίας σου λεγομένης καὶ τοῦ σωτηρίου σου δηλοῦται διαφορά. Γράφεται γὰρ τὸ μὲν σωτήριόν σου παρ' αὐτοῖς, Ἰησουὰχ, σαφῶς δηλοῦν τοὔνομα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ· συμφώνως γὰρ οὕτως ἑρμηνεύουσιν ἅπαντες· τὸ δὲ, σωτηρία σου, Οἰσουάθ. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἄλλος εἶπεν· Ὑγιέσι μὲν ἁρμόττει τῆς αἰνέσεως ἡ θυσία· νοσοῦσι δὲ ἡ διὰ τῆς τεταπεινωμένης καὶ συντετριμμένης καρδίας. Καὶ ἐπειδὴ κατεαγυῖα γέγονεν ἡ καρδία μου, κατὰ Σύμμαχον, εἰκότως εὐξάμην καρδίαν καθαρὰν ἐν ἐμοὶ ὁ Θεὸς ἀντὶ τῆς κατεαγυίας· καὶ ἀντὶ τοῦ συντετριμμένου πνεύματος, κατὰ Σύμμαχον, ἔλεγον· Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Συντετριμμένον δὲ πνεῦμα τὸ δι' ἐξομολογήσεως ἑαυτὸ συντρίβον τυγχάνει· τοιαύτη καὶ ἡ διὰ τῆς μετανοίας ἑαυτὴν ταπεινοῦσα καρδία. Τοιαύτην γὰρ αὐτὴν γενομένην μετὰ τὸ τῆς ἁμαρτίας οἴδημα ἀντὶ θυσίας προσδέξεται ὁ Θεός. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Ἀλλὰ πρὸς ταῦτα φήσειεν ἄν τις, πῶς ἀρτίως εἰπών, Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, νῦν ὡς μέλλοντος θυσίαν δέχεσθαι τοῦ Θεοῦ μετὰ τὸ τὴν πόλιν ἀνακτισθῆναι, φησὶ, Τότε εὐδοκήσεις θυσίαν; Ἀλλ' οὐχ ἁπλῶς ἔφη θυσίαν, ἀλλὰ δικαιοσύνης.
But he, seeing the shame of the soul's wounds and being uncovered, reasonably says to the great judge: Turn your face away from my sins, but not from me myself; but heal me as one sick. Restore to me the joy of your salvation. But since among the Hebrews there is a very great
difference between what is more commonly called your salvation and your saving deliverance, it is made clear. For your saving deliverance is written among them as Iesouach, clearly signifying the name of our Savior Jesus; for all interpret it thus in agreement; but "your salvation" is Oisouath. A sacrifice to God is a broken spirit; a broken and humbled heart God will not despise. Another said: The sacrifice of praise suits the healthy; but for the sick, that which is through a humbled and broken heart. And since my heart has been broken, according to Symmachus, I reasonably prayed, "Create in me a clean heart, O God," instead of the broken one; and instead of the broken spirit, according to Symmachus, I said: And renew a right spirit in my inward parts. But a broken spirit is one that breaks itself through confession; such also is the heart that humbles itself through repentance. For God will accept such a heart, having become so after the swelling of sin, instead of a sacrifice. Then you will be pleased with a sacrifice of righteousness, with burnt offering and whole burnt offerings. But to these things someone might say, how, having just said, "For if you had desired a sacrifice, I would have given it," does he now say, as though God were about to receive a sacrifice after the city has been rebuilt, "Then you will be pleased with a sacrifice"? But he did not say simply a sacrifice, but a sacrifice of righteousness.
Ὅτε γὰρ εὐδοκήσεις τὴν Σιὼν καὶ οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλὴμ, τοιαύτη σοι θυσία προσενεχθήσεται. Τὸ γὰρ θεοσεβὲς πολίτευμα εἰκόνα φέροι ἂν τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ· διὸ καὶ ταύτης ὁμώνυμος ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἧς τείχη λέγει τοὺς περιφράττοντας ταύτην ἀγγέλους ἢ καὶ τοὺς ἱερωμένους καὶ προμαχοῦντας αὐτῆς, Προσδέξῃ δὲ, εἶπεν, ἀντὶ τοῦ, εὐδοκήσεις, ὁ Σύμμαχος. Καὶ τὴν ἀναφορὰν δὲ, καὶ τὰ ὁλοκαυτώματα, δικαιοσύνης νοητέον, καὶ προσέτι τοὺς μόσχους. Πάντα γὰρ δικαιοσύνης ἐκτελεῖται, κατὰ τὰς ἀναίμους καὶ πνευματικὰς θυσίας, τὰς ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καθ' ὅλης τῆς οἰκουμένης προσφερομένας. Καὶ ἐν ἄλλῳ γὰρ εἴρηται πρὸς Ἰουδαίους προφήτῃ· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. Διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. Αὐτὴ νῦν λέγεται θυσία δικαιοσύνης· ἔστι δὲ καὶ αἰνέσεως, καθὰ πρόσθεν ἔλεγε· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως.
For when you look with favor on Zion and the walls of Jerusalem are built, such a sacrifice will be offered to you. For the God-fearing commonwealth would bear the image of the heavenly city of God; wherefore the Church of God is also named after it, whose walls he calls the angels who enclose it, or even those who are consecrated and fight in its front ranks. "You will receive," Symmachus said, instead of "you will look with favor." And the offering and the whole burnt offerings must be understood as of righteousness, and besides these the calves. For all things are accomplished by righteousness, according to the bloodless and spiritual sacrifices offered in the Church of God throughout the whole inhabited world. For it is also said in another place by a prophet to the Jews: "I have no pleasure in you, says the Lord Almighty, and I will not accept sacrifices from your hands. For from the rising of the sun to its setting my name has been glorified among the nations; and in every place incense is offered to my name, and a pure sacrifice." This is now called a sacrifice of righteousness; it is also one of praise, as he said earlier: "Offer to God a sacrifice of praise.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΣΥΡΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ ΝΑʹ.
Ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ· Ἦλθε Δαυῒδ εἰς τὸν οἶκον Ἀχιμέλεχ. Ὁ μὲν λγʹ ψαλμὸς εἴρηται τῷ Δαυῒδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν. Οὗτος δὲ ἐκείνῳ ἀκόλουθος ἂν εἴη κατὰ τὴν ἱστορίαν. Λέγει γὰρ ἡ Γραφὴ τῶν Βασιλειῶν, Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἐπισημαίνεται δὲ τὸν καιρὸν ἐν ᾧ ἦλθε Δαυῒδ εἰς τὸν οἶκον τοῦ Ἀβιμέλεχ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε λαβὼν παρὰ τοῦ ἀρχιερέως. Κατ' αὐτὸ γὰρ ἐκεῖνο τοῦ καιροῦ φθάσας Δωὴκ ὁ Σύρος, ὁ νέμων τὰς ἡμιόνους Σαοὺλ, καὶ ἐλθὼν πρὸς Σαοὺλ εἶπεν· Ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγενόμενον εἰς Νοβὰν πρὸς Ἀβιμέλεχ τὸν υἱὸν Ἀχιτὼβ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ· καὶ ἠρώτα αὐτῷ διὰ τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ. Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοῦ Κυρίου τοὺς ἐν Νοβὰν, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα· Ὅτε κελεύσαντος τοῦ Σαοὺλ, αὐτὸς ἐκεῖνος ὁ Δωὴκ, ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου τʹ καὶ εʹ ἄνδρας φέροντας ἐφοὺδ, καὶ τὴν
To the end, concerning the deliverance of David, 50.
When Doek the Idumaean came and reported to Saul and said to him, "David has come to the house of Achimelech." The thirty-third psalm was spoken by David when he changed his face before Abimelech, and he sent him away, and he departed. This one would be a sequel to that one according to the history. For the Scripture of the Kingdoms says, "And there was one of the servants of Saul there on that day." And it marks the time when David came to the house of Abimelech and ate the loaves of the presentation, having taken them from the high priest. For at that very time Doek the Syrian, who pastured the mules of Saul, arrived and came to Saul and said, "I have seen the son of Jesse arriving at Noba to Abimelech the son of Achitob the priest, and all the sons of his father; and he inquired for him through God, and he gave him provisions." And the king sent to call Abimelech the priest, and all the sons of his father, the priests of the Lord who were in Noba, and they all came to the king. When Saul commanded, that very Doek killed the priests of the Lord, three hundred and five men bearing the ephod, and the
Νοβὰν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, ἀπὸ νηπίου ἕως θηλάζοντος, καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. Ταῦτ' οὖν μαθὼν Δαυῒδ τοῦτον πεπραγμένα τὸν τρόπον, τοὺς προκειμένους προσφέρεται λόγους, οὔτε ᾠδὴν περιέχοντας, οὔτε ὕμνον, οὔτε ἄλλο τοιοῦτον. Πῶς γὰρ καὶ οἷόν τε ἦν ἐπὶ συμφορᾷ τοσούτων ἱερέων, ᾠδὰς αὐτῶν καὶ ψαλμοὺς ᾄδειν; διὸ οὐδὲν τοιοῦτον ἐπιγέγραπται· μόνον δὲ εἰς τὸ τέλος εἴρηται καὶ συνέσεως· ἐπειδὴ τὰ τελευταῖα τῶν λόγων ἀγαθῶν ἐστιν ἀπαγγελτικὰ ἐν οἷς φησιν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος, καὶ τὰ ἑξῆς. Καὶ συνέσεως δὲ τῆς ἐκ Θεοῦ δεῖται ἡ τῶν ἐμφερομένων λόγων διάνοια. Ὅτε μὲν οὖν παρὰ τῷ Ἀβιμέλεχ γενόμενος, τῆς ἱερατικῆς ἀπεγεύσατο τροφῆς, ἀλλοιώσας τὴν γεῦσιν αὐτοῦ ἢ τὸν τρόπον αὐτοῦ κατὰ τὴν τῶν λοιπῶν ἑρμηνείαν· εὐλογίας καὶ εὐχαριστίας ἀνέπεμπεν τῷ Θεῷ λέγων· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου, καὶ τὰ ἑξῆς. Νυνὶ δὲ, ὅτε τοῦ διαβόλου Δωὴκ τὴν πρᾶξιν ἔγνω, καὶ ὡς τοσούτους ἀνεῖλεν ἱερεῖς, ἔργῳ διαβολικῷ χρησάμενος, ὡς πρὸς αὐτὸν συντάττει τοὺς προκειμένους λόγους φάσκων· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; ἀνομίαν ὅλην τὴν ἡμέραν, καὶ ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. Καὶ λέλεκται μὲν τὰ μετὰ χεῖρας πολὺ πρότερον τοῖς χρόνοις τῆς ἱστορίας τοῦ νʹ ψαλμοῦ. Ἔτι γὰρ ζῶντος τοῦ Σαοὺλ, καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυῒδ, καὶ πέπρακτο καὶ εἴρητο.
He struck the city of Nob, the city of the priests, with the edge of the sword, from man to woman, from infant to nursing child, and ox and donkey and sheep. When David therefore learned that these things had been done in this manner, he offers the words that follow, containing neither a song, nor a hymn, nor anything else of that sort. For how, and how could it be, that at the calamity of so many priests he should sing songs and psalms? Therefore no such thing is inscribed as a title; only "to the end" is said, and "of understanding," since the last words of the good are declarative, in which he says: "But I am like a fruitful olive tree," and the rest. And the meaning of the words contained therein needs understanding from God. When, then, he had come to Abimelech and tasted of the priestly food, changing his taste or his manner according to the interpretation of the rest, he sent up blessing and thanksgiving to God, saying: "I will bless the Lord at all times, his praise continually in my mouth," and the rest. But now, when he learned of the deed of Doek the devil, and how he had slain so many priests, employing a diabolical deed, he composes the words that follow as if addressed to him, saying: "Why do you boast in evil, you mighty one? All the day your tongue has devised iniquity and injustice." And the words at hand were spoken much earlier in time than the history of the fiftieth psalm. For while Saul was still alive, and before David reigned, it had both been done and been spoken.
Μακροῖς δὲ ὕστερον χρόνοις, μετὰ τὸν θάνατον Σαοὺλ, καὶ πρὸς τοῖς τελευταίοις τῆς αὐτοῦ βασιλείας, ὁ Δαυῒδ τὴν ἐν τῷ νʹ ποιεῖται ἐξομολόγησιν, ἣν προὔταξε διὰ τὴν πρὸς τὸν μθʹ ψαλμὸν ἀκολουθίαν, ὥσπερ οὖν καὶ ἀποδέδεικται. Οἱ δ' ἀπὸ τοῦ αʹ καὶ νʹ τὸν ἀριθμὸν εἴκοσι, τοῦ Δαυῒδ ἐπιγεγραμμένοι, μέχρι τοῦ οʹ ἐξ ἑτέρας ἀρχῆς τὴν ὑπόθεσιν εἰλήφασιν· ἐοίκασι γοῦν ἔτι ζῶντος Σαοὺλ εἰρῆσθαι, πρὶν ἢ βασιλεῦσαι τὸν Δαυΐδ. Ὅ τε γὰρ μετὰ χεῖρας ἔτι ζῶντος Σαοὺλ ἐλέχθη, Ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, ὅτι ἦλθε Δαυῒδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. Ἀλλὰ καὶ ὁ νγʹ·Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαούλ· Οὐχὶ ἰδοὺ Δαυῒδ κέκρυπται παρ' ἡμῖν; εἴρητο. Καὶ ὁ εʹ δὲ καὶ νʹ· Ὅτε ἐκράτησαν αὐτὸν οἱ Ἀλλόφυλοι ἐν Γὲθ, ἐπιγέγραπται· ἦν δὲ καὶ οὗτος ὁ χρόνος ὁ πρὸ τῆς βασιλείας τοῦ Δαυῒδ, ἔτι τοῦ Σαοὺλ περιόντος τῷ βίῳ, καὶ ὁ ν ʹ ἐπιγράφει· Τῷ Δαυῒδ, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Ὡσαύτως καὶ ὁ νηʹ· Ὁπότε, φησὶν, ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν. Ὅ γε μὴν νθʹ, εἰ καὶ μετὰ τὸν θάνατον Σαοὺλ εἴρητο, ἤδη βασιλεύοντος τοῦ Δαυῒδ, ἀλλὰ καὶ αὐτὸς πρὸ τῆς κατὰ τὸν Οὐρίαν πράξεως· ὃ δὴ σημαίνεται ἀπὸ τῆς προγραφῆς, ἥτις δηλοῖ τὸν χρόνον φάσκουσα· Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβᾶ, καὶ ἀπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν, δώδεκα χιλιάδας. Ταῦτα δὲ τοῖς χρόνοις προάγει τὴν ἐν τῷ νʹ ψαλμῷ ἐξομολόγησιν.
But much later, after the death of Saul, and near the very end of his own reign, David makes the confession in the fiftieth psalm, which he placed before it because of its sequence with the forty-ninth psalm, just as has also been demonstrated. But the twenty psalms in number from the first and fiftieth up to the seventieth have received their subject from another beginning; at any rate they seem to have been spoken while Saul was still alive, before David reigned. For the one that was spoken while Saul was still at hand: “When Doeg the Idumaean came and reported to Saul that David had come to the house of Abimelech.” But also the fifty-third: “When the Ziphites came and said to Saul, ‘Is not David hiding among us?’” And the fifth and fiftieth: “When the Philistines seized him in Geth,” is inscribed; and this too was the time before David’s reign, while Saul was still alive. And the fiftieth is inscribed: “By David, when he fled from the face of Saul into the cave.” Likewise also the fifty-eighth: “When,” it says, “Saul sent and guarded his house to put him to death.” The fifty-ninth, indeed, even if it was spoken after the death of Saul, when David was already reigning, yet it too is before the affair concerning Uriah; and this is indicated by the superscription, which makes the time clear, saying: “When he burned Mesopotamia of Syria, and Syria Sobah, and Joab returned and struck the valley of Salt, twelve thousand.” But these things in time precede the confession in the fiftieth psalm.
Ἔτι μὴν καὶ ὁ ξβʹ ψαλμὸς ἐλέχθη τῷ Δαυῒδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας, ζῶντος ἔτι τοῦ Σαούλ. Καὶ θέα ὅπως σχεδὸν οἱ πλεῖστοι τοῦ δευτέρου μέρους τῆς βίβλου τῶν ψαλμῶν τοῦ Δαυῒδ, παρεκτὸς τοῦ νʹ, τοὺς πρόπαλαι εἰρημένους αὐτῷ πρὸ τῶν χρόνων τῆς κατὰ τὸν Οὐρίαν πράξεως περιειλήφασι. Τό γε μὴν πρῶτον μέρος τῆς αὐτῆς βίβλου τὸ ἀπὸ πρώτου καὶ μέχρι μʹ τὴν ἐναντίαν εἶχε τάξιν· τοὺς γὰρ μετὰ τὴν ἐξομολόγησιν τοῦ νʹ ἐκεῖνο περιεῖχε τὸ μέρος. Ὁ γοῦν τρίτος ψαλμὸς λέλεκτο τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἔφευγε δὲ τὸν υἱὸν μετὰ τὴν ἱστορίαν τοῦ Οὐρίου. Ἀλλὰ καὶ ἐν τῷ ʹ τῆς αὐτῆς ἕνεκα πράξεως ἀπεκλάετο λέγων· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ ὁ ζʹ δέ· Ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεὶ λελεγμένος, τῶν αὐτῶν εἴη ἂν χρόνων. Χουσὶ γὰρ ἀρχιεταῖρος γεγονὼς τοῦ Δαυῒδ, τῷ
Ἀβεσσαλὼμ συνεγένετο. Ἔτι μὴν καὶ ὁιζʹ ἀποδέδεικται περὶ τὰ τελευταῖα τῆς ζωῆς Δαυῒδ λελεγμένος. Ἀλλὰ καὶ ὁ λζʹ, ἐπιγεγραμμένος εἰς ἀνάμνησιν, τὴν αὐτὴν ἔχων διάνοιαν τῷ ʹ, ἄρχεται μὲν ἀπὸ τῶν αὐτῶν ῥημάτων λέγων· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Προϊὼν δὲ τὴν αὐτὴν ἐξομολόγησιν τῇ ἐν τῷ νʹ φερομένῃ ποιεῖται ἔν τε τοῖς ἄλλοις καὶ δι' ὧν φησιν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆσαν τὴν κεφαλήν μου. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.
Moreover, the sixty-second psalm was spoken by David when he was in the wilderness of Idumea, while Saul was still alive. And observe how nearly most of the second part of the book of Psalms of David, except the fiftieth, contain those spoken to him long before the times of the deed concerning Uriah. At any rate, the first part of the same book, from the first up to the fortieth, had the opposite order; for that part contained those after the confession in the fiftieth. At least the third psalm was spoken by David when he fled from the face of Absalom his son. But he fled from his son after the story of Uriah. But also in the tenth, for the sake of the same deed, he lamented, saying: I have labored in my groaning, every night I will wash my bed, with my tears I will drench my couch. And the seventh also, spoken concerning the words of Chusi son of Jemini, would be of the same times. For Chusi, having become chief of the priests of David, consorted with Absalom. Moreover, the eighty-seventh is shown to have been spoken near the end of David's life. But also the thirty-seventh, inscribed for remembrance, having the same thought as the tenth, begins with the same words, saying: O Lord, do not rebuke me in your anger, nor chasten me in your wrath. Proceeding, he makes the same confession as that borne in the fiftieth, both in other things and through what he says: For my iniquities have risen above my head. My wounds have festered and rotted because of my foolishness.
Καὶ σὺ δ' ἂν κατὰ σαυτὸν συναγαγὼν εὕροις ἂν τὰ πλεῖστα τῶν ἐν τῷ πρώτῳ μέρει τῶν ψαλμῶν μετὰ τοὺς χρόνους τῆς κατὰ τὸν Οὐρίαν ἱστορίας εἰρημένα, τὰ δὲ μετὰ τὸν νʹ τοῖς χρόνοις προάγοντα τὴν κατὰ τὸν Οὐρίαν πρᾶξιν. Τί δήποτε οὖν οὐ κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν οἱ πρῶτοι τοῖς χρόνοις πρῶτοι κατετάγησαν· ἀλλ' οἱ τὴν πρῶτοι λελεγμένοι ἔτι ζῶντος Σαοὺλ ἐν τῷ δευτέρῳ μέρει τῶν ψαλμῶν· ἐν δὲ τῷ πρώτῳ οἱ τοῖς χρόνοις ὕστατοι; ἡγοῦμαι δὲ ταύτην εἰληφέναι τὴν τάξιν, ὡς ἂν μὴ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω φέροιτο ὁ λόγος· τὸ γὰρ, εἰς τὸ τέλος μὴ διαφθείρῃς, καὶ ἐπὶ τῆς τῶν ψαλμῶν τάξεως πεφυλάχθαι ἔοικεν. Διὸ καὶ τὰ σκυθρωπότερα πρῶτα τέθειται· ἵνα δεύτερα τὰ χρηστότερα φυλαχθῇ, καλυπτομένων καὶ ἐξαφανιζομένων τῶν χειρόνων, διὰ τῶν ἐν τοῖς δευτέροις κρειττόνων. Εἰκὸς δὲ τὸν Δαυῒδ τὸ πλημμεληθὲν αὐτῷ ὕστερον διὰ τῶν προτέρων αὐτοῦ κατορθωμάτων ἐθέλειν καλύπτειν. Εἴποι δ' ἄν τις, ὅτι καθ' ὑπερβολὴν εὐλαβείας πρώτας ἔταττε τὰς ἐξομολογήσεις ἑαυτοῦ· Ἐπειδὴ δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Ἀλλὰ τοσούτων ἡμῖν εἰς τὴν ἀποδοθεῖσαν τάξιν γεγυμνασμένων, καιρὸς ἤδη καὶ ἐπὶ τὰς προκειμένας φωνὰς τοῦ ναʹ παρελθεῖν. Γράφει τοίνυν τοὺς προκειμένους λόγους, μαθὼν ὁποῖα διεπράξατο Δωὴκ ὁ Σύρος ἐν ταῖς κατ' αὐτοῦ διαβολαῖς. Διὸ ὡς πρὸς αὐτὸν ἀποτείνεται λέγων· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; ἢ ὡς πρὸς τὸν ἐνεργήσαντα ἐν αὐτῷ διάβολον. Οὐ γὰρ ἠγνόει τὸν πάντοτε αὐτῷ ἀντικείμενον, καὶ διὰ παντὸς αὐτὸν πολεμοῦντα, ποτὲ μὲν διὰ τοῦ Σαοὺλ, νυνὶ δὲ διὰ τοῦ Δωὴκ, καὶ ἄλλοτε ἄλλως δι' ἑτέρων.
And you yourself, gathering them up on your own, would find that most of the things spoken in the first part of the Psalms come after the times of the history concerning Uriah, while those after the fiftieth precede in time the deed concerning Uriah. Why then were those first in time not arranged first in order, but those said to be first while Saul was still alive are in the second part of the Psalms, and in the first part are those last in time? I think this order was adopted so that the discourse might not be carried from the better to the worse; for the words "do not destroy in the end" seem to have been preserved also in the arrangement of the Psalms. Therefore also the gloomier things have been placed first, so that the better things might be kept second, the worse being covered and made to disappear through the better things in the second part. And it is likely that David wished to cover his later transgression through his earlier good deeds. One might say that out of an excess of reverence he placed his own confessions first; for the righteous man is his own accuser in the first place. But since we have exercised ourselves sufficiently on the order that has been set forth, it is now time to proceed also to the words of the fifty-first psalm that lie before us. He writes the words that follow, then, having learned what sort of things Doek the Syrian did in his slanders against him. Therefore he addresses him, saying: Why do you boast in wickedness, you who are mighty? — or as addressing the devil who worked in him. For he was not ignorant of the one who always opposed him and warred against him at all times, sometimes through Saul, now through Doek, and at other times in other ways through others.
Ὁ μὲν οὖν ἀδύνατος καὶ ἄτονος καὶ ὀλίγος ἐν κακίᾳ, πλεονάζοντος ἐν αὐτῷ τοῦ κρείττονος τρόπου, ὡς ἂν ἀσθενέστερος ἐν κακίᾳ, ἐγκαλύψεται ἁμαρτάνων, καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, μετανοήσειεν ἂν, καὶ τῆς ἑαυτοῦ κακίας περινοήσειεν ἑαυτῷ φάρμακον δι' ἐξομολογήσεως καὶ εἰλικρινοῦς μετανοίας· ὁ δὲ δυνατὸς ἐν κακίᾳ τυφοῦται ἐπ' αὐτῇ, καὶ ἐγκαυχᾶται, ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνόμενος. Καί μοι δοκεῖ τὸν ἐναντίον τρόπον διαγράφειν ὁ παρὼν λόγος τῷ προεξομολογησαμένῳ ἐν τῷ νʹ ψαλμῷ. Ἐν ἐκείνῳ μὲ γὰρ ὀλισθήσας ἐν κακίᾳ ἅπαξ, ποτὲ μετεγίνωσκε καὶ ἑαυτὸν ἔκοπτεν ἐξομολογούμενος, καὶ τὰ ἑαυτοῖ κακὰ ἀποκλαόμενος· ὁ δὲ παρὼν ἐν κακίᾳ ὤν φησι· Καὶ ἀποξύσει σε ἀπὸ τῆς σκηνῆς, καὶ ἐκ ῥιζώσει σε ἐκ γῆς ζώντων εἰσαεί· ἵνα δίκαιοι βλέποντες ἀεὶ φοβῶνται, καὶ καταγελῶσιν αὐτοῦ λέγοντες· Ἰδοὺ ἄνθρωπος, ὃς οὐ προέθετο τὸν Θεὸν ἰσχὺν αὐτοῦ· ἀλλ' ἐπεποίθησε τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνισχυρεύσατο τῇ συμφορᾷ ἑαυτοῦ. Λέλεκται δὲ ταῦτα ὡς πρὸς τὸν Δωὴκ, ὄντα μὲν Σύρον τὸ γένος, ἀναστρεφόμενον δὲ ἐν μέσῳ τοῦ Ἰσραήλ· καί που τάχα καὶ παραβάλλοντα μετὰ τοῦ πλήθους εἰς τὴν σκηνὴν τοῦ Θεοῦ, θεοσεβεῖν τε προσποιούμενον.
The one who is powerless and without strength and small in evil, since the better disposition abounds in him, being weaker in evil, will cover himself over when he sins, and being pricked by conscience, he would repent, and would devise for himself a remedy for his own evil through confession and sincere repentance. But the one who is powerful in evil is puffed up over it and boasts, priding himself as over a great achievement. And it seems to me that the present passage depicts the opposite disposition to the one who made confession beforehand in the fiftieth psalm. For in that one, having once slipped into evil, he at some point repented and struck himself in confession, and bewailed his own evils. But the present one, being in evil, says: And he will scrape you away from the tabernacle, and will root you out from the land of the living forever; so that the righteous, always seeing this, may be afraid, and may mock him, saying: Behold a man who did not set God as his strength, but trusted in the abundance of his wealth, and grew strong in his own ruin. These things are said with reference to Doeg, who was a Syrian by race, but was living in the midst of Israel, and perhaps was even associating with the multitude in the tabernacle of God, and pretending to worship God.
Λέλεκται δὲ καὶ πρὸς πάντα τὸν ἐν κακίᾳ δυνατὸν, τῇ γλώσσῃ χρώμενον ἀντὶ ξίφους ἐπὶ ψυχῶν ἀπωλείᾳ, ὥσπερ τινὰ πικρὰν καὶ λυμαντικὴν ῥίζαν, ὁ τῶν ψυχῶν γεωργὸς ἐκτῖλαι, κἂν δοκῇ πρὸς βραχύν τινα χρόνον ἐν τῷ σκηνώματι τοῦ Θεοῦ καὶ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ πεφυτεῦσθαι, Ἐκταλεὶς δὲ ὁ τοιοῦτος καὶ μακρὰν ἀποῤῥιφεὶς τοῦ τῶν ἁγίων σκηνώματος, θέαμα κείσεται οἰκτρὸν ἐπ' ὠφελείᾳ καὶ σωφρονισμῷ τῶν ὁρώντων, οἳ, τὴν ἀπότομον τοῦ Θεοῦ κατὰ τοῦ τοιούτου κρίσιν
ὀφθαλμοῖς παραλαβόντες, ἀγωνιάσουσι καὶ φυλάξονται μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Εἶτα ἀναφέροντες τῇ μνήμῃ τὴν προτέραν τοῦ δυνατοῦ ἐν κακίᾳ μεγαλαυχίαν, τό τε ὕψος καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁρῶντες δὲ καὶ τὴν μετὰ ταῦτα μετελθοῦσαν αὐτὸν ταπείνωσίν τε καὶ ἀπώλειαν, καταγέλαστον αὐτὸν ἡγήσονται, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε θεώμενοι· ἀποδέξονται δὲ τοῦ Θεοῦ τὴν κρίσιν, δικαίαν αὐτὴν εἶναι ὁμολογοῦντες. Εἶτα καὶ τὰς αἰτίας διελεύσονται, δι' ἃς ταῦτα πέπονθεν ὁ ἀσεβὴς, δικαιοῦντες τὴν τοῦ Θεοῦ κρίσιν. Δέον γὰρ μὴ ἐπὶ πλούτῳ μέγα φρονεῖν, μηδ' ἐπὶ τῇ ματαιότητι τοῦ παρόντος βίου ἐπαίρεσθαι, μόνον δὲ τὸν Θεὸν ἐλπίδα καὶ βοηθὸν αὑτοῦ τίθεσθαι, καὶ ἐπὶ ταύτῃ μὴ σαλεύειν τῇ ἐλπίδι· ὁ δὲ τὴν μὲν ἀγαθὴν ἄγκυραν τῆς ἑαυτοῦ ψυχῆς καταλέλοιπεν, ἐπὶ ματαίῳ δὲ πλούτῳ τὰς ἐλπίδας ἀναρτήσας, ἑαυτὸν ἔπαιξε, πλέον οὐδὲν ἢ γέλωτα ὀφλήσας ἐπὶ τῇ αὑτοῦ ματαίᾳ καὶ ἄφρονι μεγαλαυχίᾳ. Ἐγὼ δὲ, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
But it has been said also against everyone who is powerful in evil, who uses his tongue as a sword for the destruction of souls, that the husbandman of souls will uproot him like some bitter and destructive root, even if he seems to have been planted for a short time in the tabernacle of God and in His Church. And such a one, having been uprooted and cast far away from the tabernacle of the saints, will lie there a pitiable spectacle for the benefit and correction of those who see, who, having received before their eyes the abrupt judgment of God against such a one, will be in anguish and will guard themselves lest they fall into the same things. Then, recalling to memory the former great boasting of the one powerful in evil, his height and his arrogance, and seeing also the humiliation and destruction that afterward came upon him, they will consider him a laughingstock, beholding from what state to what state he has fallen; and they will approve God's judgment, confessing it to be just. Then they will also go through the reasons for which the impious man has suffered these things, justifying God's judgment. For it was necessary not to be proud over wealth, nor to be exalted over the vanity of the present life, but to set God alone as his hope and helper, and not to be shaken in this hope; but he abandoned the good anchor of his soul, and having hung his hopes on worthless wealth, he made a fool of himself, incurring nothing more than laughter for his own vain and foolish boasting. But I, like a fruitful olive tree in the house of God, hoped in the mercy of God forever, and forever and ever.
Ὁ μὲν ἐν κακίᾳ δυνατὸς ὁποίου τέλους τεύξεται, διὰ τῶν εἰρημένων μεμαθήκαμεν. Ἐγὼ δὲ, φησὶν ὁ Δαυῒδ, ταῦτα παιδευθεὶς πρὸς τοῦ ἁγίου Πνεύματος, οὔτε ἐπὶ πλήθει πλούτου προσκαίρου ἐπαρθείην ποτὲ, οὔτε ἐπὶ ματαιότητι τοῦ θνητοῦ βίου· Ματαιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀλλὰ καὶ φεύγων τὴν ὁδὸν τοῦ δυνατοῦ ἐν κακίᾳ, τὴν ἐμαυτοῦ γλῶτταν καὶ τὰ ῥήματα οὐκ εἰς ἀπώλειαν ἑτέρων ἀκονήσαιμι, ἀλλ' ἐπ' ὠφελείᾳ ψυχῶν, καὶ εἰς διακονίαν σωτηρίων λόγων. Καὶ ταῖς λοιπαῖς δὲ πράξεσιν οὕτως ἂν γενοίμην εὐθαλὴς καὶ εὔκαρπος, ὡς παραβάλλεσθαί μου τὴν ψυχὴν ἀειθαλεῖ καὶ πολυκάρπῳ φυτῷ ἐν οἴκῳ Θεοῦ πεφυτευμένῳ. Διό φημι· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· ἢ κατὰ τὸν Σύμμαχον· Ἐγὼ δὲ ὡσεὶ ἐλαία εὐθαλὴς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἀπένευον τοῦ οἴκου τοῦ Θεοῦ· ἀλλ' ἔνδον ἐν αὐτῷ ὥσπερ ἐν γεωργίῳ Θεοῦ πεφυτευμένος, καὶ τῶν ναμάτων τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πηγῆς ἀπολαύων, πολύκαρπος ἐγινόμην καὶ ἀειθαλὴς, κατὰ τὸ παράδειγμα τοῦ τῆς ἐλαίας φυτοῦ, ὅπερ ἐν τοῖς ἀειθαλέσι παρείληπται. Τήρει δὲ, ὅτι ταῦτα λέγων ὁ Δαυῒδ, οὔτε ἐπὶ τῆς Ἱερουσαλὴμ ἐτύγχανεν, ἣν ἐνόμιζον εἶναι Ἰουδαίων παῖδες οἶκον τοῦ Θεοῦ· οὔτε γὰρ ᾠκοδόμητο· ἀλλ' οὐδὲ ἐν τῇ σκηνῇ τῇ ὑπὸ Μωϋσέως κατεσκευασμένῃ, εἰσέτι τότε παρὰ Ἰουδαίοις οὔσῃ. Φεύγων γὰρ τὸν Σαοὺλ παρ' ἑτέροις τὰς διατριβὰς ἐποιεῖτο· ὅμως δ' οὖν οὐκ ἠγνόει ἑαυτὸν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένον· οἶκον Θεοῦ νοῶν τὸ θεοσεβὲς πολίτευμα.
We have learned from what has been said what end the one who is powerful in evil will meet. But I, says David, having been disciplined in these things by the Holy Spirit, would never be elated over an abundance of temporary wealth, nor over the vanity of this mortal life; for vanity of vanities, all is vanity. But also, fleeing the way of the one powerful in evil, may I not sharpen my own tongue and words for the destruction of others, but for the benefit of souls and for the service of words of salvation. And in my other deeds too, may I become so flourishing and fruitful that my soul may be compared to an ever-green and many-fruited plant planted in the house of God. Therefore I say: But I am like a fruitful olive tree in the house of God; or according to Symmachus: But I am like a flourishing olive tree in the house of God. For I did not turn away from the house of God, but planted within it as in God's cultivated field, and enjoying the streams of the fountain in the house of God, I became many-fruited and ever-green, according to the example of the olive plant, which is reckoned among the ever-green. Observe that David, in saying these things, was not at Jerusalem, which the children of the Jews supposed to be the house of God—for it had not yet been built—nor yet in the tabernacle prepared by Moses, which was still at that time among the Jews. For fleeing Saul, he made his stays among others; nevertheless he did not fail to know that he was planted in the house of God, understanding the house of God to be the godly commonwealth.
Καὶ ἐπειδήπερ κατάκαρπος, οὐδὲ πικροὺς φέρων καρποὺς, γλυκεῖς δὲ καὶ πολλῆς γέμοντας φιλανθρωπίας, εἰκότως ἐλαίας φυτῷ κατακάρπῳ παρεβάλλετο, τὸν εἰς τοὺς πέλας ἔλεον σημαίνοντος, καὶ τὴν εἰς ἅπαντας φιλανθρωπίαν τοῦ παραδείγματος. Ὡς οὖν τοσούτοις βρίθων ἀγαθοῖς, ἀκολούθως ἐπιλέγει· Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τοῦ μὲν γὰρ ἐν κακίᾳ δυνατοῦ τὸ τέλος ἐκρίζωσιν αὐτῷ καὶ ἀφανισμὸν ἐδήλου. Ἐχρῆν γὰρ τὴν τῶν πικρῶν οἰστικὴν ῥίζαν καρπῶν πρὸς τοῦ τῶν ὅλων σοφοῦ γεωργοῦ ἀποκταλῆναι. Ὁ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισεν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀθανασίαν καὶ ζωὴν αἰώνιον ποριζόμενος ἀπὸ τῆς ἀγαθῆς ἐλπίδος, ἧς οὔποτε ἐκπεσεῖται· Ἡ γὰρ ἐλπὶς, κατὰ τὸν Ἀπόστολον, οὐ καταισχύνει. Εἶθ' ὡς ἐπ' ἀγαθοῖς καρποῖς, ἀγαθὰς ἐλπίδας ἑαυτῷ ὑποτυπωσάμενος, τὴν αἰτίαν ἐξάπτει τῷ πάντων τῶν ἀγαθῶν χορηγῷ λέγων· Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας. Οὐ γὰρ ἐγὼ, φησὶν, ἐποίησα ἐμαυτὸν ὡσεὶ ἐλαίαν κατάκαρπον, ἀλλὰ σὺ ἐποίησας· παρὰ σοῦ γὰρ ἡ χάρις· διὸ οὐδέποτε παύσομαί σοι τὴν χάριν εἰδὼς, καί σοι ἐξομολογούμενος· ἅπαξ δὲ ἐλπίσας ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, ὑπομενῶ τὸ ὄνομα αὐτοῦ. Τῆς γὰρ ἀγαθῆς ἐλπίδος
And since it was fruitful, bearing not bitter fruits but sweet ones and full of great loving-kindness, it was with good reason compared to a fruitful olive tree, the example signifying the mercy shown to neighbors and the loving-kindness toward all. Therefore, as one weighed down with so many good things, he accordingly adds: I hoped in the mercy of God forever and unto the age of ages. For the end of the one powerful in evil he was declaring to be uprooting and destruction for him. For it was necessary that the root productive of bitter fruits be cut off by the wise husbandman of all things. But he, like a fruitful olive tree in the house of God, hoped in the mercy of God forever and unto the age of ages, procuring immortality and eternal life from the good hope, from which he will never fall away. For hope, according to the Apostle, does not put to shame. Then, as having sketched out for himself good hopes on the basis of good fruits, he attaches the cause to the provider of all good things, saying: I will give thanks to you forever, because you have done it. For not I, he says, made myself like a fruitful olive tree, but you made me; for from you is the grace; therefore I will never cease giving thanks to you and confessing to you; and having once hoped in the mercy of God, I will wait upon his name. For of the good hope
ὑποκειμένης, ὑπομονῆς ἡμῖν χρεία. Διὸ ὑπομενῶ τὸ ὄνομά σου, φησὶν, ὅτι χρηστόν ἐστιν ἐναντίον τῶν ὁσίων σου· ἢ κατὰ τὸν Σύμμαχον, Ὅτι ἀγαθὸν τὸ ὄνομά σου ἄντικρυς τῶν ὁσίων σου. Εἰδὼς οὖν, ὅτι ἀγαθόν ἐστι, καὶ ἀγαθῶν ποιητικὸν, οὐ τοῖς δυνατοῖς ἐν κακίᾳ, οὐδὲ τοῖς ἀποβλήτοις τῶν ζώντων, ἀλλὰ τοῖς ὁσίοις, εἰκότως ὑπομενῶ τὸ ὄνομά σου, εὔελπις ὢν μήποτε ἐκπεσεῖν τοῦ σοῦ ἐλέους. Οὕτω γοῦν ἤλπισα ἐπ' αὐτῷ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΜΑΕΛΕΘ, ΣΥΝΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ ΝΒʹ Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, οὐκ ἔστι ποιῶν ἀγαθόν. Ὁ μὲν νʹ ἐξομολόγησιν τρόπου μεταγινώσκοντος ἐφ' οἷς ἥμαρτεν, περιεῖχεν· ὁ δὲ ἑξῆς αὐτῷ, ἀπόνοιαν τοῦ ἐν κακίᾳ δυνατοῦ καὶ ἀθέου τρόπου· ὁποῖόν τε τοῦτον διεδέχετο τὸ τέλος, καὶ ὁποῖον τὸν πρότερον. Τῷ μὲν γὰρ καυχησαμένῳ ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς ἐλέγετο· Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε εἰς τέλος, ἐκτῖλαι σε καὶ μεταναστεῦσαί σε ἀπὸ σκηνώματος· ἐκ προσώπου δὲ τοῦ ἐξομολογησαμένου ἐπήγετο ἑξῆς τὸ, Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος αὐτοῦ εἰς τὸν αἰῶνα. Ὁ δὲ παρὼν οὐκ ὢν ψαλμὸς, οὐ γὰρ οὕτως ἐπιγέγραπται, ἀλλ' οὐδὲ ᾠδὴ, οὐδέ τι τῶν τοιούτων, προφητείαν περιέχει τῆς σωτηρίου θεοφανείας, ἣν πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν. Ὥσπερ οὖν καὶ ὁ μετὰ χεῖρας ἐπὶ τῇ πάντων ἀνθρώπων διαπτώσει, καὶ ὥσπερ ἐπὶ κοινῷ ναυαγίῳ εὐχόμενος καὶ λέγων· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ;
since a basis is laid down, we have need of endurance. Therefore, he says, I will wait for your name, because it is kind in the sight of your holy ones; or according to Symmachus, Because your name is good, over against your holy ones. Knowing, then, that it is good and productive of good things—not for those who are powerful in evil, nor for the outcasts of the living, but for the holy ones—with good reason I will wait for your name, being of good hope that I may never fall away from your mercy. Thus, at any rate, I hoped in it forever and forever and ever. For the end, concerning Maeleth, for understanding, by David, 52. The fool said in his heart: There is no God. They were corrupted and became abominable in their lawless deeds; there is none who does good. The fiftieth psalm contained a confession of a manner of one repenting over the things he had sinned; but the one following it contains the folly of the manner that is powerful in evil and godless; and what sort of end succeeded this one, and what sort the former. For to the one who boasted in his own evils it was said: For this God will bring you down to the end, pluck you out and remove you from your dwelling; but from the person of the one who confessed, there was brought in next: But I am like a fruitful olive tree in the house of God; I hoped in his mercy forever. But the present psalm—since it is not thus inscribed, nor is it a song, nor anything of the sort—contains a prophecy of the saving manifestation of God, which many prophets and righteous men desired to see. Just as, then, also the one at hand concerning the fall of all men, and as one praying in a common shipwreck and saying: Who will give from Zion the salvation of Israel?
ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ· ὅτε γὰρ, ἐξομολογούμενος καὶ ἐξαγορεύων τὰ ἑαυτοῦ ἁμαρτήματα διὰ τῆς σωτηρίου θεοφανείας, καθάρσεως ἔμελλε τεύξεσθαι· ὅτε ἄθεος ἐν ἀνθρώποις καὶ ἐν κακίᾳ δυνατὸς τρόπος οὐδ' ἄλλως οἷός τε ἦν ἢ διὰ μόνου τοῦ Σωτῆρος θεραπείας τυχεῖν, τοῦ καὶ τὰ ἀνίατα τῆς ψυχῆς πάθη ἰάσασθαι δυναμένου. Καὶ ταῦτα μὲν εἰς τὴν ἀκολουθίαν εἰρήσθω. Σημειώσῃ δὲ, ὅτι δεύτερον ἤδη ἡ προκειμένη προφητεία ἔγκειται τῇ βίβλῳ τῶν Ψαλμῶν· ἐν μὲν τῷ πρώτῳ μέρει κατὰ τὸν ιγʹ, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὰ προκείμενα. Σχεδὸν γὰρ αὐτοῖς ῥήμασιν ἀπ' ἀρχῆς μέχρι τέλους καὶ ὁ ιγʹ ὁμοίως ἔχει τῷ παρόντι· ἀρχόμενος μὲν ἀπὸ τοῦ· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· τελευτῶν δὲ εἰς τό· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Βραχεῖαι δὲ λέξεις τὴν ἐν ἀμφοτέροις διαφορὰν ἐργάζονται. Ἐν μὲν γὰρ τῇ προγραφῇ ὁ μὲν ιγʹ εἰς τὸ τέλος τῷ Δαυῒδ ἐλέγετο· ὁ δὲ παρὼν ἔχει μὲν τὴν αὐτὴν ῥῆσιν, πλεονάζει δὲ ἐν τῷ λέγειν, ὑπὲρ Μαελὲθ, συνέσεως. Ὁ μὲν Ἀκύλας, ἐπὶ χορείᾳ, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, διὰ χοροῦ· ὁ δὲ Θεοδοτίων, ὑπὲρ τῆς χορείας, καὶ ἡ πεμπτὴ ἔκδοσις ὡσαύτως. Ἀναγκαίως δὲ πρόκειται τὸ, συνέσεως· ἐπειδήπερ συνέσεως ἡμῖν δεῖ πρὸς τὸ νοῆσαι τίς ἐστιν ἡ χορεία ἡ διὰ τῆς προγραφῆς δηλουμένη, καὶ τίς ὁ λόγος, καθ' ὃν ἅπαξ προλεχθείσης τῆς προφητείας κατὰ τὸν ιγʹ δεύτερον ἐνταῦθα παρείληπται.
When the Lord turns back the captivity of his people, Jacob will rejoice and Israel will be glad. For when, confessing and declaring his own sins through the saving manifestation of God, he was about to obtain purification—when the godless manner among men and mighty in evil was in no other way able to obtain healing except through the Savior alone, who is able to heal even the incurable passions of the soul. And let these things be said for the sequence. But you will note that the prophecy now before us is already set down a second time in the book of Psalms: in the first part at the thirteenth, and in the second at the present passage. For almost in the very same words from beginning to end the thirteenth also stands like the present one, beginning from "The fool said in his heart: There is no God," and ending at "Who will give from Zion the salvation of Israel? When the Lord turns back the captivity of his people, Jacob will rejoice and Israel will be glad." But brief phrases produce the difference in both. For in the superscription the thirteenth was said to be "to the end, to David"; but the present one has the same wording, yet abounds in saying "for Maeleth, of understanding." Aquila translated it "for dancing"; Symmachus, "through a dance"; Theodotion, "for the dance"; and the fifth edition likewise. And "of understanding" is necessarily prefixed, since we need understanding to grasp what the dance is that is indicated by the superscription, and what the reason is by which, though the prophecy was spoken once at the thirteenth, it is taken up a second time here.
Τὸ δὲ, εἰς τέλος, ἐν ἀμφοτέροις κείμενον, σημαντικὸν ἂν εἴη τοῦ χρόνου καθ' ὃν ἤμελλεν ἀποτελεῖσθαι τὰ προφητευόμενα. Ἐπειδὴ γὰρ κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος, τὸ Σωτήριον τοῦ Θεοῦ, ἐπιφανὲν τοῖς ἐπὶ γῆς ἀνθρώποις, χορείαν συνεστήσατο τὴν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συγκροτουμένην, εἰς ὕμνους καὶ δοξολογίας τοῦ αὐτοῦ Πατρός· εἰκότως ἐπὶ σύνεσιν ἡμᾶς ταύτης τῆς χορείας ὁ λόγος παρορμᾷ. Καὶ ὅρα τὸ παράδοξον· προγράφει μὲν γὰρ ὑπὲρ τῆς χορείας, ἢ ὑπὲρ τοῦ χοροῦ, εἰσάγει δὲ οὐδένα ἐπὶ γῆς ἄνθρωπον ἀγαθὸν, οὐδὲ ποιοῦντα χρηστότητα ἕως ἑνὸς,
λέγων ἑξῆς· Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν καὶ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός. Εἰ δὲ οὖν τοιαῦτα ἦν τὰ ἐν ἀνθρώποις, ὡς μηδένα ἀγαθὸν εὑρίσκεσθαι ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων, πῶς ὑπὲρ τῆς χορείας τὰ τῆς προγραφῆς λέγεσθαι σημαίνει; Ἀλλ' ἐρεῖς, ὅτι, ἐπειδὴ πάντες ἐξέκλιναν ἕως ἑνὸς, διεφθάρησάν τε οἱ ἐπὶ γῆς καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, εἰκότως ὁ προφήτης ἐπηύξατο ἐν τοῖς μετὰ ταῦτα εἰπών· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Συνεῖδε γὰρ τῇ προγνώσει τοῦ πνεύματος τοῦ προφητικοῦ, ὡς ἄρα διὰ τοῦ Σωτηρίου ἤμελλεν ἡ αἰχμαλωσία τοῦ λαοῦ ἐπιστρέφειν καὶ ἐλευθεροῦσθαι τῆς τῶν πολεμίων δυναστείας· ὧν ἐπιτελουμένων, ἡ τοῦ Θεοῦ χορεία συνίστατο ἐξ αὐτῶν ἐκείνων τῶν ἐλευθερουμένων τῆς αἰχμαλωσίας.
The phrase "to the end," occurring in both, would signify the time at which the things prophesied were to be fulfilled. For since at the consummation of the age the Salvation of God, appearing to men on earth, established a choir—the one formed in his Church out of all the nations together—for hymns and doxologies of the same Father, the word rightly urges us on to the understanding of this choir. And observe the paradox: it writes beforehand concerning the choir, or concerning the chorus, yet it introduces no good man on earth, nor one doing kindness, not even one,
saying next: The Lord looked down from heaven upon the sons of men, to see if there is one who understands and seeks God. All have turned aside, together they have become useless, there is none who does good, there is not even one. If, then, such were the things among men, that no good man is found among the sons of men, how does it mean that the things of the superscription are said concerning the choir? But you will say that, since all turned aside, even to one, and those on earth were corrupted and became abominable in lawless deeds, the prophet rightly prayed in what follows, saying: Who will give out of Zion the Salvation of Israel? When the Lord turns back the captivity of his people, Jacob will exult, and Israel will be glad. For he perceived by the foreknowledge of the prophetic spirit that through the Salvation the captivity of the people was about to be turned back and freed from the dominion of enemies; and when these things were accomplished, the choir of God was constituted from those very ones who were freed from captivity.
Εἰκότως οὖν εἰς τὸ τέλος ἀναπέμπεται τὰ λεγόμενα, καὶ ὑπὲρ Μαελὲθ, τουτέστιν ὑπὲρ τῆς χορείας, λέλεκται· ὡσεὶ σαφέστερον ἡρμήνευτο, ὑπὲρ τῶν ἐλευθερωθησομένων τῆς αἰχμαλωσίας· διόπερ καὶ εἰς σύνεσιν ἡμᾶς ἀναπέμπει. Εἴρηται δὲ, τῷ Δαυῒδ, ἡ προφητεία, ὑπ' αὐτοῦ λεχθεῖσα. Διὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, τοῦ Δαυῒδ, ἐπιγέγραπται. Καὶ ἔστιν εἰπεῖν ὡς ἄρα αὐτὸς ὁ Δαυῒδ, προφήσας τό· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, οὐκ ἄλλως τεύξεσθαι τοῦ ἐλέους ἠπίστατο ἢ διὰ τοῦ προφητευομένου σωτηρίου. Διὸ ἐν μὲν τῷ νʹ ἔλεγεν· Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ Σωτηρίου σου· ἐν δὲ τῷ προκειμένῳ Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Ηὔχετο γὰρ καὶ αὐτῷ δοθῆναι τὸ κοινὸν ἀγαθόν. Καὶ ὁ ιγʹ δὲ πρὸς τὸν πρὸ αὐτοῦ, λέγω δὲ τὸν ιβʹ, πολλὴν εἶχεν ἀκολουθίαν. Εὐξάμενος γὰρ ἐν τῷ ιβʹ, ὁ αὐτὸς καὶ εἰπών· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; καὶ τὰ τούτοις ἑξῆς συνάψας, ἐπιλέγει· Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ Σωτηρίῳ σου. Καὶ ἐπειδήπερ ἐμνημόνευσε τοῦ Σωτηρίου ἐν τῷ ιβʹ, ἐν τῷ ιγʹ ἀκολούθως φησί· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Ἡ μὲν οὖν προγραφὴ, πολλῆς συνέσεως δεομένη, ὑπὲρ τῆς χορείας ἐλέγετο, τῆς μελλούσης διὰ τοῦ Σωτηρίου συνίστασθαι ἐν ἀνθρώποις· ἥτις ἔργῳ ἐπετελέσθη μετὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ·
Reasonably, then, the words are sent up "to the end," and they are spoken "for Maeleth," that is, "for the dance"—as if it had been interpreted more clearly, "for those who were to be freed from captivity"; and for this reason he also sends us up "to understanding." And the prophecy is said to belong to David, having been spoken by him. Therefore among the other interpreters it is inscribed "of David." And one may say that David himself, having prophesied, "But I am like a fruitful olive tree in the house of God; I hoped in the mercy of God," knew that he would obtain mercy in no other way than through the salvation that was prophesied. Therefore in the fiftieth psalm he said, "Restore to me the joy of your salvation"; and in the present psalm, "Who will give from Zion the salvation of Israel?" For he prayed that the common good might be given to him as well. And the thirteenth psalm also had great continuity with the one before it—I mean the twelfth. For the same man, having prayed in the twelfth and having said, "How long, Lord, will you forget me to the end? How long will you turn your face away from me?" and having joined what follows to these words, adds, "But I hoped in your mercy. My heart will rejoice in your salvation." And since he mentioned salvation in the twelfth, in the thirteenth he says accordingly, "Who will give from Zion the salvation of Israel?" The superscription, then, requiring much understanding, was spoken "for the dance"—the dance that was to be established among men through the salvation; which was accomplished in deed after the manifestation of our Savior Jesus Christ.
δι' οὗ καθ' ὅλης τῆς οἰκουμένης μία συνέστη τῷ Θεῷ χορεία, οἵα οὐδεπώποτε, ἡ καθολικὴ τοῦ Θεοῦ Ἐκκλησία ἐπὶ τὴν ἀῤῥαγῆ καὶ ἄσειστον πέτραν τοῦ σωτηρίου λόγου τεθεμελιωμένη. Τὰ δὲ ἐν ἀρχῇ τῆς προφητείας λεγόμενα ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ὥσπερ τι ναυάγιον εἰσάγει. Εἶπε γάρ· Φησὶν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ· οὐκ ἔστι ποιῶν ἀγαθόν. Τὰ αὐτὰ δὲ καὶ ἐν τῷ ιγʹ ἐδηλοῦτο, μάλιστα κατὰ τὴν Ἑβραϊκὴν γλῶσσαν, ἐν ᾗ αἱ αὐταὶ λέξεις ἐμφέρονται καὶ τὰ αὐτὰ στοιχεῖα ἐν ἀμφοτέροις· εἰ καὶ μάλιστα τῆς παρ' ἡμῖν ἑρμηνείας, λέξεις τινὰς ἐνηλλαγμένας περιέχειν δοκεῖ. Ἀντὶ γὰρ τοῦ, Διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, ὁ ιγʹ, Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι· καὶ πάλιν ἀντὶ τοῦ, Οὐκ ἔστι ποιῶν ἀγαθὸν, Οὐκ ἔστι ποιῶν χρηστότητα, περιέχει· παρὰ γὰρ τοὺς ἑρμηνεύσαντας ἡ ἐναλλαγὴ φέρεται. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος τὴν ἔκπτωσιν τῶν κοινῶν περὶ Θεοῦ ἐννοιῶν, καὶ τὸν δυσσεβῆ καὶ ἄθεον λογισμὸν τῆς ἀνθρωπότητος ἁπάσης πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας ἐπικρατήσαντα. Τοῦ γὰρ Θεοῦ ταῖς κοιναῖς ἐννοίαις ἀγαθὰ σπέρματα τῆς περὶ αὐτοῦ γνώσεως καταβαλλομένου, τοσαύτη τις κατέσχεν διαστροφὴ πάντα τὸν ἐν ἀνθρώποις ἄφρονα, ὡς δόξαν ἄθεον ἐν τῷ ἑαυτοῦ λογισμῷ κτήσασθαι, καὶ ὅτι μηδείς ἐστι μηδὲ ὑφέστηκεν ἐν τῷ παντὶ ὁ Θεὸς διανοηθῆναι. Οὗτος μὲν οὖν ἀληθῶς ἄθεός τις ἦν καὶ παντελῶς ἄφρων, οὔτε πρόνοιαν
through whom a single dance was established for God throughout the whole inhabited world, such as never before, the catholic Church of God founded upon the unbreakable and immovable rock of the saving Word. And the things said at the beginning of the prophecy introduce, as it were, a certain shipwreck of all the men upon the earth. For it said: The fool says in his heart, There is no God. They were corrupted and became abominable in lawlessness; there is none who does good. And the same things were also made clear in the thirteenth, especially according to the Hebrew language, in which the same words are brought forth and the same elements in both; although the translation among us seems especially to contain certain words interchanged. For instead of, They were corrupted and became abominable in lawlessness, the thirteenth has, They were corrupted and became abominable in their practices; and again instead of, There is none who does good, it contains, There is none who does kindness; for the interchange is carried over against the translators. And by these things the account signifies the falling away of the common conceptions about God, and the impious and godless reasoning of all humanity prevailing before the manifestation of our Savior. For since God, by the common conceptions, lays down good seeds of the knowledge of himself, such a perversion seized every fool among men as to acquire a godless opinion in his own reasoning, and to think that there is no one, nor does God subsist in the universe. This man, then, was truly a certain godless and utterly foolish man, neither providence
τὰ πάντα ἐφορῶσαν, οὔτε νοῦν τὸν καθόλου, οὔτε τὴν ἐπέκεινα τῶν ὅλων οὐσίαν τὴν ἁπάντων ποιητικὴν, ὑφεστάναι ὁριζόμενος· οἱ δὲ λοιποὶ τῶν ἀνθρώπων, πολυθέῳ πλάνῃ τῇ κατὰ τὴν εἰδωλολατρείαν ἑαυτοὺς ἐκδόντες, ἑτέρῳ ἀφροσύνης τρόπῳ εἰς ἀθεότητα πεπτώκασιν· οἳ καὶ αὐτοὶ διέφθειραν τὰ σπαρέντα ἐν αὐτοῖς ὑγιῆ περὶ Θεοῦ σπέρματα, καὶ τῇ τῶν νεκρῶν εἰδώλων βδελυρίᾳ ἑαυτοὺς παραδεδώκασιν, ἄτιμα καὶ ἀληθῶς βδελύγματα σεβασθέντες. Διὸ εἴρηται· Διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Διεφθάρησαν καὶ βδελυρίαν ἐπετήδευσαν μετὰ ἀδικίας. Ἐπετήδευσαν γὰρ τὴν βδελυρίαν, τὰ μὴ ὄντα ὡς ὄντα ἂν εἰδωλοποιήσαντες μετὰ τῆς ἀνωτάτω ἀδικίας. Τίς γὰρ ἂν γένοιτο ταύτης ἑτέρα χείρων ἀδικία, καθ' ἣν φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν, κατὰ τὸν ἱερὸν Ἀπόστολον; Εἶτ' ἀκόλουθα δρῶντες τοῖς ἀθέοις καὶ διαστρόφοις ἑαυτῶν ἐπιτηδεύμασιν, εἰς πᾶν εἶδος βίου μοχθηρίας περιπεπτώκασι. Διὸ ἐπιλέγεται ἑξῆς· Οὐκ ἔστι ποιῶν ἀγαθόν. Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα ἕως ἑνός. Ὁ μὲν ἄφρων ἠπάτα ἑαυτὸν, λέγων ἐν τῇ καρδίᾳ ἑαυτοῦ μὴ εἶναι Θεόν· καὶ οἱ λοιποὶ δὲ πάντες ἐβδελύχθησαν βδελυρίαν ἐπιτηδεύσαντες.
observing all things, nor did he define either the universal Mind or the substance beyond all things, the creative substance of all, as subsisting; but the rest of mankind, having given themselves over to the polytheistic error of idolatry, have fallen into godlessness in another manner of folly; these too have corrupted the healthy seeds concerning God sown within them, and have handed themselves over to the abomination of dead idols, reverencing things dishonorable and truly abominations. Therefore it is said: They have corrupted themselves and become abominable in lawlessness; which Symmachus interpreted more clearly, saying: They have corrupted themselves and practiced abomination with injustice. For they practiced abomination, making idols of things that are not as though they were, with the utmost injustice. For what other injustice could be worse than this, according to which, claiming to be wise, they became fools, and exchanged the glory of the incorruptible God for the likeness of an image of corruptible man, and of birds, and of four-footed beasts, and of creeping things, according to the sacred Apostle? Then, doing things that follow their own godless and perverse practices, they have fallen into every form of wickedness of life. Therefore it is added next: There is none who does good. God looked down from heaven upon the sons of men, to see if there is any who understands or seeks after God. All have turned aside, together they have become useless, there is none who does goodness, not even one. The fool was deceiving himself, saying in his heart that there is no God; and all the rest also have become abominable, practicing abomination.
Ὁ δὲ ἀληθὴς λόγος τὸν ἐπὶ πάντων Θεὸν καὶ Κύριον οὐχ ὑφεστάναι μόνον καὶ τὰ πάντα περιέχειν, ἀλλὰ καὶ ἐφορᾷν καὶ ἐπισκέπτεσθαι, οὐ τὰ καθόλου μέρη τοῦ παντὸς μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος, καὶ τοὺς ἐπὶ τῆς γῆς τὰς διατριβὰς ποιουμένους υἱοὺς τῶν ἀνθρώπων, διδάσκει. Εἶτ' ἐπειδήπερ πρόνοιαν ποιούμενος τῶν υἱῶν τῶν ἀνθρώπων, τοῦ ἰδίου μεγέθους ὑποβαίνων, καὶ ὥσπερ ἐξ ὑψηλοτάτης ἀκρωρείας τῆς ἀνωτάτω καὶ ὑπὲρ πάντα δυνάμεως ἑαυτοῦ, καθίησιν ἐπὶ τὴν διάκρισιν τῶν ἐπὶ γῆς ἀνθρώπων, ἐπισκοπῶν εἴ πού τίς ἐστι τῆς αὐτοῦ προνοίας τὴν διοίκησιν συνιὼν, καὶ εἴ πού τις, πάντα δεύτερα θέμενος τὰ τῆς τοῦ βίου ἀπάτης, τὴν περὶ αὐτοῦ ζήτησιν ἀνείληφε. Καὶ ἐπειδὴ, ζητῶν, οὐδένα τοιοῦτον εὗρεν, τῷ πάντας ἐκκλῖναι, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ἀχρειωθῆναι, ὡς μὴ ποιοῦντα ἀγαθὸν ἕως ἑνὸς εὑρεῖν· εἰκότως ἐπαπειλεῖ τοῖς διαφθείρασιν αὑτοὺς, τὰ ἑξῆς λέγων· Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; Τὸν Κύριον οὐκ ἐπεκαλέσαντο· ἐκεῖ φοβηθήσονται φόβῳ οὗ οὐκ ἦν φόβος. Ἐπειδὴ, διακύψας ἐκ τοῦ ἰδίου κατοικητηρίου ὁ Θεὸς, τουτέστιν ἐκ τοῦ οὐρανοῦ, ἔνθα κατοικεῖν λέγεται διὰ τοὺς αὐτόθι χωροῦντας αὐτοῦ τὴν βασιλείαν, πάντας εἶδε τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀχρειωθέντας καὶ τῆς εὐθείας καὶ ὀρθῆς ἀποκλίναντας ὁδοῦ· εἰκότως οἷά τις ποιμὴν ἀγαθὸς κηδόμενος τῆς ἐν ἀνθρώποις αὐτοῦ ἀγέλης, ἐπαπειλεῖ τοῖς αἰτίοις τῆς διαστροφῆς, λέγων· Οὐχὶ γνώσονται οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου;
But the true Word teaches that the God and Lord over all not only subsists and contains all things, but also looks upon and visits them—not only the universal parts of the whole, but also the particular parts, and the sons of men who make their dwelling upon the earth. Then, since, exercising providence over the sons of men, he descends from his own greatness, and as it were from the highest peak of his own supreme and above-all power, he comes down to the discernment of the men upon the earth, overseeing whether there is anyone anywhere who understands the governance of his providence, and whether there is anyone anywhere who, having set all the things of the deception of life as secondary, has taken up the search for him. And since, searching, he found no one such, because all had turned aside and at the same time had become worthless, so as not to find one doing good, not even one—reasonably he threatens those who have corrupted themselves, saying the following: Will not all those who work lawlessness know, who eat my people as bread? They did not call upon the Lord; there they will be afraid with fear where there was no fear. Since, having looked down from his own dwelling-place, God—that is, from heaven, where he is said to dwell because of those there who receive his kingdom—saw all the sons of men become worthless and turn aside from the straight and upright way; reasonably, like a good shepherd caring for his flock among men, he threatens those responsible for the perversion, saying: Will not those who work lawlessness know, who eat my people as bread?
Καί μοι δοκεῖ ταῦτα περὶ δυνάμεων ἀντικειμένων λέγεσθαι τῶν ἀοράτων ἐχθρῶν καὶ πολεμίων τοῦ γένους τοῦ ἀνθρωπείου. Οὗτοι γὰρ τὸ τῶν ἀνθρώπων γένος κατάβρωμα ἑαυτοῖς ἐποιήσαντο, οἷα δεινοὶ θῆρες τὰς ψυχὰς αὐτῶν κατεσθίοντες, κατὰ τὸ εἰρημένον ἐν προφητείαις· Οἱ κατεσθίοντες τὸν λαόν μου ὅλῳ τῷ στόματι. Οὗτοι οὖν αὐτοὶ νῦν μὲν, φησὶν, ὡς οὐκ ἂν τὸν Θεὸν πρὸ ὀφθαλμῶν θέμενοι, ταῦτα κατὰ τοῦ λαοῦ καὶ κατὰ τῆς ἐμῆς ἐν ἀνθρώποις λογικῆς ἀγέλης διεπράξαντο. Μήτι οὖν καὶ εἰς τὸ παντελὲς ταῦτα πράττοντες διατελέσουσιν; Ἔστω δὲ νῦν, τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο, τἀναντία τῷ Θεῷ καὶ τὰ ἐχθρὰ αὐτῷ ἐνεργοῦντες, μὴ οὐχὶ γνώσονται καιρῷ τινι τὴν ἐπελευσομένην αὐτοῖς δίκην; Καὶ μὴν ἔσται καιρὸς, ἐν ᾧ φοβηθήσονται φόβον. Ποῖος δ' ἂν εἴη οὗτος ἢ ἐκεῖνος
καθ' ὃν ἐπιλάμψαντος τοῦ Σωτηρίου, οὐκέτι τοῖς ἐμοῖς θρέμμασι φόβος ἐπιστήσεται· αὐτοὺς δὲ τοὺς δεινοὺς θῆρας καὶ τοὺς ἀφανεῖς καὶ ἀοράτους δαίμονας φόβος λήψεται ἐκεῖ οὗ οὐκ ἔσται φόβος; Τότε γὰρ τοῖς μὲν τῶν ἀγαθῶν ἀξίοις οὐκ ἔσται φόβος, τοῖς δὲ νῦν ἐπαιρομένοις κατὰ τοῦ λαοῦ μου ἐπιπεσεῖται φόβος ὁ τῆς μετελευσομένης αὐτοὺς ὀργῆς, ἥτις ἐπιστᾶσα διασκορπίσει ὀστᾶ ἀνθρωπαρέσκων· ἐν ᾗ καὶ καταισχυνθήσονται, ἐπειδὴ τότε αὐτοὺς ὁ τῶν ἁπάντων ἐξουδενώσει κριτής. Ἀντὶ δὲ τοῦ· Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ὁ γὰρ Θεὸς διασκορπίσει ὀστᾶ τῶν παρεμβαλλόντων περὶ σέ· καταισχυνθήσῃ, ὅτι ὁ Θεὸς ἀπεδοκίμασεν αὐτούς. Καὶ ὁ Ἀκύλας δὲ τῆς αὐτῆς ἔχεται διανοίας λέγων·
And it seems to me that these things are said concerning the opposing powers, the invisible enemies and adversaries of the human race. For these made the human race their own food, devouring their souls like terrible beasts, according to what is said in the prophets: Those who devour my people with their whole mouth. These, then, he says, now, as though not setting God before their eyes, have done these things against the people and against my rational flock among men. Will they, then, continue doing these things even to the end? Let it be so now that they did not call upon God, working things contrary to God and hostile to him—will they not at some time come to know the judgment that will come upon them? And indeed there will be a time in which they will fear with fear. And what would this be but that time
when, the Savior having shone forth, no longer will fear come upon my flocks; but the terrible beasts themselves and the unseen and invisible demons—fear will seize them there where there will be no fear? For then for those worthy of good things there will be no fear, but upon those now exalting themselves against my people will fall the fear of the wrath that will come upon them, which, when it comes, will scatter the bones of those who please men; in which they will also be put to shame, since then the judge of all things will set them at nought. And instead of "For God has scattered the bones of those who please men," Symmachus interpreted it in this way: "For God will scatter the bones of those who encamp around you; you will be put to shame, because God has rejected them." And Aquila also holds to the same meaning, saying:
Ὅτι ὁ Θεὸς ἐσκόρπισεν ὀστᾶ παρεμβεβληκότων σου· ᾔσχυνας, ὅτι ὁ Θεὸς ἀπέῤῥιψεν αὐτούς. Ἡ δὲ τοῦ λόγου διάνοια παρίστησι τῶν προλεχθέντων ἐπιβούλων τοῦ λαοῦ, δηλαδὴ τῶν ἀοράτων ἐχθρῶν καὶ τῶν ἀφανῶν πολεμίων, τὰς δυνάμεις καθαιρεθήσεσθαι. Ὀστᾶ γὰρ διασκορπιζόμενα τῶν ἐχθρῶν εἶεν ἂν αἱ τῆς κακίας αὐτῶν δυνάμεις, ἃς διασκορπίζειν κατὰ τὸν σημαινόμενον καιρὸν ὁ λόγος ἀπειλεῖ. Τότε δὲ καὶ καταισχυνθήσονται, ἐπειδὰν ἀποδοκιμάσῃ αὐτοὺς ὁ Θεὸς ἢ ἐξουθενήσῃ, τὸ μηθὲν αὐτοὺς εἶναι ἀποδείξας. Ταῦτα εἰκότως ἠπείλησεν ὁ τῶν ἀνθρώπων κηδεμὼν τοῦ Θεοῦ λόγος· ἐπειδὴ διακύψας ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ζητήσας τε ἐν αὐτοῖς εἰ ἔστι συνιὼν ἢ ζητῶν τὸν Θεὸν, οὐδένα εὗρε· κατέλαβε δὲ τοὺς πάντας ἐξ ἐπιβουλῆς ἐχθρῶν ἐκκλίνοντας καὶ ἀχρειωθέντας, ὡς μηδὲ ἕως ἑνὸς περιλείπεσθαι ἀγαθῶν ἔργων ποιητήν. Τὰ μὲν οὖν πρῶτα ὁμοίως καὶ ὁ ιγʹ περιέχει· παρήλλακται δὲ τὰ ἑξῆς. Ἐν μὲν γὰρ τῷ ιγʹ συνῆπται τούτοις τὸ, Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ, βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστιν· ἐνταῦθα δὲ, Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. Ἀλλὰ μὲν εἰς τὸν ιγʹ οἰκείας ἔτυχεν ἑρμηνείας κατὰ τοὺς οἰκείους τόπους· τὰ δὲ προκείμενα, ὅπως ἡμῖν παρέστη, πρόκειται τοῖς ἐντυγχάνουσιν. Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.
Because God has scattered the bones of those who besieged you; you put them to shame, because God rejected them. The meaning of the passage shows that the powers of those who were previously said to plot against the people—namely, the invisible enemies and the unseen foes—will be brought down. For the scattered bones of the enemies would be the powers of their wickedness, which the word threatens to scatter at the appointed time. Then they will also be put to shame, when God disapproves of them or sets them at nought, showing that they are nothing. The word of God, the guardian of human beings, reasonably threatened these things, since having looked down from heaven upon the sons of men and having sought among them whether there is one who understands or seeks God, he found no one; but he found them all turning aside through the plotting of enemies and become worthless, so that not even one remained as a doer of good works. Now the first things are contained similarly also in the thirteenth psalm; but what follows differs. For in the thirteenth there is joined to these words, Because God is in the generation of the righteous; you put to shame the counsel of the poor, because the Lord is his hope; but here, Because God has scattered the bones of those who please men, they were put to shame, because God set them at nought. But the thirteenth psalm has received its own interpretation in its own places; and the present words lie before the readers just as they were set before us. Who will give from Zion the salvation of Israel? When God turns back the captivity of his people, Jacob will exult, and Israel will be glad.
Μεγάλα φαντασθεὶς ὁ Προφήτης ἐκ τῆς τοῦ ἁγίου Πνεύματος ἀποκαλύψεως περὶ τῆς ἀπωλείας τῶν ἐχθρῶν τοῦ τῶν ἀνθρώπων γένους, ἑξῆς ἐπήγαγε τὸ, Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον; ὡσεὶ ἔλεγε· Τίς δώσει ἤδη ποτὲ ταῦτα δι' ἔργων χωρῆσαι; Οὐ γὰρ ἄλλως σεσῶσθαι κακῶν ἐλευθερίαν τοῖς υἱοῖς τῶν ἀνθρώπων ἢ διὰ μόνης τῆς ἐπιφανείας τοῦ Σωτηρίου τοῦ Θεοῦ, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν φέρεται τῶν Γραφῶν. Ἐπεύχεται τοίνυν λέγων· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Πολλάκις δὲ ἡμῖν εἴρηται, ὡς ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τοῦτον ἐν ταῖς προφητείαις προαγορεύεται τὸν τρόπον· Σωτήριον γὰρ αὐτὸν καλεῖν εἰώθασιν· ὃ καὶ πᾶσι τοῖς ἔθνεσι γνωσθήσεσθαι προεκήρυττον ἔντε τοῖς ἄλλοις καὶ ἐν οἷς εἴρηται· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ Σωτήριον αὐτοῦ. Ἀναγγείλατε τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ· καὶ πάλιν· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ· καὶ ὁ Ἡσαΐας, Ἀποκαλύψει, φησὶ, Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ τὰ ἑξῆς. Ἤδη δὲ πολλάκις παρατεθείμεθα τῶν λόγων τὸ ἀποτέλεσμα, μαρτυρούμενον ὑπὸ τοῦ Συμεῶν, ὃς, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔτι νήπιον ὄντα, ταῖς ἀγκάλαις λαβὼν, ἀνεφώνησε λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ὄνομά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριον, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων
Having received great visions through the revelation of the Holy Spirit concerning the destruction of the enemies of the human race, the Prophet next added, "Who will give the Salvation out of Zion?"—as if to say, "Who will ever bring these things to pass in deed?" For the sons of men are not otherwise saved with freedom from evils except through the manifestation of the Salvation of God alone, about which there is much discourse carried through all the Scriptures. He prays, then, saying: "Who will give the Salvation of Israel out of Zion?" And it has often been said by us that the Christ of God, our Savior and Lord, is foretold in the prophecies in this manner; for they are accustomed to call him "Salvation," which they also proclaimed would be made known to all the nations, among other things and in what is said: "Sing to the Lord a new song; sing to the Lord, all the earth. Sing to the Lord, bless his name. Proclaim from day to day his Salvation. Declare his glory among the nations"; and again: "Sing to the Lord a new song, for he has done marvelous things. The Lord has made known his Salvation; he has revealed his righteousness in the sight of the nations"; and Isaiah says, "The Lord will reveal his holy arm before all the nations," and the rest. And we have already often set forth the fulfillment of these words, attested by Simeon, who, taking our Savior and Lord Jesus Christ, while still an infant, in his arms, cried out saying: "Now you dismiss your servant, Master, according to your word, in peace; for my eyes have seen your Salvation, which you have prepared before the face of all
τῶν ἐθνῶν. Ἀλλὰ ταῦτα μὲν ἐν Εὐαγγελίοις ἐπληροῦτο. Οἵ γε μὴν παλαιοὶ προφῆται, τὸ μέλλον τῷ Πνεύματι προθεωροῦντες, καὶ τῶν ἀγαθῶν εἰς ἔρωτα καὶ πόθον ἐρχόμενοι, ἐπεβόων ἐν εὐχαῖς, τοτὲ μὲν φάσκοντες· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ Σωτήριόν σου δῴης ἡμῖν· τοτὲ δὲ ἐν εὐχῇ λέγοντες· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Τί γὰρ καὶ ἔμελλε γίγνεσθαι ἐπιφανέντος τοῦ Σωτηρίου, ἑξῆς ὁ λόγος παρίστησι φάσκων· Ἐν τῷ ἐπιστρέψαι τὸν Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Ὁρᾷς, ὡς, ἐπιφανέντος τοῦ Σωτηρίου, ἐπιστροφὴν γενήσεσθαι τῆς αἰχμαλωσίας θεσπίζει κατὰ τὴν σωτήριον φωνὴν τὴν ἐμφερομένην ἐν τῷ λέγοντι ἐξ αὐτοῦ προσώπου προφήτῃ· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνάβλεψιν; ἢν μετὰ χεῖρας αὐτὸς ὁ Σωτὴρ ἐπὶ τῆς συναγωγῆς τῶν Ἰουδαίων λαβὼν, καὶ τὸν τόπον διελθὼν ἐπεσφραγίσατο φήσας· Σήμερον ἡ Γραφὴ αὕτη πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν. Τῆς οὖν αἰχμαλωσίας ἀνεθείσης, χορεῖαι λοιπὸν ἐξ αὐτῆς συνίστανται, τοὺς ὕμνους ἀναπέμπουσαι τῷ ἐλευθερωτῇ βασιλεῖ. Τότε δὲ καὶ ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Τότε δὲ, πότε, ἢ κατὰ τὸν καιρὸν τῆς δηλουμένης ἐλευθερίας τοῦ λαοῦ τοῦ Θεοῦ, ὡς νοεῖν σε ἕτερον μὲν εἶναι τὸν ἐλευθερούμενον λαὸν, καὶ ἑτέρους τοὺς ἐπὶ τῇ αὐτοῦ σωτηρίᾳ εὐφραινομένους; Τοῦτο γὰρ ἡ διάνοια ὑποβάλλει φάσκοντος τοῦ λόγου· Ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, καὶ τὰ ἑξῆς.
of the nations. But these things were being fulfilled in the Gospels. Yet the ancient prophets, foreseeing the future by the Spirit and coming to a love and longing for the good things, cried out in their prayers, sometimes saying: "Show us, Lord, your mercy, and grant us your salvation"; and at other times saying in prayer: "Who will give the salvation of Israel out of Zion?" For what was also about to happen when the Salvation appeared, the following word sets forth, saying: "When the Lord turns back the captivity of his people, Jacob will exult, and Israel will be glad." You see how, when the Salvation appeared, he foretells that a turning back of the captivity would take place, according to the saving voice contained in the prophet who says in his own person: "The Spirit of the Lord is upon me, for which reason he has anointed me; he has sent me to proclaim good news to the poor, to proclaim release to captives, and recovery of sight to the blind"? This the Savior himself took in hand in the synagogue of the Jews, and having gone through the passage, he sealed it, saying: "Today this Scripture has been fulfilled in your ears." When the captivity, then, has been released, dances from that point on are formed from it, sending up hymns to the king who set them free. Then also "Jacob will exult, and Israel will be glad." Then—when, except at the time of the manifest liberation of the people of God, so that you understand that the people being freed is one thing, and those who rejoice at his salvation are others? For the meaning suggests this when the word says: "When God turns back the captivity of his people," and what follows.
Οὗτοι γὰρ εὐφρανθήσονται ἐν τῷ ἐπιστρέφειν Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. Δύο τοίνυν διὰ τούτων παρίσταται τάγματα, τὸ μὲν τῶν μὴ ὑποπεπτωκότων τῇ αἰχμαλωσίᾳ, τὸ δὲ τῶν ὑποπεπτωκότων μὲν, ἐλευθερίας δὲ τετυχηκότων διὰ τοῦ Σωτηρίου. Ἐρεῖς οὖν τοὺς μὲν πάλαι προφήτας καὶ δικαίους, καὶ πατριάρχας, καὶ πάντας τοὺς καθαροὺς τῆς εἰδωλολάτρου πλάνης γενομένους, αὐτοὺς εἶναι τοὺς μὴ ὑποπεπτωκότας τῇ τῶν νοητῶν πολεμίων ἁλώσει· τοὺς δὲ ἐξ ἐθνῶν εἰς ἀθεότητα περιτραπέντας, τούς τε τῇ πολυθέῳ πλάνῃ καταδουλωθέντας, ἢ καὶ τοὺς ἐκ περιτομῆς τοὺς ταῖς ἑαυτῶν ἁμαρτίαις πραθέντας, καὶ ἁπαξαπλῶς ἅπαντας, περὶ ὧν ἀνωτέρω ἐλέγετο· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεὸς, διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, τούτους τυγχάνειν τοὺς τὴν αἰχμαλωσίαν πεπονθότας. Ὧν ἐλευθερουμένων διὰ τῆς τοῦ Σωτηρίου ἐπιλάμψεως, ὁ πάλαι παρὰ Θεῷ ἤδη ἀναπεπαυμένος προφητικὸς χορὸς, Ἰακὼβ καὶ Ἰσραὴλ κυρίως ὀνομαζόμενος διὰ τὰ ἐκ τῶν ὀνομάτων σημαινόμενα πράγματα, ἀγαλλιάσεται καὶ εὐφρανθήσεται, συγχαίρων ὡς οἰκείοις μέλεσι τοῖς διὰ τοῦ Σωτηρίου ἐλευθερουμένοις.
For these will be glad when the Lord turns back the captivity of his people. Two ranks, then, are presented through these words: the one of those who have not fallen under captivity, the other of those who have indeed fallen but have obtained freedom through the Savior. You will say, then, that the ancient prophets and righteous men, and the patriarchs, and all who have kept themselves pure from the idolatrous error—these are the ones who have not fallen under the capture of the intellectual enemies; but those from the nations who have been turned over to godlessness, and those enslaved to the polytheistic error, or also those from the circumcision who have been sold by their own sins, and simply all about whom it was said above: The fool said in his heart, There is no God; they have corrupted themselves and become abominable in their lawlessness—these are the ones who have suffered captivity. When these are set free through the illumination of the Savior, the prophetic choir that long ago had already found rest with God, rightly named Jacob and Israel because of the realities signified by the names, will exult and be glad, rejoicing together as over its own members in those who are set free through the Savior.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΣΥΝΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ, ΕΝ ΤΩ ΕΛΘΕΙΝ ΤΟΥΣ ΖΙΦΑΙΟΥΣ ΚΑΙ ΕΙΠΕΙΝ ΤΩ ΣΑΟΥΛ· ΟΥΚ ΙΔΟΥ ΔΑΥΙΔ ΚΕΚΡΥΠΤΑΙ ΠΑΡ' ΗΜΙΝ; ΝΓʹ. Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσον με, καὶ ἐν τῇ δυναστείᾳ σου κρῖνόν με. Ὥσπερ ἀπεδείκνυντο οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν μετὰ τὸ πταῖσμα τὸ εἰς τὴν τοῦ Οὐρίου γεγονὸς λελεγμένοι ἐκ τῆς ἐφ' ἑκάστῳ κειμένης προγραφῆς· οὕτω καὶ νῦν αἱ καθ' ἕκαστον ψαλμὸν προγραφαὶ δηλωτικαὶ τυγχάνουσι τοῦ χρόνου καθ' ὃν ἐλέχθησαν. Αὐτίκα γοῦν καὶ ὁ προκείμενος ἀνέπεμψεν ἐπὶ τὴν πρώτην βίβλον τῶν Βασιλειῶν· ὡς ἂν ἐκεῖθεν μάθοιμεν, ἐφ' οἵοις πράγμασι τὸν προκείμενον ὕμνον ὁ Δαυῒδ ἀνέπεμψεν. Ἔχει δὲ ἡ ἱστορία τοῦτον τὸν τρόπον· Καὶ ἐκάθισε Δαυῒδ ἐν τῇ ἐρήμῳ Μασεδὲκ ἐν τοῖς στενοῖς· καὶ ἐκάθητο ἐν τῷ ὄρει ἐν τῇ ἐρήμῳ Ζείφ. Εἶθ' ὡς ἦλθεν
Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ· Μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ἰσραὴλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον, καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. Καὶ συνέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου, καὶ Δαυῒδ ἐκάθητο, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ· οἷς ἑξῆς ἐπιλέγει· Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν, λέγοντες· Οὐκ ἰδοὺ Δαυῒδ κέκρυπται παρ' ἡμῖν ἐν Μεσαρᾶ ἐν τοῖς στενοῖς, ἐν τῇ καινῇ; Ὃ δὴ μαθὼν Σαοὺλ ἐπὶ δίωξιν ἐτράπη τοῦ Δαυΐδ. Ἤδη τε λοιπὸν ἐγγὺς ἦν τοῦ λαβεῖν αὐτὸν ὑποχείριον· γέγραπται γάρ· Καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυῒδ εἰς τὴν ἔρημον Μαών.
For the end, among hymns, of understanding to David, when the Ziphites came and said to Saul: Behold, is not David hidden among us? Psalm 53. O God, save me in your name, and judge me in your power. Just as those in the first part of the book of Psalms, after the fall that occurred in the matter of Uriah, were shown to have been spoken from the superscription placed over each one, so now also the superscriptions of each psalm are indicative of the time at which they were spoken. For instance, the present one also refers us back to the first book of Kingdoms, so that from there we may learn on what occasions David offered up the present hymn. The history is as follows: And David sat in the wilderness of Massedek in the narrow passes; and he sat on the mountain in the wilderness of Ziph. Then when Jonathan the son of Saul came to him and said to him: Do not fear, for the hand of Saul my father will not find you, and you shall reign over Israel, and I shall be second to you, and Saul my father knows this. And both made a covenant before the Lord, and David sat, and Jonathan departed to his house; to which he next adds: And the Ziphites went up from the dry land to Saul on the hill, saying: Behold, is not David hidden among us in Mesara in the narrow passes, in the new place? Learning this, Saul turned to the pursuit of David. And by now he was near to taking him captive; for it is written: And Saul heard and pursued after David into the wilderness of Maon.
Καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἐγένετο Δαυῒδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ· καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλλον ἐπὶ Δαυῒδ καὶ τοὺς ἄνδρας αὐτοῦ, συλλαβεῖν αὐτούς. Καὶ ἄγγελος ἦλθε πρὸς Σαοὺλ λέγων· Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο ἀλλόφυλοι ἐπὶ τὴν γῆν. Καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυῒδ, καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων. Ταῦτα μὲν τὰ ἀπὸ τῆς ἱστορίας. Ἐφ' οἷς τὸν προκείμενον ὕμνον διασωθεὶς ἐκ χειρὸς Σαοὺλ ὁ Δαυῒδ γραφῇ παραδίδωσιν, ἐπισημηνάμενος τὸν καιρὸν καὶ τὸ πρᾶγμα δηλώσας διὰ τῆς προγραφῆς. Διὸ καὶ ἐπὶ σύνεσιν ἡμᾶς παρορμᾷ τῶν ἐμφερομένων, λέγων· Εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ. Κατὰ δὲ τὸν Ἀκύλαν· Τῷ νικοποιῷ ἐν ψαλμοῖς ἐπιστήμονος τοῦ Δαυΐδ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπινίκιον διὰ ψαλτηρίων περὶ συνέσεως τοῦ Δαυΐδ. Ἐπειδὴ καὶ φεύγων καὶ τὴν ἔρημον μεταδιώκων, ἀντὶ φυλακτηρίου ἐπήγετο τὸ τοῦ ψαλτηρίου ὄργανον, αὐτῷ χρώμενος καὶ τοῖς δι' αὐτοῦ εἰς Θεὸν ἀναπεμπομένοις ὕμνοις· καὶ ᾠδαῖς μὲν καὶ ψαλμοῖς πνευματικοῖς ἀντὶ θυσίας χρώμενος, ἀντὶ δὲ εὐώδους θυμιάματος δι' εὐχῶν τὴν πνευματικὴν ἀποτελῶν λειτουργίαν. Ἐν τῷ ἐλθεῖν τοίνυν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ ἰδοὺ Δαυῒδ κέκρυπται παρ' ἡμῖν;
And Saul and his men go from one side of this mountain, and David was sheltered as he went from the face of Saul; and Saul and his men encamped against David and his men, to seize them. And a messenger came to Saul, saying: Hurry and come, for the foreigners have attacked the land. And Saul turned back from pursuing after David, and went to meet the foreigners. These things are from the history. In addition to these, David, having been saved from the hand of Saul, hands over the present hymn to writing, having marked the time and made the matter clear through the superscription. Therefore he also urges us to understanding of what is contained, saying: For the end, among hymns, of understanding to David. But according to Aquila: To the conqueror among psalms, of the understanding of David; but according to Symmachus: A victory-song through psalteries concerning the understanding of David. Since even while fleeing and pursuing the desert, he carried the instrument of the psaltery instead of a safeguard, using it and the hymns sent up to God through it; and using songs and spiritual psalms instead of sacrifice, and instead of fragrant incense accomplishing the spiritual service through prayers. When, therefore, the Ziphites came and said to Saul: Behold, is not David hidden among us?
Τοῦτο μαθὼν ὁ Δαυῒδ ἤτοι ἐξ ἀποκαλύψεως τοῦ πνεύματος τοῦ προφητικοῦ ἢ ἔκ τινος τῶν τὰς τοιαύτας ἀπαγγελίας διακονεῖν εἰωθότων, τὸ ψαλτήριον μετὰ χεῖρας παραχρῆμα λαβὼν, δι' αὐτοῦ τῷ Θεῷ τὴν λογικὴν ἀναφέρει θυσίαν λέγων τὰ προκείμενα, δι' ὧν ἀξιοῖ σωθῆναι ὑπὸ τοῦ Θεοῦ, οὐκ ἄλλως ἢ διὰ τοῦ ὀνόματος αὐτοῦ· διό φησιν· Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με· ᾔδει γὰρ εἶναί τι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὥσπερ γάρ ἐστί τινα ἐν ταῖς ἐπῳδαῖς κατὰ τῶν ἰοβόλων ἑρπετῶν ῥήματα καὶ ὀνόματα, τοσαύτην ἐμφαίνοντα δυνάμεως ἰσχὺν, ὡς κατακοιμίζειν ἢ καὶ νεκροῦν τὰ φοβερώτατα τῶν ἑρπετῶν· τὸν αὐτὸν τρόπον καὶ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ἠπίστατο σωτήριον μὲν τυγχάνειν τῶν σωτηρίας ἀξίων, τῶν δὲ ἐχθρῶν καὶ ἐναντίων δυνάμεων ἀπελατικόν. Ἐβούλετο τοίνυν σωθῆναι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ, καὶ οὐκ ἀκρίτως τε ἐβούλετο· ἀλλ' εἰ ἄξιος εὑρίσκοιτο τῆς σωτηρίας. Διὸ ἐπιλέγει· Καὶ ἐν τῇ δυναστείᾳ σου κρινεῖς μοι· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, δικάσεις μοι. Πρότερον γὰρ ἀξιοῖ κρίνεσθαι καὶ δικάζεσθαι πρὸς τοὺς ἐλαύνοντας ἢ καὶ διαβεβληκότας αὐτόν· εἶθ' οὕτως εἰ φάνειε ἀδικούμενος ἐκδικήσεως τυχεῖν τῆς παρὰ τοῦ κριτοῦ, μετερχομένου τοὺς ἀδικοῦντας. Ταῦτ' εἰπὼν, προστίθησι λέγων· Ὁ Θεὸς, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου· ὥσπερ δικαιολογίαν ποιούμενος ἐνώπιον τοῦ κρίνοντος αὐτῷ τε καὶ τοῖς ἀδικοῦσιν αὐτόν. Καὶ ἵνα γε τὰ τῆς δικαιολογίας παραδεχθῇ, τὴν εὐχὴν ἀναπέμπει, ἣν καὶ εἰσακουσθῆναι ἀξιοῖ λέγων· Ὁ Θεὸς, εἰσάκουσον, καὶ τὰ ἑξῆς.
David, having learned this either by revelation of the prophetic spirit or from one of those accustomed to minister such announcements, immediately took the psaltery in his hands and through it offered to God the rational sacrifice, saying the words set before us, by which he asks to be saved by God, not otherwise than through his name. Therefore he says: O God, save me in your name; for he knew that there is a name that is above every name. For just as there are certain words and names in incantations against venomous reptiles, displaying such strength of power as to put to sleep or even kill the most fearsome of reptiles, in the same way he also knew that the name which is above every name is a means of salvation for those worthy of salvation, and a means of driving away enemies and opposing powers. He wished, then, to be saved in the name of God, and he did not wish this without judgment, but only if he should be found worthy of salvation. Therefore he adds: And in your dominion you will judge for me; or according to the other translators, you will plead my cause. For first he asks to be judged and to have his case tried against those who drive him out or even slander him; then, thus, if he should appear to be wronged, to obtain vengeance from the judge, who pursues those who do wrong. Having said these things, he adds, saying: O God, hear my prayer, give ear to the words of my mouth; as it were making a defense before the one who judges both him and those who wrong him. And in order that the things of his defense may be accepted, he sends up the prayer which he also asks to be heard, saying: O God, hear, and the rest.
Τί δ' ἂν ἐβούλετο ἡ προσευχὴ, καὶ ποίαν δικαιολογίαν εἶχε, ἑξῆς παρίστησι λέγων· Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμὲ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. Ταῦτ' ἦν τὰ τῆς δικαιολογίας. Καὶ ὅρα πῶς οὐ διὰ μακρῶν ἐκτείνει τοὺς λόγους, ἀλλ' ἅτε Θεῷ τῷ
πάντα εἰδότι διαλεγόμενος, αὐτῷ μόνον ὑπόμνησιν ποιεῖται, τὴν μακρὰν τῶν πραγμάτων ἀποσιωπῶν διδασκαλίαν. Μήποτε δὲ τοὺς μὲν ἀλλοτρίους ᾐνίσσετο τοὺς Ζιφαίους τοὺς πρὸς τὸν Σαοὺλ ἐνδιαβάλλοντας αὐτόν; τοὺς δὲ κραταιοὺς τὴν ψυχὴν αὐτοῦ ζητοῦντας αὐτὸν τὸν Σαοὺλ καὶ τοὺς σὺν αὐτῷ, οἳ, μὴ προθέμενοι τὸν Θεὸν ἐνώπιον αὐτῶν, ἤλαυνον τὸν μηδὲν αὐτοὺς ἠδικηκότα, ἑαυτοὺς ἀπατῶντες τῷ νομίζειν, ὅτι καὶ παρὰ τὸ βούλημα τοῦ Θεοῦ δυνήσονταί τι κατ' αὐτοῦ; Τοῦτο δ' ἦν ἀνδρῶν μὴ προθεμένων τὸν Θεὸν ἐνώπιον αὐτῶν. Ἐγράφη δὲ ταῦτα, φησὶν ὁ Ἀπόστολος, εἰς νουθεσίαν ἡμῶν, ὡς ἂν μιμηταὶ γιγνοίμεθα τῶν ἁγίων, εἴποτε τοῖς ὁμοίοις περιπίπτοιμεν. Οὐκ ἔστι γὰρ ὅτε πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν οὐχὶ διώκονται, καὶ μὴ μισοῦνται μῖσος ἄδικον ὑπὸ τῶν τὸν ἐναντίον αἱρουμένων βίον. Καὶ ἀναγκαῖά γε ἡμῖν τὰ προκείμενα εἰς διδασκαλίαν· ὡς ἂν καὶ αὐτοὶ δίκην ἐπῳδῆς ἑαυτοῖς ἐπᾴδοιμεν τὰς τοιαύτας φωνὰς ἀναπέμποντες τῷ Θεῷ, ἐπειδὰν ἐχθροῖς περιπεσόντες ἐπιβουλευοίμεθα ὑπ' αὐτῶν, καὶ διαβαλλοίμεθα, καὶ κινδυνεύοιμεν· πεπεισμένοι οὐκ ἀργὰ ἔσεσθαι τὰ ῥήματα τῆς προσευχῆς, τὰ μεγάλα δὲ συμβαλοῦνται ἡμῖν, ὥσπερ οὖν καὶ αὐτοῖς τοῖς πρώτοις εὐξαμένοις.
What, then, did the prayer intend, and what manner of defense did it contain? He sets this out next, saying: "For strangers rose up against me, and mighty men sought my soul, and they did not set God before them." This was the substance of the defense. And observe how he does not stretch out his words at length, but, as one conversing with God who knows all things, he makes mention to him alone, passing over in silence the lengthy instruction of the matters. Could it be that by "strangers" he hinted at the Ziphites, who were slandering him to Saul? And by "mighty men seeking his soul," Saul himself and those with him, who, not setting God before them, drove on against one who had done them no wrong, deceiving themselves with the notion that even against the will of God they would be able to accomplish something against him? This was the mark of men who did not set God before them. These things, says the Apostle, were written for our admonition, so that we might become imitators of the saints, whenever we fall into similar circumstances. For there is no time when all who wish to live piously are not persecuted, and are not hated with an unjust hatred by those who choose the opposite manner of life. And these things set before us are indeed necessary for our instruction, so that we too, as it were by an incantation, might chant such words to ourselves, sending them up to God, whenever, having fallen among enemies, we are plotted against by them, and are slandered, and are in danger—persuaded that the words of the prayer will not be idle, but will greatly benefit us, just as they did those who first prayed them.
Αὐτίκα γοῦν εὐξάμενος ταῦτα ὁ Δαυῒδ, παραχρῆμα ἐπηκόου ἔτυχε τοῦ Θεοῦ, καὶ ἀξιοῦται τῆς παρ' αὐτοῦ βοηθείας. Ἤδη γὰρ μέλλων ἁλίσκεσθαι καὶ ταῖς τοῦ Σαοὺλ χερσὶ παραδίδοσθαι, παραδόξως ἐκ Θεοῦ σώζεται, ἀγγελίας τὸν Σαοὺλ ἀπαγαγούσης ἐφ' ἑτέρας ἀσχολίας κατὰ τὴν παρατεθεῖσαν ἱστορίαν. Διὸ ἑξῆς φησιν· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Διάψαλμα. Τὸ διάψαλμα μεταβολὴν εἰργάσατο τῆς διανοίας. Τὰ μὲν γὰρ ὡς ἐν προσευχῇ ἀνεπέμπετο τῷ Θεῷ· τὰ δὲ προφητικῶς ἐπιλέγει, τὰ θεσπίζοντα σωτηρίαν μὲν τῷ εὐξαμένῳ, πτῶσιν δὲ τοῖς ἐχθροῖς, ἀφ' ὧν ῥυσθῆναι ηὔξατο. Ταῦτ' οὖν ἐξ ἁγίου Πνεύματος προφητεύει, τὰ μὲν περὶ αὐτὸν σημαίνων ἐν τούτοις· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου· τὰ δὲ περὶ τῶν ἐναντίων αὐτῷ, ἤτοι περὶ τῶν Ζιφαίων τῶν διαβεβληκότων αὐτὸν πρὸς τὸν Σαοὺλ, ἢ καὶ νοητῶν τινων ἢ καὶ ἀφανῶν ἐχθρῶν τῶν διαφθονουμένων αὐτοῦ τῇ κατὰ Θεὸν προκοπῇ, καὶ διὰ τοῦτο συσκευαζομένων αὐτὸν, ἐν τῷ, Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Κατὰ δὲ τὸν Σύμμαχον· Ἀνταποδώσει, φησὶ, κακὰ τοῖς ἀποτειχίζουσί με, ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς. Καὶ ὅρα εἰ μὴ συμφωνεῖ ταῦτα τῇ ἱστορίᾳ. Ἐπειδήπερ οἱ Ζιφαῖοι βουλόμενον αὐτὸν κρύπτεσθαι παρ' αὐτοῖς, ὥσπερ ἀπογυμνοῦντες καὶ ἀποτειχίζοντες, διέβαλλον πρὸς τὸν Σαοὺλ, λόγοις διαβολικοῖς κατ' αὐτοῦ χρώμενοι· διόπερ αὐτοὺς, ὡς εἰκὸς, αἰνιττόμενος ἔλεγεν·
Immediately, then, when David had prayed these things, he straightway obtained a hearing from God, and was deemed worthy of help from him. For when he was already about to be captured and handed over into the hands of Saul, he is wondrously saved by God, a message having drawn Saul away to other occupations, according to the history that has been set forth. Therefore he says next: "For behold, God helps me; the Lord is the supporter of my soul. He will turn back the evils upon my enemies, and in your truth destroy them." A diapsalma. The diapsalma brought about a change of thought. For some things were sent up to God as in prayer; others he adds prophetically, those which foretell salvation for the one who prayed, but a fall for the enemies, from whom he prayed to be delivered. These things, then, he prophesies from the Holy Spirit, signifying in these words some things concerning himself: "For behold, God helps me; the Lord is the supporter of my soul"; and other things concerning those opposed to him, either concerning the Ziphites who slandered him to Saul, or certain intelligible or invisible enemies who envy his progress according to God, and for this reason conspire against him, in the words, "He will turn back the evils upon my enemies, and in your truth destroy them." But according to Symmachus: "He will repay," he says, "evils to those who wall me off; in your truth silence them." And see whether these things do not agree with the history. Since the Ziphites, when he wished to hide among them, as it were stripping him bare and walling him off, slandered him to Saul, using slanderous words against him; therefore, as is likely, hinting at them he said:
Ἀνταποδώσει κακὰ τοῖς ἀποτειχίζουσί με, καὶ ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπησον αὐτούς. Καλὴ γὰρ αὐτοῖς ἡ σιωπὴ, ἵνα μὴ τοιαύταις χρῶνται κατ' ἐμοῦ διαβολαῖς. Σφόδρα δὲ καταλλήλως τὸν Θεὸν ἀντιλήπτορα, ἢ ὑπέρεισμα, κατὰ τὸν Σύμμαχον, ὠνόμασε τῆς ἑαυτοῦ ψυχῆς. Ἐπειδὴ γὰρ ἀνωτέρω οἱ κραταιοὶ ἐζήτουν τὴν ψυχὴν αὐτοῦ, οὐχ οὕτως ἐπιβουλεῦσαι αὐτοῦ τῷ σώματι προῃρημένοι, ὡς τῇ ψυχῇ· εἰκότως καὶ αὐτὸς τὸν Κύριον ἀντιλήπτορα τῆς ἑαυτοῦ ψυχῆς ὠνόμαζεν. Ἔμελε γὰρ αὐτῷ οὐδὲν τοῦ σώματος, οὐδὲ τῶν ἐκτὸς ὑπαρχόντων, οὐδὲ τῆς προσκαίρου ταύτης ζωῆς, μόνης δὲ τῆς ἑαυτοῦ ψυχῆς. Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν. Διὰ τῶν πρώτων δέησιν καὶ ἱκετηρίαν ἀναπέμψας τῷ Θεῷ, καὶ τὴν δικαιολογίαν αὐτοῦ ἐκθέμενος, ἐν τοῖς δευτέροις, πληρωθεὶς τοῦ πνεύματος, θεσπίζει τά τε περὶ αὐτὸν μέλλοντα ἔσεσθαι, τά τε τοῖς ἐχθροῖς αὐτοῦ συμβησόμενα· εἶθ' ἑξῆς καὶ ἀκολούθως ἐν τῷ τρίτῳ μέρει θυσίας καὶ εὐχαριστίας ἀνύσειν ἐπαγγέλλεται τῷ Θεῷ ἐφ' οἷς εὖ
He will repay evils to those who wall me off, and in your truth silence them. For silence is good for them, so that they may not employ such slanders against me. And very fittingly he called God a helper, or a support, according to Symmachus, of his own soul. For since above the mighty were seeking his soul, not so purposing to plot against his body as against his soul, reasonably he too called the Lord a helper of his own soul. For he cared nothing for the body, nor for external possessions, nor for this temporary life, but only for his own soul. I will willingly sacrifice to you; I will give thanks to your name, O Lord, because it is good. For through the first parts, having sent up petition and supplication to God, and having set forth his defense, in the second parts, filled with the Spirit, he foretells both the things that will be concerning him and the things that will befall his enemies; then next and consequently in the third part he promises that he will perform sacrifices and thanksgivings to God for the good things
πέπονθεν. Ὡς γὰρ δὴ διασωθεὶς καὶ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ἠλευθερωμένος, οὐ μόνον, ἀλλὰ καὶ τὸν ὄλεθρον τῶν ἐχθρῶν ἐπιδὼν, θύειν καὶ ἐξομολογήσασθαι τῷ ὀνόματι τοῦ Κυρίου ὑπισχνεῖται· καὶ ταῦτα προλέγει θεσπίζων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως. Ὅτε γὰρ οἱ Ζιφαῖοι ἐλθόντες πρὸς τὸν Σαοὺλ εἶπον· Ἰδοὺ Δαυῒδ κέκρυπται παρ' ἡμῖν· ἀρχὴν ἔτ' ἐχούσης τῆς κατ' αὐτῶν ἱστορίας καὶ τῶν Ζιφαίων ἄρτι διαβεβληκότων αὐτὸν, τότε δὴ τὰ τέλη τῶν πραγμάτων αὐτὸς θεσπίζει, τὰ ὕστερόν ποτε γενησόμενα προλαμβάνων ὡς ἤδη γεγονότα. Διό φησιν· Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. Ταῦτα γὰρ ὕστερον μέν ποτε γέγονεν· ὅμως δὲ προγνώσει τοῦ ἁγίου Πνεύματος ὡς ἤδη αὐτὰ γεγονότα ἀπαγγέλλει, καὶ ἐπ' αὐτοῖς εὐχαριστεῖ, καὶ θύσειν ἐπαγγέλλεται, καὶ ἐξομολογήσεσθαι τῷ Κυρίῳ, λέγων· Ἑκουσίως θύσω σοι. Ὁ δὲ Ἀκύλας, Ἐν ἑκοσιασμῷ, φησὶ, θυσιάσω σοι. Ἐπειδὴ γὰρ ἄοικος καὶ ἄπολις καὶ ἀνέστιος ὢν, ἐν ταῖς ἐρήμοις ἐποιεῖτο τὰς διατριβὰς, καινὸν ἐξεῦρε τρόπον θυσίας. Τίς δ' ἦν οὗτος; Ἐν ἑκουσιασμῷ, φησὶ, θυσιάσω σοι. Ἀρκεῖ γὰρ ἡ ἑκουσιότης καὶ ἡ προαίρεσις, δι' ἧς ἀναπέμψω σοι τὴν θυσίαν. Οὐ γὰρ ἠγνόει τὸν Θεὸν παραιτούμενον μὲν τὰς δι' αἱμάτων καὶ ζώων σφαγῆς θυσίας, λογικὴν δὲ θυσίαν τὴν δι' αἰνέσεως ἀσπαζόμενον, ἅτε προμεμαθηκὼς τὸ, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου.
He has suffered. For as one who has been preserved and set free from the plot of his enemies—not only so, but who has also seen the destruction of his enemies—he promises to sacrifice and to give thanks to the name of the Lord; and he foretells these things, prophesying before the outcome of events. For when the Ziphites came to Saul and said, "Behold, David is hidden among us," while the history concerning them was still at its beginning and the Ziphites had but just now slandered him, then indeed he himself prophesies the ends of events, anticipating as already accomplished the things that would later come to pass. Therefore he says: "Because you have delivered me from all affliction, and my eye has looked upon my enemies." For these things came to pass later; nevertheless, by the foreknowledge of the Holy Spirit he announces them as already accomplished, and gives thanks for them, and promises to sacrifice and to give thanks to the Lord, saying: "I will sacrifice to you willingly." But Aquila says, "In a free-will offering I will sacrifice to you." For since, being without house and city and hearth, he made his dwelling in the deserts, he devised a new manner of sacrifice. And what was this? "In a free-will offering," he says, "I will sacrifice to you." For the willingness and the choice suffice, through which I will send up the sacrifice to you. For he did not fail to know that God rejects sacrifices made through blood and the slaughter of animals, but welcomes the rational sacrifice made through praise, since he had learned beforehand, "Sacrifice to God a sacrifice of praise, and pay your vows to the Lord.
Ταύτην οὖν, φησὶν, ἑκουσίως θύσω σοι τὴν θυσίαν, αὐτὸ τὸ ἐπ' ἐμοὶ ἑκούσιον καὶ τὸ θέλημά μου καὶ τὴν ἐμὴν προαίρεσιν ἀνατιθείς σοι, τήν τε εὐχαριστίαν αὐτὴν ἀντὶ θυσίας σοι προσφέρων. Διὸ συνάπτει ἑξῆς λέγων· Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν· σαφέστατα ἐπὶ τοῦ παρόντος τῆς ἐξομολογήσεως ἀντὶ εὐχαριστίας παραλαμβανομένης. Ἐφ' οἷς γὰρ ἐκ πάσης θλίψεως ἐῤῥύσθη, καὶ ἐν τοῖς ἐχθροῖς αὐτοῦ ἐπεῖδεν ὁ ὀφθαλμὸς αὐτοῦ, ἐπὶ τούτοις εὐχαριστίας ἀναπέμπει, καὶ τὰς τοῦ ἑκουσιασμοῦ θυσίας ἐπαγγέλλεται ἀποδώσειν τῷ Θεῷ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΣΥΝΕΣΕΩΣ, ΤΩ ΔΑΥΙΔ ΝΔʹ. Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Ὡς μὲν πρὸς τὴν ἱστο ρίαν, δόξειεν ἂν τὰ προκείμενα εἰρῆσθαι τῷ Δαυῒδ καθ' οὓς ἀπεδίδρασκε χρόνους, φεύγων ἀπὸ προσώπου Σαοὺλ, ἐν ταῖς ἐρήμοις τὰς διατριβὰς ποιούμενος. Λέγει δ' οὖν ἑξῆς προϊών· Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. Καὶ ἐπειδὴ μέχρι θανάτου ἐπεβούλευεν αὐτῷ Σαοὺλ καὶ οἱ συμπράττοντες αὐτῷ, εἶπεν ἂν ἐξ οἰκείου προσώπου καὶ τὸ, Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ταῦτα μὲν οὖν ἁρμόσαι τῷ τοῦ Δαυῒδ προσώπῳ οὐ δυσχερές· οὐ μὴν καὶ τὰ ἑξῆς, ἐν οἷς ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός· κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς. Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς.
This sacrifice, then, he says, I will willingly offer to you, dedicating to you the very willingness that lies with me, my will, and my own choice, and offering to you thanksgiving itself in place of sacrifice. Therefore he continues next, saying: I will give thanks to your name, O Lord, because it is good—most clearly here taking confession in place of thanksgiving. For on account of the things from which he was rescued out of every affliction, and on which his eye looked among his enemies, for these things he sends up thanksgiving, and promises to render to God the sacrifices of willing devotion. TO THE END, IN HYMNS, OF UNDERSTANDING, BY DAVID, 54. Give ear, O God, to my prayer, and do not overlook my supplication. As regards the history, what lies before us might seem to have been spoken by David in those times when he was fleeing from the face of Saul, making his stays in the wilderness. For he says, going on next: Behold, I have gone far off in fleeing, and I lodged in the wilderness. And since Saul and those who cooperated with him were plotting against him to the death, he would have said, from his own person, also this: I was grieved in my meditation, and I was troubled by the voice of the enemy and by the affliction of the sinner. For they turned aside to me in lawlessness, and in anger they were hostile to me. These things, then, it is not difficult to fit to the person of David; but not so the following either, in which he adds: For I saw lawlessness and contradiction in the city day and night; it will encircle it upon its walls, and lawlessness and toil in the midst of it. And there did not fail from its streets usury and deceit. For if an enemy had reproached me, I would have endured it, and the rest.
Ποίαν γὰρ πόλιν βούλεται σημαίνειν, ἐφ' ἧς ταῦτα τεθέαται, ἅ φησιν ἑωρακέναι, οὐκ ἂν ἔχοι τις ἀπὸ τῆς ἱστορίας εἰπεῖν. Τίς δὲ οὗτος ἦν ᾧ προσεφώνει λέγων· Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα; Εἰ μὲν γὰρ ὑπ' ἐχθροῦ ταῦτ' ἔπασχον, φησὶν, ἢ εἰ μῖσος ὁμολογῶν τις ἔχειν πρός με ταῦτ' ἐποίει, οὐδὲν ἦν θαυμαστόν· νυνὶ δὲ οὔτε μισῶν οὔτε ἐχθρὸς, συνήθης δὲ ὢν καὶ φίλος, ἰσόψυχός τε καὶ ἡγεμὼν ὑπ' ἐμοῦ καθεσταμένος, κοινῆς τε τραπέζης ἀξίωμα ἔχων, ἴσον μιᾶς τε καὶ τῆς αὐτῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ εἰσόδου μοι καὶ εὐχῆς κεκοινωνηκὼς, τοιαῦτα εἰς ἐμὲ τετόλμηκας; Ταῦτα δὲ τὸν Δαυῒδ λέγειν ἐξ οἰκείου προσώπου, οὐκ οἶδ' εἴ τινα ἔχοι λόγον. Οὔτε γὰρ Σαοὺλ ἰσόψυχος αὐτοῦ ἢ φίλος, ἢ, κατὰ
τὸν Σύμμαχον, ὁμότροπος ἦν. Ποία γὰρ ὁμοιοτροπία γένοιτ' ἂν ἐν τοῖς ἑκατέρων βίοις πάμπολυ διαλλάττουσιν; Ἀλλ' οὐδὲ ἰσόψυχος πώποτε γέγονε τῷ Δαυῒδ ὁ Σαοὺλ, οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἱστοροῦνται πώποτε πεπορευμένοι ἐν ὁμονοίᾳ. Προφανῶς δ' ἐχθρὸς ὁ Σαοὺλ τοῦ Δαυῒδ πάντοτε φαίνεται γεγονώς· ἔφευγε δ' οὖν αὐτὸν εἰκότως, καὶ ἐκρύπτετο, ὡς φανερὸν ἐχθρὸν φυλαττόμενος. Ἀλλ' οὐδὲ τὰ περὶ τῆς εἰρημένης πόλεως ἐφαρμόσαι ἄν τις τῇ κατὰ τὸν Δαυῒδ ἱστορίᾳ. Ἐν ποίᾳ γὰρ εἶδε πόλει ἥν φησιν ἀνομίαν καὶ ἀντιλογίαν, οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτὸς, κόπον τε καὶ πόνον, ἀδικίαν τε καὶ τόκον ἐκ τῶν πλατειῶν αὐτῆς μὴ ἐκλείποντα; Ἡ μὲν γὰρ πόλις τοῦ Σαοὺλ ἐλέγετο εἶναι ἡ Ῥαμὰ, τὸ δ' οἰκητήριον αὐτοῦ ἡ Γαβεὲ, οὔπω τῆς Ἱερουσαλὴμ ὑπὸ τῷ Ἰσραὴλ γενομένης, ἀλλ' ἔτι ἀλλοφύλων οὔσης.
For what city he wishes to signify, in which he says he has seen these things, no one could say from the history. And who this was to whom he addressed the words, "But you, O man, equal in soul, my guide and my acquaintance, who together with me sweetened my foods"? For if I suffered these things at the hands of an enemy, he says, or if someone who acknowledged that he held hatred toward me did these things, it would be nothing wonderful; but as it is, neither hating nor being an enemy, but being a familiar friend and companion, both equal in soul and established by me as my guide, having the honor of a common table, having shared with me equally one and the same entrance into the house of God and prayer—have you dared such things against me? But that David says these things in his own person, I do not know whether it could have any reason. For neither was Saul equal in soul to him or a friend, nor, according to Symmachus, was he of like character. For what likeness of character could there be in the lives of the two, which differ exceedingly? But neither was Saul ever equal in soul to David, nor are they ever recorded as having walked in concord in the house of God. And Saul plainly appears to have been always an enemy of David; he therefore reasonably fled from him and hid, guarding against him as a manifest enemy. But neither could one apply the things concerning the city mentioned to the history of David. For in what city did he see the lawlessness and contradiction that he mentions, not only by day but also by night, and toil and pain, and injustice and usury not ceasing from its streets? For the city of Saul was said to be Ramah, and his dwelling place Gibeah, since Jerusalem had not yet come under Israel, but was still held by the foreigners.
Τὸ δ' ἐπαρᾶσθαι δοκεῖν τὸν Δαυῒδ, καὶ λέγειν· Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ποίαν ἔχοι συμφωνίαν πρὸς τὸ σεμνολόγημα τῆς ὑμνουμένης αὐτοῦ ἀρετῆς, ἐφ' ἧς λέγων ἀναγέγραπται· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπεσείην ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός; τὸ γὰρ τοιαύτας ἀρὰς κατεύχεσθαι τῶν ἐχθρῶν, οὐκ ἂν εἴη τοῦ ἀνεξικάκου Δαυῒδ, ὃς πάντοτε τιμῶν καὶ σέβας ἔχων τοῦ Σαοὺλ, ὡς μηδὲ τολμᾷν ἐπιβάλλειν αὐτῷ χεῖρας, ὅτε καί ποτε ὑποχείριον αὐ τὸν εἴληφεν, ἐξ αὐτῆς δείκνυται τῆς ἱστορίας. Καὶ προϊὼν δὲ ἐπιλέγει· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Τίνα οὖν ἄν τις ἔχοι δεῖξαι τὸν ταῦτα τῷ Δαυῒδ πεποιηκότα; Ἐξ ὧν ἁπάντων ἡγοῦμαι μὴ χώραν ἔχειν ἀναφέρεσθαι τὰ προκείμενα ἐπὶ τὸ τοῦ Δαυῒδ πρόσωπον· προφητικῇ δὲ οἶμαι δυνάμει λελέχθαι αὐτὰ, καὶ ἐπὶ μόνον τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν συνίστασθαι πεπληρωμένα, ὅτε, κατὰ τὸ αὐτὸ συναχθέντες οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες ἐπὶ τῆς Ἱερουσαλὴμ, συνέδριον ἐποιήσαντο καὶ σκέψιν, ὅπως αὐτὸν ἀπολέσωσιν· ἐν ᾧ οἱ μὲν θάνατον αὐτοῦ κατεψηφίσαντο· ἕτεροι δὲ ἀντέλεγον, ὡς ὁ Νικόδημος λέγων· Μὴ ὁ νόμος ἡμῶν κατακρίνει τὸν ἄνθρωπον, εἰ μή τι ἀκούσῃ παρ' αὐτοῦ; Ταῦτ' οὖν προφητικῶς τὸ Πνεῦμα τὸ ἅγιον ἀποθεσπίζει διὰ τῶν προκειμένων λέγον· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός. Σαφῶς δὲ καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυρεῖ τῇ προφητείᾳ, ἐπὶ τὸν προδότην Ἰούδαν ἐκλαβοῦσα τὸ, Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν·
But that David seems to curse and say, "Let death come upon them, and let them go down alive into Hades"—what harmony could this have with the lofty praise of his virtue, of which it is recorded that he said, "If I have repaid those who repaid me evil, let me then fall away empty from my enemies"? For to pray such curses against enemies would not be characteristic of the forbearing David, who always honored and revered Saul, so as not even to dare to lay hands on him, when he had once taken him captive—this is shown from the history itself. And going on, he adds: "His words were softened more than oil, yet they are darts." Who then could one show to have done these things to David? From all these considerations I judge that the things set before us have no place to be referred to the person of David; but I think they were spoken by prophetic power, and are established as fulfilled in our Savior and Lord alone, when the rulers of the Jewish nation, gathered together at Jerusalem, held a council and deliberation on how they might destroy him; in which some condemned him to death, while others objected, as Nicodemus saying, "Does our law judge a man unless it first hears from him?" These things, then, the Holy Spirit prophetically declares through the words set before us, saying: "For I have seen iniquity and contradiction in the city day and night." And the writing of the Gospel clearly bears witness to the prophecy, applying to the traitor Judas the words, "If an enemy had reproached me, I would have borne it.
καὶ εἰ ὁ μισῶν με, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, καὶ τὰ ἑξῆς. Ἐπεὶ τοίνυν καὶ ἡ σύμφρασις τῶν λόγων οὐκ ἄλλως πεπληρῶσθαι ἀποδείκνυται ἢ διὰ τῶν εἰς τὸν Σωτῆρα πεπραγμένων, ἥ τε μαρτυρία τῆς εὐαγγελικῆς παραθέσεως ἐπὶ τὸν προδότην ἀναφέρει τὸ προλεχθὲν μέρος τοῦ ἀναγνώσματος· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς ἐπὶ τὸν καιρὸν τοῦ Σωτηρίου πάθους τὴν παροῦσαν ἐκλαβεῖν προφητείαν, δεῖξαί τε ἕκαστα τῶν ἐν ταύτῃ φερομένων ἐν καιρῷ τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς τέλους τετυχηκότα. Τὰ μὲν οὖν τῆς προγραφῆς καὶ νῦν ἡμᾶς ἐπὶ σύνεσιν διεγείρει τῶν ἐμφερομένων, καὶ εἰς τὸ τέλος δὲ παραπέμπει, διὰ τὸ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος δι' ἔργων αὐτὰ πεπληρῶσθαι. Εἴρηται δὲ καὶ ἐν ὕμνοις· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν ψαλμοῖς· ἢ, κατὰ τὸν Σύμμαχον, διὰ ψαλτηρίων· ἐπειδὴ τὸ τέλος τοῦ πάθους τοῦ Σωτηρίου ὕμνων καὶ ψαλτηρίων, καὶ ᾠδῶν μετεῖχε τῆς τε ἀναστάσεως αὐτοῦ ἕνεκα καὶ τῆς σωτηρίας τῶν δι' αὐτῆς λελυτρωμένων. Καὶ τοιαῦτα μὲν τὰ τῆς προγραφῆς. Τὰ δὲ τῆς προφητείας παρακαλεῖ τὸν Θεὸν ἐνωτίσασθαι τοῦ λέγοντος, καὶ τοῦτ' αὐτῷ πρῶτον παρασχεῖν· εἶτα δεύτερον, γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν καὶ ἱκετηρίαν, μὴ ὑπεριδεῖν τε αὐτήν· καὶ τρίτον, τὴν κατάστασιν θεάσασθαι τοῦ τὴν προσευχὴν ἀναπέμποντος, καὶ οὕτως αὐτὸν καταξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει· Πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ὥσπερ γὰρ δυσωπεῖ τὸν Θεὸν ἑαυτὸν δεικνὺς ὁ τὴν προσευχὴν ἀναπέμπων, καὶ λέγων τῷ Θεῷ· Πρόσχες μοι·
And if he who hates me had magnified himself against me, I would have hidden from him. But you, a man of like soul, and so on. Since, then, the connection of the words is shown to have been fulfilled in no other way than through the things done against the Savior, and the testimony of the Gospel citation refers the previously spoken part of the reading to the traitor, it would follow that we too should interpret the present prophecy in relation to the time of the Savior's passion, and show that each of the things contained in it reached its fulfillment at the time of the plot against our Savior. The things of the superscription, then, even now stir us to understanding of what is contained in it, and it also points to the end, because at the consummation of the age these things have been fulfilled through deeds. And it has been said also in hymns; or, according to Aquila, in psalms; or, according to Symmachus, through psalteries; since the end of the Savior's passion partook of hymns and psalteries and songs, both for the sake of his resurrection and for the salvation of those redeemed through it. Such, then, are the things of the superscription. But the things of the prophecy exhort God to give ear to him who speaks, and to grant him this first; then second, to know the petition and supplication sent up through prayer, and not to overlook it; and third, to behold the condition of him who sends up the prayer, and thus to deem him worthy of his own hearing; therefore he adds: Attend to me and hear me. For just as he who sends up the prayer persuades God by showing himself, and saying to God: Attend to me,
τὴν δὲ ἑαυτοῦ κατάστασιν παρίστησι καὶ ἑξῆς λέγων· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Τὴν γὰρ λύπην ἑαυτοῦ δείκνυσι τῷ Θεῷ καὶ τὴν ταραχὴν, καὶ ἥν φησιν ἀδολεσχίαν, καὶ ὡς ἄξια τῆς ἑαυτοῦ θεωρίας. Διὸ, τούτοις, φησὶν, πρόσχες, ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίας πεπλήρωμαι· ἀποδεξάμενός τε ταῦτα, ἐπάκουσόν μου. Λέγει δὲ ταῦτα Πνεύματι θείῳ ὁ προφήτης, τὰ κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ μέλλοντα ὑπὸ Ἰουδαίων τολμᾶσθαι, ὡς ἤδη παρόντα βλέπων· ἐφ' οἷς συγχεόμενος καὶ ταραττόμενος, λύπης τε πληρούμενος καὶ ἀμηχανίας, ἣν ἀδολεσχίαν ὠνόμασε, διετέλει. Ἐλυπεῖτο γοῦν καὶ ἐταράττετο, καὶ ἠδολέσχει ἀμηχανῶν καὶ ἀπορῶν ἐπὶ τοῖς τολμωμένοις, ἃ μικρὸν ὕστερον διέξεισι φάσκων· Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὰ ἑξῆς· ἅπερ, ὕστερόν ποτε δι' ἔργων κεχωρηκότα, προλαβὼν τῷ Πνεύματι τῷ ἁγίῳ ὁ προφήτης, ἐλυπεῖτο καὶ ἐταράττετο καὶ ἠδολέσχει, ἀθυμίας ἐμπιπλάμενος ἐπὶ τοῖς τὰ τοιαῦτα τολμῶσι. Διὸ καὶ τὸν Θεὸν ἐπόπτην τῆς ἑαυτοῦ καταστάσεως γενέσθαι παρακαλεῖ λέγων· Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ἐν τοιαύτῃ δὲ γεγονὼς καταστάσει, ἠξίου λέγων ἑξῆς· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· δι' ὧν ἱκέτευε τὴν συμφωνίαν αὐτῶν τὴν κατὰ τοῦ Σωτῆρος διασκεδασθῆναι, τήν τε μεγαλαυχίαν αὐτῶν καὶ τὸ τῆς ἀλαζονείας ἔπαρμα ταπεινωθῆναι, πρὸς τὸ μὴ ἐπιτρίβεσθαι, καὶ αὔξειν αὐτῶν τὰ κακά. Εὔλογα τοίνυν αἰτῶν, διὰ τῆς δεήσεως ἠξίου μὴ ὑπεροραθῆναι·
He sets before him his own condition, saying next: I was grieved in my talk, and I was troubled at the voice of the enemy, and at the affliction of the sinner. For he shows his grief to God, and his trouble, and what he calls talk, and that these things are worthy of his own contemplation. Therefore, he says, attend to these things: how I was grieved, how I was troubled, how I have been filled with talk; and having accepted these things, hear me. The prophet says these things by the divine Spirit, seeing as already present the things that were about to be dared against the Son of God by the Jews; on account of which, being confounded and troubled, and filled with grief and perplexity, which he called talk, he continued. He was grieved, then, and troubled, and talked in his perplexity and bewilderment over the things that were being dared, which he sets out a little later, saying: I saw lawlessness and contradiction in the city, and the things that follow; which, having later come to pass through deeds, the prophet, foreseeing by the Holy Spirit, was grieved and troubled and talked, being filled with despondency over those who dare such things. Therefore he also entreats God to become an overseer of his own condition, saying: Give ear, O God, to my prayer, and do not overlook my supplication; attend to me and hear me. And being in such a condition, he deemed it right, saying next: Sink them, O Lord, and divide their tongues; by which he implored that their agreement against the Savior be scattered, and that their boasting and the swelling of their arrogance be humbled, so that they might not be worn down and increase their evils. Asking reasonable things, then, he deemed it right through his supplication not to be overlooked.
ἀλλὰ καὶ λύπης ἐπληροῦτο καὶ ταραχῆς, καὶ ἀδολεσχίας, φάσκων· Ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ἐχθροῦ δηλαδὴ καὶ ἁμαρτωλοῦ λαοῦ· θλίψιν γὰρ παρεῖχον τῷ πνεύματι τῷ προφητικῷ οἱ τὰ τοιαῦτα τολμῶντες. Εἶτ' ἐπιλέγει ἑξῆς· Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, ἰδιοποιούμενον τὰ κατὰ τοῦ Σωτῆρος τετολμημένα. Καὶ ἐκ προσώπου δὲ τοῦ Σωτῆρος δύναται λέγεσθαι τά τε ἄλλα καὶ τό· Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι· ἢ κατὰ τὸν Σύμμαχον· Ὅτι ἐπέγραψαν κατ' ἐμοῦ ἀσέβειαν, καὶ μετ' ὀργῆς ἠναντιώθησάν μοι. Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμὲ, καὶ τὰ λοιπά. Πάντα ταῦτα πεπονθέναι ὁ προφήτης ὁμολογεῖ, διὰ τὸ προεωρακέναι τῷ πνεύματι τῷ προφητικῷ τὴν ἑξῆς δηλουμένην πόλιν ἀνομίας πληρουμένην καὶ ἀντιλογίας, καὶ κόπου, καὶ πόνου, καὶ ἀδικίας· καὶ τὸν ἰσόψυχον καὶ γνωστὸν τοῦ Σωτῆρος ἡμῶν τὰ ἐχθρῶν αὐτὸν καὶ πολεμίων διατιθέντα. Ἐπὶ τούτοις γὰρ τὴν συμπάθειαν αὐτοῦ δείκνυσι τῷ Θεῷ, καὶ ἣν ὑπέμεινεν εὔλογον ταραχήν· περὶ ἧς καὶ ἀνωτέρω ἔλεγεν· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· καὶ νῦν πάλιν· Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί· κατὰ δὲ τὸν Ἀκύλαν, Ἡ καρδία μου, φησὶν, ὠδίνησεν ἐν ἐγκάτῳ μου· κατὰ δὲ τὸν Σύμμαχον· Ἡ καρδία μου διεστρωφᾶτο ἔνδον μου. Ἀλλὰ καὶ δειλία θανάτου εἰσέπεσεν ἐπ' αὐτόν· ἤτοι τοῦ Σωτηρίου θανάτου, ἐφ' ᾧ δειλίας ὁ προφήτης ἐπληροῦτο, ἀνθρωπίνῳ λογισμῷ κινούμενος, ἢ τοῦ τῶν ψυχῶν θανάτου τῶν ἀπόλλυσθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα.
But he was also filled with grief and trouble and idle talk, saying: From the voice of the enemy and from the affliction of the sinner—that is, of the enemy and sinful people; for those who dared such things were causing affliction to the prophetic spirit. Then he adds next: For they turned aside upon me iniquity, and in anger they were enraged against me, appropriating to himself the things that had been dared against the Savior. And these words, among others, can also be spoken from the person of the Savior: For they turned aside upon me iniquity, and in anger they were enraged against me; or according to Symmachus: For they inscribed impiety against me, and with anger they opposed me. My heart was troubled within me, and the fear of death fell upon me, and the rest. The prophet confesses to have suffered all these things because with the prophetic spirit he had foreseen the city next described, filled with lawlessness and contradiction, and toil, and pain, and injustice; and the one of like soul and acquaintance of our Savior treating him as enemies and foes treat him. For in these things he shows his compassion to God, and the reasonable trouble he endured; concerning which he also said above: I was grieved in my talk, and I was troubled; and now again: My heart was troubled within me; but according to Aquila, My heart, he says, was in travail in my belly; but according to Symmachus: My heart was turned about within me. But also the fear of death fell upon him—either of the saving death, at which the prophet was filled with fear, moved by human reasoning, or of the death of the souls that were about to perish because of such daring deeds.
Ἀλλὰ καὶ φόβος καὶ τρόμος δι' ὑπερβολὴν εὐλαβείας ἐπέπιπτε τῷ προφήτῃ, ὁρῶντι τὸν Ἀγαπητὸν τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα. Ἐκάλυπτέ τε αὐτὸν σκότος, ἢ, κατὰ τὸν Ἀκύλαν, εἱλίνδησις· ἢ, κατὰ τὸν Σύμμαχον, φρίκη· ὡσανεὶ φρικτὰ καὶ σκότους ἀληθῶς ἄξια τὰ κατὰ τοῦ Σωτῆρος δρώμενα θεωροῦντα. Νοήσεις δὲ τὰ λεγόμενα ἐκ παραδείγματος τῶν κατὰ τοὺς ὀνείρους ἡμῖν συμβαινόντων· ἐπεὶ πολλάκις ὀνειρώττοντες, κἄπειτά τινα ὁρῶντες φοβερὰ, ἢ θῆρας διώκοντας, ἢ ἑρπετὰ, ἢ πολεμίους ἐπιόντας ἡμῖν, θορυβούμεθα τὴν ψυχὴν καὶ ἐξιστάμεθα, τρόμου καὶ ἀγωνίας, καὶ ἱδρῶτος ἐμπιπλάμενοι. Κατὰ τὸν αὐτὸν γὰρ, οἶμαι, τρόπον καὶ τὴν τοῦ προφήτου ψυχὴν τῶν μηδέπω παρόντων, μελλόντων δὲ
γίγνεσθαι πραγμάτων, τὴν θεωρίαν φωτὶ τοῦ προφητικοῦ πνεύματος τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἐντυπουμένην ὁρῶντα τεταράχθαι, καὶ φόβου καὶ δειλίας, καὶ τρόμου πεπληρῶσθαι διὰ τὴν τῶν θεωρουμένων κακῶν ὑπερβολήν. Εἶθ' ὥσπερ μέσος ἀποληφθεὶς τῶν ταῦτα δρώντων, μηδεμίαν τε ἔχων ἀποφυγὴν, μηδὲ ὅποι κλίνας ἑαυτὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται μετέωρος ἀρθῆναι, πτηνός τε δι' ἀέρος ἐκφυγεῖν. Διὸ ἐπιλέγει· Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω; Περιστερᾶς γὰρ δίκην ἀκάκου πτέρυγας ἐκφεῦξαι καὶ πετασθῆναι, ὡς ἂν φύγοι τὰ κακὰ, ἠξίου. Οὐκοῦν καὶ περὶ τούτου ἀνωτέρω ἔλεγε τὸ, Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, ὡς ἂν τύχοι πτερύγων περιστερᾶς καὶ πετασθείη· μόνως γὰρ οὕτως, καὶ οὐδὲ ἄλλως, πόῤῥω γίνεσθαι τῆς τῶν ἀσεβῶν πόλεως οἷός τε ἦν. Κατὰ δὲ τὸν Σύμμαχον· Καὶ εἶπον·
But fear and trembling also fell upon the prophet through an excess of reverence, as he saw the Beloved of God suffering such things at the hands of the impious. And darkness covered him—or, according to Aquila, a whirling—or, according to Symmachus, a shuddering; as though he were beholding deeds done against the Savior that were truly shudderful and worthy of darkness. You will understand what is said from the example of what happens to us in dreams; for often, when we dream and then see certain fearful things—either beasts pursuing, or serpents, or enemies advancing upon us—we are thrown into confusion in soul and beside ourselves, filled with trembling and agony and sweat. For in the same way, I think, the soul of the prophet too, seeing the vision of things not yet present but about to come to pass, imprinted on the eyes of his mind by the light of the prophetic spirit, was disturbed and filled with fear and cowardice and trembling because of the excess of the evils beheld. Then, as though hemmed in amid those who do these things, and having no escape, nor any place where he might turn aside and be outside the evils, he prays to be lifted up on high and, as a winged creature, to escape through the air. Therefore he adds: And I said: Who will give me wings like a dove, and I shall fly and be at rest? For he deemed it right, like an innocent dove, to escape with wings and fly, so that he might flee the evils. Accordingly, concerning this too he said above: Give ear, O God, to my prayer, that he might obtain the wings of a dove and fly; for only thus, and in no other way, was he able to be far from the city of the impious. And according to Symmachus: And I said:
Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, πετασθῆναι, καὶ ἑδρασθῆναι; Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ. Ἐξαίφνης ἂν ἐποίησα τὴν ἔκφευξίν μου ἀπὸ πνεύματος ἐπαίροντος· πόῤῥω γὰρ ἂν ἐποίησα, φησὶ, τὴν ἀναχώρησίν μου, εἰ ἔτυχον πτερύγων, φεύγων τοὺς τὰ προλεχθέντα τολμῶντας, καὶ τὰς ἐρήμους μᾶλλον τῆς εἰρημένης πόλεως προετίμων. Οὕτως τε ἐν τῇ ἐρήμῳ γεγονὼς, προσεδεχόμην ἂν τὸν σώζοντά με ἀπὸ τῆς γενομένης μοι ὀλιγοψυχίας, καὶ ἀπὸ τῆς καταλαβούσης με καταιγίδος. Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, καὶ τὰ ἑξῆς. Τὴν αἰτίαν δι' ἣν ηὔξατο πτερύγων τυχεῖν, ὡς ἂν πετασθείη καὶ φύγοι, ἔρημόν τε μᾶλλον οἰκεῖν ἑλέσθαι ἢ τὴν δηλουμένην πόλιν, διὰ τῶν προκειμένων διδάσκει λέγων· Ἐπειδὴ τάδε καὶ τάδε προγνώσει τοῦ προφητικοῦ πνεύματος ἐθεασάμην πραχθησόμενα ἐν τῇ πόλει, τούτου χάριν ἐντεῦθεν ἤδη φεύγειν διανενόημαι τὴν τῶν κακῶν πληθύν. Πρῶτον γὰρ ἀσέβημα τῶν τὴν προλεχθεῖσαν πόλιν οἰκησάντων ὁρῶ τὸ ἐκ τῆς γλώττης αὐτῶν. Πάντες γὰρ ὤξυναν ἑαυτῶν ἐπὶ κακῷ συμφωνήσαντες τὰς γλώττας κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ· διὸ, μὴ φέρων αὐτῶν τὴν μοχθηρὰν ταύτην καὶ ἀσεβῆ συμφωνίαν, εὔχομαι λέγων· Ὦ Κύριε, καταπόντισον καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Ἢ, κατὰ τὸν Σύμμαχον· Καταποντισθῆναι ποίησον, Δέσποτα, καὶ ἀσύμφωνον ποίησον τὴν γλῶσσαν αὐτῶν. Τῆς γὰρ μοχθηρᾶς συμφωνίας πολὺ κρεῖττον γένοιτ' ἂν ἡ ἀσυμφωνία, ἀτονωτέραν καὶ ἀσθενεστέραν κακίαν ἀπεργαζομένη. Τοῦτο μὲν οὖν τὸ πρῶτον ἦν αὐτῶν κακόν.
Who will give me wings like a dove, that I may fly and be at rest? I would make my escape far away; I would lodge in the wilderness. Suddenly I would make my escape from a spirit that lifts itself up; for far away, he says, I would make my departure, if I had obtained wings, fleeing from those who dare the things foretold, and preferring the wilderness to the city that was spoken of. And so, being in the wilderness, I would await the one who saves me from the faint-heartedness that came upon me, and from the storm that overtook me. Sink them, O Lord, and divide their tongues, and the rest. The reason for which he prayed to obtain wings, so as to fly and flee, and to choose rather to dwell in a wilderness than in the city that is indicated, he teaches through the words set before us, saying: Since I have seen by the foreknowledge of the prophetic Spirit these things and those things about to be done in the city, for this reason I have already resolved to flee from here the multitude of evils. For I see the first impiety of those who dwell in the city that was foretold to be that which comes from their tongue. For all of them sharpened their tongues for evil, having agreed together against the Son of God; therefore, not bearing this wicked and impious agreement of theirs, I pray, saying: O Lord, sink them and divide their tongues. Or, according to Symmachus: Make them to be sunk, O Master, and make their tongue discordant. For discord would be far better than wicked agreement, producing a more relaxed and weaker evil. This, then, was their first evil.
Οἵ τε γὰρ τοῦ ἔθνους προεστῶτες, νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς, καὶ λοιποὶ ἄρχοντες τοῦ λαοῦ, δολίως αὐτῷ προσιόντες, πειράζειν αὐτὸν ἐτόλ μων, λαβὰς θηρώμενοι, καὶ ἐπιβουλὰς κατ' αὐτοῦ συσκευαζόμενοι. Ὃ δὴ καὶ ἕτερος ᾐνίττετο ψαλμὸς ἐξ αὐτοῦ προσώπου φήσας· Περιεκύκλωσάν με ταῦροι πολλοὶ, μόσχοι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Κἀκεῖ γὰρ τοὺς ἄρχοντας ᾐνίττετο τοῦ λαοῦ· διὸ πάλιν τοῦ στόματος αὐτῶν ἐμνημόνευε διὰ τὰς κατ' αὐτοῦ ἐπιβουλάς τε καὶ σκέψεις. Καὶ ὁ πᾶς δὲ τῶν Ἰουδαίων λαὸς ὁποίας ἐπὶ τοῦ Ποντίου Πιλάτου κατ' αὐτοῦ προσήκατο φωνὰς, ἱστορεῖ τὰ Εὐαγγέλια. Ὃ δὴ καὶ αὐτὸ παρίστη ἐν καʹ ψαλμῷ ὁ εἰπών· Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Καὶ ταῦτα πάντα ἐν τῇ δηλουμένῃ ἐπράττετο πόλει· διὸ λέλεκται ἐν τοῖς προκειμένοις· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Εἶτ' ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν, καὶ τὰ ἑξῆς· ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ὅτι ἐθεώρησα βίαιον ἀδικίαν καὶ ἀδικασίαν ἐν τῇ πόλει, ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτῆς τὰ τείχη, ὀδύνην καὶ ταλαιπωρίαν ἔνδον αὐτῆς, ἐπηρείας ἔνδον αὐτῆς, ἀχώριστον ἀπὸ τῶν πλατειῶν αὐτῆς ζημίαν καὶ ἐπίθεσιν. Ἀνομίας δὲ ἔργα ἦν τὰ κατὰ τοῦ Σωτῆρος τολμώμενα, καὶ βίαιος
For the leaders of the nation, the teachers of the law and the chief priests, and the other rulers of the people, coming to him deceitfully, dared to test him, hunting for opportunities to seize him and contriving plots against him. This is what another psalm also hinted at, speaking from his own person: Many bulls encircled me; fat calves surrounded me. They opened their mouth against me like a lion seizing and roaring. For there too he was hinting at the rulers of the people; therefore he again mentioned their mouth because of their plots and schemes against him. And what sort of cries the whole people of the Jews raised against him under Pontius Pilate, the Gospels record. This very thing the one who said in the twenty-first psalm also set forth: For many dogs encircled me; a gathering of evildoers surrounded me. And all these things were being done in the city that is indicated; therefore it was said in the preceding words: Sink them, O Lord, and divide their tongues. Then he adds: For I saw lawlessness and contention in the city; day and night it will encircle it, and the rest; in place of which Symmachus interpreted this way: For I beheld violent injustice and unrighteousness in the city, day and night encircling its walls, pain and misery within it, outrages within it, loss and assault inseparable from its streets. And the works of lawlessness were the things dared against the Savior, and violent
ὡς ἀληθῶς ἀδικία. Ἀντὶ γὰρ τοῦ ἀγαπᾷν, φησὶν, ἐνδιέβαλλόν με· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Ἀντιλογία δὲ ἦν ἐν αὐτοῖς καὶ ἀδικασία, πολλῶν μαρτύρων παριόντων κατ' αὐτοῦ, καὶ μηδὲν ἀληθὲς σύμφωνον λεγόντων. Καὶ ταῦτα ἐπράττετο οὐ δι' ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός. Οὕτω γὰρ ἐν νυκτὶ Πέτρος ἀρνεῖται, ὅτε Ἰούδας μετὰ φανῶν καὶ λαμπάδων ἐπῄει. Ἀλλὰ καὶ νὺξ ἦν ὅτε ἀπῆγον αὐτὸν ποτὲ μὲν πρὸς Ἄνναν, ποτὲ δὲ καὶ πρὸς Καϊάφαν, ὕβρεσι παντοίαις ἀτιμάζοντες. Πρωΐας τε γενομένης, δήσαντες αὐτὸν ἤγαγον καὶ παρέδωκαν Πιλάτῳ, τά τε κατὰ τὸ πάθος ἐνήργουν. Ἃ δὴ πάντα τῷ πνεύματι προϊδὼν ὁ προφήτης, ἀνεφώνει λέγων· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτὴν, κατὰ τὸν Σύμμαχον. Καὶ ταῦτα μὲν ἐν τῇ πόλει· περὶ δὲ τὰ τείχη αὐτῆς ἀνομία καὶ κόπος, ἢ, κατὰ τὸν Σύμμαχον, ὀδύνη καὶ ταλαιπωρία. Σημαίνει δὲ τὰ ἐκτὸς τῆς πόλεως πεπραγμένα, ὁπηνίκα κατεξαγαγόντες αὐτὸν ἤγαγον εἰς τὸν λεγόμενον τόπον Γολγοθά. Καὶ τὰ μὲν ἔξω τοιαῦτα ἦν, μεστὰ ἀληθῶς ὀδύνης καὶ ταλαιπωρίας· πάλιν δὲ τὰ ἔνδον αὐτῆς, ἐπηρείας, φησὶ καὶ ζημίας καὶ ἐπιθέσεως εἶδον μεστά· ἀδικία τε ἦν ἐν μέσῳ αὐτῆς, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας, ὄφλημα καὶ ἐπίθεσιν, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ζημίαν καὶ ἐπίθεσιν. Πάντων γὰρ πεπλήρωντο κακῶν οἱ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν συσκευασάμενοι. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ.
as truly unrighteousness. For instead of loving me, he says, they slandered me; and they set evils against me in return for good, and hatred in return for my love. And there was contradiction and injustice among them, when many witnesses came forward against him and said nothing true or consistent. And these things were done not only through the day but also through the night. For thus in the night Peter denies him, when Judas came with torches and lamps. But it was also night when they led him away, sometimes to Annas, sometimes also to Caiaphas, dishonoring him with every kind of insult. And when morning came, they bound him and led him away and delivered him to Pilate, and carried out the things pertaining to the passion. All these things the prophet, foreseeing in the spirit, cried out, saying: Because I saw lawlessness and contradiction in the city, day and night encircling it, according to Symmachus. And these things were in the city; but around its walls, lawlessness and toil, or, according to Symmachus, pain and misery. And he signifies the things done outside the city, when they led him out and brought him to the place called Golgotha. And the things outside were such, truly full of pain and misery; and again the things inside it, he says, they saw full of abuse and loss and assault; and injustice was in the midst of it, and from its streets usury and deceit did not depart; in place of which Aquila translated as debt and assault, and Symmachus as loss and assault. For those who contrived the plot against our Savior were filled with every kind of evil. For if an enemy had reproached me, I would have endured it, and if one who hated me had spoken boastfully against me, I would have hidden from him.
Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐλίπα νάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Εἰς ἑαυτοῦ πρόσωπον ἀναλαβὼν ὁ Προφήτης τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν τολμηθησόμενα, εἰκότως ἔφασκε τεταράχθαι καὶ δειλίας θανάτου πεπληρῶσθαι. Μάλιστα μὲν γὰρ καὶ πᾶσα, φησὶν, ἡ πόλις πεπλήρωτο ἀνομίας καὶ ἀντιλογίας, οὐ δι' ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός· τὰ δ' ἐκτὸς τῆς πόλεως ἀμφὶ τὰ τείχη αὐτῆς ἀνομίας ἔμπλεα ἦν καὶ ὀδύνης καὶ ταλαιπωρίας· οὐ μὴν ἀλλὰ καὶ πάντων αὐτῶν αἱ ψυχαὶ ζημίας ἐτύγχανον καὶ ἐπιθέσεως μεσταί. Τὸ δὲ πάντων χείριστον, ὅτι καὶ τῶν ἐμῶν ἰσοψύχων εἷς, τῶν τε σφόδρα γνωρίμων καὶ γνωστῶν ἐμοὶ, τοιαῦτα κατ' ἐμοῦ πεπαρῴνηκεν, ὡς ἀφόρητα εἶναι, καὶ οὐκ οἰστά. Τὰ μὲν γὰρ ὑπ' ἐχθρῶν καὶ ὁμολογούντων ἐναντιοῦσθαι καὶ μισεῖν ἐκ τοῦ προφανοῦς, οἰστὰ ἂν γένοιντό ποτε· ἐπεὶ καὶ προφυλάττεσθαι τοὺς ἐχθροὺς κρύπτεσθαί τε ἀπ' αὐτῶν δυνατὸν, καὶ μηδὲν ξένον ἡγεῖσθαι τοὺς τῶν ἐχθρῶν ὀνειδισμούς· ὅταν δὲ φίλος ἰσόψυχος, ὅταν ὁ τῆς παρ' ἐμοὶ τιμῆς τε καὶ ἐκλογῆς κατηξιωμένος, ὅταν ὁμοτράπεζος μαθητὴς, ὅταν ὁ συνεισελθὼν ἐμοὶ πολλάκις εἰς τὸν τοῦ Θεοῦ οἶκον, συμπροσευξάμενός τε καὶ μυστικῆς ἀπολαύσας τροφῆς, λόγων τε ἀποῤῥήτων τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν μετασχὼν, τοιαῦτα κατ' ἐμοῦ ὁρῶν, οὐκέτ' ἂν γένοιτο ἀνεκτά. Ταῦτα δὲ ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τῶν ἐν τῇ πόλει τετολμημένων, ἰδίως περὶ τοῦ προδότου Ἰούδα ἐθεσπίζετο. Ἃ δὴ καὶ αὐτὰ τοῦτον ὁ Σύμμαχος ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἐχθρὸς προεπηλάκισέ με, ἵνα βαστάξω·
But you, O man of equal soul, my leader and my acquaintance, who together with me sweetened foods, in the house of God we walked in concord. The Prophet, taking upon his own person the things that would be dared against our Savior, reasonably said that he was troubled and filled with the cowardice of death. For especially, he says, the whole city was filled with lawlessness and contradiction, not only by day but also by night; and the things outside the city around its walls were full of lawlessness and pain and misery; moreover, the souls of all of them were also full of loss and assault. But the worst of all, that even one of my equals in soul, of those very well known and known to me, has raved such things against me as to be unbearable and not to be endured. For the things done by enemies and by those who openly confess to oppose and hate could sometimes be endured; since it is possible both to guard against enemies and to hide from them, and to consider the reproaches of enemies nothing strange; but when a friend of equal soul, when one deemed worthy of honor and choice with me, when a fellow-table companion disciple, when one who often entered with me into the house of God, and prayed together and partook of mystical food, and shared in secret words concerning the kingdom of heaven, is seen doing such things against me, it could no longer be tolerated. And these things, following what was said before concerning the things dared in the city, were prophesied specifically concerning the traitor Judas. These very things Symmachus also interpreted in this way: For it was not an enemy who reproached me, that I might bear it;
οὐδὲ διὰ μίσους μοι ἐπ' ἐμὲ ἐμεγάλυνε πτερνισμὸν, ἵνα κρύβωμαι αὐτόν. Ἀλλὰ σὺ, ἄνθρωπε, ὁμοιότροπός μοι, συνήθης καὶ γνώριμός μοι, οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν· ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἀναστρεφόμεθα συνδιαιτώμενοι. Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν. Ἤδη πολλάκις ἡμῖν καὶ διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται, ὅτι τὰ προῤῥητικὰ προστακτικῷ τρόπῳ ἔθος τῇ θείᾳ Γραφῇ προφέρεσθαι· καὶ ἐνταῦθα τοίνυν ἀντὶ τοῦ, Ἐλεύσεται θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήσονται εἰς ᾅδου ζῶντες, προστακτικῶς εἴρηται τὰ προκείμενα. Θεσπίζει δὲ τὸ Πνεῦμα τὸ ἅγιον τὰ συμβησόμενα
τοῖς τὰ προλεχθέντα τετολμηκόσιν. Ὁ γοῦν Ἀκύλας ὀρθότερον ἡρμήνευσεν εἰπών· Ἐπάξει θάνατον ἐπ' αὐτούς. Τίς δὲ θάνατον ἐπάξει ἐπ' αὐτοὺς ἢ τὰ ἔργα αὐτῶν; Αὐτὰ γὰρ αὐτοῖς αἴτια γεγένηται θανάτου, ἢ ὁ κρίνας αὐτοὺς θανάτου ἀξίους διὰ τὰς ἀσεβεῖς πράξεις αὐτῶν. Θάνατος δὲ τοὺς ἀσεβεῖς μετερχόμενος οὐχ ὁ κοινὸς ἂν λέγοιτο· οὗτος γὰρ καὶ τοὺς δικαίους ἅπαντας μετῆλθεν· οἳ καὶ μετὰ τὸν κοινὸν θάνατον ζῶσι παρὰ τῷ Θεῷ· ὥσπερ οὖν ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ,οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ψυχῶν δὲ θάνατος καὶ παρὰ τῷ Ἐζεκιὴλ δεδήλωται φάσκοντι· Ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. Ἐπεὶ τοίνυν ἑαυτοὺς τῆς ζωῆς οἱ δηλούμενοι κεχωρίκασιν, ἦν δὲ ὁ Σωτὴρ ἡμῶν ἡ ζωή· Ὃ γέγονε γὰρ ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· εἰκότως, ἀποτμηθέντες αὐτοῦ, τῷ τῆς ψυχῆς θανάτῳ παρεδόθησαν·
Nor did he magnify a stumbling block against me out of hatred, so that I should hide from him. But you, O man of like manner with me, my familiar acquaintance and my acquaintance, who shared sweet converse together; we walked together in the house of God, living together. Let death come upon them, and let them go down alive into Hades; for wickedness is in their dwellings, in the midst of them. Already many times has it been shown to us also through the preceding passages that the prophetic Scriptures are accustomed to be uttered in the imperative mode; and here, therefore, instead of "Death will come upon them, and they will go down alive into Hades," the words before us have been spoken in the imperative mode. And the Holy Spirit foretells the things that will befall those who have dared the things previously spoken. At any rate, Aquila translated more correctly, saying: "He will bring death upon them." But who will bring death upon them except their own works? For these themselves have become causes of death to them, or he who judged them worthy of death because of their impious deeds. But the death that comes upon the impious would not be called the common death; for this has come upon all the righteous as well, who even after the common death live with God; as indeed the Savior taught, saying: "The God of Abraham, and the God of Isaac, and the God of Jacob, he is not the God of the dead but of the living." And the death of souls has been made clear also by Ezekiel, who says: "The soul that sins, it shall die." Since, then, those indicated have separated themselves from life, and our Savior was the life—for "what has come to be in him was life, and the life was the light of men"—reasonably, having been cut off from him, they were handed over to the death of the soul.
οὐχ ὥστε φθαρῆναι αὐτὴν καὶ ἀφανισθῆναι εἰς τὸ μὴ ὂν χωρήσασαν, ἀλλ' ὥστε ζῶσαν αὐτὴν καὶ ἀθάνατον τὴν οὐσίαν κεκτημένην ἐν τῷ λεχθέντι θανάτῳ διάγειν. Διὸ λέλεκται· Καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. Οὐ τὸν ἀφανισμὸν ψυχῶν ἐδήλου λέγων· Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, ἀλλὰ τὸν ἀπὸ τῆς κατὰ Θεὸν ζωῆς χωρισμὸν, καὶ τὴν εἰς τὸν ᾅδην κατοίκησιν. Μήποτε δὲ καὶ ἄλλως ζῶντες εἰς ᾅδου κατῄεσαν, ἐν γνώσει ἁμαρτάνοντες, καὶ εἰδότες μὲν τὸν Σωτῆρα ὡς αὐτὸς εἶ ὁ Χριστὸς τοῦ Θεοῦ, προσποιούμενοι δὲ μὴ εἶναι; Διὸ καὶ ὁμοίως τοῖς περὶ Δαθὰν καὶ Ἀβηρὼν καταποθήσεσθαι καὶ αὐτοὺς, εἰς ᾅδου τε ζῶντας καταβήσεσθαι προαγορεύει. Ἀντὶ δὲ τοῦ, Πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν· τῶν γὰρ κατὰ τοῦ Σωτῆρος γενομένων αἱ συστάσεις καὶ αἱ κατὰ τὸ αὐτὸ σύνοδοι πονηραὶ γεγόνασι, διὸ καὶ ὁ Ἀκύλας φησίν· Ὅτι πονηρίαι ἐν συστροφῇ αὐτῶν. Ἐπεὶ τοίνυν οὐκ ἐπὶ καλῷ συνήρχοντο, συστροφάς τε καὶ συστάσεις πονηρὰς ἐποιοῦντο, εἰκότως ἐθέσπισεν ὁποῖον αὐτοὺς διαλήψεται τέλος. Ἐγὼ πρὸς Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με, καὶ τὰ ἑξῆς. Εἰ καὶ τὰ μάλιστα, φησὶ, τῷ πνεύματι τῷ προφητικῷ τὴν μέλλουσαν γενήσεσθαι ἀνομίαν ἐν τῇ προλεχθείσῃ πόλει θεασάμενος, ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· ὅμως δ' οὖν, τὰ τέλη συνιδὼν τῶν πραγμάτων, εὖ οἶδ', ὅτι, βοήσας πρὸς τὸν Θεὸν, οὐ καταλειφθήσομαι, τεύξομαι δὲ σωτηρίας, τῆς τοῦ κοινοῦ Σωτῆρος χάριτος καὶ μέχρις ἐμοῦ διαβησομένης. Λέγει δὲ ταῦτα ὁ προφήτης, κατὰ μὲν τοὺς Ἑβδομήκοντα, τὸ μέλλον ἔσεσθαι ὡς παρῳχηκὸς ἑρμηνεύων· διὸ λέλεκται·
Not so as to be corrupted and destroyed by passing into non-being, but so as to live and, possessing an immortal substance, to continue in the death that was spoken of. Therefore it is said: And let them go down alive into Hades. He was not indicating the destruction of souls when he said: Let death come upon them, but rather the separation from the life according to God, and the dwelling in Hades. But perhaps in another way too they were going down alive into Hades, sinning with knowledge, and knowing the Savior as he himself is the Christ of God, yet pretending he was not. Therefore he foretells that they too, like those with Dathan and Abiram, shall be swallowed up and shall go down alive into Hades. And in place of, Wickednesses in their sojournings in the midst of them; for the factions and assemblies of those who acted against the Savior have become wicked, which is why Aquila says: For wickednesses in their conspiracy. Since, then, they did not gather for any good, but made wicked conspiracies and factions, he rightly declared what sort of end would overtake them. I cried to God, and the Lord saved me, and what follows. Even if, he says, having seen by the prophetic spirit the lawlessness that was to come in the city previously mentioned, I was grieved in my meditation and was troubled; nevertheless, having perceived the ends of matters, I know well that, having cried out to God, I shall not be forsaken, but shall obtain salvation, since the grace of the common Savior will reach even to me. The prophet says these things, according to the Seventy, interpreting what is to come as though it had passed; therefore it is said:
Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με· κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μελλητικῶς προφητεύει καὶ ταῦτα. Ὁ γοῦν Ἀκύλας φησίν· Ἐγὼ πρὸς τὸν Θεὸν καλέσω, καὶ Κύριος σώσει με· καὶ ὁ Θεοδοτίων· Ἐγὼ πρὸς τὸν Θεὸν κεκράξομαι, καὶ Κύριος σώσει με. Τῶν γὰρ κατὰ τοῦ Σωτῆρος τολμηθησομένων τοιούτων ὄντων, ἐγὼ ὁ πρότερον εἰρηκὼς, Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ· φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμὲ, καὶ ἐκάλυψέ με σκότος, ταῦτα παθὼν διὰ τὴν τῶν ἀποκαλυφθέντων μοι θέαν, πρὸς τὸν Θεὸν ἐκέκραξα. Ὁ δὲ, μὴ παριδών με, κατηξίωσε φανερά μοι καταστῆσαι, ὥσπερ τὰ σκυθρωπὰ πρότερον ἐδείκνυ, οὕτω καὶ τὰ φαιδρότερα· λέγω δὲ καὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος καὶ τὴν παρὰ τῷ Πατρὶ δόξαν. Καὶ ταῦτα δὲ ἰδὼν, ἐσώθην· διό φημι· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ Κύριος ἔσωσέ με. Σωθεὶς δὲ οὐκέτι ἠρεμῶ, οὐδὲ ἡσυχίαν ἄγειν δύναμαι· ἀλλὰ κηρύττω καὶ πάντας ἀνθρώπους εὐαγγελίζομαι, διηγούμενος ἐφ' ἑκάστης ἡμέρας καὶ ὥρας, ἀπαγγέλλων τε εἰς πάντας ἅπερ ἐν ἁγίῳ πνεύματι τῷ προφητικῷ τεθέαμαι θαυμαστὰ καὶ παράδοξα. Διό φημι· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ. Ἐμοῦ δὲ ταῦτα βοῶντος εἰς πάντας ἐξότε καὶ μέχρις ἑσπέρας, ἐν αὐτῷ τε τῷ ἀκμαιοτάτῳ φωτὶ τῆς μεσημβρινῆς ἡμέρας τὰ σωτήρια τέλη κηρύττοντος, εἰσακούσεται τῆς φωνῆς μου ὁ
I cried to God, and the Lord saved me; but according to the other translators, he prophesies these things as future. Aquila indeed says: I will call to God, and the Lord will save me; and Theodotion: I will cry out to God, and the Lord will save me. For since such things were to be dared against the Savior, I, who had previously said, My heart was troubled within me, and the fear of death fell upon me; fear and trembling came upon me, and darkness covered me, having suffered these things because of the vision of the things revealed to me, cried to God. And he, not disregarding me, counted me worthy to make clear to me, just as he previously showed the gloomy things, so also the brighter things—I mean both the resurrection of the Savior and the glory with the Father. And having seen these things, I was saved; therefore I say: I cried to God, and the Lord saved me. But being saved, I no longer rest, nor can I keep quiet; rather I proclaim and preach the good news to all people, recounting each day and hour, and announcing to all the wonderful and extraordinary things that I have beheld in the Holy Spirit through the prophetic spirit. Therefore I say: At evening and morning and midday I will recount and announce. And while I cry these things to all from that time and until evening, and proclaim the saving ends in the very brightest light of the midday day, he will hear my voice—the
ταύτης τῆς γνώσεως καταξιώσας· καὶ οὐκέτι μὲν ταράττεσθαι ἐν ἐμοὶ ἐάσει τὴν καρδίαν μου, οὐδὲ τὴν δειλίαν τοῦ θανάτου ἐπικεῖσθαί μοι. Ταῦτα δὲ πάντα παραγαγὼν, καὶ διασκεδάσας τῆς ἐμῆς ψυχῆς, λυτρώσεται αὐτὴν ἐν εἰρήνῃ ἀπὸ τῶν θορυβεῖν αὐτὴν ἐθελόντων. Διό φημι· Λυτρώσεται τὴν ψυχήν μου ἐν εἰρήνῃ ἀπὸ τῶν ἐγγιζόντων μοι· ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί· ἀνθ' οὗ ἐξέδωκεν ὁ Σύμμαχος· Πολλοστοὶ γὰρ ἐγένοντο πρὸς ἐμέ. Οἱ γὰρ θορυβεῖν ἐθέλοντές μου τὴν ψυχήν μου βραχεῖς τινες ἦσαν, οὓς ὁ Θεὸς ὁ πρὸ τῶν αἰώνων ὑπάρχων ταπεινώσει, τῆς ἐμῆς κραυγῆς ἐπακούσας. Ταῦτα μὲν οὖν ὡς τοῦ Προφήτου ἐξ οἰκείου προσώπου τὰς προκειμένας φωνὰς προενηνεγμένου. Εἰ δὲ ἐξ αὐτοῦ τοῦ Σωτῆρος ταῦτα λέγοιτο διὰ τοῦ προφητικοῦ πνεύματος, ἐπειδήπερ ἐξ αὐτοῦ ἐλέγετο τὸ, Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς, ἀκολούθως καὶ ταῦτα φήσειεν ἂν ὁ Σωτήρ· Ὅτι ὁ μὲν οὐκ ἐχθρὸς, ἀλλὰ φίλος· καὶ οὐχ ὁ μισῶν, ἀλλ' ὁ μικρῷ πρόσθεν ἀγαπῶν, τοιαῦτα κατ' ἐμοῦ τετόλμηκεν. Ἐγὼ δὲ πλέον οὐδὲν ἔπραττον, ἀλλ' ἐβόων πρὸς τὸν Θεόν· εἶχόν τε αὐτὸν οἷα Πατέρα ἐπήκοον. Ἀλλὰ καὶ οἱ μὲν ἐπεβούλευον ἐμοὶ, ὁ δὲ ἔσωζέ με· διὸ οὐ παύσομαι ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας τὰς τοῦ Πατρὸς ἀρετὰς διηγούμενος εἰς πάντας, εἰσακουστόν τε πᾶσιν ἀνθρώποις κηρύττων τὸ σωτήριον Εὐαγγέλιον· καὶ ταύτης μου τῆς φωνῆς ἐπακούσας ὁ Πατὴρ, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, τουτέστιν ἀπὸ τῶν ἐγγύθεν καὶ οὐ πόῤῥωθέν με πολεμούντων· οἵτινες ἦσαν πολλοστοί· οὓς καὶ ταπεινώσει ὁ προϋπάρχων πρὸ τῶν αἰώνων Θεός.
Having been deemed worthy of this knowledge, he will no longer allow my heart to be troubled within me, nor the fear of death to press upon me. But having brought all these things forward and scattered them from my soul, he will redeem it in peace from those who wish to trouble it. Therefore I say: He will redeem my soul in peace from those who draw near to me, because they were many with me; for which Symmachus rendered: For they became very few compared to me. For those who wished to trouble my soul were but few, whom God, who exists before the ages, will humble, having heard my cry. These things, then, are spoken as though the Prophet had brought forth the words set before us from his own person. But if these things were said from the Savior himself through the prophetic Spirit, since it was said from him, If an enemy had reproached me, I would have endured, and the rest, then the Savior would also say these things accordingly: that the one who was not an enemy but a friend, and not one who hated but one who loved a little before, has dared such things against me. But I was doing nothing more, but was crying out to God; and I had him as a Father who hears. But they were plotting against me, while he was saving me; therefore I will not cease evening and morning and midday to recount the virtues of the Father to all, and to proclaim to all men the saving Gospel so as to be heard; and having heard this voice of mine, the Father will redeem my soul in peace from those who draw near to me, that is, from those who war against me near and not far off; who were very few; whom God, who pre-exists before the ages, will also humble.
Οὐδὲ γὰρ ἡ πρὸς ὀλίγον αὐτοῖς γενομένη εὐκαιρία, καθ' ἣν ἐμεγαλαύχησαν, καὶ ἐπλήρωσαν τὴν ἑαυτῶν πόλιν ἀνομίας καὶ ἀντιλογίας, παραμενεῖ αὐτοῖς· ὅσον δὲ οὔπω ταπεινωθήσονται, τῆς ἐκ Θεοῦ ὀργῆς μετελευσομένης αὐτοὺς καὶ τὴν πόλιν αὐτῶν, ὡς καὶ τὸν ἐν αὐτῇ διαβόητον νεὼν ἀφανισθῆναι καὶ πᾶσαν τὴν ἐν αὐτῷ ἐπιτελουμένην λατρείαν καταλυθῆναι. Οὕτως οὖν, τῆς ἐμῆς ἐπακούσας ὁ Θεὸς βοῆς, ταπεινώσει αὐτούς. Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν, καὶ τὰ ἑξῆς. Ταπεινώσει τοὺς προλεχθέντας ἀσεβεῖς ὁ προϋπάρχων πρὸ τῶν αἰώνων Θεός· ἔσονταί τε ταπεινοὶ καὶ διαμενοῦσιν ἐπὶ μήκιστον τοιοῦτοι· ἐπεὶ μηδεὶς ἔσται ὁ ὑπὲρ αὐτῶν διδοὺς ἀντάλλαγμα. Ἅπαξ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ λύτρον ἑαυτὸν διδοὺς καὶ ἀντάλλαγμα ὑπὲρ τῶν ἁμαρτωλῶν, τοὺς μὲν εἰς αὐτὸν πεπιστευκότας ἐξηγόρασε, πάντων τε αὐτοὺς τῶν προτέρων ἁμαρτημάτων ἠλευθέρωσεν· τοὺς δὲ εἴασε ταπεινοὺς, ἐπεὶ μὴ προσήκαντο τὴν ὑπὲρ αὐτῶν δοθεῖσαν τιμὴν, μηδὲ ἐπίστευσαν εἰς τὸ τίμιον αἷμα τοῦ πάντων ἀνθρώπων Λυτρωτοῦ καὶ Σωτῆρος. Διό φησι περὶ αὐτῶν ὁ λόγος· Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα. Διὰ τί δὲ οὐκ ἔστιν αὐτοῖς ἀντάλλαγμα, ἑξῆς διδάσκει λέγων· ἐπεὶ μὴ ἐφοβήθησαν τὸν Θεόν. Ὁ μὲν γὰρ, ἅτε ἀγαθὸς, πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ τὴν σωτήριον εἰς τὸ καὶ αὐτοὺς μεταδοῦναι τῶν ἑαυτοῦ ἀγαθῶν· οἱ δὲ οὐκ ἐδέξαντο παρὰ τῆς δεξιᾶς τοῦ Θεοῦ προτεινόμενα, ἀλλ' ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ, τὸν καινὸν νόμον τὸν εὐαγγελικὸν παρακρουσάμενοι. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται·
For neither will the brief season of prosperity that came to them, in which they boasted and filled their own city with lawlessness and contradiction, remain with them; but in a little while they will be brought low, when the wrath from God comes upon them and upon their city, so that even the renowned temple in it is destroyed and all the worship performed in it is abolished. Thus, then, when God has heard my cry, he will bring them low. For there is no ransom for them, and they did not fear God, and the rest. The God who existed before the ages will bring low the impious mentioned above; and they will be lowly and will remain so for the longest time, since there will be no one to give a ransom on their behalf. For once the Son of God gave himself as a ransom and exchange for sinners, he redeemed those who believed in him and freed them from all their former sins; but he left the others lowly, since they did not accept the honor given on their behalf, nor did they believe in the precious blood of the Redeemer and Savior of all men. Therefore the word says concerning them: For there is no ransom for them. And why there is no ransom for them, he teaches next, saying: because they did not fear God. For he, being good, desiring all men to be saved and to come to the knowledge of the truth, stretched out his saving hand so that they too might share in his good things; but they did not receive what was offered by the right hand of God, but profaned his covenant, having evaded the new law of the Gospel. Therefore, according to Symmachus, it is said:
Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ εἰς τοὺς εἰρηνεύοντας πρὸς αὐτόν· παρέβησαν συνθήκην· καὶ κατὰ τὸν Ἀκύλαν· Ἀπέστειλε χεῖρα αὐτοῦ ἐν εἰρηνικοῖς αὐτοῦ. Αὐτὸς μὲν γὰρ εἰρηνικὴν δεξιὰν προὔτεινε πρὸς ἐλθόντας παραδέχεσθαι τὴν παρ' αὐτοῦ εἰρήνην· οἱ δὲ παρέβησαν τὴν διαθήκην αὐτοῦ, μὴ καταδεξάμενοι τὴν προτεινομένην αὐτοῖς εἰρήνην. Διὸ, πόλεμον ἀντικαταλλαξάμενοι εἰρήνης, διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ. Ἐπεὶ γὰρ μὴ προσεδέξαντο τὴν χάριν, εἰκότως, ὀργῇ παραδοθέντες, μακρὰν διεσκορπίσθησαν, καὶ εἰς πάντα τὰ ἔθνη διασκεδασθέντες διεσπάρησαν. Ἀντὶ δὲ τοῦ, Καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ. Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί
εἰσι βολίδες, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί. Ὅρα δὲ τίνα τρόπον κἀνταῦθα δύο τάγματα παρίστησιν ὁ λόγος· ἒν μὲν πολλῶν ἀθρόως κατὰ τὸ αὐτὸ, περὶ ὧν πληθυντικῶς φησι· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν· ἕτερον δὲ ὥσπερ ἑνὸς μεμονωμένου, περὶ οὗ ἰδίως ἐπιλέγει· Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί. Καὶ ταῦτ' ἦν τὰ δύο τάγματα τὰ διὰ τῶν ἔμπροσθεν δηλούμενα, τό τε τῶν τὴν πόλιν οἰκούντων, περὶ ὧν ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· καὶ τὸ περὶ τοῦ προδότου, περὶ οὗ ἔφασκεν ὁ λόγος· Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν.
He stretched out his hand against those who were at peace with him; they broke the covenant; and according to Aquila: He sent out his hand among his peaceful ones. For he himself held out a peaceful right hand to those who came to receive the peace that comes from him; but they broke his covenant, not accepting the peace that was offered to them. Therefore, having exchanged peace for war, they were divided from the anger of his face. For since they did not accept the grace, rightly, having been handed over to anger, they were scattered far off, and dispersed among all the nations, they were strewn about. And in place of, And his heart drew near. His words were softened more than oil, and they themselves
are arrows, Symmachus interpreted more clearly when he said: Their mouths are smoother than butter; but the heart of each of them wages war. His words are softer than oil, being cutting. And observe in what manner even here the word presents two ranks: one of many gathered together at once, about whom it speaks in the plural: Their mouths are smoother than butter; but the heart of each of them wages war; and another as if of one isolated individual, about whom it adds separately: His words are softer than oil, being cutting. And these were the two ranks indicated by what came before, both that of those who dwell in the city, about whom it was said: For I saw lawlessness and contradiction in the city; and that concerning the traitor, about whom the word said: For if an enemy had reproached me, I would have borne it.