καὶ ταῦτα πάντα ἐγένετο ἵνα ὁ λαὸς τοῦ Θεοῦ ἐλευθερίας τῆς ὑπ' Αἰγυπτίοις δουλείας τυχεῖν δυνηθῇ. Τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τὰς ἐξ ἐθνῶν Ἐκκλησίας καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς τῆς ὑπὸ τὴν ἄθεον εἰδωλολατρείαν καὶ τοὺς πονηροὺς δαίμονας ὑποταγῆς ἐλευθερῶν, κατὰ τῶν νοητῶν Αἰγυπτίων ἠφίει χάλαζαν καὶ ἄνθρακας πυρὸς ὁ ἐπὶ τοῦ χερουβὶμ ἀναπτὰς Κύριος. Οἶμαι δὲ τὰς κατὰ τῶν ἀσεβῶν τιμωρητικὰς δυνάμεις χάλαζαν καὶ ἄνθρακας πυρὸς ὀνομάζεσθαι. Δυνάμεις τοίνυν τιμωροὶ καὶ κολαστικαὶ, τῷ βουλήματι τοῦ Κυρίου ἀφανῶς ἐξυπηρετούμεναι κατὰ τῶν δαιμόνων τῶν τὴν πολύθεον πλάνην ἐνεργούντων, πάντας αὐτοὺς ἤλαυνον. Διὸ σχεδὸν πάντα αὐτῶν ἐκλέλοιπε τὰ χρηστήρια, καὶ αἱ μαντεῖαι κατελύθησαν· ἔρημοί τε αὐτῶν κατέστησαν οἱ ναοί· σεσύληται τὰ ἀφιερώματα ἀοράτῳ καὶ ἀφανεῖ δυνάμει· τοῦ Κυρίου ταῦτα πάντα μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον διαπραξαμένου. Καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς, καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς. Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀπεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. Θεμέλια οἰκουμένης νοήσεις τὰς τῆς σοφίας τοῦ Θεοῦ δυνάμεις, δι' ὧν καὶ πάλαι ἡ σύμπασα κτίσις τεθεμελίωτο, καὶ μετὰ ταῦτα ἐστερεώθη ἡ οἰκουμένη, ἥτις οὐ σαλευθήσεται. Εἰ δὲ καὶ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ τὴν οἰκουμένην ἐθέλοις νοεῖν· θεμέλιον δὲ αὐτῆς πρῶτον μὲν τὴν ἀῤῥαγῆ καὶ στερεὰν πέτραν, ἐφ' ᾗ ᾠκοδόμηται κατὰ τό· Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἡ πέτρα δὲ ἦν ὁ Χριστός·
And all these things happened so that the people of God might be able to obtain freedom from the slavery under the Egyptians. In the same way here also, setting free the Churches from among the nations and the souls of men from subjection to godless idolatry and to the evil demons, the Lord who rides upon the cherubim sent hail and coals of fire against the spiritual Egyptians. I think that the punitive powers against the impious are called hail and coals of fire. Powers, then, punitive and chastising, invisibly ministering by the will of the Lord against the demons who work the polytheistic error, drove them all out. Therefore nearly all their oracles have failed, and their divinations have been abolished; and their temples have been left desolate; their consecrated offerings have been plundered by an invisible and unseen power—the Lord having accomplished all these things after his ascent into the heavens. And he sent forth his arrows and scattered them, and he multiplied lightnings and threw them into confusion. And the springs of the waters appeared, and the foundations of the world were uncovered—at your rebuke, O Lord, at the blast of the breath of your anger. By foundations of the world you will understand the powers of the wisdom of God, by which both long ago the whole creation was founded, and afterward the world was established, which shall not be shaken. But if you would also understand the Church of God as the world, its foundation is first the unbreakable and solid rock, on which it is built, according to the text: Upon this rock I will build my Church, and the gates of Hades shall not prevail against it. And the rock was Christ.
ἢ κατὰ τὸν
Ἀπόστολον, περὶ οὗ διδάσκει αὐτὸς λέγων· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· εἶτα μετ' αὐτὸν θεμέλιοι τῆς Ἐκκλησίας προφητικοὶ καὶ ἀποστολικοὶ λόγοι κατὰ τὸν Ἀπόστολον φήσαντα· Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ· οὐκ ἂν ἐκτὸς βάλοις τῆς ἀληθείας. Ταῦτ' οὖν τὰ θεμέλια τῆς οἰκουμένης ἀνεκαλύφθησαν· τῶν ἐχθρῶν τοῦ Θεοῦ τῶν πάλαι ἐπισκοτούντων τὰ τῆς ψυχῆς ἡμῶν ὄμματα πρὸς τὸ μὴ τὰ θεῖα βλέπειν ἐκ ποδῶν μεταστάντων, καὶ τοῖς ἀποδοθεῖσι τοῦ Κυρίου βέλεσι διασκορπισθέντων, πεφευγότων τε ἀπὸ ἐπιτιμήσεως Κυρίου, καὶ ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς αὐτοῦ. Εἰκότως οὖν ἐλευθερωθέντες τούτων ἡμεῖς καὶ ἀναβλέψαντες, τὰς πηγὰς τῶν ὑδάτων ἐθεασάμεθα, καὶ τὰ θεμέλια τῆς οἰκουμένης ἐπωπτεύσαμεν. Καὶ τοῦτο ἐφ' ἡμῶν ἐν πολλοῖς γεγένηται κλίμασιν. Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Καταποθέντα γὰρ αὐτὸν καὶ ληφθέντα ὥσπερ αἰχμάλωτον ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, ἐξαποστείλας τὸν ἑαυτοῦ Υἱὸν, ἔλαβε. Πόθεν δὲ αὐτὸν ἔλαβεν, ἑξῆς διδάσκει λέγων, ἐξ ὑδάτων πολλῶν. Φησὶ γοῦν καὶ ἐν ἑξηκοστῷ ὀγδόῳ ψαλμῷ· Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Τούτοις τοιγαροῦν ἀκολούθως καὶ ἐν τοῖς προκειμένοις εὐχαριστῶν, φησί· Προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Τίνα δὲ τὰ ὕδατα, ἐπιφέρει σαφέστερον εἰπών· Ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.
Or, according to the Apostle, about whom he himself teaches, saying: "For no one can lay any other foundation besides the one that is laid, which is Jesus Christ"; then after him, the foundations of the Church are the prophetic and apostolic words, according to the Apostle who said: "Having been built upon the foundation of the apostles and prophets, Jesus Christ himself being the cornerstone" — you would not be casting outside the truth. These foundations of the world, then, were uncovered: the enemies of God, who formerly overshadowed the eyes of our soul so that we could not look upon divine things, having been removed out of the way, and scattered by the arrows of the Lord that were let loose, and having fled from the rebuke of the Lord, and from the blast of the breath of his wrath. Reasonably, therefore, having been freed from these and having recovered our sight, we beheld the springs of the waters, and we looked upon the foundations of the world. And this has happened among us in many regions. He sent from on high, and took me; he drew me out of many waters. For God the Father of all, having sent forth his own Son, took him who had been swallowed up and captured as it were a captive. And from where he took him, he teaches next, saying, "out of many waters." For he says also in the sixty-eighth psalm: "Save me, O God, for the waters have come in even to my soul; I am sunk in the mire of the deep, and there is no standing." Following these things, therefore, and giving thanks also in the preceding words, he says: "He drew me out of many waters." And what the waters are, he adds more clearly, saying: "From my mighty enemies and from those who hate me, for they were strengthened against me.
Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου. Καὶ ταῦτα δὲ τὸ Πνεῦμα τὸ ἅγιον εὐαγγελίζεται αὐτὸν ἀναλαβεῖν ἐκ τῶν πολλῶν ὑδάτων, ἐλευθερίαν δὲ τὴν ἀπὸ τῶν ἐχθρῶν τῶν πάλαι κατακεκρατηκότων αὐτοῦ γενέσθαι. Καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. Καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, ῥύσεταί με, ὅτι ἠθέλησέ με. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου. Ἤδη μὲν, φησὶ, τῆς ἐξομολογήσεώς μου καὶ τῶν προσευχῶν καὶ τῶν ἱκετηρίων ἐπακούσας ὁ Κύριος, γέγονέ μοι ἀντιστήριγμα. Μέλλοντα γάρ με περιτρέπεσθαι, καὶ μέγα πτῶμα ὑπομένειν, εἰ μετὰ τὴν ἁμαρτίαν εἰς παντελῆ ἐξέπιπτον ἀποστασίαν, αὐτὸς παραστὰς ἔρεισμά μοι καὶ ἀντιστήριγμα γέγονεν, ὁπηνίκα, τὸν αὑτοῦ προφήτην Ναθὰν πέμψας, ἔλεγχόν μοι ἐπήγαγε τῆς ἁμαρτίας, καὶ ἀνώρθωσεν. Ἀλλὰ καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν, καὶ εἰς εὐρυχωρίαν, κατὰ τὸν Σύμμαχον. Στενοχωρηθέντα γάρ με, καὶ μικροῦ δεῖν ἀπογνόντα ἑαυτοῦ τὴν σωτηρίαν, ἐῤῥύσατο καὶ εἰς πλατυσμὸν ἐξήγαγεν, ὡς κατὰ πλάτος δυνηθῆναι ἐμαυτὸν ἀναλαβεῖν, καὶ τῆς ἐμαυτοῦ θεραπείας ἐπιμέλειαν ποιήσασθαι. Πλὴν ἀλλὰ καὶ παντελῶς ῥύσεταί με, φησὶν, διδοὺς ἄφεσιν τῆς ἁμαρτίας κατὰ τὸν προφητευόμενον καιρὸν τῆς αὑτοῦ παρουσίας. Καὶ τοῦτο ποιήσει εὐεργετῶν με ὁ Κύριος, ὅτι ἠθέλησέ με· ἢ κατὰ τὸν Ἀκύλαν, ὅτι ἐβουλήθη ἐν ἐμοί· οὐ γὰρ ἂν ἐπεστράφην, οὐδ' ἂν τὸν ἔλεγχόν μοι προσήγαγεν, οὐδ' ἂν τὸν προφήτην ἑαυτοῦ πρὸς ἐμὲ ἀπεστάλκει, εἰ μὴ σῶσαί με ἤθελεν.
They anticipated me in the day of my affliction. And these things too the Holy Spirit proclaims as good news, that he would take him up out of the many waters, and that freedom would come from the enemies who had long ago prevailed over him. And the Lord became my support. And he brought me out into a broad place; he will rescue me, because he desired me. And the Lord will repay me according to my righteousness. Already, he says, the Lord, having heard my confession and my prayers and my supplications, has become my support. For when I was about to be overturned and to endure a great fall, if after sin I were falling away into complete apostasy, he himself stood by me and became a support and stay for me, when, sending his prophet Nathan, he brought upon me the conviction of my sin, and set me upright. But he also brought me out into a broad place, and into a spacious place, according to Symmachus. For when I was hemmed in and all but despaired of my own salvation, he rescued me and brought me out into a broad place, so that I could recover myself at liberty and take care for my own healing. Moreover, he will also rescue me completely, he says, granting forgiveness of sin at the foretold time of his coming. And the Lord will do this, benefiting me, because he desired me; or according to Aquila, because he willed it in me; for I would not have been turned back, nor would he have brought conviction upon me, nor would he have sent his prophet to me, if he had not wished to save me.
Εὖ δὲ οἶδα καὶ ἀκριβῶς πέπεισμαι, ὅτι κατὰ τὸν καιρὸν τῆς δικαιοκρισίας αὐτοῦ, οὐ μνημονεύσας μου τῆς ἁμαρτίας καὶ τῶν τολμηθέντων μοι ἐν ἡμέρᾳ ταλαιπωρίας μου, κατὰ τὴν δικαιοσύνην μου ἀποδώσει μοι. Τὰς γὰρ ἄλλας μου πράξεις τὰς ἐν ἀρετῇ καὶ δικαιοσύνῃ, ὥσπερ ἐν τρυτάνῃ καὶ ζυγῷ ἀντιπαραλαβὼν, καὶ ἀντιστήσας τῷ ἁμαρτήματί μου, κατὰ πολὺ πλεοναζούσας εὑρήσει τοῦ γενομένου ἁμαρτήματος. Διὸ ἀνταποδώσει μοι οὐ καθ' ὃ ἥμαρτον (ἤδη γὰρ ἀνταπέδωκε, μετελθών με κατὰ τὸν παρόντα βίον διὰ τῶν καταλαβουσῶν με συμφορῶν), κατὰ δὲ τὰς λοιπὰς πράξεις, τὰς ἐν δικαιοσύνῃ, ἀποδώσει μοι ἐν τῇ ἡμέρᾳ τῆς αὑτοῦ δικαιοκρισίας, καὶ τῶν χειρῶν μου κατὰ τὴν καθαριότητα τὴν ἀμοιβὴν ποιήσεται· ἀπέπλυνα γὰρ τὸν πρότερον αὐταῖς ἐγγενόμενον ῥύπον· Καὶ ἔσομαι ἄμωμος
μετ' αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι. Διεξέρχεται ἑξῆς καταλέγων τίς ἦν ἡ δικαιοσύνη αὐτοῦ, καὶ ὅπως ἀπεκάθηρεν ἑαυτοῦ τὰς χεῖρας. Ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου. Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησεν ἀπ' ἐμοῦ. Καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. Ἐπεὶ τοίνυν ταῦτα ἐπορισάμην ἐμαυτῷ, φησὶ, μετὰ τὴν ἁμαρτίαν, καὶ τοσαύτας συνήγαγον ἐμαυτῷ θεραπείας, εἰκότως πάλιν ἐπαναλαβὼν τὸν αὐτὸν ἐν δευτέρῳ λόγον φημί·
I know well and am firmly persuaded that at the time of his righteous judgment, he will not remember my sin and the things I dared to do in the day of my misery, but according to my righteousness he will repay me. For my other deeds, done in virtue and righteousness, he will take up in turn as in a balance and scales, and setting them against my sin, he will find them far exceeding the sin that was committed. Therefore he will repay me not according to what I sinned (for he has already repaid, having visited me in this present life through the calamities that overtook me), but according to my remaining deeds, those done in righteousness, he will repay me in the day of his righteous judgment, and he will make recompense for my hands according to their purity; for I have washed away the former defilement that had come upon them. And I shall be blameless with him, and I shall keep myself from my lawlessness. And the Lord will repay me according to my righteousness, and according to the purity of my hands he will repay me. He goes on next, recounting what his righteousness was, and how he cleansed his hands. Because I kept the ways of the Lord, and did not act impiously against my God. Because all his judgments are before me, and his statutes he did not remove from me. And I shall be blameless with him, and I shall keep myself from my lawlessness. Since, then, I procured these things for myself, he says, after my sin, and gathered for myself so many remedies, reasonably, taking up the same account again in a second place, I say:
ὅτι, διὰ τὰ προλεχθέντα, Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ· ἀντὶ δὲ τοῦ, ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ, ὁ Σύμμαχος, τὴν ἀντικρὺ τῶν ὀφθαλμῶν αὐτοῦ, ἐξέδωκεν. Οὐ γὰρ ἀνθρώπων ὀφθαλμοῖς ἐσπούδαζον τὴν ἐμαυτοῦ καθαριότητα δεικνύναι, οὐδὲ ὥστε ἀρέσκειν τοῖς πολλοῖς, ἀλλ' ἀντικρὺ τῶν αὐτοῦ τοῦ κριτοῦ ὀφθαλμῶν πᾶσαν ἐποιούμην σπουδὴν τῆς ἐμαυτοῦ καθαρότητος. Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ· καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις, καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. Μήποτε προφητικῶς λαὸν μὲν ταπεινὸν, ἢ, κατὰ τὸν Ἀκύλαν, πένητα, ἢ, κατὰ τὸν Σύμμαχον, πρᾶον τὸν χορὸν αἰνίττεται τὸν ἀποστολικόν· ὑπερηφάνους δὲ τοὺς πάλαι ἐπηρμένους, τοὺς ἀρχιερέας καὶ διδασκάλους καὶ ἄρχοντας τοῦ ἐκ περιτομῆς λαοῦ; οὓς πάλαι ὀφθαλμοῖς ὑπερηφάνοις κατὰ τοῦ Σωτῆρος ἡμῶν κεχρημένους ἐταπείνωσεν ὁ Θεὸς, ἐν πᾶσι σώσας τὸν αὑτοῦ ταπεινὸν καὶ πένητα καὶ πρᾶον, τὸν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν λαόν. Ὅτι σὺ φωτιεῖς τὸν λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου. Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ τοῦ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ζητῶν δὲ τὸν λύχνον τοῦ Δαυῒδ εὗρον ἐν ρλαʹ ψαλμῷ φερόμενον τὸ, Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ· ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.
For because of the things said before, "And the Lord will repay me according to my righteousness, and according to the cleanness of my hands before his eyes." But instead of "before his eyes," Symmachus published "over against his eyes." For I was not eager to display my own cleanness to the eyes of men, nor so as to please the many, but over against the very eyes of the judge I made every effort of my own purity. "With the holy you shall be holy, and with the innocent man you shall be innocent; and with the chosen you shall be chosen, and with the crooked you shall twist." "For you shall save a humble people, and you shall bring low the eyes of the proud." Perhaps prophetically he hints at the apostolic company as a humble people—or, according to Aquila, a poor one, or, according to Symmachus, a meek one—and at the proud as those formerly exalted, the chief priests and teachers and rulers of the people from the circumcision; whom, having long ago used proud eyes against our Savior, God brought low, saving in all things his own humble and poor and meek people, the people of our Savior, of apostles and disciples. "For you will light my lamp, O Lord, my God, you will light my darkness. For in you I shall be delivered from the ambush, and in my God I shall leap over a wall." And seeking the lamp of David, I found in the 131st Psalm the words, "There I will cause a horn to spring up for David; I have prepared a lamp for my Christ.
Λύχνος δὲ ἑτοιμαζόμενος τῷ Χριστῷ ἐκ σπέρματος Δαυῒδ τίς ἂν γένοιτο ἢ τὸ γέννημα τὸ κατὰ σάρκα γενόμενον ἐκ διαδοχῆς Δαυῒδ, ᾧ κέχρηται ὁ Χριστὸς ἐν αὐτῷ γενόμενος, καὶ τὰς τῆς δυνάμεως αὐτοῦ μαρμαρυγὰς καὶ τοῦ φωτὸς τὰς ἀνατολὰς πᾶσιν ἐξέλαμψεν ἀνθρώποις; Διὸ καὶ ἐν τοῖς προκειμένοις προφητικῶς φησιν ὁ Δαυΐδ· Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε. Σὺ γὰρ αὐτὸς, φησὶν, ὁ Κύριος, τὸ φῶς τὸ ἀληθινὸν τυγχάνων, ἑνωθείς ποτε ἀποῤῥήτως τῷ ἐξ ἐμοῦ γενησομένῳ λύχνῳ, φωτιεῖς αὐτόν· ἀλλὰ καὶ τὸ ἐγγενόμενόν μοί ποτε σκότος τότε παντελῶς περιελεῖς, ὡς μηδὲ μνήμην αὐτοῦ ἀνιέναι ἐπὶ τὴν ἐμὴν διάνοιαν. Εὖ δὲ οἶδα, ὅτι, καὶ τῆς παρὰ σοῦ δυνάμεως καὶ ἰσχύος καταξιωθεὶς, ἐπιβήσομαι τοῦ ἐν οὐρανοῖς τείχους· ἐν ἀσφαλεῖ τε γενόμενος, τότε τῆς παρὰ σοὶ τεύξομαι σωτηρίας. Ἤ· Ὑπερβήσομαι καὶ ὑπερπηδήσω πάντα τὰ τῶν ἐχθρῶν ὀχυρώματα καὶ τοὺς φραγμοὺς καὶ τὸ τεῖχος, ὃ περιβάλλειν μοι εἰς τὸ ἀποκλεῖσαι σπεύδονται. Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ· τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν. Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Ἄμωμον εἶναι ἀποφαίνεται, τουτέστιν ἀνεπίληπτον τὴν διοίκησιν αὐτοῦ, καὶ τὴν τῆς προνοίας οἰκονομίαν. Ἀλλὰ καὶ τὰ λόγια αὐτοῦ πεπυρωμένα, τουτέστι βεβασανισμένα καὶ δεδοκιμασμένα· οὐκ ἔστι τε αὐτοῖς ἐπισκέψαι· οὐδὲ ἀλλοτρίας ὕλης παρεμβεβλημένον τι ἐν αὐτοῖς εὑρεῖν, ὁποῖα τὰ παρὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου τυγχάνει· μετέχοντα μέν τινος ἔσθ' ὅτε φαντασίας, πάσης δὲ ἀθεότητος καὶ δυσσεβείας πεπληρωμένα.
But what would the lamp prepared for the Christ from the seed of David be, other than the offspring that came according to the flesh from the succession of David, which the Christ used when he was born in it, and caused the gleams of his power and the risings of the light to shine forth to all men? Therefore also in the preceding words David says prophetically: "For you will light my lamp, O Lord." For you yourself, he says, the Lord, being the true light, once united ineffably with the lamp that will come to be from me, will light it; but also the darkness that once came to be in me you will then completely remove, so that not even a memory of it rises up in my mind. And I know well that, having been deemed worthy of the power and strength from you, I will step upon the wall in the heavens; and having come into safety, I will then obtain the salvation that is with you. Or: I will go over and leap over all the strongholds and fences of the enemies, and the wall that they hasten to throw around me to shut me in. My God, his way is blameless; the oracles of the Lord are tried in the fire; he is a protector of all who hope in him. For who is God besides the Lord? Or who is God besides our God? He declares his governance to be blameless, that is, irreproachable, and the economy of his providence. But also his oracles are tried in the fire, that is, tested and approved; and it is not possible to inspect them, nor to find anything of foreign matter inserted in them, such as the things among the wise of this age happen to be; partaking sometimes of some fancy, but filled with all atheism and impiety.
Τί οὖν τὰ πεπυρωμένα λόγια τοῦ Κυρίου διδάσκει; ὡς ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν· καὶ ὅτι οὐκ
ἔστιν ἄλλος Θεὸς ἢ μόνος ὁ ἡμέτερος Κύριος, οὐδ' ἔστιν κραταιὸς ἄλλος ἢ ὁ Θεὸς ἡμῶν· καὶ διὰ τοῦτο εἰκότως ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτὸν, μηδενὸς ἑτέρου εὑρισκομένου τοῦ δυναμένου στῆναι πρὸς τοσοῦτον καὶ τοιοῦτον. Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφων, καὶ ἐπὶ τὰ ὕψη μου ἱστῶν με. Οὐκ ἀπρακτῶν, φησὶ, καὶ ἀργῶν προΐσταται καὶ ὑπερασπίζει· ἀλλὰ καὶ αὐτῶν συμβαλλομένων τῇ αὑτῶν σωτηρίᾳ διὰ τοῦ ἀγωνίζεσθαι καὶ τοὺς ἐχθροὺς καταπολεμεῖν. Οὕτω γοῦν καὶ ἐμὲ ὁπλίζων ταῖς ἑαυτοῦ δυνάμεσι, τὴν θνητὴν καὶ ἀνθρωπίνην μου ἰσχὺν τῇ αὑτοῦ χάριτι δυναμοῖ· ἵν' ὥσπερ ἀνὴρ τὴν ὀσφὺν περιεζωσμένος τὴν ἐξ αὐτοῦ χορηγουμένην μοι δύναμιν στῶ πρὸς τοὺς πολεμίους. Ἀλλὰ καὶ ὥσπερ εἴρηται· Ὁ Θεὸς, ἄμωμος ἡ ὁδὸς αὐτοῦ· οὕτως κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν αὐτοῦ καὶ ἐμὲ βουλόμενος εἶναι, καὶ τὴν ἐμὴν ὁδὸν ἔθετο ἄμωμον, διδασκαλίαις καὶ παραινέσεσιν καὶ παντοίοις μαθήμασι τὴν ὁδόν μου, τουτέστι τὴν ζωὴν καὶ τὸν βίον ἄμωμον καταρτιζόμενος. Ἀντὶ δὲ τοῦ, ἄμωμον, Ἀκύλας, τέλειον, ἐκδέδωκεν. Ἔτι δὲ πρὸς τούτοις, καὶ τοὺς πόδας μου ὡσεὶ ἐλάφων κατηρτίσατο· περὶ ὧν ἐλάφων πολὺς ἐν τοῖς ἱεροῖς πράγμασι γράμμασι φέρεται λόγος. Ἐπὶ σχολῆς δ' ἄν τις τῶν προτεθέντων ἐξετάσας, εὕροι ἂν αὐτῶν τὸν νοῦν ἀναφερόμενον ἐπὶ τοὺς ἁγίους τοῦ Θεοῦ ἄνδρας, τοὺς ἀναιρετικοὺς παντὸς ἑρπυστικοῦ καὶ ἰοβόλου ζώου.
What, then, do the fiery oracles of the Lord teach? That he is the protector of all who hope in him; and that there is no other God except our Lord alone, nor is there any other mighty one except our God; and for this reason he is rightly the protector of all who hope in him, since no other is found who is able to stand against one so great and of such a kind. It is God who girds me with power, and he made my way blameless; he trains my feet like those of deer, and sets me upon my high places. He does not, it says, preside over and protect those who are idle and inactive, but those who also contribute to their own salvation by struggling and fighting down their enemies. In this way, then, arming me with his own powers, he strengthens my mortal and human strength by his own grace, so that, like a man girded about the loins, I may stand against the enemies with the power supplied to me from him. But also, just as it is said, God, his way is blameless, so too, wishing me to be in his image and likeness, he made my way blameless, training my way—that is, my life and conduct—to be blameless by teachings and exhortations and every kind of instruction. Instead of blameless, Aquila rendered it perfect. And further, in addition to these things, he trained my feet like those of deer; concerning which deer a lengthy account is carried in the sacred writings. And at leisure one who examines the things set before us might find their meaning referred to the holy men of God, who destroy every creeping and venomous creature.
Ἐπεὶ καὶ τῆς ἐλάφου τοιαύτη πέφυκεν ἡ φύσις, ὀφιοκτόνος οὖσα καὶ ἀναιρετικὴ παντὸς ἑρπετοῦ. Ὀρεινοβατὲς δὲ τὸ ζῶον καὶ δρομικὸν, ὡς καὶ οἱ ἅγιοι τοῦ Θεοῦ τὰ ἄνω σκοποῦντες, καὶ μὴ τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ὑψηλὰ διώκοντες, πόθῳ τῆς τῶν οὐρανῶν βασιλείας. Τὴν πρὸς τοὺς ἁγίους τοίνυν ὁμοιότητα ἑαυτοῦ καὶ ὁ Δαυῒδ τῇ τοῦ Θεοῦ χάριτι ἀνατίθησι, λέγων ἑξῆς· Καὶ ἐπὶ τὰ ὕψη μου ἱστῶν με. Εἰ γὰρ καὶ τὰ μάλιστα ἕτεροι καθέλκειν ἡμᾶς καὶ καταβιβάζειν ἐπὶ τὰ βάθη καὶ τὰς κοιλάδας τῆς κακίας πειρῶνται· ἀλλ' ὁ Θεὸς ἡμῶν, οἷά τις ἀγωνοθέτης διδάσκων ἡμᾶς ἀγαθοὺς εἶναι δρομεῖς, ἐπὶ τὰ κατάλληλα ἡμῖν ὕψη παρορμᾷ· αὐτοῦ τε ἡ χάρις. Οὐ γὰρ ἡμετέρα δύναμις ἵστησιν ἐν τοῖς ἡμετέροις ὕψεσι· φύσει γὰρ ἀνθρώπου ψυχῇ τὸ οὐράνιόν ἐστιν οἰκητήριον· καὶ τὰ ἐκεῖ ὕψη οὐκ ἀλλότρια, ἀλλ' οἰκεῖα· διὸ, Ἐπὶ τὰ ὕψη μου, φησὶν, ἱστῶν με. Διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονας μου. Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας, καὶ ἡ δεξιά σου ἀντελάβετό μου. Πρὸς τούτοις ἅπασιν ὑπερασπισμὸν σωτηρίας μοι δέδωκας, τὸν σὸν Υἱὸν καταπέμψας τῇ ἰδίᾳ ἀσπίδι ὑπὲρ ἐμοῦ μαχησόμενον. Ἀκριβῶς γὰρ ἐπιστήσεις τί ποτέ ἐστι τὸ διὰ πάσης Γραφῆς προφητευόμενον σωτήριον τοῦ Θεοῦ περὶ οὗ καὶ Συμεὼν ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. –Καὶ ἡ δεξιά σου ἀντελάβετό μου. Τάχα δεξιὰ τοῦ Θεοῦ εἶναι δύναται ἐν ᾗ ἐστερέωσε τὸν οὐρανὸν, μονογενὴς Λόγος.
Since the nature of the deer is such as this, being a killer of serpents and a destroyer of every creeping thing. And the creature is mountain-ranging and swift-footed, just as the saints of God look to the things above and not the things on the earth, and pursue the lofty things, out of longing for the kingdom of the heavens. Therefore David also, by the grace of God, attributes to himself the likeness to the saints, saying next: And setting me upon my high places. For even if others most of all attempt to drag us down and bring us down to the depths and the valleys of wickedness, yet our God, like some judge of contests teaching us to be good runners, urges us on to the heights suited to us; and his is the grace. For it is not our own power that sets us in our own heights; for by nature the heavenly dwelling-place belongs to the human soul; and the heights there are not foreign but our own; therefore, he says, setting me upon my high places. Teaching my hands for war, and you made my arms a bow of bronze. And you gave me a shield of salvation, and your right hand took hold of me. In addition to all these things, you have given me a shield of salvation, sending down your Son to fight on my behalf with his own shield. For you will understand precisely what the salvation of God prophesied through all Scripture is, about which Simeon also said in the Gospel: Now you release your servant, Master, according to your word in peace; because my eyes have seen your salvation. –And your right hand took hold of me. Perhaps the right hand of God can be that in which he established the heaven, the only-begotten Word.
Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει. Σύμμαχος δὲ ἐξέδωκε· Καὶ τὸ ὑπακούειν με αὐξήσει με. Ὁ δὲ Ἀκύλας· Καὶ πραότητός σου ἐπλήθυνέ με. Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου. Τὰ διαβήματα, καθ' ἃ ἐκ κακίας εἰς ἀρετὴν, καὶ ἐξ αἰσθητῶν ἐπὶ νοητὰ, καὶ ἀπὸ τοῦ παρόντος εἰς τὸν μέλλοντα αἰῶνα διαβαίνω, ἐπλάτυνας ὑποκάτω μου· κατ' ἀρχὰς γὰρ στενὰ καὶ ἐπίπονα φαινόμενα τῷ τὴν τεθλιμμένην ὁδεύειν ὁδόν· ὑπεράνω αὐτῶν τῇ προκοπῇ γεγενημένος, πλατυνθέντα αὐτὰ ἐθεασάμην. Ὁ γὰρ ἀνωτέρω τῶν προκοπῶν γεγενημένος, τῷ ἐπὶ τέλος ἐφθακέναι, οὐκέτι αἴσθεται τῆς στενότητος, τῶν πόνων καὶ ἱδρώτων τῶν ἐπὶ ταῖς προκοπαῖς, ἐν εὐρυχωρίᾳ γεγενημένος. Καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου. Εἰ διηνεκῶς ἐν τῷ πονεῖν ἐτέλουν, κἂν ἠσθένησε τὰ ἴχνη μου, τουτέστι τοῦ ἔσω ἀνθρώπου τὰ σκέλη· ἐπειδὴ μετὰ τοὺς ὑπὲρ
ἀρετῆς καμάτους ἀνάπαυλα διαδέχεται, οὐκ ἀσθενεῖ, ἀλλ' ἰσχυροποιεῖται τὰ ἴχνη μου, ὥστ' ἂν εἰπεῖν· Καὶ ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἀλλὰ καὶ ὁ Ἰησοῦ ἑπόμενος ἐπακολουθεῖ τοῖς ἴχνεσιν αὐτοῦ· ἐξ αὐτοῦ τοῦ πατεῖν τὴν τετριμμένην ὑπὸ Ἰησοῦ ὁδὸν ἰσχυρὰ κτᾶται τὰ ἴδια ἴχνη, ὡς ἔργῳ φάναι· Οὐκ ἠσθένησε τὰ ἴχνη μου ἐν τῇ στενοχωρίᾳ τῆς θλίψεως. Καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείπωσιν. Ἐκθλίψω αὐτοὺς καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. Καὶ ὅσων ἐχθρῶν καὶ πολεμίων περιγέγονε διὰ τῆς τοῦ Θεοῦ βοηθείας!
And your discipline restored me completely, and your discipline itself will teach me. Symmachus, however, rendered it: And my obeying will increase me. And Aquila: And your gentleness multiplied me. You widened my steps beneath me. The steps by which I pass from vice to virtue, and from sensible things to intelligible things, and from the present age to the age to come, you widened beneath me; for in the beginning they appear narrow and laborious to one who walks the affliction-pressed way; but having come to be above them by advancement, I beheld them widened. For one who has come to be above his advancements, by having reached the end, no longer perceives the narrowness, the labors and sweats that attend advancements, having come to be in spaciousness. And my footsteps did not grow weak. If I were continually completing my labor, my footsteps—that is, the legs of the inner man—would perhaps grow weak; but since after the toils for virtue rest succeeds, my footsteps do not grow weak but are made strong, so that one may say: And you set my feet in a spacious place. But Jesus also, following, follows in his own footsteps; from the very act of treading the way worn by Jesus, he acquires his own footsteps as strong, so as to say in effect: My footsteps did not grow weak in the narrowness of affliction. I will pursue my enemies and overtake them, and I will not turn back until they fail. I will crush them and they will not be able to stand, they will fall beneath my feet. And over how many enemies and foes has he prevailed through the help of God!
Καὶ τοῦτο δέ μοι, φησὶν, παρὰ τῆς σῆς χάριτος ὑπῆρξε, τὸ μὴ στενοχωρηθῆναί μου τοὺς πόδας, καὶ τὸ μὴ δικτύοις τῶν ἐχθρῶν, καὶ τοῖς σκανδάλοις τοῖς ὑπ' αὐτῶν προβεβλημένοις περιπαρῆναι. Ταῦτα γὰρ πάντα περιελὼν σὺ αὐτὸς ὁ Θεός μου, ὁμαλὴν κατηρτίσω μου τὴν πορείαν. Τὸ δὲ, Πεσοῦνται ὑπὸ τοὺς πόδας μου, νοήσεις ἐπαξίως τοῦ προφητικοῦ πνεύματος, τῆς τοῦ Σωτῆρος πρὸς τοὺς ἀποστόλους ἐπαγγελίας μνησθεὶς δι' ἧς πρὸς αὐτοὺς ἔλεγεν· Ἰδοὺ δίδωμι ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ. Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ' ἐμὲ ὑποκάτω μου. Ἐμοὶ μὲν, φησὶν, ἀνδρείαν ἐδωρήσω καὶ ῥώμην. Εἰπὼν ἀνωτέρω· Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, ἐνταῦθα καὶ τοῦ ἔργου τὸ ἀποτέλεσμα διδάσκει λέγων· Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον· καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον· οἱ ἐκ μετανοίας ἄρτι τῆς ἔχθρας ἀπαλλαττόμενοι, διὰ τὸ μηδέπω τὴν ἐπ' ἀρετῇ παῤῥησίαν ἔχειν, τεθεῖεν τοῦ Ἰησοῦ νῶτος ὑπὸ τοῦ Πατρός· οὕτω γὰρ καὶ ἀκολουθῆσαι αὐτῷ ὀπίσω γενόμενοι δυνήσονται. Τάχα δὲ καὶ τοῦτο ῥηθείη· Ὁ σπουδαῖος, παῤῥησίαν πρὸς τὸν Θεὸν κεκτημένος, ἐνώπιον Κυρίου παρίσταται· ὁ δὲ φαῦλος, ὀπίσω ἐκβαλλόμενος διὰ τὴν ἰδίαν κακίαν, νῶτος τεθήσεται τοῦ Κυρίου. Ἐπεὶ γὰρ πρότεροι αὐτοὶ οἱ φαῦλοι ἔστρεψαν πρὸς αὐτὸν νῶτα, καὶ οὐχὶ πρόσωπα αὐτῶν, καὶ αὐτὸς, ἀποστραφεὶς αὐτοὺς, νῶτος αὐτοὺς ἕξει. Εἰ δὲ καὶ πᾶς δίκαιος ταῦτα λέγοι, ἐρεῖς, ὅτι αἱ μοχθηραὶ δυνάμεις, εἰς πρόσωπον ἐρχόμεναι, βλάπτουσι τοὺς ὁρῶντας διὰ παντὸς ὄντες εἰδεχθεῖς·
And this, he says, came to me from your grace—that my feet were not hemmed in, and that I was not entangled in the nets of enemies and in the snares set before me by them. For you yourself, my God, having removed all these things, made my path smooth. But the words "They shall fall under my feet" you will understand in a manner worthy of the prophetic spirit, remembering the promise of the Savior to the apostles, through which he said to them: "Behold, I give you authority to tread upon serpents and scorpions, and over all the power of the enemy." And you girded me with power for war; you brought all who rise up against me under my feet. To me, he says, you granted courage and strength. Having said above, "God who girds me with power," here he also teaches the outcome of the deed, saying: "And you girded me with power for war; and you gave my enemies to me as a back." Those who are just now being released from enmity through repentance, because they do not yet have boldness in virtue, would be placed as the back of Jesus by the Father; for thus, having come to be behind him, they will also be able to follow him. And perhaps this too might be said: the diligent man, having acquired boldness toward God, stands before the Lord; but the worthless man, cast out behind because of his own wickedness, will be placed as the back of the Lord. For since they themselves, the worthless, first turned their backs to him and not their faces, he too, turning away from them, will have them as a back. But if every righteous man should say these things, you would say that the wicked powers, when they come face to face, harm those who see them, being altogether loathsome.
εἰς νῶτον δὲ ῥιφέντες, οὐδὲν δυνήσονται ἐπὶ τούτου τεκταίνεσθαι, κατὰ τό· Ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί. Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμὲ, ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων. Εἰ γὰρ καὶ ἐταπείνωσεν ἑαυτὸν, κλίνας οὐρανοὺς καὶ καταβὰς, ἀλλ' ὑψηλός ἐστι, κατὰ τό· Ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάσσων λαοὺς ὑπ' ἐμὲ, ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ ὑψώσεις με, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Τῷ μὲν γὰρ ἀπειθοῦντι λαῷ καὶ ἀντιλέγοντι ἐπάξειν τὰς ἐκδικήσεις καὶ τὰς τιμωρίας εἴρηται· ἢ κατὰ τὸν Σύμμαχον, Ὁ Θεὸς ὁ παρασχὼν τιμωρίας ἐμοί· τῷ δ' ἑτέρῳ τάγματι περὶ οὗ ἀνωτέρω εἴρηται· Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· τούτῳ τὴν ὑποταγὴν τὴν ὑπ' αὐτὸν χαρίζεται. Διὸ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· Καὶ ὑποτάσσων λαοὺς ἐπ' ἐμέ. Οὗτος καὶ ῥύστης μου, φησὶ, γέγονεν ἐξ ἐχθρῶν μου ὀργίλων, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ ὕψωσέ με, ὁ δ' αὐτὸς καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ἐῤῥύσατό με. Δι' ὧν σαφῶς παρίστησιν ἐχθρούς τινας αὑτοῦ καὶ ἀνθεστηκότας· καὶ παρὰ τούτους ἕτερόν τινα ἄνδρα, μεστὸν ὡς ἀληθῶς πάσης ἀδικίας. Σημαίνει δὲ ὁ λόγος διὰ τούτων προφητικῶς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους καὶ τὸν προδότην Ἰούδαν, παντὸς ἀδίκου χείρονα γενόμενον, ὅτι δὴ, τοιούτων ἀξιωθεὶς παρὰ τοῦ Σωτῆρος, τοῖς ἐναντίοις αὐτὸν ἠμείψατο.
But cast upon the back, they will be able to devise nothing against this, according to the text: The sinners worked upon my back. The Lord lives, and blessed is my God, and let the God of my salvation be exalted. The God who gives vengeance to me, and subdues peoples under me, my deliverer from angry enemies. For even if he humbled himself, bowing the heavens and descending, yet he is high, according to the text: God highly exalted him and gave him a name that is above every name. The God who gives vengeance to me, and subdues peoples under me, my deliverer from my angry enemies, from those who rise up against me you will exalt me, and from an unjust man deliver me. For to the disobedient and gainsaying people it is said that he will bring the vengeances and the punishments; or, according to Symmachus, The God who has provided punishments for me; but to the other order, concerning which it was said above: You will set me as the head of the nations. A people whom I did not know served me; to this he grants the subjection under him. Therefore he adds, according to Symmachus: And subduing peoples under me. This one, he says, has also become my deliverer from my angry enemies, and from those who rise up against me he exalted me, and the same also delivered me from an unjust man. By these words he clearly sets forth certain enemies of his and those who oppose him; and besides these, another man, truly full of all injustice. And the word signifies by these things prophetically the rulers of the nation of the Jews and the traitor Judas, who became worse than every unjust man, in that, having been deemed worthy of such things by the Savior, he repaid him with the opposite.
Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου
ψαλῶ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ Δαυῒδ, καὶ τῷ σπέρματι αὐτοῦ, ἕως αἰῶνος. Ἐπὶ τὸ ἕτερον μεταβαίνει, ὡς ἂν εἴποι τις τὸ δεξιὸν τάγμα, καὶ ἔστιν ἔργοις αὐτοῖς καὶ ὀφθαλμοῖς παραλαβεῖν· ὥσπερ ὁ Δαυῒδ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὥσπερ εἰσέτι καὶ νῦν ζῶν καὶ σὺν ἀνθρώποις πολιτευόμενος, διὰ τῶν ἑαυτοῦ γραφῶν ᾠδῶν τε καὶ ὕμνων ἐν πᾶσι τοῖς ἔθνεσι ψάλλει τῷ Θεῷ τῶν ὅλων· καὶ ὁ ἐκ σπέρματος δι' αὐτοῦ γεγονὼς, οὗ εἰς πρόσωπον ἀναφέρεται τὰ προκείμενα, ὁμοίως κρείττων γενόμενος τῶν ἐπιβεβουλευκότων αὐτῷ, εἴποι ἄν· Καὶ ἀπὸ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ ὑψώσεις με. Ἐκείνους μὲν οὖν καταλείπει· τὴν δὲ χάριν τὴν ἐξ αὐτοῦ καὶ τὴν ἀλήθειαν πᾶσι τοῖς ἔθνεσιν μεταδίδωσιν· εἰσέτι τε καὶ νῦν πανταχοῦ γῆς αὐτὸς παρὼν, καὶ μέσος τῶν εἰς αὐτὸν ἠλπικότων ἑστὼς, τῷ Πατρὶ διὰ τῆς ἑαυτοῦ Ἐκκλησίας ἐξομολογεῖται· διό φησι· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.
Therefore I will give thanks to you among the nations, O Lord, and I will sing to your name. Magnifying the salvations of his king, and showing mercy to his anointed David, and to his seed, forever. He moves on to the other side, as one might call it the right-hand rank, and it is possible to grasp it by the deeds themselves and with the eyes: just as David, after the coming of our Savior, just as even now still living and conducting himself among men, through his own writings, odes, and hymns sings to the God of all among all the nations; and he who was born of his seed through him, to whose person the things set before us are referred, having likewise become stronger than those who plotted against him, might say: And from those who rise up against me you will exalt me. Those men, then, he leaves behind; but the grace that comes from him and the truth he imparts to all the nations; and even now still, present everywhere on earth, and standing in the midst of those who have hoped in him, he gives thanks to the Father through his own Church; therefore he says: Therefore I will give thanks to you among the nations, O Lord, and I will sing to your name.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΗʹ.
Καὶ ὁ παρὼν ψαλμὸς τῶν εἰς ἀγαθὸν τέλος παραπεμπόντων τυγχάνει· ἀλλὰ καὶ εὐχαριστήριος ἀναγράφῃ ᾠδὴ τοῖς τοὺς ἐχθροὺς καταγωνισαμένοις ἐπινίκιος εἰρημένη. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ἐπινίκιος ᾠδὴ τοῦ Δαυΐδ. Ἀλλὰ καὶ διὰ τὸ ἀνακεῖσθαι τῷ τὰς νίκας δωρουμένῳ Θεῷ, κατὰ τὸν Ἀκύλαν, Τῷ νικοποιῷ μελῴδημα, λέλεκται. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Διδασκαλίαν περιέχει τῆς τοῦ Θεοῦ μεγαλουργίας παραστατικήν. Ἐπειδὴ γὰρ τὸ ἀφανὲς καὶ ἀόρατον τῆς ἀσωμάτου καὶ ἀγενήτου καὶ θεϊκῆς οὐσίας, διὰ τὸ μὴ σαρκὸς ὀφθαλμοῖς καταλαμβάνεσθαι, οἱ τὰ ὄμματα τῆς ψυχῆς πεπηρωμένοι τῆς τῶν ὄντων ὑπάρξεως ἐκβεβλήκασιν, ἀθέοις στόμασιν ἀποφηνάμενοι μὴ εἶναι Θεὸν, μηδὲ ὑπάρχειν τι κρεῖττον τῶν ἐν σώμασιν ὁρωμένων· αὐτομάτῳ δὲ καὶ ἀλόγῳ συντυχίᾳ, εἰκῆ καὶ μάτην ἐξ οὐδεμιᾶς αἰτίας ὑποστῆναι τὸν πάντα κόσμον· ἀναγκαίως ὁ παρὼν λόγος διὰ τῆς ψαλμῳδίας ἀποδεικτικῶς καὶ μετὰ δημιουργικῆς τῶν ὅλων δυνάμεως τὴν θεολογίαν παρίστησι, τοιοῦτόν τινα λογισμὸν διεξιών. Θνητῶν μὲν φύσις μικρὰ τυγχάνει καὶ ἀσθενής· λογισμοί τε ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· διὸ πλεῖστον ὅσον ἀποδέομεν τῆς κατ' ἀξίαν τοῦ Θεοῦ δοξολογίας. Οὐδὲ γὰρ ἀνθρώπων φωναῖς, οὐδὲ γλώττῃ σαρκὸς καὶ χείλεσιν δύνασθαί ποτε νομίζειν ἐπάξιον περὶ Θεοῦ λόγον ἀποδίδοσθαι.
For the end, a psalm of David, 18.
And the present psalm belongs to those that lead to a good end; but it is also recorded as a song of thanksgiving, spoken as a victory song for those who have conquered their enemies. Therefore, according to Symmachus, it is called: A victory song of David. But also because it is dedicated to God who grants the victories, according to Aquila, it is called: A melody to the giver of victory. The heavens declare the glory of God, and the firmament proclaims the work of his hands. It contains teaching that sets forth the great works of God. For since the invisible and unseen aspect of the incorporeal and unbegotten and divine essence, because it cannot be grasped by the eyes of the flesh, those whose eyes of the soul have been blinded have cast out from the existence of beings, declaring with godless mouths that there is no God, nor that anything exists superior to what is seen in bodies; and that by automatic and irrational chance, at random and in vain, from no cause, the whole world came to be; necessarily the present discourse through the psalmody demonstratively and with the creative power of all things presents the theology, pursuing some such reasoning as this. The nature of mortals is small and weak; and the reasonings of men are cowardly, and our conceptions are precarious; therefore we fall very far short of the glorification of God according to worth. For neither by the voices of men, nor by the tongue of flesh and lips, can one ever think that a worthy word concerning God is rendered.
Εἰ δὲ χρὴ διδασκαλίας ἐνεργοῦς καὶ μεγίστης αὐτῷ τε πρεπούσης τῷ Θεῷ ἐπακούειν, εἴ τις ἔῤῥωται τῆς ψυχῆς τὰ αἰσθητήρια, συντεινάτω ἑαυτὸν καὶ διεγειράτω πρὸς ἀκρόασιν ἐπαξίως ἀναφωνουμένην τῆς ἀπειρομεγέθους δυνάμεως τοῦ Θεοῦ· ἣν αὐτοὶ προφέρονται οἱ τὸν σύμπαντα περιέχοντες οὐρανοὶ, τὸν ἑαυτῶν κτίστην καὶ ποιητὴν τῶν ὅλων Θεὸν ᾠδαῖς καὶ δοξολογίαις ἀνυμνοῦντες. Αὐτοὶ γὰρ οἱ ἀνωτάτω πάντων, καὶ τοῦ ὑποβεβηκότος στερεώματος ὑπερκείμενοι οὐρανοὶ, οἱ σύμπασαν περιειληφότες τὴν αἰσθητὴν καὶ πνευματικὴν κτίσιν, τὴν δόξαν Θεοῦ οὐκ Ἑλληνικῇ φωνῇ φθεγγόμενοι, οὐδ' ἑτέρᾳ τινὶ διαλέκτῳ χρώμενοι, αὐτῷ δὲ ἔργῳ διὰ τοῦ ἑαυτῶν κόσμου καὶ τῆς εὐρύθμου καὶ ἐναρμονίου καὶ πανσόφου στάσεως, τοῦ αἰτίου αὐτοῖς τῆς τοιᾶσδε κινήσεως τὴν ἀπειρομεγέθη δύναμιν ἐκδιδάσκουσιν. Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Ὁ οὖν τοὺς οὐρανοὺς νομίζων δίχα τινὸς δημιουργικοῦ λόγου καὶ θείας ἄνευ δυνάμεως ἑαυτοὺς ὑποστήσασθαι, καὶ τοῦ τοσοῦδε μεγέθους καὶ τοῦ τοιοῦδε σχήματος, τῆς τε εὐσταθοῦς καὶ εὐτάκτου κινήσεως τὴν αἰτίαν τοῖς σώμασιν αὐτῶν προσγράφων,
But if one must listen to effective and greatest teaching, fitting both for it and for God, let anyone whose soul's senses are strong strain himself and awaken to a hearing worthily proclaimed of the immeasurably great power of God, which the heavens themselves that encompass the whole universe bring forth, hymning their own Creator and Maker of all things, God, with songs and doxologies. For the heavens themselves, the highest of all things and set above the firmament that lies beneath, which have embraced the whole sensible and spiritual creation, declare the glory of God not by uttering it in the Greek tongue, nor using any other dialect, but by the very deed, through their own order and their well-rhythmed, harmonious, and all-wise station, they teach the immeasurably great power of the cause of such motion for them. For from the greatness and beauty of created things their Creator is seen proportionately; and, His invisible things from the creation of the world are clearly seen, being understood by the things that are made; both His eternal power and divinity. Therefore, the one who supposes that the heavens established themselves apart from any creative word and without divine power, and who ascribes the cause of so great a magnitude and such a form, and of their steady and well-ordered motion, to their bodies,
ἄφρων καὶ ἀσεβής. Διὸ τοὺς ἔμφρονα νοῦν κεκτημένους προσήκει συνομολογεῖν μονονουχὶ φωνῆς ἀκούειν ἔργῳ βοώσης αὐτῶν τῶν οὐρανῶν, τὴν πρέπουσαν δόξαν ἀναπεμπόντων τῷ ἑαυτῶν ποιητῇ καὶ δημιουργῷ Θεῷ. Οὕτω δὲ καὶ τὸ στερέωμα, ὃ δὴ Μωϋσῆς κατὰ τὴν δευτέραν ἡμέραν τῆς κοσμοποιίας γεγονέναι παρίστη· καὶ τοῦτο τοιγαροῦν τὸ στερέωμα, ἕτερον ὂν παρὰ τοὺς προωνομασμένους οὐρανοὺς, κηρύττει τοῖς πᾶσι καὶ κέκραγε διδάσκων, ὅτι μὴ ἐξ αὐτομάτου τοιόνδε ὑπέστη· ἔργον δέ ἐστι καὶ αὐτὸ τοῦ τῶν ὅλων ποιητοῦ Θεοῦ· διὸ εἴρηται· Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οἶδε δὲ Μωϋσῆς πρὸ τῆς τοῦ στερεώματος συστάσεως οὐρανὸν πρότερον τῆς ἡμέρας γεγενημένον, λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἑξῆς δ' οὖν μετὰ τὴν ποίησιν τοῦ πρώτου οὐρανοῦ φωτὸς εἰσάγει δύναμιν καὶ γένεσιν, ἡμέραν τε διδάσκει τὸ φῶς κεκλῆσθαι, γεγονέναι τε πρωΐαν φησὶ καὶ ἑσπέραν, ἡμέραν μίαν. Εἶτα δευτέρας ἡμέρας ἀρχόμενος, τὴν τοῦ στερεώματος εἰσάγει ποίησιν. Οἶδε δὲ ἡ Γραφὴ καὶ πλείους οὐρανούς· διό φησιν· Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· καὶ πάλιν· Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν· καὶ ἀλλαχοῦ εἴρηται· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ. Καὶ τὸ στερέωμα κέκληται οὐρανὸς, καὶ ὁ Σωτὴρ τὴν βασιλείαν τῶν οὐρανῶν ἐπαγγέλλεται, καὶ ἐν τῇ εὐχῇ διδάσκει εἰπεῖν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ, Αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
Foolish and impious. Therefore it is fitting for those who possess a prudent mind to agree that they are, so to speak, hearing a voice crying out in deed from the heavens themselves, as they send up the glory that is fitting to their own Maker and Creator, God. And so too the firmament, which Moses showed to have come into being on the second day of the creation of the world; and this firmament, therefore, being other than the heavens previously named, proclaims to all and cries aloud, teaching that it did not come to be as such of its own accord, but is itself also the work of God, the Maker of all things; therefore it is said: The firmament declares the work of his hands. And Moses knows that before the constitution of the firmament, heaven had come into being earlier than the day, saying: In the beginning God made the heaven and the earth. Then, following the making of the first heaven, he introduces the power and generation of light, and teaches that the light was called day, and says that morning and evening came to be, one day. Then, beginning the second day, he introduces the making of the firmament. And Scripture knows also more heavens; therefore it says: Praise the Lord from the heavens; and again: Praise him, you heavens of heavens, and the water that is above the heavens; and elsewhere it is said: The heaven of heaven belongs to the Lord. And the firmament has been called heaven, and the Savior promises the kingdom of the heavens, and in the prayer he teaches us to say: Our Father who is in the heavens, and, The powers of the heavens shall be shaken. Day to day pours forth a word, and night to night declares knowledge.
Διδάσκει ἡμέρα καὶ διδάσκει νὺξ τοὺς ἐθέλοντας παιδεύεσθαι, ὅση τίς ἐστιν ἡ σοφία ἡ ἄῤῥητος καὶ ἀπερίληπτος δύναμις τοῦ τὰ διαστήματα τῶν χρόνων καταμετρήσαντος αὐτοῖς Θεοῦ. Εἰ μὲν γὰρ μηδεὶς ἦν ὁ καὶ ταύταις ὥραις καὶ χρόνους καὶ καιροὺς διαταξάμενος, ἀπρονοήτῳ δὲ καὶ ἀλόγῳ κινήσει κατά τι σύμβαμα τυχιμαῖον ὑφεστῶτα ἦν· ἐχρῆν δήπου μὴ τὰ ἴσα διαστήματα τῶν ἡμερῶν διὰ παντὸς τοῦ αἰῶνος ὑφεστάναι, ἢ συγκεχυμένους αὐτῶν εἶναι τοὺς καιροὺς, καὶ τὰς νύκτας δὲ ὡσαύτως εἰκῆ καὶ ὡς ἔτυχεν φέρεσθαι. Ἀλογίας γὰρ ἀδελφὴ ἀταξία, καὶ τῷ τυχιμαίῳ ἕπεται σύγχυσις· ὡς ἔμπαλιν πάσης εὐταξίας ἡγεῖται λόγος, ἁρμονίας τε καὶ συμφωνίας ἡγεῖται σοφία. Αἱ τοίνυν τούτων πρὸς ἀλλήλας ἀμοιβαὶ καὶ ὑποχωρήσεις, ποτὲ μὲν ἡμερῶν μηκυνομένων, ὑποχωρουσῶν δὲ αὐτῶν νυκτῶν, ποτὲ δὲ τῶν νυκτῶν τὸ προδεδανεισμένον χρέος κατὰ τὴν τῶν ὡρῶν αὔξησιν ἀπολαμβανουσῶν, μονονουχὶ φθέγγονται καὶ λαλοῦσι μεγάλῃ φωνῇ τῇ πανσόφῳ διατάξει τοῦ τῶν ὅλων μαρτυροῦσαι Θεοῦ, καὶ κηρύττουσιν ἀνθρώποις τὴν τοῦ Θεοῦ γνῶσιν· οὕτω δὲ κεκραγόσιν αὐτοῖς ἔργοις αἱ τῶν ἡμερῶν καὶ τῶν νυκτῶν φωναὶ τοῖς ἐπαΐειν αὐτῶν δυναμένοις, ὡς μηδεμίαν ἀκοὴν λανθάνειν τὴν διδασκαλίαν αὐτῶν. Πεπλήρωται γοῦν ἡ σύμπασα τῶν ἀνθρώπων οἰκουμένη τῆς εὐρύθμου καὶ ἀμοιβαίας αὐτῶν χορείας· δι' ἃ λέλεκται· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·
Day teaches and night teaches those willing to be instructed how great is the ineffable wisdom and incomprehensible power of God, who measured out for them the intervals of the times. For if there were no one who had ordered both these hours and times and seasons, but they subsisted by unforeseen and irrational motion according to some random coincidence, then surely it would have been necessary that the equal intervals of the days not subsist throughout the whole age, or that their seasons be confounded, and that the nights likewise be borne at random and as it happened. For disorder is the sister of irrationality, and confusion follows upon chance; just as, conversely, reason leads all good order, and wisdom leads harmony and concord. Therefore the alternations and retreats of these in relation to one another—sometimes the days being lengthened while the nights retreat, sometimes the nights receiving back the debt lent in advance through the increase of the hours—all but speak and talk with a great voice, bearing witness to the all-wise ordinance of the God of all things, and they proclaim to men the knowledge of God. And so, with these works crying out, the voices of the days and nights are such to those able to understand them that their teaching escapes no hearing. At any rate, the whole inhabited world of men has been filled with their well-rhythmed and alternating dance; for which reason it has been said: There are no speeches nor words whose voices are not heard. Their sound went out into all the earth, and their words to the ends of the inhabited world.
δῆλον δὲ, ὅτι τῶν ἡμερῶν καὶ τῶν νυκτῶν, τῶν τε διηγουμένων τὴν τοῦ Θεοῦ δόξαν οὐρανῶν, καὶ τοῦ τὴν ποίησιν τῶν χειρῶν αὐτοῦ ἐξαγγέλλοντος στερεώματος. Ἔνθα δὲ γενομένῳ μοι θαυμάζειν ἔπεισιν, ὅπως ὁ ἱερὸς ἀπόστολος τό· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, ἐπὶ τοὺς μαθητὰς καὶ εὐαγγελιστὰς καὶ ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν ἀνήνεγκεν ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ. Ἐπιστήσας δὲ τὸν νοῦντῇ ἀποστολικῇ λέξει, σφόδρα ἀκριβῶς εὗρον αὐτὸν καταχρηστικῷ τρόπῳ εὐκαίρως τὴν παράθεσιν πεποιημένον· οὐ γὰρ ὥσπερ ποτὲ μὲν ἔφη· Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ποτὲ δὲ, καθὼς προείρηκεν Ἡσαΐας· καὶ πάλιν· Καθὼς γέγραπται· καὶ αὖθις· Λέγει γὰρ ἡ Γραφή· οὐχ οὕτως καὶ ἐπὶ
τοῦ· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, εἴρηκε μετὰ προσθήκης ὁμοίας τοῖς προεκτεθεῖσιν. Εἰ γάρ τι τοιοῦτον προφήσας εἶπε, τάχ' ἄν τις ἐλάβετο ὡς βεβιασμένως ἐκδεξαμένου τὴν ἐν τῷ ψαλμῷ ῥῆσιν· νυνὶ δὲ ἁπλῇ φράσει φαίνεται συγχρησάμενος τῇ ἀπὸ τοῦ ψαλμοῦ παραθέσει· διὸ εἴποι τις αὐτὸν κατακεχρῆσθαι εὐκαίρως καὶ ὠφελίμως καὶ εὐρύθμως τῇ μαρτυρίᾳ. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Πρὸς τοῖς εἰρημένοις τῆς τοῦ Θεοῦ δοξολογίας διδάσκαλος καθέστηκεν ὁ ἥλιος, οἷα δεσπότου καὶ μεγάλου βασιλέως νόμον ἀπαράβατον τηρῶν.
It is clear that this refers to the days and the nights, and to the heavens that declare the glory of God, and to the firmament that proclaims the work of his hands. But here, as I began to wonder, it occurred to me to marvel how the holy apostle, in his Epistle to the Romans, applied the words "Their sound went out into all the earth, and their words to the ends of the world" to the disciples and evangelists and apostles of our Savior. Applying my mind to the apostolic phrase, I found very precisely that he made the citation appropriately in a way that uses the words in a transferred sense. For it is not as he sometimes said, "But Isaiah cries out concerning Israel," and sometimes, "As Isaiah foretold," and again, "As it is written," and again, "For the Scripture says"—it is not in this way that he spoke also in the case of "Their sound went out into all the earth," with an addition similar to those set forth before. For if he had said this as a prophecy, someone might perhaps have taken issue, supposing that he had interpreted the saying in the psalm forcedly. But as it is, he appears to have used the citation from the psalm with simple phrasing; therefore one might say that he used the testimony appropriately and profitably and fittingly. "In the sun he set his tabernacle, and he himself comes forth as a bridegroom from his chamber. He will rejoice as a giant to run his course; from the end of heaven is his going forth, and his descent to the end of heaven; and there is no one who will hide from his heat." In addition to what has been said, the sun has been established as a teacher of the glorification of God, as one keeping the inviolable law of a master and great king.
Οὐ γάρ ποτε ἄλλην τρέπεσθαι παρὰ τὴν ὁρισθεῖσαν αὐτῷ πορείαν τολμᾷ οὐδ' ὑπερβαίνει τοὺς ὅρους τῆς κατ' οὐρανὸν διατάξεως· ἀλλ' ἐκπορεύεται μὲν ὄρθριος, ὥσπερ ἐξ ἀδύτου καὶ ἀβάτου νυμφῶνος προϊὼν, ὡραϊσμένος δὲ οἷα νυμφίος καὶ τῷ τοῦ φωτὸς ἠγλαϊσμένος ἄνθει· ἐπειδὰν τὸν ὁρίζοντα τὸν ἀνατολικὸν ὑπερβῇ, τὸν σύμπαντα διιππεύει κόσμον, ἀκοπιάστως τὸν οἰκεῖον ἐξανύων δρόμον. Κυκλοῖ δὲ κυκλῶν οἷά τις γίγας ἰσχυρὸς τὴν ἀλκὴν καὶ ἄμαχος, ὥσπερ ἐκ νύσσης ἀρξάμενος ἀπ' ἄκρου κέντρου τοῦ κατὰ ἀνατολὰς ὁρίζοντος, διατρέχων νυχθημέρῳ ἑνὶ τὸν σύμπαντα κόσμον, ὡς μηδένα ἀνεπαίσθητον εἶναι θέρμης. Ταῦτα δὲ ἐνεργεῖ δουλεύων τῷ τοῦ πεποιηκότος αὐτὸν νεύματι, καὶ τεθεικότος ἐν τῷ στερεώματι. Διὸ εἴρηται· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ. Ὅπερ σαφῶς εἰρημένον, λευκότερον ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· Τῷ ἡλίῳ ἔθετο σκήνωμα ἐν αὐτοῖς· ὁ δὲ Σύμμαχος· Τῷ ἡλίῳ ἔταξε σκηνὴν ἐν αὐτοῖς· ὁ δὲ Θεοδοτίων, Τῷ ἡλίῳ ἔθετο σκήνωμα ἐν αὐτοῖς· ὁμοίως δὲ καὶ ἡ πέμπτη ἔκδοσις ἐξέδωκεν. Ἐν γὰρ τοῖς προλεχθεῖσιν οὐρανοῖς καὶ ἐν τῷ ἀποδοθέντι στερεώματι τὸ τοῦ ἡλίου σκήνωμα καὶ τὸ οἰκητήριον τέθειται ὁ Θεὸς, κατὰ τὸ λελεγμένον παρὰ Μωϋσεῖ· Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους· τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. Καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· Διὰ τούτων δεικνὺς ὁ ἥλιος καὶ μονονουχὶ βοῶν·
For it never dares to turn aside to any other course than the one appointed for it, nor does it overstep the bounds of the order established in heaven; but it comes forth at dawn, as if proceeding from a secret and inaccessible bridal chamber, adorned like a bridegroom and gleaming with the bloom of light; when it has crossed the eastern horizon, it rides across the whole universe, completing its own course without weariness. It circles around, circling like some mighty giant in strength and unconquerable, as if beginning from the starting-post at the very edge and center of the eastern horizon, running through the whole universe in a single night and day, so that no one is left without a sense of its warmth. And it does these things, serving the nod of the one who made it and set it in the firmament. Therefore it is said: In the sun he set his tabernacle. The others interpreted this saying, which is clearly stated, more plainly: Aquila, saying: For the sun he set a tabernacle in them; and Symmachus: For the sun he appointed a tent in them; and Theodotion: For the sun he set a tabernacle in them; and the fifth edition likewise published it. For in the heavens previously mentioned and in the firmament that has been set forth, God has placed the tabernacle and dwelling-place of the sun, according to what was spoken by Moses: And God made the two great luminaries: the greater luminary for the beginnings of the day, and the lesser luminary for the beginnings of the night, and the stars. And he set them in the firmament of heaven, so as to shine upon the earth; by these things the sun shows and, one might almost say, cries out:
μὴ αὐτὸς εἶναι ἑαυτοῦ κύριος, μηδ' ἐλεύθερος τυγχάνειν, γνωρίζειν δὲ τὸν καὶ ἑαυτοῦ καὶ πάντων Δεσπότην. Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια. Τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Ταῦτα δὲ πάντα περιείληφεν ὁ τοῦ Θεοῦ νόμος ὑπὲρ ἐπιστροφῆς τῆς ψυχῆς. Μαρτυρίας γὰρ πρῶτον περιέχει καὶ δικαιώματα καὶ ἐντολάς. Ἔπειτα τούτοις ἅπασιν ἐπήρτησεν, ὥσπερ βακτηρίαν ἐπιστρεπτικὴν, τὸν φόβον, καὶ ἐπὶ πᾶσιν ὥσπερ κορωνίδα τὰ κρίματα ἐπέθηκε τοῦ Θεοῦ. Ἑκάστῳ δὲ τῶν εἰρημένων ἰδίωμα συνῆψε· τῷ μὲν κατὰ πάντα γενικῷ ὠνομασμένῳ νόμῳ τὴν τῆς ψυχῆς ἐπιστροφήν· ὅπως δὲ ἐπιστρέφει ψυχὴ, διὰ τῶν ἑξῆς παρίστησι, μαρτυρίαν πιστὴν εἰπὼν δι' ἧς σοφίζεται ὁ ἐν Χριστῷ νήπιος· ἔπειτα δικαιώματα Κυρίου, καὶ τούτων ἰδίωμα προσθεὶς τὸ εἶναι αὐτὰ εὐθέα, καρπόν τε τοῖς μεταλαμβάνουσι παρέχοντα τὴν εὐφροσύνην. Καὶ ἐπὶ τούτοις ἐντολὴν Κυρίου, ἧς καὶ αὐτῆς τὸ ἰδίωμα παρέστησεν, τηλαυγῆ φήσας αὐτὴν καὶ τῶν ὀφθαλμῶν τῆς ψυχῆς φωτιστικήν. Τῷ δὲ φόβῳ τοῦ Κυρίου συνῆψεν τὴν ἁγνείαν, καὶ τῇ ἁγνείᾳ τὴν διαρκῆ καὶ αἰώνιον ζωήν. Καὶ ἐπὶ πᾶσι καὶ μετὰ πάντα προσέθηκεν τὴν τοῦ Θεοῦ κρίσιν,
...that he is not his own master, nor does he happen to be free, but knows the Master both of himself and of all things. The law of the Lord is blameless, converting souls; the testimony of the Lord is faithful, making wise the simple. The statutes of the Lord are right, rejoicing the heart; the commandment of the Lord is radiant, enlightening the eyes. The fear of the Lord is pure, enduring forever and ever; the judgments of the Lord are true, justified together; desirable beyond gold and much precious stone, and sweeter than honey and the honeycomb. For indeed your servant keeps them; in keeping them there is great reward. All these things the law of God has encompassed for the conversion of the soul. For first it contains testimonies and statutes and commandments. Then upon all these it has suspended, as a staff that converts, fear, and upon all, as a crowning ornament, it has placed the judgments of God. To each of the things said it has joined a peculiar property: to the law, which is named generically with respect to all things, the conversion of the soul; and how the soul is converted, it sets forth through what follows, calling the testimony faithful, through which the simple one in Christ is made wise; then the statutes of the Lord, adding also their peculiar property, that they are right, and providing for those who partake of them the fruit of gladness. And upon these the commandment of the Lord, of which it also set forth the peculiar property, calling it radiant and enlightening for the eyes of the soul. And to the fear of the Lord it joined purity, and to purity the enduring and eternal life. And upon all and after all it added the judgment of God,
συνῆψέ τε αὐτῇ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην. Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου. Ἀντὶ δὲ τοῦ, Ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου, ὁ Ἀκύλας ἐξέδωκε· Καί γε ἀπὸ ὑπερηφάνων συντήρησον τὸν δοῦλόν σου. Σφόδρα ἀναγκαίως καὶ ταύτην ἐκπέμπων τὴν εὐχὴν, ὡς ἂν ῥυσθείη ἀπὸ ὑπερηφανίας. Ἐπειδὴ γὰρ τοῖς κατορθοῦσι παρέπεταί τις λογισμὸς πολλάκις ὑπερήφανος, ἐπαιρομένης καὶ χαυνουμένης τῆς ψυχῆς ἐφ' οἷς ἑαυτῇ συνοῖδεν ἀγαθοῖς· εἶτα τῷ τῆς ὑπερηφανίας περιπεσοῦσα κακῷ, ἄλλῳ τρόπῳ τραχηλίζεται καὶ καταπίπτει· ὡς διὰ τοῦτο φάσκειν τὸν Ἀπόστολον· Ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, καὶ φύλακα τῶν τοῦ Θεοῦ ἐντολῶν ἑαυτὸν εἰπὼν, ἱκετεύει ῥυσθῆναι ἀπὸ ὑπερηφανίας, καὶ ἐπιλέγει· Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ τότε καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. Τέως μὲν γὰρ ἐπὶ τοῦ παρόντος εἰ καὶ φύλακα ἐμαυτὸν εἴρηκα τῶν τοῦ Θεοῦ παραγγελμάτων, ἀλλ' ἐπεὶ οὐδέπω συνοῖδα ἐμαυτῷ κεκαθαρισμένῳ ἐκ τῶν κρυφίων μου, ἔτι δ' ἀγωνιῶ καὶ πεφρόντικα ὡς ἂν ῥυσθείην ἀπὸ ὑπερηφανίας, εἰκότως φημὶ, ἅτε μηδέπω τὸ τέλειον καθορθώσας. Τότε ἀκριβῶς γνώσομαι ἐμαυτὸν ἄμωμον, καὶ τότε ἀπὸ μεγάλης καθαρισθήσομαι ἁμαρτίας, ἐπειδὰν μήτε τὰ κρύφιά μου κατακυριεύσωσι, μήτε λογισμὸς ὑπερήφανος καταδουλώσει με, ἢ πονηροὶ δαίμονες. Μεγάλην δὲ ἁμαρτίαν τὴν ἀποτελεσματικήν φησιν.
He joined truth and righteousness to it. Who will understand his errors? Cleanse me from my hidden faults, and spare your servant from those that are foreign. Instead of "Spare your servant from those that are foreign," Aquila rendered it: "And indeed, keep your servant from the proud." He sends up this prayer as exceedingly necessary, so that he might be delivered from pride. For since a certain proud thought often accompanies those who do what is right, when the soul is lifted up and puffed up over the good things it knows in itself, and then, having fallen into the evil of pride, it is in another manner taken by the throat and cast down—so that the Apostle says on this account: "Lest, being puffed up, he fall into the judgment of the devil"—he has necessarily said beforehand: "For indeed your servant keeps them," and having called himself a guardian of God's commandments, he entreats to be delivered from pride, and adds: "If they do not have dominion over me, then I shall be blameless, and then I shall be cleansed from great sin." For for now, in the present, even if I have called myself a guardian of God's ordinances, yet since I do not yet know myself to have been cleansed from my hidden faults, and I am still in agony and anxious that I might be delivered from pride, I speak reasonably, inasmuch as I have not yet attained perfection. Then I shall know myself accurately to be blameless, and then I shall be cleansed from great sin, when neither my hidden faults have dominion over me, nor a proud thought, nor evil demons, enslave me. And he calls "great sin" that which produces its effect.
Εἰ γὰρ μὴ ἀπὸ τῶν κρυφίων μου καθαρισθείην, ἐπιμένοντα ταῦτα τὰ παραπτώματα εἰς πρᾶξιν φαύλην μεταφέρει, καὶ γίνομαι ὑπεύθυνος ἁμαρτίᾳ μεγάλῃ. Καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου. Ὅταν ταῦτά μοι ὑπαρχθῇ παρὰ σοῦ, τὰ λόγια τοῦ στόματός μου ἃ προήνεγκα εὐχόμενός σοι, ὑμνῶν σε, εὐχαριστῶν σοι, εἰς εὐδοκίαν ἔσται. Εἰς εὐδοκίαν δέ ἐστιν τὰ λόγια τὰ ἀποδοχῆς ἄξια. Καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου ἐστὶ διὰ παντός. Ἡ μελέτη τοῦ διανοητικοῦ μου, γινομένη ἐν λογισμοῖς καὶ νοήσεσιν, ἐκτὸς οὖσα παντὸς μώμου, ἐνώπιόν σου τυγχάνει διὰ παντός. Τὸ μέντοι τῆς μελέτης ἄμεμπτον οὐκ ἄλλοθεν ἢ ἐκ σοῦ ὑπῆρκται, καθαρίσαντός με ἀπὸ τῶν κρυφίων μου. Κύριε, βοηθέ μου καὶ λυτρωτά μου. Σοῦ βοηθοῦντος, ὦ δέσποτα, οὐδενὶ ὑποπίπτω τῶν πνευματικῶς προσπολεμούντων. Εἰ δὲ καὶ παρ' ἐμὴν ἀπροσεξίαν ἁλῶναι τοῖς ἐναντίοις συμβῇ, σύ με ἐκ τῶν κρατησάντων λυτροῦσαι, ἅμα βοηθὸς καὶ λυτρωτὴς εὑρισκόμενος. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΘʹ.
For if I am not cleansed from my hidden faults, these same transgressions, persisting, carry me over into base action, and I become liable for a great sin. And the words of my mouth shall be for your good pleasure. When these things are granted to me by you, the words of my mouth which I brought forth in praying to you, in hymning you, in giving thanks to you, shall be for good pleasure. And the words that are worthy of acceptance are for good pleasure. And the meditation of my heart is before you continually. The meditation of my reasoning faculty, coming to be in thoughts and understandings, being outside all blame, is before you continually. Yet the blamelessness of the meditation has its source from no other than you, who have cleansed me from my hidden faults. Lord, my helper and my redeemer. With you helping, O Master, I fall under none of those who war against me spiritually. But if it should happen that through my own inattention I am caught by the adversaries, do you redeem me from those who have prevailed over me, being found at once helper and redeemer. To the end, a psalm of David, 19.
Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. Διάψαλμα. Ἔστι μὲν τῷ Δαυῒδ ἀνακείμενος ὁ ψαλμὸς, κατὰ τὴν προγραφήν. Ἐπίστησον δὲ μήποτε ὡς πρὸς τὴν ἱστορίαν εὐχή τις ἦν αὐτὴ συνεργὸς ταῖς τοῦ Δαυῒδ ἱκετηρίαις, δεομένου τε καὶ ἀντιβολοῦντος διὰ προσευχῆς τυχεῖν Θεοῦ Σωτῆρος πρὸς ἐχθροὺς καὶ πολεμίους παραταττομένου. Εἰκὸς γὰρ ἦν αὐτῷ ταῦτα πράττοντι χορὸν ἁγίων ἀγγέλων ἢ καὶ θεοφιλῶν ἀνδρῶν, αὐτῶν δὴ τῶν ἱερῶν καὶ λειτουργῶν τοῦ Θεοῦ τὰ προκείμενα πάντα συνεύχεσθαι αὐτῷ καὶ λέγειν· Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, καὶ τὰ ἑξῆς· τό τε δὲ, Καὶ παρασταίη σοι τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἀπαρκεῖ γὰρ αὐτὴ ἡ ἐπίκλησις καὶ ἡ προσηγορία πρὸς ἄμυναν παντὸς ἐναντίου. Ταῦτα δὲ οὐ μόνῳ τῷ Δαυῒδ, ἀλλὰ καὶ παντὶ τῷ καθ' ὁμοίωσιν ἐκείνου τὰς δι' εὐχῶν ἀναπέμποντι τῷ Θεῷ νοερὰς καὶ καθαρὰς θυσίας, δυνάμεις ἁγίας, καὶ ἀγγέλων ἱερῶν χοροὺς, εἰκὸς ἂν εἴη συνεύχεσθαι καὶ ἐπεύχεσθαι. Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου
May the Lord hear you in the day of affliction; may the name of the God of Jacob shield you. May he send you help from the sanctuary, and from Zion may he support you. May he remember every sacrifice of yours, and may he make your burnt offering rich. Selah. The psalm is indeed dedicated to David, according to the superscription. But consider whether, as regards the history, this was not itself a prayer cooperating with David's supplications, as he besought and entreated through prayer to obtain God as Savior against the enemies and foes drawn up against him. For it was likely that, as he did these things, a chorus of holy angels, or even of God-loving men—the very sacred ministers and servants of God—was praying along with him for all the things set before him and saying: May the Lord hear you in the day of affliction, and the rest; and also, And may the name of the God of Jacob stand by you. For that invocation and appellation alone suffices for the defense against every adversary. But these things would likely be prayed along with and invoked not only for David, but also for everyone who, in likeness of him, sends up to God intellectual and pure sacrifices through prayers—holy powers and sacred choruses of angels. May the Lord give you according to your heart, and all your counsel
πληρώσαι. Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν τῷ ὀνόματι Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὐτοῦ. Ἀπὸ τοῦ διαψάλματος οἱ εὐξάμενοι προφητεύουσιν, αὐτῷ τὸν Θεὸν δώσειν, ᾧ τὰς λογικὰς θυσίας προσήνεγκεν, ὅσα κατὰ διάνοιαν ᾔτησε, καὶ πλήρωσιν τῇ βουλῇ, ἢ ὅτι μὴ ἀλλότρια Θεοῦ τὰ βεβουλευμένα. Συναπολαύσομεν δέ σοι, φασὶ, τῶν ἀγαθῶν, ἀγαλλιώμενοι τῷ σωτηρίῳ τῷ σῷ· ἔγνωμεν γὰρ ἐξ ἁγίου Πνεύματος τὸ ἐκ σοῦ γενησόμενον γέννημα πάντων ἀνθρώπων σωτήριον· ἐφ' ᾧ καὶ ἡμεῖς μεγαλυνθησόμεθα ἐν τῷ ὀνόματι τοῦ Θεοῦ ἡμῶν. Ἔστω δέ σου καὶ τὰ αἰτήματα καὶ γὰρ ἄξια ταῦτα Θεοῦ. Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις σωτηρία τῆς δεξιᾶς αὐτοῦ. Δεξιὰ δὲ χεὶρ, καὶ πᾶσαι αἱ σωτήριοι καὶ δεξιαὶ πράξεις ἐν δυναστείαις. Δυνάμεσι γὰρ καὶ σημείοις καὶ τέρασι τὰς εἰς ἀνθρώπους ποιήσεται εὐεργεσίας. Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Σῶσον, Κύριε, τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσόμεθά σε. Ἀλλὰ γὰρ ἡ πεῖρα τῶν πραγμάτων γένοιτ' ἂν ἔλεγχος τοῦ κρείττονος. Οἱ μὲν γὰρ σοὶ ἐχθροὶ ἐφ' ἵπποις καὶ ἅρμασι πεποιθότες, συμποδισθέντες πεσοῦνται ὁμοίως τῷ Φαραὼ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάττης καταποντωθέντι·
May he fulfill. We will rejoice in your salvation, and in the name of our God we will be magnified. May the Lord fulfill all your petitions; now I know that the Lord has saved his Christ. From the diapsalm, those who have prayed prophesy that God will give to him to whom he offered the rational sacrifices, whatever he asked according to his mind, and fulfillment to his counsel, or that the things counseled are not alien to God. And we will share in the good things with you, they say, rejoicing in your salvation; for we have known from the Holy Spirit that the offspring to be born of you will be the salvation of all men; in which we too will be magnified in the name of our God. And let your petitions also stand, for these things are worthy of God. He will hear him from his holy heaven, in mighty acts is the salvation of his right hand. And the right hand, and all the saving and right actions, are in mighty acts. For by powers and signs and wonders he will perform his benefactions toward men. These men in chariots and these in horses, but we will call upon the name of the Lord our God. They were entangled and fell; but we rose up and were set upright. Save, O Lord, the king, and hear us on whatever day we call upon you. But indeed the trial of events would become a proof of the better. For your enemies, having trusted in horses and chariots, being entangled together will fall like Pharaoh who was sunk in the Red Sea.
ἡμεῖς δὲ οἱ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ὡπλισμένοι, καὶ σοὶ τῷ τὰς θυσίας ἀναπέμποντι ταῖς εὐχαῖς συναγωνιζόμενοι, ἀναστησόμεθα, καὶ ἀνορθωθησόμεθα, σοῦ τὰς κατὰ τῶν ἐχθρῶν νίκας ἀραμένου. Ἀλλὰ ταῦτα μὲν ἔσται, φασὶ, καὶ νῦν κατὰ τὸν καιρὸν τῆς τοῦ ἀποδοθέντος σωτηρίου ἐπιφανείας. Τότε γὰρ μάλιστα πᾶσαι αἱ ἀντικείμεναι δυνάμεις, καὶ οἱ ἀφανεῖς καὶ ἀόρατοι τοῦ Θεοῦ πολέμιοι, δι' αὐτοῦ τοῦ σωτηρίου τροπούμενοι, πεσοῦνται. Πάντες δὲ οἱ τὸ σωτήριον παραδεξάμενοι, τοῦ πάλαι αὐτῶν πτώματος διαναστήσονται. Διὸ περὶ αὐτοῦ Συμεὼν ἔλεγεν· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν· πτῶσιν μὲν δηλαδὴ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῶν πολεμίων· ἀνάστασιν δὲ τῶν πάλαι πεπτωκότων, δι' αὐτοῦ δὲ ἐγηγερμένων. Καὶ ταῦτα μὲν τότε γενήσεται· νῦν δὲ, Κύριε, σῶζε ἡμῖν τὸν βασιλέα Δαυῒδ, καὶ ἐν παντὶ τῷ ὄντι καιρῷ, καὶ ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. Ἁρμόζει δὲ ταῦτα, ὡς ἄλλος φησὶ, καὶ ἐπὶ Ἐζεκίᾳ. Νοήσεις δὲ ταῦτα καὶ κατὰ τὸν τῆς ἀναγωγῆς νόμον. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Κʹ.
But we who are armed in the name of the Lord our God, and who strive together with your prayers, you who send up sacrifices, will rise up and be set upright, when you have taken up the victories against the enemies. But these things, they say, will also happen now at the time of the saving manifestation of the one who has been given back. For then especially all the opposing powers, and the unseen and invisible enemies of God, routed by that very saving work, will fall. And all who have received the saving work will rise up from their former fall. Therefore Symeon said concerning him: Behold, this one is set for the fall and rising of many—the fall, clearly, of his enemies and adversaries, and the rising of those who fell long ago but have been raised up through him. And these things will happen then; but now, O Lord, save for us King David, and at every time that exists, and on whatever day we call upon you. These things also fit, as another says, Hezekiah. And you will understand these things also according to the law of spiritual interpretation. For the end, a psalm to David, 20.
Εἰς αἴσιον γὰρ ἀναπέμπεται τὰ λεγόμενα τέλος, καὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ σημαίνει τὸν ὄλεθρον. Διὸ κατὰ μὲν Σύμμαχον, Ἐπινίκιός ἐστιν ᾠδή· κατὰ δὲ τὸν Ἀκύλαν, Τῷ νικοποιῷ μελῴδημα. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Οἶμαι καὶ ταῦτα λέγεσθαι τὰ προκείμενα ἐκ τῶν καὶ τὰ πρὸ τούτου τῷ Δαυῒδ ἐπευξαμένων. Μαθὼν γοῦν νῦν ὁ Δαυῒδ ἀπὸ τῶν πρὸς αὐτὸν γενομένων χρησμῶν τὰ περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου σωτηρίου, καὶ τῆς ἐν τῷ σωτηρίῳ δυνάμεως, ἐπὶ τούτοις εὐφρανθήσεται καὶ ἀγαλλιάσεται σφόδρα. Καὶ τούτοις γε θαρσῶν, τῶν τε ἐχθρῶν διὰ τούτων περιγενόμενος, σοὶ τῷ νικοποιῷ Θεῷ τὰ βραβεῖα τῆς νίκης ἀνατίθησι. Χαίρει τε καὶ ὑπερβαλλόντως ἀγάλλεται, τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ὑπὸ σοῦ διασωζόμενος· καὶ οὐχ οὕτως ἐπὶ τῆς ἑαυτοῦ σωτηρίᾳ ἀγαλλιᾷ, ὅσον ὅτι παρὰ σοῦ τὸ σωτήριον αὐτοῦ προσγίνεται. Καὶ γὰρ ἐπιθυμήσας τὸ παρὰ σοῦ σωτήριον, καὶ περὶ τούτου τοῖς χείλεσιν ἑαυτοῦ ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς ἱκετηρίαν ἀναπέμψας, οὐκ ἐκπεσεῖται τῆς ἐλπίδος, οὐδὲ στερηθήσεται τοῦ αἰτήματος, ἀλλὰ κατ' καὶ εὐχὰς παρέξει τευξόμενος τῆς ἐπιθυμίας. Καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται
For the words are sent up to a favorable end, and they signify the destruction of the enemies of God. Therefore, according to Symmachus, it is a song of victory; according to Aquila, a melody to the giver of victory. O Lord, in your power the king will rejoice. I think that these things set before us are also spoken by those who made supplication to David for the things before this as well. At any rate, David, having now learned from the oracles that came to him the things concerning the salvation that would come forth from his seed, and concerning the power in the salvation, will rejoice over these things and exult exceedingly. And emboldened by these things, and having prevailed over his enemies through them, he dedicates to you, the God who gives victory, the prizes of victory. And he rejoices and exults beyond measure, being preserved by you from the plotting of his enemies; and he does not exult so much over his own salvation as over the fact that his salvation comes from you. For having desired the salvation that comes from you, and having sent up supplication concerning this with his own lips in his prayers to God, he will not fall short of his hope, nor will he be deprived of his request, but in accordance with his prayers he will obtain his desire. And over your salvation he will exult
σφόδρα. Εὐφραίνει γὰρ αὐτὸν, φησὶν, ὁ Θεὸς ἐν χαρᾷ, ἐπειδὰν πρόσωπον πρὸς πρόσωπον τῆς αὐτοῦ δόξης ἐπόπτην αὐτὸν καταστήσηται. Διό φησιν ὁ Σύμμαχος· Χαροποιήσεις αὐτὸν ἐν εὐφροσύνῃ παρὰ τοῦ προσώπου σου. Τῷ γὰρ καιρῷ τοῦ δικαιωτηρίου, ἐπειδὰν τὸ πρόσωπον τοῦ μεγάλου βασιλέως μέσος ἑστὼς ὁ Δαυῒδ τῶν σωζομένων θεάσοιτο, καὶ τῷ τιμίῳ λίθῳ τὴν κεφαλὴν ἐστεμμένος, δόξῃ τε καὶ μεγαλοπρεπείᾳ κεκοσμημένος, ἐνθέου χαρᾶς καὶ οὐρανίου εὐφροσύνης πληρωθήσεται. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. Διάψαλμα. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν. Ὅτι δώσεις αὐτῷ εὐλογίαν. Τὰς προλεχθείσας ἐπαγγελίας θεσπίσας ὁ λόγος τῷ Δαυῒδ, ἀκολούθως τὴν αἰτίαν διδάσκει δι' ἣν τῶν τοσούτων τεύξεται. Τίς δὲ ἦν ἡ αἰτία ἀλλ' ἐλπὶς ἡ ἐπὶ τὸν Κύριον, δι' ἣν ἐλέου τυχὼν, τῆς παρὰ Θεοῦ τοῦ ὑψίστου ἐλπίδος οὐκ ἀποπεσεῖται, οὐδὲ σαλευθήσεται τῆς ἐῤῥωμένης ταύτης στάσεως; Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς ὁ πῦρ. Λέγεται ταῦτα πρὸς τὸν Θεὸν ὑπὸ τῶν τὴν εὐχὴν ἀναπεμπόντων, οἳ καὶ φασίν·
exceedingly. For God, he says, gladdens him with joy, when he sets him as a beholder of his glory face to face. Therefore Symmachus says: You will make him joyful in gladness from your face. For at the time of the justification, when David, standing in the midst of those being saved, shall behold the face of the great King, and with the precious stone crowned on his head, adorned with glory and magnificence, he will be filled with divine joy and heavenly gladness. You gave him the desire of his heart, and you did not deprive him of the request of his lips. Diapsalma. Because you anticipated him with blessings of goodness, you placed on his head a crown of precious stone. He asked life of you, and you gave him length of days for ever and ever. Great is his glory in your salvation; you will place glory and magnificence upon him. Because you will give him blessing. Having declared the promises previously spoken to David, the word teaches accordingly the reason for which he will obtain such great things. And what was the reason but the hope in the Lord, through which, having obtained mercy, he will not fall away from the hope that comes from God the Most High, nor will he be shaken from this steadfast standing? For hope does not put to shame. May your hand be found against all your enemies, may your right hand find all those who hate you. You will make them like a furnace of fire at the time of your face. The Lord in his anger will confound them, and fire will devour them. These things are said to God by those who send up the prayer, who also say:
εἰ καὶ τὰ μάλιστα οἱ ἑαυτοὺς ἐχθροὺς σοὶ τῷ Θεῷ καταστήσαντες, τὰς ἀνακειμένας σοι ψυχὰς καὶ τοὺς ἁγίους πάντας τούς σοι προσῳκειωμένους ἐκπολεμοῦντες οὐ παύονται· ἀλλ' οὐ διαφεύξονται τὴν ἄφυκτόν σου χεῖρα καὶ τὴν ἀήττητόν σου δύναμιν. Τέως μὲν γὰρ εἰς ὅσον γυμνάζειν τοὺς σοὺς οἰκείους ὥσπερ ἀθλητὰς ἐπετράπησαν οἱ ἐχθροί σου, ἐπαίρονται· πλὴν πρὸς ὀλίγον ἐπαρθέντας αὐτοὺς οὐκ εἰς μακρὰν ἡ σὴ χεὶρ καταλήψεται, καὶ ἡ σὴ δεξιὰ φεύγοντας θηρεύσει. Τί δὲ ποιήσει καταλαβοῦσα; Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. Ἐν τῷ καιρῷ γὰρ τῆς ἐπιλάμψεως τοῦ προσώπου σου, ἐν ᾧ τὴν σαυτοῦ δείξεις βασιλείαν, αὐτοὺς ἑαυτοῖς τὸ τῆς κακίας πῦρ συνάξαντας, τὴν καθ' ἑαυτῶν κόλασιν ἐξάψαι ποιήσεις· ὅπως αὐτοὶ ἑαυτοῖς κλίβανος πυρὸς γένοιντο. Ὁποῖα πάσχουσιν οἱ ἐν ταῖς νόσοις τὸ σῶμα πυρέττοντες· μηδενὸς γὰρ ἔξωθεν ὑποκαίοντος, ἔνδον τὸ πῦρ ἐξ ἑαυτῶν ἐπάγονται. Οὕτως οὖν καὶ τοὺς ἐχθρούς σου καὶ τοὺς μισοῦντάς σε, φησὶ, θήσεις ὡς κλίβανον πυρός. Διὸ λεχθήσεται πρὸς αὐτούς· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Τὸν καρπὸν αὐτὸν ἀπὸ γῆς ἀπολεῖς, καὶ σπέρ μα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Διαδοχαὶ γὰρ γεγόνασι μυρίων ἀσεβῶν καὶ ἀθέων ἀνδρῶν· πολλάκις δὲ καὶ πονηρῶν πατέρων υἱοὶ θεοσεβεῖς καὶ θεοφιλεῖς ἀπεφάνθησαν. Σπέρμα δὲ τῶν ἀθέων καὶ καρπὸς τῶν ἀσεβῶν, οἱ λόγοι αὐτῶν καὶ αἱ διδασκαλίαι καὶ τὰ ἄθεα δόγματα, μετὰ τὴν τελευτὴν αὐτῶν ἐν ἀνθρώποις ἀποφανθέντα, τυγχάνει. Ἃ δὴ ὡς ἀγαθὸς ὁ Θεὸς ἀπωλείᾳ καὶ ἀφανισμῷ παραδίδωσιν·
Even if above all those who have made themselves enemies to you, O God, do not cease making war on the souls that are consecrated to you and on all the saints who have been made your own, yet they will not escape your inescapable hand and your invincible power. For in the meantime, to the extent that your enemies have been permitted to train your own people like athletes, they are lifted up; but after being lifted up for a little while, your hand will seize them before long, and your right hand will hunt them down as they flee. And what will it do when it has seized them? You will make them like a furnace of fire at the time of your face. For at the time of the shining of your face, in which you will show your own kingdom, you will make them, having gathered for themselves the fire of wickedness, kindle their own punishment against themselves, so that they themselves become a furnace of fire to themselves. Such things do those who are feverish in body in illnesses suffer; for with nothing kindling from outside, they bring the fire upon themselves from within. So then, he says, you will make your enemies and those who hate you like a furnace of fire. Therefore it will be said to them: Walk in the light of your fire, and in the flame which you have kindled. You will destroy their very fruit from the earth, and their seed from among the sons of men. For there have been successions of countless impious and godless men; and often even the sons of wicked fathers have proved to be God-fearing and God-beloved. But the seed of the godless and the fruit of the impious are their words and teachings and godless doctrines, which after their death are brought to light among men. These things God, being good, delivers over to destruction and obliteration.
ἵνα μήτε καρπὸς τῶν ἀσεβῶν μήτε σπέρμα αὐτῶν περιλείπηται. Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὰς, ἃς οὐ μὴ δύνωνται στῆσαι. Ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. Πάλιν παρατίθησι τὴν αἰτίαν δι' ἣν ταῦτα πείσονται, λέγων· Ὅτι ἔκλιναν εἰς σὲ κακά. Ἀντὶ δὲ τοῦ, Ἔκλιναν, ὁ Σύμμαχος· Ὅτι συνέφραξαν κατὰ σοῦ εἰς κακόν. Εἰ γὰρ καὶ ἀνθρώπους ἐδόκουν πολεμεῖν, ἀλλ' ἐπεὶ μὴ δι' εὔλογον αἰτίαν, μηδὲ διά τινα πρᾶξιν ἄτοπον ἐκείνοις ἐπεβούλευον, διὰ δὲ μόνην τὴν εἰς σὲ εὐσέβειαν· εἰκότως εἴποι ἄν τις αὐτοὺς σοὶ τῷ Θεῷ ἐπιβεβουλευκέναι, καὶ πάσας τὰς μηχανὰς ἃς ἐβουλεύσαντο κατὰ τῶν σῶν ὁσίων κατὰ σοῦ τοῦ Θεοῦ μεμηχανῆσθαι. Διὸ δὴ τὰ
προλεχθέντα αὐτοὺς καταλήψεται· οὐδὲ τὰς σὰς διαδράναι δυνήσονται χεῖρας. Οἱ μὲν γὰρ ἐμηχανῶντο καὶ πάντα ἔπραττον ἀθέῳ φρονήματι κατὰ σοῦ τοῦ Θεοῦ βουλευόμενοι· σὺ δὲ αὐτοὺς ἐπιστρόφους ἐποίεις καὶ φυγάδας, ὡς τὰ νῶτα παραχωρεῖν ἐλαυνομένους ὑπὸ τῆς σῆς ὀργῆς.
so that neither the fruit of the impious nor their seed may be left remaining. For they inclined evils against you; they devised counsels which they shall not be able to establish. For you shall make them a back; in your remnants you shall prepare their face. Again he sets forth the reason for which they shall suffer these things, saying: For they inclined evils against you. And instead of "They inclined," Symmachus has: For they shut themselves up together against you for evil. For even if they seemed to make war on men, yet since it was not for a reasonable cause, nor because of any shameful deed that they plotted against them, but for the sake of piety toward you alone, one might reasonably say that they had plotted against you, O God, and that all the devices which they devised against your holy ones they had devised against you, O God. Therefore the things
foretold shall overtake them; nor shall they be able to escape your hands. For they devised and did all things with an impious mind, taking counsel against you, O God; but you made them turn back and fugitives, so that they yielded their backs, driven by your wrath.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΤΗΣ ΑΝΤΙΛΗΨΕΩΣ ΤΗΣ ΕΩΘΙΝΗΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΑʹ.
Ἡ τοῦ ψαλμοῦ προγραφὴ πᾶσαν τὴν ὑπόθεσιν τῶν ἐν αὐτῷ φερομένων ἐν τῷ καιρῷ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν ἀνατίθησι. Διὸ ἐπιγράφει, Περὶ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Ὁποῖα δὲ ἦν τὰ τῆς ἑωθινῆς ἀντιλήψεως, αὖθις οἱ εὐαγγελισταὶ παραστήσουσιν· ὁ μὲν Λουκᾶς ὧδε γράφων· Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἐπὶ τὸ μνῆμα ἦλθον γυναῖκες, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. Εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ, οἳ καὶ εἶπον· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ' ἠγέρθη· μνήσθητε, ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ· ὁμοίως δὲ καὶ οἱ λοιποὶ εὐαγγελισταὶ εἰρήκασιν. Ὁρᾷς ὅπως τὰ τῆς ἑωθινῆς ἀντιλήψεως κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν ἐπληροῦτο; Διὸ τὴν πᾶσαν οἰκονομίαν τοῦ σωτηρίου πάθους τῇ ἀναστάσει αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἀνατίθησι, καὶ εἰς αὐτὸ ἐκεῖνο τὸ τέλος τὴν προφητείαν ἀναπέμπει διὰ τῆς λεγούσης προγραφῆς· Εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸς τῷ Δαυΐδ. Καὶ πῶς γὰρ οὐκ ἔμελλεν ψαλμὸς ἔσεσθαι ἡ τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν περιέχουσα προφητεία, καὶ τῆς Ἐκκλησίας αὐτοῦ τὴν σύ στασιν, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν τῆς τε γενεᾶς καὶ τοῦ τεχθησομένου λαοῦ τὴν πρόγνωσιν; Ἐπὶ τούτοις γὰρ ὡς ἐπὶ μεγάλοις ἀγαθοῖς συγχαῖρον τὸ Πνεῦμα τὸ ἅγιον τὴν ψαλμῳδίαν ποιεῖται.
For the end, concerning the morning help, a psalm to David, 21.
The superscription of the psalm refers the whole subject of what is contained in it to the time of the resurrection of our Savior from the dead. Therefore it is inscribed, Concerning the morning help. And what sort of things the morning help was, the evangelists will again set forth: Luke writes thus: But on the first day of the week, at deep dawn, women came to the tomb, bringing the spices which they had prepared. And they found the stone rolled away from the tomb. And having entered, they did not find the body of the Lord Jesus. And it came to pass, while they were perplexed about this, behold, two men stood by them in shining clothing, who also said: Why do you seek the living with the dead? He is not here, but has risen; remember how he spoke to you while he was still in Galilee; and the other evangelists have said likewise. Do you see how the things of the morning help were fulfilled at the time of the resurrection of our Savior? Therefore the Holy Spirit refers the whole economy of the saving passion to his resurrection, and sends the prophecy up to that very end through the superscription which says: For the end, concerning the morning help, a psalm to David. And how could the prophecy which contains the resurrection of our Savior, and the constitution of his Church, and the calling of all the nations, and the foreknowledge of the generation and of the people that would be born, not be a psalm? For on these things, as on great goods, the Holy Spirit rejoices and makes the psalmody.
Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Μὴ προκειμένου δὲ ἐν τῷ Ἑβραϊκῷ τοῦ, πρόσχες μοι, ὃ δὴ κατὰ μόνους τοὺς Ἑβδομήκοντα προσέκειτο τῷ πρώτῳ στίχῳ, ἀκριβῶς καὶ ὑπὸ τῆς φωνῆς τοῦ Σωτῆρος ἡμῶν παραλέλειπται. Καὶ θέα τίνα τρόπον ἐν πᾶσι τούτοις οὐδαμοῦ παραπτωμάτων ἐμνημόνευσαν οἱ λοιποὶ ἑρμηνευταί· οὐδὲ γὰρ ἥρμοζε παραπτώματα ἐφαρμόζειν τῷ τοῦ Σωτῆρος ἡμῶν προσώπῳ, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὑπὲρ δὲ τῶν κλαυθμῶν καὶ θρήνων ἄξια πραττόντων ἐν τῷ λαῷ, ὑπὲρ δὲ τοῦ ἀποστόλου αὐτοῦ Ἰούδα, τοῦ ἐξολισθήσαντος καὶ τῆς οἰκείας ἀξίας ἀποπεσόντος, ὀδυρόμενος διετέλει βοῶν· Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου. Οἱ γὰρ λόγοι, φησὶ, τῶν ἐμῶν, τῶν ὑπὲρ τοῦ λαοῦ πάντοτε γινομένων, τῆς ἐμῆς σωτηρίας μακρὰν γεγόνασιν, οὐδὲν ὠφεληθέντος τοῦ λαοῦ ἀπὸ τῆς ἐξ ἐμοῦ προξενηθείσης αὐτοῖς σωτηρίας. Ἵνα δὲ μὴ δόξωμεν, τοῖς ἄλλοις ἑρμηνευταῖς ἐνταῦθα κεχρημένοι ἐκ περινοίας, τοὺς ἑτέρως τὸν ψαλμὸν ἡρμηνευκότας ἐλέγχειν, τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ χρησόμεθα· ταύτῃ γὰρ κἀκεῖνοι τηρήσει προσεσχηκότες, οὐκ ἔφασαν ἁρμόττειν τὸν ψαλμὸν τῷ Κυρίῳ. Ἀκουσάτωσαν τοίνυν Ἰωάννου βοῶντος· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τοῦ δὲ θεσπεσίου Παύλου λέγοντος· Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη ἐν αὐτῷ· καὶ πάλιν· Χριστὸς ἡμᾶς ἠγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.
O God, my God, attend to me; why have you forsaken me? Far from my salvation are the words of my transgressions. Since "attend to me" is not present in the Hebrew, which was added to the first verse only by the Seventy, it has been accurately omitted also by the voice of our Savior. And observe in what manner in all these things the other translators nowhere made mention of transgressions; for it was not fitting to apply transgressions to the person of our Savior, who did not commit sin, nor was guile found in his mouth. But on behalf of those in the people who do things worthy of weeping and lamentation, and on behalf of his apostle Judas, who slipped away and fell from his own dignity, he continued lamenting and crying out: Far from my salvation are the words of my lamentations. For the words, he says, of my affairs, of those always being done on behalf of the people, have become far from my salvation, since the people were benefited nothing by the salvation procured for them by me. But so that we may not seem, having used the other translators here, to be refuting out of contrivance those who have interpreted the psalm differently, we shall use the interpretation of the Seventy; for they also, having paid attention to this observance, said that the psalm does not fit the Lord. Let them therefore hear John crying out: Behold the Lamb of God, who takes away the sin of the world; and the divine Paul saying: Him who knew no sin, he made to be sin for us, so that we might become the righteousness of God in him; and again: Christ redeemed us from the curse of the law, having become a curse for us.
Τοιγαροῦν ὥσπερ δικαιοσύνης ὑπάρχων πηγὴ, τὴν ἡμετέραν ἁμαρτίαν ἀνέλαβε, καὶ εὐλογίας ὢν πέλαγος, τὴν ἐπικειμένην ἡμῖν ἐδέξατο
κατάραν, καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας· οὕτω καὶ τοὺς ὑπὲρ ἡμῶν ἐποιήσατο λόγους. Εἰ γὰρ τὴν ὡρισμένην ἡμῖν παιδείαν ὑπῆλθεν ἑκὼν, παιδεία γὰρ εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, ᾗ φησὶν ὁ προφήτης· πολλῷ μᾶλλον τοῖς ὑπὲρ ἡμῶν ἀνθ' ἡμῶν ἐχρήσατο λόγοις, καὶ βοᾷ· Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Μὴ ἀποβλέψῃς, φησὶν, εἰς. τὰ τῆς φύσεως πλημμελήματα. Ὁ Θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ, καὶ οὐκ εἰσακούσῃ· καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Ταῦτα δὲ περὶ ἡμῶν ἐξομολογούμενος, ὁ Σωτὴρ λέγει· Οὕτω δέ μου βοῶντος, οἶδα, ὅτι εἰσακούσῃ· μεθ' ὑποστιγμῆς γὰρ ἀναγνωστέον. Καὶ νυκτὸς δὲ κεκράξομαι, οὐκ ἀνοίας μοι λογιζομένης· ὅτε τὰ περιεστηκότα ἐστὶ σκυθρωπά. Τῶν πολλῶν ἐν ταῖς περιστάσεσι σκοτιζομένων, ὡς καὶ αὐτὸ τοῦτο τί δεῖ κράζοντα πρὸς Θεὸν λέγειν ἀγνοεῖν· ἐπίσταμαι γὰρ ἐγὼ τίνος ἕνεκα περὶ ἐμὲ νυκτερινὴ κατάστασίς ἐστι. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Καὶ μὴν ἐν πᾶσι τοῖς ἁγίοις σου ἐνοικεῖς ἀεὶ συνὼν αὐτοῖς, καὶ πάντοτε αὐτῶν εἰσακούων. Ἐν τούτῳ γοῦν καὶ ἔπαινος γίνεσθαι εἴωθας τοῦ Ἰσραὴλ, τουτέστι παντὸς ἁγίου. Εἰ δὲ ἐν πᾶσι τοῖς ἁγίοις κατοικεῖ ὁ Θεὸς, πολλῷ μᾶλλον ἐν τῷ αὐτοῦ Μονογενεῖ, καὶ μειζόνως αὐτοῦ εἰσακούσεται. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. Πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν· ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν.
Therefore, just as being a fountain of righteousness, he took up our sin, and being a sea of blessing, he received the curse that lay upon us, and endured the cross, despising shame; so also he made the words on our behalf. For if he willingly submitted to the discipline appointed for us—for the discipline of our peace was upon him, as the prophet says—how much more did he employ the words on our behalf, in our place, and cry out: Far from my salvation are the words of my transgressions. Do not look, he says, upon the failings of nature. O my God, I will cry out by day to you, and you will not hear; and by night, and it is not folly to me. But confessing these things concerning us, the Savior says: Since I cry out in this way, I know that you will hear; for it must be read with a subdistinction. And by night I will cry out, not reckoned as folly to me, when the circumstances are gloomy. Since many are darkened in their circumstances, so that even this very thing—why one who cries out to God should say he does not know—for I know for whose sake there is a night-time condition around me. But you dwell in a holy place, the praise of Israel. And indeed you dwell in all your holy ones, always being with them, and always hearing them. In this, then, you are accustomed also to become the praise of Israel, that is, of every holy one. But if God dwells in all the holy ones, much more in his only-begotten, and he will hear him more greatly. In you our fathers hoped; they hoped and you delivered them. They cried out to you, and they were saved; they hoped in you, and they were not put to shame.
Ὧδε καίτοι, φησὶν, οἶδα σαφῶς ὡς ἅπαντες ἡμῶν οἱ πατέρες, τῇ σῇ βοηθείᾳ θαῤῥήσαντες, οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος, καὶ εἰς ἐπικουρίαν σε καλέσαντες, τῆς σῆς προνοίας ἀπέλαυσαν· Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ. Τὸν σκώληκα παντὸς μὲν ζώου εὐτελέστατον εἶναι συμβαίνει, ὑφίστασθαι δὲ ἀπὸ φθορᾶς σωμάτων· ἀφανιστικὸν δὲ εἶναι καὶ φθαρτικὸν οὗ δ' ἂν ἐφάψηται. Μέμνηται δὲ τούτου Ἡσαΐας ὁ προφήτης λέγων· Μὴ φόβου, σκώληξ Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος Ἰσραήλ. Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινούς, πριστηροειδεῖς· καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις· καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. Σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τῷ Κυρίῳ. Δι' ὧν ἡ προφητεία, σκώληκα ὀνομάσασα, καὶ ὀλιγοστὸν εἰποῦσα διὰ τὸ εὐτελὲς καὶ σμικρὸν τοῦ ζώου, δύναμιν αὐτῷ μεγάλην συνῆψεν· Ἀλοήσεις ὄρη, φήσασα, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις, καὶ λικμήσεις. Καὶ διὰ τῶν προκειμένων τοίνυν λέγων ὁ Σωτήρ· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, τὸ εὐτελὲς καὶ ἀσθενὲς καὶ ἀπόβλητον καὶ ἀπεῤῥιμμένον τοῦ πάθους ἑαυτοῦ παρίστησι, τό τε τῶν ἐναντίων δυνάμεων ἀφανιστικόν. Ἤμελλεν γὰρ, ὑποδὺς τὸν θάνατον, καὶ ἐν αὐτῷ γενόμενος τῷ τῶν νεκρῶν χωρίῳ, σκώληκος δίκην τὰς δυνάμεις τὰς ἀντικειμένας φθορᾷ παραδιδόναι. Καὶ ἄλλως δ' ἂν εἴποις σκώληκα αὐτὸν ὠνομάσθαι, καὶ οὐκ ἄνθρωπον, διὰ τὸ μὴ ὁμοίως ἀνθρώποις ἐκ συνουσίας ἄῤῥενος καὶ θηλείας τὴν τῆς σαρκὸς γένεσιν ἐσχηκέναι.
Here, he says, I know clearly that all our fathers, having taken courage in your help, were not disappointed of their hope, and having called upon you for aid, they enjoyed your providence. But I am a worm and not a man, a reproach of men and despised by the people. It happens that the worm is the most worthless of every living creature, and that it comes into being from the decay of bodies; and it is destructive and corruptive of whatever it touches. The prophet Isaiah remembers this, saying: Do not fear, worm of Jacob, few of Israel; I have helped you, says God who redeems you, the Holy One of Israel. Behold, I have made you as the wheels of a threshing cart, new, saw-toothed; and you shall thresh the mountains, and you shall make the hills thin, and you shall make them as dust; and you shall winnow them, and the wind shall take them, and a storm shall scatter them. But you shall be glad in the Lord. Through these words the prophecy, having named him a worm, and having called him few because of the worthlessness and smallness of the creature, attached great power to him: You shall thresh the mountains, it says, and you shall make the hills thin, and you shall make them as dust, and you shall winnow them. And therefore through the words set before us the Savior, saying, But I am a worm and not a man, sets forth the worthlessness and weakness and rejection and casting away of his own passion, and also the destructiveness of the opposing powers. For he was about to enter beneath death, and being in that very place of the dead, to hand over the opposing powers to corruption like a worm. And in another way you might say that he was called a worm and not a man because he did not, like men, have the generation of the flesh from the union of male and female.
Κατὰ τρίτον δὲ τρόπον, τὸν θάνατον ἑαυτοῦ σημαίνει, καὶ τὸν ἄψυχον νεκρόν· διὸ ἐπιλέγει· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. Ὁ γὰρ νεκρὸς οὐκ ἄνθρωπος. Ἀλλ' εἰ μὲν ἦν πάντη νεκρὸς, ἀπήρκει φάναι· Ἐγὼ δέ εἰμι οὐκ ἄνθρωπος· ἀλλ' ἐπεὶ δυνάμεώς τινος ἀφανιστικῆς τοῦ θανάτου μετεῖχεν, εἰκότως σκώληκα αὑτὸν καὶ οὐκ ἄνθρωπον ὠνόμασεν. Γέγονε δὲ ἀληθῶς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν πάντων ὄνειδος, τὸν ἐπονείδιστον σταυρὸν ὑπὲρ ἡμῶν ἀναδεδεγμένος. Διὸ καὶ ἑτέρα προφητεία ἐξ αὐτοῦ προσώπου φησίν· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ. Οἱ μὲν οὖν ἄλλοι ἄνθρωποι ἐπονείδιστον αὐτὸν ἔσχον κατὰ τὸν τοῦ πάθους καιρόν. Ἕτερον δὲ τάγμα παρὰ τούτοις ἐξουδένωμα αὐτὸν ἐκτήσαντο. Ποῖον δὲ τοῦτο ἢ ὁ ἐκ περιτομῆς
λαός; Διὸ ἐπιλέγει ἑξῆς, καὶ ἐξουδένωμα λαοῦ. Διαπαίζοντες γὰρ αὐτὸν οὗτοι καὶ χλευάζοντες, ἔλεγον· Οὐά, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν. Ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν. Εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. Περὶ τῶν αὐτῶν καὶ τὰ ἑξῆς ἐπιφέρει λέγων· Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με· ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπισεν ἐπὶ Κυρίῳ, ῥυσάσθω αὐτόν· σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. Καὶ ταῦτα ἐπληροῦτο κατὰ τὸν καιρὸν τοῦ σωτηρίου πάθους, καθ' ὃν ἱστορεῖ λέγων ὁ Ματθαῖος· Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν· σῶσον ἑαυτόν.
In a third way, he signifies his own death, and the lifeless corpse; therefore he adds: But I am a worm, and not a man; a reproach of men and a despising of the people. For the dead man is not a man. But if he had been wholly dead, it would have sufficed to say: But I am not a man; yet since he partook of some power destructive of death, fittingly he called himself a worm and not a man. And truly our Savior and Lord became the reproach of all, having taken upon himself for our sake the reproachful cross. Therefore also another prophecy, from his own person, says: The reproaches of those who reproach you have fallen upon me. The others, then, held him as reproachful at the time of his passion. But another order besides these held him as a despising. And what is this but the people from the circumcision? Therefore he adds next, and a despising of the people. For these, mocking and deriding him, said: Ah, you who destroy the temple and build it in three days. He saved others, let him save himself. If he is the King of Israel, let him now come down from the cross, and we will believe in him. Concerning the same things he also brings forward what follows, saying: All who see me have mocked me; they have spoken with their lips, they have shaken their head. He hoped in the Lord, let him rescue him; let him save him, because he wills him. And these things were fulfilled at the time of the saving passion, at which Matthew records, saying: And those who passed by blasphemed him, shaking their heads and saying: Ah, you who destroy the temple and build it in three days; save yourself.
Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως καὶ οἱ ἀρχιερεῖς παίζοντες μετὰ τῶν Φαρισαίων καὶ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. Πέποιθεν ἐπὶ τῷ Θεῷ, ῥυσάσθω αὐτὸν, εἰ θέλει αὐτόν· εἶπε γὰρ, ὅτι τοῦ Θεοῦ εἰμι ὁ Υἱός. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. Ἐπὶ σὲ ἐῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σὺ, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Παρίστησιν, ὅτι οὐ κατὰ φύσιν, οὐδὲ ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, οὐδὲ τοῖς λοιποῖς ζώοις παραπλησίως, τοῖς ἐξ ἄῤῥενος καὶ θηλείας, συνιστάμενος, καὶ τὰ τῆς αὐτοῦ γενέσεως συνετελεῖτο· εἶχε δέ τι πλείω παρὰ τὴν κοινὴν φύσιν. Ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. Οὐκ ἂν ἁμάρτοις τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους ταύρους πίονας, ἀρχιερέας καὶ γραμματεῖς καὶ πρεσβυτέρους, διὰ τούτων δηλοῦσθαι φήσας. Μέμνηται δὲ αὐτῶν ὁ λόγος ἐν ἑξηκοστῷ ἑβδόμῳ ψαλμῷ λέγων· Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. Ἀλλ' ἐνταῦθα τοὺς μὲν λαοὺς δαμάλεις ὠνόμασε, τοὺς δὲ τῶν λαῶν ἡγουμένους ταύρους. Καὶ ἐν τῷ παρόντι δὲ ψαλμῷ, ἀντὶ τοῦ· Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ὁ Ἀκύλας· Δαμάλαιοι ταῦροι πίονες οἱ σιτιστοὶ περιέσχον με, φησὶ, καὶ περιεστοιχίσαντό με· κατὰ δὲ τὸν Ἀκύλαν·
If you are the Son of God, come down now from the cross. Likewise the chief priests also, mocking with the Pharisees and the scribes, were saying: He saved others, he cannot save himself. If he is the King of Israel, let him come down now from the cross, and we will believe in him. He trusted in God; let him rescue him, if he wants him; for he said, I am the Son of God. For you are the one who drew me out of the womb, my hope from my mother's breasts. Upon you I was cast from the womb; from my mother's belly you are my God; do not depart from me. He sets forth that it was not according to nature, nor in the same way as all other men, nor similarly to the other living creatures, that his coming-to-be was accomplished—those born of male and female—but he had something more beyond the common nature. For affliction is near, for there is no one who helps. Many calves encircled me, fat bulls surrounded me. You would not err in saying that by these are signified the rulers of the nation of the Jews—fat bulls, chief priests and scribes and elders. The word makes mention of them in the sixty-seventh psalm, saying: Rebuke the beasts of the reed; the congregation of the bulls among the heifers of the peoples. But here it called the peoples heifers, and the leaders of the peoples bulls. And in the present psalm also, instead of Many calves encircled me, Aquila says: Fat bulls, the fatted ones, surrounded me and stood around me; and according to Aquila:
Δυνάσται Βασὰν διεδειγματίσαντό με, εἴρηται, τοῦ λόγου αἰνιττομένου τὴν τοῦ Πιλάτου στρατιωτικὴν τάξιν, ἣν Βασὰν ὠνόμασεν, οἳ στέφανον ἐξ ἀκανθῶν πλέξαντες, ἀντὶ διαδήματος ἐπέθηκαν αὐτῷ. Ἠνοίξαντ' ἐπ' αὐτῷ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος, βοῶντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Ἀκύλας δέ· Ὡς λέων, φησὶν, ἁλίσκων καὶ βρυχώμενος· κατὰ δὲ τὸν Σύμμαχον· Ὡς λέων θηρεύων βρυχώμενος. Οἱ γὰρ αἵματος διψῶντες, καὶ τοῖς ἑαυτῶν τέκνοις ἐπισπώμενοι τὸ τοῦ Σωτῆρος αἷμα, βρυχωμένου λέοντος οὐδὲν διέφερον. Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Μετὰ τοὺς Ἰουδαίους τῶν ἐξ ἐθνῶν μνημονεύει στρατιωτῶν. Τούτοις γὰρ ἐκεῖνοι παρέδοσαν. Διὸ καὶ τὴν τάξιν ἡ προφητεία τῶν πραγμάτων ἐφύλαξεν. Εἰκότως δὲ ταύρους μὲν ἐκείνους, κύνας δὲ τούτους ὠνόμασεν· οἱ μὲν γὰρ ὑπὸ τὸν τοῦ νόμου ἦσαν ζυγὸν, εἰ καὶ προφανῶς τὸν νόμον παρέβαινον· οἱ δὲ κατὰ νόμον ἦσαν ἀκάθαρτοι. Οὕτω δὲ καὶ ὁ Κύριος τὴν Χαναναίαν ὠνόμασεν. Οὐκ ἔστι γὰρ, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἀλλ' ὅμως μετὰ τὸ πάθος οἱ πάλαι· κύνες διὰ τῆς πίστεως εἰς τὴν υἱῶν μεταβεβήκασι τάξιν· οἱ δὲ πάλαι τὴν τῶν υἱῶν ἐσχηκότες κηδεμονίαν, τὴν κυνῶν προσηγορίαν ἐδέξαντο, ἅτε δὴ κυνῶν δίκην κατὰ τοῦ Δεσπότου λυττήσαντες. Περὶ τούτων ὁ μακάριος Παῦλος βοᾷ· Βλέπε τοὺς κύνας· βλέπετε τοὺς κακοὺς ἐργάτας· βλέπετε τὴν κατατομήν. Ὁ μέντοι προφητικὸς λόγος κύνας προσαγορεύσας ἔφη· Συναγωγὴ πονηρευομένων περιέσχον με· ὤρυξαν χεῖράς μου καὶ
The mighty ones of Bashan have made a mock of me, it is said, the word hinting at the military order of Pilate, which it called Bashan, who, having woven a crown of thorns, set it upon him instead of a diadem. They opened their mouth against him, as a lion snatching and roaring, crying out: Away, away, crucify him. His blood be upon us and upon our children. But Aquila says: As a lion, he says, catching and roaring; and according to Symmachus: As a lion hunting, roaring. For those thirsting for blood, and drawing upon their own children the blood of the Savior, differed nothing from a roaring lion. That many dogs have encircled me, a gathering of evildoers has surrounded me. After the Jews, he makes mention of the soldiers from the Gentiles. For to these those handed him over. Therefore the prophecy of the events also preserved the order. And with reason it called those bulls, but these dogs; for the former were under the yoke of the law, even if they plainly transgressed the law; but the latter were unclean according to the law. Thus also the Lord called the Canaanite woman. For it is not possible, he says, to take the bread of the children and give it to the little dogs. But nevertheless after the passion those who were formerly dogs have passed through faith into the rank of sons; but those who formerly had the care of sons received the name of dogs, inasmuch as they raged like dogs against the Master. Concerning these the blessed Paul cries out: Beware of the dogs; beware of the evil workers; beware of the mutilation. However, the prophetic word, having addressed them as dogs, said: A gathering of evildoers has surrounded me; they dug my hands and
πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Καὶ τοῦτο δὲ δῆλόν ἐστι καὶ σαφὲς καὶ τοῖς λίαν φιλονεικοῦσιν· ἀκούομεν γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὑτοῦ τοῦ Κυρίου πρὸς τοὺς ἁγίους αὑτοῦ λέγοντος μαθητάς· Βλέπετε τὰς χεῖράς μου, καὶ τοὺς πόδας, ὅτι αὐτὸς ἐγώ εἰμι. Καὶ μέντοι καὶ τῷ Θωμᾷ τῶν ἥλων τοὺς τύπους ὑπέδειξε, καὶ τὴν ἀπὸ τῆς λόγχης πληγήν· τότε δὲ ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· τουτέστιν, οὕτω διέτειναν προσηλοῦντες, ὥστε ῥᾴδιον εἶναι τῷ βουλομένῳ καὶ τὸν τῶν ὀστῶν ἀριθμὸν διαγνῶναι. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· ἀντὶ τοῦ ἐπιτωθάζοντες καὶ γελῶντες· Διεμέρισαν τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν ἔβαλον κλῆρον· καὶ τοῦτο δὲ σαφέστερον ἡ τῶν ἱερῶν Εὐαγγελίων ἱστορία διδάσκει. Οἱ φοβούμενοι τὸν Θεὸν, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακὼβ, δοξάσατε αὐτόν· φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. Τοῦ παντὸς Ἰουδαίων ἔθνους εἰς τρία τάγματα διῃρημένου, πρῶτον μὲν εἰς τὸ κοινὸν πλῆθος τοῦ ἔθνους, ὅπερ ἐκαλεῖτο Ἰσραήλ· ἔπειτα εἰς τὸ ἱερατικὸν, ὅπερ ἦν οἶκος Ἀαρὼν, καὶ τρίτον εἰς τὸ τῶν ἱερέων ὑπηρετικὸν, ὅπερ ἦν οἶκος Λευΐ. Τὰ τρία καταριθμησάμενος ἕτερος ψαλμὸς, ἕτερον τάγμα τέταρτον παρὰ τὰ προειρημένα εἰσάγει, τὸ τῶν φοβουμένων τὸν Κύριον. Τοῦτο δὲ ἦν τὸ ἐξ ἐθνῶν ἐπὶ τὸν Θεὸν ἐπιστρεφόντων. Ἔφη γάρ· Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον· ὁμοίως δὲ καὶ οἶκος Ἀαρὼν, καὶ οἶκος Λευΐ· ἐπὶ τέλει δὲ οἱ φοβούμενοι τὸν Κύριον. Ἀλλ' ἐν τούτῳ μὲν προετάττοντο τῶν φοβουμένων τὸν Κύριον οἱ ἐκ τοῦ Ἰσραήλ·
my feet, they counted all my bones. And this is clear and evident even to those who are exceedingly contentious; for we hear in the holy Gospels the Lord himself saying to his holy disciples: See my hands and my feet, that it is I myself. And indeed he also showed Thomas the marks of the nails, and the wound from the spear; but then they counted all my bones—that is, they stretched him out so in nailing him that it was easy for anyone who wished to discern even the number of his bones. But they themselves looked and gazed upon me—instead of mocking and laughing. They divided my garments among themselves, and cast a lot upon my clothing; and the history of the holy Gospels teaches this more clearly. You who fear God, praise him; all the seed of Jacob, glorify him; let all the seed of Israel fear him. Since the whole nation of the Jews was divided into three orders—first into the common multitude of the nation, which was called Israel; then into the priestly order, which was the house of Aaron; and third into the ministerial order of the priests, which was the house of Levi—another psalm, having enumerated the three, introduces a fourth order besides those mentioned, that of those who fear the Lord. And this was the order of those from the Gentiles who turn to God. For it said: House of Israel, bless the Lord; likewise also house of Aaron, and house of Levi; and at the end, those who fear the Lord. But in this psalm those from Israel were placed before those who fear the Lord;
ἐνταῦθα δὲ μετὰ τὴν ἀνάστασιν τοῦ Σω τῆρος προτάττονται τοῦ Ἰσραὴλ οἱ φοβούμενοι τὸν Κύριον. Ἔδει γὰρ, εἰρηκότος αὐτοῦ· Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε· τὸν ὕμνον πρώτοις παραδοθῆναι τοῖς τῆς Ἐκκλησίας αὐτοῦ. Οὗτοι δὲ ἦσαν οἱ ἐξ ἐθνῶν δι' αὐτὸν σεσωσμένοι· οὓς δὴ σημαίνει λέγων· Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν. Σφόδρα ἀκριβῶς τοῖς μὲν ἑαυτοῦ ἀδελφοῖς καὶ μαθηταῖς τὸ ὄνομα διηγεῖσθαι τὸ πατρικὸν, ὡς ἂν κρείττοσι καὶ δυνατωτέροις, ἐπαγγέλλεται· ἐπὶ δὲ τῆς Ἐκκλησίας αὐτοῦ καὶ τοῦ πλήθους τοῦ λαοῦ οὐκέτι τὸ πατρικὸν ὄνομα παραδίδωσιν· οὐ γὰρ ἐχώρουν οὗτοι· ὕμνον δὲ αὐτοὺς διδάσκει· ἔπειτα τῷ σπέρματι Ἰακὼβ προστάττει δοξάζειν αὐτὸν, δεύτερον τάγμα τιθεὶς τὸ Ἰουδαϊκὸν, μετὰ τὸν ἐξ ἐθνῶν λαόν· οὓς καὶ ὀνομάζει οὐκ Ἰακὼβ, ἀλλὰ σπέρμα Ἰακὼβ καὶ Ἰσραὴλ,σφόδρα ἀκριβῶς διὰ τὴν ἐκ τοῦ πατριάρχου γένεσιν. Οὐ γὰρ διὰ τὸν ζῆλον τὸν πατρικὸν, οὐδὲ διὰ τὴν πρὸς τὸν πατέρα ὁμοίωσιν ἄξιοι ἦσαν κεκλῆσθαι Ἰακὼβ, ἀλλὰ τοῦ σπέρματος ἕνεκεν τοῦτον ἐχρημάτιζον τὸν τρόπον· Ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ· οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ἐνταῦθα μέν φησι φάγονται· ὑποκαταβὰς δὲ, ἔφαγον, καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς. Ἀλλ' ὅτε μὲν ἔφαγον, πίονες ἐγένοντο· πρὸ δὲ τοῦ φαγεῖν πένητες ὠνομάζοντο·
But here, after the resurrection of the Savior, those who fear the Lord are placed before Israel. For it was necessary, since he had said, I will declare your name to my brothers; in the midst of the Church I will sing praise to you, that the hymn be delivered first to those of his Church. And these were those saved from the Gentiles on his account; whom indeed he signifies when he says: You who fear the Lord, praise him. Very precisely does he promise to declare the paternal name to his own brothers and disciples, as to those who are better and more capable; but over his Church and the multitude of the people he no longer delivers the paternal name, for they could not contain it; but he teaches them a hymn. Then he commands the seed of Jacob to glorify him, placing the Jewish order second, after the people from the Gentiles; whom he names not Jacob, but the seed of Jacob and Israel, very precisely because of their descent from the patriarch. For not because of their ancestral zeal, nor because of their likeness to their father, were they worthy to be called Jacob, but because of the seed they bore this designation. Because he did not despise nor abhor the supplication of the poor man; nor did he turn his face away from me, and when I cried out to him he heard me. The poor shall eat and be filled, and those who seek him shall praise the Lord; their hearts shall live forever and ever. Here indeed he says, they shall eat; but further down, they ate, and all the fat ones of the earth worshiped. But when they ate, they became fat ones; yet before eating they were called poor.
οὓς ἐπαγγέλλεται βρώσει χρήσασθαι τῇ ὑπ' αὐτοῦ χορηγηθησομένῃ. Φάγονται γὰρ, φησὶ, πένητες. Οὗτοι δὲ ἦσαν οὓς καὶ ἐν τοῖς μακαρισμοῖς προτάττει τῶν λοιπῶν φάσκων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· οἷς καὶ τὰ ἑξῆς ἐπηγγείλατο λέγων· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ἐπειδὰν δὲ φάγωσι, φησὶν, οἱ πένητες, καὶ φαγόντες ἐμπλησθῶσιν, ἢ κορεσθῶσιν, κατὰ τὸν Σύμμαχον, τότε αἰνέσουσι Κύριον ἐκζητοῦντες αὐτόν· φαγόντες δὲ τὴν ὑπ' αὐτοῦ δοθεῖσαν αὐτοῖς βρῶσιν, καὶ ζητήσαντες αὐτὸν, μέγαν ἕξουσι καρπὸν τὸν ἑξῆς δηλούμενον· Ζήσονται γὰρ αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ὁ γὰρ ἄρτος ζωῆς, ὁ ὑπ' αὐτοῦ χορηγηθεὶς αὐτοῖς, αἴτιος αὐτοῖς ἔσται
ἀθανασίας καὶ ζωῆς αἰωνίου, καθὼς ἐδίδαξεν αὐτὸς εἰπών· Ἐγώ εἰμι ὁ ἄρτος ζωῆς ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ διδοὺς ζωὴν τῷ κόσμῳ· καὶ πάλιν· Ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς. Ὁρᾷς ὅπως συνᾴδει ταῦτα τῷ φάσκοντι ψαλμῷ· Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ, ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος; Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Τοῦ γὰρ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος, ἀναμνησθήσονται, ὡς ἄρα ἦν τις αὐτοῖς Κύριος, ὅ γε ἀληθῶς τῶν ὅλων δεσπότης· οἱ γὰρ νενομισμένοι αὐτοῖς ἦσαν Κυρίου· εἰς ἀνάμνησιν δὲ ἐλθόντες τοῦ σφῶν δεσπότου, ἐπ' αὐτὸν καταφεύξονται·
whom he promises will partake of the food that will be supplied by him. For, he says, the poor shall eat. And these were the ones whom he also places before the rest in the beatitudes, saying: Blessed are the poor in spirit, for theirs is the kingdom of heaven; to whom he also promised the following, saying: Blessed are those who hunger and thirst for righteousness, for they shall be filled. But when, he says, the poor have eaten, and having eaten are filled, or satisfied, according to Symmachus, then they will praise the Lord, seeking him; and having eaten the food given to them by him, and having sought him, they will have a great fruit, which is indicated next: For their hearts shall live for ever and ever. For the bread of life, which has been supplied to them by him, will be for them the cause of immortality and eternal life, just as he himself taught, saying: I am the bread of life that comes down from heaven and gives life to the world; and again: If anyone eats of my bread, he shall live forever, and the rest. Do you see how these things accord with the psalm that says: The poor shall eat and be filled; and, their hearts shall live for ever and ever? They shall remember and turn to the Lord, all the ends of the earth, and all the families of the nations shall worship before him. For the kingdom is the Lord's, and he rules over the nations. For when the saving light has shone upon them, they will remember that there was indeed a Lord for them, who is truly the master of all things; for those whom they had regarded as lords were not so; but coming to the remembrance of their own master, they will flee to him;
καὶ ὃν πάλαι ἀπεστράφησαν, κατά τινα ἐχθρῶν ἐπιβουλὴν, τοῦτον Κύριον αὐτῶν ὄντα ἐπιγνώσονται, καὶ ἐπιστραφήσονται πρὸς αὐτόν. Ἀλλ' ἵνα μή τις νομίσειε ταῦτα λέγεσθαι περὶ τοῦ Ἰουδαίων ἔθνους, ἀκριβῶς ὁ λόγος προστίθησιν, ὡς ἄρα ταῦτα πληρωθήσεται ἐπὶ πάντα τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη· εἶτ' ἐπιστραφέντες τί ποιήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ἀνθ' οὗ Σύμμαχος καὶ Ἀκύλας, πᾶσαι αἱ συγγένειαι τῶν ἐθνῶν, εἰρήκασι σφόδρα ἀκριβῶς. Ποῖον γὰρ ἔθνος οὐχὶ συγγενείας ἔχει ἐπιστραφείσας πρὸς τὸν τῶν ὅλων Θεόν; Ποία δὲ πόλις, ἢ ποία χώρα, ἢ ποῖος οἶκος οὐκ ἔχει τινὰς ἀφωρισμένους καὶ ἐξειλεγμένους τῷ Θεῷ; Πῶς δ' ἔμελλον ἀποτίθεσθαι μὲν τὴν ἑαυτῶν λήθην, ἀνάμνησιν δὲ ποιεῖσθαι τοῦ τῶν ὅλων Θεοῦ αἱ συγγένειαι τῶν ἐθνῶν· πῶς δὲ ἐπιστρέφειν πρὸς αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς, ἐπιλέγει ἑξῆς· Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Οἱ γὰρ πάλαι κρατήσαντες δαίμονες καὶ διάβολος κατελύθησαν, καὶ μόνη ἡ τοῦ ἐπὶ πάντων Θεοῦ βασιλεία ἐπεκράτησε. Τάξει οὖν ὁ λόγος καὶ ἀκολουθίᾳ κέχρηται, πρῶτον φήσας· Μνησθήσονται, εἶτα δεύτερον, ἐπιστραφήσονται, καὶ τρίτον, προσκυνήσουσι. Ταῦτα δὲ πάντα ἔσται, Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς· ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν. Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ.
And the one whom they turned away from long ago, through some plot of enemies, they will recognize as their Lord, and they will turn back to him. But lest anyone should suppose that these things are said concerning the nation of the Jews, the word carefully adds that these things will be fulfilled among all the nations throughout the whole inhabited world; then, having turned back, what will all the families of the nations do before him—in place of which Symmachus and Aquila have said, all the kindreds of the nations, very precisely. For what nation does not have kindreds turned back to the God of all things? And what city, or what country, or what house does not have certain persons set apart and chosen for God? And how were the kindreds of the nations going to lay aside their own forgetfulness and make remembrance of the God of all things? And how were all the ends of the earth going to turn back to him? He adds next: For the kingdom belongs to the Lord, and he rules over the nations. For the demons and the devil who prevailed long ago have been brought down, and the kingdom of the God over all things alone has prevailed. The word therefore employs order and sequence, saying first, They shall remember, then second, they shall turn back, and third, they shall worship. And all these things shall be, For the kingdom belongs to the Lord, and he rules over the nations. All the fat ones of the earth have eaten and worshipped; all who go down to the earth shall fall down before him. And my soul lives for him, and my seed shall serve him.
Ἔστι δὲ καθ' ἑκάστην ἀναστάσιμον ἡμέραν τοῦ Σωτῆρος ἡμῶν, τὴν καλουμένην κυριακὴν, ὄψει παραλαβεῖν τοὺς τῆς τροφῆς τῆς ἁγίας καὶ τοῦ σώματος τοῦ σωτηρίου μεταλαμβάνοντας, καὶ μετὰ τὸ φαγεῖν προσκυνοῦντας τὸν δοτῆρα καὶ χορηγὸν τῆς ζωοποιοῦ τροφῆς, θαυμάσαι τε τῶν λόγων τὸ ἀποτέλεσμα, καὶ κατ' αὐτὴν τὴν πρόχειρον λέξιν δι' ἔργων πληρούμενον. Ἀντὶ δὲ τοῦ· οἱ πίονες τῆς γῆς, ἡρμήνευσεν ὁ Σύμμαχος, οἱ λιπαροὶ τῆς γῆς. Σημαίνονται δὲ διὰ τούτων οἱ ἐκ τῆς οὐρανίου τροφῆς τὰς ψυχὰς εὐτραφεῖς καὶ ῥωμαλέοι. Ἀλλ' οὗτοι μὲν ἔφαγον καὶ προσεκύνησαν. Ἐπειδὴ δὲ δεῖ αὐτῷ πᾶν γόνυ κάμψαι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, εἰκότως ἑξῆς ἐπισυνάπτει λέγων· Ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· Εἰς πρόσωπον αὐτοῦ κάμψουσι πάντες οἱ καταβαίνοντες εἰς χοῦν, ἐκδέδωκε. Σαφῶς δὲ διὰ τούτων καὶ τὸ σχῆμα τῶν γόνυ κλινόντων ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρίσταται, ἐν ᾗ γόνατα κλίναντες, καὶ τὰ μέτωπα εἰς γῆν ἐρείσαντες, τοῦτον προσκυνεῖν εἰώθασι τὸν τρόπον. Εἶθ' ἑξῆς εἴρηται· Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ· καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος συνάψας καὶ εἰπών· Ἔμπροσθεν αὐτοῦ ὀκλάσουσιν ἅπαντες οἱ καταβαίνοντες εἰς κόνιν· οὗ ἡ ψυχὴ ζήσει, σπέρμα δὲ λατρεύσει αὐτῷ. Πάντες γὰρ αὐτοὶ, φησὶν, ὀκλάσαντες, καὶ γόνυ κλίναντες προσκυνήσουσιν· ὧν ἐλπὶς ζήσεσθαι τὴν ψυχὴν, καὶ ὧν τὸ σπέρμα λατρεύσει αὐτῷ. Εἰ δὲ ἐκ προσώπου τοῦ λέγοντος Σωτῆρος βούλοιτό τις ἀκοῦσαι τό· Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν· καὶ, Τὸ
And it is possible on each resurrection day of our Savior, the so-called Lord's day, to observe those who partake of the holy food and the saving body, and after eating worship the giver and provider of the life-giving food, and to marvel at the fulfillment of the words, seeing them accomplished in deeds even according to the plain wording itself. And in place of "the fat ones of the earth," Symmachus translated "the sleek ones of the earth." By these are signified those whose souls are well-nourished and strong from the heavenly food. But these ate and worshiped. And since every knee must bow to him, of things in heaven and on earth and under the earth, fittingly he adds next, saying: "Before him shall fall down all who go down to the earth," in place of which Aquila rendered: "To his face shall bow all who go down to the dust." And clearly through these words the posture of those who bend the knee in the Church of God is also set forth, in which, bending their knees and pressing their foreheads to the ground, they are accustomed to worship him in this manner. Then next it is said: "And my soul lives for him; and my seed shall serve him." This Symmachus translated more clearly, joining and saying: "Before him shall crouch all who go down to the dust; whose soul shall live, and seed shall serve him." For all these, he says, having crouched and bent the knee, shall worship; whose hope is that their soul shall live, and whose seed shall serve him. But if anyone wishes to hear "And my soul lives for him" as spoken in the person of the Savior, according to the translation of the Seventy; and, "The
σπέρμα μου δουλεύσει αὐτῷ· εἴποι ἂν ταῦτα λέγεσθαι ὑπὸ τοῦ Σωτῆρος, τοῦτον πάντα τὸν ψαλμὸν διεξιόντος περὶ πάσης ψυχῆς αὐτῷ ἀνακειμένης, καὶ περὶ τοῦ αὐτοῦ σπέρματος. Σπέρμα δὲ αὐτοῦ τί ἂν εἴποις ἢ τοὺς διὰ γεννήσεως ἁγίου Πνεύματος γεννωμένους αὐτῷ υἱοὺς, οἳ καὶ δουλεύσαντες τῷ αὐτοῦ Πατρὶ τῆς αἰωνίου καὶ μακαρίας ζωῆς μεθέξουσιν; Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Προονομάσας σπέρμα αὐτοῦ ὁ Σωτὴρ ἐν τῷ· Καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· τί ποτε εἴη τοῦτο τὸ σπέρμα διασαφεῖ, γενεὰν ἐρχομένην ὀνομάζων καὶ λαὸν τεχθησόμενον. Ὥσπερ γὰρ τὰ γεννώμενα, ἀπὸ σπερμάτων τὴν ἀρχὴν τῆς ὑποστάσεως λαμβάνει, τὸν αὐτὸν τρόπον τὸν τεχθησόμενον λαὸν καὶ τὴν ἐλευσομένην γενεὰν, νέαν οὖσαν καὶ καινὴν, οὐδαμόθεν ἕξειν τὴν ἀρχὴν παρίστησιν ἀλλ' ἢ ἐκ τῶν αὐτοῦ λογικῶν σπερμάτων, ὧν ἐπὶ γῆς παρὼν κατεβάλλετο διὰ τῶν ἀποστόλων αὐτοῦ, τὸ πνεῦμα τῆς υἱοθεσίας. Ἀντὶ δὲ τοῦ· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, σφόδρα θαυμαστῶς ὁ Σύμμαχος· Ἀναγραφήσεται ἐν βιβλίῳ τῷ Κυρίῳ. Ἤμελλεν ἀναγγέλλεσθαι ἡ γενεὰ ἡ ἐρχομένη· ἀλλ' ἀνατεθήσεσθαι τῷ Κυρίῳ βίβλος προφητείας περὶ τῆς γενεᾶς τῆς ἐρχομένης, καὶ τοῦ τεχθησομένου λαοῦ.
My seed will serve him. One might say that these things are spoken by the Savior, as he goes through this entire psalm concerning every soul consecrated to him, and concerning the same seed. But what would you call his seed except those who are begotten to him as sons through the birth of the Holy Spirit, who, having also served his Father, will partake of eternal and blessed life? A generation to come will be announced to the Lord, and they will announce his righteousness to a people that will be born, which the Lord made. Having beforehand named his seed in the words "And my seed will serve him," the Savior clarifies what this seed is, calling it a generation to come and a people that will be born. For just as those who are born receive the beginning of their subsistence from seeds, in the same way he shows that the people that will be born and the generation that will come, being new and fresh, will have their beginning from nowhere else than from his own rational seeds, which, when he was present on earth, he was sowing through his apostles—the Spirit of adoption. And instead of "A generation to come will be announced to the Lord," Symmachus has, very wonderfully, "It will be written in a book to the Lord." The generation that is coming was going to be announced; but a book of prophecy concerning the coming generation and the people that will be born was going to be dedicated to the Lord.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΒʹ.
Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με. Μέση τυγχάνει κατάστασις ἡ τῶν προβάτων τῆς τε τῶν τελείων προκοπῆς καὶ τῶν ἐν βυθῷ κακίας καλινδουμένων, καὶ διὰ τοῦτο ἑρπετοῖς καὶ θηρίοις ἀγρίοις παραβαλλομένων. Ὁ μὲν γὰρ τέλειος γένοιτ' ἂν ὁ κατὰ τὴν εἰκόνα τοῦ Θεοῦ καὶ τὴν ὁμοίωσιν αὐτοῦ τὴν ψυχὴν τοῖς κατ' ἀρετὴν τρόποις κεχαρακτηρισμένοις· ὁ καὶ βασιλέα τὸν Κύριον, ἀλλ' οὐ ποιμένα ἐπιγραφόμενος· ὁ δὲ ἐκπεσὼν ταύτης, ἐξ αὐτοπροαιρέτου δὲ διαστροφῆς ἐπὶ τὴν θηριώδη μεταβεβληκὼς ἕξιν, ἵππος θηλυμανὴς χρηματίσοι ἂν, καὶ λύκος ἁρπακτικός. Ὄφεις δὲ, καὶ γεννήματα ἐχιδνῶν, καὶ χοίρους, καὶ κύνας, καὶ ἀλώπεκας τοὺς τοιούτους εἴωθεν ὀνομάζειν ἡ Γραφή. Οἱ δὲ ἐκ τῆς τοιαύτης καταπτώσεως μεταβάλλοντες ἐπὶ τὴν κρείττονα κατάστασιν, τέως μὲν ὥσπερ ἐν εἰσαγωγαῖς καὶ προθύροις γιγνόμενοι τῆς κατὰ Θεὸν γνώσεως, πρόβατα ἂν εἰκότως κληθεῖεν Θεοῦ· προκόψαντες δὲ ἐπὶ τὸ τελειότερον, ἄνθρωποι χρηματίζουσιν. Ὅτε γε μὴν πρόβατα τυγχάνουσιν, ὑπὸ ποιμένι τῷ διὰ Ἰεζεκιὴλ δηλωθέντι Δαυῒδ, τουτέστι τῷ ἐκ σπέρματος Δαυῒδ Σωτῆρι ἡμῶν καὶ Χριστῷ, ἀγόμενοι, διδάσκονται λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Οἱ δὲ αὐτοὶ τῆς νοερᾶς καὶ καινῆς τροφῆς καὶ πόας ἀντιλαμβανόμενοι τῆς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐροῦσιν· Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν.
PSALM 22 OF DAVID.
The Lord shepherds me, and nothing will be lacking to me; in a place of green pasture, there he settled me; by water of rest he nourished me; he turned back my soul. He guided me. The condition of sheep is a middle state between the progress of the perfect and those wallowing in the depth of wickedness, and for this reason compared to reptiles and wild beasts. For the perfect one would be he who is according to the image of God and his likeness, his soul marked by the ways of virtue; he who also bears the title of the Lord as king, but not as shepherd; but he who has fallen from this, and through self-chosen distortion has changed over to a beastly condition, would be called a horse mad after females, and a ravening wolf. But snakes, and offspring of vipers, and swine, and dogs, and foxes—such persons Scripture is accustomed to name. But those who turn from such a fall to the better condition, for the time being as it were in the introductions and forecourts of the knowledge according to God, would reasonably be called sheep of God; but having advanced to the more perfect, they are called men. And indeed, when they are sheep, led under the shepherd indicated through Ezekiel—David, that is, our Savior and Christ who is from the seed of David—they are taught to say: The Lord shepherds me, and nothing will be lacking to me. But the same, partaking of the spiritual and new food and grass that is in the holy Gospels, will say: In a place of green pasture, there he settled me.
Πίνων δὲ τοῦ ὕδατος ὁ εἰσαγόμενος ἐν Χριστῷ, οὔπω δὲ τοῦ οἴνου τοῦ τῆς ἀληθινῆς ἀμπέλου οἷός τε ὢν μεταλαμβάνειν, διὰ τὸ ἔτι πρόβατον εἶναι, τέως δὲ τῷ σωτηρίῳ τρεφόμενος ὕδατι, περὶ οὗ ἐβόα ὁ Σωτὴρ λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· καὶ πάλιν· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· καὶ αὖθις· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· εἴποι ἄν· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ἀλλὰ καὶ πᾶν ἄχθος ἀποθέμενος τῶν παλαιῶν ἁμαρτημάτων διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, εἴποι ἄν· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ἀναπαύσεως γὰρ ὡς ἀληθῶς ἐκεῖνο τὸ ὕδωρ, δι' οὗ τὸ βαρὺ καὶ ἐπίμοχθον φορτίον τῶν ἁμαρτιῶν τὸ πιεζοῦν τὴν ψυχὴν ἀποῤῥίψας τις, καὶ πάντα
ῥύπον καὶ σπίλον καὶ κηλίδα σμηξάμενος, δεσμῶν τε ἀνεθεὶς πολυπλόκων, συνῃσθημένος τούτων ἁπάντων ἐρεῖ· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Εἶθ' ὥσπερ ἐκλείπων πάλαι τὴν ψυχὴν, ἔπειτα διὰ τῆς ἀποδοθείσης χλόης καὶ τοῦ σωτηρίου ὕδατος ἀναλαβὼν ἑαυτὸν, καὶ ὥσπερ ἐκ θανάτου παλινδρομήσας, φήσει· Τὴν ψυχήν μου ἐπέστρεψε. Ταῦτα πάντα ὑπάρξει τῷ διὰ τοῦ δηλωθέντος Δαυῒδ ὑπὸ τοῦ Κυρίου ποιμαινομένῳ. Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ταῦτα, φησὶ, πράττει, ὡς ἂν μὴ βλασφημῆται αὐτοῦ τὸ ὄνομα, τῶν αὐτοῦ προβάτων ἀπολλυμένων, ἢ κακῶς ἀγομένων. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ. Μακρὰν γὰρ ἡ ἁμαρτία παντὸς συνόντος Θεῷ.
The one who is being led into Christ, drinking of the water but not yet able to partake of the wine of the true vine, because he is still a sheep, is for the time being nourished by the saving water, about which the Savior cried out, saying: If anyone thirsts, let him come to me and drink; and again: He who drinks of the water that I will give him, rivers of living water will flow from his belly; and again: He who drinks of the water that I will give him will never thirst forever. He would say: By water of rest he nourished me. But also, having laid aside every burden of old sins through the washing of regeneration and renewal of the Holy Spirit, he would say: By water of rest he nourished me. For truly that water is of rest, through which a person, having thrown off the heavy and toilsome burden of sins that presses upon the soul, and having wiped away every filth and stain and spot, and having been released from tangled bonds, being conscious of all these things, will say: By water of rest he nourished me. Then, as if his soul had formerly been fainting, and afterward, through the green pasture that was restored and the saving water, he had recovered himself, and as if he had turned back from death, he will say: He turned back my soul. All these things will belong to the one who is shepherded by the Lord through the David who has been indicated. He guided me on the paths of righteousness for the sake of his name. He does these things, he says, so that his name may not be blasphemed, when his own sheep are perishing or being led badly. For even if I walk in the midst of the shadow of death, I will not fear evils, because you are with me. For sin is far from everyone who is with God.
Σκιὰν θανάτου τὸν κοινόν φησι θάνατον, καὶ τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος λύσιν, πρὸς ἀντιδιαστολὴν τοῦ θανάτου τῆς ψυχῆς, καθ' ὃ εἴρηται· Ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· καὶ, Ἔστιν ἁμαρτία πρὸς θάνατον. Οὐκ ἔστι γὰρ σκιὰ θανάτου· ἀλλ' ἀληθινὸς θάνατος ἡ τῆς ψυχῆς ἀπώλεια τυγχάνει. Ἐπεὶ οὖν μεμαθήκασιν, ὡς ἄρα ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα, μεταβέβηκε δὲ ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωὴν, σφόδρα ἀκριβῶς οὐ φασὶ θάνατον ἐπιέναι αὐτοῖς ἀλλ' ἢ ἄρα σκιὰν θανάτου· ταύτῃ δηλοῦντες τοὺς κατὰ ἄνθρωπον κινδύνους καὶ τὸν σωματικὸν θάνατον οὐδὲν ἕτερον ὄντα ἢ χωρισμὸν ψυχῆς ἀπὸ σώματος. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Ταῦτα οὖν παρακαλεῖ τὸν τυπτόμενον καὶ τὸν κολαζόμενον, πεπεισμένον, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον! Ἴσασι γὰρ καὶ τὸ πνευματικὸν ἔλαιον, ὃ τὴν κεφαλὴν ἐπιάνθησαν, καὶ τὴν κρατύνουσαν, ἀλλ' οὐ διαλύουσαν μέθην· καὶ τὴν μυστικὴν τροφὴν, ἣν προτίθησιν ἡμῖν ὁ πρὸς τὸ ποιμαίνειν καὶ νυμφίος γενόμενος. Τούτοις δὲ, φησὶν, ἐντρυφῶμεν τοῖς ἀγαθοῖς, τῶν δυσμενῶν ἀνιωμένων καὶ τρυχομένων· ὅτι οἱ πάλαι, φησὶ, δουλεύοντες τοσαύτης μεταβολῆς τετυχήκασιν, ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
He calls the common death, and the dissolution of the soul from the body, a shadow of death, in contrast to the death of the soul, in accordance with which it is said: The soul that sins, it shall die; and, There is a sin unto death. For this is not a shadow of death, but the destruction of the soul is true death. Since, then, they have learned that the one who believes in the Son of God shall not die forever, but has passed from death into life, they say very precisely that not death comes upon them, but only a shadow of death, thereby showing that the dangers according to man and bodily death are nothing other than the separation of the soul from the body. Your rod and your staff, these have comforted me. These things, then, comfort the one who is struck and the one who is punished, being persuaded that God scourges every son whom he receives. You prepared before me a table in the presence of those who afflict me. You anointed my head with oil, and your cup makes drunk as the strongest! For they know both the spiritual oil, with which they anointed the head, and the drunkenness that strengthens but does not dissolve, and the mystical food which he who has become both shepherd and bridegroom sets before us. In these things, he says, we revel, while the hostile are grieved and worn down; because those who formerly, he says, were slaves have obtained so great a change: you anointed my head with oil. And your mercy shall pursue me all the days of my life, and that I dwell in the house of the Lord for length of days.
Πεποιθὼς τῷ σῷ ἐλέει, καὶ τῇ σῇ χάριτι, οἶδ' ὅτι οὐκ ἐκπεσοῦμαι τῆς παρὰ σοὶ ἐλπίδος παιδαγωγούμενος πάσας τὰς ἡμέρας τῆς ζωῆς μου ὑπὸ τοῦ σοῦ ἐλέους. Τοῦτο γοῦν τὸ σὸν ἔλεος καὶ αὐτή σου ἡ χάρις κατηξίωσέ με οἰκητήριον κτήσασθαι τὸν σὸν οἶκον καὶ τὴν σὴν Ἐκκλησίαν· ἔνθα τὰς διατριβὰς ποιούμενος ὡς ἐν οἴκῳ Θεοῦ, ἱερῷ καὶ ἁγίῳ ναῷ, μακρότητος τῶν παρὰ σοὶ ἡμερῶν καὶ ζωῆς αἰωνίου τεύξομαι. Τὸ γὰρ κατοικεῖν με ἐν τῷ σῷ οἴκῳ, καὶ μηδέποτε αὐτοῦ ἐξίστασθαι μηδὲ ἀπονεύειν, ἀεὶ δὲ εἴσω περιβόλων ἱερῶν τὰς διατριβὰς ποιεῖσθαι, ταῦτά μοι αἴτια γενήσεσθαι πιστεύω μακρότητος ἡμερῶν τῶν ἐκ τοῦ σοῦ φωτὸς ὑφισταμένων. Ἀντὶ δὲ τοῦ, εἰς μακρότητα ἡμερῶν, εἰς μῆκος χρόνου ὁ Σύμμαχος ἡρμήνευσε, τῆς κατὰ τὸν Θεὸν ζωῆς τὸ ἄπειρον καὶ ἀθάνατον σημήνας.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΓʹ.
Ἐν ἐνίοις ἀντιγράφοις εὗρον· «Τῆς μιᾶς τῶν Σαββάτων.» Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Εἰ μὴ γὰρ Λόγος αὐτῆς, φησὶν, ἐπεστάτει θεῖος, καὶ εἰ μὴ σοφία Θεοῦ τοῦτον αὐτὴν τεθεμελιώκει τὸν τρόπον, πάλαι ἂν φυσικῷ βάρει κάτω που φερομένη κατὰ βυθῶν κεχωρήκει. Ἀλλ' ἦν ἄρα κρείττων αὐτῆς ἡ θαυματουργὸς καὶ παραδοξοποιὸς τοῦ τῶν ὅλων Κυρίου δύναμις, ἢ τὸν τοσοῦτον
Trusting in your mercy and your grace, I know that I shall not fall away from the hope that is in you, being guided all the days of my life by your mercy. This mercy of yours, then, and this grace of yours itself have deemed me worthy to possess as a dwelling your house and your Church; where, making my abode as in the house of God, a sacred and holy temple, I shall obtain length of days with you and eternal life. For that I dwell in your house and never depart from it nor turn aside from it, but always make my abode within the sacred precincts—these things, I believe, will be for me the cause of length of days, which subsist from your light. And in place of "for length of days," Symmachus translated "for length of time," signifying the boundless and immortal character of the life according to God.
PSALM OF DAVID, 23.
In some copies I found: "Of the one of the Sabbaths." The earth is the Lord's and the fullness of it, the world and all who dwell in it. He founded it upon the seas, and prepared it upon the rivers. For unless the divine Word, he says, had presided over it, and unless the wisdom of God had founded it in this manner, it would long ago, borne down by its natural weight, have sunk into the depths. But the wonder-working and marvel-producing power of the Lord of all was stronger than it, which
ὄγκον καὶ τὸ τοσοῦτον τῆς γῆς πλήρωμα, ὅλην τε τὴν οἰκουμένην καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνω φέρεσθαι μετέωρον ὑπὲρ τὰ νῶτα τῶν ὑδάτων βεβούληται. Διὸ, αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, εἴρηται. Οὐ γὰρ αὐτὴ ἑαυτὴν ἡ βαρεῖα καὶ ἄψυχος γῆ ἐπὶ τῶν βυθῶν ἐστήριξεν, ἀλλ' ὁ πάντων δημιουργὸς ὁ τοῦ Θεοῦ Υἱὸς, ὃς τὸ στερέμνιον καὶ βαρὺ τῆς γῆς στοιχεῖον θεϊκῇ δημιουργίᾳ ὑπὲρ νώτων ὀχεῖσθαι θαλάσσης καὶ ὑπεράνω τῆς ὑγρᾶς φύσεως ἑστάναι βουληθεὶς, καὶ τοῦτον αὐτὴν θεμελιώσας τὸν τρόπον. Καὶ καθ' ἕτερον δὲ λογισμὸν παρίστησι τὸ μὴ αὐτόματον ὑποστῆναι τὴν γῆν, μηδὲ ὡς ἔτυχεν, εἰκῆ καὶ ἀλόγως, τὸ τοιοῦτον αὐτῇ περιβεβλῆσθαι σχῆμα· διὸ ἐπιλέγει· Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Εἰ μὲν γὰρ ὅλη δι' ὅλου λεία καὶ ὁμαλὴ κατὰ τὴν σφαῖραν τῶν Ἑλλήνων ὑπῆρχεν, οὐκ ἄν ποτε τῆς τῶν ποταμῶν συστάσεως δεκτικὴ ἐγεγόνει· οὐδ' ἂν εἰς γεωργίαν ἐπιτηδεία, ἐκρεόντων ἁπανταχόθεν τῶν εἰς αὐτὴν φερομένων ὄμβρων· ὡς αὖ πάλιν ἐκ τοῦ ἐναντίου, εἰ πλὰξ ἦν μία ἡπλωμένη καὶ ἀνειμένη εἰς πεδιάδας χώρας, οὐδ' οὕτως συνέστησαν ἐν αὐτῇ ποταμοί· οἵ τ' ἐξ ἀεννάων πηγῶν φερόμενοι, οἵ τε ἐκ τῶν χειμερινῶν ὄμβρων συνιστάμενοι· πάλαι δ' ἂν ἐπικλύσαντες πᾶσαν, οὔτε σπέρμασιν, οὔτε φυτοῖς, οὔτε γεωργίαις ἐπιτηδείαν αὐτὴν παρεῖχον· ἀλλ' οὐδὲ αὐτοῖς τοῖς οἰκήτορσιν γεγόνει ἂν χρήσιμος, πάντων ἐπικλυζομένων καὶ κατασυρομένων ὑπὸ τῆς τῶν ὑδάτων πλημμύρας. Ταῦτα μὲν οὖν ἦν, εἰ μὴ λόγος τις δημιουργικὸς καὶ Θεοῦ σοφία τεχνικῶς αὐτῇ τοιόνδε σχῆμα περιβεβλήκει·
the vast mass and such a great fullness of the earth, and the whole inhabited world and those who dwell in it, he willed to be borne aloft on high above the back of the waters. Therefore, it is said, he himself founded it upon the seas. For it was not the heavy and lifeless earth that established itself upon the depths, but the Creator of all things, the Son of God, who, willing by divine creation that the solid and heavy element of the earth be carried above the back of the sea and stand above the watery nature, also founded it in this manner. And by another consideration he shows that the earth did not come to be spontaneously, nor did it chance to be clothed with such a form at random, irrationally, and without reason; therefore he adds: And he prepared it upon the rivers. For if it had been entirely smooth and level throughout, according to the sphere of the Greeks, it would never have been capable of receiving the gathering of rivers; nor would it have been fit for farming, since the rains borne into it would flow off from every side; and again, on the contrary, if it were one flat plain spread out and extended into level regions, rivers would not have gathered in it in this way—neither those borne from ever-flowing springs, nor those formed from winter rains; but long ago they would have flooded it all and made it fit neither for seeds, nor for plants, nor for farming; nor would it have been useful even to its own inhabitants, since all things would be flooded and swept away by the inundation of the waters. These things, then, would be so, unless some creative reason and the wisdom of God had artistically clothed it with such a form as this.
νυνὶ δὲ οὕτως κατεσκευάσθη, ὡς εἰς ὄρη καὶ νάπας, βουνούς τε καὶ φάραγγας ἐσχηματίσθαι· ὡς καὶ ποταμοὺς τὰς ἑαυτῶν διεξόδους ἀκωλύτως ποιεῖσθαι· ὄρη τε καὶ ἄλση καὶ φυτὰ ζώοις ἀπονέμεσθαι· χώρας τε καὶ πεδιάδας εἰς οἰκήσεις καὶ γεωργίας ἀνθρώποις ἀφωρίσθαι. Τίς τοίνυν οὐκ ἂν ὁμολογήσειεν ἀληθῶς σοφῆς εἶναι προμηθείας ταῦτα; ἣ, προλαβοῦσα τὸ μέλλον πρὸ τοῦ πληρώματος τῆς γῆς, καὶ πρὸ τοῦ συστῆναι τὰ ἐν αὐτῇ, τοιάνδε αὐτὴν ἐσχημάτισε, καταλλήλῳ διαπλάττουσα τύπῳ, ὡς ἂν τοῖς πᾶσι γένοιτο ἐπιτηδεία. Μυστικώτερον δὲ τοῦ Κυρίου γέγονεν ἡ γῆ. Τὶς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον λεκτέον, ἐφ' ὃ ἀναβαίνει ὁ διὰ προκοπῆς ἐπὶ τὴν ἀκρώρειαν αὐτοῦ φθάσαι γλιχόμενος. Σπάνιος δὲ ὁ τοιοῦτος· διὸ εἴρηται· Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Διάψαλμα. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἴσως δὲ διὰ τῆς πεύσεως καὶ ἀποκρίσεως διδάσκουσι πάντας ἀνθρώπους τὴν δεσποτείαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· εἴ γε τίς δ' οἴῃ ταύτας μὴ ἀγνοεῖν.
But now it has been so arranged that it is shaped into mountains and glens, hills and ravines; so that rivers also make their courses without hindrance; and mountains and groves and plants are allotted to living creatures; and lands and plains are set apart for human beings for dwellings and farming. Who, then, would not agree that these things belong to a truly wise providence? Which, anticipating the future before the filling of the earth, and before the things in it came into being, shaped it in such a way, molding it with a fitting form, so that it might become suitable for all things. But the earth has come to be in a more mystical way for the Lord. Who shall ascend into the mountain of the Lord? Or who shall stand in his holy place? The final good and the God-Word must be meant, to which he ascends who longs to reach its summit through progress. But such a one is rare; therefore it is said: Who shall ascend into the mountain of the Lord? Or who shall stand in his holy place? He who is innocent in hands and pure in heart, who has not taken his soul in vain, and has not sworn deceitfully to his neighbor. This one shall receive a blessing from the Lord, and alms from God his Savior. This is the generation of those who seek him, who seek the face of the God of Jacob. A musical interlude. Lift up your gates, you rulers, and be lifted up, you eternal gates, and the King of glory shall enter. Who is this King of glory? The Lord, strong and mighty, the Lord, mighty in war. Perhaps through the question and the answer they teach all people the dominion of our Lord Jesus Christ; if indeed one would think that these things are not unknown.
Τινὲς δὲ τὴν δευτέραν πεῦσιν καὶ ἀπόκρισιν, οὐ ταῖς ἔτι ἀνωτέρω δυνάμεσιν εἰρῆσθαι φασὶν, ἀλλὰ ταῖς αὐταῖς. Τό τε διάψαλμα πρὸ τοῦ· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, κείμενον, τῆς μελῳδίας ἔοικε μεταβολὴν πεποιῆσθαι· ἐπεὶ καὶ τῆς διανοίας αὐτῆς. Ἐν δὲ τῷ λέγειν εἰσελεύσεσθαι αὐτὸν, λεληθότως καὶ ἔξοδον αὐτοῦ ᾐνίξατο. Εἶτ' ἐπεὶ μὴ μόνος ἤμελλεν εἰσιέναι εἰς τὴν αὐτοῦ βασιλείαν, πάσας ἀναπετασθῆναι τὰς πύλας ὁ λόγος παρακελεύεται διὰ τοὺς μέλλοντας κληρονομεῖν τὴν βασιλείαν τῶν οὐρανῶν σὺν τῷ Υἱῷ τοῦ Θεοῦ. Πολλὰς γὰρ ἀνέῳξε καὶ διαφόρους πύλας τῆς εἰς τοὺς οὐρανοὺς εἰσόδου· ἐπεὶ καὶ πολλαὶ μοναὶ παρὰ τῷ Πατρί. Ὅρα δὲ εἰ μὴ ἐν τούτοις λυθείη ἂν τὸ ζητούμενον ἐν τῷ φάσκοντι ψαλμῷ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος
ἐν φωνῇ σάλπιγγος. Ἐνταῦθα γὰρ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν ἀλαλαγμὸν καὶ τὴν φωνὴν τῆς σάλπιγγος ἀποδίδωσιν. Ἐν γὰρ τῇ εἰς οὐρανοὺς ἀναβάσει τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοὺς διακονησαμένους αὐτῷ ἀγγέλους τὴν εἰς ἀνθρώπους οἰκονομίαν προτρέχειν αὐτῷ εἰκὸς, καὶ τὰς οὐρανίους πύλας αὐτῷ παρασκευάζειν, φωνάς τε ἀφιέναι καὶ βοὰς ἀγγελικὰς, τὰς ἐν τῷ ψαλμῷ φερομένας· ἃς δὴ ἀλαλαγμὸν καὶ φωνὴν σάλπιγγος ὠνόμασε φήσας· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. ΤΩ ΔΑΥΙΔ ΚΔʹ.
But some say that the second question and answer were spoken not to the powers still higher up, but to the same ones. And the diapsalma placed before "Lift up your gates, you rulers" seems to have made a change of melody, since also of the thought itself. And in saying that he will enter in, he has covertly hinted also at his exit. Then, since he was not going to enter alone into his kingdom, the word exhorts that all the gates be thrown open, for the sake of those who are going to inherit the kingdom of the heavens together with the Son of God. For he opened many and various gates of the entrance into the heavens, since there are also many mansions with the Father. And see whether in these things the question raised in the psalm that says, "God has gone up with a shout, the Lord with the sound of a trumpet," might be resolved. For here the Holy Spirit sets forth both the shout and the sound of the trumpet. For in the ascent of the Son of God into the heavens, it is likely that the angels who ministered to him for the dispensation toward men ran ahead of him and prepared the heavenly gates for him, and sent forth angelic voices and cries, those borne in the psalm, which indeed he named a shout and a sound of a trumpet, saying: "God has gone up with a shout, the Lord with the sound of a trumpet." Of David, 24.
Ἐπεὶ μήτε ψαλμὸς ἐπιγέγραπται, μήτε ᾠδὴ, μήτε τι τῶν παραπλησίων, ἀλλ' οὐδ' εἰς τὸ τέλος ἀναπέμπεται τὰ προκείμενα· λόγοι δέ εἰσιν ἐν ἁγίῳ Πνεύματι τῷ Δαυῒδ συγγεγραμμένοι· διὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τοῦ Δαυῒδ προγέγραπται· εἰκότως φήσομεν διδασκαλίαν περιέχειν τῆς πρὸς τὸν Θεὸν ἐξομολογήσεως, ᾗ πρῶτος μὲν αὐτὸς ὁ Δαυῒδ ἐχρήσατο, ἔπειτα δὲ καὶ ἡμῖν παραδέδωκε, παιδεύων ὅπως χρὴ νοσήσαντα τὴν ἑαυτῶν θεραπεύειν ψυχὴν δι' ἐξομολογήσεως. Πρὸς σὲ, Κύριε, ᾖρα τὴν ψυχήν μου· ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα, μὴ κατασχυνθείην· μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσι. Ταῦτά φησιν, ὡσανεὶ ἐπάρας εἰς ὕψος μεταθείς τε καὶ μετεωρίσας τῶν τῇδε πραγμάτων τὴν ἑαυτοῦ ψυχήν· ἄνω τε πλησίον αὐτὴν τοῦ Θεοῦ τῇ διαθέσει καταστήσας δι' ἀποστροφῆς μὲν τῶν θνητῶν καὶ ἀνθρωπίνων, ἐπιστροφῆς δὲ γνησίας τῆς πρὸς αὐτόν. Ἔπειτά φησι· Τοῦτο πεποίηκα, οὐκ ἐμαυτῷ θαῤῥῶν, ἀλλ' ἐπὶ σοὶ τῷ Θεῷ μου πεποιθὼς, πολλῇ παῤῥησίᾳ χρώμενος. Ὁ πάντων μὲν τῶν αἰσθητῶν καὶ ὁρωμένων καταφρονήσας, ἐπὶ δὲ τὸν ἀσώματον καὶ ἀόρατον Θεὸν τὴν ἑαυτοῦ ψυχὴν ἐπάρας, ὡς ἂν ἴδιον ἑαυτοῦ κτῆμα γενόμενον τὸν Θεὸν ἐπικαλεῖσθαι θαῤῥεῖ· διὸ λέγει· Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα. Καὶ τὰ παρ' ἐμοῦ μὲν, φησὶ, ταῦτα. Λοιπὸν δὲ εὐχῆς μοι δεῖ, καὶ τῆς παρὰ σοῦ τοῦ Θεοῦ συνεργείας, πρὸς τὸ μὴ ἐκπεσεῖν τοῦ σκοποῦ, μηδ' ὥσπερ ἀφ' ὑψηλῆς ἀκρωρείας πεσόντα ἀποῤῥαγῆναι. Διὸ δέομαι καὶ ἱκετεύω μὴ καταισχυνθῆναι, μηδὲ καταγελασθῆναι ὑπὸ τῶν ἐχθρῶν μου·
Since it is not inscribed as a psalm, nor as an ode, nor as any of the like, nor are the things set before us sent up "to the end," but they are words written by David in the Holy Spirit—therefore in the other interpreters of David it is prefixed—we shall reasonably say that it contains a teaching of confession toward God, which David himself first used, and then also handed down to us, instructing us how one must heal one's own soul when it is sick through confession. To you, Lord, I have lifted up my soul; my God, in you I have trusted, let me not be put to shame; nor let my enemies laugh at me; for all who wait upon you shall certainly not be put to shame. These things he says as though he had lifted his own soul on high, transferred and raised it above the things here below, and had set it above, near to God, by his disposition, through a turning away from mortal and human things, and a genuine turning toward him. Then he says: This I have done, not trusting in myself, but trusting in you, my God, using great boldness. He who has despised all perceptible and visible things, and has lifted up his own soul to the bodiless and invisible God, so that God, having become his own possession, he dares to call upon him; therefore he says: My God, in you I have trusted. And these things, he says, are on my part. For the rest, I need prayer and cooperation from you, God, so as not to fall away from the goal, nor, as if falling from a high peak, be broken off. Therefore I ask and beseech that I not be put to shame, nor be laughed at by my enemies.
ταῦτα δέ μοι ἔσται ἐκ τῆς σῆς τοῦ Θεοῦ μου βοηθείας. Τὰ μὲν γὰρ πρῶτα ἐξ ἐμῆς ἦν προαιρέσεως, τὸ ἄγειν καὶ φέρειν τὴν ἐμαυτοῦ ψυχὴν ὅπη καὶ βούλομαι· τὰ δὲ δεύτερα τῆς σῆς ἀντιλήψεως καὶ συνεργείας δεῖται. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Μόνον ὑπομένειν τῇ προθέσει, μηδὲ μεταβάλλειν, καὶ μεθίστασθαι τῆς πίστεως. Οἱ γὰρ εὐρίπιστοι καὶ παντὶ ἀνέμῳ περιφερόμενοι πάθοιεν ἄν ποτε τὰ τῆς αἰσχύ νης· οὐ μὴν καὶ οἱ λέγειν μεμαθηκότες· Ὑπομένων ὑπέμεινα τὸν Κύριον. Ἀντὶ δὲ τοῦ, ἀνομοῦντες, οἱ λοιποὶ καὶ ἡ πέμπτη ἔκδοσις, οἱ ἀποστατοῦντες ἡρμηνεύκασιν· σαφῶς τοὺς παραβάτας, καὶ μὴ τῷ προτέρῳ ἑαυτῶν σκοπῷ ἐμμένοντας καταισχυνθήσεσθαι ἀποφηνάμενοι. Τῆς γὰρ ἀποστασίας ἑαυτῶν καρπὸν ὑπόκενον εὑρόντες, ὡς ἂν διακενῆς ἀποστατήσαντες τοῦ Θεοῦ, καταισχυνθήσονται. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Εἰσὶ δὲ ὁδοὶ τοῦ Κυρίου αἱ τῆς προνοίας αὐτοῦ διοικήσεις, καθ' ἃς τὰ σύμπαντα διακυβερνᾷ· περὶ ὧν ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγεν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Οὕτω δὲ καὶ τρίβοι αὐτοῦ εἶεν αἱ κατὰ μέρος διοικήσεις τῶν ὅλων, καθ' ἃς ὥσπερ ἐπιπορευόμενος τά τε κατ' οὐρανὸν καὶ τὰ ἐπὶ γῆς τῇ προνοητικῇ δυνάμει, τρίβους ἑαυτοῦ καὶ πορείας τοῖς νοεῖν δυναμένοις δείκνυσι· διὸ κατὰ τὸν Σύμμαχον, εἴρηται, καὶ τὰς πορείας σου δίδαξόν με.
But this will be for me from your help, my God. For the first things were from my own choice—to lead and carry my own soul wherever I wish; but the second things need your assistance and cooperation. Let those who transgress the law without cause be put to shame. Only let them endure in their purpose, and not change, nor depart from the faith. For the fickle and those carried about by every wind would at some time suffer the things of shame; but not so those who have learned to say: "In enduring I endured the Lord." Instead of "those who transgress the law," the rest and the Fifth Edition have translated it as "those who apostatize," clearly declaring that transgressors, and those who do not remain in their former purpose, will be put to shame. For having found the empty fruit of their own apostasy, as though they had apostatized from God without cause, they will be put to shame. Make your ways known to me, O Lord, and teach me your paths. Lead me in your truth and teach me, for you are God my Savior, and I have waited for you all the day long. The ways of the Lord are the administrations of his providence, by which he steers all things; concerning which the divine Apostle, teaching, said: "O the depth of the riches and wisdom and knowledge of God! How unsearchable are his judgments and how inscrutable his ways!" And so also his paths would be the particular administrations of all things, by which, as it were, traversing both the things in heaven and the things on earth by his providential power, he shows his paths and journeys to those able to understand; therefore, according to Symmachus, it is said, "and teach me your journeys.
Ταῦτα δέ με διδάσκων, ἐπίστησόν με τῇ ἀληθείᾳ σου, πρὸς τὸ μὴ
σφάλλεσθαι ψευδοδοξοῦντα, καὶ ἕτερα ἀνθ' ἑτέρων ἐν τῇ τῶν φυσικῶν θεωρίᾳ δοξάζειν, ὁποῖα πεπόνθασιν οἱ σοῦ τοῦ Θεοῦ μὴ τυχόντες διδασκάλου, λογισμοῖς δὲ θνητοῖς καὶ ἀνθρωπίνοις καταστοχασάμενοι τῶν πραγμάτων, καὶ μακρὰν τῆς ἀληθείας ἐξακοντισθέντες. Διδαχθεὶς δὲ παρὰ σοῦ, ὅτι μὴ μόνον κτίστης καὶ δημιουργὸς καὶ Θεός μου τυγχάνεις, ἀλλὰ καὶ Σωτήρ μου, εἰκότως σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν, τουτέστι πᾶσαν τὴν ζωήν μου, μεμαθηκὼς, ὅτι πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν. Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς. Οὐχ ἡγοῦμαι ταῦτα τῷ Δαυῒδ τοσοῦτον ἁρμόζειν, ὅσον τοῖς ἐξομολογεῖσθαι ἐπὶ τοῖς πρότερον ἁμαρτήμασιν ἑαυτῶν διδασκομένοις. Οὐ γὰρ εὑρίσκομεν τὸν Δαυῒδ ἐν τῇ νεότητι αὐτοῦ ἡμαρτηκότα, οὐδ' ἐν τῇ παιδικῇ ἡλικίᾳ· ἀλλ' οὐδ' ἐν ἀγνοίᾳ γεγενημένον. Μήποτ' οὖν ἡ διδασκαλία ὡς παρὰ ἰατροῦ τοῖς νενοσηκόσι, καὶ ἐν τῇ τῆς ἡλικίας ἀκμῇ ἐντὸς γενομένοις Θεοῦ γνώσεως, νεωτερικοῖς ἁμαρτήμασιν ἐγκαλινδηθεῖσιν, δίκην φαρμάκου παραδέδοται; ὡς ἂν μαθόντες ἐξομολογοῖντο τὰ ἐν ἀγνοίᾳ αὐτοῖς πεπλημμελημένα, ἀνακαλύπτοντες τῷ Θεῷ, καὶ ὥσπερ παλαιὰ τραύματα τῆς ἑαυτῶν ψυχῆς ἀπογυμνοῦντες αὐτῷ, δεόμενοί τε ἰάσεως καὶ θεραπείας τυχεῖν διὰ τοῦ ἐλέους αὐτοῦ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς τὰς ὁδοὺς αὐτοῦ.
Teaching me these things, establish me in your truth, so that I may not go astray by holding false opinions, and in the contemplation of natural things judge one thing in place of another—such as has befallen those who have not obtained you, God, as their teacher, but have conjectured about matters by mortal and human reasonings, and have been hurled far from the truth. But having been taught by you that you are not only my Creator and Maker and God, but also my Savior, I reasonably waited for you the whole day, that is, my whole life, having learned that all who wait for you shall not be put to shame. Remember your compassions, O Lord, and your mercies, for they are from eternity. Do not remember the sins of my youth and my ignorances. I do not consider these things to fit David so much as those who are being taught to confess their former sins. For we do not find David having sinned in his youth, nor in his childhood; nor indeed having been in ignorance. May it not be, then, that this teaching is handed down like a medicine from a physician to the sick—to those who have come within the knowledge of God at the very prime of life, yet have wallowed in youthful sins—so that, having learned, they might confess the offenses committed in ignorance, uncovering them to God and laying bare, as it were, the old wounds of their own soul to him, and entreating to obtain healing and cure through his mercy, for the sake of your goodness, O Lord. Good and upright is the Lord; therefore he will give law to those who sin in the way. He will guide the meek in judgment; he will teach the meek his ways.
Χρη στός ἐστιν καὶ εὐθὲς, φησὶν, ὁ Κύριος, εὖ διατιθέμενος τὰ πάντα, καὶ τὴν εὐθεῖαν ὁδὸν ἀγαπῶν, τά τε σκολιὰ εἰς εὐθεῖαν ἄγων. Διὰ τοῦτο οὐκ ἀποστρέφεται, οὐδὲ παρορᾷ καταλιμπάνων αὐτοὺς φθείρεσθαι ταῖς ἑαυτῶν ἁμαρτίαις· ἀλλ' οἷα φιλάνθρωπος καὶ ἀγαθὸς Σωτὴρ νοσούντων μᾶλλον ἢ ὑγιαινόντων τὴν φροντίδα ποιεῖται· καὶ τούτοις νομοθετεῖ, μετανοίας ὁδοὺς ὑποδεικνὺς αὐτοῖς, καὶ νόμους τοὺς ἁρμόζοντας αὐτοῖς πρὸς σωτηρίαν παρατιθέμενος. Ἔστι γάρ τις καὶ ὁδὸς τοῖς ἁμαρτάνουσιν ἐπιδεδειγμένη σωτηρίας, ἡ τῆς ἐπιστροφῆς καὶ μετανοίας καὶ ἐξομολογήσεως, ὡς ἑτέρα οὖσα παρὰ τὴν τοῖς τελείοις δεδομένην. Νομοθετῶν γὰρ ὁ Θεὸς, ἄλλην μὲν ἁμαρτάνουσιν ὁδὸν δείκνυσιν, ἑτέραν δὲ τοῖς ἐπιστρέφουσιν ἐξ ἁμαρτίας, καὶ ἄλλην πάλιν τοῖς ἐν ἀρετῇ προκόπτουσι, καὶ ἑτέραν τοῖς τελειοτέροις. Διὸ τοῖς μὲν ἁμαρτάνουσιν ὑποδείκνυσιν ὁδόν· τοὺς δὲ πραεῖς ὁδηγήσει ἐν κρίσει κεκριμένως, καὶ αὐτῶν πρόνοιαν ποιούμενος ὡς βελτιόνων· διὸ καὶ μακαρισμῶν αὐτοὺς ἀξιοῖ, κατὰ τὸ, Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Τούτους δὲ καὶ διδάσκει ὁδοὺς αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ὁδοὺς αὐτοῦ, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, ὁδὸν ἑαυτοῦ, ἔφησεν. Ταύτην γὰρ αὐτὸς ὁ Σωτὴρ ὥδευσε τὴν ὁδὸν κατὰ τὸ λελεγμένον· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Κατὰ ταύτην οὖν ἄγων αὐτοὺς, ὁδηγὸς αὐτῶν καὶ χειραγωγὸς γίνεται· διόπερ ὡς σοφὸς νομοθέτης, ἄλλην μὲν ὁδὸν ἐπιδείκνυσι τοῖς ἁμαρτάνουσιν, ἑτέραν δὲ τοῖς πράοις. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν Διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
The Lord is good and upright, he says, ordering all things well and loving the straight way, and leading crooked things into straightness. For this reason he does not turn away, nor does he overlook them, abandoning them to be destroyed by their own sins; but as a philanthropic and good Savior he takes thought for the sick rather than for the healthy; and he legislates for these too, pointing out to them the ways of repentance, and setting before them laws suited to them for salvation. For there is also a certain way of salvation shown to those who sin—the way of conversion and repentance and confession—as being different from the way given to the perfect. For God, in legislating, shows one way to those who sin, another to those turning from sin, and again another to those advancing in virtue, and yet another to the more perfect. Therefore to those who sin he points out a way; but the meek he will guide in judgment with discernment, and he takes providence for them as being better; therefore he also deems them worthy of blessings, according to the saying, Blessed are the meek, for they shall inherit the earth. And these too he teaches his ways. Instead of “his ways,” Aquila and Symmachus said “his own way.” For the Savior himself walked this way, according to the saying, Learn from me that I am meek and humble in heart. Leading them along this way, then, he becomes their guide and leader by the hand; therefore, as a wise legislator, he shows one way to those who sin, and another to the meek. All the ways of the Lord are mercy and truth to those who seek his Covenant and his testimonies.
Πολλαὶ μὲν, φησὶν, αἱ ὁδοὶ τοῦ Κυρίου, πλὴν ἀλλ' ἐν πάσαις τὸ ἔλεος αὐτοῦ προτρέχει· τῷ τε ἐλέει συμπαρορμᾷ ἡ ἀλήθεια· ἐλεεῖ γὰρ τὰ ὄντα καὶ οὐδὲν βδελύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατεσκεύασε. Καθ' ἑκάστην τοίνυν ὁδὸν τῆς τοῦ Θεοῦ διοικήσεώς τε καὶ προνοίας τὸ ἔλεος αὐτοῦ προτρέχει, ἕπεται δὲ τῷ ἐλέῳ ἡ ἀλήθεια. Τοῖς δ' ἐκζητοῦσιν, ἀσχολουμένοις, ὁ εἰπών· Ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν, τὴν περὶ τῶν ζητουμένων ἀλήθειαν παραδίδωσιν. Διαθήκη δὲ αὐτοῦ γενικῶς καὶ καθ' ὅλου ὠνόμασται πᾶσα ἡ ἀνθρώποις παραδοθεῖσα θεόπνευστος Γραφή. Μαρτύρια δὲ αὐτοῦ τυγχάνει ἤτοι τὰ προφητικῶς περὶ αὐτοῦ ἐν τῇ θείᾳ Γραφῇ μεμαρτυρημένα, ἢ τὰ κατὰ διαμαρτυρίαν ὑπ' αὐτοῦ τοῖς τὰ θεῖα παιδευομένοις
παρηγγελμένα. Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Ἀκουέτω, φησὶ, πᾶς ὁ φοβούμενος τὸν Κύριον, μίαν τε ὁδὸν ἣν ἂν ἕλοιτο διαπορευόμενος, τί αὐτὸν περιμένει. Νῦν μὲν κακοπαθήσει, οἷα εἰκὸς, ἐγγυμναζόμενος τοῖς τῆς θεοσεβείας ἄθλοις· ἔσται δὲ καιρὸς ὁπηνίκα ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται· ποίοις δὲ ἀγαθοῖς ἢ περὶ ὧν εἴρηται· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἑξῆς; Τό γε μὲν σπέρμα, ὅπερ κατεβάλετο ἐν τῇ γῇ καθ' ὃν ἐπολιτεύετο ἐπὶ γῆς χρόνον, πολλοὺς κληρονομήσει, σωτηρίας αἴτιον γινόμενον πολλοῖς. Σπέρμα δὲ τί ἂν εἴποις ἢ τὴν διδασκαλίαν καὶ τοὺς λόγους καὶ τὰ συγγράμματα, ἢ τοὺς κατὰ Θεὸν αὐτῷ γεννηθέντας καὶ μαθητευθέντας ἄνδρας;
Many, he says, are the ways of the Lord, yet in all of them his mercy goes before; and with mercy truth runs alongside. For he has mercy on things that exist and abhors nothing that he has made, for he made nothing while hating it. In each way, then, of God's governance and providence, his mercy goes before, and truth follows mercy. To those who seek earnestly and occupy themselves with seeking, he who said, "Seek, and you will find; knock, and it will be opened to you," hands over the truth concerning the things sought. His covenant is named generally and universally as all the God-inspired Scripture handed down to men. His testimonies are either the things testified prophetically concerning him in the divine Scripture, or the things enjoined by him through testimony to those being instructed in divine matters.
Who is the man who fears the Lord? He will lay down a law for him in the way that he has chosen. His soul will dwell among good things, and his seed will inherit the land. Let everyone who fears the Lord hear, he says, as he journeys along the one way that he may have chosen, what awaits him. For now he will suffer hardship, as is likely, being trained in the contests of piety; but there will be a time when his soul will dwell among good things—and what good things, if not those of which it is said, "What eye has not seen," and so on? And his seed, which he sowed in the earth during the time he lived his life on earth, will inherit many, becoming the cause of salvation for many. And what would you call his seed but the teaching and the words and the writings, or the men born to him according to God and made his disciples?
δι' ὧν καὶ μετὰ τὴν ἐν ἀγαθοῖς ἀνάπαυσιν αὐτοῦ μυρίοι τῆς παρὰ τῷ Θεῷ κληρονομίας τεύξονται, ἅτε ἀγαθῶν σπερμάτων τυχόντες καὶ ὠφελημένοι τὴν ἔνθεον καρποφορίαν. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ Διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. Ὁ μὲν Ἀκύλας, ἀπόῤῥητον Κυρίου ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ὁμιλία Κυρίου· ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις, μυστήριον Κυρίου. Ἐντεῦθεν γὰρ εἰς τοσαύτην ἤλασε μακαριότητα ὁ ἀνωτέρω προλεχθεὶς φοβούμενος Κύριον ἐκ τοῦ ὁμιλίαν τοῦ Κυρίου, καὶ ἀπόῤῥητον αὐτοῦ, καὶ τὸ μυστήριον αὐτοῦ γνωστὸν αὐτῷ γεγονέναι, καὶ τὰ ἐν τῇ Διαθήκῃ αὐτοῦ, τοῦτ' ἔστιν ἐν τῇ θείᾳ Γραφῇ, περιεχόμενα μυστήρια. Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Οὐ διὰ τὰ κατορθώματα ὥσπερ ὀφειλομένην τὴν σωτηρίαν αὐτῷ· οἶδα γὰρ, ὅτι, πάντα ποιήσας τὰ παρ' ἐμαυτοῦ, ἔτι τοῦ σοῦ ἐλέους δέομαι. Διὸ ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Σύνοιδα γὰρ ἐμαυτῷ πτωχῷ καὶ ἀβοηθήτῳ καὶ μὴ ἐπαρκοῦντι πρὸς σωτηρίαν. Ἴδιόν τέ ἐστι πάντων τῶν θεοφιλῶν τὸ ἑαυτοὺς κακοῦν ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, καὶ διωγμοῖς· ἀλλ' οὐ καὶ ἀγνοοῦσι τὸ τούτων τέλος· διὸ τυχεῖν αὐτοῦ παρὰ τοῦ Θεοῦ ἱκετεύουσι λέγοντες· Ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ὡς ἂν διελθόντες τὰς τοῦ βίου ἀνάγκας, τὰς δὲ συμφορὰς καὶ τὰς περιστάσεις, εἰπεῖν ποτε δυνηθεῖεν· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
Through these things, even after his rest in good things, countless people will obtain the inheritance that comes from God, inasmuch as they have received good seeds and have been benefited unto divine fruit-bearing. The Lord is the strength of those who fear him, and his covenant is to make it known to them. Aquila rendered it "the secret of the Lord"; Symmachus, "the converse of the Lord"; Theodotion and the Fifth Edition, "the mystery of the Lord." For from this the one previously mentioned, who fears the Lord, has been driven to such great blessedness—from the fact that the converse of the Lord, and his secret, and his mystery, and the things contained in his covenant, that is, in the divine Scripture, have become known to him. My eyes are continually toward the Lord, for he will pluck my feet out of the snare. Look upon me and have mercy on me, for I am only-begotten and poor. The afflictions of my heart have been multiplied; bring me out of my necessities. Not because of his achievements, as though salvation were owed to him—for I know that, having done all that lies in my power, I still need your mercy. Therefore look upon me and have mercy on me. For I am conscious in myself that I am poor and helpless and insufficient for salvation. And it is characteristic of all who love God to afflict themselves in afflictions, in necessities, in distresses, and in persecutions; but they are not ignorant of their end; therefore they entreat to obtain it from God, saying: Bring me out of my necessities—so that, having passed through the necessities of life, and its calamities and circumstances, they might one day be able to say: We went through fire and water, and you brought us out into refreshment.
Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. Τὰ μὲν παρ' ἐμοῦ σπουδάζεται, τὰ δὲ παρὰ σοῦ τυχεῖν ἀξιῶ. Ἐγὼ μὲν οὖν ἐμαυτὸν κολάζω, καὶ ὥσπερ δίκην εἰσπραττόμενος ὧν πρότερον ἐπλημμέλησα, ἐμαυτὸν τιμωροῦμαι, ταπεινῶν ἐμαυτὸν ἐν κόποις καὶ πόνοις· σὺ δὲ, ὁ Θεὸς, οἷά τις ἀγωνοθέτης, τὸν ἐμὸν ἀγῶνα θεωρῶν καὶ τοὺς ἐμοὺς καμάτους, δίδου τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ συγχώρει ὅσα πώποτε διεπραξάμην ἐν ἁμαρτίαις. Ἀλλὰ καὶ θεασάμενος τοὺς ἐμοὺς ἐχθροὺς ὁπόσοι ὄντες ἐπεβούλευον, καὶ ὡς μῖσος ἄδικον ἐμίσησάν με, φύλαξ γενοῦ τῆς ἐμῆς ψυχῆς, καὶ ῥῦσαί με τῆς τῶν πολεμίων ἐπιβουλῆς. Τοσαῦτα δὲ πράξας καὶ τοσαῦτα δεηθεὶς, μὴ καταισχυνθῆναι ἀξιῶ. Σὲ γὰρ ἐλπίδα ἐμαυτοῦ θέμενος, ἀκριβῶς οἶδα καὶ πέπεισμαι, ὅτι ἡ ἐλπὶς οὐ καταισχύνει. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε. Λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. Καὶ τοῦτό μοι πρὸς τοῖς ἄλλοις κατορθώμασι μέγα ὑπῆρξε, καὶ σοὶ τῷ Θεῷ φίλον· πολλοῖς γὰρ ἐγινόμην ὑπογραμμὸς καρτερίας, βίου τε σεμνοῦ καὶ μετανοίας καὶ ἐξομολογήσεως· διὸ ἄκακοι ἄνδρες καὶ εὐθεῖς συνήπτοντό μοι κολλώμενοι, καὶ συμβιοῦν ἀξιοῦντες, δι' οὐδὲν ἕτερον ἢ ὅτι ὑπέμενον καρτερῶν, καὶ
See my humiliation and my toil, and forgive all my sins. See my enemies, that they have multiplied, and with unjust hatred they have hated me. Guard my soul and rescue me; let me not be put to shame, for I have hoped in you. The things that come from me are pursued with zeal, but the things that come from you I deem worthy to obtain. I, then, punish myself, and as though exacting a penalty for the things in which I formerly transgressed, I take vengeance on myself, humbling myself in toils and labors; but you, O God, like some judge of the contest, watching my struggle and my exertions, grant the forgiveness of sins, and pardon all that I have ever committed in sins. But also, having seen my enemies, how many they are who plotted against me, and how with unjust hatred they have hated me, become the guardian of my soul, and rescue me from the plots of the enemies. Having done so many things and made so many requests, I deem it worthy not to be put to shame. For having set you as my hope, I know precisely and am persuaded that hope does not put to shame. The guileless and upright clung to me, because I waited for you. Redeem, O God, Israel from all his afflictions. And this, in addition to my other achievements, proved great for me, and dear to you, O God; for I became a model of endurance for many—of a reverent life, and of repentance, and of confession. Therefore guileless and upright men joined themselves to me, clinging to me and deeming it worthy to live with me, for no other reason than that I endured patiently, and
πάντα ὑπέφερον, σὲ τὴν ἐμαυτοῦ ἐλπίδα προβεβλημένος. Τούτοις ἅπασιν ἐπιλέγει· Λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ· ἤτοι αὐτὸς ἑαυτὸν ἐξομολογούμενος Ἰσραὴλ ὀνομάζων διὰ τὰ προλεχθέντα αὐτοῦ κατορθώματα· τοιοῦτος γάρ ἐστιν ὁ κατὰ ψυχὴν Ἰσραήλ. Ἢ ἄλλως, διδασκόμενος μὴ ἑαυτὸν μόνον φυλάττειν, μηδὲ αὐτῷ μόνῳ σπουδάζειν, καὶ περὶ μόνου ἑαυτοῦ τὸν Θεὸν ἱκετεύειν· μετὰ δὲ τὸ κατορθῶσαι καὶ εὖ τὰ καθ' ἑαυτὸν διαθέσθαι, ὑπὲρ τοῦ παντὸς λαοῦ τοῦ Θεοῦ τὰς παρακλήσεις ἀναπέμπει· ἱκετεύει τε, ἵν' ὥσπερ ἀνωτέρω ἑαυτὸν ἠξίου ῥυσθῆναι ἀπὸ τῶν ἑαυτοῦ θλίψεων, οὕτω καὶ πάντα τὸν τοῦ Θεοῦ λαὸν κατὰ διάνοιαν Ἰσραὴλ ὀνομαζόμενον.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΕʹ.
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ σαλευθῶ. Ἰδίως ἄν τις ἐπὶ τὸν Δαυῒδ ἀναφέρων τοὺς προκειμένους λόγους, εἴποι ἂν ἐντυχίαν αὐτὸν ποιεῖσθαι πρὸς τὸν Θεὸν περὶ τοῦ ἰδίου βίου. Τοῦ γὰρ ἱεροῦ Ἀποστόλου φήσαντος· Πρῶτον πάντων δεῖ ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας· καὶ διελόντος τὰ προλεχθέντα εἰς εἴδη τέσσαρα, ἡμᾶς προσήκει τὴν διάνοιαν τοῖς ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν ἐμφερομένοις ἐφιστᾷν τὸν νοῦν, ἐπισημαινομένους τίνες μὲν αὐτῶν περιέχουσι δεήσεις, καὶ τίνες προσευχὰς, καὶ τίνες ἐντεύξεις, καὶ ἐπὶ πᾶσι τίνες εὐχαριστίας· τί τε διαφέρει θάτερον θατέρου, ἀναλέγεσθαί τε ἀπὸ πάσης τῆς βίβλου τῶν Ψαλμῶν τὰ ἰδιώματα τῶν εἰρημένων· οἷον τὰς μὲν δεήσεις ἀπὸ τῶν περιεχόντων παρακλήσεις, καὶ ἱκετηρίας, ἐν αἷς δὲ καὶ ἐξομολογήσεις φέρονται·
I endured all things, having set before me you, my own hope. To all these things he adds: Redeem, O God, Israel from all his afflictions; that is, Israel himself confessing, naming himself Israel because of the good deeds previously spoken of; for such is the man who is Israel according to the soul. Or otherwise, being taught not to guard himself alone, nor to be zealous for himself alone, and to supplicate God concerning himself alone; but after succeeding and ordering his own affairs well, he sends up petitions on behalf of all the people of God; and he supplicates that, just as above he deemed himself worthy to be rescued from his own afflictions, so also all the people of God, named Israel according to the mind.
PSALM 25 OF DAVID.
Judge me, O Lord, because I have walked in my innocence, and hoping in the Lord I shall not be shaken. One who refers the words set before us specifically to David might say that he makes an interview with God concerning his own life. For since the holy Apostle said: First of all, supplications, prayers, intercessions, thanksgivings must be made; and divided the things previously spoken into four kinds, it is fitting for us to apply our mind to the meaning of the things contained in the book of Psalms, noting which of them contain supplications, and which prayers, and which intercessions, and above all which thanksgivings; and what the difference is between one and the other, and to gather from the whole book of Psalms the peculiarities of the things said; for example, supplications from those containing petitions and entreaties, and in which also confessions are brought forward;
ὁποῖός ἐστιν ὁ εἰκοστὸς τέταρτος ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε ψαλμὸς, οὔτε ὕμνος, οὔτε τι τοιοῦτον· ἀλλ' ἁπλῶς τῷ Δαυῒδ ἐπιγεγραμμένος. Προσευχαὶ δέ εἰσιν, ὅσοι ἐν τῇ προγραφῇ προσευχῶν ἐπιγράφουσιν· οἷον ὁ ἓξ καὶ δέκατος, καὶ ὁ ὀγδοηκοστὸς πέμπτος, καὶ ὀγδοηκοστὸς ἔννατος, καὶ ἑκατοστὸς πρῶτος, καὶ ἑκατοστὸς τεσσαρακοστὸς πρῶτος. Εὐχαριστίαι δέ εἰσιν οἱ ὁμοίως ἔχοντες τῷ ἑκατοστῷ δευτέρῳ, ἐν ᾧ εἴρηται· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, καὶ τὰ ἑξῆς. Ἔντευξιν δὲ περιέχει ὁ μετὰ χεῖρας, ἐν ᾧ γέγραπται· Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην, καὶ τὰ ἑξῆς. Ἐρεῖς οὖν, ἐπειδὴ ὄντως ἤρξατο ὁ Δαυῒδ, ὡς οἱ θεοφιλεῖς ἄνδρες ἐν τοῖς ἑαυτῶν τοῦ βίου κατορθώμασιν εἶχόν τινα πλεονεκτήματα ἐξαίρετα, ἐν οἷς ἕκαστος αὐτῶν ἰδίως διαπρεπὴς γέγονεν· οἶον ὡς ἐπὶ παραδείγματος, Ἰωσὴφ ἐν σωφροσύνῃ, Ἰὼβ τῇ τῶν δεινῶν ὑπομονῇ, Σολομὼν ἐν σοφίᾳ καὶ φρονήσει· Ἀβραὰμ διὰ τῆς πίστεως δεδικαιῶσθαι λέγεται· καὶ ἄλλος πάλιν ἐν ἄλλῳ ἀρετῆς ἀγῶνι μεμαρτύρηται διαλάμψας. Τούτοις οὖν ὁμοίως καὶ ὁ Δαυῒδ ἐξαίρετον ἀρετὴν κτησάμενος ἀναγέγραπται τὴν ἀνεξικακίαν· δι' ἣν καὶ τὸν Σαοὺλ ἤνεγκε, μυρία κατ' αὐτοῦ δεδρακότα, ἅπερ πράως καὶ ἀνεξικάκως ὑπομείνας ἀναγέγραπται. Ἐπεὶ τοίνυν ἐξαίρετος ἦν αὕτη τοῦ Δαυῒδ ἀρετὴ, λέγω δὲ ἡ τῆς πραότητος καὶ ταπεινοφροσύνης καὶ ἀνεξικακίας, ταῦτα πάντα ὁμοῦ περιλαβὼν ἀκακίαν αὐτὰ ὠνόμασε· καὶ ὡς ἐν τούτῳ μάλιστα τῷ μέρει κατορθώσας, ἐν τῇ πρὸς τὸν Θεὸν ἐντεύξει φησί· Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην.
Of what sort is the twenty-fourth psalm, being neither an ode, nor a psalm, nor a hymn, nor anything of that kind, but simply inscribed with the name of David. And they are prayers, as many as are inscribed in their superscription as prayers: for example, the sixteenth, and the eighty-fifth, and the eighty-ninth, and the hundred and first, and the hundred and forty-first. And they are thanksgivings which are similar to the hundred and second, in which it is said: Bless the Lord, O my soul, and forget not all his recompenses, and the rest. But the one at hand contains an entreaty, in which it is written: Judge me, O Lord, because I have walked in my innocence, and the rest. You will say, then, since David truly began, as the God-beloved men in their own successes of life had certain exceptional advantages, in which each of them became peculiarly distinguished—for example, Joseph in chastity, Job in endurance of terrible things, Solomon in wisdom and prudence; Abraham is said to have been justified through faith; and another again is testified to have shone forth in another contest of virtue. Similarly to these, then, David also, having acquired an exceptional virtue, is recorded to have possessed forbearance; through which he also bore with Saul, who had done countless things against him, which he is recorded to have endured gently and with forbearance. Since, therefore, this was an exceptional virtue of David—I mean that of gentleness and humility and forbearance—having comprehended all these together he named them innocence; and as having succeeded especially in this part, in his entreaty to God he says: Judge me, O Lord, because I have walked in my innocence.
Ἐπεὶ δὲ μέγα περὶ ἑαυτοῦ ἀπεφήνατο, ὥσπερ ἐγκαυχησάμενος τῷ ἐξαιρέτῳ ἑαυτοῦ κατορθώματι τῆς ἀκακίας ἢ τῆς ἁπλότητος, ἐπιλαμβάνεται αὐτὸς ἑαυτοῦ καὶ ἐπιλέγει ἀναγκαίως ἑξῆς· Καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω. Ἀναγκαίως οὖν συνέπλεξεν ἑαυτὸν τῇ ἐπὶ τὸν Κύριον ἐλπίδι, καὶ ἑαυτοῦ κατηγορεῖ, ὡς δυναμένου σαλευθῆναι καὶ ἐκτραπῆναι καὶ ἐξασθενῆσαι. Πλὴν οὐδὲν
πείσεσθαι διὰ τὴν εἰς Θεὸν ἐλπίδα θαῤῥῶν διεβεβαιοῦτο· ᾔδει γὰρ, ὅτι ἡ ἐλπὶς οὐ καταισχύνει, κατὰ τὸν Ἀπόστολον Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. Οὐχ ὡς ἀλαζονευόμενος, οὐδ' ἐπαιρόμενος ἔλεγε τό· Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου· ἀλλ' ὡς ἐν εὐχῇ παρακαλῶν ὑπὸ τοῦ Θεοῦ καθαρθῆναι διὰ τῆς πυρώσεως, εἰ δέοιτο καθάρσεως. Παρακαλεῖ τοίνυν δοκιμασθῆναι καὶ πειρασθῆναι τὴν προλεχθεῖσαν αὑτοῦ ἀρετὴν, καθ' ἢν διαπρέψας ἀποδέδεικται, οὐκ ἐφ' ἑαυτῷ πεποιθὼς, ἀλλ' ἐπὶ τῷ τοῦ Θεοῦ ἐλέῳ. Οὕτω γοῦν, φησὶ, διὰ παντὸς σὲ τὸν Θεὸν καὶ τὸν σὸν ἔλεον πρὸ ὀφθαλμῶν ἔχων, πάντα τὸν ἐμαυτοῦ βίον καὶ πάσας μου τὰς πράξεις ἐπαιδαγώγουν, ὡς εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου. Οὐ γὰρ μεθ' ὑποκρίσεως, ἀλλ' ἐν ἀληθείᾳ περιεπάτησα καὶ ἀνεστράφην, μόνῳ τῷ Θεῷ εὐαρεστῆσαι σπουδάζων. Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
But since he had declared something great about himself, as if boasting in his own exceptional accomplishment of guilelessness or simplicity, he takes himself in hand and necessarily adds next: And hoping in the Lord, I shall not be weakened. Necessarily, then, he joined himself to the hope in the Lord, and he accuses himself, as one who is able to be shaken and turned aside and weakened. Nevertheless, trusting that he would suffer nothing because of his hope in God, he affirmed it; for he knew that hope does not put to shame, according to the Apostle: Test me, O Lord, and try me; refine my reins and my heart. For your mercy is before my eyes, and I was well-pleasing in your truth. He did not say, Test me, O Lord, and try me; refine my reins and my heart, as one boasting or puffed up, but as one entreating in prayer to be purified by God through refining, if he should need purification. He entreats, therefore, that the virtue previously mentioned in him, in which he is shown to have excelled, be tested and tried, not trusting in himself, but in the mercy of God. Thus, then, he says, having you, God, and your mercy before my eyes at all times, I trained my whole life and all my actions, so as to be well-pleasing in your truth. For I walked and conducted myself not with hypocrisy, but in truth, striving to be well-pleasing to God alone. I did not sit with a council of vanity, and with the lawless I shall not enter. I hated the assembly of those who do evil, and with the impious I shall not sit.
Εἴ που τοίνυν συνήρχοντο κατὰ τὸ αὐτὸ ἄνδρες οὐ σπουδαῖοι, οὐδ' ἐπὶ σπουδαίοις πράγμασι συνεδρεύοντες, ἐπὶ ματαίοις δὲ καὶ οὐκ ἀναγκαίοις ποιούμενοι τὴν σύνοδον· τούτους, φησὶν, ἔφυγον, ὥστε μὴ συμπεριπλέκεσθαι αὐτῶν τῇ ματαιότητι, *** ὡς καὶ παρὰ τὸν θεῖον νόμον τολμᾷν τινὰ δρᾷν· καὶ τούτους ἔτι μᾶλλον ἔφυγον, παραιτούμενος τὴν ἅμα αὐτοῖς εἰς τὴν πλάνην εἴσοδον. Καὶ εἴ ποτε δὲ ἑώρων ἐκκλησιάζοντάς τινας, καὶ οὐκ ἐπὶ ματαιότητος συνερχομένους, ἀλλ' οὐδ' ἐπὶ παρανόμοις ἔργοις, ἀλλ' ἐπὶ πονηροῖς καὶ ἀσεβέσι δόγμασιν, ἐν ἐκκλησίᾳ δῆθεν συγκροτουμένους, τούτους δὴ μάλιστα παρὰ τοὺς προλεχθέντας μίσους ἀξίους ἡγούμην. Καὶ ἕτερον δὲ τάγμα παρὰ τὰ προλελεγμένα εἰδὼς, τὸ τῶν ἀσεβῶν, τῶν τὸν Θεὸν μὴ εἰδότων, εἰδωλολατρείαις καὶ πλάνῃ καλινδουμένων, ἀνεχώρουν αὐτῶν, ὡς μηδὲ βούλεσθαι αὐτοῖς συγκαθέζεσθαι, μηδ' ἐπὶ πολὺ συγχρονίζειν, μὴ ἄρα τις ἐξ αὐτῶν γένοιτό μοι μετάδοσις ἀσεβείας· διὸ φημί· Καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαι φωνῆς αἰνέσεως, καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Κυκλῶν σου τὸ θυσιαστήριον, ὕμνους ἀνέπεμπον ἀντὶ θυσίας, καὶ τὴν ἐμὴν φωνὴν ἀκουστὴν ἐποίουν τοῖς πλησιάζουσιν, ὥστε πάντας ἀκούειν τῆς ἐμῆς φωνῆς αἰνούσης σε τὸν Θεὸν καὶ διηγουμένης πάντα τὰ θαυμάσιά σου. Ἐν γὰρ τοῖς εἰς σὲ ὕμνοις συμπαρελάμβανον τὰς θαυμασίας σου πράξεις, ἃς ἐνεδείξω τοῖς ἡμετέροις προπάτορσιν.
If, then, men of no worth ever gathered together in the same place, not assembling for worthy matters but holding their meeting over vain and unnecessary things—these, he says, I fled, so as not to be entangled in their vanity, *** so as even to dare to do something contrary to the divine law; and these I fled all the more, declining the entrance together with them into error. And whenever I saw some assembling, not gathering for vanity, nor yet for lawless deeds, but for evil and impious doctrines, ostensibly formed into a church—these above all I deemed worthy of hatred beyond those previously mentioned. And knowing also another order besides those previously spoken of, that of the impious, of those who do not know God, who wallow in idolatries and error, I withdrew from them, so as not even to wish to sit with them, nor to spend much time with them, lest perhaps some sharing in impiety come to me from them; therefore I say: And with the impious I will not sit. I will wash my hands in innocence, and I will compass your altar, O Lord, to hear the voice of praise, and to recount all your wonders. O Lord, I have loved the beauty of your house, and the place of the tabernacle of your glory. Compassing your altar, I sent up hymns instead of sacrifice, and I made my voice audible to those who drew near, so that all might hear my voice praising you, God, and recounting all your wonders. For in the hymns to you I included your wonderful deeds, which you showed to our forefathers.
Οὐ μόνον δὲ τὸ θυσιαστήριόν σου ἐκύκλουν, ἀλλὰ καὶ πάντα τὸν οἶκόν σου ἠγάπησα, Κύριε· καὶ τούτου μάλιστα τὴν εὐπρέπειαν θεωρουμένην ἐν εὐσεβέσι δόγμασι καὶ λόγοις, ἔν τε τοῖς θεοπνεύστοις ἀναγνώσμασιν. Εὐπρέπεια δὲ εἴη τοῦ οἴκου τοῦ Θεοῦ καὶ ὁ τῶν συνερχομένων κόσμος, ὅ τε βίος ὁ ἀνεπίληπτος καὶ τὸ κόσμιον τοῦ πλήθους, καὶ ἡ ὁμοφροσύνη τῶν συνερχομένων. Ἀλλ' ἐπεὶ καὶ αὐτὸ ἔδαφος δι' ὑπερβολὴν τῆς πρὸς Θεὸν ἀγάπης ἀγαπητὸν τυγχάνει ταῖς φιλοθέοις ψυχαῖς, ἕτερον ὂν παρὰ τὴν ἀποδοθεῖσαν ἡμῖν εὐπρέπειαν τοῦ οἴκου τοῦ Θεοῦ, εἰκότως ἐπιλέγει· Καὶ τόπον σκηνώματος δόξης σου. Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με, Κύριε, καὶ ἐλέησόν με. Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. Ἐπεὶ τοίνυν ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρηθήσεται ἡμῖν, καὶ ἐν ᾧ κρίματι κρίνομεν, κριθησόμεθα, διὰ τοῦτο συνεχῶς τὴν ἀκακίαν προβάλλεται, τουτέστι τὴν ἀμνηστίαν κακῶν, καὶ τὴν πρὸς τοὺς εἰς αὐτὸν ἡμαρτηκότας ἀνεξικακίαν· ὡς ἂν καὶ αὐτὸς τῆς ἴσης παρὰ τοῦ Θεοῦ τύχοι ἀμνηστίας ἐπὶ τῷ συμβεβηκότι αὐτῷ σφάλματι. Καὶ ταῦτα ἱκετεύσας ἐπιθειάζει τῷ ἁγίῳ καὶ προφητικῷ
Not only did I encircle your altar, but I also loved your whole house, O Lord—and especially its comeliness, which is seen in pious doctrines and words, and in the God-inspired readings. And let the comeliness of the house of God be both the adornment of those who assemble and the blameless life and the orderliness of the multitude, and the concord of those who come together. But since even the floor itself, through the excess of love toward God, is beloved by souls that love God, being something other than the comeliness of the house of God that has been set before us, he rightly adds: And the place of the tabernacle of your glory. But I walked in my innocence; redeem me, O Lord, and have mercy on me. My foot stood in uprightness; in the congregations I will bless you, O Lord. Since, therefore, with the measure by which we measure it will be measured back to us, and by the judgment by which we judge we will be judged, for this reason he continually sets forth his innocence—that is, the forgetting of evils and the forbearance toward those who have sinned against him—so that he too might obtain from God an equal forgetting with respect to the fault that has befallen him. And having supplicated these things, he speaks in a divine manner to the holy and prophetic
Πνεύματι λέγων ἑξῆς· Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. Προφητεύει γὰρ, ὅτι, εἰ καί ποτε γέγονεν ἐν τοῖς ποσὶν αὐτοῦ σάλος καὶ κλόνος καὶ κίνησις· ἀλλ' οὐ πεσεῖται ἐπὶ τούτοις, στήσεται δὲ ἐν εὐθύτητι, μέλλων ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεὸν, τὴν διὰ πασῶν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μνήμην ἑαυτοῦ προαναφωνήσας· εἰς ἔτι γοῦν καὶ σήμερον καθ' ὅλης τῆς οἰκουμένης ἐν ταῖς Χριστοῦ ἐκκλησίαις ὁ Δαυὶδ εὐλογεῖ τὸν Κύριον. ΤΩ ΔΑΥΙΔ Κ ʹ.
Κύριος φωτισμός μου, καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; Καὶ διὰ τοῦτο τί διδάσκει τὸ Πνεῦμα τὸ προφητικόν; Ὅπως προσήκει τὸν τῷ Θεῷ ἀνακείμενον εὐχαριστεῖν αὐτῷ, καὶ ὁποῖα παρὰ τοῦ Θεοῦ αἰτεῖν. Περιέχει δὲ ὁ λόγος εὐχαριστίαν. Εἰκότως τοίνυν οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε τι τῶν παραπλησίων ἐπιγέγραπται· Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Ὁ μὲν τὴν ψυχὴν ἐν νυκτὶ καὶ σκότῳ καλινδούμενος, οὐκ εἰδὼς ὅποι φέρεται καὶ ὅπως προσκόπτει, μυρία κακὰ φοβηθήσεται, ὡς ἂν παντελῶς ἐπισπώμενος· ὅθεν πάντα φόβον ὑπιδόμενος καταπτήσσει, καὶ τῆς εἰς τὸν Θεὸν ὁμολογίας ἔξαρνος γίνεται. Ὁ δὲ τῆς ψυχῆς τοὺς ὀφθαλμοὺς ὑπὸ τῆς Κυρίου ἐλλάμψεως φωτισθεὶς πρῶτον μὲν ἁπάντων αὐτὸν τὸν αὐτοῦ πρόμαχον καὶ σωτῆρα ὁπόσος τίς ἐστι θεωρεῖ·
Speaking in the Spirit, he says next: My foot stood in uprightness; in the congregations I will bless you, O Lord. For he prophesies that, even if at some time there has been in his feet a shaking and tossing and movement, yet he will not fall because of these things, but will stand in uprightness, being about to bless God in the congregations, having proclaimed beforehand his own remembrance through all the congregations of God; at any rate, even to this day throughout the whole inhabited world, in the congregations of Christ, David blesses the Lord. Of David 20.
The Lord is my illumination and my Savior; whom shall I fear? The Lord is the protector of my life; of whom shall I be afraid? And for this reason, what does the prophetic Spirit teach? How it is fitting for one who is consecrated to God to give thanks to him, and what sort of things to ask from God. And the passage contains thanksgiving. Reasonably, then, neither "psalm" nor "ode" nor any of the similar terms is inscribed as a title: The Lord is my illumination and my Savior; whom shall I fear? For the one who wallows in his soul in night and darkness, not knowing where he is being carried and how he stumbles, will fear countless evils, inasmuch as he is wholly dragged along by them; whence, suspecting every fear, he cowers, and becomes a denier of his confession toward God. But the one whose soul's eyes have been illuminated by the Lord's radiance first of all beholds him who is his own champion and savior, how great he is.
εἶτ' ἔργῳ παραλαβὼν, ὡς ὁ τῶν ἁπάντων δεσπότης καὶ Κύριος, θυρεὸς αὐτοῦ καὶ ὅπλον ἄμαχον καὶ ὑπερασπιστὴς καθέστηκεν, ἀτρεμὴς γίνεται, καὶ ἅτε τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἀτρεμεῖς ἔχων, καὶ πεφωτισμένους, πάντας τοὺς ἑαυτοῦ ἐχθροὺς, εἴτε τοὺς τὸν Θεὸν ἀγνοοῦντας ἀνθρώπους, εἴτε τὰς ἀοράτους καὶ πονηρὰς δυνάμεις, ἐρήμους ὁρᾷ τοῦ τοσούτου σωτῆρος καὶ βοηθοῦ, καὶ ὡς ἤδη πεπτωκότας θεωρεῖ· διὸ πάσης αὐτῶν τῆς ἐπιβουλῆς καταγελᾷ θαρσῶν τῷ ἑαυτοῦ ὑπερμάχῳ· διό φησιν· Εἰ μὲν μή μοι ὁ τοσοῦτος παρῆν βοηθὸς, φωτίζων μου τὴν ψυχὴν καὶ ὑπερασπίζων μου τῆς ζωῆς, εἰκότως ἐφοβήθην ἂν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, τούς τε ὑπὸ τούτων ἐνεργουμένους, καὶ κατὰ τῶν τοῦ Θεοῦ ἀθλητῶν ἐπανισταμένους. Ἱκανοὶ γὰρ ἦσαν οὗτοι θορυβῆσαι τὴν ψυχήν μου μὴ πεφωτισμένην· ἐπεὶ δὲ αὐτὸς ὁ τῶν ὅλων δεσπότης, ὁ τοῦ Θεοῦ Υἱὸς, φωτισμὸς τυγχάνει, ὁ αὐτὸς δὲ καὶ σωτήρ μου ἐστὶν, εἰκότως φήσαιμ' ἄν, Τίνα φοβηθήσομαι; Οὐδένα γὰρ ἐπιστραφήσομαι τῶν τοσούτων ἐχθρῶν, οὐδὲ ἀπό τινος τούτων δειλιάσω, θαρσῶν τῷ ὑπερασπιστῇ τῆς ζωῆς μου. Πάλιν δ' ἐνταῦθα τηρήσεις, ὡς τὸ, Σωτήρ μου, ἐν τῷ Ἑβραϊκῷ, τὸ ὄνομα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ αὐτοῖς χαρακτῆρσιν Ἑβραϊκοῖς περιέχει, ἐν οἷς ἄν τις τὸν Ἰησοῦν γράψειεν. Ὁ δὲ ταῦτα λέγων διδάσκει ὁποίου πειραθεὶς τοῦ ἑαυτοῦ σωτῆρος, τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς κατεγέλασε· διό φησιν· Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντες καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.
Then, having taken it in hand, as the master and Lord of all things has stood as his shield and invincible weapon and protector, he becomes untroubled; and since he keeps the eyes of his soul untroubled and enlightened, he sees all his own enemies—whether humans who do not know God, or the invisible and evil powers—bereft of so great a savior and helper, and he beholds them as already fallen. Therefore he laughs at all their plotting, confident in his own champion. Therefore he says: If so great a helper had not been present with me, enlightening my soul and shielding my life, I would reasonably have feared the principalities and the authorities and the world-rulers of this darkness, and the spiritual forces of wickedness, and those energized by them and rising up against the athletes of God. For these were capable of disturbing my soul when it was not enlightened; but since the Lord of all himself, the Son of God, is enlightenment, and the same is also my savior, I would reasonably say, Whom shall I fear? For I will turn aside from none of so many enemies, nor will I be cowardly before any of them, confident in the protector of my life. Again here you will observe that the phrase My savior, in the Hebrew, contains the name of our Savior Jesus Christ in the very Hebrew characters in which one would write Jesus. And the one who says these things teaches what sort of savior he experienced, and that he laughed at the plotting of his enemies. Therefore he says: When those who harm me drew near to eat my flesh, my oppressors and my enemies, they themselves grew weak and fell.
Οἱ μὲν ἐπίεσάν μοι θηρίων ἀτιθάσσων δίκην, μονονουχὶ καταπιεῖν με βουλόμενοι καὶ αὐτάς μου καταμασήσασθαι τὰς σάρκας. Διὸ λέλεκται παρὰ τῷ Συμμάχῳ· Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακούργους εἰς τὸ καταφαγεῖν τὰς σάρκας μου. Ἀλλ' οἱ ταῦτα κατ' ἐμοῦ διανοηθέντες, καὶ ἤδη πλησίον γενόμενοι τῶν ἐμῶν σαρκῶν, οὐκ οἶδ' ὅπως ἅπερ πρᾶξαι κατ' ἐμοῦ διανενόηντο, ταῦτα πεπόνθασιν· Αὐτοὶ γὰρ, φησὶν, ἠσθένησαν, καὶ ἔπεσαν, οὐδὲν ἐμοῦ κατ' αὐτῶν ἐνηργηκότος· ἀλλὰ δηλαδὴ τοῦ ἐμοῦ φωτὸς καὶ τοῦ ἐμοῦ σωτῆρος ἀποῤῥήτῳ καὶ θεϊκῇ δυνάμει κατ' αὐτῶν στρατευσαμένου καὶ καταβαλόντος αὐτοὺς, ἵν' ἐγώ τε ῥυσθείην τῆς αὐτῶν ἐπιβουλῆς, καὶ μηδὲν βλαβείην, αὐτοί τε ὠφεληθεῖεν, τῆς ἑαυτῶν κακίας
ἐξασθενήσαντες, κερδάναντες τῷ μὴ τὴν ἑαυτῶν αὐξῆσαι μοχθηρίαν διὰ τῆς κατ' ἐμοῦ βλάβης. Ἔν τισιν ἐπιγέγραπται, Ψαλμὸς τοῦ Δαυῒδ πρὸ τοῦ χρισθῆναι. Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. Κάλλος Κυρίου καὶ εὐπρέπεια καὶ τερπνότης ἐν τῷ οἴκῳ τοῦ Θεοῦ θεωρεῖται, δηλαδὴ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ, διὰ τῶν θεοπνεύστων καὶ ἱερῶν μαθημάτων, ἐν οἷς τὸ ἀληθινὸν τοῦ λόγου κάλλος, καὶ ἡ ἀληθὴς εὐπρέπεια, ᾗ καὶ αὐτὸς ἐπιτέρπεται ὁ Θεὸς καὶ ἐμπολιτεύεται. Οὐκ ἂν δὲ ἁμάρτοις εὐπρέπειαν λέγων καὶ τὸν σώφρονα καὶ σεμνὸν βίον καὶ πᾶσαν τὴν ἐνάρετον πολιτείαν τῶν ἐν θεοσεβείᾳ διαπρεπόντων. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ· ἐν ἡμέρᾳ κακῶν ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Ἐν πέτρᾳ ὕψωσέ με.
They pressed upon me like savage beasts, all but wishing to swallow me and to chew up my very flesh. Therefore it is said in Symmachus: When evildoers drew near against me to devour my flesh. But those who devised these things against me, and had already come near to my flesh, I know not how, have suffered the very things they intended to do against me. For they themselves, he says, grew weak and fell, though I had done nothing against them; but plainly it was my light and my Savior who, by ineffable and divine power, warred against them and cast them down, so that I might be delivered from their plot and suffer no harm, and they themselves might be benefited, having grown weak in their own wickedness, gaining by not increasing their own depravity through harm against me. In some copies it is inscribed, A Psalm of David before he was anointed. One thing I have asked from the Lord, this will I seek: that I may dwell in the house of the Lord all the days of my life, that I may behold the delight of the Lord and visit his temple. The beauty of the Lord and the comeliness and delight are beheld in the house of God, that is, in his Church, through the God-inspired and sacred teachings, in which is the true beauty of the word and the true comeliness, in which God himself also takes delight and dwells. And you would not err if you called comeliness also the chaste and reverent life and the whole virtuous conduct of those who are distinguished in godliness. Because he hid me in his tabernacle; in the day of evils he covered me in the secret place of his tabernacle. He set me high upon a rock.
Ταῦτά μοι πάντα παρέσχεν ὁ Σωτήρ μου ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου. Οἱ μὲν γὰρ ἠσθένουν καὶ ἔπιπτον· ἐγὼ δὲ ὑπὸ τῆς αὐτοῦ δεξιᾶς ἐκρυπτόμην ἐν σκηνῇ κατοικῶν, διὰ τὸ ἐν ἐρημίαις τὰς διατριβὰς ποιεῖσθαι, καὶ μὴ ἔχειν τότε τὸν οἶκον τοῦ Θεοῦ, μηδὲ τὸν ναὸν αὐτοῦ. Ἀλλὰ καὶ ἐσκέπασέ με ἐν τῇ τῶν κακῶν ἡμέρᾳ, τουτέστιν ἐν καιρῷ τῶν διωγμῶν καὶ τῶν πειρατηρίων· οὐκ ἀλλαχοῦ που, ἀλλ' ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. Νοήσεις δὲ τὸ λελεγμένον ἀπὸ τῶν παρὰ Μωϋσεῖ περὶ τῆς σκηνῆς ἀναγεγραμμένων, καὶ περὶ τῶν ἐσωτάτω τῆς σκηνῆς τῶν τοῖς πᾶσιν ἀβάτων, ἅπερ ἐκάλουν Ἅγια ἁγίων. Ταῦτα γὰρ ἦν τὰ ἀπόκρυφα τῆς σκηνῆς. Οὕτω τοίνυν καὶ ἐν τῷ καιρῷ τῶν πειρατηρίων αὐτὸς ἐμὸς Κύριος καὶ Σωτὴρ ἐσκέπασε καὶ ἀπέκρυψέ με ἐν τῷ ἐσωτάτῳ τῆς αὑτοῦ σκηνῆς· οὐ πάντως ἐν τόπῳ τοίῳ δὴ καταστήσας, ἀλλ' ἐν ψυχῆς καταστάσει ἡγιασμένῃ καὶ τῆς τῶν πολλῶν κοινότητος ἀποκεχωρισμένῃ. Καὶ ταῦτα, φησὶ, περὶ ἐμὲ ἐγίνετο, μέχρι καιροῦ τῆς τῶν κακῶν ἡμέρας, κατὰ τὸ λελεγμένον ἐν ἑτέροις· Βάδιζε, ὁ λαός μου, εἴσελθε εἰς τὰ ταμεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Ἀλλ' οὐκ εἰς τὸ παντελὲς κρύπτεσθαί με βουληθεὶς, οὐδ' ἐν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ λανθάνειν, καὶ μόνον ὠφελεῖσθαι, χρήσιμον δὲ καὶ ἕτερον καταστῆναι κρίνας, ἐπὶ τέλει τῆς τῶν κακῶν ἡμέρας ἐν πέτρᾳ ὕψωσέ με. Ἡ πέτρα δὲ ἦν, φησὶν ὁ Ἀπόστολος, ὁ Χριστός.
My Savior provided all these things for me when evildoers drew near against me to devour my flesh. For they were growing weak and falling, but I was hidden by his right hand, dwelling in a tent, because I made my stay in the wildernesses and did not then have the house of God, nor his temple. But he also sheltered me in the day of evils, that is, in the time of persecutions and trials—not somewhere else, but in the secret place of his tent. You will understand what has been said from what is recorded in Moses concerning the tent, and concerning the innermost parts of the tent, which were inaccessible to all, which they called the Holy of Holies. For these were the secret places of the tent. So then, in the time of trials also, my Lord and Savior himself sheltered me and hid me in the innermost part of his own tent—not, to be sure, by setting me in some such place, but in a sanctified condition of soul, separated from the community of the many. And these things, he says, were happening to me until the time of the day of evils, according to what has been said elsewhere: Go, my people, enter into your chambers, shut your door, hide yourself for a little while, until the anger of the Lord passes by. But not wishing me to be hidden completely, nor to lie concealed in the secret place of his tent and be benefited only, but judging it useful that another thing also be established, at the end of the day of evils he set me high upon a rock. And the rock, says the Apostle, was Christ.
Ἐν γὰρ τῷ αὑτοῦ λόγῳ, καὶ τῇ αὑτοῦ σοφίᾳ, καὶ τῇ δυνάμει τῇ σωτηρίῳ ὕψωσέ με ὁ πάλαι ἀποκρύψας ἐν τῇ σκηνῇ αὐτοῦ, καὶ σκεπάσας ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ ἐν ἡμέρᾳ κακῶν. Παραγαγὼν γὰρ τὰ κακὰ καὶ τὸν καιρὸν τῶν ἐχθρῶν καὶ τῶν θλιβόντων με πολεμίων, εἰς εὔδιον καὶ εἰρηναῖον λιμένα κατέστησεν, ἀγαγών τε εἰς τὸ ἐμφανὲς τὸν πάλαι κρυπταζόμενον, μετέωρον ἐπῆρε καὶ ὑψηλὸν ἔστησεν, ὡς πᾶσιν ὁρᾶσθαι καὶ παρὰ τοῖς πᾶσι δοξάζεσθαι, ἡδρασμένον καὶ τεθεμελιωμένον ἐν τῇ ἀῤῥαγεῖ καὶ ἀσφαλεστάτῃ αὐτοῦ πέτρᾳ. Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπ' ἐχθρούς μου. Νοήσεις ἐπιστήσας ὅπως εἴρηται παρὰ τῷ Ἀποστόλῳ τό· Ἕως οὗ τὸ σήμερον καλεῖται. Οὕτω γὰρ ἐρεῖς καὶ ἐπὶ τοῦ παρόντος τὸ διαρκὲς τοῦ χρόνου σημαίνεσθαι. Ὁ γὰρ τοῦ Θεοῦ ἄνθρωπος, τὰ νικητήρια κατὰ τῶν ἐχθρῶν εἰληφὼς, ἀεὶ τῆς τῶν ἐχθρῶν κεφαλῆς ἀνώτερος γίνεται· οὕτως καὶ αὐτὸς ὁ Δαυῒδ μέχρι τοῦ παρόντος χρόνου ἐπαίρεται καὶ ὑψοῦται, καθ' ὅλης τῆς οἰκουμένης ᾀδόμενος καὶ βοώμενος παρὰ πᾶσι τοῖς ἔθνεσι, καὶ ὕψωταί γε ἀληθῶς ἡ κεφαλὴ αὐτοῦ ἐπὶ τοὺς πάλαι γενομένους αὐτοῦ ἐχθροὺς, τὰς ἀοράτους δυνάμεις. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος, τοῦτον ὑψωθεὶς τὸν τρόπον, οὐκ ἀργίᾳ ἑαυτὸν δίδωσιν, οὐδὲ ἀπραξίᾳ, πλείονα δὲ σπουδὴν περὶ τὴν τοῦ Θεοῦ λατρείαν εἰσφέρει. Διὸ ἐπιλέγει· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ. Αὗται δὲ ἦσαν αἱ διὰ φωνῆς καὶ θεολογίας ὕμνων τε καὶ εὐχαριστίας ἀναπεμπόμεναι. Ἐν μὲν οὖν τῷ πρὸ τούτου ψαλμῷ μελλητικῶς ἐδιδάσκετο λέγειν ὁ τὰ θεῖα
For by his own Word, and by his own Wisdom, and by his saving power, he exalted me—he who of old hid me in his tent and covered me in the secret place of his tent in the day of evils. For having brought past the evils and the time of the enemies and of the foes who oppressed me, he set me in a calm and peaceful harbor, and having brought into the open the one who of old was hidden, he raised him on high and set him lofty, so as to be seen by all and glorified by all, established and founded upon his unbreakable and most secure rock. And now he has exalted my head above my enemies. You will understand if you attend to how it is said in the Apostle: "Until the day is called today." For so you will say that in the present passage also the continuance of time is signified. For the man of God, having received the victory over his enemies, always becomes higher than the head of his enemies; thus also David himself is lifted up and exalted until the present time, sung and proclaimed throughout the whole inhabited world by all the nations, and truly his head has been exalted above his enemies who existed of old—the invisible powers. But the man of God, exalted in this manner, does not give himself over to idleness, nor to inactivity, but brings greater zeal to the service of God. Therefore he adds: I went around and sacrificed in his tent a sacrifice of shouting. And these were the sacrifices sent up by voice and theology, of hymns and thanksgiving. In the psalm before this, then, he who [learns] the divine things was being taught to speak by way of postponement
παιδευόμενος· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε· ἐνταῦθα δὲ ὡς ἤδη προκύψας καὶ τυχὼν τῆς εὐχῆς τὸ ἀποτέλεσμα τῆς ἐπαγγελίας, ἐπάγει λέγων· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ· καὶ ἐν μὲν τοῖς ἔμπροσθεν ἐλέγετο· Τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως· ἐνταῦθα δέ· Ἄσω καὶ ψαλῶ τῷ Κυρίῳ. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· Ἐλέησόν με καὶ εἰσάκουσόν μου. Σοὶ εἶπεν ἡ καρδία μου· Ἐζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. Ἀντὶ δὲ τοῦ· Σοὶ εἶπεν ἡ καρδία μου, Ἐζήτησέ σε τὸ πρόσωπόν μου, ὁ Σύμμαχος σαφέστερον ἐξέδωκεν εἰπών· Σοὶ προσελάλει ἡ καρδία μου· σὲ ἐζήτει τὸ πρόσωπόν μου. Τὸ γὰρ τῆς ψυχῆς πρόσωπον τὴν ἁρμόττουσαν θέαν ἐπόθει. Τούτου δὲ καὶ Μωϋσῆς ποτε τυχεῖν ἠξίου λέγων τῷ Θεῷ· Ἰδοὺ εὕρηκα χάριν ἐνώπιόν σου· ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε· ὅπως ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρίζοιτο. Διό φησι· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Εἰ γὰρ εἰς ἄκρον τελειότης, καὶ ἡ κατὰ Θεὸν ὑστάτη προκοπὴ αὕτη ἂν γένοιτο, ἡ ἐπὶ τὸ πρόσωπον ἄγουσα τοῦ Θεοῦ, ὡς παρεστάναι αὐτῷ καὶ τῶν μαρμαρυγῶν τῆς αὐτοῦ θεότητος ἀπολαύειν. Εἰδὼς δὲ, ὅτι πολλάκις ὁ Θεὸς ἀπὸ τῶν μὴ χωρούντων τὸ αὐτοῦ πρόσωπον μηδὲ ἐξιὼν αὐτοῦ ὄντων, ἀποστρέφει ἑαυτὸν, τὰ νῶτα ἑαυτοῦ δεικνὺς, ὥσπερ οὖν τῷ Μωϋσεῖ ἔλεγεν· Ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι· ἵν' οὖν μὴ τοῦτο πάθοι ὁ διὰ τῶν προκειμένων δηλούμενος, ἱκετεύει καὶ δέεται λέγων· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ·
being disciplined: I will wash my hands among the innocent, and I will encircle your altar, O Lord. And here, as one who has already looked forth and obtained the fulfillment of the promise of his prayer, he adds, saying: I encircled and sacrificed in his tent a sacrifice of shouting. And in the earlier passages it was said: To hear the voice of praise; but here: I will sing and make melody to the Lord. Hear, O Lord, my voice, with which I cried out: Have mercy on me and hear me. My heart said to you: My face sought you; your face, O Lord, I will seek. But instead of: My heart said to you, My face sought you, Symmachus rendered it more clearly, saying: My heart spoke to you; my face was seeking you. For the face of the soul longed for the fitting vision. And Moses once deemed himself worthy to obtain this, saying to God: Behold, I have found favor before you; manifest yourself to me; that I may know you clearly; so that with unveiled face he might reflect the glory of the Lord. Therefore he says: Your face, O Lord, I will seek; do not turn your face away from me. For if perfection is the summit, and this would be the final progress according to God, the one leading to the face of God, so as to stand before him and enjoy the gleams of his divinity. But knowing that God often turns himself away from those who cannot contain his face and are not out of his presence, showing his back, just as he said to Moses: You shall see my back, but my face shall not be seen by you; so that the one indicated through the preceding words might not suffer this, he supplicates and entreats, saying: Do not turn your face away from me.
μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. Βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου. Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπέ με· ὁ δὲ Κύριος προσελάβετό μου. Μὴ, ὅτι τοιαῦτα τετόλμηκα, ἀποστράφῃς με τὸν δοῦλόν σου. Οὐ γὰρ ἐφεῖται ἀνθρώπῳ σάρκα περιβεβλημένῳ τῶν τοιούτων ἀξιοῦσθαι· διὸ ἔλεγες τῷ Μωϋσεῖ· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. Ἀδυνατεῖ γὰρ ἡ θνητὴ ζωὴ πρὸς τὴν θέαν τοῦ προσώπου σου· διὸ μᾶλλον βοηθός μου γενοῦ πρὸς τὸ τυχεῖν τῶν ᾐτημένων. Μὴ ἀποσκορακίσῃς με· ἀνθ' οὗ ὁ Σύμμαχος, Μὴ ἀποῤῥίψῃς με, ἐξέδωκεν· ὁ δὲ Ἀκύλας· Μὴ ἐάσῃς με. Εἶτ' ἐπιλέγει· Καὶ μὴ ἐγκαταλείπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου. Σοῦ γὰρ ἀντιλαμβανομένου, καὶ δεξιὰν ὀρέγοντος, πάντων ἐλπὶς τυχεῖν τῶν ἀγαθῶν. Ἐπεὶ μηδεὶς ἕτερός μοι πάρεστι βοηθός· τῶν γὰρ ἐν ἀνθρώποις ἀναγκῶν οὐδεὶς ἂν γένοιτο πατρὸς καὶ μητρὸς μᾶλλον προσφιλής· οὗτοι δὲ αὐτοὶ καταλελοίπασί με διὰ τὸ πάντων αὐτῶν ἀνακεχωρηκέναι, καὶ σοὶ μόνῳ σχολάζειν τῷ Θεῷ. Ὅθεν καὶ χάριν ὁμολογῶ, ὅτι πάντων ἔρημος καὶ καταλειφθεὶς ὑπὸ σοῦ προσελήφθην. Νομοθέτησόν με ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου. Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Πολλάκις περὶ ἑαυτοῦ ὁ θεῖος Ἀπόστολος διδάξας καὶ εἰπών· Οὐδὲν γὰρ ὑστέρηκα τῶν ὑπὲρ λίαν ἀποστόλων· τούτοις ἐπῆγε λέγων· Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι· διώκω δὲ εἰ καὶ καταλάβω· καὶ πάλιν ἀλλαχοῦ· Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ·
Do not turn away in anger from your servant. Become my helper; do not reject me, and do not abandon me, O God my Savior. For my father and my mother have abandoned me, but the Lord has taken me up. Do not, because I have dared such things, turn away from me your servant. For it is not permitted for a man clothed in flesh to be deemed worthy of such things; therefore you said to Moses: No one shall see my face and live. For mortal life is powerless to behold your face; therefore rather become my helper, so that I may obtain what I have asked. Do not reject me—in place of which Symmachus rendered, Do not cast me off, and Aquila, Do not leave me. Then he adds: And do not abandon me, O God my Savior. For when you take hold of me and extend your right hand, there is hope of obtaining all good things. Since no other helper is present to me; for among human necessities none would be more dear than a father and a mother, yet these very ones have left me, because I have withdrawn from them all and devote myself to you alone, O God. Hence I also give thanks, because, destitute of all and left behind, I have been taken up by you. Establish me as a law in your way, and guide me in a straight path for the sake of my enemies. Do not hand me over to the souls of those who afflict me, for unjust witnesses have risen up against me, and injustice has lied to itself. The divine Apostle often taught concerning himself and said: For I was not inferior to the exceedingly great apostles; and to this he added, saying: Not that I have already obtained or have already been made perfect; but I press on, if indeed I may lay hold; and again elsewhere: I buffet my body and bring it into subjection.
μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ὅσον μὲν γὰρ ὡς πρὸς ἀνθρώπων σύγκρισιν, συνῄδει ἑαυτῷ προκεκοφότι, καὶ τὴν ἐν ἀνθρώποις τελειότητα ἀνειληφότι· ὅσον δὲ ἐπὶ τῷ ἀληθεῖ, ἐν πολλοῖς ἑαυτῶν ὑστερεῖν ἐγίνωσκεν, ἀτελῆ τε εἶναι ἑαυτὸν διὰ τοῦθ' ὡμολόγει. Ταύτῃ μοι δοκεῖ τῇ διανοίᾳ καὶ ὁ τὰ προκείμενα διεξελθὼν περὶ μὲν τῶν παρῳχηκότων τὴν πρέπουσαν εὐχαριστίαν ἀποδεδωκέναι τῷ Θεῷ, οἷα δὲ ἄνθρωπος τὸν ὄλισθον τῆς ἀνθρωπίνης ἀσθενείας ὑφορᾶσθαι. Διὸ περὶ τοῦ μέλλοντος χρόνου παρεκάλει τὸν Θεὸν, ὅπως αὐτὸς αὐτῷ γένοιτο νομοθέτης. Οὐ γὰρ ἀπαρκεῖ μοι, φησὶ, τὰ παρὰ Μωϋσεῖ νόμιμα· δικαίοις γὰρ ὁ
νόμος ἐκεῖνος οὐ νενομοθέτητο, ἀλλ' ἀνόμοις καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς καὶ τοῖς παραπλησίοις. Τούτοις γὰρ ὁ Μωϋσῆς ἐνομοθέτει, κατὰ τὴν σκληροκαρδίαν αὐτῶν διαταττόμενος. Ἐγὼ δὲ, φησὶν, οὐ τῇ Μωϋσέως νομοθεσίᾳ ὑποβέβληκα ἐμαυτόν. Διὸ οὐδὲ τὴν διὰ ζώων σφαγῆς θυσίαν ἐπηγγειλάμην, ἀλλὰ θυσίαν ἀλαλαγμοῦ, καινότερον τρόπον ἢ κατὰ τὰ Μωϋσέως νόμιμα. Διόπερ ἀξιῶ καινῆς νομοθεσίας παρὰ σοῦ τυχεῖν. Αὐτὸς οὖν τὴν σὴν ὁδὸν ἐπίδειξόν μοι· ἢ φώτισον, κατὰ τὸν Ἀκύλαν. Μὴ μόνον δὲ ὑποδείξῃς μηδὲ νομοθετήσῃς μοι, ὦ Κύριε, ἀλλὰ καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, πρὸς τὸ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα μου, ἕνεκεν τῶν ἐχθρῶν μου. Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με. Δι' ὁμαλῆς γὰρ ὁδοῦ καὶ εἰρηνικῆς ὅπως διαγάγῃς με ἀξιῶ τὸν τῆς ζωῆς μου χρόνον. Οὐ γὰρ μόνον πολέμιοι τυγχάνουσιν, ἀλλὰ καὶ συκοφάνται ἄδικοι καὶ ψευδομάρτυρες, καὶ πάντα τὰ ἐχθρῶν πράττοντες.
...lest, having preached to others, I myself should become disqualified. For insofar as it was in comparison with men, he was conscious that he had advanced and had attained perfection among men; but insofar as it was in relation to the truth, he knew that he fell short in many things, and for this reason he confessed that he was imperfect. It seems to me that the one who expounded the present passage, with this understanding, gave fitting thanks to God for things past, but as a man he looked with suspicion upon the slipping of human weakness. Therefore, concerning the future time, he entreated God that he himself might become a lawgiver to him. For the ordinances given through Moses do not suffice for me, he says; for that law was not enacted for the righteous, but for the lawless and disobedient, the impious and sinners and those like them. For Moses legislated for these, ordaining according to their hardness of heart. But I, he says, have not subjected myself to the legislation of Moses. Therefore I did not promise a sacrifice through the slaughter of animals, but a sacrifice of shouting, a newer manner than according to the ordinances of Moses. Therefore I ask to obtain a new legislation from you. Do you yourself, then, show me your way; or, enlighten me, according to Aquila. And not only show me and legislate for me, O Lord, but also guide me in a straight path, so that I do not strike my foot against a stone, because of my enemies. Do not deliver me into the souls of those who afflict me. For I ask that you lead me through a smooth and peaceful road for the time of my life. For not only are there enemies, but also unjust accusers and false witnesses, and all who do the works of enemies.
Τότε δὲ ἀληθῶς ἑαυτῇ ψεύδεται ἡ ἀδικία, ὅταν μὴ κατὰ πραγμάτων φέρηται, μηδὲ κατισχύῃ τῶν ψευδομαρτυρουμένων. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Μήποτε δὲ καὶ ἐπὶ τὴν ἀνωτέρω αἴτησιν ἀναπέμπει· ἀγαθὰ Κυρίου λέγων τὸ ἀνωτέρω εἰρημένον πρόσωπον αὐτοῦ, περὶ οὗ ἔφασκε· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Ἐπίστευσα τοῦ ἰδεῖν ἐν ἀγαθῷ Κυρίου· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπίστευον ἰδεῖν τὴν ἀγαθοσύνην Κυρίου. Ἀλλ' ὄψεταί γε τοῦ Κυρίου τὸ πρόσωπον καὶ τὰ ἀγαθὰ Κυρίου, οὐκ ἐν τῷ περιγείῳ τόπῳ, ἀλλ' οὐδὲ ἐν τῷ τῶν θνητῶν χωρίῳ, ἀλλ' ἐν γῇ ζώντων, ἣν καὶ ὁ Σωτὴρ ἐπηγγείλατο λέγων· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. ΤΩ ΔΑΥΙΔ ΚΖʹ.
Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μήποτε παρασιωπήσῃς ἐπ' ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Οὐκ ἐπιλελησμένοι τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων περὶ τῶν ἄνευ τινὸς προσθήκης ἐπιγεγραμμένων τῷ Δαυῒδ, ἢ τοῦ Δαυῒδ, προσθήσομεν ἐκείνοις ἐπὶ τοῦ παρόντος τὴν εἰς ἡμᾶς ἐλθοῦσαν παράδοσιν. Φασὶ τοίνυν Ἑβραίων παῖδες ἐπὶ τῶν τοιαύτην ἐχόντων γραφὴν, δεῖν ἀνατρέχειν ἐπὶ τοὺς ἀνωτέρω, καὶ σκοπεῖν ὁποῖος ἦν ὁ ἐν ἀρχῇ προτεταγμένος ψαλμὸς τῶν μετὰ ταῦτα, ἤτοι παντελῶς ἀνεπιγράφων, ἢ τῷ Δαυῒδ ἐπιγεγραμμένων· καὶ μαθόντες ἐξ ἐκείνου τὴν προγραφὴν, ἐφαρμόζειν αὐτῇ καὶ τῶν μετὰ ταῦτα συνημμένων τὴν διάνοιαν. Ὁ μὲν οὖν μετὰ χεῖρας, κζʹ ὢν, ταύτην ἔχει τὴν προγραφὴν, καὶ ὁ κ ʹ καὶ ὁ κεʹ καὶ ὁ κδʹ·
But then injustice truly lies to itself, when it is not borne along according to realities, nor prevails over those who are falsely testified against. I believe that I shall see the good things of the Lord in the land of the living. Perhaps he also sends this up to the petition above, calling the good things of the Lord the face of his that was mentioned above, concerning which he said: Your face, Lord, I will seek. Do not turn your face away from me. Therefore according to Aquila it is said: I believed to see in the good of the Lord; but according to Symmachus: I was believing to see the goodness of the Lord. But he shall see the face of the Lord and the good things of the Lord, not in the region around the earth, nor indeed in the place of mortals, but in the land of the living, which the Savior also promised, saying: Blessed are the meek, for they shall inherit the earth. To David, 27.
To you, Lord, I will cry out, my God, do not be silent from me, lest you be silent toward me, and I become like those who go down into the pit. Not having forgotten what was said before us concerning the psalms inscribed to David, or of David, without any addition, we shall add to those things at present the tradition that has come to us. For the children of the Hebrews say that in the case of those having such an inscription, one must run back to the earlier ones, and consider what sort of psalm was set first at the beginning of those after these, whether of those entirely without inscription, or of those inscribed to David; and having learned the superscription from that one, to apply to it also the meaning of those joined after these. The one now at hand, being the twenty-seventh, has this superscription, and the twentieth and the twenty-fifth and the twenty-fourth.
ἀλλ' ὁ κγʹ ψαλμὸς ἦν τῷ Δαυῒδ, ὁμοίως δὲ καὶ ὁ κβʹ. Οὐκοῦν ἀκόλουθόν ἐστι, κατὰ τὴν Ἑβραϊκὴν παράδοσιν, καὶ τοὺς ἐφεξῆς πάντας ψαλμοὺς εἶναι ὑπολαμβάνειν, ὡς, κατὰ τοῦτον τὸν λόγον, καὶ τὸν μετὰ χεῖρας ἡγεῖσθαι εἶναι ψαλμὸν, περιέχοντα δέησιν. Τοῦτο γὰρ παρίστησιν αὐτὸς προϊὼν καὶ λέγων· Εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ. Τίνα δὲ διάνοιαν περιέχει ὁ τῆς δεήσεως λόγος, φέρε κατανοήσωμεν. Βοᾷν φησὶ πρὸς Κύριον, ἐπικαλεῖσθαί τε αὐτὸν ὡς ἴδιον αὐτοῦ Θεόν. Σὺ γὰρ, φησὶν, ὁ καταξιώσας ἐμὸς χρηματίσαι Θεὸς, καθ' ἣν περιποιῆσαι πρὸς τοὺς ἁγίους ἐπαγγελίαν εἰπών· Καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Παράδεξαί μου τὴν δέησιν. Καὶ μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ταῦτα δ' ἔφασκεν ἐν ἀγωνίᾳ καθεστώς· μή πη ἄρα τοῖς μετὰ τὴν ἀνάλυσιν τοῦ θνητοῦ βίου καταβαίνουσιν εἰς τὸν τοῦ θανάτου λάκκον παρομοιωθείη. Εἰ γὰρ τὰ μάλιστα ἐν τῷ πρὸ τούτου ἔλεγε ψαλμῷ· Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων· ἀλλ' ὅμως ὡς ἄνθρωπος, ἔτι σάρκα περικείμενος, ἠγωνία
But the twenty-third psalm was David's, and likewise also the twenty-second. Therefore it is consistent, according to the Hebrew tradition, to suppose that all the psalms that follow are also his, so that, by this account, the psalm at hand is also to be reckoned his, containing a supplication. For he himself makes this clear as he proceeds and says: Hear the voice of my supplication when I pray to you. And what meaning the word of supplication contains, come, let us consider. He says that he cries out to the Lord, and calls upon him as his own God. For you, he says, who deigned to be called my God, according to the promise you made to the saints, saying: And I will be their God, and they shall be my people. Accept my supplication. And do not be silent from me, lest you be silent from me, and I become like those who go down into the pit. But he said these things while situated in agony: lest perhaps he be likened to those who, after the dissolution of this mortal life, go down into the pit of death. For although he said in the preceding psalm: I believe that I shall see the good things of the Lord in the land of the living, nevertheless, as a man, still clothed in flesh, he was in agony
διὰ τὸ σαθρὸν καὶ εὐμετάβολον τοῦ βίου. Ἐπεὶ καὶ ὁ Ἀπόστολος ἠγωνία, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένηται. Λάκκον δὲ εἰώθασιν οἱ θεῖοι λόγοι ὀνομάζειν τὸ τῶν ψυχῶν οἰκητήριον τὸ ἐν τῷ καλουμένῳ ᾅδῃ· ὃ δὴ παρίστησιν αὐτὸς ὁ Δαυῒδ οὐκ εἰς μακρὰν ἐν τῷ κθʹ ψαλμῷ λέγων· Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ὁρᾷς ὅπως τὸν ᾅδην καὶ τὸν λάκκον ἐν ταὐτῷ διὰ τούτων συνῆψεν; Ἀλλ' ἐν μὲν τῷ μετὰ χεῖρας βοὰς πρὸς τὸν Θεὸν ἀφίησιν, παρακαλῶν μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς λάκκον· ἐν δὲ τῷ ἐννάτῳ καὶ εἰκοστῷ κατωρθῶσθαι αὑτῷ τὰ τῆς εὐχῆς διδάσκει λέγων· Κύριε, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Προσφυῶς δὲ λάκκος ὠνόμασται τὸ ἐν τῷ ᾅδῃ τῶν ψυχῶν οἰκητήριον. Ὡς γὰρ ὁ λάκκος δοχεῖόν ἐστι τῶν ἄνωθεν καὶ ἐξ ὕψους εἰς αὐτὸν καταφερομένων ὑδάτων· τὸν αὐτὸν τρόπον καὶ ὁ τοῦ θανάτου χῶρος, ὁ καλούμενος ᾅδης τὰς ἄνωθεν ἀπὸ τοῦ τῶν ἀνθρώπων βίου εἰς αὐτὸν καταφερομένας ψυχὰς ὑποδεχόμενος, προσφυῶς λάκκος ὠνόμασται. Παρακαλεῖ τοίνυν μὴ συνελκυσθῆναι εἰς τὸν δεδηλωμένον λάκκον. Τοῦτο δὲ, φησὶν, ἔσται, εἰ ὅμοιος γενοίμην τοῖς λοιποῖς ἀνθρώποις τοῖς μὴ εἰσακουομένοις ὑπὸ σοῦ· ὃ δὴ σημεῖον τυγχάνει τῆς σῆς ἀποστροφῆς. Ἀντὶ δὲ τοῦ· Μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, ὁ Σύμμαχος, μὴ σιγήσῃς ἐξ ἐμοῦ, φησί· μήποτε, ἡσυχάσαντός σου ἄποθέν μου, ὁμοιωθῶ τοῖς καταβαίνουσιν εἰς λάκκον.
because of the frailty and mutability of life. For even the Apostle was in agony, lest, having preached to others, he himself should become a castaway. Now the divine oracles are accustomed to call the dwelling-place of souls in what is called Hades a "pit"; and David himself sets this forth shortly afterward in the twenty-ninth psalm, saying: "O Lord my God, I cried to you, and you healed me; O Lord, you brought up my soul from Hades; you saved me from those who go down into the pit." Do you see how through these words he joined Hades and the pit together? But in the psalm that is at hand he sends up cries to God, beseeching that he not be made like those who go down into the pit; but in the twenty-ninth he teaches that the things of his prayer have been accomplished for him, saying: "O Lord, I cried to you, and you healed me; you saved me from those who go down into the pit." And fittingly the dwelling-place of souls in Hades has been called a "pit." For just as a pit is a receptacle for the waters that are borne down into it from above and from on high, in the same way also the place of death, which is called Hades, receiving the souls that are borne down into it from above, from the life of men, has fittingly been called a "pit." He beseeches, then, that he not be dragged down into the pit that has been indicated. And this, he says, will come about if I become like the rest of men who are not heard by you; which is indeed a sign of your turning away. And instead of "Do not be silent from me," Symmachus says, "Do not be silent away from me," lest, when you have kept quiet far from me, I be made like those who go down into the pit.
Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καθελεῖς αὐτοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. Ἔργα δὲ Κυρίου εἴποις ἂν τὴν τῶν γενητῶν πάντων ὑπόστασιν, καθ' ἣν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν ὁ τῶν πάντων ποιητὴς Θεός· ἔργα δὲ χειρῶν αὐτοῦ τὴν τῶν γενομένων διοίκησιν, καθ' ἣν προνοεῖ καὶ διέπει ὡσπερεὶ χερσὶ ταῖς ἑαυτοῦ προνοητικαῖς δυνάμεσι διακυβερνῶν τὰ πάντα. Εὐλογητὸς ὁ Θεὸς, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μοι καὶ ἐβοηθήθην. Καὶ ἀνέθαλεν ἡ σάρξ μου, καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. Ὁ ἀψευδὴς Θεὸς, πιστούμενος ἑαυτοῦ τὰς ὑποσχέσεις, δι' ὧν ἐπήγγελται λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι· ὡς ἐγγὺς ἑστὼς τῶν καθαρῶς αὐτὸν ἐπικαλουμένων, καὶ ὡς οὐ πόῤῥω τυγχάνων τοῦ τὰ πραχθέντα προλεχθέντα δεηθέντος, ἐπήκοον ἑαυτὸν παρέσχε ταῖς προλεχθείσαις ἱκετηρίαις. Εἶθ' ὥσπερ σημεῖον δίδωσι διὰ τοῦ προφητικοῦ πνεύματος τῇ τοῦ δεηθέντος ψυχῇ, περὶ τοῦ εἰσηκοῦσθαι αὐτήν. Ἡ δὲ, συναισθομένη, μεταβάλλει μὲν τὰς ἱκετηρίους φωνὰς εἰς εὐχαριστίαν, ἐγνωκέναι δὲ ὁμολογεῖ τὴν γενομένην αὐτῇ εὐεργεσίαν· διό φησιν· Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου· Κύριος βοηθός μου καὶ ὑπασπιστής μου, ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην. Συνῄσθετο γὰρ τῆς δεξιᾶς τοῦ Θεοῦ ἐκταθείσης μέχρις αὐτῆς καὶ ἀντιλαμβανομένης αὐτῆς πρὸς τὸ μὴ καθελκυσθῆναι εἰς τὸν δηλωθέντα λάκκον.
Because they did not understand the works of the Lord, and the works of his hands, you will cast them down, and you shall not build them up. You might call the works of the Lord the substance of all created things, by which God the Maker of all things brought all things from non-being into being; and the works of his hands, the governance of things that have come to be, by which he provides and administers, steering all things as it were with his own providential powers as with hands. Blessed is God, because he has heard the voice of my supplication. The Lord is my helper and my protector; my heart hoped in him and I was helped. And my flesh revived, and from my own will I will give thanks to him. The God who does not lie, confirming his own promises, through which he has promised, saying: While you are still speaking, I will say, Behold, I am present—standing near to those who call upon him purely, and as one not far from the one who prayed the things done and foretold, he made himself attentive to the supplications previously spoken. Then, as it were a sign, he gives through the prophetic spirit to the soul of the one who prayed, concerning its being heard. And she, perceiving it, changes her supplicatory words into thanksgiving, and confesses that she has known the benefaction that came to her; therefore she says: Blessed is the Lord, because he has heard the voice of my supplication; the Lord is my helper and shield-bearer, my heart hoped in him, and I was helped. For she perceived that the right hand of God had been stretched out as far as her and was taking hold of her, so that she should not be dragged down into the pit that was indicated.
Ἐξ ὑπερβαλλούσης δὲ χαρᾶς ὁ προφήτης οὐ τὴν ψυχὴν μόνον, ἀλλὰ καὶ τὴν σάρκα αὐτοῦ φησὶ γεγηθέναι καὶ ἀνανεῶσθαι διὰ τὴν καὶ αὐτῷ σώματι ἐπηγγελμένην ἀγαθὴν ἐλπίδα κατὰ τὴν τῶν νεκρῶν ἀνάστασιν· διὸ ἐπιλέγει· Καὶ ἀνέθαλεν ἡ σάρξ μου· οἷς ἐπισυνάπτει· Καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ· ὅπερ ὅμοιον εἶναί μοι δοκεῖ τῷ· Ἑκουσίως θύσω σοι. Ἀντὶ δὲ τοῦ, καὶ ἀνέθαλεν ἡ σάρξ μου, ὁ μὲν Σύμμαχος, ἄνθησαι, φησὶν, ἡ καρδία μου· ὁ δὲ Ἀκύλας, ἐγαυριάσατο ἡ καρδία μου· ὁ δὲ Θεοδοτίων, καὶ ἀνέθαλεν ἡ καρδία μου· ἡ δὲ πέμπτη ἔκδοσις, ἐκρατύνθη ἡ καρδία μου. Καὶ πάλιν ἀντὶ τοῦ, ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ, ὁ μὲν Σύμμαχος· Καὶ ἐν ᾠδαῖς μου ὑμνήσω αὐτὸν, ἐξέδωκεν· ὁ δὲ Ἀκύλας, καὶ ἀπὸ ᾄσματός μου ἐξομολογήσομαι αὐτῷ. Κύριος κραταίωμα τοῦ λαοῦ
αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστι. Σαφῶς οὖν ἐν τούτοις τοῦ Χριστοῦ καὶ τῶν ὑπ' αὐτοῦ σωζομένων ἐμνημόνευσεν ἡ προφητεία, εὐκαίρως ἐξ ἑνὸς τοῦ Δαυῒδ τοὺς πάντας χαρακτηρίσασα. Ὥσπερ γὰρ, φησὶν, ἐκεῖνον δεηθέντα ἔσωσεν, οὕτως, φησὶν, καὶ παντὸς τοῦ ἰδίου λαοῦ κραταίωμα ἔσται. Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος. Ποία δὲ τοῦ Χριστοῦ ἡ κληρονομία δείκνυται ἐν τῷ δευτέρῳ ψαλμῷ· Αἴτησαι γὰρ, φησὶν, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Οὐκ ἂν δὲ ἁμάρτοις καὶ τοὺς ἐν τῷ προτέρῳ λαῷ θεοφιλεῖς καὶ προφήτας καὶ δικαίους ἄνδρας τῆς τοῦ Χριστοῦ γεγονέναι κληρονομίας εἰπὼν, καὶ τῶν σωτηρίων αὐτοῦ μετεσχηκέναι.
Out of exceeding joy the prophet says that not only his soul but also his flesh has rejoiced and been renewed, because of the good hope promised even to his body at the resurrection of the dead; therefore he adds: And my flesh has flourished again; to which he joins: And of my own will I will give thanks to him; which seems to me to be equivalent to: I will sacrifice to you willingly. And instead of and my flesh has flourished again, Symmachus says, my heart has blossomed; Aquila says, my heart has exulted; Theodotion says, and my heart has flourished again; and the Fifth Edition says, my heart has been strengthened. And again, instead of of my own will I will give thanks to him, Symmachus rendered it: And in my songs I will hymn him; and Aquila: and from my song I will give thanks to him. The Lord is the strength of his people, and he is the protector of the salvations of his Christ. Clearly, then, in these words the prophecy has made mention of Christ and of those saved by him, aptly characterizing all from the one man David. For just as, he says, he saved that man when he prayed, so, he says, he will be the strength of all his own people. Save your people, and bless your inheritance, and shepherd them and lift them up forever. And what is the inheritance of Christ is shown in the second psalm; for he says, Ask, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession. And you would not err if you said that the God-beloved and prophets and righteous men among the former people also became the inheritance of Christ, and partook of his salvations.
Οὐδὲ γὰρ τὰ πλήθη καὶ τοὺς ἀναξίως παραβαλόντας τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ προσήκει λαὸν ἀποφαίνειν αὐτοῦ, ἀλλ' ἢ μόνως τοὺς ἀρεσκόντως αὐτῷ βιοῦντας, περὶ ὧν εἴποι ἄν· Καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. – Καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον ἕως τοῦ αἰῶνος. Ποιμαίνει δὲ αὐτοὺς ἐνταῦθα, τὴν ψυχὴν αὐτοῦ τιθεὶς ὑπὲρ αὐτῶν, ὥς φησιν ἐν Εὐαγγελίοις· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· καὶ πάλιν· Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει· καὶ πάλιν· Ἔσομαι μεθ' ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος· καιρῷ δὲ ἐπιτηδείῳ ἐπάρας αὐτοὺς εἰς ὕψος, τῆς οὐρανίου βασιλείας καταξιώσει. ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΗʹ.
Ἐξοδίου σκηνῆς. Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Τούτοις ἰσοδυναμεῖν ἡγοῦμαι κατὰ τὴν διάνοιαν τὰ ἐν πέμπτῳ καὶ ἐνενηκοστῷ ψαλμῷ περὶ τῆς τῶν ἐθνῶν κλήσεως τοῦτον λελεγμένα τὸν τρόπον· Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς· οἷς ἑξῆς ἐπιλέγεται· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
For it is not the crowds and those who irreverently approach the Church of God that should be shown to be his people, but only those who live in a manner pleasing to him, concerning whom he would say: And I will be their God, and they shall be my people. – And shepherd them, and lift them up forever. He shepherds them here by laying down his soul for them, as he says in the Gospels: The good shepherd lays down his own soul for the sheep; and again: My sheep hear my voice; and again: I will be with you until the consummation of the age; and at the fitting time, having lifted them up on high, he will deem them worthy of the heavenly kingdom. PSALM OF DAVID, 28.
Of the going forth from the tabernacle. Bring to the Lord, sons of God, bring to the Lord sons of rams. Bring to the Lord glory and honor; bring to the Lord glory to his name. Worship the Lord in his holy court. I consider that what is said in the ninety-fifth psalm concerning the calling of the nations is equivalent in meaning to these words, spoken in this manner: Sing to the Lord a new song; sing to the Lord, all the earth. Sing to the Lord, bless his name, proclaim his salvation day by day. Declare his glory among the nations, his wonders among all peoples. For great is the Lord and greatly to be praised, he is fearful above all gods; to which is added next: Bring to the Lord glory to his name. Take up sacrifices and enter into his courts. Worship the Lord in his holy court.
Ἐν οἷς ὁ λόγος, τὴν εὐαγγελικὴν χάριν τὴν εἰς πάντα χυθεῖσαν τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη προευαγγελισάμενος, καὶ τοῦ καινοῦ ᾄσματος, δηλαδὴ τῆς καινῆς Διαθήκης μνημονεύσας, ἑξῆς προστάττει κομίζειν τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, καὶ τὰ ἑξῆς. Ταῦτά τε κομίζειν παρακελεύεται οὐκ Ἰουδαίοις, ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, καὶ κατὰ τὴν Ἑβραϊκὴν ἀκρίβειαν, ταῖς συγγενείαις τῶν λαῶν. Ταῦτα μὲν οὖν σαφῶς ἐν τῷ πέμπτῳ καὶ ἐνενηκοστῷ ψαλμῷ περὶ τῶν ἐθνῶν ἐθεσπίζετο· ἐν δὲ τῷ μετὰ χεῖρας ὁ λόγος τὰ αὐτὰ τῷ Κυρίῳ προσφέρειν τοῖς υἱοῖς τῶν κριῶν κελεύει· οὓς νομίζω μηδὲν διαφέρειν τῶν πατριῶν τῶν ἐθνῶν, ἢ τῶν συγγενειῶν τῶν λαῶν. Οὐ γὰρ αὐτοὶ οἱ κριοὶ προστάττονται προσφέρειν τὰ κεκελευσμένα, ἀλλ' οἱ υἱοὶ τῶν κριῶν. Καὶ ταῦτά φημι κατὰ τὴν Ἑβραίων ἀνάμνησιν, καθ' ἣν οὐκ ἐκφέρεται τό· Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Διὸ καὶ ὠβέλισται παρὰ τοῖς Ἑβδομήκοντα, ὡς μὴ κείμενον μήτε ἐν τῷ Ἑβραϊκῷ μήτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. Εἰ δὲ χρὴ καὶ εἰς τὴν τῶν Ἑβδομήκοντα θεωρῆσαι ἔκδοσιν, φημὶ τὸν λόγον προστάττειν τοῖς υἱοῖς τοῦ φέρειν τῷ Κυρίῳ οὐ κριοὺς, ἀλλὰ υἱοὺς κριῶν· καὶ δόξαν καὶ τιμὴν καὶ τὰ ἑξῆς ἐπιλεγόμενα· ἃ δὴ ἀπὸ τῆς παραθέσεως τοῦ πέμπτου καὶ ἐνενηκοστοῦ ψαλμοῦ περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς εἴποιμι ἂν προφητεύεσθαι. Οὐκ ἂν δὲ ἁμάρτοιμεν τοὺς ἐνταῦθα υἱοὺς Θεοῦ
In these words, having foretold the evangelical grace that was poured out upon all the nations throughout the whole inhabited world, and having made mention of the new song, that is, of the new covenant, he next commands that glory and honor be brought to the Lord, and what follows. And he enjoins that these be brought not by Jews, but by the paternal houses of the nations, or, according to the other interpreters, and according to the Hebrew precision, by the kindreds of the peoples. These things, then, were clearly ordained concerning the nations in the ninety-fifth psalm; but in the psalm now at hand the word commands the sons of rams to offer the same things to the Lord, which I think differ in no way from the paternal houses of the nations, or from the kindreds of the peoples. For it is not the rams themselves that are commanded to offer what has been enjoined, but the sons of the rams. And I say these things according to the Hebrew remembrance, according to which the phrase "Bring to the Lord, you sons of God" is not found. Therefore it has also been marked with an obelus among the Seventy, as not being present either in the Hebrew or among the other interpreters. But if one must also consider the edition of the Seventy, I say that the word commands the sons to bring to the Lord not rams, but sons of rams; and glory and honor and the rest that follows; which I would say are prophesied from the juxtaposition of the ninety-fifth psalm concerning the conversion of the nations. And we would not err in taking the sons of God here
λεγομένους τοὺς τοῦ Σωτῆρος ἡμῶν μαθητὰς καὶ ἀποστόλους καὶ εὐαγγελιστὰς εἶναι ἀποφηνάμενοι, δι' ὧν ἡ κλῆσις τῶν ἐθνῶν φαίνεται κατωρθωμένη· οἷς ὁ μετὰ χεῖρας λόγος προστάττει φέρειν τῷ Κυρίῳ πρῶτον μὲν ἁπάντων υἱοὺς κριῶν, ἀλλ' οὐ κριούς· ἐπειδήπερ πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐλέγετο ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν υἱοί σου. Τῶν δὲ πατέρων λήθην ποιήσασθαι παρεκελεύσατο αὐτῇ ὁ λόγος εἰπών· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου. Ταῦτα γὰρ οὐδὲ πρὸς ἄλλην ἢ πρὸς μόνην τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἐλέγετο· παραινοῦντος αὐτῇ τοῦ θείου Πνεύματος λήθην ποιήσασθαι τοῦ προτέρου αὐτῆς λαοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς διὰ τὴν πολύθεον πλάνην, καὶ τὴν τῶν πατέρων αὐτῆς δεισιδαιμονίαν. Εἶτ' ἐπειδὴ τῶν πατέρων ἐπιλαθέσθαι αὐτῇ παρεκελεύσατο, ἀναγκαίως ἐπάγει λέγων· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου. Τούτους υἱοὺς κριῶν διὰ τὸ ἄλογον ἀποκαλεῖ. Εἶτ' ἐπιλέγει· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· ὃ δὴ νοήσεις ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς μαθητὰς παρακελεύσεως, δι' ἧς παραινεῖ λέγων αὐτοῖς· Λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως, βλέποντες τὰ καλὰ ὑμῶν ἔργα, δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ τρίτον ἔτι πρὸς τούτοις, φέρειν τῷ Κυρίῳ προστάττει συμφώνως ὁ μετὰ χεῖρας ψαλμὸς, καὶ ὁ ἐνενηκοστὸς πέμπτος, δόξαν ὀνόματι αὐτοῦ. Αὐτῷ μὲν γὰρ προσφέρομεν δόξαν διὰ δογμάτων ἐῤῥωμένων·
who are called the disciples and apostles and evangelists of our Savior, through whom the calling of the nations is shown to have been accomplished; to whom the present word commands to bring to the Lord first of all, before all things, sons of rams, but not rams; since it was said to the Church from the nations in the forty-fourth psalm: Instead of your fathers, your sons were born. For the word exhorted her to make forgetfulness of her fathers, saying: Hear, daughter, and see, and incline your ear, and forget your people, and the house of your father; and the king will desire your beauty; for he is your Lord. For these things were said to no other than to the Church of Christ alone; the divine Spirit exhorting her to make forgetfulness of her former people, and of the house of her father because of the polytheistic error, and the superstition of her fathers. Then, since he exhorted her to forget her fathers, necessarily he adds, saying: Instead of your fathers, your sons were born. These he calls sons of rams because of their irrationality. Then he adds: Bring to the Lord glory and honor; which you will understand from the exhortation of our Savior to his disciples, through which he exhorts them, saying: Let your works shine before men, so that, seeing your good works, they may glorify your Father who is in heaven. And third, in addition to these, the present psalm commands to bring to the Lord in agreement, and the ninety-fifth psalm, glory to his name. For we offer glory to him through sound doctrines;
ἀλλὰ καὶ τιμὴν αὐτῷ προσφέρομεν, πειθαρχοῦντες προστάγματι λέγοντι· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Τῷ δὲ ὀνόματι αὐτοῦ δόξαν περιάπτομεν, ἐπειδὰν λάμπῃ ἡμῶν τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων· ὥστε ὁρῶντας αὐτοὺς δοξάζειν τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὅπως δὲ παρὰ τοῖς ἔθνεσι τὸ ὄνομα αὐτοῦ δοξάζεται, καὶ ὁ διὰ τοῦ προφήτου παρίστησι λόγος πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτεινόμενος καὶ λέγων· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν· ὑμεῖς δὲ βεβηλοῦντες αὐτό. Πρὸς τούτοις ἅπασιν οἱ δηλωθέντες υἱοὶ τοῦ Θεοῦ, ἢ υἱοὶ τῶν κριῶν κελεύονται προσκυνεῖν τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Οὐ γὰρ ἔξω τῆς αὐλῆς βούλεται, οὐδὲ ἀνακεχωρημένως ἰδιάζοντας προσκυνεῖν αὐτῷ, ἀλλ' ἀπαντῶντας εἰς τὴν Ἐκκλησίαν αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, ὁ μὲν Ἀκύλας, ἐν διαπρεπείᾳ ἡγιασμένῃ, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ἐν διαπρεπείᾳ ἁγίᾳ. Βούλεται γὰρ ἡμᾶς ὁ λόγος μετὰ τοῦ πρέποντος κόσμου, καὶ τῆς τῷ Θεῷ προσφιλοῦς δικαιοσύνης τὴν προσκύνησιν ποιεῖσθαι, ὅλους αὐτοὺς ἐν ἁγιασμῷ γενομένους καὶ ἐν εὐπρεπείᾳ. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε· Κύριος ἐπὶ ὑδάτων πολλῶν. Ὅτι, αἰθρίας οὔσης ἐπὶ τὴν κορυφὴν τοῦ Καρμήλου, ἤκουε φωνὴν ὑδάτων πολλῶν.
But we also offer him honor, obeying the commandment that says: Honor the Lord from your righteous labors, and offer him the firstfruits of your fruits of righteousness. And we attach glory to his name when our works shine before men, so that seeing them they glorify our Father who is in the heavens. And how his name is glorified among the nations, the word through the prophet also sets forth, addressing the nation of the Jews and saying: There is no will of mine among you, says the Lord Almighty, and I will not accept a sacrifice from your hands; for from the rising of the sun to its setting my name has been glorified among the nations; and in every place incense is offered to my name and a pure sacrifice; for great is my name among the nations; but you profane it. In addition to all these things, those indicated as sons of God, or sons of rams, are commanded to worship the Lord in his holy court. For he does not wish us to worship him outside the court, nor withdrawn and in private, but coming together into his Church. Instead of "in his holy court," Aquila rendered it "in holy splendor," and Symmachus "in holy splendor." For the word wishes us to make our worship with fitting order and with the righteousness dear to God, becoming wholly in sanctification and in comeliness. The voice of the Lord is upon the waters, the God of glory thundered; the Lord is upon many waters. Because, when the sky was clear upon the summit of Carmel, he heard a voice of many waters.
Καὶ ὅλως, συναγαγών τις τὰ ἐν τῇ Παλαιᾷ περὶ ὑδάτων ἀναγεγραμμένα, καὶ ὡς τὸ, Πνεῦμα τοῦ Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· καὶ τό· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα· τά τε ἐν τῷ κατακλυσμῷ, ὡς, ἁπάντων ὑποβρυχίων γινομένων, μόνος ὁ Νῶε καὶ οἱ σὺν αὐτῷ διεσώζοντο ἐν τῇ κιβωτῷ· καὶ τὰ ἐπὶ τῆς Αἰγύπτου, καὶ τὰ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ τὰ ἐν τῷ Ἰορδάνῃ, ὅπως ἀβρόχῳ ποδὶ διεβίβασαν οἱ υἱοὶ Ἰσραὴλ, ὄψεται. Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ὁ γὰρ πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ, οὗτος ἀκούει τῶν ἐντολῶν Κυρίου, καὶ ποιεῖ. Φωνὴ οὖν Κυρίου οὐκ ἐν τῇ ἀσθενεῖ καὶ λελυμένῃ ψυχῇ,
ἀλλ' ἐν τῇ εὐτόνῳ ἰσχυρῶς κατεργαζομένῃ τὸ ἀγαθόν. Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Οὐ διὰ μόνων, φησὶ, τῶν εἰρημένων ἡμῖν περὶ ὑδάτων ἡ φωνὴ παρίσταται τοῦ Κυρίου· ἀλλὰ καὶ διὰ τῆς ἰσχύος αὐτοῦ καὶ τῆς μεγαλοπρεπείας, ἣν ἔστιν ὀφθαλμοῖς κατανοῆσαι ἀθρόως τὸν σύμπαντα κόσμον ἀπείρατα, ἰδίως τε τὰ τούτου μέρη θεασάμενον, τά τε μεγέθη τὰ ἀνεκδιήγητα καὶ τὰ ἀνέκφραστα κάλλη, τήν τε ἐν αὐτοῖς ὁρωμένην πολυποίκιλον σοφίαν· ἃ δὴ τυγχάνει παραστατικὰ τῆς τοῦ συστησαμένου τὰ πάντα δυνάμεώς τε καὶ ἰσχύος. Ἔνθεν οἱ προφητικοὶ λόγοι τὴν θεολογίαν ἀπὸ τῆς μεγαλουργίας αὐτοῦ παρελάμβανον. Διὸ εἴρηται παρὰ τῷ Ἱερεμίᾳ· Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ τὰ ἑξῆς. Φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου· καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβάνου καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Ἢ καὶ οὕτως·
And in general, if one gathers together all that is written in the Old Testament concerning waters—both how "the Spirit of God was borne upon the water," and "let the waters bring forth creeping things of living souls and flying birds," and the events at the flood, how when all things were submerged, Noah alone and those with him were saved in the ark, and the events in Egypt, and those at the Red Sea, and those at the Jordan, how the sons of Israel crossed over with dry foot—he will see. The voice of the Lord is in strength. For he who is strong in all things, in Christ who strengthens him, this man hears the commandments of the Lord and does them. The voice of the Lord, then, is not in the weak and enfeebled soul, but in the one that is strenuously and strongly working out the good. The voice of the Lord is in magnificence. Not only, he says, through the things said by us concerning waters is the voice of the Lord presented, but also through his strength and his magnificence, which it is possible to behold with the eyes—both the whole world at once, boundless, and especially when one has gazed upon its parts, the magnitudes that cannot be told and the beauties that cannot be expressed, and the manifold wisdom seen in them; which things are indeed illustrative of the power and strength of him who constituted all things. Hence the prophetic words received theology from his great works. Therefore it is said in Jeremiah: The Lord who made the earth in his strength, and the rest. The voice of the Lord breaking cedars; the Lord will break the cedars of Lebanon, and will make them thin as the calf of Lebanon, and the beloved as a son of unicorns. Or also thus:
Μόσχον ἔοικε Λιβάνου, τὸν υἱὸν μονοκερώτων, τὴν Ἱερουσαλὴμ λέγειν, καὶ τὸν πάλαι ἠγαπημένον υἱὸν μονοκερώτων. Ἐπεὶ πατέρων γεγόνασιν ἁγίων, οἵτινες ἐλέγοντο μονοκέρωτες, διὰ τὸ μόνῳ Θεῷ κέρατι κεχρῆσθαι, ὡς ἐπ' αὐτῷ σεμνύνεσθαι καὶ λέγειν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ὧν υἱοὶ γεγόνασιν οἱ ἡγούμενοι τῶν ἐκ περιτομῆς Σαρίων ἐνταῦθα κεκλημένοι κατὰ τὰς ἄλλας ἐκδόσεις, ὃ ἑρμηνεύεται ἄρχοντες, οὓς ἀπειλῇ συνέτριψε μετὰ τῆς Ἱερουσαλὴμ, ἣν μόσχον ἔφη καὶ Λίβανον. Σαφῶς γὰρ Ἰεζεκιὴλ ὁ προφήτης τοῦτο παρέστησε φήσας· Τάδε λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαλδαίων· ἃ καὶ διὰ τῶν ἑξῆς ἡρμήνευσε λέγων· Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τὸν ἄρχοντα αὐτῆς. Τούτους γὰρ ἐπίλεκτα καὶ ἄκρα κέκληκεν ἁπαλότητος. Μόσχον δὲ αὐτῆς φησι τὸ θυσιαστήριον, ἐν ᾧ μόσχους καὶ θυσίας ἀνέφερον· ἃ δὴ πάντα συντέτριπται μετὰ Σαρίων, ὅ ἐστιν ἀρχόντων. Οὕτως οὖν φησι συντρίψει καὶ τοὺς ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀσεβεῖς, τοὺς ἐπαιρομένους ὡς τὰς κέδρους τοῦ Λιβάνου. Φωνὴ Κυρίου συσσείοντος ἔρημον, συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Ἀληθῶς γὰρ ἡ σύμπασα τῶν ἀνθρώπων οἰκουμένη, ἔρημος οὖσα πρότερον Θεοῦ γνώσεως καὶ εὐσεβείας, συνεσείσθη διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὡς μεταβαλεῖν αὐτὴν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνοίας εἰς ἐπιστήμην θείαν. Γέγονεν οὖν ἐξ ἐρήμου οἰκουμένη.
He seems to call the calf of Lebanon, the son of unicorns, Jerusalem, and the son formerly beloved of unicorns. Since they were born of holy fathers, who were called unicorns because they used a horn for God alone, so as to boast in him and say: In you we will gore our enemies with a horn. Of whom the leaders of the Sariones from the circumcision have become sons, here called according to the other editions, which is interpreted as rulers, whom he crushed with a threat along with Jerusalem, which he called a calf and Lebanon. For clearly the prophet Ezekiel presented this, saying: Thus says the great eagle, the great-winged, the long in extent, full of talons, which has the leadership to enter into Lebanon, and took the choice things of the cedar, the tips of its tenderness, and brought them into the land of the Chaldeans; which he also interpreted through what follows, saying: When the king of Babylon comes against Jerusalem, and takes its king and its ruler. For these he called choice things and tips of tenderness. He calls its altar a calf, on which they offered calves and sacrifices; all these things have been crushed together with the Sariones, that is, rulers. Thus, then, he says he will crush also the impious among the remaining nations, those lifted up like the cedars of Lebanon. The voice of the Lord shaking the desert, the Lord will shake the desert of Kadesh. For truly the whole inhabited world of men, being formerly a desert of the knowledge of God and of piety, was shaken together through the evangelical preaching, so as to change it from vice to virtue, and from ignorance to divine knowledge. So the inhabited world has come to be from a desert.
Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμοὺς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἐλάφους γὰρ, φησὶν, ὁ Κύριος καταρτισάμενος· ζῶον φιλέρημον ὀφιοκτόνον τε καὶ κερασφόρον, καὶ κατὰ τὸν νόμον καθαρὸν, ὃν ἐξέπεμψεν εἰς τὴν προδηλωθεῖσαν ἔρημον. Οἱ δὲ ταύτην διαδραμόντες τοὺς ἐν αὐτῇ ὄφεις τοῖς ἑαυτῶν κατεπάτησαν ποσὶ, πάντα τε τὰ ἐν τῇ ἐρήμῳ ἰοβόλα θηρία μακρὰν ἀπήλασαν· ὧν ἐλαθέντων, ἀπεκαλύφθησαν οἱ δρυμοί· Καὶ ἐν τῷ ναῷ πᾶς τις λέγει δόξαν. Σφόδρα ἀκριβῶς εἴρηται· Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν· οὐκέτι γὰρ Ἰουδαῖοι, οὐδὲ ὁ ἐκ περιτομῆς λαὸς, ἀλλὰ πᾶς τις ὁ ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιστραφείς. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει· Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.
ΨΑΛΜΟΣ ΩΔΗΣ ΤΟΥ ΕΓΚΑΙΝΙΣΜΟΥ ΤΟΥ ΟΙΚΟΥ ΤΟΥ ΔΑΥΙΔ ΚΘʹ. Ἀλλ' εἴποι τίς ἂν πρὸς τοῦτο, ὡς οὐδεμίαν οἰκοδομῆς οἴκου ἢ ναοῦ ποιεῖται μνήμην· οὐδέ τις λόγος ἐστὶν ἐν τῷ ψαλμῷ δυνάμενος ἁρμόζειν ἐγκαινίοις οἴκου, ὡς νομίσαι τινὰ ἐπὶ ἐγκαινισμῷ τοῦ ἐν Ἱεροσολύμοις νεὼ τὸν προκείμενον ψαλμὸν εἰρῆσθαι. Ἀλλ' ἐπεὶ προγέγραπται, Ὠδῆς ἐγκαινισμοῦ τοῦ οἴκου· σκόπει μήποτε οἶκον
The voice of the Lord preparing the deer, and he will reveal the thickets, and in his temple everyone speaks glory. For the Lord, it says, having prepared the deer—a solitary-loving animal, serpent-killing and horned, and clean according to the law—which he sent into the wilderness previously indicated. And those who ran through it trampled under their own feet the serpents in it, and drove far away all the venomous beasts in the wilderness; when these were driven out, the thickets were revealed. And in his temple everyone speaks glory. It has been said very precisely: And in his temple everyone speaks glory; for no longer Jews, nor the people from the circumcision, but everyone who has turned from all the nations. The Lord will give strength to his people; the Lord will bless his people in peace.
PSALM, A SONG OF THE DEDICATION OF THE HOUSE OF DAVID, 29. But someone might say to this, that he makes no mention of the building of a house or temple; nor is there any word in the psalm that can fit the dedication of a house, so that one might think the present psalm was spoken for the dedication of the temple in Jerusalem. But since it is prefixed, A song of the dedication of the house; consider whether perhaps the house
ἐνταῦθα τὴν ἑαυτοῦ ψυχὴν αἰνίττεται· ἐν ᾗ τὸ θεῖον Πνεῦμα, ὡς ἐν ναῷ οἰκῆσάν ποτε, καιρῷ τινι ἔρημον αὐτὴν καταλέλοιπεν, ἀναχωρῆσαν διὰ τὴν πλημμεληθεῖσαν αὐτῷ κατὰ τὸν Οὐρίαν καὶ τὴν τούτου γυναῖκα πρᾶξιν· δι' ἣν καὶ μέχρι τοῦ θανάτου κατελήλυθε, τὰ πρὸ θάνατον ἁμαρτήσας· δυνάμει δὲ τότε καὶ εἰς τὸν λάκκον, καὶ εἰς τὸν ᾅδην κατηνέχθη, κατέβη τε ἀληθῶς εἰς διαφθοράν· ὡς διὰ ταῦτα θρήνοις αὐτὸν σχολάσαι, σάκκον τε ἀντὶ τῆς βασιλικῆς ἐσθῆτος περιβαλέσθαι. Ἀλλ' ἐπειδὴ ἀξιόλογον ἐνδειξάμενος μετάνοιαν, ἑαυτόν τε κολάσας καὶ τιμωρησάμενος, ἱκανῶς τε ἐγκαρτερήσας ταῖς ἐξομολογήσεσιν, ἐπαγγελίαν ἀφέσεως τῆς ἁμαρτίας εἴληφε, διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου Χριστοῦ, μέλλοντος καὶ μέχρις ᾅδου καταβήσεσθαι· εἰκότως τῆς κατηφείας μεταβαλὼν, καὶ τῆς ἐφ' οἷς ἐτόλμησεν ἐξομολογήσεως, εὐχαριστίαν ἀναπέμπει τῷ Θεῷ λέγων· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον, μεταβεβλῆσθαί τε αὐτῷ τὰ τοῦ πένθους εἰς εὐφροσύνην σημαίνει καὶ δι' ὧν φησίν· Ἔστρεψας τὸν κοπετὸν εἰς χαρὰν ἐμοί· διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Δεδειγμένου τοίνυν τοῦ οἴκου τῆς τοῦ Δαυῒδ ψυχῆς, ἄρα τῷ ἐγκαινισμῷ τοῦ τοιούτου οἴκου ἐφαρμόζειν τὰ προκείμενα. Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί. Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω μοι. Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ταῦτα μὲν ὁ Δαυῒδ διὰ τοῦ μετὰ χεῖρας ψαλμοῦ λέγει·
Here he hints at his own soul: in which the divine Spirit, having once dwelt as in a temple, at some time left it desolate, withdrawing because of the deed committed against him in the matter of Uriah and his wife; on account of which he also descended to the point of death, having sinned in matters before death; but in power he was then brought down both into the pit and into Hades, and he truly went down into corruption; so that because of these things he devoted himself to lamentations, and clothed himself in sackcloth instead of royal garments. But since, having shown a noteworthy repentance, and having punished and chastised himself, and having endured sufficiently in his confessions, he received the promise of the forgiveness of sin, through the Christ who was to come forth from his seed, who was also to descend as far as Hades; with good reason, having changed from his dejection, and from the confession over the things he had dared, he sends up thanksgiving to God, saying: O Lord, you brought up my soul from Hades, you saved me from those going down into the pit, and he signifies that the things of mourning have been turned to gladness for him also by what he says: You turned my lamentation into joy for me; you tore my sackcloth, and girded me with gladness. Since, then, the house of David's soul has been shown, the present words fit the consecration of such a house. I will exalt you, O Lord, for you have taken me up, and you did not make my enemies glad over me. O Lord my God, I cried out to you, and you healed me. O Lord, you brought up my soul from Hades, you saved me from those going down into the pit. These things David says through the psalm at hand.
ἐν δὲ τῷ εἰκοστῷ ἑβδόμῳ ψαλμῷ ὁ αὐτὸς ἐβόα λέγων· Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀλλ' ἐπεὶ μὲν ταῦτα ηὔχετο· ἐνταῦθα δὲ εὐχαριστεῖ ὡς κατενεχθεὶς πρότερον καὶ καταπεσὼν εἰς τὸν λάκκον, ἀνενεχθεὶς δὲ πάλιν καὶ ἀνασωθεὶς ἐξ αὐτοῦ, καὶ μὴ ταῦτα παθὼν τοῖς καταβεβηκόσιν μὲν εἰς αὐτὸν, μὴ ἀναβεβηκόσι δέ· προηγουμένως γὰρ μακάριον τὸ μὴ ἁμαρτεῖν· ἐπειδὴ ἡ ἀσθένεια τῆς ἀνθρωπίνης φύσεως τούτοις ὑπόκειται, δεύτερος, ὡς ἂν εἴποι τις, πλοῦς τὸ ἀναπαλέσαι καλὸν, καὶ τὸ ἀναλαβεῖν ταὐτὸν μετὰ τὴν νόσον, καὶ τὴν κατὰ φύσιν ἀπολαβεῖν ὑγείαν. Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ. Συγχαίρειν αὐτῷ μετανοήσαντι, καὶ ἐξομολογεῖσθαι, τουτέστιν εὐχαριστεῖν τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ· ἀντὶ τοῦ, τὴν μνήμην ἀναζωπυροῦντες, μηδ' ἐπιλανθανόμενοι τῶν παρὰ τοῦ Κυρίου χορηγουμένων ἀνθρώποις ἀγαθῶν. Μάλιστα δὲ προσήκει τὴν εὐχαριστίαν ἐπιτείνειν, μεμνημένους τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἥτις τοσαύτη τυγχάνει, ὡς μηδέποτε βούλεσθαί τι κακὸν ἀνθρώποις. Εἰ δὲ καί ποτέ τις διὰ τὴν οἰκείαν μοχθηρίαν ἐπιστροφῆς δεηθείη, αὐτὸς μὲν ἑαυτῷ κατασκευάζει θυμὸν ὀργῆς· τό γε μὴν θέλημα τοῦ Θεοῦ, μήποτε βούλεσθαι θάνατον ἀνθρώπῳ, ἀλλὰ ζωήν. Διὸ ἐν ἑτέροις λέγεται· Ζῶ ἐγὼ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ. Οὕτω γοῦν καὶ ἐνταῦθα λέλεκται· Ζωὴ ἐν τῷ θελήματι αὐτοῦ·
In the twenty-seventh psalm the same man cried out, saying: To you, O Lord, I will cry; my God, do not be silent toward me, lest you be silent toward me, and I become like those who go down into the pit. But whereas he prayed these things, here he gives thanks as one who was first brought down and fell into the pit, and was again brought up and saved from it, and did not suffer the same as those who have gone down into it but have not come up. For in the first place it is blessed not to have sinned; but since the weakness of human nature is subject to these things, the second voyage, so to speak, is to recover well, and to take up the same again after sickness, and to recover health according to nature. Sing to the Lord, you his holy ones, and give thanks at the remembrance of his holiness. For there is anger in his wrath, and life in his will. He means that they rejoice with him who has repented, and give thanks, that is, give thanks at the remembrance of his holiness—instead of, rekindling the remembrance, and not forgetting the good things supplied by the Lord to human beings. And especially ought one to intensify thanksgiving, remembering the philanthropy of God, which is so great as never to wish any evil for human beings. But if ever anyone, through his own wickedness, should need conversion, he himself prepares for himself a wrath of anger; yet the will of God is never to wish death for a human being, but life. Therefore it is said elsewhere: As I live, says the Lord, I do not wish the death of the sinner as I wish his repentance. So then here too it has been said: Life is in his will.
οὐ γὰρ ὀργὴ ἐν τῷ θελήματι αὐτοῦ. Παρὰ προαίρεσιν δὲ Θεοῦ καὶ παρὰ τὸ βούλημα αὐτοῦ τοῖς ἁμαρτάνουσι κατασκευάζεται θυμὸς καὶ ὀργή· ὃ δὴ παρίστησιν ὁ Ἀπόστολος φήσας· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει. Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Δικαιοῖ τὴν κρίσιν τοῦ Κυρίου ὁμολογῶν πόθεν αὐτῷ συμβέβηκεν ἡ πτῶσις· δέον γὰρ ἑστῶτα ἐν τῇ παρὰ
τῷ Θεῷ στάσει μεμνῆσθαι τοῦ φάσκοντος λόγου· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ὁμολογεῖν τε τῷ Θεῷ χάριν ὑπὲρ τῆς στάσεως. Ὁ δὲ, οὐκ ὀρθῶς λογισάμενος, παρὰ τὴν αὐτοῦ ἀρετὴν ἐν τοῖς καλλίστοις ἑστάναι ἐνόμιζεν· ἀπέφαινέ τε ἑαυτὸν καὶ ἄτρεπτον καὶ ἀμετάβλητον. Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Ἐπεὶ ταῦτα τὰ προειρημένα οὐκ ὀρθῶς ἐλογίζετο, ἔγνω, ὅτι ἡ στάσις αὐτοῦ ἐκείνη, καὶ ἡ εὐθηνία καὶ τὸ προσὸν αὐτῷ τότε κάλλος οὐκ ἦν ἐξ αὐτοῦ, οὐδὲ παρὰ τὴν ἑαυτοῦ αἰτίαν ὑπῆρχεν αὐτῷ. Διὸ ἐξομολογούμενος ταῦτά φησιν ἔργῳ τὴν πεῖραν παραλαβὼν τῆς ἑαυτοῦ ἀσθενείας· Ἀπέστρεψας δέ σου τὸ πρόσωπον, καὶ ἐγενήθην τεταραγμένος. Σὺ μὲν γὰρ οὐδὲν πλέον ἔπραξας, οὔτε ὦσας, οὔτε κατέβαλες· αὐτὸ δὲ τοῦτο διὰ τὴν ἐμὴν μεγαλαυχίαν μεμονωμένον με εἴασας, καὶ τῆς παρὰ σοῦ βοηθείας ἔρημον. Ἀπέστρεψας τὸ πρόσωπόν σου·
For there is no anger in his will. But contrary to God's purpose and contrary to his will, wrath and anger are prepared for those who sin; which indeed the Apostle sets forth, saying: Or do you despise the riches of his goodness, and of his forbearance and longsuffering? Not knowing that the goodness of God leads you to repentance. But according to your hardness and impenitent heart, you treasure up for yourself wrath on the day of wrath and of the revelation and righteous judgment of God, who will render to each according to his works. But I said in my prosperity: I shall never be shaken. He justifies the judgment of the Lord, confessing from where his fall came upon him; for it was necessary, while standing in the station that is with God, to remember the saying that declares: Let him who thinks he stands take heed lest he fall, and to give thanks to God for the standing. But he, not reasoning rightly, supposed that he stood in the finest things by his own virtue; and he declared himself both unchangeable and immutable. O Lord, in your will you gave power to my beauty. Since he did not rightly reason about these things previously spoken, he knew that that standing of his, and the prosperity, and the beauty that was present with him at that time, was not from himself, nor did it exist for him by his own cause. Therefore, confessing these things, he says in deed, having received the experience of his own weakness: You turned away your face, and I became troubled. For you did nothing more, neither did you thrust me down nor cast me down; but this very thing, because of my boasting, you left me isolated and destitute of the help that comes from you. You turned away your face.
ἐγὼ δὲ παραχρῆμα ἠλεγχόμην, καὶ ἐγινόμην τεταραγμένος, ὑποπίπτων τοῖς ἐμοῖς ἁμαρτήμασι, καὶ τοῖς ἐμοῖς ἐχθροῖς. Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; Κατὰ δὲ τὸν Σύμμαχον· Ἐν τοῖς κακοῖς γενόμενος ἔλεγον· Πρὸς σὲ, Κύριε, βοήσω, καί σε τὸν δεσπότην μου ἱκετεύσω· τί κέρδος ἐν τῷ αἵματί μου, κατενεχθέντος μου εἰς διαφθοράν; Μὴ ἐξομολογήσεταί σοι κόνις, ἢ ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἱκετεύω, κάτωθεν κραυγὰς ἀφιεὶς ἀπὸ τοῦ βαθυτάτου λάκκου, πυθόμενος ὡς παρὰ διδασκάλου μαθεῖν παρὰ σοῦ τοῦ Θεοῦ. Τίς ὠφέλεια γίνεται ἢ ἐμοὶ ἢ ἑτέροις ἐκ τοῦ ἐμοῦ αἵματος; Ἢ τί πλέον ἀνθρώποις ὑπάρξει ἐκ τοῦ ἐμὲ ἐλθεῖν εἰς διαφθοράν; Ἑτέρου μὲν γὰρ ἐν τῷ αἵματι ὑπάρξει πολλή τις καὶ μεγάλη ὠφέλεια τῷ παντὶ κόσμῳ· ἐπειδὰν ὁ σὸς ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς πρόβατον ἐπὶ σφαγὴν ἔλθοι, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος. Τούτου γὰρ τῷ αἵματι ἀπολύτρωσις καὶ κακῶν ἐλευθερία πᾶσι τοῖς δι' αὐτοῦ σωθησομένοις γενήσεται. Ἀλλὰ καὶ ἡ κατάβασις ἐκείνου ἡ μέχρι τῶν διαφθαρέντων, καὶ ἐν θανάτῳ γενομένων, πολλοῖς αἰτία σωτηρίας ἔσται. Πολλὸς γὰρ χοῦς καὶ πολλὴ κόνις τῶν πάλαι καὶ σαρκίνων καὶ χοϊκῶν ἀνθρώπων ἐξομολογήσεταί σοι· οἳ καὶ ἐπὶ τὸ κρεῖττον μεταβληθέντες, ἀπαγγελοῦσι τὴν ἀλήθειάν σου. Μήτι οὖν καὶ ἐν τῷ ἐμῷ αἵματι ἔσται τι τοιοῦτον ἀγαθὸν τῷ κόσμῳ; ἢ ὠφεληθήσεταί τις ἐμοῦ κατασυρέντος ὑπὸ τοῦ θανάτου;
But I was immediately reproved, and I became troubled, falling down before my own sins and my own enemies. To you, Lord, I will cry out, and to my God I will make supplication. What profit is there in my blood, in my going down into corruption? And according to Symmachus: When I was in troubles, I said: To you, Lord, I will cry out, and I will supplicate you, my master; what gain is there in my blood, when I have been brought down into corruption? Will dust confess you, or declare your truth? These things and things like them I supplicate, sending up cries from below out of the deepest pit, having learned as from a teacher to learn from you, God. What profit comes either to me or to others from my blood? Or what more will men possess from my coming into corruption? For from another's blood there will be a great and mighty profit for the whole world, whenever your lamb who takes away the sin of the world comes as a sheep to the slaughter, and as a lamb silent before its shearer. For by his blood there will be redemption and freedom from evils for all who will be saved through him. But also his descent, even to those who have been corrupted and have come into death, will be the cause of salvation for many. For much dust and much earth of the men of old, both fleshly and earthly, will confess you; and they, having been changed for the better, will declare your truth. Is there, then, any such good for the world in my blood? Or will anyone be benefited when I have been dragged down by death?
ἢ χοῦς καὶ ὁ ἀπὸ τοῦ χοῦ ληφθεὶς καὶ γεγονὼς ἄνθρωπος, μεταβληθεὶς ἀπὸ τοῦ χοϊκοῦ καὶ γενόμενος πνευματικὸς, ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; Ἀλλὰ γὰρ οὐδὲν ἔσται ἐξ ἐμοῦ τοιοῦτον· διὸ ἱκετεύω μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἤκουσε Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγενήθη βοηθός μου. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Ταῦτα, φησὶ, δεηθέντος μου, ὁ μὴ μακρὰν ἀφεστὼς τῶν καθαρῶς καὶ πιστῶς ἐπικαλουμένων αὐτὸν Κύριος ἤκουσε, περὶ οὗ εἴρηται· Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ· καὶ ἀκούσας ἠλέησέ με, καὶ ἔργον ἐπεδείξατο τοῦ εἰς ἐμὲ οἴκτου· ἐγενήθη γὰρ βοηθός μου. Ταῦτα ὡς πρὸς ἡμᾶς διαλεχθεὶς, καὶ τὰ συμβεβηκότα αὐτῷ διδάξας ἡμᾶς, ἀποστρέφει πάλιν τὴν εὐχαριστίαν ἐπ' αὐτὸν Θεὸν, τὰς εἰς αὑτὸν εὐεργεσίας διεξιών. Ἠλέησας γάρ με σὺ, φησὶ, καὶ γέγονας βοηθός μου· οὕτω τε μετέβαλες τὰ παλαιά μου δάκρυα, καὶ τοὺς θρήνους καὶ τὸν κοπετὸν εἰς γέλωτα καὶ χαρὰν, καὶ ἀγαλλίασιν, ἐπαληθεύσας τὸν ὕστερόν ποτε λεχθέντα μακαρισμὸν περὶ τῶν κλαιόντων καὶ πενθούντων, κατὰ τό· Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· καὶ μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. Τὰ σύμβολα γοῦν τοῦ πένθους ἀπέδυσάς με, τὸν σάκκον, ἐν ᾧ κακοπαθὼν ἐμαυτὸν ἐτιμωρούμην, καὶ ζώσματι εὐφροσύνης περιέζωσάς με. Καὶ ταῦτα πάντα μοι παρέσχου, ἵνα μὴ ἀπομείνω κόνις καὶ χοῦς ὁ μὴ
Or dust, and the man taken from dust and become man, changed from the dust-like and become spiritual, will he declare your truth? But indeed nothing of that sort will come from me; therefore I beseech you that I not be made like those who go down into the pit. The Lord heard, and had mercy on me; the Lord became my helper. You turned my lamentation into joy for me, you tore my sackcloth, and you girded me with gladness. These things, he says, when I prayed, the Lord heard—he who is not far from those who call upon him purely and faithfully, of whom it is said: The Lord is near to all who call upon him in truth; and having heard, he had mercy on me, and displayed a work of his compassion toward me; for he became my helper. Having spoken these things as to us, and having taught us the things that happened to him, he again turns his thanksgiving back to God himself, recounting the benefits bestowed on him. For you had mercy on me, he says, and you became my helper; and thus you changed my old tears, and my laments and lamentation, into laughter and joy and exultation, fulfilling that blessing later spoken concerning those who weep and mourn, according to the text: Blessed are those who weep, for they shall laugh; and blessed are those who mourn, for they shall be comforted. At any rate, you stripped from me the symbols of mourning, the sackcloth in which I punished myself when I suffered ill, and you girded me with a belt of gladness. And all these things you provided for me, so that I might not remain dust and earth, I who am not
ἐξομολογούμενός σοι, ἀλλ' ἵνα ψάλλῃ σοι ἡ δόξα μου. Ἐν μὲν γὰρ τῷ καταβῆναί με εἰς διαφθορὰν οὐδεμία τις ἦν ὠφέλεια οὔτ' ἐμοὶ οὔτε ἑτέροις. Ἐγώ τε γὰρ ἀπεστερούμην τῆς παρὰ σοῦ ζωῆς, ἄλλοι τε οὐδαμῶς ἐτύγχανον τῆς δι' ἐμοῦ σωτηρίας. Ἐν δὲ τῷ μεταβάλλειν σε τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, καὶ ἐν τῷ διαῤῥῆξαί σε τὸν σάκκον μου καὶ περιζῶσαι εὐφροσύνην, οὐχ ἡ τυχοῦσα γεγένηται ὠφέλεια· ἀπολαβὼν γὰρ τὴν προτέραν ἐμαυτοῦ δόξαν, διὰ ταύτης σοι ψαλῶ, καὶ ψαλῶ σοι οὐ μετά τινος φαύλης συνειδήσεως, ἀλλὰ μετὰ πεπαῤῥησιασμένης καὶ καθαρᾶς διανοίας. Διό φησιν· Ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Οὕτω τε διατελέσω εἰς τὸν σύμπαντα αἰῶνα, ἐξομολογούμενός σοι, καὶ τὰς σὰς διὰ παντὸς εὐεργεσίας τὰς εἰς ἐμὲ διεξιών. Κύριος ἐγενήθη βοηθός μου. Σημειωτέον, ὅτι τὸ, ἐγενήθη, οὐκ ἀεὶ οὐσίωσιν σημαίνει· ἀλλ' ἔσθ' ὅτε καὶ πρός τινα σχέσιν. Εἴ ποτε οὖν καὶ ἐπὶ τοῦ Σωτῆρος τοιαύτη γένοιτο φωνὴ, σχέσιν πρός τι καὶ οὐχὶ οὐσίωσιν σημαίνει. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Ἡ, κοπετὸς, φωνὴ, τὴν συναίσθησιν σημαίνει, ὡς καὶ αὐτὴ ἡ πρᾶξις παρίστησι, τῶν χειρῶν τὸ στῆθος κοπτουσῶν. Ὁ οὖν ἐν συναισθήσει ἰδίων ἁμαρτημάτων γεγονὼς, καὶ ἐνεργητικῶς διὰ χειρῶν πνευματικῶν τὴν αἴσθησιν αὐτοῦ διεγείρας, μεταβαλὼν ἀπὸ τοῦ ὀλοφύρεσθαι, χαρὰν τὸν καρπὸν τοῦ Πνεύματος ἀναλήψεται. Τὸ, ἔστρεψας, δηλοῖ τὴν ἐκ τοῦ κόπτεσθαι καὶ λυπεῖσθαι εἰς χαρὰν μεταβολήν· τὸ δὲ, οὐ μὴ κατανυγῶ, οὐ μὴ μεταγνῶ, φησί. Δόξα δὲ ψάλλουσα τοῦ ταῦτα λέγοντος τῷ Θεῷ, ὀρθὴ πολιτεία καὶ γνῶσίς ἐστιν εἰλικρινής.
confessing to you, but so that my glory may sing to you. For when I went down into corruption, there was no benefit either to me or to others. For I was being deprived of the life that comes from you, and others in no way obtained the salvation that comes through me. But when you turned my lamentation into joy for me, and when you tore my sackcloth and girded me with gladness, the benefit that came about was not an ordinary one; for having recovered my former glory, through it I will sing to you, and I will sing to you not with some base conscience, but with a bold and pure mind. Therefore he says: So that my glory may sing to you, and I shall not be pricked. And so I will continue for all eternity, confessing to you and recounting your benefits toward me throughout. The Lord became my helper. It should be noted that "became" does not always signify essence, but sometimes also relation to something. If, then, such a voice should ever occur also in the case of the Savior, it signifies relation to something and not essence. You turned my lamentation into joy for me. The word "lamentation" signifies the awareness, as the action itself also shows, of hands beating the breast. He, then, who has come to awareness of his own sins, and has actively stirred up his perception through spiritual hands, having changed from wailing, will receive joy, the fruit of the Spirit. "You turned" indicates the change from beating and grieving into joy; and "I shall not be pricked" means "I shall not repent." And the glory that sings to God of the one who says these things is a right conduct of life and sincere knowledge.
Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι· ἀντὶ τοῦ, ἐπὶ πᾶσι τοῖς συμβαίνουσιν, οὐ προσηνέσι μόνον, ἀλλὰ καὶ ἐπὶ πόνοις, εὐχαριστῶ σοι, Δέσποτα.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ, ΕΚΣΤΑΣΕΩΣ Λʹ.
Οὔτε ἐν τῇ Ἑβραίων Γραφῇ, οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἡ προγραφὴ περιέχει, ἐκστάσεως. Μήποτε δὲ διὰ τὸ ἐκφέρεσθαι τῷ ψαλμῷ· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, τὴν προσθήκην τις ἐποιήσατο ἐν τῇ προγραφῇ εἰς τὸν καιρὸν καθ' ὃν ἐν ἐκστάσει γενόμενος εἶπεν· Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, ἀναπέμψας τὰ ἐμφερόμενα τῷ λόγω; Πλὴν ἀλλ' εἰς τὸ τέλος τοὺς ἐντυγχάνοντας παραπέμπει καὶ ἡ παροῦσα προγραφὴ, ἤτοι διὰ τὰ τελευταῖα, ἐν οἷς παραίνεσιν ἀναγκαιοτάτην περιέχει ἡ λέγουσα· Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖται Κύριος, καὶ τὰ ἑξῆς· ἢ διὰ τὸ προφητεύειν τινὰ περὶ τῶν κατὰ τὸ πάθος τοῦ Σωτῆρος πεπραγμένων· ἃ δὴ γίγνεσθαι ἤμελλεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. Ἀλλ' ἐπεὶ καὶ τοῦ Δαυῒδ ἐλπίδας ὑπογράφει ἀγαθὰς ὁ λόγος, αἵτινες ἤμελλον αὐτῷ εἰς τὸν μέλλοντα χρόνον ἀποδίδοσθαι, εἰκότως εἰς τὸ τέλος ἀναπέμπει τὴν προγραφήν. Περιέχει δὲ ὁ πᾶς ἱκετηρίαν τοῦ Δαυΐδ, ὅλον ἑαυτὸν ἀναρτήσαντος τοῦ Θεοῦ, καὶ παρακαλεῖ μὴ ἐκπεσεῖν τῆς ἐλπίδος. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Κλῖνον πρὸς μὲ τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με.
Lord my God, I will give thanks to you forever—meaning, in all that happens, not only in pleasant things but also in pains, I give thanks to you, Master.
For the end, a psalm of David, concerning ecstasy, 30.
Neither in the Hebrew Scripture nor among the other translators does the superscription contain "of ecstasy." Perhaps, because it is uttered in the psalm—"But I said in my ecstasy: I am cast away from before your eyes"—someone made the addition in the superscription, with reference to the time at which, having come into ecstasy, he said, "I am cast away from before your eyes," sending up the things contained in the passage. However, the present superscription also refers those who encounter it to the end, either because of the final words, in which it contains a most necessary exhortation—the one that says, "Love the Lord, all you his holy ones, because the Lord seeks truth," and what follows—or because it prophesies certain things about what was done in the passion of the Savior, which things were going to happen at the consummation of the age. But since the passage also sketches out good hopes for David, which were going to be repaid to him in the time to come, reasonably it refers the superscription to the end. The whole psalm contains David's supplication, as he hung his whole self upon God, and he entreats that he not fall from hope. "In you, Lord, I hoped; let me not be put to shame forever; in your righteousness rescue me and deliver me. Incline your ear to me; hasten to deliver me.
Πολλῷ τε πλούτῳ περιῤῥεόμενος, εἰ καὶ νίκαις ταῖς κατ' ἐχθρῶν ἐκόμα, ἀλλὰ τούτων οὐδὲν πρὸς ἀσφάλειαν συμβαλεῖσθαι αὐτῷ ἐπέπειστο, μόνην δὲ τὴν ἐπὶ Κύριον ἐλπίδα· διὸ ἱκέτευε ταύτης μήποτε ἐκπεσεῖν· ἀλλὰ καὶ ἡμᾶς ἐδίδασκε τὰ ὅμοια αὐτῷ ζηλοῦντας καὶ φρονεῖν καὶ λέγειν. Ἀντὶ δὲ, ἐν τῇ δικαιοσύνῃ σου· ἐν τῇ ἐλεημοσύνῃ σου, ὁ Σύμμαχος ἐξέδωκε. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. Ταῦτα καὶ ἐν τῷ ἑπτακαιδεκάτῳ εἶπε ψαλμῷ. Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν
μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας. Ἐξ ὧν ἐπειράθην πάλαι πρότερον, πέπεισμαι, ὅτι καὶ νῦν ἐξάξεις με ἐκ πάσης παγίδος τῆς ὑπὸ τῶν ἐχθρῶν μοι κατασκευαζομένης. Ἕως γὰρ ἐν τῷ βίῳ τῷ θνητῷ τυγχάνω, οἶδα πολεμούμενος· καὶ μέχρις ἐσχάτης ἀναπνοῆς ἐν ἀγωνίᾳ κατέστην καὶ διὰ τὰς τῶν ἐχθρῶν ἐπιβουλάς. Ἀλλὰ πέπεισμαι, ὅτι ἐπὶ σοὶ ἀναρτήσας τὴν ἐμαυτοῦ ἐλπίδα, οὐ καταισχυνθήσομαι εἰς τὸν αἰῶνα. Θεὸν δὲ ἀληθείας εὐκαίρως καὶ καταλλήλως τοῖς λεγομένοις ὠνόμασεν· οὐ γὰρ ἔστι διαψευσθῆναι τὸν ἐπὶ σὲ ἠλπικότα, οὐδὲ τὸν ἐπὶ ταῖς σαῖς ἐπαγγελίαις πεπιστευκότα. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς. Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα· ἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου· Εἰκότως χαίρεις μὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς, καὶ τούτους προσίεσαι· διὸ λέλεκται· Ἀληθείας ἐκζητεῖ Κύριος·
Though he was surrounded by great wealth, even if he exulted in victories over his enemies, he was convinced that none of these things would contribute to his security, but only hope in the Lord; therefore he besought that he might never fall from it; but he also taught us to emulate him and to think and speak the same things. But in place of "in your righteousness," Symmachus rendered "in your mercy." Be to me a God for a protector, and for a house of refuge to save me. For you are my strength and my refuge, and for the sake of your name you will guide me and nourish me. These things he also spoke in the seventeenth psalm. You will bring me out of this snare which they hid for me, for you are my protector, O Lord. Into your hands I will commit my spirit; you have redeemed me, O Lord, the God of truth. From what I experienced long ago before now, I am persuaded that even now you will bring me out of every snare that is prepared for me by my enemies. For as long as I am in this mortal life, I know that I am warred against; and to my last breath I have stood in agony also because of the plots of my enemies. But I am persuaded that, having hung my hope upon you, I shall not be put to shame forever. And he named him "God of truth" aptly and fittingly for what was said; for it is impossible for one who has hoped in you to be deceived, nor for one who has believed in your promises. You hated those who keep vain vanities. But I hoped in the Lord; I will exult and be glad in your mercy. With good reason you rejoice in the lovers of truth, and you receive them; therefore it has been said: The Lord seeks out truths.
τοὺς δὲ τὴν ματαιότητα περιέποντας εἰκότως ἀποτρέπῃ καὶ μισεῖς, ὡς ἂν τὸ ψεῦδος μεταδιώκοντας. Ματαιότης γὰρ τὸ ψεύδους γέμον· διὸ παραινεῖς λέγων· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖσθε ψεῦδος; Ἐγὼ δὲ, ἀποστραφεὶς τὰ μάταια, ἐπὶ σὲ μόνον τὸν ἐμαυτοῦ Κύριον ἤλπισα· διὸ πέπεισμαι, οὐκ εἰκῇ σοι ἐμαυτὸν παρατεθεῖσθαι. Τὸ γὰρ τέλος τῆς εἰς σὲ ἐλπίδος χαρὰ καὶ εὐφροσύνη. Ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἤδη καὶ ἄλλοτε ἐπεῖδες τὴν ταπείνωσίν μου· πολλάκις τε περιπεσούσης τῆς ἐμῆς ψυχῆς ἀνάγκαις ταῖς ὑπὸ τῶν ἐχθρῶν ἐπιτεθείσαις αὐτῇ, ἐμοῦ τε μηδὲν πλέον πράττοντος ἢ ταπεινοῦντος ἐμαυτὸν καὶ κακοῦντος διὰ τῶν πρὸς σὲ τὸν Θεὸν ἱκετηρίων, σὺ αὐτὸς ὁ ἐμὸς ὑπέρμαχος καὶ ὑπερασπιστὴς, μὴ ἀντιπαρελθών με, ἀποδεξάμενος δὲ τὴν ἐμὴν ταπείνωσιν, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· παραδόξως δέ με εἴσω δικτύων ἤδη γενόμενον, καὶ ταῖς χερσὶ τῶν ἐχθρῶν παραδεδομένον ἁρπάσας ἐλεύθερον ἀνῆκας, καὶ τοὺς πόδας μου ἐν πλατύτητι καὶ εὐρυχωρίᾳ κατέστησας, συγχωρήσας ἄφετόν με βαδίζειν ὅποι καὶ βούλομαι. Διδάσκει δὲ καὶ ἡ ἱστορία, ὅτι, πολλάκις καταληφθεὶς ὑπὸ τοῦ Σαοὺλ, καὶ μέντοι καὶ ἐν τῷ σπηλαίῳ καθειρχθεὶς, τὰς ἐκείνου χεῖρας διέφυγε, καὶ ἄλλοτε τοὺς Γετθαίους παραπληξίαν σχηματισάμενος. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου.
But those who cultivate vanity you reasonably turn away and hate, as pursuing falsehood. For vanity is full of falsehood; therefore you exhort, saying: Sons of men, how long will you be heavy-hearted? Why do you love vanity and seek falsehood? But I, having turned away from vain things, hoped in you alone, my own Lord; therefore I am persuaded that I did not set myself before you in vain. For the end of hope in you is joy and gladness. Because you looked upon my lowliness, you saved my soul from necessities. And you did not shut me up into the hands of enemies; you set my feet in a broad place. Already at other times you looked upon my lowliness; and often, when my soul fell into necessities inflicted upon it by enemies, while I did nothing more than humble myself and afflict myself through supplications to you, God, you yourself, my champion and protector, did not pass me by, but accepted my lowliness, saved my soul from necessities, and did not shut me up into the hands of enemies; but wondrously, when I was already within the nets and had been handed over to the hands of enemies, you snatched me away and set me free, and established my feet in breadth and spaciousness, allowing me to walk wherever I wish. History also teaches this: that often, having been overtaken by Saul, and indeed even shut up in the cave, he escaped that man's hands, and at another time the Gittites by feigning madness. Have mercy on me, Lord, for I am afflicted; my eye was troubled in anger, my soul, and my belly.
Ἱκετεύω, φησὶ, καὶ δέομαι ἐλεηθῆναι, ὅτι θλίβομαι· ἀνθ' οὗ ὁ Ἀκύλας φησίν· Ὅτι στενὸν ἐμοί. Τὴν γὰρ στενὴν καὶ τεθλιμμένην ὁδεύω διὰ σὲ, καὶ τὰς σὰς ἐπαγγελίας. Ἀλλὰ καὶ ὁ τῆς ψυχῆς μου ὀφθαλμὸς, αὐτὸς ὁ νοῦς καὶ τὸ ἐν ἐμοὶ λογιστικὸν, ἐταράχθη ἐν θυμῷ· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας φησίν· Ηὐχμώθη ἐν παροργισμῷ ὁ ὀφθαλμός μου· ὁ δὲ Σύμμαχος· Ἐθολώθη διὰ παροργισμὸν ὀφθαλμός μου. Ὅτε γὰρ παρώργισα, φησὶ, καὶ θυμὸν ἐμαυτῷ ἐπήγειρα, τολμήσας διαπράξασθαι τὰ θυμοῦ καὶ ὀργῆς ἄξια, τὸ τηνικαῦτα σύγχυσις καὶ θόλωσις καὶ αὐχμὸς τὸ λογιστικὸν τῆς ἐμῆς ψυχῆς κατείληφεν. Ἀλλὰ καὶ ἡ ψυχή μου, φησὶ, καὶ ἡ γαστήρ μου, καὶ αὐτὴ ἐθολώθη καὶ ἐταράχθη κατὰ τὸν καιρὸν τοῦ παροργισμοῦ μου. Ὥσπερ δὲ ὀφθαλμὸν ψυχῆς κατὰ μεταφορὰν τοῦ αἰσθητοῦ ὀφθαλμοῦ νενοήκαμεν, οὕτω καὶ τὴν γαστέρα αὐτῆς οὐκ ἂν ἁμάρτοις εἰπὼν τὴν δύναμιν τὴν μνημονικὴν, ἐν ᾗ ὥσπερ ἐν κοιλίᾳ καὶ γαστρὶ πάσας τὰς διὰ λόγων τροφὰς ἐναποτίθεσθαι εἴωθε. Διὸ λέλεκταί που· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Καὶ ὁ Σωτὴρ δέ· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. Κἀνταῦθα τοίνυν τὴν μνημονικὴν δύναμιν, ἢ καὶ αὐτὸ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, κοιλίαν ὠνόμασεν ὁ Σωτήρ. Θολωθεὶς τοίνυν τὸν
I entreat, he says, and beseech to be shown mercy, because I am afflicted; in place of which Aquila says: "Because it is narrow for me." For I walk the narrow and afflicted way for your sake, and for the sake of your promises. But also the eye of my soul, that is the mind itself and the reasoning faculty within me, was troubled in wrath; in place of which Aquila says: "My eye grew dim in provocation"; and Symmachus: "My eye was clouded because of provocation." For when, he says, I provoked and stirred up wrath against myself, daring to accomplish things worthy of wrath and anger, at that very time confusion and clouding and dimness seized the reasoning faculty of my soul. But also my soul, he says, and my belly, even this was clouded and troubled at the time of my provocation. And just as we have understood the eye of the soul by a metaphor from the perceptible eye, so too you would not err in calling its belly the faculty of memory, in which, as in a stomach and belly, all the foods that come through words are accustomed to be stored up. Therefore it has been said somewhere: "Bless the Lord, O my soul, and all that is within me bless his holy name." And the Savior also: "Whoever drinks of the water that I shall give him, rivers from his belly shall flow of living water, springing up into eternal life." Here, then, the Savior has also named the faculty of memory, or even the ruling principle of the soul itself, a belly. Having been clouded, therefore, the
ὀφθαλμὸν τῆς ψυχῆς, καὶ τὴν γαστέρα τὴν παραδεδομένην, ἰατρείᾳ καὶ θεραπείᾳ ἐμαυτὸν παρεῖχον, ὀδύνῃ καὶ στεναγμοῖς, καὶ πτωχείᾳ παραδιδοὺς τὸν ἐμαυτοῦ βίον, ὥσπερ διά τινων κύκλων ἰατρευόμενος. Ἀντὶ δὲ τοῦ, Ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν· σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Διὰ τὴν κάκωσίν μου ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ηὐρωτίασαν. Οὕτω γὰρ, φησὶν, ἐμαυτὸν ἐκάκουν, ὡς διὰ τὴν ὑπερβολὴν τῆς κακώσεως ἐξατονῆσαί μου καὶ ἐξασθενῆσαι τὴν ἰσχὺν, καὶ αὐτὰ τὰ τῆς ψυχῆς μου ὀστέα, καὶ τὰς δυνάμεις ἐν αἷς πάλαι ἠνδριζόμην ηὐρωτίασαν· ἢ κατὰ τὸν Ἀκύλαν· Καὶ τὰ ὀστᾶ μου ηὐχμώθη. Ταῦτα δὲ ἀναγκαῖα πρὸς διδασκαλίαν καὶ ὑπογραμμὸν τῶν ἀφέσεως τυχεῖν βουλομένων τῶν οἰκείων πλημμελημάτων. Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου. Οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ· ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. Ταῦτα ἀναφέρομεν ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, ἁρμόζοι ἂν ὑπ' αὐτοῦ λέγεσθαι, ὅτε οἱ ἐχθροὶ ἀνηρτημένον ὁρῶντες αὐτὸν ἐπετώθαζον ὀνειδίζοντες, κατὰ τὰ γεγραμμένα ἐν τοῖς Εὐαγγελίοις· οἵ τε γνωστοὶ, καὶ οἱ μαθηταὶ, καὶ φίλοι, φόβῳ ὑποπεσόντες, ἀνεχώρουν καταλείποντες αὐτόν· ὅτε καὶ ὁ πρωτοστάτης τοῦ χοροῦ τῶν αὐτοῦ μαθητῶν ἤρνηται αὐτὸν τρίτον. Τότε δὲ καὶ ἀπελήσθη ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἀλλὰ καὶ ἐνομίσθη γεγονέναι ὡς σκεῦος ἀπολωλός. Πλὴν ἀλλὰ καὶ ταῦτα ἐπὶ τὸν ἐν τῷ ψαλμῷ ἐξομολογούμενον ἀναφερόμενα ὑπερβάλλουσαν αὐτοῦ παρίστησι κάκωσιν.
I was offering myself to the eye of the soul, and to the stomach that was handed over, for healing and care, delivering my own life to pain and groans and poverty, being healed as it were through certain cycles. But in place of "In poverty my strength, and my bones were troubled," Symmachus interpreted more clearly, saying: "Because of my affliction my strength and my bones grew weak." For thus, he says, I was afflicting myself, so that through the excess of the affliction my strength was enfeebled and weakened, and the very bones of my soul, and the powers in which I formerly played the man, grew weak; or according to Aquila: "And my bones were parched." And these things are necessary for the teaching and example of those who wish to obtain forgiveness of their own trespasses. I became a reproach beyond all my enemies, and exceedingly to my neighbors, and a fear to my acquaintances. Those who saw me fled outside from me; I was forgotten as a dead man from the heart; I became as a vessel that is lost. We refer these things to the time of the passion of our Savior; they would fitly be said by him, when his enemies, seeing him hanged, mocked and reproached him, according to what is written in the Gospels; and his acquaintances, and disciples, and friends, having fallen through fear, were withdrawing and leaving him; when also the leader of the chorus of his disciples denied him a third time. Then also he was forgotten as a dead man from the heart; but he was also thought to have become as a vessel that is lost. Nevertheless, these things too, when referred to the one who confesses in the psalm, present his exceeding affliction.
Οὕτω γὰρ ἑαυτὸν ἐξέτηκεν, ὡς ἐκλείπειν μὲν αὐτοῦ ἐν ὀδύνῃ τὴν ζωὴν, καὶ ἔτη ἐν στεναγμοῖς, ἀσθενῆσαι δὲ ἐν πτωχείᾳ τὴν ἰσχὺν, καὶ τὰ ὀστέα τῆς ψυχῆς αὐτοῦ ταραχθῆναι· ἐφ' οἷς καὶ ἐγελᾶτο ὑπὸ τῶν ἐχθρῶν, ὡς εἰκῆ καὶ μάτην ἑαυτὸν κατακόπτων. Οὐ μόνον δὲ παρὰ τοῖς ἐχθροῖς ἐγίνετο ὄνειδος, ἀλλὰ καὶ παρὰ τοῖς γείτοσιν αὐτοῦ τοῖς μάλιστα αὐτὸν εἰδόσι, διὰ τὸ ἔγγιστα οἰκεῖν. Οὗτοι γὰρ, ὁρῶντες αὐτὸν κατατρύχοντα ἐν τῇ πρὸς τὸν Θεὸν ἐξομολογήσει, κατεγέλων αὐτοῦ καὶ ὠνείδιζον. Οἱ δὲ προσήκοντες αὐτῷ συγγενεῖς καὶ φίλοι καὶ ἐφοβοῦντο, ὡς μεμηνότα καὶ τὰς φρένας ἐξεστηκότα· ὥστε ἀναχωρεῖν καὶ φεύγειν ἐξ αὐτοῦ, ἀπογινώσκοντας αὐτοῦ τὴν σωτηρίαν, λήθην τε αὐτοῦ ποιεῖσθαι ὡσεὶ καὶ νεκροῦ ἤδη γενομένου, καὶ ὡς περὶ σκεύους ἀπολωλότος διακεῖσθαι. Ταῦτα πάντα πεπονθέναι ἔφασκεν, ἑαυτὸν κακῶν ἐξομολογήσει καὶ μετανοίᾳ. Ἀλλ' οἵδε μὲν, φησὶ, τοιοῦτοι γεγόνασι περὶ ἐμέ. Ἐγὼ δὲ οὐκ ἄνευ λόγου οὕτως ἐμαυτὸν ἦγον, ἀλλ' ἐπειδήπερ ἤκουον ψόγον πολλῶν παροικούντων κυκλόθεν, οἱ τότε συναιρόμενοι ἐπὶ τὸ αὐτὸ λαβεῖν τὴν ψυχήν μου ἐνεθυμοῦντο· οἱ γὰρ ἀφανεῖς καὶ ἀόρατοι ἐχθροὶ, περιπεσόντος μου τῇ ἁμαρτίᾳ, συνετάσσοντο πρὸς ἀλλήλους, ὅπως διαρπάσωσι τὴν ἐμὴν ψυχήν. Διόπερ ἐγὼ, τῆς τούτων ἐπιβουλῆς συναισθόμενος, τῇ τοσαύτῃ ἐμαυτὸν ἐπεδίδουν τιμωρίᾳ, εἴ πως ἄρα ὁ Θεὸς διὰ τὴν τοσαύτην μου ταπείνωσιν ἐλεήσειέ με καὶ ῥύσαιτο τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς. Ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε· εἶπα· Σὺ εἶ ὁ Θεός μου, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.
For thus he melted himself away, so that his life failed in pain, and his years in groanings, and his strength grew weak in poverty, and the bones of his soul were troubled; on account of which he was also laughed at by his enemies, as though he were cutting himself down in vain and to no purpose. And he became a reproach not only among his enemies, but also among his neighbors, those who knew him best, because he lived very near to them. For these, seeing him wasting away in his confession toward God, mocked him and reproached him. But his relatives and friends who were close to him were also afraid, as of one mad and out of his senses, so that they withdrew and fled from him, giving up on his salvation, and making themselves forgetful of him as of one already dead, and regarding him as a vessel that was lost. All these things, he said, he had suffered, through confession of his sins and repentance. But these men, he says, were such toward me. Yet I did not conduct myself in this way without reason, but because I heard the censure of many who dwelt round about, who at that time were taking counsel together to take my soul; for the unseen and invisible enemies, when I had fallen into sin, arranged themselves together, in order to plunder my soul. Therefore I, perceiving their plot, gave myself over to such great punishment, if perhaps God, on account of my great humiliation, might have mercy on me and deliver me from the plot of the enemies. But I hoped in you, O Lord; I said: You are my God, in your hands are my lots.
Ταῦτα τῶν ἐχθρῶν μου, φησὶ, βουλευομένων κατ' ἐμοῦ, ἐπὶ σὲ ἤλπισα, Κύριε· ἔλεγόν τέ σε μόνον βοηθόν μοι ἀπαρκεῖν· Θεὸς γάρ μου εἶ σὺ, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· ἀνθ' οὗ, οἱ καιροί μου, ἡ Ἑβραϊκὴ ἀνάγνωσις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. Εἰ γὰρ καὶ τὰ μάλιστα νῦν οἱ ἐχθροὶ κατισχύουσιν, ὥσπερ καιρὸν ἔχοντες κατ' ἐμοῦ, ἀλλ' οἱ ἐμοὶ καιροὶ πεφυλαγμένοι εἰσὶν ἐν ταῖς σαῖς χερσίν· ἐν οἷς καιροῖς καὶ τοὺς ἐμαυτοῦ κλήρους οἶδα παρὰ σοὶ φυλάττεσθαι. Διὸ εἰκότως ἱκετεύω καὶ δέομαι ἐπὶ τοῦ παρόντος ῥυσθῆναι ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου σῶσόν με ἐν ἐλέει σου· Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. Ὥσπερ ἡλίου ἀνατείλαντος λύεται
τὸ σκότος· ὑπὸ γῆν δὲ γενομένου, νὺξ διαλαμβάνει τὸ πᾶν· προΐασί τε ἐκ τῶν οἰκείων καταδύσεων θῆρες ἄγριοι καὶ ἄνδρες κακουργίας ἐργάται· οὕτως, ἀποστρεφομένου μὲν τοῦ Θεοῦ, οἱ τῆς ψυχῆς ἐχθροὶ ἐπανίστανται καὶ κατατρέχουσιν αὐτῆς· ἐπιλάμψαντος δὲ αὐτοῦ τὸ φῶς τῆς αὐτοῦ θεότητος, ὅπερ πρόσωπον Θεοῦ ὀνομάζειν εἴωθεν ἡ Γραφὴ, ἀποτρέπονται μὲν καὶ ἀποφεύγουσι πάντες οἱ τὰ φίλα τοῦ σκότους ἔργα διαπραττόμενοι, διαλύεται δὲ πᾶν τὸ ἐναντίον τῷ Θεῷ. Διὸ παρακαλεῖ ὁ τὰ πρῶτα ἐξομολογησάμενος φάσκων· Ἐπίφανον τὸ πρόσωπόν σου εἰς τὸν δοῦλόν σου· καὶ πάλιν· Οὐ διὰ τὰς ἐμὰς πράξεις, φησὶ, διὰ δὲ τὸ σὸν ἔλεος σωθῆναι ἀξιῶ· καὶ αὖθις· Ἐπεὶ δέ σε ἐπεκαλεσάμην, φησὶ, μὴ καταισχυνθείην, ὅτι ἐπὶ σοὶ ἤλπισα. Τοῖς μὲν γὰρ ἀσεβέσι, τοῖς σὲ τὸν Θεὸν οὐκ ἐπισταμένοις, αἰσχύνη πρέπει· διό φησιν·
While my enemies, he says, were plotting these things against me, I hoped in you, Lord; and I kept saying that you alone as my helper suffice for me; for you are my God, my lots are in your hands; in place of which, my times, the Hebrew reading and the other translators have rendered. For even if my enemies now prevail greatly, as though they had a season against me, yet my times are kept safe in your hands; in which times I know that my own lots also are guarded with you. Therefore with good reason I supplicate and entreat that for the present I be rescued from my enemies and from those who pursue me. Make your face shine upon your servant; save me in your mercy; Lord, let me not be put to shame, because I have called upon you. Just as when the sun has risen
the darkness is dissolved; but when it has gone beneath the earth, night takes hold of everything; and wild beasts and men who are workers of villainy come forth from their own lairs; so, when God turns away, the enemies of the soul rise up and run down against it; but when he shines forth the light of his own divinity, which Scripture is accustomed to call the face of God, all who practice the works dear to darkness turn away and flee, and everything opposed to God is dissolved. Therefore he who first made confession entreats, saying: Make your face shine upon your servant; and again: Not because of my deeds, he says, but because of your mercy I deem myself worthy to be saved; and again: Since I have called upon you, he says, let me not be put to shame, because I hoped in you. For to the impious, to those who do not know you, God, shame is fitting; therefore he says:
Αἰσχυνθείησαν ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· Σιωπάτωσαν εἰς ᾅδην. Νῦν μὲν γὰρ λαλοῦσι πολλὰ τολμῶντες· ἐπειδὰν δὲ καταχθῶσιν εἰς τὸ κατάλληλον αὐτοῖς χωρίον, τὸ τηνικαῦτα παύσονται τῆς μεγαλαυχίας· τότε δὲ καὶ ἄλαλα γενήσεται τὰ ἐπὶ τοῦ παρόντος πολλὰ κατὰ τοῦ δικαίου φθεγγόμενα χείλη μεθ' ὑπερηφανίας· τότε δὲ καὶ ἐκδικηθήσεται πᾶσα ἡ κατὰ τῶν δικαίων ἐξουδένωσις. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε! Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ. ἀπὸ ἀντιλογίας γλωσσῶν. Ταῦτα, φησὶν, ἱκέτευσα, ἐπιφάναι τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, καὶ σωθῆναι τῷ ἐλέει σου μὴ καταισχῦναι, ὅτι ἐπεκαλεσάμην σε, πεπεισμέ νος, ὡς ἡ σὴ χρηστότης πολλή τις καὶ ἄφατος τυγχάνει, πλούτου δὲ γέμει πολλοῦ. Διὸ καὶ παρὰ τῷ Ἀποστόλῳ εἴρηται· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; Ἀλλὰ νῦν μὲν οὐ τοῖς πᾶσι φανερὰν ποιεῖς τὴν χρηστότητά σου· κρύπτεις δὲ αὐτὴν καὶ ταμιεύῃ φυλάττων τοῖς φοβουμένοις σε. Ἐπεὶ καὶ ἐξειργάσω αὐτὴν εἰς αὐτὸ τοῦτο· λέγω δὲ εἰς τὸ τοῖς ἐλπίζουσιν ἐπὶ σὲ παρασχεῖν αὐτὴν, καὶ παρέξεις γε αὐτὴν κατὰ καιρὸν πρὸ τῶν ὀφθαλμῶν τῶν υἱῶν τῶν ἀνθρώπων, ὥστε πάντας ἰδεῖν τὴν σὴν χρηστότητα, καιρῷ τῆς τῶν ἀγαθῶν ἀμοιβῆς διδομένην τοῖς ἀξίοις·
Let the impious be put to shame and brought down to Hades; or, according to Aquila and Symmachus: Let them be silent in Hades. For now they speak many things, taking bold risks; but when they are brought down to the place suited to them, at that time they will cease from their boasting; then too those lips that presently speak many things against the righteous with arrogance will become mute; then too all the contempt shown against the righteous will be avenged. How great is the abundance of your goodness, Lord, which you have hidden for those who fear you! You have wrought it for those who hope in you before the sons of men. You will hide them in the secret of your presence from the turmoil of men. You will cover them in a tent from the strife of tongues. These things, he says, I supplicated—that you make your face shine upon your servant, and that I be saved by your mercy, not put to shame, because I called upon you, being persuaded that your goodness is great and ineffable, and full of great wealth. Therefore it is also said by the Apostle: Or do you despise the riches of his goodness and forbearance and longsuffering? But now you do not make your goodness manifest to all; rather, you hide it and store it up, keeping it for those who fear you. Since you have also wrought it for this very purpose—I mean, to provide it for those who hope in you—you will indeed provide it at the proper time before the eyes of the sons of men, so that all may see your goodness, given at the time of the recompense of good things to those who are worthy.
διόπερ καὶ ἐν τῷ βίῳ τάς σοι ἀνακειμένας ψυχὰς κατὰ τοὺς τῶν πειρατηρίων καιροὺς τῆς παρὰ σαυτοῦ σκέπης καταξιῶν ἀποκρύπτεις, ῥυόμενος αὐτοὺς ἀπὸ ταραχῆς ἀνθρώπων, καὶ ὥσπερ ἐν σκέπη ὑπὸ τὴν σαυτοῦ χεῖρα σκεπάζων αὐτοὺς ἀπὸ ἀντιλογίας γλωσσῶν, πρὸς τὸ μηδὲν καταβλάπτεσθαι μήτε ὑπὸ τῶν λόγοις αὐτοὺς καταπολεμούντων, μήτε ὑπὸ τῶν δι' ἔργων τὰς κατ' αὐτῶν μηχανὰς συσκευαζομένων. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. Διὰ τοσούτων τὴν πρὸς τὸν Θεὸν ἔντευξιν πεποιημένος ὁ ἐξομολογούμενος, ἐπὶ χρηστὸν περιγράφει τέλος τὸν λόγον, εὐλογῶν τὸν Θεὸν, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς· ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτως· Εὐλογητὸς Κύριος ὁ παραδείξας τὸ ἔλεος αὐτοῦ ἐμοὶ, ὡς ἐν πόλει περιπεφραγμένῃ. Δι' ἐμοῦ γὰρ, φησὶν, ὁ Θεὸς ἐδοξάσθη, ὅτι, μυρίων ἐπ' ἐμὲ πολεμίων συστάντων, καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πεπειραμένων, ὁ ἐμὸς φύλαξ, φραγμόν μοι περιβαλὼν, τὸ ἔλεος αὐτοῦ θαυμαστὸν ἔδειξεν, οὕτω με σώσας ὡσεὶ καὶ πόλιν τείχει περιβεβλημένην ὀχυρῷ. Τοιοῦτος δέ μοι γέγονας σὺ ὁ ἐμὸς Κύριος, ὁπηνίκα αὐτὸς ἐμαυτὸν ταπεινῶν ἐν τῇ γενομένῃ μοι ἐκστάσει, ἐν ᾗ ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου καὶ ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. Οὐκ ἐπετρίβην, ἀλλ' ἐταπείνουν ἐμαυτὸν, ὡς ἀποῤῥιφεὶς ἀπὸ τῶν σῶν ὀφθαλμῶν διὰ τὴν ἐμὴν ἁμαρτίαν. Ἀλλὰ ταῦτα ἐγὼ μὲν ἔλεγον ἐξομολογούμενος· σὺ δὲ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς, οὐκ ἀπέῤῥιψας τὸν σὸν οἰκέτην, ἀλλὰ κατὰ τὴν
Therefore also in this life you hide the souls that are consecrated to you, deeming them worthy of your own protection in times of trial, rescuing them from the turmoil of men, and as it were sheltering them in a shelter under your own hand from the contradiction of tongues, so that they suffer no harm either from those who war against them with words or from those who devise plots against them through deeds. Blessed is the Lord, for he has made his mercy wonderful in a city of refuge. Having made his petition to God through so many things, the one who gives thanks brings his account to a good end, blessing God because he made his mercy wonderful in a city of refuge; which Symmachus interpreted thus: Blessed is the Lord who showed his mercy to me, as in a walled city. For through me, he says, God was glorified, because when countless enemies rose up against me and tried to besiege my soul like a great city, my guardian, throwing a wall around me, showed his mercy to be wonderful, saving me thus as even a city surrounded by a strong wall. Such did you become to me, you my Lord, when I myself humbled myself in the ecstasy that came upon me, in which my eye was troubled in wrath, and my soul, and my belly. I was not crushed, but I humbled myself, as one cast away from your eyes because of my sin. But these things I said while giving thanks; but you, loving and good God, did not cast away your servant, but according to the
ἐπαγγελίαν τὴν φάσκουσαν· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ· ταῦτα ἐμοῦ λέγοντος εἰσήκουσας, καὶ διὰ τοῦτο ἐθαυμάστωσας τὸ ἔλεός σου ἐμοὶ ἐν πόλει περιοχῆς. ΤΩ ΔΑΥΙΔ ΣΥΝΕΣΕΩΣ ΛΑʹ.
Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Πολλὰ κακώσας ἑαυτὸν ἐπὶ τῷ συμβεβηκότι πλημμελήματι ὁ Δαυΐδ, καὶ τὰς διὰ τοῦ τριακοστοῦ φωνὰς προέμενος, φροντίζων καὶ ἀγωνιῶν τὴν τοῦ Θεοῦ κρίσιν, ἐφ' οἷς αὐτὸς ἑαυτῷ συνεγνώκει· εἶτα τῷ Πνεύματι τῷ ἁγίῳ καὶ τῇ δυνάμει τῇ προφητικῇ τὴν διὰ τῆς σωτηρίου χάριτος μέλλουσαν ἔσεσθαι πᾶσιν ἀνθρώποις συγχώρησιν τῶν ἁμαρτημάτων ἐπιγνοὺς, καὶ ὡς οἱ ἐξ ἐθνῶν εἰδωλολάτραι καὶ ἄθεοι, μυρίοις κακοῖς ἐμπεπαρμένοι, ἀθρόας ποτὲ τεύξονται ἀφέσεως ἁμαρτιῶν διὰ λουτροῦ παλιγγενεσίας, τρισμακαρίους τούτους ἀποφαίνει διὰ τῶν προκειμένων. Ὀδυρμοῖς, φησὶν, ἐγὼ καὶ δάκρυσι θαμινοῖς διὰ τὴν ἁμαρτίαν προστετηκὼς, καὶ παντοδαπαῖς συμφοραῖς ταύτης χάριν περιπεσὼν, ζηλωτοὺς ἐκείνους καὶ μακαρίους ἀποκαλῶ, τοὺς ἀταλαιπώρως τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ τῶν ἁμαρτημάτων δεξαμένους τὴν ἄφεσιν. Τοσαύτῃ γὰρ περὶ αὐτοὺς χρῆται φιλοτιμίᾳ, ὡς μὴ μόνον ἀφεῖναι, ἀλλὰ καὶ καλύψαι τὰς ἁμαρτίας, καὶ μηδὲ ἴχνη τούτων καταλείπειν. Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. Τὰ μὲν προλελεγμένα γενικῶς εἴρηται, καὶ καθόλου περὶ πάντων τῶν μελλόντων ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τυγχάνειν· τὰ δὲ προσκείμενα ὅπως ἡ ἄφεσις δίδοται παρίστησι διὰ τοῦ· Οὗ μὴ λογίσηται Κύριος ἁμαρτίαν.
The promise that says: When you turn away and groan, then you will be saved; when I said these things you listened, and for this reason you marveled at your mercy toward me in a city of refuge. Of David, for understanding, 31.
Blessed are those whose lawless deeds have been forgiven, and whose sins have been covered. David, having greatly afflicted himself over the transgression that had befallen him, and having uttered the words through the thirtieth psalm, caring and agonizing over the judgment of God for the things he had himself forgiven himself; then, having learned by the Holy Spirit and the prophetic power the forgiveness of sins that was to come through saving grace for all men, and that those from the nations, idolaters and godless, having been defiled by countless evils, would one day obtain a sudden remission of sins through the washing of regeneration, he declares them thrice-blessed through the words before us. He says: I, having been consumed by lamentations and frequent tears because of sin, and having fallen into all kinds of calamities on account of it, call those men enviable and blessed who without toil receive the forgiveness of sins through the loving-kindness of God. For he exercises such generosity toward them as not only to forgive but also to cover their sins, and not to leave even a trace of them. Blessed is the man to whom the Lord will not reckon sin, nor is there deceit in his mouth. The things said before were spoken generally, and in a universal sense concerning all who were to obtain forgiveness of sins through grace; but what follows shows how forgiveness is given through the words: To whom the Lord will not reckon sin.
Ἅπαξ μὲν γὰρ γενομένην τὴν παραχθεῖσαν ἁμαρτίαν ἀγένητον μὴ δύνασθαι εἶναι δηλοῖ· τόν γε μὲν Κύριον τὸν ἐξουσίαν ἔχοντα ἐν τῷ λογοθεσίῳ λογίζεσθαι τῷ ἡμαρτηκότι, ἢ μὴ λογίζεσθαι τὸ πεπραγμένον, ἀλλὰ συγχωρεῖν ποιεῖσθαι τὴν ἄφεσιν. Καὶ ἐπειδήπερ ἕκαστος τῶν προσιόντων τῇ διὰ τοῦ βαπτίσματος δωρουμένῃ συγχωρήσει δι' ὁμολογίας τῆς εἰς τὸν Σωτῆρα, τῆς γε εἰς τὸν τῶν ὅλων Θεὸν πίστεως, καὶ δι' ἐξομολογήσεως εἰλικρινοῦς, τῆς ἀφέσεως τεύξεται· σφόδρα ἀκριβῶς ὁ λόγος προστίθησι τὴν φάσκουσαν προσθήκην· Οὐδ' ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος, ἢ, ἐν τῷ πνεύματι αὐτοῦ δόλος· ἑκατέρως γὰρ φέρεται ἐν τῷ ἀναγνώσματι. Οὗτος γὰρ μακάριος, ὁ καθαρῷ πνεύματι τὴν ἐξομολόγησιν ποιούμενος, καὶ τὰς ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας φωνὰς προσφερόμενος. Εἰ δ' εὑρεθείη ἐν τῷ στόματι αὐτοῦ δόλος, ἢ ἐν τῷ πνεύματι καὶ τῇ ψυχῇ, ὡς ἀπατήσας ἑαυτὸν πρὸς τὸ μὴ τυχεῖν τῆς ἀφέσεως, ἔτι καὶ αὐξήσει τὰ ἑαυτοῦ κακὰ ἐπισωρεύσας καθ' ἑαυτοῦ πλείονα ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, κ.τ.λ. Ἐκεῖνοι μέν εἰσι μακάριοι, οὓς τῷ πνεύματι γνοὺς ἐμακάρισα· ἐγὼ δὲ πολλὰ κοπιάσας ἐν ταῖς πρὸς τὸν Θεὸν βοαῖς καὶ ἐξομολογήσεσιν, ἀπέκαμον καὶ ἐσίγησα· ἀνθ' οὗ ὁ μὲν Σύμμαχος, Ὅτι ἀπεσίγησα· ὁ δὲ Θεοδοτίων, Ὅτι ἐκοπίασα, ἡρμήνευσαν. Ἀντὶ δὲ τοῦ ἀπὸ τοῦ κράζειν με, Ἀπὸ τοῦ ὀδύρεσθαί με πᾶσαν ἡμέραν, ἐκδέδωκεν ὁ Σύμμαχος, Ἐπαλαιώθη δὲ αὐτοῦ τὰ ὀστᾶ συντριβόμενα ἐκ τῆς πολλῆς κακώσεως τῆς κατὰ τὴν ἐξομολόγησιν αὐτῷ γεγενημένης·
He shows that sin, once committed, cannot be as though it had never happened; but the Lord, who has authority in the reckoning, can either count the deed to the one who has sinned, or not count it, but forgive and grant remission. And since each of those who come to the forgiveness bestowed through baptism will obtain remission through confession of faith in the Savior—that is, faith in the God of all—and through sincere confession, the word very precisely adds the addition that says: And there is no guile in his mouth, or, in his spirit; for it is read both ways in the passage. For this one is blessed, who makes his confession with a pure spirit and offers up the words in the bath of regeneration. But if guile be found in his mouth, or in his spirit and soul, then, having deceived himself so as not to obtain forgiveness, he will further increase his own evils, heaping up against himself greater wrath on the day of wrath. Because I kept silence, my bones grew old from my crying out all the day long, etc. Those are blessed whom, knowing in spirit, I pronounced blessed; but I, having labored much in my cries and confessions to God, grew weary and fell silent; for which Symmachus rendered, Because I fell silent; and Theodotion, Because I labored. And instead of from my crying out, Symmachus gave, From my lamenting all the day long, and, His bones grew old, being crushed from the great affliction that came upon him in the confession.
ἐν ᾗ καὶ τὰς δυνάμεις τῆς ψυχῆς ὀστέα ὀνομαζομένας κατεπόνει. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Ὅτι ἐκώφευσα, κατετρίβη τὰ ὀστᾶ μου ἐν βρυχήματί μου· κατὰ δὲ τὸν Σύμμαχον, Ὅτι ἀπεσιώπησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ ὀδύρεσθαι πᾶσαν ἡμέραν. Οὐδὲ μέχρι μηνὸς, ἀλλὰ πάσας τὰς ἡμέρας κατέτρυχεν ἑαυτὸν καὶ κατεπόνει. Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Διάψαλμα. Ἄλλοι δὲ οὐ, τὴν ἀσέβειαν τῆς καρδίας, ἀλλὰ, τὴν ἀσέβειαν τῆς ἁμαρτίας
μου, ἐξέθεντο. Ἀντὶ δὲ τούτου ἀκριβέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Ἵνα σὺ ἀφέλῃς τὴν ἁμαρτίαν μου. Τάδε γὰρ, φησὶ, καὶ τάδε διεπραξάμην, ἵνα τάδε μοι γένωνται. Οὐκ ἤδη τετυχηκὼς τῆς ἀφέσεως, ἀλλ' ὡς πάντα πράττων, ἵνα αὐτῆς τύχῃ, ταῦτ' ἔλεγε κατὰ τὸν Σύμμαχον. Καὶ ἔχεταί γε λόγου ἡ τοιαύτη ἑρμηνεία· εἰ γὰρ ἑτέρους ἐμακάριζεν, ὧν ἀφέθησαν αἱ ἀνομίαι, ὡς μηδέπω αὐτὸς τετυχηκὼς τῆς ἀφέσεως, πῶς ἐνταῦθα ἐδύνατο λέγειν· Καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου; Διόπερ κατὰ τὸν Σύμμαχον ἀκριβέστερον εἰρῆσθαί φημι τὸ, Ἵνα σὺ ἀφέλῃς τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου. Ὑπὲρ ταύτης προσεύξεταί σοι πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ. Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι. Διὰ τοῦτο πᾶς ὅσιος ὑπόδειγμα λαβὼν ἐκ τῶν κατ' ἐμὲ πεπραγμένων προθυμότατα καὶ εὐθαρσῶς προσεύξεταί σοι, εἴ ποτε καιρὸς αὐτὸν καλῇ ἐπὶ τὴν ὁμοίαν ἐμοὶ προσευχὴν ἐλθεῖν.
in which he was also exhausting the powers of the soul, called bones. Therefore according to Aquila it is said: Because I kept silent, my bones were worn away in my groaning; but according to Symmachus, Because I was silent, my bones grew old, from my lamenting all day long. Nor only until a month, but all the days he was wearing himself down and exhausting himself. I made known my sin, and I did not cover my iniquity. I said: I will confess my iniquity against myself to the Lord, and you forgave the ungodliness of my heart. Diapsalma. But others set down not the ungodliness of the heart, but the ungodliness of my sin. And instead of this Symmachus interpreted more precisely, saying: That you might take away my sin. For these things, he says, and these things I did, that these things might be done to me. Not as one who had already obtained forgiveness, but as one doing all things so that he might obtain it, he said these things according to Symmachus. And such an interpretation is reasonable; for if he was calling others blessed whose iniquities were forgiven, as one who had not yet himself obtained forgiveness, how could he say here: And you forgave the ungodliness of my sin? Therefore I say that according to Symmachus it was spoken more precisely: That you might take away the ungodliness of my sin. For this every holy one will pray to you in a fitting time. Surely in a flood of many waters they will not draw near to him. Therefore every holy one, having taken an example from the things done in my case, will pray to you most eagerly and boldly, if ever a time calls him to come to a prayer like mine.
Προσευξαμένου δὲ αὐτοῦ κατὰ τὸ ὑπόδειγμα τὸ ἐμὸν, καὶ αὐτοῦ ἐπακούσεις, παρέξεις τε αὐτῷ τὴν παρὰ σοῦ σωτηρίαν, ὥστε μηδὲν αὐτὸν βλαβῆναι, κἂν μυρία κατακλύζοντα ὕδατα κατ' αὐτοῦ φέρηται. Ὡς γὰρ ἐπὶ πέτραν οἰκοδομήσας αὑτοῦ τὴν οἰκίαν, καὶ ἐπὶ σὲ τὸν μέγαν Σωτῆρα ἀναρτήσας ἑαυτοῦ τὰς ἐλπίδας, ἄπτωτος καὶ ἑδραῖος μενεῖ· διὰ γὰρ τὴν σὴν φυλακὴν οὐδὲ πλησιάσαι αὐτῷ, οὐδὲ ἐγγὺς γενέσθαι δυνήσεται. Καὶ ταύτην γε τὴν διάνοιαν ἡ τοῦ Συμμάχου παρέστησεν ἑρμηνεία, φήσασα· Περὶ τούτου προσεύξεται πᾶς ὅσιος, ἀντὶ τοῦ, Διὰ τοῦτο προσεύξεται πᾶς ὅσιός σοι καιρὸν εὑρὼν, ὥστε ἐπικλύζοντα ὕδατα πολλὰ πρὸς αὐτὸν μὴ ἐγγίσαι. Ἐὰν δὲ κατὰ τοὺς Ἑβδομήκοντα λέγηται· Ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος, ἐροῦμεν, ὅτι, ὑπὲρ ταύτης, δηλαδὴ τῆς ἀφέσεως τῆς ἐμοὶ γενομένης. Διὰ γὰρ τὸν σὸν ἔλεον καὶ τὴν εἰς ἐμὲ γενομένην φιλανθρωπίαν πᾶς ὅσιος εὔελπις ἔσται, τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν· εἴ ποτε αὐτῷ γένοιτο, ὡς ἀνθρώπῳ σάρκα περικειμένῳ, τοιοῦτό τι σφάλμα καὶ καιρὸς δεόμενος ὁμοίας ἐμοὶ ἐξομολογήσεως καὶ προσευχῆς. Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ· ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. Τὸ λεγόμενον διὰ τοῦ προφήτου· Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι, καὶ ἐπὶ τοῦ Δαυῒδ ἐπληροῦτο. Διότι εὐχομένου καὶ τὴν δέησιν ἀναπέμποντος, τὸ Πνεῦμα τὸ θεῖον ἀποκρίσεως αὐτὸν ἀξιοῖ, θαρσεῖν αὐτῷ παρακελευόμενον. Ἐγὼ γάρ σε, φησὶν, συνετιῶ καὶ συμβιβῶ σε· ἀνθ' οὗ ὁ Ἀκύλας φησίν· Ἐπιστημώσω σε καὶ φωτίσω σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ· ὁ δὲ Σύμμαχος· Συνετίσω σε καὶ ὑποδείξω σοι ὁδὸν ἣν ὁδεύσεις.
But when he has prayed according to my example, you will also hear him, and you will grant him the salvation that comes from you, so that he suffers no harm, even if countless waters rush against him and flood over him. For as one who has built his house upon a rock, and has hung his hopes upon you, the great Savior, he will remain unshaken and steadfast; for because of your protection, they will not be able even to approach him or come near him. And the interpretation of Symmachus has set forth this meaning, saying: For this every holy one will pray, instead of: For this reason every holy one will pray to you, having found the time, so that many flooding waters may not come near him. But if according to the Seventy it is said: For this every holy one will pray, we will say that "for this" means, namely, the forgiveness that was granted to me. For because of your mercy and the love for humanity shown to me, every holy one will be hopeful of obtaining similar things from you, if ever such a fall should happen to him, as a man clothed in flesh, and a time should need confession and prayer like mine. I will instruct you and teach you in this way in which you shall walk; I will fix my eyes upon you. What is said through the prophet: While you are still speaking, I will say: Behold, I am present, was also being fulfilled in David. For while he was praying and sending up his petition, the divine Spirit deemed him worthy of an answer, urging him to take courage. For I, he says, will instruct you and teach you; in place of which Aquila says: I will make you understand and enlighten you in this way in which you shall walk; and Symmachus: I will instruct you and show you the way which you shall travel.
Ἐπαγγέλλεται γὰρ δεῖξαι αὐτῷ τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός. Ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, ὁ τοὺς ὁδεύοντας ἄγων ἐπὶ τέλος τὸ τρισμακάριον, τὸν ἑαυτοῦ Πατέρα. Ἀντὶ δὲ τοῦ, Ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου, ὁ Σύμμαχος, Βουλεύσομαι, φησὶ, περὶ σοῦ τῷ ὀφθαλμῷ μου. Ἐπειδὴ γὰρ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· εἰκότως τὸν τοσαῦτα ηὐγμένον καταξιοῖ τοῦ ἰδίου ὀφθαλμοῦ, ὅπως, ἐκ τῶν φωτιστικῶν αὐτῶν τῶν ἐκ τοῦ θείου ὀφθαλμοῦ πεμπομένων φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν θεάσηται τὴν ἐπηγγελμένην αὐτῷ. Διόπερ ὀφθαλμοὶ Κυρίου οὐκ ἐπὶ πάντας, ἀλλ' ἐπὶ μόνους τοὺς δικαίους· ἀπὸ γὰρ τῶν ἀσεβῶν ἀποστρέφει τοὺς ἑαυτοῦ ὀφθαλμούς. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Περιγράψας ὁ λόγος τὴν πρὸς τὸν εὐξάμενον ἀπόκρισιν, ἐπαγγειλάμενός τε αὐτῷ τὰ προλελεγμένα, μεταβαίνει ἐπὶ τὸ κοινὸν τῶν ἀνθρώπων γένος, δι' ὑπερβολὴν φιλανθρωπίας πάντας βουλόμενος σωθῆναι. Καὶ αὐτὸς δὲ ὁ Δαυΐδ, προσδιελθὼν τὴν ἑαυτοῦ ἐξομολόγησιν, αἰσίας τε ἀποκρίσεως καὶ ἐπαγγελίας καταξιωθεὶς, ἐξ ὑπερβαλλούσης χαρᾶς καὶ τοῖς λοιποῖς ἀνθρώποις προξενεῖ τὰ τῆς ὠφελείας. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ὥσπερ τῷ ἀριστερῷ τάγματι τῶν ἁμαρτωλῶν τὰ κατάλληλα
For he promises to show him the one who said, "I am the way." And this was the Word of God, who leads those who walk to the thrice-blessed end, his own Father. And in place of "I will fix my eyes upon you," Symmachus says, "I will take counsel concerning you with my eye." For since the eyes of the Lord are upon the righteous, and his ears are open to their supplication, fittingly he deems worthy of his own eye the one who has prayed for so much, so that, enlightened in his mind by those illuminating rays sent forth from the divine eye, he may behold the way that was promised to him. Therefore the eyes of the Lord are not upon all, but upon the righteous alone; for from the ungodly he turns away his own eyes. Rejoice in the Lord and exult, you righteous, and boast, all you who are upright in heart. Having set forth the answer to the one who prayed, and having promised him the things previously spoken, the word now passes on to the common race of mankind, wishing in the excess of his love for mankind that all be saved. And David himself, having added his own confession, and having been deemed worthy of a favorable answer and promise, out of exceeding joy also procures the things of benefit for the rest of mankind. Rejoice in the Lord and exult, you righteous, and boast, all you who are upright in heart. Just as to the left-hand rank of sinners the things suited