{Α.} Οὐχὶ "πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων," λόγος δὲ σοφίας, τὸ πάντων μάλιστα τιμαλφέστατον; {Β.} Σύμφημι· Γράμμα γὰρ ὧδέ φησιν ἱερόν. {Α.} Θέα δὴ οὖν τῶν ἄνωθέν τε καὶ ἐκ Πατρὸς ὡς ἡμᾶς ἡκόντων ἀγαθῶν διανομέα καὶ πρύτανιν, καὶ τοῦτο κατ' ἐξου σίαν, ὑπάρχοντα τὸν Υἱόν· ἔφη γὰρ ὁ Παῦλος· "Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ." Καὶ μέντοι καὶ ἑτέρωθί που πρὸς Μωσέα τὸν ἱερώτατον διειπόντος Θεοῦ· "Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου·" προσελάλει που πάλιν τοῖς ἁγίοις ἀποστόλοις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· "Θέσθε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι ὑμῖν." Ἀναμελῳδοῦντος δὲ τοῦ μακαρίου Δαβὶδ ὅτι ὁ Θεὸς κριτής ἐστιν, ἔχοντός τε ἀραρότως ὡς ἔνεστι μὲν αὐτῷ τὸ
{A.} Is it not "every good gift and every perfect gift is from above, coming down from the Father of lights," and the word of wisdom, the most precious of all things? {B.} I agree; for the sacred Scripture says so here. {A.} Consider, then, the distributor and overseer of the good things that come to us from above and from the Father, and that this belongs to the Son by authority; for Paul said: "But to each one of us grace was given according to the measure of the gift of Christ." And indeed, elsewhere, when God spoke to the most holy Moses: "Who gave a mouth to man, and who made the deaf and the mute, the seeing and the blind? Is it not I, the Lord God? And now go, and I will open your mouth." And again our Lord Jesus Christ spoke to the holy apostles: "Therefore set it in your hearts not to premeditate how to answer; for I will give you a mouth and wisdom which all those who oppose you will not be able to resist or contradict." And since the blessed David sings in response that God is a judge, and holds firmly, as far as is possible for him, the
ἑκάστῳ διανέμειν ὧν ἂν δρῴη τὰς ἀμοιβὰς καὶ οὓς ἂν ἕλοιτο δικαιοῦν ("Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;" κατὰ τὸ γεγραμμένον)· ἐνεργὸν ἐπ' ἀμφοῖν οὐχ ὑπουργικῶς ἀλλ' ἐν ἐξουσίᾳ τῇ θεοπρεπεῖ κατοψόμεθα τὸν Υἱόν. Ἔφη γὰρ αὐτός· "Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." Προσε φώνει δέ τῳ τῶν ἠρρωστηκότων· "Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου·" ἐφ' ᾧ καὶ λελυττηκότες οἱ πέρα λόγου παντὸς ἀνόσιοι Φαρισαῖοι, δυσφημίας ἐγκλήματι καταδεσμεῖν ἀπετόλμων τὸν οὕτω θεοπρεπῆ καὶ λίαν ἀνυποστόλως ἀνέντα φωνήν, καὶ δὴ καὶ ἔφασκον· "Οὗτος βλασφημεῖ. Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεός;" 570 Ὁ τοίνυν καὶ νόμου καὶ δίκης Κύριος, καὶ στεφάνων διανομεύς, καὶ δικαιοσύνης πρύτανις, καὶ ἀνιεὶς ἁμαρτίας, καίτοι μετὸν οὐδενὶ τῶν ἠριθμημένων ἐν κτίσμασι τοῦτο δρᾶν, πῶς οὐκ ἂν εἴη Θεὸς κατὰ φύσιν; Ἆρά σοι δοκῶ ταυτὶ δοξάζειν ὀρθῶς; {Β.} Ἀστειότατά γε καὶ τοῦ κατεσκῶφθαι μακράν. {Α.} Θεοῦ δὲ ὄντος ἐν πᾶσι, καὶ ἀποφοιτῶντος μὲν οὐδενός, ἐνεργείᾳ δὲ τῇ θεοπρεπεῖ διαπιμπλάντος τὰ πάντα, ταύτῃ τοι καὶ λέγοντος πρὸς τὸν Ἰσραήλ· "Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος;
to distribute to each one the recompense of whatever he may do, and to justify whom he may choose ("For God is he who justifies; who is he who condemns?" as it is written); we shall see the Son active in both, not in a servile manner but in a god-befitting authority. For he himself said: "For what will a man be profited if he gains the whole world but loses his soul? Or what will a man give as an exchange for his soul? For the Son of Man is about to come in the glory of his Father with his holy angels, and then he will repay each one according to his works." And he addressed one of the sick: "Child, your sins are forgiven you"; at which the impious Pharisees, raging beyond all reason, dared to bind him with the charge of blasphemy for so god-befitting a voice, and one released so utterly without hesitation, and indeed they said: "This man blasphemes. Who can forgive sins except God alone?" Therefore the one who is Lord of both law and judgment, and distributor of crowns, and president of righteousness, and who forgives sins—although it belongs to no one of those numbered among created things to do this—how would he not be God by nature? Does it seem to you that I hold these opinions correctly? {B.} Most excellently, and far from any need of mockery. {A.} But since God is in all things, and withdraws from nothing, but by his god-befitting activity fills all things, for this reason indeed he also says to Israel: "Heaven is my throne, and the earth is the footstool of my feet; what kind of house will you build for me, says the Lord?
Ἢ τίς τόπος τῆς καταπαύσεώς μου;" περιτρέπων τὸ χρῆμα, καὶ μάλα ὀρθῶς, εἰς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον ὁ θεσπέσιος ἡμῖν γράφει Παῦλος· "Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος,περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός." Καὶ αὖ ἐπὶ τούτοις· "Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα." Ἆρ' οὖν τὸ πάντα πληροῦν καὶ διὰ παντὸς μὲν ἥκειν, εἶναι δὲ καὶ ἐν πᾶσιν, οὐ μεῖζον ἢ κατὰ κτίσιν; {Β.} Πῶς γὰρ οὔ; {Α.} Ἁγίου δὲ παντός, τὴν ἐγκόσμιόν τε καὶ σαρκικὴν μεθέντος ζωήν, ἀνατεθεικότος δὲ ὥσπερ Θεῷ τὴν ἑαυτοῦ ψυχήν, αὔχημά τε ποιεῖσθαι διεγνωκότος παρ' αὐτὸν οὐδένα, γράφει πάλιν ὁ Παῦλος· "Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα Θεῷ ζήσω," δῆλον δὲ ὅτι τῷ Υἱῷ, καὶ δι' αὐτοῦ τῷ Πατρί. Εἴη δ' ἄν σοι καὶ τοῦτο σαφὲς καὶ ἀναμφιλόγως ἔχον εἰ προσθέντος ἐπαΐοις· "Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι." Καὶ μὴν ἐπὶ τούτοις· "Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ·" καίτοι φάσκοντος ἁγίου παντός· "Χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, Κύριος ὁ Θεός μου δύναμίς μου." {Β.} Καὶ μήν, ὦ γενναῖε, τῶν μὲν τοιούτων ἡμῖν ἅλις ἐννοιῶν. Θεὸς γὰρ οὔτι που ψευδώνυμος, ἀληθὴς δὲ μᾶλλον ὁ Υἱὸς διὰ μυρίων ὅσων ἡμῖν ἀπεφάνθη λόγων. Τοιγάρτοι, τόδε μεθείς, ἐκεῖνο φράσον, τὸ ὅπως ἄν τις ἐκδέξαιτο καὶ συνιέναι πρέποι·
Or what is the place of my rest?" — overturning the matter, and quite rightly, the divinely inspired Paul writes to us of the Logos who has appeared from God the Father: "Where there is neither Greek nor Jew, circumcision nor uncircumcision, barbarian, Scythian, slave, free, but Christ is all and in all." And again, in addition to these: "He who descended is himself also he who ascended above all the heavens, that he might fill all things." Is it not, then, greater than creation to fill all things and to be present through all things, and to be in all things? {B.} How could it not be? {A.} And of every saint who has renounced the worldly and fleshly life, and has dedicated his own soul as to God, and has resolved to make his boast in no one but him, Paul again writes: "For I through the law died to the law, that I might live to God" — clearly to the Son, and through him to the Father. And this too would be clear to you and beyond dispute, if you would hear him adding: "For one died for all, that those who live might no longer live for themselves, but for him who died for them and rose again." And moreover, in addition to these: "But may it never be that I should boast, except in the cross of Christ" — although every saint says: "I will rejoice in God my Savior; the Lord my God is my strength." {B.} Indeed, noble sir, we have enough of such thoughts. For God is surely not falsely named, but the Son has been shown to us as true through countless arguments. Therefore, setting this aside, tell me that other point — how one should understand it and what interpretation is fitting.
"Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν." Τί δὲ δὴ καὶ μαθὼν Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλεῖ; Μὴ γὰρ ἐνδοιάσῃς ὅλως ὅτι πάντως που καὶ τοῦτο ἐροῦσιν. {Α.} Ἀταλαίπωρος κομιδῇ τῶν ζητουμένων ἡ γνῶσις καὶ οὐκ ἀνάντης ἑλεῖν, εἴ τῴ τις εἴη σοφὸς καὶ ἀρτίφρων ὁ νοῦς. Γέγραπται γὰρ ὅτι "Πάντα ἐνώρια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν." Εἰ δὲ δή τις ἕλοιτο, τὸ ἐπ' εὐθὺ φέρεσθαι μεθείς, εὐηθέστατα σκολιοδρομεῖν, καὶ τὴν εὐστιβῆ τῶν θεωρημάτων μεταμείψας ὁδόν, παρα τρέπεσθαι πρὸς ἑτέραν, ἀκάνθαις περιπεσεῖται καὶ βόθροις καὶ τοῖς διὰ μέσου προσπταίσμασιν. Ὅθεν, οἶμαι, καὶ αἰνιγματωδῶς ὁ νόμος ταυτί που παραδηλῶν· "Ὁδῷ βασιλικῇ πορεύσῃ, φησί, καὶ οὐκ ἐκκλινεῖς δεξιᾷ οὐδὲ ἀριστερᾷ." Ὅταν τι τοίνυν τῶν ὅσα ἐστὶ μείω μὲν ἢ κατὰ Θεοῦ δόξαν, γενητὴν δὲ φύσιν οὐχ ὑπερκείμενα, λέγηται περὶ τοῦ Υἱοῦ, μὴ τὴν ἄρρητον εὐθὺς καὶ ἐκ Πατρὸς ἰδικῶς ἀναλογίζου φύσιν, ἀλλ' ᾗπερ ἂν ἴοι τῶν θεωρημάτων ὁ σκοπὸς ἴθι κατὰ ῥοῦν, μήτε τὰ τῆς θεότητος ἰδικῶς τοῖς τῆς ἀνθρωπότητος ἐγκαταγράφων μέτροις, μήτε τῆς
I go to my Father and your Father, and my God and your God." But what has he learned, then, that he calls the Father his God? For do not hesitate at all, since they will certainly say this too. {A.} The knowledge of the matters sought is altogether wretched and not uphill to grasp, if one is wise and his mind sound. For it is written: "All things are manifest to those who understand, and straight to those who find knowledge." But if anyone should choose, letting go of being carried straight ahead, to run most foolishly along crooked paths, and having exchanged the well-trodden road of the contemplations, to turn aside toward another, he will fall into thorns and pits and the stumbling-blocks in between. Whence, I think, the law also hints at these things enigmatically: "You shall go by the royal road," it says, "and you shall not turn aside to the right or to the left." Whenever, therefore, any of the things that are less than the glory of God, and do not surpass a created nature, is said concerning the Son, do not immediately reckon the ineffable nature that is specifically from the Father, but go with the current wherever the aim of the contemplations leads, neither inscribing the things of the Godhead specifically with the measures of humanity, nor of the
ἀνθρω πότητος τὸ σμικροπρεπὲς τῇ ὑπὲρ πάντα φύσει προσνέμων, ὡς αὐτῇ κυρίως προσπεφυκός, ἀλλ' εὐκρινῆ καὶ τετορευ μένην τὴν ἐφ' ἑκάστῳ διαστολὴν εὖ μάλα ποιεῖσθαι διεγνωκώς. Ὧδε γὰρ ἂν ἔχοις, καὶ οὐχ ἑτέρως, τὸ ἀπλανεστάτην δύνασθαι τὴν θεωρίαν ἑλεῖν. {Β.} Οἷον δὲ δὴ τί φής; {Α.} Ὁ μακάριος ἔφη Παῦλος περὶ τοῦ Μονογενοῦς ὅτι καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός. Ἄνες δὴ οὖν ἔν γε τουτοισὶ καὶ παντὸς ἐπέκεινα γενητοῦ μεθίει τὸν νοῦν, καὶ τὸ θεῖον αὐτὸ περιαθρείτω κάλλος καὶ τὴν ἄρρητον αὐτοῦ κατα σκεπτέσθω γέννησιν, καὶ τὸν τῆς ὑπάρξεως τρόπον ὡς ἐν ἐσόπτρῳ βλέπων, κατακροτείτω ταῖς εὐφημίαις. Εἰ δὲ δὴ γράφοι περὶ αὐτοῦ· "Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἐφ' ὧν ἔπαθε τὴν ὑπακοήν," κάτιθι βραχύ, καὶ τὸ τῆς ἀνθρωπότητος ἀναλογίζου μέτρον. Οὐ γὰρ ἂν ἀπέθανεν ὁ χαρακτὴρ τοῦ Πατρός. Ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῆς σαρκὸς ἡμέραις ἡ ἱκετηρία γέγονε, σαρκὸς ἂν εἴη τὸ δεῖμα, καὶ τῆς ἀνθρωπότητος ἰδικῶς τὸ κατορρωδῆσαι θάνατον. Οὐκοῦν εἰ καὶ λέγοιτο λαβεῖν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, μὴ τῶν τῆς θεότητος ὅρων ἀποσόβει τὸν Υἱὸν ᾗ Λόγος ἐστὶ καὶ ἐκ Θεοῦ πέφηνε Πατρός. Ἦν γὰρ φύσει καὶ ἀληθῶς Θεὸς καὶ πρὸ τῶν τῆς κενώσεως χρόνων. Ἦ οὐχὶ δὴ τοῦτο ἐρεῖς; {Β.} Πάνυ γε.
...assigning the meanness of humanity to the nature that is above all things, as though it belonged to it properly, but having determined to make very clearly the well-wrought distinction in each case. For in this way, and not otherwise, you would be able to grasp the most unerring contemplation. {B.} But what sort of thing do you mean? {A.} The blessed Paul said of the Only-Begotten that he is both the radiance of the glory and the express image of the substance of God the Father. Let your mind, then, rise above these things and go beyond every created thing, and let it gaze upon the divine beauty itself and contemplate his ineffable generation, and seeing the manner of his existence as in a mirror, let it applaud with praises. But if he writes about him: "Who in the days of his flesh, having offered up prayers and supplications to him who was able to save him from death, with strong crying and tears, and having been heard because of his godly fear, though he was a Son, learned obedience from the things he suffered," go down a little and consider the measure of humanity. For the express image of the Father would not have died. But since the supplication took place also in the days of his flesh, the fear would belong to the flesh, and the dread of death is specifically proper to humanity. Therefore, even if he is said to have received the name that is above every name, do not drive the Son away from the bounds of divinity insofar as he is the Word and has appeared from God the Father. For he was by nature and truly God even before the times of his emptying. Or will you not say this? {B.} Certainly.
{Α.} Ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν καὶ εἰς δούλου μορφήν, γέγονε μεθ' ἡμῶν καὶ ὑπὸ Θεόν, οὐκ ἀπεμπολήσας ὅπερ ἦν, τὸ δὲ τῆς ἀνθρω πότητος μέτρον οὐκ ἀτιμάσας. Συνεπτώχευσε γὰρ ἡμῖν πλούσιος ὢν ὡς Θεός. Τοιγάρτοι καὶ ὑπὸ νόμον καὶ μὴν καὶ ἐν δούλοις καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸν ὑπέστη τὸν κατὰ σάρκα θάνατον. Ἀλλ' ἦν ἀναγκαῖον, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καὶ ἀνεκποίητον ἔχοντα τὴν ἐπὶ τούτῳ δόξαν μὴ τοῖς τῆς κενώσεως ἐμφιλοχωρῆσαι μέτροις, ἀλλ' εἰς τὴν ἄνωθέν τε καὶ ἀπ' ἀρχῆς καὶ ἰδικῶς ἐνυπάρχουσαν παλινδρομῆσαι τιμὴν μετὰ τοῦ προσληφθέντος σχήματος. Ἀκούει τοίνυν ὡς ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει καὶ Υἱός· "Ἐγὼ σήμερον γεγέννηκά σε·" καὶ "Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑπο πόδιον τῶν ποδῶν σου." Ἐπειδὴ γὰρ ὅλως γέγονεν ἄνθρωπος καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν, γέγονέ τε οὕτω καὶ ὑπὸ Θεόν· ἀναγκαιότατά τε καὶ πρεπωδέστατα τοῖς τῆς κενώσεως συμπλάττεται μέτροις, καὶ Θεὸν ἐπεγράψατο μεθ' ἡμῶν τὸν φύσει τε καὶ ἀληθῶς ἑαυτοῦ μὲν Πατέρα, Θεὸν δὲ ἡμῶν. Διὰ γάρ τοι τοῦτο καὶ ἡμεῖς αὐτοί, καίτοι τὴν ὑπὸ Θεῷ δουλείαν ἔχοντες φυσικήν, Πατέρα καλοῦμεν τὸν Θεόν, τῇ πρὸς τὸν Υἱὸν συμμορφίᾳ πλουτοῦντες τὸ χρῆμα. Καταυλίζεται γὰρ ἐν ἡμῖν καὶ ἐνῴκηκεν ὁ Υἱὸς διὰ τοῦ ἰδίου Πνεύματος, ἐν ᾧ καὶ δι' οὗ κράζομεν· "Ἀββᾶ, ὁ Πατήρ." Ὅτι δὲ εἰς μήνυσιν ἀκριβῆ καὶ οἱονεὶ σήμαντρον υἱοθεσίας τῆς πρὸς Θεὸν τὸ Πνεῦμά ἐστιν ἐν ἡμῖν, δι' οὗ πρὸς Υἱὸν μεμορφώμεθα, σαφηνιεῖ γράφων ὁ Παῦλος·
{A.} But since he appeared as a man, having lowered himself into emptying and into the form of a slave, he was with us and under God, not having cast off what he was, nor having dishonored the measure of humanity. For being rich as God, he became poor with us. Therefore he was reckoned both under the law and indeed among slaves and among the lawless, and he endured even death itself according to the flesh. But it was necessary that he who is God by nature and truly, and who has the uncreated glory in this respect, should not linger in the measures of emptying, but should return to the honor that exists from above and from the beginning and specifically in him, together with the form he had assumed. He hears, then, as a man, although he is God by nature and Son: "Today I have begotten you;" and "Sit at my right hand until I put your enemies as a footstool for your feet." For since he altogether became a man and lowered himself into emptying, and thus also came to be under God, most necessarily and most fittingly he is conformed to the measures of emptying, and he inscribed as God with us the one who is by nature and truly his own Father, and our God. For it is for this reason that we ourselves also, although we have servitude under God by nature, call God Father, being enriched with this possession by conformity to the Son. For the Son dwells among us and has made his home in us through his own Spirit, in whom and through whom we cry: "Abba, the Father." And that the Spirit is in us for the accurate indication and, as it were, the seal of adoption toward God, through whom we are conformed to the Son, Paul will make clear in writing:
"Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ, ὁ Πατήρ." {Β.} Εὖ λέγεις. {Α.} Οἶμαι μὲν οὖν ἔγωγε τοὺς δι' ἐναντίας καταναρκήσειν ἔτι τὴν ἀντίστασιν, καὶ τὸ τοῖς τῆς ἀληθείας ἀντιφέρεσθαι λόγοις ὡς ἀπηχθημένον ἤδη διαρριπτεῖν. Εἰ δὲ δὴ τοῦτο μὲν οὐχὶ δρῷεν, ἐνστήσονται δὲ καὶ ἐροῦσιν ἔτι Θεὸν ἀληθῶς τοῦ Υἱοῦ τὸν Πατέρα ὑπάρχειν, οὐκ εἰσδεδεγμένης τῆς οἰκονομίας ἐφ' ᾗπερ ἔφη Θεὸν ἑαυτοῦ τὸν Πατέρα· πῶς οὐκ ἀναγκαῖον εἰπεῖν ὅτι νομοθέτας μὲν καὶ ὁριστὰς ὧν ἂν βούλοιντο νοεῖν ἢ λέγειν παραδεξαίμεθα ἂν οὐδαμῶς, πρέποι δ' ἂν μᾶλλον ἡμῖν ταῖς τοῦ Σωτῆρος φωναῖς ἀπο νέμειν τὸ ἀληθές; Ἔφη τοίνυν· "Ὅτι πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν." Διατεινέσθων οὖν, ὅτι καὶ ἡμεῖς υἱοὶ μετ' αὐτοῦ κατὰ φύσιν, εἴπερ ἐστὶν αὐτὸς μεθ' ἡμῶν κατὰ φύσιν ὑπὸ Θεόν. "Πορεύομαι γάρ, φησί, πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν." Τὸ δὲ Υἱὸς ὄνομα, τὸ οὐσιωδῶς ἐκ Πατρὸς γεγεννῆσθαι δηλοῖ.
That you are sons, God sent the Spirit of his Son into your hearts, crying: Abba, the Father.” {B.} You speak well. {A.} I think, then, that those who oppose us will henceforth grow slack in their resistance, and will cast aside their contending against the words of the truth as something already hateful. But if they do not do this, but persist and still say that the Father is truly God of the Son, since the economy has not been accepted on account of which he called the Father his God—how is it not necessary to say that we would in no way accept them as lawgivers and definers of whatever they might wish to think or say, but that it would be more fitting for us to assign the truth to the utterances of the Savior? For he said: “Because I go to my Father and your Father, and my God and your God.” Let them then insist that we too are sons with him by nature, if indeed he is with us by nature under God. “For I go,” he says, “to my Father and your Father.” But the name “Son” reveals that he was begotten substantially from the Father.
Πλεῖστοι δὴ οὖν ὅσοι κατὰ φύσιν υἱοί, μᾶλλον δὲ ἀριθμοῦ κρείττονες· καὶ τὸ τῆς δυσφημίας παρείσθω πλάτος, εἰ πάντες υἱοὶ κατὰ φύσιν, ταύτῃ τοι καὶ θεοί. Ἀλλ' οἶμαί που πάντως αὐτίκα δὴ μάλα ἐρεῖν ὅτι ξένιον μὲν εἰς ἡμᾶς ἡμερότητος Θεοῦ τὸ τῆς υἱότητος ὄνομα· (γηγενεῖς γὰρ ὄντες τὴν φύσιν, οὐκ ἐκ Θεοῦ γεγεννήμεθα, κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον), ἔξωθεν δὲ ἡμῖν καὶ εἰσκεκριμένον, τὸ χρῆναι καλεῖν Πατέρα τὸν Θεόν. Εἶτα τί, φαῖμεν ἂν καὶ ἡμεῖς αὐτοῖς, ὦ πάντα τολμῶντες εὐκόλως, τί μὴ οὐχὶ τοῖς ἴσοις ἀπευθύνεσθε λογισμοῖς πρὸς τὸ ὀρθῶς τε καὶ ἀμωμήτως ἔχον, παραληροῦντες δὲ οὕτως οὐκ ἐρυθριᾶτε μακρά; Πῶς γὰρ οὐκ ἄμεινον διενθυμεῖσθαι σοφῶς ὡς ἐπείπερ ἐστὶ κατὰ φύσιν ἐκ Θεοῦ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, ἀκαλλὲς αὐτῷ τὸ συναριθμεῖσθαι κτίσμασι, πρέποι δ' ἂν μᾶλλον τὸ εἶναι Θεόν; καὶ ἐπειδὴ πέφηνεν ἄνθρωπος, εἰσποίητόν τε καὶ ἐπακτὸν εἴη δήπου πάντως ἂν μετὰ τῆς σαρκὸς καὶ τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ ὑπὸ Θεῷ γενέσθαι τὸν ἐξ αὐτοῦ; {Β.} Ἀλλ' εἰ μηδέν, φησί, τὸ διάφορον ἐν Υἱῷ, Θεὸς δὲ οὕτως ἐστὶν ὥσπερ ἂν νοοῖτο καὶ ὁ Πατήρ, πάντως που καὶ ἴσον ἐρεῖς καὶ κατ' οὐδὲν ὅλως μειονεκτούμενον. Εἶτα πῶς ἔφασκεν αὐτός· "Ὁ Πατήρ μου μείζων μού ἐστιν;" {Α.} Θεοῦ γάρ, εἰπέ μοι, πρὸς Θεόν, εἰ ἐπ' ἀμφοῖν νοοῖτο τὸ φύσει τε καὶ ἀληθῶς, ποίαν ἄν τις ἴδοι τὴν διαφοράν, ἢ τί τὸ μεσολαβοῦν κατά γε τὸ ἑτεροίως ἔχειν;
As many, then, as are sons by nature—or rather, beyond number—and let the wide extent of the blasphemy be set aside, if all are sons by nature, then in this way they are also gods. But I think that at once, very soon, they will certainly say that the name of sonship is a gift of God's gentleness toward us (for being earth-born by nature, we have not been begotten from God, at least according to the true manner of begetting), but that it is something external to us and brought in from outside—namely, that we should call God Father. Then what, we too would say to them, O you who boldly dare all things, why do you not direct the same reasonings toward what is right and blameless, but instead rave in this way and are not ashamed at length? For how is it not better to think wisely that, since he is by nature from God, that is, from the substance of the Father, it is unseemly for him to be numbered among created things, and that it is more fitting for him to be God? And since he has appeared as man, would it not surely be altogether by adoption and brought in, along with the flesh and the measures of humanity, that he who is from him should be under God? {B.} But if, he says, there is no difference in the Son, and he is God in such a way as the Father would be understood to be, then surely you will say that he is also equal and in no way at all inferior. Then how did he himself say: "My Father is greater than I"? {A.} Tell me, then, of God in relation to God—if in both the "by nature" and the "truly" were understood, what difference would one see, or what is the interval, at least as regards their being otherwise?
Ἐπειδὴ δὲ χαρακτῆρα τοῦ Πατρὸς ἄκρως τε καὶ πέρα λόγου παντὸς οἱονεί πως ἐκτετορνευμένον εἰς ἐμφέρειαν φυσικὴν διεβεβαιούμεθα τὸν Υἱόν, πῶς ἂν ἡμῖν, εἴπερ ἀληθῶς ἐν μείοσι καὶ οὐχὶ τελείως ἐστὶν ἐν οἷς ὁ Πατήρ, κατασημήνειεν ἂν ἐν ἑαυτῷ τὸν ἀμείνω τε καὶ ὑπερκείμενον κατ' αὐτούς; Οὐ γάρ που τὸ ἐνδεὲς τοῦ τελείως ἔχοντος εἰκών τε καὶ ὁμοιότης ἀπαραποίητος παντελῶς εἴη ἄν· ἀλλ' οὐδ' ἂν Θεὸς ὑπεράλλοιτο Θεόν, ἤγουν ἐν χείροσιν ἅτερος ἁτέρου νοοῖτό ποτε κατά γε τὸ εἶναι Θεός, ἐπεὶ μηδὲ ἄνθρωπος ἀνθρώπου, κατά γε τὸ εἶναι τοῦθ' ὅπερ εἰσί, διαφέροι ἄν. Ῥώμῃ μὲν γὰρ καὶ φρονήσει καὶ τοῖς κατ' ἀρετὴν αὐχήμασι, καὶ μὴν καὶ ποσότητι καὶ ὑφέσει σώματος, δυσειδείᾳ τε καὶ εὐμορφίᾳ καὶ χρώματος ἑτερότητι διενεγκεῖν ὁ δεῖνα τοῦ δεῖνος λέγοιτ' ἂν ἔσθ' ὅτε. Εἰ δὲ δή τις ἕλοιτο σαφῶς Πέτρου τε καὶ Παύλου τίς ἂν εἴη τυχὸν ὁ τῆς οὐσίας ὅρος ἀναμαθεῖν, ἴσον ἐπ' ἀμφοῖν εὑρήσει καὶ ὡσαύτως ἔχοντα κατὰ πᾶν ὁτιοῦν, τὸ δὲ δὴ μεῖον ἢ ὅτι, φληνάφως, οἶμαί που, καὶ οὐκ ἐκ νοῦ τοῦ σώφρονος διασκέψαιτ' ἄν. Μείζονα τοίνυν ἐπείπερ εἶναί φασι τὸν Πατέρα, τί δὴ ἄρα τὸ ὑπερτεροῦν ἐν αὐτῷ, καὶ ᾧ τὸ μεῖζον εἰσβέβηκεν ἀποδεικνύντων αὐτοί! {Β.} Ἆρ' οὖν διημάρτηκε τἀληθοῦς ὁ Υἱὸς φάσκων· "Ὅτι μείζων μού ἐστιν ὁ Πατήρ;" {Α.} Καὶ πῶς ἂν ψεύσαιτο λέγων· "Ἐγώ εἰμι ἡ ἀλή θεια;" Ἀλλ' ὅπως μὲν ἂν νοεῖσθαι πρέποι τὴν τοῦ Σωτῆρος φωνὴν παρείσθω νυνί. Καιρῷ γὰρ εἰρήσεται. Φράζε δὲ ὅ φημι, μία θεότητος φύσις ἡ πάντων τεχνῖτις καὶ τῶν ὅλων δημιουργὸς γινώσκεται πρὸς ἡμῶν;
Since we affirm that the Son is the impress of the Father, perfectly and beyond all reason, as it were moulded into natural likeness, how could he—if he is truly in lesser things and not perfectly in the things that the Father is—signify in himself the better and transcendent one according to them? For surely the deficient cannot be entirely the image and unaltered likeness of the one who is perfectly so; nor would God surpass God, nor would one ever be thought to be in worse things than another as regards being God, since not even a man differs from a man as regards being that very thing which they are. For in strength and prudence and the boasts of virtue, and indeed in quantity and deficiency of body, in ugliness and beauty and difference of color, one man might sometimes be said to differ from another. But if someone should choose to learn clearly what the definition of essence is, perhaps for Peter and Paul, he will find it equal in both and alike in every respect; but to examine what is less, or in what way, would be, I think, sheer nonsense and not from a sober mind. Since, then, they say the Father is greater, let them demonstrate what it is that is superior in him, and into what the greater has entered! {B.} Did the Son, then, miss the truth when he said, "Because the Father is greater than I"? {A.} And how could he lie when he says, "I am the truth"? But let it be set aside for now in what way the Savior's voice ought to be understood. For it will be spoken in due season. But understand what I mean: one nature of divinity, the artificer of all things and creator of the universe, is known by us?
"Κύριος γὰρ ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν," ἢ οὐκ ἀληθὴς ὁ νόμος; {Β.} Ἀληθής. {Α.} Ἁπλοῦν δὲ ὑπάρχον καὶ μονοειδὲς τὸ Θεῖον, ἐν ἁγίᾳ Τριάδι πιστεύεται καὶ γινώσκεται, ἔν τε Πατρί, φημί, καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἦ ἄρα τι φὴς παρὰ τοῦτο ἕτερον καὶ διδάσκειν ἔχεις; {Β.} Οὐδ' ὁπωστιοῦν. {Α.} Οὐκοῦν εἰς μίαν μὲν καὶ τὴν αὐτὴν συνενεγκόντες φύσιν καὶ εἰς ταὐτότητα συνεισδέοντες τῶν εἰρημένων ἕκαστον, μετὰ καὶ τοῦ ὑπάρχειν ἰδιοσυστάτως, ἕνα Θεὸν προσκυνήσομεν καὶ ἑνὶ τῷ τῶν ὅλων Θεῷ λατρεύσομεν. Διελόντες δὲ καὶ κατατεμόντες εἰς ἑτερότητα φυσικὴν καὶ ἀναμέρος ἕκαστον ἐν ἰδίᾳ τινὶ τιθέντες φύσει, τρεῖς ἤδη θεοὺς καὶ οὐχ ἑκόντες ὁμολογήσομεν. Εἶτα τίς ἂν ἡμᾶς ἐξέλοιτο τοῦ πεπλανῆσθαι λόγος, εἰ τῇδε διακει σόμεθα; Πῶς δὲ οὐχὶ παντὸς ἂν ἁμάρτοι λογισμοῦ καλοῦ τε καὶ ἀγαθοῦ τρεῖς ἡμῖν εἴ τις ἀνθ' ἑνὸς διακηρύττει θεούς; Ἀλλ' οἶμαι κατορρωδήσαντες τὸ ἀναφανδὸν ἑλέσθαι ληρεῖν, Θεὸν μὲν καὶ ἀληθῆ τὸν Πατέρα ἐροῦσι, δυσφημίαν δὲ τὴν σφίσιν αὐτοῖς ἐντριβῆ καὶ πρέπουσαν μόνοις κατα χέοντες τοῦ Υἱοῦ, γενητὸν μὲν ἐροῦσι καὶ ἐκτισμένον, τῇ τῆς θεότητος δόξῃ καθάπερ τινὰ
For the Lord our God is one Lord," or is the law not true? {B.} It is true. {A.} But the Godhead, being simple and uniform, is believed in and known in the Holy Trinity—in the Father, I say, and in the Son and in the Holy Spirit. Do you then say anything other than this, or have you anything else to teach? {B.} Not in the least. {A.} Therefore, if we bring each of the things spoken of together into one and the same nature, and bind them together into identity, while also allowing each to subsist in its own peculiar manner, we shall worship one God and serve one God of all things. But if we divide and cut them apart into natural otherness, and set each one separately in some nature of its own, we shall forthwith confess three gods, and that unwillingly. Then what account would deliver us from error, if we were disposed in this way? And how would one not miss every sound and good reasoning, if someone proclaims to us three gods instead of one? But I think that, having been terrified of choosing openly to talk nonsense, they will say that the Father is God and true God, but, pouring out upon the Son blasphemy that is rubbed into them and fitting for them alone, they will say that he is made and created, as though some
σκιὰν ἐπαλείφοντες καὶ ψιλοῖς ὀνόμασιν ἐκτετιμῆσθαι πιστεύοντες· τοῦ γε μὴν εἶναι φύσει τε καὶ ἀληθῶς Θεὸν ἀνέδην ἐκπέμψουσιν. Εἶτα τίς οὕτω νωθής τε καὶ παρειμένος, ἔν γε τοῖς ἐθέλουσι φρονεῖν ὀρθῶς, ὃς οὐχὶ τῶν οὕτω διεγνωκότων πλείστην ἂν ὅσην ποιήσαιτο τὴν καταβοὴν καὶ τῆς ἀμέτρου τερθρείας καταμειδιάσας ἐρεῖ· εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱός, εἰσποίητον δὲ αὐτῷ τοὔνομα καθ' ὑμᾶς, τί μαθόντες αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ συγκρίνετε καὶ τὸ μεῖον ἢ ὑπερτεροῦν ἐπ' ἀμφοῖν δοκιμάζετε, καίτοι παντός, οἶμαι, λόγου σοφοῦ τε καὶ ἀναγκαίου τὰς πρὸς ἄλληλα συγκρίσεις ἀπονέμοντος πράττεσθαί τε πρεπωδέστερον ἀναπείθοντος τοῖς ὁμοφυέσι πρὸς τὰ ὁμοφυῆ, καὶ ὅσαπερ ἂν φαίνοιτο ταὐτὰ κατ' οὐσίαν, ἤγουν κατ' οὐδένα τρόπον ἐκσεσοβημένα πρὸς τὸ ἑτέρως ἔχειν; Χρῆμα μὲν γὰρ λογικὸν ἄγγελός τε καὶ ἄνθρωπος· πλὴν ἔστι τις ἐν ἀμφοῖν ἡ διαφορὰ καὶ τὴν εἰσάπαν οὐκ ἔχει πρὸς ἄλληλα συνδρομήν. Ὅταν τοίνυν ὁ τῆς τῶν ἀγγέλων εὐκλείας καὶ ὑπεροχῆς βασανίζηται λόγος, ἄγγελον ἀγγέλῳ παραβλητέον. Εἰ δὲ δή τις καὶ ἐφ' ἡμῶν τοῦτο δρῴη, καλῶς Παῦλος μὲν τοῦ δεῖνος διοίσει τυχόν, Πέτρος δὲ αὖ ἑτέρου του τῶν καθ' ἑαυτόν. Θεὸς δὲ ὁ πάντων καὶ ἐπὶ πάντας ἀπαράβλητόν τι χρῆμα καὶ ἀσυγκρίτως ὑπερτεροῦν καὶ ἐπεί τοι πάντων ἐστὶν ἀνωτάτω καὶ εἰς λῆξιν ἀναφοιτᾷ, τοῖς πεποιημένοις ἀστιβῆ καὶ ἀνέμβατον, ποῖον ἂν ἔχοι τὸ παρεπόμενον καὶ ἀγχοῦ καὶ παραβραχὺ καὶ εἰς τοῦτο ἧκον ἤδη πως ὡς ἁμιλλᾶσθαι κατατολμᾶν καὶ ὅτι μὴ μεῖον ἀμφιγνοεῖσθαι λοιπόν;
Smearing a shadow over it and believing that he is honored with mere names, they will openly dismiss the fact that he is God by nature and in truth. Then who is so sluggish and slack, at least among those who wish to think rightly, that he would not make the greatest possible attack on those who have reached such a judgment, and, laughing to scorn their boundless bombast, say: If the Son is not God by nature, but, according to you, the name is an adopted one for him, what possessed you to compare him with God the Father and to judge which of the two is lesser or superior, although, I think, every wise and necessary argument assigns comparisons to be made between things, and persuades us that it is more fitting to compare things of the same nature with things of the same nature, and whatever would appear the same in essence, that is, in no way agitated so as to be otherwise? For angel and man are a rational creature; yet there is a certain difference in both, and they have no complete convergence with one another. When, then, the account of the glory and preeminence of the angels is examined, angel must be compared with angel. And if someone should do this in our case too, Paul will perhaps differ from a certain person, and Peter again from another of those like himself. But God, who is over all and upon all, is something incomparable and incomparably superior, and since he is the highest of all and ascends to his own lot, untrodden and inaccessible to created things, what would be the consequence—near and close at hand and already somehow coming to this, so as to dare to strive and henceforth to be doubted as not lesser?
Ἦ οὐ δοκεῖ σοι γέλωτά τε ὄφλειν καὶ νοῦ παρολισθεῖν ἀγαθοῦ καὶ μὴν καὶ ὀρθῆς ἐκσεσοβῆσθαι φρενός, εἴ τι τῶν ἐν κτίσμασι κατηριθμημένων κατατολμῴη λέγειν· Ὁ πάν των Θεὸς καὶ Πατὴρ μείζων μού ἐστι; Τίσιν ἄν, εἰπέ μοι, τῶν ὄντων αὐτὸς τὴν οὕτω θρασεῖαν καὶ σφαλερωτάτην ἐφαρμόσαις φωνήν; Ἀγγέλοις ἄρα καὶ Ἀρχαγγέλοις, ἤγουν Ἐξουσίαις, Θρόνοις τε καὶ Κυριότησι; Πῶς γὰρ ἢ πόθεν τῷ οἰκείῳ δημιουργῷ φιλονεικήσει τὸ ποιηθέν; Ἀμαθέστατα τοιγαροῦν τὸ πάντη τε καὶ ὁλοτρόπως διεστηκὸς κατὰ φύσιν, εἴπερ οἴονται Θεὸν μὲν οὐκ εἶναι κατ' ἀλήθειαν τὸν Υἱόν, παρῆχθαι δὲ μᾶλλον γενητῶς εἰς ὕπαρξιν, ἀντιπαρεξάγουσι τῷ Πατρὶ καὶ τὸ ἴσον ἢ μεῖον ἐπ' ἀμφοῖν βασανίζουσιν. {Β.} Ἔοικε. Φασὶ δ' οὖν ὅμως ὅτι Θεὸς μέν ἐστιν ὁ Υἱός, μείζων δὲ ὁ Πατήρ. {Α.} Εἶτα ποῦ τὸ μεῖζον ἐν τῷ Πατρὶ καὶ μέντοι τὸ μεῖον ἐν τῷ Υἱῷ καταθρήσαιμεν ἄν, εἰ τὴν τοῦ Θεοῦ φύσιν, ἥτις ποτέ ἐστιν, ὡς ἔνι κατοπτριζοίμεθα; Ἦ οὐχὶ τὸ Θεῖον ἐροῦσιν ἀσώματόν τι καὶ ἀναφές, ἄποσόν τε καὶ ἀναυξές, καὶ χρόνου παντὸς πρεσβύτερον, ἀεὶ ὂν καὶ ὡσαύτως ἔχον, αὐτό τε ἐν ἑαυτῷ καὶ ἐξ ἑαυτοῦ παντέλειον; {Β.} Οἶμαί γε. {Α.} Τίνα δὴ οὖν τρόπον ὑπερανεστήξοι τε καὶ ὑπερφέροιτο ἂν Θεὸς Θεοῦ; Ἦ οὐκ ἀνάγκη τὸ κατά τι γοῦν ὅλως μειονεκτούμενον τοῦ τῆς θεότητος ὅρου παρολισθεῖν, εἰ μήτε εἰς ἄκρον ἥκει τῶν τῆς θεότητος ἀγαθῶν, ἐν ἐνδείᾳ τε τοῦ τελείως ἔχοντος καταφωρᾶται πεσόν; {Β.} Ἀνάγκη. {Α.} Οὐ γάρ, οἶμαι, φαῖεν ἂν ὡς ποσότητι μετρητῇ τὸ μεῖζον ἐν τῷ Πατρί· πέρα γὰρ ποσότητος τὸ ἀσώματον· οὐδ' αὖ ὅτι τοῦ Γεγεννηκότος ὑστερογενὴς ὁ Υἱός.
Does it not seem to you that he deserves ridicule and has slipped from a sound mind—indeed, has been driven headlong from right reason—if anyone should dare to say of any of the things numbered among created things: "The God and Father of all is greater than I"? Tell me, to which of existing things would you apply this so bold and most dangerous utterance? To angels, then, and archangels, or to Authorities, Thrones, and Dominions? For how, or from where, will what has been made strive against its own Maker? Most ignorantly, therefore, do they who think that the Son is not God in truth, but was rather brought into existence as something generated, set side by side with the Father things wholly and entirely distinct in nature, and examine whether the one is equal or less in both. {B.} It seems so. Yet they say, nevertheless, that the Son is God, but the Father is greater. {A.} Then where could we observe the greater in the Father and indeed the less in the Son, if we reflect as best we can on the nature of God, whatever it is? Will they not say that the Divine is something incorporeal and intangible, without quantity and without increase, older than all time, always existing and ever the same, perfect in itself and from itself? {B.} I think so. {A.} In what way, then, would one God be set above and excel another God? Is it not necessary that whatever is in any respect at all deficient should slip from the definition of divinity, if it has not reached the utmost of the goods of divinity, and is convicted of falling into want of what is perfectly complete? {B.} Necessarily. {A.} For they would not say, I think, that the greater in the Father is measured by quantity—for the incorporeal is beyond quantity—nor again that the Son is later-born than the One who begot him.
Ἀεὶ γὰρ ὄντος Πατρὸς τοῦ Πατρὸς καὶ ἀλλοιώσεως καὶ μετα βολῆς οὐκ εἰς ἕτερόν τι παρὰ τοῦτο καλούσης τὸν ἀεί τε καὶ ὡσαύτως ἔχοντα Θεόν, ἦν δήπου πάντως τὸ ἐξ αὐτοῦ συνάναρχόν τε καὶ συναΐδιον καὶ τῇ τοῦ τεκόντος ὑπάρξει συμπαρομαρτοῦν. {Β.} Μείων, φησίν, ὁ Υἱός, οὐ ποσότητι τῇ κατὰ σῶμα· πῶς γάρ; Ἀλλ' ὅτι μὴ ἐν οἷς ὁ Πατήρ. {Α.} Φέρε δὴ οὖν τὰ τῆς θεότητος ἀξιώματα φιλοκρι νοῦντες εὖ μάλα, κατιδεῖν σπουδάζωμεν εἰ ἐμπρέποι μὲν μόνῳ ταυτὶ τῷ Πατρί, ἥκιστά γε μὴν τῷ Υἱῷ κατὰ τὸν ἴσον τρόπον ἢ ὥσπερ ἀμέλει καὶ αὐτῷ τῷ Πατρί. Ἀλλά μοι τουτὶ καὶ πρό γε τῶν ἄλλων ἐρομένῳ φράσον. Ἆρα γὰρ εἰ προὔχει τε καὶ ὑπερέφυ τὸν Υἱὸν ὁ Πατήρ, οὐχ ἕψεται πάντως τῷ τοιῶσδε κρείττονι τὸ χρῆναι πλεονεκτεῖν οὐ καθ' ἕνα τρόπον, ἀλλὰ κατὰ πᾶν ὁτιοῦν τῶν ὅσα ἐστὶ θεότητος ἴδια; {Β.} Καὶ πάνυ. {Α.} Εἰ δὲ ἐν ἴσῳ φαίνοιτο τοῦ Υἱοῦ τὸ ἐφ' ἅπασιν ἰσοστατοῦν, οὐκ ἂν εὖ μάλα διακρούσαιτο τὴν ἔν γε τῷ δεῖν μειονεκτεῖσθαι
συκοφαντίαν; Δεδόσθω γὰρ ὅτι καὶ τὸ ἄγαν ὑπερκείμενον ἐθελουσίως ἔσθ' ὅτε πρὸς τὸ τῶν ὑποκα θημένων σμικροπρεπές, τὴν ἰδίαν καταβιβάζει δόξαν· τὸ δὲ ἐν μείοσί τε καὶ ἔλαττον ἀληθῶς, πῶς ἂν τὴν οἰκείαν ὑπεραλοῖτο φύσιν, καὶ πέρα μὲν τῶν οἰκείων ἀφίκοιτο μέτρων, τοῖς δὲ τοῦ λίαν ὑπερκειμένου φιλονεικήσοι πλεονεκτήμασιν; {Β.} Εὖ λέγεις. {Α.} Πῶς οὖν ἡμῖν ὁ Υἱὸς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀκριβῆ τινα τύπον οἱονεὶ καὶ γραφὴν τὰ καθ' ἑαυτὸν ἀνιστάς, καὶ εἰς τὴν τοῦ τεκόντος ἐπίδειξιν τὴν ἰδίαν εὖ μάλα παρακομίζων φύσιν, "Ὁ ἑωρακὼς ἐμέ, φησίν, ἑώρακε τὸν Πατέρα.
For since the Father is always Father, and since God, who is forever and in the same state, admits neither change nor alteration into anything other than this, that which is from him was surely in every way co-eternal and co-everlasting with him, and accompanied the very existence of the one who begot him. {B.} The Son, he says, is lesser—not in bodily quantity, for how could that be?—but because he is not in the things in which the Father is. {A.} Come then, let us carefully examine the prerogatives of the Godhead, and let us strive to see whether these belong fittingly to the Father alone, and not at all to the Son in equal measure, or in the same way as indeed to the Father himself. But tell me this before all else, in answer to my question. If the Father excels and surpasses the Son, will it not follow altogether for this superior one that he must have the advantage, not in one respect only, but in every single one of the things that are proper to the Godhead? {B.} Certainly. {A.} And if the Son should appear equal in all things, standing on equal footing, would he not very well escape the false accusation of being inferior? For let it be granted that even the one who is exceedingly exalted sometimes willingly lowers his own glory, in condescension to the lowliness of those beneath him; but how could one who is truly among the lesser and inferior overleap his own nature, and reach beyond his own measures, and contend for the advantages of one who is far exalted above? {B.} You speak well. {A.} How then does the Son, setting forth in his own person, as it were, an exact image and portrait of the essence of God the Father, and bringing his own nature to the demonstration of the one who begot him, say, "He who has seen me has seen the Father"?
Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;" Εἴπερ οὖν ἐστιν οὐκ ἐν οἷς ὁ Πατήρ, τί μαθὼν αὐτὸν ἐν ἰδίᾳ φύσει ζωγραφεῖ, καὶ ἓν εἶναί φησι πρὸς τὸ τελείως ἔχον τὸ τοῦδε καταδεὲς καὶ ἡττώμενον; {Β.} Οὐκ ἂν ὧδε ἔχοι, κατά γε τὸ αὐτῷ μοι δοκοῦν. {Α.} Οὐκοῦν–τετράψομαι γὰρ ἐπὶ τὸ χρῆναι λοιπὸν τὰ ὅσαπερ ἂν τὴν θείαν ἡμῖν καὶ ἀνωτάτω κατακαλλύνοι φύσιν, ὡς ἂν οἷός τε ὦ, κατιδεῖν–, φέρε δή, φέρε κατα σκεπτώμεθα πότερα μειζόνως ἐν τῷ Πατρὶ ἤγουν ἔλαττον ἢ χρὴ τὸ τῆς θεότητος κάλλος ἐκπρεπὲς ἐν Υἱῷ; 577 {Β.} Ὡς ἄριστά μοι ταυτὶ διεσκέφθαι δοκεῖς. {Α.} Ὑποφέρει τοίνυν τοῖς τῆς θεότητος σκήπτροις καὶ ζυγῷ δουλείας ἐγκαταδεσμεῖ πᾶν ὅσον ἐστὶ τελοῦν ἐν κτίσμασιν ὁ θεσπέσιος Μελῳδός, φιλοθέως σφόδρα καὶ ὀρθότατα τοῦτο δρῶν. Ἔφη γάρ που πρὸς τὸν τῶν ὅλων γενεσιουργόν· "Κατ' ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιω θήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγή σονται, σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν, ὅτι τὰ σύμπαντα δοῦλα σά." Καὶ μὴν καὶ δοξολογίαις καταγεραίρειν αὐτὸν τούς τε οὐρανοὺς τῶν οὐρανῶν ἐπιτάττει, καὶ ἥλιον καὶ σελήνην, ἄστρα τε καὶ φῶς, ὕδωρ τε τὸ ὑπεράνω τῶν οὐρανῶν. Καὶ πρὸς μὲν ἀνθρώπους φησί· "Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ." Ἀγγέλων δὲ πέρι, καὶ τῶν ἔτι λειτουργίαν ἐχόντων τὴν ἀνωτέρω·
I and the Father are one.” If, then, he is not among the things in which the Father is, why does he depict him in his own nature, and say that he is one with what is perfectly complete, when his own is inferior and deficient? {B.} It could not be so, at least in my opinion. {A.} Then—for I shall turn back to the point that for the rest I must, as far as I am able, discern all the things that adorn the divine and most exalted nature—come, come, let us consider whether the beauty of the Godhead is pre-eminent in the Son to a greater degree, or rather a lesser, than in the Father. 577 {B.} You seem to me to have examined these matters most excellently. {A.} The divine Psalmist, then, subjects to the scepters of the Godhead and binds with the yoke of servitude everything that is among created things that has been perfected, doing this in a most God-loving and most correct manner. For he said somewhere to the Creator of all things: “In the beginning, you, Lord, founded the earth, and the heavens are the works of your hands. They will perish, but you remain, and all will grow old like a garment, and like a cloak you will roll them up and they will be changed, but you are the same and your years will not fail, because all things are your servants.” And indeed he commands the heavens of heavens to honor him with doxologies, and the sun and moon, the stars and the light, and the water that is above the heavens. And to human beings he says: “Come, let us worship and fall down before him and weep before the Lord who made us, because he is our God and we are the people of his pasture and the sheep of his hand.” And concerning the angels, and those who still have a ministry higher up—
"Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον πάντα τὰ ἔργα αὐτοῦ." Συνίης οὖν ὅπως τῷ τῆς δουλείας ζυγῷ τὰ σύμπαντα καθειργνύς, πρόβατα μὲν χειρὸς αὐτοῦ κατωνόμασε τοὺς ἐπὶ τῆς γῆς, ᾠδοὺς δὲ καὶ λειτουργοὺς παρίστησι τοὺς ἀγγέλους; {Β.} Συνίημι. {Α.} Ἄθρει δὴ οὖν τὰ πρόβατα τῆς χειρὸς τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια λέγοντα τὸν Υἱὸν καὶ ζυγὸν ἡμῖν ἐπιτιθέντα δουλείας. Ἔφη γὰρ ὧδε· "Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. Ὁ Πατήρ μου, ὃς δέδωκέ μοι, πάντων μείζων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Πρόβατα τοίνυν ἡμεῖς τοῦ Θεοῦ καὶ Πατρός, οὐδὲν δὲ ἧττον καὶ τοῦ Υἱοῦ διακεκλή μεθα καὶ ἐσμέν. Καὶ μὴν ὅτι καὶ ἄγγελοι λειτουργοῦσιν αὐτῷ, εὐκόλως ἂν μάθοις ἐξ ἱερῶν καὶ τοῦτο Γραμμάτων. Ὁ σοφὸς γὰρ ἔφη Ματθαῖος, ὡς ἀποδράντος τε ἤδη καὶ οἰχομένου πρὸς τὸ μηδὲν τοῦ πειράζοντος Σατανᾶ νενηστευ κότα Χριστόν, "Ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ." Καὶ μὴν καὶ ἐν κύκλῳ τὸν ὑπερφυᾶ τε καὶ ἐπηρμένον αὐτοῦ περιεστᾶσι θρόνον δοξολογοῦντα τὰ Σεραφίμ, ἅγιόν τε αὐτὸν καὶ μὴν ὅτι Κύριος τῶν δυνάμεων ὀνομάζοντα, πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ.
Bless the Lord, all you his angels, you his ministers who do his will. Bless the Lord, all his works.” Do you understand, then, how, binding all things under the yoke of servitude, he called those on earth “sheep of his hand,” while presenting the angels as singers and ministers? {B.} I understand. {A.} Consider, then, that the sheep of the hand of God the Father call the Son their own and impose on us a yoke of servitude. For he said thus: “My sheep hear my voice, and I know them, and they follow me; and I give them eternal life, and they shall not perish forever, and no one shall snatch them out of my hand. My Father, who has given them to me, is greater than all, and no one can snatch them out of the hand of my Father. I and the Father are one.” We, then, are sheep of God the Father, and no less are we called and are sheep of the Son. And indeed, that angels also minister to him, you may easily learn this too from the sacred Scriptures. For the wise Matthew said that, when the tempting Satan had already fled and gone to nothing, Christ having fasted, “Behold, angels came near and ministered to him.” And indeed, the Seraphim also stand around his transcendent and exalted throne in a circle, glorifying him and naming him holy and indeed Lord of hosts, and saying that heaven and earth are full of his glory.
Ὁ δὲ δὴ κατάρχων ἐν ἴσῳ τῶν ὅλων, ἰσόχειρ τε καὶ ἰσοσθενὴς τῷ Πατρὶ καὶ οὐ μεῖον εὐκλεὲς (πλέα γὰρ τὰ πάντα τῆς δόξης αὐτοῦ), καὶ πρὸς τὸν τῶν ὅλων μείζονα τὸ ἐν ταὐτότητι φυσικῇ διακεκτῆσθαι λέγων, πῶς οὐκ ἂν ἔχοι τὸ ἰσοστατοῦν; Ἦ ἔχεις τι νοεῖν ἢ φράσαι ὅποι ποτὲ ἂν ὑπεραλοῖτο μὲν ἡ τοῦ Πατρὸς δόξα, μειονεκ τοῖτο δ' ἂν ἡ Υἱοῦ, συμπαρομαρτεῖν οὐκ ἔχουσα καὶ τὸ συνεκτείνεσθαι παραιτουμένη ἐνδείᾳ τῶν ἴσων; {Β.} Οὐκ ἂν ἔχοιμι
νοεῖν. {Α.} Τί δὲ δὴ ἄρα καὶ ἡ χεὶρ ἡμῖν κατασημανεῖ τοῦ Πατρός; Πότερα τὴν παντουργικὴν ἐνέργειαν, ἤγουν τὴν ἰσχύν; Ἀμείνων γάρ πως ἀεὶ σωματικῆς φαντασίας ὁ περὶ Θεοῦ λόγος. {Β.} Τάττοιτο ἂν ἐπ' ἀμφοῖν εἰκότως, καθάπερ ἐγῷμαι· λυπεῖ γὰρ οὐδέν. {Α.} Εὖ λέγεις, ἀλλὰ τό τοι μεῖον καὶ ὡς ἐν ὑφέσει πεπιστευ μένον ἢ ἐν οἷς ἂν εἴη τὸ ὑπερτεροῦν, πῶς ἂν ἔτι καὶ ἰσουργὸν καὶ ἰσορροποῦν εἰς δύναμιν ὁρῷτό τε καὶ λέγοιτο; Πῶς δ' ἂν ἔχοι τὸ ἰσοκλεὲς τῷ Πατρὶ καὶ τῆς πρὸς αὐτὸν ἑνότητος τὸ δι' ἐμφερείας τῆς εἰς ἄκρον ἠκριβωμένον; "Ἐγὼ γάρ, φησί, καὶ ὁ Πατὴρ ἕν ἐσμεν," καίτοι τὸ εἰς λῆξιν ἥκειν τὴν ἀνωτάτω μεμαρτυρηκὼς αὐτῷ· "Ὁ Πατήρ μου γάρ, ἔφασκε, πάντων μείζων ἐστίν." {Β.} Οὐκ ἂν ἔχοι, πολλοῦ γε καὶ δεῖ· μείων γὰρ εἴπερ ἐστὶ κατά τι γοῦν ὅλως, συνυφιζήσειεν ἂν αὐτῷ πάντα τὰ αὐτοῦ. {Α.} Οὐκοῦν τοῖς τοῦ Πατρὸς ἀξιώμασι παρέποιτο ἂν οὐδαμῶς κατ' οὐδὲν ἡττώμενος.
But he who is in equal rank over all things, of equal power and equal strength with the Father, and no less glorious (for all things are full of his glory), and who says that he possesses the being in natural identity with the greater over all things—how could he not have equality of station? Or can you think or express anywhere that the glory of the Father would exceed and the Son's be diminished, unable to accompany it and declining to be extended along with it for lack of equal things? {B.} I could not think so. {A.} What, then, will the hand of the Father signify to us? Is it the all-working energy, that is, the strength? For the word concerning God is always somehow better than bodily imagination. {B.} It would reasonably be assigned to both, as I think; for it harms nothing. {A.} You speak well, but that which is lesser and is believed to be in a state of diminution, or in those things in which the superior element would be—how could it still be seen and spoken of as of equal work and equal balance in power? And how could it have equal glory with the Father and the exactness of unity with him through likeness perfected to the utmost? For "I and the Father," he says, "are one," although he has testified to him that he has come to the highest lot: "For my Father," he said, "is greater than all." {B.} It could not be—far from it; for if he is lesser in any respect at all, all his own things would sink down together with him. {A.} Therefore he would in no way accompany the Father's dignities, being inferior in nothing.
Τὸ δὲ ἐν ἴσοις εἶναι μὴ λαχών, οὐδ' ἄν, οἶμαι, φαίη πρὸς αὐτόν, καὶ τοῦτο ἐκ παρρησίας, ὅτι "Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά." Φέρε γάρ, εἰ δοκεῖ, προσνέμωμεν μὲν τὸ ὑπερκεῖσθαι δεῖν τῷ Πατρί, φῶμεν δὲ εἶναι καταδεᾶ τὸν Υἱόν. Εἶτα ποῖος ἡμῖν ὁ τῆς εὐτεχνίας ἀναφανεῖται τρόπος ὃς ἐφαρμόσειε μὲν ἅπαντα τῷ Υἱῷ τὰ τοῦ Πατρός, τῷ δ' αὖ Πατρὶ τὰ τοῦ Υἱοῦ, ἓν δὲ δήπου πάντως τῶν ἐνεῖναι λεγομένων τῷ Πατρὶ νοηθείη ἂν τὸ ὑπερκεῖσθαί τε καὶ ὑπερτερεῖν; Εἶτα πῶς ἴδιον ἔσται τοῦτο τοῦ Υἱοῦ, καίτοι λαχόντος τὸ μεῖον; Καὶ εἰ τὸ μεῖον ἴδιον τοῦ Υἱοῦ, πῶς ἂν γένοιτο καὶ τοῦ Πατρός, τοῦ ὑπερκεῖσθαι λαχόντος, διηπόρημαι μὲν ἐγώ, σὺ δὲ ἡμῖν ἐκδείξειας ἂν ὅπως. {Β.} Οὐκ ἂν ἔχοιμι. Δυσδιάφυκτον γὰρ κομιδῇ τῆς ἐννοίας τὸ χρῆμα. {Α.} Ἡκέτω δὴ οὖν κατὰ ῥοῦν ὁ λόγος, καὶ οἶμον ἴτω τὴν προκειμένην· ἐρήσομαι δέ τι καὶ ἀναγκαῖον. Ἆρ' οὐκ ἐν μόνῃ κείσεται τῇ τοῦ Πατρὸς ἐξουσίᾳ τὸ καὶ πταισμάτων ἐλευθεροῦν καὶ τὴν δυσαπόνιπτον ἡμῶν ἀπαλείφειν ἁμαρτίαν; {Β.} Φημὶ δή. {Α.} Καὶ πῶς οὐ λίαν ἐπισφαλὲς τὸ κατακολούειν ἀπο τολμᾶν, καίτοι τοῖς ἴσοις ἐμπρέποντα κατορθώμασι, τὸν Υἱόν, καὶ ὡς ἔστιν ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατὴρ ῥιψοκινδύνως εἰπεῖν; Ὧν γὰρ ἂν βούλοιτο καὶ αὐτὸς ἀνίησιν ἁμαρτίας. Τὴν γοῦν ἀμνησικακίαν προσίεσθαι παραινῶν, χρῆναί τε αὐτῆς ἐξῆφθαι διδάσκων, "Ἐὰν γὰρ ἀφῆτε, φησί, τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος·" ἀναθεὶς δὲ τῷ Πατρὶ τὸ ἀνεῖναι δύνασθαι κατ' ἐξουσίαν τὰς ἁμαρτίας ὧν ἂν ἕλοιτο τυχόν, αὐτὸς ἑαυτῷ τὴν ἐπὶ τῷδε κατόρθωσιν κατεγγυᾷ λέγων·
But he who did not obtain the rank among equals would not, I think, say to him—and this with boldness—"All things that are mine are yours, and yours are mine." For come, if it seems good, let us assign the being above to the Father, but let us say that the Son is inferior. Then what manner of cleverness will appear to us that would fit all the things of the Father to the Son, and again the things of the Son to the Father, when surely one of all the things said to be in the Father would be understood as the being above and excelling? Then how will this be proper to the Son, though he obtained the lesser? And if the lesser is proper to the Son, how could it also be the Father's, who obtained the being above? I am at a loss, but you would show us how. {B} I could not. For the matter of this conception is altogether hard to escape. {A} Let the argument then proceed with the current, and let it go on the path set before us; and I will ask something necessary too. Is it not placed in the Father's authority alone to set free from offenses and to wipe away our sin that is hard to wash off? {B} I say so. {A} And how is it not very precarious to dare to reckon the Son as following after—though he shines with equal achievements—and to say recklessly that he is among lesser things than those in which the Father is? For he also remits sins of whom he wills. At any rate, when he urges us to accept forgetfulness of wrongs and teaches that we ought to cling to it, he says, "For if you forgive men their trespasses, your heavenly Father will also forgive you"; but having ascribed to the Father the power to remit at will the sins of whomever he might chance to choose, he himself guarantees to himself the achievement in this matter, saying:
"Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας (τότε λέγει, φησί, τῷ παραλυτικῷ)· Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου." Τὸ τοίνυν ἴσον ἐν ἐξουσίᾳ καὶ ἐνεργείᾳ ταὐτὸν πῶς ἂν γένοιτο καταδεὲς καὶ ἐν δευτέροις ἔτι κατα τετάξεται; {Β.} Οὐκ ἂν γένοιτο· σαφὴς γὰρ ὁ λόγος. {Α.} Ἐπιμαρτυρήσαι δ' ἂν τοῖς εἰρημένοις τὸ ἀκριβὲς καὶ ὁ θεῖος ἡμῖν ὑποφωνήσας Παῦλος· "Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων;" Καὶ τὴν ἐπὶ τούτῳ μεγαλουργίαν μετατιθεὶς εἰς τὸν Υἱόν, ἀπονέμων τε αὐτῷ τὸ δικαιοῦν δύνασθαι τοὺς πεπιστευκότας, γράφει πάλιν ὡδί· "Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." Οἰκειοῖ γὰρ ἡμᾶς ἡ πίστις τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀγχοῦ καθίστησι δι' Υἱοῦ· δικαιοῖ δὲ ἡμᾶς, κατά γε τὸν ἀληθῆ τε καὶ ἀκιβδήλευτον λόγον, οὐκ ἀναμέρος μὲν ὁ Θεὸς καὶ Πατήρ, ἀναμέρος δὲ αὖ καὶ ἰδικῶς ὁ Υἱός· ἀλλ' ἥπερ ἂν εἶναι νοοῖτο δικαίωσις ἡ παρὰ Πατρός, αὕτη που πάντως ἐστὶ τοῦ Υἱοῦ· καὶ ἥνπερ ἂν ὁ Υἱὸς χαρίσαιτο, ταύτην εἶναι θετέον τοῦ Πατρός. Ὥσπερ γὰρ τὴν εἰς τὸ εἶναι πάροδον δι' Υἱοῦ τὰ πάντα διεκληρώσατο καὶ οὐχ ἕτερον ἔχει δημιουργὸν τὸν δι' οὗ παρήχθη πρὸς ὕπαρξιν τὰ κεκλημένα πρὸς γένεσιν, οὕτω δὴ σώζεται δι' αὐτοῦ τὰ τῆς ἐν ἀρχαῖς εὐταξίας ἀπολισθήσαντα, καὶ τὴν εἰς τὸ εὖ εἶναι πάλιν δέχεται διαμονήν, πρὸς τὸ ἀκριβὲς ἕκαστα τῆς οἰκείας φύσεως ἀναθέοντα κάλλος. {Β.} Πείθομαι. {Α.} Καὶ γοῦν ὁ θεῖος ἔφη Μωσῆς φειδοῦς ἠξιῶσθαι τῆς ἄνωθεν καὶ παρὰ Πατρός, καίτοι
But so that you may know that the Son of Man has authority on earth to forgive sins” (then, it says, he says to the paralytic): “Rise, take up your bed and go to your house.” How then could that which is equal in authority and in activity be the same as something inferior and still ranked among second things? {B.} It could not be; for the statement is clear. {A.} The exact truth of what has been said would also be testified to by the divine Paul, who speaks in harmony with us: “Who will bring a charge against God’s elect? God is the one who justifies; who is the one who condemns?” And transferring the great work that follows this to the Son, and assigning to him the power to justify those who have believed, he writes again as follows: “Therefore, having been justified by faith, we have peace with God through our Lord Jesus Christ.” For faith makes us belong to God the Father and brings us near through the Son; and, according to the true and unadulterated account, it is not the God and Father who justifies in part and the Son again who justifies in part and separately; but whatever justification is understood to be from the Father, this is surely altogether the Son’s; and whatever the Son bestows, this must be reckoned the Father’s. For just as all things obtained their passage into being through the Son, and that which was brought into existence has no other creator than the one through whom the things called into generation were brought into existence, so too through him are saved the things that had slipped from their original good order, and they receive again their abiding in well-being, each thing running back to the exact beauty of its own nature. {B.} I am persuaded. {A.} And indeed the divine Moses said that he had been deemed worthy of mercy from above and from the Father, although
σκληρὸν καὶ δυσάγωγον ὄντα, τὸν Ἰσραήλ. Γράφει γὰρ ὡδί· "Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν ἑαυτοῦ, διεὶς τὰς πτέρυγας αὐτοῦ, ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ." Ἐνηργηκέναι γε μὴν αὐτὸ δὴ τουτὶ διισχυρίζεται λέγων ὁ Υἱός· "Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε; Ἰδοῦ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος." Καὶ οὐ δή τι δρῶντες τῶν ἀβουλοτάτων παρωσόμεθα μὲν ὡς ἀεργῆ τὸν Πατέρα, μόνῳ δὲ ὅτι προσήκοι τῷ Υἱῷ τὴν ἐπὶ τῷδε δόξαν ἑλεῖν, ἄριστα ἔχειν ἐροῦμεν. Ἀλλ' ὅτι τὸ ἐπ' ἀμφοῖν ὁλοτρόπως ἰσοστατοῦν καὶ τὸ ἐν οὐσίᾳ ταὐτὸν καὶ μὴν ὅτι μονοειδές τέ ἐστι καὶ ἐν ἁπλοῖς τὸ Θεῖον, ἐνεργὸν ἡμῖν δι' Υἱοῦ τὸν Πατέρα καὶ Θεὸν ἐφῆκε νοεῖν, ὑποψίας ἁπάσης τῆς ὡς ἐν ὑφέσει τῇ ὑπουργικῇ νοουμένης ἰούσης ὡς ἀπωτάτω καὶ ἀδικούσης οὐδὲν εἴς γε τὸν ἰσότητός τε καὶ εὐκλείας τρόπον, τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον. Ἐνεργεῖ γὰρ ὁ Πατὴρ ὡς ἰδίᾳ δυνάμει χρώμενος τῷ Υἱῷ, ζώσῃ τε καὶ παρ' αὐτὸν οὐχ ἑτέρᾳ, κατά γε τὸ εἶναι Θεὸν ἐκ Θεοῦ καὶ ἐν Θεῷ φυσικῶς, εἰ καὶ μέτεστιν ἑκατέρῳ τὸ γοῦν ἐν ὑπάρξει νοεῖσθαι τῇ καθ' ἑαυτόν. {Β.} Εὖ λέγεις. {Α.} Ὅτι δὲ φύσει τε καὶ ἐξουσίᾳ καὶ ἐνεργείᾳ θεοπρεπεῖ τῇ κατὰ πᾶν ὁτιοῦν οὐδαμόθεν ἂν καταδεᾶ κατοψόμεθα τὸν Υἱὸν ἢ ὥσπερ ἂν ἔχειν νοοῖτο καὶ ὁ Πατήρ, ἀναμάθοις ἄν, οἶμαί που, κἀκ τῶνδε ῥᾳδίως. Διὰ μὲν γὰρ τῆς Ἡσαΐου φωνῆς ὁ Θεὸς ἔφασκε καὶ Πατήρ·
being hard and unmanageable, Israel. For he writes as follows: "As an eagle to cover its nest, spreading its wings, he received them and took them up on his back." That he himself actually did this very thing, the Son asserts, saying: "Jerusalem, Jerusalem, the one killing the prophets and stoning those sent to her, how often I wished to gather your children the way a bird gathers her nestlings under her wings, and you did not wish it? Behold, your house is left to you desolate." And we will not, doing any of the most unwilling things, push the Father aside as idle, and say that it is well for the Son alone to have taken the glory for this. But because the equality in both is complete, and the sameness in essence, and indeed because the Divine is of one form and in simples, he allowed us to understand the Father and God as working through the Son, all suspicion of the kind understood as a lessening in servile ministry being far removed and doing no injury at all to the manner of equality and good glory of the Word who has appeared from God the Father. For the Father works as using the Son as his own power, living and not other beside him, in respect at least of being God from God and naturally in God, even if it belongs to each to be understood at least in existence according to himself. {B.} You speak well. {A.} But that by nature and authority and god-befitting activity in every respect whatsoever we shall see the Son in no way lacking, any more than the Father may be understood to have, you would learn, I think, easily from these things too. For through the voice of Isaiah God was saying, even the Father—
"Ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε, οἱ ἀπ' ἐσχάτου τῆς γῆς. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος. Κατ' ἐμαυτοῦ ὀμνύω, εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται." Τὸ δὲ δὴ λαμπρὸν αὔχημα τοῦ Πατρός, τὸ καὶ καλεῖν δύνασθαι καὶ ἀνασώζειν φημὶ τοὺς ἀπ' ἐσχάτου τῆς γῆς, καὶ λαλεῖν μὲν τὴν δικαιοσύνην, εὐσθενῆ δὲ οὕτω καὶ ἀποστροφῆς ἀμείνω διακεκτῆσθαι τὸν λόγον, περιθείης ἂν ἑτέρῳ τῳ παρ' αὐτόν, εἰπέ μοι; {Β.} Οὐκ ἔγωγε· μόνῳ γὰρ ἂν πρέποι Θεῷ τὰ ἰδικῶς αὐτοῦ τε καὶ μόνου. {Α.} Εἰ δὲ δὴ τοῖς ἴσοις αὐχήμασι καὶ ἡ τοῦ Υἱοῦ κατακαλλύνοιτο φύσις, καὶ ἰσομοιροῦσαν ἔχοι τὴν δόξαν, ἆρα ἂν ἔτι τὸ μεῖον αὐτῷ πρέποι ἄν, ὦ 'γαθέ, κατά τι γοῦν ὅλως; {Β.} Οὐδαμῶς. {Α.} Πεύσῃ τοιγαροῦν βοῶντος ἀναφανδόν· "Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀνα παύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς." Ἦ οὐχὶ τοῦτό ἐστι τό "Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος;" Θείῳ γὰρ ὑπέζευκται τὰ πάντα ζυγῷ, καὶ τοῖς τῆς δουλείας ἐπήχθισται μέτροις. Περὶ δέ γε τῶν οἰκείων λόγων ὧδέ πή φησιν· "Ἀμὴν λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρε λεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι." Συνίης οὖν ὅπως παθεῖν οὐκ ἀνέχονται τὴν ἀποστροφὴν οἱ δι' Υἱοῦ λόγοι, καθάπερ ἀμέλει καὶ οἱ τοῦ Πατρός; {Β.} Συνίημι.
Turn to me, and you will be saved, you who are from the ends of the earth. I am God, and there is no other. I swear by myself, surely righteousness shall go forth from my mouth, my words shall not be turned back." But that splendid boast of the Father—I mean the power both to call and to save those from the ends of the earth, and to speak righteousness, and to possess a word so mighty and better than turning back—would you attribute it to anyone else besides him? Tell me. {B.} I would not; for it would befit God alone, as his own and his only. {A.} But if the nature of the Son is adorned with the same boasts, and has a glory that shares equally, would any lesser thing still befit him, good sir, in any respect at all? {B.} By no means. {A.} Then you will hear him crying out openly: "Come to me, all you who labor and are burdened, and I will give you rest. Take my yoke upon you." Is this not the very thing, "I am God, and there is no other"? For all things have been subjected to a divine yoke, and are weighed down by the measures of servitude. And concerning his own words he says somewhere thus: "Amen, I say to you, until heaven and earth pass away, not one iota or one stroke shall pass from the law until all things come to be. Heaven and earth shall pass away, but my words shall not pass away." Do you understand, then, how the words spoken through the Son do not admit of being turned back, just as indeed those of the Father do not? {B.} I understand.
{Α.} Καὶ πρός γε τούτοις ἐρῶ, τὸ προνοεῖν δύνασθαι τῶν ὄντων, ὡς ἔξω χειρὸς ἀνεῖναι τῆς ἑαυτοῦ παντελῶς οὐδέν, οὐχ ἑτέρῳ τῳ μᾶλλον, μόνῳ δ' ἂν καὶ σφόδρα εἰκότως ὁρῷτο προσὸν τῷ τῶν ὅλων κρατοῦντι Θεῷ. Ἢ οὐκ ἄριστά σοι ταυτὶ φάναι τε καὶ καταθρῆσαι δοκῶ; {Β.} Ἄριστά γε. {Α.} Ἰσογενῆ τοιγαροῦν τὴν τῶν ὅλων πρόνοιαν ποιου μένους εὑρήσομεν τόν τε Πατέρα καὶ τὸν Υἱόν. {Β.} Πῶς ἔφης; {Α.} Περὶ μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸς ἔφασκεν ὁ Υἱός· "Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;" Ὁρῷτο δ' ἂν καὶ αὐτὸς τὴν οὕτω μακρὰν καὶ ἐπὶ πάντα διήκουσαν ἀπονέμων φειδὼ καὶ τοῖς τῶν ὄντων εὐτελεστάτοις καὶ ὧν ὁ λόγος οὐ πολύς. Ἐπειδὴ γὰρ τοὺς τῆς Ἰουδαίας ὅρους ἀφείς, εἰς τὴν τῶν Γεργεσηνῶν μετεφοίτησε γῆν, ἀπεσόβει μὲν ἀνθρώπων τὰ πονηρὰ δαιμόνια, τὰ δὲ τοῖς θείοις εἴκοντα νεύμασιν, ἔδρα μὲν ἀνάγκῃ τὸ κεκελευσμένον, χοίρων γε μὴν ἐζήτει τὴν ἐξουσίαν. Εἶτα ὁ πάντα ὑπὸ πόδας ἔχων ἀνίησιν ἑκὼν καί σφιν ἰέναι κελεύει· τὰ δὲ τοῖς ὕδασιν ἐνιέντα θερμῶς τὰς συῶν
{A.} And in addition to these things I will say that the power to provide for existing things, so as to be entirely outside his own hand in no respect, would be seen to belong not to any other rather than to God alone who rules over all, and very reasonably so. Or do I not seem to you to say and observe these things excellently? {B.} Excellently indeed. {A.} We shall find, then, that the Father and the Son make the providence over all things of equal rank. {B.} How did you say? {A.} For concerning God and the Father, the Son himself said: "Are not two sparrows sold for an assarion, and one of them shall not fall to the ground without your Father who is in the heavens?" And he himself would be seen as well to dispense the same far-reaching care that extends to all things, even to the most worthless of existing things and those of whom the account is not great. For when he had left the borders of Judea and crossed over into the land of the Gergesenes, he was driving out the wicked demons from men, and those that yielded to the divine noddings took their appointed place by necessity, but they were seeking authority over the swine. Then he who has all things under his feet willingly releases them and commands them to go; and they, rushing eagerly into the waters, the
ἀγέλας ὁμιλαδὸν ἀποπνίγουσιν. Ἆρ' οὖν, εἰπέ μοι, τοῖς οὕτω βδελυρωτάτοις καὶ ἀκαθάρτοις πνεύμασι κατένευσε τὴν φιλοτιμίαν, καὶ διαπεραίνεσθαι τὸ δοκοῦν ἠφίει Χριστὸς τοῖς οὐδὲν ἐθέλουσιν ἀγαθόν; Καὶ μὴν ἀπίθανον κομιδῇ τὸ γοῦν τι τοιοῦτον ἡμᾶς ἐννοεῖν· ἀλλ' ἦν ἀναγκαῖον οὐ μεῖον ἢ ὁ Πατὴρ καὶ τὴν τῶν ὄντων πρόνοιαν ἀνῆφθαι τὸν Υἱόν, τοῦτό τε αὐτὸ δι' ἐνεργεστάτων ἡμῖν κατέδειξε πραγμάτων, ἵνα τὸ τῆς κατὰ πᾶν ὁτιοῦν ἰσότητος κάλλος λαμπρόν τε καὶ ἀκιβδήλευτον ἐπ' ἀμφοῖν διαφαίνοιτο. {Β.} Καὶ πῶς ἂν γένοιτο τοῦτο, φησί· ποῦ δὲ τὸ ἴσον ἐπ' ἀμφοῖν ὁρῷτο ἄν, ὑποταττομένου τε καὶ ὑφιζάνοντος τοῦ Υἱοῦ, περὶ οὗ φησιν ὁ θεσπέσιος Παῦλος· "Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;" {Α.} Εἶτα τί τοῦτο ἐροῦσι, τὸ ὑποτετάχθαι φημὶ τῷ Πατρὶ τὸν Υἱόν, ἢ καὶ ὅπως ἂν ἐξώσειαν τῆς πρὸς αὐτὸν ἰσότητος τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον; Οὗ δ' ἂν ὅλως ὁ τῆς φύσεως ἡμῖν πολυπραγμονῆται λόγος, τί τὸ χρῆμα τῆς ὑποταγῆς ἀνοητότατα παρεισκρίνεται, τοῖς τῆς οὐσίας λόγοις οὐκ ἐγγραφόμενον; {Β.} Ὅτι ἐκ τοῦ ὑποτετάχθαι, φησίν, ἡ τῆς οὐσίας ποιότης εὖ μάλα διαγινώσκεται. {Α.} Καὶ μήν, ὦ φιλότης, ἀναμάθοις ἂν καὶ λίαν ἀκονιτὶ τὸν ἐπὶ τῷδε λόγον ὡς σαθρός τέ ἐστι καὶ ἀμαθίας ἔμπλεως.
They strangle herds in crowds. Tell me, then, did Christ consent to the ambition of these most abominable and unclean spirits, and did he allow those who will nothing good to accomplish what seemed best to them? And yet it is altogether implausible for us to think any such thing; but it was necessary that the Son, no less than the Father, be engaged in the providence of existing things, and this very thing he demonstrated to us through most effective deeds, so that the beauty of equality in every respect might shine forth bright and unalloyed in both. {B.} And how could this be, he says? And where could equality in both be seen, when the Son is subjected and yields, concerning whom the inspired Paul says: "But when all things have been subjected to him, clearly except for the one who subjected all things to him, then the Son himself will also be subjected to the one who subjected all things to him, so that God may be all in all"? {A.} Then what will they say to this—I mean that the Son has been subjected to the Father—or how would they exclude from equality with him the one who was begotten from him by nature? But where the account of nature is altogether investigated by us, why is the matter of subjection most senselessly introduced, when it is not inscribed in the accounts of substance? {B.} Because, he says, from the fact of being subjected the quality of the substance is very well discerned. {A.} And yet, my friend, you would learn, and that very readily, that the argument on this point is both rotten and full of ignorance.
"Πνεύματα μὲν γὰρ προφητῶν προφήταις ὑποτάττεται," κατὰ τὸ γεγραμμένον, καὶ οἱ τοῦ δεῖνος, φέρε εἰπεῖν, υἱοὶ τῷ ἰδίῳ γεννήτορι, καθάπερ ἀμέλει φαίην ἂν ὅτι τῷ μὲν Ἀβραὰμ ὁ Ἰσαὰκ ὑπετάττετο, τῷδε δὲ αὖ πάλιν ὁ ἐξ αὐτοῦ. Ἀλλ' οὔτε τὰ τῶν προφητῶν πνεύματα διὰ τὴν εἰς ἄλληλα γενομένην ὑποταγὴν ἀνομοίαν αὐτοῖς τὴν φύσιν ἐτίθει, οὔτε μὴν ἑτεροφυᾶ τε καὶ ἔκφυλον τὸν μακάριον Ἰσαάκ, ἐπείπερ αἰδοῖ τῇ πρὸς πατέρα νικώμενος, ὑπετάττετο καὶ καλὸν υἱότητος ξένιον ἐδίδου τῷ φύσαντι τὴν ὑπακοήν. Εἰ μὲν οὖν οἷς ἂν ἐγγένοιτο τῆς ὑποταγῆς τὸ χρῆμα πάντη τε καὶ πάντως ἑτερουσίους ὁρᾶσθαι ποιεῖ καὶ θεσμῶν ἐξίστησι φυσικῶν, διαπεπήχθω καλῶς, ἑστάτω τοῦτο καὶ ἐφ' Υἱοῦ, καὶ ἀληθὴς ἔστω ὁ λόγος. Εἰ δὲ τοῖς τῆς οὐσίας λόγοις παρενοχλεῖ μὲν οὐδέν, τρόπος δέ, οἶμαι, τὶς οὑτοσὶ τιμῆς καὶ ὑπακοῆς, ὡς ἐξ υἱοῦ πρὸς πατέρα, καὶ θελημάτων ἀστεία ῥοπὴ τὸ εἰκὸς καὶ πρέπον ἐκτετιμηκότων, ὃ μηδὲ ἐφ' ἡμῶν αὐτῶν κατὰ τῶν τῆς φύσεως ἰσχύει λόγων· τί προσνέμουσιν ἀμαθῶς καὶ ὡς δυσανάτρεπτον κομιδῇ κατεξανιστᾶσιν οἱ δείλαιοι τῷ ἐκ Θεοῦ κατὰ φύσιν Θεῷ; Ἦ γὰρ οὐχὶ γέγραφεν ὁ Λουκᾶς περί τε αὐτοῦ τοῦ Χριστοῦ καὶ τῆς ἁγίας Παρθένου καὶ τοῦ νομισθέντος κατὰ σάρκα πατρὸς ὅτι "Ἦν ὑποταττόμενος αὐτοῖς;" {Β.} Ναὶ γέγραφεν ὁμολογουμένως. {Α.} Ἆρ' οὖν, ὦ 'γαθέ, καὶ ἀνθρώπου φύσεως ἐρρίφθαι κατόπιν ὑποτοπητέον αὐτόν, καίτοι Θεὸν ἐκ Θεοῦ πεφηνότα, καὶ ἀπορρήτως γεγεννημένον, ἐπεὶ καὶ αὐτοῖς ὑπετίθει τὰ καθ' ἑαυτόν, καὶ ὑπετάττετο μὲν τῇ κατὰ σάρκα μητρί, αἰδοῖ δὲ ἡττώμενος τῇ πρὸς Ἰωσὴφ τὸ ὡς πατρὶ πρέπον ἐχαρίζετο γέρας;
For the spirits of prophets are subject to prophets,” as it is written, and the sons of so-and-so, let us say, are subject to their own begetter, just as, to be sure, I would say that Isaac was subject to Abraham, and again the son born of him to the latter. But neither did the spirits of the prophets, through the subjection that arose between them, make their nature unlike them, nor indeed did the blessed Isaac become of another nature and alien, since, overcome by reverence toward his father, he was subject and gave to his begetter, as a noble gift of sonship, his obedience. If, then, the matter of subjection, wherever it occurs, makes those in whom it occurs appear altogether and in every way of a different substance and removes them from natural laws, let this be well fixed and let it stand also in the case of the Son, and let the argument be true. But if it does not disturb the principles of essence at all, but is, I think, a certain manner of honor and obedience, as from a son toward a father, and a graceful inclination of wills that have honored what is fitting and proper—something that does not prevail against the principles of nature even in our own case—why do these wretched men ignorantly attribute this to the God who is by nature from God, and raise it up as though altogether irrefutable? For did not Luke write concerning Christ himself, the holy Virgin, and the one reputed to be his father according to the flesh, that “he was subject to them”? {B.} Yes, he wrote it, by common consent. {A.} Is it then to be supposed, good sir, that he too was cast behind the nature of man, although he has appeared as God from God and was ineffably begotten, because he subjected his own affairs to them and was subject to his mother according to the flesh, and, overcome by reverence toward Joseph, granted him the honor befitting a father?
{Β.} Οὐδαμῶς, θορυβεῖ δὲ λίαν ἡ ὑποταγὴ καὶ τοῦ τὸ μεῖον ἔχειν αὐτὸν ὑποψίας ἐμποιεῖν οὐκ ἀνικάνως ἔχει. {Α.} Ἀλλ' οὐχὶ τοῖς ἐν πίστει βεβαίως ἐρηρεισμένοις ἐνεργάσαιτ' ἂν τὸ κατά τι γοῦν ἐνδοιάσαι δεῖν, οἳ τὸν ἀσινῆ τε καὶ ἀκαπήλευτον ἐν ἰδίαις ψυχαῖς εἰσοικισάμενοι λόγον, τὴν ἀπατεῶνα καὶ βωμολόχον τῶν διεστραμμένων οὐ προσίενται δόξαν, διαμέμνηνται δὲ μᾶλλον τοῦ μακαρίου γράφοντος Παύλου· "Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ." Ἀναπνεῖ μὲν γὰρ ἔσθ' ὅτε καὶ ἀναφυσᾶται πολὺ κατά γε τῆς δόξης τοῦ Μονογενοῦς τῶν δι' ἐναντίας ὁ λόγος, καὶ ἐξ αὐτῶν ἡμῖν τῶν ἱερῶν Γραμμάτων ἀρτύει τὸ κατηγόρημα, ὁποῖον δὴ τοῦτό ἐστι τὸ δεινόν, ὡς οἴονται, καὶ ἀειθρύλλητον πρόβλημα· "Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα." Ἀλλ' οἱ νήψει τῇ κατὰ Θεὸν διεγηγερμένοι πρὸς σύνεσιν τὴν εὐμαθῆ τε καὶ ἀπαράφθορον κατατυ ραννοῦν τῆς ἀληθείας εἰ θεάσαιντο
{B.} By no means; but the subjection causes great disturbance and is not at all incapable of creating in him a suspicion of being the lesser. {A.} But it would not produce in those who are firmly established in the faith the need to doubt in any respect, who, having settled in their own souls the word that is unharmed and unadulterated, do not admit the deceitful and buffoon-like opinion of the perverse, but rather remember the blessed Paul writing: "Casting down reasonings and every high thing that exalts itself against the knowledge of God, and bringing every thought into captivity to the obedience of Christ." For sometimes the argument of those who oppose breathes and swells greatly against the glory of the Only-begotten, and from the sacred Scriptures themselves it furnishes us the accusation—whatever this dreadful thing is, as they think, and ever-repeated problem: "But when all things are subjected to him, then also the Son himself will be subjected to him who subjected all things to him." But those who are awakened by godly sobriety to understanding that is both teachable and uncorrupted, if they should see the tyranny of the truth
τὸ ῥητόν, καὶ οὔτι που δι' ἑαυτό (γέγραπται γὰρ ὀρθῶς), ταῖς δὲ τῶν δι' ἐναντίας παρατροπαῖς εἴς γε τὸ δοκεῖν οὐκ ὀρθῶς εἰρῆσθαι παρω θούμενον, τότε δὴ τότε τοῖς τῆς ἀληθείας ὅπλοις ἐρηρεισμένοι, πᾶν ὕψωμα καταστρέφουσι λογισμῶν ἀσυνέτων, καὶ χωροῦν ἤδη πως εἰς ἀπόστασιν ἕλκουσι τὸ ῥητὸν ἀντιπαρατρέποντες εὐσθενῶς εἰς ὑπακοὴν τοῦ Χριστοῦ, τουτέστιν εἰς οἰκονομίαν τὴν μετὰ σαρκός. Τὸ γάρ τοι τῆς ὑπακοῆς ὄνομά τε καὶ χρῆμα τὸν τῆς δουλείας ἡμῖν κατασημαίνει καιρόν, ὅτε Θεὸς ὢν γέγονεν ἄνθρωπος, καὶ τὸ κατὰ πάντων κράτος οὐκ εἰσποίητον ἔχων, ἀλλ' ὡς ἐκ Θεοῦ Θεός, κεχρημάτικε δοῦλος, ἐν μορφῇ τε ὢν καὶ ἰσότητι τοῦ Πατρός, τεταπείνωκεν ἑαυτόν, καθεὶς ἀβιάστως εἰς ἑκούσιον κένωσιν. Ταύτῃτοι, καὶ μάλα εἰκότως, ἐν τοῖς καθ' ἡμᾶς γενέσθαι πεπιστευμένος, τὴν κοινὴν δὴ ταύτην ἁπάντων φύσιν μετὰ τῶν αὐτῆς μειονεκτημάτων ἐδέχετο· μειονέκτημα δὲ φύσεως γενητῆς ὡς πρὸς Θεὸν τὸ ὑποτετάχθαι δεῖν. Πλὴν οὐκ ἔν γε τῷ ὑποτετάχθαι τοῖς οὖσι τὸ εἶναί ἐστι, κατά γε τὸ ἐκείνοις ἀδιορίστως δοκοῦν καὶ ἀτημελῶς εἰρημένον, ἀλλ' ὄντα τε καὶ ὑφεστηκότα κατ' ἴδιον λόγον, καὶ ὡς ἂν ἑκάστῳ βραβεύοι τυχὸν ἡ αὐτοῦ φύσις, ἐθελούσιον εἰσδέχεται τὴν ὑποταγὴν καὶ γνώμης ποιεῖται τὸ χρῆμα καρπόν. {Β.} Πάνυ μὲν οὖν. {Α.} Κείσεται δὴ οὖν ἐν μόναις ἡμῖν ταῖς ἐθελουσίοις ῥοπαῖς ἡ ὑποταγὴ καὶ τὸ ἐναντίον, χαρακτηριεῖ δὲ οὐχὶ τῆς οὐσίας τὸν λόγον. {Β.} Εὖ λέγεις. {Α.} Τί δὲ δή, κἀκεῖνο πρὸς τούτῳ πῶς οὐκ ἄξιον ἰδεῖν; {Β.} Τὸ τί δὴ φής; {Α.} Ὁ ἱερὸς ἡμῖν γράφει Παῦλος περὶ Χριστοῦ·
The passage, and not at all on its own account (for it is written correctly), but being pushed aside by the distortions of those who oppose it into appearing to have been spoken incorrectly—then indeed, then, established with the weapons of truth, they overthrow every high thing of foolish reasonings, and drawing what is already somehow heading toward apostasy, they strongly counter-turn the passage into obedience to Christ, that is, into the economy with the flesh. For the name and the reality of obedience signify to us the time of servitude, when God being became man, and having dominion over all not as something adopted, but as God from God, he was called a servant, and being in the form and equality of the Father, he humbled himself, descending without compulsion into a voluntary emptying. For this reason, and very fittingly, having been believed to have come to be among us, he received this common nature of all together with its deficiencies; and a deficiency of created nature as compared to God is the necessity of being subjected. Except that being is not in being subjected to existing things, according to what seems to them to be said without distinction and carelessly, but existing and subsisting according to its own principle, and as perhaps each one's own nature would apportion, it receives the subjection willingly and makes the matter a fruit of choice. {B.} Indeed. {A.} Therefore the subjection and its opposite will lie in our voluntary inclinations alone, and will not characterize the principle of the essence. {B.} You speak well. {A.} But what then—is that also, in addition to this, not worth seeing? {B.} What do you mean? {A.} Our sacred Paul writes concerning Christ:
"Νυνὶ δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα." Οὐκοῦν εἰ ὑποταγήσεται κατ' ἐκεῖνο καιροῦ τῷ Πατρὶ ἡνίκα ἂν αὐτῷ τὰ πάντα ὑποταγῇ, καιρὸς ἔσται τις, ὡς ἔοικεν, ὁ τῷ πράγματι πρέπων. Ἀνυπότακτος δὲ τέως εἴς γε τὸ παρὸν ὁ Υἱός, ἐνεστηκότος οὔπω τοῦ καιροῦ, καθ' ὃν καὶ αὐτὸς ὑποταγήσεται. {Β.} Σύμφημι· σαφὴς γὰρ ὁ λόγος. {Α.} Εἰ δὲ δή τις οἴοιτο νυνὶ μὲν αὐτὸν οὐχ ὑποτετάχθαι λέγειν τῷ Θεῷ καὶ Πατρί, πείσεσθαι δὲ τοῦτο κατὰ καιρούς, καὶ καθοριεῖ τῆς οὐσίας αὐτοῦ τὸ ἄνισον διὰ τὴν ὑποταγήν, ἀναφανδόν, ὡς ἔοικεν, ἐκεῖνό φησιν, ὡς ἔσται ποτέ, κατὰ τὸ εἰκός, ἀνόμοιος ἑαυτῷ κατὰ φύσιν ὁ Υἱός, καὶ μεταβολὴν εἰσδέξεται τὴν ἐφ' ἕτερόν τι παρ' ὃ νῦν ἐστι καὶ εἶναι πεπίστευται. Εἰ γάρ, ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε τοῖς δι' ἐναντίας, τοῖς τῆς οὐσίας συντετάξεται λόγοις ἡ ὑποταγή, φορέσει που πάντως οὐσίας δύναμιν καὶ τὸ ἐναντίον, του τέστιν ἡ ἀνυποταξία. Καὶ εἰ φαμὲν ὅτι νῦν ἐστιν ἀνυπότακτος καὶ τοῦτο φύσις αὐτῷ, μεταχωρήσει που πάντως, εἰ ὑπο τάττοιτο τῷ Πατρί, πρὸς ἑτέραν τινὰ καὶ ὁλοκλήρως διῳκισμένην, εἴς γε τὸ ἐναντίως ἔχουσαν, φύσιν. Οὐκοῦν ἐν παρατροπαῖς ἡμῖν γέγονεν ὁ Υἱὸς καὶ ἀναλλοίωτος μὲν οὐκέτι; διαψεύσεται δὲ καὶ ὁ θεσπέσιος Δαβίδ, γέρας ἀνάπτων αὐτῷ τὸ περίοπτον, τὸ ἐρηρεῖσθαί φημι καὶ ὡσαύτως ἔχειν. "Οἱ οὐρανοὶ γάρ, ἔφασκεν, ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι." Διημάρτηκε δὲ τἀληθοῦς καὶ ὁ Παῦλος γράφων·
But now we do not yet see all things subjected to him.” Therefore, if he will be subjected to the Father at that time when all things are subjected to him, there will be, it seems, a time suited to the matter. But for the present the Son is not yet subject, since the time has not yet arrived in which he himself will also be subjected. {B.} I agree; for the statement is clear. {A.} But if someone should think that he is now saying that he is not subjected to God and the Father, but will undergo this in due time, and should define the inequality of his essence by reason of the subjection, he is saying, evidently, it seems, that the Son will at some time be, in all likelihood, unlike himself by nature, and will admit a change to something other than what he now is and is believed to be. For if, my good friends, I should say to those of the opposite opinion, subjection will be ranked with the principles of essence, then it will surely carry the force of essence, and so will its opposite, that is, non-subjection. And if we say that he is now not subject and that this is his nature, then surely, if he should be subjected to the Father, he will pass over to some other nature, wholly distinct, at least in being contrary. Therefore the Son has become subject to reversals for us, and is no longer unchangeable? And the divine David will also be proved false, who bestows on him the conspicuous honor—I mean, that he is firmly established and remains the same. “For the heavens,” he said, “will perish, but you remain; and all of them will grow old like a garment, and like a cloak you will roll them up, and they will be changed; but you are the same, and your years will not fail.” Paul too has missed the truth in writing:
"Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." Ποῦ γὰρ ἔτι μεμένηκεν ὁ αὐτὸς εἰ μετατρέποιτο κατ' οὐσίαν; {Β.} Ἀληθές. {Α.} Ἀποκρινάσθων δὴ οὖν οἱ πάγκαλοι σοφισταί, τίς δὴ ἄρα καὶ ποδαπὸς ὁ τῆς ἀλλοιώσεως ἔσται τρόπος. Εἰ μὲν οὖν ἐπὶ τὸ αἴσχιον, διά γε τὸ ὑποτάττεσθαι δεῖν, ὀνήσειεν ἂν εἰς δόξαν οὐδὲν τὸν ἁπάντων Σωτῆρα καὶ Λυτρωτὴν ὁ τῆς ἐσομένης αὐτοῦ βασιλείας καιρός, τουτέστιν ὁ ἐν ἐσχάτοις, ὅτε καὶ ὑποταχθήσεται τῷ Πατρί, καὶ νυνί που πάντως ἐστὶν ἐν ἀμείνοσιν, ὅτε κεκενῶσθαι λέγεται καὶ τεταπείνωκεν ἑαυτόν. Εἰ δὲ δὴ τοῦτο παρέντες ὡς ἀμαθές, ἐπί τι τῶν ἀμεινόνων ἐροῦσιν ἔσεσθαι τὴν μετα βολήν, ἀνθότου λοιπὸν καταφλυαρεῖν ἐγνώκασι τῆς ὑποταγῆς καὶ τὸ μεῖον αὐτῆς ὡς ἐν Υἱῷ καταγράφουσι, καίτοι τιθείσης ἐν τοῖς ἀνωτέρω καὶ ἀμείνοσι τὸν νῦν ἐν ἰσότητι τοῦ Πατρός; "Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ," κατὰ τὸ γεγραμμένον, "ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου
λαβών." Ἦ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ; {Β.} Ἀστειότατά γε. {Α.} Ἠρρωστηκότες δὴ οὖν πανταχόθεν αὐτοῖς τὸ ἄχαρί τε καὶ ἀκαλλὲς τοῦ λόγου, φέρε λοιπὸν ἴωμεν ἐπὶ τὸ ἀπημάντως ἔχον, οὐχὶ τῆς οὐσίας τοῦ Μονογενοῦς κατηγο ροῦντες τὸ μεῖον διὰ τὴν θρυλλουμένην ὑποταγήν, ἣν καὶ ἐν ἐσχάτοις καιροῖς ἔσεσθαί φησιν ὁ θεσπέσιος Παῦλος, ἐκεῖνο δὲ μᾶλλον περινοοῦντες εὐσεβῶς. {Β.} Τὸ ποῖον; {Α.} Οὐ γάρ, οἶμαι, φαίη τις ἂν ἀπονοσφίζεσθαί ποι καὶ ἀποφοιτᾶν εἰς ἰδίαν τινὰ θέλησιν παρά γε τὴν τοῦ Πατρὸς τὸν Υἱόν, ἀπονεῦσαι δὲ ὥσπερ εἰς τὸ ἔξω φέρεσθαι δοκεῖν τοῦ ἁνδάνοντος αὐτῷ·
Jesus Christ is the same yesterday and today and forever.” For how could he still remain the same if he were changed in essence? {B.} True. {A.} Let those most noble sophists answer, then, what manner and what kind of change this will be. If, then, it is toward the worse, because he must be subjected, the time of his future kingdom—that is, the time in the last days, when he will also be subjected to the Father—would profit the Savior and Redeemer of all nothing for glory, and now surely he is in some better state, when he is said to have emptied himself and humbled himself. But if, setting this aside as ignorant, they will say that the change will be toward something better, then they have decided to babble nonsense about the subjection, and they ascribe its lesser state to the Son, although the passage places him now, in equality with the Father, among the higher and better things: “For he did not consider it robbery to be equal with God,” as it is written, “but he emptied himself, taking the form of a servant.” Or do I not seem to you to say this very well? {B.} Most elegantly. {A.} Since, then, the ungracious and unseemly character of their argument has been refuted from every side, come now, let us proceed to what is free from blame, not charging the essence of the Only-Begotten with a lesser state because of the much-talked-of subjection, which the inspired Paul says will also be in the last times, but rather understanding that point piously. {B.} What point? {A.} For no one, I think, would say that the Son is separated somewhere and departs to some will of his own, apart from the Father’s, but that he seems to incline away, as it were, so as to be carried outside what is pleasing to him.
εἶναι δὲ μᾶλλον ὑποτοπήσειεν ἂν εἰκότως ὁμογνώμονά τε καὶ συνεθελητήν, ἅτε δὴ καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὄντα τε καὶ νοούμενον. Ἵνα γὰρ φαίνηται τιμῶν τὸν Πατέρα καὶ τὸν ἐξ οὗπέρ ἐστι γεννητῶς ταῖς εἰς λῆξιν καὶ ἀνωτάτω στεφανῶν εὐφημίαις, ποτὲ μέν φησι· "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, σῶμα δὲ κατηρτίσω μοι· τότε εἶπον· Ἰδοὺ ἥκω· ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου·" ποτὲ δὲ αὖ ὅτι "Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με." Ἰδοὺ γάρ, ἰδοὺ καὶ μάλα σαφῶς, καθικέσθαι φησὶν ἐξ οὐρανῶν, ἔχειν δὲ οὕτω περί γε τὸ δεῖν ἀποπεραίνειν ἐθελουσίως τὸ δοκοῦν τῷ γεγεννη κότι, ὡς εἴπερ ἦν ὅλως τῶν ἐνδεχομένων εἰς ἑτερότητα θελημάτων ἀποχωρεῖν αὐτόν, ἀλογῆσαι μὲν τῶν ἰδίων, μεταποιεῖσθαι δὲ μᾶλλον τῶν τοῦ Πατρός; Ἔχων δὲ οὕτω σκοποῦ τε καὶ γνώμης, ἆρα ἄν τῳ δόξειε παραιτεῖσθαι μὲν ὡς δυσκλεὲς τὸ ὑποτετάχθαι δοκεῖν, ἀποσείεσθαι δὲ τὸ πρὸς πᾶν ὁτιοῦν συνεθέλειν αὐτῷ; {Β.} Ἥκιστά γε. {Α.} Οὐκοῦν ὁ καὶ νῦν ὁμογνώμων τε καὶ συνεθελητὴς τῷ γεγεννηκότι, μᾶλλον δὲ ἡ βουλὴ καὶ ἡ θέλησις τοῦ Πατρός, τίνα δὴ τρόπον ὑποταχθήσεται, καὶ τοῦτο κατὰ καιρούς, ὡς οὔπω νοούμενος συνεθελητὴς ἤγουν ὑποτεταγμένος; Κεχρήσομαι γὰρ ἀδικούσῃ μηδὲν εἰς οὐσίας λόγον τὸν Μονογενῆ καὶ τῇ τοῦ Παύλου φωνῇ. {Β.} Ποῖον οὖν ἄρα τὸ χρῆμα τῆς ἐσομένης ὑποταγῆς;
But one might reasonably suspect rather that he is of the same mind and the same will, inasmuch as he both is and is understood to be from him and in him by nature. For in order that he might appear to honor the Father and him from whom he is by generation, crowning him with the highest praises and ascribing to him his due portion, he says at one time: "Sacrifice and offering you did not desire, whole burnt offerings and offerings for sin you did not seek, but a body you prepared for me; then I said, Behold, I have come; in the scroll of the book it is written of me, to do your will, O God." And at another time: "I have come down from heaven, not to do my own will, but the will of him who sent me." For behold, behold, quite clearly, he says that he has come down from heaven, and that he is so disposed concerning the necessity of willingly fulfilling what seems good to the one who begot him, that if it were altogether possible for him to depart into a diversity of wills, he would disregard his own and rather adopt the Father's? And being so disposed in aim and mind, would he seem to anyone to decline subjection as though it were discreditable, and to cast off willing the same as him in all things? {B.} By no means. {A.} Therefore, he who even now is of the same mind and the same will as the one who begot him—or rather, the counsel and will of the Father—in what way will he be subjected, and that at times, as though he were not yet understood to be of the same will, that is, subjected? For I will use Paul's voice, which does no injustice to the Only-Begotten in the matter of essence. {B.} What, then, is the meaning of the subjection that is to come?
{Α.} Ἐν ἐλπίσιν ἐσμὲν ἀγαθαῖς, ὦ Ἑρμεία, καὶ ἀραρότως πεπιστεύκαμεν ὡς τοῖς ἐθέλουσι διαβιῶναι λαμπρῶς, ἁγίαν τε καὶ ἀξιάγαστον ἀληθῶς κατωρθωκόσι ζωήν, ἡ παντὸς ἀγαθοῦ μέθεξις ὑπάρξει παρὰ Θεοῦ, καὶ μὴν ὅτι τὰ ὑπὲρ νοῦν καὶ λόγον ταῖς τῶν ἁγίων τεθησαύρισται κεφαλαῖς. Ἔσται δὲ τούτων ἁπάντων διανομεὺς καὶ πρύτανις ὁ Υἱός· πάντα γὰρ παρὰ Πατρὸς εἰς ἡμᾶς δι' αὐτοῦ ἐν Πνεύματι, καὶ οὔτι πού φαμεν ὑπουργικὴν εἰσκομίζοντος εἰς τοῦτο τὴν διακονίαν, διανέμοντος δὲ μᾶλλον ἐπ' ἐξουσίας ὡς Υἱοῦ τὰ παρὰ Πατρός, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν, ἁγιασμὸς δηλονότι καὶ σοφία καὶ ζωή, δόξα τε καὶ ἀφθαρσία. Ὅτι δὲ ὑποτεταγμένων ἁπάντων τῷ Υἱῷ, συγκατάρξει πάλιν πάντη τε καὶ πάντως αὐτῷ, καὶ συμβασιλεύσει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ, ἐκδείξειεν ἂν εὐκόλως, τὸ ἀραρότως ἡμᾶς ἐννοεῖν, ὁμογνωμονήσειν αὐτῷ καὶ τότε καὶ πρὸς πᾶν ὁτιοῦν ἔσεσθαι συνεθελητὴν τὸν Υἱόν, καὶ διὰ τῆς ἑαυτοῦ μεσιτείας ἀποπληροῦν τοῖς ἁγίοις τὰ ἐν ἐλπίσι. Καὶ αὐτὸ δὴ τουτὶ τῷ τῆς ὑποταγῆς ὀνόματι καταχρηστικῶς μεμηνυκέναι φαμὲν τὸν θεσπέσιον Παῦλον. Ἤδει γάρ, ᾔδει προσκρούσων αὐτῷ κατ' οὐδένα τρόπον κἂν εἰ τοιάδε τινὰ λέγοι. Σκοπὸς γὰρ ἀεὶ τῷ Υἱῷ τιμᾶν τὸν Πατέρα, ὅτι ἐξ αὐτοῦ κατὰ φύσιν ἐστίν, ἴσος τε καὶ ὅμοιος κατὰ πᾶν ὁτιοῦν καὶ κατ' οὐδένα τρόπον μειονεκτούμενος. Δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{A.} We are in good hopes, O Hermeias, and we have firmly believed that for those who wish to live splendidly and who have truly set straight a holy and truly admirable life, the participation in every good thing will come from God, and indeed that things beyond mind and reason have been stored up in the heads of the saints. And the Son will be the distributor and president of all these things; for all things come from the Father to us through him in the Spirit, and we certainly do not say that he brings in a servile ministry for this purpose, but rather that as Son he distributes the things from the Father with authority, so that God may be all in all—evidently sanctification and wisdom and life, glory and incorruption. And that, when all things have been subjected to the Son, God and Father will again reign together with him entirely and in every way, and will reign together over all things, the fact that we firmly understand that the Son will be of the same mind with him both then and will be co-willing toward anything whatsoever, and through his own mediation will fulfill for the saints the things hoped for—this would easily show. And this very thing, we say, the divine Paul has indicated by the name of subjection, by a catachrestic use. For he knew, he knew that he would not offend him in any way even if he said such things. For the aim of the Son is always to honor the Father, because he is from him by nature, equal and like in every respect and in no way inferior. Through him and with him, the Father, be the glory with the Holy Spirit unto the ages of ages. Amen.
ΛΟΓΟΣ ΕΚΤΟΣ Ὅτι τὰ τῆς ἀνθρωπότητος ἴδια καὶ τὰ μὴ σφόδρα θεοπρεπῶς εἰρημένα περὶ τοῦ Υἱοῦ πρέποι ἂν μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ οὐκ αὐτῇ τῇ φύσει τοῦ Λόγου καθὸ νοεῖται καὶ ἔστι Θεός.
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας παράδειξις ἐναργὴς καὶ οἱονεί τι σήμαντρον ἀκριβὲς ἡ τοῦ Υἱοῦ φύσις, ἀποχρῶν ἡμῖν εὖ μάλα καὶ σαφὴς ἐξείργασται λόγος. Τὰ γάρ τοι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἰδικῶς ἐξαίρετα δέδειχεν ὄντα τοῦ Υἱοῦ, μᾶλλον δὲ πᾶν ὅπερ ἂν λέγοιτο τοῦ Πατρὸς ἴδιον φυσικῶς τοῦτο ἀπέφηνεν ὄντα τὸν Υἱόν. Οἴει δὴ οὖν, ὦ Ἑρμεία, τοῖς ἑτέρου τυχὸν ἰδιώμασιν ὡς ἰδίοις ἄν ποτε διαπρέπειν δύνασθαι τὸ μηδαμόθεν αὐτῷ φυσικῶς ἑνούμενον, διαμοιρηθὲν δὲ ὥσπερ εἰς ἔκφυλον ἑτερότητα; {Β.} Πῶς λέγεις; {Α.} Οὐ γὰρ ἕκαστον τῶν ὄντων λόγῳ μὲν φύσεως ἰδίῳ κατασημαίνεται, ταὐτότητα δὲ τὴν εἰσάπαν διαδιδράσκον ὁρᾶται πρὸς τὰ λοιπά, κἂν εἰ μετεῖναί τι λέγοιτο κοινὸν αὐτοῖς; Ζῷον μὲν γὰρ ἄνθρωπός τε καὶ ἵππος, ἀλλ' ἐφ' ἑκάστῳ τις ἕτερος διέρπει λόγος, ἀποτειχίζων αὐτὸ τῶν ἄλλων, καὶ ἀσύμβατον ἀποφαίνων τὴν εἰς ταὐτότητα συνδρομήν, τὴν εἰσάπαν δὴ λέγω καὶ ὁλοσχερῶς. Ἴδιος γάρ τις ἀνθρώπου λόγος, βοός τε καὶ ἵππου. Εἰ δὲ δή τις ἐξέλοι τὸ μεσολαβοῦν καὶ τοὺς τῆς οὐσιώδους διαφορᾶς ἀποστήσας λόγους, τὰ τῆς ἀνθρώπου φύσεως ἴδιά τε καὶ πάντα περιθείη τοῖς ἄλλοις, ἆρ' οὐκ ἀνθρώπου φύσιν ἡμῖν ὁριεῖ καὶ ἕτερον οὐδὲν ἔσται τὸ δηλούμενον; {Β.} Ἀληθές.
SIXTH DISCOURSE: That the things proper to humanity, and the things said about the Son not in a manner very befitting God, would fit rather the economy with the flesh, and not the very nature of the Word as it is understood and is God.
587 {A.} Concerning equality, then, I think, and indeed that the nature of the Son is a clear demonstration and, as it were, an exact seal of the essence of God the Father—the argument has been worked out for us sufficiently well and clearly. For it has shown that the things peculiarly distinctive of the essence of God the Father belong to the Son, or rather it has demonstrated that the Son is whatever might be said to be proper by nature to the Father. Do you think, then, O Hermeias, that something which is in no way naturally united to another, but is divided off as it were into an alien otherness, could ever be distinguished by the properties of another as though they were its own? {B.} What do you mean? {A.} Is not each of existing things signified by its own proper principle of nature, and seen to escape identity altogether in relation to the rest, even if it be said to share something in common with them? For man and horse are both animal, but a different principle runs through each, walling it off from the others and showing that its convergence into identity is incompatible—I mean altogether and wholly. For there is a proper principle of man, and of ox and horse. But if someone were to remove what intervenes and set aside the principles of essential difference, and attach the things proper to man's nature—all of them—to the others, would he not define for us a human nature, and will what is indicated be nothing else? {B.} True.
{Α.} Οὐκ οὖν ἀμαθές, μᾶλλον δὲ ἤδη πως καὶ ἀμήχανόν ἐστιν ὁλοτρόπως δύνασθαι τοῖς ἑτέρου τυχὸν ἰδιώμασι διαγινώσκεσθαί τι καὶ οὐκ εἶναι νομίζειν αὐτὸ τοῦθ' ὅπερ ἐκεῖνο κατὰ φύσιν ἐστὶν οὗ καὶ τοῖς ἰδιώμασιν ἐπιγινώσκεται; 588 {Β.} Ὀρθῶς ἔφης. {Α.} Μείων οὖν ἄρα κατ' οὐδὲν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρός, εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν ὁλοσχερῶς δια πρέπων, ὅ τι ποτέ ἐστι κατὰ φύσιν γινώσκεται. Ταύτῃ τοι καὶ ἔστι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρός. Δι' αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς φύσιν καταθρήσαιμεν ἄν. {Β.} Βούλει τι λέγωμεν τῶν ἀναγκαίων εἰς ὄνησιν, ἤγουν ἀνέντες ἤδη σοι τὸ ἀντιτετάχθαι δοκεῖν, τῆς τῶν ἐναντίων δόξης ἐρήμην ὥσπερ ἐῶμεν καταθεῖν τὸν λόγον; {Α.} Καὶ μήν, ὦ φιλέταιρε, πάρα μὲν εἰπεῖν ἐλευθέρως τὸ δοκοῦν. Ὄκνου δὲ ἀμείνους ἡμεῖς, καὶ διερρίφθω μέλλησις, καιροῦ παραθήγοντος εἰς τὸ δεῖν ἑλέσθαι καὶ νῦν τοῖς τῆς ἀληθείας ἡμᾶς συναθλῆσαι δόγμασιν. Ἀναπείθει δέ, οἶμαι, πρὸς τοῦτο ἰέναι προθύμως καὶ ὁ θεσπέσιος Πέτρος ὧδέ πη λέγων· "Ἕτοιμοι γίνεσθε ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος." Ἐλπὶς δὲ δὴ τίς ἂν εἴη παρά γε ἡμῖν ἑτέρα παρὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; {Β.} Οὐκοῦν, ἴσθι τοι πάντη τε καὶ πάντως ἐκεῖνο ἐροῦντας ὡς οὐκ ἂν εἴη ποτὲ τῷ Θεῷ καὶ Πατρί, κατά γε τὸν τῆς φύσεως λόγον, ἢ ἴσος ἢ ὅμοιος ὁ Υἱός, ὅς γε καὶ ἁγιάζεται παρ' αὐτοῦ καὶ ὑψοῦται καὶ δοξάζεται καὶ δυναμοῦσθαι λέγεται. Ὅτι γὰρ καὶ προσκεκύνηκε μεθ' ἡμῶν καὶ τὴν συντελείας ἡμέραν ὡμολόγηκεν ἀγνοεῖν ἐξ αὐτῶν ἕτοιμοι τῶν ἱερῶν ἡμῖν ἀποφαίνειν Γραμμάτων.
A. Is it not then ignorant, or rather already in some way impossible, to be able to recognize something wholly by the properties of another, and to think that it is not that very thing which by nature it is, whose properties also it is recognized by? 588 B. You have spoken rightly. A. The Son, then, is in no way less than God the Father, if by the properties of the Godhead he is wholly recognized as being whatever he is by nature. In this way also he is the express image of the Father's hypostasis. For through him and in him we may behold the nature of the Father. B. Do you wish us to say something of the things necessary for benefit, or, having now relaxed for your sake the appearance of opposition, shall we let the argument run, as it were, by default against the opinion of our opponents? A. Indeed, O friend, it is permitted to say freely what seems best. We are better than hesitation, and let delay be cast aside, since the occasion sharpens us to the need to choose even now to contend alongside the doctrines of the truth. And the inspired Peter, I think, persuades us to go to this eagerly, saying somewhere thus: "Be ready always to give an answer to everyone who asks you a reason concerning the hope that is in you." And what other hope would there be with us besides our Lord Jesus Christ? B. Know, then, that they will say in every way and altogether that the Son could never be, according to the principle of nature, either equal or like God the Father, since he is both sanctified by him and exalted and glorified and is said to be strengthened. For that he also worshipped with us and confessed that he did not know the day of consummation, we are ready to show from the sacred Scriptures themselves.
Τὰς δὲ ἐφ' ἑκάστῳ τῶν εἰρημένων φωνάς τε καὶ πίστεις ἀπό γε τῆς θεοπνεύστου Γραφῆς παραθείην ἂν εὐκόλως, εἴ γέ σοι δοκεῖ. {Α.} Καὶ μὴν ἔγωγε παρηβῆσαι μὲν ἤδη μοι τὸν ἀγῶνα ἐδόκουν, ὁ δέ ἐστιν ἐν ἀκμαῖς ἔτι καὶ οἱονεὶ σφριγῶσαν ἔχει τὴν ἔφοδον. Ἐπειδὴ δὲ διημάρτηκα τῆς ἐλπίδος καὶ εἰς ἀρχὰς ἱδρώτων ἑτέρας ἥκομεν, σωρηδὸν γὰρ ἡμῖν τῆς τῶν ἐναντίων σκαιότητος ἐπιθεῖ τὰ προβλήματα, φέρε δὴ πάλιν, ἀνὰ μέρος ἑκάστῳ τὸν ἀληθῆ καὶ ἀμώμητον ἀντεξά γοντες λόγον, ἠγνοηκότας ἐλέγχωμεν τὸ Χριστοῦ μυστήριον. {Β.} Οὐκοῦν εἰμί τοι καὶ μάλα πρόθυμος ἥνπερ ἂν ἕλοιο διαστείχειν αὐτός. Καὶ γάρ τοι καὶ λίαν εὐκρινεστέραν τὴν ἐφ' ἑκάστῳ βάσανον ἐξεργάσαιτ' ἂν ἡμῖν οὐχ ἑτέρως ἢ οὕτως ὁ λόγος. Ὅτι τοίνυν, φασίν, ἁγιασμοῦ μέτοχος ὁ Υἱός, σαφηνιεῖ γράφων ὁ μακάριος Παῦλος περὶ αὐτοῦ· "Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου." 589 Καὶ μὴν καὶ ὁ σοφός φησιν Ἰωάννης "τὸ Πνεῦμα τεθεᾶσθαι καταβαῖνον ἐπ' αὐτὸν ὡσεὶ περιστεράν." Καὶ
I could easily set alongside these the words and testimonies concerning each of the things said, from the God-inspired Scripture, if it seems good to you. {A.} And yet I was thinking that the struggle had already grown old for me, but it is still in its prime and, as it were, has its attack in full vigor. But since I have been disappointed of my hope and have come to the beginnings of other labors—for the problems of the adversaries' perversity assail us in heaps—come then again, setting against each in turn the true and blameless word, let us convict them of having been ignorant of the mystery of Christ. {B.} I am therefore very eager myself to traverse whatever you may choose. For indeed the argument would work out for us a far clearer examination of each point in no other way than this. That, then, says the opponent, the Son is a partaker of sanctification, the blessed Paul will make clear when he writes concerning him: "For both he who sanctifies and those who are sanctified are all of one; for which cause he is not ashamed to call them brothers, saying, I will declare your name to my brothers." And indeed the wise John also says that "the Spirit was seen descending upon him as a dove." And
πρός γε δὴ τούτοις καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός, Ἰουδαίοις προσλαλῶν· "Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι Ἐγὼ εἶπα, θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον Υἱός εἰμι τοῦ Θεοῦ;" Μυρία δ' ἄν τις καὶ ἕτερα καὶ λίαν ἀκονιτὶ τοῖς εἰρημένοις ἐπισωρεύσειε δι' ὧν ἔνεστι μαθεῖν ὡς ἡγίασται παρὰ τοῦ Πατρὸς ὁ Υἱός. {Α.} Καὶ τίς ἂν νοοῖτο τυχὸν ὁ τοῦ ἡγιάσθαι τρόπος, εἰ καὶ ἐπ' αὐτοῦ τάττοιτο τοῦ Μονογενοῦς, διαπυθοίμην ἂν λέγοντος ὡς ἥδιστα σοῦ· πλείστη γὰρ ὅση τοῦ πράγματος ἡ διαφορὰ παρά γε ταῖς θεοπνεύστοις ὁρᾶται Γραφαῖς· ἁγιάζεσθαι μὲν γὰρ λέγονταί τινες ὡς ἐν προγνώσει Θεοῦ, προαναθροῦντος ὅτι τὴν εὐδόκιμόν τε καὶ ἐννομωτάτην κατωρθωκότες ζωήν, ἐπιτηδείως ἕξουσι καὶ εἰς τὸ χρῆναι μεταλαχεῖν ἁγίου Πνεύματος· ὁποῖοί τινες εἶεν ἂν περὶ ὧν ὁ σοφὸς ἐπιστέλλει Παῦλος ὅτι "Οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε τούτους καὶ ἐκάλεσεν, οὓς δὲ ἐκάλεσε τούτους καὶ ἐδικαίωσεν." Ἔφη δὲ Θεὸς καὶ πρὸς τὸν σοφώτατον Ἱερεμίαν·
In addition to these things, the Son himself also said, speaking to the Jews: "Is it not written in your law that I said, You are gods? If he called them gods to whom the word of God came, and the Scripture cannot be broken, do you say of him whom the Father sanctified and sent into the world, 'You are blaspheming,' because I said, 'I am the Son of God'?" And one could heap up countless other things besides, and very readily, to what has been said, through which it is possible to learn that the Son has been sanctified by the Father. {A.} And what manner of sanctification might be understood, even if it were applied to the Only-Begotten himself, I would inquire of you speaking, most gladly; for the difference in this matter is very great, as is seen in the God-inspired Scriptures. For some are said to be sanctified as in the foreknowledge of God, who beforehand perceives that those who have accomplished a life well-approved and most law-abiding will be fitly disposed also for the need of partaking of the Holy Spirit; of what sort are those about whom the wise Paul writes: "Those whom he foreknew, he also predestined to be conformed to the image of his Son, so that he might be the firstborn among many brothers. And those whom he predestined, these he also called; and those whom he called, these he also justified." And God also said to the most wise Jeremiah:
"Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε." Ἁγιάζονται δὲ αὖ καὶ ἕτεροί τινες, καίτοι τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες, ἀλλ' οὐ σχέσιν τινὰ καὶ οἰκειότητα τὴν πρὸς τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα κατασημήνειεν ἂν ὁ ἔν γε τούτοις ἁγιασμός, ἀλλ' οἱονεί πως ἀνάδειξιν καὶ παραγωγὴν τὴν εἰς τὸ χρῆναι πληροῦν ἃ ἂν βούλοιτο Θεός. Καὶ γοῦν Κύρου τε πέρι καὶ Μήδων κατὰ κράτος αἱρήσειν τὴν Βαβυλῶνα μελλόντων καὶ ὑπὸ θείας εἰς τοῦτο παρενηνεγμένων ὀργῆς, "Γίγαντες ἔρχονται, φησί, πληρῶ σαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες." Ἔφη δὲ ὅτι "Ἡγιασμένοι εἰσὶ καὶ ἐγὼ ἄγω αὐτούς." Ἀγγαίῳ δὲ τῷ προφήτῃ φησὶν ὁ Θεός· "Ἐὰν δὲ λάβῃ ἄνθρωπος κρέας ἅγιον," τό, οἶμαι, προσκομισθὲν ἄμωμον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατεθειμένον τῷ Θεῷ, κρέας ἅγιον ὀνομάζων. Φαμὲν δὲ ἁγίους καὶ τοὺς ἀληθῶς διὰ Πνεύματος ἡγιασμένους, οὕτω τε θείας φύσεως κοινωνοὺς ἀναδεδειγμένους. Τίνα δὴ οὖν ἡγιάσθαι τρόπον ὑπονοήσουσι τὸν Υἱόν, συμπαρεζευγμένης ἀναγκαίως τῷ ἡγιάσθαι λέγειν καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς; Ὧδε γὰρ ἔφη Χριστός· "Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον." Τὸ γὰρ ἐκ τῆς ἀμφοῖν συνδρομῆς οὐκ ἀσυντελές, οἶμαί που, πρὸς ὀρθότητα λογισμῶν, εὖ μάλα διαγινώσκεται. Ἀποστέλλων γὰρ ὁ Πατὴρ τὸν Υἱὸν ἁγιάσαι λέγεται, καὶ οὐχὶ πρὸ τῆς ἀποστολῆς. {Β.} Ἡγιάσθαι φασὶν αὐτὸν παρὰ τοῦ Πατρός. {Α.} Ἁγιάσαι δ' ἂν ἑτέρως ὁ Πατὴρ πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος; {Β.} Ναί, διὰ τοῦ ἁγίου Πνεύματος, ἀλλὰ τί μήν;
Before I formed you in the womb I know you, and before you came forth from the womb, I sanctified you." But certain others also are sanctified, although they have not known the God by nature; yet the sanctification in their case would not signify some relation and affinity toward the divine and holy Spirit, but rather, as it were, a designation and appointment unto the necessity of fulfilling whatever God might will. And indeed, when Cyrus and the Medes were about to take Babylon by force and had been brought to this by divine wrath, "Giants are coming," he says, "to fulfill my wrath, rejoicing and at the same time insolent." And he said, "They are sanctified, and I lead them." And God says to the prophet Haggai: "If a man takes holy meat"—meaning, I think, the unblemished sacrifice that has been brought and dedicated to God as a sweet savor—calling it holy meat. But we say that those truly sanctified through the Spirit are also holy, and have thus been shown to be partakers of the divine nature. In what manner, then, will they suppose the Son to have been sanctified, when the saying necessarily couples with "to be sanctified" also the sending into this world? For thus Christ said: "Whom the Father sanctified and sent into the world." For the concurrence of both, I think, is recognized as very much contributing to the correctness of our reasoning. For the Father, in sending the Son, is said to sanctify him, and not before the sending. {B.} They say he was sanctified by the Father. {A.} But would the Father sanctify in any other way than through the holy Spirit? {B.} Yes, through the holy Spirit—but what then?
{Α.} Ἄθρει δὴ οὖν, ὦ ἑταῖρε, πρὸς ὅσην αὐτοῖς ὁ λόγος τὴν ἀτοπίαν ἐκρεῖ. Εἰ μὲν γὰρ πρὸ τῆς σαρκώσεως καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς ἐν μεθέξει Πνεύματος ἦν ὁ Λόγος, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον, τί πάλιν αὐτὸ καὶ μετὰ σαρκὸς ἐδέχετο; Περιττὸν τὸ χρῆμα καὶ εἰκαιόβουλον. Ἀλλ' οὐκ ἄν, οἶμαι, τὶς νοῦν ἔχων τό γε ἐν τούτοις ἁλῶναί ποτε τὴν ἀπόρρητον τοῦ Θεοῦ λογιεῖται φύσιν. Οὐ γὰρ ἂν ἁμάρτοι τοῦ πρέποντος καὶ τὸ ἀμωμήτως ἔχον, οὐκ ἐν παρατάσει μακρᾷ δια σκέψεών τε καὶ ἐννοιῶν, ἀλλ' ἐκ πρώτων εὐθὺς ὁρᾷ κινημάτων τῆς ἐνούσης αὐτῇ βουλῆς καὶ σοφίας. Εἰ δέ, ἐπεί τοι πέφηνε καθ' ἡμᾶς καὶ ἀπεστάλη μετὰ σαρκὸς ἐν τῷδε τῷ κόσμῳ, τὸ Πνεῦμα πλουτεῖ, καινὴν δὲ ὥσπερ τινὰ τὴν ἐπὶ τῷδε λαμπρὰν ἀποκεκέρδακε χάριν, ποῦ κεκένωκεν ἑαυτόν, ἀφῖκται δὲ ὅπως εἰς ὑποβιβασμὸν καὶ ταπείνωσιν, γεγονὼς ἐν ἀμείνοσιν, εἰ μὴ ἄρα, φασί, καὶ τῶν εἰς λῆξιν ἡκόντων ἀφειδήσαντες κακῶν, ὡς ἦν ἐν αἰσχίοσι, τὸ Πνεῦμα λαβών, καὶ τὸ ἁγιάζειν πεφυκὸς κατωθεῖ πρὸς τὸ χεῖρον τοὺς ἐν οἷς ἂν γένοιτο; {Β.} Ἀλλὰ τοῦτο μὲν οὐκ ἐννοήσουσι κατά γε τὸ εἰκός· ὅτι δὲ ἡγιάσθαι φασὶ καταπτάντος ἐπ' αὐτὸν τοῦ Πνεύματος ἐν εἴδει περιστερᾶς. {Α.} Εἶτα τίς ὁ τοῦτο εἰπών, ἐποπτεύσας τε ἅμα τὴν ἐξ οὐρανῶν τοῦ Πνεύματος ἐπ' αὐτὸν καταφοίτησιν;
{Α.} Consider, then, my friend, to what an absurdity their argument flows. For if the Word was in a participation of the Spirit before the incarnation and before his sending into this world, according to what they suppose to be well, why again did he receive it also with the flesh? The matter is superfluous and ill-advised. But no one, I think, who has understanding would ever reckon the ineffable nature of God to be caught in these things. For it would not miss what is fitting, and it sees what is blamelessly so, not in a long extension through examinations and thoughts, but straightway from the first movements of the counsel and wisdom that is in it. But if, since he has appeared among us and was sent with flesh into this world, he is enriched with the Spirit, and has gained as it were some new and splendid grace for this, where did he empty himself, and how has he come to a lowering and humiliation, having been in better things—unless, they say, despising the evils of those who have come to their lot, as he was in worse things, he received the Spirit, and the Spirit, being naturally sanctifying, thrusts downward to the worse those in whom it comes to be? {Β.} But this they will not consider, at least in all likelihood; but that they say he was sanctified when the Spirit descended upon him in the form of a dove. {Α.} Then who is it who said this, and at the same time observed the descent of the Spirit upon him from the heavens?
{Β.} Ἰωάννης ὁ Βαπτιστὴς μεμαρτύρηκε λέγων ὅτι "Τεθέα μαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ ὡσεὶ περιστεράν, καὶ ἔμεινεν ἐπ' αὐτόν." {Α.} Οὐκοῦν, ἀναμέτρει τὸν τοῦ ἡγιάσθαι χρόνον. Οὐ γάρ τοι πρὸ τῆς ἐπιδημίας ἡγιάζετο Θεὸς ὢν ὁ Λόγος, ἀλλ' ὅτε γέγονε καθ' ἡμᾶς, οἷς οὐ φύσεως καρπὸς ἰδίας, ἀλλ' ἔξωθέν τε καὶ ἐπακτὸς ὁ ἁγιασμός. Ἢ οὐκ οἶσθα ὅτι πεπλούτηκε μὲν ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις τὸ καὶ θείου Πνεύματος μεταλαχεῖν καὶ τὸν δι' ἁγιασμοῦ πρὸς Θεὸν ἐξεικονισμόν· πεποίηται γὰρ καὶ κατὰ τοῦτο κατ' εἰκόνα τοῦ κτίσαντος· ἐπειδὴ δὲ τὴν θείαν λελύπηκεν ἐντολήν, ἀπεμπολήσας τὸ δῶρον, θανάτῳ κατεδικάζετο καὶ τὸν τῆς ἁμαρτίας ὑπέδυ ζυγόν; {Β.} Συνίημι. {Α.} Ἔδει τοίνυν, ἐπείπερ ἐξ ἡμερότητος τῆς ἐνούσης αὐτῷ τὸ διολισθῆσαν γένος ἀναστοιχειοῦν εἰς τὸ ἐν ἀρχαῖς ἐβουλεύετο Θεός, δευτέραν ὥσπερ τοῦ γένους ἀρχὴν ἀναφῦναι Χριστόν, καὶ ἀπότεξιν μὲν ἀνατλῆναι τὴν διὰ τῆς ἁγίας Παρθένου, μὴ μὴν ἔτι καὶ πατέρα σαρκικὸν ἀνασχέσθαι λαβεῖν, ἵνα καὶ σὺν αὐτῷ Θεὸν ἔχωμεν οἱ πάντες Πατέρα, δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τῆς τοιαύτης δόξης εἰς ἀρχὰς ἀναβαίνοντες. Ἔδει γενόμενον ἄνθρωπον τὸ Πνεῦμα λαβεῖν, ἵν' ἐπείπερ ἦν τε καὶ ἔστιν οὐκ εἰδὼς ἁμαρτίαν, ἐμφιλοχωροίη λοιπὸν ἐν αὐτῷ τὸ Πνεῦμα καὶ ἀναπαύηται καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους καὶ ῥίζῃ δευτέρᾳ. Τουτὶ γὰρ οἶμαί που κατασημαίνειν εὖ μάλα τὸν θεσπέσιον Βαπτιστήν, βοῶντα περὶ τοῦ Πνεύματος ὡς θεάσοιτο μὲν αὐτὸ καθιγμένον ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς· φάναι δὲ ὅτι καὶ ἔμεινεν ἐπ' αὐτόν, οὐ γὰρ μεμένηκεν ἐν ἡμῖν διὰ τὴν παράβασιν, μεμένηκε δὲ ἐν Χριστῷ.
{B.} John the Baptist bore witness, saying, "I have beheld the Spirit descending from heaven as a dove, and it remained upon him." {A.} Consider, then, the time of his sanctification. For the Word, being God, was not sanctified before his coming, but when he became as we are, for whom sanctification is not the fruit of their own nature, but comes from outside and is added from without. Or do you not know that in the beginning human nature was enriched to partake of the divine Spirit and to be fashioned toward God through sanctification? For in this too it was made according to the image of its Creator; but when it had grieved the divine commandment, having sold away the gift, it was condemned to death and came under the yoke of sin? {B.} I understand. {A.} It was necessary, then, since God in his goodness intended to restore to its original state the race that had slipped away, that Christ should spring up as a second beginning, as it were, of the race, and should submit to birth through the holy Virgin, yet not consent to have a fleshly father as well, so that we all might have God as Father along with him, ascending through him and in him to the beginnings of such glory. It was necessary that he, having become man, should receive the Spirit, so that, since he was and is one who knew no sin, the Spirit might thenceforth dwell in him and rest in him as in the firstfruits of the race and a second root. For this, I think, is precisely what the inspired Baptist signifies, crying out concerning the Spirit that he had beheld it come down from the heavens in the form of a dove; and he said that it also remained upon him—for it has not remained in us because of transgression, but it has remained in Christ.
Φύσεως γὰρ ἦν οὐκ ἀνεχομένης παθεῖν τὴν ἐξ ἁμαρτίας κηλῖδα. Ὥσπερ δὲ ὑπάρχων ἀεὶ βασιλεὺς καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρί, κεχειροτονῆσθαι λέγεται βασιλεύς, ὅτε καθ' ἡμᾶς γέγονεν ἄνθρωπος, ᾧ καὶ δοτὸν ἄνωθεν τὸ βασιλεύειν ἐστί· καὶ ὥσπερ ἀεὶ συνυπάρχων τῷ Πατρί, εἰς Υἱὸν ὁρίζεται διὰ Πνεύματος, διὰ τὸ τοῖς κατὰ θέσιν υἱοῖς ἐξωμοιῶσθαι κατὰ τὴν σάρκα, καὶ ὥσπερ ἡμῖν τοῖς ὑπὸ Θεὸν συμμορφούμενος Θεὸν ἑαυτοῦ τὸν Πατέρα ἐκάλει, καίτοι Θεὸς ὑπάρχων αὐτός, οὕτω καὶ ἡγιάσθαι λέγεται, χωροῦντος εἰς τὸ ἀνθρώπινον ἤτοι περὶ τήνδε τὴν σάρκα τοῦ ἁγιασμοῦ, διὰ τὸ μὴ οἴκοθεν ἔχειν δύνασθαι τὴν ἀνθρώπου φύσιν τὸν ἁγιασμόν. Ἔνεστι γὰρ τοῦτο μόνῃ τῇ γε ἀληθῶς θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει ἧς ἐπείπερ ἐστὶ καρπὸς ὁ Λόγος, ἕξει δὴ πάντως ὡς ἴδιον ἐν ἑαυτῷ τῆς τεκούσης αὐτὸν φύσεως τὸν ἁγιασμόν. {Β.} Τί γάρ, φασί, τὸ ἄτοπον ἐν τῷ ἡγιάσθαι λέγειν παρὰ τοῦ Πατρὸς τὸν Υἱόν; {Α.} Ἀνακυκλήσας δὴ οὖν ὅπερ ἔφην ἀρτίως, καὶ ἐσαῦθις ἐρῶ. Εἰ μὲν γὰρ καθὸ ἄνθρωπος, ὡς ἄνθρωπον ἡγιάσθαι φασίν, ἀδιαφορήσειεν ἂν ὁ λόγος, ὡς ἔν γε δὴ τούτῳ τὸ βλάβος οὐδέν. Εἰ δὲ δὴ παρέντες τὸ ἀληθὲς καὶ παρωθούμενοι τὸ εἰκός, εἰς ἀκαλλεστάτην τινὰ καὶ πέρα παντὸς ἰοῦσαν θράσους ἀπολισθαίνουσι γνώμην, αὐτὸν ἡγιάσθαι λέγοντες τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, ἁπάσης ἡμῖν ἀτοπίας ἐπέκεινα διεκπίπτοι ἂν ὁ λόγος. {Β.} Οὐκοῦν ἐκδείξειας ἂν τῆς ἔν γε τούτοις ἡμῖν ἀτοπίας τοὺς τρόπους. {Α.} Καὶ μάλα. Κατοκνήσαιμι γὰρ ἂν ἥκιστά γε, συλλή πτορά τε καὶ ἀρωγὸν τὸν τῆς ἀληθείας προεστηκότα Χριστὸν ἔσεσθαί μοι προσδοκῶν.
For it was of a nature that could not admit the stain from sin. And just as he always is King and shares the throne with God the Father, he is said to have been appointed King when he became man as we are, for whom also ruling from above is given; and just as he always coexists with the Father, he is designated Son through the Spirit, because he was made like to the sons by adoption in the flesh, and just as he, being conformed to us who are under God, called God his Father, although he himself is God, so also he is said to have been sanctified, the sanctification extending to the human nature, that is, concerning this flesh, because human nature cannot have sanctification from itself. For this belongs only to the truly divine nature and that which is above all things, of which since the Word is the fruit, he will certainly have as his own in himself the sanctification of the nature that begot him. {B.} For what, they say, is absurd in saying that the Son was sanctified by the Father? {A.} Having gone over again what I just said, I will speak once more. For if, as man, they say he was sanctified as a man, the account would be indifferent, since in this there is no harm. But if, setting aside the truth and thrusting away what is fitting, they slip into some most unseemly opinion and one that goes beyond all shamelessness, saying that the very Word who appeared from God the Father was sanctified, the account would fall out beyond all absurdity for us. {B.} Then you would show us the ways of the absurdity in these matters. {A.} Indeed. For I would least hesitate, expecting Christ, who stands as champion of the truth, to be my helper and ally.
Μεθέντες δὴ οὖν τὸ διαμέλλειν ἔτι, τὴν τῶν προκειμένων βάσανον εἰς μέσον ἤδη παράγωμεν, καὶ μοὶ φράσον ἐκεῖνο δὴ πάλιν. {Β.} Τὸ τί; {Α.} Τίνος ἴδιον φῶμεν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον; Πότερα δὴ μόνου τοῦ Θεοῦ καὶ Πατρός, ἤγουν καὶ τοῦ Υἱοῦ, ἢ καὶ ἀναμέρος ἑκατέρου καὶ ἀμφοῖν, ὡς ἓν ἐκ Πατρὸς δι' Υἱοῦ διὰ τὴν ταὐτότητα τῆς οὐσίας; {Β.} Οὕτως ἔγωγέ φημι. {Α.} Ὀρθῶς, ὦ ἑταῖρε, καὶ σὲ τῆς ἀγχινοίας ἄγαμαι, καὶ ταῖς θεοπνεύστοις Γραφαῖς εὖ μάλα συμβαίνουσαν τὴν ἐπὶ τῷδε δόξαν εἰρῆσθαί φημι. Νοεῖται μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐν ὑπάρξει τῇ καθ' ἑαυτόν, ὑφέστηκε δὲ αὖ καὶ ὁ Υἱὸς ἰδικῶς· ἀλλ' εἰ καὶ ἰδίαν ὑπόστασιν ἑκάτερος ἀπετέμετο, τὸν γοῦν εἰσάπαν διορισμὸν οὐ προσίεται. Οὐδὲ γὰρ ἂν διορίζοιτο τοῦ Πατρὸς ὁ Υἱὸς ὥσπερ ἄγγελος ἀγγέλου καὶ μὴν καὶ ἐν τοῖς καθ' ἡμᾶς ὁ δεῖνα τοῦ δεῖνος ὅλος ὅλου διεστήξει τυχόν, οὔτε μὴν καὶ διάμπαξ ἐλάσει τῆς
διαφορᾶς ὁ λόγος, ἀναμέρος ὁλοτρόπως ἑκάτερον ἱστάς· ἢ γὰρ ἂν εἶεν καὶ δύο θεοί· μιᾶς δὲ καὶ μόνης οὔσης τε καὶ νοουμένης θεότητος, ζῶντα καὶ ὑφεστηκότα καταθρήσαιμεν ἂν ἐν Πατρὶ τὸν Υἱόν, καὶ μὴν καὶ τὸ ἔμπαλιν, τουτέστιν ἐν Υἱῷ τὸν Πατέρα· χαρακτὴρ γάρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ. {Β.} Σύμφημι. {Α.} Μιᾶς οὖν φύσεως ἓν καὶ τὸ Πνεῦμα, καὶ προχεῖται μὲν οἱάπερ ἀπὸ πηγῆς τοῦ Πατρός· ἔστι γε μὴν οὐκ ἀλλότριον τοῦ Υἱοῦ· γεγέννηται γὰρ οὗτος τὴν τοῦ Πατρὸς ἰδιότητα πᾶσαν ἔχων ἐν ἑαυτῷ, καὶ ἐπείπερ ἐστὶ τῆς ἀνωτάτω θεότητος ὁ καρπός, πῶς ἂν νοοῖτο γυμνὸς τῶν τῆς θεότητος ἀγαθῶν; Ἴδιον δὲ θεότητος ὁ ἁγιασμός, οὗ τὸ Πνεῦμα δεικτικόν.
Let us then set aside further delay and now bring forward the examination of the matters before us, and tell me that same point once again. {B.} What point? {A.} Whose own do we say the Holy Spirit is? Is he the Spirit of God the Father alone, that is, and of the Son, or is he also indivisibly of each and of both, as one proceeding from the Father through the Son because of the identity of essence? {B.} That is what I say. {A.} Rightly, my friend, and I admire your quickness of understanding, and I say that the opinion stated on this matter accords very well with the divinely inspired Scriptures. For God the Father is conceived in his own existence, and the Son also subsists distinctly; but even if each has marked off his own hypostasis, he does not admit of complete separation. For the Son would not be separated from the Father as one angel is from another; indeed, even in our own affairs, one man will perhaps be wholly distinct from another, nor will the account drive the difference all the way through, setting each one wholly apart; for then there would be two gods. But since the Godhead is one and is conceived as one only, we would behold the Son living and subsisting in the Father, and likewise the reverse, that is, the Father in the Son; for he is the express image of his hypostasis. {B.} I agree. {A.} The Spirit is therefore also one of one nature, and he flows forth as from a fountain from the Father; yet he is not alien to the Son; for the Son has been begotten possessing in himself the whole peculiarity of the Father, and since he is the fruit of the highest Godhead, how could he be conceived as bare of the good things of the Godhead? And sanctification is proper to the Godhead, of which the Spirit is the declarer.
Ἅγιον γὰρ κατὰ φύσιν καὶ τῆς ὅλης κτίσεως ἁγιαστικόν. {Β.} Καὶ τίς ἂν γένοιτο τούτων ἡ πίστις, πῶς δ' ἂν μάθοιμι σαφῶς ὡς ἔστιν ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον καθάπερ ἀμέλει τοῦ Πατρός; {Α.} Οὐ θύραθεν ἡμῖν ὁ μάρτυς, αὐτὸν δὲ εἰσκομίσω βοῶντα Χριστόν· "Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. Οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν." Ἢ οὐκ ἀποχρῶν ὁ λόγος εἰς πληροφορίαν τοῖς σοφοῖς, ὡς ἴδιον μέν φησι τὸν Παράκλητον; Πνεῦμα γὰρ ἀληθείας ὠνόμασεν αὐτόν, οὐχ ἑτέρα δὲ παρ' αὐτὸν ἡ ἀλήθεια. Προστιθεὶς δὲ "Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται," τὴν οὐσιώδη καὶ φυσικὴν οἰκειότητα δέδειχεν ἐναργῶς, καθ' ἣν ἕν ἐστι πρὸς αὐτὸν τὸ Πνεῦμα αὐτοῦ. Οὐ γάρ τοι μεταληπτῶς σοφὸν ἔσεσθαι παρ' αὐτοῦ τὸ Πνεῦμά φησιν, οὔτε μὴν ἐν τάξει τῇ ὑπουργικῇ τοὺς παρ' Υἱοῦ λόγους τοῖς ἁγίοις διακομίσειν. Ἀλλ' ὥσπερ ἂν εἴ τι τῶν εὐοσμοτάτων ἀνθέων περὶ τῆς ἐξ ἑαυτοῦ δια σκιδναμένης ὀσμῆς καὶ ταῖς τῶν περιεστώτων αἰσθέσεσιν ἐμπιπτούσης λέγοι ὅτι "Ἐκ τοῦ ἐμοῦ λήψεται," τὴν φυσικὴν οἰκειότητα κατασημήνειεν ἄν, καὶ οὔτι που τὸ ὡς ἐν μεθέξει διῃρημένως, ὧδέ πη νοήσεις καὶ ἐφ' Υἱοῦ καὶ Πνεύματος.
For it is holy by nature and sanctifies the whole creation. {B.} And what would be the proof of these things, and how might I learn clearly that the Holy Spirit is the Son's own, just as indeed he is the Father's? {A.} Our witness is not from outside; I will bring forward Christ himself crying out: "I still have many things to say to you, but you cannot bear them now. But when that one comes, the Spirit of truth, he will guide you into all the truth. For he will not speak from himself, but whatever he hears he will speak, and he will declare to you the things that are coming. That one will glorify me, because he will take from what is mine and declare it to you. All things that the Father has are mine; therefore I said to you that he takes from what is mine and will declare it to you." Or is the word not sufficient for the assurance of the wise, that he calls the Paraclete his own? For he named him the Spirit of truth, and the truth is not other than him. And by adding "Because he will take from what is mine," he has shown clearly the substantial and natural kinship by which the Spirit is one with him. For he does not say that his Spirit will be wise from him by participation, nor indeed that in a servile rank he will carry the words from the Son to the saints. But just as if someone, speaking of the fragrance diffused from itself by one of the most fragrant flowers and falling upon the senses of those standing around, should say "He will take from what is mine," he would signify the natural kinship, and by no means would you understand it as in participation, dividedly, in this way both of the Son and of the Spirit.
Πνεῦμα γὰρ σοφίας καὶ δυνάμεως ὄν, σοφία πάντως καὶ δύναμίς ἐστιν, ὅλην ἐξ ὅλου τὴν τοῦ προϊέντος ἐνέργειαν ἀποσῷζον ἐν ἑαυτῷ, καὶ ὡς ἐν ἰδίᾳ φύσει κατα δεικνύον εὖ μάλα τὴν οὗπέρ ἐστιν. Ἐπειδὴ δὲ τὸ Ἐκ τοῦ ἐμοῦ λήψεται, φησί, προστέθεικεν ἀναγκαίως ὅτι "Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει." Ὥσπερ γὰρ ἅγιόν ἐστι κατὰ φύσιν, ἐπείπερ ἐστὶν ἁγίου Πνεῦμα Πατρός, οὕτω καὶ σοφόν, ἐπεί τοι σοφίας Πνεῦμά ἐστι· σοφία δὲ ὁ Υἱός· καὶ οὔτι πού φαμεν ὡς κατὰ σχέσιν τινὰ καὶ μέθεξιν ἅγιον καὶ σοφὸν τὸ Πνεῦμά ἐστιν, οὐσιωδῶς δὲ μᾶλλον καὶ οἱονεί τις ποιότης φυσικὴ τῆς ἁγίας τε καὶ σοφῆς θεότητος, τῆς ὡς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης, καὶ αὐτῷ τῷ Πνεύματι. Ὅτι δὲ τὸ τοῦ Πατρὸς Πνεῦμα Πνεῦμά ἐστι τοῦ Υἱοῦ, αὐτός σε δι' ἑαυτοῦ μυσταγωγήσει λέγων· "Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ." Συνίης οὖν ὅπως ὡς ἴδιον ἐπαγγέλλεται καταπέμψειν ἡμῖν τὸ ἐκ τοῦ Πατρός, καὶ Πνεῦμα μὲν ἀληθείας ἀποκαλεῖ, προχεῖσθαί γε μὴν ἐξ αὐτοῦ διωρίσατο τοῦ Πατρός, καὶ μὴν ὅτι καὶ μαρτυρήσει περὶ αὐτοῦ προμεμήνυκε; {Β.} Καὶ τίς ἂν νοοῖτο τῆς μαρτυρίας ὁ τρόπος; {Α.} Ἐπειδὴ γὰρ ἐνήργηκε τὰ Θεοῦ διὰ χειρὸς ἁγίων μεμαρτύρηκεν ἐναργῶς ὅτι Θεός ἐστιν ὁ Υἱός, οὗ καὶ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει τοῦ Πατρός. {Β.} Ἅλις μὲν ἡμῖν τῶν τοιούτων, ὦ τᾶν. Τὸ γάρ τοι σαφὲς καὶ ἀναμφιλόγως ἔχον δέοιτ' ἂν οὐχὶ τοῦ συνειπεῖν ᾑρημένου.
For since it is a Spirit of wisdom and power, it is altogether wisdom and power, preserving in itself the whole activity of the one who sends it forth from the whole, and demonstrating well and truly, as in its own nature, that of which it is. And since he said, "He will take from what is mine," he necessarily added: "All things that the Father has are mine; therefore I said that he takes from what is mine." For just as it is holy by nature, inasmuch as it is the Spirit of the holy Father, so also it is wise, since it is the Spirit of wisdom; and the Son is wisdom. And we do not say anywhere that the Spirit is holy and wise by some relation and participation, but rather substantially, and as it were a certain natural quality of the holy and wise Godhead, which is understood as in the Father and the Son, and in the Spirit himself. And that the Spirit of the Father is the Spirit of the Son, he will himself initiate you through himself, saying: "When the Paraclete comes, whom I will send to you from the Father, the Spirit of truth who proceeds from the Father, he will testify concerning me." Do you understand, then, how he promises to send down to us as his own the one who is from the Father, and calls him the Spirit of truth, and declared that he is poured forth from the Father himself, and indeed foretold that he will testify concerning him? {B.} And what would be the manner of this testimony? {A.} Since he worked the things of God through the hand of the saints, he has testified clearly that the Son is God, whose Spirit he also is, just as indeed he is the Father's. {B.} Enough of such things for us, my friend. For what is clear and beyond dispute would not need one who has chosen to speak in its defense.
Πνεῦμα γάρ ἐστι καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἀντερεῖν οἶμαι παντελῶς οὐδένα. Τριβὴν οὖν καὶ πόνον τὸν ἐπὶ τῷδε μεθείς, ἴοις ἂν μᾶλλον ἐπ' ἐκεῖνα νυνί, τὰ δι' ὧν ἔνεστιν ἀναμαθεῖν ὅτι κατὰ φύσιν ἅγιος ὁ Υἱὸς καὶ οὐ κατὰ μέθεξιν ἐκ Πατρός. {Α.} Καὶ μήν, ὡς ἐγᾦμαι, πᾶς τις οὖν εἴ γε νοῦν ἔχοι, κατατεθήποι ἄν, εἴπερ ἴδιον εἶναι διοριζόμενοι τὸ Πνεῦμα τοῦ Υἱοῦ,
καταψηφιοῦνται πάλιν αὐτοῦ τὴν μέθεξιν καὶ τὸν ἐκ Θεοῦ Πατρὸς διὰ Πνεύματος ἁγιασμὸν εἰσκεκρίσθαι τέ φασι καὶ δοτὸν ὡς οὐκ ἔχοντι γενέσθαι ποτέ. Καίτοι τί δήποτε τῆς ἐντεῦθεν ἀτοπίας τὰ βλάβη βασανίζειν οὐκ ἀνεχόμενοι, ἐπὶ μόνον ἴενται, καὶ τοῦτο ἀκατασκέπτως, τὸ σφίσιν αὐτοῖς ἡδύ; Μετάσχοι γὰρ ἂν ὁ Υἱὸς τοῦ ἰδίου Πνεύματος κατὰ τίνα δὴ τρόπον ὡς θύραθεν ἐπεισθέοντος; Μέτοχον γὰρ ἑαυτοῦ παντελῶς οὐδέν. Ἀλλ' οὐκ ἔν γε τῷ σοφῷ τε καὶ ἀκριβεῖ λογισμῷ τὰ φύσει προσόντα τισὶ τὴν τῶν εἰσποιήτων ὑποκρίναιτο δόξαν, ἤγουν ἐν τοῖς τῶν ὀθνείων τετάξεται λόγοις. Πῶς οὖν διὰ Πνεύματος ἡγιάσθαι φασί, καίτοι λέγοντα σαφῶς περὶ τοῦ Πνεύματος· "Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν;" Καὶ τοῦτό φαμεν οὐ μεθεκτῶς εἶναί τι πιστεύοντες τῶν ἐν τῷ ἁγίῳ Πνεύματι–παντέλειον γὰρ καὶ ἀνενδεὲς κατ' ἰδίαν ἐστὶ φύσιν τε καὶ ὕπαρξιν–ἐκεῖνο δὲ μᾶλλον κατασημαίνοντες ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας καὶ τοῦ κατὰ φύσιν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ πεφηνότος Λόγου Πνεῦμα ὑπάρχον, πᾶν ὅπερ ἐστὶ τῆς θεότητος ἴδιον κατὰ φύσιν ἐπάγεται, πηγὴν μὲν ὥσπερ ἔχον αὐτήν, προχεόμενον δὲ ὥσπερ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ καὶ ἁγιάζον τὴν κτίσιν.
For the Holy Spirit is also the Spirit of the Son, and I think no one at all would deny this. So, setting aside the labor and toil over this matter, I would now turn rather to those points through which it is possible to learn afresh that the Son is holy by nature and not by participation from the Father. {A.} And indeed, as I think, anyone at all, if he has understanding, would be convinced, if indeed they define the Spirit as proper to the Son, they will again condemn his participation and the sanctification from God the Father through the Holy Spirit, which they say has been introduced and has become given as though he did not have it. And yet, why on earth, not enduring to examine the harms of the absurdity from this source, do they rush to only one thing, and that without examination, which is pleasant to themselves? For would the Son partake of his own Spirit in some way, as though it came upon him from outside? For nothing is entirely partaker of itself. But surely in wise and accurate reasoning, things that belong by nature to certain beings would not submit to the reputation of things introduced from outside, or rather, would not be ranked among the accounts of foreign things. How then do they say he was sanctified through the Spirit, although he says clearly concerning the Spirit: "For he will take from what is mine and declare it to you"? And we say this, believing that none of the things in the Holy Spirit is by participation—for it is perfect and without need in its own nature and existence—but rather signifying this: that being the Spirit of the essence of God the Father and of the Word who has appeared by nature from him and in him, it brings upon itself everything that is proper to the divinity by nature, having it as a source, as it were, and pouring forth as from the Father through the Son and sanctifying creation.
Εἰ δὲ δὴ καὶ αὐτὸν οἴοντο μεθ' ἡμῶν ἡγιάσθαι τὸν Λόγον, τὰ ἐκ φληνάφων εἰς τοῦτο συλλέγοντες λογισμῶν, φραζόντων ἐκεῖνο. {Β.} Τὸ τί δή; {Α.} Τῇ τῶν γενητῶν φύσει τὸ Πνεῦμα προσομιλοῦν, ὀνίνησι μὲν αὐτὴν ὁμολογουμένως· γένοιτο δ' ἄν, ὦ 'γαθέ, τίς ὁ τοῦδε τρόπος; {Β.} Ἁγίαν αὐτὴν ἀποτελεῖ. {Α.} Οὐκοῦν ἐκδείξειας ἂν ἀσαφείας δίχα. Συνίημι γὰρ οὔτι που. Τί δὲ δὴ τοῦτό ἐστι τὸ ἁγίαν ἀποτελεῖν; Φράσαις ἂν ἐθέλοντί μοι. {Β.} Καὶ μάλα. Τὴν γάρ τοι κτίσιν τὴν λογικὴν ἁμαρτίας ἀμείνω καὶ τῆς εἰς φαυλότητα παρατροπῆς ἀποφαῖνον μεταμορφοῖ πρὸς εἰκόνα τοῦ κτίσαντος δι' ἁγιασμοῦ. Ἅγιος γὰρ ὁ πάντων Δημιουργός, διὸ καί φησιν· "Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος." {Α.} Ὀρθότατα ἔφης. Ἐκτίσμεθα γὰρ καὶ ἡμεῖς αὐτοὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ. Τὸ δὲ δὴ τὸν θεῖον ἡμῖν ἐμποιοῦν ἐξεικονισμὸν εἴη δή που πάντως ἂν ὁ ἁγιασμός, τουτέστιν ἡ ἐν Πνεύματι μέθεξις τοῦ Υἱοῦ. Καὶ γοῦν ὅτε πρὸς παρατροπὴν ἡ ἀνθρώπου φύσις διώλισθε καὶ τὸ τῆς εἰκόνος κάλλος παρεσημαίνετο, κεκαινουργήμεθα πρὸς τὸ ἀπ' ἀρχῆς, ἀναστοιχειούμενοι διὰ Πνεύματος εἰκόνα τοῦ κτίσαντος, δῆλον δὲ ὅτι τοῦ Υἱοῦ, δι' οὗ τὰ πάντα παρὰ τοῦ Πατρός. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος, "Τεκνία, φησίν, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." Καὶ μὴν ὅτι τὸ τῆς ἐνθάδε λεγομένης μορφώσεως εἶδος διὰ τοῦ ἁγίου Πνεύματος ἐνσημαίνεται ταῖς ἡμετέραις ψυχαῖς, αὐτὸς ἐκδείξει βοῶν, "Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·
But if they also think that the Word Himself was sanctified along with us, gathering arguments for this from frivolous reasonings, let them state that. {B.} What, then? {A.} When the Spirit associates with the nature of created things, it benefits that nature, by common admission; but what, my good man, would be the manner of this? {B.} It makes it holy. {A.} Then you would show it without obscurity. For I do not understand it at all. What is this, to make holy? You would tell me, since I wish it. {B.} Very well. For it transforms the rational creation, showing it better than sin and free from deviation toward wickedness, into the image of its Creator through sanctification. For holy is the Creator of all; therefore He also says: "You shall be holy, because I am holy." {A.} You have spoken most correctly. For we too were created according to the image and likeness of God. And that which produces in us the divine likeness would surely be sanctification, that is, the participation in the Son through the Spirit. And indeed, when human nature had slipped toward deviation and the beauty of the image was being obscured, we were made new again to what was from the beginning, being reconstituted through the Spirit into the image of the Creator—clearly of the Son, through whom all things come from the Father. And indeed the most wise Paul says: "My little children, for whom I am again in labor until Christ is formed in you." And surely that the form of the formation spoken of here is signified in our souls through the Holy Spirit, he himself will show, crying out: "But we all, with unveiled face, beholding as in a mirror the glory of the Lord, are transformed into the same image from glory to glory, as from the Lord, the Spirit.
ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν." {Β.} Ἄριστα ἔφης. {Α.} Οὐκοῦν, κτίσει μὲν καὶ ποιήμασι δοτὸς ὁ ἁγιασμός· οἴκοθεν γὰρ οὐκ ἔχει, καὶ γοῦν ἐστι καὶ ἀπόπεμπτος καὶ αὐτόκλητον ἂν ἕλοι τὴν παρατροπὴν τὰ πεπλουτηκότα. Διώλισθε γὰρ καὶ ἀγγέλων φύσις, καὶ οὐ τετηρήκασί τινες τὴν ἑαυτῶν ἀρχήν, κατὰ τὸ γεγραμμένον. Ἐνεχόμεθα δὲ καὶ αὐτοὶ ταῖς τῆς παραβάσεως αἰτίαις. Ἆρ' οὖν, εἴπερ τις οἴοιτο καὶ αὐτῷ τῷ Υἱῷ δοτὸν εἶναι τὸν ἁγιασμόν, οὐχὶ δὴ πάντη τε καὶ πάντως ἐρεῖ τὸ καὶ παθεῖν δύνασθαι τὴν παρατροπήν; Πάθοι γὰρ ἂν τὸ παθεῖν δυνάμενον, καὶ εἰ μήπω λέγοιτο παθεῖν. {Β.} Ἀληθές. {Α.} Τί δέ, ὦ φιλότης; Τὸ ἡγιάσθαι λεγόμενον οὐχ ἅπας ἡμᾶς ἀναπείσει λόγος ἅγιον οὐκ εἶναι φάναι ποτέ; Κεκλῆσθαι γὰρ οἶμαι πρὸς ἁγιασμὸν ἔκ γε τοῦ μὴ εἶναι τοῦθ' ὅπερ ἐστὶν ὅτε καὶ ἁγιάζεται. {Β.} Ἀνάγκη. {Α.} Τὸ δὲ οὔπω σεπτόν τε καὶ ἅγιον, οὐκ ἀνάλωτον ἁμαρτίαις, μᾶλλον δὲ ἤδη νοσοῦν τὴν εἰς τὸ φαῦλον διαβολήν, εἴπερ ἐστὶν ὁ ἁγιασμὸς φαυλότητός τε καὶ ἁμαρτίας ἀποτριβὴ καὶ ἀπόθεσις. {Β.} Σύμφημι. {Α.} Οὐκοῦν εἴπερ ἕλοιντο νοεῖν τε καὶ λέγειν συνηγιάσθαι τοῖς κτίσμασι τὸν Υἱόν, οὐ δυσεύρετος ὁ καιρὸς καθ' ὃν ἦν ἔτι τὴν φύσιν ἀσθενὴς καὶ ἀμείνων οὔπω τοῦ πεφυκέναι πλημμελεῖν· ἀλλ' ὧδέ τε ἔχων καὶ νοούμενος, πῶς ἦν ἄρα καὶ εἰκὼν
But the Lord is the Spirit. {B.} You have spoken excellently. {A.} Therefore sanctification is given to creation and to things made; for it does not have it from itself, and indeed it is also dismissible, and things that have been enriched would choose their own perversion. For the nature of angels also has been corrupted, and some have not kept their own domain, as it is written. And we ourselves are held by the causes of transgression. Is it the case, then, that if someone should think that sanctification is given even to the Son Himself, he will not surely and altogether say that He is also capable of suffering perversion? For that which is capable of suffering would suffer, even if it is not yet said to have suffered. {B.} True. {A.} But what, O friend? Will every argument that calls Him sanctified persuade us to say that He is not ever holy? For I think He is called to sanctification from the fact that He is not that which He is when He is also sanctified. {B.} Necessarily. {A.} But that which is not yet venerable and holy, is it not immune to sins, or rather already sick with the slander toward what is base, if indeed sanctification is a wiping away and putting off of baseness and sin? {B.} I agree. {A.} Therefore, if they should choose to think and say that the Son was sanctified together with the creatures, the time is not hard to find in which He was still weak in nature and not yet better than to be prone to error; but being thus and so understood, how was He also an image
τοῦ Θεοῦ καὶ Πατρός; Πῶς δὲ καὶ ἀπαύγασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ; Οὐ γὰρ ἐν χρόνῳ γέγονε χαρακτήρ, ἀλλ' ἦν τοῦτο κατὰ φύσιν καὶ ἐν ἀρχῇ. Εἶτα πῶς οὐχ ἅγιον ἦν τὸ ἀκραιφνὲς τοῦ Πατρὸς καὶ εἰλικρινέστατον κάλλος καὶ αὐτὸς τῆς οὐσίας ὁ χαρακτήρ; Ἢ οὐκ ἐξ ἀνάγκης ἀφύκτου λοιπὸν συνωθήσειεν ἂν καὶ οὐχ ἑκόντας ἡμᾶς ὁ λόγος εἴς γε τὸ χρῆναι λέγειν μηδὲ αὐτὸν ἅγιον εἶναι τὸν Πατέρα ποτέ; {Β.} Πάνυ μὲν οὖν. Ἕψεται γὰρ πάντως τὸ δεῖν ταῖς εἰκόσιν ὁρᾶσθαι ταὐτοειδῆ τὰ ὧνπερ ἂν εἶεν εἰκόνες. {Α.} Τί δέ, ὦ φιλότης; Οὐ γὰρ ἑαυτὸν εἶναί φησιν ἀλήθειαν ὁ Υἱός, καὶ φῶς τὸ ἀληθινὸν παρά γε ταῖς θείαις κατωνόμασται Γραφαῖς; {Β.} Καὶ μάλα. {Α.} Εἶτα οὐ μάτην ἐρραψῳδηκότες ἡμῖν τὰ ἐξ ἀμαθίας ἁλοῖεν ἄν, εἰ τοῦ κατὰ φύσιν ἁγιασμοῦ τὸ φῶς τὸ ἀληθινὸν δεδεῆσθαί φασι; Διισχυριοῦνται γὰρ ἕτερον οὐδὲν ἢ τοῦτο σαφῶς, ἡγιάσθαι λέγοντες τὸ φῶς τὸ ἀληθινόν. Πῶς γὰρ ἔτι φῶς ἀληθινὸν τὸ ἥκιστα μὲν ἅγιον ἐν ἰδίᾳ φύσει, γεγονὸς δὲ τοῦτό ποτε; {Β.} Οὐ γὰρ οὖν. {Α.} Ὁ δὲ καὶ ἐν τάξει τοῦ δύνασθαι πλημμελεῖν τὸ κατά τι γοῦν ὅλως ψευδομυθεῖν παρωθούμενος· "Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ," καθὰ γέγραπται· τί μὴ μᾶλλον ἐφ' ἑαυτῷ κατε ρυθριάσας οὐδέν, ἡγιάσθαι μὲν ἔφασκε παρὰ τοῦ Πατρός, προσετίθει δὲ τούτοις οὐδέν, ἀπαυθαδίζεται δὲ καὶ εἰς τοῦτο προήκει λόγων μεγαλοπρεπείας καὶ ὑπερβολῆς ὡς ἀνυποστόλως εἰπεῖν· "Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυ τόν;" {Β.} Πῶς οὖν ἄν τις ἴδοι τὸ ἀληθές;
of God and the Father? And how is he also the radiance and the express image of his substance? For he did not become the express image in time, but this was so by nature and in the beginning. Then how was the pure and most unmixed beauty of the Father, and the very express image of his substance, not holy? Or would the argument not henceforth, by inescapable necessity, compel even us against our will to the point of having to say that not even the Father himself is ever holy? {B.} Most certainly. For it will altogether follow that the things whose images they are must be seen to be of the same form as their images. {A.} But what of this, my friend? Does not the Son say that he himself is the truth, and is he not called the true light in the divine Scriptures? {B.} Indeed. {A.} Then would they not be caught out as having vainly babbled to us from ignorance, if they say that the true light needed the sanctification that is according to nature? For they will be insisting on nothing else than this clearly, when they say that the true light was sanctified. For how is it still the true light, if it is in no way holy in its own nature, but became this at some point? {B.} It is not, then. {A.} But he who, even in the rank of being able to sin, is thrust aside from at least in some respect altogether speaking falsely—"For he did not commit sin, nor was guile found in his mouth," as it is written—why did he not rather, feeling no shame at all for himself, say that he was sanctified by the Father, and add nothing to these things, but instead grows bold even to this point of words of magnificence and hyperbole, so as to say without reservation: "For their sake I sanctify myself"? {B.} How then could one see the truth?
{Α.} Εἰ διαλογίζοιτο σοφῶς ὅτι κατὰ φύσιν ἅγιος ὢν ὡς Θεός, ἡγιάζετο μεθ' ἡμῶν καθὸ ἄνθρωπος, τῷ ἰδίῳ Πνεύματι τὸν οἰκεῖον αὐτὸς καταχρίων ναόν. {Β.} Πῶς οὖν ὁ Πατὴρ αὐτὸν ἁγιάσαι λέγεται; {Α.} Ὅτι πάντα παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. Ἁγιάζοντα δὲ καὶ ἁγιαζόμενον τὸν φύσει τε καὶ ἀληθῶς Υἱόν, ὅτε γέγονεν ἄνθρωπος, εἰσκεκόμικεν ἡμῖν ὁ τοῦ Παύλου λόγος· "Ὅ τε γὰρ ἁγιάζων, φησί, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ἀδελφοὺς καλεῖν λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου." Ἁγιάζει μὲν γὰρ αὐτός, ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός· ἁγιάζεται δὲ μεθ' ἡμῶν, κατὰ τὸ ἀνθρώπινον, ὅτε τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών, καὶ κατ' αὐτὸ δὴ τοῦτο τὸ ἡγιάσθαι φημί, καίτοι τῶν ὅλων κατεξουσιάζων ὡς Θεός, ἀδελφοὺς ἡμᾶς οὐκ ἐπαισχύνεται καλεῖν. 597 {Β.} Ἀλλὰ ναί, φασίν, οὐκ ἂν διαψεύσαιτο λέγων ἡγιάσθαι παρὰ τοῦ Πατρὸς καὶ τῆς καθ' ἡμᾶς οἰκονομίας ἐξῃρημένης. Καὶ γὰρ ἐν ἐσχάτοις μὲν τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος, ἀλλ' ἦν καὶ πρὸ τούτου τοῖς εἰς τὸ εἶναι κεκλη μένοις ὁμογενὴς καὶ ἀδελφὸς τῶν πεποιημένων, καθὸ καὶ αὐτὸς οὐκ ἀγένητός ἐστι τὴν φύσιν, πεποίηται δὲ παρὰ τοῦ Πατρός. Ἀληθεύει δὴ οὖν, καὶ ἀδελφοὺς ἡμᾶς ἀποκαλῶν καὶ συνηγιάσθαι λέγων. {Α.} Ἀλλ' ὦ πρὸς πάντα ἰόντες ἑτοίμως καὶ τὰ πέρα λόγου καὶ τοῦ καθήκοντος λογισμοῦ, ποῖ ποτε ἄρα καὶ νῦν ὁ θρασὺς ἡμῖν οὑτοσὶ καὶ ἀπόπληκτος ἐκτελευτήσει λόγος ἐννοεῖν οὐκ ἔχω.
A. If one were to reason wisely that, being holy by nature as God, he was being sanctified with us insofar as he is man, anointing his own temple with his own Spirit. B. How then is the Father said to sanctify him? A. Because all things are from the Father through the Son in the Spirit. But that the Son, who is by nature and truly Son, both sanctifies and is sanctified when he became man, the word of Paul has brought before us: "For he who sanctifies," he says, "and those who are sanctified are all of one; for which cause he is not ashamed to call them brothers, saying, I will declare your name to my brothers." For he himself sanctifies, being holy by nature as God; but he is sanctified with us, according to the human, when he submitted to the likeness to us, and in this very thing—I mean the being sanctified—although as God he has authority over all things, he is not ashamed to call us brothers. 597 B. But indeed, they say, he would not speak falsely in saying that he was sanctified by the Father, even apart from the economy that pertains to us. For although in the last times of the age he appeared as man, yet even before this he was, to those called into being, of the same kind and a brother of those made, inasmuch as he himself is not unbegotten by nature, but has been made by the Father. He speaks truly, then, both in calling us brothers and in saying that he was sanctified together with us. A. But O you who go readily against everything, even beyond reason and fitting thought, I am unable to conceive where this bold and stricken argument of ours will finally end even now.
Ὅτι μὲν γὰρ οὐ γενητὸς ὁ Υἱός, οὐ τοῖς παρ' ὑμῶν μαντεύμασι, προσεκτέον δὲ μᾶλλον τοῖς ἱεροῖς τε καὶ θείοις μυσταγωγοῖς, οἷς καὶ αὐτὸς ὁ Χριστὸς ἐντέταλται λέγων· "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη." Ἔφη τοίνυν Ἰωάννης ἡμῖν ἐναργῶς περὶ τοῦ Υἱοῦ· "Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος." Θεὸς δὲ ἀληθινὸς τοῖς κτίσμασιν οὐχ ὁμογενής. Ὅτε τοίνυν, κατά γε τὸ ἐκείνοις ἀβουλότατα δοκοῦν, ἐν μεθέξει γέγονεν ἁγιασμοῦ, καίτοι Θεὸς ὢν ἀληθινὸς ὁ Λόγος, καὶ εἰ νοοῖτο καθ' ἑαυτὸν καὶ δίχα σαρκός, ἡκόντων εἰς μέσον καὶ Θεὸν ἡμῖν τὸν ἀληθινὸν ἐπακτὸν ἔχοντα τὸν ἁγιασμὸν οἷσπερ ἂν βούλοιντο καταδεικνύντων λόγοις· ἢ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ ἐστὶν ἐν Υἱῷ τὸ ἡγιάσθαι δοτόν, Θεῷ κατὰ φύσιν ὄντι καὶ ἀληθινῷ, οὐδέν, οἶμαι, τὸ ἀπεῖργον ἔτι καὶ αὐτὸν ἡγιάσθαι φληνάφως ὑπονοεῖν τὸν ἐξ οὗπέρ ἐστι Πατέρα, καὶ εἰ Θεὸς ἀληθινὸς εἶναι πεπίστευται; {Β.} Κινδυνεύομεν. {Α.} Ἵνα δὲ πανταχόθεν αὐτῶν τὸ
For that the Son is not a creature—this must not be learned from your divinations, but rather we must attend to the sacred and divine initiators into the mysteries, to whom Christ himself gave command, saying: "Go, make disciples of all the nations." John, then, spoke to us clearly concerning the Son: "And we know that the Son of God has come, and he has given us understanding so that we may know the true God; and we are in the true one, in his Son Jesus Christ. This is the true God and eternal life." But the true God is not of the same kind as created things. When, therefore—according to what seems to them most contrary to their will—he has come into a participation of sanctification, although the Word is the true God, even if he be conceived in himself and apart from the flesh, since they have brought into the midst both God and the true sanctification as something imported, demonstrating it by whatever arguments they wish—is it not true to say that if being sanctified is something given in the Son, who is God by nature and true, then, I think, nothing any longer prevents one from vainly supposing that the Father also, from whom he is, is himself sanctified, even if he is believed to be the true God? B. We are in danger. A. But in order that from every side their
ἀνόσιον ἐκπολιορκῆται θράσος κατοκνήσαιμ' ἂν οὐδαμῶς καί τι τῶν εἰς ἀτοπίαν ἡκόντων εἰπεῖν· ἢ γὰρ οὐχὶ πρέποι ἂν μόνῳ τε καὶ ἐξαιρέτως ἀνακείσεται τὸ ἁγιάζειν δύνασθαι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ, καθάπερ ἀμέλει καὶ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα καλεῖν; {Β.} Ἀνακείσεται. {Α.} Οὐκοῦν εἰ τοῖς κτίσμασιν ἐναρίθμιος ὑπάρχων ὁ Υἱός, κατά γε τὸν παρ' ἐκείνοις λόγον τὸν ἀκαλλῆ τε καὶ βδελυρώτατον, τὰ τῆς κατὰ φύσιν θεότητος ἴδια καὶ ἐξαίρετα διαπεραίνεται καὶ φύσεως τῆς ἰδίας ποιεῖται δόξαν· ἑαυτὸν γὰρ ἁγιάσαι φησί· κατεκομίσθη μέν, ὡς ἔοικε, τὰ τῆς ἐπέκεινα πασῶν οὐσίας ἐπὶ τὴν κτίσιν, οὐκ ἀπίθανον δέ, οἶμαι, τὸ καὶ ἡμᾶς αὐτοὺς ἁγιάζειν δύνασθαι κατατολμᾶν εἰπεῖν καθ' ὁμοιότητα τὴν Υἱοῦ. {Β.} Πῶς τοῦτο ἔφης; {Α.} Εἰ γὰρ γενητὸς ὑπάρχων αὐτὸς τὰ τῆς τοσοῦτον ἀνῳκισμένης οὐσίας ἴδια ποιεῖται πλεονεκτήματα, τί τὸ ἐμποδὼν εἰς τὸ καὶ ἡμᾶς αὐτοὺς τὰ αὐτοῦ δύνασθαι πληροῦν, ἅτε δὴ καὶ ἀγχοῦ καὶ οὔτι που διεστηκότας τῆς πρὸς αὐτὸν οἰκειότητος, εἴπερ ἐστί τις παντὶ γενητῷ πρὸς γενητὸν συγγένειά τε καὶ σχέσις, κατ' αὐτὸ δὴ τοῦτο τὸ γεγενῆσθαί φημι; {Β.} Οὐκ ἀπίθανος ἡμῖν ὁ ἐπὶ τῷδε λόγος. {Α.} Εἴη δ' ἂν καὶ ἑτέρως δυσσεβές τε ἅμα καὶ ἀμαθὲς τὸ ἡγιάσθαι πιστεύειν αὐτόν. {Β.} Τίνα τρόπον; {Α.} Τὸ ἁγιαζόμενον ἆρ' οὐχὶ τῷ ὑπερκειμένῳ καὶ ἀμείνονι τῆς ἰδίας φύσεως ἁγιάζεται; Οὐ γάρ που τῷ γε αἰσχίονι φαῖεν ἄν, ὥσπερ οὖν ἐγᾦμαι, εἴπερ εἴς τι τῶν τελούντων εἰς ὄνησιν ἀναβιβάζει τὸ ἁγιάζεσθαι. {Β.} Ἄριστα ἔφης.
I would in no way shrink from saying that the unholy boldness is besieged and brought to ruin, and to state one of the things that lead to absurdity. For would it not be fitting that the power to sanctify belongs solely and preeminently to the God who is truly God by nature, just as indeed the calling of things that are from non-being into being also belongs to him? {B.} It would belong. {A.} Therefore, if the Son, being numbered among creatures—according to their word, that unseemly and most abominable one—performs the things proper and preeminent to natural divinity and makes them his own nature's glory (for he says, "I sanctify myself"), then, it seems, the things that are beyond all essence have been brought down to the creature; and I think it is not implausible that we ourselves might dare to say that we too are able to sanctify, in likeness to the Son. {B.} How did you say this? {A.} For if he, being generated, makes his own the prerogatives proper to an essence so far exalted, what prevents us too from being able to fulfill his own things, since we are near and in no way separated from kinship with him, if indeed there is any kinship and relation of every generated thing to a generated thing—by this very fact, I mean, of having been generated? {B.} This argument of yours is not implausible to us. {A.} But it would also be impious and ignorant in another way to believe that he was sanctified. {B.} In what way? {A.} Is not that which is sanctified sanctified by what is superior and better than its own nature? For surely they would not say by what is more shameful, as indeed I think, if sanctification raises one up to something of the things that contribute to benefit. {B.} You have spoken excellently.
{Α.} Οὐκοῦν, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἡγίασται κατ' ἐκείνους διὰ τοῦ Πνεύματος ὁ Υἱός, ὡς ἀμείνονι πάντως που κατεχρίετο, καὶ τὴν φύσιν ἔχοντι παρ' αὐτὸν ἑτέραν. Μετάσχοι γὰρ ἂν ἑαυτοῦ τῶν ὄντων οὐδέν, ἀλλ' ἕτερον ἐν ἑτέρῳ μετεχόμενον, κατά γε τὸν τοῦ πως εἶναι λόγον. {Β.} Ἕψεται καὶ τοῦτο. {Α.} Εἶτα πῶς ἡμῖν ὁ Υἱὸς διὰ τοῦ Πνεύματος ἐναυλίζεται; Πῶς δὲ τὸ ἄμεινον κατὰ φύσιν τὴν τοῦ χείρονος ἡμῖν ἐμποιήσει μέθεξιν δι' ἑαυτοῦ; Καὶ εἰ θείας φύσεως ἀποτελούμεθα κοινωνοί, τὸ Πνεῦμα δεχόμενοι, πῶς ἐν δευτέροις τοῦ Πνεύματος ὁ Υἱός; Ἢ πῶς ἄμεινον αὐτοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ὡς αὐτός τε καὶ παρ' αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, ὅλην ἔχον αὐτοῦ τὴν ἐνέργειαν καὶ τὴν αὐτοῦ μέθεξιν ἐμποιοῦν; Καὶ γοῦν ἔφασκεν ὁ Υἱός· "Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς." Ἐπειδὴ δὲ ἀναβέβηκε πρὸς τὸν Πατέρα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐν ἡμῖν ἐστι διὰ τοῦ Πνεύματος. Ἴδιον γὰρ αὐτοῦ καὶ οὐ θύραθεν εἰσκεκριμένον τὸ Πνεῦμα αὐτοῦ, καθάπερ ἀμέλει τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον. Ἐπειδὴ δὲ τὸ ἀμετρήτως διεστηκὸς τῆς θείας αὐτοῦ καὶ ὑπερτάτης οὐσίας ἴδιον ἐποιήσατο, φημὶ δὲ τὴν σάρκα, τότε δὴ τότε καὶ ἡγιάσθαι λέγεται, σοφῶς τε καὶ πρεπωδέστερον ἐπὶ τὸ ἀνθρώπινον τοῦ ἡγιάσθαι διᾴττοντος· τήν γε μὴν τοῦ ἡγιάσθαι πλήρωσιν, ἤτοι τὴν ἐνέργειαν, ὡς ἐν προσώπῳ Πατρὸς τῇ τῆς θεότητος ἀνετίθει φύσει, μόνῃ γὰρ αὐτῇ τὸ ἁγιάζειν οἰκεῖον. {Β.} Σύμφημι. Τὸ γάρ τοι μακροὺς ἀντεξάγειν λόγους, ὀρθῶς λέγοντί σοι, περιττόν, μᾶλλον δὲ ἥκιστα σοφόν.
A. Therefore, if it is true that, according to them, the Son was sanctified through the Spirit, then he was surely anointed by one who is in every way better, and who has a nature other than his own. For nothing that exists would partake of itself, but one thing is partaken of in another, at least in the account of how it is. B. This too will follow. A. Then how does the Son dwell in us through the Spirit? And how will that which is better by nature produce in us, through itself, a participation in that which is worse? And if we are made partakers of the divine nature by receiving the Spirit, how is the Son second to the Spirit? Or how is he better than the Spirit, and not rather that the Spirit is both his own and from him, possessing his whole activity and effecting participation in him? Indeed the Son said: "I will not leave you orphans; I am coming to you." And since he has ascended to the Father after his resurrection from the dead, he is in us through the Spirit. For his Spirit is his own and not brought in from outside, just as, of course, the human element is the human being's own. But since he made his own that which is immeasurably distant from his divine and supreme essence—I mean the flesh—then and only then is he said to be sanctified, the meaning of "to be sanctified" wisely and more fittingly being directed to the human element; while the fulfillment of sanctification, that is, the activity, he attributed, as in the person of the Father, to the nature of the divinity, for to it alone sanctifying is proper. B. I agree. For to bring forward long arguments against one who speaks correctly is superfluous, and indeed not at all wise.
Ἀλλ' εἰ μόνῳ, φασί, τῷ γε ὄντι φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ τὸ ἁγιάζειν δύνασθαι προσὸν ὁρῷτο καὶ πρέποι, τούτου δὲ πέφηνεν ἐνεργὸς ὁ Υἱός, τὸ ἀποσοβοῦν οὐδὲν ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ διαρρήδην ὁμολογεῖν· καὶ εἰ τοῦτο συγχωρήσαιμεν, Θεῷ δὲ τῷ κατὰ φύσιν τῶν ἀγαθῶν ἐνδεῖ μηδενός, τί μαθὼν ὁ καθ' ὑμᾶς Υἱὸς καὶ Θεὸς δόξης τε καὶ βασιλείας καὶ κυριότητος τὴν οἰκείαν ἐπιδεᾶ παρέδειξε φύσιν; Ἔφη γάρ που πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· "Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε· καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσει αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. Σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς ἔδωκας, καὶ τὸν λόγον
But if, they say, the power to sanctify is seen to belong and be fitting only to the one who is God by nature and in truth, and the Son has appeared as the one who works this, then this plainly confesses nothing less than that he too is God by nature; and if we grant this, and God by nature lacks no good thing, then what possessed the Son according to you—the Son who is also God—to display his own nature as lacking glory and kingship and lordship? For he said somewhere to the Father in the heavens: "Father, the hour has come; glorify your Son, that your Son also may glorify you, just as you gave him authority over all flesh, so that all that you have given him, he may give them eternal life. And this is eternal life, that they may know you, the only true God, and Jesus Christ whom you sent. I glorified you on the earth; I completed the work that you gave me to do; and now glorify me, Father, with yourself, with the glory that I had with you before the world existed. I made your name known to the men whom you gave me out of the world. They were yours, and you gave them to me, and the word
σου ἐτήρησαν. Νῦν ἔγνωσαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν, ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας." Ἔφη δὲ καὶ ὁ Λουκᾶς ἐν τῇ τῶν Πράξεων συγγραφῇ ὡς ἐκ προσώπου τοῦ Πέτρου· "Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός." Συνίης οὖν ὅτι πανταχῇ δίδωσι μὲν ὁ Πατὴρ δόξαν τε καὶ κυριότητα, δέχεται δὲ καὶ μάλα ἀσμένως ὁ Υἱός; Ἀλλ' εἰ τοιοῖσδέ τισι καταπαίειν ἡμᾶς ἀποτολμῷεν λόγοις, προσείροντές που καὶ ἕτερα, τίς ἂν γένοιτο διεκδρομὴ καὶ ἀπόνευσις τοῦ κακοῦ, τοῖσγε ὡς ἄριστα φρονεῖν ᾑρημένοις; {Α.} "Ὁ πραῢς ἔστω μαχητής," ἱερὸς καὶ θεῖος ἡμῖν ὑποπεφώνηκε λόγος. Δεῖν δὲ ἔγωγέ φημι ταῖς τῶν ἐναντίων ἀντιφέρεσθαι δόξαις, κατορρωδοῦντας οὐδέν. Θεὸς γὰρ ὁ ἐνεργῶν ἐν ἡμῖν, καὶ ῥῆμα μὲν γλώτταις ἐνιείς, ἀπευθύνων δὲ πρὸς τὸ ἀκιβδήλως ἔχον τῶν εὐσεβούντων τὸν νοῦν· τὸ δὲ δὴ τῆς εὐθείας ἐξέρπειν ὁδοῦ καὶ παρακομίζεσθαί ποι πρὸς τὸ ἀκαλλὲς καὶ ἐκτετραμμένον μεταπεῖθον αὐτοὺς ἐκεῖνό ἐστιν. {Β.} Τὸ τί δὴ φῄς; {Α.} Τό, οἶμαι, παρέντας ὡς ἀσυντελὲς εἰς ὄνησιν τὸ εἰδέναι καιροὺς οἵπερ ἂν ἑκάστῳ πρέποιεν τῶν δρωμένων, ἀκατάσκεπτον ποιεῖσθαι τῶν λόγων τὴν ἐπιτήρησιν. Εἰ μὲν γὰρ οὐ γέγονε σὰρξ ὁ Λόγος, εἰ μὴ ἐσκήνωσεν ἐν ἡμῖν, παρείσθω λοιπὸν ὡς ἕωλον ἡ καιρῶν ἐπιτήρησις, καὶ ἀκριβείας τῆς ἔν γε τούτοις ἐξῃρημένης, ἀδιαφορείτω πᾶς λόγος κατὰ τοῦ Μονογενοῦς·
they have kept. Now they have known that all things whatsoever thou hast given me are from thee, because the words which thou gavest me I have given to them, and they received them, and knew truly that I came forth from thee, and believed that thou didst send me. And Luke also said in the writing of the Acts, as from the person of Peter: "Let therefore all the house of Israel know assuredly that God hath made him both Lord and Christ." Do you understand, then, that everywhere the Father gives glory and lordship, and the Son receives them, and that right gladly? But if they dare to trample on us with certain such words, bringing forward also other things somewhere, what escape and turning away from the evil would there be for those who have chosen to think as best they can? {A.} "Let the gentle man be a warrior," the sacred and divine word has spoken to us. And I say that one must contend against the opinions of the adversaries, fearing nothing. For it is God who works in us, and puts a word into our tongues, and directs the mind of the pious to what is without guile; but that which creeps from the straight road and is carried off somewhere to the unseemly and distorted—that is what persuades them. {B.} What do you mean? {A.} This, I think: that, passing over as unprofitable for benefit the knowing of the times that would befit each of the things done, they make the observation of the words without examination. For if the Word did not become flesh, if he did not dwell among us, then let the observation of times be dismissed as stale, and, with exactness in these matters set aside, let every word against the Only-begotten be treated as a matter of indifference.
εἶτα τὸ ἀπαύγασμα τοῦ Πατρός, ὁ δι' οὗ τὰ πάντα ἐγένετο, ὁ σύνεδρος τῷ γεννήσαντι καὶ συναΐδιος Λόγος, ὁ ἀναφὴς καὶ ἀόρατος, λεγέσθω παθεῖν εἰς ἰδίαν φύσιν καὶ τὰς κατὰ νώτου πληγὰς καὶ τὴν εἰς χεῖράς τε καὶ πόδας τῶν ἥλων διάτρησιν καὶ τραῦμα τὸ εἰς πλευράν, καὶ τὴν κορωνίδα τῶν κακῶν, φημὶ δὴ τὸν θάνατον. {Β.} Ἀλλὰ ταυτί που πάντως ἐροῦσι συμβῆναι περὶ τὸ ἀνθρώπινον· πέπονθε γὰρ καθὸ ἄνθρωπος. {Α.} Τί δέ, ὦ φιλότης, οὐ πρὸς ἐντροπῆς τε καὶ ἀδοξίας συμβῆναί φαμεν τῷ Υἱῷ τὸ παθεῖν; {Β.} Ναί· γράφει γὰρ ὁ Παῦλος ὅτι "Ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας." Καὶ αὐτὸς δέ που διὰ φωνῆς Ἡσαΐου φησί· "Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώσας με." {Α.} Ἀνέστησε δέ, εἰπέ μοι, τὸν ἑαυτοῦ ναόν, καινοτομήσας τὸν θάνατον καὶ πλεονεκτήσας τὴν φθοράν, πότερα καθ' ἡμᾶς ὡς ἄνθρωπος, ἢ ὡς Θεὸς ἐκ Θεοῦ, καὶ εἰ πέφηνε μετὰ σαρκός; {Β.} Ὡς Θεὸς ἐκ Θεοῦ. {Α.} Τὸ ἐν ἐκείνοις οὖν αἶσχος καὶ τὸ ἐκ τῆς ἐντροπῆς ἀκαλλὲς κατηφάνισται τοῖς δευτέροις, καὶ δεδόξασται διὰ τὴν ἀνάστασιν ὁ Υἱός, καίτοι πρὸ αὐτῆς τὸν ἀτιμότατόν τε καὶ ἀκλεᾶ μὴ παρωσάμενος θάνατον, διὰ τὴν ἑκούσιον κένωσιν. {Β.} Ἀλλὰ ταύτην εἰληφέναι λέγεται παρὰ τοῦ Πατρὸς τὴν δόξαν ὁ Υἱός. {Α.} Ὀρθῶς, ὦ ἑταῖρε, συνθήσομαι γάρ. Ἐπειδὴ πέφηνεν ἄνθρωπος, καίτοι σοφία καὶ δύναμις ὢν τοῦ Πατρός, καταρ γήσας δι' ἑαυτοῦ τὸν θάνατον καὶ ζωῆς ἀναπιμπλὰς τῆς παρ' ἑαυτοῦ τὸ ἴδιον σῶμα, τῇ οἱονεὶ πηγῇ τῆς ἰδίας ὑποστάσεως ἀνετίθει τὸ δρώμενον.
Then let it be said that the radiance of the Father, the Word through whom all things came to be, the Word seated with and co-eternal with the One who begot him, the intangible and invisible, suffered in his own nature—both the blows on his back and the piercing of the nails into his hands and feet, and the wound in his side, and the crowning of evils, I mean death. {B.} But surely they will say that these things happened to the human element; for he suffered insofar as he was human. {A.} And what, my friend—do we not say that the Son's suffering came about to his shame and dishonor? {B.} Yes; for Paul writes: "He endured the cross, despising the shame." And he himself somewhere says through the voice of Isaiah: "For this cause I was not ashamed, but I set my face as a solid rock, and I knew that I shall not be put to shame, because he who justifies me is near." {A.} Tell me, did he raise up his own temple, innovating upon death and gaining the advantage over corruption, as a man like us, or as God from God, and if he appeared with flesh? {B.} As God from God. {A.} Therefore the shame in those things and the unseemliness of the dishonor have been done away with by the latter things, and the Son has been glorified through the resurrection, although before it he did not thrust aside the most dishonorable and inglorious death, because of his voluntary emptying. {B.} But the Son is said to have received this glory from the Father. {A.} Rightly, my companion, for I will agree. Since he appeared as a man, although being the wisdom and power of the Father, having by himself abolished death and filling his own body with life from himself, he attributed the deed to the, as it were, source of his own hypostasis.
Πρέποι γὰρ ἂν οὐχ ἑτέρῳ τῳ τῶν ὄντων καὶ παρηγμένων εἰς γένεσιν τὸ ζωογονεῖν δύνασθαι καὶ φθορᾶς ἀμείνω ἀποφαίνειν τὴν ἀπὸ γῆς σάρκα, κἂν εἰ ἐπ' αὐτοῦ νοοῖτο Χριστοῦ, καθὸ λέγεται σάρξ, πλὴν ὅτι δὴ μόνῃ τῇ τῆς θεότητος φύσει. Ὅτι δὲ γέγονεν ἐνεργὸς ὁ Υἱὸς εἰς ἀνάστασιν τοῦ ἰδίου ναοῦ, καὶ εἰ λέγοιτο δεδωρῆσθαι τοῦτο αὐτῷ παρὰ τοῦ Πατρός, κατίδοι τις ἂν καὶ λίαν εὐπετῶς, Παύλου μὲν λέγοντος περὶ τοῦ Πατρός· "Τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα·" πρὸς δέ γε τοὺς Ἰουδαίους, αὐτοῦ τοῦ Υἱοῦ· "Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ἀπέθανε μὲν γὰρ ἐν ἀνθρώ που τάξει κατὰ τὴν σάρκα, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός. Ἀνεβίω δὲ αὖ ἀρρήτῳ δυνάμει καὶ ἀφράστοις ἐνεργείαις χρώμενος, καίτοι καθ' ἡμᾶς ὑπάρχων, κατά γε, φημί, τὸ ἀνθρώπινον. Οὐκοῦν, δοξάζεται μὲν παρὰ τοῦ Πατρός, οὐχ ὡς δόξης ὑπάρχων ἐπιδεὴς ὅταν ἔξω νοῆται σαρκὸς καὶ Θεὸς ἐκ Θεοῦ πιστεύηται, ἀλλ' ἐπείπερ ἦν
For it would not be fitting for any other of the things that exist and have been brought into being to be able to give life and to show the flesh from the earth superior to corruption, even if this were understood of Christ himself insofar as he is called flesh, except that it belongs to the nature of the Godhead alone. And that the Son became active for the resurrection of his own temple, even if this were said to have been granted to him by the Father, one could see very easily, since Paul says concerning the Father: "who raised him from the dead and gave him glory"; and to the Jews, the Son himself says: "Destroy this temple, and in three days I will raise it up." For he died in the order of a man according to the flesh, although by nature he is life as God. And he came to life again, using ineffable power and inexpressible energies, although he is as we are, I mean, in respect of the human. Therefore he is glorified by the Father, not as being in need of glory when he is understood apart from the flesh and is believed to be God from God, but since he was
ἄνθρωπος, ὃς ἰδίας φύσεως καρπὸν οὐκ ἔχων τὸ ἐνεργεῖν δύνασθαι τὰ θεοπρεπῆ, δέχεταί πως αὐτὸ καθ' ἕνωσιν καὶ τὴν ἀπόρρητον συνδρομήν, ἥπερ ἂν νοοῖτο τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον. Δοξάζει δὲ καὶ αὐτὸς τὸν Πατέρα. Πατὴρ γὰρ Θεοῦ γνωρίζεται τοῦ πάντα ἰσχύοντος, καίτοι πεφηνότος ἐν σαρκὶ καὶ μετὰ γηΐνου σώματος συνδιαιτω μένου τοῖς κατὰ κόσμον. Διὰ τοῦτό φησιν· "Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω αὐτό." Προτεθύμησαι μὲν γάρ, ὦ Πάτερ, φησί, τὸ θρασὺ καὶ δυσάντητον τοῦ θανάτου καταργῆσαι κράτος· ἀλλ' ἦν τοῦτο δρᾶν καὶ κατισχῦσαι πληροῦν οὐχ αἵματος καὶ σαρκός, ἀλλὰ τῆς σῆς θείας καὶ ζωοποιοῦ καὶ ἀκινήτου φύσεως, ἧς ἐπείπερ ἐξέφυν ἐγώ, κατώρθωκα τὸ δοκοῦν, ἀτονήσας πρὸς οὐδὲν διὰ τὸ ἀνθρώπινον τῶν τελούντων εἰς ἰσουργίαν, ἀλλά, καίπερ ὢν ἐν σαρκὶ καὶ αἵματι, τὸ γοῦν ὅτι τῆς σῆς ἐξέφυν οὐσίας ἐξ ἰσομοιρούσης ἰσχύος πεπιστευμένος. Δόξασον δὴ οὖν με καὶ σύ, τὸν ὡς ἄνθρωπον ἀδοξήσαντα, συννεύσας ἐμοὶ τῇ σῇ δυνάμει καὶ ἐνεργείᾳ ζωοποιῷ, καὶ θανάτου κρείττονα τὸν ἀπορρήτως ἑνωθέντα μοι καταδεῖξαι ναόν. Ὅτι δὲ οὐκ ἀσυνήθους καὶ τῆς οὐ πάλαι μετούσης αὐτῷ τιμῆς τε καὶ δόξης ἀξιοῦσθαι ζητεῖ, δῆλον ἂν εἴη δήπουθεν.
a man, who, not having from his own nature the ability to work the things befitting God, receives it in some way through union and the ineffable concurrence, such as would be understood of the Word with the human. And he himself glorifies the Father. For he is recognized as Father of God who is mighty over all, even though he has appeared in flesh and, with an earthly body, dwells among the things of the world. Therefore he says: "I glorified you on the earth; I completed the work which you gave me to do." For you purposed, O Father, he says, to abolish the bold and hard-to-encounter power of death; but to accomplish this and prevail and fulfill it belonged not to blood and flesh, but to your divine and life-giving and immovable nature; and since I have sprung from it, I have accomplished what seemed good, having failed in nothing because of the human element of those things that contribute to equal working, but, even though being in flesh and blood, at least in that I have sprung from your essence, being entrusted with strength of equal share. Therefore glorify me also, you, the one who was dishonored as a man, by inclining to me with your power and life-giving energy, and show forth as mightier than death the temple ineffably united to me. But that he seeks to be deemed worthy of honor and glory not unusual and not recently shared with him, is surely clear.
Ἔφη γὰρ ὅτι "Καὶ νῦν δόξασόν με, Πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί." Ὁ γὰρ ἀεί τε καὶ ἐν ἀρχῇ τῆς δόξης Κύριος, ἀδοξήσας διὰ μέσου διὰ τοῦ καθικέσθαι πρὸς τὰ ἀνθρώπινα, πρὸς τὴν ἄνωθεν αὐτῷ καὶ φυσικῶς ἐνυπάρ χουσαν δόξαν ὑπονοστεῖ, τοὺς τῇ κενώσει πρέποντας λόγους μετὰ τοῦ παθεῖν αὐτὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ δωρούμενος. Οὐκοῦν ἀναγκαῖον ὅτι μάλιστα τῶν ἄλλων τὸ εἰδέναι καιροὺς καθ' οὓς ἦν ἔτι τά τε τῆς σαρκὸς καὶ τὰ τῆς ἀδοξίας χρήσιμα καὶ τοὺς ἄνωθεν ἔτι τῆς ἐπιδημίας, καθ' οὓς τῆς δόξης Κύριος ὤν, δόξαν οὐ λαβών, ἀλλ' ἔχων ἰδίαν ὡς Θεὸς εὑρίσκηται. 602 {Β.} Πῶς οὖν δέχεταί τινας τῶν ἀπὸ τοῦ κόσμου παρὰ τοῦ Πατρός, περὶ ὧν καί φησι πρὸς αὐτόν· "Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας;" {Α.} Οὐκοῦν ἐρῶ δή τι πάλιν, ταῖς τῶν ἐννοιῶν ἀτοπίαις εἰς τὸ ἐν ἀρχαῖς συνωθούμενος. Μάτην, ὡς ἔοικεν, κεκενῶσθαι λέγεται, καὶ εἰ γέγονε καθ' ἡμᾶς, ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς Υἱὸς μονογενής. Εἰ γὰρ εἰσποίητον ἔχει τὸ χρῆναι κρατεῖν, καὶ δέχεταί τινας παρὰ τοῦ Πατρὸς οὓς οὐ πρὶν ἔχων ὁρᾶται, κεκαινούργηταί τι κατὰ τὸ εἰκὸς ἐφ' Υἱῷ καὶ ταῖς ἐντεῦθεν εὐκλείαις κατακαλλύνεται, ξεναγεῖ δὲ ὥσπερ ἡ χάρις αὐτὸν ἐπὶ τὸ ἄμεινον καὶ ὑπερτεροῦν ἢ πρότερον ἦν. Εἶτα ὅποι ποτὲ ἡμῖν ὁ τῆς ὑφέσεως οἰχήσεται λόγος, ἢ ὅποι κεκενωμένον καταθρήσαι τις ἄν, εἴπερ ὅλως τι καὶ τῶν οὐ πάλαι προσπεφυκότων ἁλοίη πεπλουτηκώς, καὶ οἷά τινα τῆς ἐνανθρωπήσεως μισθὸν καὶ ἀντέκτισιν τὴν κατά τινων ἐξουσίαν ἀποκερδαίνων; {Β.} Ὧδε ἔχει.
For he said, "And now glorify me, Father, with the glory which I had with you before the world was." For the Lord, who is always and from the beginning of glory, having been dishonored in the interim by reaching down to human things, returns back to the glory that is from above and naturally inherent in him, bestowing the words befitting the kenosis, along with his suffering it, through the economy with the flesh. Therefore it is necessary above all else to know the times in which the things of the flesh and the things of dishonor were still useful, and the times of the sojourn from above, in which, being the Lord of glory, he is found not to have received glory but to have it as his own, as God. {B.} How then does he receive some from the world from the Father, concerning whom he also says to him: "Those whom you have given me from the world were yours, and I have given them to you"? {A.} I will state something again, being pushed back to the beginning by the absurdities of their notions. In vain, it seems, is he said to have been emptied, and if what happened was according to us, the only-begotten Son who is in the form and equality of the Father. For if he has as something adopted the need to rule, and receives some from the Father whom he is seen not to have had before, then something has been innovated, as is likely, in the Son, and he is adorned with glories from this source, and grace, as it were, leads him abroad toward the better and the superior to what he was before. Then where ever shall the account of his abasement go for us, or where could one behold him emptied, if indeed he is caught having become rich in anything at all of the things not previously his by nature, and reaping as some wage and recompense of the incarnation authority over certain ones? {B.} This is how it stands.
{Α.} Ψευδηγορήσει δὲ κατὰ τὸ εἰκὸς καὶ ὁ σοφὸς Ἰωάννης εἰ λέγοι περὶ αὐτοῦ· "Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον." Πῶς γὰρ ἴδιον αὐτοῦ τὸ μόλις καὶ ἐν ἐσχάτοις καὶ παρ' ἑτέρου δοτόν; Καίτοι μυρίοι μὲν ὅσοι καὶ ἀναρίθμητοι παντελῶς δεδαπάνηνται χρόνοι καθ' οὓς ὁ Υἱὸς συναΐδιος ἦν τῷ Θεῷ καὶ Πατρί. Εἰ δέ, ἐπείπερ γέγονεν ἄνθρωπος, δέχεται τοὺς ἀπὸ τοῦ κόσμου, καὶ σκήπτρου καινότητα προσειληφὼς ὁρᾶται ταυτηνί, φαίην ἂν ἤδη λοιπόν, καταδείσας οὐδέν, ὡς ἀμείνων ἡ ἐνανθρώπησις τῷ Θεῷ Λόγῳ καταστάσεως ἦν τῆς ἐν ἀρχαῖς, καὶ εἰ νοοῖτο πλουτῶν τὸ ἐν ἰσότητι τοῦ Πατρός. Ἀναβιβάζει γάρ, ὡς ὁρᾷς, ἐπὶ τὸ ὑπερτεροῦν καὶ ἀσυγκρίτως ἄμεινον ἐν δόξῃ. Ἑαυτῷ τοιγαροῦν κατώρθωκεν ὁ Υἱὸς τὴν μετὰ σαρκὸς οἰκονομίαν, καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον ταῖς ἰδίαις ἐχαρίζετο δόξαις. Πῶς οὖν ἔτι δι' ἡμᾶς ἐνανθρω πῆσαι λέγεται ἢ πῶς ἀντίλυτρον τῆς ἁπάντων γέγονε ζωῆς, εἰ τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς τὴν οὕτως ἀήθη καὶ οὐ πάλαι βατὴν ἐξεπρίατο δόξαν; {Β.} Ἄριστα μὲν ἔφης, ἀνασκιρτᾷ δὲ ἡμῖν εἰς τὸ θρασύ τε καὶ ἀπηχὲς ὁ λόγος. {Α.} Οὐκοῦν ἐρρίφθω καὶ παρ' αὐτῶν τὸ οὕτω πικρὸν καὶ κακόηθες εἰς λόγους· Ἢ οὐ δύσοιστον εἶναί σοι τὸ χρῆμα δοκεῖ καὶ κατωθοῦν ἀναγκαίως εἰς ἀνεθελήτους ἰσχνομυθίας; Μεθέντες γὰρ δὴ τὸ
{A.} And the wise John too will likely speak falsely if he says of him, "He came to his own, and his own did not receive him." For how could what is barely and in the last times and given by another be his own? And yet countless and innumerable ages have been entirely spent, throughout which the Son was co-eternal with God and the Father. But if, since he has become man, he receives those from the world, and is seen to have taken up this newness of scepter, I would say now, at last, fearing nothing, that the becoming man was better for God the Word than the state in the beginning, even if he be understood as rich in equality with the Father. For it leads up, as you see, to what is superior and incomparably better in glory. Therefore the Son has accomplished for himself the economy with the flesh, and he was granting the manner of his becoming man to his own glories. How then is he still said to have become man for our sake, or how has he become a ransom for the life of all, if by the death of his own flesh he purchased that so unusual and not formerly accessible glory? {B.} You have spoken excellently, but our argument leaps up into what is bold and discordant. {A.} Then let this bitter and malignant thing be cast away by them too into words. Or does the matter not seem to you unbearable and necessarily sinking into involuntary pettifoggery? For having let go of the
ἀνάπτειν χρόνοις τοῖς καθήκουσι τὰς φωνάς, ἄνω τε καὶ κάτω τὰ πάντα διακυκᾶν καὶ ἀναφύρειν ἐγνώκασι. Καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν ὡς ἴδια μὲν ἦν τὰ πάντα τοῦ Λόγου, καὶ τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ἡ φύσις τῇ τοῦ κεκληκότος ὑπέζευκτο δόξῃ; Ἐπειδὴ δὲ λογισμοῦ τοῦ πρέποντος τὸ ἐπὶ γῆς παρώλισθε γένος, οὐ παρεδέχθη πρός τινων ἐν σαρκὶ δι' ἡμᾶς πεφηνὼς ὁ Λόγος, ἀναπεπεισμένους δὲ ἤδη κατὰ βραχὺ καὶ πεπιστευκότας ὑπετίθει ταῖς ζεύγλαις, καὶ ἀναμανθάνειν ἐθέλοντας τὰ ἀμείνω δέχεται. "Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." Οὐκοῦν ἴδια μὲν τοῦ Λόγου τὰ πάντα, καθὸ πέφηνεν ἐκ Θεοῦ καὶ κατάρχει τῶν ὅλων μετὰ τοῦ Πατρός. Δέχεται δὲ ταῦτα κατὰ τὸ ἀνθρώπινον, ὅτε γέγονε καθ' ἡμᾶς, οἷς τὸ βασιλεύειν καὶ τὸ κρατεῖν δύνασθαι παρὰ Θεοῦ καὶ δοτόν. {Β.} Δόξαν οὖν ἰδίαν ἔχειν ἐροῦμεν αὐτόν, μηδὲν εἰς τοῦτο προσειληφότα παρὰ τοῦ Θεοῦ καὶ Πατρός; {Α.} Ναί, καθὸ νοεῖται Θεὸς καὶ τῆς δόξης Κύριος. Κατωνόμασται γὰρ οὕτω παρά γε ταῖς θείαις Γραφαῖς. Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητής, Ἰάκωβος οὗτος ἦν· "Ἀδελφοί, φησί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης." {Β.} Εἶτα τίς ἡ τοῦ Υἱοῦ δόξα παρὰ τὴν τοῦ Πατρός; {Α.} Οὐχ ὑπέρτονος, ὦ τᾶν, οὐ μείων, ἀλλ' ἡ αὐτή·
to attach their utterances to the appropriate times, and they have resolved to disturb and confound all things up and down. And yet how is it not better to understand that all things were the Word's own, and that the nature of those brought into being was subjected to the glory of the one who called them? But since the race on earth had slipped away from proper reasoning, the Word, who appeared in the flesh for our sake, was not received by some; but those already gradually persuaded and having believed he was placing under his yoke, and those willing to learn the better things he receives. "For every knee shall bow to him and every tongue shall confess that Jesus Christ is Lord, to the glory of God the Father." Therefore all things are the Word's own, inasmuch as he appeared from God and rules over all things with the Father. But he receives these things in accordance with the human nature, when he became as we are, for whom the ability to reign and to rule is from God and given. {B.} Shall we say, then, that he has his own glory, having received nothing for this from God and the Father? {A.} Yes, inasmuch as he is understood to be God and Lord of glory. For he is so named in the divine Scriptures. And indeed the Savior's disciple, this was James: "Brothers," he says, "do not hold the faith of our Lord Jesus Christ of glory with partiality." {B.} What, then, is the glory of the Son beside that of the Father? {A.} Not greater, my good sir, not less, but the same.
μᾶλλον δέ, ὥσπερ ἐστὶ σοφία καὶ δύναμις τοῦ Πατρός, οὕτως ἂν εἴη καὶ δόξα, τῆς τοῦ τεκόντος οὐσίας ἀφράστως ἀπηυγασμένος, καὶ τὴν ὅθεν ἐξέφυ δι' ἑαυτοῦ κατασημαίνων φύσιν, καθάπερ τις ἡλίου βολὴ καὶ φωτὸς ἀπαύγασμα τῆς τοῦ προέντος διεκκύπτον οὐσίας, καὶ ὡς ἐκεῖνο λοιπὸν τὸ ἐξ οὗπέρ ἐστι διὰ τῆς εἰς ἄκρον ἐμφερείας καὶ ταὐτοειδοῦς ποιότητος εὖ μάλα νοούμενον. {Β.} Ἆρα ἂν ἔχοις εἰπεῖν ἐκ τῶν ἱερῶν Γραμμάτων τίς ἂν γένοιτο τῶν τοιούτων ἡ πίστις; {Α.} Καίτοι βραχὺς κομιδῇ δαπανηθήσεται πόνος, συναγεί ροντί σοι τὰς τῶν ἁγίων φωνάς. Ἐφεσίοις μὲν γὰρ ἐπιστέλλων ὁ Παῦλος· "Διὰ τοῦτο, φησί, κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ." Συνίης οὖν ὅτι Πατέρα Χριστοῦ καὶ Πατέρα τῆς δόξης κατωνόμασεν εὐθὺς τὸν Θεόν, οὐχ ἕτερον οἶμαί τι παρά γε τὴν δόξαν τοῦ Πατρὸς τὸν Χριστὸν ἀποφαίνων. Ἔφη δέ που πάλιν· "Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος." – "Ἀποβλέποντες γὰρ εἰς τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν," ὅς ἐστιν ἡ δόξα τοῦ κατὰ φύσιν καὶ ἀληθῶς Κυρίου, φημὶ δὴ τοῦ Πατρός, ἀναμορφούμεθα πρὸς αὐτὸν δι' ἁγιασμοῦ ἐν Πνεύματι.
Rather, just as he is the wisdom and power of the Father, so he would also be the glory, having shone forth ineffably from the essence of the one who begot him, and signifying through himself the nature from which he sprang, like a beam of the sun and a radiance of light, shining out from the essence of the one who emitted it, and as that very thing from which it is, being well and truly understood through its utmost resemblance and its quality of identical form. {B.} Could you say from the sacred Scriptures what the faith concerning such things would be? {A.} And yet the labor will be altogether brief, as I gather for you the voices of the saints. For Paul, writing to the Ephesians, says: "For this cause, I also, having heard of the faith among you in the Lord Jesus and toward all the saints, do not cease giving thanks for you, making mention of you in my prayers, that the God of our Lord Jesus Christ, the Father of glory, may give you a spirit of wisdom and revelation in the knowledge of him." You understand, then, that he immediately named God the Father of Christ and Father of glory, not, I think, showing Christ to be anything other than the glory of the Father. And again he said somewhere: "But we all, with unveiled face beholding as in a mirror the glory of the Lord, are transformed into the same image, from glory to glory, even as from the Lord the Spirit." — "For looking unto Jesus, the author and finisher of our faith," who is the glory of the one who is by nature and truly Lord, I mean the Father, we are reformed toward him through sanctification in the Spirit.
Πέτρος δὲ αὖ, καίτοι διαπρέπων ἐν μαθηταῖς, τοῖς ἰοῦσιν ἐκ περιτομῆς εἰς δικαίωσιν τὴν ἐν Χριστῷ διὰ πίστεως προσεφώνει λέγων, "Ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ." Εἴπερ οὖν ἐστιν ἰδία δόξα τοῦ Πατρὸς ὁ Υἱός, δι' οὗ καὶ κεκλήμεθα πρὸς ἐπίγνωσιν αὐτοῦ, τίς ὁ φάναι τολμῶν ὅτι δοτὸν καὶ εἰσποιητὸν τῇ δόξῃ τοῦ Πατρὸς τὸ εἶναι τοῦθ' ὅπερ ἐστί; Τίς γὰρ ὁ ἑτέρᾳ δόξῃ καταλαμπρύνων ἐστὶ τὴν τοῦ Πατρὸς δόξαν; Ἢ οὐκ ἐν ἴσῳ τίθης τὸ καὶ ἑτέρους χρῆναι κατατολμᾶν εἰς μέσον ἥκοντας λέγειν ὡς σεσόφωται μὲν πρός τινος ἡ σοφία τοῦ Πατρός, τὸ δὲ εἶναι δύναμις ἡ ἐνοῦσα κατὰ φύσιν ἰσχὺς αὐτῷ, τουτέστιν ὁ Υἱός, κεκέρδακε παρ' ἑτέρου, καὶ ὀθνεῖον ἔχει τὸ αὔχημα; † σοφον γε ου γαρ ει † τοῖς τοιοῖσδε κατακηλοῦντες λόγοις, ἀποφέροιεν ἡμᾶς οἱ δι' ἐναντίας πρὸς πᾶν ὁτιοῦν τῶν διεστραμμένων; Εἰ μὲν οὖν ἀπόχρη τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἐναργῆ τοῦ δόξαν εἶναι τὴν ἰδίαν τοῦ Πατρὸς τὸν Υἱόν, εὖ ἂν ἔχοι καὶ σιωπήσομαι· εἰ δὲ δή σοι προσδεῖν καὶ ἑτέρων οἴει μαρτυριῶν, παροίσω λέγοντα τὸν θεσπέσιον Μελῳδὸν πρὸς τὸν τῶν ὅλων Πατέρα
But Peter again, although he was distinguished among the disciples, addressed those who came from the circumcision to justification in Christ through faith, saying, "Since his divine power has granted to us all things that pertain to life and godliness through the knowledge of the one who called us by his own glory and virtue." If, then, the Son is the Father's own glory, through whom we have also been called to the knowledge of him, who is the one who dares to say that the very being of what he is is given and adopted into the glory of the Father? For who is it that illumines the Father's glory with another glory? Or do you not reckon it an equal matter that others too must dare, coming into the midst, to say that the wisdom of the Father has been made wise by someone, and that his being power—the strength that is present in him by nature, that is, the Son—has gained something from another and has a boast that is foreign? † wise indeed, for not † those who enchant us with such words—may those who are opposed to us carry us off toward anything at all of the perverse? If, then, what has been said is sufficient for a clear demonstration that the Son is the Father's own glory, it would be well and I shall be silent; but if you think that other testimonies are also needed, I shall bring forward the inspired Melodist speaking to the Father of all
καὶ Θεόν, ὡς ἐκ προσώπου τῶν ἐν πίστει δικαιουμένων· "Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου." Πρόσω πον γὰρ καὶ εἰκὼν τοῦ Πατρὸς καὶ τῆς οὐσίας ὁ χαρακτήρ, τίς ἂν ἕτερος εἴη παρὰ τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, δι' οὗ καὶ γνωρίζεται τοῖς ἐπὶ τῆς γῆς, ὡς ἐν ἰδίᾳ δόξῃ καταστράπτων τὰ σύμπαντα; Τοιγάρτοι καὶ προσεφώνει ποτὲ τῷ πανσόφῳ Μωσεῖ· "Ἀλλὰ ζῶ ἐγώ, καὶ Ζῶν τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν." Ἐμπέπλησται γὰρ τὰ πάντα Χριστοῦ, ὤφθη δὲ ἡμῖν ἐν αὐτῷ. Καὶ τοῦτο εἰδώς, ἔφη πάλιν ὁ θεῖος Δαβὶδ ὅτι "Οἰκοδομήσει Κύριος τὴν Σιών, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ." Ὤφθη γὰρ ἡμῖν ἐν Υἱῷ λέγοντι σαφῶς· "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." {Β.} Ἕψεται δὴ οὖν, εἴπερ ἐστὶν ἀληθῶς ἰδία δόξα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, τὸ δεῖν εἶναι κατὰ φύσιν αὐτὸν Κύριον μὲν τῶν ὅλων, βασιλέα δὲ οὐχ ἑτέρως ἢ ὥσπερ ἂν εἴη καὶ αὐτὸς ὁ Πατήρ. Εἶτα τί δή ποτε διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ἔφη πάλιν· "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ;" Κύριον δὲ καὶ Χριστὸν πεποιῆσθαι σαφῶς παρὰ τοῦ Πατρὸς αὐτὸν ὁ σοφὸς ἡμῖν προσμεμαρτύρηκε μαθητής. {Α.} Ἆρ' οὖν. ὦ φιλέταιρε, φράσαις ἂν ὡς ἄριστά γε μελλήσας οὐδὲν εἴ τί περ ἑλοίμην ἀναπυθέσθαι σου; {Β.} Πῶς γὰρ οὔ; {Α.} Τὸ κεκλημένον εἰς κυριότητα καὶ ἀσυνήθως εἰς τοῦτο παρενεχθέν, ἆρ' οὐκ ἂν νοεῖσθαι πρέποι Κύριον οὐκ εἶναί ποτε; Οὐδὲν γὰρ ἂν ἔκ γε τοῦ εἶναι τοῦθ' ὅπερ ἐστὶν ὡς ἐφ' ἕτερόν τι πάλιν ἐπ' αὐτὸ βαδιεῖταί τι. {Β.} Οὐ γὰρ οὖν.
And God, as in the person of those who are justified in faith: "But I shall be seen in righteousness before your face; I shall be satisfied when your glory is seen by me." For who else could be the face and image of the Father and the impress of his substance than the Word who has appeared from him, through whom he is also made known to those on earth, shining forth upon all things as in his own glory? Therefore he also once addressed the all-wise Moses: "But I live, and Living is my name, and the glory of the Lord shall fill all the earth." For all things have been filled with Christ, and he has been seen by us in him. And knowing this, the divine David said again: "The Lord will build Zion, and he will be seen in his glory." For he has been seen by us in the Son, who says plainly: "He who has seen me has seen the Father." {B.} It follows, then, if the Son is truly the own glory of God and the Father, that he must by nature be Lord of all, and King in no other way than as the Father himself also is. Then why ever did he say again through the voice of the Psalmist: "But I have been established king by him"? And the wise disciple has clearly testified to us that he has been made Lord and Christ by the Father. {A.} Would you then, O friend of the brethren, tell me as best you can, since I am about to ask nothing unreasonable if I choose to inquire of you? {B.} How could I not? {A.} The one who has been called to lordship and unusually brought into this—would it not be fitting to understand that he was not always Lord? For nothing, from the very fact of being what it is, will proceed again to itself as to something else. {B.} Indeed not.
{Α.} Πηνίκα δὴ οὖν ἀνακεκομίσθαι φασὶν εἰς κυριότητα τὸν Υἱόν, πρὸ τῆς εἰς τοῦτο μεταδρομῆς, τῆς εἰς κυριότητα τιμῆς τε καὶ δόξης τητώμενον ἔτι; Τουτὶ γὰρ ἀνάγκη καὶ οὐχ ἑκόντας ἡμᾶς εἰπεῖν. {Β.} Τί γὰρ εἰ φαῖεν ὅτι καὶ πρὸ τῆς ἐνανθρωπήσεως; {Α.} Ἐροῦσι μὲν οἶδ' ὅτι καὶ πέρα τοῦ πρέποντος ἰόντες εὐκόλως· ἀλλ' ὅ γε τῆς ἀληθείας αὐτοῖς ἀντιτάξεται λόγος. Γενομένῳ γὰρ ἐν σαρκὶ καὶ ἐν ἡμῖν σκηνώσαντι συμβῆναί φαμεν τὸ εἰσποίητον κράτος, εἰληφέναι τε δοκεῖν βασιλείαν καὶ κυριότητα. Κύριον γὰρ καὶ Χριστὸν πεποιῆσθαί φησι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ θεσπέσιος μαθητὴς οὐκ ἀδιακρίτως τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, ἀλλ' Ἰησοῦν τὸν ἐσταυρωμένον. Ὅτι δὲ πρὸ τῆς πρὸς σάρκα συνδρομῆς καὶ τῆς καθ' ἕνωσιν συναφείας Κύριος ἦν ὁ Υἱὸς ἀνιδρωτὶ καταθρήσομεν, ἐκεῖνο τοῖς ἄλλοις προσενθυμούμενοι. {Β.} Τὸ τί δὴ φής; {Α.} Οὐ γὰρ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι λέγεται; {Β.} Οὕτω φημί. {Α.} Εἶναι δὴ οὖν ἀνάγκη νοεῖν πρὸ τῆς πρὸς σάρκα συνδρομῆς οὐκ ἐν τῇ τοῦ δούλου μορφῇ τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον, ἀλλ' ἐν κυριότητι φυσικῇ, καὶ ἐν ἰδίοις ὑψώμασιν, οἷς ἐπείπερ ἐμφιλοχωρεῖν διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν οὐ λίαν ἐδόκει, κεχρημάτικε δοῦλος, ἵν' ὥσπερ αὐτὸς ἐν τοῖς παρὰ φύσιν ἐθελοντὴς δι' ἡμᾶς, οὕτως καὶ ἡμεῖς ἐν τοῖς ὑπὲρ φύσιν πρόθυμοι δι' αὐτόν· καθίκετο γὰρ εἰς κένωσιν, οὐχὶ τῇ κενώσει διδοὺς τὸ χρῆναι νικᾶν τὴν ἔμφυτόν τε αὐτοῦ καὶ ἀπαραποίητον δόξαν, ἀλλ' ἵνα τὸ ἐν ὑφέσει καὶ κάτω, τουτέστιν ἡμεῖς, ἀναθρῴσκειν ὑψοῦ δι' αὐτὸν ἰσχύσωμεν.
{A.} At what point, then, do they say that the Son was brought back into lordship, before his transition into this state, still deprived of the honor and glory that belong to lordship? For this is a necessity, and we must say it unwillingly. {B.} But what if they should say that it was even before the incarnation? {A.} They will say it, I know, going beyond what is fitting and doing so easily; but the word of truth will set itself against them. For we say that the adopted power came to him when he was made flesh and dwelt among us, and that he seemed to receive a kingdom and lordship. For the divine disciple says that the one who appeared from him—the Word—was made Lord and Christ by God the Father, not without distinction, but Jesus who was crucified. And that the Son was Lord before his union with the flesh and his conjunction in unity, we shall perceive without toil, considering this along with the other points. {B.} What, then, do you mean? {A.} Is it not that when he became man, then also he is said to have come into the form of a servant? {B.} That is what I say. {A.} It is necessary, then, to understand that before his union with the flesh, the Word who appeared from God was not in the form of a servant, but in natural lordship and in his own exaltations; and since he did not seem to dwell in these very much because of his love for us, he was called a servant, so that just as he voluntarily for our sake entered into what is contrary to nature, so also we might be eager for his sake in what is above nature. For he came down to kenosis, not giving to kenosis the right to conquer his innate and unalterable glory, but so that we—the lowly and downward—might be strong to leap up on high through him.
Οὐ γάρτοι τὸ χεῖρον ἐκβιάσεταί ποτε τὸ ὑπερτεροῦν, ἕψεται δὲ μᾶλλον τῷ νικῶντι καὶ προὔχοντι τὸ ἀσυγκρίτως ἡττώμενον. Ἀμαθὲς οὖν λίαν τὸ οἴεσθαι δεῖν αὐτὸν ἐκβεβιάσθαι τοῖς καθ' ἡμᾶς, ὡς σὺν ἡμῖν δι' ἡμᾶς ἀπομεῖναι κάτω· σοφὸν δὲ καὶ ἀληθὲς τὸ διανοεῖσθαι καὶ λέγειν πρὸς τὸ θεῖον αὐτοῦ καὶ ἀπόρρητον κάλλος ἀναφοιτῆσαι τὸ ταπεινόν, τῇ ὑπερτάτῃ δόξῃ νικώμενον. Ὅνπερ γὰρ τρόπον παθεῖν μὲν αὐτῷ συνέβη τὸν κατὰ σάρκα θάνατον διὰ τὴν τῷ θανάτῳ κάτοχον σάρκα, ζωὴ δὲ ὢν κατὰ φύσιν, ἀνεκόμισε πρὸς τὸ οἰκεῖον αὐτήν, οὐδὲν εἰς ἰδίαν ὑπομείνας φύσιν, κατασείσας δὲ μᾶλλον τοῦ θανάτου τὸ κράτος, οὕτω φαμὲν ὅτι παθεῖν μὲν αὐτῷ τὴν δουλείαν συμβέβηκεν οἰκονομικῶς. Ἐπειδὴ δὲ κατὰ φύσιν ἐστὶ Θεὸς καὶ Κύριος, παραχωρεῖ τὸ λυποῦν καὶ ταῖς τῆς δόξης ὑπερβολαῖς ἡττώμενον τὸ ἐκ τῆς δουλείας κατηφάνισται δυσκλεές. Οὐκοῦν, εἰ μεμένηκεν ἐν νεκροῖς, κατά γε, φημί, τὴν σάρκα, μένει καὶ ἐν δούλοις. Εἰ δὲ ἀνέθορέ τε καὶ ἀνέβη πρὸς τὸ ἐν ἀρχαῖς, φημὶ
For the inferior will never overpower the superior, but the incomparably defeated follows the conqueror and the one who excels. It is therefore utterly foolish to think that he must have been overpowered by our condition, so as to remain below with us and because of us; but it is wise and true to conceive and to say that the lowly was raised up to his divine and ineffable beauty, conquered by the highest glory. For just as it happened that he suffered death in the flesh because of the flesh that was held by death, yet being life by nature, he restored it to what was his own, suffering nothing in his own nature, but rather shaking off the power of death, so we say that it happened that he suffered slavery by economy. But since he is by nature God and Lord, the painful thing yields, and the shameful thing that comes from slavery is brought to nothing, defeated by the excesses of glory. Therefore, if he remained among the dead—I mean, at least, in the flesh—he remains also among slaves. But if he sprang up and ascended to what he was in the beginning, I mean
δὴ τὸ ζῇν, οἰκονομικῶς τῷ θανάτῳ τὸ δόξαι νικᾶν ἐπιδούς, ἀνοιχήσεται δηλονότι καὶ πρὸς τὸ ἕτερον, τουτέστι τὸ ἐν κυριότητι φυσικῇ διαφανές, τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τὸ ἐν καιρῷ δοὺς ἰσχῦσαι βραχύ, κατά γε τῆς δουλείας τὸν τρόπον. Ταύτῃτοι καὶ ἰσοκλεὴς καὶ ὁμόθρονος ὢν ὡς Υἱὸς Πατρὶ καὶ Θεὸς Θεῷ, μονονουχὶ καὶ εἰς ἀρχὰς τῆς οὕτω περιφανοῦς καὶ ὑπερκοσμίου δόξης ἀναβιβάζεσθαι δοκεῖ, φάσκοντος πρὸς αὐτὸν τοῦ Θεοῦ καὶ Πατρός· "Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Ὃ γὰρ ἂν ὑποστορέσει ἐν ἑαυτῇ κατευνάζουσα πρὸς τὸ εὐπειθὲς ἡ θεία τε καὶ ἀπόρρητος φύσις, τουτὶ δὴ πάντως τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑποφέρεται ποσίν, οὐκ ἀνθρωπίνως ἐνηργηκότος, οὐδὲ ἐπείτοι γέγονε σὰρξ διὰ τοῦτο κρατεῖν τῶν ἠπειθηκότων ἰσχύοντος, ἀλλ' ὅτι τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς εἰς τὸ τῆς ἀνωτάτω καὶ ὑπερτάτης φύσεως ἀναθεὶς ἀξίωμα, καὶ τοῖς τῆς θεότητος θώκοις ἐνιδρύσας ἑαυτόν, καὶ μετὰ σαρκὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος κατακυριεύσει τῶν ὅλων οὐ δίχα Πατρός. Ὃ γὰρ ἂν δρῷτο παρὰ Πατρός, τοῦτο δὴ πάντως ἐστὶν ἐνέργημα τοῦ Υἱοῦ· καὶ ὅπερ ἂν λέγοιτο διαπεραίνεσθαι δι' Υἱοῦ, τοῦτο δὴ πάντως ἐστὶ κατόρθωμα τοῦ Πατρός. Πάντα γὰρ δι' ἀμφοῖν ἐν ἴσῳ, ἐνεργοῦντος μὲν τοῦ Πατρός, ἔχοντος δὲ δι' Υἱοῦ καὶ σὺν αὐτῷ ἐν Πνεύματι τὴν ἐφ' ὅτῳ οὖν τῶν δρωμένων ἐνέργειάν τε καὶ θέλησιν. {Β.} Ἀστειότατα ἔφης· φρενοῖς γὰρ ἡμᾶς, ὀρθὴν καὶ ἀμώμητον διαστείχων ὁδόν· ἥσαις δ' ἂν οὐ μεῖον ἢ πάλαι, καθιστὰς εἰς τὸ ἐμφανέστερον τὴν κυριότητα τοῦ Υἱοῦ.
Since he gave over to death, by economy, the appearance of victory, he will plainly also yield to the other—that is, to what is manifest in natural lordship—granting, by the economy with the flesh, that it prevail briefly in time, at least in the manner of servitude. For this reason, though he is equal in glory and shares the throne as Son with the Father and God with God, he seems, so to speak, to be led up even to the principalities of this so manifest and supercosmic glory, when God the Father says to him: "Sit at my right hand until I make your enemies a footstool for your feet." For whatever the divine and ineffable nature, subduing it within itself to obedience, lays low, this is certainly brought under the feet of our Savior—not because he acted in a human way, nor because he became flesh for this reason, that he might have power to rule over the disobedient, but because, having referred the lowliness of humanity to the dignity of the highest and most exalted nature, and having established himself upon the thrones of divinity, the only-begotten Word of God, even with the flesh, will exercise lordship over all things, not apart from the Father. For whatever is done by the Father is certainly the working of the Son; and whatever is said to be accomplished through the Son is certainly the achievement of the Father. For all things are done equally through both, the Father working, and the Son having through himself and with him, in the Spirit, the working and the will for whatever is done. {B.} You have spoken most elegantly; for you gladden us, treading a straight and blameless path; and you would delight no less than before, setting the lordship of the Son in clearer light.
{Α.} Οὐκοῦν εἴ τις ἕλοιτο φιλοπευστεῖν, προσίοι τε λέγων· Φράσον ἡμῖν, ὦ τᾶν, ὅ τι ποτὲ εἶναι φῂς τὴν κυριότητα τοῦ Πατρός· ὅ τι ἂν ἀπεφήνω; {Β.} Ἔφην ἂν ὅτι τὸ κατάρχειν τῶν ὅλων, τὸ δοξά ζεσθαι παρὰ πάντων, τὸ εἶναι τὰ πάντα αὐτοῦ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. {Α.} Ἐν δέ γε τοῖς οὕτω σεπτοῖς καὶ περιφανέσιν οὐκ εἶναί φασιν ἐκπρεπῆ τὸν Υἱόν; {Β.} Εἶναι μὲν ἐροῦσιν, οἶμαί που, πλὴν ἐφέντος ἔχειν αὐτῷ τοῦ Πατρός. {Α.} Εἶτα πῶς οὐ ψευδομυθία τοῦτό γε καὶ ῥαψῴδημα κενόν, τοῦ Θεοῦ καὶ Πατρὸς διαρρήδην ἀνακεκραγότος· "Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω;" Οὐδὲ γὰρ ἂν ἠφίει τῶν ὄντων τισὶ καὶ παρ' αὐτὸν ἑτέροις, κατά γε, φημί, τὴν οὐσιώδη διαφοράν, τοῖς τῆς ἀληθοῦς θεότητος ὑψώμασιν ἐναβρύνεσθαι. Ποῦ γὰρ ἔτι τὸ ἀνεστηκὸς αὐτῆς, εἰ φύσεως γενητῆς εἰς τοῦτο προήκοι μέτρον ὡς μηδὲν ἐπέκεινα λοιπὸν εὐκλείας ἐᾶν; Ἦ οὐκ ἀναγκαῖον παντὶ τῷ πεποιη μένῳ καὶ παρηγμένῳ πρὸς γένεσιν ἀστιβῆ καὶ ἀνέμβατα νοῆσαι παντελῶς τὰ ἰδικῶς τοῦ Θεοῦ· {Β.} Ἀναγκαῖον. {Α.} Εἶτα πῶς ἐν τοῖς τοῦ Πατρὸς διαπρέποι ἂν ὁ Υἱός, καὶ οὐ καθ' ἕτερον, οἶμαι, τρόπον ἢ καθ' ὃν αὐτός; Ὁ μὲν γὰρ μακάριος Δανιήλ, θεοπτίας ἡμῖν ἀναγράφων καὶ ὁράσεις προφητικάς, καθίζει μὲν ἐπὶ θρόνου τὸν Παλαιὸν τῶν ἡμερῶν, περιίστησι δὲ χιλίας μὲν αὐτῷ χιλιάδας τῶν τεταγμένων εἰς λειτουργίαν, μυρίας δὲ μυριάδας τῶν παραστατῶν. Ἡσαΐας γε μὴν ὁ θεσπέσιος οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν Υἱόν. "Εἶδον γάρ, ἔφη, τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.
{A.} If, then, someone should choose to inquire diligently, and come forward saying: Tell us, good sir, what do you say the lordship of the Father is? What would you declare it to be? {B.} I would say that it is to rule over all things, to be glorified by all, and that all things are his, both those in the heavens and those on the earth. {A.} But among these things so revered and illustrious, do they say the Son is not distinguished? {B.} They will say he is, I think, but that he has this by the Father's concession. {A.} Then how is this not a false tale and an empty rhapsody, when God the Father has cried out plainly: "I will not give my glory to another"? For he would not concede to any of existing things, and to others besides himself—I mean, at least, with respect to essential difference—to exult in the heights of true divinity. For where would its unassailable character still be, if a created nature should advance to such a measure as to leave no further glory remaining? Or is it not necessary for everything made and brought into being to understand that the things that belong peculiarly to God are wholly untrodden and inaccessible? {B.} It is necessary. {A.} Then how would the Son shine forth in the things of the Father, and not in another manner, I think, than in the very manner in which he himself does? For the blessed Daniel, recording for us divine visions and prophetic sights, sets the Ancient of Days upon a throne, and stations around him a thousand thousands of those appointed for service, and ten thousand myriads of those who stand by. And the inspired Isaiah says that he beheld the Son in no less glory. "For I saw," he said, "the Lord Sabaoth sitting upon a throne high and lifted up. And the house was full of his glory.
Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον," τὸν ἐν τριττῷ μὲν ἐν ἀρχῇ, καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν. Ἆρά σοι δοκεῖ τὸ ἰσοπαλὲς ἐν δόξῃ διακεκτῆσθαι λοιπὸν ὁ Υἱός; Ὅπου γὰρ θρόνος ὁ ἀνωτάτω καὶ ἰσόδρομος ἡ ὑπεροχὴ καὶ τῶν ἐν οὐρανῷ δυνάμεων ἡ ὡς ἐν κύκλῳ στάσις, τὸ τῆς δουλείας τῶν γενητῶν ἐμφανίζουσα μέτρον καὶ τὴν τῆς κυριότητος δόξαν προσμαρτυροῦσα τῷ καθημένῳ, ποῖον ἂν ἔχοι τόπον ἐνδοιασμοῦ, ἢ πῶς ἀμφίλογον ὡς εἰς αὐτόν τις τῆς ἀμαθίας πυθμένα τὸν κατωτάτω διελήλακεν ἤδη πως, εἴπερ οὖν οἴοιτο μὴ τῇ τοῦ Πατρὸς κυριότητι φυσικῇ καταγλαΐζεσθαι τὸν Υἱόν; {Β.} Ἄραρε, καὶ ἔστι λοιπὸν ἀληθὴς ὁ λόγος. {Α.} Δοίης δ' ἄν, ὦ ἑταῖρε, μὴ διεψεῦσθαι λέγοντας, ἐμέ τε καὶ σὲ καὶ
μὴν εἴπερ τῳ καὶ ἑτέρῳ δοκεῖ, ὡς τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὸ κατὰ παντὸς τοῦ γεγονότος ἀνῆπται κράτος, καὶ ἔστι πάντα Θεοῦ, συλλήβδην εἰπεῖν οὐρανός τε καὶ γῆ καὶ τὰ ἐν ἀμφοῖν. {Β.} Ἔγωγε. {Α.} Οὐκοῦν ἐν ἴσῳ μὲν τρόπῳ τοῦ Θεοῦ καὶ Πατρὸς εἶεν ἂν οἱ τὴν μακαρίαν ἄνω τρίβοντες ζωήν, ἄγγελοί τε καὶ ἀρχάγγελοι καὶ εἴ τι τούτων ἐπέκεινα· εἶεν δ' ἂν καὶ αὐτοῦ τοῦ Υἱοῦ. Τουτὶ δὲ αὐτὸ καὶ περὶ τῶν ἐπὶ γῆς ὡς εὖ ἴσθι τοι φρονοῦντά με. {Β.} Ἔφης μὲν ὀρθῶς. Πλὴν εἰ ἕποιτο τοῖς λόγοις ἡμῖν ἡ ἐφ' ἑκάστῳ πίστις δρῴης ἂν ὡς ἄριστά γε.
And the Seraphim stood round about him; each one had six wings, and each one had six wings; and with two they covered their face, and with two their feet, and with two they flew, and one cried to another: the sanctification that is in a threefold manner in the beginning, and ending in a unity and in one lordship. Does it seem to you, then, that the Son possesses equality in glory? For where there is the throne on high, and the pre-eminence that runs equal, and the station of the heavenly powers as in a circle, which makes manifest the measure of the servitude of created things and bears witness to the glory of the lordship of him who sits, what place for doubt could there be, or how is it ambiguous, seeing that someone has already somehow penetrated to the very lowest depth of ignorance concerning him, if indeed he should think that the Son is not adorned with the natural lordship of the Father? {B.} It is fitting, and the word is henceforth true. {A.} May you grant, my friend, that we who speak are not mistaken, both I and you, and
indeed if it seems so to anyone else, that to the God who truly is by nature the dominion over all that has come to be is attached, and all things are God's, to speak summarily, heaven and earth and the things in both. {B.} I agree. {A.} Therefore, in equal manner, those who spend the blessed life above—angels and archangels and whatever is beyond these—would belong to God and the Father; and they would also belong to the Son himself. And know well that I think this very same thing also concerning those on earth. {B.} You have spoken correctly. However, if the faith concerning each of these should follow our words, you would do very well.
{Α.} Οὐκοῦν ὁ μὲν θεσπέσιος Μελῳδὸς "Εὐλογεῖτε, φησί, τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ," τῇ τοῦ Πατρὸς ἐξουσίᾳ προσνέμων τὴν ἁγίαν τῶν ἄνω πληθύν. Ὅτι δὲ ἥξει κριτὴς κατὰ καιροὺς ὁ Υἱὸς προκαταμηνύων φησὶν αὐτός· "Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ." Ἥξει γάρ, ἥξει κατὰ καιρούς, ἀποδώσων ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· πλὴν οὐκ ὀθνείοις αὐτὸν λειτουργοῖς ἐπικομπάσειν τε καὶ ἐναβρυνεῖσθαί φαμεν, ἀλλὰ ταῖς ἐξ ἀγγέλων δορυφορίαις ὡς ἰδίαις ὄντως ὑπηρετούμενον. {Β.} Σύμφημι. {Α.} Ἀναμέλποντος δὲ αὖ τοῦ θεσπεσίου Δαβίδ, λέγοντός τε περὶ τοῦ Θεοῦ καὶ Πατρός· "Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐνώπιον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ," τὰς ἐν τῷδε τῷ κόσμῳ λογικὰς ἀγέλας ἰδίας εἶναί φησιν ὁ Υἱός, ὁτὲ μὲν λέγων περὶ τῶν ἐξ Ἰσραὴλ πεπιστευκότων· "Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει," ὁτὲ δὲ αὖ καὶ περὶ τῶν οὔπω πεπιστευκότων· "Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης." Οὐκοῦν ἐκ μυρίων ὅσων ἡμῖν ἀποδεῖξαι ῥᾷον ὡς δεδοξάσθαι λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὸ ἀνθρώπινον ὁ Υἱός, καίτοι τῆς δόξης Κύριος ὤν, σύνεδρός τε ἀεὶ καὶ ὁμόθρονος τῷ Πατρί. Εἴη δ' ἂν καὶ μάλα εἰκότως δυσδιάφυκτος ἡ γραφὴ καὶ δυσαπόνιπτον αἶσχος, τοῖς ἐπακτὸν αὐτῷ περιτιθεῖσι τὴν δόξαν καὶ εἰσκεκρίσθαι λέγουσι τὸ κατὰ πάντων κράτος.
{A.} Therefore the inspired Psalmist says, "Bless the Lord, all his angels, his ministers who do his will," assigning the holy multitude above to the Father's authority. And that the Son will come as judge in due time, he himself foretells, saying: "For the Son of Man is about to come in the glory of his Father with his holy angels." For he will come, he will come in due time, to render to each according to his work; yet we say he will not exult and glory in servants that are alien to him, but is served by the angelic escorts as truly his own. {B.} I agree. {A.} And when the inspired David again sings, speaking of God the Father: "Come, let us worship and fall down before him, and weep before the Lord who made us, for he is our God, and we are the people of his pasture and the sheep of his hand," the Son says that the rational flocks in this world are his own, at one time speaking of those from Israel who have believed: "My sheep hear my voice," and at another time also of those who have not yet believed: "And I have other sheep which are not of this fold." Therefore from countless arguments it is easier for us to show that the Son is said to be glorified by the Father because of the human nature, although he is Lord of glory, ever sharing the seat and throne with the Father. And very reasonably would the Scripture be hard to escape and the shame hard to wash away for those who attribute to him glory as something added from outside and say that the power over all things has been allotted to him.
{Β.} Οὐκοῦν, εἰ μὴ θύραθεν, μήτε μὴν εἰσδεδεγμένον αὐτῷ τὸ κατὰ πάντων κράτος, ἀλλ' ἐμπέφυκεν οὐσιωδῶς, οὐκ ἂν ἔχοιμι φράσαι τί δὴ ἄρα καὶ μαθὼν ὁ θεσπέσιος Παῦλος καταλήξειν ποτὲ τὰ τῆς βασιλείας αὐτῷ διισχυρί σατο λέγων· "Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος." Ἰδοὺ γάρ, ἰδού, φαῖεν ἄν, μεθόριον ὥσπερ τι τὸ πρὸς κατάληξιν τῆς βασιλείας αὐτοῦ, τὸ ἀπρακτῆσαι μὲν ἀρχάς, καταργηθῆναι δὲ θάνατον· παραδώσει γὰρ τότε τὸ χρῆναι κατάρχειν μόνῳ τῷ Θεῷ καὶ Πατρί. {Α.} Ἄπαγε τῆς οὕτω γραοπρεποῦς καὶ γελοιοτάτης ἐννοίας! Ὁ γάρ τοι ταυτὶ πεφρονηκώς τε καὶ λέγων "ἀπέ λιπε μὲν ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται, διαπορεύεται δὲ δι' ἀνύδρου ἐρήμου, καὶ γῆν διατεταμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν," κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ὅτι τῶν τῆς βασιλείας καταστεμμάτων καὶ τῆς κατὰ πάντων ἀρχῆς ἀπόπεμπτος ἔσται κατὰ καιροὺς ὁ Υἱὸς ὁ θεῖος ἡμῖν ἔφη μυσταγωγός· ᾔδει γάρ, οἶμαί που, λύραν μὲν ἀνακρούοντα τὴν πνευματικὴν τὸν θεσπέσιον Δαβίδ, ἀναμε λῳδοῦντα δὲ πρὸς τὸν Υἱὸν ἐν Πνεύματι· "Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
{B.} If, then, his dominion over all things is not from without, nor something he has received, but belongs to him essentially by nature, I could not say what the divinely inspired Paul, having learned, ever asserted that the things of his kingdom would come to an end, when he says: "For as in Adam all die, so also in Christ all will be made alive. But each in his own order: Christ the firstfruits, then those who are Christ's at his coming; then comes the end, when he hands over the kingdom to God and the Father, when he has abolished all rule and authority and power. For he must reign until he has put all his enemies under his feet. For he has subjected all things under his feet. The last enemy to be abolished is death." For behold, behold, they might say, as it were a boundary marking the termination of his kingdom—that principalities have ceased to act and death has been abolished; for he will then hand over the need to rule to God and the Father alone. {A.} Away with such a doting and utterly ridiculous notion! For the one who has thought and said these things "has forsaken the ways of his own vineyard, and has wandered from the axles of his own field, and passes through a waterless desert, and a land stretched out in thirsty places, and gathers barrenness with his hands," as it is written. For the divine mystagogue did not tell us that the Son will be dismissed from the crowns of the kingdom and the dominion over all things at certain times; for he knew, I think, that the divinely inspired David was striking the spiritual lyre and singing in the Spirit to the Son: "Your throne, O God, is forever and ever;
ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου." Τί δὲ δὴ καὶ δρῷεν ἂν οἱ πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων ἀθυροστομοῦντες εὐκόλως καὶ τὴν ἀγροῖκον οὕτω νοσοῦντες φρένα, προκατασημαί νοντος τῇ ἁγίᾳ Παρθένῳ τὰ ἐπὶ Χριστῷ τοῦ μακαρίου Γαβριήλ; "Μὴ γὰρ δή, φησί, καταδείσῃς τὴν οἰκονομίαν, ὦ Μαριάμ· εὗρες
γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος." Ἀνδρὸς τοιγαροῦν ἁγίου τὴν εἰς ἀπεράντους αἰῶνας ἄσχετον ἐπιδρομὴν τῆς τοῦ Υἱοῦ βασιλείας κεχρησμῳδηκότος, καὶ μὴν καὶ ἀγγέλου φωνῆς συνηχούσης τὸ ἀληθές, συναινέσειν οἶμαί που τόν τε ἀγαθὸν καὶ σώφρονα καταψηφιεῖσθαι δὲ τὸ ληρεῖν καὶ ἐκκεκροῦσθαι φρενῶν εἰπεῖν τοὺς οἴεσθαι δεῖν ἑλομένους ἕτερα ἄττα φρονεῖν, καίτοι τοῦ νόμου σαφῶς ἀνακεκραγότος· "Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα." Ἦ οὐ πλείστης ὅσης θεομισοῦς ἀσεβείας ἀνάπλεως ἡ ἀντίστασις; {Β.} Φαίην ἂν ἔγωγε, πλὴν ἴσθι τοι διακειμένους οὐ καθ' ἡμᾶς τοὺς δι' ἐναντίας. {Α.} Ἀλλὰ τό γε ὡς ἄριστα φρονεῖν ἑλέσθαι καὶ μαθεῖν κείσεταί που πάντως ἐφ' ἡμῖν αὐτοῖς, καὶ οὐ ταῖς ἐκείνων νωθείαις ἐφέντες ἁπλῶς ἐρεύγεσθαι τὸ δοκοῦν, ἡσυχῆ καθεδούμεθα·
A scepter of uprightness is the scepter of your kingdom." But what would those do who glibly open their mouths against anything whatsoever, even the most discordant things, and who are so sick with a boorish mind, when the blessed Gabriel pre-signified to the holy Virgin the things concerning Christ? "For do not fear, he says, the dispensation, O Mary; for you have found grace with God, and behold, you will conceive in the womb and bear a Son, and you shall call his name Jesus; for he will save his people from their sins, and the Lord God will give him the throne of David his father, and he will reign over the house of Jacob forever, and of his kingdom there will be no end." Since, therefore, a holy man has prophesied the unrestrained course of the Son's kingdom into endless ages, and indeed the voice of an angel also echoes the truth, I think that the good and prudent man will agree, and will condemn as nonsense and say that those are out of their minds who have chosen to think certain other things, although the law clearly cries out: "By the mouth of two and three witnesses every word shall stand." Is not this opposition filled with the greatest god-hating impiety? {B.} I would say so, except know that those who are against us are not disposed as we are. {A.} But at least the choice to think as best as possible and to learn lies entirely with us, and not giving ourselves over simply to belching out whatever seems right because of their dullness, we shall sit quietly.
παρακρουόμενοι δὲ πανταχῇ, κατά γε τὸ ἐφικτόν, τὰ ἐξ ἀλλοκότου φρενὸς εὑρήματα καὶ νεανικῶς ὑπερθέοντες τὸ ἁλῶναι βρόχοις τῆς βωμολόχου ψευδομυθίας, ἐφ' ἑαυτοῖς ἀναμέλψομεν· "Εὐλογητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν." Ἐπειδὴ δέ, ὡς γοῦν ὁ σοφὸς καὶ παροιμιώδης ἡμῖν ἐπεφώνησε λόγος, "κυβερνῶσι δὲ ἀσεβεῖς δόλους," φέρε λέγωμεν τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις καὶ τὰ δι' ὧν ἂν δύναιντο παρακρούεσθαι γεννικῶς τῆς ἀπάτης τὴν ἔφοδον. Οὐκοῦν τοῖς ἐν πίστει δεδικαιωμένοις καὶ λαμπρὰν ἐλπίδα τὴν ἐπὶ τῷδε πεπλουτηκόσιν ὁ θεσπέσιος γράφει Παῦλος· "Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ." Βασιλείας οὖν ἄρα τῆς τίνος αὐτὸν διαμεμνῆσθαι φήσομεν ἔν γε τουτοισί, φράσαις ἄν, ὦ ἑταῖρε; Ἄθρει δὲ ὅπως αὐτὴν ἐρηρεισμένην ἔσεσθαι λέγει καὶ ἀεὶ λαχοῦσαν τὸ ἀκατάσειστον· δηλοῖ γάρ, οἶμαί που, τουτὶ τὸ ἀσάλευτον. {Β.} Οὐ σφόδρα ἂν ἔχοιμι σαφῶς εἰπεῖν, βουλοίμην δ' ἂν ἔγωγε διαπυθέσθαι σου. {Α.} Ἐκβασανιστέον δὴ οὖν, ἐπεί τοι δοκεῖ, πότερα τὴν Υἱοῦ βασιλείαν ἤγουν τὴν καὶ αὐτοῖς τοῖς ἁγίοις δοθησομένην φησίν. Εἰ μὲν οὖν ἀμείνω τοῦ μεταπίπτειν δύνασθαι καὶ ἀπαρακόμιστον εἶναί φασι τήν τε βασιλείαν καὶ ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῇ κατερυθριάσειν οἶμαί που τοὺς δι' ἐναντίας.
But since we are everywhere tripped up, as far as is possible, by the inventions of a strange mind, and since we recklessly run past being caught in the snares of buffoonish false mythology, we shall sing among ourselves: "Blessed is the Lord, who has not given us as prey to their teeth." And since, as the wise and proverbial word has cried out to us, "the ungodly govern by deceit," come, let us speak what will contribute to the benefit of those who will read, and also the means by which they might nobly ward off the assault of deceit. Therefore, to those who have been justified in faith and have grown rich in a bright hope for this, the divine Paul writes: "Therefore, receiving an unshakable kingdom, we have grace through which we may serve God acceptably." Whose kingdom, then, shall we say he is mindful of here? You would say, my friend? But observe how he says it will be firmly established and always allotted the unshakable; for this word "unshakable," I think, makes that clear. {B.} I would not be able to say clearly, but I would wish to inquire of you. {A.} It must be examined, then, since it seems so, whether he means the kingdom of the Son, that is, the one that will also be given to the saints themselves. If, then, they say that the kingdom and preeminence of the Son are better than being able to fall and are not to be carried away, I think those who oppose us will be put to shame, having babbled nonsense in vain.
Εἰ δὲ δὴ μεθέντες καὶ διωσάμενοι τὸν Υἱόν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύειν ἐροῦσι, πρῶτον μὲν ἀμείνους καὶ αὐτοῦ φανήσονται τοῦ Χριστοῦ καὶ μοῖραν ἤδη λαχόντες τὴν ἐπέκεινα τῶν αὐτοῦ, εἰ ὁ μὲν ἀπόβλητον ποιήσεται τὴν ἀρχήν, οἱ δὲ ἀμήρυτον καὶ διηνεκῆ λαχόντες τὴν εὐθυμίαν, καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς δόξης διακεκτήσονται. {Β.} Ἄριστα ἔφης. {Α.} Τὸ δὲ δὴ καὶ ἀγροῖκον οὕτω ποιεῖσθαι τὴν συκο φαντίαν πῶς οὐκ ἀπόπληκτον κομιδῇ; Τὸ μὲν γὰρ χρῆναι κρατεῖν καὶ βασιλεύειν τῶν ὅλων προσήκοι ἂν οὐχ ἑτέρῳ μᾶλλον ἢ αὐτῷ τῷ Χριστῷ, οὐκ ἐπίκτητον ἢ δοτὸν πλου τοῦντι τὸ χρῆμα, καθάπερ ἡμεῖς, ἀλλὰ τοῖς τῆς φυσικῆς κυριότητος ἑπόμενον λόγοις. "Οἱ δέ γε συμπάσχοντες, καὶ συμβασιλεύσομεν αὐτῷ," καθὰ γέγραπται. Οὐκοῦν, ὁ μὲν τοῦ κατάρχειν κύριος, εἰσποίητοι δὲ ἡμεῖς καὶ τρόπῳ τῷ κατὰ μέθεξιν ἐκτετιμημένοι. Συμβασιλεύσουσι γὰρ βασιλεύοντι τῷ Χριστῷ. Εἶτα πῶς ἀσάλευτον ἕξουσι τὴν ἐπὶ τῷδε φιλοτιμίαν καὶ διηνεκῶς βασιλεύσουσιν εἰ κατα σεισθήσεται καὶ καταλήξει ποτὲ τὸ Χριστοῦ κράτος, οὗ καὶ μετόχους αὐτοὺς εἶναί φαμεν; Καὶ εἰ τῆς βασιλείας αὐτοῖς ὁ χορηγὸς καὶ πρύτανις ἀποπεπαύσεται τῆς ἀρχῆς, ποῦ τὰ αὐτῶν ἔτι κείσεται, ποῖον ἔχοντα βάθρον; Ποῦ γὰρ ἔτι συμμεθέξουσιν, εἰ τὸ κεκληκὸς εἰς δόξαν ἀσθενεῖ; Ἦ οὐκ ἀνάγκη συγκατολισθεῖν τοῖς ἀνέχουσι τὸ ἀνεχόμενον καὶ τοῖς κατωτάτω βάθροις συνιζῆσαι τὰ ἐπερηρεισμένα; Ὅτε τοίνυν ἡ τῆς εὐκλείας κρηπὶς καὶ ὁ τῆς εὐημερίας θεμέλιος κατασεισθήσεται, κατ' αὐτούς, συνοιχήσεταί που πάντως εἰς τὸ δυσκλεές τε καὶ ἐν ὑφέσει καὶ ἡ τῶν ἁγίων ἐλπίς.
But if, having let the Son go and thrust him aside, they say that reigning will remain unalterable for the saints, then first they will appear better even than Christ himself and as having already obtained a portion beyond his own—if he is to make his rule something to be cast away, while they, having obtained gladness without abatement and perpetual, will also possess the firm standing of their glory. {B.} You have spoken excellently. {A.} But how is this not utterly senseless—to make the slander so boorish? For the right to rule and reign over all things would belong to no other more than to Christ himself, who possesses the thing not as something acquired or given, as we do, but in accordance with the principles of natural lordship. "And we who suffer with him will also reign with him," as it is written. Therefore he is the lord of ruling, while we are adopted and honored in the manner of participation. For they will reign with Christ as he reigns. Then how will they have their honor unshaken in this, and how will they reign perpetually, if Christ's power is ever to be shaken and come to an end—he of whom we say that they are also partakers? And if the provider and president of their kingdom ceases from his rule, where will their own standing still lie, and what foundation will it have? For where will they still share, if that which called them to glory is weak? Or is it not necessary that what is supported sinks down together with what supports it, and that what is built upon the lowest foundations settles together with them? When, then, the base of their good repute and the foundation of their prosperity is shaken, according to them the hope of the saints will surely dwell together somewhere in dishonor and abasement.
{Β.} Συνοιχήσεται γὰρ οὖν· ὡς ἔστι σαφής τε καὶ ἀληθὴς ὁ λόγος. {Α.} Τί δὲ δὴ καὶ μαθὼν ὁ τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς Θεοῦ βασιλείαν ὠνόμαζε τὴν Χριστοῦ; Γράφει γὰρ ὧδε· "Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ." Ἐνδοιάσαιμι γὰρ ἂν οὐδαμῶς ὡς ὅτῳπερ ἂν ἐνυπάρχοι φυσικὸν ἀξίωμα τὸ χρῆναι κρατεῖν, ἕψεταί που πάντως αὐτῷ καὶ τὸ δεῖν εἶναι Θεόν. Ἦ οὐχ ὧδε ταῦτ' ἔχειν οἰησόμεθα ἄν, ὦ Ἑρμεία; {Β.} Πάνυ μὲν οὖν. Εἴη γὰρ ἄν, εἴπερ ὅλως Θεός, πάντως που καὶ βασιλεύς. {Α.} Εἴπερ οὖν ἄρα καταλήξει ποτὲ τῆς τοῦ βασιλεύειν εὐκλείας, ἀπολισθήσειεν ἂν καὶ τοῦ εἶναι Θεός· καὶ ζωὴ μὲν ἢ φῶς οὐκ ἔτι, σιωπῶ δὲ τὸ ἄτοπον. Τίς οὖν ἂν εἴη λοιπὸν ἡ τοῦ Υἱοῦ φύσις, θεότητός τε καὶ βασιλείας καὶ τοῦ εἶναι φῶς ἀπημφιεσμένη, καὶ ζωοποιεῖν οὐκ ἔχουσα τὸ ζωῆς τητώμενον, ἔχοις ἂν ἄρα εἰπεῖν, ὦ φιλότης; 612 {Β.} Οὐκ ἐννοῶ. {Α.} Τὸ δὲ δὴ μάλιστα κατορρωδεῖν ἀναπεῖθον τὴν οὕτως αἰσχρὰν καὶ ἀπόπεμπτον δόξαν τῶν δι' ἐναντίας ἐκεῖνό ἐστιν. {Β.} Τὸ ποῖον; {Α.} Τίνα δὴ ἄρα φασὶν ἀναφανεῖσθαι καιρὸν καθ' ὅν, ὡς οἴονται, παραδίδωσι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν ὁ Υἱός; {Β.} Φαῖεν ἂν ὅτι θεσμοθετήσομεν οὐδαμῶς μὲν ἡμεῖς τό γε ἧκον εἰς τοῦτο· αὐτὸς δὲ ὁ Παῦλος διορίζεται λέγων· "Ἀπαρχὴ γάρ, φησί, Χριστός. Ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.
{B.} For he will dwell with him, then; for the statement is both clear and true. {A.} But what did the hierurgist of the divine mysteries for us learn, that he called the kingdom of Christ the kingdom of God? For he writes thus: "For know this, understanding that every fornicator or unclean person or covetous man, who is an idolater, has no inheritance in the kingdom of Christ and God." For I would by no means doubt that whoever has a natural dignity requiring that he rule, there follows upon him in every way also the necessity of being God. Or shall we not think that these things are so, O Hermeias? {B.} Most certainly. For if he is wholly God, he would in every way also be king. {A.} If, then, he should ever cease from the glory of reigning, he would slip away also from being God; and he would no longer be life or light—but I pass over the absurdity in silence. What, then, would be the nature of the Son hereafter, stripped of deity and kingship and of being light, and unable to give life to that which is deprived of life—could you say, my friend? {B.} I do not understand. {A.} But that which most persuades us to dread that shameful and utterly rejected opinion of those who are opposed is this. {B.} What sort? {A.} At what time, then, do they say it will appear that, as they think, the Son delivers up the kingdom to God and the Father? {B.} They would say that we shall by no means legislate as far as this is concerned; but Paul himself defines it, saying: "For the firstfruits, he says, is Christ. Then those who are Christ's at his coming; then the end, when he delivers up the kingdom to God and the Father, when he abolishes every rule and every authority and power.
Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος." {Α.} Καταγηράσκοντος οὖν οἱονεὶ τοῦ παρόντος αἰῶνος καὶ εἰς λῆξιν ἤδη καταίροντος τοῦ καιροῦ, παραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, κατ' αὐτούς, ὁ Υἱός. Ἔχεται δὲ νυνὶ τῆς κατὰ πάντων ἀρχῆς, καὶ ἔστιν ἐν δόξῃ τῇ θεοπρεπεῖ· "Κάθου ἐκ δεξιῶν μου," λέγοντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός, "ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." {Β.} Ἀληθές. {Α.} Ἔστι τοίνυν ὁμόθρονος μὲν καὶ ἰσοκλεὴς τῷ Πατρί, καθυφέντων οὔπω τῶν ἀνθεστηκότων, καὶ τὸν τῆς ὑποταγῆς ἀποσειομένων τρόπον. Ἐξωσθήσεται δὲ τῶν τῆς θεότητος θρόνων ἡνίκα ἂν ὑποθεῖεν αὐτῷ τὸν αὐχένα καὶ ὑποστο ρέσειαν ἤδη πως τὸν ἀπειθῆ μὲν πάλαι καὶ ἀτεράμονα νοῦν, κατατετηγμένον δὲ ὥσπερ καὶ μετερρυηκότα πρὸς ἁπαλὴν καὶ εὐαφεστέραν ἕξιν τε καὶ θέλησιν; Εἶτα τί τὸ χρῆμα τὸν Υἱὸν ὀνήσειεν ἄν; Τίνι γὰρ ὑποτετάχθαι φαμὲν τοὺς ἐν χρόνῳ μακρῷ πρὸς τοῦτο ὑπενεχθέντας μόλις; Εἰ γὰρ οἱ μὲν εἰσκομίζονται δι' ὑποταγῆς, ὁ δὲ τῶν θώκων ἀποφοιτᾷ, τί τὸ τῆς οἰκονομίας ἔσται τέλος, ἐννοεῖν οὐχ οἷός τε μὲν ἐγώ· σὺ δὲ δὴ τί φῄς, ὦ ἑταῖρε; {Β.} Οὐδ' ἂν αὐτὸς ἔχοιμι κατιδεῖν. {Α.} Ἀλλὰ φέρε δὴ κἀκεῖνο κατασκεπτώμεθα. {Β.} Τὸ τί δή; {Α.} Ἦ οὐκ ἀμείνων ὁ χρόνος τῷ Μονογενεῖ καθ' ὃν ἀντεφέροντό τινες τὸ δεῖν ὑποτάττεσθαι παρωθούμενοι, ἢ καθ' ὃν ἀνάγκη τῆς βασιλείας ἀπολισθεῖν, ὑποπεπτωκότων αὐτῷ τῶν ἐχθρῶν καὶ ὑπεζευγμένων ἤδη τῶν πολεμεῖν ἐγνωκότων; {Β.} Ἔοικεν.
For he must reign until he has put all his enemies under his feet. For he has subjected all things under his feet. The last enemy to be destroyed is death. {A.} Therefore, as the present age, so to speak, grows old and the time now comes to its end, the Son hands over the kingdom to God and the Father, according to them. But now he holds the rule over all things, and is in glory befitting God: "Sit at my right hand," says God and the Father to him, "until I make your enemies a footstool for your feet." {B.} True. {A.} He is therefore enthroned with the Father and equal in glory, while those who oppose him have not yet yielded and are still shaking off the manner of subjection. But will he be thrust from the thrones of divinity when they bow their neck to him and somehow at last draw back the mind that was once disobedient and untamed, now softened, as it were, and changed over to a gentle and more pliable disposition and will? Then what benefit would the matter bring to the Son? For to whom do we say those have been subjected who were with difficulty brought to this over a long time? For if they are brought in through subjection, and he departs from the thrones, what will be the end of the dispensation? I am not able to conceive it; but what do you say, my friend? {B.} Nor could I myself discern it. {A.} But come, let us also consider that. {B.} What, then? {A.} Is not the time better for the Only-Begotten when some were resisting, being urged that they ought to be subject, than when he must slip away from the kingdom, now that his enemies have fallen before him and those who had resolved to wage war are already yoked under him? {B.} It seems so.
{Α.} Προσθείην δ' ἂν ἔγωγε, καταδείσας οὐδέν, τοῖς εἰρημένοις καὶ τόδε· Ἀνατροπήν, ὡς ἔοικε, τῆς τοῦ Υἱοῦ βασιλείας ὁ Πατὴρ εἰργάζετο, τοὺς ἐχθροὺς ὑποτιθεὶς αὐτῷ καὶ τοὺς μισοῦντας αὐτὸν τροπούμενος. Ἔφη γὰρ οὕτω διὰ φωνῆς τοῦ Δαβίδ. Ἁλοίη δ' ἂν καὶ αὐτὸς ὁ Υἱὸς ἠγνοηκώς που τάχα τὰ δι' ὧν ἦν δύνασθαι μακράν τε καὶ ἀκατάσειστον διακεκτῆσθαι δόξαν. Οὐ γὰρ ἂν ᾠήθη δεῖν τοῖς ἀποφοιτῶσιν ἔτι πρὸς τὸ ἐξήνιον καὶ τὴν ἐν πίστει νοουμένην ὑποταγὴν οὐ προσιεμένοις διὰ τὸ δυσάγωγον τοῦ τρόπου φιλανθρώπως ἐπιφωνεῖν· "Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς." Ἦ οὐχὶ δὴ τὸ φάναι ταυτὶ κατασοβοῦντος εἰς λῆξιν εἴη ἄν, ὦ 'γαθέ, τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν, εἴπερ ἔμελλεν ὑποτεταγμένων οὐ κατάρξειν ἔτι; {Β.} Ὧδε ἔχει. {Α.} Φαίην δ' ἂν ὅτι ψευδομυθήσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ὡς ἐνανθρωπήσαντι λέγων τῷ Υἱῷ· "Αἴτησαι
παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Ποῦ γὰρ ἔτι τοῦ Υἱοῦ νοοῖτ' ἂν ὁ κλῆρος, εἰ παραδίδοται τῷ Πατρί; Ποῦ δὲ τὸ τῆς κατασχέσεως χρῆμα τὸν αὐτῇ πρέποντα διασώσει λόγον, εἰ ἐξίσταται τὸ δοθὲν καὶ ἡνίκα δὴ χρῆν ἐρηρεῖσθαι καλῶς, ἀδόκητον ὥσπερ ὑπομένει τὸν κλόνον; {Β.} Ἀποχρῶσαν μὲν ἤδη γενέσθαι φημὶ καὶ οὐκ ἀγεννῆ τὴν ἀντίστασιν. Ἴοις δ' ἂν ὡς ἥδιστά γε καὶ ἐπ' ἐκεῖνο λοιπόν, ὃ καὶ οἶμαί που τοῖς εἰρημένοις ἐνδεῖν. Μαθεῖν γὰρ οὐκ ἔχω κατὰ τὸ ἀληθὲς ὅ τι ποτέ ἐστι τὸ παραδίδοσθαι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν παρὰ τοῦ Υἱοῦ.
{A.} I, for my part, would add this also to what has been said, fearing nothing: that the Father, as it seems, was working the overthrow of the Son's kingdom, by subjecting his enemies to him and subduing those who hate him. For he spoke thus through the voice of David. But the Son himself would surely have been ignorant, perhaps, of the things through which he was able to possess glory far and unshaken. For he would not have thought it necessary to call out in love for mankind to those who were still departing toward the unyoked and not accepting the submission understood in faith, because of the intractability of their character: "Come to me, all you who labor and are burdened, and I will give you rest. Take my yoke upon you." Or would not this very saying, good sir, be that of one casting down his own kingdom and glory to destruction, if he was no longer going to rule over those subjected to him? {B.} So it is. {A.} I would say that the Father himself too would be telling a false tale, as when he says to the Son who became man: "Ask of me, and I will give you the nations as your inheritance, and the ends of the earth as your possession." For where would the Son's lot still be conceived, if it is handed over to the Father? And where would the matter of the possession preserve the account befitting it, if what was given is set aside and, at the very time when it ought rightly to have been firmly established, undergoes an unexpected shaking? {B.} I say that the resistance has already become sufficient and not ignoble. But let us proceed as gladly as possible to that next point as well, which I think is also lacking in what has been said. For I cannot truly understand what precisely it is for the kingdom to be handed over to God and the Father by the Son.
{Α.} Οὐ γάρ, ὦ γενναῖε, καὶ αὐτὸς ἐρεῖς ὅτι βεβασίλευκε μὲν ἡ δυσκαταγώνιστος ἁμαρτία, τετυράννηκε δὲ καθ' ἡμῶν καὶ φθορὰ καὶ θάνατος, καὶ "ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν," κατὰ τὸ γεγραμμένον; {Β.} Ναί· σαφὲς γὰρ λίαν τό γε καὶ οὕτως ἔχον ἔτι. {Α.} Τί δέ; οὐχὶ καὶ τὰ ἐγκόσμια ταυτὶ τῆς πονηρίας πνεύματα καὶ ὁ τῆς ἐκείνων πληθύος προεστηκὼς ὅλην ὥσπερ τοῖς ἰδίοις ποσὶν ὑποστορέσας τὴν οἰκουμένην, θεὸς μὲν αὐτὸς κατωνόμασται τοῦ αἰῶνος τούτου, τὰ δὲ αὖ δυνάμεις τε καὶ ἀρχαὶ καὶ κυριότητες, καὶ προσέτι τούτοις κοσμοκράτορες; {Β.} Ἀληθές. {Α.} Ἀλλὰ τουτὶ δὴ πάντα κατοίσων εἰς τὸ μηδὲν καὶ ἀφανίσων εἰσάπαν ἐπιδεδήμηκεν ὁ Υἱός, ἵνα τῶν πάλαι κεκρατηκότων, τῆς καθ' ἡμῶν τυραννίδος ἐκσεσοβημένων, τὸ τοῦ Θεοῦ καθαρῶς ἐπιλάμψῃ κράτος καὶ ἀνὰ πᾶσαν ἴῃ τὴν γῆν, ἀναβοθρευθείσης μὲν τῆς ἁμαρτίας διὰ τῆς πίστεως, τεθριαμβευμένων δὲ τῶν ἀρχῶν καὶ τῶν σὺν αὐταῖς ἐξουσιῶν διὰ τοῦ τιμίου σταυροῦ, κατασεισθέντος δὲ καὶ θανάτου διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ. Δυνάμει τοιγαροῦν τῇ ἰδίᾳ, τουτέστι τῷ Υἱῷ, ταυτὶ δὴ σύμπαντα κατορθοῦν ἐφιεὶς ὁ Πατήρ, ἀνεκεφαλαιοῦτο τὴν οἰκουμένην καὶ ἀνεκόμιζεν εἰς τὸ ἐν ἀρχῇ δραπέτην ὄντα τὸν ἄνθρωπον. Τοιγάρτοι καὶ ἔφασκε πρὸς αὐτὸν ὁ Υἱός· "Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω." {Β.} Ἄριστα ἔφης.
{A.} For surely, noble sir, you yourself will not say that sin, hard to struggle against, has reigned, and that corruption and death have tyrannized over us, and that "Hades has enlarged his soul and opened his mouth without ceasing," as it is written? {B.} Yes; for that is very clear, even as it stands. {A.} What then? Have not these worldly spirits of wickedness, and he who stands at the head of their multitude, having as it were spread the whole inhabited world beneath his own feet, been named himself the god of this age, and again powers and principalities and dominions, and besides these, world-rulers? {B.} True. {A.} But the Son has come to bring all this to nothing and to destroy it utterly, so that, with those who long prevailed driven out, and the tyranny against us banished, the power of God might shine forth purely and go through all the earth—sin having been dug out through faith, and the principalities and the authorities with them having been triumphed over through the precious cross, and death having been shaken down through his resurrection from the dead. Therefore, in his own power, that is, in the Son, the Father, desiring that all these things be set right, was summing up the inhabited world and restoring man, who in the beginning was a runaway. For this reason also the Son said to him: "I have glorified you on the earth; I have finished the work which you gave me to do." {B.} You have spoken excellently.
{Α.} Ἄθρει δὴ οὖν, ὡς ἔν γε τῷ παρόντι καιρῷ τυραννούσης μὲν ἔτι τῆς φθορᾶς, οὔπω δὲ εἰσάπαν τῆς ἁμαρτίας ἐξῃρη μένης, βασιλεύοντος δὲ τῶν ἀπίστων ἔτι τοῦ πονηροῦ καὶ ἀπατεῶνος δράκοντος, διανενέμηταί πως τὸ τοῦ Θεοῦ κράτος, ἐπαμφοτερίζει δὲ ὥσπερ, ἀποσειομένων ἔτι τὸν ζυγὸν τῶν οὔπω κατεγνωκότων τῆς τῶν δαιμονίων ἀπάτης καὶ τῆς ἀνοσίου ταυτησὶ καὶ γεωδεστέρας ζωῆς· ἀναδεικνυμένου δὲ τοῦ καιροῦ καθ' ὃν ἀτονήσει θάνατος καὶ τὸ τῆς ἁμαρτίας διαπεσεῖται κράτος, καταφθαρήσεται δὲ εἰσάπαν καὶ ἡ τοῦ διαβόλου πλεονεξία, παρίστησιν ὥσπερ εἰλικρινῆ τὴν ἀρχὴν καὶ τοῦ χείρονος ἀμιγῆ παραδίδωσι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν ὁ Υἱός. Μόνος γὰρ ἡμῶν κατάρξει δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ. Τὴν τοίνυν ἐκπλήρωσιν τῆς οἰκονομίας καὶ τὴν τοῦ παντὸς μυστηρίου κατόρθωσιν τῷ τῆς παραδόσεως ὀνόματι κατεσήμηνεν ὁ πνευματοφόρος. Οἱονεὶ γάρ πως ὑφ' ἑτέρων ἐχομένην τὴν τοῦ Θεοῦ βασιλείαν καὶ τῶν μεταξὺ παρεισδεδυκότων ἐκσπάσας, προσαγήοχέ τε καὶ παρέδωκεν ὁ Υἱὸς τῷ Πατρί, οὐκ ἔξω τοῦ βασιλεύειν ὑπάρχων αὐτός· συγκατάρξει γὰρ πάντως τῷ ἰδίῳ Γεννήτορι, οὗ καὶ δύναμις ὢν ζῶσά τε καὶ ἐνυπόστατος, ταυτὶ δὴ πάντα ἐνηργηκὼς νοοῖτ' ἂν εἰκότως. Ὅτι δὲ ἀκατάληκτος ἡ Χριστοῦ βασιλεία, καὶ εἰ λέγοιτο λαβεῖν κατὰ τὸ ἀνθρώπινον, εἰδείη τις ἂν καὶ ἐξ ὧν ὁ θεῖος ἡμῖν γέγραφε Δανιήλ, ἐν ἀνθρωπείᾳ μορφῇ καὶ σχήματι θεωρῶν ἤδη πως τὸν Μονογενῆ. Ἔφη δὲ οὕτως·
{Α.} Consider, then, how at the present time, while corruption still tyrannizes, and sin has not yet been wholly removed, and the wicked and deceitful dragon still reigns over the unbelievers, the power of God has been, as it were, divided, and wavers, so to speak, since those who have not yet condemned the deception of the demons and this impious and rather earthly life still shake off the yoke; but when the time is revealed in which death will lose its strength and the power of sin will fall away, and the greed of the devil will be utterly destroyed, then the Son presents the kingdom, as it were, pure and unmixed with the worse, and delivers it to God the Father. For he alone will rule over us through him and with him. The fulfillment, therefore, of the economy and the accomplishment of the whole mystery the Spirit-bearer signified by the name of "delivery." For as if the kingdom of God were held by others and he had torn it away from those who had crept in between, the Son brought it and delivered it to the Father, not being himself outside of ruling; for he will surely rule together with his own Begetter, whose living and subsistent power he is, and having accomplished all these things he would reasonably be understood to do so. And that the kingdom of Christ is without end, even if it is said to be received in a human way, one may know also from what the divine Daniel has written for us, beholding the Only-begotten already, as it were, in human form and figure. And he said thus:
"Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. Λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὕτη ἀναστήσεται εἰς τοὺς αἰῶνας." Καὶ πάλιν· "Ἐθεώρουν, φησίν, ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡσεὶ Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ
δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται." {Β.} Σαφὴς καὶ ἀπαραλόγιστος τῶν εἰρημένων ἡ πίστις. Ἀλλ' ἱδρῶτα μέν, ὦ γενναῖε, τὸν ἐπὶ τῷδε μέθες· εἴη γὰρ ἂν οὐκ ἀσυμφανὲς ὡς ἐν ἀκλονήτῳ διαμονῇ κείσεται, τό γε ἧκον εἰς βασιλείαν τε καὶ δόξαν ἰδίαν, ὁ Μονογενής, ἕξει τε ὡσαύτως ἀεὶ τὴν ἐπὶ θάτερα παρατροπὴν διωθούμενος· πάθοι γὰρ ἂν ἥκιστά γε τὸ πεφυκὸς ἀνιᾶν, τὴν ὑψοῦ τε καὶ ἀνωτάτω καὶ τὴν ἐπέκεινα τοῦ παθεῖν ἀποτεμόμενος φύσιν. Ἐπειδὴ δὲ κατακερτομεῖ τις ἡμᾶς πρὸς οἷς ἔφην ἕτερος τῶν διεστραμμένων, ἀσύνετος μέν, ὡς ἔοικε, πλὴν οὐκ ἄτραχυς λόγος, "ἐπ' αὐτὸν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ," κατὰ τὴν τοῦ προφήτου φωνήν, "καὶ ἐπ' αὐτῷ περιτιθέσθω ὁ περιτιθέμενος τὴν ῥομφαίαν αὐτοῦ, ὅ ἐστιν ὅπλα αὐτοῦ." Ὡς εὖ ἴσθι τοι δριμείας ἡμᾶς ἀπαλλάξεις φροντίδος, οἶμον ἰὼν ταυτηνὶ καὶ παρε νεγκὼν εἰς τοῦτο τοῦ λόγου τὴν βάσανον.
And in the days of those kings the God of heaven will raise up a kingdom which shall never be corrupted, and his kingdom shall not be left to another people. It shall crush and scatter all the kingdoms, and this kingdom shall stand forever." And again: "I was watching," he says, "in the vision of the night, and behold, one like a Son of Man was coming with the clouds of heaven, and he came to the Ancient of Days, and was presented before him, and to him was given the rule and the honor and the kingdom; and all peoples, tribes, and tongues shall serve him. His authority is an everlasting authority, which shall not pass away, and his kingdom shall not be corrupted." {B.} The faith of what has been said is clear and beyond refutation. But, noble sir, let go of your sweat over this matter; for it would not be unclear that the Only-Begotten will stand in unshaken permanence, as far as concerns his own kingdom and glory, and will likewise always thrust aside any deviation to the other side; for he would least of all suffer what is naturally painful, having cut off from himself the lofty and highest nature, and that which is beyond suffering. But since one of the perverse, another besides those I have mentioned, mocks us—a man without understanding, as it seems, yet whose argument is not altogether rough—"let the one who draws his bow draw it against him," according to the voice of the prophet, "and let the one who puts on his sword put it on against him, that is, his weapons." Know well that you will free us from a sharp anxiety, if you go this way and bring the test of the argument to this point.
Φασὶ τοίνυν ὅτι Τὸν ὁμόθρονον, καθ' ὑμᾶς, τῷ Πατρὶ καὶ σκῆπτρον ἔχοντα τὸ θεοπρεπές, τί μὴ καὶ ἰδίαν διακεκτῆσθαι δύναμιν αἱ θεόπνευστοι χρησμῳδοῦσι Γραφαί; Ἐνεργούμενον γὰρ αὐτῷ δὴ τουτὶ τὸ δύνασθαι παρὰ τοῦ Πατρὸς κατίδοι τις ἄν, καὶ ἐξ αὐτῶν ἀναμάθοι τῶν τοῦ Σωτῆρος ῥημάτων. Ἔφη γάρ· "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ." Καὶ πάλιν· "Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα." {Α.} Ἰσχύος οὖν ἄρα τῆς θεοπρεποῦς ἐπιδεᾶ καὶ ἄναλκιν ἀληθῶς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Υἱὸν ὁ θρασὺς τῶν δι' ἐναντίας καταμαντεύεται λόγος, οἷς ἂν εἰκότως πρός τε ἡμῶν αὐτῶν καὶ πρὸς αὐτοῦ λέγοιτο τοῦ Χριστοῦ· "Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ." Ὥσπερ γάρ ἐστι καὶ πρόσωπον καὶ εἰκὼν τοῦ Πατρός, καὶ σοφία καὶ δόξα καὶ ἀπαύγασμα καὶ χαρακτήρ, οὕτως ἂν νοοῖτο καὶ δύναμις, δι' ἧς ἐνεργὸς εἰς πᾶν ὁτιοῦν τῶν πεποιημένων γέγονέ τε καὶ ἔστι καὶ ἔσται. "Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν." Ὅνπερ γὰρ τρόπον οἱ βαναυσικῆς τινος τέχνης ἐπιστήμονες, χαλκοτύποι τυχόν, ἤγουν ἐπιτήδευμα τὸ λιθουργικὸν οὐκ ἀθαυμάστως ἐξησκημένοι, δρῷεν ἂν οὐχ ἑτέρως τὰ τεχνουργούμενα πλὴν ὅτι διὰ χειρὸς τῆς ἰδίας, καὶ τῆς ἐνούσης αὐτοῖς ἀλκῆς τε ὁμοῦ καὶ τῆς εἰς ἔργα σοφίας, κατὰ τὸν αὐτόν, οἶμαι, λόγον ὁ Θεὸς καὶ Πατὴρ τὴν ἐφ' οἷς ἂν ἐθελήσειεν ἐνέργειαν δημιουργικὴν ὡς διὰ δυνάμεως ἰδίας ποιήσεται τοῦ Υἱοῦ.
They say, then: If, according to you, he shares the throne with the Father and holds the scepter befitting God, why do the divinely inspired Scriptures not also declare that he possesses his own power? For one could observe that this power to act is supplied to him by the Father, and could learn it from the Savior's own words. For he said: "Amen, amen, I say to you, the Son cannot do anything of himself unless he sees the Father doing it. For whatever things that one does, these the Son also does likewise." And again: "I do nothing of myself, but the Father who abides in me, he does the works." A. Therefore the bold argument of our opponents divines that the Son, who has appeared from God the Father, is truly lacking and feeble in the God-befitting strength—an argument that would rightly be said both by us ourselves and by Christ himself: "You are deceived, not knowing the Scriptures nor the power of God." For just as he is both the face and the image of the Father, and wisdom and glory and radiance and express image, so he would also be understood as power, through which he has become, is, and will be effective for every single thing that has been made. "For all things were made through him, and without him nothing was made." For just as those skilled in some manual craft—bronze-workers, perhaps, or those who have admirably practiced the art of stoneworking—would not produce their crafted works otherwise than through their own hand, and the strength that is in them together with the wisdom for their works, by the same account, I think, God and the Father will accomplish the creative activity for whatever things he wills as through his own power, the Son.
Καὶ γοῦν ὁ θεῖος Δαβίδ, ζῶσάν τε καὶ ἐνυπόστατον ἐνέργειάν τε καὶ δύναμιν τοῦ Πατρὸς εἰδὼς τὸν Υἱόν, κατηντιβόλει λέγων· "Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεός, τοῦτο ὃ κατηρτίσω ἐν ἡμῖν." Παῦλος δὲ ὁ σοφώτατος Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν ἀνεκεκράγει σαφῶς. {Β.} Οὐδ' ἂν αὐτοὶ φαῖεν ἄναλκιν εἶναι τὸν Υἱόν, ἀλλ' οὐδέ, ἐν ἴσῳ προφήταις καὶ ἀποστόλοις, ἑλεῖν ἐν χρόνῳ τὸ δύνασθαι κατὰ χάριν, λαβεῖν δὲ μᾶλλον αὐτῇ τῇ ὑπάρξει συγκαταβεβλημένον εὐθὺς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν. {Α.} "Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι," κατὰ τὸ γεγραμμένον. Ἀγνοεῖν γὰρ ἐοίκασι τὸ ζητούμενον. Πολυπραγμονεῖ δὲ ἡμῖν εἰς τὸ παρὸν ὁ λόγος οὐχὶ πηνίκα καὶ πῶς δέδωκεν ὁ Πατὴρ τὸ δύνασθαι τῷ Υἱῷ, ἀλλ' εἴπερ ὅλως δοτόν, καὶ οὐχὶ μᾶλλον ἐμπεφυκὸς οὐσιωδῶς αὐτῷ τὸ χρῆμά ἐστιν. Ὀνήσει γὰρ ἂν τὸ σύμπαν οὐδέν, εἴς γε τὸ ἀμωμήτως ἔχειν τὸ ὅσον ἐφ' ἑαυτῇ τὴν τοῦ Υἱοῦ φύσιν, τὸ καὶ ἐν ἀρχαῖς δεδόσθαι λέγειν αὐτῇ τὸ δύνασθαι παρὰ τοῦ Πατρός, ἐπείτοι τὸ δυσκλεὲς ἐν τῷ δεδεῆσθαι φαίνεται καὶ ἥκιστα μὲν ἔν γε τῷ μὴ ἐν ἀρχαῖς ἑλεῖν, ἀλλ' ἐν τῷ τι τῶν ὄντων εἰσποίητον ἔχειν. Δεῖ δὲ δὴ πάντως ἰσχύος ἐπιδεᾶ προανα φαντάζεσθαι τοῦ λαβεῖν τὴν τοῦ Υἱοῦ φύσιν καὶ δυνάμεσι μὲν οὐκ ἰδίαις, ὀθνείαις δὲ μᾶλλον εἰς τοῦτο ἠγμένην. Τί δὲ δὴ καὶ φαῖεν ἂν ἐρομένῳ τόδε; {Β.} Τὸ ποῖον; {Α.} Τὸ ὑπό του δυναμούμενον, αὐτὸ φαῖεν ἂν εἶναι τὸ δυναμοῦν ἢ παρ' ἐκεῖνο ἕτερον; {Β.} Ἕτερον, οἶμαί που. {Α.} Εἴπερ οὖν ἐνήργηκε, κατ' αὐτούς, ἐν Υἱῷ τὴν δύναμιν ὁ Θεὸς καὶ Πατήρ, αὐτὸς τὴν ἰδίαν ἰσχὺν
And indeed the divine David, knowing the Son to be the living and subsistent energy and power of the Father, cried out to him, saying: "Command, O God, with your power; strengthen, O God, this which you have wrought in us." And Paul, the most wise, clearly proclaimed Christ to be the power of God and the wisdom of God. {B.} Nor would they themselves say that the Son is without strength, but neither would they say, on equal footing with prophets and apostles, that he received the ability in time by grace, but rather that there was immediately present with his very existence the ability to accomplish anything whatsoever. {A.} "Our enemies are foolish," according to what is written. For they seem to be ignorant of the very point under inquiry. Our argument at present is not busily concerned with when and how the Father gave the ability to the Son, but whether it is given at all, and whether the matter is not rather inherent in him substantially. For it would contribute nothing at all toward the blameless condition of the Son's nature, so far as it depends on itself, to say that the ability was given to it by the Father even in the beginning, since the disreputable element appears in the need, and least of all in not receiving it in the beginning, but rather in having something among existing things as an importation. For one must by all means preconceive the nature of the Son as lacking strength before receiving it, and as having been brought to this by powers not its own but rather foreign. But what would they say if asked this? {B.} What sort of thing? {A.} That which is made strong by someone—would they say that it is itself the thing that strengthens, or something other than that? {B.} Something other, I suppose. {A.} If, then, according to them, God and the Father worked power in the Son, he himself [would be] his own strength
ἁλώσεται δυναμῶν. Ἆρ' οὖν οὐχὶ γέλως ἂν εἴη πλατύς, μᾶλλον δὲ ἀποπληξία ταυτί; {Β.} Καὶ μάλα. {Α.} Ἑπόμενοι τοίνυν τῇ τῶν ἱερῶν πίστει Γραμμάτων καὶ οἱονεὶ τὴν ἐντριβῆ τοῖς σοφοῖς ἁμαξιτὸν διαστείχοντες, δύναμιν τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸν εἶναι λέγωμεν τὸν Υἱόν, ἀμέσως τε ἅμα καὶ προσεχῶς, δι' οὗ καὶ ἐν ᾧ τὴν ἐπὶ πᾶσιν ἐνέργειαν ἀπόρρητον ἔχει καὶ διεπήξατο μὲν οὐρανοὺς καὶ τὰ ἐν αὐτοῖς, διιδρύσατο δὲ τὴν γῆν, παρήγαγε δὲ καὶ τὰ ὧν ἐστιν ὄχημα καὶ τροφὸς καὶ "ποιεῖ μὲν ἀγγέλους πνεύματα, τοὺς δὲ λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα," κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ κατανεύσαντος τοῦ Πατρὸς καὶ τοῖς ἐν τῷδε τῷ κόσμῳ τὴν σωτηρίαν, κεχρημάτικέ τε καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενής, ὅς ἐστιν ἰσχὺς καὶ δύναμις τοῦ Πατρός, ἐζωοποίει μὲν τοὺς νεκροὺς καὶ τῶν μνημάτων ἀνίστησι τοὺς ἤδη κατεφθαρμένους καὶ πονηρὰ μὲν τῶν ἀνθρώπων ἀπεσόβει πνεύματα, τοῖς δὲ τῶν ὀμμάτων ἐστερημένοις ἀσύνηθες μέν, γλυκὺ δ' οὖν ὅμως ἐνίει τὸ φῶς, καὶ τὰ τούτοις ἀδελφὰ καὶ ἰσοπαλῆ τερατουργήματα κατ' ἐξουσίαν εἰργάζετο τὴν θεοπρεπῆ. {Β.} Ἀλλ' ἐνεργοῦντος, φησίν, ἐν αὐτῷ τοῦ Πατρός. {Α.} Καὶ τίς ἂν γένοιτο τῆς τοῦ Πατρὸς ἐνεργείας ὁ τρόπος, οὐκ ἂν ἔχοιεν, οἶμαί που, φιλοπευστοῦσιν εἰπεῖν. Ἆρ' ὡς δι' ὀργάνου καὶ ὑπουργικὴν εἰσφέροντος χρείαν τοῖς τοῦ τεκόντος θελήμασι τοῦ Υἱοῦ ἤ, ὅπερ ἐστὶν ἄμεινόν τε καὶ ἀληθές, ὡς διὰ δυνάμεως τῆς ἰδίας ἐνήργηκεν ὁ Πατήρ;
He will be captured while exercising powers. Would this not then be outright laughter, or rather madness? {B.} Indeed. {A.} Following, then, the faith of the sacred Scriptures and, as it were, walking along the well-worn highway of the wise, let us say that the Son is the power of God and the Father, immediately and at the same time directly, through whom and in whom He has His ineffable energy over all things, and He fixed the heavens and the things in them, and established the earth, and brought forth also those things of which He is the vehicle and nurturer, and "makes His angels spirits, and His ministers a flame of fire," according to what is written. But since, when the Father consented also to salvation for those in this world, the Only-begotten, who is the strength and power of the Father, was proclaimed and became man, He was giving life to the dead and raising up from the tombs those already corrupted, and driving away the evil spirits of men, and to those deprived of their eyes He was sending light, unusual indeed but nonetheless sweet, and He was performing the wonders akin and equal to these by His God-befitting authority. {B.} But, he says, the Father was working in Him. {A.} And what would be the manner of the Father's working, they would not, I think, be able to say to those who inquire eagerly. Is it as through an instrument and as one rendering a service of assistance to the will of the Begetter that the Son acted, or, which is better and true, did the Father work through His own power?
Εἰ δὲ δὴ παρέντες τὸ ἄμεινον καὶ τὸ ὀρθῶς ἔχειν εἰκότως ὑπειλημμένον ἐξιτηλότατα παραθέοντες, ὀργανικὴν αὐτῷ τὴν ἐνέργειαν περιθεῖεν οἱ τάλανες, ἰστέον ὅτι διοιχήσεται μὲν εἰς τὸ μηδέν, καταρρεῖ δὲ ἤδη πρὸς τὸ ἀκαλλὲς ἡ περὶ αὐτοῦ δόξα καὶ χάρις. Ὅτι γὰρ οὐδὲν παντελῶς, τό γε ἧκον εἰς αὐτήν, ἡ διὰ τῶν ὀργάνων ἐστὶν ὑπουργία, τοῖς δὲ κινεῖν εἰωθόσι καὶ ἐφ' ὅτῳπερ ἂν ἕλοιντο παρατρέπειν αὐτὰ τὰ τῆς εὐκλείας ἀνῆπται μόνοις, σαφὲς ἂν γένοιτο καὶ δι' αὐτῆς ἡμῖν τῆς θείας Γραφῆς. Ἔφη γάρ που Θεός, τὴν ὀργανικὴν ὑπουργίαν ὡς ἀνόνητον διαγελῶν· "Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψω θήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;" Οὐκοῦν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, νοοῖτ' ἂν οὐδέν, καίτοι Θεὸς ὢν ὁ Λόγος, ἐνέργειαν μὲν οὐδεμίαν ἔχων φυσικήν, ἀψύχοις δὲ ὥσπερ ὀργάνοις προσεοικὼς καὶ τοῖς τοῦ κινοῦντος θελήμασιν ὑποκείμενος. Φύσεως δὲ οὕτως ἔχων (δοκεῖ γὰρ ὧδε ληρεῖν τοῖς δι' ἐναντίας), λόγοις ἡμᾶς ἀνθότου τοῖς ὑπὲρ ἀξίαν κατακροτεῖ λέγων· "Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι." Καὶ πρός γε τούτῳ, σαφέστατά τε καὶ ἐναργῶς ταῖς ἰσοστάθμοις τιμαῖς αὐτὸς τὴν ἰδίαν κατεχρύσου φύσιν, ἀναφανδὸν ἀνακεκραγώς· "Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ." Καίτοι πῶς οὐκ εὐμαθὲς καὶ ψευδοεπείας ἁπάσης ἀπηλλαγμένον τὸ ἰδίαν μὲν ὅλως ἐνέργειαν μηδὲ ἐπὶ γλώττης ἔχειν, ἀπονέμειν δὲ μόνῳ τὴν ἐφ' ἅπασι τοῖς δρωμένοις κατόρθωσιν τῷ Θεῷ καὶ Πατρί, λέγοντα·
But if, passing over the better course and what is reasonably held to be right, they run alongside the most faded things, and those wretches invest him with an instrumental activity, it must be known that it will be carried off into nothing, and the opinion and grace concerning him already falls away toward what is unseemly. For that instrumental service is nothing at all, so far as it depends on itself, but that the glory belongs to those who are accustomed to move them and to turn them wherever they may choose, this would become clear to us even from the divine Scripture itself. For God said somewhere, mocking instrumental service as unprofitable: "Shall the axe be glorified without the one who cuts with it? Or shall the saw be exalted without the one who draws it?" Therefore, as far as his own nature is concerned, he would be understood as nothing, although the Word is God, having no natural activity, but resembling inanimate instruments and subject to the will of the one who moves them. But having such a nature (for so it seems good to those on the opposite side to babble), he deafens us with words beyond his worth, saying: "My Father works until now, and I work." And in addition to this, most clearly and vividly he gilded his own nature with equal honors, crying out openly: "For just as the Father raises the dead and gives life, so also the Son gives life to whom he wills." And yet how is it not easy to understand and free from all false speaking, that one should not have his own activity at all even on his tongue, but should assign the success in all things done to God and the Father alone, saying:
Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται δι' ἐμοῦ τε καὶ ἐν ἐμοί, καὶ μὴν καὶ οὓς θέλει ζωοποιεῖ; Ἀλλὰ τοῦτο μὲν οὔ φησιν· ἀναμέρος δὲ ὥσπερ ἀνατιθεὶς καὶ ταῖς ἑαυτοῦ δυνάμεσι τὸ δρᾶν ἀκωλύτως ἅπερ ἂν ἕλοιτο κατορθοῦν οὐ μεῖον ἢ ὁ Πατήρ, δέδειχεν ἐναργῶς ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπεφυκὼς καὶ ὑπάρχων ἰδιοσυστάτως, ἐπάγεται φυσικῶς τὸ κατὰ πᾶν ὁτιοῦν ἰσοσθενὲς καὶ ἰσοστατοῦν εἰς ἐνέργειαν. Οὐ γάρ τοι τοῖς καθ' ἡμᾶς τὰ πολὺ λίαν ἀνεστηκότα καὶ ὑπερκείμενα κανονίζοντες, ἀνύπαρκτον εἶναι δώσομεν, κατά γε τὸν ἴδιον λόγον, τὴν ἐν Θεῷ νοουμένην ἰσχύν, τουτέστι τὸν Υἱόν. Ἔστι γάρ, ἔστι ζῶσά τε καὶ ἐνυπόστατος, ἀνίσχουσα μὲν ἀπορρήτως καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου Πατρός, τοῖς δὲ τῆς θεότητος ἰδιώμασιν οὐκ ἐπακτῶς, οὐσιωδῶς δὲ μᾶλλον ἐκπρεπής. {Β.} Εὖ λέγεις. {Α.} Ταύτῃτοι καὶ ὁ θεῖος μὲν ἔφη Μωσῆς· "Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν." Οὐκ ἔκφυλον δὲ τοῦ Θεοῦ τὴν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ δύναμιν, τουτέστι τὸν Υἱόν, ἐπιστάμενος ὁ μέγας ἔφη Δαβίδ· "Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις
My Father has been working until now through me and in me, and indeed he gives life to whom he wills? But this he does not say; rather, as if separately attributing also to his own powers the ability to accomplish without hindrance whatever he might choose, no less than the Father, he has shown clearly that, being begotten of the essence of God the Father and existing with his own personal subsistence, he naturally possesses the equal power and equal standing in every respect for activity. For we will not, by measuring the things that are far exalted and surpassing above us by our own standards, grant that the power conceived in God—that is, the Son—is nonexistent, at least by its own account. For he is, he is living and subsistent, arising ineffably as from a fountain from his own Father, and distinguished by the properties of divinity not by addition but rather essentially. {B.} You speak well. {A.} For this reason the divine Moses also said: "In the beginning God made the heaven and the earth." And the great David, knowing that the power from him and in him—that is, the Son—is not alien to God, said: "By the Word of the Lord the heavens were established, and by the Spirit of his mouth all their power
αὐτῶν." Ἦ οὐχ ἕτερος, κατά γε τὸ εἶναί φημι, καθ' ὑπόστασιν ἰδικὴν νοοῖτ' ἄν, εἰπέ μοι, παρά γε τὸν Πατέρα καὶ Θεὸν ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος; {Β.} Ἕτερός που πάντως. Ὑφέστηκε γὰρ ἰδικῶς, εἰ καὶ ἔστιν ὁμοούσιος. {Α.} Παρακομίζοντος οὖν εἰς τὸ εἶναι τὰ πάντα τοῦ Πατρὸς καὶ διαπηγνύντος τοὺς οὐρανούς, πῶς ὁ Λόγος ἐστὶν ὁ τῶνδε δημιουργός; {Β.} Φράσαις ἂν αὐτὸς γλιχομένῳ μοι μαθεῖν. {Α.} Καὶ μάλα. Πικρὸς δὲ ὁ λόγος καὶ πολὺ πρὸς ἰσχνότητα κατερρινημένος. Ἡ τῆς μιᾶς θεότητος φύσις ἐν ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι γινώσκεται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. Καὶ ἔστι μὲν καθ' ὑπόστασιν ἰδικὴν παντέλειος ὁ Πατήρ, ὁμοίως δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἀλλ' ἡ ἑνὸς τῶν ὠνομασμένων δημιουργικὴ θέλησις, ἐφ' ὅτῳ περ ἂν λέγοιτο γενέσθαι τυχόν, ἐνέργημα μὲν αὐτοῦ, πλὴν διὰ πάσης ἔρχεται τῆς θεότητος καὶ τῆς ὑπὲρ κτίσιν ἐστὶν οὐσίας ἀποτέλεσμα, κοινὸν μὲν ὥσπερ τι, πλὴν καὶ ἰδικῶς ἑκάστῳ προσώπῳ πρέπον, τὸ τοίνυν ἐκ μιᾶς φύσεως ἐνερ γούμενον ὡς διὰ τριῶν ὑποστάσεων πρέποι ἂν καὶ ἰδικῶς ἑκάστῃ, παντελείως ἐχούσῃ καθ' ἑαυτήν. Ἐνεργεῖ τοιγαροῦν ὁ Πατήρ, ἀλλὰ δι' Υἱοῦ ἐν Πνεύματι· ἐνεργεῖ καὶ ὁ Υἱός, ἀλλ' ὡς δύναμις τοῦ Πατρός, ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ νοούμενος καθ' ὕπαρξιν ἰδικήν. Ἐνεργεῖ καὶ τὸ Πνεῦμα· Πνεῦμα γάρ ἐστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, τὸ παντουργικόν. {Β.} Ἐφικτὰ μὲν οὐχ ἅπασιν ἅπερ ἔφης· ὑποβάθραν δ' οὖν ὅμως αὐτὴν ἔχει τὴν ἀλήθειαν.
Is it not other, I mean according to being, and would it not be understood as distinct in its own proper hypostasis, tell me, than the Father and God—the Word who is from him and in him? {B.} Certainly he is other in every way. For he subsists distinctly, even if he is consubstantial. {A.} Since the Father brings all things into being and pierces through the heavens, how is the Word the creator of these things? {B.} You yourself would explain it to me, who long to learn. {A.} Indeed. But the account is sharp and much refined toward conciseness. The nature of the one divinity is known in the holy and consubstantial Trinity, both by us ourselves and by the holy angels. And the Father is perfect in his own proper hypostasis, and likewise the Son and the Spirit; but the creative will of one of those named, whatever it is said to happen to be for, is his own operation, yet it passes through all the divinity and is the accomplishment of the substance that is beyond creation—common, as it were, to all, yet also distinctly fitting to each person. Therefore that which is worked from one nature, as through three hypostases, would fit also each one distinctly, since each is perfectly in itself. The Father therefore works, but through the Son in the Spirit; the Son also works, but as the power of the Father, understood from him and in him according to his own proper existence. The Spirit also works; for it is the Spirit of the Father and of the Son, the all-working one. {B.} What you have said is not attainable by all; yet nevertheless it has the truth itself as its foundation.
{Α.} Βραχὺ τοιγαροῦν τῶν οὕτως ἰσχνῶν ἐννοιῶν τὸν λόγον ὑποβιβάζοντες, διαστείχωμεν ἑτέραν, εἰ δοκεῖ, τὰς ἐκ λογισμῶν ἑτέρων πληροφορίας συλλέγοντες. {Β.} Ἴωμεν· ἕψομαι γὰρ ἀσμένως. {Α.} Οὐκοῦν, εἰ μὴ ἔστιν ὁ Υἱὸς ἰσχὺς τοῦ Πατρός, εἰσποιητὴν δὲ καὶ αὐτὸς τὴν δύναμιν ἔχων ὁμοῦ τοῖς πεποιημένοις ἐνήργηκεν ἐπὶ γῆς τὰ παράδοξα, φράσειας ἂν ὅπως οὐκ ἂν αὐτῷ τις διαμωμήσαιτο, καὶ λίαν εἰκότως; Οὐ γὰρ ἤθελεν ἐπιτιμᾶν καίτοι λέγοντι τῷ λεπρῷ· "Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι·" ἀνεσόβει δὲ ὥσπερ αὐτῷ τὰ τῆς ἀμαθίας ἐπὶ τὸ χειρόνως ἔχον, προαλῶς ὑπισχνούμενος, μᾶλλον δὲ ἤδη καὶ προστεταχὼς ὑπάρξαι τὴν αἴτησιν. "Θέλω γάρ, ἔφασκε, καθαρίσθητι." Ὀφθαλμῶν δέ τισιν ἐξερρυηκότων, ἐπειδὴ προσθέοντες ἔφασκον, "Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὲ Δαβίδ," ἤρετο δὴ πάλιν· "Τί θέλετε ἵνα ποιήσω ὑμῖν;" Τῶν δὲ τὸ τριπόθητον ἐκλιπαρούντων σφίσιν ἐνίεσθαι φῶς ἐνετίθει πάλιν, μελλήσας οὐδέν. Καίτοι τί μὴ μᾶλλον ἔδει τῷ μὲν λεπρῷ λέγειν· Θέλει ὁ Πατήρ, καθαρίσθητι· τοῖς δὲ τοῦ βλέπειν ἐστερημένοις· Τί βού λεσθε, ἵνα ποιήσῃ ὑμῖν ὁ Πατήρ; Ἦ οὐκ ἄμεινον ἐροῦμεν βεβουλεῦσθαί τε ὁμοῦ καὶ δρᾶσαι τοὺς ἁγίους ἀποστόλους, ἀποσειομένους εὖ μάλα τὸ δοκεῖν ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ κατορθοῦν δύνασθαι τὰς θεοσημίας; Ἔφασκον γὰρ τῷ μὲν τῇ ὡραίᾳ πύλῃ προσεδρεύοντι· "Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει·" ἑτέρῳ δὲ αὖ· "Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός." Οὐκ ἀθαύμαστον δὲ διὰ τοῦτό τισι πεποιημένοις τὴν ἐνέργειαν διαρρήδην ἔφασκον·
{A.} Therefore, lowering our discourse a little from these subtle thoughts, let us go through another, if it seems good, gathering confirmations from other reasonings. {B.} Let us go; for I will follow gladly. {A.} Therefore, if the Son is not the strength of the Father, but having an adopted power himself, he worked the wonders on earth together with created things, could you say how anyone would not blame him, and very reasonably so? For he did not wish to rebuke the leper, though he said: "Lord, if you will, you can cleanse me"; but he was driving back, as it were, the things of ignorance in him to the worse, promising rashly, or rather already having commanded that the request come to pass. "I will," he said, "be cleansed." And when certain eyes had been ruined, since those coming forward said, "Have mercy on us, Lord, Son of David," he asked again: "What do you want me to do for you?" And when they begged that the thrice-desired light be granted to them, he again granted it, delaying nothing. And yet why should he not rather have said to the leper: "The Father wills, be cleansed"; and to those deprived of sight: "What do you wish, that the Father should do for you?" Or shall we not rather say that the holy apostles both willed and acted, shaking off well indeed the appearance of being able to accomplish the divine signs by their own power and activity? For they said to the one sitting at the Beautiful Gate: "In the name of Jesus Christ of Nazareth, rise and walk"; and to another again: "Aeneas, Jesus Christ heals you." And because of this they plainly said to some who had made the activity a thing to be wondered at:
"Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;" Ὤοντο γὰρ δεῖν Χριστῷ τὴν δόξαν ἀνάπτειν καὶ οὐχὶ σφίσιν αὐτοῖς, ἐπεί τοι κατά γε τὸ ἀληθὲς τῆς ἐν αὐτοῖς χάριτός τε καὶ ἐνεργείας πηγή τις ὥσπερ ἡ ἀνωτάτω καὶ ῥίζα Χριστός. Ἐπειδὴ γὰρ προετίθει τῶν ἄλλων καὶ προεχειρίζετο πρὸς ἀποστολὴν αὐτούς, ταῖς θείαις εὐθὺς κατακαλλύνων δωρεαῖς καὶ ἀμογητὶ δύνασθαι κατορθοῦν τὰς τερατουργίας ὡς Θεὸς ἐπιδιδούς, "Ἀσθενοῦντας θεραπεύετε, φησί, καὶ νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε·" οὐκοῦν, ἄριστά τε καὶ ὡς ἔνι καλῶς ἐννενοηκότες τίς ὁ τῆς ἐνούσης αὐτοῖς ἰσχύος δοτήρ τε καὶ πρύτανις, αὐτῷ τῆς εὐκλείας τὸν στέφανον ἀναπλέκουσιν, ἐπιφωνοῦντες ἀεὶ τοῖς ἠρρωστηκόσιν· "Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου·" πρὸς ὃν καὶ ὁ θεῖος ἡμῖν Μελῳδὸς ἀναμέλπει λέγων ὅτι "Καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλ λιάσονται ὅλην τὴν ἡμέραν." Ἦ οὐκ ἀξιεπαινετώτατον εἶναι φῂς τῶν ἁγίων
Men of Israel, why do you marvel at this, or why do you look intently at us, as though by our own power or piety we had made him walk?" For they thought that the glory ought to be ascribed to Christ and not to themselves, since in truth Christ is, as it were, the highest source and root of the grace and power that is in them. For since he set them before others and appointed them for apostleship, immediately adorning them with divine gifts and granting them, as God, to be able to accomplish miracles without toil, he says, "Heal the sick, raise the dead, cleanse the lepers, cast out demons; freely you have received, freely give." Therefore, having understood most excellently and as well as possible who is the giver and ruler of the strength that is in them, they weave for him the crown of glory, always crying out to the sick, "In the name of Jesus Christ of Nazareth"; to whom also our divine Singer sings, saying, "You are the boast of their strength, and in your name they will rejoice all the day long." Or do you not say that it is most worthy of praise on the part of the saints
ἀποστόλων τὸ ἐπὶ Χριστῷ φρονεῖν ἑλέσθαι μέγα, αὔχημά τε ποιεῖσθαι φιλεῖν τῆς διὰ σφῶν αὐτῶν ἐνεργείας αὐτόν; {Β.} Καὶ μάλα. {Α.} Τί οὖν ἐπὶ τῷδε φαῖεν ἄν, ὦ Ἑρμεία, διηπορηκόσιν ἡμῖν καὶ ἀνθότου λέγουσι μὴ καὶ αὐτὸς ὁ Υἱὸς τοῦ ἰδίου προσώπου μεθιστὰς εἰσάπαξ τὴν τοῦ δύνασθαι δόξαν, μόνου διαμέμνηται τοῦ Πατρός, ἀλλ' ἰδίοις νεύμασι καταγράφει τὰς θεοσημίας, ζωοποιεῖν μὲν εὐκόλως οὕσπερ ἂν ἕλοιτο διειπών, κατὰ τὸ ἰσομοιροῦν τῷ Πατρὶ καὶ ἐν ἰσοσθενεῖ δυνάμει, θέλησιν δὲ τῷ λεπρῷ πρὸς ἀπόνιψιν τοῦ πάθους ἐπιδιδοὺς καὶ τοῖς τὴν ὄψιν ἐρρυηκόσι τὴν χειρὸς ἁφὴν δωρούμενος; Ἆρ' ἐνδοιαστὸν ἔτι, μᾶλλον δὲ οὐχὶ καὶ ἀναμφιλόγως ἔχον, ὡς αὐτὸς ὑπάρχων ἡ δύναμις τοῦ Θεοῦ καὶ Πατρός, ἀναστοιχειοῖ τὴν κτίσιν εἰς τὸ ἀπ' ἀρχῆς, οὐκ εἰσποίητον, οὐκ εἰσκεκριμένον, πολλοῦ γε καὶ δεῖ, φύσεως δὲ μᾶλλον τῆς ἰδίας ἔχων καρπὸν καὶ ἐνέργημα τὸ δημιουργεῖν, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ; Εἴη δ' ἄν, ὡς γέ μοι φαίνεται, κατόρθωσίς τε καὶ ἀποτέλεσμα τῆς αὐτῆς ἰσχύος καὶ ἐνεργείας τὸ καὶ ἀπ' ἀρχῆς εἰς τὸ εἶναι παρενεγκεῖν ἐξ ἀνυπαρξίας τὰ ἐκτισμένα καὶ κατεφθαρμένα δι' ἁμαρτίαν, κλόνον τε ὑπομεμενηκότα τὸν ἐπὶ τὰ χείρω καὶ αἰσχίονα, μεταπλάττειν δύνασθαι πρὸς τὸ ἀπ' ἀρχῆς. {Β.} Πῶς οὖν ἔφασκεν οὐχ ὑπεσταλμένως· "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ·" καὶ πρός γε δὴ τούτῳ, "Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ·
For it is a great thing for the apostles to have chosen to think in Christ's favor, and to love to make it their boast that he is [the author] of the work done through them? {B.} Yes, indeed. {A.} What then would they say to this, Hermeias, when we are at a loss and ask on what account he says that not even the Son himself, once for all setting aside the glory of being able from his own person, makes mention of the Father alone, but by his own nod inscribes the divine signs, having declared that he easily gives life to whomever he may choose, in accordance with his equal portion with the Father and in equal power, and granting to the leper the will for the cleansing of his suffering, and bestowing the touch of his hand on those whose sight had flowed away? Is it still doubtful, or rather is it not beyond dispute, that he himself, being the power of God the Father, restores creation to its original state—not as something imported, not as something brought in from outside, far from it, but rather having the act of creating as the fruit and operation of his own nature, just as indeed the Father also does? And this, as it seems to me, would be the achievement and completion of the same strength and operation: both to bring created things from non-existence into being at the beginning, and to be able to remold toward their original state things corrupted through sin and that have undergone a shock toward the worse and the more shameful. {B.} How then did he say, not with reservation: "Amen, amen, I say to you, the Son cannot do anything of himself unless he sees the Father doing it; for whatever things that one does, these things the Son also does likewise"; and in addition to this, "I do nothing of myself"?
ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα;" Ὡς εἴπερ ὀρθῶς ἀναμάθοιμι ταυτί, τὴν χάριν ἂν εἰδείην οὐ μικράν. {Α.} Ἴθι δὴ οὖν εἰς ἀνάμνησιν ὧν ἐλέγομεν ἀρτίως περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος. Ἔφην γὰρ ὅτι τριῶν ὑποστάσεων ὑπαρχουσῶν, ἰδικῶς τε ἅμα καὶ ἀλλήλαις προσεχῶς, ὡς ἐν μιᾷ θεότητος φύσει, τὸ ἑνὸς ἐνέργημα προσώπου καὶ ὅλης ἂν λέγοιτο τῆς οὐσίας καὶ ἑκάστης ὑποστάσεως ἰδικῶς· ὅλη γὰρ ὥσπερ δι' ὅλης καὶ ἰδικῶς δι' ἑκάστου κινεῖσθαι φιλεῖ. {Β.} Μεμνήσομαι· πῶς γὰρ οὔ; {Α.} Οὐκοῦν ἐνεργεῖν ἐθέλοντός τι περὶ τὴν κτίσιν τοῦ Θεοῦ καὶ Πατρός, οὐκ ἂν ἀπρακτήσειεν ὁ Υἱός· οὐδ' ἂν εἰ ἐργάσαιτό τι τυχὸν ὁ Υἱός, ἀέργητος ὁ Πατὴρ εἴη ἄν, εἴπερ ἐστὶ Θεὸς εἷς καὶ δημιουργός. Ἅτερος γὰρ ἐν ἁτέρῳ νοεῖται καὶ ἔστιν ἀληθῶς, κατά γε τὸ συμφυές τε καὶ ὁμοούσιον, εἰ καὶ νοοῖντο διῃρημένως ἔν τε ὑπάρξεσι καὶ προσώποις ἰδικοῖς. {Β.} Ὀρθῶς ἔφης. {Α.} Τούτων δὴ οὖν οὕτως ἡμῖν ἄριστά πως κατὰ τὸ εἰκὸς τεθεωρημένων, φέρε καταθρήσωμεν τὴν οἰκονομίαν τὴν ἔν γε τοῖς προκειμένοις καὶ τῶν τοῦ Σωτῆρος ῥημάτων τὴν εὐτεχνίαν καταθαυμάσωμεν. Ὁλκὸν ἀεὶ τὸ θαῦμα πρὸς πίστιν καὶ εἰ τοῖς λόγοις ἕποιτο τὸ τερατουργεῖν, ῥᾷστα ἂν ἴοιεν ἐπὶ τὸ ἑλέσθαι φρονεῖν ὀρθῶς καὶ οἱ σφόδρα πως ἤδη διανενευκότες εἰς ἀπόστασιν. Καὶ τοῦτο εἰδὼς καὶ αὐτὸς ὁ Χριστὸς τῷ ἑκατοντάρχῳ προσεφώνει λέγων· "Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε." {Β.} Συνῆκα ὃ φῄς.
But the Father who abides in me, he does the works?" If I were rightly to recall these things, I would recognize the grace as no small one. {A.} Come then, let us recall what we were just now saying about the holy and consubstantial Trinity. For I was saying that, since there are three hypostases, distinct and at the same time closely joined to one another, as in one nature of divinity, the operation of one person may be said to belong both to the whole essence and to each hypostasis distinctly; for the whole is accustomed to be moved as through the whole and distinctly through each. {B.} I remember; for how could I not? {A.} Therefore, when God the Father wills to accomplish something concerning creation, the Son would not be inactive; nor, if the Son should happen to do something, would the Father be inactive, since there is one God and Creator. For each is conceived and truly is in the other, in respect of what is connatural and consubstantial, even if they are conceived separately in their existences and distinct persons. {B.} You have spoken rightly. {A.} Since, then, these things have been contemplated by us in this way, as is most fitting, come, let us look upon the economy in the things set before us and marvel at the skill of the Savior's words. Wonder is always a drawing force toward faith, and if the working of miracles follows the words, even those who have already strongly inclined toward apostasy would most easily go on to choose to think rightly. And Christ himself, knowing this, addressed the centurion, saying: "Unless you see signs and wonders, you will not believe." {B.} I understand what you are saying.
Βούλει γάρ που, καθάπερ ἐγᾦμαι, λέγειν ὅτι τεθαυματούργηκεν ὁ Χριστός, ἀπόνασθαί τι κἀντεῦθεν τοῖς Ἰουδαίοις ἐπιδιδοὺς καὶ ὁδὸν ὥσπερ τινὰ πρὸς τὸ εἰκτικόν τε καὶ εὐπειθὲς εὐτέχνως ἐκμηχανώμενος τοῖς τοῦ θέλειν ἀναμαθεῖν τὴν ἀλήθειαν ἀνοσίως ἀπεσκιρ τηκόσιν. {Α.} Οὕτω φημί. Φθάνει γάρ με τὸ σόν, ὦ οὗτος, εὐμαθές. Ὡς ἄγαμαί τοι σοφὸν ἔχων ὁμιλητὴν καὶ εἰς εὐήκοον οὖς λιγυρὸν ὥσπερ ἱεὶς ἐκ καλάμου τὸ αὔλημα. Οὐκοῦν, ἐπειδήπερ ἐνήργηκέ τι καὶ ἐν Σαββάτῳ τῶν ἄγαν τεθαυμασμένων, ἐπέθρῳσκον μὲν Ἰουδαῖοι πικροὶ καὶ δεινοί· ἀνοιγνύντες δὲ ὥσπερ ἀπύλωτόν τε καὶ ἀκρατὲς τὸ στόμα αὐτῷ, καὶ μὴν καὶ εἰς λόγους ὅτι μάλιστα τοὺς δριμεῖς τὴν γλῶσσαν ἐκθήγοντες, ἀριστοεπεῖν ἐδόκουν καὶ τοῦ νόμου λύσιν ἐπιφημίζοντες, "Εἰ ἦν οὗτος, ἔφασκον, ἀπὸ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον." Τοιγάρτοι Χριστὸς ἀπεσκευάζετο τὰς αἰτίας, καὶ αὐτὸν ἐν Σαββάτῳ καταδεικνὺς ἐνεργὸν τὸν Πατέρα καὶ τὸ δρᾶν ἐθέλειν τοῖς ἐν κόσμῳ τὰ ζωαρκῆ διὰ τὸν νόμον οὐ κατοκνήσαντα. Ἔφασκε γὰρ ὅτι "Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι." Ὅτι δέ ἐστι μία μὲν θέλησις, μία δὲ δύναμις, ἡ ἐφ' ἅπασι τοῖς
For I suppose you wish, as I think, to say that Christ performed miracles, thereby granting the Jews some benefit and skillfully contriving, as it were, a certain path toward what is reasonable and obedient for those who had impiously revolted from the will to relearn the truth. {A.} That is what I say. For your quickness to learn, my friend, outruns me. How I admire you, having a wise companion and pouring out, as it were, a clear melody into a hearing ear from a reed. Therefore, since he had also worked some of the most greatly marveled-at deeds on the Sabbath, the Jews, bitter and fierce, were provoked; opening their mouth against him as though it were unbarred and unrestrained, and indeed sharpening their tongues to the sharpest words, they thought they were speaking excellently and were proclaiming the dissolution of the law, saying, "If this man were from God, he would not break the Sabbath." Accordingly, Christ set aside the charges, showing that the Father himself is active on the Sabbath and did not shrink from willing to do the life-sustaining works for those in the world because of the law. For he said, "My Father is working until now, and I am working." That there is one will and one power, [exercised] upon all things...
δρωμένοις αὐτοῦ τε καὶ τοῦ Πατρός, ἐπληροφόρει προστιθείς· "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα." Καὶ διαλέγεται μὲν παχύτερόν πως ἢ χρὴ περὶ τῆς θείας ἰσχνότητος καὶ ὑπεροχῆς· φράσαι γὰρ ἦν οὐχ ἑτέρως τὰ πέρα λόγου τοῦ καθ' ἡμᾶς. Συνίεμεν δὲ ἡμεῖς λεπτῶς τε καὶ διεσμιλευμένως καὶ ὡς ἂν αὐτῇ πρέποι τῇ θείᾳ τε καὶ ἀπερινοήτῳ φύσει. "Ἃ γὰρ ἂν βλέπῃ, φησί, τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ." Ἦ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ ἰσχύος καταδεᾶ τὴν ἰδίαν αὐτὸς ἐξῄδει φύσιν, ἔφη ἄν, οἶμαί που, σαφέστερόν τε καὶ πρεπωδέστερον· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μὴ λάβῃ τὸ δύνασθαι παρὰ τοῦ Πατρός; Ἐπειδὴ δὲ ἰσουργόν τε οἶδε καὶ ἰσοσθενῆ, παρέδειξεν ὅτι μίαν ἔχων καὶ τὴν αὐτὴν πρὸς αὐτὸν οὐσίαν, καὶ αὐτὸς διᾴττει κατ' αὐτὸν ἐπὶ τὰ δρώμενα, μιᾷ βουλήσει πρὸς πᾶν ὁτιοῦν ὁμόσε τε ἰὼν τῷ φύσαντι καὶ εἰς τὴν ἐφ' ἅπασι ταὐτοεργίαν τε ὁμοῦ καὶ ταὐτοβουλίαν κοινοῖς ὥσπερ τισὶ τοῖς τῆς θεότητος συνδούμενος νόμοις. Τό γε μὴν οὐ δύναται, οὐχὶ πάντη τε καὶ πάντως ἀσθενείας ἂν ἔχοι δήλωσιν, ἀλλὰ καὶ φύσεως ἔσθ' ὅτε τὴν ἐφ' οἷς ἐρήρεισταί τε καὶ ἕστηκεν ἀπαραποίητον διαμονὴν κατασημήνειεν ἄν, ὥσπερ ἂν εἴ τις λέγοι τυχόν· Θεὸς ἁμαρτεῖν οὐ δύναται. Εἴποι δ' ἂν καὶ φῶς μὲν ὡς Οὐκ ἂν δυναίμην μὴ εἶναι φῶς. Πῦρ τε αὖ καὶ ὕδωρ, φωνῆς ἐνούσης, ἀνακε κράξονται τὸ Οὐκ ἂν δυναίμεθα μὴ εἶναι πῦρ τε καὶ ὕδωρ.
He was confirming what was done by him and by the Father, adding: "Amen, amen, I say to you, the Son cannot do anything of himself unless he sees the Father doing it." And he speaks somewhat more crudely than is fitting concerning the divine subtlety and transcendence; for it was not possible to express otherwise the things beyond reason in our terms. But we understand in a subtle and finely wrought manner, and as would befit the divine and incomprehensible nature itself. "For whatever things he sees the Father doing," he says, "these the Son likewise does." Or is it not true to say that if he knew his own nature to be lacking in strength, he would have said, I think, more clearly and more fittingly: The Son cannot do anything of himself unless he receives the ability from the Father? But since he knows him to be equal in working and equal in strength, he showed that, having one and the same essence with him, he himself also passes through in accordance with him to the things done, going together with his Begetter by one will toward anything whatsoever, and being joined to the laws of the Godhead as to certain common laws in the same working and the same willing in all things. At any rate, the phrase "cannot" would not have the indication of weakness in every respect and altogether, but it may sometimes signify the unchangeable permanence of nature in the things in which it is firmly fixed and stands, as if someone were to say, for instance: God cannot sin. Light too might say, as it were: I cannot not be light. And fire again and water, when voice is present in them, would cry out: We cannot not be fire and water.
Ἐπειδὴ δὲ καὶ τοῖς τερατουργουμένοις καὶ πέρα παντὸς ἰοῦσι θαύματος ἐπετίμων οἱ πάντολμοι, τοῦ ἐμπαροινεῖν ἀφιστὰς αὐτῷ, τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἀνετίθει τῷ Πατρί, λέγων· "Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." Ἐνεργὸς γὰρ ὁ Πατὴρ δι' Υἱοῦ, καὶ οὐκ ἄν τι δρῴη πώποτε δίχα τῆς ἐνούσης ἰσχύος αὐτῷ, τουτέστι τοῦ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ πεφηνότος τε καὶ ὄντος Λόγου. Τοιγάρτοι καὶ ἔφασκεν αὐτός· "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε·" τὸ εἰς ἀλκὴν οἶμαί που διὰ πάντων ἴσον μήνυσιν ἀκριβῆ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος κἀνθάδε τιθείς. {Β.} Οὐδὲν ἂν ἔχοιμι τοῖς οὕτως ὀρθῶς εἰρημένοις ἐπι τιμᾶν, προσερέσθαι δέ τι βραχὺ δοίης ἂν ἐθελοντί μοι, ἤγουν ἤδη λογιῇ δυσμαθῆ τε καὶ φορτικὸν καὶ ὀχλοποιὸν ἑτέρως; {Α.} Ἥκιστά γε, ὦ φιλότης. Ὄκνου γὰρ ἀμείνων ἡ προθυμία, καὶ τὸ συνειπεῖν εὐκλεὲς εἰ συκοφαντοῖτο πρός τινος τοῦ Σωτῆρος ἡ δόξα. 623 {Β.} Ὁ τοίνυν, φασίν, ὁμοούσιός τε καὶ ἰσουργὸς τῷ Πατρὶ πρὸς ὑμῶν εἶναι πεπιστευμένος προσκυνεῖ μεθ' ἡμῶν. Γυναικὶ γάρ που τῇ Σαμαρείτιδι προσλαλῶν, "Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, φησίν· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν." Ἀλλ', ὦ γενναῖοι, φασίν, ὁ τοῖς προσκυνοῦσιν ἐναρίθμιος, πῶς ἂν ἔτι τὴν τῆς ὁμοουσιότητος ἀποίσεται δόξαν καὶ περὶ τῶν ἴσων ἁμιλλήσεται τῷ προσκυνουμένῳ Πατρί, καίτοι καθ' ἕτερον ἄν τις ἴδοι τρόπον τὸ ἀνέχειν τε καὶ ὑπερκεῖσθαι τὴν αὐτοῦ φύσιν παραχωρήσαντα τῷ Πατρί;
But since the shameless ones were finding fault even with the miracles and with works that surpass every wonder, he, restraining them from insulting him, was referring the working of the effects to the Father, saying: "I do nothing of myself, but the Father who abides in me, he does the works." For the Father is active through the Son, and he would never do anything apart from the power that is in him, that is, the Word who has appeared and exists from him and in him. Therefore he himself also said: "If I do not do the works of my Father, do not believe me; but if I do them, even if you do not believe me, believe my works" — placing here, I think, through all of this an exact declaration of his consubstantiality with him, equal in strength. {B.} I would have nothing to find fault with in what has been so rightly said, but you would grant me, willing as I am, to ask a brief question — or do you now reckon it to be difficult to learn and burdensome and in another way a cause of crowd-gathering? {A.} By no means, friend. For readiness is better than hesitation, and to speak in defense is glorious if the glory of the Savior should be slandered by someone. {B.} He, then, they say, who is believed by you to be consubstantial and equal in working with the Father, worships together with us. For when he was conversing with the Samaritan woman, he says: "You worship what you do not know; we worship what we know, because salvation is from the Jews." But, they say, O noble ones, how would he who is counted among those who worship still carry off the glory of consubstantiality and contend for equal things with the Father who is worshiped, although in another way one might see that he yielded to the Father to be inferior and to be below his own nature?
Ἔφη γὰρ ὅτι "Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας," δῆλον δὲ ὅτι τῆς ἐσχάτης, "οὐδεὶς οἶδεν, οὐδὲ ἄγγελος ἐν οὐρανῷ, οὔτε ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ." {Α.} Λάτρις οὖν ἡμῖν ἀντὶ Θεοῦ καὶ τοῖς δι' αὐτοῦ γεγονόσιν ἐν ἴσῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ τέλει διάσκεψιν καθάπερ ἐκ μηχανῆς ἠγνοηκὼς ὁ Υἱὸς ἀδοκήτως ἐκφαίνεται. Ἆρ' οὖν οὐχὶ γέλως τε ἤδη ταυτί, καὶ τοῖς ἐν σκηνῇ παιγνίοις προσεοικότα καλόν γε; Οὐ γὰρ εἰ τοῖς τοιοῖσδε βωμολοχεύμασι καὶ λογισμοῖς ἀνθρωπίνοις εἰς αὐτό που τὸ λοῖσθον ἴουσιν ἀπαιδευσίας, καθάπερ τισὶ βορβόροις ἐγκαθιέντες τὸν νοῦν, τὴν εὐοσμοτάτην τῶν ἱερῶν δογμάτων ἀπεμπολήσαιμεν γνῶσιν. Ἐοίκασι γάρ που, κατά γε τὸ εἰκός, διαλελῆσθαι παντελῶς, καίτοι πλειστάκις ἐνηχούμενοι πρός τε ἡμῶν αὐτῶν καὶ τῆς θεοπνεύστου Γραφῆς, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, πέφηνε καθ' ἡμᾶς, οὐκ ἐν εἴδει μόνῳ τῷ τῆς σαρκός, ἀλλὰ καὶ τοῖς τῆς ἀνθρωπότητος εἴτ' οὖν ἰδιώμασιν, εἴτ' οὖν ἑτεροίως ὀνομάσαι χρή. Ἰδίωμα δὲ
For he said: "But of that day or that hour"—clearly the last—"no one knows, not even an angel in heaven, nor the Son, but the Father." {A.} So then, instead of God, and on equal terms with the things that came to be through him, the Son unexpectedly appears to us as a servant, having—as if by some contrivance—ignorantly passed over the Father's final scrutiny. Is this not already ridiculous, and fittingly like the mummeries on the stage? For surely, if by such buffooneries and human reasonings, reaching the very depth of ignorance, we let our mind sink as into some mire, we would not sell off the most fragrant knowledge of the sacred doctrines. For they seem, in all likelihood, to have talked altogether at random, though they were most often told both by us and by the divinely inspired Scripture that the Word, being God and in the form and equality of the Father, appeared among us, not only in the mere form of the flesh, but also in the properties of humanity—whether one should call them that or otherwise. And the property
ἀνθρωπότητος τῆς Θεῷ κατεζευγμένης καὶ ζυγῷ δουλείας κατεσφιγμένης μεθ' ὑπακοῆς ἡ προσκύνησις, καὶ μὴν καὶ τὸ μὴ εἰδέναι τίς ἡ ἐν Θεῷ βουλή τε καὶ σκέψις. "Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;" Καὶ ὥσπερ ἐπείτοι πέφηνε καθ' ἡμᾶς ὁ Λόγος, οὐκ ἄν, οἶμαι, φαῖεν ἂν ὡς σεσάλευται τοῦ εἶναι Λόγος, μεταποιηθεὶς εἰς σάρκα τὴν ἀπὸ γῆς, οὕτω καὶ εἰ προσελήφθη τὸ ἀνθρώπινον, ἴδιόν τε γέγονεν αὐτοῦ, τὸ λυποῦν οὐδὲν ἐννοεῖν τε καὶ φράσαι ὅτι πεφόρεκεν οἰκονομικῶς ὁμοῦ τῇ ἀνθρωπότητι τὰ αὐτῆς. Τουτὶ γὰρ αὐτὸ καὶ ὁ τῆς κενώσεως ἐζήτει λόγος. Οὐκοῦν ἢ ἀπογυμνούντων ἀναφανδὸν σαρκός τε ἅμα καὶ τῶν δι' αὐτὴν τὸν Λόγον καὶ ἀναιρούντων εἰσάπαξ τὴν ὅλην οἰκονομίαν, καὶ Θεὸν ὄψονται καθαρῶς τὸν Υἱόν, ἢ εἰ τοῦτο καταπεφρίκασιν ὡς ἀνόσιόν τε καὶ ἀπηχές, ἀνθότου λοιπὸν τοῖς τῆς ἀνθρωπότητος ἐπερυθριῶσι μέτροις καὶ ἐπιτιμᾶν ἐγνώκασι τοῖς ὅτι μάλιστα τῇ μετὰ σαρκὸς οἰκονομίᾳ πρεπωδεστάτοις; Καίτοι χρῆν δήπου διανοεῖσθαι σοφῶς ὅτι ὥσπερ Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνώς, ἴδια ποιεῖται τὰ ἀνθρώπινα, οὕτω καὶ ἄνθρωπος γεγονώς, τὴν τῇ θεότητι πρέπουσαν τιμήν τε καὶ δόξαν ὡς ἰδίαν ἔχει· προσκυνεῖται γὰρ οὐ μόνον ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν οὐρανοῖς, καίτοι τὸ χρῆναι προσκυνεῖν ὡς ἄνθρωπός τε καὶ Ἰουδαῖος οὐκ ἀτιμάσας ὡς σμικροπρεπές. "Ὅταν γάρ, φησίν, εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ." Εἰ μὲν οὖν ἐκ σπέρματος Ἀβραὰμ τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον γεγεννῆσθαί φασι, ληροῦμεν ἡμεῖς· κεκλήσθω καὶ Ἰουδαῖος, καὶ ἔστω προσκυνητής.
The worship belongs to the humanity that is yoked to God and bound fast by the yoke of service with obedience, and indeed also the not knowing what is the counsel and deliberation in God. "For who has known the mind of the Lord, or who has been his counselor?" And just as, since the Word has appeared among us, they would not, I think, say that his being Word has been shaken, transformed into flesh taken from the earth, so too if the human nature was assumed and has become his own, there is nothing troubling in understanding and saying that he bore, in the way of economy, together with the humanity, the things that belong to it. For this very thing the word of the kenosis also required. Therefore either, stripping him openly of the flesh and at the same time of the things done for its sake, and abolishing once for all the whole economy, they will see the Son purely as God; or if they have shuddered at this as impious and discordant, then let them for the future blush at the measures of humanity and resolve to censure the things that are most fitting for the economy with the flesh? And yet surely one ought to think wisely that just as, being God by nature and having appeared from God, he makes the human things his own, so too, having become man, he has as his own the honor and glory that befits the divinity; for he is worshiped not only on earth but also in the heavens, although he did not disdain the need to worship as a man and a Jew as something petty. "For when," he says, "he brings the Firstborn into the world, he says: And let all the angels of God worship him." If, then, they say that the Word who appeared from God was born from the seed of Abraham, we are talking nonsense; let him be called a Jew also, and let him be a worshiper.
Εἰ δὲ εἰς λῆξιν ἤδη μανίας τὴν ἀνωτάτω διεληλακὸς αὐτοῖς τὸ ἐγχείρημα ταυτὶ φρονεῖν ἑλομένοις ἐξελέγχεται, διαβεβαιώσονται δὲ μᾶλλον, ὡς ἡνίκα μὲν ἐπελάβετο σπέρματος Ἀβραάμ, ἀνέφυ δὲ κατὰ σάρκα καὶ ἐκ ῥίζης τῆς Ἰεσσαί, κεχρημάτικε μὲν Ἰουδαῖος, γέγονε δὲ καὶ προσκυνητὴς ὡς ἄνθρωπος, τί μεθέντες ὡς ἕωλον τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ἐπ' αὐτὴν ἀναθρῴσκουσι τὴν τοῦ Λόγου φύσιν καὶ τὸν ὁμοούσιον τῷ Πατρὶ κατακομίζουσι δυσσεβῶς ἐπὶ τὸ χρῆναι προσκυνεῖν γυμνῶς τε καὶ ἀπημφιεσμένως, καὶ εἰ μὴ νοοῖτο τυχὸν ἐν τοῖς καθ' ἡμᾶς, ἤγουν ἐν ἡμῖν, οἷς, εἴπερ ἕλοιντο προσκυνεῖν, οὐδεὶς ἄν, οἶμαι, διαμωμήσαιτο, μᾶλλον δὲ καὶ πρὸς ἐπαίνου τὸ χρῆμα καὶ ἁπάσης ἂν γένοιτο θυμηδίας πρόξενον; Ἦ γὰρ οὐχὶ γέγραπ ται περὶ αὐτοῦ ὡς ὑφιζήσειεν ἂν κατά γε τὸ ἀνθρώπινον καὶ τὴν ἀμείνω φύσιν, τουτέστι τὴν ἀγγελικήν, καὶ τῆς ἐκείνων εὐκλείας νοοῖτ' ἂν ἡττῆσθαι βραχύ; {Β.} Ἀληθές· ἔφη γὰρ ὁ Παῦλος· "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον." {Α.} Εἶτα τί μαθόντες, εἰπέ μοι, καίτοι τὴν ἀμείνω λαχόντες φύσιν οἱ τὴν ἄνω τρίβοντες πόλιν καὶ ἀπλανῆ που πάντως καὶ ἀπαραλόγιστον παντελῶς τὴν ἐπὶ Θεῷ γνῶσιν πεπλουτηκότες, τὸν ἐν μείονι φύσει καὶ κατόπιν ἥκοντα τῆς ἐνούσης εὐκλείας αὐτοῖς, ἐποιοῦντο προσκυνητόν, φράσαις ἄν, ὦ ἑταῖρε; {Β.} Καὶ μὴν καὶ τοῦτό γέ ἐστιν ἤδη σόν.
But if their undertaking is shown to have already driven them to the utmost limit of madness, for those who have chosen to think these things, yet they will maintain all the more that when he took hold of the seed of Abraham, and sprang up according to the flesh and from the root of Jesse, he was called a Jew, and became also a worshipper as a man—why then, dismissing as stale the mystery of the economy with the flesh, do they leap up to the very nature of the Word and impiously bring down the consubstantial with the Father to the point of needing to be worshipped nakedly and stripped bare, and, if it should not be understood perhaps among those who are ours, that is, among us, for whom, if they should choose to worship, no one, I think, would find fault, but rather the matter would even be a cause for praise and productive of every delight? For has it not been written concerning him that he would be made lower, at least according to the human nature, and than the better nature, that is, the angelic, and would be understood to be slightly inferior to their glory? {B.} True; for Paul said: "But we see Jesus, who was made a little lower than the angels, crowned with glory and honor because of the suffering of death." {A.} Then, tell me, having learned what, though they have obtained the better nature—those who tread the city above and have surely been enriched with wholly unerring and in no way fallacious knowledge of God—did they make him who is in an inferior nature and comes behind the glory that is in them an object of worship? Tell me, companion. {B.} Indeed, this too is now your task.
{Α.} Οὐκοῦν, εἴπερ ἐστὶν ὁ αὐτὸς ἐλάττων τε ἅμα καὶ ἐν τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, ἀπονεμοῦμεν εὐκρινῶς τῇ μὲν ἀνθρωπότητι, χωροῦν ἐπ' αὐτὴν πρεπόντως τὸ ἔλαττον–παρὰ πολὺ γὰρ ἀγγέλων ἡ ἀνθρώπου φύσις– τῇ δὲ ὑπὲρ πάντα θεότητι, τὸ ὑπερκεῖσθαί τε καὶ ὑπεραίρειν τὰ γενητά, καὶ πάσης ἐπέκεινα λογικῆς οὐσίας καὶ παντὸς ὀνόματος ὀνομαζομένου διᾴττειν οὐσιωδῶς. Εἰ δὲ δὴ καὶ δίχα σαρκὸς καὶ οὔπω τοῖς καθ' ἡμᾶς οἷον ἐμπλακεὶς ὁ Λόγος τό γε ἐν ἐλάττοσι κεῖσθαι καὶ αὐτῶν ἂν εἰκότως ἀποφέροιτο τῶν ἀγγέλων, μείων μὲν ἔσται τῶν ἰδίων κτισμάτων καὶ πρός γε τούτῳ προσκυνητής, οὐδὲν ἐπαμύνοντος ἢ ὑπερδικοῦντος ἔτι τοῦ παρ' ἡμῶν λόγου. Εἰ δὲ δὴ ταυτὶ φάναι τε καὶ φρονεῖν δυσσεβές τε ἅμα καὶ σφαλερώτατον, μείων δὲ ὅτι καὶ ἄνθρωπος, ἕψεταί που πάντως ἐκεῖνο νοεῖν· προσκυνητὴς γὰρ ὅτι καὶ ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει καὶ ἐν ἴσῳ τῷ Πατρὶ πρὸς ἁπάντων προσκυνούμενος. Ἔφη μὲν γάρ που Θεὸς δι' ἑνὸς τῶν προφητῶν, "Ζῶ ἐγώ, λέγει Κύριος,
{A.} Therefore, if he is the same one who is both lesser and at the same time among the incomparably transcendent, we shall apportion clearly: to the humanity, the lesser fittingly applying to it—for the nature of man is far inferior to the angels—and to the divinity that is above all, both to be above and to surpass created things, and to exist essentially beyond every rational substance and every name that is named. But if indeed even without flesh and not yet, as it were, entangled in our condition, the Word would reasonably carry away with him the attribute of lying among lesser things, even of the angels themselves, he will be less than his own creatures, and in addition to this a worshipper, with our argument no longer assisting or defending him. But if to say and think these things is both impious and most dangerous, and he is lesser because he is also man, then that understanding surely follows: he is a worshipper because he is also man, although being God by nature and worshipped by all equally with the Father. For God said somewhere through one of the prophets, "As I live, says the Lord,
ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται." Ὁμοούσιον δὲ τῷ Πατρὶ τὸν Υἱὸν εὖ μάλα τιθεὶς ὁ θεσπέσιος Παῦλος καὶ ἐν τῇ δόξῃ τοῦ γεγεννηκότος εἰδὼς τὸ γεγεννημένον. "Ἐν τῷ ὀνόματι, φησίν, Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." {Β.} Ἀλλὰ ναί, φασί, συμπροσκυνούμενον μὲν τῷ Πατρὶ τὸν Υἱὸν εὑρήσομεν, προσκυνοῦντα δὲ αὖ, ὡς τετιμημένον καὶ τίς κατὰ φύσιν ἐστὶν οὐκ ἠγνοηκότα· τὴν μὲν γὰρ τῶν γενητῶν ὑπερανέχει φύσιν, ἔστι δὲ οὐκ ἐν οἷς ὁ Πατήρ. {Α.} Ξένιον οὖν ἄρα καὶ μισθὸν ἀρετῆς τὴν τῆς θεότητος δόξαν ἀποκεκέρδακεν ὁ Υἱός, καὶ τὸ προσκυνεῖσθαι δεῖν οὐκ ἀξίωμα φύσεως ἰδικῆς, ἀλλ' ἐν ψιλοῖς καὶ μόνοις διεκληρώσατο τοῖς θελήμασι τοῦ Πατρός. {Β.} Οὕτως οἴονται καὶ φασίν. {Α.} Εἶτα ὅποι τε καὶ ὅπως κατανένευκε τῷ Υἱῷ τὴν προσκύνησιν ὁ Πατήρ, ἐκδείξειεν ἄν· οὐ γάρ που τοῦτο ἐροῦσιν ὡς ὅτι ἂν ἕλοιντο δοξάζειν αὐτοὶ ψῆφος ἂν εἴη τοῦτο τοῦ Θεοῦ καὶ Πατρός. {Β.} Προστέταχε, φασί, τοῖς ἁγίοις ἀγγέλοις προσκυνεῖν αὐτόν. Τί γὰρ ἕτερον ἢ τοῦτο αὐτὸ κατασημήνειεν ἂν τὸ "Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;" {Α.} Ἆρ' οὖν, ὅτι προστέταχε μὲν ὁ Πατὴρ προσκυνεῖσθαι δεῖν τὸν Υἱὸν ἀκριβῶς ἐγνώκασι, καταρνήσονταί γε μὴν ὅτι τῷ Μονογενεῖ τὸ πρωτότοκος ἐπενηνεγμένον, κατά γε τὸν τῆς ἀνθρωπότητος τρόπον, συνεισκεκόμικεν ἀναγκαίως τὸ καὶ εἰσποίητον εἶναι δοκεῖν τὴν δόξαν αὐτῷ;
that to me every knee shall bow and every tongue shall confess." The divine Paul, very well indeed placing the Son as consubstantial with the Father, also knows the begotten in the glory of the begetter. "In the name," he says, "of Jesus Christ every knee shall bow, of things in heaven and on earth and under the earth, and every tongue shall confess that Jesus Christ is Lord, to the glory of God the Father." {B.} But yes, they say, we shall find the Son worshipped together with the Father, but in turn worshipping, as one honored and not ignorant of what he is by nature; for he surpasses the nature of created things, yet he is not in those things in which the Father is. {A.} Then as a guest-gift and reward of virtue, the Son has gained for himself the glory of divinity, and the right to be worshipped is not an attribute of his own nature, but he has obtained it by lot in the bare and mere wills of the Father. {B.} So they think and so they say. {A.} Then let them show to what end and in what manner the Father has assigned worship to the Son; for surely they will not say this, that whatever they themselves choose to glorify would be the vote of God and the Father. {B.} He has commanded, they say, the holy angels to worship him. For what else would this very thing signify: "But when he brings the firstborn into the world, he says: And let all the angels of God worship him"? {A.} Are they then, because they have accurately known that the Father has commanded that the Son must be worshipped, going to deny that to the Only-begotten, the title 'firstborn' having been applied to him according to the manner of humanity, there has necessarily been brought in along with it the appearance that this glory is also adoptive?
Πότε γάρ, εἰπέ μοι, πρωτότοκος ἢ ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς; Εἰ μὲν οὖν ὁμογενής τε ἡμῖν καὶ ἀδελφὸς τὴν φύσιν καὶ πρὸ σαρκὸς ἦν ὁ Λόγος, τί μὴ τοῦτο ὑπάρχειν ἐν ἀρχαῖς, ἀλλ' ἐν ἐσχάτοις καιροῖς γεγενῆσθαι λέγεται; πῶς δ' ἂν νοοῖτο Μονογενὴς ὁ τῇ κτίσει συντεταγμένος; Ἐπειδὴ δὲ οὐκ ἐνδοιαστόν, μᾶλλον δὲ ἀληθῶς τε καὶ ἀραρότως ἔχον, ὡς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος, διά τε τοῦτο Πρωτότοκος, ἐπακτὴν ἔχει τὴν δόξαν καὶ τὸ προσκυνεῖσθαι δεῖν ἐπενηνεγμένον. Εἰ δὲ μὴ οὕτως ἔχειν οἴονται κατὰ σφᾶς, ἀναγκαῖος αὐτοὺς περιτρέψει λόγος εἰς ἀκαλλῆ τε καὶ ἔκτοπον ἠλιθιότητα λογισμῶν. Φαίη γὰρ ἂν οἶμαί τις· Εἰ, ἐπείτοι γέγονεν ἄνθρωπος Πρωτότοκος διὰ τοῦτο, καιρὸς δὲ οὗτος αὐτῷ τοῦ προσκυνεῖσθαι δεῖν, ὅτε δὴ μάλιστα κεκενῶσθαι λέγεται, πρὸς εὐκλείας μὲν ἔσται τῆς ἀληθοῦς αὐτῷ τῆς κενώσεως ὁ καιρός, πρεσβύτερον δὲ τῆς ἐνανθρωπήσεως τὸ σμικροπρεπές τε καὶ ἀκλεές, ὅτε καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχων, ὡς γέγραπται, πρὸς τὴν οὕτω καταβεβλημένην κατέθορε φύσιν, φημὶ δὴ τὴν ἀνθρωπίνην. Ἀλλ' εἴπερ ἦν ἀκλεὴς καὶ τοῦ προσκυνεῖσθαι μακράν, τί μαθόντα τὰ Σεραφὶμ ἐν τῷ τῆς θεότητος θώκῳ καθίζοντα τὸν Υἱὸν ἐν κύκλῳ περιεστᾶσιν, ὕμνοις καὶ δοξολογίαις καταγεραίροντα καὶ Κύριον Σαβαὼθ ὀνομάζοντα, πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ποίας γὰρ δόξης ἀνάπλεως ἦν ὁ οὐρανός, εἰ τὸ προσκυνεῖσθαι μετὰ Πατρὸς εἰσδέχεται μόλις ὅτε πέφηνε καθ' ἡμᾶς; Ἄκουε δὲ γράφοντος Ἔσδρα τοῦ σοφοῦ·
Tell me, when was he "firstborn," if not when he became "among many brothers"? If the Word was of the same race as us and a brother by nature even before the flesh, why is this said to exist "in the beginning" but to have come to be "in the last times"? And how could one who is ranked with creation be understood as Only-begotten? But since it is not doubtful, but rather truly and firmly the case, that in the last times of the age he appeared as man, for this reason as Firstborn he has an acquired glory, and the being worshiped is something brought in addition. But if they think this is not so in their own view, a necessary argument will overturn them into an unseemly and absurd foolishness of reasonings. For someone might say, I think: If he is Firstborn for this reason, that he has become man, and this is his time for being worshiped, when especially he is said to have emptied himself, then the time of his emptying will be for him a time of true glory, but the lowly and inglorious will be older than the incarnation, when also, existing in the form and equality of the Father, as it is written, he rushed down to the nature thus cast down, I mean the human nature. But if he was inglorious and far from being worshiped, why did the Seraphim, understanding this, stand around in a circle as the Son sits on the throne of divinity, honoring him with hymns and doxologies and calling him Lord Sabaoth, and saying that heaven and earth are full of his glory? For of what glory was heaven full, if he only barely receives being worshiped with the Father when he has appeared among us? Hear also Ezra the wise writing:
"Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει·" Καίτοι τοῦ μακαρίου Δαβὶδ ἀνακεκραγότος ἐναργῶς περὶ τοῦ τῶν ὅλων κατεξουσιάζοντος Θεοῦ, "Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν." Ὁ τοίνυν πρὸ τῆς ἐνανθρωπήσεως καὶ τοῦ κεκλῆσθαι Πρωτότοκος τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιώμασιν ὑπάρχων ἐκπρεπής, πῶς ἂν ἐν μείοσι κατά τι γοῦν ὅλως ἢ ἐν οἷς ὁ Πατήρ; {Β.} Ἔστω, φησί, κατὰ τὸ αὐτῷ σοι δοκοῦν· ὅτε γέγονε Πρωτότοκος, τοτηνικάδε καὶ προσκυνεῖσθαι προστέτακται. Μὴ οὐχὶ δοτὸν αὐτῷ τὸ χρῆμά ἐστι παρὰ τοῦ Πατρός; {Α.} Ἀλλ' οὐχ ἁπλῶς εἰ δοτόν, ἀλλὰ ὁπηνίκα δοτὸν εὖ μάλα κατασκεπτέον. 627 {Β.} Ὅτε δηλαδὴ καὶ Πρωτότοκος. {Α.} Ὡς πρὸς ἀδελφότητα τὴν πρὸς ἡμᾶς καθιγμένος; Τουτὶ γάρ, οἶμαί που, δηλοῖ τὸπρωτότοκος. {Β.} Οὕτω φημί. {Α.} Εἶτα πρέποι ἄν, εἰπέ μοι, τῇ ἀνθρώπου φύσει, νοουμένῃ καθ' ἑαυτὴν τοῦθ'
ὅπερ ἐστὶ τὸ ἐν τάξει τε καὶ μέτρῳ Θεοῦ προσκυνεῖσθαι δεῖν; {Β.} Ἥκιστά γε. {Α.} Ὀρθῶς, ὦ ἑταῖρε. Μόνῃ γὰρ ἂν πρέποι τῇ τῶν ὅλων βασιλίδι φύσει τὰ αὐτῆς ἰδικῶς. Οὐκοῦν, ὅτε τῶν ἰδίων ὑψωμάτων κατέθορεν ὁ Υἱὸς καὶ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, τὸ τῇ φύσει δοῦλον καὶ τὸ ἀναγκαίως προσκυνοῦν οἰκειωσάμενος σχῆμα, τότε προσκεκύνηκε μεθ' ἡμῶν.
All the earth calls upon the truth, and heaven blesses it, and all works are shaken and tremble." And yet the blessed David cried out clearly concerning God, who has authority over all things: "He looks upon the earth and makes it tremble." Therefore, he who before the incarnation and before being called Firstborn was pre-eminent by the dignities of God and the Father—how could he be in any way at all among lesser things, or among those in which the Father is? {B.} Let it be, he says, as seems right to you; when he became Firstborn, at that very time he was also commanded to be worshiped. Is this thing not given to him by the Father? {A.} But we must consider very carefully not simply whether it is given, but when it is given. 627 {B.} Namely, when he was also Firstborn. {A.} As having come down to brotherhood with us? For this, I think, is what "Firstborn" signifies. {B.} So I say. {A.} Then tell me, would it be fitting for human nature, considered in itself, to be worshiped in the order and measure of God? {B.} By no means. {A.} Rightly, my friend. For it would fittingly belong only to the nature that is queen over all things, to have its own prerogatives distinctly. Therefore, when the Son came down from his own heights and did not consider it robbery to be equal with God, having taken to himself the form of a servant by nature and one that necessarily worships, then he worshiped together with us.
Ἐπειδὴ δὲ ἦν ἀνέφικτον παντελῶς καὶ λογισμοῦ τοῦ καθήκοντος ἐκπεφοιτηκὸς τὸ μὴ ἐν ταῖς τοῦ Πατρὸς εὐκλείαις ὁρᾶσθαι περιφανῆ τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱόν, καὶ εἰ γέγονεν ἐν σαρκί, διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας μυσταγωγεῖται λοιπὸν τὸ ἐπ' αὐτῷ μυστήριον ὁ οὐρανός, τουτέστιν ἡ τῶν ἁγίων ἀγγέλων πληθύς, καὶ ὡς πρωτότοκον ἀναδεδειγμένον καὶ ἐν πολλοῖς ἀδελφοῖς τὸν μονογενῆ καὶ ὁμόθρονον τῷ Πατρὶ προσκυνεῖν ἐπετάττετο, οὐκ εἰς πρώτας εἰσβολὰς τῆς τοιᾶσδε δόξης ἀνακομίζοντος αὐτὸν τοῦ Πατρός, οὔτε μὴν ὡς ἀτριβές τι καὶ ἄηθες ἀπονέμοντος τὴν προσκύνησιν, ἀλλὰ τὸν ἀεί τε καὶ ἐξ ἀρχῆς αἰώνων πρὸς αὐτῶν προσκυνούμενον καὶ ἐν σαρκὶ γεγονότα προσκυνητὸν ἀποφαίνοντος. Οὐκοῦν (ἀνακομίσω γὰρ αὖθις εἰς τὸ ἀπ' ἀρχῆς τὸν λόγον) προσκεκύνηκεν ὁ Υἱὸς ὅτε καὶ Πρωτότοκος καὶ ἐν τῷ τῆς δουλείας πέφηνε σχήματι, ὅθεν δὴ μάλιστα διαμάθοι τις ἂν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ὑπεροχῆς τὸ περιφανὲς ἀξίωμα. Εἰ γὰρ τῷ τῆς δουλείας σχήματι πρέποι ἂν μόνῳ τὸ προσκυνεῖν, τίνι τῶν ὄντων ἀσυμφανές ἐστι τὸ πρὸ τῆς ἐνανθρωπήσεως ἐλεύθερον κάλλος;
Since it was altogether unattainable, and utterly foreign to fitting reason, that the Son who shone forth from the Father should not be seen resplendent in the Father's glories—even if he had come to be in the flesh—the mystery concerning him is now brought to initiation by the torch-bearing guidance of the Spirit: heaven, that is, the multitude of the holy angels, and as one shown forth as firstborn and among many brothers, the only-begotten and co-enthroned with the Father was commanded to be worshipped—the Father not restoring him to some first entrance of such glory, nor yet assigning worship as something untrodden and unusual, but declaring him who was always and from the ages' beginning worshipped by them to be worshipped even after he had come to be in the flesh. Therefore (for I shall bring the account back again to the beginning) the Son has been worshipped both when he was also Firstborn and when he appeared in the form of slavery, whence especially one might learn thoroughly the resplendent dignity of the preeminence that is in him by nature. For if worship would be fitting for the form of slavery alone, to which of existing things is it not evident that the free beauty before the incarnation belongs?
Ὅτι δὲ μυσταγωγίας τῆς παρὰ τοῦ Πνεύματος καὶ αὐτοὺς λέγοντες δεδεῆσθαι τοὺς οὐρανούς, οὐ τὴν τῶν ἁγίων ἀγγέλων ἐξυβριοῦμεν φύσιν, ἀλλὰ ταῖς θείαις ἑπόμενοι Γραφαῖς καὶ εἰς τοῦτον ἴμεν τὸν λόγον, πληροφορήσει γράφων ὁ Παῦλος, "ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·" καὶ πρός γε τούτῳ φησὶ καὶ ὁ θεσπέσιος Μελῳδός, "Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης." Ἐπειδὴ γὰρ ἀνεβίω σκυλεύσας τὸν ᾅδην καὶ καταργήσας τὸν θάνατον ὁ Χριστός, ἀναθέοντι λοιπὸν εἰς τὸ ἄνω καὶ παλινδρομεῖν ἐθέλοντι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα διοιγνύναι μὲν ᾗ τάχος αὐτῷ τὰς ἐν τοῖς οὐρανοῖς διεκελεύετο πύλας τὸ Πνεῦμά που πάντως τὸ ἐνηχοῦν ἐν αὐτοῖς καὶ ταῖς ἄνω δυνάμεσι τὸν ἐν σαρκὶ πεφηνότα Θεὸν παρεδείκνυ, λέγον· "Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης." {Β.} Ἄραρεν οὖν ὅτι προσκεκύνηκε μὲν ὡς ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει. Φαίης δ' ἂν ὅτι, καθάπερ ἐγᾦμαι, ὡς τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐφαρμόσαιμεν ἂν τά γε εἰκότα φρονεῖν ᾑρημένοι καὶ τὸ μὴ εἰδέναι λέγειν αὐτὸν τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην. {Α.} Φαίην ἄν, ἴσθι τοι, κατερυθριάσας οὐδέν.
But in saying that the heavens themselves needed the mystical initiation that comes from the Spirit, we shall not be insulting the nature of the holy angels; rather, following the divine Scriptures, we come to this account, which Paul will confirm by writing: "that now unto the principalities and the powers in the heavenly places might be made known through the Church the manifold wisdom of God, according to the purpose of the ages which he made in Christ Jesus our Lord." And in addition to this, the inspired Melodist also says: "Lift up your gates, O you rulers, and be lifted up, you everlasting gates, and the King of glory shall enter in. Who is this King of glory? The Lord of hosts, he is the King of glory." For since Christ had risen again, having despoiled Hades and abolished death, as he now hastened upward and wished to return to the Father in the heavens, the Spirit—surely the Spirit that sounded within them—kept commanding the gates in the heavens to be opened for him with all speed, and was showing to the powers above the God who had appeared in the flesh, saying: "The Lord of hosts, he is the King of glory." {B.} So then, he has shown that he worshipped as a man, although he is God by nature. And you might say that, as I think, we would apply the measures of humanity to the fitting thoughts of those who have chosen to think accordingly, and to his saying that he does not know that day and hour. {A.} I would say so, know well, without blushing at all.
Πλεῖστος γὰρ ὅσος ἡμᾶς οὐκ ἀβασανίστων ἐννοιῶν, μονονουχὶ καὶ ὀφρῦσιν αὐταῖς διανεύων ἐσμός, δυσχερείας ἁπάσης ἐψιλω μένην καὶ ἁμαξιτὸν ὥσπερ τινὰ διαστείχειν κελεύει τὴν ἐπὶ τῷδε δόξαν. Εἴη γὰρ ἄν, οἶμαί που, τοῖς τῆς κενώσεως μέτροις οὐκ ἀσύμβατον τὸ τῆς ἀγνοίας σμικροπρεπές, οὐχὶ τῆς τοῦ Λόγου φύσεως ἴδιον μειονέκτημα, καθὸ νοεῖται Λόγος καὶ σοφία τοῦ Πατρός. Ἦ γὰρ οὐχὶ ταυτὶ δή σοι δοκῶ καταθρῆσαι σοφῶς; {Β.} Πάνυ μὲν οὖν. {Α.} Τίς γὰρ ἡμᾶς βωμολόχος οὕτω καὶ δὴ καὶ πανούργως ἐξυφασμένος ἀναπείσειεν ἂν λόγος ἐννοεῖν ἑλέσθαι καὶ φρονεῖν ὡς ἠγνόηκέ τι τῶν ἐν Θεῷ κεκρυμμένων ὁ Μονογενής, εἴπερ ἐστὶν ἀληθῶς κατὰ τὰς Γραφὰς καὶ σοφία καὶ βουλὴ τοῦ Πατρός; {Β.} Ἀναπείσειεν ἂν οὐδεὶς τόν γε ἀληθῶς νουνεχῆ. {Α.} Οὐ γάρ, ὦ φιλότης, ψευδοεπήσειεν ἂν οὔτι που καὶ ὁ σοφὸς ἡμῖν γράφων Παῦλος· "Ὥσπερ γὰρ οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ." {Β.} Παντάπασι μὲν οὖν. {Α.} Οἶδεν οὖν ἄρα τὸ Πνεῦμα τοῦ Θεοῦ τὰ ἐν αὐτῷ, καὶ οὐδὲν αὐτῷ κεκρυμμένον ἢ ἀσυμφανές; {Β.} Οἶδε·
For a great swarm of unexamined thoughts, all but nodding at us with their very eyebrows, commands us to traverse the opinion on this matter stripped of every difficulty and, as it were, along a certain highway. For I think the smallness of ignorance would not be incompatible with the measures of the kenosis, not being a deficiency proper to the nature of the Word, insofar as he is understood as Word and Wisdom of the Father. Surely you think I have shrewdly observed these things? {B.} Indeed. {A.} For what buffoonish and cunningly woven argument would persuade us to choose to think and believe that the Only-begotten was ignorant of any of the things hidden in God, if he truly is, according to the Scriptures, both the Wisdom and the Counsel of the Father? {B.} No one would persuade a truly sensible person. {A.} For indeed, my friend, not even the wise Paul who writes to us would speak falsely: "For just as no one among men knows the things of a man except the spirit of the man that is in him, so also no one has known the things of God except the Spirit of God." {B.} Absolutely. {A.} So then the Spirit of God knows the things in him, and nothing is hidden or obscure to him? {B.} He knows.
πῶς γὰρ οὔ; {Α.} Εἴπερ οὖν ἐστι τὸ Πνεῦμα τοῦ Πατρὸς ἴδιον τοῦ Υἱοῦ, πῶς ἀγνοήσει τι τῶν ἐν Θεῷ κεκρυμμένων, ἴδιον ἔχων αὐτὸς τὸ Πνεῦμα, τὸ πάντα εἰδὸς τὰ ἐν τῷ Πατρί, καίτοι λέγοντος ἀκούω σαφῶς τοῖς ἁγίοις ἀποστόλοις, "Ἔτι πολλὰ ἔχω ὑμῖν λέγειν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν." Ἆρά σοι σαφὲς τὸ παροισθέν ἐστι λόγιον, καὶ προσδέδορκας ὅτι Πνεῦμα μὲν ἀληθείας κατωνόμασε τὸν Παράκλητον, ἔφη γε μὴν ὡς πρόεισιν ἐκ Πατρός, ἴδια πάντα δεικνὺς ἑαυτοῦ τὰ τοῦ Πατρός; {Β.} Ἄριστα ἔφης. {Α.} Τὸ δὲ δὴ μάλιστα καταγέλαστον ἀληθῶς καὶ διεπτυσ μένην εἰκότως τῶν δι' ἐναντίας ἀποφαῖνον τὴν δόξαν οὐδὲν ἧττον ἄν τις καὶ διὰ τούτου μάθοι. Τὸ γὰρ ἀγνοεῖν οἴεσθαι τὸ οὕτω βραχὺ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα τε καὶ ἀπαστρά ψαντα Λόγον, τὸ ἀπαύγασμα, τὴν εἰκόνα, τὸν τῆς ὑποστάσεως χαρακτῆρα λαμπρόν, τὸν ἰσοκλεᾶ καὶ ὁμόθρονον, "ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι," καθὰ γέγραπται, ὅσην ἂν αὐτοῖς καὶ μάλα εἰκότως τὴν τῆς εἰσάπαν ἀβελτηρίας ἐμποιήσειε δόξαν; {Β.} Ὡς πλείστην ὅσην. {Α.} Ἀλλ' οὐδ' ἂν αὐτόν, οἶμαί που, τὸν Πατέρα καὶ Θεὸν ὑγιᾶ τὴν οἰκείαν ἀνασώσασθαι δόξαν, εἴπερ ἠγνόηκέ τι κατὰ τὸ ἀληθὲς ἡ βουλὴ καὶ ἡ σοφία αὐτοῦ. {Β.} Σύμφημι ὡς ἅπας τις οὖν ὅπερ ἂν εἰδείη τυχὸν εἴσεταί που πάντως οὐ δίχα βουλῆς καὶ σοφίας τῆς ἑαυτοῦ.
How could it not be so? {A.} If, then, the Spirit is the Father's own and the Son's own, how will he be ignorant of anything of the things hidden in God, having as his own the Spirit, who knows all things that are in the Father—although I hear him clearly saying to the holy apostles, "I still have many things to say to you, but you cannot bear them now. But when that one comes, the Spirit of truth, he will guide you into all the truth; for he will not speak from himself, but whatever he hears he will speak, and he will declare to you the things that are coming. That one will glorify me, because he will take from what is mine and declare it to you." Is the oracle just cited clear to you, and have you observed that he named the Paraclete the Spirit of truth, and yet said that he proceeds from the Father, showing that all the Father's things are his own? {B.} You have spoken excellently. {A.} But the most truly ridiculous thing of all, and that which reasonably exposes the opinion of our opponents as worthy to be spat upon, one may learn no less from this. For to think that the Word, who sprang from God the Father and flashed forth from him—so brief a thing—is ignorant, the radiance, the image, the bright impress of his substance, the one of equal glory and sharing his throne, "in whom all the treasures of wisdom and knowledge are hidden," as it is written—what an opinion of utter stupidity would this reasonably produce in them? {B.} As great as possible. {A.} But neither, I think, could the Father and God himself recover his own sound opinion, if his counsel and his wisdom had in truth been ignorant of anything. {B.} I agree that anyone at all will surely come to know somewhere, altogether not apart from his own counsel and wisdom, whatever he may happen to know.
{Α.} Εὖγε, ὦ φιλότης· πρέποι γὰρ ἂν οὐχ ἑτέρως ἢ ὧδε φρονεῖν τοὺς τῆς ἀληθείας ὑπασπιστάς. Παρέντες δὴ οὖν τὸ περιττοῖς ἔτι καὶ μακροῖς ἐνδιατρίβεσθαι λόγοις, ἐπ' ἐκεῖνο ἴωμεν. Ἔθος τῷ Σωτῆρι Χριστῷ τοιόνδε τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μάλιστα μαθηταῖς· εἰ διαπυνθάνοιντό τι τῶν ὅσα ἐστὶ φιλομαθείας μὲν ἔχοντα δόξαν, ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρίζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακριβοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς· εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς περιττῶς ἀναμαθεῖν, καταστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγμονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, καὶ δρᾶν ἐπὶ τούτῳ τὰ δι' ὧνπερ ἂν γένοιντο διαφανεῖς καὶ ἐκπρεπεστάτην ἔχοντες τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα παρὰ Θεῷ. Ἑλομένους τοιγαροῦν οὐκ οἶδ' ὅπως τὰ ὑπὲρ μέτρον οἰκε τικὸν ἐρέσθαι τε καὶ ἀναμαθεῖν, ἠρεμεῖν ἀναπείθει, λογισμοῖς ἀναγκαίοις ἐκδυσωπῶν, ὅτι μήτε ἀγγέλοις ἀπεκάλυψεν ὁ Πατήρ, μήτε δ' ἂν αὐτῷ τῷ Υἱῷ καθίστη γνώριμον, εἴπερ τις εἴη ψιλὸς καὶ κατ' αὐτοὺς ἄνθρωπος ἐπὶ γῆς, καὶ οὐκ ἔχων φύσει τὸ εἶναι Θεός. Ἐγκειμένοις δέ που καὶ ἐνεστη κόσιν εἰς τὸ δεῖν ἀναμαθεῖν, οἱονεί πως ἤδη καὶ ἐπιτιμᾷ λέγων· "Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσία, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες, ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς." Ὁρᾷς ὅπως ἥκιστα μὲν δεῖν πολυπραγμονεῖν ἐπιτάττει τὰ ὑπὲρ σφᾶς αὐτούς, μετακομίζει δὲ ὥσπερ ἐπὶ τὸ ἐν χερσί τε καὶ πρεπωδέστερον;
{A.} Well said, my friend; for it would not be fitting for the defenders of the truth to think otherwise than thus. So then, setting aside the lingering over superfluous and lengthy words, let us proceed to that point. It was the custom of the Savior Christ to do something of this sort especially with his holy disciples: if they inquired about any of the things that have the reputation of a love of learning but are removed from higher investigation, to grant them the explanation and to try to make it as precise as possible in fine detail; but if they wished to learn something beyond their own measure, superfluously, to calm them gently and persuade them well to choose to busy themselves with more fitting matters, and to do in this regard those things through which they might become conspicuous and possess the most distinguished brightness from good works before God. When they had chosen, then, I know not how, to ask and learn things beyond their own measure, he persuades them to be quiet, winning them over with compelling arguments, that neither did the Father reveal it to angels, nor would he make it known to the Son himself, if indeed he were a mere man and according to them on earth, and did not have by nature the being of God. And when they were set upon and insistent on the need to learn, he even rebukes them, as it were, saying: "It is not for you to know times or seasons which the Father has set in his own authority, but you will receive power when the Holy Spirit comes upon you, and you will be my witnesses, in Jerusalem and in all Judea and Samaria and to the ends of the earth." Do you see how he commands that they should least of all busy themselves with things beyond themselves, and transfers them, as it were, to what is at hand and more fitting?