οὔ τί που. {Α.} Καὶ μάλα προθύμως· τὸ ἄναντες γὰρ οὐδέν. Δέδωκεν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὸν ἴδιον Υἱόν; {Β.} Καὶ πάνυ. {Α.} Ἄμεινον δὲ δήπουθεν τὸ γεννηθὲν οὗπερ ἂν φιλοτεχνήσαιτό τις, παντί τῳ δόξειεν ἄν, εἴπερ ἐστὶ τὸ μὲν ἐξ ἡμῶν καὶ τῆς τοῦ τεκόντος ὑποστάσεως καρπός, τὸ δὲ τῆς ἀρίστης εὕρημα βουλῆς καὶ σοφίας ἔργον, οὐ βλαστὸς οὐσίας. {Β.} Τί οὖν τοῦτό γε; {Α.} Ἢ οὐκ ἐννοεῖς ὡς μεῖον μὲν ἄν τις ἀγάσαιτο τυχὸν τὴν ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρὸς προεμένου πρὸς λύτρωσιν τῆς ὅλης κτίσεως μέρος ὄντα κτίσεως τὸν Υἱόν, εἴπερ ἐστὶ γενητός, πλουσιώτερον δὲ κατατεθήποι ἂν καὶ σφόδρα εἰκότως τῆς τοῦ κόσμου ζωῆς ἀντάλλαγμα, καὶ αὐτὸν εἰ μάθοι δεδωκότα τὸν Υἱὸν καὶ ἀφειδήσαντα μὲν ἰδίου καρποῦ, κατά γε τὸ ἐν σαρκὶ γεγονότα καὶ ἐντεθνάναι δοκεῖν, δεδιψηκότα δὲ μᾶλλον τοῦ κόσμου τὴν εἰς τὸ εὖ εἶναι διαμονήν; {Β.} Συνίημι. {Α.} Οἶμαι δὲ ἔγωγε–καὶ νεμεσάτω μηδεὶς ἀνακαιομένῳ πρὸς θράσος ἐκ φιλοθεΐας τῷ λόγῳ–ὡς οὐδ' ἂν ἀντάξιος εἴη ἂν τῆς ὅλης κτίσεως ὁ Χριστός, οὐδ' ἂν ἔχοι διαρκῶς εἰς τὸ ἐκπρίασθαι καλῶς τὴν τοῦ κόσμου ζωήν, εἰ καὶ αὐτὴν κατάθοιτο καθάπερ ἐν τάξει τιμῆς τὴν ἰδίαν ψυχήν, πρόοιτό τε ὑπὲρ ἡμῶν τὸ τίμιον αἷμα, εἰ μὴ ἀληθῶς Υἱός ἐστι, καὶ ὡς ἐκ Θεοῦ Θεός, κτίσμα δὲ καὶ κτίσεως μέρος. {Β.} Εὖ λέγεις. {Α.} Προσθείην δ' ἂν ὅτι καὶ διασέσωσται κτίσις οὐδὲν τὸ σύμπαν λαβοῦσα παρὰ Θεοῦ καὶ τῆς ἄνωθεν συνεργείας οὐ δεδεημένη. Πῶς γὰρ ἢ πόθεν, εἴπερ αὐτὴ δι' ἑαυτῆς καὶ ἐξ ἑαυτῆς τὴν λύτρωσιν ἔχει, καὶ τὴν εἰς τὸ εὖ εἶναι διαμονήν;
A. Not in the least. And very eagerly; for the ascent is nothing. He gave his own Son for the life of the world? B. Indeed. A. But surely the begotten one is better than what one might craft, it would seem to everyone, if indeed the one is from us and the fruit of the parent's substance, while the other is the invention of the best counsel and the work of wisdom, not a shoot of substance. B. What then is this? A. Or do you not understand that one would perhaps admire less the love of God and the Father who gave up his Son, being a part of creation, for the redemption of the whole creation, if indeed he is created, but one would treasure it more richly and very reasonably as the ransom for the life of the world, even if one learned that he gave his own Son and spared not his own fruit, at least in that he became in the flesh and seemed to die, but rather thirsted for the world's continuance in well-being? B. I understand. A. And I think—and let no one be indignant at the argument kindled to boldness from love of God—that Christ would not even be equivalent to the whole creation, nor would he suffice to purchase well the life of the world, even if he laid down his own soul as it were in the rank of honor, and gave up his precious blood for us, unless he is truly Son, and as God from God, not a creature and a part of creation. B. You speak well. A. I would add that creation has also been preserved, having received nothing at all from God and not needing the cooperation from above. For how or from where, if indeed it has redemption through itself and from itself, and its continuance in well-being?
Διασέσωκε γάρ, ὥς φασι, τὴν σύμπασαν κτίσιν, μέρος ὢν κτίσεως ὁ Υἱός. Ἀνθ' ὅτου δὴ οὖν τὰς χαριστηρίους ᾠδὰς ἀνίεμεν τῷ Θεῷ; Τί δὲ οὐχὶ τοῦτο παρέντες ὡς περιττόν, ὑμνολογοῦμεν τὴν κτίσιν, πρόσιμεν δὲ μᾶλλον ἐκλιπαροῦντες καὶ λέγοντες, περὶ τοῦ πάντων Δεσπότου Θεοῦ· "Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου." Ἀλλ' ἐκεῖνο μὲν δρῶντες, καὶ φρενὸς ἀναμφιλόγως τῆς ἀρίστης ἐξεώσμεθα καὶ Θεῷ προσκρούσομεν· ἀνάπτοντες δὲ μᾶλλον αὐτῷ τὰς ἐπὶ τῷδε δοξολογίας, σοφοί τε καὶ ἀληθεῖς ἐσόμεθα προσκυνηταί. Πῶς οὖν ἔτι ποίημα μεθ' ἡμῶν ὁ εἷς καὶ πάντων ἀντάξιος, ὡς Θεὸς ἐκ Θεοῦ καὶ Υἱὸς ἀληθῶς; Ἦ οὐχ ὧδε ἔχει; {Β.} Πῶς γὰρ οὔ; {Α.} Φέρε δή, εἴ τοι δοκεῖ, καὶ τόδε δὴ τούτοις προστι θέντες, λέγωμεν ὅτι τὰ πρός τι πῶς ἔχοντα τῶν ὀνομάτων αὐτὰ δι' ἀμφοῖν σημαίνεται, τὴν ἀλλήλων ἑκάτερα συνωδί νοντα γνῶσιν. Ὥστε δὴ ῥᾷον, εἴ γέ τις μάθοι τὸ δεξίον, εἰδείη που πάντως ἂν δι' αὐτοῦ τὸ εὐώνυμον, καὶ μὴν ὅτι καὶ τὸ ἔμπαλιν ἀληθές, συνερεῖ πᾶς ὁστισοῦν. Ὄνομα τοίνυν τῶν πρός τί ἐστι τὸ Πατήρ, ἰσοτρόπως δὲ τούτῳ καὶ τὸ Υἱός. Ποῖ δὴ οὖν ἄρα καὶ πρὸς ὅ τι βλέπουσαν ταυτὶ ποιή σεται τὴν ἀναφοράν, καὶ τὴν πρὸς ἄλληλα σχέσιν, καὶ τὸν αὐτοῖς πρέποντα λόγον διεξοίχοιτο ἂν οὐδαμῶς; {Β.} Καὶ τίνι τοῦτο ἀσυμφανές; Πατὴρ γὰρ ὡς πρὸς υἱόν, καὶ μὴν καὶ υἱὸς ὡς πρὸς πατέρα νοοῖτ' ἂν καὶ λέγοιτο.
For, as they say, he has preserved the whole creation, though the Son is a part of creation. For what reason, then, do we send up songs of thanksgiving to God? Why do we not rather pass this by as superfluous, hymn the creation, and come forward instead entreating and saying concerning the God who is Master of all: "Bless the Lord, O my soul, and forget not all his recompenses, who is propitious to all your iniquities, who heals all your diseases, who redeems your life from corruption." But by doing that, we would be cast out of the best mind beyond dispute and would offend God; whereas by kindling for him rather the doxologies that pertain to this, we will be wise and true worshippers. How, then, is the one who is worthy of all, as God from God and truly Son, still a creature along with us? Or is it not so? B. How could it not be? A. Come then, if it seems good, let us add this too to these considerations, and say that names that are in some way relative are signified by both together, each of them giving harmonious knowledge of the other. So that it is easy: if one should learn the right, one would surely know the left through it, and indeed that the converse is also true, anyone at all will agree. Now "Father" is a name of things relative, and "Son" is likewise in equal measure to this. To what, then, and toward what do these look, and make their reference, and how would one set forth their relation to one another and the account befitting them? In no way could one fail to. B. And to whom is this unclear? For "Father" would be understood and spoken as toward a son, and indeed "Son" as toward a father.
{Α.} Εἶτα τί μαθόντες οἱ διεστραμμένοι καὶ παράκοποι τὸν νοῦν, Πατέρα μὲν ἡμῖν ὀνομάζουσι τὸν Θεόν, ποίημα δὲ εἶναι διατείνονται τὸν Υἱόν; Ἢ οὐκ ἀμαθὲς καὶ ἀνάρμοστον κομιδῇ, Πατρὶ μὲν τὸ ποιηθέν, Πατέρα δὲ αὖ τῷ πεποιημένῳ συντετάχθαι λέγειν κατά γε τὸν τοῦ πρός τι λόγον; {Β.} Κομιδῇ μὲν οὖν, ἵνα μὴ καὶ αὐτὸν ποίημα λέγωμεν τὸν Πατέρα, σχέσιν ἤδη λαχόντα φυσικὴν τὴν πρός τι τῶν ποιημάτων, ὅσον ἧκεν εἰς λογισμούς. {Α.} Οὐκοῦν ἀκουόντων καὶ αὐτοῦ βοῶντος Χριστοῦ· "Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε." Ἐρομένοις δὲ τῆς ἐπιπλήξεως τὴν αἰτίαν, ἀποκρινεῖται λέγων· "Ὁ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱόν· καὶ ὁ τὸν Υἱὸν ἀρνούμενος, οὐδὲ τὸν Πατέρα ἔχει." Καὶ εἰκότως γε σφόδρα καὶ ἀληθῶς. Εἰ γὰρ μὴ ἔστι Πατήρ, ὅτι φύσει γεγέννηκεν, οὐδὲ τὸν Υἱὸν ὑφεστάναι δοίη τις ἄν. Υἱὸς γάρ, ὅτι γεγέννηται· καὶ εἰ μή ἐστιν Υἱὸς ὡς γεγεννημένος, οὐδὲ Πατὴρ εἴη ἂν κατά γε τὸν τοῖς νοήμασιν ἐμπρεπῆ τε καὶ ἑπόμενον λογισμόν. Πατὴρ μὲν ὅτι γεγέννηκεν.
{A.} Then what has come over these men, twisted and deranged in mind, that they call God our Father, yet insist that the Son is a creature? Or is it not utterly ignorant and incongruous to say that what has been made is assigned to the Father, and again that the Father is assigned to what has been made, at least according to the logic of relation? {B.} Quite so—unless we are to call the Father himself a creature, since he has now acquired a natural relation to the things he has made, as far as reasoning goes. {A.} Therefore let them hear Christ himself crying out: "You know neither me nor my Father; if you knew me, you would know my Father also." And when they ask the reason for the rebuke, he will answer, saying: "He who denies the Father also denies the Son; and he who denies the Son does not have the Father either." And very rightly and truly so. For if there is no Father, because he has begotten by nature, then no one could grant that the Son exists either. For he is a Son because he has been begotten; and if there is no Son as one begotten, there would be no Father either, at least according to the reasoning that is fitting and consistent with these concepts. He is Father because he has begotten.
Οὐκοῦν καὶ συνυφεστάναι καὶ συναναιρεῖσθαι δι' ἀμφοῖν ἑκάτερον ἀληθές, καὶ ἑνὸς ὑφεστηκότος, ὑφεστήξει που πάντως καὶ τὸ δι' ὃ λέγεται καὶ ἔστιν ὅ ἐστι. Τί δὲ δὴ ἄρα καὶ φρονεῖν ἕλοιντ' ἂν εἰ διαπύθοιντο λέγοντος τοῦ Χριστοῦ πρὸς τὸν ἀπειθῆ καὶ δυσήνιον τῶν Ἰουδαίων δῆμον· "Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με;" Καίτοι Πατέρα μὲν οὐδαμῶς ἑαυτὸν ὠνόμαζεν ὁ Χριστός, Υἱὸν δὲ καὶ ἐκ Πατρός. Πῶς δὴ οὖν ἄρα φησὶν ὡς ἡμᾶς ἀφῖχθαι λοιπὸν "ἐν ὀνόματι τοῦ Πατρός;" Ἢ δηλονότι τὸ ἐν ὀνόματι νοητέον ἐν δόξῃ τε καὶ ἐν εὐφημίᾳ τοῦ Πατρός; Ὄνομα γὰρ ἔσθ' ὅτε τὴν διαπρύσιον εὐφημίαν καὶ τὸ περίοπτον ἐν εὐκλείαις ἡ θεία λέγει Γραφή, καθάπερ ἀμέλει τὸ ἐν βίβλῳ Παροιμιῶν ὑμνούμενον· "Αἱρετὸν ὄνομα καλὸν ἢ πλοῦτος πολύς." Ἆρ' οὖν διαπέπτωκε τοῦ εἶναι σοφός τε καὶ ἀληθὴς τοῦ Σωτῆρος ὁ λόγος, ὡς ἀφίκοιτο πρὸς ἡμᾶς "ἐν ὀνόματι τοῦ Πατρὸς" ἀναφανδὸν εἰρηκότος; {Β.} Καὶ μὴν ὑγιὲς εἰπεῖν ὡς οὐκ ἂν ἁμάρτοι τἀληθοῦς ἡ ἀλήθεια. {Α.} Εἴπερ οὖν ἐστιν ἀληθὴς ὁ λόγος, ἢ τὸν Θεὸν καὶ Πατέρα κατακομιστέον ἐν κτίσμασιν, ἵνα μὴ φαίνοιτο πλεονεκτῶν ἐν δόξῃ τὸν Υἱόν, ἤγουν τὸν Υἱὸν ἀνακομιστέον ἤδη πως εἰς ἀξίωμα τὸ θεοπρεπὲς καὶ εἰς υἱότητος φύσιν, τὴν οὐσιωδῶς νοουμένην. Μειονεκτοῖτο γὰρ ἂν ἥκιστά γε κατὰ τρόπον οὐδένα τοῦ Θεοῦ καὶ Πατρὸς εἰ τῇδε ἔχων ὁρῷτο· καὶ συναθλήσει λέγων ὁ σοφὸς ἡμῖν Ἰωάννης· "Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν." Ὅτι δὲ τὸ ἄνωθεν τὴν ὑψοῦ τε καὶ ἀνωτάτω παρίστησι φύσιν διαδείξει λέγων τοῦ Σωτῆρος ὁ μαθητής·
Therefore it is true both that each exists together and is abolished together through both, and if one exists, that through which it is said and is what it is will surely exist in every way. But what would they choose to think if they inquired of Christ speaking to the disobedient and stubborn people of the Jews: "I have come in the name of my Father, and you do not receive me?" And yet Christ nowhere called himself Father, but Son and from the Father. How then does he say that we have now come "in the name of the Father"? Or is it clearly to be understood that "in the name" means in the glory and in the praise of the Father? For sometimes the divine Scripture calls the far-famed praise and the conspicuousness in glories a name, just as indeed the saying praised in the Book of Proverbs: "A good name is to be chosen rather than great wealth." Has the word of the Savior then fallen short of being wise and true, since he said openly that he had come to us "in the name of the Father"? {B.} And indeed it is sound to say that the Truth would not err from the truth. {A.} If then the word is true, either God and Father must be brought down among created things, so that he might not appear to be outdone in glory by the Son, or the Son must now in some way be brought up to the dignity befitting God and to the nature of sonship, which is understood essentially. For he would in no way be lessened in any manner compared with God and Father if he were seen to be in this state; and the wise John will contend with us, saying: "He who comes from above is above all." And that "from above" indicates the nature that is high and highest, the disciple of the Savior will show by saying:
"Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων." Ἥκει δὴ οὖν ἐκ Πατρὸς ἡμῖν ὡς ἀπὸ πηγῆς ὁ Υἱὸς καὶ ῥίζης ἐκπεφυκὼς τῆς ἀνωτάτω, τὴν ὅθεν ἐξέφυ λαμπρότητα διαδείκνυσιν ἐν ἑαυτῷ, τὸ ἐπάνω πάντων εἶναι λαχών, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ. Ἐπάνω δὲ πάντων ἔν γε δὴ τούτῳ μάλιστά φαμεν οὔ τί που κατὰ μόνην τὴν δόξαν οὔτε μὴν ταῖς κατ' εὔκλειαν ὑπεροχαῖς πλεονεκτοῦντα τὴν κτίσιν, ἀλλὰ τῷ τῆς οὐσίας ὑπερτάτῳ ὑπερανεστηκότα καὶ ὑπερανέχοντα τῶν ὅλων ὁμοῦ τῷ τεκόντι Πατρί. Εἰ δὲ ἐπάνω πάντων ἐστί, πῶς ἂν ἐν πᾶσι νοοῖτο; Κτίσμα γὰρ εἴπερ ἐστὶν ἀληθῶς, κτίσμασιν ἑτέροις συντετάξεται. Πῶς οὖν ἕτερος παρὰ πάντα καὶ ἐπάνω πάντων ἐστίν, εἰ μὴ διάλλοιτο φυσικῶς τὸ ἐναριθμεῖσθαι τοῖς πᾶσιν; Ἢ τοπικοῖς ὑψώμασι τὴν ἀσώματον τοῦ Υἱοῦ φύσιν ἐκτετιμηκότες, οὐκ εἰκῆ ῥαψῳδήσομεν; {Β.} Πῶς φῄς; {Α.} Βούλει τὸ ἄνωθεν ὡς ἐκ τόπου λέγωμεν, ἀντινοουμένου πρὸς τὸ κάτω καὶ μετρητοῦ διαστήμασιν; {Β.} Εἶτα τί δράσομεν τὸν Υἱόν, εἴπερ ἐστὶν ἐν τόπῳ τοιούτῳ; Σωμάτων γὰρ ἴδιον τοῦτό γε. {Α.} Οὐκοῦν ἄριστά φαμεν, ὡς ἐκ Πατρὸς νοεῖσθαι τὸ ἄνωθεν. Τοιγάρτοι, καὶ ὑπὸ μόνου γνωρίζεται τοῦ Πατρὸς καὶ γνωρίζει μόνος τὸν ἑαυτοῦ Πατέρα καὶ Θεόν. Ἄποπτον γάρ τι χρῆμα καὶ οὐδενὶ τῶν ὄντων διεγνωσμένον ὅ τί ποτέ ἐστιν ἀληθῶς αὐτὴ καθ' ἑαυτὴν ἡ ἁνωτάτω φύσις. Ὅτι μὲν γὰρ ὑφέστηκέ τε καὶ ἔστι Θεός, πιστεύομεν· τί δὲ κατὰ φύσιν ἐστὶν ἀπηχὲς ἐρευνᾶν, ἐπεὶ μηδέ ἐστιν ἁλώσιμον. Νοῦ γὰρ ἐπέκεινα παντὸς ἡ Θεοῦ φύσις.
Every good gift and every perfect boon is from above, coming down from the Father of lights." He comes to us, then, from the Father as from a source, and the Son, sprung from the highest root, displays in himself the radiance from which he sprang, having obtained to be above all things, just as indeed the Father also is. And we say he is above all things especially in this respect—not, surely, in mere reputation, nor as though he surpassed creation by the preeminences of glory, but because he stands exalted above and beyond all things together with the Father who begot him by the supreme transcendence of his essence. But if he is above all things, how could he be conceived as among all things? For if he is truly a creature, he will be ranked with other creatures. How, then, is he other than all things and above all things, unless by nature he differs from being numbered among all things? Or shall we, having honored the incorporeal nature of the Son with local elevations, not recite our account at random? {B.} How do you mean? {A.} Do you wish us to speak of "from above" as from a place, understood in contrast to "below" and measured by intervals? {B.} Then what shall we do with the Son, if he is in such a place? For this is proper to bodies. {A.} We say, then, most rightly, that "from above" is understood as from the Father. Therefore he is known by the Father alone, and he alone knows his own Father and God. For the highest nature itself, what it truly is in itself, is a thing unseen and undiscerned by any of existing things. That it subsists and is God, we believe; but what it is by nature it is impious to search out, since it is not even to be captured. For the nature of God is beyond every mind.
Εἶτα πῶς, εἴπερ ἐστὶν ἐκτισμένος καὶ γενητός, εἰδείη μὲν ἂν αὐτός τε καὶ μόνος τὸν Πατέρα, μόνος δὲ αὖ ὑπὸ μόνου γνωρίζοιτο τοῦ Πατρός; Καίτοι τὸ μὲν φύσιν εἰδέναι Θεοῦ παντὶ δήπου πάντως ἀνέφικτον γενητῷ, τὸ δὲ ἐξεπίστασθαί τι τῶν κεκλημένων εἰς γένεσιν ὅ τί ποτ' ἔστιν οὐκ ἂν ὑπερθρῴσκοι πάντα νοῦν, εἰ καὶ ἀνῴκισταί πως τοῦ καθ' ἡμᾶς. Οὐκοῦν εἰ μόνος αὐτὸς ἔγνωκε τὸν Πατέρα, καὶ αὖ ὑπὸ μόνου γινώσκεται τοῦ Πατρός, διαπέφευγεν εἰκότως τὴν ἐπὶ τῷ πεποιῆσθαι γραφήν τε καὶ δόξαν. Μόνη γὰρ οἶδεν ἑαυτὴν ἡ ἀνωτάτω καὶ ἀπόρρητος φύσις, καὶ τοῖς εἰς τὸ εἶναι παρενηνεγμένοις ἀστιβὲς τὸ χρῆμα παντελῶς. {Β.} Ἀστιβὲς μὲν οὖν καὶ ἀνέμβατον, ἐπείτοι νοῦ παντὸς προσωτέρω Θεός. {Α.} Ἐκτίσθαι δὲ ὅλως πῶς ἂν καὶ λέγοιτο πρὸς ἡμῶν ὁ Υἱός, καίτοι διακεκραγότος ὡδὶ τοῦ σοφωτάτου Παύλου· 512 "Λέγω δέ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλ' ὑπὸ
ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός· οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν." Οὐκοῦν, ἀρρωστοῦντες μὲν ἔτι τὸ ἀμαθὲς καὶ τοῖς τῆς ἀρχαίας νηπιότητος αἰτιάμασι καθεστηκότες ἔνοχοι, τοῖς τοῦ κόσμου στοιχείοις ὑπενηνέγμεθα, τῇ κτίσει λελατρευκότες, καίτοι δέον ἀνάπτειν τὸ σέβας τῷ γε ἀληθῶς καὶ μόνῳ κατὰ φύσιν Θεῷ.
Then how, if he is created and made, could he himself and he alone know the Father, and again be known by the Father alone? And yet to know the nature of God is surely altogether unattainable for anything made, and to comprehend fully what anything that has been called into being is would not exceed all understanding, even if it has in some way been removed from what is ours. Therefore, if he alone has known the Father, and again is known by the Father alone, he has reasonably escaped the writing and the opinion that he was made. For the highest and ineffable nature alone knows itself, and to things brought into being the matter is altogether untrodden. {B.} Untrodden indeed and inaccessible, since God is further beyond all mind. {A.} But how could the Son be said by us to have been created at all, when the most wise Paul has cried out thus: "I say that, as long as the heir is a child, he differs nothing from a slave, though he is lord of all, but is under guardians and stewards until the appointed time of the father; so also we, when we were children, were enslaved under the elements of the world; but when the fullness of time came, God sent forth his Son, born of a woman, born under the law, that he might redeem those under the law, that we might receive the adoption of sons." Therefore, while we were still sick with ignorance and stood guilty of the charges of our ancient childishness, we were subjected to the elements of the world, having served the creation, although we ought to kindle our worship for the one who is truly and alone God by nature.
Ἐπειδὴ δὲ ἡμῖν ἐπέλαμψεν ὁ Υἱός, τότε δή, τότε κρείττους τε καὶ προφερέστεροι τῆς ἐν νηπιότητι φρενὸς ἀναδεδειγμένοι καὶ εἰς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, ἀπηλλάγμεθά που, καθάπερ ἐγῷμαι, συναινέσεις δὲ καὶ αὐτὸς οἶδ' ὅτι, τοῦ κατεζεῦχθαι στοιχείοις κοσμικοῖς. Τοῦτο γὰρ ἡμῖν ὁ ἱερὸς ἀρτίως διεσήμηνε λόγος, ὃν καὶ ὡς εἴη σοφός τε καὶ ἀληθὴς φαῖεν ἂν ἴσως οἷς ἂν ὀρθότητος μέλοι· λαλεῖ γὰρ ἐν Χριστῷ μυστήρια. {Β.} Φαῖεν γὰρ ἄν. {Α.} Ἆρ' οὖν, ὦ Ἑρμεία, πᾶν εἴ τί φαμεν διακεκλῆσθαι πρὸς ὕπαρξιν τοῖς τοῦ πεποιηκότος νεύμασιν, οὐχὶ τοῖς τοῦ κόσμου στοιχείοις ἐναριθμητέον, ἢ καὶ ὡς μέρος τοῦ κόσμου τῷ παντὶ συντετάξεται; {Β.} Καὶ μάλα. {Α.} Λελυτρώμεθα δὲ πρὸς τελειότητα νοῦ καὶ φρενὸς ἱγμένοι, κιβδηλεύοντές τε τὸ ὑποκεῖσθαι θέλειν τοῖς τοῦ κόσμου στοιχείοις; {Β.} Οὕτω φημί. {Α.} Ἆρα τὴν εἰς Υἱὸν ὡς εἰς Υἱὸν ἀληθῶς παραδεδεγμένοι πίστιν, ἢ πῶς; {Β.} Οὕτως. {Α.} Οὐκοῦν ἀγένητος εἴη ἂν ὁ Μονογενής, ἵνα μὴ φαίνοιτο μὲν αὐτὸς μετὰ τῶν ἄλλων στοιχείων καὶ τελῶν ἐν κτίσμασι, νήπιοι δὲ ἡμεῖς καὶ αὐχημάτων ἔτι τῶν εἰς τελειότητα νοῦ τητώμενοι, εἰκαίοις τε λογισμοῖς πεφενακισμένοι μᾶλλον ἥπερ οὖν ἀληθῶς ἐλπίδα βεβαίαν καὶ γνῶσιν πεπλουτηκότες, δῆλον δὲ ὅτι τὴν εἰς Υἱόν. Τί γὰρ ὅλως ὀνήσειεν ἂν ἡμᾶς ὁ Μονογενής, καίτοι δι' ἡμᾶς γενόμενος ἄνθρωπος, εἰ μὴ τοῦ λατρεύειν τῇ κτίσει λελυτρώμεθα; Τὴν δὲ εἰς αὐτόν, εἰπέ μοι, προσηκάμενοι πίστιν ὡς εἰς Υἱόν, ἆρ' οὐ πεπλανήμεθα; {Β.} Ἔοικεν, εἴπερ ἐστὶ γενητός.
But since the Son has shone upon us, then indeed, then we have been shown to be better and more advanced than the mind of our infancy, and having passed through into the light of truth, we have been released—as I think, and he himself surely knows I agree—from being yoked to the elemental spirits of the world. For the sacred Word has just now indicated this to us, which those who care for correctness would perhaps say is both wise and true; for he speaks mysteries in Christ. {B.} They would indeed say so. {A.} Is it the case, then, Hermeias, that if we say anything at all has been called into existence by the nod of its Maker, it is not to be numbered among the elements of the world, nor is it to be ranked with the whole as a part of the world? {B.} Certainly. {A.} And have we been redeemed, having been brought to perfection of mind and understanding, and do we reject the desire to be subject to the elements of the world? {B.} So I say. {A.} Have we then received the faith in the Son as truly in the Son, or how? {B.} So it is. {A.} Therefore the Only-Begotten would be unbegotten, so that he might not appear himself among the creatures along with the other elements and ends, while we remain infants and still deprived of the boasts that lead to perfection of mind, and deceived by vain reasonings rather than truly enriched with sure hope and knowledge—and clearly that which is in the Son. For how at all would the Only-Begotten benefit us, though he became man for our sake, if we had not been redeemed from serving the creature? But tell me, having accepted the faith in him as in the Son, have we not gone astray? {B.} It seems so, if indeed he is created.
{Α.} Τί δὲ, οὐκ ἀμείνων παραπολὺ τῆς διὰ Χριστοῦ παιδεύσεως ἡ διὰ Μωσέως, εἴπερ ἐστὶν ἀληθῶς εἰς ἕν τι τῶν γενητῶν ἡ πίστις; Φαίην δ' ἂν ὅτι κενολογοῦσιν οἱ ἅγιοι, κατόπιν τῶν εὐαγγελικῶν θεσπισμάτων ῥιπτοῦντες ἀεὶ τὴν ἀρχαιοτέραν ἐντολήν. Τετελείωκε δὲ πῶς ὁ νόμος οὐδέν, ἀλλ' ὁ δίκαιος ἡμῖν ἐκ πίστεως ζήσεται; Καίτοι διόλλυσι μὲν ἡ πίστις ἡ εἰς Υἱὸν τοὺς εἰσδεδεγμένους αὐτήν, ὠφέλησε δὲ τοὺς ἀρχαιοτέρους ὁ νόμος, εἰ τοὺς τῶν διεστραμ μένων παραδεξαίμεθα λόγους. {Β.} Φράσαις ἂν ὅπως. {Α.} Ἀοκνότατά γε καὶ μάλα προθύμως. Φάθι δέ με ταυτὶ βεβουλῆσθαι λέγειν. {Β.} Τὰ ποῖα ἄττα φῄς; {Α.} Τοῖς μὲν γὰρ ἀρχαιοτέροις ὁ διὰ τοῦ πανσόφου Μωσέως κατεχρησμῴδησε νόμος· "Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι." Καὶ πρός γε δὴ τούτοις· "Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω." Ἀποκομίζων δὲ ἔτι πρὸς τὸ ἀμεινόνως ἔχον καὶ μὴν καὶ αὐτῶν ἀφιστὰς τῶν τοῦ κόσμου στοιχείων· "Πρόσεχε σεαυτῷ, φησί, μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃ αὐτοῖς." Εἰς ἕνα τοιγαροῦν τὸν ἀληθῶς καὶ φύσει Θεὸν ὁ νόμος ἐκάλει, μεθιστὰς εἰσάπαν τοῦ σφαλεροῦ καὶ χείρονος· ἐπεψηφίζετο γὰρ οὐδαμῶς τὸ χρῆναι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν, καὶ μὴν καὶ ἀσφαλεστέρους εἰς τὸ ἐρηρεῖσθαι καλῶς ἔν γε τουτῳῒ τοὺς κεκλημένους ἐτίθει, ποινὴν ἐπαρτήσας τοῖς ἐθέλουσι ῥᾳθυμεῖν τὴν εἰς αἷμα ζημίαν. Ἀλλ' ἐκεῖνα μὲν ὁ νόμος· παρῆκται δὲ ὅποι τὰ καθ' ἡμᾶς, φέρε δὴ λέγωμεν.
{A.} But what then—is not the education through Moses far better than the education through Christ, if indeed the faith truly leads to one of the created things? I would say that the saints are talking nonsense, always casting the older commandment behind the gospel oracles. And how has the law perfected nothing, but "the righteous shall live by faith"? And yet faith in the Son destroys those who have received it, while the law benefited the more ancient, if we accept the accounts of the perverse. {B.} You might explain how. {A.} Most readily and very eagerly. But say that I have wished to speak these things. {B.} What sorts of things do you mean? {A.} For to the more ancient, the law through the all-wise Moses gave oracles: "Hear, O Israel: the Lord your God is one Lord." And in addition to these: "You shall not make for yourself an idol, nor any likeness of all that is in heaven above and all that is in the earth below." And leading them further toward what is better, and indeed removing them from the very elements of the world: "Take heed to yourself," he says, "lest, looking up to heaven and seeing the sun and the moon and the stars and all the host of heaven, you be led astray and worship them." To the one who is truly and by nature God, therefore, the law called, transferring them entirely from the slippery and the worse; for it by no means voted that one ought to worship the creation instead of the Creator, and indeed it made those called safer in being well established in this very thing, having suspended as a penalty the loss of blood for those willing to be slack. But those things the law did; but let us now say to what point our own affairs have been brought.
Παρῴχετο μὲν ὁ νόμος, ὡς ἐπὶ σκιαῖς καὶ τύποις κατηγορούμενος, ἀνέλαμψε δὲ τῆς ἀληθείας τὸ φῶς, ἐπείτοι τὴν εἰς Υἱὸν παραδεδέγμεθα πίστιν, καίτοι, κατ' ἐκείνους, γενητὸν ὄντα καὶ πεποιημέ νον. Ἆρ' οὐ τρισάθλιοι μὲν ἡμεῖς, οἱ ἐν δοκήσει καὶ μοίρᾳ τῇ κρείττονι, πολλῷ δὲ ἀμείνους οἱ κατὰ τὸν νόμον Θεὸν τὸν ἕνα καὶ φύσει δεδιδαγμένοι προσκυνεῖν; Καὶ τό γε
παραλογώτερον, οἱ μὲν γὰρ οὔπω πεπλουτηκότες τῆς ἀληθείας τὸ φῶς τὸν ἀληθῶς καὶ φύσει Θεὸν ἐγνώκασιν· ἡμεῖς δὲ οἱ περιττοί, καίτοι λαχεῖν αὐχήσαντες τὴν τοῖς πρὸ ἡμῶν οὐ δεδωρημένην ἀλήθειαν, δι' αὐτῆς πεπλανήμεθα καὶ φωτὶ τῷ θείῳ κατεσκοτισμένοι μᾶλλον ἤγουν ἐκλελαμπρυσμένοι διατελοῦμεν, οἱ δείλαιοι. {Β.} Ὡς δριμὺς ὁ λόγος. {Α.} Εἰ δὲ δὴ κἀκεῖνο μάθοις, καταθαυμάσαις ἄν, οἶμαι, μειζόνως. {Β.} Τὸ ποῖον; 514 {Α.} "Παιδαγωγὸς ἡμῖν ὁ νόμος γέγονεν εἰς Χριστόν." Γεγραφότος γὰρ ὡδὶ διεπύθου που πάντως τοῦ μακαρίου Παύλου. {Β.} Ἐπυθόμην. {Α.} Βασανιστέον δὴ οὖν ἐφ' ὅ τι τε καὶ ὅπως παιδοκόμος ἦν εἰς ἡμᾶς ὁ νόμος εἰς Χριστὸν ἀναφέρων, τουτέστιν εἰς λόγον καὶ γνῶσιν τὴν ἐπὶ Χριστῷ. Ἆρ' ὡς εἰς ἀμείνω καὶ ὑπερτρέχουσαν τῆς ἐνούσης αὐτῷ καὶ ἐγκεχωσμένης ἔτι τοῖς τύποις, ἤγουν εἰς αἰσχίονα καὶ χθαμαλωτέραν; {Β.} Εἰς ἀμείνω καὶ φανοτέραν. {Α.} Εὖγε, ὦ φιλότης· ἅπας γάρ, οἶμαι, σοφὸς καὶ ἀρτίφρων ἀνὴρ συννεύσειεν ἂν ὧδέ τε ἔχειν τὸ χρῆμα ἐρεῖ.
{A.} The law indeed passed away, being accused as it were in shadows and types, but the light of the truth shone forth, since we have received the faith in the Son—although, according to them, he is created and made. Are we not thrice-wretched, who are in appearance and in a better portion, while those under the law are far better, who have been taught to worship the one God who is God by nature? And the more paradoxical thing is that they, not yet enriched with the light of the truth, have known the true and natural God, while we, the superior ones, though we boast of having obtained the truth not granted to those before us, have through it been led astray, and with the divine light we remain rather darkened than illumined—we wretched ones. {B.} How sharp the argument is. {A.} But if you learn that other point too, you would, I think, marvel the more. {B.} What point? {A.} "The law has become our pedagogue unto Christ." For you have surely heard somewhere that the blessed Paul wrote thus. {B.} I have heard it. {A.} We must then examine to what and in what manner the law was a child-guardian for us, leading us to Christ, that is, to the word and knowledge concerning Christ. Was it as to something better and surpassing what was in it and still buried in the types, or rather as to something worse and more lowly? {B.} To something better and more manifest. {A.} Well said, my friend; for every wise and sound-minded man, I think, would agree and say that this is how the matter stands.
Οὐκοῦν εἰ νόμος ἡμᾶς ὁ παιδαγωγός, καίτοι τὸν ἕνα καὶ φύσει διακηρύττων Θεόν, οὐχ ὡς εἰς αἰσχίονα γνῶσιν εἰς τὸ ἐπὶ Χριστῷ διακομίζει μυστήριον, Υἱὸς ἂν εἴη μᾶλλον οὐ γενητός, ἵνα μὴ νόμος ἡμᾶς ἀδικήσας ὁρῷτο, μήτε μὴν ὡς προφερεστέραν τῆς εἰς Θεὸν γνώσεως τὴν εἰς ποίημα τιθείς, πάγη καὶ θήρατρον διαβολικὸν εὑρίσκοιτο, καίτοι λαληθεὶς δι' ἀγγέλων καὶ δοθεὶς ἡμῖν εἰς ἐπικουρίαν. "Νόμον γὰρ εἰς βοήθειαν δέδωκε," τῶν ἁγίων τις ἔφη. Καὶ εἰ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός, πῶς ἂν ἔχοι τὸ εἶναι σεπτὸς τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος; Ἐκτελευτᾷ γὰρ εἰς πλάνησιν τῆς ὅλης γνώσεως οἱονεὶ τὸ συμπέρασμα κατακλεῖον ἡμᾶς εἰς γενητὴν καὶ οὐκ ἄκτιστον φύσιν. {Β.} Ὀρθότατα ἔφης. Πλὴν οἶμαί τι τοιοῦτον ἐρεῖν τὸν δι' ἐναντίας, τὸ πρωτότοκος ὄνομα, τί ἂν βούλοιτο δηλοῦν; {Α.} Τὸ προὔχειν ἐν ἀδελφοῖς τὸν δεῖνα τυχὸν καὶ πρεσβυ τέραν λαχεῖν ἑτέρων τὴν διὰ γεννήσεως ὕπαρξιν. {Β.} Εἶτα πῶς ὠνόμασται, φασί, πρωτότοκος πάσης τῆς κτίσεως ὁ Υἱὸς εἰ μὴ ἀδελφὴν ὥσπερ ἔχει τὴν κτίσιν ὡς ὁμογενῆ καὶ ὁμοφυᾶ; {Α.} Φροῦδον οὖν, ὡς ἔοικε, καὶ ἀχρεῖον παντελῶς ἐπ' αὐτοῦ διαφανεῖται λοιπὸν τὸ Υἱὸς ὄνομα, καὶ φενακισμὸς ἡ γέννησις, καὶ θρύλλος εἰκαῖος ὁ περὶ Πατρὸς ἡμῖν ἥκει λόγος. {Β.} Οὐδαμῶς, φησί. Πατὴρ γὰρ κέκληται τοῦ Υἱοῦ καταχρηστικῶς, τοιγάρτοι καὶ περὶ τῶν Υἱῶν Ἰσραὴλ "Υἱοὺς ἐγέννησα καὶ ὕψωσα" φησίν. {Α.} Ἆρ' οὖν εἰσποιητὸς εἰς υἱοθεσίαν μεθ' ἡμῶν ὁ Μονο γενὴς καὶ νεῦμα μόνον ἡ γέννησις, τὸ δὲ ἀληθὲς ἐπ' αὐτῷ τὸ πεποιῆσθαί ἐστιν; {Β.} Οὕτω φασί.
{A.} If, then, the law is our paedagogue—although it proclaims the one God by nature—it does not lead us into a shameful knowledge, into the mystery concerning Christ, unless he is a Son rather than a created being, so that the law may not be seen to have wronged us, nor, by placing the knowledge of a creature above the more excellent knowledge of God, be found to be a diabolical snare and trap, even though it was spoken through angels and given to us for our aid. "For he gave the law for help," as one of the saints said. And if Christ is the fulfillment of the law and the prophets, how could the word of divinely inspired Scripture hold that he is to be worshipped? For it ends in the error of the whole knowledge, closing us in, as it were, by its conclusion, to a created and not uncreated nature. {B.} You have spoken most correctly. But I think the opponent will say something like this: the name "firstborn"—what would it wish to signify? {A.} That a certain one excels among brothers, perhaps, and has obtained a more honourable existence than others through birth. {B.} Then how, they say, is the Son named firstborn of all creation, unless he has creation as a sister, as it were, being of the same kind and nature? {A.} Then, it seems, the name "Son" will henceforth appear in his case as vain and utterly useless, and the generation a mockery, and our account concerning the Father a random rumor. {B.} By no means, he says. For he is called Father of the Son by misuse of terms; and so also concerning the sons of Israel he says, "I have begotten and raised up sons." {A.} Is the Only-begotten, then, adopted into sonship along with us, and is the generation merely a nod, while the truth concerning him is that he was made? {B.} So they say.
{Α.} Καίτοι τί δή ποτε παρέντες ὡς ἀκερδὲς τὸ αὐτὴν ἐπείγεσθαι καταθρεῖν τὴν ἀλήθειαν, μονονουχὶ τὸ προφητικὸν ἐκεῖνό φασίν· "Ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα;" Εἴρηται γὰρ πρωτότοκος πότε καὶ ἐν τίσι γεγονὼς ὁ Λόγος, χρῆν, οἶμαί που, καὶ πρό γε τῶν ἄλλων ἁπάντων ἀναμαθεῖν, οὕτω τε λοιπὸν εἰς ἐννοιῶν εὐθύτητα τὴν τῶν μυστηρίων πρεπωδεστάτην ἀπορθοῦν ἐπείγεσθαι τὴν καρδίαν. Καιροὶ γὰρ ἡμῖν καὶ μὴν καὶ προσώπων διαφοραὶ καταδείξειαν ἂν καὶ μάλα εὐκόλως τὸν ἀπλανῆ τε καὶ ἀπαράφθορον καὶ ἐξ εὐθείας ἥκοντα λόγον τῶν ἱερῶν Γραμμάτων· ἢ εἴπερ ἐστὶν οὐκ ἀληθὲς ὅ φημι, καιροὺς δὲ καὶ χρόνους οὐ βασανιστέον καθ' οὓς ἄσαρκός τε ἦν ἔτι καὶ μετὰ σαρκὸς ὁ τοῦ Θεοῦ Λόγος καταπτοείτω μηδένα κἂν ἀδιακρίτως τὰ ἐπ' αὐτῷ λαλῆται τυχὸν καὶ δυσφημιῶν ἀπέστω γραφή· κἂν οἴοιτό τις ἐκτεθνάναι κατ' ἀλήθειαν, καίτοι ζωὴν ὄντα κατὰ φύσιν τὸν ἐκ Πατρὸς Λόγον, αἰτείτω κρότους τοὺς πρὸς ἡμῶν, καὶ τοὺς τῆς ἀψευδείας ἐπαίνους· εἰκαιομυθήσει δὲ ἄρα καὶ ὁ σαρκὶ τεθνάναι λέγων αὐτόν. Πᾶν γὰρ ἤδη πως τὸ ἐπ' αὐτῷ πέφηνεν ἀδιάκριτον. {Β.} Ἔχοι ἂν ὀρθῶς, εἰ τῇδε νοοῖτο, ψόγου γε μὴν καὶ γραφῆς οὐκ ἔξω τὸ χρῆμα. {Α.} Οὐ γάρ, ὦ 'γαθέ, καὶ εἰς ἑτέραν αὐτοὺς ἀτοπίαν κατωθήσειεν ἂν καὶ μάλα νεανικῶς ὁ λόγος; {Β.} Εἰς τίνα δὴ φῄς; {Α.} Δασμολογοῦσί τινες, κατὰ νόμον εἰς τοῦτο τὸν διὰ Μωσέως ἱγμένοι καὶ τὴν τοῦ διδράχμου συνεισφορὰν συλλέγουσιν ὑπὲρ δυεῖν κεφαλαῖν ἐξαιτοῦντες τὸ ἕν. Ἐπειδὴ δὲ τῷ Πέτρῳ προσῄεσαν–ἀναπυνθάνεσθαι γὰρ ἐδόκει,
{A.} And yet, why on earth do they pass over as unprofitable the eager contemplation of the truth itself, and all but say that prophetic utterance: "We have made falsehood our hope, and with falsehood shall we be covered?" For since it has been stated when and among whom the Word became firstborn, it was necessary, I think, before all else to learn this afresh, and then at last to urge the heart straight on into uprightness of understanding, the most fitting path of the mysteries. For times and differences of persons would very easily demonstrate the unerring and incorrupt word of the sacred Scriptures, coming as it does by a straight path; or if what I say is not true, then one must not scrutinize the times and seasons in which the Word of God was still without flesh and afterward with flesh—and let no one be disturbed even if statements about him are spoken indiscriminately, and let Scripture be far from any ill-sounding words; and even if someone thinks that he who is by nature life, the Word from the Father, has truly died, yet let him ask for our applause and the praises of truthfulness; but he who says that he died in the flesh will be babbling idly. For now everything concerning him has somehow appeared indistinguishable. {B.} It would be correct if understood in this way, but the matter is not free from blame and reproach. {A.} For surely, good sir, would not the argument very vigorously bring them down into another absurdity as well? {B.} Into what do you mean? {A.} Some collect taxes, having been led to this by the law through Moses, and they gather the contribution of the didrachma, exacting the one for two heads. But when they came to Peter—for he seemed to be inquiring,
πότερα καὶ αὐτὸς τοῖς εἰσφέρουσι συντετάξεται καὶ δασ μολογοῖτο Χριστός, ἤγουν ἀποφάσκει τὴν εἴσπραξιν–, εἰσέθορε μὲν εὐθὺς ὁ θεσπέσιος μαθητὴς τὸ τί ἂν βούλοιτο δρᾶν αὐτοὺς ἔν γε τουτῳῒ διαμαθεῖν ἀξιῶν· ἤρετο δὲ φθάσας ὁ Ἰησοῦς· "Οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;" Πέτρου δὲ εἰπόντος· "Ἐκ τῶν ἀλλο τρίων," ἔφη προστιθείς· "Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βαλὲ ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καί, ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβών, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ." Αἰσθάνῃ δὴ οὖν ὅτι τῇ οἰκείᾳ φύσει προσμεμαρτύρηκε τὸ ἐλεύθερον; Τοῦτο δ' ἂν εἴη τὸ ὑπὲρ κτίσιν· δοῦλον γὰρ τοῦ πεποιηκότος τὸ παροισθὲν εἰς γένεσιν. Οὕτω καὶ ὁ θεῖος ἡμῖν ἀνακεκράγει Δαβὶδ πρὸς τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν· "Ὅτι τὰ σύμπαντα δοῦλα σά." Οὐκοῦν ἐν μέτροις ἡμῖν οὐχὶ τοῖς δουλοπρεπέσιν, οὐδὲ ἐν τοῖς ὑπὸ ζυγὸν ὁ Υἱός, ἀλλ' ἐν φύσει τῇ θείᾳ καὶ ὑπερτάτῃ καὶ ὑπερθρωσκούσῃ τὰ γενητά. {Β.} Ἀληθές. {Α.} Ἆρ' οὖν, ὦ Ἑρμεία, τὸν οὕτω σεπτῷ κατηγλαϊσμένον ἀξιώματι τοῖς τῆς δουλείας ζυγοῖς ὑποθήσομεν, εἰ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι λέγοιτο; Καίτοι πῶς τοῦτο οὐκ ἀμαθές; Εἰ γὰρ γέγονεν ἐν δούλου μορφῇ, φαίην ἂν ὅτι πρὸ τῆς τοῦ δούλου μορφῆς διετέλει που πάντως ἐν ἐλευθέρᾳ τε καὶ ἀνειμένῃ φύσει. Οὐδὲ γὰρ ἂν γένοιτό τι τῶν ὄντων ὃ ἦν, τὸ δὲ ἐν οἷς ἦν εἰ πρόοιτο, τὴν ἐφ' ἕτερόν τι μεταδρομὴν ποιοῖτ' ἂν εἰκότως.
Will he too be classed with those who bring the coin and will Christ be accused of demanding the tax—that is, does he refuse the collection? The inspired disciple at once perceived what he wanted them to do, deeming it worth learning in this very matter; and Jesus, anticipating him, asked: "The kings of the earth, from whom do they receive toll or tribute? From their own sons or from strangers?" And when Peter said, "From strangers," he added: "Then the sons are free. But so that we may not cause them to stumble, go to the sea, cast a hook, and take the first fish that comes up, and opening its mouth you will find a stater; take that and give it to them for me and you." Do you perceive, then, that he has borne witness to his own nature as free? And this would be what is above creation; for what has been brought into being is a slave of its Maker. So too the divine David cried out to us concerning God, who has authority over all things: "For all things are your slaves." Therefore the Son is not among us in servile measures, nor among those under the yoke, but in the divine and most exalted nature that leaps beyond things created. {B.} True. {A.} Shall we, then, Hermeias, subject to the yoke of slavery him who is adorned with so august a dignity, even if he is said to have come down in the form of a slave? And yet how is this not foolish? For if he has become in the form of a slave, I would say that before the form of the slave he was surely existing in a free and unconstrained nature. For nothing that exists would become what it was, but if it should abandon the conditions in which it was, it would reasonably make the transition to something else.
Ἥκει τοίνυν ἡμῖν, οὐκ ἐξ οἰκετῶν εἰς οἰκέτην, ἀλλ' ἐξ ἐλευθέρας φύσεως ὁ Υἱὸς εἰς τὴν τοῦ δούλου μορφήν. Ἀλλ' εἴπερ οὐδὲν τὸ μεσολαβοῦν, εἰ μηδὲν ὁ χρόνος, εἰ προσώπων ἔρευνα τὸ τελοῦν εἰς ὄνησιν ἐν τούτοις οὐκ ἔχει, καὶ εἰ γυμνὸς ἔτι νοοῖτο λοιπὸν καὶ δίχα σαρκὸς ὁ Λόγος, ἐλεύθερος μὲν οὐχί, διακεκλήσθω δὲ δοῦλος καὶ ἐπαριθμείσθω τοῖς ὑπὸ ζυγόν. {Β.} Εἶτα πῶς οὐχ ἁπάσης ἡμῖν ἀτοπίας ἀνάμεστα ταυτί; {Α.} Οὐκοῦν, ἀκουόντων οἱ δι' ἐναντίας· Καιροὺς καὶ πρόσωπα βασανίζειν οὐκ ἀνεχόμενοι, ποῖ φέρεσθε, τί δρᾶτε, ὦ παντὶ πνεύματι πονηρῷ παράφοροι καὶ ἁλώσιμοι; Τί συγχεῖτε τὰ ἄμικτα, καιροῦ καὶ προσώπων καὶ λογισμῶν ἀφειδήσαντες, δι' ὧν ἂν γένοιτο σαφὴς καὶ λίαν εὐκρινεστέρα τῶν ἐφ' Υἱῷ λαλουμένων ἡ θεωρία; Ὅπου μὲν γὰρ οὐκ ἐν σαρκὶ γεγονὼς Θεὸς ἦν ὁ Λόγος, γεγεννημένος ἐκ Πατρός, ἐκεῖ κατασκέπτου τὸ ἀμίκτως ἔτι θεοπρεπὲς ἀξίωμα, τὴν εἰλικρινῆ καὶ ἀσύγχυτον δόξαν, τὸ ἐξῃρημένως ἐλεύθερον, τὸ ἰσοσθενὲς τῷ Πατρί. Παρήχθη γὰρ δι' αὐτοῦ πρὸς γένεσιν τὰ οὐκ ὄντα ποτέ. Κοινοβουλία τε καὶ ἰσουργία καὶ ἡ πρὸς πᾶν ὁτιοῦν ὁμοιότης γέγραπται διὰ Μωσέως. Εἰσκεκόμικε γὰρ ἡμῖν λέγοντα Θεόν, δῆλον δὲ ὅτι, πρὸς τὸν ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ συνυφεστῶτα Λόγον· "Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." Τὸ γάρτοι ποιή σωμεν οὐχ ἑνί, πρέποι δ' ἂν μᾶλλον τοῖς ὑπὲρ ἕνα καὶ δύο τισίν.
He has come, then, for us—not from servants to a servant, but from a free nature the Son came into the form of a servant. But if nothing intervenes, if time is nothing, if the examination of persons has no bearing on the benefit in these matters, and if the Word is still conceived of as bare and apart from flesh, then he is not free—let him be called a servant and numbered among those under the yoke. {B.} Then how is this not full of every absurdity for us? {A.} Well then, let those of the opposite side hear: You who do not endure to examine times and persons, where are you carried? What are you doing, you who are driven about by every evil spirit and easily caught? Why do you confuse things that cannot be mixed, disregarding time and persons and reasonings, by which the contemplation of what is said concerning the Son would become clear and very much more distinct? For where God the Word was not yet in flesh, having been begotten from the Father, there consider the God-befitting dignity that is still unmixed, the pure and unconfused glory, the freedom that is exceptional, the equality of power with the Father. For through him things that once were not were brought into being. And joint counsel and joint working and likeness in everything whatsoever has been written through Moses. For he has brought in God saying—and it is clear that he speaks to the Word who subsists with him from him and in him—"Let us make man according to our image and according to our likeness." For the "let us make" is not addressed to one, but would rather befit those who are beyond one and two.
Ἐπειδὴ δέ, φειδοῖ καὶ ἀγάπῃ τῇ εἰς ἡμᾶς, ἐξ ἐμφύτου καὶ θεοπρεποῦς ἡμερότητος οἱονεὶ κεκινημένος, "ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν καὶ, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τεταπείνωκεν ἑαυτόν," ποῖος ἡμᾶς ἀναπείσει λόγος, τοὺς οἵ γε φρονεῖν ὀρθὰ περὶ αὐτοῦ διεσκέμμεθα, τοῖς τῆς κενώσεως μέτροις ἐπιτιμᾶν καὶ κατασμικρύνειν ἐπείγεσθαι τὸν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν καθέντα πρὸς κένωσιν τὴν ἰδίαν ὑπεροχήν; Τότε γὰρ δὴ καὶ πρωτότοκος ὁ Μονογενής, λελόγισται δὲ καὶ ἐν πολλοῖς ἀδελφοῖς ὁ εἷς τε καὶ μόνος, ὡς Υἱὸς ἐκ Πατρός. Καθίκετο γὰρ εἰς ταπείνωσιν καὶ πέφηνε καθ' ἡμᾶς, οὐχ ἵνα τι πάθοι τῶν ἀδικεῖν εἰωθότων, τὸ εἶναι Θεὸς ἀποβαλὼν καὶ Υἱὸς ἀληθῶς, ἀλλ' ἵνα τὸ φύσει δοῦλον καὶ γενητόν, τουτέστιν ἡμᾶς, εἰς τὴν ἑαυτῷ τε καὶ μόνῳ κυρίως ἐνοῦσαν ἀνακομίσειε δόξαν, υἱοὺς ἀποφήνας Θεοῦ. Ὅταν οὖν ἡμῖν συντάττηται διὰ τοῦ καλεῖσθαι πρωτότοκος, οὐχ ἡμεῖς αὐτὸν εἰς τὸ παρὰ φύσιν ἐκβιασόμεθα, πολλοῦ γε καὶ δεῖ· ἀνακομίσει δὲ μᾶλλον αὐτὸς ἡμᾶς πρὸς τὸ ὑπὲρ φύσιν ἀξίωμα. Τὸ γάρ τοι
Since, then, out of sparing and love toward us, as it were moved by an innate and God-befitting gentleness, “being in the form of God and the Father, he did not consider it robbery to be equal with God, but emptied himself, taking the form of a servant, and, found in fashion as a man, he humbled himself,” what word will persuade us—we who have determined to think rightly concerning him—to find fault with the measures of his emptying and to hasten to belittle him who for our sake and on our behalf brought his own pre-eminence down to emptying? For then indeed the Only-begotten is also firstborn, and the one and only is reckoned also among many brothers, as Son from the Father. For he came down to humiliation and appeared as one of us, not in order to suffer any of the things that those accustomed to do wrong suffer, having cast off being God and truly Son, but in order that he might restore to that glory which belongs to himself alone and truly, the naturally servile and created—that is, us—having made us sons of God. When, therefore, he is ranked with us by being called firstborn, we shall not force him into what is contrary to nature—far from it; rather, he will restore us to the dignity that is above nature. For indeed the
τὴν θεῖαν καὶ ἀπόρρητον φύσιν ἐκβεβιάσθαι λέγειν ἤγουν ἡττῆσθαι τῇ κτίσει, πῶς οὐκ ἀπόπληκτον παντελῶς; Οὐκοῦν γενό μενος καθ' ἡμᾶς, οὐ καθ' ἡμᾶς ἔσται ποθέν, τὸ ἴδιον ἀποβεβληκώς, ἀλλ' ἡμεῖς δι' αὐτὸν ὑπὲρ ἑαυτούς, τῇ τοῦ τιμῶντος χάριτι τὸ τῆς ἰδίας φύσεως ὑπερθρῴσκοντες μέτρον, καὶ πρὸς τὸ ἄνω καὶ ὑπερκείμενον ἀναθέοντες. {Β.} Πῶς ἔφης; {Α.} Ἢ γὰρ οὐχὶ Πνεύματος γεννητοὶ καὶ τέκνα Θεοῦ διακεκλήμεθα; {Β.} Ναί. {Α.} Τοιγάρτοι καὶ προστετάγμεθα πατέρα μὲν ἐπὶ γῆς ἀποκαλεῖν μηδένα, Θεῷ γε μὴν ὡς Πατρὶ τὰ καθ' ἑαυτοὺς προσνέμειν, διὰ τὸν ἐν ἡμῖν γεγονότα πρωτότοκον, καὶ οὐχ ἑτέρου του χάριν ἢ ἵνα καὶ ἡμεῖς δι' αὐτὸν υἱοί. Πρέποι γὰρ ἂν οὑτοσὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ ὁ σκοπός. Ποῦ γὰρ ἔτι σοφὸν τὸ Χριστοῦ μυστήριον εἰ πρό γε τῶν ἄλλων τὴν ἰδίαν αὐτὸς ἠδίκησε φύσιν, οὐδὲν ὀνήσας τὰ καθ' ἡμᾶς; Κατέθορε γὰρ εἰς τὸ εἶναι πρωτότοκος, ἵνα πολλοῖς συντάτ τηται, καίτοι τὸ ἕτερος εἶναι καὶ ἀμείνων κατὰ φύσιν, παρὰ τὰ οἷς ἂν συντάττοιτο, κατά γε τὸ ἐκείνοις δοκοῦν, οὐδαμόθεν ἔχων. {Β.} Ἀλλ' ὡς ἐν δόξῃ φησὶν οὐ μετρίως διενεγκὼν καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὰ συντεταγμένα νικῶν τῆς ὅλης κτίσεως καλεῖται πρωτότοκος. {Α.} Καὶ ποῦ τὸ ἀσύγκριτος ἐν δόξῃ, ἢ ποῖον ἂν εἴη τῆς ὑπεροχῆς τὸ μέγεθος, ἔστ' ἂν ἐν ἴσοις ἡμῖν τοῖς λόγοις κατά τε αὐτοῦ καὶ τῶν ἄλλων ἁπάντων τὸ δεῖν ἐκτίσθαι κατηγοροῖτο;
To say that the divine and ineffable nature was forced, that is, defeated by creation—how is this not utterly senseless? Therefore, having become as we are, he will not somehow be as we are, having cast off what is his own; rather, we through him rise above ourselves, by the grace of the one who honors us leaping over the measure of our own nature, and running back up to what is above and transcendent. {B.} How did you say this? {A.} For were we not called offspring of the Spirit and children of God? {B.} Yes. {A.} Therefore we have also been commanded to call no one father on earth, but to assign what concerns us to God as Father, because of the firstborn who has come to be in us, and for no other reason than that we too might be sons through him. For this purpose would be fitting for the economy with the flesh. For where would the mystery of Christ still be wise if, before all others, he himself had wronged his own nature, benefiting nothing in our regard? For he descended to being firstborn in order that he might be ranked with many, although he has no ground whatever, at least according to what seems to them, for being other and better by nature than those with whom he might be ranked. {B.} But, as he says, differing not moderately in glory and conquering the things ranked with him by incomparable preeminences, he is called firstborn of the whole creation. {A.} And where is the incomparability in glory, or what would be the magnitude of the preeminence, as long as it is charged against him and against all others alike that he had to be created on equal terms with us?
Πολυπραγμονεῖ δὲ ἡμῖν ὁ λόγος εἰς τὸ παρὸν οὐχὶ τί τὸ ὑπερκύπτον ἢ μειονεκτούμενον κατά γε τὸ ἐν τιμῇ καὶ δόξῃ, ἀλλὰ τί μὲν ἂν εἴη τὸ φύσει κτιστὸν καὶ παροισθὲν εἰς γένεσιν, τί δὲ τὸ ὑπὲρ τοῦτο καὶ ἐπέκεινα, καὶ εἰ φύσιν ἀπετέμετο τῶν ἄλλων ἐξῃρημένην ὁ Μονογενής, ἧς ἂν ἴοι κατόπιν πᾶν τὸ ἐκτίσθαι πεπιστευμένον. Ἄρα γάρ, εἴ τις ἀναμαθεῖν ἀξιῶν τί μὲν ἥλιος κατὰ φύσιν, ὦ τᾶν, τί δὲ καὶ ἵππος, λέγοι, πότερα γενητὰ καὶ ἐξ οὐκ ὄντων τὴν φύσιν, ἤγουν ἕτερόν τι παρὰ τοῦτο; Τί ἂν ἔφης αὐτός; {Β.} Ἔφην ἂν ὅτι γενητά. {Α.} Εἰ δὲ δὴ προσπεριεργάζοιτο καὶ προσερωτῴη λέγων· Τί δὴ οὖν ἄρα τὸ ἐν ἀμφοῖν θατέρου προτετάξεται, κατά γε τὴν δόξαν; ἆρ' οὐκ ἂν ἡμῖν καὶ προσόφλοι γέλωτα, πεῦσιν οὕτω προθεὶς τὴν ἐναργεστάτην καὶ τοῖς ἐθέλουσιν ἑτοίμην εἰπεῖν; {Β.} Καὶ μάλα. {Α.} Λῆρος δέ, οἶμαι, τὸ χρῆμά ἐστιν. Ἵππος γὰρ δὴ πρὸς ἡλίου δόξαν, πῶς ἂν ἢ πόθεν ἀμιλλήσηται; Μέτρου γὰρ ἄμεινον τὸ μεσολαβοῦν, ἀλλ' εἰ ταλαντεύοιτο τυχὸν τῆς ἀμφοῖν οὐσίας ὁ λόγος καὶ τί δὴ τούτων ἑκάτερον εἴη ἂν κατασκέπτοιτό τις, οὐχ ἑτεροίως ἕξει πρὸς ἄλληλα, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, καίτοι τοσοῦτον ἐν δόξῃ διενεγκόντος ἡλίου. Ὅταν οὖν ἡμῖν ἐκβασανίζοιτο λόγος, ὁ ἐφ' Υἱῷ, καὶ τί κατὰ φύσιν ἐστὶ προκέοιτο βλέπειν, ψυχρὸν ἀληθῶς καὶ κατάπλαστον αὔχημα τὸ προὔχειν ἐν δόξῃ καὶ προτετάχθαι τῶν ἄλλων οἴεσθαι δεῖν αὐτόν, εἰ κτίσει συντάττοιτο καὶ νοοῖτο μεθ' ἡμῶν ὡς πεποιημένος.
Our argument at present is not concerned with the question of what surpasses or falls short in honor and glory, but with what is by nature created and brought into being, and what is above this and beyond it, and whether the Only-Begotten has cut off for himself a nature distinct from others, one that everything believed to have been created would fall behind. For suppose someone wishing to learn what a sun is by nature, my good sir, and what a horse is, were to ask whether they are generated and have their nature from things that are not, or something else besides this? What would you yourself say? {B.} I would say that they are generated. {A.} But if he were to busy himself further and ask, saying: Which of the two, then, is to be ranked first in glory? Would he not incur laughter from us, posing a question so obvious and ready for anyone willing to answer? {B.} Indeed. {A.} It is nonsense, I think. For how, or from where, could a horse compete with the glory of the sun? The intervening measure is better, but if the argument were to weigh the substance of both and consider what each of them is, they will not be related differently to one another in respect of having been made, even though the sun differs so greatly in glory. When, then, the argument concerning the Son is examined by us, and what he is by nature comes up for consideration, we must regard it as truly cold and fabricated boasting to think that he must excel in glory and be ranked before others, if he is to be classed with creation and understood along with us as having been made.
Ὑπεροχαῖς γὰρ αὐτὸν ταῖς ἔξωθεν καταχρυσοῦσί τινες, πλήττοντες μὲν ὥσπερ εἰς τὰ καιριώτατα, δοξαρίων δὲ καὶ εὐφημιῶν λαμπρότησι κατακαλλύνειν ὑποκρινόμενοι τῆς εἰς αὐτὸν δυσφημίας τὸ ἀτερπές. Τὸ γὰρ ὅλως τῇ κτίσει συντεταγμένον οὐσιωδῶς καὶ τελοῦν ἐν γενητοῖς οὔτ' ἂν κατὰ φύσιν εἴη Θεός, οὔτε μὴν Υἱὸς καὶ Κύριος ἀληθῶς, ἀλλ' ὡς ἐν οἰκέταις ἐξαίρετον καὶ ἐν τοῖς ὑπὸ ζυγόν, ψιλῇ τε καὶ μόνῃ τῇ δόξῃ διενεγκόν. {Β.} Εὖ λέγεις. {Α.} Ἔπεισι δὲ δή μοι κἀκεῖνο καταθαυμάσαι. {Β.} Τὸ τί δή; {Α.} Παρέντες γὰρ ὥσπερ τὸ διειδέναι καὶ φρονεῖν ὅτι καὶ Μονογενής ἐστιν ἀεί, λέγουσι φληνάφως τὸ πρωτότοκος ὄνομα, τοῖς ἁπλουστέροις ἐπιτειχίζοντες. Καίτοι πῶς οὐκ ἀψευδὴς εἴη ἂν εἴ γέ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν· Εἰ τὸ πρωτότοκος ὄνομα συγκαταγράφει τῇ κτίσει τὸν Υἱόν, ὡς ἐν πολλοῖς ἀδελφοῖς καὶ διὰ τοῦτο πρωτότοκον, ἀσύντακτον ἄρα καὶ ἀσυμφυᾶ παντελῶς τὸ μονογενὴς ἀποφανεῖ. Ὡς γὰρ οὐκ ὄντος ἑτέρου παρ' αὐτὸν κατὰ φύσιν εἴη ἂν μονο γενής. Εἰ δὲ δὴ μέλλοι πρωτότοκος μὲν οὐκ εἶναι διὰ τὸ μονογενής, ἀλλ' οὐδ' αὖ μονογενὴς διὰ τὸ εἶναι πρωτότοκος, ὥρα που τάχα μηδὲ ὑπάρχειν ὅλως οἴεσθαι τὸν Υἱόν. Ἀντιφέρεται γὰρ ἀλλήλοιν, καὶ οἱονεὶ συνδιόλλυται, σφίσιν αὐτοῖς προσπταίοντα καὶ τὴν τῶν σημαινομένων ἀντεξάγοντα
For some people gild him with external preeminences, striking, as it were, at the most vital points, while pretending to adorn the unpleasantness of the blasphemy against him with the splendor of little opinions and praises. For what is wholly ranked with creation in its essence and has its place among things brought into being would neither be God by nature, nor truly Son and Lord, but as one distinguished among servants and among those under the yoke, differing by mere and only opinion. {B.} You speak well. {A.} But this too comes upon me to marvel at. {B.} What, indeed? {A.} For passing over, as it were, the understanding and thinking that he is also always Only-begotten, they babble the name Firstborn, building a siege-wall against the simpler folk. And yet how would it not be true, if one chose to say to this: If the name Firstborn enrolls the Son with creation, as among many brothers and for this reason firstborn, then it will declare Only-begotten to be wholly unranked and of no common nature. For as there is no other besides him by nature, he would be Only-begotten. But if he is not to be Firstborn because he is Only-begotten, nor again Only-begotten because he is Firstborn, then perhaps it is time to think that the Son does not exist at all. For they are opposed to each other, and as it were perish together, stumbling against each other and bringing out against each other the meanings of the terms.
δύναμιν, τὸ πρωτότοκος καὶ μονογενής. Πῶς γὰρ ἂν ἐφ' ἑνὸς καὶ ταὐτοῦ τάττοιτό τε ἑκάτερον καὶ ἀληθὲς ὂν νοοῖτο; {Β.} Οὐκ ἂν ἑτέρως δύναιτο, καθάπερ ἐγῷμαι, μὴ παρεισ τρεχούσης τῆς μετὰ σαρκὸς οἰκονομίας. {Α.} Καὶ μὴν ἴσθι τοι πεφρονηκὼς οὐχ ἕτερόν τι παρά γε τὸ τοῖς ἁγίοις καὶ θεηγόροις δοκοῦν, οἳ τὸν περὶ τούτων ἡμῖν παρέδοσάν τε καὶ διεσάφησαν λόγον. Ὁ μὲν γὰρ θεσπέσιος Ἰωάννης καὶ μονογενῆ καὶ Θεὸν κατωνόμασε τὸν ἐκ Θεοῦ Λόγον, καὶ μὴν καὶ τὸ ἄναρχον ἐν χρόνῳ προσμεμαρτύρηκεν ὡς Θεῷ. Παῦλος δὲ ἡμῖν ὁ καὶ Χριστοῦ γέμων, ἔμπλεώς τε Πνεύματος ἁγίου καὶ ἄριστος ἐν μυσταγωγοῖς· "Ὅταν δὲ, φησίν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ," καιρόν, οἶμαί που, τὸν πρέποντα τῷ πρωτότοκος ἀπονέμων τὸν μετὰ σαρκός. Παρήχθη γὰρ οὕτως εἰς κόσμον, καίτοι πάλαι τε καὶ διαπαντὸς ἐν αὐτῷ τε ὤν, καὶ ὑπ' αὐτοῦ μὴ γινωσκόμενος. Δέδεικται δὲ οὕτω λοιπὸν μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἔχων μὲν ἴδιόν τε καὶ ἐξαίρετον τὸ εἶναι μονογενής· Θεὸς γὰρ ἦν ἐκ Θεοῦ, μόνος ἐκ μόνου, καὶ ἀπορρήτως γεγεννημένος· ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς, τότε δή, τότε καὶ ὡς ἀδελφοῖς ἤδη συντετάξεται διὰ τοῦ καλεῖσθαι πρωτότοκος. Ποῦ γὰρ ἡ κένωσις, εἰ μὴ ἐν τῷ γενέσθαι πρωτότοκον ἐκ μονογενοῦς, καὶ ἐν κτίσμασι μεθ' ἡμῶν ὡς ἄνθρωπον τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν; Ποῦ δὲ ὅλως "ἐπτώχευσε πλούσιος ὤν," εἰ μὴ προσλαβὼν ὁρᾶται τὸ ἀλλότριον, δι' οὗ καὶ ἐπτώχευσεν;
power," "firstborn" and "only-begotten." For how could each of these be assigned to one and the same, and be understood as true? {B.} It could not be otherwise, as I think, unless the economy with the flesh were brought in. {A.} And yet know well that I have held no other opinion than what seems good to the holy and God-inspired men, who handed down to us and made clear the account concerning these things. For the wondrous John both named the Word from God "only-begotten" and "God," and indeed he has testified to his being without beginning in time, as befits God. And Paul, who is full of Christ, full of the Holy Spirit, and foremost among the mystagogues, says: "But when he brings the firstborn into the inhabited world, he says: And let all the angels of God worship him," assigning, I think, the time that befits the firstborn—the time with the flesh. For thus he was brought into the world, although long ago and always he was in it, and was not known by it. And so from this point he has been shown to be mediator of God and men, having as his own and exceptional the being only-begotten; for he was God from God, alone from the alone, and ineffably begotten. But since he became as we are, then, yes then, he is also ranked with us as with brothers through being called firstborn. For where is the emptying, if not in his becoming firstborn from only-begotten, and, as a man, being among creatures with us—he who is above all creation? And where at all is "being rich, he became poor," if he is not seen to have taken on what is not his own, through which he also became poor?
Εἰ δὲ ἐν τῷ κεκενῶσθαι μόνῳ καὶ ἐν τῷ τῆς ὑφέσεως χρόνῳ τὸ γενητόν ἐστι, καὶ τὸ συντετάχθαι κτίσμασιν ἆρ' οὐχὶ πρέποι ἂν ἥκιστά γε τῷ μὴ κενωθῆναι τὸ γενητόν, ἀλλὰ τὸ ὑπερκεῖσθαι κτίσιν καὶ δόξης ἐπέκεινα τῆς τοῦ πεποιῆσθαι δραμεῖν; {Β.} Πρέποι γὰρ ἄν. {Α.} Καὶ εἰ τὸ πρωτότοκος ἐν τῷ δι' ἡμᾶς ἑλέσθαι παθεῖν τὴν θρυλλουμένην πτωχείαν εὖ μάλα παρεισκρίνεται, συνεπτώχευσε γὰρ ἡμῖν, πλούσιος ὤν, ἀραρὸς ἂν εἴη καὶ ἀληθές, οἶμαί που, τὸ χρῆναι νοεῖν ὡς ἦν ἐν τῷ μὴ πτωχεῦσαι μονογενής. Χρῆναι γὰρ οἶμαι πάντη τε καὶ πάντως οὐδὲ ἓν ἐπ' αὐτῷ διεψεῦσθαι τοῖν ὀνομάτοιν. Ἔστι δὲ ἐν ταὐτῷ καὶ μονογενὴς καὶ πρωτότοκος, ὡς Υἱὸς ἀληθῶς καὶ οὐ ποίημα. {Β.} Ἀλλὰ τέθειται, φασί, καὶ κατὰ τῶν ὁμολογουμένως ποιημάτων τὸ υἱὸς ὄνομα. "Ἐγὼ γὰρ εἶπα, φησί· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες." {Α.} Εἶτα τί, φράσον, τὸν ἀληθῶς τε καὶ φύσει Θεὸν καὶ Υἱόν, ἐξ αὐτῆς τῆς οὐσίας πεφηνότα τοῦ Θεοῦ καὶ Πατρός, ἀδικήσειεν ἂν εἰς δόξαν ἤγουν εἰς αὐτὸν τὸν τοῦ πως εἶναι νοούμενον λόγον, εἰ καὶ ἡμεῖς αὐτοί, καίτοι τὴν φύσιν ὄντες ἐκ γῆς, διακεκλήμεθα κατὰ θέσιν υἱοὶ καὶ θεοί; Μᾶλλον δέ, πῶς οὐ μετρίως ὀνήσειεν ἂν τοὺς εὐμαθεστέρους ἔν γε τοῖς περὶ Υἱοῦ λόγοις τὸ καθ' ἡμᾶς; {Β.} Τίνα δὴ τρόπον; {Α.} Ὅτι, ὦ 'γαθέ, φαίην ἂν ὡς οὔτε τὰ ὑπερτάτην καὶ ἀνῳκισμένην τινὰ λαχόντα φύσιν κατακομίσειεν ἂν εἰς τὸ τοῦ χειρόνως ἔχοντος μέτρον ἡ τῶν λέξεων ὡς ἐν κατα χρήσει δύναμις, οὔτε μὴν τὸ μεῖον καὶ τῆς ἐκείνων εὐκλείας ἡττώμενον ἀναθρώσκοι ἂν εἰς τὸ ὑπὲρ φύσιν ψιλαῖς ῥηματίων ὑπερβολαῖς ἐκτετιμημένον.
But if the created thing exists only in the emptying and in the time of abasement, and in being ranked with creatures, would it not be most unfitting that the created thing should be characterized by not having been emptied, but rather by being above creation and by running beyond the glory of having been made? {B.} It would indeed be fitting. {A.} And if "firstborn" is very well introduced in his choosing for our sake to suffer the poverty that is much talked of—for being rich, he became poor with us—then it would be fitting and true, I think, that one ought to understand that he was "only-begotten" in his not being poor. For I think that in every way and altogether neither of the two names could be false in his case. He is at the same time both only-begotten and firstborn, as truly a Son and not a creature. {B.} But, they say, the name "son" is applied also to things that are confessedly creatures. "For I said," he says, "you are gods, and all of you sons of the Most High." {A.} Then tell me, what harm would it do to the glory of the true and by nature God and Son, who has appeared from the very essence of God the Father—or rather to the very account of how he is understood to be—if we too, although by nature we are from the earth, have been called sons and gods by adoption? Or rather, how would it not moderately benefit those more teachable in the arguments concerning the Son—the case that applies to us? {B.} In what way? {A.} Because, my good man, I would say that neither would the force of words as used in common usage bring down those who have obtained some highest and exalted nature to the measure of one who is in worse condition, nor indeed would that which is lesser and inferior to their glory leap up to what is honored above nature by mere verbal hyperboles.
Ἆρ' οἶσθα ὅ φημι καὶ συνίης εὖ μάλα; {Β.} Οὐ σφόδρα. {Α.} Ἄκουε δὴ οὖν. Ἑνὸς ἐφ' ἡμᾶς ὄντος τε καὶ προσκυνουμένου τοῦ κατὰ φύσιν Θεοῦ, θεοὶ καὶ αὐτοὶ κατὰ χάριν ὠνομάσμεθα, καὶ μὴν καὶ τὴν τῆς υἱότητος πεπλου τήκαμεν δόξαν. Οὐ γὰρ δὴ τοῦτο προὔφερες ἡμῖν ἀρτίως; {Β.} Ναί. {Α.} Τί οὖν, ὦ φιλότης, ἐπειδὴ θεοὶ κεκλήμεθα καὶ υἱοί, ἆρ' ἔσθ' ὅπως ἂν καὶ ἡμεῖς αὐτοὶ θεοὶ κατὰ φύσιν καὶ ἀληθῶς υἱοὶ τοῦ πάντων ὑπερκειμένου καὶ ὑπερανίσχοντος ὑπάρξαιμεν ἄν, οὐκ εἰσκεκριμένον ἔχοντες τὸ ἐπὶ τῷδε λαμπρὸν ἀγλάϊσμα, φύσεως δὲ τῆς ἀνωτάτω καρπὸς εἶναι πεπιστευμένοι; {Β.} Οὐδαμῶς. Τὸ γὰρ φύσει γενητόν, πῶς ἂν εἴη φύσει Θεός; {Α.} Εὖγε, ὦ ἑταῖρε· μένει γὰρ ἕκαστον ἐν ἰδίᾳ φύσει, τῷ τῆς λέξεως ὄγκῳ μὴ συνεξαιρόμενον, μήτε μὴν συγκα θιέμενόν τε καὶ συνυφιζάνον, εἰ καὶ λαλοῖτό τι περὶ αὐτοῦ τῶν χθαμαλωτέρων. Οὐκοῦν φέρε λέγωμεν, ὡς εἴπερ ἴοι καθ' Υἱοῦ τὸ πρωτότοκος, ὡς γενητοῦ δι' ἡμᾶς ὅτε πέφηνε καθ' ἡμᾶς, οὐκ ἂν ἀποβάλοι τὸ εἶναι Θεὸς καὶ Υἱὸς κατὰ φύσιν καὶ ἀληθῶς. Ὥσπερ γὰρ ἡμᾶς οὐκ
Do you know what I mean, and do you understand it very well? {B.} Not especially. {A.} Listen, then. Since there is one God by nature, both existing and worshipped, we too have ourselves been named gods by grace, and indeed we have been enriched with the glory of sonship. Was this not what you were just bringing forward to us? {B.} Yes. {A.} What then, my friend, since we have been called gods and sons, could it be that we ourselves are also gods by nature and truly sons of him who is above all and supreme over all, not having the bright adornment in this matter reckoned in, but believed to be the fruit of the highest nature? {B.} By no means. For how could that which is by nature generated be God by nature? {A.} Well said, my companion; for each thing remains in its own nature, not being lifted up along with the bulk of the word, nor indeed being brought down and sinking along with it, even if something of the lower sort is said about it. Come then, let us say that if "firstborn" applies to the Son, as of one generated for our sake when he appeared in our likeness, he would not cast off being God and Son by nature and truly. For just as we are not
ἀνεβίβασεν εἰς τὸ ὑπὲρ φύσιν τὸ διακεκλῆσθαι θεούς, οὕτως, οἶμαι, κατα κομίσειεν ἂν οὐδαμῶς εἰς τὸ παρὰ φύσιν αὐτὸν τὸ συντετάχθαι κτίσμασι διὰ τὸ ἀνθρώπινον. Εἰ δὲ δὴ παραιτοῖντό τινες τὸ τῆς λέξεως ἀδιάφορον καὶ τὸ λίαν οὐκ ἀκριβὲς εἰς κατά χρησιν παρά γε ταῖς θεοπνεύστοις Γραφαῖς, ἀπορήσειν, οἶμαι, λόγου παντὸς ἡμᾶς τε κἀκείνους, εἴ γέ τῳ δοκεῖ περιεργότερον ἀναμαθεῖν ἐπείγεσθαί τε καὶ λέγειν τὴν ὑπὲρ πάντα φύσιν, τὴν ὑπὲρ σῶμα καὶ εἶδος, ἄποσόν τε καὶ ἀμεγέθη, καὶ ἀναφῆ, καὶ ἄϋλον, πρὸς σωματικοὺς ἀνθότου καταφέρουσι τύπους αἱ θεόπνευστοι Γραφαί, πρόσωπον Κυρίου, χεῖράς τε καὶ πόδας ἡμῖν ὀνομάζουσαι; Ῥᾷστα δ' ἂν ἀποσκευασαίμεθα καὶ μάλα νεανικῶς τὰς τῶν τοιούτων ἐπιτιμήσεις, ἐκεῖνό που λέγοντες τὸ σοφόν, ὡς καταλω βήσαιτ' ἂν οὐδὲν εἴς γε τὸ εἶναι τοῦθ' ὅπερ ἐστὶ τὴν ὑπὲρ σῶμα φύσιν ἡ τῶν λέξεων ἀδιάκριτος προφορὰ διὰ τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις ἀναγκαίως ἐπινοουμένη. Ἢ οὐκ ἂν γένοιτο πιθανὸς ὁ λόγος καὶ μάλα ἔχων ὀρθῶς; {Β.} Κομιδῇ μὲν οὖν. {Α.} Ἐπειδὴ δὲ ταῖς ἄγαν δοκησισοφίαις ἀναφυσώμενοι, κατεξανιστᾶσι φληνάφως ὡς δυσανάτρεπτον ἐπιχείρημα τῷ μονογενεῖ τὸ πρωτότοκος, οὐκ ἀσύντακτον εἶναι δεῖν κτίσει λέγοντες αὐτόν, ὡς ἀδελφὴν καὶ ὁμοφυᾶ τοῖς ὅλοις λαχόντα τὴν φύσιν, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, βούλει τι καὶ ἕτερον ἐπὶ τούτῳ φῶμεν, οὐκ ἀσυντελὲς εἰς ὄνησιν; {Β.} Ὡς ἥδιστά γε ἐρεῖς καὶ ἐθέλοντί μοι. {Α.} Ἆρ' οὐχὶ δι' Υἱοῦ κεκλήμεθα πρὸς υἱοθεσίαν οἱ πίστιν εἰσδεδεγμένοι τὴν εἰς αὐτόν, καὶ μεμορφώμεθα πρὸς αὐτὸν οἱονεὶ πρὸς ἀρχέτυπον εἰκόνες;
He has raised the being called gods to what is above nature; so, I think, he would in no way bring himself down to what is contrary to nature—namely, being ranked with created things—on account of the human element. But if some should reject the indifference of the expression and its great imprecision in usage, at least in the God-inspired Scriptures, then, I think, both we and they will be at a loss for any argument, if anyone thinks it is excessive curiosity to be eager to relearn and to speak of the nature that is above all things, that which is above body and form, without quantity and without magnitude, intangible and immaterial—when the God-inspired Scriptures bring it down to bodily types, naming for us the face of the Lord, and hands and feet. But we would most easily and quite vigorously dismiss the censures of such people, saying that wise thing somewhere, that the indiscriminate utterance of expressions would in no way destroy the nature that is above body as regards its being what it is, because it is necessarily devised for the benefit of the hearers. Or would not the argument be persuasive and quite correct? {B.} Most certainly. {A.} Since, then, puffed up by their excessive pretensions to wisdom, they stir up nonsense, claiming that "firstborn" is an irrefutable argument against the Only-begotten—saying that he must not be ranked with creation, as though he received a nature sisterly and of the same kind as all things, at least in respect of the word "made"—do you want us to say something else on this too, not without benefit for our profit? {B.} You will speak most gladly, and I am willing. {A.} Have we not been called to adoption through the Son—we who have received faith in him—and have we not been formed into images in relation to him, as it were to an archetype?
{Β.} Ναὶ κεκλήμεθά τε καὶ μεμορφώμεθα πρὸς Υἱόν. Γέγραπται γὰρ ὅτι, "Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι." {Α.} Ἄριστα ἔφης. Τὸ δ' οὖν ἀναγκαῖον ἔν γε τουτῳὶ φράσαις ἂν οἶδ' ὅτι καὶ μάλα ὀρθῶς. Κεκλήμεθα πρὸς υἱοθεσίαν, ἆρ' οὐσιώδη καὶ φυσικήν; Καὶ εἰ μὴ κληθῆναι συμβαίνει λαχόντες τὴν ἀδελφότητα καὶ τὸ συγγενές, ἢ πῶς; {Β.} Οὐκ οὐσιώδη ποθέν, ἀλλ' εἰσποίητόν τε καὶ κατὰ χάριν. {Α.} Πῶς οὖν ἔτι γενητὸς ὁ Υἱὸς διὰ τὸ πρωτότοκος; Κατὰ τίνα δὲ τρόπον οὐσιωδῶς ὡς ἀδελφοῖς συντετάξεται διὰ τὸ ὁμοειδές, καίτοι τὴν πρὸς αὐτὸν ἀδελφότητα φυσικὴν μὲν οὔ τί που, θύραθεν δὲ μᾶλλον καὶ ἐν χρόνοις ἀποκερ δαίνομεν, καὶ οὐχὶ τοῖς ἀνωτάτω τῆς μετὰ σαρκὸς ἐπιδημίας, ἀλλ' ὅτε γέγονε καθ' ἡμᾶς; Οὐ γάρ, οἶμαι, φαῖεν ἄν, καίτοι σφόδρα παραληρεῖν ᾑρημένοι, ὡς εἰς ἀδελφότητα τὴν πρὸς τὸν Υἱὸν τοὺς ἀρχαιοτέρους ἐκάλει τὸ γράμμα τὸ νομικόν. Πνεῦμα γὰρ ἦν ἐν ἐκείνοις δουλείας. Ὅθεν τοι καὶ μάλα ἐστὶν ἐναργὲς ὡς οὐκ ἐν δούλοις ἡμῖν ὁ ἐκ Θεοῦ Λόγος, τὸ ἐν δούλου τάξει κείμενον ἔτι πρὸς ἀδελφότητα μὴ λαβών. Πλὴν ἐπ' ἐκεῖνο νυνὶ σοφῶς καὶ ἀπερισπάστως ἰτέον. {Β.} Τὸ τί; {Α.} Τὸ φύσει προσόν, ὦ Ἑρμεία, τῶν ὄντων τισὶν οὐκ ἐν χρόνοις ἂν γένοιτο μεθεκτόν, ἀλλ' οὐδ' ἂν ἴοι ποθὲν ὡς ὀθνεῖον εἰσκεκριμένως, ἀεὶ δ' ἂν μᾶλλον ἐνυπάρχον ὁρῷτο, καὶ αὐτῷ τῷ εἶναι συμπαρομαρτοῦν. Οἷον δὲ δή τί φημι, λογικὸς ἐν ἀρχῇ καὶ κατὰ φύσιν ὁ ἄνθρωπος, πλούσιός γε μὴν οὐκ ἔτι.
{B.} Yes, we have been called and formed toward the Son. For it is written: "But to as many as received him, he gave them authority to become children of God." {A.} You have spoken excellently. But you would state, I know, and quite rightly, what is necessary in this matter. We have been called to adoption as sons—is it essential and natural? And if it does not happen that we who have obtained brotherhood and kinship were called, or how else? {B.} Not essential from any source, but by adoption and by grace. {A.} How then is the Son still created because of being firstborn? And in what way will he be ranked essentially as to brothers because of sameness of kind, although we obtain brotherhood toward him not as natural, but rather from without and in time, and not in the highest points of his sojourn with the flesh, but when he became as we are? For they would not say, I think, although they have chosen to babble greatly, that the legal scripture called the more ancient ones to brotherhood toward the Son. For the Spirit in them was a spirit of slavery. Hence it is very clear that the Word from God is not among us as slaves, since he did not take what is placed in the rank of a slave into brotherhood. But now we must proceed wisely and without distraction to that point. {B.} To what? {A.} That which belongs by nature to some of existing things would not become shareable in time, nor would it come from anywhere as something foreign and imported, but would always rather be seen as inherent, and accompanying by its very being. And what sort of thing do I mean? Man was rational in the beginning and by nature, but not yet rich.
Ἆρ' οὖν εἰσδέξεται μὲν ὡς ἐπακτόν τε καὶ ἔξωθεν τὸ πλουτεῖν, φυσικοῖς δὲ νόμοις ἐρηρεισμένον ἔχει τὸ εἶναί τε καὶ κεκλῆσθαι λογικός; Οὐκοῦν ἀληθὲς ὡς οὐκ ἄν, οἶμαί, τις νοοῖτο λαβεῖν, καὶ τοῦτο ἐν χρόνοις, ὃ τῇ πρὸς τὸ εἶναι προόδῳ σύνδρομον ἔχει. {Β.} Ἀληθές. {Α.} Εἰ τοίνυν ἀεὶ τοῖς κτίσμασιν ἀδελφός τε ἦν καὶ ἐναρίθμιος ὁ Υἱός, ὡς ὁμογενὴς αὐτοῖς, διά τε τοῦτο πρωτότοκος, τί τὸ φύσει προσὸν ἡμῖν, ὡς οὐκ ἔχουσιν ἐχαρίζετο, φημὶ δὴ τὴν ἀδελφότητα; Τί δὲ δὴ καὶ μόνοις ἐδίδου τοῖς πεπιστευκόσι, καίτοι πᾶσι μετόν, καὶ εἰ μή πω πιστεύσειαν; Τί γὰρ ἔτι τὸ μεσολαβοῦν καὶ οἰκειότητος ἀποτέμνον, κατά γε τὸ πεποιῆσθαι κοινῶς, γενητοῦ τὸ γενητόν; Ἆρ' οἷ πρόεισιν ὁ λόγος τοῖς δι' ἐναντίας αἰσθάνῃ λοιπόν; {Β.} Ναί. {Α.} Οὐκοῦν τὸ φληνάφοις ἐντρίβεσθαι λογισμοῖς μεθέντες, ὦ τᾶν, τὸ ἀμωμήτως ἔχον διαπεραίνωμεν, φρονοῦντες ὀρθῶς ὡς εἴη μὲν δι' ἡμᾶς πρωτότοκος, ὅτε γέγονε καθ' ἡμᾶς, μονογενὴς δὲ αὖ ὡς οὐδενὶ τὸ σύμπαν συντεταγμένος, ἐπείτοι μόνος ἐξέφυ, καὶ ἐξ αὐτῆς γεγέννηται τῆς οὐσίας τοῦ Θεοῦ
Will he then receive wealth as something added and from outside, while by natural laws he has it firmly established to be and to be called rational? Therefore it is true that, as I think, no one could be understood to receive it, and that in time, which is concurrent with the procession toward being. {B.} True. {A.} If, then, the Son was always brother to the creatures and numbered among them, as being of the same kind as they, and for this reason firstborn, what was it that by nature belongs to us, which he was granting to those who did not have it—I mean brotherhood? And why was he giving it to believers only, although it belongs to all, even if they had not yet believed? For what else is there that intervenes and cuts off from kinship, as regards being made in common, the made from the made? Do you now perceive where the argument is going for those of the opposite view? {B.} Yes. {A.} Therefore, having let go of being rubbed down with nonsense arguments, my good sir, let us carry through what is blameless, thinking rightly that he was firstborn for our sake, when he became according to us, but only-begotten again as not arranged together with anything in the whole, since he alone sprang forth, and was begotten from the very substance of God.
καὶ Πατρός. {Β.} Ἀλλ' εἴπερ ἕλοιντο καὶ αὐτοὶ μονογενῆ δεῖν οἴεσθαι λέγειν αὐτὸν ἐπειδὴ μόνος ἐκ μόνου γέγονε τοῦ Πατρός, τί ἂν ἔχοις πρὸς τοῦτο εἰπεῖν· {Α.} Οἰηθείην ἂν εἰκότως ἐκκεκροῦσθαι μὲν νοῦ καὶ ἀπο λισθῆσαι φρενὸς ἀνδροπρεπές τι καὶ ἐρρωμένον εἰθισμένης ὁρᾶν. Φαίην δ' ἂν ὅτι καὶ αὐτῆς οὐ μετρίως διημαρτήκασι τῆς τῶν ὀνομάτων ἀκριβοῦς εὐμαθείας, οἱονεί πως παροχετεύοντες τὰ ἐξ αὐτῶν δηλούμενα καὶ πρὸς ὁτιοῦν τῶν σφίσιν αὐτοῖς καθ' ἡδονὴν ἀπερινοήτως ἐξέλκοντες. Τὸ γάρτοι μονογενής, τὸ ἔκ τινος φύσει γεγεννημένον, οὐχὶ τὸ ἐκ τέχνης ἐξειργασμένον παραδηλώσειεν ἄν· ἤγουν ἡκόντων εἰς μέσον ἐρομένοις ἀποκρινόμενοι, ποῦ τὴν λέξιν ἀνεγνώ κασιν ἐφ' ὁτῳοῦν τῶν ἐκ τέχνης τε καὶ ἐπιστήμης κειμένην. Οὐ γὰρ δὴ ταῖς ἐκείνων ἀβελτηρίαις παραχωρήσομεν ἃ ἂν βούλοιντο νομοθετεῖν, ἀκαλλέστατα παρευθύνοντες ἐπὶ τὸ μὴ ἔχον ὀρθῶς τῶν σημαινομένων τὴν δύναμιν. Ἆρα γάρ, εἰ σκάφος ἕν τε καὶ μόνον διατεχνήσαιτό τις ἀνὴρ ξυλουργός, μονογενὲς ἂν καλοῖτο αὐτοῦ, καίτοι τέχνημα καὶ ἐπιστήμης ἔργον ὄν; Εἶτα πῶς τοῦτο οὐ καταγέλαστον ἢ σοφὸν εἶναί σοι τὸ χρῆμα δοκεῖ; {Β.} Ἥκιστά γε. {Α.} Τὸ δὲ δὴ καὶ διατείνεσθαι περιττὰ τοὺς δι' ἐναντίας καὶ ἀσυνετώτατα λέγειν μόνον ἐκ μόνου γεγεννῆσθαι τοῦ Πατρὸς τὸν Υἱόν, ταύτῃ τοι καὶ λίαν ἐξαίρετον ἀποτεμέσθαι τὴν φύσιν, καὶ εἰς λῆξιν εὐκλείας τὴν ἀνωτάτω διαδραμεῖν, διχῆ πλημμελεῖν ἑλομένους παραδείξειεν ἂν καὶ ἀμαθαίνοντας κομιδῇ. {Β.} Φράσον ὅπως.
and of the Father. {B.} But if they themselves should choose to think that he ought to be called only-begotten, since he alone has come to be from the Father alone, what would you have to say to this? {A.} I would reasonably think that a man who is accustomed to see what is manly and vigorous has been driven out of his mind and has slipped from his understanding. And I would say that they have also failed not a little in the accurate understanding of names itself, as it were diverting the things signified by them and dragging them out recklessly toward whatever suits their own pleasure. For indeed "only-begotten" would indicate that which has been begotten by nature from someone, not that which has been wrought by craft; or rather, answering those who have come forward to ask, where have they read the word used of any product of craft and knowledge? For we will certainly not yield to their stupidity, to legislate whatever they wish, directing things most unbecomingly toward what does not rightly have the force of the things signified. For if a carpenter should craft one single boat, would it be called his only-begotten, although it is a product of craft and a work of knowledge? Then how does this not seem to you ridiculous, or do you think the matter is wisdom? {B.} By no means. {A.} But indeed, that those of the opposite side confidently assert vain things and speak most foolishly, saying that the Son has been begotten only from the Father alone, would show that in this very respect they have marked off his nature as exceedingly exceptional and have run to the highest lot of glory, but that they have chosen to err in two ways and are utterly ignorant. {B.} Explain how.
{Α.} Πρῶτον μὲν γὰρ ὡς ἐξ ἀναγκαίου τε καὶ ἀφύκτου λογισμοῦ τὴν μεθ' Υἱὸν ἀργίαν καταγράψουσι τοῦ Πατρός, καὶ τὴν ἀεικίνητον φύσιν ἀπρακτῆσαι πρὸς τὰ οἰκεῖα καὶ οὐχ ἑκόντες ὁμολογήσουσι, καὶ καταλῆξαι δημιουργίας, οὐδενὸς τὸ σύμπαν ἔτι μετ' ἐκεῖνον ἐπιθιγγάνουσαν, μεθεῖσαν δὲ ὥσπερ τῇ τοῦ Υἱοῦ δυνάμει τε καὶ φύσει τὸ ἐνεργεῖν τε καὶ δρᾶν τὰ δι' ὧνπερ ἂν εἴη καὶ μόνων τὴν ἀνωτάτω φύσιν ἐπιγινώσκεσθαι. Καὶ γενητῆς μὲν οὐσίας καρποὶ τὰ τῆς θεότητος ἴδια, κατακαυχήσεται δέ, ὡς ἔοικεν, ὁ μὲν Θεὸς καὶ Πατὴρ ἐφ' ἑνὶ καὶ μόνῳ κτίσματι, τῷ Υἱῷ· ὁ δὲ τοῖς οὕτω πλείοσιν ἐναβρυνεῖταί που, καὶ φρονήσει μεῖζον ἢ ὁ Πατήρ, ἰσοσθενὴς μὲν αὐτῷ διὰ τοῦ πεφυκέναι δημιουργεῖν ἀναδεδειγμένος, καὶ διὰ τοῦ παράγειν εἰς γένεσιν τὰ οὐκ ὄντα ποτέ, πλεονεκτῶν δέ, οἶμαί που, κατά γε τὸ εἶναι χρηστός, εἴπερ ἐστὶν ἀγαθοῦ τὸ παρακομίζειν εἰς ὕπαρξιν ἐξ ἀνυπαρξίας καὶ ὄντα ποιεῖν τὰ οὔπω τοῦ εἶναι λαχόντα τὴν χάριν. Ἐξέρπει δὴ οὖν ἐπὶ τὸ ἀκαλλὲς ὁ λόγος, ἀεργῆ καθιστὰς τὴν ἀεικίνητον φύσιν, ᾗ δὴ καὶ μόνῃ πρέποι ἂν τὸ τοῖς οὐκ οὖσι τὸ εἶναι προσνέμειν· ἦ γὰρ οὐχὶ τὴν τῆς ἡμερότητος πηγήν τε καὶ γένεσιν τοῖς ἐξ ἰδίων ἐνθυμημάτων καταπεδήσαντες λογισμοῖς, μέχρι τῆς Υἱοῦ κατασκευῆς ἱστᾶσιν οἱ δείλαιοι κατά γε τὸ σφίσι δοκοῦν; Καίτοι τί δήποτε τοῦ Θεοῦ καὶ Πατρὸς ἀργεῖν ἑλομένου καὶ ἀπρακ τοῦντος εἰς τὰ λοιπά, συνετίθει λόγους ἡμῖν ὁ μακάριος Μωσῆς καὶ φενακισμοὺς εἰκαίους, κατά γε τὸ εἰκός, ἤγουν κατ' ἐκείνους ἀναγράφει λέγων· "Καὶ εἶπεν ὁ Θεός·
{A.} For first, by a necessary and inescapable reasoning, they will ascribe to the Father inactivity after the Son, and they will unwillingly confess that the ever-moving nature has been rendered inactive with respect to its own proper works, and has ceased from creating, touching nothing in the universe any longer after him, having surrendered, as it were, to the power and nature of the Son both the energizing and the doing of those things through which alone the highest nature is known. And the fruits of a generated essence are the properties of the Godhead, and, as it seems, God and the Father will boast over one only creature, the Son; but the other will exult in those who are thus more numerous, and will think himself greater than the Father, having been shown equal in power to him through his being naturally able to create, and through his bringing into generation the things that once were not, but excelling, I suppose, at least in being good, if indeed it belongs to the good to bring into existence out of non-existence and to make to be the things that have not yet received the grace of being. So then the argument creeps on to what is unseemly, setting the ever-moving nature at rest, to which alone it would properly belong to assign being to things that are not; for have not these wretched men, fettering the source and origin of gentleness with reasonings from their own conceits, stopped at the fashioning of the Son, at least according to their own opinion? And yet, if God and the Father had chosen to be inactive and had done nothing with respect to the rest, why did the blessed Moses compose words for us, and, as is likely, that is, according to them, record vain deceits, saying: "And God said:
Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίω σιν." Τὸ γάρτοι, Ποιήσωμεν, κατοκνοῦντα μὲν οὐδαμῶς εἰς ποίησιν, τήν γε εἰς ἡμᾶς αὐτούς, συνεργάζεσθαι δὲ μᾶλλον Υἱῷ καὶ Πνεύματι κατηυτρεπισμένον καὶ δὴ καὶ ἐνηργηκότα διαμεμήνυκεν ἐναργῶς. "Καὶ ἐποίησε γάρ, φησίν, ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν." Ἀλλ' οὐκ ἂν ὁρῷτο ψευδοεπής, θεηγόρος τε ὢν καὶ ψήφῳ τῇ ἄνωθεν εὖ μάλα κατεστεμμένος, ὁ θεσπέσιος Μωσῆς. Καὶ ἀναπείσει μειζόνως, ἀεικίνητόν τε καὶ ἐνεργῆ τὴν τοῦ Πατρὸς φύσιν ἀνακηρύττων ὁ Λόγος ὁ ἐξ αὐτοῦ πεφηνώς. Ἔφη γάρ που Χριστὸς τοῖς Ἰουδαίοις ἐπιτιμῶν· ἀνακαίεσθαι γὰρ εἰς ὀργὰς ἐδόκει τισὶν εἴπερ τι δρῴη κατὰ τὸ Σάββατον· "Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι." Καὶ ἑτέρωθί που· "Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὴ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." Ἆρ' οὐκ ἀπηχές, ὦ Ἑρμεία, φαίην δ' ἂν ὅτι καὶ σφαλερώτατον τὸ τοῖς τοῦ Σωτῆρος ἡμᾶς ἀντιφέρεσθαι λόγοις, καὶ τῆς θεοπνεύστου Γραφῆς τῶν ὅλων δημιουργὸν
Let us make man in our image and in our likeness." For the very phrase "Let us make" clearly signifies that he is in no way hesitant about creation—the creation, that is, of us—but rather that he is prepared to work together with the Son and the Spirit, and indeed has done so. "For God made man," it says, "in the image of God he made him." But the divinely inspired Moses would not be seen as speaking falsely, since he speaks of God and is right well crowned with the decree from above. And the Word who appeared from him will persuade all the more, proclaiming the nature of the Father to be ever-moving and active. For Christ said somewhere, rebuking the Jews—for he seemed to some to be kindled to anger if he did anything on the Sabbath—: "My Father is working until now, and I am working." And somewhere else: "The words that I speak to you, I do not speak from myself; the Father who remains in me does the works himself." Is it not discordant, O Hermeias—I would even say most dangerous—for us to set ourselves against the words of our Savior, and against the divinely inspired Scripture, which declares the Creator of all things
συναποφαινούσης τῷ Υἱῷ τὸν Πατέρα κατα τολμᾶν εἰπεῖν ἀπρακτεῖν ἔτι περὶ τὴν κτίσιν; {Β.} Σφαλερώτατον. {Α.} Ἀσύνετον δὲ κἀκεῖνο οἶμαί που. {Β.} Τὸ τί δή; {Α.} Εἰ γὰρ ἐξαίρετον ὁ Υἱὸς τὸν τῆς ποιήσεως τρόπον καὶ διαφερόντως ἀμείνω τούτου γε ἕνεκα καὶ μόνου διεκληρώσατο ἐπεὶ μόνος ὑπὸ μόνου γέγονε τοῦ Πατρός, ἀναμαθεῖν ἐθέλοντί μοι φραζόντων ἐκεῖνοι πότερα τοῖς κτίσμασι τοῖς μεθ' Υἱὸν καὶ δι' αὐτοῦ γεγονόσι διεφθόνησεν ὁ Πατήρ, τὸ εἰς λῆξιν ἥκειν μακαριότητος οὐκ ἐφιεὶς αὐτοῖς διὰ τοῦ μὴ ἀνασχέσθαι τὴν ἐπ' αὐτοῖς αὐτουργίαν, ἤγουν φθόνου κρείττονα καὶ ὄκνου παντὸς ἐροῦσιν αὐτόν; {Β.} Ἐροῦσι, καθάπερ ἐγῷμαι. {Α.} Ὀρθὰ φρονοῦντες, ὦ τᾶν, κἂν γοῦν ἔν γε τούτῳ. Οὐ γὰρ δὴ χείρους ἀναφανοῦνται τῶν παρ' Ἕλλησι σοφῶν, ὧν εἷς τις ἔφη περὶ Θεοῦ, Πλάτων οὗτος ἦν· "Ἀγαθὸς ἦν, ἀγαθῷ δὲ φθόνος οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται." Ὅτε τοίνυν ἀγαθὸς ὁ Πατήρ, ἤγουν αὐτόχρημα τὸ ἀγαθόν, τό γε μὴν εἰς ἄκρον ἥκειν τοῖς κτίσμασι τοῦ γε ἄριστά πως ἔχειν διὰ μόνης ἂν ἐνεποιήθη τῆς παρ' αὐτοῦ θελήσεώς τε καὶ αὐτουργίας, τί μὴ τοῖς πᾶσι τὸ χρῆμα κοινὸν ἀδια φθονήτως προθείς, ὡς ἀγαθὸς θαυμάζεται, παρεχώρει δὲ δημιουργεῖν ἑτέρῳ, τοῦ ἀσυγκρίτως ἀμείνονος ἀποστερῶν τὴν κτίσιν; {Β.} Ἀλλ' οὐκ εἰσάπαν, φησίν, ἀεργὸς ὁ Πατήρ· συνεργά ζεται γὰρ τῷ Υἱῷ, καὶ συνυφίστησι τὰ λοιπά. {Α.} Τίνα δὴ ἄρα τὴν παρὰ τοῦ Υἱοῦ πρὸς τοῦτο ἔχων συνεισφοράν;
since the Father joins with the Son in declaring—dare we say—that he is still inactive in creation? {B.} That is utterly mistaken. {A.} And I think that next point too is unintelligent. {B.} What do you mean? {A.} For if the Son obtained an exceptional mode of creation, and one incomparably better, for this reason alone—that he alone was begotten by the Father alone—then let them tell me, since I wish to learn, whether the Father begrudged the creatures that came after the Son and through him, not allowing them to attain a lot of blessedness by refusing to work upon them himself; or will they say that he is superior to envy and all hesitation? {B.} They will say so, I think. {A.} And they would be thinking rightly, my good sir, at least in this. For they will certainly not show themselves worse than the wise men among the Greeks, one of whom—this was Plato—said concerning God: "He was good, and no envy arises in the good concerning anything." Since, then, the Father is good—that is, Goodness itself—and since for creatures to attain the highest degree of well-being would have been brought about only by his own will and working, why did he not set this out in common for all without begrudging it, so that as good he is admired, but instead yielded creation to another, depriving the creation of the incomparably better? {B.} But, he says, the Father is not entirely idle; for he works together with the Son, and co-establishes the rest. {A.} What contribution, then, does he have from the Son for this?
Ἆρ' ὡς ἀμείνω τῆς ἐνεργείας τῆς ἑαυτοῦ, ταύτῃ τοι καὶ χρειωδῶς ταῖς ἑαυτοῦ κινήσεσιν, ἤγουν ἀναγκαίως παρειλημμένην, ἢ ὡς ἐλάττονα καὶ ἐν χείροσι, καὶ οὐκ ἀναγκαίως εἰσδεδεγμένην; Εἰ μὲν οὖν ὡς ἀμείνω καὶ χρειωδῶς, περιττολογία τοῦτό γε, μᾶλλον δὲ ἤδη καὶ δυσφημία. Τὸν γὰρ ἐξ οὗ πέφηνεν ὁ Υἱὸς ὑπερκείσεταί που, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς πλεονεκτήσει φύσιν, καὶ χρείαν αὐτῇ καὶ τὸ ἄμεινον ἀναπληρῶν. Εἰ δ' αὖ ὡς αἰσχίονα καὶ οὐκ ἀναγκαίαν, ἀκαλλεστέραν δὲ ὥσπερ ἀποφαίνουσαν τὴν δημιουργίαν, τί τὸ ἀναπεῖθον, εἰπέ μοι, συνεργάζεσθαι τῷ Υἱῷ; Ἢ πῶς οὐκ ἐρεῖ τις διαμελλήσας οὐδὲν ὡς κατημέλησε μὲν οὐκ οἶδ' ὅπως τοῦ ἀμείνονος ὁ Πατήρ, τὸ δὲ οὐχ οὕτως ἔχον ἠθέλησε κρατεῖν, παρωσάμενος μὲν ἤγουν κατοκνήσας τὸ αὐτουργεῖν ἑλέσθαι περὶ τὴν κτίσιν, δι' οὗ δὴ καὶ μόνου τὸ ἀκραιφνὲς ἦν αὐτῇ κατασημαίνεσθαι κάλλος, συνεισδεξάμενος δὲ τὸν Υἱόν, ἵνα μὴ ἄκρατον καὶ ἀσυμμιγὲς τοῦ χείρονος λάχοι τὸ παρῆχθαι μακαρίως καὶ ἐλθεῖν εἰς ὕπαρξιν. {Β.} Ἀλλ' οὐκ ἂν ὑπέστη, φησί, ἡ γενητὴ φύσις τὴν ἄκρατον αὐτουργίαν τοῦ Πατρός, ἦν δὲ καὶ ἑτέρως ἀπίθανον τὴν οὕτως ὑπερφυᾶ καὶ ὑπερτάτην ὑπεροχὴν καὶ μέχρι τῶν ἄγαν εὐτελεστάτων κατακομίζεσθαι δεῖν. {Α.} Καὶ μὴν τοῦτό γέ ἐστι κιβδήλου καὶ βδελυρᾶς ἀπόβρασμα φρενός. Ἦ γὰρ οὐκ ἄσοφον ἐννοεῖν ὡς εἴπερ ἦν ἀληθῶς φορτικὴ καὶ διαβριθής, ἤγουν ἀπρόσιτος παντελῶς ἡ τοῦ Πατρὸς αὐτουργία γενητῇ καὶ πεποιημένῃ φύσει, τρυφερὰν καὶ εὐάντητον καὶ οἰστὴν γενέσθαι μόνῳ τῷ Υἱῷ, καίτοι κατ' ἐκείνους ὁμοφυᾶ τοῖς κτίσμασι λαχόντι τὴν φύσιν;
Is it as better than his own activity, and thus also as usefully taken up by his own movements—that is, necessarily—or as inferior and among worse things, and not necessarily admitted? If, then, as better and usefully, this is superfluity of speech, or rather already even blasphemy. For he who is above the Son who has appeared from him surpasses him in some way, and will excel the nature of God and Father, filling it out with need and with the better. But if again as more shameful and not necessary, as making creation appear more unseemly, what is it that persuades him, tell me, to work together with the Son? Or how would someone not say, without any hesitation, that the Father has somehow neglected the better, and willed that what is not so to prevail, thrusting aside—that is, shrinking from—choosing to work in person upon creation, through which alone its pure beauty was to be signified, and admitting the Son alongside, so that what was brought forth blessedly and came into existence might not obtain an unmixed and unmingled lot of the worse? {B.} But created nature, he says, would not have endured the unmixed personal working of the Father, and it was also in another way implausible that the so transcendent and supreme excellence should be brought down even to the most utterly worthless things. {A.} And yet this is the offshoot of a counterfeit and abominable mind. For is it not foolish to think that if the Father's personal working was truly burdensome and oppressive—that is, wholly unapproachable—to a created and made nature, it became delicate and easy to meet and endurable for the Son alone, although according to them he has received a nature of the same kind as the creatures?
Τὸ γὰρ ἅπαξ ἀνύποιστον γενητοῖς οὐδ' ἂν ἑνὶ γένοιτο φορητόν, κἂν ὑπερκεῖσθαι δοκεῖ, καὶ διαφερόντως ἄμεινον νοοῖτο τῶν ἄλλων. Τὸ δὲ δὴ καὶ φάναι προχείρως ἀποτολμᾶν μὴ καθικνεῖσθαι πρέπειν τὴν Πατρὸς ὑπεροχὴν καὶ μέχρι τῶν οὕτως εὐτελεστάτων, διττὴν ἂν ἔχοι τὴν δυσφημίαν. Καθυβριοῦσι μὲν γὰρ τὸν Υἱόν, καταμωμήσονται δὲ καὶ αὐτόν, καίτοι τιμᾶν οἰόμενοι, τὸν Πατέρα. {Β.} Τί νοοῦντες ἢ λέγοντες; {Α.} Τῆς μὲν γὰρ ἐν Πατρὶ νοουμένης ὑπεροχῆς ὑποβι βάζουσι τὸν Υἱόν, πλήν, οἶμαί που, τό γε ἥκειν αὐτὸν εἰς λῆξιν τὴν ἀνωτάτω καὶ ὑπεροχῆς καὶ δόξης οὐκ ἂν ἀφέλοιντο, καὶ εἰ σφόδρα τινὲς εἶεν τῶν ἄγαν ἀπηχεστάτων. Ἆρ' οὖν, ὧδε φύσεως ἔχοντι τῷ Υἱῷ καὶ εἰς τοῦτο τιμῆς καὶ μεγα λειότητος ἀφιγμένῳ, τὸ μὲν χρῆναι δημιουργεῖν Ἀρχάς τε καὶ Θρόνους καὶ Κυριότητας καὶ τὰ ἔτι τούτων ἐπέκεινα πρέποι ἄν, εἰπέ μοι, τὸ δὲ καὶ στρουθίον ἐργάσασθαι βραχύ, καὶ τὸ ἔτι κατωτέρω, ταῖς ἑτέρου τινὸς δυνάμεσιν ἀναθήσομεν; Εἶτα τί φρονοῦντας ὑγιὲς ἑαυτοὺς εὑρήσομεν; {Β.} Οὐδαμῶς. "Πάντα γὰρ γέγονε δι' αὐτοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν," κατὰ
For that which is once unbearable to generated things would not be bearable even to one of them, even if it seems to be superior and is conceived as distinctly better than the others. But to dare readily to assert that the Father's pre-eminence ought not to reach even to the most insignificant things of this sort would have a twofold blasphemy. For they insult the Son, and they will also mock the Father himself, although they think they honor him. {B.} Thinking or saying what? {A.} For by the pre-eminence conceived in the Father they subordinate the Son—although, I think, they would not at all take away from him the fact that he has arrived at the highest lot, both of pre-eminence and of glory, even if some were among the most utterly discordant. Is it, then, that for the Son, being thus by nature and having come to this honor and greatness, it would be fitting, tell me, to create Principalities and Thrones and Dominations and the things even beyond these, but that to make a little sparrow, and what is still lower, we shall assign to the powers of some other? Then, thinking what sound thing shall we find ourselves? {B.} By no means. "For all things were made through him, and without him was made not one thing," according to
τὸ γεγραμμένον. {Α.} Καὶ πῶς οὐ μικρὸν ἂν εἴη καὶ εὐτελὲς τῇ τοῦ Υἱοῦ φύσει τὸ πλαστουργῆσαι στρουθίον; Ἀνθ' ὅτου δὲ καὶ εἰκὼν καὶ ὁμοίωσις ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρός, μὴ οὐχὶ καὶ ταυτηνὶ διεσώσατο πρὸς αὐτὸν τὴν ὁμοίωσιν, τὸ ἀπαξιῶσαί φημι καὶ τοῖς οὕτω καταβεβλημένοις τὴν ζωοποιὸν καὶ πρὸς τὸ εἶναι παρακομίζουσαν ἐπαφεῖναι δύναμιν; Ἆρ' οὐχ ὥσπερ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὑπερτάτην ὑπεροχὴν θαυμάζοντες, μικρὸν εἶναί φασιν αὐτῷ τὸ δημιουρ γεῖν ἀγγέλους, φαῖεν ἂν εἰκότως ἀναμετροῦντες καὶ τὸν Υἱόν, ὡς ἀφεστήξει πολὺ τῆς αὐτῷ πρεπούσης ἀξίας ἡ ἑρπετοῦ ποίησις, καὶ στρουθίου γένεσις, καὶ τῶν κατ' ἀγροὺς ἀνθέων ἡ παμποίκιλος διαφορά; Καίτοι τί δήποτε τοῖς ὑπὲρ λόγον ἐπαίνοις ταυτὶ δεδημιουργηκότα στεφανοῖ λέγων ὁ Ψαλμῳδός· "Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων." Ἢ τοίνυν ἡμῖν παρεισ κρινόντων ἑτέρους ἀναλόγως ἔχοντας τῇ φύσει τῶν γεγονότων δημιουργούς, ἢ καθυβριοῦσιν οὐκ ἀσυμφανῶς τὸν Μονογενῆ, γενεσιουργὸν εἰσφέροντες καὶ τῶν οὕτως εὐτελεστάτων. {Β.} Κινδυνεύσειεν ἂν αὐτοῖς οὐ μετρίως ὁ λόγος. {Α.} Πῶς δ' ἂν οὐχὶ τύφον τε καὶ ἀμαθίαν καταρραψῳ δήσειαν τοῦ Πατρός, εἶτα, ὧνπερ ἂν εἶναι βούλοιτό τε καὶ ἔστι Θεός, ἀπαξιοῦν ἐροῦσι δημιουργεῖν; Καίτοι λέγοντος ἀκούω Χριστοῦ, καὶ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς κατα θαυμάζοντος πρόνοιαν·
what has been written. {A.} And how would it not be a small and paltry thing for the nature of the Son to fashion a sparrow? And for what reason, when he is an image and likeness of God the Father, did he not also preserve this very likeness to him—I mean, why did he deem it unworthy to send down his life-giving and being-conveying power even to things so utterly lowly? Surely, just as those who marvel at the supreme preeminence of God the Father say that it is a small thing for him to create angels, so too they would reasonably say, measuring the Son by the same standard, that the making of a creeping thing, and the generation of a sparrow, and the richly varied diversity of the flowers of the field, fall far short of the dignity that befits him? And yet why is it that the Psalmist crowns these very things, which he created beyond all telling, with praises, saying: "He who brings forth grass for the cattle, and green herb for the service of men." Either, then, they are introducing to us other creators who are proportionate to the nature of the things that have come to be, or they are not obscurely insulting the Only-Begotten, by bringing in as creator of even the most utterly paltry things. {B.} Their argument would be in no small danger. {A.} And how would they not, with a veritable patchwork of bombast and ignorance, then say that the Father deigns not to create the very things of which he wishes to be, and is, God? And yet I hear Christ saying, and marveling at the providence of God the Father—
"Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;" Ὁ δὲ καὶ μέχρι στρουθίου τὴν τῆς ἑαυτοῦ προνοίας εὐρύνων περιβολήν, πῶς ἂν διαπτύσαι τὸ δημιουργεῖν ἀγγέλους καὶ στερεοῦν οὐρανὸν καὶ διαπήξασθαι γῆν, ἥλιόν τε καὶ σελήνην καὶ ἄστρα παρενεγκεῖν, ἐφ' οἷς καὶ τεθαύμασται κατακροτούντων ἐπαίνοις τῶν ἁγίων ἀγγέλων ὡς μεγαλουργόν; Ἔφη γὰρ ὅτι "Ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου." Ἆρ' οὔ σοι δοκῶ διεσκέφθαι τὰ εἰκότα καὶ λέγειν ὀρθῶς; {Β.} Πάνυ μὲν οὖν. {Α.} Φαίης δ' ἄν, εἰπέ μοι, τῶν πεποιημένων ἢ μικρὸν ἢ μέγα, μὴ οὐχὶ θείας ἔργον εἶναι δυνάμεως; {Β.} Οὐδαμῶς. {Α.} Εἶτα πῶς οὐκ ἀμαθὲς θεῖα μὲν ἔργα κατωνομάσθαι καὶ λέγεσθαι τὰ δι' Υἱοῦ γεγονότα, Θεὸν δὲ αὐτὸν οὐκ εἶναι πιστεύειν, συγκαταγράφειν δὲ μᾶλλον τοῖς πεποιη μένοις, ὡς αὐτοῖς ὁμοφυᾶ; Θεὸς γὰρ οὐκ ἔστι τὸ γεγονός, ἀλλ' οὐδ' ἂν εἶεν ἔτι τῆς τοῦ πεποιηκότος οὐσιώδους ὑπεροχῆς δεικτικὰ τὰ κτίσματα, μὴ οὐχὶ μείω τε καὶ ἑτεροίως ἔχουσαν λαχόντα τὴν φύσιν, ἢ ὥσπερ ἂν νοοῖτο τυχὸν ὁ Δημιουργός. Καὶ τοῦτο εὖ μάλα συνεὶς ὁ θεῖος ἡμῖν γράφει Παῦλος· "Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης." Ἆρα γάρ, ἔν γε τῷ νοεῖσθαι γενητὸν τὸν ἁπάντων γενεσιουρ γὸν Λόγον, ἡ θειότης αὐτοῦ γνωρίζεται, καὶ ἡ ἀεί τε καὶ ὡσαύτως ἔχουσα δύναμις; Τοῦτο γὰρ τὸ ἀΐδιον. Ἀλλ', οἶμαί που, τὸ ἐξεῖργον ἔτι παντελῶς οὐδὲν τῇ τῆς θεότητος κλήσει καὶ αὐτὴν ἤδη πως ἐπαυχῆσθαι τὴν κτίσιν.
Are not two sparrows sold for an assarion, and not one of them will fall to the ground without your Father who is in the heavens?” But he who extends the encompassing scope of his own providence even to a sparrow, how could he disdain to create angels and to make firm the heaven and to fix the earth, and to bring forth sun and moon and stars, for which he is also marveled at, while the holy angels applaud him with praises as a great worker? For it said: “When the stars were made, all my angels praised me with a loud voice.” Do I not seem to you to have examined what is fitting and to speak correctly? {B.} Indeed. {A.} Tell me, would you say that any of the things made, small or great, is not the work of divine power? {B.} By no means. {A.} Then how is it not ignorant to name and call the things that came to be through the Son divine works, yet to believe that he himself is not God, but rather to enroll him among the things made, as though he were of the same nature as them? For what has come to be is not God; nor would creatures any longer be indicative of the essential preeminence of the one who made them, unless they had received a nature that is lesser and other than he is, as the Creator might be conceived. And the divine Paul, understanding this very well, writes to us: “For his invisible attributes, understood from the creation of the world, are clearly seen in the things that are made, both his eternal power and divinity.” For is it, then, in the understanding that the Logos, the generator of all things, is generated, that his divinity is made known, and his power that is always and in the same way? For this is what is eternal. But, I think, nothing at all still prevents creation from even somehow boasting in the very title of divinity.
Καὶ τί τὸ ἐντεῦθεν; Τὴν οἰκείαν ἡμῖν θειότητα κατασημανεῖ τὰ ὁρώμενα, τὴν δὲ Θεοῦ οὐκ ἔτι. {Β.} Τί οὖν εἰ φαῖεν τὴν τοῦ Πατρὸς θειότητα καὶ τὴν ἀΐδιον δύναμιν διὰ τῆς τῶν ποιηθέντων μεγαλουργίας ἐκφαίνεσθαι; {Α.} Αὐτοὶ τῶν ἰδίων καταγορεύουσι λόγων, καὶ ταῖς σφῶν αὐτῶν ἐννοίαις ἀντιτεταγμένοι παραδειχθεῖεν ἂν καὶ μάλα εὐκόλως. {Β.} Πῶς ἔφης; {Α.} Ὅτι μέχρι τοῦ παραγαγεῖν τὸν Υἱὸν ἀναμετροῦντές τε καὶ ὁρισάμενοι τὴν δημιουργικὴν ἐνέργειαν τοῦ Πατρός, ἀπὸ κτίσεως κόσμου καθορᾶσθαί φασιν αὐτόν, καίτοι τῆς ἁγίας Γραφῆς τὴν τοῦ κόσμου ποίησιν ἀνατιθείσης τῷ Υἱῷ. Γέγραπται γὰρ ὅτι "Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν." Δημιουργὸν οὖν ἄρα διακηρύξειεν ἂν ὁ κόσμος ἡμῖν τὸν Λόγον, καὶ τὴν αὐτοῦ δύναμιν καὶ θειότητα καθίστησιν ἐναργῆ. Οὐ γὰρ κτίσιν ὁρῶντες, ὡς κτίσιν θαυμάζομεν τὸν δημιουργὸν τῆς κτίσεως Λόγον, ἀλλὰ ταῖς ὑπὲρ τοῦτο πολὺ τιμῶντες ἐννοίαις, εὐσεβήσομεν εἰκότως, Θεὸν εἶναι κατὰ φύσιν καὶ ἐκ
And what follows from this? The things seen will signify our own divinity, but no longer God's. {B.} What then if they should say that the Father's divinity and eternal power are made manifest through the mighty works of the things made? {A.} They speak against their own words, and they would be shown to be set in opposition to their own thoughts, and very easily so. {B.} How did you say this? {A.} Because, measuring and defining the Father's creative activity as extending only as far as the bringing forth of the Son, they say that he is seen from the creation of the world, although holy Scripture attributes the making of the world to the Son. For it is written that "By the word of the Lord the heavens were established, and by the spirit of his mouth all their power." The world, then, would proclaim to us the Word as Creator, and it establishes his power and divinity as evident. For it is not as seeing creation, as creation, that we marvel at the Creator Word of creation, but honoring him with thoughts far beyond this, we shall reasonably be pious, that he is God by nature and from
Θεοῦ πεφηνέναι πιστεύοντες τὸν Μονογενῆ. Ὧδε γὰρ ἂν τὴν ἐπὶ τῷ πεπλανῆσθαι δοκεῖν ἀπεσκευασμένοι γραφήν, παρωσώμεθά ποι, καὶ τῆς ἑαυτῶν κεφαλῆς ἐκπέμψωμεν τὰς ἐπὶ τῷδε ποινάς, ἃς καὶ ὁ θεῖος ἡμῖν διηγόρευσε Παῦλος. Ἔφη γὰρ ὡδί· "Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν, εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς, οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν." Οὐκοῦν, εἰ παράσημόν τε καὶ ἀνοσιώτατα κεκιβδηλευμένην ἀποφαίνουσί τινες διὰ τοῦ ψεύδους τὴν ἀλήθειαν, γενητῇ λατρεύοντες κτίσει παρὰ τὸν ὄντα φύσει Θεόν, ἀδόκιμος μὲν καὶ ἡμῖν ἐνῴκηκε νοῦς, διερρίμμεθα δέ ποι πρὸς τὸ οὐκ ἔχον ὀρθῶς καὶ τοῖς ἀθέοις συμπεπλανήμεθα, κτιστῇ λατρεύοντες φύσει τῷ Υἱῷ. Πεποίηται γὰρ κατ' ἐκείνους. Ἦ οὐχὶ κτίσις τὸ γενητόν; {Β.} Πῶς γὰρ οὔ; {Α.} Ἄθρει δὴ οὖν, ὦ Ἑρμεία, πρὸς ὅσην αὐτοῖς ἠλιθιότητα καταρρεῖ τὰ φρονήματα. Θεῖος μὲν γάρ που καὶ ἱερὸς ἔφη λόγος, Θεὸν ζῶντα καὶ ἀληθινὸν ἐπεγνωκέναι τὰ ἔθνη, σεσαγηνευμένα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν τοῦ Υἱοῦ· οἱ δὲ ἀθλιότητος εἰς τοῦτο ἥκουσι λογισμῶν ὥστε κατε ρυθριῶσιν οὐδαμῶς τὸ ἐκ τοῦ πεποιῆσθαι σμικροπρεπὲς ἐπιρριπτοῦντες αὐτῷ. Γέγραπται δὲ οὕτω περὶ τῶν ἕπεσθαι δεῖν ἑλομένων τοῖς ἁγίοις ἀποστόλοις·
Believing that the Only-Begotten has appeared as God. For here, having put aside the charge of appearing to have been deceived, let us thrust it away somewhere, and let us send off upon our own head the penalties for this, which the divine Paul also declared to us. For he said thus: "Therefore God gave them over in the desires of their hearts, to uncleanness, to dishonor their bodies among themselves, who exchanged the truth of God for a lie, and revered and served the creature rather than the Creator, who is blessed forever. Amen." Therefore, if some show the truth to be counterfeit and most impiously debased through a lie, serving a created creature rather than the God who exists by nature, then an unapproved mind has dwelt in us too, and we have been cast somewhere toward what does not hold rightly, and we have wandered astray with the godless, serving a created nature, the Son. For according to them, he has been made. Is not what is generated a creation? {B.} How could it not be? {A.} Consider then, O Hermeias, into how great a folly their thoughts collapse. For the divine and sacred word said somewhere that the nations came to know the living and true God, having been drawn in through faith to the knowledge of the Son; but they have come to such a depth of wretched thoughts that they in no way blush, casting upon him the meanness that comes from having been made. And it is written thus concerning those who must follow the holy apostles:
"Αὐτοὶ γάρ, φησίν, περὶ ἡμῶν ἀπαγγελοῦσιν, ὁποίαν εἴσοδον ἐσχήκαμεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε ἐπὶ τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ." Εἴπερ οὖν ἐστιν Ἑλληνικῆς μὲν αἶσχος λατρείας τὸ τῇ κτίσει προσ κυνεῖν, ἐπεστράφη δὲ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν, Χριστὸν Δεσπότην ἐπιγραψάμενα, καὶ εἰς τὴν ἐφ' Υἱῷ προσκύνησιν τὴν μετά γε τοῦ Πατρὸς μετερρυηκότα, πῶς ἂν ἔτι νοοῖτο πεποιημένος, καὶ οὐκ ἀνάγκη φρονεῖν ὡς ματαία μὲν ἡ πίστις, διεψευσμένη δὲ δόξα περὶ Θεοῦ καὶ παρ' ἡμῖν αὐτοῖς ἔτι, καίτοι διαδρᾶναι λεγομένοις τῆς ἀρχαίας ἀπάτης τὴν γραφήν; {Β.} Ναί, φησίν· ἐπεστράφη γὰρ τὰ ἔθνη πρὸς Θεὸν ζῶντα καὶ ἀληθινόν–τὸν Πατέρα. {Α.} Καὶ τίς ἂν γένοιτο πρὸς ἡμῶν τῆς πρὸς Θεὸν ἐπι στροφῆς ὁ τρόπος; Ἢ πῶς ἂν ἴοιεν εὖ μάλα τινὲς ὀρθῶς τε καὶ ἀπλανῶς ἐπὶ ζῶντα καὶ ἀληθινὸν Δεσπότην, τὸ κτίσει λατρεύειν ὡς ἕωλον διωσάμενοι; {Β.} Διὰ πίστεως, οἶμαί που. Τοῦτο γάρ ἐστι τὸ "ἐξ ἀγαθῆς συνειδήσεως ἐπερώτημα εἰς Θεόν." {Α.} Ἀληθὴς μὲν ὁ λόγος, πλὴν ἐκεῖνο φράσον· Ἆρ' οὐκ εἰς Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα ἅγιον ἡ πίστις; {Β.} Οὕτω φημί. {Α.} Οἱ δὲ δὴ τὴν πίστιν ἀκλινῆ τε καὶ ἀνυπαίτιον καὶ μώμου παντὸς ἐλευθέραν διασώσασθαι προτεθυμημένοι, πιστεύσειαν ἂν εἴς γε Θεὸν ὁμοῦ καὶ κτίσιν, ἤγουν μονοτρόπως εἰς Θεόν, συνεισδέοντες ὡς ἰσοφυᾶ τῷ Πατρὶ τὸν Υἱόν; {Β.} Ὡς εἰς ἕνα δηλονότι Θεόν, ἤτοι θεότητος εἰς μίαν φύσιν, ἤγουν εἰδεῖεν ὡς οὐκ ἂν ἐξοίσειεν αἰτίας τὸν πόδα, τῇ κτίσει συναναπλέκοντες τὸν φύσει Θεόν.
For they themselves, it says, will report concerning us what kind of entry we had to you, and how you turned to God from idols, to serve a living and true God." If, then, it is the shame of Greek worship to bow down to creation, but the nations have turned to the living and true God, having inscribed Christ the Lord upon themselves, and have been changed over to the worship of the Son together with the Father, how could he still be understood as made, and is it not necessary to think that the faith is vain, and the glory concerning God has been falsified even among us ourselves, although we are said to have escaped the writing of the ancient deception? {B.} Yes, he says; for the nations have turned to the living and true God—the Father. {A.} And what would be the manner of our turning to God? Or how would some come very well, rightly and without error, to a living and true Lord, having thrust away the serving of creation as stale? {B.} Through faith, I suppose. For this is the "appeal to God from a good conscience." {A.} The statement is true, but explain this: is not the faith into Father, and Son, and Holy Spirit? {B.} So I say. {A.} But those who have earnestly desired to preserve the faith unwavering and blameless and free from all blame, would they believe in God and creation together, that is, in a single manner in God, binding in the Son as of equal nature with the Father? {B.} As in one God, clearly, that is, into one nature of the Godhead, or they would know that he would not carry a charge, weaving the God by nature together with creation.
{Α.} Ἄραρεν οὖν ὅτι καὶ εἰς Υἱὸν ἡ πίστις ὡς εἰς Θεὸν ζῶντα καὶ ἀληθινόν. Ἀκονιτὶ δ' ἂν γένοιτο σαφὲς καὶ τοῦτό σοι κατακροωμένῳ λέγοντος τοῦ Υἱοῦ· "Πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε," οὐχ ὡς εἰς κτίσιν καὶ Θεόν, πολλοῦ γε ἂν δέοι, μᾶλλον δὲ διὰ τὸ ταὐτὸν εἰς οὐσίαν καὶ ἀπαραλλάκτως ἴσον εἰς μίαν θεότητος ἀνακομίζοντος φύσιν. Καὶ γοῦν ἔφη πάλιν· "Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με." Οὐ γὰρ ἐξίστησι τοῦ Πατρὸς τὸ πιστεύειν εἰς τὸν Υἱόν, ἀλλ' εἰς τὸν τεκόντα Πατέρα, διὰ τοῦ γεννήματος, τὸν γνήσιον ἀληθῶς ἀναφέρει προσκυνητήν. Ὅτι δὲ Χριστὸν ὡς Θεὸν ἀληθινὸν ἔγνω τε καὶ προσκεκύνηκεν ἡ τῶν εἰδωλολατρούντων ποτὲ πληθύς, ῥᾷον ἂν μάθοις Παύλου λέγοντος ὡδί· "Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειρο ποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ." Συνίης οὖν ὅτι δίχα μὲν ὄντα Χριστοῦ, Θεοῦ τοῦ κατὰ φύσιν διεστήκει τὰ ἔθνη, καὶ τῆς ἀληθείας ἀπενοσ
{A.} It has therefore been established that faith in the Son is also as in a living and true God. And this too would become clear to you without contention as you listen intently to the Son saying: "Believe in God, and believe in me," not as in a creature and God—far from it—but rather because, being the same in essence and unalterably equal, he refers us to one nature of divinity. And indeed he said again: "The one who believes in me does not believe in me, but in the one who sent me." For believing in the Son does not remove one from the Father, but through the genuine offspring it truly brings the worshipper to the Father who begot him. And that the multitude of those who once worshipped idols came to know and worship Christ as true God, you may more easily learn from Paul, who says as follows: "Therefore remember that once you, the Gentiles, who are called uncircumcision by what is called circumcision in the flesh made by hands, that you were at that time without Christ, alienated from the citizenship of Israel and strangers to the covenants of the promise, having no hope and being atheists in the world." You understand, then, that the Gentiles, being apart from Christ, were separated from God by nature, and were estranged from the truth
φίζετο· καὶ γὰρ ἦν ἄθεα κατὰ τὸν κόσμον· ἐπειδὴ δὲ τὸν Υἱὸν ἐπέγνω διὰ τῆς πίστεως, ἐλπίδος τε εἴσω πέφηνεν ἀγαθῆς, καὶ τὸ τῆς ἀθεΐας αἶσχος διέδρα τε καὶ ἀπελούσατο. {Β.} Εὖ λέγεις. {Α.} Θεὸς οὖν ἄρα καὶ ἀληθῶς ὁ Υἱός· μένει γὰρ οὕτως ἀσυκοφάντητόν τε καὶ ἀκιβδήλευτον, καὶ τὸ ἐν ἡμῖν αὐτοῖς κεκαινουργῆσθαι πεπιστευμένον διὰ τοῦ ἁγίου βαπτίσματος. {Β.} Καὶ τί δὴ τοῦτό ἐστι; Συνίημι γὰρ οὔ τί που. {Α.} Οὐ γάρ, ὦ φιλότης, γέννησιν γεγεννήμεθα τὴν πνευμα τικήν, πρὸς Υἱὸν διαμορφούμενοι, καὶ ἀναπλαττόμενοι διὰ τοῦ Πνεύματος πρὸς τὸ θεῖον αὐτοῦ καὶ ὑπερκόσμιον κάλλος, θείας τε φύσεως ἀναδεικνύμεθα κοινωνοὶ τὴν Υἱοῦ λαχόντες μέθεξιν, ὡς Θεοῦ; {Β.} Καὶ μάλα. {Α.} Πῶς οὖν ἔτι γενητός; Εἶτα ἐφ' ἡμῖν οὐκ ἀπάτη τὸ μυστήριον, καὶ ἐν ἐλπίσι κεναῖς, καὶ ψιλήν, ὡς ἔοικεν, ἔχον ὡς ἔν γε δὴ μόνῳ τῷ λαλεῖσθαι τὴν δόξαν, καὶ φενακισμὸς ἀληθῶς καὶ δόκησις, εἴπερ τοῦτο μὴ ὑπάρχον ἐστὶν ὅπερ εἶναι πεπιστεύκαμεν; Θείας γὰρ φύσεως κοινωνοί, πῶς ἂν ἢ πόθεν ἡμεῖς, ἢ ποῖος ἡμῖν ἐνσημαίνεται Θεοῦ χαρακτήρ, καὶ εἰ μεμορφώμεθα πρὸς Υἱόν, ἐπείπερ ἐστὶν οὐ Θεὸς ὡς πεποιημένος; Ὥρα δὲ οἴεσθαι καὶ αὐτὸν οὐκ ἀγενήτως ὑπάρχειν τὸν Πατέρα καὶ Θεόν· ἐξεικονιεῖ γάρ που τὸ ἀρχέτυπον ὁ χαρακτήρ. Ἢ ἐκεῖνο φράσον. Ἐρήσομαι γάρ· ἆρα γὰρ τὴν θείαν ὅ τι ποτέ ἐστιν ἐννοήσας φύσιν, οὐκ ἀσύγκριτόν τι παντελῶς καὶ ἀπαράβλητον κτίσει τὸ χρῆμα ἐρεῖς, καὶ οὐδενὶ τῶν ὄντων ἀπαραλλάκτως προσεοικός; {Β.} Παντάπασι μὲν οὖν· Θεοῦ γὰρ φύσις πῶς οὐχ ἅπαν ὑπερκείσεται γενητόν;
For it was godless throughout the world; but when it came to know the Son through faith, it appeared within good hope, and it both escaped and washed away the shame of godlessness. {B.} You speak well. {A.} The Son, therefore, is God and truly so; for this remains thus beyond slander and unadulterated, and so does what is believed to have been made new in us through holy baptism. {B.} And what indeed is this? For I do not altogether understand what you mean. {A.} For surely, my friend, we have been born the spiritual birth, being conformed to the Son, and being remolded through the Spirit toward his divine and supracosmic beauty, and we are shown forth as partakers of the divine nature, having obtained the Son's participation, as of God? {B.} Indeed. {A.} How then is he still created? Then is the mystery not a deception for us, and in empty hopes, and having, as it seems, its glory merely in being spoken of, and truly a delusion and an illusion, if what we have believed it to be does not exist? For as partakers of the divine nature, how or from where are we such, or what mark of God is imprinted in us, and if we have been formed toward the Son, since he is not God as being made? But it is time to think that the Father and God himself does not exist unbegotten; for the image will in some way resemble the archetype. Or explain that. For I will ask: having conceived what the divine nature is, will you not say that the thing is altogether incomparable and beyond comparison with creation, and resembling none of existing things without difference? {B.} Absolutely; for how would the nature of God not transcend all that is created?
{Α.} Οὐκοῦν οὐκ ἄν τις, εἴ γε νοῦν ἔχοι, ἀρχέτυπον γενητοῦ τὴν ἄκτιστον καὶ ἀγένητον παραδέξαιτο φύσιν· οὐδὲ γὰρ ἂν ἔν γε τῷ ἀεὶ καὶ ὡσαύτως ὄντι τε καὶ ἔχοντι τὴν οὐκ οὖσάν ποτε καὶ πεποιημένην καταθεάσαιτο φύσιν. {Β.} Ὧδε ἔχει. {Α.} Ἀληθὲς δὲ οἶμαι καὶ τὸ ἔμπαλιν. Οὐ γὰρ ἐν τῷ μὴ ὄντι ποτὲ τὸ ἀεὶ καὶ ὡσαύτως ὂν καταθρήσαιμεν ἄν. {Β.} Ἀληθές. {Α.} Τί οὖν ἐστι τὸ ἀξιάγαστον ἐν ἡμῖν ἔκ γε τοῦ μεμορφῶσθαι πρὸς τὸν Υἱόν; Ποῦ δὲ τὸ θεῖον ταῖς τῶν πιστευ σάντων ψυχαῖς ἐνήστραψε κάλλος, ὡς ἄηθές τε καὶ ξένον; Καίτοι γενητῷ παντὶ πρὸς γενητόν, καθόπερ ἂν γεγενῆσθαι νοοῖντο, τὸ ταυτοειδὲς οὐκ εἰσκεκριμένον, φύσεως δὲ μᾶλλον ἐγχαράττει θεσμός. Ἦν οὖν ἄρα σύμμορφος ἀεὶ γενητῷ κατ' ἐκείνους ὄντι τῷ Υἱῷ καὶ ἡ λοιπὴ κτίσις. Ποῖον οὖν ἔτι ταῖς ἡμετέραις ψυχαῖς ἐνσημαίνεται κάλλος διὰ τοῦ Πνεύματος· Περιττοποιός, ὡς ἔοικεν, ἀναφανεῖται λοιπόν, προστιθεὶς εἰκαίως, ὃ καὶ εἰ μή τις ἕλοιτο τυχόν, τὸ γοῦν κατὰ φύσιν διακεκτῆσθαι μέτα, καὶ οἴκοθεν ἔχει παρ' ἑτέρου μὴ λαβών. Ἀλλ', οἶμαί γε δή, τουτωνὶ παστισοῦν ὀρθός τε καὶ ἀπλανὴς καταμειδιάσειε λόγος. Θείας γὰρ φύσεως κοινωνοί, σχέσει τῇ πρὸς Υἱὸν διὰ Πνεύματος, οὐκ ἐν ψιλῇ δοκήσει μᾶλλον, ἀλλ' ἐν ἀληθείᾳ πάντες ἐσμὲν οἱ πεπιστευ κότες, καὶ μεμορφώμεθα πρὸς Θεόν, πρὸς τὸ ὑπὲρ κτίσιν κάλλος ἀναστοιχειούμενοι.
{A.} Therefore no one, if he has understanding, would accept the uncreated and unbegotten nature as the archetype of a generated thing; for neither in that which always and in the same way both is and has being could one behold the nature that once was not and was made. {B.} So it is. {A.} But I think the converse is also true. For we would not observe in that which once was not the being that always and in the same way is. {B.} True. {A.} What, then, is the admirable thing in us from our being formed toward the Son? And where has the divine beauty flashed forth in the souls of those who have believed, so as to be unusual and strange? And yet for every generated thing, sameness of form with respect to another generated thing, insofar as they may be understood to have come to be, has not been admitted; rather, the ordinance of nature rather imprints it. Therefore the rest of creation also was always conformed to the Son, who is generated according to them. What beauty, then, is still marked upon our souls through the Spirit? He will appear, it seems, as one who makes superfluous additions, adding at random, which even if someone should not perhaps choose it, at any rate he possesses it according to nature, and has it from home, not having received it from another. But, I think at least, a correct and unerring account will smile upon all these things. For we who have believed are all partakers of the divine nature, by relation to the Son through the Spirit, not in mere appearance but in truth, and we have been formed toward God, being restored to the beauty that is above creation.
Μορφοῦται γὰρ ἐν ἡμῖν ἀρρήτως Χριστός, οὐχ ὡς γενητὸς ἐν γενητοῖς, ἀλλ' ὡς ἀγένητος καὶ Θεὸς ἐν γενητῇ καὶ πεποιημένῃ φύσει, πρὸς ἰδίαν εἰκόνα μεταχαράττων διὰ τοῦ Πνεύματος καὶ πρὸς τὸ ὑπὲρ κτίσιν ἀξίωμα τὴν κτίσιν μετατιθείς, τουτέστιν ἡμᾶς. {Β.} Οὐδὲν οὖν ἄρα τὸ ἀποσοβοῦν ἢ μεθιστῶν τῆς ἀληθοῦς υἱότητος τὸν Μονογενῆ, γεγεννῆσθαι δὲ μᾶλλον αὐτὸν καὶ οὐ γεγενῆσθαι δώσομεν. {Α.} Ναί, εἴπερ αὐτὸν εἰς Θεὸν ὄντως παραδεξόμεθα, καὶ προσκυνήσει τῇ πρὸς ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων ἐκτετιμῆσθαι πρέπειν οἰόμεθα δεῖν, καὶ ταῖς τῆς θεότητος ὑπεροχαῖς τε καὶ δόξαις στεφανοῦν ἀξιώσομεν, ἵνα μὴ παρέντες τὸν Ποιητήν, καὶ τὴν ὄντως βασιλίδα τῶν ὅλων παραθέοντες φύσιν, τῇ κτίσει λατρεύωμεν, καὶ τὴν τοῦ ἀγενήτου δόξαν τῷ γενητῷ δωρούμενοι, δικαίως ἀκούωμεν· "Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος." {Β.} Οὐ γὰρ δὴ κἀκεῖνοι φαῖεν ἂν ὅτι καὶ Υἱός ἐστι καὶ Θεός. {Α.} Καὶ πῶς οὐκ ἀπόπληκτον καὶ καταγέλαστον κομιδῇ τὸ ψιλοῖς μὲν ὀνόμασι καὶ ταῖς τῶν κλήσεων διαφοραῖς καθάπερ ἐν εἰκόνι καὶ γραφῇ καταχρίειν αὐτόν, παραιρεῖσθαι δὲ δόξης τῆς θεοπρεποῦς, κατατιθέντας ἐν γενητοῖς; Ἢ οὐκ ἀκαλλὲς ἄγαν τὸ πεποιῆσθαι λέγειν αὐτόν, εἴπερ ἐστὶ Θεός, ὡς προσκυνητός;
For Christ is formed in us ineffably, not as one generated among generated things, but as unbegotten and God in a generated and made nature, remolding us through the Spirit into his own image and transferring the creation—that is, us—to the dignity that is above creation. {B.} Nothing, then, that would drive away or remove the Only-Begotten from true sonship; rather, we shall grant that he was begotten and not made. {A.} Yes, if indeed we receive him truly as God, and we think it right that he be honored with the worship that is due from us and from the holy angels, and we shall deem it worthy to crown him with the excellences and glories of the Godhead, so that we do not, by passing over the Maker and running past the nature that is truly the queen of all things, worship the creation, and by giving the glory of the Unbegotten to the generated, we justly hear: "Behold, a foolish and heartless people." {B.} For surely those men would not say that he is both Son and God. {A.} And how is it not utterly senseless and ridiculous to smear him over with mere names and differences of appellations as in a picture and a drawing, but to rob him of the glory that befits God, setting him among generated things? Or is it not altogether unseemly to say that he was made, if indeed he is God, so as to be worshiped?
{Β.} Εὖ λέγεις. {Α.} Εἰ μὲν οὖν τὸ δεῖν οἴεσθαι χρηστοῖς ἡμᾶς κατα γοητεύειν λόγοις μεθέντες, ὡς ἀπωτάτω τῆς ἀληθοῦς θεότητος ἐκπέμπουσι τὸν Υἱόν, ἀπημφιεσμένῃ τοῦτο λεγόντων φωνῇ, καὶ δυσφημούντων ἀναφανδόν. Ἀντακούσονται γὰρ εὐθὺς πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων· "Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε." Τετραψόμεθα γὰρ ἡμεῖς εἰς οἶμον τὴν ἀπλανῆ, Θεὸν εἶναι καὶ ἀληθῆ πιστεύοντες τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον κατὰ τὴν ἄρρητον γέννησιν. Εἰ δὲ εἰς νοῦν ἰόντες τὸν οὐ σφόδρα δυσμαθῆ καὶ ἠλίθιον, ἄπαρνοι μὲν οὐκ ἔσονται, καταναρ κῶντες, οἶμαί που, τὴν δυσφημίαν, Θεὸν δὲ αὐτὸν ὁμολογεῖν ἐγνωκότες, τῆς μὲν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὑποβι βάζουσι, ἀμείνονα δέ πως ἢ κατὰ κτίσιν εἶναί φασι, καθάπερ ἐν μεταιχμίῳ τιθέντες φύσεως ἀγενήτου καὶ γενητῆς, ἀκουόντων ὅτι θεότητος φύσις πῶς ἂν νοοῖτο διάφορος· Θεὸς γὰρ ὡς πρὸς Θεὸν οὐκ ἂν ἑτεροίως ἔχοι κατά γε τὸ εἶναι Θεός, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν αὐτῶν καταθρήσαι τις ἄν. Μίαν γὰρ εἶναί φαμεν τὴν τῆς ἀνθρωπότητος φύσιν, καὶ ὁ τῆς οὐσίας ὅρος εἷς ἂν εἴη, καὶ ἐν παντὶ καὶ ἐν τῷ καθέκαστον οὐκ ἐξηλλαγμένος. Ἢ τοίνυν Θεὸν εἶναι πιστεύοντες, ἀπαλλαττέτωσαν παντελῶς τοῦ τελεῖν ἐν γενητοῖς· ἤ, εἰ μὴ τοῦτο φρονεῖν ἀναπείθοιντο, μηδὲ Θεὸν ὅλως ὁμολογούντων ἔτι. Πλατὺ γὰρ δὴ τότε γελῶντες ἐροῦμεν· "Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν· ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν·
{B.} You speak well. {A.} If, then, they think that we must be bewitched by clever words, and, having let this go, they send the Son as far as possible from true divinity, they say this with an undisguised voice and blaspheme openly. For they will immediately hear in reply, both from us ourselves and from the holy angels: "Walk in the light of your fire and in the flame that you have kindled." For we will turn aside to the unerring path, believing that the Word who appeared from God is God and true according to the ineffable generation. But if, coming to a mind that is not very hard to learn and foolish, they will not be altogether denying, but, I suppose, scratching at the blasphemy, and having come to confess him to be God, they lower him below the essence of God and the Father, and say that he is somehow better than creation, as if placing him in a border region between unbegotten and generated nature, let them hear that the nature of divinity could in no way be thought different; for God, as God in relation to God, would not be otherwise with respect to being God, just as one might indeed observe in our own case. For we say that the nature of humanity is one, and the definition of essence would be one, and not altered in the whole and in the individual. Either, then, believing him to be God, let them cease entirely from reckoning him among generated things; or, if they are not persuaded to think this, let them no longer confess him to be God at all. For then, laughing broadly, we will say: "Either make the tree good and its fruit good, or make the tree rotten and its fruit rotten.
ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται." Ἦ γὰρ οὐχ ἕκαστον τῶν ὄντων τὸ τί κατὰ φύσιν ἐστὶν ἐξ ὧν ἀληθῶς εἶναι πεπίστευται, σαφῶς τε καὶ ἀπλανῶς εἰδείημεν ἄν, ὦ ἑταῖρε; {Β.} Καὶ μάλα. {Α.} Φέρε δὴ οὖν, ἥτις ποτέ ἐστι, τὴν τοῦ Υἱοῦ φύσιν διασκεπτώμεθα, κἀκεῖνο προσενθυμούμενοι ὡς, εἰ μὴ Θεὸς κατὰ φύσιν ἐστί, πεποίηται δὲ μᾶλλον καὶ παρῆκται μεθ' ἡμῶν πρὸς γένεσιν, κατά γε τὸν παρ' ἐκείνοις μεθύοντά τε καὶ ἐξεστηκότα λόγον, πῶς ἄρα διώλισθεν ὁ κόσμος αὐτοῦ καὶ διέστη τὸ ποιηθέν; Ἆρα τοῖς κατὰ τόπον καὶ μετρητοῖς διαστήμασι; Καίτοι πῶς οὐ τερθρεία τοῦτό γε; Ποῦ γὰρ ἢ πῶς διεστήξει τὸ ἀσώματον, ἢ ποῖος αὐτὸ περιγράψει τόπος; Καὶ γοῦν ὁ μακάριος Ἰωάννης μεμαρτύρηκεν ὅτι "Καὶ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω." Ἆρα οὖν, ὦ Ἑρμεία, φρονοῦντες ὀρθῶς, τῆς ἀποστασίας τὸν τρόπον καὶ τῆς μεταξὺ πεσούσης διακοπῆς οὐχ ἕτερόν τινα παρὰ τοῦτον εἶναι δώσομεν, τὸ μὴ ἐγνωκέναι φημὶ τὸν κόσμον τὸν ἀεὶ συνόντα Δημιουργόν; {Β.} Πῶς γὰρ οὔ; {Α.} Δραπέτης οὖν ἄρα ὁ κόσμος ἦν, τῆς πρὸς αὐτὸν κοινωνίας ἀποδραμών, διά γε τοῦ μὴ εἰδέναι τὸν ὑπὲρ κτίσιν Δημιουργὸν καὶ τὴν διὰ τοῦ Πνεύματος σχέσιν, ἐκ παρατροπῆς τῆς εἰς τὸ φαῦλον ἀποβαλών. Ἅμα τε γὰρ τοῖς τοῦ τεχνουργοῦντος ἀρρήτοις νεύμασι παρήχθη πρὸς ὕπαρξιν ἡ ἀνθρώπου φύσις καὶ τῇ πρὸς τὸ Πνεῦμα σχέσει κατεκαλλύνετο. "Ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς," οὐχ ἑτέρως, οἶμαι, τοῦ ζώου τὸ ἐν ἁγιασμῷ καὶ οἰκειότητι τῇ πρὸς Θεὸν διαφανὲς ἕξοντος ἄν, εἰ μὴ τῇ τοῦ ἁγίου Πνεύματος κατακαλλύνοιτο μετουσίᾳ.
For by its fruit the tree is known. Surely, my friend, would we not clearly and unerringly know what each existing thing is by nature from the things by which it is truly believed to exist? {B.} Indeed. {A.} Come then, let us examine whatever the nature of the Son is, keeping this also in mind: if he is not God by nature, but rather has been made and brought forth with us unto generation, according to the account of those who are drunk and beside themselves, how then did his world slip away and the created thing be separated? Was it by local and measurable distances? Yet how is this not mere sleight of hand? For where or how will the incorporeal be separated, or what place will circumscribe it? At any rate, the blessed John has testified: "And he was in the world, and the world came to be through him, and the world did not know him." Therefore, Hermias, if we think rightly, shall we allow the manner of the apostasy and of the rupture that fell between to be anything other than this—I mean the world's not knowing the Creator who was always present with it? {B.} How could we not? {A.} The world, then, was a runaway, having fled from communion with him, through not knowing the Creator who is above creation and the relation that comes through the Spirit, having cast it away by turning aside to what is base. For at the same time as the ineffable noddings of the Craftsman, human nature was brought into existence and was adorned by its relation to the Spirit. "For he breathed into his face the breath of life"—the living being, I think, would not otherwise have possessed what is luminous in sanctification and in intimacy with God, unless it were adorned by participation in the Holy Spirit.
Τοιγάρ τοι καὶ ὅτε γέγονεν ἄνθρωπος ὁ Μονογενής, ἐρήμην τοῦ πάλαι καὶ ἐν ἀρχαῖς ἀγαθοῦ τὴν ἀνθρώπου φύσιν εὑρών, πάλιν αὐτὴν εἰς ἐκεῖνο μεταστοιχειοῦν ἠπείγετο, καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου πληρώματος ἐνιείς τε καὶ λέγων· "Λάβετε Πνεῦμα ἅγιον," τῷ διὰ σαρκὸς καὶ ἐμφανεστέρῳ φυσήματι τὴν τοῦ Πνεύματος φύσιν εὖ μάλα σκιαγραφῶν. Ἔσται δὴ οὖν ἐν ἴσῳ ταῖς ἐν ἀρχῇ πρὸς τὸ εἶναι παρόδοις τὸ ἀνακαινίζεσθαι πρὸς τὸ ἀπ' ἀρχῆς, καὶ τόν γε τοῦ κεχωρίσθαι τρόπον ἡ γενητὴ νενόσηκε φύσις, οὐχὶ τοῖς κατὰ τόπον νοουμένοις διαστήμασι, πολλοῦ γε καὶ δεῖ· ἐξωθουμένη δὲ μᾶλλον καὶ διεκπίπτουσα Θεοῦ, καὶ τῆς πρὸς Υἱὸν συναφείας τῆς διὰ τοῦ Πνεύματος. Καὶ γοῦν ἀναθεῖ πρὸς τὸ ἐν ἀρχαῖς εἰ βούλοιτο, πνευματικὴν λαχοῦσα τὴν ἀναμόρφωσιν, καὶ τῆς θείας αὐτοῦ φύσεως κεκλημένη πρὸς μετουσίαν διὰ τοῦ Πνεύματος. Εἴπερ οὖν ἔτι κατ' ἐκεί νους ἐν γενητοῖς ὁ Υἱός, κατὰ τίνα δὴ τρόπον ἐξέθορέ τε αὐτοῦ καὶ διέστη ἡ κτίσις;
Ἀεὶ γὰρ φίλον τὸ συγγενές, καὶ οὐκ ἂν ἀπονοσφίζοιτο γενητὸν γενητοῦ, κατά γε τὸ εἶναι γενητά. Τὸ γὰρ ὀθνεῖον ἀεί πως ἐν τοῖς ἑτερογενέσιν, ἤγουν ἑτεροειδέσιν, οὐκ ἐν τοῖς ἕνα καὶ τὸν αὐτὸν τῆς φύσεως ὅρον ἀποτεμομένοις ὁρᾶσθαι φιλεῖ. Πῶς οὖν ἐνοικίζεται τῇ κτίσει διὰ τοῦ Πνεύματος ὁ Υἱός; τί προστιθεὶς ἢ δωρούμενος, ἢ πρὸς ποῖον ὕψος ἀνακομίζων τὸ νοητόν, ἢ τί τὸ ἄμεινον ἐγχαράττων αὐτῇ;
Therefore also when the Only-Begotten became man, finding human nature destitute of the ancient and original good, he hastened again to transform it back into that, pouring in and saying, as from a fountain of his own fullness, "Receive the Holy Spirit," sketching out the nature of the Spirit very well by the breathing through flesh and more manifestly. So then the renewing to what was from the beginning will be on equal terms with the original passages into being, and the created nature has been diseased in the manner of separation—not by intervals conceived in terms of place, far from it—but rather being thrust out and falling away from God, and from the conjunction with the Son that is through the Spirit. And indeed it runs up to what was in the beginning if it wishes, having received a spiritual reformation, and being called to participation in his divine nature through the Spirit. If, then, the Son is still among created things according to those men, in what manner did creation leap away from him and stand apart?
For always the kindred is dear, and a created thing would not be separated from a created thing, at least insofar as they are created. For the foreign is always somehow wont to be seen among things of different kind, that is, of different form, not among those that cut off one and the same boundary of nature. How then does the Son dwell in creation through the Spirit? What does he add or bestow, or to what height does he raise up the intellectual, or what better thing does he imprint upon it?
Πῶς δὲ οὐκ ὢν αὐτὸς ἐν ἀμείνοσι (πεποίηται γὰρ μεθ' ἡμῶν, ὡς γοῦν ἐκεῖνοί φασιν), ἑαυτὸν κενῶσαι λέγεται, ἢ ποίας ἂν ἐδεήθη συγκαταβάσεως, ἵνα καθεὶς ἑαυτὸν ὡς ἐξ ὑψωμάτων τῶν ὑπὲρ τὴν κτίσιν, κόσμῳ συναφθῇ καὶ κόσμου γένηται μέρος, εἰ μὴ ὑπὲρ κόσμον ἐστὶ καὶ κτίσιν; {Β.} Ἀπορήσειν οἶμαι πρὸς τοῦτο αὐτούς. {Α.} Ἀνθότου δὲ δὴ μόνος αὐτὸς ἐλεύθερός τε καὶ ἐλευθερωτής, καίτοι τῆς ὅλης κτίσεως δοῦλον ὑποτιθείσης τῷ Θεῷ τὸν αὐχένα; Ἀνούστατοι δὲ καὶ λεληρηκότες εἴημεν ἄν, ὦ φιλότης, εἰ τὸν ἐκ Θεοῦ κατὰ φύσιν καὶ τῷ Θεῷ καὶ Πατρὶ συναΐδιον Υἱὸν ἐν τοῖς κατὰ χάριν θήσομεν. Ποῦ γὰρ ἡμῶν ἢ ποῖον ἔσται λοιπὸν τὸ ἀρχέτυπον, εἰ καθίκοιτο μεθ' ἡμῶν καὶ ὁ πρὸς ὃν μεμορφώμεθα πρὸς τὸ κατὰ θέσιν καὶ μίμησιν; {Β.} Εὐκρινέστατα μὲν ἡμῖν καὶ μάλα σαφῶς τὸν περὶ τούτου δοκεῖς διαπερᾶναι λόγον. Οἶμαι δὲ ἔγωγε τοὺς δι' ἐναντίας, Οὐ γὰρ, ὦ γενναῖοι, φράσαι, ποίημα τὸν Υἱὸν ἱεροὶ μὲν ἄνωθεν ὑμνήκασι λόγοι, θεῖος δὲ καὶ μέγας ὁ τῶν ἀποστόλων ἔγνω χορός; Καίτοι Σολομῶν μέν φησι, τὸ τοῦ Υἱοῦ πρόσωπον ἐν προαγορεύσει ζωγραφῶν· "Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ." Ὅ γε μὴν τῶν ἄλλων ἔκκριτος Πέτρος· "Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός." Τί δὴ οὖν ἄρα φαῖμεν ἂν εἰ καὶ τοιοῖσδε πάλιν ἡμᾶς ἐκπολιορκοῖεν λόγοις; {Α.} Τί δὲ δὴ ἕτερον ἢ ὅπερ ἐστὶν ἀληθὲς εἰπεῖν·
How is it that he, not being himself among better things (for he has been made with us, as at any rate they say), is said to have emptied himself? Or what sort of condescension would he have needed, so that, having lowered himself as from the heights above creation, he might be joined to the world and become a part of the world—unless he is above the world and creation? {B.} I think they will be at a loss in the face of this. {A.} And why is he alone free and a liberator, although the whole creation submits its neck as a slave to God? And we would be most senseless and babbling, my friend, if we were to place the Son, who is from God by nature and co-eternal with God and the Father, among things that are by grace. For where, or what, would our archetype be thereafter, if he who is the pattern according to which we have been formed were to settle among us, [relegated] to what is by position and imitation? {B.} You seem to have traversed this argument most distinctly and very clearly for us. But I for my part think that those who are of the opposite party—for they do not, noble sirs, say it—the sacred words from on high have hymned the Son as a creature, and the divine and great choir of the apostles has known him [as such]? And yet Solomon says, painting the person of the Son in prophecy: "The Lord created me as the beginning of his ways, for his works." And Peter, the distinguished one among the others: "Let all the house of Israel therefore know assuredly that God has made him both Lord and Christ." What then should we say if they should again besiege us with such arguments as these? {A.} What else than what is true to say?
"Οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι;" Νοῦς γὰρ σοφίᾳ τῇ ἄνωθεν, ἣ ἐκ τοῦ τῶν φώτων καταχεῖται Πατρός, οὐ καταλαμ πόμενος παχύς τέ ἐστι καὶ μέλας, καὶ τὴν ἐκ τῆς δυσμαθείας ἀχλὺν διεκδραμεῖν οὐχ οἷός τε. Καί μοι δοκεῖ τὴν οὕτως ἀπηχθημένην καταναρκῆσαι νόσον, ἀναμέλψαι τε οὕτω πρὸς Θεὸν τὸν θεσπέσιον Δαβίδ· "Φώτισον τοὺς ὀφθαλμούς μου μή ποτε ὑπνώσω εἰς θάνατον." Ἄγε δὴ οὖν, γοργῷ τε καὶ ἀνανήφοντι νῷ, τὴν τῶν προκειμένων ἐκβασανίζοντες γνῶσιν, καὶ καθάπερ αἱ κυνῶν εὔρινοί τε καὶ καλαὶ τὴν ἄποπτον ἔτι καὶ τοῖς πονηροῖς οὐχ ἁλώσιμον ἰχνηλατῶμεν ἀλήθειαν. Ἐκτίσθαι μὲν γὰρ ὁμολογουμένως ἑαυτὸν εἴρηκεν ὁ Υἱός, οὐ μὴν ἀναιτίως τοῦτό γε ἔφη παθεῖν, πρὸς ἔργα δὲ μᾶλλον αὐτοῦ, καὶ "ἀρχὴν ὁδῶν αὐτοῦ," δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Οὐκοῦν ἡ κτίσις ἐν τούτοις κατασημήνειεν ἄν, οὐ τὴν ἐξ οὐκ ὄντων ποθέν, ἀλλὰ τὴν τοῦ ὄντος τε καὶ ὑφεστηκότος ἐπὶ τοιοῖσδέ τισι τοῖς πραχθη σομένοις παραγωγήν, καθάπερ ἀμέλει καὶ τὸν ὑφαντήν, ἤγουν σιδηρέα τυχόν, ἔξω τοῦ τι δρᾶν ἑστῶτάς τε καὶ νοουμένους, ἡ τοῦ πρὸς ἔργα διανιστάντος θέλησις, ἐνεργὸν μὲν γενέσθαι ποιεῖ πρὸς ὅπερ ἂν ἑκάτερος ἐπιτηδείως ἔχοι, ὑπονοηθείη δ' ἂν οὐδαμῶς καὶ πρὸς τὸ εἶναι παρενεγκεῖν. Εἰ μὲν οὖν ἐπενηνεγμένου τὸ παράπαν οὐδενὸς τὸ "Κύριος ἔκτισέ με," φησὶν ὁ Υἱός, οὐκ ἀπίθανον κομιδῇ, τό γε ἧκον εἰς ὑποψίαν, ἦν ἂν αὐτοῖς τὸ θρυλλούμενον. Ἐπειδὴ δὲ οὐχ ἁπλῶς οὐδὲ ἀσυμπλόκως ἐκτίσθαι φησίν, ἀλλ' εἰς ἔργα καὶ ἀρχὴν ὁδῶν· τί μὴ παρέντες τὸ ἀκαλλὲς αἱροῦνται τὸ ἄμεινον, ἐννοοῦντες ὅτι γέγραπται περὶ Θεοῦ·
But our enemies are foolish.” For the mind is not illuminated by the wisdom from above, which is poured out from the Father of lights, but is dull and dark, and is unable to run past the mist of dullness. And it seems to me that he has overcome the disease thus hated and has sung to God with the wondrous David: “Enlighten my eyes, lest I sleep unto death.” Come then, with swift and sober mind, let us examine the knowledge of the things set before us, and like dogs, keen-scented and good, let us track down the truth that is still unseen and not to be caught by the wicked. For the Son has said that he himself was created, by common confession, but he did not say that he suffered this without cause, but rather with reference to his works, and “the beginning of his ways,” clearly of God and the Father. Therefore “creation” in these words would signify, not the bringing of him from non-being from somewhere, but the derivation of him who exists and subsists for certain things to be done, just as, to be sure, the will of the one who rouses a weaver, or perhaps a smith, to works makes him active toward whatever each is suited for, while they are standing and being considered apart from doing anything; but it would in no way be suspected that it also brought him over into being. If, then, the Son had said “The Lord created me” with nothing at all added, it would not be entirely implausible, as far as suspicion goes, that what they chatter about would be theirs. But since he says that he was created not simply and not without connection, but “for works” and “the beginning of ways,” why do they pass over the unseemly and choose the better, considering that it is written concerning God:
"Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν;" Δοίης ἂν οὖν ἄρα γενητὸν εἶναι τὸν Θεὸν εἰ καί τῳ διαφημίζοιτο γενέσθαι καταφυγή; {Β.} Οὐδ' ὁπωστιοῦν. {Α.} Τί οὖν, εἰπέ μοι, μαθόντες, ἑτεροκλινῆ καὶ δυσήνιον ἔχουσι τὸν νοῦν, καὶ πολυπλόκοις φενακισμοῖς οἱονεί τινι παντευχίᾳ χρώμενοι, κατακρούουσιν οἱ διεστραμμένοι, καίτοι δέον ἀπορθοῦν εἰς ἀλήθειαν εὖ μάλα φιλεῖν καὶ τὸ μὴ σφόδρα θεοπρεπῶς εἰρῆσθαι δοκοῦν, διὰ τὸ ἀνθρώπινον καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν τοῦ Υἱοῦ; Ἄλλως τε–φάναι γὰρ δὴ οἶμαι κἀκεῖνο πρέπειν–ὡς ἐκτίσθαι λέγων προστέθεικεν ὅτι καὶ γεγέννηται. "Πρὸ γάρ τοι βουνῶν ἁπάντων γεννᾷ με," φησίν. Ἢ τοίνυν τὴν
γέννησιν διὰ τὸ ἐκτίσθαι λέγειν ἀναιρήσομεν, ἢ τὸ ἐκτίσθαι μεθέντες γεγεννῆσθαι δώσομεν. Ἀντεξάγουσι γὰρ ἀλλήλαιν αἱ λέξεις τὰ δι' ἀμφοῖν δηλού μενα, ἀλλ' ἔχει τὸ ἀψευδὲς ἐν ἀμφοῖν ὁ λόγος. Οὐκοῦν ὁ αὐτὸς γεγέννηται μὲν ἐκ Πατρὸς ὡς Θεός, ἔκτισται δὲ αὖ κατὰ τὴν σάρκα. Καὶ ἀναπείθει πρὸς τοῦτο λόγος ἡμᾶς ἱερός· "Ἰδοὺ γάρ, φησίν, ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ Θεός." Πῶς γὰρ ἂν γένοιτο μεθ' ἡμῶν Θεὸς ὢν ὁ Λόγος; Μῶν ἐγγύτητί τε καὶ σχέσει τῇ κατὰ τόπον, καὶ νόμῳ σωμάτων; Εἶτα πῶς τοῦτο οὐκ ἀπηχές; Οὐκοῦν, ὅτε τὴν πρὸς ἡμᾶς εἰσδέδεκται συμμορφίαν καὶ τὸ τῆς δουλείας σμικροπρεπές, καὶ καθίκετο μεθ' ἡμῶν ἐν γενητοῖς ὁ ἀγένητος, τότε γέγονε μεθ' ἡμῶν, καίτοι τοσοῦτον ἀνεστηκώς τε καὶ ὑπερκείμενος ὅσον ἂν νοοῖτο θεότητος φύσις πρὸς κτίσμα καὶ ποίημα.
And the Lord became for me a refuge.” Would you then grant that God is created, if it is even proclaimed of anyone that he became a refuge? B. Not in the least. A. What then, tell me, have they learned, that they keep their mind warped and hard to steer, and, using manifold deceptions as a kind of full armor, the perverse strike down, although one ought very much to love setting things straight into the truth, and also what does not seem to be spoken in a very God-befitting way, on account of the human element and the likeness of the Son to us? And besides—for I think that point too is fitting to state—when he says “was created,” he has added that he was also begotten. “For before all the hills he begets me,” he says. Either, then, we shall do away with the begetting because of the “was created,” or, dismissing the “was created,” we shall grant that he was begotten. For the expressions set forth the things signified by both in opposition to each other, but the word has truthfulness in both. Therefore the same one was begotten from the Father as God, and was created again according to the flesh. And the sacred word persuades us to this: “For behold,” it says, “the Virgin shall conceive in the womb and bear a son, and they shall call his name Emmanuel, which is translated, God with us.” For how would the Word, being God, come to be with us? Surely not by nearness and local relation, and by the law of bodies? Then how is this not discordant? Therefore, when he has received conformity to us and the lowliness of slavery, and the unbegotten one has come down among created things with us, then he has become with us, although he is as far removed and exalted as the nature of divinity might be conceived in relation to a creature and a thing made.
Τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαβὶδ ἀμετρήτοις τισὶ καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τῶν καθ' ἡμᾶς ἠρμένον καὶ ἐν ἀρρήτοις ὄντα ταῖς δόξαις ἐκάλει πρὸς συμμορφίαν τὴν πρὸς ἡμᾶς τὸν ἐκ Θεοῦ πεφηνότα Μονογενῆ, ψάλλων τε καὶ λέγων· "Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν;" Ὁ γάρ τοι φύσεως νόμῳ διεστηκὼς καὶ τοῖς ἄλλοις ἅπασιν ἀσυμφυᾶ καὶ ἀνέμβατον ἀποτεμόμενος ἰδιότητα καὶ ὑπεροχὴν γέγονε μεθ' ἡμῶν, ὅτε τὴν ἑκούσιον δι' ἡμᾶς ὑπέστη κένωσιν. Εἰ δὲ μὴ οὕτως ἔχειν ἐροῦσι, τὸ ἀπεῖργον ἔτι, καθάπερ ἐγᾦμαι, παντελῶς οὐδὲν ἀνυποστόλως εἰπεῖν ὡς ἐρραψῴδηκε μάτην ὁ θεῖος ἡμῖν ἔν γε τουτῳῒ λόγος, μεθ' ἡμῶν γεγενῆσθαι λέγων τὸν Υἱὸν ὅτε γέγονεν ἄνθρωπος. Πότε γὰρ ἦν οὐ μεθ' ἡμῶν, εἴπερ ἐστὶ γενητός; {Β.} Εὖ λέγεις. {Α.} Εἰ δὲ δὴ καὶ λέγοιτο Χριστὸς γενέσθαι καὶ Κύριος, ἐννοήσεις ὅτι κεκένωκεν ἑαυτόν, μέτρον ὑποδὺς τὸ δουλο πρεπὲς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Καὶ ἦν, οἶμαί που, σοφόν τε καὶ ἀναγκαῖον, οὐχὶ τοῖς καθ' ἡμᾶς, οὐδὲ τῇ τῆς σαρκὸς ἀδοξίᾳ τὴν θείαν ἡττᾶσθαι φύσιν, ἀναπότριπτον ἔχουσαν τῆς δουλείας τὸ κατηγόρημα καὶ τὴν εἰσποίητον ἀδοξίαν, ἀλλὰ τὸ ἐκ τῆς δουλείας σμικροπρεπὲς τῇ τῆς θεότητος δόξῃ παραχωρεῖν. Οὐκοῦν ἐπείπερ ἐν δούλοις κεχρημάτικε δι' ἡμᾶς, ἀνεφοίτησε δὲ αὖ εἰς τὴν ἐνοῦσαν αὐτῷ καὶ ἀναπόβλητον κυριότητα, καὶ φύσεως νόμοις ἐρηρεισμένην, Κύριος κεκλῆσθαι λέγεται, καὶ μεθ' ἡμῶν γενέσθαι διὰ τὸ ἀνθρώπινον.
Therefore the inspired David too, by certain measureless and incomparable excellences, called him who is raised above our condition and is in ineffable glories, the Only-begotten who appeared from God, to conformity with us, singing and saying: "Why, O Lord, have you stood afar off, do you overlook in due times, in afflictions?" For he who by the law of nature was separated and had cut off for himself an idiom and excellence alien and inaccessible to all others, has become with us, when he underwent the voluntary emptying for our sake. But if they will say that it is not so, what still prevents, as I think, speaking without any reservation at all, that the divine word has sung in vain for us in this very matter, saying that the Son became with us when he became man. For when was he not with us, if indeed he is created? B. You speak well. A. But if Christ is also said to have become and Lord, you will understand that he emptied himself, submitting to the measure befitting a slave because of his likeness to us. And it was, I think, both wise and necessary, that the divine nature should not be defeated by our condition, nor by the dishonor of the flesh, since it has the accusation of slavery indelible and the ingrafted dishonor, but that the meanness from slavery should yield to the glory of the divinity. Therefore, since he has been reckoned among slaves for our sake, but has again returned to the lordship that is in him and cannot be cast off, and is established by the laws of nature, he is said to be called Lord, and to have become with us through the human nature.
Εἰ δὲ δὴ μέλλοιμεν, τῆς ἀληθοῦς θεωρίας ἠφειδηκότες, ἐπιπλέκειν τῷ Λόγῳ πάντα τὰ σαρκός, ἤτοι διὰ τὴν σάρκα πεπραγμένα τε καὶ εἰρημένα, δυσσεβήσομεν οὐ μετρίως. Γέγονε γὰρ ὑπὸ νόμον· καὶ μὴν ὁρατός τε καὶ ἁπτὸς καὶ βραχύ τι παρ' ἀγγέλους, "καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη," καὶ τὸν οὕτως οἰκτρὸν ὑπέστη θάνατον. Ἀναθετέον οὖν ἄρα τῇ τοῦ Λόγου φύσει, καὶ εἰ δίχα νοοῖτο σαρκός, τὸ καὶ ἐν τούτοις εἶναι τυχὸν τοῖς ὧδε χθαμαλωτάτοις καὶ πολὺ νοσοῦσι τὸ δυσκλεές. Καὶ τί τὸ ἐντεῦθεν; Ἀπώλισθεν ὁ ἀγαπητὸς καὶ σύνεδρος τῷ Πατρὶ παντός, οἶμαι, λοιπὸν τοῦ πρὸς δόξαν αὐτὸν ἀνέχοντος τὴν θεοπρεπῆ, μᾶλλον δὲ κἂν γοῦν ἐν ἴσῳ τιθέντος τοῖς ἁγίοις ἀγγέλοις. Ἀνθότου δὴ οὖν, ὁ μὲν τοῖς θείοις ἐναγλαΐζεται θώκοις, καὶ συνεδρεύει τῷ Πατρί, οἱ δὲ παρεστᾶσιν ἐν κύκλῳ, τὸ τῆς ὑπ' αὐτῷ δουλείας οὐκ ἀτιμάζοντες μέτρον; Καὶ ὁ μὲν ἔστι τε καὶ λέγεται Κύριος Σαβαώθ, οἱ δὲ ταῖς εἰς κυριότητα καταγε ραίρουσιν εὐφημίαις, πλήρη τε εἶναί φασι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἆρ' οὖν οὐχὶ τὸ πεποιῆσθαι λέγειν τὸν ὧδε τεθαυμασμένον καὶ πρὸς τῶν ἐχόντων λῆξιν εὐκλείας, τῆς ἀνωτάτω ψυχρᾶς καὶ ἑώλου νόσημα φρενός; {Β.} Παντάπασι μὲν οὖν· τἀμὰ γὰρ ἐν τούτοις. Φασὶ δ' οὖν ὅμως εἰς ἔργα τοῦ Πατρὸς προβεβλῆσθαι τὸν Υἱὸν οὐχὶ μόνον ὅτε τὴν καθ' ἡμᾶς ὑπέδυ μορφήν, ἀλλ' ἐξ οὗ καὶ πέφηνεν, ἵνα δι' αὐτοῦ τὰ πάντα ἐργάσαιτο, καθάπερ ὀργανικήν τινα τὴν ὑπουργίαν ἐν τοῖς κτίσμασι τὴν παρ' ἑαυ τοῦ κίνησιν συνεισφέροντος. {Α.} Βαβαὶ τῆς οὕτω δεινῆς καὶ ἀκράτου θρασυστομίας!
But if, having cast aside true contemplation, we were to attach to the Word all the things of the flesh—that is, the things done and spoken on account of the flesh—we would be impiously irreverent beyond measure. For he came under the law; and indeed he was visible and tangible and for a little while lower than the angels, "and he was reckoned among the lawless, and as a sheep he was led to the slaughter," and he underwent so pitiable a death. Must we then attribute to the nature of the Word, even if it be conceived apart from the flesh, the fact that he is in these things—perhaps the lowest and most diseased of all—and the disgrace? And what follows from this? The Beloved, the assessor with the Father, has perished—of all that exalts him to the glory befitting God, I mean, which remains to him; or rather, which even places him on equal footing with the holy angels. Instead of this, then, does he shine upon the divine thrones and sit in council with the Father, while they stand around in a circle, not disdaining the measure of servitude under him? And is he both is and is called the Lord Sabaoth, while they, with the praises that exalt him to lordship, say that heaven and earth are full of his glory? Is it not, then, the mark of a most cold and muddy mind to say that the one thus marveled at, and by those who have a portion of glory, was made? {B.} Most certainly; for my own position lies in these things. Nevertheless, they say that the Son was brought forth for the works of the Father not only when he assumed the form that is ours, but from the very time he appeared, so that through him he might accomplish all things, contributing his own motion as a kind of instrumental service in the creatures. {A.} Alas for such dreadful and unrestrained audacity of speech!
Ποίων γὰρ ἂν ἔτι φείσαιντο λόγων οἱ καὶ αὐτοῦ καταχέοντες τοῦ Θεοῦ καὶ Πατρὸς τὸ εἰκαιουργόν, καὶ τὸ ἥκιστα διαρκῆ πρὸς πᾶν ὁτιοῦν
διακεκτῆσθαι δύναμιν τὴν δημιουργόν, ἀλλ' ὁμοῦ μὲν τοῦ πρέποντος ἁμαρτεῖν, τητᾶσθαι δὲ οὕτω καὶ εὐσθενείας τῆς ἀνωτάτω; {Β.} Πῶς; {Α.} Ἦ οὐκ ἐννοεῖς καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο, ὡς εἴπερ ἦν ἄμεινον ταῖς ἑαυτοῦ κινήσεσιν ὀργανικὴν ὑπουργίαν ἀεὶ συνεισάγοντα δημιουργὸν ὁρᾶσθαι τὸν Θεὸν καὶ Πατέρα, πεφυκέναι τε οὕτως ἃ ἂν βούλοιτο κατορθοῦν, ἤγουν τὴν ἐκ ψόγου μὴ διαδρᾶναι γραφήν, εἴπερ ἴοι πρὸς ἔργα καθ' ἕτερον τρόπον· πῶς οὐκ ἠδίκηκε τὸν Υἱόν, οὐκ ἐν ὀργάνῳ καὶ μεσιτείᾳ τινὸς ἑτέρου παρακομίζων εἰς ὕπαρξιν, ψιλὴν δὲ αὐτῷ καὶ μόνην τῆς ἑαυτοῦ δυνάμεως τὴν αὐτουργίαν δωρούμενος; Καὶ τὰ μὲν ἕτερα τῶν κτισμάτων, ἃ καὶ τῆς Υἱοῦ δόξης ἡττᾶσθαί φασι, τὸν ἄριστόν τε καὶ προὔχοντα τοῦ παρῆχθαι πρὸς ὕπαρξιν διεκληρώσατο τρόπον· ὁ δέ, καίτοι τοῖς οὕτω ὑπερκειμένοις πλεονεκτήμασιν ἐκτετιμη μένος, τὸν αἰσχίω τε καὶ ἐν δευτέροις. Ἀλλ' ἦν δήπου τυχόν, ἐροῦσί τινες, ἀμείνων ἡ αὐτουργία, καὶ ταύτης ἔλαχεν ὁ Υἱός. Εἶτα τί τὸ ἀναπεῖθον, ἀποκρινάσθων ἐκεῖνοι, τὴν ὑπερτάτην οὕτω καὶ ὑπὲρ θαῦμα βουλὴν τοῦ Πατρὸς μὴ οὐχὶ τὸν ἀμείνω τοῦ χείρονος ἀνθελέσθαι τρόπον ἔν γε τῷ χρῆναι δημιουργεῖν, ἀφαμαρτεῖν δὲ οὕτω τοῦ λίαν πρεπωδεστάτου, παραλόγως κατωκνηκότα πρὸς τὸ δεῖν ἑλέσθαι περαίνειν ἃ χρῆν; {Β.} Ἄμεσον οὖν ἔδει, φησί, τοῖς κτίσμασιν ἐπαφεῖναι τὴν ἐνέργειαν τὸν τῶν ὅλων Πατέρα; {Α.} Τί μήν, ὦ ἑταῖρε;
For what words would they still spare, who pour upon God the Father himself the charge of acting at random, and of possessing a creative power that is in no way sufficient for anything whatsoever, but rather of failing in what is fitting and being thus defeated even in the highest might? {B.} How so? {A.} Do you not understand, and that before other things, this very point: that if it were better for God the Father to be seen as creator always bringing in, along with his own motions, an instrumental service, and to be so naturally able to accomplish whatever he wished—or rather, not to escape the blame of Scripture—if he were to proceed to works in another manner, how has he not wronged the Son, by not bringing him in as an instrument and through the mediation of some other, but granting him the bare and sole operation of his own power? And the other created things, which they say are inferior even to the Son's glory, obtained the best and most excellent manner of being brought into existence; but he, though honored with such surpassing privileges, obtained the more shameful and secondary one. But perhaps, some will say, the direct operation was better, and the Son obtained this. Then let those men answer what it is that persuades the Father's supreme and wondrous counsel not to choose the better manner over the worse in the matter of creating, but thus to miss what is most fitting, having unreasonably shrunk back from choosing to accomplish what was necessary. {B.} Was it necessary, then, he says, for the Father of all to send forth his activity upon created things without mediation? {A.} Of course, my friend.
Ὀργανικὴν δέ, εἰπέ μοι, καὶ ὑπουργικὴν τὴν ἐπικουρίαν εἰσδέχεσθαι λῷον ἦν αὐτῷ; Καίτοι τῶν ἐκτόπων ἐννοιῶν πάμπολυς ἡμῖν ἐντεῦθεν ἀνατελεῖ καὶ ἀναφανεῖται δῆμος. Τίς γὰρ ἂν γένοιτο τοῦ συνεργαζομένου χρεία τῷ Θεῷ καὶ Πατρί, ὀργάνου δὲ καὶ μεσίτου τίς ἡ ὄνησις οὐχ ὁρῶ. Εἰ μὲν γὰρ ἀληθῶς ἀναγκαίαν οἶδεν ἑαυτῷ τοῦ συγκτίζοντος τὴν συνεισδρομήν, καὶ χρειωδῶς παρεκόμισεν ἔν γε τουτῳῒ τὸν ἐπίκλην Υἱόν, τελοῦντά γε μὴν κατ' αὐτοὺς ἐν κτίσμασι, πῶς ἂν ἔχοι τὸ τελείως εὐσθενές, ἔν γε τῷ εἶναι δημιουργός, δι' ὀργάνου καὶ μόλις συλλέγων ἐν ἑαυτῷ τὸ ἀπηρτίσθαι τελείως πρὸς ὃ πεφυκέναι λέγεται; Καὶ τὸ ἔτι δύσφημον οὐκ ἐρῶ. Πλήρωμα γὰρ θεότητος πέφηνεν ἤδη τὸ γενητόν, καὶ τὸ ἐν τάξει παραληφθὲν τῇ ὑπουργικῇ, τῆς δημιουργικῆς δυνάμεως τοῦ Πατρὸς ἐπικούρημα χρειωδέστατον. Εἶτα πῶς, εἰπέ μοι, μεσολαβοῦντος οὐδενός, ἐξήρκεσεν ἂν εἰς τὴν Υἱοῦ ποίησιν, εἴπερ ἐστὶ γενητός, καίτοι μειζόνως τε καὶ ἀσυγκρίτως ὑπερκειμένου; Τιμαῖς γὰρ αὐτὸν ταῖς οὕτως ἀπατηλαῖς καταγοητεύειν ὑποκρίνονται, τὸ τῆς δυσφημίας ἀκαλλὲς κατερυθριῶντες, οἶμαί που. Ὁ δὲ δὴ πρὸς τὸ οὕτως ὑπερφερές τε καὶ ὑπερθρῶσκον ἀνεπικούρητός τε καὶ μόνος ἀρκέσας, πῶς ἂν ἠτόνησεν εἰς τὴν τῶν ὑποβεβηκότων ὑπόστασιν τὸν συνεργάτην οὐκ ἔχων; Ἆρ' οὖν οὐχὶ κατοιμώζειν ἄξιον τοὺς οἵ γε ταυτὶ καὶ διανοεῖσθαι μόνον οὐ καταπεφρίκασιν; {Β.} Πῶς γὰρ οὔ; πλὴν ἀκούοις ἂν ἔτι. Μικρὸν γὰρ εἶναί φασι τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐφ' ἅπασιν αὐτουργικόν. {Α.} Ἄπαγε τῆς δυσφημίας, ἄνθρωπε!
Tell me, was it preferable for him to receive instrumental and ministerial assistance? And yet a vast multitude of absurd notions will spring up and become manifest to us from this source. For who could there be any need of a fellow-worker for God the Father, and what benefit there is of an instrument and a mediator I do not see. For if he truly knew the collaboration of a co-creator to be necessary for himself, and for this reason brought in the one surnamed Son as something useful—though according to them he ranks among created things—how could he possess complete vigor in being a creator, gathering together perfectly in himself, through an instrument and with difficulty, the completeness toward which he is said to be naturally disposed? And I will not mention the further blasphemy. For the generated thing has already appeared as the fullness of divinity, and what was taken on in the rank of ministerial service is the most necessary assistance of the Father's creative power. Then tell me, how, with nothing intervening, would he have sufficed for the making of the Son, if indeed he is generated, although he surpasses him by far and incomparably? For they pretend to bewitch him with honors so deceptive, blushing, I suppose, at the unseemliness of the blasphemy. But he who without assistance and alone sufficed for what is so transcendent and surpassing—how would he have had the strength for the subsistence of things subordinate, not having the fellow-worker? Is it not then worthy to bewail those who have not shuddered even at merely conceiving these things? {B.} How could it not be? But you would hear more. For they say that self-working upon all things is a small thing for God the Father. {A.} Away with the blasphemy, man!
Λέγοις δ' ἂν εἰκότως, ὡς ἀπωτάτω τιθεὶς τῆς ἐπὶ τούτοις αἰτίας τὴν σεαυτοῦ ψυχήν· "Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν." Ὁ γάρ τοι σμικρὸν εἶναι λέγων τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐφ' ἅπασιν αὐτουργικὸν τύφου καὶ ἀλαζονείας αὐτὸν οὐκ ἀπηλλάχθαι φησί, ξυνωρίδα δὲ ταύτην αὐτῷ τῶν ὅτι μάλιστα βδελυρῶν καὶ ἀπηχθημένων ἀναθήσει παθῶν. Εἴη δ' ἂν καὶ ἑτέρως ἀμαθής, ἀλλ' οὐδὲ ὅποι πρόεισιν ὁ λόγος ἐννοῶν. Βουλοίμην δ' ἂν ἔγωγε διαπυθέσθαι σου. {Β.} Τὸ τί δή; {Α.} Οὐ γὰρ γενητὸν εἶναί φασι τὸν Υἱόν; {Β.} Ναί, ἀλλὰ τί μήν; {Α.} Εἴπερ οὖν ὁρῷτο πρὸς ἡμῶν, κατά γε τὸ ἐγχωροῦν, ὅ τί ποτέ ἐστιν ἡ τῶν ὅλων κατάρχουσα φύσις, οὐ σμικρὸν ὀψόμεθα πᾶν αὐτῇ γενητόν; {Β.} Σμικρὸν ὁμολογουμένως. {Α.} Εἶτα τὸν μὲν Υἱὸν ἠξίου μόνον τε καὶ μόνως δημιουργεῖν· κατερυθριάσας δὲ ὥσπερ τὸ χρῆμα, μέτεισιν εὐθύς, καὶ ταῖς ἑτέρου δίδωσιν ἐνεργείαις τὸ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Καίτοι δόξης τε καὶ εὐφημίας ἡ
You might reasonably say, setting your own soul as far as possible from the charge of these things: "Set a guard, O Lord, upon my mouth, and a door of enclosure about my lips; incline not my heart to words of wickedness, to make excuses for sins, with men who work iniquity." For he who says that it is a small thing for God and the Father to be the sole worker of all things has not been freed from arrogance and boastfulness, but will attach to him this pair of the most abominable and hateful passions. He would also be ignorant in another way, not even understanding where his argument is going. I would wish to ask you a question. {B.} What is it? {A.} Do they not say that the Son is created? {B.} Yes, but what then? {A.} If, then, it were seen by us, as far as is possible, what the nature that rules all things is, would we not see that everything created is a small thing to it? {B.} Admittedly small. {A.} Then he thought the Son alone and solely worthy to create; but, as if blushing at the matter, he changes course at once, and gives to the activities of another the calling into existence of things that once were not. And yet of glory and praise the
παγκάλη τε καὶ παναρίστη μοῖρα τὸ δημιουργεῖν δύνασθαι τῷ Θεῷ, ὅτε καὶ διὰ τούτου τίς τε καὶ ὅσος ἐστὶ πρὸς ἡμῶν γινώσκεται. "Ἀπὸ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται," κατὰ τὸ γεγραμμένον. Εἰ δὲ δι' ὧν γινώσκεται σμικρὰ λογιεῖται καὶ κατερριμμένα ταυτί, τὴν ἰδίαν αὐτὸς αἰσχυνεῖται φύσιν, ἀκαλλέστατά που, κατὰ τὸ εἰκός, ἔχουσαν εἰδώς. Καίτοι λίαν εὐκλεὲς παντὶ μὲν ἀνθρώπῳ, παντὶ δὲ ἀγγέλῳ, τὰ δι' ὧν ἑκάτερον ὁρᾶσθαι πέφυκε τοῦθ' ὅπερ ἐστὶ διακεκτῆσθαι τελείως, καὶ οὐδὲν ἂν οἷς ἔλαχεν ἐπερυ θριάσοι ποτέ, τὸ τί κατὰ φύσιν ἐστὶν εἴπερ ἐθέλοι γινώσκεσθαι. Ἀνθότου δὴ οὖν ἐπαισχυνεῖται λοιπὸν οἷς ἂν ἔχοι Θεός, ἢ μῶμον ἡγήσαιτο τὰ δι' ὧν ἂν νοοῖτο Θεός; Εἰ δὲ δὴ σμικρὸν αὐτῷ καὶ λόγου τοῦ μηδενὸς ἄξιον τὸ ποιῆσαι τὰ Σεραφὶμ καὶ παραγαγεῖν ἀγγέλους, τῆς ἰδίας φύσεως ἀναμετροῦντι τὸ μέγεθος καὶ τὴν ἐκπρεπεστάτην ὑπεροχήν, ἆρ' οὐχὶ κατὰ τὸν ἴσον τρόπον σμικρὸν ἂν εἴη τὸ πρὸς αὐτῶν προσκυνεῖσθαί τε καὶ δοξολογεῖσθαι θέλειν; Ὧν γὰρ οὐκ εἶναι δημιουργὸς ἀξιοῖ, πῶς ἂν ἕλοιτο νοεῖσθαι Θεός; Ἐφίεται δὲ ἀνθότου τῆς πρὸς ἡμῶν τιμῆς καὶ λατρείας, εἰ μηδὲ παράγειν ἡμᾶς εἰς γένεσιν ἀξιοῖ; Πῶς δ' ἂν οὐχὶ τὴν ἰδίαν αὐτὸς κατασίνοιτο δόξαν, εἰ σμικρὸν ἡγήσαιτο τὸ δι' ὃ δοξάζεται; {Β.} Πῶς δὴ οὖν ἄρα, φασίν, ἔκτισεν ὁ Πατὴρ τὰ πάντα δι' Υἱοῦ; {Α.} Ὡς διὰ Λόγου καὶ σοφίας καὶ τῆς ἐνούσης ἰσχύος αὐτῷ. Πάντα γὰρ ταῦτά ἐστιν ὁ Υἱὸς τῷ Πατρί· ἀλλ' ὧδέ πη τόδε διαγυμνάζωμεν, οἶμον ἰόντες τὴν βασιλικήν, καὶ κατ' εὐθὺ τῆς ἀληθείας διᾴττοντες.
It is a most noble and excellent portion for God to be able to create, since through this it is known by us both who and how great he is. "For from the greatness and beauty of created things their Maker is seen by analogy," according to what is written. But if these very things, small and cast down as they are, are reckoned to be the means by which he is known, he will himself be ashamed of his own nature, knowing, as is likely, that it is in some way most lacking in beauty. And yet it is exceedingly glorious for every man and every angel to possess perfectly those things through which each is naturally seen to be what it is, and he would never boast of anything beyond what he has received, if he wished to be known for what he is by nature. Will God, then, be ashamed of the things he has, or will he regard as a reproach the things through which he is understood to be God? But if, in his reckoning of the greatness of his own nature and its most excellent preeminence, it is a small and worthless thing for him to make the Seraphim and bring forth angels, would it not in the same way be a small thing for him to wish to be worshipped and glorified by them? For of those whom he does not deem himself the Maker, how could he choose to be understood as God? And does he desire honor and worship from us, if he does not even deem us worthy to bring us into being? And how would he not himself outrage his own glory, if he regarded as small the very thing through which he is glorified? {B.} How then, they say, did the Father create all things through the Son? {A.} As through the Word and Wisdom and the power that is in him. For all these things the Son is to the Father; but let us exercise this matter in some such way as this, traveling the royal road and speeding straight along the path of truth.
Ἦ γὰρ οὐχὶ συννεύσειας ἄν, καὶ λίαν ἑτοίμως, ὡς εἴπερ εἶναί φαμεν τὸν Πατέρα δημιουργόν, ἕψεταί που πάντως καὶ τὸ χρῆναι νοεῖν ὡς οὔτε ἄναλκις οὔτε ἄσοφος ὤν, οὔτε μὴν Λόγου δίχα δημιουργεῖ; {Β.} Ἕψεται γὰρ οὖν. Τοιγάρτοι φησὶ μὲν ὁ Μελῳδός· "Πάντα ἐν σοφίᾳ ἐποίησας." Τὴν δὲ τοῦ παντὸς γένεσιν τρανότερον ἐξηγούμενος, ἀνεκεκράγει λέγων ὁ προφήτης Ἱερεμίας· "Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανόν." {Α.} Τί δέ; Οὐχὶ σοφίᾳ τε καὶ ἰσχύϊ καὶ μὴν καὶ φρονήσει Θεοῦ τὰ πάντα ἐκτίσθαι διαρρήδην ἡμῖν ἀναγράφοντος Ἠσαΐου, πάντα δι' Υἱοῦ γενέσθαι φησὶν ὁ σοφὸς Ἰωάννης; "Πάντα γάρ, ἔφη, δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν." {Β.} Ναί. Τί οὖν τοῦτό γε; {Α.} Ὅτι σοφία καὶ δύναμις ὢν τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς ἡμῖν ἀναπέφανται. {Β.} Πῶς γὰρ ἢ πόθεν τοῦτο ἀμφίλογον; {Α.} Οὐκοῦν, ἄγε δὴ φράσον πότερα τὸν Υἱὸν ἐν σοφίᾳ καὶ συνέσει καὶ δυνάμει τοῦ Πατρὸς παρῆχθαι πρὸς ὕπαρξιν, ἤγουν ἀσόφως τε καὶ ἀσυνέτως καὶ ἀσθενῶς ἡγώμεθα; Γενητὸν γὰρ εἶναί φασι. {Β.} Καὶ μὴν τοῦτό γέ ἐστι παντάπασιν ἀμαθές. Οὐ γὰρ ἦν ὅτε σοφίας ἦν δίχα καὶ δυνάμεως ὁ Πατήρ. {Α.} Εὖ λέγεις. Ἐπαινέσομαι γὰρ οὖν ὀρθὰ καὶ δίκαιά σε φρονεῖν ᾑρημένον. Ἀλλὰ τί πρὸς ταῦτα φαῖεν ἂν οἱ τοῖς γενητοῖς ἐναρίθμιον καταγράφοντες τὸν Υἱόν;
Would you not agree, and very readily too, that if we say the Father is a creator, it follows in every way that one must think that he creates neither without strength nor without wisdom, nor indeed without the Word? {B.} It will indeed follow. Therefore the Psalmist says: "In wisdom you have made all things." And explaining the generation of all things more clearly, the prophet Jeremiah cried out, saying: "The Lord who made the earth in his strength, who set upright the inhabited world in his wisdom, and by his understanding stretched out the heaven." {A.} What then? When Isaiah plainly records for us that all things were created by the wisdom and strength and indeed the understanding of God, does the wise John not say that all things came to be through the Son? "For all things," he said, "came to be through him, and without him nothing came to be." {B.} Yes. What then is the point of this? {A.} That the Son has been revealed to us as the wisdom and power of God the Father. {B.} How, or from where, is this disputable? {A.} Come then, tell me: was the Son brought into existence in the wisdom and understanding and power of the Father, or are we to suppose that he was made without wisdom and without understanding and without strength? For they say he is a created being. {B.} And yet this is altogether ignorant. For there was no time when the Father was without wisdom and power. {A.} You speak well. For I will praise you for having chosen to think what is right and just. But what would those say to these things who enroll the Son among created things?
Εἰ γὰρ ἦν μὲν οὐκ ἀεί, νόμῳ δὲ κτίσεως χρόνῳ παρήχθη πρὸς ὕπαρξιν, καίτοι σοφία καὶ δύναμις καὶ σύνεσις ὢν τοῦ Πατρός, ἀσθενῆ καὶ ἄναλκιν ἄσοφόν τε καὶ ἀσύνετον ὁμολογήσουσιν εἶναι πρὸ αὐτοῦ τὸν Πατέρα, πεποιῆσθαί τε δώσουσι τὸν Υἱὸν ἀσόφως τε καὶ ἀνάνδρως, καίτοι πλουσίῳ περιχεόμενον θαύματι, καὶ οὐκ ἐν οἷς ἡ κτίσις, ἀλλ' ἐν ἀσυγκρίτοις ὄντα ταῖς ὑπεροχαῖς. Εἰ δὲ δὴ κατα μειδιῶντος αὐτῶν παντός, οἶμαι, λόγου, τὸ τῆς δυσφημίας αἶσχος παρωθούμενοι, καὶ αὐτὸν ἐν σοφίᾳ καὶ δυνάμει τοῦ Πατρὸς παρῆχθαι πρὸς γένεσιν οἰήσονται δεῖν, ἀναγκαῖον ὁμολογεῖν ὡς αὐτὸς ἑαυτοῦ πρεσβύτερος ἔσται λοιπὸν καὶ πρός γε τούτῳ δημιουργός. Ὑπέστησε γὰρ ἑαυτὸν ὁ Υἱός, εἴπερ ὢν αὐτὸς ἡ πᾶσα σοφία καὶ ἡ δύναμις τοῦ Πατρός, ἐν δυνάμει τῇ ἑαυτοῦ καὶ σοφίᾳ γέγονε. Συνίης οὖν ὅπως πανταχῆ καταρρεῖ πρὸς τὸ ἀκαλλὲς ὁ λόγος; {Β.} Καὶ πάνυ. {Α.} Παραδειχθείη δ' ἂν οὐ σὺν ἱδρῶτι πολλῷ καὶ καθ' ἕτερον τρόπον ἠλίθιον κομιδῇ τὸ δόγμα αὐτοῖς. Φέρε γὰρ δή, τὴν τοῦ Θεοῦ φύσιν ταῖς ἐγχωρούσαις ἐννοίαις ὡς ἔνι διαμετρήσαντες, τίς τε καὶ ὁπόση καὶ ἅπερ ἂν αὐτῇ πρέποι πολυπραγμονῶμεν, ὦ
For if he was not always, but by the law of creation was brought into existence in time, although he is the wisdom and power and understanding of the Father, they will confess that the Father was weak and feeble, foolish and unintelligent before him, and they will grant that the Son was made foolishly and without manliness, although he is encompassed by rich wonder, and is not among the things of creation, but exists in incomparable excellences. But if indeed, as everyone, I think, smiles at their every argument, they push aside the shame of this blasphemy and think it necessary to hold that he too was brought to birth in the wisdom and power of the Father, then it must be confessed that he will henceforth be older than himself and, in addition to this, his own creator. For the Son brought himself into existence, if indeed he, being himself the whole wisdom and the power of the Father, came to be in his own power and wisdom. Do you understand, then, how in every way the argument collapses into something unseemly? {B.} Yes, indeed. {A.} But the doctrine might be shown to be utterly foolish for them in another way as well, without much sweat. For come now, having measured the nature of God by the concepts available to us, as far as possible, let us inquire what it is, and how great, and what things would befit it, O
τᾶν. Πότερα δὲ χρῆναι δημιουργεῖν πιστεύωμεν, ἀφορμὴν εἰς ὕπαρξιν τοῖς γενητοῖς τὸ εἶναι θέλειν αὐτὰ διανέμουσαν, καὶ τὸ δεῖν ὑπάρξαι μόνον τοῖς οὐκ οὖσί ποτε κατανεύουσαν, διαπεραίνειν τε οὕτω τὴν σύμπασαν κτίσιν, ἤγουν ὑπουργίαν ἔχοντα τὴν ὀργανικήν, καὶ τὴν ἐκ τοῦ μεσιτεύοντος ἐπικουρίαν ὡς ἀναγκαίαν παρειλημμένην, οἷον εἰ καί τις ἀνδρὶ λιθουργῷ τὰ δι' ὧν ἔσται λιθουργὸς καὶ ποιητὴς ὧν οἶδε παρατε θεῖσθαι λέγοι; {Β.} Εἶτα τίς, εἰπέ μοι, καταρνήσαιτ' ἂν ὅτι πάμπολυ τὸ θεοπρεπὲς ἔν γε τῷ θελήσει μόνῃ δημιουργεῖν; {Α.} Ἄριστα ἔφης· ἐπείτοι καὶ ὁ θεῖος Μωσῆς ὧδέ πη καὶ οὐχ ἑτέρως παρέδειξεν ἡμῖν δημιουργοῦντα Θεόν. Εἶπε γάρ, φησίν, ὁ Θεός· "Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως," συνεκφαινομένης τάχα που τῇ τῶν λόγων ἐκδρομῇ τῆς τῶν ἔργων πληρώσεως, μελλησμοῦ τε μηδενὸς τὸν μεσίτην, κατ' ἐκείνους, καὶ ὑπουργὸν ἐνεργοῦντά τε καὶ ὀργανικῶς κινούμενον ὑποφαίνοντος. Ἔργου γὰρ ὥσπερ ὑπόστασις ὁ λόγος ἦν, καὶ ψιλὸν τὸ νεῦμα τοῦ μὴ ὄντος ἡ πῆξις, καὶ ἐν μόνῳ τῷ θέλειν τῶν ποιουμένων ἡ γένεσις. Ὅτε τοίνυν ἄριστόν τε καὶ πρεπωδέστατον τῷ Θεῷ καὶ Πατρὶ τὸ ὧδε δημιουργεῖν, τί τήν, οὐκ οἶδ' ὅπως, μᾶλλον δὲ φληνάφως ἐξευρημένην ἐπικουρίαν αὐτῷ τοῦ μεσίτου καὶ ὑπουργοῦ προσνέμουσι, χρειωδέστατον Υἱὸν πεποιῆσθαι λέγοντες, ἵνα ὑπηρετοῖτο δι' αὐτοῦ πρὸς τὰ λοιπὰ τῶν κτισμάτων; Ἠγνοήκασι γάρ, ὡς ἔοικεν, ὅτι καίτοι γενητὸν καὶ τελεῖν ἐν κτίσμασι διαβεβαιούμενοι τὸν Υἱόν, ἀμείνω τε καὶ ἀξιολογώτερον ἀποφαίνουσι τοῦ Πατρός. {Β.} Τίνα τρόπον;
Which, then, are we to believe is the way of creating—that the will to be gives to created things their starting point for existence, and that the consent that they ought to exist is granted only to things that once were not, and that in this way the whole creation is accomplished—that is, with an instrumental service and with the assistance of a mediator received as necessary, as if someone were to say that for a stonecutter there have been provided the means by which he will be a stonecutter and a maker of the things he knows? {B.} Then who, tell me, would deny that it is wholly fitting to God to create by his will alone? {A.} You have spoken excellently; for indeed the divine Moses also handed down to us God creating in this way and not otherwise. For he says, God said: "Let there be a firmament, and it was so," the fulfillment of the works perhaps being manifested together with the swift course of the words, and the mediator and servant, according to them, operating and being moved instrumentally, showing no delay. For the word was, as it were, the substance of the work, and the fixing of what was not was a mere nod, and the coming into being of the things made was in the willing alone. Since, then, it is best and most fitting for God the Father to create in this way, why do they assign to him, I know not how—or rather, why do they assign to him the assistance of the mediator and servant, devised in a rambling fashion, saying that the Son was made most necessary, so that through him he might be served for the remaining created things? For they have failed to understand, as it seems, that although they assert the Son is created and ranks among created things, they show him better and more worthy than the Father. {B.} In what way?
{Α.} Εἰ διὰ μεσίτου μὲν ἀναγκαίως ὁ Πατήρ, ἐν δέ γε μόνῳ τῷ θέλειν καὶ νεύμασιν ὁ Υἱὸς ἃ ἂν βούλοιτο κατορθοῖ, λεπρῷ μὲν λέγων ἐπ' ἐξουσίας· "Θέλω, καθαρίσθητι·" θανάτῳ δὲ ἤδη κατισχημένους ἀνακομίζων εἰς ζωήν, καὶ μὴν τυφλοῖς ἐνιεὶς τὸ τριπόθητόν τε καὶ ἄηθες φῶς, ἆρ' οὖν οὐχὶ τὸν μεσίτην καὶ ὑπουργόν, ἤγουν τὸν φύσει δημιουργὸν ἐν εὐκλείαις ὄντα ταῖς ἄγαν περιφανεστέραις καταθρήσαι τις ἄν, οὐχ ὑπερεστήξει δὲ οὕτω τοῦ τεχνίτου τὸ ὄργανον; {Β.} Ἔοικεν. {Α.} Καίτοι τί δή ποτε τὴν ἐπὶ τῷ χρῆναι φρονεῖν ὀρθῶς σκέψιν τε καὶ θέλησιν ὡς ἕωλον ἀτιμάζοντες, ἀπροβούλευτον ποιοῦνται τὴν ἐπὶ τὰ χείρω ῥοπήν, καὶ ἐπὶ μόνον προσίενται τὸ σφίσι δοκοῦν, οὐδὲ ἐκεῖνό που τάχα διενθυμούμενοι ὡς οὐκ ἂν ἐργάσαιτό ποτε τὸ ἀνθρώπου ποίημα τὰ ὧνπερ ἂν αὐτὸς εἴη δημιουργός, οὐδ' ἂν τὸ ὑπό του τεχνουργούμενον τῆς τοῦ τεχνουργοῦντος οὐσίας τὸ φύσει τε καὶ ἀληθῶς ἴδιον εὖ μάλα διακεκτήσεται, καὶ τοῦτο ἀπαραλλάκτως; {Β.} Πῶς γάρ; Ἐπεί τοι καὶ τὸ ἔμπαλιν ἀληθές. Τέκτων γὰρ ἤ, φέρε εἰπεῖν, χαλκουργός, οὐκ ἂν γένοιντό ποτε τὰ τέχνης ἔργα, χαλκουργικῆς ἢ τεκτονικῆς. {Α.} Ὀρθῶς ἔφης· καί σε τῆς ἄγαν ἀγχινοίας ἄγαμαί τε καὶ ἐπαινέσας ἔχω. Τίνα δὴ οὖν τρόπον, εἴπερ ἐστὶ γενητὸς ὁ Υἱός, ἰσουργήσει μὲν ἀπαραλλάκτως τῷ Θεῷ καὶ Πατρί, καὶ τὸ τῆς ἀνωτάτω πασῶν οὐσίας ἴδιον καὶ ἐξαίρετον ἐν ἰδίᾳ φύσει λαχών, καλεῖ μὲν ὡς ὄντα τὰ οὐκ ὄντα ποτέ, παραφέρει δὲ οὕτως εὐσθενέστατα καὶ ἀμογητὶ πρὸς ὕπαρ ξιν, ὡς ἔν γε τῷ βεβουλῆσθαι μόνον ἀποπεραίνεσθαι τὴν δημιουργίαν;
{A.} If the Father necessarily acts through a mediator, but the Son accomplishes whatever he wills in his willing alone and by his nod—saying to the leper with authority, "I will; be cleansed," and restoring to life those already held fast by death, and indeed implanting in the blind the light so greatly desired and so unheard of—would one not then behold the mediator and minister, that is, the natural creator, in glories most exceedingly conspicuous, and would the instrument not thus stand above the craftsman? {B.} It seems so. {A.} And yet why is it that, dishonoring as stale the consideration and will concerning the need to think rightly, they make their inclination toward worse things without forethought, and admit only what seems good to them, perhaps not even reflecting on this—that the workmanship of a human being could never produce the things of which he himself would be the maker, nor could what is crafted by someone possess in its own nature the property that is naturally and truly proper to the essence of the craftsman, and that exactly? {B.} How could it? For indeed the converse is also true. For a carpenter, or say, a bronzesmith, could never become the works of craft—of bronzeworking or carpentry. {A.} You have spoken rightly, and I admire your great keenness of mind and have praised you for it. In what way, then, if the Son is created, will he work equally and exactly with God the Father, and having received in his own nature the property and prerogative of the highest of all essences, call things that never existed as though they were, and bring them so powerfully and effortlessly into existence, that creation is accomplished by his mere willing?
Ἦ οὐχ ὧδε δημιουργήσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ἀποχρῶσαν ἔχων εἰς τοῦτο τὴν ἰδίαν φύσιν, καὶ ἀνεπικούρητον παντελῶς ὑπό του τῶν γενητῶν τὴν ἐνέργειαν; {Β.} Ὧδε ἔχει. {Α.} Ὥσπερ οὖν οὐχ οἷά τε τὰ ἐξ ἀνθρωπείας χειρός τε καὶ ἐπιστήμης ἐκτετεχνημένα δρᾶν τε καὶ ἐνεργεῖν τὰ αὐτοῦ, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον τε καὶ λόγον οὐκ ἂν ἐργάσαιτο τὰ Θεοῦ τὰ θείας ἔργα χειρός. Ἐπειδὴ δὲ δεδημιούργηκέ τε καὶ ἐνήργηκεν ὁ Υἱός, οὐ τοῖς ἄλλοις ἅπασιν ἀναμὶξ φιλοτέχνημα καὶ αὐτὸς θείας ἔσται χειρός, οὔτε μὴν ἐξ οὐκ ὄντων παρῆκται δημιουργός, οὐσιωδῶς δὲ μᾶλλον τὸ χρῆμα διεκληρώσατο, καὶ οὐ μεῖον ἢ ὥσπερ ἂν ἔχοι καὶ αὐτὸς ὁ Πατήρ. {Β.} Ἀλλ' ἐνεργούμενος, φησίν, ὑπὸ τοῦ Πατρὸς ἐνεργεῖ τὰ περὶ τὴν κτίσιν. Ἔφη γάρ που καὶ αὐτός· "Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." Καὶ πάλιν· "Τὰ ἔργα ἃ ἐγὼ ποιῶ οὐκ ἔστιν ἐμά, ἀλλὰ τοῦ πέμψαντός με." {Α.} Ταυτὶ μὲν οἶδ' ὅτι προσθεῖεν
{A.} Or would the Father himself not create in this way, having his own nature as sufficient for this, and his activity wholly free from assistance by any of the things that have come to be? {B.} That is how it is. {A.} Just as, then, things crafted by human hand and skill cannot perform and carry out his works, in the same way, I think, and by the same account, the works of God, being works of a divine hand, would not be wrought by them. But since the Son has created and wrought, he too will not be, mixed in with all the others, a mere artifact of a divine hand, nor indeed has he been brought forth as a creator out of non-being, but rather he has obtained the matter substantially, and no less than the Father himself possesses it. {B.} But, he says, being energized by the Father, he energizes the things pertaining to creation. For he himself said somewhere: "The words that I speak to you, I do not speak from myself; but the Father who remains in me, he himself does the works." And again: "The works that I do are not mine, but the one who sent me." {A.} These things, I know, they would add
ἂν ἡμῖν οἱ δι' ἐναντίας; πεπαύσονται γὰρ οὐδαμῶς παρασημαίνοντες τὴν ἀλήθειαν καὶ τὰ οἷσπερ ἂν ἕποιτο νοεῖσθαι σοφῶς, εἰ περιτρέποιντο πρὸς οἰκονομίαν τὴν μετὰ σαρκός, κακουργότατα κιβδηλεύοντες. Εἰ μὲν οὖν ἄπαρνοί τε καὶ ἀπόψηφοι παντελῶς περὶ τὸ Χριστοῦ μυστήριον μειρακιωδῶς γεγονότες, παρω θοῖντο τοῦ Λόγου τὴν μετὰ σαρκὸς οἰκονομίαν, μεταπλατ τόντων ἀβούλως ἐπὶ τὸ σφίσι δοκοῦν ἃς ἂν βούλοιντο φωνάς. Εἰ δὲ δὴ συννεύσειαν ὀρθὰ φρονεῖν ᾑρημένοις ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονε σὰρξ καὶ κεχρημάτικεν ἄνθρωπος, τί τὸ τῆς οἰκονομίας ἀδικοῦσι σοφόν, καὶ τοὺς ὅτι μάλιστα πρεπωδεστάτους αὐτῇ μεταρυθμίζουσι λόγους ἐφ' ὅπερ ἂν ἕλοιντο, καὶ τό γε εἰς αὐτοὺς ἧκόν τε καὶ βλέπον ἀντιφέρεσθαι παραπείθουσι τῇ τοῦ Μονογενοῦς φύσει τε καὶ δόξῃ; Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, ταῖς ὑπὲρ νόμον εἰσηγήσεσι καὶ Μωσαϊκὴν στενολεσχίαν διαπρέποντα τὸν Χριστόν, καὶ προσέτι τοῖς ὑπὲρ λόγον τερατουργήμασιν, ὑπεράγασθαι δέον, καὶ κατακροτεῖν ἐπαίνοις, καὶ δοξολογεῖν ὡς Θεόν, τοῦτο μὲν οὐκ ἔδρων, παραθηγόμενοι πρὸς ὀργάς· φθόνῳ δὲ ὥσπερ πάντα σείοντες κάλων, ἐπὶ τὸ δεῖν ἑλέσθαι συκοφαντεῖν ἀφιλοθέως διώλισθον. Τοιγάρτοι καὶ ἔφασκον, ὁτὲ μὲν ὅτι "Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων·" ὁτὲ δὲ αὖ· "Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;" Ἀλλ' ἦν πως ἔτι σκληρὸν καὶ τῆς ἐντέχνου οἰκονομίας ὡς ἀπωτάτω τοῖς οὕτω διακειμένοις ὡς εἴη μὲν ἀληθῶς ἐκ Θεοῦ Θεός, πέφηνε δὲ δι' ἡμᾶς καθ' ἡμᾶς καὶ γέγονεν ἄνθρωπος, ἀναφανδὸν εἰπεῖν·
Will our opponents ever stop? For they will never cease from pointing out the truth and the things that would wisely be understood to follow from it, if they were to twist everything toward the economy with the flesh, most maliciously counterfeiting it. If, then, having become utterly apostate and wholly without a vote regarding the mystery of Christ in a childish way, they would set aside the Word's economy with the flesh, let them reshape without counsel whatever utterances they wish according to their own opinion. But if they were to agree to think rightly with those who have chosen to believe that the Word, being God, became flesh and was called man, why do they wrong the wisdom of the economy, and pervert the words most fitting for it to whatever they may choose, and persuade people to bring the things that have come to them and look to them against the nature and glory of the Only-Begotten? For the wretched Jews, who ought to have marveled exceedingly at Christ, who was distinguished by his teachings beyond the law and by the narrow speech of Moses, and besides by his wonders beyond reason, and to have applauded him with praises and glorified him as God—this they did not do, being provoked to anger; but as if by envy shaking every rope, they slipped away into the necessity of choosing to slander him without love of God. Therefore they also kept saying, at one time, "This man does not cast out demons except by Beelzebul, the ruler of the demons"; and at another time, "Where did this man get this wisdom and these powers?" But it was still somehow hard, and as far removed as possible from the skillful economy, for those so disposed to say openly that he was truly God from God, and appeared for our sake as one of us and became man.
Ἐμοὶ μὲν εἰσίν, ὦ οὗτοι, σοφία καὶ δύναμις, ἐγὼ δὲ τῶν παραδόξων ὁ τεχνουργός, καὶ οὐκ εἰσποίητον ἔχων τὴν ἐξουσίαν, οὔτε μὴν ὀθνείοις ἐπαυχῶν ἀξιώμασιν, ἀλλ' ἰδικῶς τοῖς ἐμοῖς. Οὐ γὰρ ἂν εἰ τάδε ἔφη διεκαρτέρουν οἵ γε καὶ τοῖς οὕτω μετρίοις ἐπέτριζον λόγοις, καὶ κυνηδὸν ἐπιθρώσκοντες, καθυλακτεῖν ἐπετόλμων, εἴ πού τι καὶ παρεφθέγξατο τῶν τῆς ἀνθρωπότητος ἐπέκεινα μέτρων. Ὑποτεμνόμενος τοίνυν αὐτῶν τῆς ἀβελτηρίας τὸ πολύ, καὶ παρακομίζων κατὰ βραχὺ πρὸς ἀμείνω διάσκεψιν, καὶ ἀστείως ἀποφέρων τοῦ μὴ δεῖν οἴεσθαι τὸν τῶν ὅλων Δεσπότην καὶ Θεὸν ἐν Βεελζεβοὺλ ἐνεργεῖν, τὴν τῶν ἀποτελεσμάτων λαμπρότητα τῇ ἀφράστῳ δυνάμει προσνέμει τοῦ Πατρός, καὶ τῇ θείᾳ μᾶλλον ἀνάπτει φύσει τὰ αὐτῇ μάλιστα πρεπωδέστατα. Ὡς δὲ ὑπάρχων αὐτὸς ἐν Πατρὶ καὶ τὸν ἴδιον ἔχων ἐν ἑαυτῷ γεννήτορα, διά γε τὸ ταὐτὸν ἀπαραποιήτως καὶ οὐσιωδῶς, τὸν Πατέρα ἔφασκεν ἐν ἑαυτῷ μένοντα τὰ ἔργα πληροῦν. Οὐ γάρ τοι κατὰ τὸ ἀληθὲς οἴοιτό τις ἄν, εἴ γε νοῦν ἔχοι, τὸ Θεῷ πρέπον τε καὶ ἰδικῶς ἀνακείμενον ἔργον εἶναι σαρκός, ἤγουν ἀνθρωπότητος, εἰ νοοῖτο μόνη καὶ καθ' ἑαυτήν. Οἶμαι δὲ οὔτι που τῆς ἀναγκαίας τε ἅμα καὶ ἀληθοῦς ἐννοίας ἀφαμαρτεῖν τὸν λόγον. {Β.} Οὐ γὰρ οὖν· ἔχει γὰρ ὀρθῶς. {Α.} Φαίην δ' ἂν ὅτι καὶ τοῖς σφῶν αὐτῶν διαμαχοῦνται λόγοις, ἐνεργούμενον ἐνεργεῖν εἴπερ οἴονται τὸν Υἱόν, καὶ πρός γε δὴ τούτῳ καὶ εἰς αὐτὸν τὸν Πατέρα δυσσεβήσειν ἔτι. {Β.} Φράσον ὅπως· νοεῖν γὰρ οὐκ ἔχω.
To me, O you there, belong wisdom and power, and I am the craftsman of the wondrous things, not possessing an authority that is imported, nor indeed boasting in foreign dignities, but in my own peculiarly. For otherwise, if he had said these things, they would not have persisted—those who were wearing away even at words so moderate as these, and leaping upon him like hounds, dared to bark against him, if anywhere he let slip some utterance beyond the measures of humanity. Therefore, cutting off the bulk of their stupidity and conveying them little by little toward a better consideration, and cleverly carrying them away from the notion that the Master and God of all things acts in Beelzebub, he assigns the splendor of the accomplishments to the ineffable power of the Father, and kindles to the divine nature rather the things most fitting to it. And since he himself exists in the Father and has his own begetter in himself, by reason of the sameness without alteration and essentially, he said that the Father, remaining in himself, fulfills the works. For surely no one, if he had sense, would think that the work befitting God and peculiarly assigned to him is of flesh, that is, of humanity, if it be understood alone and by itself. But I think the argument has not at all missed the necessary and at the same time true conception. {B.} Indeed not; for it holds correctly. {A.} I would say that they also fight against their own arguments, if indeed they think the Son, being acted upon, acts, and in addition to this they will even be impious against the Father himself. {B.} Explain how; for I cannot understand.
{Α.} Οὐ γάρ, ὦ φιλότης, τὸ δοτὸν ὁτῳοῦν ὑπὸ ὁτουοῦν, καὶ ἀφαιρετέον εἴη ἄν, εἰ καὶ μὴ ἀφαιροῖτο τυχόν, ἐννενοη κότος οὔπω τινὸς τὸ ἀφελέσθαι δεῖν, ὃς ἐὰν οἷός τε ᾖ τοῦτο δρᾶν; Τὸ δὲ δὴ τοῖς τῆς φύσεως νόμοις οὐκ ἐρηρεισμένον, εἰσποίητον δὲ καὶ θύραθεν, οὐκ ἀπόβλητον ἔσται τισὶ τῷ παθεῖν δύνασθαι τὴν ἀποβολήν, καὶ εἰ μὴ πάθοι τυχόν; {Β.} Καὶ μάλα. {Α.} Θέα δὴ οὖν ὅσον ἔν γε τουτῳῒ κατὰ τοῦ Μονογενοῦς τὸ δυσσέβημα. Εἰ γὰρ ἐνεργούμενος ἐνεργεῖ, καὶ δοτὸν αὐτῷ παρὰ τοῦ Πατρὸς τὸ ἰσχῦσαι δημιουργεῖν, τί τὸ λυποῦν ἔτι μεθ' ἡμῶν εἰπεῖν· "Χάριτι Θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη;" Καὶ "Χάρις δὲ ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ," πῶς ἂν ἔτι διακηρύξειεν, εἴπερ ἕλοιτο μὴ ψευδομυθεῖν, ὁ σοφώτατος Παῦλος; Πῶς γὰρ ἂν γένοιτο χάριτος τῷ Πατρὶ συνδοτὴρ ὁ χάριν ἔχων ἐφ' ἑαυτῷ; Λογισμοῦ δέ, οἶμαι, τοῦ καθήκοντός τε καὶ ἀληθοῦς ἀφεστή ξειεν ἂν οὔτι που, τὸν Μονογενῆ καὶ Υἱὸν εἴπερ οἴοιτό τις ὅτι τὸ δημιουργεῖν εἰκαῖον αὐτῷ, καὶ
{A.} For surely, my friend, what is given by anyone to anyone would also be subject to being taken away—even if it should not happen to be taken away, since no one has yet conceived the thought that it ought to be taken away, whoever is able to do this? But what is not established by the laws of nature, but is adopted and from outside, will not be incapable of being cast off by some, through their being able to suffer its removal—even if it should not happen to suffer it? {B.} Indeed. {A.} Consider, then, how great in this very matter is the impiety against the Only-Begotten. For if he acts as one being moved, and the power to create was given to him by the Father, what prevents us from still saying: "By the grace of God I am what I am, and his grace toward me was not in vain"? And "Grace to you and peace from God our Father and the Lord Jesus Christ"—how could the most wise Paul still proclaim this, if indeed he chose not to tell false myths? For how could one who has grace in himself be a co-giver of grace with the Father? And I think he would by no means depart from what is fitting and true reasoning, if anyone should suppose that the Only-Begotten and Son—that creating is something idle for him, and
ἀπρακτήσει ποτέ, παρελέσθαι τὸ δοτὸν ἐθελήσαντος τοῦ Πατρὸς καὶ τῆς Υἱοῦ φύσεως ἀποσοβῆσαι τὴν ἐνέργειαν, ὑφ' ἧς, ὥς φασι, κινούμενος, δέδεικται ποιητής. Τὸ γὰρ ὑπό του κινούμενον, κατηρεμήσειεν ἄν, εἰ μὴ κινοῖτο τυχόν, ὅτε δὴ φύσεως ἰδίας καρπὸν οὐκ ἔχει τὴν κίνησιν. {Β.} Ἀληθές. {Α.} Καὶ πρός γε δὴ τούτῳ, τὸ δεινὸν αὐτοῖς καὶ πικρὸν ἕωλον ἔσται σόφισμα. {Β.} Τὸ τί δή; {Α.} Οὐ γὰρ δὴ διεπυνθάνου σεμνολογούντων ἡμῖν ἀρτίως τὰ περὶ τοῦ Πατρός, καὶ ἐξαιρόντων ἐπέκεινα τοῦ κατὰ σφᾶς ταπεινοῦ τε καὶ καταβεβλημένου τὸν περὶ αὐτοῦ λόγον; Παρῆχθαι γὰρ ἔφασκον χρειωδῶς τε καὶ ἀναγκαίως εἰς ὕπαρξιν τὸν Υἱὸν ἵν' ἐπείπερ ἐστὶ τὸ ἐφ' ἅπασιν αὐτουρ γικὸν ἀκαλλὲς τῷ Πατρὶ καὶ τὸ εἶναι τῇ κτίσει προσεχῆ τὸ μεῖόν πως ἢ κατ' αὐτόν, τουτέστιν ὁ Υἱός, ἐργάσαιτο τὰ λοιπά. {Β.} Ἐπυθόμην. {Α.} Ποῖ δὴ οὖν ἄρα τὸ σοφὸν αὐτοῖς διοίχεται πλάσμα εἴπερ ὅλως ἐνήργηκεν ὁ Πατὴρ δι' Υἱοῦ τὰ περὶ τὴν κτίσιν; Τὸ γὰρ ἐνεργεῖν διὰ μέσου τινός, κίνησιν μὲν οὐκ ἔχοντος τὴν ἐπὶ τὸ τυχὸν αὐτοκέλευστόν τε καὶ ἰδικήν, οἱονεὶ δέ πως τὴν ὀργανικὴν ὑπομένοντος, φαίην ἂν ἔγωγε τὸ αὐτουργεῖν ὅτι καὶ ἀναμφιλόγως ἐστίν. Εὔηθες δὲ ἤδη καὶ τὸ ἀκαλλὲς εἶναι λέγειν τῷ Θεῷ καὶ Πατρὶ τὸ προσεχῆ μὲν εἶναι τοῖς ἄλλοις, ὡς μικροῖς, ἐφ' Υἱῷ γε μὴν οὐκ ἔτι. Τί γὰρ οὐ βραχὺ πρὸς Θεοῦ φύσιν, τῶν γε ἅπαξ τελούντων ἐν γενητοῖς; Ἢ ἴστωσαν ἀναμετροῦντες τὴν ἀμέτρητον φύσιν, σμικρὰ μὲν ὡς πρὸς αὐτὴν ἀναγράφοντές τινα, τὸ δὲ ὅτι μέγα καὶ ὑπερφυές, καὶ οὐ λίαν ἀφεστηκός, οὐκ οἶδ' ὅπως πεφλυαρη κότες. {Β.} Ἄριστα ἔφης.
{A.} ...it would at some time cease from action, if the Father willed to take away what was given and to drive off the activity of the Son's nature, by which, as they say, being moved, he is shown to be a maker. For what is moved by someone would rest, if perhaps it were not moved, since it does not have its movement as the fruit of its own nature. {B.} True. {A.} And besides this, their dread and bitter sophism will be stale. {B.} What do you mean? {A.} Did you not just now inquire of us as we were speaking grandly about the Father, and exalting the account concerning him beyond what is lowly and abject in their eyes? For they said that the Son was brought into existence usefully and necessarily, so that, since it is unseemly for the Father to work directly upon all things, and since being closely adjacent to creation is somewhat less than himself—that is, the Son—he might make the rest. {B.} I have heard it. {A.} Where, then, has their clever fiction gone, if indeed the Father altogether worked the things concerning creation through the Son? For to work through some intermediary, which does not have movement toward whatever it wishes, self-impelled and of its own, but somehow submits, as it were, to an instrumental motion, I would say is undoubtedly to work directly. And it is already foolish to say that it is unseemly for God and the Father to be closely adjacent to other things, as though they were small, but no longer so in the case of the Son. For what is not small compared to God's nature, among things that once and for all rank among generated things? Or let them know, measuring the immeasurable nature, that they record certain things as small in comparison with it, but that it is great and transcendent, and not very far removed, they have somehow babbled without knowing it. {B.} You have spoken excellently.
{Α.} Μεθέντες δὴ οὖν, ὦ Ἑρμεία, τὸ σοφίζεσθαι περιττά, καὶ οἱονεὶ τὸ σεμνοληρεῖν, ἐπ' αὐτὸ δὴ καὶ μόνον ἴωμεν ἤδη τὸ ἀληθές, ὁμολογεῖν ἐγνωκότες, ὡς ἔστι Θεός, πέφηνέ τε κατὰ φύσιν ἐκ Θεοῦ καὶ Πατρὸς ὁ Μονογενής. Καὶ εἴπερ ἐστὶ τὸ ὂν ἀληθῶς ἡ ἄναρχός τε καὶ πρεσβυτάτη καὶ ἀγένητος φύσις, ἐρρέτω συκοφαντία καὶ φενακισμός. Τὸν γὰρ ὄντως ὄντα τοῦ Θεοῦ Λόγον ὀψιγενῆ καὶ πεποιημένον πῶς ἂν ἔτι παραδεξαίμεθα, καὶ οὐχὶ τῶν ἀρίστων ἡμᾶς ἀπολισθεῖν βουλευμάτων, πᾶς τισοῦν, οἶμαι, τῶν εὖ φρονούν των ἐρεῖ· Ἢ ἐκεῖνο φράσον (ἐρήσομαι γάρ), ἆρ' οὐκ ἀληθὲς ὁμολογήσαις ἂν ὅ φημι; Υἱὸν γὰρ εἴπερ τις ὀνομάσαι Θεοῦ, οὐχ ἕτερον, οἶμαι, τὶ ἐννοήσειεν ἄν, καίτοι πλείστων ὅσων εἰσπεποιημένων εἰς υἱοθεσίαν, ἀλλ' ἐπ' ἐκεῖνον αὐτὸν τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς τῶν ἀκροωμένων ὁ νοῦς ὀξεῖ καὶ ἀναμφιλόγῳ φέρεται δρόμῳ. Ἦ οὐκ ἀληθὲς εἶναί σοι τὸ χρῆμα δοκεῖ; {Β.} Ναί. {Α.} Ὥσπερ οὖν ἑνὸς ὄντος ἐν ἡμῖν τοῦ κατὰ φύσιν τε καὶ ἀληθινοῦ Θεοῦ, εἴπερ τῳ τῶν καθ' ἡμᾶς Θεὸν ὀνομάσαι δοκεῖ προσθέντι μηδέν, οὐδ' ὅσον εἰς νοῦν εἰσδεξαίμεθα ἂν τὴν ἑτέρου δήλωσιν, καίτοι πληθύος οὕτω πολλῆς εἰς τὴν τοῦ Θεοῦ κλῆσιν εἰσδεδεγμένης ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται· οὕτω τὸν ἕνα καὶ ἀληθῶς Υἱὸν ὀξύτατα διασκέψαιτ' ἂν τῶν φιλοθέων ὁ νοῦς, εἴπερ τις ὅλως Υἱὸν ὀνομάσαι Θεοῦ, προσθεῖεν δ' ἂν ἔτι τοῖς εἰρημένοις καὶ τόδε. {Β.} Τὸ ποῖόν τι φής; {Α.} Οὐ γάρ, ὦ βέλτιστε, φαίης ἂν τὸ ἀληθῶς ὂν ἓν εἶναί τι καὶ οὐ πολλά; Τοῦτο δέ ἐστι Θεός, ἤτοι Θεοῦ φύσις. {Β.} Φαίην ἄν.
{A.} Let us then, Hermeias, set aside clever quibbling and, as it were, pompous nonsense, and come now to the truth itself and only it, having resolved to confess that God exists, and that the Only-Begotten has by nature shone forth from God the Father. And if the unoriginate, most ancient, and unbegotten nature is truly that which is, then let slander and deceit be gone. For how could we any longer accept the Word of God, who truly is, as late-born and made, and not rather have slipped from the best counsels? Anyone of sound mind, I think, would say this. But tell me this (for I will ask): would you not agree that what I say is true? For if anyone names a Son of God, he would think, I believe, of no other, although very many have been brought in to adoption as sons, but the mind of hearers is carried with swift and unambiguous course to that one Son who is by nature and truly so. Or does the matter not seem to you to be true? {B.} Yes. {A.} Just as, then, there being in us one God by nature and true, if anyone seems to name God without adding anything, we would not admit even so much as into our mind the indication of another, although so great a multitude has been admitted to the name of God both in heaven and on earth, as it is written; so the mind of the lovers of God would most sharply discern the one and truly Son, if anyone at all names a Son of God. And they would add this also to what has been said. {B.} What sort of thing do you mean? {A.} For surely, my good sir, you would say that what truly is is one thing and not many? And this is God, that is, the nature of God. {B.} I would say so.
{Α.} Ἆρ οὖν οὐκ ὄντα ἐστὶ τὰ πεποιημένα καὶ κεκλημένα πρὸς ὕπαρξιν δι' αὐτοῦ; {Β.} Ὄντα μέν· πῶς γὰρ οὔ; τά γε ὅλως ὑφεστηκότα. Πλὴν κατὰ μίμησιν τοῦ ὄντος ἀληθῶς. {Α.} Ἐπιψηφιοῦμαι τὸ ἀληθὲς ἄριστά σοι διεγνωκότι. Παρακλέπτει γάρ πως ἀεὶ τὴν τοῦ φύσει δόξαν τὸ κατὰ μίμησιν. Ὥσπερ οὖν καὶ εἰ πολλὰ νοοῖτο τυχὸν κατὰ μίμησιν τοῦ ἀληθῶς ὄντος τὰ ὄντα, τὸ γοῦν ἀληθῶς ὄν ἐστιν ἕν. Κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον, καὶ εἰ πολλοὶ καλοῖντο θεοὶ καὶ υἱοί, ἀλλ' εἷς ὁ φύσει καὶ ἀληθῶς Υἱὸς καὶ Θεός. ῥίζαν ἔχων ὥσπερ τινὰ τῆς ἀφράστου γεννήσεως τὴν τοῦ Πατρὸς φύσιν. Τοιγάρτοι καὶ συναΐδιος πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁμολογοῖτο ἂν εἰκότως, καὶ οὐχὶ παρῆχθαι δημιουργικῶς μετὰ τῶν κτισμάτων, καθὰ φρονεῖν ἔδοξε τοῖς διεστραμμένοις, οἳ τὴν ἀληθῶς ἀλήθειαν ἠγνοήκασι, τουτέστι Χριστόν, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν τῷ Υἱῷ καθὰ καὶ ἐν τῷ Πατρί.
{A.} Are the things made and called into existence through him, then, not existing? {B.} They exist—how could they not?—at least those that have any real subsistence at all. Only, they exist by imitation of the one who truly is. {A.} I will cast my vote for the truth, since you have judged it most excellently. For what is by imitation always somehow steals away the opinion of what is by nature. Just as, then, even if many things were conceived, perhaps, as existing by imitation of the one who truly is, the one who truly is is nevertheless one. In the same way, I think, even if many were called gods and sons, there is one Son and God by nature and truly, having as a kind of root of his ineffable generation the nature of the Father. Therefore he would reasonably be confessed as co-eternal both by ourselves and by the holy angels, and not as brought into being by creation along with the creatures, as those of distorted mind have seen fit to think, who have ignored the truth that is truly truth, that is, Christ, through whom and with whom be glory to God and the Father, with the Holy Spirit, unto the ages of ages. Amen.
FIFTH DISCOURSE: That the properties of the Godhead and the glory are naturally in the Son, just as also in the Father.
{Α.} Εἶεν· ἐκ παντὸς ἡμῖν, ὡς ἔοικε, συμβήσεται λόγου πιθανοῦ τε καὶ ἀναγκαίου, τὸ ὀψιγενῆ μὲν οὔτι που καὶ τὸν ἐπὶ τῷ πεποιῆσθαι μῶμον ἀνεξίτητον ἔχοντα τὸν Υἱόν, ἀναφῦναι δὲ μᾶλλον ἐξ αὐτῆς ὁμολογεῖν τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, ὑψηλὴν καὶ ὑπερφυᾶ λαχόντα τὴν δόξαν καὶ ταῖς ἐπέκεινα μέτρου καὶ ἀσυγκρίτοις ὑπεροχαῖς παντὸς γενητοῦ διᾴττοντα φύσιν, ὑπερενεγκεῖν τε τοσοῦτον ὁπόσον ἂν οἴοιτό τις καὶ αὐτὸν τὸν Πατέρα. {Β.} Σύμφημι· φρονεῖς γὰρ ὀρθῶς. Ἀτάρ, εἴτοι φίλον, ἐρῶ δή τι πάλιν. {Α.} Καὶ μήν, ὦ ἑταῖρε, καθικοίμην ἂν ὡς ἥδιστά τε καὶ ἀοκνότατα πρός γε τὸ χρῆναι γεννικῶς τοῖς διακυκῶσι τἀληθὲς ἀντιφέρεσθαι λόγοις. "Ὁ γὰρ πραΰς, ἔστω καὶ μαχητής," ἱερὸς ἡμῖν ἀναπεφώνηκε λόγος, σὺ δὲ ἀλλὰ πέραινε τὸ δοκοῦν, εἰς νοῦν ἔχων τὸ γεγραμμένον· "Ἄμελγε γάλα καὶ ἔσται βούτυρον." {Β.} Ἴσθι δὴ οὖν ὡς εἰ διαπύθοιντό σου Θεὸν ἀληθινὸν καὶ ὁμοούσιον τῷ Πατρὶ κατονομάζοντος τὸν Υἱόν, αὐτίκα δὴ μάλα ἐροῦντας τοὺς δι' ἐναντίας· Τὸν ἔν γε δὴ τούτοις, ὦ πανάριστε, κατὰ σέ, πῶς οὐκ ἰδίοις ἐπαυχεῖν ἀγαθοῖς πρέποι ἂν μᾶλλον, καὶ οὐχὶ τοῖς θύραθεν ἐναγλαΐζεσθαι δεῖν; Θεὸς γὰρ ὁ ἀληθῶς, ἐξ ἑαυτοῦ παντέλειος, ἄρτιός τε καὶ ἀπροσδεὴς πρὸς ὁτιοῦν, οἶμαι, τῶν τῇ τοιᾷδε φύσει προσπεφυκότων. {Α.} Τί φής; Ὡς θρασὺς ὁ λόγος καὶ ἀπονένευκε μὲν ἀσχέτως εἰς τὸ λυποῦν! Φράζε δ' οὖν ὅμως ἀναφανδόν, τίνα δὴ τρόπον ἡμῖν ἀκρίτων οὕτω δυσφημιῶν ὄχλον τὸ σκαιὸν τῶν διεστραμμένων κεκαινούργηκε στῖφος;
{A.} Well then, it seems that from every persuasive and necessary argument it will follow for us that the Son is not in any way late-born, nor does he have the reproach attached to having been made, which cannot be escaped; but rather we must confess that he sprang from the very essence of the Father, true God from true God, having obtained a lofty and transcendent glory and surpassing every created nature by excellences beyond measure and incomparable, and excelling as much as one might suppose even the Father himself. {B.} I agree; for you think rightly. But, if it is agreeable, I will say something in turn. {A.} Indeed, my friend, I would come most gladly and without hesitation, at least to the point of needing to contend nobly with the arguments of those who stir up the truth. "For the gentle man, let him be a fighter too," a sacred saying has been proclaimed to us; but do you carry through what seems best, keeping in mind what is written: "Milk the milk and there will be butter." {B.} Know, then, that if they should ask you, when you name the Son true God and consubstantial with the Father, those of the opposite party will immediately say: The one in these matters, O most excellent sir, according to you—how would it not be fitting for him to boast rather in his own goods, and not to need to glory in those from outside? For God truly, perfect from himself, is complete and in need of nothing for anything, I think, of the things that naturally belong to such a nature. {A.} What do you say? How bold is the argument, and it has turned aside uncontrollably toward what is distressing! But nevertheless declare openly in what way the awkward crowd of the perverted has newly contrived for us such a mob of uncritical blasphemies.
{Β.} Εἰ Θεός, φησίν, ἀληθινὸς καὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρί, οἴκοθεν ἐχέτω τὰ δι' ὧν ἐστι Θεός, καὶ ἰδίοις μᾶλλον ἤγουν τοῖς παρὰ Πατρὸς ἐπαυχείτω πλεονεκτήμασιν. Ὃ γὰρ ἂν ἔχων ὁρῷτο, τοῦτό ἐστι παρὰ Πατρὸς καὶ θεόσδοτον. Ζῇν γὰρ ἔφη διὰ τὸν Πατέρα, καὶ δοξάζεται καὶ ἁγιάζεται παρ' αὐτοῦ, καὶ ἀνεβίω τριήμερος τῇ δυνάμει τοῦ Πατρός, καὶ αὐτὸ δὲ τὸ τῆς θεότητος ὄνομα πεπλούτηκε μεθεκτῶς, καὶ προσκυνεῖ μεθ' ἡμῶν καὶ ὑποτάττεται τῷ Πατρί, καὶ βασιλείαν δέχεται καὶ ἐξουσίαν· ἱεροὶ γὰρ ἡμῖν καὶ θεῖοι ταυτὶ παρέδοσαν λόγοι. {Α.} Ἰού, ὦ Ἑρμεία! ὡς πάμπολυς καὶ δεινὸς βλασφημιῶν ἀριθμὸς οἱονεί πως ἐν κύκλῳ περισχὼν τὴν ἀλήθειαν ἀνοσίως καθυλακτεῖ! Καὶ καιρός, ὡς ἔοικεν, ἐναρμόσασθαι καὶ ἡμᾶς τῇ τοῦ Θεοῦ παντευχίᾳ, καὶ τὴν τοῦ Πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, παρεξάγειν ἀνδρικῶς, κατορρωδοῦντας οὐδέν, κἂν εἰ τοῖς αἰσχίοσιν ἔτι καὶ ἀγριωτέροις ἡμᾶς καταπαίοιεν λόγοις. Ἀλλ' εἰ μὲν ἴοι χύδην τε καὶ οὐκ ἐν τάξει τὰ θεωρήματα, διολισθήσειεν ἂν εὐκόλως ὁ λόγος ἡμῖν ἔκ γε τουτουΐ πρὸς ἐκεῖνο καὶ αὖ ἐξ ἐκείνου πρὸς τοῦτο, δυσειδῆ καὶ δυσκάτοπτον τὴν ἐφ' ἑκάστῳ γνῶσιν ἀποτελῶν. Παραδείξειε δ' ἂν εὖ μάλα τὸ ἀληθὲς καὶ ἀδιαβλήτως ἔχον εἰ διεσταλμένην τε καὶ ἀναμέρος τὴν ἐφ' ἑκάστῃ τῶν δυσφημιῶν ποιοῖτο βάσανον. Φέρε δὴ οὖν εὐκρινέστατά τε καὶ ἀναμέρος καὶ ἐν τάξει λέγωμεν. Προαναπυθέσθαι δέ σου βουλοίμην ἂν τόδε, πότερα τὰς τῶν θεηγόρων φωνὰς ταῖς ἐπ' ἀληθείᾳ καὶ ὀρθότητι στεφανοῦσι ψήφοις, ἤγουν ἀνούστατα διωσάμενοι, ποιήσονται παρ' οὐδέν; {Β.} Ἀψευδεῖν ἐροῦσιν, οἶμαί που.
{B.} If, he says, the Son is true God and consubstantial with the Father, let him have from himself the things by which he is God, and let him boast rather in his own advantages—that is, those that come from the Father. For whatever a person is seen to have, this is from the Father and God-given. For he said that he lives because of the Father, and he is glorified and sanctified by him, and he rose again on the third day by the power of the Father, and the very name of divinity he has enriched by participation, and he worships with us and is subject to the Father, and he receives a kingdom and authority; for the sacred and divine words have handed these things down to us. {A.} O Hermeias! What a vast and dreadful number of blasphemies, as it were encircling the truth on every side, impiously barks against it! And it is time, it seems, for us too to fit ourselves with the whole armor of God, and to draw forth the sword of the Spirit, which is the word of God, manfully, fearing nothing, even if they strike at us with words still more shameful and savage. But if the considerations were to proceed in a random and disorderly way, our argument would easily slip from this point to that and again from that to this, producing a knowledge of each matter that is ugly and hard to survey. But it would show the truth very well and irreproachably if it made its examination of each blasphemy distinctly and in due order. Come then, let us speak most clearly, distinctly, and in order. But I would wish first to ask you this: whether they will crown the voices of the divinely inspired with the votes of truth and orthodoxy, or, having thrust them aside as unheeded, will make them of no account? {B.} They will say, I suppose, that they cannot lie.
{Α.} Γράφει τοίνυν ὁ ἱερώτατός τε καὶ πανάριστος Παῦλος περὶ τοῦ Μονογενοῦς· "Τοῦτο φρονείσθω ἕκαστος ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν
ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." {Β.} Τί οὖν τοῦτό γε; {Α.} Οὐ γὰρ δυσίν, ὦ φιλότης, διανέμει καιροῖς τὴν ἀφήγησιν καὶ διττὴν εἰσφέρει τοῦ μυστηρίου τὴν γνῶσιν; Ἕνα μὲν γὰρ ὁρίζει καιρόν, τὸν ἐν ἀρχαῖς τε καὶ πρῶτον, καθ' ὃν ἦν ὁ Λόγος ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός· δεύτερον δὲ καὶ ἐν ὑστέροις, καθ' ὃν οἱονεί πως μεθεὶς τὸ εἶναι ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, κεκένωκεν ἑαυτόν, μορφὴν δούλου λαβὼν καὶ αὐτὸν ἀνατλὰς τὸν ἐπὶ σταυροῦ θάνατον. Τότε γὰρ δὴ καὶ τὸ φύσει μετὸν αὐτῷ καὶ οὐσιωδῶς εἰσποιήτως ἑλεῖν καὶ ὡς ἐν χάριτος τάξει νενόμισται, φημὶ δὴ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ τὸ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. {Β.} Ὧδε ἔχει. {Α.} Ἅπας τοίνυν ἡμῖν τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος ἐπ' ἄμφω βλέπει. Ὁτὲ μὲν γὰρ οὔπω καθιγμένον εἰς κένωσιν θεολογεῖ τὸν Υἱόν, ἀλλ' ἐν τῷ τῆς θεότητος ὕψει καὶ ἐν οἷς ὁ Πατήρ·
{A.} The most holy and all-excellent Paul, then, writes concerning the Only-Begotten: "Let each of you think this in you which was also in Christ Jesus, who, being in the form of God, did not consider it robbery to be equal with God, but emptied himself, taking the form of a servant, being made in the likeness of men and found in fashion as a man, he humbled himself, becoming obedient unto death, even the death of a cross. Therefore God also highly exalted him, and gave to him the name which is above every name, that at the name of Jesus every knee should bow, of things in heaven and on earth and under the earth, and every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father." {B.} What then is this? {A.} Does he not, my friend, distribute the narrative into two periods and introduce a twofold knowledge of the mystery? For he defines one period, the one at the beginning and first, in which the Word was in the form and equality of God and the Father; and a second, in the latter times, in which, as it were, having in some way let go of being in the form and equality of the Father, he emptied himself, taking the form of a servant and enduring the very death on the cross. For then indeed that which belonged to him by nature and substantially has been reckoned as received by adoption and, as it were, in the order of grace—I mean the name which is above every name, and the fact that he ought to be worshipped both by us ourselves and by the holy angels. {B.} So it is. {A.} Every word, then, of divinely inspired Scripture looks in both directions. For sometimes it theologizes the Son as not yet having descended into emptying, but in the height of the Godhead and in those things in which the Father—
ὁτὲ δὲ αὖ, ῥοπαῖς ταῖς ἐθελουσίοις φειδοῖ τε τῇ πρὸς ἡμᾶς κεκλημένον εἰς κένωσιν, καὶ εἰς τὴν τῆς σαρκὸς ἀδοξίαν τῶν ἄνω καταφοιτήσαντα παρίστησιν ἐναργῶς. Ἆρ' οὖν (ἐρήσομαι γὰρ) σοφοὶ καὶ ἀγχίνοι καταλογισθεῖεν ἂν οἱ διφυᾶ καὶ διπλοῦν τὸν ἔν γε τουτοισὶ προσιέμενοι λόγον, καὶ καιροῖς διανέμοντες τοῖς καθήκουσι τὴν μυσταγωγίαν, ἢ οἵπερ ἂν δόξειαν ἀνάχυσίν τινα καὶ ἀναφυρμὸν πραγμάτων τε ἅμα καὶ καιρῶν ἐπινοεῖν, ὡς ἀνάπτειν οὐ διεσταλμένως τὰ μὲν σαρκὸς καὶ διὰ τὴν σάρκα τῷ ἐκ Πατρὸς φύντι Λόγῳ, τὰ δὲ τοῦ Μονογενοῦς ἴδια καὶ ἐξαίρετα καταγράφειν σαρκὶ καὶ χρόνῳ τῷ κατ' αὐτήν. {Β.} Καὶ πῶς ἀμφίλογον, ὡς ἄμεινον δήπου, Χριστὸν μὲν ἕνα καὶ Υἱὸν ὁμολογεῖν κατὰ τὰς Γραφάς, ἐπινοίαις γε μὴν καὶ τῇ θεωρίᾳ τῇ κατὰ τὸν λόγον, ἕως μὲν ἦν τῆς πρὸς σάρκα καθ' ἕνωσιν συνδρομῆς ἀφεστηκὼς ὁ Μονογενής, τοῖς τῆς θεότητος ἀξιώμασιν ἐπαυχεῖν ἐκπρεπῶς, ὡς ἰδικοῖς τε καὶ φυσικοῖς· ἐπεὶ δὲ σαρκὶ συνηνέχθη καὶ γέγονεν ἄνθρωπος, τότε δὴ τότε καὶ τὰ ἐκ τοῦ κεκενῶσθαι λαβεῖν; {Α.} Ἀναγκαῖος τοιγαροῦν ὁ ἐπ' ἀμφοῖν ἐστι λόγος, εἰ τὰ ἑκάστῳ πρέποντα βασανίζοι καιρῷ. {Β.} Καὶ μάλα. 548 {Α.} Τὸ δὲ δὴ καὶ φύρδην ἀναχεῖσθαι τὰ ἐπ' ἀμφοῖν ἐᾶν, ἠλίθιον παντελῶς. Παραιρήσεται γὰρ κατασκοτίζον ἡμᾶς καὶ ἐπιθολοῦν τὸ ὀρθῶς ἔχον εἰς γνῶσιν. {Β.} Ἀληθές.
At other times, again, he clearly presents him as having been called to kenosis by voluntary inclinations and by the forbearance toward us, and as having descended to the lowliness of the flesh from the things above. Would, then (for I will ask), those who accept the twofold and double account in these matters, and who distribute the mystical teaching to the fitting occasions, be reckoned wise and shrewd—or would those rather seem to devise a certain confusion and mingling of things and occasions at once, so as to assign without distinction some things to the flesh and because of the flesh to the Word who sprang from the Father, and to ascribe other things, proper and exceptional to the Only-Begotten, to the flesh and to the time according to it? {B.} And how is it ambiguous, as is surely better, to confess Christ as one and a Son according to the Scriptures, yet by conceptual distinctions and by the contemplation according to the account—that while the Only-Begotten was still separated from the concurrence with the flesh through union, he gloried preeminently in the dignities of the Godhead, as being his own and natural; but when he was brought together with the flesh and became man, then indeed, then also the things that come from having emptied himself? {A.} Necessary, therefore, is the account concerning both, if one would examine what is fitting for each occasion. {B.} Very much so. {A.} But to leave the things concerning both poured out in confusion is altogether foolish. For it will remove and obscure for us what is rightly held for knowledge. {B.} True.
{Α.} Ὁ δή, ποτὲ μὲν ὡς Λόγος ὢν ἔτι καὶ Μονογενὴς ἐκ Πατρός, ποτὲ δὲ ὡς ἄνθρωπος, καὶ ὅτι τοῦτο πρωτότοκος καὶ ἐν πολλοῖς ἀδελφοῖς, ἆρ' οὐχὶ πρεπωδέστατά τε καὶ ἐντεχνέστατα δι' ἀμφοῖν ἂν ἴοι τοῖν λόγοιν, καὶ τοῦ πρὸς λῆξιν τὴν ἀνωτάτω διέρποντος καὶ τοῦ πρὸς τὰ κάτω καὶ εἰς ἡμᾶς καθιγμένου τε καὶ ὑφιζάνοντος, εἴπερ ἦν αὐτῷ θέλησίς τε καὶ σκοπὸς τὸ ἀναπείθειν τοὺς ἐπὶ τῆς γῆς ὡς εἴη μὲν ἀληθῶς ἐκ Θεοῦ Θεός, καθίκοιτο δὲ δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς καὶ τὸ τῆς κενώσεως οὐκ ἀτιμάζοι μέτρον, ἤγουν αὐτὸς ἑαυτοῦ καταψηφιεῖται τὸ ἄσοφον καὶ τὸ μὴ ἄγαν βεβουλεῦσθαι καλῶς, τὸ μὲν καθ' ἡμᾶς γενέσθαι μὴ παρωθούμενος, ἐπερυθριῶν δὲ λόγοις οἷς ἂν οὐδαμῶς τὸ τῆς ἀνθρωπότητος ἐπαισχύνοιτο μέτρον; Τί γὰρ ὅλως ἔδει, φήσαιμ' ἂν ἔγωγε, καὶ μάλα εἰκότως, καθικέσθαι πρὸς φύσιν, ἧς τὸ ἄδοξόν τε καὶ σμικροπρεπὲς ὑποδῦναι φορτικὸν καὶ δυσδιακόμιστον ἦν τῷ γε ἅπαξ ἐκ Θεοῦ φύντι Θεῷ; Καὶ τῶν καθ' ἡμᾶς λόγων ἡ παραίτησις εἴπερ ἦν αὐτῷ πρέπουσά τε καὶ ἀναγκαία, πρὸς τὸ ἀσινὲς καὶ ἀκίβδηλον διασῶσαι δύνασθαι τὸ ἐν θεότητι κάλλος, πῶς ἂν οὐχὶ καὶ πρό γε τούτου πολὺ τὸ ἑνωθῆναι σαρκὶ καὶ τὴν οὕτως ἀκαλλεστάτην ἀνατλῆναι ταπείνωσιν;
He who, at one time as the Word and Only-begotten from the Father, at another time as man, and because this one is firstborn and among many brothers—would he not most fittingly and most skillfully proceed through both accounts, both that which creeps toward the highest end and that which has descended and sunk down to the things below and to us, if indeed his will and purpose was to persuade those on earth that he is truly God from God, and that he descended for our sake into the things that are ours and did not dishonor the measure of the kenosis—that is, will he condemn himself for folly and for not having deliberated well, not being driven to become as we are, but blushing at words by which he would in no way be ashamed of the measure of humanity? For why at all, I would say—and very reasonably—was it necessary to descend to a nature whose dishonor and meanness it was burdensome and hard to carry through for God who was once begotten from God? And if the rejection of the accounts concerning us was fitting and necessary for him, so as to be able to preserve the beauty in divinity unharmed and unadulterated, how would it not be much more so, before this, to be united to flesh and to endure so utterly unlovely a humiliation?
Ἀλλ' οὐκ ἄν, οἶμαι, τὶς ἐμβροντησίας εἰς τοῦτο προήκοι ποτὲ ὡς μὴ ὑπεράγασθαι σφόδρα τοῦ Μονογενοῦς, οὐχ ἁρπάσαντος μὲν δι' ἡμᾶς τὸ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ἐκπρεπὲς ἀξίωμα καὶ ὑπέρτατον, ἑλομένου δὲ παθεῖν τὴν ἐν σαρκὶ κένωσιν, καὶ σὺν αὐτῇ τοὺς αὐτῇ πρέποντάς τε καὶ ἐοικότας λόγους, καὶ τὸ χρῆμα ἡγεῖσθαι παρ' οὐδέν, ἔστ' ἂν ἡμῖν εὖ μάλα διαπεραίνοιτο τὸ ἀλωβήτως ἔχειν, ἀναφοιτώσης εἰς τὸ ἐν ἀρχαῖς τῆς φύσεως καὶ ἀνακτιζομένης ἐν αὐτῷ πρὸς καινότητα ζωῆς δι' ἁγιασμοῦ ἐν Πνεύματι. Διατρανοῖ
γοῦν ὁ Παῦλος τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν, οὐκ ἀγγέλων ἐπειλῆφθαι τὸν τοῦ Θεοῦ Λόγον εἰπών, ἀλλὰ σπέρματος Ἀβραάμ, "ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιω θῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν." Καὶ πάλιν· "Ἐπειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον." 549 Καὶ τί τοῦτο λέγω καίτοι τοῖς ἐθέλουσι μετὸν ἀναφανδὸν ἐπαΐειν ἀνακεκραγότος Χριστοῦ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα Θεόν· "Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας, τότε εἶπον· Ἰδοὺ ἥκω, τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου." Καὶ ποῖον ἦν ἄρα τὸ σοφὸν εἰς ἡμᾶς καὶ σωτήριον θέλημα τοῦ Πατρός; Τὸ καταργεῖσθαι θάνατον ἐν θανάτῳ Χριστοῦ, καὶ πρός γε τούτῳ τὴν ἁμαρτίαν καὶ τὸν τῆς ἁμαρτίας εὑρετὴν καὶ τεχνίτην ἐν ἀρχαῖς, καὶ δι' αἵματος τοῦ ἁγίου τὴν ἁπάντων γενέσθαι λύτρωσιν.
But no one, I think, would ever reach such a pitch of infatuation as not to marvel exceedingly at the Only-begotten, who did not snatch for our sake the pre-eminent and supreme dignity of being in the form and equality of the Father, but chose to undergo the emptying in the flesh, and along with it the words that befit and resemble it, and to reckon the matter as nothing, so long as for us he might most thoroughly accomplish our being without blemish, our nature returning to what it was in the beginning and being rebuilt in him unto newness of life through sanctification in the Spirit. At any rate, Paul makes clear the cause of the incarnation, saying that the Word of God did not take hold of angels, but of the seed of Abraham, "wherefore he was obliged to be made like his brothers in all things, that he might become merciful and a faithful high priest in things pertaining to God." And again: "Since then the children have shared in blood and flesh, he himself likewise partook of the same, that through death he might destroy him who holds the power of death, that is, the devil." And why do I say this, when Christ has cried aloud to God the Father in the heavens, plainly for those who wish to understand: "Sacrifice and offering you did not desire; burnt offerings and offerings for sin you did not approve; then I said, Behold, I have come to do your will, O God." And what, then, was the wise and saving will of the Father toward us? That death be destroyed by the death of Christ, and besides this sin, and the inventor and craftsman of sin from the beginning, and that through holy blood there be redemption for all.
Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει πάλιν ὡδὶ περὶ τοῦ Υἱοῦ· "Καὶ διὰ τοῦτο Διαθήκης Καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ Διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μή ποτε ἰσχύει· ἕως ἂν ζῇ ὁ διατιθέμενος." Τεθνάναι δὲ εἴπερ ἔδει τὸν Υἱὸν πρὸς τὴν τῆς οἰκονομίας κατόρθωσιν, οὐκ ὄντος ἀσυντελοῦς τοῦ δεῖν ἑλέσθαι τὸν θάνατον, πῶς οὐκ ἀναγκαῖον καὶ χρειῶδες ἦν αὐτῷ καὶ εἰς τὴν τοῦ θανάτου δεκτικὴν καθικέσθαι φύσιν, ἧς ἂν εἴη καὶ τὸ ἐν λόγοις σμικροπρεπὲς οὐκ ἀπόβλητον τῷ γε ἅπαξ αὐτὴν ἑλομένῳ παθεῖν; Μῶν εἶναί σοι δοκεῖ θρασὺς ἢ ἐξίτηλος ὁ ἔν γε τουτοισὶ λόγος, ἢ πρὸς ἡντιναοῦν ἀποκλίνων ἀναισχυντίαν; {Β.} Οὐδαμῶς. {Α.} Ἦν μὲν γὰρ καὶ ἔστιν ὁ Λόγος, καὶ ἐν σαρκὶ γεγονώς, ὅσα καὶ πρὸ σαρκός· ἃ δέ γε προσειληφὼς ὁρᾶται διὰ τὴν σάρκα οὐκ ἦν ἐν ἀρχαῖς. {Β.} Οἷον δή τί· βαθὺς γὰρ ὁ λόγος, καὶ οὐ πρόχειρος ἑλεῖν. {Α.} Οὐ γάρ, ὦ φιλότης, Θεὸς ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν; Οὐχὶ δὲ "φῶς ἦν τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον;" Οὐ Μονογενὴς, καὶ εἰς τὸν κόλπον τοῦ Πατρός; Οὐκ ἄνωθεν ἔρχεται καὶ ἐπάνω πάντων ἐστίν; Οὐχὶ δὲ αὐτὸς περὶ ἑαυτοῦ φησιν· "Ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου;" {Β.} Ναί· λέγεις γὰρ ἡμῖν ἃ καὶ ἡ θεία Γραφή. {Α.} Ἆρ' οὖν οἴει τὴν κένωσιν ζημίαν τῶν ἐν ἀρχαῖς φυσικῶν τε καὶ ἰδικῶν ἐνεργάσασθαι τῷ Λόγῳ, ὡς παρα τροπῆς τε καὶ ἀλλοιώσεως τῆς ἐπὶ τὸ λυποῦν εἰς πεῖραν ἐλθεῖν; {Β.} Οὐκ ἂν οἰηθείην πώποτε.
And indeed the divine Paul again writes thus concerning the Son: "And for this reason he is the mediator of a New Covenant, so that, since a death has taken place for the redemption of the transgressions under the first covenant, those who have been called may receive the promise of the eternal inheritance. For a covenant is valid over the dead, since it is never in force while the one who made it lives." But if the Son had to die for the accomplishment of the economy, since it was not without purpose that he had to choose death, how was it not necessary and needful for him also to reach the nature capable of receiving death, of which nature even the smallness in words would not be rejected by one who had once chosen to suffer it? Does this argument seem to you bold or trite, or inclining toward any shamelessness whatever? {B.} Not at all. {A.} For he was and is the Word, and became in flesh, as much as before the flesh; but the things which he is seen to have taken on besides, because of the flesh, he was not in the beginning. {B.} Such as what? For the argument is deep, and not easy to grasp. {A.} For was not the Word God, and the Word was with God? And was he not "the true light, which enlightens every man coming into the world"? Was he not the Only-begotten, and in the bosom of the Father? Does he not come from above and is he not above all? And does he not himself say concerning himself: "I am not of this world"? {B.} Yes; for you are telling us what the divine Scripture also says. {A.} Do you think, then, that the emptying worked loss to the Word of the natural and proper things in the beginning, so that from turning and change into what is painful he came to experience it? {B.} I would never think so.
Τροπῆς γὰρ ἀμείνω τὸν Υἱὸν ἴσμεν τε καὶ πεπιστεύκαμεν, γεγραφότος ἡμῖν τοῦ Παύλου· "Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." {Α.} Ὀρθῶς, ὦ ἑταῖρε, καὶ μάλα σοφῶς. Εἰ γὰρ εἰσδέξαιτο τὸ λυποῦν καὶ ἀδικοῦν εἰς δόξαν καὶ φύσιν αὐτὴν διὰ τῆς παρατροπῆς, πῶς ἡμῖν ὁ αὐτὸς νοοῖτ' ἂν ἔτι; Ἐρηρεῖσθαι δὴ οὖν ἐν οἷς ἦν ἀεὶ δοξάζειν ἀνάγκη τὸν Μονογενῆ, καὶ εἰ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν. {Β.} Ἀνάγκη. {Α.} Ἰτέον οὖν ἤδη καὶ πρὸς τὰ σαρκός, ἤτοι διὰ τὴν σάρκα. Ἁπτὸς γέγονεν ὁ ἀναφής· τοιγάρτοι καὶ ὁ Θωμᾶς, χειρὶ καὶ δακτύλοις τοὺς τῶν ἥλων τύπους ἐπαφώμενος, ἔλεγεν· "Ὁ Κύριός μου καὶ ὁ Θεός μου." Ὁρατὸς πέφηνεν ὁ ἀόρατος, καὶ λιγυρὸν ἀνιεὶς ἐπὶ τούτῳ μέλος ὁ θεῖος ἔφη Δαβίδ· "Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται." Πότε γὰρ ἢ ποῦ, τίνα τε τρόπον ἐμφανῶς ἡμῖν ἀφῖκται Θεός, ὃς καὶ πάσαν ἐκάλεσε τὴν γῆν, εἰ μὴ ὅτε γέγονεν ἄνθρωπος ὁ Μονογενής, καὶ ὁ μηδενὶ τῶν κτισμάτων ὁρώμενος ἐμφανῶς ἐδείχθη διὰ τὴν σάρκα καὶ κεκοπίακεν ἐκ τῆς ὁδοιπορίας ὅτε τὴν Σαμαρειτῶν διέθει πόλιν, καὶ μὴν καὶ τροφῆς ἐδεῖτο σωματικῆς, καίτοι "διδοὺς τοῖς πεινῶσιν ἰσχύν," κατὰ τὴν τοῦ προφήτου φωνήν; Ὁ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν μεθ' ἡμῶν γενέσθαι λέγεται καὶ ἐν θανάτῳ σαρκός. Περιθείης ἂν οὖν, ὦ ἑταῖρε, ταυτὶ τῷ Μονογενεῖ καὶ πρὸ σαρκός, καὶ οὐκ ἂν
For we know and have believed the Son to be better than change, since Paul has written to us: "Jesus Christ is the same yesterday and today and forever." {A.} Rightly, my friend, and very wisely. For if he were to admit what causes grief and wrongdoing into his glory and his very nature through alteration, how would he still be understood by us as the same? It is necessary, then, to hold fast that the Only-Begotten is always in the glory he was, even if he became flesh and dwelt among us. {B.} It is necessary. {A.} We must now proceed also to the things of the flesh, that is, on account of the flesh. The untouchable has become touchable; and so Thomas too, touching with his hand and fingers the marks of the nails, said: "My Lord and my God." The invisible has appeared visible, and the divine David, raising a clear-toned song on this account, said: "God of gods, the Lord, has spoken, and has called the earth. From the rising of the sun to its setting, out of Zion is the splendor of his beauty; God will come openly, our God, and will not keep silence." For when, or where, and in what manner has God come openly to us, who also called all the earth, if not when the Only-Begotten became man, and he who is seen by none of created things was shown openly through the flesh, and grew weary from the journey when he was passing through the city of the Samaritans, and indeed needed bodily food, although he "gives strength to the hungry," according to the voice of the prophet? He in whom we live and move and have our being is said to have become with us and in the death of the flesh. You would then, my friend, apply these things to the Only-Begotten even before the flesh, and you would not
ἀσυνέτως καταλωβήσαιο τὸν ὑγιᾶ τε καὶ εὐσεβῆ περὶ αὐτοῦ λόγον; {Β.} Κινδυνεύομεν. {Α.} Ἀποσκευασώμεθα δὴ οὖν ἀνοσιότητός τε γραφὴν καὶ δυσσεβείας ἐγκλήματα, τὰ μὲν ὅσαπέρ ἐστι θεοπρεπέστερα καὶ ὑπὲρ φύσιν τὴν καθ' ἡμᾶς οὔπω καθ' ἡμᾶς γεγονότι προσνέμοντες τῷ Υἱῷ, τὰ δὲ ὅσα πως χθαμαλωτέραν καὶ καθ' ἡμᾶς τὴν ὑπόληψιν ἔχει περιτρέποντες οἰκονομικῶς καὶ "αἰχμαλωτίζοντες," κατὰ τὰς Γραφάς, "εἰς ὑπακοὴν αὐτοῦ." Οὐ γὰρ δή τι παθόντες τῶν ἔξω λόγου καὶ φρενὸς ὅταν μὲν λέγῃ Χριστός· "Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου," καὶ αὐτὴν ἐξ οὐρανοῦ τὴν σάρκα κατοίσομεν, καίτοι τοῦ προφήτου σαφῶς τὴν ἁγίαν ἡμῖν καταδεικνύντος Παρθένον καὶ βοῶντος ἀναφανδόν· "Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ." Οὐδ' αὖ ἐν μήτρᾳ σωματικῇ τῆς ἐν ἀρχαῖς ὑπάρξεως τὴν καταβολὴν ἐσχηκέναι νομιοῦμεν τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, ὅταν αὐτὸν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς ὁ Παῦλος ἀποκαλῇ, τὴν ἀσώματόν τε καὶ ἄφραστον γέννησιν ταῖς ὑπὲρ λόγον ἡμῖν κατασημαίνων ἐννοίαις. {Β.} Παντάπασι μὲν οὖν. {Α.} Ὁμοῦ τοιγαροῦν τοῖς πράγμασι καὶ τὰ ἑκατέρῳ πρέποντα νοητέον.
...you would senselessly slander the sound and pious doctrine concerning him? {B.} We are in danger. {A.} Let us then strip away the charge of impiety and the accusations of ungodliness, assigning to the Son whatever is more befitting God and beyond our nature—not yet having become ours—and overturning, by way of economy, whatever has a somewhat lowlier and more human conception, and "taking captive," as the Scriptures say, "to obedience to him." For surely we are not suffering anything beyond reason and understanding when Christ says: "And no one has ascended into heaven except the one who descended from heaven, the Son of Man," and we shall bring down the flesh itself from heaven—even though the prophet clearly points out to us the holy Virgin and cries aloud: "Behold, the virgin shall conceive and bear a son, and they shall call his name Emmanuel." Nor again shall we think that the God the Word from God had the beginning of his original existence in a bodily mother, when Paul calls him the radiance of the glory and the express image of the Father's person, signifying to us the incorporeal and ineffable generation by concepts beyond reason. {B.} Most certainly. {A.} Together with the facts, then, we must understand what is fitting for each.
Εὐθὺ γὰρ οὕτω τῆς ἀληθείας ἥξομεν, οὔτε τοῦ λόγου τὸ ὑψηλὸν εἰς τὸ ἀκλεὲς καταστρέφοντες διὰ τὴν σάρκα καὶ τὰ αὐτῆς, οὔτε τὰ σαρκός τε καὶ δι' αὐτήν, τῶν καθ' ἡμᾶς εἰσάπαν ἀνακομίζοντες διὰ τὴν οἰκονομίαν, διεκσῴζοντες δὲ μᾶλλον τῷ Μονογενεῖ τὸ ἀναλλοιώτως ἔχειν, τὸν αὐτὸν ὄντα γινώσκομεν καὶ πρὸ τῆς εἰς σάρκα συνδρομῆς καὶ ὅτε γέγονε σάρξ, εἰ καί τι τῶν ὅσα ἐστὶ σμικροπρεπέστερά τε καὶ ὑφειμένα λαλοῖτο περὶ αὐτοῦ διὰ τὸ ἀνθρώπινον. {Β.} Ἀλλ' εἰ μέλλοις ἅπαντα, φησί, κατὰ τὸ αὐτῷ σοι δοκοῦν περιτρέπειν εἰς οἰκονομίαν τὴν μετὰ σαρκός, διὰ ποίων ἔτι τὴν τοῦ Λόγου φύσιν ὅ τί ποτέ ἐστιν εὑρήσομεν; {Α.} Οὐκοῦν, ὦ γενναῖε, φαίην ἂν ἤδη σοι καὶ αὐτὸς ἐγώ· εἰ δὴ μέλλοις ἅπαντα περιτρέπειν εἰς τὸ ὅ τί ποτέ ἐστιν ἡ τοῦ Λόγου φύσις, διερμηνεῦσαι δεῖν, ὅτι γέγονεν ἄνθρωπος, πῶς ἂν εἰδείης ἢ πόθεν; Οὐ γὰρ τοῖς τῆς θεότητος ἰδιώμασιν ἐκμάθοι τις ἂν τὰ ἀνθρώπινα. Τὸ δὲ ἀσυγκρίτως ὑπερτεροῦν, καὶ ὅλῃ τῇ φύσει διενεγκεῖν ἀνενδοιάστως πεπιστευμένον, πῶς ἄν, εἰπέ μοι, τὴν τῶν οὕτω μειονεκτουμένων ἐμποιήσαι δήλωσιν; Τὸ δὲ δὴ διειδέναι μὲν εὖ μάλα καὶ σαφῶς ὅτι Θεὸς ἦν ὁ Λόγος, μὴ μὴν ὅτι καὶ γέγονεν ἄνθρωπος, οὐκ ἂν ἀποχρῶσαν ἔχοι τὴν ὄνησιν· ἀλλ' εἰ προσκέοιτο τῷ πρώτῳ καὶ ἡ θατέρου πίστις, ἄρτιοι πρὸς σύνεσιν εἶεν ἂν οἱ πεπιστευ κότες. Καὶ γοῦν ὁ σοφὸς καὶ θεηγόρος Ἰωάννης, "Τίς ἐστι, φησίν, ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;" Ὄνομα γὰρ καινὸν τῷ Λόγῳ τὸ Ἰησοῦς, καὶ τῇ τῆς σαρκὸς γενέσει σύνδρομον. Προφητικὸν δὲ ἡμῖν χρησμῴδημα πάλιν ἐπαγωνιεῖται, λέγον·
For thus we shall straightway come to the truth, neither bringing down the loftiness of the Word to dishonor because of the flesh and its properties, nor referring all the things of the flesh and those that are on account of it to what is according to us because of the economy, but rather preserving for the Only-Begotten the property of being unchangeably the same, we know him to be the same both before his coming together into flesh and when he became flesh, even if something of the things that are rather lowly and inferior should be spoken concerning him because of the human nature. {B.} But if you intend, he says, to turn everything, according to what seems good to you, into the economy that is with the flesh, by what means shall we still discover what the nature of the Word ever is? {A.} Then, noble sir, I myself would now say to you: if indeed you intend to turn everything into the question of what the nature of the Word ever is, it being necessary to explain that he became man, how would you know it, or from where? For one would not learn human things by the properties of divinity. But that which surpasses incomparably, and is believed without doubt to differ by its whole nature, how, tell me, could it produce the manifestation of things so greatly inferior? But to discern very well and clearly that the Word was God, yet not that he also became man, would not have sufficient benefit; but if the faith of the other were added to the first, those who have believed would be complete for understanding. And indeed the wise and God-inspired John says, "Who is it that overcomes the world, except the one who believes that Jesus is the Son of God?" For Jesus is a new name for the Word, and concurrent with the generation of the flesh. And again a prophetic oracle will contend on our behalf, saying:
"Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν ὃ ὁ Κύριος ὀνομάσει αὐτό." Οὐ γὰρ, ὦ φιλότης, ὁ Γαβριὴλ τῇ Παρθένῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐπὶ τούτῳ θέλησιν ἐμφανῆ καθίστη λέγων· "Μὴ φοβοῦ, Μαριάμ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξεις υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν;" {Β.} Ἀληθές. {Α.} Ἀνθότου δὴ οὖν (πυθοίμην γὰρ ἂν ὡς ἥδιστά σου) τὸ χρῆναι νοεῖν μεθέντες ὀρθῶς, καὶ τὸ ὡς ἔνι μάλιστα σοφῶς καὶ ἀτέχνως τῇ τῶν ἱερῶν εἰδήσει Γραμμάτων προσφέρεσθαι διαπτύσαντες, τοῖς εὐπαραφόροις ἐν ἴσῳ δόναξιν ἐς τὸ ἀεὶ προσωθοῦν εὐκόλως μετακεκλίμεθα, καίτοι τοῦ μακαρίου Παύλου διακεκραγότος ὡδί· "Ἀδελφοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι·" καὶ μὴν καὶ Θεοῦ τὸ λίαν εὐπάροιστον καὶ εὐδιαπτόητον τοῦ τρόπου, τὴν ἀνωτάτω τοῖς ἔχουσι τιθέντος διαβολήν, καὶ δίκην ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν. Ἔφη γὰρ ὧδε περί τινων· "Ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς·" Τὸ γάρ τοι βεβαίως τε καὶ ἀκλινῶς ἱδρυμένον πρὸς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν ἀσφαλές τε καὶ ἄσυλον. {Β.} Πῶς οὖν ἄρα διωσαίμεθα ἂν τοὺς παρ' ἐκείνων λόγους εἰ κατὰ μέθεξιν ἐν Υἱῷ φαῖεν εἶναι τὰ θεοπρεπῆ; {Α.} Οὐκ
And they shall call his name the new name which the Lord will name him." For it was not, O friend, that Gabriel made manifest to the Virgin the will of God and the Father concerning this, when he said: "Fear not, Mary; for behold, you shall conceive in the womb and bear a son, and you shall call his name Jesus"? {B.} True. {A.} Since then—for I would most gladly ask you—having rightly dismissed the need to understand, and having thoroughly examined how one ought to approach the knowledge of the sacred Scriptures as wisely and artlessly as possible, we have easily inclined toward those easily swept along, equal to reeds, toward ever pushing forward, although the blessed Paul cries out thus: "Brothers, be steadfast, immovable;" and indeed also God's [word] places the highest condemnation upon those who have [a] very easily swept-aside and easily startled manner, and defines the penalty for the disease as turning away. For he said thus concerning certain ones: "They loved to move their feet, and they did not spare, and God did not approve in them." For that which is firmly and inflexibly established is safe and inviolable toward everything whatsoever of the things that contribute to benefit. {B.} How then would we thrust aside the arguments of those men, if they should say that the things befitting God are in the Son by participation? {A.} Not
ἀκονιτὶ μέν, ὦ 'γαθέ· τὸ γάρ τοι χρῆμα δυσδιε ξίτητον μέν, πλὴν ἐξ ἀναγκαίων συλλογισμῶν, φιλοθηρεῖν εὖ μάλα παρέσται τἀληθές. Πρῶτον μὲν γάρ, εἰ τῇδε φρονεῖν ἐγνώκασιν, ἀφαιρούντων αὐτοῦ, καὶ πρό γε τῶν ἄλλων, τὴν τῆς θεότητος δόξαν, καὶ ἥκιστα μὲν Υἱόν, πάντα δὲ μᾶλλον ὁμολογούντων ἢ τοῦτο, Ἰουδαίοις δὲ ὡς πεπωρωμένοις ἀναδεικνύμενοι σύμφρονες, καὶ καταλευόν των ἤδη, τῆς εἰς αὐτὸν εὐσεβείας εἰσάπαν ἠφειδηκότες. Ἑλομένῳ δὲ τὰς αἰτίας ἀναπυνθάνεσθαι τῆς οὕτως ἀκράτου καὶ δεινῆς ἀπονοίας, φάσκοντί τε· "Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἀπὸ τοῦ Πατρός μου· διὰ ποῖον αὐτῶν ἐμὲ λιθάζετε;" βοώντων ἀφιλοθέως· "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σύ, κτίσμα ὤν, ποιεῖς σεαυτὸν Υἱὸν Θεοῦ." Προσεκτέον δὲ ἡμῖν οὐχὶ τοῖς εἰς τοῦτο πεσοῦσιν ἐμβροντησίας, οὐδὲ τοῖς ὧδε τὸν νοῦν κατηρρωστηκόσι καὶ παρειμένοις τὴν φρένα καὶ κατεφθορόσι τὸν λογισμόν, ἀλλ' οἷς ἂν αὐτὸς ἐναυλίζοιτο διὰ τοῦ Πνεύματος ὁ Χριστός, τὴν τοῦ μυστηρίου γνῶσιν ἀκαπήλευτον ἐντιθείς. Υἱὸν δὲ ἡμῖν ὁ θεοκλυτήσας Παῦλος ὠνόμασε τὸν Μονογενῆ, καὶ μὴν καὶ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Πατρός, καὶ ἐν χαρακτῆρος δέχεται τάξει, διὰ τὸ εἰσάπαν, οἶμαί που, περικαλλές, καὶ ὡς ἔνι μάλιστα λεπτὸν καὶ ἠκριβωμένον εἰς ἐμφέρειαν. Ἀσωμάτῳ δὲ πρὸς ἀσώματον, τί ἂν γένοιτο τὸ ἰσοτυποῦν, νοοῖτο δ' ἂν ὅπως τὸ ταὐτοειδές, πῶς οὐκ ἄξιον ἰδεῖν; Τὸ γὰρ ἀπωτάτω σώματος σχηματισμῶν οὐκ ἀνέχεται καὶ διαμορφώσεων ἀποφοιτᾷ· καὶ ἁπαξαπλῶς τὰ σωμάτων ἴδια πῶς ἂν εἰσδέξαιτο;
Without dust, good friend; for the matter is indeed hard to track down, yet from necessary reasonings it will be very possible to hunt out the truth well. For first, if they have resolved to think in this way, let them take away from him—and before all else—the glory of the Godhead, and let them confess him least of all as Son, and anything rather than this, and let them show themselves of one mind with the Jews as though hardened, and let them now stone him, having utterly cast off reverence toward him. But when one chooses to inquire into the causes of such unrestrained and dreadful folly, and when he says, "Many good works I have shown you from my Father; for which of them do you stone me?"—while they cry out irreverently, "For a good work we do not stone you, but for blasphemy, because you, being a creature, make yourself the Son of God." But we must attend not to those who have fallen into such stupor, nor to those whose mind is thus diseased and whose understanding is slack and whose reasoning is corrupted, but to those in whom Christ himself would dwell through the Spirit, implanting the knowledge of the mystery unadulterated. But Paul, who called upon God, named the Only-begotten Son to us, and indeed also image and likeness of the Father, and he accepts him in the rank of an express figure, because he is, I think, altogether most beautiful, and as far as possible delicate and exact in resemblance. But for the incorporeal compared with the incorporeal, what could there be that renders the same form—or how should one understand it as being of the same form—how is it not worth seeing? For what is farthest removed from body does not admit of shapes and departs from formations; and, simply put, how could it receive the properties of bodies?
Ὥσπερ γάρ, κατά γε τὸ αὐτῷ μοι καλῶς ἔχειν δοκοῦν, οὐκ ἂν ἐνυπάρξαι πώποτε τὰ τῶν ἀσωμάτων ἴδια σώμασι τοῖς ἁπτοῖς τε καὶ αἰσθητοῖς, οὕτως ἀνεπίδεκτα παντελῶς εἶεν ἂν τοῖς αἰσθήσεως ἀνωτέρω, καὶ ἐν ἀσωμάτῳ φύσει τὰ ὅσαπερ ἂν τοῖς αἰσθητοῖς ἐπισυμβαίνῃ σώμασιν. Ἦ διανοῇ τι καὶ λέγειν ἂν ἔχοις αὐτὸς παρὰ τοῦτο ἕτερον; {Β.} Οὐκ ἂν ἔχοιμι· πῶς γάρ; {Α.} Φέρε δὴ οὖν, ἐπείπερ ἡμῖν ἀσώματος ὁ Πατήρ, ταῖς ὑπὲρ κτίσιν ἐννοίαις εἰδοποιοῦντες ὡς ἔνι τὴν ἄφραστόν τε αὐτοῦ καὶ ἀκήρατον φύσιν, καὶ τὰς τῶν ἀρχαιοτέρων πολυπραγμονῶμεν δόξας. Εἴη γὰρ ἂν οὕτω χαλεπὸν οὐδὲν καὶ ἐπ' αὐτὴν ἰέναι λοιπὸν τὴν εἰκόνα τὴν ἀπαράλλακτον αὐτοῦ, φημὶ δὴ τὸν Υἱόν. {Β.} Ἴωμεν· ἔφης γὰρ ὀρθῶς. {Α.} Οὐκοῦν, κατέθορε μὲν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, τῆς παιδαγωγίας τῆς πρὸς Ἰουδαίους ἀρχόμενος, ὅτε καὶ σαλπίγγων ὀρθρία τε καὶ διαπρύσιος ἠχὴ πρὸς τὸ ἄνω διᾴττουσα, δύσοιστον ἐτίθει τοῖς ἀκροωμένοις τὸ δεῖμα. Ἀλλ' οἱ μικρὰ φρονοῦντες περὶ Θεοῦ καὶ σπιθαμῇ μετροῦντες τὸν οὐρανόν, τὴν τοῦ Θεοῦ δόξαν τοῖς ἐν τύπῳ πεφηνόσιν ἐγκατακλείοντες μόνοις, ᾤοντο κατὰ σφᾶς αὐτοὺς αὐτὴν ἤδη τὴν τοῦ Θεοῦ καταθρῆσαι φύσιν, ὡς οὐδὲν οὖσαν ἕτερον, ἢ πῦρ καὶ φωνὴν εἰς οὖς εἰσδεδέχθαι τὴν ὀργανικήν. Ταύτῃτοι καὶ μέγα φρονοῦντες ἐπὶ Μωσεῖ, τὰ Χριστοῦ παιδεύματα διαγελᾶσθαι δεῖν ᾤοντό τε καὶ ἔφασκον· Μωσῆς ὁ θεσπέσιος ταῖς δι' ὀμμάτων αἰσθήσεσι τὴν θείαν ἡμῖν παρέθηκε φύσιν, καὶ φωνῆς τῆς ἄνωθεν ἀκοῦσαι δεδώρηται· πῶς οὖν ἀμαθαίνοντας καὶ πολὺ τοῦ πρέποντος ἀπονενευκότας καὶ τῆς ἀληθείας ἀπεσφαλμένους διήλεγξεν ὁ Χριστός;
For, as—according to what seems to me to be well put—the properties of incorporeal things could never come to be present in bodies that are tangible and perceptible, so too those things that are above perception would be wholly incapable of receiving whatever befalls perceptible bodies, even in an incorporeal nature. Or do you think, and could you yourself say, anything else contrary to this? {B.} I could not; for how could I? {A.} Come then, since our Father is incorporeal, forming in our conceptions that are above creation, as far as possible, his ineffable and undefiled nature, let us also inquire into the opinions of the more ancient writers. For in this way nothing would be so difficult as to proceed at last even to his exact image, I mean the Son. {B.} Let us go; for you spoke rightly. {A.} Therefore he descended in the form of fire upon Mount Sinai, beginning the instruction of the Jews, when also the sound of trumpets, at dawn and piercing, darting upward, made the terror hard to bear for those who heard. But those who thought little of God and measured heaven by a span, confining the glory of God to the things that appeared in a type alone, supposed in their own minds that they had already beheld the very nature of God, as being nothing other than fire and a voice received into the ear by an instrument. For this reason, priding themselves greatly on Moses, they thought and said that the teachings of Christ ought to be laughed at: Moses, the inspired, presented to us the divine nature through the senses of the eyes, and was granted to hear the voice from above; how then did Christ convict those who were ignorant and had swerved far from what is fitting and had strayed from the truth?
"Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν, οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε." Καίτοι γὰρ ἐνὸν ἐν Υἱῷ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὖ μάλα καταθεᾶσθαι φύσιν, τοῦτο μὲν οὐκ ἔδρων οἱ δείλαιοι, πυρὶ δὲ καὶ γνόφῳ καὶ καπνοῖς τὸ τῆς θεότητος εἶδος ἀνάπτειν τεθαρσήκασι. Διὸ δὴ κατὰ βραχὺ μεταπαιδεύων ἐπὶ τὸ ἄμεινον χρησίμως, καὶ ἀναπλέκων τῷ θεοπρεπεῖ τὸ ἀνθρώ πινον, ἔφασκεν ὁ Σωτήρ· "Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με." Ὅτι μὲν γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἡ πίστις, ἀλλ' εἰς Θεοῦ φύσιν, εἰ καὶ ἦν ὁ Λόγος ἐν σαρκί, διὰ τοῦ μὴ εἰς αὐτὸν πράττεσθαι τὴν πίστιν εὖ μάλα διαμεμήνυκεν. Ὅτι δέ ἐστιν ἐν ταὐτότητι τῇ κατὰ πᾶν τῷ Θεῷ καὶ Πατρί, διὰ τὴν φυσικὴν ἐμφέρειαν καὶ τὸ τῆς οὐσίας οἱονεὶ
ταὐτοειδές, διεσάφει λέγων· 554 "Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με." Ἐπειδὴ δὲ ὁ Πατὴρ ἐν Υἱῷ λαμπρῶς καὶ ἀπαραλλάκτως ὁρᾶται καὶ γινώσκεται, κοινά πως ἤδη τὰ πάντα αὐτοῖς, μᾶλλον δὲ τῆς μιᾶς θεότητος ἴδια νοοῖτ' ἂν εἰκότως τὰ ἐν ἀμφοῖν. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἑαυτοῦ Πατέρα καὶ Θεὸν ὅτι "Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά." Εἰκόνι μὲν γὰρ πρὸς τὸ ἀκριβῶς ἰσότυπον, ἰσοτύπῳ δὲ αὖ πρὸς ἐμφε ρεστάτην εἰκόνα τὸ διαλλάττον οὐδέν, κατά γε, φημί, τὸ ἐν ὁμοιώσει τε καὶ ὡς ἐν εἴδει ταὐτόν. Καὶ γοῦν οὐκ ἐξ ἀκριβοῦς ἐννοίας φιλοπευστοῦντί ποτε τῶν μαθητῶν ἑνί (Φίλιππος οὗτος ἦν), λέγοντί τε·
Amen, amen, I say to you, you have never at any time heard his voice nor have you seen his form, and you do not have his word remaining in you, because the one whom he sent, in this one you do not believe." For although it was possible to behold most clearly the nature of God the Father in the Son, the wretched men did not do this, but they dared to kindle the form of the Godhead with fire and darkness and smoke. Therefore, training them little by little for the better and usefully, and weaving the human together with what is fitting for God, the Savior said: "The one who believes in me does not believe in me, but in the one who sent me. And the one who sees me sees the one who sent me." For that the faith is not simply in a man, but in the nature of God, even if the Word was in flesh, he has very clearly indicated by the fact that the faith is not directed to him. But that he is in complete identity with God the Father, through the natural likeness and, as it were, the same-formedness of essence, he made clear when he said: "The one who sees me sees the one who sent me." Since the Father is seen and known in the Son brightly and without variation, all things are now in some way common to them, or rather the things in both would reasonably be understood as proper to the one Godhead. Therefore he also said to his own Father and God: "All things that are mine are yours, and yours are mine." For in an image there is nothing differing with respect to exact sameness of form, and again in a same-formed image with respect to a most exact image—at least, I mean, in respect of likeness and as being the same in form. And indeed, not from an exact understanding, when one of the disciples once asked earnestly—this was Philip—saying:
"Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν·" οὐκ ἀμώμητον ἀφεὶς τὴν ἐρώ τησιν, "Τοσούτῳ χρόνῳ, φησί, μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Ὅτι γὰρ οἱονεὶ τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς ἐκπαι δεύσειεν ἂν εὐκόλως ὁ Ψαλμῳδός, ποτὲ μὲν λέγων· "Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;" ποτὲ δὲ αὖ, ὡς ἐκ προσώπου τῶν εἰς αὐτὸν πεπιστευκότων· "Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε." Κατεσφραγίσμεθα γὰρ τῷ ἁγίῳ Πνεύματι πρὸς ἐμφέρειαν καὶ ὁμοίωσιν τοῦ προσώπου τοῦ Πατρός, τουτέστι τοῦ Υἱοῦ. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος· "Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος." {Β.} Ἀλλ' εἰ καὶ πρόσωπον, φησί, καὶ εἰκὼν καὶ ὁμοίωσις ὀνομάζοιτο πρὸς ἡμῶν τοῦ Πατρὸς ὁ Υἱός, διαλυμανεῖται τοῦτο τοῖς παρ' ἡμῶν προβλήμασιν οὐδέν. Οὐ γὰρ τῆς οὐσίας τοῦ Πατρός, ἀλλὰ τῆς βουλήσεως εἰκόνα καὶ ὁμοίωσιν αὐτὸν εἶναί φαμεν. Οὐκοῦν, κατά γε τὸ ἐν θελήσει ταὐτόν, εἴ τις ἴδοι τὸν Υἱόν, αὐτὸν ἤδη πως ἐκτεθέαται τὸν Πατέρα. {Α.} Ὡς εὔηθες λίαν καὶ ἀβελτηρίας αὐτοῖς τῆς ἐσχάτης τὸ σκέμμα μεμέστωται, μειρακιωδῶς δὲ ὅτι καὶ τοῦτό φασιν, ἀταλαίπωρον ἰδεῖν.
Lord, show us the Father, and it is enough for us." He did not leave the question without reproof: "Have I been with you so long," he says, "and you have not known me, Philip? The one who has seen me has seen the Father. Do you not believe that I am in the Father and the Father is in me? I and the Father are one." For that the Son is, as it were, the face of God the Father, the Psalmist would easily teach, sometimes saying: "Where shall I go from your Spirit, and from your face where shall I flee?" and sometimes again, as from the person of those who have believed in him: "The light of your face has been marked upon us, Lord." For we have been sealed with the Holy Spirit for the likeness and resemblance of the face of the Father, that is, of the Son. And Paul will testify when he writes: "But we all, with unveiled face beholding as in a mirror the glory of the Lord, are transformed into the same image, from glory to glory, just as from the Lord, the Spirit." {B.} But even if, he says, the Son is called by us the face and image and likeness of the Father, this will in no way be corrupted by our objections. For we say that he is the image and likeness not of the essence of the Father, but of his will. Therefore, at least according to the sameness in will, if one were to see the Son, he has already in some way beheld the Father himself. {A.} How very foolish and full of the utmost stupidity their notion is, and how childish is this too that they say—it is easy to see that it is without effort.
Ἆρα γὰρ βούλησιν εἶναί φασι τὸν Πατέρα, καὶ ὅ τί ποτέ ἐστιν ἡ θέλησις τοῦτο νοεῖσθαι δεῖν ἀξιοῦσιν αὐτόν, ἢ ἐν ὑπάρξει τιθέντες ἰδικῇ, προσεπάγουσι τότε τὴν βούλησιν αὐτῷ; {Β.} Καὶ πῶς ἂν εἴη τὸ θεῖον ἁπλοῦν εἰ καὶ ἐν ὑπάρξει νοοῖτο, φησί, καὶ ἐν θελήσει διωρισμένως; Σύνθετον γὰρ ἤδη καὶ οἱονεί πως ἐκ μερῶν εἰς ἓν τὸ ἀρτίως ἔχον συνδε δραμηκότοιν. {Α.} Οὐκοῦν, ἐπειδήπερ ἁπλοῦν τὸ Θεῖον καὶ ἄμεινον ἢ κατὰ σύνθεσιν εἶναί σοι δοκεῖ–δοκεῖ δὲ ὀρθῶς–, οὐχ ἑτέρα παρ' αὐτὸ εἴη ἂν ἡ βούλησις αὐτοῦ. Θέλησιν δέ τις εἰπών, τὴν τοῦ Θεοῦ καὶ Πατρὸς κατεσήμηνε φύσιν. {Β.} Ἔοικεν. {Α.} Ἡ δὲ θέλησις ἐν ὑποκειμένῳ καθὰ καὶ τὰ τῶν τεχνητῶν εἴδη. Τὸ γάρ τοι θέλειν ἢ μή, προσγένοιτο ἂν οὐκ αὐτῷ τῷ θέλειν, ἀλλ' ἑτέρῳ μᾶλλον, ἐν ᾧ τὸ θέλειν ἐστίν, ἢ πῶς· {Β.} Οὕτως. {Α.} Ἔστι τοίνυν ἐν ἑτέρῳ τὸ εἶναι τοῦ Πατρός, καὶ συμβέβηκέ τινι τὸ ὑπάρχειν αὐτόν, καὶ συντέθειταί σοι παχύτερόν τε καὶ ἀκαλλέστερον νυνὶ μᾶλλον ἢ τότε. Ἑτέρῳ γάρ ἐστιν ὅ ἐστιν, οὐχ ἑαυτῷ, εἴπερ ἐμὴ μὲν θέλησις ἡ ἐμή, ἡ δέ γε τοῦ δεῖνος ἡ αὐτοῦ τε καὶ ἐν αὐτῷ. {Β.} Πῶς οὖν ἐν ἁπλοῖς τε καὶ ἀσυνθέτοις ἕτερα παρ' αὐτὰ τὰ αὐτῶν εἶεν ἄν; {Α.} Ὥσπερ ἂν εἰ καὶ ἐκ νοῦ νοοῖτο θέλησις πηγὴν ἔχουσα τὸν ἀναβράττοντα νοῦν, καὶ ῥίζαν ὥσπερ τινὰ προϋποκειμένην τὸ ἐν ᾧ στρέφεται νοηματικῶς. Νοῦς μὲν γὰρ τῶν ἐν αὐτῷ κινήσεών τε καὶ ἐννοιῶν προκαταρκτικός· ποιότης δὲ κινημάτων, ἡ ἐφ' ὁτῳοῦν καὶ ἐφ' ἑκάστῳ θέλησις, πολλή τις οὖσα, καὶ ταῖς τῶν πραγμάτων ποιότησι καὶ διαφοραῖς, οἷάπερ τισὶ βαφαῖς καταχρωννυμένη πρὸς τὸ ἄλλοτε ἄλλως καὶ ἑτεροίως ἔχειν·
Do they then say that the Father is will, and do they deem it necessary that whatever will is, this he must be understood to be, or, placing will in a proper subsistence, do they then attach will to him? {B.} And how would the divine be simple, he says, if it were understood both in subsistence and in will as something distinct? For it would already be composite and, as it were, in some way running together into one out of parts, the two things just now mentioned. {A.} Therefore, since the divine is simple and seems to you better than composition—and it seems so rightly—his will would not be other than himself. But one who says "will" has signified the nature of God and the Father. {B.} It seems so. {A.} But will is in a subject, just as also the forms of artifacts. For to will or not to will would belong not to the willing itself but rather to another, in which the willing is—or how? {B.} So. {A.} Therefore the being of the Father is in another, and it has happened to something that he exists, and they have been composed for you more crudely and less beautifully now than before. For it is to another that he is what he is, not to himself, if indeed my will is mine, but the will of so-and-so is his own and in him. {B.} How then, in things simple and incomposite, could their own properties be other than they? {A.} Just as if will were understood from mind, having its source in the mind that seethes, and as it were some root pre-existing in that in which it is turned in a noetic way. For mind is pre-eminently the source of the motions and thoughts in it; but the quality of the motions—the will directed toward anything and each thing—being something manifold, is dyed, as it were, with certain dyes by the qualities and differences of things, so as to be disposed differently and in different ways at different times.
πλείστη γὰρ ὅση θελημάτων ἐν ἡμῖν ἡ διαφορά, καὶ διεστηκότων ἔσθ' ὅτε πρὸς τὸ ἔχον ἐναντίως. Οὐ γὰρ ᾧ θέλομεν τὸ καλὸν τούτῳ καὶ τὸ φαῦλον· οὐδὲ ᾧπερ ἂν ἕλοιτό τις τὸ εἶναι σοφὸς αὐτῷ δὴ τούτῳ καὶ τὸ ἐναντίον. Οἶμαι δὴ οὖν ἀπόπληκτον παντελῶς τὸ θέλησιν εἶναι λέγειν τὴν ὕπαρξιν τοῦ Πατρός. {Β.} Ναί. {Α.} Οὐκοῦν, εἴπερ ἐστὶν ἡ θέλησις ἐν διαφοραῖς αὐτὴ καθ' ἑαυτήν, ὧδε δὲ ἔχειν τὴν
τοῦ Θεοῦ φύσιν οὐκ ἂν οἴοιτό τις εὖ φρονῶν· οὐκ ἄρα θέλησις ὁ Πατήρ, ἀλλ' ἐν ὑπάρξει νοούμενος ἰδικῇ, συμφυᾶ καὶ συνάναρχον οἱονεὶ θέλησιν ἔχει τὸν ἴδιον Υἱόν, οὐ συντεθειμένος κατ' ἐκείνους, ἔχων δὲ οὕτως ὡς ἂν εἶναι νοοῖτο τυχὸν τὰ ἐν ἁπλῇ φύσει καὶ σοφῇ, καὶ ἠρεμείτω λοιπὸν τὸ περίεργον ἔτι. Νοῦ δὲ ἐπέκεινα καὶ λόγου παντὸς τὸ Θεῖον, ὦ τᾶν. Ἦ οὐχ οὕτως; {Β.} Φημὶ δή. Βουλὴν δὲ καὶ θέλησιν ἐπείπερ ἡμῖν ὠνόμα σας τοῦ Πατρὸς τὸν Υἱόν, ἆρα ἂν ἔχοις ἐξ ἱερῶν καὶ τοῦτο παραστῆσαι Γραμμάτων; {Α.} Πῶς γὰρ οὔ; Καὶ οἶμαι μὲν ὅτι μάλιστα διαρκῶς ἀναπείσειν, καὶ ἀποχρῶσαν ἡμῖν ἐμποιῆσαι τὴν πληροφορίαν ἀναμέλποντα τὸν Δαβὶδ πρὸς τὸν Θεὸν καὶ Πατέρα· 556 "Ἐν τῇ βουλῇ σου ὡδήγησάς με." Δείξει δὲ ἡμῖν ὁ λόγος καὶ δι' ἐννοιῶν ἑτέρων ἐκβασανίζων τὸ ἀληθές. Ἦ γὰρ οὐχὶ πάντα γέγονε δι' Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, κατὰ τὴν Ἰωάννου φωνήν; {Β.} Ὧδε ἔχει. {Α.} Ψάλλει δέ που Δαβὶδ καὶ τὸν τῶν ὅλων δημιουργὸν Πατέρα καὶ Θεὸν καταθαυμάζων φησίν· "Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Πάντα ἐν σοφίᾳ ἐποίησας·" σοφίαν, οἶμαί που, τὸν Υἱὸν ἀποκαλῶν. {Β.} Τί οὖν τοῦτό γε;
For the difference among wills within us is very great, and they are sometimes opposed to the one who possesses them. For it is not by the same will that we will the good and the base; nor is it by the very same thing that one would choose to be wise and by that same thing the opposite. I think, then, that it is altogether senseless to say that the Father's existence is will. {B.} Yes. {A.} Therefore, if will itself is subject to differences, and no one of sound mind would think that God's nature is thus, then the Father is not will, but being understood in a proper subsistence, he has his own Son as, so to speak, a connatural and co-eternal will, not composed as they suppose, but having him in such a way as one might conceive the things in a simple and wise nature to be; and let curiosity henceforth be at rest. For the Divine is beyond mind and every word, my friend. Is it not so? {B.} I say so. {A.} Since you have named the Son to us as the Father's counsel and will, could you also establish this from the sacred Scriptures? {A.} How could I not? And I think I shall most sufficiently persuade and produce in us adequate assurance, singing with David to God and Father: "In your counsel you guided me." But our argument will also show us, testing the truth through other notions. For were not all things made through the Son, and without him nothing came to be, according to John's voice? {B.} So it is. {A.} And David somewhere sings, marveling at the Father and God, the craftsman of all things, and says: "How great are your works, O Lord! In wisdom you made all things"—calling the Son, I suppose, wisdom. {B.} What then is this?
{Α.} Ὅτι, ὦ φιλότης, ἡ τοῦ Πατρὸς θέλησις, εἴπερ ἐστὶ παρ' αὐτὸν οὐχ ἑτέρα, καὶ οὐκ ἄσοφός γε, σοφία δὲ ὁ Υἱός, πῶς ἂν ἐν ὑπάρξει νοοῖτο τῇ καθ' ἑαυτὸν ὁ Πατήρ; Μετακεχώρηκε γὰρ ἤδη πως εἰς τὸν Υἱόν, καὶ οἱονεί πως ἤδη μεθεὶς τὸ εἶναι λοιπὸν τοῦθ' ὅπερ ἐστί, σοφία γέγονεν, εἴπερ ἐστὶ θέλησις οὐ κατὰ μέθεξιν ἔχουσα τὸ σοφόν, ἀλλ' αὐτόχρημα καὶ σοφία τὸ πᾶν. Προσθείην δ' ἂν ὅτι καὶ εἰκὼν καὶ ὁμοιότης ἑαυτῷ πέφηνεν ὁ Υἱός, εἴπερ ὢν αὐτὸς σοφία καὶ θέλησις, καὶ εἰκών ἐστι τοῦ Πατρός, καίτοι βουλῆς καὶ σοφίας ὠνομασμένου. {Β.} Ἄπαγε τῆς τῶν λογισμῶν ἀτοπίας! {Α.} Μυσαρωτάτη γὰρ ἀληθῶς καὶ πολὺ λίαν ἔχουσα τὸ διεστραμμένον. Εἰκόνα δὴ οὖν καὶ ὁμοίωσιν ἀκριβῆ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας, παραδεξόμεθα τὸν Υἱόν, καὶ οὐχὶ μόνην αὐτῷ προσάπτοντες τὴν ταὐτοβουλίαν, τῆς ὑπὲρ κτίσιν ὑπεροχῆς ἀξιώσομεν, ἀλλ' ἐν μορφῇ τῇ ἐμφερεστάτῃ καταλογιούμεθα τοῦ Θεοῦ καὶ Πατρός, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκείνῳ προσπεφυκότων ἀνακομίζοντες φυσικῶς. Εἰ δέ, ἐπείπερ ἐστὶ συνεθελητής, ταύτῃτοί φασιν ὑπάρχειν αὐτὸν καὶ εἰκόνα τοῦ Πατρός, ὧδε δὲ ἔχων φύσεως τε καὶ μέτρων, οὐ κατέδεισεν εἰπεῖν· "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·" οὐκ ἀπίθανον οἶμαί που τὸ χρῆναι νοεῖν, τὴν οὕτως ὑπερφυᾶ καὶ ὑπέρ κομπον ἀληθῶς καὶ μόνῳ πρέπουσαν τῷ Υἱῷ φωνήν τε καὶ παρρησίαν, οἷά τινα στέφανον ἀναδήσασθαι τὸν Δαβίδ, καὶ μεγαλαυχεῖν ἐφ' ἑαυτῷ λέγοντα σαφῶς· "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί. Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.
{A.} Since, beloved, the will of the Father is not other than himself, and is not without wisdom, and the Son is wisdom, how could the Father be understood to exist in his own proper existence? For he has already in some way passed over into the Son, and, as it were, having already let go of being that very thing which he is, he has become wisdom—if indeed the will possesses wisdom not by participation, but is wholly wisdom itself. I would add that the Son has appeared as image and likeness of himself, if indeed he, being himself wisdom and will, is also the image of the Father, who is nonetheless named counsel and wisdom. {B.} Away with the absurdity of these reasonings! {A.} For it is truly most abominable and exceedingly perverse. Let us therefore accept the Son as the exact image and likeness of the essence of God and the Father, and not, by attributing to him only sameness of will, deem him worthy of the pre-eminence above creation, but let us reckon him in the most closely resembling form of God and the Father, referring everything whatsoever that naturally belongs to him back to him. But if, because he is co-willer, they say that in this respect he is also the image of the Father, and being so in nature and measure, he did not shrink from saying: "He who has seen me has seen the Father. I am in the Father and the Father is in me. I and the Father are one"—I think it is not implausible that one should understand that David, as it were, wove a crown for himself from this truly transcendent and beyond-boasting utterance and boldness, fitting only to the Son, and exulted greatly over himself, saying clearly: "I am in the Father and the Father is in me. He who has seen me has seen the Father.
Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Ἦ γὰρ οὐχὶ συνθελητὴν γεγονότα τὸν ἄνδρα Θεῷ καταθρήσαιμεν ἄν; Ἔφη γάρ που περὶ αὐτοῦ πρὸς τὸν μακάριον Σαμουήλ· "Εὗρον Δαβίδ, τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου." {Β.} Πιθανὸς ὁ λόγος, πλὴν οὐκ ἀσφαλής. 557 {Α.} Κομιδῇ μὲν οὖν ἀπίθανος, ὦ ἑταῖρε, τερθρείας δ' οὖν τῆς ἐκτόπου παραδεικτικός, ἧς οὐκ οἶδ' ὅπως προεστη κότες οὐκ ἐρυθριῶσιν οἱ δι' ἐναντίας. Οὐδὲ γὰρ ἂν ἡμᾶς τὸ συνθελῆσαι μόνον καὶ ταὐτὰ βούλεσθαι τῷ Πατρὶ πρὸς εἰκόνα καὶ ὁμοίωσιν φυσικὴν ἐξεργάσαιτο τὴν αὐτοῦ, δρῴη δ' ἂν τοῦτο καὶ μόνη φύσεως ὁμοιότης, καὶ ἡ κατὰ πᾶν ὁτιοῦν ἐξ αὐτῆς ἰοῦσα τῆς οὐσίας ἐμφέρεια. {Β.} Κατ' εἰκόνα δὴ οὖν τὴν θείαν πῶς ἂν εἴημεν αὐτοί; {Α.} Ὡς ἔναυλον ἔχοντες τὸν Υἱόν, καὶ χαρακτῆρα τὸν θεῖον εἰσοικισάμενοι καὶ πεπλουτηκότες ἐν ἑαυτοῖς. Μεμορφώμεθα γὰρ δι' αὐτοῦ πρὸς Θεόν. Εἶδος δὲ τὸ πάντων ἐπέκεινα καὶ ὑπέρτατον, τουτέστιν ὁ Υἱός, διὰ Πνεύματος ἐνσημαίνεται ταῖς ἡμετέραις ψυχαῖς. Καὶ γοῦν ἐπιστέλλει Γαλάταις ὁ Παῦλος, ἐξ ἐλαφρίας ὠλισθηκόσιν ἐπὶ τὸ ἀκαλλέστερον· "Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν." {Β.} Ἄριστα ἔφης. {Α.} Εὔηθες δὲ καὶ ἑτέρως καὶ ἀκατάσκεπτον κομιδῇ τὸ μὴ οὐχὶ τῆς οὐσίας τοῦ Πατρός, βουλῆς δὲ καὶ θελημάτων εἰκόνα λέγεσθαι τὸν Υἱόν. Ὁ γάρ τοι Φίλιππος,
I and the Father are one." For would we not observe that the man had become of one will with God? For he said somewhere concerning him to the blessed Samuel: "I have found David, the son of Jesse, a man after my heart, who will do all my wills." {B.} The argument is plausible, but not sound. {A.} Indeed, my friend, it is altogether implausible, and it is a display of outlandish quibbling, at which those of the opposing side, having somehow presided over it, are not ashamed. For neither would being of one will alone and willing the same things as the Father work out for us the natural image and likeness of himself, but mere similarity of nature would do this, and the resemblance that comes from the very essence itself in every respect. {B.} How then would we be according to the divine image? {A.} As having the Son dwelling within us, and having taken the divine impress into our home and grown rich in ourselves. For we have been formed through him toward God. And the form beyond all things and most high, that is, the Son, is stamped upon our souls through the Spirit. And indeed Paul writes to the Galatians, who had slipped from lightness into what is less fair: "My little children, for whom I am again in labor until Christ is formed in you." {B.} You have spoken excellently. {A.} But it is foolish and altogether ill-considered in another way too, that the Son should not be said to be the image of the essence of the Father, but of his counsel and wills. For Philip,
"Δεῖξον ἡμῖν τὸν Πατέρα," καὶ οὐχὶ τὴν θέλησιν ἔφασκε τοῦ Πατρός. Ἑαυτὸν δὲ παριστὰς εἰς εἰκόνα τοῦ Πατρὸς ὁ Υἱός, "Ὁ ἑωρακὼς ἐμέ," φησίν, οὐχὶ τὴν θέλησιν τοῦ Πατρός· αὐτὸν δὲ μᾶλλον τεθέαται τὸν Πατέρα. Καίτοι ἐχρῆν δήπου τὸν ἀψευδεῖν ᾑρημένον, μᾶλλον δὲ οὐκ ἔχοντα δόλον ἐν τῷ στόματι αὐτοῦ, τόγε ἐκείνοις δοκοῦν, ἀλλὰ μὴ τοῦτο εἰπεῖν, εἴπερ ἦν οὐχ ὧδε ἔχων. Ἀλλ' ὁ μόνος εἰδὼς τὸν Πατέρα καὶ ὑπὸ μόνου διεγνωσμένος τοῦ Πατρὸς οὐ ψιλῆς ἡμῖν καὶ ἀνυπάρκτου θελήσεως εἰκόνα, χαρακτῆρα δὲ μᾶλλον τῆς ὑποστάσεως τοῦ γεγεννηκότος ἑαυτὸν ἀπέφηνεν εἰπών· "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα." {Β.} Ἀλλ' εἴπερ ὧδε φρονεῖν ἔκ τε τοῦ εἰκότος καὶ πρὸς αὐτῆς ὄντως τῆς ἀληθείας ἀναπεπείσμεθα, τρίβον μὲν ἴμεν τὴν ἀγαθήν· πλὴν ἴσθι τοι κἀκεῖνο ἐροῦντας· ὅ τινος, ὦ βέλτιστοι, χαρακτὴρ εἴη δήπου πάντως ἂν οὐκ ἐν ὑποστάσει τῇ καθ' ἑαυτόν, ἀλλ' οὐδ' ἂν ἰδίαν ἔχοι τὴν ὕπαρξιν, νοοῖτο δ' ἂν μᾶλλον ἐν ὑποκειμένῳ καὶ ὡς ἐν τάξει συμβεβηκότος, εἰ καὶ ἀχωρίστως ἐνείη τυχόν, καθάπερ ἀμέλει τὰ εἴδη τοῖς σώμασιν. Ἀνύπαρκτος οὖν ὁ Υἱός, εἴπερ ἐστὶ καθ' ὑμᾶς ὡς χαρακτὴρ ἐν τῷ Πατρί. {Α.} Ἀχρεῖον, ὡς ἔοικε, καὶ τοῖς ἄγαν αἰσχροῖς ἐναρίθμιον τὸ βούλεσθαί τι νοεῖν ἄριστά τε καὶ ἀδιαπτώτως, πάρα γε τοῖς οὕτω διεστραμμένοις· τὸ δὲ ἀρρωστοῦν εἰς σύνεσιν ἐντετίμηταί που· καὶ παρατροπῆς μὲν ἀεὶ τῆς ἐπὶ τὸ λίαν εὐηθικός, τὸ ἰσοστατοῦν οὐδέν, ἐν μοίρᾳ δὲ τῇ αἰσχίονι τὸ εὖ ἔχειν ὑπειλημμένον.
Show us the Father," and he did not say the will of the Father. But the Son, presenting himself as the image of the Father, says, "He who has seen me"—not the will of the Father—"has rather beheld the Father himself." And yet surely it was fitting for the one who had chosen to be without falsehood, or rather who had no guile in his mouth—at least according to what seemed right to them—to say this and not that, if indeed it were not so. But the only one who knows the Father and is known by the Father alone showed us not the image of a mere and non-existent will, but rather the express image of the hypostasis of the one who begot him, saying: "He who has seen me has seen the Father." {B.} But if we have been persuaded to think thus both from what is fitting and from the truth itself, we walk the good path; nevertheless know that we shall say this too: that of whatever thing, O excellent sirs, there is an express image, it would surely in no way be in a hypostasis of its own, nor would it have its own existence, but would be understood rather in a subject and as it were in the order of an accident, even if perhaps it be inseparably present, just as indeed the forms are in bodies. The Son, then, is non-existent, if indeed according to you he is as an express image in the Father. {A.} Useless, it seems, and numbered among the most shameful things is the wish to think anything best and without error—at least for those so perverted; but that which is sick in understanding is held in honor somewhere; and he is always foolish for turning aside to what is excessive, nothing being equivalent, and in the more shameful portion is what is supposed to be well.
Ἦ οὐκ ἄμεινον ἐννοεῖν ὡς τὴν μὲν τοῦ Υἱοῦ φύσιν, ἥτις ποτέ ἐστι, νῷ μὲν ἐπαθρῆσαι τῷ καθ' ἡμᾶς ἀνέφικτον παντελῶς, μεῖζον δὲ εἰπεῖν ἢ κατὰ δύναμιν λόγου; "Δόξα γὰρ Κυρίου κρύπτει λόγον," κατὰ τὸ γεγραμμένον. Ἐκ πλείστων δὲ ὅσων θεωρημάτων, τὴν ὡς ἐν ἐσόπτρῳ γνῶσιν οὐκ ἀνιδρωτὶ καὶ μόλις ἐρανιζόμεθα, ἰσχναῖς δὲ δὴ λίαν καὶ οἱονεὶ κατερρινημέναις φαντασίαις ἐννοιῶν τὴν ὡς ἐν αἰνίγμασι θέαν εἰς νοῦν συναγείροντες, τὸ ἀκλινὲς ἐν πίστει κερδαίνομεν. Ἐπειδὴ δὲ ἐν κτίσμασι καὶ τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν οὐδὲν ἀκριβῶς καὶ μοναδικῶς ἐξήσκηται πρὸς ἐμφέρειαν τῆς ἀνωτάτω φύσεώς τε καὶ δόξης, συνίεμεν μόλις τὰ περὶ αὐτῆς, τὸ τελοῦν εἰς δήλωσιν ἀφ' ἑκάστου τῶν ὄντων χρειωδῶς ἁρπάζοντες· σπιθαμῇ δὲ ὥσπερ μετροῦντες τὸν οὐρανόν, βραχεῖ κομιδῇ τῷ γε ἐν ἡμῖν ὄντι νῷ πρὸς τὰ ἐπέκεινα νοῦ παντὸς ἀναμύειν οὐ παραιτούμεθα, φῶς τε καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν καὶ ἕτερα ἄττα πρὸς τούτοις φαμὲν εἶναι τὸν Υἱόν. Ὠνόμασται γὰρ οὕτω παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, ἀλλ' οὐχ ἑκάστῳ τῶν ὀνομάτων τὴν ἄρρητον αὐτοῦ φύσιν ἐγκατακλείοντες, ἐκ διαφόρων αὐτὸν συγκεῖσθαί φαμεν, καὶ εἰς ἕν τι τὸ ἀρτίως ἔχον ἀναπεπλέχθαι μόλις. Ἁπλοῦς γάρ ἐστι καὶ μονοειδής, ἀλλ' ἐκ πλείστων ὅσων τῶν αὐτῷ προσπεφυκότων οὐσιωδῶς, εἰς αὐγὰς ὥσπερ ἴμεν ἰσχνὰς τῆς ἐπ' αὐτῷ θεωρίας καὶ συμμέτρου περιωπῆς. Εἰ τοίνυν λέγοιτο χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρός, ἀχωρίστως τε ἅμα καὶ προσπεφυκότως συνυπάρχοντα νόει, καὶ οἱονεὶ τὸ εἶδος αὐτοῦ τοῦ γεγεννηκότος.
Or is it not better to understand that the nature of the Son, whatever it is, is altogether impossible for our mind to grasp, and to speak of it is greater than the power of speech? For "the glory of the Lord hides a word," according to what is written. But from as many contemplations as possible, we do not acquire the knowledge as in a mirror without sweat and only with difficulty, but gathering into the mind the vision as in riddles by very slender and, as it were, attenuated phantasies of thoughts, we gain the unwavering in faith. Since, however, among created things and those subject to generation and corruption, nothing is exactly and singularly practiced toward the resemblance of the highest nature and glory, we understand the things concerning it only with difficulty, snatching up what contributes to its manifestation from each of existing things as needed; and as it were measuring heaven with a span, we do not refuse to open our eyes with the very little mind that is in us toward the things beyond all mind, and we say that the Son is light and life and wisdom and power and certain other things besides these. For he has been named thus in the God-inspired Scripture, but we do not enclose his ineffable nature in each of the names, saying that he is composed of different things and is barely woven together into one thing as it presently stands. For he is simple and uniform, but from as many things as are naturally united to him essentially, we come as it were to slender rays of contemplation of him and of proportionate viewing. If, then, he is called the character of the Father's hypostasis, understand that these things coexist inseparably and naturally, and as it were the form of the one who begot him.
Ἡνίκα δ' ἂν καὶ ἀπαύγασμα μονονουχὶ φωτὸς προέντος τε καὶ ἀπαστράψαντος, εἰς νοῦν ἔχε τὴν ἐκ Πατρὸς οἱονεί πως εἰς τὸ ἔξω διεκδρομήν, οὔτε εἰσάπαν ἀπηλλαγμένως τῆς ὅθεν ἐστὶν ὑποστάσεως, οὔτε μὴν εἰσάπαν συνεσταλμένως, προεκκύπτουσαν δὲ ὥσπερ εἰς τὸ ὑφεστάναι καθ' ἑαυτὴν καὶ εἰς ὕπαρξιν ἰδικήν. Ἐμφιλοχωρεῖ μὲν γὰρ τῇ τοῦ Πατρὸς φύσει, μονο νουχὶ ῥίζαν ἔχων αὐτὴν ὁ Υἱὸς καὶ τομῆς τῆς εἰσάπαν οὐκ ἀνεχόμενος, πλὴν ὑφέστηκεν ἰδικῶς, καὶ ἔστιν Υἱὸς ἀληθῶς, οὐκ ἀνυπόστατος χαρακτήρ, οὐδὲ ἀνυπάρκτως ἐπερριμμένος, ἢ συμβεβηκώς, ὡς εἶδος ἐν σώματι. Ζωὴ γὰρ ὢν κατὰ φύσιν, πῶς ἂν νοοῖτο μὴ ὑφεστάναι; Ἦ οὐ διεπύθου λέγοντος· "Ἐγώ εἰμι ὁ ὤν, τοῦτό μού ἐστιν ὄνομα, καὶ μνημόσυνον αἰώνιον γενεαῖς γενεῶν;" {Β.} Εὖ λέγεις. Εἰς καιρὸν δὲ ἡμῖν ὄντα τε ἔφης καὶ ζωὴν τὸν Υἱόν, ὡς χαρακτῆρά που πάντως καὶ ὁμοίωσιν ἀκριβῆ τοῦ ὄντος τε καὶ ζῶντος Πατρός. Ἀλλὰ τί δῆτα, φασίν, εἴπερ ὧδε ἔχει, ζωὴν δέχεται παρὰ τοῦ Πατρός; Ἔφη γὰρ αὐτός· "Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ δέδωκε ζωὴν
But whenever you also think of a radiance, so to speak, of light that has come forth and flashed out, understand it as a kind of running forth from the Father to the outside, neither wholly separated from the subsistence from which it is, nor yet wholly contracted, but as it were projecting outward into subsisting by itself and into its own existence. For the Son dwells in the nature of the Father, having it, so to speak, as a root, and not enduring complete severance, yet he subsists in his own particular way and is truly a Son, not a character without subsistence, nor one cast about without existence, or an accident, as a form in a body. For being life by nature, how could he be conceived as not subsisting? Or did you not inquire of him who says: "I am he who is, this is my name, and an eternal memorial to generations of generations"? {B.} You speak well. And you said that the Son is both being and life, as being in some way altogether the express image and exact likeness of the Father who is and lives. But why then, they say, if this is so, does he receive life from the Father? For he himself said: "For just as the Father has life in himself, so he has also given to the Son to have life
ἔχειν ἐν ἑαυτῷ." Καὶ μὴν καὶ ἑτέρωθι, καταναρκήσας οὐδέν· "Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατὴρ κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ." Πρὸς ἡμᾶς δὲ ὁ Παῦλος, "Ὁ δὲ Θεός, ἔφη, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησε τῷ Χριστῷ, χαριτί ἐστε σεσωσμένοι, καὶ συνήγερκε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπου ρανίοις ἐν Χριστῷ Ἰησοῦ." Καὶ ὅλως διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς, ζωοποιούμενός τε παρὰ τοῦ Πατρὸς καὶ ζωῆς ὁρᾶται μέτοχος. Τίνα δὴ οὖν ἄρα τρόπον τἀληθὲς ἀντεξοίσομεν τοῖς δι' ἐναντίας, ὡς ἥδιστα ἄν σου διαπυθοίμην. {Α.} Καὶ μὴν ἄριστά σοι καὶ οὐκ ἀποσκόπως που λέγειν ἐδόκουν, οὐχὶ τῆς βουλήσεως τοῦ Πατρός, ἀλλ' οὐσίας καὶ ὑποστάσεως χαρακτῆρα τὸν Υἱὸν νοεῖσθαι δεῖν, καὶ οὐκ ἀπᾳδόντως τῇ θείᾳ Γραφῇ. {Β.} Ἄριστα μὲν οὖν· ἀποφήσαιμι γὰρ ἂν οὐδαμῶς τό γε ὀρθῶς ἔχον τε καὶ εἰρημένον. {Α.} Ἐν δέ γε τοῖς οὖσιν, ὅσα μὴ μόνον εἰς σχῆμα καὶ εἶδος μεμόρφωται τό τινος, οὐσιώδη δὲ μᾶλλον διεκληρώσατο τὴν ἐμφέρειαν, ὁμοφυῆ δήπου πάντως εἶεν ἄν, καὶ τῆς κατὰ πᾶν ὁτιοῦν ὁμοιότητος ἀνενδεῶς ἐξημμένα. {Β.} Πῶς δὴ φής; Οὐ γάρ μοι μάλα σαφὴς ὁ λόγος. {Α.} Τὸ χαλκοῦ, φέρε εἰπεῖν, ἢ λίθου πεποιημένον ἀνδροειδὲς ἄγαλμα, πότερα τῆς τοῦ δεῖνος οὐσίας ἤγουν εἴδους καὶ μορφῆς ἐξεικονισμὸς εἴη ἄν; {Β.} Εἴδους δηλονότι.
to have it in himself." And indeed also elsewhere, having grown in no way weary: "Just as the living Father sent me and I live because of the Father, and the one who eats me, that one also will live because of me." But Paul says to us, "But God, being rich in mercy, because of the great love with which he loved us, even when we were dead in our trespasses, made us alive together with Christ—by grace you are saved—and raised us up together and seated us together in the heavenly places in Christ Jesus." And in general, through all of the divinely inspired Scripture, so to speak, he is seen both as being made alive by the Father and as a partaker of life. In what way, then, shall we set the truth against those who oppose us? I would most gladly inquire of you. {A.} And indeed you seemed to me to speak excellently and not inappropriately, that the Son must be understood as the impress not of the Father's will, but of his essence and subsistence, and not inconsistently with the divine Scripture. {B.} Excellently indeed; for I would in no way deny what is correct and well said. {A.} But among things that exist, those which are molded not merely into the shape and form of something, but rather have inherited a substantial likeness, would surely be altogether of the same nature, and would be attached without lack to similarity in every respect. {B.} How do you mean? For the argument is not very clear to me. {A.} A human-shaped statue made, say, of bronze or stone—would it be a representation of the essence of some particular person, or of his form and shape? {B.} Of his form, clearly.
{Α.} Ὅ γε μὴν τοῦ δεῖνος υἱός, πρὸς αὐτῆς εἰς τοῦτο πλαστουργηθεὶς τῆς φύσεως καὶ ἄκρως ἐξησκημένος πρὸς ὁμοίωσιν τοῦ γεννήσαντος, λόγοις δὲ δή φημι τοῖς κατὰ τὴν φύσιν, ἆρ' οὐκ ἂν νοοῖτο λοιπὸν φυσική τε καὶ οὐσιώδης εἰκών; {Β.} Ναί. {Α.} Ὄντος δὴ οὖν ἤδη σαφοῦς τε καὶ ἐναργοῦς ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὑποστάσεως χαρακτὴρ ὑπάρχων ὁ Υἱός, ἀδιαλώβητόν τε καὶ ἀπαράσημον τὸ θεῖον ἐν ἑαυτῷ παρέδειξε κάλλος, διαρρήδην εἰπών· "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·" καὶ "Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·" πῶς οὐκ ἀναγκαῖον ἐννοεῖν ὡς τοῖς τῆς θεότητος ἰδιώμασιν ὑπάρχων διαπρεπής, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ, κατ' οὐδένα τρόπον ἀπολισθήσειεν ἂν τοῦ εἶναι ζωὴ καὶ ζωοποιός, ἵνα μὴ διὰ τῆς εἰκόνος ὑβρίζηταί πως ὁ οὗπέρ ἐστιν εἰκών; Συμβήσεται γάρ, εἴπερ οὐχ ὧδε ἔχει, τό γε ἧκον εἰς τὸν Υἱόν, ὅς ἐστιν εἰκὼν τοῦ Πατρός, ζωὴν μὲν οὐκ ἔτι, ζωῆς δὲ μᾶλλον ἐπιδεᾶ καὶ τῆς παρ' ἑτέρου μέτοχον, καὶ αὐτὸν ἤδη πως ὑποπτεύεσθαι τὸν Πατέρα. Ἢ πῶς ἂν γένοιτο τοῦ ζωογονοῦντος εἰκὼν ἀπαράλλακτος τὸ ζωογονούμενον, τοῦ πλουσίως ἔχοντος τὸ ἐπιδεές, τοῦ διανέμειν ἑτέροις οἵου τε τὸ καὶ ἰδίᾳ φύσει μὴ ἐπαρκοῦν; {Β.} Εὖ λέγεις. {Α.} Οἱ δὲ δὴ ζωῆς μέτοχον καὶ οὐκ αὐτὸ κατὰ φύσιν ὑπάρχειν ζωὴν πεφλυαρηκότες τὸν Υἱόν, ὅποι ποτὲ θεῖεν ἂν τὴν αὐτοῦ φύσιν, ὡς ἑτέραν οὖσαν παρὰ τὴν ἐν αὐτῷ ζωήν, ἐννοεῖν οὐκ ἔχω. Ἦ οὐκ ἀνάγκη τὸ ἐν μεθέξει τινὸς γενέσθαι πεπιστευμένον ἑτεροφυὲς εἶναι παρ' αὐτό, ἵνα μὴ αὐτό τι ἑαυτοῦ λέγοιτό τε καὶ ὁρῷτο μέτοχον, εἴπερ ἐστὶν ὁμοφυές; {Β.} Ἀνάγκη.
{A.} The son of so-and-so, then, having been fashioned to this end by nature itself and perfectly trained for the likeness of the one who begot him—and I mean by the words that accord with nature—would he not henceforth be understood as a natural and essential image? {B.} Yes. {A.} Since it is therefore already clear and evident that the Son, being the impress of the hypostasis of God the Father, displayed in himself the divine beauty undefiled and without blemish, having plainly said, "I am in the Father and the Father is in me," and "The one who has seen me has seen the Father," how is it not necessary to understand that, being distinguished by the properties of the Godhead, just as indeed the Father also is, he would in no way slip away from being life and life-giving, lest through the image the one whose image he is be somehow insulted? For it will follow, if indeed it is not so, as far as it depends on the Son, who is the image of the Father, that he is no longer life, but rather is in need of life and a partaker of it from another, and that the Father himself is already in some way suspected. Or how could the life-giving one be an exact image of the one being given life, the one who has richly the one who is in need, the one who is able to distribute to others the one who does not suffice by his own nature? {B.} You speak well. {A.} But those who have babbled that the Son is a partaker of life and not life itself by nature, I cannot understand where they would ever place his nature, as being other than the life in him. Or is it not necessary that what is believed to have come to be in participation of something be of a different nature from it, so that it may not be said and seen to be a partaker of itself, if indeed it is of the same nature? {B.} It is necessary.
{Α.} Οὐκοῦν, εἰ μή ἐστι ζωὴ κατὰ φύσιν ὁ Υἱός, ἐν ἰδίᾳ που πάντως ἔσται φύσει, μεταλαχὼν ὡς ἑτέρας, ἢ ὅπερ ἐστὶν αὐτὸς τῆς ἐν αὐτῷ ζωῆς. Ἀποκρινάσθων δὴ οὖν οἱ τοσούτῳ παρεφθαρμένοις συναθλοῦντες δόγμασιν, ὑπὸ ποῖον ἡμῖν ἔσται κατ' ἐκείνους γένος· προαπέδειξε γὰρ ἡμῖν ὁ λόγος ὅτι μὴ γενητός. {Β.} Ζωή, φησί, γέγονε παρὰ τοῦ Πατρός· ἔφη γὰρ ὁ Ἰωάννης· "Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν." Ὁ Υἱὸσοὖν ἐστι ζωή. {Α.} Συνεισδήσας οὖν ἄμφω καὶ εἰς ἕν τι συνενεγκὼν ζωήν τε καὶ τὸν Υἱόν, οὐχ ἕτερον εἶναι φὴς παρὰ τὴν ἐν αὐτῷ ζωήν, ὡς διαφόροις ὀνόμασι τὴν ἑνὸς ἡμῖν τοῦ νοουμένου κατασημαίνεσθαι φύσιν, εἴτουν Υἱὸς εἴτε ζωὴ λέγοιτο τυχόν; {Β.} Οὕτω φημί. {Α.} Εἶτα πεποιῆσθαι παρὰ τοῦ Πατρὸς ὑπειλήφασι τὴν ζωήν· καὶ πῶς ἂν οὐχὶ μωρίας αὐτοῖς ἐπίκλημα καὶ γραφὴ τὸ χρῆμα λοιπόν; Ἦ οὐχὶ τὸ γεγονὸς ἐξ ἀνυπαρξίας παρῆχθαι λέγειν, καὶ οὐχ ἑκόντας, ἀνάγκη, καὶ τὸ εἰς ἀρχὰς τοῦ εἶναι παρακεκομισμένον τοῦ εἶναι πρεσβύτερον τὸ μὴ εἶναι λαχεῖν; Ἀλλ' οὐ τοῦτό γε, ὦ βέλτιστοι, ζωή, πολλοῦ γε καὶ δεῖ. Ζωὴ γάρ ἐστιν οὐ τὸ εἰς ζωὴν παρηγμένον· πρέποι
{A.} If, then, the Son is not life by nature, he will surely be in some nature of his own, having partaken of it as of another, or else he is himself what the life in him is. Let those, then, who contend for doctrines so utterly corrupted answer: under what kind, according to them, shall he be reckoned by us? For our argument has already shown that he is not a creature. {B.} "Life," he says, "has come to be from the Father"; for John said: "What has come to be in him was life." The Son, therefore, is life. {A.} Having then bound both together and brought life and the Son into one, do you say that he is not other than the life in him, so that by different names the nature of one thing that is understood is signified to us, whether it chance to be called Son or life? {B.} So I say. {A.} Then they have supposed that life was made by the Father; and how shall this not be an accusation of folly against them, and the matter henceforth a matter for Scripture? Or is it not necessary to say that what has come to be was brought forth out of non-existence, and that what has been conveyed into the beginnings of being obtained non-being as older than being—and not willingly, but by necessity? But surely not this, O best of men—far from it—is life. For life is not that which has been brought into life; for it would be fitting
δ' ἂν μᾶλλον αὐτῇ τὸ εἶναι διὰ παντός, ἄναρχόν τε καὶ ἀτελεύτητον τὴν ὕπαρξιν ἔχειν. Εἰ δὲ δὴ σοφὸν οἴονται καὶ κατεσκεμμένον ὑπάρχειν αὐτοῖς τὸν λόγον, τὸν ἐν μεθέξει ζωῆς, κἂν εἰ νοοῖτο ζωή, πρεσβεύοντα τὸν Υἱόν, ἀκουόντων ὅτι ζωὴ λέγοιτ' ἂν τὸ ζωοποιοῦν, οὐχὶ τὸ ζωοποιούμενον, καθάπερ ἀμέλει καὶ φῶς καὶ σοφία καὶ δύναμις, οὐ τὸ φωτὸς ἐπιδεὲς καὶ σοφίας τητώμενον καὶ ἰσχύος τῆς παρ' ἑτέρου γλιχόμενον, τὸ φωτίζον δὲ μᾶλλον καὶ σοφοὺς ἀποτελοῦν καὶ δυναμοῦν ἑτέρους. Ἦ οὐχὶ δὴ τρίβον ἰέναι σοι δοκῶ τὴν εἰς εὐθύ τε καὶ ἀκαμπῆ καὶ ταῖς ἐκ νόμου ψήφοις ἐπαινουμένην; "Ὁδῷ γάρ, ἔφη, πορεύσῃ βασιλικῇ." {Β.} Καὶ μάλα. {Α.} Τὸ δὲ δὴ σχέσει τῇ μὴ κατὰ φύσιν καταπλουτοῦν καὶ μόλις τό γε ὅλως εἶναι τοῦθ' ὅπερ ἐστί, πῶς ἂν ἐν ἴσῳ γένοιτό ποτε τῷ καὶ μετασχεῖν ἐφιέντι, καὶ χαριζομένῳ μεταλαχεῖν τῶν ἰδικῶς αὐτῷ προσεῖναι πεπιστευμένων; Ἀκούω γὰρ λέγοντος τοῦ Υἱοῦ· "Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ." Καὶ μάλα εἰκότως. Ἐνεργήσει γὰρ ἐν ἴσῳ καὶ οὔτι που παρηλλαγμένως ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ φύσις. Ζωὴ γάρ ἐστιν ὁ Πατήρ, ζωὴ δὲ καὶ ὁ Υἱός, οὐ μεῖον ἢ ὁ Πατήρ. {Β.} Ἀλλ', οἶμαί γε δή, φαῖεν ἂν ὅτι ψευδομυθεῖς, ὦ οὗτος, οἴχεται δὲ δή σοι πρὸς τὸ μηδὲν ἤδη πως ὁ νοῦς καὶ τῶν μὲν ἐξ ἀκριβείας διημάρτηκεν ἐννοιῶν, τὸ δὲ τοῦ Πατρὸς ὑπερανεστηκός τε καὶ ὑπερκείμενον ἔν γε τῷ εἶναι ζωὴ κεκιβδήλευκέ τε καὶ κατασμικρύνας ἔχει. Πῶς γὰρ ἢ πόθεν ἐν ἴσῳ κείσεται τῷ Υἱῷ, καὶ εἰ καλοῖτο ζωή;
But it would rather have its being through it [the life] throughout, possessing existence without beginning and without end. But if they think that the Word is wise and furnished with understanding for them—the Word who is in participation of life, even if he be conceived as life, who honors the Son—let them hear that "life" would be said of that which gives life, not of that which is given life, just as indeed also light and wisdom and power [are said] not of that which is in need of light and destitute of wisdom and longing for strength from another, but rather of that which enlightens and makes others wise and empowers. Or do I not seem to you to be walking a path that is straight and unbending and praised by the votes of the law? "For by the royal road," it says, "you shall journey." {B.} Indeed. {A.} But that which is enriched by a relation not according to nature and scarcely is at all that which it is—how could it ever be on equal terms with that which both grants participation and bestows a share of the things believed to belong peculiarly to it? For I hear the Son saying: "For just as the Father raises the dead and gives life, so also the Son gives life to whom he wills." And quite reasonably. For the nature of the Father and of the Son will work equally and in no way differently. For the Father is life, and the Son is also life, no less than the Father. {B.} But, I think indeed, they would say that you are telling false myths, my good man, and your mind has now somehow gone off to nothing and has missed the precise conceptions, and you have adulterated and diminished the Father's transcendence and supremacy in respect of being life. For how or whence shall he be placed on equal terms with the Son, even if he be called life?
{Α.} Βραχὺ πρὸς λόγους διαμελλήσαντες, ἀτρέμα ἔχειν δεῖν οἰησόμεθα μὲν ἡμεῖς. Οἱ δὲ τοῖς σφῶν αὐτῶν συναθλοῦντες δόγμασι, καὶ πειράσθων ἀναπείθειν ὡς ἀμείνων μὲν ἢ καθ' Υἱὸν ζωοποιὸς ὁ Πατήρ, μείων δὲ ἢ κατ' αὐτόν, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱός. Ἀλλ' ἔσονται μὲν οὐχ οἷοί τε τοῦτο δρᾶν, οἶδ' ὅτι, καταμαντεύσονται δὲ τὸ δοκοῦν καὶ καθοριοῦσιν εὐκόλως ἃ ἂν βούλωνται τοῦ Υἱοῦ, καὶ θεσμοῖς ἰδίοις τὴν ἁπάντων βασιλίδα καταζευ γνύντες φύσιν. Εἶτα τιμᾶν οἴονται τὸν Πατέρα τὸν ἐξ αὐτοῦ πεφηνότα κατὰ φύσιν Υἱὸν ταῖς εἰς τὸ μεῖον καταλυποῦντες ψήφοις, καίτοι λέγοντα σαφῶς· "Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με·" καὶ, "Ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με." Τίνα γὰρ τρόπον καταθρήσαιμεν ἂν ζωὴν ὄντα κατὰ φύσιν ἐν Υἱῷ τὸν Πατέρα, εἰ μὴ νοοῖτο ζωὴ κατὰ φύσιν καὶ ὁ Υἱός; Τί δὲ οὐχὶ καὶ φάσκοντι πιστευτέον τὸ "Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή;" Συνάρθρως δὲ καὶ μοναδικῶς ἑαυτὸν εἶναι λέγων τὴν ζωήν, ἆρ' οὐκ ἐξώσειεν ἂν τοῦ εἶναι ζωὴν τὸν Πατέρα καὶ Θεόν, εἰ μὴ φύσεως μιᾶς ἄμφω τε εἶναι δώσομεν, καὶ δι' ἀμφοῖν εἰς ἡμᾶς ἐν ἴσῳ τὸ χρῆμα ἰέναι, καὶ οὔτι που δυοῖν, ἀλλ' ὡς ἐξ ἑνὸς τοῦ τὰ πάντα ζωογονοῦντος Θεοῦ; {Β.} Ὧδε ἔχει. {Α.} Ἦ οὐκ "ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν;" {Β.} Παντάπασι μὲν οὖν, εἴπερ εἶναι συγχωρήσομεν ἀληθῆ τὸν ἱερώτατον Παῦλον. {Α.} Ἀληθὴς μὲν οὖν· πῶς γὰρ οὔ; Ζῇ γὰρ ἐν αὐτῷ καὶ λαλεῖ Χριστός, ὅς ἐστιν ἡ ἀλήθεια. Θέα δὴ οὖν, ὦ φιλότης, ὡς ἐν Θεῷ μὲν Πατρὶ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν.
{A.} Having delayed a little before our words, we for our part will think that we ought to remain calm. But let those who contend for their own doctrines also try to persuade us that the Father is a better life-giver than the Son, and that he is less than he—although the Son is life by nature. But they will not be able to do this, I know well; rather they will divine what seems good to them and will easily define whatever they wish concerning the Son, and by their own laws they will yoke the nature that is queen of all things. Then they think they honor the Father by leaving the Son, who appeared from him by nature, with votes for the lesser, although he says clearly: "He who believes in me does not believe in me, but in the one who sent me;" and, "He who sees me sees the one who sent me." For in what way could we discern the Father as life by nature in the Son, if the Son too is not understood as life by nature? And why should we not believe the one who says: "I am the way and the truth and the life?" And when he says with the article and in the singular that he himself is the life, would he not exclude the Father and God from being life, unless we grant that both are of one nature, and that the thing comes to us equally through both, and not as from two, but as from one God who gives life to all things? {B.} So it is. {A.} Is it not "in him we live and move and are?" {B.} Absolutely, if indeed we will concede that the most sacred Paul speaks the truth. {A.} He is true indeed; for how could he not be? For Christ lives and speaks in him, who is the truth. Consider then, O friend, how in God the Father we live and move and are.
Ὁ δέ γε τοῦ εἶναι καὶ ζῇν χορηγὸς οὐχ ἕτερος ἂν εἴη παρὰ τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱόν, ὃς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν ὑπάρχων διαπρεπὴς καὶ ζωῆς τῆς κατὰ φύσιν βλάστημα ζωοποιόν, ὡς ἴδιον ἀγαθὸν ἐνίησι τὴν ζωὴν τοῖς τούτου δεδεημένοις καὶ ὅλην συνέχει πρὸς τὸ εἶναι τὴν κτίσιν. Καὶ γοῦν Ἰουδαίοις προσλαλῶν, "Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ." Εἶτα τὴν ἰδίαν ἡμῖν κατασημαίνων φύσιν, "Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν· ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς." Εἴπερ οὖν ἐν ἴσῳ τε καὶ ἀπαραλ λάκτως ἐνεργὸς ἐν ἡμῖν ὁ Υἱός, κατά γε τὸ εἶναι ζωὴ καὶ οὐ μεῖον ἢ ὁ Πατήρ, πῶς οὐκ ἐν ἴσοις αὐχήμασι θεῖεν ἂν οὐσίας αὐτόν, εἴπερ ἕλοιντό τινες ὀρθὰ φρονεῖν ἐπ' αὐτῷ καὶ διασκέπτεσθαι δεῖν; {Β.} Ἀλλ' ἑψόμεθα, φησίν, οἷς αὐτὸς εἴρηκεν ὁ Υἱός. Ἔφη γὰρ ἀναφανδόν· "Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν
But the provider of being and of life would be no other than the Son who has appeared from him, who, being distinguished by the Father's own properties and being a life-giving offspring of life according to nature, instills life into those who need it as his own good, and holds the whole creation together toward being. And indeed, speaking to the Jews, he says: "Amen, amen, I say to you, Moses did not give you the bread from heaven, but my Father gives you the true bread from heaven. For the bread of God is the one who comes down from heaven and gives life to the world." Then, signifying to us his own nature, he says: "Amen, amen, I say to you, the one who believes has eternal life. I am the bread of life." If, then, the Son is active in us equally and without variation, in that he is life and no less than the Father, how would they not place him in equal prerogatives of essence, if indeed some should choose to think rightly about him and to consider it necessary? {B.} But, he says, we will follow what the Son himself has said. For he said openly: "For just as the Father has life in
ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ." {Α.} Προστίθει τὸ λεῖπον, ἤγουν ἀδικῶν ἴσθι τοι τὸ ἀληθές. {Β.} Τὸ τί δή; {Α.} Τὸ οἷς ἔφης ἀναγκαίως καὶ χρειωδῶς ἐπενηνεγμένον, τουτέστι· "Καὶ ἐξουσίαν δέδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν." {Β.} Ἔοικας, οἶμαί που, καταδηλοῦν ἐκεῖνο θέλειν ὅτι ζωὴν δέχεται παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς οὐχ ᾗ νοεῖται καὶ ἔστι Θεός, ἀλλ' ᾗ γέγονεν ἄνθρωπος, ὁ φύσει μὲν οὐκ ἔχων τὸ εἶναι ζωή, ζωῆς δὲ μᾶλλον τῆς παρὰ Θεοῦ μέτοχος. {Α.} Καίτοι τί δήποτε μὴ οὐχὶ μᾶλλον σαυτῷ, ταυτὶ δὲ ἀβούλως ἀνάπτεις ἐμοί; Οὐ γὰρ διεπύθου λέγοντος ὅτι δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ καὶ τοῦ κρίνειν τὴν ἐξουσίαν ὅτι Υἱὸς ἀνθρώπου ἐστίν; 563 {Β.} Ἐπυθόμην· τὸ δὲ δὴ δοῦναι νυνὶ κατὰ μόνου τοῦ κρίνειν τετάχθω, φησίν. Ἐπειδὴ γὰρ τὸ κρίνειν ὁ νόμος ὡς γέρας ἐξαίρετον ἀνετίθει Θεῷ (ἔφη γὰρ ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν), δέχεται τὸ Θεοῦ γέρας ὡς ἄνθρωπος. {Α.} Τὸ δέ γε ζωογονεῖν, ὦ βέλτιστοι, πρέποι ἂν ἑτέρῳ μᾶλλον ἢ Θεῷ; Καίτοι καὶ Παῦλος ἡμῖν ὁ σοφώτατος, Τιμοθέῳ γράφων, "Διαμαρτύρομαι, φησίν, ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα." {Β.} Ναί, πρέποι ἂν καὶ τοῦτο, φησί, τῷ Θεῷ, ἀλλὰ τί μήν; {Α.} Τὸ δὲ Θεῷ πρέπον, καὶ οὐσιωδῶς ἀνημμένον, ἆρ' οὐχὶ τῇ ἀνθρώπου φύσει δοτόν τε καὶ ἐπακτόν; {Β.} Καὶ τοῦτο ἀληθές. {Α.} Ἄνθρωπος δὲ καθ' ἡμᾶς ὁ Χριστός, εἰ καὶ νοοῖτο Θεὸς καθὸ πέφηνεν ἐκ Θεοῦ; {Β.} Ναί· πῶς γὰρ οὔ; {Α.} Φύσεως οὖν ἄρα τῆς θείας ἴδιον καὶ ἐξαίρετον ἔργον ἦν τὸ ὡς ἀνθρώπῳ δοτόν, τουτέστιν ἡ ζωή;
to himself, so he has also given to the Son to have life in himself." {A.} Add what is missing—that is, know that you are wronging the truth. {B.} What is it? {A.} That which you said was necessarily and usefully added, namely: "And he has given him authority also to execute judgment, because he is the Son of Man." {B.} You seem, I think, to want to make clear that the Son receives life from the Father not insofar as he is understood and is God, but insofar as he has become man, who by nature does not have being life, but is rather a partaker of the life that comes from God. {A.} And yet why on earth do you not rather attach these things to yourself, but recklessly fasten them on me? For did you not hear when he said that the Father has given the Son to have life in himself, and the authority to judge because he is the Son of Man? {B.} I heard it; but let the giving, as he says, be now understood as applying only to the judging. For since the law assigned judging to God as a prerogative (for it said that judgment is God's), he receives God's prerogative as man. {A.} But does giving life, my good sir, befit anyone else more than God? And indeed Paul, the wisest of men, writing to Timothy, says, "I charge you before God who gives life to all things." {B.} Yes, he says, this too would befit God—but what then? {A.} But what befits God, and is essentially attached to him—is it not given and added to human nature? {B.} That too is true. {A.} And is Christ man according to us, even if he is understood as God insofar as he has appeared from God? {B.} Yes; how could he not be? {A.} So then, was it a peculiar and exceptional work of the divine nature that life should be given to him as man?
{Β.} Ἀλλ' ὁ Πατὴρ λέγεται τῷ Υἱῷ δεδωκέναι τὴν ζωήν. {Α.} Προστίθει τὸν χρόνον καὶ λελύσθω τὸ ζητούμενον. Ὅτε γὰρ πέφηνε καθ' ἡμᾶς, τότε δὴ τότε καὶ ζωοποιεῖσθαι λέγεται, καίτοι ζωὴ κατὰ φύσιν αὐτὸς ὢν ὡς ἐκ Θεοῦ καὶ ζωῆς. Καὶ γοῦν λεγομένου τοῦ Πατρὸς ὡς οὐκ ἔχοντι τῷ Υἱῷ χορηγῆσαι τὴν ζωήν, κατίδοι τις ἄν, καὶ λίαν ἀμογητί, ζωῆς ὄντα χορηγὸν ἑαυτῷ τὸν Υἱόν, καὶ οὔτι πού φαμεν καθὸ νοεῖται Θεός, καθὸ δὲ πέφηνεν ἄνθρωπος, ᾧ δοτόν τε καὶ εἰσκεκριμένον ἔξωθεν ἡ ζωή. Ἔφη μὲν γὰρ ὁ μακάριος Παῦλος· "Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν." Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ ταῖς ἑτέρου μᾶλλον, ἀλλὰ ταῖς ἰδίαις ἐνεργείαις τὸ χρῆμα διδούς, πρὸς Ἰουδαίους φησὶ περὶ τοῦ ἰδίου σώματος· "Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." {Β.} Πῶς οὖν ἐνήργηκεν ὁ Πατὴρ ἐν τῷ Υἱῷ τὴν ζωήν, εἴπερ ἀνεβίω Χριστὸς ταῖς ἑαυτοῦ δυνάμεσί τε καὶ ἐνεργείαις; {Α.} Ὅτι ζωῆς ὄντος τοῦ Πατρός, ζωὴ πέφηνεν ἐξ αὐτοῦ κατὰ φύσιν τε καὶ ἀληθῶς ὁ Υἱός, τῆς τοῦ τεκόντος οὐσίας ἐμφαντικός, καὶ ὅλος μὲν ὑπάρχων ἐν τῷ Πατρί, φέρων δὲ αὖ ὁλοκλήρως ἐν ἑαυτῷ τὸν Πατέρα. Ταύτῃ τοί φαμεν τὸ Πατρὸς ἐνέργημα καὶ τοῦ Υἱοῦ, καὶ ὅπερ ἂν ὁ Υἱὸς ἐργάσαιτο, τοῦτό ἐστιν ἐνέργημα τοῦ Πατρός.
{B.} But the Father is said to have given life to the Son. {A.} Add the time, and the question is resolved. For when he appeared among us, then, precisely then, he is said also to be made alive, although he is life by nature as being from God and from Life. And indeed, when it is said that the Father supplied life to the Son as to one who did not have it, one may see, and that quite effortlessly, that the Son is a supplier of life to himself, and we say this not at all in respect of his being conceived as God, but in respect of his having appeared as man, for whom life is given and introduced from outside. For the blessed Paul said: "But if the Spirit of him who raised Jesus from the dead dwells in you, he who raised Christ Jesus from the dead will also give life to your mortal bodies through his Spirit who dwells in you." And our Lord Jesus Christ, giving the matter not rather by another's workings but by his own, says to the Jews concerning his own body: "Destroy this temple, and in three days I will raise it up." {B.} How then did the Father work life in the Son, if Christ rose again by his own powers and workings? {A.} Because, since the Father is Life, the Son appeared from him as Life by nature and truly, manifesting the essence of the Begetter, and being wholly in the Father, and again bearing the Father wholly in himself. In this way, then, we say that the working is the Father's and the Son's, and whatever the Son might work, this is the working of the Father.
Καὶ γοῦν τὴν ὡς ἐκ Πατρὸς ἐνέργειαν ἰδίαν οὖσαν ἐπιδεικνὺς καὶ τὸ ἐν ἅπασιν ἰσουργὸν τῆς πρὸς αὐτὸν ὁμοουσιότητος μήνυσιν ἐναργῆ τοῖς φιλομαθέσι παρατιθείς, "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι, φησίν, εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε." Ὁτὲ δὲ αὖ· "Ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." Οὐ γὰρ δὴ χρῆναι πρέπειν τοῖς τῆς ἀνθρω πότητος μέτροις τὰ θεοπρεπῶς εἰργασμένα διενοεῖτό που, τῇ δέ γε ἀρρήτῳ καὶ ὑπὲρ νοῦν ἀνετίθει φύσει· διά τοι τοῦτό φησι· "Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε." Τὰ γάρ τοι θεοπρεπῶς καὶ ὑπὲρ λόγον ἐξειργασμένα τοῖς τῆς κενώσεως μέτροις ἐμφιλοχωρεῖν οὐκ ἐᾷ τὴν ἐπ' αὐτῷ δόξαν τε καὶ πίστιν, αἴρεται δὲ ὥσπερ ὑψοῦ, καὶ ἄνθρωπος μὲν οὔτι που ψιλός, Θεὸς δὲ ἔτι καὶ ἐκ Θεοῦ γινώσκεται. Ἦ οὐκ ἀληθὲς ὅ φημι; {Β.} Πάνυ μὲν οὖν. {Α.} Ἀλλά με μικροῦ καὶ τόδε παριππεῦσαν ᾤχετο. {Β.} Τὸ ποῖόν τι φής; {Α.} Τὸ παροισθὲν ἀρτίως τοῦ Παύλου λόγιον, ἐν ᾧ καὶ μάλα σαφὴς ἡ δίδαξις ἦν ὡς διὰ τοῦ ἁγίου Πνεύματος ἡ παρὰ Πατρὸς ζωοποίησις ἔν τε αὐτῷ τῷ Χριστῷ καὶ ἐν ἡμῖν ἐκπράττεται. Ἔφη γὰρ
And indeed, showing that the activity which comes from the Father is his own, and setting before lovers of learning a clear proof of the consubstantiality with him that works equally in all things, he says: "If I do not do the works of my Father, do not believe me; but if I do them, even if you do not believe me, believe the works." And again at another time: "The Father who remains in me, he does the works." For he did not think it fitting that things done in a God-befitting manner should be measured by the standards of humanity, but he ascribed them to the ineffable nature that is beyond understanding; and for this reason he says: "Even if you do not believe me, believe my works." For the things accomplished in a God-befitting manner and beyond reason do not allow the glory and faith in him to dwell within the measures of the kenosis, but it is lifted up as it were on high, and he is known no longer as a mere man, but as God, and even from God. Or is what I say not true? {B.} Most certainly. {A.} But this too nearly escaped me as I rode past. {B.} What do you mean? {A.} The saying of Paul that was just set aside, in which the teaching was very clear that through the Holy Spirit the life-giving from the Father is accomplished both in Christ himself and in us. For he said
ὅτι "Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος ἐκ νεκρῶν Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν Ἰησοῦν Χριστὸν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν." Διὰ Πνεύματος οὖν ἄρα ζωοποιὸς ὁ Πατήρ, οὐχ ὡς διὰ κτίσματος ζωογονῶν τὴν κτίσιν, ἀλλ' ὡς ἐν μεθέξει φύσεως τῆς ἰδίας εἰς τὴν ἑαυτοῦ μεταπλάττων ζωὴν τὸ ζωὴν οὐκ ἔχον ἐν ἰδίᾳ φύσει. Δοτὸν γάρ που φαῖεν ἄν, οἶδ' ὅτι, τῇ κτίσει τὸ ζῇν. {Β.} Φαῖεν γὰρ ἄν, ἐρήσεται δὲ καὶ πρὸς ἡμῶν αὐτῇ· "Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;" {Α.} Ζωοποιὸν οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, οὗ καὶ λαχόντες τὴν μέθεξιν, Θεοῦ τοῦ μόνου καὶ ἀληθινοῦ μετε λάχομεν ὡς ζωῆς. {Β.} Σύμφημι. Φρονεῖς γὰρ ὀρθῶς, ἐπείτοι καὶ ἐν ἡμῖν αὐτοῖς τὴν Θεοῦ μέθεξίν τε καὶ παρουσίαν τὸ Πνεῦμα πληροῖ. Διαμεμνήσομαι γὰρ Ἰωάννου γράφοντος ὡδί· "Ἐκ τούτου γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν." {Α.} Ἄθρει δὴ οὖν, ὦ ἑταῖρε, τοῦ θείου τε καὶ ζωοποιοῦ Πνεύματος χορηγὸν καὶ δοτῆρα, τὸν ἐκ Θεοῦ πεφηνότα Υἱόν. Ἐνεφύσησε γὰρ τοῖς μαθηταῖς αὐτοῦ λέγων· "Λάβετε Πνεῦμα ἅγιον." Εἶτα πῶς οὐκ ἂν γένοιτο τῶν λίαν ἀπηχεστάτων ζωῆς ὑπάρχειν χορηγὸν τὸν οὐκ ὄντα ζωήν, εἴπερ ἐστὶν ἀληθῶς ἐν τοῖς ἐπακτὸν ἔχουσι τὴν ζωὴν κατά γε τὸ ἐκείνοις οὐκ οἶδ' ὅπως δοκοῦν; Καίτοι τί δήποτε, φαίην ἂν εἰκότως, εἴπερ ἐστὶν οὐ ζωή, ὡς ἴδιον ἀγαθὸν ἐνίησί τε τὸ Πνεῦμα, καὶ τρόπῳ τῷ κατὰ τὴν ἐκφύσησιν χορηγὸν ὄντα ζωῆς ἑαυτὸν ἀποφαίνει;
that "If the Spirit of him who raised Jesus from the dead dwells in you, he who raised Jesus Christ from the dead will also give life to your mortal bodies through his Spirit that dwells in you." Therefore the Father is life-giving through the Spirit, not as giving life to creation through a creature, but as transforming into his own life, by participation in his own nature, that which does not have life in its own nature. For they would say, I know, that living is a gift to creation. {B.} They would indeed say so, but it will also be asked of them by us: "What do you have that you did not receive?" {A.} Therefore the Holy Spirit is life-giving, and having obtained participation in him, we partake of God, the only and true God, as of life. {B.} I agree. For you think rightly, since the Spirit fulfills both the participation in God and his presence in our very selves. For I will recall John writing thus: "By this we know that he is in us, because he has given us of his Spirit." {A.} Consider then, my friend, the Son who has appeared from God as the provider and giver of the divine and life-giving Spirit. For he breathed on his disciples, saying: "Receive the Holy Spirit." Then how would he not be among the most utterly absurd, to hold that the provider of life is one who is not life, if indeed it is truly among those who have life as something added, at least according to what seems to them, I know not how? And yet, why in the world, I would reasonably say, if he is not life, does he both implant the Spirit as his own good and show himself a provider of life by the manner of his breathing?
Ὅταν τοίνυν λέγηται ζωῆς μέτοχος ὁ Υἱός, ἤγουν ὅτι ζωοποιεῖται παρὰ τοῦ Πατρός, τὴν θείαν εὐθὺς ἀναλογίζου φύσιν ὅλην ὥσπερ ἐν Πατρὶ νοουμένην, ἐν ᾧ καὶ ἐξ οὗ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ζωοποιὸν τοῖς εἰσκεκριμένην ἔχουσι τὴν ζωὴν τὴν ζωοποίησιν ἐνεργοῦν, οὐχ ὡς τῆς ἀρρήτου φύσεως ὄργανον, ἀλλ' οἱονεί πως ὅλην αὐτῆς τὴν ποιότητα δι' ἑαυτοῦ τῇ κτίσει δωρού μενον, καὶ ἀναμορφοῦν εὖ μάλα τὸ φθείρεσθαι πεφυκὸς εἰς μακραίωνα βίον. Ἐννοίαις δὲ ταῖς εἰς τοῦτο σεσοφισμένος, τὴν ἐν Χριστῷ ζωοποίησιν ἐνηργημένην εὑρήσεις εἴς γε δὴ μόνον τὸ ζωοποιεῖσθαι πεφυκός, τουτέστι τὸ ἀνθρώπινον. Ὁ γὰρ ἐκ Πατρὸς ἀληθῶς καὶ μονογενὴς διὰ τοῦ ἰδίου Πνεύματος τῆς ἑαυτοῦ σαρκὸς ἀπεσόβει τὴν φθοράν, καὶ θανάτου κρείττονα τὸν οἰκεῖον ἀπετέλει ναόν. Ὅτι γὰρ ᾗ Θεός τέ ἐστι καὶ ἐξ αὐτῆς ἀνέφυ τῆς κατὰ φύσιν ζωῆς, δῆλον δὲ ὅτι τοῦ Πατρός, ζωὴ καὶ αὐτὸς κατὰ φύσιν ἐστί, μάρτυς ἂν γένοιτο περιφανής τε καὶ ἀληθὴς ὁ θεσπέσιος Ἰωάννης. Γράφει γὰρ ὧδε περὶ αὐτοῦ· "Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν." Σαφέστερον δὲ καθιστὰς τὸ τίς ἂν εἴη λοιπὸν ἡ πρὸς αὐτοῦ κεκλημένη ζωή, πάλιν φησί· "Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει· καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀλη θινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ.
When, therefore, the Son is said to be a partaker of life, that is, that he is made alive by the Father, immediately consider the whole divine nature as being conceived in the Father, in whom and from whom both the Son and the Spirit, who gives life to those who have life included within them, accomplish the giving of life—not as an instrument of the ineffable nature, but as it were in some way bestowing through himself the whole quality of that nature upon creation, and thoroughly reshaping what is naturally subject to corruption into long-enduring life. And by thoughts trained to this, you will find that the life-giving accomplished in Christ pertains to that alone which is naturally capable of being made alive, that is, the human. For the only-begotten, who is truly from the Father, through his own Spirit drove away corruption from his own flesh, and made his own temple mightier than death. For that he is God and from the very natural life—and it is clear that this is from the Father—and that he himself is life by nature, the inspired John would be a manifest and true witness. For he writes thus concerning him: "What was from the beginning, what we have heard, what we have seen with our eyes, what we have beheld, and our hands have handled, concerning the Word of life—and the life was manifested, and we have seen and testify and proclaim to you the eternal life, which was with the Father and was manifested to us." And making clearer who it is that is henceforth called the life by him, he says again: "And we know that the Son of God has come, and has given us understanding so that we may know the true God, and we are in the true one, in his Son Jesus Christ.
Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος." Ποῦ γὰρ ὅλως ἢ πῶς ἂν νοοῖτο καὶ ὑπάρχων ἀπ' ἀρχῆς καὶ Θεὸς ἀληθινός, εἰ μὴ τοῦ κεκλῆσθαι πρὸς ὕπαρξιν πρεσβύτερόν τε καὶ ἀνωτάτω τὸ εἶναί τε ἀεὶ καὶ ὡσαύτως ἔχειν λαχών; Ζωὴ γὰρ κατὰ φύσιν ὑπάρχων, τότε δὴ τότε πρεπόντως ἐπιγινώσκεται. Θεῷ γάρ που τῷ ἀληθινῷ, τὸ ὧδέ τε εἶναι πρέποι ἄν, καὶ διαμαχεῖται τὸ ἔμπαλιν, καὶ γοῦν ὄνομα τὸ Ὢν αὐτῷ· "Ἐγὼ γάρ, ἔφασκεν, εἰμὶ ὁ Ὤν, τοῦτό μού ἐστιν ὄνομα καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς." {Β.} Ἀλλ' εἰ χαρίζῃ, φησί, τὴν Πατρὸς ἐνέργειαν τῷ Υἱῷ, καὶ τοῦτο ἀπαραλλάκτως, ἰσοσθενῆ τε εἶναι φής, ποῦ τὸ μεῖον ἔτι τηρήσεις αὐτῷ, καίτοι λέγοντι σαφῶς· 566 "Ὁ Πατήρ μου μείζων μού ἐστι;" καὶ πάλιν· "Πορεύο μαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν;" Ἤδει γὰρ ὄντα Θεὸν ἑαυτοῦ τὸν Πατέρα. {Α.} Οὐκοῦν, εἰ μὴ φύσει καὶ ἀληθῶς Θεὸν εἶναι πεπιστεύκασι τὸν Υἱόν, κτίσμα που πάντως καὶ ἕτερον παρὰ τοῦτο οὐδὲν εἴη ἄν. Ἐπὶ δέ γε τοῖς ὧδε φρονεῖν ᾑρημένοις, οἶμαι δὴ πρέπειν ἐκεῖνο εἰπεῖν· "Τίς δώσει τῇ
This is the true God and eternal life. For how, or in what way, could he be understood at all—both as existing from the beginning and as true God—unless he had received as his lot, older and higher than being called into existence, both to be always and to remain in the same state? For being life by nature, then, then indeed is he fittingly recognized. For to the true God, surely, it is fitting to be as he is, and the opposite is utterly at odds with it; indeed, his name is "the One Who Is": "For I," he said, "am the One Who Is; this is my name and my memorial forever, to generations of generations." {B.} But if, he says, you grant the Father's activity to the Son, and this without variation, and you say he is equal in power, where will you still preserve for him the "lesser," when he clearly says: "My Father is greater than I"? And again: "I am going to my Father and your Father, and my God and your God"? For he knew that his Father was God. {A.} Therefore, if they have not believed the Son to be God by nature and truly, then he would be altogether a creature and nothing else besides this. But to those who have chosen to think in this way, I think that saying is fitting: "Who will give to the
κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;" Ἐπιφωνείτω δὲ πᾶς αὐτοῖς φιλόθεός τε καὶ εὐσεβής· "Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ, τῆς χάριτος ἐξεπέσετε." Μερὶς δὲ καὶ κλῆρος ὑμῖν Θεὸς μὲν οὐκέτι, πολλοῦ γε καὶ δεῖ· νόθος δέ τις ἁπλῶς καὶ ψευδώνυμος, κατάπλαστον ἔχων τὴν τῆς θεότητος δόξαν. Λελατρεύκασιν ἀληθῶς τῇ κτίσει παρὰ τὸν κτίσαντα, διὰ τοῦτο καὶ ἐν μείοσιν ἢ ἐν οἷς ὁ Πατὴρ καὶ ἐπακτὸν ἔχειν τὴν ζωήν, μᾶλλον δὲ καὶ ἐν οἷς ἡ ζωὴν ἰδίαν οὐκ ἔχουσα κτίσις, πεπιστεύκασι τὸν Υἱόν. Εἶτα τί προσκυνεῖν ἐγνώκασιν ὃν τοῖς τῆς κτίσεως ἐγκαταδεσμοῦσι μέτροις, καὶ τῆς κατὰ πάντων οὐσιώδους ὑπεροχῆς δυσσεβοῦντες ἀπαλλάττουσι, καίτοι λέγοντος Ἰωάννου σαφῶς· "Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν." Οὐ γὰρ δὴ ταῖς κατὰ σύγκρισιν ὑπεροχαῖς τὸ ἐπάνω πάντων ὁ Υἱὸς κεκτήσεται· ἐπειδὴ δὲ ἐν τῷ πάντα εἰπεῖν, γενητοῦ παντὸς εἰσφέρεται δήλωσις, ὑπερανεστήξει τὰ πάντα τὸ τελεῖν ἐν κτίσμασιν οὐδαμόθεν ἔχων ὡς ἴδιον ὁ Υἱός· ἐπεὶ μὴ ἐν τοῖς πᾶσίν ἐστιν, ἀλλ' ἐπάνω πάντων ἐξῃρημένως, διὰ τὸ εἰς λῆξιν ἰέναι τὴν ἀνωτάτω λοιπόν, ἧς ἐπέκεινα παντελῶς οὐδέν. Ἦ οὐχὶ Θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καθὰ καὶ ὁ θεῖος ἡμῖν ἔφη Παῦλος; {Β.} Ναί. {Α.} Τοῦτο δὲ ἦν ὁ Υἱός· "Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος." {Β.} Τί οὖν ἐροῦμεν εἰ φαῖεν ὅτι γέγραπται περὶ τοῦ Πατρὸς ὅτι ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα;
O that my head were water, and my eyes a fountain of tears, and I will weep for this people day and night." And let every lover of God and every pious person cry out to them: "You have been alienated from Christ; you have fallen from grace." Your portion and lot is no longer God—far from it—but some bastard and falsely named god, having a counterfeit glory of divinity. They have truly served the creature rather than the Creator; therefore they have believed the Son to be among lesser things, or among those in which the Father has an acquired life—rather, among those in which the creation does not have its own life. Then what have they resolved to worship, when they bind him within the measures of creation and, in their impiety, remove him from the essential preeminence over all things, although John says clearly: "He who comes from above is above all"? For the Son will not possess being "above all" by comparative preeminences; but since in saying "all" the declaration of every created thing is introduced, he will stand above all things, having from nowhere the property of being reckoned among created things as his own; since he is not among all things, but is above all things in an exceptional way, because he has come to the highest lot, beyond which there is absolutely nothing. Is not "God" the name that is above every name, as also the divine Paul told us? {B} Yes. {A} And this was the Son; "for in the beginning was the Word, and the Word was with God, and the Word was God." {B} What then shall we say if they claim that it is written concerning the Father that he gave him the name that is above every name?
{Α.} Ἀλλ' εἰ προσθεῖεν ἡμῖν, ὦ Ἑρμεία, τὸ ἀναμαθεῖν ἐθέλειν ὅπη τε καὶ ὅπως εἰσποίητον ἔχει τὸ εἶναι Θεὸς ὁ Υἱός, καίτοι κατὰ φύσιν καὶ αὐτῷ τῷ εἶναι συμπαρομαρτοῦν τὸ ἀξίωμα λαχών, αὐτόθεν, οἶμαί που, καταβαλοῦσι, καὶ τὸ δύσερι μεθέντες ὡς νόσον ἀποπληξίας, ἀποπεπαύσονται μὲν τὴν ἄρρητον τοῦ Υἱοῦ συκοφαντοῦντες οὐσίαν, φρονεῖν δ' ἂν ἕλοιντο μεθ' ἡμῶν ὀρθά. Ἀλλ' ἐκεῖνοι μέν, κατὰ τὸ εἰκός, ἐνστήσονται ταῖς σφῶν αὐτῶν ἐπαμύνοντες δόξαις καὶ τοῦ ψεύδους ὑπερμαχόμενοι καὶ προεστηκότες γεννικῶς οὐ προθυμίαις, οἶμαι, δευτέραις, ἢ αἷσπερ ἂν ἕλοιντό τινες τοῖς ἐθέλουσι καταδηλοῦν τὸν πολέμου καὶ μάχης ὁπλίζεσθαι νόμον πρό τε παίδων καὶ πρὸ γυναικῶν. Ἡμᾶς δὲ ἀνάγκη, λεπτοεπεῖν ᾑρημένους, ἀνασκαλεύειν τὰ κεκρυμμένα, καὶ τὴν τοῖς ἀμαθεστέροις οὐ ῥᾳδίαν ἑλεῖν ἀπογυμνοῦν ἀλήθειαν. {Β.} Εὖ λέγεις. {Α.} Ἔφη τοίνυν ἡμῖν ὁ θεσπέσιος Παῦλος περὶ τοῦ Μονογενοῦς· "Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενό μενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
{A.} But if they were to add to us the willingness to relearn in what way and how the Son has the being of God as something adopted, although he received the dignity that accompanies his very being by nature, then, I think, they will straightway be cast down, and, letting go of strife as a disease of madness, they will cease from falsely accusing the ineffable substance of the Son, and will choose to think rightly with us. But those men, as is likely, will stand their ground, defending their own opinions and fighting for falsehood, and championing it nobly—not, I think, with second-choice zeal, but with the same zeal with which some would choose to arm themselves, before children and before women, for those who wish to make clear the law of war and battle. But we, having chosen to speak with precision, must dig up what is hidden and lay bare the truth that is not easy for the less learned to grasp. {B.} You speak well. {A.} The divine Paul, then, said to us concerning the Only-begotten: "Who, being in the form of God, did not consider it robbery to be equal with God, but emptied himself, taking the form of a servant, being made in the likeness of men and found in fashion as a man, he humbled himself, becoming obedient unto death, even the death of the cross.
Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." Ἆρ' οὖν οὐχὶ καὶ αὐτὸς ἡμῖν ὁ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου καιρός, εἴπερ ἕλοι ποθὲν τὸ ἀνακεκραγεῖν δύνασθαι, τοῖς οὔπω νενοηκόσιν ἀναφανδὸν ἐρεῖ ὡς οὐχ ᾗπερ ἂν νοοῖτο Θεὸς ὢν ὁ Λόγος, ἀλλ' ᾗ πέφηνεν ἄνθρωπος εἰς τὴν τῆς θεότητος ἀναπεφοίτηκε δόξαν, καὶ μετὰ σαρκός, καὶ ὅτε κεκένωκέ τε καὶ τεταπείνωκεν ἑαυτόν, τότε καὶ ὑψοῦσθαι λέγεται; Ἐπεὶ δίδασκε· πυθοίμην γὰρ ἂν ὡς ἥδιστά σου καὶ ἐρομένῳ φράσον. {Β.} Τὸ τί δὴ φής; {Α.} Κεκένωκεν ἑαυτὸν ὁ Μονογενής, καθεὶς ἐν δούλου μορφῇ, καὶ ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου. Τοιγάρτοι, φησίν, ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων. Ἆρ' οὖν ἐν τάξει τῇ καθ' ἡμᾶς μισθὸν ἀνδραγαθημάτων καὶ δῶρον ὑπακοῆς καὶ στέφανον εὐτολμίας τὸ κεκλῆσθαι Θεὸς ἐκτήσατο καὶ τὸ προσκυνεῖσθαι δεῖν πρός τε αὐτῶν τῶν ἁγίων ἀγγέλων, ἡμῶν τε τῶν ἐπὶ γῆς καὶ τῶν ἤδη κατοιχομένων; {Β.} Ἔοικεν. {Α.} Οὐκοῦν (ἐρῶ γὰρ δή τι μικρὰ τοῦ πρέποντος εἴς γε τὸ παρὸν φροντίσας διὰ τὸ ἀναγκαῖον), τοῖς τῶν ἐπὶ γῆς
Therefore God also highly exalted him and gave him the name that is above every name, so that at the name of Jesus every knee should bend, of those in heaven and on earth and under the earth, and every tongue should confess that Jesus Christ is Lord, to the glory of God the Father. Is it not, then, that the very time of the Word's becoming human, if it should ever be able to cry out aloud, would say plainly to those who have not yet understood that it was not insofar as the Word is understood to be God, but insofar as he appeared as man, that he has ascended to the glory of the Godhead, and that with the flesh, and that when he emptied himself and humbled himself, then he is said also to be exalted? Since you teach, I would most gladly inquire of you, and tell me when I ask. {B.} What exactly do you mean? {A.} The Only-Begotten emptied himself, having taken the form of a slave, and he endured the cross, despising the shame, and became obedient unto death. Therefore, he says, God gave him the name that is above every name, so that at the name of Jesus every knee should bend, of those in heaven and on earth and under the earth. Is it, then, in the rank that corresponds to us, as a reward for noble deeds and a gift for obedience and a crown for courage, that he obtained being called God and the necessity of being worshiped both by the holy angels themselves and by us who are on earth and by those who have already departed? {B.} It seems so. {A.} Therefore (for I shall say a few things, having for the present taken some care for what is fitting, on account of the necessity), to those on earth
ὀλισθήμασι καὶ ταῖς ἡμῶν ἁμαρτίαις πλείστην μὲν ὅσην ἐχέτω τὴν χάριν ὁ Μονογενής. Ἴστω δὲ ὅτι πρόφασις αὐτῷ τῆς θεοποιοῦ δόξης, τῆς ἀνθρωπότητος τὰ ἐγκλήματα. Εἰ μὴ γὰρ ἡμάρτομεν, οὐκ ἂν γέγονε καθ' ἡμᾶς· καὶ εἰ μὴ γέγονε καθ' ἡμᾶς, οὐδ' ἂν ὑπέμεινε τὸν σταυρόν· καὶ εἰ μὴ ἀπέθανεν, οὐδ' ἂν ἐκτήσατο τὸ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. {Β.} Θρασὺς μὲν ὁ λόγος, πλὴν ἔχει τὸ πιθανόν. {Α.} Εἰ δὲ καὶ ἦν ἐν ἰσότητι καὶ ἐν μορφῇ τοῦ Πατρὸς τῶν τῆς κενώσεως μέτρων ἀμέτοχος ὤν, ποίαν ἂν ἔχοι δόξης ἐπίδοσιν τὸ ὄνομα λαβὼν τὸ ὑπὲρ πᾶν ὄνομα κατὰ τὸν τῆς κενώσεως χρόνον; Ἆρ' οὐ συνίης ὅποι ποτὲ αὐτοῖς ἀποκινδυνεύσειεν ἂν ὁ λόγος, εἰ ἐρευνῷτο λεπτότερον; {Β.} Συνίημι. {Α.} Βούλει δὴ οὖν, μεθέντες εἰς τὸ παρὸν τὸ ἄγαν ἰσχνολογεῖν, ἐπ' ἐκεῖνο ἴωμεν τὸ ὅτι Θεὸς ἦν ἐν ἀρχῇ καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὁ Μονογενής, καίτοι μακρὸν ἐπὶ τούτῳ δαπανήσαντες λόγον ἔν γε τοῖς παρῳχηκόσι; {Β.} Καὶ μάλα. {Α.} Οὐκοῦν διὰ μὲν φωνῆς Ἡσαΐου φησὶν ὁ Θεὸς καὶ Πατήρ· "Ἐγὼ Κύριος ὁ Θεὸς ἔτι ἀπ' ἀρχῆς." Ἀνακεκραγότων δὲ καὶ αὐτῶν τῶν ἁγίων ἐπαΐοι τις ἂν πρὸς αὐτόν· "Οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐ μὴ ἀποθάνωμεν;" Ἰδοὺ Θεὸς ἀπ' ἀρχῆς κατωνόμασταί τε καὶ ἔστιν ἀληθῶς ὁ Θεὸς καὶ Πατήρ. Ὁ δέ γε θεσπέσιος Ἰωάννης, ὅτε τοὺς ἐφ' Υἱῷ πρὸς ἡμᾶς ἐποιεῖτο λόγους, "Ὃ ἦν, φησίν, ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς." Προσεφώνει δέ τισι·
Let the Only-Begotten have the greatest grace, so to speak, even for our slips and our sins. But let it be known that the accusations of humanity are for him a pretext for the glory that makes him God. For if we had not sinned, he would not have come to be as we are; and if he had not come to be as we are, he would not have endured the cross; and if he had not died, he would not have acquired the right to be worshiped both by us ourselves and by the holy angels. {B.} The argument is bold, yet it has plausibility. {A.} But if he was in equality and in the form of the Father, being without share in the measures of the kenosis, what increase of glory would the name have received, having received the name that is above every name during the time of the kenosis? Do you not understand to what point their argument would hazard itself if it were examined more subtly? {B.} I understand. {A.} Do you wish, then, that for the present we let go of excessive hair-splitting and come to that point—that the Only-Begotten was God in the beginning and in the form and equality of the Father—although we spent a long argument on this in what has gone before? {B.} Indeed. {A.} Therefore God and Father says through the voice of Isaiah: "I am the Lord God, even from the beginning." And when the saints themselves cried out, one might hear addressed to him: "Are you not from the beginning, O Lord our God, and we shall surely not die?" Behold, God from the beginning is named, and truly is, God and Father. And the inspired John, when he made his statements to us about the Son, said: "What was from the beginning, what we have heard, what we have seen with our eyes, what we have beheld and our hands have handled, concerning the Word of life." And he addressed certain ones:
"Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς." Καὶ τίς δὴ οὗτός ἐστιν, αὐτὸς ἔφη πάλιν· "Τάδε λέγει ὁ ὤν, ὁ ἦν, ὁ ἐρχόμενος." {Β.} Ἀλλ' ὅτι μὲν ἦν καὶ πρὸ τῆς κτίσεως καὶ αὐτοὶ φαῖεν ἄν· τὸ δὲ ὅτι καὶ Θεὸς ἦν, οὔπω σαφῶς διέγνωσται, φασί. Δέχεται γάρ, ὡς οὐκ ἔχων δηλονότι. {Α.} Εἶτα πῶς οὐκ ἐπὶ καιροῦ τοῖς τὸν ἀπόπτυστον τουτονὶ προεμένους λόγον εἰκότως ἐπιστυγνάζοντες καὶ ἡμεῖς ἐροῦμεν· "Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν." Οὐ γὰρ ὅτι ἦν ἁπλῶς, ἀλλ' ὅτι καὶ Θεὸς ἦν ὁ Λόγος ἀναγράφοντος ἐναργῶς τοῦ θεηγόρου καὶ εὐαγγελι στοῦ, καθάπερ ἐξ οἴνου καὶ μέθης πρὸς πᾶν ὁτιοῦν ἰόντες ἀκατασκέπτως, κατειρωνεύονται τὴν ἀλήθειαν. Φέρε δὴ οὖν καὶ δι' ἑτέρων ἐλάσαντες ἐννοιῶν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐπιγινώσκωμεν τὸν Υἱόν. Ἦ γὰρ οὐχὶ πρέποι ἂν τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὰ ἐφ' ἑκάστῳ ψηφηφορεῖν, καὶ στεφανοῦν μὲν ἐπαίνοις τοὺς νόμον ἔχοντας τοῦ βίου τὸν ὁριστὴν καὶ τὴν εὐκλεᾶ καὶ περίοπτον ἐκτετιμηκότας ζωήν, κολάζειν δὲ τοὺς ἡμαρτηκότας ὡς ἀλαζόνας καὶ ὑβριστὰς καὶ θεσμοῖς τοῖς ἄνωθεν ἐμπαροινοῦντας εὐκόλως; 569 {Β.} Πρέποι ἄν. {Α.} Τί δὲ δὴ τὸ πληροῦν τὰ πάντα δύνασθαι καὶ διὰ πάντων μὲν ἥκειν, εἶναι δὲ καὶ ἐν πᾶσι δοίης ἂν ἑτέρᾳ φύσει παρὰ τὴν θείαν; {Β.} Οὐκ ἔγωγε· πῶς γάρ; {Α.} Τὸ δὲ Θεῷ πολιτεύεσθαι καὶ διαβιοῦν, αὔχημά τε ποιεῖσθαι Θεόν, οὐχὶ φαίης ἄν, ὦ ἑταῖρε, τοῖς ἁγίοις ἁρμοδιώτατον; {Β.} Πάνυ μὲν οὖν. {Α.} Ἴθι δὴ οὖν, ἐκεῖνο φράσον. {Β.} Τὸ ποῖον;
I write to you, fathers, that you have known him who is from the beginning." And who this is, he himself said again: "Thus says the one who is, who was, who is coming." {B.} But that he was even before the creation, they themselves would also say; but that he was also God, they claim, has not yet been clearly determined. For he receives it, as obviously not having it. {A.} Then how is it not timely that we too, justly grieving over those who have let loose this abominable word, should say: "You deaf, hear, and you blind, look up to see." For it is not merely that he was, but that the Word was also God, as the God-inspired and evangelist clearly records, while they, going at everything recklessly as if from wine and drunkenness, mock the truth. Come then, let us also drive through other thoughts and recognize that the Son is God by nature. For would it not be fitting for him who is truly God by nature to assign verdicts in each case, and to crown with praises those who have the law as the determiner of life and who have honored the glorious and conspicuous life, and to punish those who have sinned as impostors and insolent men and who wantonly trample on the ordinances from above? 569 {B.} It would be fitting. {A.} But would you grant that being able to fill all things and to come through all things, and to be in all things, belongs to another nature besides the divine? {B.} Not I, certainly; for how could it? {A.} And would you not say, my friend, that to live as citizens under God and to live through life, and to make God one's boast, is most fitting for the saints? {B.} Most certainly. {A.} Come then, tell me that. {B.} What sort of thing?