ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ περὶ ἁγίας τε καὶ ὁμοουσίου Τριάδος ΠΡΟΛΟΓΟΣ ΤΗΣ ΠΑΡΟΥΣΗΣ ΒΙΒΛΟΥ Δυσέφικτα μὲν κομιδῇ τὰ περὶ Θεοῦ καὶ τοῖς ἄγαν ἐξησκημένως καὶ ἀρτίως ἔχουσιν εἰς τὸ δύνασθαι καταθρεῖν μυστήρια, καὶ τὰ παντὸς ἐπέκεινα νοῦ καὶ γοῦν "ἐν ἐσόπτρῳ καὶ αἰνίγματι" βλέπειν, κατὰ τὸν σοφώτατον Παῦλον. Παχὺς δὲ δὴ λίαν ὁ ἀνθρώπινος λόγος καὶ τῇ τῶν ἐννοιῶν ἰσχνότητι συμπαρομαρτεῖν οὐχ οἷός τε. Τοιγάρτοι πολὺ τὸ δέος φάναι τὰ περὶ Θεοῦ, καὶ σοφὸν μὲν λίαν τὸ ἔν γε τούτοις ἑλέσθαι σιγᾶν· πλὴν οὔ τί που τοῖς διδάσκειν ἐπιτεταγμένοις ἀζήμιον. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος ἔφη Παῦλος· "Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι." Ἀφῖγμαι δὴ οὖν ἐπὶ τὴν τοῦδε τοῦ προκειμένου βιβλίου συγγραφήν, καί σοι πάλιν, ὦ φιλομαθέστατε ἀδελφὲ Νεμεσῖνε, τὸν περὶ τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος ἐκπεπόνηκα λόγον. Κατὰ γένος δὲ ὥσπερ ἤτοι κατ' εἶδος τὰς ἐφ' ἑκάστῳ τῶν ζητουμένων συνενεγκόντες ἐννοίας, ἐν ἑπτὰ λογιδίοις τὸ σύμπαν τοῦ βιβλίου συντεθείκαμεν σῶμα· φιλολογωτάτῳ δὲ ὄντι λίαν καὶ φιλοπευστοῦντι τὰ τοιάδε συχνῶς τῷ ἐπιεικεστάτῳ Ἑρμείᾳ προσπεφωνήκαμεν. Καὶ ἔστι μὲν ἀνειμένος ὁ λόγος, ὡς πρὸς πεῦσιν δὲ καὶ ἀπόκρισιν διὰ δυοῖν προσώποιν ἔρχεται· καὶ τοῦ μὲν πρώτου τὸ α προτέτακται στοιχεῖον, τοῦ δὲ δευτέρου τὸ β. Ἐπειδὴ γὰρ πολλή τις ἄγαν ἐν τοῖς ζητουμένοις ἐστὶν ἡ λεπτότης, ἵνα ταῖς ἐρωτήσεσι καὶ ταῖς ἀποκρίσεσιν ἀεὶ τὸ βασανιζόμενον κατασκευάζηταί τε καὶ ἀνασκευάζηται πικρῶς, ἀναγκαία γέγονεν ἡ τῶν προσώπων εἰσκομιδή.
OF SAINT CYRIL, ARCHBISHOP OF ALEXANDRIA, ON THE HOLY AND CONSUBSTANTIAL TRINITY: PROLOGUE OF THE PRESENT BOOK
The mysteries concerning God are altogether difficult of attainment, even for those who are exceedingly well trained and in sound condition so as to be able to contemplate them, and they are beyond every mind, so that one sees them but "in a mirror and in a riddle," according to the most wise Paul. Human speech is very dull and cannot keep pace with the fineness of the concepts. Therefore there is great fear in speaking of the things concerning God, and it is exceedingly wise to choose silence in these matters; yet this is by no means without penalty for those who have been appointed to teach. Knowing this, the inspired Paul said: "For woe is me if I do not preach the gospel." I have therefore come to the writing of this present book, and again for you, O most learned brother Nemesinus, I have labored over the discourse concerning the holy and consubstantial Trinity. Having gathered, as it were by kind or by species, the thoughts that contribute to each of the questions, I have composed the whole body of the book in seven short discourses; and since the most gentle Hermeias is very fond of learning and frequently inquires about such matters, I have addressed him. The discourse is relaxed in style, and proceeds by question and answer through two persons; the letter alpha is prefixed to the first, and beta to the second. For since there is very great subtlety in the matters inquired into, so that by the questions and answers the point under examination may always be established and refuted rigorously, the introduction of the persons has become necessary.
Παραφυλακτέον οὖν ἀκριβῶς τὰ προτεταγμένα αὐτῶν στοιχεῖα. Ἀσύγχυτον γὰρ οὕτω καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένην τηρήσομεν τὴν τῶν ἐννοιῶν εὕρεσιν, καὶ τὴν τοῦ παντὸς βιβλίου σύνταξίν τε καὶ δύναμιν. Ἐρρῶσθαί σε ἐν Κυρίῳ εὔχομαι, ἀγαπητέ. ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ ΤΗιΔΕ ΤΗ ΒΙΒΛΩ αʹ. Ὅτι συναΐδιός τε καὶ ὁμοούσιος τῷ Θεῷ καὶ Πατρὶ ὁ Υἱός. βʹ. Ὅτι καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεννητὸς ὁ Υἱός. γʹ. Ὅτι Θεὸς ἀληθινὸς ὁ Υἱὸς καθὰ καὶ ὁ Πατήρ. δʹ. Ὅτι οὐ κτίσμα ὁ Υἱὸς οὐδὲ ποίημα. εʹ. Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν τῷ Υἱῷ καθὰ καὶ ἐν τῷ Πατρί. ϛʹ. Ὅτι τὰ τῆς ἀνθρωπότητος ἴδια καὶ τὰ μὴ σφόδρα θεοπρεπῶς εἰρημένα περὶ τοῦ Υἱοῦ πρέποι ἂν μᾶλλον τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ οὐκ αὐτῇ τῇ φύσει τοῦ Λόγου καθ' ὃ νοεῖται καὶ ἔστι Θεός. ζʹ. Περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν.
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου πρὸς Ἑρμείαν πρεσβύτερον, κατὰ πεῦσιν καὶ ἀπόκρισιν ΛΟΓΟΣ ΠΡΩΤΟΣ Ὅτι ὁμοούσιος καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ ὁ Υἱός.
We must therefore carefully guard the elements that have been set before us. For in this way we shall keep the discovery of the concepts free from confusion and arranged in the best possible order, as well as the composition and power of the whole book. I pray that you may be strong in the Lord, beloved. THE FOLLOWING ARE CONTAINED IN THIS BOOK: 1. That the Son is coeternal and consubstantial with God the Father. 2. That the Son is coeternal with God the Father and begotten from him by nature. 3. That the Son is true God, just as the Father is. 4. That the Son is not a creature nor a made thing. 5. That the properties of divinity and the glory are naturally in the Son, just as in the Father. 6. That the properties of humanity and the things spoken about the Son not in a manner very befitting God would apply rather to the economy with the flesh, and not to the very nature of the Word insofar as he is understood and is God. 7. Concerning the Holy Spirit, that he is both God and from God by nature.
OF OUR FATHER AMONG THE SAINTS, CYRIL, TO HERMIAS THE PRESBYTER, IN QUESTION AND ANSWER: FIRST DISCOURSE. That the Son is consubstantial and coeternal with God the Father.
{Α.} Τὸν ἱερὸν ἡμῖν Ἑρμείαν χθές τε καὶ τρίτην ἰδεῖν μὲν οὐκ ἦν, μήτε ἀγοράζειν, οἶμαί που, μήτε μὴν ἐξοίχεσθαι δοκοῦν, ἀλλ' οἴκοι μὲν δὴ κατεσόβει τὸ χεῖμα· πεπρᾶχθαι γὰρ ὧδε καὶ μάλα εἰκός. Λαμπρὰ δὲ νῦν μόλις ἔδειξεν εὐδία. {Β.} Λέγεις ἀληθῆ. Γῆράς τε γὰρ ἀεὶ δυσπέμφελον, καὶ ἐς τὸ ἔξω ἰέναι δυσοκνότατα ἔχον, ἢν μάλιστα ὕοι. {Α.} Εὔχαρι δὴ οὖν καὶ εὐθυεπὲς τό, εἴπερ τις ἕλοιτο, τοῖς ἐν τῇ ἁλί σε παρεικάζειν ἰχθῦσιν, οἳ πνεύματος μὲν ἀπηνοῦς καὶ δυσηχεστάτου διακυκῶντος τὸ ῥόθιον καὶ ῥοιζηδὸν καταθρώσκοντος, χηραμούς τε τοὺς ἐν βυθῷ καθ' ἕνα τε καὶ
ἀγεληδὸν εἰσχέονται, καὶ ὥσπερ τινὰ δρυμὸν ἢ λόχμην τὴν εὐανθῆ πόαν εἰσδύνοντες, ἐκμηχανῶνται τὸ ὠφελοῦν· ἐπειδὰν δὲ τοῖς ὕδασι τὸ τῆς ἡλίου βολῆς ἐπι νήχηται σέλας, ὅλην τε αὖ ἤδη καταθρήσειαν οἱονεὶ γελῶσαν τὴν θάλασσαν, ἀναθαρροῦσί τε καὶ ἀνανήχονται, καὶ ἐπ' ἄκρων σκαίρουσι κυμάτων, δεῖμά τε ὁμοῦ καὶ ὄκνον ἀποπεμψάμενοι. {Β.} Ὡς εὖ ἴσθι τοι μὴ ἑτέρως τό γε ἐμόν, ὦ τᾶν, ἢ οὕτως ἔχειν. {Α.} Ὄχλου δὲ δὴ καὶ πραγμάτων εἶ τέως ἀπωτάτω, καὶ ἐνηρεμεῖ σοι κατὰ τὴν ἑστίαν ὁ νοῦς, καθάπερ ἐγᾦμαι. {Β.} Καὶ τί τὸ ἐντεῦθεν; {Α.} Πλείστη τις ὅση καὶ ἁγιοπρεπὴς ἡ ὄνησις. Ἢ οὐχὶ δή τι τῶν ἀγαθῶν καὶ ταῖς ἠρεμίαις δώσομεν; {Β.} Μάλιστά γε. {Α.} Τὸ γάρ τοι παρὰ Θεοῦ διὰ τῆς τοῦ Ψάλλοντος ᾀδόμενον λύρας ἀληθῆ που πάντως τὸν ἐπὶ τούτῳ λόγον ἀποφανεῖ. {Β.} Τὸ ποῖον δὴ φῄς;
{A.} Yesterday and the day before it was not possible for us to see the holy Hermeias—not, I suppose, because he was busy buying in the market, nor yet because he seemed to be going abroad, but the storm kept him cooped up at home; for it is very likely that this is how it happened. But now at last the bright calm has shown itself. {B.} You speak the truth. For old age is always foul-weathered and most reluctant to go out, especially if it is raining. {A.} Pleasant, then, and easy to speak of is the comparison, if one should choose to liken you to the fish in the sea, which, when a harsh and most ill-sounding wind whirls up the surge and rushes down with a roar, pour into the deep caverns one by one and in shoals, and as if creeping into some thicket or bush of flowering grass, contrive what is to their advantage; but when the gleam of the sun's beam floats upon the waters, and they behold the whole sea, as it were, laughing, they take courage again and swim up, and leap upon the crests of the waves, having sent away both fear and hesitation. {B.} Be well assured, my good sir, that my case is no other than this. {A.} But for the present you are far removed from crowds and business, and your mind is at rest by your hearth, as I think. {B.} And what follows from this? {A.} Very great and holy-reverent is the benefit. Or shall we not grant something to the good things that come with stillness? {B.} Most certainly. {A.} For surely what is sung from God through the lyre of the Psalmist will prove altogether true—the saying concerning this. {B.} What sort of saying do you mean?
386 {Α.} "Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός." Ὄψις μὲν γὰρ ἡ σωματική, κόνεώς τε καὶ καπνοῦ καὶ ἑτέρου παντὸς τοῦ καταθολοῦν ἰσχύοντος ἐλευθέρα, λεπτὴν καὶ ἀπαρεμπόδιστον ἐνίησι τὴν ἐνέργειαν τοῖς ὑποπίπτειν εἰωθόσιν αὐτῇ. Εἰ δὲ δή πού τι κατασίνοιτο τῶν παθῶν, μεῖον μὲν ἢ χρὴ τοῖς ὁρωμένοις προσβαλεῖ, ἀφαμαρτήσει δὲ ὅτι καὶ αὐτῆς τῆς ἀκριβείας ἔσθ' ὅτε τὸ ἀπεικὸς οὐδέν. Νοῦς γε μὴν ὁ ἀνθρώπινος, εἰ μὲν ἠρεμαῖός τις εἴη καὶ καθεστηκώς, καὶ φαντασίας ἑώλου καὶ βδελυρᾶς ἀποφοιτᾷν εἰθισμένος, ὀξύ τε καὶ διειδὲς ἐμβλέψεται, καὶ ἀπλανῆ τῶν ὄντων εἰσδέξεται γνῶσιν. Εἴ γε μὴν ὑπό του καταπαχύνοιτο τῶν παθῶν, οὔτ' ἂν αὐτό ποτε τὸ θεῖον διόψεται κάλλος, ἐνιζήσει δὲ ὥσπερ τοῖς γεωδεστέροις, καθάπερ τὰ τῶν στρουθίων διάβροχα τὴν εἰς τὸ ἄνω πτῆσιν τῷ δεδέσθαι παρῃρημένα. {Β.} Εὖ λέγεις. {Α.} Ἆρ' οὖν, ὦ Ἑρμεία, σχολαῖος οἴκοι διατελῶν, ταυτησὶ τῆς θείας ἀπομεμνῆσθαι φωνῆς ὅτι προσῆκεν ἡγῇ; Καί σοι καθὰ χθὲς καὶ πρώην βίβλοι μὲν μετὰ χεῖράς εἰσιν ἱεραί, φιλομαθεστάτη δέ τις ἐντρέφεται προθυμία τῷ νῷ, καθάπερ τινὰ τῶν εὐρινοτάτων παραθήγουσα κυνῶν, εἰς φιλοθηρίαν ὧν ἂν δέῃ σε μαθεῖν; Ἢ τάχα που καὶ τῆς ἐπὶ τούτοις ἀφιλεργίας ἀνάψομεν τὰς αἰτίας, ἀφηβηκότι τῷ χρόνῳ τῆς τοῦ σώματος ἡλικίας, ἢ γοῦν ἕτερόν τι καὶ οὐκ ἀληθὲς ἐρεῖς; Κατακερτομοίην δ' ἂν ὡς ἥδιστά σε, τοιόνδε τι λέγων ὡς φιλοψευδές τι χρῆμα καὶ τὰ ἐφ' οἷς ἂν βούλοιτό ποτε καὶ λέγοι πιστὸς ἑτοιμότατα δέχεσθαι ζητοῦν ἄνθρωπος γέρων. {Β.} Πολλὰ μὲν ἂν ἔχοιμι τῆς τοῦ σώματος ἀρρωστίας κατηγορεῖν·
{A.} "Be still, and know that I am God." For bodily sight, being free from dust and smoke and everything else that has power to obscure it, sends forth a subtle and unimpeded activity upon those things accustomed to fall under it. But if ever it is somewhat injured by the passions, it will apply less than it ought to the things seen, and will miss the mark, since even of exactness itself the unseemly is sometimes no part. The human mind, however, if it be calm and settled, and accustomed to depart from the vain and abominable fantasies, will look sharply and clearly, and will receive an unerring knowledge of things that are. But if it be ever so little darkened by the passions, it will never behold the divine beauty itself, but will be entangled, as it were, in things more earthy, just as sparrows, soaked through, are deprived of their flight upward by being bound. {B.} You speak well. {A.} Are you then, O Hermeias, remaining at leisure at home, of the opinion that it is fitting to be unmindful of this divine voice? And are the sacred books, as yesterday and the day before, in your hands, and is some most learned eagerness nourished in your mind, sharpening it like some one of the keenest-scented hounds for the hunting of whatever you need to learn? Or perhaps we shall fasten the causes of your lack of diligence in these matters upon the time of life of the body having passed its prime, or else you will say something else that is not true? And I would most gladly mock you, saying something of this sort: that man is a truth-loving creature, and a old man is most ready to receive credibly whatever things he may ever wish and say. {B.} I could have many things to accuse of the weakness of the body.
ἐπ' αὐτὰς γὰρ ἥκομεν τὰς τοῦ βίου δυσμάς· τὸ δ' οὖν ἀναγκαῖον ἐρῶ, παρεὶς τὰ τοιαῦτα νυνί. Χρηστομαθὴς γὰρ ἀεί πως ὁ νοῦς μὲν ἐμοί, γλίχεται δὲ οὐδενός πω τάχα πλὴν τοῦδέ τε καὶ μόνου· ἀλλ' ὥσπερ τινὰ πῶλον εὐγενῆ τε καὶ δρομικώτατον, καίτοι ποδῶν ἀρετὴν ἀναφαίνειν ἐθέλοντα, τὰ μὴ σφόδρα τῶν πεδίων ἐψιλωμένα καὶ οὐχ ἑκόντα παραβιάζεται διακεκομμένην ὥσπερ καὶ οὐκ εἰς ἅπαν τεθαυμασμένην τῆς ἐνούσης εὐσθενείας αὐτῷ ποιεῖσθαι τὴν ἔνδειξιν· κατὰ τὸν ἴσον, οἶμαι, τουτονὶ τρόπον, καὶ αὐτὸν ἐμὲ θερμῇ τινι καὶ ἀσχέτῳ προθυμίᾳ κατισχημένον εἰς τὸ δεῖν ἑλέσθαι πολυπραγμονεῖν τὰ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ, δυσέμβατά τε καὶ ἀστιβῆ κατάγχει χωρία, οὐχ ἁπλῆν, ὡς ἄν τις εἰκάσαι, καὶ εὐκατάδρομον ἔχοντα τὴν προσβολήν, οὔτε μὴν τοῖς ἐθέλουσιν ἐκκειμένην ἑλεῖν. Ταύτῃ τοι κατασοβεῖ μὲν εἰς ὄκνον ἔσθ' ὅτε τὸν νοῦν οἱονεί πως ἡ δυσχωρία· καταπέφρικα δὲ τῶν ἄλλων ἁπάντων, ὅτι μάλιστά γε τὸν περὶ πίστεως λόγον, καίτοι κεφάλαιον ὄντα τῆς ἐν ἡμῖν ἐλπίδος. {Α.} Ναὶ δὴ οὖν, φαίην γὰρ ἂν ἀληθῆ λέγοντί σοι. Πλὴν ὅτι τὸ κατακτήσασθαί τι τῶν ἄνωθέν τε καὶ θεοσδότων ἀγαθῶν, οὐκ ἄν, οἶμαι, τὶς ἀνιδρωτὶ πορίσαιτο, παντί που σαφές. Τὰ γάρ τοι λίαν ὑπερφυᾶ καὶ ἀνῳκισμένην ἔχοντα τὴν δόξαν οὐχὶ τοῖς ἐθέλουσιν εὐστιβῆ, ἀλλ' ἑλεῖν μὲν οὐ ῥᾴδια, δυσεισποίητα δὲ καὶ ἀνάντη· καὶ τί γὰρ οὐχὶ λαχόντα τῶν εἰς δυσχέρειάν τε καὶ πόνον; {Β.} Εἶτα τί δρῷεν ἂν οἷς ἔνεστι μὲν ἔφεσίς τε καὶ προθυμία τῶν ἀρίστων τουτωνὶ καὶ παγκάλων εὑρημάτων, τό γε μὴν ἐφικέσθαι δυσαλωτότατον;
For we have come to the very setting-places of life; so I will state what is necessary, passing over such matters for now. For my mind is always, in a way, fond of useful learning, and it desires nothing else, perhaps, except this and this alone; but just as a noble and very swift colt, though wishing to display the excellence of its feet, is forced against its will through parts of the plains that are not very clear and smooth, and makes the display of the strength within it broken up, as it were, and not admired by all—in this same way, I think, it constrains me also, held fast by some warm and irresistible eagerness to choose to busy myself with the things in the God-inspired Scripture, and it drives me down into places hard to enter and untrodden, whose approach is not, as one might suppose, simple and easy to run over, nor yet open for those who wish to seize it. In this way, then, the difficulty of the terrain sometimes drives my mind, as it were, into hesitation; but I have been struck with dread before all other things, especially the word concerning faith, although it is the chief point of the hope that is in us. {A.} Yes indeed, for I would say that you speak the truth. Except that to acquire any of the good things that are from above and God-given, no one, I think, would procure without sweat—this is surely clear to everyone. For things that are exceedingly transcendent and have exalted glory are not easy for those who wish to tread, but are not easy to seize, and are hard to enter and uphill; and what is there that has not fallen to difficulty and toil? {B.} Then what should those do in whom there is desire and eagerness for these best and altogether beautiful discoveries, though to attain them is most difficult to capture?
{Α.} Τί δὲ ἕτερον οἴει χρῆναι δρᾶν αὐτοὺς ἢ τοῖς τῶν ἁγίων καταπείθεσθαι λόγοις, ἐπικεκραγότων εὖ μάλα τὸ "Εἴ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος
Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ;" Φωτὶ γάρ που πάντως τῷ θείῳ καὶ νοητῷ καταφωτίζεται τὰ φωτὸς ἐπιδεᾶ, καὶ μὴν καὶ Σοφία τελεῖται σοφὰ τὰ συνέσεώς τε καὶ σοφίας τητώμενα. Φῶς δ' ἂν νοοῖτο καὶ σοφία Χριστός, "ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως αὐτοῦ." Ἐξείλετο γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατήρ, ὡς γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος, "ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν τῷ φωτί." Καὶ μὴν καὶ ἡμέρας Διαυγασμὸν ἀπεκάλεσέ τις τῶν ἁγίων αὐτόν, καὶ Φωσφόρον ἐπὶ τούτῳ. Φησὶ γὰρ ὅτι "Ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ Φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν·" ἡμέρας, οἶμαι, διαυγασμὸν καὶ φωσφόρον ἀνίσχοντα, τὸν ἐν Πνεύματι διὰ Χριστοῦ φωτισμὸν ὀνομάζων. {Β.} Ἄλλ' ὅτι μὲν φῶς ὁ Χριστός, καὶ μὴν καὶ ἡμέρα καὶ αὐγὴ καὶ φωσφόρος τῶν ἅπαξ τελούντων εἰς τοὺς διὰ πίστεως κεκλημένους οὐκ ἐνδοιάσαι τις ἄν. Εἰ δὲ δή σου δεηθείημεν, παραδείξαις ἂν ἡμῖν εὐσυνοπτότατα τὸν ἀπροσκλινῆ τε καὶ ἀμώμως ἔχοντα τῆς πίστεως λόγον, ἢ καταρνήσῃ τὸ φάναι, καὶ τὸν ἐμοὶ συνήθη καὶ πρέποντα καὶ ἀεί πως τῷ γέρᾳ προσπεφυκότα τιμήσεις ὄκνον;
{A.} But what else do you think they ought to do than to be persuaded by the words of the saints, who have cried out very clearly, "If any of you lacks wisdom, let him ask of God, who gives to all simply and does not reproach, and it will be given to him"? For surely whatever lacks light is fully illuminated by the divine and intelligible light, and indeed by Wisdom those things that are destitute of understanding and wisdom are made wise. And light and wisdom would be understood as Christ, "who shone in our hearts, for the illumination of the knowledge of himself." For God and the Father has rescued us, as indeed the inspired Paul said, "from the authority of darkness, and has transferred us into the kingdom of the love of his Son, in the light." And indeed one of the saints called him the Daybreak of day, and for this reason the Morning Star. For he says, "Until the day dawns, and the Morning Star rises in your hearts"—calling the illumination in the Spirit through Christ, I think, the daybreak of day and the rising Morning Star. {B.} But that Christ is light, and indeed also day and radiance and morning star for those who have once been initiated into the ranks of those called through faith, no one would doubt. But if we were to entreat you, would you show us most concisely the unswerving and blameless account of the faith, or will you refuse to speak, and will you honor the hesitation that is customary to me and fitting and always in some way attached to my old age?
Μυρία γὰρ ὅσα τὰ παρὰ πολλῶν θρυλλούμενα, οἳ τὸν ὀρθὸν τῆς ἀληθείας ἐκκολακεύοντες, λόγον παρατρέπουσι ποικίλως ἐπὶ τὸ σφίσι δοκοῦν, καὶ σφηκῶν ἀγρίων διιπτάμενοι δίκην, πόλεις τε ὁμοῦ καὶ χώρας καταβομβοῦσι δεινῶς, "τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου," κατὰ τὸ γεγραμμένον. {Α.} Ὡς ἄγαμαί σε τῆς ἀσυγκρίτου φιλοθεΐας, ὦ τᾶν, καί σου δέομαι μὴ καταλῆξαι πώποτε τῆς οὕτως ὀρθῆς καὶ ἀξιεπαινετωτάτου γνώμης. Πλήν, ὦ ἑταῖρε, παρά σοι μετέχειν καὶ λίαν ἀμογητὶ καὶ ἀμφιλαφῶς ὧν ἐρᾷς, καὶ οὔ τί πού φημι τὸν νοητὸν ἐκβασανίσαι λόγον, ὡς δή τι τῶν πρὸ ἡμῶν ἄμεινον ἐρεῖν καὶ ἐκδιδάσκειν ὑπισχνούμενος. Ἅλις γάρ, ἅλις αἱ τῶν ἁγίων Πατέρων εἰς τοῦτο συγγραφαί, αἷς εἴπερ τις ἕλοιτο νουνεχῶς ὁμιλεῖν καὶ ἐγρηγορότως προσφέρεσθαι, φωτὸς ἂν τοῦ θείου τὸν οἰκεῖον εὐθὺς ἀναμε στώσειε νοῦν. Ἦσαν γὰρ οὐκ αὐτοὶ "λαλοῦντες," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν, "ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς τὸ λαλοῦν ἐν αὐτοῖς." "Πᾶσα δὲ Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος." Ἦ γάρ; {Β.} Ναί, καὶ τοῦτο ἀληθές· ἀλλ' εἰ κατοκνήσεις αὐτὸς καὶ συνεργάσῃ μὲν τὸ παράπαν οὐδέν, κατεγκλείσας δὲ ὥσπερ ὀδόντων εἴσω τὴν γλῶτταν, ἀπρακτεῖν ἀναπείσεις, τὸ διαρκῶς τε καὶ ἀποχρώντως περὶ τῶν τοιούτων ἡμῖν τοὺς Πατέρας εἰπεῖν, ὡς δυσανάτρεπτόν τε καὶ δυσκαταγώνιστον σκῆψιν, τοῖς τῶν τοιούτων φιλακροάμοσιν ἐπιτειχίζειν ἐπιχειρῶν, οὔτ' ἂν ἐπαινέσαιμι τοῦτο δρᾶν ᾑρημένον, ἐρομένῳ τε εἰπεῖν ἐκεῖνο ἀξιῶ. {Α.} Τί γὰρ ἄν μου διαπύθοιο; Μὴ γὰρ δὴ κατάθει τοῦ μετρίου φρονήματος, ὦ γενναῖε.
For countless are the things noised abroad by many, who, flattering the right word of truth, twist it in various ways to what seems best to them, and, flying about like wild wasps, terribly buzz through cities and countryside alike, "speaking from their own hearts, and not from the mouth of the Lord," according to what is written. {A.} How I admire your incomparable love of God, my good sir, and I beg you never to cease from such a right and most praiseworthy resolve. However, my friend, it is in your power to partake most effortlessly and abundantly of the things you desire—and I do not mean, of course, to put the intelligible word to the test, as though promising to speak and teach something better than those before us. For sufficient, yes sufficient, are the writings of the holy Fathers for this, and if anyone chose to converse with them thoughtfully and to apply himself to them vigilantly, he would straightway rouse his own mind to the divine light. For they were not themselves "speaking," according to the Savior's voice, "but the Spirit of God and the Father was speaking in them." "Every Scripture is inspired by God and profitable." Is it not so? {B.} Yes, and this is true; but if you yourself hold back and contribute nothing at all, but shut your tongue as it were behind your teeth, and persuade us to do nothing, trying to set up as a wall against those who love to hear such things the claim that the Fathers have spoken sufficiently and adequately for us on these matters—as though it were an irrefutable and invincible pretext—I would not praise you for choosing to do this, and I deem it right that you answer the one who asks. {A.} For what would you ask of me? Do not, noble sir, fall short of moderation in your thinking.
{Β.} Καταθεῖν μὲν οὐ σκοπὸς ἐμοί, πολλοῦ γε καὶ δεῖ· ἀπόκριναι δ' οὖν, καὶ μή με ποικίλως ἀποκόμιζε τῆς θήρας ὧν ἂν χρῄζοιμί σου διαπυνθάνεσθαι. {Α.} Ἀλλ' ἔρου λοιπόν, εἴ σοι δοκεῖ. {Β.} Ἆρ' εἴ τῳ τῶν καθ' ἡμᾶς φέρβειν ἐδόκει τὰς κατ' ἀγροὺς οἶς τυχὸν ἢ αἶγας, οὐκ ἂν ᾤου δεῖν καλαύροπός τε καὶ σκυλάκων αὐτῷ, ἵν' ἐξαμύνοιτο μὲν αὐτὸς εἰ δήπου τι τῶν ἀτιθάσσων ἐπιθρώσκοι θηρίων· οἱ δὲ προεκδειματοῦντες ταῖς παρὰ σφῶν ὑλακαῖς, κατακολούοιεν μὲν τῆς ἐφόδου τὸ θράσος, ἀλώβητον δὲ τὴν ἀγέλην τῷ κεκτημένῳ διατη ρήσειαν; {Α.} Ὀρθῶς ἔφης. {Β.} Εἰ δὲ δὴ καιροῦ διιππεύσαντος ἐκτεθνάναι τινὰς τῶν σκυλάκων συνέβη, εἶθ' ἑτέρους εἰσέφρησεν ὁ ποιμήν, ἆρ' εἰκαῖον ἐν τοῖς δευτέροις ἡ ὑλακὴ καὶ ἐγρήγορσις, ἐπεί τοι τοῖς πρὸ αὐτῶν τὸ εὐδοκιμεῖν ἐν τούτοις ἐδόκει; 389 {Α.} Καὶ πῶς εἰκαῖον τὸ ὠφελοῦν νοοῖτ' ἂν ἢ λέγοιτο; {Β.} Εἶτα σιωπήσεις ἀνεγκλήτως αὐτός, μόνοις ἡμᾶς τοῖς τῶν Πατέρων συγγράμμασιν ἐφιστάς, τό γε μὴν ἐν ἴσοις ἰέναι θέλειν φιλοθεωτάτοις σπουδάσμασι χρῆμα περιττὸν εἶναι λέγων, καίτοι τῶν ἀγρίων αἱρετικῶν ἀθυρώτῳ τε καὶ ἀπυλώτῳ στόματι τὰς τῶν ἁπλουστέρων δαπανώντων ψυχάς; {Α.} Οὐκοῦν, ἐπεί με δριμὺς εἰσέδυ πόθος· παρατέθηγμαι γὰρ οὐ μετρίως καὶ παρωρμήθην ἱκανῶς εἰς τὸ ἐθελῆσαι πονεῖν τοῖς
{B.} It is not my purpose to rush headlong—far from it. But answer me, then, and do not carry me off in various directions away from the hunt for the things I wish to inquire of you. {A.} Well, ask on, then, if you please. {B.} If someone among us seemed to be tending the sheep or perhaps the goats in the fields, would you not think he needed a shepherd's staff and dogs, so that he himself might ward off any of the untamed beasts that might attack, while they, by their barking giving forewarning, might cut down the boldness of the onset and preserve the flock unharmed for its owner? {A.} You have spoken rightly. {B.} But if, when time had passed, it happened that some of the dogs had died, and then the shepherd brought in others, would the barking and watchfulness of the second ones be in vain, since the good repute of those before them was thought to lie in these? {A.} And how could what is beneficial be considered or called vain? {B.} Then will you yourself keep silence without reproach, setting us upon the writings of the Fathers alone, and saying that the desire to go on equal terms with those most devoted to divine contemplation is a superfluous thing—although the wild heretics, with mouth unhinged and ungated, devour the souls of the simpler folk? {A.} Well then, since a sharp longing has entered into me—for I have been whetted not a little and stirred sufficiently to wish to labor at the
σοῖς, ὦ οὗτος, ῥήμασι· φέρε δή, φέρε, παροισ θέντων εἰς μέσον τῶν ἀκριβῶς καὶ ἐξητασμένως διωρισμένων ἐν τῇ ἁγίᾳ τε καὶ πανευφήμῳ συνόδῳ, τῇ συνειλεγμένῃ κατὰ καιροὺς ἐν πόλει τῇ Νικαέων, καταθρήσωμεν, εἰ δοκεῖ, τί τοῖς ἑλομένοις ἑτεροδοξεῖν οὐκ ἀδιαβλήτως ἔχειν δοκεῖ. Τὴν γὰρ ἄριστά τε καὶ μετὰ Θεοῦ διωρισμένην τε καὶ ἐκτεθεῖσαν πίστιν παρὰ τῆς ἁγίας καὶ μεγάλης ἐκείνης συνόδου κρηπῖδα καὶ ὑποβάθραν ἀκατάσειστόν τε καὶ ἐρηρεισμένην τῶν ἡμετέρων ψυχῶν εἴ γέ τῳ φάναι σκοπός, δοκιμώτατα μὲν ἐρεῖ, καὶ ἐπαίνων τεύξεται τῶν παρὰ Χριστῷ, πιστότατος δὲ καὶ ἀληθινὸς ἀναλάμψει προσκυνητής. Ἐπ' αὐτῆς δὲ ἡμῖν ἀναγεγράφθω λέξεως τὸ θεῖον καὶ ἱερώτατον τῆς ἁγίας ἐκείνης συνόδου χρησμῴδημα, τουτέστι τὸ ἀπεξεσμένον καὶ τετορευμένον ταῖς εἰς πᾶν ὁτιοῦν ἀληθὲς ἐννοίαις τῆς πίστεως Σύμβολον, ὡς ἂν τοῖς ἐθέλουσι φιλοψογεῖν τῆς καθ' ἡμῶν γλωσσαλγίας μηδεὶς τὸ παράπαν εἰσδεχθείη λόγος, ὡς ὀθνείοις τισὶν ἐπιπηδώντων δόγμασι καὶ παρέντων μὲν ἰέναι τὴν βασιλικὴν ὁδόν, ἐπὶ θάτερα δὲ παρεκτετραμμένων, κατὰ τὸ μόνῳ καὶ ἰδίᾳ δοκοῦν. Τουτὶ γὰρ δὴ καὶ αὐτὸς ἐγὼ λογισαίμην ἂν οὐκ εὐμεταχείριστον ἀληθῶς ἀρρώστημα νοῦ. "Σοφία γὰρ ἀνεξέλεγκτος πλανᾶται," κατὰ τὸ γεγραμμένον. Ἔχει δὲ οὕτως ἡμῖν ἡ τῆς πίστεως ἔκθεσις· Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ·
By your words, sir—come now, come: let us set before us the definitions that were accurately and carefully set forth in the holy and all-lauded synod that was assembled at various times in the city of Nicaea, and let us consider, if it seems good, what appears to those who have chosen to hold heterodox opinions not to be free from reproach. For if it is anyone's aim to call the faith that was most excellently and with God's help defined and set forth by that holy and great synod a foundation and base, unshaken and firmly established, of our souls, he will speak most approvedly and will obtain praises from Christ, and will shine forth as a most faithful and true worshipper. And let the divine and most sacred oracle of that holy synod be written out for us in its very wording—that is, the Symbol of the faith, polished and molded by the true thoughts concerning everything—so that no word at all of their tongue-wagging against us may be admitted by those who wish to carp, as though they were leaping upon certain foreign doctrines and, having let the royal road go, were turning aside to the other side, according to what seems right to each one privately and on his own. For this very thing I myself would reckon to be truly no easily handled sickness of the mind. "For wisdom that is not subject to examination wanders," according to what is written. And the exposition of the faith is as follows: We believe in one God, the Father almighty, maker of all things visible and invisible; and in one Lord Jesus Christ, the Son of God, begotten of the Father, only-begotten, that is, from his essence, God from God, light from light, true God from true God.
γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας· Ἦν ποτε ὅτε οὐκ ἦν, ἤ· Οὐκ ἦν πρὶν γεννηθῇ, ἤ· Ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστόν, ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. {Β.} Βαβαὶ τῆς ἀκράτου νήψεως καὶ εἰς λῆξιν ἡκούσης τὴν ἀνωτάτω. Βοανεργές, τουτέστιν υἱὸς βροντῆς, ἕκαστος, οἶμαί που, διακεκλήσεται τῶν ταῦτα τεθεσπικότων. Ἐξαίσιον γάρ τι καὶ ὑπερφυὲς ἐφθέγξαντο. {Α.} Ἄριστα δὴ οὖν μοι διεσκέφθαι τε οὕτω καὶ δράσαι δοκῶ. Τὸ γάρ τοι μὴ δεῖν ἕτερα ἄττα παρὰ ταῦτα φρονεῖν, ἤγουν ἐπὶ γλώττης ἔχειν, ἕπεσθαι δὲ μᾶλλον κρίσει τε καὶ λόγοις τοῖς διὰ τοῦ Πνεύματος εὑρημένοις τιμησαίμην ἄν, εὖ ἴσθι τοι, τοῦ παντὸς λόγου. {Β.} Ὀρθῶς ἔφης· ἀλλ' οὐκ ἂν ἀναπείσαις ταῦτά σοι φρονεῖν ἑλέσθαι τοὺς διεναντίας. Μόσχοι γὰρ ὥσπερ ἀτιμα γέλαι καὶ ἀγέρωχοί τινες, ἵενται μὲν εὐτόνως ἐπὶ τὸ σφίσιν αὐτοῖς δοκοῦν, τὴν ἀρίστην δὲ ὥσπερ καὶ παγκάλην ἀληθῶς παρεκθέοντες νομὴν ἐπ' ἀκάνθας σπεύδουσι καὶ τριβόλους, ἀσυνέτων τινῶν ψευδοδιδασκάλων καταφερβόμενοι λόγοις, οἷς τάχα που καὶ ὁ τῆς Σοφίας αὐτῆς ἐπεδάκρυσε λόγος. Ἔφη γάρ·
begotten, not made, consubstantial with the Father, through whom all things came to be, both the things in heaven and the things on earth; who for us human beings and for our salvation came down, and was incarnate, and became human, suffered, and was buried, and rose on the third day; who ascended into the heavens, and is coming to judge the living and the dead; and [we believe] in the Holy Spirit. But those who say, "There was once when he was not," or, "He was not before he was begotten," or, "He came to be from things that are not," or who claim that he is from another hypostasis or substance, or that the Son of God is created, or changeable, or alterable—such persons the catholic and apostolic Church anathematizes. {B.} Ah, what undiluted sobriety, reaching the very highest summit! Boanerges, that is, son of thunder, each one of those who divinely uttered these things will, I think, be called. For they uttered something extraordinary and surpassing nature. {A.} It seems to me, then, that I have reasoned best in this way and acted accordingly. For that one ought not to think anything else besides these things, or have them on one's tongue, but rather to follow the judgment and words found through the Spirit—know well that I would honor this above all. {B.} You have spoken rightly; but you would not persuade those of the opposite opinion to choose to think these things with you. For like dishonored herds of calves and some proud creatures, they rush vehemently toward what seems right to themselves, and running past the best and truly most beautiful pasture, they hasten to thorns and thistles, feeding on the words of certain senseless false teachers, over whom perhaps even the word of Wisdom herself wept. For she said:
"Ὦ οἱ ἐγκαταλιπόντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους, οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ, ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν." {Α.} Εὖ λέγεις. Πρέποι δ' ἂν καὶ μάλα κατοιμώζειν αὐτοὺς ὁμοῦ τῷ προφήτῃ λέγοντας Ἱερεμίᾳ· "Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός;" Ὁ γάρ, παρὸν ἑλέσθαι τῆς ἀληθείας τὴν γνῶσιν, ἀσυνέτως ἐκνενευκὼς εἰς ἀπάτην καὶ παραφθορὰν καὶ εἰς βεβήλους ψευδοδοξίας, πῶς οὐκ ἂν εἴη λοιπὸν καταθρηνεῖσθαι πρέπων; "Καὶ ἐξ ἡμῶν μὲν ἐξῆλθον," ὥς γέ τις τῶν ἁγίων τοῦ Σωτῆρος ἐπέστειλε μαθητῶν, "πλὴν οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν." Κατὰ τί δὲ ἄρα καὶ ἐπιτιμᾶν ἐγνώκασι τῇ οὕτως ὀρθῇ καὶ ἀκριβεστάτῃ καὶ οὐδαμόθεν ἐχούσῃ τὸ εὐθύνεσθαι πίστει, 391
ἤγουν τῇ τῆς πίστεως ὁμολογίᾳ; {Β.} Ναί, φασίν. Ἐπιτιμήσομεν γὰρ εἰκότως τῇ τοῦ ὁμοουσίου λέξει, καινοφωνουμένην τε καὶ ἄγραφον εἶναι διαβεβαιούμενοι, τουτέστι ταῖς θεοπνεύστοις οὐκ ἐγκειμένην Γραφαῖς. {Α.} Ἀνοητότατά γε ταυτὶ φαῖεν ἄν, ὦ ἑταῖρε. Λυπεῖ γὰρ ἡ λέξις τὸ σύμπαν οὐδὲν ἔνθαπερ ἂν ὅλως ἀληθὲς ὑπάρχῃ τὸ ἐξ αὐτῆς δηλούμενον. Ἦ γὰρ οὐχὶ δοίης ἂν εἶναι καὶ αὐτὸς ἀληθὲς ὅ φημι; {Β.} Καὶ μάλα. {Α.} Σκόπει δὴ οὖν, εἰ μὴ καὶ ἑτέρας τῇ τοῦ Θεοῦ φύσει τοιαυτασί πως φωνὰς ἐφαρμόττειν ἔσθ' ὅτε κατειθίσμεθα, καίτοι τοῖς ἱεροῖς τε καὶ θείοις οὐκ ἐγνωσμένας Γράμμασι. {Β.} Τὰς ποίας δῂ φής;
O you who have forsaken straight paths to walk in ways of darkness, who rejoice in evil and delight in evil perversity, whose paths are crooked and whose tracks are winding." {A.} You speak well. It would indeed be most fitting to lament them together with the prophet, saying with Jeremiah: "Who will give water to my head and a fountain of tears to my eyes, and I will weep for this people day and night?" For he who, when it was possible to choose the knowledge of the truth, has senselessly turned aside to deceit and corruption and to profane false opinions—how could he not henceforth be fit to be mourned? "And they went out from us," as one of the holy disciples of the Savior wrote, "but they were not of us; for if they had been of us, they would have remained with us." But for what reason, then, have they resolved to find fault with the faith that is so upright and most exact and has no ground from any quarter for being corrected, 391
that is, with the confession of the faith? {B.} Yes, they say. For we shall reasonably find fault with the word "consubstantial," maintaining that it is newly spoken and unwritten, that is, not contained in the divinely inspired Scriptures. {A.} They would say this most foolishly, my friend. For the word causes no harm at all wherever the meaning made clear by it is entirely true. Surely you would not deny that what I say is also true? {B.} Certainly. {A.} Consider, then, whether we are not sometimes accustomed to apply to the nature of God other such expressions as these, although they are not known to the sacred and divine Scriptures. {B.} What sort do you mean?
{Α.} Ἆρα γάρ, εἴ τις ἀσώματόν τε καὶ ἀσχημάτιστον, ἄποσόν τε καὶ ἀμέγεθες ὀνομάσαι τὸ Θεῖον, ἐξοίχοιτο ἂν τοῦ πρέποντος ὁ λόγος αὐτῷ; Εἰ δὲ δὴ καὶ ἀπεριόριστον καὶ ἀβασίλευτον λέγοι, οἰηθείη τις ἂν εἰπεῖν τῶν ἀναγκαίων οὐδέν, καίτοι δοξάζοντα τἀληθῆ; {Β.} Καὶ μὴν λῆρος ἂν εἴη τοῦτό γε. {Α.} Τί οὖν ἔδει μᾶλλον αὐτοὺς προχειρότατα κινδυνεύοντας μειρακιωδῶς ἐπιτιμᾶν τῷ ὁμοουσίῳ τὸ ξένον καὶ ἄηθες τῆς οὕτως εὐσημοτάτης καὶ ἐμφιλοσόφου λέξεως καταγράφοντας, καίτοι πράγματος ἀληθοῦς ὄντος τε καὶ ὁμολογουμένου, παρά γε τοῖς τὰ θεῖα σοφῶς ἐξηκριβωκόσι καὶ πεπαιδευ μένοις μυστήρια, ὡς ἐξ αὐτῆς ἀναφὺς τῆς οὐσίας ἡμῖν τοῦ Θεοῦ καὶ Πατρός, ὁ Υἱὸς οὐκ ἔκφυλος ἔσται κατὰ τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν, οὔτε μὴν ὀθνεῖος τοῦ γεγεννηκότος, ἀλλ' ὁμοούσιός τε αὐτῷ, σύμμορφός τε καὶ ὁμοφυής; Ἀπερυθριάσω γὰρ οὐδαμῶς τὸ ἁπάσῃ κεχρῆσθαι λέξει πρὸς τὴν τοῦ καλῶς τε καὶ ἀληθῶς ἔχοντος τελούσῃ δήλωσιν. Γένους μὲν γὰρ καὶ διαφορᾶς εἰδοποιοῦ παντελῶς τὸ Θεῖον ἀνῴκισται· ἀλλ' εἰ παραιτεῖσθαι μέλλοιμεν τὰ δι' ὧνπερ ἄν τις κἂν γοῦν εἰς βραχεῖαν καλοῖτο γνῶσιν τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας, ἄπιστοί τε καὶ ἀμαθεῖς τοὐντεῦθεν ἐσόμεθα, τίς μὲν ὁ φύσει καὶ ἀληθῶς ὑπάρχει Θεὸς οὐδαμόθεν ἐκπαιδευόμενοι, "κλυδωνιζόμενοι δὲ ὥσπερ καὶ περιφερόμενοι παντὶ ἀνέμῳ," κατὰ τὸ γεγραμμένον.
{A.} For if someone were to call the Divine incorporeal and without form, without quality and without magnitude, would his account depart from what is fitting? And if he should also call it unbounded and without king, would one think he had said nothing of what is necessary, even though he holds the truth? {B.} Indeed, that would surely be nonsense. {A.} Why, then, should they most readily and childishly rush into danger by censuring the term homoousios, writing down the strangeness and unfamiliarity of this most noble and philosophical expression, although the thing is true and acknowledged, at least by those who have wisely examined divine matters and been educated in the mysteries—namely, that the Son, having sprung from the very essence of God the Father, will not be of alien stock according to what seems good to them, nor indeed foreign to the one who begot him, but is homoousios with him, of the same form and of the same nature? For I shall not at all be ashamed to use every expression that serves the clear demonstration of what is good and true. For the Divine is wholly removed from genus and from specific difference; but if we are going to reject the very means by which one might be summoned even to a brief knowledge of the essence that transcends all things, we shall from that point be faithless and unlearned, being educated from no source as to who is God by nature and truly, "tossed about and carried around by every wind," according to what is written.
Καταδείσαντες δὲ καὶ διωσάμενοι, καὶ τοῦτο εἰσάπαν, τὸ κἂν γοῦν "ἐν ἐσόπτρῳ καὶ αἰνίγματι" βλέπειν καὶ γινώσκειν "ἐκ μέρους," κωφοῖς τε καὶ ἀναισθήτοις ἐν ἴσῳ που πάντες ἐσόμεθα λίθοις, ἐτώσιον ἄχθος ἀρούρης, καθάπερ τις ἔφη τῶν παρ' Ἕλλησι ποιητῶν. {Β.} Ἀλλὰ γὰρ ποῦ, φασίν, ἡ Γραφὴ τὸ ὁμοούσιον λέγει; {Α.} Ἐπὶ τὸν αὐτὸν ἡμᾶς ὑπονοστῆσαι λόγον ἀναπείθεις, ὦ τᾶν. Ποῦ γὰρ ὠνόμασε τὸν τῶν ὅλων Θεὸν ἀσώματόν τε καὶ ἀσχημάτιστον, καὶ ἀπεριόριστον καὶ ἀβασίλευτον; Ἀλλ' ἔστι ταῦτα τῇ φύσει, καὶ οὐχ ἑκόντων ἐκείνων. Εἴπερ οὖν ἑλοίμεθα φρονεῖν ὀρθῶς, παραιτητέον οὔτι που τὰ εἰς ἐπίγνωσιν τῆς ἀληθείας τελοῦντα τῶν ὀνομάτων. Ἆρα γὰρ οὐκ οἰηθεῖεν ἂν οὐ ψευδοεπῆσαι τὸν Θεὸν τὸ "Ἐγώ εἰμι ὁ ὤν," πρὸς τὸν ἱερὸν εἰ λέγοι Μωσέα; "Τοῦτο γάρ μού ἐστι τὸ ὄνομα, φησί, καὶ μνημόσυνον αἰώνιον γενεῶν γενεαῖς." Ἀλλ' οἶμαί γε δεῖν μὴ ἂν εἰς τοῦτο κατολισθεῖν ἀποπληξίας αὐτοὺς ὡς μηδὲ ὅτι ὤν ἐστιν ὁ Θεὸς κατα τολμῆσαι φρονεῖν. Ὢν γάρ ἐστιν ἀληθῶς, ὧδέ τε καλεῖσθαι πρέποι ἂν αὐτῷ τε καὶ μόνῳ κυρίως τε καὶ ἰδικῶς, εἰ καὶ καθ' ἑτέρων διᾴττοι τυχὸν ὡς ἐν καταχρήσει τοὔνομα. Ἐκ δὲ τουτουῒ καὶ τὸ τῆς οὐσίας ὄνομα τοῖς ἀρχαιοτέροις ἐκπεποιῆσθαί φαμεν, καὶ μάλα εἰκότως, ὥστε εἰ καί τις ὁμοφυᾶ τε καὶ ὁμοούσιον εἶναι λέγοι τῷ Πατρὶ τὸν Υἱόν, οὐκ ἀσύνηθές τι κεκαινουργηκὼς ὡς ἐν ὀνομάτων θέσει νοοῖτ' ἂν ἡμῖν, ἀλλ' ἵν' οὕτως εἴπωμεν, τὰς πρώτας ἕδρας ἐχούσῃ παρά γε τῇ θεοπνεύστῳ Γραφῇ τῇ τοιᾷδε λέξει χρήσεται.
But having shrunk from this and thrust it aside, and that altogether, we shall all alike be as deaf and senseless stones, a useless burden of the earth, as one of the poets among the Greeks said, if we cannot at least see and know "in a mirror and in an enigma" and "in part." {B.} But where, they say, does the Scripture speak of "consubstantial"? {A.} You persuade us to retreat to the same argument, my good friend. For where did it name the God of all as incorporeal and without form, and unbounded and without king? But these things belong to His nature, and not to their will. If, then, we choose to think rightly, we must not, surely, reject the names that contribute to the knowledge of the truth. For would they not think that God spoke falsely when He said, "I am He who is," to the sacred Moses? "For this is My name," He says, "and an eternal memorial for generations of generations." But I think they ought not to slip into such a frenzy of folly as not even to dare to think that God is He who is. For He truly is, and it would be fitting for Him, and for Him alone, to be called so properly and specifically, even if the name should perhaps be applied to others by way of misuse. And from this, we say, the name of "essence" was also formed by the more ancient writers, and very reasonably so, so that if someone should say that the Son is of the same nature and consubstantial with the Father, he would not be thought by us to have innovated something unusual in the matter of names, but, so to speak, he will be using this expression which has its first seats in the God-inspired Scripture.
Τὰ γάρ τοι τῶν ὀνομάτων εἰς παραγωγὴν ἠγμένα, οὐκ αὐτά που πάντως ἐφ' ἑαυτοῖς διερήρεισται κατὰ θέσιν ἰδίαν, ῥίζης δὲ ὥσπερ ἐξέφυ τῆς πρώτης καὶ ἐν ἀρχαῖς. Εἰ τοίνυν ἔξω τριβῆς τε καὶ συνηθείας τῆς ἱερᾶς τὸ ὁμοούσιον εἶναι διισχυρίσαιντο, μάλιστα μὲν ἀδικοῦσι τῆς τῶν ὀνομάτων παραγωγῆς τὸν εὐφυᾶ τρόπον. Ἐκ γάρ τοι τοῦ ὄντος οὐσία καὶ ὁμοούσιον. Ἀμαθαίνοντες δὲ οὕτω λίαν, συναναιροῦσιν αὐτῷ καὶ τὰς ἑτέρας φωνὰς δι' ὧνπερ ἂν ἡμῖν ὑπάρξαι τό, κἂν γοῦν "δι' ἐσόπτρου καὶ αἰνίγματος," καθορᾶν καὶ ἰσχνὰς τῆς θεότητος φαντασίας εἰσδέχεσθαι κατὰ νοῦν. {Β.} Τί γὰρ εἰ μὴ ὁμοούσιον
μὲν τῷ Πατρὶ τὸν Υἱόν, λέγοιεν δὲ μᾶλλον ὡς ἔστιν ὁμοιοούσιος; {Α.} Οὐκ ὀρθῶς ἐροῦσιν, ὦ τᾶν, ἀλλὰ πρῶτον μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ἑτερογνωμοῦντες ἁλώσονται, κακουργότατα παραιτούμενοι τὴν λέξιν ὡς ἄγραφον. Εἴτε γὰρ ὁμοούσιον τὸν Υἱόν, κἂν εἰ τοῦτο μὲν οὐδαμῶς, ὁμοιοούσιον δὲ χρῆναι λέγειν, κατὰ τὸ ἐκείνοις δοκοῦν, οἴοιτό τις, οὐδὲν ἧττον ἡμῖν δι' ἀμφοῖν τὸ τῆς οὐσίας ὄνομα παρειστρέχει. Κατα κιβδηλεύοντες δὲ τὴν φωνήν, φημὶ δὴ τὸ ὁμοούσιον, νόθην, καὶ ἡμαρτημένην, καὶ τοῖς θείοις Γράμμασιν ἀπῳδόν, καὶ τί γὰρ οὐχὶ τῶν τοιῶνδε κατακεκραγότες, προσίενται πάλιν αὐτήν, καὶ ταῖς ὅτι μάλιστα δοκιμωτάταις ἐγγράφουσιν. Ἢν ἄρα τις ἐφίῃ λέγειν αὐτοῖς ὁμοιοούσιον τῷ Πατρὶ τὸν Υἱόν, εἶτα τί σοι δρᾶν οἵ γε δὴ τοιοῦτοι δοκοῖεν ἄν; {Β.} Οὐ μετρίως ἀδικεῖν, καὶ τὴν ἐκ τῆς λέξεως κατα πεφρικέναι δύναμιν, ἅτε δὴ γεννικῶς τε καὶ μάλα σαφῶς ὑποφαινούσης τὸ ἀληθές. {Α.} Μὴ ἑτέρως ἔχειν ὑπολάβῃς ἢ οὕτως, ὦ τᾶν·
For names that have been brought to derivation do not at all stand firmly by themselves on their own by arbitrary imposition, but have sprouted as it were from the first root and from the beginning. If, then, they insist that "consubstantial" lies outside the sacred usage and custom, they do wrong above all to the natural manner of the derivation of names. For from "being" come "substance" and "consubstantial." And being so very unlearned, they thereby do away with the other expressions through which it might be granted to us, even "through a mirror and in a riddle," to behold and to receive in our mind faint impressions of the Godhead. {B.} For what if they should not say that the Son is consubstantial with the Father, but rather that he is "of like substance"? {A.} They will not speak rightly, my good sir, but first they will be caught disagreeing with themselves, most maliciously declining the term as unscriptural. For whether one thinks, according to their opinion, that the Son is consubstantial, or that one ought not to say this at all but rather "of like substance," the name of "substance" nonetheless slips in through both. But adulterating the expression—I mean "consubstantial"—as bastard, and erroneous, and discordant with the divine Scriptures, and having railed against it as nothing of the sort, they again admit it and enroll it among the most highly approved terms. If, then, someone should desire to say to them that the Son is "of like substance" with the Father, what then would such men seem to you to do? {B.} To do wrong no little, and to shudder at the force of the expression, inasmuch as it nobly and very clearly hints at the truth. {A.} Do not suppose it to be otherwise than so, my good sir.
νεανιευόμενοι δὲ ὥσπερ ἐπὶ ταῖς σφῶν αὐτῶν ἀθυροστομίαις καὶ τοῖς τῶν ἰδίων καθηγητῶν ἀνοσιωτάτοις δόγμασι, τῆς μὲν πρὸς τὸν Θεὸν καὶ Πατέρα σχέσεώς τε καὶ οἰκειότητος φυσικῆς ἐκκόπτουσι τὸν Υἱόν, ἐξεικονισμὸν δὲ μόλις καὶ ὁμοίωσιν αὐτῷ τάχα που καὶ ἐποικτείροντες ἐφιᾶσιν ἔχειν, ἵν' ὁρῷτο λοιπὸν τῶν κατ' εἰκόνα διεκτισμένων, ἢ γοῦν κατὰ τρόπων ποιότητα διαπεπλασμένων, ὡς πρὸς τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος ὀλίγα διενεγκών. {Β.} Πῶς λέγεις; {Α.} Οὐ γὰρ ἐπαΐεις, ὦ τᾶν, διακελευομένου τε καὶ μάλα ἐναργῶς φάσκοντος τοῦ Χριστοῦ· "Γίνεσθε οἰκτίρμονες καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί;" {Β.} Ναί. {Α.} Ἆρ' οὖν οὐ συνίης ὅτι καὶ τρόπων ἡμᾶς ποιότης διαμορφοῖ καὶ οἱονεί πως ὁ θεῖος ἡμῖν ἐνθλίβεται χαρακτήρ, διὰ τῆς κατ' ἐνέργειαν ἀρετῆς; Χρῆμα μὲν γὰρ ἀγαθὸν ἀπαραποιήτως τε καὶ οὐσιωδῶς τὸ Θεῖον· τοῦτο δὲ καὶ ἡμᾶς αὐτοὺς κατὰ μίμησιν εἴη ἂν τῶν ἐνδεχομένων, ἐξ ἠθῶν ὁρᾶσθαι καὶ τρόπων, προαιρετικὴν εἰ ποιοίμεθα τὴν ἐφ' ἅπασι τοῖς τεθαυμασμένοις ἔφεσίν τε καὶ προθυμίαν. Οὐ γὰρ δή που νομιοῦμεν, εἰ νοῦ καὶ φρενῶν ἐσμεν ἐν καλῷ, τοὺς τὸν θεῖον ἔχοντας ἐξεικονισμὸν ἐν ἰδίαις ψυχαῖς, τῇ τῶν ἠθῶν ποιότητι διαστίλβοντα, τὴν πρὸς αὐτὸν ἐμφέρειαν ἔχειν οὐσιώδη τε καὶ ἀμετάστατον, καὶ εἰς πᾶν ὁτιοῦν ἰσομέτρως τῶν ἐκείνῳ προσόντων προήκουσάν τε καὶ ἐκτεινομένην· ἐπεὶ καθ' ἡμᾶς αὐτοὺς τὸ Θεῖον εἶναι δώσομεν, οὐδενὸς τὸ παράπαν διατειχίζοντος εἰς διαφοράν. Ἐκτίσμεθα γὰρ "κατ' εἰκόνα καὶ ὁμοίωσιν" αὐτοῦ. Ἀλλ' οὐκ ἂν ὧδε ἔχοι ταῦτα, πολλοῦ γε καὶ δεῖ· μυρία γὰρ ὅσα τὰ μεταξύ.
But, behaving arrogantly, as it were, over their own loose-tonguedness and the most unholy doctrines of their own teachers, they cut off the Son from the natural relation and kinship toward God and the Father, and they barely allow him to have a representation and likeness—perhaps, indeed, even pitying him—so that he might be seen thereafter as one of those fashioned according to the image, or at least of those molded according to the quality of their manners, as differing but little in comparison with the divine and undefiled beauty. {B.} What do you mean? {A.} Do you not understand, my good sir, that Christ commands and says very clearly: "Be merciful, just as your Father in heaven is merciful"? {B.} Yes. {A.} Do you not then understand that the quality of our manners also shapes us and that the divine character is, as it were, impressed upon us through virtue in action? For the Divine is a good thing without alteration and essentially; and this would belong to us too by imitation of what is possible, to be seen from our characters and manners, if we make our desire and eagerness for all that is admired a matter of choice. For surely we shall not suppose, if we are in good possession of mind and understanding, that those who have the divine representation in their own souls, shining forth in the quality of their characters, possess a likeness to him that is essential and unchangeable, and extending equally to every single one of the things that belong to him—since we shall then be granting that the Divine is according to ourselves, with nothing at all separating it into difference. For we were created "according to his image and likeness." But these things could not be so—far from it; for countless things lie in between.
Ἡμεῖς μὲν γάρ, οὐχ ἁπλοῖ τὴν φύσιν, τὸ δέ γε Θεῖον, ἁπλοῦν καὶ ἀσύνθετον κομιδῇ, πλουτεῖ δὲ αὐτὸ τὸ παντέλειον ἐφ' ἑαυτῷ, δεηθὲν οὐδενός. Σωματικὴ δέ γε πᾶσα σύγκειται φύσις ἐκ μορίων τινῶν, εἰς ἑνός τινος τοῦ τελείως ἔχοντος συνθεόντων πλήρωσιν. Καὶ ἡμεῖς μὲν ἐκ γῆς, κατά γε τὴν σάρκα, φθαρτοὶ καὶ εὐμάραντοι, χλόαις ἐν ἴσῳ καὶ κρίνοις ἐξεικασμένοι τοῖς ἐν ἀγρῷ. Θεὸς δὲ τούτων ἀνῴκισται. Καὶ εὐπαράφορος μὲν ἡ ἀνθρώπου ψυχή, καὶ ποικίλας ἔχουσα τὰς μεταβολὰς ἔκ τε τῶν ἀρίστων ἐπὶ τὸ φαῦλον καὶ ἐκ φαυλότητος αὖ πρὸς τὸ ἀγαθόν. Πέπηγε δὲ ὥσπερ καὶ ἐρήρεισται Θεὸς ἐν ἰδίοις ἀγαθοῖς, τὴν ἐφ' ἕτερα μεταχώρησιν ὑπομένειν οὐκ ἀνεχόμενος· καὶ οὐσιώδης ἡ ἑδραιότης, οὐ προαιρετικῆς ἀσφαλείας εὕρημα. Πρόδηλον οὖν ὅτι τοῖς εἰς τὸ εἶναι παρενηνεγμένοις οὐ φυσική τίς ἐστιν ἡ πρὸς Θεὸν ἐμφέρεια, ἀλλ' οἱονεί πως ἐν τῷ πράγματι καὶ ἐν τῇ τῶν τρόπων ποιότητι διαφαίνεται. {Β.} Οὐκ ἂν ὁ λόγος ἡμῖν ἁμάρτοι τοῦ πρέποντος, ἐπεί τοι διώλισθον μὲν τῆς πρὸς Θεὸν οἰκειότητος, "ἀγγέλων τε οἱ μὴ τηρήσαντες τὴν ἑαυτῶν ἀρχήν," καὶ μὴν καὶ ἡμεῖς αὐτοὶ ἠδικήμεθα δὲ εἰς τὴν φύσιν οὐδέν. Ὠχόμεθα γὰρ οὐδαμῶς εἰς τὸ μὴ ὑπάρχειν ὅλως, ἀλλ' ἔσμεν καὶ δίχα τοῦ κεκτῆσθαι τὴν ἀρετήν. Ἐπιστήμης δὲ οἱονεί πώς τινος καὶ τέχνης εἴδησιν ἐκ τῆς ἄγαν ῥᾳστώνης καὶ τῆς εἰς φαυλότητα ῥοπῆς ἀπημποληκότες, κεκλήμεθα πάλιν εἰς ἀνάληψιν τῶν πάλαι διὰ Χριστοῦ πρὸς ἐκεῖνο μεταπαι δεύοντος ἀναμορφοῦσθαι τὸ κάλλος, τὸ πρῶτόν τε καὶ ἀρχέτυπον. Καὶ οὔ τί πού
For we are not simple in nature, but the Divine is simple and altogether incomposite, and it possesses its own perfection in itself, needing nothing. Every bodily nature, however, is composed of certain parts, which combine into the fulfillment of one thing that is perfectly complete. And we are from the earth, as regards the flesh, corruptible and easily withered, likened equally to the grass and the lilies in the field. But God is far removed from these things. And the soul of man is easily swayed, and has various changes both from the best to the base and again from baseness to the good. But God is fixed and, as it were, established in his own good things, not enduring to undergo a transition to other things; and his stability is essential, not the discovery of a stability that comes from choice. It is evident, then, that for things brought into being, the likeness to God is not something natural, but is somehow made manifest in the matter and in the quality of the modes of life. {B.} Our argument would not miss what is fitting, since indeed they slipped away from kinship with God—"even the angels who did not keep their own principality"—and yet we ourselves have suffered no harm in our nature. For we have not perished utterly into non-existence, but we exist even apart from possessing virtue. But having sold off, as it were, some knowledge of understanding and craft through excessive ease and the inclination toward baseness, we have been called again to the recovery of what was formerly ours through Christ, who retrains us to be reformed into that beauty, the first and archetypal. And not yet anywhere
φαμεν ὡς εἰς ἑτέραν τινὰ φύσιν ἐξ ἀνθρωπότητος μεταθρώσκοντας ἐφικέσθαι τῆς τοιαύτης δίδωσιν εὐκλείας, ἀλλ' ἐκ προαιρέσεως μοχθηρᾶς ἐπὶ τὸ ἑλέσθαι δρᾶν καὶ φρονεῖν τὰ ἀμείνω μεθορμιζομένους. {Α.} Οὐκοῦν, οὐκ ἀσυμφανές, ὦ Ἑρμεία, ὅτι τῆς θείας ἡμῖν εἰκόνος οἱ χαρακτῆρες ἐλλάμψουσι νενευκόσι προθύμως ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ἀγαθόν, καθὰ καὶ αὐτὸς διωμολόγηκας ἀρτίως, καὶ οὐκ ἀπαράλλακτοι πρὸς Θεὸν ἡμεῖς διὰ τὴν πρὸς αὐτὸν ὁμοίωσιν. Ἀπεῖρξε γὰρ ἂν οὐδέν, εἴπερ οὕτως γε ἔχει κατὰ τὸ ἀληθές, τῆς αὐτῆς ἡμᾶς εἶναι φύσεως τῷ Δημιουργῷ. Τὰ γάρτοι πρὸς ἄλληλα τὴν εἰς πᾶν ὁτιοῦν ὁμοίωσιν ἔχοντα φυσικήν, οὐδεὶς ἄν, οἶμαί που, τῆς πρὸς ἄλληλα φυσικῆς οἰκειότητος ἀποτεμεῖ λόγος. Ἦ γὰρ οὐχ ὅμοιος κατὰ φύσιν, ἄγγελος μὲν ἀγγέλῳ τυχόν, ἄνθρωπος δὲ ἑτέρῳ τῷ τῶν καθ' ἑαυτόν; {Β.} Ὧδε ἔχει.
We say that it is not by leaping over into some other nature from humanity that they attain to the grant of such glory, but that, being moved from a wicked disposition to choose to do and think the better things. {A.} Is it not then evident, O Hermeias, that the characters of the divine image in us will shine forth when we have eagerly inclined to choose to do the good, just as you yourself have also just now acknowledged, and that we are not altogether without difference in relation to God because of our likeness to him? For nothing at all would prevent us, if indeed this is truly the case, from being of the same nature as the Creator. For things that have a natural likeness to one another in every respect—no account, I think, would cut them off from their natural affinity to one another. For is not like naturally like—an angel, perhaps, to an angel, and a man to another of those of his own kind? {B.} So it is.
{Α.} Ταύτῃ τοι τὸ ὁμοούσιον, καίτοι ταυτότητα φυσικὴν εὖ μάλα καταδηλοῦν, παρέντες ὡς ἕωλον οἱ μόνα φρονοῦντες τὰ διεστραμμένα, προσίενται μὲν ὡς ἥδιστα τὸ σφίσιν ἐξευρημένον, φημὶ δὴ τὸ ὁμοιοούσιον, τὸν θύραθεν ἐξεικονισμὸν ἐπιρριπτοῦντες τῷ Λόγῳ, κατασκιάζοντες δὲ πανούργως τὴν κατάρρησιν, καὶ Θεὸν καὶ Υἱὸν ὀνομάζουσι, καὶ μὴν καὶ Σωτῆρα καὶ Λυτρωτήν, μήτε κατὰ τὴν φύσιν Υἱόν, μήτε κατὰ τὴν ἀλήθειαν Θεὸν ὑπάρχειν αὐτὸν ἐξ ἀθλίων τινῶν ἀναπεπεισμένοι σκεμμάτων ἃ παρὰ τῆς ἐν κόσμῳ σοφίας συλλέγουσι, συντάττουσι δὲ τό γε ἧκον εἰς αὐτοὺς οἱ δείλαιοι τοῖς ἐξ ὁμοιότητος προαιρετικῆς μεμορφωμένοις πρὸς Θεόν, καὶ τῇ κτίσει συγκαταγράφουσι, καταπεφρικότες οὐδέν, τὸν τῶν ὅλων Δημιουργόν, ὁμοούσιον μὲν οὐκ εἶναι λέγοντες, ὁμοιοούσιον δέ. Καίτοι τί δήποτε, καὶ μάλα εἰκότως ἔροιτ' ἄν τις αὐτούς, διωθούμενοι τὴν λέξιν, καὶ τὸ ἄηθές τε καὶ ξένον κατηγοροῦντες αὐτῆς, οὐκ ἀθαύμαστον ἐᾶτε τόν, εἴπερ τις ἕλοιτο, καθ' ὑμᾶς ὁμοιοούσιον λέγειν; Ἀλλ' οἶμαι πρὸς τοῦτο διαπορήσειν αὐτούς. Συνιέναι γε μὴν χαλεπὸν οὐδέν, κἂν αὐτοὶ μὴ λέγοιεν, ὅτι τοῦ ὁμοουσίου τὴν δήλωσιν ἐκδεδίασί τε καὶ κιβδηλεύουσιν, οὐκ ἐπείπερ ἡμῖν, καθάπερ οἴονται καί φασιν, ἐξ ἀγράφου πεποίηται λέξεως, ἀλλ' ὅτι τῆς ἀληθείας ἐστὶ παραστατική, οὐχ ἑτέρας εἶναι φύσεως τὸν Υἱὸν ἀποφαίνουσα πλὴν ἐξ αὐτῆς ἀληθῶς τῆς τοῦ Θεοῦ καὶ Πατρός. {Β.} Ἄριστα ἔφης.
{A.} This is why those who think only perverse things, passing over "consubstantial" as stale—although it very clearly declares natural identity—most gladly accept what they themselves have invented, I mean "of like substance," casting upon the Word the image derived from without, and cunningly obscuring the refutation, they name both God and Son, and indeed Savior and Redeemer, being persuaded by certain wretched reasonings which they gather from the wisdom of the world that he is neither Son by nature nor God in truth, and, as far as it lies with them, the miserable men rank him with those who are formed toward God by likeness of choice, and they enroll him with the creation, reverencing nothing, saying that the Creator of all things is not consubstantial but of like substance. And yet why, one might very reasonably ask them, rejecting the term and accusing it of being unusual and strange, do you not leave it admirable, if anyone should choose, to say "of like substance" according to you? But I think they would be at a loss for this. Yet there is no difficulty in understanding, even if they themselves would not say it, that they fear and debase the meaning of "consubstantial," not because, as they think and say, it is made by us from an unwritten expression, but because it is demonstrative of the truth, showing that the Son is not of another nature but truly from the very nature of God and the Father. {B.} You have spoken excellently.
{Α.} Ἐπιλελῆσθαι γὰρ οἶμαι, κατά γε τὸ εἰκός, τοὺς θεομαχεῖν ᾑρημένους τῆς τοῦ Σωτῆρος φωνῆς, διαρρήδην ἀνακεκραγότος ὡς τῆς ἀρρήτου φύσεως εἴη καρπός, καὶ οὐχὶ τῆς εἰς τὸ εἶναι παρενηνεγμένης καὶ τὴν ἐν χρόνῳ λαχούσης ὕπαρξιν. "Ἐγὼ γάρ, ἔφασκεν, οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ." Καὶ αὖ· "Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί." Καὶ μὴν καὶ ὁ σοφὸς Ἰωάννης γράφει περὶ αὐτοῦ· "Ὁἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστί." Τί γὰρ ἂν εἴη τὸ ἄνωθεν ἢ ὅτι που πάντως ἐκ τῆς ἀνωτάτω καὶ ὑπερα νισχούσης τὰ πάντα φύσεως; Τί δὲ τὸ μὴ εἶναι ἐκ τοῦ κόσμου ἢ ὅτι τῆς πρὸς πᾶν ὁτιοῦν τῶν γενητῶν ὁμοφυΐας ἀπήλλακται, πηγὴν ἔχων μόνος τὸν ἑαυτοῦ Πατέρα Θεόν; {Β.} Εἰ δὲ δὴ βούλοιντο τὸ ἄνωθεν οὐχ οὕτω νοεῖσθαι δεῖν καθὰ νῦν ἔφης αὐτός, ἀλλ' ὅτι οὐκ ἐκ τῆς κάτω καὶ περὶ τὴν γῆν ἀνθρωπότητος, ἀλλ' ἢ ἐξ οὐρανοῦ τυχόν, ἢ ἐκ φύσεως ἑτέρας πολὺ τὸ μεῖζον ἢ καθ' ἡμᾶς ἐχούσης, τί φαῖμεν ἂν καὶ πρὸς τοῦτο αὐτοῖς; {Α.} Τί δὲ ἕτερον ἢ τοῦτο; Καὶ τί τὸ ἐξαίρετον ἐν τῇ τοῦ Υἱοῦ καταθρήσαι τις ἂν φύσει τε καὶ δόξῃ, εἰ τῇδε ἔχειν ἐροῦσι, καθὰ καὶ νοεῖν ἐγνώκασιν; Ἦ γὰρ οὐχὶ καὶ ἕκαστος τῶν ἁγίων ἀγγέλων ἄνωθέν τέ ἐστι καὶ ὡς ἡμᾶς ἔρχεται, τουτέστιν ἐξ οὐρανοῦ; Ἐν ἀμείνοσι δὲ πολὺ λίαν ἢ καθ' ἡμᾶς, κατά γε τοὺς ἐνόντας τῇ φύσει λόγους, Θρόνος τε καὶ Ἐξουσία, καὶ Κυριότης, καὶ αὐτὰ τὰ Σεραφίμ;
{A.} For I think, in all likelihood, those who have chosen to fight against God have forgotten the Savior's voice, when he cried out plainly that he is a fruit of the ineffable nature, and not of that which was brought into being and obtained its existence in time. "For I," he said, "am not of this world; you are of this world." And again: "You are from below, I am from above." Indeed, the wise John also writes concerning him: "He who comes from above is above all." For what would "from above" be, except that he is in every way from the highest nature that transcends all things? And what is "not of this world," except that he is freed from sameness of nature with any created thing whatsoever, having as his sole source God his own Father? {B.} But if they should wish "from above" not to be understood in this way, as you yourself just said, but rather that he is not from the lowly humanity that is around the earth, but perhaps from heaven, or from some other nature possessing something far greater than ours—what should we say to them in response to this? {A.} What else but this? And what would one observe as exceptional in the Son's nature and glory, if they say he has it in this way, just as they have decided to understand it? For is it not the case that each of the holy angels is also from above and comes as we do, that is, from heaven? And are they not in far better things than we are, according to the principles inherent in their nature—Throne and Authority and Lordship, and the Seraphim themselves?
Εἰ μηδὲν οὖν ἄρα τὸ ὑπερκείμενον ἐν Υἱῷ, ἀλλ' ἐν τουτοισὶ καὶ αὐτὸς τοῖς φυσικοῖς ὁρῷτο μέτροις, διοίσει μὲν δή, καθάπερ ἐγᾦμαι, κατ' οὐδὲν ἔτι τῶν λογικῶν κτισμάτων, ἅπερ ἄνωθεν ὡς ἡμᾶς ἥκει κατὰ καιρούς, "εἰς διακονίαν ἀποστελλόμενα πνεύματα λειτουργικά, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν·" ἐπακτὸν δὲ ὥσπερ τὸ τῆς θεότητος ἀξίωμα περικείσεται, καὶ ψευδομυθήσει λέγων· "Ἐγώ εἰμι ἡ ἀλήθεια." Ποῦ γὰρ ἢ πῶς
ἀλήθεια τὸ μὴ οὕτως ἔχον ὡς ὀνομάζεται παρά γε ταῖς θεοπνεύστοις Γραφαῖς; Τί δὲ δὴ ὅλως καὶ τὸ μὴ εἶναί φασιν ἀπὸ τοῦδε τοῦ κόσμου τὸν Υἱόν; {Β.} Ἐγὼ φράσω. Ὁμοούσιον μὲν γὰρ οὐκ εἶναί φασι τῷ Θεῷ καὶ Πατρί, τῆς γε μὴν ἀρρήτου φύσεως οὐκ οἶδ' ὅπως ὑποβιβάζοντες, τετηρήκασί τι τὸ ἐξαίρετον αὐτῷ παρὰ τὴν κτίσιν. Οὐ γὰρ εἶναι λέγουσιν ὁμοφυᾶ τοῖς πεποιημένοις, μέσην δὲ ὥσπερ τινὰ χώραν ἐπέχειν, ἤτοι φύσεως ἐκβεβηκέναι λόγον, οὔτε προσεχῶς εἰσάπαν καὶ οὐσιωδῶς συνείροντα τῷ γεγεννηκότι, οὔτε μὴν ὁλοτρόπως ἱέντα πρὸς τὸ κάτω, τουτέστιν ἐν κτίσμασιν. {Α.} Οὐκοῦν εἴπερ ἕλοιντο σαφῶς καὶ ἀναφανδὸν εἰπεῖν τὴν τοῦ Υἱοῦ φύσιν, ἀπερυθριάσαντες, οἶμαί που, φαῖεν ἂν ὡς οὔτε Θεός ἐστι κατὰ φύσιν, οὔτε μὴν γενητός. Εἰ γὰρ ἐξοίχοιτο μὲν τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, ἀμείνων δὲ αὖ ἢ κατὰ τὴν τῶν γενητῶν ἐστι φύσιν, ἀπώλισθε μὲν ἀραρότως τοῦ κατ' ἀλήθειαν εἶναι Θεόν, διαφεύξεται δὲ οὐκ οἶδ' ὅπως τὸ ἐναριθμεῖσθαι κτίσμασιν. {Β.} Συνίης εὖ μάλα. Καὶ δὴ καί φασιν ἐπαγωνιζόμενοι τῷ λόγῳ, "μεσίτην" αὐτὸν ὠνομάσθαι "Θεοῦ καὶ ἀνθρώπων" οὐχ ἑτέρου του χάριν ἢ ὥσπερ ἐγᾦμαι τουτουΐ.
If, then, there is nothing transcendent in the Son, but he too is seen within these natural measures, he will differ, I think, in nothing at all from the rational creatures, which from above come to us at various times, "sent as ministering spirits for the sake of those who are to inherit salvation"; and he will wear, as it were, an acquired dignity of divinity, and will falsely declare, saying, "I am the truth." For where or how can that be truth which is not as it is named, at least in the God-inspired Scriptures? And why on earth do they say that the Son is not from this world? {B.} I will explain. They say he is not consubstantial with God the Father, yet, lowering him somehow from the ineffable nature, they have preserved some distinction for him beyond creation. For they say he is not of the same nature as the things that have been made, but occupies, as it were, some middle place, having departed from the definition of nature, neither closely and essentially joined to the one who begot him, nor yet wholly sent down to the lower realm, that is, among created things. {A.} Therefore, if they would choose to state clearly and openly the nature of the Son, casting off shame, they would say, I think, that he is neither God by nature nor yet created. For if he is excluded from the essence of God the Father, and is yet better than the nature of created things, then he has utterly lost the right to be truly God, yet will somehow escape being numbered among created things. {B.} You understand very well. And indeed they say, contending for their argument, that he was called "mediator between God and men" for no other reason, as I think, than this.
{Α.} Εἶτα τί τῶν τοιούτων ἀποπληκτότερον; "Οἱ ἐχθροὶ ἡμῶν ἀνόητοι," κατὰ τὸ γεγραμμένον. Πῶς γὰρ οὐχ ἁπάσης εἶεν ἂν ὡς ἀπωτάτω σοφῆς καὶ ἀδιαβλήτου φρενός, ψυχροῖς ἐννοιῶν εὑρήμασι καταθλεῖν δύνασθαι τῶν τῆς ἀληθείας δογμάτων ὑποτοπήσαντες; Ὁ μὲν γὰρ ἱερός τε ἡμῖν ἀληθῶς καὶ σοφώτατος Παῦλος, μᾶλλον δὲ σύμπας ὁ τῶν ἁγίων χορός, διττὸν οἱονεί πως ἡμῖν τὸν ἐφ' Υἱῷ λόγον ἐγνώκασί τε καὶ εἰσκομίζουσι, μετὰ τὸ ἑνωθῆναι σαρκί, τουτέστι καθ' ἡμᾶς γενέσθαι καθ' ὁλόκληρον ὁμοίωσιν, δίχα μόνης ἁμαρτίας. Τοιγάρτοι, ποικίλην ἡμῖν ἐξυφαίνοντες τὴν μυσταγωγίαν, ποτὲ μὲν ἔτι γυμνὸν καὶ τῶν τῆς κτίσεως μέτρων ἀφεστηκότα καὶ ἀσύμπλοκον παντελῶς τῇ καθ' ἡμᾶς φύσει παραδεικνύουσι τὸν Μονογενῆ, ποτὲ δὲ αὖ τῇ τοῦ δούλου μορφῇ μονονουχὶ κατεσκιασμένον, πλὴν ἐχόμενόν τε καὶ ἐξημμένον ἀπρὶξ τῶν τῇ ἰδίᾳ φύσει πρεπόντων ἀγαθῶν, καὶ τοῖς τῆς θεότητος ἀξιώμασιν ἀπαραποιήτως κατεστεμμένον. Ἀεὶ γὰρ ὡσαύτως ἔχοντα καὶ τροπῆς ἀποσκίασμα καὶ παραλλαγὴν οὐκ εἰδότα παθεῖν ἀποφαίνει λέγων ὁ πνευματοφόρος· "Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." {Β.} Τί οὖν τοῦτο πρὸς τὰ παρ' ἐκείνων; {Α.} Ὅτι τοῖς ἱεροῖς Γράμμασιν οὐ ῥᾴθυμόν τε καὶ ἀναπεπτωκότα τὸν νοῦν ἐγκαθιέναι δέον, οἱονεί πως ἀθύρουσιν ἔν γε τοῖς οὕτω σεπτοῖς, ἐκτρεπόμενοι μὲν οὐκ οἶδ' ὅπως τὴν εἰς τὸ εὐθύ, διεκπίπτοντες δὲ καὶ κατασειόμενοι πρὸς τὴν ἐφ' ἑκάτερα τρίβον. Τὸ γάρ, οἶμαι, δεῖν ὁδὸν ἰέναι βασιλικήν, οὐχ ἕτερον εἶναί τι φαῖμεν ἂν ἢ τὸ μήτε ἄγαν εἰς δεξιὸν μήτε μὴν εἰς εὐώνυμον ἀποκλίνειν.
A. Then what could be more mind-struck than such things? "Our enemies are senseless," according to what is written. For how would they not be as far as possible from every wise and unassailable mind, seeing that they suppose they can trample on the doctrines of the truth with cold inventions of thoughts? For the sacred and truly most wise Paul—or rather the whole chorus of the saints—has known and brings in, so to speak, a twofold account concerning the Son: after he was united to flesh, that is, after he became in our likeness in complete resemblance, apart from sin alone. Therefore, weaving for us a varied mystical teaching, sometimes they show forth the Only-begotten as still bare and removed from the measures of creation and altogether unentangled with our nature, and sometimes again as all but overshadowed by the form of the servant, yet holding fast and clinging to the goods proper to his own nature, and crowned without alteration with the dignities of divinity. For the Spirit-bearer declares that he is always the same and knows not to suffer shadow of turning or variation, saying: "Jesus Christ is the same yesterday and today and forever." B. What, then, is this in relation to what they say? A. That one ought not to set a slack and relaxed mind into the sacred Scriptures; but they, as it were, play the fool in matters so revered, turning aside—I know not how—from the straight path, and slipping off and being shaken toward the path on either side. For the saying that one must walk the royal road, I think, we would say is nothing other than not inclining too much to the right nor yet to the left.
Θέα γὰρ ὅπως ἀπερινοήτως ἴενται πρὸς τὸ δοκοῦν, οὐκ ἀναμετροῦντες ἢ δοκιμάζοντες τίνα μὲν ἂν ἁρμόσαι τῶν γεγραμμένων γυμνῷ τῷ Λόγῳ, τουτέστι πρὸ τῆς ἐνανθρωπήσεως ὄντι τε καὶ νοουμένῳ· τίνα δὲ αὖ ἤδη τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότι. Εἰ γὰρ οἴονται μηδένα μὲν δεῖν τουτωνὶ ποιεῖσθαι λόγον, ἀτέχνως δὲ οὕτω καὶ ἀπερισκέπτως πᾶν ὁτιοῦν ἐκδέχεσθαι τῶν γεγραμμένων, τί τὸ ἐμποδών, εἰπέ μοι, διδασκόντων αὐτοί, κἂν ἐσθίειν λέγηται, καὶ ὕπνον εἰσδέχεσθαι, καὶ διαστείχειν ἀμογητὶ μὴ δύνασθαι (κεκο πίακε γὰρ ἐκ τῆς ὁδοιπορίας), καὶ τὸ ἔτι τούτων ἐπέκεινα, τὸ ἐκτεθνάναι φημί, καὶ τροφῆς ἐπιδεᾶ, πόνου τε καὶ ἀσθενείας δεκτικόν, καὶ μὴν καὶ θανάτῳ κάτοχον ὁμολογεῖν εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἆρ' οὖν οὐχὶ τῶν τοιούτων ἡμῖν ἀναγκαιοτάτην εἶναι φῂς τὴν διαστολήν, τὸ ἑκάστῳ πρέπον καιρῷ καθηκόντως διανέμουσάν τε καὶ ἀποκρίνουσαν; {Β.} Ἀναγκαιοτάτην· πῶς γὰρ οὔ; {Α.} Ἀναγκαίου τοιγαροῦν καὶ ἀρίστου παντάπασιν ἀπο δεδειγμένου τοῦ διακρίνειν ἕκαστα τῶν περὶ αὐτοῦ κεχρησμῳδημένων, ἀκούοις ἂν ἤδη τὸ τίς κατὰ φύσιν ἐστίν, ἀναγράφοντος τοῦ Παύλου· "Ὃς ὢν γάρ, φησίν, ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ," ἑτέρωθι
For observe how senselessly they rush toward whatever seems [right], neither measuring nor examining which of the things written would fit the Word bare, that is, existing and being understood before the incarnation; and which again fit him now that he has put on likeness to us. For if they think that no account at all need be made of these things, but that everything written must be accepted in this artless and unreflecting way, tell me, what stands in the way—while they themselves are the ones teaching—if he is said even to eat, and to receive sleep, and to be unable to travel without toil (for he had grown weary from the journey), and, beyond even these things, I mean to have died, and to be in need of food, and receptive of pain and weakness, and indeed to be held by death—[what stands in the way] of confessing that the Word of God is such? Do you not then say that the distinction is most necessary for us, which assigns and separates what is fitting to each time in due order? B. Most necessary; for how could it not be? A. Since, therefore, the distinguishing of each of the things prophesied about him has been shown to be altogether necessary and best, you would now hear what he is by nature, as Paul records: "Who, being," he says, "the radiance of the Father's glory and the impress of his substance, and bearing all things by the word of his power," elsewhere
δὲ αὖ· "Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος." Καὶ ταυτὶ μὲν δὴ περὶ τοῦ Μονογενοῦς οὔπω νοουμένου μετὰ σαρκός. Περὶ δὲ τοῦ αὐτοῦ καθ' ἡμᾶς ἤδη γεγεννημένου καὶ ἐν σαρκί· "Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν Υἱός, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν." Ἆρ' οὐκ ἀραρότως κατά γε τὸ ἐξ ἀμφοῖν δηλούμενον ἑαυτῇ διαμαχεῖται τῶν πραγμάτων ἡ φύσις; Τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρός, ὁ τῆς θείας ἡμῖν ὑποστάσεως χαρακτήρ, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ζῶν τε καὶ ἐνεργὴς καὶ τομώτατος Λόγος, δεήσεις λέγεται καὶ ἱκετηρίας ἀνασχεῖν, καὶ τοῦτο δεδακρυμένος, ὡς ἂν διακρούσαιτο τοῦ θανάτου τὴν ἔφοδον· ἀλλ' "ἐν ταῖς ἡμέραις, φησί, τῆς σαρκὸς αὐτοῦ," τουτέστιν ὅτε Θεὸς ὢν ὁ Λόγος, γέγονε σάρξ, κατὰ τὰς Γραφάς, καὶ οὐκ ἐν ἀνθρώπῳ γέγονε, καθὰ καὶ ἐν τοῖς ἁγίοις, οἷς κατὰ μέθεξιν ἐναυλίζεται, τὴν διά γέ φημι τοῦ ἁγίου Πνεύματος. Διττὸς οὖν ἄρα ἐστὶν ὁ ἐφ' Υἱῷ λόγος. Ἀναθετέον δὴ οὖν ὡς Θεῷ τὰ τοῦ Θεοῦ καὶ ὡς καθ' ἡμᾶς γεγονότι τὰ καθ' ἡμᾶς, τουτέστι τὰ ἀνθρώπινα.
But again: "For the Word of God is living and active and sharper than any two-edged sword, and piercing even to the division of soul and body, of joints and marrow, and is a discerner of the thoughts and intents of the heart. And there is no creature hidden from his sight, but all things are naked and laid bare to his eyes, to whom our account is due." And these things indeed are said of the Only-Begotten not yet understood as with flesh. But concerning the same one now born among us and in the flesh: "Who in the days of his flesh, having offered up prayers and supplications to him who was able to save him from death, with loud crying and tears, and having been heard because of his godly fear, though he was a Son, learned obedience from the things he suffered." Does not the nature of the realities, as shown from both, contend against itself most firmly? The radiance of the glory of God and the Father, the express image of the divine substance for us, who bears all things by the word of his power, the living and active and sharpest Word, is said to have offered up prayers and supplications, and this with tears, as though he would ward off the onset of death; but "in the days," he says, "of his flesh," that is, when the Word, being God, became flesh, according to the Scriptures, and did not come to be in a man, as also in the saints, in whom he dwells by participation—I mean through the Holy Spirit. Double, then, is the account concerning the Son. We must therefore assign to him as God the things of God, and as one who has become as we are, the things that are ours, that is, the human things.
Τὴν δὲ ἄρρυθμόν τε καὶ οὐκ εὐκρινῆ τῶν πραγμάτων ἀνάχυσιν εὖ μάλα παραιτητέον, τὴν ἀκριβῆ καὶ ἐξητασμένην τῶν νοημάτων κατάληψιν ὑποκλέπτουσαν καὶ τῆς ἀληθείας τὸ κάλλος οὐ μετρίως παραπημαίνουσαν. {Β.} Εὖ λέγεις. {Α.} Ὅταν οὖν λέγηται μεσίτης, οὐχ ὁριστικὸν τῆς οὐσίας τοῦ Μονογενοῦς οἰηθείη τις ἂν εἶναι τοὔνομα· πολλοῦ γε καὶ δεῖ· περιτρέψειε δ' ἂν μᾶλλον αὐτὸ εἰς ὑπακοὴν τοῦ Χριστοῦ. Καθαιρήσει γὰρ οὕτω λογισμοὺς ἀσυνέτους, "καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίσει πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Θεοῦ," καθὰ γέγραπται. {Β.} Ἀληθὴς ὁ λόγος. Ἀλλ', ὦ γενναῖε, τούτων μὲν ἅλις, ἐπείτοι γε μηδὲ ἀμφίλογα. Ἥδιστα δ' ἄν σου διαπυθοίμην τῆς τοῦ Υἱοῦ μεσιτείας τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος. Τουτὶ γὰρ ἕωλον ἀποφανεῖ τῶν ἑτεροδόξων τὸν ἀπατεῶνα λόγον. {Α.} Ἴτω δὴ οὖν εἰ δοκεῖ, καὶ τετράφθω νυνὶ πρὸς τοῦτο ἡμῖν ὁ λόγος. Ἐκβασανιστέον δὲ καὶ πρό γε τῶν ἄλλων πότε τὸν Υἱὸν ἐν μεσίτου τάξει τέθεικεν ἡ Γραφή. Ἔφη τοίνυν ὁ Παῦλος ὅτι "Μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν," καιρὸν οὐχ ἕτερον, οἶμαι, πρέπειν τῇ τοῦ Υἱοῦ μεσιτείᾳ διοριζόμενος πλὴν ὅτι τὸν ἐν ἐσχάτοις, ὅτε, καθά φησιν αὐτός, "ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών," καίτοι Θεὸς ὢν καὶ Κύριος, ἵν' ἡμᾶς δι' ἑαυτοῦ κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ καὶ ἀποκαταλλάξῃ τὰ πάντα, κατὰ τὸ γεγραμμένον, "εἰρηνοποιήσας διὰ τοῦ σταυροῦ τά τε ἐν οὐρανῷ τά τε ἐπὶ τῆς γῆς," μεσιτεύων ὡς ἄνθρωπος.
But the disorderly and confused pouring-out of matters must be very carefully rejected, since it stealthily steals away the accurate and examined comprehension of the thoughts and does not moderately mislead the beauty of the truth. {B.} You speak well. {A.} When, then, he is called mediator, no one would think that this name is a definition of the essence of the Only-Begotten—far from it—but it would rather turn it toward the obedience of Christ. For in this way it will bring down senseless reasonings, "and every high thing that exalts itself against the knowledge of God, and will take every thought captive into the obedience of God," as it is written. {B.} The account is true. But, noble sir, enough of these things, since they are not even ambiguous. I would most gladly inquire of you what manner of the Son's mediation should be understood by us. For this will expose as stale the deceiving argument of the heterodox. {A.} Let it come, then, if it seems good, and let our discourse now be turned to this. And before all else we must examine when the Scripture has placed the Son in the rank of mediator. Paul, then, said: "The mediator of God and men, the man Christ Jesus, who gave himself as a ransom for us," designating, I think, no other time as fitting for the Son's mediation except the last times, when, as he himself says, "being in the form of God, he did not consider it robbery to be equal with God, but emptied himself, taking the form of a servant," although he was God and Lord, so that through himself he might gain us for God and the Father and reconcile all things, according to what is written: "having made peace through the cross both the things in heaven and the things on earth," mediating as a man.
"Δεόμεθα γοῦν ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ," τὸ Χριστοῦ πρόσωπον ἀναλαβὼν ἔφη πάλιν ὁ Παῦλος. Ἐπειδὴ γὰρ οἱονεί πως γυμνῇ καὶ ἀκράτῳ τῇ τῆς θεότητος δόξῃ προσβαλεῖν οὐχ οἵα τε ἦν ἡ ἀνθρώπου φύσις, διὰ τὴν ἐνοῦσαν ἀσθένειαν, ὑπέδυ χρησίμως τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὁ Μονογενής, ὡς ἂν τὴν ἀπόρρητον τοῦ Θεοῦ καὶ Πατρὸς διεκκαλύπτων θέλησιν, πνευματικοὺς ἀποδείξῃ προσκυνητάς, οὐ τύπων ἀποσκιάσμασι προσκειμένους ἔτι, καὶ τὸν οὐδὲν τελειοῦν ἰσχύοντα προσιε μένους νόμον, ἀλλ' ἵν', ἐπείπερ ἐστὶ πνεῦμα ὁ Θεός, ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ ἡμεῖς αὐτοὶ προσκυνεῖν τε ἅμα καὶ λατρεύειν ἐπειγώμεθα. Ἦ γὰρ οὐχὶ καὶ αὐτὸς ἡμῖν ὁ πανάριστος Ἠσαΐας παιδίον γεγεννῆσθαί φησιν Υἱόν, καὶ καλεῖσθαι τὸ ὄνομα αὐτοῦ "μεγάλης βουλῆς Ἄγγελον;" {Β.} Ἄριστα ἔφης. Εἰ δὲ δὴ πρὸς τούτοις ἕλοιο πληρο φορεῖν εὖ μάλα, καί τι τῶν ἀρχαιοτέρων παρατιθεὶς εἰς παράδειγμα τῆς Χριστοῦ μεσιτείας, ὡς πλείστην ὅσην εἰδείην ἂν εὖ
ἴσθι τοι χάριν. {Α.} Οὐκοῦν, ἐπ' αὐτὸν ἰόντες τὸν ἱεροφάντην Μωσέα, καὶ τῶν δι' αὐτοῦ πεπραγμένων τε καὶ εἰρημένων τὴν δύναμιν φανοτάτην ὥσπερ εἰκόνα τῆς ἐν Χριστῷ μεσιτείας ἀνορθοῦν σπουδάζοντες, ἐκπεποιημένον ὀρθῶς τὸν ἑαυτῶν ἤδη πως ἀποφήνωμεν λόγον. Τὸ γάρ, οἶμαι, τοῖς δι' ἐναντίας ἐπιτιμᾶν καὶ κατονειδίζειν ἀεὶ τὸ φρονεῖν ἑλέσθαι τὸ σφίσιν αὐτοῖς ἡδύ, κἂν εἰ τοῖς ἱεροῖς ἀπᾴδοι Γράμμασιν, εἶτα τοῖς ἴσοις ἁλῶναι πταίσμασιν, οἰηθείην ἂν ἔγωγε τῆς ἀνωτάτω μωρίας οὐκ ἀμοιρεῖν. {Β.} Εὖ λέγεις.
We beseech you on behalf of Christ, be reconciled to God," said Paul again, taking up the person of Christ. For since the nature of man was not able, because of its inherent weakness, to approach, as it were, the bare and unmixed glory of the Godhead, the Only-begotten usefully put on likeness to us, so that, unveiling the ineffable will of God and the Father, he might show forth spiritual worshippers, who no longer cling to the shadows of types and who do not admit the law that can perfect nothing, but so that, since God is spirit, we ourselves might hasten to worship and serve in spirit and truth. For did not the all-excellent Isaiah himself say to us that a child has been born, a Son, and that his name is called "Angel of great counsel"? {B.} You have spoken excellently. But if, in addition to these things, you would choose to confirm it very well, also setting out some one of the more ancient examples as a demonstration of the mediation of Christ, so that I might know the greatest possible gratitude, be assured of it. {A.} Well then, going to Moses himself, the hierophant, and eagerly setting straight the power of the things done and said through him as a most radiant image, as it were, of the mediation in Christ, let us now somehow show our account correctly fashioned. For to always censure and reproach those of the opposite party, and to choose to think what is pleasant to themselves, even if it be discordant with the sacred Scriptures, and then to be caught in equal faults—this I for my part would deem to be not far from the utmost folly. {B.} You speak well.
{Α.} Ὅτε τοίνυν τῆς τῶν Αἰγυπτίων ἀπέδραμον γῆς οἱ ἐξ Ἰσραήλ, τὸ τῆς ἀναγκαίας θητείας ἄχθος ἀποσεισάμενοι καὶ τὰ τῆς δουλείας ἀπορρήξαντες ζυγά, κατηυλίζοντό τε περὶ τὸ Σινᾶ καλούμενον ὄρος, νόμους τε ἤδη διατυποῦν τῶν πρακτέων τοὺς ὁριστὰς ἐδόκει Θεῷ, συναγείρεσθαι μὲν ὑπὸ τὸ ὄρος, ἀποπλύνεσθαι δὲ δεῖν τὰ ἐσθήματα, οὕτω τε κεκαθαρμένους ἐπὶ θεοπτίαν ἰέναι τότε τὴν ἀσυνήθη διεκελεύετο. Ἐπειδὴ δὲ τοῦτο διεπεραίνετο, προηγορευκότος αὐτοῖς τοῦ Μωσέως, "κατέβη μὲν Κύριος ἐν εἴδει πυρός· καπνοὶ δὲ ἦσαν ἐξελιττόμενοί τε καὶ ἀναθρώσκοντες, καὶ νεφέλη γνοφώδης, καὶ πυρὸς διαδρομαί, καὶ σκότος, καὶ θύελλα, καὶ τὰ τῆς εἰς ἄκρον πτοίας ἐμποιητικά, διαπρύσιός τε σαλπίγγων ἠχή. Καὶ ἐξεκόμιζε μὲν ὁ Μωσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ὑπὸ τὸ ὄρος." Γέγραπται γὰρ ὡδί. Μεσιτείας δὲ τῆς Χριστοῦ τύπος ἦν, οἶμαι, τὸ χρῆμα. Φάσκει γὰρ ἐναργῶς· "Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ." Πρόσιμεν γὰρ οὐχ ἑτέρως ἢ διὰ Χριστοῦ τῷ Θεῷ καὶ Πατρί, πάντα μὲν ἀρχαῖον ἀφανίζοντες μώλωπα, καὶ ἅπαν μὲν εἶδος προεκθλίβοντες μολυσμοῦ, μεταμφιεννύντες δὲ ὥσπερ τὸν νοῦν τῇ ἐν Χριστῷ καθα ρότητι. "Ἐνδύσασθε δὲ τὸν Κύριον Ἰησοῦν Χριστόν," θεῖος ἡμῖν ἔφη λόγος. Ταύτῃ τοι καὶ ἡ τῶν ἱματίων ἔκπλυσις τῆς ἐν πνεύματι καθαρότητος τὴν δύναμιν ὑπεπλάττετο. Ἦ οὐκ εἶναι φῂς καὶ τοῦτο ἀληθές, ἐκ γε τοῦ εἰκότος ἀναπεπεισμένος; {Β.} Φαίην ἄν.
A. When, therefore, the Israelites had fled from the land of the Egyptians, having shaken off the burden of compulsory servitude and broken the yokes of slavery, and were encamped around the mountain called Sinai, and it seemed good to God already to fashion for them the laws that determine what must be done, he commanded them to gather beneath the mountain and to wash their garments, and so, thus purified, to come to the vision of God, then an unfamiliar thing. And when this was being carried out, Moses having first announced to them, "The Lord came down in the form of fire; and there were smokes rolling out and leaping up, and a dark cloud, and flashes of fire, and darkness, and a tempest, and the things that produce terror to the utmost, and the piercing sound of trumpets. And Moses brought the people out to meet God beneath the mountain." For so it is written. And this event was, I think, a type of the mediation of Christ. For he says clearly: "No one comes to the Father except through me." For we come to God and the Father in no other way than through Christ, destroying every ancient wound and pressing out every form of defilement, and as it were changing our mind's garment for the purity that is in Christ. "But put on the Lord Jesus Christ," the divine word said to us. In this way also the washing of the garments prefigured the power of purity in the Spirit. Or do you deny that this too is true, having been persuaded from what is fitting? B. I would say so.
{Α.} Ἐν εἴδει τοίνυν πυρὸς καταβεβηκότος τοῦ Θεοῦ, καίτοι δόξαν αἰσθητὴν καὶ οὐ σφόδρα τοῖς τεθεαμένοις ἀσυνήθη δεικνύοντος, δυσφόρητον κομιδῇ τὴν αὐτοπρόσωπον ἐποιεῖτο θέαν ὁ Ἰσραήλ, περίφοβοι δὲ καὶ τρέμοντες ἐλιπάρουν τὸν δημαγωγόν, φημὶ δὴ Μωσέα, καὶ δὴ καὶ ἔφασαν· "Λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, μήποτε ἀποθάνωμεν." Ἰδοὺ δὴ σαφῶς, μεσιτεύεσθαι παρεκάλουν, ὡς ἀκράτῳ δηλονότι τῇ τοῦ Θεοῦ δόξῃ προσ βαλεῖν οὐχ οἷοί τε. Ἴθι δὴ οὖν καθάπερ ἐξ ἐμφανοῦς εἰκόνος τῶν ἀρτίως ἡμῖν εἰρημένων ἐπὶ τὸν Μονογενῆ, ὃς ἐπείπερ οὐκ ἦν γυμνῇ πρὸς ἡμᾶς ἀφικέσθαι τῇ θείᾳ δόξῃ, ὡς ἂν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπαιδεῦσαι βούλησιν, γέγονε καθ' ἡμᾶς, μεσίτης Θεοῦ καὶ ἀνθρώπων. "Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν," κατὰ τὰς Γραφάς. Οἴου δέ με μὴ ψευδομυθεῖν, τῇ Χριστοῦ διακονίᾳ τὴν διὰ Μωσέως εἰκά ζοντα. Ἐντεῦθεν δέ, οἶμαι, ῥᾷον ἂν μάθοις. Ἀνακεφαλαιούμενος γὰρ ἐν τῷ καλουμένῳ Δευτερονομίῳ τὰ περὶ τῆς συνόδου τῶν υἱῶν Ἰσραήλ, ὧδε πῇ φησι· "Τέλειος ἔσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου. Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτούς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου. Προφήτην ἐκ τῶν ἀδελφῶν σου, ὡς ἐμέ, ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε. Κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ σου ἐν Χωρήβ, τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες· Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν. Καὶ εἶπε Κύριος πρός με· Ὀρθῶς πάντα ὅσα ἐλάλησαν.
A. When God had descended in the form of fire, although he showed a visible glory and one not altogether unfamiliar to those who beheld it, Israel found the face-to-face vision altogether unbearable, and, fearful and trembling, they begged their leader—I mean Moses—and said, "Speak you to us, and let not God speak to us, lest we die." Behold, clearly they asked that a mediator be appointed, since they were evidently unable to approach the unmingled glory of God. Come then, as from a clear image of what we have just said, let us turn to the Only-Begotten, who, since he could not come to us with the divine glory bare, in order to teach the will of God and the Father, became as we are, a mediator between God and men. "For he himself is our peace," according to the Scriptures. And do not think that I am telling fables, likening the ministry of Christ to that through Moses. From this, I think, you may learn it more easily. For recapitulating in what is called Deuteronomy the matters concerning the assembly of the sons of Israel, he says somewhere thus: "You shall be perfect before the Lord your God. For these nations, whom you are dispossessing, these shall heed omens and divinations; but the Lord your God has not given so to you. The Lord your God will raise up for you a prophet from among your brothers, like me; you shall hear him. According to all that you asked from the Lord your God at Horeb, on the day of the assembly, saying, We will not continue to hear the voice of the Lord our God, and this great fire we will not see any more, lest we die. And the Lord said to me, They have spoken rightly all that they have spoken.
Προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λα λήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ὁ ἄνθρωπος ἐκεῖνος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἐὰν λαλήσει ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ." Ἆρ' οὐκ ἐμφανῶς, ὡς ἐν τύποις ἔτι καὶ σκιαῖς, ἔν γε τοῖς κατὰ Μωσέα, τὴν τοῦ μεσιτεύοντος χρείαν ἀναγκαιοτάτην ἀπέδειξε τὸ τῆς ἀνθρωπότητος ἀσθενές; Πλὴν ἐκεῖνο διασκεπτέον. {Β.} Τὸ ποῖόν τι φῄς; {Α.} Μωσῇ μὲν γὰρ προσιόντες· "Λάλει σὺ πρὸς
ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεός, ἵνα μὴ ἀποθάνωμεν," ἔφασκεν ὁ Ἰσραήλ· καὶ τοῦτο ἐζήτουν ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, ὅτε Θεὸς ἦν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος Σινᾶ. Ἀλλ' ὡς ἄριστα τουτὶ λέγοντάς τε καὶ διεσκεμμένους ἀπεδέχετο μὲν ὁ Δημιουργός, προαναπλάττων δὲ ὥσπερ καὶ αὐτὴν ἡμῖν ἐν τύποις τὴν ἀλήθειαν, τὴν διὰ Χριστοῦ μεσιτείαν ὑπισχνεῖτο λέγων· "Ὀρθῶς πάντα ὅσα ἐλάλησαν. Προφήτην αὐτοῖς ἀναστήσω ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ·" μεσίτην δηλονότι, καὶ τοὺς ἄνωθέν τε καὶ θείους διαπορθμεύοντα λόγους, καὶ κατασημαίνοντα τῷ λαῷ τὸ τῇ ἀφράστῳ τε καὶ ἀρρήτῳ φύσει δοκοῦν, ὃ καὶ ἀταλαίπωρον κομιδῇ καὶ δι' αὐτοῦ τοῦ Χριστοῦ τετελεσμένον ἰδεῖν. Ἀνεκεκράγει γὰρ ἐναργῶς ὅτι "Ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω." Καὶ πάλιν· "Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ οὐκ ἔστιν ἐμά, ἀλλὰ τοῦ πέμψαντός με." Γράφει δὲ καὶ ὁ σοφὸς Ἰωάννης περὶ αὐτοῦ· "Ὁ λαβὼν402 αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.
I will raise up for them a prophet from the midst of their brethren like you, and I will put my word in his mouth, and he shall speak to them whatever I command him. And that man who does not listen to his words, whatever the prophet speaks in my name, I will require it of him." Was it not plainly, as still in types and shadows, in the things pertaining to Moses, that the weakness of humanity showed the need of a mediator to be most necessary? Nevertheless, that point must be examined. {B.} What do you mean? {A.} For when they approached Moses, Israel said, "Speak you to us, and let not God speak to us, lest we die"; and this they sought at Horeb on the day of the assembly, when God was in the form of fire upon Mount Sinai. But the Creator accepted them as speaking and reasoning most excellently, and, prefiguring as it were the very truth for us in types, he promised the mediation through Christ, saying: "They have spoken rightly all that they said. I will raise up for them a prophet from the midst of their brethren like you"—a mediator, clearly, both conveying the words from above and divine, and signifying to the people what seemed good to the ineffable and unutterable nature, which one may see accomplished altogether without toil and through Christ himself. For he cried out clearly: "I have not spoken of myself, but the Father who sent me, he has given me a commandment what I should say and what I should speak." And again: "The words that I speak are not mine, but his who sent me." And the wise John also writes concerning him: "He who has received his testimony has set his seal that God is true.
Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ." Ἆρ' οὖν, ὦ φιλότης, ἐπιψηφιεῖ τῷ λόγῳ τὸ ἀληθές, ἢ καταρνήσῃ τὸ συναινεῖν; {Β.} Οὐδαμῶς. {Α.} Οὐκοῦν ταυτὶ μὲν ἡμῖν Μωσέως εἰρήσθω πέρι. Βούλει τι καὶ ἕτερον ἐπὶ τούτῳ φῶμεν, τῆς τοῦ Υἱοῦ μεσιτείας ἀπορρήτως ἡμῖν ἀνατυποῦν τὸν τρόπον; ἢ τοῦτο μηθέντας, ἑτέραν ἡμᾶς οἴει χρῆναι διᾴττειν ὁδόν; {Β.} Ἀλλ', ὦ γενναῖε, τί δὴ παρέντες τὸ ἐν χερσί, καίτοι λίαν ἡμᾶς ὀνήσειν προσδοκώμενον, ἐφ' ἑτέραν ἴμεν τε καὶ διασπεύδομεν νοημάτων θήραν, ὅτε καὶ σχολαίως τοῦτο δρᾶν ἄμεινον ἔσται που, παραποδίζοντος οὐδενός; {Α.} Τετράψομαι τοίνυν ἐπὶ τὸ αὐτῷ σοὶ φίλον, καὶ δὴ καὶ ἐρῶ. Κορὲ γὰρ δή, Δαθάν τε καὶ Ἀβειρὼν φυλῆς μὲν καὶ γένους ἐξέφυσαν τοῦ Λευί, ἐτετάχαντο δὲ οὐκ ἐν τοῖς ἱερᾶσθαι λαχοῦσιν, ἀλλ' ἐν τοῖς τὴν ὑπουργικὴν διαπε ραίνουσιν λειτουργίαν ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ· Λευῖται δὲ οὗτοι, καὶ μέτριον ἦν τοῦτο αὐτοῖς. Εἶτα τῆς ἱερωσύνης τὴν δόξαν οὐκ ἐν καιρῷ διψήσαντες, καὶ μέτρον τιμῆς ἀσυνέτως οὐ προσιέμενοι τὸ παρὰ τοῦ Θεοῦ, αὐτόμολοι καὶ θρασεῖς ἐπὶ τὸ μέσον ᾔεσαν καὶ δὴ κατεξανιστᾶσι Μωσέως τε καὶ Ἀαρὼν τὴν συναγωγήν, πικροῖς δὲ τὸν προσηνῆ καταπαίοντες λόγοις, κατηρέθιζον ἤδη πως εἰς δυσθυμίας. Δίκας δὲ οὗτοι πραττόμενοι τοῦ τολμήματος παρὰ τοῦ τὰ δίκαια κρίνοντος, πανοικὶ διολώλασι. Διοίξασα γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς, κατέπιεν αὐτοὺς καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα ὅσα ἦν αὐτοῖς.
For the one whom God sent speaks the words of God. Then, my friend, will you vote the truth to this statement, or will you refuse to agree? {B.} By no means. {A.} Let these things, then, be said by us concerning Moses. Do you wish us to say something else besides this, which secretly prefigures for us the manner of the Son's mediation? Or do you think that, having said nothing of this, we ought to pursue another path? {B.} But, noble sir, why, having passed over what is at hand—though it is expected to benefit us greatly—do we go on to another and hasten to the hunt for other thoughts, when it will surely be better to do this at leisure, with nothing hindering us? {A.} I will turn, then, to what is dear to you, and I will speak. For Korah, Dathan, and Abiram sprang from the tribe and lineage of Levi, but they were not appointed among those who obtained the lot to serve as priests, but among those who perform the subordinate ministry in the tent of witness; these were Levites, and this was a moderate station for them. Then, thirsting for the glory of the priesthood out of season, and foolishly not accepting the measure of honor that came from God, they went forward as self-appointed and bold men into the midst, and they stirred up the congregation against Moses and Aaron, and striking the gentle man with bitter words, they provoked him somehow into despondency. But these men, exacting the penalty for their audacity from the one who judges justly, perished with their whole household. For the earth opened its mouth and swallowed them and their children and their cattle and all that they had.
Ἐπειδὴ δὲ τοῖς ὁσίως κεκολασμένοις ἐκτόπως ἐπιστυγνάζοντες, ἐχίων, οἶμαι, δίκην ἐπέθρωσκόν τε καὶ ἐπεφύοντο τοῖς ἀμφὶ Μωσέα τῶν ἰσοφρόνων τινές, ἡ θεία λοιπὸν εἰς ὀργὰς ἐκαλεῖτο φύσις. Γέγραπται δὲ οὕτως· "Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν λέγων· Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ. Καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λαβὲ τὸ πυρεῖον, καὶ ἐπίθες ἐπ' αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα, καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολήν, καὶ ἐξίλασαι περὶ αὐτῶν. Ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, καὶ ἦρκται θραύειν τὸν λαόν. Καὶ ἔλαβεν Ἀαρών, καθάπερ ἐλάλησεν αὐτῷ Μωσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν. Καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα, καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ, καὶ ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις." Ἆρά σοι λοιπὸν τῆς τοῦ Υἱοῦ μεσιτείας τὸ χρῆμα καὶ μετὰ τοῦτο ἀσυμφανές, ὦ Ἑρμεία; {Β.} Ναί. Δεῖν γὰρ ἔγωγέ φημι κατιδεῖν ἀστείως τὸ ἐκ τῆς ἱστορίας ὑποδηλούμενον. Οὐκοῦν διασάφει· σὺ γὰρ ἔσῃ δρᾶν καὶ τοῦτο πρέπων. {Α.} Οὐ γὰρ οἴει τὸν Ἀαρὼν εἰς εἰκόνα καὶ τύπον τῆς τοῦ Σωτῆρος ἡμῶν ἱερωσύνης τεθεῖσθαι τὸ ἐν ἀρχαῖς, τόν τε ποδήρη διεζωσμένον, καὶ τὴν καλουμένην ἐπωμίδα, καὶ τὸ πέταλον τὸ χρυσοῦν ἐπὶ μετώποις ἄκροις, καὶ τοὺς λίθους τῆς γλυφῆς, καὶ τὸ ἔτι τούτων εὐσυνοπτότερον, ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελθεῖν ἐπιτετραμμένον, αἵματός τε οὐ δίχα τὴν ὑπὲρ παντὸς τοῦ λαοῦ πληροῦντα θυσίαν;
But when some of those of equal rank with Moses, deeply grieved beyond measure at those who had been righteously punished, rushed upon them like vipers, as I think, and attacked them, the divine nature was from that point called forth to anger. And it is written thus: "And the Lord spoke to Moses and Aaron, saying: Withdraw from the midst of this congregation, and I will consume them at once. And they fell upon their faces. And Moses said to Aaron: Take the censer, and put fire upon it from the altar, and place incense upon it, and carry it quickly to the camp, and make atonement for them. For wrath has gone out from the face of the Lord, and it has begun to smite the people. And Aaron took it, just as Moses spoke to him, and ran to the congregation. And already the smiting had begun among the people; and he placed the incense, and made atonement for the people, and stood between the dead and the living, and the smiting ceased." Is the matter of the Son's mediation, then, even after this, unclear to you, Hermeias? {B.} Yes. For I say that what is indicated by the account must be discerned with understanding. Therefore explain it; for you will be the one fit to do this as well. {A.} Do you not think that Aaron was placed in the beginning as an image and type of the priesthood of our Savior—he who was girded with the full-length robe, and the so-called ephod, and the golden plate on the top of his forehead, and the engraved stones, and—more easily surveyed than these—that he was permitted to enter the Holy of Holies only once a year, fulfilling the sacrifice for all the people not without blood?
{Β.} Εὖ λέγεις, ἐπεί τοι καὶ ὁ θεσπέσιος γράφει Παῦλος· "Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος." Καὶ ὅτι τύποι μὲν τὰ ἀρχαῖα καὶ σκιαί, ταυτὶ δὲ δή, τουτέστι τὰ διὰ Χριστοῦ, λαμπρά τε ἤδη καὶ ἐμφανεστάτη λίαν ἀλήθεια, τίς ἂν ἐνδοιάσαι τῶν εὐμαθεστέρων; {Α.} Παραδεξάμενοι τοίνυν εἰς ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν, καὶ ταῖς τῶν τύπων ἀκαλλεστέραις ἔτι σκιαῖς οἱονεί πως ἤδη τὰ παμποίκιλα τῆς ἀληθείας ἐπιπάττοντες χρώματα, φέρε λέγωμεν ὅτι τοῖς θείοις δόγμασι καὶ δεσποτικοῖς θεσπίσμασι ἀντεξά γοντες ἀπηνῶς τὸ ἴδιον θέλημα πάντες ὅσοι τὴν πλατεῖαν ταυτηνὶ καὶ ἀμέτρητον οἰκοῦμεν γῆν, προσκεκρούκαμεν οὐ μετρίως τῷ Δημιουργῷ, καίτοι τιμῆς τε καὶ δόξης ἐφέντι λαχεῖν ἃς ἦν ἀνθρώπους ἔχειν εἰκός. Ἐντεῦθεν ἡμῶν ἡ δαπανῶσά τε καὶ τῷ θανάτῳ συνθραύουσα κατεξανέστη φθορά· "Καὶ βεβασίλευκεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ," "Καὶ ἐπλάτυνε μὲν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ," καθά φησιν ὁ προφήτης Ἠσαΐας, "διήνοιξε δὲ τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν." Κἂν εἰσάπαν ὠλόθρευσε τὴν γῆν, ἀδιάφυκτόν τι καὶ ἀνεξίτητον ἁπλώσας τὸ λίνον, εἰ μὴ καθάπερ ἀπό τινος σκηνῆς τῆς ἄνω καὶ ἐν οὐρανοῖς, κατ' εὐδοκίαν τοῦ Θεοῦ καὶ Πατρός, ἐκπεφοίτηκέ τε καὶ καθίκετο πρὸς ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος.
{B.} You speak well, since indeed the inspired Paul also writes: "But Christ, having appeared as high priest of the good things to come, through the greater and more perfect tabernacle, not made with hands, that is, not of this creation, nor through the blood of goats and calves, but through his own blood, entered once for all into the Holy Place, having obtained eternal redemption." And that the ancient things were types and shadows, but these things here—that is, the things accomplished through Christ—are already bright and a most manifest truth, who among the more teachable would doubt? {A.} Having therefore received Christ Jesus as high priest and apostle of our confession, and, as it were, already sprinkling the manifold colors of the truth upon the still less beautiful shadows of the types, come, let us say that all we who inhabit this wide and measureless earth, stubbornly setting our own will against the divine doctrines and lordly decrees, have not moderately offended the Creator, although he desired us to obtain honor and glory which it was fitting for men to have. From this, corruption rose up against us, consuming us and crushing us to death; "and death reigned from Adam until Moses, even over those who did not sin in the likeness of Adam's transgression," "and Hades enlarged his soul," as the prophet Isaiah says, "and opened his mouth without ceasing." And it would have utterly destroyed the earth, spreading out a net that none could escape or pass through, had not the only-begotten Word of God, as if from some tabernacle above and in the heavens, gone forth by the good pleasure of God the Father and come down to us.
"Κεκένωκε γὰρ ἑαυτόν, μορφὴν δούλου λαβών," ἵνα καὶ χρηματίσας ἀρχιερεὺς καὶ ὡς ἐν τάξει θυμιάματος ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργήσας τῷ Θεῷ καὶ Πατρὶ ἐκδυσωπήσῃ τὴν θραῦσιν. "Ἔστη γάρ, φησίν, ἀναμέσον τῶν ζώντων καὶ τῶν τεθνηκότων, καὶ ἐκόπασεν ἡ θραῦσις." Ἆρ' οὖν οὐχὶ καὶ διὰ τούτων εὖ μάλα καταθρήσαι τις ἂν ὅτι μεσίτης Θεοῦ καὶ ἀνθρώπων γέγονεν Ἰησοῦς; Λελυμένης γὰρ ὥσπερ τῆς διαμάχης, καὶ παντὸς ἀρχαίου διατειχίσματος κατασεσεισμένου, ἀλλήλοις συνέβη τὰ πάλαι διῳκισμένα, τουτέστι Θεός τε καὶ ἀνθρωπότης, μεσολαβοῦντος Χριστοῦ, καὶ δι' ἑαυτοῦ τοῖς ἄνω τὰ κάτω συνδέοντος. Καὶ γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος ὅτι "Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας." Καὶ αὖθις αὖ· "Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ." {Β.} Ἆρ' οὖν, ὅτι τὸ μεσολαβοῦν καὶ ἐξεῖργον ἡμᾶς τῆς πρὸς Θεὸν ἀγάπης τε καὶ οἰκειότητος, φημὶ δὴ τὴν ἁμαρτίαν, ἐκποδὼν ἐλάσας, ὁ Μονογενὴς ἀνεκόμισέ τε πρὸς τὸ ἀρχαῖον ἡμᾶς καὶ κατήργηκε τὴν ἔχθραν, κατ' αὐτὸ δὴ τουτὶ καὶ μόνον νοοῖτ' ἂν μεσίτης, ἢ καὶ καθ' ἕτερόν τινα τρόπον; Φράσαις ἂν ὡς ἥδιστα ἐρομένῳ τε καὶ δεδιψηκότι μαθεῖν. {Α.} Καὶ μάλα, κατοκνήσαιμι γὰρ ἂν ἥκιστά γε.
For he emptied himself, taking the form of a servant," so that, having been designated high priest and having offered himself to God and the Father on our behalf as in the order of incense, he might appease the breach. "For he stood," it says, "between the living and the dead, and the breach ceased." Would one not, then, very clearly perceive from these things as well that Jesus has become mediator between God and men? For when the strife had been dissolved, as it were, and every ancient dividing wall had been shattered, the things that had long been separated from each other came together, that is, God and humanity, with Christ mediating and through himself binding the things below to the things above. And indeed the inspired Paul said: "He himself is our peace, who has made both one and has broken down the middle wall of the partition." And again: "Having therefore been justified by faith, we have peace with God through our Lord Jesus Christ." {B.} Is it, then, because the Only-begotten, having thrust aside the thing that mediated and shut us out from love and fellowship with God—I mean sin—both restored us to our original state and abolished the enmity, that he is understood as mediator in this very respect alone, or also in some other way? You would speak most gladly to one who asks and thirsts to learn. {A.} Indeed, for I would hesitate least of all.
Ἐρῶ δὲ ὅτι κατήργηκε μὲν τὴν ἔχθραν ὁμολογουμένως ἐν τῇ σαρκὶ αὐτοῦ, καθὰ γέγραπται, καὶ οἱονεί τις διαλλάκτης εἰς ἡμᾶς καὶ μεσίτης γεγονὼς τῆς πρὸς Θεὸν ἀγάπης ὠλισθηκότας ὡς ἀπωτάτω, διά γε φιληδονίας τῆς κοσμικῆς καὶ ἐπείπερ τῇ κτίσει παρὰ τὸν κτίσαντα λελατρεύκαμεν, προσκεκόμικε δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί, καὶ δικαιώσας, τῇ πίστει κατεκτήσατο· πλὴν οὔ τί πού φαμεν μεσίτην αὐτὸν δι' οἰκονομίαν κεκλῆσθαι τὴν ἐπὶ τῷδε μόνην, ἀλλά τις αὐτῷ καὶ ἕτερος ἐπὶ τῷδε λόγος ἀπόρρητός τε καὶ μυστικὸς πρὸς τὸ τῆς μεσιτείας ὄνομά τε καὶ χρῆμα προσπορίζεται. {Β.} Πῶς δὴ ἄρα καὶ τοῦτο φῄς; {Α.} Καὶ πῶς ἂν ἑτέρως ἢ κατ' ἐκεῖνό που πάντως τὸ γεγραμμένον· "Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος;" Αὐτὸς γὰρ ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀκήρατον κάλλος καὶ ἡ μορφὴ καὶ τὸ εἶδος, ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, οὐχ ὑπό του πρὸς τοῦτο βεβιασμένος, ἀλλ' εὐδοκίᾳ
I will say that he has undeniably abolished the enmity in his flesh, as it is written, and having become, as it were, a reconciler for us and a mediator of the love toward God for those who had slipped away as far as possible, through the pleasure-loving ways of the world, and since we had served the creation rather than the Creator, he has brought us near to God and the Father through himself, and having justified us, he has gained us by faith. However, we do not say anywhere that he was called a mediator only because of the economy in this matter, but there is also another reason for this, both secret and mystical, which contributes to the name and the reality of mediation. {B.} How then do you say this also? {A.} How else than according to that which is certainly written somewhere: "Have this mind in each of you among yourselves which was also in Christ Jesus, who, being in the form of God, did not consider it robbery to be equal with God, but emptied himself, taking the form of a servant, being made in the likeness of men, and being found in appearance as a man"? For he himself, being the unblemished beauty and the form and the appearance of God and the Father, the God Word who is from him and in him, lowered himself into emptying, not compelled to this by anyone, but by good pleasure
Πατρὸς κατ' ἰδίαν βούλησιν, καὶ γέγονεν ἄνθρωπος, ἀλώβητον μὲν παντελῶς καὶ ἀπαραποίητον ἐν ἑαυτῷ τὸ τῆς ἰδίας φύσεως ἀνασῴζων ἀξίωμα, προσλαβὼν δὲ τὸ ἀνθρώπινον οἰκονομικῶς, καὶ εἷς ἐξ ἀμφοῖν νοούμενος Υἱός, συνδεδραμηκότων καὶ συνενεχθέντων εἰς ἓν φύσεως τε θείας καὶ ἀνθρωπίνης ἀφράστως τε καὶ ἀπορρήτως, καὶ ὡς οὐκ ἔστι νοεῖν εἰς ἑνότητα συντεθειμένων. Καὶ οὐ δήπου φαμὲν τὸν τοῦ Θεοῦ Λόγον εἰς τὴν τῆς ἐπιγείου σαρκὸς μεταπεποιῆσθαι φύσιν, ἤγουν εἰς αὐτοῦ τοῦ Λόγου τὴν σάρκα· φρενοβλαβείας γὰρ δοίην ἂν ἔγωγε τῆς ἐσχάτης νόσημα τουτί· ἑκατέρου δὲ ὥσπερ ἐν ἰδίῳ μένοντος ὅρῳ τε καὶ λόγῳ, τὴν εἰς ἄκρον τε καὶ ἀδιασπάστως ἔχουσαν εἰς ἑνότητα συνδρομήν, τὸ τῆς λεγομένης ἐνθάδε συμβάσεως ὄνομα δηλοῖ. Θεὸς γάρ ἐστιν ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός· οὔτε δὲ Θεὸν εἰπὼν ἀνθρωπότητος ἀπαλλάξεις μετὰ τὴν ἕνωσιν, οὔτε μὴν ὀνομάσας ἄνθρωπον τῶν τῆς θεότητος ἀποσοβήσεις ἀξιωμάτων, εἴπερ ἕλοιο φρονεῖν ὀρθῶς. Καὶ ἔστι Μονογενὴς μὲν καὶ Λόγος ὡς ἐκ Θεοῦ Πατρὸς ἀναφὺς καὶ γεγεννημένος, Πρωτότοκος δὲ αὖ ὅτε γέγονεν ἄνθρωπος καὶ ἐν πολλοῖς ἀδελφοῖς. Καὶ ὥσπερ ὄνομα τὸ Μονογενής, ἴδιον ὂν τοῦ Λόγου, τετήρηται πάλιν αὐτῷ καὶ ἑνωθέντι σαρκί· οὕτω τὸ Πρωτότοκος, αὐτοῦ κυρίως οὐκ ὄν, γέγονεν ἴδιον αὐτοῦ μετὰ τῆς σαρκός. Μεσίτης ἄρα οὖν καὶ τῇδε νοεῖται τὰ πολὺ διῳκισμένα κατὰ τὴν φύσιν καὶ ἀμέτρητον ἔχοντα τὸ μεσολαβοῦν, τουτέστι θεότητά τε καὶ ἀνθρωπότητα, συνενεχθέντα τε καὶ ἡνωμένα δεικνύων ἐν ἑαυτῷ, καὶ συνείρων ἡμᾶς δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί.
By the Father's own will, and he has become man, preserving in himself completely unimpaired and unaltered the dignity of his own nature, but taking on the human condition by economy, and being understood as one Son from both, since divine and human nature have run together and been brought into one, ineffably and inexpressibly, and in a way that cannot be conceived as having been composed into a unity. And surely we do not say that the Word of God has been changed into the nature of the earthly flesh, that is, into the flesh of the Word himself; for I would count this a symptom of the utmost madness. But while each remains in its own proper boundary and principle, the concurrence into unity, which is complete and indivisible, is made clear by the name of the so-called conjunction here. For the same one is at once God and man; neither, if you say God, will you deprive him of humanity after the union, nor indeed, if you name him man, will you drive away the dignities of the Godhead, if indeed you choose to think rightly. And he is Only-begotten and Word as having sprung and been begotten from God the Father, but Firstborn again when he became man and among many brothers. And just as the name Only-begotten, being proper to the Word, has been preserved again for him even when united to flesh, so the name Firstborn, not being properly his, has become his own with the flesh. Therefore he is understood as Mediator here too, showing in himself the things that are widely separated by nature and have an immeasurable interval between them—that is, Godhead and humanity—brought together and united, and binding us through himself to God and the Father.
Θεῷ μὲν γάρ ἐστιν ὁμοφυής, ἐπείτοι καί ἐστιν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ, ἀνθρώποις γε μὴν ὡς ἐξ ἡμῶν τε καὶ ἐν ἡμῖν. Οὐ γὰρ παρ' ἡμᾶς ἑτεροῖος κατά γε τὸ ἀνθρώπινον, ἀλλ' ἐοικὼς κατὰ πάντα, δίχα μόνης τῆς ἁμαρτίας, ὁ Ἐμμανουήλ. {Β.} Ὀρθότατα ἔφης. Ἥκει δὲ ἤδη πρὸς τοῦτο ἀνάγκης ἡμῖν ὁ λόγος, ὡς καὶ ὁμοούσιον τῷ Θεῷ καὶ Πατρὶ εἶναι φάναι τὸν Υἱόν. {Α.} Ὁμοούσιον γάρ, εἴπερ ἐστὶν ἀληθῶς ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν καὶ οὐσιωδῶς. Ὥσπερ γὰρ οὐκ ἀληθῶς καὶ ἐξητασμένως, ἀλλ' οὐδὲ ἐν τάξει τῇ πρεπούσῃ νοοῖτ' ἂν ἢ λέγοιτο πρὸς ἡμᾶς ὁμοούσιος εἰ μὴ γέγονεν ἄνθρωπος, οὕτως οὐκ εἴη ποτ' ἂν ἐκ Θεοῦ τε καὶ ἐν Θεῷ μὴ φυσικοῖς εἰς ἑνότητα τὴν πρὸς αὐτὸν συνδούμενος λόγοις· ἀλλ' οὐδ' ἂν ἑτέρως ἡ ἀνθρωπότης θείας εἴη φύσεως μέτοχος, εἰ μὴ πεπλούτηκε τοῦτο διὰ μεσίτου τοῦ Υἱοῦ, φυσικὸν ὥσπερ τινὰ τὸν τῆς συναφείας λαχοῦσα τρόπον. Ἀταλαίπωρον δὲ κομιδῇ διαπυθέσθαι λέγοντος τοῦ Υἱοῦ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα· "Ἵνα πάντες ἓν ὦσι καθὼς σύ, Πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα πιστεύσῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας. Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν." {Β.} Εἰ δὲ δὴ λέγοιεν τὴν ἑνότητα τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα τοιαύτην εἶναι τυχὸν οἵαπερ ἂν νοοῖτο καὶ ἐφ' ἡμῶν αὐτῶν, τί δὴ ἄρα λογιούμεθα;
For he is of the same nature as God, since he is both from him and in him, and he is of the same nature as humans, as being from us and in us. For Emmanuel is not different from us in the human respect, but is like us in all things, except for sin alone. {B.} You have spoken most correctly. But our argument has now come to this necessity, that we should also say that the Son is consubstantial with God and the Father. {A.} Consubstantial indeed, if he truly is from him and in him by nature and essentially. For just as he would not be truly and exactly, nor even in the proper order, understood or said to be consubstantial with us unless he had become man, so he would never be from God and in God unless he were united to him by natural principles into unity with him; nor otherwise would humanity partake of the divine nature, unless it had been enriched with this through the mediator, the Son, having received as it were a natural mode of union. And it is entirely without difficulty to inquire closely when the Son says to the Father in the heavens: "That they may all be one, just as you, Father, are in me and I in you, that they also may be one in us, that the world may believe that you sent me. And I have given them the glory that you have given me, that they may be one just as we are one; I in them, and you in me, that they may be perfected into one." {B.} But if they should say that the unity of the Son with the Father is such as might be understood even in our own case, what then shall we reckon?
Γέγραπται γὰρ ὅτι "Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία μία, καὶ ψυχὴ μία." Πλείστων γὰρ ὅσων ἐν ἅπασιν οὐσῶν ψυχῶν, μίαν ἔφη τὴν ἁπάντων γενέσθαι, τὸ τῆς ἑνώσεως ὄνομά τε καὶ χρῆμα οὔ τί που πάντως αὐτῆς καθορίζων τῆς φύσεως, ἀπονέμων δὲ μᾶλλον ταῖς ἐκ θελημάτων ἀδιασπάστοις ῥοπαῖς καὶ τὸ μίαν ἔχειν καὶ τὴν αὐτὴν σκέψιν τε καὶ βούλησιν. Καὶ ἐπειδήπερ ἐστὶ συνευδοκητὴς καὶ ὁμόφρων ἐν ἅπασιν ὁ Υἱὸς τῷ Πατρί, ταύτῃ τοι καὶ ἕν ἐστι πρὸς αὐτόν. Ταυτὶ γὰρ ἐκεῖνοι περιβομβοῦσιν οἱ δείλαιοι. {Α.} Ἀλλ' ἠλιθιότητος τῆς εἰς ἄκρον ἡκούσης ἤδη καὶ ἀνωτάτης τὸν οἰκεῖον εὐθὺς ἀναμεστώσαντες νοῦν κἀν τούτῳ δὴ πάλιν ἁλοῖεν ἄν. Οὐδὲν γὰρ τῶν ἐκτόπων, ὡς ἔοικεν, ἔστι νοημάτων ἀδρανές τε οὕτω καὶ κατερριμμένον ὃ μὴ τὸν τῶν ἀσυνέτων καταληΐζεται νοῦν, καὶ τοῦτο ἀμογητί. "Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ λαλεῖν πρὸς Κύριον πλάνησιν," κατὰ τὸ γεγραμμένον. Πῶς γὰρ οὐχὶ μωρίας τε καὶ εἰκαιότητος τῆς ἁπασῶν ἐσχάτης οἰηθείη τις ἂν ἀναπεπλῆσθαι λοιπὸν τὸ φάναι τε καὶ διατείνεσθαι φιλεῖν ἥκιστα μὲν
For it is written: "The multitude of those who believed had one heart and one soul." For though there were very many souls in all, he said that the soul of all became one, not surely defining by this name and reality of unity the nature itself in every respect, but rather attributing to the unbroken impulses arising from wills both the having of one and the same thought and will. And since the Son is of one consent and one mind with the Father in all things, in this way too he is one with him. For these are the things those wretched men babble. {A.} But having straightway filled their own mind with folly that has reached the very utmost and highest pitch, they would be caught in this too again. For nothing, it seems, of outlandish notions is so feeble and cast down that it does not seize the mind of the senseless, and this without effort. "For the fool will speak folly, and his heart will devise vain things, to speak error against the Lord," according to what is written. For how would one not think that whoever henceforth says and maintains that he loves least of all is filled with folly and vanity, the last of all?
φυσικήν, προαιρετικὴν δὲ μᾶλλον τὴν ἕνωσιν εἶναι τοῦ Υἱοῦ τὴν πρὸς τὸν Πατέρα καὶ Θεόν; Διοίσει γάρ, οἶμαι, κατ' οὐδένα τρόπον, εἴπερ ὧδέ τε ἔχει καὶ ἔστιν ἀληθές, τῶν εἰς υἱότητα κεκλημένων, καὶ εἰς τὸ τῆς θεότητος ὄνομα διὰ βουλῆς τοῦ Πατρὸς εἰσπεποιημένων, οἳ καὶ τοῖς ἐκ τῆς ἀρετῆς αὐχήμασι τὴν οὕτως εὐκλεᾶ καὶ περίοπτον ἐξεπρίαντο δόξαν. Τί δὲ δὴ τὸ ἀπεῖργον ἔτι, λεγόντων ἐκεῖνοι, καὶ τῶν ἁγίων ἕκαστον τὰ ἐφ' οἷσπερ ἂν ἡσθείη Θεὸς φρονεῖν τε καὶ δρᾶν ᾑρημένον, καὶ τὸ τῷ Δεσπότῃ δοκοῦν ἴδιον ὥσπερ τι ποιησάμενον θέλημα, τὴν οὕτως ὑπερφυᾶ τοῦ Υἱοῦ φθέγξασθαι φωνήν, ἀνακραγεῖν τε πρὸς τὸν Πατέρα· "Καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν;" Παρακομι ζόντων δὴ οὖν τοιάνδε τινὸς ἡμῖν ἁγίου φωνήν. Ἀλλ' οὐκ ἂν ἔχοιεν, πολλοῦ γε καὶ δεῖ. Τοὐναντίον γάρ, οἶμαι, καταθρήσαι τις ἄν, καίτοι τῆς εἰς λῆξιν εὐσεβείας ἐπειλημμένους, ὅτι τε εἶεν ἁμαρτωλοὶ πολυτρόπως ἐξᾴδοντας, καὶ τῆς οἰκείας φύσεως οὐκ ἐν ἀγνοίᾳ κειμένους. Καὶ ἦν μὲν ἴσως χαλεπὸν οὐδὲν μυρίας μὲν ὅσας κατασωρεῦσαι φωνὰς ἐκ τῶν ἱερῶν ἀναλεξαμένους Γραμμάτων· τό γε μὴν ἐφεῖναι τοῖς φιλομαθέσι διαγυμνάζεσθαι λογισαίμην ἂν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος. Τετράψομαι δὲ πρὸς τὰ παρ' ἐκείνων· ἄμεινον γὰρ ἤδη τουτί· καὶ δὴ καὶ ἐρῶ, τὸν τῆς καθ' ἡμᾶς ἑνότητος ἀνακυκλήσας λόγον. Πρὸς ἑνότητα μὲν γὰρ τὴν διὰ πίστεως συγκεκομίσμεθά τε καὶ συνηνέχθημεν ὁμολογουμένως, διοίσομεν δὲ κατ' οὐδὲν ἀλλήλων ἑτερότητι τῆς οὐσίας, καὶ εἰ τέμνεταί πως ἕκαστος εἰς ἰδίαν ὑπόστασιν.
Is the union of the Son with the Father and God natural, or rather a union of choice? For it will differ, I think, in no way—if indeed it is so and is true—from those who have been called to sonship and have been brought by the Father's will into the name of divinity, who by the boasts of virtue have purchased for themselves glory so renowned and conspicuous. But what is there still to prevent them, they say, from each of the saints, having chosen to think and do whatever God would be pleased with, and having made the will that seems good to the Master as it were his own, from uttering this transcendent voice of the Son and crying out to the Father: "As I and you are one?" Let them, then, bring forward some such voice of a saint. But they could not, far from it. On the contrary, I think one might observe, even though they have laid hold of a portion of piety, that they are sinners in many ways and are not in ignorance of their own nature. And perhaps it was no difficult thing to heap up countless voices gathered from the sacred Scriptures; yet to leave it to the lovers of learning to exercise themselves I would reckon not beside the mark of what is fitting. But I will set myself against their arguments; for this is now better; and indeed I will speak, having brought round the account of the unity that is ours. For we have been gathered together and brought to unity through faith, by common confession, and we will differ from one another in nothing by any otherness of essence, even if each is somehow divided into his own hypostasis.
Ἐσμὲν γὰρ ὁμοειδεῖς, καὶ τῆς ἁπάντων οὐσίας ὅρος τε καὶ λόγος εἷς, ὁ πάντων ἐν ἴσῳ κατηγο ρούμενος. Ἑνότητα δὲ τὴν ὡς πρὸς Θεόν, οὐκ ἐν ψιλαῖς καὶ μόναις ταῖς ἐκ θελημάτων πλουτοῦμεν ῥοπαῖς, ἀλλά τις καὶ ἕτερος εἰς τοῦτο συνείρει λόγος, ἀπόρρητός τε καὶ ἀναγκαῖος. Ὡς γὰρ ὁ θεῖος ἡμᾶς μεμυσταγώγηκε Παῦλος, "ἓν σῶμά ἐσμεν οἱ πολλοὶ διὰ τὸ ἐκ τοῦ ἑνὸς ἄρτου μετέχειν." Ἢ γὰρ οὐκ οἶσθα ὅτι σύσσωμα γενέσθαι Χριστοῦ καὶ τὰ ἔθνη φησί, τὴν πρὸς αὐτὸν ἑνότητα λαχόντα διὰ τῆς πίστεως, δῆλον δὲ ὅτι καὶ μυστικῆς εὐλογίας; {Β.} Κομιδῇ μὲν οὖν. {Α.} Οὐκοῦν, φυσικήν τε ἅμα καὶ προαιρετικὴν τὴν ἕνωσιν ἐν τε σφίσιν αὐτοῖς κεκτήμεθα, τοιαύτην δὲ οὖσαν ἡμῶν καὶ τὴν ἐν Χριστῷ διοψόμεθα. {Β.} Πῶς λέγεις; Ἕπομαι γὰρ οὐ λίαν. {Α.} Καὶ μὴν οὐδὲν εἶναί φημι τὸ ἄναντες ἔν γε δὴ τούτοις, ὦ τᾶν· ἀναμάθοι δ' ἂν ὅ φημι καὶ λίαν εὐκόλως ἁπαστισοῦν, οἶμαι, σοφὸς καὶ ἀρτίφρων ἀνήρ, ἐννενοηκὼς ὅτι πρῶτον μὲν εἰς ταυτότητα τὴν πρὸς ἀλλήλους οἱ τελοῦντες ἐν ἀνθρώποις θεσμῷ φυσικῷ διεσφίγμεθα, συνενούμεθα δὲ καὶ καθ' ἕτερον τρόπον. Διατετμημένοι γὰρ ὥσπερ εἰς ὑπόστασιν ἰδικήν, τὴν καθ' ἕκαστον λέγω, καθ' ἣν ὁ μέν τίς ἐστι Πέτρος ἢ Ἰωάννης, ὁ δὲ Θωμᾶς ἢ Ματθαῖος, σύσσωμοι γεγόναμεν ἐν Χριστῷ, τὴν μίαν σάρκα τρεφόμενοι, καὶ ἑνὶ τῷ ἁγίῳ Πνεύματι πρὸς ἑνότητα κατεσφραγισμένοι, καὶ εἴπερ ἐστὶν ἀμέριστος ὁ Χριστός–μεμέρισται γὰρ οὐδαμῶς–ἓν οἱ πάντες ἐσμὲν ἐν αὐτῷ. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα·
For we are of the same kind, and the definition and principle of the substance of all things is one, predicated equally of all. But our unity with God we do not possess in bare and mere inclinations of will alone; there is also another account that contributes to this, ineffable and necessary. For as the divine Paul has initiated us into the mysteries: "We, the many, are one body because we partake of the one bread." Or do you not know that he says the Gentiles also became one body with Christ, having obtained unity with him through faith, and clearly also through the mystical blessing? {B.} Indeed, quite so. {A.} Therefore we possess a union both natural and of choice in ourselves, and we shall observe that the union in Christ is of the same kind. {B.} How do you mean? For I do not quite follow. {A.} And yet I say there is nothing difficult in these matters, my friend; and anyone at all, I think, who is wise and sound of mind would learn very easily what I mean, having understood that first we who are being perfected among men are bound together into sameness with one another by a natural law, and we are also united in another way. For though we are divided, as it were, into an individual subsistence—I mean that of each one, according to which one is Peter or John, and another Thomas or Matthew—we have become one body in Christ, nourished on the one flesh, and sealed by the one Holy Spirit into unity; and if Christ is indivisible—for he is in no way divided—we are all one in him. Therefore he also said to the Father in heaven:
"Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν." Ἄθρει γὰρ ὅπως ἔν τε τῷ Χριστῷ καὶ ἁγίῳ Πνεύματι οἱ πάντες ἕν ἐσμεν καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὸ πνεῦμα. Ἐπαιτιατέον οὖν ἄρα τοὺς ἕτερα ἄττα φρονεῖν ἑλομένους, ὡς μηδὲ ἐκεῖνα συνέντας ὀρθῶς τὰ περὶ ἡμῶν γεγραμμένα. {Β.} Ἐπαιτιατέον μὲν οὖν· ἔφης γὰρ ὀρθῶς. Φιλοπευστήσας γε μὴν οὐδὲν ἧττον ἐρῶ, πότερα τὸν Υἱὸν ἡνῶσθαι παρα δεξόμεθα τῷ Θεῷ καὶ Πατρὶ καθάπερ ἀμέλει καὶ ἡμᾶς ἀλλήλοις, ἢ καὶ ὑπὲρ τοῦτο δοίη τις ἂν ἐπ' αὐτῶν τὴν ἕνωσιν; {Α.} Ἡνῶσθαί φαμεν τῷ Πατρὶ τὸν Υἱὸν καθ' ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς. Ἔστι μὲν γὰρ ὁμολογουμένως τῷ γεγεννηκότι πάντως που καὶ ὁμοούσιος, εἴπερ ἐστὶν ἀληθῶς Υἱός τε καὶ ἐξ αὐτοῦ. Ἐν ἰδίᾳ δὲ ὢν ὑποστάσει, τῇδέ τε ἔχειν εὖ μάλα πεπιστευμένος, οὐ καθάπερ ἡμεῖς ἀλλήλων, ἤτοι κατὰ νόμον σωμάτων, διεστήξει καὶ αὐτὸς τοῦ Πατρός, τὴν εἰσάπαν ἔχων διατομήν, εἰς ἑτερότητα δὲ τὴν καθέ καστον λέγω, φυσικὴν δὲ καὶ ἄρρητον ἔχει τὴν ἕνωσιν, οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας παθουσῶν τῶν ὑποστά σεων, κατά γε τό τισι δοκοῦν, ὡς τὸν αὐτὸν εἶναι
That they may be one, just as we are one.” For observe how in Christ and the Holy Spirit we are all one, both in body and in spirit. Therefore those who have chosen to think otherwise must be blamed, since they do not even rightly understand those things written about us. {B.} They must indeed be blamed; for you have spoken rightly. Nevertheless, being eager to inquire, I will ask no less: shall we accept that the Son is united to God the Father just as we, of course, are to one another, or would one grant that their union is even beyond this? {A.} We say that the Son is united to the Father both in the manner of us and beyond us. For it is confessed that he is certainly in every way consubstantial with the one who begot him, if indeed he is truly Son and from him. But being in his own hypostasis, and believed to be so disposed in this way, he will not be separated from the Father as we are from one another—that is, according to the law of bodies—having a complete division, I mean into the otherness of each individual; rather, he has a natural and ineffable union, not some pouring together of the hypostases into one another, as some suppose, so that the same one is
Πατέρα καὶ Υἱόν, ἀλλ' ὄντος τε καὶ ὑφεστηκότος ἑκατέρου, καὶ ἰδίαν ἔχειν λεγομένου τὴν ὕπαρξιν, ἡ τῆς οὐσίας ταὐτότης βραβεύει τὴν ἕνωσιν. {Β.} Ἐν ἰδίᾳ φῂς οὖν εἶναι τὸν Υἱὸν οὐσίᾳ παρὰ τὴν τοῦ Πατρός; {Α.} Οὐκ ἐν οὐσίᾳ μᾶλλον ἑτέρᾳ παρὰ τὴν ὡς Θεοῦ, ἀλλ' ἐν ὑποστάσει τῇ ὡς Υἱοῦ. {Β.} Ἕτερον γάρ τί ἐστι οὐσία καὶ ἕτερον ὑπόστασις; {Α.} Ναί· πολὺ γὰρ τὸ διεῖργον καὶ διὰ μέσον χωροῦν, εἴπερ ἐστὶν ἡ οὐσία τῶν καθέκαστα περιεκτική. {Β.} Τίνα φῂς τρόπον; Βραδὺς γάρ, ὡς ἔοικεν, ἔν γε τοῖς τοιούτοις, ἐγώ. {Α.} Ἦ γὰρ οὐκ οἶσθα ὅτι κἀμοί πως οὐκ ἐντριβὴς ὁ περὶ τούτων λόγος; Ἰτέον δ' οὖν ὅμως ἐπὶ τὴν ἐγχωροῦσαν βάσανον ὡς ἐν εἰκόνι τυχὸν ἐν ὑπερτάτοις οὔσης ὑψώμασι τῆς θείας ὑπεροχῆς. Οὐκοῦν τῆς οὐσίας ἡ δήλωσις, κατὰ κοινοῦ τινος ἔοικεν ἰέναι πράγματος· τὸ δὲ τῆς ὑποστάσεως ἑκάστου τυχὸν ὄνομα τῶν ὑπὸ τουτὶ τὸ κοινὸν κατηγορεῖται καὶ λέγεται· οἴου δέ με νῦν ἐκεῖνο δηλοῦν. {Β.} Τὸ ποῖόν τι δή; {Α.} Ὁριζόμεθα τὸν ἄνθρωπον, ζῷον λογικὸν θνητόν, κατὰ τὸν αὐτῷ πρέποντα τιθέμενοι λόγον, καὶ τοῦτο οὐσίας ὅρον εἶναί φαμεν κατὰ παντὸς ἰοῦσαν τῶν κατὰ μέρος ὑφεστη κότων. Ὑπὸ οὖν τὸ κοινὸν δὴ τουτί, τουτέστι τὸν ἄνθρωπον ἤτοι τοῦ ἀνθρώπου τὸν ὅρον, πίπτει μέν, οἶμαι, Θωμᾶς τε καὶ Μάρκος, ἢ φέρε εἰπεῖν, Πέτρος τε καὶ Παῦλος. Καὶ τὴν μὲν οὐσίαν ὡδὶ κατασημήναι τις ἂν τῶν δὲ καθέ καστον νοουμένων, οὔπω σαφῆ τε καὶ ἐναργῆ τὴν δήλωσιν ἐποιήσατο. Οὐ γὰρ ἔτι ἄνθρωπος ἁπλῶς, τοῦτό ἐστι Πέτρος καὶ Παῦλος· Θωμᾶν δὲ ἢ Πέτρον εἰπών, τῶν μὲν τῆς οὐσίας ὅρων οὐκ ἐξοίσει τὸ δηλούμενον·
Father and Son, but since each exists and subsists, and is said to have his own existence, the identity of essence grants their union. {B.} Do you say, then, that the Son is in his own essence, alongside that of the Father? {A.} Not in another essence rather than that as God, but in a hypostasis as Son. {B.} For is essence one thing and hypostasis another? {A.} Yes; for there is a great difference and interval between them, if indeed essence is what comprehends particulars. {B.} In what way do you mean? For I am slow, it seems, in such matters. {A.} Are you not aware that my own account of these things is somehow not well-versed either? Nevertheless we must proceed to the examination that is possible, perhaps as in an image, since the divine transcendence is in the highest heights. So the declaration of essence seems to go according to something common; but the name of hypostasis, perhaps of each one, is predicated and spoken of the things under this common term; let me now make that clear. {B.} What sort of thing? {A.} We define man as a rational mortal living being, setting down the account that befits him, and we say that this is the definition of essence, extending over all the particular subsisting things. Under this common term, that is, man, or the definition of man, falls, I think, Thomas and Mark, or, say, Peter and Paul. And one might thus indicate the essence of those conceived individually, but he has not yet made the declaration clear and evident. For Peter and Paul are no longer simply man; but by saying Thomas or Peter, the thing signified will not depart from the definitions of essence.
ἄνθρωπος γὰρ οὐδὲν ἧττόν ἐστιν· ἐν εἴδει δὲ ὄντα τῷ τοιῷδε τυχὸν καὶ ἐν ὑποστάσει τῇ ἰδικῇ καὶ μεμερισμένως ὑπέδειξεν. Ἡ οὐσία τοιγαροῦν καὶ κατὰ ἀνθρώπου παντός, ἅτε δὴ τὸν κοινὸν τοῦ γένους ὠδίνουσα λόγον· ἡ δὲ ὑπόστασις καθ' ἑνὸς ἂν νοοῖτο πρεπωδέστερον, οὔτε τῆς κοινότητος ἐξιστᾶσα τὸ δηλούμενον, οὔτε μὴν ἀναχέουσά τε καὶ ἀνακιρ νῶσα πρὸς τὸ ἀσυμφανὲς ἔτι τὸ καθέκαστόν τε καὶ ἰδικῶς. {Β.} Συνίημι νῦν· εἰρῆσθαι γὰρ οὔ μοι ἀκόμψως δοκεῖ. {Α.} Ὁμοούσιον τοίνυν τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν ὁμολογοῦντες ὑπάρχειν, ἐν ἰδίᾳ τε ὑποστάσει, συναφῶς τε ἅμα καὶ διωρισμένως ἡνῶσθαί φαμεν, τοῖς τῆς ταὐτό τητος λόγοις ἀναγκαιοτάτως εὖ μάλα συνάπτοντες τῶν προσώπων ἤτοι τῶν ὀνομάτων τὴν διαστολὴν καὶ τὴν τῶν ὑποστάσεων ἑτερότητα, τὴν ὡς ἐν Πατρὶ καὶ Υἱῷ κατ' αὐτὸ δὴ τουτὶ καὶ μόνον· ἵνα μὴ τὸ τῆς οὐσίας εἰς πᾶν ὁτιοῦν ἐμφερὲς καὶ τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον ἀπαραλ λάκτως ἔν τε τῷ Πατρὶ καὶ τῷ Υἱῷ καταλεαίνῃ τρόπον τινὰ τὴν διαφορὰν καὶ δυσδιάκριτον κομιδῇ τὸ ἀναμέρος ἴδιον ἑκατέρου κατεργάσαιτό πως. Ὁ μὲν γάρ ἐστι Πατήρ, καὶ οὐχ Υἱός· ὁ δὲ αὖ Υἱὸς καὶ οὔ τί που Πατήρ. {Β.} Οὐκοῦν, εἰ δοκεῖ, λέγωμεν οὐσίας εἶναι δύο· μίαν μὲν τοῦ Πατρός, μίαν δὲ τοῦ Υἱοῦ. Εὐκρινεστέρα γὰρ οὕτως καὶ οἱονείπως εὐσαφεστέρα παντί τῳ γένοιτ' ἂν μᾶλλον ἡ διαφορά. {Α.} Οὐκ εὐκρινεστέρα ποθέν· μὴ γὰρ τοῖς ἐκείνων ἀποκομίζου λόγοις εἰς κίβδηλον νοῦν καί, τρίβον ὥσπερ ἀφεὶς τὴν ἁμαξιτόν, τὰ ἀστιβῆ καὶ δυσπόρευτα διαστείχειν ἀνέχου. {Β.} Πῶς ἢ τίνα τρόπον;
For "man" is nothing less; but existing in a form of this kind, he showed it also in his own proper hypostasis and in a divided manner. Essence, therefore, applies also to every man, inasmuch as it travails with the common principle of the race; but hypostasis would be more fittingly understood of one individual, neither depriving the thing signified of its community nor yet pouring it out and mingling it into indistinctness, so that the particular and properly individual is no longer manifest. {B.} I understand now; for what has been said seems to me to have been stated not inelegantly. {A.} Confessing, then, that the Son is consubstantial with God the Father, and in his own hypostasis, we say that he is united both in conjunction and at the same time as distinguished, most necessarily joining the distinction of the persons, that is, of the names, and the otherness of the hypostases to the principles of identity—the otherness as it is in Father and Son by this very fact alone: so that the likeness of essence in every respect, and its being in the same respects and in the same way invariably in the Father and in the Son, does not in some manner smooth away the difference and render the separately proper to each somehow altogether hard to distinguish. For the one is Father, and not Son; and the other again is Son, and by no means Father. {B.} Then, if it seems good, let us say that there are two essences: one of the Father, and one of the Son. For in this way the difference would become clearer and, as it were, more evident to everyone. {A.} Not clearer from anywhere; for do not carry over their arguments to a counterfeit understanding, and do not endure, as if leaving the highway for a footpath, to traverse the untrodden and hard-to-pass ways. {B.} How, or in what manner?
{Α.} Εἰ γὰρ μία μὲν ἡ τοῦ Πατρὸς ἔσται φύσις, μία δὲ αὖ καὶ ἑτέρα παρ' αὐτὴν ἡ τοῦ Υἱοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ τὸν εἰς δύο τὰ ἀλλήλοις ἀνισοφυῆ διιστάντα τε καὶ διατειχίζοντα συνεπινοεῖσθαι λόγον; Πῶς γὰρ ἂν ἡ αὐτὴ μία τοι καὶ μία νοηθείη ἄν; Οὐ γὰρ θέμις ἐπ' ἀνθρώπων, ἕνα καὶ τὸν αὐτὸν τὸν τῆς ὁμοουσιότητος λαχόντων λόγον, μίαν καὶ μίαν οὐσίαν εἰπεῖν, καὶ ἑκάστῳ τῶν ὄντων καθάπερ ἴδιόν τινα λόγον τὸν τῆς κοινότητος ἀπονέμειν. Εἰ γὰρ τοῦτο δρῴημεν καὶ καθάπερ ἀναγκαῖον διαφορᾶς τρόπον ἐπεισφοράν τινα ποιοίμεθα ταῖς οὐσίαις τὸ μίαν τε καὶ μίαν, διοιχήσεται τὸ σύμπαν εἰς τὸ μηδέν. Ἦ οὐχ ἑτερότητα μὲν ἡ οὐσιώδης διαφορά, τὸ δέ γε ἀλλοίως ἔχον ἐν ὅρῳ τῷ κατὰ φύσιν ἡ ἑτερότης ἐν τούτοις ἀποφανεῖ τε καὶ τέξεται; {Β.} Οἶμαί γε. {Α.} Περιέσται τοιγαροῦν καὶ οὐχ ἑκοῦσιν εἰπεῖν ὁμοούσιον μὲν οὐκ ἔτι τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱόν, ἑτεροῖον δὲ μᾶλλον καὶ ἑτεροφυᾶ καὶ τῶν τῆς θεότητος ὅρων ἐξῳκισμένον, εἴπερ ἐν ἰδίῳ
{A.} For if the nature of the Father will be one, and again another beside it the nature of the Son, how is it not necessary that the account which separates and walls off into two things unequal in nature to each other be also conceived together with it? For how could the same thing be thought of as one and also one? For it is not lawful in the case of men, who have obtained one and the same account of consubstantiality, to speak of one and one essence, and to assign to each of existing things, as it were some proper account of community. For if we should do this and, as though it were a necessary mode of difference, make some introduction into the essences—the "one and one"—the whole will be dissolved into nothing. Or does substantial difference produce otherness, while the fact of being otherwise within the definition according to nature will declare and bring forth otherness in these things? {B.} I think so. {A.} It will follow, then, even against their will, that the Son is no longer consubstantial with God the Father, but rather other and of another nature and banished from the definitions of the Godhead, if indeed in his own
κείσεται λόγῳ, τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐξεστηκότι. {Β.} Ἑτεροίως γὰρ ἔχειν ἢ ὥσπερ ἂν νοοῖτο ὑπάρχειν κατὰ φύσιν ὁ Πατὴρ διατείνονται τὸν Υἱόν. Τοιγάρτοι παρέντες τοῦ ὁμοουσίου τὴν δήλωσιν, καὶ τὸ ξένον αὐτῇ καὶ ἀσύνηθες ἐπιπλέκοντες, φασὶ δεῖν ὁμοιοούσιον ὁμολογεῖν ὑπάρχειν αὐτόν, ἀναθέντες ὥς τι τῶν ὅτι μάλιστα σεπτῶν καὶ πρεπωδεστάτων αὐτῷ καὶ τὸ τῆς μεσιτείας ὄνομα. {Α.} Καὶ τί δὴ ἕτερον ἢ λῆρος ἔσται ταυτί, καὶ γραοπρεπὲς ἀληθῶς μυθάριον; Εἰ γάρ τινα μέσην ἐπινοοῦσιν φύσιν αὐτῷ, διά τε τοῦτο μεσίτην ὀνομάζεσθαι δεῖν ἀσυνετώτατα λέγουσι, τί δὴ ἄρα τὸ ἐντεῦθεν ἢ ποδαπὸς ἡμῖν θεωρίας εἰσκρίνεται λόγος ἐγὼ μὲν οὐχ ὁρῶ· φράσαις δ' ἂν αὐτὸς ὡς ἥδιστά γε μανθάνειν ἐθέλοντί μοι. {Β.} Τί ἂν φράσαιμι πρὸς ταῦτα; {Α.} Ἔρου τοιγαροῦν καὶ μανθάνειν ἐπείγου πότερα γενητὸς ἢ ἀγένητος ὁ μεσίτης ἐστί, Θεὸς ἀληθῶς ἢ τελεῖ γε καὶ αὐτὸς ἐν κτίσμασιν. Ὃ γάρ ἐστι, κατ' ἐκείνους, οὔτε Θεὸς καθαρῶς οὔτε ποίημα σαφῶς, ποῖον ἂν ἐκδέξαιτο παρ' αὐτῶν ἐν τοῖς οὖσι τόπον, οὐδ' ὅσον εἰπεῖν ἐν ψιλαῖς ἐννοίαις, κἂν γοῦν ἑλεῖν μόνον, οἷός τ' ἂν εἴην ἐγώ. {Β.} Τὸν ἀμφοῖν ἀναμέσον, Θεοῦ τέ φημι καὶ κτίσεως· ταύτῃ γάρ τοι καὶ μεσίτην αὐτὸν κεκλῆσθαί φασιν. {Α.} Ἀσυμφανέστατά τε ἐροῦσι καὶ ἀμαθέστατα δια κείσονται, φρονοῦντες ὡδί.
{A.} ...will be placed in the account, having departed from the essence of God and the Father. {B.} For they insist that the Son exists otherwise than as the Father is understood to exist by nature. Therefore, setting aside the declaration of consubstantiality and weaving in what is foreign and unfamiliar to it, they say that one must confess him to be of like essence, and they have also assigned to him the name of mediation as though it were one of the things most revered and most fitting for him. {A.} And what else will this be but nonsense, and truly a tale fit for an old woman? For if they conceive some intermediate nature for him, and for this reason say—most senselessly—that he must be called a mediator, then what is the account of contemplation that is introduced to us from this, or of what sort, I for my part do not see; but you would tell me, since I wish to learn most gladly. {B.} What could I say to this? {A.} Then ask and be eager to learn whether the mediator is generated or ungenerated, truly God or altogether himself among created things. For what he is, according to them, is neither purely God nor clearly a creature; what place among existing things would he receive from them, not even so much as to speak it in bare thoughts—though I for my part could at least grasp only this. {B.} I say he is between the two, God and creation; for it is for this reason, they say, that he has been called a mediator. {A.} They will speak most obscurely and will be shown to be most ignorant, thinking in this way.
Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄνω τε καὶ κάτω τὸν νοῦν περιστρέφοντα καὶ τὴν τῶν ὄντων ἅπασαν τὸ ὅπως ἂν ἔχοι πολυπραγμονοῦντα φύσιν, κἂν γοῦν ἐν ἐννοίαις καὶ λόγῳ ληπτὴν τοιαύτην τινὰ φύσιν ἰδεῖν, ἣ καὶ τῶν τῆς ἀληθοῦς θεότητος ἔξω βέβηκεν ὅρων, καὶ τοὺς τοῦ πεποιῆσθαι λόγους διανήξεται, καὶ ἀμείνω τοῦ κεκλῆσθαι πρὸς γένεσιν τὴν οἰκείαν ἡμῖν ἐπιδείξειεν ὕπαρξιν. Ἆρ' ἔστι τι τὸ μεταξὺ γενητοῦ τε καὶ ἀγενήτου, ἀποιήτου καὶ ποιήματος; {Β.} Οὐκ ἂν δοίην ἔγωγε· λέγεις γὰρ ὀρθῶς. {Α.} Δύο τοιγαροῦν ἐν ὅλοις τοῖς οὖσι καταθεώμεθα φύσεις· τὴν μὲν τοῦ ἀεί τε καὶ ὡσαύτως ὄντος τε καὶ ἔχοντος· ἑτέραν δὲ αὖ, τὴν τῶν εἶναι λαχόντων δημιουργικῶς· καὶ τὴν μὲν τοῦ ὄντος ἀγενήτως, ὑπερκεῖσθαί τε καὶ ἀνακύπτειν τὰ πάντα, καὶ ταῖς εἰς τὸ ἄνω καὶ μεῖζον ὑπεροχαῖς ἀνανήχεσθαι· τὴν δὲ ὑποπίπτουσάν τε καὶ οἱονεὶ καταβεβλημένην ὡς ὑπὸ πόδας Δεσπότου. Εἴσῃ δὲ δὴ τοῦτο καὶ μάλα σαφῶς φάσκοντος τοῦ Χριστοῦ ταῖς Ἰουδαίων ἀγέλαις· "Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ· ἐγὼ ἐκ τῶν ἄνω εἰμί." Ἄνωθεν δὲ ἥκειν ὡς ἡμᾶς τὸν Μονογενῆ καὶ ὁ σοφὸς Ἰωάννης διεσάφει λέγων· "Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν." Ὤετο γὰρ δεῖν ἀπονέμειν οὐσιωδῶς τῷ γε ὄντι κατὰ φύσιν Θεῷ καὶ Θεοῦ τοῦ κατὰ φύσιν ἐκπεφυκότι τὴν εἰς ἄκρον ὑπεροχὴν καὶ εἰς λῆξιν ἰοῦσαν τὴν ἀνωτάτω. Ὅτι γὰρ τὸ ἄνωθεν οὐχ ὑψωμάτων ἐστὶ τοπικῶν σημαντικόν, ἀλλ' αὐτὴν ὑποδηλοῖ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν, πῶς οὐκ ἀναμφίλογον ἑνὸς τῶν ἁγίων μαθητῶν διειπόντος σαφῶς·
For there is not, there is not, any nature that one could see by turning the mind up and down and busying oneself with the whole nature of beings, however it may be, even if in thoughts and reason one could grasp some such nature as that which has gone outside the bounds of true divinity, and will swim through the accounts of having been made, and will show us its own existence as better than being called to generation. Is there anything between the generated and the ungenerated, the unmade and the made? {B.} I would not grant it; for you speak rightly. {A.} Therefore we observe two natures in all things that exist: the one of that which always is and is in the same way; and another, that of things which have received being by creation; and the one of that which is ungenerated surpasses and rises above all things, and swims up by its excellences toward the higher and greater; while the other falls below and is, as it were, cast down under the feet of the Master. And you will know this very clearly when Christ says to the flocks of the Jews: "You are from below; I am from above." And that the Only-Begotten has come to us from above the wise John also made clear, saying: "He who comes from above is above all." For he thought it necessary to assign essentially to the God who truly is by nature, and to the one who is by nature begotten of God, the highest excellence and the allotment that goes to the very top. For that "from above" is not a signifier of local heights, but indicates the very essence of God and the Father—how is this not beyond dispute, when one of the holy disciples clearly declared:
"Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων, παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα;" Εἴτε γὰρ ἀγγέλους εἴτ' οὖν ἔτι τὰ ἀνωτέρω καὶ τὰ διὰ μέσου πάντα διαδραμών, ἐπ' αὐτά τις ἴοι τὰ Σεραφίμ, καὶ τὰς ἀνωτάτω κατασκέψαιτο δόξας, τὴν τῶν γενητῶν οὐχ ὑπεραλεῖται φύσιν. Ἢ γὰρ ἄνωθέν τί ἐστι, τουτέστιν ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ διὰ τοῦτο Θεός· μόνος δὲ εἷς ἄνωθεν ὁ Υἱός· ἤγουν κάτω τι νοεῖται καὶ κάτωθεν, τουτέστι κτίσις τε καὶ ἀπὸ κτίσεως· διὰ μέσου δὲ τὸ σύμπαν οὐδέν. Εἰ δὲ δή τις ἔροιτο τοὺς δι' ἐναντίας καὶ φιλοπευστοίη λέγων· Τί δὴ ἄρα ἡμῖν, ὦ οὗτοι, φατέ; Πότερα γενητός ἐστιν ὁ τοιόσδε καθ' ὑμᾶς Υἱὸς καὶ μεσίτης, ἢ ἀγένητος; Ἄμεσα γὰρ ἀεί πως ὁρᾶται τουτί· τί δὴ ἄρα φαῖεν ἄν; {Β.} Ἀπορήσειν οἶμαι, καὶ μάλα εἰκότως. {Α.} Ἀπορήσειαν γὰρ οὖν. "Ζῇ γὰρ ἡ ἀλήθεια καὶ νικᾷ," κατὰ τὸ γεγραμμένον. Ἡμεῖς δὲ αὐτοί, τὴν ἐπ' ἄμφω διακομίζουσαν διερευνώμενοι τρίβον, τὰ εἰκότα περὶ τούτου φέρε διενθυμώμεθα. Ἀγένητον μὲν γὰρ εἰ δοῖεν εἶναι τὸν οὕτω μεσίτην, τὸ μόνης ἴδιον τῆς κατὰ φύσιν θεότητος ἀνατιθέντες αὐτῷ, τῶν τῆς μεσότητος ὅρων ἐπέκεινα παρα δείξουσι, καὶ ἐν μείζοσιν ἢ χρῆν ὄντα λοιπόν. Τὸ γὰρ πάντων ἀνωτάτω
Every good gift and every perfect gift is from above, coming down from the Father of lights, with whom there is no variation or shadow of turning." For whether one runs through angels, or again the things still higher and all the things in between, and comes to the Seraphim themselves, and contemplates the highest glories, he does not overleap the nature of things that have come to be. For either something is from above, that is, from the Father of lights, and for this reason is God; and the Son alone is one from above; or something is understood as below and from below, that is, creation and from creation; but there is nothing at all in between. But if someone should ask those of the opposite party and make inquiry, saying: What then, sirs, do you say to us? Is the Son and mediator, such as he is according to you, generated or ungenerated? For this is always seen somehow without a middle. What then would they say? {B.} They will be at a loss, I think, and very reasonably so. {A.} Yes, they would indeed be at a loss. "For the truth lives and prevails," according to what is written. But let us ourselves, investigating the path that carries us to both sides, consider the fitting things concerning this. For if they should grant that the mediator thus understood is ungenerated, attributing to him what is proper to the divine nature alone, they will show him to be beyond the bounds of mediation, and henceforth in greater things than he ought to be. For that which is highest of all
δόξῃ τε καὶ φύσει Θεός, ᾧ πάντη τε καὶ πάντως παρέποιτο ἂν ὡς ἴδιον ἀγαθὸν τὸ ἀγένητον· ταύτῃ τοι καὶ τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν ἀσυντελὴς καὶ ἀσύντακτος εἴη ἂν ἡ τοιάδε φύσις. Εἰ δὲ δὴ παρέντες τουτί, γενητὸν εἶναί φασι, πῶς ἂν νοοῖτο πρός τινος ἀσυμφυὲς τῇ κτίσει τὸ ὁμογενὲς αὐτῇ; Πῶς οὖν ἔτι μεσίτης μείων μὲν ἢ Θεὸς κατὰ φύσιν, μείζων δὲ αὖ ἢ κατὰ ποιήματος δόξαν τε καὶ φύσιν; Εἰ διὰ μὲν τοῦ ἀγενήτου πρὸς τὴν τῆς θεότητος δόξαν ἀναφοιτᾷ καὶ τῶν τῆς μεσιτείας ἀναθρῴσκει μέτρων ἐπὶ τὸ ἐπέκεινα πολύ, διὰ δὲ τοῦ γενητοῦ πρὸς τὸ κάτω βαδιεῖται, καὶ τὸν τῆς τοιᾶσδε μεσότητος ὑφιζήσει τόπον, ἐν τοῖς γεγονόσιν ἀναμετρούμενος· εἴπερ ἐστὶν ὁμογενὲς παντὶ γενητῷ τὸ γενητόν, κατά γε τὸν τοῦ γεγονέναι λόγον, τί τὸ ληρῶδες τουτὶ καὶ ἀσοφώτατον σόφισμα, τὸ ἀνέφικτον ὡς ἐφικτὸν εἰσφέρον, καὶ φύσεως ἡμῖν ἀναπλάττον τόπους, ὧν οὐκ ἄν, οἶμαι, τις ἐφίκοιτο νοῦς; Καινὸς γὰρ ὁ λόγος καὶ ἀσυμφανής· ἕπεσθαι δὲ δεῖν ἐναργῆ τὴν ἀπόδειξιν τοῖς περὶ τούτων λόγοις, ἀναγκαῖον εἶναί φημι. Εὐμήχανον δὲ καὶ εἰς ἀπάτην αὐτοῖς ἀστείως διεξεσμένον κατίδοι τις ἂν τὸ κακούργημα. Ἐπειδὴ γὰρ δρῶντες ἀνοσιώτατα καὶ φρονοῦντες ἀλογώτατα, πεπαρῳνήκασιν εἰς τὸν Υἱόν, τῆς πρὸς τὸν Πατέρα καὶ Θεὸν ὁμοουσιότητος ῥιψοκινδύνως ἐκπέμποντες, ὑποκλέπτουσί πως ἐξ ἀναισχυντίας βραχὺ δοξάριον αὐτῷ, καὶ ἀνακομίζουσι μὲν ἠρέμα τῆς τῶν γενητῶν σμικροπρεπείας· ἀποκλείοντες δὲ ὥσπερ τῆς εἰς τὸ ἀνωτάτω διαδρομῆς, ἵνα μὴ νοοῖτο κατὰ φύσιν Θεός, τὸν μέσον αὐτῷ κληροδοτοῦσι τόπον, τοσαύτην ἐπιμετροῦντες ὅσηνπερ ἂν ἕλοιντο δόξαν αὐτῷ·
God by glory and by nature, to whom unbegottenness would in every way and altogether attend as its own good; in this way indeed such a nature would be without convergence and without rank in relation to things under generation and corruption. But if, passing this by, they say he is generated, how could that which is of the same kind as creation be conceived by anyone as not connatural with creation? How then is he still a mediator, less than God by nature, but greater again than according to the glory and nature of a creature? If through the unbegotten he ascends to the glory of divinity and leaps up from the measures of mediation far beyond, but through the generated he will go downward and will sink to the place of such a mediocrity, being measured out among things that have come to be—if indeed the generated is of the same kind as every generated thing, at least according to the account of having been generated—what is this nonsensical and most unwise sophism, which introduces the unattainable as attainable and molds for us places of a nature which, I think, no mind could reach? For the argument is novel and obscure; and I say that clear demonstration must accompany arguments about these matters, since it is necessary. And one might see that the villainy is resourceful and cleverly elaborated for deception. For since, acting most impiously and thinking most irrationally, they have raved against the Son, recklessly casting away his consubstantiality with the Father and God, they stealthily steal for him, as it were, out of shamelessness a little scrap of glory, and they restore him gently from the meanness of generated things; but shutting him out, as it were, from the ascent to the highest, so that he not be conceived as God by nature, they allot to him the middle place, measuring out to him as much glory as they might choose for him.
νομοθέται δὲ ὥσπερ τῶν τοιούτων καθεστηκότες καὶ ὁρισταί, τὸ ἐν τίσιν ἂν εἶναι πρέποι διασκέπτονταί τε καὶ ὁρίζουσι τὸν Υἱόν. Ὅνπερ γάρ, οἶμαι, τρόπον οἱ τῶν ἀγαλμάτων δημιουργοὶ καὶ φιλοτεχνίας τῆς ἔν γε τούτῳ λαχόντες τὴν δόξαν, ξύλῳ τυχὸν ἢ λίθῳ τὸ τῆς ἀνθρωπείας μορφῆς ἐντορνεύσαντες εἶδος, ταῖς εἰσποιήτοις αὐτὸ μετὰ τοῦτο κομψείαις κατακαλλύνουσιν, ἢ χρυσῷ διαπάττοντες, ἢ γοῦν ἑτέραις τισὶν εὐχροίαις καθωραΐ ζοντες· οὕτω τε τὸν τῶν θεωμένων κατακηλήσαντες νοῦν, ἐπιμειδιᾶν μὲν ταῖς ὕλαις ταῖς εἰς τὸ εἴσω καὶ κεκρυμμένον οὐκ ἐφιᾶσιν ἐκ τέχνης, ἐπαγάλλεσθαι δὲ μᾶλλον ταῖς ἐπικήροις καὶ ἐξωφανεστέραις τοῦ κόσμου μαρμαρυγαῖς μονονουχὶ περισαίνοντες ἀναπείθουσι· τὸν αὐτόν, οἶμαι, καὶ τουτουσὶ τρόπον ἀστείως εὖ μάλα τὸ τοῦ μεσίτου σκιαγραφοῦντας εἴδωλον, τὸν τῶν ἁπλουστέρων καταληΐζεσθαι νοῦν, καὶ ἐν δορυκτήτων ποιεῖσθαι μοίρᾳ τοὺς ἐξακριβοῦν οὐκ ἔχοντας τὰ φιλοκακούργως ἐξηρτυμένα καὶ διὰ τῆς αὐτῶν μοχθηρίας ἐξευρημένα. {Β.} Ἄριστα ἔφης.
For they have established themselves as lawgivers and definers of such matters, and they examine and define in what respects the Son ought to be. For just as, I think, the craftsmen of statues, who have won their reputation for artistry in this very thing, having carved the form of human shape in wood perhaps or stone, afterward adorn it with artificial embellishments, either sprinkling it with gold, or at any rate beautifying it with certain other fair colors; and thus, having charmed the mind of the beholders, they do not permit them by art to smile at the materials that are within and hidden, but rather persuade them to exult in the superficial and more conspicuous gleams of the world, all but dazzling them with radiance—in the same way, I think, these men also, quite cleverly sketching out the image of the Mediator, seize the mind of the simpler sort and make a prey of those who are unable to scrutinize accurately the things cunningly contrived and invented through their own wickedness. {B.} You have spoken excellently.
{Α.} Ἔδει δὴ οὖν αὐτούς, εἰ λόγου τινὸς ἀξιοῦν ἐδόκει τὸ φρονεῖν ὀρθῶς, καὶ δόξαν ἔχειν οὐ διαβεβλημένην, μὴ τὰ ἀνέφικτα περὶ αὐτοῦ φαντάζεσθαι καὶ ἀναπλάττειν ἐπιχειρεῖν, ἃ μηδεὶς οἶδε λόγος, ἀπίθανον δὲ κομιδῇ καὶ ἐν ψιλαῖς ἐννοίαις καὶ μόναις ἔχειν τὴν ἔκφασιν, ἐπιτρέπειν δὲ οὕτως ἀτεχνῶς ἐν τοῖς φυσικοῖς ὑψώμασι τῆς θεότητος νοεῖσθαι τὸν Υἱόν, ὑπολογισαμένους ὅτι γεννηθεὶς ἐκ τοῦ Πατρός, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ τὸν τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἀκριβῆ καὶ ἀπαραποίητον ἕξει λόγον, ἐπεί τοι καὶ Υἱὸν ἀληθῶς διωμολόγηκε τὸν Υἱόν, καὶ οὐχ ἕτερόν τι παρὰ τοῦτο, φάσκων ὁ Θεὸς καὶ Πατήρ· "Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα." Καίτοι τί μὴ μᾶλλον ὁρᾶται βοῶν· Οὗτός ἐστιν ὁ μεσίτης, εἰ μεσίτην ὄντα κατ' αὐτοὺς ἠπίστατο, εἰ καὶ ὅτι μάλιστα καλῶς ἂν ἔφη καὶ οὕτως; Γεγονότα γὰρ ἤδη μεσίτην παρέδειξεν ἄν· ἐνανθρωπήσαντι δὲ τῷ Υἱῷ, καὶ τὴν τοιαύτην ἂν εἰκότως ἐπεφθέγξατο φωνὴν ὁ Θεὸς καὶ Πατήρ. Φράζε δὲ δή μοι καὶ τόδε σαφῶς, μῶν ἠλιθιότητος εἰς τοῦτο παρώλισθον ὡς μηδὲ Υἱὸν ὅλως ὁμολογεῖν αὐτόν; {Β.} Υἱὸν μὲν εἶναι καὶ γεγεννῆσθαί φασι, κατερυθριῶντες, ὥς γέ μοι φαίνεται, τὸ ἀναφανδὸν καὶ μετὰ γυμνῆς ἀναισχυντίας ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς ἁγίαις ἀντιφέρεσθαι Γραφαῖς, πλὴν οὐκ ἐξ αὐτῆς ἡμῖν ἥκειν τῆς τοῦ Πατρὸς οὐσίας, οὔτε μὴν τὸ τῆς γεννήσεως
{A.} It was necessary, then, for them—if thinking rightly seemed to them to be worth some account, and to have a reputation not discredited—not to imagine the unattainable things concerning him and attempt to mold them afresh, things which no account knows, and which are utterly incredible and have their expression in bare thoughts alone; but rather to allow the Son to be understood thus simply in the natural heights of the Godhead, reckoning that, having been begotten from the Father, that is, from his essence, he will also have the exact and unalterable account of consubstantiality with him, since indeed God and the Father has confessed the Son to be truly a Son, and nothing other than this, saying: "This is my beloved Son in whom I was well pleased." And yet why is he not rather seen crying out: "This is the mediator," if he knew him to be a mediator according to their view—even though he would most excellently have said it also in this way? For he would have pointed him out as already having become a mediator; but to the Son who had become man, God and the Father would reasonably have uttered such a voice as well. Tell me this also clearly: have I slipped into this out of foolishness, so as not even to confess him to be a Son at all? {B.} They say he is a Son and has been begotten—blushing, as it seems to me, at openly and with naked shamelessness setting themselves against all the holy Scriptures, so to speak—except that he does not come to us from the very essence of the Father, nor indeed the [account] of the begetting
χρῆμα παραδέχεσθαί τε καὶ νοεῖν ἀξιοῦσι φυσικῶς. {Α.} Κατάπλαστον οὖν ὥσπερ τό τε τῆς υἱότητος καὶ τὸ τῆς γεννήσεως ὄνομα σφᾶς τε αὐτοὺς ἀναπείθουσι καὶ ἑτέρους φρονεῖν. Ἀποφέρουσι γάρ, ὡς ὁρᾷς, τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς τὸν ἀληθῆ τῆς γεννήσεως κατασείοντες τρόπον, καὶ μὴν καὶ τὸ εἶναι κατὰ φύσιν Υἱὸν παραιρούμενοι τὸν Μονογενῆ. Πικροὺς δὲ ὄντας αὐτοὺς καὶ ἰσχνολόγους, ὥσπερ οὖν οἴονται, καὶ φιλοκομποῦντας οἷς φασι, πῶς δὴ ἄρα κἀκεῖνο παρελάσαν ᾤχετο; Οὐ γὰρ ὑπαισθάνονται, κατὰ τὸ εἰκός, ὅτι καὶ αὐτὴν ἐν τούτῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς συνατιμάζουσι φύσιν, εἴπερ οὐκ ἔχειν αὐτὴν δια τείνονται τὸ καρπογόνον, καὶ τοῦ δύνασθαι τεκεῖν ἀπο γυμνοῦσιν αὐτήν, ἧς τοὺς τύπους εἰς ἑαυτὴν ἀνεμάξατο, κύουσά τε καὶ καρποφοροῦσα τῶν γενητῶν ἡ φύσις. {Β.} Ἀλλ' ἴσως καὶ πρός γε τοῦτο ἐροῦσιν ὡς εἴπερ ἐστὶ τὸ τῆς γεννήσεως ὄνομα πάντη τε καὶ πάντως ἀληθές, καθ' ὧν ἂν τάττοιτό τε καὶ λέγοιτο, μυρίους ἀνάγκη παρα δέξασθαι καὶ φρονεῖν γεννηθέντας ἐκ τοῦ Θεοῦ καὶ Πατρός. Εἴρηται γάρ που καὶ περὶ τῶν ἐξ Ἰσραήλ· "Υἱοὺς ἐγέννησα καὶ ὕψωσα." {Α.} "Προφασιζομένους προφάσεις ἐν ἁμαρτίαις, καὶ εἰς λόγους πονηρίας ἐκκεκλικότας" αὐτοὺς εὑρήσομεν, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον τῷ μακαρίῳ Δαβίδ. Εἰ μὲν γὰρ ἦν ἕτερόν τι κατὰ φύσιν ὁμολογουμένως ὁ Υἱὸς ἢ ὅπερ ἐστὶ καὶ πεπίστευται πρὸς ἡμῶν, εἶτα μεθ' ἡμῶν τὴν κλῆσιν διέλαχε τῆς τε υἱότητος ὁμοῦ καὶ τῆς γεννήσεως, ἦν ἔτι τὸ ἐμποδὼν οὐδὲν καταχρηστικώτερον εἰρῆσθαι καὶ ἐπ' αὐτοῦ διακεῖσθαι ταυτί.
to accept and understand it naturally. {A.} Therefore, they persuade both themselves and others to think of the name of sonship and of generation as something molded, as it were. For they carry people away, as you see, from the essence of God and the Father, shaking off the true manner of generation, and indeed they take away from the Only-Begotten the fact that He is Son by nature. But since they are bitter and, as they themselves suppose, subtle in argument and boastful of what they say, how then has that point too slipped by unnoticed? For they do not perceive, as is likely, that in this they also dishonor the very nature of God and the Father, if indeed they maintain that it does not have the fruit-bearing power, and they strip it of the ability to beget—the nature of created things has copied its patterns onto itself, conceiving and bearing fruit. {B.} But perhaps they will also say to this that if the name of generation is altogether and in every way true of those to whom it is applied and spoken, it is necessary to accept and think that countless ones have been begotten from God and the Father. For it has been said somewhere also concerning those from Israel: "I have begotten sons and exalted them." {A.} We shall find them "making excuses for excuses in sins, and turning aside to words of wickedness," as is sung in the Psalms by the blessed David. For if the Son were confessedly something else by nature than what He is and is believed by us to be, and then had shared with us the designation both of sonship and of generation, there would still be nothing to prevent these things from being said and understood more loosely in His case as well.
Ἐπειδὴ δὲ παραβιασάμενοι τἀληθὲς καὶ φιλοκακούργως αὐτὸν ὑφ' ἑτέραν τινὰ φύσιν, τό γε ἧκον ἐπ' αὐτούς, μεταστήσαντες, μεσίτην ὠνόμαζον, εἶτα φληνάφως τὸν ἐπ' αὐτῷ δὴ τούτῳ πλαστουργήσαντες μῦθον οὐ μετρίως ἐλέγχονται· τί τῆς ἐνούσης τε καὶ οὐσιώδους ὑπεροχῆς ἐξωθοῦντες οὐ καταλήγουσι, καὶ νόθοις ὥσπερ τισὶν ἀξιώμασιν ἐξυβρίζοντες εἰς τὸν ἐκ Πατρὸς ἀληθῶς, οὐ καταναρκῶσιν οἱ δείλαιοι; Οὐ γὰρ ἐν μοίρᾳ καὶ τάξει τῇ καθ' ἡμᾶς, ἀλλ' οὐδὲ ἐν ἴσῳ τοῖς πεποιημένοις εἰς τὴν τῆς υἱοθεσίας ἐκκέκληται δόξαν ὁ Μονογενής, οὔτε μὴν εἰσποιητὴν αὐτῷ τὴν ὑπεροχὴν καὶ ἡ ἐπωνυμία προξενεῖ, πολλοῦ γε καὶ δεῖ. Θετὸς γὰρ ἂν εἴη, καὶ ἐν τοῖς κατὰ χάριν υἱοῖς, εἴπερ ὧδέ τε ἔχοι, καὶ τοῖς τῆς κτίσεως περισχοινίζοιτο μέτροις. Ἀλλὰ ταυτὶ μὲν ὕθλος τέ ἐστι καὶ βαττολογία καὶ δυσφημιῶν ὄχλος καὶ ἕτερον οὐδέν. Ὡς δὲ ἐν τοῖς κατὰ θέσιν υἱοῖς ἑαυτὸν κατα μετρεῖν οὐκ ἠξίωσεν ὁ Μονογενής, ἀλλ' οἶδεν ἔχοντα θείαν τε καὶ ἄρρητον τὴν κατὰ πάντων ὑπεροχὴν καὶ τὸ τῆς υἱοθεσίας ἀληθὲς ἀξίωμα, μάθοις ἂν εὐκόλως, Ἰουδαίοις λέγοντος Μωσέως τε πέρι καὶ προφητῶν ἁγίων· "Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱός εἰμι τοῦ Θεοῦ;". Εἰ γὰρ ἐπεί τοι παρ' ἐκείνοις γέγονεν ὁ τοῦ Θεοῦ λόγος, θεοὺς ἀπέδειξε καὶ υἱούς, πῶς οὐκ ἂν μᾶλλον αὐτὸς Υἱός τε εἴη καὶ Θεὸς ἄμεινόν τε καὶ ἀληθέστερον ὁ δι' ὃν ἐκεῖνοι θεοὶ καὶ υἱοί;
But since they have done violence to the truth and, with a love of mischief, have transferred him, as far as lies in their power, to some other nature, they called him a mediator, and then, fabricating a myth about this very thing out of nonsense, they are not moderately refuted. Why do they not cease thrusting aside the inherent and essential preeminence, and, as it were, exulting in spurious dignities against the one who is truly from the Father—why do these wretched men not grow numb? For the Only-Begotten has not been called to the glory of sonship in a portion and rank like ours, nor even on an equal footing with created things, nor indeed does the title procure for him an adopted preeminence—far from it. For he would be a placed son, and among the sons by grace, if this were so, and would be confined within the measures of creation. But these things are nonsense and babbling and a crowd of blasphemies and nothing else. But that the Only-Begotten did not deign to measure himself among the sons by position, but knows that he has a divine and ineffable preeminence over all things and the true dignity of sonship, you may easily learn from Moses speaking to the Jews concerning them and the holy prophets: "If he called them gods to whom the word of God came, and the Scripture cannot be broken, do you say of him whom the Father sanctified and sent into the world, 'You are blaspheming,' because I said, 'I am the Son of God'?" For if, because the word of God came to them, he showed them to be gods and sons, how much more would he himself be Son and God, better and more truly—he through whom those are gods and sons?
Οὐκ ἐπακτὸν οὖν ἄρα τῷ Μονογενεῖ τὸ Υἱός, ἀλλὰ τοῦ εἶναι τοιῶσδε σημαντικὸν ἂν εἴη τὸ ὄνομα αὐτῷ, καθάπερ ἀμέλει καὶ αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τὸ Πατήρ. Πατὴρ μὲν γὰρ ὁ Πατὴρ ὅτι τέτοκε τὸν Υἱόν· Υἱὸς δὲ αὖ ὁ Υἱὸς ὅτι γεγέννηται παρὰ τοῦ Πατρός. Ταύτης τοι τῆς αἰτίας, ὡς ἐγᾦμαι, χάριν, καίτοι παμπόλλαις τε ὅσαις καὶ διαφόροις λέξεσι τὰ προσόντα τῇ θείᾳ φύσει διερμηνεύοντες ἀγαθά, κἂν γοῦν εἰς μετρίαν τὴν περὶ αὐτῆς ἥκομεν γνῶσιν, ἀλλ' οὐκ ἐκείναις συντεταγμένον ἐρῶ τό τε τῆς υἱότητος καὶ τὸ τῆς πατρότητος ὄνομα, καίτοι τῶν ἄλλων ὀρθῶς τε καὶ ἀνεγκλήτως ἐπ' ἀμφοῖν λεγομένων. {Β.} Πῶς ἔφης; {Α.} Φράσαιμ' ἂν ὡς ἥδιστα φιλοπευστοῦντί σοι. Κατὰ διττόν, οἶμαι, τρόπον τὰ οὐσιωδῶς προσόντα τῇ θείᾳ φύσει πλεονεκτήματα καταδηλοῦν εἰθίσμεθα. Ἢ γὰρ ἀφ' ὧν ἐστιν ἢ ἀφ' ὧν οὐκ ἔστιν ἀεὶ πρὸς ἡμῶν ἐπιγινώσκεται. Ζωὴν μὲν γὰρ εἶναι λέγοντες καὶ φῶς αὐτὴν ὀνομάζοντες, ἀφ' ὧν εἶναι πεπίστευται φαμὲν ἀληθεύοντες. Φθαρτὴ δὲ ὅτι μή ἐστι μήτε μὴν ὁρατή, ἀφ' ὧν οὐκ ἔστι λαλοῦμεν. Ὅτι γὰρ φθορᾶς
Therefore the name Son is not something added to the Only-Begotten from outside, but the name is significative to him of his being so, just as indeed the name Father is to God and Father himself. For the Father is Father because he has begotten the Son; and the Son, in turn, is Son because he has been begotten from the Father. For this reason, as I think, although we interpret the good things that belong to the divine nature by very many and various words, and have at any rate come to a moderate knowledge of it, I will not say that the name of sonship and of fatherhood is ranked with those others, although the rest are spoken rightly and blamelessly of both. {B.} How did you say that? {A.} I would gladly explain to you since you are fond of asking. In a twofold way, I think, we are accustomed to make clear the excellences that belong essentially to the divine nature. For it is always known by us either from what it is or from what it is not. For when we say that it is life and name it light, we speak truly, saying it from what it is believed to be. But that it is not corruptible nor yet visible, we speak from what it is not. For that of corruption
ἀμείνων καὶ τοῦ καθορᾶσθαι πρός τινος, ἡ τῶν λέξεων ἡμῖν ὑποφαίνει δύναμις· ἦ γάρ; {Β.} Ἀληθές. {Α.} Εἴ τις οὖν ἄρα λέγοι ζωὴν εἶναι καὶ φῶς τὸν Πατέρα καὶ Θεόν, καὶ μὴν ὡς ἔστι πρὸς τούτοις ἄφθαρτος καὶ ἀόρατος, οὐκ ἐν κόσμῳ τι δρᾶν οἰησόμεθά που τὸν τοιοῦτον ἡμεῖς, εἴπερ ἕλοιτο φρονῶν ὀρθῶς, καὶ τῇ τοῦ Υἱοῦ φύσει προσάπτειν αὐτά, ὡς καὶ τοῖς ἴσοις ὀνόμασιν ἀποσεμνύνειν εὖ μάλα τὸν ἐκ Πατρὸς Θεὸν Λόγον; {Β.} Ναί. {Α.} Εἰ δὲ δὴ καὶ βασιλέα λέγοι, καὶ ταῖς εἰσάπαν εὐκλείαις βούλοιτο τιμᾶν δι' ὧνπερ ἂν ἡμῖν ἡ θεία φύσις καταγεραί ροιτο, ἆρ' οὐχὶ μετεῖναί φαμεν καὶ αὐτῶν τῷ Υἱῷ; {Β.} Πῶς γὰρ οὔ; {Α.} Ἀμαθὲς οὖν ἄρα παντελῶς κἂν γοῦν ἐνδοιάζειν ὅλως ὅτι κοινὰ μὲν ἀμφοῖν τὰ πλεονεκτήματα, τά τε εἰς δόξαν καὶ ὑπεροχήν. Διαψεύσεται δὲ οὐδαμῶς ἡ ἀλήθεια, τουτέστι Χριστός, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα λέγων ὅτι "Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς." Εἴπερ οὖν ἐν ἀξιώματος νόμῳ, καθάπερ καὶ τὰ λοιπά, προσεῖναί φαμεν τῷ μὲν Πατρὶ τὸ Πατήρ, τῷ δὲ Υἱῷ τὸ Υἱός, τί τὸ ἐμποδών, εἰπέ μοι, καὶ τί τὸ ἀπεῖργον ἐκ μέσου ποιεῖσθαι τοῖν ὀνομάτοιν τὴν διαφοράν, ἄμφω τε Πατέρας καὶ Υἱοὺς ἀποκαλεῖν, κοινὰ καὶ ἐν ἴσῃ τάξει λαχόντας τὰ γέρα, καὶ ταῖς τῶν ἀξιωμάτων ὑπεροχαῖς ἰσομέτρως κατεστεμμένους; {Β.} Καὶ μὴν τοῦτό γέ ἐστι παντελῶς ἀπίθανον εἰπεῖν ἢ νοεῖν. Εἴη γὰρ ἂν οὐχ ἑτέρως ἔχων ὁ Πατὴρ ἢ ὅπερ ἐστί, τουτέστι Πατήρ· καὶ ὁ Υἱὸς ὁμοίως· μένει γὰρ Υἱός, καὶ οὐκ ἂν νοοῖτο Πατήρ. {Α.} Ὀρθότατά γε καὶ ἀληθῶς, ὦ Ἑρμεία.
The power of the words reveals to us something better even than being beheld by someone; is that not so? {B.} True. {A.} If, then, someone should say that the Father and God is life and light, and moreover that he is in addition incorruptible and invisible, shall we ever suppose that such a one acts anything in the world—if indeed he chose to think rightly—and attach these things to the nature of the Son, so as to exalt right well with equal names the God the Word who is from the Father? {B.} Yes. {A.} And if he should call him King, and wish to honor him with all manner of glories by which the divine nature is glorified among us, do we not say that the Son also shares in these? {B.} How could he not? {A.} It is therefore utterly ignorant even to hesitate at all that the privileges are common to both—those pertaining to glory and preeminence. And the truth will in no way prove false, that is, Christ, when he says to the Father in the heavens: "All things that are mine are yours, and yours are mine, and I am glorified in them." If, then, in the law of dignity, just as in the other matters, we say that the name Father belongs to the Father and the name Son to the Son, what, tell me, stands in the way, and what prevents us from setting aside the distinction between the two names, and calling both Fathers and Sons, since they have obtained honors in common and in equal rank, and are crowned with equal measure in the preeminences of their dignities? {B.} And yet to say or think this is utterly incredible. For the Father would not be other than what he is, that is, Father; and the Son likewise; for he remains Son, and would not be conceived as Father. {A.} Most rightly and truly, O Hermias.
Συναινέσεις οὖν ἄρα καὶ συναθλήσεις τῷ λόγῳ, παραδεικνύντι σαφῶς ὡς οὐκ ἀξιώματος ἔσται σημαντικὸν τῷ Πατρὶ τὸ τῆς πατρότητος ὄνομα–δεῖν γὰρ οἶμαι καὶ ὧδε λέγειν, προ τετιμηκότας τοῦ πρέποντος τὴν ἀναγκαίαν τοῦ πράγματος δήλωσιν–, οὔτε μὴν τῷ Υἱῷ ἡ τῆς υἱότητος κλῆσις, καθάπερ ἦν ἐπ' ἀμφοῖν λεγόμενα, τὸ ζωή, τὸ φῶς καὶ τὰ τούτοις συντεταγμένα· ἀλλ' ἴδιον ἑκατέρῳ τοὔνομα, τὸ ὅπως ἂν ἔχοι παραδηλοῦν. {Β.} Καὶ μάλα. {Α.} Τὸ γὰρ ἀποσείεσθαι τρόπον τινὰ τὴν ἀνάχυσιν τῶν ὀνομάτων τὴν δύναμιν, μόνιμον δὲ ὥσπερ ἐξαιτεῖν ἐφ' ἑαυτῇ τὴν ἕδραν, ἀπαραποίητον ἑκατέρῳ τὸ εἶναι τοιῶσδε προσ νέμει. Πατὴρ γὰρ ὁ Πατήρ, καὶ οὐχ Υἱός, ὅτι γεγέννηκεν· Υἱὸς δὲ αὖ πάλιν ὁ Υἱός, καὶ οὐ Πατήρ, ὅτι γεγέννηται. Φέρε γάρ, εἰ δοκεῖ, βραχὺ τοῦ Πατρός, ὡς ἐν ἐννοίαις καὶ λόγῳ, τὸ Πατὴρ ἀποστήσαντες, καὶ μὴν καὶ τοῦ Υἱοῦ τὸ Υἱός, ἐννοῶμεν, ὦ τᾶν, τὸ ὅπως ἂν ἡμῖν ἀναμέρος τὸ ἑκατέρου πρόσωπον κατασημήναι τις ἄν. Ἆρα τῷ φάναι Θεὸν ἢ ζωὴν ἢ ἄφθαρτον ἢ ἀόρατον ἢ βασιλέα τυχόν; Ἀλλ' οὐκ εὐδιάκριτον ἐντεῦθεν εἴη ἂν τὸ δηλούμενον. Τὸ γὰρ ἐπ' ἀμφοῖν ἀληθές, τοῦ ἑκατέρῳ προσόντος ἰδικῶς πῶς ἂν ἐναργῆ ποιοῖτο τὴν δήλωσιν; Μόνως δὲ καὶ ἀληθῶς ὁ Πατὴρ σημαίνεται διὰ τοῦ νοεῖν ὡς τέτοκε· μόνως δὲ καὶ ἀληθῶς ὁ Υἱὸς διὰ τοῦ νοεῖσθαι γεγεννημένος. Ἴδιον οὖν ἑκατέρῳ τὸ αὐτοῦ καὶ μόνου, καίτοι τῶν ἄλλων οὐ διωρισμένως ἐπ' ἀμφοῖν λεγομένων. Παρελήφθη μὲν γὰρ ἐν τῇ τῶν φυσικῶν ἀξιωμάτων ἐκεῖνα τάξει· τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τὸν μὲν γεννήτορα, τὸν δὲ τεχθέντα παρέδειξεν.
So then, will you agree and contend together with the argument, which clearly shows that the name of fatherhood will not be significative of dignity for the Father—for I think one must speak thus even here, since we have honored the necessary indication of the matter before what is fitting—nor, indeed, for the Son is the appellation of sonship, as were the things said of both: life, light, and the things arranged with these; but each has its own name, indicating however it may be. {B.} Yes, indeed. {A.} For the casting off, in a certain manner, of the outpouring of names, but as it were demanding for itself a stable seat, assigns to each the unalterable being such as it is. For the Father is Father, and not Son, because he has begotten; and the Son again is Son, and not Father, because he has been begotten. Come now, if it seems good, having set apart for a little, as in conceptions and word, the "Father" from the Father, and indeed also the "Son" from the Son, let us consider, my friend, how one might signify each person separately. Is it by saying God, or life, or incorruptible, or invisible, or perhaps king? But from this the thing indicated would not be easily distinguishable. For how could what is true of both make clear the indication of what belongs specifically to each? But only and truly is the Father signified through thinking that he has begotten; and only and truly is the Son through thinking that he has been begotten. Therefore each has its own as proper to itself alone, although the other things are not said of both in a distinguished way. For those things were brought in in the rank of natural axioms; but the others are not so, but the one showed the begetter, and the other the begotten.
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ Ὅτι καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεννητὸς ὁ Υἱός.
417 {Α.} Ἆρ' οὐκ ἀληθὲς εἰπεῖν, ὦ Ἑρμεία, ὡς ἁπλοῦς τε ἔφυ τῆς ἀληθείας ὁ μῦθος καὶ ἀρίστην ὅτι μάλιστα τὴν ἕδραν ἐν καρδίαις ἔχει ταῖς ἁπλαῖς, παρὰ πολὺ δὲ ἡδίων ἢ μελιττῶν ἐστι πόνος; Ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστιν ἀναπείσει λέγων ὁ Θεῖος Δαβὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν· "Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου." {Β.} Ναί. Τῆς ἀληθείας κομιδῇ μὲν ἁπλοῦν καὶ κηρίων αὐτῶν ἡδίονα συμφήσαιμ' ἂν εἶναι καὶ αὐτὸς τὸν λόγον· ἁπλότητος δὲ τῆς ἔν γε
τουτοισὶ ποδαπὸς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τρόπος; {Α.} Τί γὰρ ἕτερον ἁπλοῦν ἡμῖν ὄντα τῆς ἀληθείας τὸν μῦθον παραδείξειεν ἂν ἢ τὸ πολυπλόκων μὲν ἀπηλλάχθαι διασκεμμάτων καὶ οἱονεὶ βλοσυρόν τι καὶ ἀμειδὲς ὁρώσης ἐννοίας καὶ φιλοκακούργως συντεθειμένης καὶ τῆς ἐνούσης εὐσθενείας αὐτῇ ποιουμένης τὴν ἔνδειξιν οὐκ ἐφ' οἷς ὀνήσει πρὸς ἀληθείας εὕρεσιν, ἀλλ' ἐφ' οἷς ἂν οὐ μετρίως κατα λωβήσαιτο τοὺς ἀκροωμένους; Πάρα δέ, εἴ σοι δοκεῖ, καθάπερ ἐν πίνακι λαμπρῶς καθιδεῖν τὸν ἐμὸν τοῦ πρέποντος οὐχ ἡμαρτηκότα λόγον εἰ τὴν Ἀρείου τε καὶ τῶν ἀμφ' αὐτὸν καταθρήσεις αἵρεσιν, οἷς καὶ εὖ ἔχειν εἰπεῖν οἰήσομαι δεῖν· "Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιεῖν, μεμαθηκότες τὰ κακά." Παρδάλεως γὰρ οἶμαι διενεγκεῖν οὐδὲν τῶν δι' ἐναντίας τὸν νοῦν. Ἡ μὲν γὰρ ποικίλως κατε στιγμένη, παμμιγῆ καὶ πάμμορφον χρωμάτων συνδρομὴν ἐπὶ νῶτα φέρει·
SECOND DISCOURSE: That the Son is coeternal with God the Father and begotten from him by nature.
417 {A.} Is it not true to say, O Hermias, that the tale of truth is by nature simple and has its seat, as far as possible, in simple hearts, and is far sweeter than the labor of bees? And it is true that the matter is persuasive, as the divine David says to God, the Savior of all: "How sweet to my throat are your words, beyond honey to my mouth." {B.} Yes. I too would agree that the word of truth is altogether simple and sweeter than the honeycombs themselves; but of the simplicity that is in these matters, what sort of manner would be understood by us? {A.} For what else would show us the tale of truth to be simple than to be free from intricate reasonings and from a thought that looks, as it were, sullen and joyless, and is composed with a love of mischief, and makes display of the vigor that is in it not for the things that will profit toward the discovery of truth, but for the things by which it would not moderately damage the hearers? And come, if it seems good to you, look clearly as on a tablet at my argument, which has not missed what is fitting, if you observe the heresy of Arius and those around him, to whom I shall think it right to say: "If the Ethiopian will change his skin and the leopard his spots, then you also will be able to do good, having learned evil things." For I think that those of the opposite mind differ in nothing from a leopard. For she, speckled in varied ways, bears on her back a mingled and many-shaped concurrence of colors.
οἱ δὲ ἀνόμιόν τε καὶ ἀσυναφῆ καὶ αὐτὸν ἔχουσι τὸν νοῦν, καὶ τὸν ἐκ καρδίας ἱεῖσι πρὸς τὸ ἄνω λόγον. "Βόλις γὰρ τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, κατὰ τὸ γεγραμμένον, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν. Τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικά, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν." Ὑποπλάττονται μὲν γὰρ κατ' οὐδένα τρόπον τῇ τοῦ Μονογενοῦς ἀντιφέρεσθαι δόξῃ· τιτρώσκουσι δὲ καθάπερ ὀξείᾳ βολίδι, παλίμφημά τε καὶ δυσαχθῆ τὰ ἀπὸ γλώττης ἱέντες ῥήματα. {Β.} Τὰ ποῖα ἅττα φῄς; {Α.} Ὀρθῶς γὰρ δὴ λίαν Υἱὸν ὀνομάζοντες τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, καὶ μὴν καὶ ὡς εἴη γεγεννημένος συνομο λογεῖν οὐ παραιτούμενοι, τὸν τῆς ἀληθείας παραβιάζονται λόγον, περιτρέποντες ἀνοσίως εἰς πᾶν τοὐναντίον τὴν ἐπ' αὐτῷ δόξαν, καὶ εἰς ἑτέραν τινὰ μεθιστάντες φύσιν παρὰ τὴν ἐν Πατρὶ νοουμένην, ὡς ἐξούσιόν τε εἶναι καὶ ἑτεροφυά, μᾶλλον δὲ εἰσάπαν ἐξεστηκότα τῆς τοῦ λεγομένου τεκεῖν σχέσεως φυσικῆς, οὐκ ἔτι δὲ κατ' αὐτοὺς καὶ γεγεννη κότος. Τὸ δὲ δὴ πρὸς τοῦτο ἠλιθιότητος καθικνεῖσθαι φιλεῖν, φαίην ἂν ἔγωγε προξενεῖν αὐτοῖς ἕτερον οὐδὲν ἢ ἐκεῖνο. {Β.} Τὸ ποῖον δή;
But they keep their mind both lawless and unconnected, and they send forth the word from the heart upward. "For their tongue is a piercing arrow," according to what is written, "the words of their mouth are deceitful. He speaks peaceably to his neighbor, and in himself he has enmity." For in no way do they secretly pretend to set themselves against the glory of the Only-Begotten; but they wound as with a sharp arrow, sending forth from the tongue words that are again-speaking and hard to bear. {B.} What sort of things do you mean? {A.} For while they rightly and very greatly name the Only-Begotten Word of God "Son," and indeed do not refuse to agree that he has been begotten, they do violence to the account of the truth, perverting impiously the glory concerning him into all the opposite, and transferring it to some other nature beside the one understood in the Father, so as to be of another essence and of a different nature, or rather altogether estranged from the natural relation of the one said to have begotten, and no longer, according to them, having been begotten. And as for the folly that tends to reach this, I would say that nothing else procures it for them than that very thing. {B.} What sort of thing?
{Α.} Τὸ κατωφρυῶσθαι λίαν, οἴεσθαι δέ τι τῶν ἄλλων εἰδέναι φρονεῖν τε καὶ λέγειν ἀπορρητότερον, ἐπησκῆσθαί τε καὶ λόγων ἁμίλλας καὶ μὴν καὶ δοκησισόφοις ἐντεθράφθαι τέχναις, καὶ ταῖς τῶν ἐννοιῶν πρὸς πᾶν ὁτιοῦν εὐκόλοις περιστροφαῖς κατὰ κράτος ἑλεῖν δύνασθαι τοὺς ἁπλῇ συνέσει διαβιοῦν ἑλομένους, καλαμίνην δὲ ὥσπερ ταῖς ἑαυτῶν ψυχαῖς ὑποστήσαντες ῥάβδον τὴν ἐν κόσμῳ σοφίαν καὶ νενοθευμένων ἐννοιῶν συρφετοὺς συλλέγοντες, τῆς τῶν δογμάτων ὀρθότητος τὸ μὴ χρῆναι διαμαρτεῖν οὐδέν, οἶμαι, καταλογίζονται. Οὐ γὰρ ἐννοοῦσιν ὅτι ξυνωρὶς μὲν ἱερὰ τῶν Ἀαρὼν κατεφλέχθη παίδων, ἐπεί τοι τὸ Θεῷ δοκοῦν ἐβιάζετο καὶ ὀθνεῖον τῷ θυσιαστηρίῳ προσεκόμιζε πῦρ, οὔτε μὴν ἐπαΐειν τάχα που λοιπὸν ἀνέχονται διακεκραγότος τοῦ νόμου· "Καὶ οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἀνάθεμα ἔσῃ ὥσπερ καὶ τοῦτο. Προσοχθίσματι προσοχθιεῖς καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθεμά ἐστι." Πῦρ γὰρ ἀληθῶς ἀλλότριον καὶ ἀπᾴδον Θεῷ θερμὸν διανοίας κίνημα, τῆς δαιμονιώδους σοφίας ἐκμεμεστωμένον καὶ οὔ τί που τῶν ἱερῶν Γραμμάτων ἐκκεκαυμένον. Βδέλυγμα δὲ αὖ τὸ εἰς Θεοῦ τύπον πλαστουρ γούμενον ἄγαλμα. Τοιουτονὶ δὲ κἀκεῖνοι διαπλάττουσι τὸν Υἱόν, τιμῇ μὲν καὶ δόξῃ λαμπρᾷ καὶ θεοπρεπεὶ κατηγλαϊσμένον {καὶ θεοπρεπῶς}, πλὴν οὐκ ἀληθῆ, νόθοις δὲ ὥσπερ ὀνόμασι καὶ θεοπρεπέσι φωναῖς εἰδοποιηθέντα Θεόν. Τὸ γάρτοι φάναι μὲν ὅτι γεγέννηται, καὶ Υἱὸν ὀνομάζειν αὐτόν, μὴ μὴν ἔτι καὶ οἴεσθαι γεγεννῆσθαί τε καὶ Υἱὸν εἶναι κατὰ φύσιν, τί ἂν εἴη λοιπὸν ἢ τοῦτο;
{A.} To be very supercilious, and to think one knows something of others, to be wise and to speak more reconditely, to be practiced in verbal contests and to have been reared in the arts of those who seem wise, and by the facile turnings of their thoughts toward anything at all to be able to overpower by force those who have chosen to live by simple understanding—and having set up, as it were, a reed staff for their own souls, the wisdom of the world, and collecting swarms of counterfeit thoughts, they reckon, I think, that they have failed in nothing as regards the correctness of doctrines. For they do not understand that the sacred pair of Aaron's sons was burned up, since they forced what was pleasing to God and brought strange fire to the altar, nor indeed are they perhaps any longer willing to heed the law crying out: "And you shall not bring an abomination into your house, and you shall be accursed even as this. You shall loathe it with loathing and abhor it with abhorrence, because it is accursed." For truly strange fire and discordant to God is a hot movement of the mind, filled with demonic wisdom and by no means kindled from the sacred Scriptures. And an abomination, in turn, is the image fashioned into the likeness of God. And such also do those men fashion the Son, adorned with honor and bright glory and befitting God, yet not true, but shaped into a God by spurious names, as it were, and God-befitting utterances. For to say that he has been begotten, and to name him Son, but no longer to think that he has been begotten and is Son by nature—what else would this be, then?
Ἡμῖν δὲ ὁ θησαυρὸς ἐν ὀστρακίνοις σκεύεσι, καὶ γυμνὴ σοφίας κοσμικῆς καὶ δαιμονιώδους ἀπάτης ἡ ἀλήθεια φίλη. {Β.} Φίλη γάρ, καὶ ἄριστά γε ἔφης. Ἀλλ' ἴοις ἂν ἤδη καὶ πρὸς βάσανον τῶν ἐκείνοις ὑπειλημμένων περί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Τὸ γὰρ δὴ μάλιστα τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις τουτὶ δοίην ἄν. {Α.} Ὀνήσειεν ἂν οἶδ' ὅτι μάλιστά γε τουτί. Καὶ ἐπείπερ ὧδε ἔχειν ἀριστά σοι δοκεῖ, φέρε καθάπερ Ἑλλήνων οἱ
ποιηταί φασι, πεῖσμ' ἀπολυσάμενοι, καὶ οἱάπερ ἀκτῆς καὶ ὁρμητηρίων ἀπαίροντες, ἀφῶμεν εἰς πέλαγος ὁλκάδα ὅπως τὸν λόγον. {Β.} Ἰτέον δὴ οὖν. {Α.} Ἴδιον μὲν δὴ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πατὴρ ὄνομά τε καὶ χρῆμα διὰ τῶν ἤδη προεξεσμένων διεβεβαιούμεθα, καὶ οὐχ ἑτέρου του χάριν ἢ ὅτι γεγέννηκεν ἐξ ἑαυτοῦ τὸν Υἱόν, ἴδιον δὲ αὖ τοῦ Υἱοῦ τὸ Υἱὸς ὄνομα τὴν αἰτίαν ἐπάγοντες ὅτι γεγέννηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ἐδόκει δὲ ἡμῖν ἡ τοιαύτη φαίνεσθαι δόξα διαβολῆς ἁπάσης ὡς ἀπωτάτω. {Β.} Ἐδόκει γὰρ οὖν καὶ μάλα· πλὴν ἐκεῖνο ἐρῶ. Δέδια γὰρ δὴ καὶ τετάραγμαι καθορῶν ὅποι ποτὲ ἡμῖν ἡ τῶν νοημάτων ἐκτελευτήσει διεκδρομή. Οἴου γὰρ ὅτι πάντως που φήσειεν ἂν ὁ διεστραμμένος· Εἰ τῷ Θεῷ καὶ Πατρὶ τὸ Πατὴρ ἴδιον ὄνομά τε καὶ χρῆμά ἐστιν ὅτι γεγέννηκε, τῷ γε μὴν Υἱῷ, τὸ Υἱὸς ὅτι γεγέννηται, καὶ ἀληθὲς εἰπεῖν ὅτι τὴν εἰς ἄλληλα μεταβολὴν ἀνεπίδεκτον ἕξει τὰ δηλούμενα, ἔσται γὰρ ἀεὶ Πατὴρ ὁ Πατήρ, εἰς Υἱὸν οὐ μεταπλαττόμενος, καὶ μὴν καὶ ὁ Υἱὸς Υἱός, εἰς Πατέρα μὴ μεθιστάμενος· ἴδιον ἔσται τοῦ Πατρὸς τὸ ἀγέννητον, ἐπείπερ ἴδιον τοῦ Υἱοῦ τὸ γεννητόν.
But for us the treasure is in earthen vessels, and the truth is dear to us, stripped of worldly wisdom and demonic deceit. {B.} It is dear, and you have spoken most excellently. But you might now proceed also to the testing of what they have supposed concerning the Father and the Son. For this above all would contribute to the benefit of those who will read it; this I would grant. {A.} This, I know, would benefit them most of all. And since it seems best to you that it be so, come, as the poets of the Greeks say, having loosed the cable, and as those putting out from shore and moorings, let us send our argument forth onto the deep as a merchant ship. {B.} Then we must go. {A.} We were establishing by what has already been said that the name and reality of "Father" is proper to God the Father, and for no other reason than that he has begotten the Son from himself, and again that the name "Son" is proper to the Son, adding the reason that he has been begotten from God the Father. And it seemed to us that such an opinion appears as far removed as possible from all slander. {B.} It did indeed seem so, and very much so; nevertheless I will say this. For I fear and am disturbed, observing where our course of thoughts will finally end. For I know that the perverse man will certainly say somewhere: If the name and reality of "Father" is proper to God the Father because he has begotten, and to the Son "Son" because he has been begotten, and it is true to say that the things signified will be incapable of change into one another—for the Father will always be Father, not being transformed into Son, and indeed the Son will be Son, not being changed into Father—then "unbegotten" will be proper to the Father, since "begotten" is proper to the Son.
Καὶ ἐπείπερ ἐστὶν ἕτερον ἀληθῶς τὸ ἀγεννήτως εἶναι παρὰ τὸ γεννητῶς, ἑτεροίως ἕξουσι καὶ αὐτοί, καὶ οὐκ ἔν γε τοῖς ὁμοίοις ἀπαραλλάκτως ὄντες νοηθεῖεν ἄν. {Α.} Εἶτα τί δρῷεν ἂν οἵ γε τοιοῦτοι πάλιν ἢ τὸ τῆς ἐν Χριστῷ νοουμένης ἁπλότητος παρασημαίνειν τὸ κάλλος, καθὰ καὶ οἱ τὸ χρυσοῦν νόμισμα κιβδηλεύοντες; Ἄθρει γὰρ ὅπως τὸν ὀρθὸν τῆς ἀληθείας παρευθύνουσι λόγον, καὶ νόθης σοφίας εὑρήμασιν ἐπαγάλλονται· λαλοῦντες δὲ τὰ ὑπέρογκα, καταπτοιεῖν οἴονται τὴν συναγωγὴν Κυρίου, κατὰ τὸν ἀλαζόνα Γολιάθ. {Β.} Ἔχει μὲν ὧδε. Πλὴν ἴσθι τοῦτο ἐροῦντας καὶ οἷς ἔφην ἀρτίως ἐνστησομένους. {Α.} Ἀλλ' ἔξεστι δή που παντί τῳ λοιπὸν ἐκκεκρου σμένους ὁρᾶν καὶ λογισμοῦ τοῦ καθήκοντος καὶ φρενὸς ἀγαθῆς, καὶ αὐτοὺς ταῖς σφῶν ἀμαθίαις ἐποιμώζειν ὀφεί λοντας, εἰ ταυτί τε ἔχειν ἐροῦσιν ὀρθῶς, καὶ κατ' ἐκείνους ἔσονται τοὺς οἷσπερ ἐδόκει λέγειν· "Ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα." Ἠγνοήκασι γάρ, ὡς ἐγᾦμαι, πρῶτον μὲν ὅτι οὐ ταὐτόν ἐστιν οὔτε τὴν ὁμοίαν ἂν ἔχοι δήλωσιν ἀγέννητος καὶ πατήρ. Οὐ γὰρ εἴ τι πατὴρ ἔσται δή που καὶ ἀγέννητον πάντη τε καὶ πάντως· οὔτε μὴν εἴ τι ἀγέννητον, τοῦτό ἐστι καὶ πατήρ. Ἢ εἴπερ οὐχ ὧδε ἔχει, πολλὰ μὲν ἀγέννητα, πολλοὶ γὰρ πατέρες. Μυρίοι δὲ ὅσοι πατέρες τοσαῦτα δὲ εἶναι καὶ τὰ ἀγέννητα παραδείξειεν ἂν ἡμῖν τῶν νοημάτων ἡ βάσανος. Τὴν γάρτοι τῶν ὄντων εἰ διασκεψαίμεθα φύσιν καὶ τὸν ἐφ' ἑκάστῳ λόγον ὡς ἔνι διαγινώσκοιμεν, οὐ πάντα διὰ γεννήσεως παρενηνεγμένα πρὸς ὕπαρξιν καταθρήσαιμεν ἄν.
And since being unbegotten is truly different from being begotten, they too will be in a different state, and they could not be understood as being among things that are alike without any difference. {A.} What then would such men do, again, but mark out the beauty of the simplicity that is understood in Christ, just like those who counterfeit the golden coin? For observe how they distort the right word of truth, and exult in the inventions of bastard wisdom; and speaking arrogant things, they think to strike terror into the assembly of the Lord, like the boastful Goliath. {B.} So it is. But know that they will say this and will set themselves against those whom I mentioned just now. {A.} But surely it is now possible for anyone to see that they have been struck out both from fitting reason and from a good mind, and that they themselves ought to bewail their own ignorance, if they will say that these things are rightly held, and will be among those to whom it seemed good to say: "We have made falsehood our hope, and with falsehood we shall be covered." For they have failed to understand, as I think, first, that "unbegotten" and "Father" are not the same nor would they have the same meaning. For it does not follow that if something is a father, it is in every way and altogether unbegotten; nor indeed that if something is unbegotten, this is also a father. Or if this is not so, there are many unbegotten things, for there are many fathers. And the testing of our thoughts would show us that there are countless fathers and just as many unbegotten things. For if we examine the nature of existing things and discern, as far as possible, the principle in each case, we would not observe all things brought into existence through generation.
Εἰ καὶ ὅτι μάλιστα ψυχρός τε καὶ ἄναλκις τῶν διεστραμμένων ὁ λόγος, οὐχ ἕν τι κυρίως τοῦ ἀγεννήτου σημαίνοντος· πολλὰ γὰρ ἀγέννητα καὶ ταῖς κατ' εἶδος διαφοραῖς ἕτερα κατὰ τὴν φύσιν· τί δὴ οὖν ἄρα φαῖεν ἂν εἴ τις ἔροιτο τυχόν· Τὸ πατὴρ ὄνομα τί ἂν βούλοιτο δηλοῦν; Πότερα τὸ μὴ γεγεννῆσθαι πρός τινος, ἢ μᾶλλον ὅτι γεγέννηκεν; {Β.} Τό, οἶμαι, ὅτι γεγέννηκεν. {Α.} Ὀρθῶς. Εἰ μὲν οὖν ὁ τῆς πατρότητος νόμος πάντη τε καὶ πάντως πρὸς τὸ ἀγεννήτως εἶναι τοὺς πατέρας μεμελέτηκεν ὑψοῦν, τί μὴ καὶ ἡμεῖς αὐτοὶ πρὸς τὸ ἀγεννήτως εἶναι διᾴττομεν, ἀναδεδειγμένοι πατέρες; Εἰ δὲ ὁ τῆς φύσεως θεσμὸς ἐπ' ἐκεῖνο μὲν οὐδαμῶς, ἀποφέρει γε μὴν ἐπὶ τὸ ἔχειν ἐξ ἑαυτῶν τὰ τικτόμενα, καὶ οὐκ ἂν ἑτέρως ἔχοι, τί τὴν ἀλήθειαν παραφθείροντες, ἴδιον εἶναί φασι τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον, καίτοι τῆς πατρὸς ἐπωνυμίας καὶ ἐφ' ἡμῶν αὐτῶν ἕτερον οὐδὲν καταδηλοῦν δυναμένης ἢ μόνον ὅτι γεγέννηκεν; {Β.} Οἴει δὲ δή τι χρῆναι λέγειν ἡμᾶς, εἴ τῳ καὶ ἔρεσθαι δοκοίη πότερα γεννητὸς ἢ ἀγέννητος ὁ Θεὸς καὶ Πατήρ; {Α.} Φαίην ἂν ὅτι, κατά γε τὸν ἀμωμήτως ἔχοντα νοῦν, ἀγέννητος μέν, πλὴν οὐχ ὅτι πατὴρ διὰ τοῦτο πάντως καὶ ἀγέννητος, ἀλλ' ὅτι μὴ ἐγεννήθη πρός τινος· ἀλλ' ὡς ἔστιν ἀγεννήτως, γεννητῶς ἔχων ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τὸν ἴδιον Υἱόν, ταύτῃ γὰρ δή τοι καὶ Πατὴρ ὀνομάζεται. {Β.} Καὶ ἔστω ταῦτα, φησί, πλὴν τὸ ἀγεννήτως εἶναι
Even if the argument of those who distort the truth is utterly cold and feeble, since "unbegotten" does not strictly signify one single thing—for many things are unbegotten and yet differ from one another in nature by their specific differences—what then would they say, if someone happened to ask: What would the name "Father" wish to make clear? Whether that he has not been begotten by anyone, or rather that he has begotten? {B.} That he has begotten, I think. {A.} Correctly. If, then, the law of fatherhood has wholly and entirely been accustomed to exalt fathers toward being unbegotten, why do we ourselves not also hasten toward being unbegotten, since we have been shown to be fathers? But if the ordinance of nature in no way leads to that, yet does lead to having offspring from oneself, and it could not be otherwise, why do they corrupt the truth and say that being unbegotten is proper to God and Father, although the title "Father" can make clear nothing else even in our own case except only that he has begotten? {B.} Do you think we ought to say anything, if someone should see fit to ask whether God and Father is begotten or unbegotten? {A.} I would say that, according to a mind free from fault, he is unbegotten—not, however, because he is Father is he for this reason altogether also unbegotten, but because he was not begotten by anyone; but as he is unbegotten, having his own Son from himself and in himself in a begotten manner—for it is in this respect, indeed, that he is also named Father. {B.} Let these things be so, he says; however, that he is unbegotten
παρὰ τὸ γεννητῶς ἑτεροίως ἕξει καὶ οὐ ταὐτὸν ἂν νοοῖτο. Εἰ γὰρ μὴ ἕτερόν ἐστι καὶ ἕτερον, οἴει δὲ εἶναι ταὐτόν, χωρείτω πάλιν ἐπ' ἀμφοῖν ἀδιάκριτος ἡ μεταβολή, καὶ ἡ τῶν ὀνομάτων ἰδιότης ὁμοίως ἔστω τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καθὰ καὶ τὸ ἄφθαρτος καὶ ἀόρατος καὶ τὰ λοιπά. {Α.} Ἕτερον μέν τι τὸ ἀγεννήτως εἶναι παρὰ τὸ γεννητῶς ἀνενδοιάστως καὶ ὁμολογουμένως· τὴν γὰρ τοῦ πρέποντός τε καὶ ἀληθοῦς τάξιν οὐ παραλύσομεν. Πλὴν ἔν γε τοῖς τοιούτοις ἡ τῶν ὀνομάτων διαφορὰ οὐχ ἑτερότητα τὴν ὡς Θεοῦ καθὸ Θεὸς ὑπεμφήνειεν ἄν, σημαίνει δὲ μόνον ὅτι μὴ τοιῶσδε ἐστί, τουτέστι μὴ γεγεννημένος. Τί δὴ οὖν ἄρα πρὸς τοῦτό φασιν οἱ πάντα φύρδην ἀλλήλοις συνα ναχέοντες, καίτοι δεινὸν ἔχοντες περὶ ταῦτα τὸν νοῦν, ἐξωφρυωμένοι τε ἄγαν καὶ ἀναφυσῶντες μέγα; {Β.} Συμβέβηκεν οὖν τῷ Θεῷ καὶ Πατρὶ τὸ ἀγέννητον. {Α.} Ἥκιστά γε· ἅμα γὰρ νοεῖται Θεός, καὶ σὺν αὐτῷ πάντα τὰ αὐτοῦ, καὶ οὐκ ἂν νοοῖτό τι συμβεβηκὸς ἐπ' αὐτοῦ. Καὶ μὴ θαυμάσῃς, ἐπεί τοι καὶ ἐφ' ἡμῶν αὐτῶν οὕτω ἔχον κομιδῇ τοῖς ἐθέλουσιν ἀταλαίπωρον ἰδεῖν. Καίτοι γὰρ ἐν χρόνῳ τὸ εἶναι λαχόντες, ὁμοῦ τοῖς οὐσιωδῶς ἐνυπάρχουσι καὶ ἀχωρίστως προσπεφυκόσιν ἀπογεννώμεθα. Οὐδὲν οὖν ἄρα νοοῖτ' ἂν εἰκότως ἐπὶ Θεοῦ τὸ συμβεβηκὸς αὐτῷ. Καὶ εἴπερ ἐστὶ τὰ συμβεβηκότα ἢ καὶ φυσικῶς ἐνόντα ταῖς τινων οὐσίαις οὐκ ἐν ὑπάρξει δὴ πάντως αὐτὰ καθ' ἑαυτὰ τῇ ἰδίᾳ καὶ διωρισμένῃ, καθάπερ ἐπ' ἀνθρώπου νοοῦμεν ἢ γοῦν ἐφ' ἑτέρου τῶν ὄντων τινός, ὁρᾶται δὲ μᾶλλον περὶ τὰς τῶν ὄντων οὐσίας, ἤγουν ἐν αὐταῖς, ποῖον ἔχειν ἐν Θεῷ τόπον τὸ ἀγέννητον ὑποτοπητέον;
than that it is disposed in a begotten way and would not be thought the same. For if it is not one thing and another, but you think it is the same, let the change proceed again upon both without distinction, and let the peculiarity of the names belong equally to the Father and the Son, just as "incorruptible" and "invisible" and the rest. {A.} That to be unbegotten is something different from being begotten is beyond doubt and admitted; for we will not subvert the order of what is fitting and true. Nevertheless, in such matters the difference of names would not suggest an otherness such as belongs to God insofar as he is God, but signifies only that he is not in this way, that is, not begotten. What then do those say to this who confuse everything together in a heap, though they have a clever mind in these matters, and are exceedingly puffed up and blow great blasts? {B.} So then, unbegottenness has befallen God and Father. {A.} By no means; for at once he is thought as God, and together with him all that is his, and nothing accidental could be thought of him. And do not wonder, since indeed in our own case too it is altogether so for those who wish to see it without trouble. For although we received our being in time, we are born together with the things that subsist essentially in us and are inseparably attached by nature. Nothing, then, that befalls him could reasonably be thought of God. And if accidents, or things naturally present in the essences of certain beings, are not in every way in existence by themselves in their own distinct state, as we think in the case of a man or at least of some other of existing things, but are seen rather in relation to the essences of existing things, that is, in them, what place should one suspect unbegottenness to have in God?
Εἰ γάρ ἐστί τι τὸ ἀγέννητον αὐτὸ καθ' ἑαυτὸ καὶ ἐν ὑπάρξει τῇ ἰδίᾳ κείμενον· ἔστι δὲ τοῦτο, καθάπερ ἐκεῖνοί φασιν, ἴδιον τοῦ Θεοῦ καὶ Πατρός· ἕτερον ἂν εἴη παρὰ τὸν οὗ ἐστιν ἴδιον. Τὸ γάρ τινος ὂν καὶ ὑπάρχον ἰδιοσυστάτως ἕτερόν που πάντως ἐστὶ παρὰ τὸν οὗ ἐστι. Καὶ δεδίπλωται λοιπὸν ἡ ἁπλῆ τοῦ Πατρὸς φύσις, ἐκ πατρὸς ἡμῖν καὶ ἀγεννήτου συντεθειμένη. Προσεκτέον δὲ οὐχὶ ταῖς ἐκείνων δοκησισοφίαις, ἀλλὰ ταῖς τοῦ Σωτῆρος φωναῖς, εὖ μάλα διαγινώσκοντος τήν τε ἑαυτοῦ καὶ τοῦ τεκόντος φύσιν. Ἀγέννητον μὲν γὰρ οὐδαμῶς, Πατέρα δὲ ἡμῖν ὠνόμαζεν αὐτόν. {Β.} "Ἄμελγε γάλα καὶ ἔσται βούτυρον," ὁ τοῦ Σολομῶνος ἡμῖν ἐξᾴδει λόγος, καὶ σοφόν, ὥς γέ μοι δοκεῖ, τὸ χρησμῴδημα. Τὸ γάρ τοι κατερεθίζειν ἐπὶ τὸ χρῆναί τι τῶν ἀναγκαίων εἰπεῖν, τὸν ἀπορρήτοις ἐννοίαις μεθύοντα νοῦν καὶ μαθήμασι τοῖς θείοις μεμεστωμένον, εἴη ἄν, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ἕτερον οὐδὲν ἢ ἐκεῖνο δρᾶν, τῶν εἰς εὐσέβειαν ἡκόντων οἷά τινος γάλακτος ἐμφορεῖσθαι λόγων οὐ μετρίως ἐρᾶν. Οὐκοῦν, ἢν ἐφίης, ἔσομαι τοιοῦτος, πρόσκλησιν ὥσπερ τινὰ ταῖς εἰς τὸ νοεῖν προθυμίαις τὸ ἀντιφέρεσθαι δοκοῦν ἀεί πως παρεντιθείς. Ἀπόκριναι δὴ οὖν ἐρομένῳ καὶ τόδε· Ἆρ' οὐκ οἶδε, φησίν, ἀγέννητον ὄντα ὁ Υἱὸς τὸν Πατέρα; {Α.} Ναί, καταρνήσομαι γὰρ οὐδαμῶς, ἀλλ' οὐδ' ἂν ἁλοίην πώποτε τοῖς ἐναργέσι φιλονεικῶν· πλὴν οἶδεν ὄντα ἀγέννητον ὡς ἄφθαρτον καὶ ἀθάνατον καὶ ἀόρατον· ἀλλ' ἐμέμνητο μὲν τῶν τοιούτων οὐδενός, κατωνόμαζε δὲ Πατέρα λέγων· "Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου." Καὶ αὖ·
For if the unbegotten is something in itself and established in its own existence—and this, as they say, is proper to God and the Father—then it would be other than the one whose property it is. For that which belongs to someone and subsists in its own distinct subsistence is certainly other than the one to whom it belongs. And so the simple nature of the Father has been doubled, composed for us out of father and unbegotten. But we must attend not to their pretentious wisdom, but to the words of the Savior, who knows very well both his own nature and that of the one who begot him. For he never called him unbegotten, but named him Father for us. "Skim the milk and there will be butter," the word of Solomon sings out to us, and the oracle is wise, as it seems to me. For to provoke the mind—drunk with ineffable thoughts and filled full with divine teachings—to the point of needing to say something of what is necessary would be, in my judgment, nothing other than this: to long immoderately to be filled with words that lead to piety, as with a kind of milk. Therefore, if you bid me, I shall be such a one, inserting, as it were, an invitation to my eagerness for understanding—always somehow setting in opposition what seems to resist. Answer then also this to one who asks: Does the Son not know, he says, that the Father is unbegotten? Yes, for I would by no means deny it, nor would I ever be caught contending against what is evident; except that he knows him to be unbegotten as imperishable and immortal and invisible. But he made mention of none of such things, and he named him Father, saying: "Holy Father, keep them in your truth." And again:
"Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς." Καὶ μὴν καί· "Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω." Τί δέ; Οὐχὶ καὶ τὸν ἐπὶ τῷ ἁγίῳ βαπτίσματι θεσμοθετήσας ὅρον, καὶ τῆς ἀμωμήτου πίστεως τὴν ἐν ἀρχαῖς ὑποβάθραν τοῖς ἀνὰ πᾶσαν τὴν ὑφ' ἥλιον κατατιθείς, οὐ παρεὶς ἐκεῖνα καὶ παριππεύσας, τό τε ἄφθαρτόν φημι καὶ τὸ ἀγέννητον καὶ τὰ λοιπά, βαπτίζειν ἐκέλευσεν "εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος," τά, οἶμαι, δι' ὧν μὲν ἥκιστα χρῆν τὴν ἁγίαν ἡμῖν Τριάδα καταδηλοῦν προμηθέστατα παρω θούμενος, ἀπολεξάμενος δὲ καὶ προθεὶς τῶν ἄλλων τὰ τῶν ὀνομάτων εὐκρινεστάτην ἡμῖν καθιστάντα τὴν ἑκάστου τῶν σημαινομένων ἰδίαν ὕπαρξιν; Κοινὰ γάρ, ἵν' οὕτως εἴπω, τῆς ὅλης θεότητος λέγοιτ' ἂν τὰ τῇ οὐσίᾳ τῇ ἀνωτάτῳ προσπεφυκότα, καὶ τὴν θείαν μέν τις εἰ κατονομάσαι φύσιν, ὁλόκληρον ἡμῖν ὡς ἐν ἑνὶ τῷ σημαινομένῳ παρέδειξεν εὐθὺς τὴν ἁγίαν Τριάδα, τὴν ἐν μιᾷ θεότητι
νοουμένην, πλὴν οὔπω διεσταλμένως τὸ ἑνὸς πρόσωπον ἰδικῶς. Πατέρα δὲ καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον λέγων, οὐκ ἀφ' ὧν ἐστιν ἀδιακρίτως ἡ πᾶσα τῆς θεότητος φύσις ποιεῖται τὴν δήλωσιν, ἀλλ' ἐξ ὧν τὸ τῆς ἁγίας Τριάδος διαγινώσκεται ταὐτὸν εἰς οὐσίαν ἐν ὑποστάσεσιν ἰδικαῖς, ἑκάστῳ τῶν νοουμένων ἀποκρίνοντος τοῦ λόγου τὸ αὐτῷ προσῆκον ὄνομα, καὶ ἐν ἰδικαῖς τιθέντος ὑποστάσεσι τὰ οὐσιωδῶς ἡνωμένα.
I confess to you, Father, Lord of heaven and earth.” And indeed also: “I came forth from the Father and have come.” What then? Did he not also, having established the definition concerning holy baptism and laying down for those throughout the whole world under the sun the foundation of the blameless faith from the beginning, not passing over those things and riding past them—I mean the unbegotten and the unoriginate and the rest—command them to baptize “into the name of the Father and of the Son and of the holy Spirit,” most providentially setting aside those things by which it was least fitting to make the holy Trinity known to us, but selecting and setting before the others those of the names which establish for us most distinctly the proper existence of each of the things signified? For those things which are naturally attached to the highest essence would be called, so to speak, common to the whole divinity, and if one were to name the divine nature, he would at once show us the whole holy Trinity as in one signified reality, the Trinity understood in one divinity, except not yet in a distinctly differentiated way the person of one individually. But by saying Father and Son and holy Spirit, he does not make the declaration from those things by which the whole nature of the divinity is indiscriminately, but from those by which the identity of the holy Trinity is recognized in respect of essence in individual hypostases, the word assigning to each of the things understood the name that belongs to it, and placing in individual hypostases the things united in essence.
Τὴν μὲν γὰρ ἀνωτάτω ῥίζαν ἧς ἐπέκεινα τὸ σύμπαν οὐδὲν ἐννοήσεις τὸν Πατέρα, τὸν δέ γε τῆς ἀνωτάτω ῥίζης ἐκπεφυκότα καὶ γεγεννημένον παραδέξῃ τὸν Υἱόν, οὐκ ἐν ἴσῃ τάξει τοῖς πεποιημένοις τὴν ἐν χρόνῳ λαχόντα γένεσιν, οὔτε μὴν ἐν ἐλάττοσιν ἢ ἐν οἷς ὁ Πατὴρ τὸ τῆς ἰδίας φύσεως ἐκφαίνοντα κάλλος, ἀλλ' ἅμα τε καὶ συναΐδιον καὶ κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχοντα, δίχα μόνου τοῦ τεκεῖν· προσήκει γὰρ ἂν τοῦτο μόνῳ τῷ Θεῷ καὶ Πατρί. Ἅγιον δὲ Πνεῦμα προσερεῖς τὸ ἐκ Θεοῦ Πατρὸς δι' Υἱοῦ προχεόμενον φυσικῶς καὶ καθάπερ ἐν τύπῳ τῆς ἐκ στομάτων διεκπνοῆς τὴν ἰδίαν ἡμῖν κατασημαῖνον ὕπαρξιν, οὕτω τε σαφῆ καὶ ἀσύγχυτον τὴν τῶν τριῶν ὑποστάσεων ἐν ὑπάρξεσιν ἰδικαῖς ἰδιότητα τηρῶν, μίαν τε καὶ ὁμοούσιον τὴν ἁπάντων βασιλίδα προσκυνήσεις φύσιν. {Β.} Κάλλιστα ἔφης· οὐ γὰρ ἔσθ' ὅπως ἂν οὐχ ὧδε ἡμῖν ταῦτ' ἔχοι. Φασὶ δ' οὖν ὅμως διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ἰδικῶς ὁρίζεσθαι φύσιν, οὕτω τε ἀμογητὶ διαφανεῖσθαι λοιπὸν ἑτεροφυᾶ τὸν Υἱόν, εἴπερ ἐστὶν οὐ ταὐτὸν τῷ ἀγεννήτῳ τὸ γεννητόν. {Α.} Οὐκοῦν, ὦ βέλτιστοι, φαῖμεν ἂν αὐτοῖς καὶ ἡμεῖς εἰκότως, εἰ τὴν τοῦ Υἱοῦ φύσιν ὁρίζει τὸ γεννητόν, ἑτεροφυᾶ δὲ ταύτῃ τοι καὶ ἀλλότριον εἶναί φασι τῆς οὐσίας τοῦ Πατρός, τὸ ἐντεῦθεν ἤδη τί; Δεινὰ μὲν ἀποπληξίας ἐγκλή ματα, παλίμφημοι δὲ τῆς τοῦ Μονογενοῦς οὐσίας κατα θρασύνονται δόξαι, κατασείουσαι πρὸς τὸ κάτω τὸν ἀνωτάτω, καίτοι λέγοντα σαφῶς πρὸς ἡμᾶς μὲν ὡς πεποιημένους· "Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ," ὑποστάσεως δὲ τῆς ἰδίας πέρι·
For you will conceive of the Father as the highest root, beyond which there is nothing at all; and you will accept the Son as sprung from the highest root and begotten, not allotted a generation in time in equal rank with created things, nor indeed in lesser things, but as displaying the beauty of his own nature as the Father does—rather, at once and co-eternal and in every respect equally measured, apart from only the begetting; for this belongs to God and Father alone. And you will call the Holy Spirit holy, who flows forth naturally from God the Father through the Son, and who, as it were, in the manner of breath expelled from the mouth, signifies to us his own existence, thus preserving the clear and unconfused distinctness of the three hypostases in their own proper existences, and you will worship the one and consubstantial nature of all, the queen. {B.} You have spoken most excellently; for it cannot be otherwise than as you say. But they say, nevertheless, that by the word "unbegotten" the nature of God and Father is specifically defined, and that thus the Son is easily shown to be of a different nature, since the begotten is not the same as the unbegotten. {A.} Then, O best of men, we too would reasonably say to them: if "begotten" defines the nature of the Son, and they say that by this he is of a different nature and alien from the substance of the Father, what then follows from this? Dreadful are the charges of madness, and with reversed words they boldly utter opinions against the substance of the Only-begotten, shaking down the highest to the lowest, although he says clearly to us as to created beings: "You are from below," and concerning his own hypostasis—
"Ἐγὼ ἐκ τῶν ἄνω εἰμί." Ὅπως δὲ ἡμῖν ὁ ἄνω τε καὶ ἄνωθεν κατοιχήσεται πρὸς τὸ κάτω καὶ ἀλλότριον αὐτοῦ, παντί τῳ συνιέναι ῥᾷον ἐκεῖνο διεσκεμμένῳ. Ἆρα γὰρ οὐχ ὥσπερ ἀγέννητον ἅπαν ἀγεννήτῳ παντὶ δοίη τις ἂν κοινὸν ἔχειν λόγον, κατά γε τὸ ἀγεννήτως εἶναί φημι, οὕτως ἂν εἴη, κατά γε τὸν τοῖς διαλογισμοῖς ἑπόμενον λόγον, καὶ παντὶ τῷ γεννητῷ τὸ γεννητὸν ἴσον τε καὶ ὁμοίως ἔχον; {Β.} Εἶτα πῶς τοῦτο ἀμφίλογον; Ὅμοιος γὰρ δι' ἀμφοῖν καὶ ἀπαραποιήτως ἔχων ὁ συλλογισμός. {Α.} Ἆρ' οὖν, ὦ Ἑρμεία, δυσκάτοπτον ἔτι τὸ δυσσέβημα ἐρεῖς, ἤγουν οἴει διαλήσειν δύνασθαι τὸν ἀπατεῶνα λόγον τῶν δι' ἐναντίας, κατάπλαστον μὲν ἔχοντα τὸν ὡραϊσμὸν καὶ θεοπρεπέσι λεξειδίοις κατηγλαϊσμένον, ὡς ἂν ἀποφέρειν δύναιτο τῶν ἁπλουστέρων τὸν νοῦν, ἀκαλλεστάτην δὲ σφόδρα τὴν δυσφημίαν ὠδίνοντα; Κατεκομίσθη γὰρ ἡμῖν ὁ Υἱὸς εἰς ποίημα, καὶ ἐν τοῖς ὑπὸ γένεσιν καὶ φθορὰν κατελογίσθη λοιπὸν ὁ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Εἰ γὰρ ὅρος ἔσται τοῦ Υἱοῦ κατ' ἐκείνους τὸ γεννητὸς ὄνομα, καὶ τῆς οὐσίας σημαντικὴν παραδεξαίμεθα τὴν φωνήν, τὸν αὐτὸν ἕξει λόγον, καθὸ νοεῖται γεννητός, παντὶ γεννητῷ. Μυρία δὲ ταῦτα, καὶ ἀριθμοῦ κρείττονα, καὶ μέχρις αὐτῶν διήκοντα τῶν εὐτελεστάτων, ἐμπίδος λέγω καὶ μυίας καὶ τῶν αἰσχιόνων ἔτι. {Β.} Ὀρθῶς ἔφης. {Α.} Ἀνθ' ὅτου δὲ δὴ καὶ Υἱὸν ὀνομάζουσιν, ἤγουν οἴονται Πατέρα ὑπάρχειν τὸν Θεόν, εἰ μὴ τέτοκεν ἀληθῶς ἐξ ἰδίας ἡμῖν οὐσίας τὸν Υἱόν; Οὐκοῦν μήτε Πατέρα, μήτε μὴν Υἱὸν ὀνομαζόντων ἔτι· φίλη γὰρ ἀεὶ Χριστιανοῖς ἡ ἀλήθεια.
I am from above." But how the one who is above and from above will be reckoned by us in relation to what is below and alien to him, it is easy for anyone to understand who has considered that point. For just as one would grant that every unbegotten thing shares a common account with every unbegotten thing—I mean, in respect of being unbegotten—so too, following the account that tracks our reasonings, would it be with every begotten thing: the begotten has an equal and similar account. {B.} Then how is this ambiguous? For the syllogism is alike and unvarying through both. {A.} Do you then, Hermeias, still call the impiety hard to detect, or do you think the deceitful argument can prevail against the opposing arguments—an argument that has a fabricated elegance and is adorned with God-befitting little phrases, so as to be able to carry away the mind of the simpler sort, while it travails with a most unseemly blasphemy? For the Son has been brought down for us into the rank of a creature, and he in whom we live and move and have our being has been counted henceforth among things subject to generation and corruption. For if, according to them, the name "begotten" is the definition of the Son, and we accept the word as signifying the essence, then he will have the same account, insofar as he is conceived as begotten, as every begotten thing. And these are countless, beyond number, and extending even to the most insignificant things—I mean the gnat and the fly and things still more shameful. {B.} You have spoken rightly. {A.} But why in the world do they call him Son, or think that God is a Father, if he has not truly begotten the Son for us from his own essence? Therefore let them no longer call him either Father or Son; for truth is always dear to Christians.
Πρὸς μὲν οὖν τοὺς παρ' ἐκείνων ἐμέτους πῶς οὐκ ἀμείνων ἡ σιωπή; "Μὴ ἀποκρίνου γὰρ ἄφρονι, φησί, κατὰ τὴν ἀφροσύνην αὐτοῦ." Ἀλλ' ἵνα μὴ ὥσπερ οἱ τὴν ἐρήμην διώκοντες, ἀκρατέστερόν τε καὶ ἀπηνέστερον ἐπιφύωνται τοῖς πολλοῖς, ἐπιτείχισμα ποιούμενοι τὸ ἐν λόγοις εὐτριβές, οἰόμενοί τε ὑπάρχειν δυσανάτρεπτον κομιδῇ τὸν οὐκ οἶδ' ὅπως αὐτοῖς ἐκπορισθέντα λόγον καὶ συλλογισμοῖς ἀθλίοις ἐπικουρούμενον· φέρε δή, φέρε τοὺς ταῖς ἐξ ἀπάτης καὶ δόλου παντευχίαις ἐνηρμοσμένους ψιλοί τινες ὥσπερ καὶ ἀθώρηκτοι πολεμισταὶ ταῖς ἀπὸ
κοινῶν ἐννοιῶν ἀνθυπο φοραῖς, Χριστοῦ συνόντος τε καὶ συνασπίζοντος, ὡς ἔνι καταδῃώσωμεν, ἀναμελῳδοῦντες εὐκαίρως τὸ διὰ φωνῆς τοῦ Δαβίδ· "Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισῶντας ἡμᾶς" τε καὶ σὲ "κατῄσχυνας." {Β.} Ἴθι δὴ οὖν εὖ μάλα γεννικῶς· συναντιτάξεται γὰρ καὶ σύνοπλος ἡμῖν ὁ πάντων ἔσται Δεσπότης. {Α.} Εἶμι μὲν δή, καὶ μάλα προθύμως· ὀκνητέον γὰρ ἥκιστά γε· οἶμαι δὲ δεῖν καὶ πρὸ τῶν ἄλλων ἐκεῖνο εἰπεῖν. {Β.} Τὸ ποῖον δή; {Α.} Ὡς ἀνούστατά τε καὶ ἀτεχνέστατα ὅρον εἶναί φασιν ἐπὶ Θεοῦ τὸ ἀγέννητον· ὅρον δὲ εἶναί φημι τὸ ὁρισμοῦ δύναμιν ἔχον. Ἢ οὐχὶ τοιοῦτος ὁ παρ' αὐτοῖς ἔφυ λόγος καὶ ἀναισχυντίας εἰς τοῦτο διεληλακότες ἁλοῖεν ἄν; {Β.} Ναί. Καταδείσαντες γὰρ οὐδέν, ὧδέ τε ἔχειν ἐροῦσι, καὶ μὴν καὶ ἐνστήσονται. {Α.} Οὐκ ἂν διαψεύσαιο. Θρασὺ γάρ τι χρῆμα καὶ αἰδοῦς ἁπάσης ὡς ἀπωτάτω βεβηκός, ἀμαθία, ὄκνον τε πεφροντικὸς οὐδ' ὁπωστιοῦν.
Against the vomitings from them, how is silence not better? "Do not answer a fool," it says, "according to his folly." But so that, like those pursuing the desolate, they may not attack the many more intemperately and more harshly, making as a fortress their fluency in words, and thinking that the argument procured for them in I know not what way, and assisted by wretched syllogisms, is altogether irrefutable—come then, come, let us, like light-armed and unarmored soldiers, with counter-arguments from common notions, with Christ present and shielding us, as far as possible slaughter those equipped with the full armor of deceit and guile, fitly singing back the words spoken through the voice of David: "For I will not hope in my bow, and my sword will not save me. For you saved us from those who afflict us, and you put to shame those who hate us." {B.} Come then, very nobly; for the Master of all will array himself with us and fight alongside us. {A.} I am going, and very eagerly; for one must by no means hesitate; but I think it necessary to say that first, before other things. {B.} What sort? {A.} That they say, most ignorantly and most artlessly, that unbegottenness is a boundary in God; and I say that a boundary is what has the force of a definition. Or is not such the argument that has grown among them, and would they not be convicted of having advanced to this point of shamelessness? {B.} Yes. For fearing nothing, they will say it is so, and indeed they will insist on it. {A.} You would not be mistaken. For a bold thing is ignorance, and far removed from all shame, having taken thought for hesitation not in the least.
Ἥκιστα γὰρ δὴ δεδιέναι φιλεῖ τὸ καὶ αὐτῆς, εἰ τύχοι, τῆς ὄντως ὀρθῆς τε καὶ ἀμωμήτου κατα ψηφίζεσθαι δόξης, καταθεῖ δὲ μᾶλλον ἀπεριεργάστως πρὸς πᾶν τὸ δοκοῦν, καὶ εἰ φαίνοιτό τι τῶν λίαν ἀπηχεστάτων. Θέα δὴ οὖν τοῖς ἐξ ἀμαθίας ἁλόντας βρόχοις, ἔν γε τούτῳ μάλιστα δεινῶς. Τοὺς γάρτοι τῶν οὐσιῶν ὅρους οὐκ ἐν ὀνόματί τε καὶ λέξει μιᾷ ποιουμένους εὑρήσομεν τοὺς οἵ γε ταῦτά εἰσιν ὅτι μάλιστα σοφοὶ καὶ οἷς ἐν λόγῳ τὸ ἐν τούτοις εὐδοκιμεῖν καὶ ἐξακριβοῦν ἐπείγεσθαι ταυτὶ ἀπᾷδον εὑρήσομεν. Καὶ οὔ τί που μόνον τὸ ἐν λέξει μιᾷ ποιεῖσθαι τοὺς ὅρους, ἀλλ' εἰ καί τις ἴοι διὰ δυεῖν, οὐκ εἰσάπαξ γὰρ καὶ τελείως καταδηλοῦσθαί φασιν, ἀλλ' ἐν τρισί που μᾶλλον ἢ καὶ ἔτι πλείοσιν· ἀριδηλότατα γὰρ εἶεν ἂν οὕτω τὰ ὁριζόμενα. {Β.} Οἷον δὴ τί; {Α.} Εἰ γὰρ ἐξαιτοῖτό τις ἀποφήνασθαι τυχὸν τὸ τί ἐστιν ἄνθρωπος· εἶτα ποιοῖτο τὴν ἀπόκρισιν στενοτάτην ὥσπερ καὶ ἐν λέξει μιᾷ, καὶ ὁρίσαιτο λέγων ζῷον· ἀσημότατα ἐρεῖ. Ὁμολογουμένως μὲν γὰρ ζῷον ὁ ἄνθρωπος, πλὴν οὐ μόνως τε καὶ ἰδικῶς, ἀλλὰ συνωνύμως ἑτέροις. Πλεῖστα γὰρ ὅσα καὶ ἕτερα ζῷα. Καὶ γὰρ καὶ κύων καὶ βοῦς καὶ πάρδαλις ζῷον. Εἰ δὲ δὴ καὶ δευτέραν τῇ πρώτῃ λέξει προστιθείς, ζῷον εἶναι διορίσαιτο θνητόν, οὐδὲν ἧττον ἀτονήσει περὶ τὴν ἀκριβῆ καὶ ὁλοκλήρως ἔχουσαν ἔνδειξιν, καίτοι λέγων τἀληθές. Ζῷα γὰρ εἶναί φαμεν θνητὰ κύνα τε καὶ βοῦν καὶ τὰ λοιπά.
For it is very little accustomed to fear to decide even against the truly right and blameless opinion itself, if it should happen, but it rushes rather without careful inquiry toward whatever seems good, even if something of the most discordant things should appear. Consider, then, those caught in the snares of ignorance, especially in this matter terribly. For we shall find that those who are most wise in these things, and for whom it is a matter of account to be well reputed and to be eager to examine these things accurately, do not make the definitions of substances in one name and word—we shall find this discordant. And not only is it that they make definitions in one word, but even if one proceeds through two—for they say things are not made clear once and for all and completely, but rather in three or even more—for thus the things defined would be most clearly evident. {B.} What sort of thing, then? {A.} For if someone should ask one to declare, say, what man is, and then he should make the answer very narrow, as in one word, and define it by saying "animal," he will speak most indistinctly. For man is admittedly an animal, but not solely and specifically, but synonymously with others. For there are very many other animals. For both dog and ox and leopard are animals. But if he adds a second word to the first and defines it as a mortal animal, he will be no less weak regarding the precise and complete indication, although he speaks the truth. For we say that dog and ox and the rest are mortal animals.
Εἰ δὲ δὴ προήκοι καθεξῆς διὰ πάντων ὁ λόγος τῶν ἀνθρώπῳ προσόντων οὐσιωδῶς, γενικῶς τε καὶ ἰδικῶς, ὁμοῦ μὲν ζῷον λογικόν, ὁμοῦ δὲ θνητὸν ἀποκαλῶν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, οὐδενὸς τῶν ἀναγκαίων ἐπιδεᾶ πρὸς δήλωσιν τὸν ὅρον ἐξηνέγκατο. Συνίης οὖν ἄρα λοιπὸν ὡς ὀρθός τε ἡμῖν καὶ ἀληθὴς ὁ λόγος; {Β.} Συνίημι· πῶς γὰρ οὔ; {Α.} Ὅτε τοίνυν ἀτεχνές τε καὶ ἀκαλλὲς καὶ τῆς φιλαιτάτης αὐτοῖς ἐπιστήμης ἀμοιροῦν τὸ ἐν μιᾷ λέξει τὴν ὁρισμοῦ γράφεσθαι δύναμιν, τί δὴ ἄρα φαῖεν ἄν, καίτοι δοκησισοφοῦντες λίαν, εἰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὅρον εἶναι διαβεβαιώσαιτο τὸ ἀγέννητον; Ἐοίκασι δὲ τοῖς τοιούτοις ἐπιθρῴσκειν λόγοις ἀπερισκέπτως ἄγαν, καίτοι καὶ ἰσχνόν, ὡς οἴονται, καὶ κατερρινημένον ἔχοντες νοῦν. Παριππεύει γάρ, οἶμαι, καὶ διαθεῖ καὶ τοῦτο αὐτούς. {Β.} Τὸ τί δὴ φῂς ἢ ποῖον; {Α.} Οἱ γάρ τοι τῶν οὐσιῶν ὅροι, εἰ κατὰ λόγον ἐκφέροιντο τὸν οἰκείως ἔχοντα καὶ φίλα αὐτοῖς, ἄρχονται μὲν ἀπὸ γένους, συνεισκομίζουσι δὲ τῷ γένει τὴν ἑκάστου τῶν σημαινομένων οὐσιώδη διαφοράν, ἤτοι διαφοράς· οἴου δέ με πάλιν ἐκεῖνο θέλειν εἰπεῖν. {Β.} Διασάφει. Χρῆναι γὰρ ὧδέ φημι τόν γε ἐπὶ τούτοις ἡμῖν ἰέναι λόγον. {Α.} Ἄρα γάρ, εἴ τίς σε ἔροιτο προσιὼν βούλοιτό τε φράζειν αὐτῷ τί μὲν δὴ κύων, τί δὲ καὶ βοῦς, τί ἔφησθα ἄν, ὦ Ἑρμεία; {Β.} Ἔφην ἂν ὅτι ζῷα. {Α.} Εἶτα, εἰπέ μοι, τουτὶ καὶ μόνον εἰπών, ἀποχρῶσαν οἰήσει ποιεῖσθαι τὴν δήλωσιν; {Β.} Οὐ πάνυ· προσθείην γὰρ ἂν εἴπερ οὖν ἑλοίμην τὰ εἰκότα λέγειν καὶ τὰς ἑκατέρῳ πρεπούσας φυσικὰς διαφοράς. {Α.} Ἀληθέστατά τε καὶ εὖ ἔχει.
But if the account should proceed in order through all the things that belong to a human being essentially, both generically and specifically, calling him at once a rational animal and at once mortal, receptive of intellect and knowledge, it has set forth the definition lacking none of the things necessary for its clarification. Do you understand, then, from now on, that our account is both correct and true? {B.} I understand; for how could I not? {A.} Since, then, it is artless and inelegant and devoid of the knowledge most dear to them—this writing in a single word the power of a definition—what then would they say, though they are exceedingly wise in their own conceit, if they should maintain that "unbegotten" is a definition of the essence of God and the Father? But they seem to rush upon such arguments altogether without circumspection, although they possess, as they think, a subtle and refined mind. For this, I think, rides alongside them and confounds them too. {B.} What is it that you mean, or what sort of thing? {A.} For the definitions of essences, if they should be set forth according to the account that is proper and dear to them, begin from the genus, and together with the genus they bring in the essential difference—or differences—of each of the things signified; but I want again to say that very thing. {B.} Make it clear. For I say that the account concerning these matters must proceed in this way. {A.} For if someone should come and ask you and wish for you to explain to him what a dog is, and what an ox is, what would you say, O Hermeias? {B.} I would say that they are animals. {A.} Then tell me, by saying this alone, will you think you have made a sufficient clarification? {B.} Not at all; for I would add, if indeed I chose to speak what is fitting, the natural differences that are proper to each. {A.} Most true, and well said.
Οὐκοῦν ἀμφίμαχον μὲν οὐδαμῶς, εἴη δ' ἂν μᾶλλον οὐκ ἀσυμφανές, ὅτι τοῖς τῶν οὐσιῶν ὅροις διὰ γένους μὲν πρότερον, ἔπειτα δὲ διὰ τῆς ἑκάστῳ πρεπούσης εἰδοποιοῦ διαφορᾶς
ἰτέον. {Β.} Οὐχ ἑτέρως ἔχει. {Α.} Ἄθρει δὴ οὖν, μᾶλλον δὲ ἀποφηνάσθων ἡμῖν οἱ τὸ ἀγέννητον ἀμαθῶς εἰς ὅρου δύναμιν ἀποφέροντες, πότερα γένους εἶναι βούλονται τὴν λέξιν ἢ διαφορᾶς σημαντικήν. Εἰ μὲν οὖν ὡς γένος εἶναί φασι, σημαινέτω μηδὲν τῶν ἄλλων ἐξῃρημένον, ἵνα μὴ ἁλισκοίμεθα τῆς εἰδοποιοῦ διαφορᾶς τὴν δύναμιν τῷ γένει προσάπτοντες, αὐτό τε τῆς ἰδίας ἰσχύος ἐξωθούμενοι. Εἰ δὲ δὴ παρέντες τουτί, διαφορὰν εἶναι λέγοιεν, προσαποδεικνύντων ἡμῖν τίνος ἔσται διαφορά, μὴ προὔπτου κειμένου τῷ λόγῳ τοῦ γένους. Πῶς δ' ἂν καὶ ὅρος ἡμῖν οὐσίας ἀποχρώντως τε ἔχοι, καὶ κατὰ τὸν ἴδιον ὁρῷτο λόγον, ἀπὸ μόνης διαφορᾶς συγκείμενος; Ἆρ' οὐ γέλωτα ὄφλειν ἀναγκαῖον αὐτοὺς εἰ τῇδε ἔχειν ἐνστήσονται; {Β.} Ὀφλήσουσι γάρ, ἐπεί τοι τοῦτό ἐστιν οὐκ ἀμφίβολον. {Α.} Εἴπερ οὖν τις βούλοιτο πρὸς τούτοις εἰπεῖν ὅτι καὶ αὐτὸ τῆς ἐσχάτης διαβολῆς ἐκμεμεστωμένον εἰσάπαν ἀσχημονήσει τὸ δόγμα αὐτοῖς, πῶς οὐκ ἀληθέστατα ἐρεῖ; {Β.} Τί παραδείξας; Εἰπέ. {Α.} Ὡς γὰρ ἔφην φθάσας, ἀπὸ μόνης διαφορᾶς ὁ ἡστινοσοῦν οὐσίας ὅρος οὐκ ἂν ὑγιῶς γένοιτό ποτε. Προεπινοεῖται γάρ πως ἀεὶ τῆς ἰδίας διαφορᾶς τὸ γένος, ἐξ οὗ καθάπερ ἀπὸ βαλβίδος ἐπιτροχάδην ἰὼν ὁ λόγος καὶ τοῖς καθεξῆς ἐνδιακρίτως ἐμβάλλων, ὀρθὴν καὶ ἀνενδοιάστως ἔχουσαν ποιεῖται τὴν δήλωσιν. Εἰ τοίνυν ὅρου δύναμιν ἀποπληροῦν τὸ ἀγέννητον ἀμαθῶς διατείνονται, διαφορὰ μὲν οὐκ ἔσται·
It is therefore in no way disputed, but rather quite evident, that one must proceed to the definitions of essences first through the genus, and then through the specific difference appropriate to each. {B.} It is not otherwise. {A.} Consider, then—or rather, let those who ignorantly reduce "unbegotten" to the force of a definition declare to us whether they wish the term to be significative of a genus or of a difference. If, then, they say it is a genus, let it signify nothing set apart from other things, lest we be caught attributing the force of the specific difference to the genus, and thrusting it out of its own proper strength. But if they set this aside and say it is a difference, let them demonstrate to us of what it will be a difference, since the genus is not set forth beforehand in the account. And how could a definition of essence be sufficient for us, and be seen according to its proper account, if it is composed of a difference alone? Must they not necessarily incur ridicule if they insist on this? {B.} They will indeed, since this is not doubtful. {A.} If, then, someone wished to say in addition that this doctrine of theirs, being filled full of the utmost disgrace, will be altogether shameful, how would he not speak most truly? {B.} Having shown what? Tell me. {A.} As I said earlier, a definition of any essence whatsoever could never soundly arise from a difference alone. For the genus is always in some way thought beforehand along with its proper difference, from which, as from a starting line, the account runs swiftly and, inserting itself without distinction into the things that follow, makes its declaration straight and unhesitating. If, therefore, they ignorantly insist that "unbegotten" fulfills the force of a definition, it will not be a difference.
σημαίνει γὰρ ἡμῖν οὐκέτι μὲν ὅτι μὴ γεγέννηται, ἀλλ' οὐδὲ δύναμιν ἔχειν τῇ λέξει τοιαύτην παραχωρήσομεν· παρα ληφθείη δ' ἂν μᾶλλον τό γε ἧκον ἐπ' αὐτοῖς ὡς γένος ἁπλῶς καὶ ἀδιακρίτως, εἰ καὶ ὅτι μάλιστα λογισμοῦ τοῦ καθήκοντος ἀμοιρήσειεν ἂν καὶ μάλα εἰκότως τὸ γένος ἐθέλειν ὀνομάζειν ἐπὶ Θεῷ, εἴπερ ἐστὶ κατ' αὐτὸν ἢ γοῦν πρὸ αὐτοῦ τῶν ὄντων οὐδέν. Πλὴν ὑποκείσθω γένος ἐπ' αὐτοῦ τὸ ἀγέννητον, κατά γε τὸ ἐκεῖνοις ἀπεριμερίμνως συνδοκοῦν, γένος δὲ ὅλως ἡμῖν ὑποσημαῖνον οὐδέν, ἵνα μὴ διαφορᾶς ἐπέχοι τόπον τε καὶ δύναμιν. Οὐκ εἰσκομιζούσης οὖν ἔτι τῆς τοῦ ἀγεννήτου φωνῆς τοῦ μὴ γεγεννῆσθαι τὴν δήλωσιν, ποίαν ἂν ἡμῖν ἐπιδείξειε τὴν διαφορὰν Πατρὸς πρὸς Υἱόν, ἢ πῶς ἂν ἔχοι τὸ μεῖον κατά τι γοῦν ὅλως, κἂν εἰ ὑπάρχειν νοοῖτο γεγεννημένος, συνίημι μὲν οὐ σφόδρα ἐγώ· σὺ δὲ δὴ τί φῄς, ὦ Ἑρμεία; {Β.} Τί ἂν ἔχομαι πρὸς τοῦτο εἰπεῖν; {Α.} Ἀλλ' ὅτι μὲν δὴ τὸ ἀγέννητον τὴν ὅρου δύναμιν οὐκ ἂν ὑγιῶς ἐπιδέξαιτο καὶ ἐπιστημόνως σαφῶς τε καὶ διαρκέστατα διηλέγξαμεν, καθάπερ ἐγᾦμαι, ἄηθες μὲν ἔχοντες τὸ διὰ τῶν τοιούτων ἰέναι λόγων, χαριζόμενοι δὲ ταῖς ἀνάγκαις τὸ παρὰ βούλησιν καὶ τῶν ἐπιστήμης καὶ τριβῆς ἐπέκεινα χρειωδῶς ἁπτόμενοι. Ἑτέρας δ' οὖν ὅμως ταῖς ἤδη προευρημέναις ἐπισωρεύειν ἐννοίας οὐκ ἀταλαίπωρον μέν, πλήν, ὡς ἂν οἷός τε ὦ, πειράσομαι. Φασὶ τοιγαροῦν οἱ σφόδρα δεινοί τε καὶ ἀκριβεῖς καὶ σχολαῖοι περὶ ταῦτα παντὶ πρέπειν ὅρῳ τὴν καλουμένην ἀντιστροφήν. {Β.} Καὶ τί δὴ τοῦτό ἐστιν ὡς ἥδιστα ἄν σου διαπυθοίμην. {Α.} Οὐκοῦν διὰ τῶν αὐτῶν εἶμι δὴ λόγων, καὶ ἀνακυκλήσας ἐρῶ.
For it no longer signifies to us that he has not been begotten, nor shall we concede that the word has any such power; but rather, as far as they are concerned, it might be taken simply and indiscriminately as a genus, even though it would most certainly lack the requisite reasoning, and very reasonably so, for one to wish to name a genus in the case of God, if indeed there is nothing that exists according to him or even before him. Nevertheless, let unbegottenness be supposed as a genus in his case, according to what seems good to them without concern, though it signifies no genus at all to us, so that it may not occupy the place and force of a difference. Since, then, the word "unbegotten" no longer introduces the meaning of "not having been begotten," what difference of Father to Son would it show us, or how could the Son be in any way less, even if he is understood to exist as begotten? I myself do not fully understand; but what do you say, Hermeias? {B.} What could I have to say to this? {A.} But that unbegottenness would not soundly and scientifically admit the force of a definition, we have clearly and most sufficiently refuted, as I think, though we are unaccustomed to going through such arguments, but gratifying necessity by touching on what is beyond our will and beyond knowledge and practice as needed. Nevertheless, to heap up other thoughts upon those already stated is not without toil; however, as best I can, I will attempt it. For those who are very clever and precise and diligent about these matters say that what is called conversion is fitting for every definition. {B.} And what is this? I would most gladly learn from you. {A.} Well then, I will proceed by the same arguments, and having gone back over them, I will speak.
Ὁριζόμεθα γὰρ ἄνθρωπον μὲν τῷ τοιῷδε λόγῳ, ζῷον λογικὸν θνητόν· ἵππον δὲ αὖ τῷ τοιῷδε, ζῶον χρεμετιστικόν. Ποιησόμεθα δὲ καὶ ἑτέρως τῶν προκειμένων τὴν δήλωσιν, καὶ οὔτι που πάντως ἀπὸ τῶν πρώτων, ἀλλ' ἐκ τῶν τελευταίων φωνῶν, ἀνόπιν ἰόντες ἐπὶ τὰς τῶν ὅρων ἀρχάς. Εἰ γάρ τί ἐστι θνητόν τε καὶ λογικὸν ζῷον, τοῦτον νοήσεις ἄνθρωπον, καὶ αὖ εἴ τι χρεμετιστικὸν ζῷον, τοῦτο τὴν ἵππου παραδείξει φύσιν. Ὅρος οὖν εἴπερ ἐστὶ τὸ ἀγέννητον, τί μὴ δέχεται τὴν ἀντιστροφήν; Μὴ γὰρ κατοκνούντων ὁμολογεῖν ὡς εἴ τί ἐστιν ἀγέννητον, τοῦτο καὶ ὅρος ἐστὶ καὶ οὐσία τοῦ Θεοῦ καὶ Πατρός. Ἀλλ' οὐκ ἀληθὴς ὁ λόγος. Μυρία γὰρ ὅσα ταυτί, καὶ ἀριθμοῦ κρείττονα, καὶ ὀχληρὸν οἶμαι τὰ καθέκαστα λέγειν. Αἰσθάνῃ δὴ οὖν εἰς ὅσην αὐτοῖς διώλισθεν ἀτοπίαν ὁ λόγος; {Β.} Ναί, δεινήν γε σφόδρα. {Α.} Ὅρος δὲ αὖ καὶ ἑτέρως οὐκ ἂν εἶναι δύναιτο τὸ ἀγέννητον, εἰ τῇδέ πη πάλιν αὐτὸ διασκεψαίμεθα. Ὁριζόμεθα γὰρ τῶν ὄντων ἕκαστον ἀφ' ὧν εἶναι πεπίστευται καὶ ἔστιν ἀληθῶς, οὐκ ἀφ' ὧν εἶεν μὲν ἂν οὐδαμῶς, στερηθῆναι δὲ ὥσπερ τινῶν
For we define man by a definition of this kind: a rational mortal animal; and a horse, in turn, by one of this kind: a neighing animal. But we shall also make the meaning of the terms before us in another way, and not, surely, in every case from the first terms, but from the last words, going backwards to the beginnings of the definitions. For if something is a mortal and rational animal, you would understand this to be man; and again, if something is a neighing animal, this will indicate the nature of a horse. If, then, the unbegotten is a definition, why does it not admit of conversion? For let them not hesitate to agree that if something is unbegotten, this is also a definition and essence of God and the Father. But the argument is not true. For these things are countless in number, and beyond number, and I think it is troublesome to speak of them one by one. Do you perceive, then, into how great an absurdity the argument has slipped past them? {B.} Yes, a very dreadful one. {A.} And again, the unbegotten could not be a definition in another way either, if we consider it once more in this manner. For we define each of existing things from those things by which it is believed to be and truly is, not from those things by which it would in no way be, but rather from being deprived of certain things
συμβέβηκεν. {Β.} Πῶς λέγεις; 428 {Α.} Τὸ γάρτοι πῦρ ἤτοι τὸ ὕδωρ τυχόν, ὅ τι ποτέ ἐστιν ἑκάτερον ἤτοι ποδαπὸν τὴν φύσιν ἀγορεύειν ἐθέλοντες, πυρὸς μὲν πέρι φαμὲν ὅτι σῶμα θερμόν τε καὶ ξηρόν· θατέρου δὲ αὖ, ὡς ὑγρόν τε εἴη καὶ ψυχρόν. Καὶ τοῦτο, οἶμαι, ἔστι τὸ ἀφ' ὧν εἰσιν ὁρίζειν αὐτά. Εἰ δὲ δὴ φαῖμεν, τὴν μὲν τοῦ πυρὸς ἐξηγούμενοι φύσιν, ὅτι μήτε ψυχρὸν μήτε ὑγρόν ἐστι, παρέντες τὸ λέγειν ὅτι θερμόν τε καὶ ξηρόν, περὶ δὲ αὖ ὕδατος ὅτι μήτε θερμὸν μήτε ξηρόν, καίτοι δέον εἰπεῖν ὅτι ψυχρόν τε καὶ ὑγρόν, πόθεν ἄν σοι δοκοῖμεν ποιεῖσθαι τὴν δήλωσιν; {Β.} Ἀφ' ὧν ἐστέρηνται καὶ οὐκ εἰσὶν ὁμολογουμένως. {Α.} Οὐκοῦν, εἴ τῳ δοκεῖ περὶ ὁτουοῦν τῶν ὄντων ὧδέ τε φρονεῖν καὶ λέγειν, παραδείξειεν ἂν εὐκρινέστατά τε καὶ ἀπλανῶς τὸ ἐφ' ἑκάστῳ τυχὸν ἀληθές; {Β.} Οὐδαμῶς. {Α.} Εἰ δὴ οὖν ἐπὶ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον μόνον ἡμῖν τὸ μὴ γεγεννῆσθαι δηλοῖ, πῶς ἂν καὶ ὅρου δύναμιν ἔχοι, ὡς οὐχὶ τί ἐστιν, ἀλλὰ τί οὐκ ἔστι τοιῶσδε κατα σημαῖνον; {Β.} Ὅτι μὴ γεγέννηται πάντως που φῄς; {Α.} Οὕτως ἔφην· τουτὶ γὰρ ἡμῖν ἡ τῆς λέξεως ὠδίνει δύναμις. Τί δὲ δὴ καὶ λογιοῦνται πάλιν, εἰ προσθέντες λέγοιμεν ὅτι τῶν οὐσιῶν οἱ ὅροι πρὸς οὐδὲν ἀναγκαίως ἔχουσι τὴν ἀντιδιαστολήν, οὔτε μὴν ἐν τάξει τῶν πρός τι καταδειχθεῖεν ἄν, ὧν εἴπερ τις ὀνομάσαι τὸ ἓν θατέρου δὴ πάντως οἱονεί πως διαμεμνήσεται; Συνεισκρίνεται γὰρ ἀεὶ δι' ἀμφοῖν ἡ ἑκατέρου δήλωσις. {Β.} Οὐ σφόδρα ἔμοιγε σαφὴς ὁ λόγος. {Α.} Καὶ μὴν τὸ ἐμποδὼν οὐδὲν συνιέναι γὰρ δὴ πάρα σοὶ σαφῶς.
has happened. {B.} How do you mean? 428 {A.} For instance, fire or water, whatever each of them happens to be, when we wish to state what sort of nature each has—concerning fire we say that it is a body hot and dry; and concerning the other, in turn, that it is moist and cold. And this, I think, is to define them by the things from which they are. But if, in explaining the nature of fire, we should say that it is neither cold nor moist, omitting to say that it is hot and dry, and again concerning water that it is neither hot nor dry, although one ought to say that it is cold and moist—from what source would we seem to you to make the declaration? {B.} From the things they are deprived of and confessedly are not. {A.} Then if anyone thinks it right to hold and speak thus about any whatever of existing things, would he display most clearly and without error the truth that happens to belong to each? {B.} By no means. {A.} If, then, in the case of God and the Father, "unbegotten" signifies to us only that he has not been begotten, how could it also have the force of a definition, as signifying in this way not what he is, but what he is not? {B.} Because he has not been begotten, you mean, certainly in every way? {A.} That is what I said; for this is what the force of the expression labors to bring forth for us. But what will they further reckon, if we add and say that the definitions of essences have no necessary contrast with anything, nor indeed could they be exhibited in the order of things relative, of which if one should name the one, he will surely in some way or other always be reminded of the other? For the declaration of each is always brought in together through both. {B.} The argument is not very clear to me. {A.} And yet there is nothing to prevent you from understanding clearly.
Πατέρα μὲν γὰρ εἴ τις ὀνομάσαι τυχόν, ἐνεβίβασέ πως τῶν ἀκροωμένων τὸν νοῦν εἰς ἐννοίας τὰς περὶ υἱοῦ, ἤτοι ἁπλῶς τε καὶ ἀτέχνως γεννήματος. Ἀληθὲς δ' ἂν εἴη καὶ τὸ ἔμπαλιν· συνεισδραμεῖται γὰρ πάντως τῇ τοῦ γεννήματος σημασίᾳ καὶ τὸ γεννῶν. Ἕξει δὲ ὁμοίως καὶ κατὰ τὸν ἴσον, οἶμαι, τρόπον τὸ δεξιὸν καὶ εὐώνυμον· ἅμα γάρ τι τούτων ὠνόμασται, καὶ συνεισέφυ τὸ ἕτερον. Ὁ δέ γε τῆς ἀνθρώπου, φέρε εἰπεῖν, οὐσίας τὸν ὅρον ἐξενεγκών, ἤτοι τῆς ἑτέρου ὁτουοῦν τῶν ζῴων, οὐδὲν αὐτῷ συμπαρέζευξε τὸ διεσταλμένον, ἤγουν ἀναγκαίως ἀντανιστάμενον, καθάπερ ἀμέλει καὶ ἐπὶ τοῦ δεξιοῦ τὸ εὐώνυμον, ἤγουν τοῦ πατρὸς τὸ υἱός, ἢ τοῦ τεκόντος ἁπλῶς τὸ γεννώμενον. Ἄνθρωπος γὰρ ὁ ἄνθρωπος καὶ λίθος ὁ λίθος, πρὸς οὐδὲν ἔχοντα τὴν διαστολήν, ἀλλ' ὅτι κύριά πως αὐτοῖς, καὶ ἰδικὰ τὰ ὀνόματα. Ἡ δέ γε ἀγέννητος φωνή, τοῦ μὴ γεγεννῆσθαί τινα τὴν ἔννοιαν ἔχουσα, συνυπαι νίττεταί πως τὸ γεννητόν, οὗ τὴν ποιότητα διεκφεύγουσα αὕτη τοῖς ἰδίοις ἐγκαθορμίζεται. Εἶτα, πῶς ὅρος ἡ ἀγέννητος ἂν εἴη φωνή, οὐχ ὁμοίως ἔχουσα τῷ γεννητῷ, κατά γε τὸ ἐξ ἀμφοῖν δηλούμενον; {Β.} Τὸ μηδὲν οὖν εἶναι φῂς ἐπὶ Θεοῦ Πατρὸς τὸ ἀγέννητον; {Α.} Οὐχὶ τὸ μηδέν, πολλοῦ γε καὶ δεῖ. Φαίην δ' ἂν ἔγωγε τετηρῆσθαι μόνῳ καὶ ἀνῆφθαι πρέπειν αὐτῷ, κατά γε τὸν τοῦ μὴ γεγεννῆσθαι λόγον, πλὴν ἥκιστά γε οἰστέον εἰς ὅρου δύναμιν αὐτό. {Β.} Ἀλλ' εἰς ὅρου μὲν δύναμιν μὴ δὴ τετάχθω, φασίν, τὸ ἀγέννητον ἐπὶ Θεοῦ καὶ Πατρός, οὐσία δὲ ὅμως ἔστω τοῦτο αὐτοῦ·
For if someone happens to name "Father," he in some way leads the mind of the hearers into thoughts about the Son, that is, simply and artlessly, about the offspring. And the converse would also be true; for the meaning of "offspring" will certainly be accompanied by that of the one who begets. And in like manner, and in equal fashion, I think, it will hold for "right" and "left"; for as soon as one of these is named, the other has also grown up alongside it. But whoever has stated the definition of the essence of man, let us say, or of any other living creature, has not yoked alongside it anything that is distinguished, that is, necessarily set in opposition, just as indeed in the case of "right" there is "left," or of "Father" there is "Son," or simply of the begetter there is the begotten. For "man" is man and "stone" is stone, having no distinction in relation to anything, but rather because the names are in some way proper and particular to them. But the word "unbegotten," having the notion that someone has not been begotten, in some way secretly hints at the begotten, whose quality it escapes and comes to anchor in its own terms. Then, how could "unbegotten" be a definition, since it does not stand in the same relation to "begotten" with respect to what is signified by both? {B.} Do you then say that "unbegotten" is nothing in the case of God the Father? {A.} Not nothing—far from it. I would say that it has been preserved for him alone and that it is fitting for it to be attached to him, at least in the sense of "not having been begotten," but it must by no means be borne into the force of a definition. {B.} Well then, let "unbegotten" not be placed in the force of a definition, as they say, in the case of God and Father, but nevertheless let this be his essence—
καὶ εἴπερ ἐστὶν ἀντικείμενον τῷ ἀγεννήτῳ τὸ γεννητόν, οὐκ ἂν εἴη κατὰ φύσιν ὁ αὐτὸς τῷ Πατρὶ ὁ Υἱός, τῆς τῶν ὀνομάτων ποιότητος ὁριζούσης ἡμῖν εὖ μάλα τὴν οὐσιώδη διαφοράν. {Α.} Ὡς δριμὺς ἄγαν ὁ λόγος καὶ ταῖς τῶν ἐννοιῶν ἐξ ἑτέρων εἰς ἕτερα πολυστρόφοις διαδρομαῖς εὐκόλως δια ποικίλλεται. Καί μοι δοκοῦσιν οἱ τῶν ἀνοσίων τουτωνὶ δογμάτων ὑπασπισταὶ ὑποστῆναί τι τοιοῦτον ὁποῖόν τί φασι κατειθίσθαι δρᾶν καὶ τοὺς οἷς ἡ τέχνη τὰ εἰς πίνακας καὶ γραφήν, οἳ ἐπειδὰν ἑτερόχρουν ἀποφήνωσί τι τῶν ζῴων, διαμαρτούσης αὐτοῖς τῆς ἐννοίας καὶ μὴν καὶ χειρὸς εἰς τὸ παρὰ φύσιν ἑτεροίαις αὖθις αὐτὸ μεταχρωννύντες βαφαῖς εἰς τὸ ἀμεινόνως ἔχειν δοκοῦν, τότε δὴ μόλις ἐφικέσθαι νομίζουσι τοῦ μὴ διεψεῦσθαι δοκεῖν τοῖς θεωμένοις τὴν γραφὴν καὶ μὴν καὶ εὖ ἔχειν τὰ τῆς ἐμπειρίας αὐτοῖς. Ἀλλ' ἐξ ὧν εὐδοκιμεῖν οἴονται τῶν ἤδη προεπταισμένων λελήθασι σφᾶς αὐτοὺς δεινὴν οἱονεί πως ποιούμενοι τὴν καταβοήν, καὶ ὁ τῆς ἐπανορθώσεως ἔπαινος τῶν ἀτέχνως αὐτοῖς εἰργασμένων ἀποφανεῖ τὸ ἀκαλλές. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; {Β.} Ἀληθὲς μὲν οὖν. Πλὴν ἀνέντες
And if the unbegotten is opposed to the begotten, the Son would not be the same in nature as the Father, since the quality of the names very well defines for us the essential difference. {A.} How very sharp the argument is, and it is easily varied by the versatile transitions of concepts from one thing to another. And it seems to me that the defenders of these impious doctrines have undertaken something of the sort that they say those whose craft is with panels and painting are accustomed to do—who, whenever they make some animal of a different color, when their conception and indeed their hand have failed, then by recoloring it again with other dyes contrary to nature toward what seems to be better, only then do they think they have barely managed not to seem to have deceived the viewers of the painting and indeed that their skill is in good order. But from the very things by which they think to win approval for their earlier mistakes, they have unwittingly made, as it were, a terrible outcry against themselves, and the praise of their correction will expose the ugliness of what they have done without skill. Or is what I said not true? {B.} It is true indeed. However, relaxing
ἀμνησικάκως τὸ καὶ εἴπερ ἕλοιντο μεταχωρεῖν ἐφ' ἕτερα, πρὸς ἐκεῖνα ἴωμεν, ὡς ἂν μή τις αὐτοῖς τῆς καθ' ἡμῶν ὀφρύος ἐκπορισθείη λόγος διὰ τοῦ καὶ κατοκνῆσαι τὸν ἀγῶνα δοκεῖν. {Α.} Ἐφῶμεν δὴ οὖν, οἴει γὰρ ὧδε ταῦτ' ἔχειν ὀρθῶς. Καὶ δὴ καὶ ἀγορευόντων ἀμαθῶς οὐσίαν εἶναι Θεοῦ τὸ ἀγέννητον, ἀλλ' εὐθύς, οἶμαι, τις καὶ πρός γε τουτὶ πλατὺ γελάσας ἐρεῖ· Εἰ τὸ ἀγέννητον οὐσία Θεοῦ, μυρία δὲ ὅσα τὰ ἀγεννήτως ὄντα κατὰ τὸν κόσμον, πᾶν εἴ τι ἀγέννητον, τοῦτό ἐστιν οὐσία Θεοῦ, ἤγουν ἕξει τὸ ἀγέννητον εἰς λόγον οὐσίας. Ἔστι τοίνυν ἀγεννήτως μὲν οἷον ἥλιος, πεποίηται δὲ κατὰ τὸν ἴσον σελήνη τρόπον, ἄστρα τε καὶ οὐρανοί· παρίημι γὰρ Ἀρχάς τε καὶ Θρόνους καὶ κτίσιν ἅπασαν τὴν ὑπὲρ ἡμᾶς, οὐ διὰ γεννήσεως καθάπερ ἡμεῖς τὴν εἰς τὸ εἶναι λαχοῦσαν εἰσβολήν. Ἀλλ' οὐ πᾶν ἀγέννητον οὐσία Θεοῦ, οὔτε μὴν τοῖς ἀγεννήτως οὖσιν εἰς οὐσίας ὅρον τὸ ἀγέννητον καταλογισθείη ἄν. Τὸ ἄρα ἀγέννητον οὐκ ἂν εἰς τοῦτο παραδεξαίμεθα, τὸν ὑγιᾶ τε καὶ ἀπαράφθορον ἔτι σῴζοντες νοῦν. Ἄλλως τε–δεῖν γὰρ οἶμαι καὶ τοῦτο ἐπενεγκεῖν–εἰ τὸ ἀγέννητον οὐσία, τὸ δὲ τῆς οὐσίας ὄνομα, μήτε γένους, μήτε εἴδους, μήτε μὴν διαφορᾶς ἢ διαφορῶν ἐπενηνεγμένων, ὑποφανεῖ τοῖς ἀκροωμένοις τὸ σύμπαν οὐδέν, πλὴν ὅτι μόνον οὐσία, καταδηλούτω μηδὲν ἐπὶ Θεοῦ τὸ ἀγέννητον, μήτε μὴν τοῦ μὴ γεγεννῆσθαι καταλογιζέσθω σημαντικόν, ἀλλ' ἢ ὅτι μόνον οὐσία, καὶ τίνος ἀσυμφανές· γένους γὰρ ἔτι, καὶ εἴδους, καὶ διαφορᾶς ἀμοιρεῖ. Λέγωμεν δὲ ὧδε καὶ ἐφ' Υἱοῦ τὸ τῆς γεννήσεως ὄνομα, καὶ νοείσθω μόνον οὐσία, ψιλῶς ἔτι καὶ οὐδαμόθεν διωρισμένως.
Without holding a grudge, if they choose to move on to other matters, let us go to those, so that no pretext may be furnished to them for their arrogance against us from the appearance that we shrink from the contest. {A.} Let us speak, then, since you think these things are rightly so. And indeed, when they speak ignorantly, saying that unbegottenness is the essence of God, straightway, I think, someone will laugh heartily at this and say: If unbegottenness is the essence of God, and there are countless things in the world that exist unbegottenly, then whatever is unbegotten—this is the essence of God, that is, unbegottenness will have the rank of essence. For example, the sun exists unbegottenly, and the moon has been made in like manner, and the stars and the heavens; for I pass over Principalities and Thrones and all the creation above us, which did not receive its entrance into being through generation as we did. But not every unbegotten thing is the essence of God, nor indeed would unbegottenness be reckoned as a definition of essence for things that exist unbegottenly. Therefore we would not accept unbegottenness for this purpose, while still preserving sound and uncorrupted understanding. Moreover—for I think this too must be added—if unbegottenness is essence, and the name of essence, when neither genus nor species nor indeed difference or differences are adduced, will appear to the hearers to be nothing at all except merely essence, then let unbegottenness signify nothing about God, nor let it be reckoned as signifying that he has not been begotten, but only that he is essence, and of what kind is unclear; for it still lacks genus, species, and difference. Let us speak in this way also concerning the Son, with the name of generation, and let it be understood as essence alone, still baldly and in no way distinctly.
Ἑκατέ ροιν οὖν ἡμῖν τοῖν ὀνομάτοιν ἁπλῶς καὶ ἀδιαστόλως ἐκπεφωνημένοιν, καὶ τὴν οὐδενὸς εἰσποιούντων ἔννοιαν πλὴν ὅτι μόνον οὐσία, τίς ἂν εἴη ἡ διαφορὰ λοιπὸν Πατρὸς πρὸς Υἱόν; Οὐσία γὰρ ὡς πρὸς οὐσίαν, ἐπενηνεγμένου μηδενός, οὔτε τὸ μεῖζον, καθά φησιν, οὔτε τὸ ἔλαττον, οὔτε τὸ κατατέμνον εἰς ἑτερότητα τὴν κατά τι γοῦν ὅλως διακεκτήσεται, ἀλλ' ἢ εἰσάπαν ὁμοιότης οὐσίᾳ πρὸς οὐσίαν ἐνδοιασμοῦ τινος δίχα προσείη ἄν, κατά γε τὸν ὀρθῶς ἔχοντα λογισμόν, ἔστ' ἂν οὐσίαι νοῶνται μόνον καὶ ὀνομάζωνται. Οὐκοῦν ἀτέχνως καὶ ἀδιακρίτως οὐσίαν τοῦ Θεοῦ τὸ ἀγέννητον ἐκδεξάμενοι, κατερυθριάτωσαν ἀμαθαίνοντες, καὶ μὴ ἐπιτείχισμα τῇ τοῦ Υἱοῦ φύσει τὴν λέξιν ἀναδειμάμενοι τῶν τῆς ἀληθείας καθυλακτούντων δογμάτων, τὴν οὐδαμόθεν ἡμῖν ὁρωμένην διαφορὰν ὡς ἐμφανῆ παραφέροντες, εἰ μήτε τὸ ἀγέννητον ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς τὸ μὴ γεννηθῆναι τυχόν, μήτε μὴν θάτερον ἐφ' Υἱοῦ τὸ γεννηθῆναι δηλοῖ, οὐσίαι δὲ ἄμφω, καὶ τοῦτο ἀδιαστόλως. Παρέδειξε γὰρ ἀρτίως ἡμῖν ὁ λόγος ὡς διΐστησιν οὐδὲν οὐσίαν οὐσίας, εἴς γε τὸ ἑτεροίως ἔχειν, καθό φαμέν τε εἶναι καὶ νοοῦμεν οὐσίας. Οἴει δὴ οὖν ἄρα σαφῆ τε εἶναι καὶ ὑγιᾶ τὸν λόγον, ἢ ἐπανορθώσῃ καὶ μεθαρμόσεις ἐπὶ τὸ ἄμεινον; {Β.} Οὐδαμῶς. Ἔχει γὰρ ὀρθῶς. {Α.} Εἰ δὲ δὴ καὶ ἐκκλέψειαν αὐτοὶ τῆς τοῦ ἀγεννήτου φωνῆς τοῦ μὴ γεννηθῆναι τὴν δήλωσιν καὶ οὐσίαν ἁπλῶς ὑπάρχειν ἐνστήσονται, ποῖος ἂν ἡμῖν ἐκδυσωπήσειε λογισμὸς τοὺς ἐθέλοντας ἀφελεῖν τοῦ γεννητοῦ τὴν γέννησιν καὶ εἰς οὐσίας αὐτὸ καταγράφειν δύναμιν, καθάπερ ἀμέλει καὶ αὐτοὶ τὸ ἀγέννητος;
Since, then, both names have been uttered by us simply and without distinction, and they introduce no concept of anything except substance alone, what difference would there remain between Father and Son? For substance compared with substance, with nothing else brought in, will possess neither the greater, as he says, nor the lesser, nor anything that divides into otherness by any particular distinction at all; rather, nothing but complete likeness of substance to substance would be admitted, without any doubt, according to right reasoning, so long as they are understood and named as substances only. Therefore, if they have artlessly and indiscriminately taken "unbegotten" as the substance of God, let them blush for their ignorance, and let them not build up this term as a siege-wall against the nature of the Son while they bark against the doctrines of truth, parading before us as evident a difference that is seen nowhere, if neither "unbegotten" in the case of God and Father signifies the not having been begotten, nor the other term in the case of the Son signifies the having been begotten, but both are substances, and this without distinction. For the argument has just now shown us that nothing distinguishes substance from substance, as regards having a different character, in so far as we say and understand them to be substances. Do you think, then, that the argument is clear and sound, or will you correct it and adjust it for the better? {B.} By no means. For it is correct. {A.} But if they themselves should steal away the meaning of "not having been begotten" from the word "unbegotten" and insist that it is simply substance, what reasoning would win over for us those who wish to take away generation from the begotten and to enroll it as a substance, just as they themselves do with "unbegotten"?
Εἶτα πῶς ἔτι διαγνωσόμεθα καὶ ποῖος ἡμῖν ἀποτεμεῖ λόγος τὴν ἐν προσώπῳ τε καὶ ὑποστάσει διαφορὰν τοῦ Πατρὸς πρὸς Υἱόν, ἤγουν τοῦ Υἱοῦ πρὸς Πατέρα; Τίς γὰρ ὁ γεννήσας ἔτι, καὶ τίς ὁ γεγεννημένος, ἀσυμφανὲς ἤδη πως. Φροῦδος δὴ οὖν ὁ σύμπας ἡμῖν τῆς πίστεως διοίχεται λόγος. Πόθεν γὰρ ἔτι καὶ πῶς εἴς τε τὸν Πατέρα καὶ τὸν Υἱὸν πιστεύομεν ὡς εἰς γεννήτορα καὶ γεγεννημένον; Οὐ γὰρ ψιλὴν καὶ περεφθαρμένην ἔν γε δὴ μάλιστα τουτοισὶ τὴν τῶν ὀνομάτων σημασίαν παρα δεξόμεθα, πολλοῦ γε καὶ δεῖ. Φαίην δ' ἂν εἰκότως ὡς ἀκριβῆ τε καὶ ἀναγκαίαν, εἴπερ ἐστὶν ἡμῖν εἰς ἀλήθειαν ἡ πίστις καὶ θεογνωσίας τῆς ὄντως οὐ διημαρτήκαμεν, εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα βεβαπτισμένοι. {Β.} Εὖ λέγεις· ἐπυθόμην δὲ ὅτι κἀκεῖνό φασιν, ὅτι κέκληται Πατὴρ ὡς δημιουργὸς καὶ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενηνεγμένοις οἱονεί τις ἀρχὴ καὶ γένεσις
πεφηνώς. Καὶ γοῦν καὶ ἡμεῖς αὐτοὶ δεδιδάγμεθα, φησί, κατονομάζειν οὕτω τὸν Θεὸν καὶ ἀγορεύειν ἐν προσευχαῖς· "Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς." {Α.} Εἶτα, ὦ βέλτιστοι, φαῖμεν ἂν πρὸς τοῦτο αὐτοῖς, πότερα καλεῖν κεκελεύσμεθα Πατέρα τὸν Θεὸν ὡς εἰς τὸ τῶν ποιημάτων τελοῦντες γένος, ἢ ὅτι τῇ τῆς υἱοθεσίας δόξῃ κατεστέμμεθα, καὶ κατελογίσθημεν ἐν τέκνοις; {Β.} Ὡς ποιήματα μὲν διὰ τὴν φύσιν, υἱοὶ δὲ διὰ τὴν χάριν.
Then how shall we still distinguish, and what account of ours will cut off the difference in person and hypostasis of the Father from the Son, that is, of the Son from the Father? For who is the one who begot, and who is the one begotten, is now somehow unclear. So then, the whole account of our faith is gone and lost. For from where and how do we still believe in the Father and the Son as in begetter and begotten? For we shall certainly not accept the mere and corrupted signification of the names, least of all in these matters—far from it. I would reasonably say that it is precise and necessary, if indeed our faith is for truth and we have not missed the truly genuine knowledge of God, having been baptized into Father and Son and Holy Spirit. {B.} You speak well; but I have learned that they also say this, that he is called Father as creator, and as having appeared, so to speak, as a kind of beginning and origin to those brought from non-being into being. And indeed we ourselves, he says, have been taught to name God thus and to address him in prayers: "Our Father, who is in the heavens." {A.} Then, excellent sirs, we would say to them in reply: have we been commanded to call God Father as belonging to the race of creatures, or because we have been crowned with the glory of adoption and counted among the children? {B.} As creatures by nature, but as sons by grace.
{Α.} Ἀλλ' ἔνθαπερ ἂν ὀνομάζοιτο πατήρ, καὶ μὴν καὶ υἱός, μὴ συνεισβαλλέτω τὸ ποιηθέν, μήτε μὴν ὁ τοῦ πεποιῆ σθαι λόγος παρεισκεκριμένος ὁράσθω τέως, ἐπεί τοι πατρὶ μὲν ἡ σχέσις πρὸς υἱόν, υἱῷ δὲ αὖ πρὸς πατέρα, μεσολαβοῦντος οὐδενός, καθάπερ ἀμέλει καὶ ποιητῇ πρὸς ποίημα καὶ ποιήματι πρὸς ποιητήν. Εἰ δὴ οὖν τὸ ἑκάστῳ πρέπον ἀφαι ρήσομεν, καὶ τὴν τῶν καλουμένων πρός τι δύναμιν ἀτέχνως ἀτιμάζοντες, πρὸς πατέρα μὲν τῷ πεποιημένῳ, υἱῷ δὲ πρὸς ποιητὴν τὴν ἐκ τῶν σημαινομένων σχετικὴν δύναμιν ἀπονέμοντες ἁλωσόμεθα, πῶς οὐκ ἂν ἐντεῦθεν καὶ μάλα εἰκότως τὸν ἐπὶ ταῖς ἀνωτάτω φρενοβλαβείαις ὀφλήσαιμεν γέλωτα; {Β.} Ὡς υἱοὶ Πατέρα καλέσομεν τὸν Θεόν· φληνάφων γὰρ οἶμαι τὸ διατείνεσθαι περιττά. {Α.} Ἀλλ' οὔτε πατὴρ εἴη ἂν κατά γε τὸ ἀληθές, οὔτε μὴν υἱός, εἰ μή τις νοοῖτο γεγεννηκὼς καὶ γεγεννημένος. 432 {Β.} Ὀρθῶς ἔφης. Κεκλήσθω δὴ οὖν, φασί, Πατὴρ ὁ Θεός, εἰ βούλει, τρόπῳ καταχρηστικῷ. {Α.} Πόθεν, ὦ τᾶν, τὴν ἐπωνυμίαν εὑράμενος, εἴπερ ἐστὶν αὐτὸς κατὰ φύσιν οὐ Πατήρ; Ἢ τάχα που παρ' ἡμῶν ἐροῦσι τῶν φύσει τε καὶ ἀληθείᾳ πατέρων; {Β.} Εὖ ἴσθι τοι καὶ τοῦτο ἐροῦντας. {Α.} Ποῖ δὴ οὖν ἄρα θήσομεν τὸν μακάριον Παῦλον, οὐχ ἡμῖν ἀπονέμοντα τῆς πατρότητος τὴν ἀρχήν, ἀλλ' οὐδὲ ἑτέρῳ τινὶ τῶν κτισμάτων, ἀφιεροῦντα δὲ ὥσπερ καὶ ἀναθέντα μόνῳ τῷ γε ἀληθῶς Θεῷ καὶ πρώτῳ Πατρί· γεγραφότος δὲ ἡμῖν ἐπαΐοι τις ἄν·
{A.} But wherever "father" is named, and indeed also "son," let not the thing made be brought in along with it, nor let the account of "having been made" be seen as smuggled in for now, since the relation of a father is to a son, and of a son again to a father, with nothing intervening, just as indeed also of a maker to a thing made and of a thing made to a maker. If, then, we shall take away what is fitting to each, and, dishonoring the force of things called in relation to something in an unskilled way, we assign to the thing made a relational force toward a father, and to a son toward a maker, from the things signified, we shall be caught—how would we not, from this, and very reasonably, incur the laughter owed for the highest follies? {B.} As sons we shall call God Father; for I think it is the part of babblers to insist on superfluities. {A.} But neither would he be a father in truth, nor indeed a son, unless one were conceived as having begotten and having been begotten. {B.} You have spoken rightly. Let God, then, they say, be called Father, if you wish, in a catachrestic way. {A.} From where, my good sir, having found the appellation, if indeed he is not by nature a Father? Or perhaps they will say it comes from us, who are fathers by nature and in truth? {B.} Know well that they will say this too. {A.} Where, then, shall we place the blessed Paul, who does not assign the origin of fatherhood to us, nor indeed to any other of created things, but sets it apart and dedicates it, as it were, to the only true God and first Father? And since he has written to us, one might hear:
"Ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται." Ἀπόκριναι γάρ, ὦ Ἑρμεία, διαγυμνάσεις δὲ οὕτως ἡμῖν τὸν λόγον, εἰ ἑλοίμην ἀναμαθεῖν ἆρ' ἐν χρόνῳ γέγονεν ἀγέννητος ὁ Θεός, τοῦτο οὐκ ὢν ἐν ἀρχαῖς, ἢ γοῦν ἅμα νοεῖται Θεὸς καὶ ἦν ἀγεννήτως; {Β.} Ἀγεννήτως ἦν· τὸ γὰρ ἕτερόν τι παρὰ τοῦτο φάναι πῶς οὐκ ἀβέλτερον κομιδῇ; {Α.} Τῆς τοῦ ἀγεννήτου φωνῆς τὸ μὴ γεγεννῆσθαι δηλούσης, ἢ πῶς; {Β.} Τὸ μὴ γεννηθῆναι δηλονότι. {Α.} Τί γὰρ ὅλως ἔδει τὸν ἀνάρχως ὄντα Θεὸν ὁρᾶσθαι τοιοῦτον; Ἢ ποίαν ἂν αὐτῷ καὶ τὴν κατὰ τίνων διαστολὴν προσεποίησεν ἡ λέξις, ἤγουν ἡ φύσις, εἴπερ αὐτοῦ φύσις ἐστὶ τὸ ἀγέννητον, οὐδενός πω τῶν γεννητῶν γεγονότος ἢ συνυπάρχοντος, εἴπερ οὐκ εἶναί φασι γεννήτορα τοῦ Υἱοῦ τὸν Πατέρα; Πρὸς τί γὰρ ἀγέννητος, τῆς τῶν γεννητῶν οὐσίας οὔπω τὸ σύμπαν εἰσκεκριμένης; Οὐ γὰρ δή που φαῖεν ἄν, ὥς γέ μοι φαίνηται, συνάναρχά τε καὶ συναΐδια τῷ ἀγεννήτῳ Θεῷ τὰ γεννητῶς ἐκτισμένα. Καὶ εἴπερ ἦν ἀγέννητος ἀεὶ Πατὴρ ὢν ὁ Θεός, ὑφεστάναι δὴ πάντως ἀνάγκη λέγειν καὶ τὸν δι' ὃν ἦν ἀγέννητος, τουτέστι τὸν γεννητῶς ὄντα Υἱόν, οὗ τὴν εἰκόνα καταπλουτήσαντες καὶ διὰ τῆς κατ' εὐσέβειαν ἀρετῆς λαχόντες τὴν μόρφωσιν, Πατέρα καλοῦμεν τὸν Θεὸν καὶ ἡμεῖς αὐτοί, καθ' ὁμοίωσιν τοῦ ἀνωτάτω τε καὶ πρώτου Πατρὸς πατέρες ὠνομασμένοι. Πρεσβύτερα γὰρ ἀεὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα.
From whom every family in heaven and on earth is named." Answer me, then, O Hermias, and in this way exercise our argument for us: if I should choose to learn afresh whether God, the unbegotten, came to be in time, not being in the beginning, or whether God is conceived together with his existence and was unbegottenly? {B.} He was unbegottenly; for how could saying anything else besides this be anything but utterly foolish? {A.} Since the word "unbegotten" signifies not having been begotten, or how? {B.} It clearly signifies not having been begotten. {A.} For what need at all was there for God, who exists without beginning, to be seen as such? Or what distinction over against certain others would the term—that is, the nature—have procured for him, if indeed the unbegotten is his nature, when nothing of the begotten had yet come to be or coexisted, if indeed they say that the Father is not a begetter of the Son? For to what end would he be unbegotten, when the whole of the substance of begotten things had not yet been included? For surely they would not say, as it appears to me, that things created in a begotten way are co-beginningless and co-eternal with the unbegotten God. And if God was always unbegotten, being Father, it is surely altogether necessary to say that that for the sake of which he was unbegotten also subsists—that is, the Son who exists in a begotten way, whose image we have richly obtained and, having received the form through virtue according to piety, we ourselves also call God Father, having been named fathers in likeness of the highest and first Father. For the archetypes are always older than the images.
{Β.} Καὶ τί τὸ ἀπεῖργον τοὺς δι' ἐναντίας Πατέρα κεκλῆσθαι λέγειν καταχρηστικῶς τὸν Θεόν, ἐπείπερ ὅλως ἐσμὲν ἡμεῖς κατὰ φύσιν πατέρες, κεκλημένος δὲ Πατὴρ ὡς τοῖς γεγονόσιν αἴτιος εἰς τὸ εἶναι καὶ ὑπάρχειν, ἔχει τὸ ἀγέννητον εἰς οὐσίας δύναμιν; {Α.} Ἀλλὰ μεμαρτύρηκεν ἡμῖν ἀληθὴς ὢν ὁ Παῦλος ὡς διήκει παρ' ἐκείνου τὸ τῆς πατρότητος ὄνομα κατὰ παντὸς ποιήματος λογικοῦ κατ' εἰκόνα καὶ μίμησιν τοῦ πρώτου δεικνύοντος ἐναργῶς τοῦθ' ὅπερ ἐστὶ καὶ ἐν ἡμῖν αὐτοῖς. Ἔφη δὲ οὐδαμῶς ὅτι καὶ πᾶσα ἀγεννησία παρ' αὐτοῦ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἢ χρῆν ὅλως γεννηθῆναι μηδέν, ἵνα καὶ ἐνσημαίνοιτο τοῖς πεποιημένοις ἡ τοῦ ἀγεννήτου εἰκών. Τὸ γὰρ δὴ μάλιστα κατακαλλύνειν εἰδὸς τὴν κτίσιν ἡ πρὸς τὸ πάντων ἐστὶν ἀνωτάτω συμμορφία τε καὶ ἐμφέρεια. {Β.} Ἀναιρήσομεν οὖν τὴν κτίσιν, ἀποσυλῶντες αὐτῆς τὴν γέννησιν ἵνα
διαπλάττοιτο πρὸς τὸ ἀγεννήτως ἔχον; {Α.} Οὐ τοῦτό φημι, νοημάτων δὲ τῶν ἐντεῦθεν τὴν ἀτοπίαν ᾠήθην ἔγωγε παραδεῖξαι δεῖν, ὧν ὅτι προσῆκεν ἀποφοιτᾶν ἰέναι τε ὡς ἀπωτάτω σοφὸς ἡμᾶς ἀναπείθει λόγος· "Σεαυτὸν ἁγνὸν τήρει," καὶ τό· "Μὴ χρῆναι κοινωνεῖν ταῖς ἑτέρων ἁμαρτίαις," εὖ μάλα παραφωνῶν. Καίτοι γὰρ δέον ἡμᾶς ἀπρὶξ ἠρτῆσθαι φιλεῖν τῆς τῶν ἁγίων Πατέρων ἀδιαβλήτου δόξης, τί τοῖς ἀλλοτρίοις ἐφήδεσθαι χρή, καὶ ἀγρίας οὕτω μετασχεῖν φρενός; Ἀγρία γὰρ φρὴν ἡ τῆς τοῦ Υἱοῦ καθυλακτοῦσα δόξης, καὶ "λαλοῦσα κατὰ τοῦ Θεοῦ ἀδικίαν," κατὰ τὸ γεγραμμένον.
{B.} And what prevents those of the opposite party from saying that God is called Father by a loose use of the term, since we are altogether fathers by nature, and He is called Father as being the cause for things that have come to be, both to be and to exist, and possesses unbegottenness as a power unto substance? {A.} But Paul, being true, has testified to us that the name of fatherhood extends from Him over every rational creature, showing clearly, according to image and imitation of the first, that very thing which is also in ourselves. Yet he nowhere said that all unbegottenness is from Him, whether in heaven or on earth, or that nothing at all ought to have been begotten, so that the image of the unbegotten might also be marked in things made. For what most of all adorns the creation is its conformity and resemblance to the highest of all. {B.} Shall we then do away with creation, stripping it of generation so that it might be molded to that which is unbegottenly? {A.} I do not say this, but I thought it necessary to expose the absurdity of the notions that follow from this, from which the wise word persuades us that we ought to depart and go as far away as possible: "Keep yourself pure," and "One must not share in the sins of others," sounding very much in harmony. For although we ought to cling and hold fast to the blameless opinion of the holy Fathers, why should one delight in things alien, and partake of so wild a mind? For wild is the mind that barks against the glory of the Son, and "speaks injustice against God," as it is written.
Ἐδόκει γάρ, οἶμαι, καὶ μάλα ὀρθῶς τοῖς διαβοήτοις ἐκείνοις ἀνδράσιν, οἳ τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων ταμίαι γεγόνασιν, εὔνοι τε καὶ δοκιμώτατοι, οὐσίαν μὲν οὐδαμῶς τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἀγέννητον, φωνὴν δὲ εἶναι μόνον τοῖς ἀκροωμένοις τὸ μὴ γεννηθῆναι κατασημαίνουσαν. Ὃ δὴ καὶ ἐνεῖναί φαμεν τῷ λόγῳ τῷ περί γε τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός, οὐκ αὐτόχρημα εἶναι τὴν Θεοῦ οὐσίαν. Ἔστι γὰρ δὴ τοῖς ἐθέλουσιν ἀνασκοπουμένοις ὁρᾶν ὡς ἁπάντων ἡμῖν τῶν ὄντων ἢ καὶ ἐν μόναις ὄντων ὑποψίαις τοῦ εἶναι καὶ μονονουχὶ τὸ τῆς ὑπάρξεως πλαττομένων σχῆμα, τὰ μὲν ὥσπερ ἐν ἰδίαις ἕδραις ἐστὶ καὶ μὴν καὶ τὸ εἶναι τοῦθ' ὅπερ ἐστὶν ἐνυποστάτως διεκληρώσατο, τὰ δὲ ὧδε μὲν οὐκ ἔχει ποθέν, ἔξεδρα δὲ μᾶλλόν ἐστι, καὶ ἐν ἰδίαις μὲν οὐκ ἐρηρεισμένα φύσεσι, τὰς δέ γε τῶν ὄντων οὐσίας περιποτώμενα, καὶ διὰ τοῦ συμβῆναι δύνασθαι τῷ δεῖνι τυχὸν ἢ φέρε εἰπεῖν τῷ δεῖνι, μονονουχὶ καὶ συνυφεστάναι τοῖς ἔχουσι δοκεῖ, ἰδίαν δὲ ὥσπερ φύσιν τὴν ἀλλοτρίαν ψεύδεται. {Β.} Πῶς λέγεις; {Α.} Οὐ γὰρ δὴ διαμεμνήσῃ πεπονηκότος ἡμῖν τοῦ λόγου καὶ ὡς ἔνι καλῶς ἀποδεδειχότος ὅτι τὰ ἐν τάξει τῶν συμβεβηκότων, ἢ καὶ ἐνόντων ἁπλῶς κατηριθμημένα, ἥκιστα μέν σφίσιν αὐτοῖς, ἑτέροις δὲ μᾶλλον ἐνυπάρχοντα καταθρήσαι τις ἄν, καὶ δοκεῖ μὲν εἶναί τι καθ' ἑαυτὰ καὶ λέγεσθαι, φύσιν δὲ τὴν τοῦ λαχόντος ὡς ἰδίαν ἔχει. Οὐ γὰρ αὐτό τι καθ' ἑαυτὸ καὶ ἐνυποστάτως ὑπάρχον τὸ γεννητὸν καὶ ἀγέννητον, μόνην ἡμῖν τὴν τοῦ γεγεννῆσθαι δήλωσιν, ἢ γοῦν τοῦ μὴ γεγεννῆσθαι τυχόν, εἰσφέροντα. {Β.} Εὖ λέγεις.
For it seemed, I think, and quite rightly so, to those renowned men who became stewards of the mysteries of our Savior—men of good will and most approved—that "unbegotten" is in no way the essence of God the Father, but is only a word signifying to its hearers the fact of not having been begotten. This, indeed, we say is present in the account concerning the hypostasis of God the Father, but it is not itself directly the essence of God. For it is possible for those who wish to examine it to see that of all things that exist, or that exist only in suppositions of existing and are, so to speak, molded into the mere shape of existence, some are, as it were, in their own seats and have inherited existence in a hypostatic manner—that is, what they are—while others have no such place of their own but are rather displaced, not established in their own natures, but flitting about the essences of existing things, and by the fact that they can happen to this one or, say, to that one, they seem, so to speak, to be co-hypostatized with those that possess them, and they falsely claim another's nature as their own. {B.} How do you mean? {A.} Surely you remember that our argument labored on this point and demonstrated as well as possible that things ranked in the order of accidents, or simply counted among things that are present in something, are least of all observed to exist in themselves but rather in others, and they seem to be something in themselves and to be spoken of, yet they have the nature of the one that has received them as their own. For "begotten" and "unbegotten" are not themselves something existing in themselves and hypostatically, bringing to us only the indication of having been begotten, or perhaps of not having been begotten. {B.} You speak well.
{Α.} Καταλογιστέον δὴ οὖν τὴν ἀγεννησίαν, ὡς ἐνυπαρ χούσαν τῷ λόγῳ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός, καὶ αὐτῆς μέν, οὐκ αὐτὴν δὲ εἶναι θετέον. Ἀνασκόπει γὰρ ὧδε τὴν ἀτοπίαν, εἰ δοκεῖ. Εἰ γὰρ δὴ κατὰ τὸ ἀληθὲς οὐσίαν εἶναί φασι τὸ ἀγέννητον, μυρία δὲ ὅσα τῶν ὄντων ὑπάρχειν γεννητῶς, τί τὸ ἀπεῖργον ἔτι παρανοοῦντας εἰπεῖν μηδὲ ὑφεστάναι τῶν ὄντων τινά, καίτοι τὸ εἶναι λαχόντα γεννητῶς, εἴπερ ἕκαστον ἀποδραμεῖταί τε καὶ ἐξολισθήσειεν ἂν τοῦ εἶναι οὐσία, μὴ ὂν ἀγέννητον; {Β.} Ἐξολισθήσειεν ἄν, πῶς γὰρ οὔ; {Α.} Πῶς δὲ οὐχὶ κἀκεῖνο φράζειν αὐτοῖς τῶν ὅτι δὴ μάλιστα πρεπωδεστάτων; Εἰ γὰρ οὐσίαν τοῦ Θεοῦ καὶ Πατρὸς καταλογιοῦνται τὸ ἀγέννητον, ταύτην δὲ ὥσπερ ἰδίαν ἀπετέμετο φύσιν, τῶν ἄλλων εἰσάπαν ἀνῳκισμένην, ὑπερούσιος ὢν καὶ πάντων ἐπέκεινα Θεός, γεννητῶς εἶναι τὰ λοιπὰ διανοεῖσθαι χρὴ καὶ ἐν ἰδίᾳ τινὶ κεῖσθαι φύσει, οὐδὲν ἐχούσῃ κοινὸν φυσικῶς πρὸς ἐκείνην. Γεννητῷ γὰρ πρὸς ἀγέννητον, τίς ἂν γένοιτο καὶ ποῖος ὁ λόγος, τό γε ἧκον εἰς ποιότητα, δῆλον δὲ ὅτι τὴν κατ' οὐσίαν; Εἶτα τί φαῖεν ἂν οἱ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν κακῶν, τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια καὶ ἐν τῷ γεννήματι βλέποντες, τουτέστι τῷ Υἱῷ; Ζωὴ μὲν γὰρ καὶ φῶς καὶ Θεὸς ἀληθινὸς ὁ Πατήρ· ἀλλ' ἔστι ταῦτα καὶ ὁ Υἱός, οὐ μεθεκτῶς ἢ παρηλλαγμένως, ἀλλ' οὐσιωδῶς καὶ ἐν ἴσῳ τρόπῳ. Ἆρ' οὖν αἰσθάνῃ λοιπὸν ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἐξαίρετα οὐχὶ λόγῳ τε καὶ τρόπῳ τῷ τῆς ἀγεννησίας πρέποι ἂν μᾶλλον, ἵνα μὴ καὶ ἑτέρων εἶναι φῶμεν, ἃ δίχα γεννήσεως ὄντα τε καὶ ὑφεστηκότα φαίνεται, ἁρμόσαι δ' ἂν μᾶλλον ὡς Θεῷ τῷ Πατρί;
{A.} So then, "unbegottenness" must be reckoned as existing in the account of the hypostasis of God the Father, and it must be posited as belonging to it, but not as being it. For consider the absurdity here, if you please. For if in truth they say that "unbegotten" is essence, and countless things among existing things exist as generated, what prevents them, still thinking perversely, from saying that some of existing things do not even subsist, although they have obtained being as generated, if indeed each one would flee and slip away from being essence, not being unbegotten? {B.} It would slip away—how could it not? {A.} And how is it not also most fitting for them to say that? For if they reckon "unbegotten" as the essence of God the Father, and he has set this apart as, so to speak, his own nature, wholly removed from others—being God beyond essence and beyond all things—then one must think that the rest exist as generated and lie in some nature of their own, having nothing in common by nature with that one. For between the generated and the unbegotten, what account and of what sort could there be—at least as regards quality, and clearly that which is according to essence? Then what would those who are ready for any evil whatsoever say, seeing the things proper to God the Father also in the offspring, that is, in the Son? For the Father is life and light and true God; but these are also the Son—not by participation or in an altered way, but essentially and in equal manner. Do you then perceive at last that the proper and exceptional attributes of the Godhead would not befit rather by the account and mode of unbegottenness—lest we say that they belong also to others, which are seen to be and to subsist without generation—but would fit rather as God the Father?
Ὧδε γὰρ ἂν διήκοι λοιπὸν ὡς εἰς Υἱόν τε καὶ ἐξ αὐτοῦ, φύσεως οἶμαι νόμῳ, τὸ ἐν οὐσίᾳ ταὐτόν. Ἔστι τοίνυν οὐσία μὲν ἥκιστά γε τοῦ Θεοῦ τὸ ἀγέννητον, σημαντικὸν δέ, ὡς ἔφην, τοῦ μὴ γεγεννῆσθαι μόνον τὸν Πατέρα, καὶ οὐχ ὑφεστηκὸς ἰδικῶς. {Β.} Ὀρθῶς ἔχει. Φαῖεν δ' ἂν ἴσως οἱ δι' ἐναντίας· Εἰ γεννητῶς ὄντα τὸν Υἱὸν
ἐν ταὐτότητί τε καὶ ὁμοούσιον εἶναι φῂς τῷ Θεῷ καὶ Πατρί, οὐκ ὀκνήσεις ἔτι, κατά γε τὸ εἰκός, ὅτι καὶ ἀεὶ συνυπάρχει νοεῖν, καὶ οὐ δίχα πάθους καὶ ἀπορροῆς, τῆς ἐκ τοῦ τεκεῖν λεγομένου γεγέννηται, καίτοι παντὸς ἡμᾶς ἀναπείθοντος λογισμοῦ τό τινος αἴτιον προϋπάρχειν ἡγεῖσθαι τοῦ αἰτιατοῦ καὶ ὡς ἅπαν τὸ γεννώ μενον κατασίνεταί πως τὴν τοῦ τεκόντος φύσιν· πρόεισι γὰρ ὡς μέρος. Παρείσθω δὴ οὖν ἡ φύσει τε καὶ ἀληθείᾳ γέννησις, πάντη τε καὶ πάντως τὸ χρῆναι παθεῖν τὴν ἀπορροὴν εἰσκομίζουσα τὴν τοῦ παθεῖν ἀνωτάτω καὶ ἀλώβητον φύσιν. {Α.} Εἶτα οὐχὶ τοῦτό ἐστιν ἐναργῶς ὅπερ ἔφην; Οἷς γὰρ ἂν ποιοῖντο λόγοις τὸ ὅτι ἂν βούλωνται νοεῖν καθάπερ τινὰ βαφὴν ἐπιχρωματίζοντες, εἰς ἑτεροίας αὐτοὺς μεθιστᾶσι μορφὰς καὶ πρὸς πᾶν ὁτιοῦν μετακλίνουσιν εὐπετῶς, τὸ οἶμαι δονάκων διενεγκεῖν οὐδὲν ἐν σμικρῷ κομιδῇ ποιούμενοι λόγῳ, καίτοι χρῆν δήπου καὶ διαπεπῆχθαι φιλεῖν, καὶ τὸ τοῖς νηπίοις ἐξομοιοῦσθαι δεῖν ὡς ἀχρεῖον ἀπορρίπτειν καὶ τῶν ὅτι μάλιστα κεκιβδηλευμένων. Ἐκεῖνά τε γάρ, νοῦ καὶ φρενὸς τῆς ἀρίστης ἔτι τητώμενα, πρὸς πᾶν τὸ κινοῦν ἀπερινοήτως ἴεται· οἱ δὲ τὸ ἧκον εἰς νοῦν ἀβασανίστως ἁρπάζουσι, πάντα τε σαθρὸν καὶ ἄναλκιν ἐκτετιμήκασι λόγον·
For in this way there would remain, as it were, to the Son and from him, by the law of nature, I think, the same in essence. Therefore, unbegottenness is by no means the essence of God, but it is significant, as I said, only of the Father's not having been begotten, and it does not subsist individually. {B.} That is correct. But those who hold the opposite view might say: If you say that the Son, being begotten, is in identity and of the same essence as God and the Father, you will no longer hesitate, in all likelihood, to think that he also always coexists, and that he has been begotten not without passion and outflow, as the term "begetting" is used, although every reasoning persuades us to consider that the cause of something pre-exists the thing caused, and that everything begotten is in some way stained by the nature of the begetter; for it comes forth as a part. Let the generation by nature and in truth be set aside, since it entirely and in every way introduces the necessity of suffering the outflow, which is most foreign and inviolate to the nature that suffers. {A.} Then is this not clearly what I said? For by whatever arguments they color over, as it were with a dye, what they wish to think, they shift them into different forms and incline them easily toward anything at all, making, I think, no small account of differing from reeds, although surely one ought also to love to be fixed firm, and to reject being likened to infants as useless and of the most counterfeit sort. For those things, still lacking mind and the best understanding, rush without forethought toward everything that moves them; but these men snatch up whatever comes to mind without examination, and they have honored every rotten and feeble argument.
ἀνδραποδῶδες δὲ οἶμαι τουτί, καὶ νοῦ τὸ ῥέγχειν ἠρρωστηκότος. Ἡμῖν δὲ ὁ Παῦλος· "Ἀδελφοί, φησί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπίαζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε." Τὸ γάρ τοι φρονεῖν μὲν ἧττον ἢ χρῆν, μεῖον δὲ ἤπερ ἦν εἰκὸς τῆς ἀληθοῦς ἐφικέσθαι γνώσεως, καίτοι τελοῦντας εἰς ἄνδρας, οὐκ ἐφήβους ἔτι καὶ ὀλιγογνώμονας, ἥκοντας δὲ ἤδη πρὸς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἁγιοπρεπὲς μὲν οὔ τί που· δυσαπότριπτον δὲ ὅτι προσοίσει τὸ βλάβος οἷσπερ ἂν ὅλως ἐνιζήσειεν οὐκ ἀμφίβολον. {Β.} Οὐχ ἑτέρως ἂν ἔχοι, λέγεις γὰρ ὀρθῶς. {Α.} Βούλει δὴ οὖν ταυτὶ μὲν ἐν τούτοις ὅπωσπερ ἂν εἶεν ὧδε μὲν ἔχειν ἐῶμεν, ἴωμεν δὲ αὖ ταῖς ἐκείνων ἀθυρο γλωττίαις ἀντεκκομίσοντες τὴν ἀλήθειαν; {Β.} Καὶ μάλα. Τοῦτο γάρ που καὶ ἄμεινον. {Α.} Τὸ αἴτιον τοίνυν καὶ τὸ αἰτιατόν, οὐκ οἶδ' ὅθεν ἡμῖν ἑλόντες τε καὶ ὀνομάζοντες· οὐ γάρ που παρά γε τῆς θείας ἐροῦσι Γραφῆς· τί δὴ ἄρα καὶ φρονεῖν ἐγνώκασι; {Β.} Καὶ μὴν ἀρτίως ἐπύθου λέγοντος ὡς ἀεί πώς ἐστιν ἐν πρεσβυτέρᾳ νοήσει τε καὶ ὑπάρξει τὸ αἴτιον τοῦ αἰτιατοῦ· καὶ ὅτι τὸ γεννῶν οὐκ ἂν δίχα πάθους καὶ ἀπορροῆς δια γεννήσει ποτέ. Καὶ ταυτὶ παραφέροντες, ἐν ἐλάττοσι μὲν ἢ ἐν οἷς ὁ Πατὴρ ἀπεφαίνοντο τὸν Υἱόν, ἠξίουν δὲ εἶναι δεύτερον καὶ οἱονεί πως ὀψιγενῆ, καὶ τάχα που καὶ αὐτὴν οὐκ ἀληθῆ τὴν γέννησιν ἀνοσίως ἐπιφημίζοντες, καὶ τὸ ἐκ τῆς οὐσίας συκοφαντοῦσι γνήσιον. {Α.} Ἀγορευόντων δὴ οὖν ἐρομένοις ἐκεῖνο· αἴτιον τοῦ εἶναι πεπιστεύκασι τῷ Υἱῷ τὸν Πατέρα·
But this, I think, is slavish, and the snoring of a mind that is sick. But Paul says to us: "Brothers," he says, "do not become children in your minds, but be infants in evil, and in your minds become perfect." For to think less than one ought, and to fall short of what was fitting for attaining the true knowledge—even though we have come to full manhood, no longer youths and of little understanding, but have already come to the measure of the stature of the fullness of Christ—is in no way befitting holiness; and that the harm will be hard to wipe away from whatever it has once fastened upon is not doubtful. {B.} It could not be otherwise; for you speak correctly. {A.} Do you wish, then, that we let these things remain here just as they are, and go on to bring the truth out against their babbling tongues? {B.} Very much so. For this, I think, is also better. {A.} The cause, then, and the caused—I do not know from where they took and named them; for surely they will not say it is from the divine Scripture. What, then, have they decided to think? {B.} But just now you heard him saying that the cause is always, in some way, in elder thought and existence than the caused; and that the begetter will never beget without passion and outflow. And bringing these things forward, they declared the Son to be less than the Father, and claimed that he was second and, as it were, somehow late-born, and perhaps they sacrilegiously ascribe even the generation itself as not true, and they falsely misrepresent what is genuine from the essence. {A.} Since they assert this, then, let us ask them this: do they believe the Father is the cause of the Son's being?
πότερα τὴν τοῦ ποιητοῦ τάξιν ἐπέχοντα καὶ πρὸς τὸ εἶναι διακομίσαντα δημιουργικῶς ἐν ἴσῳ τοῖς κτίσμασιν, ἤγουν ὧδε μὲν οὐχί, συνεροῦσι δὲ ὅτι κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον ἐξ ἰδίας ἡμῖν οὐσίας προϊέντα τὸ γεννώμενον; {Β.} Ὡς Πατέρα φασίν, ἤτοι δημιουργόν. Ἁπλοῦς γὰρ ὑπάρχων τὴν οὐσίαν ὁ ἀνωτάτω Θεός, ὡς ἂν νοοῖτο κτίζειν, οὕτω καὶ γεννᾶν. Τὸ γάρ τοι τῆς ἐνεργείας οὐ ταὐτοειδὲς συνθήσει που πάντως ἁπλοῦν ὄντα, φησίν. {Α.} Καὶ μὴν τοῦτό γέ ἐστιν ἄνω τε καὶ κάτω διακυκῆσαι τὸ πᾶν, καὶ τὴν τῶν πραγμάτων εὐδιάκριτον φύσιν ἀσυνθέτως κομιδῇ φύρδην ἀναχέαι, καὶ ἃ τῆς ἀλλήλων ποιότητος μακρός τε καὶ ἀκριβὴς ἀπονοσφίζει λόγος, ποταμίοις ἐν ἴσῳ νάμασιν εἰς μισγάγκειαν ἐνεγκεῖν· ἔφη γὰρ οὕτω τις τῶν παρ' Ἕλλησι σοφῶν. Ἕτερον γάρ, οἶμαι, τὸ κτίζειν παρὰ τὸ γεννᾶν ἅπας τις οὖν ἡμῖν ἀποφανεῖ λόγος. Οἶμαι δὲ δεῖν μὴ τὸ ἁπλοῦν ἀλόγως προσνέμοντας τῷ Πατρί, πρὸς ἐκτόπους ἐννοίας ὀρθῶς ἔχοντά τε καὶ ἐν καλῷ δόξης ἐρηρεισμένον τὸν ἐπ' αὐτῷ κατασείειν λόγον. Εἰ γὰρ ὡς κτίσει καὶ τέξεται, καὶ ταὐτὸν ἄμφω νοεῖται, διιστάντος οὐδενὸς εἰς διαφορὰν καὶ τὸ ἑτεροίως ἔχειν, καταδείσαιμ' ἂν οὐδαμῶς ἐκεῖνο εἰπεῖν ὡς ὧνπερ ἂν εἴη δημιουργός, τούτων ἔσται δήπου καὶ πατήρ, καὶ πᾶν τὸ πεποιημένον νοοῖτ' ἂν αὐτοῦ καὶ γέννημα. Τὰ δὲ ὁπόσα τέ ἐστι καὶ ἐν ὁπόσοις εἴδεσι καὶ διαφοραῖς φράσαι
Do they hold the rank of the Maker and, in a creative manner, bring things into being equally with the creatures—that is, not in this way here, but they will agree that, at least according to the true manner of generation, he brings forth the begotten from his own essence for us? {B.} They say, as Father—that is, as Creator. For God Most High, being simple in essence, would both create and beget in the same way as he might be conceived to do. For the non-uniformity of his activity will surely not compose him, since he is altogether simple, he says. {A.} And yet this is precisely to whirl everything up and down, and to pour together in utter confusion, without composition, the easily distinguishable nature of things, and to bring into a single confluence, like river streams, those things which a long and precise account separates from each other's quality; for thus said one of the wise among the Greeks. For creating is, I think, one thing, and begetting another—any account whatsoever will show us this. But I think we must not irrationally assign simplicity to the Father and thereby rightly shake the argument concerning him toward absurd notions, though it is well grounded in the beauty of opinion. For if he will both create and beget, and both are understood as the same, with nothing separating them into a difference and into being otherwise, I would in no way fear to say that of whatever things he is the Creator, of these he will surely also be Father, and everything made would be understood as his offspring too. But as for all things, both what they are and in how many forms and differences—to tell
μὲν οὐ ῥᾴδιον, πάρα δ' οὖν ὅμως τοῖς ἐθέλουσιν ἀναμετρεῖν. Οὐδὲν γάρ ἐστι τῶν ὄντων ὃ τὸν τοῦ πεποιῆσθαι διελάσει λόγον. Τελεῖ δὲ ὅτι πάντη τε καὶ πάντως ἔν γε τοῖς οὖσι καὶ τὰ ἐν ἐσχάτοις καὶ κατερριμμένα, τίς ὁ καταρνούμενος; Ἁπάντων οὖν ἔσται, καὶ εἰ τῇδε ἔχοι τινά, πατὴρ ὁ Θεός. {Β.} Καὶ πῶς ἀτοπίας οὐ σφόδρα μεστὸς ὁ λόγος; {Α.} Δυσσεβείας μὲν οὖν τῆς ἐσχάτης ἐπέκεινα θεῖν φαίης ἂν μᾶλλον, εἰ τὰ εἰκότα λέγεις. Εἰ γάρ, ὡς οἴονται, παρὰ τῷ Θεῷ καὶ Πατρὶ τό τε κτίζειν καὶ τὸ γεννᾶν ἀδιάκριτον ἀληθῶς καὶ οὐχ ἑτεροίως ἔχον, διὰ τὸ ἁπλοῦν ἐν οὐσίᾳ, πρῶτον μὲν εἰκαιόμυθον τὴν ἁγίαν ἡμῖν ἀποφαίνουσι Γραφήν, μονογενῆ τὸν Υἱὸν ὀνομάζουσαν, τόν, εἴπερ ἐστὶν ἀληθὲς ὃ δή φασιν οἱ δι' ἐναντίας, ἐν πολλοῖς ἀδελφοῖς, μᾶλλον δὲ πᾶσιν ὁμοῦ τοῖς εἶναι πεπιστευμένοις, ἢ γεννη θέντα τυχόν, ἤγουν ἐνεργείᾳ δημιουργικῇ παρενεχθέντα πρὸς ὕπαρξιν. Δοκεῖ γὰρ ἐκείνοις ἄμφω τε εἶναι ταὐτὸν καὶ οὐχ ἑτεροίως ἔχειν. Εἴη δ' ἂν καὶ αὐτὸς ἁμαρτοεπής, ὡς ἔοικεν, ὁ μέγας ἡμῖν μυσταγωγὸς Ἰωάννης, οἷά τι τῶν ἀπορρήτων ἐξενεγκὼν τὸ μονογενὴς ἐφ' Υἱοῦ· ὃν καὶ "ἐν κόλποις" εἶναί φησι τοῦ Θεοῦ καὶ Πατρός, οὐ διεψευσμένον, οἶμαι, τὸν ἐπ' αὐτῷ τόκον καὶ διὰ τούτου δεικνύς· διελάσοι δ' ἂν ἡμῖν εἰς θράσους ἤδη τουτί, καίτοι σοφὸς ὢν ὁ λόγος, ὡς ἐπιθρῴσκειν ἀποτολμᾶν καὶ αὐτῷ τῷ Υἱῷ. Φαίην γὰρ ἂν ὅτι τὰς τῶν Ἰουδαίων ἀκρίτους ὁρμὰς καίτοι παρὸν ἀποσείεσθαι, καὶ μάλα ῥᾳδίως, αὐτὸς ἐφ' ἑαυτῷ παρα θήγων ἁλώσεται. Τί γὰρ μὴ μᾶλλον ἔφασκεν·
It is not easy, but it is nevertheless available to those who wish to measure it out. For there is nothing among existing things that escapes the account of having been made. And that he completes it in every way and altogether among existing things—even those in the last places and cast down—who denies it? Therefore God the Father will be father of all things, even if in this way it has certain things. {B.} And how is this account not thoroughly full of absurdity? {A.} You would say rather that it runs beyond even the utmost impiety, if you speak what is fitting. For if, as they think, with God the Father both creating and begetting are truly indistinguishable and not otherwise, because of the simplicity in his essence, first they show our Holy Scripture to be idle myth, calling the Son only-begotten—who, if indeed what those of the opposite party say is true, is among many brothers, or rather among all things believed to exist, either perhaps having been begotten, or brought into existence by creative activity. For it seems to them that both are the same and not otherwise. And the great mystic John himself would also be, as it seems, a sinner in speech, as though bringing forth something of the ineffable mysteries—the "only-begotten" applied to the Son; whom he also says is "in the bosom" of God the Father, showing, I think, that the generation concerning him is not false, and through this. But this would slip through for us into boldness already—although the account is wise—so as to dare to rush even against the Son himself. For I would say that, although it is possible to shake off the rash impulses of the Jews, and very easily, he himself, sharpening them against himself, will be caught. For why did he not rather say—
Ἐγώ εἰμι τὸ κτίσμα καὶ ποίημα τοῦ Θεοῦ, Πατέρα δὲ ἴδιον ὠνόμαζε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ; Τί δὲ ἔδει μᾶλλον ἐπιφωνεῖν ἐν συναγωγαῖς· "Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται," καὶ μὴ ὅπερ ἦν εἰκὸς καὶ λίαν εὐκόλως κατευνάσαι δύνασθαι τῶν ἀκροωμένων τὸν ἀτίθασσον φθόνον· Ὁ πιστεύων εἰς τὸ κτίσμα οὐ κρίνεται; Οἶμαι γὰρ ἄν, εἰ ταυτὶ διακεκραγότος διεπύθετό τις, οὐκ ἂν οἴεσθαι φορτικόν, οὐδὲ ἐθελῆσαι καταλεύειν αὐτόν, καὶ μέχρις ὀφρύος τοῦ ὄρους ἀποκομίζοντας, κρημνοῖς ἐνιέναι παραλόγοις ἐπιχειρεῖν. Τί δὲ δὴ καὶ ἔδρων οἱ σοφώτατοι μαθηταί, δόξαν ἔχοντες ἐπ' αὐτῷ τὴν Υἱοῦ που πάντως καὶ οὐχὶ τὴν κτίσματος; Ἐπειδὴ γὰρ ἐπ' ἄκρῳ κύματι βαίνων, καὶ τὴν ὑγράν τε καὶ εὐδιάχυτον τῶν ὑδάτων φύσιν ἀφράστῳ δυνάμει τοῖς ἰδίοις ὑποστορέσας ποσί, τὸ πλατὺ διέθει πέλαγος, ἀσύνηθες μὲν τοῖς ἁγίοις ἀποστόλοις ἐδίδου τὸ θαῦμα, συνεισήλατο δὲ μόλις ἑκὼν καὶ ὁλκαδίῳ διέπλει, καίτοι καὶ ῥᾷστα μετόν, εἴπερ ἕλοιτο κατορθοῦν, τὸ καὶ αὐτοῖς ἐποχεῖσθαι κύμασι. Κατατεθηπότες δὲ ἤδη καὶ τὴν ἄμαχον ἐξουσίαν ἀναλογισάμενοι, προσεκύνουν λέγοντες· "Ἀληθῶς Θεοῦ Υἱὸς εἶ." Ἆρ' οὖν οὐχὶ καὶ ἐνώμοτον ὡδὶ τὸ χρῆμα ποιούμενοι, εἶναί τε Υἱὸν ἀληθῶς διειπόντες Θεοῦ, διαβεβλήσονται μὲν εἰκότως ὡς ψευδοεπεῖς, διημαρτηκότες δὲ τἀληθοῦς ἁλώσονταί τε καὶ ἐλεγχθήσονται; Εἰ γάρ ἐστιν οὐχ Υἱός, ἐκ τῆς τοῦ γεννήσαντος οὐσίας ἀναφύς, ποίημα δὲ μᾶλλον, τῇ τῆς υἱότητος δόξῃ κατακεχρωσμένος καὶ ἐν ψιλαῖς εὐφημίαις τὴν ἐπωνυμίαν λαχών, τί μαθόντες προσεκύνουν; Τί δὲ Υἱὸν ὠνόμαζον οἱ μυσταγωγοὶ καὶ τῆς ἀληθείας κήρυκες;
I am a creature and work of God"—but he called God his own Father, making himself equal to God? What then should he have cried out more in the synagogues: "The one who believes in the Son is not judged," and not rather what was fitting and very easily able to calm the untamed envy of the hearers: "The one who believes in the creature is not judged"? For I think that if anyone had inquired after he had shouted these things, he would not have thought it boorish, nor would he have wished to stone him, and to carry him as far as the brow of the hill and attempt to cast him down the absurd cliffs. But what were the most wise disciples doing, who held a reputation concerning him surely of a Son and not of a creature? For when he walked upon the crest of the wave, and by ineffable power spread the wet and easily diffused nature of the waters beneath his own feet, he traversed the wide sea, giving the holy apostles an unaccustomed wonder, and he barely sailed along, willingly accompanying in a small boat, although it was very easy for him, if he had chosen to accomplish it, to ride upon the waves with them as well. And now, marveling and reckoning up his invincible authority, they worshipped, saying: "Truly you are the Son of God." So then, making the matter as it were under oath in this way, and declaring that he is truly the Son of God, will they be slandered as speaking falsely, and having missed the truth will they be caught and convicted? For if he is not a Son, sprung from the substance of the one who begot him, but rather a work, colored over with the reputation of sonship and having received the title in mere eulogies, what did they learn that made them worship? And why did the initiators and heralds of the truth call him Son?
{Β.} Ὡς ἄριστα ἡμῖν ὁ λόγος ἔχει. {Α.} Ὁ δὲ δὴ θεῖός τε καὶ ἱερώτατος Παῦλος, καίτοι "σκεῦος ἐκλογῆς" ὠνομασμένος παρὰ Θεοῦ, καὶ τεταγμένος ἱερουργὸς εἰς τὰ ἔθνη καὶ ταμίας ἀκριβὴς τῶν τοῦ Σωτῆρος ἡμῶν μυστηρίων, τί ἂν βούλοιτο δηλοῦν ὅταν ἥκει βοῶν περί τε αὐτοῦ τοῦ Υἱοῦ καὶ τῶν ἁγίων ἀγγέλων· "Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα; Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέ λων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ πάλιν· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;" Καὶ πάλιν· "Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς
λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας;" Πῶς γὰρ ἂν ὅλως νοοῖτο πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων τῆς ἀρρήτου δόξης ὁ χαρακτήρ, καὶ μὴν καὶ ἀπαύγασμα τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, εἰ τὴν τοῦ γεγεννῆσθαι δύναμιν οὐκ ἐν πράγματος ἀληθείᾳ διακεκτήσεται, ψιλαῖς δὲ καὶ μόναις καταχρυσοῦται φωναῖς, ἑτεροίως ἔχων κατὰ τὴν φύσιν καὶ συντεταγμένος τοῖς κτίσμασιν;
{B.} The argument stands with us most excellently. {A.} But what would the divine and most sacred Paul wish to make clear—though he was called by God a "vessel of election," and was appointed a priest for the nations and an exact steward of the mysteries of our Savior—when he comes crying out concerning the Son himself and the holy angels: "Who being the brightness of his glory and the express image of his substance, and upholding all things by the word of his power, having made purification of sins, sat down at the right hand of the Majesty on high, having become so much better than the angels as he has inherited a more excellent name than they? For to which of the angels did he ever say: You are my Son, today I have begotten you; and again: Sit at my right hand until I make your enemies a footstool for your feet? Are they not all ministering spirits, sent forth for service for the sake of those who are to inherit salvation?" And again: "For if the word spoken through angels
became firm, and every transgression and disobedience received a just recompense, how shall we escape, having neglected so great a salvation?" For how would the express image of the ineffable glory be understood at all, both by us ourselves and by the holy angels—indeed, how would the Son be the brightness of the substance of God and the Father—if he does not possess the power of being begotten in the truth of the matter, but is merely gilded over with bare and empty sounds, being otherwise in nature and ranked among created things?
Οὐδὲν γάρ, ὡς ἔοικε, τὸ ἀπεῖργον ἔτι καὶ αὐτὸν ἐν κτίσμασι τελεῖν τὸν Πατέρα, χρῆναί τε νοεῖσθαι γενητόν, εἴπερ αὐτοῦ καὶ χαρακτὴρ καὶ ἀπαύγασμα γενητὸς ὑπάρχων ἐστὶν ὁ Υἱός. Ὄνομα δὲ πῶς διαφορώτερον ἔτι κεκληρονόμηκε παρὰ τοὺς ἀγγέλους; Εἰ γὰρ ἐν ἴσῳ τοῦ κτίζειν παρὰ Θεῷ τὸ γεννᾶν, δῆλον ἂν εἴη δήπουθεν ὡς τὸ ἐν Υἱοῦ τάξει λελογισμένον ἀδιακρίτως ἔσται καὶ ποίημα, καὶ τὸ ἐν κτίσμασιν ἀληθῶς κατηριθμημένον οὐδὲν ἧττόν ἐστι καὶ γέννημα. Τί οὖν ἔτι διαμέλλει Θεὸς εἴς γε τὸ χρῆναι τυχὸν καὶ ἑκάστῳ τῶν ἁγίων ἀγγέλων εἰπεῖν· "Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε;" Ὃ γὰρ ἔχουσιν ἑλόντες οἴκοθέν τε καὶ οὐσιωδῶς, τί μὴ νέμων ὁρᾶται, μᾶλλον δὲ –θερμότερον γὰρ εἰρήσεται–τί παραιρεῖται καὶ ἀδικεῖ τοὺς ἤδη λαχόντας τὴν τῆς γεννήσεως δόξαν καὶ τὸ ἐν υἱοῦ τετάχθαι λόγῳ; Διοίσει γὰρ ὅλως οὐδέν, ἐπείπερ ἁπλοῦς ὁ Θεός, τὸ γεννᾶν τοῦ κτίζειν παρ' αὐτῷ, κατά γε τὸν ἐκείνων ἠλίθιον νοῦν· ἀναχεῖται δὲ ἄμφω πρὸς ἕν τι τὸ δηλούμενον, καὶ τὴν εἰς ταὐτότητα δέχεται συνδρομήν. {Β.} Ναί· δοκεῖ γὰρ ὧδέ πῃ νοεῖν τε καὶ φράζειν αὐτοῖς. {Α.} Ἀλλ' οὐχ ὧδε ἔχειν ἐροῦμεν ἡμεῖς· πολλοῦ γε καὶ δεῖ. Πλείστη γὰρ ὅση τοῖν τε ὀνομάτοιν ἡμῖν καὶ αὐτοῦ τοῦ χρήματος ἡ διαφορά. Ἀπόκριναι δέ, εἴ σοι δοκεῖ, φιλοπευστοῦντί μοι. {Β.} Πύθου δῆτα. {Α.} Ὁ τῶν θείων ἡμῶν μυσταγωγῶν ἄριστός τε καὶ ὑπέρτατος Ἰωάννης ἀναγέγραφε περὶ τοῦ Υἱοῦ· "Εἰς τὰ ἴδια ἦλθε καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον·
For nothing, it seems, any longer prevents even the Father from being reckoned among created things, and it must be thought that he is a thing made, if indeed the Son, who is his express image and radiance, is a thing made. And how has he inherited a name more excellent than the angels? For if begetting is on equal terms with creating in God's case, it would surely be clear that what is reckoned in the rank of Son will indiscriminately be a thing made as well, and what is truly numbered among created things is no less a begotten offspring. Why, then, does God still delay in the matter of needing, perhaps, to say even to each of the holy angels: "You are my Son, today I have begotten you"? For what they possess by taking it from their own nature and essentially, why is he seen not to grant it—or rather, to speak more boldly, why does he take it away and do them wrong who have already obtained the glory of begetting and the being placed in the rank of son? For there will be no difference at all, since God is simple, between begetting and creating in his case, according to their foolish understanding; but both are poured out toward one single meaning, and admit a convergence into sameness. {B.} Yes; for it seems that this is somehow how they think and speak. {A.} But we shall say that it is not so—far from it. For the difference between the two names, and of the matter itself, is as great as can be. But answer me, if you please, since I am eager to ask. {B.} Ask, then. {A.} John, the best and highest of our divine mystagogues, has written concerning the Son: "He came to his own, and his own did not receive him.
ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι." Ἆρ' οὖν τοῖς οὐκ ἔχουσι τὸ ἐν υἱοῦ κεῖσθαι δόξῃ δεδωρῆσθαι φήσομεν τῆς υἱοθεσίας τὴν χάριν, ἢ τοῖς ἥκιστα δεομένοις τοῦ λαβεῖν, οἴκοθέν τε καὶ οὐσιωδῶς πεπλουτηκόσιν αὐτό, καὶ εἰ μὴ ὑπό του δέχοιντο τυχόν; {Β.} Τοῖς οὐκ ἔχουσι. Τοῦτο γὰρ οἶμαι καὶ ἀληθές. {Α.} Εἶτα τίς ἔν γε τοῖς οὖσιν ὅλως οὐκ ἔχων ἁλώσεται, εἴπερ οὐδὲν ἡ γέννησις παρὰ τὸ ἐκτίσθαι ἐστί, μᾶλλον δέ, εἴπερ ἓν ἄμφω καὶ ταὐτόν, διϊστάντος ὅλως πρὸς ἑτερότητα μηδενός; Γεγεννῆσθαι γὰρ δώσομεν πᾶν ὅπερ ἔστι, κἂν εἰ παρήχθη πρὸς γένεσιν. {Β.} Ἆρ' οὖν ἐξ αὐτῆς ἡμᾶς τῆς ἰδίας φύσεως γεγέννηκεν ὁ Πατήρ; {Α.} Οὐ γεγέννηκε μὲν ἡμᾶς ἐξ ἰδίας φύσεως ὁ Θεὸς καὶ Πατήρ· πλὴν οὐχ ὅπερ ἂν φαίνοιτο νοσοῦν ἑφ' ἠμῶν τὸ ἀπρεπὲς καὶ ἀμήχανον τοῦτο δὴ πάντως ἀντιτάξεται κατὰ τὸν ἴσον λόγον καὶ τῷ κατὰ φύσιν Υἱῷ. Ἐκτίσμεθα μὲν γὰρ ὁμολογουμένως ἡμεῖς· ὁ δὲ τῆς οὐσίας ἐξέφυ τοῦ Θεοῦ καὶ Πατρός, πρὸς ὃν καὶ ἡμεῖς διαμορφούμεθα καὶ ἐν γεννήσεως τάξει τὴν ἐξ ἡμερότητος δεχόμενοι χάριν, ἐν υἱοῖς τετάγμεθα Θεοῦ, θύραθεν μὲν καὶ εἰσποιητὸν κομιζόμενοι τὸ ἀξίωμα, θετοὶ δὲ υἱοί, διαπεπλασμένοι πρὸς ἀληθινὸν καὶ εἰσκεκλημένοι πρὸς δόξαν τὴν τοῦ κατὰ φύσιν. Θετοὶ δὲ ὅλως οὐκ ἂν εἶεν υἱοὶ μὴ τοῦ κατὰ φύσιν προϋφεστηκότος καὶ τῆς ἀληθοῦς γεννήσεως τῆς ἐσύστερον εἰκόνος προϋποφαινούσης ἐν ἑαυτῇ τὸ ἀρχέτυπον.
But to as many as received him, he gave the right to become children of God.” Shall we then say that the grace of adoption was given to those who do not have the dignity of being in the position of a son, or to those who least need to receive it, having it richly from themselves and by nature, even if perhaps they do not receive it from anyone? {B.} To those who do not have it. For I think this too is true. {A.} Then who among all existing things will be found wholly without it, if indeed generation is nothing other than being created—or rather, if both are one and the same, with nothing at all separating them into otherness? For we will grant that everything that exists has been generated, even if it was brought into being for generation. {B.} Did the Father then generate us from his own nature? {A.} God and Father did not generate us from his own nature; yet this unseemly and impossible thing, whatever it might appear to be, ailing in our case, will by no means be set in opposition, by the same reasoning, to the Son who is Son by nature. For we, by common confession, were created; but he sprang from the essence of God and Father, to whom we too are conformed and, receiving the grace that comes from kindness in the order of generation, are ranked among the sons of God, receiving the dignity from outside and by adoption, being adopted sons, molded toward the true Son and called in to the glory of him who is Son by nature. But they would not be adopted sons at all unless the Son by nature existed beforehand, and unless the true generation of the image that comes afterward had first displayed the archetype in itself.
Εἴπερ οὖν οὐ τέτοκεν ἀληθῶς ὁ Πατήρ, διά γε τοῦτο παρ' αὐτῷ τὸ γεννᾶν τῷ κτίζειν οὐχ ἕτερον, οἴχεται μὲν ἡμῖν ἐκποδὼν ὁ ἐφ' Υἱῷ λόγος, ἄγονος δὲ καὶ ἡ τοῦ Πατρὸς καταφωρᾶται φύσις. Φρούδη δὲ ὥσπερ καὶ ἡ τῶν τὴν πίστιν παραδεδεγμένων ἐλπίς. Ποῦ γὰρ ὅλως υἱότης ἔτι; Ποῦ δὲ τὸ ἐντεῦθεν ἀξίωμα, πρὸς τὸ ἀμεινόνως ἔχειν ἀνακομίζειν δυνάμενον τὸ ἐν κτίσμασι τελοῦν, εἴπερ ἐν ἴσῳ λόγῳ τε καὶ μέτρῳ τῷ τεχθέντι τὸ ποιηθέν, συνθεούσης κατ' ἐκείνους εἰς ἕν τι τὸ χρῆμα κτίσεώς τε καὶ γεννήσεως; Ἆρ' οὖν οὐχὶ λῆρόν τε εἶναι ταυτὶ καὶ τῶν ἄγαν αἰσχρῶν φαίη τις ἂν αἰσχίονα; {Β.} Κομιδῇ μὲν οὖν. {Α.} Εἰ δὲ δὴ καὶ σύνεδρος εἶναι λέγοιτο καὶ ἔστιν ἀληθῶς ὁ Υἱὸς τῷ Πατρί, τῆς
ἐν ἀληθείᾳ γεννήσεως οὐκ εἰσκομιζούσης αὐτῷ τὸ δεῖν πάντη τε καὶ πάντως τῇ τοῦ τεκόντος ἐναγλαΐζεσθαι φύσει διὰ τῆς εἰσάπαν ὁμοιότητός τε καὶ ἰσότητος, οὐκ ἀναφανδὸν ἤδη πως ἐροῦσι τὴν τῷ γενεσιουργῷ πρέπουσάν τε καὶ ἐνυπάρχουσαν δόξαν καὶ ἐπ' αὐτὴν ἤδη διήκειν τὴν τῶν γεννητῶν φύσιν καὶ ἀξίωμα τὸ δεσποτικὸν ἀνῆφθαι τὸ δοῦλον; Καὶ μὴν ὁ θεσπέσιος γράφει Παῦλος· "Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ," ἤ· "Κάθου ἐκ δεξιῶν μου;" Ἀνθ' ὅτου γὰρ δεῖν ᾠήθη Θεὸς τοὺς μὲν ἐν τῷ παρεστάναι τε καὶ λειτουργεῖν τὴν αὐτοῖς πρεπωδεστάτην ἀποκληρώσασθαι δόξαν, τὸν δὲ τοῖς ἀνωτάτω καὶ τοῖς τῆς θεότητος ἐναβρύνεσθαι θώκοις καὶ τὸν οὐδαμόθεν ἰσοφυᾶ σύνεδρόν τε καὶ ὁμόθρονον ἔχειν; Ῥοπή τις, ὡς ἔοικεν, ὑποδραμοῦσα καὶ θέλησις τὴν τοῦ Πατρὸς ἐξουσίαν τὸν μὲν ἐν ἐκείνοις ἐτίθει, τοὺς δὲ ἐν οἷς εἰσι, καίτοι μὴ κατεγνωσμένους.
If, then, the Father has not truly begotten, and for this reason begetting is not different from creating in him, the argument concerning the Son is gone from us, and the nature of the Father is convicted of being barren. And the hope of those who have received the faith is lost as well. For where is sonship at all any longer? And where is the dignity that comes from it, which is able to restore to a better state what is reckoned among created things, if the thing made is on equal terms and measure with the thing begotten, since according to them the matter of creation and generation runs together into one thing? Would one not say that these things are nonsense and more shameful than the most shameful things? {B.} Absolutely. {A.} But if the Son is said to be, and truly is, a assessor with the Father, since the generation in truth does not bring it in for him that he must in every way and altogether glory in the nature of the one who begot him through complete likeness and equality, will they not now in some way openly say that the glory befitting and inherent in the Creator has already reached even the nature of begotten things, and that the servant has kindled the master's dignity? And indeed the divine Paul writes: "For to which of the angels did he ever say, 'You are my Son,' or, 'Sit at my right hand'?" For why did God think it necessary that those who stand by and minister should receive the glory most fitting to them, while the other should exult in the highest thrones of divinity and have one of the same nature, an assessor and sharer of his throne, from nowhere? A certain impulse, as it seems, running in and a will, setting the Father's authority, placed the one among those, and the others in what they are, although they were not condemned.
Ἐπιψηφίζεται γὰρ τοῦτο αὐτοῖς τὸ ἀδιαβλήτως ἑστάναι καὶ τὸ σῴζειν δύνασθαι τὴν ἰδίαν ἀρχὴν ἄνω τε καὶ κάτω διαθεῖν λειτουργοῦντας Θεῷ. Ἠδίκησεν οὖν, κατὰ τὸ εἰκός, ὁ Θεὸς καὶ Πατήρ, μὴ οὐχὶ τῶν ἴσων ἀξιοῦσθαι καὶ αὐτοῖς ἐφείς; Ἀλλ' οὐχ ὧδε ἔχει ποθέν. Μὴ γὰρ ἔρημοι φρενὸς τῆς ἀρίστης ἡμεῖς κατ' ἐκείνους εἴημεν· πλεῖστον γὰρ ὅσον ἐστὶ τὸ μεσολαβοῦν καὶ διιστῶν ἀμέτρως τοῦ ποιηθέντος τὸ γεννηθέν. Καὶ ὁ μὲν ἔστιν Υἱός, καὶ ὡς τοῦτο ὑπάρχων ὁμόθρονος· οἱ δὲ παρεστᾶσι, κεκλημένοι πρὸς τὸ εἶναι δημιουργικῶς. Τί τοίνυν ἀνακιρνᾶσι τὰ ἄμικτα καὶ συνδεῖν ἐπιχειροῦσιν εἰς ταὐτότητα παρα λόγως τὰ τῆς ἀλλήλων ὁμοφυΐας ἐξεστηκότα τοσοῦτον ὅσον αὐτὴ τῶν πραγμάτων ἡ φύσις αὐτομάρτυς οὖσα διαβοήσειεν ἄν; Ἀλλ', ὡς ἔοικεν, ἱδρὼς ἐκείνοις καὶ σκοπὸς τὸ οὔ τί που διειδέναι φιλεῖν καὶ ἐπείγεσθαι τἀληθές, ἐντρυφᾶν δὲ ὥσπερ δυσσεβῶς ἐναθύροντας πολυπλόκοις εὑρεσιλογίαις καὶ ἀχαλίνοις ἀθυροστομίαις. 441 {Β.} Διαψεύδῃ μὲν οὐδαμῶς· σπουδάζεται γὰρ παρ' ἐκεί νοις τῶν ἀναγκαίων οὐδέν. Ἐρεῖν δ' οὖν ὅμως ἐκεῖνο ὑπολαμβάνω, πῶς ἂν τὸ ἁπλοῦν διαφόρους ἡμῖν ἐκτέκοι τὰς ἐνεργείας, καὶ γεννήσει μὲν ἑτεροίως ἢ ὡς ἂν ἐργάσαιτο τυχόν, ἐργάσεται δὲ οὐχ οὕτως ἢ ὥσπερ ἂν τέκοι, καὶ τὸν τῆς ἁπλότητος οὐ καταφθερεῖ λόγον; {Α.} Καὶ μὴν τοῦτό γέ ἐστιν, ὡς ἐγᾦμαι, πάλιν ἕτερον οὐδὲν ἢ τὸ καλαμίνην μετὰ χεῖρας ῥάβδον ἑλεῖν, καθά φησιν ὁ προφήτης Ἠσαΐας.
For this is what they vote for—that they stand irreproachably and are able to preserve their own rank, serving God both above and below. Has God and Father, then, as is likely, done them wrong by not permitting them to be deemed worthy of equal honors as well? But it is not so anywhere. For may we not be devoid of the best understanding, as they are; for there is the greatest possible interval separating and dividing, beyond measure, what is begotten from what is made. And the one is a Son, and as such shares the throne; but the others stand by, called into being by creation. Why, then, do they mix things unmixed and attempt to bind into identity, contrary to reason, things whose kinship with one another is removed as far as the very nature of things, being a self-witness, would proclaim? But, as it seems, their sweat and aim is to love not to discern at all and to hasten after the truth, but to revel, as it were, impiously, raving over intricate inventions of words and unbridled loose talk. 441 {B.} You are in no way mistaken; for nothing of what is necessary is taken seriously by them. However, I suppose I should say this: how could the simple produce for us different energies, and beget in one way or as it might work, but work not in this way or as it might beget, and not destroy the principle of simplicity? {A.} And yet this, as I think, is again nothing other than to take a reed staff in one's hands, as the prophet Isaiah says.
Τὸ γάρ τοι τοῖς οὕτω σαθροῖς καὶ εὐδιακλάστοις ἐπιθαρσήσαντας λογισμοῖς ἐν βεβαίῳ κεῖσθαι νομίζειν τοῦ φρονεῖν ὀρθῶς, πῶς οὐ καλαμίνην ταῖς ἰδίαις ψυχαῖς ὑποστήσασθαι ῥάβδον ἀσυνέτως ἑλομένους ἀποφήσειεν ἄν; Εὐανάτρεπτον γὰρ κομιδῇ τὸ σοφὸν εἶναι δοκοῦν καταθρήσεις πρόβλημα, δοκιμάσας ὡδὶ καὶ τοῖς οὖσιν ἐνιεὶς περιεργότατόν τε καὶ ἀκριβῆ τὸν βασανίζοντα νοῦν. Μυρίαι μὲν γὰρ ὅσαι τῶν ὄντων αἱ φύσεις εἰσίν, ὧν αἱ μὲν εἰς διαφορὰν ἀλλήλαις καὶ διαμάχην ἥκιστα μὲν ἠγμέναι πρὸς τοῦ καλοῦντος εἰς γένεσιν τὰ οὐκ ὄντα ποτέ, διῳκισμέναι δὲ μᾶλλον εἰς ἰδικὴν ἀποκλήρωσιν καὶ ἑτέρως ἔχουσαν ἢ αἱ λοιπαί· αἱ δέ, οὐχὶ τοῦτο λαχοῦσαι μόνον, ἀλλὰ καὶ ἀλλήλας ἀναιροῦσαι ταῖς συμπλοκαῖς καὶ ἀσύμβατον ἔχουσαι τὴν εἰς ταὐτὸν συνδρομήν· νόμος γὰρ αὐταῖς ὁ φύσεως ἀνακαίει τὴν ἔχθραν. Ἆρά σοι κατ' ἴχνος τῶν εἰρημένων εἶσιν ὁ νοῦς; {Β.} Οὐ πάνυ. {Α.} Σύνες οὖν ὅ φημι, φράσαιμι γὰρ ἂν ὀκνήσας οὐδέν. Οὐκοῦν κέκληνται πρὸς τὸ εἶναι τέχνῃ τε καὶ ἐνεργείᾳ Θεοῦ ἄγγελός τε καὶ ἄνθρωπος, οὐρανὸς ὁμοίως καὶ γῆ, βοῦς τε καὶ ἵππος, ξύλον τε καὶ λίθος. Τούτων δὲ ἕκαστον ἐν ἰδίᾳ μὲν καὶ διῳκισμένῃ νοεῖται φύσει, καὶ οὐχὶ πάντη τε καὶ πάντως ἀπαραλλάκτως ἐν ἅπασιν ἢ ἐν οἷς αἱ λοιπαί, οὐ μὴν ἐναντίως ἐχούσῃ πρὸς τὰς ἑτέρας. Χρῆμα γὰρ οὐκ ἀσύμβατον οὔτε ἄλλως ἀμιγὲς ἀνθρώπῳ μὲν ἄγγελος, ἀγγέλῳ δὲ ἄνθρωπος· ἐναντίαι γὰρ οὐδαμῶς ἀλλήλαις αἱ φύσεις· οὐρανοῦ δὲ ὕπαρξις, ἤγουν ὁ τῆς ὑπάρξεως λόγος, οὐ διαμαχεῖται τοῖς ἄλλοις.
For to have taken courage in such rotten and easily broken reasonings as to think that they stand firm in thinking rightly—how would this not show them to have senselessly chosen for their own souls a rod of reed? For you will observe that the wisdom that seems to be is altogether easily overturned, if one tests it in this way and brings to bear upon existing things a most inquisitive and exact mind. For the natures of existing things are countless in number, of which some have not at all been led by the one who calls into being the things that once were not toward difference with one another and conflict, but have rather been separated into their own particular allotment and one that is otherwise than the rest; while others, not having received this only, but also destroying one another by their combinations and having an incompatible convergence into the same; for the law of nature kindles their enmity. Does your mind follow in the track of what has been said? {B.} Not altogether. {A.} Understand, then, what I mean, for I would not hesitate to speak. Therefore angel and man, heaven likewise and earth, ox and horse, wood and stone, have been called into being by the art and activity of God. And each of these is understood in its own and separated nature, and not in every way and altogether invariably in all things, or in those in which the rest are, yet not having a contrary relation to the others. For angel is not an incompatible thing to man, nor otherwise unmixed with man, nor man with angel; for the natures are in no way contrary to one another; and the existence of heaven, that is, the principle of its existence, does not fight against the others.
Οὐ γὰρ διεστήξει πρὸς ἔχθραν γῆ μὲν οὐρανῷ, γῇ δὲ ἐκεῖνος, ἤγουν τῷ λίθῳ τὸ ξύλον, ἐπεί τοι τὸν τοῦ εἶναι λόγον οὐκ ἐκ τῶν ἀνθεστηκότων καὶ εἰς ἐναντιότητα φύσεως ἀποτετμημένων διεκληρώσατο. Πρὸς δὴ τούτοις ἅπασι πεποιῆσθαί φαμεν ἐξ
ἐνεργείας Θεοῦ πῦρ τε τὸ καυστικὸν καὶ μὴν καὶ τὸ ὕδωρ διαψύχειν εἰδός, ἀλλ' ἑνὸς ἄμφω ποιήματα, τοῦ ἁπλοῦ. Καὶ εἴπερ ἐστὶν ἁπλῆς ἐνεργείας ἔργα ταυτί, καίτοι πρὸς τοσαύτην διεστηκότα τὴν πρὸς ἄλληλα διαφοράν, πῶς ἂν ἔτι τὸ τῆς ἐνεργείας πολυειδὲς τὴν ἁπλῆν οὐσίαν παραιρήσομεν, εὐσεβείας ἀφορμὴν τὴν τῆς ἀληθείας ἀναίρεσιν οὐκ οἶδ' ὅπως ὑπειληφότες; Ἄθρει δὲ, εἴ σοι δοκεῖ, καὶ ἕτερόν τι πρὸς τούτοις. Εἰ γὰρ ἐπείπερ ἐστὶν ἁπλοῦς ὁ Θεὸς ἐνεργήσει μονοειδῶς καὶ πρέπειν ἐροῦσι τοῦτο δὴ μάλιστα αὐτῷ, τί μὴ καὶ ἁπλῆν ἐνεῖναι πιστεύουσι τὴν διάθεσιν αὐτῷ; {Β.} Πῶς λέγεις; {Α.} Οὐ γάρ, ὦ βέλτιστε, καταμυσάττεται μὲν καὶ κατα σκώπτει τοὺς πονηρούς, καὶ κατεστυγημένον ποιεῖται τὸν ἀλιτήριον, ἐπιγάννυται δὲ τοῖς ὁσίοις, καὶ τὸ ἐπαινεῖσθαι πρέπειν τοῖς τὴν ἕξιν ἀγαθοῖς ἀπονέμει; {Β.} Πῶς γὰρ οὔ; {Α.} Συγχωρήσεις δὲ εἶναι κίνημα μὲν εἰς ὀργήν, τὴν κατὰ τῶν πλημμελούντων κόλασιν, πρᾳότητος δὲ καρπὸν ἥπερ ἂν γένοιτο τυχὸν εἰς ἁγίους τιμή τε καὶ χάρις; {Β.} Συγχωρῶ, καὶ γὰρ ὧδε ἔχει. {Α.} Οὐκοῦν, ἐπείτοι φασὶ τὴν θείαν ἁπλῆν εἶναι φύσιν, ἐξέστησάν τε διὰ τοῦτο αὐτῆς τὸ τῆς ἐνεργείας πολυειδές, ἁπλῆν ἔχειν οἰέσθωσαν καὶ οὐ πολλὴν ἐν ἑαυτῷ τὴν διάθεσιν. Οὐκοῦν, οἷς ἂν ἐπαινῇ, τούτοις ἄν, οἶμαι, καταμωμήσαιτο· καὶ οἷς ἂν ἀγάσαιτο, πάντως που καὶ καταψέξειε.
For earth will not stand apart from heaven in enmity, nor that one from earth—that is, wood from stone—since surely it did not receive its principle of being from things that are opposed and cut off into a nature of contrariety. In addition to all these things, we say that both the burning fire and the water that has the power to cool were made by the energy of God, but both are works of one simple energy. And if these things are works of a simple energy, although they are separated by so great a difference from one another, how shall we any longer deprive the simple essence of the multiformity of its energy, having supposed—I know not how—that the destruction of the truth is a starting point for piety? Consider, if you please, something else besides these things. For if, since God is simple, they will say that he acts in a single form and that this is especially fitting to him, why do they not believe that a simple disposition also exists in him? {B.} What do you mean? {A.} For does he not, O excellent one, loathe and mock the wicked, and make the sinner abhorred, and rejoice over the holy, and assign the fitting praise to those whose habit is good? {B.} How could he not? {A.} And will you allow that there is a movement to anger—the punishment of those who transgress—and that the fruit of gentleness is whatever honor and grace may be toward the saints? {B.} I allow it, for such is the case. {A.} Therefore, since they say that the divine nature is simple, and for this reason have removed from it the multiformity of its energy, let them think that it has a simple and not a manifold disposition in itself. Therefore, those whom he praises, I think, he would also mock; and those whom he admires, he would surely also censure.
Καὶ τὸ μὲν θυμοῦ καὶ ὀργῆς ἐνέργημα, πρᾳότητος ἔσται καρπός, εἶναι δὲ ταὐτὸν καταλογιούμεθά που τῇ πρᾳότητι τὴν ὀργήν. Προσθείην δ' ἂν ἔγωγε τοῖς εἰρημένοις καὶ τόδε· φύσις μὲν γὰρ θεότητος μία καὶ ἁπλῆ· φαμὲν δὲ αὐτὴν εἶναι ζωήν τε καὶ δύναμιν καὶ σοφίαν καὶ δόξαν. Καὶ ζωῇ μὲν ζῇ τὸ ζωοποιούμενον, δυνάμει δὲ δυναμοῦται τὸ δυναμούμενον καὶ σοφίᾳ σοφοῦται τὸ σοφούμενον, δόξῃ δὲ δοξάζεται τὸ δόξης ἐπιδεές, ἤτοι τὸ δοξαζόμενον. Ἦ οὐκ ἀληθὲς ὅ φημι; {Β.} Καὶ μάλα. {Α.} Οὐσίας δὲ τῆς ἁπλῆς πῶς ἂν γένοιτο καρπὸς τὸ πολυειδὲς εἰς ἐνέργειαν, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον; Ἐνεργεῖ δὲ πολυτρόπως, καίτοι τὴν φύσιν ἁπλοῦς ὢν ὁ Θεός. Ἆρ' οὖν, ὦ Ἑρμεία, δοίης ἂν εἶναί τι τῶν τοιούτων τὸ παραλογώτερον; Οὐ γὰρ ἄμεινον παραπολὺ καὶ λογισμοῦ τοῦ καθήκοντος ὁρᾶται μεμεστωμένον τὸ ἁπλοῦν μὲν εἶναι τὴν φύσιν οἴεσθαι τὸν Θεόν, τὸ δὲ ὅπως ἔχει καὶ ἐνεργεῖ διαφόρως ἐξεπίστασθαι παραχωρεῖν αὐτῷ δὴ καὶ μόνῳ, πολυπραγμονεῖν δὲ οὐκ ἔτι; Θεὸς γὰρ καὶ τὰ αὐτοῦ πάντως που καὶ ὑπὲρ νοῦν καὶ λόγον. 443 {Β.} Εὖ ἔφης. {Α.} Διακεισόμεθα τοίνυν οὐκ ἀσυνετοῦντες ἡμεῖς ξηρὰν οὔ τί που καὶ ἄγονον τοῦ αὐτῇ πρέποντος καὶ ἰδίου καρποῦ τὴν τῶν ὅλων γενεσιουργὸν ἀπομεῖναι φύσιν, πρὸς ἣν δὴ πάντα τὰ καρπογόνα μεμόρφωται, καὶ κατ' αὐτὸ δὴ τοῦτο καρπογόνα. {Β.} Ἄμεινον δή που καὶ ἀσυγκρίτως· προσαπαιτήσουσι δέ, κατὰ τὸ εἰκὸς εἰπεῖν, πῶς ἂν νοοῖτο γεγεννηκὼς ὁ Πατήρ. Εἶτά τι μὴ πεπονθὼς τῶν ὅσα παρέπεσθαι τοῖς γεννῶσι φιλεῖ, μερισμὸν δὴ λέγω καὶ ἀπορροήν·
And the activity of anger and wrath will be a fruit of gentleness, and we shall reckon anger to be the same as gentleness, in a manner of speaking. I would add this also to what has been said: the nature of the Godhead is one and simple; and we say that it is life and power and wisdom and glory. And by life the thing that is given life lives, and by power the thing that is strengthened is strengthened, and by wisdom the thing that is made wise is made wise, and by glory the thing that is glorified is glorified—that is, the thing that is in need of glory. Is what I say not true? {B.} Very much so. {A.} But how could the manifold in its operation be a fruit of the simple essence, according to what those men have supposed to be well said? Yet God, though simple in nature, operates in many ways. Would you then, O Hermeias, grant that anything could be more absurd than such things? For it is seen to be far better and full of fitting reasoning to believe that God is simple in nature, but to concede to him alone the knowledge of how he is and operates in various ways, and no longer to busy oneself with prying into it. For God and his attributes are altogether beyond mind and reason. 443 {B.} You have spoken well. {A.} We shall therefore be disposed not to be unintelligent, [supposing] that the generative nature of all things has remained dry and, so to speak, barren of the fruit that is fitting and proper to it—the nature to which all fruit-bearing things have been formed, and are fruit-bearing by this very fact. {B.} Better indeed, and incomparably so; but they will demand, as is reasonable to say, how the Father could be understood as having begotten. Then, without having suffered any of the things that are wont to accompany those who beget—I mean division and effluence—
ἢ πῶς ἂν εἴη τοῦ αἰτιατοῦ πάντη τε καὶ πάντως οὐκ ἐν πρεσβυτέρᾳ νοήσει τε καὶ θέσει τὸ αἴτιον αὐτοῦ; {Α.} Παγχάλεπον, ὦ Ἑρμεία, καὶ δυσδιεξίτητον κομιδῇ τὸ χρῆμά ἐστι, καὶ τοῖς ὅτι μάλιστα κατεγλωττισμένοις ἀστιβὲς εἰπεῖν, μᾶλλον δὲ καὶ αὐτὸ τὸ συνιέναι μόνον. Νῷ τε γὰρ δὴ τὰ ὑπὲρ νοῦν οὐχ ἁλώσιμα, λόγῳ τε τὰ ὑπὲρ λόγον διατρανοῦν οὐκ ἔνεστιν. Ὅτι μὲν γὰρ Πατὴρ ὁ Θεὸς καὶ γεγέννηκεν ἀληθῶς ἐξ ἰδίας ἡμῖν οὐσίας τὸν Υἱὸν παραδέδωκεν ἡ πίστις, κατεσφράγισε δὲ καὶ ἀληθὲς ὂν ἀπέφηνεν ἡ θεόπνευστος Γραφή, Πατέρα καὶ γέννησιν ὀνομάζουσα πανταχῆ. Οἶμαι δὲ δεῖν οὐκ ἔτι τὸ πίστει παραδεχθὲν θρασυτέραις ὥσπερ ἐκβασανίζειν ἐρεύναις. Πίστις γὰρ οὐκέτι τὸ ζητούμενον. Ὅνπερ γὰρ τρόπον "ἐλπὶς βλεπο μένη οὐκ ἔστι ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ὑπομένει;" κατὰ τὴν τοῦ σοφωτάτου Παύλου φωνήν, οὕτω δὴ πίστις ἐρευνωμένη καὶ οὐκ ἔχουσα τὸ ἀζήτητον πίστις οὐκ ἂν εἴη, κατὰ τὸν ἴσον ἐλπίδι λόγον. Τὸ γάρτοι πίστει τετιμη μένον βασάνου πάντως ἐλεύθερον. Χρῆναι δὴ οὖν ἔγωγέ φημι, καθάπερ ἀμέλει τὸν προσιόντα Θεῷ, πιστεύειν μὲν ὅτι ἔστι, ζητεῖν δὲ οὐκέτι· οὕτω διακεῖσθαι καὶ φρονεῖν ὅτι καὶ Πατὴρ ὁ Θεὸς καὶ γεγέννηκε, τὸ δὲ ἀνορύττειν ὅπως, ὡς
Or how could the cause be in every way and altogether not in a prior conception and position than that which is caused by it? {A.} The matter is exceedingly difficult, O Hermeias, and altogether hard to traverse, and impassable to state even for those who are most glib-tongued, or rather even to understand alone. For things beyond understanding are not graspable by the mind, and it is not possible to make clear by speech things beyond speech. For that God is Father and has truly begotten the Son from his own essence, the faith has handed down to us, and the God-inspired Scripture has sealed it and shown it to be true, naming Father and generation everywhere. But I think one ought no longer to examine, as it were, by more daring inquiries what has been received by faith. For faith is no longer the thing sought. For just as "hope that is seen is not hope; for what a man sees, why does he also wait for?" according to the voice of the most wise Paul, so faith that is searched out and does not have the unsearched is not faith, by the same account as hope. For surely what is honored by faith is entirely free from testing. I say, then, that it is necessary, just as indeed the one who approaches God, to believe that he is, but no longer to seek; so also to be disposed and to think that God is Father and has begotten, but to dig up how, as
ἀνέφικτον ἐᾶν. Καταμειδιάσειν γὰρ οἶμαι παντελῶς οὐδένα τῶν ὅτι προσῆκε τοῖς ἄγαν ὑπερκειμένοις χαρίζεσθαι τὸ νικᾶν σωφρόνως διεσκεμμένων. Νοῦ δὲ δὴ παντὸς ἀμείνων ὁ τῆς θείας γεννήσεως νοοῖτ' ἂν τρόπος. Ἔστι γοῦν διαπυθέσθαι σαφῶς τοῦ Θεοῦ καὶ Πατρὸς πρὸς τὸν ἐξ αὐτοῦ κατὰ φύσιν ἐκπεφηνότα διαβοῶντος Λόγον· "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε." Τὸ μὲν γὰρ οἱονεὶ τῆς ὠδῖνος γνήσιον καὶ τὸ ἐξ αὐτῆς ἡμῖν τῆς οὐσίας τοῦ Πατρὸς ἐκτετέχθαι τὸν Υἱὸν παραδείξειεν ἂν εὖ μάλα τὸ "ἐκ γαστρός," ὡς ἐκ παραδείγματος τοῦ καθ' ἡμᾶς χρειωδέστατα παραληφθέν. Τὸ δέ γε "πρὸ ἑωσφόρου" τὴν ἀπότεξιν εἰπεῖν σημαίνει τάχα που τὸ ἐν ἀφανείᾳ καὶ ἀκαταληψίᾳ καὶ καθάπερ ἐν σκότῳ βαθεῖ τὸν τῆς γεννήσεως κατακεκλεῖσθαι τρόπον. Ἑωσφόρου μὲν γὰρ ἐξ ἑῴων ἄρτι τερμάτων λαμπροῦ πρὸς τὸ ἄνω διαπηδήσαντος, αὐγαὶ κατασκίδνανται τὸν αἰθέρα λεπταὶ καὶ φῶς ἀραιόν τε καὶ ἀδρανὲς ἔτι τῆς ἡλίου μαρμαρυγῆς συναναθρῴσκει προάγγελον, ἀφηβήσαντος ἤδη τοῦ τῆς νυκτὸς σκότους. Ὀφθέντος δὲ οὔπω κατ' οὐρανόν, ἐν ἀκμαῖς ἔτι κείσεται τὰ νυκτός, ὅτε καὶ παχὺς τῶν ὀμμάτων καταχεῖται σκότος καὶ ἐν ἴσῳ τοῖς τὰς ὄψεις λελωβημένοις καὶ οἱ τοῦ πάθους ἀπείρατοι. Ἐπεὶ λέγοις ἂν ἡμῖν αὐτὸς τί τὸ θαῦμα τὸ θεοπρεπὲς ἐν τῷ γεγεννῆσθαι τὸν Υἱόν, εἰ καὶ νοοῖτο "πρὸ ἑωσφόρου;" {Β.} Οὐκ ἀθαύμαστον, ὦ τᾶν, τὸ τῆς γεννήσεως χρῆμα. Τὸ γὰρ ἀρχαῖον αὐτῆς καὶ πρεσβύτατον ἀναμάθοι τις ἂν διὰ τοῦ νοεῖσθαι "πρὸ ἑωσφόρου." {Α.} Εἶτα πῶς οὐκ ἄμεινον πρὸ ἡλίου καὶ σελήνης, μᾶλλον δὲ οὐρανοῦ τε καὶ γῆς εἰπεῖν; Πρεσβύτερα γὰρ ἄστρων τε καὶ ἑωσφόρου ταυτί.
to leave it unattainable. For I think no one would altogether laugh to scorn the matter, among those who have considered with prudence that it is fitting to grant the victory to those things that are exceedingly superior. And the manner of the divine generation would be understood as better than every mind. At any rate, one may clearly learn this from God and the Father crying out to the Word who has shone forth from him by nature: "From the womb, before the morning star, I begot you." For the "from the womb" would very well show the genuineness, as it were, of the birth-pang and that the Son was brought forth from the very substance of the Father, having been taken up most usefully as from an example drawn from our own case. But to say "before the morning star" perhaps signifies that the manner of the generation is shut up in invisibility and incomprehensibility and, as it were, in deep darkness. For when the morning star has just leaped up from the eastern bounds, bright, toward the height, thin rays are scattered through the ether, and a light, sparse and still feeble, rises together with the sun's gleam as its forerunner, once the darkness of night has already passed its prime. But when it has not yet appeared in the sky, the things of night will still lie in their vigor, when thick darkness is also poured over the eyes, and it is the same for those whose sight is maimed and for those who are inexperienced in the affliction. Since you yourself could tell us what the God-befitting wonder is in the Son's having been begotten, even if it is understood "before the morning star"? {B.} The matter of the generation is not without wonder, my good sir. For one might learn its ancient and most venerable character through its being understood "before the morning star." {A.} Then how is it not better to say "before the sun and the moon," or rather "before heaven and earth"? For these things are older than the stars and the morning star.
Μᾶλλον δὲ καὶ τὸ πρὸ γῆς τε καὶ οὐρανοῦ καὶ ἁπάσης ἁπαξαπλῶς τῆς κτίσεως εἶναι λέγεσθαι τὸν Υἱὸν οἰηθείην ἂν ἔγωγε σμικρόν τε καὶ εὐτελές· ἐξ ἀνάρχου γὰρ πέφηνε Πατρός, ἄφραστόν τε καὶ ἀπερινόητον παντελῶς τὸν τῆς γεννήσεως ἔχει τρόπον. Τοιγάρτοι καὶ αὐτὸς ἡμῖν ὁ διαβόητος Ἠσαΐας· "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; φησίν, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·" γενεάν, οἶμαί που, τὴν γέννησιν, ζωὴν δὲ τὴν ὕπαρξιν εὖ μάλα διακαλῶν, ἣν καὶ ἀπὸ πάσης αἴρεσθαι τῆς γῆς, τουτέστιν ἀνακουφίζεσθαί τε καὶ ὑπερφέρειν ἅπαντα νοῦν τῶν ἐπὶ τῆς γῆς, καὶ ἄνω που κεῖσθαι τῶν καθ' ἡμᾶς ἐννοιῶν, ἀστιβῆ δὲ καὶ ἀνέμβατον τοῖς τῆς ἀνθρωπότητος μέτροις, ἀληθέστατά μοι φάναι δοκεῖ. Ὅτι δὲ καὶ χρόνου παντὸς ἐπέκεινα καὶ ἀρχῆς ἀμείνων τῆς τοιᾶσδε πέφηνεν ὁ Υἱὸς οὐ μεῖον ἢ ὁ Πατήρ, ἕτερός τις ἡμᾶς τῶν ἁγίων προφητῶν ἀναπείσει βοῶν· "Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. Ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος," τὴν ἐκ Πατρὸς ὕπαρξιν ἰδικὴν ἔξοδον ὥσπερ τινὰ γεγενῆσθαι λέγων, καθ' ἣν ἀπ' ἀρχῆς ἧς οὐδὲν ἐπέκεινα παντελῶς τῷ ἰδίῳ γεννήτορι συνυφεστῶτα νοοῦμεν, οὐκ ἀγεννήτως, ἀλλὰ γεννητῶς. Πόσον οὖν οἴει δεῖν γέλωτα ὄφλειν αὐτοὺς ἀνθρωπίνοις διασκέμμασι καὶ πεποσωμέναις ἐννοίαις ἐφικνεῖσθαι δύνασθαι τῶν οὕτως ὑπερκειμένων οὐκ οἶδ' ὅπως ὑπειληφότας; Τίνα γὰρ ἄν τις εἰδείη τρόπον τὸ ὅπως ἂν τέκοι Θεός, μὴ οὐχὶ δὴ πρότερον ἐκμεμαθηκὼς ὅ τί ποτε ἄρα κατὰ φύσιν ἐστίν; {Β.} Ἀλλ' ἔστι τοῦτο ἀμήχανον·
But I would think it small and worthless that the Son is said to be before earth and heaven and, simply put, before all creation; for he has appeared from an unoriginate Father, and the manner of his generation is wholly inexpressible and incomprehensible. Therefore the famous Isaiah himself also says: "Who shall declare his generation? For his life is taken away from the earth"—calling generation, I suppose, his begetting, and life his existence, very clearly, which is also taken away from all the earth, that is, is raised up and surpasses every mind of those on earth, and lies somewhere above our thoughts, untrodden and inaccessible to the measures of humanity—this he seems to me to say most truly. And that the Son has appeared beyond all time and better than any such beginning, no less than the Father, another of the holy prophets will persuade us, crying out: "And you, Bethlehem, house of Ephrathah, are too small to be among the thousands of Judah. From you shall come forth for me one to be ruler in Israel, and his goings forth are from the beginning, from the days of eternity," calling the existence from the Father a peculiar going forth, as it were, according to which we understand him as coexisting with his own Begetter from a beginning beyond which there is nothing at all—not unbegottenly, but begottenly. How much laughter, then, do you think they ought to incur, who have supposed, I know not how, that they can reach by human diversions and coarsened thoughts things so far exalted? For who could know in what manner God would beget, unless he had first thoroughly learned what in nature he is? B. But this is impossible.
"Ἔθετο γὰρ σκότος ἀποκρυφὴν αὐτοῦ," καθὰ γέγραπται, "καὶ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ," τό, οἶμαι, δυσκάτοπτον, μᾶλλον δὲ ἄποπτόν τε καὶ ἀκατάληπτον καὶ σκότος εἰπὼν καὶ σκηνὴν ὀνομάσας, ὑφ' ἣν τρόπον τινὰ καὶ εἰσδὺς ὁ πάντα πληρῶν, αὐτός τε ὑφ' ἑαυτοῦ καὶ ὑπὸ μόνου γινώσκεται τοῦ ἰδίου γεννήματος. Ἔφη γὰρ ὅτι "Οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ." {Α.} Εὖ λέγεις, καὶ σὲ δὴ μάλιστα νυνὶ τῶν τοιούτων ἄγαμαι λόγων. Οὐκοῦν, εἰ περιεργάζοιτό τις καὶ ῥιψοκινδύνως ἰχνηλάτοι τὰ νῷ μὲν οὐκ ἐφικτά, δυνάμει δὲ λόγων οὐ καταθλούμενα, τὸν τοιοῦτον ἐροῦμεν ἥκιστα μὲν ὡς εἴη φιλομαθής, εἰκαίοις δὲ μᾶλλον καὶ περιττοῖς ἐπινήχοιτο πόνοις. Εἰρήσεται δὲ περί γε τοῦ
τοιούτου παντὸς καὶ οὐκ ἀπὸ σκοποῦ· "Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους, ὁ δ' αὐτὸς διώξεται ὄρνεα πτερωτά.
For he made darkness his hiding place," as it is written, "and round about him his tabernacle"—calling, I think, that which is hard to look upon, or rather repulsive and incomprehensible, both darkness and tabernacle, under which in some manner even he who fills all things has entered, and is himself known by himself and by his own offspring alone. For he said, "No one knows who the Son is except the Father, nor does anyone know who the Father is except the Son and the one to whom the Son reveals him." {A.} You speak well, and I especially admire such words as these in you now. Therefore, if anyone should meddle and recklessly track down things that are unattainable by the mind and not to be mastered by the power of words, we shall say that such a one is by no means fond of learning, but rather swims in vain and superfluous labors. And it shall be said concerning every such person, and not without point: "Whoever leans upon falsehoods, he shall shepherd winds, and the same man shall pursue winged birds.
Ἀπέλιπε γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου, πεπλάνηται, διαπορεύεται δὲ δι' ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσι, συνάγει δὲ χερσὶν ἀκαρπίαν." Ἐρρῶσθαι γὰρ ὥσπερ τοῖς ἀναγκαίοις εἰς ὄνησιν καὶ τοῖς ἀληθείας μεμεστωμένοις ἀνοητότατα φράζοντες, περιέπουσι τὸ ψεῦδος καὶ τὸ καρπὸν εὐσεβείας οὐκ ἔχον ὡς ἀναγκαῖον εἰσδέχονται, ἀναθρῴσκει δὲ δὴ πρὸς τοῦτο αὐτοῖς ἀλαζονείας ὁ νοῦς, ὡς τάχα που καὶ ἡγεῖσθαι λοιπὸν ἐπίκλημα καὶ γραφὴν τὸ ὅπως ἂν ἔχοι φύσεως μὴ αὐτῷ διειδέναι καὶ μόνῳ παραχωρεῖν τῷ Θεῷ, καίτοι τῆς θεοπνεύ στου Γραφῆς ἀνεκφράστους εἶναι βοώσης καὶ λίαν ἀμείνους ἢ κατὰ νοῦν τὸν ἀνθρώπινον τὰς θείας ὁδούς, τουτέστι τὴν ἐφ' ἑκάστῳ τῶν γεγονότων διεξαγωγὴν ὥσπερ τινὰ καὶ οἰκονομίαν. Ἀναμελῳδεῖ γάρ που καὶ ἀναμέλπει λέγων ὁ θεῖος Δαβίδ· "Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται." Ὁλκάδος μὲν γὰρ τοῖς ἐξ οὐρίας πνεύμασιν εὖ μάλα συνω θουμένης καὶ εἰς τὸ βαθὺ δὴ τουτὶ διαττούσης πέλαγος ἀσυμφανὲς τὸ ἴχνος ἐστίν. Ἀρότρου γὰρ δίκην ἐπιχαράττουσα μόλις τῆς θαλάττης τὸν νῶτον, ὑπόπτερος τρόπον τινὰ διὰ μέσων ἴεται τῶν κυμάτων, ἃ καὶ ταῖς εἰς ἄλληλα συνδρομαῖς ἀνακιρνᾶσιν εὐθὺς τὸ διατετμῆσθαι δοκοῦν. Ἢ οὐχ ὧδε ἔχει; {Β.} Κομιδῇ μὲν οὖν. Σκόπει δὲ ὅπως ἂν ἡμῖν ἡ γέννησις δίχα πάθους ἔσται καὶ ἀπορροῆς, καὶ εἴπερ ἐνδέχεται μὴ προϋφεστάναι λέγειν τοῦ αἰτιατοῦ τὸ αἴτιον αὐτοῦ. {Α.} Οὐ προϋφεστήξει ποθέν, πολλοῦ γε καὶ δεῖ·
For he abandoned the ways of his own vineyard, and wandered from the furrows of his own field; he passes through a waterless desert and a land appointed in thirsty places, and gathers barrenness in his hands. For, bidding farewell, as it were, to the things necessary for profit and to those filled with truth—speaking most senselessly—they cherish falsehood and welcome as necessary that which has no fruit of piety; and the mind of boastfulness leaps up in them toward this, so that perhaps they now even regard it as a ground for accusation and indictment that one should not discern for himself in what way a thing stands by nature, and should yield this to God alone—although the divinely inspired Scripture cries out that the ways of God are inexpressible and far better than the human mind, that is, the conduct and, as it were, dispensation of each of the things that have come to be. For somewhere the divine David sings in accompaniment and chants, saying: "In the sea is your way, and your paths in many waters, and your footprints shall not be known." For when a ship is well driven by favoring winds and darts into this deep sea, its track is invisible. For scarcely furrowing the back of the sea like a plow, it rushes, so to speak, winged through the midst of the waves, which by their rushing together upon one another immediately mingle away the very thing that seemed to have been cut through. Or is it not so? {B.} Quite so. But consider how for us the generation will be without passion and without emanation, and whether it is possible to say that the cause does not pre-exist its effect. {A.} It will not pre-exist from anywhere—far from it!
ἀλλ' οὐδ' ἂν τῷ τόκῳ συμπαρομαρτήσαι ποτὲ τομή τε καὶ πάθος, εἰ ἐπὶ Θεοῦ τὸ χρῆμα νοοῖτο, ἐφ' οὗ καὶ τὸ δύνασθαι παθεῖν καὶ τὸ δεῖν ἐν χρόνῳ τίκτεσθαι τὸ γεννώμενον ἀσθενεῖ. Σωμάτων μὲν γὰρ πέρι λόγος ἦν εἴπερ τις εἰς τὸ παρόν, οἷς ἂν ἁρμόσαι καὶ τὸ παθεῖν, οὐκ ἀμελετήτως ἐχούσης τῆς φύσεως εἰς ἀπορροήν, καὶ μὴν καὶ ἀραρότως ἀκολουθοῦν τῷ χρόνῳ τὸ χρόνῳ περιορίζεσθαι, καὶ τὴν τῆς γεννήσεως ἀρχὴν οὐκ ἄναρχον ἔχειν, φαίην ἂν εἰκότως ὡς οὐκ ἂν ἐξοίχοιτο τυχὸν τοῦ πιθανῶς ἔχειν τὰ τῆς ὑποψίας αὐτοῖς. Ἐπειδὴ δὲ περὶ φύσεως ἡμῖν ὁ λόγος τῆς ἀνωτάτω παντὸς ἁπτοῦ τε ἅμα καὶ ὁρατοῦ σώματος, ἣ καὶ αὐτῶν αἰώνων ἐστὶ τεχνῖτις καὶ χρόνου παντὸς τὸ πρεσβύτατον, πῶς οὐκ ἀπόπληκτον παντελῶς τὸ γοῦν οἴεσθαί τι παθεῖν γεννῶσαν αὐτὴν καὶ τὴν ἐν χρόνῳ γένεσιν ἔχειν τὸ ἐξ αὐτῆς ὡς ἴδιόν τε καὶ ἐνυπάρχον αὐτῇ; Αἴτιον δὲ καὶ αἰτιατόν, οὐδὲ ὀνομάσαι θέμις, πρέποι δ' ἂν μᾶλλον ἐπὶ Θεοῦ Πατέρα τε εἰπεῖν καὶ γεννηθέντα Υἱόν. {Β.} Ἀλλ' ἴσθι τοι καὶ ἐφιέντας τυχὸν ὧδε μὲν τοῦτο ἔχειν, εἰ δοκεῖ· ἐρεῖν δ' οὖν ὅμως πῶς ἂν γεννήσειεν ὁ Πατὴρ ἐξ ἑαυτοῦ καθ' ὑμᾶς, καὶ οὐκ ἄν τι πρόοιτο διακοπὴν ὑπομείνας καὶ ἀπορροήν, τὴν εἰς ἕτερόν τι παρ' αὐτόν, εἴπερ ἐστὶν ἀληθῶς ἐξ αὐτοῦ κατ' οὐσίαν ἰδιοσυστάτως ὁ Υἱός· πῶς δὲ οὐχὶ τὸ γεννῶν πάντη τε καὶ πάντως τοῦ γεγεννημένου προϋφεστήξει καὶ προεπινοηθήσεται. {Α.} "Ὁ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει," κατὰ τὴν τοῦ προφήτου φωνήν.
But neither would cutting nor passion ever accompany the offspring, if the matter were understood in the case of God, for whom both being able to suffer and the necessity that what is begotten be born in time belong to weakness. For if there were any account here about bodies, to which suffering would also fit, since their nature is not unpracticed in flowing away, and indeed being bounded by time follows firmly upon time, and having the beginning of generation not without beginning—I would reasonably say that perhaps the things of their suspicion would not depart from what is persuasive. But since our account concerns the nature of the highest body of all, both tangible and visible at once, which is also the artificer of the ages themselves and the eldest of all time, how is it not utterly senseless at least to think that she suffers anything in begetting and that what is from her has its generation in time as something proper and inherent in her? But cause and caused—it is not even lawful to name it; rather it would be fitting in the case of God to speak of Father and begotten Son. {B.} But know that perhaps those who allow it would have it so here, if it seems good; nevertheless they will say how the Father would beget from himself according to you, and would not suffer any interruption or flowing away into something else besides himself, if indeed the Son is truly from him in essence, subsisting distinctly; and how would the begetter not in every way and altogether pre-exist and be conceived before the begotten? {A.} "The fool will speak foolish things, and his heart will devise vanities," according to the voice of the prophet.