ἔπαινος δὲ τὸ χρῆμά ἐστι καιρῶν ἀπολέμων καὶ βαθείας εἰρήνης, ἀνακομιζούσης, ὡς ἔφην, εἰς ἥβην τὰ βρέφη, πεμπούσης δὲ καὶ εἰς γῆρας τοὺς ἤδη τελοῦντας ἐν ἀνδράσι, καὶ τὸν τῆς ζωῆς ἅπαντα χρόνον ἀμαχεὶ παραθέοντας. εἰ δὲ δὴ μέλλοιεν ὀρχεῖσθαι μὲν ἐν ἄστει μειράκια, κόριά τε χορεύειν ἐν μέσαις πλατείαις, ἔχοι ἂν καὶ τοῦτο σαφῆ τὴν ἀπόδειξιν τοῦ μηδεμίαν αὐτῶν φροντίδα κατηρτῆσθαι πικράν. οὐ γὰρ ἂν ἠνέσχοντο παιζόντων τινῶν, εἰ κατηφείας ἦν ὁ καιρός. Γέγονε δὲ καὶ ἡμῖν αὐτοῖς εἰρήνη Χριστὸς, ὃς καὶ πάντα συντρίψας πόλεμον, μεστὴν ἀπέφηνε τῶν ἁγίων τὴν Ἐκκλη- σίαν. καὶ πολιοὶ μὲν τὰς φρένας ἐν αὐτῇ, μύριοί τε ὅσοι καὶ ἐξαίρετοι, οἷς καὶ ὁ σοφὸς Ἰωάννης ἐπιστέλλει λέγων " Εγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς·" παῖδες δὲ ὥσπερ ἄνηβοι καὶ κόρια μικρὰ τῶν ἄρτι πεπι- στευκότων ἡ νηπιωτέρα πληθὺς, μονονουχὶ τοῖς πνευματικοῖς σκιρτήμασι τὴν ἁγίαν ὄντως κατακαλλύνουσι πόλιν, τουτέστι τὴν Ἐκκλησίαν· οἷς καὶ τὸ λέγειν ἁρμόσειεν ἄν "Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ "τῷ Σωτῆρι ἡμῶν." εἰ δὲ δὴ λέγοιντο καὶ ἐπερείδεσθαι ῥάβδῳ τυχὸν οἱ πρεσβύται, περινοήσεις ὅτι καὶ μικροὺς καὶ μεγάλους στηρίζει Χριστὸς, ἡ ῥάβδος ἡ ἐξ Ἰεσσαὶ, καὶ ἡ τῆς δυνάμεως ὠνομασμένη, ἣν ἐκ τῆς ἄνω Σιὼν πέπομφεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, ὡς χαίροντας ἡμᾶς ἐπὶ τούτῳ λέγειν "Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὗταί με "παρεκάλεσαν." Τάδε λέγει Κύριος παντοκράτωρ Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον μοῦ ἀδυνατήσει;
This is a matter of praise, of times without war and of deep peace, which, as I said, brings infants back to youth, and sends those already among men into old age, and makes the whole span of life pass without conflict. If indeed youths are to dance in the city, and maidens to dance in the middle of the squares, this too would have clear proof that no bitter care is attached to them. For they would not have tolerated anyone playing if the time were one of dejection. Christ has become peace for us as well, who, having crushed every war, has shown the Church to be full of saints. And in her there are those grey in mind, countless and exceptional, to whom the wise John writes, saying, "I have written to you, fathers, that you have known the one from the beginning." And there are children, as it were, underage, and little maidens, the more infantile multitude of those recently converted, who all but adorn the truly holy city, that is, the Church, with spiritual leaps; to whom it would be fitting to say, "Come, let us rejoice in the Lord, let us shout to God our Savior." And if the elders are said to lean on a staff, you will perceive that Christ supports both small and great, the staff from Jesse, and the one named of power, which God and Father has sent us from the upper Zion, so that we, rejoicing in this, may say, "Your rod and your staff have comforted me." Thus says the Lord Pantocrator: "If he will be powerless before the remnants of this people in those days, will he not also be powerless before me?
λέγει Κύριος παντοκράτωρ.9 Τὰ μεγάλα καὶ ὑπερφυῆ τῶν πραγμάτων δέχεταί πως ἐφ' ἑαυτοῖς τὸ ἀπιστεῖσθαι φιλεῖν, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν εἰς πέρας διεκδρομήν. καὶ γοῦν ἡ Σάῤῥα διαγελᾷ μὲν ἐξ ἀπιστίας τὴν ἐπί γε τῷ Ἰσαὰκ ὑπόσχεσιν, εἰς γῆρας ὁρῶσα, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἀντιτιθεῖσα τὸ ἀμήχανον. πλὴν ἐκτέτοκε παρ' ἐλπίδα, βάσιμον αὐτῇ τὸ χρῆμα τιθέντος Θεοῦ. ἦν οὖν ἄρα καὶ σφόδρα εἰκὸς καταδονεῖσθαι ταῖς διψυχίαις τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρω- μένους, καὶ οὐ σφόδρα θαῤῥεῖν, ὡς εἰς τοσαύτην αὐτοῖς εὐημερίας βαδιεῖται τὰ πράγματα, ὡς ἀνάμεστον μὲν γε- νέσθαι τὴν Ἱερουσαλὴμ τῶν γεγηρακότων, καὶ παίδων ὁρᾶσθαι χοροὺς ἐν αὐτῇ καὶ κορασίων ὀρχήματα, καὶ τὰ ἐκ βαθείας εἰρήνης ὑπάρξειν ἀγαθά. κατεθεῶντο γὰρ δὴ τείχη κατεῤῥιμμένα, οἰκίας ἐμπεπρησμένας, ἁπάσας δὲ τὰς ἐν κύκλῳ πόλεις θηρῶν ἀγρίων ἐνδιαιτήματα, διάτοι τὸ κεκενῶσθαι παντελῶς τῶν κατοικούντων αὐτάς· καὶ ἀγροὺς μὲν τοὺς πάλαι παμφόρους τε καὶ εὐανθεῖς
The Lord Almighty says. Great and extraordinary matters are somehow prone to being disbelieved, and their fulfillment is not without wonder. Indeed, Sarah laughed in disbelief at the promise concerning Isaac, seeing her old age and setting the impossibility against the laws of humanity. Yet she gave birth contrary to expectation, God making the matter possible for her. It was therefore very likely that those freed from captivity were troubled by doubts and did not have great confidence that their affairs would proceed to such prosperity, that Jerusalem would be filled with the aged, and that choruses of boys and dances of maidens would be seen in her, and that the goods of deep peace would exist. For they saw walls thrown down, houses burned, and all the surrounding cities become lairs of wild beasts, because they were completely emptied of their inhabitants, and fields once fruitful and flourishing.
ἀκάνθης μεστοὺς, οὐδὲν ἔχοντας τῶν ὡρίμων, διολωλὸς δὲ εἰς ἅπαν τῶν ἀγροίκων τὸ γένος. ἦν οὖν, ὡς ἔφην, ἐντεῦθεν ἀπιστεῖν εἰκὸς, ὡς εἰς πέρας αὐτοῖς ἐκβήσεται τὰ ἐπηγγελμένα. ταύ- τῃτοι Θεὸς διψυχεῖν οὐκ ἐᾷ· θαρσεῖν δὲ κελεύει καὶ ἐμπεδοῖ λέγων Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει λέγει Κύριος Παντοκράτωρ; ὃ γάρ ἐστιν ἐν ἡμῖν ἀμήχανον, εὐ- κατόρθωτον κομιδὴ τῷ πάντα ἰσχύοντι Θεῷ. ἔστι γὰρ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, θελήσει πληρῶν καὶ τὰ λίαν ὑπερφυῆ, καὶ εἰς πέρας ἄγων ἀμελλητὶ τὸ δοκοῦν. Ἔφη δέ που πρὸς Ἰουδαίους ὁ Θεὸς καὶ Πατὴρ τὰ ἐκ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προαναφωνῶν κατορθώματα " Ιδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε καὶ ἀφανίσθητε, "ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὃ οὐ "μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν." ὅσον μὲν γὰρ ἧκεν εἰς λόγους τοὺς ἐν ἡμῖν, ὑπὲρ θαῦμα καὶ λόγον καὶ αὐτὸ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον· οὐδὲν δὲ ἧττον καὶ τὰ ἐντεῦθεν ἡμῖν ἐκβεβηκότα κατορθώματα. πῶς γὰρ οὐκ ἀπιστίας ἐγγὺς τὸν ἐκ Θεοῦ φύντα Λόγον ἑνωθῆναι σαρκὶ, καὶ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ, καὶ ὑπομεῖναι σταυρὸν, ὕβρεις τε καὶ αἰκίας ὑπενεγκεῖν, καὶ τῆς Ἰουδαίων ἀβελτερίας τὰ βλάβη; ἢ πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο τῆς οἰκονομίας τὴν ἔκβασιν, ὅπου καθῄρηται μὲν ἡ ἁμαρτία, κατήργηται δὲ καὶ ὁ θάνατος καὶ ἀπελήλαται φθορὰ, καὶ ὁ πάλαι δραπέτης ἄνθρωπος τῇ τῆς υἱοθεσίας χάριτι κατη- γλαϊσμένος ὁρᾶται λοιπόν;
full of thorns, having nothing ripe, the race of rustics having perished entirely. It was therefore, as I said, reasonable to disbelieve from this, that the promises would come to fulfillment for them. But God does not allow them to waver in this; He commands them to take courage and confirms it, saying, "If it will be impossible before the remnant of this people in those days, will it not also be impossible before me?" says the Lord Almighty. For what is impossible among us is easily accomplished by the all-powerful God. For He is Himself the Lord of the powers, fulfilling even the most extraordinary things by His will, and bringing to pass without delay what He intends. And somewhere God and Father said to the Jews, preannouncing the achievements from the advent of our Savior, "Behold, you despisers, and look and be confounded, for I am working a work in your days, a work which you will not believe if someone recounts it to you." For as far as it pertains to words among us, the mystery of the incarnation itself is beyond wonder and description; and no less are the achievements that have come to us from it. For how is it not near to disbelief that the Word born from God was united with flesh, and took the form of a servant, and endured the cross, and suffered insults and outrages, and the harms of Jewish folly? Or how would one not marvel exceedingly at the outcome of the economy, where sin has been destroyed, death has been abolished, corruption has been driven away, and man, once a fugitive, is now seen adorned with the grace of adoption?
οὐκοῦν λεγέτω Χριστὸς ἐπί γε τούτοις αὐτοῖς Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λεῖα γὰρ πάντα αὐτῷ καὶ ἱππήλατα, καί τι τῶν ἀναγκαίων ἐθέλοντι κατορθοῦν, εἴη ἂν οἶμαί που τὸ ἀν- τιστατοῦν οὐδέν. Τάδε λέγει Κύριος παντοκράτωρ Ἰδοὺ ἐγὼ ἀνασώζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, καὶ εἰσάξω αὐ- τοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ.9 Σέσωκε μὲν καὶ πάλαι Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ κατεσκεδασμένους τῷ πολέμῳ, συναγείρων εἰς Ἱεροσόλυμα, καὶ κατοικήσας ἐν αὐτοῖς, διά γε τοῦ καὶ τὸν θεῖον ἐγεῖραι ναὸν, καὶ ἐφεῖναι πάλιν αὐτοῖς ταῖς κατὰ νόμον θυσίαις καταμειλίσσεσθαί τε καὶ ἀποπεραίνειν εὐχὰς καὶ ἀποπλη- ροῦν ἑορτάς. πλὴν τὸ ἀνασώζειν τὸν ἴδιον φάναι λαὸν ἐξ ἀνατολῶν καὶ δυσμῶν, πρέποιεν ἂν εἰκότως τῷ Ἐμμανουὴλ, ὃς πᾶσαν ἐκάλεσε τὴν ὑπ' οὐρανὸν, σαγηνεύσας διὰ τῆς πίστεως τοὺς ἐκ περάτων τῆς γῆς, καὶ πᾶσαν ἐθνῶν ἀγέλην συναγηγερκὼς εἰς τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν "ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος," καὶ ἐπουράνιος Ἱερου- σαλήμ. ὅτι δὲ καὶ ἐσκήνωσεν ἐν μέσῳ αὐτῆς, πῶς οὐκ ἀτρεκὲς εἰπεῖν; γέγονε γὰρ καθ' ἡμᾶς, καὶ "τοῖς ἀνθρώποις συν2.387 "ανεστράφη" μετὰ σαρκός. καὶ τοῦτο ἡμῖν δι' ἑτέρου προφήτου ὁ Θεὸς προανεφώνει λέγων "Θάρσει Σιὼν, μὴ "παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ "δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ "σε ἐν τῇ ἀγαπήσει αὐτοῦ." ἀλλὰ καὶ νῦν ἐστιν ἡμῖν·
Therefore, let Christ say concerning these very things: "If it will be impossible before the remnants of this people in those days, will it not also be impossible before me?" For all things are smooth and passable for him, and if he wishes to accomplish something necessary, there would, I think, be nothing that opposes him. The Lord Almighty says this: "Behold, I rescue my people from the land of the east and from the land of the west, and I will bring them in and settle them in the midst of Jerusalem, and they will be my people, and I will be their God in truth and righteousness." God also saved long ago those of the blood of Israel who were scattered by war, gathering them together into Jerusalem and dwelling among them, by also raising up the divine temple and permitting them again to appease and fulfill vows and complete festivals with the sacrifices according to the law. However, the statement that he rescues his own people from east and west would fittingly belong to Emmanuel, who called the whole world under heaven, netting through faith those from the ends of the earth, and gathering every flock of nations into the truly holy and renowned city, "which is the church of the living God," and the heavenly Jerusalem. And that he dwelt in the midst of her, how is it not true to say? For he became like us, and "he lived among men" in the flesh. And this God proclaimed to us beforehand through another prophet, saying: "Take courage, Zion, let not your hands be slack; your Lord God is mighty in you, he will save you, he will bring joy upon you and renew you in his love." But he is also with us now.
οὐ γὰρ ἀφῆκεν ἡμᾶς ὀρφανοὺς, πέπομφε δὲ ἡμῖν ἀνθ' ἑαυτοῦ τὸν Παράκλητον, καὶ σύνεστι δι' αὐτοῦ τοῖς ἀγαπῶσιν αὐτόν· καὶ πληροφορήσει λέγων "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας "τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος." γεγόναμεν τοίνυν αὐτοῦ λαὸς, οἱ ποτὲ οὐ λαὸς, καὶ οἱ τῶν λίθων θεραπευταί· τὴν ἀρχαίαν καὶ βέβηλον καταμυσαττόμενοι πλάνησιν· Θεὸν αὐτὸν ἐπεγραψάμεθα, καὶ τοῦτο ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ. οὐ γὰρ ἐν ἴσῳ τοῖς τοῦ γράμματος φίλοις, τύποις καὶ σκιαῖς προσκείμεθα, παραδεξάμενοι δὲ μᾶλλον εἰς νοῦν καὶ καρδίαν τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων λαμπρότητα, τὴν ἀληθῆ πληροῦμεν λατρείαν, καὶ τῆς ἁν- δανούσης αὐτῷ δικαιοσύνης ἀπρὶξ ἐχόμενοι, τὴν ἐν πνεύματι πληροῦμεν προσκύνησιν. "Πνεῦμα γὰρ ὁ Θεὸς," καθά φησιν αὐτὸς ὁ Υἱὸς, "καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν "πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Τάδε λέγει Κύριος παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν
ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προφητῶν, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀφ' οὗ ᾠκοδόμηται.9 Ὑπισχνεῖται μὲν τοῖς ἀγαπῶσιν αὐτὸν ὁ τῶν ὅλων Θεὸς τὰ ὑπὲρ ἐλπίδα πολλάκις, ψευδομυθεῖ δὲ οὐδαμῶς, ἀλλ' ἰδίᾳ δυνάμει καὶ ἀποῤῥήτοις τισὶν ἐνεργείαις ἀποπεραίνει κατὰ καιροὺς, ἅπερ ἂν βούλοιτο, καὶ λίαν ἀκονιτί. πρέποι δ' ἂν ἡμᾶς οὐκ ἀσθενοῦντας τῇ πίστει, πάντη τε καὶ πάντως ἐπιμαρτυρεῖν αὐτῷ τὸ πάντα δύνασθαι διαπεραίνειν εὐκόλως· ἀνδρίζεσθαι δὲ πρὸς ἔργα τὰ δι' ὧν ἐσόμεθα λαμπροὶ, καὶ τὸν εὐκλεᾶ τῆς ἐπιεικείας ἀποκερδανοῦμεν στέφανον·
For he did not leave us orphans, but sent us the Paraclete in his own stead, and through him he is present with those who love him; and he will assure us, saying, "Behold, I am with you all the days until the end of the age." We have therefore become his people, we who once were not a people, and who were worshipers of stones; we abominate the ancient and profane error; we have claimed him as God, and this in truth and righteousness. For we are not attached, as are the friends of the letter, to types and shadows, but rather, having received into our mind and heart the brightness of the evangelical proclamations, we fulfill true worship, and, clinging tenaciously to the righteousness that pleases him, we fulfill adoration in spirit. "For God is Spirit," as the Son himself says, "and those who worship him must worship in spirit and truth." Thus says the Lord Pantocrator: "Let the hands of those who hear these words from the mouth of the prophets in these days be strengthened, from the day on which the house of the Lord Pantocrator was founded, and the temple from which it was built." The God of all promises to those who love him things often beyond hope, but he never speaks falsely; rather, by his own power and by certain ineffable energies, he accomplishes in due times whatever he wishes, and with great ease. It would be fitting for us, not being weak in faith, to testify to him in every way and entirely that he can easily accomplish all things; and to be manly in the works through which we will be illustrious, and to gain the glorious crown of gentleness.
κατα- πείθεσθαι δὲ τοῖς παρ' αὐτοῦ λόγοις, καὶ ποδηγοὺς ποιεῖσθαι σπουδάζειν τοὺς, οἵπερ ἂν εἶεν κατὰ καιροὺς τῶν θείων ἡμῖν θεσπισμάτων ἀπλανέστατοι διακομισταί. κατεπηγ- γέλλετο δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν ἁγίων προφητῶν τὰ ἐκ τῆς ἐνανθρωπήσεως ἀγαθὰ, καὶ ὅσον μὲν ἧκεν εἰς ἀνθρωπίνας ἐννοίας, ἀπιστίας, ὡς ἔφην, οὐ μακρὰν τὸν λόγον ἐτίθει, τῶν χαρισμάτων τὸ μέγεθος ἀφη- γούμενος. ἀλλ' ἐν πίστει πεποιήμεθα δεκτὰ τὰ ὑπὲρ φύσιν· καὶ εἰς ἔργα τὸν νοῦν τὰ ὑπερφυῆ παρατρέποντες, τοῖς τῆς εὐσεβείας εἰσηγηταῖς εὐαφῆ τρόπον τινὰ καὶ εὐήνιον τὸν τῆς διανοίας αὐχένα δεδώκαμεν. καιρὸς δὲ ὁ πρέπων ταῖς τῶν ἀγαθῶν χορηγίαις καὶ τῇ παρ' ἡμῶν αὐτῶν ὑποταγῇ, τῆς Ἐκκλησίας ἡ ἀνάδειξις. θέα γὰρ ὅπως καὶ τοῖς πρὸς ἡμῶν προσέταττεν ὁ τῶν ὅλων Θεὸς κατισχύειν καὶ ἔργα πληροῦν, καὶ τοῖς τῶν προφητῶν καταπείθεσθαι λόγοις, ἀφ' ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου παντοκράτορος καὶ ὁ ναὸς ἀφ' οὗ ᾠκοδόμηται. Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ τῷ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρχει, καὶ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ.9 Ἡ τῶν Ἑβραίων ἔκδοσις οὐχ ὡς ἐπὶ μέλλοντος καιροῦ ποιεῖται τοὺς λόγους, χρόνον δὲ τίθησι τὸν παρῳχηκότα. πρὸ γὰρ τῶν ἡμερῶν ἐκείνων φησὶν ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἦν εἰς ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχε·
...to be persuaded by his words, and to be eager to make guides of those who, at the appropriate times, are the most unerring transmitters of the divine oracles to us. Our Lord Jesus Christ also promised through the holy prophets the blessings that come from the incarnation; and, as far as human understanding goes, he placed the account, as I said, not far from disbelief, when describing the magnitude of the gifts. But we have received in faith what is beyond nature; and, turning our mind to the supernatural works, we have given the neck of our understanding, so to speak, docile and manageable to the teachers of piety. The fitting time for the bestowal of blessings and for our own submission is the establishment of the Church. For see how the God of all commanded us to prevail and to accomplish works, and to be persuaded by the words of the prophets, from the day on which the house of the Almighty Lord and the temple were founded. Because before those days, the wages of men will not be for benefit, and the wages of cattle do not exist, and for one going out and for one coming in there will be no peace from affliction; and I will send out all men, each against his neighbor. The Hebrew version does not make the words as referring to a future time, but places the time as past. For it says, before those days the wages of men were not for benefit, and the wages of cattle did not exist.
καὶ πάλιν Τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἦν εἰρήνη, καὶ ἀντὶ τοῦ φάναι Καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, τεθείκασι τό Ἐξαπέστειλα πάντας τοὺς ἀνθρώπους. ἔχει δὲ καὶ σφόδρα τὸ εἰκὸς ὁ λόγος, τὸ δὲ ἀτρεκὲς ἐν τούτοις παραστήσει τῶν διηγημάτων ἡ δύναμις. βούλεται γάρ τι τοιοῦ- τον ὑποδηλοῦν. ἧκον μὲν γὰρ ἐκ Βαβυλῶνος εἰς τὴν ἁγίαν πόλιν οἱ ἐξ Ἰσραήλ. ἀλλ' οὐκ ἦν αὐτοῖς ἁγιάσματος τόπος, κατασεσεισμένου τοῦ πάλαι ναοῦ· οὐκ ἦν ἡ θυσία καὶ σπονδὴ, μὴ ἑστῶτος θυσιαστηρίου. εἶτα προὔτρεπεν ὁ τῶν ὅλων Θεὸς τῶν οὕτως αὐτοῖς ἀναγκαίων προὐργιαιτάτην θέσθαι φροντίδα, καὶ ἀναδείμασθαι μὲν τὸν ναὸν, ἀνορθῶσαι δὲ καὶ τὸ θεῖον ἐν αὐτῷ θυσιαστήριον, ὡς ἂν ἔχοιεν ἀπο- περαίνειν εὖ μάλα τὰ νενομισμένα, καὶ καταμειλίσσεσθαι τὸν τῶν ὅλων Θεόν. οἱ δὲ ποικίλως διανεβάλλοντο, ποτὲ μὲν χρημάτων πλαττόμενοι σπάνιν, ποτὲ δὲ τὰς τῶν κωλυόντων οἰκοδομεῖν δυστροπίας προφασιζόμενοι. εἶτα προσ- κρούοντες διὰ τοῦτο Θεῷ, συχναῖς καὶ ἀλλεπαλλήλοις κατεπαίοντο πληγαῖς, ἀκαρπίαις δὴ λέγω καὶ ἀνεμοφθο- ρίαις καὶ ταῖς τῶν ὁμόρων ἐθνῶν ἐφόδοις καὶ καταδρομαῖς. ἐπίκλημα δὲ αὐτοῖς ἐποιεῖτο τὸ ῥᾴθυμον ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου "Ὁ λαὸς "οὗτος λέγουσιν Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν "οἶκον Κυρίου. εἰ καιρὸς ὑμῖν μέν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις "κοιλοστάθμοις, ὁ δὲ οἶκος Κυρίου οὐκ ᾠκοδόμηται;" ἐπειδὴ δὲ ἀναπέπτωκαν, ὡς ἔφην, ἐκ ῥᾳθυμίας, ταῖς τῶν ἀναγ- καίων ἐνδείαις κατεπαίοντο συχνῶς, καὶ πολέμοις τοῖς γεί- τοσιν.
And again: "For the one going out and the one coming in there was no peace," and instead of saying "And I will send out all the people," they have placed "I sent out all the people." The account also has a very plausible character, but the truth in these matters will be demonstrated by the force of the narratives. For it intends to indicate something like this. Those from Israel had come from Babylon to the holy city. But there was no place of sanctification for them, the former temple having been demolished; there was no sacrifice and libation, the altar not standing. Then the God of all urged them to make the most necessary of such things their foremost concern, and to rebuild the temple and also to set up the divine altar in it, so that they might properly perform the customary rites and propitiate the God of all. But they made various objections, at one time feigning a scarcity of money, at another alleging the intractability of those who hindered building. Then, because they offended God by this, they were struck by frequent and successive blows—I mean by crop failures, blights, and the incursions and raids of neighboring nations. And the God of all made their negligence a charge against them, speaking thus through the voice of the prophet Haggai: "This people says, 'The time has not come to build the house of the Lord.' Is it time for you to dwell in paneled houses, while the house of the Lord is not built?" Since they had become slack, as I said, from negligence, they were frequently struck by shortages of necessities and by wars with their neighbors.
ἐπειδὴ δὲ ἀνεγηγέρκασι τὸν νεὼν, πέπαυται τὰ ἐξ ὀργῆς, πάντα δὲ ἅλις ἦν αὐτοῖς, καὶ πολὺ τῆς εὐημερίας παρέκειτο πλάτος. ταύτῃτοί φησιν Ὅτι πρὸ τῶν ἡμερῶν ἐκείνων, τουτέστι πρὶν ἀναστῆναι τὸν νεὼν, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἦν εἰς
ὄνησιν καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπῆρχεν. ἄμισθοι γὰρ οἱ γηπόνοι, καὶ οὐδὲν ὅλως συν- αγηγερκότες, ὁμοῦ τοῖς συγκεκμηκόσι βουσὶν ἀπηλλάττοντο τῶν ἀγρῶν. ἀλλ' οὐδὲ τοῖς ἐκπορευομένοις, ἢ τοῖς εἰσπορευο- μένοις ἦν εἰρήνη. εἰσπορευομένους δὲ καὶ ἐκπορευομένους τοὺς ἐκ πόλεως εἰς πόλιν ἰόντας ἔσθ' ὅτε φησὶν, ἢ τὸ ἐμπορικὸν ἔχοντας ἐπιτήδευμα, ἤγουν καὶ ἑτέρων ἕνεκα πραγμάτων. οὐκ ἦν οὐδὲ ἐκείνοις εἰρήνη, τῶν ὁμόρων ἐθνῶν, ὡς ἔφην, ἐκ- λελυττηκότων ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἑκάστου βλέποντος ὡς ἕνα τῶν ὅτι μάλιστα ἐχθρῶν τὸν ἐγγὺς ἐξ αἵματος, ἢ καὶ ἀδελφὸν, ἢ καὶ γείτονα. Ἰστέον δὲ, ὅτι πρὶν ἐνανθρωπῆσαι τὸν Μονογενῆ, καὶ ἀναδειχθῆναι τὴν Ἐκκλησίαν, οὐδεὶς ἦν ἀνθρώπῳ μισθὸς, οὔτε μὴν τοῖς κτήνεσιν. οἵ τε γὰρ ἐν τῷδε τῷ βίῳ λογικώτεροι καὶ συνέσεως ἔχοντες δόξαν, οἳ δὴ καὶ ἄνθρωποι νομισθεῖεν ἂν, ἀκερδῆ καὶ ἄχρηστον τὴν ἐν τοῖς λόγοις εἶχον σπουδὴν, οὔτε συγγράφοντές τι τῶν ἀναγκαίων, οὔτε μὴν νοεῖν ἢ λαλεῖν ἑτέροις δυνάμενοι. ὁμοίως δὲ καὶ οἱ τὸν ἀγελαῖον καὶ κτηνώδη τρίβοντες βίον, ἄμισθοι διετέλουν. οὐ γὰρ ἦν ἐργάσασθαί τι τῶν ἐπαινουμένων παρὰ Θεῷ.
Since they had rebuilt the temple, the things from wrath ceased, and everything was calm for them, and a great expanse of prosperity lay before them. By this, he says, "Before those days," that is, before the temple was raised up, the wage of men was not for benefit, and the wage of cattle did not exist. For the tillers of the soil were without wages, and having gathered nothing at all, they departed from the fields together with the oxen that had labored with them. But there was no peace even for those going out or those coming in. By "those coming in and going out" he sometimes means those going from city to city, or those engaged in the mercantile pursuit, that is, also for the sake of other matters. There was no peace for them either, the neighboring nations, as I said, having raged against Israel, and each one looking upon the one near him from blood, or even a brother, or even a neighbor, as an enemy most of all. But one must know that before the Only-begotten became incarnate and the Church was manifested, there was no wage for man, nor yet for cattle. For those who were more rational in this life and had a reputation for understanding, who would indeed be considered men, had their zeal in words profitless and useless, neither writing anything necessary, nor being able to think or speak to others. Likewise, those who lived the herd-like and brutish life continued without wages. For it was not possible to do anything praiseworthy before God.
ἀλλ' οὐδὲ ἦν ὅλως ἐπὶ γῆς εἰρήνη, τῆς τῶν δαιμονίων ἀγέλης διακυκώσης τὰ πάντα, καὶ θορύβου μεστὴν ἀποφαινούσης τὴν γῆν, ὡς εἶναι τὰ πάντων πράγματα καὶ μέντοι τὰς διανοίας ὡς ἐν δονήσει καὶ σάλῳ, καὶ τὸ βεβηκὸς οὐκ ἔχειν. Καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιήσω τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος παντοκράτωρ· ἀλλ' ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου ταῦτα πάντα.9 Συμμεθίστησι ταῖς ὀργαῖς καὶ τὰ ἐξ αὐτῶν συμβαίνοντα, καὶ ἀποδραμεῖσθαί φησιν ὁμοῦ τοῖς τῶν πλημμελημάτων καιροῖς τὰς δίκας. πεπαυμένης γὰρ τῆς ἁμαρτίας, μᾶλλον δὲ ἤδη ποινὰς τὰς ὑπὲρ αὐτῆς ἐκτετικότος τοῦ Ἰσραὴλ, κατα- λήξειν ἔφη τὰς συμφορὰς, καὶ μάλα εἰκότως, καὶ ἀπρακτή- σειν ἔτι τῶν ἀνιαρῶν τὴν ἔφοδον. βεβούλευται γὰρ ἐπ' αὐτοῖς οὐκ ἀδελφὰ τοῖς πρώτοις, ἀλλ' ὅσα βλέπει πρὸς ἡμερότητα. τοῦτο δὲ ἦν εἰρήνης ἐπίδοσις, καὶ ἀμφιλαφὴς τῶν ἡδίστων αὐτοῖς χορηγία, ὡς εὔβοτρυν μὲν ὁρᾶσθαι τὴν ἄμπελον, βαθὺ δὲ κομῶσαν ληΐοις τὴν ἀρόσιμον γῆν τοὺς τῶν γηπόνων ἱδρῶτας ἀμείβεσθαι, οὐρανοῦ δηλονότι μο- νονουχὶ καὶ συνθέοντος, καὶ δρόσοις καταπιαίνοντος ἀγροὺς δηλονότι καὶ τὰ ἐν αὐτοῖς. ἕψεται γὰρ πάντως τοῖς τοῦ Δεσπότου νεύμασιν οὐρανός τε καὶ γῆ, καὶ ἁπαξαπλῶς ἡ κτίσις. κλῆρος δὲ ταῦτα τῷ Ἰσραὴλ, Θεοῦ κατευρύνοντος τὴν εὐημερίαν, καὶ παντὸς τοῦ πεφυκότος ἀνιᾶν ἀπαλλάτ- τοντος. Ἁρμόσειε δ' ἂν ὁ ἐπὶ τῷδε λόγος τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ.
But there was no peace on earth at all, since the horde of demons was agitating everything and rendering the land full of turmoil, so that the affairs of all people and indeed their minds were in a state of shaking and disturbance, and had no stability. And now, "I will not do as in the days before for the remnants of this people," says the Lord Almighty; "but rather I will show peace: the vine will give its fruit, and the earth will give its produce, and the sky will give its dew, and I will grant all these things as an inheritance to the remnants of my people." He simultaneously changes the wrath and the things that result from it, and says that the punishments will flee together with the times of the transgressions. For when sin has ceased—or rather, when Israel has already paid the penalties for it—he said that the calamities would cease, and quite reasonably, and that the onset of grievous things would become ineffectual. For he has planned for them things not akin to the former, but rather all that tends toward gentleness. This was an increase of peace and a bountiful supply of the most pleasant things for them, so that the vine is seen to be rich in grapes, and the arable land, thickly luxuriant with crops, repays the labors of the farmers, with the sky, evidently, almost joining in and fattening the fields and the things in them with dews. For heaven and earth, and creation as a whole, will surely follow the nods of the Master. And these things are an allotment for Israel, as God broadens their prosperity and removes everything that naturally causes distress. This discourse would be fitting for Christ, the Savior of us all.
πρὸ μὲν γὰρ τῶν τῆς ἐπιδημίας καιρῶν ἐβαδίζομεν ἕκαστος κατὰ τὸ αὐτῷ δοκοῦν, κτηνώδη τε καὶ ἀλογώτατον διαβιοῦντες βίον, καὶ ταῖς τῶν δαιμονίων ἀπά- ταις συνεζευγμένοι. ἐπειδὴ δὲ πεπραμένους μόνον δὲ οὐχὶ, καὶ κατεῤῥιμμένους εἰς γῆν, καὶ ὑπὸ πόδας ὄντας ἐχθρῶν, ᾤκτειρεν ὁ Πατὴρ, οὐκέτι πεποίηκεν ἡμῖν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν. οὐ γὰρ περιεῖδεν ἔτι πλεονεκτουμένους, καὶ ὑπὸ τυράννῳ πράττοντας ὠμῷ πρὸς πᾶν ὁτιοῦν ἡμᾶς τῶν αἰσχίστων ἀποφέροντι· δέδωκε δὲ μᾶλλον ἡμῖν τὴν ἐξ οὐ- ρανῶν εἰρήνην, τουτέστι Χριστὸν, ὃς καὶ ἁπάσης ἡμῖν εὐκαρ- πίας τῆς νοητῆς δεδώρηται χορηγίαν. ἐμπεπλήσμεθα γὰρ σίτῳ τε καὶ οἴνῳ, καὶ δέδωκεν ἡμῖν ἡ ἄμπελος ἡ ἀληθινὴ, τουτέστι Χριστὸς, τὸν ἑαυτῆς καρπὸν, τὸν εὐφραίνοντα καρ- δίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. αὐτὸς δὲ ὑπάρχων καὶ ὁ κόκκος τοῦ σίτου καὶ τὸ δράγμα τὸ ἱερὸν, ἄρτος ἡμῖν ἀπεφάνθη ζωῆς· ἀπέδειξε δὲ καὶ εὐανθεστάτους, ταῖς ἐξ οὐ- ρανοῦ καταπιαίνων δρόσοις, δῆλον δὲ ὅτι ταῖς νοηταῖς καὶ διὰ τοῦ Πνεύματος, ὧν καὶ ὁ θεσπέσιος Δαυεὶδ διαμέμνηται λέγων "Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη "Σιών." ταῦτα δὲ ἡμῖν ἐν κλήρου μοίρᾳ παρὰ Θεοῦ καὶ μερὶς ἀγαθὴ, ἐπεί τοι γεγόναμεν Ἰσραὴλ, τουτέστι, νοῦς ὁρῶν Θεὸν, τεθεάμεθα γὰρ ἐν Υἱῷ τὸν Πατέρα. καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς
Before the times of the advent, each of us walked according to what seemed good to him, living a bestial and utterly irrational life, yoked to the deceptions of the demons. But when the Father took pity on us, who were sold, almost, and cast down to the ground, and under the feet of enemies, he no longer permitted us to live as in former days. For he no longer overlooked us being oppressed and acting under a harsh tyrant who drove us to anything whatever of the most shameful things; rather, he gave us the peace from the heavens, that is, Christ, who has also granted us the supply of all spiritual fruitfulness. For we have been filled with wheat and wine, and the true vine, that is, Christ, has given us its fruit, which gladdens the heart of man, according to what is written. And he himself, being both the grain of wheat and the sacred sheaf, has been revealed to us as the bread of life; and he has also made us most flourishing, fattening us with the dews from heaven, clearly the spiritual ones through the Spirit, which the inspired David also recalls, saying, "Like the dew of Hermon that falls upon the mountains of Zion." These things have been given to us as a portion and a good allotment from God, since we have become Israel, that is, a mind seeing God, for we have beheld the Father in the Son. And it will be as you were under a curse in the
ἔθνεσιν οἶκος Ἰούδα καὶ οἶκος Ἰσραὴλ, οὕτω διασώσω ὑμᾶς καὶ ἔσεσθε ἐν εὐλογίᾳ· θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν.9 Αἰχμάλωτοι γεγονότες οἱ ἐξ Ἰσραήλ, καὶ ταῖς τῶν ἑλόν- των πλεονεξίαις ἐνειλημμένοι, κεχρηματίκασι καὶ ἐπάρατοι, φασκόντων τινῶν, κατά γε τὸ εἰκὸς Οὕτω μὴ γενοίμην ὡς ὁ Ἰσραήλ. ἐπειδὴ δὲ σέσωκέ τε αὐτοὺς ὁ φιλοικτίρμων Θεὸς, καὶ ἐν τοῖς ἀρχαίοις γεγόνασιν ἀγαθοῖς, συναποβεβλήκασι ταῖς συμφοραῖς καὶ τὸ δοκεῖν εἶναι κατηραμένοι. ηὐλόγηνται γὰρ, καὶ οὐδὲν ἧττον γεγόνασι ζηλωτοὶ καθὰ καὶ πάλαι, Θεοῦ κατευφραίνοντος τοῖς ἄνωθεν ἀγαθοῖς, καὶ ἁπάσης αὐτοῖς εὐ- θυμίας ἁπλοῦντος μέθεξιν. Τοῦτο δὲ αὐτὸ καὶ ἐφ' ἡμῶν αὐτῶν ἀτρεκὲς ἐνορῷτο πάλιν. ἦμεν γὰρ ἐπάρατοι, ταῖς τῶν δαιμονίων ἀγέλαις ὑπεζευγμένοι, καὶ πρὸς πᾶν εἶδος φαυλότητος διὰ τῆς ἐκεί- νῶν δυστροπίας κατενηνεγμένοι. ἐπειδὴ δὲ Θεὸν ἐγνώκαμεν τὸν τῶν ὅλων δημιουργὸν, καὶ ἐγνώσθημεν τῷ Χριστῷ, τότε δὴ τότε καὶ ἀναμέλπειν ἐφ' ἑαυτοῖς δεδιδάγμεθα "Εὐλογη- "μένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν "γῆν." ἐπειδὴ δὲ εἰς τοῦτο κεκλήμεθα τιμῆς τε καὶ δόξης, φιλεργεῖν ἀναγκαῖον καὶ κατανδρίζεσθαι παθῶν, καὶ στυγη- τὴν ποιεῖσθαι τὴν ἁμαρτίαν, καὶ τοῖς εὐαγγελικοῖς ἐμπρέπειν νόμοις, ὡς ἐπείγεσθαι κατορθοῦν τὸ ἁνδάνον Χριστῷ. ἀκη- κόαμεν γὰρ ἐπιφωνοῦντος ἡμῖν Θαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν, ἐσχήκαμεν δὲ παρὰ Χριστοῦ τὸ χρῆναι θαρσεῖν·
Among the nations, the house of Judah and the house of Israel, thus I will save you, and you will be in blessing: take courage and be strong in your hands. Those from Israel who had become captives and were entangled in the greed of their captors were also considered accursed, some saying, as is likely, "May I not become like Israel." But since the compassionate God saved them and they came into the ancient goods, they cast off along with their misfortunes the appearance of being cursed. For they were blessed and became no less enviable than before, with God delighting in the goods from above and extending to them a share of all cheerfulness. This same thing is seen to be true again in our own case. For we were accursed, yoked to the herds of demons and brought down to every form of baseness through their perversity. But when we came to know God, the creator of all things, and were known by Christ, then indeed we were taught to sing over ourselves: "We are blessed by the Lord who made the heaven and the earth." Since we have been called to this honor and glory, it is necessary to be industrious and to act manfully against the passions, to make sin hateful, and to shine in the evangelical laws, so as to be eager to accomplish what pleases Christ. For we have heard him calling out to us: "Take courage and be strong in your hands," and we have received from Christ the need to take courage.
νενίκηκε γὰρ ὑπὲρ ἡμῶν τὸν κόσμον, καὶ πεπάτηκεν ἐχθροὺς, καὶ θανάτου κρείττονα τὸν οἰκεῖον ἔδειξε ναὸν, καὶ τὸ τῆς ἀνομίας ἐνέφραξε στόμα, ἵνα καὶ ἡμεῖς δι' αὐτὸν ἐν τούτοις. νενίκηκε γὰρ, ὡς ἔφην, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν τοῖς ἠσθενηκόσι τὰ ἐκ τοῦ νικῆσαι κατορθῶν ἀγαθά. Διότι τάδε λέγει Κύριος παντοκράτωρ Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα· οὕτω παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ἱερουσαλὴμ καὶ τὸν οἶκον Ἰούδα· θαρσεῖτε.9 Ὅτι ταῖς θείαις σκέψεσιν εἴτ' οὖν βουλαῖς τὸ ἀντιστατοῦν οὐδὲν, κἀκ τῶνδε δὴ πάλιν ἐφίησι νοεῖν. ὃ γὰρ ἂν βου- λεύσαιτο Θεὸς καὶ δὴ καὶ ἕλοιτο πληροῦν, τοῦτο δὴ πάντως ἐκβήσεται καὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἐξέρπει τέλος. οὕτω που φησὶ καὶ διὰ φωνῆς Ἡσαΐου, τῆς ἑαυτοῦ φύσεως τὸ παναλκὲς ἀποφαίνων "Καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στή- "σεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω." οὐκοῦν ἐξ ὧν συνέβη παθεῖν αὐτοὺς ἐπενηνεγμένης τῆς θείας ὀργῆς, ἐκ τούτων αὐτῶν συνιέναι, καὶ μάλα σαφῶς, ἔστιν, ὅτι καὶ ἡ τῆς εὐθυμίας αὐτοῖς κατευρύνεται τρίβος ἐθέλοντός γε αὐ- τοῦ καὶ ἐφιέντος εὐημερεῖν, μᾶλλον δὲ καὶ ὀρέγοντος εἰς φιλανθρωπίας τὸ ἐν παντὶ δὴ χρῆναι γενέσθαι καλῷ. ὥσ- περ γὰρ, φησὶ, κακοῦν ὑμᾶς ἐθέλοντα διὰ πολλὴν ἁμαρτίαν, ἀπεῖρξεν οὐδέν· οὕτω καὶ χρηστὰ βουλευομένῳ, καὶ κατοι- κτείρειν ἐθέλοντι πεπονηκότας ἀρκούντως, οὐδὲν ἔσται τὸ ἐμποδών. παρατέταγμαι γὰρ εὖ ποιῆσαι τὴν Ἱερουσαλὴμ καὶ τὸν οἶκον Ἰούδα. ἐμφαντικὴ δὲ λίαν ἡ λέξις.
For he has conquered the world on our behalf, and has trampled the enemies, and has shown his own temple to be stronger than death, and has stopped the mouth of lawlessness, so that we too, through him, may be in these things. For he has conquered, as I said, not so much for himself, but for us who have grown weak, securing the good things that come from victory. Therefore thus says the Lord Almighty: In the way I intended to harm you when I provoked your fathers, says the Lord Almighty, and I did not change my mind, so I have arrayed myself and intended in these days to do good to Jerusalem and the house of Judah: take courage. For nothing opposes divine considerations or plans, and from these things he again allows one to understand. For whatever God might plan and choose to fulfill, that will certainly come to pass and reach the end that seems good to him. Thus he says somewhere through the voice of Isaiah, declaring the all-powerful nature of his own being: "And I said, all my counsel will stand, and all that I have planned I will do." Therefore, from what they suffered when divine wrath was brought upon them, it is possible to understand clearly that the path of good cheer is also widened for them, when he wills and permits them to prosper, or rather when he reaches out in philanthropy so that they should be in every good thing. For just as, he says, when I wished to harm you because of great sin, nothing prevented me, so also when I plan good things and wish to pity those who have sufficiently suffered, nothing will hinder. For I have arrayed myself to do good to Jerusalem and the house of Judah. And the expression is very emphatic.
οὐ γὰρ ἔφη μόνον ὅτι Βεβούλευμαι καὶ διανενόημαι τυχὸν, ἀλλ' εἰς τοῦτο προῆλθον γνώμης καὶ τῆς ἐφ' ὑμῖν ἡμερότητος, ὥστε καὶ παρατέταγμαι. τοῦτο δέ ἐστι σκέψεως ἐντόνου μήνυσις ἐναργής. κατασφραγίζει δὲ τὴν ὑπόσχεσιν εἰς ἀλήθειαν, τὸ θαρσεῖτε προστιθείς. Οὕτω δὲ καὶ ἡμᾶς αὐτοὺς τοὺς διὰ τῆς πίστεως κεκλη- μένους εἰς ἐπίγνωσιν ἀληθείας ἀσφαλίζεται Χριστός. ὥσ- περ γὰρ πρὸ τῆς κλήσεως πρὸς πᾶν εἶδος φαυλότητος κατωλισθηκότας, παραδέδωκε μὲν εἰς ἀδόκιμον νοῦν, ἐκάκωσε δὲ δι' ἀκαθαρσίαν· οὕτω καὶ ἐν ταῖς ἡμέραις ταύταις διενοήθη τε καὶ παρατέτακται, καθά φησιν αὐτὸς, εἴς γε τὸ εὖ ποιῆσαι τὴν Ἐκκλησίαν καὶ τὸν οἶκον Ἰούδα, τουτέστιν ἡμᾶς τοὺς ἐξομολογουμένους αὐτῷ, καὶ ταῖς εὐφημίαις καταγεραίροντας ὡς Δεσπότην, ὡς σωτῆρα καὶ λυτρωτήν· αἴνεσις γὰρ ὁ Ἰούδας ἑρμηνεύεται. οἶκος δὲ Ἰούδα καὶ ἑτέρως νοοῖτ' ἂν ἡ Ἐκκλησία. κεχρημάτικε γὰρ οἶκος Χριστοῦ, ὃς "ἀνατέταλ- "κεν ἐξ
Ἰούδα," κέκληται δὲ οὕτω καὶ παρὰ τῇ θεοπνεύστῳ γραφῇ. καὶ γοῦν ὁ πατριάρχης Ἰακὼβ οὕτως αὐτοῦ διαμέμ- νηται λέγων "Ἰούδα, σε αἰνέσαισαν οἱ ἀδελφοί σου," καὶ πάλιν "Ἐκ βλαστοῦ ἀνέβης υἱέ μου Ἰούδα." ἀνέφυ γὰρ ὁ Χριστὸς ἐκ ῥίζης Ἰεσσαὶ, καὶ καθάπερ ἀπὸ βλαστοῦ τῆς ἁγίας παρθένου "Βακτηρία εὐκλεὴς καὶ ἡ ῥάβδος μεγαλώ- "ματος," κατὰ τὴν τοῦ προφήτου φωνήν. ἡμῖν οὖν ἄρα καὶ τὸ θαρσεῖτε λελέξεται, καὶ μάλα εἰκότως. ὅπλῳ γὰρ ἡμᾶς εὐδοκίας ἐστεφάνωσεν ὁ Πατὴρ τῇ διὰ Χριστοῦ σωτηρίᾳ καὶ χάριτι. Οὗτοι οἱ λόγοι οὓς ποιήσετε·
He did not merely say, "I have planned and intended," perhaps, but I have come to this judgment and to this gentleness toward you, so that I have even taken my stand. This is a clear indication of intense deliberation. And he seals the promise with truth by adding, "Take courage." In this way, Christ also secures us, who have been called through faith to the knowledge of truth. For just as before the call we had slipped into every kind of baseness, he delivered us to a worthless mind and afflicted us through impurity, so also in these days he has both planned and taken his stand, as he himself says, for the purpose of doing good to the Church and the house of Judah, that is, to us who confess him and honor him with praises as Master, as Savior and Redeemer; for "Judah" is interpreted as "praise." And the "house of Judah" could also be understood as the Church. For it has been called the house of Christ, who "has risen from Judah," and it is so named also in the divinely inspired Scripture. Indeed, the patriarch Jacob thus mentions him, saying, "Judah, let your brothers praise you," and again, "You have grown from a shoot, my son Judah." For Christ grew from the root of Jesse, and as from a shoot of the holy virgin, "a glorious staff and a rod of greatness," according to the voice of the prophet. Therefore, "Take courage" will be said to us as well, and quite reasonably. For the Father has crowned us with the weapon of good will, through the salvation and grace of Christ. These are the words you will utter.
λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ κρῖμα εἰρηνικὸν ὑμῶν, καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ κρίνετε ἐν ταῖς πύλαις λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.9 Οὐκ ἀπειθεῖν ἑλομένοις καὶ εἰς ἐξίτηλον πολιτείαν ἀπο- φοιτᾶν εἰωθόσιν ἐπαγγέλλεται Θεὸς τὰ ἐκ τῆς ἰδίας ἡμερότητος ἐπιδώσειν ἀγαθὰ, καὶ μὴν καὶ παρατετάχθαι πρὸς τὸ χρῆναι λοιπὸν εὖ ποιεῖν αὐτούς· ἠγαπηκόσι δὲ μᾶλλον τὴν αὐτῷ θυμήρη διαστείχειν ὁδὸν καὶ ζῆν εὐαγῶς ᾑρημένοις. ἥκιστα μὲν γὰρ ψευδοεπεῖς ὁρᾶσθαι προστέταχε, ποιεῖσθαι δὲ μᾶλλον ἐν ἀτρεκείᾳ τοὺς λόγους, ὀρθότητα δὲ τὴν ἐπί γε τοῖς κρίμασιν ἀγαπᾶν, καὶ τὴν ἐφ' ἑκάστῳ πράγματι ψῆφον εὐθῆ τε καὶ ἀνεπίπληκτον πάντη τε καὶ πάντως ἐκφέρειν, οὐ λημματίων αἰσχρῶν ἡττωμένους, οὐκ εἰς κέρδη βλέποντας αἰσχρὰ, καὶ χρημάτων ἕνεκα τὴν τοῦ δικαίου παρασημαί- νοντας χάριν· ἀλλ' εἰς μόνον ὁρῶντας τὸ ἁνδάνον Θεῷ· ἀνιέντας δὲ καὶ ἀδελφοῖς, εἰ δή που τι παραπταίσειαν ἢ δρῶντες ἢ λέγοντες, καὶ προσέτι τούτοις παρωθουμένους εὖ μάλα τὸ ψευδορκεῖν. μεμισηκέναι γὰρ δὴ διισχυρίζεται τὰ τοιάδε τῶν κακῶν. Ἄθρει δὲ ὅπως οὐδὲν ἐπιτάττει δρᾶν τῶν ἐν σκιαῖς ἢ τύποις. οὐ γάρτοι χρῆναι βουθυτεῖν οὐδὲ μὴν λιβανωτῷ τιμᾶν ἐντέλλεται, ἀλλ' οἷον ἰσχνήν τινα καὶ τετορνευμένην, μόνον δὲ οὐχὶ καὶ εὐαγγελικὴν ἐπασκῆσαι βούλεται ζωήν. ἐπειδὴ γὰρ οὐ βραχὺς ἡμῖν ἐν τούτοις περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐκπεποίηται λόγος, ταύτῃτοι καὶ ἀναγκαίως ἐντολὴ συνεισάγεται τὰ δι' αὐτοῦ λαλοῦσα θεσπίσματα.
Speak truth each one to his neighbor, and let your judgment be peaceful, and do not judge the wickedness of your neighbor in the gates; consider in your hearts, and do not love false oaths; for all these things I have hated, says the Lord Almighty. God does not promise to bestow the goods from his own gentleness upon those who choose to disobey and are accustomed to depart into a vanishing way of life, nor indeed to have taken his stand so as to do them good henceforth; but rather upon those who have loved to walk the path pleasing to him and have chosen to live piously. For he has commanded that they least of all appear false-speaking, but rather make their words in truth, love uprightness in judgments, and bring forth a verdict on each matter that is straight and blameless in every way, not yielding to shameful gains, not looking to base profits, and not distorting the grace of justice for the sake of money; but looking only to what is pleasing to God; and forgiving brothers, if ever they should stumble in deed or word, and moreover, being well averse to perjury. For he insists that he has hated such evils. Observe how he commands nothing to be done that is in shadows or types. For he does not order that one should sacrifice oxen or honor with frankincense, but he wishes them to practice a life that is, as it were, slender and well-turned, almost even evangelical. For since we have already made no small discourse concerning the advent of our Savior, with this is necessarily introduced a commandment that speaks the oracles through him.
εἰ γὰρ δὴ προσήκοι τοῖς θείοις ἡμᾶς ἑπομένους λόγοις λαλεῖν τὴν ἀλήθειαν, τὰ Χριστοῦ πάντως διαλεξόμεθα· Χριστὸς γάρ ἐστιν ἡ ἀλήθεια. διὰ τοῦτο καὶ ὁ σοφώτατος Πέτρος ἑτοιμοτάτους ἡμᾶς γενέσθαι προστέταχε "πρὸς ἀπολογίαν παντὶ "τῷ ἐρωτῶντι ἡμᾶς λόγον περὶ τῆς οὔσης ἐν ἡμῖν ἐλπίδος." οἱ δὲ δὴ τὰ Χριστοῦ λαλεῖν εἰθισμένοι, καὶ αὐτὸν ἔχοντες ἐπὶ γλώσσης ἀεὶ, καὶ νοῦ καὶ καρδίας μελέτην πεποιημένοι, δίκαιοί που πάντως εἶεν ἂν, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ὀρθότητι διαπρέποντες, εἰρηνικοί τε καὶ πρᾶοι καὶ πρός γε τούτῳ καὶ ἀνεξίκακοι, καὶ ψευδορκεῖν οὐκ εἰδότες, μᾶλλον δὲ οὐδὲ ὀμνύντες ὅλως. διαμέμνηνται δὲ λέγοντος αὐτοῦ "Ἔστω "δὲ ὑμῶν ὁ λόγος τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ δὲ περισσὸν "τούτων ἐκ τοῦ πονηροῦ ἐστιν." Καὶ ἐγένετο λόγος Κυρίου παντοκράτορος πρὸς μὲ λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Νηστεία ἡ τετάρτη καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε.9 Ἀναγκαῖον οἶμαι τοῖς φιλομαθέσι προαφηγήσασθαι πάλιν τῶν ἐνθάδε λεγομένων νηστειῶν τὰς αἰτίας, καὶ ποία μὲν ἡ τετάρτη, τίς δὲ καὶ ἡ πέμπτη, καὶ αἱ τούτων ἐφεξῆς ἑβδόμη τε καὶ δεκάτη. προσεποίσομεν γὰρ οὕτως ἐπὶ καιροῦ, καὶ ἐν κόσμῳ λοιπὸν τῶν προστεταγμένων τὴν δύναμιν.
If indeed it befits us, following the divine words, to speak the truth, we will by all means discourse on the things of Christ; for Christ is the truth. For this reason, the most wise Peter commanded us to be very ready "for an apology to everyone who asks us for an account concerning the hope that is in us." And those accustomed to speak the things of Christ, always having him on their tongue, and having made him the meditation of mind and heart, would surely be just, and distinguished by correctness in every respect, peaceful and gentle, and in addition to this, forbearing, and not knowing how to swear falsely, but rather not swearing at all. They remember him saying, "Let your speech be 'yes, yes' and 'no, no'; the excess beyond these is from the evil one." And the word of the Lord Almighty came to me, saying, "Thus says the Lord Almighty: The fourth fast and the fifth fast and the seventh fast and the tenth fast shall be for the house of Judah for joy and for gladness and for good festivals, and you shall rejoice, and love truth and peace." I think it necessary for the learned to set forth again the causes of the fasts mentioned here, and what the fourth is, and what the fifth is, and the seventh and tenth in sequence after these. For we will thus apply them at the proper time, and then in order the meaning of the commandments.
οὐκοῦν μετὰ τὸ ἁλῶναι τὴν ἁγίαν πόλιν, καὶ κατεμπρησθῆναι τὸν ναὸν, ἀποκομισθῆναι δὲ ὁμοῦ τοῖς ἱεροῖς σκεύεσιν αἰχμάλω- τον τὸν Ἰσραὴλ, οἱ σεσωσμένοι τε καὶ περιλειφθέντες κατὰ τὴν Ἰουδαίαν τὰς ἡμέρας ἐν αἷς τὰ τοιάδε παθεῖν συμβέβη- κεν ἀποφράδας ἡγοῦντο καὶ στυγητὰς, καὶ δὴ κατὰ πληθὺν συνθέοντες, κομμὸν ἐποιοῦντο καὶ θρῆνον, ἀσιτοῦντες ὡς ἐν νηστείαις. τίνα δὲ δὴ τὰ συμβεβηκότα, καὶ ὡς ἐν ἑκάστῃ τῶν
ἀρτίως ἡμῖν ὠνομασμένων ἡμερῶν, φέρε λέγωμεν ἐκ τῶν ἱερῶν γραμμάτων. Ἔφη τοίνυν ὁ μακάριος Ἱερεμίας "Καὶ ἐγένετο ἐν τῷ "ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ· δῆλον δὲ ὅτι Σεδεκίου·
Therefore, after the holy city was captured and the temple was burned down, and Israel was taken away captive together with the sacred vessels, those who were saved and remained in Judea considered the days on which such things happened to be accursed and abominable, and indeed, gathering in a crowd, they made lamentation and mourning, fasting as in times of abstinence. Now, what these events were, and what happened on each of the days just mentioned by us, let us recount from the sacred writings. So the blessed Jeremiah said: "And it came to pass in the ninth year of his reign—clearly that of Zedekiah.
"ἐν τῷ μηνὶ τῷ δεκατῳ τῇ δεκάτῃ τοῦ μηνὸς ἦλθε Ναβου"χοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐ- "τοῦ ἐπὶ Ἱερουσαλὴμ, καὶ περιεχαράκωσαν αὐτὴν καὶ "περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλῳ, καὶ "ἦλθεν ἡ πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τῷ βασι- "λεῖ Σεδεκίᾳ, ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς, "καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι "τῷ λαῷ τῆς γῆς, καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ "ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς "πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ὃ "ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως." εἶτα διὰ μέσου παρενθεὶς τῶν Σεδεκίου παίδων τὴν σφαγὴν, αὐτοῦ δὲ τὴν τύφλωσιν, ἔφη πάλιν "Ἐν μηνὶ τῷ πέμπτῳ δεκάτῃ τοῦ "μηνὸς ἦλθε Ναβουζάρδαν ὁ ἀρχιμάγειρος ὁ ἑστηκὼς κατὰ "πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ "ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, "καὶ πάσας τὰς οἰκίας τῆς πόλεως καὶ πᾶσαν οἰκίαν με- "γάλην ἐνέπρησεν ἐν πυρὶ, καὶ πᾶν τεῖχος Ἱερουσαλὴμ "κύκλῳ καθεῖλεν ἡ δύναμις τῶν Χαλδαίων ἡ μετὰ τοῦ "ἀρχιμαγείρου." ἀκούεις ὅπως ἐν τῷ δεκάτῳ ἔτει πεπο- λιόρκηκεν ὁ Ναβουχοδονόσορ τὴν Ἱερουσαλὴμ, εἶτα τῷ τε- τάρτῳ μηνὶ τοῦ ἑνδεκάτου ἔτους διακεκόφθαι φησὶ τὴν πόλιν, ἐν δέ γε τῷ πέμπτῳ μηνὶ καὶ αὐτὸν ἐμπεπρῆσθαι τὸν ναὸν καὶ ἅπασαν δὲ τὴν πόλιν διισχυρίζεται παρὰ τοῦ ἀρχιμα- γείρου. ἀποφράδας δὴ οὖν τὴν τετάρτην καὶ τὴν πέμπτην καὶ τὴν δεκάτην ἡμέραν ἐποιοῦντο, τοὺς μῆνας εἰς ἡμέρας παραφέροντες. τίς δὲ καὶ ἡ ἑβδόμη, πάλιν εἰπεῖν ἀναγκαῖον.
In the tenth month, on the tenth day of the month, Nebuchadnezzar king of Babylon and all his army came against Jerusalem, and they surrounded it with a rampart and built around it with square stones, and the city came into distress until the eleventh year of King Zedekiah, in the fourth month, on the ninth day of the month, and the famine was severe in the city, and there were no loaves for the people of the land, and the city was breached, and all the fighting men went out by night along the road of the gate between the wall and the outwork, which was by the king's garden." Then, having inserted in the middle the slaughter of Zedekiah's children and his blinding, he said again: "In the fifth month, on the tenth day of the month, Nebuzaradan the chief cook, who stood before the king of Babylon, came to Jerusalem, and he burned the house of the Lord and the king's house, and all the houses of the city and every great house he burned with fire, and the whole wall of Jerusalem round about the army of the Chaldeans with the chief cook demolished." You hear how in the tenth year Nebuchadnezzar besieged Jerusalem, then in the fourth month of the eleventh year he says the city was breached, and in the fifth month he asserts that the temple itself and the entire city were burned by the chief cook. Therefore, they made the fourth, fifth, and tenth days ill-omened, transferring the months to days. And what the seventh is, it is necessary to state again.
Ἐπειδὴ γὰρ εἷλε τὴν Ἱερουσαλὴμ ὁ ἀρχιμάγειρος, κεχειροτόνηκε τὸν Γοδολίαν εἰς καθηγητὴν τοῖς καταλοίποις τῶν Ἰουδαίων ἐν τοῖς Ἱεροσολύμοις. εἶτα τοῦτο δεδρακὼς ἀπῇρκεν εἰς Βαβυλῶνα. ἐπειδὴ δὲ τοῦτο οὕτω πεπράχθαι μεμαθή- κασιν οἱ περισωθέντες ἐξ Ἰουδαίων, συνέδραμον ἐν τοῖς Ἱεροσολύμοις, καὶ ἦσαν ἐν ἐλπίσι τοῦ κατοικεῖν ἔτι τὴν γῆν. ἀλλ' ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, καθὰ γέγραπται, τὸν Γοδολίαν ἀνεῖλεν ὁ Ἰσμαήλ· καὶ διεσπάρη πᾶς ὁ λαὸς τότε, καὶ ἀπέδραμον εἰς τὴν Αἰγυπτίων, καὶ διολώλασιν ἐκεῖ. στυγη- τὴν οὖν ἐποιοῦντο καὶ τὴν ἑβδόμην ἡμέραν, καὶ αὐτὸν δὲ τὸν μῆνα ταύτης ἕνεκα τῆς αἰτίας. ἥδε μὲν οὖν τῶν νηστειῶν ἡ πρόφασις. ἐπειδὴ δὲ ἦν ἀκόλουθον, πεπαυμένων τῶν ἐξ ὀργῆς καὶ ἀνακομισθέντος τοῦ Ἰσραὴλ εἰς Ἱεροσόλυμα καὶ τῶν σκυθρωπῶν παρεληλακότων, μὴ νηστεύειν ἔτι καὶ κόπτεσθαι, μεταπλάττεσθαι κελεύει τὸ πένθος εἰς θυμηδίαν, ἥδεσθαί τε μᾶλλον ἐφ' οἷς ἔχουσι λαβόντες παρὰ Θεοῦ, ἤγουν διὰ μνήμης ἔχειν τὰ ἐφ' οἷς τετιμώρηνται κατὰ και- ροὺς, πλημμελοῦντες ἀφυλάκτως καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀναίδην ὠλισθηκότες. Δέδρακε δὲ τοῦτο καὶ εἰς ἡμᾶς ὁ Χριστός. "Ἔστρεψε "γὰρ ἡμῖν τὸν κοπετὸν εἰς χαρὰν, διέῤῥηξε τὸν σάκκον καὶ "περιέζωσεν εὐφροσύνην," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ἐπαιτιώμεθα δὲ οὐδαμῶς, ὅτι Θεὸν οὐκ εἰδότες ποτὲ, καὶ προσκυνοῦντες τῇ κτίσει παρὰ τὸν κτίσαντα, πεπτώκαμεν ὑπὸ πόδας ἐχθρῶν καὶ εἰς νοῦν ἀδόκιμον·
For when the chief cook took Jerusalem, he appointed Gedoliah as governor over the remnant of the Jews in Jerusalem. Then, having done this, he departed for Babylon. And when those of the Jews who had been saved learned that this had been done, they gathered in Jerusalem and were in hopes of still inhabiting the land. But in the seventh month, as it is written, Ishmael killed Gedoliah; and then the whole people were scattered, and they fled into Egypt and perished there. Therefore they made both the seventh day and the month itself an object of abhorrence for this reason. This, then, is the pretext for the fasts. But since it was fitting, when the things from wrath had ceased and Israel had been brought back to Jerusalem and the gloomy things had passed by, that they should no longer fast and mourn, he commands that the mourning be transformed into cheerfulness, and that they rather rejoice in what they have received from God, that is, to keep in memory the things for which they were punished in due time, having transgressed heedlessly and having slipped shamelessly into every kind of outrageous conduct. And Christ has done this also for us. "For he has turned our lamentation into joy, he has rent the sackcloth and girded us with gladness," according to the voice of the psalmist. And we are in no way to blame, because, never having known God and worshipping the creation instead of the Creator, we have fallen under the feet of enemies and into a worthless mind.
εὐχαριστοῦμεν δὲ μᾶλλον ἐφ' οἷς ἠλεήμεθα καὶ σεσώσμεθα, καὶ ἐκ χειρὸς ἐχθρῶν λελυτρώμεθα, καὶ τὴν ἁγίαν οἰκοῦμεν πόλιν, τουτέστι τὴν Ἐκκλησίαν, ἠξιώμεθά τε λοιπὸν εὐχαῖς καὶ θυσίαις ταῖς πνευματικαῖς καταγεραίρειν αὐτὸν, ἀγαπῶμεν δὲ καὶ ὡς εἰς εἰρήνην καὶ ἀλήθειαν, καὶ θυμηδίας τῆς ἀνωτάτω πρόφασιν τὸ χρῆμα καταλογίζεσθαι παρὰ τῆς θεοπνεύστου δεδιδάγμεθα γραφῆς. "Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν·" αὐτὸς, ὡς ἔφην, ἡ ἀλήθεια· καὶ δι' αὐτόν ἐσμεν ἐν ἐλπίσιν ἀγαθαῖς, καὶ ἐν τῷ κατευφραίνεσθαι δεῖν, κατηφείας ἁπάσης ἐξ- ηρημένης. Τάδε λέγει Κύριος παντοκράτωρ Ἔτι ἥξουσι λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλὰς, καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου
παντοκράτορος, πορεύσομαι κἀγώ· καὶ ἥξουσι λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου παντοκράτορος ἐν Ἱερουσαλὴμ καὶ τοῦ ἐξιλάσκεσθαι τὸ πρόσωπον Κυρίου.9 Μεταπλάττοντος τοῦ Χριστοῦ τὸ πένθος ἡμῶν εἰς χαρὰν καὶ εἰς ἑορτὴν καὶ εἰς εὐφροσύνας ἀγαθὰς, καὶ μεθιστῶντος εἰς θυμηδίαν τοὺς ὀδυρμοὺς, οὐ καθ' ἕνα λοιπὸν ἔσται, φησὶ, τῶν καλουμένων εἰς σωτηρίαν ἡ ὡς ἐν πίστει πρόσοδος καὶ ἡ πρὸς Θεὸν οἰκείωσις δι' ἁγιασμοῦ· ἀλλ' αἱ μὲν πόλεις ἀλλήλας εἰς τοῦτο παροτρυνοῦσι λοιπὸν, ἥξει τε κατὰ πλη- θὺν πάντα τὰ ἔθνη, τοῖς εἰς τοῦτο φθάσασιν ἐπιφωνούντων ἀεὶ τῶν δευτέρων τό Πορεύσομαι κἀγώ.
We give thanks rather for that we have been pitied and saved, and delivered from the hand of enemies, and that we inhabit the holy city, that is, the Church, and have been deemed worthy henceforth to honor him with prayers and spiritual sacrifices; and we love that the matter is to be counted as a pretext for peace and truth and the highest joy, having been taught by the God-inspired Scripture. "For he himself is our peace;" he himself, as I said, is the truth; and through him we are in good hopes, and must rejoice, all dejection being removed. Thus says the Lord Almighty: "Still many peoples will come, dwelling in many cities, and they will gather together, dwelling in five cities, into one city, saying, 'Let us go to beseech the face of the Lord and to seek the face of the Lord Almighty; I also will go.' And many peoples and many nations will come to seek the face of the Lord Almighty in Jerusalem and to propitiate the face of the Lord." Christ transforming our mourning into joy and into a feast and into good rejoicings, and changing lamentations into delight, it will no longer be, he says, that the approach in faith and the intimacy with God through sanctification is for one of those called to salvation; but rather the cities will urge one another on to this, and all the nations will come in multitude, those who arrive later always calling out to those who have already reached this point, "I also will go.
γέγραπται γὰρ ὅτι "Σίδηρος σίδηρον ὀξύνει, ἀνὴρ δὲ παροξύνει πρόσωπον "ἑτέρου." πρόκλησις γὰρ ἀείπως ἑτέροις εἴς γε τὸ χρῆναι πληροῦν τὸ ἀγαθὸν, ἡ τινῶν εὑρίσκεται προθυμία. τίς δὲ δὴ ταῖς πόλεσιν ἤτοι τοῖς ἔθνεσιν ὁ σκοπός; τὸ ἐξιλάσασθαί τε καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου, τουτέστι Χριστὸν, ὅς ἐστιν εἰκὼν ἀπαράλλακτος τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ "χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καθὰ γέγραπται, καὶ "ἀπαύγασμα τῆς δόξης," περὶ οὗ φησι καὶ ὁ θεσπέσιος Δαυείδ "Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου." ἐπέλαμψε γὰρ ἡμῖν ἡ εἰκὼν καὶ τὸ πρόσωπον, ὡς ἔφην, τοῦ Θεοῦ καὶ Πατρός· αὐτὸν ἔχοντες εὐμενῆ καὶ ἵλεω, καὶ τὰ ἐκ τῆς ἁμαρτίας διακρουσόμεθα βλάβη, δικαιούμενοι διὰ πίστεως "οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, "ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος·" φιλοικτίρμων γάρ ἐστι καὶ ἀγαθὸς καὶ ἀφίησιν ἐγκλήματα τοῖς προσιοῦσιν αὐτῷ· αὐτὸν ἐκζητοῦντες φιλομαθῶς καὶ διὰ τοῦ χρῆναι πληροῦν τὰ νενομισμένα, πάντη τε καὶ πάντως εὑρήσομεν, καὶ δι' αὐτοῦ κολλώμεθα τῷ Θεῷ καὶ Πατρὶ, καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς γραφάς. Τάδε λέγει Κύριος παντοκράτωρ Ἐν ταῖς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου λέγοντες Πορευσόμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ Θεὸς μεθ' ὑμῶν ἐστιν.9 Τίνα δὴ τρόπον ἡ κατὰ πόλεις τε ὁμοῦ καὶ ἔθνη γενήσεται πρόσοδος τῶν ἐπιζητούντων τὸ πρόσωπον Κυρίου, διατρανοῖ πάλιν.
For it is written: "Iron sharpens iron, and a man sharpens the face of another." For the eagerness of some is always a challenge to others to fulfill the good. And what is the aim for the cities, that is, for the nations? To propitiate and to seek out the face of the Lord, that is, Christ, who is the unerring image of God and Father, and "the character of his hypostasis," as it is written, and "the radiance of the glory," concerning whom the inspired David also says, "Show your face upon your servant." For the image and the face, as I said, of God and Father has shone upon us; having him propitious and gracious, we shall ward off the harms from sin, being justified through faith, "not from works of righteousness which we have done, but according to his great mercy"; for he is compassionate and good and forgives charges to those who approach him; seeking him out studiously and through fulfilling the prescribed things, we shall find him in every way and altogether, and through him we cleave to God and Father, for he himself is our peace, according to the scriptures. Thus says the Lord Pantocrator: In those days, if ten men from all the tongues of the nations should take hold of the fringe of a Jewish man, saying, "We will go with you, because we have heard that God is with you." In what manner the approach to the cities and nations of those seeking the face of the Lord will take place, he again makes clear.
ἔσται γὰρ τοῦτο φησὶν ἐν ταῖς ἡμέραις ἐκείναις, τουτέστι, κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ἂν ἐπιλάβοιντο δέκα ἄνδρες ἑνὸς Ἰουδαίου λέγοντες Πορευσόμεθα μετὰ σοῦ. διὰ μὲν οὖν τῶν δέκα, τὸν τέλειον τῶν προσιόντων νοήσεις ἀριθμόν· τελειότητος γὰρ σύμβολον ὁ δέκα πως ἐστὶν ἀριθμός. ὅτι δὲ τοῖς ἁγίοις ἀποστόλοις οἱ ἐξ ἐθνῶν κολλώμενοι τὴν αὐ- τὴν ὥσπερ ἐκείνοις βαδίζειν ὁδὸν ἐπεχείρουν δικαιούμενοι διὰ πίστεως τῆς ἐν Χριστῷ, καθίστησιν ἐναργὲς, καὶ τὸ σχῆμα λέγων, ὡς ἐξ εἰκόνος τῆς καθ' ἡμᾶς διαπεπλασμένον εὖ μάλα. οἱ μὲν γὰρ μικροὶ τῶν παίδων εἰ τοῖς ἰδίοις πατράσιν ἕλοιντό ποτε κατακολουθεῖν, ἐπιδραξάμενοι τοῦ κρασπέδου καὶ οἷον ἐπικουρούμενοι ταῖς ἁφαῖς καὶ τῶν ἐσθημάτων ἀπαρτώμενοι, ἀπλανῆ τε καὶ ἀσφαλῆ ποιοῦνται τὴν βάδισιν· κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ οἱ τῇ κτίσει λελατρευκότες παρὰ τὸν τῶν ὅλων Δημιουργὸν, πατέρας γνησίους ἐπιγραφόμενοι τοὺς τῶν εὐαγγελικῶν δογμάτων εἰσηγητὰς, καὶ συναπτόμενοι δι' ὁμοψυχίας, ἕπονταί τε αὐ- τοῖς, νηπιάζοντες ἔτι τὰς γνώμας, καὶ εἰς τὴν ὁμοίαν ἴενται τρίβον, ζηλωταί που πάντως τῆς αὐτῶν πολιτείας ἀναδεικνύ- μενοι, καὶ ταῖς ἀεὶ πρὸς τὸ ἄμεινον ἐπιδόσεσιν "εἰς ἄνδρα "τέλειον ἀναβαίνοντες καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώ- "ματος τοῦ Χριστοῦ." ἕπονται δὲ διὰ ποίαν αἰτίαν; πε- πληροφόρηνται γὰρ ὅτι ὁ Θεὸς μετ' αὐτῶν ἐστι, τουτέστιν ὁ Ἐμμανουήλ· ἑρμηνεύεται γάρ Ὁ Θεὸς μεθ' ἡμῶν.
This will be, he says, in those days, that is, at that time when ten men might take hold of one Jew, saying, "We will go with you." Through the ten, then, you will understand the perfect number of those who approach; for the number ten is somehow a symbol of perfection. And that those from the nations who attached themselves to the holy apostles attempted to walk the same path as they, being justified through faith in Christ, he makes evident, speaking of the pattern as if well-formed from an image of our own. For small children, if they ever choose to follow their own fathers, grasping the hem and, as it were, being supported by the touch and hanging from the garments, make their walk unerring and safe. In the same way, I think, those who have served creation, beside the Creator of all, claiming as genuine fathers the introducers of the evangelical doctrines, and being united through like-mindedness, follow them, still childish in their opinions, and set out on the same path, showing themselves in every way emulators of their way of life, and by constant advances toward the better, "ascending to a perfect man and to the measure of the stature of the fullness of Christ." And for what reason do they follow? For they are fully persuaded that God is with them, that is, Emmanuel; for it is interpreted "God with us.
ὅτι δὲ οὐ μόνων ἔσται τῶν ἐξ αἵματος Ἰσραὴλ ἡ τὸ τηνικάδε κλῆσις, ἁπάντων δὲ μᾶλλον τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν, διαμεμήνυκεν εἰπὼν, ὡς ἐκ πασῶν ἔσονται τῶν γλωσ- σῶν οἱ ἐπιδραττόμενοι τοῦ κρασπέδου. πότε δὲ κέκληνται τὰ ἔθνη πρὸς ἐπίγνωσιν ἀληθείας, καὶ πότε βεβούληνται ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου, ἐξιλάσασθαί τε αὐτὸ, καὶ εἰς τὸ χρῆναι τοῖς ἁγίοις ἀποστόλοις τὴν αὐτὴν ὥσπερ δια- στείχειν ὁδὸν,
εἰ μὴ ὅτε γέγονε καθ' ἡμᾶς ὁ Μονογενής; ὅς ἐστι προσδοκία ἐθνῶν· πρὸς ὃν καὶ ὁ θεσπέσιος ἀναμέλπει Δαυείδ "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσ"κυνήσουσιν ἐνώπιόν σου, Κύριε·" σέσωσται γὰρ δι' αὐτοῦ καὶ αὐτὴ τῶν ἐθνῶν ἡ πληθύς. Λῆμμα λόγου Κυρίου ἐν γῇ Σεδρὰχ καὶ Δαμασκοῦ ἀναπαυσις αὐτοῦ, διότι Κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ἰσραήλ· καὶ Ἡμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς.9 Οὐκ ἄτραχυ μὲν τὸ προκείμενον, δυσέφικτος δὲ κομιδῇ καὶ αὐτὴ τῶν λέξεων ἡ συνθήκη, πλὴν ὡς ἔνι λελέξεται πρὸς ἡμῶν. τὰ γεμὴν ἐφ' οἷς εἰρῆσθαι ταυτὶ νομιοῦμεν, εἰ- κότως προαγορεύειν ἀνάγκη, νοηθείη γὰρ ἂν ὧδέ τε καὶ μόλις τῆς προφητείας ὁ νοῦς.
But that the calling at that time will not be only of those from the blood of Israel, but rather of all the nations throughout the whole world, he has indicated by saying that they will be from every tongue, those who seize the fringe. And when have the nations been called to knowledge of the truth, and when have they desired to seek out the face of the Lord, and to propitiate it, and to proceed along the same path as the holy apostles, if not when the Only-Begotten became incarnate among us? He is the expectation of the nations; to him the inspired David sings, "All the nations that you have made will come and worship before you, O Lord." For through him the multitude of the nations has been saved. "A word of the Lord in the land of Sedrach, and his rest in Damascus, because the Lord oversees men and all the tribes of Israel; and Hamath within its borders." The passage before us is not rough, but the very arrangement of the words is exceedingly difficult to grasp; nevertheless, it will be spoken by us as far as possible. It is necessary first to state on what matters we think these things have been said, so that the meaning of the prophecy might be understood, albeit with difficulty.
ὅτε τοίνυν τῶν τῆς αἰχμα- λωσίας δεσμῶν ἀνείθη τε καὶ ἀπήλλακται κατὰ καιροὺς ὁ Ἰσραὴλ, ἧκόν τε λοιπὸν εἰς τὴν Ἰουδαίαν, καὶ ἀνατειχίζειν ἐπεχείρουν τὴν Ἱερουσαλὴμ, τότε δὴ τότε τὰ περίοικα τῶν ἐθνῶν, οἵ τε τὴν Σαμάρειαν οἰκοῦντες καὶ οἱ τὰς τῆς Πα- λαιστίνης καὶ μὴν καὶ Φοινίκης νεμόμενοι πόλεις, κατεδά- κνοντο φθόνῳ, ὁμοῦ δὲ καὶ ἐδεδίεσαν, μὴ ἄρα δὴ πάλιν ἀνενεγκόντων αὐτοῖς τῶν πραγμάτων εἰς τὸ ἀπ' ἀρχῆς, καὶ εἰς πληθὺν ἀμέτρητον ἐκτεινομένου τοῦ γένους, εἶτα πόλιν ἔχοντες τὴν οὕτω δυσάλωτον καὶ εὐπυργοτάτην, καταστρα- τεύοιντο πάλιν αὐτῶν, καὶ ἄμαχόν τινα, καθὰ καὶ πάλαι, κατεξαναστήσειαν αὐτῶν τὴν χεῖρα, ταύτῃτοι τειχίζειν ἐθέ- λοντας διακωλύειν ἤθελον, πικροὺς ἀρτύοντες δόλους, καὶ μὴν καὶ ἐφόδους λῃστρικὰς ἱστάντες αὐτοῖς. ἧκον δὲ εἰς τοῦτο βασκανίας καὶ φθόνου, ὥστε καὶ γεγράφασι τῷ Περ- σῶν βασιλεύοντι τὸ τηνικάδε τὰ ἐν τῷ Ἕσδρᾳ κείμενα. ἔχει δὲ οὕτως "Βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου "̔Ράθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμμα- "τεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ κριταὶ οἱ ἐν "τῇ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ. καὶ νῦν γνωστὸν ἔστω τῷ "κυρίῳ βασιλεῖ διότι οἱ Ἰουδαῖοι οἱ ἀναβάντες παρ' ὑμῶν "πρὸς ἡμᾶς ἐλθόντες εἰς Ἱερουσαλὴμ τὴν πόλιν τὴν "ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, τάς τε ἀγορὰς αὐτῆς "καὶ τὰ τείχη θεραπεύουσι καὶ ναὸν ὑποβάλλονται.
When, then, at certain times Israel was released and freed from the bonds of captivity, and they came back to Judea and attempted to rebuild the walls of Jerusalem, then indeed the surrounding nations—those inhabiting Samaria and those dwelling in the cities of Palestine and also of Phoenicia—were stung with envy and at the same time feared that, if their affairs were restored to their original state and the race extended to an immeasurable multitude, and they then possessed a city so difficult to capture and so well fortified with towers, they would again make war against them and, as in former times, raise an irresistible hand against them. For this reason they wished to prevent them from building the walls, devising bitter plots and even setting up robber-like attacks against them. And they went so far in malice and envy that they even wrote to the then-ruling king of the Persians the things recorded in the book of Esdras. It reads thus: "To King Artaxerxes, our lord, your servants Rathymus, who handles petitions, and Samellius the scribe, and the rest of their council, and the judges in Coele-Syria and Phoenicia. And now let it be known to our lord the king that the Jews who came up from you to us, having arrived in Jerusalem, are building that rebellious and wicked city, repairing its marketplaces and walls, and laying the foundation of a temple.
ἐὰν "οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, "φορολογίαν οὐ μὴ ὑπομείνωσι δοῦναι, ἀλλὰ καὶ βασι- "λεῦσιν ἀντιστήσονται, καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν "ναὸν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοι- "οῦτον." οὐκοῦν ἐπειδήπερ ἑαλωκότι μὲν τῷ Ἰσραὴλ καὶ παθόντι τὴν αἰχμαλωσίαν ἐπετώθαζον οὐ μετρίως, ἀνασε- σωσμένῳ δὲ μόλις καὶ δεσμῶν ἀνειμένῳ πάλιν οὐδὲν ἧττον ἐπέθρωσκον, μυρίοις τε ὅσοις αὐτὸν ἐνίεσαν πόνοις, πολυ- τρόπως ἐπιβουλεύοντες, καὶ οὔτε τὸν θεῖον ἐγεῖραι ἐῶντες ναὸν, οὔτε μὴν τὴν ἁγίαν τειχίζειν πόλιν, παρωξύνετο Θεὸς ἐπ' αὐτοῖς ἀναγκαίως, καὶ παραδέδωκεν αὐτοὺς εἰς χεῖρας Ἰσραήλ. πεπαυμένων γὰρ τῶν ἔργων, ἐγηγερμένου τε τοῦ ναοῦ, πάσας αὐτῶν τὰς πόλεις καταδῃώσαντες εἵλοντο ὑπὸ χεῖρα τοὺς ἐν αὐταῖς, καὶ χρημάτων γεγόνασιν ἀναριθμήτων δεσπόται. Λῆμμα τοίνυν λόγος Κυρίου φησὶν ἐν γῇ Σεδρὰχ καὶ Δαμασκοῦ, τουτέστιν, ὁ ἐν χερσὶν ἡμῖν λόγος ὁ παρὰ Θεοῦ, κατά τε τῆς γῆς τῆς Σεδρὰχ καὶ τῆς Δαμασκοῦ γενήσεται καὶ μέντοι καὶ Ἡμὰθ, ἥτις ἐστὶν ἐν τοῖς ὁρίοις αὐτῆς, δῆλον δὲ ὅτι τῆς Δαμασκοῦ. γῆ δὲ Σεδρὰχ χώρα που πάντως ἐστὶ κατὰ τὴν ἑῴαν κειμένη, ἧς γείτονες ἥ τε Ἡμάθ· ἣ νῦν ἐστιν Ἐπιφάνεια τῆς Ἀντιοχέων προσωτέρω βραχὺ· καὶ ἡ Δαμασκὸς, ἥ ἐστιν ἐπὶ Φοινίκων τε καὶ Παλαιστινῶν μη- τρόπολις· ὑποκείσονται δὲ δηλονότι ταῖς μητροπόλεσι καὶ πόλεις αἱ ὑπ' αὐταῖς. διατί τοίνυν κατ' αὐτῶν τὸ λῆμμα; ὅτι καὶ ἐν αὐταῖς γέγονεν ἀνάπαυσις αὐτοῦ, τουτέστι τοῦ πάντων κρατοῦντος Θεοῦ. ἀναπέπαυται δὲ ὅτι τεθέαται τετιμωρημένας.
If, then, this city is built and the walls are completed, they will not endure to pay tribute, but will even resist kings, and since the matters concerning the temple are being set in motion, we consider it well not to overlook such a thing. Therefore, since when Israel was captured and suffering captivity they mocked them excessively, and when it was barely restored and released from bonds they attacked them no less, and inflicted countless toils upon them, plotting in many ways, and neither allowing them to raise the divine temple nor to fortify the holy city, God was necessarily provoked against them, and delivered them into the hands of Israel. For when the works had ceased and the temple had been raised, they laid waste all their cities, took those in them under their hand, and became masters of countless wealth. Therefore, the oracle, the word of the Lord says, in the land of Sedrach and Damascus, that is, the word in our hands from God, will be against the land of Sedrach and Damascus, and also Hamath, which is within its borders, clearly that of Damascus. The land of Sedrach is some region lying in the east, whose neighbors are Hamath—which is now Epiphania of Antioch, a little further off—and Damascus, which is the metropolis of the Phoenicians and Palestinians; and the cities under them will obviously be subject to the metropolises. Why, then, the oracle against them? Because in them also there has been his rest, that is, of the God who rules all. And he has rested because he has seen them punished.
οὐ γὰρ ἂν σεσίγηκεν ὁ πάντα ἐφορῶν, φειδοῦς τε καὶ ἐπισκέψεως ἀξιῶν τὸ ἀπόλεκτον γένος, τουτέστι τὸν Ἰσραήλ. ἐφορᾷ γὰρ ἀνθρώπους ὁ τῶν ὅλων Θεὸς, καὶ τὴν ἑκάστου τρίβον κατασκέπτεται, καὶ τοῖς μὲν ἀδικοῦσιν ἐπιφέρει τὰ ἐξ ὀργῆς, ἐκρύεται δὲ τοὺς ἀδικουμένους. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὅτι καὶ ἐν τοῖς προλαβοῦσι τον περὶ τῶν τεσσάρων ἁρμάτων εἰσκομίσας λόγον καὶ
τὰς τῶν ἵππων ἰδέας, προστέθεικε πάλιν "Ἰδοὺ οἱ ἐκπορευόμενοι "ἐπὶ γῆν βοῤῥᾶ ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ." ἀναπαύεται δὲ ὥσπερ ὁ μισοπόνηρος τοῦ Δεσπότου θυμὸς, ἐκτετικότων τὰς δίκας τῶν αὐτῷ προσκεκρουκότων διὰ πλεί- στην ὅσην καὶ ἀχάλινον ἁμαρτίαν. Τύρος καὶ Σιδὼν διότι ἐφρόνησαν σφόδρα, καὶ ᾠκοδόμησε Τύρος ὀχυρώματα ἑαυτῇ, καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν, καὶ συνήγαγε χρυσίον ὡς πηλὸν ὁδῶν. διὰ τοῦτο Κύριος κληρο- νομήσει αὐτὴν, καὶ κατάξει εἰς θάλασσαν τὴν δύναμιν αὐτῆς, καὶ αὐτὴ ἐν πυρὶ καταναλωθήσεται.9 Ἐπιτρέχει τῷ λόγῳ τὰ συμβεβηκότα ταῖς πόλεσι, καθ' ὧν γεγενῆσθαι διισχυρίσατο τὸ "λῆμμα Κυρίου." ἄρχεται δὲ ἀπό τε τῆς Τύρου καὶ τῆς Σιδῶνος, αἳ δὴ μάλιστα τῶν ἄλλων διαφερόντως τετίμηντο, προὔχουσαι μὲν ἰσχύϊ καὶ πλούτῳ, καὶ ταῖς εὐανδρίαις τῶν κατῳκηκότων, ἔχουσαι δὲ ὥσπερ ὑπὸ χεῖρα τὰς ἄλλας, καὶ τῶν ὁμόρων προεκκείμεναι.
For He who oversees all would not have been silent, deeming the chosen race, that is, Israel, worthy of mercy and consideration. For God, the Lord of all, watches over men and observes the path of each, and brings the wrathful consequences upon those who do injustice, while rescuing those who are wronged. It is necessary to recall that in the preceding passages, after introducing the discourse concerning the four chariots and the forms of the horses, he added again: "Behold, those who go forth to the land of the north have appeased my wrath in the land of the north." And the wrath of the Master, who hates evil, is appeased, as it were, when those who have offended Him by excessive and unbridled sin have paid the penalty. Tyre and Sidon, because they thought highly of themselves, and Tyre built fortifications for itself, and amassed silver like dust, and gathered gold like mud of the roads. For this reason the Lord will inherit it, and will cast its power into the sea, and it will be consumed by fire. The narrative runs through the events that befell the cities, against which the "burden of the Lord" was declared to have occurred. And it begins with Tyre and Sidon, which, more than the others, were especially honored, excelling in strength and wealth, and in the populousness of their inhabitants, holding the others, as it were, under their hand, and standing out among the neighboring cities.
οὐκοῦν ἐπειδήπερ, φησὶν, ὑψηλὴν ἀνασπῶσι τὴν ὀφρὺν Σιδών τε καὶ Τύρος, οἴονται δὲ εἶναι δειναί τε καὶ ἄθραυστοι, καὶ τεθαρσήκασι μὲν ἐπ' ὀχυρώμασι, τουτέστι τειχῶν περιβολαῖς, ἤγουν καὶ ἑτέροις πράγμασι, δι' ὧν ἂν εὖ ἔχοι καὶ σώζοιτο πόλις, πεφρονήκασι δὲ καὶ ἐπὶ πλούτῳ μέγα, ταύτῃτοι μαθήσονται διὰ πείρας αὐτῆς, ὅτι Κύριος κληρονομήσει αὐτήν. πεπορθη- κότων γὰρ αὐτὴν τῶν ἐξ Ἰσραὴλ, ἤγουν τάχα που Οὐεσπα- σιανοῦ καὶ Τίτου, κληρονομήσεσθαί φησιν αὐτὴν παρὰ Θεοῦ. καὶ γὰρ ἦν αὐτὸς ὁ παραδιδοὺς καὶ ὑπὸ χεῖρα τιθεὶς τῶν ᾑρηκότων αὐτήν. Ῥωμαῖοι γὰρ τοῖς ἰδίοις ὑποφέροντες σκήπτροις τὴν σύμπασαν γῆν, τοῖς μὲν εἴκουσιν ἀμαχεὶ πρᾶοί τε ἦσαν καὶ προσηνεῖς· τοῖς γεμὴν ἀντεξάγειν ἐθέ- λουσιν ἐπεφύοντο καὶ αὐτοὶ δριμεῖς τε καὶ μάχιμοι. κατ- εμπρησθήσεσθαι δὴ οὖν φησιν αὐτὴν κατεσπασμένων ἐν θαλάσσῃ τῶν ὀχυρωμάτων, καὶ διηρπασμένου τοῦ πλούτου, εἰ καὶ ἦν ὡς χοῦς τὸ χρυσίον καὶ ὡς πηλὸς ὁδῶν τὸ ἀργύριον αὐτῆς. ἔμποροι γὰρ γεγόνασι δεινοὶ καὶ φιλοκερδέστατοι λίαν, οἱ τῆς Τυρίων οἰκήτορες, καὶ περί γε τούτου πλατὺς καὶ μακρὸς ἐκπεποίηται λόγος ἐν τοῖς Ἰεζεκιὴλ τοῦ προφή- του συγγράμμασιν. οὐδὲν οὖν ἄρα τοὺς Θεῷ προσκρού- οντας ὀνήσει ποτὲ τοὺς ἐπιτωθάζοντας μὲν ἁγίοις, εἰ δή που τι συμβαίνοι παθεῖν αὐτοὺς, πλατὺ δὲ γελῶντας εἰ δοκιμάζοι Θεὸς τῶν ἰδίων τὴν πίστιν. ἀτονήσει γὰρ αὐτῶν πᾶν ὀχύρωμα, τουτέστι πᾶσα περιβολὴ καὶ πᾶς ἀσφαλείας τρό- πος· οὐδὲν δὲ ὅλως ὁ πλοῦτος, ἀλλ' ἔσται τις καὶ πολέμου τροφὴ καὶ τοῖς εἰωθόσι καταδῃοῦν προθυμίας τῆς εἰς τοῦτο μᾶλλον ὁλκός.
Therefore, since, he says, Sidon and Tyre raise their brow high, and think themselves formidable and unbreakable, and have taken confidence in their fortifications—that is, in their encircling walls, and in other things by which a city might be well and safe—and have also thought greatly of their wealth, they will learn through experience that the Lord will inherit her. For after they have been sacked by the Israelites—that is, presumably by Vespasian and Titus—he says that she will be inherited by God. For it was He Himself who delivered her and placed her under the hand of those who had taken her. For the Romans, bringing the whole world under their own scepters, were gentle and kind to those who yielded without a fight, but to those who wished to resist they themselves became harsh and warlike. He says, then, that she will be burned, with her fortifications cast down into the sea and her wealth plundered, even if her gold were as dust and her silver as mud of the roads. For the inhabitants of Tyre have become clever and exceedingly profit-loving merchants, and concerning this a broad and long account has been produced in the writings of the prophet Ezekiel. Therefore, nothing will ever benefit those who offend God, who mock the saints if they happen to suffer something, and who laugh broadly if God tests the faith of His own. For every fortification of theirs will weaken—that is, every enclosure and every means of security—and wealth will be nothing at all, but will even become food for war and a lure for those accustomed to plunder, drawing their eagerness toward this.
Ἴδοι δ' ἄν τις καὶ νῦν τοὺς Ἑλλήνων παῖδας μέγα μὲν φρονοῦντας ἐπὶ σοφίᾳ κοσμικῇ, καὶ οἷον ἐπ' ὀχυρώμασι, ταῖς ἐκ πολυπλόκων συλλογισμῶν ἀπάταις, μόνον δὲ οὐχὶ τὴν ἰδίαν πλάνησιν τῇ τῆς εὐγλωττίας δυνάμει διατειχίζοντας, καὶ καταπλουτοῦντας λίαν τὸ ὡς ἐν λέξει λαμπρὸν [ὡς ἄργυρον], καὶ ὡς ἐν τάξει χρυσοῦ τὸ ἐν νοήμασι τίμιον. πλὴν καὶ οὕτως ἔχοντας κεκληρονόμηκεν ὁ Χριστὸς, καθεῖλε μὲν γὰρ τὰ ὀχυρώματα, τουτέστι, πεπτώκασι τὰ ἐξ ἀπάτης εὑρήματα, διήρπασται δὲ τὸ χρυσίον καὶ τὸ ἀργύριον. οἱ γάρ- τοι κατὰ καιρὸν τῶν ἐκκλησιῶν προεστηκότες, ἄνδρες ἐλλό- γιμοι καὶ σοφοὶ, καὶ τῆς ἐκείνων εὐγλωττίας τὴν δύναμιν εἰς ἑαυτοὺς ἁρπάσαντες ἱερὸν ἀνάθημα πεποίηνται τῷ Θεῷ, τοῖς τῆς πίστεως ἐπαγωνιζόμενοι λόγοις, καὶ τῆς παρ' ἐκείνοις ἀπάτης πλείστην τε ὅσην καὶ ἀληθῆ ποιούμενοι τὴν κατάῤ- ῥησιν. πεπράχασί τι τοιοῦτον οἱ ἐξ Ἰσραήλ. χρησάμενοι γὰρ παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ σκυλεύσαντες τοὺς πλεονεκτήσαντας, προσήγαγον ταῦτα κατὰ τὴν ἔρημον τῷ παναγίῳ Θεῷ, κατασκευαζομένης τῆς ἁγίας σκηνῆς καὶ τῶν ἐν αὐτῇ σκευῶν ἱερῶν. Οὐκοῦν οἱ διὰ σοφίας κοσμικῆς καὶ διὰ λόγου φαιδρό- τητος οἰκονομοῦντες τὴν Ἐκκλησίαν, διαρπάζουσί τε τοὺς Ἑλλήνων παῖδας, καὶ οἱονεὶ τὸ χρυσίον αὐτῶν καὶ τὸ ἀργύριον ἐκ πολλῆς ἄγαν ἐπιεικείας καταπλουτήσαντες, κλῆρον αὐτὸ ποιοῦνται Θεοῦ, τὰ εἰς δόξαν αὐτοῦ λαλοῦντες ἑτέροις, καὶ τὰ μὲν ἐκείνων ὀχυρώματα καταστρέφοντες, οἰκοδομοῦντες δὲ νοητῶς τὴν ἁγίαν
One might also see now the children of the Greeks thinking greatly of themselves for worldly wisdom, and as if upon fortifications, the deceptions of intricate syllogisms, and all but fortifying their own error with the power of eloquence, and greatly enriching themselves with what is brilliant in expression [like silver], and what is precious in thought as if it were gold in order. Yet even so, Christ has inherited them; for he has destroyed the fortifications, that is, the inventions of deceit have fallen, and the gold and silver have been plundered. For the learned and wise men who from time to time have presided over the churches, having seized the power of their eloquence for themselves, have made it a sacred offering to God, contending with the words of the faith, and making a very great and true refutation of their deceit. The men of Israel did something like this. For having used gold and silver vessels from the Egyptians and having despoiled those who had taken advantage, they brought these in the desert to the all-holy God, while the holy tabernacle and its sacred vessels were being prepared. Therefore, those who administer the Church through worldly wisdom and through the brilliance of speech plunder the children of the Greeks, and as it were, having greatly enriched themselves with their gold and silver from much gentleness, make it a possession of God, speaking to others for his glory, and destroying their fortifications, while spiritually building the holy
πόλιν, τουτέστι τὴν Ἐκκλησίαν. Ὄψεται Ἀσκάλων καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκαρὼν, ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἀπὸ Γάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοι- κηθῇ. καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καθελῶ ὕβριν ἀλλοφύλων.9 Ὅτε πολέμου καὶ μάχης ἐμβολὴ κατανέμεται χώραν, εὐ- θαρσέστεραί πως εἰσὶ καὶ ἐν ἐλπίσιν ἔσθ' ὅτε χρησταῖς, αἱ κατ' αὐτὴν πόλεις· οἴονται γὰρ, ὅτι περιέσονται τῶν ἐχθρῶν ἢ τῷ πλήθει τῶν ἐνοικούντων ἐν αὐταῖς, ἢ τειχῶν ὀχυρότητι καὶ ταῖς τῶν τακτικῶν ἐπιστήμαις· εἰ δὲ δὴ γένοιτο τῶν παρά σφισιν ἁλῶναι μίαν, ἥπερ ἂν λέγοιτο δυνατωτάτη, τότε δὴ τότε πᾶσα μὲν ὀκλάζει πρὸς δέος, ἀποσείεται δὲ τὴν ἐλ- πίδα, τὴν τοῦ διαφυγεῖν δύνασθαί φημι, καὶ ὡς πεσοῦσα θρηνεῖ. ἁλούσης δὴ οὖν τῆς Τυρίων, τῆς οὕτω διαφανοῦς καὶ ἀλκιμωτάτης καὶ πλούτῳ κομώσης, φοβηθήσεται μὲν, φησὶν, Ἀσκάλων, ὀδυνηθήσεται δὲ Γάζα καὶ μὴν καὶ Ἀκ-καρών. πόλεις δὲ αὗται τῶν Παλαιστινῶν. ὀδυνηθήσεται δὲ, ὅτι ᾐσχύνθη ἀπὸ τῆς ἐλπίδος αὐτῆς. ᾤοντο μὲν γὰρ, ὅτι αὐταῖς ἀρκέσει πρὸς ἐπικουρίαν ἡ Τυρίων ἰσχύς. ἐπειδὴ δὲ κειμένην τεθέανται, ταύτῃτοι λοιπὸν ἀπωλισθήκασι τῆς ἐλ- πίδος. καὶ ὁ μὲν Γάζης ἡγούμενος οἰχήσεταί φησιν, ἀπο- λωλὼς δηλονότι, κατοικήσουσι δὲ καὶ ἀλλογενεῖς ἐν Ἀζώτῳ, δεδαπανημένων, κατὰ τὸ εἰκὸς, τῷ πολέμῳ τῶν αὐθιγενῶν. ἐπιλέγει δὲ τούτοις, ὅτι καθελῶ ὕβριν ἀλλοφύλων. καὶ ἀλλο- φύλους μὲν τοὺς Φυλιστιαίους, ἤτοι τοὺς Παλαιστινοὺς, ὀνομάζει συνήθως.
city, that is, the Church. Ashkelon will see and be afraid, and Gaza will be greatly pained, and Ekron, because it was shamed from its hope; and the king will perish from Gaza, and Ashkelon will not be inhabited. And aliens will dwell in Azotus, and I will cast down the insolence of the Philistines. When the onset of war and battle is distributed over a country, the cities in it are somehow more confident and sometimes in good hopes; for they think that they will prevail over the enemies either by the multitude of their inhabitants, or by the strength of walls and the knowledge of tactics. But if it should happen that one of their cities, whichever is considered the strongest, is captured, then indeed every city sinks into fear, casts off hope—I mean the hope of being able to escape—and, as if fallen, laments. So, when Tyre, so renowned and most valiant and abounding in wealth, was captured, Ashkelon, he says, will be afraid, Gaza will be pained, and also Ekron. These are cities of the Palestinians. It will be pained because it was shamed from its hope. For they thought that the strength of Tyre would suffice them for assistance. But since they have seen it lying fallen, they have accordingly slipped away from hope. And the ruler of Gaza, he says, will depart, evidently having perished, and aliens will dwell in Azotus, the native inhabitants having been consumed, as is likely, by the war. He adds to these things that I will cast down the insolence of the Philistines. And he customarily calls the Philistines, that is, the Palestinians, "aliens.
ἥκοι δ' ἂν, εἴ γε τῳ δοκοίη, καὶ καθ' ἑτέρων ἐθνῶν ὁ λόγος τῶν ἠδικηκότων τὸν Ἰσραὴλ, οἳ καὶ ἦσαν ὅμοροι καὶ τῆς Ἰουδαίων γείτονες. ἀλλὰ ταυτὶ μὲν ἡμῖν, ὡς πρός γε τὸν ἐν τῷ γράμματι λόγον, εἰρήσεται πάλιν. Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι διωκομένης, ὡς ἔφην, παρ' ἐχθρῶν ἔσθ' ὅτε τῆς Ἐκκλησίας, συνεπιφύονταί τε δεινῶς καὶ ἐπιμειδιῶσιν οἱ ἐχθροὶ, τάχα που λέγοντες τό "εὖγε εὖγε," κατὰ τὸ γεγραμμένον. πλὴν ἐπαμύνει Χριστὸς, καὶ ἅπασαν μὲν αὐτῶν συνθραύσει δύναμιν, τὸν ἴδιον ἐγείρων ναὸν, ἐπιφέρων δὲ τοῖς ἐπιβουλεύουσι τὰ ἐξ ἀκράτου θυμοῦ, καὶ ὥσπερ τινὰς πόλεις τὰς τῶν αἱρέσεων κατασείων συν- αγωγὰς, καὶ πρὸς ταύταις ἔτι τὰ τῶν εἰδωλολατρῶν ἀνόσια στίφη. Καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν· καὶ ὑπολειφθήσονται καὶ οὗ- τοι τῷ Θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ, καὶ ὁ Ἀκκαρὼν ὡς ὁ Ἰεβουσαῖος.9 Κατεδηδόκασι μὲν καὶ οὗτοι τὸν Ἰσραὴλ, καὶ οἷά τινες θῆρες, μονονουχὶ καὶ αἵματι πεφυρμένον εἶχον τὸ στόμα. ἐπειδὴ δὲ ἦσαν εἰδωλολάτραι, καὶ ταῖς τῶν ματαίων θερα- πείαις προσκείμενοι, ἀεί πως ἐπὶ γλώττης, ἤγουν ἐπ' ὀδόντων, ἐδέχοντο τῶν ἰδίων κάτω θεοὺς ὀνομάζοντες τὰ βδελυγμάτων τὰς κλήσεις, ἄνω τε καὶ χειρόκμητα, καὶ λίθοις ἀψύχοις κατὰ τὸν προφήτην λέγοντες "Θεός μου εἶ σὺ, καὶ σὺ "ἐγέννησάς με." ἀλλ' ἐκτετίκασι μὲν τὴν αὐτοῖς προσή- κουσάν τε καὶ ἀποχρῶσαν δίκην, πεπλημμεληκότες ἀγρίως εἰς τὸν Ἰσραήλ. πλὴν οὐκ εἰς ἅπαν διολώλασι, προανα- θροῦντος Θεοῦ τὴν ἐν καιροῖς ἐσομένην αὐτῶν ἐπιστροφὴν ἐν Χριστῷ.
It would be fitting, if it should seem good, for the account to apply also to other nations that wronged Israel, which were also neighbors and adjacent to the Judeans. But these things will be said by us again, at least with regard to the literal sense. It is necessary to know that when the Church is persecuted, as I said, by enemies, the enemies sometimes terribly attach themselves and smile, perhaps saying "well done, well done," according to what is written. Nevertheless, Christ defends, and will crush all their power, raising up his own temple, bringing upon those who plot against it things from pure wrath, and shaking the synagogues of heresies like some cities, and in addition to these, the unholy throngs of idolaters. And I will remove their blood from their mouth, and their abominations from between their teeth; and these too will be left for our God, and will be as a chiliarch in Judah, and Ekron as the Jebusite. These also have devoured Israel, and like some beasts, they had their mouth practically befouled with blood. But since they were idolaters, and devoted to the services of vain things, they somehow always received on their tongue, that is, on their teeth, naming their own gods below, the names of abominations, both above and handmade, and saying to lifeless stones, according to the prophet, "You are my God, and you begot me." But they have paid the fitting and sufficient penalty, having grievously sinned against Israel. Nevertheless, they have not perished entirely, God foreseeing their future conversion in Christ in due times.
ἐξαρῶ τοίνυν φησὶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, τουτέστιν, εἰ καὶ οἷά τινες θῆρες μονονουχὶ κατεῤῥό- φησαν τὸν Ἰσραὴλ, ἀλλ' ἥξει καιρὸς, καθ' ὃν ἔσονται καθαροὶ καὶ τῆς ἐπὶ τούτοις αἰτίας ἀπηλλαγμένοι· δικαιω- θήσονται γὰρ ἐν πίστει καὶ αὐτοὶ, καὶ τὸν ἐκ τῆς ἀρχαίας φαυλότητος ἀπολούσονται μολυσμόν. ἐξαρῶ δὲ καὶ τὰ ὀνό- ματα τῶν βδελυγμάτων αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν. διαμε- μνήσονται γὰρ οὐκέτι τῶν ψευδωνύμων θεῶν, οὔτε μὴν ὀνομάσουσιν αὐτοὺς, ὑπολειφθήσονται δὲ καὶ αὐτοὶ τῷ Θεῷ ἡμῶν, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἰσραήλ· σέσωσται μὲν γὰρ καὶ αὐτοῦ τὸ κατάλειμμα, καίτοι δεδυσσεβηκότος εἰς αὐτὸν τὸν Ἐμμανουήλ. ἐπειδὴ δὲ κεκλημένη τῶν ἐθνῶν ἡ πληθὺς τοῖς ἐξ αἵματος Ἰσραὴλ πιστεύσασι συνήφθη πνευ- ματικῶς, Χριστοῦ συνδοῦντος εἰς ἕνωσιν· "Αὐτὸς γάρ ἐστιν "ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσό- "τοιχον τοῦ
φραγμοῦ λύσας, κτίσας τε τοὺς δύο λαοὺς εἰς "ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων "τοὺς ἀμφοτέρους ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα·" ταύ- τῃτοί φησιν ὅτι ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδα, τουτέστιν, εἰς τοῦτο προβήσονται γνησιότητος, τῆς ὡς ἐν πίστει τε καὶ ἐπιεικείᾳ, φημὶ, ὥστε καὶ ἐξ αὐτῶν ἀρχηγοὺς γενέσθαι τοῦ Ἰούδα. ἔσται δὲ καὶ ὁ Ἀκκαρὼν, τουτέστιν ὁ ἀλλογενὴς, ὁ ἐκ γῆς Φυλιστιεὶμ, ὡς ὁ Ἰεβουσαῖος, τουτέστι πάλιν ὡς αὐτὸς ὁ κάτοικος τῶν Ἱεροσολύμων λαός. ἐκαλεῖτο γὰρ Ἱερουσαλὴμ Ἰεβοῦς ἐν ἀρχαῖς· οὐκοῦν Ἰεβουσαῖος ὁ Ἱερσολυμίτης ἐνθάδε νοεῖται.
I will therefore remove, he says, their blood from their mouth, that is, even if they, like some wild beasts, have all but devoured Israel, yet a time will come when they will be clean and free from the charge concerning these things; for they too will be justified in faith and will wash away the defilement from their ancient baseness. And I will also remove the names of their abominations from between their teeth. For they will no longer remember the falsely named gods, nor will they even name them, and they too will be left for our God, just as indeed Israel itself was; for its remnant too was saved, although it had been impious toward Emmanuel himself. But since the multitude of the nations, when called, was spiritually joined to those from the blood of Israel who believed, Christ uniting them into one—"For he is our peace, who made both one and dissolved the partition wall of the fence, and created the two peoples into one new man, making peace and reconciling both in one Spirit to the Father"—he says that they will be as a chiliarch in Judah, that is, they will advance to such genuineness, I mean in faith and gentleness, that even from among them there will be leaders of Judah. And Accaron, that is, the foreigner, from the land of the Philistines, will be as the Jebusite, that is, again as the people who dwell in Jerusalem itself. For Jerusalem was called Jebus in ancient times; therefore Jebusite here means the inhabitant of Jerusalem.
πολλοὶ δὲ χιλίαρχοι, τουτέστιν ἡγεμόνες καὶ προεστηκότες λαῶν, καὶ ἐξ ἐθνῶν γεγόνασι, καὶ νῦν εἰσιν ἀνὰ πᾶσαν τὴν οἰκουμένην. τὸ δὲ ἐν Ἰούδᾳ νοήσεις ἐπὶ τοὺς αἰνεῖν εἰωθότας, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει κεκλημένους, οἳ στεφανοῦν εἰθίσμεθα ταῖς ἀκαταλή- κτοις δοξολογίαις τὸν κεκληκότα Χριστόν. Καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστεμα τοῦ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπ' αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου.9 Ἰδοὺ δὴ σαφῶς ἀνάστεμά τε καὶ τεῖχος ὀνομάζει Χριστὸν, δι' οὗ καὶ ἐν ᾧ πεπυργώμεθα, κατ' εὐδοκίαν δὲ δηλονότι καὶ θέλησιν τοῦ Θεοῦ καὶ Πατρός. οἶκος γὰρ ὁ νοητὸς καὶ οἰκοδομὴ Θεοῦ, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἡμεῖς που πάντως ἐσμὲν οἱ πεπιστευκότες, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος κατοικεῖ, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν ἐναυλίζεται. ἔφη γὰρ αὐτὸς διὰ προφή- του φωνῆς "Ὅτι κατοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, "καὶ ἔσομαι αὐτῶν Θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός." ἀνάστεμα δὴ οὖν τὸ ἐγηγερμένον διὰ βουλῆς τοῦ Πατρὸς τῇ Ἐκκλησίᾳ Χριστὸς, ἵνα μηκέτι, καθὰ καὶ πάλαι, διο- δεύωσί τινες καὶ ἀνακάμπτωσιν ἐν ἡμῖν, ἄνω τε καὶ κάτω ποιοῦντες, καὶ οἷά τινα κεχερσωμένην συμπατοῦντες ὁδὸν, καὶ βλάβης ἁπάσης ἀναπιμπλάντες τὰς ἡμετέρας καρδίας.
Many have become chiliarchs, that is, leaders and governors of peoples, even from among the nations, and now are throughout the whole inhabited world. But by "in Judah" you will understand those accustomed to praise, that is, us who are called in faith, who are accustomed to crown the one who called us, Christ, with ceaseless doxologies. "And I will set up for my house a rampart, so that no one may pass through or return, and I will no longer come against them driving them out, because now I have seen with my own eyes." Behold, then, he clearly calls Christ a rampart and a wall, through whom and in whom we are fortified, evidently by the will and desire of God the Father. For the house, the intelligible and divine building, according to the voice of Paul, is surely we who have believed, if it is true that he dwells in our hearts through the Spirit and abides with those who love him. For he himself said through the voice of a prophet: "I will dwell in them and walk among them, and I will be their God and they will be my people." Therefore, Christ is the rampart raised up by the Father's design for the Church, so that no longer, as before, may some pass through and return among us, going up and down, and trampling like a desolate road, and filling our hearts with every harm.
Ἔφη μὲν γάρ που περὶ τῶν ἐξ Ἰσραὴλ, ὃς ἦν ἀρχαῖος ἀμ-πελὼν τῷ ἠγαπημένῳ, ὅτι "Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ "καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ "ἔσται εἰς καταπάτημα." ἡμῖν δὲ τοῖς ἐπεγνωκόσι τὴν ἐπι- φάνειαν αὐτοῦ, τοῖχος ἐγήγερται καὶ φραγμὸς αὐτὸς ὁ Ἐμ- μανουὴλ, ἀῤῥήτῳ δυνάμει περιβάλλων καὶ ἀποσοβῶν τῶν ἡμετέρων διανοιῶν τοὺς ἀκαθάρτους δαίμονας, καὶ τοῖς ἐκεί- νων οὐκ ἀφιεὶς ὑπεστρῶσθαι ποσί. τοιγάρτοι καὶ ὁ προφή- της πρὸς αὐτόν "Καὶ κληθήσῃ, φησὶν, οἰκοδόμος φραγμῶν "καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις." ὥσπερ γὰρ οἱ περιφράττειν εἰωθότες ἀμπελῶνας κεχερσωμένους τὰς διὰ μέ- σου παύουσι τρίβους, οὐκ ἐῶντες ἔτι τοῖς τῶν ἄνω τε καὶ κάτω ποιούντων πατεῖσθαι ποσίν· οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἑαυτὸν ἡμῖν τεῖχος οἷάπερ ἄῤῥηκτον περιθεὶς, καὶ ἀγγελικαῖς δυνάμεσι περιφράττων ἔξω τοῦ πατεῖσθαι γε- νέσθαι παρεσκεύασεν. ἔφη δὲ πρὸς τούτοις, ὅτι οὐκέτι οὐ μὴ ἐπέλθῃ ἐπ' αὐτοὺς ἐξελαύνων. πάλαι μὲν γὰρ ἦμεν εὐάλωτοι καὶ εὐπαρακόμιστοι κομιδῆ καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἰόντες εὐκόλως, ἄγοντός τε ἡμᾶς καὶ φέροντος τοῦ σατανᾶ, καὶ ἐκ τούτων εἰς ἐκεῖνα μονονουχὶ καὶ ἐλαύνοντος. ἀλλ' ἔπαυσε καὶ τοῦτο Χριστός. οὐ γὰρ ἥξει καθ' ἡμῶν ὁ λεηλατῶν· οὐκ ἐκβαλεῖ καθὰ καὶ πρώην εἴς γε τὸ αὐτῷ δοκοῦν. πεπήγμεθα γὰρ ἐν Χριστῷ, ἀσφαλῆ τε καὶ ἱδρυ- μένην ἐσχήκαμεν τὴν καρδίαν, οὐκέτι κατασειόμενοι πρὸς ἃ μὴ προσῆκεν· οὐκ ἐκβαίνοντες εἰς πολυθεΐαν·
He said somewhere concerning those from Israel, which was an ancient vineyard to the beloved, that "I will remove its fence, and it will be for plunder, and I will tear down its wall, and it will be for trampling." But for us who have recognized his epiphany, a wall and a fence have been raised—Emmanuel himself, who with ineffable power surrounds and drives away the unclean demons from our minds, and does not allow them to be trodden under their feet. Therefore the prophet also says to him, "And you will be called a builder of fences, and you will stop the paths in between." For just as those accustomed to fencing in vineyards that have been laid waste stop the paths in between, no longer allowing them to be trodden by the feet of those who do things above and below, so also our Lord Jesus Christ, having placed himself around us like an unbreakable wall, and fencing us about with angelic powers, has prepared us to be beyond being trodden upon. He also said in addition that he will no longer come against them driving them out. For formerly we were easily captured and easily carried off, utterly, and readily going to any outlandish thing whatsoever, with Satan leading and carrying us, and almost driving us from these things to those. But Christ also stopped this. For the plunderer will not come against us; he will not cast us out as before, to whatever seems good to him. For we are fixed in Christ, and we have a secure and established heart, no longer shaken by what is not fitting, nor going out into polytheism.
οὐκ ἐξελαυ- νόμενοι πρὸς πλάνησιν, ἀλλ' οἷον ἐμβεβηκότες ἐν πίστει τε καὶ ἀγάπῃ τῇ εἰς Θεὸν, ὡς χαίροντας ἐπὶ τούτῳ λέγειν "Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου." λέγων δέ Ὅτι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου, ἐπισκοπῆς ὄντα καιρὸν κατέδειξεν ἐναργῶς τὸν τῆς τοῦ Σωτῆρος ἐπιδημίας. "̓Επεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ ὕψους," καὶ ᾗ φησιν ὁ Δαυείδ "Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν," καίτοι πάλαι διὰ τὴν ἐν ἡμῖν ἁμαρτίαν οὐκ ἐποπτείας ἀξιῶν, οὐ φειδοῦς ἢ ἀγάπης, οὐχ ἑτέρου τινὸς τῶν τοιούτων ὅλως, ἀλλ' οἱονείπως ἀπεστρεμμένος· ταύτῃτοι καὶ τεταράγμεθα. καὶ
μαρτυρήσει λέγων ὁ μακάριος Δαυείδ "Ἀποστρέψαντός "σου τὸ πρόσωπον ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐ- "τῶν ἐπιστρέψουσιν." ἐπειδὴ δὲ νῦν, τουτέστι κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, ἑόρακεν ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ, σεσώ- σμεθά τε καὶ ἠλεήμεθα, καὶ τί γὰρ οὐχὶ τῶν ἐπέκεινα λόγου καὶ ἀξιαγάστων ἀληθῶς κεκερδάκαμεν;
ΤΟΜΟΣ Γʹ.
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. Χαῖρε σφόδρα θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.9 Ἀναφανδὸν ἐν τούτοις διακηρύττει λοιπὸν τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάδειξιν, ὡς οὐδὲν ὅλως ὁρᾶσθαι τὸ ἄναντες. χαίρειν μὲν γὰρ προστέταχεν ἀναγκαίως τῇ νοητῇ Σιὼν, ἅτε δὴ καὶ πάσης ἡμῶν κατηφείας ἐξῃρημένης.
not being driven out to error, but rather as having set foot in faith and love toward God, so that they rejoice in this and say, "And he set my feet upon a rock." And by saying, "For now I have seen with my own eyes," he clearly indicated that the time of the visitation was the time of the Savior's advent. "For a rising from on high has visited us," and as David says, "The Lord looked down from heaven upon the earth," although long ago, because of the sin in us, he deemed us unworthy of oversight, of mercy or love, or of anything else of the sort at all, but rather, as it were, turned away from us; and by this we were also thrown into confusion. And the blessed David will bear witness, saying, "When you turn away your face, they will be thrown into confusion, and they will return to their dust." But since now, that is, at the time of the advent, he has seen with his own eyes, we have been saved and have received mercy, and what indeed have we not gained of things beyond speech and truly worthy of admiration?
BOOK THREE.
ON THE PROPHET ZECHARIAH. BOOK FOUR. Rejoice greatly, daughter of Zion, proclaim, daughter of Jerusalem: behold, your king comes to you, righteous and saving, himself gentle and mounted on a beast of burden and a young colt. In these words he openly proclaims the manifestation of our Savior, as there is nothing steep at all to be seen. For he has necessarily commanded the spiritual Zion to rejoice, since all our dejection has been removed.
ποῦ γὰρ ἔτι τὸ κατηφὲς, καὶ ἐπὶ τίσιν ἂν γένοιτο πρὸς ἡμῶν τὸ κατοιμώζειν ὅλως, ἀπεληλαμένης τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου πεπα- τημένου, κεκλημένης τε τῆς ἀνθρώπου φύσεως εἰς ἐλεύθερον ἀξίωμα, καὶ τῇ τῆς υἱοθεσίας κατεστεμμένης χάριτι, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατηγλαϊσμένης; Ἐπιτήρει δὲ, ὅτι τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν εὐ- αγγελιζόμενος, εὐθὺς θυγατέρα τὴν Σιὼν ἀποκαλεῖ. σφόδρα δὴ οὖν χρῆναι χαίρειν αὐτὴν εὖ μάλα προστέταχεν, ἀνακη- ρύττειν τε παρεγγυᾷ τῇ Ἱερουσαλὴμ, ὡς ἤδη παρέσται, καὶ ἀναδειχθήσεται μετὰ σαρκὸς ὁ βασιλεὺς αὐτῆς, δίκαιός τε καὶ σώζων.
δεδικαίωκε γὰρ ἡμᾶς ἐν πίστει Χριστὸς, καὶ τὴν τῆς σωτηρίας κατευρύνει τρίβον τοῖς προσιοῦσιν αὐτῷ. ἔστι δὲ πρὸς τούτῳ καὶ πρᾶος, οὐ νομικὴν προσφέρων ἀποτομίαν, οὐδὲ θανάτῳ τιμωρούμενος τοὺς παραβαίνοντας ἐντολὴν, σώζων δὲ μᾶλλον ἐξ ἡμερότητος καὶ ἀνιστὰς τοὺς ὠλισθη- κότας, κἂν εἴτις ἁμάρτοι, παράκλητος αὐτὸς γινόμενος πρὸς τὸν Θεὸν καὶ Πατέρα. Ἀνέγνωμεν δὲ ὅτι "τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα "ζωοποιεῖ." γράμμα μὲν γὰρ ὁ κολαστής ἐστι νόμος, ἡ σκιὰ καὶ ὁ τύπος· πνεῦμα δὲ ζωοποιόν ἐστιν ὁ Χριστὸς, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεδιδάγμεθα προσκυνεῖν διὰ τῆς εὐαγγελικῆς παιδεύσεως. ὅτι δὲ καὶ ἐπιβέβηκεν ἐπὶ πῶλον νέον, οὕτω τε εἰσέφρησεν ἐν τοῖς Ἱεροσολύμοις, οὐ μακροῦ πρὸς πληροφορίαν δεήσει λόγου· ἀπόχρη γὰρ εἰς πίστιν ἡμῖν ὁ θεσπέσιος εὐαγγελιστὴς γεγραφὼς τὰ τοιάδε. ἐπεκά- θητο μὲν γὰρ τῷ πώλῳ Χριστὸς, εἵπετο γεμὴν ἡ τεκοῦσα· καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν.
For where is there still dejection, and over what would we at all lament, with sin driven away, death trampled underfoot, human nature called to a free dignity, crowned with the grace of adoption, and adorned with gifts from above and from heaven? And observe that, in proclaiming the arrival of our Savior, he immediately calls Zion a daughter. He has therefore very strongly commanded her to rejoice exceedingly, and he enjoins Jerusalem to proclaim that her king, just and saving, will soon be present and be manifested in the flesh.
For Christ has justified us in faith, and he broadens the path of salvation for those who approach him. Moreover, he is gentle, not offering legal severity, nor punishing those who transgress a commandment with death, but rather saving through gentleness and raising up those who have stumbled; and if someone should sin, he himself becomes an advocate before God the Father. And we have read that "the letter kills, but the spirit gives life." For the letter is the punishing law, the shadow and the type; but the life-giving spirit is Christ, for we have been taught to worship in spirit and truth through the instruction of the Gospel. And that he mounted a young colt and thus entered into Jerusalem, no lengthy argument will be needed for assurance; for the divine evangelist, who wrote such things, suffices for our faith. For Christ sat upon the colt, and the mother followed; and the spectacle was for us a sign of a most necessary matter.
ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ, τουτέστι τῷ κεκλημένῳ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ εἰδωλολατροῦντί ποτε. ἦν γὰρ οἷά τις πῶλος, οὔπω δεδαμασμένος, οὔτε μὴν εἰδὼς βαδίζειν ὀρθῶς· οὐ γάρ που τῷ θείῳ πεπαι- δαγώγητο νόμῳ. ἀλλ' ὁ πάντας ἄγων εἰς εὐτεχνίαν πνευ- ματικὴν, προὐπέθηκε μὲν ἑαυτῷ τὸν πῶλον. ἕψεται δὲ ὅτι κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διὰ τῆς ἑπο- μένης ὄνου δέδωκε νοεῖν, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωυσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ Σώ2.417 ζοντι βασιλεῖ· οὐ γάρ τοι προσήκατο τὴν πίστιν· ταύτῃτοι δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις, καὶ γέγονεν εἰς οὐρὰν, τουτέστι, παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν, καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δὲ, ὅπως εἰς ἐσχάτην ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν, ὁ νεφροὺς εἰδὼς καὶ καρδίας. ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς. οἱ μὲν γὰρ λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεὸν, οἱ δὲ τὸν παιδαγωγὸν ἀτιμάζοντες νόμον, ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς, καὶ
Christ rested upon the new people, that is, upon those called to knowledge of truth and who once were idolaters. For he was like a colt, not yet tamed, nor yet knowing how to walk straight; for he had not been educated by the divine law. But the one who leads all to spiritual good breeding first set the colt before himself. And it will be seen that in due time the Synagogue of the Jews also, through the following she-ass, is given to be understood, although in time, according to the calling, it held the seniority; for it had been called beforehand through Moses and the prophets. But since it offended the saving King—for it did not accept the faith—for this reason it justly follows behind the colt with difficulty, and has become at the tail, that is, a consequence and behind those from the nations, and the first has become last. And observe how he showed human nature carried off to ultimate unreason, he who knows kidneys and hearts. For the Synagogue of the Jews is compared to a she-ass, the most unreasoning, and also the multitude of the nations itself. For those who worshipped creation instead of the Creator God, and those who dishonored the educating law, have become outside of mind and good sense, and
πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες, "παρασυνεβλήθησαν τοῖς "κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοίωνται αὐτοῖς," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον, καὶ τὴν ἐκ νόμου κατάῤ- ῥησιν ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ φιλα- μαρτήμονες. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ὑδάτων ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.9 Ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς, τοῖς τῶν ἀγαπών- των αὐτὸν ὑποφέρειν ἔμελλε ποσὶν ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τουτέστι τὰ βδελυρὰ τῶν δαιμονίων στίφη, πάντα τε αὐτοῖς ὑποτάξειν ἐχθρὸν ὁρατόν τε καὶ ἀόρατον, καὶ πάντα συντρίβειν πόλε2.418 μον, καὶ τοῖς ἐξ εἰρήνης κατευφραίνειν ἀγαθοῖς, αἰνιγματωδῶς ἡμῖν ὁ προφητικὸς ὑποφαίνει λόγος. ᾔεσαν μὲν γὰρ κατὰ καιροὺς κατὰ τῶν Ἱεροσολύμων οἱ Βαβυλώνιοι, καὶ μὴν καὶ ἕτεροί τινες τῶν ὁμόρων ἐθνῶν ἵπποις τε καὶ ἅρμασιν ἐπο- χούμενοι, "καὶ βάλλοντες τόξοις," κατὰ τὸ γεγραμμένον, κατεχειροῦντό τε οὕτω καὶ πικροῖς ἐνίεσαν πόνοις. ἀπὸ δὴ τοῦ συμβαίνειν εἰωθότος, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν λαμπρότητα δηλοῖ. ὁ γάρ τοι σώζων, φησὶν, ὁ δίκαιός τε καὶ πραότατος βασιλεὺς, ἀφίξεται μὲν, καὶ οὐκ εἰς μακράν· πλὴν οὐ πολλῷ πλήθει τῶν ὑπασπιστῶν δορυφορούμενος, οὐ μυρίους ἔχων τοὺς εἰδότας τὰ τακτικά· ἐπασκήσας δὲ οὕτως ἐν ἤθει τὸ μέτριον, ὡς πώλῳ καὶ μόλις ἐφιζῆσαι γυμνῷ.
They had fallen away into every form of baseness, "they were compared to senseless beasts and likened to them," according to the voice of the psalmist. The donkey is also a symbol of uncleanness in another way; for the animal is unholy and subject to condemnation from the law. Such are all who wander and are lovers of sin. "And he will destroy chariots from Ephraim and a horse from Jerusalem, and the war-bow will be destroyed, and multitude and peace from the nations, and he will rule waters from sea to sea and the river-crossings of the land." That the Only-Begotten, having become man, was to submit to the feet of those who love him—the beginnings and powers and the world-rulers of this darkness, that is, the abominable hordes of demons—and to subject to himself every visible and invisible enemy, to crush every war, and to delight in the goods of peace, the prophetic word hints to us enigmatically. For the Babylonians went at times against Jerusalem, and also some other of the neighboring nations, riding on horses and chariots, "and shooting with bows," as it is written, and thus they subdued them and inflicted bitter pains. From what customarily happens, he reveals the splendor of the achievements through Christ. For the savior, he says, the just and most gentle king, will arrive, and not far off; but he will not be attended by a great multitude of shield-bearers, nor will he have countless men skilled in tactics; but he has so trained himself in moderate character that he barely sits on a bare colt.
πλὴν ἔσται τοσοῦτος εἰς ἀρετὴν, ὀνήσει τε οὕτω τοὺς ἐπ' αὐτῷ πεποιθότας, ὡς περιελεῖν μὲν ἅρματα ἐξ Ἐφραῒμ, ἀποστῆσαι δὲ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, ὀλοθρεῦσαι δὲ καὶ τόξον πολεμικὸν, καὶ εἰρήνην ἁπλῶσαι βαθεῖαν, τὴν ἐκ πάντων τῶν ἐθνῶν. Ἐφραὶμ δέ φησι τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς, Ἱερουσαλὴμ δὲ τοὺς ἐν αὐτῇ κατοικήσαντας, Ἰούδας δὲ οὗτοι καὶ Βενιαμίν. οὐκοῦν ἀσφαλείας ὑπόσχεσιν καὶ εἰρήνης ἡμῖν ὁ προφητικὸς εἰσκομίζει λόγος. οὐ γὰρ ἂν γένοιτο, φησὶν, εὐκατάδρομος τοῖς ἐθέλουσι κακοῦν ἡ ἁγία πόλις, τουτέστιν ἡ νοητὴ Σιὼν, ἤγουν Ἱερουσαλὴμ, "ἥτις "ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος," κατευρύνει δὲ οὕτω τὴν ἑαυ- τοῦ βασιλείαν ὁ σώζων αὐτὴν, ὡς ὅλης κατάρξαι τῆς Ἰουδαίας, ἀπὸ θαλάσσης εἰς ποταμούς. αὗται γάρ εἰσιν αἱ διεκβολαὶ τῆς γῆς, τουτέστι τὰ πέρατα. ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαυεὶδ, ὡς περὶ ἀμπέλου λέγων τῆς Ἰουδαίων Συναγωγῆς "̓Εξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποτα- "μῶν τὰς παραφυάδας αὐτῆς." τερματίζεται γὰρ ἡ τῶν Ἰουδαίων χώρα θαλάσσῃ τε τῇ πρὸς νότον καὶ Ἰνδικῇ, καὶ τῇ καλουμένῃ Μέσῃ τῶν ποταμῶν. ἀλλ' οὐκ ἐν τούτοις τοῖς ὅροις ἡ Χριστοῦ βασιλεία· πολλοῦ γε καὶ δεῖ· ἕρπει δὲ ὁ λόγος ὡς ἐκ μερικοῦ παραδείγματος ἐπὶ τὸ καθόλου καὶ γενικώτατον. βεβασίλευκε γὰρ οὐ τῆς Ἰουδαίας μόνης, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ' οὐρανὸν, καὶ ἀπὸ περάτων εἰς πέρατα τὰ τῆς ἐξουσίας αὐτῷ κατευρύνεται. Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.
Yet he will be so great in virtue and will so benefit those who trust in him that he will remove chariots from Ephraim, withdraw the horse from Jerusalem, and destroy the war bow, and spread deep peace from all the nations. By Ephraim he means the ten tribes in Samaria, and by Jerusalem those who dwell in it, namely Judah and Benjamin. Thus the prophetic word brings us a promise of security and peace. For it would not be possible, he says, for the holy city—that is, the spiritual Zion, or Jerusalem, "which is the Church of the living God"—to be easily overrun by those who wish to harm it; and he who saves it extends his kingdom so far as to rule over all of Judea, from the sea to the rivers. For these are the boundaries of the land, that is, its limits. And the inspired David also chants somewhere, speaking of the vine of the Jewish Synagogue: "It extended its branches to the sea, and its shoots to the rivers." For the land of the Jews is bounded by the sea to the south and the Indian Sea, and by the so-called land between the rivers. But the kingdom of Christ is not confined within these boundaries—far from it; rather, the discourse proceeds from a particular example to the universal and most general. For he has reigned not only over Judea, but over the whole world beneath the heavens, and the limits of his authority extend from one end to the other. And you sent forth your prisoners from the pit without water by the blood of the covenant.
καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι.9 Μέτεισιν ὁ λόγος ἐπ' αὐτὸν ἤδη τὸν δίκαιόν τε καὶ σώ- ζοντα βασιλέα, καὶ μέντοι καὶ πρᾶον, τουτέστι Χριστόν· καὶ τὰ λαμπρά τε καὶ ἀξιάγαστα τῆς ἐπιδημίας αὐτοῦ κατορθώματα καθίστησιν ἐναργῆ. κεκένωκε γὰρ ἑαυτὸν ἑκὼν, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· ὑπέμεινε δὲ καὶ σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τέ- θεικε τὴν ἑαυτοῦ ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα, καὶ κατεκτήσατο τῷ Θεῷ καὶ Πατρὶ τὴν ὑπ' οὐρανὸν ἐν αἵματι διαθήκης αἰωνίου, ἧς ἦν τύπος τὸ διὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐπιῤῥανθέν. λαβὼν γὰρ, φησὶ, Μωυσῆς τὸ αἷμα, "αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν "ἐῤῥάντισε, λέγων Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο "πρὸς ὑμᾶς ὁ Θεός." ἀλλ' ἐκεῖνα μὲν τύποι, καὶ τῆς ἀληθείας μόρφωσις ἦν· αὕτη δὲ λοιπὸν ἡ ἀλήθεια Χριστὸς, ὁ πάντας ἡμᾶς ἀγοράσας
ἐν αἵματι διαθήκης. ἐκλελυτρώμεθα γὰρ ὡς ὁ αὐτοῦ φησι μαθητὴς "οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, "ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χρι- "στοῦ." σὺ τοίνυν, φησὶν, ὦ δικαιότατε καὶ πραότατε βασιλεῦ, ἐν αἵματι διαθήκης τοὺς σοὺς γεγονότας δεσμίους· τουτέστιν οὓς δεσμοῖς ἀγάπης κατέσφιγξας, καὶ ταῖς σαῖς ζεύγλαις ὑπενεγκεῖν καὶ ἐγκαταδῆσαι σαφῶς τὸν τῆς δια- νοίας πέπεικας αὐχένα· ἐξαπέστειλας, τουτέστιν ἐξεκόμισας ἤγουν ἐξήγαγες ἢ ἀνήνεγκας ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ· σημαίνειν δὲ διὰ τούτου φαμὲν αὐτὸν ἢ τὸν ᾅδην, τὸν οὐκ ἔχοντα ζωήν· ἐκδεξόμεθα γὰρ εἰς τύπον ζωῆς τὸ ὕδωρ, καὶ γάρ ἐστι ζωοποιόν·
You will sit in a stronghold, prisoners of the synagogue, and in place of one day of your sojourn I will repay you double. The discourse now turns to the righteous and saving king, who is also gentle, that is, Christ; and it makes manifest the brilliant and admirable achievements of his advent. For the only-begotten Word of God emptied himself willingly, becoming man; he also endured the cross, despising shame, and set his own soul as the ransom for the life of all, and acquired for God the Father the world under heaven by the blood of an eternal covenant, of which the type was that sprinkled through the most wise Moses upon the ancients. For, it says, Moses took the blood, "and sprinkled both the book itself and all the people, saying, 'This is the blood of the covenant which God made with you.'" But those were types, and a formation of the truth; this, however, is the truth itself—Christ, who purchased us all by the blood of the covenant. For we have been redeemed, as his disciple says, "not by perishable silver or gold, but by the precious blood as of a spotless and pure lamb, Christ." Therefore, it says, O most righteous and most gentle king, you have sent forth those who have become your prisoners by the blood of the covenant—that is, those whom you have bound with bonds of love, and whose neck of understanding you have clearly persuaded to bear and be fastened to your yokes—you have sent them forth, that is, you have brought them out or led them up from a pit having no water. By this we say he signifies either Hades, which has no life; for we take water as a type of life, since it is life-giving.
ἤγουν λάκκον καταλογιούμεθα, καὶ μάλα ὀρθῶς, τὴν ἐπί γε τοῖς ψευδωνύμοις θεοῖς ἀπάτην. βόθρος γὰρ ἀληθῶς τὸ χρῆμά ἐστιν, εἰς ὃν εἴπερ τις ὅλως κατ- ολισθήσειε, ζωῆς ἀμοιρήσει τῆς εἰς αἰῶνα τὸν μέλλοντα. ὅτι δὲ κεκένωκε τὸν ᾅδην ἀποθανὼν ὁ Χριστὸς, καὶ ἀνῆκε τοῖς ἐν φυλακῇ πνεύμασι τὰς κάτω πύλας παντί που σαφές. ἔφη δέ που καὶ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου περὶ τῶν ἐξ Ἰσραὴλ, καταλελοιπότων μὲν αὐτὸν, τραπομένων δὲ φληνάφως εἰς ἀπάτην εἰδωλομανῆ "Ἐξέστη ὁ οὐρανὸς ἐπὶ "τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος· ὅτι "δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον "πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συν- "τετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν." ὥσπερ γάρ ἐστι ζωοποιὸς καὶ πηγὴ ζωῆς, ἡ ὀρθή τε καὶ ἀπλανὴς περὶ Θεοῦ γνῶσις· οὕτως ἄνυδροι καὶ οἱονεὶ λάκκοι συντε- τριμμένοι νοηθεῖεν ἂν τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, καὶ ἡ περὶ αὐτοῦ πλάνησις. εἶτα πρὸς αὐτοὺς διαλέγεται τοὺς δεσμίους, καὶ εἰς ἐλπίδας αὐτοὺς ἀγαθὰς παραθήγει, λέγων Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς. καὶ ὀχύρωμα μὲν, καθάπερ ἐγῷμαι, τὴν Ἐκκλησίαν ἀποκαλεῖ ὡς τετει- χισμένην ἐν Χριστῷ, καὶ ἀκλονήτως ἔχουσαν· κάθισιν δέ φησι τὸ οἷον ἱδρυμένον ἐν πίστει. γέγραπται γὰρ περὶ Θεοῦ "Ὅτι σὺ καθήμενος τὸν αἰῶνα" τουτέστιν, ἱδρυμένην ἔχων καὶ ἀκατάσειστον φύσιν. ἔσεσθε δὴ οὖν ἐν ἀσφαλείᾳ, φησὶ, τὸ βεβηκὸς ἔχοντες εἰς πίστιν, ὦ δέσμιοι τῆς ἐμῆς συναγωγῆς· εἶεν δ' ἂν οὗτοι τῶν ἐν Χριστῷ δεδικαιωμένων ἡ ἁγία πληθύς.
We will count it as a pit, and quite rightly, the deception concerning the falsely named gods. For the thing is truly a pit, into which if anyone should slip entirely, he will be deprived of life for the coming age. That Christ, by dying, emptied Hades and opened the lower gates for the spirits in prison is clear to everyone. And the God of all said somewhere through the voice of Jeremiah concerning those from Israel who abandoned him and turned foolishly to the deception of idol-mania: "The heaven was astonished at this, and shuddered exceedingly, says the Lord, because my people did two evil things: they abandoned me, the fountain of living water, and dug for themselves broken pits which will not be able to hold water." For just as right and unerring knowledge about God is life-giving and a fountain of life, so the toys of idolatry and the error concerning him would be understood as waterless and like broken pits. Then he speaks to the prisoners themselves and urges them on to good hopes, saying: You will sit in a stronghold, prisoners of the synagogue. And the stronghold, I think, he calls the Church as fortified in Christ and unshakable; and by "sitting" he means being established in faith. For it is written about God: "That you sit for eternity," that is, having a fixed and unshakable nature. So you will be in safety, he says, having a firm footing in faith, O prisoners of my synagogue; and these would be the holy multitude of those justified in Christ.
ὅτι δὲ οὐκ ἄμισθον ἕξουσι τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις ὑπομονὴν, καὶ μὴν καὶ τὸ ἐρηρεισμένον εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ, κατασημαίνει λέγων Καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι. Καί τι τοιοῦτόν ἐστιν ὃ βούλεται λέγειν. πάροικοι μὲν γὰρ ἐπὶ τῆς γῆς καὶ παρεπίδημοι πάντες εἰσὶν οἱ ἅγιοι, βραχὺς δὲ δὴ λίαν ὁ ἐν σώματι βίος ἀνθρώπου παντὸς, κἂν εἴ τις αὐτὸν καταλογίσαιτο πρὸς αἰῶνα τὸν μέλλοντα, κατα- θρήσειεν ἂν αὐτὸν ὀλίγον ὄντα παντελῶς, ὡς τάχα που καὶ ἡμέρᾳ παρεικάζεσθαι μιᾷ. οὐκοῦν ἀντὶ μιᾶς ἡμέρας τῆς παροικεσίας σου φησὶ, τουτέστιν, ἀντὶ τοῦ βραχέος τε καὶ συνεσταλμένου χρόνου τῆς ἐν σώματι ζωῆς διπλᾶς τε καὶ ἐν πλεονασμῷ τὰς ἀμοιβὰς ἀποδώσω. ἔφη δέ που καὶ ὁ Χριστὸς, ὅτι "Μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον "ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν." οὐ γάρ τοι τὰς ἰσοστάθμους ὧν ἂν δράσαιμεν προσδοκῶμεν ἀμοι- βὰς, ἀλλ' ἐν προσθήκῃ πολλῇ· πλουσιόδωρος γὰρ ὁ διδούς. Διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ.9 Τίνα δὴ τρόπον κληθήσεταί τε καὶ εἰσελάσει διὰ τῆς πίστεως ἡ ἐξ ἐθνῶν ἀγέλη, ταλαιπωρήσει δὲ καὶ ὁ πάλαι τρυφῶν, τουτέστιν ὁ σατανᾶς, τῶν ἐκ πλεονεξίας αὐτῷ πεπορισμένων προσκυνητῶν ἐξωθούμενος, διατρανοῖ πάλιν ἐν τούτοις. ποιεῖται γεμὴν τὸν λόγον, ὡς πρὸς τοὺς ἁγίους ἀποστόλους, ἤτοι τοὺς ἐξ Ἰσραὴλ διδασκάλους, οἳ καὶ τὴν τῶν ἐθνῶν ἐκπεριθέοντες χώραν, εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλουν τε καὶ σεσαγηνεύκασι τοὺς ἐν αὐτῇ. ὦ τοίνυν Ἰούδα, φησὶν, ἐνέτεινά σε ἐμαυτῷ τόξον, τουτέστι, διὰ σοῦ τοξεύσω τοὺς ὑπεναντίους·
That they will not be without reward for their perseverance in all that is best, and indeed also for their steadfast love toward God, he indicates by saying: "And in return for one day of your sojourn, I will give you double." And this is something like what he means to say. For all the saints are sojourners and strangers on the earth, and the life of every man in the body is very short indeed; and if one were to compare it to the coming age, he would see it as entirely small, so that it might perhaps be likened to a single day. Therefore, he says, "in return for one day of your sojourn," that is, in return for the brief and contracted time of your life in the body, I will give you rewards that are double and abundant. And Christ also said somewhere: "They will give a good measure, pressed, shaken, and overflowing into your bosom." For we do not expect rewards equal in weight to what we might do, but with great addition; for the giver is bountiful. "Because I have bent you, Judah, as a bow for myself, I have filled Ephraim." In what manner the flock from the nations will be called and will enter through faith, and the one who formerly luxuriated, that is, Satan, will suffer hardship, being thrust out from the worshipers procured for him by greed, he again makes clear in these words. He makes the speech as if to the holy apostles, or to the teachers from Israel, who, going around the land of the nations, called and ensnared those in it to the knowledge of the truth. "O Judah," he says, "I have bent you as a bow for myself," that is, through you I will shoot the enemies.
καί σε δὲ, ὦ Ἐφραῒμ, ἔπλησα. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. ὅτε γὰρ τῆς τοξείας οἱ ἐπιστή- μονες νευρὴν μὲν μαζῷ, τοῦ δὲ τόξου τὸν σίδηρον ἄγουσιν ἐγγὺς, τότε πλῆσαι τὸ τόξον λέγονται, βάλλουσί τε οὕτω δεινόν τι
καὶ ἄφυκτον καὶ οἷον ἀσχέτοις ὁρμαῖς ἀναπηδῶντά τε καὶ διιπτάμενον τὸν ἰὸν ἤτοι τὸ βέλος. ἔστι τοίνυν αὐτὸ διαφόρως πεφρασμένον. τόξον σε πεποίημαί φησιν, ὦ Ἰούδα, ἔπλησα δὲ καί σε, ὦ Ἐφραΐμ. Ἰούδας δὲ καὶ Ἐφραῒμ ἅπανἐστὶ τὸ γένος τὸ ἐξ Ἰσραήλ. οὐκοῦν τόξον ὥσπερ τι πε- ποίηται τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας τε πρὸ τῶν ἄλλων, καὶ γνώμης εἰς τοῦτο προεληλυθότας, ὡς ἔθνη παιδαγωγεῖν, καὶ τῶν πλανωμένων ἀποσοβεῖν τὰς τῶν δαιμονίων ἀγέλας, καταπαίειν τε τὸν σατανᾶν καὶ ἁπαξαπλῶς τοὺς τοῖς θείοις δόγμασιν ἀντεξάγοντας καὶ ταῖς δι' αὐτῶν μαχομένους μυσταγωγίαις. οὕτω που φησὶ καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν "Τὰ βέλη σου ἠκονη- "μένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ "τῶν ἐχθρῶν τοῦ βασιλέως." πλήττουσι μὲν γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ Πατρὸς εἰς καρδίαν ἔσω καὶ νεφροὺς "τὰ τοῦ δυνατοῦ βέλη," τουτέστι Χριστοῦ. βέλη δὲ αὐτοῦ πάλιν οἱ μυσταγωγοὶ, τοὺς δέ γε πεπλανημένους καὶ τὸν φύσει τε καὶ ἀληθῶς Θεὸν οὐκ εἰδότας, πλήττουσιν οὐκ εἰς θάνατον, ἀλλ' εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν Χριστῷ, ἵνα καὶ ὑποκάτω πίπτοιεν αὐτοῦ.
And you, O Ephraim, I have filled. And what this is, I will say again. For when those skilled in archery bring the bowstring to the breast and draw the iron of the bow close, then they are said to have filled the bow, and they shoot thus something terrible and inescapable, the arrow or missile leaping and flying with irresistible force. So this is expressed in various ways. "I have made you a bow," he says, "O Judah, and I have filled you, O Ephraim." Judah and Ephraim are the whole race of Israel. Therefore, those from among the Jews who have believed before others and have advanced in purpose to this point have been made like a bow, to instruct the nations, to drive away the hordes of demons from those who are wandering, and to strike down Satan and, in a word, all who oppose the divine doctrines and fight against the mysteries conveyed through them. So also the inspired David says to the Savior God of all: "Your arrows are sharpened, O Mighty One; peoples will fall beneath you in the heart of the king's enemies." For the arrows of the Mighty One, that is, of Christ, strike the enemies of God the Father deep in the heart and kidneys. And his arrows, again, are the mystagogues, who strike those who have gone astray and do not know the God who is by nature and truly God, not to death, but leading them to love in Christ, so that they may fall beneath him.
ὁποία τις ἐστὶν ἡ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων γραφομένη νύμφη, λέγουσά τε σαφῶς " Οτι τετρωμένη ἀγάπης ἐγώ εἰμι." ὅτι δὲ γεγόνασιν ἀλ- κιμώτατοί τε καὶ εὐσθενεῖς οἱ θεσπέσιοι μαθηταὶ, πιστώσεται λέγων περὶ αὐτῶν ὁ σοφώτατος ψαλμῳδὸς ἐν Πνεύματι "Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων." ἐκτετιναγμένους μὲν γὰρ τοὺς ἐξ Ἰσραὴλ ἀποκαλεῖ, ὡς τῆς θείας χάριτος ἐκπεπτωκότας διά τοι τὸ ἐμπαροινῆσαι Χριστῷ. οἱ γεμὴν ἐξ αὐτῶν υἱοὶ, βέλη γεγόνασιν ὡς ἐκ χειρὸς δυνα- τοῦ πεμπόμενα. ἔφη δέ που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν δὴ πάλιν τὸν Ἐμμανουὴλ περὶ τῶν ἁγίων ἀποστόλων "Βολίδες σου γὰρ πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων "σου." Καὶ ἐπεγερῶ τὸ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητοῦ.9 Ἰδοὺ δὴ σαφῶς τοὺς ἐξ Ἰουδαίων μυσταγωγοὺς τόξον ἴδιον ὀνομάζει. ποῖα γὰρ τὰ τέκνα τῆς Σιὼν τὰ κατὰ τῶν Ἑλληνικῶν κατεξανιστάμενα τέκνων, εἰ μὴ οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, καὶ τῆς ἀληθείας ὀρθοτομοῦντες τὸν λόγον; Σιὼν γὰρ ἡ νοητὴ, πῶς ἂν ἑτέρα νοοῖτο παρὰ τὴν Ἐκκλησίαν; καταθλοῦσι δὲ τῶν τέκνων τῶν Ἑλληνικῶν, καὶ καταστρατεύονται τῶν πεπλανημένων, Θεοῦ τεθεικότος αὐτοὺς ὡς ῥομφαίαν μαχη- τοῦ. οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τὸν ἐν Χριστῷ νοού- μενον στρατιώτην κατακαλλύνων ὁρᾶται. θώρακα μὲν γὰρ τὸν τῆς ἐν Χριστῷ δικαιοσύνης περιτίθησιν αὐτῷ· καὶ μὴν καὶ τὴν τοῦ σωτηρίου περικεφαλαίαν. εἶτα δίδωσι τὴν μά- χαῖραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.
expression like that of the bride written in the Song of Songs, who clearly says, "I am wounded with love." And that the divine disciples became most valiant and strong, the most wise psalmist will confirm, speaking of them in the Spirit: "Like arrows in the hand of a mighty man, so are the sons of the shaken out." For he calls those from Israel "shaken out," as having fallen from divine grace because they treated Christ with insolence. Yet their sons have become arrows, as if sent from the hand of a mighty man. And Habakkuk also said somewhere, addressing Emmanuel himself concerning the holy apostles: "For your darts will go forth into the light of the lightning of your weapons. And I will rouse your children, Zion, against the children of the Greeks, and I will handle you like the sword of a warrior." Behold, he clearly calls the mystagogues from among the Jews his own bow. For what are the children of Zion that rise up against the children of the Greeks, if not the divine disciples and those who from time to time lead the churches and cut straight the word of truth? For how could the spiritual Zion be understood otherwise than as the Church? And they subdue the children of the Greeks and make war against the erring, God having set them like the sword of a warrior. Thus also the divine Paul is seen adorning the soldier understood in Christ. For he places upon him the breastplate of righteousness in Christ, and also the helmet of salvation. Then he gives him the sword of the Spirit, which is the word of God.
ταύτῃ δὴ οὖν τῇ μαχαίρᾳ κατὰ τῶν Ἑλληνικῶν κεχρημένοι τέκνων, ἀπο- κείρουσι μὲν τὴν ἐν αὐτοῖς βλαστοῦσαν ἀπάτην, καὶ τὸν τομώτατον τοῦ Θεοῦ λόγον ἐπιφέροντες αὐτοῖς, ὅς ἐστι ζῶν τε καὶ ἐνεργὴς, τὸ πονηρὸν καὶ ἀκάθαρτον ἐκκόπτουσι πνεῦμα, ἵνα δύναιντο λοιπὸν νῷ καθαρῷ τε καὶ ἐλευθέρῳ καὶ τῆς τῶν δαιμονίων πλεονεξίας ἀπηλλαγμένῳ, τὸν τῆς ἀληθοῦς θεογνωσίας παραδέξασθαι λόγον. Καὶ ἔσται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς.9 Ὅτι καὶ συνέσται Κύριος ὁ Θεὸς αὐτοῖς, καὶ συνασπιεῖ, συγκαταδῃώσει τε τοὺς ἀνθεστηκότας διὰ τούτων ὑποδηλοῖ· ἔσται γάρ φησι Κύριος ἐπ' αὐτοὺς, δῆλον δὲ ὅτι τοὺς ἀντανίστασθαι μεμελετηκότας τοῖς ἱερουργοῦσι τὸ εὐαγγέλειον αὐτοῦ. ἑκάστη δὲ βολὶς, τουτέστιν μυσταγωγὸς ἢ ἀπόστο- λος· βέλει γὰρ ἤτοι βολίδι παρεικάζει πάλιν αὐτοὺς Θεοῦ πέμποντος· ὡς ἀστραπὴ δραμεῖταί φησι, δῆλον δὲ ὅτι καταυγάζουσα, καὶ τοῖς ἁπάντων ὀφθαλμοῖς ἀμογητὶ προσ- πίπτουσα. γεγόνασι γὰρ οὕτω λαμπροὶ καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ τῶν τοῦ Σωτῆρος εὐαγγελίων οἱ κήρυκες, καὶ οἱ μετ' ἐκείνους λαῶν ἡγούμενοι καὶ προεστηκότες ἐκκλη- σιῶν, ὡς ἀγνοῆσαι μηδένα τῆς ἐνούσης αὐτοῖς ἀρετῆς τὴν φαιδρότητα. καὶ τοῦτο αὐτὸς ἔφασκεν ὁ Σωτήρ "Οὐδεὶς "λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης
Using this sword against the children of the Greeks, they cut away the deception sprouting in them, and applying to them the most sharp word of God, which is living and active, they cut out the evil and unclean spirit, so that they might then be able, with a pure and free mind, and one freed from the greed of demons, to receive the word of true knowledge of God. And the Lord will be over them, and will go forth like a flash of lightning. That the Lord God will also be with them, and will shield them, and will also lay waste to those who resist, he indicates through these things: "The Lord will be over them," he says, clearly meaning those who have practiced rising up against those who perform the service of his gospel. And each bolt, that is, a mystagogue or an apostle; for he compares them again to a missile or bolt sent by God. "It will run like lightning," he says, clearly meaning that it shines and falls upon the eyes of all without effort. For the divine disciples, and the heralds of the Savior's gospels, and those after them who led peoples and presided over churches, became so brilliant that no one was ignorant of the brightness of the virtue present in them. And the Savior himself said this: "No one, having lit a lamp, covers it with a vessel or under a bed.
"τίθησιν, ἀλλ' ἐπὶ λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι "τὸ φῶς." καὶ πάλιν ἑτέρωθι "Οὕτω λαμψάτω τὸ φῶς "ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ "καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς "οὐρανοῖς." Καὶ Κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν·
καὶ καταναλώσουσιν αὐτοὺς, καὶ καταχώσουσιν αὐτοὺς ἐν λί- θοις σφενδόνης, καὶ ἐκπίονται τὸ αἷμα αὐτῶν ὡς οἶνον, καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον. καὶ σώσει αὐτοὺς Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς πρόβατα λαὸν αὐτοῦ.9 Συνασπιστὴν, ὡς ἔφην, καὶ σύνοπλον αὐτοῖς παρίστησιν ἐναργῶς ὁ λόγος τὸν τῶν ὅλων κρατοῦντα Θεὸν, παραταττόμενόν τε οὕτω καὶ συναθλεῖν ᾑρημένον, ὡς ἤδη δοκεῖν καὶ ἐξηρτύσθαι πολεμικῶς, καὶ, οἷον χωρεῖν μέλλοντα κατ' ἐχθρῶν, ὅλῃ χρήσασθαι δυνάμει καὶ ταῖς ἐνούσαις εὐσθενείαις αὐτῷ. καταστρατεύεσθαι γεμὴν εὖ μάλα φησὶν, οὐχὶ τῶν διὰ πίστεως εἰς δικαίωσιν σαγηνευομένων, ἀλλὰ κατὰ τῶν ἀνοσίως ἀνθεστηκότων τῷ θείῳ κηρύγματι, οὓς καὶ ὁ Παῦλος ἡμῖν κατεσήμαινε λέγων "Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐν- "εργὴς, καὶ ἀντικείμενοι πολλοί." σαλπιεῖ τοίνυν, φησὶν, ὁ Κύριος ἐν σάλπιγγι. λελάληκε γὰρ ὁ Χριστὸς τὸ κήρυγμα τὸ εὐαγγελικὸν, εἰς πᾶσαν διάττον τὴν ὑπ' οὐρανὸν, ἐξ- άκουστον γὰρ τοῖς ἁπανταχοῦ τὸ Χριστοῦ μυστήριον. ἦν μὲν γὰρ ἰσχνόφωνος καὶ βραδύγλωσσος ὁ Μωυσῆς· τοιγάρτοι καὶ μόλις ἠκούετο κατὰ μόνην τὴν Ἰουδαίαν· ἥκιστα γεμὴν ἐν τούτοις ἐστὶν ὁ παρὰ Χριστοῦ λόγος.
places it, but on a lampstand, so that those who enter may see "the light." And again elsewhere: "Thus let your light shine before men, so that they may see your good works and glorify your Father in heaven." And the Lord Almighty will sound the trumpet and proceed in the turmoil of his threat. The Lord Almighty will shield them.
And they will consume them, and they will bury them with sling stones, and they will drink their blood like wine, and they will fill the altar like bowls. And the Lord will save them on that day as his own people, like sheep. The word, as I said, clearly presents the God who rules over all as their shield-bearer and fellow warrior, arrayed in this way and choosing to fight alongside them, so that he already seems to be armed for war and, as it were, about to advance against enemies, employing his full power and the strengths inherent in him. For it says that he campaigns not against those who are netted through faith for justification, but against those who have impiously resisted the divine proclamation, whom Paul also indicated to us, saying, "For a great and effective door opened for me, and many opponents." Therefore, it says, the Lord will sound the trumpet. For Christ has proclaimed the evangelical message, flashing throughout the entire world under heaven, for the mystery of Christ is heard everywhere. For Moses was weak-voiced and slow-tongued; consequently, he was barely heard only in Judea. The word from Christ is least of all like this.
ἀναπε- φώνηκε γὰρ οἷά τις σάλπιγξ μακρὰ καὶ εὐηχεστάτη, καὶ ταῖς ἁπάντων ἀκοαῖς ἠχὴν ἐνιεῖσα τὴν διαπρύσιον. βαδιεῖται δὲ ὥσπερ ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, ὑπερασπιεῖ τε οὕτω τῶν ἑαυτοῦ δορυφόρων, ὡς οἷον ὑπὸ πυρὸς δαπανᾶσθαι τοὺς ἀνθισταμένους, μόνον δὲ οὐχὶ καὶ σφενδόναις αὐτοὺς κατα- χῶσαι καταπαίοντας γεννικῶς. ἐκπίονται δὲ καὶ τὸ αἷμα αὐτῶν, τουτέστιν, οἷά τινες θῆρες ἐπιθρώσκοντες περιέσονται ῥᾳδίως, καὶ νεκροὺς ἀποφανοῦσι. προσκομιοῦσι δὲ τῷ τῶν πεπτωκότων αἵματι φιάλας πεπληρωμένας, καθάπερ τινὰ σπονδὴν ἐπὶ τὸ θυσιαστήριον. εὐωδία γὰρ τῷ Θεῷ καὶ θυσία δεκτὴ τῶν οὐκ ἐώντων σώζεσθαι τοὺς πεπλανημένους ὁ θά- νατος· εἰ γὰρ τῶν σωμάτων τοὺς φονευτὰς οὐκ ἄξιον ἐλεεῖν· ὑποφέρεσθαι δὲ μᾶλλον ταῖς δίκαις, τὰ ἴσα παθόντας, τί ἄν τις λέγοι περὶ τῶν οἳ ψυχῶν ὀλετῆρες γεγόνασι καὶ φθόροι; Εἶεν δ' ἂν οὗτοι πάλιν οἱ Ἑλλήνων λογάδες, καὶ τῆς ἐν κόσμῳ σοφίας ἡμμένοι τὴν δόξαν, οἱ ἄνω τε καὶ κάτω θεοὺς καὶ θεὰς ὀνομάζοντες, καὶ τῇ κτίσει παρὰ τὸν ποιητὴν ἀνα- πείθοντες προσκυνεῖν, καὶ ἑκάστῳ τῶν στοιχείων τὴν Θεῷ πρέπουσαν ἀνατιθέντες δόξαν. οὗτοι πεπλανήκασι τὴν ὑπ' οὐρανὸν, καὶ οὐχὶ δὴ μόνον κατά γε τὸν χρόνον τῆς ἐν σώ- ματι ζωῆς· ἀλλὰ γὰρ καὶ εἰς χρόνους τοὺς ἐφεξῆς. μύριοι γὰρ ὅσοι κατὰ καιροὺς διολώλασι τῆς ἐκείνων ψευδοεπείας ἡττώμενοι, καὶ ψυχροῖς καὶ γραώδεσι μυθαρίοις προσεσχήκότες. ἀνῄρηνται δὴ οὖν οἱ τοιοίδε λοιπόν.
He has cried out like a long and most clear-sounding trumpet, sending a piercing sound into the ears of all. And he will proceed as if in the surge of his own threat, and will thus protect his own spear-bearers, so that those who oppose are consumed as if by fire, and he will almost bury them with slings, striking them mightily. And their blood will be drunk, that is, like wild beasts leaping upon them, they will easily overpower them and declare them dead. And they will bring bowls filled with the blood of the fallen, as if some libation to the altar. For death is a sweet fragrance to God and an acceptable sacrifice of those who do not allow the erring to be saved. For if it is not right to pity the murderers of bodies, but rather they should be subjected to justice, suffering the same, what would one say about those who have become destroyers and corrupters of souls? These would again be the chosen ones of the Greeks, those who have grasped at worldly wisdom in glory, naming gods and goddesses above and below, persuading people to worship creation instead of the Creator, and attributing to each of the elements the honor befitting God. These have led the whole world under heaven astray, not only during the time of their life in the body, but also into subsequent times. For countless multitudes have perished over time, overcome by their false speech and devoted to cold and old-womanish myths. So then, such men have been destroyed.
οἴχεται γὰρ τῆς ἐκείνων συγγραφῆς ἡ βεβήλωσις, ἀπρακτοῦσιν οἱ μῦθοι, καὶ οἷον ἐκπέποται τὸ αἷμα αὐτῶν, καὶ τοῖς τῆς ἀληθείας δόγμασι καθάπερ τισὶ λίθοις τοῖς ἐκ σφενδόνης καταπαιό- μενοι καταχώννυνταί τε καὶ γέγονεν, ὡς ἔφην, εὐωδία Θεῷ τῆς ἐκείνων ἀθυροστομίας ἡ ἀπώλεια. καὶ σέσωκε Κύριος ὡς πρόβατα τὸν λαὸν αὐτοῦ. ἐπειδὴ γάρ ἐστι τῶν ὅλων αὐτὸς ποιητὴς, λαὸς αὐτοῦ λέγοιντο ἂν εἰκότως καὶ οἱ πάλαι πλανώμενοι· πλὴν ὡς ἀγέλην ἀπεληλαμένην ὑπὸ λῃστῶν σέσωκεν ὁ Χριστὸς, τοὺς ψευδοποιμένας ἐκβαλὼν, καὶ ὑπὸ χεῖρα τιθεὶς ἰδίαν τὸ ἀνθρώπινον γένος. ἔστι γὰρ αὐτὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προ- βάτων. Διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ' αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.9 Λίθους μὲν γὰρ ἁγίους τοὺς ἐν τῇ γῇ τοῦ Θεοῦ κυλιο- μένους τοὺς ἐν ταῖς ἐκκλησίαις κατὰ καιροὺς ἁγίους, οἵπερ ἂν γένοιντο μυσταγωγοὶ καὶ διδάσκαλοι κατωνομάσθαι φα- μέν.
For the profanation of their writing is gone, the myths are ineffectual, and their blood, so to speak, has been drained away, and, struck as by stones from a sling by the doctrines of truth, they are buried and have become, as I said, a sweet savor to God from the destruction of their shamelessness. And the Lord has saved his people like sheep. For since he is himself the maker of all, even those who formerly wandered would reasonably be called his people. But Christ has saved the human race as a flock driven off by bandits, having cast out the false shepherds and placed it under his own hand. For he is himself the good shepherd, who has laid down his life for the sheep. Because holy stones roll upon his land. For whatever good is his and whatever beautiful is from him, grain for young men and fragrant wine for virgins. For we say that the holy stones rolling upon the land of God are those who in the churches at holy times become mystagogues and teachers.
σύμμορφοι γὰρ γεγόνασι τῷ λίθῳ τῷ ἐκλεκτῷ καὶ ἀκρογωνιαίῳ καὶ ἐντίμῳ, τῷ τεθειμένῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς τὰ θεμέλια Σιών· εἰ δὲ λίθος ὁ θεμέλιος, οἱ συναρμολογούμενοί τε καὶ συμβιβαζόμενοι καὶ εἰς ναὸν ἅγιον ἀνιστάμενοι τῷ Θεῷ, λίθοι κατ' αὐτὸν πιθανῶς ὀνο- μάζονται. κυλίεσθαι γεμὴν αὐτοὺς εὖ μάλα φησὶ, τὸ ὡς οἶμαι πρὸς πᾶν ὁτιοῦν τῶν ἁγίων οἱονείπως εὔστροφον καὶ γοργὸν, διὰ τούτου σημαίνων. οἱ γάρ τοι περιφερεῖς, ἤγουν σφαιροειδεῖς τῶν λίθων, ὄκνου πως εἰσὶν ἀμείνους, καὶ τῶν ἄλλων εἰς κίνησιν ἑτοιμότεροι, εἴ τις ἕλοιτο κινεῖν· εὐάγω- γος δὲ λίαν εἰς τὸ Θεῷ δοκοῦν τῶν ἁγίων ὁ νοῦς. οὕτως ἡμῖν ἐχόντων τῶν λίθων, πρέποι ἂν ἡμᾶς διακεῖσθαι καὶ ἀραρότως. ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ' αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ τὰ πάντα ἡμῖν τὰ πρὸς εὐσέβειαν καὶ ζωὴν διανέμοντος Θεοῦ. ποῖα δὲ ταῦτά ἐστι; σῖτος νεανίσκοις, καὶ οἶνος εὐωδιάζων εἰς παρθένους. τοῖς μὲν γὰρ ἀνδριζο- μένοις καὶ νεανικῷ φρονήματι πρὸς τὸ αὐτῷ δοκοῦν ἀπο- νενευκόσι, καὶ πληροῦν ἑλομένοις τὸ ἀγαθὸν, δοθήσεται παρ' αὐτοῦ καὶ ἔτι μείζων ἰσχὺς, ὡς ἐν σίτῳ νοουμένη. στηρίζει γὰρ ἄρτος καρδίαν ἀνθρώπου. τοῖς γεμὴν ἤδη διηγνισμένοις, καὶ ἀμόλυντον ἔχουσι τὸν νοῦν, οἳ καὶ σεμναῖς καὶ ἁγίαις παρθένοις παρεικάζοιντο ἂν εἰκότως, οἶνος δοθήσεται νοητὸς, ἡ περὶ Θεοῦ δηλονότι σαφής τε καὶ ἀκιβδήλευτος γνῶσις, ἡ κατευφραίνουσα καρδίαν ἀνθρώπου.
They have become conformed to the chosen, cornerstone, and precious stone placed by God the Father in the foundations of Zion. If the foundation is a stone, then those who are fitted together and joined and raised up as a holy temple to God are plausibly called stones after it. He says they are well rolled, meaning, I think, by this their ready and swift turning, as it were, toward anything holy. For spherical or round stones are somehow better than others and more ready for motion, if one should choose to move them; the mind of the saints is very easily led to what pleases God. Since our stones are in this state, it would be fitting for us to be firmly set as well. For whatever good and beautiful thing comes from Him—clearly from God, who distributes to us all things for piety and life. What are these things? Grain for young men, and fragrant wine for virgins. For to those who are manly and have inclined with youthful resolve toward what pleases Him, and have chosen to fulfill the good, there will be given by Him even greater strength, understood as in grain; for bread strengthens a man's heart. But to those who are already purified and have an undefiled mind, who might fittingly be compared to chaste and holy virgins, there will be given a spiritual wine—clearly the clear and unadulterated knowledge of God, which gladdens a man's heart.
οὐκοῦν νεανίσκοι τε καὶ παρθένοι, οἱ κατά γε τοὺς ἀρτίως ἡμῖν ἀποδοθέντας λόγους, εἰς εὐρεῖάν τε καὶ ἀμφιλαφῆ μέθεξιν τῶν ἄνωθεν ἀγαθῶν κεκλήσονταί τε εἰκότως, καὶ δὴ ἀκούσονται Θεοῦ λέγοντος "Φάγετε καὶ πίετε, καὶ μεθύσθητε οἱ πλησίον." πλησίον γὰρ οἱ τοιοίδε Θεοῦ· καὶ οὐ σχέσεσι τοπικαῖς· ληρία γὰρ τοῦτο νοεῖν ἢ φράσαι· παραστήματι δὲ δια- νοίας τῷ λίαν ἀλκιμωτάτῳ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἐφέσει καὶ ἀγάπῃ τῇ εἰς αὐτόν. ὥσπερ γὰρ ἐξίστησιν ἡμᾶς καὶ οἷον ἀποφέρει μακρὰν ἡ φαυλότης· οὕτω Θεῷ παρίστησιν ἡ ἀρετὴ, τὸ διιστᾶν ἡμᾶς καὶ μεσολαβοῦν ἐκ μέσου γενέσθαι παρασκευάζουσα, φημὶ δὴ τὴν ἁμαρτίαν. Αἰτεῖσθε ὑετὸν παρὰ Κυρίου καθ' ὥραν, πρώϊμον καὶ ὄψιμον.9 Ὥσπερ γὰρ οὔτ' ἂν σῖτος ἐν ἀγροῖς γένοιτ' ἂν πόνου δίχα, οὔτ' ἂν εὔβοτρύς τε καὶ εὔοινος ἀμπελών· οὕτω καὶ ἐν ἡμῖν οὐκ ἂν γένοιτό τις εὐκαρπία πνευματικὴ, μὴ οὐχὶ Θεοῦ καθιέντος ὑετοῦ δίκην εἰς νοῦν καὶ καρδίαν τῶν ἑαυτοῦ λο- γίων. τὴν ἀποκάλυψιν, καὶ γνῶσιν ἡμῖν οἱονείπως ἐνστά- ζοντος τοῦ τε ἀρχαίου καὶ νέου γράμματος, τουτέστι τοῦ νομικοῦ καὶ εὐαγγελικοῦ· ὑετοὶ γὰρ οἱ τοιοίδε πρώϊμός τε καὶ ὄψιμος εἶεν ἄν. ὅτι δὲ οὐκ ἀσυντελὴς εἰς ὄνησιν ἡ τοῦ νόμου γνῶσις καὶ θεωρία πνευματικὴ, παιδαγωγεῖ δὲ μᾶλ- λον ἡμᾶς διὰ τύπου καὶ σκιᾶς ἐπὶ τὸ Χριστοῦ μυστήριον, πιστώσεται λέγων αὐτὸς ὁ Σωτὴρ τοῖς Ἰουδαίων δήμοις "Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· "ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. "εἰ γὰρ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί·
Therefore, the youths and maidens, according to the words we have just set forth, will be fittingly called to a broad and abundant participation in the goods from above, and will indeed hear God saying, "Eat and drink, and be drunk, you who are near." For such as these are near to God—not by spatial relations (for it is nonsense to think or say this), but by the very robust disposition of the mind, by the desire for everything excellent, and by love for Him. For just as baseness removes us and, as it were, carries us far away, so virtue brings us near to God, making the thing that separates and intervenes—I mean sin—to be removed from the midst. Ask for rain from the Lord in due season, early and late. For just as grain would not grow in the fields without labor, nor would a vineyard be rich in grapes and wine, so too in us there would be no spiritual fruitfulness unless God, like rain, sends down His own words into the mind and heart of His people, instilling in us, as it were, the revelation and knowledge of both the Old and New Testament—that is, the Law and the Gospel. Such rains would be early and late. And that the knowledge and spiritual contemplation of the Law is not without benefit for profit, but rather guides us through type and shadow to the mystery of Christ, the Savior Himself confirms, saying to the Jewish multitudes, "Do not think that I will accuse you to the Father; it is Moses who accuses you, in whom you have placed your hope. For if you believed Moses, you would believe me.
περὶ γὰρ "ἐμοῦ ἐκεῖνος ἔγραψεν." ἔφη δέ που καὶ περὶ τῶν γραμ- ματέων καὶ Φαρισαίων, ὡς ἐκ νομικῆς παιδεύσεως καλου- μένων ἐπὶ τὸ ἄμεινον, τουτέστι τὴν εὐαγγελικήν "Διὰ "τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν "οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκ- "βάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά." οὐκοῦν αἰτοῦντες παρὰ Θεοῦ τήν τε νομικὴν καὶ εὐαγγελικὴν ἐπι- στήμην, ἀξίους τε τοῦ λαβεῖν ἑαυτοὺς παραστήσαντες, ληψόμεθα πάντως, καὶ τοὺς εἰς νοῦν ἔσω πληρώσομεν θησαυροὺς, τὰ παλαιά τε καὶ νέα συλλέγοντες, πλείστης τε ὅσης πνευματικῆς εὐκαρπίας ἀναμεστοῦντες τὸν νοῦν. Κύριος ἐποίησε φαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν, καὶ ἐκακώθησαν ὡς πρόβατα; διότι οὐκ ἦν ἴασις.9 Ὠδίνει τινὰ κεκρυμμένην ἔννοιαν τὸ προκείμενον, ἣν ἀναγκαῖον οἶμαί που προδιατρανοῦσθαι σαφῶς, συνεῖεν γὰρ ἂν
For he wrote about me. And he also said somewhere about the scribes and Pharisees, that they are called from legal instruction to something better, that is, the Gospel: "For this reason every scribe who has been instructed in the kingdom of heaven is like a man who is master of a household, who brings out from his treasury both new and old." Therefore, asking from God both legal and Gospel knowledge, and presenting ourselves as worthy to receive, we will certainly obtain it, and we will fill the treasuries within our mind, gathering both old and new, and filling the mind with as much spiritual fruitfulness as possible. The Lord made visions, and he will give them winter rain, each plant in the field. Because those who uttered prophecies spoke toils, and the seers spoke false visions and false dreams, they called upon vain things; for this reason they were dried up as not having rain, and were afflicted like sheep; because there was no healing. The passage at hand seems to labor with some hidden meaning, which I think it is necessary to clarify clearly somewhere, for they would understand.
οὕτω τῶν τοῦ Προφήτου ῥημάτων τὸν σκοπὸν οἱ φιλ- επιστήμονες. ἦν μὲν γὰρ ὁ λόγος αὐτῷ περὶ τῶν ἁγίων, οὓς καὶ λίθους ἁγίους ὠνόμαζε, σῖτόν τε αὐτοῖς ὅτι μάλιστα πρέπειν ἔφασκεν, ὡς ἀνδριζομένοις, ἤγουν νεανίσκοις, καὶ μὴν καὶ οἶνον εὐωδιάζοντα, διά τοι τὸ εἶναι παρθένους, τουτ- έστιν ἁγνούς τε καὶ ἀβεβήλους. "Οἱ γὰρ τοῦ Χριστοῦ "̓Ιησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ "ταῖς ἐπιθυμίαις," καθά φησιν ὁ θεσπέσιος Παῦλος. αἰτεῖν δὲ αὐτοῖς προστέταχε καὶ ὑετὸν πρώϊμόν τε καὶ ὄψιμον· εἶτα μεταξὺ τῆς περὶ τῶν πλανωμένων παρεισβαλούσης μνήμης, τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ μήτε σῖτον μήτε μὴν οἶνον ἔχειν αὐτοὺς, ἀλλ' οὐδὲ ὑετοῖς κατ- αρδεύεσθαι τοῖς νοητοῖς, ὡς ἐντεῦθεν αὐτοὺς μὴ ἔχειν ἐν ἀγρῷ βοτάνην. καὶ ὁ μὲν λόγος ὡς ἐπὶ πραγμάτων ἐκπεποίηται τῶν αἰσθητῶν· ἡ γεμὴν ἐν αὐτοῖς θεωρία λεπτή τε ἄγαν ἐστὶ καὶ πολὺ λίαν ἔχουσα τὸ εἰλικρινές. Θεοῦ γάρ φησι ποιοῦντος φαντασίας, τουτέστιν ἀστραπὰς, καὶ ὑετὸν τῇ γῇ τὸν χειμέριον καταχέοντος, ὅς ἐστι καὶ χρήσιμος, καὶ μὴν καὶ ἑκάστῳ, τῶν ἐν ἀγροῖς κτηνῶν δηλονότι, διδόντος βοτάνην, πεπλανήκασιν ἐκείνους οἱ ἀποφθεγγόμενοι, τουτέστιν, οἱ ψευ- δοεπεῖς τε καὶ ψευδηγόροι καὶ μαντείας λέγοντες τὰς ἀπό γε τῆς σφῶν καρδίας· οὗτοι λελαλήκασι κόπους, τουτέστιν οὐ τὰ εἰς ἀνάπαυσιν τοῖς πιστεύουσιν αὐτοῖς, ἀλλὰ δι' ὧν ἦν ἀνάγκη καμεῖν, Θεῷ προσκρούοντας καὶ παρορωμένους·
Thus the aim of the Prophet's words is understood by the learned. For his discourse was concerning the saints, whom he also called holy stones, and he said that wheat especially befits them, as being manly, that is, youths, and also fragrant wine, because they are virgins, that is, pure and undefiled. "For those of Christ Jesus crucified the flesh together with the passions and desires," as the divine Paul says. He also commanded to ask for them both early and late rain. Then, in the midst of the inserted mention of the wandering ones, he gives the reason, as it were, in these words, that they have neither wheat nor wine, nor are they watered by the conceptual rains, so that from this they have no grass in the field. And the discourse is composed as if concerning perceptible things; yet the theory in them is very subtle and has much that is pure. For it says that when God makes apparitions, that is, lightning, and pours down the winter rain upon the earth, which is also useful, and gives grass to each of the beasts in the fields, obviously, those who utter falsehoods have led them astray, that is, the false-speaking and false-telling ones who deliver oracles from their own hearts; these have spoken toils, that is, not things that bring rest to those who believe them, but things through which it was necessary to labor, offending God and being overlooked.
οἱ δέ γε μάντεις καὶ τὰ ἐνύπνια ψευδῆ παρεκάλουν, ἐνηχοῦντες αὐ- τοῖς δηλονότι τὰ καταθύμια, καὶ χρησταῖς μὲν ἐλπίσι κατα- πιαίνοντες, φάσκοντες δὲ ἀληθὲς οὐδέν· ἀλλ' εἰς ἀπάτην καὶ πλάνησιν ἀποφέροντες, καὶ ἥκιστα μὲν καταδεικνύντες σφίσι τὸν τῶν πνευματικῶν δοτῆρα καὶ χορηγόν· ἀναπείθοντες δὲ μᾶλλον αἰτεῖν τὴν εὐημερίαν παρὰ τῶν ψευδωνύμων θεῶν. ταύτῃτοί φησιν Ἐξηράνθησαν ὡς οὐκ ἔχοντες ὑετὸν καὶ ἐκακώ- θησαν ὡς πρόβατα. οὐ γὰρ ἦν βοτάνη, οὐκ ἦν ἴασις. οὐ γὰρ ἦν ἐν αὐτοῖς ὁ καταδεσμῶν τὸ συντετριμμένον, ὁ ἀνιστὰς τὸ κατεῤῥαγμένον, ὁ ἀνακτώμενος τὸ κεκακωμένον. Προσεκτέον δὴ οὖν, οὐχὶ τοῖς ἀποφθεγγομένοις τὰ μάταια, ψευδοεπέσι τε καὶ βωμολόχοις καὶ ἐνυπνιασταῖς· Θεῷ δὲ δὴ μᾶλλον τῷ καὶ εἰς νοῦν ἡμῖν ἐναστράπτοντι τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς, καὶ νοητοὺς ὑετοὺς καταχέοντι, τὰς διὰ τοῦ Ἁγίου Πνεύματος παρακλήσεις, λέγω, καὶ βοτάνην ἀναφύοντι τοῖς ἐν ἀγρῷ, τουτέστι πάλιν, εἰς εὐανθεστάτην ὥσπερ ἡμᾶς κατανέμοντι πόαν, τῆς θεοπνεύστου γραφῆς τὴν ἀμώμητον γνῶσιν. "Ἄνθρωπος μὲν γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε, παρα- "συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς·" ἀλλ' εἰ ἕλοι πως εἰς νοῦν τῶν θείων λογίων τὴν γνῶσιν, καὶ τροφῆς μετάσχοι τῆς πνευματικῆς, τότε δὴ τότε τὴν νωθείαν ἀποβαλὼν, ἐν τιμῇ πάλιν ἔσται, λογισμῷ τῷ σώφρονι διοι- κούμενος, καὶ τὴν ἀνθρώπῳ πρέπουσαν ἀναλαβὼν φρένα.
But the seers and the interpreters of dreams were summoning them to falsehoods, clearly instilling in them what was agreeable, fattening them with fair hopes, yet uttering nothing true; instead, they led them into deception and error, and least of all did they point out to them the giver and provider of spiritual gifts, but rather persuaded them to ask for prosperity from the falsely named gods. "By this," he says, "they were dried up, as having no rain, and were afflicted like sheep." For there was no pasture, no healing. For there was not among them the one who binds up what is broken, who raises up what has collapsed, who restores what has been weakened. So then, one must pay attention not to those who utter vain things, false-speaking, altar-hangers, and dream-interpreters, but rather to God, who flashes into our mind the light of true knowledge of God, and pours down spiritual rains—I mean the consolations through the Holy Spirit—and causes pasture to spring up for those in the field, that is, again, who assigns us, as it were, to the most flourishing grass, the blameless knowledge of the divinely inspired scripture. "For a man who is in honor did not understand, he was compared to the senseless beasts and made like them." But if he should somehow take into his mind the knowledge of the divine oracles and partake of spiritual food, then, at that time, casting off his sluggishness, he will again be in honor, governed by prudent reason, and having taken up the mind befitting a human being.
Ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι.9 Ποιμένας ἐν τούτοις, καθάπερ ἐγῷμαι, τοὺς ψευδοπροφή- τας καὶ ψευδομάντεις ἀποκαλεῖ, καὶ τοὺς τῆς ἀπάτης καθη- γητὰς, ὄλεθρόν τε καὶ πάγην γεγονότας τισὶν οἳ, τῆς ἀληθοῦς ἐπὶ Θεοῦ δόξης ἡμαρτηκότες, τὴν αὐτῷ πρέπουσαν τιμὴν καὶ λατρείαν ἀνατεθείκασι τῇ κτίσει, "καὶ προσεκύνησαν τοῖς "ἔργοις τῶν ἰδίων χειρῶν," καθὰ γέγραπται. Οὐκ ἀπίθανον δὲ τοῖς ψευδομάντεσι καὶ τοὺς τῶν Ἑλ- λήνων συνάψαι λογάδας, οἳ δοκησισοφοῦντες ἄγαν ταῖς ἑαυτῶν εὐγλωττίαις τοὺς αὐτοῖς προσκειμένους πεπλανήκασι, καὶ ὥσπερ τινὲς ποιμένες οὐκ ἀγαθοὶ κατεβόσκησαν ἐν ἀκάν- θαις καὶ εἰς πολλὴν ἀχρειότητα σαθρῶν ἐννοιῶν· τί γὰρ παρ' ἐκείνοις τὸ εἰς ἐπίγνωσιν ἀληθείας ὠφελοῦν; κατὰ τούτων ἂν γένοιτο καὶ τὰ ἐκ θείας ὀργῆς, καὶ μάλα ὁσίως· ὠλόθρευσαν γὰρ οὐχὶ δὴ μόνας τὰς ἑαυτῶν ψυχὰς, ἀλλὰ γὰρ πρὸς τούτῳ καὶ τὰς ἑτέρων. πεπλανήκασι γὰρ, ὡς ἔφην, τῷ τῆς λέξεως κόμπῳ μονονουχὶ καταχρυσοῦντες τὸ ψεῦδος καὶ τὴν τοῦ λόγου χρείαν δαπανῶντες εἰς φενακισμούς. ἐπισκέπτεται γεμὴν τοὺς ἀμνοὺς, ἐποικτείρων δηλονότι, καὶ μετατιθεὶς ἐξ ἀπάτης
My anger was kindled against the shepherds, and I will look after the lambs. By "shepherds" in this passage, I think, he calls the false prophets and false seers and the leaders of deceit, who have become ruin and a snare for some who, having missed the true opinion concerning God, have assigned the honor and worship proper to Him to creation, "and have worshipped the works of their own hands," as it is written. It is not improbable to join with the false seers also the learned men of the Greeks, who, priding themselves excessively on their own eloquence, have led astray those attached to them, and like some bad shepherds have grazed them among thorns and into great worthlessness of rotten thoughts; for what among them is beneficial for the knowledge of truth? Against these would be directed also the effects of divine wrath, and quite piously; for they have destroyed not only their own souls, but also those of others. For they have led them astray, as I said, by the boast of their diction, almost gilding the lie and spending the use of speech on deceptions. He looks after the lambs, however, showing compassion, evidently, and transferring them from deceit.
εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, καὶ ἐκ τοῦ πεπλανῆσθαι μετασοβῶν εἰς εὐθεῖαν ὁδόν. ὥσπερ γὰρ ἦν ἀκόλουθον τοῖς ἠδικηκόσιν αὐτοὺς τὴν τοῖς ἀδική- μασι πρέπουσαν ἐπαρτῆσαι δίκην· οὕτω δὴ πάλιν θεοπρεποῦς ἡμερότητος καὶ ψήφου δικαίας ἀμοιρήσειεν ἂν οὐδαμῶς τὸ ἐπὶ τοῖς πεπονθόσι φιλάνθρωπον κρῖμα. ἔδει γὰρ ἔδει σώ- ζεσθαι τοὺς ἠδικημένους, ἀμνησικακοῦντος Θεοῦ καὶ ποινῆς ἀπαλλάττοντος τοὺς ταῖς ἐκείνων πλεονεξίαις τάχα που καὶ ἀβουλήτως ὑπενηνεγμένους. Καὶ ἐπισκέψεται Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ, καὶ ἐξ αὐτοῦ ἐπέβλεψε, καὶ ἐξ αὐτοῦ ἔταξε, καὶ ἐξ αὐτοῦ τὸ τόξον ἐν θυμῷ, καὶ ἐξ αὐτοῦ ἐξελεύσε- ται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, διότι Κύριος μετ' αὐτῶν.9 Τίνα δὴ τρόπον ἐποίσει μὲν τοῖς ποιμέσι τὰ ἐξ ὀργῆς, ἐπισκέψεται δὲ καὶ ἀνασώσει τοὺς ἀμνοὺς, καθίστησιν ἐναργές. ἀναδείξας γὰρ ἐξ Ἰουδαίων τοὺς τῆς οἰκουμένης μυσταγωγοὺς, τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, κατηγωνίσατο μὲν δι' αὐτῶν τοὺς Ἑλλήνων σοφοὺς, ἐξείλετο δὲ τοὺς ἀμνοὺς τῆς ἐκείνων ἀθυροστομίας καὶ, τῶν τῆς ἀπάτης βρόχων ἀπαλλάξας, μετέστησεν εἰς θεογνωσίαν τὴν ἀληθῆ καὶ ἀμώμητον. ἐπισκέψεται τοίνυν φησὶ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα. ποιήσεται δὲ αὐτὸν οἷον ἵππον εὐπρεπῆ καὶ πολεμικώτατον, ἐφ' ᾧ νοητῶς μονονουχὶ καὶ ἐποχούμενος, τῆς Ἑλλήνων, ὡς ἔφην, καταστρατεύσεται γλώττης, καὶ τῆς ἐνούσης αὐτοῖς σοφίας καταγράψει τὸ ἀκαλλὲς καὶ ἀνόνητον.
to the knowledge of the truth, and turning them from error to the straight path. For just as it was fitting to inflict upon those who had wronged them the punishment appropriate to their offenses, so too the philanthropic judgment concerning those who had suffered would by no means lack divine gentleness and a just verdict. For it was necessary, indeed necessary, that the wronged be saved, with God bearing no grudge and releasing from penalty those who had perhaps been involuntarily subjected to the greed of those shepherds. And the Lord God Almighty will look after his flock, the house of Judah, and will array them as his noble horse in war, and from it he looked, and from it he arrayed, and from it the bow in wrath, and from it will go forth every one who drives in the same. And they will be like fighters treading mud in the roads in war, and they will draw up in battle array, because the Lord is with them. In what manner he will bring wrath upon the shepherds, yet will look after and rescue the lambs, he makes clear. For by bringing forth from among the Jews the mystagogues of the world, the holy apostles and evangelists, he overcame through them the wise men of the Greeks, and rescued the lambs from their shameless speech, and, freeing them from the snares of deceit, transferred them to true and blameless knowledge of God. Therefore, he says, he will look after his flock, the house of Judah. And he will make it like a noble and most warlike horse, upon which, as it were, riding mentally, he will march against the tongue of the Greeks, as I said, and will condemn the ugliness and uselessness of the wisdom inherent in them.
ὅτι γὰρ ἐν ταῖς Ἑλλήνων δια- σποραῖς οἱ θεσπέσιοι γεγόνασι μαθηταὶ οἷά τινες ἵπποι, μονονουχὶ καταχρεμετίζοντες τῆς παρ' αὐτοῖς ἀθυροστομίας καὶ θεοστυγοῦς ἀπάτης, πῶς ἂν ἐνδοιάσειέ τις; Χριστοῦ λέγοντος περὶ τοῦ μακαρίου Παύλου πρὸς Ἀνανίαν "Πορεύου, "ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά "μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων καὶ υἱῶν Ἰσραήλ." ἔφη δέ που καὶ ὁ Ἀμβακοὺμ ὡς πρὸς αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὅτι "Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους "σου καὶ ἡ ἱππασία σου σωτηρία." οὐκοῦν τάξει αὐτὸν φησὶν "ὡς ἵππον εὐπρεπῆ ἐν πολέμῳ καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν. ὅμοιον ὡς εἰ λέγοι Κατεσκέψατο μὲν ὡς Θεὸς τοὺς ἐπιτηδείους εἰς διακονίαν τῶν εὐαγγελικῶν κηρυγμάτων, ἀπολέκτους γεμὴν ἐποιήσατο τοὺς ἐξ Ἰούδα, καὶ ἐξ αὐτοῦ ἔταξεν· εἵλετο γὰρ αὐτοὺς τῶν ἰδίων θελημάτων ὑπηρέτας γενέσθαι καὶ ὑπουργοὺς, καὶ τῆς παρ' ἑαυτοῦ χάριτος οἱονεὶ μεσίτας καὶ διακόνους. ἔστι δέ φησι καὶ ἐξ αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰούδα, τὸ ἐν θυμῷ τεινόμενον τόξον κατὰ τῶν ὑπ' ἐναντίας. ἐξ αὐτοῦ δὲ πάλιν ἐξελεύσεται καὶ ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. ἐξελαύνοντα δὲ, ὥς γε οἶμαι, φησὶ τὸν Δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι λεηλατοῦντά τε καὶ αἰχμαλωτίζοντα.
For that the divine disciples became in the dispersions of the Greeks like some horses, all but neighing against their shamelessness and god-hated deceit, who would doubt? Christ saying concerning the blessed Paul to Ananias, "Go, for this one is a chosen vessel for me to bear my name before nations and kings and sons of Israel." And Habakkuk said somewhere as to our Lord Jesus Christ himself, "You will mount your horses, and your riding is salvation." Therefore, he says, "He set him as a well-appointed horse in war, and from him he looked forth." It is as if he said, He surveyed as God those suitable for the service of the evangelical proclamations, but he made select those from Judah, and from him he set them; for he chose them to become servants and ministers of his own will, and, as it were, mediators and ministers of the grace from himself. And he says, "It is also from him," clearly meaning from Judah, "the bow stretched in wrath against the opposing side." And from him again will come forth the one who drives in the same. And the one who drives, as I think, he means the one who has done this, and the divine ones have plundered and taken captive.
μαθηταὶ, τοὺς ἐξ Ἑλλήνων ἁρπάζοντες, καὶ τῷ μεγάλῳ προσκομίζοντες βασι- λεῖ, φημὶ δὴ Χριστῷ, ἵνα ὑπ' αὐτῷ τε εἶεν, καὶ τὰ αὐτοῦ φρονεῖν ἕλοιντο, τῆς τοῦ διαβόλου πλεονεξίας ὀψὲ καὶ μόλις ἀποσεισάμενοι τὸν ζυγόν. κατηνδρίσαντο δὲ οὕτω τῶν παρ' Ἕλλησι σοφῶν οἱ θεσπέσιοι μαθηταὶ, ὡς ἤδη πως δοκεῖν πηλὸν ἐν τριόδοις διεῤῥιμμένον συμπατεῖν. καὶ γὰρ ἦν Κύριος μετ' αὐτῶν, ὁ ποιῶν "μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε "καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός." ἐπεφώνει δέ που καὶ ὁ Χριστὸς τοῖς πιστεύσασιν εἰς αὐτόν "Ἰδοὺ δέδωκα ὑμῖν "πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν "δύναμιν τοῦ ἐχθροῦ." Ἰστέον δὲ ὅτι πνευματικὴν μὲν ἡμεῖς ἐξυφαίνοντες θεωρίαν, τὰ τοιαῦτά φαμεν· Ἰουδαίοις γεμὴν οὐχ ὧδε ἔχειν τὸ χρῆμα δοκεῖ, δέχονται δὲ μᾶλλον ἱστορικῶς, καί φασιν, ὅτι μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς πεπολέμηκεν αὐτοῖς ὁ ἐπίκλην ἐπι- φανὴς Ἀντίοχος, πλείστην τε ὅσην συνενεγκὼν ἐκ τῆς Ἑλλήνων χώρας τῶν μαχομένων τὴν ἄθροισιν καὶ μὴν καὶ ταῖς παρ' ἐκείνων ἐπικουρίαις ὠφρυωμένος· ἀλλ' ὡς αὐτοί φασι, νενίκηκεν ὁ Ἰσραὴλ, καὶ τῆς ἐκείνου σκαιότητος τὴν ἀμείνω δόξαν ἀπηνέγκατο. τότε γὰρ
disciples, snatching people from among the Greeks and bringing them to the great king, I mean Christ, so that they might be under him and choose to think his thoughts, having shaken off the yoke of the devil's greed late and with difficulty. And the divine disciples so thoroughly vanquished the wise among the Greeks that it now seemed as if they were trampling mud scattered at crossroads. For the Lord was with them, who does "great and inscrutable, glorious and extraordinary things, of which there is no number." And Christ somewhere cried out to those who believed in him: "Behold, I have given you to tread upon snakes and scorpions and upon every power of the enemy." But one must know that we, weaving a spiritual contemplation, say such things; to the Jews, however, the matter does not seem to be so, but they rather accept it historically, and say that after the times of the captivity, Antiochus, surnamed Epiphanes, made war on them, having gathered a very great multitude of fighters from the land of the Greeks and being puffed up with the aid from them; but, as they themselves say, Israel conquered and carried off the better glory from his wickedness. For then
συμβέβηκε καὶ τοὺς ἐκ τῶν Μακκαβαίων μεμαρτυρηκότας τὸν τῆς εὐδοκιμήσεως ἀνα- δήσασθαι στέφανον. παρακομίζουσι δὲ τῶν αὐτοῖς δοκούν- των εἰς ἀπόδειξιν τά τε ἀρτίως ἡμῖν εἰρημένα, καὶ μὴν καὶ τὰ ὀλίγῳ κατόπιν, ἔχουσι δὲ οὕτως "Διότι ἐνέτεινά σε Ἰούδα "ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραῒμ, καὶ ἐπεγερῶ τὰ τέκνα "σοῦ Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω "σε ὡς ῥομφαίαν μαχητοῦ, καὶ ἔσται Κύριος ἐπ' αὐτοὺς, καὶ "ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς, καὶ Κύριος παντοκράτωρ "ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς "αὐτοῦ. Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν." Καὶ καταισχυνθήσονται ἀναβάται ἵππων, καὶ κατισχύσω τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ αὐτοὺς, ὅτι ἠγάπηκα αὐτούς.9 Φασὶ δὴ πάλιν οἱ τοῖς Ἰουδαϊκοῖς συναγορεύοντες διηγή- μασιν, ὅτι συγκεκροτημένης τῆς πρὸς Ἕλληνας μάχης, οἱ μὲν ἐκείνων ἱππεῖς διολώλασι, κεκρατήκασι γεμὴν οἱ ἐξ αἵματος Ἰσραὴλ, ὡς κατοικῆσαι τὴν χώραν αὐτοὺς, δῆλον δὲ ὅτι τὴν Ἰουδαίαν, παντὸς ἐλευθέρους δείματος, καὶ οὐδενὸς τὸ παράπαν ἀποικισθέντος, ἤγουν αἰχμαλώτου γεγενημένου. ἡμεῖς δὲ τοῖς πρώτοις συμβαίνουσάν τε καὶ ἀδελφὴν ποιεῖ- σθαι σπουδάζοντες τὴν τῶν νοημάτων ἀπόδοσιν, ἀναβάτας ἵππων τοὺς κατῃσχυμμένους οὐχ ἑτέρους εἶναί φαμεν, ἢ τοὺς τῶν Ἑλληνικῶν δογμάτων προεστηκότας, καὶ ἀπάτης τῆς θεομισοῦς ὑπεραθλεῖν εἰωθότας, ὧν κατεῤῥαγμένων κεκρά- τηκεν ὁ Ἰούδας, σέσωσται δὲ καὶ ὁ οἶκος Ἰωσήφ.
It has also happened that those who have borne witness among the Maccabees have bound upon themselves the crown of good repute. And they bring forward for proof of their opinions both what we have just said and also what follows a little later, which runs thus: "Because I have strung you, Judas, as a bow for myself, I have filled Ephraim, and I will rouse the children of your Zion against the children of the Greeks, and I will handle you as a warrior's sword, and the Lord will be over them, and a bolt will go forth like lightning, and the Lord Almighty will sound the trumpet and will go forth in the tumult of his threat. The Lord Almighty will shield them." And the riders of horses will be put to shame, and I will strengthen the house of Judah, and I will save the house of Joseph, and I will settle them, because I have loved them. Now again those who advocate for Jewish narratives say that when the battle against the Greeks was joined, their horsemen perished, while those of the blood of Israel prevailed, so that they settled the land—clearly Judea—free from all fear, and no one at all was removed or taken captive. But we, who make it our business to render an interpretation that agrees with and is akin to the first passages, say that the riders of horses who are put to shame are none other than those who have stood at the head of Greek doctrines and are accustomed to champion god-hated deceit; and when these have been broken, Judas has prevailed, and the house of Joseph has been saved.
καταση-μαίνεται δὲ διὰ τούτων τὸ ἐξ Ἰσραὴλ αἷμά τε καὶ γένος, ἤγουν ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων πληθὺς καὶ τὸν εἰς νοῦν καὶ καρδίαν περιφέροντες Ἰουδαῖον, καὶ περιτομὴν λαχόντες τὴν ἐν πνεύματι, καὶ νοῦν ἔχοντες ὁρῶντα Θεόν· ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσραήλ. ἐπειδὴ δὲ ἠγάπηνται παρὰ Θεοῦ, ταύτῃτοι καὶ κατῳκίσθησαν, τουτέστιν ἐρηρεισμένην ἐσχήκασι τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις διαμονήν. γέγραπται γὰρ ὅτι "Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ." ἔφη δέ που καὶ ὁ θεσπέσιος Ἡσαΐας περὶ τοῦ τὸν ἐξαίρετον ἐπασκοῦντος βίον "Πορεύομενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, "μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀπεχόμενος "ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν "αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν, "οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ὀχυρᾶς." οὐκ ἀπίθανον δὲ καὶ οἶκον δεδόσθαι λέγειν παρὰ Θεοῦ τοῖς ἁγίοις τὴν Ἐκκλησίαν, ἤγουν τὰς ἄνω μονάς· καὶ δὴ καὶ παντὸς ἀξιοῖ τὸ χρῆμα θαύματος ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα καὶ Θεόν "Μακάριοι "πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας "τῶν αἰώνων αἰνέσουσί σε." καὶ πάλιν "Ὅτι κρεῖσσον "ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας·
By these words is signified the blood and race from Israel, that is, the multitude of those justified in Christ, who carry the Jew in mind and heart, who have received circumcision in spirit, and who possess a mind that sees God; for Israel is interpreted in this way. And since they are beloved of God, they have also been settled by him, that is, they have obtained a firm abiding in all that is best. For it is written, "The Lord settles solitaries in a house." And the inspired Isaiah also said somewhere concerning one who practices an exceptional life: "Walking in righteousness, speaking of a straight path, hating lawlessness and injustice, keeping his hands from gifts, weighing down his ears so that he may not hear a judgment of blood, closing his eyes so that he may not see injustice, this man will dwell in a high cave of a strong rock." Nor is it implausible to say that the Church, that is, the heavenly abodes, has been given as a house by God to the saints. And indeed the blessed David deems the matter worthy of all wonder, speaking thus to the Savior and God of all: "Blessed are all who dwell in your house; for all the ages of ages they will praise you." And again: "For one day in your courts is better than thousands.
ἐξελεξάμην "παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν "με ἐν σκηνώμασιν ἁμαρτωλῶν." Καὶ ἔσται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτοὺς, διότι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἐπακούσομαι αὐτῶν, καὶ ἔσονται ὡς μαχηται τοῦ Ἐφραΐμ.9 Κατῃσχυμμένων τῶν παρ' Ἕλλησι σοφῶν, οἳ καὶ ἱππεῖς ὠνομάσθησαν, κατισχύσειν ἐπαγγέλλεται καὶ κατοικίσειν τοὺς ἠλεημένους, ἐπιφέρων "Ὅτι ἠγάπηκα αὐτούς." καὶ τί κερδανοῦσιν ἐκ τοῦ ἠγαπῆσθαι παρὰ Θεοῦ, διερμηνεύει πάλιν. ὥσπερ γὰρ, φησὶν, οὐκ ἀπεστρεψάμην αὐτούς. οὐ γὰρ περιεῖδον εἰς ἅπαν, ἐπεσκεψάμην δὲ κεκινδυνευκότας, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν· οὐ γὰρ "Ἰουδαίων ὁ Θεὸς "μόνον," ἀλλὰ καὶ ἐθνῶν, ὡς Δημιουργὸς τῶν ὅλων καὶ Κύριος. ταύτῃτοί φησι καὶ ἐπακούσομαι αὐτῶν, τουτέστι, ποιήσομαι δεκτὰς τὰς παρ' αὐτῶν λιτάς. καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφραΐμ. ὅμοιον ὡς εἰ λέγοι πάλιν Οἱ ποτὲ διὰ νοῦ καὶ φρενὸς ἀσθένειαν οἱονεὶ παρειμένοι τε καὶ κείμενοι, ἰσχύος εἰς τοῦτο ἤδη τῆς πνευματικῆς ἐνεχθή- σονται ὡς ἤδη πως ἐν ἴσῳ τετάχθαι δοκεῖν τοῖς ἐξ Ἐφραῒμ ηὐδοκιμηκόσι, τουτέστι τοῖς ἐξ Ἰουδαίων ἀποστόλοις τε καὶ εὐαγγελισταῖς. μαχηταὶ γὰρ οἱ τοιοίδε γεγόνασι νοητοὶ, καταθλοῦντες ἐχθρῶν, βάλλοντες τοὺς ὑπεναντίους, καὶ νικῶντες μὲν ἀρχὰς, δυνάμεις τε καὶ κυριότητας, καὶ τὰ
I have chosen "to be cast aside in the house of my God rather than to dwell in the tents of sinners." And it will be that in the same way I did not reject them, because I am the Lord their God, and I will listen to them, and they will be like the warriors of Ephraim. When the wise among the Greeks, who were also called knights, were put to shame, he promises to prevail and to settle the pitied ones, adding "Because I have loved them." And what they will gain from being loved by God, he interprets again. For just as, he says, I did not reject them—for I did not overlook them entirely, but I visited those who were in danger—because I am the Lord their God; for I am not "the God of the Jews only," but also of the nations, as the Creator of all and Lord. By this, he says, I will also listen to them, that is, I will accept their supplications. And they will be like the warriors of Ephraim. It is as if he were saying again: Those who were once, due to weakness of mind and heart, as if relaxed and lying down, will now be brought to such spiritual strength that they seem to be ranked on equal footing with those from Ephraim who were esteemed, that is, with the apostles and evangelists from among the Jews. For such have become spiritual warriors, subduing enemies, striking adversaries, and conquering principalities, powers, and dominions, and the...
πνευματικὰ τῆς πονηρίας, κρατοῦντες δὲ ἀμαχεὶ τῶν ἀνθε- στηκότων τοῖς θείοις κηρύγμασι. γεγόνασι δὲ καὶ ἐκ τῆς τῶν ἐθνῶν πληθύος κεκλημένοι διὰ τῆς πίστεως εἰς ἐπί- γνωσιν τοῦ Χριστοῦ, ἄνδρες ἅγιοι καὶ πνευματοφόροι, καὶ ὡς μαχηταὶ τοῦ Ἐφραΐμ· μιμηταὶ γὰρ γεγόνασι κατὰ τὸ ἐγχωροῦν τῆς τῶν ἀποστόλων πολιτείας, καὶ τὴν ἐκείνων ἰχνηλατοῦντες ἀρετὴν κατηνδρίσαντο καὶ αὐτοὶ κατὰ τῶν τῆς ἀληθείας ἐχθρῶν καὶ παθῶν καὶ ἁμαρτίας. Καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ, καὶ τὰ τέκνα αὐτῶν ὄψεται καὶ εὐφρανθήσεται, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ἐπὶ τῷ Κυρίῳ.9 Τῶν οἶνον ἐκπεποκότων ἐκμελὴς ἀεί πως ἐστὶν ὁ νοῦς, καὶ φροντίδος καταφρονητής. προσίεται γὰρ οὐχὶ τὸ κατα- λυπεῖν εἰωθὸς, ἀνεῖται δὲ ὥσπερ καὶ μερίμνης ἁπάσης κατευμεγεθεῖ. εἰ τοίνυν γένοιντο, φησὶν, ὡς μαχηταὶ τοῦ Ἐφραῒμ, τότε δὴ τότε καὶ τὴν ἐπί γε σφίσιν αὐτοῖς εἰσδέξονται θυμηδίαν, ὡς δὲ λαμπροὶ καὶ εὐδόκιμοι τῇ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι κατευφρανθήσονται, καὶ τῆς ἐξαιρέτου πολιτείας ἕξουσι μιμητὰς, τοὺς ἐξ αὐτῶν γεγο- νότας υἱοὺς, πνευματικοὺς δηλονότι. τοιοῦτος δὲ ἦν καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς δι' αὐτοῦ κεκλημένοις ἐπιστέλλων τε καὶ λέγων "Κἂν μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, "ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ "τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα." οὐκοῦν τὰ ἐξ αὐτῶν ἐσόμενα τέκνα ὄψονται καὶ εὐφρανθήσονται.
spiritual evils, and without a fight they overcame those who resisted the divine proclamations. And from the multitude of the nations, men were called through faith to the knowledge of Christ, holy and spirit-bearing men, and as warriors of Ephraim; for they became imitators, as far as possible, of the way of life of the apostles, and, tracking their virtue, they themselves also acted manfully against the enemies of the truth, both passions and sin. And their heart will rejoice as with wine, and they will see their children and be glad, and their heart will rejoice in the Lord. The mind of those who have drunk wine is always somewhat relaxed and disdainful of care; for it does not welcome what is accustomed to cause distress, but is loosened, as it were, and rises above every anxiety. If, then, they should become, he says, as warriors of Ephraim, then indeed they will receive delight in themselves, and as brilliant and renowned they will be cheered by the hope of future goods, and they will have imitators of their exceptional way of life, namely, the sons who have come from them, that is, spiritual sons. Such also was the divine Paul, writing to those called through him and saying, "Even if you have countless tutors in Christ, yet you do not have many fathers; for in Christ Jesus through the gospel I begot you." Therefore, the children who will come from them will see and be glad.
γεγονότα γὰρ ἐν θεωρίαις ταῖς ἐπὶ Χριστῷ, καὶ τοῦ μυστηρίου τὴν δύναμιν ἐκμεμαθηκότα, καὶ ταῖς τοῦ Πνεύματος χορηγίαις πεφω- τισμένα, πράξουσι δεξιῶς, καὶ τὴν ἐπ' αὐτῷ τῷ Σωτῆρι Χριστῷ θυμηδίαν εἰσδέξονται, καὶ αὐτὸν ποιήσονται χαράν τε καὶ τέρψιν καὶ ἀγαλλίασιν ψυχῆς καὶ καρδίας. γένοιτο δ' ἂν καὶ τοῦτο σαφὴς ἀπόδειξις τοῦ ζῆν ἑλέσθαι θεοφιλῶς. οἱ μὲν γὰρ τοῖς ἐν κόσμῳ πράγμασι τῆς ἑαυτῶν διανοίας ἀπονέμοντες τὴν ῥοπὴν, καὶ νενευκότες εἰς τὰ αἰσχίω, χαί- ρουσιν ἐπ' αὐτοῖς, καὶ θυμηδίαν ποιοῦνται τὸ χρῆμα, καὶ γεγήθασιν ἐπὶ σαρκὸς ἡδοναῖς, καὶ ταῖς ἑτέραις τοῦ παρόντος βίου τρυφαῖς ἐνσπαταλᾶν εἰωθότες, ὀλίγου παντελῶς ἀξιοῦσι λόγου τὰ παρὰ Θεῷ· οἱ δὲ ἐξ ὅλης καρδίας ζητοῦντες αὐτὸν, καὶ ταῖς ἐπ' αὐτῷ θεωρίαις καταπιαινόμενοι, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνευρύνοντες, τὰς ἐπ' αὐτῷ καὶ μόνῳ παρα- δέξονται θυμηδίας. Σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτοὺς, διότι λυτρώσομαι αὐτοὺς, καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί· καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου, καὶ ἐκθρέψουσι τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσι.9 Διαμέμνηται πάλιν τῆς Ἰουδαίων ἀγέλης, καὶ δὴ καὶ ὑπισχνεῖται συλλέγειν αὐτοὺς κατεσκεδασμένους, καὶ ἐξ ἁπάσης γῆς συναγείρειν εἰς τὴν Ἰουδαίαν, ὡς ἀπονοσφίζεσθαι παντελῶς οὐδένα. καὶ τίνα τρόπον ἡ ἄθροισις ἔσται, κατασημαίνει πάλιν. τοὺς μὲν γὰρ μελιττοκόμους φασὶ σημεῖά τινα ποιεῖν, ἢ συρίζοντας, ἤγουν ἕτερα ἄττα δρᾶν εἰωθότας, οὕτω τε συλλέγειν τὰ τῶν μελιττῶν ἔθνη, τῶν σίμβλων ἀποφοιτήσαντα.
For they, having been engaged in contemplations concerning Christ, and having learned the power of the mystery, and having been illuminated by the provisions of the Spirit, will act rightly, and will receive the delight in Christ the Savior himself, and will make him their joy and pleasure and exultation of soul and heart. And this would be a clear proof of choosing to live in a God-loving manner. For those who assign the inclination of their own mind to worldly affairs, and have inclined toward baser things, rejoice in them, and make the matter a delight, and are accustomed to revel in the pleasures of the flesh and the other luxuries of the present life, they consider of very little account the things pertaining to God; but those who seek him with their whole heart, and are fattened by the contemplations concerning him, and widen the eye of their mind, will receive the delights concerning him alone. "I will signal to them and I will receive them, because I will ransom them, and they will be multiplied, for they were many; and I will sow them among the peoples, and those far away will remember me, and they will nurture their children and they will return." Again he remembers the Jewish flock, and indeed promises to gather them scattered, and to collect them from every land into Judea, so that no one is completely separated. And in what manner the gathering will be, he indicates again. For they say that beekeepers make certain signs, either by whistling or by doing other such things, and thus gather the nations of bees that have departed from the hives.
εἴρηται δέ τι τοιοῦτον καὶ διὰ φωνῆς Ἡσαΐου "Καὶ ἔσται γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ "συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, "καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων." ἕτεροι δέ φασι, καὶ ἐν τοῖς τοῦ πολέμου καιροῖς, εἰ δὴ συμβαίνοι διασκίδνασθαί πως τοὺς μαχητὰς, ἢ διώκοντας ἢ διωκομένους, αἴρεσθαί τι σημεῖον ὑψοῦ παρὰ τῶν στρατηγῶν, εἰς ὃ καὶ ἀφορῶντες, συναθροίζονταί τε καὶ εἰς τὸν αὐτὸν ἀνόπιν ἴενται χῶρον. ὑποφαίνει δέ τι τοιοῦτον καὶ τὸ παρὰ τῷ προφήτῃ κείμενον Ἡσαΐᾳ "Καὶ ἔσται ὡς ἰστὸς ἐπ' "ὄρους, καὶ ὡς σημαίαν φέρον ἐπὶ βουνοῦ." οὐκοῦν ἐκ τοῦ γίνεσθαι πεφυκότος δέχεται τὴν ὁμοίωσιν. σημανῶ γάρ φησιν αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς. ἐγήγερται γὰρ σημεῖον ἐν ἡμῖν μέγα καὶ ἐπιφανὲς ὁ τοῦ Σωτῆρος σταυρὸς, δι' οὗ καὶ γεγόναμεν δεκτοὶ τῷ Θεῷ καὶ Πατρὶ, καὶ μὴν καὶ ἐκλελυτρώμεθα, καὶ εἰς πληθὺν ἀμέτρητον ἐξεδράμομεν οἱ πεπιστευκότες. ἐπειδὴ δὲ προστέθεικεν ὅτι καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς καὶ οἱ μακρὰν ἀπ' αὐτῶν ἥξουσι καὶ μνησθή- σονταί μου, πάλιν ἐκεῖνό φαμεν, καὶ οὐκ ἀπὸ
Something of this sort is also said through the voice of Isaiah: "For it shall be, he says, on that day: 'The Lord will whistle to the flies, which rules over a part of the river of Egypt, and to the bee which is in the land of the Assyrians.'" Others say that in times of war, if it should happen that the fighters are scattered in some way, whether pursuing or being pursued, a sign is raised high by the generals, toward which they look, and they gather together and return to the same place. Something of this sort is also indicated by what is set forth in the prophet Isaiah: "And it shall be like a mast upon a mountain, and like one bearing a standard upon a hill." Therefore, he receives the likeness from what naturally occurs. "For I will signal to them," he says, "and I will receive them." For a great and conspicuous sign has been raised among us: the cross of the Savior, through which we have become acceptable to God the Father, and indeed we have been redeemed, and we who have believed have run forth into an immeasurable multitude. But since he has added that "I will sow them among the peoples, and those far from them will come and will remember me," we say again that, and not from
σκοποῦ· πολὺ γὰρ ἔχει τὸ εἰκὸς ὁ λόγος· κατεσπάρησαν γὰρ ὥσπερ ἐν πολλοῖς ἔθνεσι καὶ ἐν ἁπάσῃ δὲ χώρᾳ τε καὶ πόλει, οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν θείων εὐαγγελίων κήρυκες, καὶ τοὺς ἀπωτάτω γεγονότας Θεοῦ διὰ τὴν μεσολαβήσασαν ἁμαρτίαν τε καὶ πλάνην μνησθῆναί τε αὐτοῦ, καὶ εἰς νοῦν ἑλεῖν παρεσκεύασαν τὸν τῶν ὅλων Σωτῆρα καὶ γενεσιουργὸν, καίτοι πάλαι τῇ κτίσει τὸ σέβας ἀνάπτοντας, ταύτῃτοι καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐκπεφοιτηκότας. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι' αὐτοῦ κεκλημένοις εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ προσεφώνει λέγων "Νυνὶ δὲ ὑμεῖς οἱ ποτὲ "ὄντες μακρὰν ἐγενήθητε ἐγγύς." ἥξουσι δὴ οὖν μνησθέντες τοῦ Θεοῦ. καί τι τοιοῦτον ἡμῖν ὁ μακάριος προφήτης Ἱερε- μίας ὑπαινίττεται λέγων ὡς πρός γε τὸν Ἰσραήλ "Οἱ "μακρόθεν μνήσθητε τοῦ Κυρίου, καὶ Ἱερουσαλὴμ ἀναβήτω "ἐπὶ τὴν καρδίαν ὑμῶν." εἰ δὲ δὴ μνησθεῖεν ὅλως τοῦ κατὰ φύσιν Θεοῦ, τότε δὴ τότε καὶ πνευματικῆς εὐρωστίας βαδι- οῦνται πρὸς τοῦτο, ὥστε καὶ τέκνων αὐτοὺς γενέσθαι πατέ- ρας, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις ἐκθρέψαι τὰ ἴδια τέκνα, καὶ ἐπ' αὐτῷ δὴ τούτῳ σεμνύνεσθαι. γράφει δέ που καὶ ὁ θεσπέσιος Παῦλος τοῖς δι' αὐτοῦ τεθραμμένοις καὶ εἰς ἄνδρα τέλειον ἀναβεβηκόσι, καὶ εἰς μέτρον ἡλικίας ἥκουσι τῆς ἐν Χριστῷ, ποτὲ μέν "Χαρὰ καὶ στέφανός μου," ποτὲ δὲ πάλιν "Νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοὶ, ἣν ἔχω "ἐν Χριστῷ Ἰησοῦ." "Στέφανος γὰρ γερόντων τέκνα "τέκνων, κατὰ τὸ γεγραμμένον·
land of the flies, and the bee will be king over it." But the word has much probability; for the inspired disciples and the heralds of the divine Gospels were scattered, as it were, among many nations and in every land and city, and they caused those who had been farthest from God because of intervening sin and error to remember Him and to take to heart the Savior and Creator of all, even though they had long been kindling reverence for creation and had thus fallen away from intimacy with God. And indeed the inspired Paul addressed those called by him to knowledge of Christ, saying, "But now you, who were once far off, have become near." So then, having remembered God, they will come. And the blessed prophet Jeremiah hints at something of this sort to us, speaking as if to Israel: "Remember the Lord from afar, and let Jerusalem come up into your heart." If they should remember the God who is by nature God at all, then indeed they will proceed to spiritual vigor, so as to become fathers of children, and to nurture their own children with words of piety, and to take pride in this very thing. And the inspired Paul writes somewhere to those nurtured by him and advanced to perfect manhood, having reached the measure of age in Christ, at one time, "My joy and crown," and at another time again, "By your boast, brothers, which I have in Christ Jesus." "For the crown of old men is children's children," according to what is written.
καύχημα δὲ τέκνων πατέρες "αὐτῶν." Καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐξ Ἀσσυρίων εἰσ- δέξομαι αὐτοὺς, καὶ εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτοὺς, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδὲ εἷς.9 Ὅτε τὴν Ἰουδαίαν ἀνεῖλε μὲν κατὰ κράτος ὁ Ναβουχο- δονόσορ, ἐμπέπρησται δὲ καὶ ὁ θεῖος νεὼς, αὐτά τε τὰ Ἱεροσόλυμα, τότε καὶ ἅπας τεταλαιπώρηκεν ὁ Ἰσραήλ. οἱ μὲν γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους αἰχμάλωτοι γεγο- νότες ἀπεκομίζοντο· οἱ δὲ τῆς ἐκείνων ὠμότητος ἔξω γεγονότες καὶ διαφυγεῖν ἰσχύσαντες, δεδιότες δὲ καὶ παραι- τούμενοι τὸ ἐναλῶναι τοῖς ἴσοις, αὐτόμολοί τε πρὸς Αἰγυ- πτίους ᾔεσαν, καὶ τῆς ὑπ' ἐκείνοις θητείας τὸν ἀβούλητον μὲν, πλὴν ἐξ ἀνάγκης ἐπεῤῥιμμένον ὑποδεδραμήκασι ζυγόν. οὐκοῦν ἐπειδήπερ συναγείρειν αὐτοὺς πανταχόθεν ἐπηγγέλ- λετο, διαμέμνηται καὶ τόπων εἰς οὓς καὶ ἀπεκομίσθησαν· οἱ μὲν, αἰχμάλωτοι γεγονότες, ὡς ἔφην, οἱ δὲ ἀφορήτοις δείμασι πρὸς τὰ παρὰ γνώμην αὐτοῖς συνωθούμενοι. Ἐπειδὴ δὲ τῆς πνευματικῆς ἑρμηνείας μεταποιεῖσθαι πρέπει τοῖς ὅτι μάλιστα φιλοθεωτάτοις καὶ πνευματικοῖς, φαμὲν ὅτι τῆς τῶν ἀοράτων ἐχθρῶν χώρας ἤτοι χειρὸς ἐξέλκειν αὐτοὺς ἐπαγγέλλεται, καὶ παντὸς μὲν δείματος ἐλευθεροῦν· αἰχμαλώτους δὲ ὄντας, καὶ οἷον ὑφ' ἑτέρους κειμένους, μονονουχὶ καὶ ἀναμορφοῦν εἰς ἐλευθερίαν. Ἢ καὶ καθ' ἕτερον τρόπον σκοτισμοῦ καὶ συγχύσεως ἀπαλλαγήσεσθαί φησιν. Αἴγυπτος μὲν γὰρ Σκοτισμὸς, Βαβυλὼν δὲ Σύγχυσις ἑρμηνεύεται.
a boast of children are their fathers. And I will bring them back from the land of Egypt and from the Assyrians I will receive them, and into Galaaditis and into Lebanon I will lead them, and not one of them will be left behind. When Nebuchadnezzar destroyed Judea by force, and the divine temple was burned, and Jerusalem itself, then all Israel suffered. For some were taken captive to the Assyrians and Medes and were carried off; but others, having escaped their cruelty and being able to flee, yet fearing and avoiding being caught in the same fate, went as deserters to the Egyptians, and unwillingly, but of necessity, submitted to the yoke of servitude under them. Therefore, since he promised to gather them from everywhere, he also mentions the places to which they were carried off: some, as I said, having become captives, others driven by unbearable terrors against their will. Since it is fitting for those who are most devoted to spiritual contemplation to adopt a spiritual interpretation, we say that he promises to draw them out of the land of invisible enemies, that is, from their hand, and to free them from every fear; and being captives, and as it were subject to others, to reshape them, as it were, into freedom. Or in another way, he says they will be delivered from darkness and confusion. For Egypt is interpreted as Darkness, and Babylon as Confusion.
ἀδιαφορεῖ δὲ πλει- στάκις ὁ λόγος, Ἀσσυρίους τε καὶ Βαβυλωνίους εἰς ἔθνος καταλογιζόμενος ἓν, διά τοι τὸ ὑφ' ἑνὶ κεῖσθαι σκήπτρῳ, καὶ μίαν ἐπ' αὐτοὺς τετάχθαι τὴν βασιλείαν. λελυτρω- μένους δὴ οὖν ἐκ τῆς τῶν πλεονεκτούντων χειρὸς, εἰσκομιεῖν ἐπαγγέλλεται εἴς τε τὴν Γαλααδῖτιν· μοῖρα δὲ αὕτη τῆς Ἰουδαίων γῆς ἡ παμφορωτάτη καὶ εὔκαρπος· καὶ μὴν καὶ εἰς τὸν Λίβανον, καὶ τοῦτο δὲ ὄρος εὔξυλόν τε καὶ μέγα, τῆς Ἰουδαίων τε καὶ Φοινίκων γῆς ἐν μεθορίοις κείμενον. σημαίνεται δὲ δι' ἀμφοῖν ἐκεῖνο οἶμαί που. ἀπαλλάξας γὰρ ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὡς ἐξ Αἰγύπτου καὶ Ἀσσυρίων, τουτέστιν ἐκ τῆς τῶν αἰχμαλωτισάντων πλεονεξίας· πονηροὶ δὲ οὗτοι καὶ ἀκάθαρτοι δαίμονες· εἰσκεκόμικεν οἷά περ εἰς γῆν εὔξυλόν τε καὶ λιπαρωτάτην τὴν Ἐκκλησίαν, ἐν ᾗ πολὺς μὲν λίαν ὁ τῶν εὐδοκιμούντων καρπὸς, οὐκ εὐαρίθμητοι δὲ τῶν ἁγίων κεφαλαὶ, ὑψοῦ τε ἠρμέναι δι' ἀρετὴν, καὶ οἷον ἐν τάξει κέδρων ἀνατεθήλασι, καὶ περὶ αὐτῶν ἂν λέγοιτο καὶ σφόδρα εἰκότως τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν "Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας." "Θεοῦ
The discourse often does not differentiate, classifying Assyrians and Babylonians as one people, because they lie under a single scepter and a single kingdom was established over them. So then, having been redeemed from the hand of those who take advantage, he promises to bring them into Galaaditis—this is a part of the land of the Jews, most fertile and fruitful—and also into Lebanon, and this is a well-wooded and great mountain, lying on the borders of the land of the Jews and the Phoenicians. By both, I think, this is signified: for our Lord Jesus Christ, having delivered us as from Egypt and the Assyrians, that is, from the greed of those who took us captive—and these are wicked and unclean demons—has brought us, as it were, into a well-wooded and very rich land, the Church, in which there is very abundant fruit of those who are esteemed, and the heads of the saints are not few, raised high through virtue, and they have blossomed like cedars in order, and about them it might be said, and very fittingly, the words of David to the God of all: "The cedars of Lebanon which you planted.
γὰρ γεώργιον" τοὺς ἐν πίστει δεδικαιωμένους ὀνομάζει σαφῶς καὶ ὁ θεσπέσιος Παῦλος. Καὶ διελεύσονται ἐν θαλάσσῃ στενῇ, καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται, καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος.9 Ὡς ἐξ ὁμοιότητος τῶν τοῖς ἀρχαιοτέροις δεδωρημένων, τοῖς εἰς Χριστὸν πιστεύουσι τῆς ἐπικουρίας ἡ ὑπόσχεσις. ὥσπερ γὰρ τὴν ἐρυθρὰν διεβιβάσθη θάλασσαν ὁ Ἰσραὴλ, τῶν ἐν αὐτῇ κατευμεγεθήσας κυμάτων· "ἐπάγη γὰρ ὡσεὶ "τεῖχος τὰ ὕδατα," Θεοῦ τὸ χρῆμα παραδόξως ἀποπεραί- νοντος· καὶ ὥσπερ ποδὶ διέβησαν τὸν Ἰορδάνην· οὕτω, φησὶν, οἱ διὰ Μωυσέως κεκλημένοι πρὸς ἐπίγνωσιν τοῦ Χριστοῦ, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων μυσταγωγίαις ἀνασεσωσμένοι, διαπεραιώσονται μὲν οἷά τινα θάλασσαν ἀγρίως κατακυμαίνουσαν τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τύρβης ἔξω γεγονότες κοσμικῆς, σχολαῖοι λατρεύσουσι τῷ κατὰ φύσιν ὄντι Θεῷ.
for 'field' the divine Paul clearly calls those justified in faith. And they will pass through a narrow sea, and they will strike waves in the sea, and all the depths of rivers will be dried up, and all the insolence of the Assyrians will be removed, and the scepter of Egypt will be taken away, and I will strengthen them in the Lord their God, and in his name they will boast, says the Lord. As from the likeness of the gifts granted to those of old, the promise of assistance is made to those who believe in Christ. For just as Israel was conveyed across the Red Sea, having overcome the waves in it—'for the waters were congealed like a wall,' God miraculously accomplishing the feat—and just as they crossed the Jordan on foot, so, he says, those called through Moses to the knowledge of Christ, and saved by the mystagogies of the holy apostles, will cross, as it were, a sea violently surging with waves, the tumult of the present life, and having become free from worldly disturbance, they will serve at leisure the God who is by nature.
διαβήσονται δὲ καὶ πειρασμοὺς, οἷά τινας ποταμοὺς ἐπικλύζοντας, ὡς ἐπ' αὐτῷ δὴ τούτῳ μεγάλα χαίροντας λέγειν "Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, "εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ "ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον "ἡμᾶς, ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς, ἄρα "τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαῤῥον διῆλθεν ἡ ψυχὴ "ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπό- "στατον." ὥσπερ δὲ, φησὶν, αἰχμάλωτος γεγονὼς ὁ Ἰσραὴλ, καὶ εἰς Ἀσσυρίους τε καὶ Μήδους ἀπενηνεγμένος, διέδρα τὰς ἐκείνων ὕβρεις ἤτοι πλεονεξίας· ἀνεκομίσθη γὰρ πάλιν εἰς τὴν Ἰουδαίαν, καὶ ὥσπερ τὰς τῶν Αἰγυπτίων ἀπεσείσατο πλεονεξίας, ἀεὶ προσκειμένων καὶ πολεμεῖν εἰωθότων αὐτοῖς· κατὰ τὸν ἴσον τρόπον φησὶν, οἱ λελυτρωμένοι διὰ Χριστοῦ κρείττους ἔσονται τῶν ἐχθρῶν, ὁρατῶν δηλονότι καὶ ἀοράτων, οἳ μονονουχὶ καὶ κατεβιάζοντο πρὸς ἀβούλητον δουλείαν αὐτοὺς, καὶ οἷον αἰχμαλώτους γεγονότας καὶ τοῖς ἐξ ἰδίας σκαιότητος συνεῖχον δεσμοῖς. ἀλλὰ καὶ τούτων ἔσονται κρείττους, ὕβρεις τε τὰς παρ' ἐκείνων διαφεύξονται καὶ πλεονεξίας, Θεοῦ κατισχύοντος, ἐφ' ᾧ καὶ καυχήσονται. μέγα γὰρ φρονοῦμεν ἐπὶ Χριστῷ, καὶ αὐτὸν ἰσχὺν πεποιή- μεθα, καὶ ἐπ' αὐτῷ τεθαῤῥήκαμεν καὶ τῆς ἑαυτῶν ζωῆς ὅλας ἔχομεν τὰς ἐλπίδας. "Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος, "ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς." καὶ ᾗ φησιν ὁ μακάριος ψαλμῳδός "Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, "βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα." Διάνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.
They will also pass through trials, like rivers that flood over, so that they may say, rejoicing greatly in this very thing: "If the Lord had not been with us—let Israel say—if the Lord had not been with us when men rose up against us, then they would have swallowed us alive; when their wrath was kindled against us, then the water would have drowned us; our soul passed through a torrent; our soul passed through the insubstantial water." And just as, he says, Israel, having become captive and having been carried off to the Assyrians and Medes, escaped their insolence or rather their rapacity—for it was brought back again to Judea—and just as it shook off the rapacity of the Egyptians, who were always attacking and accustomed to warring against them, in the same way, he says, those who have been redeemed through Christ will be stronger than their enemies, both visible and invisible, who all but forced them into unwilling slavery, and, as it were, held them, having become captives, in bonds from their own perversity. But they will be stronger than these as well, and they will escape the insolence and rapacity from them, with God prevailing, and they will boast of this. For we take great pride in Christ, and we have made him our strength, and we have trusted in him, and we have all our hopes for our own life. "For neither an elder nor an angel, but the Lord himself saved us." And as the blessed Psalmist says: "Our God is refuge and power, a helper in the afflictions that have found us sorely." Open, O Lebanon, your doors, and let fire devour your cedars.
ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.9 Μεθίστησι τοίνυν ἐφ' ἑτέραν τινὰ νοημάτων ὁδὸν τῶν λεγομένων τὴν δήλωσιν. ἀποχρῶσαν δὲ τὴν ἀφήγησιν εὖ μάλα πεποιημένος τὴν περί γε τῆς τῶν ἐθνῶν κλήσεως τῆς ἐν Χριστῷ διὰ πίστεως, τὴν ἐσομένην ἐπ' αὐτῷ δυσπεί- θειαν τῶν ἐξ Ἰσραὴλ κατὰ τὸν τῆς ἐνανθρωπήσεως δηλονότι καιρὸν προαφηγεῖται σαφῶς, καὶ ὅτι ταύτης ἕνεκα τῆς αἰτίας κατεμπρησθῆναι δεῖ τόν τε νεὼν αὐτὸν καὶ μέντοι καὶ τὰ Ἱεροσόλυμα, προσαλῶναι δὲ καὶ αὐτὰς τοῦ Ἰσραὴλ τὰς πόλεις, καὶ συνδιολέσθαι τοῖς ἐνοικοῦσιν αὐτάς. πέπρακται δὲ ταῦτα διὰ χειρὸς τῆς Ῥωμαίων, στρατηγούντων κατὰ καιρὸν Οὐεσπασιανοῦ τε καὶ Τίτου. καὶ περιττὸν, ὡς ἔοικεν, ἀφηγεῖσθαι λεπτῶς ἕκαστα τῶν συμβεβηκότων ταῖς Ἰουδαίων πόλεσιν ἤτοι δήμοις, τῆς εἰς Χριστὸν ἕνεκα παροι- νίας· ἐξὸν τοῖς ἐθέλουσι τοῖς Ἰωσήπου συγγράμμασιν ἐντυ- χεῖν, ἀναμαθεῖν σαφῶς ἅπερ ἂν ἕλοιτο λεπτῶς. Μετακομίζει δὴ οὖν τὸν λόγον ἐπὶ τοὺς ἐξ αἵματος Ἰσραήλ. καὶ Λιβάνῳ μὲν παρεικάζει τὴν Ἰουδαίαν· διὰ ποίαν αἰτίαν; εὔξυλον μὲν γὰρ ὄρος ὁ Λίβανος καὶ δρυμοῖς ἀμφιλαφέσι κατάκομον. πολυανθρωποτάτη δὲ καὶ ἡ τῶν Ἰουδαίων χώρα, καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν ἐνοικούντων ἔχουσα πληθὺν, καὶ οἷον κέδρους ἢ
Let the pine howl, because the cedar has fallen, because the great ones have suffered greatly; howl, oaks of Bashan, because the thicket that grew together has been torn down. He now transfers the explanation of what is said to another path of thought. Having made a sufficient narrative, indeed a very good one, concerning the calling of the nations in Christ through faith, he clearly foretells the future disbelief of those from Israel toward him at the time of the incarnation, and that because of this cause both the temple itself and Jerusalem must be burned, and the cities of Israel themselves must be destroyed, and perish together with their inhabitants. These things were accomplished by the hand of the Romans, with Vespasian and Titus commanding at that time. And it is superfluous, it seems, to narrate in detail each of the events that befell the cities or towns of the Jews because of their madness against Christ; it is possible for those who wish to consult the writings of Josephus to learn clearly whatever they might choose in detail. He therefore transfers the discourse to those of the blood of Israel. And he compares Judea to Lebanon; for what reason? For Lebanon is a well-wooded mountain, thick with luxuriant groves. And the land of the Jews is very populous, having a multitude of inhabitants beyond number, and like cedars or
πίτυς εὐμηκεστάτας, τοὺς τῶν ἄλλων περιφανεστέρους, ἱερέας τέ φημι καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ και- ροὺς βασιλεύοντας, οἳ καὶ τοῖς τῆς ἡγεμονίας αὐχήμασιν ὑπερανεστηκότες, γνώριμοί τε ἦσαν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν, ὑψοῦ τε ἠρμένην ἔσχον τὴν δόξαν. ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς Χριστόν· ἦραν γὰρ "τὴν κλεῖδα τῆς "γνώσεως, καὶ οὔτε αὐτοὶ εἰσῆλθον, οὔτε τοὺς εἰσερχο- "μένους" ἀφῆκαν εἰσελθεῖν, καὶ τελευτῶντες ἐσταύρωσαν, καίτοι καὶ ἐπεγνωκότες ὅτι αὐτός ἐστιν ὁ κληρονόμος· ταύτῃτοι δικαίως ἄρδην ἀπολώλασιν οἴκοις τε ὁμοῦ καὶ πόλεσι καὶ φιλτάτοις. οὐκοῦν αἰνιγματωδῶς Λίβανον μὲν, ὡς ἔφην, τὴν Ἰουδαίαν ἀποκαλεῖ· δένδροις δὲ τοῖς εὐμη- κεστάτοις παρεικάζει τοὺς ἐν αὐτῇ, ὡς τῶν ἄλλων ὑπερηρμένους καὶ πολὺ λίαν ὑπερφέροντας. ὅτι δὲ ἔμελλεν ἁλῶναί τε ῥᾳδίως, καὶ ὡς ἀπύλωτος πόλις εἰσχεόμενον μὲν παρα- δέξασθαι τὸν τῶν Ῥωμαίων στρατὸν, δαπανηθῆναί τε οὕτως, ὡσανεὶ καὶ δρυμὸς ἐπενεχθείσης φλογὸς, κατασημαίνει λέγων Διάνοιξον ὁ Λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος. Καὶ γέγονε μὲν ἐκ μεταφορᾶς ὁ λόγος. ὀνομάσας γὰρ Λίβανον, ἤγουν ὄρει τὴν τῶν Ἰουδαίων χώραν ἀπεικάσας, ἀναγκαίως πίτυΐ τε καὶ δρυσὶ παρεικάζει τοὺς ἐν αὐτῇ. ὅτι δὲ περὶ ἀνθρώπων ὁ λόγος, ἀταλαίπωρον ἰδεῖν· ἔφη γὰρ εὐθὺς ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. καὶ τίς ἂν νοοῖτο τῆς ταλαιπωρίας ὁ τρόπος, παρέδειξεν εἰπὼν πῆ μὲν, ὅτι ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος.
The very tall pine, those more conspicuous than the others, I mean the priests and those from the tribe of Judah who reigned in their times, who also, having risen above the boasts of leadership, were known throughout the whole land, and held their glory raised high. But since they had been impious toward Christ—for they removed "the key of knowledge," and neither did they themselves enter, nor did they allow those "who were entering" to enter, and finally they crucified him, even though they had recognized that he was the heir—for this reason they have justly perished utterly, together with their houses, cities, and dearest ones. Therefore, he calls Lebanon, as I said, Judaea in a figurative manner; and he compares those in it to the very tall trees, as being raised above the others and greatly excelling. And that it was about to be easily captured, and like an unfortified city to admit the Roman army when it poured in, and to be consumed in this way, as if a forest were consumed by an advancing flame, he indicates by saying, "Open your doors, O Lebanon, and let fire devour your cedars; let the pine howl, because the cedar has fallen." And the speech is made by way of metaphor. For having named Lebanon, that is, having compared the land of the Jews to a mountain, he necessarily compares those in it to the pine and the oaks. And that the speech is about men, it is easy to see; for he said immediately that the great ones suffered greatly. And what the manner of the suffering was, he indicated by saying, on the one hand, "let the pine howl, because the cedar has fallen.
καταδῃούσης γὰρ τῆς Ῥωμαίων χειρὸς τὰς ἐν τῇ Ἰουδαίᾳ πόλεις, συν-έβαινε καθ' ἡμέραν τοὺς ἐν αὐταῖς ἁλίσκεσθαι λαμπρούς. οἱ δὲ μήπω τοῦτο πεπονθότες, κατωλοφύροντο τοὺς ἑαλω- κότας, καὶ τὸν ἐπί γε σφίσιν αὐτοῖς εἰσεδέχοντο θρῆνον, ἄθυμοι δὲ ἦσαν καὶ περιδεεῖς, ὡς αὐτίκα δὴ μάλα πεισόμενοι καὶ αὐτοί. τοῦτο οἶμαι δηλοῦν τό Ὀλολυξάτω πίτυς διότι πέπτωκε κέδρος· δρύας γεμὴν Βασανίτιδος ἰδικῶς τάχα που τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἀποκαλεῖ. Βασανῖτις μὲν γὰρ χωρίον ἐστὶν ἐν τῇ Ἰουδαίᾳ, εὔγειόν τε καὶ παμφορώτατον, καὶ ὑψηλὰ λίαν ἐκτρέφον τὰ δένδρα. ἐπειδὴ δὲ τῶν ἄλλων ἦσαν οἱ ἐν τοῖς Ἱεροσολύμοις ἀμείνους, ἱερέας δέ φημι καὶ τοὺς τῶν λαῶν ἡγουμένους, Βασανίτιδος αὐτοὺς ἀπεκάλεσε δρύας, αἳ δὴ καὶ τεθρηνήκασιν εἰκότως, διάτοι τὸ κατασπα- σθῆναι τὸν δρυμὸν τὸν σύμφυτον. ἐμάνθανον γὰρ ὅτι τῶν ἀνὰ πᾶσαν τὴν χώραν οἷά τις δρυμὸς ἡ πληθὺς δεδαπάνηται καὶ οἷον πελέκεσιν ἐκκοπτομένη ταῖς τῶν πολεμούντων ἀγρίαις ἐμβολαῖς. σύμφυτον δὲ δρυμὸν, ὃν δὴ καὶ κατε- σπάσθαι φησὶν, οὐδὲν ἧττον νοήσεις καὶ τὴν ἐν αὐτοῖς τοῖς Ἱεροσολύμοις πληθύν· λιμῷ τε γὰρ καὶ πολέμῳ διολώλασιν· ἐπολολυζόντων αὐτοῖς τῶν τῆς Βασανίτιδος δρυῶν, τουτέστι τῶν ἡγουμένων.
For the Roman hand was ravaging the cities in Judaea, it happened daily that the illustrious men among them were captured. Those who had not yet suffered this lamented the captured and admitted the dirge for themselves, and they were despondent and fearful, as if they themselves would soon suffer the same. This, I think, is what is indicated by the phrase, "Let the pine howl, because the cedar has fallen." The oaks of Bashan specifically, perhaps, refer to those in Jerusalem. For Bashan is a region in Judaea, fertile and very productive, and it grows trees that are exceedingly tall. Since those in Jerusalem were superior to the others—I mean the priests and the leaders of the people—he called them oaks of Bashan, which indeed have lamented fittingly, because the grove that was native to them was brought down. For they learned that the multitude throughout the whole country, like some grove, had been consumed and, as if by axes, cut down by the savage assaults of the enemy. And by "the native grove" which he says was brought down, you will understand no less the multitude in Jerusalem itself; for they perished by famine and war, with the oaks of Bashan—that is, the leaders—howling over them.
Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου.9 Ἐμφανεστέραν ἐν τούτοις, ὡς ἔφην ἀρτίως, ποιεῖται τὴν δήλωσιν. οὐ γὰρ ἔτι πίτυν ἢ δρῦν ὀνομάζει, ἀπημφιεσ- μένως δὲ τοὺς τῶν Ἰουδαϊκῶν ταγμάτων σημαίνει καθηγη- τὰς, οὓς καὶ ὀλοφύρεσθαί φησι, καὶ οἷον φωνὰς ἀνιέναι, κατοιμώζοντας ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν. γεγόνασι γὰρ οἰκτροὶ καὶ κατεῤῥιμμένοι, ἐλεεινοί τε καὶ ἀτιμώτατοι, καίτοι πάλαι περιφανεστέραν ἔχοντες δόξαν. ἐπειδὴ δὲ ἀνεδείχθησαν οἱ διὰ Χριστοῦ ποιμένες, τουτέστιν οἱ θεσπέσιοι μαθηταὶ, τεταλαιπώρηκεν εἰκότως ἡ τῶν ψευδο- ποιμένων μεγαλωσύνη. ᾐτιᾶτο μὲν γὰρ αὐτοὺς ὁ τῆς ἀγέλης Δεσπότης διὰ προφητῶν ἁγίων οὕτω λέγων "Ὦ οἱ "ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα "τῆς νομῆς αὐτῶν." καὶ πάλιν "Ὅτι οἱ ποιμένες ἠφρονεύ- "σαντο καὶ τὸν Κύριον οὐκ ἐζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησε "πᾶσα ἡ νομὴ καὶ διεσκορπίσθησαν." ἐπηγγέλλετο δὲ τοῖς εἰς αὐτὸν πιστεύουσι τοὺς γνησίους ἀναδεῖξαι ποιμένας, οὕτω πάλιν εἰπών "Καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν, καὶ δώσω ὑμῖν "ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς "ποιμαίνοντες μετ' ἐπιστήμης." τίνες δὲ οὗτοι πάλιν; οἱ
The voice of shepherds lamenting, that their greatness has been brought low; the voice of lions roaring, that the pride of the Jordan has been brought low. In these words, as I have just said, he makes the meaning clearer. For he no longer names a pine or an oak, but without concealment he indicates the leaders of the Jewish ranks, whom he says lament and utter cries, bewailing that their greatness has been brought low. For they have become pitiable and cast down, wretched and utterly dishonored, although formerly they possessed more conspicuous glory. But since the shepherds through Christ, that is, the divine disciples, were appointed, the greatness of the false shepherds has naturally been brought low. For the Master of the flock accused them through the holy prophets, saying thus: "O the shepherds who scatter and destroy the sheep of their pasture." And again: "Because the shepherds became foolish and did not seek the Lord; therefore the whole pasture did not understand and was scattered." And he promised to those believing in him to appoint genuine shepherds, saying thus again: "And I will bring you into Zion, and I will give you shepherds after my heart, and they will shepherd you, pasturing with knowledge." And who are these again? The
θεσπέσιοι μαθηταὶ καὶ οἱ τῶν ἐκκλησιῶν κατὰ καιροὺς ἡγούμενοι, "τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον," καὶ εἰς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν τὴν πνευματικὴν ἀποκομίζειν εἰδότες τὰ ὑπὸ χεῖρα θρέμματα. Οὐκοῦν τεθρηνήκασιν οἱ ψευδοποίμενες, ὅτι τεταλα μεγαλωσύνη αὐτῶν· σημαίνει δὲ τοῦτο καὶ καθ' ἕτερον τρόπον εὐθὺς ἐπιφέρων Φωνὴ ὠρυομένων λεόντων ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου. ὠρυγμὸς μὲν γάρ ἐστι κυρίως ἡ τῶν λύκων φωνὴ, ἣν ἂν ποιοῖντο, κλαίοντες ἐπὶ λιμῷ τε καὶ ἀσιτίαις. δέχεται δὲ τοῦτο καὶ ἐπὶ λεόντων ἡ θεία γραφή. κατεφωρῶντο τοίνυν οἱ τῶν Ἰουδαϊκῶν προεστη- κότες ταγμάτων ὡς λέοντες ὠρυόμενοι, τουτέστι πεινῶντές τε καὶ κλαίοντες, διάτοι τὸ μὴ ἔχειν τὰς ἐκ τῶν λαῶν καρποφορίας, δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. ἐπειδὴ γὰρ τῆς ἀγέλης ἐκπεπτώκασιν, οὐκ ἔτι τοῖς ἐξ αὐτῆς κατηυ- φραίνοντο καρποῖς. Εἰ δὲ δή τις οἴοιτο καὶ ὡς ἐν τάξει λεόντων κατωρύεσθαι τοῦ Χριστοῦ τοὺς γραμματεῖς τε καὶ Φαρισαίους· κατα- κεκράγεσαν γὰρ αὐτοῦ, καὶ τὰς ἐκ φθόνου καὶ βασκανίας καὶ ἀκράτου μανίας κατηφίεσαν φωνὰς, Σαμαρείτην λέγοντες, μέθυσον ἀποκαλοῦντες καὶ ἐκ πορνείας γεγεννημένον, καὶ "Αἶρε, αἶρε, σταύρου αὐτόν·" τὰ εἰκότα φρονήσει καὶ οὕτως. πλὴν εἰ καὶ ἐπωρύοντο, τεταλαιπωρήκασιν οὐ μετρίως, ἤρ- γησέ τε τὸ φρύαγμα τοῦ Ἰορδάνου. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. παραῤῥεῖ μὲν γὰρ ὁ Ἰορδάνης τὴν Ἱεριχὼ, πλεῖστοι δὲ ὅσοι περὶ αὐτὸν οἱ λέοντες, καταβρυχόμενοί τε δεινῶς καὶ ἀφόρητον τοῖς ἐνοικοῦσιν ἐνιέντες τὸ δεῖμα.
The divine disciples and those who from time to time lead the churches, "cutting straight the word of truth," and knowing how to convey to the spiritual benefit of the flock whatever is under their hand. Therefore the false shepherds have lamented that their greatness has been brought low; and he indicates this also in another way, immediately adding: "The voice of lions roaring, that the pride of the Jordan has been brought low." For "roaring" is properly the voice of wolves, which they would make, crying out from hunger and lack of food. But divine Scripture also accepts this term for lions. So the leaders of the Jewish ranks were detected as lions roaring, that is, hungry and crying out, because they no longer had the offerings from the peoples—tithes, firstfruits, thank-offerings. For since they have fallen from the flock, they no longer enjoyed its fruits. But if one should also think that the scribes and Pharisees of Christ howled in the manner of lions—for they cried out against him, and poured forth voices of envy, malice, and pure madness, calling him a Samaritan, calling him a drunkard, and born of fornication, and "Away, away, crucify him!"—he will think rightly, even so. Yet even if they howled, they have been brought low not a little, and the pride of the Jordan has been nullified. And what this is, I will say again. For the Jordan flows past Jericho, and there are very many lions around it, roaring terribly and instilling unbearable fear in the inhabitants.
τοιοῦτοι δὲ ἦσαν τοὺς τρόπους οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι τῶν ἀγελαίων καταβρυχόμενοι, καὶ τοῖς ἐκ τῆς ἐξουσίας κατα- πτοοῦντες δείμασι τοὺς ἀσθενεστέρους. ἀλλὰ τεταλαιπώρηκεν ὁ τῶν λεόντων φόβος. τοῦτο δὲ εἶναί φησι τὸ φρύαγμα τοῦ Ἰορδάνου. καὶ φρύαγμα μέν ἐστιν ἡ ἵππων τε καὶ ἡμιόνων διὰ μυκτήρων ἠχὴ καθιεμένη τε καὶ ἀγρίῳ φυσήματι συν- εκπίπτουσα· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ μεγαλοφρονεῖν. ἔφη γοῦν ὁ θεσπέσιος Δαυεὶδ περὶ τῶν εἰς Χριστὸν πεπαρῳνη- κότων "Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;" ὅταν οὖν φρύαγμα τοῦ Ἰορδάνου λέγῃ, νοήσεις τὸ φρόνημα, καὶ οὐχὶ πάντως τοῦ ποταμοῦ, ἀλλὰ τῶν περὶ αὐτὸν λεόντων· ἀπὸ γὰρ τόπων ἔσθ' ὅτε τὰ ἐν αὐτοῖς σημαίνεται. Τάδε λέγει Κύριος παντοκράτωρ Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον ἐπ' αὐτοῖς.9 Πρὸς αὐτοὺς ὁ λόγος τοὺς θρηνοῦντας ποιμένας, καὶ τοὺς ἐν τάξει λεόντων ὠρυομένους, οἷς καὶ ἐφίησιν ἔτι τὰ τῆς σφαγῆς κατανέμειν πρόβατα, καίτοι κατημεληκόσι λίαν, ὡς πιπρασκομένοις τε καὶ σφαζομένοις μηδ' ὅσον εἰπεῖν ἐπαλ- γῆσαι βραχύ. ὥσπερ γὰρ οἱ τῶν ποιμένων ἀνεπιεικέστεροι, καὶ πρὸς μόνα βλέποντες τά σφισι καθ' ἡδονὴν, μικρὰ κομιδὴ φροντίζοντες τοῦ τῆς ἀγέλης δεσπότου, τὰ μὲν σφάζουσιν ἀδεῶς, τὰς θηρῶν ἐφόδους ἀπομιμούμενοι, ἃ δὲ καὶ πιπράσκουσιν, οὐδὲν, ὡς ἔφην, ἐπαλγοῦντες ὅλως, ἐπιγανύμενοι δὲ τοῖς τῶν λημμάτων ἐκτοπωτάτοις, καὶ φιλο- κερδίας τῆς οὕτως αἰσχρᾶς ἡττώμενοι·
Such in character were the scribes and Pharisees, roaring over the common people and terrifying the weaker ones with the terrors of their authority. But the fear of the lions has been worn away. This, he says, is the snorting of the Jordan. And snorting is the sound of horses and mules emitted through the nostrils and bursting forth with a wild blast; it is also used of being proud. Thus the divine David said concerning those who raged against Christ, "Why did the nations snort, and the peoples devise vain things?" Therefore, when he says "snorting of the Jordan," you will understand the pride, and not necessarily of the river, but of the lions around it; for sometimes things are signified by the places in which they occur. Thus says the Lord Almighty: Shepherd the sheep of the slaughter, which their owners slaughtered and did not repent, and those who sold them said, "Blessed is the Lord, and we have become wealthy," and their shepherds did not suffer for them. The word is directed to these lamenting shepherds, and to those roaring in the manner of lions, to whom he also commands that they still graze the sheep of the slaughter, although they have been exceedingly negligent, so that they did not even grieve a little over those being sold and slaughtered. For just as the more unseemly shepherds, looking only to what pleases them, care very little for the master of the flock, they slaughter some fearlessly, imitating the attacks of wild beasts, and sell others, feeling no pain at all, as I said, but exulting in the most excessive gains and yielding to such shameful love of gain.
κατὰ τὸν ἴσον οἶμαι τρόπον καὶ οἱ τῶν Ἰουδαϊκῶν ἡγούμενοι δήμων, τῶν ὑπ' αὐτοῖς ποιμνίων ἠφειδηκότες ἁλοῖεν ἂν, καὶ ἁδρύνοντες μὲν τὸν ἑαυτῶν πλοῦτον, κατευρύνοντες δὲ ὥσπερ ἀπλήστῳ χειρὶ τὰ βαλάντια. καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ τοιούτους ὄντας ἐλέγχων "Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι "ὑποκριταὶ, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον "καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, "τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν." ἰσχνολογοῦντες γὰρ οὕτως, ὡς καὶ μέχρι τῶν εὐτελεστάτων τοῖς μὴ προσ- ἀγουσι τὰς κατὰ νόμον δεκάτας ἐπιτιμᾶν, τῶν βαρυτέρων, ἤτοι τῶν ἀναγκαιοτέρων καὶ λυσιτελῶν ὅτι μάλιστα θεσπι- σμάτων οὐδένα παντελῶς ἐποιοῦντο λόγον. ὅτι δὲ ἦσαν ποιμένες οὐκ ἀγαθοὶ, μᾶλλον δὲ πρὸς μόνα βλέποντες κέρδη, σαφηνιεῖ λέγων καὶ διὰ φωνῆς Ἰεζεκιήλ "Ὦ οἱ ποιμένες "̓Ισραὴλ, μὴ
βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐ τὰ "πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ- "εσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε "καὶ τὰ πρόβατά μου βόσκεσθε." καταβόσκετε τοίνυν φησὶ τὰ πρόβατα τῆς σφαγῆς, τουτέστιν ἢ τὰ ὅσον οὐδέπω τεθνηξόμενα τῇ Ῥωμαίων χειρί· ἤγουν ἃ ὑμεῖς αὐτοὶ σφά- ζετε, καίτοι τάξιν ἐπέχοντες τὴν ποιμένων. οὐ γάρ που πάρεστιν ὁ καιρὸς, καθ' ὃν ἥξουσιν εἰς σφαγήν. μετὰ γάρ τοι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν τοῖς Ῥωμαίων ξίφεσιν ἡ τῶν Ἰουδαίων πληθὺς δεδαπάνηται, καίτοι λίαν ἐπ' αὐτοῖς ἀνεξικακήσαντος τοῦ Θεοῦ. ὅτι δὲ τῶν ποιμένων γεγόνασι κλῆρος οἱ ὑπὸ χεῖρα λαοὶ, κατέδειξεν εἰπών Ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο.
In the same way, I think, the leaders of the Jewish peoples would be caught having been reckless with the flocks under them, and while fattening their own wealth, widening their purses as with an insatiable hand. Indeed, the Savior said, rebuking them for being such: "Woe to you, scribes and Pharisees, hypocrites, because you tithe the mint and the dill and the cumin, and you have abandoned the weightier matters of the law, justice and mercy and faith." For they were so petty as to censure even the most trivial things, those who did not bring the tithes according to the law, while of the weightier, that is, the more necessary and most beneficial ordinances, they took absolutely no account. And that they were not good shepherds, but rather looked only to profits, he will make clear by saying also through the voice of Ezekiel: "O shepherds of Israel, do not shepherds feed themselves? Do not shepherds feed the sheep? Behold, you eat the milk and clothe yourselves with the wool and slaughter the fat ones, and you feed on my sheep." "You graze," therefore, he says, "the sheep of the slaughter," that is, either those that are about to die by the hand of the Romans, or those which you yourselves slaughter, although you hold the office of shepherds. For the time is not yet present when they will come to slaughter. For after the coming of the Savior, the multitude of the Jews was consumed by the swords of the Romans, although God was very patient with them. And that the peoples under their hand became the lot of the shepherds, he showed by saying: "Those who owned them slaughtered them and did not repent.
ὥσπερ γὰρ δεσποτικὸν ὄντα τὸν νοητὸν ἀμπελῶνα, φημὶ δὴ τὸν Ἰσραὴλ, ἤτοι τὸν ἄνθρωπον τοῦ Ἰούδα, τὸ νεόφυτον, τὸ ἠγαπημένον, ἴδιον ἐποιήσαντο κλῆρον· οὕτω καὶ τὰ ποίμνια μονονουχὶ κατεκτήσαντο, δρεπόμενοι μὲν τοὺς ἐξ αὐτῶν καρποὺς, καὶ ἀεί πως ἐν πλεονασμοῖς τὸν ἐξ αὐτῶν ποιοῦντες κλῆρον, ἀνιέντες δὲ τοῖς ἐθέλουσιν εἰς διαρπαγήν. οὐκοῦν οἱ μὲν κτησάμενοι κατέσφαζον· οἱ δὲ πωλοῦντες ἔλεγον Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν. νοηθεῖεν δ' ἂν καὶ οὗτοι κριταὶ, τὴν ἐν τοῖς κρίμασιν ὀρθότητα καπηλεύοντες, μόνον δὲ οὐχὶ καὶ ἐῤῥῶσθαι φράσαντες τῷ διὰ Μωυσέως νόμῳ, καίτοι λέγοντι σαφῶς "Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι ἡ κρίσις "τοῦ Θεοῦ ἐστιν." ἦν γὰρ αὐτοῖς ἡδύ τε καὶ φίλον τὸ καταπωλεῖν τοῖς ἐθέλουσι τὴν ἐφ' ἑκάστῳ πράγματι κρίσιν. καὶ τοῦτο ἡμῖν ἐναργὲς ἔσται πάλιν διὰ φωνῆς ἁγίων. ἔφη μὲν γάρ τις τῶν ἁγίων προφητῶν περὶ τῆς Ἱερουσαλήμ "Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον·" ὁ δέ γε θεσπέ- σιος Ἀμβακοὺμ μονονουχὶ κατακέκραγε Θεοῦ λέγων "Ἕως "τίνος Κύριε κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃ, βοήσομαι "πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; ἵνα τί μοι ἔδειξας "κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν; "ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει·
For just as the intelligible vineyard, I mean Israel, or the man of Judah—the newly planted, the beloved—being the Lord's property, they made it their own portion, so too they all but acquired the flocks, reaping the fruits from them and somehow always making their portion from them abundant, while leaving them open to plunder for those who wished. Therefore, those who acquired them slaughtered them; and those who sold them said, "Blessed is the Lord, and we have grown rich." These too might be understood as judges, trafficking in the uprightness of their judgments, all but bidding farewell to the law given through Moses, even though it clearly says, "You shall not take a bribe in judgment, for judgment belongs to God." For it was sweet and pleasing to them to sell judgment in every matter to those who wished. And this will be evident to us again through the voice of the saints. For one of the holy prophets said concerning Jerusalem, "Her rulers judged with gifts." And the divine Habakkuk all but cries out against God, saying, "How long, O Lord, shall I cry out and you not hear? Shall I shout to you when I am wronged, and you not save? Why did you show me toils and labors to behold, misery and impiety? Judgment has turned against me, and the judge takes bribes.
διὰ "τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος "κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν "τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον." οὐκοῦν οἱ ἐξ ἀδίκων λημμάτων συναγείροντες πλοῦτον, καὶ παρευθύ- νοντες μὲν τὸ δίκαιον, καταπωλοῦντες δὲ ὥσπερ τὰς ἐφ' ἑκάστῳ πράγματι κρίσεις, εἶεν ἂν οἱ κριταὶ, καθάπερ ἔφην ἀρτίως. αὐτοὶ καί φασιν Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν· ἀνούστατα δὲ καὶ παραλογώτατα καὶ τοῦτο λέγοντες ἐξελέγχοιντο ἂν εἰκότως. ὡς γὰρ Θεοῦ διδόντος ἐξ ἀδικιῶν συλλέγειν, καὶ ἐξ αἱμάτων πλουτεῖν, εὐλογεῖν ὑποπλάτ- τονται. ἀλλ' ἦν ἄμεινον ἐκεῖνο λέγειν, τὸ κρίνειν ὀρθῶς ἐκτετιμηκότες Εὐλογητὸς Κύριος, λαμπροὶ γὰρ ἀναδεδείγμεθα καὶ τῶν θείων θεσπισμάτων γνήσιοι φύλακες, ὀρθὴν ἐφ' ἑκάστῳ πράγματι τὴν ψῆφον ἐκφέροντες. ἀπάτη δὴ οὖν ἡ χρηστολογία καὶ μῶμος, εἰ μὴ πράττοιντο πρὸς ἡμῶν τὰ ἐφ' οἷς ἂν ἡσθείη Θεός. Διὰ τοῦτο οὐ φείσομαι οὐκ ἔτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασι- λέως αὐτοῦ, καὶ κατακόψουσι τὴν γῆν, καὶ οὐ μὴ ἐξελοῦμαι ἐκ χειρὸς αὐτῶν. καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν.9 Ἀπειλεῖ τοῖς ποιμνίοις ὄλεθρόν τε ὁμοῦ καὶ ἐξοικισμὸν καὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, ὅτι καίτοι μετὸν αὐτοῖς τὴν τοῦ πάντων ἀρχιποιμένος, φημὶ δὴ Χριστοῦ, χεῖρά τε ὑποδραμεῖν καὶ ὑπ' αὐτῷ γενέσθαι, μᾶλλον προσκεχω- ρήκασιν ἀμαθῶς τοῖς κατασφάζουσί τε καὶ καταπωλοῦσιν αὐτούς.
Therefore "the law is scattered, and judgment is not carried through to the end, because the impious man oppresses the righteous; for this reason the judgment will come forth perverted." So those who amass wealth from unjust gains, and who pervert justice, selling off judgments on each matter as it were, would be the judges, as I said just now. They themselves also say, "Blessed is the Lord, and we have grown rich"; but saying this most foolishly and irrationally, they would be refuted with good reason. For as if God were granting them to gather from injustices and to grow rich from bloodshed, they pretend to bless. But it would have been better to say this, having honored the giving of right judgment: "Blessed is the Lord, for we have been shown to be illustrious and genuine guardians of the divine ordinances, delivering a correct verdict on each matter." So their fair speech is deception and a reproach, if the things by which God would be pleased are not done by us. "Therefore I will not spare them any longer against those who inhabit the land," says the Lord; "and behold, I deliver the men, each into the hands of his neighbor and into the hands of his king, and they will cut up the land, and I will not rescue them from their hands. And I will pasture the sheep of the slaughter in the land of Canaan." He threatens the flocks with destruction together and removal and the calamities of war, because although it was possible for them to come under the hand of the chief shepherd of all, I mean Christ, and to be under him, they have rather ignorantly gone over to those who slaughter and sell them.
γέγονε μὲν γὰρ ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς τήν τε ἐκείνων σκαιότητα καταδεικνὺς καὶ τῆς ἐφ' ἡμῖν οἰκονομίας τὸ γνήσιον "̓Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν "αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ δὲ μισθωτὸς καὶ "οὐκ ὢν ποιμὴν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ "τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· "καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει· ὅτι μισθωτός "ἐστιν, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι "ὁ
ποιμὴν ὁ καλός." Ἰουδαῖοι δὲ οἱ τάλανες, καίτοι τῶν μισθωτῶν ποιμένων καταβοῆσαι δέον, τοῦτο μὲν οὐ δεδρά- κασι, τὸν δὲ ἀγαθὸν ποιμένα, τὸν ἀντάλλαγμα τῆς ἁπάντων ζωῆς τὴν ἑαυτοῦ τιθέντα ψυχὴν, κατὰ μυρίους ὅσους λελυπή- κασι τρόπους, καταλεύοντες, ὀνειδίζοντες, καὶ τὸ τελευταῖον, ἀπύλωτον ἐπ' αὐτῷ διανοίγοντες στόμα. κατακεκράγασι γὰρ ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς, λέγοντες τῷ Πιλάτῳ "Αἶρε, "αἶρε, σταύρου αὐτὸν," καὶ αὐτὸ δὲ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπηντλήκασι κεφαλαῖς. ἔφασκον γὰρ πάλιν "Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν." διὰ τοῦτο τοίνυν, φησὶν, οὐκέτι φείσομαι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν. οὐ γὰρ ἔτι φειδοῦς ἠξίωνται τῆς παρὰ Θεοῦ· δέδονται δὲ μᾶλλον ἕκαστος εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως, ἤγουν ἄρχοντος αὐτοῦ. ἐσταυρώ- κασι μὲν γὰρ τὸν Ἐμμανουὴλ, καὶ γεγόνασι κυριοκτόνοι, ἔμπλεώ τε πάσης ἀνοσιότητος. πλὴν ἐκάλει Θεὸς εἰς μετάγνωσιν, καὶ οὐκ εὐθὺς ἐπετίθει τὰ ἐξ ὀργῆς.
For the Monogenes of God the Logos became man, and indeed he declared clearly, both revealing their perversity and the genuineness of the economy concerning us: "I am the good shepherd. The good shepherd lays down his life for the sheep; but the hireling, who is not a shepherd, to whom the sheep do not belong, sees the wolf coming and abandons the sheep and flees; and the wolf seizes them and scatters them, because he is a hireling and does not care about the sheep. I am the good shepherd." But the wretched Jews, although they ought to have cried out against the hireling shepherds, did not do this; rather, they afflicted the good shepherd, who lays down his own life as the price of the life of all, in countless ways—stoning him, reviling him, and finally opening an unbridled mouth against him. For they cried out together with their own teachers, saying to Pilate, "Away, away, crucify him," and they even poured that righteous blood upon their own heads. For they said again, "His blood is upon us and upon our children." Therefore, he says, I will no longer spare those who inhabit the earth. For they are no longer deemed worthy of mercy from God; rather, each is given into the hands of his neighbor and into the hands of the king, that is, his ruler. For they crucified Emmanuel and became lord-killers, full of every impiety. Yet God called them to repentance and did not immediately impose the penalties of wrath.
τρια- κοστοῦ δὲ ἤδη παρῳχηκότος ἔτους, μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ἀπεφοίτησε μὲν εἰρήνη τῆς Ἰουδαίων χώρας, πόλεμοι δὲ ἦσαν πανταχῆ, πόλεως ἐπὶ πόλιν ἰούσης, καὶ τῶν ἐν ἑκάστῃ τεμνομένων εἰς διαφορὰς, καὶ μαχομένων ἀλλήλοις, ὡς ἐν ἴσῳ φαίνεσθαι κακῷ τὰ παρὰ σφίσιν αὐτοῖς τοῖς ἐκ τοῦ πολέμου συμβεβηκόσι. κεκρατήκασι γὰρ τῆς Ἰουδαίων χώρας οἱ ἀνδρειότατοι τῶν Ῥωμαίων στρα-τηγοὶ, καὶ αὐτοῖς ἀνδράσι καταπιμπράντες πόλεις, τοῖς τῆς δουλείας αὐτὴν ὑπέθεσαν ζυγοῖς. οἱ δέ γε διαφυγεῖν ἰσχύ- σαντες, τὰς τῶν ἐθνῶν κατῳκήκασι χώρας, ὃ καὶ μέχρι νῦν ἔστιν ἰδεῖν. Καὶ τοῦτο οἶμαι δηλοῦν, ὅταν λέγῃ Ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν Χανανῖτιν, τουτέστιν εἰς τὴν τῶν Χανα- ναίων χώραν τε καὶ γῆν. Χαναναῖοι δὲ τὰ ἔθνη, παρ' οἷς τὰ πρόβατα τῆς σφαγῆς καὶ εἰς δεῦρό πως ἔτι παρὰ Θεοῦ ποιμαίνονται, ἤγουν δοκοῦσι καταποιμαίνεσθαι. ἐπιτηροῦσι γάρ τινα τῶν κατὰ τὸν νόμον, καὶ οὐχ ὁλο- τρόπως τῶν ἀρχαίων κατημεληκότας ἐθῶν κατίδοι τις ἄν. καὶ γοῦν καὶ περιτέμνονται τὴν σάρκα, καὶ σαββατίζουσι, καὶ ἕτερα ἄττα πρὸς τούτοις καὶ φροντίδος ἀξιοῦσι καὶ λόγου. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου παρὰ Θεοῦ λεγόμενον "Καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν "ἐν ταῖς χώραις, οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ." τοὺς δέ γε ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ μέντοι καὶ τὴν Ἱερουσαλὴμ ἐμφυλίους πολέμους, καὶ τὰ ἐν ἑκάστῃ πόλει, σαφῶς ἀνα- γέγραφεν ὁ τὰς Ἰουδαίων τραγῳδήσας συμφοράς· Ἰώσηπος οὗτος ἦν, ἀνὴρ ἐλλόγιμος καὶ σοφός.
When the thirtieth year had already passed after the Saviour's cross, peace departed from the land of the Jews, and wars were everywhere, city rising against city, and the inhabitants of each being divided into factions and fighting one another, so that the evils among themselves appeared equal to those that had befallen them from the war. For the most valiant Roman generals took possession of the land of the Jews, and burning cities together with their inhabitants, they subjected it to the yokes of slavery. But those who managed to escape settled in the lands of the nations, which can be seen even to this day. And this, I think, is what is indicated when he says, "I will shepherd the sheep of the slaughter into the land of Canaan," that is, into the land and territory of the Canaanites. And the Canaanites are the nations, among whom the sheep of the slaughter are still in some way shepherded by God, or rather appear to be shepherded. For they observe some of the things according to the law, and one would see that they have not entirely neglected the ancient customs. Indeed, they circumcise the flesh, and keep the Sabbath, and also deem other such things worthy of concern and account. And this, then, was what was said by God through the voice of the prophet: "And I will be for them a small sanctuary in the lands wherever they may go." As for the civil wars throughout all Judea, and indeed also in Jerusalem, and the events in each city, the one who tragically recounted the misfortunes of the Jews has clearly recorded them. This was Josephus, a learned and wise man.
Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα Κάλλος καί τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατα.9 Κατὰ πολλοὺς ἡμῖν τρόπους παρὰ ταῖς θεοπνεύστοις γραφαῖς ἡ ῥάβδος νοεῖται. ποτὲ μὲν γὰρ σημαίνει τὴν βασιλείαν, ὡς ὅταν λέγηται τῷ Χριστῷ "Ῥάβδος εὐθύ- "τητος ἡ ῥάβδος τῆς βασιλείας σου·" ποτὲ δὲ ἰσχὺν, ὡς ἔν γε τῷ φάναι "Ῥάβδον δυνάμεως ἐξαποστελεῖ Κύριος ἐκ "Σιών· καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου·" ἐκλαμβάνεται δὲ καὶ εἰς παιδείαν καὶ ἐπιστήμην ἔσθ' ὅτε τὴν ποιμαντικήν· εἴρηται γοῦν πάλιν διὰ φωνῆς προφήτου πρὸς τὸν Υἱόν "Ποίμαινε λαόν σου ἐν ῥάβδῳ φυλῆς σου, "πρόβατα κληρονομίας σου." ἀλλ' ἔν γε τοῖς προκειμένοις σημαίνουσιν αἱ ῥάβδοι τρόπους ἡμῖν ποιμενικῆς ἐπιστήμης, καὶ διττὸν παιδεύσεως εἶδος, κατά γε τὸ ἀμωμήτως ἔχειν δοκοῦν. δέχεται δὲ τὰς ῥάβδους ὁ πάντων ἀρχιποίμην "ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων," τούτεστι Χριστὸς, ἵνα ἐν αὐταῖς καταποιμάνῃ τὰ ἴδια πρόβατα. Πάλαι μὲν γάρ· τουτέστι, καὶ πρὸ τῶν τῆς ἐνανθρω- πήσεως χρόνων· Θεὸς ὢν καὶ νομοθέτης ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος κατέβοσκε τὸν Ἰσραὴλ, οἱονεὶ ῥάβδῳ μιᾷ χρώμενος, τῇ κατὰ νόμον παιδείᾳ. ἔφη γάρ που διὰ προφήτου φωνῆς πρὸς αὐτόν "Ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ." ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς ἄνθρωπος, δύο δέχεται ῥάβδους. κατανέμει γὰρ ὥσπερ τοὺς ἰδίους προσκυνητὰς, τοὺς διὰ πίστεως δὲ δηλονότι δεδικαιωμένους, καὶ ἡγιασμένους ἐν Πνεύματι, νομικοῖς τε ἅμα καὶ εὐαγγελικοῖς
And I will take for myself two staffs; I called one Beauty and the other Measuring-Rope, and I will shepherd the sheep. In many ways for us in the divinely inspired scriptures the staff is understood. For sometimes it signifies the kingdom, as when it is said to Christ, "The staff of righteousness is the staff of your kingdom." Sometimes it signifies strength, as in the saying, "The Lord will send forth a staff of power from Zion, and you will rule in the midst of your enemies." It is also understood at times as discipline and pastoral knowledge. For it is said again through the voice of a prophet to the Son, "Shepherd your people with the staff of your tribe, the sheep of your inheritance." But in the present passages the staffs signify for us modes of pastoral knowledge and a twofold form of instruction, according to what seems blameless. And the chief shepherd of all, "who laid down his soul for the sheep," that is, Christ, receives the staffs in order to shepherd his own sheep with them. For formerly—that is, before the times of the incarnation—being God and lawgiver, the Word from God the Father grazed Israel, using, as it were, one staff, the instruction according to the law. For he said somewhere through the voice of a prophet to him, "I shepherded you in the wilderness." But since he became man like us, he receives two staffs. For he distributes, as it were, to his own worshippers—those justified through faith, evidently, and sanctified in Spirit—both legal and evangelical
θεσπίσμασιν, οὐ βουθυτεῖν ἀναπείθων, οὔτε μὴν ταῖς κατὰ νόμον προσαγωγαῖς προσ- κεῖσθαι διδάσκων· ποιεῖσθαι δὲ μᾶλλον προστεταχὼς τῆς ἐν Πνεύματι λατρείας τὴν δύναμιν εἰς ἀναιμάκτου θυσίας τρόπον. μετατέθειται γὰρ ἡ σκιὰ πρὸς ἀλήθειαν, καὶ μετα- κεχάρακται τὰ ἐν τύποις εἰς ἀστειότητα πολιτείας τῆς ἐν Χριστῷ τε καὶ εὐαγγελικῆς. ὀνόματα δὲ ταῖς ῥάβδοις, τῇ μὲν μιᾷ Κάλλος, ἥτις ἐστὶ διαθήκη νέα καλὴ καὶ ἀξιοθαύ- μαστος, ἣν αὐτὸς λελάληκεν ὁ Υἱός "Ὡραῖος ὢν κάλλει "παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·" ἡ γεμὴν ἑτέρα Σχοί- νισμα, τουτέστι μερὶς, ἵνα νοῶμεν τὸν νόμον, τὸ ἀφορισθὲν τῷ Θεῷ σχοίνισμα παιδαγωγεῖν εἰωθότα. γέγραπται γὰρ ὅτι " Οτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, "ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ "ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· σχοίνισμα "κληρονομίας αὐτοῦ Ἰσραήλ." ταύταις δὴ οὖν ταῖς δυσὶ ῥάβδοις ὁ μέγας ἀρχιποίμην κατανεμήσειν ἐπαγγέλλεται τὰ ἑαυτοῦ πρόβατα, καὶ ἀτρεκὴς ὁ λόγος. συνεκόμισε γὰρ εἰς μίαν αὐλὴν τούς τε ἐξ Ἰσραὴλ, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν, νομικήν τε ἅμα καὶ εὐαγγελικὴν παίδευσιν αὐτοῖς παρατιθεὶς εἰς τρυφὴν, καὶ οἷά τινα πόαν πνευματικὴν χορηγῶν εἰς μέθεξιν, καὶ καταπιαίνων πλουσίως τὰς τῶν ἁγίων ψυχάς. Καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτοὺς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ. καὶ εἶπα Οὐ ποιμανῶ ὑμᾶς·
oracles, not persuading to sacrifice oxen, nor teaching to adhere to the legal offerings, but having commanded rather to make the power of worship in Spirit into a form of bloodless sacrifice. For the shadow has been transferred to truth, and the things in types have been recast into the refinement of the polity in Christ and the Gospel. And he gives names to the staffs: to one, Beauty, which is the New Covenant, beautiful and admirable, which the Son himself has spoken, "being beautiful in form beyond the sons of men"; the other is Measuring-Rope, that is, portion, so that we may understand the Law, the portion set apart for God, accustomed to educate. For it is written that "When the Most High divided the nations, as he scattered the sons of Adam, he set boundaries of nations according to the number of the angels of God, and the portion of the Lord became his people Jacob; the measuring-rope of his inheritance, Israel." So then, with these two staffs the great chief-shepherd promises to pasture his sheep, and the word is true. For he gathered into one fold both those from Israel and those from the nations, setting before them both legal and evangelical instruction for delight, and supplying like some spiritual pasture for participation, and richly fattening the souls of the saints. And I will remove the three shepherds in one month, and my soul will be burdened over them, for their souls howled at me. And I said, I will not shepherd you.
τὸ ἀποθνῆσκον ἀπο- θνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.9 Ἀναδειχθέντος γὰρ ἤδη τοῦ ἀληθινοῦ τε καὶ ἀγαθοῦ ποιμένος, ἦν δήπου καὶ μάλα εἰκὸς, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαῖον, ἐκ μέσου ψευδοποίμενας, τουτέστι τοὺς τῶν γενέσθαι λοιπὸν τοὺς μισθωτοὺς καὶ Ἰουδαίων κατὰ νόμον καθηγητάς· ὧν οἱ μὲν "κατέσφαζον τὰ πρόβατα καὶ οὐ "μετεμέλοντο" οἱ δὲ δὴ "πωλοῦντες αὐτὰ ἔλεγον Εὐλο- "γητὸς Κύριος καὶ πεπλουτήκαμεν." εἶτα τί δήποτε, φαίη τις ἂν, ποιμένας αὐτοὺς ὀνομάζει τρεῖς, τίνα δὲ τρόπον ἐξαίρον- ται καθά φησιν ἐν μηνὶ ἑνὶ, φέρε δὲ λέγωμεν, τὰ ἐκ τῶν ἱερῶν γραμμάτων παρατιθέντες εἰς πίστιν. οἶμαι δὴ οὖν ὅτι τρεῖς ὀνομάζει ποιμένας, τούς τε κατὰ νόμον ἱερατεύοντας, καὶ τοὺς τεταγμένους κριτὰς τοῦ λαοῦ· καὶ προσέτι τούτοις τοὺς γραμματοεισαγωγεῖς ἤτοι τοὺς νομικούς. κατεβό- σκοντο γὰρ ὥσπερ οὗτοι τὸν Ἰσραήλ. καὶ οἱ μὲν τὴν τῆς ἱερωσύνης ἔχοντες δόξαν, ἐκ μόνης ἦσαν τῆς φυλῆς Λευὶ, καὶ περὶ αὐτῶν ἔφη Μωυσῆς "Χείλη ἱερέως φυλάξεται "κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ·" οἱ δὲ δὴ λαχόντες τοῦ κρίνειν τὴν ἐξουσίαν, ἀπόλεκτοι μὲν καὶ αὐτοὶ, πλὴν ἐκ πάσης ἀνεδείκνυντο φυλῆς· κατὰ τὸν ἴσον δὲ οἶμαι τρόπον οἵ τε γραμματοεισαγωγεῖς, ἤγουν, καθάπερ ἔφην ἀρτίως, οἱ νομικοὶ, τοῖς εἰς τὸ κρίνειν τεταγ- μένοις ἀεὶ προσεδρεύοντες, καὶ τὰ τοῦ νόμου γράμματα παρακομίζοντες εἰς ἀπόδειξιν τὴν ἐφ' ἑκάστῳ πράγματι.
Let the dying die, and the failing fail, and the remnants each devour the flesh of their neighbor. For since the true and good shepherd has already been revealed, it was indeed quite fitting, or rather already necessary, that the false shepherds be removed from the midst, that is, the hired ones and the Jewish teachers according to the law, of whom some "slaughtered the sheep and did not repent," while others "selling them said, 'Blessed is the Lord, and we have grown rich.'" Then, someone might ask, why does he name three shepherds, and in what manner are they removed, as he says, in one month? Let us, if you will, set forth the evidence from the sacred writings for confirmation. I think, then, that he names three shepherds: those who served as priests according to the law, those appointed as judges of the people, and in addition to these, the grammateisagogeis, that is, the legal experts. For these, as it were, fed upon Israel. And those who held the dignity of the priesthood were from the tribe of Levi alone, and concerning them Moses said, "The lips of a priest shall guard judgment, and they shall seek the law from his mouth." And those who obtained the authority to judge were themselves also select, but were appointed from every tribe. And in the same way, I think, the grammateisagogeis, or, as I just said, the legal experts, always attended upon those appointed to judge, bringing forward the letters of the law for demonstration in each matter.
ὅτι μὲν οὖν, ὡς ἔφην, οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ ἐκ μόνης ἦσαν τῆς τοῦ Λευὶ φυλῆς, οὐδενὸς ἂν δέοιτο πρὸς ἀπόδειξιν λόγου. ὅτι δὲ καὶ ἐκ πάσης φυλῆς ἀπολέγδην οἱ κρίνοντες, ὡς νομομαθεῖς ἐλαμβάνοντο, πληροφορήσει λέγων ὁ μακάριος Μωυσῆς ἐν τῷ Δευτερονομίῳ τοῖς υἱοῖς Ἰσραήλ "Κριτὰς καὶ γραμματοεισαγωγεῖς καταστήσεις "σεαυτῷ ἐν πάσαις ταῖς πόλεσί σου αἷς Κύριος ὁ Θεός "σου δίδωσί σοι κατὰ φυλὰς, καὶ κρινοῦσι τὸν λαὸν κρίσιν "δικαίαν· οὐκ ἐκκλινοῦσι κρίσιν, οὐκ ἐπιγνώσονται πρόσ2.459 "ωπον, οὐδὲ λήψονται δῶρα· τὰ γὰρ δῶρα ἐκτυφλοῖ "ὀφθαλμοὺς σοφῶν καὶ ἐξαίρει λόγους δικαίων." ἀφῖκται γεμὴν εἰς τὸ φάναι τε τὰ τοιάδε, καὶ δὴ καὶ χρῆναι πληροῦν προστάξαι Μωυσῆς, ἑπόμενος μὲν ὁμολογουμένως θείοις τε καὶ ἀπορρήτοις νεύμασιν, οὐκ ἀτιμάσας δὲ βουλὴν τοῦ Ἰοθὸρ, ὃς ἦν αὐτῷ καὶ γαμβρός· γέγραπται γὰρ ὅτι "Καὶ "ἐγένετο τῇ ἐπαύριον συνεκάθισε Μωὺσῆς κρίνειν τὸν "λαὸν, παριστήκει δὲ πᾶς ὁ λαὸς Μωυσῇ ἀπὸ πρωΐθεν "ἕως ἑσπέρας· καὶ ἰδὼν ὁ Ἰοθὸρ πάντα ὅσα ἐποίει τῷ λαῷ "λέγει Τί τοῦτο
Now that, as I said, the ministers of the divine altars were from the tribe of Levi alone, no argument would be needed for proof. But that judges were taken from every tribe indiscriminately, as those learned in the law, the blessed Moses will confirm by saying in Deuteronomy to the sons of Israel: "You shall appoint judges and scribes for yourself in all your cities which the Lord your God gives you according to the tribes, and they shall judge the people with righteous judgment; they shall not pervert judgment, they shall not show favor, nor shall they take bribes; for bribes blind the eyes of the wise and overturn the words of the just." Indeed, Moses went so far as to say such things and even to command that they be fulfilled, following, as is agreed, divine and ineffable promptings, but not disregarding the counsel of Jethro, who was also his father-in-law; for it is written: "And it came to pass on the next day that Moses sat down to judge the people, and all the people stood before Moses from morning until evening; and Jethro, seeing everything that he did for the people, says, 'What is this?'
σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι "μόνος, πᾶς δὲ ὁ λαὸς παριστήκει σοι ἀπὸ πρωΐθεν ἕως "δείλης;" εἶτα φάσκοντος τοῦ Μωυσέως ὅτι, τοῦ κρίνειν ἕνεκα δικαίως καὶ ἐννόμως, αἱρετὸν ποιεῖται τὸν ἐπὶ τῷδε πόνον, ἔφη πάλιν ὁ Ἰοθόρ "Νῦν οὖν ἄκουσόν μου καὶ "συμβουλεύσω σοι, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ. γένου "σὺ τῷ λαῷ τὰ πρὸς τὸν Θεὸν, καὶ ἀνοίσεις τοὺς λόγους "αὐτῶν πρὸς τὸν Θεὸν, καὶ διαμαρτύρῃ αὐτοῖς τὰ προσ- "τάγματα τοῦ Θεοῦ καὶ τὸν νόμον αὐτοῦ, καὶ σημανεῖς "αὐτοῖς τὰς ὁδοὺς ἐν αἷς πορεύσονται ἐν αὐταῖς καὶ τὰ "ἔργα ἃ ποιήσουσιν. καὶ σὺ σαυτῷ σκέψαι ἀπὸ παντὸς "τοῦ λαοῦ ἄνδρας δυνατοὺς, θεοσεβεῖς, ἄνδρας δικαίους, "μισοῦντας ὑπερηφανίαν, καὶ καταστήσεις αὐτοὺς ἐπ' αὐ- "τῶν." εἶτα τί φησιν τὸ γράμμα τὸ ἱερόν; "Ἤκουσε "δὲ Μωυσῆς τοῦ γαμβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν, "καὶ ἐπελέξατο Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς "̓Ισραὴλ, καὶ ἐποίησεν αὐτοὺς ἐπ' αὐτῶν χιλιάρχους καὶ "ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους, καὶ "ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὧραν· πᾶν δὲ ῥῆμα ὑπέρογκον "ἀνεφέροσαν πρὸς Μωυσῆν, πᾶν δὲ ῥῆμα ἐλαφρὸν ἔκρινον "αὐτοί." τρεῖς οὖν ἄρα ποιμένες, ἱερεῖς τε καὶ κριταὶ καὶ τῶν νομικῶν γραμμάτων ἐπιστήμονες, τουτέστιν οἱ νομικοί. Εὑρήσομεν δὲ καὶ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ταλανίζοντα διῃρημένως Φαρισαίους τε καὶ γραμ- ματέας καὶ νομικούς. ἔφασκε γάρ "Οὐαὶ ὑμῖν γραμματεῖς "καὶ Φαρισαῖοι." ταῦτα δὲ λέγοντι προσυπήντα τις αὐτῷ τῶν νομικῶν, λέγων "Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς "ὑβρίζεις.
You do to the people? Why do you sit "alone, while all the people stand before you from morning until evening?" Then when Moses said that for the sake of judging justly and lawfully he chooses this labor, Jethro said again, "Now then, listen to me and I will advise you, and God will be with you. Be to the people what pertains to God, and you will bring their words to God, and you will declare to them the commandments of God and his law, and you will show them the ways in which they shall walk and the works they shall do. And for yourself, select from all the people capable men, God-fearing, just men, hating arrogance, and you will set them over them." Then what does the sacred text say? "Moses heard his father-in-law and did everything he told him, and Moses chose capable men from all Israel, and made them over them chiliarchs and hekatontarchs and pentekontarchs and dekadarchs, and they judged the people every hour; every weighty matter they referred to Moses, and every light matter they judged themselves." There are therefore three shepherds: priests, and judges, and those learned in the legal writings, that is, the lawyers. And we will find that our Lord Jesus Christ himself separately laments Pharisees and scribes and lawyers. For he said, "Woe to you, scribes and Pharisees." And when he said this, one of the lawyers approached him, saying, "Teacher, by saying this you insult us as well.
ὁ δὲ εἶπέ φησι Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, "ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ "αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορ- "τίοις." οἶδα μὲν οὖν ὅτι καὶ οἱ βασιλεύοντες κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ἐκ τῆς Ἰούδα φυλῆς τάξιν ἀπεπλήρουν ποιμένων τοῖς ὑπὸ χεῖρα λαοῖς. ἐπειδὴ δὲ γεννηθέντος Χριστοῦ τὸ τῶν βασιλέων ἐκλελοίπει γένος, ἤγουν ἐκβέ- βλητο τῆς ἡγεμονίας· ἦρχον γὰρ τῆς Ἰουδαίας τὸ τηνικάδε, Ἡρώδης τε ὁ Ἀντιπάτρου παῖς Ἀσκαλωνίτης, καὶ Πόντιος Πιλάτος· σεσιγήκαμεν ἀναγκαίως τοὺς ἐκ τῆς Ἰούδα φυλῆς. ὅτι γὰρ ἐκλελοίπεσαν γεννηθέντος Χριστοῦ, πληροφορήσει τὸ γεγραμμένον "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγού- "μενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα "αὐτῷ, καὶ Αὐτὸς ἔσται προσδοκία ἐθνῶν." οὐκοῦν ἐπειδή- περ ἀφῖκτο καὶ γεγέννητο λοιπὸν ἡ τῶν ἐθνῶν προσδοκία, τούτεστι Χριστὸς, ἐκλέλοιπεν ἀναγκαίως ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ. Τρεῖς δὴ οὖν, ὡς ἔφην, ποιμένες, ἱερεῖς τε καὶ κριταὶ καὶ νομοδιδάσκαλοι, οἳ καὶ μεμενήκασιν ἐν ταῖς ἰδίαις ἀρχαῖς, ἤγουν τάξεσί τε καὶ τόποις, καὶ μέχρι καιρῶν τῆς ἐπιδημίας. οὗτοι καὶ ἐξαίρονται, καὶ μάλα δικαίως, ἐν μηνὶ ἑνί. ἐπειδὴ γὰρ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ταύτῃτοι καὶ ἀποκεί- ρονται, καὶ ὡς ἐν μηνὶ τῶν νέων, καθ' ὃν τὴν ὑπὲρ ἡμῶν ὑπομεμένηκε σφαγὴν ὁ Ἐμμανουήλ. μεμενήκασι μὲν γὰρ διοικοῦντες ἔτι τὸν Ἰσραὴλ καὶ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, ἀνεξικακοῦντος ἔτι καὶ ἐποικτείροντος αὐτοὺς τοῦ πάντων κρατοῦντος Θεοῦ, καὶ καλοῦντος εἰς μετάγνωσιν·
He said, "Woe to you lawyers as well, because you burden people with unbearable burdens, and you yourselves do not touch the burdens with even one of your fingers." Now I know that those who reigned at times in Jerusalem from the tribe of Judah fulfilled the office of shepherds for the peoples under their hand. But since after Christ was born the line of kings had ceased, that is, had been cast out of rule—for at that time Herod the son of Antipater the Ascalonite and Pontius Pilate ruled Judea—we have necessarily passed over in silence those from the tribe of Judah. For that they had ceased after Christ was born, the scripture will fully assure: "A ruler from Judah and a leader from his loins will not fail until what is reserved for him comes, and He himself will be the expectation of the nations." Therefore, since the expectation of the nations, that is Christ, had arrived and been born, a ruler from Judah and a leader from his loins necessarily ceased. So then, as I said, three shepherds—priests, judges, and teachers of the law—who remained in their own offices, that is, orders and places, until the times of the advent. These are also taken up, and quite justly, in one month. For since they killed the author of life, they are also cut off, as in the month of the new ones, in which Emmanuel underwent slaughter for us. For they remained still governing Israel even after the Savior's cross, while the all-ruling God, still being patient and pitying them, called them to repentance.
ἐξῃρῆσθαι δέ φαμεν αὐτοὺς ὅσον ἧκεν εἰπεῖν εἰς τὴν ἐπὶ τοῦτο ψῆφον γεγενημένην παρὰ Θεοῦ, κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν, ὡς ἔφην, καὶ σταυρῷ παραδεδώκασι τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτήν. ἐξῄρηνται τοιγαροῦν ἐν μηνὶ ἑνί. Καὶ τὰ μὲν τῶν ποιμένων ἐν τούτοις· τὸ δέ γε ἐπ' αὐτοῖς τοῖς θρέμμασι κρῖμα τό Οὐ ποιμανῶ ὑμᾶς, καὶ τό Εἴπερ ἕλοιντο, κατεσθιειν τε καὶ καταδάκνειν ἄλληλα, καὶ ἁπάσης δίχα φειδοῦς συνθραύσειν τε καὶ δαπανᾶν. ἐπειδὴ γὰρ ἐκβέβληνται τῆς θείας αὐλῆς, καὶ τῆς τοῦ πάντων ἀρχι- ποίμενος οὐκ ἠξίωνται φειδοῦς, αὐτά τε ἄλληλα κατεδήδοκε, καὶ τοῖς διαρπάζειν ἐθέλουσιν, ἑτοιμοτάτη δέδοται θήρα. ἔφη δὲ δὴ, καὶ μάλα εἰκότως, περὶ τῶν τριῶν ποιμένων, τῶν καὶ ἐξῃρημένων ἐν μηνὶ ἑνὶ, ὅτι βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτοὺς, τουτέστι βαρεῖαν ἐπ' αὐτοὺς ἐποίσω τὴν δίκην, ὅτι καὶ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ. θηρῶν γὰρ ἀγρίων διαφέροντες οὐδὲν, ἐπεπήδων τε
πλειστάκις Χριστῷ, καὶ τελευτῶντες προσῆγον Πιλάτῳ λέγοντες "Αἶρε, αἶρε, σταύ2.462 "ρου αὐτόν." μέμνηται δὲ τούτου καὶ διὰ φωνῆς Ἱερεμίου λέγων "Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονο- "μίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας "ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν "δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα "αὐτήν." Καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀποῤῥίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς·
We say that they were removed insofar as it pertains to the vote that had been cast concerning this by God, at that time when, as I said, they also handed over the Savior and Redeemer of all to the cross. They were removed, therefore, within one month. And such are the matters concerning the shepherds. But the judgment upon the flocks themselves is this: "I will not shepherd you," and "If they should choose to devour and bite one another, and to crush and consume without any restraint." For since they have been cast out of the divine fold and have not been deemed worthy of the mercy of the Chief Shepherd of all, they have devoured one another, and to those who wish to plunder, the most ready prey has been given. He said, and quite reasonably, concerning the three shepherds who were removed in one month, that "my soul will be burdened over them," that is, I will bring heavy punishment upon them, because their souls howled against me. For differing in nothing from wild beasts, they repeatedly rushed upon Christ, and finally brought him to Pilate saying, "Away, away, crucify him." He also mentions this through the voice of Jeremiah, saying, "I have abandoned my house, I have left my inheritance, I have given my beloved soul into the hands of her enemies. My inheritance became to me like a lion in the thicket, it raised its voice against me, therefore I hated it. And I will take my beautiful staff, and I will cast it away to scatter my covenant which I made with all the peoples.
καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα διότι λόγος Κυρίου ἐστί.9 Ῥάβδον μὲν ὀνομάζει καλὴν, τὴν διὰ τῆς εὐαγγελικῆς μυσταγωγίας παίδευσιν, τὴν ἐξαίρετον ἐν ὡραϊσμῷ, δῆλον δὲ ὅτι τῷ νοητῷ. τὸ δὲ δὴ καὶ ἀποῤῥίψαι καὶ διασκεδάσαι λέγειν αὐτὴν, ὑπεμφήνειεν ἂν, κατά γε τὸ εἰκὸς, οὐχ ὅτι καὶ ἀποπέμψεται καὶ σκορπιεῖ, παραλύων αὐτὴν, ἤγουν ὡς ἄχρη- στον ἀφανίζων· πολλοῦ γε καὶ δεῖ· φαίην δ' ἂν μᾶλλον ἐκεῖνο χρῆναι νοεῖν ἡμᾶς. οἱ γάρτοι ποιμνίων ἐπιστατεῖν εἰωθότες, εἰ δήπου θεάσαιντο τῶν προβάτων τινὰ τῆς ἀγέλης ἀποσκιρτή- σαντα, γεγονότα τε τῶν ἄλλων ὡς ἀπωτάτω, τότε δὴ πάντως ἐπ' αὐτὰ τὴν ῥάβδον ἱέντες, μετασοβοῦσιν εὐθέως εἴς γε τὸ ἑλέσθαι δεῖν συναγελάζεσθαι τοῖς ἄλλοις. τετήρηκε τοίνυν τῆς προφητείας ὁ λόγος τῇ τῶν ποιμένων ἐπιστήμῃ τὸ εἰωθός. ἀποῤῥιφήσεσθαι γάρ φησιν τὴν ῥάβδον τὴν καλὴν, τουτέστι καὶ τοῖς ἀπωτάτω πεμφθήσεσθαι, δῆλον δὲ ὅτι τοῖς ἔθνεσιν, αὐτοὶ γὰρ ἦσαν οἱ μακρὰν, πλὴν γεγόνασιν ἐγγὺς διὰ τῆς πίστεως. ἀποῤῥιφήσεσθαι δέ φησιν οὕτω τὴν ῥάβδον, ὡς ἀνὰ πᾶσαν αὐτὴν σκεδασθῆναι τὴν γῆν, ἤγουν διανεμηθῆναι, καὶ οἷον ἐσκορπίσθαι δοκεῖν πανταχῆ τὸν περὶ Χριστοῦ λόγον, ἤτοι τὸ κήρυγμα τὸ εὐαγγελικόν.
And it will be scattered on that day, and the Canaanites will know the sheep that are guarded, because it is the word of the Lord. He calls the rod "good," that is, the instruction through evangelical mystagogy, which is exceptional in beauty—clearly in the intellectual sense. But to say that he will both cast away and scatter it would suggest, reasonably, not that he will send it away and disperse it, dissolving it, or rather destroying it as useless—far from it. I would rather say that we must understand this. For those accustomed to overseeing flocks, if they should see some of the sheep straying from the herd and becoming as far away as possible from the others, then they certainly cast the rod at them, immediately turning them back so that they must choose to congregate with the rest. Therefore, the word of the prophecy preserves the custom of the shepherds' art. For it says that the good rod will be cast away, that is, it will be sent even to those farthest away—clearly to the nations, for they were the distant ones, but they have become near through faith. And it says the rod will be cast away in this manner, as if it were scattered over the whole earth, that is, distributed, and so to speak, the word concerning Christ, or the evangelical proclamation, seems to be dispersed everywhere.
σκεδα- σθήσεται γάρ φησιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τουτέστι κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν πατήσας τοῦ θανάτου τὸ κράτος ἀναβιῴη Χριστὸς, εἴπῃ τε τοῖς ἁγίοις ἀποστόλοις "Πορευ- "θέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς "εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου "Πνεύματος." τότε γὰρ ἅπασαν τὴν ὑπ' οὐρανὸν ὁ τοῦ Σωτῆρος ἡμῶν περιπεφοίτηκε λόγος· καὶ ἀτρεκὲς εἰπεῖν περὶ τῶν ἁγίων ἀποστόλων ὡς "Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ "φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ "ῥήματα αὐτῶν." ὅτι δὲ οὐκ ἀνόνητον τοῖς ἔθνεσι τὸ ἀποῤῥιφῆναί τε καὶ κατασκεδασθῆναι τὴν γῆν, ἤγουν δια- νεμηθῆναι καὶ ἐν ταῖς ἑαυτῶν χώραις τὴν ῥάβδον τὴν καλὴν, ἤτοι τὴν διαθήκην ἣν οὐκέτι πρὸς μόνον τὸν Ἰσραὴλ, διέθετο δὲ μᾶλλον πρὸς πάντα τὰ ἔθνη, καταθρήσαιμεν ἂν, καὶ λίαν ἀμογητὶ, τὸν τῆς προφητείας συνιέντες λόγον· γνώσονται γάρ φησιν οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα, διότι λόγος Κυρίου ἐστί. Χαναναίους μὲν γὰρ τὰ ἔθνη φησί. νοηθεῖεν δ' ἂν οὗτοι τὰ πρόβατα τὰ φυλασσόμενα. τετήρηνται γὰρ τῷ Χριστῷ, καὶ γάρ ἐστιν Αὐτὸς ἡ τῶν ἐθνῶν προσδοκία. ἐπειδὴ δὲ κατεσκεδάσθη καὶ ἐν ταῖς ἑαυτῶν χώραις ἡ πρὸς πάντας διαθήκη, πεπιστεύκασιν ὅτι Λόγος Κυρίου ἐστί. διατεθείμεθα γὰρ οἱ ἐξ ἐθνῶν κεκλημένοι διὰ τῆς πίστεως, ὅτι Θεὸς ὢν καὶ ἐκ Θεοῦ κατὰ φύσιν γεγεννημένος τε καὶ ὑπάρχων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, αὐτὸς ἡμῖν δι' ἑαυτοῦ τοὺς θείους τε καὶ εὐαγγελικοὺς προσπεφώνηκε νόμους.
It will be scattered, he says, on that day, that is, at that time when Christ, having trampled upon the power of death, would come to life again and say to the holy apostles, "Go, disciple all the nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit." For then the word of our Savior went throughout the whole world under heaven; and it is true to say of the holy apostles that "Their utterance went out into every land, and their words to the ends of the inhabited world." And that it was not without benefit for the nations that the land was cast off and scattered, that is, that the good rod, namely the covenant which was no longer only for Israel but was rather established for all the nations, was distributed also in their own countries, we would perceive, and very easily, understanding the meaning of the prophecy: "For the Canaanites," he says, "will know the sheep that are guarded, because it is the word of the Lord." For by "Canaanites" he means the nations. These would be understood as the sheep that are guarded. For they have been kept for Christ, and indeed He is the expectation of the nations. And since the covenant for all was scattered also in their own countries, they have believed that it is the word of the Lord. For we who are called from the nations have been established through faith that the Only-begotten Word of God, being God and born of God by nature and existing as such, has Himself proclaimed to us the divine and evangelical laws through Himself.
ταύτῃτοι προσκεκυνήκαμεν αὐτῷ, καὶ αὐτῷ λατρεύομεν, τὴν ἀρχαίαν ἐκείνην καὶ ἀκλεᾶ μεταθέντες ἀπάτην, καὶ ἐκ πολυθέου δόξης μετενηνεγμένοι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ πρὸς αὐτὸν ὑμνούμενον "Πάντα τὰ ἔθνη ὅσα ἐποίησας "ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου Κύριε." "Ἐν "γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπου"ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα "ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν "Θεοῦ Πατρός." Καὶ ἐρῶ πρὸς αὐτούς Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε στή- σαντες τὸν μισθόν μου ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. καὶ εἶπε Κύριος πρὸς μέ Κάθες αὐτοὺς εἰς τὸ
χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον.9 Διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, ἤτοι διὰ τῆς ῥάβδου τῆς καλῆς, τουτέστι τῆς ἐξαιρέτου παιδείας, τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς πεπαιδεύμεθα τὸ μυστήριον. ἀκηκόαμεν γὰρ καὶ πεπιστεύκαμεν, ὅτι Θεὸς ὢν, ὡς ἔφην, ὁ ἐκ Θεοῦ Πατρὸς "Λόγος, γέγονε σὰρξ καὶ ἐσκήνωσεν "ἐν ἡμῖν," καθίκετο δὲ καὶ ἐν δούλου μορφῇ, ὑπάρχων δὲ καὶ ἐν μορφῇ καὶ ἐν ἰσότητι τοῦ γεγεννηκότος, γέγονεν "ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·" καὶ "πλού- "σιος ὢν ἐπτώχευσε δι' ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ "πλουτήσωμεν." ἐξείλατο γὰρ ἡμᾶς τῶν τοῦ θανάτου δεσμῶν, ἀπήλλαξεν ἁμαρτίας, υἱοὺς ἀπέφηνε Θεοῦ· καὶ τί γὰρ οὐχὶ δεδώρηται τῶν ἀγαθῶν; ἐγνώκαμεν δὲ πρὸς τούτοις, ὅτι καὶ τιμῆς ἠγοράσμεθα·
In this we have worshipped him, and we serve him, having set aside that ancient and inglorious deception, and having been transferred from polytheistic belief. And this, then, was what was sung to him through the voice of David: "All the nations that you have made will come and worship before you, Lord." "For in the name of Jesus Christ every knee will bend, of heavenly, earthly, and subterranean beings, and every tongue will confess that Lord Jesus Christ is to the glory of God the Father." And I will say to them: If it is good in your sight, give me my wages, having set them, or renounce them; and they set my wages at thirty silver pieces. And the Lord said to me: Put them into the furnace, and see if it is genuine, in the way that I was tested for their sake. And I took the thirty silver pieces and threw them into the house of the Lord, into the furnace. Through the evangelical ordinances, that is, through the good rod, meaning the exceptional instruction, we have been taught the mystery of the incarnate economy of the Only-Begotten. For we have heard and believed that, being God, as I said, the Word from God the Father, he became flesh and dwelt among us, and he also came in the form of a servant, and while being in form and equality with the one who begot him, he became "obedient unto death, even death by the cross"; and "being rich, he became poor for our sake, so that we might be enriched by his poverty." For he delivered us from the bonds of death, freed us from sin, declared us sons of God; and what good thing has he not bestowed? Moreover, we have learned that we were bought at a price.
"οὐ φθαρτοῖς, ἀργυρίῳ "ἢ χρυσίῳ· ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ "ἀσπίλου Χριστοῦ," οὕτω τε λοιπὸν αὐτῷ τὴν οἰκείαν ἐπωφλήσαμεν ζωήν. εἰ γὰρ "Εἷς ὑπὲρ πάντων ἀπέθανεν, "ἄρα οἱ πάντες ἀπέθανον" ἐν αὐτῷ, καὶ ζῆν ὀφείλομεν ἑαυτοῖς μὲν, οὐκέτι, κατά γε τὸν εἰκότα καὶ ὀρθῶς ἔχοντα λόγον, μᾶλλον δὲ "τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι." καὶ ταύτῃτοί φησιν Εἰ καλὸν ἐνώπιον ὑμῶν· δῆλον δὲ ὅτι τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον· εἰ σέσωσθε δι' αὐτοῦ καὶ πεπράχατε δεξιῶς, ἐγνώκατε δέ με Σωτῆρα καὶ λυτρωτὴν, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνατλάντα θάνατον, δότε στήσαντες, τουτέστιν ὁρίσαντες, τὸν μισθόν μου ἢ ἀπείπασθε. πλὴν εὐγνώμονες οἱ ἐξ ἐθνῶν. ἔστησαν γὰρ τὸν μισθὸν παρισούμενον μὲν οὐδαμῶς· ἐοικότα δέ πως οἷς ἐσχήκαμεν παρ' αὐτοῦ. ὥσπερ γὰρ ἀπέθανεν ὑπὲρ ἡμῶν, οὕτω καὶ ἡμεῖς τεθείκαμεν τὰς ψυχὰς ὑπὲρ τῆς εἰς αὐτὸν γνησιότητος καὶ ἀγάπης· πρέποι δ' ἂν λέγειν τοῖς ἁγίοις μάρτυσι "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; "θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ "κίνδυνος ἢ μάχαιρα;" νενίκηκε γὰρ οὐδὲν τῶν ἁγίων τὴν εὐψυχίαν. οὐκοῦν ἡ τῶν παρὰ Χριστοῦ γεγονότων εἰς ἡμᾶς ὁμοιότης ὑποφαίνεταί πως, διὰ τοῦ δεδόσθαι λέγειν εἰς μισθὸν αὐτῷ τριάκοντα ἀργυροῦς. ὁ μὲν γὰρ προδότης καὶ βδελυ- ρώτατος ἀληθῶς καὶ θεομισὴς Ἰούδας, τριάκοντα δηνάρια λαβὼν, προὔδωκε τοῖς φονῶσι Χριστὸν, καὶ τὸν τῆς σωτη- ρίας ἡμῶν καταπέπρακεν ἀρχηγὸν τοῖς ἀλιτηρίοις.
Not with perishable things, with silver or gold, but with the precious blood of Christ as of a spotless and undefiled lamb, we have thus paid him our own life. For if one died for all, then all died in him, and we ought to live no longer for ourselves, according to the fitting and correct account, but rather for the one who died and rose for us. And this is what he says: "If it is good in your sight"—clearly the mystery of the economy in the flesh—"if you have been saved through him and have fared well, and have come to know me as Savior and Redeemer, and the one who underwent death for the life of all, then set, that is, determine, my reward, or renounce it." Yet the Gentiles were grateful. For they set the reward, though in no way equal, yet somehow resembling what we have received from him. For just as he died for us, so we have laid down our lives for the sake of genuineness and love toward him. And it would be fitting to say to the holy martyrs: "What will separate us from the love of Christ? Distress or narrowness or persecution or famine or nakedness or danger or sword?" For none of these has overcome the courage of the saints. Thus the likeness of what has come from Christ to us is somehow indicated, through the fact that it is said that thirty silver pieces were given to him as a reward. For the traitor, truly abominable and god-hated Judas, having received thirty denarii, betrayed Christ to those who thirsted for his blood, and sold the author of our salvation to the malefactors.
προσεκο- μίσθησαν δὲ παρὰ τῶν ἐθνῶν εἰς μισθὸν αὐτῷ τριάκοντα ἀργυροῖ, οἳ καὶ καθίενται Θεοῦ προστάττοντος εἰς τὸ χωνευτή- ριον, εὖ μάλα δοκιμαζόμενοι, καθὰ καὶ αὐτὸς ὁ Χριστὸς ἐδοκιμάσθη ὑπὲρ ἡμῶν. ἔσται γὰρ ἡμῶν οὐκ ἀζήτητος ἡ πίστις παρά γε τῷ πάντα εἰδότι Θεῷ· οὔτε μὴν ἀβασάνιστος ὁ βίος· ἀλλ' ᾗ φησιν ὁ μακάριος Παῦλος "ἑκάστου τὸ "ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει." γέγραπται δὲ καὶ περὶ Χριστοῦ ὅτι "Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν "αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης "ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ. "καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστή- "σεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς "πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται "χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ "χρυσίον." ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαυεὶδ, ὡς ἐκ προσώπου παντὸς τοῦ πιστεύσαντος εἰς Χριστὸν, καὶ ζῆν ἐθέλοντος εὐαγγελικῶς "Δοκίμασόν με, Κύριε, καὶ "πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν "μου." πλὴν ὅτι τὸ χωνευτήριον ἐν οἴκῳ Κυρίου, φησὶν ὁ Προφήτης. δοκιμάζει γὰρ ἡ Ἐκκλησία Χριστοῦ τὸν ἑκάστου τρόπον καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὸ γνήσιον, καὶ "δια- "κρίσεις ἔχουσα πνευμάτων," οἶδεν ἀκριβῶς, τίς μὲν ἐν Ἁγίῳ Πνεύματι λαλεῖ Κύριον ὀνομάζων Ἰησοῦν, τίς δὲ δὴ καὶ ἐν Βεελζεβοὺλ, ἀνάθεμα λέγων αὐτόν· καὶ τίνες μὲν "οἱ ἀληθινοὶ προσκυνηταὶ," τίνες δὲ αὖ οἱ ὡς "ἐν "ἐνδύμασι προβάτων" πρὸς ἡμᾶς ἐρχόμενοι "λύκοι." Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι
Thirty silver coins were brought to him from the nations as payment, and they are cast into the furnace at God's command, being well tested, just as Christ himself was tested for our sake. For our faith will not be unexamined by the all-knowing God, nor will our life be untested; but as the blessed Paul says, "The fire itself will test what each person's work is like." It is also written concerning Christ: "Suddenly the Lord whom you seek will come into his temple, and the angel of the covenant whom you desire; behold, he comes, says the Lord Almighty. And who will endure the day of his entrance? Or who will withstand his appearance? For he enters like fire of a furnace and like the soap of washers, and he will be cast down, smelting and purifying like silver and like gold." And the inspired David also sings somewhere, as from the person of everyone who has believed in Christ and wishes to live evangelically: "Test me, Lord, and try me, burn my kidneys and my heart." Yet the furnace is in the house of the Lord, says the Prophet. For the Church of Christ tests each person's character and the genuineness of their love for Christ, and "having discernment of spirits," it knows precisely who speaks of the Lord in the Holy Spirit, naming Jesus, and who speaks in Beelzebul, pronouncing an anathema on him; and who are "the true worshippers," and who are "wolves" coming to us "in sheep's clothing." And I threw away the second rod, the measuring line, to scatter
τὴν διαθήκην ἀνὰ μέσον τοῦ Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἰσραήλ.9 Ῥάβδους ἔφη δύο λήψεσθαι Χριστὸν, οὕτω τε κατα- νεμήσειν ἐν αὐταῖς τὰ οἰκεῖα πρόβατα, δῆλον δὲ ὅτι τῶν διὰ πίστεως κεκλημένων τὴν ἁγίαν πληθύν. καὶ ῥάβδον μὲν εἶναι τὴν καλὴν ἐλέγομεν τὴν παιδείαν, ἤτοι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, τὴν γεμὴν ἑτέραν, τουτέστι τὸ σχοίνισμα, τὴν διὰ Μωυσέως ἐντολὴν, ὡς τῷ σχοινίσματι τῷ ἐκνεμηθέντι Θεῷ· τουτέστι τῷ Ἰσραήλ· δοθεῖσαν εἰς βοήθειαν κατὰ τὴν τοῦ προφήτου φωνήν "Νόμον γάρ φησιν εἰς βοήθειαν "δέδωκεν." ὅτι τοίνυν οὐχὶ δὴ μόνοις τοῖς εὐαγγελικοῖς παιδεύμασιν ἡ τῶν ἐθνῶν ἔμελλε παιδαγωγεῖσθαι πληθὺς, ἀλλὰ γὰρ καὶ αὐταῖς ταῖς πάλαι τε καὶ διὰ Μωυσέως δοθείσαις ἐντολαῖς, μεταπλαττομένης δηλονότι τῆς ἐν νόμῳ σκιᾶς εἰς ἀλήθειαν, καὶ διὰ τῶν προκειμένων ἡμῖν καθίστη- σιν ἐναργές. ὥσπερ γὰρ ἀποῤῥιφῆναί τε καὶ σκεδασθῆναι τὴν καλὴν ἔφη ῥάβδον· διεσπάρη γὰρ ὥσπερ ἐν ταῖς τῶν Χαναναίων χώραις ἡ εὐαγγελικὴ παίδευσις, περιενεχθεῖσα δηλονότι διὰ τῶν ἁγίων ἀποστόλων· οὕτω καὶ ἡ ἑτέρα ῥάβδος, ἤτοι παίδευσις, τουτέστι τὸ σχοίνισμα, ἤγουν ὁ νόμος, ὁ ἐν τάξει διαθήκης παρὰ Θεοῦ τεθεὶς ἀνὰ μέσον τοῦ Ἰούδα καὶ ἀνὰ μέσον τοῦ Ἰσραὴλ, τουτέστι παντὸς τοῦ γένους τοῦ ἐξ Ἰσραήλ· Ἰούδαν μὲν γὰρ ὀνομάζει τὰς ἐν τοῖς Ἱεροσολύμοις δύο φυλὰς, αὐτήν τε τὴν Ἰούδα φημὶ καὶ Βενιαμὶν, Ἰσραὴλ γεμὴν τὰς ἑτέρας δέκα, τὰς ἐν τῇ Σαμαρείᾳ διῳκισμένας ὁμοῦ τῷ Ἱεροβοάμ· δέδοται δὴ οὖν τοῖς ἐκ Χαναὰν καὶ ὁ νόμος· μυσταγωγούμεθα γὰρ, ὡς ἔφην, νομικοῖς τε καὶ εὐαγγελικοῖς θεσπίσμασι·
The covenant between Judah and between Israel. He said that Christ would take two staffs, and thus would distribute among them his own sheep, clearly the holy multitude of those called through faith. And we said that one staff is the good education, that is, the evangelical proclamation, and the other staff, that is, the rope, the commandment through Moses, given as a help to the rope-distributed to God, that is, to Israel, according to the prophet's utterance: "For he says he gave the law as a help." That therefore the multitude of the nations was not to be educated only by evangelical teachings, but also by the commandments themselves given long ago through Moses, with the shadow in the law being transformed into truth, he makes evident through what is set before us. For just as he said the good staff was to be thrown away and scattered—for the evangelical education was scattered, as it were, in the lands of the Canaanites, being carried around, clearly, through the holy apostles—so also the other staff, that is, education, that is, the rope, that is, the law, placed as a covenant by God between Judah and between Israel, that is, the whole race of Israel. For he calls Judah the two tribes in Jerusalem, I mean Judah itself and Benjamin, and Israel the other ten tribes, those settled together with Jeroboam in Samaria. So the law was given also to those from Canaan; for we are initiated, as I said, by both legal and evangelical ordinances.
ταύτῃτοι καὶ ἔφασκεν ὁ Χριστός "Μὴ νομίσητε ὅτι ἦλθον καταλύσαι "τὸν νόμον ἢ τοὺς προφήτας. οὐκ ἦλθον καταλύσαι, ἀλλὰ "πληρῶσαι. λέγω γὰρ ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς "καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ "νόμου, ἕως ἂν πάντα γένηται." πληροῖ γὰρ τὸν νόμον διδάσκων τὰ ὑπὲρ νόμον, καὶ οὐκ ἔξω νόμου τιθεὶς τὸν παιδαγωγούμενον, ὡς ἔν γε τῷ φάναι τυχόν "Ἠκούσατε "ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις, ὃς δ' ἂν φονεύσῃ, "ἔνοχος ἔσται τῇ κρίσει. ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ "ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει." καὶ πάλιν "Ἠκούσατε ὅτι ἐῤῥέθη Οὐ μοιχεύσεις. ἐγὼ δὲ "λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, "ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ." ἀποπεραίνεται γὰρ τό Οὐ φονεύσεις, ὡς ἔν γε τῷ παραιτεῖσθαι καὶ τὴν ὀργὴν, ἣ ῥίζα τέ ἐστι τοῦ φόνου καὶ γένεσις· τῷ δὲ μηδ' ὅλως εἰσδέχεσθαι τὰς ἐπιθυμίας, ἤγουν κολάζειν τὰς ἡδονὰς, συναναιρεῖταί που πάντως τῆς μοιχείας ὁ τρόπος, καθάπερ ἀμέλει καὶ ῥίζαις ἠδικημέναις συναπομαραίνεσθαί φαμεν τὰ ἐξ αὐτῶν βλαστήματα, μᾶλλον δὲ οὐδ' ἂν ἀνάσχοιεν ὅλως.
To this effect Christ also said: "Do not think that I came to abolish the law or the prophets. I did not come to abolish, but to fulfill. For I tell you, until heaven and earth pass away, not one iota or one serif shall pass away from the law, until everything is accomplished." For he fulfills the law by teaching things beyond the law, and does not place the one being instructed outside the law, as for instance when he says: "You have heard that it was said to the ancients, 'You shall not kill'; but whoever kills shall be liable to judgment. But I say to you that everyone who is angry with his brother without cause shall be liable to judgment." And again: "You have heard that it was said, 'You shall not commit adultery.' But I say to you that everyone who looks at a woman with desire has already committed adultery with her in his heart." For the commandment "You shall not kill" is brought to completion, as it were, by also renouncing anger, which is the root and origin of murder; and by not admitting desires at all, that is, by punishing pleasures, the manner of adultery is somehow also abolished, just as, of course, we say that when roots are damaged, the shoots from them wither away together, or rather they would not even survive at all.
ΤΟΜΟΣ Δʹ.
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Καὶ εἶπε Κύριος πρὸς μέ Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου, διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται, καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ, καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται, καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθυνεῖ, καὶ τὰ κρέα τῶν ἐκλεκτῶν Τοῦ ἀγαθοῦ ποιμένος, καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει.9 σοφοῦ τε καὶ ἐπιστήμονος, τουτέστι Χριστοῦ, τὰς δύο ῥάβδους ἀποῤῥίψαντός τε καὶ διασκεδά- σαντος ταῖς τῶν Χαναναίων χώραις, κατὰ τοὺς ἤδη προ- αποδεδομένους τρόπους· οἱ μὲν ἐγνώκασιν ὅτι Λόγος Κυρίου ἐστί. πεπιστεύκασι γὰρ, ὡς ἔφην, ὅτι καίτοι παρὰ Θεοῦ καὶ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Λόγος, ἐπειδὴ γέγονε καθ' ἡμᾶς, κεχρημάτικέ τε τῶν ὅλων ἀρχιποίμην, προὔθηκεν
αὐτοῖς εἰς μυσταγωγίαν καὶ εἰς εἴδησιν ἀκριβῆ τοῦ καθ' ἑαυτὸν μυστηρίου τήν τε εὐαγγε- λικὴν παίδευσιν καὶ φωταγωγίαν, καὶ μέντοι καὶ τὴν νομικήν. ταύτας γὰρ εἶναι τὰς δύο ῥάβδους ἐλέγομεν, δι' ὧν ἡμᾶς καταποιμαίνει Χριστὸς "ἐν νομῇ ἀγαθῇ καὶ ἐν τόπῳ πίονι" καθὰ γέγραπται. ἀλλ' οὐ συνέντες Ἰουδαῖοι τὸ μυστήριον, ἠγνοηκότες δὲ καὶ τὴν ῥάβδον τὴν καλὴν, τουτέστι τὸ κήρυγμα τὸ εὐαγγελικὸν, καὶ προσέτι τούτοις τὴν ἑτέραν ἀτιμάσαντες ῥάβδον, ᾗ ὄνομα Σχοίνισμα, τουτέστι τὸν διὰ Μωυσέως νόμον, οὐ προσήκαντο μὲν τὴν πίστιν, ἠγνοήκασι δὲ τὸν διὰ νόμου καὶ προφητῶν προηγορευμένον· καὶ τοῦτο αὐτοῖς ἐναργῶς αὐτὸς ἔφασκεν ὁ Σωτήρ "Μὴ δοκεῖτε ὅτι "ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα·
And the Lord said to me: "Take for yourself the shepherd's implements of an inexperienced shepherd, for behold, I am rousing a shepherd over the land; he will not look after what is failing, he will not seek what is scattered, he will not heal what is broken, he will not set right what is whole, and the flesh of the elect of the good shepherd will be devoured, and he will twist their ankle-bones." Of the wise and knowledgeable one, that is Christ, who cast away and scattered the two rods among the lands of the Canaanites, according to the modes already expounded: some have known that it is the Word of the Lord. For they have believed, as I said, that although the Word from Him and in Him was secretly begotten from God and Father, since He became like us, He has served as chief shepherd of all, He set before them for initiation and for precise knowledge of the mystery concerning Himself both the evangelical instruction and illumination, and indeed also the law. For we said that these are the two rods through which Christ shepherds us "in good pasture and in a rich place," as it is written. But the Jews, not understanding the mystery, and being ignorant of the good rod, that is the evangelical proclamation, and furthermore dishonoring the other rod, whose name is Schoinisma, that is the law through Moses, did not accept the faith, and have been ignorant of the one proclaimed through law and prophets; and this the Savior Himself plainly said to them: "Do not think that I will accuse you before the Father.
ἔστιν ὁ κατη- "γορῶν ὑμῶν Μωυσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. εἰ γὰρ "ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ "ἐκεῖνος ἔγραψεν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύ- "ετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε;" ἔστι τοίνυν οὐδαμόθεν ἀμφίλογον, ὡς οὔτε τοῖς Μωυσέως πεπιστεύκασι γράμμασιν, οὔτε μὴν τοῖς τοῦ Σωτῆρος ῥήμασιν. Ἐπειδὴ δὲ τῆς ἀληθείας τὴν γνῶσιν οὐ παρεδέξαντο, ταύτῃτοι, καθά φησιν ὁ σοφώτατος Παῦλος "πέμψει αὐτοῖς "ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ "ψεύδει·" ἐνέργειαν δὲ πλάνης τὸν ἀντίχριστον εἶναί φησιν, ᾧ προστεθέντες Ἰουδαῖοι κατακριθήσονται. καὶ πιστώσεται λέγων αὐτοῖς ὁ Σωτὴρ ἀπειθεῖν ᾑρημένοις "Ἐγὼ ἐλήλυθα "ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· "ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε." ὅτι τοίνυν Ἰουδαῖοι ἔμελλον κατὰ καιροὺς πεφηνότα τὸν τῆς ἀνομίας υἱὸν ἀμελλητὶ παραδέχεσθαι, "τὸν ἀντικείμενον καὶ "ὑπεραιρόμενον ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε "αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν "ὅτι ἔστι Θεὸς," τὸν οὐκ εἰδότα ποιμαίνειν ὀρθῶς καὶ ἐπιστημόνως προανατυποῦσθαι κελεύει τῷ Προφήτῃ Θεὸς οὕτω λέγων Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. οἱ μὲν γὰρ τῶν ποιμένων ἐπιεικέστατοι, καὶ τῶν ἐν χερσὶ σπουδασμάτων ἐπιστήμονες, ἰσχνὰς ἔχουσι τὰς ῥάβδους, ἵν' εἰ γένοιτο τοῦ καταπαίειν καιρὸς, μὴ συνθραύ- ηται τὸ τυπτόμενον. εἰ δὲ δή τις εἴη τῶν οὐκ εἰδότων τὸ χρῆμα, καὶ ποιμενικῆς ἐπιστήμης ὡς ἀπωτάτω κείμενος, ἁδροτάτοις αὐτὰ συντρίβει ῥοπάλοις.
It is Moses who accuses you, in whom you had placed your hope. For if you believed Moses, you would have believed me; for he wrote about me. But if you do not believe his writings, how will you believe my words? Therefore it is in no way ambiguous that they have believed neither the writings of Moses nor the words of the Savior. And since they did not accept the knowledge of the truth, for this reason, as the most wise Paul says, "God will send them an energy of deception, so that they believe the lie." And he says that the energy of deception is the Antichrist, to whom the Jews, having attached themselves, will be condemned. And the Savior will confirm this, speaking to those who have chosen to disobey: "I have come in the name of my Father, and you do not receive me; if another comes in his own name, you will receive him." Therefore, since the Jews were destined to receive without delay the son of lawlessness who appears at the appointed times, "the adversary who is exalted above all, called god or object of worship, so that he sits in the temple of God, showing himself to be God," God commands the Prophet to prefigure the one who does not know how to shepherd rightly and skillfully, saying thus: "Take for yourself the shepherd's implements of an inexperienced shepherd." For the most gentle shepherds, and those skilled in the tasks at hand, have slender rods, so that if there is occasion to strike, the thing struck is not shattered. But if someone is ignorant of the matter, and lies as far as possible from pastoral knowledge, he breaks them with very thick clubs.
καὶ ταῦτα οἶμαί ἐστι τὰ σκεύη τὰ ποιμενικὰ τοῦ ἀπείρου ποιμένος. ἐπειδὴ δὲ κατὰ καιροὺς ἔμελλεν ὁ τῆς ἀνομίας υἱὸς τὴν βασιλίδα τιμὴν περικείμενος, δοκεῖν ἐν τάξει ποιμένος ἀναδειχθήσεσθαι τοῖς ἐπὶ γῆς· φειδοῦς γεμὴν οὐδεμιᾶς ἀξιοῦν τοὺς ὑπὸ χεῖρα λαοὺς, ἢ καὶ τοὺς ἔξω χειρὸς, ταύτῃτοί φησιν Ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν, τὸ ἐκλιμπάνον οὐ μὴ ἐπι- σκέψηται. ὅμοιον ὡς εἰ λέγοι Τὸ ὀλισθῆσαν εἰς ὀλιγοπι- στίαν, οὐκ ἂν ἐπιῤῥώσειε ταῖς μυσταγωγίαις· τὸ διεσκορ- πισμένον οὐ μὴ ζητήσῃ, τὸ ἐκπεφοιτηκός φησι τῆς εὐθείας ὁδοῦ, καὶ τῆς ἀγέλης ἀποσκιρτᾶν εἰωθὸς, οὐ μὴ ζητήσῃ, τουτέστιν οὐκ ἂν μεταθείη πρὸς τὸ ἄμεινόν τε καὶ ἔχον ὀρθῶς. τὸ συντετριμμένον οὐ μὴ ἰάσηται. συντρίβεται δέ τις, ἢ πονηρᾶς ἡδονῆς ἡττώμενος, καὶ οἷον οὐ φέρων τῆς φιλοσαρκίας τὸ βάρος· ἤγουν ταῖς τῶν ἀνοσίων αἱρετικῶν ἀπάταις συνηρπασμένος, καὶ ὑγιᾶ τὸν νοῦν οὐκ ἔχων εἴς γε τὸ χρῆναι πιστεύειν ὀρθῶς. τοῦτο πάλιν ὁ ἀγαθὸς ἰᾶται ποιμὴν, ὁ γεμὴν ἄπειρος οὐκέτι. τὸ ὁλόκληρον οὐ μὴ κατευθυνῇ, ἀλλὰ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει. πολεμήσει γὰρ τοῖς ἁγίοις ὁ τῆς ἀνομίας υἱὸς, καὶ ἀχάλινον αὐτοῖς ἐπαφεὶς τὴν ὀργὴν, μονονουχὶ καὶ κρεανομήσει καὶ καταφάγεται θηρὸς ἀγρίου δίκην. ἐκστρέψει δὲ καὶ τοὺς ἀστραγάλους, ἵνα μή τις ἔχῃ τὸ ὀρθοποδεῖν δύνασθαι· καταβιάσεται γὰρ προσ- κυνεῖν αὐτῷ, καταπλήττων τοῖς θαύμασιν.
And these, I think, are the shepherd's implements of the infinite shepherd. But since from time to time the son of lawlessness, invested with royal honor, was about to appear in the order of a shepherd to those on earth, deeming them worthy of no mercy—whether the peoples under his hand or those outside it—he says this: "Behold, I rouse a shepherd over the land; the one that is lacking he will not look after." It is as if he were to say: The one that has slipped into lack of faith, he would not strengthen with the mysteries; the scattered, he would not seek out; the one that has strayed, he says, from the straight path and is accustomed to leap away from the flock, he would not seek out—that is, he would not convert to what is better and correct. The one that is broken, he will not heal. Now someone is broken either by being overcome by evil pleasure and, as it were, unable to bear the burden of love of the flesh, or by being carried away by the deceptions of unholy heretics and not having a sound mind for believing rightly. This the good shepherd heals, but the infinite one no longer. The one that is whole, he will not set straight; but he will also eat the flesh of the elect and twist their ankle bones. For the son of lawlessness will war against the saints, and, letting loose his unbridled wrath upon them, he will almost carve them up and devour them like a wild beast. And he will twist their ankle bones so that no one may be able to walk straight; for he will force them to worship him, terrifying them with his wonders.
ἔχει γὰρ "τὴν "παρουσίαν κατ' ἐνέργειαν τοῦ σατανᾶ," καὶ ἐν Βεελζεβοὺλ ποιήσει "τέρατα, ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς "ἐκλεκτοὺς," καὶ ᾗ φησὶν ὁ Σωτήρ "Οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ," μαινομένης κατὰ πάντων τῆς ἐκείνου πλεονεξίας· "διὰ δὲ τοὺς
ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι." "ἀνελεῖ γὰρ αὐτὸν ὁ Κύριος τῷ πνεύματι, καὶ καταργήσει "τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ." Ὦ οἱ ποιμαίνοντες τὰ μάταια, καὶ οἱ καταλελοιπότες τὰ πρόβατα, μάχαιρα ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλω- θήσεται.9 Γεγονότος ἅπαξ τοῦ λόγου περὶ ποιμένος ἀπείρου, μονον- ουχὶ καὶ ἐπιστυγνάζει λοιπὸν τοῖς μὴ ἀγαθοῖς ποιμέσι, καὶ γενικωτάτῳ τρόπον τινὰ χρῆται λόγῳ, τὰ τοῖς ὧδε γνώμης ἔχουσι συμβησόμενα προαναφωνῶν. ἄθρει γὰρ ὅπως ὡς ἤδη τὰς τῆς ῥᾳθυμίας ἀποτιννύουσι δίκας τάχα που καὶ συναλγεῖ δι' ἔμφυτον ἡμερότητα, καὶ καταιτιᾶται μὲν, ὅτι ποιμένες γεγόνασι τῶν ματαίων, τουτέστι τῶν προσκαίρων ἐπιμεληταὶ, ῥᾴθυμοι δὲ οὕτως, ὡς ἐπιγάνυσθαι τοῖς προβά- τοις ἀθλίως διολωλόσιν. οἱ μὲν γὰρ πωλοῦντες ἔλεγον "Εὐλογητὸς Κύριος καὶ πεπλουτήκαμεν·" οἱ δὲ κατέσφα- ζόν τε καὶ οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς· τοῦ γὰρ χρῆναι ποιμαίνειν ὀρθῶς οὐδεὶς ἦν ὅλως παρ' αὐτοῖς ὁ λόγος. τοι- οῦτοι δὲ ἦσαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, κλείοντες τὴν βασιλείαν τῶν οὐρανῶν, καθά φησιν ὁ Χριστὸς, καὶ μήτε αὐτοὶ εἰσερχόμενοι, μήτε μὴν ἑτέρους ἀφιέντες εἰσελθεῖν·
For he has "his coming in the energy of Satan," and in Beelzeboul he will work "wonders, so as to deceive, if possible, even the elect," and as the Savior says, "Not all flesh would have been saved," his greed raging against all; "but on account of the elect those days will be cut short." "For the Lord will destroy him with the spirit, and will abolish him by the manifestation of his own coming." O you who shepherd vain things, and you who have abandoned the sheep, a sword upon his arm and upon his right eye; his arm withering shall be withered, and his right eye being blinded shall be blinded. Since the discourse has once been about an infinite shepherd, he now almost frowns upon the evil shepherds, and uses a most general kind of speech, proclaiming beforehand what will happen to those who are of such a mind. For see how, as if they are already paying the penalties of their negligence, he sympathizes through innate gentleness, and blames them, because they have become shepherds of vain things, that is, caretakers of transitory things, and are so negligent as to rejoice over the sheep that have miserably perished. For some, selling them, said, "Blessed is the Lord, and we have grown rich;" while others slaughtered them and suffered nothing on account of them; for there was no account at all among them of the need to shepherd rightly. Such were the teachers of the Jews, closing the kingdom of heaven, as Christ says, and neither entering themselves, nor allowing others to enter.
ἀλλὰ περιάγοντες μὲν "τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ἵνα "ποιήσωσιν ἕνα προσήλυτον, εἰ δὲ δὴ γένοιτο, ποιοῦντες "αὐτὸν υἱὸν γεέννης διπλότερον ἑαυτῶν." Τί δὴ οὖν ἄρα τοῖς οὕτω πονηροῖς ποιμέσι συμβήσεται; μάχαιρά φησιν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ. λαμβάνεται δὲ ὁ βραχίων εἰς δύναμίν τε καὶ τύπον τῆς πνευματικῆς ἐνεργείας. καὶ γοῦν καὶ τῶν σφαζο- μένων ζῴων ἐν τῇ ἁγίᾳ σκηνῇ ἀπόλεκτον τῷ θείῳ θυσια- στηρίῳ μέρος ὁ βραχίων ἦν καὶ ἱερὸν ἀνάθημα τῷ Θεῷ· ὑποφαίνοντος οἶμαι τοῦ νόμου δι' αἰνίγματος, ὅτι Θεῷ τὴν ἰδίαν ἀναθετέον ἰσχὺν τὴν σωματικήν τε καὶ πνευματικήν. ὅτι δὲ ὁ βραχίων κατασημαίνει τὴν δύναμιν, πιστώσεταί τις τῶν ἁγίων, τῷ τῶν ὅλων Θεῷ προσπεφωνηκώς "Μεγέθει "βραχίονός σου ἀπολιθωθήτωσαν." ὁ δέ γε ὀφθαλμὸς εἰς νοῦ τύπον λαμβάνεται. πείσεται δὴ οὖν ὁ μὴ ποιμαίνων ὀρθῶς βραχίονός τε καὶ ὀφθαλμοῦ τὴν πήρωσιν, τουτέστιν, ἔρημος ἔσται καὶ πνευματικῆς ἰσχύος. οὐ γὰρ δυνήσεταί τι κατορ- θῶσαι τῶν ἀγαθῶν μὴ ἐνισχύοντος Θεοῦ· κατασκοτισθή- σεται δὲ καὶ τὸν νοῦν, ἀμέτοχος τοῦ θείου φωτὸς ὑπάρχων τε καὶ νοούμενος. οὐ γὰρ δυνήσεται λέγειν ἐκ παῤῥησίας " Οτι σὺ φωτιεῖς λύχνον μου Κύριε, ὁ Θεός μου φωτιεῖς "τὸ σκότος μου." δεξιός τε βραχίων ὁ τῇ μαχαίρᾳ τεμνό- μενος, καὶ μὴν καὶ ὀφθαλμὸς ὁ τυφλούμενος. δεξιὸν γὰρ οὐδὲν παρὰ τοῖς Ἰουδαίων δήμοις, οὐ πρᾶξις ἀγαθὴ, οὐκ ἰσχὺς ἡ ἐν τούτοις, οὐ τὰ ἐκ θείου φωτὸς εἰς νοῦν καὶ καρδίαν.
But they go about "the sea and the dry land, so as to make one proselyte, and if it should happen, making him a son of Gehenna twice over themselves." What then will happen to such wicked shepherds? A sword, it says, upon his arm and upon his right eye. The arm is taken as a type of power and spiritual energy. Indeed, among the animals slaughtered in the holy tabernacle, the arm was a choice portion for the divine altar and a sacred offering to God; the law, I think, indicating through a riddle that one should dedicate to God one's own strength, both physical and spiritual. That the arm signifies power, one of the saints will confirm, having addressed the God of all, "By the greatness of your arm, let them be turned to stone." The eye, moreover, is taken as a type of mind. Therefore, the one who does not shepherd rightly will suffer the blinding of arm and eye, that is, he will be bereft of spiritual strength. For he will not be able to accomplish any good thing without God's support; and he will be darkened in mind, being and being considered without a share of divine light. For he will not be able to say with confidence, "You will light my lamp, Lord; my God will light my darkness." The right arm is cut by the sword, and indeed the right eye is blinded. For among the Jewish peoples there is nothing right, no good action, no strength in these things, no things from divine light into mind and heart.
ὡς γὰρ ὁ Παῦλός φησιν "Ἄχρι σήμερον ἡνίκα "ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται." ψάλλει δέ που καὶ ὁ Δαυεὶδ περὶ αὐτῶν "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν." σκαιὰ δὴ οὖν ἅπαντα τὰ παρ' αὐτοῖς, κἂν τρόπον εἴπῃς, κἂν νόημα, κἂν ἕτερόν τι τῶν προσεῖναι πεπιστευμένων. τῶν μὲν γὰρ ἀριστερῶν ἡ ἀφαίρεσις ὀνήσῃ ἂν οἶδ' ὅτι τοὺς ὑπομένοντας· ἀποβολὴ γὰρ σκαιότητος, αἰτίας τε καὶ μώμου παντὸς ἀπαλλάξειεν ἂν αὐτούς. ἀδικήσειε δ' ἂν οὐ μετρίως ἡ τῶν δεξιῶν ἀπόθεσις· ἀποφέρει γὰρ πάντως εἰς τὰ αἰσχίω καὶ βδελυρώτατα. ἀλλ' Ἰουδαίοις μὲν πρέποι ἂν, καὶ μάλα εἰκότως, τὸ ἐν στερήσει γενέσθαι τῶν δεξιῶν· ἡμῖν δὲ τοῖς ἐν Χριστῷ τὸ ἐν ἀποβολῇ γενέσθαι σκαιότητος, καὶ τοῖς δεξιοῖς ἐναβρύνεσθαι. Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, λέγει Κύριος, ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ.9 Ἀποχρῶσαν εὖ μάλα ποιησάμενος τὴν ἀφήγησιν τὴν ἐπί γε φημὶ τῷ ἀγαθῷ ποιμένι, τουτέστι Χριστῷ, καὶ μέντοι τὴν ἐπί γε τῷ ἀπείρῳ τε καὶ ὠμοτάτῳ καὶ κρεανομοῦντι τὰ πρόβατα· τοῦτον δὲ εἶναί φαμεν τὸν ἀντίχριστον· διαμέμνηται χρησίμως καὶ τῶν ἐσομένων κατὰ καιροὺς διωγμῶν κατά τε τοῦ Ἰσραήλ· καὶ οὐχὶ
As Paul says, "Until today, whenever Moses is read, a veil lies upon their heart." And David also sings somewhere about them, "Let their eyes be darkened so that they may not see." So then, everything among them is left-handed, whether you speak of manner, thought, or any other thing that is believed to belong to them. For the removal of the left things would benefit, I know, those who endure it; for the casting off of leftness would free them from every cause and blemish. But the laying aside of the right things would harm them not a little; for it carries them off entirely into the more shameful and most abominable things. But for Jews it would be fitting, and quite reasonably, to be in deprivation of the right things; for us, who are in Christ, it is fitting to be in the casting off of leftness and to exult in the right things. "A taking up of the word of the Lord against Israel: The Lord says, stretching out the heaven, and laying the foundation of the earth, and fashioning the spirit of man in him." Having made a sufficiently full account, I say, of the good shepherd, that is, Christ, and also of the inexperienced and most savage one who carves up the sheep—this one we say is the Antichrist—he usefully recalls also the persecutions that will come in due time against Israel, and not only
δήπου πάντως τοῦ κατὰ σάρκα, μᾶλλον δὲ τοῦ νοητοῦ· καὶ τῆς ἁγίας ὄντως Ἱερουσαλὴμ, "ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος." ὥσπερ γὰρ εἶναί φαμεν νοητὸν Ἰουδαῖον, τὸν ἔχοντα περι- τομὴν ἐν καρδίᾳ, τὴν διὰ τοῦ πνεύματος, καὶ οὐχὶ δὴ πάντως τὴν ἐν σαρκὶ διὰ γράμματος· οὕτω καὶ Ἰσραὴλ νοεῖσθαι φαίη τις ἂν, οὐχὶ πάντως τὸν ἐξ αἵματος Ἰσραὴλ, ἐκεῖνον δὲ μᾶλλον, ὃς ἔχει τὸν νοῦν ὁρῶντα Θεόν. τοιοῦτοι δὲ μᾶλλον πάντες οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν κεκλημένοι πρὸς ἁγιασμὸν, ἐπεγνωκότες τε δι' αὐτοῦ καὶ ἐν αὐτῷ τὸν Θεὸν καὶ Πατέρα. θεοπτίας γὰρ οὗτος εἷς τρόπος ὁ ἀτρεκὴς καὶ ἐξαίρετος. Λαμβάνεται τοίνυν ὁ λόγος ἐπὶ τὸν ἀρτίως ἡμῖν εἰρημένον Ἰσραήλ. ὅτι δέ ἐστι παναλκὴς ὁ τῶν ὅλων Δημιουργὸς, ὁ τὴν ἐπὶ τούτοις ἡμῖν ποιούμενος προανάῤῥησιν, ἀποφαίνει λέγων Ἐκτείνων οὐρανὸν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. δέχεται γὰρ, φησὶν, ἐπὶ τὸν Ἰσραὴλ τὸ λῆμμα τοῦ λόγου Θεὸς ὁ πάντα ἰσχύων, καὶ "ἐκτείνων μὲν ὡσεὶ δέῤῥιν τὸν οὐρανὸν," κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ἑδραιοτάτην τε οὕτως ἀποφήνας τὴν γῆν, ὡς ἀεί τε καὶ διὰ παντὸς ἀκλονήτως ἔχειν, καίτοι τεθεμελιωμένην ἐπὶ θαλασσῶν· ἔφη γὰρ οὕτως ἡ θεόπνευ- στος γραφή. αὐτὸς ὁ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. ὁ δὲ δὴ τῶν οὕτω μεγάλων δημιουργὸς καὶ τεχνίτης, πῶς οὐκ ἂν ἀνιδρωτὶ καὶ μάλα εὐκόλως τὸ αὐτῷ δοκοῦν ἀπο- περαίνῃ;
without doubt the fleshly, but rather the spiritual; and of the truly holy Jerusalem, "which is the church of the living God." For just as we say that there is a spiritual Jew, one who has circumcision in the heart, that through the Spirit, and not necessarily that in the flesh through the letter, so also one might say that Israel is understood not necessarily as the one from the blood of Israel, but rather that one who has a mind that sees God. And such are rather all those who have been called through faith in Christ to sanctification, having come to know through him and in him God and Father. For this is one true and exceptional mode of the vision of God. The discourse, therefore, is taken up with the Israel we have just mentioned. And that the Creator of all is all-powerful, who makes this preliminary announcement to us concerning these things, he declares, saying, "Stretching out the heaven, and laying the foundation of the earth, and fashioning the spirit of man within him." For, he says, God, who is all-powerful, receives the burden of the discourse concerning Israel, and "stretching out the heaven like a curtain," according to the voice of the psalmist, and having made the earth so very firm that it always and throughout remains unshaken, although it is founded upon the seas—for thus the inspired scripture said—he himself fashions the spirit of man within him. And the creator and craftsman of such great things, how would he not accomplish what seems good to him without sweat and very easily?
πλάσσεται δὲ παρὰ Θεοῦ πνεῦμα ἀνθρώπου ἐν αὐτῷ, οὐκ εἰς ἀρχὰς τοῦ εἶναι καλούμενον, εἰ καὶ γέγονε δι' αὐτοῦ, ἀλλ' οἷον μεταμορφούμενον, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐξ ἀνανδρίας εἰς ὑπομονὴν, καὶ ἁπαξαπλῶς ἐκ τῶν αἰσχιόνων εἰς τὰ ἀμείνω μεταστοιχειούμενον νοητῶς. ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαυείδ "Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ "ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου." καὶ οὐ δήπου φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, καρδίαν ἢ πνεῦμα βούλεσθαι λαβεῖν, ὡς οὐκ ἔχοντα τὴν ἀρχήν· οἰηθείη δ' ἂν μᾶλλον ἐν αὐτῷ κτίζεσθαι παρακαλεῖν καρδίαν καθαρὰν καὶ πνεῦμα εὐθές. καὶ τοῦτό ἐστιν ὁ μεταπλασμός. ἔθος δὲ τοῖς ἁγίοις προφήταις, εἰ δὴ μέλλοιεν οὐκ εὐκαταφρονή- των πραγμάτων ποιεῖσθαι προαφήγησιν, πανσθενῆ τε καὶ ἀλκιμώτατον προαναφαίνειν πειρᾶσθαι τὸν τῶν ὅλων Θεὸν, ἵνα πανταχόθεν ὁ λόγος αὐτοῖς ἔχοι τὸ βέβαιον εἰς πίστιν, κἂν εἴ τι λέγοιεν τῶν ἐλπίδος ἐπέκεινα, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἔννοιας τὰς ἐν ἡμῖν ἔξω τε τοῦ λόγου καὶ ἀπιστούμενον. Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσονται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.9 Ἐν τοῖς ἤδη προαπηγγελμένοις ὁ κατὰ τῆς Ἰουδαίας πόλεμος διὰ τῆς Ῥωμαίων ἐσόμενος στρατιᾶς εἴρηται σαφῶς.
The spirit of a human being is molded by God in him, not called into the beginnings of existence, even if it has come to be through him, but rather transformed, as it were, from weakness to strength, from cowardice to endurance, and, in a word, from worse things to better things, being mentally recast. And the divine David sings somewhere: "Create a pure heart in me, O God, and renew a right spirit in my inward parts." And surely no one, if he has any sense, would say that he wishes to receive a heart or spirit as if he did not have them from the beginning; rather, he would think that he is asking for a pure heart and a right spirit to be created in him. And this is the transformation. It is customary for the holy prophets, if they are about to make a prophecy of matters not to be despised, to try to reveal the God of all as all-powerful and most mighty, so that their word may have certainty for belief from every side, even if they say something beyond hope, and as far as it is possible to express in our concepts what is outside reason and disbelieved. Behold, I set Jerusalem as a threshold shaken by all the peoples round about, and in Judea there will be a siege against Jerusalem. And on that day I will set Jerusalem as a stone trampled by all the nations; everyone who tramples it, mocking, will be mocked in turn, and all the nations of the earth will be gathered against it. In what has already been announced, the war against Judea that will take place through the Roman army has been clearly stated.
καὶ γοῦν ἔφασκε "Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαι- "πώρηκεν ἡ μεγαλωσύνη αὐτῶν·" καὶ μεθ' ἕτερα πάλιν "Διὰ τοῦτο οὐ φείσομαι οὐκ ἔτι ἐπὶ τοὺς κατοικοῦντας "τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς "ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ "εἰς χεῖρας βασιλέως αὐτοῦ. καὶ κατακόψουσι τὴν γῆν, "καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν." ἐν δέ γε τοῖς προκειμένοις, τοὺς κατὰ τῆς Ἐκκλησίας γεγονότας διωγμοὺς προαφηγεῖται σαφῶς. πεπολεμήκασι γὰρ τοῖς πιστεύσασιν εἰς Χριστόν· πρὸ μὲν γὰρ τῶν ἄλλων ἁπάντων οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, παραγγέλλοντες μὲν τοῖς ἁγίοις ἀποστόλοις μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ, μαστίζοντες δὲ καὶ ἐν συνεδρίοις αὐτοὺς, λιθοβολεῖσθαι δὲ αὐτοὺς παρασκευάζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀνοσιωτάτων δρῶντες καὶ λέγοντες; ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῶν ἐθνῶν χώραις ἐκπεφοίτηκεν ὁ λόγος ὁ περὶ Χριστοῦ, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων κατήκοοι γεγόνασιν οἱ ἐν αὐταῖς, ἕτεροι πάλιν γεγόνασι διωγμοὶ διὰ τῶν κατὰ καιροὺς καὶ κατὰ χώρας κεκρατηκότων οἳ, τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας
And indeed he said: "The voice of mourning shepherds, because their greatness has been afflicted." And again later: "For this reason I will no longer spare those dwelling on the earth, says the Lord; and behold, I deliver the men, each into the hands of his neighbor and into the hands of his king. And they will cut down the land, and I will not rescue them from their hands." In the present passage, he clearly foretells the persecutions that have occurred against the Church. For they have warred against those who believed in Christ. Before all others, the leaders of the Jewish Synagogue, commanding the holy apostles not to speak in the name of Christ, and scourging them in councils, and preparing them to be stoned, and doing and saying what not of the most unholy things? And since the word concerning Christ has spread also into the lands of the nations, and those in them have become hearers of the evangelical proclamations, other persecutions have again arisen through those who held power from time to time and in various regions, who, of the profane and abominable idolatry