ὡς γὰρ ὁ πολὺς ἔχει λόγος, ἀνέμου πνέοντος, ἔσθ' ὅτε τῶν ἐκ Κρήτης βοτανῶν διάττουσιν αἱ ὀσμαὶ καὶ τοὺς ἐν Λιβύῃ κτείνουσι θῆρας, ἑρπετά τε φημὶ καὶ τὰ τῶν ἰοβόλων ἔθνη. τετάχατο δὴ οὖν Λίβυές τε καὶ Κρῆτες ὡς ἔθνος ἕν. ἐντεῦθεν κατὰ καιροὺς ἀποικίαν στείλαντες, τὰς ἐν τῇ Φοινίκῃ κατῳ- κήκασι καὶ ἀνεδείμαντο πόλεις, καθάπερ ἀμέλει καὶ Καππαδόκαι κατὰ καιροὺς τὰς τῆς Παλαιστίνης. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἀμῶς "Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς "ἐστέ μοι υἱοὶ Ἰσραήλ; λέγει Κύριος. οὐ τὸν Ἰσραὴλ "ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ "Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου." καὶ ἀλλοφύ- λους μὲν τοὺς Παλαιστηνοὺς ὀνομάζει, Σύρους γεμὴν τοὺς Φοίνικας, οὓς καὶ ἀναγαγεῖν ἐκ βόθρου διϊσχυρίζεται, βόθρον, οἶμαι, τὴν Λιβύην ἀποκαλῶν, διὰ τὸ εἶναί που τάχα κοίλην τε καὶ χθαμαλὴν τὴν χώραν. κατευρύνεται γὰρ εἰς κόλπους ἡ παρ' αὐτῇ θάλασσα, μονονουχὶ καὶ ἀναφευγούσης
ἀνόπιν τῆς χέρσου, καὶ τοῖς ὅτι μάλιστα νοτιωτάτοις κλίμασιν εἰσδυομένης. ἰστέον δὲ ὅτι ἀντὶ τοῦ Ἐκ βόθρου, Κυρήνην ὠνόμασαν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν, ὅτι Λιβύων ἄποικοι Φοίνικες ἀποφαίνονται ἐναργέστερον· Κυρήνη γὰρ τῆς Λι- βύης ἐστὶν ἐπισημοτάτη πόλις. Λόγος τοίνυν, φησὶ, Κυρίου ἐφ' ὑμᾶς, ὦ πάροικοι τῶν Κρητῶν, ἤγουν Λίβυες· τὸ δὲ πάροικοί φησιν ἀντὶ τοῦ ἄποικοι καὶ μετανάσται. Χαναὰν δὲ πάλιν αὐτοὺς ἀπο- καλεῖ. Χαναναῖοι γὰρ ἦσαν ἅπαντες οἱ τὰς τῆς Φοινίκης κατοικοῦντες πόλεις, εἰ καὶ γεγόνασιν ἀπ' ἀρχῆς ἄποικοι Κρητῶν.
As the common account has it, when the wind blows, the scents of the plants from Crete sometimes dart across and kill the beasts in Libya—I mean the reptiles and the tribes of venomous creatures. So then, Libyans and Cretans were arrayed as one people. From there, at various times, they sent out a colony, settled in Phoenicia, and built cities, just as, for instance, the Cappadocians at various times did in Palestine. And indeed, God said somewhere through the voice of Amos: "Are you not to me as sons of the Ethiopians, O sons of Israel? says the Lord. Did I not bring Israel up from the land of Egypt, and the Philistines from Cappadocia, and the Syrians from a pit?" And he calls the Philistines "allophyles," and the Syrians he calls the Phoenicians, whom he insists he brought up from a pit, calling the pit, I think, Libya, because the land is perhaps hollow and low-lying. For the sea beside it spreads out into gulfs, the land almost receding backward and sinking into the most southerly regions. It should be noted that instead of "from a pit," other translators have named Cyrene, because it is more clearly shown that the Phoenicians are colonists of the Libyans; for Cyrene is the most notable city of Libya. So then, the word of the Lord is against you, O settlers of the Cretans, that is, Libyans; and he says "settlers" instead of "colonists and migrants." And he calls them Canaan again. For all who inhabited the cities of Phoenicia were Canaanites, even if they were originally colonists of the Cretans.
ἰστέον δὲ ὅτι πάλιν οἱ ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ πάροικοι Κρητῶν ἐκδεδώκασι Λόγος Κυρίου ἐφ' ὑμᾶς ἔθνος ὠλοθρευμένον. ἐπειδὴ δὲ ἦν ἀναγκαῖον ἀκολουθῆσαι πάλιν τῇ τῶν ἑβδομήκοντα γραφῇ, τὰ ἐκ τῆς ἱστορίας παρηγάγομεν εἰς μέσον, ἃ φέρει μὲν εἰς ἡμᾶς ἡ παράδοσις, ἐπεσφράγισε δὲ ὡς ἀληθῆ καὶ ὁ τοῦ προφήτου λόγος. Καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας, καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων.9 Ἰδοὺ δὴ πάλιν ὡς μετοίκοις προσλαλεῖ, καὶ ὡς μετανά- σταις διαλέγεται, καὶ μεμαρτύρηκε τῇ ἱστορίᾳ τὸ ἀληθές· ἀπολέσειν γὰρ αὐτούς φησιν ἐκ κατοικίας, τουτέστιν ἐκ γῆς εἰς ἣν παρῳκήκασί τε καὶ μετῳκίσαντο· εἰς τοῦτο γεμὴν ἐρη- μίας ἀφίξεσθαί φησι τὰς παρ' αὐτοῖς πόλεις, ὡς νομὴν καὶ μάνδραν γενέσθαι ποιμνίων. Κρήτην δὲ αὖ τὴν Φοινίκην, ἤτοι τοὺς ἐν τῇ Φοινίκῃ ἀποκαλεῖ ὡς ἐκ Κρήτης ὄντας τῆς Λιβύων ὁμόρου καὶ γείτονος. ἓν δὲ ἦσαν κατὰ τοὺς ἄνωθεν χρόνους, καὶ μέμικτο ἀλλήλοις τὰ γένη καθ' αἷμά τε καὶ ἔθη καὶ νόμους. Καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα· ἐπ' αὐτοῖς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπ- ται αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμα- λωσίαν αὐτῶν.9 Φθάσας ἤδη προεῖπον, ὅτι συναγήγερτο μὲν πάντα τὰ ἔθνη φθόνῳ διακεκαυμένα, καὶ κατεστρατεύοντο τῶν Ἱερο- σολύμων μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, καὶ δὴ πολέμου συστάντος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ ἥττηνται καὶ πεπτώκασιν οἱ τοῖς λελυτρωμένοις ἀνοσίως ἐπιβουλεύοντες.
It should be noted that the other translators have rendered the phrase "sojourners of Crete" as "Word of the Lord against you, a destroyed nation." Since it was necessary to follow again the text of the Seventy, we have brought forward from the historical account those things which tradition conveys to us and which the prophet's word has confirmed as true. "And I will destroy you from your dwelling, and Crete will be pasture for flocks and a fold for sheep." Behold, again he speaks to them as to settlers and addresses them as migrants, and he has borne witness to the truth of the history; for he says he will destroy them from their dwelling, that is, from the land in which they have sojourned and to which they have migrated; he says that their cities will come to such a state of desolation as to become pasture and a fold for flocks. And he calls Phoenicia "Crete," or rather the inhabitants of Phoenicia, as being from Crete, which borders and is neighbor to Libya. For in earlier times they were one, and their races were mingled with one another in blood, customs, and laws. "And the measuring line of the sea will belong to the survivors of the house of Judah; they will pasture upon them in the houses of Ashkelon; at evening they will encamp before the sons of Judah, because the Lord their God has visited them and has turned back their captivity." Having already reached this point, I said earlier that all the nations, inflamed with envy, had gathered together and were marching against Jerusalem after the time of the captivity, and when war was joined in the Valley of Jehoshaphat, those who were impiously plotting against the redeemed were defeated and fell.
κεκρατηκότες οὖν οἱ ἐξ Ἰσραὴλ κατέβοσκον ὡς ἐρήμους τοὺς τῶν ἀλλοφύλων ἀγροὺς, καὶ οἷον σηκοῖς ἐχρῶντο ταῖς ἠρημω- μέναις πόλεσι τῶν Φυλιστιεὶμ, τουτέστι τῶν Παλαιστηνῶν, διὰ τὸ πάντας ἄρδην ἀπολέσθαι τοὺς ἐν αὐταῖς. ἔσται τοίνυν φησὶ τὸ σχοίνισμα τῆς θαλάσσης, τουτέστιν, αἱ πρὸς τῇ θαλάσσῃ τῶν Παλαιστηνῶν πόλεις, αἱ πολυανδροῦσαί ποτε, αἱ δειναὶ καὶ δυσκαταγώνιστοι νομὴ ποιμνίων τοῖς καταλοί2.199 ποις οἴκου Ἰούδα. οἱ γὰρ ἐκ τῆς αἰχμαλωσίας ἀνασεσωσ- μένοι καὶ περιλελειμμένοι μόλις, αὐτοὶ κεκρατήκασιν, αὐτοὶ καὶ ἐν τοῖς οἴκοις Ἀσκάλωνος δείλης καταλύσουσι. πρὸς ἑσπέραν γὰρ οἱ ποιμένες ἐγκατακλείουσι τοῖς σηκοῖς τὰς τῶν θρεμμάτων ἀγέλας. τίς οὖν ἡ τοσαύτη δύναμις; ἢ πῶς ἔσται τοῦτο, τὸ καὶ πίστεως ἐπέκεινα καὶ λόγου παντός; ὅτι ἐπέσκεπταί φησιν αὐτοὺς Κύριος ὁ Θεὸς αὐτῶν καὶ ἀπέσ- τρεψε τὴν αἰχμαλωσίαν αὐτῶν. ὅμοιον ὡς εἰ λέγοι Κατέληξε τῆς ἐπ' αὐτοῖς ὀργῆς, ἀνῆκεν αὐτοῖς τὰ ἐγκλήματα καὶ συνοπλίζεται μὲν ὥσπερ καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ, χαρί- ζεται δὲ τὸ νικᾶν τοὺς ἀνθεστηκότας, καὶ τοῦτο ἀμογητί. Οὐκοῦν ὅταν ἁμαρτάνοντας ἀποστρέφηται Θεὸς, ὑπὸ πό- δας κεισόμεθα τῶν ἐχθρῶν, καὶ οὐδεὶς ὁ σώζων ἢ ἐπαμύνων ἐστίν. εἰ δὲ ἐποπτεύοι πάλιν ἐφιεμένους ἀρετῆς καὶ ζῆν ἐννόμως ἐθέλοντας, ἀμείνους μὲν ἐσόμεθα πολέμου παντὸς, κατευμεγεθήσομεν δὲ καὶ μάλα ῥᾳδίως τῶν ἀνθεστηκότων, καὶ πληροφορήσει λέγων αὐτὸς περὶ δικαίου παντός "Ὅτι "ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι "ἔγνω τὸ ὀνομά μου. κεκράξεται πρὸς μὲ καὶ ἐπακούσομαι "αὐτοῦ· μετ' αὐτοῦ εἰμι ἐν θλίψει·
Having prevailed, then, those from Israel grazed the fields of the foreigners as if they were deserted, and they used the desolated cities of the Philistines, that is, of the Palestinians, as folds, because all those in them had been utterly destroyed. Therefore, he says, the measuring line of the sea will be, that is, the cities of the Palestinians by the sea, once populous, terrible and hard to subdue, will be pasture for the flocks of the survivors of the house of Judah. For those who have been barely saved and left over from the captivity, they themselves have prevailed, they themselves will also lodge in the houses of Ashkelon in the evening. For at evening shepherds shut up the herds of their flocks in the folds. What, then, is this great power? Or how will this happen, which is beyond belief and all reason? Because, he says, the Lord their God has looked upon them and turned back their captivity. It is as if he were to say: He has ceased from his anger against them, he has remitted their charges, and he arms himself, as it were, as before for those from Israel, and grants them victory over their opponents, and this without effort. Therefore, when God turns away from those who are sinning, we will lie under the feet of our enemies, and there is no one to save or defend. But if he again watches over those who aim at virtue and wish to live lawfully, we will be superior to every war, we will easily overcome our opponents, and he himself will assure us, speaking about every righteous person: "Because he hoped in me, and I will rescue him; I will shelter him, because he knew my name. He will cry out to me, and I will hear him; I am with him in distress.
ἐξελοῦμαι αὐτὸν καὶ "δοξάσω αὐτόν. μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ "δείξω αὐτῷ τὸ σωτήριόν μου." Ἤκουσα ὀνειδισμοὺς Μωὰβ καὶ κονδυλισμοὺς υἱῶν Ἀμμὼν, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. διὰ τοῦτο ζῶ ἐγὼ, λέγει Κύριος τῶν δυνάμεων ὁ Θεὸς Ἰσραὴλ,
διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμοῤῥα, καὶ Δαμασκὸς ἐκλελειμμένη, ὡς θημωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτοὺς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐ- τούς.9 Πεπορθημένοις τοῖς Ἱεροσολύμοις, καὶ πεπραχόσιν ἀθλίως τοῖς ἐξ Ἰσραὴλ, ἐπετώθαζον, ὡς ἔφην, τὰ πρόσοικα τῶν ἐθνῶν, ᾤοντό τε ὅτι τῶν παρά σφισι ψευδωνύμων θεῶν ἔργον ἦν τὸ ἁλῶναι τὴν Ἰουδαίαν, ἀνατετραμμένης εἰσάπαν καὶ οἰχο- μένης τάχα που πρὸς τὸ μηδὲν τῆς ἀεί τε καὶ ἄνωθεν ἐπι- κουρούσης αὐτοῖς χειρὸς, δῆλον δὲ ὅτι τῆς τοῦ πάντων κρατοῦντος Θεοῦ. δυσβουλίας γὰρ εἰς τοῦτο καθικέσθαι τινὰς τὸ ἀπεικὸς οὐδὲν, ὡς πεπλανημένους, ξύλοις τε καὶ λίθοις λελατρευκότας, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἠγνοη- κότας Θεόν. ἀκήκοα τοίνυν, φησὶ, τοὺς Μωαβιτῶν ὀνειδισ- μοὺς καὶ κονδυλισμοὺς υἱῶν Ἀμμών. διοίσει γὰρ οἶμαι κατ' οὐδένα τρόπον τοῦ καταπαίοντος ἢ ῥάβδῳ τυχὸν ἢ λίθῳ τοὺς πεπονθότας ὁ πλήττων ὀνειδισμοῖς, καὶ ἀχάλινον ἐπ' αὐτοῖς ἀνευρύνων στόμα, ἀνερευγόμενός τε καὶ λέγων τὰ δι' ὧν ἦν εἰκὸς καταπικραίνεσθαί τινας εἰς δυσθυμίας καὶ λύπας, καὶ φορτικωτέραν ἔχει τῆς συμφορᾶς τὴν ἔφοδον.
I will deliver him and "glorify him. I will fill him with length of days and "show him my salvation." I have heard the reproaches of Moab and the insults of the sons of Ammon, with which they reproached my people and magnified themselves against my borders. Therefore I live, says the Lord of the Hosts, the God of Israel,
because Moab shall be as Sodom, and the sons of Ammon as Gomorrah, and Damascus desolate, like a heap of a threshing floor and destroyed forever; and the remnants of my people will plunder them, and the remnants of my nation will inherit them. When Jerusalem was sacked and those from Israel were suffering miserably, the neighboring nations, as I said, mocked them, and they thought that it was the work of the false gods among them that Judea was captured, since the hand that always and from above assisted them, clearly that of the all-ruling God, was utterly overturned and had, so to speak, gone to nothing. For it is not at all improbable that some, being in error, should reach such a perverse judgment, having worshipped wood and stone and being ignorant of the God who is by nature and truly God. So, he says, I have heard the reproaches of the Moabites and the insults of the sons of Ammon. For I think that one who strikes with reproaches, and unbridledly opens his mouth against them, belching out and saying things by which it is likely that some are embittered into despondency and grief, and who brings an attack more burdensome than the calamity itself, differs in no way from one who strikes the sufferers with a staff or a stone, as the case may be.
ἐπειδὴ δὲ καὶ κατ' αὐτῆς τῆς θείας τε καὶ ἀποῤῥήτου δόξης ἀθυροστο- μοῦντες ἠλέγχοντο, ταύτῃτοι, φησὶ, τὴν Σοδομιτῶν ἀνατλάν- τες δίκην βαδιοῦνται πρὸς ὄλεθρον, καὶ μικρά που τάχα τὰ Γομόῤῥας ἀποφαίνοντες πάθη ταῖς ἑαυτῶν συμφοραῖς, ὀψέ τε καὶ μόλις δι' αὐτῶν εἴσονται τῶν συμβεβηκότων τὴν τοῦ κολάζοντος δύναμιν. Δαμασκὸς γεμὴν ἡ Φοινίκων μητρό- πολις ἡ λαμπρὰ καὶ περίοπτος, ἐν ᾗ τὰ βασίλεια, σωρὸς ἔσται καλάμης, οὐκ ἐχούσης ἄσταχυν, ἧς οὐδεὶς μὲν ὁ λόγος, εἰς κατάπρησιν δὲ τὸ πέρας, ἤγουν εἰς διασκεδασμόν. τοὺς γὰρ τῶν ἀχύρων σωροὺς αἱ τῶν πνευμάτων ὁρμαὶ διαῤ- ῥίπτουσι πανταχῆ· κατὰ τὸν ἴσον δὲ τρόπον καὶ τοὺς ἐν ταῖς πόλεσι ταῖς ἁλισκομέναις αἱ τῶν ἑλόντων δυνάμεις διασκιδνᾶσι πανταχοῦ, τοῖς ῥαγδαιοτάτοις ἐν ἴσῳ πνεύμασι κατεμπιπτόντες. ὅτι δὲ οὐχ ἑτέρου του μᾶλλον, ἀλλ' αὐτοῦ τοῦ πεπονθότος καὶ ὀνειδισθέντος λαοῦ τὰ ποιάδε τῶν κακῶν κατόρθωσις ἔσται κατὰ καιροὺς, ὑπεμφαίνει λέγων Οἱ κατάλοιποι τοῦ λαοῦ μου διαρπῶνται αὐτοὺς καὶ οἱ κατάλοιποι ἔθνους μου κατακληρονομήσουσιν αὐτούς. καταλοίπους γὰρ ἔθνους, ὡς ἤδη προεῖπον, τοὺς ἐκ τῆς αἰχμαλωσίας ἀνασε- σωσμένους ἀποκαλεῖ, οἳ κεκρατήκασι τῶν ἐθνῶν, καὶ τὰς τῶν ἀλλοφύλων ἑλόντες πόλεις, εἰς ἐρημίαν αὐτὰς κατέστη- σαν παντελῆ. Ὅταν τοίνυν οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς διαγυμνάζῃ τὴν Ἐκκλησίαν, ἢ θλίψεις ἐπάγων, ἢ διωγμοὺς πράττεσθαι συγχωρῶν, ἐπιφυομένων αὐτῇ τῶν ἐχθρῶν, ἢ Ἑλλήνων τυχὸν, ἢ ἀνοσίων αἱρετικῶν, καταμειδιάτω μηδεὶς, περι- μενέτω δὲ μᾶλλον τοῦ παντὸς ἀγῶνος τὸ πέρας.
Since they were also convicted of speaking recklessly against the divine and ineffable glory itself, he says that these people, having endured the penalty of the Sodomites, will go to destruction, and perhaps they will declare the sufferings of Gomorrah small in comparison with their own calamities, and late and with difficulty they will learn through the events themselves the power of the one who punishes. Damascus, the metropolis of the Phoenicians, the splendid and conspicuous city where the royal palaces are, will be a heap of straw without an ear of grain, which is of no account, but its end is for burning, that is, for scattering. For the gusts of winds scatter heaps of chaff everywhere; and in like manner, the forces of those who capture cities scatter those in the captured cities everywhere, falling upon them with the most violent winds. And that it is none other than the people who have suffered and been reproached themselves who will accomplish such evils at certain times, he hints by saying, "The remnants of my people will plunder them, and the remnants of my nation will inherit them." For, as I have already said, he calls "remnants of the nation" those who have been saved from captivity, who have prevailed over the nations, and having captured the cities of the foreigners, have reduced them to complete desolation. Therefore, when the God of all things, in his economy, exercises the Church, either by bringing afflictions or by permitting persecutions to occur, with enemies attacking her, whether Greeks or impious heretics, let no one mock, but rather await the outcome of the whole struggle.
οἱ γὰρ πλατὺ γελῶντες ἔσθ' ὅτε, καὶ μονονουχὶ κατονειδίζοντες τὸν Χριστὸν, ὡς τῶν ἰδίων οὐ προασπίζοντα, ἤγουν, ὡς οἴονται, καὶ ἀσθενοῦντα πρὸς τοῦτο, τὰ Σοδομιτῶν ὑπο- μενοῦσι πάθη, καὶ πυρὸς ἔσονται τροφὴ, καὶ πρός γε δὴ τούτοις, οὓς ἡττῆσθαι νενομίκασι, κρατοῦντας εὑρήσουσιν. Αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν Κύριον τὸν παντοκράτορα. ἐπιφανὴς ἔσται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς.9 Αὕτη, φησὶν, αὐτοῖς ἡ μερὶς καὶ οὗτος ὁ κλῆρος. πεπα- ρῳνήκασι γὰρ καὶ κατ' αὐτῆς τῆς ἀποῤῥήτου δόξης, ἀθυ- ροστομοῦντες οἱ δείλαιοι καὶ παλιμφήμους ἱέντες φωνὰς, καὶ τοῦ πάντων ἐπέκεινα μονονουχὶ κατεξανέστησαν, δεινῷ τε καὶ ἀχαλίνῳ πρὸς τοῦτο χρώμενοι θράσει. ἐπειδὴ δὲ τὴν ἐπὶ τῷ πάντα δύνασθαι δόξαν τοῖς ἰδίοις ἀνῆπτον θεοῖς, ἐπιφανὴς ἔσται Κύριος ἐπ' αὐτοὺς, τουτέστι, τὴν ἰδίαν αὐτοῖς ἐμφανιεῖ δύναμιν, διά γε τοῦ πάντας αὐτῶν ὀλοθρεῦσαι τοὺς θεούς. ἀνῄρηνται γὰρ καὶ πεπτώκασι τὰ παρ' αὐτοῖς τεμένη διὰ χειρὸς Ἰσραὴλ, καὶ πυρὸς ἔργον γεγόνασι τὰ χειρόκμητα πανταχῆ τε καὶ ἐν παντὶ ἔθνει τῶν ἑαλωκότων. ποῖ δὴ οὖν τῶν θεῶν ἡ
For those who laugh broadly sometimes, and almost reproach Christ, as if he does not defend his own, or, as they think, is weak in this regard, will endure the sufferings of the Sodomites, and will be food for fire, and in addition to these things, they will find those whom they thought to be defeated, prevailing. This is for them in return for their insolence, because they reproached and magnified themselves against the Lord Almighty. The Lord will be manifest against them, and will destroy all the gods of the nations of the earth. This, he says, is their portion and this their lot. For they have been wantonly violent and have spoken recklessly against the ineffable glory itself, the wretches, uttering blasphemous voices, and have almost risen up against the one who is beyond all, using terrible and unbridled audacity for this. And since they attributed the glory of being able to do all things to their own gods, the Lord will be manifest against them, that is, he will make his own power evident to them, by destroying all their gods. For their temples have been destroyed and have fallen by the hand of Israel, and the handiworks have become the work of fire everywhere and in every nation of those who have been captured. Where then are the gods
δύναμις; ἢ πῶς ἂν ἑτέρους σώσειαν, οἵγε δή σφισιν αὐτοῖς ἐπαμύνειν οὐχ οἷοί τε; μᾶλλον δὲ τί γὰρ ὅλως κωφὴ καὶ ἀναίσθητος ὕλη; "Τὰ εἴδωλα τῶν ἐθνῶν "ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων," καὶ εἰ μὴ φορτικὸν εἰπεῖν, μᾶλλον δὲ καὶ εἰρήσεται "Τί ὠφελεῖ "γλυπτὸν ὅτι ἔγλυψαν αὐτὸ, ἔπλασαν αὐτὸ χώνευμα φαν- "τασίαν ψευδῆ," κατὰ τὴν τοῦ προφήτου φωνήν; καὶ ᾗ φησὶν ὁ θεσπέσιος Δαυείδ "Ὅμοιοι αὐτοῖς γένοιντο πάντες "οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς." Καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.9 Ἐπιφανῆ γενέσθαι φαμὲν ἐπ' αὐτοὺς τὸν Κύριον, ὡς ὠλοθρευκότα πάντας αὐτῶν τοὺς θεοὺς, πάλαι μὲν διὰ τῶν ἐξ Ἰσραὴλ ταῖς τῶν ἀλλοφύλων πόλεσι συγκαταπιμπράντων εὐσθενῶς τά τε ἐν τοῖς τεμένεσιν ἕδη καὶ τοὺς ἐν αὐτοῖς βω- μούς. κατὰ δέ γε τὸν καιρὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τουτὶ γεγονὸς ἀληθέστερον κατίδοι τις ἂν, ὅτε καὶ Θεὸς ὢν ὁ Λόγος, γέγονε καθ' ἡμᾶς καὶ ἐπιφανής· καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ τὸν ὄντα ἀπ' ἀρχῆς, ὃν ἀκηκόασι, τοῦ- τον αὐτὸν ψηλαφῆσαί τε χερσὶ καὶ ἰδεῖν ἔφασκον ὀφθαλμοῖς. ἐμφανὴς γὰρ γέγονεν ὁ τοῦ ὁρᾶσθαι κρείττων ὡς Θεὸς, ψάλλει δέ που καὶ ὁ Δαυείδ "Ὁ Θεὸς ἐμφανῶς ἥξει, "ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται." ἐπειδὴ δὲ γέγονεν ἐμφανὴς "καὶ ἐπὶ γῆς ὤφθη," κατὰ τὸ γεγραμμένον, "καὶ "τοῖς ἀνθρώποις συνανεστράφη," τότε καὶ ἀπολώλασιν αἱ βδελυραί τε καὶ βέβηλοι τῶν εἰδώλων ἀγέλαι·
power? Or how could they save others, when they are not even able to defend themselves? Rather, what is utterly deaf and insensate matter? "The idols of the nations are silver and gold, works of human hands," and, if it is not offensive to say—indeed it will be said—"What benefit is a carved image, that they carved it, that they molded it, a cast object, a false phantasm," according to the voice of the prophet? And as the inspired David says, "May all who make them and all who trust in them become like them." And they will worship him, each from his own place, all the islands of the nations. We say that the Lord became manifest against them, as one who destroyed all their gods, long ago through those from Israel who, together with the cities of the foreigners, vigorously burned both the shrines in the precincts and the altars in them. But at the time of the incarnation of the Only-Begotten, one might see this more truly happening, when the Word, being God, became like us and manifest. And indeed, the inspired disciples said that they touched with their hands and saw with their eyes the one who was from the beginning, whom they had heard of. For he who, as God, is superior to being seen became visible, and David somewhere chants, "God will come manifestly, our God, and he will not be silent." Since he became manifest "and was seen on earth," according to what is written, "and consorted with men," then the abominable and profane herds of idols perished.
ἀνῄρηται δὲ εἰσάπαν καὶ τὸ τοῦ διαβόλου κράτος, ἕκαστος δὲ λοιπὸν τῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς ἐπίγνωσιν ἀληθείας ἐνηνε- γμένων προσάγει δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τὴν προσκύνησιν ἐκ τοῦ τόπου αὐτοῦ, καὶ οὐκ ἔτι μέν ἐστι κατὰ μόνην τὴν Ἰουδαίαν γνωστὸς ὁ Θεὸς, ἀλλὰ καὶ αἱ τῶν ἐθνῶν χῶραί τε καὶ πόλεις, κἂν εἰ τῆς Ἰουδαίας ἀπο- νοσφίζοιντο μεσολαβούσης θαλάσσης, οὐδὲν ἧττον προσίασι τῷ Χριστῷ, προσάγουσι τὰς λιτὰς, ἀνάπτουσι τὰς δοξολογίας, ἀκαταλήκτοις εὐφημίαις καταγεραίρουσι. πάλαι μὲν γὰρ ἦν "ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ·" νυνὶ δὲ λοιπὸν τοῖς ἁπανταχῆ γέγονε γνωριμώτατον, γῆ δὲ καὶ θάλαττα μεστὴ τῆς δόξης αὐτοῦ. καὶ τοῦτο ἦν ἄρα τό "Ζῶ ἐγὼ, λέγει Κύριος Ἢ μὴν ἐμπλησθήσεται τῆς δόξης "Κυρίου πᾶσα ἡ γῆ." προσκυνήσει δὴ οὖν ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ φησι. προανατυπῶν μὲν γὰρ ὁ νόμος τῆς Ἐκ- κλησίας τὸ κάλλος, τὴν ἀρχαίαν ἐκείνην τοῖς ἐξ Ἰσραὴλ ἀνώρθου σκηνήν· ἧς εἰς τύπον καὶ ἐν τοῖς Ἱεροσολύμοις ὁ διαβόητος ἐκεῖνος ἐγήγερτο ναός. προστέταχε δὲ τοῖς ἀρχαιοτέροις ὁ θεσπέσιος Μωυσῆς, ἤγουν δι' ἐκείνου Θεὸς, ἐκ πάσης τῆς Ἰουδαίων χώρας τοὺς προσκυνεῖν ἐθέλοντας ἀναφοιτᾶν εἰς Ἱεροσόλυμα, θύειν τε οὕτω καὶ προσκυνεῖν τῷ Θεῷ, καὶ θάνατος ἦν ἡ δίκη τοῖς ἔξω θύουσι τοῦ ναοῦ. ἐπειδὴ δὲ παρελήλακε τῆς σκιᾶς ὁ καιρὸς, πέπαυται τὰ ἐν τύποις, ἐγνώκαμέν τε λοιπὸν ὡς οὐκ ἐν τόπῳ τὸ θεῖον, οὔτε μὴν "Ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ," πληροῖ δὲ μᾶλλον οὐρανούς τε καὶ γῆν καὶ τὰ κατωτέρω·
The power of the devil has been utterly abolished, and each of those who have been brought through faith in Christ to knowledge of the truth now offers worship through him and together with him to God the Father from his own place. God is no longer known only in Judea, but the lands and cities of the nations, even if they are separated from Judea by an intervening sea, nonetheless approach Christ, offer their prayers, kindle their doxologies, and honor him with ceaseless acclamations. For in former times "his name was great in Israel," but now it has become most renowned everywhere, and earth and sea are full of his glory. And this, then, was the meaning of "I live, says the Lord, or rather, the whole earth will be filled with the glory of the Lord." "Each will worship from his own place," he says. For the law, prefiguring the beauty of the Church, erected that ancient tabernacle for the people of Israel, in whose likeness that famous temple was built in Jerusalem. And the divine Moses, or rather God through him, commanded the ancients that those wishing to worship should go up to Jerusalem from all the land of Judea, to sacrifice and worship God there, and death was the penalty for those who sacrificed outside the temple. But since the time of shadow has passed, the things in types have ceased, and we have now come to know that the divine is not in a place, nor does "the Most High dwell in hand-made temples," but rather fills the heavens, the earth, and the regions below.
ταύτῃτοι πανταχῆ τε αὐτὸν καὶ ἐν πᾶσιν εἶναι πιστεύοντες ᾗπερ ἂν ἕκαστος ὢν τυγχάνῃ, ἐκεῖ ποιεῖται τὴν προσκύνησιν, ὡς ἐγγὺς ἔχων τὸν λέγοντα Θεόν "Θεὸς ἐγγίζων ἐγώ εἰμι, "λέγει Κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν." Ἰστέον δὲ, ὅτι νήσους ἔσθ' ὅτε τὸ γράμμα τὸ ἱερὸν τὰς ἐκκλησίας ἀποκαλεῖ, οἷον ἐν θαλάσσῃ κειμένας ἐν τῷδε τῷ κόσμῳ, καὶ πικροῖς ὕδασι περιχεομένας ταῖς ἐν αὐτῷ περιστάσεσι, καὶ μονονουχὶ ῥαγδαιοτάτοις κύμασι καταπαιομένας τοῖς διωγμοῖς, πλὴν ἀδιαπτώτως ἐρηρεισμένας καὶ ἀνεχούσας ὑψοῦ, καὶ ταῖς θλίψεσιν οὐ βαπτιζομένας. ἀκλόνητοι γὰρ διὰ Χριστὸν αἱ ἐκκλησίαι, "καὶ πύλαι ᾅδου "οὐ κατισχύσουσιν αὐτῶν." οὐκοῦν εἰ δὴ βούλοιτό τις νήσους ἐθνῶν ἐννοεῖν τὰς ἐξ ἐθνῶν ἐκκλησίας, οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ· ὡς περικλυζομένας μὲν τοῖς τῶν πειρασμῶν σάλοις, ἐχούσας δὲ τὸ πάγιον ἐν Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. Καὶ ὑμεῖς Αἰθίοπες τραυματίαι ῥομφαίας μού ἐστε. Παντὸς διαμέμνηται γένους, ἤγουν ἔθνους, πεπολεμηκότος τῷ Ἰσραὴλ καὶ κατὰ τῆς θείας δόξης πεφλυαρηκότος. μέτ- εισι τοίνυν ἐξ Ἰδουμαίων καὶ Ἀμμανιτῶν ἐπὶ τοὺς Αἰθίοπας, ἢ τοὺς πρὸς ἠοῖ καὶ νότῳ κειμένους, καὶ τῆς Περσῶν γῆς τὴν ἀγχιτέρμονα κατοικοῦντας χώραν· ἤγουν Αἰγυπτίους ὡς ὁμόρους ὄντας καὶ γείτονας τοῖς ἐξ Ἰσραήλ· Αἰθιοπίας δὲ μοῖρα καὶ τῶν Αἰγυπτίων ἡ γῆ· καὶ γοῦν ποταμοὺς Αἰθιο- πίας ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τοὺς τῆς Αἰγυπτίων.
own place, believing that he is everywhere and in all things, each one, wherever he happens to be, makes his act of worship there, as having near him the God who says, "I am a God who draws near," says the Lord, "and not a God from afar." But one must know that sometimes the sacred scripture calls the churches islands, as though they were lying in the sea in this world, and were washed around by the bitter waters of its circumstances, and were all but battered by the most violent waves of persecutions, yet are firmly fixed and stand high without falling, and are not submerged by the afflictions. For the churches are unshaken through Christ, "and the gates of Hades will not prevail against them." Therefore, if one should wish to understand the islands of the nations as the churches from among the nations, he will not go astray from the proper aim: as being washed around by the surges of temptations, yet having their steadfastness in Christ, to whom belong glory and power for ever. Amen.
OF THE SAME ON THE SAME PROPHET, VOLUME TWO. And you, Ethiopians, are wounded by my sword. He recalls every race, that is, every nation, that has warred against Israel and has babbled against the divine glory. He passes on, then, from the Idumeans and Ammonites to the Ethiopians, or those situated toward the east and south, and dwelling in the land bordering the Persian territory; that is, the Egyptians, as being adjacent and neighbors to those from Israel; and the land of the Egyptians is a part of Ethiopia; and indeed it is customary for the sacred scriptures to call the rivers of the Egyptians the rivers of Ethiopia.
πίνουσι γὰρ καὶ αὐτοὶ τὸν Γηὼν, περὶ οὗ φησιν ἡ γραφή "Οὗτός ἐστιν ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας." ἔσεσθε τοίνυν καὶ ὑμεῖς Αἰθίοπες τῆς ἐμῆς τραυματίαι ῥομφαίας. ἑαυτοῦ δέ φησι ῥομφαίαν τὴν τῶν Ἰουδαίων, ὡς αὐτὸς ἐπάγων αὐτὴν τοῖς ἀνοσίως πεπραχόσιν εἴς τε τὴν αὐτοῦ δόξαν, ὡς ἔφην, καὶ μέντοι τὸν Ἰσραήλ. Ἐπειδὴ δὲ οἶδεν ἡ θεόπνευστος γραφὴ καὶ νοητοὺς Αἰθίο- πας, φέρε τι καὶ ἐπ' αὐτοῖς λέγωμεν, οὐκ ἔξω βαίνοντες τῆς τῶν προκειμένων ἐννοίας. ἔφη που ψάλλων ὁ μακάριος Δαυεὶδ, ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν "Σὺ "συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. "σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν "βρῶμα λαοῖς τοῖς Αἰθίοψιν." ἀλλὰ καὶ ἑτέρωθί που "Ἐνώ- "πιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ "χοῦν λείξουσιν." ὁμολογεῖ δέ που καὶ ἡ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων ἀνατυπουμένη νύμφη μέλαινά τε εἶναι καὶ καλή. οὐκοῦν Αἰθίοπας νοητέον τοὺς οἱονεὶ σκοτεινήν τε καὶ ἀλαμπῆ τὴν διάνοιαν ἔχοντας, τοὺς οὔπω κατηυγασ- μένους, καὶ τὸ θεῖον οὐκ ἔχοντας φῶς. ἀλλ' οἱ μὲν προσ- πίπτοντες τῷ Χριστῷ, καθάπερ ἀμέλει καὶ ἡ νύμφη, καταλαμπρύνονται παρ' αὐτοῦ, διακεκράγασι γὰρ εὐχόμενοι "Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς·" οἱ δὲ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ ἐν τῷ μελαίνεσθαι μεμενηκότες, καταθοινήσονται μὲν τὰς τοῦ δρά- κοντος κεφαλάς· τροφὴ γὰρ αὐτοῖς ὁ δράκων ὁ ἀποστάτης· ὑποκείσονται δὲ τῇ ῥομφαίᾳ.
For they themselves also drink the Geon, concerning which the Scripture says, "This is the one that encircles the whole land of Ethiopia." Therefore you also shall be Ethiopians, wounded by my sword. And he says that the sword of the Jews is his own, as he himself brings it against those who have acted impiously with regard to his own glory, as I said, and also with regard to Israel. But since inspired Scripture also knows spiritual Ethiopians, let us say something about them as well, not departing from the meaning of the matters before us. The blessed David once said, as if to our Lord Jesus Christ, "You crushed the heads of the dragons upon the water. You shattered the head of the dragon; you gave him as food to the Ethiopian peoples." And also elsewhere, "Before him Ethiopians will fall, and his enemies will lick dust." And the bride depicted in the Song of Songs also confesses somewhere that she is both black and beautiful. Therefore, we must understand Ethiopians to be those who have, as it were, a dark and unillumined mind, those not yet enlightened, and who do not possess the divine light. But those who fall before Christ, just as indeed the bride does, are made bright by him; for they cry out in prayer, "And let the brightness of the Lord our God be upon us." But those who have a filth that is hard to wash away, and who have remained in being blackened, will indeed feast upon the heads of the dragon—for the apostate dragon is food for them—and they will be subject to the sword.
πρέπειν δὲ οἶμαι μάλιστα τοῦ λόγου τὴν δύναμιν τοῖς ἀκαθάρτοις πνεύμασιν, ἃ τετραυμά- τικεν ὁ Χριστὸς, τῆς καθ' ἡμῶν τυραννίδος ἐκβεβληκὼς, συνανελὼν δὲ αὐτοῖς τὸν τοῦ σκότους πατέρα, τὸν ἁπάσης ἁμαρτίας εὑρετὴν, τὸν κατασκοτίζοντα "τὰ νοήματα τῶν "ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγ- "γελίου τῆς δόξης τοῦ Χριστοῦ." καὶ τοῦτο οἶμαί ἐστιν ὃ καὶ αὐτὸς ὁ σοφὸς ἡμῖν εἴρηκεν Ἡσαΐας "Καὶ ἔσται ἐν "τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, "τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν "τὸν σκολιὸν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, καὶ "ἀνελεῖ τὸν δράκοντα. Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ βοῤῥᾶν καὶ ἀπολῶ τὸν Ἀσσύριον, καὶ θήσω τὴν Νινευὶ εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον. καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς καὶ κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς.9 Ἅψομαι, φησὶ, καὶ τῶν εἰς ἠῶ καὶ βοῤῥᾶν χωρῶν τε καὶ πόλεων, καὶ συνδιολῶ τοῖς ἄλλοις τοὺς Ἀσσυρίους καὶ ταῖς ἠρημωμέναις τῶν πόλεων, καὶ αὐτὴν προσθήσω τὴν διαβόητον Νινευὶ, τὴν τῶν Χαλδαίων μητρόπολιν. ἔσται δὲ ἄνυδρος, ταῖς ἀβάτοις καὶ ἀοικήτοις ἐν ἴσῳ γαῖς. εἰκὸς δὲ δὴ πάλιν ὕδασιν ἐξομοιοῦν τὸν λόγον τὴν τῶν ἐνοικούντων πληθύν· ἔθος γὰρ τοῦτο τοῖς ἱεροῖς γράμμασιν.
But I think the force of the word most befits the unclean spirits, which Christ has wounded, having cast out their tyranny against us, and having destroyed along with them the father of darkness, the inventor of all sin, who darkens "the thoughts of the unbelievers, so that the illumination of the Gospel of the glory of Christ might not shine forth." And this, I think, is what the wise Isaiah himself has said to us: "And it shall be on that day: God will bring the holy sword, the great and the mighty, against the dragon, the crooked serpent, against the dragon, the fleeing serpent, and he will slay the dragon. And I will stretch out my hand toward the north and destroy the Assyrian, and I will set Nineveh into a waterless desolation like a desert. And flocks and all the beasts of the field will graze in its midst, and chameleons and hedgehogs will lie down in its panels, and beasts will cry out in its ditches, and ravens in its gateways." He says, I will also touch the regions and cities toward the east and north, and together with the others I will destroy the Assyrians and their desolated cities, and I will add to them the notorious Nineveh, the metropolis of the Chaldeans. And it will be waterless, equal to impassable and uninhabitable lands. And again it is likely that the word likens the multitude of inhabitants to waters; for this is customary in the sacred writings.
καὶ γοῦν τῶν Ἀσσυ- ρίων τὴν ἔφοδον, ἣν πεποίηνται κατὰ τῆς Ἱερουσαλὴμ, ἕτερος τῶν ἁγίων προφητῶν προανακηρύττων ἔφασκεν "Ἰδοὺ "δὴ ὕδατα ἔρχεται ἀπὸ βοῤῥᾶ, καὶ ἔσται εἰς χειμάῤῥουν "κατακλύζοντα." ὅταν τοίνυν ἄνυδρον ἔσεσθαι τὴν Νινευὶ λέγῃ, φαίην ἂν ὅτι κενὴν ἔσεσθαι τῶν ἐνοικούντων φησί· κατανεμηθήσεσθαι γεμὴν ἐν μέσῳ αὐτῆς ποίμνια
διϊσχυρί- ζεται, σημεῖον οἶμαί που τὸ χρῆμα τιθεὶς τῆς ὁλοτελοῦς ἐρημίας καὶ τοῦ μηδένα κατοικεῖν ἐν αὐτῇ· φύεται μὲν γὰρ οὐκ ἐν ἄστει τὰ ἐν ἀγροῖς. εἰ δὲ δήπου γένοιντο πόαι καὶ ἐν πόλει τυχὸν, ὁμολογία τις ὥσπερ ἐστὶν ἐναργὴς τὸ πραττόμενον τοῦ κένανδρον εἶναι παντελῶς. προστίθησι δὲ καὶ ἑτέρων σημείων οὐ μετρίαν πληθύν. καταλύσειν γὰρ ἐν αὐτῇ φησὶ πάντα τὰ θηρία τῆς γῆς, χαμαιλέοντάς τε καὶ ἐχίνους ἐν τοῖς φατνώμασι κοιτασθήσεσθαι· καὶ μὴν καὶ ἐν τοῖς διορύγμασι, τουτέστιν, ἢ ἐν βόθροις, ἤγουν καὶ σπηλαίοις τοὺς ἀγρίους ἀναφωνήσειν θῆρας, ἐναυλισθήσεσθαι δὲ καὶ κόρακας τοῖς πυλῶσιν αὐτῆς. ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούν- των ἀμφίβολον, ὡς οὔτ' ἂν ἐν οἴκοις καταλύσειαν ἐχῖνοι, οὔτε μὴν ἐν μέσῃ πόλει καταυλισθήσονται θῆρες, ἀλλ' οὐδ' ἂν ἐμφιλοχωρήσειαν τοῖς πυλῶσιν οἱ νυκτικόρακες, εἰ μὴ πλείστη τις ὅση καὶ ἁνδάνουσα λίαν τοῖς ὧδε φύσεως ἔχουσιν ὑπάρ- χοι σχολή. φιλοῦσι γάρ πως οἱ θῆρες, καὶ μέντοι τὰ ἕτερα περὶ ὧν ὁ λόγος, οὐκ ἀνθρώποις συναυλίζεσθαι· πόθεν; ἀλλ' ᾗπερ ἂν εἴη πολλή τις ἐρημία, σχολαία τε παντελῶς ἡ δίαιτα, καὶ τῆς ἐρημίας τὸ πλάτος μονονουχὶ πρυτανεύῃ τὴν ἀσφάλειαν, ἔξω τε παντὸς ἀποκομίζει δέους.
And indeed, another of the holy prophets, proclaiming beforehand the invasion of the Assyrians which they made against Jerusalem, said: "Behold, waters come from the north, and they will become a torrent flooding." Therefore, when he says that Nineveh will be waterless, I would say that he means it will be empty of its inhabitants; he insists that flocks will be grazed in its midst, placing this, I think, as a sign of complete desolation and of no one dwelling in it; for things that grow in fields do not grow in a city. But if grasses should happen to appear even in a city, the deed is a clear confession that it is entirely devoid of men. And he adds also no small multitude of other signs. For he says that all the wild beasts of the land will lodge in it, that chameleons and hedgehogs will bed down in the paneled ceilings, and indeed that wild beasts will cry out in the drains, that is, in pits or caves, and that ravens will roost in its gateways. And it is not doubtful to any right-minded person that hedgehogs would not lodge in houses, nor would wild beasts bed down in the middle of a city, nor would night ravens haunt the gateways, unless there were very great and exceedingly pleasing leisure for those creatures of such nature. For wild beasts, and indeed the other creatures of which the account speaks, are somehow not fond of dwelling with men; why would they be? But rather, where there is great desolation, and the way of life is entirely idle, and the breadth of the desolation all but provides safety, it removes them from all fear.
Εἰ δὲ χρή τι τούτοις ἐπειπεῖν ἀναγκαῖον, ἀσφαλιζώμεθα τὰς ἑαυτῶν καρδίας, καὶ τὸ προσκρούειν Θεῷ κατά τι γοῦν ὅλως παντὶ παραιτώμεθα σθένει, ἵνα μὴ γενώμεθα πονηρῶν τε καὶ ἀνημέρων ἐνδιαίτημα θηρίων, φημὶ δὴ τῶν ἀκαθάρτων πνευμάτων, ἐξῃρημένης ἡμῶν ἁπάσης ἀρετῆς. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν Ἱερουσαλὴμ εὖ μάλα καὶ σοφῶς εἰρημένον "Πόνῳ καὶ μάστιγι παιδευθήσῃ "̔Ιερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω "σε ἄβατον γῆν, ἥτις οὐκ ἀποικηθήσεται." Θεοῦ γὰρ ἡμῶν ἐξέλοντος τὴν ἀρετὴν, εἰσελάσει πάντως εἰς νοῦν καὶ καρδίαν τὰ βδελυρά τε καὶ ἀνόσια πάθη, καὶ οἷά τινες θῆρες ἐνδιαιτήσονται, συνεισφρήσει δὲ καὶ αὐτὴ τῶν ἀκα- θάρτων πνευμάτων ἡ ἀγρία πληθύς. Διότι κέδρος τὸ ἀνάστημα αὐτῆς. αὕτη ἡ πόλις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπ' ἐλπίδι, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς Ἐγώ εἰμι καὶ οὐκ ἔσται μετ' ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμὸν, νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι' αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.9 Ὡς ἀεὶ μέγα φρονεῖν ᾑρημένη, καὶ ὑπέρφρων καὶ ἀλάζων ἡ Νινευὶ διαβέβληται. καὶ ἦν τοῦτο κατὰ ἀλήθειαν, ὀφρὺν ἀνασπῶσα τὴν ὑπερτάτην κατὰ παντὸς ἔθνους καὶ πάσης ἀρχῆς, καὶ ὀλίγου παντελῶς ἀξιοῦσα λόγου τὴν ἑτέρων ἰσχύν.
If it is necessary to add something to these things, let us fortify our own hearts, and let us entirely refrain from offending God in any way whatsoever, so that we may not become a dwelling place for evil and savage beasts—I mean the unclean spirits—with all virtue removed from us. And this, I think, is what was very well and wisely said through the voice of Jeremiah to Jerusalem: "You will be disciplined with pain and a whip, Jerusalem; let not my soul depart from you, lest I make you an untrodden land which will not be inhabited." For when God removes virtue from us, the abominable and unholy passions will certainly invade the mind and heart, and like some beasts they will dwell there, and the wild multitude of unclean spirits will also force its way in. Because its stature is like a cedar. This is the city that despises, that dwells in hope, that says in its heart, "I am, and there will be none after me." How it came to be desolation, a pasture for beasts; everyone who passes through it will whistle and wave his hand. Nineveh is portrayed as always having chosen to think highly of itself, and as being arrogant and boastful. And this was true: it raised its eyebrow to the utmost against every nation and every authority, and considered the strength of others to be of very little account.
μεμαρτύρηκε δὲ τοῦτο καὶ ὁ προφήτης Ἀμβακοὺμ περὶ τοῦ βασιλέως Ἀσσυρίων λέγων, ὅτι "Καὶ αὐτὸς ἐν "βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ "αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται." ὅτι τοίνυν ὑπερόφρυς ἄγαν, ὑψοῦ τε ἠρμένη, καὶ ἀναφοιτῶσα λίαν εἰς τὸ ἐξήνιον ἡ τῶν Χαλδαίων μητρόπολις, διατρανοῖ πάλιν, ἀναστήματι κέδρου παρεικάζων αὐτὴν, καὶ φαυλίστριαν ὀνομάζων. τοῦτο δ' ἂν μάθοις ὀρθῶς τε καὶ ἀτρεκῶς εἰρημένον ἐκ τῶν τοῦ Ῥαψάκου λόγων· ὃς, ἐπείπερ ἧκεν εἰς τὴν Ἰουδαίαν, εἶτα τοῖς ἐν τῷ τείχει προσέβαλε, τῆς ἀνωτάτω κατεφλυάρει δόξης. ἔφασκε γάρ "Τάδε λέγει ὁ βασιλεύς Μὴ ἀπατάτω "ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς, "καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς ὁ Θεός." καὶ μετ' ὀλίγα "Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος "τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;" αὕτη τοίνυν ἡ φαυλίστρια πόλις, ἡ κατοιομένη τε καὶ λέγουσα Ἐγώ εἰμι καὶ οὐκ ἔσται μετ' ἐμὲ ἔτι. ἐπειδὴ τοίνυν τὴν οὕτως αἰσχρὰν καὶ ἐπάρατον ἀλαζονείαν ἐν καυχήματος τάξει λαμ- προῦ ποιεῖσθαι φιλεῖ, ταύτῃτοι λοιπὸν πρὸς τοῦτο ἀθλιότητος κατοιχήσεται, ὡς καὶ ἐπ' αὐτῇ χρῆναι λέγειν Πῶς ἐγενήθης εἰς ἀφανισμὸν, νομὴ θηρίων· τὸ δὲ πῶς εἴη ἂν οὐκ ἐρωτῶντος καὶ ἀναμαθεῖν ἐθέλοντος, τεθαυμακότος δὲ μᾶλλον τὴν ἐλ- πίδος ἐπέκεινα μεταβολήν. τὰ γάρ τοι μεγάλα καὶ ἀδόκητα τῶν κακῶν οὐκ ἔξω θαύματος, φιλεῖ δέ πως καταπλήττειν τοὺς θεωμένους, ἤτοι τοὺς μεμαθηκότας. οὕτω καὶ συριεῖ πᾶς ἐπ'
The prophet Habakkuk also testified to this concerning the king of the Assyrians, saying, "And he will take delight among kings, and tyrants will be his playthings, and he will mock every fortress." That the metropolis of the Chaldeans was exceedingly arrogant, raised up high, and soaring too far beyond restraint, he again makes clear, comparing it to the height of a cedar and calling it a despiser. And you would learn that this is correctly and accurately said from the words of Rabshakeh, who, when he came into Judea and then attacked those on the wall, babbled about the highest glory. For he said, "Thus says the king: 'Do not let Hezekiah deceive you with words which will not be able to save you, and do not let Hezekiah tell you that God will save you.'" And a little later, "Did not the gods of each nation save their own country from the hand of the king of the Assyrians?" This, then, is the despising city, the one that is puffed up and says, "I am, and there will be none after me." Since, therefore, it loves to make such shameful and accursed arrogance in the form of a splendid boast, this city will finally depart into such a state of misery that it is necessary to say concerning it, "How have you come to be a desolation, a pasture for wild beasts?" And this "how" would not be that of one asking and wishing to learn, but rather of one marveling at the change beyond expectation. For great and unexpected evils are not without wonder, and they somehow tend to astonish those who behold them, or those who have learned of them. Thus everyone will hiss at
αὐτῇ καὶ κινήσει τὰς χεῖρας, συμπλήττων ἀλλήλαις, καθάπερ ἐγᾦμαι, καὶ ἀνακροτῶν ἀπὸ τοῦ θαυμάσαι, καὶ ἠχὴν ἐκ στόματος ἱεὶς, τὴν ἐν συριγμῷ καὶ ἀσημοτέραν. γράφει δὲ ὥσπερ ἡμῖν καὶ διὰ τούτων εὖ μάλα τὸν ἐπ' ἀδοκήτοις συμφοραῖς οἱονεὶ καταπεπληγμένον. "Ὑπερηφάνοις οὖν ἄρα Θεὸς ἀντιτάσσεται·" καὶ σοφὸν εἶναί φημι καὶ ἀξιόληπτον τὸ παράγγελμα "Μὴ ἐξύψου "σεαυτὸν, ἵνα μὴ πέσῃς," καὶ πάλιν "Ὃς ὑψηλὸν ποιεῖ τὸν "ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν." ὅνπερ γὰρ τρόπον τὰ εἰς ὕψος πολὺ καὶ πέρα μέτρου διανιστάμενα τῶν οἰκοδομη- μάτων ἑτοιμότερά πως εἰς κλόνον εἰσὶ, πλείστην τε ὅσην τὴν ὑποψίαν τοῦ σφισιν αὐτοῖς περιθραυσθήσεσθαι νοσεῖ· οὕτω καὶ ἀνθρώπου ψυχὴ τῇ τῶν λογισμῶν ματαιότητι πρὸς ὑπεροψίαν ἐξογκουμένη, σαθρά τε καὶ εὐανάτρεπτος καὶ ῥᾳδία πεσεῖν. εἰ δὲ δὴ πράττοιτο τὸ χρῆμα κατὰ Θεοῦ, τὸ τηνικάδε λοιπὸν τὸ ἀντερεῖδον οὐδέν. Ὢ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη ἡ πόλις ἡ περιστερά.9 Μέτεισιν εὐθὺς εἰς ἀνάμνησιν τῆς Ἰουδαίων, φημὶ δὴ τῆς Ἱερουσαλὴμ, ἢν ἐπείπερ εἷλον Ἀσσύριοι, τετίκασι δίκας. τετιμώρηνται δὲ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ὡς τὴν τοῦ Θεοῦ δόξαν κατακερτομοῦντα, ἐπιστυγνάζει δὲ ὥσπερ αὐτῇ πα- θούσῃ τὰ παρ' ἐλπίδα, καὶ τῆς ἀνηκέστου συμφορᾶς οὐχ ἑτέρῳ τινὶ μᾶλλον ἀναγράφει τὰς αἰτίας, αὐτὴν δὲ μᾶλλον γεγενῆσθαί φησιν ἑαυτῇ προμνήστριαν. σχετλιάζει οὖν καί φησιν Ὢ ἡ ἐπιφανὴς καὶ λελυτρωμένη ἡ πόλις ἡ περιστερά.
to her and will move his hands, clapping them together, as I think, and striking them in wonder, and emitting a sound from his mouth, one that is whistling and rather indistinct. And through these things he depicts for us, as it were, the man struck by unexpected calamities. "Therefore God opposes the proud." And I say that the precept is wise and acceptable: "Do not exalt yourself, lest you fall," and again, "He who makes his house high seeks its destruction." For just as buildings raised to a great and immoderate height are somehow more prone to collapse and suffer the greatest suspicion that they will be shattered, so too the human soul, swollen with the vanity of its thoughts into arrogance, is rotten, easily overturned, and ready to fall. And if this is done against God, then there is nothing to resist. "O the illustrious and ransomed city, the dove." He immediately passes to a recollection of the Jews, I mean of Jerusalem, which, since the Assyrians captured it, they have paid the penalty. And the rest of the nations have also been punished for mocking the glory of God. He laments, as it were, over her suffering beyond expectation, and he ascribes the causes of the incurable calamity to no other than herself, saying that she became her own matchmaker. Therefore he cries out and says, "O the illustrious and ransomed city, the dove.
ἵνα τί γὰρ ὅλη, φησὶν, ἀτιμοτάτη γέγονας, οἰκτρά τε καὶ αἰχμάλωτος, ἡ οὕτω λαμπρὰ καὶ διαφανὴς, ἡ παντὸς ἔθνους κρατήσασα, καὶ νικῶσα μὲν ἀμογητὶ τοὺς ἀνθισταμένους, σκληρά τε ἀεὶ καὶ δυσάντητος τοῖς ἀντεξάγειν ἐθέλουσι, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοις· ἡ πολλοῖς σημείοις καὶ τέρασι τῆς Αἰγυπτίων θητείας λελυτρωμένη καὶ τῆς ἀφορή- του πλεονεξίας ἐκλύσασα τὸν αὐχένα· δι' ἣν ποταμοὶ μὲν εἰς αἷμα μετακεχωρήκασι, χάλαζα δὲ καὶ σκότος τὴν τῶν Αἰγυπτίων κατεσίνοντο γῆν, ᾗ καὶ θάλασσα συνωπλίζετο, καταπνίγουσα τοὺς διώκοντας, μυρία τε ὅσα πρὸς τούτοις γέγονεν ἀξιάκουστα; ὢ ἡ πόλις ἡ περιστερὰ, τουτέστιν ἡ περικαλλεστάτη. δέχεται γὰρ ἀεί πως ἡ θεόπνευστος γραφὴ τὸ στρουθίον εἰς εὐειδίαν· καθάπερ ἀμέλει καὶ τὴν ἐν τῷ ᾄσματι πλαττομένην νύμφην τῷ τῆς περιστερᾶς ὀνόματι κατασεμνύνειν ἤθελεν ὁ νυμφίος "Ἀνάστα, λέγων, ἐλθὲ ἡ "πλησίον μου, καλή μου, περιστερά μου." περικαλλεστάτη δὲ λίαν ἡ Ἱερουσαλὴμ, διάτοι τὸ τῷ θείῳ λελαμπρύνθαι νόμῳ, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπὴς, ἐπασκεῖν δὲ καὶ δικαιοσύνην, καὶ Θεῷ τῷ κατὰ φύσιν προσ- κυνεῖν, καὶ αὐτῷ τελεῖν τὰς λατρείας. κάλλος δὲ τοῦτο πνευματικόν. δύναιο δ' ἂν καὶ ἑτέρως περιστερὰν εἰρῆσθαι νοεῖν τὴν Ἱερουσαλήμ. ἔθος γὰρ ἀεὶ τῷ πτηνῷ, κἂν εἴ τις αὐτὸ τῆς φιλτάτης αὐτῷ καλιᾶς ἀποκομίσειεν ἀπωτάτω, εἶτα δοίη τῇ πτήσει καιρὸν, ἀναθεῖν οἴκαδε πάλιν καὶ ἀνακο- μίζεσθαι πρὸς τὰ οἰκεῖα. ὃ δὴ γεγονὸς καὶ ἐπ' αὐτῆς εὑρή- σομεν τῆς Ἱερουσαλήμ. ἔχουσα γὰρ ἐκ προγόνων τὸ εὐσεβὲς, καταπεφοίτηκε μὲν εἰς Αἴγυπτον·
Why, he says, have you become entirely dishonored, pitiable, and captive—you who were so bright and radiant, who subdued every nation, effortlessly conquering those who opposed you, always harsh and unyielding to those who wished to march against you, armed with the law of war? You who were delivered from the servitude of the Egyptians by many signs and wonders, and freed your neck from their unbearable greed? For your sake rivers turned to blood, hail and darkness ravaged the land of the Egyptians, the sea itself armed against them, drowning their pursuers, and countless other things worthy of note occurred. O city, the dove—that is, the most beautiful one. For inspired Scripture always somehow takes the sparrow as a symbol of beauty. Just as, of course, in the Song of Songs, the bridegroom wished to honor the bride portrayed there with the name of the dove: "Arise," he says, "come, my beloved, my beautiful one, my dove." Jerusalem is exceedingly beautiful, because it is illuminated by the divine law, and is distinguished by the glories of the priesthood, and practices righteousness, and worships God according to nature, and performs its liturgies to him. This is a spiritual beauty. One might also understand Jerusalem to be called a dove in another way. For it is always the habit of this bird that, even if someone were to take it from its most beloved nest to the farthest place, and then give it an opportunity for flight, it returns home again and makes its way back to its own. This is exactly what we find has happened to Jerusalem itself. For having piety from its ancestors, it once descended into Egypt.
ἐκβαίνουσα δὲ ὥσπερ τὴν ἐκ πατέρων λατρείαν, ἐκεῖ προσκεκύνηκεν εἰδώ- λοις· ἀλλὰ κέκληται διὰ Μωυσέως, καὶ ἀπέπτη τρόπον τινὰ τῆς ἐν Αἰγύπτῳ πλάνης, παλινδρομήσασα πρὸς Θεόν. ἀλλὰ γὰρ τίς ἡ αἰτία, φησὶ, τοῦ καὶ ὅλως ἁλῶναι τυχὸν, καὶ ὑφ' ἑτέροις γενέσθαι πάλιν τὴν λελυτρωμένην; Οὐκ εἰσήκουσε φωνῆς.9 Ἤκουσε γὰρ ἐν τῷ ὄρει Σινᾷ τοῦ Θεοῦ λέγοντος "Ἄκουε "̓Ισραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. οὐ ποιήσεις "σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ "ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν "ὑποκάτω τῆς γῆς." παρατρέχουσα δὲ τὸ διηγγελμένον, κατώλισθεν ἀμαθῶς εἰς πολύθεον πλάνησιν. οὐκοῦν οὐκ εἰσήκουσε φωνῆς, ἢ τῆς ἐν τῷ ὄρει Σινᾷ πρὸς αὐτὴν γεγενη- μένης· ἤγουν τὴν φωνὴν ἀντὶ τῆς νουθεσίας παραδεξόμεθα. Οὐκ ἐδέξατο παιδείαν.9 Περιυβρίζουσα γὰρ τὸν παιδαγωγοῦντα νόμον καὶ ἀπο- κομίζοντα πρὸς δικαιοσύνην, ἐτράπετο πρὸς "διδασκαλίας, "ἐντάλματα ἀνθρώπων," καὶ ταῖς ἰδίαις ἀκολουθοῦσα γνώ- μαις, ἔξω
Leaving behind, as it were, the worship of her fathers, she prostrated herself there before idols. But she was called through Moses, and in a certain way flew away from the error in Egypt, running back to God. Yet what is the cause, he says, that she, who had been redeemed, should chance to be captured at all and come under others again? She did not hearken to the voice. For she heard on Mount Sinai God saying, "Hear, O Israel: the Lord your God is one Lord. You shall not make for yourself an idol nor any likeness of whatsoever is in the heaven above and whatsoever is on the earth below and whatsoever is in the waters beneath the earth." But passing over what was proclaimed, she ignorantly slipped into polytheistic error. Therefore she did not hearken to the voice, either that which was addressed to her on Mount Sinai; or we may take the voice as meaning the admonition. She did not accept instruction. For, insulting the law that was guiding her and leading her toward righteousness, she turned to "teachings," "ordinances of men," and following her own opinions, she went outside.
γέγονε τῆς εὐθείας ὁδοῦ, καὶ ἀπομεμένηκεν ἀμαθὴς καὶ τῶν θείων ἄμοιρος παιδευμάτων. Ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθησε.9 Πολέμου γὰρ καταθλίβοντος, καὶ ἀγῶνος ἐγκειμένου, καὶ κινδύνων ἐπηρτημένων, δέον αὐτὴν τὴν τῶν προγόνων εὐσέ- βειαν ἀπομιμεῖσθαι φιλεῖν, καὶ ἐπὶ μόνῳ πεποιθέναι τῷ διασώζοντι Θεῷ, "Αἴγυπτον ἐπεκαλεῖτο," κατὰ τὸ γεγραμ- μένον, "καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν," καὶ κατεμισθοῦτο Σύρους ἤγουν Ἄραβας, μονονουχὶ τὴν θείαν ἀτιμάζουσα δύναμιν. Καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγικεν.9 Ἐγγίζομεν δὲ τῷ Θεῷ διὰ πάσης ἐπιεικείας, καὶ τὰ αὐτῷ δοκοῦντα κατορθοῦν ᾑρημένοι. ἐγγίζομεν δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτὸν εἶναι μόνον φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ βασιλέα τῶν ὅλων καὶ δημιουργὸν πιστεύοντες, καὶ ἐπ' αὐτῷ τὸ σύμπαν ἕτερον οὐδένα παραδεχόμενοι. Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι.9 Ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ παράγει τὰς αἰτίας, ἐφ' αἷς εἰκότως κεκίνηται καὶ κέκλιται πρὸς ὀργὰς, ἵνα δὴ φαίνοιτο λοιπὸν κολάζων ἐν δίκῃ τοὺς ἠσεβηκότας καὶ καθιγμένους εἰς τοῦτο φαυλότητος, ὡς ἀφόρητον ἤδη πως τὸ χρῆμα καὶ αὐτῷ γενέσθαι Θεῷ. ἦσαν οὖν, φησὶν, οἱ ἄρχοντες αὐτῆς ὡς λέοντες. τί δὲ δὴ δρῶσιν ἐκεῖνοι; λιμοῦ καταθή- γοντος, καὶ εἰς ἔφεσιν αὐτοὺς καλοῦντος τροφῆς, ὄρη τε καὶ νάπας περιθέουσιν εὐσθενῶς, δεινόν τι καὶ ἀπηχὲς καταβρυ- χώμενοι· κἂν εἴ τι που θεάσαιντο τῶν ἐπιτηδείων εἰς βρῶσιν, οἷον βροντὴν κατηχήσαντες, εἰς δέος ἄγουσι τοσοῦτον, ὡς ἀποπεπῆχθαι δοκεῖν, καὶ οἷόν τι σικάλοις ἐνεσφιγμένον, περιμένειν τὸν δαιτυμόνα.
She departed from the straight path and remained ignorant and without a share of divine instruction. She did not trust in the Lord. For when war oppressed, conflict pressed, and dangers hung over her, she ought to have loved to imitate the piety of her ancestors and to trust only in the God who saves. But, as it is written, "she called upon Egypt," and "they went to the Assyrians," and she hired Syrians, that is, Arabs, all but dishonoring the divine power. And she did not approach her God. We approach God through all gentleness, choosing to accomplish what is pleasing to him. We also approach in another way, believing that he alone is by nature and truly God and king of all and creator, and accepting no other besides him in the whole. Her rulers in her roared like lions. He enumerates the charges and brings forward the reasons for which he has been justly moved and inclined to anger, so that he might appear to punish justly those who have been impious and have sunk to such depravity that the matter has become somehow unbearable even to God himself. So, he says, her rulers were like lions. And what do they do? When hunger presses and calls them to desire for food, they run vigorously through mountains and glens, roaring terribly and harshly. And if they see something suitable for eating, they raise such a roar that they strike terror, so that the prey seems to be frozen and, as if bound by snares, awaits the feaster.
τοῦτο δέ τινες ἔδρων καὶ τῶν ἡγουμένων ἐν Ἰσραὴλ, τὸν ἐκ νόμου θάνατον τοῖς παρα- βαίνουσιν ὡρισμένον, ἐπιφέρειν ἔσθ' ὅτε καὶ τοῖς πλημ- μελοῦσιν οὐδὲν ἀπειλοῦντες, εἰ μὴ δρᾶν ἕλοιντο τὰ αὐτοῖς θυμήρη τε καὶ φίλα, καὶ παραχωροῦντες ἐγκαλοῦσιν ἑτέροις, ἤγουν αὐτοῖς τοῖς δικάζουσι κτήσεων ἰδίων ἐξιστάμενοι. καταγράφει γὰρ αὐτῶν τὰ τοιάδε τῶν κακῶν καὶ δι' ἑτέρου προφήτου, λέγων· Μιχαίας δὲ οὗτος· "Ἐγένοντο "λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις "αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ "ἦραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν.
Some of the leaders in Israel also did this: although the death prescribed by the law for transgressors was fixed, they sometimes threatened it against those who committed offenses only if they did not choose to do what was agreeable and pleasing to them, and then, yielding, they accused others, that is, they themselves withdrew from the judges of their own possessions. For another prophet, namely Micah, also records such evils of theirs, saying: "They devised troubles and worked evils in their beds, and at daybreak they completed them, because they did not raise their hands to God.
καὶ ἐπεθύμουν ἀγροὺς, "καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ "διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κλη"ρονομίαν αὐτοῦ." Καταβρυχῶνται δὲ ὥσπερ τῶν ἐν ἁπλῇ πίστει βιοῦν ᾑρημένων καὶ οἱ τῶν αἱρέσεων εὑρεταὶ, καὶ θεοστυγὲς ἀνοί- γοντες στόμα, τοὺς οὐδὲν εἰδότας μονονουχὶ κατεσθίουσιν ἀμαθεστέρους ἀποτελοῦντες, καὶ ψυχρὰς αὐτοῖς καὶ διεστραμμένας ἐνιέντες ἐννοίας, καταμυθολογοῦντες δὲ οὕτως, καὶ τό γε σφίσιν αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον φρονεῖν ἀναπείθοντες, ὡς ἤδη δοκεῖν τοὺς τοῖς παρ' αὐτῶν ἐναλόντας βρόχοις, τάχα που καὶ ἐκτεθνάναι, καὶ λίθοις ὀλίγα τοῖς ἀναισθήτοις παραχωρεῖν, οἷς ἄν τις ἐπιφωνήσειε, καὶ μάλα εἰκότως "Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, "καὶ ἐπιφαύσει σοι ὁ Χριστός." πλὴν, ὥς φησιν ὁ μακά- ριος Δαυείδ "Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ "στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ "Κύριος." Οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωΐ.9 Φασὶ τοὺς ἐν Ἀραβίᾳ λύκους παντὸς ἐπέκεινα θηρὸς ἰέναι πρὸς ἀγριότητα, κατηῤῥωστηκέναι τε λίαν τὸ ἀκόρεστον εἰς τροφὰς, ὀξεῖς δὲ οὕτως εἰς δρόμον, ὡς ἀποφοιτᾶν εὐκόλως παντὸς τοῦ διώκοντος.
they also coveted fields, "and they plundered orphans, and they oppressed households, and they plundered a man and his house, a man and his inheritance." And the inventors of heresies, opening a god-hated mouth, likewise devour those who have chosen to live in simple faith, all but eating up those who know nothing, rendering them more ignorant, and instilling in them cold and distorted notions, thus spinning tales and persuading them to think what seems good to themselves, so that those caught in their snares already appear to be dead, and to differ little from senseless stones, to whom one might fittingly cry out, "Wake up, sleeper, and rise from the dead, and Christ will shine upon you." But, as the blessed David says, "God will break their teeth in their mouth; the Lord has shattered the molars of the lions." Its judges are like the wolves of Arabia, they did not spare until morning. They say that the wolves in Arabia surpass every beast in savagery, are exceedingly insatiable in their appetite for food, and are so swift in running that they easily outpace any pursuer.
ἔφη γάρ που καὶ δι' ἑτέρου προ- φήτου περὶ τῶν ἐκ Βαβυλῶνος ἵππων "ὀξύτεροι ὑπὲρ τοὺς "λύκους τῆς Ἀραβίας." δέχεται τοίνυν εἰς τὸ παρὸν τὴν τῶν λύκων ἀπληστίαν εἰς ὑποτύπωσιν τῶν κριτῶν, οἷον ὅλῳ στόματι καὶ ἀκορέστοις ὀδοῦσι δαπανώντων τοὺς κρινο- μένους, διὰ τοῦ πλεῖστά τε ὅσα καὶ τὰ ὑπὲρ δύναμιν ἐξαιτεῖν ἐπὶ τῇ τοῦ δικαίου παρατροπῇ, καὶ ἵνα τὸ τῷ θείῳ νόμῳ δοκοῦν εἰς τὸ ἑτέροις τισὶν ἁνδάνον ἀνοσίως παρευθύνοιτο. ἀλλ' ἦν ἄμεινον ἐννοεῖν αὐτοὺς, ὅτι καθά φησιν ὁ παροιμια- στής "Λαμβάνοντος δῶρα ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί." "Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται "ῥήματα δίκαια," κατὰ τὸ
γεγραμμένον. τί γὰρ ὅλως τὸ περιττὸν ἐκ δωροδοκίας; τί δὲ τὸ αἰσχρὸν ὀνήσει λημμάτιον τοὺς ἀγαπῶντας αὐτό; μᾶλλον δὲ ποίαν ἂν αὐτοῖς ζημίαν οὐκ ἐνεργάσαιτο; καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων "Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πει- "ρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ "βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον "καὶ ἀπώλειαν." "Αἱρετὸν οὖν ὄνομα καλὸν ἢ πλοῦτος "πολὺς," καὶ ἔστιν ἀληθῶς σοφὸς δὴ λίαν καὶ ἀτρεκὴς ὁ λόγος. Οἱ προφῆται αὐτῆς πνευματοφόροι ἄνδρες καταφρονηταί.9 Εὖ γε τὸ αὐτῆς ἐπὶ προφητῶν ἐνθάδε, ὅτι μὴ γεγόνασι Θεοῦ, λαλοῦντες ἐπισφαλῶς τὰ "ἀπὸ καρδίας αὐτῶν καὶ οὐκ ἀπὸ στόματος Κυρίου," κατὰ τὸ γεγραμμένον. κατειρωνεύεται δὲ ὁ λόγος, πνευματοφόρους ἀποκαλῶν·
For he said somewhere, also through another prophet, concerning the horses from Babylon, "swifter than the wolves of Arabia." So then, in the present passage, he adopts the insatiability of wolves as a depiction of the judges, as though they devour those being judged with whole mouth and insatiable teeth, by demanding very many things, even beyond what is possible, for the perversion of justice, and so that what seems right by divine law might be impiously twisted to please certain others. But it would have been better for them to consider that, as the proverbialist says, "The ways of one who takes gifts in his bosom do not prosper." "For gifts blind the eyes of the wise and corrupt just words," according to what is written. For what profit at all comes from bribery? And what shameful little gain will benefit those who love it? Rather, what harm would it not work upon them? For the blessed Paul speaks truly, saying, "But those who wish to become rich fall into temptation and a snare and many foolish and harmful desires, which sink men into ruin and destruction." "Therefore, a good name is preferable to great wealth," and the saying is indeed very wise and true. Her prophets are spirit-bearing men, despisers. The phrase "her prophets" here is well put, because they have not become prophets of God, speaking perilously "from their own hearts and not from the mouth of the Lord," according to what is written. And the discourse speaks ironically, calling them spirit-bearing.
οὐχ ὡς ἐν μεθέξει γεγονότων ἐκείνων τοῦ Ἁγίου Πνεύματος ἀληθῶς, ἀλλ' ὡς πλάττεσθαι τολμώντων τὸ τῆς προφητείας χρῆμα, καὶ ὅτι μεμέστωνται τοῦ Ἁγίου Πνεύματος οὐ κατοκνούντων εἰπεῖν. θέλοντες τοίνυν εἶναι, φησὶ, καὶ προφῆται καὶ πνευματοφόροι, καὶ τὸ σεμνὸν οὕτως ὄνομα ταῖς σφῶν αὐτῶν περιπλάττοντες κεφαλαῖς, τοσοῦτον γεγόνασι καταφρονηταὶ, ὡς μηδὲ ὅτι ποτ' ἐστὶ τὸ ἐπιεικὲς εἰδέναι, προσαπολλύναι δὲ καὶ ἑτέρους, οἷς ἐλάλουν τὰ ἀπὸ καρδίας, καὶ τοῦτο ἐπὶ σμικροῖς καὶ εὐτελεστάτοις τισὶ λημματίοις οἱ τάλανες, καὶ ὡς ὁ προφήτης φησὶν Ἰεζεκιήλ "ἕνεκεν δρακὸς κριθῆς καὶ "κλάσματος ἄρτου." καὶ ἀποπληξίας δὲ πρὸς τοῦτο κατώλισθον, ὡς τῆς ἀποῤῥήτου δόξης βουλὰς εἶναι λέγειν τὰς ἑαυτῶν, καὶ τὰ ἀπὸ γνώμης ἰδίας ἀποβρασσόμενα ῥήματα, θείους εἶναι λόγους διϊσχυρίζεσθαι. καὶ γοῦν ἔφασκε περὶ αὐτῶν διὰ τῆς Ἱερεμίου φωνῆς "Οὐκ ἀπέστελλον τοὺς "προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, "καὶ αὐτοὶ προεφήτευον·" αὐτοῦ δὲ τοῦ προφήτου διακεκρα- γότος ἐναργῶς καὶ λέγοντος "Ὁ ὢν Δέσποτα Κύριε, ἰδοὺ "οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε "μάχαιραν καὶ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ "εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ·" μονον- ουχὶ καὶ ἀντεκεκράγει λέγων ὁ τῶν ὅλων Θεός "Ψευδῆ οἱ "προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα "αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς "αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα "καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν.
not as if those people had truly partaken of the Holy Spirit, but as if they dared to fabricate the business of prophecy and did not shrink from saying that they were filled with the Holy Spirit. Wishing, therefore, he says, to be both prophets and spirit-bearers, and plastering that august name upon their own heads, they have become so contemptuous as not even to know what decency is, and they also destroy others to whom they spoke from the heart, and this for petty and most trivial gains, the wretches, and as the prophet Ezekiel says, "for a handful of barley and a morsel of bread." And they have also fallen into madness to this degree, that they say their own counsels are plans of ineffable glory, and they insist that the words spewed from their own opinion are divine utterances. And indeed, he spoke about them through the voice of Jeremiah: "I did not send the prophets, and they ran; I did not speak to them, and they prophesied." And when the prophet himself cried out clearly and said, "O Lord Master, behold their prophets prophesy and say, 'You will not see a sword, and there will be no famine among you, because I will give truth and peace on the earth and in this place,'" the God of all but cried out in reply, saying, "The prophets prophesy falsely in my name; I did not send them, and I did not command them, and I did not speak to them; for they prophesy to you false visions, divinations, omens, and the choices of their own heart.
"εἰ προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, "ἀπαντησάτωσάν μοι. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕ- "τως οἱ λόγοι μου, λέγει Κύριος. οὐχ οἱ λόγοι μου ὡς "πῦρ φλέγον, λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;" καθικνεῖται γὰρ εἰς νοῦ βάθος ὁ παρὰ Θεοῦ λόγος, καὶ μο- νονουχὶ διαῤῥήγνυσι τὴν τῶν ἀκροωμένων καρδίαν· ψυχρὸς δὲ καὶ ἄναλκις ὁ ἐξ ἀνθρώπου βουλῆς, ὁποῖός τις ἦν ὁ τῶν ἀνοσίων ψευδοπροφητῶν. Οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσι τὰ ἅγια καὶ ἀσεβοῦσιν εἰς τὸν νόμον.9 Οὐκ ἔξω μομφῆς οὐδὲ αὐτὸ πεφώραται τὸ ἀπόλεκτον γένος, τουτέστι, τὸ ἐκ φυλῆς Λευί· βεβηλοῦν δὲ καὶ αὐτοὺς τὰ ἅγιά φησι, καὶ ἀσεβεῖν εἰς νόμον. γέγραπται μὲν γάρ " Οτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητή- "σουσιν ἐκ στόματος αὐτοῦ." ἀλλ' ὡς αὐτός που πάλιν φησὶν ὁ τῶν ὅλων Δεσπότης "Οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστι "Κύριος." τὸ γάρ τοι μὴ βούλεσθαι διατρανοῦν τὸν νόμον τοῖς οὐκ εἰδόσιν αὐτὸν, μήτε μὴν ἀποκομίζειν ἐπείγεσθαι τοὺς ὑπὸ χεῖρα λαοὺς εἰς τὸ ἁνδάνον Θεῷ, τοῦτο οἶμαί ἐστι τὸ ἀσεβεῖν εἰς νόμον. καὶ οὐ μέχρι τούτου τὰ ἐκείνων ἐγκλήματα· ἀλλὰ γὰρ καὶ βεβηλοῦσι δὲ τὰ ἅγιά φησιν. ὁ μὲν γὰρ διὰ Μωυσέως νόμος πλείστην ἔχει τὴν ἐπιτήρησιν περὶ θυσιῶν καὶ προσαγωγῆς, ἡνίκα τε ἑκάστην καὶ τίνα χρὴ τρόπον ἀποπεραίνεσθαι·
If they are prophets, and if there is a word of the Lord in them, "let them answer me. What is the chaff to the grain? Thus are my words, says the Lord. Are not my words like a burning fire, says the Lord, and like an axe cutting a rock?" For the word from God penetrates into the depth of the mind and almost rends the heart of the hearers; but the word from human counsel is cold and feeble, such as was that of the unholy false prophets. Her priests profane the holy things and act impiously toward the law. Not even the chosen class, that is, the tribe of Levi, is found free from blame; he says that they too profane the holy things and act impiously toward the law. For it is written, "The lips of a priest shall guard judgment, and they shall seek the law from his mouth." But as the Lord of all himself says somewhere again, "The priests did not say, Where is the Lord?" For not wishing to make the law clear to those who do not know it, nor to hasten to bring the peoples under their hand to what is pleasing to God—this, I think, is to act impiously toward the law. And their accusations do not stop there; but he says they also profane the holy things. For the law through Moses has very great concern about sacrifices and offerings, when and in what manner each must be performed.
οἱ δὲ κατὰ τὸ εἰκὸς προσεκό- μιζον μὲν τὰς θυσίας, πλὴν ἀφυλάκτως καὶ ἀτημελῶς, οὐ καιρὸν, οὐ τύπους ἀξιοῦντες ἐπιτηρεῖν, ἀλλ' οὐδὲ ἡγνισμένοι τάχα, οὔτε μὴν ἐν ἐσθήμασι τοῖς σφῶν ἱεροπρεπῶς ἐσταλ- μένοι καὶ ἐν κόσμῳ δρῶντες τὰ ἱερὰ, ἀτιμάζοντες δὲ ὥς τι τῶν ἀχρείων τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον λειτουργίαν.
Παραφυλακτέον δὴ οὖν τοῖς τῆς
Ἐκκλησίας ἱερουργοῖς, μὴ βεβηλοῦν τὰ ἅγια· τρόπος δὲ τῆς βεβηλώσεως οὐχ εἷς, διάφορος δὲ καὶ πολύς. δεῖ γὰρ εἶναι κεκαθαρμένους καὶ ψυχὴν καὶ σῶμα, καὶ πᾶν εἶδος ἀποσειομένους βδελυρᾶς ἡδονῆς, ἠγλαϊσμένους δὲ μᾶλλον τοῖς εἰς ἀγαθουργίαν σπου- δάσμασι, μεμνημένους λέγοντος τοῦ θεσπεσίου Παύλου "Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τε- "λέσητε." Ὁ δὲ Κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωῒ πρωῒ δώσει τὸ κρῖμα αὐτοῦ, καὶ οὐκ εἰς νῖκος ἀδικίαν.9 Ἀσύμβατόν ἐστί πως ἀεὶ τῷ ἀδίκῳ τὸ δίκαιον, καὶ οὐκ ἂν ἴοι κατὰ ταυτὸν τῷ βεβήλῳ τὸ καθαρόν. "Τίς γὰρ ἂν "γένοιτο κοινωνία φωτὶ πρὸς σκότος;" μάχεται γὰρ τὰ τοιάδε τῶν πραγμάτων, καὶ πολὺ τῆς ἀλλήλων φιλίας διῳ- κισμένα κατίδοι τις ἂν αὐτά. ἠγαπηκότος δὴ οὖν τὴν δικαιοσύνην καὶ οὐκ εἰδότος ἀδικίαν τοῦ πάντων κρατοῦντος Θεοῦ, πῶς ἀεὶ κρατήσειν ἔμελλον, ἤγουν διεξάγεσθαι πρὸς πέρας, οὐκ ἀνακοπτόμενα παντελῶς τὰ παμμόχθηρα τῶν Ἰουδαίων ἐγκλήματα;
Those, as was likely, brought their sacrifices, but carelessly and negligently, not deeming it necessary to observe the proper time or forms, nor indeed being purified, nor yet reverently attired in their own garments and performing the sacred rites in an orderly manner, dishonoring, as something worthless, that so august and admirable liturgy.
It must therefore be carefully guarded by the sacred ministers of the Church that they not profane the holy things; and the manner of profanation is not one, but varied and manifold. For they must be purified in both soul and body, and shake off every form of abominable pleasure, and rather be adorned with zealous efforts for good works, remembering the words of the divine Paul: "Walk in the Spirit, and you will not fulfill the desire of the flesh." And the Lord is just in her midst and will not do injustice; early in the morning he will give his judgment, and injustice will not prevail. The just is somehow always incompatible with the unjust, and the pure would not go together with the profane. "For what communion could light have with darkness?" For such things are at war with each other, and one would see them as being far removed from mutual friendship. Since, then, the God who rules over all loves justice and knows no injustice, how were the utterly wretched accusations of the Jews ever to prevail, that is, to be carried through to completion, without being completely thwarted?
δοκεῖ δέ πως ἀδικίας εἶναί τις τρόπος, τὸ μὴ ποιναῖς ὑποφέρειν τὸν ἀλιτήριον, καὶ τὸ μὴ δίκας αἰτεῖν τὸν ἀσελγῶς τε καὶ ἀνοσίως διαβιοῦν ᾑρημένον, καὶ πεφροντικότα μὲν τῶν νόμων οὐδὲν, διανενευκότα δὲ οὕτω πρὸς ἀδικίαν, ὡς οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον, αὔχημά τε ποιεῖσθαι λαμπρὸν τὰ ἐφ' οἷς ἦν εἰκὸς ἐρυθριῶντα ὁρᾶσθαι. ἐπειδὴ τοίνυν δίκαιος ὁ Κύριος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· οὐ γὰρ ἀνάσχοιτο τῶν ἀδικεῖν εἰωθότων· πρωῒ πρωῒ ποιήσει τὸ κρῖμα αὐτοῦ, τουτέστιν, ὄρθρου τε καὶ ἐμφανῶς καὶ ὡς ἐν ἡμέρᾳ λοιπὸν, οὐκέτι συστέλλων τὰ ἐξ ὀργῆς, ἀλλ' εἰς μέσον ἄγων, καὶ ἐμφανῆ καθιστὰς, καὶ οἷον ἐν ὄψει τιθεὶς τὰ προεπηγγελμένα. οὐ γὰρ ἐάσει δραμεῖν εἰς νῖκος ἀδικίαν. τὸ δὲ εἰς νῖκος, τὸ εἰς ἐκνίκησιν, ἤγουν εἰς ἅπαν ὑπο- δηλοῖ. κεκολασμένων γὰρ τῶν ἠσεβηκότων, πεπαύσεται πάν- τως καὶ τῆς ἀδικίας ὁ τρόπος· οὐ γὰρ ἔχει τοὺς δρῶντας ἔτι. Δεῖ τοίνυν τούς γε ἀληθῶς ἀρτίφρονας περινοεῖν, ὅτι φιλοδίκαιος ὁ Δεσπότης, καὶ οὐκ ἂν ἀνάσχοιτο τῶν πλημ- μελούντων ἀσχέτως. ἀλλ' εἰ μέν τις ἴοι πρὸς μετάγνωσιν, καὶ τὸ ἐπὶ τοῖς ἰδίοις πλημμελήμασι καταστάζοι δάκρυον, ἡμερωτάτῳ περιτεύξεται, καὶ ἐξαιτήσει τὴν ἀμνηστίαν, καὶ ἔξω δραμεῖται βρόχων καὶ τοῦ κολάζεσθαι δεῖν. εἰ δὲ ἄτεγκτός τις εἴη, καὶ δυσμετακόμιστον ἔχων τὴν γνώμην εἴς γε τὸ δεῖν ἑλέσθαι τὰ πρεπωδέστερα, τοῖς οἰκείοις ἐνιζήσει πταίσμασιν, μᾶλλον δὲ καὶ ἐναπολεῖται λοιπὸν, καὶ ὑπὸ κίνησιν ἔσται τὴν δεσποτικὴν, ὅτι μὴ μέχρι παντὸς τῶν πλημμελούντων ἀνέχεται.
It seems in some way to be a form of injustice not to subject the offender to penalties and not to demand justice from one who has chosen to live licentiously and impiously, caring nothing for the laws, and so inclined toward injustice as to consider the better course nothing, and to make a proud boast of things for which one would naturally be seen blushing. Since, therefore, the Lord is just in her midst and will not do injustice—for he would not tolerate those accustomed to doing injustice—early, early he will render his judgment, that is, at dawn and openly and as in the day henceforth, no longer concealing the things of wrath, but bringing them into the open, making them manifest, and placing the things previously promised, as it were, before the eyes. For he will not allow injustice to run to victory. And "to victory" signifies to the uttermost, that is, to complete subjugation. For when the impious have been punished, the manner of injustice will certainly cease, since it no longer has those who practice it. Therefore, those who are truly right-minded must consider that the Master is a lover of justice and would not tolerate those who offend without restraint. But if someone should go to repentance and shed a tear over his own transgressions, he will encounter a most gentle one and will obtain amnesty, and will run free from snares and from the necessity of being punished. But if someone should be unyielding and have a disposition difficult to change toward choosing what is more fitting, he will remain fixed in his own faults, or rather will be left behind in them, and will be subject to the Master's motion, because he does not tolerate those who offend indefinitely.
Ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐ- τῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν, διὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν.9 Ἐπειδὴ γὰρ, ὡς ἔφην, οἱ μὲν ἱερεῖς ἐβεβήλουν τὰ ἅγια, ἠσέβουν δέ τινες καὶ εἰς αὐτὸν τὸν νόμον, "ὁ δὲ Κύριος "δίκαιος ἐν μέσῳ αὐτῆς πρωῒ πρωῒ ποιήσει τὸ κρῖμα αὐτοῦ." καὶ ποῖον δὴ τοῦτό ἐστι; κατέσπασεν ὑπερηφάνους ἐν διαφθορᾷ, τουτέστι, παρέδωκεν εἰς φθορὰν τοὺς ἀλαζόνας καὶ ὑβριστάς. ἢ γὰρ οὐκ ἀλαζόνες, οἱ θεομαχεῖν εἰωθότες, καὶ τοῖς διὰ Μωυσέως θεσπίσμασι τὸ οἰκεῖον ὥσπερ ἀντεξά- γοντες θέλημα· καὶ ὀλίγα μὲν κομιδῇ τῶν θείων πεφροντικότες νόμων, ἀποκλίνοντες δὲ πρὸς τὸ ἄγαν ἐξήνιον καὶ λέγοντες τῷ Κυρίῳ "Ἀπόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι "οὐ βούλομαι;" εἶτα πῶς ἂν ἐνδοιάσειέ τις εἴπερ ἐστὶ πτωχὸς τῷ πνεύματι καὶ ταπεινὸς τῇ καρδίᾳ, κατὰ τὸ γεγραμμένον, ὁ εὐφαὴς καὶ εὐήνιος καὶ πολὺ βλέπων εἰς εὐπείθειαν, ὃν καὶ ἐποπτείας ἀξιοῖ; καὶ γοῦν ἔφη δι' ἑνὸς τῶν ἁγίων προφητῶν ὁ τῶν ὅλων Θεός "Καὶ ἐπὶ τίνα "ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ "τρέμοντά μου τοὺς λόγους;" οὐκοῦν κατεσπάσθη μὲν εἰς φθορὰν τὸ ὑπέροφρυ γένος, ἠφανίσθησαν δὲ καὶ αἱ γωνίαι αὐτῶν. καὶ γωνίας οἶμαί που τὰ τείχη λέγεσθαι νυνὶ, καὶ τὰς τῶν πόλεων περιβολάς. ὑψηλαὶ γὰρ ἀείπως αἱ γωνίαι, πύργους ἔχουσαι διαφανεστάτους. ὅμοιον οὖν ἄρα τυχὸν ὡς εἰ καὶ λέγοι πάλιν Ἔρημοι τειχῶν αἱ παρ' αὐτοῖς ἔσονται πόλεις.
I have cast down the arrogant in destruction; their corners have been obliterated; I will utterly desolate their roads so that no one may travel them; their cities have ceased to exist, because there is no one to inhabit them." For since, as I said, the priests were profaning the sacred things, and some were also impious toward the law itself, "the Lord, being just in her midst, will execute his judgment early in the morning." And what indeed is this? He cast down the arrogant in destruction, that is, he delivered the boastful and insolent to ruin. For are they not boastful, those who are accustomed to fight against God and to set their own will in opposition, as it were, to the ordinances given through Moses, caring very little for the divine laws, but inclining toward excessive unruliness, saying to the Lord, "Stand away from me; I do not wish to know your ways"? Then how could anyone doubt whether the one who is clear-sighted and well-disposed and greatly inclined to obedience, whom he also deems worthy of oversight, is poor in spirit and humble in heart, according to what is written? And indeed the God of all said through one of the holy prophets, "And upon whom shall I look, but upon the humble and quiet one who trembles at my words?" Therefore, the overweening race was cast down into destruction, and their corners were obliterated. And by "corners" I think the walls are meant here, and the enclosures of the cities. For the corners are always high, having very conspicuous towers. So it is similar, perhaps, as if one were to say again, "Their cities will be bereft of walls.
ἐπηπείλησε δὲ πρὸς τούτοις καὶ ἐξερημοῦν τὰς ὁδοὺς αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραὴλ, τοῦ μὴ διοδεύειν τὸ παράπαν. καί μοι δοκεῖ βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν· ὁ διὰ Μωυ- σέως προστέταχε νόμος εἰ τελοῖτο κατὰ καιροὺς ἡ ἑορτὴ τῆς σκηνοπηγίας, ἐκ πάσης τῆς Ἰουδαίων χώρας ἀναθεῖν εἰς Ἱεροσόλυμα, καὶ πληροῦν ἐκεῖσε τὰ νενομισμένα. ὅτε τοί- νυν κατεσείσθησαν αἱ πόλεις, ἀπολώλασιν οἱ ἐν αὐταῖς, τότε καὶ ἠρημῶσθαί φαμεν τὰς ὁδοὺς, ὡς οὐδενὸς ἔτι δι' αὐτῶν ἐρχομένου, καὶ πρός γε τὸ χρῆναι πληροῦν τὴν τεταγμένην αὐτοῖς ἑορτὴν, καθὰ καὶ πρώην, διάττοντος. πέπτωκε γὰρ εἰς τοῦτο ταλαιπωρίας τὰ τῶν Ἰουδαίων τάγματα, ὡς μὴ τοὺς εἶναι τοὺς ἑορτάζοντας, μήτε μὴν ἐν εὐπαθείαις εἶναι δύνασθαι ἀνασωθέντας μόλις καὶ ἐκ τοῦ πολέμου περιλελειμ- μένους. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας μοῖραν ἐποιεῖτο τῶν θρήνων τὸ χρῆμα λέγων "Ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ "μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ." ὅτι δὲ ἀτρεκὴς ὁ λόγος αὐτὸ πάλιν ἡμῖν σαφηνιεῖ τὸ προκείμενον· ἐπιφέρει γὰρ εὐθύς Ἐξέλιπον αἱ πόλεις διὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν.
He also threatened, in addition to these things, to lay waste his roads—clearly those of Israel—so that no one might travel them at all. And it seems to me that he wishes to indicate something like this: the law ordained through Moses prescribed that the feast of Tabernacles be celebrated at appointed times, with people from all the land of the Jews going up to Jerusalem and fulfilling there the customary rites. When, therefore, the cities were overthrown and their inhabitants perished, then we say that the roads were also desolated, since no one any longer passed through them, and especially in order to fulfill the feast assigned to them, as before, by hastening. For the ranks of the Jews have fallen into such a state of misery that there are neither those who celebrate, nor can those who have barely survived and been left over from the war be in a state of well-being. Indeed, the prophet Jeremiah made this matter a part of his lamentations, saying, "The roads of Zion mourn because there are no comers to the feast." And that this account is true, the passage itself will again make clear to us; for it immediately adds, "The cities have ceased to exist, because there is no one to inhabit them.
"Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶν"τος." παροτρύνοντες γὰρ αὐτὸν διά γε τοῦ πλημμελεῖν ἑλέσθαι, καὶ τοῦτο ἀσχέτως, τότε δὴ τότε, καὶ μάλα δι- καίως, τοῖς τῆς ὑπεροψίας ἐγκλήμασιν οἱονείπως ἐνειλημμένοι κατασπώμεθα πρὸς διαφθορὰν, καὶ γυμνοὶ μὲν τῆς ἄνωθεν ἐσόμεθα περιβολῆς, εὐάλωτον δὲ ὥσπερ καὶ ἀτεί- χιστον ἐν ἑαυτοῖς τὴν καρδίαν εὑρήσομεν, καὶ πρός γε δὴ τούτοις τὰς τῆς δικαιοσύνης οὐχ εὑρήσομεν ὁδούς· ἀπονεύσειε δ' ἂν εὐκόλως τῶν τοιῶνδε κακῶν ὁ δεσποτικοῖς θελήμασιν ἀκολουθεῖν ᾑρημένος, καὶ τρυφερὸν ὑπέχων αὐτῷ τῆς ψυχῆς τὸν αὐχένα. Εἶπα Πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολο- θρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπ' αὐτήν.9 Ὅτι πάλιν αὐτοὶ ταῖς σφῶν κεφαλαῖς τὰ ἐξ ὀργῆς καταχέοντες ἁλοῖεν ἂν, πειρᾶται διδάσκειν. νενουθέτηκε μὲν γὰρ τὸ χρῆναι διαβιοῦν ἐν φόβῳ Θεοῦ πλειστάκις προστεταχὼς, καὶ ὅτι προσήκοι δέξασθαι παιδείαν, δῆλον δὲ ὅτι τὴν διὰ νόμου καὶ προφητῶν. ἦν γὰρ οὕτως, καὶ οὐχ ἑτέρως, ἀποσείεσθαι τὴν ὀργὴν καὶ ἀποκρούσασθαι τὰ συμβεβηκότα. ἐπειδὴ δὲ ἦν ἄτεγκτος ὁ Ἰσραὴλ, σκληρὸς καὶ δυσάγωγος, ἐκπέπτωκε δὲ τῆς παιδείας, τουτέστιν, ἔξω γέγονε τοῦ εἶναι σοφὸς, ὠλόθρευται δὲ ὥσπερ ἐξ ὀφθαλμῶν αὐτῆς, καίτοι δέον ἐμφιλοχωρεῖν ὁτιοῦν ἑτοίμως ἔχειν τῶν ἀεὶ τοῖς ἀγαθοῖς παιδεύμασι, καὶ πρὸς πᾶν ἀρεσκόντων Θεῷ. ἐξῆν γὰρ οὕτως ἐκκλῖναί φησι πάντα ὅσα ἐξεδίκησα ἐπ' αὐτήν.
It is therefore a fearful thing to fall into the hands of the living God. For when we urge him on by choosing to transgress, and that without restraint, then indeed, and quite justly, we are caught, as it were, in the charges of contempt, and are dragged down to destruction; and we shall be stripped of our heavenly covering, and we shall find our heart within us easily taken, as if without a wall; and, in addition to these things, we shall not find the roads of righteousness. But one who has chosen to follow the Lord's will, and holds his soul's neck tenderly for him, would easily turn away from such evils. He said, "Nevertheless, fear me and accept discipline, and you shall not be utterly destroyed from before her eyes, all that I have exacted against her." He attempts to teach that again they themselves would be caught pouring the effects of wrath upon their own heads. For he has admonished that they must live in fear of God, having often commanded this, and that they ought to accept discipline—clearly that through the law and the prophets. For in this way, and not otherwise, could wrath be shaken off and the events that had befallen be repelled. But since Israel was unyielding, hard and difficult to lead, and has fallen away from discipline—that is, has come to be outside of being wise—and has been destroyed, as it were, from before her eyes, although it was necessary to be ready to dwell upon any of the good teachings at all times, and to be disposed toward everything pleasing to God. For in this way, he says, it was possible to avoid all that I exacted against her.
Ὅτε τοίνυν τῆς ἑαυτῶν διανοίας τὸν θεῖον ἐκπέμπομεν φόβον, ὅτε παραιτούμεθα τὴν παιδείαν, καὶ ὀλίγου παντελῶς ἀξιοῦμεν λόγου τὸ εἶναι σοφοὶ, τότε δὴ πάντως ἐκεῖνα πεισό- μεθα, ἅπερ ἂν πρέποι τοῖς εἰωθόσι καταφρονεῖν· τότε καὶ ἐκδικήσει Θεὸς, καὶ τοὺς τῆς ἀνοσιότητος αἰτήσει λόγους. διαμεμνῆσθαι δὴ οὖν ἀναγκαῖον λέγοντός τινος, ὅτι "Φόβος Κυρίου ζωὴν ποιεῖ." "Φόβος Κυρίου δόξα καὶ "καύχημα." ἔστι δὲ καὶ "ἁγνὸς," τουτέστιν ἁγνοποιὸς, "διαμένων εἰς αἰῶνα αἰῶνος," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν.9 Ἐπειδὴ γὰρ οὐκ ἐδέξω, φησὶ, τὴν παρ' ἐμοῦ παιδείαν, ἀπώσω δὲ καὶ μεμίσηκας καὶ τὸ ἐν φόβῳ ζῆν καὶ ἐπιεικείαις, εὐτρεπίζου πρὸς ἀποδρομὴν καὶ πρὸς τὸ ἤδη παθεῖν, ἃ δια- φυγεῖν ἐξὸν, εἴπερ ἦσθα φιλάρετος καὶ σοφός. ὀρθρίζειν γεμὴν προστέταχε, τῆς συμφορᾶς τὸν καιρὸν ἐπὶ θύραις ὄντα δεικνύων, καὶ οἷον εἰς αὔριον ἥξοντα, παρεσόμενόν τε πάντως, ἀρξομένης ἠοῦς. τοῦτο δὲ ἦν ἀποκείροντος τὴν ἐλπίδα τῆς ἀναβολῆς, καὶ οὐκ ἐῶντος ἐννοεῖν, ὡς ἔσται τις ἀνοκωχὴ καὶ ἀνάβλησις καὶ μακρὸς μεταξὺ διελάσει καιρὸς, εἰς ἐκγόνους τάχα που παραπέμπων τὰ ἐξ ὀργῆς. οὐκοῦν ὡς ἐπ' ἀναγκαίῳ πράγματι προετοίμαζε σεαυτὸν καὶ ὄρθριζε πρὸς ἀποδρομήν. οἰχήσῃ γὰρ εἰς ἐχθροὺς αἰχμάλωτος, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, οἰκτρὸς ἔσῃ παρ' ἑτέροις. εἶτα τῷ Προφήτῃ φησὶν ὁ τῶν ὅλων Θεὸς, μονονουχὶ καὶ ἐπιστυγνά- ζων ἑαλωκόσι· διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς
When, therefore, we banish divine fear from our own mind, when we reject discipline and consider being wise of absolutely no account, then indeed we will certainly suffer those things that befit those accustomed to contempt; then God will also exact vengeance and demand the reckoning for impiety. It is necessary, then, to remember someone saying, "Fear of the Lord produces life." "Fear of the Lord is glory and boast." And it is also "pure," that is, purifying, "enduring forever and ever," according to the words of the Psalmist. "Prepare yourself, rise early; all their gleanings are destroyed." For since you did not accept, he says, the discipline from me, but you rejected and hated living in fear and in moderation, prepare yourself for flight and for already suffering what it was possible to escape, if you had been virtuous and wise. He commands you to rise early, showing that the time of calamity is at the door and will come, as it were, tomorrow, and will certainly be present when dawn begins. This was to cut off the hope of delay, and not to allow one to think that there will be some respite or postponement, and that a long interval of time will pass in between, perhaps deferring the consequences of wrath to descendants. Therefore, as for a necessary matter, prepare yourself and rise early for flight. For you will go away as a captive among enemies, and leaving the land that bore you, you will be pitiable among others. Then the God of all says to the Prophet, almost frowning upon those who have been caught: "All their gleanings are destroyed.
αὐτῶν. τί δ' ἂν βούλοιτο καὶ τοῦτο δηλοῦν, ἐροῦμεν ὡς ἔνι. πεπορθήκασι τὴν Σαμάρειαν καὶ ἑτέρας δὲ πρὸς αὐτῇ τῆς Ἰουδαίας πόλεις τῶν Βαβυλωνίων οἱ τύραννοι, καὶ Φουλὰ μὲν πρῶτος, εἶτα μετ' αὐτὸν ὁ Σαλμανασὰρ, καὶ τρίτος ὁ Σεναχηρείμ. ὥσπερ δὲ ἀμπελῶνα τετρυγηκότες ἀνεκομίζοντο πάλιν εἰς τὴν ἑαυτῶν, ἐν ὀλίγοις παντελῶς λειψάνοις ἀφέντες τὸν Ἰσραὴλ, καὶ οἷον ἐπιφυλλίδα μόνην αὐτοῖς καταλελοιπότες. ἐπιφυλ- λίδα δὲ εἶναί φαμεν τὰ μικρὰ τῶν βοτρυδίων, καὶ ἐν ὀλίγαις ὄντα ῥαξὶν, ἃ καὶ τοῖς φύλλοις ἐγκεχωσμένα διαλανθάνει πλειστάκις τὸν τοῦ συλλέγοντος ὀφθαλμόν. καί τι τοιοῦτόν φησιν ἕτερος τῶν ἁγίων προφητῶν "Οἴ μοι ψυχὴ, ὅτι "ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπι- "φυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν "τὰ πρωτόγονα." οὐκοῦν τετρυγήκασι μὲν ἐκεῖνοι, ἀφιγμέ- νος δὲ μετ' αὐτοὺς ὁ Ναβουχοδονόσορ, καὶ αὐτὴν διέφθειρε τὴν ἐπιφυλλίδα, καὶ τὸ βραχὺ τοῦ Ἰσραὴλ ἀποτρυγήσας λείψανον, οἴκαδέ τε ἀνέθει, καὶ διετέλει μεγαλαυχούμενος. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας ἁλοῦσαν τὴν Ἱερουσαλὴμ κατεθρήνει, λέγων περὶ τῶν ἠρημωκότων "Εἰσέλθοι πᾶσα "ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐ- "τοῖς ὃν τρόπον ἐπεφύλλισάν μοι·" καὶ πάλιν "Ἴδε Κύριε "καὶ ἐπίβλεψον τίνι ἐπεφύλλισας οὕτως. εἰ φάγονται "γυναῖκες καρπὸν κοιλίας αὐτῶν;
mpt divine things. What this might mean, we shall explain as best we can. The tyrants of the Babylonians laid waste to Samaria and other cities of Judea along with it: first Pul, then after him Shalmaneser, and third Sennacherib. And just as if they had harvested a vineyard, they returned again to their own land, leaving Israel with only a few remnants, and having left them, so to speak, only the gleanings. By "gleanings" we mean the small clusters of grapes, with few berries, which often escape the eye of the gatherer, being hidden among the leaves. And another of the holy prophets says something like this: "Woe is me, my soul, that I have become like one gathering stubble at harvest time, and like a gleaning at the vintage, when there is no cluster to eat the firstfruits." So those earlier ones had harvested, but after them came Nebuchadnezzar, and he destroyed even the gleanings, and having harvested the small remnant of Israel, he returned home and continued to boast. Indeed, the prophet Jeremiah lamented the capture of Jerusalem, saying of those who laid it waste: "Let all their wickedness come before your face, and glean them as they gleaned me"; and again: "See, Lord, and look upon whom you have thus gleaned. Will women eat the fruit of their own wombs?
ἐπιφυλλίδα ἐποίησε μά- "γειρος." Ὅταν τοίνυν παροτρύνωμεν τὸν Θεὸν, τότε καὶ ἁπάσης ἐπικουρίας ἐστερημένοι καὶ φειδοῦς ἀπογυμνούμενοι, δοθη2.224 σόμεθα τοῖς ἐχθροῖς, καὶ οὐδὲν ἐν ἡμῖν ἀρετῆς ἢ ἐπιεικείας λείψανον ἀπομενεῖ, ἀποτρυγῶντος τοῦ σατανᾶ πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν ἀγαθὸν, καὶ οἷον ἐπιφυλλίδα συλλέγοντος καὶ αὐτάς που τάχα τὰς εἰς νοῦν ἐπιθυμίας, τὰς ἐπί γε τὸ κατορθοῦν ἑλέσθαι τὴν ἀρετὴν ἀποφερούσας αὐτόν. Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον.9 Ἐπειδὴ γὰρ τῶν θείων ἐνταλμάτων ἠφειδηκότες δέδονται τοῖς ἐχθροῖς, καὶ εἰς χεῖρα πεπτώκασι τοῦ καὶ αὐτὴν ἀπο- λέσαντος τὴν ἐπιφυλλίδα, λοιπὸν ὑπομεῖναι προστέταχε καὶ τληπαθεῖν, εὐσθενῶς πεπονθότας τὴν δουλείαν, ἄχρις ἂν διεγερθῇ πρὸς ἐπικουρίαν αὐτοῖς, ἣν διὰ τῶν ἁγίων προφητῶν μονονουχὶ καὶ διεμαρτύρατο καὶ προαπήγγελκεν ἐναρ- γῶς, ὡς ἔσται κατὰ καιρούς. ἡμέραν οὖν ἀναστάσεως τῆς εἰς μαρτύριον τὸν τῆς ἐπικουρίας σημαίνει καιρὸν, ὃν ὡς ἥξει πάντως προδιεμαρτύρατο. Καὶ ὁ μὲν τῆς ἱστορίας οὑτοσὶ λόγος· ἐκβεβηκέναι γεμὴν εἰς δήλωσιν μυστηρίου τοῦ κατὰ Χριστὸν τὴν τῶν προκειμένων θεωρίαν φαμὲν, βούλεσθαί τε καταδηλοῦν τῆς λυτρώ- σεως τὸν καιρὸν, τῆς καθόλου καὶ γενικωτάτης, τουτέστι τῆς διὰ Χριστοῦ.
He made a "grape-gleaning" of a "cook." Therefore, when we provoke God, then, deprived of all assistance and stripped of mercy, we are given over to enemies, and no remnant of virtue or gentleness remains in us, as Satan plucks out every good thing in us, gathering it like a grape-gleaning, and perhaps even the very desires of the mind that lead him to choose to pursue virtue. For this reason, the Lord says, "Wait for me until the day of my resurrection for a testimony." For since, having disregarded the divine commandments, they have been given over to enemies and have fallen into the hand of one who has destroyed even the grape-gleaning itself, he has commanded them to endure and suffer patiently, bearing slavery with fortitude, until he is roused to their aid—which he has, through the holy prophets, virtually testified to and clearly announced beforehand, as it will occur at certain times. Therefore, the "day of resurrection for a testimony" signifies the time of aid, which he has foretestified will surely come. And this is the historical account; but we say that the contemplation of the matters at hand has turned out to be a revelation of the mystery concerning Christ, and that it intends to make clear the time of redemption, the universal and most general one, that is, through Christ.
πάλαι μὲν γὰρ τῶν ἑβδομήκοντα τετελεσ- μένων ἐτῶν ἐγήγερται πρὸς ἐπικουρίαν τοῖς ἐκεῖνα πεπονθόσιν ὁ τῶν ὅλων Θεὸς, ἐν ἐσχάτοις γεμὴν τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, οὐχ ἵνα μόνον ἐξέληται τὸν Ἰσραὴλ, ἀλλ' ἵνα πάντα τὰ ἔθνη τῆς ὑπὸ τῷ διαβόλῳ δου- λείας ἀπαγαγὼν, ἐλευθέρους ἀποφήνῃ, καὶ ἀπαλλάξῃ φθορᾶς καὶ ῥύπου καὶ ἁμαρτίας, καὶ πρό γε τῶν ἄλλων τοῦ προσ- κυνεῖν τῇ κτίσει παρὰ τὸν κτίσαντα. καὶ ἐπειδὴ γέγονεν ἄνθρωπος, "Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας," ἵνα τῷ ἰδίῳ αἵματι κατακτήσηται τῷ Θεῷ καὶ Πατρὶ τούς τε ζῶντας ἔτι, καὶ οὓς ἤδη φθάσας "Κατέπιεν ὁ θάνατος," κατὰ τὸ γεγραμμένον. "Εἰς τοῦτο γὰρ ὁ Χριστὸς ἀπέθανε "καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ." εἰκότως δὴ οὖν ἐλέγετο τοῖς ἀρχαιοτέροις Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. μαρ- τύριον δὲ ὥσπερ τοῦ κατηργῆσθαι τὸν θάνατον τὸ ἀναβιῶναι Χριστὸν, ᾧ καὶ ἡμεῖς αὐτοὶ συνεγηγέρμεθα, δικαιωθέντες διὰ τῆς πίστεως, καὶ ὁμοῦ τῷ θανάτῳ τὴν τοῦ θανάτου μητέρα διαδιδράσκοντες, ἁμαρτίαν. Διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασι- λεῖς, τοῦ ἐκχέαι ἐπ' αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου· Τοῖς τῶν Χαλδαίων διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ.9
For in former times, when the seventy years had been completed, the God of all was roused to assist those who had suffered those things; but in the last times of the age, the Only-Begotten became man, not only to deliver Israel, but to lead all nations away from slavery under the devil, to declare them free, and to release them from corruption, filth, and sin, and above all from worshipping creation instead of the Creator. And since he became man, "He endured the cross, despising shame," in order that by his own blood he might acquire for God the Father both those still living and those whom death had already swallowed up, as it is written. "For this Christ died and lived again, that he might rule over both the dead and the living." Fittingly, then, it was said to the ancients: "Therefore wait for me," says the Lord, "until the day of my resurrection, as a testimony." And the testimony that death has been abolished is, as it were, that Christ revived, with whom we ourselves have been raised, having been justified through faith, and together escaping death and the mother of death, sin. "Because my judgment is for the gatherings of nations, to receive kings, to pour out upon them all the wrath of my anger; for the land of the Chaldeans, because the whole earth will be consumed in the fire of my zeal.
ἔθνεσιν ἀπειλεῖ τὴν δῄωσιν, τὴν διὰ Κύρου γεγενημένην καὶ τῶν ὅσοι σύνοπλοί τε ἦσαν αὐτῷ καὶ συνεισβεβλήκασι, τάς τε τῶν Βαβυλωνίων καταθέοντες πόλεις καὶ φρικωδεστάτην ἔχοντες τὴν κατὰ πάντων ἔφοδον. ἔσται τοίνυν τὸ κρῖμά φησι τὸ ἐμὸν εἰς συναγωγὰς ἐθνῶν, ὥστε καὶ εἰσδέξασθαι βασιλεῖς· δῆλον δὲ ὅτι τοὺς ὠνομασ- μένους· κολάσαι δι' αὐτῶν καὶ συναγωγὰς ἐθνῶν, πολὺ λίαν ἡττωμένας τῆς ἐκείνων χειρός τε καὶ εὐσθενείας, καὶ πάντα τρόπον ὑπομενούσας ὠμότητος· ἐκχεῶ γὰρ ἐπ' αὐτούς φησι πᾶσαν ὀργὴν θυμοῦ μου. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς οὐ μετρίοις κινήμασι τὰ μεγάλα καὶ ὑπερφερῆ τῶν πλημμελη- μάτων κολάζει Θεός· ἀλλ' οἷς ἄν τις ἁλοίη πλημμελῶν, ἐπιφέρει πάντως ἰσοπαλεῖς τὰς δίκας. ὅτι δὲ ἔμελλον μο- νονουχὶ καταπίμπρασθαι τὰ Χαλδαίων πράγματα, διεσάφει λέγων Ὅτι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ. καὶ ποῖος ὁ ζῆλος ἢ ἐπὶ τίσιν ὅλως, σαφηνιεῖ λέγων ὁ προ- φήτης Ζαχαρίας "Τάδε λέγει Κύριος Παντοκράτωρ Ἐζή"λωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν, καὶ "ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέ- "μενα, ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέ- "θεντο εἰς κακά." Οὕτω μὲν δὴ τοῖς προκειμένοις προβαλοῦμεν ἱστορικῶς· νοοῖντο δ' ἂν καὶ ἑτέρως, μετενηνεγμένων τῶν θεωρημάτων εἰς τὸ Χριστοῦ μυστήριον. ἔφασκε γὰρ διά γε τῶν ἤδη προανεγνωσμένων Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ' αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου.
threatens the nations with devastation, the one that happened through Cyrus and all those who were his fellow warriors and invaded together, overrunning the cities of the Babylonians and having a most terrifying assault against all. Therefore, "my judgment," he says, "will be against the gatherings of nations," so that it also receives kings—clearly those named—to punish through them also the gatherings of nations, which are far inferior to their hand and strength, and endure every form of cruelty. "For I will pour out," he says, "all the wrath of my anger upon them." And indeed it is true that God does not punish great and excessive offenses with moderate movements, but he always imposes penalties equal to the offenses by which one might be caught. And that the affairs of the Chaldeans were about to be almost entirely consumed by fire, he made clear by saying, "For all the earth will be consumed in the fire of my zeal." And what this zeal is, or over what it is at all, the prophet Zechariah will clarify by saying, "Thus says the Lord Almighty: I have been zealous for Jerusalem and Zion with great zeal, and I am greatly angered against the nations that conspired, because I was angered only a little, but they conspired for evil." So then, we will proceed with the historical interpretation of the passages at hand; but they could also be understood otherwise, with the concepts transferred to the mystery of Christ. For he said through the passages already read, "Therefore, wait for me," says the Lord, "until the day of my resurrection for a testimony," because my judgment is against the gatherings of nations, to receive kings, to pour out upon them all the wrath of my anger.
ἀνεβίω μὲν γὰρ ὁ Χριστὸς, σκυλεύσας τὸν ᾅδην, καθότι οὐκ ἦν δυνατὸν, ζωὴν ὄντα κατὰ φύσιν, αὐτὸν κρατεῖσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ γεγραμμένον. οὐκ ἠφίει γεμὴν ὑπὸ χεῖρας ἔτι διαβολικὰς τοὺς τὴν εἰς αὐτὸν πίστιν προσιεμένους· ἀλλ' ὅσιον καὶ θεοπρεπὲς ποιεῖται τὸ κρῖμα συναγωγὰς ἐθνῶν, τουτέστι, τὰς τῶν δαιμόνων ἀγέλας, καὶ αὐτοὺς δὲ τοὺς κεκρατηκότας ποτὲ καὶ τῶν πλανωμένων βεβασιλευκότας οἷον εἰσδεχό- μενός τε καὶ κατακλείων, καὶ εἰς αὐτὸ καθιεὶς τὸ κατωτάτω βάραθρον, τουτέστιν, εἰς ᾅδου, καὶ πᾶσαν ἐπ' αὐτοὺς ἐκχέων ὀργὴν, καὶ μονονουχὶ πυρὶ καταφλέγων, τῇ ἀῤῥήτῳ καὶ θείᾳ δυνάμει, καὶ ζήλῳ μεγάλῳ κεκινημένος. ὠργίσθη μὲν γὰρ αὐτὸς ὀλίγα, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν· "αὐτοὶ δὲ συν- "επέθεντο εἰς κακὰ," ὅλην εἰσάπαξ ἀφιστάντες Θεοῦ τὴν ὑπ' οὐρανὸν, καὶ τοῖς τῆς ἁμαρτίας τελέσμασι τὸν τῶν ὑπὸ χεῖρα καταπνίγοντες νοῦν. ἐζήλωσε τοίνυν ὁ τοῦ Θεοῦ Λόγος τὴν νοητὴν Σιὼν, τουτέστι τὴν Ἐκκλησίαν. ἐξείλετο γὰρ αὐτὴν, καὶ αὐτὸς "ἑαυτῷ παρέστησεν," ὡς ὁ μακάριος γράφει Παῦλος, "μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν "τοιούτων, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον." Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυ- σίας μοι.9 Φησὶ μὲν, ὅτι πεπορθημένης τῆς Βαβυλωνίων, καὶ κατ- εσπασμένων ἐν διαφθορᾷ τῶν ὑπερηφάνων, ἐπιγνώσονται τὰ ἔθνη τὴν κατασείουσαν αὐτὰ τοῦ Θεοῦ δύναμιν.
Christ indeed rose again, having despoiled Hades, since it was not possible that he, being by nature life, should be held by death, as it is written. He no longer allowed those who had accepted faith in him to be under diabolical hands; but he makes a holy and godly judgment, gathering together the nations—that is, the herds of demons—and even those who once had mastery and reigned over the wandering, receiving and shutting them in, and casting them down into the lowest abyss, that is, into Hades, and pouring out all his wrath upon them, all but consuming them with fire, by his ineffable and divine power, moved by great zeal. For he himself was angered a little, on account of the transgression in Adam; but they conspired for evil, all at once causing the whole world under heaven to revolt from God, and drowning the mind of those under their power in the rites of sin. Therefore the Word of God was zealous for the spiritual Zion, that is, the Church. For he delivered her, and "presented her to himself," as the blessed Paul writes, "having no spot or wrinkle, or anything of the sort, but rather holy and blameless." Then I will turn my tongue against the peoples for her generation, so that all may call upon the name of the Lord, to serve him under one yoke. From the ends of the rivers of Ethiopia they will bring offerings to me. He says that when Babylon is laid waste and the proud are cast down in destruction, the nations will recognize the power of God that shakes them.
καὶ οἱ γελῶντές ποτε πίπτοντα καὶ ἀπολλύμενον τὸν Ἰσραὴλ, ὅταν ἴδωσιν οἴκαδε μὲν αὐτὸν ἰόντα λαμπρὸν, καὶ ὑπονοστοῦντα πάλιν εἰς τὴν ἁγίαν πόλιν, ἀπολωλότας δὲ εἰσάπαν τοὺς πάλαι πεπορθηκότας, τότε μεταβαλοῦσι τὴν γλῶτταν καὶ ταῖς εἰς Θεὸν εὐφημίαις ἀναθήσουσι λοιπὸν, καίτοι πάλαι σείοντες τὰς κεφαλὰς, οἰόμενοί τε καὶ λέγοντες ἁλῶναι τὴν Ἰουδαίαν, διάτοι τὸ τῶν Βαβυλωνίων τὸν τύραννον κατισχῦσαι τάχα που τοῦ βοηθοῦντος αὐτοῖς, τουτέστι Θεοῦ. ὅταν τοίνυν ἴδωσι τὴν τῶν πραγμάτων μεταστροφὴν εἰς τὸ ἐναν- τίον, τότε μεταστήσουσι τὰς γλώσσας κατὰ γενεὰς αὐτῶν, ἤγουν κατὰ φυλάς τε καὶ γένη, εἰς δοξολογίας τὰς ἐπὶ Θεῷ· ἕλοιντο δ' ἂν οἶμαί που καὶ δουλεύειν ὑπὸ ζυγὸν ἕνα, καὶ θυσίας προσάγειν, εἰ καὶ πόῤῥω που διακέοιντο τῇ τῶν χωρῶν θέσει, καὶ τὰς Αἰθιόπων νέμοιντο χώρας. Καὶ ταυτὶ μὲν εἰς τὸ γράμμα πάλιν εἰρήσθω τέως· ἐκβε2.228 βηκέναι γεμήν φαμεν τὸν
Λόγον εἰς τοὺς τῆς ἐπιδημίας καιροὺς, καὶ σημεῖον τίθησιν ἐναργὲς τῆς τῶν γλωσσῶν μεταβολῆς. γέγραπται γὰρ ἐν ταῖς πράξεσι τῶν ἁγίων Ἀποστόλων, ὅτι κατὰ τὰς ἡμέρας τῆς ἁγίας πεντηκοσ- τῆς ἦσαν πάντες συνηγμένοι "ἐπιτοαυτὸ, καὶ ἰδοὺ ἐγένετο "ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ "ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, καὶ ἰδοὺ "ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ "ἐκάθισαν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες "Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, "καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς." κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ, φησὶ, μεταβαλῶ γλῶσσαν ἐπὶ λαούς.
And those who once laughed at Israel as it fell and perished, when they see it returning home in glory and coming back again to the holy city, while those who formerly ravaged it are utterly destroyed, then they will change their tongue and henceforth devote themselves to praises of God, even though they once shook their heads, thinking and saying that Judea would be captured, because the tyrant of the Babylonians had perhaps prevailed over its helper, that is, God. So when they see the reversal of affairs to the opposite, then they will change their tongues according to their generations, that is, according to tribes and families, to doxologies directed to God; and I think they would even choose to serve under a single yoke and offer sacrifices, even if they were far removed by the location of their lands and inhabited the regions of the Ethiopians. Let these things be said for now concerning the literal sense. But we say that the Word has gone forth to the times of the Incarnation, and it sets forth a clear sign of the change of tongues. For it is written in the Acts of the Holy Apostles that on the days of holy Pentecost they were all gathered together in one place, and behold, there came from heaven a sound like a violent rushing wind, and it filled the whole house where they were sitting, and behold, there appeared to them tongues as of fire dividing and settling upon each one of them, and they were all filled with the Holy Spirit and began to speak in other tongues, as the Spirit gave them utterance. So at that time, it says, I will change the tongue upon the peoples.
ἤκουον γὰρ πάντες "τῇ ἰδίᾳ διαλέκτῳ" λαλούντων αὐτῶν, "Πάρθοι τε καὶ Μῆδοι καὶ Ἐλαμῖται," καὶ τὰ ἕτερα τῶν ἐθνῶν. πλὴν ἄθρει τὴν ἐπιτήρησιν. μεταβαλεῖν γὰρ ἔφη τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, τουτέστιν, οὕτω μένουσαν ἐν τοῖς ἅπαξ εἰρηκόσι μέχρι τέλους τῆς αὐτῶν ζωῆς, ἤτοι γενεᾶς. ἄχρι γὰρ ἐκείνων γέγονε τὸ σημεῖον, οἷς καὶ ἐφ- ιζῆσαι τὰς γλώσσας ἔφη τὸ γράμμα τὸ ἱερόν· διὰ τοῦτό φησιν, ὅτι μεταβαλῶ γλῶσσαν εἰς γενεὰν αὐτῆς. οὐ γὰρ συμβέβηκεν ἔτι τοῖς μετ' ἐκείνους τὸ χρῆμα. διὰ ποῖαν αἰτίαν, ὁ σοφὸς ἡμᾶς διδασκέτω Παῦλος. ἔφη γὰρ ὅτι " Ωστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, "ἀλλὰ τοῖς ἀπίστοις. γέγραπται γὰρ, ὅτι ἐν ἑτερογλώσσοις "καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' "οὕτως πιστεύσουσιν." ὀνίνησιν οὖν ἄρα κατὰ τίνα τρόπον, τὸ μεταβεβλῆσθαι τὴν γλῶσσαν εἰς γενεὰν αὐτῆς, αὐτὸς ἡμῖν πάλιν διαλευκαίνει λέγων Τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα, ἐκ περάτων ποτα- μῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι. ἐπειδὴ γὰρ τεθέανται τοὺς Ἀποστόλους γλώσσαις λαλοῦντας ἑτέραις, οὐκ ἐν μετρίοις θαύμασι ποιούμενοι τὸ παράδοξον, πεπιστεύκασιν εἰς Χριστὸν, πολλοί τε καὶ ἀναρίθμητοι τῶν τὸ τηνικάδε ἐπεκαλέσαντο τὸ ὄνομα τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ· ὑπήγαγον τοῖς εὐαγγελικοῖς θεσπίσμασι τὸν αὐχένα· δεδουλεύκασι τῷ Χριστῷ. καὶ ἀναφέρουσι θυσίας ἐκ περάτων ποταμῶν Αἰθιοπίας. παρατείνει δὲ τὸ τῶν Αἰθιόπων γένος ἐξ ἠοῦς εἰς δύσιν, πίνουσι δὲ τὸν Γηών·
For all heard them speaking "in their own dialect," "Parthians and Medes and Elamites," and the other nations. But observe the careful point. For he said that the tongue would change into her generation, that is, remaining thus in those who had once spoken until the end of their life, or generation. For the sign occurred up to those, on whom the sacred text said the tongues also settled. Therefore he says, "I will change the tongue into her generation." For the matter did not happen to those after them. For what reason, let the wise Paul teach us. For he said, "So tongues are a sign not for believers, but for unbelievers." For it is written, "In foreign tongues and with other lips I will speak to this people, and not even thus will they believe." So then, in what way does the changing of the tongue into her generation benefit? He himself again clarifies for us, saying: For all to call upon the name of the Lord, to serve him under one yoke, from the ends of the rivers of Ethiopia they will bring offerings to me. For since they have seen the Apostles speaking in other tongues, considering the marvel not a small thing, they have believed in Christ, and many and countless of those at that time called upon the name of the God who is by nature and truly. They have submitted their necks to the evangelical ordinances; they have served Christ. And they bring offerings from the ends of the rivers of Ethiopia. And the race of the Ethiopians extends from east to west, and they drink the Geon.
"Αὐτὸς γάρ ἐστιν "ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας." ἐκτελευτᾷ δὲ λοιπὸν εἰς ἀλήθειαν τῆς προφητείας ὁ λόγος. οὐ γὰρ μόνον κατὰ τὴν Ῥωμαίων γῆν κεκήρυκται τὸ Εὐαγγέλιον, περι- φοιτᾷ δὲ λοιπὸν καὶ τὰ βάρβαρα τῶν ἐθνῶν. καὶ γοῦν ἐκκλησίαι πανταχοῦ, ποιμένες καὶ διδάσκαλοι, καθηγηταὶ καὶ μυσταγωγοὶ καὶ θεῖα θυσιαστήρια, θύεται δὲ νοητῶς ὁ ἀμνὸς παρὰ τῶν ἁγίων ἱερουργῶν καὶ παρ' Ἰνδοῖς καὶ Αἰθίοψι. καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς ἑτέρου προφήτου σαφῶς εἰρημένον "Διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει "Κύριος· καὶ ὅτι τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, "καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου "καὶ θυσία καθαρά." Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτη- δευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἔτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου.9 Δυσὶν ἐν ταυτῷ προσώποις διαλέγεται πάλιν ὁ τῶν ὅλων Θεός. δεῖ δὲ, οἶμαι, λεπτὸν τοῖς λεγομένοις ἐνιέναι τὸν νοῦν, ἀσύγχυτον γὰρ οὕτως τὴν ἐν αὐτοῖς θεωρίαν εὑρήσομεν. οὐκοῦν πλημμελημάτων μὲν ἀμνηστίαν, καὶ τῶν πάλαι διε- πταισμένων τὴν ἄφεσιν τοῖς ἐξ Ἰσραὴλ ἐπαγγέλλεται, δια- βεβαιούμενός τε καὶ λέγων, ὡς οὐκ ἂν ἔτι καταισχυνθείη διὰ τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς πάλαι γεγενημένας εἰς Θεὸν δυσσεβείας· ἀπειλεῖ δὲ ὥσπερ τῷ Βαβυλωνίῳ καί φησιν, ὡς οὐκ ἂν ἔτι φρονήσειε μέγα, τὴν ἁγίαν καὶ ἀνακειμένην αὐτῷ καταδῃώσας πόλιν, τουτέστι τὴν Σιὼν, ἣν καὶ ὄρος ἀποκαλεῖ.
For he himself is "the one who encircles the whole land of Ethiopia." The word finally concludes in the truth of the prophecy. For the Gospel has been proclaimed not only in the land of the Romans, but it now also visits the barbarian nations. Indeed, there are churches everywhere, shepherds and teachers, guides and initiators, and divine altars, and the lamb is spiritually sacrificed by the holy priests among both Indians and Ethiopians. And this, then, was what was clearly said by the voice of another prophet: "Because I am a great king, says the Lord; and that my name has been glorified among the nations, and in every place incense is offered to my name and a pure sacrifice." On that day you will not be put to shame from all your practices by which you impiously acted against me; for then I will remove from you the vileness of your insolence, and you will no longer add to boast against my holy mountain. The God of all again speaks to two persons at once. But it is necessary, I think, for the mind to attend subtly to what is said, for thus we will find the contemplation in them unconfused. Therefore, he promises to those from Israel amnesty for offenses and forgiveness of past transgressions, affirming and saying that he would no longer be put to shame because of their practices and the past impieties against God; but he threatens, as it were, the Babylonian and says that he would no longer think highly, having ravaged the holy city dedicated to him, that is, Zion, which he also calls a mountain.
μετὰ γάρ τοι τὴν ἐπάνοδον, τὴν ἀπό γε τῆς αἰχμαλωσίας φημὶ, μεμένηκεν ἀπόρθητος ἡ Ἱερουσαλὴμ, καὶ λοιπὸν ἀπεί- ρατος ἔτι τῆς Βαβυλωνίων ἀπανθρωπίας. Ὅτι δὲ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀμνηστία καὶ ἄφεσις γέγονεν ἐπὶ πάντας τοὺς πεπιστευκότας,
ἐνδοιάσειεν ἂν οὐδείς. δεδικαιώμεθα γὰρ "οὐκ ἐξ ἔργων δικαιοσύνης "ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος." ἀπηλλάγμεθα δὲ καὶ αἰσχύνης· ἔφη γάρ που πρὸς ἡμᾶς ὁ τὴν πίστιν τετιμηκώς "Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης· "μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης." ἀνεκόμισε γὰρ ἡμᾶς εἰς παῤῥησίαν, ὁ δι' ἡμᾶς ἐν νεκροῖς, καὶ ὑπὲρ ἡμῶν εἰς οὐρανὸν, ἐν ὄψει Πατρός. πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη Χριστὸς, "νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ." οὐκοῦν περιεῖλε μὲν τὰς ἁπάντων αἰτίας, καὶ πταισμάτων ἀπήλλαξεν αἰ- σχύνης τε καὶ ἐντροπῆς τοὺς πεπιστευκότας. εἴρηται δὲ παρ' αὐτοῦ καὶ τῷ πάλαι καταδυναστεύσαντι σατανᾷ Ὅτι περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου καὶ οὐκ ἔτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. ἐκ- φαυλιεῖ γὰρ οὐκέτι τοὺς ἐπὶ τῆς γῆς, ὡς πολὺ νοσοῦντας τὸ ἄναλκι, ἀλλ' οὐδὲ ὑβριεῖ τοὺς ἡγιασμένους, κατασείων εὐκόλως εἴς γε τὸ αὐτῷ δοκοῦν. παρῴχηκε γὰρ τὰ ἀρχαῖα, καὶ μετακεχώρηκεν εἰς καινότητα τῶν πραγμάτων ἡ φύσις, ἀναστοιχειοῦντος εἰς τοῦτο αὐτὰ τοῦ Χριστοῦ, καὶ εὐσθενὲς μὲν ἀποτελοῦντος εὖ μάλα τὸ ἄῤῥωστον, κρατύνοντος δὲ πρὸς εὐσέβειαν τὸ ταῖς ἁμαρτίαις εὐάλωτον, καὶ ἑδραῖον ἀποτελοῦντος τὸ σεσαλευμένον.
After the return, I mean from the captivity, Jerusalem remained unplundered and thereafter untouched by the inhumanity of the Babylonians. And that at the time of his advent there occurred amnesty and remission for all who had believed, no one would doubt. For we have been justified "not from works of righteousness which we performed, but according to his great mercy." And we have also been delivered from shame; for he who honored the faith said somewhere to us: "Do not fear that you have been put to shame; nor be abashed that you have been reproached." For he restored us to freedom of speech, he who for our sake was among the dead, and for us ascended to heaven, in the sight of the Father. For Christ went up as a forerunner on our behalf, "now to appear before the face of God." Therefore he removed the charges of all, and freed the believers from faults, shame, and reproach. And it was said by him also to the long-dominant Satan: "I will remove from you the vileness of your insolence, and you will no longer add to boast over my holy mountain." For he will no longer despise those on earth as being greatly afflicted with cowardice, nor will he insult the sanctified, easily shaking them to his own will. For the old things have passed away, and nature has changed into a newness of things, with Christ re-elementing them to this end, rendering the infirm very strong, strengthening the easily captured by sins toward piety, and making the shaken steadfast.
οὐκοῦν περιῄρηται τὰ φαυ- λίσματα τῆς ὕβρεως, δηλονότι τῆς διαβολικῆς, καὶ οὐκ ἂν ἔτι φρονήσειε μέγα κατὰ τοῦ ὄρους τοῦ ἁγίου, τουτέστι τῆς νοη- τῆς Σιὼν, "ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος." τεθεμε- λίωται γὰρ ἐπὶ τὴν "πέτραν· καὶ πύλαι ᾅδου οὐ κατισχύ- "σουσιν αὐτῆς." ὄρος δὲ τὴν Ἐκκλησίαν καὶ ὁ προφήτης ἡμῖν Ἡσαΐας ὠνόμαζε, λέγων "Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις "ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ "ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν "βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύ- "σονται ἔθνη πολλὰ καὶ ἐροῦσι Δεῦτε καὶ ἀναβῶμεν εἰς "τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ "ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν "αὐτῇ." Καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραῢν καὶ ταπεινόν, καὶ εὐλαβη- θήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ μὴ ποιήσωσιν ἀδικίαν, οὐδ' οὐ μὴ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία.9 Διαλέγεται πάλιν πρὸς τὴν Σιὼν, ἤτοι τὴν ἁγίαν πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἐν ᾗ καὶ ἐπαγγέλλεται τὸν πραό- τατόν τε καὶ ταπεινὸν ὑπολειφθήσεσθαι λαόν. πεπαρῴνηκε μὲν γὰρ εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ ἀπεφάνθη κυριοκτόνος, καὶ ἐξαιτεῖται μὲν τὰς ἐπὶ τῷδε δίκας, διόλωλε δὲ οὐ πᾶσα· τετήρηται γὰρ τὸ κατάλειμμα καὶ σέσωσται τὸ ὑπόλοιπον. πεπιστεύκασι γὰρ ἐξ αὐτῶν οὐ μετρία πληθύς.
Therefore, the blemishes of insolence—clearly of diabolical insolence—have been removed, and it will no longer think itself great against the holy mountain, that is, the spiritual Zion, "which is the church of the living God." For it has been founded upon the "rock; and the gates of Hades will not prevail "against it." The prophet Isaiah also calls the Church a mountain, saying: "That in the last days the mountain of the Lord will be manifest, and the house of God on the tops of the mountains, and it will be raised high above the hills, and all the nations will come to it, and many nations will go and say, 'Come, let us go up to the mountain of the Lord and to the house of the God of Jacob, and he will show us his way, and we will walk in it.'" And I will leave behind in you a gentle and humble people, and the remnants of Israel will be reverent before the name of the Lord, and they will not commit injustice, nor will they speak vain things, nor will a deceitful tongue be found in their mouth. He speaks again to Zion, that is, the holy city, I mean Jerusalem, in which he promises that a very gentle and humble people will be left behind. For the Synagogue of the Jews has committed outrage against the Savior Christ of all, and has been declared Christ-killer, and demands punishment for this, but it has not perished entirely; for the remnant has been preserved and the remainder saved. For a considerable multitude of them have believed.
οὗτοι δὲ ἦσαν οἱ πραεῖς, οὐκ ἀποταυρούμενοι πρὸς ὀργὰς τὰς ἐπὶ Χριστῷ, καθάπερ ἀμέλει καὶ οἱ Πιλάτῳ τότε προσκεκομικότες αὐτὸν, κατακεκραγότες τε καὶ λέγοντες "Αἶρε αἶρε, σταύρου αὐτόν·" προστεθει- κότες δὲ τούτοις τό "Ἐὰν μὴ τοῦτον ἀποκτείνῃς, οὐκ εἶ "φίλος τοῦ Καίσαρος." τί γὰρ ἂν γένοιτο τῶν τοιούτων τὸ ἀπηνέστερον, ἢ τί πρὸς θυμοὺς ἀγριώτερον; οἵ γε καὶ αὐτὸ τὸ δίκαιον αἷμα ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφα- λαῖς, ἀπεριμερίμνως ἔφασκον "Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ "ἐπὶ τὰ τέκνα ἡμῶν." πρᾶος δὴ οὖν ὁ λαὸς, ὁ τῆς τούτων ἀγριότητος μὴ μετεσχηκώς· ταπεινὸς δὲ πάλιν, κατά γε τὸ ὑποτετάχθαι Χριστῷ, καὶ ταῖς ὑπ' αὐτῷ ζεύγλαις τοὺς τῆς διανοίας αὐχένας ὑπενεγκεῖν, ὑπακοῦσαί τε καὶ μάλα ἀσμένως ἐξ ἀγάπης λέγοντι "Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ "πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν "μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ "ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς "ὑμῶν." σύμμορφοι δὴ οὖν καὶ κατὰ τοῦτο τῷ Χριστῷ τῷ δι' ἡμᾶς πτωχεύσαντι, μόνον δὲ οὐχὶ καὶ θεοπρεποῦς δόξης ἠμεληκότι καὶ τῆς κατὰ φύσιν ὑπεροχῆς, ἵνα τὸ δουλοπρεπὲς ὑπέλθοι μέτρον οἰκονομικῶς. οὐκοῦν μετριόφρονες κατ' αὐ- τὸν, οἱ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμενοι. οὗτοι καὶ εὐλαμάλιστα βηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου. γεγόνασι γὰρ τῶν ὅτι
These were the meek, not turning away in wrath against Christ, as indeed those who had then brought him before Pilate, shouting and saying, "Away, away, crucify him," and adding to this, "If you do not kill this man, you are not a friend of Caesar." For what could be more harsh than such things, or more savage in rage? They even poured the righteous blood upon their own heads, carelessly saying, "His blood is upon us and upon our children." Therefore, the people are meek, not partaking of their savagery; and again humble, at least in being subject to Christ, and in having borne the necks of their mind under the yokes placed by him, and in obeying gladly out of love when he says, "Come to me, all who are weary and burdened, and I will give you rest. Take my yoke upon you and learn from me that I am meek and humble in heart, and you will find rest for your souls." Therefore, they are conformed to Christ also in this, who became poor for our sake, only not neglecting divine glory and his natural superiority, so that he might enter into the servile measure economically. Therefore, they are moderate-minded according to him, those educated by his laws. These will especially be helped by the name of the Lord, for they have become of those who...
φιλοθεωτάτων, καὶ πρό γε τῶν ἄλλων, οἱ θεσπέσιοι μαθηταὶ, οἳ καὶ τοῦ κόσμου τέθεινται φῶς. οἱ δὲ δὴ θεο- φιλεῖς τε καὶ ἀγαθοὶ παραιτήσονται, φησὶ, τὴν ἀδικίαν καὶ λόγον εἰκαῖον· οὐ γὰρ λαλήσουσι μάταια· καὶ γλῶσσαν οὐκ ἀτρεκῆ· τοῦτο γὰρ ἡ δολία. κόσμος δὲ οὗτος πνευματικὸς, καὶ οἷά τις στέφανος τοῖς ἐξ ἀρετῶν αὐχήμασιν εὖ μάλα διαπρεπής. ἔνθα γὰρ πραότης καὶ ταπείνωσις, καὶ μὴν καὶ δικαιοσύνης ἔφεσις, ἀπομαθοῦσά τε γλῶσσα τὸ εἰκαιόμυθον, καὶ ἥκιστα μὲν ἁμαρτοεπὴς, ὀρθὴ δὲ μᾶλλον καὶ ἀτρεκείας ἐργάτις, ἐκεῖ που πάντως λαμπρὰ καὶ τελεωτάτη πέφηνεν ἀρετή. πρέποι δ' ἂν ἡ τοιάδε τοῖς ἐν Χριστῷ· ὅτι μὴ ἐν νόμῳ τῆς εὐσεβείας ὁρᾶται τὸ κάλλος, ἀπαστράπτει δὲ μᾶλ- λον ὡς ἐν δυνάμει παιδεύσεως εὐαγγελικῆς. Διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.9 Πάλαι μὲν γὰρ τὰς τῶν Ἰουδαίων ἀγέλας διεποίμαινον ἀδρανῶς οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι. τετάχατο γὰρ ἐκ νόμου καθηγεῖσθαι λαῶν, διά τοι τὸ τετιμῆσθαι τοῖς τῆς ἱερωσύνης πρεσβείοις. οὔκουν ἦσαν μὲν ἦσαν ποιμένες, μισθωτοὶ δὲ ὅμως, καὶ οἷον ἀλλοτρίοις ἐφεστηκότες θρέμ- μασιν, ἐθεώρουν τὸν λύκον ἐρχόμενον, καὶ ἠφίεσαν τὰ πρό- βατα, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ὅτι δὲ λίαν ἠφειδη- κότες τῶν λογικῶν θρεμμάτων καὶ θηρσὶν ἀνέντες αὐτὰ, ἁλοῖεν ἂν, μᾶλλον δὲ αὐτοὶ γεγονότες λύκοι, κατίδοι τις ἂν εὐκόλως ἀπό γε τῶν εἰρημένων διὰ φωνῆς προφητῶν.
most beloved of God, and before all others, the divine disciples, who have been set as a light for the world. But those who are both God-loving and good, he says, will reject injustice and vain speech; for they will not speak idle things, nor a tongue that is not truthful—for this is the deceitful tongue. This is a spiritual world, and like a crown resplendent with the glories that come from virtues. For where there is meekness and humility, and indeed a desire for justice, a tongue that has unlearned idle talk, and is least prone to sinful speech, but rather upright and a worker of truth, there surely does virtue appear brilliant and most perfect. Such a character would be fitting for those in Christ; because the beauty of piety is not seen in the law, but shines forth rather in the power of evangelical teaching. For they will themselves take possession and lie down to rest, and there will be no one to frighten them. For formerly the scribes and Pharisees feebly shepherded the flocks of the Jews. For they were appointed by law to lead the peoples, because they were honored with the privileges of the priesthood. So they were shepherds, indeed, but hired ones, and as it were set over another's flock; they saw the wolf coming and abandoned the sheep, according to the Savior's saying. And that they were utterly reckless with the rational flocks and let them loose to beasts, and would be caught, or rather themselves became wolves, one could easily see from what has been said through the voice of the prophets.
ὁ μὲν γὰρ ἔφασκεν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ "Ὢ οἱ ποιμένες, "οἱ διασκορπίζοντες καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς "αὐτῶν," ἕτερος δὲ αὖ "Τάδε λέγει Κύριος Κύριος Ὢ οἱ "ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ "τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατ"εσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε, "καὶ τὰ πρόβατά μου οὐ βόσκετε. τὸ ἠσθενηκὸς οὐκ ἐν- "ισχύσατε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ "πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζη- "τήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ δι- "εσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ "ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ "τοῖς πετεινοῖς τοῦ οὐρανοῦ·" καὶ πρὸς αὐτοὺς δέ που φησὶ τοὺς ποιμένας "Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ "οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμέλοντο· καὶ οἱ Οὐκοῦν "πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς Κύριος, καὶ πεπλου- "τήκαμεν." ἀπώλλυον οἱ ποιμένες τῶν λογικῶν θρεμμάτων τὰς ἀγέλας, θηρῶν οὐ δεδεημένοι, μᾶλλον δὲ αὐτοὶ τὰ θηρῶν μιμούμενοι. ἐπειδὴ δὲ λοιπὸν ἐπέλαμψεν ὁ Χριστὸς, ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ψυχὴν αὐτοῦ θεὶς ὑπὲρ τῶν προβάτων, νενεμήμεθα μὲν ἐν κήποις, κατεποιμάνθημεν δὲ καὶ ἐν κρίνοις, κατὰ τὸ γεγραμμένον· ἐκοιτάσθημεν δὲ καὶ ἐν σηκοῖς·
One indeed claimed, as from the mouth of God, "Woe to the shepherds who scatter and destroy the sheep of their pasture," and another again, "Thus says the Lord, the Lord: Woe to the shepherds of Israel. Do not the shepherds feed themselves? Do not the shepherds feed the sheep? Behold, you devour the milk and clothe yourselves with the wool, and you slaughter the fat, and you do not feed my sheep. The weak you have not strengthened, and the broken you have not bound up, and the wandering you have not turned back, and the lost you have not sought, and the strong you have worn down with toil; and my sheep have been scattered because there are no shepherds, and they have become food for all the beasts of the field and the birds of the sky." And to the shepherds themselves he says somewhere, "Shepherd the sheep of slaughter, which their owners slaughtered and did not repent; and those selling them said, 'Blessed is the Lord, and we have grown rich.'" The shepherds of the rational flocks were destroying the herds, not needing wild beasts, but rather themselves imitating wild beasts. But since Christ, the good shepherd who laid down his life for the sheep, has now shone forth, we have been pastured in gardens, we have been shepherded among lilies, according to what is written; and we have been bedded down in folds.
ἐνηυλίσμεθα γὰρ ἐκκλησίαις καὶ ναοῖς ἁγίοις, οὐδενὸς ἡμᾶς ἐκδεδιττομένου καὶ διαρπάζοντος, οὐκ ἐπιθρώσκοντος λύκου, οὐ καταπατοῦντος λέοντος, οὐ κλέπτου διορύττοντος, οὐδενὸς ἡμῖν ἐπιόντος ἔτι, "ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ." δια- τελοῦμεν δὲ μᾶλλον ἐν ἀσφαλείᾳ καὶ βεβαιότητι, καὶ ἐν μεθέξει παντὸς ἀγαθοῦ, αὐτὸν ἔχοντες ἐπιστάτην τὸν τῶν ὅλων Σωτῆρα, φημὶ Χριστόν. καὶ τοῦτο ἡμῖν διὰ φωνῆς Ἰεζεκιὴλ φανερὸν ἐποιεῖτο λέγων ὁ Θεὸς καὶ Πατήρ "Τάδε "λέγει Κύριος Ἐγὼ σώσω τὰ πρόβατά μου, καὶ κρινῶ "ἀνὰ μέσον κριοῦ πρὸς κριὸν, καὶ ἀναστήσω ἐπ' αὐτοὺς "ποιμένα ἕνα τὸν δοῦλόν μου Δαυεὶδ, καὶ ἔσται αὐτῶν "ποιμήν." Χαῖρε σφόδρα θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλὴμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ.
περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου·
βασιλεύσει Κύριος ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκ ἔτι.9 Ὅσον μὲν ἧκεν εἰπεῖν εἴς γε τὸν τῆς ἱστορίας λόγον, ὑπισχνεῖται σαφῶς τὴν εἰρήνην αὐτοῖς μετά γε τὴν ἐκ Βαβυ- λῶνος ἐπάνοδον, ὅτε καὶ ἀμνηστουμένων αὐτοῖς τῶν ἀρχαίων αἰτιαμάτων, συνεῖναί τε καὶ προασπίζειν αὐτῶν ἐπαγγέλλεται Θεός· ὅσον δὲ ἧκεν εἰς τὸν ἐσωτάτω νοῦν, χαίρειν τε σφόδρα, καὶ κατευφραίνεσθαι λίαν, καὶ μὴν καὶ ἐξ ὅλης
We have been dwelling in churches and holy temples, with no one terrifying us and plundering us, no wolf attacking, no lion trampling, no thief breaking in, no one assailing us any longer, "to steal and to sacrifice and to destroy." Rather, we continue in safety and security, and in the participation of every good thing, having as our overseer the Savior of all, I mean Christ. And this was made clear to us through the voice of Ezekiel, God and Father saying, "Thus says the Lord: I will save my sheep, and I will judge between ram and ram, and I will set over them one shepherd, my servant David, and he will be their shepherd." Rejoice greatly, daughter of Zion; proclaim, daughter of Jerusalem; be glad and delight with all your heart, daughter of Jerusalem.
The Lord has removed your injustices; he has redeemed you from the hand of your enemies. The Lord will reign in your midst; you will see evils no more. As far as concerns the literal sense of the history, he clearly promises them peace after their return from Babylon, when, with their ancient charges forgotten, God declares that he will be with them and protect them. But as far as concerns the innermost meaning, to rejoice greatly and to be exceedingly glad, and indeed with all your heart.
κατατέρπεσθαι τῆς καρδίας προστέταχεν ἀναγκαίως, ὡς ἐξῃρημένων αὐτῆς τῶν πλημμελημάτων, διὰ Χριστοῦ δηλονότι. δεδικαίωται γὰρ ἡ νοητὴ καὶ ἁγία Σιὼν, τουτέστιν ἡ Ἐκκλησία, ἤγουν τῶν πεπιστευκότων ἡ ἁγία πληθὺς, ἐν Χριστῷ δὴ καὶ μόνῳ, καὶ σεσώσμεθα δι' αὐτοῦ τε καὶ παρ' αὐτοῦ, τὰ τῶν ἀοράτων ἐχθρῶν ἀποφεύγοντες βλάβη, καὶ μέσον ἔχοντες καὶ αὐτὸν ἐν εἴδει τῷ καθ' ἡμᾶς πεφηνότα τὸν τῶν ὅλων βασιλέα καὶ Θεὸν, τουτέστι, τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον· δι' ὃν οὐκ εἴδομεν ἔτι κακὰ, τουτέστιν, ἀπηλλάγμεθα παντὸς τοῦ κακοῦν ἰσχύ- οντος. αὐτὸς γάρ ἐστι τὸ τῆς εὐδοκίας ὅπλον, ἡ εἰρήνη, τὸ τεῖχος, τῆς ἀφθαρσίας ὁ χορηγὸς, τῶν στεφάνων ὁ πρύτανις, ὁ τὸν τῶν νοητῶν Ἀσσυρίων ἐξείργων πόλεμον, καὶ τὰς ἐκ τῶν δαιμόνων ἐπικουφίζων ἐπιβουλάς· ὁ διδοὺς ἡμῖν "πατεῖν "ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ "ἐχθροῦ," δι' ὃν ἐπέβημεν ἐπὶ ἀσπίδα τε καὶ βασιλίσκον, καὶ καταπατοῦμεν λέοντα καὶ δράκοντα· δι' ὃν ἐν ἐλπίσι γεγόναμεν ἀγαθαῖς ἀφθαρσίας καὶ ζωῆς, υἱοθεσίας τε καὶ δόξης· δι' ὃν οὐκ ὀψόμεθα κακὰ οὐκ ἔτι. Ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἱερουσαλὴμ Θάρσει Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σοὶ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς· καὶ συνάξω τοὺς συντετριμμένους σου.9 Ἐναργὴς μὲν ἡ προαναφώνησις τοῦ χρῆναι θαῤῥεῖν· καὶ ἀψευδὴς ὁ ἐπαγγειλάμενος·
He has necessarily commanded that the heart be delighted, since its transgressions have been removed, evidently through Christ. For the spiritual and holy Zion—that is, the Church, or the holy multitude of the faithful—has been justified in Christ alone, and we have been saved by him and through him, escaping the harm of invisible enemies, and having in our midst the King and God of all, who has appeared in our form, that is, the Word from God the Father. Through him we no longer see evils, that is, we have been delivered from everything capable of harming. For he is the weapon of good will, peace, the wall, the giver of incorruption, the dispenser of crowns, he who repels the war of the spiritual Assyrians and lightens the plots of the demons; he who gives us "to tread upon snakes and scorpions, and upon every power of the enemy," through whom we have stepped upon shield and basilisk, and trample lion and dragon; through whom we have come into good hopes of incorruption and life, of adoption and glory; through whom we shall no longer see evils. At that time the Lord will say to Jerusalem: "Take courage, Zion; let not your hands be slack. Your Lord God is mighty in you; he will save you, he will bring joy upon you and renew you in his love, and he will rejoice over you in delight as on a feast day; and I will gather your broken ones." The proclamation of the need to take courage is clear, and the one who promised is truthful.
ἀκηκόαμεν δὲ τουτὶ καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ, καὶ τὸ ἀρχαῖον ὥσπερ ἀνανεοῦντος χρησμῴδημα, μᾶλλον δὲ τιθέντος ἐν ὄψει τὸ προεπηγ- γελμένον. ἔφη γὰρ, ὅτι "Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ "θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον." ὅτε γὰρ γέγονεν "ἐν "μέσῳ" ἡμῶν, τότε τὰς χεῖρας οὐκ ἔτι παρειμένας ἐσχήκαμεν, οὐ γόνατα παραλελυμένα· τετράμμεθα δὲ μᾶλλον ἐπ' ἔργα τε καὶ πόνους τοὺς ἐπ' ἀγαθοῖς κατορθώμασι καὶ ὧν εἴρηταί τε καὶ ἔστιν ὁ "καρπὸς εὐκλεής·" τότε καὶ τεθαρσήκαμεν, ὅτι παναλκὴς ὑπάρχων ὡς Θεὸς ὁ ἐν ἡμῖν Χριστὸς ἐκρύεταί τε καὶ σώζει τοὺς εἰς αὐτὸν πιστεύοντας· κατῴκηκε γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ Πνεύματος, καὶ ταύτην ἐφ' ἡμᾶς ἐπ- ήγαγε τὴν νοητὴν δηλονότι καὶ ἀξιόληπτον εὐφροσύνην. τί γὰρ ἕτερον ἂν εἴη τὸ μεταλαχεῖν Ἁγίου Πνεύματος, ἢ τέρψις καὶ χαρὰ καὶ πᾶν εἶδος εὐφροσύνης; ὅτε τοίνυν ἐπήγαγεν ἐφ' ἡμᾶς τὴν διὰ Πνεύματος εὐφροσύνην, τότε καὶ ἀνεκαίνι- σεν ἐν τῇ ἀγαπήσει αὐτοῦ, τουτέστιν, ἐν καιρῷ τῆς ἐπιδημίας τῆς μετὰ σαρκὸς, ὅτε καὶ "εἷς ὑπὲρ πάντων" ἀποθανὼν ἀλη- θεύων ἔφασκε "Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις "τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ." ἐπειδὴ δὲ τέθεικε τὴν ψυχὴν, καὶ γέγονεν ἐν νεκροῖς δι' ἡμᾶς, ζωὴ κατὰ φύσιν ὑπάρχων, ἀνεβίω πάλιν, τὴν ἀνθρώπου φύσιν ἀναμορ- φῶν εἰς καινότητα ζωῆς, καὶ ἀναχαλκεύων εἰς τὸ ἀπ' ἀρχῆς. "Εἴ τις γὰρ, φησὶν, ἐν Χριστῷ καινὴ κτίσις." ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ, ἐν αὐτῷ "ἀνακεφαλαιώσασθαι τὰ πάντα," κατὰ τὸ γεγραμμένον. τὸ δὲ ἀνακεφαλαιούμενον, ἀναλαμ- βάνεταί πως καὶ οἷον ἀναβιβάζεται πρὸς τὸ ἐν ἀρχαῖς.
We have heard this also from Christ himself speaking, and as it were renewing the ancient oracle, or rather placing before our eyes what had been promised beforehand. For he said, "You will have affliction in the world; but take courage, I have conquered the world." For when he came "among" us, then we no longer had our hands slack, nor our knees loosened; but rather we turned to works and labors for good achievements and of which the "fruit is glorious" both has been spoken and is; then also we took courage, because Christ, who is in us, being all-powerful as God, protects and saves those who believe in him; for he has dwelt in our hearts through the Spirit, and has brought upon us this intelligible and desirable joy. For what else would it be to partake of the Holy Spirit, but delight and joy and every form of gladness? When therefore he brought upon us the joy through the Spirit, then he also renewed us in his love, that is, at the time of his incarnation, when also "one died for all," speaking truly, "No one has greater love than this, that one should lay down his life for his friends." And since he laid down his life, and became among the dead for our sake, being life by nature, he lived again, reforming the human nature into newness of life, and recasting it into its original state. "For if anyone," he says, "is in Christ, he is a new creation." For God the Father consented that in him "all things be summed up," according to what is written. And that which is summed up is somehow taken up and, as it were, raised up to what was in the beginning.
ἐπειδὴ δὲ ἀνεκαίνισε, τότε καὶ εὐφράνθη Χριστὸς ἐφ' ἡμῖν, ὡς ἐν τέρψει, καὶ ὡς ἐν ἡμέρᾳ ἑορτῆς· πῶς γὰρ οὐκ ἔμελλεν ἐπι- γάνυσθαι τοῖς καθ' ἡμᾶς τὸ θεῖον, ὅτε καὶ ἁμαρτίας ἀπηλ- λάγμεθα, καὶ θανάτου καὶ φθορᾶς ἀμείνους γεγόναμεν, καὶ ἐν μεθέξει Πνεύματος καὶ ἁγιασμοῦ. τότε καὶ συνήγαγε τοὺς συντετριμμένους. ὡς γὰρ ὁ σοφὸς γράφει Παῦλος "Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι·" καὶ αὐτὸς δέ που φησίν "Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς "μετάνοιαν." οὐκοῦν συνήγαγεν ὁ Χριστὸς οὓς διὰ τῆς ἁμαρτίας συντρίψας ὁ σατανᾶς παρειμένους ἀπέφηνε, καὶ βαίνειν ὀρθὰ μὴ εἰδότας, μήτε μὴν τὰς τῆς δικαιοσύνης ἰέναι τρίβους· ἀλλ' εἰ καὶ συνέτριψεν ἐκεῖνος, κατέδησεν ὁ Χριστός. τεθεράπευκε γὰρ τοὺς ἠῤῥωστηκότας, καὶ "Αὐτὸς τὰς ἀσθε- "νείας ἡμῶν αἴρει," κατὰ τὸ γεγραμμένον. Οὐαὶ, τίς ἔλαβεν ὀνειδισμὸν ἐπ' αὐτήν;9 Τὸν τοῦ Σωτῆρος
σταυρὸν τὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τε καὶ ἀφθαρσίας ἐγηγερμένον, καύχημα μὲν εἶναι τῆς Ἐκκλη- σίας, ἄριστά γε φρονεῖν ᾑρημένοι διαβεβαιωσόμεθα· ὁμολογεῖ δὲ καὶ αὐτὸς ὁ σοφώτατος Παῦλος ὡδὶ γεγραφώς "Ἐμοὶ "δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, "δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ." πλὴν ἔφη πάλιν αὐτὸς, ὡς γέγονεν ὁ σταυρὸς "Ἰουδαίοις μὲν "σκάνδαλον, ἔθνεσι δὲ μωρία." πλατὺ γὰρ γελῶσιν οἱ τάλανες, τὴν τοῦ μυστηρίου δύναμιν εἰσάπαν ἠγνοηκότες· ἀλλ' οὐκ ἔξω δίκης ἔσονται· πόθεν; οὔτε μὴν ἀντικαταμειδιάσουσι τοῦ Χριστοῦ, ἤγουν τῶν ἐκκλησιῶν·
Since he renewed it, then Christ also rejoiced over us, as in delight, and as on a feast day. For how could the divine not be pleased with us, when we were both freed from sin and became superior to death and corruption, and partook of Spirit and sanctification? Then he also gathered together those who had been crushed. For as the wise Paul writes, "Christ came into the world to save sinners;" and he himself says somewhere, "I did not come to call the righteous, but sinners to repentance." Therefore Christ gathered together those whom Satan, having crushed through sin, had rendered enfeebled, unable to walk upright, nor to tread the paths of righteousness. But though that one crushed, Christ bound up. For he healed the sick, and "He himself removes our weaknesses," according to what is written. Woe, who took reproach upon her? We will affirm, having chosen to think most excellently, that the Cross of the Saviour, raised up for the life and incorruption of the world, is a boast of the Church. And the most wise Paul himself confesses, writing thus: "But may it not be for me to boast except in the Cross of Christ, through which the world has been crucified to me, and I to the world." Yet he himself said again that the Cross became "a scandal to Jews, and folly to Gentiles." For the wretches laugh broadly, having entirely ignored the power of the mystery. But they will not be beyond justice; how could they? Nor will they laugh back at Christ, that is, at the churches.
ἔσονται δὲ κατὰ καιροὺς πυρὸς ἀνημέρου τροφὴ, καὶ φλογὸς ἔργον τῆς ἀκατευνάστου καὶ μακρᾶς. ἀφίκοντο γὰρ εἰς τοῦτο μανίας καὶ σκαιότητος νοῦ τῶν παρ' Ἕλλησί τινες, ὡς ἀσελγῆ καταθῆξαι γλῶσσαν τοῦ θείου τε καὶ εὐαγγελικοῦ κηρύ- γματος, καὶ βίβλοις ἐγγεγραμμένην ἀφεῖναι τὴν κατάῤῥησιν· ἵνα μὴ μόνον αὐτῶν αἱ ἁμαρτίαι προάγωσιν εἰς κρίσιν, ἀλλὰ γὰρ ἕποιντο καὶ τεθνεῶσιν αὐτοῖς, διά τοι τὸ οἷον ἔμψυχον ἐγκαταλελοιπέναι τὴν ἁμαρτίαν. ταλανίζει δὴ οὖν, καὶ σφόδρα εἰκότως, τοὺς λαβόντας ὀνειδισμὸν κατὰ τῆς ἁγίας Ἐκκλησίας, οἷς δὴ καὶ μάλα εἰκότως ἁρμόσειεν ἂν τὸ Οὐαί. Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ. καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ ὅταν εἰσδέχωμαι ὑμᾶς.9 Τέτραπται πάλιν ὁ λόγος εἰς τὸ τῆς Σιὼν πρόσωπον, ὑπισχνεῖται δὲ τὰ διὰ Χριστοῦ παραδόξως κατωρθωμένα, περί τε τὰς ἐξ ἐθνῶν ἀγέλας καὶ τὸν ἀπόβλητον Ἰσραήλ. ἐν σοὶ γάρ φησιν ἕνεκα σοῦ ποιήσω. ἐπειδὴ γὰρ οἱ μὲν ἐκ πλεονεξίας ἀπεκομίσθησαν εἰς μέθην· οἱ δὲ ἠγνοήκασι τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων ἐνηνθρωπηκότα Θεὸν, ἀμφοτέροις ἐπιδαψιλεύεται τὸν ἔλεον ὁ πάντων Δημιουργὸς, καὶ ἕνεκα ἡμῶν ἐν ἡμῖν πεποίηκε θαύματα. σέσωσται μὲν γὰρ ἡ ἐκ- πεπιεσμένη, τουτέστιν, ἡ τεθλιμμένη ποτὲ τῶν πεπλανη- μένων πληθὺς, καὶ εἰς τοῦτο λοιπὸν ἐνηνεγμένη ταλαιπωρίας ὑπὸ τοῦ καταπιέσαντος σατανᾶ, ὡς πᾶσαν ἰκμάδα ζωτικὴν ἀποβαλεῖν· νεκρὸς γὰρ νοῦς ὁ πλανώμενος·
They will be, at certain times, food for untamed fire and the work of a long and unceasing flame. For some among the Greeks reached such a pitch of madness and perversity of mind as to whet a licentious tongue against the divine and evangelical proclamation, and to publish a blasphemy inscribed in books, so that not only might their sins be brought to judgment, but also that they might follow them even when dead, because they had, as it were, left sin behind as something animate. Therefore he laments, and very reasonably, those who have taken up reproach against the holy Church, to whom the word "Woe" would very fittingly apply. "Behold, I act in you for your sake at that time," says the Lord, "and I will save the oppressed, and I will receive the rejected, and I will set them up as a boast and as men of renown in all the earth. And they will be put to shame at that time, when I do well by you, and at the time when I receive you." The discourse is again turned to the person of Zion, and it promises the things paradoxically accomplished through Christ, concerning both the flocks from the nations and the rejected Israel. "In you," he says, "for your sake I will act." For since some were carried away into drunkenness from greed, and others have ignored the God who became incarnate for the salvation of all, the Creator of all bestows his mercy on both, and for our sake he has performed wonders in us. For the oppressed has been saved, that is, the multitude of the erring, once afflicted, and brought to such a pitch of misery by the oppressing Satan as to lose every vital moisture; for the erring mind is dead.
εἰσδεχθήσεται δὲ καὶ ἡ ἀπωσμένη τῶν Ἰουδαίων Συναγωγή. πεπαρῴνηκε μὲν γὰρ εἰς Χριστόν· ταύτῃτοι καὶ δικαίως ἀπόπεμπτος ἦν, καὶ παρώλισθε τῆς ἐλπίδος, καὶ τῆς εἰς Χριστὸν οἰκειότητος ἀπενοσφίζετο· πλὴν ἠλέηται καὶ αὐτή· κληθήσεται γὰρ πρὸς μετάγνωσιν καὶ εἰς τὴν διὰ πίστεως κάθαρσιν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. ἔσονται δὴ οὖν εἰς καύχημα καὶ ὀνομαστοὶ καὶ αἰσχύνης ὡς ἀπωτάτω. αὐτοὶ δὲ δὴ τίνες, ἢ ὅτι πάντως οἱ δύο λαοὶ οὐκ ἔτι διῃρημένοι, καὶ ἀσύμβατον ἔχοντες ἀλλήλοις τὴν γνώμην, καὶ μεμερισμένοι πρὸς δόξας τὰς ἐπὶ Θεῷ, καθὰ καὶ πάλαι· ἀλλ' ἑνότητι τῇ διὰ Πνεύ- ματος εὖ μάλα κατεσφιγμένοι πρὸς ὁμοψυχίαν τε ἅμα καὶ ὁμοπιστίαν. γέγραπται γὰρ ὅτι "Τοῦ δὲ πλήθους τῶν "πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία." ἔκτισε δὲ καὶ ὁ Χριστὸς "τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, "ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ "πνεύματι," καθὰ γέγραπται. εἰ δὴ οὖν γένοιντο ζηλωτοὶ, τότε δὴ πάντως καταισχυνθήσεσθαί φησι τοὺς ἐχθροὺς, τὸ τῆς δοθείσης εὐκλείας μέγεθος κατατεθηπότας, καὶ τὸ τῆς εὐημερίας ἀκράδαντον, καὶ τῆς ἐλπίδος τὸ βεβηκός. ἴδοι δ' ἄν τις καὶ ἐξ αὐτῶν ἤδη τῶν πραγμάτων ἀληθῆ τὴν ὑπό- σχεσιν. δεδόξασται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ λαμπρῶν αὐχημάτων ἐπίμεστος οὖσα θαυμάζεται παρὰ πάντων. πλὴν ὁρίζει καὶ τὸν καιρὸν, καθ' ὃν τὰ τοιάδε συμβήσεται· ἐν τῷ καιρῷ γάρ φησιν ὅταν εἰσδέχωμαι ὑμᾶς. οὐ γὰρ πρὸ τῆς πίστεως τὰ μετὰ τὴν πίστιν, μετ' αὐτὴν δὲ μᾶλλον νοοῖντ' ἂν εἰκότως. κεκλήμεθα δὴ οὖν ἐν καιροῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς.
The rejected Synagogue of the Jews will also be received. For it had raged against Christ; and on this account it was justly cast out, and slipped from hope, and was estranged from intimacy with Christ. Yet it too has been pitied; for it will be called to repentance and to purification through faith in the last times of the age. They will therefore be a boast and renowned and as far as possible from shame. And who are these? Surely the two peoples, no longer divided and holding irreconcilable opinions toward one another, and separated in their beliefs concerning God, as formerly; but bound together by unity through the Spirit, firmly compacted into like-mindedness and like-faith. For it is written that "the heart and soul of the multitude of believers was one." And Christ also "fashioned the two peoples into one new man, making peace and reconciling both in one spirit," as it is written. If then they become objects of emulation, then indeed, he says, the enemies will be utterly put to shame, astounded at the magnitude of the glory given, and at the unshakable prosperity, and the steadfastness of hope. And one might see even now from the facts themselves that the promise is true. For the Church of Christ has been glorified, and being full of splendid boasts, it is admired by all. Yet he also defines the time when such things will happen: "in the time," he says, "when I receive you." For the things after faith do not come before faith, but rather after it they would reasonably be understood. We have therefore been called in the times of the incarnate economy of the Only-Begotten.
τότε γὰρ δὴ τότε τῆς ἐπαγ- γελίας τὸ πέρας ἐκβέβηκεν εἰς τὸ ἀτρεκές. Διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσι τοῖς λαοῖς τῆς γῆς, ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν
ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος.9 Ἀνακεφαλαιοῦται τρόπον τινὰ τῆς θεοπρεποῦς φιλοτιμίας τὸν σκοπὸν, καὶ ἐν οἷς ἔσονται πάντως οἱ πεπιστευκότες, διὰ τούτων ἡμῖν ὑποφαίνει σαφῶς. διαβοήτους γὰρ ἔσεσθαι φησὶ, καὶ αὐχημάτων εἴσω λαμπρῶν, καὶ παντὸς ἔθνους ἐν ἀμείνοσι. προσεπάγει δὲ πάλιν καὶ καθ' οὓς ἔσονται τὰ τοιάδε καιροὺς, πανταχῆ μεμνημένος τῆς μετὰ σαρκὸς οἰκο- νομίας τοῦ Μονογενοῦς, ὅτε, καθάπερ ἔφην ἀρτίως, ἡ παντὸς ἀνάδειξις ἀγαθοῦ, καὶ πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἐκβέ- βηκεν εἰς ἡμᾶς. τότε γὰρ τότε καὶ ὑπὸ χεῖρα πράττοντας διαβολικὴν καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ὑπεζευγμένους, παραδόξως ἐξείλετο· τότε καὶ τῆς πολυθέου πλάνης ἀπήλ- λαττε καὶ μετετίθει πρὸς ἀλήθειαν· τότε καὶ τῶν τοῦ θανάτου δεσμῶν ἐξείλετο, δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, καὶ τῷ Θεῷ καὶ Πατρὶ κατακτώμενος τὴν ὑπ' οὐρανόν. κεκλήμεθα γὰρ δι' αὐτοῦ, καὶ τὴν ἐν Πνεύματι προσαγωγὴν καὶ οἰκειό- τητα πεπλουτήκαμεν δι' αὐτοῦ, φημὶ δὴ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
For then, indeed then, the fulfillment of the promise has come to pass precisely. Because "I will make you renowned and a boast among all the peoples of the earth, when I turn back your captivity before your eyes," says the Lord. In a certain way, he recapitulates the purpose of the divine munificence, and through these things he clearly reveals to us in what state the believers will certainly be. For he says they will be famous, and will enter into splendid boasts, and be superior to every nation. And he adds again the times in which such things will occur, everywhere remembering the economy in the flesh of the Only-begotten, when, as I have just said, the manifestation of every good, and everything whatsoever that is admirable, has come to pass for us. For then, indeed then, he paradoxically delivered those who were acting under a diabolical hand and yoked to the passions of the flesh; then he also freed them from polytheistic error and transferred them to the truth; then he also released them from the bonds of death, giving himself as a ransom for us, and acquiring for God the Father the whole world under heaven. For we have been called through him, and we have obtained access and intimacy in the Spirit through him, I mean Christ, through whom and with whom glory is to God the Father, together with the Holy Spirit, now and always and unto the ages of ages, Amen.
ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΓΓΑΙΟΝ ΤΗΣ Ἀγγαίου προφητείας τὸν σκοπὸν ἐφ' ἑτέροις τισὶ γεγονότα καταθρήσαιμεν ἂν, καὶ οὐκ ἐφ' οἷς ἂν οἴοιτό τις τοὺς παρὰ τῶν ἑτέρων γεγενῆσθαι λόγους. Ὠσηὲ μὲν γὰρ ὁ θεσπέσιος καὶ μὴν καὶ οἱ καθεξῆς, μέχρι Σοφονίου, τὰ τοῖς Ἰουδαίοις κατὰ καιροὺς συμβησόμενα προαπήγγελον, καὶ ὡς ὅσον οὐδέπω παρεσομένων αὐτοῖς τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἐκδειματοῦν ἐπεχείρουν τὸν Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὰς τῶν πολεμίων φάλαγγας ὀνομάζοντες, τὰς τῶν πόλεων ἀναστάσεις, τοὺς ἐμπρησμοὺς, τὰς διαρπαγὰς, καὶ ἁπάσης δὲ τῆς χώρας τὴν δῄωσιν τοῖς καταφρονεῖν ᾑρημένοις χρησί- μως προαπαγγέλλοντες. ᾤοντο γὰρ, ὅτι κἂν εἰ μὴ ἕλοιντο πληροῦν ὡς ἐξ ἀγαθῆς διανοίας τὸ ἁνδάνον Θεῷ, καὶ τῶν εἰς τὸ ἄμεινον ἔχεσθαι σπουδασμάτων, ἀλλ' οὖν ἔσεσθαι τοιούτους τὸ τῆς συμφορᾶς μέγεθος ὑποφρίττοντας. Ἀγ- γαῖος γεμὴν ὡς τετελεσμένων ἤδη τῶν τῆς αἰχμαλωσίας καιρῶν, καὶ εἰς τὴν ἁγίαν πόλιν ἀνακομισθέντος τοῦ Ἰσραὴλ ἐκ τῆς Περσῶν τε καὶ Μήδων, ποιεῖται τοὺς λόγους, ἐπ' αἰτίαις τοιαύταις. ἀνῆκε μὲν γὰρ αὐτοὺς τῆς αἰχμαλωσίας ὁ Κῦρος, καὶ ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς οἴκαδέ τε ἰέναι προστέταχε, καὶ τὸν θεῖον αὖθις ἀναδείμασθαι νεὼν, τὸν ἔν γε τοῖς Ἱεροσολύμοις, καὶ προσέτι τούτῳ καὶ αὐτὴν, εἰ ἕλοιντο, διατειχίζειν τὴν πόλιν.
Of the same author, an interpretation of the prophet Haggai. We might observe the aim of the prophecy of Haggai to have been directed at certain other matters, and not at those which one might suppose the words of the others to have been spoken. For Hosea the inspired, and indeed those in order after him, up to Zephaniah, foretold what would befall the Jews at various times, and, as if the times of captivity were not yet to come upon them, they attempted to terrify Israel, naming here and there the battle lines of enemies, the uprooting of cities, the conflagrations, the plunderings, and the devastation of the whole country, usefully foretelling these things to those who had chosen to be contemptuous. For they thought that even if they should not choose to fulfill what is pleasing to God from a good disposition, and to be zealous for the better, yet they would become such, shuddering at the magnitude of the calamity. Haggai, however, makes his words as if the times of captivity were already completed, and Israel had been brought back to the holy city from the Persians and Medes, on such occasions. For Cyrus had released them from captivity, and had ordered them to go home together with the sacred vessels, and to rebuild the divine temple in Jerusalem, and in addition to this, to fortify the city itself, if they should choose.
οὗ δὴ γεγονότος, καὶ ἐν πρώταις ὄντος καταβολαῖς τοῦ ναοῦ, διαπεφθονηκότες τῶν ἐν Σαμαρείᾳ τινὲς, Βήλεμός τε καὶ οἱ ἀμφ' αὐτὸν, κατα- γεγράφασι τῶν ἐξ Ἰσραὴλ, τὴν εἰς τοὺς κρατοῦντας τῶν Βαβυλωνίων εὔνοιαν ὑποπλαττόμενοι, φιλοπόλεμόν τε καὶ δυσάντητον γενέσθαι λέγοντες τὴν Ἱερουσαλὴμ, καὶ αὐτοῖς δὲ τοῖς Περσῶν βασιλεῦσιν ἀφόρητον. εἶτα πείθουσι προσ- τάξαι κατηρεμεῖν Ἰουδαίους, καὶ μήτε τὸν νεὼν ἐγείρειν ἔτι, μήτε μὴν τῆς εἰς τὴν πόλιν ἔχεσθαι φιλεργίας. ὀλίγου δὲ μεταξὺ διελάσαντος χρόνου, διαδέχεται τὴν βασιλείαν ὁ Δαρεῖος, καὶ ἦν μὲν ἔτος αὐτῷ τῆς βασιλείας δεύτερον. ἐπειδὴ δὲ τῶν ἐν Βαβυλῶνί τινες Ἰουδαίων προσπίπτοντες ἐλιπάρουν ἀνεῖναι λοιπὸν τὸν θεῖον ἐγεῖραι νεὼν, προσέτατ- τεν ὁ Δαρεῖος, γέγραφε δὲ τοῖς ἀνὰ πᾶσαν τὴν Φοινίκην διέπουσι τὰς ἀρχὰς, μήτε ἐξείργειν Ἰουδαίους, εἰ ἀνορθοῦν ἕλοιντο τὸν ναόν· ἀλλὰ γὰρ καὶ χρημάτων ἐπιδαψιλεύεσθαι χορηγίαν, καὶ τὰς ἐν τῷ Λιβάνῳ κέδρους κατακομίζεσθαι παρ' αὐτῶν ἀπαρεμποδίστως ἐᾶν, ὡς ἂν οὐδενὸς ἐνδέοντος τῶν εἰς τὴν χρείαν αὐτοῖς, ἀποπεραίνοιτο λοιπὸν εὐκόλως τὰ εἰς τιμήν τε καὶ δόξαν τοῦ πάντων κρατοῦντος Θεοῦ. εἰρη- μένης δὲ τῆς ἱστορίας λεπτῶς καὶ σαφῶς ἐν τῇ πρώτῃ τοῦ Ἔσδρα συγγραφῇ, περιττὸν οἶμαί που
When this had happened, and the temple was in its first foundations, certain men in Samaria, Bêlemos and those around him, being envious, made accusations against the Israelites, feigning goodwill toward the rulers of the Babylonians, saying that Jerusalem had become warlike and intractable, and even unbearable to the kings of the Persians themselves. Then they persuaded them to order the Jews to keep quiet, and neither to raise the temple any further, nor to engage in industry for the city. After a short interval of time, Darius succeeded to the kingdom, and it was the second year of his reign. But when some of the Jews in Babylon, falling at his feet, earnestly begged that they might at last be allowed to raise the divine temple, Darius gave orders, and wrote to those governing the provinces throughout all Phoenicia, neither to prevent the Jews if they chose to rebuild the temple, but rather to lavish a supply of money, and to allow the cedars in Lebanon to be brought down by them without hindrance, so that, with nothing lacking for their need, it might finally be easily completed for the honor and glory of the God who rules all. Since the history is related in detail and clearly in the first book of Esdras, I think it superfluous to...
τὸ ἰσχνολογεῖν ἐν τούτοις εἰς τὸ παρόν. οὐκοῦν ἐπειδήπερ ἐξὸν ἤδη πονεῖν τοῖς ἐξ Ἰσραὴλ, καὶ τὸν θεῖον ἐργάσασθαι νεὼν, ἀποπληροῦν τε θυσίας καὶ λιτὰς, καὶ τοῖς κατὰ νόμον ἔθεσι πολιτεύεσθαι, κατημέλουν οἱ ἐξ Ἰσραὴλ, εὖ τιθέντες ἕκαστοι τὰ οἰκεῖα, καὶ ἐπί γε τό σφισιν αὐτοῖς ἡδύ τε καὶ φίλον ὁλοτρόπως ἐκ- νενευκότες, καὶ ἐν σμικρῷ κομιδῇ ποιούμενοι λόγῳ τὰ εἰς δόξαν Θεοῦ, κατῃκίζοντο πάλιν, Θεοῦ πλήττοντος, πολέμῳ μὲν οὐχὶ, λιμοῖς δὲ μᾶλλον καὶ ἀκαρπίαις καὶ κτηνῶν καταφθοραῖς. ἀμείνους γὰρ ἤθελεν ἀποτελεῖν, οὐ ταῖς ἰσοῤῥόποις τῶν πταισμάτων ποιναῖς ὑποφέρων· ἀλλ' ὁμοῦ μὲν ὡς κεκμηκότας ἐλεῶν, ὁμοῦ δὲ πάλιν ὡς ἐξ ἀγάπης ἐπανορθῶν. αὕτη τῆς Ἀγγαίου προφητείας ὡς ἐν ὀλίγοις ἡ πρόφασις. μέμικται δὲ ὁ λόγος, καὶ τοῖς πεπραγμένοις τε καὶ εἰρημένοις ἱστορικῶς ἡ μυστική τε καὶ ἐσωτάτη καὶ πρέπουσα τοῖς πνευματικοῖς ἐγκέχωσται θεωρία. Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων.9 Φθάσας ἔφην, ὡς ἦν εὐάφορμος τοῖς ἐξ Ἰσραὴλ ἡ ἐπί γε τῷ ναῷ ῥᾳθυμία, παρῃρημένης αὐτῶν τῆς ἐξουσίας, καὶ διεφθονηκότων εἰς τοῦτο τῶν ἐν Σαμαρείᾳ, πλείστην τε ὅσην τῆς Ἱερουσαλὴμ πεποιημένων τὴν κατάῤῥησιν παρά γε τοῖς τὰ Περσῶν ἰθύνουσι κράτη.
To be precise about these matters for the present. Therefore, since it was now possible for the Israelites to labor and build the divine temple, to fulfill sacrifices and supplications, and to live according to the customs of the law, the Israelites were negligent, each one setting his own affairs in order and turning entirely toward what was pleasant and dear to themselves, making little account of the glory of God. They were again afflicted, God striking them not by war, but rather by famines, crop failures, and destruction of livestock. For he wished to make them better, not subjecting them to penalties equal to their faults, but at once pitying them as weary and again correcting them out of love. This, in brief, is the occasion of the prophecy of Haggai. The discourse is interwoven, and with the things done and said historically, the mystical and innermost contemplation, befitting the spiritual, is embedded. In the second year of King Darius, in the sixth month, on the first day of the month, a word of the Lord came through the hand of the prophet Haggai, saying. I have already stated that the Israelites had a ready pretext for their negligence regarding the temple, their authority having been removed, and those in Samaria having begrudged them this, having made the greatest possible destruction of Jerusalem in the eyes of those who direct the Persian empire.
Δαρείου γεμὴν ἔτος ἤδη τρί- βοντος ἐν τῇ βασιλείᾳ δεύτερον, εἶτα τῆς φιλεργίας αὐτοῖς ἀπαραπόδιστόν τε καὶ ἐλευθέραν ἀνέντος τὴν ἐξουσίαν, καὶ δρᾶν τὸ δοκοῦν ἐπιτεταχότος, καὶ ὁσίων ἔχεσθαι σπουδασμά- των, προσαπονείμαντος δὲ καὶ χρημάτων πόρους, εὐάφορμον μὲν οὐκ ἔτι τὸ ῥᾳθυμεῖν, ἀλλ' ἔξω παντὸς ἐφαίνετο λόγου, καὶ ἀπίθανον ἔχον κομιδῇ τὴν σκῆψιν. γίνεται τοίνυν ὁ λόγος ἐν χειρὶ Ἀγγαίου· τὸ δὲ ἐν χειρὶ νοήσεις, ἀντὶ τοῦ, διαχειρίζοντος, ἤγουν διακονουμένου τοῖς παρὰ Θεοῦ λόγοις, καὶ τὴν τῆς προφητείας λειτουργίαν ἐκπράττοντος. ἐπιση- μαίνεται δὲ χρησίμως καὶ αὐτοὺς τοὺς χρόνους, καθ' οὓς ὁ Δαρεῖος τὰ τοιάδε προστέταχε, προαποτέμνων, ὡς ἔφην, τῶν ἐξ Ἰσραὴλ τὰς ἐπί γε τῷ ῥᾳθυμεῖν ἑλέσθαι πάλιν ἀσυνέτους εὑρεσιλογίας. Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων Τάδε λέγει Κύριος Παντοκράτωρ Ὁ λαὸς οὗτος λέγουσιν Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.9 Σαλαθιὴλ γέγονεν Ἰεχονίου παῖς, ἐκ φυλῆς ὄντος καὶ αἵματος τοῦ Δαυείδ. τούτου τοίνυν τὴν βασιλίδα διέποντος ἀρχὴν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰούδαν, πεπόρθηται μὲν ἡ πόλις, ἀπῴχετο δὲ καὶ πᾶς ὁ Ἰσραὴλ αἰχμάλωτος, κατεμπιπράντος τὸ τηνικάδε τοῦ Ναβουχοδονόσορ καὶ αὐτὸν τὸν θεῖον ναὸν, εἴληπτο δὲ καὶ αὐτὸς Ἰεχονίας, καὶ ὁμοῦ τοῖς ἄλλοις αἰχμάλωτος ἦν. γέγονε δὲ Σαλαθιὴλ υἱὸς Ζοροβάβελ. τοιγάρτοι καὶ ὑπονοστήσαντος τοῦ Ἰσραὴλ ἐν τοῖς Ἱεροσο-λύμοις, ἅτε δὴ καὶ ἐξ αἵματος ὢν τῆς τὸ βασιλεύειν λαχούσης φυλῆς, βεβασίλευκεν ἐπὶ τὸν Ἰούδαν.
Darius was already completing the second year of his reign, and then, having granted them unimpeded and free authority for their industry, and having commanded them to do as they saw fit and to devote themselves to pious endeavors, and also having provided them with financial resources, it was no longer opportune to be idle, but it appeared entirely unreasonable and utterly implausible to offer that as an excuse. Therefore, the word is in the hand of Haggai; and you will understand "in the hand" as meaning "administering," that is, ministering the words from God and performing the service of prophecy. He usefully indicates also the very times in which Darius had ordered such things, thereby cutting off, as I said, the foolish pretexts of those from Israel who might again choose to be idle. Having spoken to Zorobabel, son of Salathiel, from the tribe of Judah, and to Jesus, son of Josedec, the high priest, he says: "Thus says the Lord Almighty: 'This people says, "The time has not come to build the house of the Lord."'" Salathiel was the child of Jeconiah, who was of the tribe and lineage of David. Therefore, while he was holding the royal rule in Jerusalem over Judah, the city was destroyed, and all Israel went into captivity, when Nebuchadnezzar at that time burned even the divine temple, and Jeconiah himself was taken and was a captive along with the others. And Zorobabel was the son of Salathiel. Consequently, when Israel returned to Jerusalem, since he was of the blood of the tribe that had been allotted to rule, he reigned over Judah.
Ἰησοῦς γεμὴν ἐκ φυλῆς τε καὶ αἵματος ὢν τοῦ Λευὶ, καὶ ὡς ἐκ ῥίζης τοῦ Ἀαρὼν, τὴν ἐξῃρημένην τῶν ἄλλων καὶ ἀπόλεκτον ἀνῆπτο τιμὴν, καὶ μέγας ἦν ἱερεύς. οὕτω γὰρ ὁ νόμος τὸν τῶν ἱερῶν ταγμάτων ἡγεῖσθαι λαχόντα κατωνόμαζε λέγων, μὴ δεῖν ἀνεῖσθαι φυγῆς τοὺς ἐν ταῖς πόλεσι τῶν φυγαδευτηρίων· ἀλλ' ἔνθαπερ ἂν εἶεν ἕκαστοι, μένειν αὐτοῦ, "ἕως οὗ ἀποθάνῃ "ὁ ἱερεὺς ὁ μέγας," τουτέστιν, ὁ ἀρχιερεύς. γέγονε τοίνυν ὁ λόγος πρὸς ἄμφω, τόν τε βασιλέα φημὶ καὶ τὸν τῶν ἱερῶν ταγμάτων προεστηκότα. αὐτοὺς γὰρ ἦν καὶ εἰκὸς τοῖς ἄλ- λοις ἅπασι περιαγγεῖλαι τὸ χρησμῳδούμενον. οὐκ ἠγνοηκόσι δὲ, οἶμαι, τὰς τῶν λαῶν σκήψεις, ἀπαγγεῖλαι προστέταχεν ὁ τῶν ὅλων Θεός· ἀλλ' οἷον ἐπιμειδιῶν ἀναπίπτουσιν οὐκ ἐν καιρῷ πρὸς τὸ ῥᾴθυμον, καὶ ὧν ἦν εἰκὸς ἐσπουδασμένην ποιεῖσθαι φροντίδα, τούτων αὐτῶν οὐ μετρίως ἠφειδηκόσιν. ἦν γὰρ ἄμεινον ἐννοεῖν ὡς, εἴπερ ἦν αὐτοῖς ἐν προὐργιαιτέρῳ λόγῳ τὰ τοῦ Θεοῦ, πάντως που καὶ τῇ παρ' αὐτοῦ φειδοῖ καὶ χάριτι πρὸς τὸ εὖ ἔχειν διακρατούμενοι, διήγαγον ἂν ἐν εὐημερίαις καὶ πλούτῳ, καὶ ἀμφιλαφῶς ἔχοντες τὰ ζωαρκῆ. οὐκοῦν οἱονεί πως
Joshua, being from the tribe and blood of Levi, and as from the root of Aaron, was invested with the preeminent and select honor above the others, and was the high priest. For thus the law named the one who happened to lead the sacred orders, saying that those in the cities of refuge should not be released from exile; but wherever each might be, they should remain there, "until the great priest dies," that is, the high priest. Therefore the word was addressed to both, I mean to the king and to the one presiding over the sacred orders. For it was fitting that they should announce the oracle to all the others. And I think that, not being ignorant of the pretexts of the peoples, God, who is over all, commanded them to announce it; but rather, as if smiling, they fell back into idleness at an inopportune time, and they were not moderately neglectful of those things for which it was fitting to make diligent care. For it was better to consider that, if the things of God were of more urgent concern to them, they would surely, being sustained by his mercy and grace for their well-being, have lived in prosperity and wealth, and having abundantly the necessities of life. Therefore, somehow
ἐπιμαρτύρεται διὰ τῆς τοῦ Προφήτου φωνῆς, ὡς ἀνοσίως ἠμεληκότα τὸν Ἰσραὴλ τῶν ὅτι μάλιστα χρησίμων αὐτῷ καὶ εἰς δόξαν ὁρώντων Θεοῦ. περιστέλ- λοντες γὰρ, καθάπερ οἴονται κατὰ σφᾶς αὐτοὺς, εὐπροσώποις εὑρεσιλογίαις τὰ ἐγκλήματα, οὔπω παρεῖναί φασι τὸν καιρὸν τοῦ ἀναδείμασθαι τὸν ναὸν Κυρίου· ἀλλ' ὅ γε τοῦ δρᾶν ἐθέλειν ὀρθῶς ἀεὶ πάρεστι καιρὸς, καὶ τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσι τὰ εἰς δόξαν Θεοῦ τελοῦντα πληροῦν, ἐν ἐξουσίᾳ διαπαντός. εἰ δὲ δὴ καὶ τὸ ἀπεῖργον καὶ ἀντιτετάχθαι δοκοῦν οἴχοιτό πως ἐκποδὼν, τότε δὴ παγχάλεπος ἀληθῶς ἡ ἀνάβλησις, καὶ ὄκνου λοιπὸν ἐγκλήματα καὶ τῆς εἰς ἄκρον ἀφιλεργίας, οἵπερ ἂν γένοιντο περὶ τούτου λόγοι. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυείδ "Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους "πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις." Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ Προφήτου λέγων Εἰ καιρὸς ὑμῖν μέν ἐστι, τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλο- στάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται.9 Δεύτερος χρηματισμὸς παρὰ Θεοῦ πρὸς Ἀγγαῖον ἐλέγχῳ σαφεῖ κατακρίνων τὸν Ἰσραὴλ, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐν ἀμείνοσι τιθέντα δεικνύων τὰ εἰς ἰδίαν ἀνάπαυλαν καὶ τρυ- φήν. ἆρα γὰρ, φησὶν, οὔπω μὲν ἐνέστηκεν ὁ καιρὸς τοῦ χρῆναι τιμᾶσθαι τὸν τῶν ὅλων Θεὸν ἐγηγερμένου τοῦ ναοῦ, ἥκει δὲ τὰ ὑμῶν εἰς τοῦτο πράγματα καιροῦ τε καὶ δόξης, ὡς ἐντρυφᾶν μὲν ἑστίαις πλουσίως κατεσκευασμέναις, καὶ κοιλοστάθμοις αὐλαῖς ἐναβρύνεσθαι;
He testifies through the voice of the Prophet that Israel has wickedly neglected what is most useful to it and what looks to the glory of God. For, covering up the charges with plausible fabrications, as they think, they say that the time has not yet come to rebuild the Temple of the Lord. But the time for wishing to act rightly is always present, and for the good and the virtuous, the things that pertain to the glory of God are always within their power to fulfill. And if indeed what seems to hinder and oppose were somehow removed from the way, then truly the delay would be utterly grievous, and there would be accusations of sloth and extreme negligence, whatever words might be spoken about this. And this, I think, is what is meant by the voice of David: "Do not incline my heart to words of wickedness, to make excuses for sins." And a word of the Lord came through the hand of Haggai the Prophet, saying: "Is it time for you to dwell in your paneled houses, while this house lies desolate?" A second oracle from God to Haggai, condemning Israel with clear reproach, and showing that they place what is for their own rest and luxury above the glory of God. For, he says, has the time not yet come for the God of all to be honored by the raising of the Temple, while your affairs have reached such a point of timeliness and glory that you revel in richly furnished hearths and take pride in paneled courts?
εἶτα ὑμῖν οὐ φορτικὸν καὶ δύσοιστον εἶναι δοκεῖ, περιυβρισμένον οὕτως ἀτίμως ὁρᾶν τὸν νεὼν, ἀνατετραμμένον τε καὶ ἐν ὄψει τῇ λίαν ἀκαλ- λεστάτῃ, καὶ μονονουχὶ κατακεκραγότα τῆς Βαβυλωνίων ἀνοσιότητος καὶ τῶν ἀρχαίων ἐκείνων ἐμπρησμῶν; καίτοι πῶς οὐκ ἄμεινον εὖ ἔχοντα βλέπειν καὶ ἐν ὄψει τῇ πρώτῃ; μετὸν γὰρ οὕτω λοιπὸν καὶ καταθύειν Θεῷ, καὶ τὰς ὑπὲρ ὧν ἂν ἕλοισθε ποιεῖν λιτάς. κοιλοστάθμους δὲ οἴκους, φησὶν, ὧν ἂν αἱ φλιαὶ, ἤτοι τῶν θυρῶν οἱ σταθμοὶ, σιδήρῳ διακοι- λαίνοιντο, περιορυττόντων οἶμαί που τεκτόνων αὐτοὺς, καὶ τὰ ἀπό γε τῆς σφῶν εὐτεχνίας ἐγχαραττόντων δαιδάλματα. τρυφώντων δὲ ἤδη τὸ χρῆμα σημεῖον, καὶ πλούτῳ λοιπὸν ἐναβρυνομένων. τὸ γάρτοι χρείας ἐπέκεινα καὶ φιλότιμον οὕτω περὶ τὰς τῶν οἴκων κατασκευὰς, ἀπόδειξις ἂν γένοιτο, καὶ μάλα σαφὴς, τῆς τῶν χρημάτων ἀμφιλαφείας.
Πάνδεινον οὖν ἀληθῶς, καὶ ἀπροφάσιστον ἔχον τὴν ἁμαρτίαν, εἰ ἐν δευτέροις ποιοίμεθα τὰ τοῦ Θεοῦ καὶ τῶν ἀνθρωπίνων ὕστερα. Καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα·
Then does it not seem burdensome and unbearable to you to see the temple so dishonorably outraged, overturned and in a most unseemly state, and all but crying out against the impiety of the Babylonians and those ancient conflagrations? And yet, how is it not better to see it in good condition and in its former state? For then you could both sacrifice to God and make the supplications you might choose. But as for houses with hollowed-out doorposts, he says, whose lintels, that is, the doorposts, are hollowed out with iron, as I suppose, by carpenters digging them out somewhere and carving the ornaments of their own craftsmanship. This is a sign of their already luxuriating in wealth and taking pride in their riches. For such ambitious construction of houses beyond necessity would be a clear demonstration of an abundance of wealth.
It is truly a terrible thing, then, and one that involves inexcusable sin, if we were to place the things of God second and human things first. And now the Lord Almighty says this: Set your hearts upon your ways. You have sown much and brought in little.
ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν· ἐπίετε καὶ οὐκ εἰς μέθην· περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς· καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.9 Ἠφειδηκότες, ὡς ἔφην, τῶν προὐργιαιτέρων οἱ ἐξ Ἰσραὴλ, καὶ τῶν εἰς δόξαν Θεοῦ κατημεληκότες, ἐτράποντο μὲν εἰς φροντίδας τὰς ἐπί γε σφίσιν αὐτοῖς, οἴκους ἀνιστάντες πολυ- τελῶς κατεσκευασμένους· εἶτα λέγοντες ἀμαθῶς "Οὐχ ἥκει "ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου." ἐπειδὴ γὰρ ἦν ἀναγκαῖον προσάγειν αὐτοὺς τὰ εἰς τὴν τοῦ θείου ναοῦ κατα- σκευὴν, εἶτα τοῦτο δρᾶν οὐκ ἤθελον, ταύτῃτοι χρημάτων ἔνδειαν προϊσχόμενοι, χρῆναι μὲν ἔφασκον προσυναγείρειν αὐτοὺς, καὶ οἱονεὶ προαποτρίβεσθαι τὴν πτωχείαν, γηπονοῦν- τας τέως, ἤγουν ἐμπορευομένους, ἢ θρεμμάτων ἀγέλας συναγηγερκότας, ἤγουν ἕτερόν τι τῶν τοιούτων ἐπιτηδεύοντας. ἀλλ' ἦν ἄμεινον ἐπιθαρσῆσαι Θεῷ, τῷ καὶ ἐξ ἀμηχάνων εὑρίσκοντι μηχανὰς, καὶ πλουτίζειν ἰσχύοντι καὶ γηπονοῦντας εὐλογεῖν, καὶ τὰς τῶν ὁσίων πορισμῶν ἀνευρεύνοντα τρίβους. ἐπειδὴ δὲ τῶν εἰς εὐσέβειαν ἀμοιρήσαντες λογισμῶν, καὶ τῆς ἄνωθεν εὐμενείας ἀποπεπτώκασι, κατ' οὐδένα τρόπον πεπραχό- τες δεξιῶς, ταύτῃτοί φησιν ἀναγκαίως Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. ὅμοιον ὡς εἰ λέγοι Κατανοήσατε φιλοκερδείαν λεπτῶς, ποίας ἐβαδίσατε τοῦ βίου τρίβους, ἢ τί τῶν εἰς
You ate and not to fullness; you drank and not to drunkenness; you clothed yourselves and were not warmed by them; and the one who gathers the wages gathered into a perforated bag. Having been careless, as I said, of more urgent matters, those from Israel, and having neglected things for the glory of God, they turned to concerns for themselves, building houses sumptuously furnished; then they ignorantly said, "It is not the time to build the house of the Lord." For since it was necessary to bring them to contribute to the construction of the divine temple, and then they were unwilling to do this, they pleaded lack of funds, claiming that they must first gather resources and, as it were, first shake off poverty, tilling the soil for the time being, that is, engaging in trade, or having gathered herds of cattle, or pursuing some other such occupation. But it would have been better to trust in God, who finds means even from impossibilities, and is able to enrich, to bless those tilling the soil, and to open up paths of holy gains. But since they lacked thoughts of piety and fell from divine favor, having done nothing rightly in any way, he says necessarily, "Set your hearts on your ways." It is as if he were to say, Examine carefully your love of gain, what paths of life you have walked, or what of the things for
ἐπιτηδεύσαντες, ἐπράξατε κατ' εὐχήν. ἐσπεί- ρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα. ἀλλ' ἦν ἄμεινον, εὐλο- γοῦντος Θεοῦ σπείρειν μὲν ὀλίγα, συγκομίζεσθαι δὲ πολλά. ἐπειδὴ δὲ ἀπῆν ὅπερ ἦν ἀναγκαῖον, πολλοὶ μὲν οἱ κόποι, βραχεῖς δὲ λίαν οἱ καρποί. ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν. πάνδεινον τοῦτο, καὶ τῆς ἐσχάτης ἐνδείας τε ὁμοῦ καὶ ταλαιπωρίας ἀπόδειξιν ἔχον, εἰ πολλὰ μὲν τὰ ἐσπαρμένα, καρποὶ δὲ τοσοῦτοι, ὥστε τοῖς πεπονηκόσι λιμοῦ κατηρτῆσ- θαι δίκην, καὶ κόρου κατόπιν ἰέναι τὰς τροφάς. ἐπίετε καὶ οὐκ εἰς μέθην. οὐ γὰρ ἦν εὔβοτρυς ἀμπελών. συγκατηῤ- ῥώστησε δὲ τοῖς ληΐοις καὶ τὰ λίαν εὐκληματοῦντα τῶν ξύλων. περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, λοιμοῦ τάχα που καὶ ταῖς οἰῶν ἀγέλαις ἐνσκήψαντος, ὡς ἐν ἐνδείᾳ γενέσθαι περιβλημάτων καὶ τοὺς πολλὰ κεκτημένους. ἀλλὰ καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. σημαίνει δὲ διὰ τούτων τοὺς ἐμπορικὸν ἔχοντας ἐπιτήδευμα, οἳ τρόπον τινὰ τοὺς τῆς ἐμπορίας μισθοὺς συλλέγουσι, πλεονασμοὺς ἑκάστῳ τῶν ἠγορασμένων ἐπιῤῥιπτοῦντες ἀεὶ, καὶ ταῖς τῶν τιμημάτων προσθήκαις ἁδρὰ ποιοῦντες τὰ βαλάντια. ἀλλ' ἦν οὐδὲ τούτοις τὸ ἀπόνασθαι, φησὶν, τῆς φιλοκερδείας. ζημίαις γὰρ τάχα που καὶ ναυαγίοις ἀδοκήτοις περιπίπτοντες, οὐδὲν διαφέρειν ἐδόκουν τῶν ἀργύριον ἱέντων εἰς δεσμὸν τετρυπημένον. ἄμεινον οὖν ἄρα καὶ σοφὸν τὸ εὐλογεῖσθαι ζητεῖν ὑπὸ τοῦ πάντα ἡμῖν ὀρέγοντος Θεοῦ. προσγένοιτο δ' ἂν καὶ τοῦτο ῥᾳδίως τοῖς τὰ αὐτοῦ φρονεῖν ᾑρημένοις, καὶ τὰ εἰς δόξαν αὐτοῦ τῶν ἰδίων προτετιμηκόσιν.
Having practiced these things, you acted according to your wish. You sowed much and harvested little. But it would have been better, with God blessing, to sow little and gather much. Since what was necessary was absent, the labors were many, but the fruits were very meager. You ate and not to fullness. This is utterly dreadful, and bears proof of both extreme want and misery, if much was sown but the fruits were such that for those who labored, famine hung like a penalty, and food came after satiety. You drank and not to drunkenness. For the vineyard was not rich in grapes. And along with the crops, even the very fruitful trees also withered. You clothed yourselves and were not warmed by them, perhaps because a plague had struck even the flocks of sheep, so that even those who possessed many things were in need of coverings. And the one who gathers the wages gathered into a perforated bag. By this he means those who have a mercantile occupation, who in a way collect the wages of trade, always adding surpluses to each of the purchased items, and making their purses heavy with additions to the prices. But not even for these was there any enjoyment of profit, he says. For perhaps falling into unexpected losses and shipwrecks, they seemed to differ in no way from those who pour silver into a perforated bag. Therefore, it is better and wise to seek to be blessed by God, who provides everything to us. And this would easily be attained by those who have chosen to think his thoughts and have preferred things for his glory over their own.
οὕτω που καὶ αὐτὸς ἡμῖν εἴρηκεν ὁ Σωτήρ "Μὴ μεριμνᾶτε "τῇ ψυχῇ ὑμῶν τί φάγητε, καὶ τῷ σώματι ὑμῶν τί ἐνδύ- "σεσθε. ζητεῖτε δὲ μᾶλλον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ "τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται "ὑμῖν." Διαρκῆ δὲ οἶμαι τῆς ἱστορίας ἐχούσης ἐφ' ἑαυτῇ τὴν ἀφήγησιν, φέρε τοῖς πνευματικοῖς θεωρήμασιν ἐνιέντες τὸν νοῦν, ἐκεῖνο καταθρήσωμεν, ὅτι τῆς καθόλου καὶ γενικωτάτης οἰκονομίας τῆς διὰ Χριστοῦ γεγενημένης τύπος ἂν εἶεν, καὶ μάλα σαφὴς, τὰ τοῖς Ἰουδαίοις συμβεβηκότα. οἱ μὲν γὰρ ἦσαν ἐν Βαβυλῶνι τῷ τῆς ἀβουλήτου δουλείας κατηχθισ- μένοι ζυγῷ, καὶ δίκας ἐκτίνυντες τῶν σφισιν ἡμαρτημένων· ταύτης τε ἕνεκεν τῆς αἰτίας τεθειμένοι τε καὶ πράττοντες ὑπὸ χεῖρας ἐχθρῶν, λελύτρωνται δὲ κατὰ καιροὺς Θεοῦ κατοικτεί- ροντος, καὶ οἴκαδε πάλιν ἀνεκομίζοντο, καὶ τὴν ἁγίαν κατῳ- κήκασι γῆν, ἡγουμένων τε καὶ προεστηκότων Ζοροβάβελ τε καὶ Ἰησοῦ. καὶ Δαρεῖος μὲν, καίτοι ταῖς τῶν εἰδώλων λατρείαις ἔτι προσκείμενος, ὅτι χρὴ τὸν θεῖον ἀναδείμασθαι νεὼν ὁρᾶται προστεταχὼς, ξύλα τε προσεπιδοὺς τὰ ἐκ τοῦ Λιβάνου καὶ χρημάτων πόρους· οἱ δὲ ὀκνηροὶ καὶ βραδεῖς ἦσαν ἔτι περὶ τὸ χρῆναι πληροῦν τὰ θυμήρη Θεῷ. ἡλίσκοντο δὲ καὶ προφασισταὶ λέγοντες Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκο- δομῆσαι τὸν οἶκον Κυρίου. ὑπέστρωτο δὲ καὶ ἡ σύμπασα γῆ τῷ πεπλανηκότι καὶ τυραννήσαντι σατανᾷ, καὶ ἦν αἰχμάλωτος, σεσαγηνευμένη πρὸς τοῦτο διὰ τῆς ἁμαρτίας, καὶ ὑπό γε τοῦ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καὶ τῶν ὅλων Δημιουργόν. ἀλλ' ἐξείλετο Θεὸς ἐν Χριστῷ τὰ τῆς δουλειας διαῤῥήξας δεσμά.
Thus in a certain way the Savior himself has said to us: "Do not be anxious about what you will eat for your soul, nor about what you will put on your body. Rather, seek the kingdom of God and his righteousness, and all these things will be added to you." And since I think the narrative of the history is self-sufficient in its exposition, let us, applying our mind to spiritual contemplations, observe this: that the events which befell the Jews would be a type, and a very clear one, of the universal and most general economy accomplished through Christ. For they were in Babylon, weighed down by the yoke of unwilling slavery and paying the penalty for their sins; and for this reason they were placed and acted under the hands of enemies, but were ransomed in due time by God's compassion, and were brought back home again, and inhabited the holy land, with Zerubbabel and Joshua as their leaders and governors. And Darius, although still devoted to the worship of idols, is seen to have ordered that the divine temple be rebuilt, and to have supplied timber from Lebanon and resources of money; but they were still sluggish and slow about fulfilling what was pleasing to God. And they were caught as pretext-mongers, saying, "The time has not come to build the house of the Lord." And the whole earth was subject to the wandering and tyrannical Satan, and was captive, having been ensnared into this through sin and through not knowing the God who is by nature and truly existent and the Creator of all things. But God, in Christ, delivered them, breaking the bonds of slavery.
δι' αὐτοῦ γὰρ πεποδηγήμεθα, καὶ διατριβὰς ἀφέντες τὰς παρ' ἐχθροῖς, καὶ τὴν πολύθεον πλάνησιν οἷά τινα γῆν ἀλλοφύλων ἀπολε- λοιπότες, ἀνεδράμομεν εἰς Σιὼν, τὴν νοητὴν δηλονότι, του- τέστι τὴν Ἐκκλησίαν. Ἄθρει γὰρ ὅπως ἡμῖν ὡς ἐν Ἰησοῦ τε καὶ Ζοροβάβελ διαγράφεται Χριστός. ἦν μὲν γὰρ, ὡς ἔφην, ὁ Ζοροβάβελ ἐκ τῆς Ἰούδα φυλῆς. ἀνατέταλκε δὲ ἐξ αὐτῆς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. τοιγάρτοι καὶ βεβασίλευκεν ἐπὶ τὸν Ἰσραήλ. οὕτω γάρ που φησὶ διὰ φωνῆς τοῦ Δαυείδ "Ἐγὼ "δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον "αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου." ἦν δὲ δὴ καὶ ὁ Ἰησοῦς ἐκ φυλῆς τε καὶ αἵματος τοῦ Λευὶ, κατωνόμαστο δὲ καὶ μέγας ἱερεύς· γέγονε δὲ καὶ ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργῶν, ὡς ἄμωμον ἱερεῖον, ὡς ἀμνὸν ἀληθινὸν εἰς ὀσμὴν εὐωδίας ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί. πιστώσεται δέ πως τὸν ἐπὶ τῷδε
λόγον ἰσχνοεπεῖν ἑλο- μένοις καὶ αὐτὴ τῶν ὀνομάτων ἡ διασάφησις, ἤγουν ἑρμηνεία.
For through him we have been guided, and having left behind our sojourns among enemies, and having abandoned polytheistic error like some foreign land, we have run up to Zion—that is, the intelligible Zion, namely the Church. For observe how Christ is depicted for us as in Joshua and Zorobabel. Zorobabel, as I said, was from the tribe of Judah. And from that same tribe our Lord Jesus Christ has arisen. Therefore he also reigned over Israel. For thus somewhere he says through the voice of David: "I was appointed king by him over Zion, his holy mountain, proclaiming the command of the Lord." And Joshua was from the tribe and lineage of Levi, and was named high priest. And Christ has become our high priest, offering himself as a sacrifice for us, as a blameless victim, as a true lamb offered for a sweet fragrance to God the Father. And the interpretation of the names themselves will somehow confirm the account concerning this, for those who choose to speak concisely.
δηλοῖ μὲν γὰρ ὁ Ζοροβάβελ Ῥύσις μετατεθειμένη· Σαλαθιὴλ γεμὴν Ἔκκλισις Θεοῦ. ἔφη δέ που καὶ ὁ Χριστός "Ἰδοὺ "ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χει- "μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν." ἔστι μὲν γὰρ ὁμολο- γουμένως αὐτὸς ὁ χειμάῤῥους τῆς τρυφῆς, καὶ οἷον τῆς εἰρήνης ἡ ῥύσις. ἀλλ' ἐκκέκλικεν εἰς ἡμᾶς, καὶ μονονουχὶ μετατέθειται καταλελοιπὼς τὸν Ἰσραήλ. κεχώρηκε δὲ, ὡς ἔφην, εἰς τοὺς ἐξ ἐθνῶν κεκλημένους, τοῖς ἄνωθεν καὶ πνευματικοῖς ἀγαθοῖς ἀμφιλαφῆ τὴν χύσιν εὖ μάλα δωρούμενος. Ἰησοῦς δὲ πάλιν "ἰαὼ σωτηρίαν" ὑποδηλοῖ, καὶ μὴν καὶ Ἰωσεδὲκ "ἰαὼ δικαιοσύνην·" ἰαὼ δὲ ἐστὶν ὁ τῶν ὅλων Θεός. γέγονε δὲ ἡμῖν ὁ Χριστὸς σωτηρία τε καὶ δικαιοσύνη παρὰ τοῦ Θεοῦ καὶ Πατρός. σεσώσμεθα γὰρ ἐν αὐτῷ τὸ τοῦ θανάτου φυγόντες λίνον, καὶ δεδικαιώμεθα διὰ πίστεως, τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν ἀποσεισάμενοι. οὐκοῦν· ἀνακομιῶ γὰρ αὖθις εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον· βασιλέα μὲν αὐτὸν ἐν τῷ Ζοροβάβελ, ἀρχιερέα γεμὴν ὡς ἔν γε τῷ Ἰησοῦ καταθρήσομεν. πλὴν ὁράτω πάλιν ὁ χρηστομαθὴς τὸ τῶν Ἰουδαίων ἀναπεπτωκὸς εἰς τὸ ῥᾴθυμον καὶ εἰς τὸ ἑλέσθαι πονεῖν τὰ πρὸς σύστασιν τοῦ θείου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας Χριστοῦ· προσεπαθρείτω δὲ τούτοις καὶ τὸ πρόθυμον τῶν ἐθνῶν, καὶ τὸ πολὺ λίαν διεγηγερμένον εἰς φιλεργίας. Δαρεῖος μὲν γὰρ, ὡς ἔφην, ἐγείρεσθαί τε προσ- τέταχε τὸν νεὼν, καὶ τὰ εἰς δόξαν πληροῦσθαι τοῦ πάντων κρατοῦντος Θεοῦ· οἱ δὲ ἦσαν ὀκνηροὶ καὶ ἀφιλεργέστατοι, καὶ τῶν ἁνδανόντων Θεῷ τὰ οἰκεῖα προτιθέντες, καὶ πολὺ λίαν διανενευκότες ἐπὶ τὰ γεωδέστερα.
Zorobabel signifies "a flowing that has been transferred," and Salathiel "a leaning of God." And Christ somewhere said, "Behold, I lean upon them like a river of peace, and like a torrent flooding the glory of nations." For he is confessedly himself the torrent of delight, and, as it were, the flowing of peace. But he has leaned toward us, and has been all but transferred, having left Israel behind. And he has gone, as I said, to those called from among the nations, bestowing abundantly the outpouring of higher and spiritual goods. Jesus again signifies "Jehovah salvation," and Josedec "Jehovah righteousness"; and Jehovah is the God of all. And Christ has become for us salvation and righteousness from God the Father. For we have been saved in him, having escaped the net of death, and we have been justified through faith, having shaken off the sin that tyrannized over us. Therefore—for I will bring the discourse back to its beginning—we shall observe him as king in Zorobabel, and as high priest in Jesus. But let the diligent student again observe the Jews' collapse into indolence and into choosing to labor for the construction of the divine temple, that is, the Church of Christ; and let him also observe the zeal of the nations, and their great eagerness for industry. For Darius, as I said, ordered the temple to be raised and the things for the glory of the all-ruling God to be fulfilled; but they were sluggish and most unindustrious, preferring their own concerns to those pleasing to God, and greatly inclined toward the more earthly things.
οἴκους γάρ φησι κατεσκεύαζον κοιλοστάθμους. τοιγάρτοι φησὶν ὁ θεσπέσιος Δαυείδ περὶ τῶν ἐθνῶν "Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσή- "κουσας Κύριε· τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε "τὸ οὖς σου." ἑτοιμότεροι γὰρ εἰς τὸ πιστεύειν οἱ ἐξ ἐθνῶν, ὀκνηροὶ δὲ λίαν οἱ ἐξ Ἰσραήλ. ἴδοις δ' ἂν ὅ φημι καὶ ἐν εὐαγγελικοῖς συγγράμμασιν, ἤτοι παραβολαῖς. ἔτρεχον μὲν γὰρ οἱ δειπνοκλήτορες, συναγείροντες εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν, ἐπλάττοντο δὲ "προφάσεις ἐν ἁμαρτίαις." ὁ μὲν γὰρ ἔφασκεν "Ἀγρὸν ἠγόρασα·" ὁ δέ "Γυναῖκα "ἔγημα·" ᾤχοντο δὲ καὶ ἕτεροι πρὸς τὴν ἐμπορίαν αὐτῶν. οὐκοῦν κέκληνται καὶ εἰσέδραμον εἰς τοὺς γάμους οἱ ἐν ταῖς ὁδοῖς, οἱ παρὰ τοῖς φραγμοῖς ηὑρημένοι, καὶ γεγόνασιν ἀληθῶς οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. οὕτω καὶ ἔφασκεν ὁ Χριστὸς διὰ φωνῆς Δαυεὶδ περί τε τῶν ἐξ αἵματος Ἰσραὴλ καὶ τῶν ἐθνῶν "Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν "ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ "ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων "αὐτῶν." Τάδε λέγει Κύριος παντοκράτωρ Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν· ἀνάβητε ἐπὶ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξα- σθήσομαι, εἶπε Κύριος. ἐπεβλέψατε εἰς πολλὰ, καὶ ἐγένετο ὀλίγα· καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά.9 Συχνὴν ποιεῖται τὴν ὑπόμνησιν, συντελοῦν τὸ χρῆμα εἰς ὄνησιν εἰδὼς τοῖς ἀκροωμένοις.
For they were building houses with hollow foundations, he says. So the inspired David says concerning the nations: "You have heard the desire of the poor, O Lord; your ear has attended to the readiness of their heart." For those from the nations are more ready to believe, while those from Israel are exceedingly sluggish. You would see what I mean also in the Gospel writings, that is, in the parables. The dinner guests were running, gathering for the wedding; but some did not wish to come, and they fabricated "excuses in their sins." For one said, "I have bought a field"; another, "I have married a wife"; and others went off to their business. Therefore those found on the roads, those found by the fences, were invited and ran into the wedding, and truly the first became last, and the last first. Thus Christ also said through the voice of David concerning both those of the blood of Israel and the nations: "A people whom I did not know served me, they obeyed me at the hearing of the ear; foreign sons lied to me, foreign sons grew old and went lame from their paths." Thus says the Lord Almighty: Place your hearts upon your paths; go up to the mountain and cut wood and build the house, and I will be pleased in it and will be glorified, said the Lord. You looked upon many things, and they became few; and it was brought into the house and I blew upon them. He makes frequent mention of this, knowing that the matter contributes to the benefit of the hearers.
οὕτω καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισί "Τὰ αὐτὰ γράφειν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, "ὑμῖν δὲ ἀσφαλές." κατανοήσατε τοίνυν φησὶν εἰς τὰς ἑαυ- τῶν ὁδοὺς, ἃς πεποίησθε νῦν. ποῖαι δὲ αὗται, διατρανοῖ παραχρῆμα Ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὀλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά. ἀφημαρτήκασι μὲν γὰρ ἐλπίδος τῆς ἐπί γε φημὶ τῷ ἑλέσθαι γηπονεῖν. μακροὺς γὰρ ἱδρῶτας δεδαπανηκότες, ὀλίγα μόλις συνεκο- μίσαντο. πλὴν ἐστέρηνται καὶ τούτων· ἐκπεφύσηνται γὰρ, τουτέστιν, γεγόνασιν ἑτέρων, καὶ ἥκιστα μὲν αὐτοῖς, δεδα- πάνηνται δὲ μᾶλλον τοῖς πλεονεκτεῖν εἰωθόσιν. εἰκαῖον οὖν ἄρα τὸ σπούδασμα καὶ ὁ πόνος αὐτοῖς, ὅτι μὴ μᾶλλον ἀπο- περαίνειν ἤθελον τὸ τῷ Δεσπότῃ δοκοῦν, καὶ τῆς εἰς τὰ ἀμείνω φιλεργίας τὴν εἰς τὰ αἰσχίω καὶ γεωδέστερα προὐρ- γιαιτέραν ἐποιοῦντο φροντίδα. ἆρ' οὖν ἀνουθέτητον ἀφῆκε τὸν Ἰσραὴλ, οὐ
παρέδειξε τοῖς πεπλανημένοις τῆς ἐπανορ- θώσεως τὴν ὁδόν; καὶ μὴν καὶ τοῦτο καταθρήσομεν εὐθὺς γεγονός. ἔφη γὰρ ὅτι Ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον καὶ ἐνδοξασθήσομαι πάλιν ἐν αὐτῷ, καὶ εὐδοκήσω, τουτέστι, προσδέξομαί τε καὶ ἐπαινέσω τὰς τῶν εἰς τοῦτο πεπονηκότων σπουδάς τε καὶ προθυμίας. Καλὸν οὖν ἄρα καὶ ἁνδάνον τῷ Θεῷ τὸ ἐπείγεσθαι πληροῦν τὰ ὅσαπερ ἂν φαίνοιντο χρήσιμά τε καὶ ἀναγ- καῖα πρὸς σύστασιν τῆς Ἐκκλησίας καὶ πρὸς οἰκοδο- μὴν αὐτῆς. δράσομεν δὲ τοῦτο, καὶ λίαν ἐμφρόνως, οἷον ὕλην χρειωδεστάτην συλλέγοντες, καὶ ὡς ἐκ δρυμοῦ κόπτοντες ξύλα τὰ ἐν τῇ θεοπνεύστῳ γραφῇ πνευματικὰ θεωρήματα·
Thus also the inspired Paul writes to some: "To write the same things is not burdensome for me, but safe for you." Consider therefore, he says, your own ways, which you have now made. What these are, he immediately clarifies: "You looked at many things and they became few, and they were brought into the house and I blew them away." For they have fallen short of the hope, I mean, of choosing to till the soil. For having expended long labors, they barely gathered little. Yet they have been deprived even of these; for they have been blown away, that is, they have become the property of others, and have been spent least of all for themselves, but rather for those accustomed to take more. So their zeal and labor are in vain, because they did not rather wish to accomplish what is pleasing to the Lord, and they made their concern for worse and more earthly things more urgent than their diligence for better things. Did he then leave Israel unadmonished, and not show the way of correction to those who had gone astray? Indeed, we will observe that this too immediately happened. For he said: "Go up to the mountain, cut wood, and build the house, and I will be glorified again in it, and I will be pleased," that is, I will accept and praise the efforts and zeal of those who have labored for this. So it is good and pleasing to God to be eager to fulfill whatever appears useful and necessary for the establishment of the Church and for its edification. And we will do this, and very wisely, gathering like most necessary material, and as if cutting wood from a forest, the spiritual contemplations in the God-inspired Scripture.
δι' ὧν ἄν τις ἀσφαλῆ καὶ ἐρηρεισμένην ποι- ήσαιτο τὴν ἐπὶ Θεῷ δόξαν ἤτοι διάληψιν, καὶ εὖ ἔχοντα καὶ πεποιημένον ἐξόχως ἀποφανεῖ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον· ἀποκομιεῖ δὲ πρὸς τούτῳ καὶ εἰς εἴδησιν ἀκριβῆ τῆς πνευματικῆς εὐτεχνίας, καὶ τῆς ἐν ἤθει καὶ τρόποις νοουμένης ἐπιεικείας. διά τοι τούτων οἰκοδομεῖσθαί φαμεν τὸν οἶκον τοῦ Θεοῦ καὶ τῆς Ἐκκλησίας πράττεσθαι σύστασιν. Ἐρῶ δὲ πρὸς τούτοις, ὅτι καὶ ἕκαστος ἡμῶν ναὸς ἂν νοοῖτο καὶ οἶκος Θεοῦ. κατῴκηκε γὰρ ἐν ἡμῖν Χριστὸς διὰ τοῦ Πνεύματος· καὶ ἐσμὲν ναοὶ Θεοῦ ζῶντος, κατὰ τὰς γραφάς. οὐκοῦν καὶ ἕκαστος ἡμῶν οἰκοδομείτω τὴν ἑαυτοῦ καρδίαν διὰ πίστεως ὀρθῆς, αὐτὸν ἐχέτω θεμέλιον τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, τὸν ἔντιμον ἀληθῶς· προσεπαγέτω δὲ τούτοις καὶ ὕλην ἑτέραν, τὴν ὑπακοὴν δὴ λέγω, καὶ τὸ εἰς πᾶν ὁτιοῦν εὐήνιον, τὴν ἀνδρείαν, τὴν ὑπομονὴν, τὴν ἐγκράτειαν. συναρμολογούμενοι γὰρ οὕτω "διὰ πάσης ἁφῆς "τῆς ἐπιχορηγίας," "εἰς ναὸν ἅγιον ἀναβησόμεθα καὶ εἰς κα- "τοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι." οἱ δὲ βραδεῖς εἰς πίστιν, ἢ καὶ πιστεύσαντες μὲν, ὀκνηροὶ δέ πως ἔτι πρὸς ἀπόστασιν τὴν ἐκ παθῶν τε καὶ ἁμαρτίας καὶ φιληδονίας κοσμικῆς, δι' αὐτὸ δὴ τοῦτο μονονουχὶ καὶ κεκράγασιν "Οὐχ ἥκει ὁ "καιρὸς τοῦ οἰκοδομήσαι τὸν οἶκον Κυρίου·" ταύτῃτοι καὶ περιπίπτουσι ταῖς τῶν οὐρανίων ἀγαθῶν ἐνδείαις, καὶ νοηταῖς ἀκαρπίαις, καταφθίνοντος ἐν αὐτοῖς τοῦ νοῦ, καθάπερ τινὸς γῆς, ὡς μήτε σῖτον ἔχειν, τουτέστιν ἰσχὺν, μήτε μὴν οἶνον, ὅ ἐστιν εὐφροσύνης σύμβολον. γέγραπται γὰρ ὅτι "ἄρτος "στηρίζει καρδίαν ἀνθρώπου·
By which one might make a secure and well-founded opinion or understanding concerning God, and show that the manner of the economy with the flesh is excellent and especially well-made; and in addition to this, it will also bring one to an accurate knowledge of spiritual skillfulness, and of the gentleness understood in character and ways. Through these things, we say, the house of God is built and the establishment of the Church is accomplished. I will say further, in addition, that each of us might be understood as a temple and house of God. For Christ has dwelt in us through the Spirit; and we are temples of the living God, according to the Scriptures. Therefore, let each of us build his own heart through right faith, having as its foundation Christ the Savior of all, who is truly honorable; and let him add to these also other material, namely obedience, and readiness for anything whatsoever, courage, patience, self-control. For being fitted together in this way "through every joint of the supply," "we shall ascend to a holy temple and to a dwelling place of God in Spirit." But those who are slow in faith, or even having believed, are somehow still sluggish toward separation from passions and sin and worldly pleasure, for this very reason they all but cry out, "The time has not come to build the house of the Lord;" and thus they fall into lacks of heavenly goods and spiritual barrenness, their mind wasting away like some land, so as to have neither grain, that is, strength, nor wine, which is a symbol of joy. For it is written that "bread strengthens the heart of a man.
καὶ οἶνος εὐφραίνει καρδίαν "ἀνθρώπου." Διὰ τοῦτο τάδε λέγει Κύριος παντοκράτωρ Ἀνθ' ὧν ὁ οἶκός μου ἐστὶν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς ἐφ' ὑμᾶς. καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ἐπὶ πάντα ὅσα ἐκφέρει ἡ γῆ καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν.9 Οὐκ ἐᾷ τῶν θείων καταῤῥᾳθυμοῦντας ἐκτόπως ποιεῖσθαι τὰ σφῶν ἐν ἀμείνοσι, καὶ τῶν εἰς δόξαν αὐτοῦ προτάττειν τὰ γεωδέστερα· ἀναπείθει δὲ μᾶλλον ἐννοεῖν, ὡς εἰ μὴ κέοιτο καλῶς τὰ ἀσυγκρίτως ὑπερκείμενα, οὐδ' ἂν τοῖς μείοσιν ἕποιτο τὸ εὖ κεῖσθαι πώποτε, καὶ ἐν οἷς εἶναι βε- βούληνται. ταύτῃτοί φησιν Ἀνθ' ὧν ὁ οἶκός μου ἐστὶν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, διὰ τοῦτο συμβήσεται τοῦτό τε κἀκεῖνο, δι' ὧν ἂν εὐθὺς κατα- φθίνοιτο τὰ ἐν ἀγροῖς, οὐρανοῦ μὲν δρόσον οὐ καθιέντος ἔτι, γῆς δὲ τὴν οἰκείαν ἀνακοπτούσης ἰσχὺν, καὶ μὴν καὶ ῥομ- φαίας ἤγουν ὀργῆς ἐπενηνεγμένης, ληΐοις τε ὁμοῦ καὶ ἀμπέ- λοις συναυαινομένης ἐλαίας, καταβοσκομένης τε πρὸς τούτοις ἀνθρώπους τε καὶ κτήνη. Οὐκοῦν τοῖς ὀκνοῦσιν ἀποπληροῦν τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι' ὧν ἂν ὁρῷτο συνεστηκὼς ὁ οἶκος αὐτοῦ, τουτ2.256 έστιν ἡ Ἐκκλησία, οὔτ' ἂν δρόσος γένοιτο πνευματικὸς, τουτέστι παράκλησις ἡ ἐξ οὐρανοῦ ψυχὰς καὶ καρδίας καταπιαίνουσα· οὔτε μὴν ἡ ἀπὸ γῆς εὐκαρπία, τουτέστι, τὰ διὰ σώματος κατορθώματα· οὐ σῖτος, οὐκ οἶνος, οὐκ ἐλαίου χρῆσις.
and wine gladdens the heart of man. For this reason the Lord Almighty says: Because my house is desolate, and you each hasten to your own house, therefore the heaven will withhold its dew, and the earth will withdraw its produce from you. And I will bring a sword upon the land, upon the mountains, upon the grain, upon the wine, upon the oil, and upon everything that the earth produces, and upon the men, and upon the cattle, and upon all the labors of their hands. He does not allow those who are negligent of divine things to make their own affairs exceptionally better, nor to prefer earthly things to his glory; rather, he persuades them to consider that if the incomparably superior things are not well ordered, the inferior things would never be well ordered either, in whatever state they may be. For this reason he says: Because my house is desolate, and you each hasten to your own house, therefore this and that will happen, through which the things in the fields would immediately be destroyed: the heaven no longer sending down dew, the earth checking its own strength, and indeed a sword, that is, wrath, being brought upon them, with grain and vines together, the olive withering, and in addition to these, men and cattle being consumed. Therefore, for those who are slow to fulfill the things for the glory of God, and those through which his house, that is, the Church, is seen to be established, there would be neither spiritual dew, that is, consolation from heaven that fattens souls and hearts, nor the good fruit from the earth, that is, the achievements through the body: no grain, no wine, no use of oil.
ἀνίσχυες γὰρ πάντη τε καὶ πάντως ἔσονται, καὶ τοῦ κατευφραίνεσθαι μακρὰν, καταπιανθεῖεν δ' ἂν οὐδα- μῶς ἐλαίῳ τῷ νοητῷ τῷ τῆς ἀγαλλιάσεως, καὶ
ἁπαξαπλῶς ἄγευστοι καὶ ἀμέτοχοι τῆς εὐλογίας ἀπομενοῦσι τῆς διὰ Χριστοῦ· καὶ πρός γε δὴ τούτοις ὑπενεχθήσονται τῇ ῥομφαίᾳ, καὶ ἄμισθον παντελῶς ὑπομενοῦσι πόνον, κἂν εἴ τις αὐτοῖς ἐπιεικείας ἐπιτηδεύοιτο τρόπος. στεφανοῦται γὰρ οὐδεὶς, "ἐὰν "μὴ νομίμως ἀθλήσῃ," κατὰ τὸ γεγραμμένον. οὐκοῦν ἡγώ- μεθα περισπούδαστον καὶ τῶν ὅτι μάλιστα σεπτῶν τὴν εἰς τὰ ἀμείνω σπουδήν· τετάχθω δὲ καὶ τὰ καθ' ἡμᾶς ἐν μείονι λόγῳ, καὶ ἴτω κατόπιν τῶν εἰς δόξαν Θεοῦ. καὶ οὐχὶ δὴ μόνον ἑστίαι, καὶ χρῆματα, καὶ τὰ εἰς δόξαν κενὴν, ἀλλὰ γὰρ καὶ γένη, καὶ ἀδελφοὶ, καὶ πατέρες. οὕτω γάρ που φησὶ καὶ ὁ Χριστός "Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, "οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ "ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν "αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος." Καὶ ἤκουσε Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ὁ ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ πάντες οἱ κατά- λοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ τῶν λόγων Ἀγγαίου τοῦ προφήτου, καθότι ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτῶν πρὸς αὐτοὺς, καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου.9 Ὅτι μὴ μάτην ποιεῖται τὰς ἀπειλὰς, χρῆμά τε ἐστὶν οὐκ ἀνόνητον τοῖς ῥᾳθυμεῖν εἰωθόσιν ὁ φόβος, κατίδοι τις ἂν κἀντεῦθεν εὐκόλως.
For they will be utterly and entirely without strength, and far from being gladdened, and would in no way be fattened with the spiritual oil of exultation, and they will remain altogether without taste and without a share of the blessing that comes through Christ. And in addition to these things, they will be subjected to the sword, and will endure entirely unrewarded toil, even if someone should practice a manner of gentleness toward them. For no one is crowned, "unless he has contended lawfully," according to what is written. Therefore, let us eagerly pursue what is most earnestly and especially revered, the zeal for better things. And let our own affairs be placed in a lesser account, and let them follow behind those things that are for the glory of God. And not only hearths, and possessions, and things for empty glory, but also families, and brothers, and fathers. For thus somewhere Christ also says: "He who loves father or mother more than me is not worthy of me; and he who loves son or daughter more than me is not worthy of me; and he who does not take up his cross and follow after me is not worthy of me." And Zorobabel, son of Salathiel, of the tribe of Judah, and Jesus, son of Josedec, the high priest, and all the rest of the people heard the voice of the Lord their God and the words of the prophet Haggai, inasmuch as the Lord their God sent him to them, and the people feared before the Lord. That he does not make his threats in vain, and that fear is not a useless thing for those accustomed to be negligent, one could easily see even from this.
ἰδοὺ γὰρ ἰδοὺ τῶν θείων ἐπείπερ ἐπύ- θοντο λόγων, τρέπονται παραχρῆμα πρὸς φιλεργίαν, εἴκουσί τε λοιπὸν τοῖς καθηγεῖσθαι λαχοῦσι, Ζοροβάβελ τέ φημι καὶ Ἰησοῦς, διὰ πλείστης τε ὅσης αἰδοῦς τὰς τοῦ προφήτου ποιοῦνται φωνὰς, καὶ δεδυσώπηνται τὴν ἀποστολὴν, καίτοι πάλαι κομιδῇ σμικρῶν ἀξιοῦντες τὸ χρῆμα λόγων. οὐκοῦν ἀληθὲς καὶ δι' αὐτῶν ὁρᾶται τῶν πραγμάτων ὅτι "Ὃν "ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- "δέχεται." μετατάττει γὰρ ἔσθ' ὅτε πρὸς τὰ ἀμείνω τὸν νοῦν τὸ τοῦ κολάζεσθαι δεῖμα· καὶ τῶν σκυθρωπῶν ἡ ἔφοδος εἰς τὸν θεῖον ἡμᾶς μεθορμίζει φόβον· καὶ ἔστιν ἀτρεκὲς, τὸ ἐν βιβλίῳ παροιμιῶν, ὅτι "Ὁ φοβούμενος τὸν "Κύριον οὗτος ὑγιαίνει," καὶ πάλιν "Φόβος Κυρίου εἰς "ζωὴν ἀνδρί." καὶ ὁμοίως ἡ σοφία "Φόβος Κυρίου δόξα "καὶ καύχημα·" καὶ "Φόβος Κυρίου τέρψει καρδίαν, καὶ "δώσει πρὸς τούτοις εὐφροσύνην καὶ χαρὰν καὶ μακρο"ημέρευσιν." θέα δὲ ὅπως ἡμέρως τε ἡμᾶς καὶ ὡς ἂν αὐτῷ πρέποι πλήττει Θεός. οὐ γὰρ εὐθὺς τοῖς ἀνθρωπίνοις σώ- μασιν ἐπάγει τὰ ἐξ ὀργῆς, καταπτοεῖ δὲ μᾶλλον τοῖς ἔξωθεν καὶ ὀλίγοις δείμασι, καὶ ταῖς τῶν ἐδωδίμων ζημίαις μεταποιεῖ πρὸς τὸ ἄμεινον καὶ πρὸς τὸ ἑλέσθαι λοιπὸν ἐργάζεσθαι τὰ αὐτοῦ. Καὶ εἶπεν Ἀγγαῖος ὁ ἄγγελος Κυρίου τῷ λαῷ Ἐγώ εἰμι μεθ' ὑμῶν, λέγει Κύριος.9 Ὅρα ταῖς εἰς τὰ ἀμείνω μεταστάσεσι παρομαρτοῦσαν εὐθὺς τὴν φιλανθρωπίαν.
For behold, as soon as they partook of the divine words, they immediately turn to industry, and thereafter yield to those who have been appointed to lead, I mean Zorobabel and Jesus, and with very great reverence they heed the words of the prophet, and they are abashed by the embassy, even though formerly they deemed the matter of words quite trivial. Therefore it is seen to be true even through the facts themselves that "Whom the Lord loves, he disciplines; and he scourges every son whom he accepts." For the fear of being punished sometimes redirects the mind toward better things; and the onset of grievous circumstances steers us toward divine fear; and it is true, as it is in the book of Proverbs, that "He who fears the Lord, this one is healthy," and again "Fear of the Lord is for a man's life." And likewise Wisdom says, "Fear of the Lord is glory and boast;" and "Fear of the Lord will delight the heart, and will give besides this gladness and joy and long life." Observe how gently and as befits Him God strikes us. For He does not immediately bring the effects of wrath upon human bodies, but rather terrifies us with external and minor fears, and through deprivations of foodstuffs transforms us toward the better and toward choosing henceforth to do His work. And Haggai, the angel of the Lord, said to the people, "I am with you, says the Lord." See how philanthropy immediately accompanies transitions to better things.
συμμεθίσταται γὰρ οἱονεί πως ὁ τῶν ὅλων Θεὸς τοῖς μετανοεῖν ᾑρημένοις, συνεῖναί τε σφίσι κατεπαγγέλλεται, οὗ τί ἂν γένοιτο τὸ ἰσοστατοῦν; Θεοῦ γὰρ συνόντος, ἅπαν μὲν ἡμῖν ἐκποδὼν οἰχήσεται βλάβος, εἰσβαλεῖ δὲ πάντως τὰ ἀγαθὰ, καὶ βεβηκότες εὐθὺς οἱ τῆς εὐημερίας ἀναφανοῦνται τρόποι, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων συμβήσεται. εἰ δὲ δὴ φάσκοι τὸ γράμμα τὸ ἱερὸν ἄγγελον Κυρίου τὸν Ἀγγαῖον, οἰέσθω μηδεὶς ἄγγελον μὲν εἶναι κατὰ φύσιν αὐτὸν, γεννηθῆναι δὲ καθ' ἡμᾶς ἄνθρωπον ἐκ γυναικός· ἀπόπληκτον γὰρ κομιδῇ τὸ ὧδε νοεῖν· οἰησό- μεθα δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς καὶ νοῦ βλέ- ποντος εἰς τὸ ἀτρεκὲς, ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελον εἰρῆσθαι καὶ ὀνομάζεσθαι. ἐπεὶ τὸ λυποῦν οὐδὲν καὶ εἰς ἑτέραν ἡμᾶς ἀτοπίαν ἐκβαίνοντας, ἀγγέλους ὑπάρχειν ὁμολογεῖν τῇ φύσει καὶ τοὺς ἀπαγγέλλοντας τῷ Ἰὼβ τά τε ἐν ἀγροῖς παρά τε τῶν ἱππέων συμβεβηκότα, καὶ μὴν καὶ ὅτι τεθνᾶσιν οἱ παῖδες αὐτοῦ κατασεσεισμένης τῆς οἰκίας. εἴρηται δὲ καὶ ὁ τοῦ Θεοῦ Λόγος "Μεγάλης βουλῆς ἄγγελος." ἀπήγγειλε γὰρ ἡμῖν τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. οὐκοῦν ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελος, καὶ οὐχὶ δὴ πάντως, εἰ ἐπ' ἀνθρώπων λέγοιτο τυχὸν ἡ κλῆσις, ἀπό γε τοῦ εἶναι κατὰ φύσιν οὐχ ὅπερ ἡμεῖς. Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα
God, as it were, transfers Himself to those who have chosen to repent, and promises to be with them. What could equal that? For if God is present, every harm will depart from us, and good things will certainly enter in; the ways of prosperity will immediately appear, and everything most pleasant will come to pass. But if the sacred text calls Haggai an angel of the Lord, let no one think that he is an angel by nature, but born as a man from a woman like us; for it is utterly absurd to understand it that way. Rather, if we are of sound mind and have insight that looks to the truth, we will suppose that he is called and named "angel" from the act of announcing. For it is not at all troublesome, even if we go into another absurdity, to acknowledge that those who announced to Job the events in the fields and from the horsemen, and also that his children had died when the house collapsed, are angels by nature. And the Word of God is also called "angel of the great counsel," for He announced to us the will of God and Father. Therefore, "angel" comes from announcing, and not necessarily, if the title is applied to men, from being by nature something other than what we are. And the Lord roused the spirit of Zorobabel, son of Salathiel, from the tribe of Judah.
καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν τὰ ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὐτῶν, τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου.9 Πεφόβηνται μὲν οἱ ἐξ Ἰσραὴλ ἀπὸ προσώπου Κυρίου. πλὴν ἄθρει μοι πάλιν, ὡς οὐ πρότερον κεχωρήκασιν εἴς γε τὸ ἑλέσθαι δρᾶν τὰ ἁνδάνοντα τῷ Θεῷ, εἰ μὴ καὶ γέγονε μετ' αὐτῶν, καὶ ἐξήγειρε τὸ πνεῦμα αὐτῶν. εἰσόμεθα δὴ οὖν κἀντεῦθεν, ὅτι κἂν εἰ ἕλοιτό τις τὸ ἐθελουργεῖν εἰς τὸ ἀγαθόν· κἂν εἰ ἐν προθυμίαις γένοιτο ταῖς τοιαῖσδε τυχὸν, ἀλλ' οὐδὲν ὅλως ἀποπερανεῖ, μὴ οὐχὶ συνόντος τε αὐτῷ τοῦ Θεοῦ καὶ διανιστάντος εἰς εὐτολμίαν, καὶ καταθήγοντος εἰς τὸ τλη- παθὲς, καὶ τὸν ἐπὶ ταῖς φιλεργίαις ἀποκείροντος ὄκνον. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος περὶ τῶν τὸ θεῖον πεπιστευμένων κήρυγμά φησιν ὅτι "περισσότερον αὐτῶν "πάντων ἐκοπίασα·" προσεπήγαγε δὲ πανσόφως "Οὐκ "ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί." καὶ μὴν καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις "Χωρὶς ἐμοῦ," φησὶν, "οὐ δύνασθε ποιεῖν οὐδέν." αὐτὸς γὰρ ἡμῶν ἡ ἔφεσις καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν προθυμία, αὐτὸς ἡ ἰσχὺς, καὶ συνόντος μὲν ἡμῖν εὐδοκιμήσομεν, ἑαυτοὺς οἰκοδομοῦντες "εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ "ἐν Πνεύματι·" ἀποφοιτῶντος δὲ καὶ νοσφιζομένου, πῶς ἂν ἐνδοιάσειέ τις, ὅτι καὶ ἀπρακτήσομεν ὄκνῳ τε καὶ ἀνανδρίᾳ νικώμενοι, καὶ ὡς ἀκερδῆ τὸν πόνον ἀποσειόμενοι;
And the spirit of Jesus son of Josedec, the high priest, and the spirit of the rest of the whole people, and they entered and performed the works in the house of the Lord, their Almighty God, on the twenty-fourth day of the sixth month. The men of Israel are afraid before the Lord. Yet observe again how they did not previously proceed to choose to do what pleases God, unless He had also been with them and roused their spirit. We shall therefore learn from this as well that even if one should choose to work willingly for the good, and even if one should happen to be in such zeal, one will accomplish nothing at all unless God is present with him and rouses him to boldness, sharpens him for endurance, and cuts away the hesitation over labors. Hence the divine Paul also says concerning those entrusted with the divine proclamation, "I labored more than all of them," but he wisely added, "Not I, but the grace of God with me." And indeed the Savior Himself says to the holy apostles, "Without me you can do nothing." For He is our desire and our zeal for every good thing whatsoever; He is our strength, and when He is with us we will prosper, building ourselves "into a holy temple, into a dwelling place of God in Spirit;" but when He departs and withdraws, how could anyone doubt that we will be inactive, overcome by hesitation and cowardice, and shake off the toil as unprofitable?
Πλὴν ὅρα τοὺς πάλαι διὰ πολλὴν ἀπείθειαν ὑποπεσόντας ὀργῇ, λοιπὸν εἰσθέοντας ἐν οἴκῳ Κυρίου καὶ ἐργαζομένους, συνόντων αὐτοῖς Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου. τύπος δ' ἂν εἴη τὸ χρῆμα πάλιν τῆς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς ἐσομένης κλήσεως τοῦ Ἰσραήλ· οἳ καὶ ἠπείθησαν μὲν ἐν ἀρχαῖς, ταύτῃτοι καὶ ἄκαρποι μεμενήκασι, δίχα δρόσου καὶ σίτου καὶ οἴνου καὶ μὴν καὶ ἐλαίου· πεπτώκασι δὲ καὶ ὑπὸ ῥομφαίαν. ἐπειδὴ δὲ πεφόβηνται λοιπὸν ἀπὸ προσώπου Κυρίου, καὶ τοὺς τῶν ἁγίων προφητῶν δεδυσώ- πηνται λόγους, συνόντα τέ σφισι τὸν τῶν ὅλων ἕξουσι Θεὸν, καὶ ἐξεγερθήσεται τὸ πνεῦμα αὐτῶν, ἐργάσονται δὲ καὶ αὐτοὶ τὰ εἰς τὸν ναὸν τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλη- σίαν. ἐν Χριστῷ δὲ καὶ ταῦτα· διαμορφοῦται γὰρ ὥσπερ ὡς ἔν γε τῷ Ζοροβάβελ καὶ Ἰησοῦ· ὁμοῦ γάρ ἐστι βασιλεὺς μὲν ὡς Θεὸς, ἀρχιερεὺς δὲ πάλιν ὡς ἄνθρωπος, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων· μεσιτεύει γὰρ ὁ ἱερεύς.
Προσεπενήνεκται δὲ ἀναγκαίως καὶ τό Τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου, τὸ ἀγχίστροφον τῆς γνώμης τῶν ἐξ Ἰσραὴλ εὖ μάλα καταδηλοῦν. γέγονε μὲν γὰρ πρὸς αὐτοὺς ὁ λόγος ἐν χειρὶ Ἀγγαίου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾶ τοῦ μηνὸς, εἰσέδραμον δὲ τοὺς ἐπί γε τῷ ναῷ πόνους τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου· ὡς εἶναι τὰς μεταξὺ τῆς ἀναβολῆς, ἤγουν δια- σκέψεως, ἡμέρας τρεῖς τε καὶ εἴκοσι τὸν ἀριθμόν.
But observe those who formerly, because of great disobedience, fell under wrath, now rushing into the house of the Lord and working, with Zerubbabel and Jesus the high priest present with them. This matter would again be a type of the calling of Israel that will occur in the last times of the age. They also were disobedient in the beginning, and by this they have remained fruitless, without dew and grain and wine and indeed also without oil; and they have also fallen by the sword. But since they have now been terrified before the face of the Lord, and have been moved by the words of the holy prophets, they will have the God of all present with them, and their spirit will be roused, and they themselves will perform the works for the temple of the Lord, that is, the Church. And these things are in Christ; for it is formed as if in Zerubbabel and Jesus: for together there is a king as God, and again a high priest as man, and a mediator between God and men; for the priest mediates.
And the phrase "On the twenty-fourth day of the sixth month" has been necessarily added, very well revealing the sudden change of mind of those from Israel. For the word was spoken to them by Haggai in the second year under King Darius, on the first day of the sixth month, and they rushed into the labors on the temple on the twenty-fourth day of the sixth month; so that the intervening days of delay, or rather consideration, are twenty-three in number.
Τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως, τῶ ἑβδόμῳ μηνὶ, μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς, ἐλάλησε Κύριος ἐν χειρὶ Ἀγγαίου τοῦ Προφήτου λέγων Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων Τίς ἐξ ὑμῶν ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;9 Ἐισῴχοντο μὲν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ μετεποιοῦντο τῶν ἔργων τῇ τετράδι καὶ εἰκάδι τοῦ ἕκτου μηνὸς· εἶτ' εὐθὺς τῇ εἰκάδι καὶ μιᾷ τοῦ ἑξῆς ἑβδόμου γέγονεν ὁ τοῦ Θεοῦ λόγος πρὸς τὸν μακάριον Προφήτην Ἀγγαῖον. τί δὴ οὖν ἄρα κἀπὶ τούτῳ λογιούμεθα, καὶ τίς ἡ πρόφασις, εἰπεῖν ἀναγκαῖον. τληπαθεῖν ἀρξάμενοι, καὶ τῶν εἰς τὸν θεῖον ναὸν ἁψάμενοι φροντισμάτων, ἑβδόμην τε καὶ εἰκοστὴν εἰς τοῦτο λοιπὸν διατετελεκότες ἡμέραν, ὀλιγοψυχοῦντες ἡλί- σκοντο, κἀκεῖνό που τάχα διαψιθυρίζοντες ἢ ἔν γε σφίσιν αὐτοῖς, ἢ πρὸς ἀλλήλους, ὅτι πονοῦσιν εἰκῇ· κἂν εἰ γένοιτο τυχὸν ἀναδείμασθαι τὸν νεὼν, ἀλλ' οὖν ἔσται κατ' οὐδένα τρόπον τῷ πρώτῳ προσεοικώς.
In the second year of King Darius, in the seventh month, on the twenty-first day of the month, the Lord spoke through the hand of Haggai the Prophet, saying, "Speak now to Zerubbabel the son of Shealtiel of the tribe of Judah, and to Joshua the son of Jehozadak the high priest, and to all the remnant of the people, saying, 'Who among you is there who saw this house in its former glory? And how do you now see it as it is not before you?'" They were entering the house of God and undertaking the work on the twenty-fourth day of the sixth month; then immediately on the twenty-first day of the following seventh month, the word of God came to the blessed Prophet Haggai. What then shall we consider in this matter, and what the reason, it is necessary to state. Having begun to endure hardship and having taken up concerns for the divine temple, and having thus far completed the twenty-seventh day in this, they were found to be faint-hearted, perhaps whispering among themselves, either to themselves or to one another, that they were laboring in vain; and even if the temple should happen to be rebuilt, it would in no way resemble the first.
ὁ μὲν γὰρ ἦν λαμπρὸς ἄγαν καὶ φιλοτίμῳ χειρὶ κατεσκευασμένος, χρυσοῖς τε καὶ ἀργυ- ροῖς ἀναθήμασιν εὐπρεπής· ὁ δὲ ἀκαλλὴς καὶ παντὸς κόσμου δεδεημένος καὶ τῆς ἐκ πλούτου φιλοτιμίας τητώμενος. ἐκεῖνον μὲν γὰρ τὸν πρῶτον πλούτῳ κομῶντες ἔτι κατηγλάϊζον ἀμφιλαφῶς οἱ ἐν τοῖς Ἱεροσολύμοις βεβασιλευκότες κατὰ καιροὺς, καὶ πρό γε τῶν ἄλλων ὁ Σολομών· τὸν δὲ μόλις ἀνανενευκότες, καὶ τὸν τῆς αἰχμαλωσίας ἱδρῶτα στάζοντες ἔτι, ἔχοντές τε κατ' οἴκους παντελῶς οὐδὲν, οἰκοδομεῖν προσετάττοντο. τοιούτοις τισὶ διαλογισμοῖς νηχόμενοι καὶ ἀλύοντες εἰργάζοντο μὲν, πλὴν ἀπρόθυμοί τε καὶ ὀκνηροὶ γεγονότες κατεφωρῶντο πάλιν. ταύτῃτοι ὁ Θεὸς ἀσθενοῦν- τας ἐπιῤῥώννυσι, καὶ χρησιμωτάτην αὐτοῖς προσάγει τὴν πεῦσιν, εἰ δή τις ἄρα ἐστὶν ἐν αὐτοῖς, ὃς ἐν δόξῃ τῇ πρώτῃ τὸν πάλαι τεθέαται ναόν. ὀλίγοι δὲ ἦσαν κομιδῇ καὶ γεγη- ρακότες. πεπόρθητο μὲν γὰρ ὑπὸ τοῦ Ναβουχοδονόσορ ὁ ναὸς, καὶ ἦν αἰχμάλωτος ὁ Ἰσραὴλ, ἀνείθη δὲ μόλις πεπερασμένων ἐτῶν ἑβδομήκοντα. δυσεύρετος οὖν ἄρα καὶ σφόδρα πρεσβύτης ὁ καὶ πρὸ τῆς πορθήσεως ὢν, καὶ ζήσας ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ὑπονοστήσας αὖθις εἰς Ἱεροσόλυμα. διὰ τοῦτό φησι Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν, εἶτα ὄψεται τὸν ἐσόμενόν τε καὶ νέον ὡς μηδόλως ὑπάρχοντα; ἔνεστι δὲ δὴ τῇ πεύσει μομφὴ, ὡς μὴ οἰηθέντων, ὅτι κἂν εἶεν αὐτοὶ στενοί τε λίαν καὶ ἐν ἐνδείᾳ χρημάτων, ἀλλ' οὖν οὐκ ἂν ἠτόνησεν ὁ Θεὸς, ἀρκέσει δὲ πάλιν αὐτὸς εἴς γε τὸ χρῆναί φημι πανευφημόν τε καὶ εὐκλεᾶ τὸν ἴδιον ἀποδεῖξαι ναόν.
For the one was exceedingly splendid and constructed with a lavish hand, adorned with gold and silver offerings; the other was unadorned and lacking all ornamentation and deprived of the munificence that comes from wealth. For that first temple, those who had reigned in Jerusalem at various times, and above all Solomon, still lavishly adorned it, abounding in wealth; but they were commanded to build the second, barely having recovered themselves, still dripping with the sweat of captivity, and having absolutely nothing in their homes. Tormented and distressed by such considerations, they worked, but were again found to be reluctant and sluggish. To them, thus weakened, God gives strength and brings them a most useful inquiry: whether there is indeed anyone among them who has seen the former temple in its first glory. But there were very few, and they were aged. For the temple had been destroyed by Nebuchadnezzar, and Israel was captive, and only after seventy years had passed were they barely released. Therefore, one who existed before the destruction, lived through the captivity, and then returned to Jerusalem was hard to find and very old. For this reason he says, "Who among you will be the man who saw this house in its former glory, and then will see the one that is to be and is new, as if it did not exist at all?" And there is indeed a reproach in the inquiry, as if they thought that even if they themselves were very constrained and in need of funds, yet God would not have been powerless, but would again suffice, I say, to make his own temple most glorious and renowned.
Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος, καὶ ποιεῖτε, διότι ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει Κύριος Παντοκράτωρ, καὶ ὁ λόγος μου ὃν διεθέμην ὑμῖν ἐξελθόντων ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ τὸ πνεῦμά μου ἐφ- έστηκεν ἐν μέσω ὑμῶν. θαρσεῖτε.9 Οὐκ ἐᾷ κατασείεσθαι πρὸς ἀκηδίαν, οὔτε μὴν τοῖς εἰς ὄκνον ἡττᾶσθαι δείμασιν· ἀνευρύνει δὲ μᾶλλον εἰς φιλεργίαν, καὶ σφριγῶσαν αὐτοῖς τὴν προθυμίαν ἐνεργάζεται· διαγυμνά- ζει δὲ ἅμα πρὸς πίστιν αὐτοὺς, καὶ ἐρηρεισμένους ἀποφαίνει, χρῆναι θαῤῥεῖν εἰπὼν, καὶ τὸ ἔτι τούτων ἐπέκεινα καὶ πολυ- ευκτότατον ἀληθῶς, συνεῖναί σφισι κατεπαγγέλλεται· καὶ τίνα δὴ τρόπον, προσετίθει λέγων Τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. θαρσεῖτε. Ἐνδοιάσειε δ' ἂν οὐδεὶς τῶν εἴσω φρενὸς ἀγαθῆς καὶ νοῦ βεβηκότος, ὅτι τοῖς πονοῦσι γενικῶς εἰς οἰκοδομὴν τοῦ θείου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας, ἰσχύν τε ἅμα χαρίζεται καὶ δίδωσι τὸ θαρσεῖν, ὅτι καὶ συνέσται διὰ τοῦ Ἁγίου Πνεύματος, καὶ πάντα αὐτοῖς ἀποπερανεῖ τὰ δι' ὧν ἂν δύναιντο λαμπρὸν καὶ εὐδόκιμον τὸν οἰκεῖον ἀπο- φῆναι βίον.
And now, says the Lord, let Zerubbabel prevail, and let Jesus the son of Josedek, the high priest, prevail, and let all the people of the land prevail, says the Lord, and act, because I am with you, says the Lord Almighty, and my word which I established for you when you came out of the land of Egypt, and my spirit stands in your midst. Take courage. He does not allow them to be shaken by despondency, nor to be overcome by fears that lead to hesitation; rather, he expands them toward diligence and instills in them a vigorous eagerness; at the same time, he exercises them in faith and declares them steadfast, having said that they should take courage, and what is beyond these and truly most desirable, he promises to be with them; and in what manner, he added, saying, "My spirit stands in your midst. Take courage." No one of sound mind and good sense would doubt that to those who labor generally for the building of the divine temple, that is, the Church, he both grants strength and gives them courage, because he will be with them through the Holy Spirit, and will bring to completion for them all things by which they might render their own life splendid and honorable.
οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οἰκοδομεῖν μέλλουσι τὴν Ἐκκλησίαν τοῖς ἁγίοις ἀποστόλοις, καὶ εἰς ναὸν ἅγιον συναγείρειν τοὺς πεπιστευκότας ἔφασκεν ἀναγκαίως, ὅτι "Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας "καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος." ὅτι δὲ ἔμελλε συνεῖναι πάλιν αὐτοῖς διὰ τοῦ Πνεύματος, σαφηνιεῖ πάλιν αὐτὸς, ποτὲ μὲν λέγων ὅτι "Οὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἔρχομαι πρὸς ὑμᾶς·" ποτὲ δὲ τὸν τῆς ἀφίξεως τρόπον ἐναργῆ καθιστὰς, διὰ τοῦ φάναι πάλιν "Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ ἐγὼ "μὴ ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς, ἐὰν δὲ "ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς." οὐκοῦν σύνεστι μὲν τοῖς οἰκοδομοῦσι τὸν οἶκον αὐτοῦ, ἀποφοιτᾷ δὲ πάλιν καὶ ὁλοτρόπως ἀπανίσταται τῶν κατασειόντων αὐτόν. εἶεν δ' ἂν οὗτοι πάλιν, οἱ ἐν Βεελζεβοὺλ λέγοντες Ἀνάθεμα Ἰησοῦν, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, καὶ ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὸν τῆς ἀπωλείας ἰὸν ἐγχέοντες. Διότι τάδε λέγει Κύριος παντοκράτωρ Ἔτι ἅπαξ, ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, καὶ συσσείσω πάντα τὰ ἔθνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει Κύριος παντοκράτωρ· ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ.9 Ἀνακομίζει τὸν λόγον ἐπὶ τὴν
Thus also our Lord Jesus Christ, when about to build the Church for the holy apostles and to gather the faithful into a holy temple, necessarily said, "Behold, I am with you all the days and until the end of the age." And that He was again to be with them through the Spirit, He will again make clear, sometimes saying, "I will not leave you orphans; I am coming to you," and sometimes making the manner of His arrival evident by saying again, "It is beneficial for you that I depart. For if I do not depart, the Paraclete will not come to you; but if I depart, I will send Him to you." Therefore He is present with those who build His house, but He departs and entirely withdraws from those who shake it. These would again be those who, in the name of Beelzebul, say "Anathema to Jesus," and who distort all that is right, and pour the venom of destruction into the souls of the simpler ones. For thus says the Lord Almighty: "Once more, I shake the heaven and the earth and the sea and the dry land, and I will shake all the nations together, and the chosen of all the nations will come, and I will fill this house with glory, says the Lord Almighty. My silver and my gold, says the Lord Almighty." He brings the discourse back to the
ἐξ ἐθνῶν ἐκκλησίαν, καὶ εἰς χρόνους τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας. τότε δὴ κατεπαγγέλλεται καταδονήσειν αὐτόν τε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ μέντοι καὶ τὴν θάλασσαν, καὶ πρὸς τούτοις ἔτι πάντα τὰ ἔθνη. ἔφη γὰρ ὅτι Ἔτι ἅπαξ σείω. τοῦτο δὲ τοιοῦτόν τινα νοῦν ὑπεμφαίνειν ἔοικε, κατά γε τὸ αὐτῷ μοι καλῶς ἔχειν δοκοῦν. οὐκοῦν ὅτε τοῖς εἰδώλοις λελατρευκότα τὸν Ἰσ- ραὴλ, καὶ τοῖς Αἰγυπτίων ἔθεσί τε καὶ νόμοις ἐκτεθραμμένον ἐλευθεροῦν ἐσκέπτετο, καὶ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν μετακομίζειν ἤθελε, μονονουχὶ καὶ καταδονήσας ὁρᾶται τὰ πάντα, τῶν μὲν ὑδάτων εἰς αἷμα μετεσκευασμένων, οὐρανοῦ δὲ χάλαζαν καθιέντος, τεμνομένης θαλάσσης καὶ πηγνυ- μένων τῶν ἐν αὐτῇ κυμάτων ἐν εἴδει τειχῶν, οὐρανοῦ τὸ μάννα καταστάζοντος. καί τι τοιοῦτον ὁ ψαλμῳδὸς ὑπ- εμφαίνει λέγων "Ὁ Θεὸς ἐν τῷ προπορεύεσθαί σε ἐνώπιον "τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ "ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν." σεσεῖσθαι δέ φαμεν τὸ τηνικάδε τὴν γῆν, οὐχ ὑπομείνασαν τὸν συνήθη κλόνον, ἀλλ' ὡς ἐπισήμου γενομένης τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, καὶ λαθούσης οὐδένα τῶν ἐπὶ τῆς γῆς. τοιοῦτόν τινα σεισμὸν πάλιν ἔσεσθαί φησι κατὰ τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, ὡς οὐδενὸς ἀγνοήσειν μέλλοντος τὰ δι' αὐτῆς κατορθώματα.
a church from the Gentiles, and for the times of our Savior's advent. Then he promises to shake both heaven and earth and indeed also the sea, and in addition to these, all the nations. For he said, "I will shake once more." This seems to indicate some such meaning, at least according to what appears to me to be correct. Therefore, when he was planning to free Israel, which had been devoted to idols and nurtured in the customs and laws of the Egyptians, and wished to transfer it to the knowledge of the truth, he is seen to have shaken everything, so to speak, with the waters turned to blood, heaven sending down hail, the sea being divided and its waves solidified in the form of walls, and heaven raining down manna. And the psalmist indicates something of this sort, saying, "God, when you went before your people, when you crossed the desert, the earth was shaken, and indeed the heavens dripped." We say that the earth was shaken at that time, not because it underwent its usual tremor, but because the exodus of the sons of Israel became notable and escaped no one on earth. He says that such a shaking will again occur at the time of our Savior's advent, so that no one will be ignorant of the achievements accomplished through it.
ἔγνω μὲν γὰρ ὁ οὐρανὸς τὸ μυστή- ριον, καὶ τούτου μάρτυς ὁ Παῦλος λέγων "Ἵνα γνωρισθῇ "νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ "τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρό- "θεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ "Κυρίῳ ἡμῶν." ἔγνω δὲ ὁμοίως καὶ ἡ σύμπασα γῆ, καὶ ἡ θάλασσα, τουτέστιν αἱ νῆσοι. τίς γὰρ ὅλως τῆς εἰς τοῦτο γνώσεως ἀμοιρήσας ὁρᾶται; ποία θάλασσα, ποῖον ἔθνος, ποία μοῖρα τῆς ὑπ' οὐρανόν; κεκήρυκται "τὸ εὐαγ- "γέλιον εἰς πάντα τὰ ἔθνη," κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. ἔτι τοίνυν φησὶν ἅπαξ ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τότε ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης. πλεῖστοι γὰρ ὅσοι καὶ ἐκ παντὸς ἔθνους καὶ λαμπροὶ καὶ ἀπόλεκτοι γεγόνασιν οἱ πεπιστευκότες, καὶ ὡς ἐν τάξει λαμπρῶν ἀναθημάτων εἰς τὸν οἶκον τοῦ Θεοῦ συναγηγερμένοι, καὶ δόξαν αὐτῷ διὰ τούτου προσάπτοντες, εὐκλεᾶ τε καὶ ἀοίδιμον ἀποφαίνοντες, καὶ δεδοξασμένοι παρὰ Χριστοῦ. μεμαθήκασι γὰρ προσεύχεσθαί τε καὶ λέγειν "Καὶ ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς," καὶ πάλιν "Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν "οὐρανὸν καὶ τὴν γῆν." ὅτι δὲ οὐχ ὕλης ἀψύχου δεῖται Θεὸς, ἀλλὰ νοητῆς εὐκοσμίας, ὑπεμφαίνει λέγων Ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει Κύριος παντοκράτωρ. ὅμοιον γὰρ ὡς εἰ λέγοι Μὴ ἀκλεᾶ νομίζετε τὸν ναὸν, ὅτι χρυσοῦ καὶ ἀργύρου καὶ τῆς ἐκ πλούτου λαμπρότητος ἀμοιρήσει τυχόν. οὐ δεδέημαι τῶν τοιούτων· πόθεν; ἐμὸν γὰρ τὸ πᾶν ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει Κύριος παντοκράτωρ·
For the heaven knew the mystery, and Paul is a witness to this, saying, "So that the manifold wisdom of God might now be made known to the principalities and powers in the heavens, through the Church, according to the plan of the ages which He made in Christ Jesus our Lord." And likewise the whole earth knew, and the sea, that is, the islands. For who is seen to be entirely without knowledge of this? What sea, what nation, what part of the world under heaven? "The gospel has been proclaimed to all the nations," according to the voice of the Savior. Therefore he says, "I will once more shake heaven and earth, and then the elect from all the nations will come, and I will fill this house with glory." For very many from every nation, both illustrious and chosen, have become believers, and as if in the order of splendid offerings, they have been gathered together into the house of God, and through this they attach glory to Him, rendering Him renowned and celebrated, and they are glorified by Christ. For they have learned to pray and to say, "And the splendor of the Lord our God will be upon us," and again, "We are blessed by the Lord, who made heaven and earth." And that God does not need inanimate matter, but rather intelligible order, he subtly indicates by saying, "My silver and my gold," says the Lord Almighty. For it is as if he were to say, Do not consider the temple inglorious because it may lack the splendor of gold and silver and wealth. I have no need of such things; how could I? For "all silver is mine, and all gold is mine," says the Lord Almighty.
ζητῶ δὲ μᾶλλον γνησίους προσκυνητὰς, τῇ τοιούτων λαμπρότητι τὸν ἐμὸν καταχρυσώσω ναόν. ὥσπερ γὰρ, ὅτε τῶν κατὰ νόμον θυσιῶν ἐξίστη τὸν Ἰσραὴλ, ἔφασκεν ἀναγκαίως "Οὐ "δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων "σου χιμάρους· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, "κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες·" οὕτω κἀνθάδε τὸν ἐξ ὕλης κόσμον παραιτούμενος, ζητῶν δὲ μᾶλλον τὸν νοητὸν, ἐμὸν φησὶ τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, τουτέστιν Ἀπέχω καὶ πεπλήρωμαι καὶ δεδέημαι τῶν τοιούτων οὐδενός· ἴτω δὲ μᾶλλον ὁ πίστιν ἔχων ὀρθὴν, ὁ τοῖς ἐξ ἀρετῆς αὐχήμασι διαπρέπων, ὁ ἀγάπῃ τῇ εἰς ἐμὲ κατηγλαϊσμένος, ὁ καθαρὸς τὴν καρδίαν, ὁ πτωχὸς τῷ πνεύματι, ὁ φιλοικτίρμων καὶ ἀγαθός. συναγηγερμένοι γὰρ οὕτως εἰς τὸν ἐμὸν ναὸν, τουτέστι τὴν Ἐκκλησίαν, εὐκλεᾶ καὶ περίοπτον ἀποφανοῦ- σιν αὐτήν. Διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ, καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει Κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον.9 Κατὰ γάρ τοι τὸν
I seek rather genuine worshippers; with the splendor of such I will gild my temple. For just as, when he was removing Israel from the sacrifices according to the law, he necessarily said, "I will not accept calves from your house, nor goats from your flocks; for all the wild beasts of the field, the cattle in the mountains, and the oxen are mine," so also here, renouncing the material world and seeking rather the intelligible, he says, "My silver and my gold," that is, I have enough and am filled and have need of none of these things; but rather let one come who has right faith, who excels in the boasts of virtue, who is adorned with love for me, who is pure in heart, who is poor in spirit, who is compassionate and good. For gathered together thus into my temple, that is, the Church, they will render it glorious and conspicuous. Because great will be the glory of this house, the last greater than the first, says the Lord Almighty, and in this place I will give peace, says the Lord Almighty, and peace of soul for the preservation of everyone who builds to raise up this temple. For according to the
καιρὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδη- μίας εὐκλεέστερος μὲν ἀσυγκρίτως ὁ θεῖος ἐδείχθη ναὸς, ἀμείνων δὲ οὕτω τοῦ πάλαι καὶ ὑπερκείμενος, ὅσῳπερ ἂν οἴοιτό τις διενεγκεῖν καὶ τῆς κατὰ νόμον λατρείας τὴν ἐν Χριστῷ τε καὶ εὐαγγελικὴν, καὶ τῶν ἐν σκιαῖς τὴν ἀλήθειαν. ἄλλως τε· φάναι γὰρ ἤδη κἀκεῖνο χρησίμως οἰήσομαι δεῖν· εἷς ἦν, καὶ ἐν μόνοις τοῖς Ἱεροσολύμοις ὁ πάλαι ναὸς, καὶ ἦν ἔθνος ἓν τὸ ἐξ Ἰσραὴλ τὰς ἐν αὐτῷ θυσίας ἐπιτελοῦν. ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς ὁ Μονογενὴς Θεὸς ὢν "Κύριος "καὶ ἐπέφανεν ἡμῖν," κατὰ τὰς γραφὰς, μεμέστωται λοιπὸν ἡ ὑπ' οὐρανὸν οἴκων τε ἁγίων καὶ ἀναριθμήτων προσκυνη- τῶν, οἳ πνευματικαῖς θυσίαις καὶ νοηταῖς εὐωδίαις τὸν τῶν ὅλων καταγεραίρουσι Θεόν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ προφήτου Μαλαχίου προαναφωνούμενον, ὡς ἐκ προσώπου τοῦ Θεοῦ "Διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει "Κύριος, καὶ τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ "ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ "θυσία καθαρά." οὐκοῦν ἀτρεκὴς ὁ λόγος, ὡς ἔσται μείζων ἡ δόξα τοῦ τελευταίου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας. Ὅτι δὲ τοῖς πεφροντικόσι τοῦ οἰκοδομεῖν αὐτὴν ξένιον ὥσπερ τι παρὰ τοῦ Πατρὸς καὶ δῶρον ἐξ οὐρανοῦ δοθήσεται Χριστὸς, ἡ πάντων εἰρήνη, δι' οὗ "τὴν προσαγωγὴν ἐσχήκα- "μεν ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα," σαφηνιεῖ λέγων ὅτι δώσω εἰρήνην ἐν τῷ τόπῳ τούτῳ καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον·
At the time of our Savior's advent, the divine temple was shown to be incomparably more glorious, and thus better and superior to the old one, by as much as one might consider the worship in Christ and the Gospel to differ from that according to the law, and truth from shadows. Moreover, I think it useful to say this as well: formerly the temple was one, and only in Jerusalem, and there was one nation, that of Israel, performing the sacrifices in it. But since the Only-Begotten God, being "Lord," has appeared to us, according to the Scriptures, the whole world under heaven has been filled with holy houses and countless worshippers, who honor the God of all with spiritual sacrifices and intelligible fragrances. And this, I think, is what is proclaimed beforehand through the voice of the prophet Malachi, as from the mouth of God: "Because I am a great king, says the Lord, and my name has been glorified among the nations, and in every place incense is offered to my name, and a pure sacrifice." Therefore the word is true, that the glory of the final temple, that is, the Church, will be greater. And that to those who are concerned with building it, Christ, the peace of all, will be given as a kind of gift and present from the Father from heaven, through whom "we have had access in one Spirit to the Father," he will make clear by saying that I will give peace in this place and peace of soul for the preservation of everyone who builds to raise up this temple.
ἔφη γάρ που καὶ αὐτὸς ὁ Χριστός "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρή- "νην τὴν ἐμὴν ἀφίημι ὑμῖν." καὶ ὅπως ὀνίνησι τὸ χρῆμα τοὺς ἠγαπηκότας, διδάξει πάλιν ὁ Παῦλος γράφων "Ἡ "εἰρήνη τοῦ Χριστοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει "τὰς καρδίας ὑμῶν καὶ τὰ σώματα ὑμῶν·" ἐλιπάρει δέ που καὶ ὁ σοφὸς Ἡσαΐας λέγων "Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην "δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν·" ὡς τοῖς γε ἅπαξ ἠξιωμένοις τὴν Χριστοῦ λαβεῖν εἰρήνην, μετὸν εὐκόλως τὴν ἰδίαν ἀνασῶσαι ψυχὴν καὶ πρὸς κατόρθωσιν ἀρετῆς ἀπευ- θύναι τὸν νοῦν. οὐκοῦν παντὶ τῷ κτίζοντι δοθήσεσθαί φησιν τὴν εἰρήνην. εἴτε γὰρ Ἐκκλησίαν οἰκοδομεῖ τις, καὶ τέτακται μυσταγωγὸς ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ· εἴτ' οὖν τὴν ἰδίαν αὐτὸς ὀνίνησι ψυχὴν, ὡς λίθον ζῶντα καὶ πνευματικὸν ἑαυτὸν παριστὰς "εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ "Θεοῦ ἐν Πνεύματι," ὁ τοιοῦτος πάντη τε καὶ πάντως ἀπο- κερδανεῖ τὸ δύνασθαι τὴν ἰδίαν εὐκόλως ἀνασῶσαι ψυχήν. Τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου, ἔτους δευτέρου ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ἀγγαῖον τὸν Προφήτην λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων Ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ, καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψήματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώμα- τος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον Οὐχί. καὶ εἶπεν Ἀγγαῖος Ἐὰν ἅψηται μεμιασμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον Μιανθήσεται.
For somewhere Christ himself said, "My peace I give to you, my peace I leave to you." And how the matter benefits those who have loved, Paul will again teach, writing, "The peace of Christ, which surpasses all understanding, will guard your hearts and your bodies." And the wise Isaiah somewhere entreated, saying, "Lord our God, give us peace, for you have given us everything." So that for those who have once been deemed worthy to receive the peace of Christ, it is easy thereafter to restore their own soul and direct their mind toward the attainment of virtue. Therefore, he says that peace will be given to everyone who builds. For whether someone builds a church and is appointed as a mystagogue in the house of God, or whether he benefits his own soul, presenting himself as a living and spiritual stone "for a holy temple, for a dwelling place of God in Spirit," such a one will in every way and certainly gain the ability to easily restore his own soul. On the twenty-fourth day of the ninth month, in the second year of Darius, a word of the Lord came to the prophet Haggai, saying, "Thus says the Lord Almighty: Ask the priests concerning the law, saying, 'If a man takes holy meat in the fold of his garment, and the fold of his garment touches bread or boiled food or wine or oil or any food, will it be sanctified?' And the priests answered and said, 'No.' And Haggai said, 'If one defiled by a corpse touches any of these, will it be defiled?' And the priests answered and said, 'It will be defiled.'
καὶ ἀπεκρίθη Ἀγγαῖος καὶ εἶπεν Οὕτως ὁ λαὸς οὗτος, καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιόν μου, λέγει Κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἂν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται.9 Ἕτερος οὗτος χρηματισμὸς διὰ τοῦ Προφήτου πρὸς τὸν Ἰσραὴλ, ἐπ' αἰτίᾳ δέ φαμεν γεγενῆσθαι τοιαύτῃ. ἔτους μὲν γὰρ ἐνεστηκότος δευτέρου τῆς Δαρείου βασιλείας, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ, κατονειδίζοντος Θεοῦ τοὺς ἐκ τῆς αἰχμα- λωσίας λελυτρωμένους, καὶ ὄκνον αὐτοῖς ἐγκαλοῦντος, τὸν ἐπί γε φημὶ τὸ δεῖν ἐργάσασθαι τὸν νεὼν, εἰσδεδραμήκασι μόλις, καὶ τῶν εἰς φιλεργίαν ἱδρώτων μετεποιοῦντο λοιπόν. εἶτα τοῦτο δεδρακότας ἐπῄνει Θεὸς, συνέσεσθαί τε σφίσι κατεπηγγέλλετο, καὶ ἐπευλογεῖν αὐτοὺς, καὶ θαῤῥεῖν ἐκ- έλευεν, ὡς ἐφεστηκότος ἐν μέσῳ αὐτῶν τοῦ Πνεύματος· οἱ δὲ οὐδὲν ἧττον ὀκνηροί τε ἦσαν καὶ δυσέργαστοι, καὶ δύο που τάχα μηνῶν διαγεγονότων μόλις, ἀνέπιπτον εἰς ῥᾳθυμίαν, καὶ δεινῶς ἀλύοντες κατεφωρῶντο πάλιν. πρὸς γάρ τοι τὰ τῆς ἐμπορίας ἔργα δεινῶς καὶ ἐκτόπως
And Haggai answered and said, "This people, and this nation before me, says the Lord, are thus, and all the works of their hands are thus, and whoever touches there will be defiled." This is another oracle through the prophet to Israel, which we say occurred for the following reason. For in the second year of the reign of Darius, in the seventh month, when God was reproaching those who had been freed from captivity and accusing them of sloth—specifically regarding the need to work on the temple—they had barely entered and then began to engage in the labors of diligence. Then, when they had done this, God praised them, promised to be with them, to bless them, and bade them take courage, since the Spirit was standing in their midst. But they were no less lazy and hard to rouse, and after barely two months had passed, they fell back into indolence and were found again to be terribly listless. For in the works of commerce they were terribly and excessively
ἀπονενευκότες, καὶ ἀκρατῶς ἔχοντες εἰς φιλοκερδείας, εἰσεδέχοντο τὴν ἀκηδίαν, ὡς οὐκ ἐξὸν αὐτοῖς ὡς ἐν εὐρείᾳ σχολῇ τῶν εἰς ἐμπορίαν ἔχεσθαι φροντισμάτων· εἶτα θυσίας προσάγοντες, ἀρκέσειν ἔφασκον τὸ χρῆμα αὐτοῖς εἰς τὸ ἁγιάζεσθαι δεῖν, κἂν εἰ μήπω γένοιτο τυχὸν ὁ θεῖος νεώς. προστάττεται τοίνυν ὁ Προφήτης εὐφυέσιν ἐλέγχοις κατατιτρώσκειν αὐτοὺς καὶ διδάσκειν, ὅτι κἂν εἰ ἕλοιντο πληροῦν εὐχὰς καὶ θυσίας, ῥᾴθυμοι δὲ ὄντες ἁλίσκοιντο περὶ τὸ χρῆναι πληροῦν τὸν οἶκον τοῦ Θεοῦ, οὐκ εἰς ὄνησιν ἔσται μᾶλλον αὐτοῖς, ἀλλ' εἰς ὀργήν τε καὶ κρῖμα τὸ μὴ ἐν καιρῷ βούλεσθαι βουθυτεῖν, καὶ τῷ θείῳ προσιέναι θυσιαστηρίῳ· διατρανοῖ δὲ πρὸς τού- τοις, ὅτι τῶν προκειμένων αὐτοῖς ἐμποριῶν ἕνεκα, πονηροῖς καὶ ἀλλογενέσιν ἀνδράσιν ἀναμιγνύμενοι, πάντως δέ που καὶ εἰδωλολάτραις, ἐσχάτως καταμιαίνονται. νομικωτάτη δὲ λίαν ἡ ἐρώτησις καὶ δυσερμήνευτος μέν· πλὴν, ὡς ἔνι, σαφηνιῶ, δι' ὧν ἂν δύνωμαι λόγων παριστὰς τὸ δηλούμενον. Ἐρωτᾷ τοίνυν ὁ Προφήτης τοὺς ἱερέας νόμον· γέγραπται γάρ "Ὅτι χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητή- "σουσιν ἐκ στόματος αὐτοῦ·" καὶ τίς ἡ ἐρώτησις; Ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψήματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον Οὔ. καὶ κρέας μὲν ἅγιόν φησι τὸ ἀπὸ ζῴου ληφθὲν προσενηνεγμένου πρὸς ἱερουργίαν τῷ Θεῷ· πλὴν ἐκεῖνο βούλεται διδάσκειν αὐτούς·
having fallen away and being unrestrained in their love of gain, they admitted indifference, as if it were not possible for them, as in ample leisure, to attend to matters of trade; then, offering sacrifices, they claimed that the act would suffice for them to be sanctified, even if the divine temple had not yet been built. Therefore the Prophet is commanded to wound them with apt reproofs and to teach that even if they should choose to fulfill vows and sacrifices, but being negligent they were caught concerning the necessity of completing the house of God, it would not be to their benefit rather, but to wrath and judgment, to wish to sacrifice oxen out of season and to approach the divine altar. He also makes clear that, on account of the trades before them, mingling with wicked and alien men, and certainly also with idolaters, they are utterly defiled. The question is very legal and difficult to interpret; nevertheless, as far as possible, I will clarify, presenting the meaning through whatever words I can. So the Prophet asks the priests a law; for it is written, "For the lips of a priest shall guard judgment, and they shall seek law from his mouth." And what is the question? If a man takes holy meat in the hem of his garment and touches the hem of his garment to bread or cooked food or wine or oil or any food, will it be sanctified? And the priests answered and said, No. And he calls "holy meat" that taken from an animal offered for sacrifice to God; but he wishes to teach them this:
οἱ ἱερεῖς ἔσθ' ὅτε τὰς κατὰ νόμον τελοῦντες θυσίας, ἥπτοντο καὶ διὰ τῶν ἐσθημάτων τῶν μελλόντων καπνίζεσθαι κρεῶν. ἆρ' οὖν, φησὶν, ἐὰν ἐσθὴς ἱερὰ ἡγιασμένη τυχὸν διὰ κρέως ἁγίου ἅψηταί τινος ἑτέρου, τοῦ μὴ προσενηνεγμένου τῷ Θεῷ, ἆρ' ἔσται κἀκεῖνο ἅγιον; ἀπέφησαν τοῦτο κατὰ νόμον οἱ ἱερεῖς. οὐκοῦν· ὡς ἐκ παρα- δείγματος ἴωμεν ἐπὶ τὸ ἀληθέστερον· ἆρ' ὁ προσάγων θυσίαν, εἰ παροτρύνοι Θεὸν καθ' ἑτέρους τρόπους, ἁγιασθήσεται παρ' αὐτῆς; οὐδαμῶς, κατακρίνεται δὲ μᾶλλον, ὡς οὔπω μὲν ἀποκαθηράμενος, προσαγαγὼν δὲ θυσίαν. ὅτι δὲ ἀληθὴς ὁ λόγος, ἄκουε τί φησιν ὁ νομοθέτης ἐν τῷ Λευιτικῷ "Καὶ "κρέα ὃ ἂν ἅψηται παντὸς ἀκαθάρτου, οὐ βρωθήσεται, ἐν "πυρὶ κατακαυθήσεται. πᾶς καθαρὸς φάγεται κρέα, ἡ δὲ "ψυχὴ, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ "σωτηρίου, ὅ ἐστι τῷ Κυρίῳ, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ' "αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἀπὸ τοῦ λαοῦ αὐτῆς. καὶ "ἡ ψυχὴ ἣ ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ ἀπὸ "ἀκαθαρσίας ἀνθρώπου ἢ τῶν τετραπόδων τῶν ἀκαθάρτων "ἢ παντὸς βδελύγματος ἀκαθάρτου, καὶ φάγῃ ἀπὸ τῶν "κρεῶν τῆς θυσίας τοῦ σωτηρίου ὅ ἐστι τῷ Κυρίῳ, ἀπο- "λεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς." ὁρᾷς ὅπως ἀνόνητον, μᾶλλον δὲ καὶ ὀργῆς καὶ θανάτου πρόξενον τὸ ἀναπονίπτοις χερσὶ προσάγειν θυσίας. ὥσπερ οὖν τὰ τῶν ἱερέων ἐσθήματα, καίτοι καθηγιασμένα διὰ τῶν κρεῶν τῆς θυσίας οὐκ ἂν ἁγιάσαι τι τῶν προσψαυόντων αὐτοῖς· οὕτω, φησὶν, οὐκ ἂν ἁγίους ἀποτελέσῃ τὸ καταθύειν Θεῷ τοὺς καθ' ἕτερον τρόπον λυπεῖν ᾑρημένους, καὶ ἀπρακτεῖν ἐθέλοντας περὶ τὸ ἁνδάνον Θεῷ.
The priests sometimes, when performing the sacrifices according to the law, would touch the meats that were to be smoked even through their garments. Therefore, he says, if a sacred, consecrated garment should happen to touch some other meat, one not offered to God, will that meat also become sacred? The priests denied this according to the law. So then, let us proceed from the example to the more true: if one who offers a sacrifice should provoke God in other ways, will he be sanctified by it? Not at all; rather, he is condemned, as one who has not yet purified himself but has offered a sacrifice. And that this reasoning is true, hear what the lawgiver says in Leviticus: "And meat which touches any unclean thing shall not be eaten; it shall be burned with fire. Every clean person shall eat the meat, but the soul which eats from the meat of the sacrifice of salvation, which is to the Lord, while its uncleanness is upon it, that soul shall be destroyed from its people. And the soul which touches any unclean thing, or from the uncleanness of a man or of the unclean quadrupeds or of any unclean abomination, and eats from the meat of the sacrifice of salvation which is to the Lord, that soul shall be destroyed from its people." Do you see how offering sacrifices with unwashed hands is not only useless, but rather productive of wrath and death? Just as the priests' garments, although consecrated, would not sanctify anything that touches them through the meats of the sacrifice, so, he says, sacrificing to God would not render holy those who have chosen to grieve Him in another way and are unwilling to act in a manner pleasing to God.
Ὅτι δὲ, ὡς ἔφην, τῶν ἐμποριῶν ἕνεκα, καὶ τῶν ἐκ ταύ- της λημμάτων, βεβήλοις ἀνδράσιν ἀναμιγνύμενοι ἐν μεθέξει πάντως καὶ αὐτοὶ τῆς ἐκείνων ἔσονται βδελυρίας, διὰ τῆς ἑτέρας ἐπερωτήσεως καθίστησιν ἐναργές· ἔφη γὰρ πάλιν Ἐὰν ἅψηται μεμιασμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων, εἰ μιανθήσεται; καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπον Μιανθή- σεται. προστέταχε μὲν γὰρ ὁ διὰ Μωυσέως νόμος τοῖς ἡγιασμένοις νεκροῦ σώματος μὴ ἀποθίγειν, μήτε μὴν ἀν- θρώποις τεθνεῶσιν ἐπιφοιτᾶν. καὶ γοῦν ἔφη δεῖν μὴ καταμιαίνεσθαι τοὺς ἱερουργοὺς εἰ μὴ ἐπὶ μόνοις πατρὶ καὶ μητρὶ καὶ ἀδελφοῖς, τὸν δέ γε τῶν ἱερῶν ταγμάτων προεστηκότα τε καὶ προὔχοντα μηδὲ ἐπὶ τούτοις ὅλως. αἴνιγμα δὲ τὸ κεκελευσμένον ἦν· σκιὰ γὰρ ὁ νόμος· ὁ γάρ τοι νεκρὸς νεκρῶν ἔργων καὶ ἀκαθαρσίας κοσμικῆς τύπος ἂν εἴη πάλιν. δεῖ δὲ οἶμαι τοὺς ἱεράν τε καὶ πάναγνον ἐπησκηκότας ζωὴν, νεκρῶν ἔργων
ἀπονοσφίζεσθαι καὶ σα- πρίας κοσμικῆς ἀπανίστασθαι φιλεῖν. ἀλλ' εἰ συνέβη τὸ τηνικάδε ἐπιφοιτήσαντα νεκρῷ τινος τῶν ἄλλων ἀποθί- γειν, ἢ ἀνθρώπου τυχὸν, ἤγουν ἐδέσματος, τοῦτο πάντως ἦν κατὰ νόμον ἐν μολυσμῷ. ἐρωτᾷ δὴ οὖν ὁ Προφήτης, εἰ ὅταν τις νεκροῦ σώματος ἁψάμενος, εἶτα μεμενηκὼς ἀναπόνιπτος ἑτέρου τινὸς ἅψαιτο τυχὸν, εἰ πάντη τε καὶ πάντως αὐτὸν καταμιαίνῃ. τῶν δὲ εἰρηκότων τό Μιανεῖ· λοιπὸν ἐπιφέρει Θεός Οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιόν μου λέγει Κύριος, καὶ οὕτω πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν λέγει Κύριος, καὶ ὃς ἂν ἐγγίσῃ ἐκεῖ, μιανθήσεται.
That, as I said, for the sake of commerce and the profits from it, by mingling with profane men they will themselves also be wholly partakers of their abomination, he makes clear through the other inquiry; for he said again, "If one polluted in soul touches any of these, will he be defiled?" And the priests answered and said, "He will be defiled." For the law given through Moses commanded the consecrated not to touch a dead body, nor even to approach dead men. And indeed he said that the priests must not be defiled except in the case of father, mother, and brothers only, and that the one set over and preeminent in the sacred orders should not be defiled even in these cases. But what was commanded was an enigma; for the law is a shadow. For the dead man would again be a type of dead works and worldly impurity. And I think that those who have practiced a sacred and all-holy life must hold aloof from dead works and shrink from worldly rottenness. But if it happened that someone at that time, approaching a dead man, touched any of the others, or a man, or rather food, this was certainly a defilement according to the law. So the Prophet asks whether, when someone has touched a dead body and then, remaining unwashed, touches something else, he defiles it completely and in every way. And when they said, "He will defile," God then adds, "Thus this people and thus this nation before me, says the Lord, and thus all the works of their hands, says the Lord, and whoever approaches there will be defiled.
ἐπειδὴ γὰρ νεκρῶν ἔργων ἅπτεται, φησὶν, οὐχὶ μεμίανται μόνον αὐτὸς, ἀλλὰ γὰρ πρὸς τοῦτο ἥκει φαυλότητος, ὡς ἐπιτηδείως ἔχειν εἴς γε τὸ δύνασθαι καὶ μάλα νεανικῶς καταμιαίνειν ἑτέρους. Ἐπιμελητέον δὴ οὖν ἔργων ἀγαθῶν, καὶ πληροῦν σπου- δάζωμεν τὸ ὅτι μάλιστα φίλον ἀληθῶς τῷ Θεῷ, θύωμέν τε οὕτω πνευματικῶς. τότε γὰρ προσδέξεται, καὶ οὐκ εἰς κατάκριμα τὴν εὐχὴν, ἕξομεν δὲ μᾶλλον εἰς ὄνησίν τε καὶ εὐλογίαν· ἀποσειώμεθα δὲ καὶ νεκρὰς ἐπιθυμίας, καὶ οἷον ἀψύχους ἡδονὰς καὶ ἀκαθαρσίαν κοσμικήν. κεκαθαρμένοις γὰρ οὕτω καὶ ἡγιασμένοις συνέσται Θεός. Ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν ὀδυνηθήσονται ἀπὸ προσώπου πονηριῶν αὐτῶν, καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας.9 Ταῦτά φασι μήτε τὴν Ἑβραίων ἔκδοσιν, μήτε μὴν τοὺς ἑτέρους ἑρμηνευτὰς ἢ εἰπεῖν ἢ εἰδέναι· πλὴν συμβαίνουσαν ἔχοντα διαφαίνεται τοῖς προλαβοῦσι τὴν ἔννοιαν. ἐπειδὴ γὰρ, ὡς ἔφην, ἀνεπτόηντο λίαν εἰς φιλοκερδείας καὶ πλεο- νασμούς· πρόφασις δὲ αὕτη τῆς ῥᾳθυμίας αὐτοῖς ἀνεδείκνυτο, καίτοι τὸν θεῖον ἀναδείμασθαι ναὸν ἐπιτεταγμένοις· αἰτιᾶται λοιπὸν ἀναγκαίως ἐπὶ τούτοις αὐτούς. ὀρθρινὰ δὲ λήμματά φησι διά τοι τὸ ἐφ' ἑτέρῳ μηδενὶ τὰς ἐν ὄρθρῳ ποιεῖσθαι προόδους τε καὶ σπουδὰς ἑωθινὰς, πλὴν ὅτι τούτου γε ἕνεκα καὶ μόνου, τοῦ λημμάτων ἐφίεσθαι λέγω. καὶ ὑπέρ γε τού- των ὀδυνηθήσεσθαί φησιν αὐτοὺς, μηδὲ εἰς πέρας αὐτοῖς τὸ ποθούμενον ἐξιόντος τοῦ σκοποῦ. Θεοῦ γὰρ οὐ κατευθύ- νοντος, καὶ τὴν τῶν πρακτέων ἡμῖν οὐ καταλεαίνοντος ὁδὸν, εἰκαία που πάντως καὶ ἀνόνητος ἡ ἐφ' ὁτῳοῦν ἀνθρώπου σπουδή.
Since he touches upon dead works, he says, not only is he himself defiled, but he also arrives at such a degree of baseness that he is fit to defile others vigorously and mightily. Therefore, we must attend to good works and be eager to fulfill what is truly most pleasing to God, and thus offer spiritual sacrifice. For then he will accept it, and our prayer will not be for condemnation, but rather we will have it for benefit and blessing. Let us also shake off dead desires, and so to speak, lifeless pleasures and worldly impurity. For God will dwell with those who are thus purified and sanctified. Because of their morning gains, they will be pained by the face of their wickednesses, and you were hated in the gates for reproving. They say that these things neither the Hebrew version nor the other translators either said or knew; but they appear to have a meaning consistent with the preceding. For since, as I said, they were greatly inflamed for love of gain and excess; and this was shown to be a pretext for their negligence, although they were commanded to build the divine temple; therefore he necessarily accuses them of these things. He speaks of morning gains because they make their departures and early efforts in the morning for no other reason than this alone, I mean, for the sake of desiring gains. And he says that they will be pained over these, since their desired purpose does not reach its end. For when God does not direct and smooth the path of our actions for us, the zeal of a man for anything whatsoever is altogether vain and profitless.
γέγραπται γὰρ ὅτι "Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ "οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν." προ- τετιμηκότες δὴ οὖν τοῦ τὸν θεῖον ἐγείρειν ναὸν τὰ ὡς ἐν ὄρθρῳ τε καὶ ὑπὸ τὴν ἕω λήμματα, καὶ τῶν ἀμεινόνων τὰ αἰσχίω προτάττοντες, ἕτερόν τι πρὸς τούτῳ δεινὸν προσαῤ- ῥωστοῦντες ἡλίσκοντο. μεμισήκασι γὰρ τοὺς ἐλέγχοντας ἐν πύλαις. τὸ δὲ ἐν πύλαις νοήσεις, ἀντὶ τοῦ, ἐναργῶς. ἀνθ' ὅτου δὲ μεμισήκασι; τοῖς γὰρ ἅπαξ κεκρατημένοις ὑφ' ἡδονῶν πονηρῶν, καὶ ἀχαλίνως ὠλισθηκόσιν ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἃ μὴ θέμις, οὐδ' ἂν εἶεν ἡδεῖς οἱ ἐπανορθοῦν ἰσχύοντες, φορτικοὶ δὲ μᾶλλον καὶ κατεστυγημένοι· καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων καταλογισθεῖεν ἄν; Πάνδεινον τοίνυν ἀῤῥώστημα νοῦ, τὸ καὶ προσκεκλίσθαι τοῖς φαύλοις, καὶ τοὺς ὠφελεῖν εἰδότας καταμυσάττεσθαι, καὶ νοσεῖν ὡς ἥδιστα τὸ συμβὰν, κἂν εἴ τι τῶν ἄγαν ἐκτόπων ὑπάρχον ὁρῷτο. ἄμεινον δὲ καὶ σοφὸν ἀποκρούεσθαι μὲν γενικῶς τὰ εἰς ψυχὴν ἔσω καὶ νοῦν εἰσχεόμενα βλάβη. εἰ δὲ δή που τι συμβαίη παθεῖν, ζητεῖν μὲν ᾗ τάχος τοὺς ἰατροὺς, καὶ τοὺς ἐλέγχοντας ἀγαπᾶν, προκυλινδεῖσθαι δὲ ὥσπερ Θεοῦ λέγοντας "Ἴασαί με Κύριε, καὶ ἰαθήσομαι, σῶσόν με "καὶ σωθήσομαι· ὅτι τὸ καύχημά μου σὺ εἶ." Καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω, πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου, τίνες ἦτε, ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα καὶ ἐγίνετο δέκα σάτα κριθῆς, καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητὰς, καὶ ἐγίνετο εἴκοσι;
For it is written: "Unless the Lord builds a house, those who build it labor in vain." Having therefore preferred, as it were at dawn and under the morning light, the receipts, and having set the worse things before the better, they were also found to be adding another terrible thing to this: they hated those who reproved them at the gates. And you will understand "at the gates" as meaning "openly." And why did they hate them? For those who are once held captive by evil pleasures and have slipped without restraint into choosing to do what is not lawful, those who are able to correct them would not be pleasant to them, but rather burdensome and abhorred; and what would not be counted among such things? Therefore, it is a terrible disease of the mind both to be inclined toward base things and to abhor those who know how to help, and to be as pleased as possible with what has happened, even if it is seen to be something utterly out of place. But it is better and wiser to repel in general the harms that flow into the soul and mind. But if it should happen that one suffers something, to seek out the physicians as quickly as possible, and to love those who reprove, and to prostrate oneself as before God, saying, "Heal me, Lord, and I shall be healed; save me, and I shall be saved; for you are my boast." And now, from this day onward and above all, place in your hearts, before you set stone upon stone in the temple of the Lord, what you were when you threw twenty sata of barley into a bin and it became ten sata of barley, and when you went into the vat to draw out fifty metretae and it became twenty.
ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέ- ψατε πρὸς μὲ, λέγει Κύριος.9 Ἐξ ἀναγκαίων αὐτοὺς ἀναπείθει λογισμῶν, ὅτι πεπράχασι δεξιῶς, οἰκοδομεῖν ᾑρημένοι τὸν θεῖον ναὸν, καὶ εἰσὶν ἀμεί- νους ἢ
πάλαι, τῆς εἰς τοῦτο σπουδῆς ἁψάμενοι. κατανοήσατε γὰρ, φησὶ, καὶ ἀναμνήσθητε, τίνες ἦτε, τουτέστιν, ὅπως τε καὶ τίνα τρόπον διέκεισθε, πρὶν ἐπιθεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου. τότε μὲν γὰρ, φησὶ, συναγηγερμένα μόλις ἱδρῶσι μακροῖς τὰ ἐξ ἀγρῶν τε καὶ ἅλω, κριθῆς εἴκοσι σάτα· μέτρον δὲ οἶμαι τὸ σάτον· ἐναπετίθεσθε κυψέλῃ· εἶδος δ' ἂν νοοῖτο καὶ τοῦτο καρπῶν ἀποθήκης· καὶ ἐγίνετο κριθῆς δέκα σάτα, σητὸς δηλονότι δαπανῶντός που τάχα καὶ εἰς χοῦν ἀπολεπτύνοντος τοὺς καρποὺς ἐκ θείας ὀργῆς. εἰ δὲ δὴ καὶ εἰς ληνὸν ἀφίκετό τις, πεντήκοντα μετρητὰς ἀρυσόμενός τε καὶ μεταγγιῶν, ἐν ἀδοκήτῳ μειώσει τὸ μέτρον εὑρὼν, κατετεθήπει λοιπόν. ἐπατάχθητε δὴ, φησὶ, καὶ ἑτέραις πλη- γαῖς, ἀφορίαις, ἀνεμοφθορίαις, χαλάζαις· καὶ πάλιν ἦτε σκληροί. οὐ γὰρ ἐπεστρέψατε πρὸς μὲ, φησί. Τί οὖν ἐντεῦθεν εἰσόμεθα; πρόδηλον ὅτι τοῖς οὐκ ἐθέ- λουσιν οἰκοδομεῖν τὸν οἶκον Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, ἤγουν τὰς ἰδίας ψυχὰς εἰς ναὸν ἀποφαίνειν Θεοῦ κατωκνη- κόσιν ἐκτόπως, καὶ τὰ ἤδη πορισθέντα τῶν ἀγαθῶν οἰχήσεται πρὸς οὐδὲν, προσέσται δὲ πάντως καὶ τὰ ἐκ τῶν ἀκαθάρτων πνευμάτων βλάβη, ἀκαρπίαι τε καὶ χάλαζαι, τουτέστιν, ἀφό- ρητοι πειρασμῶν ἐπιφοραὶ πρὸς πᾶν ὁτιοῦν κατασείουσαι τῶν κακῶν, καὶ τὰ ἐκ θείας ὀργῆς συμβήσεται.
I struck you with barrenness and with blight and with hail, all the works of your hands, and you did not turn to me, says the Lord. He persuades them by necessary reasoning that they have acted rightly, having chosen to build the divine temple, and that they are better than before, having taken up this zeal. For consider, he says, and remember what you were, that is, how and in what state you were disposed, before you laid stone upon stone in the temple of the Lord. For then, he says, the things gathered from fields and threshing-floors with great labors, twenty sata of barley—and I think the saton is a measure—you would deposit in a chest; and this too would be understood as a kind of storehouse for fruits; and ten sata of barley would be lost, evidently consumed by the moth, which perhaps also reduces the fruits to dust by divine wrath. And if someone came to the winepress, drawing off and decanting fifty measures, finding the measure unexpectedly diminished, he would be amazed thereafter. You were struck, he says, also by other plagues: barrenness, blight, hail; and again you were hard. For you did not turn to me, he says. What then shall we learn from this? It is clear that for those who are unwilling to build the house of the Lord, that is, the Church, or who have exceedingly shirked from making their own souls a temple of God, the goods already procured will come to nothing, and there will certainly also be added the harms from unclean spirits, barrenness and hail, that is, unbearable onslaughts of trials that shake one toward every kind of evil, and the consequences of divine wrath.
Τάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταυτης καὶ ἐπέκεινα, ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς, καὶ ἀπὸ τῆς ἡμέρας ἧς ἐθεμελιώθη ὁ ναὸς Κυρίου· θέσθε ἐν ταῖς καρδίαις ὑμῶν, εἰ ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω, καὶ ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥοὰ καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπὸν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω.9 Προαναπείσας εὖ μάλα διὰ τῶν ἀρτίως ἡμῖν εἰρημένων, ὡς ἀφιλεργεῖν ᾑρημένοις περὶ τὸν θεῖον ναὸν πλείστη τις ὅση συμβέβηκε τῶν ἀνιαρῶν ἡ ἔφοδος, ἐκ τοῦ κατευφραίνειν εἰδότος πληροφορηθήσεσθαί φησιν, ὅτι τῆς εἰς τὰ αὐτῷ δοκοῦντα σπουδῆς καρπὸν ἕξουσι τὴν εὐημερίαν, καὶ μισθὸν ἐπιεικείας τῆς εἰς τὸν οἶκον αὐτοῦ, τὸ ἐν παντὶ δὴ πάντως κατευρύνεσθαι καλῷ. ὑπισχνεῖται δὲ ὅτι μάλιστα χορηγή- σειν αὐτοῖς τὴν ἐξ ἀγρῶν εὐκαρπίαν, ὡς ἀπιστίας ἐγγὺς γενέσθαι τὸ χρῆμα, καὶ ὑπὲρ ἐλπίδα πολλὴν τοὺς ἀπὸ τῆς ἅλω διαφαίνεσθαι σωροὺς, καὶ ξύλων δὲ τῶν ἐν κήποις ἀνιε- μένων ὡς εὔβοτρυν μὲν ὁρᾶσθαι τὴν ἄμπελον, συκῆν τε, καὶ ῥοὰν, καὶ ἁπαξαπλῶς πλουσίως αὐτοῖς ἐκτεθηλέναι τὰ ἐξ ὡρῶν, καὶ μὴν καὶ ἐλαίας ἐν ἀδοκήτῳ πλεονασμῷ τὸν οἰκεῖον αὐτοῖς ἐκδούσης καρπὸν, διάτοι τὸ εὐλογεῖσθαι παρὰ Θεοῦ. Ὥσπερ γὰρ τοῖς κατοκνεῖν ᾑρημένοις τὴν Ἐκκλησίαν οἰ- κοδομεῖν, ἤγουν ἑαυτοὺς εἰς ναὸν ἅγιον παραστῆσαι Χριστῷ, πάντα καταῤῥεῖ πρὸς τὸ χεῖρον· καὶ μὴν καὶ τὸ εἶναι πάντως ἐν πειρασμοῖς καὶ νοηταῖς ἀκαρπίαις ὁρᾶται συμβαῖνον·
Arrange your hearts from this day forward, from the fourth and twentieth of the ninth month, and from the day on which the temple of the Lord was founded; place in your hearts whether it will be recognized on the threshing floor, and the vine and the fig tree and the pomegranate and the olive trees that do not bear fruit, from this day I will bless. Having first thoroughly persuaded them by what has just been said to us, that because they have chosen to be negligent concerning the divine temple, a very great onslaught of grievous things has befallen them, he says that from the act of knowing how to rejoice they will be fully assured that they will have as the fruit of their zeal for what pleases him prosperity, and as the reward of their fairness toward his house, the condition of being altogether expanded in every good thing. And he promises that he will especially provide them with abundant fruit from the fields, so that the matter comes near to disbelief, and that the heaps from the threshing floor appear beyond great hope, and that of the trees planted in gardens the vine is seen as rich in grapes, and the fig tree, and the pomegranate, and in a word that the seasonal products flourish abundantly for them, and indeed that the olive tree yields its own fruit in an unexpected abundance, because they are blessed by God. For just as for those who have chosen to be remiss in building the Church, that is, in presenting themselves as a holy temple to Christ, everything flows toward the worse, and indeed it is seen that they are certainly in trials and spiritual barrennesses.
οὕτω καὶ τὸ ἔμπαλιν ἀληθὲς, τοῖς οἰκοδομεῖν ἐθέλουσι καὶ τὸν τῆς ἐπιεικείας ἱδρῶτα τετιμηκόσι, δοθήσεται παρὰ Θεοῦ τὸ ἐν παντὶ δὴ πάντως ὁρᾶσθαι καλῷ, καὶ ταῖς εἰς νοῦν εὐ- καρπίαις καταπιαίνεσθαι, καὶ οἷον ἐκτεθηλότα διαφόροις ἀρετῶν καὶ τοῖς ὡρίμοις αὐχήμασι κῆπον ἔχειν τὸν ἐσωτάτω, μόνον δὲ οὐχὶ κατάκομον, ὡς καὶ δύνασθαι λοιπὸν ἐκ παῤῥησίας ἀνακραγεῖν τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων "Καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω "καρπὸν ἀκροδρύων αὐτοῦ." τροφὴ γὰρ ὥσπερ Θεῷ τὰ ἐξ ἀρετῶν βλαστήματα, καὶ τῆς εἰς νοῦν εὐκαρπίας ἡ χάρις. Καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρὸς Ἀγγαῖον τὸν Προ- φήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα λέγων Ἔτι ἅπαξ ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν, καὶ καταστρέψω θρόνους βασιλέων, καὶ ἐξολοθρεύσω δύναμιν βασιλέων ἐθνῶν, καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ ἀναβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν, ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ.9 Ἐκ τῶν μερικῶν ἀεί πως ὁ λόγος ἡμῖν ὁ προφητικὸς, καὶ ἐκ τῶν ἐν χερσὶ πραγμάτων ἐπὶ τὰ καθόλου καὶ γενικώτατα ποιεῖται τὴν ἐκδρομήν. εἰ γάρ που περὶ λυτρώσεως τῆς τινων ποιοῖτο τὴν μνήμην, ἀποφοιτᾷ πολλάκις ἐπὶ τὴν διὰ
Thus also the converse is true: to those who wish to build and who have honored the sweat of gentleness, it will be granted by God to be seen in every good thing, to be fattened by the fruitful harvests of the mind, and to have within, as it were, a garden blooming with various virtues and ripe adornments, almost luxuriant, so that they can finally cry out with boldness the words of the Song of Songs: "Let my beloved come down into his garden and eat the fruit of his early-ripening trees." For the blossoms of virtues are, as it were, food for God, and the grace of the mind's fruitfulness. And a word of the Lord came a second time to Haggai the Prophet on the twenty-fourth day of the month, saying: "Speak to Zorobabel, son of Salathiel, of the tribe of Judah, saying: 'Once more I shake the heaven and the earth and the sea and the dry land, and I will overturn the thrones of kings, and I will destroy the power of kings of nations, and I will overturn chariots and riders, and horses and their riders will each go up with a sword against his brother.'" From particular matters, the prophetic word always somehow makes its excursion to universal and most general things. For if it makes mention of the deliverance of some, it often departs to the deliverance through
Χριστοῦ. τοιοῦτόν τι καὶ νῦν ὁ προφητικὸς ἡμῖν ὑποφαίνει λόγος· ἐπενήνεκται γὰρ ἀναγκαίως τοῖς ἤδη προειρημένοις καὶ τάδε, μυστηρίου τοῦ κατὰ Χριστὸν ὡς ἐν αἰνίγμασί τε καὶ σκιαῖς ἔτι λεπτῶς εἰσκομίζοντα τὴν ἀνάῤῥησιν. ἀπο- στέλλεται γὰρ ὁ Προφήτης πρὸς τὸν ἐκ φυλῆς Ἰούδα Ζοροβάβελ, ἐρῶν ὅτι σεισθήσεται μὲν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ μὴν καὶ ἡ θάλασσα καὶ ἡ ξηρὰ, καθαιρεθήσονται δὲ καὶ οἱ βασιλέων θρόνοι. καὶ ὁ μὲν σοφώτατος Παῦλος ταῖς τῶν προκειμένων θεωρίαις προσβαλὼν, τὸ σεισθήσεταί φησιν ἐκεῖνο δηλοῦν, ὅτι τῶν σαλευομένων ἔσται μετάθεσις, "ἵνα "μείνῃ τὰ μὴ σαλευόμενα." ἀλλ' ἔδει ταῦτα τελεῖσθαι διὰ Χριστοῦ, πάντα γὰρ ἐν αὐτῷ καινὰ καὶ "τὰ ἀρχαῖα πα- ρῆλθε," τὰ μεθύοντά τε καὶ σαλευόμενα, γέγονε δὲ καινὰ τὰ δι' αὐτοῦ, δηλονότι τὰ βεβηκότα τε καὶ ἐρηρεισμένα καὶ μένοντα. ὅρα τοίνυν τοῦ λόγου τὴν οἰκονομίαν· ἀξιάγαστον γὰρ αὐτοῖς εὐκαρπίαν ἐπαγγειλάμενος, καὶ πάντα παρέξειν εἰπὼν πλουσίως τὰ εἰς εὐθυμίαν καὶ τρυφὴν, εἰσκεκόμικεν εὐθὺς τὸν τῆς ἀληθοῦς εὐκαρπίας καιρὸν, δῆλον δὲ ὅτι τῆς πνευματικῆς καὶ τῆς ἄνωθεν εὐλογίας τὴν ἀμφιλαφῆ χορη- γίαν. ἔσεισα μὲν γὰρ, φησὶ, τὴν ὑπ' οὐρανὸν, ὅτε τὸν Ἰσραὴλ ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· πλὴν σείσω καὶ ἔτι, τουτέστιν, ἐπίσημόν τι καὶ διαβόητον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν Καὶ θρόνους μὲν βασιλέων ἐργάσομαι πάλιν, μονονουχὶ κατασείων τὰ πάντα.
of Christ. Something of this sort the prophetic word now intimates to us; for what follows has been necessarily appended to what has already been said, introducing the mystery concerning Christ, as if in riddles and shadows, still subtly bringing in the explanation. For the Prophet is sent to Zorobabel of the tribe of Judah, saying that heaven and earth will be shaken, and indeed the sea and the dry land, and that the thrones of kings will be overthrown. And the most wise Paul, applying the theories of the matters at hand, says that "will be shaken" indicates that there will be a removal of what is shaken, "so that what is not shaken may remain." But these things had to be accomplished through Christ, for all things are new in him and "the ancient things have passed away," those that are intoxicated and shaken, and through him have become new, namely, those that are steadfast, firm, and enduring. Observe, then, the economy of the word: having promised them an admirable abundance of fruit, and said that he would provide abundantly all things for cheerfulness and delight, he has immediately introduced the time of true fruitfulness, clearly the bountiful supply of spiritual blessing from above. "For I shook," he says, "the region under heaven, when I led Israel out of the land of Egypt; but I will shake again," that is, something notable and renowned among all throughout the earth. And I will again make thrones of kings, all but overthrowing everything.
καθελῶ, καὶ πᾶσαν αὐτῶν ἀφανιῶ τὴν δύναμιν, καὶ οἷόν τινας ἱππέας ὅλης καταθέοντας τῆς ὑπ' οὐρανὸν τῆς κατὰ πάντων πλεονεξίας ἐκβαλῶ, ἐγερῶ γεμὴν ἑτέρους ἱππέας, ἤτοι πολεμιστὰς, ῥομφαίαν σπωμένους κατὰ γένους καὶ ἀδελφῶν. ἔοικε δὲ διὰ τούτων ὑποφαίνειν ἡμῖν τὰς διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος καθῃρημένας πονηράς τε καὶ ἀντικειμένας δυνάμεις, ἀρχάς τε καὶ ἐξουσίας ἃς τεθριάμβευκε τῷ ἰδίῳ σταυρῷ, καὶ τῆς κατὰ πάντων πλεονεξίας ἐκβαλὼν ἐπήμυνε τοῖς ἠδικημένοις, ἡμῖν δηλον- ότι. καὶ γοῦν ἡ ἁγία καὶ ἄμωμος παρθένος ἔτι κυοφοροῦσα Χριστὸν, ἅτε δὴ καὶ Ἁγίου Πνεύματος ἀνάπλεων φέρουσα τὸν νοῦν, προανακεκράγει τὰ τοιάδε λέγουσα "Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ "πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου." καὶ μεθ' ἕτερα πάλιν "Καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς "γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν· ἐποίησε κράτος "ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρ- "δίας αὐτῶν· καθεῖλε δυνάστας ἀπο θρόνων καὶ ὕψωσε "ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας "ἐξαπέστειλε κενούς. ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ "μνησθῆναι ἐλέους καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν "τῷ Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα." Οὐκοῦν καθῄρηνται μὲν οἱ δυνάσται, καὶ πεπτώκασιν ἐξ ἰδίων θρόνων. πλὴν οὐ μέχρι τούτων τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὰ κατορθώματα· ἀλλὰ γὰρ ἐγήγερταί τις ἱππέων ἑσμὸς, ἄνδρες μαχηταὶ καὶ ἐμπειροπόλεμοι καὶ στρα- τηγεῖν εἰδότες, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις ἀντεξά- γοντες γενικῶς.
I will cast down and utterly destroy all their power, and I will cast out, like some horsemen galloping over the whole earth, their greed against all, and I will raise up other horsemen, that is, warriors, drawing a sword against their own race and brothers. Through these words, he seems to indicate to us the evil and opposing powers, the principalities and authorities, that have been cast down by the strength of our Savior, whom he has triumphed over by his own cross, and having cast out their greed against all, he has come to the aid of the wronged, that is, us. And indeed, the holy and immaculate virgin, while still carrying Christ in her womb, and bearing a mind full of the Holy Spirit, had already cried out beforehand, saying: "My soul magnifies the Lord, and my spirit rejoiced in God my Savior." And again, after other things: "And his name is holy, and his mercy is for generation after generation to those who fear him; he has made strength in his arm, he has scattered the proud in the understanding of their hearts; he has cast down rulers from thrones and raised up the lowly; he has filled the hungry with good things and sent the rich away empty. He has taken hold of Israel, his child, to remember mercy, as he spoke to our fathers, to Abraham and to his seed forever." Therefore, the rulers have been cast down and have fallen from their own thrones. Yet the achievements of our Savior's advent are not limited to these; for a swarm of horsemen has been raised up, men who are fighters, experienced in war, and skilled in commanding, and who nobly resist the perversities of the devil.
εἶεν δ' ἂν οὗτοι πάλιν οἱ θεσπέσιοι μαθηταὶ, οἳ τὴν τοῦ Πνεύματος μάχαιραν νοητῶς ἐσπασμένοι· τουτέστι, τῆς μυσταγωγίας τὸν λόγον, τὸν ζῶντά τε καὶ ἐνεργῆ καὶ τομώτατον· ἐχώρουν κατὰ παντὸς ἀνθρώπου καὶ κατὰ γέ- νους καὶ κατὰ ἀδελφῶν, οὐ πλήττοντες τὰ εἰς θάνατον, ἀναιροῦντες δὲ μᾶλλον τὴν ἐν αὐτοῖς ἀμαθίαν, καὶ οἷον νεκροῦντες τῷ κόσμῳ, καὶ ἐκτεθνάναι ταῖς ἁμαρτίαις παρα- σκευάζοντες, ἵνα ζήσειαν τῷ Θεῷ, τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἠγαπηκότες ζωὴν, δῆλον δὲ ὅτι τὴν εὐαγγελικήν. ὅτι δὲ ἔμελλον τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα καὶ υἱοὶ πατράσιν ἀντιτετάξεσθαι, καὶ μὴν μητράσι θυγατέρες, καὶ ἀδελφοῖς ἀδελφοὶ, πῶς ἔστιν ἀμφιβαλεῖν; τοῦ Σωτῆρος λέγοντος ἐναργῶς "Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν "γῆν, οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν· ἦλθον "γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυ- "γατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς "πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐ- "τοῦ." ἐχθροὶ μὲν οὖν καθὸ καὶ ἑτερόφρονες· φίλοι
These, then, would again be the inspired disciples, who, having drawn the sword of the Spirit in a spiritual sense—that is, the word of mystagogy, living, active, and most sharp—advanced against every man, against family and against brothers, not striking to kill, but rather destroying the ignorance in them, and, as it were, making them dead to the world, and preparing them to be dead to sins, so that they might live for God, having loved the glorious and blameless life, clearly the evangelical one. And that they were about to set sons against fathers, daughters against mothers, and brothers against brothers for the sake of love for Christ, how can one doubt? For the Savior says plainly, "Do not think that I came to cast peace upon the earth; I did not come to cast peace but a sword. For I came to divide a man against his father, and a daughter against her mother, and a bride against her mother-in-law, and the household members are the enemies of the man." Enemies, then, insofar as they are of a different mind; friends
δὲ καὶ οὐκ εἰς μακρὰν, ὡς ἐν ὁμοψυχίᾳ πίστεως καὶ ὡς ἐν ἑνότητι Πνεύματος καὶ ἀγάπης τῆς ἐν Χριστῷ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, λήψομαί σε Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν δοῦλόν μου, λέγει Κύριος, καὶ θήσομαί σε ὡς σφραγῖδα, διότι σε ᾑρετίσαμην, λέγει Κύριος παντοκράτωρ.9 Οὐ πρὸς Ζοροβάβελ ἀληθῶς ὁ τοιόσδε λόγος, γέγονε δὲ μᾶλλον ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς ἔν γε τῷ Ζοροβάβελ εὖ μάλα γραφόμενον· ὅτι καὶ ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ βασιλεὺς, καὶ τῶν τῆς αἰχμαλωσίας λελυτρωμένων ἡγούμενος, καὶ οἷον ἐπιστάτης τῶν οἰκοδο- μούντων τὸν οἶκον Κυρίου. σὲ τοίνυν, φησὶ, λαβὼν τὸν δοῦλόν μου· τουτέστι τὸν ἐν δούλου μορφῇ πεφηνότα, πλὴν κατὰ φύσιν ἐλεύθερον· κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν ἑλοίμην καθελεῖν δυνάστας ἀπὸ θρόνων καὶ ἐκβαλεῖν ἀρχὰς, ὡς σφραγῖδα θήσομαι. σφραγὶς γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅλην αὐτοῦ καὶ ἀκραιφνῆ τὴν ὁμοίωσιν ἔχων, καὶ ἐν ἰδίῳ κάλλει τὴν τοῦ γεννήσαντος ἀπαστράπτων φύσιν. ἐν αὐτῷ δὲ καὶ ἡμᾶς εἰς ὁμοίωσιν ἰδίαν κατασφραγίζει Θεός· εἴπερ εἰς Χριστὸν μορφούμενοι, τὴν ὡς πρὸς Θεὸν εἰκόνα κερδαίνομεν. σήμαντρον οὖν ἄρα τὸ ἀκριβὲς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, καὶ αὐτὸν ἡρετίσατο, τοῦτ' ἔστιν, αἱρετὸν ἐποιήσατο καὶ ἐξειλεγμένον.
And not long after, as in the unanimity of faith and in the unity of Spirit and of love in Christ. On that day, says the Lord Almighty, I will take you, Zerubbabel son of Shealtiel, my servant, says the Lord, and I will set you as a seal, because I have chosen you, says the Lord Almighty. This speech is not truly addressed to Zerubbabel, but rather has been made as if to our Lord Jesus Christ, being well written in Zerubbabel: because he is from the tribe of Judah, and indeed also a king, and a leader of those freed from captivity, and like a superintendent of those building the house of the Lord. Therefore, he says, taking you, my servant—that is, the one who has appeared in the form of a servant, yet free by nature—at that time when I would choose to cast down rulers from thrones and expel authorities, I will set you as a seal. For the Son is the seal of God the Father, having his entire and pure likeness, and flashing forth in his own beauty the nature of the one who begot him. And in him God also seals us into his own likeness, since, being formed into Christ, we gain the image with respect to God. Therefore, the Son is the exact stamp of God the Father, and he chose him, that is, made him chosen and selected.
καὶ γοῦν ἐπὶ τοῖς "ὁ Ἰορδάνου νάμασιν αὐτὸν ὡμολόγει, λέγων "Οὗτός ἐστιν ὁ Υἱός μου ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε." εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀναστοιχειῶσαι τὰ πάντα, καὶ ἀναγαγεῖν εἰς τὸ ἀπ' ἀρχῆς, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, "ἀνα- "κεφαλαιώσασθαι τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς "γῆς" ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ Ἐν τῷ ὀκδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου, ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τοῦ Προφήτου λέγων. ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ μακάριος Ζαχαρίας ἐν τοῖς Ἱεροσολύμοις, κατὰ τοὺς αὐτοὺς οἶμαι χρόνους, καθ' οὓς καὶ ὁ Σοφονίας. μετὰ γάρ τοι τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον, κατῴκηκεν ὁ Ἰσραὴλ οὐκέτι διῃρημένως καὶ ἀνὰ μέρος ἔν τε τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Σαμαρείᾳ, ἀλλ' εἰς μίαν οἱ πάντες συνενηνεγμένοι πόλιν, τὴν Ἱερουσαλὴμ δηλονότι, καὶ ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, βασιλεύοντος ἐπ' αὐτοῖς Ζοροβάβελ τοῦ ἐκ φυλῆς Ἰούδα, καὶ μὴν καὶ προὔχοντος ἐν ἱερωσύνῃ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. ἐξυφαίνει δὲ καὶ λίαν ἐντέχνως τῆς προφητείας τὸν λόγον. ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἐκ τῆς Ἰουδαίας, ἤτοι Σαμαρείας, εἰς αἰχμα- λωσίαν ἀπενηνεγμένων, αὐτόθι ἐπανήκασιν, ἅπαντα μὲν εἰδότες τὰ παρὰ τῶν Βαβυλωνίων κατὰ τῶν Ἱεροσολύμων τετολμημένα κατὰ καιρούς· οὐκ ἠγνοηκότες δὲ πρὸς τούτοις, τὰ ἐφ' οἷς λελύπηται Θεός·
And indeed, in the case of the waters of the Jordan, he confessed him, saying, "This is my beloved Son, in whom I have taken delight; listen to him." For God the Father has taken delight in reconstituting all things and leading them back to their beginning, and, as the inspired Paul writes, "summing up both the things in the heavens and those on the earth" in Christ, through whom and with whom glory is given to God the Father together with the Holy Spirit, now and always and unto the ages of ages. Amen.
Of Saint Cyril on the Prophet Zechariah. Book One. In the eighth month of the second year under Darius, the word of the Lord came to Zechariah son of Barachiah, son of Addo the prophet, saying. The blessed Zechariah prophesies in Jerusalem, at the same time, I think, as Zephaniah. For after the return from captivity, Israel no longer dwelt divided and separately in both Judea and Samaria, but all were gathered into one city, namely Jerusalem, and throughout all Judea, with Zerubbabel of the tribe of Judah ruling over them, and also with Joshua son of Jehozadak, the high priest, holding preeminence in the priesthood. And he weaves the word of prophecy very skillfully. For since most of those from Judea or Samaria who had been carried off into captivity had returned there, they knew all the things that had been dared by the Babylonians against Jerusalem at various times; nor were they ignorant, in addition to these things, of the matters by which God had been grieved.
οἱ δὲ δὴ γεννηθέντες ἐν τῇ τῶν Περσῶν τε καὶ Μήδων χώρᾳ, οὔτε τίς ἢ ὁποία πότ' ἐστιν ἡ Ἱερουσαλὴμ ἐγίνωσκον, οὔτε τὴν Ἰουδαίαν ᾔδεσαν, οὔτε μὴν τὰ ἐκ τῆς θείας ὀργῆς τοῖς πατράσιν αὐτῶν ἐπενηνεγμένα, ἀλλ' οὐδ' ἐπὶ τίσιν ὅλως τὰς οὕτω σκληρὰς ἐξῄτηνται δίκας, πλὴν ὅσον ἐξ ἠμελημένων τάχα που διηγημάτων, ἀναγκαίως ὁ τῶν ὅλων Θεὸς αὐτοῖς τοῖς λελυτρωμένοις καὶ κομιδῇ νέοις παιδαγωγὸν ὥσπερ τινὰ καὶ ἁρμοστὴν ἀναδείκνυσι τὸν μακάριον Ζαχαρίαν, ὄντα μὲν ἐξ αἵματος ἱεροῦ, τουτέστιν ἐκ τῆς φυλῆς Λευὶ, καὶ γεγονότα μὲν ἐκ πατρὸς Βαραχίου κατά γε τὴν σάρκα, κεχρηματικότα δὲ κατὰ πνεῦμα καὶ υἱὸν Ἀδδὼ τοῦ Προφήτου. τέθραπτο γὰρ, ὡς εἰκὸς, τοῖς ἐκείνου τρόποις, καὶ τῶν ἴσων
ἀνδραγαθημάτων γέγονε μιμητής. Τίς οὖν αὐτῷ τῆς προφητείας ὁ λόγος, καὶ διὰ ποίων τῶν διηγημάτων ἔρχεται, πῶς οὐκ ἂν δίκαιον εἰπεῖν ἐπιμετρίως; τὴν δίκην μὲν γὰρ ὑφ' ἥν εἰσιν, ἐπισκήπτει τοῖς λελυτρω- μένοις, ἅτε δὴ τῆς θείας ἐντολῆς οὐ μετρίως ἠμεληκόσι, καὶ τῶν διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένων ἀλογεῖν εἰωθόσι· καταδεδιττόμενος δὲ οὐ μετρίως αὐτοὺς, μεταφοιτᾶν ἀναπείθει πρὸς τὸ δεῖν ἑλέσθαι μᾶλλον εὐδοκιμεῖν διὰ τῆς εἰς πᾶν ὁτιοῦν εὐπειθείας καὶ ὑπακοῆς. προσεπάγει δὲ, ὅτι εἰ μή τινες εἶεν ἀγαθοὶ καὶ εὐήνιοι, καὶ τοῖς θείοις εἴκοντες νόμοις, πείσονται καὶ αὐτοὶ τῶν τοῖς πατράσι συμβεβηκότων τὰ φορτικώτερα.
Those who were born in the land of the Persians and Medes knew neither what Jerusalem was nor of what sort, nor did they know Judaea, nor indeed the things brought upon their fathers by divine wrath, nor even for what reasons they had been subjected to such harsh penalties, except perhaps from neglected narratives. Necessarily, the God of all reveals to those who have been redeemed and are quite young the blessed Zacharias as a kind of tutor and governor, who was of sacred blood, that is, from the tribe of Levi, and who was born of the father Barachias according to the flesh, but was also called, in a spiritual sense, the son of Addon the Prophet. For he had been nurtured, as is likely, in that one's ways and had become an imitator of his equal deeds of valor. What then is the subject of his prophecy, and through what narratives does it proceed? How would it not be just to speak of it in due measure? For he threatens the redeemed with the penalty under which they lie, since they have not moderately neglected the divine command and have been accustomed to disregard the things ordained through the all-wise Moses; and, terrifying them not a little, he persuades them to change and to choose rather to be esteemed through readiness and obedience in everything whatsoever. And he adds that if some are not good and tractable and yielding to the divine laws, they themselves will suffer things more burdensome than those that befell their fathers.
κατευρύνων δὲ ὥσπερ τῆς παιδαγωγίας τοὺς λόγους, πειρᾶται διδάσκειν, τίνα μὲν ἦν πάλαι τὰ τῶν πατέρων ἐπιτηδεύματα, καὶ ἐπὶ τίσιν αὐτοῖς ὁ θεῖος ἐπέσταξε θυμὸς, τίνα δ' αὖ διολώλασι τρόπον, καὶ μὴν καὶ ὅπως λελύτρωνται, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολυσάμενοι ζυγὸν, ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν· προσεπάγει δὲ τούτοις, ὅτι, καθάπερ ἔφην ἀρτίως, πείσονται τὰ χείρω τῆς τῶν πατέρων ἀφιλοθεΐας κατ' ἴχνος ἰέναι σπουδάζοντες. δια- μέμνηται δὲ πανταχῆ τῆς διὰ Χριστοῦ λυτρώσεως ἐσομένης κατὰ καιροὺς, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον διὰ πολλῶν ἡμῖν ἀναγράφει τρόπων.
Δεῖ δὴ οὖν ἕκαστα τῆς προφητείας τὰ μέρη πολυ- πραγμονεῖν ἐθέλοντας, μὴ ταυτολογίαν ἡγεῖσθαι τὰ ἐν αὐτῇ, καὶ περιττὴν ἀφήγησιν τῶν ἤδη γεγενημένων· διαμεμνῆσθαι δὲ μᾶλλον, ὅτι τοῖς ἐκ τῆς αἰχμαλωσίας ὑπονοστήσασιν εἰς τὴν Ἰουδαίαν, ἀναγκαιοτάτην ἔχει τῶν ἤδη συμβεβηκότων τὴν ἀφήγησιν. ἐπηνώρθου μὲν γὰρ τοὺς εἰδότας ὧν ἤδη πεπόνθασιν, ἀναφέρων πρὸς ἀνάμνησιν· τοῖς δὲ δὴ νέοις κομιδῇ, καὶ οὐκ εἰδόσι τὰ πάλαι, προεξένει τὴν ἀσφάλειαν, ἵνα μὴ τοῖς ἴσοις ἐναλοῖεν κακοῖς, τὴν βέβηλον καὶ ἀνομωτά- την ἀγαπῶντες ζωήν. Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην.9 Συνίῃς ὅπως καταπτοεῖ τοῖς διηγήμασι, καὶ τοῖς κομιδῇ νέοις τὰ τοῖς πρὸ αὐτῶν συμβεβηκότα παρατιθεὶς εἰς ἐξή- γησιν, μετασοβεῖ πρὸς τὸ ἄμεινον, οἱονείπως ἀπειλῶν, ὅτι τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι δυσαχθεστέροις ὑπενηνεγμένοι κακοῖς, κατοιμώξουσι πικρῶς, εἰ μὴ ἕλοιντο σωφρόνως ἀπο- σπουδάζειν μὲν τὰ ἐκείνων, φροντίδος γεμὴν καὶ λόγου παντὸς ἀξιοῦν τὸ θυμῆρες Θεῷ.
Broadening the words of instruction, as it were, he attempts to teach what the practices of the fathers were long ago, and for what reasons divine wrath was poured out upon them, in what manner they perished, and also how they were ransomed and, having cast off the yoke of captivity, were brought back to Judaea. He adds to these things that, as I just said, they will suffer worse things if they are eager to follow in the footsteps of their fathers' godlessness. He makes mention everywhere of the ransom through Christ that will occur in due time, and he records for us the mystery concerning it in many ways.
Therefore, those who wish to examine each part of the prophecy must not consider what is in it to be tautology and a superfluous narration of things that have already happened. Rather, they must bear in mind that for those returning from captivity to Judaea, the narration of what has already happened is most necessary. For he corrected those who already knew what they had suffered, bringing it to their remembrance; but for the very young, who did not know the things of old, he provided security, so that they might not be caught in equal evils, loving a profane and most lawless life. "The Lord was angry with your fathers, a great anger." Do you understand how he terrifies with his narratives, and, setting before the very young for explanation the things that happened to those before them, he turns them toward the better, as if threatening that they will bitterly lament having endured equal or even more grievous evils, if they do not choose, with prudence, to shun those things and to consider worthy of care and every account what is pleasing to God.
ὀργὴν δὲ μεγάλην ὠργίσθαι φησὶ τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, οὐκ ἀναπόδεικτον ἀφεὶς εἰς τὸ ἀτρεκὲς τὸν λόγον, ἀλλ' ἐξ ὧν ἤδη πεπείρανται καὶ πεπόνθασιν, ὅτι μὴ ἔστι ψευδοεπὴς ἀποφαίνων. εἴη γὰρ ἂν οὐ τῆς τυχούσης ἀγανακτήσεως ἔνδειξις τὸ ἐφεῖναι τοῖς Βαβυλωνίοις καταδῃῶσαι μὲν ἅπασαν τὴν Ἰουδαίαν, καὶ σὺν αὐτῇ τὴν Σαμάρειαν, κατεμπρῆσαι δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ κατασκάψαι τὴν Ἱερουσαλήμ· καὶ τὸν ἀπόλεκτον Ἰσραὴλ ἀποφῆναι μέτοικον, οἰκτρῶς καὶ ἐλεεινῶς ἐν ἀλλοδαπῇ δουλεύοντα, καὶ δύσοιστον ὑπομένοντα ταλαιπωρίαν, καὶ ἁπτό- μενον μὲν θυσιῶν οὐκέτι, οὐκ αὐλῆς εἴσω φοιτῶντα τῆς ἱερᾶς, οὐκ εὐχαριστίας προσάγοντα κατὰ νόμον, ἢ δεκάτας, ἢ ἀπαρχάς· εἰργόμενον δὲ, ὡς ἐξ ἀνάγκης καὶ φόβου, καὶ τοῦ χρῆναι τελεῖν τὰς νενομισμένας αὐτῷ καὶ φιλτάτας ἑορτάς. οὐκοῦν ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας αὐτῶν ὀργὴν μεγάλην. Ἐπιφωνήσῃ δ' ἄν τις τὰ τοιάδε καὶ τοῖς Ἰουδαίοις δήμοις, εἴπερ ἕλοιτο μυσταγωγεῖν ἐπὶ τὸ Χριστοῦ μυστήριον. ἐπειδὴ γὰρ ἀπεκτόνασι τοὺς προφήτας, καὶ αὐτὸν δὲ "τὸν "Κύριον τῆς δόξης ἐσταύρωσαν," ἑάλωσαν καὶ πεπόρθηνται. κατεσείσθη δὲ καὶ αὐτὸς ὁ διαβόητος νεὼς, καὶ πεπλήρωται λοιπὸν ἐπ' αὐτοῖς τὸ διὰ φωνῆς Ὠσηέ "Διότι ἡμέρας πολ- "λὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ "ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστη- "ρίου, οὔτε ἱερατείας, οὔτε δήλων." ὅτι δέ εἰσιν αἰχμάλωτοι, καὶ ὑπὸ χεῖρα τέως διαβολικὴν προσκεκρουκότες Θεῷ, καὶ ἀπεῤῥιμμένοι, καὶ ἁπάσης ἔξω φειδοῦς τῆς ἄνωθεν γεγονότες, πῶς ἂν ἐνδοιάσειέ τις;
He says that God, who has authority over all things, was filled with great wrath, not leaving the statement unsubstantiated as to its truth, but from what they have already experienced and suffered, showing that he is not false in his words. For it would be an indication of no ordinary indignation to permit the Babylonians to lay waste to all of Judea, and with it Samaria, and to burn even the holy places, and to raze Jerusalem, and to make the remnant of Israel a people of exiles, serving pitiably and wretchedly in a foreign land, enduring grievous hardship, no longer touching sacrifices, not entering within the sacred court, not offering thanksgivings according to the law, or tithes, or firstfruits, but being prevented, as if by necessity and fear, and from the need to celebrate their customary and most beloved feasts. Therefore the Lord was angry with their fathers with great wrath. One might also apply such things to the Jewish multitudes, if one were to choose to initiate them into the mystery of Christ. For since they killed the prophets, and crucified "the Lord of glory" themselves, they have been captured and laid waste. And the renowned temple itself was shaken, and what was spoken through the voice of Hosea has now been fulfilled for them: "For the sons of Israel will sit idle for many days, there being no king nor ruler, there being no sacrifice nor altar, nor priesthood, nor oracles." And that they are captives, and for the time being under the devil's hand, having offended God, and are cast off, and have become outside all mercy from above, how could anyone doubt?
εἰ δὲ δὴ λυτρωθεῖεν κατὰ καιροὺς, προσηκάμενοι τὴν πίστιν, καὶ Χριστὸν ἐπιγραψάμενοι Θεόν τε καὶ βασιλέα καὶ Κύριον, τότε δὴ τότε, καὶ μάλα
εἰκότως, σοφὴν ἄν τις ἐπ' αὐτοῖς ποιήσαιτο τὴν παραίνεσιν, ἐπὶ καιροῦ ταῦτα λέγων Ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην. Καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος παντοκράτωρ Ἐπιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ, καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται οἱ ἔμπροσθεν λέγοντες Τάδε λέγει Κύριος Ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.9 Ἀνακεκλημένοι γὰρ, ὡς ἔφην, ἐκ τῆς αἰχμαλωσίας, καὶ ἀνατρέχοντες εἰς τὴν Ἰουδαίαν, ῥᾴθυμοι γεγόνασι περὶ τὸ δοκοῦν τῷ Θεῷ, καὶ εἰδώλοις μὲν οὐ προσέκειντο τέως, οὔτε μὴν τὴν ἀρχαίαν προσίεντο πλάνην· πλὴν καθ' ἑτέρους ἡλίσκοντο παροτρύνοντες τρόπους. ὡς γὰρ ἐν τῷ Ἔσδρᾳ γέγραπται, καὶ γυναίοις ἀλλοφύλοις ἐπεμίγνυντο καὶ, τὰς ἐκ τῶν ὁμόρων ἐθνῶν εἰσοικισάμενοι, τέκνων ἀλλοτρίων πατέρες γεγόνασι, καίτοι τοῦ νόμου τὸ χρῆμα αὐτοῖς ὡς ἔκτοπον ἀποφάσκοντος. κατημέλουν δὲ καὶ τοῦ τελεῖν ἑορτὰς, καὶ πληροῦν θυσίας, καὶ μὴν καὶ ἀπρόθυμοι περὶ τὸ δεῖν ἀναδεί- μασθαι τὸν θεῖον ναὸν γεγονότες ἡλίσκοντο. ταύτῃτοι, καθά- περ ἐν τῷ Ἀγγαίῳ γέγραπται, ἐπάταξεν αὐτοὺς ἐν ἀφορίᾳ καὶ ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν.
If indeed they should be redeemed at certain times, having accepted the faith and inscribed Christ as God and King and Lord, then indeed, and very reasonably, one might make a wise exhortation to them, saying at the opportune moment: "The Lord was angry with your fathers with great wrath." And you will say to them: "Thus says the Lord Almighty: 'Return to me, and I will return to you,' says the Lord Almighty, 'and do not become as your fathers, to whom the prophets of old made accusation, saying, "Thus says the Lord: 'Turn away from your evil ways and from your evil practices, and they did not heed to listen to me,' says the Lord."'" For having been recalled, as I said, from captivity and returning to Judea, they became negligent concerning what is pleasing to God, and while they did not for the time being cling to idols nor accept the ancient error, yet they were caught inciting in other ways. For as it is written in Ezra, they mingled with foreign women and, having taken in wives from the neighboring nations, became fathers of alien children, although the law declared the matter to be abominable to them. They also neglected to celebrate feasts and to fulfill sacrifices, and indeed were caught having become unenthusiastic about the necessity of rebuilding the divine temple. For this reason, just as it is written in Haggai, he struck them with blight, with wind-damage, and with hail, all the works of their hands.
καὶ ἐνέβαλλον μὲν εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, καὶ ἐγίνοντο δέκα, εἰσεπορεύοντο δὲ καὶ πάλιν ἀντλῆσαι πεντήκοντα μετρητὰς, καὶ ἐγίνοντο εἴκοσι. ἐπαγγέλλεται τοίνυν αὐτοῖς, ὡς εἰ ἕλοιντο μεταφοιτᾶν εἰς τὸ ἄμεινον, καὶ ἐπιστρέφειν πρὸς αὐτὸν, διὰ τοῦ δρᾶν ἑλέσθαι τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, τότε καὶ αὐτὸς ἐπιστρέψει πρὸς αὐτοὺς, τουτέστιν, ἀφέξεται τῆς ἐπ' αὐτοὺς ὀργῆς, καὶ παλινδρο- μήσει πρὸς ἔλεον, καὶ φειδοῦς τε καὶ οἰκτιρμῶν ἀξιώσει πάλιν. ἀποφάσκει γεμὴν ὡς ὀλέθρου πρόξενον τὸ ἑλέσθαι ζηλοῦν τοὺς πρὸ αὐτῶν γεγονότας, οἷς πλείστη μὲν ὅση δέδοτο παρ' αὐτοῦ διὰ τῶν ἁγίων προφητῶν παράκλησις καὶ παραμυθία, καλοῦσα πρὸς ἀποστροφὴν τῶν αἰσχρῶν ἐπι- τηδευμάτων, ἀνόνητον δὲ τὸ πρᾶγμα πολὺ λίαν Καταγέλαστοι δὴ οὖν, οἱ ταῖς τῶν ἐτέθειτο ἀπονεύσασι πρὸς τὸ δυσήκοον.
πατέρων ἀμαθίαις ἑπόμενοι, καὶ προγονικὴν συνήθειαν ὡς δυσανάτρεπτον ἀπολογίαν ἀεὶ προβαλλόμενοι, κἂν εἰ ἐπὶ τοῖς ἐσχάτοις κατα- ψέγοιντο κακοῖς. ἔθος δὲ τοῦτο μάλιστα τοῖς τῶν εἰδώλων θεραπευταῖς. καλούμενοι γὰρ ἐπὶ τὴν τῆς ἀληθείας ἐπί- γνωσιν, τῆς τῶν πατέρων ἀπάτης διαμέμνηνται πανταχοῦ, καὶ πατρῷον ὥσπερ τινὰ κλῆρον τὸ ἐκείνων ἀμαθὲς ἀσπαζό- μενοι, διαμένουσι τυφλοί. οἶμαι δὲ, ὅτι κἂν εἰ αὐτοῖς συμβουλεύσειέ τις τοῖς ἐκ περιτομῆς μεταμαθεῖν τὰ αἰσχίω, καὶ τιμᾶν ἑλέσθαι τὸ ὠφελοῦν, ἐπὶ τὴν τῶν πατέρων συνή- θειαν καταφεύγουσι καὶ αὐτοί.
And they would put twenty sati of barley into a chest, and they would become ten; and they would go in again to draw fifty metretae, and they would become twenty. He therefore promises them that if they should choose to change for the better and to return to him, by choosing to do what seems good and pleasing to him, then he also will return to them—that is, he will refrain from his anger against them, and will run back to mercy, and will again deem them worthy of compassion and pity. But he declares that choosing to emulate those who came before them brings destruction, those to whom very much exhortation and consolation had been given by him through the holy prophets, calling them to turn away from shameful practices, yet the matter proved utterly useless. So then, those who follow the ignorances of the fathers and always put forward ancestral custom as an excuse hard to overturn, even if they are reproached for the worst evils at the last, are utterly ridiculous. This habit is especially characteristic of the worshippers of idols. For when called to the knowledge of the truth, they everywhere remember the deception of their fathers, and embracing the ignorance of those men as if it were some ancestral inheritance, they remain blind. And I think that even if someone should advise those of the circumcision to learn the more shameful things and to choose to honor what is beneficial, they too take refuge in the custom of their fathers.
χρήσιμον οὖν τοῖς πλανω- μένοις ἐπιφωνεῖν Ἐπιστρέψατε πρὸς μὲ καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ, καὶ μὴν ἐπὶ τούτῳ Μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἱ πλανώμενοι δηλονότι, καὶ μέχρι τοῦ παντὸς μεμενηκότες ἐν ἀγνωσίᾳ. Οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται; πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν. καὶ ἀπεκρί- θησαν καὶ εἶπαν Καθὼς παρατέτακται Κύριος παντοκράτωρ, τοῦ ποιῆσαι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν.9 Πρὶν ἁλῶναι τὴν Ἰουδαίαν, καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, τὸ τῆς προφητείας ὄνομα, καθάπερ τι προσωπεῖον ἑαυτοῖς περιτιθέντες τινὲς, προσελάλουν ἀρχαιοτέροις τὰ "ἀπὸ καρ- "δίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ ἀπὸ στόματος "Κυρίου." οὗτοι ψευδοεποῦντες ἔφασκον, ὡς οὐκ ἂν ἁλοίη ποτὲ παρ' ἐχθρῶν ἡ ἁγία πόλις, οὐδ' ἂν γένοιτό ποτε τοῖς ἐθέλουσι καταδῃοῦν εὐκαταμάχητος ὁ Ἰσραήλ· ἀλλ' ἐρη- ρεισμένην ἕξει τὴν εὐημερίαν, καὶ ἐν ἀκλονήτοις κείσεται τρυφαῖς, Θεοῦ προασπίζοντος, καὶ τὸ ἀπόλεκτον ἀεὶ τιμῶν- τός τε καὶ ἀγαπῶντος
Therefore it is useful to say to those who are wandering, "Return to me and I will return to you," says the Lord Almighty, and indeed on this point, "Do not become like your fathers," who are clearly wandering, and who have remained in ignorance until the end. "Where are your fathers and the prophets? Will they not live forever? Nevertheless, accept my words and my laws, all that I command in my spirit to my servants the prophets, who overtook your fathers." And they answered and said, "Just as the Lord Almighty has commanded, to act according to your ways and according to your practices, so he has acted toward you." Before Judea was captured, and even Jerusalem itself, some, putting on the name of prophecy like a mask, spoke to those of earlier times "from their hearts," as it is written, "and not from the mouth of the Lord." These false prophets claimed that the holy city would never be captured by enemies, nor would Israel ever become easy to conquer for those wishing to ravage it; but it would have its prosperity firmly established, and would lie in unshakable delights, with God protecting it and always honoring and loving the chosen people.
γένος. ἔφασκον δὲ τὰ τοιαῦτα, καθάπερ ἔφην ἀρτίως, ψευδηγοροῦντες οἱ τάλανες, καὶ ῥᾴθυ- μον ὄντα τὸν Ἰσραὴλ ὑπτιοῦντες ἔτι, καίτοι δέον ἀναπείθειν ἐκμειλίσσεσθαι Θεὸν, καὶ τὰ ἐφ' οἷς λελύπηται ῥιπτοῦντας ὡς ἀπωτάτω, μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ αὐτῷ δοκοῦν. ἀλλ' ὀλίγος ἐκείνοις τῆς ἀληθείας ὁ λόγος, λημματίων δὲ σμικρῶν καὶ εὐτελεστάτων ἡττώμενοι, πεπλανήκασι τὸν Ἰσ- ραήλ. καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας κατῃτιᾶτο λίαν αὐτοὺς, οὕτω λέγων "Ὁ ὢν Κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν "προφητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε μάχαιραν, καὶ "λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω "ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ·" Θεὸς δὲ πρὸς ταῦτα "Ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου· "οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐκ "ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας "καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προ- "φητεύουσιν ὑμῖν." καὶ μὴν καὶ ἑτέρωθι πάλιν φησίν "Οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ "ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεφήτευον." πεπλά- νηται τοίνυν, ὡς ἔφην, ὁ Ἰσραὴλ, τοῖς τῶν ψευδομαντέων φενακισμοῖς ἀσυνέτως συνηρπασμένος. ἀλλ' οὐκ ἂν ἥλω ποτὲ παρ' ἐχθρῶν, καὶ τῆς οὕτω πικρᾶς καὶ φορτικωτάτης δουλείας ἐπειρᾶτο, τοῖς παρὰ Θεοῦ προφήταις τὸν νοῦν ἐπιδοὺς, οἳ καὶ συμβήσεσθαι τὰ τοιάδε προαπήγγελλον αὐ- τοῖς, καὶ διαῤῥήδην ἔφασκον, ὅτι πάντως εἰς πεῖραν ἐνεχθή- σονται κακοῦ, μὴ οὐχὶ δρᾶν ᾑρημένοι τὰ θυμήρη Θεῷ.
race. And these wretches, as I just said, were speaking such things falsely, and were making Israel, who was already negligent, even more supine, although it was necessary to persuade them to propitiate God, and to cast away as far as possible the things by which he had been grieved, and to choose to change over to what is pleasing to him. But the truth was of little account to them, and being overcome by petty and most worthless gains, they led Israel astray. And indeed the prophet Jeremiah reproached them greatly, speaking thus: "O Lord who is, behold their prophets 'prophesy and say, You will not see a sword, and 'famine will not be among you, for I will give truth and peace 'on the earth and in this place;' but God says to these things, 'False are the prophets who prophesy in my name; 'I did not send them, and I did not command them, and I did not 'speak to them, for false visions and divinations 'and omens and the choices of their own hearts they 'prophesy to you.'" And again elsewhere he says, "I did not send the prophets, and they ran; nor did I speak to them, and they prophesied." Therefore Israel was led astray, as I said, being senselessly carried away by the deceptions of the false prophets. But it would never have been taken by enemies, and would not have experienced such bitter and most burdensome slavery, if it had given heed to the prophets from God, who both foretold to them that such things would happen, and expressly said that they would certainly be brought to an experience of evil, unless they chose to do what is pleasing to God.