καὶ κυρίως εἰπε τὸ “γεύσηται “θανάτου,” ἀλλ’ οὐκ εἶπεν ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη· καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀρρώστῳ παρεσκευασμένων μένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ ἐκεῖνον κηδεμονίαν, πρότερος αὐτὸς ἀπογεύεται, ἵνα πείσῃ τὸν ἄρρωστον θαρροῦντα κατατολμῆσαι τῆς βρώσεως· οὕτως ἐπειδὴ πάντες ἄνθρωποι τὸν θάνατον ἐδεδοίκεσαν, πείθων αὐτοὺς κατατολμᾷν τοῦ θανάτου, καὶ αὐτὸς ἀπεγεύσατο αὐτοῦ, οὐκ ἔχων ἀνάγκην, ὅτι μηδὲ ἥμαρτεν. “ἔρχεται “γάρ,” φησιν, “ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν.”
τῷ μὲν οὖν εἰπεῖν “διὰ τὸ πάθημα τοῦ θανάτου,” τὸν ὄντως θάνατον ἐσήμανεν· τῷ δὲ “Ἀγγέλων κρείττων,” τὴν ἀνάπαυσιν ἐδήλωσεν. Θεοδρήτου. Τὸ δὲ συναγόμενον τοιοῦτον ἐστὶν, ὅτι οὐ φύσει τῆς θεότητος ἠλάττωται τῶν Ἀγγέλων ὁ μονογενὴς, ἀλλὰ τῷ πάθει τῆς ἀνθρωπότητος· καὶ αὐτὴ δὲ μετὰ τὴν ἀνάστασιν τῆς θείας μετέλαχε δόξης. τὸ μέντοι πάθος ὑπὲρ ἁπάντων ὑπέμεινεν, οὐ κατὰ ὀφειλὴν, ἀλλὰ κατὰ χάριν Θεοῦ. Οἰκουμενίου. Οἱ δὲ Νεστοριανοὶ τὴν γραφὴν περιξέοντες, τοῦ “χάριτι χάριτι Θεοῦ” “χωρὶς Θεοῦ” ἀναγινώσκουσιν. οὕτως αὐτὸ δεξόμεθα, ὅτι χωρὶς Θεοῦ ὑπὲρ πάντων ἀπέθανεν ὁ Χριστὸς, οὐ μόνον ὑπὲρ ἀνθρώπων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄνω δυνάμεων, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω. Θεοδρήτου. Μόνη, φησὶν, ἡ θεία φύσις ἀνενδεὴς, τἆλλα πάντα τοῦ τῆς ἐνανθρωπήσεως ἐδεῖτο φαρμάκου· ἐνανθρωπήσας γὰρ ὁ Θεὸς Λόγος, κατέλυσε τοῦ θανάτου τὸ κράτος. καταλύσας δὲ, ἐπηγγείλατο ἡμῖν τὴν ἀνάστασιν.
And he spoke accurately in saying "he should taste of death," but he did not say "he should die"; for just as he truly tasted it, so having made only a little distance in it, he rose immediately; for just as a physician, who has no need to taste of the foods prepared for the sick man, out of his care for him tastes of them first himself, so that he may persuade the sick man to venture boldly upon the food; so, since all men feared death, in order to persuade them to venture boldly upon death, he himself also tasted of it, though he had no need, because he did not even sin. "For," he says, "the ruler of this world comes, and in me he will find nothing."
By saying "through the suffering of death," then, he indicated the true death; but by "better than the angels," he made clear the rest. From Theodoret. And what is gathered together is this: that the Only-begotten was not lessened from the angels by the nature of his divinity, but by the suffering of his humanity; and this humanity itself, after the resurrection, partook of the divine glory. Yet he endured the suffering for all, not as a debt, but by the grace of God. From Oecumenius. But the Nestorians, scraping away the text, read "without God" instead of "by the grace of God." Let us receive it thus: that without God Christ died for all, not only for men, but also for the powers above, so that he might break down the middle wall of partition, and unite the things below with the things above. From Theodoret. Only, he says, the divine nature is without need; all other things needed the medicine of the incarnation; for God the Word, having become man, destroyed the power of death. And having destroyed it, he promised us the resurrection.
τῇ δὲ ἀναστάσει ἀφθαρσία καὶ ἀθανασία συνέζευκται. τῆς δὲ ἀφθαρσίας μεθέξει καὶ τὰ ὁρώμενα· τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· “ὅτι καὶ αὐτὴ “ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν “ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.” καὶ οἱ Ἄγγελοι δὲ ἐν θυμηδίᾳ διατελοῦσι, τὴν τῶν ἀνθρώπων θεώμενοι σωτηρίαν. εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσι, πολλῷ μᾶλλον τοσαύτας ὁρῶντες μυριάδας τῆς σωτηρίας ἀξιουμένας, θυμηδίας πλησθήσονται. ὑπὲρ ἁπάντων τοίνυν τὸ σωτήριον ὑπέμεινε πάθος, χωρὶς Θεοῦ. μόνη γὰρ ἡ θεία φύσις, τῆς ἐντεῦθεν γενομένης θεραπείας πείας ἀνενδεής. Κυρίλλου. Σὺ δέ μοι λογίζου ὡς εἰ διὰ τὸ πάθημα τοῦ βλέπομεν ἠλαττωμένον τὸν Κύριον, κατὰ τὴν τοῦ Παύλου φωνὴν, πρὸ τοῦ πάθους ἀρα τὸ ἔλαττον οὐκ ἦν ἐν αὐτῷ. ἀπόντος δὲ τούτου, τὸ εἶναι τέλειον αὐτὸν εἰσβαίνειν ἀνάγκη. τέλειος δὲ ὣν ὁ Υἱὸς, καὶ τῇ τοῦ Πατρὸς τελειότητι παρισούμενος, οὐκ ἐπιδέξεται δηλονότι τῶν ἀνομοίων τὸ ἔλαττον. Θεοδρήτου. Ὄρα δὲ πῶς δείκνυσιν ὁ Παῦλος τοῦ ληφθέντος ἀνθρώπου τὸ τέλειον, “Κύριε,” γάρ φησι, “τί ἐστιν “ἄνθρωπος;” οὐκ εἶπε τί ἐστι σάρξ; ὅτι ἐστι σῶμα, ἀλλὰ τί
But to the resurrection incorruption and immortality are joined together. And by participation in incorruption the things that are seen also share; for this he said also in the Epistle to the Romans: "that even the creation itself will be freed from the slavery of corruption into the freedom of the glory of the children of God." And the angels also continue in gladness, beholding the salvation of men. For if they rejoice over one sinner who repents, much more, seeing so many myriads deemed worthy of salvation, will they be filled with gladness. For all, therefore, he endured the saving passion, apart from God. For the divine nature alone is in need of nothing of the healing that comes from here. Of Cyril. But do you reckon to me as if, because through the passion we see the Lord diminished, according to the voice of Paul, before the passion, then, the lesser was not in him. And this being absent, it is necessary that he enter in as perfect. But being perfect, the Son, and equal to the perfection of the Father, will obviously not receive the lesser of things unlike. Of Theodoret. But observe how Paul shows the perfection of the man who was taken; "Lord," for he says, "what is man?" He did not say what is flesh? that it is a body, but what
ἐστιν ἄνθρωπος; πᾶσαν ὁμοῦ τὴν φύσιν περιλαβὼν, καὶ Κύριον μὲν προσαγορεύσας τὸν ἐνοικίσαντα Θεὸν Λόγον, ἄνθρωπον δὲ τὸν ἐξ ἡμῶν ἀναληφθέντα ναὸν, ὃν ἐπεσκέψατο τῆ παρουσίᾳ, καὶ ἑαυτὸν συνῆψε, καὶ τῇ ἑνώσει τὴν σωτηρίαν εἰργάσατο· καὶ τοῦτο ἑρμηνεύων ἔφη, “τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον Ιησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου.” ἀπέθανε δὲ οὐχ ὁ ἀθάνατος Θεὸς Λόγος, ἀλλ’ ἡ θνητὴ φύσις· διὸ καὶ ἠλαττοῦτο βραχύ τι παρ’ Ἀγγέλους, τῷ τοὺς μὲν ἀθανάτους εἶναι, τὴν δὲ θνητήν. ὁ δὲ Θεὸς Λόγος, οὐκ ἐλάττων Ἀγγέλων, ἀλλὰ δεσπότης Ἀγγέλων. “ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.” Ἔπρεπε γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, διὰ παθημάτων τελειῶσαι. Χρυσοστόμου. Περὶ τοῦ Πατρὸς ἐνταῦθα λέγει· ὁρᾷς πάλιν τὸ δι’ οὗ αὐτῷ ἁρμόζει, οὐκ ἃν τοῦτο ποιήσας, εἴγε ἐλαττώσεως ἦν καὶ τῷ Υἱῷ προσῆκον μόνῳ. Κυρίλλου. Ἔπρεπε τῷ δι’ οὗ τὰ πάντα Πατρὶ, διὰ παθημάτων τελειῶσαι ἐνανθρωπήσαντα τὸν Υἱόν. ὑπέμεινε γὰρ σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν εὐδοκίᾳ πάντως τοῦ Θεοῦ καὶ Πατρὸς, ἴνα καὶ ἡμᾶς τοῖς ἴχνεσιν αὐτοῦ ἀκολουθοῦντας νεανικοὺς ἀποφήνῃ, λέγων· “μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα.” ἐλάσας γὰρ αὐτὸς διὰ παθημάτων, καὶ ἡμᾶς ἐκδυσωπεῖ λέγων, “οὐκ ἔστι “μαθητὴς ὑπὲρ τὸν διδάσκαλον.” αὐτὸς οὖν ἆρα ἐστὶν ὁ σαρκὶ τελειούμενος δι’ ἡμᾶς ἀνθρωπίνως· τελειῶν δὲ ἡμᾶς θεικῶς διὰ τοῦ καταργῆσαι τοῦ θανάτου τὸ κράτος.
Is he a man? He encompassed the whole nature at once, and addressed as Lord the God Word who dwelt within, and as man the temple taken from us, which he visited by his presence and joined to himself, and by the union worked salvation; and interpreting this he said, "But Jesus, who was made a little lower than the angels, because of the suffering of death." But the immortal God Word did not die, but the mortal nature; therefore he was also made a little lower than the angels, in that they are immortal, but it is mortal. But the God Word is not lower than the angels, but Lord of the angels. "For in him all things were created, whether visible or invisible." For it was fitting for him, through whom are all things, and by whom are all things, having brought many sons to glory, to perfect the author of their salvation through sufferings. From Chrysostom. He speaks here concerning the Father: do you see again the "by whom" fitting him, which he would not have done if it were a matter of diminution and belonged to the Son alone. From Cyril. It was fitting for the Father, by whom are all things, to perfect through sufferings the Son who became man. For he endured the cross, despising the shame, with the full good pleasure of God and the Father, so that he might also make us, who follow in his footsteps, youthful, saying, "Do not fear those who kill the body." For having himself driven through sufferings, he also persuades us, saying, "A disciple is not above his teacher." He himself, then, is the one who is perfected in the flesh in a human way for our sake; and he perfects us divinely by abolishing the power of death.
ἐλείπετο γὰρ τῇ ἀνθρωπίνῃ φύσει τὸ ἄφθαρτον, οὕτω γενομένη καὶ ἐν ἀρχῇ, ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν· οὕτως ἡμᾶς τελειώσας, ἔλεγε πρὸς τὸν Πατέρα· “ἐγώ σε ἐδόξασα, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι, ἴνα ποιήσω αὐτό. δόξα γὰρ τῷ Πατρὶ διὰ τοῦ ἰδίου γεννήματος καταργῆσαι τὸν θάνατον. οὐκοῦν ἡ μὲν τελείωσις αὐτῷ διὰ παθημάτων, ἡμῖν δὲ προσθήκη τοῦ λείποντος τὸ γεγενημένον. “καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ.” ὅτι δὲ οὐκ ἄνθρωπον ἁπλῶς ἐξηρημένου τοῦ λόγου τετελειῶσθαι φησὶν ὑπὲρ ἡμῶν, ἐν ἀνθρωπείᾳ
δὲ μᾶλλον μορφῇ πεφηνότα τὸν μονογενῆ ἐπάγει· ὁ τε γὰρ ἁγιάξων Υἱὸς, ἅγιος ὣν κατὰ φύσιν ὡς Θεὸς, καὶ ἡμεῖς ἐξ ἑνὸς ὡς ποιητοῦ καὶ δημιουργοῦ· ὥστε καὶ ἐντεῦθεν ἡμᾶς πρὸς ἀλλήλους ἔχειν τὴν ἀδελφότητα. γενητῷ γὰρ πρὸς γενητὸν, καθὸ γενητὰ, φυσική τις ἡ ἀδελφότης. Βασιλείου. Ἔστι γάρ τι τοῖς Εὐνομιανοῖς παλαιὸν ὑπὸ Ἀετίου τοῦ προστάτου τῆς αἱρέσεως ταύτης ἐξευρεθὲν, ὃς ἔγραψέ που τῶν αὐτοῦ Ἐπιστολῶν λέγων, “τὰ ἀνόμοια κατὰ τὴν “φύσιν ἀνομοίως ἐκφέρεσθαι, καὶ ἀνάπαλιν τὰ ἀνομοίως φερό- “μένα, ἀνόμοια εἶναι κατὰ τὴν φύσιν·” καὶ εἰς μαρτυρίαν τοῦ λόγου, τὸν ἀπόστολον ἀπεσπάσατο λέγοντα· “εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἶς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα. “ὡς οὖν ἔχουσιν αἱ φωναὶ πρὸς ἀλλήλας, οὕτως ἕξουσι, φησὶ, καὶ “αἱ δι’ αὐτῶν σημαινόμεναι φύσεις, ἀνόμοιον δὲ τὸ ἐξ οὗ τὸ δι’ “οὗ.
For it was lacking to human nature to be incorruptible, having come to be so even in the beginning—for God did not make death—thus having perfected us, he said to the Father: "I have glorified you, having completed the work which you gave me to do." For it is glory to the Father through his own offspring to abolish death. Therefore his perfection was through sufferings, but for us the addition of what was lacking is what has come to be. "For the things in Christ are a new creation." But that he says not a mere man, with the word excluded, has been perfected for us, but rather the only-begotten appearing in human form, he adds: for the Son who sanctifies, being holy by nature as God, and we from one as maker and creator, so that from this we have brotherhood toward one another. For to a created thing toward a created thing, insofar as they are created, there is a certain natural brotherhood. Of Basil. For there is an old saying among the Eunomians, devised by Aetius the leader of this heresy, who wrote somewhere in his Letters saying, "Things unlike by nature are expressed in an unlike manner, and conversely things expressed in an unlike manner are unlike by nature"; and for testimony of the word he dragged in the apostle saying: "One God the Father from whom are all things, and one Lord Jesus Christ through whom are all things." "As therefore the expressions have toward one another, so," he says, "will the natures signified by them also have; but unlike is the 'from whom' and the 'through whom.'"
ἀνόμοιος ἆρα καὶ τῷ Πατρὶ ὁ Υἱός.” ἐντεῦθεν οὗτοι ὁρμώμενοι, τῷ μὲν Θεῷ καὶ Πατρὶ ὧσπέρ τινα κλῆρον ἐξαίρετον προσνέμουσι τὸ ἐξ οὗ, τῷ δὲ Υἱῷ καὶ Θεῷ ἀφιέρωσαν τὸ δι’ οὗ, τῷ δὲ Ἁγίῳ Πνεύματι τὸ ἐν ᾧτ’, καὶ φασὶ, μηδέποτε τὴν χρῆσιν ταύτην τῶν συλλαβῶν ἐπαμείβεσθαι· ἵν ὥσπερ ἔφην, τῷ παρηλλαγμένῳ τῆς ἐκφωνήσεως καὶ ἡ τῆς φύσεως παραλλαγὴ συνεκφαίνηται. βούλονται δὲ, τὸ μὲν ἐξ οὗ, τὸν δημιουργὸν σημαίνειν, τὸ δὲ δι’ οὗ, τὸν ὑπουργὸν, ἣ τὸ ὄργανον, τὸ δὲ ἐν ᾧτ’ τὸν χρόνον δηλοῦν, καὶ τὸν τόπον. ἵνα μηδὲν μὲν ὀργάνου σεμνότερος ὁ δημιουργὸς τῶν ὅλων νοῆται, μηδὲν δὲ τῆς ἀπὸ τόπου ἢ χρόνου συνεισφορᾶς εἰς τὰ ὄντα πλεῖον φαίνηται τὸ Πνεῦμα τὸ Ἅγιον παρεχόμενον. τῷ μὲν γὰρ Υἱῷ τὴν τοῦ ὀργάνου προσηγορίαν ἐπέθηκαν· τῷ δὲ Πνεύματι, τὴν τοῦ τόπου, τῷ δὲ Πατρὶ, τὴν τοῦ αἰτίου. τί οὖν αὐτοῖς ἐντεῦθεν τὸ συναγόμενον; ἄλλη φύσις αἰτίου, καὶ ἄλλη ὀργάνου, καὶ ἄλλη τόπου· ἀλλότριος ἄρα κατὰ τὴν φύσιν ὁ Υἱὸς τῷ Πατρὶ, ἐπειδὴ καὶ τὸ ὄργανον τῷ τεχνίτῃ· ἀλλότριον δὲ καὶ τὸ Πνεῦμα, καθόσον κεχώρισται τόπος καὶ χρόνος τῆς τῶν ὀργάνων φύσεως, ἣ τῆς τῶν μεταχειριζομένων αὐτά. Τὰ μὲν δὴ ἐκείνων τοιαῦτα. ἡμεῖς δὲ εὑρίσκομεν τὸν Ἀπόστολον τὰ τρία συναγαγόντα, τουτέστιν ἐπὶ τοῦ Χριστοῦ, καὶ εἰπόντα· ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.” ἐξ αὐτοῦ
The Son is therefore unlike the Father. Starting from this, they assign to God the Father, as it were some special lot, the “from whom,” while to the Son and God they have dedicated the “through whom,” and to the Holy Spirit the “in whom,” and they say that this usage of the syllables is never interchanged, so that, as I said, the difference of nature may be made evident together with the difference of pronunciation. They wish the “from whom” to signify the Creator, the “through whom” the servant or instrument, and the “in whom” to indicate time and place, so that the Creator of all things may be understood as nothing more venerable than an instrument, and the Holy Spirit may appear as contributing nothing more to existing things than the contribution of place or time. For to the Son they have assigned the designation of instrument, to the Spirit that of place, and to the Father that of cause. What then is gathered for them from this? One nature is that of cause, another that of instrument, and another that of place. The Son is therefore alien in nature to the Father, since the instrument is also alien to the craftsman; and the Spirit is also alien, inasmuch as place and time are separated from the nature of instruments, or from that of those who handle them. Such are their positions. But we find that the Apostle brought the three together, that is, in relation to Christ, and said: “From him and through him and to him are all things.” From him
γὰρ τοῖς οὖσιν, ἡ αἰτία τοῦ εἶναι, “δι’ αὐτοῦ” τοῖς πᾶσιν ἡ διαμονὴ καὶ ἡ σύστασις. διὸ δὴ καὶ “εἰς αὐτὸν” ἐπέστραπται ἀρρήτῳ στοργῇ, πρὸς τὸν χορηγὸν τῆς ζωῆς ἀποβλέποντα. ἔστι δὲ πολλαχοῦ εὑρεῖν καὶ περὶ τοῦ Υἱοῦ καὶ περὶ τοῦ Πνεύματος τὸ ἐξ οὗ κείμενον, ὡς τὸ “ἐξ οὗ πᾶν τὸ σῶμα ἐπιχορηγούμενον αὔξει “τὴν αὔξησιν τοῦ Θεοῦ.” καὶ πάλιν, “ἐκ τοῦ ἐμοῦ λήψεται,’ καὶ αὖθις “ἔγνων δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ, καὶ ἐκ τοῦ “Πνεύματος θερίσει ζωὴν,’ καὶ “ἐκ Πνεύματος ἐστὶν Ἁγίου·” ὁμοίως καὶ τὴν δι’ οὗ φωνὴν, οὐ μόνον ἐπὶ τοῦ Υἱοῦ ἀλλὰ καὶ ἐπὶ τοῦ Πατρὸς κειμένην εὑρήσομεν, ὡς τὸ “Παῦλος Ἀπόστολος “Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ.” καὶ “πιστὸς ὁ Θεὸς, δι’ “οὗ ἐκλήθετε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.” καὶ “ἡμῖν ὁ Θεὸς “ἀπεκάλυψε διὰ τοῦ Πνεύματος·” καὶ ἑτέρωθι “τὴν καλὴν παρα- “θήκην φύλαξον διὰ Πνεύματος Ἁγίου.” τὰ αὐτὰ καὶ περὶ τῆς ἓν συλλαβῆς ἔχομεν εἰπεῖν, ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς εὕρηται, οἷον, ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, ἐν σοὶ ἡ ὕμνησίς μου. ἐν “τῷ ὀνόματι σου ἀγαλλιάσομαι.” “ἐν τῷ Θεῷ τῷ τὰ πάντα “κτίσαντι·” ἤδη δὲ καὶ ἀντ’ ἀλλήλων παραλαμβάνονται, οἷον “ἐκτισάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ,” ἀντὶ τοῦ ἐκ τοῦ Θεοῦ. ἀνάπαλιν δὲ, τῇ ἐξ οὗ λέξει, ἀντὶ τῆς δι’ οὗ ὁ Παῦλος κέχρηται, ὡς ὅταν λέγῃ “γενόμενος ἐκ γυναικὸς,” ἀντὶ τοῦ διὰ γυναικός. οὕτω ῥαδίως ἀλλήλαις ἀντεπιχωριάζουσιν αἱ φωναί. ὁπότε τοίνυν καὶ ἐφ’ ὧν διωρίσθη τὸ δι’ οὗ κυρίως λέγεται, ἐπὶ τῶν αὐτῶν τούτων, τὸ ἐξ οὗ μετελήφθη, τίνα ἃν ἔχῃ λόγον ἐπὶ συκοφαντίᾳ τῆς εὐσεβείας πάντη ἀλλήλων ἀφορίζειν τὰς λέξεις;
For to those who exist, he is the cause of their being; through him belong to all things continuance and constitution. Therefore also they are turned toward him with ineffable affection, looking to the provider of life. And one can find in many places, both concerning the Son and concerning the Spirit, the expression “from whom,” as in “from whom the whole body, being supplied, grows with the growth of God.” And again, “he shall receive from what is mine,” and again “I knew power going out from me,” and “from the Spirit he shall reap life,” and “he is from the Holy Spirit.” Likewise we shall find the expression “through whom” used not only of the Son but also of the Father, as in “Paul, an apostle of Jesus Christ, through the will of God.” And “God is faithful, through whom you were called into fellowship with his Son.” And “God has revealed it to us through the Spirit”; and elsewhere “guard the good deposit through the Holy Spirit.” We can say the same things also about the single syllable “in,” that it is found also of the Father, for example, “in God we shall do mighty deeds,” “in you is my praise.” “In your name I will rejoice.” “In God who created all things.” And indeed they are also used interchangeably, as “I made a man through God,” instead of “from God.” And conversely, Paul uses the expression “from whom” instead of “through whom,” as when he says “born from a woman,” instead of “through a woman.” Thus easily do these expressions interchange with one another. Since, then, even in those cases where “through whom” is properly distinguished, in these same cases “from whom” has been transferred, what reason could there be for separating these expressions from one another entirely, to the slander of piety?
ἀλλὰ γὰρ πρὸς ἑαυτὸν ἡμᾶς καλεῖ ὁ Ἀπόστολος ἐμβοῶν, Ἔπρεπε γὰρ αὐτῷ, δἰ ὃν τὰ πάντα, καὶ δἰ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. Χρυσοστόμου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἄξιον, φησὶ, τῆς φιλανθρωπίας αὐτοῦ πεποίηκε, τὸ τὸν πρωτότοκον λαμπρότερον ἀποδεῖξαι πάντων, καὶ ὥσπερ ἀθλητὴν γενναῖον καὶ τοὺς ἄλλους ὑπερβαίνοντα, τοῖς ἑτέροις ὑπόδημα θεῖναι, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, τουτέστι τὸν αἴτιον. ὁρᾷς ὅσον τὸ μέσον; καὶ
οὗτος Υἱὸς, καὶ ἡμεῖς υἱοί· ἀλλ’ ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. εἶδες πῶς ἡμᾶς συνάγει, καὶ διΐστησι, “πολλούς,” φησιν, “υἱοὺς εἰς δόξαν ἀγαγόντα.” ἐνταῦθα συνήγαγε τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν, πάλιν διέστησε, “διὰ παθημάτων τελειῶσαι.” ἰδοὺ τὰ παθήματα τελείωσις καὶ αἰτία τῆς σωτηρίας. ὁρᾷς ὅτι τὸ παθεῖν κακῶς, οὐκ ἔστιν ἐγκαταλελειμμένων, εἰ δὴ τούτῳ πρῶτον τετίμηκε τὸν Υἱὸν ὁ Θεὸς, τῷ διὰ παθημάτων αὐτὸν ἀγαγεῖν· καὶ ὄντως του του κόσμον ποίησαι, καὶ ἐκ μὴ ὄντων παραγαγεῖν, τὸ σάρκα ἀναλαβόντα παθεῖν ἅπερ ἔπαθε, πολλῷ μεῖζον ἐστί. καὶ τοῦτο μὲν γὰρ φιλανθρωπίας, ἐκεῖνο δὲ πολλῷ πλέον, ὃ καὶ αὐτὸς δείκνυσιν ἐν οἷς φησιν· “ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερ- “χομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ, “καὶ συνήγειρε, καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν “Χριστῷ,” ἔπρεπε τοίνυν αὐτῷ, φησι, τῷ κηδεμόνι καὶ πάντα εἰς τὸ εἶναι παραγαγόντι, ἐκδοῦναι τὸν Υἱὸν ὑπὲρ τῆς τῶν λοιπῶν σωτηρίας, τὸν ἕνα ὑπὲρ τῶν πολλῶν.
But the Apostle calls us to himself, crying out, "For it was fitting for him, through whom are all things and by whom are all things, in bringing many sons to glory, to perfect the author of their salvation through sufferings." Of Chrysostom. What he says is of this sort: he has done something worthy of his love for humanity, namely to show the firstborn more radiant than all, and, as it were, a noble athlete surpassing the others, to set him as a stepping-stone for the rest—the author of their salvation, that is, the cause. Do you see how great the difference? Both this one is a Son, and we are sons; but he saves, and we are saved. Do you see how he brings us together and sets us apart? "Many," he says, "sons he brought to glory." Here he brought together the author of their salvation; again he set him apart: "to perfect through sufferings." Behold, sufferings are perfection and the cause of salvation. Do you see that to suffer evil is not the mark of those who have been abandoned, since God has honored the Son first with this—that he led him through sufferings? And truly, to make this world and to bring it forth from non-being is a lesser thing than that he who took on flesh should suffer what he suffered—that is far greater. For the former is of his love for humanity, but the latter far more, which he himself also shows when he says: "that he might show in the ages to come the surpassing riches of his goodness, and raised us up and seated us together in the heavenly places in Christ." It was fitting, then, he says, for him who cares for us and brought all things into being, to give over the Son for the salvation of the rest—the one for the many.
ἀλλ’ οὐκ εἶπεν οὕτως, ἀλλὰ “διὰ διὰ παθημάτων τελειῶσαι,” ἵνα δείξῃ ὅτι ὁ παθὼν ὑπέρ τινος, οὐκ ἐκεῖνον ὠφελεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς λαμπρότερος γίνεται καὶ τελειότερος. καὶ τοῦτο δὲ πρὸς τοὺς πιστοὺς φησὶ παραθαρρύνων αὐτούς. καὶ γὰρ ὁ Χριστὸς τότε ἐδοξάσθη, ὅτε ἔπαθεν. ὅταν δὲ εἴπω ὅτι ἐδοξάσθη, μὴ νομίσῃς δόξης πρόσληψιν αὐτῷ γίνεσθαι. ἐκείνην γὰρ τὴν τῆς φύσεως εἶχεν ἀεὶ, καὶ οὐδὲν προσέλαβεν. Θεοδρήτου. Οὐκοῦν ἔδειξε τὸν Θεὸν Λόγον ἣν ἀνέλαβε τελειώσαντα φύσιν. ἀρχηγὸς γὰρ τῆς ἡμετέρας σωτηρίας ἡ ληφθεῖσα φύσις· ἐκείνη γὰρ ἐκ νεκρῶν ἀναστᾶσα, πᾶσιν ἡμῖν ἐπραγματεύσατο τὴν ἀνάστασιν. Κυρίλλου. Καὶ τοῦτο ἐστὶ τὸ διὰ παθημάτων τὸν Χριστὸν τελειῶσαι, τουτέστι τὸ ἐλλεῖπον αὐτῷ ἀναπληρῶσαι. τι δὲ ἐνέλειπε τῷ Χριστῷ, καθὸ νοεῖται ἄνθρωπος; τὸ ἀθάνατον δηλαδὴ, ἵνα τὸ κατ’ εἰκόνα ἔχῃ ἀνελλειπῶς. ἀνεπλήρωσεν οὖν αὐτῷ τὸ λεῖπον ὁ Πατὴρ, διὰ τῆν’ ἀναστάσεως· διὰ μέσου αὐτοῦ πάντας ἀνθρώπους ἀναπληρῶν, καθὼς καὶ ἀλλαχοῦ φησὶν ὁ Ἀπόστολος, “καὶ τελειωθεὶς γέγονε τοῖς εἰς αὐτὸν ἐλπίζουσι πρόξενος ζωῆς “ἀκαταλυτου.” Ὁμιλίαι. Ὁ πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγὼν, οὐκ ἃν ἀλισθήσειε τοῦ εἶναι κατὰ ἀλήθειαν Υἱός. οὐ γὰρ ἠμέλησε τοῦ εἰναι ὁ ἐστιν, ὅπερ οὐκ ἦν γεγονώς. μένει δὲ Κύριος ἐν τῇ τοῦ δούλου μορφῇ. Ἀθανασίου. Εἰ μὴ ἦλθε καὶ ἐφόρεσε τὸ ἡμέτερον σῶμα, οὐδεὶς ἃν ἐτελειώθη, ἀλλ’ ἔμενον οἱ πάντες φθαρτοί. νῦν δὲ λυτρωθέντες ὑπὸ τῆς ἁμαρτίας, οὐκέτι μένουσι νεκροί. καὶ αὕτη ἡ αἰτία τοῦ μὴ ἄλλον ἀλλ’ αὐτὸν τὸν Θεὸν Λόγον ἐνανθρωπίσαι·
But he did not say it thus, but "to make perfect through sufferings," so as to show that he who suffers for someone's sake not only benefits that one, but himself also becomes more glorious and more perfect. And he says this to the faithful, encouraging them. For Christ also was glorified then, when he suffered. But when I say that he was glorified, do not suppose that an acquisition of glory came to him. For he always had that glory of his nature, and acquired nothing. From Theodoret. Therefore he showed that the God Word perfected the nature he assumed. For the leader of our salvation is the nature that was taken; for that nature, having risen from the dead, procured resurrection for us all. From Cyril. And this is what it means that Christ was made perfect through sufferings, that is, to fill up what was lacking in him. But what was lacking in Christ, insofar as he is understood as man? Immortality, clearly, so that he might have the image perfectly and without defect. The Father therefore filled up for him what was lacking, through the resurrection, filling up all men through him, as the Apostle also says elsewhere, "and having been made perfect, he became for those who hope in him the cause of indestructible life." From the Homilies. He who led many sons to glory would not fail to be truly a Son. For he did not neglect to be what he was, which he had not become. But he remains Lord in the form of a servant. From Athanasius. If he had not come and worn our body, no one would have been made perfect, but all would have remained corruptible. But now, having been redeemed from sin, they no longer remain dead. And this is the reason why not another, but God the Word himself, became man:
ὅτι οὐκ ἄλλου ἦν ἀπὸ τῆς γενομένης φθορᾶς τοὺς ἀνθρώπους ἀνενεγκεῖν, ἣ τοῦ Θεοῦ ογου, του καὶ τὴν ἄρχην πεποιηκότος αὐτοὺς. ἄλλα πὼς του Ἀπόστολου λέγοντος, περὶ τοῦ Υἱοῦ, “δι’ ὃν τὰ πάντα,” Ἀρειανοι φασιν, οὐχ ἡμεῖς δι’ αὐτὸν, ἀλλ’ ἐκεῖνος δι’ ἡμᾶς γέγονεν; ἔδει γὰρ εἴπερ οὕτως ἦν, εἰπεῖν αὐτὸν, δι’ οὓς γέγονεν ὁ Λόγος. νῦν δὲ μὴ τοῦτο λέγων, ἀλλὰ “δι’ ὃν τὰ πάντα,” δείκνυσι τούτους αἱρετικοὺς καὶ συκοφάντας, οἳ πλέον ἡμῖν ἣ τῷ Υἱῷ χαρίζονται. οὐ γὰρ ἡμεῖς δι’ ἐκεῖνον φησὶν, ἀλλ’ ἐκεῖνος δι’ ἡμᾶς γέγονεν. εἴγε διὰ τοῦτο ὑπέστη, ἵνα δι’ αὐτοῦ κτίσῃ ἡμᾶς ὁ Θεός. Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες. τοῦτο κατὰ τὸ ἀνθρώπινον τέθεικε· κτιστὴ γὰρ ἡ ληφθεῖσα φύσις, εἷς δέ γε καὶ ἡμῶν καὶ αὐτῆς ποιητής. ἀλλὰ δι’ ἐκείνης ἁγιαζόμεθα. εἰ δὲ καὶ κατὰ τὴν θείαν φύσιν οἱ αἱρετικοὶ τοῦτο νοῆσαι θελήσαιεν, οὐδὲ οὕτω λυμανοῦνται τῇ τοῦ μονογενοῦς δόξῃ. ἕνα γάρ, φησιν, ἔχομεν πατέρα καὶ ἡμεῖς καὶ αὐτὸς, ἀλλ’ εὔδηλον ὡς ὁ μέν ἐστι φύσει Υἱὸς, ἡμεῖς δὲ χάριτι. ταύτην γὰρ ἡμᾶς διδάσκει τὴν διαφορὰν τὸ τὸν μὲν ἁγιάζειν, ἡμᾶς δὲ ἁγιάζεσθαι. ἄμεινον δὲ κατὰ τὸ ἀνθρώπινον τοῦτο νοεῖν. Χρυσοστόμου. ἰδοὺ τοίνυν πάλιν συνάγει, τιμῶν αὐτοὺς καὶ παραμυθούμενος, καὶ ἀδελφοὺς αὐτοὺς ποιῶν τοῦ Χριστοῦ κατὰ τοῦτο, ἐξ ἑνὸς εἶναι. “εἷς γὰρ Θεὸς ἐξ οὗ τὰ πάντα.” εἶτα πάλιν ἀσφαλιζόμενος καὶ δεικνὺς τὸ κατὰ σάρκα, ἐπήγαγε τὸ “ὁ ἁγιά- “ζων καὶ οἱ ἁγιαζόμενοι.” ὁ μὲν οὖν ἁγιάζων ἐστὶν ὁ Χριστὸς, ἡμεῖς δὲ οἱ ἁγιαζόμενοι. ὁρᾷς ὅσον τὸ μέσον; ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα.
that it was not another's to bring humans back from the corruption that had occurred, but God's, who also made them in the beginning. But how is it that when the Apostle says concerning the Son, "through whom are all things," the Arians say, Was it not we who came to be through him, but he through us? For it would have been necessary, if it were so, for him to say, "for whom the Word came to be." But now, not saying this, but "through whom are all things," he shows that these heretics and slanderers, who grant more to us than to the Son, are wrong. For it is not we, he says, who came to be through him, but he who came to be through us—if indeed he submitted to this so that God might create us through him. For both the one who sanctifies and those who are sanctified are all from one. He has set this down in accordance with the human condition; for the nature that was taken is created, and there is one maker of both us and it. But we are sanctified through that nature. And if the heretics should wish to understand this according to the divine nature, not even so will they do violence to the glory of the Only-Begotten. For we have one Father, he says, both we and he, but it is evident that he is a Son by nature, while we are by grace. For this difference the text teaches us: that he sanctifies, while we are sanctified. But it is better to understand this in accordance with the human condition. From Chrysostom. Behold, then, again he gathers them together, honoring them and consoling them, and making them brothers of Christ in this respect, that they are from one. "For there is one God from whom are all things." Then again, securing this and showing the matter according to the flesh, he added, "the one who sanctifies and those who are sanctified." The one who sanctifies, then, is Christ, and we are those who are sanctified. Do you see how great the difference? He sanctifies, but we are sanctified.
καὶ ἀνωτέρω ἔφη, “τὸν ἀρχηγὸν τῆς σωτη- “ριας αὐτῶν.” Κυρίλλου. Λέγεται δὲ καὶ ἡγιάσθαι μεθ’ ἡμῶν ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ὅτε κεκένωκε, ἑαυτὸν, καὶ γέγονε σάρξ. ἐπεὶ δὲ κατὰ πολλοὺς τρόπους ἡ Γραφὴ τὸ ἡγίασε δέχεται, χρὴ μαθεῖν τὴν διαφοράν. ἁγιάζεσθαι γὰρ λέγονται τινες ὡς ἐν προγνώσει Θεοῦ, προαναθροῦντος ὅτι τὴν εὐδόκιμον κατωρθωκότες ζωὴν ἐπιτηδείως ἕξουσιν εἰς τὸ μεταλαχεῖν Ἄγ’ ἴου Πνεύματος. ὁποῖοι τινὲς εἰεν ἃν περὶ ὧν ὁ σοφὸς ἐπιστέλλει Παῦλος, “ὅτι οὓς προέγνω καὶ “προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ εἰς τὸ εἶναι “αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. ἔφη δὲ Θεὸς καὶ πρὸς τὸν σοφώτατον Ἱερεμίαν, “πρὸ τοῦ με πλάσαι ἐν κοιλίᾳ ἐπίσταμαί “σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.” ἁγιάζονται δὲ ἕτεροι τινες, καὶ τοι τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες, ἀλλ’ οὐ σχέσιν τινὰ καὶ οἰκειότητα τὴν πρὸς τὸ Ἅγιον Πνεῦμα κατασημήνειεν ὁ ἐν τούτοις ἁγιασμὸς, ἀλλ’ οἱονεί πὼς ἀνάδειξιν καὶ παραγωγὴν τὴν εἰς τὸ πληροῦν ἅπερ ἃν βούλοιτο Θεός. καὶ γοῦν Κύρου τε καὶ Μηδῶν κατακράτος αἱρήσειν τὴν Βαβυλῶνα μελλόντων, καὶ ὑπὸ θείας εἰς τοῦτο παρενηνεγμένων ὀργῆς, φησὶ, “γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ “ὑβρίζοντες· ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς.” Ἀγγαίῳ δὲ τῷ προφήτῃ φησὶν ὁ Θεός· “ἐὰν δὲ λάβῃ ἄνθρωπος κρέας ἅγιον,” τὸ προσκομισθὲν οἶμαι ἄμωμον θῦμα, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατεθειμένον τῷ Θεῷ, κρέας ἅγιον ὀνομάζων. φαμὲν δὲ ἁγίους καὶ τοὺς ἀληθῶς διὰ Πνεύματος Ἁγίου ἡγιασμένους, οὕτω τὲ θείας φύσεως κοινωνοὺς ἀναδεδειγμένους.
And above he said, "the author of their salvation."
Of Cyril. And he who is above all creation is said also to have been sanctified with us, when he emptied himself and became flesh. But since Scripture accepts "he sanctified" in many ways, one must learn the difference. For some are said to be sanctified as in the foreknowledge of God, who foreknows that those who have accomplished a life well-pleasing to him will be fit to partake of the Holy Spirit. Of what sort would those be concerning whom the wise Paul writes, "that those whom he foreknew he also predestined to be conformed to the image of his Son, that he might be the firstborn among many brothers." And God also said to the most wise Jeremiah, "Before I formed you in the womb I knew you, and before you came forth from the womb I sanctified you." But others are sanctified, even though they have not known the God by nature, yet that sanctification in them would signify not some relation and affinity toward the Holy Spirit, but, as it were, a designation and bringing forward unto the fulfilling of whatever God wills. And indeed, when the Persians and Medes were about to take Babylon by force, and had been brought to this by divine wrath, he says, "Giants are coming to fulfill my wrath, rejoicing and at the same time insolent; they are sanctified, and I lead them." And God says to Haggai the prophet: "If a man takes holy flesh," calling holy flesh, I think, the offering brought, blameless sacrifice, and dedicated to God for a sweet-smelling savor. But we say that holy also are those truly sanctified through the Holy Spirit, and thus shown to be partakers of the divine nature.
Ἐπεὶ οὖν ἁγιάζεσθαι λέγεται καὶ τὸ ἀνατεθειμένον τῷ Θεῷ κατὰ τὸ πρὸς Μωσέα εἰρημένον· “ἁγίασόν μοι πᾶν πρωτότοκον “διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ·” ἁγιάζεται δὲ πάλιν τὸ προχειρισθὲν παρὰ Θεοῦ πρὸς τὸ πράξαι τι τῶν κατὰ γνώμην αὐτῷ, ὡς Μῆδοι καὶ Κῦρος· ἁγιάζεται δὲ καὶ τὸ ἐν μεθέξει γεγονὼς τοῦ Ἄγ’ ἴου Πνεύματος· τίνα δὴ τρόπον ἡγιάσθαι ὑπονοήσομεν τὸν Υἱὸν, ὧδε γὰρ αὐτὸς ἔφη, “ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστει- “λεν εἰς τὸν κόσμον·” συμπαρέζευκται γὰρ τὸ ἡγιάσθαι, καὶ ἡ εἰς τόνδε ’τον κόσμον ἀποστολή. εἰ μὲν οὑν πρὸ τῆς σαρκώσεως καὶ τῆς ἀποστολῆς ἐν μεθέξει Πνεύματος ἢ, ὁ Λόγος, τί πάλιν
αὐτὸ καὶ μετὰ σαρκὸς ἐδέχετο; εἰ δὲ ἐπεί τοι πέφηνε καθ’ ἡμᾶς, καὶ ἀπεστάλει μετὰ σαρκὸς, ἐν τῷδε τῷ κόσμῳ τὸ Πνεῦμα πλουτεῖ, καινὴν δὲ ὧσπέρ τινα τὴν ὧδε λαμπρὰν κεκέρδακε χάριν, ποῦ κεκένωκεν ἑαυτόν; πῶς δὲ ἀφῖκται εἰς ὑποβιβασμὸν καὶ ταπείνωσιν γεγονὼς ἐν ἀμείνοσιν; εἰ μὴ ἄρα φήσομεν ὡς ἦν ἐν αἰσχίοσι τὸ Πνεῦμα λαβὼν, καὶ τὸ ἁγιάζειν πεφυκὼς κατωθεῖ πρὸς τὸ χεῖρον τοὺς ἐν οἶς ἂν γένοιτο. ἀλλὰ τοῦτο μὲν οὐ φήσομεν. Ἀναμετρεῖν δὲ δεῖ τὸν τοῦ ἡγιάσθαι χρόνον· οὐ γάρ τοι πρὸ τῆς ἐπιδημίας ἡγιάζετο Θεὸς ὢν ὁ Λάγος, ἀλλ’ ὅτε γέγονε καθ’ ἡμᾶς, οἷς οὐ φύσεως καρπὸς ἰδίας, ἀλλ’ ἔξωθέν τε καὶ ἐπακτὸς ὁ ἁγιασμός. πεπλούτηκε μὲν γὰρ ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις τὸ καὶ θείου μεταλαχεῖν Πνεύματος, καὶ τὸν δι’ ἁγιασμοῦ πρὸς Θεὸν ἐξεικονισμόν· ἀπεμπολήσας δὲ τῇ παραβάσει τὸ δῶρον, θανάτῳ κατεδικάζετο, καὶ τὸν τῆς ἁμαρτίας ὑπέδυ ζυγόν.
Since, then, to be sanctified is said also of that which is dedicated to God, according to what was spoken to Moses: "Sanctify to me every firstborn that opens the womb, the males to the Lord"; and again, that which has been chosen beforehand by God to do something according to his will is sanctified, as the Medes and Cyrus; and that which has come to partake of the Holy Spirit is also sanctified. In what way, then, shall we suppose the Son to have been sanctified? For thus he himself said, "Whom the Father sanctified and sent into the world"; for being sanctified is joined together with the sending into this world. If, then, before the incarnation and the sending, the Word was a partaker of the Spirit, why did he again receive it also with the flesh? But if, since he appeared among us, he was also sent with the flesh, and in this world he abounds in the Spirit, and has gained as it were some new and glorious grace here, where has he emptied himself? How has he come to a lowering and humbling, having been in better things? Unless perhaps we should say that he was in worse things when he received the Spirit, and that he who is by nature able to sanctify drags down to the worse those in whom he comes to be. But this we shall not say. We must, however, measure out the time of his being sanctified; for the Word was not sanctified before his coming, being God, but when he became as we are, for whom sanctification is not the fruit of their own nature, but is from without and brought in. For in the beginning human nature was enriched with partaking of the divine Spirit and with the formation into the image of God through sanctification; but having sold off the gift by transgression, it was condemned to death and came under the yoke of sin.
ἔδει τοίνυν ἐπείπερ ἐξ ἡμερότητος τὸ διολισθῆσαν γένος ἀναστοιχειοῦν εἰς τὸ ἐν ἀρχαῖς ἐβούλετο Θεὸς, δευτέραν ὥσπερ τοῦ γένους ἀρχὴν ἀναφῦναι Χριστὸν, καὶ ἀπότεξιν μὲν ἀνατλῆναι τὴν διὰ τῆς ἁγίας παρθένου· μὴ μὴν ἔτι καὶ πατέρα σαρκικὸν ἀνασχέσθαι λαβεῖν, ἵνα καὶ σὺν αὐτῷ Θεὸν ἔχωμεν οἱ πάντες πατέρα, δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ τῆς τοιαύτης δόξης εἰς ἀρχὰς ἀναβαίνοντες, ἔδει γενόμενον ἄνθρωπον τὸ νεῦμα λαβεῖν, ἵν ἐπείπερ ἐστὶν οὐκ εἰδὼς ἁμαρτίαν, ἐμφιλοχωροίη λοιπὸν ἐν αὐτῷ τὸ Πνεῦμα καὶ ἀναπαύηται. ὥσπερ δὲ ὑπάρχων ἀεὶ βασιλεὺς καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρὶ, κεχειροτονεῖσθαι λέγεται βασιλεὺς, ὅτι καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος, ᾧ καὶ δοτὸν ἄνωθεν τὸ βασιλεύειν ἐστὶ, καὶ ὥσπερ ἀεὶ συνυπάρχων τῷ Πατρὶ, εἰς υἱὸν ὁρίζεται διὰ Πνεύματος, διὰ τὸ τοῖς κατὰ θέσιν υἱοῖς ἐξωμοιῶσθαι κατὰ τὴν σάρκα, καὶ ὥσπερ ἡμῖν τοῖς ὑπὸ Θεὸν συμμορφούμενος, Θεὸν ἑαυτοῦ τὸν Πατέρα ἐκάλει. καί τοι Θεὸς ὑπάρχων αὐτὸς, οὕτω καὶ ἡγιάσθαι λέγεται, χωροῦντος εἰς τὸ ἀνθρώπινον, ἤτοι περὶ τήνδε τὴν σάρκα τοῦ ἁγιασμοῦ, διὰ τὸ μὴ οἴκοθεν ἔχειν δύνασθαι τὴν ἀνθρώπου φύσιν τὸν ἁγιασμόν. ἔνεστι γὰρ τοῦτο μόνῃ τῇ θείᾳ καὶ ὑπὲρ πάντα φύσει, ἧς ἐπείπερ ἐστὶ καρπὸς ὁ Λόγος, ἕξει δὴ πάντως ὡς ἴδιον ἑαυτῷ τῆς τεκούσης αὐτὸν φύσεως τὸν ἁγιασμόν. Ἀνακθκλήσας δὴ οὖν ὅπερ ἔφην ἀρτίως, καὶ αὖθις ἐρῶ. εἰ μὲν γὰρ καθὸ ἄνθρωπος ὡς ἄνθρωπον ἡγιάσθαι φαμὲν, ἀδιαφορήσειεν ἃν ὁ Λόγος ὡς ἔν γε δὴ τούτῳ, τὸ βλάβος οὐδέν. εἰ δὲ παρέντες τὸ ἀληθὲς αὐτὸν ἡγιάσθαι φήσομεν τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, ἀτοπίας ὁ λόγος ἐπέκεινα.
It was necessary, then, since God wished from kindness to restore the race that had slipped away to its original state, that a second beginning, as it were, of the race should spring up—Christ—and that he should endure birth through the holy virgin; yet not that he should also consent to receive a fleshly father, so that we all might have God as father together with him, and through him and in him ascend to such glory as at the beginning. It was necessary that he, having become man, should receive the Spirit, so that, since he is one who knew no sin, the Spirit might thereafter dwell in him and rest. And just as he is always King and enthroned with God the Father, he is said to be appointed King, because he became man according to us, for whom also ruling is given from above; and just as he always coexists with the Father, he is designated Son through the Spirit, because he was made like to the adopted sons according to the flesh; and just as he is conformed to us who are under God, he called God his Father. And although he is himself God, he is said also to be sanctified, the sanctification entering into the human nature—that is, in this flesh—because human nature cannot have sanctification from itself. For this belongs only to the divine and transcendent nature, of which the Word is the fruit; and so he will possess the sanctification of the nature that bore him as his own. Having recalled, then, what I said just now, I will speak again. For if we say that he was sanctified as man, in the way that a man is sanctified, the Word would be indifferent in this respect, and there would be no harm. But if, passing over the truth, we say that the Word himself, who appeared from God the Father, was sanctified, the account goes beyond absurdity.
σκόπει δὲ ὧδε. εἰ προχεῖται μὲν οἷα περ ἀπὸ πηγῆς τοῦ Πατρὸς τὸ Πνεῦμα, ἔστι γεμὴν οὐκ ἀλλότριον τοῦ Υἱοῦ, πῶς ἂν νοοῖτο γυμνὸς τῶν τῆς θεότητος ἀγαθῶν; ἴδιον δὲ θεότητος ὁ ἁγιασμός· πῶς δ᾿ ἃν τὸν ἐκ Θεοῦ Πατρὸς διὰ Πνεύματος ἁγιασμὸν εἰσκεκρίσθαι τε φῶμεν, καὶ δοτὸν ὡς οὐκ ἔχον τι γενέσθαι ποτὲ, καθάπερ τῇ κτίσει οἴκοθεν αὐτὸν οὐκ ἐχούσῃ, καὶ διὰ τοῦτο πασχούσῃ τὴν παρατροπήν; οὐκοῦν κατὰ φύσιν ἅγιος ὣν ὡς Θεὸς, ἡγιάζετο μεθ’ ἡμῶν καθὸ ἄνθρωπος, τῷ δίῳ Πνεύματι τὸν οἰκεῖον αὐτὸς καταχρίων ναόν. πῶς οὖν ὁ Πατὴρ αὐτὸν ἁγιάσαι λέγεται; ὅτι πάντα παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι ἁγιάζοντα δὲ καὶ ἁγιαζόμενον τὸν φύσει τε καὶ ἀληθῶς Υἱὸν ὅτε γέγονεν ἄνθρωπος, εἰσκεκόμικεν ἡμῖν ὁ τοῦ Παύλου λόγος· “ὅ τε γὰρ ἁγιάζων,” φησὶ, “καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες.” ἁγιάζει μὲν γὰρ αὐτὸς ἅγιος ὣν κατὰ φύσιν ὡς Θεὸς, ἁγιάζεται δὲ μεθ’ ἡμῶν κατὰ τὸ ἀνθρώπινον, ὅτε τὴν πιὸν ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, καὶ κατ’ αὐτὸ δὴ τοῦτο ἡγιάσθαι φημὶ, καὶ τοι τῶν ὅλων κατεξουσιάζων ὡς Θεὸς, ἀδελφοὺς ἡμᾶς οὐκ ἐπαισχύνεται καλεῖν. ναί φησιν, οὐκ ἃν διαψεύσεται λέγων, ἡγιάσθαι παρὰ τοῦ Πατρὸς, καὶ τῆς καθ’ ἡμᾶς οἰκονομίας ἐξηρημένης. καὶ γὰρ ἐν ἐσχάτοις μὲν τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος· ἀλλ’ ἦν καὶ πρὸ τούτου τοῖς εἰς τὸ εἶναι κεκλημένοις ὁμογενὴς, καὶ ἀδελφὸς τῶν πεποιημένων, καθὸ καὶ αὐτὸς οὐκ ἀγένητός ἐστι τῇ φύσει, πεποίηται δὲ παρὰ τοῦ Πατρός. ἀληθεύει δὴ οὖν καὶ ἀδελφοὺς ἡμᾶς ἀποκαλῶν, καὶ συνηγιάσθαι λέγων.
Consider this. If the Spirit proceeds as it were from a fountain, namely from the Father, yet is not alien to the Son, how could he be conceived as bare of the good things of divinity? And sanctification is proper to divinity. How then shall we say that the sanctification from God the Father through the Spirit has been brought in, and is given, as something that could never have come to be otherwise—just as creation does not possess it of itself, and for this reason suffers deviation? Therefore, being holy by nature as God, he was sanctified with us insofar as he is man, himself anointing his own temple with his own Spirit. How then is the Father said to have sanctified him? Because all things are sanctified from the Father through the Son in the Spirit, and Paul's word has brought in to us that the Son, who is by nature and truly Son, both sanctifies and is sanctified when he became man: "For he who sanctifies," he says, "and those who are sanctified are all of one." For he sanctifies, being holy by nature as God, and he is sanctified with us according to the human, when he underwent the likeness that pertains to us—and I say he was sanctified in this very respect—and though he has authority over all things as God, he is not ashamed to call us brothers. Yes, he says, he will not lie in saying that he was sanctified by the Father, even when the economy concerning us is set aside. For in the last times of the age he appeared as man; but even before this he was of the same kind as those called into being, and a brother of those made, insofar as he himself is not unbegotten by nature, but is made by the Father. He speaks truly, then, both when he calls us brothers and when he says that he was sanctified together with us.
Ἄλλ᾿ ὦτ’ πρὸς πάντα ἰόντες ἑτοίμως, καὶ τὰ πέρα λόγου καὶ τοῦ καθήκοντος λογισμοῦ, ποῖ ποτε ἄρα ὁ θρασὺς ὑμῖν οὑτοσὶ καὶ ἀπόπληκτος ἐκτελευτήσει λόγος, ἐννοεῖν οὐκ ἔχω· ὅτι μὲν γὰρ οὐ γενητὸς ὁ Υἱὸς, οὐ τοῖς ὑμῶν μαντεύμασιν, ἀλλὰ τοῖς ἱεροῖς πιστευω μυσταγωγοῖς. ἔφη τοίνυν ο Ἰωάννης ἡμῖν ἐναργῶς περὶ τοῦ Ἰησοῦ ὅτι Θεοῦ Υἱός ἐστι, καὶ Θεὸς ἀληθινὸς, Θεὸς δὲ ἀληθινὸς, τοῖς κτίσμασιν οὐχ ὁμογενής. ὅτε τοίνυν κατά γε τὸ τοῖς αἱρετι-
κοῖς ἀβουλότατα δοκοῦν, ἐν μεθέξει γέγονεν ἁγιασμοῦ, καί τοι Θεὸς ἀληθινὸς ὣν ὁ Λόγος, καὶ εἰ νοοῖτο καθ’ ἑαυτὸν καὶ δίχα σαρκὸς, ἡκέτωσαν εἰς μέσον, καὶ Θεὸν ἡμῖν τὸν ἀληθινὸν ἐπακτὸν ἔχοντα τὸν ἁγιασμὸν, οἶσπερ ἃν βούλοιντο λόγοις, καταδεικνύτωσαν. εἰ δὲ ἔστιν ἐν Υἰῷ, τὸ ἡγιάσθαι δοτὸν Θεῷ κατὰ φύσιν ὄντι καὶ ἀληθινῷ, οὐδὲν ἔτι τὸ ἀπεῖργον καὶ αὐτὸν ἡγιάσθαι ὑπονοεῖν τὸν ἐξ οὗ πάρεστι Πατέρα, καὶ εἰ Θεὸς ἀληθινὸς εἶναι πεπίστευται. ἵνα πανταχόθεν τὸ ἀνόσιον αὐτῶν ἐκπολιορκῆται θράσος, οὐ παραιτήσομαι καί τι τῶν εἰς ἀτοπίαν ἡκόντων εἰπεῖν. ἣ γὰρ οὐ μόνῳ καὶ ἐξαιρέτως ἀνακείσεται τὸ ἁγιάζειν δύνασθαι τῷ κατὰ φύσιν Θεῷ, καθάπερ καὶ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα καλεῖν; φαίης ἄν. Οὐκοῦν εἰ τοῖς κτίσμασιν ἐναρίθμιος ὑπάρχων ὁ Υἱὸς, κατά γε τὸν παρ’ ἐκείνοις λόγον, τὰ τῆς κατὰ φύσιν θεότητος ἴδια καὶ ἐξαίρετα διαπεραίνεται, καὶ φύσεως τῆς ἰδίας ποιεῖται δόξαν· ἑαυτὸν γὰρ ἁγιάσαι φησὶ λέγων, “ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυ- “τὸν, κατεκομίσθη μὲν ὡς ἔοικε τὰ τῆς ἐπέκεινα πασῶν οὐσίας ἐπὶ τὴν κτίσιν.
But when you go readily toward everything, and beyond both reason and the reasoning of what is fitting, I am unable to conceive where in the end this bold and senseless speech of yours will terminate. For that the Son is not a created being, I believe not on the basis of your oracles, but on the basis of the sacred mystagogues. John, then, declared to us clearly concerning Jesus that he is the Son of God, and true God, and true God is not of the same kind as created things. When, therefore, according to what seems to the heretics most recklessly, he has come into a participation of sanctification—although the Logos is true God, even if he be conceived by himself and apart from the flesh—let them come forward and demonstrate to us, by whatever arguments they wish, that the true God has sanctification as something acquired. But if in the Son the being sanctified is something given to God, who is by nature and truly God, then nothing any longer prevents us from supposing that the Father also, from whom he is present, is himself sanctified, even if he is believed to be true God. So that from every side their impious audacity may be besieged, I will not shrink from stating even something that has come to absurdity. For will not the power to sanctify belong solely and exclusively to God by nature, just as also the calling of things that are from non-being into being? You would say so. Therefore, if the Son, according to their account, is numbered among created things, he traverses the properties and prerogatives of natural deity, and makes for himself the glory of a nature that is his own; for he says that he sanctifies himself, saying, "For their sake I sanctify myself," and so, it seems, the things that belong to the nature beyond all substance have been brought down to creation.
οὐκ ἀπίθανον δὲ οἶμαι τὸ καὶ ἡμᾶς αὐτοὺς ἁγιάζειν δύνασθαι κατατολμᾶν εἰπεῖν, καθ’ ὁμοιότητα τοῦ Υἱοῦ. εἰ γὰρ γενητὸς ὑπάρχων αὐτὸς, τὰ τῆς τοσοῦτον ἀνῳκισμένης οὐσίας ἴδια ποιεῖται πλεονεκτήματα, τί τὸ ἐμποδὼν εἰς τὸ καὶ ἡμᾶς αὐτοὺς τὰ αὐτοῦ δύνασθαι πληροῦν; ἅτε δὴ καὶ ἀγχοῦ καὶ οὔτι που διεστηκότας τῆς πρὸς αὐτὸν οἰκειότητος· εἴπερ ἐστί τις παντὶ γενητῷ πρὸς γενητὸν συγγένειά τε καὶ σχέσις. κατ’ αὐτὸ δὴ τοῦτο γεγενῆσθαι φημί. εἴη δ᾿ ἃν καὶ ἑτέρως δυσεβὲς τὸ ἡγιάσθαι πιστευειν αὐτὸν τινα τρόπον τὸ ἁγιαζόμενον, ἀρ’ οὔχι τῳ υπερκειμένῳ καὶ ἀμείνονι τῆς ἰδίας φύσεως ἁγιάζεται; οὐ γάρ που τῷ αἰσχίονι φαῖεν ἃν, εἴπερ εἴς τι τῶν τελούντων εἰς ὄνησιν ἀναβιβάζει τὸ ἁγιάζεσθαι. Οὐκοῦν εἴπερ ἐστιν ἀληθὲς ὡς ἡγίασται κατ’ ἐκείνους διὰ τοῦ Πνεύματος ὁ Υἱὸς, ὡς ἀμείνονι πάντως που κατεχρίετο καὶ τὴν φύσιν ἔχοντι παρ’ αὐτὸν ἑτέραν. μετάσχοι γὰρ ἀν’ ἑαυτοῦ τῶν ὄντων οὐδὲν, ἀλλ’ ἕτερον ἐν ἑτέρῳ τὸ μετεχόμενον, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον. εἶτα πῶς ἡμῖν ὁ Υἱὸς διὰ τοῦ Πνεύματος ἐναυλίζεται; πῶς δὲ τὸ ἄμεινον κατὰ φύσιν τὴν τοῦ χείρονος
I do not think it unreasonable to dare to say that we ourselves also can sanctify, in likeness to the Son. For if he, being himself created, appropriates as his own the peculiar prerogatives of so greatly exalted an essence, what stands in the way of our also being able to fulfill his own? Since we are both near and in no way separated from kinship with him—if indeed there is for every created thing a kinship and relation to the created. It is by this very fact, I say, that it has come to be. But it would also be impious in another way to believe that he sanctifies in some manner the thing being sanctified—is it not rather by what is superior and better than its own nature that it is sanctified? For they would surely not say by the baser, if indeed being sanctified raises one to something among the things that contribute to benefit. Therefore, if it is true that the Son has been sanctified in their view through the Spirit, then he certainly employed one who is better and has a nature other than his own. For nothing would partake of the things that are by itself, but the thing partaken is one thing in another, at least in the account of how it is. Then how is the Son indwelt in us through the Spirit? And how does the better by nature [come to be] in the worse
ἐμποιήσει μέθεξιν δι’ ἑαυτοῦ; ἡμεῖς δὲ τὸ μακροὺς ἀντεξάγειν λόγους ὡς περιττὸν ἀφέντες, φαμὲν ὅτι ἐπειδὴ τὸ ἀμετρήτως διεστηκὸς τῆς θείας αὐτοῦ καὶ ὑπερτάτης οὐσίας ἴδιον ἐποιήσατο, φημὶ δὴ τὴν σάρκα, τότε δὴ τότε καὶ ἡγιάσθαι λέγεται σοφῶς τὲ καὶ πρεπωδέστερον ἐπὶ τὸ ἀνθρώπινον τοῦ ἡγιάσθαι διάττοντος. τήν γε μὴν τοῦ ἡγιάσθαι πλήρωσιν ἤτοι τὴν ἐνέργειαν, ὡς ἐν προσώπῳ Πατρὸς τῇ τῆς θεότητος ἀνετέθει φύσει. μόνῃ γὰρ αὐτῇ τὸ ἁγιάζειν οἰκεῖον. ὁ μέν τοι Ἀπόστολος δεικνὺς ὅτι ἅμα τὲ τὴν σάρκα ἥνωσεν ἑαυτῷ ὁ Λόγος, καὶ τὴν ἀδελφότητα ἐνεδύσατο, ἐπάγει, Δἰ ἢν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Χρυσοστόμου. Ὁρᾷς πῶς δείκνυσι πάλιν τὴν ὑπεροχήν; γὰρ εἰπεῖν “οὐκ ἐπαισχύνεται” δείκνυσιν οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας τοῦ μὴ ἐπαισχυνομένου τὸ πᾶν ὃν, τῆς ταπεινοφροσύνης τῆς πολλῆς. εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ’ ὁ μὲ, ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα· πολὺ δὲ τὸ μέσον. καὶ ὁ μὲν ἐκ τοῦ Πατρὸς ὡς Υἱὸς γνήσιος, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ· ἡμεῖς δὲ ὡς κτίσμα, τουτέστιν ἐξ οὐκ ὄντων. ὥστε πολὺ τὸ μέσον. τὴν σάρκα μέν τοι ἐνδυσάμενος, ἐνεδύσατο καὶ τὴν ἀδελφότητα, καὶ συνῆλθεν ὁμοῦ τῇ προσλήψει τῆς σαρκὸς καὶ ἡ ἀδελφότης, ἀλλὰ τὸ μὲν “ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς “μου,” καὶ τὸ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, εἰκότως παράγει. ὥσπερ γὰρ ἐνταῦθα πατέρα δείκνυσιν ἑαυτὸν, οὕτως ἐκεῖ ἀδελφόν. Φωτίου. Τὸ δὲ “ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ, τί βούλεται;
Will he bring about participation through himself? But we, dismissing as superfluous the citing of lengthy arguments, say that since he made his own what is immeasurably distant from his divine and most exalted essence—I mean the flesh—then, then he is also said to be sanctified, the sanctifying wisely and more fittingly directing itself to the human level. But the fulfillment, or rather the activity, of the sanctifying he attributed to the nature of the Godhead, as it were in the person of the Father. For to it alone belongs the sanctifying. The Apostle, however, showing that at the same time the Word united the flesh to himself and put on brotherhood, adds: For which cause he is not ashamed to call them brothers, saying: I will declare your name to my brothers, in the midst of the church I will sing praise to you. Of Chrysostom. Do you see how he again shows the superiority? For to say "he is not ashamed" shows not the nature of the thing, but the affection of the one not ashamed of the whole, the great humility. For even if from one, yet he sanctifies, and we are sanctified; and great is the difference. And he is from the Father as a genuine Son, that is, from his essence; but we as a creature, that is, from nothing. So great is the difference. Having put on the flesh, however, he also put on brotherhood, and with the assumption of the flesh brotherhood came together at the same time. But the words "I will declare your name to my brothers" and "behold, I and the children whom God gave me" he fittingly introduces. For just as here he shows himself a father, so there a brother. Of Photius. But what does "I will be trusting in him" mean?
ἣ τάχα ἐπειδὴ ἄνω είπεν αὐτὸν ἀδελφὸν καὶ κάτω πατέρα, ἐν μέσῳ ἐσήμανεν, ὅτι ταῦτα μὲν φιλανθρωπίας ὀνόματα καὶ χάριτος τῆς αὐτοῦ. τὸ δὲ φύσει καὶ ἀληθῶς Θεὸς ἔστη φησί. τίς γὰρ πέποιθεν ἐπὶ ἑτέρῳ τινὶ, εἰ μὴ ἐπὶ μόνῳ Θεῷ, ὡσεὶ ἔλεγε, μὴ ἀκούοντες αὐτὸν ἀδελφὸν καὶ πατέρα, νομίσητε ἕνα εἶναι τῶν πολλῶν, Θεός ἐστιν ἐφ’ ὃν γέγραπται πεποιθέναι χρεών. Ἀθανασίου. Ἀπόχρη μὲν οὖν καὶ τὸ “οὐκ
δεῖξαι τὴν διαφορὰν τῆς υἱότητος. περὶ δεσπότου γὰρ καὶ δούλων διαλεγόμενοι καὶ τὴν τῶν δεσποτῶν ταπεινοφροσύνην διδάσκοντα εἰώθαμεν λέγειν, οὐκ ἐπαισχύνεται μετὰ τῶν οἰκετῶν ἐσθίων καὶ πίνων καὶ συγκαθήμενος, καὶ τοὺς τούτων ἀρρώστους δι’ ἑαυτοῦ θεραπεύων. τοῦτο τοίνυν κἀνταῦθα αἰνίττεται, ὡς ὁ τὸ ὑπὲρ ἡμῶν καταδεξάμενος πάθος, οὐκ ἐπαισχύνεται καλεῖν ἀδελφοὺς, τούτους ὑπὲρ ὧν τὸ πάθος ὑπέμεινε, λέγων πρὸς τὸν πατέρα ἐν Ψαλμοῖς, “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.” Κυρίλλου. Ὄνομα δὲ ἐνταῦθα τὴν δόξαν λέγει, κατὰ τὸ “νέρωσά σὸν τὸ ὄνομα τοῖς ἀνθρώποις. κατέστησε γὰρ ἐναργῆ τὴν δόξαν αὐτοῦ, οὐχ ὅτι μόνον Πατήρ ἐστιν εἰπὼν καὶ διδάξας, ἀλλ’ ἐμφανῆ καθιστὰς τήν τε ἡμερότητα καὶ τὴν δόξαν αὐτοῦ ἡμῖν τοῖς γενομένοις αὐτοῦ ἀδελφοῖς, καθὸ γέγονε καθ’ ἡμᾶς· ἔφη γὰρ, ὅτι “οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ “τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, “ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” πεφανέρωκε δὲ καὶ ἑτέρως ἡμῖν τὴν τοῦ Πατρὸς δόξαν.
Perhaps because above he called him brother and below father, in between he signified that these are names of his love for humanity and grace. But he says that he stood as God by nature and truly. For who has trusted in any other, except in God alone, as if he were saying: Do not, hearing him called brother and father, suppose that he is one of the many; it is God upon whom it is written that one must trust. — Of Athanasius. Sufficient indeed is the "not
to show the difference of the sonship. For when we speak about a master and slaves and teach the humility of masters, we are accustomed to say: he is not ashamed to eat and drink with his household servants and to sit with them, and to heal their sick by himself. This, then, he hints at here also, that he who accepted suffering on our behalf is not ashamed to call brothers those for whom he endured the suffering, saying to the Father in the Psalms: "I will declare your name to my brothers." — Of Cyril. Here he calls "name" the glory, according to "I have made your name known to men." For he established his glory clearly, not only by saying and teaching that he is Father, but by making manifest both his gentleness and his glory to us who have become his brothers, insofar as he became like us. For he said: "God so loved the world that he gave his only-begotten Son, so that everyone who believes in him may not perish but have eternal life." He has also manifested the Father's glory to us in another way.
ὅσοι γὰρ τεθέανται τὸν Υἱὸν τοῖς τῆς διανοίας ὄμμασι, θεοπρεπεστάτην ἔχοντα τὴν ἐξουσίαν καὶ τὸ ἐφ’ ἅπασι παναλκὲς, τεθέανται τὸν Πατέρα, καὶ ἐγνώκασιν αὐτόν. ἔφη γοῦν καὶ αὐτὸς ὅτι “ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,” ἀλλὰ καὶ “ἐν μέσῳ,” φησὶν, “ἐκκλησίας ὑμνήσω σε.” ἐκκλησίας δὲ ποίας ἣ ἐκείνης πάντως, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Υἱὸς, “μὴ ἔχουσαν “σπῖλον ἣ ῥυτίδα, ἁγίαν δὲ καὶ ἄμωμον;” ὑμνεῖ γε μὴν τὸν Πατέρα, τὴν δόξαν αὐτοῦ καθιστὰς φανερὰν· τοῦτο γὰρ δηλοῖ τὸ ὄνομα. Γρηγορίου Νύσσησ. ἰδοὺ ἐκ τῆς Μάριας ὁ δὲ μονογενὴς, ἀδελφοὺς οὐκ ἔχει. πῶς γὰρ ἃν ἀδελφοῖς τὸ μονογενὲς διασώζοιτο; ἀλλ’ ἐπειδὴ γέγονεν ὁ Λόγος ὅπερ ἡμεῖς, δι’ ἑαυτοῦ πάλιν συνῆψε Θεῷ τὸ ἀνθρώπινον· καὶ τὸν καινὸν ἐκεῖνον ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα, τοῦτον διὰ καθαρότητα τῇ συγγενείᾳ τοῦ Πατρὸς τῆς φύσεως ἡμῶν προσοικειώσας, πᾶσαν τὴν κοινωνὸν τοῦ σώματος αὐτοῦ καὶ συγγενῆ φύσιν, πρὸς τὴν αὐτὴν χάριν συνεφειλκύσατο· ὥστε οὐκέτι ἐν ἀποκηρύκτοις ὁ ἄνθρωπος, οὐδὲ τῆς τοῦ Θεοῦ βασιλείας ἀπόβλητος, ἀλλὰ πάλιν υἱὸς, πάλιν ὑπὸ τὸν Θεὸν τετιμένος, τῇ ἀπαρχῇ τῆς ἀνθρωπότητος συναγι-
For as many as have beheld the Son with the eyes of the mind, seeing him possess authority most befitting God and the all-powerful strength over all things, have beheld the Father and have known him. For he himself also said, "He who has seen me has seen the Father," and also, "In the midst," he says, "of the church I will sing praise to you." And of what church, if not assuredly that one which the Son himself presented to himself, "not having spot or wrinkle, but holy and blameless"? Indeed he sings praise to the Father, making his glory manifest; for this is what the name signifies. Of Gregory of Nyssa. Behold, from Mary. But the only-begotten has no brothers. For how could the only-begotten preserve its uniqueness among brothers? But since the Word became what we are, through himself he again joined humanity to God; and that new man, created according to God, having brought him near through purity to the kinship of the Father of our nature, he drew along with him the whole nature that is sharer and kin to his body toward the same grace; so that man is no longer among the disowned, nor cast out from the kingdom of God, but is again a son, again honored under God, with the firstfruits of humanity being gathered together—
ᾀσθέντος καὶ τοῦ φυράματος. ὅθεν γὰρ ἀπεφοιτήσαμεν, σάρκες διὰ τὴν ἁμαρτίαν γενόμενοι, ἐκεῖ πάλιν ἡμᾶς ἀναλαβὼν, ἐπανήγαγεν ὁ δἰ ἡμᾶς κεκοινωνηκὼς σαρκός τε καὶ αἵματος. καὶ οὕτω γέγονε καὶ ἡμέτερος Πατὴρ ὁ Θεὸς, ἐπειδὴ καὶ τῆς ἡμετέρας ἀπαρχῆς. Θεοδρήτου. Καὶ πάλιν “ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ ἔδειξε τὰ ταπεινῶς εἰρημένα, οἰκονομικῶς εἰρημένα. τῷ γὰρ “οὐκ “ ἐπαισχύνεται” συνέζευξε τὸ “ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ.” οὐκ ἐπαισχύνεται γὰρ διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ ταπεινοῖς παρὰ τὴν οἰκείαν ἀξία, κεχρῆσθαι λόγοις. Καὶ πάλιν ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Βασιλείου. Ἐκ προσώπου τοῦ Χριστοῦ καὶ οὗτος ἐστὶν λόγος· ἀπὸ γὰρ τοῦ ἰδίου προσώπου διαλεγόμενος, λέγει ἐν Ἡσαΐᾳ, ὅτι ἐγὼ τοὺς εἰς ἐμὲ πεπιστευκότας ἄρτι ἀναγεννηθέντας ἐν τῷ ἀποθέσθαι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἀναλαβεῖν τὸν νέον, οἱονεὶ παῖδας ἀρτιγενεῖς, ἁπαλοὺς τὸν τρόπον καὶ ἀπειροκάκους, ἀπογεγαλακτισμένους λοιπὸν ἀπὸ τῶν εἰσαγωγικῶν λόγων, καὶ ἐπὶ τὴν τελεωτέραν τροφὴν τῶν μυστηρίων χωροῦντας, τούτους προσλαβόμενος, καὶ θάλπων τῷ κόλπῳ τῆς εὐσπλαγχνίας, προσάγει τῷ Πατρί. δι’ ἐμοῦ γὰρ ἡ ὁδὸς τῆς πρὸς αὐτὸν ἐπιγνώσεως. Θεοδρήτου. Εἶτα τῆς περὶ τῶν παιδίων μαρτυρίας ἐξυφαίνει τὸν λόγον ὁ Παῦλος. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θα· νάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δου- λείας. Κυρίλλου.
and the mixture was weakened. For whence we departed, having become flesh through sin, there again he took us up and led us back, he who for our sake partook of flesh and blood. And thus God has also become our Father, since he is also of our firstfruits. Of Theodoret. And again, "I will be confident in him," he showed that the things said humbly were said by economy. For with "he is not ashamed" he joined "I will be confident in him." For he is not ashamed, for the salvation of men, to have used words humble beyond his own worth. And again, "Behold, I and the children whom God has given me." Of Basil. This word also is spoken in the person of Christ; for speaking from his own person, he says in Isaiah, that I, having taken to myself those who have believed in me, just now reborn in putting off the old man and putting on the new, as it were newly born children, tender in manner and inexperienced in evil, having now been weaned from the introductory words and advancing to the more perfect food of the mysteries, and warming them in the bosom of compassion, bring them to the Father. For through me is the way of the knowledge of him. Of Theodoret. Then Paul weaves his discourse from the testimony concerning the children. Since therefore the children have partaken of flesh and blood, he similarly partook of the same, so that through death he might destroy the one who has the power of death, that is, the devil, and release those who through fear of death were throughout their whole life subject to slavery. Of Cyril.
Τὰ παιδία, φησὶν, ἐν τούτοις, ἡμᾶς δηλονότι τοὺς ὄντας ἐπὶ τῆς γῆς, κατὰ τὸ “ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψί- “στου.” ὅσον γὰρ ἧκεν εἰς τὸ Θεῷ δοκοῦν, πάντες ἃν ἦμεν τέκνα. νῦν δὲ ὡς ἄνθρωποι ἀποθνήσκομεν, καὶ πίπτομεν τοῖς τῆς σαρκὸς πάθεσι τὸν νοῦν ὑποφέροντες. πῶς οὖν ἄρα κεκοινώνηκεν αἵματος
καὶ σαρκός; ψυχὴ γὰρ ἡ ἀνθρωπίνη φύσιν ἑτέραν ἔχουσα, τὴν σάρκα τῇ πρὸς αὐτὴν συνθέσει καθ’ ἕνωσιν, τὸ ἕν τε καὶ λογικὸν ἀποτετέλεκε ζῶον, τουτέστιν τὸν ἄνθρωπον· οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐψυχωμένῃ σαρκὶ ἑαυτὸν ἑνώσας, μετέσχεν αἵματος καὶ σαρκὸς παραπλήσιος ἰὸς ἡμῖν, διὰ γεννήσεως δηλονότι τῆς ἐκ γυναικός. εἰς οὖν Κύριος Ἰησοῦς Χριστὸς, ὡς ἑνώσαντος μὲν ἑαυτῷ τοῦ Θεοῦ Λόγου τὸ ἀνθρώπινον, μεμενηκότος δὲ καὶ οὕτως ὅπερ Θεός. εἰ δὲ αὐτὸς κατήργηκε τοῦ θανάτου τὸ κράτος ὡς ζωὴ καὶ Θεὸς, ἴδιον αὐτοῦ νοεῖσθαι πρέπει τὸ πεπονθὸς τὸν θάνατον· ἵν ὡς αὐτὸς ἀναστὰς καταργῆσαι λέγοιτο τὴν φθορὰν, καὶ εἰς ἅπαν ἡμῶν παραπέμψῃ τὸ νέον τῆς ἀφθαρσίας τὴν χάριν. ἐπειδὴ δέ ἐστι τῶν τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος μέτρων ἐπέκεινα τὸ πατῆσαι θάνατον, ἑνώσει φαμὲν ἤγουν κοινωνίᾳ τῇ πρὸς σάρκα τε καὶ αἷμα τὸν Λόγον γενέσθαι καθ’ ἡμᾶς ἄνθρωπον. ἀπομεμενηκέναι δὲ καὶ οὕτω θανάτου κρείττω· Θεὸς γὰρ ἦν ἐν σαρκί. Πῶς οἷόν τε ἦν φησὶν, ἢ ἀδελφὸν ἡμῶν αὐτὸν χρηματίσαι, ἣ παῖδας ἡμᾶς γνησίως καλέσαι, μὴ τὴν αὐτὴν περικείμενον φύσιν; οὗ δὴ χάριν ταύτην ἀναλαβὼν, τὴν τοῦ θανάτου κατέλυσε δυναστείαν, καὶ τὸ ἐπικείμενον ἡμῖν διέλυσε δέος. δειμαίνοντες γὰρ ἀεὶ διετελοῦμεν τὸν θάνατον·
The children, he says, in these things, clearly meaning us who are on the earth, according to “I said, you are gods and sons of the Most High.” For as far as it depended on God’s will, we would all be children. But now we die as humans, and we fall, carrying the mind along under the passions of the flesh. How then has he shared in blood and flesh? For the human soul, having a different nature, by its composition with the flesh in union, has produced the one rational living being, that is, the human. So too the Word of God, uniting himself to an ensouled flesh, shared in blood and flesh, similar to us, clearly through birth from a woman. Therefore there is one Lord Jesus Christ, since the Word of God united the human to himself, while he nevertheless remained what he is, God. And if he himself has destroyed the power of death as life and God, what suffered death must be understood as his own; so that, as he himself rising is said to have destroyed corruption, he might also transmit to us all the new grace of incorruption. But since it is beyond the measures of our humanity to trample death, we say that by union, that is, by fellowship with flesh and blood, the Word became human like us. Yet he remained superior to death even so; for he was God in flesh. How could it be, he says, that he be called our brother, or call us children genuinely, unless he had put on the same nature? For this reason, having taken it up, he destroyed the dominion of death and dissolved the fear that lay upon us. For we continually passed our time in dread of death.
ἐπειδή περ ἕλκειν ἠναγκαζόμεθα τῆς θνητότητος τὸν ζυγόν. σφόδρα δὲ ἀναγκαίως καὶ τὸ “παραπλησίως τέθεικεν, ἵνα τὴν τῆς φαντασίας διελέγξῃ συκοφαντίαν. ταῦτα δὲ ἅπαντα διεξῆλθε διδάσκων τοὺς ἐλάττονα τῶν Ἀγγέλων τὸν Υἱὸν διὰ τὸ πάθος ὑπολαμβάνοντας, ὡς ἀναγκαίως τὸ πάθος ὑπέμεινε. τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς ἐκπαιδεύει σαφέστερον. Χρυσοστόμου. Ἀλλ᾿ ἐγκαλυπτέσθωσαν οἱ δοκήσει αὐτὸν παραγεγενῆσθαι καὶ οὐκ ἀληθείᾳ. οὐ γὰρ εἶπεν ὅτι μετέσχε τούτων μόνον, καὶ ἐσίγησε· καὶ τοι καὶ εἰ οὕτως εἶπεν, ἵκανον ἢν, ἀλλ’ ἕτερόν τι μεῖζον ἔθηκε, τὸ “παραπλησίως” προσθεὶς, οὐ φαντασίᾳ, οὐδὲ εἰκόνι φησὶν, ἐπεὶ τὸ παραπλησίως οὐ σώζεται, ἀλλ’ ἀληθεία δεικνὺς τὴν ἀδελφότητα· εἶτα καὶ τὴν αἰτίαν τίθησι τῆς οἰκονομίας, “ὅπως διὰ τοῦ θανάτου,” φησὶ, “καταργήσῃ τὸν τὸ “κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον.” ἐνταῦθα τὸ θαυμαστὸν δείκνυσιν, ὅτι δι’ οὗ ἐκράτησεν ὁ διάβολος, διὰ τούτου ἡττήθη, καὶ ὅπερ ἰσχυρὸν ἦν αὐτῷ ὅπλον κατὰ τῆς οἰκουμένης
since we were compelled to drag the yoke of mortality. And very necessarily he also added “in like manner,” in order to refute the slander of the imagination. And he went through all these things, teaching those who supposed the Son to be less than the angels because of the passion, that he necessarily endured the passion. And he teaches this more clearly also through what follows. From Chrysostom. But let those be covered with shame who think he came in appearance and not in truth. For he did not say that he partook of these things only, and then fall silent; and yet even if he had said so, it would have been sufficient, but he added something else greater, adding “in like manner”—not in appearance, he says, nor in image, since “in like manner” is not preserved, but showing the brotherhood in truth; then he also gives the cause of the economy: “that through death,” he says, “he might destroy the one who has the power of death, that is, the devil.” Here he shows the wonderful thing, that through what the devil conquered, through this he was defeated, and what was a strong weapon for him against the world
ὁ θάνατος, τούτω αὐτὸν ἔπληξεν ὁ Χριστός. ἐνταῦθα τὸ πολὺ τῆς δυνάμεως τοῦ νικήσαντος ἐμφαίνει· ὁρᾷς ὅσον ὁ θάνατος εἰργάσατο καλόν; “καὶ ἀπαλλάξῃ,” φησὶ, “τούτους, ὅσοι φόβῳ θανάτου διὰ “παντὸς τοῦ ζῆν, ὄι ἦσαν δουλείας.” τίνος ἕνεκεν φρίττετε φησίν; τί δεδοίκετε ἕτε τὸν καταργηθέντα; οὐκέτι φοβερός ἐστιν, ἀλλὰ πεπάτηται, καταπεφρόνηται· εὐτελής ἐστι καὶ οὐδενὸς ἄξιος. τι δέ ἐστι, “φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας;” ἣ τοῦτο φησὶν, ὅτι ὁ τὸν θάνατον δεδοικὼς, δοῦλος ἐστὶ καὶ πάντα ὑφίσταται ὑπὲρ τοῦ μὴ ἀποθανεῖν· ἣ ἐκεῖνο, ὅτι πάντες δοῦλοι ἦσαν τοῦ θανάτου, καὶ τῶ μηδέπω αὐτὸν λελύσθαι, ἐκρατοῦντο· ἣ ὅτι φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι, ἀεὶ ἀποτεθνήξεσθαι προσδοκῶντες, καὶ τὸν θάνατον δεδοικότες, οὐδεμιᾶς ἡδονῆς αἴσθησιν λαβεῖν ἠδύναντο, τοῦ φόβου τούτου παρόντος αὐτοῖς. τοῦτο γὰρ ἠνίξατο εἰπὼν “διὰ παντὸς τοῦ ζῇν.” δείκνυσι δὲ ἐνταῦθα τοὺς θλιβομένους, τοὺς ἐλαυνομένους, τοὺς καὶ πατρίδος καὶ οὐσίας καὶ τῶν ἄλλων ἀποστερουμένους ἤδη διάγοντας καὶ ἐλευθεριώτερον ἐκείνων, τῶν ἐν τρυφῇ τὸ πάλαι διαγόντων, τῶν μηδὲν τοιοῦτον παθόντων, τῶν εὐθηνουμένων. εἴγε ἐκεῖνοι μὲν διὰ παντὸς τοῦ ζῆν ὑπὸ τῶ φόβω τούτω ἦσαν καὶ δοῦλοι· αὐτοὶ δὲ τούτου εἰσὶν ἀπηλλαγμένοι, καὶ γελῶντες τοῦτο ὅπερ ἐκεῖνοι πεφρίκεσαν. ταὐτὸν γάρ ἐστιν νῦν, ὥσπερ ἂν εἴ τις μέλλοντα μέλλοντα τὴν ἐπὶ θάνατον ἄγεσθαι καὶ ἀεὶ τοῦτο προσδοκῶντα λιπαίνοι πολλῇ τῇ τρυφῇ. τοιοῦτόν τι ἦν τὸ παλαιὸν ὁ θάνατος.
Death—Christ struck him with this. Here he shows the greatness of the conqueror's power. Do you see how much good death accomplished? "And you will deliver," he says, "those who, through fear of death, throughout all their life were subject to slavery." For what reason, he says, do you shudder? Why do you fear the one who has been nullified? He is no longer fearful, but has been trampled underfoot, despised; he is worthless and of no account. But what is this, "through fear of death, throughout all their life they were subject to slavery"? Either he says this: that the one who fears death is a slave and endures everything so as not to die; or this: that all were slaves of death, and because it had not yet been dissolved, they were held fast; or that with continual fear people lived together, always expecting to die, and fearing death, they could not receive the sensation of any pleasure, since this fear was present with them. For this is what he hinted at by saying "throughout all their life." And here he shows those who are oppressed, those who are driven about, those who are already deprived of homeland and property and other things, and who live more freely than those who formerly lived in luxury, who suffered nothing of the sort, who were prosperous. If indeed those were slaves under this fear throughout all their life, but these have been delivered from it, and laugh at what those shuddered at. For it is the same now as if someone were being led away to death and always expecting this, and yet anointed himself with great luxury. Such a thing was death in ancient times.
νῦν δὲ ὥσπερ ἃν εἴ τις τὸν φόβον ἐκεῖνον ἐκβαλὼν, μετὰ τῆς τρυφῆς ἐπαγγέλοιτο ἀθλεῖν, καὶ προτιθείη τὸν ἀγῶνα ὥστε μηκέτι εἰς θάνατον, ἀλλ’ εἰς βασιλείαν ἀγαγεῖν. τίνων ἃν ἠθέλησας γενέσθαι, τῶν ἐν τῷ δεσμωτηρίῳ λιπαινομένων μετὰ τοῦ καθ’ ἑκάστην ἡμέραν τὴν ἀπόφασιν προσδοκᾷν, ἢ τῶν ἀθλούντων καὶ πονούντων ἑκοντὶ ὥστε τὸ διάδημα τῆς βασιλείας ἀναδήσασθαι; ὁρᾷς πῶς αὐτῶν ἦρι τὴν ψυχὴν, καὶ μετεώρους εἰργάσατο; δείκνυσι δὲ, οὐ τὸν θάνατον πεπαυμένον μόνον, ἀλλὰ διὰ τούτου κἀκεῖνον τὸν ἄσπονδον, τὸν διάβολον λέγω καταργηθέντα. ὁ γὰρ θάνατον μὴ δεδοικὼς, ἔξω τῆς τυραννίδος ἐστὶ τοῦ διαβόλου. εἰ γὰρ δέρμα ὑπὲρ δέρματος καὶ πάντα δώσει τίς ὑπὲρ τῆς ψυχῆς αὐτοῦ, ὅταν καὶ ταύτης τίς κρίνει καταφρο-
νεῖν, τίνος ἔσται δοῦλος λοιπὸν, ὁ τοιοῦτος πάντων ἐστὶν ἀνώτερος, καὶ πάντων ἐλευθεριώτερος; πάντα γὰρ μικρὰ τῳ μηδὲ τὴν ψυχὴν τιμίαν τιθεμένῳ κατὰ τὸν μακάριον Παῦλον. ὅταν δὲ εὕρῃ ψυχὴν τοιαύτην ὁ διάβολος, οὐδὲν ἐργάσασθαι δυνήσεται ἐν αὐτῇ τῶν αὐτοῦ. ὁρᾷς ὅτι τοῦ θανάτου τὴν τυραννίδα ἐκβαλὼν, κατέλυσε καὶ τοῦ διαβόλου τὴν ἰσχύν. ὁ γὰρ περὶ ἀναστάσεως μυρία φιλοσοφεῖν εἰδὼς, πῶς δέδοικε λοιπὸν θάνατον; Ἰσιδώρου. Εἰ δὲ πυνθάνῃ τί ἐστι, “καὶ ἀπαλλάξῃ αὐτοὺς “ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἦσαν ἔνοχοι δουλείας,” ἄκουε. οὐχ ὁ θάνατος, ὦ βέλτιστε, ἀλλὰ τὸ δικαστήριον τὸ μετὰ τὸν θάνατον, ἀποτρέπει τῶν ἁμαρτημάτων.
But now, it is as if someone, having cast out that fear, were to promise that the contest is held amid luxury, and were to set before us a struggle whose goal is no longer death but a kingdom. Whose lot would you have wished to be—that of those who fatten in prison while awaiting each day's sentence, or that of those who strive and labor willingly so as to be crowned with the diadem of the kingdom? Do you see how he stirred up their soul and made them soar? And he shows that not only has death been abolished, but through it that implacable enemy as well—I mean the devil—has been rendered powerless. For the one who does not fear death is outside the tyranny of the devil. For if a man will give skin for skin and all that he has for his life, when one judges that even this life is to be despised, whose slave will such a man be any longer? He is above all things and freer than all things. For all things are small to the one who does not count even his soul precious, as the blessed Paul says. And when the devil finds such a soul, he will be able to accomplish none of his works in it. Do you see that by casting out the tyranny of death, he also destroyed the devil's strength? For the one who knows how to philosophize countless things about the resurrection—how does he still fear death? From Isidore. But if you ask what this means, "and he will deliver those who through fear of death were throughout their whole life subject to slavery," listen. It is not death, my good sir, but the judgment after death that turns us away from sins.
οἱ γὰρ ἀσεβεῖς σπινθῆρα νομίσαντες εἶναι τὴν ψυχὴν, οὗ ἀποσβεσθέντος, ὡς ἔφασαν, τέφρα ἀποβήσεται, τὸ σῶμα μόνον τεθνάναι νομίζοντες, μὴ κρίνεσθαι δὲ, ταῦτα γάρ ἐν τῇ ἐπιγεγραμμένῃ σοφίᾳ Σολομῶντος εἰρήκασιν, οὐδὲν ἄπρακτον εἴασαν. ὡς γὰρ μηκέτι ὄντες μετὰ θάνατον πάντα δρᾷν τὰ αἰσχύνης καὶ θανάτων καὶ κολάσεων ἄξια ἐπεχείρουν, λέγοντες, “αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.” ἦλθε τοίνυν ὁ Σωτῆρ’ μετὰ τῶν ἄλλων ὧν κατώρθωσε, καὶ ταύτης ἀπαλλάξων τοὺς ἀνθρώπους τῆς ἐπινοίας τὴν γὰρ τῆς ψυχῆς ἀθανασίαν ὁρισάμενος ἐν τῷ φάναι, “τὴν δὲ ψυχὴν μὴ δυναμένων “ἀποκτεῖναι,” καὶ τὴν τῶν σωμάτων ἀνάστασιν εὐαγγελισάμενος διὰ τοῦ εἰπεῖν ὅτι “ἐν τῆ ἀναστάσει οὐκέτι γάμος, ἀλλ’ ἔσονται ὡς “Ἄγγελοι,” τήν τε κρίσιν καὶ τὴν κόλασιν προμηνύσας, διὰ πολλῶν μὲν ἄλλων καὶ ἐν τῷ φράσαι δὲ, “φοβήθητε τὸν δυνάμενον “καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ,” πάσης ἐκείνης ἠλευθέρωσεν ἅπαντας τῆς ὑπονοίας, μᾶλλον δὲ ἀληθέστερον εἰπεῖν τῆς δουλείας. τὸ γὰρ θεῖον δεκαστήριον ἐν νῷ λαμβάνοντες, καὶ ὡς πρὸς σκοπὸν τὸ ὄμμα τείνοντες, οὐδὲν φαῦλον πράξαι τολμήσειαν. οἶμαι μὲν οὖν σεσαφηνίσθαι τὸ ῥητόν. εἰ δὲ καὶ μεταφρασθήναι αὐτῶι βούλει, φήσαιμι. ἐπειδὴ ὡς μέλλοντες ἀποθνήσκειν ἐδούλευον ἀφειδῶς ταῖς ἁμαρτίαις, ὁ γὰρ τοῦ θανάτου φόβος βλοσυρὸν αὐτοῖς ἐνορῶν, καὶ τὴν τοῦ μηκέτ’ εἶναι ἔννοιαν τίκτον, εἰς πᾶσαν αὐτοὺς δουλείαν ἁμαρτίας ἀπέπεμπε. διὰ τοῦτ’ ἦλθεν ὁ Χριστὸς καὶ ταύτης αὐτοὺς ἀπαλλάξων τῆς δουλείας. εἰ δὲ μηδ’
For the impious, thinking the soul to be a spark, which, when it has been extinguished, as they said, will become ashes, and believing that only the body dies and is not judged—for they said these things in the book inscribed as the Wisdom of Solomon—left nothing undone. For as though no longer existing after death, they undertook to do all things worthy of shame and deaths and punishments, saying, "This is our portion and this our lot." The Savior therefore came, along with the other things he set right, also to free men from this notion. For by defining the immortality of the soul in saying, "and those who are not able to kill the soul," and by proclaiming the resurrection of bodies through saying that "in the resurrection there is no longer marriage, but they will be as angels," and by foretelling the judgment and the punishment, through many other things and also in saying, "fear the one who is able to destroy both soul and body in Gehenna," he freed all from that suspicion—or rather, to speak more truly, from that slavery. For keeping the divine tribunal in mind, and fixing the eye as toward a target, they would not dare to do anything base. I think, then, that the saying has been made clear. But if you also wish it to be paraphrased, I would say: since, as though about to die, they slaved without restraint to sins—for the fear of death, glaring at them, and begetting the thought of no longer existing, sent them away into every slavery of sin—for this reason Christ came, also to free them from this slavery. But if not even
οὕτως νενόηται, σαφέστερον εἰρήσεται. πολλοῖς γὰρ ἁλώσιμον οὐκ ἔστι τὸ νόημα τὸ ἀποστολικόν. ἀπαλλάξῃ, φησὶ, τούτους τοῦ φόβου τοῦ θανάτου, τοῦ ἀνυπαρξίαν αὐτοῖς ἀπειλοῦντος, καὶ ἀγάγοι εἰς ἔννοια, τοῦ μετὰ τὴν ἐντεῦθεν τελευτὴν ἀδεκάστου κριτηρίου. οὕτω γὰρ ἄσμενοι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν τρέχοιεν, τῇ ἐλπίδι τῶν στεφάνων πτερούμενοι· καὶ τὴν ἁμαρτίαν φεύγοιεν τῷ φόβῳ τῶν ἐσομένων τιμωριῶν. εἰ δὲ καὶ εἰς ἄλλο ἐνθύμημα βλέπει ὁ νοῦς ὁ ἀποστολικὸς, τῆς συνέσεως τῆς σῆς ἐστὶ κρῖναι. εἰκὸς γὰρ καί τι τοιοῦτον αὐτὸν ἐμφαίνειν. ἐπειδὴ πολλοὶ τὸν θάνατον δεδιότες ὡς εἰς ἀνυπαρξίαν παραπέμποντα, πολλὰ καὶ παρὰ γνώμην καὶ δρᾶσαι καὶ παθεῖν αἰσχρὰ ὑπέμενον. ἵνα μὴ μόνον τιμωρηθεῖεν παρὰ τῶν δυνατωτέρων. ἐρῶντες γὰρ καὶ μὴ τυγχάνοντες τοῦ σκοποῦ, δόλους καὶ ἐπιβουλὰς θάνατον τίκτοντας κατεσκεύαζον, ὡς δηλοῦσιν, εἴτε κατὰ τὸν Ἰωσὴφ, εἴτε κατὰ τὴν Σωσάνναν ἱστορίαι. ἧκε παιδεύσων τοὺς ἀνθρώπους ὅτι ὁ θάνατος αἱρετώτερός ἐστι τῆς κακίας, καὶ χρὴ μᾶλλον τοῦτον καταδέχεσθαι, ἤ τι τῶν αἰσχίστων δράσαι τὲ καὶ παθεῖν. ὁ μὲν γὰρ ὑπὸ τῆς ἀναστάσεως σβεσθήσεται, τὰ δὲ, εἰς κολάσεις κατα- λήξουσιν. Ἀθανασίου. Ἄνωθεν δὲ πάλιν περὶ τοῦ αὐτοῦ ῥητέον πλατύτερον. ὁ Θεὸς ἀγαθὸς ὣν, οὐδενὶ τοῦ εἶναι φθονήσας, ἐξ οὐκ ὄντων τὰ πάντα πεποίηκε διὰ τοῦ ἰδίου Λόγου αὐτοῦ.
Thus it has been understood, it will be stated more clearly. For the apostolic meaning is not easily grasped by many. He says, he will release these from the fear of death, which threatens them with non-existence, and lead them to the thought of the undeceivable judgment after the departure from here. For in this way they would eagerly run the road that leads to virtue, winged by the hope of crowns; and they would flee sin by the fear of the punishments to come. But if the apostolic mind looks to some other thought as well, it is for your understanding to judge. For it is likely that he is also indicating something of this sort. Since many, fearing death as sending them into non-existence, have endured to do and suffer many shameful things contrary to their judgment, so that they might not be punished by those more powerful. For desiring and not attaining the goal, they devised plots and schemes that give birth to death, as the histories make clear, whether concerning Joseph or concerning Susanna. He came to teach men that death is more to be chosen than wickedness, and that one ought rather to accept this than to do or suffer any of the most shameful things. For the one will be extinguished by the resurrection, but the other will end in punishments. Of Athanasius. But again from the beginning it must be said more broadly concerning the same matter. God, being good, envying existence to no one, made all things out of nothing through his own Word.
ἐν οἷς πάντων μάλιστα τῶν ἐπὶ γῆς, τὸ ἀνθρώπινον γένος ἐλεήσας, καὶ θεωρήσας ὡς οὐχ ἱκανὸν εἴη κατὰ τὸν τῆς ἰδίας γενέσεως λόγον διαμένειν, ἀεὶ πλέον τί χαριζόμενος αὐτοῖς, οὐχ ἁπλῶς ὡς τὰ ἄλογα ζῷα ἔκτισε τοὺς ἀνθρώπους, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ εἰκόνα ἐποίησεν αὐτοὺς, μεταδοὺς αὐτοῖς καὶ τῆς τοῦ δίου λόγου δυνάμεως, ἵνα ὡσπερ σκιάς τινας ἔχοντες τοῦ λόγου καὶ γενόμενοι λογικοὶ, διαμένειν ἐν μακαριότητι δυνηθῶσι, ζῶντες τὸν ἀληθινὸν καὶ ὄντως τῶν ἁγίων ἐν παραδείσῳ βίον. εἰδὼς δὲ πάλιν τὴν ἀνθρώπων εἰς ἀμφότερα νεύειν δυναμένην προαίρεσιν, προλαβὼν ἠσφαλίσατο νόμῳ, τὴν δοθεῖσαν αὐτοῖς χάριν. εἰς τὸν ἑαυτοῦ γὰρ παράδεισον αὐτοὺς εἰσαγαγὼν, ἔδωκεν αὐτοῖς νόμον ἵνα εἰ μὲν φυλάξαιεν τὴν χάριν, καὶ μένοιεν καλοὶ, ἔχωσι τὴν ἐν παραδείσῳ ἄλυπον ζωὴν, πρὸς τὸ καὶ τῆς ἐν οὐρανοῖς ἀφθαρσίας αὐτοὺς τὴν ἐπαγγελίαν
ἔχειν. εἰ δὲ παραβαῖεν καὶ στραφέντες γένοιντο φαῦλοι, γινώσκοιεν ἑαυτοὺς τὴν ἐν θανάτῳ κατὰ φύσιν φθορὰν ὑπομένειν, καὶ μένειν ἐν τῷ θανάτῳ. τὸ γὰρ “θανάτῳ ἀποθανεῖσθε,” τί ἃν ἄλλο εἴη ἣ τὸ μὴ μόνον ἀποθνήσκειν, ἀλλὰ καὶ ἐν τῇ τοῦ θανάτου φθορᾷ διαμένειν; Οὕτω μὲν οὖν ὁ Θεὸς τὸν ἄνθρωπον πεποίηκε, καὶ μένειν ἠθέλησεν ἐν ἀφθαρσίᾳ. ἄνθρωποι δὲ ἀποστραφέντες τὴν πρὸς τὸν Θεὸν κατανόησιν, ἐπινοήσαντες δὲ ἑαυτοῖς τὴν κακίαν, ἔσχον τὴν προαπειληθεῖσαν τοῦ θανάτου κατάκρισιν, καὶ ὁ θάνατος αὐτῶν ἐκράτει βασιλεύων.
Among these, most of all those on earth, he pitied the human race, and seeing that it was not sufficient to remain according to the principle of its own origin, always granting them something more, he did not simply create humans like irrational animals, but made them according to his own image, imparting to them also the power of the divine word, so that, having as it were certain shadows of the word and having become rational, they might be able to remain in blessedness, living the true and truly holy life in paradise. But again, knowing that human choice is able to incline toward both, he secured in advance by law the grace given to them. For having brought them into his own paradise, he gave them a law, so that if they kept the grace and remained good, they might have the painless life in paradise, with the result that they would also have the promise of incorruption in the heavens. But if they transgressed and, turning, became wicked, they would know that they themselves undergo the corruption natural to death, and remain in death. For what else would "you shall surely die" be than not only to die, but also to remain in the corruption of death? Thus, then, God made man, and willed that he remain in incorruption. But humans, turning away from the understanding of God and devising evil for themselves, received the previously threatened condemnation of death, and death ruled over them.
ἡ μὲν γὰρ παράβασις τῆς ἐντολῆς, εἰς τὸ κατὰ φύσιν αὐτοὺς ἐπέστρεφεν, ἵνα ὥσπερ οὐκ ὄντες γεγόνασιν, οὕτως καὶ τὴν εἰς τὸ μὴ εἶναι φθορὰν ὑπομείνωσιν εἰ γὰρ φύσιν ἔχοντες τὸ μὴ εἶναι ποτε τῇ τοῦ Λόγου παρουσίᾳ καὶ φιλανθρωπίᾳ εἰς τὸ εἶναι ἐκλήθησαν, ἀκόλουθον ἦν κενωθέντας τῆς περὶ Θεοῦ ἐννοίας καὶ εἰς τὰ οὐκ ὄντα αποστραφεντας· οὐκ ὄντα γάρ ἐστι τὰ κακὰ, ὄντα δὲ τὰ καλά ἐπειδή περ ἀπὸ τοῦ ὄντως Θεοῦ γεγονασιν, κενωθῆναι καὶ τοῦ εἶναι ἀεί· τοῦτο δέ ἐστι τὸ διαλυθέντας μένειν ἐν τῷ θανάτῳ καὶ τῇ φθορᾷ. ἔστι μὲν δὴ κατὰ φύσιν ὁ ἄνθρωπος θνητὸς, ἅτε δὴ ἐξ οὐκ ὄντων γεγονὼς, διὰ δὲ τὴν πρὸς τὸν ὄντα ὁμοιότητα, ἣν διεφύλαττε διὰ τῆς πρὸς αὐτὸν κατανοήσεως, ἤμβλυνεν ἃν τὴν κατὰ φύσιν φθορὰν, καὶ ἔμεινεν ἄφθαρτος· διὰ γὰρ τὸν συνόντα Λόγον καὶ ἡ κατὰ φύσιν φθορὰ τούτῳ οὐκ ἤγγιζεν. ἐπεὶ δὲ φθόνῳ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἀπεστράφησαν, ἀπέθνησκον. ἡ δὲ φθορὰ λοιπὸν κατ’ αὐτῶν ἤκμαζεν, ὅσω καὶ τὰ τῆς κακίας ἐπετείνετο καὶ νόμῳ ἴσχυε καθ’ ἤμων ο θάνατος, καὶ οὐχ οἷόν τε ἦν τὸν νόμον ἐκφυγεῖν, διὰ τὸ ὑπὸ Θεοῦ τεθεῖσθαι τοῦτον, τῆς παραβάσεως χάριν. καὶ ἦν ἄτοπον ὁμοῦ καὶ ἀπρεπὲς εν τοῖς γινομένοις. ἄτοπον μὲν γὰρ ἢν εἰπόντα ’τον Θέον ψευσασθαι, ἀπρεπὲς δὲ τὰ ἅπαξ γενόμενα λογικὰ καὶ τοῦ λόγου αὐτοῦ μετασχόντα, παραπόλλυσθαι, καὶ τὴν τοῦ Θεοῦ τέχνην ἐν τοῖς ἀνθρώποις ἀφανίζεσθαι, ἣ διὰ τὴν αὐτῶν ἀτέλειαν, ἣ διὰ τὴν τῶν δαιμόνων ἀπάτην. φθειρομένων τοίνυν τῶν λογικῶν, τι ἔδει τὸν Θεὸν ποιεῖν ἀγαθὸν ὄντα ; ἀφεῖναι τὴν φθορὰν κατ’ αὐτῶν ἰσχύειν;
For the transgression of the commandment turned them back to what was according to nature, so that just as they came into being from not being, so also they might undergo corruption into not being. For if, having a nature of not being at one time, they were called into being by the presence and love for humanity of the Word, it was consistent that, having been emptied of the thought concerning God and turned toward things that are not—for evils are things that are not, but goods are things that are, since they have come from the truly existing God—they should also be emptied of existing forever. And this is to remain, having been dissolved, in death and corruption. Man is indeed by nature mortal, inasmuch as he has come from things that are not, but through the likeness to the One who exists, which he preserved through contemplation of him, he would have blunted the corruption according to nature and would have remained incorruptible; for because of the Word present with him, the corruption according to nature did not draw near to him. But when, by the envy of the devil, they turned away to the things of corruption, they died. And corruption from then on flourished against them, to the extent that the things of wickedness were intensified, and death prevailed against us by law, and it was not possible to escape the law, because it had been established by God on account of the transgression. And it was both absurd and unseemly in what was happening. For it was absurd, having spoken, for God to lie, and unseemly that rational beings once created and partaking of his Word should be destroyed, and that the craft of God in humans should be made to vanish, whether because of their own imperfection or because of the deception of the demons. When rational beings, then, were being corrupted, what ought God, being good, to do? To allow corruption to prevail against them?
καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς αὐτὰ γενέσθαι; ἔδει γὰρ αὐτὰ μὴ γενέσθαι, ἣ γενόμενα, παραμεληθῆναι καὶ ἀπολέσθαι· ἀσθένεια
γὰρ μᾶλλον καὶ οὐκ ἀγαθότης ἐκ τῆς ἀμελείας γινώσκεται τοῦ Θεοῦ. οὐκοῦν ἔδει τοὺς ἀνθρώπους μὴ ἀφιέναι φέρεσθαι τῇ φθορᾷ. ἀλλὰ πάλιν ἀντίκειται τὸ δεῖν ἀληθῆ φανῆναι τὸν Θεὸν ἐν τῇ περὶ τοῦ θανάτου νομοθεσίᾳ. τί οὖν ἔδει καὶ ἐν τούτῳ ποιῆσαι τὸν Θεόν; μετάνοιαν ἐπὶ τῇ παραβάσει τοὺς ἀνθρώπους ἀπαιτῆσαι, ἵν ὥσπερ ἐκ τῆς παραβάσεως εἰς φθορὰν, οὕτως ἐκ τῆς μετανοίας εἰς ἀφθαρσιαν γένοιντο. ἀλλ’ ἡ μετάνοια οὔτε τὸ εὔλογον τὸ πρὸς Θέον ἐφύλαττεν. ἔμενε γὰρ πάλιν οὐκ ἀληθὴς, μὴ κρατουμένων ἐν τῷ θανάτῳ τῶν ἀνθρώπων. οὔτε δὲ ἡ μετάνοια ἀπὸ τῶν κατὰ φύσιν ἀνακαλεῖται, ἀλλὰ μόνον παύει τῶν ἁμαρτημάτων. Εἰ μὲν οὖν μόνον ἦν πλημμέλημα, καὶ μὴ φθορᾶς ἐπακολούθησις, καλῶς ἃν ἦν ἡ μετάνοια. εἰ δὲ ἅπαξ προλαβούσης τῆς παραβάσεως εἰς τὴν κατὰ φύσιν φθορὰν ἐκρατοῦντο οἱ ἄνθρωποι, καὶ τὴν τοῦ κατ’ εἰκόνα χάριν ἀφαιρεθέντες ἦσαν, τί ἄλλο ἔδει γενέσθαι; ἣ τίνος ἦν χρεία πρὸς τὴν τοιαύτην χάριν καὶ ἀνάκλησιν, ἣ τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάντα πεποιηκότος, τοῦ Θεοῦ Λόγου; αὐτοῦ γὰρ ἦν πάλιν καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν ἐνεγκεῖν, καὶ τὸ ὑπὲρ πάντων εὔλογον ἀποσῶσαι πρὸς τὸν Πατέρα. τούτου δὴ ἕνεκεν ὁ ἄφθαρτος τοῦ Θεοῦ Λόγος παραγίνεται εἰς τὴν ἡμετέραν χώραν· οὔτε γε μακρὰν ὢν πρότερον· οὐδὲν γὰρ αὐτοῦ καινὸν ὑπολέλειπται τῆς κτίσεως μέρος, ἀλλὰ παραγίνεται συγκαταβαίνων τῇ εἰς ἡμᾶς αὐτοῦ φιλανθρωπίᾳ καὶ ἐπ’ ἐπιφανείᾳ·
And what is the need for them to have come into being from the beginning? For it was necessary either that they not come into being, or, having come into being, that they be neglected and perish; for from neglect, weakness rather than goodness of God is known. Therefore it was necessary that humans not be allowed to be carried away by corruption. But again there is a counter-consideration: that God must appear true in his legislation concerning death. What then should God have done in this matter too? To require repentance from humans for their transgression, so that just as from transgression they came into corruption, so from repentance they might come into incorruption. But repentance did not preserve the reasonableness that is due to God. For he remained again not true, if humans were not held in death. Nor does repentance recall from natural conditions, but only stops sins. If, then, it were only a trespass, and no following of corruption, repentance would be fine. But if, once transgression had taken the lead, humans were held in natural corruption, and had been deprived of the grace of the image, what else should have happened? Or what was the need for such grace and restoration, except that of the God-Logos who in the beginning made all things from non-being into being? For it was his again both to bring the corruptible into incorruption and to preserve the reasonableness on behalf of all toward the Father. For this reason the incorruptible Logos of God comes into our region; for he was not previously far away—for no part of creation has been left new by him—but he comes, condescending in his love for humanity toward us and for manifestation.
καὶ ἰδὼν τὸ λογικὸν ἀπολλύμενον γένος, καὶ τὸν θάνατον κατ’ αὐτῶν βασιλεύοντα τῆ φθορᾷ, ὁρῶν δὲ καὶ τὴν ἀπειλὴν τῆς παραβάσεως διακρατοῦσαν τὴν καθ’ ἡμῶν φθορὰν, καὶ ὅτι ἄτοπον ἦν πρὸ τοῦ πληρωθῆναι τὸν νόμον λυθῆναι· ὁρῶν δὲ καὶ τὸ ἀπρεπὲς ἐν τῷ συμβεβηκότι, ὅτι ὥν αὐτὸς ἦν δημιουργὸς ταῦτα παρηφανίζετο· ὁρῶν δὲ καὶ τὴν ὑπερβάλλουσαν τῶν ἀνθρώπων κακίαν, καὶ τὸ ὑπεύθυνον πάντων πρὸς τὸν θάνατον· ἐλεήσας ἡμῶν τὴν ἀσθένειαν, καὶ τῆ φθορᾷ ἡμῶν συγκαταβὰς, καὶ τὴν τοῦ θανάτου κράτησιν κατενέγκας, ἵνα μὴ τὸ γενόμενον ἀπόληται, λαμβάνει ἑαυτῷ σῶμα, καὶ τοῦτο οὐκ ἀλλότριον τοῦ ἡμετέρου, ἀλλὰ τὸ ἡμέτερον· καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ ἐν ἀχοάντῳ παρθένῳ κατασκευάζει ἑαυτῷ ναὸν τὸ σῶμα, καὶ ἰδιοποιεῖται αὐτὸ, καὶ οὕτως ἀπὸ τῶν ἡμετέρων τὸ ὅμοιον λαβὼν διὰ τὸ πάντας ὑπευθύνους εἶναι τῇ τοῦ θανάτου
ᾇ, ἀντὶ πάντων αὐτὸ θανάτῳ παραδοὺς, προσῆγε τῷ Πατρί. καὶ τοῦτο φιλανθρώπως ποιῶν, ἵνα ὡς μὲν πάντων ἀποθανόντων, ἐν αὐτῷ λυθῇ ὁ κατὰ τῆς φθορᾶς τῶν ἀνθρώπων νόμος, ἅτε δὴ πληρωθείσης τῆς ἐξουσίας ἐν τῷ Κυριακῷ σώματι, καὶ μηκέτι χώραν ἔχοντος κατὰ τῶν ὁμοίων ἀνθρώπων, ὡς δὲ εἰς φθορὰν ἀναστρέψαντας τοὺς ἀνθρώπους, πάλιν εἰς τὴν ἀφθαρσίαν ἐπιστρέψει, καὶ ζωοποιήσει τούτους ἀπὸ τοῦ θανάτου τῇ τοῦ σώματος ζωοποιήσει, καὶ τῇ τῆς ἀναστάσεως χάριτι τὸν θάνατον ἀπ’ αὐτῶν ὡς καλάμην ἀπὸ πυρὸς ἐξαφανίζων.
And seeing the rational race perishing, and death reigning over them through corruption, and seeing also the threat of transgression maintaining the corruption against us, and that it was absurd that the law should be dissolved before it was fulfilled; and seeing also the unseemliness in what had happened, that those things of which he himself was the creator were being destroyed; and seeing also the exceeding wickedness of men, and that all were liable to death; having pitied our weakness, and having condescended to our corruption, and having endured the power of death, so that what had come to be might not perish, he takes to himself a body, and this not alien to ours, but our own; and this not simply, but in an undefiled virgin he prepares for himself the body as a temple, and makes it his own, and thus having taken what is like from what is ours, because all were liable to the power of death, delivering it over to death in place of all, he brought it to the Father. And doing this in a humane manner, so that, on the one hand, as all having died, in him the law against the corruption of men might be dissolved, since the authority had been fulfilled in the Lord's body, and it no longer has a place against similar men; and on the other hand, that men who had turned to corruption he might turn again to incorruption, and give them life from death by the life-giving of the body, and by the grace of the resurrection destroying death from them as a reed from fire.
συνιδὼν γὰρ ὁ Λόγος ὅτι ἄλλως οὐκ ἃν λυθείη τῶν ἀνθρώπων ἡ φθορὰ, εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷον τε δὲ ἢν τὸν Λόγον ἀποθανεῖν ἀθάνατον ὄντα, τούτου ἕνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῷ λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ Λόγου μεταλαβὸν, ἀντὶ πάντων ἱκανὸν γένηται τῷ θανάτῳ, καὶ διὰ τὸν ἐνοικήσαντα Λόγον ἄφθαρτον διαμείνῃ, καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῇ τῆς ἀναστάσεως χάριτι. Ὅθεν ὡς ἱερεῖον καὶ θῦμα παντὸς ἐλεύθερον σπίλου ὃ αὐτὸς ἑαυτῷ ἔλαβε σῶμα προσάγων εἰς θάνατον, ἀπὸ πάντων εὐθὺς τῶν ὁμοίων ἠφάνιζε τὸν θάνατον τῇ προσφορᾷ τοῦ καταλλήλου. ὑπὲρ πάντας γὰρ ὣν ὁ Λόγος τοῦ Θεοῦ, εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσάγων ἀντίψυχον, ὑπὲρ τοῦ Δαβὶδ καὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἀδὰμ ὡς γέγραπται· εἶτα καὶ τῆς ἐνανθρωπήσεως λέγει τὴν αἰτίαν, ὅτι τῆς ἐκείνου ἐνσωματώσεως ἡμεῖς γεγόναμεν ὑπόθεσις, καἰ διὰ τὴν ἡμῶν σωτηρίαν ἐφιλανθρωπεύσατο καὶ ἐν ἀνθρωπίνῳ γενέσθαι καὶ φανῆναι σώματι, ἵνα διὰ τοῦ θανάτου αὐτοῦ καταλυθῇ, ὁ τῆς ἁμαρτίας ἄρχων διάβολος, ἥτις ἐστὶ κράτος καὶ ἰσχὺς τοῦ θανάτου. δι’ αὐτῆς γὰρ ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε. τῇ γὰρ τοῦ ἰδίου σώματος θυσίᾳ, καὶ τέλος ἐπέθηκε τῷ καθ’ ἡμᾶς νόμῳ, καὶ ἀρχὴν ζωῆς ἡμῖν ἀνεκαίνησεν, ἐλπίδα τῆς ἀναστάσεως δεδωκώς. οὐκέτι γὰρ νῦν ὡς κατακρινόμενοι ἀποθνήσκομεν, ἀλλ’ ὡς ἐγειρόμενοι περιμένομεν τὴν κοινὴν πάντων ἀνάστασιν. Κυρίλλου. Νοοῖτο δ᾿ ἃν πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκως αιματος καὶ σαρκὸς, ὡς ἕτερος ὣν παρ’ ἡμᾶς κάτα φύσιν οὐ γάρ τοι φαίη τίς ἃν ἀνθρώπῳ βλέπειν τὸ ἀνθρωπότητος μετασχεῖν·
For the Word, perceiving that otherwise the corruption of human beings would not be dissolved unless through dying altogether, and that it was not possible for the Word to die since he is immortal, for this reason took to himself a body capable of dying, so that this body, having partaken of the Word, might become sufficient for death on behalf of all, and through the Word who dwelt in it might remain incorruptible, and thereafter corruption might cease from all by the grace of the resurrection. Therefore, as a victim and sacrifice free from every stain, he brought to death the body which he himself took to himself, and straightway from all similar things he destroyed death by the offering of the fitting one. For being above all, the Word of God, reasonably offering his own temple and bodily instrument as a ransom, on behalf of David and Abraham and Adam, as it is written; then he also states the cause of the incarnation, that we have become the occasion of his embodiment, and for our salvation he in his love for humanity condescended both to become and to appear in a human body, so that through his death might be destroyed the devil, the ruler of sin, which is the power and strength of death. For through it death entered the world. For by the sacrifice of his own body he both put an end to the law that was against us and renewed for us the beginning of life, having given us the hope of the resurrection. For no longer now do we die as those condemned, but as those being raised we await the common resurrection of all. Of Cyril. But he who partook similarly with us of blood and flesh may be understood by us as one who is other than us by nature; for surely no one would say that to see a human being is to partake of humanity.
ὃ γάρ ἐστι κατὰ φύσιν, πῶς ἄν τις νοοῖτο λαβὼν ὡς ἕτερον
ὄντι πη ὅπερ ἐστί; τι δέ ἐστι “παραπλησίως μετέσχε τῶν “αὐτῶν;” ἣ ἐκεῖνό που πάντως, ὅτι γέγονε καθ’ ἡμᾶς ἐν αἵματι καὶ σαρκὶ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, οὐκ ἄψυχον, καθάπερ ἔδοξέ τισι τῶν αἱρετικῶν, ἐμψυχωμένον δὲ ψυχῇ λογικῇ· καὶ οὕτω προῆλθεν ἄνθρωπος ἐκ γυναικὸς, οὐκ ὀλιγωρήσας τοῦ εἶναι Θεὸς, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς, μεμενηκὼς ὅπερ ἦν ἀεί. ἐπειδὴ δὲ βαθὺς ὁ λόγος, πρόσεχε διεγηγερμένῳ (??) πῶς ἡμεῖς κεκοινωνήκαμεν αἵματος καὶ σαρκὸς, ἑτεροφυὴς γὰρ ἡ ψυχὴ πρὸς αἷμα καὶ σάρκα. ἀλλ’ εἰς ἄνθρωπον ἕνα δι’ ἀμφοῖν συντεθείμεθα, ταῖς τοῦ πλάσαντος ἡμᾶς εὐτεχνίαις, εἰς ἄφραστόν τινα συνδεδραμηκότων ἑνότητα τῶν ἀλλήλοις ἐναντίων κατὰ τὴν φύσιν. “βούλῃ,” καθά φησιν Ἡσαΐας, “μετρήσωμεν τῇ χειρὶ τὸ ὕδωρ, “καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;” βούλῃ τὰ ὑπὲρ ἡμᾶς ἴδωμεν ἐκ τῶν καθ’ ἡμᾶς; οὐκοῦν παραθέντες εἰς παράδειγμα βραχὺ τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, ἀναπηδήσωμεν εἰς ἐννοίας τὰς ἐπὶ Χριστῷ. ἕνωσιν ἀληθῆ γενέσθαι φαμὲν προσλαβόντος τοῦ Λόγου τὸ ἀνθρώπινον. ἴδιον γὰρ ἐποιήσατο σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου, ἴδιον δὲ ὡσὰν εἰ λέγοιτο τυχὸν καὶ ἡμῶν ἑκάστου τὸ αὐτοῦ· καὶ τοῦτο οἶμαι δηλοῦν τὸ γενέσθαι σάρκα αὐτὸν, οὐ κατὰ τροπὴν ἣ μετάστασιν· ἄτρεπτος γὰρ ἡ θεία φύσις·
For what is by nature, how could anyone understand it as having taken something as other than what it is? And what is it that “he similarly partook of the same things”? Or is it surely that in every way, that he became like us in blood and flesh, having taken a body from the holy virgin, not soulless, as some of the heretics supposed, but ensouled with a rational soul; and thus he came forth as a man from a woman, not disdaining to be God, but even in the assumption of flesh, remaining what he always was. But since the word is deep, pay attention with awakened mind how we have shared in blood and flesh, for the soul is of a different nature from blood and flesh. But we have been composed into one man through both, by the crafts of the one who formed us, when things naturally opposed to one another have run together into some ineffable unity. “Will you,” as Isaiah says, “measure the water with the hand, and the heaven with a span, and all the earth with a handful?” Do you wish us to see the things beyond us from the things that are ours? Therefore, having set before us as a brief example the man composed of soul and body, let us leap up to thoughts concerning Christ. We say that a true union took place when the Word assumed the human nature. For he made his own the body from the holy virgin, and his own, as if one might perhaps say, is each of ours as well; and this, I think, is what is meant by his becoming flesh, not by a turning or change; for the divine nature is immutable.
ἀλλ’ ὅτι τῇ θείᾳ γραφῇ σύνηθές πώς ἀεὶ καὶ ὅλον ἔσθ’ ὅτε τὸν ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ὡς ἀπὸ μόνης καταδηλοῦν τῆς σαρκὸς, οἷον ἐστὶ τὸ “ἐκχεῶ “ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.” ἕνα τοίνυν ὁμολογοῦμεν Υἱὸν, γεννηθέντα μὲν θεικῶς ἐκ Πατρὸς, καθὸ νοεῖται καὶ ἔστι Λόγος, ἀποτεχθέντα δὲ αὐτὸν ἐκ γυναικὸς κατὰ σάρκα· νοηθήσεται γὰρ οὕτω, κεκοινωνηκὼς αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, ἵνα διὰ τοῦ οἰκείου θανάτου καταργήσῃ τὸν διάβολον, οὗ φθόνῳ θάνατος εἰς τὸν κόσμον εἰσῆλθε· ῥίζα γὰρ ὥσπερ ζωῆς ὁ Χριστοῦ γέγονε θάνατος, καὶ φθορᾶς ἀναίρεσις, καὶ ἁμαρτίας ἀποτροπὴ καὶ πέρας ὀργῆς. γεγόναμεν ἐπάρατοι, καὶ ὑπὸ θανάτου δίκην ἐν Ἀδὰμ, ἀλλὰ κεχρημάτικεν ὁ Λόγος, ὁ μὴ εἰδὼς ἁμαρτίαν, υἱὸς Ἀδὰμ, καὶ λέλυται δι’ αὐτοῦ τῆς τοῦ πρώτου παραβάσεως τὰ ἐγκλήματα· ὤφθη γὰρ ἡ ἀνθρώπου φύσις ἐν Χριστῷ ὑγιῶς ἔχουσα, τὸ ἀπλημμελὲς τοῦτο σέσωκε τοὺς ἐπὶ γῆς. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Κυρίλλου. Σπέρματος Ἀβραὰμ ἐπιλαβέσθαι φαμὲν τὸν τοῦ Θεοῦ Λόγον· ἀνέφυ γὰρ ἐξ Ἰούδα τὸ κατὰ σάρκα. τὴν πολλὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὁ Παῦλος δεῖξαι βουλόμενος, καὶ τὴν ἀγάπην ἣν περὶ τὸ γένος ἔσχε τὸ ἀνθρώπινον, μετὰ τὸ εἰπεῖν ἔπει οὑν τὰ παίδια κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς “παραπλησίως μετέσχε τῶν αὐτῶν,” ἐπεξέρχεται τούτῳ τῷ χωρίῳ· μὴ γὰρ ἁπλῶς πρόσχῃς τῷ λεχθέντι, μηδὲ ψιλόν τι μόνον τοῦτο εἶναι νομίσῃς, τὸ τὴν ἐξ ἡμῶν σάρκα ἀναλαβεῖν αὐτόν· Ἀγγέλοις τοῦτο οὐκ ἐχαρίσατο. οὐ γὰρ δὴ Ἀγγέλου φύσιν ἀνεδέξατο, ἀλλ’ ἀνθρώπου.
But that it is somehow customary for divine Scripture always, and sometimes entirely, to make clear the whole man—I mean the one consisting of soul and body—and as it were from the flesh alone, such as is the phrase "I will pour out of my Spirit upon all flesh." We therefore confess one Son, begotten divinely from the Father insofar as He is understood and is the Word, but brought forth from a woman according to the flesh; for it will be understood thus, that He shared in blood and flesh similarly to us, so that through His own death He might destroy the devil, by whose envy death entered the world. For the death of Christ has become, as it were, the root of life, and the destruction of corruption, and the turning away of sin, and the end of wrath. We became accursed, and under death as a penalty in Adam, but the Word, who knew no sin, has been called a son of Adam, and through Him the charges of the first transgression have been dissolved; for the nature of man was seen in Christ to be sound, and this sinlessness has saved those on earth. For surely He does not take hold of angels, but He takes hold of the seed of Abraham. Of Cyril. We say that the Word of God took hold of the seed of Abraham; for He sprang from Judah according to the flesh. Paul, wishing to show the great philanthropy of God, and the love which He had for the human race, after saying, "Since then the children have shared in blood and flesh, He Himself likewise partook of the same," proceeds to this passage. For do not understand what is said in a simple way, nor think that this alone is meant—that He took up flesh from us: He did not grant this to angels. For He did not assume the nature of an angel, but of a man.
τι δέ ἐστιν “ἐπιλαμβάνεται;” οὐκ ἐκείνης φησὶ τῆς φύσεως ἐδράξατο τῶν Ἀγγέλων, ἀλλὰ τῆς ἡμετέρας. διατὶ δὲ οὐκ εἶπεν ἀνέλαβεν, ἀλλὰ ταύτῃ τῇ λέξει ἐχρήσατο, τῇ “ἐπιλαμβάνεται;” ἀπὸ μεταφορᾶς τῶν διωκόντων τοὺς ἀποστρεφομένους αὐτοὺς καὶ πάντα ποιούντων ὥστε καταλαβεῖν φεύγοντας, καὶ ἐπιλαβέσθαι ἀποπηδώντων· φεύγουσαν γὰρ ἀπ’ αὐτοῦ τὴν ἀνθρωπίνην φύσιν, καὶ πόρρω φεύγουσαν, ἦμεν γὰρ μακρὰν, καταδιώξας κατέλαβεν. ἔδειξε δὲ ὅτι τοῦτο ἀγάπῃ μόνῃ καὶ κηδεμονίᾳ πεποίηκε. καὶ ὥσπερ ὅταν λέγῃ, οὐχὶ πάντες εἰσὶ λειτουργικὰ “πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας “κληρονομεῖν σωτηρίαν,” τὸ περισπούδαστον αὐτῷ τῆς ἀνθρωπίνης φύσεως δείκνυσι, καὶ ὅτι πολὺς τῷ Θεῷ Λόγος αὐτῆς, οὕτω καὶ ἐνταῦθα τὸ πολὺ μεῖζον τίθησιν ἀπὸ συγκρίσεως. “οὐ γὰρ Ἀγ- “γέλων,” φησὶν, “ἐπιλαμβάνεται.” καὶ γὰρ ὄντως μέγα καὶ θαυμαστὸν καὶ ἐκπλήξεως γέμον, τὴν ἐξ ἡμῶν σάρκα ἄνω καθῆσθαι, καὶ προσκυνεῖσθαι ὑπ’ Ἀγγέλων καὶ τῶν Ἀρχαγγέλων καὶ τῶν Χερουβὶμ καὶ τῶν Σεραφίμ. τοῦτο πολλάκις ἐγὼ εἰς νοῦν λαβὼν ἐξίσταμαι, καὶ μεγάλα περὶ τοῦ γένους τοῦ ἀνθρωπίνου φαντάζομαι. μεγάλα γὰρ ὁρῶ καὶ λαμπρὰ τὰ προοίμια, και πολλὴν τῷ Θεῷ τὴν σπουδὴν ὑπὲρ τῆς φύσεως τῆς ἡμετέρας. ὅρα δὲ οὐκ εἶπεν ἀνθρώπων ἁπλῶς ἐπιλαμβάνεται, ἀλλὰ βουλόμενος τοὺς ἐξ Ἑβραίων πιστοὺς ἐπᾶραι, καὶ δεῖξαι μέγα καὶ τίμιον τὸ γένος αὐτῶν φησὶν, “ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.” Θεοδωρήτου. Εἰ γὰρ Ἀγγέλων ἀνειλήφει φύσιν, κρείττων
What does "he takes hold of" mean? He says he did not grasp the nature of angels, but ours. And why did he not say "he took up," but used this word, "he takes hold of"? By a metaphor from those who pursue those who turn away from them and do everything so as to overtake those who flee, and to take hold of those who leap away; for human nature was fleeing from him, and fleeing far off—for we were far away—he pursued and overtook it. And he showed that he did this by love alone and by care. And just as when he says, "Are they not all ministering spirits sent forth for service for the sake of those who are about to inherit salvation," he shows the great earnestness he has for human nature, and that God the Word has much concern for it, so also here he sets forth the much greater by comparison. "For he does not take hold of angels," he says. For indeed it is truly great and wonderful and full of amazement that the flesh that is from us sits on high, and is worshiped by angels and archangels and the cherubim and the seraphim. Having often taken this into my mind, I am astonished, and I form great thoughts about the human race. For I see great and splendid beginnings, and much earnestness on God's part for our nature. But observe: he did not say simply that he takes hold of men, but wishing to lift up the faithful from among the Hebrews and to show their race great and honorable, he says, "but he takes hold of the seed of Abraham." From Theodoret. For if he had taken up the nature of angels, being better
ἃν ἐγεγόνει θανάτου. ἐπειδὴ δὲ ἀνθρώπειον ἦν ὃ ἀνέλαβε, διὰ μὲν τοῦ πάθους τὸ τῶν ἀνθρώπων ἀπέδωκε χρέος, διὰ δὲ τῆς τοῦ πεπονθότος σώματος ἀναστάσεως, τὴν οἰκείαν ἐπέδειξε δύναμιν. ἄγαν δὲ σοφῶς ὁ θεῖος Ἀπόστολος ἀντὶ τοῦ γενικοῦ ὀνόματος τὸ ἴδιον τέθεικεν· οὐ γὰρ εἶπε σπέρματος ἀνθρώπου ἐπιλαμβάνεται, ἀλλὰ “σπέρματος Ἁβραὰμ,” ἀναμιμνήσκων αὐτοὺς καὶ τῆς πρὸς τὸν Ἁβραὰμ γεγενημένης ἐπαγγελίας. Ἰσιδώρου. Διὰ τοῦτο καὶ Ἁβραὰμ τελευτῶν ἐνετείλατο τῷ οἰκέτῃ, “ὑπόθες τὴν χεῖρα σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ “σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ,” τὸν ἐκ τῶν μηρῶν αὐτοῦ μέλλοντα σαρκοῦσθαι Θεὸν, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὸν Κύριον καὶ δεσπότην Χριστὸν, καθαρότητι διανοίας ὁρῶν μέλλοντα τοῦ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεσθαι, ὡς προφήτης καὶ βλέπων τὰ ἔμπροσθεν. Κυρίλλου. Ἀλλ᾿ ἴδωμεν καὶ τὰ πη ἑκάστῳ τῶν αἱρετικῶν μυθάρια. οἱ μὲν γάρ φασιν, ὅτι πέφηνεν ἄνθρωπος, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐ μὴν ὅτι πεφόρηκε τὴν ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου σάρκα. ἕτεροι δὲ, νόθον νοσοῦντες εὐλάβειαν, ἵνα μὴ δοκοῖεν ἀνθρώπῳ προσκυνεῖν, καὶ τὴν ἀπὸ γῆς σάρκα ταῖς ἀνωτάτω δόξαις στεφανοῦν, προτετράφθαι φασὶν τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, εἰς ὀστέων καὶ νεύρων καὶ σαρκὸς φύσιν, τὴν ἐκ παρθένου γέννησιν πλατὺ γελῶντες οἱ τάλανες. οἱ δὲ καὶ ὀψιγενῆ τὸν συναΐδιον τῷ Πατρὶ εἶναι πεπιστεύκασι, καὶ εἰς τὸ μόλις ὑπάρξαι διακεκλῆσθαι τότε, ὅτε καὶ τῆς κατὰ σάρκα γεννήσεως ἔλαχε τὴν ἀρχήν.
of death. But since what he took up was human, through suffering he paid the debt of human beings, and through the resurrection of the body of the one who suffered he displayed his own power. And with great wisdom the divine Apostle, instead of the generic name, set down the specific one; for he did not say, "He takes hold of the seed of a man," but "the seed of Abraham," reminding them also of the promise that had been made to Abraham. From Isidore. Therefore also Abraham, when he was dying, commanded his servant, "Put your hand under my thigh, and I will make you swear by the Lord, the God of heaven," seeing with purity of mind, as a prophet and beholding things to come, that God who was to be incarnate from his thighs, Christ the Lord and Master of heaven and earth, was about to take hold of the seed of Abraham. From Cyril. But let us also see the little myths of each of the heretics. For some say that the Word from God the Father appeared as a man, but not that he bore the flesh from the holy virgin and Theotokos. Others, suffering from a counterfeit piety, lest they seem to worship a man and to crown flesh taken from the earth with the highest glories, say that the Word who came forth from God the Father was previously transformed into the nature of bones and sinews and flesh, laughing broadly at the birth from the virgin—the wretches. And others have believed that the one who is coeternal with the Father is late-born, and that he was called into existence only with difficulty then, when he also received the beginning of his birth according to the flesh.
εἰσὶ δὲ οἳ καὶ ἀνυπόστατον τὸν ἐκ Θεοῦ φασι Λόγον εἶναι, ῥῆμα δὲ ἁπλῶς τὸ κατὰ μόνην νοούμενον προφορὰν ἐν ἀνθρώπῳ γενέσθαι. Μάρκελλος δὲ οὗτοι καὶ Φωτεινός. δοκεῖ γε μὴν ἑτέροις ἐνανθρωπῆσαι μὲν ἀληθῶς τὸν μονογενῆ καὶ ἐν σαρκὶ γενέσθαι πιστεύειν, μὴ μὴν ἔτι καὶ ἐμψυχῶσθαι τελείως τὴν ἀναληφθεῖσαν σάρκα, ψυχῇ λογικῇ καὶ νοῦν ἐχούσῃ τὸν καθ’ ἡμᾶς, εἰς ἑνότητα δὲ τὴν εἰς ἅπαν. ὥσπερ οὖν οἴονται κατασφίγγοντες τόν τε ἐκ Θεοῦ Λόγον, καὶ τὸν ἐκ τῆς ἁγίας παρθένου ναὸν, κατοικῆσαι φασὶν ἐν αὐτῷ τὸν Λόγον, καὶ ἴδιον μὲν ποιῆσαι σῶμα τὸ ἀναληφθὲν, ψυχῆς δὲ αὐτὸν τῆς νοερᾶς τε καὶ λογικῆς
ἀποπληροῦν τὸν τόπον. ἕτεροι δὲ τούτοις μὲν ἀντιφέρονται ἔκ τε Θεοῦ Λόγου καὶ ψυχῆς τῆς λογικῆς καὶ σώματος ἤτοι τελείας ἀνθρωπότητος συνεστάναι, καὶ ἀναπεπλέχθαι διαβεβαιούμενοι τὸν Ἐμμανουήλ, οὐ μὴν ἔτι καὶ ὑγιᾶ πάντη τὴν ἐπ’ αὐτῷ τετηρήκασι δόξαν. καταδιιστᾶσι γὰρ εἰς δύο τὸν ἕνα Χριστὸν, καὶ παχεῖαν αὐτοῖς ὥσπερ ἐνιέντες τὴν διατομὴν, ἀνὰ μέρος ἑκάτερον μονονουχὶ καὶ ἑστῶτα παραδεικνύουσιν· ἕτερον μὲν ε-ι’ναι διατεινόμενοι τὸν ἐκ παρθένου τεχθέντα τελείως ἄνθρωπον· ἕτερον δὲ αὖ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, οὐχ ὅτι ποτε ἐστὶν ἡ τοῦ Αόγου φύσις καὶ τῆς σαρκὸς διακρίνοντες, οὐδὲ μόναις ταῖς εἰς τοῦτο διαφοραῖς ἐμφιλοχωρεῖν ἐθέλοντο· οὐ γὰρ ἃν ἐννοίας τῆς ἀληθοῦς εἰς τοῦτο διή- μαρτον, ἐπεὶ μὴ φύσις ἡ αὐτὴ σαρκός τε καὶ θεότητος, ἀλλὰ τὸν μὲν ὡς ἄνθρωπον ἰδίᾳ τιθέντες καὶ ἀνὰ μέρος·
But there are those who say that the Word from God is without subsistence, and that the word, understood simply as mere utterance, came to be in a man. These are Marcellus and Photinus. It seems, however, to others that the Only-begotten truly became man and is believed to have come in the flesh, yet that the flesh assumed was not fully endowed with a soul—with a rational soul having a mind like ours—but into a unity with the whole. Just as they think, then, pressing together both the Word from God and the temple from the holy virgin, they say that the Word dwelt in it, and made the assumed body his own, while he himself filled the place of the intelligent and rational soul. Others oppose these, affirming that Emmanuel is composed of the Word from God and a rational soul and a body, that is, perfect humanity, and that he was interwoven, yet they have not kept the opinion concerning him sound in every respect. For they divide the one Christ into two, and, as it were, inserting a thick cleavage between them, they display each part almost as standing separately; maintaining that one is the one born of the virgin, a perfect man, and another again is the Word from the Father, not distinguishing at any point what the nature of the Word is and that of the flesh, nor wishing to dwell only on the differences with respect to this; for they would not have erred from the true conception in this, since the nature of flesh and divinity is not the same, but setting the one apart as a man and in part—
τὸν δὲ, ὡς Θεὸν φύσει τὲ καὶ ἀληθῶς Υἱὸν ὀνομάζουσι, καὶ τοι θέλοντες ει-’ναι Χριστιανοὶ, καὶ γράφειν τετολμήκασιν ὧδε. ὁ μὲν γὰρ φύσει καὶ ἀληθῶς Υἱὸς, ἐκ Θεοῦ Πατρὸς Λόγος ἐστὶν, ὁ δὲ, ὁμωνύμως τῷ Υἱῶ υἱός. ἀλλὰ ταυτὶ μὲν ἐκεῖνοι. ἡμεῖς δὲ ὀλίγην κομιδῆ τὴν βάσανον ἐπιρριπτοῦντες ἑκάστῳ φέρε λέγωμεν καὶ πρό γε τῶν ἄλλων τοῖς Δοκήταις πλανᾶσθαι, μὴ εἰδότες τὰς γραφὰς μήτε μὴν τὸ μέγα τῆς εὐσεβείας μυστήριον τουτέστι Χριστὸν, ὃς γεν- νηθεὶς ἐκ παρθένου, ἐφανερώθη ἐν σαρκὶ, ὤφθη τὲ καὶ Ἀγγέλοις. οὗ δὲ τόκος ὁ διὰ παρθένου καὶ φανέρωσις ἐν σαρκὶ, πῶς οὐ μανία τὸ τῆς δοκήσεως ὄνομα τῆς οὕτως ἐναργοῦς καταγράφειν οἰκονο- μίας ; ἡ γὰρ σκιὰ καὶ δόκησις ἦν, καὶ οὔτε σάρκωσις ἀληθῶς, οὔτε μὴν τέτοκεν ἡ παρθένος, οὐκ ἐπελάβετο σπέρματος Ἁμ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐχ ὡμοιώθη τοῖς ἀδελφοῖς· σκιὰ γὰρ οὔτι πὼς τὰ κἄ ἡμᾶς ἣ δόκησις, ἀλλὰ ἐσμὲν ἐν σώμασιν αὐτοῖς τε καὶ ὁρατοῖς, καὶ τὴν γηγενῆ δὴ ταύτην σάρκα κατημφιεσμένοι, καὶ φθορᾶς καὶ παθῶν ἡττώμεθα. Οὐκοῦν εἰ μὴ γέγονε σὰρξ ὁ Λόγος, οὐδὲ ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθεῖν. οὐδὲ γὰρ ἄν τι πάθοι σκιά. οἴχεται δὴ οὖν τὸ σύμπαν ἡμῶν εἰς τὸ μηδὲν ἀληθῶς. ποῖον γὰρ ἔτι νῶτον δέδωκεν ὑπὲρ ἡμῶν ; ἣ ποίαν τοῖς πταίουσι παρειὰν ὑποστρώσας πρὸς τὰς ἐκ τῶν Iουδαίων διεκαρτέρει πλη-
But him whom they name Son by nature and truly, as God—even though they wish to be Christians and have dared to write thus. For the Son by nature and truly is the Word from God the Father, while the other is a son by homonymy with the Son. But these things are theirs. We, however, casting a very brief test upon each one, come, let us say—and before all others—that the Docetae are deceived, not knowing the Scriptures nor indeed the great mystery of piety, that is, Christ, who was born of a virgin, was manifested in the flesh, and was seen also by angels. But where the birth is through a virgin and the manifestation in the flesh, how is it not madness to inscribe the name of seeming upon so evident a dispensation? For it was a shadow and a seeming, and there was no true incarnation, nor did the virgin truly give birth, nor did the Word from God the Father take hold of the seed of Ham, nor was he made like his brethren; for the shadow and the seeming are in no way the things that are with us, but we are in bodies both real and visible, and clothed in this earth-born flesh, and we are overcome by corruption and passions. Therefore, if the Word did not become flesh, neither in that in which he himself suffered, having been tempted, can he help those who are tempted. For a shadow could not suffer anything. So then our whole cause truly perishes into nothing. For what back did he still give for us? Or what cheek did he spread beneath for those who stumble, that he endured the blows from the Jews—
γάς; ἥλοις δὲ διαπεπάρθαι χεῖράς τε καὶ πόδας τὸν οὐκ ἐν σαρκὶ πεφηνότα τίνα δὴ τρόπον οἰηθείη τις ἄν; ἣ ποίαν πλευρὰν διανύττοιτο; καὶ εἰ χρὴ τούτων τὸ ἐπέκεινα λέγειν, οὔτε ἀπέθανεν ὑπὲρ ἡμῶν, οὔτε μὴν ἠγέρθη Χριστός. οὗ παραδεχθέντος, ἡ πίστις κεκένωται. τεθναίη γὰρ ἃν εἰπέ μοι τίνα δὴ τρόπον ἡ σκιά; πῶς οὖν ἀνέστησεν τὸν Χριστὸν ὁ Πατὴρ σκιὰν ὄντα καὶ δόκησιν, καὶ τοῖς τοῦ θανάτου δεσμοῖς οὐχ ἁλώσιμον; οἰχέσθω δὴ οὖν ἐκείνων εμετος. Τὸ δὲ δὴ καὶ ἑτέρους οἴεσθαι γέννησιν μὲν ἀνήνασθαι τὴν διὰ τῆς ἁγίας παρθένου τὸν ἐκ Θεοῦ φύντα Λόγον, παρατετράφθαι δὲ αὐτὸν εἰς τὴν ἀπὸ γῆς σάρκα, δυσφημούντων ἐστὶ τὴν οἰκονομίαν, καὶ τοῖς θείοις ἐπιτιμώντων σκέμμασιν. ὁ μὲν γὰρ πολὺς εἰς ἔλεον κεκένωκεν ἑαυτὸν δι’ ἡμᾶς, γενόμενος ἄνθρωπος ἐκ γυναικὸς, ἵν᾿ “ἐπείπερ αἵματος καὶ σαρκὸς κεκοινώνηκε τὰ παιδία” τουτέστιν ἡμεῖς, παραπλησίως μετάσχῃ τῶν αὐτῶν, “ἵνα διὰ θανάτου “καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.” οἱ δὲ τῆς οὕτω παγκάλης βουλῆς τὸ ἀπρεπὲς καθορίζουσι. καὶ ὥσπερ ἐνὸν αὐτοῖς τὰ ἀμείνω φρονεῖν, μὴ χρῆναι λέγουσιν ὠδῖνα καὶ τόκον ἐκ γυναικὸς καταγράφειν ἡμᾶς τοῦ μονογενοῦς, οἴεσθαι δὲ μᾶλλον τὴν τοῦ Λόγου φύσιν εἰς τὸ σαθρὸν δὴ τοῦτο καὶ γηγενὲς μετεστοιχειῶσθαι σῶμα, καὶ τροπὴν φαντάζονται, τοῦ τροπὴν οὐκ εἰδότος. τὸ μὲν γὰρ ἀρχὴν τοῦ εἶναι λαχὸν, οἱονεί πω, ἤδη καὶ συνεσπαρμένον ἔχει τὸ ἀλλοιοῦσθαι. Θεὸς δὲ ὁ παντὸς ἐπέκεινα νοῦ γενέσεως καὶ φθορᾶς τὴν ὕπαρξιν ἔχων ἐξηρημένην, ἀμείνων ἔσται καὶ τροπῆς.
For who could imagine that the one who did not appear in flesh had his hands and feet pierced with nails? Or what side would he have had pierced through? And if one must speak of what lies beyond these things, neither did he die for us, nor indeed was Christ raised. And if this is accepted, the faith is emptied. For tell me, in what way could the shadow have died? How then did the Father raise Christ, if he was a shadow and an appearance, and not to be captured by the bonds of death? Let the vomit of those men be gone. But that others should think the generation of the Word who is from God through the holy virgin was refused, and that he was transformed into flesh from the earth—this is to blaspheme the economy and to find fault with the divine plans. For the many, out of mercy, emptied himself for our sake, becoming man from a woman, so that “since the children have shared in blood and flesh”—that is, we—he might likewise partake of the same things, “so that through death he might destroy the one who holds the power of death.” But they define the unseemliness of so altogether beautiful a counsel. And as though it were possible for them to think better things, they say that we ought not to write of travail and birth from a woman for the only-begotten, but rather to think that the nature of the Word was changed into this rotten and earth-born body, and they imagine a change—he who does not know change. For that which has received a beginning of existence, as it were, already has change sown together with it. But God, who has his existence beyond all mind, removed from generation and corruption, will be superior also to change.
διὸ ψάλλει πρὸς αὐτὸν ὁ Δαβὶδ, “σὺ δὲ ὁ αὐτὸς εἶ.” ποῦ τοιγαροῦν ἔτι μεμένηκεν ὁ αὐτὸς, εἰ μεταπεποίηται εἰς σαρκὸς φύσιν; οὐκ ἔστι δὲ κατ’ αὐτοὺς ἀπεικὸς καὶ τὴν ἀπὸ γῆς σάρκα πρὸς τὴν τῆς θεότητος φύσιν ἀναφοιτᾷν δύνασθαι. εἰ γὰρ ἡ τῆς θεότητος φύσις εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν, οὐδέν ἐστι τὸ ἀπεῖργον, ὑπερπέτεσθαι μὲν τὴν ἰδίαν φύσιν τὴν σάρκα, μεταπλάττεσθαι δὲ πρὸς θεότητα καὶ εἰς οὐσίαν τὴν ἀνωτάτω. Ἡμεῖς δὲ ταῖς θείαις μᾶλλον γραφαῖς ἑπόμενοι, ἐκ γυναικὸς γεγεννῆσθαι πιστεύομεν τὸν Ἐμμανουήλ, καὶ τὸ ἀξιάγαστον τῆς ἑαυτῶν φύσεως οὐ διωσόμεθα καύχημα φρονοῦντες ὀρθῶς. ἐπεδράξατο γὰρ ὁ μονογενὴς οὐχὶ τῆς ἰδίας φύσεως, ἣν γὰρ ἃν οὐδέν τι
μᾶλλον τὰ καθ᾽ ἡμᾶς ἐναμείνωσιν· ἀλλ᾽ οὐδὲ τῆς ἀγγελικῆς, ἀλλὰ σπέρματος Ἁβραάμ· ἦν γὰρ οὕτως καὶ οὐχ ἑτέρως, τὸ διολισθῆσαν εἰς φθορὰν ἀνασώσασθαι γένος.
Therefore David sings to him, "But you are the same." Where then does he remain the same any longer, if he has been changed into the nature of flesh? But according to them it is not unreasonable that flesh from the earth can also ascend back to the nature of divinity. For if the nature of divinity has passed over into the nature of flesh, there is nothing to prevent the flesh from flying above its own nature and being transformed toward divinity and into the highest essence. But we, following the divine Scriptures rather, believe that Emmanuel was born of a woman, and we will not thrust aside the wondrous glory of our own nature, thinking rightly. For the only-begotten did not take hold of his own nature—for nothing would be gained by that—but neither of the angelic nature, but of the seed of Abraham; for it was thus, and not otherwise, that he might restore the race that had slipped into corruption.
τὸ δὲ οἴεσθαι τινὰς τὸν τῶν αἰώνων δημιουργὸν τῇ τῆς σαρκὸς γενέσει συμπαρομαρτοῦσαν ἔχειν τὴν ἀρχὴν τῆς ὑπάρξεως, ὡς ἐν ἐσχάτοις μόλις καιροῖς τοῖς τῆς ἐνανθρωπήσεως, πατέρα μὲν γενέσθαι τὸν Θεὸν, συνεισβαλεῖν δὲ ὥσπερ εἰς τὸ εἶναί τε καὶ ὑφεστάναι τῷ ἐκ τῆς παρθένου ναῷ τὸν "δι᾽ οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα," ἆρ᾽ οὐ μῦθος γραώδης καὶ βδελυρός; τὶ δὲ δὴ καὶ δρῶεν ἂν, Ἰωάννου μὲν γράφοντος, "ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πάντα δι᾽ αὐτοῦ ἐγένετο," καὶ πάλιν, "ὃ ἦν ἀπ᾽ ἀρχῆς·" αὐτοῦ δὲ Χριστοῦ τῆς ἰδίας ὑπάρξεως τὴν ἄποπτον ἀρχαιότητα τοῖς Ἰουδαίοις κατασημαίνοντος, "πρὶν γάρ, "φησιν, "Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι;" οὗ δὲ τὸ ἦν ἐστιν ἐπενηνεγμένου μηδαμῶς τινὸς, καὶ μὴν καὶ τὸ "εἰμὶ" τέτακται σαφῶς, τίνα τῆς γενέσεως κατίδοι τις ἂν τὴν ἀρχήν; ἢ τίνα δὴ τρόπον ὁ ὢν ἐν ἀρχῇ παραδέξαιτο ἂν τὸ ἐν καιρῷ κεκλῆσθαι πρὸς ὕπαρξιν; Τίνα δ᾽ ἂν εἴποιμεν πρὸς τοὺς ἀνύπαρκτον καὶ ἰδικῶς οὐχ ὑφεστῶτα φανταζομένους τὸν μονογενῆ; καὶ οὐκ εἶναι μὲν ἐν ὑποστάσει τῇ καθ᾽ ἑαυτὸν, ῥῆμα δὲ ἁπλῶς καὶ λόγον, τὸν κατὰμόνην τὴν προφορὰν γενέσθαι παρὰ Θεῷ καὶ ἐν ἀνθρώπῳ κατοικῆσαι φάσκοντας; οἵ τινες συνθέντες οὕτω τὸν Ἰησοῦν, ἁγίων μὲν εἶναι φασὶν ἁγιώτερον, οὐ μὴν ἔτι καὶ Θεὸν, οὗτοι ἀρνοῦνται καὶ τὸν Πατέρα καὶ τὸν Υἱόν. εἰ γάρ ἐστιν ἀνύπαρκτος ὁ Υἱὸς, οὐδὲ τὸν Πατέρα, πατέρα κατὰ τὸ ἀληθὲς νοῆσαι μὲν ἄν. ποῦ γάρ ἐστι πατὴρ, εἰ μὴ τέτοκεν ἀληθῶς; ἢ εἴπερ γεγέννηκε τὸ μὴ ὑφεστὼς ἐν ἴσῳ τῷ μηδενὶ, παντελῶς δὲ μᾶλλον μηδὲν, εἶτα τοῦ μηδενὸς ἔσται πατὴρ ὁ Θεός.
But the notion that some hold, that the Creator of the ages has the beginning of his existence accompanying the generation of the flesh, as if only in the last times of the incarnation God became a Father, and as if the one "through whom all things and in whom all things" entered together into being and subsistence with the temple from the virgin—is this not an old wives' tale and an abomination? And what would they do, when John writes, "In the beginning was the Word, and all things came to be through him," and again, "which was from the beginning"; and when Christ himself signifies to the Jews the invisible antiquity of his own existence, saying, "Before Abraham came to be, I am"? For where the "was" is applied to him without any qualification, and indeed the "I am" is plainly set down, what beginning of generation could anyone observe? Or in what way would the one who is in the beginning accept being called into existence in time?
And what should we say to those who imagine the Only-Begotten as non-existent and not individually subsisting, and who claim that he is not in a hypostasis of his own, but is simply a word and a reason, which came to be in God by mere utterance and dwelt in a man? Those who, having thus composed Jesus, say that he is holier than the holy, but not yet God—these deny both the Father and the Son. For if the Son is non-existent, then neither can one truly conceive of the Father as Father. For where is a father, if he has not truly begotten? Or if he has begotten what does not subsist, which is equal to nothing, and indeed altogether more than nothing, then God will be the father of nothing.
καὶ εἰ δέδωκεν ὑπὲρ ἡμῶν τὸν Υἱὸν, τὸν καθ᾽ ὑμᾶς οὐχ ὑφεστηκότα, τὸ μηδὲν ἄρα δέδωκεν ὑπὲρ ἡμῶν. καὶ οὔτε γέγονε σὰρξ ὁ Λόγος, οὔτε τὸν τίμιον ὑπέστη σταυρὸν, οὔτε κατήργηκε τοῦ θανάτου τὸ κράτος, οὔτε μὴν ἀνεβίω πάλιν. εἰ γάρ ἐστι τὸ μηδὲν καὶ ἀνύπαρκτος καθ᾽ ὑμᾶς, πῶς ἐν τούτοις γένοιτ᾽ ἄν; πεφενάκικεν οὖν ἄρα τῆς ἁγίας Γραφῆς ὁ λόγος τοὺς πεπιστευκότας. τί δὲ οὐκ ἐν μορφῇ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν τὸ ἱερὸν ἡμῖν κατεσήμηνε γράμμα; εἰκόνα τε αὐτὸν καὶ χαρακτῆρα
φησὶ τοῦ γεγεννηκότος; αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα. οὐκοῦν εἰ μὴ ἐνυπόστατος ἦν ἡ εἰκὼν, μήτε μὴν ἐν ὑπάρξει τῇ καθ’ ἑαυτὸν ὁ χαρακτὴρ, ἀνυπόστατον εἶναι δώσουσιν ὡς ἐξ ἀναγκαίου λόγου καὶ τὸν οὗπερ ἐστὶ χαρακτὴρ, καὶ τὸ τῆς εἰκόνος ἀκαλλὲς ἀναδραμεῖται πάντως ἐπὶ τὸ ἀρχέτυπον. πῶς δὲ ἐν τῷ Υἱῷ τῷ μὴ λαχόντι τὸ εἶναι τὰ ὄντα πεποίηκεν ὁ Πατήρ; πῶς δὲ οὐκ ἐν ἀμείνοσιν ἡ κτίσις, ἄπερ ὁ δι’ οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν; ὁ μὲν γὰρ οὐχ ὑφεστηκέναι λέγεται, τὰ δὲ ὑφέστηκέ τε καὶ ἐν τῷ εἶναι νοεῖται. ἄπαγε τῆς δυσφημίας. ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καθὰ γέγραπται, διὸ καὶ ἔλεγεν “ἐγὼ εἰμὶ ἡ ζωὴ,” ἀλλ’ οὐκ ἃν νοοῖτο ζωὴ, μὴ ὑφεστηκώς· καὶ τῷ Μώσῃ πάλι,, “ἐγώ εἰμι ὁ ὢν,” τὸ δὲ ὣν ἀληθῶς, πῶς ἃν νοοῖτο οὐκ ἐν ὑποστάσει τῇ κἀς ἑαυτὸν σωζόμενον; Οὐ μὴν οὐδὲ ἐκείνους ἐπαινέσομεν ἃν οἱ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λάγῳ σάρκα. σαρκὶ γάρ που μόνῃ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχοῦσι κίνησιν ἀμφιεννύντες τὸν Λόγον παραφέρουσιν εἰς τὸν κόσμον τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν, ἀπονέμοντες τὸν μονογενῆ.
And if he gave his Son for us, the Son who according to you has no real subsistence, then he gave nothing at all for us. And neither has the Word become flesh, nor has he endured the precious cross, nor has he destroyed the power of death, nor indeed has he risen again. For if he is nothing and non-existent according to you, how could he have come to be in these things? Therefore the word of Holy Scripture has deceived those who have believed. But why has the sacred writing signified to us that the Son exists in the form of God? It calls him also the image and the express stamp of the one who begot him. And images are as their archetypes. Therefore, if the image had no subsistence, nor the stamp any existence in its own right, they will grant, as a necessary consequence, that the very one whose stamp he is is also without subsistence, and the defect of the image will certainly recoil upon the archetype. But how did the Father make all things that exist in the Son who did not receive existence? And how is the creation not in better condition than the one through whom all things were brought into being? For he is said not to subsist, while they both subsist and are conceived as existing. Away with the blasphemy. For the Word of God is living and active, as it is written; therefore he also said, "I am the life," but he would not be conceived as life if he did not subsist; and again to Moses, "I am the one who is," but how could the one who truly is be conceived as not preserved in a subsistence of his own? Nor indeed shall we praise those who say that the flesh united to the Word was endowed with a rational soul. For by clothing the Word with flesh alone as having obtained the vital and perceptive motion, they bring around into the world the activity of mind and soul, assigning it to the Only-begotten.
καταπεφρίκασι γῆ οὐκ ὄῃ ὅπως ψυχωθείσῃ ψυχῇ λογικῇ τῇ ἀνθρωπίνῃ σαρκὶ κατὰ φύσιν ἡνῶσθαι τῷ Λόγῳ ὁμολογεῖν. καὶ τίς ὁ λόγος αὐτοῖς τοῦ τοιοῦδε δόγματος, ἐγὼ φράσω· τὸν Θεοῦ μεσίτην καὶ ἀνθρώπων κατὰ τὰς γραφὰς, συγκεῖσθαι φαμὲν ἔκ τε τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, καὶ ἐκ τοῦ πεφηνότος ἐκ Θεοῦ κατὰ φύσιν Υἱοῦ, τουτέστι τοῦ μονογενοῦς· διαβεβαιούμεθα δὲ σύνοδον μέν τινα καὶ τὴν ὑπὲρ λόγον συνδρομὴν εἰς ἕνωσιν ἀνίσων τε καὶ ἀνομοίων πεπρᾶχθαι φύσεων. ἕνα δ᾿ οὖν ὅμως Χριστὸν καὶ Κύριον καὶ Υἱὸν ἐπιγινώσκομεν, ἐν ταὐτῷ καὶ ὑπάρχοντα καὶ νοούμενον, Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον. οἱ δὲ ἕνα μὲν ὁμολογουμένως παραδέχονται καὶ αὐτοὶ Χριστὸν Ἰησοῦν, καὶ οὐ διιστῶσιν εἰς δύο τὸν Ἐμμανουήλ. ψυχῆς δ᾿ οὖν ὅμως τῆς ἀνθρωπίνης καὶ λογικῆς τὴν σάρκα γυμνώσαντες, ἡνῶσθαι φασὶν αὐτῇ τὸν ἐκ Θεοῦ Λόγον. Ἐξεύρηται δέ τις αὐτοῖς πιθανὸς ὡς οἴονται πρὸς τοῦτο λόγος. τὰ γάρ τοι φασὶν κατὰ σύνθεσιν πρὸς ἑνὸς τελείου σύστασιν
They are terrified—earth that is not rained upon—that the human flesh, having been ensouled by a rational human soul according to nature, should be confessed to be united to the Word. And what is their account of such a doctrine, I will state: we say that the mediator between God and men, according to the Scriptures, is composed both of the humanity that is ours, which is complete according to its own principle, and of the Son who has appeared from God according to nature, that is, of the Only-begotten. And we affirm that a certain concurrence and a concurrence beyond reason has taken place for the union of unequal and dissimilar natures. Nevertheless, we recognize one Christ and Lord and Son, existing and understood in the same, both God and man together. But they also, by common confession, accept one Christ Jesus, and they do not divide Emmanuel into two. Yet, having stripped the flesh of the human and rational soul, they say that the Word from God is united to it. And a certain plausible account, as they think, has been devised by them for this. For they say that things composed together contribute to the constitution of one perfect being.
δεδραμηκότα μέρη τε καὶ ἐξαντλῶν ὁρᾶσθαι φιλεῖ, τοῦ τελείως ἔχοντος καθ’ ἑαυτὸ καὶ ὡς ἐν ἰδίᾳ φύσει τῆς ἐκ μερῶν συνθέσεως οὐ δεδεημένου. τοιγάρτοι φασὶ παραιτητέον εἰκότως ἄνθρωπον δοῦναι τέλειον, τὸν συνενωθέντα τῷ λόγῳ ναὸν, ἵνα καὶ ἡ ἕνωσις, ἥπερ ἃν ἐπὶ Χριστῷ νοοῖτο τυχὸν, ἀκριβῆ καὶ ἀδιάβλητον ἐπ’ αὐτῆς ἀποσώζει λόγον. καὶ μὴν κἀκεῖνο προσθεῖεν ἄν. εἰ γὰρ ἐξ ἀνθρώπου τελείου φασὶ καὶ τοῦ ἐκ τοῦ Πατρὸς ὄντος Λόγου φήσομεν εἶναι τὸν Ἐμμανουὴλ, ἀδιάφυκτον φανεῖται τὸ καὶ ἀβουλήτως δύο μὲν υἱοὺς, Χριστοὺς δὲ αὖ δύο φρονεῖν τε καὶ λέγειν. εἶτά τι τούτοις ἀντεροῦμεν ἡμεῖς. πρῶτον μὲν ὅτι τῆς πίστεως τὴν οὕτω ἀρχαιοτάτην παράδοσιν, οὐ ταῖς ὑπερμέτροις ἀκριβείαις καταλύειν ἄξιον. ἔπειτα ὅτι που δύο υἱοὺς προσκυνήσομεν, κἂν ἐμψυχῶσθαι πιστεύωμεν ψυχῇ λογικῇ τὸν ἑνωθέντα τῷ Λόγῳ ναόν. ὥσπερ γὰρ κἂν εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς καὶ τοῦ ἐκ Θεοῦ Πατρὸς πεφηνότος Λόγου, οὐδεὶς αὐτοὺς ἀναπείσει τρόπος, ἀνὰ μέρος τὴν σάρκα τιθέντας καὶ ἀνὰ μέρος αὖ τὸν μονογενῆ δυάδα Χριστῶν ὁμολογεῖν. Οὕτως κἀν τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι τελείως ἐχούσῃ κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον οἱονεὶ συνενηνέχθαι τε καὶ ἡνῶσθαι λέγομεν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ υἱῶν δυάδα νοήσομεν, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν, φύσει μὲν ὄντα Θεὸν, καὶ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς γενόμενον ἄνθρωπον, καὶ διὰ τῆς ἁγίας θεοτόκου γεγεννημένον.
When it has run its course and is exhausted, it is customarily seen in parts, since what is perfectly complete in itself and, as it were, in its own nature is not bound by composition from parts. Therefore they say that, reasonably enough, a perfect man must be set aside—the temple united to the Word—so that the union, whatever might be understood of it in the case of Christ, may preserve on its own an exact and unimpeachable account. And indeed they might add this too: for if we say that Emmanuel is from a perfect man and from the Word who is from the Father, it will appear inescapable that we involuntarily think and speak of two sons and again of two Christs. To this we will reply as follows. First, that it is not right to destroy the most ancient tradition of the faith by excessive refinements. Secondly, that we would in some way be worshipping two sons, even if we believe that the temple united to the Word was ensouled with a rational soul. For just as, even if he were said to be from the flesh alone and from the Word who appeared from God the Father, no manner of argument will persuade them, when they set the flesh in one part and again the only-begotten in another part, to confess a pair of Christs—so too, even when we say that the Word from God has, as it were, been brought together and united to our humanity, which is perfectly complete according to the account of its own nature, we will not understand a pair of sons, but one and the same, who is by nature God and appeared from the very substance of God the Father, and in the last times of the age became man and was born through the holy Theotokos.
εἰ δὲ φαῖεν ὅτι κόσμος μὲν ἐδεῖτο τὰ καθ’ ἡμᾶς τῆς τοῦ μονογενοῦς ἐπιδημίας, ἐθελήσας δὲ ὀφθῆναι τοῖς ἐπὶ γῆς, παραδεῖξαι τε ἡμῖν τῆς ἀγγελικῆς πολιτείας τὴν ὁδὸν οἰκονομικῶς ἠμπίσχετο τὴν ὁμοίαν ἡμῖν σάρκα. τὸ γάρ τοι θεῖον κατὰ φύσιν θείαν οὐχ ὁρατὸν ἠγνοηκότες, ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν σκοπόν. εἰ γὰρ δὴ μόνην ἔχει τὴν ἀφορμὴν τὸ ὀφθῆναι τοῖς ἐπὶ τῆς γῆς τοῦ μονογενοῦς ἡ σάρκωσις, προσετέθει γεμὴν ἕτερον οὐδὲν τῇ ἀνθρώπου φύσει, πῶς οὐκ ἄμεινον τῷ τῶν Δοκητῶν συμφέρεσθαι δόξῃ καὶ ἡμᾶς αὐτοὺς, οἳ σαρκός τε ὁμοῦ καὶ γηίνου σώματος ἀπαμφιεννῦντες τὸν Λόγον, ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν οἱ δείλαιοι, ἡμαρτηκότες δὲ τἀληθοῦς ἁλῷεν; ἣ οὐκ ἄμεινον ἐροῦσιν, εἰ μηδὲν ὀνίνησι τὴν ἀνθρώπου φύσιν ὁ Λόγος, εἰ καὶ γέγονε
σὰρξ, ἀπαλλάττεσθαι μὲν ἀκαθαρσίας σαρκικῆς, δόξαι δ’ οὖν ἅπαξ τῷ γηΐνῳ προσκεχρῆσθαι σώματι, διαπεράναι τε οὕτω τὸν προτεθέντα σκοπόν. τίς οὖν ὁ λόγος τῆς ἐπιδημίας, πύθου τοῦ Παύλου, καὶ ἀκούση ὅτι “ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ “αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ θανάτου καταρ- “γήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου,” καὶ τὰ ἑξῆς. ἦ οὐχὶ πρόδηλον ὅτι καθ’ ἡμᾶς γέγονεν ὁ μονογενής; τουτέστι τέλειος ἄνθρωπος, ἵνα τῆς μὲν ἐπεισάκτου φθορᾶς τὸ γήινον ἡμῶν ἀπαλλάξῃ σῶμα, τῆ καθ’ ἕνωσιν οἰκονομίᾳ τὴν ἰδίαν αὐτῶ ζωὴν ἐνιεὶς, ψυχὴν δὲ ἰδίαν τὴν ἀνθρωπίνην ποιούμενος, ἁμαρτίας αὐτὴν ἀποφήνῃ κρείττονα, τῆς ἰδίας φύσεως τὸ πεπηγός τε καὶ ἄτρεπτον· οἵα περ ἐρίῳ βαφὴν ἐγκαταχρώσας αὐτῇ.
But if they say that the world in our condition had need of the visitation of the Only-begotten, and that, wishing to be seen by those on earth and to point out to us the way of the angelic citizenship, he economically clothed himself in flesh like ours. For those who have not known that the divine is by nature invisible to divine sight will be convicted of the purpose of the incarnation. For if the becoming flesh of the Only-begotten has as its sole occasion being seen by those on earth, and nothing else was added to human nature, how is it not better for us also to agree with the opinion of the Docetists, who, stripping the Word of flesh and of an earthly body alike, fabulously invent that he appeared on earth as a man—wretched men—and, having erred, would be convicted of the truth? Or will they not rather say that the Word profits human nature nothing, even if he has become flesh, so as to be freed from fleshly impurity, and to have once for all deigned to use an earthly body, and thus to accomplish the purpose set before him? What then is the reason for the visitation? Ask Paul, and you will hear: "Since the children have shared in blood and flesh, he himself likewise partook of the same, that through death he might destroy the one who has the power of death," and what follows. Is it not evident that the Only-begotten became in our condition—that is, a perfect man—so that he might free our earthly body from the corruption that had crept in, by implanting his own life in it through the economy of union, and making the human soul his own, might render it superior to sin, by the stability and immutability of his own nature, as one who dyes it, as it were, with dye in wool.
ὥσπερ οὖν ἐπειδὴ γέγονε σὰρξ τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου τὸ θανάτου καὶ φθορᾶς ὑποφέρεται κράτος· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἐπείτοι γέγονε ψυχὴ τοῦ πλημμελεῖν οὐκ εἰδότος, ἐρηρεισμένην ἔχει λοιπὸν τὴν ἐφ’ ἅπασιν τοῖς ἀγαθοῖς ἀμεταποίητον στάσιν, καὶ τῆς πάλαι καθ’ ἡμῶν τυραννούσης ἁμαρτίας ἀσυγκρίτως ἀσθενεστέραν. πρῶτος τὲ γὰρ καὶ μόνος ἄνθρωπος ἐπὶ γῆς ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν. ῥίζα δὲ ὥσπερ καὶ ἀπαρχὴ τεθειμένος τῶν εἰς καινότητα ζώων ἀναμορφουμένων ἐν Πνεύματι, καὶ τὴν τοῦ σώματος ἀφθαρσίαν καὶ τὸ τῆς θεότητος ἀσφαλὲς ὡς ἐν μεθέξει καὶ κατὰ χάριν, εἰς ἅπαν εἴδη (sic) τὸ ἀνθρώπινον παρέπεμψε γένος. Ὅλον οὖν ὅλῃ συνηνῶσθαι φαμὲν τῇ καθ’ ἡμᾶς ἀνθρωπότητι τὸν ἐκ Θεοῦ Λόγον. οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν τουτέστι τὴν ψυχὴν οὐδενὸς ἃν ἠξίωσε λόγου, μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τὴν χάριν. ἐπράττετο δὲ δι’ ἄμφω καλῶς τῆς οἰκονομίας τὸ μυστήριον. προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ, τῇ μὲν ἰδίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα, καὶ ἀρρωστήματα φυσικὰ, καὶ ὅσα μώμου μακράν· ψυχὴ δὲ αὐτῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη. πεινῆσαι γὰρ λέγεται, κόπους τὲ ὑπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβους καὶ λύπας καὶ ἀγωνίας, καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. ἐπαναγκάζοντος γὰρ οὐδενὸς, τέθεικεν ἀφ’ ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων
Just as, therefore, since the Word who gives life to all things became flesh, the power of death and corruption is brought under subjection; in the same way, I think, since he became a soul of one who did not know how to sin, he now possesses a firmly established, unchangeable standing in all good things, and one incomparably weaker than the sin that once tyrannized us. For Christ is the first and only man on earth who did not commit sin. And being set as both root and firstfruits of those who are being remade into newness of life in the Spirit, he transmitted to the entire human race both the incorruption of the body and the security of divinity, as in participation and by grace, into every form. We say, then, that the Word from God was united wholly to our whole humanity. For surely he would not have deemed the better part in us—that is, the soul—worthy of no account, granting the grace of his visitation to the flesh alone. But the mystery of the economy was accomplished well through both. And he used, as it were, as instruments: his own flesh for the works of the flesh, and natural infirmities, and all that is far from blame; and his own soul for human and blameless passions. For he is said to have hungered, and to have endured the toils of long journeys, and terrors and fears and griefs and agonies, and death on the cross. For since no one compelled him, he laid down his own soul for us of his own accord, so that he might be Lord of both the dead and the living, his own flesh being that of all
σαρκὸς ἀνταποτιννὺς δῶρον ἀληθῶς ἀντάξιον, ψυχὴν δὲ ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος· καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός· καὶ ἵνα τὸν λόγον ἀνακεφαλαιώσωμαι, Θεὸς ὑπάρχων ὁ μονογενὴς, ἐπέλαμψε τοῖς ἐν σκότει γενόμενος ἄνθρωπος, οὐ δοκήσει, μὴ γένοιτο, μανία γὰρ τὸ οὕτω φρονεῖν, οὔτε μὴν εἰς σάρκα παρενεχθεὶς κατὰ μετάστασιν ἣ τροπήν· ἀναλλοίωτος γὰρ καὶ ἀεὶ κατὰ τὸ αὐτὸ ὡσαύτως ἔχων ὁ τοῦ Θεοῦ Λόγος. ἀλλ’ οὐδὲ ὁμόχρονον τῇ σαρκὶ τὴν ὕπαρξιν ἔχων, αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής· οὔτε μὴν ὡς Λόγος ἀνυπόστατος οὐδὲ ὡς ῥῆμα ψιλὸν ἐν ἀνθρώπῳ γεγονὼς, ὁ γάρ τοι καλῶν τὰ οὐκ ὄντα ποτε πρὸς ὕπαρξιν καὶ γένεσιν, προυφέστηκεν ἀναγκαίως· ἀλλ’ οὐδὲ μόνην ἠμπέσχετο σάρκα ψυχῆς ἐρήμην τῆς λογικῆς, γεγέννηται δὲ κατὰ ἀλήθειαν ἐκ γυναικὸς μορφὴν δούλου λαβὼν, καὶ ἐστιν ὡσπερ ἐν θεότητι τέλειος, οὐτῶ καὶ ἐν ἀνθρωπότητι τελειος· οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ Κύριον καὶ υἱὸν συγκείμενος, ἀλλ’ ἐκ δυοῖν τελείων, ἀνθρωπότητος δὴ λέγω καὶ θεότητος, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδεόμενος. σφαλερὸν γὰρ τὸ διατέμνειν εἰς δύο καὶ ἀνὰ μέρος ἱστᾷν ἄνθρωπόν τε καὶ Λάγον, ἕνα Χριστὸν βοώσης τῆς θεοπνεύστου Γραφῆς. ἐχρῆν γὰρ μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα, μήτε μὴν τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναὸν ὡς ἑνωθέντα τῷ Λόγῳ Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι·
Truly a gift of equal value in return for the flesh, but making a soul as the ransom for the soul of all; and he came to life again, being life by nature as God; and to sum up the matter, the only-begotten, being God, shone upon those who were in darkness, having become man, not in appearance—may it not be! for to think so is madness—nor indeed having been changed into flesh by transposition or alteration; for the Word of God is unchangeable and always has the same state in the same way. But neither does he have his existence co-eternal with the flesh, for he himself is the maker of the ages; nor indeed as a Word without subsistence, nor as a mere word having come to be in a man, for he who calls things that are not into existence and generation has necessarily pre-existed; but neither did he assume only flesh, devoid of a rational soul, but he was truly born of a woman, taking the form of a servant, and he is perfect in divinity as also perfect in humanity; not composed of divinity alone and flesh into one Christ and Lord and Son, but of two perfect things—I mean humanity and divinity—wondrously bound together into one and the same. For it is dangerous to divide into two and to set apart in part both a man and the Word, when the God-inspired Scripture cries that there is one Christ. For it was necessary that neither the Word from God be without humanity, nor indeed that the temple born of a woman be called Christ Jesus as though united to the Word;
ἀνθρωπότητα γὰρ καθ’ ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστὸς, ἀνώτερος μὲν ἀνθρωπότητος ὡς φύσει Θεὸς καὶ Υἱὸς, οὐκ ἀτιμάζων δὲ τὸ ἐν ὑφέσει γενέσθαι δοκεῖν διὰ τὸ ἀνθρώπινον. Θεοδωρήτου Ἐρανιστῆι Ζ. Εἰ δὲ τὴν σάρκα τροπὴν ὁ Θεὸς Λόγος ὑπομεμένηκε, μὴ καλείσθω Θεὸς ἀλλὰ σάρξ. ἁρμόττει γὰρ τῇ ἀλλοιώσει τῆς φύσεως ἡ τῆς προσηγορίας ἐναλλαγή. εἰ γὰρ ἔνθα τὰ μεταβαλλόμενα ἔχει τινὰ πρὸς ἃ πρότερον ἢν συγγένεια, πελάζει γάρ πὼς καὶ τὸ ὄξος τῷ οἴνῳ, καὶ ὁ οἶνος τῷ τῆς ἀμπέλου καρπῷ, καὶ τῇ ψάμμῳ ὁ ὕελος, ἑτέρας ταῦτα μετὰ τὴν ἀλλοίωσιν μεταλαγχάνει προσηγορίας, ὅπου τὸ διάφορον ἄπειρον καὶ τοσοῦτον, ὅσον ἐμπίδος πρὸς τὴν κτίσιν ἅπασαν· τοσοῦτο γὰρ
μᾶλλον δὲ καὶ πολλῷ πλέον τὸ μέσον φύσεως σαρκὸς καὶ θεότητος, πῶς οἷόν τε μετὰ τὴν τροπὴν τὴν προτέραν μεῖναι προσηγορίαν; ἄκουε δὲ καὶ τοῦ Ἀποστόλου, “οὐκ εἶπε σπέρμα Ἁβραὰμ “ἐγένετο, ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται. σπέρμα δὲ τοῦ Ἁβραάμ. οὐκοῦν ὅπερ εἶχε κατὰ φύσιν ὁ Ἁβραὰμ, εἶχε καὶ τὸ σπέρμα τοῦ Ἁβραὰμ, τουτέστι σῶμα καὶ ψυχὴν λογικήν. οὐκ ἐναντίον γεμὴν τὸ “ὁ Λόγος σὰρξ ἐγένετο,” τοῦ “σπέρματος “Ἀβραὰμ ἐπελάβετο.” διδάσκει γὰρ ὁ θεῖος Ἀπόστολος, ὡς οὐ τραπεὶς ὁ Θεὸς Λόγος σὰρξ ἐγένετο. ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαβόμενος. κατὰ ταὐτὸν δὲ καὶ τῆς πρὸς τὸν Ἁβραὰμ γεγενημένης ἐπαγγελίας ἀναμιμνήσκει. ἔφη γὰρ πρὸς αὐτὸν ὁ Θεὸς, “ἐν τῷ σπέρματι σου εὐλογηθήσεται πάντα τὰ ἔθνη. ταύτην οὖν πεπερασμένην ἐπιδεικνὺς ὁ Παῦλος, τὴν θαυμασίαν ταύτην ἀφῆκε φωνήν·
For the Word who is from God, having been brought together with humanity in an ineffable way by an economic union, is understood as Christ—higher than humanity as God and Son by nature, yet not dishonoring the fact that he appears to have become in a state of lowering because of the human element. From Theodoret's Eranistes Z. But if God the Word has undergone a change into flesh, let him not be called God but flesh. For the change of name fits the alteration of nature. For if, where the things that are changed have some kinship with what they were before—for vinegar is in a way close to wine, and wine to the fruit of the vine, and glass to sand—these receive a different name after the alteration, how much more where the difference is boundless and as great as that of a creature compared to all creation! For so much
—or rather far more—is the interval between the nature of flesh and divinity; how is it possible after the change for the former name to remain? But hear also the Apostle: "He did not say, 'He became a seed of Abraham,' but 'he takes hold of the seed of Abraham.'" And the seed of Abraham. Therefore what Abraham had by nature, the seed of Abraham also had, that is, a body and a rational soul. Yet "the Word became flesh" is not contrary to "he took hold of the seed of Abraham." For the divine Apostle teaches that God the Word did not become flesh by being changed, but by taking hold of the seed of Abraham. And at the same time he reminds us of the promise made to Abraham. For God said to him, "In your seed all the nations will be blessed." Paul, therefore, showing this to be fulfilled, uttered this wonderful statement:
“οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται·” μονονουχὶ λέγων, ἀψευδὴς ἡ ὑπόσχεσις ἐπέθηκε ταῖς ἐπαγγελίαις ὁ δεσπότης τὸ πέρας, ἀνεώγη τοῖς ἔθνεσιν ἡ τῆς εὐλογίας πηγή. τοῦ Ἁβραμιαίου σπέρματος ὁ Θεὸς Λόγος ἐπείληπται, διὰ τούτου τὴν ἄνωθεν ἐπηγγελμένην πραγματεύεται σωτηρίαν· διὰ τούτου τὴν ἐθνῶν ἀπεδοῖ προσδοκίαν. οὕτως οὖν δείξας τῆς σαρκὸς τὴν συγγένειαν ἐπάγει, Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Κυρίλλου. Ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς, κατά γε τὸ ἀνασχέσθαι λαβεῖν τὴν τοῦ δούλου μορφήν. κεχρημάτικε γὰρ οὕτω καὶ υἱὸς ἀνθρώπου, καὶ γέγονεν ἀδελφὸς τοῖς ἐκ σπέρματος Ἁβραὰμ, ἤγουν τοῖς ἐν αἵματι καὶ σαρκί. Χρυσοστόμου. Τί ἐστι “κατὰ πάντα;” ἅπερ ἐχρῆν, τέλος ἀπέθανε. τοῦτό ἐστι κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ἐπειδὴ γὰρ πολλὰ διηλέχθη περὶ τῆς μεγαλειότητος αὐτοῦ καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον κινεῖ. καὶ θέα πῶς αὐτὸν δείκνυσι, πολλὴν τὴν σπουδὴν τιθέμενος ὥστε ἡμῖν ὁμοιωθῆναι, ὅπερ κηδεμονίας ἦν πολλῆς· μονονουχὶ λέγων, ὁ οὕτω μέγας, ὁ ὣν ἀπαύγασμα τῆς δόξης, ὁ ὣν χαρακτὴρ τῆς ὑποστά-
“For surely he does not take hold of angels”; almost saying, the promise is without falsehood; the Master has set the limit upon the promises, the fountain of blessing has been opened to the nations. God the Word has taken hold of the seed of Abraham; through this he brings about the salvation promised from above; through this he has received the expectation of the nations. Having thus shown the kinship of the flesh, he adds,
“Therefore he was obliged to be made like his brothers in all things.” Of Cyril. He was made like his brothers in all things, at least in that he endured to take the form of a servant. For he was thus called Son of Man, and he became a brother to those from the seed of Abraham, that is, to those in blood and flesh. Of Chrysostom. What is “in all things”? The things that were necessary; he died at the end. This is to be made like his brothers in all things. For since he had spoken at length about his majesty and the glory above, he now raises the account of the economy. And see how he shows him, putting great zeal into being made like us, which was a matter of great care; almost saying, the one so great, the one who is the radiance of the glory, the one who is the express image of the substance—
σεως, ὁ τοὺς αἰῶνας πεποιηκὼς, ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος, οὕτως ἠθέλησε καὶ ἐσπούδασεν ἀδελφὸς ἡμῶν ἐν ἅπασι γενέσθαι. καὶ διὰ τοῦτο Ἀγγέλους ἀφῆκε, καὶ τὰς ἄλλας δυνάμεις, καὶ πρὸς ἡμᾶς κατῆλθε, καὶ ἡμῶν ἐπελάβετο, καὶ μυρία εἰργάσατο ἀγαθὰ, θάνατον ἔλυσε, τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλεν, ἡμᾶς δουλείας ἀπήλλαξεν, οὐ τῇ ἀδελφότητι μόνον τετίμηκεν, ἀλλὰ καὶ ἑτέροις μυρίοις. Θεοδωρήτου. Ὁμοίως ἡμῖν τροφῆς μετέλαβε, καὶ πόνους ὑπέμεινε καὶ ἠθύμησε, καὶ ἐδάκρυσε, καὶ θάνατον κατεδέξατο. Κλήμεντοσ. Μεγαλόδωρος οὖν ὁ τὸ μέγιστον ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἐπιδιδοὺς, καὶ μεγαλωφελὴς καὶ φιλάνθρωπος, ὅτι καὶ ἄνθρωπος· ἐξὸν εἶναι κύριον, ἀδελφὸς εἶναι βεβούληται. ὁ δὲ καὶ εἰς τοσοῦτον ἀγαθὸς, ὥστε καὶ ἡμῶν ὑπεραποθανεῖν, καὶ τὸ κατὰ τοῦ θανάτου ἐπιδείξασθαι τρόπαιον. Εὐσεβίου Εὐλγγελικῆσ Ἀποδείξεωσ. Ἦν μὲν γὰρ πάλαι πρότερον φοβερὸς τοῖς πᾶσιν ὁ τοῦ θνητοῦ γένους ὀλετὴρ θάνατος, καὶ λύμη ἐνομίζετο τῆς ὅλης ἀνθρώπου φύσεως, ψυχῆς ὁμοῦ καὶ σώματος ἡ τούτου δυναστεία· οὐδέ τις ἦν τῶν ἐξ αἰῶνος οἷός τε τουτὶ τὸ φόβητρον ἐξ ἀνθρώπων ἀνελεῖν, πάντες δ’ ἐπτήχεσαν φόβῳ μικροὶ καὶ μεγάλοι τὸν θάνατον. οὐκ ἦν τε τοῦ κακοῦ παραμύθιον ἀνθρώποις, οὐ λόγος, οὐ τρόπος, οὐ βίος, οὐ σοφῶν λογισμὸς, οὐ παλαιῶν συγγράμματα, οὐ προφητῶν θεσπίσματα, οὐκ Ἀγγέλων ἐπιφάνεια.
...the one who made the ages, the one seated at the right hand of the Father, thus willed and earnestly desired to become our brother in all things. And for this reason he left the Angels and the other powers, and came down to us, and took hold of us, and wrought countless good things: he loosed death, cast the devil out of his tyranny, freed us from slavery, and honored us not only with brotherhood but with countless other things. From Theodore. In like manner he partook of food as we do, and endured labors and was disheartened, and wept, and accepted death. From Clement. Great-gifted, then, is the one who gives his own soul as the greatest gift for us, and greatly beneficial and philanthropic, because he is also man; though it was possible for him to be Lord, he willed to be a brother. And he is so good as even to die for us, and to display the trophy against death. From Eusebius, Evangelical Demonstration. For formerly death, the destroyer of the mortal race, was fearful to all, and was considered a plague of the whole human nature; his dominion was over soul and body together; and there was no one from ages past able to remove this terror from among men, but all, small and great, were struck with fear of death. And there was no consolation for men of the evil, no word, no manner, no way of life, no reasoning of the wise, no writings of the ancients, no oracles of the prophets, no appearance of Angels.
πάντων δὲ κρείττων καὶ ἀνώτερος τὴν κατὰ πάντων νίκην ἐπεῖχεν ὁ θάνατος, ὑψηλὸς, μεγάλαυχος, ὑπερήφανος, ᾧ δὴ καταδεδουλωμένον τὸ θνητὸν γένος, παντοίαις ἐκαλινδεῖτο παρανομίαις, μιαιφονίαις, ἀθεμιτουργίαις, δυσσεβείαις, πολυπλόκῳ πλάνῃ. τούτων γὰρ ἦν ἁπάντων θάνατος αἴτιος. ὡς γὰρ μηκέτι ὄντες μετὰ θάνατον, τὰ μυρία θανάτων ἄξια δρῶντες διῆγον· καὶ ὡς εὐθύναις οὐδαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανάτου λύσιν, βίον ἔζων ἀβίωτον. οὓς δὴ κατελεήσας ὁ παμβασιλεὺς τοῦ Θεοῦ Λόγος, ἐπὶ τὴν ἄμυναν ἔσπευσε, καὶ τὸν κατὰ τοῦ θανάτου ἔλεγχον δι’ ἀνθρώπου φύσεως ἐμηχανᾶτο. ζωὴ μὲν αὐτὸς τυγχάνων καὶ Θεοῦ Λόγος καὶ Θεοῦ δύναμις, ἀλλ’ οὐ δίχα τοῦ βοηθουμένου, τὸ τῶν ἀνθρώπων φόβητρον διελέγξαι κρίνας.
διὸ δὴ ὅπλῳ χρησάμενος ἀνθρωπείῳ καὶ θνητῷ ὁ ἀσώματος, τὸν θάνατον διὰ τοῦ θνητοῦ κατηγωνίσατο, καὶ μέγα θαῦμα τοῖς πᾶσιν ἀπέδειξε. θνητῷ γὰρ ὅπλῳ κεχρημένος, τρόπαιον ἀθανασίας κατὰ τοῦ θανάτου ἔστησεν. Κυρίλλου ὅτι εἷσ Κύριοσ. Ἀλλ᾿ εἰπάτωσαν ἡμῖν οἱ αἰρετικοὶ, τίνα τρόπον ὡμοιῶσθαι φασὶν αὐτὸν κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν. ἣ καὶ τίς ἃν ὅλως νοοῖτο ὁ τὴν ὁμοίωσιν ὑπελθὼν, εἰ μὴ κατὰ φύσιν ἕτερος ἦν, καὶ οὐκ ἐν τοῖς καθ’ ἡμᾶς; τὸ γάρ τοι τισὶν ὁμοιούμενον εἶναί που πάντως ἀνάγκη διάφορον πη αὐτοὺς, καὶ οὐκ ἐοικὸς αὐτοῖς, ἑτεροειδὲς δὲ μᾶλλον εἴτουν ἑτεροφυές. ἀνόμοιος τοίνυν ὑπάρχων ἡμῖν κατὰ φύσιν ὁ μονογενὴς, ὡμοιῶσθαι λέγεται, γεγονὼς καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος.
But death, being mightier than all and higher, held the victory over all—lofty, boastful, arrogant—by whom the mortal race was enslaved and wallowed in all kinds of lawlessness, bloodshed, iniquity, impiety, and intricate deception. For death was the cause of all these things. For since they were no longer [accounted as] existing after death, they lived on doing countless things worthy of death; and as in no way subject to judgment because of release from death, they lived a life not worth living. Pitying these, the all-sovereign Word of God hastened to their defense, and devised the refutation of death through human nature. For he himself was life, both the Word of God and the power of God, but not without the one being helped, having judged it right to refute the terror of men.
Therefore, using a human and mortal weapon, the incorporeal one subdued death through the mortal, and displayed a great wonder to all. For having used a mortal weapon, he set up a trophy of immortality against death. Of Cyril: that he is Lord. But let the heretics tell us in what way they say he was made like the brothers in all things, that is, to us. Or who at all would be understood as the one who underwent the likeness, unless he was different in nature and not among those like us? For that which is made like certain things must surely be in some way different from them and not resembling them, but rather of another form or even another nature. Therefore, being unlike us in nature, the only-begotten is said to have been made like, having become as we are, that is, a man.
ἡ δὲ κατὰ πάντα ὁμοίωσις ἀρχὴν ὧσπέρ τινα καὶ παρεισβολὴν τοῦ πράγματος τὴν ἐκ γυναικὸς ἔχει ἀπόταξιν, καὶ τὴν ἐν σαρκὶ φανέρωσιν ἰδίαν, οὐχ ὁρατοῦ, καὶ τὴν ἐν τοῖς καθ’ ἡμᾶς κάθεσιν οἰκονομικὴν, τοῦ ἐν ὑπερτάτοις ὄντος ὑψώμασιν, καὶ τὸ ἐν ἀνθρωπότητι ταπεινὸν, τοῦ τοῖς ἀνωτάτω θρόνοις ἐμπρέποντος, καὶ τὸ ἐν μέτροις γενέσθαι τοῖς ἱκετικοῖς, τὸν ἐν κυριότητι φυσικῇ. τὸ μὲν οὖν ὡμοιῶσθαι γένοιτ’ ἃν καὶ μάλα ὀρθῶς ἐν ἀποτάξει τῇ καθ’ ἡμᾶς, εἰ καὶ παραδόξως ἐπ’ αὐτοῦ. Θεὸς γὰρ ἦν ὁ σαρκούμενος. ὁμολογείσθω γεμὴν, ὡς ἐψύχωτο νοερῶς τὸ ἑνωθὲν αὐτῷ σῶμα. οὐ γάρ τοι τὸ κρεῖττον τῶν ἐν ἡμῖν ἀφεὶς, τουτέστι ψυχὴν, μόνου πεποίηται φειδὼ γηΐνου σώματος, ἀλλ’ ὁμοῦ ψυχῆς καὶ σώματος προενόησεν. εἲτα δείκνυσιν ὁ Ἀπόστολος ὅτι καὶ ἀρχιερεὺς ἡμῶν πρὸς τὸν Πατέρα ὁ Υἱὸς γενέσθαι ἠθέλησεν, ἐπάγει γὰρ, Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Χρυσοστόμου. Διὰ τοῦτο φησὶ, τὴν σάρκα ἀνέλαβε τὴν ἡμετέραν διὰ φιλανθρωπίαν μόνον, ἵνα ἐλεήσῃ ἡμᾶς. οὐδὲ γάρ ἐστιν ἄλλη τις αἰτία τῆς οἰκονομίας, ἣ αὕτη μόνη. εἶδε γὰρ χαμαὶ ἐρριμμένους, ἀπολλυμένους, ὑπὸ τοῦ θανάτου τυραννουμένους, καὶ ἠλέησε. τί δέ ἐστι πιστός; ἀληθὴς, δυνάμενος· ἁρχιερεὺς γάρ ἐστι πιστὸς ὁ Υἱὸς, δυνάμενος τοὺς ὧν ἐστιν ἀρχιερεὺς ἀπαλλάξαι τῶν ἁμαρτημάτων. ἵν οὖν προσενέγκῃ θυσίαν δυνα-
But the likeness in all respects has, as it were, a certain beginning and introduction of the matter, namely the departure from a woman, and His own manifestation in the flesh—not of one who is visible—and the providential condescension in the things that pertain to us, of Him who is in the highest heights, and the lowliness in humanity, of Him who is resplendent on the highest thrones, and His coming to be within suppliant measures, of Him who is in natural lordship. So then, to have been made like us would very rightly be in the departure that pertains to us, even if paradoxically in His case. For it was God who was made flesh. Let it be acknowledged, indeed, that the body united to Him was ensouled with a rational soul. For He did not, after all, set aside the better of the things in us—that is, the soul—and take care only of the earthly body, but He provided for soul and body together. Then the Apostle shows that the Son willed also to become our high priest before the Father; for he adds, That He might become a merciful and faithful high priest in the things pertaining to God, to make propitiation for the sins of the people. From Chrysostom. For this reason, he says, He took up our flesh solely out of love for humanity, in order that He might have mercy on us. For there is no other cause of the dispensation than this alone. For He saw us cast down to the ground, perishing, tyrannized by death, and He had mercy. And what is "faithful"? True, able; for the Son is a faithful high priest, able to release those whose high priest He is from their sins. In order, then, that He might offer a sacrifice able—
μένην ἡμᾶς καθαρίσαι, διὰ τοῦτο γέγονεν ἄνθρωπος· ἐπήγαγε γοῦν τὰ πρὸς τὸν Θεὸν, τουτέστι τῶν πρὸς τὸν Θεὸν ἕνεκεν, ἐκπεπολεμωμένοι ἦμεν φησὶ τῷ Θεῷ, κατεγνωσμένοι, ἠτιμωμένοι, οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡμῶν θυσίαν. εἶδεν ἡμᾶς ἐν τούτοις καὶ ἠλέησεν, οὐ καταστήσας ἡμῖν ἀρχιερέα, ἀλλ’ αὐτὸς γενόμενος ἡμῖν ἀρχιερεύς. πῶς δὲ πιστὸς, ἐπήγαγεν “εἰς τὸ ἱλάσκεσθαι τὰς “ἁμαρτίας τοῦ λαοῦ.” Κυρίλλου. Αὐτὸς γενόμενος ἀρχιερεὺς κατὰ τὸ ἀνθρώπινον. καί τοι παρὰ πάντων τὰς θυσίας δεχόμενος θεικῶς, αὐτὸς τὸ θῦμα κατὰ τὴν σάρκα· αὐτὸς ὁ ταῖς ἁμαρτίαις ἡμῶν ἱλασκόμενος, κατά γε τὴν τῆς θεότητος ἐξουσίαν. εἷς οὖν ἄρα Κύριος Ἰησοῦς Χριστός, Θεπδωρύτου. Ἔδειξεν ἐν τούτοις προσφορὰν γεγενημένον αὐτοῦ τὸν σωτήριον θάνατον· ὑπὲρ ἁπάσης γὰρ τῆς κτίσεως ὃ ἀνέλαβε προσενήνοχε σῶμα. Κυρίλλου Ὁμιλία. Οὐκ αὐτῇ μέντοι τῇ τοῦ Λόγου φύσει, τὸ ἀρχιερέα κεκλῆσθαι καὶ τὰ τοιάδε τῶν ὀνομάτων, ἀλλὰ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ καὶ μέτροις τοῖς καθ’ ἡμᾶς. καὶ φέρε πρῶτον ἐκεῖνο ζητήσωμεν. τίς ἦν ὁ δυνάμενος μὲν καὶ ἐξουσίαν ἔχων ἐπιλαβέσθαι Ἀγγέλων, εἰ τοῦτο χρήσιμον ἦν, οὐκ ἐπιλαβόμενος δὲ μᾶλλον ἐκείνων, ἀλλὰ σπέρματος Ἁβραάμ. εἰ μὲν οἴονται τινες περὶ ἀνθρώπου ταῦτα λέγεσθαι κοινοῦ, πῶς ἀνεδέχετο τὸν οὔπω γεγεννημένον μηδὲ ὑπάρχοντα, φύσεως ἐπιλαμβάνεσθαι τῆς τῶν ἁγίων Ἀγγέλων, εἴπερ ἤθελε τοῦτο δρᾷν, ἀλλ’ ἐκεῖνο μὲν οὐ πεποιηκότα, ἐπιλαβόμενον δὲ μᾶλλον σπέρματος Ἁβραάμ. ἄλλως τε, κἀκεῖνο γὰρ οἶμαι κατιδεῖν ἀναγκαῖον, τὸ λέγειν ἄνθρωπον ἀνθρωπότητος ἐπιλαβέσθαι, ἀσύνετον παντελῶς.
having cleansed us, for this reason he became man; he brought in, then, the things pertaining to God, that is, the things for the sake of God. We were, he says, at enmity with God, condemned, dishonored, and there was no one to offer a sacrifice on our behalf. He saw us in these conditions and had mercy, not appointing a high priest for us, but himself becoming our high priest. And how is he faithful? He brought in "to make atonement for the sins of the people."
Of Cyril. He himself became high priest according to the human nature. And yet, while receiving sacrifices from all in a divine manner, he himself is the victim according to the flesh; he himself is the one who makes atonement for our sins, at least according to the authority of the divinity. One, therefore, is the Lord Jesus Christ.
Of Theodoret. He showed in these things that his saving death had become an offering; for he offered the body he took up on behalf of the whole creation.
Of Cyril, Homily. Not, however, by the very nature of the Word is he called high priest and the like of such names, but by the economy with the flesh and by measures according to us. And come, let us first seek that. Who was the one who was able and had authority to take hold of Angels, if this were useful, yet did not take hold of them rather, but of the seed of Abraham? If some think these things are said about a common man, how did he undertake to take hold of the nature of the holy Angels, not yet begotten nor existing, if indeed he wished to do this, but had not done that, and rather took hold of the seed of Abraham? Besides, I think it is also necessary to observe that, to say a man took hold of humanity is altogether unintelligible.
οὐκοῦν ὁ ἔξω τῆς ἀνθρώπου φύσεως ὣν ὡς Θεὸς, ἐπιλαμβάνεται σπέρματος Ἁβραάμ. σῶμα γὰρ οὕτω λαβὼν ἔμψυχόν τε καὶ ἔννουν ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μάριας, ὡμοιώθη τε τοῖς ἀδελφοῖς κατὰ πάντα, τουτέστιν ἡμῖν. τότε γέγονεν ἐφ’ ἡμᾶς ἀρχιερεὺς ἐλεήμων, καὶ πρός γε τούτῳ πιστός. πῶς οὖν γέγονεν, ἀκόλουθον ἰδεῖν. οὐ γὰρ ἦν ἐλεήμων καὶ πρὶν γένηται καθ’ ἡμᾶς· οὐκ ἦν ἀγαθὸς ὡς ἐξ ἀγαθοῦ Πατρὸς, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ἐλεήμων· προέκοψεν οὐν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ κρείττων εαυτοῦ
γέγονεν, ὅτε σπέρματος Ἁβραὰμ ἐπελάβετο. οὐκοῦν ὅπερ οὐκ ἢν, ἐγένετο, καὶ ὠφέληται μᾶλλον γενόμενος ἄνθρωπος. πῶς οὑν ἄτρεπτος ἔτι κατὰ φύσιν εἰ γέγονεν ὅπερ οὐκ ἠν; πῶς μεμένηκεν ὁ αὐτός; πῶς δὲ κεκένωκε καὶ καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, εἰ γέγονεν ἑαυτοῦ καλλίων; ἀλλ’ οὐχ οὕτω ταῦτ’ ἔχει, μὴ γένοιτο· ἦν γὰρ ἐλεήμων καὶ ἔστιν ἀεί· καὶ ἐπειδὴ τοῦτό ἐστιν, ἐπελάβετο σπέρματος Ἁβραὰμ, ἵν εἰς ἡμᾶς ἱερεὺς ἐλεήμων γένηται· καὶ τίνα τρόπον ἐρῶ. οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον· οὐκ ἦν παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ μὴ δίκας ὑποσχεῖν παραχρῆμα καὶ μέχρι θανάτου. πιστώσεται δὲ γράφων ὁ Παῦλος, “ἀθετήσας τίς νόμον Μώσεως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἣ “τρισὶν μάρτυσιν ἀποθνήσκει.” ἀρχιερεὺς εἰς ἡμᾶς γέγονεν ὁ Χριστὸς, οὐκέτι ταῖς νομικαῖς ἀποτομίαις κρατεῖν ἐπιτρέπων, ἀνιεὶς δὲ μᾶλλον τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ἠσθενηκότας. πιστὸς δὲ ὅτι μόνιμος καὶ διηνεκὲς, καὶ ἀξιόχρεως εἰς πίστιν τῶν ἐπηγγελμένων, καὶ ἀπαράβατον ἔχων τὴν ἱερωσύνην.
Therefore he who is outside human nature, being as God, takes hold of the seed of Abraham. For having thus taken a body, ensouled and endowed with mind, from the holy and God-bearing Mary, he was made like his brothers in all things, that is, like us. Then he became for us a merciful high priest, and besides this, faithful. How then he became so, it is fitting to see. For he was not merciful before he became as we are; he was not good as from a good Father, but when he became man, then also merciful. The Word from God the Father therefore advanced, and became better than himself, when he took hold of the seed of Abraham. Therefore what he was not, he became, and he was benefited rather by becoming man. How then is he still unchangeable by nature, if he became what he was not? How has he remained the same? How did he empty himself and lower himself to humiliation, if he became better than himself? But these things are not so, God forbid; for he was merciful and always is; and because this is so, he took hold of the seed of Abraham, in order that he might become for us a merciful priest; and in what manner I will tell. It was not possible for man to be justified in the law; it was not possible to transgress the commandment given, and not to undergo penalties immediately and even unto death. But Paul will be believed when he writes, "Whoever has set aside the law of Moses dies without mercies on two or three witnesses." Christ has become a high priest for us, no longer permitting the legal severities to prevail, but rather releasing those who have become weak from their ancient accusations. And faithful, because he is steadfast and continual, and worthy of belief concerning the things promised, and having his priesthood unalterable.
ἐλεήμων, ἵνα τοίνυν ἀπαλλάξῃ ἡμᾶς τῆς ἐν νόμῳ δίκης καὶ ἀρᾶς καὶ ἀποτομίας· κεχρημάτικεν ἡμῶν ἱερεὺς, οὐ δίκας αἰτῶν τῶν ἡμαρτημένων, οὐκ ἐνόχους τῇ κρίσει καθιστὰς τοὺς ἐξ ἀσθενείας ἀνθρωπίνης πεπλημμεληκότας. δικαιῶν δὲ μᾶλλον τῇ πίστει καὶ ἐγκλημάτων ἀνιεὶς καὶ ἁγίους ἀποφαίνων, καὶ τῆς ἑαυτοῦ φύσεως κοινωνοὺς, οὕτω τὲ συνάπτων δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. ἐλεήμων γὰρ τοίνυν καὶ πιστὸς, τουτεστιν ἀεὶ μένων γέγονεν ἱερεὺς ὅτε σπερματος Ἁβραὰμ ἐπελάβετο, Θεὸς ὣν ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός. τι τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ εἶναι ὅ ἐστι, διὰ τὴν εἰς ἡμᾶς ἀγάπην; Ἀθλνλσίυ κατὰ Ἀρειλνῶν, τίς δὲ τὴν περικοπὴν ταύτην, οὐ τῶν μὲν Ἀρειανῶν καταγινώσκει, τὸν δὲ μακάριον Ἀπόστολον θαυμάζει καλῶς εἰρηκότα; πότε γὰρ πεποίηται καὶ πότε ἀπόστολος γέγονεν, εἰ μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχεν αὐτὸς αἵματος καὶ σαρκὸς. κα ποτε γέγονεν ἐλεήμων καὶ πιστὸς αρχιερεὺς ἣ ὅτε κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη; ὡμοιώθη δὲ τότε, ὅτε γέγονεν ἄνθρωπος, ἐνδυσάμενος τὴν ἡμετέραν σάρκα.
merciful, so that he might release us from the justice and curse and severity of the law; he has been appointed our priest, not demanding penalties for sins committed, not putting under judgment those who have erred through human weakness. But rather justifying by faith and remitting charges and declaring them holy, and making them partakers of his own nature, and thus joining them through himself to God and the Father. For he became a merciful and faithful priest, that is, one who always remains, when he took hold of the seed of Abraham, being God the Word, and in the form and equality of the Father. Why then do they slander the truth? Why do they refuse the Son to be what he is, because of his love toward us? Against the Arians. But who does not condemn the Arians in this passage, and marvel at the blessed Apostle who spoke well? For when was he made, and when did he become an apostle, except when he himself partook like us of blood and flesh? And when did he become a merciful and faithful high priest, except when he was made like his brothers in all things? And he was made like then, when he became man, having put on our flesh.
οὐκοῦν περὶ τῆς κατὰ ἄνθρωπον οἰκονομίας τοῦ Λόγου γράφων ὁ Παῦλος ἔλεγε. μηκέτι τοίνυν μαίνεσθε, ποίημα εἶναι λέγοντες τὸν Λόγον. ἔστι γὰρ αὐτὸς Υἱὸς φύσει μονογενὴς, τότε δὲ ἔσχεν ἀδελφοὺς, ὅτε τὴν ὁμοίαν ἡμῖν ἐνεδύσατο σάρκα, ἣν καὶ προσφέρων αὐτὸς δι᾽ ἑαυτοῦ ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι περὶ ἡμῶν προσενέγκας ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, οὐ πίστεως μετέχων, οὐδὲ εἴς τινα πιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλει περὶ ὧν ἂν λέγει καὶποιεῖ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει, τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. "αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμεναι, οὐκ εἶχον τὸ πιστὸν καθ᾽ ἡμέραν παρεχόμεναι, καὶ δεόμεναι πάλιν καθαρσίου," ἡ δὲ τοῦ Σωτῆρος θυσία ἅπαξ γενομένη τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε, μένουσα διὰ παντός. καὶ Ἀαρὼν μὲν ἔσχε τοὺς διαδεχομένους· καὶ ὄντως ἡ κατὰ νόμον ἱερατεία χρόνῳ καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους, ὁ δὲ Κύριος ἀπαράβατον καὶ ἀδιάδοχον ἔχων τὴν ἀρχιερωσύνην, πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γενόμενος εἰς τὸ ἐπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους· πιστὸς γάρ ἐστιν, οὐκ ἀλλασσόμενος, ἀλλὰ διαμένων, καὶ ἀποδιδοὺς ἃ ἐπηγγείλατο. Ἑλλήνων μὲν οὖν οἱ λεγόμενοι παρ᾽ αὐτοῖς ψευδώνυμοι θεοὶ, οὔτε τὸ εἶναι οὔτε τὸ ἐπαγγέλλεσθαι εἰσὶ πιστοί· οὔτε γὰρ οἱ αὐτοὶ εἰσὶ πανταχοῦ, ἀλλὰ καὶ οἱ κατὰ τόπους τῷ χρόνῳ διαφθείρονται καὶ περὶ ἑαυτοὺς καταρρέουσι. διὸ καὶ κατ᾽ αὐτῶν ὁ λόγος βοᾷ, ὅτι πίστις οὐκ ἔστιν ἐν αὐτοῖς.
Therefore, when Paul was writing about the economy of the Word according to man, he said: Be no longer mad, then, saying that the Word is a creature. For he is himself by nature the only-begotten Son, but then he had brothers when he put on flesh like ours, which he himself offered through himself and was named high priest, and he became merciful and faithful: merciful indeed, because by offering himself for us he had mercy on us; but faithful, not as partaking of faith, nor as believing in someone as we do, but he ought to be believed concerning what he says and does, and because he offers a faithful sacrifice, one that remains and does not fall away. "For the sacrifices offered according to the law had no faithfulness, being offered day by day, and needing purification again," but the sacrifice of the Savior, having been made once, has perfected the whole, and has become faithful, remaining through all time. And Aaron had successors; and truly the priesthood according to the law passed by the previous ones through time and death, but the Lord, having an unchangeable and undivided high priesthood, has become a faithful high priest, remaining always, and having become faithful to the promise so as to hear and not mislead those who approach; for he is faithful, not changing, but remaining, and rendering what he promised. Therefore the so-called falsely named gods among the Greeks are faithful neither in being nor in promising; for they are not the same everywhere, but even those in various places are destroyed by time and fall to ruin concerning themselves. Therefore the word cries out against them, that there is no faith in them.
ὁ δὲ τῶν ὅλων καὶ μόνος τῷ ὄντι καὶ ἀληθινὸς Θεὸς, πιστός ἐστιν ὁ αὐτὸς ὢν καὶ λέγων, "ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι·" διὸ καὶ ὁ τούτου Υἱὸς πιστός ἐστιν ἀεὶ καὶ οὐκ ἀλλοιούμενος, οὐδὲ διαψευδόμενος, οὔτε ἐν τῷ εἶναι, οὔτε ἐν τῷ ἐπαγγέλλεσθαι· τοιοῦτον τὸ "πιστὸς ὁ καλῶν ἡμᾶς, ὃς καὶ ποιήσει." ἐν γὰρ τῷ ποιεῖν ἃ ἐπαγγέλλεται, πιστός ἐστι λαλῶν. καὶ πάλιν τὸ ἀναλλοίωτον τῇ λέξει ταύτῃ σημαίνων, "εἰ ἀπιστήσομεν," φησὶν, "ἐκεῖνος πιστὸς μένει." Κυρίλλου. Ἄθρει δὲ ὅπως οὐκ εἰς κατάκρισιν τῶν ἡμαρτηκότων γέγονεν ἱερεὺς, εἰς τὸ ἱλάσκεσθαι δὲ μᾶλλον τὰς ἁμαρτίας αὐτῶν. ὁ δέ γε τοῦ πειρασμοῦ καὶ τῆς θυσίας, ὁποῖος ἂν εἴη
τρόπος; διεκαρτέρησε φησὶ πειραζόμενος, καὶ ὑπέμεινε σταυρὸν. πλὴν ἑαυτὸν ὁ Υἱὸς ὡς ἄμωμον ἱερεῖον προσεκόμισε τῷ Πατρὶ, ἵνα διὰ τῆς ἑαυτοῦ σαρκὸς βοηθήσῃ τοῖς κάμνουσι καὶ πειραζομένοις. μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζο- μένους. Κυρίλλου Γρᾶ. Ἐξιλάσεται δὲ Χριστὸς ἥκιστα μὲν ὑπὲρ ἑαυτοῦ· καὶ ἀληθὴς ὁ λόγος, οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, ὑπὲρ ἡμῶν δὲ μᾶλλον· προσέθετο γὰρ αὐτὸν ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθεῖν. Χρυσοστόμου. Πάνυ ταπεινὸν τοῦτο καὶ εὐτελὲς καὶ ἀνάξιον Θεοῦ. περὶ τοῦ σαρκωθέντος μέντοι ἐνταῦθα φησὶ, καὶ πρὸς πληροφορίαν τῶν ἀκουόντων εἴρηται, καὶ διὰ τὴν αὐτῶν ἀσθένειαν. δι’ αὐτῆς φησὶ τῆς πείρας ὣν ἐπάθομεν ἦλθεν. οὐκ ἀγνοεῖ οὖν τὰ πάθη τὰ ἡμέτερα. οὐχ ὡς Θεὸς μόνον οἶδεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας ἧς ἐπειράσθη·
But the God of all things, the only true God who truly exists, is faithful, being the same and saying, "See that I am, and I have not changed"; therefore also his Son is faithful always and does not change, nor does he deceive, neither in being nor in promising. Such is the meaning of "Faithful is he who calls us, who also will do it." For in doing what he promises, he is faithful in speaking. And again, indicating unchangeableness by this phrase, he says, "If we are faithless, he remains faithful."
From Cyril. But observe how he did not become high priest for the condemnation of those who had sinned, but rather to atone for their sins. And what was the manner of his temptation and sacrifice? He persevered, it says, being tempted, and endured the cross. Nevertheless the Son offered himself as a spotless sacrifice to the Father, so that through his own flesh he might help those who are weary and tempted. For by one offering he has perfected forever those who are being sanctified. From Cyril, in the Great [Commentary]. But Christ will make atonement, least of all for himself—and the statement is true, for he committed no sin—but rather for us; for God set him forth as a propitiation through faith. For in that he himself suffered when tempted, he is able to help those who are tempted. From Chrysostom. This is very lowly and mean and unworthy of God. However, he speaks here concerning the one who was made flesh, and it was said for the full assurance of the hearers, and because of their weakness. Through the very experience, he says, of what we have suffered, he came. He is not ignorant, then, of our sufferings. He knows them not only as God, but also as man he learned them through the experience by which he was tempted.
ἔπαθε πολλὰ, οἶδε συμπάσχειν· καὶ τοι γε ἀπαθὴς ὁ Θεός ἐστιν, ἀλλὰ τὰ τῆς σαρκώσεως ἐνταῦθα διηγεῖται, ὡς ἃν εἰ ἔλεγε, καὶ αὐτὴ ἡ σὰρξ τοῦ Χριστοῦ πολλὰ δεινὰ ἔπαθεν. οἶδε τί ἐστι θλίψις, οἶδε τί ἐστι πειρασμὸς τῶν παθόντων οὐχ ἧττον ἡμῶν. καὶ γὰρ καὶ αὐτὸς ἔπαθεν. τι οὖν ἐστι τὸ δύναται τοῖς πειραζομένοις βοηθῆσαι; ὡς ἄν τις εἴποι μετὰ πολλῆς προθυμίας ὀρέξει χεῖρα, συμπαθὴς ἔσται. ἐπειδὴ γὰρ ἐβούλοντο μέγα τι καὶ πλέον ἔχειν τῶν ἐξ ἐθνῶν, δείκνυσιν ἐν τούτῳ πλέον ἔχοντας, ἔνθα οὐδὲν κατέβλαπται τοὺς ἐξ ἐθνῶν. ἐν ποίῳ δὴ τούτῳ; ὅτι ἐξ αὐτῶν ἐστὶν ἡ σωτηρία; ὅτι ἐκείνων ἐπελάβετο πρῶτον, ὅτι ἐκεῖθεν ἀνέλαβε σάρκα. σπέρματος γάρ φησιν Ἀβραὰμ ἐπιλαμβάνεσθαι. τιμᾷ καὶ τὸν πατριάρχην διὰ τούτου, ἀναμιμνήσκει αὐτοὺς καὶ τῆς πρὸς αὐτὸν ἐπαγγελίας τῆς λεγούσης, “σοὶ καὶ τῷ σπέρματι σου δώσω τὴν γῆν “ταύτην.” διὰ τοῦ μικροτάτου δείκνυσι τὴν ἐγγύτητα, τῷ ἐξ ἑνὸς εἶναι πάντας. ἀλλ’ οὐ πολλὴ ἐκείνη ἠν ἐγγύτης. ἔρχεται πάλιν ἐπὶ ταύτην καὶ ἐνδιατρίβει λοιπὸν τῇ κατὰ σάρκα οἰκονομία, καὶ φησὶν, ἢν μὲν καὶ αὐτὸ τὸ θελῆσαι γενέσθαι ἄνθρωπον, πολλῆς κηδεμονίας καὶ ἀγάπης. νῦν δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ
He suffered many things; he knows how to suffer with them. And yet God is impassible, but here he recounts the things of the incarnation, as if he were saying that even the flesh of Christ itself suffered many terrible things. He knows what affliction is; he knows what the trial of those who suffer is, no less than we do. For he himself also suffered. What then is this, "he is able to help those who are being tempted"? As one might say, with great eagerness he will extend a hand and will be compassionate. For since they wished to have something great and more than those from the Gentiles, he shows that they have more in this, where nothing has been harmed for those from the Gentiles. In what, then, is this? That salvation is from them? That he took hold of them first, that from there he took up flesh. For he says, "to take hold of the seed of Abraham." He honors the patriarch also through this, and reminds them also of the promise made to him, which says, "To you and to your seed I will give this land." Through the smallest thing he shows the closeness, by all being from one. But that closeness was not great. He comes again to this and now dwells on the economy according to the flesh, and says that the very willing to become man was [a matter] of great care and love. But now it is not only this, but also
τὰ ἀθάνατα ἀγαθὰ τὰ δι’ αὐτοῦ ἡμῖν παραχθέντα· “εἰς τὸ ἱλά- “σκεσθαι,” γάρ φησι, “τὰς ἁμαρτίας τοῦ λαοῦ.” διατὶ μὴ εἶπε τῆς οἰκουμένης ἁλλὰ τοῦ λαοῦ; τὰς γὰρ πάντων ἁμαρτίας ἀνήνεγκεν, ὅτι τέως περὶ αὐτῶν ἦν ὁ λόγος αὐτῷ, ἐπεὶ καὶ ὁ Ἄγγελος πρὸς τὸν Ἰωσὴφ ἔλεγε, “καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς “γὰρ σώσει τὸν λαὸν αὐτοῦ. τοῦτο γὰρ καὶ πρῶτον ἔδει γενέσθαι. καὶ διὰ τοῦτο ἦλθεν, ὥστε τούτους σῶσαι, καὶ τότε διὰ τούτων ἐκείνους, εἰ καὶ τοὐναντίον γέγονεν. τοῦτο καὶ οἱ Αποστολοι ελεγον, “ὑμῖν ἀναστήσας τὸν παῖδα αὐτοῦ ἀπέστειλεν εὐλογοῦντα “ὑμᾶς.” καὶ πάλιν· “ὁ λόγος τῆς σωτηρίας ὑμῖν ἀπεστάλει.” οὐκοῦν τὴν εὐγένειαν ἐνταῦθα δείκνυσι τὴν Ἰουδαϊκὴν λέγων, “εἰς τὸ “ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ.’ καὶ τέως μὲν οὕτω φησὶν, ὅτι γὰρ αὐτός ἐστιν ὁ τὰς ἁμαρτίας πάντων ἀφιεὶς, ἐδήλωσε καὶ ἐν τῷ παραλυτικῷ καὶ ἐν τῷ βαπτίσματι. τὸ δὲ “πειρασθεὶς δύνα- “ται βοηθεῖν, ταπεινὸν σφόδρα, πλὴν οὐκ ἔξω τῶν τῆς σαρκώσεως μέτρων. ἔπειτα καὶ διὰ τὸ νηπιῶδες τῶν ἀκουόντων εἴρηται εἰς ψυχαγωγίαν ἐκείνων. ἐπειδὴ γάρ φησι, πέπονθεν αὐτὸς εἰς τὸ οἰκεῖον σῶμα πειρασθεὶς, προθυμότερον βοηθήσει τοῖς πειραζο- μενοις. Θεοδωρητου. Ὡσεὶ ἔλεγε, πείρᾳ μαθὼν τι ἐστι τὸ πειρασμοῖς περιπεσεῖν, καὶ αὐτοπαθῶς πειράσας τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν, ἅτε δὴ καὶ κατὰ νόμον καὶ κατὰ χάριν πολιτευσάμενος, τοῖς πολεμουμένοις ἐπικουρίαν ὀρέγει. καὶ ταῦτα δὲ κατὰ τὸ ἀνθρώπειον εἴρηται. οὔτε γὰρ ἀρχιερεὺς ἡμῶν ὡς Θεὸς ἀλλ’ ὡς ἄνθρωπος· οὔτε ὡς Θεὸς πέπονθεν, ἀλλ’ ὡς ἄνθρωπος·
the immortal goods brought about for us through him; for he says, "to make atonement for the sins of the people." Why did he not say "of the world" but "of the people"? For he bore the sins of all, but for the time being his discourse was about them, since the Angel also said to Joseph, "You shall call his name Jesus; for he himself will save his people." For this also had to happen first. And for this reason he came, in order to save these, and then through these those others, even if the opposite has happened. This the Apostles also said: "Having raised up his servant, he sent him to bless you." And again: "The word of salvation was sent to you." Therefore here he shows the Jewish nobility, saying, "to make atonement for the sins of the people." And for the time being he speaks thus, for that he himself is the one who forgives the sins of all, he made clear both in the case of the paralytic and in the baptism. But the phrase "having been tempted, he is able to help" is very humble, yet not outside the measures of the incarnation. Then it was also said because of the childishness of the hearers, for the guidance of those. For since, he says, he himself suffered, having been tempted in his own body, he will help more readily those who are tempted. Of Theodoret. As if he were saying, having learned by experience what it is to fall into temptations, and having experienced in his own person the weakness of human nature, inasmuch as he lived both according to law and according to grace, he extends assistance to those who are warred against. And these things are said in accordance with the human. For neither is he our high priest as God but as man; nor did he suffer as God, but as man;
οὔτε διὰ τῆς πείρας μεμάθηκε τὰ ἡμέτερα, ἀλλ’ καὶ Θεὸς καὶ δημιουργὸς γινώσκει πάντα καλῶς. Χρυσοστόμου. Πλὴν εἰ περὶ τοῦ Πατρὸς τοῦ μὴ σαρκωθέντος φησὶν ἡ γραφὴ, “ἐκ τοῦ οὐρανοῦ διέκυψεν ὁ Κύριος, εἶδε πάντας “τοὺς υἱοὺς τῶν ἀνθρώπων,” τουτέστιν ἀκριβῶς πάντα κατέμαθε. καὶ πάλιν, “καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντε- “λεῖται,” πολλῷ μᾶλλον περὶ τοῦ Χριστοῦ, τοῦ καὶ παθόντος ἐν σαρκὶ λέγεται ταῦτα. ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων τὴν πείραν πάντων πιστοτέραν εἶναι νομίζουσι πρὸς γνῶσιν, βούλεται δεῖξαι ὅτι ὁ παθὼν οἶδε τί πάσχει ἡ ἀνθρωπίνη φύσις. Θεοδωρήτου. Οὕτω τὴν πρὸς τοὺς Ἀγγέλους παρεξέτασιν συμπεράνας, τὸν μείζονα τῶν προφητῶν Μωϋσῆν τὸν μέγαν ἐκ παραλλήλου τίθησιν, ἵνα δείξας ἄπειρον τὸ διάφορον, δείξῃ κατὰ ταὐτὸν καὶ τῶν διαθηκῶν καὶ τῶν ἐπαγγελιῶν, καὶ μέν τοι καὶ τῶν ἱερέων τὸ μέσον. πάλιν δὲ τῇ συγκρίσει παραίνεσιν ἀναμίγνυσιν, ἵνα μὴ δόξη ὥσπερ ἐξεπίτηδες τοῦτο ποιεῖν, ἀλλ’ ὑπό τινος ἀνάγκης ὠθούμενος. Χρυσοστόμου. Ὅταν δὲ τῆς σαρκὸς ἐπιλάβηται ὁ Παῦλος, πάντα ταπεινὰ φθέγγεται οὐδὲν δεδοικώς. ὅρα γὰρ λοιπὸν τί φησι, Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστόν· πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλω τῶ οἴκῳ αὐτοῦ. Χρυσοστόμου. Μέλλων αὐτὸν προτιθέναι τοῦ Μωϋσέως, κατὰ σύγκρισιν εἰς τὸν ἀρχιερωσύνης νόμον τὸν λόγον ἐδέξατο. οὐ γὰρ μικρὰν περὶ Μώσεως δόξαν εἶχον ἅπαντες, καὶ προκαταβάλλεται ἤδη τὰ σπέρματα τῆς ὑπεροχῆς.
Neither did he learn our affairs through experience, but as God and Creator he knows all things well. From Chrysostom. Moreover, if the Scripture says concerning the Father who was not made flesh, "The Lord looked down from heaven, he saw all the sons of men," that is, he learned all things accurately; and again, "Having come down, I will see whether it is accomplished according to their cry," much more are these things said concerning Christ, who also suffered in the flesh. For since many people think experience is more trustworthy than all things for knowledge, he wishes to show that the one who suffered knows what human nature suffers. From Theodoret. Having thus concluded the comparison with the angels, he sets in parallel Moses, the great one, greater than the prophets, so that having shown the infinite difference, he might show at the same time the middle ground also of the covenants and the promises, and indeed also of the priests. And again he mixes exhortation with the comparison, so that he might not seem to do this as it were deliberately, but as being driven by some necessity. From Chrysostom. But when Paul takes hold of the flesh, he utters all things humbly, fearing nothing. For observe henceforth what he says: Therefore, holy brothers, partakers of a heavenly calling, consider the apostle and high priest of our confession, Jesus Christ, being faithful to the one who made him, as also Moses was in his whole house. From Chrysostom. Being about to set him before Moses, he received the argument by way of comparison into the law of the high priesthood. For all had no small opinion concerning Moses, and he already beforehand lays down the seeds of the superiority.
καὶ ἄρχεται μὲν ἀπὸ τῆς σαρκὸς, ἄνεισι δὲ εἰς τὴν θεότητα, ἔνθα οὐκέτι σύγκρισις ἦν. ἤρξατο δὲ ἀπὸ τῆς σαρκὸς τέως τὸ ἶσον τιθέναι καὶ φησίν· “ὡς καὶ “Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.” καὶ οὐ παρὰ τὴν ἀρχὴν δείκνυσι τὴν ὑπεροχὴν, ἵνα μὴ ἀποπηδήσῃ ὁ ἀκροατὴς, καὶ εὐθέως ἐμφράξῃ τὰς ἀκοάς. εἰ γὰρ καὶ πιστοὶ ἦσαν, ἀλλ’ ὅμως πολὺ ἔτι τὸ συνειδὸς εἶχον πρὸς Μωϋσέα. “πιστὸν ὄντα,” φησὶ, “τῷ “ποιήσαντι αὐτόν. τι ποιήσαντι; ἀπόστολον καὶ ἀρχιερέα· οὐδὲν γὰρ ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων· “ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ “οἴκῳ αὐτοῦ,” τουτέστιν ἐν τῷ λαῷ ἣ ἐν τῷ ἱερῷ. ἐνταῦθα δὲ τὸ ἐν τῷ οἴκῳ αὐτοῦ φησὶν, ὡσανεὶ τις εἴποι περὶ τῶν ἐν τῇ οἰκίᾳ, καθάπερ τίς ἐπίτροπος καὶ οἰκονόμος οἰκίας, οὕτως ἦν ὁ Μωϋσῆς ἐν τῷ λαῷ. ὅτι γὰρ οἶκον τὸν λαὸν φησὶν, ἐπήγαγεν, “οὗ οἶκος ἐσμὲν ἡμεῖς,” τουτέστιν ἐν τῆ κτίσει αὐτοῦ ἐσμέν. Θεοδωρήτου. πάλιν μέντοι ἀρχιερέα καὶ ἀπόστολον αὐτὸν, ὡς ἄνθρωπον κέκληκεν. εἰ γὰρ ὡς Θεὸς ἀρχιερεύς ἐστιν, καὶ πρὸ
And he begins from the flesh, but ascends to the divinity, where there was no longer any comparison. He began from the flesh for the present to set forth what is equal, and says: "as also Moses in his whole house." And he does not show the superiority from the beginning, so that the hearer might not leap away, and immediately stop up his ears. For even if they were faithful, nevertheless they still had much of their conscience toward Moses. "Being faithful," he says, "to the one who made him." To the one who made him what? An apostle and high priest; for here he says nothing about essence, nor about divinity, but for the present about human dignities: "as also Moses in his whole house," that is, in the people or in the temple. But here he says "in his house," as if someone were speaking about those in the household, just as some steward and manager of a house—so was Moses in the people. For that he calls the people a house, he added: "whose house we are," that is, we are in his creation. From Theodore. Again, however, he has called him high priest and apostle, as a man. For if as God he is high priest, and before
τῆς ἐνανθρωπήσεως τοῦτο ἃν ἦν. ὅτι δὲ καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν μετὰ τὴν ἐνανθρώπησιν γέγονεν, ἐν τῇ πρὸς Γαλάτας ἐδίδαξεν· “ὅτε γὰρ ἦλθε,” φησὶ, “τὸ πλήρωμα τοῦ χρόνου, ἐξα- “πέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς,” οὐκ εἰπεν ἀπέστειλεν αὐτὸν γενέσθαι ἐκ γυναικὸς, ἀλλὰ γενόμενον ἐκ γυναικὸς, ἀπέστειλεν. ὡς εἶναι δῆλον ὅτι τῇ ἐνανθρωπίσει πρόσφορον τὸ τῆς ἀποστολῆς ὄνομα. ὁμολογίαν δὲ ἡμῶν τὴν πίστιν ἐκάλεσε. ποίησιν δὲ οὐ τὴν δημιουργίαν ἀλλὰ τὴν χειροτονίαν κέκληκε. πιστὸν γὰρ ὄντα φησὶ τῷ ποιήσαντι αὐτὸν ἀρχιερέα· εἰτα καὶ τῶν περὶ τοῦ Μώσεως ὑπὸ τοῦ Θεοῦ ἐἰρημένων ἀναμιμνήσας, τοῦ γὰρ Θεοῦ ἐστι φωνὴ, “ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός “ἐστι,” δείκνυσιν ἐν τοῖς ἑξῆς τὸ διάφορον καὶ τὴν ὑπεροχήν. Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Θεοδωρήτου. Ὅση, φησὶ, ποιήματος πρὸς ποιητὴν διαφορὰ, τοσαύτη Μωϋσέως πρὸς τὸν Χριστόν. τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάσκει σαφέστερον. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ πάντα κατασκευάσας, Θεός. Χρυσοστόμου. Καὶ αὐτός φησι τῆς οἰκίας ἦν, καὶ οὐκ εἶπεν, οὗτος μὲν γὰρ δοῦλος ἦν, ἐκεῖνος δὲ δεσπότης, ἀλλὰ τοῦτο λανθανόντως ἔφηνεν. εἰ γὰρ οἶκος ἦν ὁ λαὸς, καὶ αὐτὸς δὲ τοῦ λαοῦ ἦν, καὶ αὐτὸς ἄρα τῆς οἰκίας ἦν. οὕτω καὶ ἡμῖν ἔθος λέγειν, ὁ δεῖνα τῆς οἰκίας ἐστὶ τῆς τοῦ δεῖνος· ἐνταῦθα γὰρ οἶκον, καὶ τὸν ναὸν λέγει· οὐ γὰρ ὁ Θεὸς αὐτὸν κατεσκεύασεν, ἀλλ’ ἄνθρωποι. ὁ δὲ ποιήσας αὐτὸν ὁ Θεὸς, τὸν Μωϋσέα φησί. καὶ ἅ πῶς δείκνυσι τὴν ὑπεροχὴν λανθανόντως.
This was [a matter] of the incarnation. But that he also became an apostle of our confession after the incarnation, he taught in [the letter] to the Galatians: "For when the fullness of time came," he says, "God sent forth his Son, born of a woman"—he did not say "he sent him to be born of a woman," but "being born of a woman, he sent [him]." So that it is clear that the name of apostleship is fitting to the incarnation. And he called our confession the faith. And "making" he called not the creation but the ordination. For he says, "being faithful to the one who made him high priest"; then also, having reminded [us] of the things said by God concerning Moses—for it is the voice of God, "he is faithful in all my house"—he shows in what follows the difference and the superiority. For this one has been deemed worthy of greater glory than Moses, inasmuch as the one who built it has greater honor than the house. From Theodoret. As great, he says, as is the difference of a work from its maker, so great is that of Moses from Christ. For this the following also teaches more clearly. For every house is built by someone; but the one who built all things is God. From Chrysostom. And he says that he himself was of the house, and he did not say, "for this one was a servant, but that one a master," but he showed this covertly. For if the people were the house, and he himself was of the people, then he himself also was of the house. Thus it is also our custom to say, "So-and-so is of the house of so-and-so"; for here he calls the house also the temple; for God did not build it, but men. But the one who made it, God, he means Moses. And how he shows the superiority covertly.
“πιστὸς,” φησὶν, “ἐν ὅλῳ τῷ οἴκῳ “αὐτοῦ.” καὶ αὐτὸς ὢν τοῦ οἴκου, τουτέστι τοῦ λαοῦ. πλείονα τιμὴν ἔχει τῶν ἔργων ὁ τεχνίτης ἀλλὰ καὶ τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. “ὁ δὲ πάντα κατασκευάσας Θεός.” ὁρᾷς ὅτι οὐ περὶ τοῦ ναοῦ λέγει, ἀλλὰ περὶ παντὸς τοῦ λαοῦ. Θεοδωρήτου. Εἰδέναι μέντοι χρὴ, ὡς τὴν μὲν ὑπεροχὴν ἀπὸ τῆς θείας ἔδειξε φύσεως, πλείονος δὲ αὐτὸν ἠξιῶσθαι δόξης κατὰ
τὸ ἀνθρώπειον εἴρηκεν. ἐπειδὴ γὰρ καὶ Θεὸς καὶ ἄνθρωπος ὁ δεσπότης Χριστὸς, ἀμφότερα δὲ τῷ ἑνὶ θεωρεῖται προσώπῳ, ἀνάγκη καὶ τὰ ταπεινὰ καὶ τὰ ὑψηλὰ περὶ αὐτοῦ λέγειν εἰς δήλωσιν τῶν δύο φύσεων. Κυρίλλου. Ἀλλὰ γὰρ οἱ χριστομάχοι τὰ ἐκ πανουργίας εὑρήματα πανταχόθεν ἑαυτοῖς συλλέγοντες εἰς ἐπικουρίαν, καὶ αὐτὰς τὰς θείας συκοφαντοῦσι γραφάς. καὶ δὴ φασὶ τὸν μακάριον Παῦλον Ἁπόστολον καὶ ἀρχιερέα καλέσαι τὸν Ἰησοῦν· ἀποστολὴ δέ φασι καὶ ἱερωσύνη, λειτουργίας εἰσὶ τρόποι. καὶ γοῦν ἀπεστάλησαν μὲν οἱ μαθηταὶ, ἱερατεύσαι δὲ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ. καὶ εἴπερ ἐν τούτοις ἐστι φασι τὸ τοῦ υἱοῦ μέτρον, πῶς ὁμοούσιος εἶναι δύναται τῷ Θεῷ καὶ Πατρὶ; ὣ πολλῆς δυστροπίας. ἀπαπροσποιοῦνται τὸ εἰδέναι τὴν ἀλήθειαν, καὶ σκοπὸς αὐτοῖς μηδὲν ὑγιὲς φρονεῖν ἣ λέγειν. ὁμολογοῦντες γὰρ μεθ’ ἡμῶν, ὅτι καί περ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, κεκένωκεν ἑαυτὸν ἑκὼν, οὐκ ἐπαινοῦσι τῆς μετὰ σαρκὸς οἰκονομίας μυστήριον. ἀκούοντες δὲ τοῦ Ἀποστόλου λέγοντος, “ἀρχιερέα καὶ ἀπόστολον “Ἰησοῦν,” οὐκ εἰσδέχονται κατὰ νοῦν ὅτι γεγονὼς καθ’ ἡμᾶς ὁ μονογενὴς, ὠνόμασται τότε καὶ Ἰησοῦς, διὰ τῆς τοῦ Ἀγγέλου φωνῆς.
"Faithful," he says, "in all his house." And he himself being of the house, that is, of the people. The craftsman has more honor than the works, but also the one who constructed it has more than the house. "But God who constructed all things." Do you see that he is not speaking about the temple, but about all the people. From Theodoret. One must know, however, that he demonstrated the superiority from the divine nature, but he said that he was deemed worthy of greater glory according to the human aspect. For since the Lord Christ is both God and man, and both are contemplated in one person, it is necessary to speak both lowly and exalted things concerning him for the manifestation of the two natures. From Cyril. But the Christ-fighters, gathering from everywhere the inventions of their cunning for their own support, even slander the divine Scriptures themselves. And indeed they say that the blessed Paul called Jesus both Apostle and High Priest; but apostleship, they say, and priesthood are modes of service. And so the disciples were sent, but Aaron and his sons served as priests. And if, they say, the measure of the Son is in these things, how can he be consubstantial with God the Father? O great perversity! They refuse to know the truth, and their aim is to think or say nothing sound. For while agreeing with us that the Son, though existing in the form of God the Father, emptied himself willingly, they do not praise the mystery of the economy with the flesh. And hearing the Apostle saying, "Jesus as High Priest and Apostle," they do not receive it in their mind that the Only-begotten, having become as we are, was then also named Jesus through the voice of the Angel.
τότε κεχρημάτικε καὶ Ἀπόστολος καὶ ἱερεύς. οὐκοῦν ἢ ἀρνείσθωσαν ἐναργῶς, ὅτι γέγονε σὰρξ ὁ Λόγος, τουτέστιν ἄνθρωπος, ἐμψυχωμένον τε καὶ ἔννουν σῶμα λαβὼν, καὶ τότε πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα περιαγέτωσαν εἰς τὸν οἰκεῖον σκοπόν. ἣ εἰ φοβοῦνται τὸ ἀρνεῖσθαι τὸ μυστήριον, θαυμαζέτωσαν μεθ’ ἡμῶν, τὸν δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, μεμενηκότα δὲ καὶ οὕτω ἔον. τότε γὰρ τὸ τῆς κενώσεως πολυπραγμονοῦντες μέτρον, τὸν αὐτὸν εὑρήσουσι καὶ Ἀπόστολον ἀνθρωπίνως, καὶ κηρυσσόμενον θεικῶς παρὰ τῶν ἀπεσταλμένων. τίνα γὰρ ἐκήρυττον τοῖς ἔθνεσιν οἱ μακάριοι μαθηταὶ, καὶ τοῦτο ὡς Θεὸν ἀληθινόν; ἆρ’ οὐχὶ τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; οὐκ ἀπόστολον διὰ τὸ ἀνθρώπινον; οὐκ αὐτὸν ὄντα Θεὸν, ὅτι Λόγος ἦν τοῦ Πατρός; πῶς αὐτὸν ἀρχιερέα γεγονότα θεωρήσομεν; ἆρα κατὰ τὸν Ἀαρών; ἆρα κατὰ τὸν Μώσεως νόμον, τοὺς ἐξ ἀγέλης ἀμνοὺς καταθύοντα τῷ Θεῷ; τρυγόνας προσάγοντα καὶ περιστερὰς, καὶ σεμίδαλιν ἐλαίῳ
At that time he was called both Apostle and priest. Therefore let them either clearly deny that the Word became flesh, that is, a man, having taken a body endowed with soul and mind, and then let them bring all the things written about him to their own meaning; or, if they fear to deny the mystery, let them marvel with us at the one who for our sake became among the things that are ours, yet remained even so as he was. For then, inquiring diligently into the measure of the kenosis, they will find the same one both an Apostle in a human way, and proclaimed divinely by those who were sent. For whom did the blessed disciples proclaim to the nations, and this as true God? Was it not our Lord Jesus the Christ? Was he not an Apostle because of the human? Was he not himself God, because he was the Word of the Father? How shall we see him as having become high priest? Was it according to Aaron? Was it according to the law of Moses, sacrificing to God lambs from the flock, bringing turtle-doves and pigeons, and fine flour with oil
βραχεῖ; καίτοι τῶν τοιούτων οὐδὲν πέπραχεν ὁ Ἐμμανουήλ· ἱερατεύει γὰρ ὑπὲρ νόμον· αὐτὸς ἦν τὸ θῦμα, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αὐτὸς ὁ ἄμωμός τε καὶ ἄκακος ἀρχιερεὺς, οὐχ ὑπὲρ ἰδίων πλημμελημάτων ἱερουργῶν, κρείσσων γὰρ ἦν ἁμαρτίας ὡς Θεὸς, ἀλλ᾿ ἵνα λύσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου. γέγονε τοίνυν αὐτὸς τῆς ἰδίας προσρορᾶς ἱερουργός. οὐ γὰρ ἔδει κοινὸν ἄνθρωπον τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς θυσίαν προσενεγκεῖν. ῎Αλλωσ. Τί φησιν ὁ μακάριος Παῦλος, δοκιμάσωμεν ἀκριβέστερον. “ κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολο- “ γίας ἡμῶν.” τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· τί τοίνυν ἱερουργεί ἑαυτῷ καὶ τῷ Πατρὶ, “ πιστεύομεν γὰρ εἰς ἕνα “ Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁράτων τε καὶ ἀοράτων “ ποιητὴν, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ.” οὐκοῦν οἱ λέγοντες ὅτι γέγονεν ἱερεὺς, διά τε τοῦτο σκανδαλιζόμενοι, διδασκέτωσαν ἡμᾶς ποῖος ἱερεὺς ἑαυτῷ ποιεῖται τὴν ἱερουργίαν, ἑαυτῷ προσφέρει τὴν θυσίαν· ποῖος ἱερεὺς ἐν ἴσῃ τάξει καὶ ἐν δόξῃ φαίνεται τῷ παρ᾿ αὐτοῦ δεχομένῳ τὴν λειτουργίαν. ἀλλὰ καίτοι γεγονὼς ἀρχιερεὺς ὁ Υἱὸς διὰ τὸ ἀνθρώπινον, ἑαυτῷ προσκεκόμικε, καὶ δἰ ἑαυτοῦ τῷ Πατρὶ τὴν ὁμολογίαν ἡμῶν, καὶ ἐν τοῖς τῆς θεότητος ὁράται θρόνοις. καὶ πιστώσεται γράφων ὁ Παῦλος, “ κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις.
briefly? And yet Emmanuel has done none of such things; for he serves as priest beyond the law; he himself was the sacrifice, the true lamb, the same both blameless and guileless high priest, not performing the sacred rite for his own transgressions—for as God he was stronger than sin—but that he might loose the sin of the world. He himself, therefore, has become the performer of his own offering. For it was not fitting that a common man offer the sacrifice for the life of the world. Otherwise. Let us examine more carefully what the blessed Paul says. "Consider the Apostle and high priest of our confession." That is, the word of faith which we proclaim; what then does he perform as priest for himself and for the Father? "For we believe in one God, Father almighty, maker of all things visible and invisible, and in one Lord Jesus Christ his Son." Therefore let those who say that he has become a priest, and are scandalized for this reason, teach us what kind of priest makes the sacred rite for himself, offers the sacrifice to himself; what kind of priest appears in equal rank and in glory with the one by whom he receives the liturgy. But although the Son has become high priest because of the human nature, he has brought offering to himself, and through himself to the Father our confession, and he is seen on the thrones of the Godhead. And Paul will be believed when he writes, "Now the sum of the things said.
τοιοῦτον ἔχομεν “ ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν “ τοῖς οὐρανοῖς τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθι- “ νῆς ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.” οὐκοῦν ἱερατεύει μὲν ἀνθρωπίνως ὅτι γέγονεν ἄνθρωπος, συνεδρεύει δὲ θεϊκῶς ὅτι μεμένηκε Λόγος. Ἀυανασίου κατὰ ἀρειανῦν. Εἰδ᾿ ὅτι γέγραπται “ πιστὸν “ ὄντα τῷ ποιήσαντι αὐτὸν,” ταράτει πάλιν αὐτοὺς νομίζοντας ὡς ἐπὶ πάντων λέγεσθαι καὶ ἐπ᾿ αὐτοῦ τὸ πιστὸν, ὅτι πιστεύων ἐκδέχεται τῆς πίστεως τὸν μισθὸν, ὥρα δὲ καὶ διὰ τοῦτο πάλιν αὐτοὺς ἐγκαλεῖν Μωϋσεῖ μὲν λέγοντι, “ Θεὸς πιστὸς καὶ ἀληθινός·” Παύλῳ δὲ γράφοντι, “ πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρα- “ θῆναι ὑπὲρ ὃ δύνασθε.” ἀλλὰ ταῦτα λέγοντες οἱ ἅγιοι, οὐκ ἀνθρώπινα περὶ Θεοῦ διενοοῦντο, ἀλλ᾿ ἐγίνωσκον διπλοῦν εἶναι τὸν
νοῦν ἐν τῇ Γραφῇ ῥαφῇ περὶ τοῦ πιστοῦ τὸ μὲν ὡς πιστεύοντος, τὸ ’δε, ὡς ἀξιοπίστου. καὶ τὸ μὲν, ἐπ’ ἀνθρώπων· τὸ δὲ, ἐπὶ Θεοῦ ἁρμόζειν. πιστὸς γοῦν ὁ Ἁβραὰμ ὅτι τῶ λαλοῦντι πεπίστευκε Θεῷ. πιστὸς δὲ ὁ Θεὸς, ὅτι καθὼς ψάλλει Δαβὶδ, πιστός ἐστιν ἐν τοῖς λόγοις αὐτοῦ ὁ Κύριος, καὶ ἀξιόπιστος, καὶ ἀδύνατον αὐτὸν ψεύσασθαι. καὶ πιστὸς ὁ λόγος, ὅτι ὃ εἴρηκεν ὀφείλει πιστεύεσθαι. ἀληθὲς γάρ ἐστι καὶ οὐκ ἔστιν ἄλλως. καὶ τὸ γεγράφθαι τοίνυν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, οὐ πρὸς ἄλλους ἔχει τὴν ὁμοιότητα, οὐδ’ ὅτι πιστεύων εὐάρεστος γέγονεν·
We have such a high priest, “who sat down at the right hand of the throne of the Majesty in the heavens, a minister of the holy things and of the true tabernacle which the Lord pitched, and not man.” Therefore he serves as priest in a human way, because he has become man, but he sits in council in a divine way, because he has remained the Word. Of Athanasius against the Arians. But since it is written, “being faithful to him who made him,” it disturbs them again, who think that “faithful” is said of all and also of him, because he believes and receives the reward of faith. But it is time on this account again to bring accusation against them: against Moses, who says, “God is faithful and true,” and against Paul, who writes, “God is faithful, who will not allow you to be tempted beyond what you are able.” But when the saints say these things, they were not thinking human things about God, but they knew that the meaning in Scripture is twofold in the connection concerning “faithful”: the one as of one who believes, the other as of one who is worthy of belief; and the one fits men, the other God. Abraham, then, is faithful because he believed the God who spoke; and God is faithful, because, as David sings, the Lord is faithful in his words, and worthy of belief, and it is impossible for him to lie. And the word is faithful, because what he has said ought to be believed; for it is true and is not otherwise. And therefore the fact that it is written “being faithful to him who made him” does not have its likeness to others, nor because by believing he became well-pleasing.
ἀλλ’ ὅτι Υἱὸς ὣν τοῦ ἀληθινοῦ Θεοῦ, πιστός ἐστι, καὶ αὐτὸς ὀφείλων πιστεύεσθαι ἐν οἱς ἃν λέγῃ καὶ ποιῇ, αὐτὸς ἄτρεπτος μένων καὶ μὴ ἀλλοιούμενος ἐν τῇ ἀνθρωπίνῃ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ οἰκονομίᾳ καὶ τῇ ἐνσάρκῳ παρουσίᾳ. Οὕτως μὲν οὖν ἄντις πρὸς τὴν ἀναίδειαν χωρῶν, δύναται καὶ ἐκ μόνης τῆς “ἐποίησε” λέξεως διελέγχειν αὐτοὺς πλανωμένους καὶ νομίζοντας ποίημα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. ἐπειδὴ δὲ καὶ ἡ διάνοια τῶν γεγραμμένων ἐστὶν ὀρθὴ δεικνύουσα τὴν “ἐποίησε” λέξιν πότε καὶ πρὸς τίνα λεγομένη σημαίνεται, ἀναγκαῖον καὶ ἐξ αὐτῆς δεῖξαι τῶν αἱρετικῶν τὴν ἀλογίαν, ἐὰν μάλιστα κἀνταῦθα τὸν καιρὸν καὶ τὴν χρείαν λάβωμεν. οὐ τοίνυν τὰ πρὸ τῆς κτίσεως διηγούμενος ὁ Ἀπόστολος ταῦτα εἴρηκεν, ἀλλ’ ὅτε ὁ Λόγος σὰρξ ἐγένετο. “κατανοήσατε” γάρ φησι, ”τὸν Ἀπόστολον καὶ ἀρχιερέα “τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.” πότε οὖν ἀπεστάλη, ἢ ὁπηνίκα τὴν ἡμετέραν ἐνεδύσατο σάρκα; πότε δὲ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν γέγονεν, ἢ ὅτε προσενέγκας ἑαυτὸν ὑπὲρ ἡμῶν, ἤγειρεν ἐκ νεκρῶν τὸ σῶμα; καὶ νῦν αὐτὸς τοὺς προσερχομένους αὐτὸν τῇ πίστει προάγει, καὶ προσφέρει τῷ Πατρὶ, λυτρούμενος πάντας, καὶ ὑπὲρ πάντων ἱλασκόμενος τὰ πρὸς τὸν Θεόν; οὐ τὴν οὐσίαν ἄρα τοῦ Λόγου, οὐδὲ τὴν ἐκ τοῦ Πατρὸς αὐ- τοῦ φύσιν, γέννησιν σημαίνειν θέλων ὁ Ἀπόστολος εἴρηκε, “πιστὸν “ὄντα τῷ ποιήσαντι αὐτὸν,” μὴ γένοιτο· ποιῶν, γάρ ἐστιν ὁ λόγος, οὐ ποιούμενος αὐτὸς, ἀλλὰ τὴν εἰς ἀνθρώπους αὐτοῦ κάθοδον καὶ ἀρχιερωσύνην γενομένην, ἣν καλῶς ἄν τις ἴδοι ἐκ τῆς κατὰ τὸν νόμον καὶ τὸν Ἀαρὼν ἱστορίας·
But because, being the Son of the true God, he is faithful, and he himself ought to be believed in whatever he says and does, himself remaining unchanging and unaltered in the human economy and the incarnate economy and the incarnate presence. In this way, then, one who proceeds against their shamelessness can refute them from the word "made" alone, showing that they are deceived and think the Word of God is a thing made. But since the meaning of what is written is also correct, showing when and to whom the word "made" is spoken and what it signifies, it is necessary also from this to demonstrate the irrationality of the heretics, especially if we take the occasion and the need here as well. The Apostle has not, then, said these things narrating what was before creation, but when the Word became flesh. For he says, "Consider the Apostle and high priest of our confession, Jesus, being faithful to the one who made him." When, then, was he sent, or when did he put on our flesh? And when did he become high priest of our confession, or when, having offered himself for us, did he raise his body from the dead? And now he himself leads forward those who come to him in faith, and offers them to the Father, redeeming all and propitiating for all in things pertaining to God. Not, therefore, the substance of the Word, nor his nature from the Father, nor his generation, does the Apostle wish to signify when he says, "being faithful to the one who made him"—may it not be so; for the Word is one who makes, not one who is made—but his descent to men and the high priesthood that came to be, which one might well see from the history concerning the law and Aaron.
οὕτως ὁ Ἀαρὼν οὐ γεγένηται ἀρχιερεὺς, ἀλλὰ καὶ ἄνθρωπος καὶ μετὰ χρόνον, ὅτε ὁ Θεὸς ἠθέλησε,
γέγονεν ἀρχιερεὺς, καὶ γέγονεν οὐχ ἁπλῶς, οὐδὲ ἐκ τῶν συνήθων ἱματίων γνωριζόμενος, ἀλλ’ ἐπενδυδισκόμενος τὴν ἐπωμίδα, τὸ λογεῖον, τὸν ποδήρη, ἃ αἱ γυναῖκες μὲν εἰργάσαντο προστάξει τοῦ Θεοῦ· ἐν τούτοις δὲ εἰσερχόμενος εἰς τὰ ἅγια, τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσέφερε, καὶ ἐν τούτοις ὥσπερ ἐμεσίτευε τῇ ὀπτασίᾳ τοῦ Θεοῦ καὶ ταῖς τῶν ἀνθρώπων θυσίαις. Οὕτω τοίνυν καὶ ὁ Κύριος, ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, ὅτε δὲ ἠθέλησεν ὁ Πατὴρ ὑπὲρ πάντων λύτρα δοθῆναι, καὶ πᾶσι χαρίσασθαι, τότε δὴ ὁ Λόγος ὡς Ἀαρὼν τὸν ποδήρη, οὕτω καὶ αὐτὸς ἔλαβε τὴν ἀπὸ γῆς σάρκα· Μαρίαν ἀντὶ τῆς ἀνεργάτου γῆς ἐσχηκὼς μητέρα τοῦ σώματος, ἵνα ἔχων τὸ προσφερόμενον, αὐτὸς ὡς ἀρχιερεὺς ἑαυτὸν προσενέγκῃ τῷ Πατρὶ, καὶ τῳ ιδιῳ αἵματι πάντας ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν καθαρίσῃ, καὶ ἀπὸ τῶν νεκρῶν ἀναστήσῃ. τούτου γὰρ αὖ τὰ παλαιὰ σκιά. καὶ ὅπερ ἐλθὼν πεποίηκεν ὁ Σωτῆρ’, τοῦτο κατὰ τὸν νόμον σκιαγραφεῖ ὁ Ἀαρών. ὁ αὐτὸς γὰρ ὣν οὐκ ἠλλάσσετο περιτιθέμενος τὴν ἱερατικὴν ἐσθῆτα, ἀλλὰ μένων ὁ αὐτὸς, ἐκαλύπτετο μόνον. καὶ εἰ ἔλεγέ τις ἑωρακὼς αὐτὸν προσφέροντα, ἰδοὺ γέγονε σήμερον ὁ Ἀαρὼν ἀρχιερεὺς, οὐκ ἐσήμαινεν αὐτὸν ἄνθρωπον τότε γεγενῆσθαι, ἦν γὰρ καὶ πρὸ τοῦ ἀρχιερέα γενέσθαι ἄνθρωπος, ἀλλ’ ὅτι τῇ λειτουργίᾳ πεποίηται ἀρχιερεὺς περιθέμενος τὰ πεποιημένα καὶ κατασκευασθέντα ἱμάτια τῇ ἱερατείᾳ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Κυρίου δυνατόν ἐστι καλῶς νοεῖν, ὡς οὐκ ἄλλως γέγονε τὴν σάρκα λαβὼν, ἀλλ’ ὁ αὐτὸς ὢν, ἐκαλύπτετο ταύτῃ.
Thus Aaron did not become high priest in this way, but being a man and after a time, when God willed, he became high priest, and he became so not simply, nor being recognized by the customary garments, but being clothed upon with the ephod, the breastpiece, the long robe, which women worked at God's command; and entering into the holy places in these, he offered the sacrifice on behalf of the people, and in these, as it were, he mediated between the vision of God and the sacrifices of men. So then also the Lord, in the beginning was the Word, but when the Father willed that a ransom be given for all and that he grant grace to all, then indeed the Word, like Aaron the long robe, so also himself took flesh from the earth, having Mary as mother of his body instead of the untilled earth, so that having that which was offered, he himself as high priest might offer himself to the Father, and with his own blood cleanse us all from sins and raise us from the dead. For of this the old things were shadows. And what the Savior did when he came, this Aaron sketches in shadow according to the law. For he, being the same, was not changed when he put on the priestly garment, but remaining the same, he was only covered. And if someone, having seen him offering, said, "Behold, today Aaron has become high priest," he did not signify that he had then become a man—for he was a man even before he became high priest—but that by the ministry he had been made high priest, having put on the garments made and prepared for the priesthood; in the same way it is possible to understand well also in the case of the Lord, that he did not become otherwise when he took flesh, but being the same, he was covered by it.
καὶ τὸ γέγονε καὶ τὸ πεποίηται, οὐχ ὅτι ὁ Λόγος ᾗ Λόγος ἐστὶ, πεποίηται νοεῖν θέμις, ἀλλ’ ὅτι Λόγος ὣν δημιουργὸς, ὕστερον πεποίηται ἀρχιερεὺς, ἐνδυσάμενος σῶμα τὸ γεννητὸν καὶ ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὕπερ ἤμων δύναται. διὸ καὶ λέγεται πεποιῆσθαι. τίς γοῦν ἰδὼν τὸν Κύριον ἄνθρωπον περιπατοῦντα, καὶ Θεὸν ἐκ τῶν ἔργων δεικνύμενον, οὐκ ἃν ἠρώτησε, τίς ἐποίησε τοῦτον ἄνθρωπον, καὶ ἀπέστειλεν ἡμῖν ἀρχιερέα; τὴν δὲ τοιαύτην διάνοιαν καὶ τὸν καιρὸν καὶ τὸ πρόσωπον, αὐτὸς ὁ Ἀπόστολος ὁ καὶ γράψας “πιστὸν ὄντα τῷ ποιήσαντι “αὐτὸν,” δηλῶσαι μᾶλλον ἱκανός ἐστιν. εἰπὼν γὰρ ὅτι παρπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, καὶ σπέρματος Ἁβραὰμ ἐπελάβετο, μετὰ ταῦτα ἐπήγαγεν, ὅτι Ἀπόστολος γέγονε καὶ
ἀρχιερεύς. οὐκοῦν εἰκότως τὴν σωματικὴν τοῦ Λόγου παρουσίαν διηγούμενος, ἔφησεν “ἀπόστολον καὶ πιστὸν ὄντα τῷ ποιήσαντι “αὐτόν·” δεικνὺς ὅτι καὶ ἄνθρωπος γενόμενος Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας, ἀναλλοίωτός ἐστι. Διὸ καὶ ὡς περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, διὰ τῆς ἀρχιερω- συνῆς μνημονεύει γράφων οὐτῶ πάλιν οὐκ ἐσιώπησε μάκραν, ἀλλ’ εὐθὺς, περὶ τῆς θεότητος αὐτοῦ μνημονεύει πανταχοῦ τῆς ἀσφαλείας γινόμενος, ἔνθα μάλιστα τὸ ταπεινὸν ὀνομάζει, ἱν εὐθὺς αὐτοῦ τὴν ὑψηλότητα καὶ τὴν πατρικὴν μεγαλειότητα γινώσκωμεν. φησὶ γοῦν ὅτι ὁ μὲν Μωϋσῆς θεράπων, ὁ δὲ Χριστὸς Υἱός· κἀκεῖνος μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον· ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ Κύριος αὐτοῦ καὶ δημιουργὸς ὑπάρχων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν.
And the expressions "he became" and "he was made" do not mean that the Word, insofar as he is the Word, may be understood to have been made, but that the Word, being a creator, later became high priest, having put on a body that is begotten and made, which he is also able to offer on our behalf. Therefore he is also said to have been made. Who, then, seeing the Lord walking as a man and being shown to be God from his works, would not have asked, "Who made this man, and sent him to us as high priest?" But the such meaning, and the time, and the person, the Apostle himself, who also wrote "being faithful to the one who made him," is more able to make clear. For having said that he similarly shared in blood and flesh, and took hold of the seed of Abraham, after these things he added that he became an apostle and high priest. Therefore reasonably, narrating the bodily presence of the Word, he said "an apostle and faithful to the one who made him," showing that Jesus Christ, even having become man, is the same yesterday and today and forever, unchangeable. Therefore also, as concerning his incarnation, through the high priesthood he makes mention, writing thus again he did not keep silent for long, but immediately he makes mention of his divinity, becoming everywhere a guarantee of safety, where especially he names the lowly thing, so that we may immediately know his loftiness and the Father's majesty. For he says that Moses indeed was a servant, but Christ a Son; and that one was faithful in the house, but this one over the house; as he himself constructed it, and is its Lord and creator, and as God sanctifies it.
ὁ μὲν γὰρ Μώσης, ἄνθρωπος φύσει ὣν, πιστὸς ἐγένετο· πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ Θεῷ· ὁ δὲ Λόγος, οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσματι, ἀλλὰ Θεὸς ἐν σαρκὶ, καὶ δημιουργὸς καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπ’ αὐτοῦ. καὶ οἱ μὲν ἄνθρωποι ἕνεκα τοῦ εἶναι καὶ ὑφεστάναι σάρκα περιβέβληνται, ὁ δὲ τοῦ Θεοῦ Λόγος ἕνεκεν τοῦ ἁγιάζειν τὴν σάρκα γενόμενος ἄνθρωπος καὶ Κύριος ὣν, ἐν τῇ μορφῇ τοῦ δούλου ἦν. δούλη γὰρ τοῦ Λόγου πᾶσα ἡ κτίσις δι’ αὐτοῦ γενομένη καὶ ποιηθεῖσα. ἐκ δὲ τούτου συνέστηκεν ὅτι καὶ τὸ λεγόμενον παρὰ τῷ Ἀποστόλῳ “ἐποίησεν,” οὐ ποιούμενον δείκνυσι τὸν Λόγον, ἀλλ’ ὅπερ ἔλαβεν ὅμοιον ἡμῶν σῶμα· διὸ καὶ ἀδελφὸς ἡμῶν ἐχρημάτισε γενόμενος. εἰ δὲ δέδεικται ὅτι κἂν ἐπ’ αὐτοῦ τοῦ Λόγου τίς λέγῃ τὸ “ἐποίησεν, ἀντὶ τοῦ ἐγέννησε λέγει, ποίαν ἄρα παρεξευρεῖν ἐπίνοιαν εἰς τοῦτο δυνήσονται, ὅπου γε πανταχόθεν ὁ λόγος τὸ ῥητὸν διακαθάρας, ἔδειξε μὴ εἶναι ποίημα τὸν Υἱὸν, ἀλλὰ τῇ μὲν οὐσίᾳ γέννημα τοῦ Πατρὸς, τῇ δὲ οἰκονομίᾳ, κατ’ εὐδοκίαν τοῦ Πατρὸς ἐποιήθη δι’ ἡμᾶς ἄνθρωπος. Κυρίλλου Θησαυρικῶν κά. Δέδεικται τοίνυν ὅτι οὐ τοῦ Λόγου φύσιν ὁ Ἀπόστολος ἐξηγούμενος τοιαῦτα φησὶν, ἀλλὰ μέτα τὴν τῆς σαρκὸς οἰκονομίαν· ποτε γὰρ γέγονεν ἀρχιερεὺς καὶ Ἀπόστολος τῆς ὁμολογίας ἡμῶν καὶ πιστὸς τῶ ποιήσαντι αὐτὸν, ἣ ὅτε δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονεν ἄνθρωπος; τότε τῷ ποιή-
For Moses, being a man by nature, was faithful, believing in God who spoke to him through the Word; but the Word was not in a body as one of the created things, nor as a creature within a creature, but God in flesh, and Creator and Fashioner in that which was fashioned by him. And men are clothed with flesh for the sake of existing and subsisting, but the Word of God became man for the sake of sanctifying the flesh, and being Lord, was in the form of a servant. For all creation is a servant of the Word, having come to be and been made through him. From this it is established that what is said by the Apostle, "he made," does not show the Word as being made, but rather the body like ours which he took; therefore he was also called our brother, having become so. But if it has been shown that even in the case of the Word himself, if anyone says "he made," he means "he begot," what kind of contrivance will they be able to invent for this, since from every angle the word, having thoroughly cleansed the saying, has shown that the Son is not a made thing, but in essence is a begotten offspring of the Father, while in the economy, according to the good pleasure of the Father, he was made man for our sake. From the Treasures of Cyril, 21. It has been shown, then, that the Apostle says such things not as expounding the nature of the Word, but after the economy of the flesh; for at one time he became high priest and Apostle of our confession and faithful to him who made him, that is, when for our sake and on our behalf he became man; then to him who made—
σαντι αὐτὸν ὡς ἄνθρωπος καὶ πιστὸς ἐγένετο, πληρῶν αὐτοῦ τὸ ἔργον καθάπερ αὐτὸς ἔλεγε· τότε γέγονεν Ἀπόστολος ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς ἀποσταλείς· τότε γέγονε τῆς ὁμολογίας ἡμῶν ἀρχιερεὺς προσφέρων τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν τῷ Πατρὶ, καὶ τὸ ἴδιον σῶμα καθάπερ τι θῦμα προσάγων ἄμωμον, ἵνα πάντας ἡμᾶς δι’ αὐτοῦ καθαρίσῃ. ἃν τοίνυν λέγηται περὶ αὐτοῦ τοῦ Υἱοῦ ὅτι γέγονε πιστὸς, καὶ Ἀπόστολος καὶ ἀρχιερεὺς, μὴ κατὰ τῆς οὐσίας αὐτοῦ φερέσθω τὸ ῥῆμα, ἀλλὰ κατὰ τῆς τῶν πραγμάτων ποιότητος· ἐπειδὴ καὶ Παῦλος ἄνθρωπος ὢν, καὶ ὑπάρχων ἤδη, γέγονεν Ἀπόστολος, καὶ Μώσης ὡσαύτως γέγονε πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ Ἀαρὼν ὡσαύτως γέγονεν ἀρχιερεὺς ἐν ἑαυτῷ, καὶ πάλιν τὸν Σωτῆρα μορφῶν. ὅν περ γὰρ τρόπον ὁ Ἀαρὼν, οὐκ ἐγεννήθη μὲν ἀρχιερεὺς, πολλοῖς δὲ ὕστερον χρόνοις τοῦτο γέγονε, τὸν ποδήρη περιβαλλόμενος, καὶ τὴν ἐπωμίδα, καὶ τὰ ἄλλα τῆς ἱερατικῆς ἐσθῆτος σχήματα, ἅπερ ἢν ἔργα γυναικῶν ’τον αὐτὸν δὴ τρόπον καὶ ἐπὶ Χριστοῦ. ἦν μὲν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, πολλῷ δὲ ὕστερον χρόνῳ γέγονεν ὑπὲρ ἡμῶν ἀρχιερεὺς, ὥσπέρ τινα ποδήρη, τὸν ἐκ γυναικὸς ἄνθρωπον ἤτοι ναὸν ἀναλαβὼν, ἵνα τῷ ἰδίῳ αἵματι καθαρίσῃ τὸν λαὸν, ἑαυτὸν προσενεγκὼν ὡς ἀμνὸν ἄμωμον τῷ Θεῷ· “οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ “στόματι αὐτοῦ.” Γρηγορίου Νύσσοσ κατὰ Εὐνομίου.
he became faithful as a man, fulfilling his own work just as he himself said; then he became an Apostle for us and was sent for our sake; then he became high priest of our confession, offering the confession of our faith to the Father, and bringing his own body as a blameless sacrifice, so that through him he might cleanse us all. If, therefore, it is said of the Son himself that he became faithful, and an Apostle, and a high priest, let the word not be taken as against his essence, but as concerning the quality of the matters; since Paul also, being a man and already existing, became an Apostle, and Moses likewise became faithful in his whole house, and Aaron likewise became high priest in himself, and again prefiguring the Savior. For just as Aaron was not born a high priest, but after a long time became this, being clothed with the long robe and the ephod and the other forms of the priestly garment, which were the works of women, in the same way also with Christ. For the Word was in the beginning, but after much time he became high priest for us, taking up, as it were, a long robe, the man born of a woman, that is, the temple, so that by his own blood he might cleanse the people, offering himself as a blameless lamb to God; "for he did not commit sin, nor was deceit found in his mouth." Of Gregory of Nyssa against Eunomius.
Ὥσπερ ἐνταῦθα τῷ ἰδίῳ αἵματι περὶ τῶν ἁμαρτιῶν ἡμῶν ἱερατικῶς ἱλεωσάμενον ἀρχιερέα κατονομάσας ὁ Παῦλος τὸν Κύριον, οὐ τὴν πρώτην τοῦ μονογενοῦς ὑπόστασιν διὰ τῆς “ἐποίησε” λέξεως καταγγέλλει, ἀλλὰ τὴν συνήθως ἐπὶ τῆς τῶν ἱερέων ἀναδείξεως ὀνομαζομένην χάριν παραστῆσαι θέλων, φησὶ τὸ “ἐποίησεν·” Ἰησοῦς γὰρ, καθώς φησι Ζαχαρίας, ὁ ἱερεὺς ὁ μέγας, ὁ τὸν ἴδιον ἀμνὸν, τουτέστι τὸ ἴδιον σῶμα ὑπὲρ τῆς κοσμικῆς ἁμαρτίας ἱερουργήσας, ο δια τα παιοια τὰ κεκοινωνηκότα σαρκὸς καὶ αἵματος καὶ αὐτὸς παραπλησίως συμμετασχὼν τοῦ αἵματος, οὐ καθὸ ἦν ἐν ἀρχῇ, ἀλλὰ καθὸ ἐκένωσεν ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, καὶ προσήγαγε προσφορὰν καὶ θυσίαν ὑπὲρ ἡμῶν, οὗτος ἐγένετο ἱερεὺς πολλαῖς ὕστερον γενεαῖς κατὰ τὴν τάξιν Μελχισεδέκ. Κυρίλλου Θησαυρικῶν λβ'. Ἀλλ’ ἀκουέτωσαν οἱ Χριστομά-
χοὶ, ὅτι ὁ μακάριος Ἀπόστολος οὐκ ἐν ἴσῳ μέτρῳ τὸν ποιηθέντα τῷ πεποιηκότι τιμᾶσθαι δεῖν ἐκδιδάσκων, δῆλος ἃν εἴη δήπουθεν οὐκ ἐπιτρέπων ἐν ποιήμασι κατατάττεσθαι τὸν Υἱόν. “πλείονα “γὰρ,” φησι, “τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.” καὶ τίς ὁ τόδε τὸ σύμπαν τεχνησάμενος, λεγέτω πάλιν αὐτὸς πέρι τοῦ Υἱοῦ, ὅτι δι’ αὐτοῦ ἐκτίσθη τὰ πάντα, τὰ ὁρατὰ καὶ “τὰ ἀόρατα.” πῶς οὖν ἐν ποιήμασιν ὁ ποιητής; καὶ εἰ ἐν τοῖς πᾶσι καὶ αὐτὸς ὁ χρόνος ἐστὶ καὶ ἓν τῶν πάντων· ἔστι δὲ πρὸ πάντων αὐτὸς δηλονότι καὶ τοῦ χρόνου πρεσβύτερος ὁ Υἱός. “δι “αὐτοῦ,” γάρ φησιν, “ἐποίησε τοὺς αἰῶνας.” πῶς οὖν ὁ πρὸ αἰώνων ἐν τοῖς ἐν χρόνῳ γενομένοις συναριθμεῖται;
Just as here Paul, having named the Lord a high priest who in a priestly manner propitiated for our sins by his own blood, does not through the word “made” proclaim the first subsistence of the Only-begotten, but wishing to set forth the grace customarily named in the appointment of priests, he says “he made”; for Jesus, as Zechariah says, the great priest, who sacrificed his own lamb, that is his own body, for the sin of the world, he who, because the children had partaken of flesh and blood, himself likewise partook of blood in a similar way—not insofar as he was in the beginning, but insofar as he emptied himself in the form of a servant—and offered an offering and sacrifice for us, this one became a priest many generations later according to the order of Melchizedek. From Cyril’s Treasures, book 32. But let the Christ-fighters hear that the blessed Apostle, teaching that the one made ought not to be honored with an equal measure to the one who made him, would surely be shown not to permit the Son to be ranked among things made. “For,” he says, “the one who built the house has greater honor than the house.” And who is the one who crafted this whole universe? Let him again himself say concerning the Son, that through him all things were created, things visible and “things invisible.” How then is the maker among things made? And if he is in all things, time itself is also one of all things; but the Son is before all things and evidently older than time itself. “For,” he says, “through him he made the ages.” How then is the one before the ages numbered among things that came to be in time?
ἐπεὶ καὶ πᾶν ὅπερ ἃν εἴη ποιηθὲν ὡς ἐν γενέσει, τοῦτο πάντως ἔσται καὶ ἐν χρόνῳ τοῦ εἶναι ἀρξάμενον, εἴπερ μόνῃ σώζεται τὸ ἀίδιον τῇ θείᾳ καὶ ἀκηράτῳ φύσει. Καὶ Μώσης μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκος ἐσμὲν ἡμεῖς ἐάν περ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν. Χρυσοστόμου. Εἰρηκὼς ἀδελφοὶ κλήσεως οὐρανίου μέτοχοι, καὶ παιδεύσας μηδὲν ἐνταῦθα ζητεῖν, εἰ ἐκεῖ κέκληνται, ἐκεῖ ὁ μισθὸς, ἐκεῖ ἡ ἀνταπόδοσις. εἶτα προτρεψάμενος κατανοῆσαι Χριστὸν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ἀρχιερέα, τουτέστιν εὐνοικὸν, προιστάμενον τῶν αὐτοῦ, οὐκ ἐῶντα φέρεσθαι ἁπλῶς, καὶ μονονουχὶ φήσας, γνῶτε τίς ἐστιν ἀρχιερεὺς καὶ ποταπὸς, καὶ οὐ δεήσεσθε παραμυθίας ἑτέρας οὐδὲ παρακλήσεως· καὶ ἀρχιερέα καλέσας αὐτὸν τῆς πίστεως ἡμῶν, καὶ ἀπόστολον διὰ τὸ ἀπεστάλθαι ὑπὲρ ἡμῶν, ὑπερτίθησι νῦν αὐτὸν τοῦ Μώσεως, τοσαύτην δεικνὺς τὴν ὑπεροχὴν, ὅσον υἱοῦ πρὸς δοῦλον. γνησιότητα δὲ πάλιν διὰ τῆς υἱοῦ προσηγορίας αἰνίττεται. εἶδες πῶς ποιήματα καὶ ποιητὴν διίστησι, πῶς δοῦλον καὶ υἱόν· ἐκεῖνος μέν φησιν, εἰς τὰ πατρῷα ὡς δεσπότης εἰσέρχεται, οὗτος δὲ ὡς δοῦλος. καὶ οὗτος φησὶ λαὸν ἐγχειρίζεται, καθάπερ ἐκεῖνος προστασίαν λαοῦ, ἀλλὰ
Since everything whatsoever that is made, as being in generation, will certainly also have begun to be in time, if indeed only the eternal is preserved by the divine and unmixed nature. And Moses was faithful in all his house as a servant, for a testimony of the things that were to be spoken; but Christ as a son over his house, whose house we are, if we hold fast the boldness and the boasting of our hope firm to the end. Of Chrysostom. Having said, brethren, partakers of a heavenly calling, and having taught that nothing should be sought here, if they have been called there, there is the reward, there the recompense. Then, having exhorted them to consider Christ as faithful to the one who made him high priest, that is, well-dwelling, presiding over his own, not allowing them to be carried about at random, and as good as saying, know who the high priest is and of what sort, and you will not need other consolation or encouragement; and having called him high priest of our faith, and apostle because he was sent on our behalf, he now places him above Moses, showing the superiority to be as great as that of a son to a servant. And again through the title of son he hints at genuineness. Do you see how he distinguishes works and maker, how servant and son? That one, he says, enters into the paternal things as a master, but this one as a servant. And this one, he says, is entrusted with a people, just as that one with a leadership of a people, but
μείζων καὶ ἐπὶ μείζονι. καὶ ὁ μὲν, ὡς θεράπων, ὁ δὲ, ὡς Υἱός. ὁ μὲν γὰρ ἀλλοτρίων κήδεται, οὗτος δὲ τῶν αὐτοῦ. εἶτα προτρέπεται πάλιν αὐτοὺς ἑστάναι γενναίως, καὶ μὴ καταπίπτειν· οἶκος γάρ, φησιν, ἐσόμεθα τοῦ Θεοῦ, ὅπερ ἦν Μωϋσῆς, ἐὰν τὸ καύχημα τέλους φυλάξωμεν. ὁ μέν τοι ἀλγῶν φησιν ἐν τοῖς πειρασμοῖς καὶ καταπίπτων, οὐ καυχᾶται· ὁ αἰσχυνόμενος, ὁ κρυπτόμενος, παρρησίαν οὐκ ἔχει, ὁ ἀλύων, οὐ καυχᾶται· οὐ μὴν ἀλλὰ καὶ ἐγκωμιάζει αὐτούς. εἰπὼν γὰρ “ἐὰν βεβαίαν κατάσχωμεν τὴν παρρησίαν, ἔδειξεν ὅτι ἤρξαντο. δεῖ δὲ τοῦ τέλους, καὶ οὐχ ἁπλῶς ἐστι, ἀλλὰ βεβαίαν ἔχειν τὴν ἐλπίδα, οὐ πληροφορίᾳ πίστεως, μὴ σαλευομένους ὑπὸ τῶν πειρασμῶν. Καλῶς εἶπε “τὸ καύχημα τῆς ἐλπίδος·” ἐπειδὴ γὰρ πάντα ἐν ἐλπίσιν ἦν τὰ ἀγαθὰ, οὕτω δὲ αὐτὴν δεῖ κατέχειν ὡς ἤδη καυχᾶσθαι ἐπιγεγενημένην, διὰ τοῦτο φησὶ “τὸ καύχημα τῆς “ἐλπίδος.” τῇ γὰρ ἐλπίδι ἐσώθημεν. οὐκοῦν μὴ ἀσχάλλωμεν ἐπὶ τοῖς παροῦσι, μηδὲ ἤδη ζητῶμεν τὰ μετὰ ταῦτα ἐπαγγελθέντα. ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ἐπειδὴ γὰρ μεγάλα ἐστὶ τὰ ἀγαθὰ, ἐνταῦθα λαβεῖν αὐτὰ οὐ δυνάμεθα, ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ. τίνος οὖν ἕνεκεν καὶ προεῖπεν ἡμῖν; οὐ μέλλων αὐτὰ ἐνταῦθα διδόναι, ἵνα τῇ ἐπαγγελίᾳ τὰς ψυχὰς ἀνακτήσηται. τί δέ ἐστιν “εἰς μαρτύριον τῶν λαληθησομένων; τουτέστιν ἵνα ὦσι μάρτυρες ὅταν ἀναισχυντῶσιν αὐτοί. τί λέγεις; μαρτυρίαν ἀνθρώπου λαμβάνει ὁ Θεός; καὶ πάνυ.
Greater, and upon greater. And the one, as a servant, the other, as a Son. For the one cares for things belonging to another, but this one for his own. Then he exhorts them again to stand nobly, and not to fall away; for we shall be, he says, the house of God, which Moses was, if we keep the boast to the end. But the one who grieves in temptations and falls away does not boast; the one who is ashamed, the one who hides, has no boldness; the one who is distressed does not boast; yet indeed he also praises them. For having said, "if we hold fast our boldness," he showed that they had begun. But there is need of the end, and it is not simply so, but to have hope firm, not with full assurance of faith, not being shaken by temptations. Well did he say "the boast of hope;" for since all good things were in hopes, and one must hold it thus as already boasting that it has come to pass, for this reason he says "the boast of hope." For by hope we were saved. Therefore let us not be vexed at present things, nor seek now the things promised after these. For hope that is seen is not hope; since the good things are great, we cannot receive them here, in this earthly life. For what reason then did he also foretell them to us? Not intending to give them here, but that by the promise he might win back our souls. And what is "for a testimony of the things that shall be spoken"? That is, that they may be witnesses when they themselves are shameless. What do you say? Does God receive the testimony of man? Yes, indeed.
εἰ γὰρ οὐρανὸν μαρτύρεται καὶ γῆν, καὶ βουνοὺς, λέγων διὰ τοῦ προφήτου, “ἄκουε οὐρανὲ, καὶ ἐνωτίζου “ἡ γῆ, ὅτι Κύριος ἐλάλησε,” καὶ “ἀκούσατε φάραγγες, θεμέλια “τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ,” πολλῷ μᾶλλον ἀνθρώπους. Θεοδωρίτου. Σὺ δέ μοι ἐπισήμηναι, ὅτι ἀπὸ τῆς γραφῆς τὰ ὀνόματα τέθεικε. καὶ γὰρ τὸν Μωϋσῆν θεράποντα κέκληκεν ὁ Θεός. “Μωϋσῆς,” γάρ φησιν, “ὁ θεράπων μου τετε- “λεύτηκε,” καὶ πάλιν, “οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωϋσῆς.” καὶ αὐτὸν δὲ τὸν δεσπότην Χριστὸν Υἱὸν ἡ παλαιὰ καλεῖ γραφή. “τί ὄνομα αὐτῷ, ἣ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;” καὶ “Υἱός μου εἶ “σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.” γινώσκετε τοίνυν φησὶν τούτου
κἀκείνου τὸ μέσον. ὁ μὲν γὰρ θεράπων, ὁ δὲ Υἱὸς, καὶ ἐκεῖνος μὲν πιστὸς ἐκλήθη, ἵνα δειχθῇ ἀξιόχρεως νομοθέτης. τοῦτο γὰρ εἶπεν εἰς μαρτύριον τῶν λαληθησομένων. ὁ δὲ Χριστὸς, ὡς Υἱὸς καλεῖται πιστός. εἰ δὲ εὐτελείας τήνδε τὴν προσηγορίαν οἱ αἱρετικοὶ σημαντικὴν εἶναι νομίζουσιν, ἀκουέτωσαν τοῦ Ἀποστόλου περὶ τοῦ Θεοῦ καὶ Πατρὸς λέγοντος. “πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς “κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ·” καὶ τοῦ Δαβὶδ, “πιστὸς Κύριος ἐν “πᾶσι τοῖς λόγοις αὐτοῦ. καὶ πάλιν· “καὶ ὁ μάρτυς ἐν οὐρανῷ “πιστός. καὶ ὁ Μώσης δὲ οὕτω λέγει· “Θεὸς πιστὸς, καὶ οὐκ “ἔστιν ἀδικία ἐν αὐτῷ.” οἶκον δὲ τοῦ Θεοῦ κέκληκε τοὺς πιστεύοντας κατὰ τὴν προφητείαν τὴν λέγουσαν, “ἐνοικήσω ἐν αὐτοῖς “καὶ ἐμπεριπατήσω.” ταύτης δέ φησιν ἀπολαυσόμεθα τῆς τιμῆς, ἐὰν τὴν παρρησίαν ἧς τετυχήκαμεν, καὶ τὴν ἀξιέραστον ἐλπίδα διὰ τῶν τῆς ἀρετῆς κατορθωμάτων διατηρήσωμεν.
For if he calls heaven and earth to witness, and the hills, saying through the prophet, "Hear, O heaven, and give ear, O earth, for the Lord has spoken," and "Hear, O valleys, the foundations of the earth, for the Lord has a judgment against his people," how much more does he call men to witness. From Theodoret. But mark well for me that he has taken the names from the Scripture. For God has called Moses a servant. "Moses," it says, "my servant is dead," and again, "not so as my servant Moses." And the old Scripture calls the Master himself, Christ, Son. "What is his name, or what is the name of his Son?" and "You are my Son, today I have begotten you." Know, then, he says, the difference between this one and that one. For the one is a servant, the other a Son, and the former was called faithful, so that he might be shown to be a worthy lawgiver. For this he said as a testimony of the things that would be spoken. But Christ, as a Son, is called faithful. But if the heretics think that this appellation is indicative of lowliness, let them hear the Apostle speaking of God and the Father: "Faithful is God, by whom you were called into fellowship with his Son"; and David: "Faithful is the Lord in all his words." And again: "And the witness in heaven is faithful." And Moses also says thus: "God is faithful, and there is no injustice in him." And he has called those who believe the house of God, according to the prophecy that says, "I will dwell in them and walk among them." And of this honor, he says, we shall partake, if we keep the boldness that we have obtained, and the hope worthy of love, through the achievements of virtue.
Κυρίλλου Θησαυρικῶν λβ΄. Ἀκουέτωσαν δὲ πάλιν Ἀρειανοὶ, ὡς ὁ θεῖος Παῦλος ἀπὸ τῶν ὀνομάτων καὶ τῶν ἀποτελεσμάτων τῆς ὑπεροχῆς ποιεῖται τὴν σύγκρισιν, καὶ τῆς οὐσιώδους, ἱν οὕτως εἴπω, ποιότητος τὴν διαφορὰν δεικνύει, ἣν ἔχει Χριστὸς καὶ πρὸς Μωσέα, καὶ δι’ αὐτοῦ πρὸς πάντα τὰ πεποιημένα. τρέχει γὰρ ὁ λόγος εἰς τουτὶ τὸ συμπέρασμα. εἰ τοίνυν ὁ μὲν, ὡς θεράπων καὶ ὑπὸ ζυγὸν δουλείας καὶ δοῦλος, ὁ δὲ ὡς Υἱὸς καὶ κατὰ φύσιν ἐλεύθερος ὡς Θεὸς, καὶ ὁ μὲν ὡς οἰκέτης ἐν τῷ οἴκῳ πιστὸς, ὁ δὲ ὡς κληρονόμος, οὐκ ἐν τῷ οἴκῳ ἀλλ’ ἐπὶ τὸν οἶκον αὐτοῦ, τουτέστιν ἡμᾶς. καὶ ὁ μὲν ἐν τοῖς κατεσκευασμένοις, καὶ ἐν ποιήμασιν, ὁ δὲ τῶν ὅλων κατασκευαστής. πῶς ὁ Θεὸς ἀληθινὸς ἀνενδοιάστως ἐστί; πῶς δὲ ἔσται ὁμογενὴς, ὁ τοσοῦτον αὐτοῦ διενεγκών; ὁ δὲ Μωσεῖ μήτε ὁμογενὴς ὑπάρχων γενητῆς ὄντι φύσεως, μήτε μὴ, ἄλλως ὁμόδουλος, οὐκ ἃν ἑτέρῳ τινὶ κατὰ τὸν τῆς φύσεως λόγον ὡς ὁμοφυὴς συντάττοιτο. πρὸς γὰρ τὰ πεποιημένα καὶ οὐ πρὸς Μωσέα πάντως ἡ σύγκρισις, εἰ καὶ τὸ Μώσεως πρόσωπον ἐπὶ τοῦ παρόντος ἐξετάζεται. ἔτι εἰ ὁ Θεός ἐστιν ὁ ἐν προφήταις εἰπὼν, “ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν “Θεὸς, καὶ αὐτοὶ ἔσονται μου λαὸς,” πῶς νῦν ἡμεῖς οἶκος ἐσμὲν τοῦ Υἱοῦ, εἴπερ μὴ ἔστι φύσει Θεός; ἀλλ’ εὐχόμεθα, καθά φησιν ὁ Παῦλος, κατοικῆσαι τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ
From Cyril's Treasures, 32. Let the Arians hear again that the divine Paul makes the comparison from the names and from the effects of the superiority, and shows the difference of the essential—if I may so put it—quality which Christ has both toward Moses and, through him, toward all things made. For the argument runs to this conclusion. If, then, the one is as a servant and under the yoke of slavery and a slave, but the other as a Son and by nature free as God, and the one is faithful as a household servant in the house, but the other as heir, not in the house but over his house, that is, over us; and the one is among the things prepared and among the works, but the other is the builder of all things—how is God truly and without doubt God? And how will he be of the same kind, who differed so greatly from him? But Moses, since he is neither of the same kind—being of a created nature—nor in any other way a fellow-slave, would not be ranked with any other as of the same nature according to the principle of nature. For the comparison is altogether toward the things made and not toward Moses, even if the person of Moses is examined for the present. Further, if God is the one who said in the prophets, "I will dwell in them and walk among them, and I will be their God, and they shall be my people," how are we now a house of the Son, if he is not God by nature? But we pray, as Paul says, that Christ may dwell in the inner man, and
οἶκος τοῦ Θεοῦ ἐσμέν τε καὶ χρηματίζομεν. Θεὸς ἄρα ὁ Χριστός. εἰ δὲ τοῦτο, οὐ ποίημα. ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς Χριστομαχους. Χρυσοστόμου. Ὁ μέν τοι Παῦλος διαλεχθεὶς περὶ καὶ εἰπὼν ὅτι “οἶκος αὐτοῦ ἐσμὲν, ἐὰν τὴν ἐλπίδα βεβαίαν κατά- “σχωμεν,” δείκνυσι λοιπὸν ὅτι βεβαίως χρὴ προσδοκᾷν, καὶ τοῦτο πιστοῦται ἀπὸ τῶν γραφῶν. προσέχετε δὲ, δυσκολώτερον γάρ πὼς αὐτὸ ἔφρασε. διὸ χρὴ τὰ παρ’ ἡμῶν εἰπόντας καὶ συντομώτερον τὴν πᾶσαν ὑμᾶς ὑπόθεσιν διδάξαντας, οὕτως ἐπαφεῖναι τὸν λόγον τοῖς γεγραμμένοις· οὐκέτι γὰρ ἡμῶν δεηθήσεσθε, ἐὰν τὸν ἀποστολικὸν σκοπὸν μάθητε. περὶ ἐλπίδος ἦν αὐτῷ ὁ λόγος, καὶ ὅτι χρὴ ἐλπίζειν τὰ μέλλοντα, καὶ ὅτι ἔσται τοῖς ἐνταῦθα πονήσασι, μισθός τις καὶ καρπὸς καὶ ἀνάπαυσις. τοῦτο οὖν ἀπὸ τοῦ προφήτου δείκνυσι, καὶ τί φησιν; Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, ἐν τῇ ἡμέρᾳ τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. διὸ προσώχθισα τῆ γενεᾷ ἐκείνη, καὶ εἶπον, ἀεὶ πλανῶνται τῆ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσιν μου. Θεοδωρίτου. Ἐπειδὴ τῆς ἐλπίδος ἐμνήσθη, ἐλπὶς δὲ οὐκ ἔστιν ἐλπὶς, ὃ γὰρ βλέπει τις, τι καὶ ἐλπίζει; ὑπέσχετο δὲ ἡμῖν ὁ δεσπότης τὴν βασιλείαν τῶν οὐρανῶν, σύγκρισιν πάλιν ποιεῖται τῶν Ἰουδαίοις δεδομένων, καὶ τῶν ἡμῖν ἐπηγγελμένων.
We are and are called the house of God. Therefore God is the Christ. And if this is so, he is not a creature. But these things are against the Christ-fighters. From Chrysostom. Paul, having discoursed about hope and having said that "we are his house, if we hold fast our hope firm," shows henceforth that we must hope firmly, and he confirms this from the Scriptures. But pay attention, for he has expressed it somewhat more obscurely. Therefore it is necessary that we, having spoken our part and taught you the whole subject more briefly, thus leave the word to the things written; for you will no longer need us, if you learn the apostle's purpose. His discourse was about hope, and that we must hope for the things to come, and that there will be for those who labor here a reward and fruit and rest. This, then, he shows from the prophet, and what does he say? Therefore, as the Holy Spirit says, Today, if you hear his voice, do not harden your hearts, as in the provocation, in the day of testing in the wilderness, where your fathers tested me, they tried me and saw my works for forty years. Therefore I was angry with that generation, and I said, They are always led astray in their heart; but they did not know my ways; as I swore in my anger, if they shall enter into my rest. From Theodoret. Since he mentioned hope, and hope is not hope—for what a man sees, why does he also hope for?—but the Master has promised us the kingdom of heaven, he again makes a comparison of the things given to the Jews and the things promised to us.
καὶ τέθηκε μὲν τὴν μαρτυρίαν δεδιττόμενος δῆθεν αὐτοὺς, ἵνα φυλάξωσι διὰ σπουδῆς τὴν δεδομένην ἐλπίδα. πλὴν ἕτερον κατασκευάζει ἀνυπόπτως πάλιν μεθοδεύων τὸν λόγον, ἐπιμένει δὲ τῇ παραινέσει. Χρυσοστόμου. Τρεῖς μέν τοι φησὶ καταπαύσεις εἶναι, τὴν τοῦ σαββάτου, ἐν ἧ ὁ Θεὸς κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· δευτέραν τὴν τῆς Παλαιστίνης εἰς ἢν εἰσελθόντες οἱ
Ἰουδαῖοι, ἔμελλον ἀναπαύεσθαι ἀπὸ τῆς πολλῆς ταλαιπωρίας καὶ τῶν πόνων· τρίτην, τὴν ὄντως ἀνάπαυσιν τὴν βασιλείαν τῶν οὐρανων, ἧς οἱ τυχόντες ἀναπαύονται ὄντως τῶν πόνων καὶ τῶν μόχθων. τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται, καὶ τίνος ἕνεκεν περὶ τῆς μιᾶς διαλεγόμενος τῶν τριῶν ἐμνημόνευσεν; ἵνα δείξῃ τὸν προφήτην περὶ ταύτης λέγοντα. περὶ μὲν γὰρ τῆς πρώτης, οὐκ εἶπε φησὶ, πῶς γὰρ τῆς πάλαι γεγενημένης; ἀλλ’ οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ. ἴνη. πῶς γάρ; “οὐ γὰρ εἰσελεύσονται,” φησὶν, “εἰς τὴν κατάπαυσίν μου.” λείπεται δὴ τὴν τρίτην εἶναι ταύτην λοιπόν. ἀναγκαῖον δὲ καὶ τὴν ἱστορίαν ἀναπτύξαι, ὥστε σαφέ- στερον ποιῆσαι ’τον λόγον. Ἐπειδὴ γὰρ ἀπὸ τῆς Αἰγύπτου ἐξελθόντες Ἑβραῖοι, πολλὴν ὁδὸν διανύσαντες, καὶ μυρία τῆς τοῦ Θεοῦ δυνάμεως λαβόντες τεκμήρια, ἔν τε τῇ Αἰγύπτῳ, ἔν τε τῇ ἐρυθρᾷ, ἔν τε τῇ ἐρήμῳ, ἐβουλεύσαντο πέμψαι κατασκόπους τοὺς διασκεψομένους τὴν φύσιν τῆς ἐπηγγελμένης γῆς· οἱ δὲ ἀπελθόντες ἐπα- νῆλθον, τὴν μὲν χώραν θαυμάζοντες, καὶ γενναίων καρπῶν εὔφορον εἶναι λέγοντες· ἀνθρώπων μέν τοι ἀκαταμαχήτων εἶναι χώραν. καὶ ἰσχυρῶν.
And he set down the testimony, ostensibly to terrify them, so that they might guard with zeal the hope that had been given. Nevertheless he prepares another argument, again subtly manipulating his discourse, and he persists in the exhortation. From Chrysostom. He says, indeed, that there are three rests: the rest of the Sabbath, in which God rested from all his works; the second, that of Palestine, into which the Jews, having entered, were about to rest from their great hardship and toils; the third, the true rest, the kingdom of heaven, which those who attain it truly rest from their toils and labors. He mentions all three here, then; and for what reason, when speaking about one of the three, did he mention the three? To show that the prophet was speaking about this one. For concerning the first, he did not say, he says—for how could he, since it had long since come to pass? Nor indeed concerning the second, the one in Palestine. How could he? "For they shall not enter," he says, "into my rest." It remains, then, that this third one is the remaining one. And it is necessary also to unfold the history, so as to make the discourse clearer. For when the Hebrews, having departed from Egypt and traversed a long road, and having received countless proofs of the power of God—both in Egypt, and at the Red Sea, and in the wilderness—decided to send spies to examine the nature of the promised land; those who went returned, marveling at the country and saying that it was fertile with noble fruits, but that it was a land of men who could not be conquered, and mighty.
οἱ δὲ ἀγνώμονες Ἰουδαῖοι καὶ ἀναίσθητοι, δέον αὐτοὺς τῶν προτέρων εὐεργεσιῶν τοῦ Θεοῦ ἀναμνησθῆναι, καὶ πῶς αὐτοὺς εἰς μέσον ἀπειλημμένους στρατοπέδων τοσούτων Αἰγυπτιακῶν, ἐξήρπασε τῶν κινδύνων, καὶ τῶν λαφύρων αὐτῶν ἐποίησε κυρίους, καὶ πάλιν ἐν τῇ ἐρήμῳ πέτρας ἔρρηξε, καὶ τῶν ὑδάτων τὴν ἀφθονίαν ἐχαρίσατο, καὶ τὸ μάννα παρέσχε, καὶ τὰ ἄλλα εἰργάσατο θαυμάσια, καὶ πιστεῦσαι τῷ Θεῷ· τούτων μὲν οὐδὲν ἐνενόησαν, ὡς μηδενὸς δὲ γενομένου οὕτω καταπλαγέντες, πάλιν εἰς Αἴγυπτον εἰσιέναι ἐβούλοντο. “ἐξήγαγε γάρ,” φησιν, “ὧδε “ὁ Θεὸς καὶ ἡμᾶς, ὥστε ἀνελεῖν ἡμᾶς μετὰ παίδων καὶ γυναι- “κῶν.” ὁ τοίνυν Θεὸς ὀργιζόμενος ὅτι οὕτω ταχέως ἐξέβαλον τὴν μνήμην τῶν γεγενημένων, ὤμοσε μὴ εἰσελθεῖν τὴν γενεὰν ἐκείνη, τὴν ταῦτα εἰρηκυῖαν εἰς τὴν κατάπαυσιν. καὶ πάντες ἀπώλοντο ἐν τῇ ἐρήμῳ. ἐπεὶ οὖν ὁ Δαβὶδ φησὶν ὕστερον καὶ μετὰ ταῦτα, μετὰ τὴν ἐκείνων γενεὰν διαλεγόμενος ἔλεγεν, “ὅτι σήμερον ἐὰν “τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν,” ἵνα μὴ τὰ αὐτὰ πάθητε ἅπερ οἱ πρόγονοι οἱ ἡμέτεροι, καὶ ἀπο-
But the ungrateful and insensible Jews—when they ought to have remembered God's former benefits, and how, when they were caught in the midst of so many Egyptian armies, he snatched them from dangers and made them masters of their spoils, and again in the wilderness split the rock and granted them an abundance of water, and provided manna, and worked the other wonders, and [ought] to believe God—none of these things did they consider, but as though nothing had happened, so stricken with terror, they wished again to enter Egypt. "For God," it says, "brought us here also, so as to destroy us with our children and wives." Therefore God, being angry that they so quickly cast out the memory of what had happened, swore that that generation which had said these things should not enter into his rest. And all perished in the wilderness. Since, then, David later and after these things says, speaking after that generation, "Today, if you hear his voice, do not harden your hearts," so that you may not suffer the same things as our forefathers, and—
στερηθῆτε τῆς καταπαύσεως, δηλονότι ὡς οὔσης ἄλλης τινὸς καταπαύσεως ταῦτα λέγει. ἐπεὶ εἰ ἀπειληφότες ἤσαν τὴν κατά- κατάπαυσιν φησὶν, τίνος ἕνεκεν αὐτοῖς πάλιν λέγει, τὸ “ σήμερον ἐὰν “ τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν “ ὡς οἱ πατέρες ὑμῶν ;” τίς οὖν ἐστιν ἄλλη κατάπαυσις, ἀλλ’ ἣ ἡ βασιλεία τῶν οὐρανῶν, ἧς εἰκών ἐστι καὶ τύπος τὸ σάββατον; Γρηγορίου Νύσσησ Ψαλμῶν. Καταφορικωτέραν δὲ ἀπειλὴν ὁ ψαλμὸς κατὰ τῶν ἀπιστούντων ἔχει, τῶν τὴν αὐτὴν ἐπιδειξαμένων κακόνοιαν, ἔν τε τοῖς τεσσαράκοντα ἔτεσι τῆς ἐν ἐρήμῳ διαγωγῆς, ἐν οἷς τὸν εὐεργέτην παρώξυναν, καὶ μετὰ ταῦτα τὴν δοθεῖσαν ἡμῖν διὰ τοῦ εὐαγγελίου κατάπαυσιν τῆς ἁμαρτίας μὴ προσδεχόμενοι, οἷς ἐξῆν σήμερον ἀκούσασι τῆς φωνῆς τοῦ δι’ ἡμᾶς εἰς τὸ σήμερον ἐλθόντος, καὶ ἐκ τῆς προαιωνίου τε καὶ ἀιδίου μεγαλειότητος εἰς χρονικὴν γένεσιν καταβάντος, ἀνοῖξαι αὐτοῖς τὴν εἴσοδον τῆς ἀναπαύσεως· ἀλλ’ ἀεὶ τὴν πλάνην καὶ τὴν ἀπι- στίαν ὁδηγὸν ἑαυτῶν προβαλλόμενοι ἔν τε τοῖς πρώτοις καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις, ὅρκῳ τῆς εἰσόδου τῆς εἰς τὴν κατά- κατάπαυσιν τοῦ Θεοῦ ἀπεκλείσθησαν. πῶς γὰρ ἂν εἰσέλθοιεν εἰς τὴν κατάπαυσιν οἱ ἑκουσίως ἑαυτοὺς τῆς εὐλογίας ἀλλοτριώσαντες ; Χρυσοστόμου. Ο μέν τοι Παῦλος θεὶς τὴν μαρτυρίαν πᾶσαν, αὕτη δέ ἐστιν, “ σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ “ σκληρύνητε τὰς καρδίας ὑμῶν” καὶ τὰ ἑξῆς, τότε ἐπάγει, βλέπετε ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος. Τοῦ αὐτοῦ.
you be deprived of the rest, clearly he says these things as though there were some other rest. For if they had already received the rest, he says, for what reason does he again say to them, "Today, if you hear his voice, do not harden your hearts as your fathers did"? What then is this other rest, but the kingdom of heaven, of which the Sabbath is an image and type? From Gregory of Nyssa, On the Psalms. But the psalm contains a more emphatic threat against those who disbelieve, who displayed the same wickedness both during the forty years of their conduct in the wilderness, in which they provoked their benefactor, and after these things, not receiving the rest from sin that was given to us through the gospel—those to whom it was possible, having today heard the voice of the one who for our sake came into the today, and who descended from his pre-eternal and everlasting majesty into temporal generation, to open for themselves the entrance of rest; but always putting forward their error and disbelief as their guide, both in the first times and in those after, they were shut out by oath from entering into the rest of God. For how could those who willingly alienated themselves from the blessing enter into the rest? From Chrysostom. Paul, however, having set down the whole testimony—and this is, "Today, if you hear his voice, do not harden your hearts," and the rest—then adds, "Take heed, brothers, lest there be in any of you an evil heart of disbelief, in departing from the living God." From the same.
Πόλλης φησὶν, ἐπιμελείας ὑμῖν δεῖ καὶ σπουδῆς, ὥστε φυλάξαι τὴν πίστιν, καὶ μὴ τὴν λώβην τῆς ἀπιστίας εἰσδέξασθαι. αὕτη γὰρ χωρίζει τοῦ ζῶντος Θεοῦ. Τοῦ αὐτοῦ. Ἀπὸ δὲ σκληρότητος ἡ ἀπιστία γίνεται. καὶ καθάπερ τὰ πεπωρωμένα τῶν σωμάτων καὶ σκληρὰ, οὐκ εἴκει ταῖς τῶν ἰατρῶν χερσὶν, οὕτω καὶ αἱ ψυχαὶ αἱ σκληρυνθεῖσαι οὐκ εἴκουσι τῷ λόγῳ τοῦ Θεοῦ· εἰκὸς γάρ τινας καὶ ἀπιστεῖν λοιπὸν ὡς οὐκ ὄντων ἀληθῶν τῶν γενομένων. διὰ τοῦτο φησὶν, βλέπετε μὴ ἀπιστήσητε. ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος οὐκ ἔστιν οὕτω πιθανὸς ὡς ὁ τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς ἱστο-
ρίας ἐν ᾗ πίστεως ἐδεήθησαν. εἰ γὰρ οἱ πατέρες ὑμῶν φησιν, ἐπειδὴ οὐκ ἤλπισαν ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον, πολλῷ μᾶλλον ὑμεῖς. Κυρίλλου Ὁμιλία, καὶ Θησυρικῶν λβ΄. Θεὸν μέν ζῶντα φησὶ τὸν Χριστὸν, οὗ πάντη τε καὶ πάντως ἀφίστανται τῶν τῆς ἀληθείας δογμάτων ἀποπηδῶντες τινές. ἀλλὰ τι φησιν ὁ αὐτοῦ μαθητής; “ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν Κύριον, “ἐν αὐτῷ περιπατεῖτε.” παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν Χριστόν. καί γε εἰς Χριστὸν ἡ πίστις, καὶ ἐπ’ αὐτῇ τοῖς ἁγίοις τὰ γέρα καὶ ἡ ἀπέραντος χρεωστεῖται ζωή. τοῦτο γὰρ ἐκδιδάσκων ἡμᾶς αὐτός που φησίν· “ἀμὴν ἀμὴν λέγω ὑμῖν, “ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.” εἴπερ οὖν ὁ τὴν πίστιν τὴν εἰς αὐτὸν ἀρνούμενος, καὶ καρδίαν ἀναλαβὼν πονηρὰν Θεοῦ ζῶντος ἀποστατεῖ, πῶς οὐ κατὰ φύσιν Θεὸς ὁ Υἱός; πῶς δὲ κτίσμα ἢ ποίημα τοῦτο ὑπάρχων; ὅπερ ἃν εἴη καὶ ὁ Πατὴρ, οὗ καὶ ἔστιν Υἱὸς, πάντα φέρων τὰ τοῦ γεννήσαντος ἴδια καὶ ἐξαίρετα.
He says, you need much care and zeal, so as to guard the faith and not admit the injury of unbelief. For this separates from the living God. From the same. But unbelief comes from hardness. And just as the calloused and hard parts of bodies do not yield to the hands of physicians, so also souls that have been hardened do not yield to the word of God; for it is likely that some thereafter disbelieve, as though the things that happened were not true. For this reason he says, take care lest you disbelieve. For since the account of things to come is not so persuasive as that of things past, he reminds them of a history in which they needed faith. For if your fathers, he says, because they did not hope as they ought to have hoped, suffered these things, much more will you. Homily of Cyril, and of the Treasuries 32. He says that Christ is the living God, from whom some utterly and entirely depart, leaping away from the doctrines of the truth. But what does his own disciple say? "As therefore you received Christ Jesus the Lord, walk in him." But we have received as living God and Lord truly Christ. And indeed faith is in Christ, and on account of it the rewards and endless life are owed to the saints. For teaching us this, he himself somewhere says: "Amen, amen, I say to you, the one who believes in me has eternal life." If, therefore, the one who denies the faith in him, and has taken up an evil heart, falls away from the living God, how is the Son not God by nature? And how is this one a creature or a work? Which the Father would also be, whose Son he also is, bearing all the Father's own and exceptional properties.
ζῶν γοῦν Θεὸς ὁ Πατὴρ, ζῶν δὲ ὁμοίως καὶ ὁ Υἱός. Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλῆται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τίς ἀπάτη τῆς ἁμαρτίας. Τοῦ αὐτοῦ. καθ’ ἑκάστην γὰρ ἡμέραν τοὺς ἔτι ζῶντας προσήκει πᾶσαν ἑαυτῶν ποιεῖσθαι φροντίδα, ἵνα μὴ χώραν ἡ ἁμαρτία λαβοῦσα, ἀντίτυπον τὴν ἡμετέραν καρδίαν ἐργάσηται. σήμερον δὲ τὸν παρόντα κέκληκε βίον, καὶ ἀεὶ ἐστι τὸ σήμερον, ἕως ἃν συνεστήκῃ ὁ κόσμος. παρακαλεῖτε οὖν αὐτοὺς, τουτέστι, οἰκοδομεῖτε ἀλλήλους, ἀνορθώσατε ἑαυτοὺς ἵνα μὴ τὰ αὐτὰ γένηται, “ἵνα μὴ σκληρυνθῇ τίς ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας.” ὁρᾷς ὅτι τὴν ἀπιστίαν ἡ ἁμαρτία ποιεῖ. ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ψυχὴ, ὅταν εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ. καταφρονήσασα δὲ, οὐδὲ πιστεύειν ἀνέχεται, ὥστε ἀπαλλάξαι φόβου ἑαυτήν. “εἶπον γάρ,” φησιν, “οὐκ ὄψεται Κύριος, οὐδὲ “συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.” καὶ πάλιν, “τὰ χείλη ἡμῶν παρ’ “ἡμῖν ἐστι, τίς ἡμῶν Κύριος ἐστί;” καὶ πάλιν, “ἕνεκεν τίνος “παρώργισεν ὁ ἀσεβὴς τὸν Θεὸν, εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ οὐκ
For the Father is living, and the Son is likewise living. But encourage yourselves each day, as long as it is called today, so that none of you may be hardened by the deceitfulness of sin. From the same author. For each day it is fitting that those still living take every care for themselves, so that sin, having gained a place, may not make our heart its counter-image. And he has called the present life today, and today always exists, as long as the world holds together. Encourage one another, therefore, that is, build one another up, set yourselves upright, so that the same things may not happen, so that none of you may be hardened by the deceitfulness of sin. You see that sin produces unbelief. For just as unbelief gives birth to a wicked life, so also the soul, when it has come into the depth of evils, becomes contemptuous. And having become contemptuous, it does not even endure to believe, so as to rid itself of fear. For they said, he says, The Lord will not see, nor will the God of Jacob understand. And again, Our lips are our own; who is lord over us? And again, For what reason has the ungodly provoked God to anger? For he has said in his heart, He will not
ἐκζητήσει.” καὶ πάλιν, “εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.” “διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν,” “οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.” καὶ ὁ Χριστὸς δὲ, τοῦτο αὐτό φησι· “πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς.” “οὐκοῦν κἄν τις ἡμαρτηκὼς ᾖ, μηδέποτε ἀπελπιζέτω ἕως ἃν ζῇ. ἕως γὰρ ἃν ᾖ τὸ σήμερον, ἐλπίδας ἔχει. μάλιστα μὲν οὖν, φησὶν, μηδὲ ἔστω καρδία πονηρὰ ἀπιστίας· εἰ δὲ καὶ γένοιτο, μηδεὶς ἀπογινωσκέτω ἀλλὰ ἀναλαμβανέτω ἑαυτόν· ἕως γὰρ ἐσμὲν ἐν τῷδε τῷ κόσμῳ, τὸ σήμερον ἔχει καιρόν. ἐνταῦθα δὲ οὐ τὴν ἀπιστίαν μόνον λέγει ἀλλὰ καὶ τοὺς γογγυσμούς. ἀπάτην δὲ ἁμαρτίας ἣ τὴν ἀπάτην τοῦ διαβόλου φησὶν, ἀπάτη γάρ ἐστιν ὄντως τὸ μηδὲν περὶ τῶν μελλόντων προσδοκᾶν, τὸ νομίζειν ὅτι ἀνεύθυνα ἔσται τὰ ἡμέτερα, καὶ ὅτι τῶν πεπραγμένων ἡμῖν ἐνταῦθα, οὐ δώσομεν δίκην, οὐδὲ ἔσται ἀνάστασις· ἢ ἑτέρως ἀπάτη ἐστὶν ἡ ἀναλγησία, ἡ ἀπόγνωσις· τὸ γὰρ λέγειν, τι λοιπόν; ἅπαξ ἥμαρτον, οὐκ ἔχω ἐλπίδα τοῦ ἀνακτήσασθαι ἐμαυτὸν, ἀπάτη ἐστί. καθάπερ δὲ οἱ τύλοι τοῦ σώματος νεκροῦνται λοιπὸν, καὶ οὐδεμίαν αἴσθησιν ἔχουσιν, οὕτω καὶ ψυχὴ ὅταν πολλοῖς κατασχέθῃ πάθεσιν, νεκροῦται πρὸς τὴν ἀρετήν. κἂν ὁτιοῦν προσενέγκῃς, οὐ λαμβάνει τοῦ πράγματος αἴσθησιν, ἀλλὰ κἂν κόλασιν, κἂν ὁτιοῦν ἀπειλήσῃς, ἀνάλγητος μένει. “διὰ τοῦτο,” φησὶ, “παρακαλεῖτε “ἑαυτούς·
he will seek it out.” And again, “The fool said in his heart, There is no God.” “They have become corrupt and abominable in their practices,” “There is no fear of God before his eyes. Because he dealt deceitfully in his sight, to find out his law and to hate it.” And Christ also says this very thing: “Everyone who practices wicked things hates the light, and does not come to the light.” “Therefore, even if someone has sinned, let him never despair as long as he lives. For as long as it is today, he has hope. Above all, then, he says, let there not even be an evil heart of unbelief; but if it should occur, let no one give up in despair, but let him recover himself; for as long as we are in this world, the today has its time. And here he speaks not only of unbelief but also of murmurings. And by deceit of sin he means the deceit of the devil, for deceit truly is to expect nothing concerning things to come, to think that our deeds will be unaccountable, and that for what we have done here we shall not give account, nor will there be a resurrection; or otherwise, deceit is insensibility, despair; for to say, What remains? Once I have sinned, I have no hope of recovering myself—this is deceit. And just as the calluses of the body are by then dead and have no sensation, so also a soul, when it has been possessed by many passions, is dead toward virtue. And even if you apply anything at all, it does not receive sensation of the matter, but whether punishment, or whatever you threaten, it remains insensible. “Therefore,” he says, “exhort yourselves;
ὅρα τὸ ἥμερον καὶ προσηνὲς, οὐκ εἶπεν ἐπιτιμᾶτε, ἀλλὰ “παρακαλεῖτε.” οὕτως ἡμᾶς χρὴ τοῖς ἀπὸ θλίψεως στενοχωρουμένοις προσφέρεσθαι. τοῦτο καὶ Θεσσαλονικεῦσι γράφων φησὶ, “νουθετεῖτε τοὺς ἀτάκτους.” περὶ δὲ τῶν ὀλιγοψύχων οὐχ οὕτως, ἀλλὰ τί; “παραμυθεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε “ἀσθενούντων, μακροθυμεῖτε πρὸς πάντας,” τουτέστι μὴ ἀπελπίσητε, μὴ ἀπογνῶτε. τὸν γὰρ ἀπὸ θλίψεως στενοχωρούμενον ὁ μὴ παρακαλῶν σκληρότερον ποιεῖ. ὲἶτα ἐλπίδας αὐτοῖς ἐντίθησι λέγων, Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ. Μονονουχὶ λέγων, ὁ οὕτως ἡμᾶς ἀγαπήσας, ὁ τοσούτων καταξιώσας, ὥστε αὐτοῦ σῶμα ποιῆσαι, οὐ περιόψεται ἀπολλυμένους. ἐννοήσωμεν τίνων κατηξιώθημεν, ἡμεῖς καὶ ὁ Χριστὸς ἓν ἐσμὲν,
μετέχομεν αὐτοῦ, ἓν ἐγενόμεθα ἡμεῖς καὶ αὐτὸς, εἴπερ αὐτὸς μὲν κεφαλὴ, ἡμεῖς δὲ σῶμα, συγκληρονόμοι καὶ σύσσωμοι ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ. μὴ τοίνυν ἀποστῶμεν αὐτοῦ. κἀκεῖνο δὲ αἰνίττεται τὸ εἰρημένον ἑτέρωθι, ὅτι εἰ ὑπομένωμεν, καὶ συμβουλεύσομεν. τοῦτο γάρ ἐστι μέτοχοι γεγόναμεν, των ἀυτῶν μετέχομεν· Ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. “Ἀρχὴν ὑποστάσεως” τὴν πίστιν λέγει. δι’ ἧς ὑπέστημεν καὶ γεγεννήμεθα καὶ συνουσιώθημεν ὡσάν τις εἴποι· ἣ καὶ οὕτω κεκοινωνήκαμεν τῷ δεσπότῃ Χριστῷ διὰ τοῦ παναγίου βαπτίσματος τοῦ θανάτου, καὶ συνταφέντες αὐτῶ ἐν τῶ τύπω τῆς ἀναστάσεως γεγεννήμεθα. εἴ περ ἄρα βεβαίαν τὴν πίστιν φυλάξαιμεν, δι’ ἧς ἐνεουργήθημεν καὶ συνήφθημεν τῷ δεσπότῃ Χριστῷ, καὶ τῆς τοῦ παναγίου Πνεύματος μετειλήφαμεν χάριτος.
See the gentleness and mildness: he did not say "rebuke," but "exhort." This is how we must deal with those who are constrained by affliction. Writing to the Thessalonians too he says, "Admonish the disorderly." But concerning the fainthearted he does not speak this way, but what? "Comfort the fainthearted, support the weak, be patient toward all," that is, do not despair, do not give up. For whoever does not comfort one who is constrained by affliction makes him harder. Then he instills hopes in them, saying, "For we have become partakers of Christ." Almost saying: he who loved us so, who deemed us worthy of such great things as to make us his body, will not overlook us when we are perishing. Let us consider of what things we have been deemed worthy—we and Christ are one, we partake of him, we and he have become one, since he is the head and we the body, co-heirs and of the same body, from his flesh and from his bones. Let us not, then, depart from him. And that saying elsewhere is also hinted at, that if we endure, we shall also advise. For this is what "we have become partakers" means: we partake of the same things: "If indeed we hold fast the beginning of our confidence firm to the end." "The beginning of confidence" he means faith, through which we have stood firm and been born and been made of one substance, so to speak; which also in this way we have shared with the Master Christ through the all-holy baptism of death, and having been buried with him in the type of the resurrection we have been born. If indeed we keep firm the faith through which we were wrought upon and joined to the Master Christ, and have partaken of the grace of the all-holy Spirit.
εἶτα πάλιν τὸν προφητικὸν ἀναλαμβάνει λόγον, καὶ φοβεῖ ἀπὸ τῶν σκυθρωποτέρων λέγων, Ἐν τῷ λέγεσθαι, σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξ Αἰγύπτου ἐξελθόντες διὰ Μώσεως. τίσι δὲ προσώχθησε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἀπειθήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν. φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθὼν εἰς τὴν κατάβασιν αὐτοῦ, δοκῇ τίς ἐξ ὑμῶν ὑστερηκέναι. Χρυσοστόμου. Καθ᾿ ὑπερβατόν ἐστι τοῦτο, τὸ ἀκόλουθον δὲ οὕτως ἔχει, ἐν τῷ λέγεσθαι “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. φοβηθῶμεν μή
“ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυ- “σιν αὐτοῦ, δοκῆ τις ἐς ὑμῶν ὑστερηκέναι.” τὰ δὲ λοιπὰ μεταξὺ ἔγκειται. εἰπὼν γὰρ πάλιν τὴν μαρτυρίαν, εἶτα βουλόμενος αὐτοὺς φοβῆσαι, δείκνυσι τοῦτο αὐτὸ δι’ ὧν φησὶ, “τίνες γὰρ “παρεπίκραναν” καὶ τὰ ἑξῆς. ἐπάγει δὲ τὴν ἐρώτησιν ὅπερ ποιεῖ τὸν λόγον σαφῆ. εἶπε, γάρ φησι, “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπι- “κρασμῷ.” τίνων, φησὶ, μέμνηται σκληρυνθέντων; τίνων δὲ ἀπειθησάντων; οὐ τῶν Ἰουδαίων; Θεοδωρίτου. Ὥστε τὸ μέν “τινες ἀκούσαντες παρεπίκρα- “ναν,” κατ’ ἐρώτησιν ἀναγνωστέον, τὸ δὲ “ἀλλ᾿ οὐ πάντες,” μὴ ἀποφαντικῶς ἀλλὰ καθ’ ὑπόκρισιν. οὕτω γὰρ νοεῖν τὰ ἑξῆς παρασκευάζει.
Then again he takes up the prophetic word and frightens them from the gloomier passages, saying, "In that it is said, Today, if you hear his voice, do not harden your hearts, as in the provocation. For who, having heard, provoked? But not all those who came out of Egypt through Moses. And with whom was he grieved forty years? Was it not with those who disobeyed, whose limbs fell in the wilderness? And to whom did he swear that they would not enter into his rest, if not to those who disobeyed? And we see that they were not able to enter because of unbelief. Let us fear, therefore, lest at any time, a promise being left of entering into his rest, any of you should seem to have fallen short." Of Chrysostom. This is by hyperbaton, and the sequence is as follows: "In that it is said, 'Today if you hear his voice, do not harden your hearts.' Let us fear lest at any time, a promise being left to enter into his rest, any of you should seem to have fallen short." But the rest is inserted in between. For having again stated the testimony, then wishing to frighten them, he shows this very thing by what he says: "For who provoked?" and the rest. And he brings in the question, which makes the speech clear. For he says, "Today if you hear his voice, do not harden your hearts as in the provocation." Of whom, he says, does he make mention as having been hardened? And of whom as having disobeyed? Was it not of the Jews? Of Theodoret. So that "some, having heard, provoked" is to be read as a question, and "but not all" not as an assertion but as a concession. For thus he prepares us to understand what follows.
πλὴν γὰρ Χαλὲβ τοῦ ’Iεφονῆ, καὶ Ἰησοῦ τοῦ Ναβῆ, ἑξακόσιαι διεφθάρησαν χιλιάδες. τούτους γὰρ εἶπεν ἐξεληλυθότας ἐξ Αἰγύπτου, ἀπειθήσαντας δὲ πάλιν ὠνόμασε, τοὺς μὴ πιστεύσαντας ταῖς θείαις ἐπαγγελίαις. τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος εἰς τὴν ἐπηγγελμένην ἀπᾶραι γῆν, ἀντεῖπον ἐκεῖνοι προβαλλόμενοι τὸ χρέως καὶ τῶν πολεμίων τὸ μέγεθος. οὗ δὴ χάριν ὁ τῶν ὅλων Θεὸς ἅπαντας κατὰ μέρος ἐν τῇ ἐρήμῳ καταναλώσας, τοὺς ἐκείνων παῖδας ἀντ’ ἐκείνων εἰσήγαγε. ταῦτα παρενθεὶς ὁ Παῦλος, ὥστε διὰ τούτων δειδίξασθαι καὶ παρασκευάσαι προσμεῖναι τὰς δεδομένας ἐλπίδας, περὶ τῆς καταπαύσεως λοιπὸν ποιεῖται τὸν λόγον, διδάσκων ὡς ἄνωθεν ὁ προφήτης Δαβὶδ ταύτην ἡμῖν προεθέσπισεν, ἐπηγγείλατό φησιν ἡμῖν ὁ Δαβὶδ ὡς ἑτέρα ἐστὶ κατάπαυσις. σπουδάσωμεν τοίνυν ταύτης τυχεῖν, ἵνα μὴ ἐκείνοις τὰ ὅμοια πάθωμεν. “καὶ γὰρ ἐσμὲν εὐηγγελι- “σμένοι καθάπερ ἐκεῖνοι.” ἐν τῷ λέγεσθαι, “σήμερον, ἐὰν τῆς “φωνῆς αὐτοῦ ἀκούσητε,’ τὸ γὰρ σήμερον ἀεί ἐστιν. Χρυσοστόμου. Εἶτα δεικνὺς ὅτι οὐκ ἀπόχρη εἰς σωτηρίαν τῶν λόγων ἀκρόασις, ἀλλὰ προσήκει ταύτην καὶ μετὰ πίστεως δέξασθαι, καὶ βεβαίως φυλάξαι, ἐπάγει, Ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκραμμένους τῆ πίστει τοῖς ἀκούσασι. Θεοδωρίτου. Τί γὰρ ὤνησεν ἡ τοῦ Θεοῦ ἐπαγγελία τοὺς ταύτην δεξαμένους μὴ πιστῶς δεξαμένους, καὶ τῆ τοῦ Θεοῦ δυνάμει τεθαρρηκότας, καὶ οἷον τοῖς τοῦ Θεοῦ λόγοις ἀνακραθέντας; Χρυσοστόμου. Ἐνταῦθα δείκνυσιν πῶς ὁ λόγος οὐκ ὠφέλησεν, ὅτι ἐκ τοῦ μὴ συγκραθῆναι αὐτοὺς τῇ πίστει τοῖς ἀκούσασιν.
For except Caleb the son of Jephunneh and Joshua the son of Nun, six hundred thousand were destroyed. For he said that these had come out of Egypt, but he again called them disobedient, those who did not believe the divine promises. For when God had enjoined them to depart for the promised land, those men spoke against it, putting forward the usefulness and the greatness of the enemies. For this reason the God of all, having consumed them all one by one in the wilderness, brought in their children in their place. Paul, having inserted these things so as through them to demonstrate and to prepare them to remain in the hopes that had been given, now makes his discourse concerning the rest, teaching that from of old the prophet David foretold this to us: David, he says, promised us that there is another rest. Let us therefore strive to obtain this, so that we may not suffer the same things as those men. "For we are also evangelized just as those men were." In the saying, "Today, if you hear his voice," for the "today" is always. Of Chrysostom. Then, showing that the hearing of the words is not sufficient for salvation, but that it is fitting to receive this also with faith and to guard it firmly, he adds, But the word of hearing did not profit those men, since it was not mixed with faith in those who heard. Of Theodoret. For what did the promise of God profit those who received it without receiving it faithfully, and who had not taken courage in the power of God, and who had not, as it were, been mingled with the words of God? Of Chrysostom. Here he shows how the word did not profit, because they were not mingled with faith in those who heard.
ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ἤκουσαν κἀκεῖνοι ὥσπερ ἡμεῖς ἠκούσαμεν· ἀλλ’ οὐδὲν ὄφελος αὐτοῖς γέγονε. μὴ τοίνυν νομίσητε ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε. ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ’ οὐδὲν ἀπώναντο, ἐπειδὴ μὴ ἐπίστευσαν· οἱ δὲ περὶ Χαλὲβ καὶ Ἰησοῦν, ἐπειδὴ μὴ συνεκράθησαν τοῖς ἀπιστήσασι, τουτέστιν συνεφώνησαν, διέφυγον τὴν κατ’ ἐκείνων ἐναχθεῖσαν τιμωρίαν. ὅρα τὸ θαυμαστὸν, οὐκ εἶπεν οὐ συνεφώνησαν, ἀλλ’ “οὐ συνεκράθησαν,” δηλῶν ἐντεῦθεν ὅτι ἀστασιάστως διέστησαν, ἐκείνων πάντων μίαν καὶ τὴν αὐτὴν γνώμην ἐσχηκότων. ἐνταῦθά μοι δοκεῖ καὶ στάσιν αἰνίττεσθαι, εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, εἶτα τοῦτο βεβαιῶν ἐπήγαγε, Καθὼς εἴρηκεν, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἐπεὶ δὲ εἰκὸς ἦν εἰπεῖν τινα, καὶ μὴν τοῦτο οὐ τοῦ ἡμᾶς εἰσελεύσεσθαι δηλωτικόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους μὴ εἰσεληλυθέναι, τί ποιεῖ; σπουδάζει δεῖξαι τέως ὅτι ὥσπερ ἡ κατάπαυσις ἐκείνη οὐ κωλύει ἑτέραν κατάπαυσιν λέγεσθαι, οὕτως οὐδὲ αὕτη τὴν τῶν οὐράνων. Θεοδωρίτου. Τρεῖςγὰρ Θεοδωρίτου. Τρεῖς γὰρ δεῖξαι βούλεται καταπαύσεις ἐν θείᾳ γραφῇ. καὶ πρῶτον μὲν, τὴν ἑβδόμην ἡμέραν ἐν ᾗ τὴν κτίσιν πεπλήρωκεν ὁ Θεὸς, δευτέραν δὲ, τῆς ἐπαγγελίας τὴν γῆν, τρίτην δέ γε τὴν βασιλείαν τῶν οὐρανῶν. κατασκευάζει δὲ τὴν ταύτης ἀπόδειξιν, ἀπὸ τῆς προφητικῆς μαρτυρίας, εἰ γὰρ μὴ ἀληθῶς φησὶν, ἐστὶν ἑτέρα κατάπαυσις. τί δήποτε τοὺς τὴν δευτέραν δεξαμένους·
What he says is of this sort: they also heard, just as we heard; but it profited them nothing. Do not, then, suppose that you will benefit from hearing the proclamation. For they also heard, but gained nothing, because they did not believe; but Caleb and Joshua, because they were not mingled with those who disbelieved—that is, they did not agree with them—escaped the punishment brought against those men. See the wonder: he did not say "they did not agree," but "they were not mingled," indicating from this that they stood apart without faction, while all those others had one and the same opinion. Here it seems to me he also hints at a faction, for we who have believed enter into the rest; then, confirming this, he added, "As he has said, As I swore in my wrath, If they shall enter into my rest." But since someone might reasonably say, "Yet this is not indicative of our entering, but of their not having entered," what does he do? He strives first to show that just as that rest does not prevent another rest from being spoken of, so neither does this one prevent the heavenly rest. From Theodore. For he wishes to show three rests in divine Scripture: first, the seventh day, on which God completed creation; second, the land of promise; third, the kingdom of heaven. And he establishes the proof of this from the prophetic testimony: for if it is not true, he says, there is another rest. Why, then, those who received the second—
καὶ παρεγγυᾷ μὴ σκληρύναι τὴν καρδίαν, καὶ ἀπειλεῖ τιμωρίαν, καὶ τῶν τῆς δευτέρας καταπαύσεως καταπεφρονηκότων ποιεῖται τὴν μνήμην. κατὰ τάξιν δὲ ταύτας τίθησι, καὶ πρώτην μὲν τῆς δευτέρας ἡμέρας. Καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτως· καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῆ ἑβδόμη ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ. Ὅτι, φησὶν, οὐ περὶ ἐκείνης ὁ μακάριος λέγει Δαβὶδ, δῆλον. πρὸ πολλῶν γὰρ γενεῶν ἐκείνη γεγένηται τοῦ Δαβίδ. ἐν γὰρ τῇ ἑβδόμῃ ἡμέρᾳ πεπλήρωκε τὴν φύσιν ὁ τῶν ὅλων Θεός. Χρυσοστόμου. Τέως οὖν δείκνυσιν ὅτι οὐκ ἔτυχον ἐκεῖνοι καταπαύσεως, ὅτι γὰρ τοῦτο λέγει, δῆλον ἐξ ὧν ἐπάγει, Καὶ ἐν τούτῳ πάλιν, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Θεοδωρίτου. Ὁρᾷς ὅπως οὐ κωλύει ἐκείνη, ταύτην κατάπαυσιν. Ἀλλ᾿ ὁμώς καὶ ταῦτα σαφῶς ἐπιστάμενος ὁ προφήτης, οὐδὲν ἧττον ἑτέραν κατάπαυσιν ἐπαγγέλλεται, Ἐπεὶ οὖν ὑπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι’ ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον ἐν Δαβὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς εἴρηται. Χρυσοστόμου. Τί ἐστιν ὁ φησιν; ἐπεὶ ὀφείλουσι τινὲς εἰσελθεῖν πάντως, ἐκεῖνοι δὲ οὐκ εἰσῆλθον, πάλιν ὁρίζει τρίτην ἄλλην κατάπαυσιν. ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινὰς εἰσελθεῖν, ἀκούσομεν πόθεν τοῦτο κατασκευάζει, ὅτι μετὰ τοσαῦτα ἔτη φησὶν λέγει πάλιν ὁ Δαβὶδ, “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.” Θεοδωρίτου.
And he enjoins them not to harden their heart, and he threatens punishment, and he makes mention of those who had despised the second rest. And he sets these in order, and first that of the second day. And yet the works were made from the foundation of the world. For he has said somewhere concerning the seventh day thus: And God rested on the seventh day from all his works. That, he says, the blessed David does not speak concerning that day is clear. For that day came to be many generations before David. For on the seventh day the God of all fulfilled nature. From Chrysostom. For the present, then, he shows that those men did not obtain rest, for that this is what he says is clear from what he adds: And in this place again, If they shall enter into my rest. From Theodore. Do you see how that rest does not hinder this rest? But nevertheless the prophet, clearly knowing these things as well, none the less promises another rest: Since therefore it remains that some should enter into it, and those who were first evangelized did not enter in because of disobedience, again he appoints a certain day, saying in David, Today, after so long a time, as it has been said. From Chrysostom. What is it that he says? Since some must certainly enter in, but those men did not enter in, again he appoints a third, another rest. But that it is necessary to enter in, and that some must enter in, let us hear from where he establishes this, that after so many years, he says, David again says, "Today, if you hear his voice, do not harden your hearts." From Theodore.
Εἶτα διδάσκων ὡς οὐ περὶ τῆς Παλαιστίνης ταῦτα φησὶν ὁ προφήτης, ἐπισυλλογίζεται, Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἃν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. Οὐκ ἄν, φησι, περὶ ἐκείνης εἶπε τῆς γῆς. εἰς ἐκείνην γὰρ αὐτοὺς εἰσήγαγεν Ἰησοῦς ὁ τοῦ Ναβῆ. ἐν αὐτῇ δὲ ἦν καὶ ὁ θεῖος Δαβὶδ ὅτε ταύτην ἐπηγγέλλετο τὴν κατάπαυσιν. δῆλον οὖν ὡς
μελλόντων τινῶν τεύξεσθαι τινος ἀμοιβῆς, ταῦτα λέγει, εἶτα συλλογιστικῶς, Ἄρα οὖν ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Οὐ κατ’ ἐρώτησιν τὸ ἄρα, ἀλλὰ κατὰ ἀπόφασιν ἀναγνωστέον. σαββατισμὸν δὲ τὴν κατάπαυσιν κέκληκεν. ἐπειδὴ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων ὣν ἐποίησεν, ἐν τῷ μέλλοντι δὲ βίῳ ἄλυπος ἔσται ζωὴ καὶ πόνων ἐλευθέρα καὶ φροντίδων ἀπηλλαγμένη, σαββατισμὸν τοίνυν ὠνόμασε τὴν τῶν σωματικῶν ἔργων ἀπαλλαγήν· τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς, Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αἰτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Καὶ πῶς ἐν τῷ Εὐαγγελίῳ φησὶν, “ὁ Πατήρ μου ἕως ἄρτι “ἐργάζεται, κἀγὼ ἐργάζομαι;” οὐκ ἐναντία λέγων, ἄπαγε. ἐνταῦθα μὲν γὰρ τὸ κατέπαυσε δηλοῖ, ὅτι τοῦ παράγειν εἰς τὸ εἶναι ἐπαύσατο, ἐκεῖ δὲ τὴν διηνεκῆ αὐτοῦ δηλοῖ πρόνοιαν, καὶ τὸ διακρατεῖν τὰ γεγενημένα. ὥσπερ οὖν ὁ τῶν ὅλων Θεὸς ἐν τῇ ἕκτῃ ἡμέρᾳ πᾶσαν τὴν κτίσιν πεπληρωκὼς, ἐν τῇ ἑβδόμῃ ἐπαύσατο τοῦ δημιουργεῖν, οὕτως οἱ τόνδε τὸν βίον ὑπεξελθόντες καὶ εἰς ἐκεῖνον μεταβάντες, τῶν παρόντων ἀπαλλαγήσονται πόνων.
Then, teaching that the prophet does not say these things about Palestine, he draws the conclusion: For if Jesus had given them rest, he would not afterward have spoken of another day. He says, he would not have spoken about that land. For Jesus the son of Nave brought them into that land. And the divine David was in it when he promised this rest. It is clear, therefore, that he says these things because certain people were about to obtain some recompense; then, by way of syllogism: There remains therefore a sabbath rest for the people of God. The word "therefore" is to be read not as a question but as an affirmation. And he has called the rest a "sabbath rest." Since on the seventh day God rested from all the works that he made, and in the life to come life will be free from grief and released from toils and freed from cares, he has therefore named the release from bodily works a "sabbath rest"; for what follows makes this clear: For he who has entered into his rest has himself also rested from his works, just as God did from his own. And how does he say in the Gospel, "My Father works until now, and I work"? He is not speaking in contradiction—far be it. For here "he rested" makes clear that he ceased from bringing things into being, while there it makes clear his continual providence and his sustaining of things that have come to be. Just as, therefore, the God of all, having completed all creation on the sixth day, rested on the seventh from creating, so those who have departed from this life and passed over to that one will be released from present toils.
καὶ Ἰουδαίοις δὲ ὁ νόμος ἐκέλευσε τῷ σαββάτῳ τῶν μὲν σωματικῶν ἔργων ἀπέχεσθαι, μόναις δὲ προσφέρειν ταῖς ψυχαῖς ἐπιμέλειαν. Χρυσοστόμου. Καλῶς οὑν συνεπέρανε τὸν λόγον· οὐ γὰρ κατάπαυσις, ἀλλὰ “σαββατισμὸς,” τὸ οἰκεῖον ὄνομα, καὶ ᾦ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισμὸν τὴν βασιλείαν καλῶν. ὥσπερ γὰρ ἐν τῷ σαββάτῳ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ καὶ μηδὲν ἕτερον, οὕτω καὶ τότε. ἀλλ’ αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ τί; ὥσπερ ὁ Θεός, φησι, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ. ἐπειδὴ γὰρ περὶ ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἦν, καὶ τοῦτο ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται, εἰς τοῦτο τὸν
λόγον κατέκλεισεν. ὅρα δὲ πῶς ὅλον τὸν λόγον συνελογίσατο. ὤμοσε φησὶ τοῖς προτέροις μὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν, καὶ οὐκ εἰσῆλθον, εἶτα μετ’ ἐκείνους χρόνῳ πολλῷ ὕστερον διαλεγόμενος τοῖς Ἰουδαίοις φησὶ, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς οἱ πατέρες ὑμῶν, δηλονότι ἔστιν ἄλλη κατάπαυσις. περὶ μὲν γὰρ τῆς Παλαιστίνης οὐκ ἔχομεν εἰπεῖν· εἶχον γὰρ αὐτὴν, περὶ δὲ τῆς ἑβδόμης, οὐκ ἔστιν εἰπεῖν. οὐ γὰρ δή που περὶ ταύτης διελέγετο τῆς πάλαι γεγενημένης. ἄρα ἑτέραν τινὰ αἰνίττεται τὴν ὄντως ἀνάπαυσιν, ἔνθα ἀπέδρα ὀδύνη, καὶ λύπη καὶ στεναγμός· ἔνθα οὐ φροντίδες, οὐ πόνος, οὐκ ἀγωνία, ἀλλ’ εἰρήνη, χαρὰ, εὐφροσύνη, ἀγαθοσύνη.
And to the Jews the law commanded to abstain on the sabbath from bodily works, but to apply care to their souls alone. From Chrysostom. Well then did he conclude his argument; for it is not a rest, but "a sabbath rest," the proper name, and that which they rejoiced in and ran after, calling the kingdom a sabbath rest. For just as on the sabbath he commands to abstain from all evil things, and that only those things be done which pertain to the worship of God, which the priests performed, and whatever benefits the soul and nothing else, so also then. But he himself did not say so, but what? As God, he says, rested from his works, so the one who entered into his rest. For since their discourse was about rest, and they desired to hear when it would be, he shut up his argument to this. And see how he summed up the whole argument. He swore, he says, to the former that they should not enter into his rest, and they did not enter; then, discoursing with the Jews at a time long afterward, he says, Do not harden your hearts as your fathers did, clearly there is another rest. For concerning Palestine we cannot say; for they had it; but concerning the seventh day, it is not possible to say. For surely he was not speaking about this one that had long ago taken place. Therefore he hints at some other rest, the true rest, where pain and sorrow and groaning have fled away; where there are no cares, no toil, no struggle, but peace, joy, gladness, goodness.
οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία, οὐ βασκανία, οὐ θάνατος οὕτος ὁ τοῦ σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς, οὐ σκότος, οὐ νὺξ, ἀλλὰ πάντα ἡμέρα λαμπρὰ, πάντα φῶς· οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν. Ἰσιδώρου καὶ Χρυσοστόμου. Οὐ τοίνυν περὶ τῆς καταπαύσεως τῶν Ἐβραίων τῆς γενομένης ἐν τῇ Παλαιστίνῃ, διὰ τῆς Ιησοῦ τοῦ υἱοῦ Ναυῆ στρατηγίας, τῷ θεσπεσίῳ Παύλῳ ὁ λόγος. ἐκείνης γὰρ οὐδεὶς λόγος αὐτῷ. εἰς δὲ τὴν προσδοκωμένην ἔσεσθαι βλέπει, καὶ κατ’ ἐκείνης ὁ τῶν νοημάτων σκοπὸς συντείνεται. ὅτι δὲ τοῦτ’ ἔστιν ἀληθὲς, αὐτὸς ἑαυτὸν ἑρμηνεύει λέγων, “εἰ γάρ “αὐτοὺς Ἰησοῦς,” δηλονότι ὁ τοῦ Ναυῆ, “κατέπαυσεν, οὐκ ἃν “περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. ἄρα ἀπολείπεται σαβ- “βατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.” εἰ γὰρ αὐτοὺς φησὶν ἐκεῖνος κατέπαυσεν, οὐκ ἂν ὁ Δαβὶδ μετὰ τοσαύτας γενεὰς γενόμενος, περὶ τῆς καταπαύσεως διαλεγόμενος ἔλεγε, “σήμερον ἐὰν τῆς “φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν “τῷ παραπικρασμῷ.” οὐκοῦν φησὶν ἡ ἀληθινὴ ἀνάπαυσις τῷ λαῷ τοῦ Θεοῦ, τουτέστι τοῖς εὐδοκίμως μετὰ τὴν πίστιν πολιτευσαμένοις, ἀπόκειται, οὐκ ἐν τῇ Παλαιστίνῃ, ἀλλ’ ἐν τῇ ὐπερκοσμίῳ Ἱερουσαλὴμ εὐτρεπισθεῖσα. Βασιλείου ἐν Ἰσαΐαι. Σάββατα γὰρ ἀληθινὰ ἡ προκειμένη ἀνάπαυσις τῷ λαῷ τοῦ Θεοῦ, καὶ φθάνει γε ἐπ’ ἐκεῖνα τὰ σάββατα τὰ τῆς ἀναπαύσεως, παρ’ ᾧ ὁ κόσμος ἐσταύρωται. ὁ ἀποστὰς δηλονότι τῶν κοσμικῶν, καὶ ἐπὶ τὸν ἴδιον τόπον τῆς πνευματικῆς ἀναπαύσεως καταντήσας, ἐν οἷς ὁ γενόμενος οὐκέτι κινηθή-
There is no jealousy there, no envy, no death—not this death of the body, nor that death of the soul—no darkness, no night, but all is bright day, all is light. There is no toil, no satiety to be reached; we shall always remain in desire for the good things. Of Isidore and Chrysostom. Therefore the discourse of the divinely inspired Paul is not about the rest of the Hebrews that took place in Palestine through the generalship of Jesus the son of Nave. For of that he makes no mention at all. But he looks to the rest that is expected to be, and the aim of his thoughts is directed toward that. And that this is true, he himself interprets himself, saying, "For if Jesus"—clearly the son of Nave—"had given them rest, he would not afterward have spoken of another day. Therefore a sabbath rest remains for the people of God." For if, he says, that one gave them rest, David, who came so many generations later, would not have spoken concerning the rest, saying, "Today, if you hear his voice, do not harden your hearts as in the provocation." Therefore, he says, the true rest is laid up for the people of God, that is, for those who have conducted themselves well after the faith, prepared not in Palestine but in the Jerusalem above the world. Of Basil, on Isaiah. For the true sabbaths are the rest set before the people of God, and it reaches even to those sabbaths of rest, with him for whom the world has been crucified—clearly the one who has withdrawn from worldly things and arrived at his own place of spiritual rest, in which the one who has come to be there is no longer moved—
σεται ἀπὸ τοῦ ἰδίου τόπου, ἡσυχίας καὶ ἀπραξίας περὶ τὴν κάτω στάσιν ἐκείνην ὑπαρχούσης· καὶ πῦρ οὐ καύσει ἐν τῇ αἰωνίᾳ καὶ οἰκείᾳ κατοικήσει, διὰ τὸ μὴ ἐπικομίζεσθαι ὕλην πῦρ ἀνάπτουσαν, ξύλον, χόρτον, καλάμην· καὶ βάσταγμα οὐκ ἀρεῖ ὁ μὴ ἔχων τὸ βαρὺ φορτίον τῆς ἀνομίας αὐτῷ ἐπικείμενον, ἀλλ’ ὄντως σάββατα τρυφερὰ ἀναπαύσεται. Καήμεντοσ πρὸσ Ἕλληνασ. Ἀλλὰ γὰρ βοᾷ καὶ νῦν ὁ Κύριος, “σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητέ, μὴ σκληρύνητε “τὰς καρδίας ὑμῶν,” μὴ οὖν περιφρονείτω τίς τοῦ λόγου, μὴ λάθῃ καταφρονῶν ἑαυτοῦ, ὡς οἱ πειράσοντες τὸν Θεὸν ἐν δοκιμασίᾳ. εἰ δὲ δοκιμασία τίς ἐστιν, εἰ θέλεις μαθεῖν, τὸ Ἅγιόν σοι Πνεῦμα ἐξηγήσεται. “εἶδον γὰρ ἔργα μου,” φησὶν, “τεσσαράκοντα ἔτη, καὶ “οὐκ ἔγνωσαν τὰς ὁδούς μου, διὸ οὐκ εἰσελεύσονται εἰς τὴν κατά- “παισίν μου. ὁρᾶτε τὴν ἀπειλὴν, ὁρᾶτε τὴν προτροπήν· μεγάλη τῆς ἐπαγγελίας αὐτοῦ ἡ χάρις. ἐὰν σήμερον τῆς φωνῆς αὐτοῦ ἀκούσωμεν. τὸ δὲ σήμερον καθ’ ἑκάστην αὔξεται τὴν ἡμέραν, ἔστ’ ἃν ἡ σήμερον ὀνομάζεται. μέχρι δὲ συντελείας ἡ σήμερον διαμένει, καὶ τότε ἡ ὄντως σήμερον, ἡ ἀνελλιπὴς τοῦ Θεοῦ ἡμέρα τοῖς αἰῶσι συνεκτείνεται. ἀεὶ οὖν τῆς φωνῆς ὑπακούσωμεν τοῦ θείου λόγου. ἡ σήμερον γὰρ ἀΐδιος αἰών ἐστι. καί γε πιστεύσασι μὲν καὶ ὑπακούουσιν, ἡ χάρις ὑπερπλεονάσει, ἀπειθήσασι δὲ καὶ πλανωμένοις κατὰ καρδίαν, ὁδούς τε τὰς κυριακὰς μὴ ἐγνωκόσιν, ἃς εὐθείας ποιεῖν καὶ εὐτρεπίζειν παρήγγειλεν ὁ Ἰωάννης, τούτοις προσώχθισεν ὁ ἕ καὶ ἀπειλεῖ. καὶ δὴ καὶ τὸ τέλος τῆς ἀπειλῆς αἰνιγματωδῶς ἀπειλήν φασιν οἱ παλαιοὶ τῶν Ἑβραίων πλανῆται.
it will depart from its own place, since quiet and inaction prevail around that lower condition; and fire will not burn in the eternal and proper dwelling, because no material that kindles fire is brought in—wood, hay, stubble; and he will not take up a burden who does not have the heavy load of lawlessness lying upon him, but truly he will rest in delicate sabbaths. And Clement Against the Greeks. But indeed the Lord cries out even now: "Today, if you hear my voice, do not harden your hearts." Let no one, then, disregard the word; let him not escape notice by despising himself, as those who tested God in trial. But if there is a trial, if you wish to learn, the Holy Spirit will explain it to you. "For they saw my works," he says, "for forty years, and they did not know my ways; therefore they shall not enter into my rest." See the threat, see the exhortation; great is the grace of his promise, if today we hear his voice. But the "today" increases with each passing day, as long as it is called "today." And until the consummation the "today" remains, and then the truly "today," the unfailing day of God, extends through the ages. Let us therefore always obey the voice of the divine word. For the "today" is an eternal age. And indeed for those who believe and obey, grace will abound all the more; but to those who disobey and are led astray in heart, and have not known the Lord's ways, which John commanded to make straight and to prepare, to these he was provoked and threatens. And indeed even the end of the threat—the ancient wanderers of the Hebrews say it is a threat spoken in riddles.
οὐ γὰρ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν λέγονται διὰ τὴν ἀπιστίαν, πρὶν ἣ σφᾶς αὐτοὺς κατακολουθήσαντας τῷ Μωσέως διαδόχῳ, ὀψέ ποτε ἔργῳ μαθεῖν, οὐκ ἃν ἄλλως σωθῆναι μὴ οὐχὶ ὡς Ιησους πεπιστευκότας. Χρυσοστόμου. “ Ἐδοκίμασάν με,” φησὶ, “καὶ εἶδον τὰ “ἔργα μου τεσσαράκοντα ἔτη.” ὁρᾷς ὅτι οὐ δεῖ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας ἀλλ’ ἀντιπροίστασθαι, ἄν τε μὴ, πιστεύειν αὐτῶ. ἐκείνοις γὰρ τοῦτο ἐγκαλεῖ νῦν, ὅτι ἐπείρασαν τὸν Θεόν. ὁ γὰρ βουλόμενος ἀποδείξεις λαβεῖν τῆς δυνάμεως ἣ τῆς προνοίας ἣ τῆς
κηδεμονίας αὐτοῦ, οὔπω πιστεύει, οὔτε δυνατὸν αὐτὸν εἶναι οὔτε φιλάνθρωπον. Τοῦτο καὶ πρὸς τοὺς ἐξ Ἑβραίων πιστοὺς γράφων ὁ Παῦλος αἰνίττεται, βουλομένους ἴσως ἤδη τῆς δυνάμεως αὐτοῦ καὶ τῆς ὑπὲρ αὐτῶν προνοίας τὴν ἐξέτασιν καὶ τὸν ἔλεγχον λαβεῖν ἐν τοῖς πειρασμοῖς. προετρέψατο μὲν οὑν αὐτοὺς ἀπὸ τῶν χρηστῶν εἰπὼν, “μέτοχοι ἐσμὲν τοῦ Χριστοῦ,” εἶτα πάλιν ἀπὸ τῶν σκυθρωπῶν φήσας, “φοβηθῶμεν μήποτε καταλειπομένης ἐπαγγελίας, εἰσελ- “θεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ ὑστερήσωμεν.” ὅτι γὰρ ἐπήγγελται τίς κατάπαυσις, δῆλον καὶ ὁμολογούμενόν ἐστι. τὸ δὲ σήμερον φησὶν, ὥστε μηδέποτε ἀπελπίζειν αὐτούς· ἀεὶ δέ ἐστι τὸ σήμερον. Βασιλείου. Τοῦτο δὲ ἀποσυλᾷ καθ’ ἑκάστην ὁ πονηρός. ἣ γὰρ οὐχὶ τὴν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον πείθει ἡμᾶς ταμιεύσασθαι; διὰ τοῦτο ὁ Κύριος ἀναλύων αὐτοῦ τὰς πονηρὰς συμβουλίας, “σήμερον,” φησὶν, “ἐὰν τῆς φωνῆς μου ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας “ὑμῶν.” ἐκεῖνος λέγει, σήμερον ἐμοὶ, καὶ τὴν αὔριον τῷ Κυρίῳ.
For they are said not to have entered into the rest because of unbelief, until at last by experience they learned, after they had followed the successor of Moses, that they could not be saved otherwise than by believing as Jesus did. From Chrysostom. "They tested me," he says, "and saw my works for forty years." Do you see that one ought not to demand an account from God, but to trust him, and if not, to believe him? For this is what he now charges them with, that they tested God. For the one who wishes to receive proofs of his power or of his providence or of his care, does not yet believe that he is either powerful or loving toward mankind. Paul also hints at this when writing to the believers from among the Hebrews, who perhaps wished already to receive the examination and the proof of his power and of his providence on their behalf in temptations. He therefore exhorted them first from the good things, saying, "We are partakers of Christ," and then again from the gloomy things, saying, "Let us fear lest, while a promise is left, we fall short of entering into his rest." For that some rest has been promised is clear and acknowledged. And he says "today," so that they should never despair; for "today" is always. From Basil. But the evil one plunders this each day. For does he not suggest committing sin today, and persuade us to store up righteousness for tomorrow? Therefore the Lord, refuting his evil counsels, says, "Today, if you hear my voice, do not harden your hearts." He says, "Today is mine, and tomorrow is the Lord's."
ὁ Κύριος ἀντιβοᾷ, σήμερον τῆς ἐμῆς φωνῆς ἀκούσατε. νόησον τὸν ἐχθρὸν, οὐ τολμᾷ συμβουλεῦσαι καθόλου ἀποστῆναι Θεοῦ, οἶδεν ὅτι βαρὺ ἀκοῦσαι τοῦτο Χριστιανοῖς, ἀλλὰ τέχναις ἀπατηλαῖς μεθοδεύει τὴν ἐπιχείρησιν. σοφός ἐστι τοῦ κακοποιῆσαι. συνορᾷ, ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, καὶ πᾶσα πρᾶξις κατὰ τὸ ἐνεστὼς ἐνεργεῖται. τὰ οὖν σήμερον κλέπτει ἡμῶν διὰ τῆς μεθοδείας, εἰς τὴν αὔριον ἡμῖν τὰς ἐλπίδας περιαφίησιν. εἶτα, ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται ὁ κακὸς συμμεριστὴς ἡμῶν, ἀξιῶν τὴν σήμερον ἑαυτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ. καὶ οὕτως ἀεὶ τὸ μὲν παρὸν δι’ ἡδονῆς, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῶν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς. ἀλλ’ ἡμεῖς αὐτοῦ μὴ ἀγνοήσωμεν τὰ νοήματα, ἀλλὰ τὸν θεῖον ζηλῶ μὲν Ἀντώνιον. ἦν ἐκείνῳ παράδοξος οὗτος ὁ λογισμός· οὐ γὰρ ἠξίου χρόνῳ μετρεῖν τὴν τῆς ἀρετῆς ὁδὸν, ἀλλὰ πόθῳ καὶ τῇ προαιρέσει· αὐτὸς οὖν οὐκ ἐμνημόνευε τοῦ παρελθόντος χρόνου, ἀλλὰ κα ἡμέραν ὡς ἀρχὴν ἔχων τῆς ἀσκήσεως, μείζω τὸν πόνον εἶχεν εἰς προκοπὴν, ἐπιλέγων
The Lord pleads: Today, hear my voice. Consider the enemy: he does not dare to advise outright departure from God—he knows that this is hard for Christians to hear—but by deceitful schemes he contrives his undertaking. He is skilled at doing harm. He sees that we humans live in the present, and that every action is carried out in the present moment. So he steals our “today” through his scheming, and fastens our hopes onto tomorrow. Then, when tomorrow comes, the wicked one comes again as our partner, claiming today for himself and tomorrow for the Lord. And so, always attaching the present to pleasure and the future to our hopes, he escapes our notice, leading us astray from life. But let us not be ignorant of his designs, but rather imitate the divine Antony. This reasoning of his was paradoxical: for he did not think fit to measure the path of virtue by time, but by longing and choice. He himself, then, did not remember the time that had passed, but, having each day as the beginning of his ascetic practice, he took greater pains for progress, saying,
ἑαυτῷ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τὸ τοῦ Ἡλιοῦ, “ζῇ Κύ- “ριος ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον.” παρετηρείτω γὰρ ὅτι σήμερον λέγων, οὐκ ἐμέτρει τὸν παρελθόντα χρόνον, ἀλλ’ ὡς ἀεὶ ἀρχὴν καταβαλλόμενος, καθημέραν ἐσπούδαζεν ἑαυτῷ τῷ Θεῷ παρεστάνειν τοιοῦτον οἷον χρὴ φαίνεσθαι τῷ Θεῷ. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πώη τῆς ἀπειθείας. Χρυσοστόμου. Μέγα μὲν πίστις καὶ σωτήριον, καὶ ἄνευ οὐκ ἔνι σωθῆναι ποτέ. ἀλλ’ οὐκ ἀρκεῖ κἄ ἑαυτὴν τοῦτο ἐργάσασθαι, ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς. ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη μυστηρίων καταξιωθεῖσι παραινεῖ λέγων, “σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν.” σπουδάσωμεν φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ’ ὀφείλοντος προστεθῆναι καὶ τοῦ βίου. δεῖ γὰρ ὄντως πολλῆς σπουδῆς ὥστε ἀνελθεῖν εἰς τὸν οὐρανόν. εἰ γὰρ γῆς οὐκ ἠξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, ἐπειδὴ ἐγόγγυσαν καὶ ἐπόρνευσαν, πῶς τῶν οὐρανῶν ἡμεῖς καταξιωθησόμεθα, ἀδιαφόρως ζῶντες καὶ ῥαθύμως. ὅρα δὲ τὴν ζημίαν. οὐ μόνον μέχρι τοῦ μὴ εἰσελθεῖν, οὐ γὰρ εἶπε σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν, ἵνα μὴ ἐκπέσωμεν τοσούτων ἀγαθῶν, ἀλλ’ ὃ μάλιστα τοὺς ἀνθρώπους διεγείρει, τοῦτο προσέθηκε. ποῖον δὴ τοῦτο; τὸ “ἵνα μὴ ἐν τῷ “αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.” τί ἐστι τοῦτο; τουτέστιν ἵνα τὸν νοῦ ἔχωμεν ἐκεῖ, τὴν ἐλπίδα, τὴν προσδοκίαν, ἵνα μὴ ὁμοίως ἐκπέσωμεν. ὅτι γὰρ ἐκπεσούμεθα, τὸ ὑπόδειγμα δηλοῖ. Θεοδωρίτου.
Forgetting the things behind for ourselves, and [imitating] that [saying] of Elijah: “As the Lord lives, before whom I stand today.” For let him observe that in saying “today,” he was not measuring out past time, but as always laying down a beginning, day by day he was eager to present himself to God such as one ought to appear before God. Let us therefore be eager to enter into that rest, so that no one may fall in the same example of disobedience. Of Chrysostom. Faith is a great thing and salvific, and without it no one can ever be saved. But it is not enough for it to accomplish this by itself; there is also need of a right conduct of life. So for this reason Paul also exhorts those already deemed worthy of the mysteries, saying, “Let us be eager to enter into that rest.” “Let us be eager,” he says, as though faith were not sufficient, but one’s manner of life must also be added. For there is truly need of great eagerness in order to ascend to heaven. For if those who suffered so many hardships in the desert were not deemed worthy of the land, since they grumbled and committed fornication, how shall we be deemed worthy of the heavens, living indifferently and carelessly? Observe also the loss. Not only up to the point of not entering—for he did not say, “Let us be eager to enter into the rest, so that we may not fall away from so many good things”—but what most stirs up men, this he added. What is this? “So that no one may fall in the same example of disobedience.” What is this? That is, that we may have our mind there, our hope, our expectation, so that we may not fall away in the same way. For that we shall fall away, the example makes clear. Of Theodoret.
Ὁ γὰρ ῥᾳστώνῃ συζῶν, καὶ μὴ ποθῶν τῶν ἀγαθῶν ἀπολαῦσαι, ταῖς ἐκείνων τῶν ἀπειθησάντων ὑπεύθυνος ἔσται κατηγορίαις. Τί δέ ἐστιν ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας; ὡς ἄν τις εἴποι διατί οὐκ εἶδον ἐκεῖνοι τὴν γῆν, ἔλαβον ἀρραβῶνα τῆς θείας δυνάμεως, δέον πιστεῦσαι, πλέον τῷ φόβῳ ὀδόντες, καὶ μηδὲν μέγα περὶ τοῦ Θεοῦ φαντασθέντες, καὶ ὀλιγοψυχήσαντες, οὕτως ἀπώλοντο. ἐστι δὲ καὶ ἕτερόν τι ἐρεῖν, οἷον ὅτι τὸ πλέον ἀνύσαντες
τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν, τοῦτο καὶ περὶ ὑμῶν δέδοικά φησιν. ὅτι γὰρ καὶ οὗτοι πολλὰ ἔπαθον, ὕστερον αὐτοῖς μαρτυρεῖ λέγων, “ἀναμνήσθητε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπομείναντες παθημάτων.” μηδεὶς οὖν ὀλιγοψυχείτω, μηδὲ πρὸς τὸ τέλος ἀπαγορεύων καταπιπτέτω. εἰσὶ γὰρ εἰσὶν οἳ παρὰ τὴν ἀρχὴν μὲν, μετὰ ἀκμαζούσης προθυμίας προσβάλλουσιν, ὕστερον δὲ, μικρὸν τῷ παντὶ προσθῆναι μὴ βουληθέντες, τὸ πᾶν ἀπώλεσαν. ἱκάνοι φησιν οἱ πρόγονοι παιδεῦσαι ὑμᾶς μὴ τοῖς αὐτοῖς περιπεσεῖν, μὴ τὰ αὐτὰ παθεῖν. τοῦτό ἐστιν, “ἐν τῷ “αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας.” μὴ ἐκλυώμεθα φησὶν ὃ καὶ πρὸς τῷ τέλει λέγει, “τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλε- “λυμένα γόνατα ἀνορθώσατε.” κάλλιστα δὲ εἴρηται καὶ τὸ πέση, τοῦτο γὰρ πεσεῖν ὄντως ἐστιν.
For the one who lives in ease and does not long to enjoy the good things will be liable to the accusations of those who were disobedient. And what is this in the same example of disobedience? As one might say, why did those men not see the land, though they had received a pledge of divine power, when they ought to have believed, but rather, being more bitten by fear, and having imagined nothing great concerning God, and having become faint-hearted, thus they perished. And there is also something else to say, namely that having accomplished the greater part of the journey, when they came right to the very doors, right at the harbor itself they were sunk; this, he says, I have feared also concerning you. For that these also suffered many things, he later testifies to them, saying, "Remember the former days, in which, having been enlightened, you endured a great contest of sufferings." Let no one, then, be faint-hearted, nor fall down in despair toward the end. For there are those who at the beginning indeed press on with zeal at its peak, but later, not wishing to add a little to the whole, they lost the whole. Sufficient, he says, are the forefathers to teach you not to fall into the same things, not to suffer the same things. This is, "in the same example of disobedience." Let us not grow weary, he says, which he also says toward the end: "Straighten the hands that hang down, and the knees that are paralyzed." And very beautifully has "fall" been said; for this is truly to fall.
εἶτα ἴνα μὴ ἄκουσας “ἐν τῷ αὐτῷ ὑποδείγματι πέσῃ” τὸν αὐτὸν θάνατον ὑπολάβῃς ὅν περ κἀκεῖνοι ὑπέμειναν, μηδὲ νομίσῃς ὅτι ἁπλῶς τῆς ἀναστάσεως ἀποστερηθήσονται μόνον, ἐπάγει καὶ κόλασιν, καὶ τὸ φρίκης γέμον ἐπιδείκνυσι μυστήριον, καὶ ὅρα τί φησιν, Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Χρυσοστόμου. Δείκνυσιν ἐνταῦθα ὅτι κἀκεῖνα αὐτὸς ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη. μὴ τοίνυν ἐπειδὴ λόγον ἤκουσας, ἁπλῶς νομίσῃς μαχαίρας γάρ ἐστι φησι τομώτερος. ὅρα τὴν συγκατάβασιν, καὶ ἐνταῦθα σκόπει τίνος ἕνεκεν ἐδεήθησαν καὶ οἱ προφῆται εἰπεῖν, τόξον καὶ ῥομφαίαν καὶ μάχαιραν, λέγοντες, “ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον “αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό.” εἰ γὰρ νῦν μετὰ τοσοῦτον χρόνον οὐ δύναται τὸ τοῦ λόγου ὀνόματι καταπλῆξαι μόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥητῶν ἵνα δείξῃ τὴν ὑπεροχὴν τῆς συγκρίσεως, πολλῷ μᾶλλον τότε. πάσης οὖν φησι μαχαίρας χαλεπώτερον εἰς τὰς τούτων ψυχὰς ἐμπίπτει ὁ λόγος, χαλεπὰς πληγὰς ἐργαζόμενος, καὶ καιρίας δίδωσι τομὰς, καὶ τούτων ἀπόδειξιν οὐ δεῖται παρασχεῖν, οὐδὲ κατασκευάσαι, ἔχων οὕτω τὴν διήγησιν φοβεράν. ποῖος γὰρ πόλεμος ἐκείνους ἀπώλεσε φησὶ, ποῖα μάχαιρα· καὶ
Then, so that when you hear "in the same example they fell," you might not suppose that you will undergo the same death which those men also endured, nor think that they will merely be deprived of the resurrection; he brings in punishment as well, and displays a mystery full of dread. And see what he says: For the word of God is living, and active, and sharper than any two-edged sword. Of Chrysostom. He shows here that those things too are the word of God itself, and that it lives and was not extinguished. Do not, then, because you have heard "word," simply suppose it to be so; for it is, he says, sharper than a sword. Observe the condescension, and here consider for whose sake even the prophets needed to speak of a bow and a sword and a blade, saying, "Unless you turn back, he will make his sword gleam; his bow he has bent and made ready." For if now, after so much time, the name of the word alone cannot strike terror, but these sayings are needed in order to show the superiority of the comparison, much more so then. Therefore, he says, the word falls upon the souls of these men more grievously than any sword, working grievous wounds and inflicting cuts to the quick; and it does not need to provide proof of these things, nor to establish them, since its narrative is so fearful. For what war, he says, destroyed those men, what sword? And
οὐχ ἁπλῶς αὐτόματοι κατέπιπτον, μηδὲ γὰρ ἐπειδὴ μὴ ἐπάθωμεν τὰ αὐτὰ, ἀμεριμνήσωμεν, μέχρις οὗ τὸ σήμερον λέγεται, ἔξεστιν ἡμῖν ἀνακτήσασθαι. Ἰσιδώρου. Ὁ θειότατος μέν τοι καὶ ἄρρητος τοῦ Πατρὸς ὁ παρ’ ἡμῶν προσκυνούμενος, εἰκότως Λόγος προσαγορεύεται· οὐχ ὅτι Λόγος μόνον ἐστὶ, καὶ τοῦ Πατρὸς ἑρμηνευτὴς, ὥς τινες οἴονται, ἀλλ’ ὅτι καὶ θᾶττον ἢ λόγος δημιουργεῖ, καὶ ἀπαθῶς ἐτέχθη. Λόγος δὲ ὣν ἐνυπόστατός ἐστι, καὶ οἰκείαν ἰδιότητα ἔχει. ὅτι δὲ οὐκ ἔστιν ἀνυπόστατος, αὐτὸς ὁ Λόγος λόγους ἔχειν φράζει, λέγων, “ὁ ἀκούων μου τοὺς λόγους καὶ ποιῶν αὐτούς.” εἰ οὖν ὁ λόγος λόγους ἔχει, οὐκ ἔστιν ἀνυπόστατος, ἀλλ’ ἐνυπόστατος ὣν, διὰ τὸ ἀπαθῶς προεληλυθέναι Λόγος προσαγορεύεται. Ἀοανασίου κατὰ εἰδώλων. Λόγον γάρ φαμεν Θεοῦ, οὐ ἐν ἑκάστῳ τῶν γινομένων συμπεπλεγμένον καὶ συμπεφυκότα, ὃν δὴ καὶ σπερματικὸν τινὲς εἰώθασι καλεῖν, ἄψυχον ὄντα καὶ μηδὲν ληιζόμενον, μήτε νοοῦντα, ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντα, κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτῷ ἐπιστήμην. οὐδὲ οἷον ἔχει τὸ λογικὸν γόος λόγον τὸν ἐκ συλλαβῶν συγκείμενον, καὶ ἐν ἀέρι σημαινόμενον, ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ Θεοῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ Θεὸν, αὐτολόγον λέγω, ὃς ἄλλος μέν ἐστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ Πατρὸς ὑπάρχει Λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε· Λόγος δὲ ὣν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ὁμοιότητα, ὥσπερ εἶπον, συγκείμενός ἐστιν ἐκ συλλαβῶν, ἀλλὰ τοῦ ἑαυτοῦ Πατρὸς εἰκών ἐστιν ἀπαράλλακτος.
They did not fall of themselves without cause; for neither, because we have not suffered the same things, should we be free from care. As long as it is called today, it is possible for us to recover. From Isidore. The most divine and ineffable Word of the Father, who is worshiped by us, is reasonably called Logos; not because he is only a word, and an interpreter of the Father, as some think, but because he creates more swiftly than a word, and was begotten without passion. Being Logos, he is subsistent and has his own peculiar property. But that he is not without subsistence, the Logos himself shows when he says that he has words, saying, "He who hears my words and does them." If, then, the Logos has words, he is not without subsistence, but being subsistent, because he came forth without passion, he is called Logos. From Athanasius Against the Idols. For we speak of the Logos of God, not as one entangled and conjoined in each of the things that come to be, which some are accustomed to call seminal, being lifeless and grasping nothing, nor understanding, but working only by an external art, according to the knowledge of the one who applies it. Nor do we speak of such a logos as the rational creature has, composed of syllables and signified in the air, but of the living and active God of the good and God of all, I mean the very Logos, who is other than the things that have come to be and all creation, and is the own and only Logos of the good Father, who ordered this whole universe; and being Logos, he is not, as I said, composed of syllables according to the likeness of men, but is the unalterable image of his own Father.
ἄνθρωποι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι, καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ Θεὸς ὤν ἐστιν καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου Υἱὸς, ὤν ἐστι καὶ οὐ σύνθετος, ἀλλ’ εἰς καὶ μονογενὴς Θεὸς ἐκ Πατρὸς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθὼν, τὰ πάντα διακοσμεῖ καὶ συνέχει. Εὐσεβίου Εὐαγγελικὰ Θεοφάνεια. Ὥσπερ δὲ ἐπὶ τοῦ ἡμᾶς παραδείγματος, ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτε καὶ ὁποῖος ὣν τὴν οὐσίαν ὑπάρχει, οὐδεὶς πώποτε ἀνθρώπων ἔρω, βασιλεὺς δ᾿ οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις καθιδρυμένος τὰ πρακταῖα βούλεται· λόγος δ’ ἐξ αὐτοῦ
πρόεισι μονογενὴς, οἷα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννημένος, ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος, εἰς φανερόν τις κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἐπιτελεῖ τὰ βουλεύματα, προιὼν εἰς τὰς πάντων ἀκοάς· εἶθ᾿ οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ᾿ ἀφανῆ καὶ ἀόρατον νοῦν τὸν τοῦ λόγου πατέρα, οὐδεὶς πώποτε ὀφθαλμῶν εἶδε·
For human beings, composed of parts and brought into being from what is not, have their own reason composite and subject to dissolution; but God is being and is not composite; therefore also his Son, being, is and is not composite, but is one and only-begotten God, proceeding from the Father as from a good fountain, good, and he orders and holds together all things. From Eusebius, Evangelic Theophany. And just as in the example of ourselves, the invisible and unseen mind within us—whatever it is and of whatever nature its substance—no human being has ever seen, but like a king established within his own secret chambers he wills the affairs of action; and a word proceeds from him, only-begotten, as begotten from the hidden recesses of a father, which indeed is also established as the first messenger of all the paternal thoughts to all, proclaiming openly what has been counseled by the father in secret, and accomplishing the counsels by deeds, going forth into the hearing of all; then some partake of the benefit from the word, but the unseen and invisible mind, the father of the word, no one has ever seen with his eyes.
κατὰ ταῦτα δὴ, μᾶλλον δ ἐπέκεινα πάσης εἰκόνος καὶ παραδείγματος, ὁ τοῦ παμβασιλέως Θεοῦ τέλειος Λόγος, οἷα μονογενὴς, οὐ προφορικῇ δυνάμει συνεστὼς, οὐδ᾿ ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ’ ἐν φωνῇ δι’ ἀέρος πληττομένη σημαινόμενος, Θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων Υἱὸς Λόγος, κατ’ οὐσίαν τε ὑφεστὼς οἷα Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, πρόεισι μὲν τῆς πατρικῆς θεότητος, ἀγαθοῦ δὲ Πατρὸς ἀγαθὸν τυγχάνει γέννημα, αὐτοζωὴ, αὐτοφῶς, γέννημα νοερὸν φωτὸς ἀλήκτου, διὰ πάντων χωρῶν, ἐν πᾶσι τε ὣν καὶ πάντα ἐπιπορευομενος. Γρηγορίου Νύσσησ κατηχητικόν. Ἀλλαμὴν καὶ ὁ ὁμωνύμως λέγεται λόγος, οὐκοῦν εἴτις λέγοι καθ’ ὁμοιότητα τὴν παρ’ ἡμῖν, καὶ τὸν τοῦ Θεοῦ λόγον ὑπονοεῖν, οὕτω μεταχθήσεται πρὸς τὴν ὑψηλοτέραν ὑπόληψιν. ἀνάγκη γὰρ πᾶσα κατάλληλον εἶναι πιστεύειν τῇ φύσει τὸν Λόγον ὡς καὶ τὰ ἄλλα πάντα. καὶ γὰρ δύναμίς τε καὶ ζωὴ καὶ σοφία περὶ τὸ ἀνθρώπινον βλέπεται, ἀλλ’ οὐκ ἄν τις ἐκ τῆς ὁμωνυμίας τοιαύτην καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ζωὴν καὶ τὴν δύναμιν ἣ τὴν σοφίαν ὑπονοήσειεν. ἀλλὰ πρὸς τὸ τῆς φύσεως τῆς ἡμετέρας μέτρον συνταπεινοῦνται καὶ αἱ τῶν τοιούτων ὀνομάτων ἐμφάσεις. ἐπειδὴ γὰρ φθαρτὴ καὶ ἀσθενὴς ἡμῶν ἡ φύσις, διὰ τοῦτο ὠκύμορος ἡ ζωὴ, ἀνυπόστατος ἡ δύναμις, ἀπαγὴς ὁ λόγος. ἐπὶ δὲ τῆς ὑπερκειμένης φύσεως τῷ μεγαλείῳ τοῦ θεωρουμένου πᾶν τὸ περὶ αὐτῆς λεγόμενον συνεπαίρεται. οὐκοῦν κάη Λόγος Θεοῦ λέγηται, οὐκ ἐν τῇ ὁρμῇ τοῦ φθεγγομένου τὴν ὑπόστασιν ἔχειν νομισθήσεται, καθ’ ὁμοιότητα τοῦ ἡμετέρου μεταχωρῶν εἰς ἀνύπαρκτον.
Accordingly, rather, beyond every image and pattern, the perfect Logos of God the King of all, as the Only-begotten, does not subsist by a spoken power, nor is his nature constructed from syllables of nouns and verbs, nor is he signified in a voice by striking the air, but being the living and active Son and Logos of God who is over all, and subsisting in essence as the power of God and the wisdom of God, he proceeds from the Father's divinity, and is the good offspring of the good Father, self-life, self-light, an intellectual offspring of unwaning light, passing through all things, being in all things and traversing all things. From Gregory of Nyssa, Catechetical Oration. Moreover, the word is also spoken homonymously; so if anyone were to suppose that the Logos of God is according to the likeness that is in us, he will thus be transferred to the loftier conception. For it is entirely necessary to believe that the Logos is corresponding to his nature, as are all other things. For power and life and wisdom are also seen in relation to the human realm, but no one would suppose from the homonymy that such life and power or wisdom belong to God. But the significations of such names are brought down to the measure of our nature. For since our nature is corruptible and weak, for this reason life is short-lived, power is unstable, and speech is defective. But in the case of the transcendent nature, everything said about it is raised up together with the majesty of the one contemplated. Therefore, if the Logos of God is spoken of, he will not be thought to have his subsistence in the impulse of the one speaking, being transferred by likeness of our own logos into non-existence.
ἀλλ’ ὥσπερ ἡ ἡμετέρα φύσις ἐπίκοπος οὖσα καὶ τὸν λόγον ἐπίκηρον ἔχει, οὕτως ἡ ἄφθαρτος καὶ ἀεὶ ἑστῶσα φύσις, ἀίδιον ἔχει καὶ ὑφεστῶτα τὸν Λόγον. Εἰ δὴ τοῦτο κατὰ τὸ ἀκόλουθον ὁμολογηθείη τὸ ὑφεστάναι τὸν τοῦ Θεοῦ Λόγον ’ς, ἀνάγκη πᾶσα ἐν ζωῇ τὴν ὑπόστασιν τοῦ Λόγου ὁμολογεῖν. οὐ γὰρ καθ’ ὁμοιότητα τῶν λίθων ἀψύχως ὑφεστάναι τὸν λόγον εὐαγές ἐστιν οἴεσθαι. ἀλλ’ εἰ ὑφέστηκε νοερόν τι χρῆμα καὶ ἀσώματον ὣν, ζῇ πάντως. εἰ δὲ τοῦ ζῇν κεχώρισται, οὐδὲν ἐν ὑποστάσει πάντως ἐστίν. ἀλλαμὴν ἀσεβὲς ἀπεδείχθη τὸν τοῦ Θεοῦ Λόγον ἀνυπόστατον εἶναι· οὐκοῦν συναπεδείχθη κατὰ τὸ ἀκόλουθον ἐν ζωῇ τοῦτον θεωρεῖσθαι τὸν Λόγον. ἁπλῶς δὲ τῆς τοὐ Λόγου φύσεως κατὰ τὸ εἰκὸς εἶναι πιστευομένης, καὶ οὐδὲ μίαν διπλόην καὶ σύνθεσιν ἐν ἑαυτῇ δεικνυούσης, οὐκέτ’ ἄν τις κατὰ μετουσίαν ζωῆς τὸν Λόγον ἐν ζωῇ θεωροίη. οὐ γὰρ ἃν ἐκτὸς εἴη συνθέσεως ἡ τοιαύτη ὑπόληψις τὸ ἕτερον ἐν ἑτέρῳ λέγειν εἶναι, ἀλλ’ ἀνάγκη πᾶσα τῆς ἁπλότητος ὁμολογουμένης, αὐτοζωὴν εἶναι τὸν Λόγον οἴεσθαι, οὐ ζωῆς μετουσίαν. εἰ οὖν ζῇ ὁ Λόγος ὡς ζωὴ ὣν, καὶ προαιρετικὴν πάντως δύναμιν ἔχει, οὐδὲν γὰρ ἀπροαίρετον τῶν ζώντων ἐστι. τὴν δὲ προαίρεσιν ταύτην καὶ δυνατὴν εἶναι κατὰ τὸ ἀκόλουθον, ἐσεβές ἐστι λογίζεσθαι· εἰ γὰρ μή τις τὸ δυνατόν ὁμολογοίη, τὸ ἀδύνατον πάντως κατασκευάσει. ἀλλαμὴν πόρρω πάντως τῆς περὶ τὸ θεῖον ὑπολήψεως ἐστὶ τὸ ἀδύνατον· οὐδὲν γὰρ τῶν ἀπεμφαινόντων περὶ τὴν θείαν θεωρεῖται φύσιν.
But just as our nature is defective and has its reason subject to decay, so the incorruptible and ever-abiding nature has its Word eternal and subsistent. If, then, this be granted in accordance with what follows—that the Word of God is subsistent—it is altogether necessary to confess that the subsistence of the Word is in life. For it is not pious to suppose that the Word subsists without life, after the likeness of stones. But if he subsists as something intelligent and incorporeal, he lives altogether. And if he is separated from living, he is altogether in no subsistence. But it has been shown impious that the Word of God is without subsistence; therefore it has been shown in consequence that this Word is contemplated in life. And in simple terms, since the nature of the Word is believed to be, as is likely, and displays no duplicity or composition in itself, no longer would one contemplate the Word in life by participation in life. For such a supposition would not be outside composition—to say that the one is in the other—but it is altogether necessary, since simplicity is confessed, to suppose that the Word is life itself, not a participation in life. If, then, the Word lives as being life, he also altogether has a power of choice, for nothing among living things is without choice. And that this choice is also capable is, in accordance with what follows, impious to reckon; for if one does not confess the possible, he will altogether establish the impossible. But the impossible is altogether far from the conception concerning the divine; for nothing of the incongruous is contemplated concerning the divine nature.
ἀνάγκη δὲ πᾶσα τοσαύτην εἶναι ὁμολογεῖν τοῦ Λόγου τὴν δύναμιν, ὅση ἐστὶ καὶ ἡ πρόθεσις, ἵνα μή τις μίξις τῶν ἐναντίων καὶ συνδρομὴ περὶ τὸ ἁπλοῦν θεωροῖτο, ἀδυναμίας τε καὶ δυνάμεως ἐν τῇ αὐτῇ προθέσει θεωρουμένων, εἴπερ τὸ μέν τι δύναιτο, πρὸς δ᾿ ἔτι ἀδυνάτως ἔχει, πάντα δὲ δυναμένην τὴν τοῦ Λόγου προαίρεσιν, πρὸς οὐδὲν τῶν κακῶν τὴν ῥοπὴν ἔχειν. ἀλλοτρία γὰρ τῆς θείας φύσεως ἡ πρὸς κακίαν ὀδμὴ, ἀλλὰ πᾶν ὅτι πέρ ἐστιν ἀγαθὸν, τοῦτο καὶ βούλεσθαι, βουλομένην δὲ πάντως καὶ δύνασθαι, δυναμένην δὲ μὴ ἀνενέργητον εἶναι, ἀλλὰ πᾶσαν ἀγαθοῦ πρόθεσιν εἰς ἐνέργειαν ἀγαγεῖν. ἀγαθὸν δὲ ὁ κόσμος, καὶ τὰ ἐν αὐτῷ πάντα, σοφῶς τε καὶ τεχνικῶς θεωρούμενα. τοῦ Λόγου ἄρα ἔργα τὰ πάντα, τοῦ ζῶντος μὲν καὶ ὑφεστῶτος, ὅτι Θεοῦ Λόγος ἐστί. προαιραμένου δὲ ὅτι ζῆ, δυναμένου δὲ πᾶν ὅτι περ ἃν ἕληται. αἰρουμένου δὲ πᾶν εἴτι τῆς κρείττονος όνος σημασίας ἐστίν. Ἐπεὶ δὲ ὁ Λόγος οὗτος ἕτερος ἔστι παρὰ τὸ οὗ ἐστι Λόγος, τρόπον γάρ τινα τῶν πρός τι λεγομένων καὶ τοῦτο ἐστί. χρὴ γὰρ πάντως τῷ Λόγῳ καὶ τὸν Πατέρα συνυπακούεσθαι. οὐ γὰρ ἃν εἴη Λόγος, μή τινος ὣν Λόγος. εἰ οὖν διακρίνει τῷ σχετικῷ τῆς σημασίας ἡ τῶν ἀκουόντων διάνοια, αὐτόν τε τὸν Λόγον καὶ τὸν ὅθεν ἐστὶν, οὐκέτ’ ἃν ἡμῖν κινδυνεύει τὸ μυστήριον ταῖς Ἑλληνικαῖς μαχόμενον ὑπολήψεσι, τοῖς τὰ τῶν Ἰουδαίων πρεσβεύουσι συνενεχθῆναι. ἀλλ’ ἐπίσης ἑκατέρων τὴν ἀτοπίαν ἐκφεύξεται, τόν τε ζῶντα τοῦ Θεοῦ Λόγον καὶ ἐνεργὸν καὶ ποιητικὸν ὁμολογῶν· ὅπερ ὁ Ἰουδαῖος οὐ δέχεται, καὶ τὸ διαφέρειν κατὰ τὴν φύσιν αὐτόν τε τὸν Λόγον καὶ τὸν ὅθεν ἐστιν.
It is entirely necessary to confess that the power of the Word is as great as His purpose, so that no mixture or confluence of opposites may be observed in what is simple, since weakness and power are observed in the same purpose—if indeed He can do one thing but is still unable to do another—and that the will of the Word, being able to do all things, has no inclination toward any of the evils. For the odor of wickedness is alien to the divine nature, but whatever is good, this He also wills; and willing, He is certainly also able; and being able, He is not inactive, but brings every purpose of good into action. The world is good, and all things in it, observed wisely and skillfully. Therefore all things are the works of the Word, who lives and subsists, because He is the Word of God; and who wills because He lives; and who is able to do whatever He chooses; and who chooses whatever is of the higher meaning. But since this Word is other than that of which He is the Word—for in a certain way this too is among things spoken in relation to something; for the Father must certainly be understood together with the Word. For He would not be a Word if He were not the Word of someone. If, then, the mind of the hearers distinguishes by the relative character of the meaning both the Word Himself and the source from which He is, the mystery would no longer be in danger for us of contending with Greek suppositions, or of clashing with those who champion the things of the Jews. But it will equally escape the absurdity of both, confessing the living Word of God, both active and creative—which the Jew does not accept—and that the Word Himself differs in nature from the source from which He is.