ἐπεὶ κἀκεῖνος τοῦ μὲν ἐπὶ πάντων Θεοῦ θεράπων, τῶν δὲ Αἴγυπτ’ ἴων ἐτέχθη Θεὸς, καὶ τοι καὶ τῷ ἐπὶ πάντων κοινὸν τῷ Υἱῷ πρὸς τὸν Πατέρα, τοῦ Ἀποστέλου τὴν τοιαύτην αὐτῷ προσμεμαρτυρηκότος φωνὴν, ἐν οἷς φησιν, “ ἐξ ὧν “ ὁ Χριστὸς, τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεός.” ἀλλ’ οὗτος εἰς Ἀγγέλου τάξιν κατάγει τὸν τῶν ὅλων Κύριον, ὥσπερ οὐκ ἀκηκοὼς, ὅτι οἱ Ἄγγελοι λειτουργικὰ πνεύματα καὶ πυρὸς φλόγες εἰσί. διὰ τούτων γὰρ ὁ Ἀπόστολος ἀσύγχυτον καὶ ἀσαφῆ ποιεῖται τὴν τῶν ὑποκειμένων διάκρισιν· τὴν μὲν ὑποχείριον φύσιν, πνεῦμα εἶναι καὶ πῦρ ὁριζόμενος, τὴν δὲ κυριεύουσαν δύναμιν τῷ τῆς θεότητος διασημαινων ὀνόματι. Καὶ τοσούτων ὄντων τῶν τὴν δόξαν τοῦ μονογενοῦς διαγγελλόντων, μόνος τοῖς πᾶσιν ἀντιβοᾷ ὁ Εὐνόμιος, Ἄγγελον αὐτὸν τοῦ ἐπὶ πάντων λέγων Θεοῦ. τῇ μὲν πρὸς τὸν ἐπὶ πάντων διαστολὴ, ἕνα τῶν πάντων εἶναι διοριζόμενος, τῇ δὲ πρὸς τοὺς Ἀγγέλους τοῦ
ὀνόματος κοινωνίᾳ, τὸ μηδὲν ἐκείνων παρηλλάχθαι τὴν φύσιν κατασκευάζων. κἀκεῖνο δὲ τίς ἀγνοεῖ, ὅτι τῷ ὄντι τὸ μὴ ὢν ἀντιδιαιρεῖται μόνον; ὥστε ὁ τὸν Υἱὸν ἀντιδιαστείλας τῶ ὄντι, σαφῶς ἰουδαΐζει, τὴν τοῦ μονογενοῦς ὑπόστασιν ὑποκλέπτων τοῦ δόγματος. ὃν γὰρ ἔξω τῆς τοῦ ὄντος ἐπωνυμίας λέγει, καὶ τοῦ είναι πάντως ἐξηρῆσθαι κατασκευάζει. πλὴν ἡ ἀτοπία τοῦ λογογράφου, ὑπ’ αὐτῆς τῆς γραφῆς ἐλέγχεται, ἐν οἷς ὁ Μωϋσῆς ἱκετεύει τὸν κύριον, μὴ Ἄγγελον τῇ ἡγεμονίᾳ τοῦ λαοῦ ἐπιστῆσαι, ἀλλ’ αὐτὸν τῆς πορείας αὐτῶν ἀφηγήσασθαι·
Since that one too was a servant of the God over all, but was called a god over the Egyptians, and yet the Apostle has testified such a voice to him as common to the Son with the Father, in the words where he says, "from whom is the Christ according to the flesh, who is God over all." But this man drags down the Lord of all to the rank of an Angel, as though he had not heard that the Angels are ministering spirits and flames of fire. For through these the Apostle makes the distinction of the subjects unconfused and clear, defining the subordinate nature to be spirit and fire, but signifying the ruling power by the name of divinity. And though there are so many who proclaim the glory of the Only-begotten, Eunomius alone contradicts them all, calling him an Angel of the God over all. By the distinction from the One over all, he determines that he is one of all things, but by the sharing of the name with the Angels, he contrives that his nature differs in nothing from them. And who does not know that, in reality, non-being is contrasted only with being? So that he who contrasts the Son with being clearly judaizes, stealing away the hypostasis of the Only-begotten from the doctrine. For whom he says is outside the title of the One who is, he contrives to have been utterly excluded from being. Moreover, the absurdity of the writer is refuted by the Scripture itself, in that Moses beseeches the Lord not to set an Angel over the leadership of the people, but that he himself should lead their journey.
καὶ ἀκούει “ ὅτι καὶ τοῦτόν σοι “ τὸν λόγον ὃν εἴρηκας ποιήσω.” οὐκοῦν εἰ Μώσης μὲν παραιτεῖται τὸν Ἄγγελον, αὐτὸς δὲ ὁ χρηματίζων αὐτὸς συνέμπορος γίνεται καὶ καθηγεμὼν τῆς στρατιᾶς, φανερῶς ἀποδείκνυται διὰ τούτων, ὅτι ὁ τῇ τοῦ ὄντος ἐπωνυμίᾳ ἑαυτὸν γνωρίσας, οὐ μονογενής ἐστι Θεός. Εἰ δὲ πρὸς τοῦτο τίς ἀντιλέγει, τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἔσται συνήγορος, τὸν Υἱὸν μὴ συμπαραλαμβάνων εἰς τὴν τοῦ λαοῦ σωτηρίαν. εἰ γὰρ Ἄγγελος μὲν τοῖς Ἰσραηλιταις οὐ συναπέρχεται, ὁ δὲ διὰ τῆς τοῦ ὄντος ἐπωνυμίας δηλούμενος, ὁ μονογενὴς οὐκ ἔστιν, καθὼς ὁ Εὐνόμιος βούλεται, οὐδὲν ἄλλο ἣ τὰ ἐκ τῆς συναγωγῆς δόγματα πρὸς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ μεταφέρεται. ’ναι φησιν, ἀλλ’ ἡ γραφὴ Ἀγγέλου φωνὴν προτάξασα, οὕτως ἐπάγει τὸν τοῦ ὄντος διάλογον. ἀλλὰ τοῦτο οὐκ ἀντίρρησις, ἀλλὰ βεβαίωσις τῶν εἰρημένων ἐστὶ παρ’ ἡμῶν. καὶ ἡμεῖς γὰρ φαμὲν, ἐναργῶς τὸν προφήτην τὸ περὶ Χριστοῦ μυστήριον ἐναργὲς ποιῆσαι τοῖς ἀνθρώποις βουλόμενον, Ἄγγελον τὸν ὄντα προσαγορεύσαι, ὡς ἃν μὴ μόνης τῆς του ὄντος ἐπωνυμίας κατὰ τὸν διάλογον εὑρισκομένης, πρὸς τὸν Πατέρα ὁ νοῦς τῶν λεγομένων ἐπαναφέροιτο. ἀλλ’ ὥσπερ ὁ ἡμέτερος λόγος τῶν τοῦ νοῦ κινημάτων μηνυτής τε καὶ ἄγγελος γίνεται, οὕτω φαμὲν καὶ τὸν ἀληθινὸν Λόγον τὸν ἐν ἀρχῇ ὄντα, διαγγέλλοντα τοῦ ἰδίου Πατρὸς τὴν βουλὴν, τῇ ἐνεργείᾳ τῆς ἀγγελίας ἐπονομαζόμενον Αγγελον λέγεσθαι. καὶ ὥσπερ ὁ ὑψηλὸς Ἰωάννης πρότερον Λόγον εἰπὼν.
And he hears "that I will also do this thing for you, the word which you have spoken." If, then, Moses declines the Angel, but the one who speaks himself becomes himself a fellow-traveler and leader of the host, it is clearly demonstrated by these things that the one who made himself known by the title of "the One who is" is not the only-begotten God. But if anyone contradicts this, he will be an advocate of the Jewish supposition, not including the Son in the salvation of the people. For if the Angel does not go up together with the Israelites, but the one made manifest through the title of "the One who is" is not the only-begotten, as Eunomius wishes, then nothing other than the doctrines of the synagogue are being transferred to the Church of God. "Yes," he says, "but the Scripture, having placed the voice of the Angel first, then introduces the dialogue of the One who is." But this is not a contradiction, but a confirmation of what has been said by us. For we also say that the prophet, wishing to make the mystery concerning Christ clear to men, addressed the one who is as Angel, so that the mind of what is said would not be referred to the Father, since the title of "the One who is" alone is found in the dialogue. But just as our own word becomes the declarer and messenger of the movements of the mind, so we say that the true Word, who was in the beginning, declaring the will of his own Father, is called Angel by the operation of his message. And just as the exalted John, having first said Word.
οὕτως ἐπάγει, τὸ Θεὸν εἶναι τὸν Λόγον, ὡς ἃν μὴ προηγησαμένης τῆς του Θεοῦ προσηγορίας, πρὸς ’τον Πατέρα ταῖς υπονίαις ἀπενεχθείημεν, οὕτω καὶ ὁ μέγας Μωϋσῆς Ἄγγελον προονομάσας, αὐτὸν εἶναι τὸν ὄντα τοῖς ἐφεξῆς ἐκδιδάσκει λόγοις, ὡς ἂν
φανερῶς τὸ κατὰ Χριστὸν προαγγελθῇ μυστήριον. διὰ μὲν τοῦ Ἀγγέλου τὸν ἑρμηνέα τοῦ πατρικοῦ βουλήματος Λόγον τῆς γραφῆς διδασκούσης, διὰ δὲ τῆς τοῦ ὄντος προσηγορίας, τὴν κατὰ τὸ εἶναι τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φυσικὴν οἰκειότητα. εἰ δέ τις τὸν Ἡσαΐαν προβάλοιτο ὡς εἰπόντα καλεῖσθαι τὸ ὄνομα αὐτοῦ “ μεγάλης βουλῆς Ἄγγελον,” οὐδὲ οὕτως ἀνατρέψει τὸν ἡμέτερον λόγον. σαφῶς γὰρ ἐκεῖ καὶ ἀναντιρρήτως ἡ κατὰ τὸ ἀνθρώπινον οἰκονομία διὰ τῆς προφητείας σημαίνεται· “ παιδίον γάρ,” φησιν, “ ἐγεννήθη ἡμῖν·” εἶτα καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ “ μεγάλης “ βουλῆς Ἄγγελος·” πρὸς ὃ καὶ τὸν Δαβὶδ οἶμαι βλέποντα τὴν τῆς βασιλείας κατάστασιν διηγεῖσθαι, οὐχ ὡς οὐκ ὄντος βασιλέως, ἀλλ’ ὡς τῆς δουλικῆς ταπεινότητος, ἣν ὑπῆλθε κατ’ οἰκονομίαν ὁ Κύριος εἰς τὴν τῆς βασιλείας ἀξίαν ἀναληφθείσης. “ κα- “ τεστάθην” γάρ φησι “ βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ “ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου.” οὐκοῦν Ἄγγελός τε καὶ Λόγος, σφραγίς τε καὶ εἰκὼν καὶ πάντα τὰ τοιαῦτα διὰ τὴν αὐτὴν ἔννοιαν λέγεται, ὁ τὴν πατρικὴν ἀγαθότητα δι’ ἑαυτοῦ γνωρίζων. ο τε γὰρ Ἄγγελος, μηνυτὴς τινὸς γίνεται, καὶ ὁ Λάγος ὡσαύτως ἐκκαλύπτει τὸ ἐγκείμενον νόημα· καὶ ἡ σφραγὶς ἐν τῷ ἰδίῳ τόπῳ τὸ ἀρχέτυπον δείκνυσι, καὶ ἡ εἰκὼν τὸ τοῦ ἀπεικονισθέντος κάλλος δι’ ἑαυτῆς ἑρμηνεύει·
Thus he adds that the Word is God, so that unless the designation "God" had come first, we would not be carried away in our suspicions toward the Father; so too the great Moses, having first named him "Angel," teaches in the words that follow that he is the One who is, so that the mystery concerning Christ might be plainly foretold. For through "Angel" the Scripture teaches that he is the Word who interprets the Father's will, and through the designation "the One who is," the natural kinship of the Son to the Father in respect of being. But if someone should bring forward Isaiah as having said that his name is called "Angel of great counsel," not even so will he overturn our argument. For there the economy according to the human nature is clearly and incontrovertibly signified through the prophecy: "For a child was born to us," it says; and then his name is called "Angel of great counsel." To this I think David also looks when he recounts the establishment of the kingdom, not as though there were no king, but as though the servile lowliness, which the Lord underwent by economy, had been taken up into the dignity of the kingdom. "For I was established," he says, "as king by him on Zion, his holy mountain, declaring the decree of the Lord." Therefore he is called both Angel and Word, both Seal and Image and all such things, for the same conception—he who makes the Father's goodness known through himself. For the Angel becomes a messenger of something, and the Word likewise reveals the thought that lies within; and the seal shows the archetype in its own place, and the image interprets through itself the beauty of what has been depicted.
ὡς ἰσοδυναμεῖν ταῦτα πάντα τῷ σημαινομένῳ πρὸς ἄλληλα. διὰ τοῦτο Ἄγγελος τῇ τοῦ ὄντος ἐπωνυμίᾳ προτέτακται. Ἄγγελος μὲν λεγόμενος ὡς μηνυτὴς τοῦ Πατρὸς, ὣν δὲ ὡς οὐκ ἔχων ὄνομα γνωριστικὸν τῆς οὐσίας, ἀλλὰ πάσης ὑπερκείμενος τῆς ὀνομαστικῆς σημασίας. διὸ καὶ τὸ ὄνομα αὐτοῦ ὑπὲρ πᾶν εἶναι ὄνομα παρὰ του Αποστολου μεμαρτύρηται, οὐχ ὡς ἕν τι προτετιμημένον τῶν ἄλλων, ἀλλ’ ὡς ὑπὲρ πὰν ὄνομα ὄντος του ὄντως ὄντος. Θεοδωρίτου περὶ ἐνανθρωπήσεωσ. Ὅτι μέντοι τελείαν τὴν ἡμετέραν φύσιν ὁ Λόγος ἀνέλαβε, βοᾷ μὲν Ἡσαΐας λέγων· “ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὁ ἐστι μεθ’ ἡμῶν ὁ “ Θεὸς,” ἤγουν μετὰ ἀνθρώπων. εἰ τοίνυν τῆς παρθένου τὸ κύημα ταύτην ἔλαβε τὴν προσηγορίαν, εὔδηλον ὡς Θεὸς ἦν ὁμοῦ καἰ ἄνθρωπος, τὸ μὲν ὑπάρχων, τὸ δὲ λαβὼν, καθ’ ἑκάτερον τέλειος.
διὰ μὲν γὰρ τοῦ καθ’ ἡμῶν, τοῦ ἀνθρώπου τὸ τέλειον δείκνυται· τελείαν γὰρ ἡμῶν ἕκαστος τοῦ ἀνθρώπου ἔχει τὴν φύσιν· διὰ δὲ τοῦ Θεὸς, καὶ τῆς τοῦ ἄρθρου προσθήκης, ἡ τοῦ Υἱοῦ θεότης γνωρίζεται. δείκνυσι δὲ Λουκᾶς τὸν ἀνθρώπινον νοῦν τοῦ Σωτῆρος, προκόπτειν αὐτὸν λέγων, ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι. τὸ δὲ σοφίᾳ προκόπτειν, οὐ Θεοῦ τοῦ σοφοῦ, τοῦ ἀπροσδεοῦς καὶ ἀεὶ τελείου, καὶ μήτε ἐπίδοσιν μήτε ἐλάττωσιν δεχομένου, ἀλλὰ τοῦ νοῦ τοῦ ἀνθρωπίνου, τοῦ ταῖς ἡλικίαις συμπροιόντος. σαφέστερον δ’ ἄν τις ἐκ τῆς πρὸς Ἑβραίους ταύτης Ἐπιστολῆς τὴν θείαν φυσιν καὶ τὴν ἀνθρωπείαν κατίδοι· ταῖς μὲν ἐνεργείαις διηρημένας τῷ δὲ προσώπῳ συνημμένας, καὶ τὸν ἕνα Υἱὸν ὑποδεικνυούσας.
so that all these things are equivalent to one another in meaning. For this reason he is called Angel, by the title of the One who is. He is called Angel as the messenger of the Father, but "the One who is" as having no name that makes his essence known, but as surpassing every designative meaning. Therefore also his name is testified by the Apostle to be above every name, not as if one thing were preferred above the others, but as the name of the One who truly is being above every name. From Theodore on the Incarnation. But that the Word took up our nature complete, Isaiah cries out, saying: "They shall call his name Emmanuel, which is, God with us," that is, with men. If, then, the offspring of the virgin received this designation, it is evident that he was God and man together, being the one and taking the other, perfect in each. For by "with us" the perfection of the man is shown; for each of us has the complete nature of the man; and by "God," and the addition of the article, the divinity of the Son is made known. Luke shows the human mind of the Savior, saying that he advanced in stature and wisdom and grace. But to advance in wisdom belongs not to the wise God, who needs nothing and is always perfect, and admits neither increase nor decrease, but to the human mind, which advances along with the ages. More clearly one might perceive from this Epistle to the Hebrews the divine nature and the human nature, divided in their activities but united in the person, and showing forth the one Son.
οὐχ ἥκιστα δὲ τῆς Ἐπιστολῆς τὸ προοίμιον ταύτην ἔχει τὴν διδασκαλίαν· εἰπὼν γὰρ ὁ μακάριος Παῦλος “ ὃς ἀπαύγασμα τῆς “ δοξης,” καὶ δείξας αὐτὸν ὑπέρχρονον καὶ προαιώνιον· “ δι’ αὐτοῦ “ γάρ” φησιν “ καὶ τοὺς αἰῶνας ἐποίησεν,” ἐπήγαγεν, “ ἐκάθισεν “ ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενό- “ μένος τῶν Ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονό- “ μηκεν ὄνομα.” ἐναντίον δὲ τοῦ γενέσθαι τὸ εἶναι· ὁ γὰρ ὣν ἀπαύγασμα τῆς δόξης, οὐ γίνεται κρείττων Ἀγγέλων, ἀλλ’ ἔστιν Ἀγγέλων οὐ κρείττων μόνον, ἀλλὰ καὶ ποιητὴς καὶ δεσπότης. εἰ δὲ ἐναντίον τοῦ εἶναι τὸ γενέσθαι, δι’ ἐκείνου μὲν τὸν ἀεὶ ὄντα νοήσωμεν, διὰ τούτου δὲ τὸ ἐξ ἡμῶν ἀναληφθὲν καὶ κρεῖττον τῶν Ἀγγέλων γεγενημένον, διὰ τὴν πρὸς τὸν ἀνειληφότα ἕνωσιν. Κυρίλλου Θησαυρικῶν. Ἀλλ ἐνταῦθα οἱ τῆς οὐσίας τοῦ Θεοῦ Λόγου τολμῶντες κατηγορεῖν, καὶ τὸν Υἱὸν τοῖς γενητοῖς συνάπτειν σπουδάζοντες, φασὶ σοφιζόμενοι τὴν ἀλήθειαν, εἰ κρείττων γέγονε τῶν Ἀγγέλων ὁ Υἱὸς, ἀποτροπῆς ἄρα ἔχει τοῦτο τῆς ἐπὶ τὸ ἄμεινον· ὃ γὰρ οὐκ ἦν ἐγένετο· τὸ δὲ ὅλως μεταποιεῖσθαι δυνάμενον, καὶ ἀπό τινος εἰς ἕτερόν τι παραφέρεσθαι, τρεπτῆς ἃν εἴη φύσεως· εἰ δὲ τρεπτῆς, δηλονότι καὶ γενητῆς, ἧς ἴδιον ἡ τροπή. ἴστωσαν δὲ οἱ ταῦτα ληροῦντες, ὅτι ὅτε ἐνηνθρώπισεν ὁ τοῦ Θεοῦ Λόγος, τότε κρείττων γέγονεν τῶν Ἀγγέλων, οὐ τὴν φύσιν εἰς ἕτερόν τι μεταβαλὼν, ἣ ὅπερ οὐκ ἦν πρότερον ὕστερον γεγονὼς, οὐ γὰρ περὶ τῆς φύσεως τοῦ Υἱοῦ νῦν ἐστιν ὁ λόγος
Not least does the prologue of the Epistle contain this teaching; for when the blessed Paul had said, "who is the radiance of the glory," and had shown him to be beyond time and before the ages—"for through him," he says, "he also made the ages"—he added, "he sat down at the right hand of the Majesty on high, having become as much superior to the angels as the name he has inherited is more excellent than theirs." But becoming is contrary to being; for he who is the radiance of the glory does not become superior to the angels, but is not only superior to the angels, but also their maker and lord. But if becoming is contrary to being, let us understand by the former him who always is, and by the latter that which was taken from us and became superior to the angels through its union with the one who took it up. From Cyril's Treasury. But here those who dare to accuse the substance of the Word of God, and who strive to join the Son to created things, say, sophisticating the truth, that if the Son has become superior to the angels, this implies a turning away toward the better; for what he was not, he became; and that which is altogether capable of being changed, and of being carried from one thing to another, would be of a changeable nature; and if changeable, then clearly also created, whose property is change. But let those who babble these things know that when the Word of God became man, then he became superior to the angels, not changing his nature into something else, or becoming later what he was not before—for the discourse now is not about the nature of the Son.
τῷ Παύλῳ; ἀλλὰ περὶ πράγματος γενομένου ἐν καιρῷ τῆς ἐνανθρωπήσεως. οὐκοῦν οὐ τῇ φύσει τῶν Ἀγγέλων τὴν τοῦ Υἱοῦ φύσιν συγκρίνεσθαι θέλων, κρείττονα τῶν Ἀγγέλων αὐτὸν γεγενῆσθαι φησὶν, ἀλλὰ πραγμάτων ποιεῖσθαι σύγκρισιν. δεῖξαι γὰρ βουληθεὶς Ἑβραίοις ὅτι κρείττων ἐστὶν ἡ Χριστοῦ διακονία καὶ τῆς τῶν προφητῶν ἀποστολῆς καὶ τοῦ διακονηθέντος δι’ Ἀγγέλων νόμου, ἀπὸ τῆς τῶν προσώπων ἀξίας ποιεῖται τὴν σύγκρισιν· καὶ δὴ τὰ τῆς φύσεως τοῦ Πατρὸς ἴδια προσάψας αὐτῷ, τότε φησὶ κρείττονα γενέσθαι τῶν Ἀγγέλων, ὅσῳ καὶ μεῖζον πη ἐκείνους ἔχει τὸ ὄνομα, ὡς Υἱὸς καὶ κληρονόμος καὶ ὁμόθρονος καὶ ποιητής. Εἰ δὲ πολὺ κρείττων καὶ διαφορώτερος τῶν Ἀγγέλων διὰ ταῦτα νοεῖται, κρείττων ἄρα καὶ ἡ αὐτοῦ τῆς ἐκείνων διακονίας. σημαίνει δ’ ἃν εἰκότως ἐνθάδε τὸ γέγονεν οὐ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν, ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, οὐδὲ τὴν ἐξ ἐλάττονος εἴς τι μετιὸν μεταβολὴν, τέλειος γὰρ ἐκ τελείου Πατρὸς ὑπῆρχεν ὁ Υἱὸς, ἀλλ’ ὥσπερ ἐν συγκρίσει δόξης καὶ ἀξιώματος τὸ μεῖζον καὶ κρείττων ὀφθέν.
To Paul? But it concerns a matter that occurred in the time of the incarnation. Therefore, he does not wish the nature of the Son to be compared with the nature of the angels, saying that he has become greater than the angels, but he makes a comparison of matters. For wishing to show the Hebrews that the ministry of Christ is greater both than the mission of the prophets and than the law that was ministered through angels, he makes the comparison from the worth of the persons; and indeed, having attached to him the things proper to the nature of the Father, he then says that he became greater than the angels, by as much as he has a name greater than they, as Son and heir and sharer of the throne and maker. But if he is understood through these things to be much greater and more excellent than the angels, then his ministry is also greater than theirs. And here he would reasonably signify by "became" not the production from non-being into being—for the Word was in the beginning—nor a change from lesser to something, for the Son existed perfect from a perfect Father, but as in a comparison of glory and worth, the greater and better was seen.
ἐπεξηγούμενος δὲ τὴν οἰκεία, φωνὴν ὁ μακάριος Παῦλος, καὶ σαφέστατα δεικνύων τί ἐστι τὸ “ κρείττων γενό- “ μένος τῶν Ἀγγέλων,” ἐπιφέρει τοῖς εἰρημένοις, “ τίνι γὰρ εἶπε “ ποτὲ τῶν Ἀγγέλων, κάθου ἐκ δεξιῶν μου;” καὶ ὅτι περὶ τοῦ Υἱοῦ γέγραπται, “ καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι “ Θεοῦ.” εἰ δὲ ὁ τῆς συγκρίσεως λόγος, τὸν μὲν ὡς συγκαθεζόμενον τῷ Πατρὶ καὶ προσκυνούμενον εἰσφέρει, τοὺς δὲ, ὡς παρεστηκότας τε καὶ προσκυνεῖν ἐπιτεταγμένους, οὐκ ἐπὶ τῆς οὐσίας ἔσται πάντως τὸ κρείττων, ἀλλ’ ἐν τοῖς περὶ τὴν οὐσίαν ἀξιώμασιν, καὶ ταῖς ἔξωθεν τῆς φύσεως τιμαῖς. οὐκοῦν οὐχ ἕν τι τῶν γοητῶν ὁ Υἱὸς, ἀλλ’ ἕτερόν τι παρὰ ταῦτα, τουτέστι Λόγος ἴδιος τοῦ Πατρός. Εἰ δὲ διὰ τὸ λέγειν τὴν γραφὴν “ τοσούτῳ κρείττων γενόμενος “ τῶν Ἀγγέλων,” ὁμοειδὴς ἔσται τοῖς Ἀγγέλοις ὁ Υἱὸς, ὡς πρὸς αὐτοὺς ἔχων τὴν σύγκρισιν, ἥτις γίνεται ἐν τοῖς ὁμοειδέσι, όράτωσαν ποῖ ποτε ὁ λόγος αὐτοῖς κινδυνεύσει. ὥρα γὰρ ὁμολογεῖν καὶ συγκαθεσθῆναι δύνασθαι τῷ Θεῷ τοὺς Ἀγγέλους καὶ συμβασιλεύειν αὐτῷ, καὶ τὸ περιττὸν οὐδὲν ἐν Υἱῷ πη ἐκείνους· τὸ γὰρ ἀλλή-
But the blessed Paul, explaining his own statement and showing most clearly what is meant by “having become better than the angels,” adds to what has been said: “For to which of the angels did he ever say, ‘Sit at my right hand’?” and that it is written concerning the Son: “And let all the angels of God worship him.” But if the argument of comparison presents the one as seated together with the Father and being worshipped, and the others as standing by and commanded to worship, then the “better” will certainly not be in respect of essence, but in the dignities pertaining to essence and in the honors that are external to nature. Therefore the Son is not one of the created things, but something other than these, that is, the Father’s own Word. But if, because the Scripture says, “having become so much better than the angels,” the Son is to be of the same kind as the angels, since he has the comparison with them, which comparison takes place among things of the same kind, let them see to what point their argument will finally lead them. For the time has come for them to confess that the angels can both be seated with God and reign together with him, and that there is nothing exceptional in the Son as compared with them; for the mutual—
λοις ὁμοειδῆ, κἂν ἔχῃ τινὰ πρὸς ἄλληλα τὴν διαφορὰν, ἀλλὰ τῆς αὐτῆς ἔχεται φύσεως· οὕτω γὰρ ἃν εἴη καὶ ὁμοειδῆ. οὐκοῦν ἐπειδήπερ περὶ μὲν Ἀγγέλων λέγεται “ ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ “ πνεύματα, περὶ δὲ τοῦ Υἱοῦ ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὁμοειδεῖς δὲ οἱ Ἄγγελοι, καὶ ὁ Υἱὸς κατὰ τοὺς αἱρετικοὺς διὰ τὸ πρὸς αὐτοὺς ἐν τῷ λέγεσθαι κρείττων ἔχειν τὴν σύγκρισιν. οὐδὲν ἆρα κωλύει καὶ Ἀγγέλους δύνασθαι συγκαθεσθῆναι τῷ Θεῷ, εἰ καὶ μήτις αὐτῶν ἠξιώθη τοῦ πράγματος. καὶ μάτην ὡς εἰκὸς ὁ Παῦλος λέγει· “ τίνι γὰρ εἶπε ποτὲ τῶν Ἀγγέ- “ λῶν, κάθου ἐκ δεξιῶν μου,” ἣ πῶς τοῦτο δίδωσιν ὡς ἐξαίρετον τῷ Υἱῷ, ἑλκούσης αὐτῷ πρὸς ἑαυτὴν καὶ τῆς τῶν Ἀγγέλων φύσεως, εἶπέρ εἰσιν ὁμοειδεῖς πρὸς αὐτόν; κοινὰ γὰρ ἅπασι τοῖς ὁμοειδέσι τὰ ἐν τῇ αὐτῇ φύσει κείμενα· τὰ δὲ ἐκ προσθήκης ἐπισυμβαίνοντά τισι πλεονεκτήματα, τῆς οὐσίας οὐχ ἅπτεται· οἷον, μία μὲν ἀνθρώποις ἡ φύσις, πλουτοῦσι δὲ οὐ πάντες, οὔτε μὴν βασιλεύουσι· δεκτικοὶ δὲ ὅμως καὶ τούτων εἰσίν. ἀλλ’ οὐδεὶς ἐπιτρέπει τοῖς Ἀγγέλοις τὴν τοῦ Υἱοῦ δόξαν φορεῖν· ὁ μὲν γὰρ δεσπότης, τὰ δὲ δοῦλα τυγχάνει. οὐχ ὁμογενὴς ἆρα τοῖς Ἀγγέλοις ἐστὶν ὁ τῷ Πατρὶ συμβασιλεύων καὶ συγκαθήμενος. ἔτι ποίημα καὶ ποιητὴς οὐκ ἄν ποτε τῆς αὐτῆς εἶεν φύσεως. ὅτε τοίνυν πάντα ὁ Πατὴρ δι’ Υἱοῦ ἐργάζεται, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ ἡ τῶν Ἀγγέλων φύσις, γέγονεν ἆρα δι’ Υἱοῦ καὶ πεποίηται. οὐχ ὁμογενὴς οὖν τοῖς δι’ αὐτοῦ γινομένοις καὶ διὰ τούτου φανεῖται· ἀλλ’ ὁ μὲν φορέσει τοῦ δημιουργοῦ τὴν ἀξίαν, τὰ δὲ, τὴν κατὰ τὸ πεποιῆσθαι δουλείαν.
of the same kind, even if they have some difference from one another, yet they belong to the same nature; for thus they would also be of the same kind. Therefore, since it is said concerning Angels, "who makes his Angels spirits," but concerning the Son, "your throne, O God, is forever and ever," and the Angels are of the same kind, and the Son according to the heretics, because of having the comparison as superior to them in the saying. Nothing, then, prevents Angels also from being able to sit together with God, even if none of them was deemed worthy of the matter. And Paul says in vain, as is likely: "For to which of the Angels did he ever say, 'Sit at my right hand,'" or how does he give this as exceptional to the Son, when the nature of the Angels also draws itself to this, if indeed they are of the same kind as he? For the things that lie in the same nature are common to all those of the same kind; but the advantages that accrue to some by addition do not touch the essence; for example, the nature of humans is one, but not all are rich, nor indeed do all reign; yet they are receptive of these things too. But no one permits the Angels to bear the glory of the Son; for the one is master, but the others are servants. Therefore, he who reigns together with the Father and sits together with him is not of the same race as the Angels. Further, a creature and a creator could never be of the same nature. Since, therefore, the Father does all things through the Son, and one of all things is also the nature of the Angels, it has come to be through the Son and has been made. Therefore he will not appear of the same race as the things that come to be through him and through this one; but the one bears the worth of the creator, while the others bear the servitude according to having been made.
“ τὰ γὰρ σύμπαντα δοῦλα σὰ,” φησὶν ἡ θεία γραφή· τοῦτο καὶ Παῦλος κατασκευάζει. πρὸς μὲν τοὺς Αγγέλους εἰρῆσθαι λέγων· “ ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύ- “ μάτα, πρὸς δὲ τὸν Υἱὸν ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ “ αἰῶνος·” τουτέστιν, ἡ βασιλεία σου ἐπέκεινα τῶν αἰώνων, καὶ ἐννοίας πάσης ἐστὶ πρεσβυτέρα. Βασιλείου Ψαλμοῖσ. Καὶ καλῶς μετὰ τὴν ὑποταγὴν τῶν λαῶν τὸ μεγαλοπρεπὲς τῆς βασιλείας αὐτοῦ ὁ προφήτης ἀνυμνεῖ· ἐπειδὴ γὰρ πολλὰ πρὸς τὸ ἀνθρώπινον διηλέχθη ἀποτεινόμενος, ἐπανάγει νῦν ἐπὶ τὰ ὑψηλὰ τῆς περὶ τοῦ μονογενοῦς δόξης τὸν
λόγον. διὰ τοῦτο καὶ ἀπέδωκεν ἰδίαν αὐτῷ προσηγορίαν, σαφῶς αὐτὸν ἀναγορεύσας Θεὸν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ ἄρθρου· “ ὁ θρόνος σου,” γάρ φησιν, “ ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Χρυσοστόμου. Τοῦτο δὲ περὶ τῆς βασιλείας αὐτοῦ εἴρηται, ὅτι ἀτελεύτητος· τοῦτο γάρ ἐστιν εἰς αἰῶνα αἰῶνος. ὥσπερ δὲ ὁ θρόνος τῆς βασιλείας σύμβολον, οὕτω καὶ ἡ ῥάβδος καὶ τῆς βασιλείας καὶ τῆς βασιλικῆς ἐξουσίας· διὸ φησὶ, “ ῥάβδος εὐθώτη- “ τος ἡ ῥάβδος τῆς βασιλείας σου.” Χρυσοστόμου Ψαλμοῖσ. Καθαρὸν γὰρ ἐκεῖ τὸ δίκαιον, καθαρὸν τὸ ὀρθὸν, οὐδὲν ἐπισκιαζόμενον· ἡ γὰρ εὐθύτης τὸ ἀδέκαστον καὶ τὴν δικαιοσύνην δηλοῖ. Θεοδωρίτου. Τὸ δὲ πᾶν τοιοῦτον, ὅτι καὶ Θεὸς καὶ αἰώνιος βασιλεὺς, οὔτε ἀρχὴν εἰληφὼς, οὔτε τέλος ληψόμενος· τοῦτο γὰρ δηλοῖ τὸ αἰώνιον, καὶ ὅτι δίκαιον. Κυρίλλου Ψαλμοῖσ. Κατὰ πολλοὺς δὲ τρόπους ἡ ῥάβδος νοεῖται.
“For all things are your servants,” says the divine Scripture; Paul also establishes this, saying that it was spoken to the angels: “Who makes his angels spirits,” but to the Son: “Your throne, O God, is for ever and ever”; that is, your kingdom is beyond the ages, and is older than every thought. Of Basil, from the Psalms. And well, after the subjection of the peoples, does the prophet hymn the magnificence of his kingdom; for since he had spoken many things addressing himself to the human level, he now brings the discourse back to the lofty heights of the glory concerning the Only-Begotten. Therefore he also assigned to him a proper name, clearly proclaiming him God, and not simply so, but with the article; for he says, “Your throne, O God, is for ever and ever.” Of Chrysostom. But this was said concerning his kingdom, that it is endless; for this is “for ever and ever.” And just as the throne is a symbol of the kingdom, so also the rod is of both the kingdom and the royal authority; therefore he says, “A rod of uprightness is the rod of your kingdom.” Of Chrysostom, from the Psalms. For there the righteous deed is pure, the upright is pure, overshadowed by nothing; for uprightness signifies the unswerving and righteousness. Of Theodoret. And the whole of this is such, that he is both God and eternal king, having neither received a beginning nor about to receive an end; for this is what “eternal” signifies, and that he is righteous. Of Cyril, from the Psalms. And in many ways the rod is understood.
ποτὲ μὲν γὰρ σημαίνει τὴν βασιλείαν, ὡς ἐνταῦθα, ποτὲ τὴν ἰσχὺν, ὡς ἐν τῷ “ ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι.” λαμβάνεται δὲ καὶ εἰς ἐπιστήμην τὴν ποιμαντικὴν κατὰ τὸ πρὸς τὸν Υἱὸν εἰρημένον, “ ποίμαινε λαόν σου ἐν ῥάβδῳ.” Βασιλείου Ψαλμοῖσ. Ἔστι δὲ καὶ παιδευτική τις ἡ ῥάβδος τοῦ Θεοῦ. παιδεύουσα δὲ, εὐθείας καὶ οὐ παρατετραμμένας ἐπάγει τὰς κρίσεις. διὰ τοῦτο “ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας” αὐτοῦ προσαγορεύεται· “ ἐὰν γὰρ ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ “ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐπισκέ- “ ψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν.” ὁρᾷς τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ; οὐκ ἐπὶ τῶν τυχόντων χρῆται τῇ ῥάβδῳ, ἀλλ’ ἐπὶ τῶν ἁμαρτανόντων. αὕτη δὲ καὶ παρακλήσεως λέγεται ῥάβδος· “ ἡ “ ῥάβδος σου,” γάρ φησι, “ καὶ ἡ βακτηρία σου, αὗταί με παρεκά- “ λεσαν.” αὕτη καὶ συντριμμοῦ ἐστιν ἡ ῥάβδος, “ ποιμανεῖς αὐ- “ τοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.” συντρίβεται δὲ τὰ χοικὰ καὶ πήλινα ἐπ’ εὐεργεσίᾳ τῶν ποιμαινομένων, καθότι καὶ παραδίδοται τις εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Κυρίλλου Ψαλμοῖσ. Βασιλεὺς μέν τοι Χριστὸς, ὅτι καὶ ἐναν-
For sometimes it signifies kingship, as here, and sometimes strength, as in “he will send you a rod of power.” It is also taken to mean the pastoral knowledge, according to what was said to the Son: “Shepherd your people with a rod.” From Basil on the Psalms. The rod of God is also a certain disciplinary rod. And when it disciplines, it brings judgments that are straight and not twisted aside. For this reason “a rod of uprightness is the rod of his kingdom” is what it is called; “for if his sons forsake my law and do not walk in my judgments, I will visit their lawless deeds with a rod.” Do you see the just judgment of God? He does not use the rod on just anyone, but on those who sin. This is also called a rod of consolation; for “your rod,” it says, “and your staff, these have consoled me.” This is also the rod of crushing: “You will shepherd them with an iron rod, you will shatter them like a potter's vessel.” And earthly and clay vessels are shattered for the benefit of those who are shepherded, just as someone is also handed over to the destruction of the flesh so that the spirit may be saved. From Cyril on the Psalms. Christ is indeed King, because also...
θρωπίσας, ἔμεινεν ἐν ταῖς ἰδίαις ὑπεροχαῖς. βασιλεύει γὰρ ἐν δικαιοσύνῃ. διὸ ὡς ἐκ παραδείγματος τῶν ἐπὶ γῆς βασιλέων σκηπτροφορεῖν εἰωθότων τὸ τοῦ λόγου σχῆμα πεποίηται· σύμβολον γὰρ βασιλείας ἡ ῥάβδος. Θεοδωρίτου. Σαφῶς μέν τοι διὰ τούτων ἔδειξε τοὺς μὲν Ἀγγέλους κτιστὴν ἔχοντας φύσιν· “ ὁ ποιῶν,” γάρ φησι, “ τοὺς “ Ἀγγέλους·” τὸν δὲ μονογενῆ Υἱὸν, ἄκτιστον καὶ ἀίδιον. “ ὁ θρό- “ νος σου,” γάρ φησιν, “ εἰς τὸν αἰῶνα.” προσεδίδαξε δὲ ἡμᾶς ὅτι τὸ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ἀνθρωπίνως εἴρηκεν. ὡς γὰρ Θεὸς, αἰώνιον ἔχει τὸν θρόνον, ἄναρχον τὴν βασιλειαν καὶ ἀτελεύτητον. Βασιλείου Ψαλμοῖσ. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος, διά τε τὴν φύσιν τῆς θεότητος καὶ τὴν οἰκονομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπινον τοῦ Θεοῦ ἀποβλέψας, φησίν· “ Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.” ἀντὶ του οἱ μὲν λοιποι ἄνθρωποι πόνῳ καὶ ἀσκήσει καὶ προσοχῃ πολλάκις κατορθοῦσι τὴν πρὸς τὸ καλὸν διάθεσιν, καὶ τὴν τῶν φαύλων ἀποστροφήν. σοὶ δὲ φυσική τις ἐστι πρὸς τὸ καλὸν οἰκείωσις, καὶ πρὸς τὴν ἀνομίαν ἡ ἀλλοτρίωσις. Χρυσοστόμου. Εἰκότως οὖν ταῦτα ἐπήγαγεν ὁ προφήτης· ἐπειδὴ γὰρ εἶπεν ἄνω τὰ κατορθώματα, τὰς νίκας, τῆς οἰκουμένης τὴν σωτηρίαν, ὅτι ἀληθείας αὐτὴν ἐνέπλησεν, ὅτι πραότητος, ὅτι δικαιοσύνης· δεικνὺς ὅτι οὐδὲν ἀπεικὸς ταῦτα γενέσθαι, διαλέγεται λοιπὸν περὶ τοῦ ἀξιώματος τοῦ κατωρθωκότος, ὅτι Θεὸς, ὅτι βασιλεὺς, ὅτι ἀτελεύτητος, ὅτι δικαστὴς ἀδέκαστος, ὅτι τῶν δικαίων δικαστὴς, ὅτι μισοπόνηρος·
...having become man, he remained in his own pre-eminences. For he reigns in righteousness. Therefore, as from an example of the kings on earth who are accustomed to bear the scepter, he has fashioned the figure of the word; for the rod is a symbol of kingship. Of Theodoret. Clearly, indeed, through these things he showed that the Angels have a created nature; for "he who makes," he says, "the Angels"; but the only-begotten Son, uncreated and eternal. "Your throne," for he says, "is forever." And he has taught us that the statement that he sat at the right hand of the Majesty on high has been spoken in a human manner. For as God, he has an eternal throne, a kingdom without beginning and without end. Of Basil, in the Psalms. Since the word concerning the Savior is mixed, both because of the nature of the divinity and because of the economy of the incarnation, again looking to the human aspect of God, he says: "You loved righteousness, and hated lawlessness." Instead of this: the rest of men often achieve through toil and exercise and much attention the disposition toward the good, and the turning away from evil things. But for you there is a certain natural affinity toward the good, and an alienation from lawlessness. Of Chrysostom. With good reason, then, the prophet added these things; for since he had spoken above of the successes, the victories, the salvation of the world, that he filled it with truth, with gentleness, with righteousness, showing that it was not incongruous for these things to happen, he now speaks concerning the worthiness of the one who succeeded, that he is God, that he is king, that he is without end, that he is an incorruptible judge, that he is the judge of the righteous, that he hates evil.
ἐπεὶ τοιοῦτος ἐστί φησι, διὰ τοῦτο τοιαῦτα αὐτῷ κατώρθωται. ὁ γὰρ κατορθώσας τοιοῦτος, καὶ δυνάμενος, καὶ βουλόμενος, ἀρκῶν ἑαυτῷ τὰ αὐτοῦ τοίνυν ἐποίησεν. εἶτα πάλιν ἐπὶ τὴν σάρκα κατάγει τὸν λόγον· καὶ ἐπειδὴ μέγα ἐφθέγξατο, πάλιν αὐτῷ παραμυθεῖται λέγων, “ διὰ τοῦτο “ ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς “ μετόχους σου.” διὰ τοῦτο, ποῖον; διὰ τὸ ἀνομίαν ἐκβαλεῖν καὶ δικαιοσύνην φυτεῦσαι, καὶ ἁπλῶς ποιῆσαι ἅπερ ἐποίησας. τι δὲ ἐστὶν “ ἔλαιον ἀγαλλιάσεως;” καὶ μὴν ἐλαίῳ ὁ Χριστὸς οὐδαμοῦ ἐχρίσθη, ἀλλὰ Πνεύματι Ἁγίῳ. διὰ τοῦτο προσέθηκε “ παρὰ
“ τοὺς μετόχους σου·” πολλοὶ μὲν γὰρ πρὸ αὐτοῦ χριστοὶ, οὕτω δὲ οὐδείς. ὥσπερ πολλοὶ ἀμνοὶ, ὁ δὲ ἐξαίρετος, οὕτως πολλοὶ υἱοὶ, ἀλλ’ αὐτὸς ὁ μονογενής πάντα γὰρ αὐτὸς ἐξαιρέτως, οὐ τὰ τῆς θεότητος μόνον, ἀλλὰ καὶ τὰ τῆς οἰκονομίας. εἰ δὲ ἔλαιον τὸ Πνεῦμα καλεῖ ὁ Δαβὶδ, προφήτης ὣν, αἰνιγματωδέστερον δξιαλέγεται. καὶ καλῶς εἶπεν “ ἀγαλλιάσεως,” χαρᾶς, εὐφροσύνης. Ἄλλοσ δέ φησιν, ἀγλαισμοῦ, τουτέστι καλλωπισμοῦ, δόξης, κόσμου. ἔλαιον τοίνυν ἀκούσας, μὴ ἔλαιον νόμιζε, ἀλλὰ τὴν Χρίσιν. καὶ γὰρ τὸ ἔλαιον, σύμβολον τοῦ Πνεύματος ἦν· καὶ τὸ προηγούμενον καὶ ἀναγκαῖον, τὸ Πνεῦμα ἦν. τούτου τοίνυν ὄντος, μηδὲν ἀμφίβαλλε Χριστὸν αὐτὸν καλεῖν, ἐπεὶ καὶ ὁ Ἀβραὰμ χριστὸς ἐκαλεῖτο, καὶ οἱ προφῆται, ἀλλ’ οὐ πάντες ἐλαίῳ ἐχρίσθησαν. ὥσπερ ὅταν λέγῃ “ μὴ ἅπτεσθε τῶν χριστῶν μου.” πότε οὖν φησιν ἐχρίσθη ὁ Χριστός; ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ’ αὐτόν.
Since he is such, he says, for this reason such things have been accomplished by him. For the one who has accomplished such things is such, both able and willing, sufficient for his own affairs; therefore he has done his own works. Then again he brings his discourse down to the flesh; and since he had spoken greatly, again he comforts him, saying, "Therefore God, your God, has anointed you with the oil of gladness beyond your fellows." Therefore—what kind? Because you cast out lawlessness and planted righteousness, and simply did what you did. But what is "the oil of gladness"? And yet Christ was nowhere anointed with oil, but with the Holy Spirit. Therefore he added "beyond your fellows"; for many were anointed before him, but none in this way. Just as there are many lambs, but one is exceptional, so there are many sons, but he is the only-begotten; for he is exceptional in all things, not only in the things of his divinity, but also in the things of his economy. And if David, being a prophet, calls the Spirit "oil," he speaks more enigmatically. And well did he say "of gladness," of joy, of cheerfulness. But another says, of exultation, that is, of adornment, of glory, of order. Therefore when you hear "oil," do not think of oil, but of the anointing. For the oil was a symbol of the Spirit; and the primary and necessary thing was the Spirit. Since this is so, do not doubt that he calls him Christ, since Abraham also was called anointed, and the prophets, but not all were anointed with oil. As when he says, "Do not touch my anointed ones." When, then, does he say Christ was anointed? When the Spirit came upon him as in the form of a dove.
“ μετόχους” δὲ ἐνταῦθα, πάντας φησὶ τοὺς πνευματικοὺς, καθάπερ Ἰωάννης φησὶν, “ ἡμεῖς πάντες ἐκ “ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν.” περὶ δὲ αὐτοῦ, “ οὐκ ἐκ “ μέτρου δίδωσι τὸ πνεῦμα ὁ Θεός.” καὶ πάλιν, “ ἐκχεῶ ἀπὸ τοῦ “ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·” ἐκεῖ δὲ, οὐκ ἀπὸ τοῦ Πνεύματος, ἀλλ’ ὁλόκληρον τὸ Πνεῦμα ἦλθε· διόπερ ἔφησεν, “ οὐκ ἐκ “ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα.” Βασιλείου Ψαλμοῖσ. Ἐπειδὴ μέν τοι ἔδει σχηματίσαι τὸ τυπικὸν χρῖσμα, καὶ τοὺς τυπικοὺς ἀρχιερεάς καὶ βασιλέας, ἐχρίσθη τῷ ἀληθινῷ χρίσματι ἡ σὰρξ τοῦ Κυρίου, τῇ τοῦ Ἀγίου Πνεύματος εἰς αὐτὴν ἐπιδημίᾳ, ὅπερ “ ἀγαλλιάσεως ἔλαιον” προσαγορεύεται. ἐχρίσθη δὲ “ παρὰ τοὺς μετόχους” αὐτοῦ, τουτέστιν ὑπὲρ πάντας ἀνθρώπους τοὺς μετέχοντας τοῦ Χριστοῦ. διότι ἐκείνοις μὲν μερική τις ἐδίδοτο Πνεύματος κοινωνία· ἐπὶ δὲ τὸν Υἱὸν τοῦ Θεοῦ κατελθὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ὥς φησιν Ἰωάννης, “ ἔμεινεν ἐπ’ αὐτόν.” καλῶς οὖν “ ἀγαλλιάσεως ἔλαιον” τὸ Πνεῦμα προσαγορεύεται, ἐπειδὴ καὶ εἷς τῶν ὑπὸ τοῦ ἁγίου Πνεύματος γεωργουμένων καρπῶν ἐστὶν ἡ χαρά. Θεοδωρίτου. Αὕτη μέν τοι ἡ μαρτυρία καὶ τὴν Ἀρείου μαρτυρίαν διήλεγξεν· αἰώνιον γὰρ ἔδειξε τοῦ Θεοῦ Λόγου τὸν θρόνον· καὶ τῇ δυάδι τῶν προσώπων ἐξήλασε τοῦ Σαβελλίου τὴν σύγ-
“Partakers” here, he says, means all the spiritual, just as John says, “We all received from his fullness.” And concerning him, “God does not give the Spirit by measure.” And again, “I will pour out from my Spirit upon all flesh;” but there, it was not from the Spirit, but the whole Spirit came; therefore he said, “God does not give the Spirit by measure.”
From Basil’s Homilies on the Psalms. Since, then, it was necessary to prefigure the typical anointing, and the typical high priests and kings, the flesh of the Lord was anointed with the true anointing, by the indwelling of the Holy Spirit upon it, which is called “the oil of gladness.” And he was anointed “beyond his partakers,” that is, above all men who partake of Christ. For to them a partial communion of the Spirit was given; but upon the Son of God the Holy Spirit descended and, as John says, “remained upon him.” Rightly, then, the Spirit is called “the oil of gladness,” since joy is also one of the fruits cultivated by the Holy Spirit.
From Theodoret. This testimony has also refuted the testimony of Arius; for it showed the throne of the Word of God to be eternal; and by the duality of persons it drove out the error of Sabellius—
χύσιν. ταὐτὸ δὲ τοῦτο καὶ τὸ ἀναίσχυντον τῶν Ἰουδαίων ἐμφράττει στόμα. Χρυσοστόσου. Μᾶλλον δὲ ἐνταῦθα καὶ Ἰουδαίους καὶ τὸν Σαμοσατέα καὶ Ἄρειον καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλε καὶ Μαρκίωνα. πῶς Ἰουδαίους μὲν, δύο πρόσωπα δεικνὺς καὶ Θεὸν καὶ ἄνθρωπον· τοὺς δὲ ἄλλους Ἰουδαίους, τοὺς Παύλου λέγω τοῦ Σαμοσατέως, τὸ περὶ τῆς αἰωνίου ὑπάρξεως, ταῦτα διαλέγεσθαι καὶ τῆς ἀκτίστου οὐσίας. πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ “ ἐποίησε,” τὸ “ ὁ θρόνος σου εἰς τὸν αἰῶνα,” τέθεικε· πρός τε Ἀρειανοῦς, τοῦτο αὐτὸ πάλιν, καὶ ὅτι οὐ δοῦλος· εἰ δὲ κτίσμα, δοῦλος· πρὸς δὲ Μάρκελλον καὶ τοὺς ἄλλους, ὅτι δύο ἐστὶ ταῦτα πρόσωπα διηρημένα κατὰ τὴν ὑπόστασιν· πρὸς δὲ Μαρκιωνστὰς, ὅτι θεότης οὐ χρίεται, ἀλλ’ ἡ ἀνθρωπότης. εἶτα “ παρὰ τοὺς μετόχους σου” φησί· τίνες δὲ οἱ μέτοχοι, ἀλλ’ ἣ οἱ ἄνθρωποι; τουτέστι τὸ Πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Χριστός. ὁρᾷς πῶς συνάπτει ἀεὶ τῷ περὶ τῆς ἀκτίστου φύσεως καὶ τὸν τῆς οἰκονομίας λόγον; τί τούτου σαφέστερον; είδες πῶς οὐκ ἔστι τὸ αὐτὸ κτίσμα καὶ γέννημα, οὐ γὰρ ἃν διεῖλε. καὶ πρὸς ἀντιδιαστολὴν τοῦ “ ἐποίησεν,” ἐπήγαγε, “ πρὸς δὲ τὸν Υἱὸν εἶπεν, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν “ αἰῶνα τοῦ αἰῶνος.” οὐδ’ ἃν διαφορώτερον ὄνομα ἐκάλει τὸ Υἱὸς ὄνομα, εἰ τοῦ αὐτοῦ ἐστὶ σημεῖον. ποῖον γὰρ τὸ διάφορον, εἴπερ τὸ κτίσμα καὶ γέννημα ταυτόν; ἐκεῖνοι δὲ ἐποιήθησαν· τι τὸ διαφορώτερον; Γρηγορίου Ἐπιστολῆι. Ἄλλ εἰπάτωσαν ἡμῖν οἱ διαιροῦντες εἰς δύο τὸν ἕνα Χριστὸν, κατὰ τίνα τρόπον ὁ ἐκ Θεοῦ καὶ Πατρὸς Λόγος, Χριστὸς ὀνομάζεται·
...pouring out. This same thing also stops the shameless mouth of the Jews. From Chrysostom. But rather here he struck down both the Jews and the Samosatene and Arius and Marcellus and Sabellius and Marcion. How the Jews? By showing two persons, both God and man; but the others—Jews, I mean the followers of Paul of Samosata—by discussing these things concerning eternal existence and the uncreated essence. For it is in contrast to "he made" that he has set "your throne is forever"; and against the Arians, this same thing again, and that he is not a servant; but if a creature, then a servant; and against Marcellus and the others, that these are two persons distinguished according to hypostasis; and against the Marcionites, that it is not the divinity that is anointed, but the humanity. Then he says, "beyond your fellows"; and who are the fellows, but men? That is, Christ did not receive the Spirit by measure. Do you see how he always joins the account of the economy to that of the uncreated nature? What is clearer than this? You have seen how a creature and an offspring are not the same, for he would not have distinguished them. And in contrast to "he made," he added, "But to the Son he said, Your throne, O God, is forever and ever." Nor would he have called the name "Son" a more distinct name, if it were a sign of the same thing. For what is the difference, if creature and offspring are the same? But those were made; what is the difference? From Gregory, in a Letter. But let those who divide the one Christ into two tell us in what way the Word from God and the Father is called Christ.
τίνα κέχρικεν ὁ Πατὴρ τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ἤτοι τῷ Ἁγίῳ Πνεύματι; εἰ μὲν οὖν ἰδικῶς τὸν ἐξ αὐτοῦ γεννηθέντα Θεὸν Λόγον, καὶ τοῦτο εἶναι φασὶν ἀληθὲς, ἀγνοοῦσιν ὅπως καὶ τὴν τοῦ μονογενοῦς ἀδικοῦσι φύσιν, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας παρασημαίνουσι τὸ μυστήριον. οὐ γὰρ κέχρισται τῷ Ἁγίῳ Πνεύματι Θεὸς ὣν ὁ Λόγος, ἐπιδεᾶ πάντως ἁγιασμοῦ, καὶ οὐκ ἑκόντες ὁμολογήσουσι, κατὰ τοὺς ἄνωθεν ἔτι χρόνους ὑπάρχειν αὐτὸν, καθ’ οὓς οὔπω κεχρισμένος, ἀμέτοχος ἦν τῆς ἐς ὕστερον αὐτῷ δοθείσης δωρεᾶς. τὸ δὲ ἁγιασμοῦ τητώμενον σαλεύεται κατὰ φύσιν, καὶ οὐκ ἃν νοοῖτο παντελῶς ἠμοιρηκὼς ἁμαρτίας,
ἤτοι τοῦ δύνασθαι πλημμελεῖν· ὑπομεμένηκεν οὖν ἆρα καὶ τροπὴν εἰς τὰ ἀμείνω τυχὸν ὁ Λόγος. πῶς οὖν ὁ αὐτός ἐστι, καὶ οὐκ ἠλλοίωται; καὶ εἰ Θεὸς ὢν ὁ Λόγος καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς, ἐχρίετό τε καὶ ἡγιάζετο; φαίη τίς ἂν ἴσως ἀπό γε τοῦ πράγματος εἰς ἐξιτήλους ἐννοίας ἀπενηνεγμένος, ὅτι τάχα που καὶ αὐτὸς ὁ Πατὴρ δέοιτ’ ἄν ἁγιασμοῦ· μᾶλλον δὲ ἤδη καὶ μείζων αὐτοῦ πέφηνεν ὁ Υἱὸς, εἴ περ ἡγίασται μὲν αὐτὸς ἴσος ὣν αὐτοῦ, καὶ ἐν μορφῇ πρὸ ἁγιασμοῦ, ὁ δὲ ἀπομεμένηκεν ἐν οἷς ἦν ἀεὶ καὶ ἔστι καὶ ἔσται, οὔπω τὴν εἰς τὰ ἀμείνω λαβὼν ἐπίδοσιν, διά γε τοῦ ἡγιάσθαι καθ’ ὁμοιότητα τοῦ Υἱοῦ· μείζων δὲ ἤδη καὶ ἀμφοῖν ὁρᾶται τὸ Πνεῦμα τὸ ἁγιάζον αὐτοὺς, εἴπερ ἐστιν οὐκ ἐνδοιαστὸν “ὡς ἁπά- “σης ἀντιλογίας δίχα, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἀλλ’ ἔστι ταῦτα λῆρος καὶ τερθρεία καὶ ἀποπληξίας ἐγκλήματα· ἁγία γὰρ κατὰ φύσιν ἡ ὁμοούσιος Τριάς.
Whom has the Father anointed with the oil of exultation, that is, with the Holy Spirit? If then they say that this refers specifically to the God Word begotten of him, and that this is true, they fail to understand how they wrong the nature of the Only-begotten and misrepresent the mystery of the economy with the flesh. For the Word, being God, has not been anointed with the Holy Spirit as one altogether in need of sanctification, and they will unwillingly confess that in former times he existed in such a state that, not yet anointed, he was without a share in the gift later given to him. But that which is in need of sanctification is by nature subject to change, and would not be conceived as altogether devoid of sin, that is, of the capacity to transgress; the Word has therefore perhaps also undergone a change for the better. How then is he the same and has not been altered? And if the Word, being God and in the form and equality of the Father, was anointed and sanctified, someone might perhaps say, carried away from the matter itself into far-fetched notions, that perhaps the Father himself too might need sanctification; or rather, the Son has already appeared greater than he, if he himself, being equal to him and in his form before sanctification, has been sanctified, while the Father has remained in what he always was and is and will be, not yet having received advancement toward better things through being sanctified in likeness to the Son; and already the Holy Spirit, who sanctifies them, is seen to be greater than both, if indeed it is beyond doubt that “without any dispute, the lesser is blessed by the greater.” But these things are nonsense and trifling and charges of madness; for the consubstantial Trinity is holy by nature.
οὐκοῦν ὅσον εἰς ἰδίαν φύσιν οὐχ ἡγίασται καταμόνας ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος. εἰ δὲ δή τις οἴοιτο τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον κεχρῖσθαι τε καὶ ἡγιάσθαι μόνον, ταύτῃ τοι καὶ ὠνομάσθαι Χριστὸν, λεγέτω παρελθὼν εἰ ἀπόχρη τὸ χρῖσμα πρὸς τὸ ἀποφῆναι τὸν χριόμενον ἰσοκλεᾶ καὶ ὁμόθρονον τῷ πάντων ἐπέκεινα Θεῷ. καὶ εἰ μὲν ἀπόχρη τὸ χρῖσμα, καὶ τοῦτο ἐροῦσιν ὡς ἔστιν ἀληθὲς, κεχρίσμεθα καὶ ἡμεῖς, καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος Ἰωάννης, “καὶ ὑμεῖς “χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου.” ἐσόμεθα οὖν ἐν ἴσῳ τάχα που καὶ ἡμεῖς αὐτοὶ τῷ Θεῷ, εἴργει δὲ οἶμαι παντελῶς οὐδὲν καὶ συνεδρεύειν αὐτῷ, καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἐμμανουήλ· εἴρηται γὰρ πρὸς αὐτὸν, “κάθου ἐκ δεξιῶν μοῦ.” προσκυνείτω καὶ ἡμᾶς ἡ τῶν ἄνω πνευμάτων ἁγία πληθύς. ἀλλ’ ἡμεῖς μὲν, εἰ καὶ τῷ Ἁγίῳ κεχρίσμεθα Πνεύματι, τὴν μὲν τῆς υἱοθεσίας καταπλουτοῦμεν χάριν, κεκλήμεθα δὲ καὶ θεοὶ, τό γε μὴν τῆς ἑαυτῶν φύσεως μέτρον οὐκ ἠγνοήσαμεν· ἐσμὲν γὰρ ἐκ γῆς, καὶ τελοῦμεν οἰκέται· ὁ δέ ἐστιν, οὐκ ἐν οἶς ἡμεῖς, ἀλλὰ φύσει τε καὶ ἀληθείᾳ Θεὸς, καὶ τῶν ὅλων Κύριος καὶ ἐξ οὐρανοῦ· οὐ θεοποιηθεὶς κατὰ χάριν, Θεὸς δὲ μᾶλλον ἀληθινὸς, ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνὼς δι’ ἡμᾶς. ᾿Αθανασίου. Ἴδετε δὲ καὶ ὑμεῖς Ἀρειανοὶ, καὶ ἐπίγνωτε, κἂν ἐντεῦθεν τὴν ἀλήθειαν· μετόχους τοῦ Κυρίου πάντας ἡμᾶς εἴρηκεν
Therefore, as far as his own nature is concerned, the Word who is from God the Father has not been sanctified in isolation. But if anyone should think that the one born of the holy virgin was only anointed and sanctified, and that it was on this account that he was named Christ, let him come forward and say whether the anointing suffices to declare the one anointed equal in glory and sharing the throne with the God who is beyond all. And if the anointing suffices, they will also say this, as indeed it is true, that we too have been anointed, and the divinely inspired John will testify, saying, "And you have an anointing from the Holy One." We too, then, will perhaps be equal to God himself, and I think nothing at all prevents us from sitting with him, just as indeed Emmanuel himself does; for it has been said to him, "Sit at my right hand." Let the holy multitude of the powers above worship us too. But we, even if we have been anointed with the Holy Spirit, richly possess the grace of adoption, and we are called gods, yet we have not been ignorant of the measure of our own nature; for we are from the earth and we remain servants. But he is not among the things that we are, but is God by nature and in truth, and Lord of all things, and from heaven; not made God by grace, but rather true God, having appeared in human form for our sake. Of Athanasius. See also, you Arians, and recognize, if only from this, the truth: he has said that we are all partakers of the Lord.
ὁ ψάλλων. εἰ δὲ ἐξ οὐκ ὄντων ἦν καὶ τῶν γενητῶν εἷς, εἷς ἦν ἃν τῶν μετεχόντων καὶ αὐτὸς, ἐπειδὴ αὐτὸν μὲν Θεὸν αἰώνιον ὕμνησε λέγων, “ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα.” τὰ δὲ ἄλλα πάντα μετέχειν αὐτοῦ δεδήλωκε. τί δεῖ νοεῖν; ἢ ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τοῦ δὲ Πατρὸς μόνος ἐστὶ Λόγος ἀληθινὸς, ἀπαύγασμα καὶ σοφία, ἧς τὰ γενητὰ πάντα μετέχει, καὶ ἁγιάζεται πη αὐτοῦ τῷ Πνεύματι; καὶ ἐνταῦθα οὖν χριέται, οὐχ ἵνα Θεὸς γένηται, ἦν γὰρ ἀιδίως βασιλεύων, εἰκὼν ὑπάρχων τοῦ Θεοῦ, ὡς τὸ λόγιον δείκνυσιν. ἀλλ’ ὑπὲρ ἡμῶν πάλιν καὶ τοῦτο γέγραπται. οἱ μὲν γὰρ κατὰ τὸν Ἰσραὴλ βασιλεῖς ὅτε ἐχρίοντο, τότε βασιλεῖς ἐγίνοντο, οὐκ ὄντες πρότερον βασιλεῖς, ὡς Δαβὶδ, ὡς Ἐζεκίας, ὡς ᾿Ιωσίας, ὡς οἱ ἄλλοι. ὁ δὲ Σωτῆρ’ τὸ ἔμπαλιν, Θεὸς ὣν καὶ τῇ βασιλείᾳ τοῦ Πατρὸς ἀεὶ βασιλεύων, τοῦ τε Πνεύματος τοῦ Ἁγίου αὐτὸς ὣν χορηγὸς μόνος, ὅμως λέγεται νῦν χρίεσθαι, ἵνα πάλιν ὡς ἄνθρωπος λεγόμενος τῷ Πνεύματι χρίεσθαι, ἡμῖν τοῖς ἀνθρώποις καθάπερ τῷ ὑψωθῆναι καὶ ἀναστῆναι, οὕτω καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν καὶ οἰκειότητα κατασκευάσῃ. τοῦτο δὲ ση- μαίνων καὶ αὐτὸς ἔλεγεν, “ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν.” τοῦτο γὰρ λέγων, ἔδειξεν ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλ’ ὁ ἁγιάζων· οὐ γὰρ παρ’ ἑτέρου ἁγιάζεται, ἀλλ’ αὐτὸς ἑαυτὸν ἀγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. ὁ δὲ ἑαυτὸν ἁγιάζων, Κύριος ἐστὶ τοῦ ἁγιάζειν. πῶς οὖν τοῦτο γίνεται; πῶς δὲ τοῦτο λέγει;
The one who sings psalms. But if he was from non-being and one of the created things, he would also be one of those who partake, since he hymned him as eternal God, saying, "Your throne, O God, is forever." But he has made clear that all other things partake of him. What must one understand? Either that he is other than the created things, and is the Father's only true Word, radiance and wisdom, of which all created things partake, and are sanctified in some way by his Spirit? And here, then, he is anointed, not so that he might become God—for he was reigning eternally, being the image of God, as the oracle shows—but this too has been written again for our sake. For the kings according to Israel, when they were anointed, then became kings, not being kings before, as David, as Hezekiah, as Josiah, as the others. But the Savior, the reverse: being God and always reigning in the kingdom of the Father, and himself being the sole provider of the Holy Spirit, nevertheless is said now to be anointed, so that again, being called a man, he might be said to be anointed with the Spirit, and might prepare for us human beings, just as by being exalted and raised, so also the indwelling and familiarity of the Spirit. And signifying this, he himself also said, "For their sake I sanctify myself." For saying this, he showed that he is not the one being sanctified, but the one sanctifying; for he is not sanctified by another, but he sanctifies himself, so that we might be sanctified in the truth. And the one who sanctifies himself is Lord of sanctifying. How then does this happen? And how does he say this?
ὅτι ἐγὼ Λόγος ὣν τοῦ Πατρὸς, αὐτὸς ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ, δίδωμι τὸ Πνεῦμα, καὶ ἐμαυτὸν ἄνθρωπον γενόμενον, ἐν τούτῳ ἁγιάζω, ἵν ἐμοὶ ἀληθείᾳ ὄντι, ἅπαντες ἁγιασθῶσιν. εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ ὅτε γέγονεν ἄνθρωπος, εὔδηλον ὡς καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ Πνεύματος γενομένη κάθοδος, εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ φρονεῖν αὐτὸν σῶμα· καὶ οὐκ ἐπὶ βελτιώσει γέγονε τοῦ Λόγου, ἀλλ’ εἰς ἡμῶν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν λεχθῇ, “οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστὲ, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ “ἐν ὑμῖν;” τοῦ γὰρ Κυρίου ὡς ἀνθρώπου λουομένου εἰς τὸν ᾿Ιορδάνην, καὶ δεχομένου τὸ Πνεῦμα, ἡμεῖς ἐσμὲν οἱ παρ’ αὐτοῦ γινόμενοι τούτου δεκτικοί. Διὰ τοῦτο οὐδ’ ὥσπερ Ἀαρὼν ἣ Δαβὶδ, οὕτω καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἄλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ “ἐλαίῳ “ἀγαλλιάσεως,” ὅπερ αὐτὸς ἑρμηνεύων εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησὶ, “Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· καθὼς ὁ Ἀπόστολος εἴρηκεν, “ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι “Ἁγίῳ.” πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἣ ὅτε ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ καταβέβηκεν ἐπ’ αὐτὸν τὸ Πνεῦμα; καὶ μὴν αὐτὸς ὁ Κύριος φησὶ, “τὸ Πνεῦμα ἐκ τοῦ “ἐμοῦ λήψεται, καὶ ἐγὼ αὐτὸ ἀποστελῶ,” καὶ “λάβετε Πνεῦμα “Ἅγιον” τοῖς μαθηταῖς ἔφη. καὶ ὅμως ἄλλοις παρέχων ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς, λέγεται νῦν ἁγιάζεσθαι, ἐπειδὴ γέγονεν ἄνθρωπος καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν.
Because I, being the Word of the Father, myself give the Spirit to myself who have become man, and I sanctify myself who have become man in this, so that all may be sanctified in me who am truly. But if for our sake he sanctifies himself, and does this when he has become man, it is evident that also the descent of the Spirit upon him in the Jordan was happening for us, because he was thinking of himself as body; and it did not happen for the improvement of the Word, but for our sanctification, so that we might partake of his anointing, and it might be said concerning us, "Do you not know that you are a temple of God, and the Spirit of God dwells in you?" For when the Lord as man was bathed in the Jordan and received the Spirit, we are those who become receptive of this from him. For this reason he was not anointed with oil as Aaron or David was, but otherwise than all his partakers, with "the oil of gladness," which he himself interprets to be the Spirit, saying through the prophet, "The Spirit of the Lord is upon me, for which reason he has anointed me"; just as the Apostle has said, "as God anointed him with the Holy Spirit." When, then, were these things also said concerning him, except when, having become flesh, he was baptized in the Jordan, and the Spirit descended upon him? And indeed the Lord himself says, "He will receive from me, and I will send him," and "Receive the Holy Spirit," he said to the disciples. And yet, while giving to others as the Word and radiance of the Father, he is now said to be sanctified, since he has become man and his body is what is being sanctified.
ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦτο τὸ χρῖσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν Ἰωάννου, “καὶ ὑμεῖς χρῖσμα ἔχετε “ἀπὸ τοῦ Ἁγίου·” τοῦ δὲ Παύλου, “καὶ ὑμεῖς ἐσφραγίσθητε “τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ.” οὐκοῦν δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐστὶ τὸ λεγόμενον. ποία τοίνυν ἐκ τούτου προκοπὴ βελτιώσεως, καὶ μισθὸς ἀρετῆς ἣ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται; εἰ γὰρ ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει, εἰ μὴ βασιλεύων εἰς βασιλείαν προήγετο, εἶχεν ἃν ὑμῖν ὁ λόγος σκιάν τινα πιθανότητος. εἰ δὲ Θεός ἐστιν, καὶ ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιος ἐστὶ, ποῦ εἶχε προκόψαι Θεὸς, ἣ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθημένῳ Πατρός; Εἰ δὲ καὶ ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, αὐτοῦ ἐστὶ τὸ Πνεῦμα, καὶ ἐκ τοῦ αὐτοῦ λαμβάνει, καὶ αὐτὸς αὐτὸ ἀποστελεῖ, οὐκ ἄρα ὁ Λόγος ἐστὶν ὁ τῷ παρ’ αὐτοῦ διδομένῳ Πνεύματι χριόμενος, ἀλλ’ ἡ προσληφθεῖσα πη αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ πη αὐτοῦ χριομένη, ἵνα καὶ ὁ ἁγιασμὸς ὡς εἰς ἄνθρωπον τὸν Κύριον γενόμενος, εἰς πάντας ἀνθρώπους γένηται παρ’ αὐτοῦ· οὐ γὰρ ἀφ’ ἑαυτοῦ φησι τὸ Πνεῦμα λαλεῖ, ἀλλ’ ὁ Λόγος ἐστὶν ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. ὥσπερ δὲ ὁ Ἀπόστολος ἔγραψεν, “ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσεν,” οὕτως ὁ Δαβὶδ ὑμνεῖ τὸν Κύριον, αἰώνιον μὲν ὄντα Θεὸν καὶ βασιλέα, ἀποσταλέντα δὲ, προσλαβόντα τὸ ἡμέτερον σῶμα θνητὸν ὄν. τοῦτο γὰρ παρ’ αὐτοῦ σημαίνεται
From that time, then, we also began to receive this anointing and the seal, since John says, "And you have an anointing from the Holy One," and Paul says, "And you were sealed with the Holy Spirit of promise." Therefore what is said is for our sake and on our behalf. What progress of improvement, then, and what reward of virtue, or simply of action, is shown to belong to the Lord? For if from not being God he had become God, if from not reigning he had been advanced into a kingdom, the argument would have for you some shadow of persuasiveness. But if he is God, and his throne of kingship is eternal, where could God have progressed, or what was lacking to the Father who sits upon the throne? But if, as the Lord himself has said, the Spirit is his own, and he receives from the same, and he himself will send it, then it is not the Word who is anointed with the Spirit given by him, but the flesh of his that was assumed, which is anointed in him and by him, so that sanctification, having come as upon man the Lord, might come from him to all men. For he says, the Spirit does not speak from itself, but the Word is the one who gives this to those who are worthy. And just as the Apostle wrote, "who, being in the form of God, emptied himself," so David hymns the Lord, who is eternal God and King, but was sent, and assumed our mortal body. For this is signified by him.
ἐν τῷ ψάλλειν, “σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων “σου.” παρὰ δὲ τοῦ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ, δείκνυται ὅτε ὁ μὲν ἦλθε φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ἑκατὸν, αἱ δὲ ἅπερ ἦσαν ἑτοιμάσασαι ἀρώματα εἰς τὸν ἐνταφιασμὸν τοῦ Κυρίου. ποία οὖν προκοπὴ τῷ ἀθανάτῳ προσλαβόντι τὸ θνητόν; ἣ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον; ποῖος δὲ μισθὸς μείζων γένοιτ’ ἃν Θεῷ αἰωνίῳ καὶ βασιλεῖ, καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός; ἆρ’ οὐ θεωρεῖτε ὅτι καὶ τοῦτο δι’ ἡμᾶς ὑπὲρ ἡμῶν γέγονε καὶ γέγραπται, ἵνα ἄνθρωπος γενόμενος ὁ Κύριος τῆς δόξης θνητοὺς ὄντας καὶ προσκαίρους ἡμᾶς, ἀθανάτους κατασκευάσῃ, καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν οὐρανῶν εἰσάγῃ; ἆρ οὐκ ἐρυθριᾶτε καταψευδόμενοι τῶν θείων λογίων; καὶ γὰρ τοῦ Χριστοῦ ἐπιδημήσαντος, ἡμεῖς μὲν ἐβελτιώθημεν ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας· αὐτὸς δὲ ὁ αὐτός ἐστι, καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος ἐτράπη, ἀλλὰ καθὼς γέγραπται, ὁ Λόγος τοῦ Θεοῦ διαμένει εἰς τὸν αἰῶνα· ἀμέλει, ὥσπερ πρὸ τῆς ἐνανθρωπίσεως Λόγος ὣν ἐχορήγει τοῖς ἀξίοις ὡς ἴδιον τὸ Πνεῦμα, οὕτω καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι καὶ λέγει τοῖς μαθηταῖς “λάβετε Πνεῦμα Ἅγιον.” Οὐκοῦν “Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς “τοὺς αἰῶνας,” μένων ἄτρεπτος, καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμββάνων· διδοὺς μὲν, ὡς Θεοῦ Λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. οὐκ ἄρα ὁ Λόγος ἐστιν ᾗ Λόγος ἐστὶν ὁ βελτιούμενος, εἶχε γὰρ πάντα καὶ ἀεὶ ἔχει, ἀλλ’ οἱ ἄνθρωποι εἰσὶν οἱ ἔχοντες τὸ λαμβάνειν ἐν αὐτῷ καὶ δι’ αὐτοῦ.
In the singing, "myrrh and stacte and cassia from your garments." And by Nicodemus and those with Mary it is shown, when he came bringing a mixture of myrrh and aloes, about a hundred pounds, and they had prepared spices for the burial of the Lord. What progress, then, is there for the immortal one in taking on the mortal? Or what improvement for the eternal one in clothing himself with the temporary? Or what greater reward could there be for God, who is eternal and king, and who is in the bosom of the Father? Do you not see that this too has come about for our sake and on our behalf, and has been written, so that the Lord of glory, having become man, might make us, who are mortal and temporary, immortal, and lead us into the eternal kingdom of the heavens? Are you not ashamed, falsifying the divine oracles? For when Christ came, we were improved, having been set free from sin; but he himself is the same, and he has not changed because he became man, but as it is written, the Word of God remains forever. Indeed, just as before the incarnation, being the Word, he supplied the Spirit as his own to those who were worthy, so also, having become man, he sanctifies all by the Spirit and says to the disciples, "Receive the Holy Spirit." Therefore "Jesus Christ is the same yesterday and today and forever," remaining unchangeable, and he is the same, both giving and receiving: giving, as the Word of God, and receiving, as man. So then it is not the Word, insofar as he is the Word, who is improved—for he had all things and always has them—but it is men who have the receiving in him and through him.
αὐτοῦ γὰρ νῦν ἀνθρωπίνως λεγομένου χρίεσθαι, ἡμεῖς ἐσμὲν οἱ ἐν αὐτῷ χριόμενοι, ὡς καὶ βαπτιζομένου, βαπτιζόμενοι. εἰ δὲ διὰ τὸ προσκεῖσθαι ἐν τῷ ψαλμῷ “διὰ τοῦτο “ἔχρισέ σε ὁ Θεὸς,” ἐκ τῆς διὰ τοῦτο λέξεως πρόφασιν ἑαυτοῖς πάλιν εἰς ἃ βούλονται πορίζονται, γνώτωσαν οἱ τῶν γραφῶν ἀμαθεῖς καὶ τῆς ἀσεβείας ἐφευρεταὶ, ὅτι καὶ ἐνταῦθα τὸ “διὰ τοῦτο,” οὐ μισθὸν ἀρετῆς ἢ πράξεως σημαίνει τοῦ Λόγου, ἀλλὰ τὸ αἴτιον τῆς εἰς ἡμᾶς αὐτοῦ καθόδου, καὶ τῆς ὑπὲρ ἡμῶν εἰς αὐτὸν γινομένης τοῦ Πνεύματος χρίσεως. οὐ γὰρ εἶπε “διὰ τοῦτο ἔχρισέ σε” ἵνα γένῃ Θεὸς ἣ βασιλεὺς ἣ Υἱός· ἦν γὰρ καὶ πρὸ τούτου καὶ
ἔστιν ἀεί· ἀλλὰ μᾶλλον ἐπειδὴ Θεὸς εἶ καὶ βασιλεὺς, διὰ τοῦτο ἐχρίσθης. ἐπεὶ οὐδὲ ἄλλου ἦν συνάψαι τὸν ἄνθρωπον τῷ Πνεύματι τῷ Ἁγίῳ ἣ σοῦ τῆς εἰκόνος τοῦ Πατρὸς, καθ’ ἣν καὶ ἐξ ἀρχῆς γεγόναμεν· σοῦ γάρ ἐστι καὶ τὸ Πνεῦμα. τῶν μὲν γὰρ γενητῶν ἡ φύσις οὐκ ἔστιν ἀξιόπιστος εἰς τοῦτο· Ἀγγέλων μὲν παραβάντων, ἀνθρώπων δὲ παρακουσάντων. διὰ τοῦτο Θεοῦ χρεία ἦν. Θεὸς δέ ἐστιν ὁ Λόγος, ἵνα τοὺς ὑπὸ κατάραν γενομένους αὐτὸς ἐλευθερώσῃ. εἰ μὲν οὖν ἐξ οὐκ ὄντων ἦν, οὐδ’ ἃν αὐτὸς ἦν ὁ Χριστός· εἷς ὣν πάντων, καὶ μέτοχος τυγχάνων καὶ αὐτός. ἐπειδὴ δὲ Θεός ἐστι καὶ Θεοῦ Υἱὸς, βασιλεύς τε ἀίδιος, καὶ χαρακτὴρ τοῦ Πατρὸς, διὰ τοῦτο εἰκότως αὐτός ἐστιν ὁ προσδοκώμενος Κύριος, ὃν ὁ Πατὴρ ἀπέστειλε τοῖς ἀνθρώποις, ἀποκαλύπτων τοῖς ἁγίοις αὐτοῦ προφήταις, ἵνα ὥσπερ δι’ αὐτοῦ γεγόναμεν, οὕτω καὶ ἐν αὐτῷ τῶν πάντων λύτρωσις ἀπὸ τῶν ἁμαρτιῶν γένηται, καὶ τὰ πάντα παρ’ αὐτοῦ βασιλεύηται.
For now, when he is spoken of in human terms as being anointed, we are the ones anointed in him, just as when he is baptized, we are baptized. But if, because of the addition in the psalm, "Therefore God has anointed you," they again procure for themselves from the word "therefore" a pretext for what they wish, let those ignorant of the Scriptures and inventors of impiety know that here too "therefore" does not signify a reward for the Word's virtue or action, but the cause of his descent to us and of the anointing of the Spirit that comes upon him for our sake. For he did not say "therefore he has anointed you" so that you might become God or king or Son; for he was also before this and is always; but rather, since you are God and king, therefore you were anointed. Since it was not possible for anyone else to unite man to the Holy Spirit except you, the image of the Father, according to which we also came to be from the beginning; for the Spirit is also yours. For the nature of created things is not trustworthy for this: angels transgressed, and men disobeyed. Therefore there was need of God. And God is the Word, so that he himself might set free those who had come under a curse. If, then, he were from things that are not, not even would he himself be the Christ; being one of all, and himself also a partaker. But since he is God and the Son of God, eternal king, and the express image of the Father, therefore rightly he is himself the expected Lord, whom the Father sent to men, revealing him to his holy prophets, so that just as we came to be through him, so also in him there might be redemption of all from their sins, and all things might be ruled by him.
Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς εἰς αὐτὸν γενομένης χρίσεως καὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου· ἣν θεωρῶν ὁ ψαλμῳδὸς, τὴν μὲν θεότητα καὶ τὴν πατρικὴν βασιλείαν αὐτοῦ ὑμνῶν ἀναφωνεῖ, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα. τὴν δὲ εἰς ἡμᾶς αὐτοῦ κάθοδον ἀπαγγέλλων λέγει, “διὰ τοῦτο ἔχισέ σε ὁ Θεός.” τι δὲ θαυμαστὸν εἰ ὁ τὸ Πνεῦμα διδοὺς Κύριος λέγεται νῦν αὐτὸς τῷ Πνεύματι χρίεσθαι; ὅπου γε χρείας ἀπαιτούσης, οὐ παρῃτήσατο διὰ τὸ ἀνθρώπινον αὐτοῦ εἰπεῖν ἑαυτὸν καὶ ἐλάττονα τοῦ Πνεύμα- τος. τῶν γὰρ Ἰουδαίων λεγόντων ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια, μετὰ τὸ ἐλέγξαι αὐτοὺς βλασφημοῦντας, ἔφησεν· “εἰ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.” ἰδοὺ γὰρ ὁ τοῦ Πνεύματος δοτὴρ ἐν Πνεύματι νῦν λέγει ἐκβάλλειν ἑαυτὸν τὰ δαιμόνια. τοῦτο δὲ διὰ τὴν σάρκα εἶπεν, ὡς τῆς ἀνθρώπου φύσεως οὐκ οὔσης ἱκανῆς ἀφ’ ἑαυτῆς ἐκβάλλειν τοὺς δαίμονας, εἰ μὴ δυνάμει τοῦ Πνεύματος. τοῖς μέν τοι μαθηταῖς τὴν μεγαλειότητα ἑαυτοῦ δεικνὺς ἐδίδου τὸ Πνεῦμα, καὶ ἔλεγεν, “ἐγὼ αὐτὸ “ἀποστέλλω, κἀκεῖνος ἐμὲ δοξάσει.” ὡς οὖν τοῦ Πνεύματος δοτὴρ ὣν οὐ παραιτεῖται εἰπεῖν ἐν Πνεύματι ἐκβάλλειν τὰ δαιμόνια, ὡς ἄνθρωπος, οὕτως φησὶ, “Πνεῦμα κυρίου ἐπ’ ἐμὲ,” διὰ τὸ γεγενῆσθαι σάρκα αὐτὸν, ἵνα δείξῃ ὅτι κατ’ ἀμφότερα ἡμεῖς
And this is the cause of the judgment that came upon him and of the incarnate presence of the Word; contemplating which, the psalmist, hymning his divinity and his Father's kingdom, cries aloud, "Your throne, O God, is forever." And declaring his descent to us, he says, "Therefore God has anointed you." And what is wonderful if the Lord who gives the Spirit is now said himself to be anointed with the Spirit? Since, when need demanded, he did not refuse, because of his humanity, to call himself even less than the Spirit. For when the Jews said that he cast out demons by Beelzebul, after refuting them as blasphemers, he said: "If I cast out demons by the Spirit of God." For behold, the giver of the Spirit now says that he himself casts out demons by the Spirit. But he said this because of the flesh, since human nature is not of itself sufficient to cast out demons, except by the power of the Spirit. Yet to his disciples, showing his greatness, he gave the Spirit, and said, "I send him, and he will glorify me." As therefore, being the giver of the Spirit, he does not refuse to say that he casts out demons by the Spirit, so as a man he says, "The Spirit of the Lord is upon me," because he had become flesh, in order to show that in both respects we
ἐσμὲν οἱ ἐν τῷ ἁγιάζεσθαι δεόμενοι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μὴ δυνάμενοι δαίμονας ἐκβάλλειν ἄνευ τῆς τοῦ Πνεύματος δυνάμεως. διὰ τίνος δὲ καὶ παρὰ τινὸς ἔδει τὸ Πνεῦμα δίδοσθαι, ἣ διὰ τοῦ Τἰοῦ, οὑ καὶ τὸ Πνεῦμά ἐστι; πότε δὲ λαμβάνειν ἡμεῖς ἐδυνάμεθα, εἰ μὴ ὅτε ὁ Λόγος γέγονεν ἄνθρωπος; καὶ ὥσπερ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον δείκνυσιν ὅτι οὐκ ἃν ἐλυτρώθημεν, εἰ μὴ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἔλαβε δούλου μορφὴν, οὕτως καὶ ὁ Δαβὶδ δείκνυσιν ὅτι οὐκ ἂν ἄλλως μετέσχομεν τοῦ Πνεύματος καὶ ἥγ’ ἡγιάσθημεν, εἰ μὴ ὁ τοῦ Πνεύματος δοτὴρ, αὐτὸς ὁ Λόγος, ἔλεγεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πνεύματι χρίεσθαι. καὶ βεβαίως ἐλάβομεν αὐτοῦ χριομένου σαρκί· τῆς γὰρ ἐν αὐτῷ σαρκὸς πρώτης ἁγιασθείσης, καὶ αὐτοῦ λεγομένου δι’ αὐτὴν εἰληφέναι, ὡς ἄνθρωποι ἡμεῖς ἐπακολουθοῦσαν ἔχομεν τὴν τοῦ Πνεύματος χάριν, ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνοντες. Τὸ δὲ “ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν,” πρόκειται ἐν τῷ ψαλμῷ, οὐχ ὡς ὑμεῖς νοεῖτε, τρεπτὴν δεικνύον τοῦ Λόγου τὴν φύσιν, ἀλλ’ ὁ τὸν Πατέρα νοήσας, αὐτόν τε ἐφ’ ἑαυτοῦ ἐνόησε, καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο. ὁ δὲ τοῦτο λαβὼν, τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἀπεμέρισεν, ἀλλ’ ἀκολούθως μὲν κατὰ τὴν τάξιν, συνημμένως δὲ κατὰ τὴν φύσιν, τῶν τριῶν κατὰ ταὐτὸν συγκεκραμμενην ἐν ἑαυτῷ τὴν πίστιν ἀνετυπώσατο· καὶ ο τὸ Πνεῦμα μόνον εἰπὼν, συμπεριέλαβε τῇ ὁμολογίᾳ ταύτῃ καὶ τὸν οὗ ἐστι τὸ Πνεῦμα. καὶ ἐπειδὴ τοῦ Χριστοῦ ἐστὶ τὸ Πνεῦμα καὶ ἐκ τοῦ Θεοῦ, καθώς φησι ὁ Παῦλος, ὥσπερ ἐξ ἁλύσεως, ὁ τοῦ ἑνὸς ἄκρου ἁψάμενος καὶ τὸ ἕτερον ἄκρον συνεπεσπάσατο·
We are those who in being sanctified need the grace of the Spirit, and who cannot cast out demons without the power of the Spirit. And through whom and from whom was it necessary for the Spirit to be given, if not through the Son, whose the Spirit also is? And when could we receive, if not when the Word became man? And just as what is said by Paul shows that we would not have been redeemed, if the one who exists in the form of God had not taken the form of a slave, so also David shows that we would not otherwise have partaken of the Spirit and been sanctified, if the giver of the Spirit, the Word himself, had not said that he was anointed with the Spirit on our behalf. And we received securely when he was anointed in the flesh; for when the flesh in him was first sanctified, and he himself is said to have received because of it, we as men have the grace of the Spirit following after, receiving from his fullness. But the words "You loved righteousness and hated iniquity" are set forth in the psalm, not as you understand them, showing the nature of the Word to be changeable, but the one who has understood the Father has also understood him in himself, and has received the Son together in his thought. And the one who has grasped this has not separated the Spirit of the Son, but in accordance with order, and unitedly in accordance with nature, he has imprinted in himself the faith of the three mingled together as one; and by saying only "the Spirit," he has included in this confession also the one whose the Spirit is. And since the Spirit is Christ's and from God, as Paul says, just as from a chain, the one who has grasped one end has drawn the other end along with it.
οὕτως ὁ τὸ Πνεῦμα ἑλκύσας, καθώς φησιν ὁ προφήτης, δι’ αὐτοῦ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα συνεφειλκύσατο. καὶ εἰ τὸν Υἱὸν ἀληθινῶς τίς λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν· πῆ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῆ δὲ τὸ ἴδιον Πνεῦμα συνεπαγόμενον· οὔτε γὰρ τοῦ Πατρὸς ὁ ἀεὶ ὢν ἐν τῷ Πατρὶ ὑποτμηθῆναι δυνήσεται, οὔτε τοῦ Πνεύματος ποτὲ διαζευχθήσεται τοῦ ἰδίου, ὁ πάντα ἐν αὐτῷ ἐνεργῶν. ὡσαύτως δὲ καὶ ὁ τὸν Πατέρα δεξάμενος, καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συμπαρεδέξατο τῇ δυνάμει. Οὐ γάρ ἐστιν ἐπινοῆσαι τομὴν ἢ διαίρεσιν κατ’ οὐδένα τρόπον, ὡς ἣ Υἱὸν χωρὶς Πατρὸς νοηθῆναι, ἣ τὸ Πνεῦμα τοῦ Υἱοῦ δια-
ζευχθῆναι. ἀλλά τις ἄρρητος καὶ ἀκατανόητος ἐν τούτοις καταλαμβάνεται καὶ ἡ κοινωνία, καὶ ἡ διάκρισις· οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ τῆς φύσεως συνεχὲς διασπώσης, οὔτε τῆς κατὰ τὴν οὐσίαν κοινότητος τὸ ἰδιάζον τῶν γνωρισμάτων ἀναχεούσης. μὴ θαυμάσῃς δὲ εἰ τὸ αὐτὸ καὶ συνημμένον καὶ διακεκριμμένον εἶναι φαμὲν, καί τινα ἐπινοοῦμεν ὥσπερ ἐν αἰνίγματι καινὴν καὶ παράδοξον διάκρισίν τε συνημμένην καὶ διακεκριμένην συνάφειαν. εἰ γὰρ μή τις ἐριστικῶς καὶ πρὸς ἐπήρειαν ἀκούοι τοῦ λόγου, καὶ ἐν τοῖς αἰσθητοῖς δυνατόν ἐστι τὸ τοιοῦτον εὑρεῖν. καί μου δέξασθε τὸν λόγον ὡς ὑπόδειγμα καὶ σκιὰν ἀληθείας, οὐχ ὡς αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν. οὐ γὰρ δυνατόν ἐστι διὰ πάντων ἐφαρμοσθῆναι τὸ ἐν τοῖς ὑποδείγμασι θεωρούμενον, τοῖς πρὸς ἃ ἡ τῶν ὑποδειγμάτων χρεία παραλαμβάνεται. Πόθε, οὖν φαμεν τὸ διακεκριμένον ἅμα καὶ συμφυὲς ἐκ τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν προφαινομένων ἀναλογίζεσθαι;
Thus he who drew the Spirit, as the prophet says, drew along with it through it both the Son and the Father. And if one truly receives the Son, he will have him from both sides: on one side bringing with him his own Father, on the other his own Spirit. For neither will he who always is in the Father be cut off from the Father, nor will he who works all things in himself ever be separated from his own Spirit. In the same way, he who receives the Father has also received together with him both the Son and the Spirit in power. For it is not possible to conceive of a cutting or division in any way, such that either the Son might be thought of apart from the Father, or the Spirit might be separated from the Son. But a certain ineffable and incomprehensible communion and distinction is apprehended in these, neither the difference of the hypostases tearing apart the continuity of the nature, nor the commonality according to essence pouring out the distinctness of the distinguishing marks. Do not marvel if we say that the same thing is both united and distinguished, and if we conceive, as it were in a riddle, a new and paradoxical distinction that is united and a union that is distinguished. For if one does not hear the word contentiously and for the sake of attack, such a thing can be found even in sensible things. And receive my word as an example and shadow of the truth, not as the truth of the things themselves. For it is not possible for what is contemplated in the examples to be applied in every respect to those things for which the use of the examples is taken up. How, then, do we say that the distinguished and at the same time connatural is to be reckoned by analogy from what appears to us according to sense?
ἤδη ποτὲ τοῦ ἐν τῆ νεφέλῃ τόξου τὴν λαμπηδόνα κατὰ τὸ ἔαρ τεθέασαι· ἐκεῖνο λέγω τὸ τόξον, ὅπερ ὁ κοινὸς λόγος Ἴριν εἴωθεν ὀνομάζειν, ὁ φασιν οἱ περὶ ταῦτα δεινοὶ τότε συνίστασθαι, ὅταν ἀνακεκραμμένη τίς ᾖ πρὸς τὸν ἀέρα νοτὶς, τῆς τῶν πνευμάτων βίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν παχὺ καὶ νεφῶδες ἤδη γενόμενον, εἰς ὑετὸν ἀποθλιβούσης. συνίστασθαι δὲ λέγουσιν οὕτως. ἐπειδὰν ἡ τοῦ ἡλίου ἀκτὶς κατὰ τὸ πλάγιον ὑποδραμοῦσα, τὸ πυκνόν τε καὶ συνηρεφὲς τῆς πυκνώσεως, εἶτα κατὰ τὸ εὐθὺ νέφει τινὶ τὸν ἴδιον κύκλον ἐναπερίσηται, (sic) οἷόν τις καμπὴ καὶ ἐπάνοδος τοῦ φωτὸς πρὸς ἑαυτὸ γίνεται, τῆς αὐγῆς πρὸς τί ἔμπαλιν ἄπο του ὑγροῦ τε καὶ στίλβοντος ἀναλυούσης. ἐπειδὴ γὰρ φύσις ἐστὶ ταῖς φλογώδεσι μαρμαρυγαῖς, εἴ τινι λείῳ προσπέσοιεν, πρὸς ἑαυτὰς πάλιν ἐπανακλᾶσθαι· κυκλοτερὲς δὲ τοῦτο τὸ σχῆμα διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον· ἐξ ἀνάγκης κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου καὶ ὁ παρακείμενος τῷ νέφει ἀὴρ, διὰ τῆς ἀποστιλβούσης αὐγῆς περιγράφεται. αὕτη τοίνυν ἡ αὐγὴ, καὶ συνεχής ἐστι πρὸς ἑαυτὴν, καὶ διήρηται· πολύχρωμος γάρ τις οὖσα καὶ πολυειδὴς, ἀφανῶς τοῖς ποικίλοις ἄνθεσι τῆς βαφῆς πρὸς ἑαυτὴν κατακιρνᾶται, τῶν ἑτεροχροούντων τὴν πρὸς ἄλληλα συμβολὴν ἐκ τῶν ὄψεων ἡμῶν κατὰ τὸ λεληθὸς ὑποκλέπτουσα· ὡς μὴ
Have you ever at some time beheld the brightness of the bow in the cloud in springtime—I mean that bow which common usage is accustomed to call Iris? Those skilled in such matters say that it is formed then, whenever some moisture has been mixed into the air, the force of the winds pressing out into rain the wetness in the vapors that has by then become thick and cloud-like. And they say it is formed in this way: whenever the sun's ray, stealing up along the side, and then the dense and closely-packed mass of the condensation, and then directly upon some cloud, encircles its own circle, there occurs, as it were, a bending and a turning back of the light upon itself, the radiance dissolving back again from the moist and gleaming substance. For since it is the nature of flame-like gleams, if they fall upon something smooth, to be reflected back again upon themselves—and this circular shape is produced by the ray in the moist and smooth part of the air—of necessity, in the shape of the sun's circle, the air adjacent to the cloud is also outlined by the flashing radiance. This radiance, then, is both continuous with itself and divided; for being many-colored and manifold, it is invisibly blended with itself by the varied flowers of its dye, secretly stealing from our eyes the meeting of the differently colored parts with one another, so that not
ἃν ἐπιγνωσθῆναι τοῦ γλαυκοῦ πρὸς τὸ πυραυγὲς τὸν διὰ μέσου τόπον, τὸν μιγνύοντα δι’ αὐτοῦ καὶ χωρίζοντα τὴν τῶν χροῶν ἑτεροτητα, η του πυραυγοῦς πρὸς τὸ πορφύρεον, η ἐκείνου πρὸς τὸ ἠλέκτρινον. πάντων γὰρ αἱ αὐγαὶ κατ’ αὐτὸν ὁρώμεναι, καὶ τηλανγεῖς εἰσὶ, καὶ τῆς πρὸς ἀλλήλους συναφείας τὰ σημεῖα κλέπτουσαι, τοὺς ἐλέγχους ἐκφεύγουσιν· ὡς ἀμήχανον ἐξευρεῖν μέχρι τίνος ἕστηκε τὸ πυρῶδες ἣ τὸ σμαραγδίζον τῆς αἴγλης, καὶ ἀπὸ τίνος ἄρχεται μηκέτι τοιοῦτον εἶναι, οἷον ἐν τῷ τηλαυγεῖ καθορᾶται. Ὠσπερ τοίνυν ἐν τῷ ὑποδείγματι καὶ τὰς τῶν χρωμάτων διαφορὰς φανερῶς διαγινώσκομεν, καὶ διάστασιν ἑτέρου πρὸς τὸ ἕτερον οὐκ ἔστι τῇ αἰσθήσει καταλαβεῖν, οὕτω μοι λόγισαι δυνατὸν εἶναι καὶ περὶ τῶν θείων δογμάτων ἀναλογίσασθαι· τὰς μὲν τῶν ὑποστάσεων ἰδιότητας ὧσπέρ τι ἄνθος τῶν κατὰ τὴν ἶριν φαινομένων ἐπαστράπτειν ἑκάστῳ, τῶν ἐν τῇ Ἀγία τριάδι πιστευομένων· τῆς δὲ κατὰ τὴν φύσιν ἰδιότητος μηδὲ μίαν ἑτέρου τὸ ἕτερον ἐπινοεῖσθαι διαφορὰν, ἀλλ’ ἐν τῇ κοινότητι τῆς οὐσίας τὰς γνωστικὰς ἰδιότητας ἐπιλάμπειν ἑκάστῳ. καὶ γὰρ κᾀκεῖ ἐν τῷ ὑποδείγματι ἡ ἀπαυγάζουσα τὴν πολύχρωμον ἐκείνην αὐγὴν, μία οὐσία ἦν, ἡ διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀνακλωμένη, τὸ δὲ ἄνθος τοῦ φαινομένου πολυειδές· παιδεύοντος ἡμᾶς τοῦ λόγου καὶ διὰ τῆς κτίσεως μὴ κενοπαθεῖν τοῖς περὶ τοῦ δόγματος λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες, πρὸς τὴν τῶν λεγομένων συγκατάθεσιν ἰλιγγιάσωμεν.
...that it may be recognized, from the grey-blue to the fire-bright, the place in between, the one that mingles through it and separates the diversity of colors—either of the fire-bright to the purple, or of that to the amber. For the rays of all, seen in it, are both far-shining and, stealing the signs of their connection with one another, escape refutations; so that it is impossible to discover up to what point the fiery or the emerald-like part of the radiance stands, and from what point it begins no longer to be such as it is beheld in the far-shining light. As, therefore, in the example we clearly discern the differences of the colors, yet it is not possible for perception to grasp the separation of one from the other, so reckon that it is possible to reason analogously also concerning the divine doctrines: that the peculiarities of the hypostases, like some flower of the things appearing in the rainbow, flash forth for each of those believed in the Holy Trinity; but that of the peculiarity according to nature, no difference at all of one from the other is conceived, but in the community of the essence the distinctive properties shine forth for each. For there too in the example, that which reflects back the many-colored radiance was one essence, reflected through the sun's ray, but the flower of what appears was manifold in form; the word teaching us even through creation not to be empty-minded in the words concerning the doctrine, when, having fallen into what is hard to behold, we grow dizzy toward the assent to what is said.
ὥσπερ γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων, κρείττων ἐφάνη τοῦ λόγου τῆς αἰτίας ἡ πεῖρα, οὕτω καὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἐστὶ τῆς διὰ λογισμῶν καταλήψεως ἡ πίστις, καὶ τὸ κεχωρισμένον ἐν ὑποστάσει, καὶ τὸ συνημμένον ἐν τῇ οὐσίᾳ διδάσκουσα. ἐπεὶ οὖν τὸ μὲν κοινὸν ἐν τῇ Ἀγία τριάδι, τὸ δὲ ἰδιάζον, ὁ λόγος ἐθεώρησεν, ὁ μὲν τῆς κοινότητος λόγος, εἰς τὴν οὐσίαν ἀνάγεται. ἡ δὲ ὑπόστασις τὸ ἰδιάζον ἑκάστου σημεῖον ἐστίν. Ἀλλ᾿ ἴσως οἴεταί τις μὴ σημαίνειν τὸν ἀποδοθέντα περὶ τῆς ὑποστάσεως λόγον τῇ διανοίᾳ τῆς τοῦ Ἀποστόλου γραφῆς, ἐν οἷς φησι περὶ τοῦ Κυρίου, “ὅτι ἀπαύγασμα τῆς δόξης αὐτοῦ καὶ χαρα- “κτὴρ τῆς ὑποστάσεως.” εἰ γὰρ ὑπόστασιν ἀποδεδώκαμεν εἶναι τὴν συνδρομὴν τῶν περὶ ἕκαστον ἰδιωμάτων, ὁμολογεῖται δὲ ὥσπερ ἐπὶ
τοῦ Πατρὸς αὐτοῦ, ὅτι τὸ ἰδιαζόντως ἐπιθεωρούμενον, δι’ οὗ μόνος ἐπιγινώσκεται, κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ μονογενοῦς τὸ ἶσον πιστεύεται, πῶς ἐνταῦθα τὸ τῆς ὑποστάσεως ὄνομα τῷ Πατρὶ μόνῳ προσμαρτυρεῖ ἡ γραφὴ, τὸν δὲ υἱὸν, μορφὴν λέγει τῆς ὑποστάσεως, οὐκ ἐν ἰδίοις, ἀλλ’ ἐν τοῖς τοῦ Πατρὸς γνωρίσμασι χαρακτηριζόμενον; εἰ γὰρ ἡ ὑπόστασις τῆς ἑκάστου ὑπάρξεως σημεῖον ἐστὶ, τοῦ δὲ Πατρὸς ἴδιον τὸ ἀγεννήτως αὐτῷ ὁμολογεῖται, μεμόρφωται δὲ ὁ Υἱὸς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν, ἄρα οὐκ ἔτι διαμένει τῷ Πατρὶ κατ’ ἐξαίρετον ἐπ’ αὐτοῦ μόνου τὸ ἀγέννητον λέγεσθαι, εἴπερ τῷ ἰδιάζοντι τοῦ Πατρὸς καὶ ἡ τοῦ μονογενοῦς χαρακτηρίζεται ὕπαρξις.
For just as in the case of things that appear to the eyes, experience proved stronger than the account of the cause, so also in the case of doctrines that transcend [ordinary understanding], faith is stronger than comprehension through reasoning, teaching both what is distinct in subsistence and what is united in essence. Since, then, reason has observed that in the Holy Trinity there is both what is common and what is proper, the account of the commonality is referred to the essence. But subsistence is the sign of what is proper to each. But perhaps someone thinks that the account given concerning subsistence does not signify the meaning of the Apostle's writing, in the places where he says concerning the Lord, "that he is the radiance of his glory and the express image of his subsistence." For if we have defined subsistence to be the concurrence of the properties pertaining to each, and it is acknowledged as in the case of his Father, that what is distinctly observed, through which he alone is known, and in the same way also concerning the Only-begotten the equal is believed, how does Scripture here testify the name of subsistence to the Father alone, and call the Son the form of the subsistence, characterized not in his own marks but in the Father's? For if subsistence is the sign of each one's existence, and it is acknowledged that the Father's proper mark is that he is unbegotten, and the Son is formed by the Father's properties, then the unbegotten no longer remains with the Father as spoken of him alone by way of exception, if indeed the existence of the Only-begotten is also characterized by the Father's proper mark.
Ἄλλ ἡμεῖς τοῦτο φαμὲν, ὅτι ἕτερον πληροῖ σκοπὸν ἐνταῦθα τῷ Ἀποστόλῳ ὁ λόγος, πρὸς ὃν βλέπων ταύταις ἐχρήσατο ταῖς φωναῖς, δόξης ἀπαύγασμα λέγων καὶ χαρακτῆρα τῆς ὑποστάσεως· ὅν περ ὁ ἀκριβῶς νοήσας, οὐδὲν εὑρήσει τοῖς παρ’ ἡμῶν εἰρημένοις μαχόμενον, ἀλλ’ ἔπι τινος ἰδιαζούσης ἐννοίας τὸν λόγον διεξαγόμενον. οὐ γὰρ ὅπως διακριθεῖεν ἀπ’ ἀλλήλων αἱ ὑποστάσεις διὰ τῶν ἐπιφαινομένων σημείων ὁ ἀποστολικὸς πραγματεύεται λόγος, ἀλλ’ ὅπως τὸ γνήσιόν τε καὶ ἀδιάστατον καὶ συνημμένον τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σχέσεως νοηθείη. ὡς γὰρ οὐκ εἶπεν, ὃς ὣν δόξα τοῦ Πατρὸς, καὶ τοιγε τὸ ἀληθὲς οὕτως ἔχει, ἀλλὰ τοῦτο παραλιπὼν ὡς ὁμολογούμενον, τὸ μὴ ἄλλο τι δόξης εἶδος ἐπὶ τοῦ Πατρὸς καὶ ἕτερον ἐπὶ τοῦ Υἱοῦ νοεῖν διδάσκων, αὐτῆς τῆς τοῦ Πατρὸς δόξης ἀπαύγασμα τὴν τοῦ μονογενοῦς διορίζεται δόξαν, τῷ ἀδιαστάτως συνεπινοεῖσθαι τῷ Πατρὶ τὸν Υἱὸν κατασκευάζων ἐκ τοῦ κατὰ τὸ φῶς ὑποδείγματος· ὡς γὰρ ἐκ τῆς φλογὸς μὲν ἡ αὐγὴ, οὐ μὴν ἑτέρα μετὰ τὴν φλόγα ἐστὶν ἡ αὐγὴ, ἀλλ’ ὁμοῦ τε ἡ φλὸξ ἀνέλαμψε, καὶ συναπηυγάσθη τὸ φῶς, οὕτω βούλεται καὶ ἐκ τοῦ Πατρὸς μὲν τὸν Υἱὸν νοεῖσθαι, οὐ μὴν παρατάσει τινὶ διαστηματικῇ τῆς τοῦ Πατρὸς ὑπάρξεως τὸν μονογενῆ διορίζεσθαι, ἀλλ’ ἀεὶ τῷ αἰτίῳ τὸ ἐξ αὐτοῦ συναπολαμβάνειν. Κατὰ τὸν αὐτὸν οὖν τρόπον ὥσπερ ἐφερμηνεύων τὸν προαποδο- θέντα νοῦν, καὶ ὑποστάσεως χαρακτῆρα φησὶν, τοῖς σωματικοῖς
But we say this, that the discourse here serves another purpose for the Apostle, with a view to which he used these expressions, calling him the radiance of glory and the express image of his substance; and whoever has understood this accurately will find nothing that conflicts with what we have said, but will find the discourse carried through according to a certain distinctive meaning. For the apostolic discourse does not labor to distinguish the substances from one another through the signs that appear, but that the genuine and inseparable and conjoined character of the Son's relation to the Father might be understood. For just as he did not say, "who being the glory of the Father," although the truth is indeed so, but passed this over as acknowledged, teaching us not to conceive of one form of glory in the case of the Father and another in the case of the Son, he defines the glory of the Only-Begotten as the radiance of the Father's own glory, establishing by the example of light that the Son is inseparably conceived together with the Father. For just as the gleam is from the flame, yet the gleam is not another thing after the flame, but the flame shone forth and the light beamed out together, so he wishes the Son to be understood as from the Father, yet the Only-Begotten is not distinguished by any spatial extension of the Father's existence, but always the one who is from him is comprehended together with the cause. In the same way, then, as if interpreting the meaning already set forth, he also calls him the express image of his substance, by bodily
ἡμᾶς ὑποδείγμασι πρὸς τὴν τῶν ἀοράτων χειραγωγῶν κατανόησιν. ὡς γὰρ τὸ σῶμα πάντως ἐστὶν ἐν σχήματι, ἀλλ’ ἕτερος μὲν ὁ τοῦ σχήματος, ἕτερος δὲ ὁ τοῦ σώματος λόγος, καὶ οὐκ ἄν τις ἀποδιδοὺς τὸν ἑκατέρου τούτων ὁρισμὸν συνενεχθείη τῷ περὶ τοῦ ἑτέρου. πλὴν ἀλλὰ κἂν λόγῳ διακρίνῃς τὸ σχῆμα τοῦ σώματος, ἡ φύσις οὐ παραδέχεται τὴν διάκρισιν, ἀλλὰ συνημμένως νοεῖται μετὰ τοῦ ἑτέρου τὸ ἕτερον· οὕτως οἴεται δεῖν ὁ Ἀπόστολος, κἂν ὁ τῆς πίστεως λόγος ἀσύγχυτον καὶ διηρημένην τὴν τῶν ὐποστάσεων διδάσκει διαφορὰν, ἀλλὰ καὶ τὸ προσεχὲς καὶ οἱονεὶ συμ- φυὲς τοῦ μονογενοῦς πρὸς τὸν Πατέρα διὰ τῶν εἰρημένων παρίστησιν, οὐχ ὡς οὐκ ὄντος ἐν ὑποστάσει καὶ τοῦ μονογενοῦς, ἀλλ’ ὡς οὐ παραδεχομένου μεσότητα τινὰ τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα ἑνώσεως· ὥστε τὸν τῷ χαρακτῆρι τοῦ μονογενοῦς διὰ τῶν τῆς ψυχῆς ὀμμάτων ἐνατενήσαντα, καὶ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἐν περινοίᾳ γενέσθαι οὐκ ἐπαλλασσομένης, οὐδὲ συνεπιμιγνυμένης τῆς ἐπιθεωρουμένης αὐτοῖς ἰδιότητος, ὡς ἢ τῷ Πατρὶ τὴν γέννησιν, ἢ τῷ Υἱῷ τὴν ἀγεννησίαν ἐπιμορφάζειν· ἀλλ’ ὡς οὐκ ἐνδεχόμενον τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντα, ἐφ’ ἑαυτοῦ μόνον καταλαβεῖν τὸ λειπόμενον. οὐ γάρ ἐστι δυνατὸν Υἱὸν ὀνομάσαντα, μὴ καὶ Πατρὸς ἐν περινοίᾳ γενέσθαι. σχετικῶς τῆς προσηγορίας ταύτης καὶ τὸν Πατέρα συμφαινούσης. Ἐπειδὴ τοίνυν ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾶ τὸν Πατέρα, καθώς φησιν ἐν εὐαγγελίοις ὁ Κύριος, διὰ τοῦτο χαρακτῆρα φησὶ τὸν μονογενῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως.
He leads us by examples to the understanding of things invisible. For just as the body is altogether in a shape, but one account is that of the shape and another that of the body, and no one who gives the definition of each of these would be confounded with the account of the other—yet even if by reason you distinguish the shape from the body, nature does not admit the distinction, but the one is understood in conjunction with the other—so the Apostle thinks it ought to be: even if the account of faith teaches the unconfused and divided difference of the hypostases, yet he also sets forth through what has been said the close and, as it were, connatural nearness of the Only-begotten to the Father, not as though the Only-begotten were not in hypostasis, but as not admitting any intermediate of his union with the Father; so that one who has gazed with the eyes of the soul upon the character of the Only-begotten has also come to a conception of the hypostasis of the Father, the peculiarity contemplated in them neither being interchanged nor commingled, so as to fashion either generation for the Father or unbegottenness for the Son; but as it is not possible, having separated the one from the other, to grasp the remaining one by itself alone. For it is not possible to have named the Son without also coming to a conception of the Father, since this appellation also signifies the Father in a relative way. Since, therefore, he who has seen the Son sees the Father, as the Lord says in the Gospels, for this reason he calls the Only-begotten the character of the hypostasis of the Father.
καὶ ὡς ἃν μᾶλλον ἐπιγνωσθείη τὸ ὄνομα, καὶ ἄλλας συμπαραληψόμεθα τοῦ Ἀποστόλου φωνὰς, ἐν αἷς εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου καὶ τῆς ἀγαθότητος αὐτοῦ πάλιν εἰκόνα φησίν· οὐχὶ τῷ διαφέρειν τοῦ ἀρχετύπου τὴν εἰκόνα, κατὰ τὸν τῆς ἀορασίας καὶ ἀγαθότητος λόγον, ἀλλ’ ἵνα δειχθῇ ὅτι ταὐτὸν τῳ πρωτοτύπῳ ἐστι, κὰν ἕτερον ἢν· οὐ γὰρ ἀν’ ο τῆς εἰκόνος διασωθείη λόγος, εἰ μὴ διὰ πάντων τὸ ἐναργὲς ἔχοι καὶ ἀπαράλλακτον. οὐκοῦν ὁ τὸ τῆς εἰκόνος κατανοήσας κάλλος, ἐν περινοίᾳ τοῦ ἀρχετύπου γίνεται· καὶ ὁ τοῦ Υἱοῦ τὴν οἱονεὶ μορφὴν τῇ διανοίᾳ λαβὼν, τῆς πατρικῆς ὑποστάσεως τὸν χαρακτῆρα ἐνετυπώσατο, βλέπων διὰ τούτου ἐκεῖνον, οὐ τὴν ἀγεννησίαν τοῦ
Πατρὸς ἐν τῷ ἀπεικονίσματι βλέπων· ἦ γὰρ ἃν διόλου ταὐτὸν ἦν καὶ οὐχ ἕτερον, ἀλλὰ τὸ ἀγέννητον κάλλος ἐν τῷ γεννητῷ κατοπτευσας· ὡσπερ ὁ ἐν τῷ καθαρῷ κατόπτρῳ τὴν γενομένην τῆς μορφῆς ἔμφασιν κατανοήσας, ἐναργῆ τοῦ ἀπεικονισθέντος προσώπου τὴν γνῶσιν ἔσχεν. οὕτως ὁ τὸν Υἱὸν ἐπιγνοὺς τὸν χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως διὰ τῆς τοῦ Υἱοῦ γνώσεως ἐν τῇ καρδίᾳ ἐδέξατο. πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ καθορᾶται, καὶ πάντα τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστιν. ἐπειδὴ καὶ ὅλος ὁ Υἱὸς ἐν τῷ Πατρὶ μένει, καὶ ὅλον ἔχει πάλιν ἐν ἑαυτῷ τὸν Πατέοα. ὥστε ἡ τοῦ Υἱοῦ ὑπόστασις ἐν τῇ τοῦ Υἱοῦ μορφῇ ἐπιγινώσκεται· μενούσης τῆς ἐπιθεωρουμένης αὐτοῖς ἰδιότητος εἰς διάκρισιν ἐναργῆ τῶν ὑποστάσεων. Γρηγορίου Νύσσησ. καὶ γε τὸ ἀπαράλλακτον τῆς φύσεως ὁμολογήσαντες, τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα.
And so that the name may be more fully recognized, we shall also take up other utterances of the Apostle, in which he calls him the image of the invisible God and again the image of his goodness; not because the image differs from the archetype in respect of invisibility and goodness, but so that it may be shown that it is the same as the prototype, even if it is something else. For the account of the image would not be preserved intact unless it possessed clarity and exactness in all respects. Therefore, the one who has contemplated the beauty of the image comes to a knowledge of the archetype; and the one who has received, as it were, the form of the Son in his mind has stamped upon himself the impress of the Father's hypostasis, seeing him through this, not seeing the Father's unbegottenness in the image; for then it would be entirely the same and not something else, but he has beheld the unbegotten beauty in the begotten one; just as one who has contemplated in a pure mirror the reflection of a form that has come to be has obtained clear knowledge of the face that was imaged. Thus the one who has come to know the Son has received in his heart the impress of the Father's hypostasis through the knowledge of the Son. For all things of the Father are seen in the Son, and all things of the Son belong to the Father. Since indeed the whole Son remains in the Father, and again has the whole Father in himself. So that the hypostasis of the Son is recognized in the form of the Son, while the distinctive property observed in them remains for the clear distinction of the hypostases. Gregory of Nyssa. And indeed, having confessed the exactness of the nature, we do not deny the difference in respect of cause and caused.
εἰπόντες γὰρ αἴτιον καὶ αἰτιατὸν, ἐδείξαμεν τὸ μήτε τὸν Υἱὸν ἀγέννητον εἶναι, μήτε τὸν Πατέρα γεννητόν. ὥσπερ δὲ καὶ τὸ ἐκ τοῦ λύχνου φῶς καὶ ἐκ τῆς φύσεως ἐστὶ τοῦ ἀπαυγάζοντος, καὶ μετ’ ἐκείνου ἐστίν. ὁμοῦ τε γὰρ ἐξεφάνει ὁ λύχνος, καὶ τὸ φῶς τὸ ἐξ αὐτοῦ συνεξέλαμψεν· οὕτως ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ οὐδέποτε χωρίζεται τοῦ Υἱοῦ ὁ Πατήρ. οὐκ ἐγχωρεῖ γὰρ ἀλαμπῆ αὐτοῦ τὴν θεότητα. Ἰσιδώρου. Οὐδὲ πρεσβυτέρα ἡ ὕπαρξις τοῦ Πατρὸς τῆς τοῦ Υἱοῦ· διὸ καὶ Παῦλον ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως τὸν Υἱὸν αὐτοῦ ὡρίσατο. διὰ μὲν τοῦ πρώτου, τὸ συναΐδιον, διὰ δὲ τοῦ δευτέρου παραδείγματος, τὸ ἐνυπόστατον μηνύων. Χρυσοστόμου ἐκ τοῦ κατὰ Ἰωάννην. Τὸ γὰρ ἀπαύγασμα συνεπινοεῖται τῇ φύσει ἧς ἐστιν ἀπαύγασμα. διὰ τοῦτο καὶ Παῦλος οὕτως αὐτὸν ἐκάλεσεν, ἵνα μηδὲν μέσου ὑποπτεύσῃς Πατρὸς καὶ Υἱοῦ. ἐπήγαγε δὲ ὅτι “καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ,” ἵνα τὴν ἰδίαν ὑπόστασιν δηλώση, καὶ τῆς ἀύτης οὐσίας ὄντα αὐτὸν, ἧς ἐστι καὶ χαρακτήρ. καὶ ὥσπερ οὐκ ἔστιν ἐν μέσῳ κύκλου καὶ τῆς ἀκτῖνος διαίρεσιν εὑρέσθαι, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον, ἁπλοῦν τε καὶ ἀμερὲς, ἀλλ’ ἡ μὲν ἀκτὶς συνῆπται τῷ κύκλῳ, τοὔμπαλιν δὲ ὁ κύκλος, οἶόν
For having spoken of cause and effect, we have shown that neither is the Son unbegotten nor the Father begotten. And just as the light from a lamp is both from the nature of that which shines forth and is with it, for at the same time the lamp appeared and the light from it shone forth together, so the Son is from the Father, and the Father is never separated from the Son. For it is not possible for his divinity to be without light. From Isidore. Nor is the existence of the Father older than that of the Son; therefore Paul also defined his Son as the radiance of glory and the express image of the Father's substance, declaring by the first term his co-eternity, and by the second example his subsistence. From Chrysostom on John. For the radiance is conceived together with the nature of which it is the radiance. For this reason Paul also called him so, that you might suspect nothing in between the Father and the Son. And he added that "he is also the express image of his substance," in order to show his own subsistence, and that he is of the same essence of which he is also the express image. And just as it is not possible to find a division between a circle and the ray, because of its impassibility and incorporeality, being simple and indivisible, but the ray is joined to the circle, and conversely the circle, as it were
τις ὀφθαλμὸς ποταμηδὸν ἐπιχεῖ τῷ παντὶ τὰς ἀκτῖνας, οὕτως οἱονεὶ τινες τοῦ Πατρὸς ἀκτῖνες ἐφ’ ἡμᾶς ἀπεστάλησαν, ὅ τε φεγγώδης Ἰησοῦς, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ ὥσπερ αἱ τοῦ φωτὸς ἀκτῖνες ἀμέριστον ἔχουσαι κατὰ φύσιν τὴν πρὸς ἄλληλα σχέσιν, οὔτε τοῦ φωτὸς χωρίζονται, οὔτε ἀλλήλων ἀποτέμνονται, καὶ μέχρις ἡμῶν τὴν χάριν τοῦ φωτὸς ἀποστέλλουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ Σωτῆρ’ ὁ ἡμέτερος καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, ἡ δίδυμος τοῦ Πνεύματος ἀκτὶς, καὶ μέχρις ἡμῶν διακονεῖται τῆς ἀληθείας τὸ φῶς καὶ τῷ Πατρὶ συνήνωται. ὃν τρόπον δὲ καὶ ἐπί τινος ὑδάτων πηγῆς συμβαίνει ῥεῖθρόν τι ἀκατάσχετον εἰς ποταμοὺς δύο τῷ ῥεύματι τέμνεσθαι, μίαν ἐξ ἑνὸς ὀφθαλμοῦ τῆς πηγῆς τὴν ῥοὴν ἐξ ἀρχῆς ἐσχηκὸς, βλαβὲν δὲ ὅμως οὐδὲν εἰς τὴν οὐσίαν ἐκ τῆς διαιρέσεως· τῇ μὲν γὰρ τῶν ποταμῶν θέσει τὸ ῥεῖθρον διήρηται, τὴν δὲ τοῦ χυμοῦ ποιότητα μίαν καὶ τὴν αὐτὴν κέκτηται· παραπλησίως καὶ ὁ Θεὸς καὶ Πατὴρ, δίρρυτόν τινα τοῦ τε Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος τὴν νοητὴν εἰς ἡμᾶς ἀποστείλας χάριν, οὔτ’ αὐτός τι πέπονθεν εἰς τὴν οὐσίαν βλαβείς· οὐ γὰρ μείωσιν ὑπέστη τινὰ διὰ τὴν εἰς ἡμᾶς ἐκείνων ἄφιξιν, καὶ μέχρις ἡμῶν προσεχώρησαν, καὶ τοῦ Πατρὸς οὐδὲν ἧττον ἀχώριστοι καθεστήκασιν. ἀμερὴς γὰρ ἡ τῶν νοητῶν καὶ κρειττόνων φύσις. καὶ ταῦτά γε τίθημι τὰ ὑποδείγματα, οὐκ ἀγνοῶν ὅτι μηδεμία εἰκὼν φθάνει πρὸς τὴν ἀλήθειαν. Ἐκ τοῦ περὶ Πνεύματοσ.
Just as some eye pours forth its rays like a river over the whole, so to speak certain rays of the Father have been sent to us—the radiant Jesus and the Holy Spirit. And just as the rays of light, having by nature an undivided relation to one another, are neither separated from the light nor cut off from each other, and send the grace of the light even as far as us, in the same way our Savior and the Holy Spirit, the twin ray of the Spirit, minister the light of truth even as far as us and are united with the Father. And just as it happens at some spring of waters that a certain irresistible stream is divided by its flow into two rivers, having from the beginning a single flow from one eye of the spring, yet suffering no harm in its essence from the division—for by the position of the rivers the stream is divided, but it possesses one and the same quality of taste—similarly also God the Father, having sent to us the noetic grace of the Son and the Holy Spirit as a twofold stream, has himself suffered no harm in his essence; for he underwent no diminution because of their coming to us, and they have come even as far as us, and yet they remain no less inseparable from the Father. For the nature of things noetic and superior is undivided. And I set forth these examples, not being ignorant that no image reaches the truth. From the work On the Spirit.
Ὡς ἔγωγε πολλὰ διασκεψάμενος πρὸς ἐμαυτὸν τῇ φιλοπραγμοσύνῃ τοῦ νοῦ, καὶ πανταχόθεν τὸν λόγον εὐθύνας, καὶ ζητῶν εἰκόνα τινὰ τοῦ τοσούτου πράγματος, οὐκ ἔσχον ᾧ τινι χρὴ τῶν κάτω τὴν θείαν φύσιν παραβαλεῖν. κἂν γὰρ μικρά τις ὁμοίωσις εὑρεθῇ, φεύγει τὸ πλεῖον ἀφέν με κάτω μετὰ τοῦ ὑποδείγματος. ὀφθαλμόν τινα καὶ πηγὴν καὶ ποταμὸν ἐνόησα, καὶ γὰρ ἄλλοι, μὴ τῷ μὲν ὁ Πατὴρ, τῇ δὲ ὁ Υἱὸς, τῷ δὲ τὸ Πνεῦμα τὸ Ἅγιον ἀναλόγως ἔχῃ. ταῦτα γὰρ οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέρρηκται τῇ συνεχείᾳ· καὶ δοκεῖ πώς τρισὶν ἰδιότησι τέμνεσθαι. ἀλλ’ ἔδεισα πρῶτον μὲν ῥύσιν τινὰ θεότητος παραδέξασθαι, στάσιν οὐκ ἔχουσαν· δεύτερον δὲ μὴ τὸ ἐν τῷ ἀριθμῷ διὰ τῆς εἰκασίας ταύτης εἰσάγηται. ὀφθαλμὸς γὰρ καὶ πηγὴ καὶ ποταμὸς ἕν ἐστι τῷ ἀριθμῷ διαφόρως σχηματιζό-
μένα. πάλιν ἥλιον ἐνεθυμήθην καὶ ἀκτῖνα καὶ φῶς, ἀλλὰ κ’ ταῦθα δέος πρῶτον μὲν μὴ σύνθεσίς τις ἐπινοῆται τῆς ἀσυνθέτου φύσεως, ὥσπερ ἡλίου καὶ τῶν ἐν ἡλίῳ· δεύτερον δὲ, μὴ τὸν Πα- τέρα μὲν οὐσιώσωμεν, τἄλλα δὲ οὐχ ὑποστήσωμεν, ἀλλὰ δυνάμεις Θεοῦ ποιήσωμεν ἐνυπαρχούσας οὐχ ὑφεστώσας. οὔτε γὰρ ἀκτὶς οὔτε φῶς ἄλλος ἥλιος, ἀλλ’ ἡλιακαὶ τινες ἀπόρροιαι καὶ ποιότη- τε; οὐσιώδεις. καὶ ἅμα τὸ αὐτῷ καὶ μὴ αὐτῷ τῷ Θεῷ δῶμεν ἐν τούτοις, ὅσον ἐκ τοῦ ὑποδείγματος, ὃ καὶ τῶν φημένων ἀτοπώτε- ρον. ἤκουσα ’δε τινος καὶ τοιοῦτον ὑπογράφοντος λόγον, μαρμαρυ- γήν τινα ἡλιακὴν τοίχῳ προσαστράπτουσαν, καὶ περιτρέπουσαν ἐξ ὑδάτων κινήσεως, ἣν ἀκτὶς ὑπολαβοῦσα διὰ τοῦ ἐν μέσῳ ἀέρος, εἶτα χεθει-σα τῷ ἀντιτύπῳ, παλμὸς ἐγένετο καὶ παράδοξος·
For my part, having pondered many things within myself with the busy curiosity of my mind, and having straightened out the argument from every side, and seeking some image of so great a matter, I could not find anything by which one might compare the divine nature to things below. For even if some small likeness be found, the greater part escapes and leaves me below with the example. I conceived of an eye and a spring and a river—for others too have done so—so that the Father might correspond to one, the Son to another, and the Holy Spirit to another. For these are neither separated by time, nor rent from one another by continuity; and it seems in some way to be divided into three properties. But I feared, first, to admit some flow of divinity that has no stability; second, lest the numerical one be introduced through this likeness. For an eye and a spring and a river are one in number, variously configured. Again I thought of the sun and a ray and light, but here too there was fear, first, lest some composition be conceived of the incomposite nature, as of the sun and the things in the sun; second, lest we make the Father substantial but not give substance to the others, and make them powers of God existing in him but not subsisting. For neither a ray nor light is another sun, but certain solar effluences and substantial qualities. And at the same time we would give to God both to be the same as himself and not the same, as far as concerns the example—which is more absurd than what has been said. I heard someone also sketching such an argument as this: a certain solar gleam flashing upon a wall, and turned about by the movement of waters, which a ray, catching it up through the intervening air, then poured upon the resisting surface, became a pulsation and a paradoxical one.
ᾄττει γὰρ πολλαῖς καὶ πυκναῖς ταῖς κινήσεσιν, οὐχ ἓν οὖσα μᾶλλον ἣ πολλὰ, οὐδὲ πολλὰ μᾶλλον ἣ ἓν, τῷ τάχει τοῖς συνόλου καὶ τῆς διαστάσεως πρὶν ὄψει κρατηθῆναι διαδιδράσκουσα. ἀλλ’ οὐδὲ τοῦτο πείθεσθαι δύνατον ἐμοὶ δι’ ἐν μὲν, ὅτι ἔκει μὲν τὸ κίνησαν καὶ πάνυ δῆλον· Θεοῦ δὲ οὐδὲν πρεσβύτερον, ἵν ἦ τὸ τοῦτον κεκινηκός. αὐτὸς μὲν γὰρ πάντων αἰτία, αἰτίαν δὲ πρεσβυτέραν οὐκ ἔχει· δεύτερον δὲ, ὅτι κἀνταῦθα τῶν αὐτῶν ὑπόνοια, συνθέσεως, χύσεως ἀστάτου, καὶ οὐ παγίας φύσεως, ὧν οὐδὲν ἐννοητέον περὶ θεότητος. καὶ ὅλως οὐδὲν ἐστιν ο μοι τὴν διάνοιαν ἵστησιν, ἔπι τῶν υδ καὶ ὅλως οὐδὲν ἐστιν ο μοι τὴν διάνοιαν ἵστησιν, ἔπι τῶν ὑδάτων θεωροῦντι τὸ φανταζόμενον· πλὴν εἴ τις ἕν τι λαβὼν τῆς εἰκόνος, ὑπ’ εὐγνωμοσύνης τὰ λοιπὰ ῥίψειε. τέλος οὖν ἔδοξέ μοι κράτι- ’στὸν αὐτῷ τὰς μὲν εἰκόνας χαίρειν ἐᾶσαι, καὶ τὰς σκηνὰς, ὡς ἁπατηλὰς καὶ τῆς ἀληθείας πλεῖστον ἀποδεούσας· αὐτὸν δὲ τῆς εὐσεβεστέρας ἐννοίας ἐχόμενον, ἐπ’ ὀλίγων ῥημάτων ἱστάμενον, ὁδηγῷ τῷ Πνεύματι χρώμενον ἣν ἐντεῦθεν συνόμιλον τὸν αἰῶνα τοῦτον διαπορεύεσθαι τέμνοντα. Χρυσοστόμου. Καὶ πιστεύων ὅτι ὁ μονογενὴς, ἄναρχος μέν ἐστι, γεγεννημένος δὲ ἐκ τοῦ Πατρός· ἀπαύγασμα γάρ ἐστι, δὲ ἀπαύγασμα συνεπινοεῖται τῇ φύσει, ἧς ἐστιν ἀπαύγασμα. διὰ γὰρ τοῦτο αὐτὸν καὶ ὁ Παῦλος οὕτω; ἐκάλεσε, καὶ τὸ ἐξ αὐτοῦ καὶ τὸ συναδιον παριστῶν, ἵνα μηδὲν μέσον ὑποπτεύσῃς Πατρὸς καὶ Υἱοῦ. τοῦτο μὲν οὖν τούτου δηλωτικὸν, τὸ δὲ ἐφεξῆς τοῦ προ-
For it rushes with many and frequent motions, being not one rather than many, nor many rather than one, escaping by its speed the whole of extension before it is grasped by sight. But not even this can be believed by me, for one reason, because there the moving cause is quite clear; and nothing is older than God, so that there might be that which moved him. For he himself is the cause of all things, and has no cause older than himself. And secondly, because here too there is the same suspicion of composition, of unstable flux, and of a nature that is not fixed, none of which is to be conceived concerning the Godhead. And in general there is nothing that fixes my thought, as I observe what is imagined in the waters; except that if someone, taking one part of the image, in fairness should cast away the rest. In the end, then, it seemed best to me to bid farewell to the images and the tabernacles, as deceptive and falling far short of the truth; and to hold fast himself to the more pious understanding, standing upon few words, using the Spirit as guide, to pass through this present age as a companion, cutting a path. Of Chrysostom. And believing that the Only-begotten is without beginning, but begotten of the Father; for he is the radiance; and radiance is co-conceived with the nature of which it is the radiance. For this reason Paul also called him so, setting forth both that he is from him and that he is co-eternal, so that you should suspect nothing intermediate between Father and Son. This, then, is indicative of that; and the next of the
τέρου παραδείγματος τὴν ὑφορμοῦσαν τοῖς ἀνοήτοις ἀτοπίαν διομ θοῦται. μὴ γὰρ ἐπειδὴ ἀπαύγασμα, φησὶν, ἤκουσας, τῆς ἰδίας αὐτὸν ἀποστερῆσθαι νομίσεις ὑποστάσεως· ἀσεβὲς γὰρ τοῦτο, καὶ τῆς τῶν Σαβελλιανῶν καὶ τῶν ἀπὸ Μαρκέλλου μανίας. ἡμεῖς δὲ οὐχ οὕτως φαμὲν, ἀλλὰ καὶ ἐν ἰδίᾳ αὐτὸν αὐτοῦ ὑποστάσει. διὰ γὰρ τοῦτο εἰπὼν αὐτὸν " ἀπαύγασμα,” ἐπήγαγεν, ὅτι “ καὶ “ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ·” ἵνα τὴν ἰδίαν ὑπόστα- σιν δηλώσῃ, καὶ τῆς ἀύτης οὐσίας ὄντα αὐτὸν, ἧς ἐστι καὶ χα- ρακτήρ. οὐ γὰρ ἀρκεῖ μιᾷ λέξει τὰ περὶ Θεοῦ παραστῆσαι δόγματα τοῖς ἀνθρώποις, ἀλλ’ ἀγαπητὸν, ἃν πολλὰ συμφορή- σαντες, ἐξ ἑκάστου τὸ πρέπον ἐπιλεξώμεθα. Γρξσπρόπθ Θεολόγου ἘΚ Tοῦ Περὶ υἱοῦ Δευτέρου Λόγου. Δοκεῖ γάρ μοι λέγεσθαι, Υἱὸς μὲν, ὅτι ταὐτόν ἐστι τῷ Πατρὶ κατ’ οὐσίαν, καὶ οὐκ ἐκείνῳ μόνον, ἀλλὰ κἀκεῖθεν· μονογενὴς δὲ, οὐχ ὅτι μόνος ἐκ μόνου καὶ μόνον, ἀλλ’ ὅτι καὶ μονοτρόπως, ὡς τὰ σώματα· Λόγος δὲ, ὅτι οὕτως ἔχει πρὸς τὸν Πατέρα, ὡς πρὸς νοῦν λόγος· οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφὲς καὶ τὸ ἐξαγγελτικόν· εἰκὼν δὲ ὡς ὁμοούσιον, καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ’ ἐκ τούτου Πατήρ· αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὑ λέγεται. Γρηγορίου Νύσσησ κατὰ Ἀπολλιναρίου. Διὰ τοῦτο δὲ καὶ " δόξης ἀπαύγασμα καὶ χαρακτὴρ ὑποστάσεως.” ὥσπερ γὰρ συγγενῶς ἔχει πρὸς τὸν ἥλιον ἡ ἀκτὶς, καὶ πρὸς τὸν λύχνον τὸ ἀπαυγαζόμενον φῶς, καὶ ὁ τοῦ ἀνθρώπου χαρακτὴρ ἀνθρωπίνην ὑπόστασιν δείκνυσιν, οὕτω καὶ τὸ παρὰ τῆς δόξης τοῦ Πατρὸς ἀπαυγασθὲν φῶς·
He thoroughly refutes the absurdity that underlies the foolish by this example. For do not suppose, he says, because you have heard "effulgence," that he is deprived of his own subsistence; for this is impious, and belongs to the madness of the Sabellians and those who follow Marcellus. But we do not say so, but that he is also in his own subsistence. For this reason, having called him "effulgence," he added, "and he is the express image of his subsistence," so as to make clear his own subsistence, and that he is of the same essence of which he is also the express image. For it is not sufficient to set forth the doctrines concerning God to men by one word, but it is to be desired that, having gathered many together, we may select from each what is fitting. From Gregory the Theologian, from the Second Discourse Concerning the Son. For it seems to me that he is called Son because he is the same as the Father in essence, and not from that one only, but also from thence; and only-begotten, not because he is only from one and only, but because also in a unique manner, as bodies are; and Word, because he is related to the Father as word is to mind, not only because of the impassibility of his generation, but also because of his conjunction and his power of declaration; and image as being of the same essence, and because this is from thence, but from this the Father; for this is the nature of an image, to be a imitation of the archetype and of that which it is called. From Gregory of Nyssa Against Apollinaris. For this reason also "effulgence of glory and express image of subsistence." For just as the ray is akin to the sun, and the radiated light to the lamp, and the express image of a man shows a human subsistence, so also the light radiated from the glory of the Father;
οἵα γὰρ ἡ δόξα, τοιοῦτον δηλονότι καὶ τὸ ἀπαύ- γασμα· καὶ οἷος ο χαρακτὴρ, τοιαύτη πάντως καὶ η ὑπόστασις. Ἀπολινάριος τὸν ἄνθρωπον αὐτοῦ λέγων τῆς τοῦ Θεοῦ δόξης ἀπαύ- γασμα, καὶ ἐν τῷ σαρκίνῳ Θεῷ, ὃν διὰ τῆς ματαιότητος τῶν λογισμῶν εἰδωλοποιήσας ἀνέπλασε, τὴν τοῦ Θεοῦ ὑπόστασιν ρακτηρίζεσθαι, αὐτῆς τῆς κατὰ τοῦ Πατρὸς ἅπτεται βλασφη- μίας. πάντως γὰρ εἴπερ τὸ ἡμῖν φανὲν παρὰ τῆς δόξης τοῦ Πα- τρὸς ἀπηυγάσθη· καὶ ὁ χαρακτὴρ αὐτοῦ τῆς ὑποστάσεως σάρξ ἐστι, σαρκώδης ἐκ τοῦ ἀκολούθως καὶ ἡ τοῦ Πατρὸς φύσις κατα-
σκευάζεται. οὐ γὰρ ἃν εἴποι χαρακτηρίζεσθαι μὲν σώματι τὸ ἀσώματον, ἐκ δὲ τοῦ ἀοράτου τὸ ἀόρατον ἀπαυγάζεσθαι· ἀλλ’ εἰ τοῦτο σῶμα, μηδὲ ἐκεῖνο πάντως ἀσώματον οἴεσθαι. Βασιλείου ἀπὸ τῶν ἀντιρρητικῶν. Ἀκουέτωσαν δὲ καὶ οἱ λέγοντες ἦν ὅτε οὐκ ἦν ὁ Υἱός. εἰ ἀπαύγασμα παντὸς φωτὸς γεννᾶται μὲν ἐκ τοῦ φωτὸς, οὐ ποτὲ δὲ, ἀλλὰ ἀχρόνως καὶ συναϊδίως ἐκείνῳ· οὐ γάρ ἐστι φῶς χωρὶς ἀπαυγάσματος· καὶ ὁ Υἱὸς ἀπαύγασμα τυγχάνων, οὐ ποτὲ ἔσται, ἀλλὰ συναϊδίου φωτὸς ὄντως τοῦ Θεοῦ, ὡς Δαβίδ φησιν, “ἐν τῷ φωτὶ σου ὀψόμεθα φῶς” καὶ Δανιὴλ, “καὶ τὸ φῶς μετ’ αὐτοῦ ἐστι.” ναί φησιν, ἀλλὰ τάξει καὶ τοῖς ἐκ χρόνου πρεσβείοις, ὁ μέν ἐστι πρῶτος, ὁ δὲ δεύτερος. τίς ἡ ἀνάγκη, ἐφ’ ὧν ἡ οὐσία κοινὴ τάξει τε ὑποβεβλῆσθαι ταῦτα καὶ χρόνοις αὐτῇ δευτέρα; οὐ γὰρ δυνατὸν τῇ ἀπ’ αὐτοῦ εἰκόνι ἀχρόνως ἀπαυγασθείσῃ τὸν Θεὸν τῶν ὅλων ἐξ ἀιδίου συνεῖναι καὶ μὴ χρόνου μόνον, αἰώνων δὲ πάντων ἐπέκεινα τὴν συνάφειαν ἔχειν.
For as the glory is, such also is the radiance; and as the express image is, such also is the substance. Apollinarius, calling his man the radiance of the glory of God, and saying that in the fleshly God, whom he fashioned as an idol through the vanity of his reasonings, the substance of God is expressed, touches upon blasphemy itself against the Father. For certainly if what appeared to us was radiated from the glory of the Father, and his express image of the substance is flesh, then consequently the nature of the Father is also established as fleshly. For he would not say that the incorporeal is expressed by a body, and that the invisible is radiated from the invisible; but if this is a body, let him not think that that is certainly incorporeal. From the Refutations of Basil. Let those also hear who say, "There was when the Son was not." If the radiance of every light is begotten from the light, not at some time, but timelessly and co-eternally with it—for there is no light without radiance—then the Son, being radiance, will not exist at some time, but is of the truly co-eternal light of God, as David says, "In your light we shall see light," and Daniel, "And the light is with him." Yes, he says, but in order and in precedence of time, one is first and the other second. What necessity is there, in things whose substance is common, that these be subjected to order and to times second to it? For it is not possible that God, who is from eternity with the image radiated from him timelessly, should be with it and have the conjunction not of time only, but beyond all ages.
διὰ τοῦτο γὰρ ἀπαύγασμα εἴρηται, ἵνα τὸ συνημμένον νοῶμεν, καὶ “χαρακτὴρ τῆς ὑποστάσεως,’ ἵνα τὸ ὁμοούσιον ἐκμανθάνωμεν. οὐ μὴν ἀλλ’ ἔστι τι καὶ τάξεως ἕδος, οὐκ ἐκ τῆς παρ᾿ ἡμῶν θέσεως συνιστάμενον, ὡς ἐν τοῖς κατασκευάσμασι καὶ μαθήμασιν, ἀλλ’ αὐτῇ τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαῖνον, ὡς τῷ πυρὶ πρὸς τὸ φῶς ἐστι τὸ ἐξ αὐτοῦ. ἐν τούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν, δεύτερον ’δε τὸ ἀπ’ αὐτοῦ οὐ διαστήματι χωρίζοντες ἀπ’ ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτιατοῦ προεπινοοῦντες τὸ αἴτιον. οὐκοῦν καὶ ἐπὶ τῆς θεολογίας, κατὰ μὲν τὴν τῶν αἰτίων πρὸς τὸ ἐξ αὐτῶν σχέσιν προτετάχθαι τοῦ Υἱοῦ τὸν Πατέρα φαμὲν, κατὰ δὲ τὴν τῆς φύσεως διαφορὰν οὐκέτι, οὐδὲ κατὰ τὴν τοῦ χρόνου ὑπεροχήν. ἣ οὕτω γε καὶ αὐτὸ τὸ, “τὸν Πατέρα αὐτοῦ τὸν Θεὸν,” ἀθετήσωμεν, τῆς κατὰ τὴν οὐσίαν ἀλλοτριότητος τὴν φυσικὴν συνάφειαν ἀθετούσης. Χρυσοστόμου ἐκ τοῦ κατὰ Ἰωάννην. Τί δὲ, εἰπέ μοι, οὐχ οἱ αἰῶνες διὰ τοῦ Υἱοῦ γεγόνασιν ἅπαντες; καὶ διάστημα ἅπαν; ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ παραπαίοντα. οὐκοῦν οὐ μέσον Πατρὸς, Υἱοῦ, καὶ Ἁγίου Πνεύματος. εἰ δὲ οὐδὲν ὕστερος, ἀλλὰ συναΐδιος· τὸ γὰρ πρὸ, καὶ μετὰ, χρόνου εἰσὶν ἔννοιαι δηλωτικαί. χωρὶς γὰρ αἰῶνος ἣ χρόνου, οὐκ ἃν δυνηθείη τίς ταῦτα νοῆσαι τὰ ῥή-
For this reason he is called "effulgence," so that we may understand the conjunction, and "impress of his substance," so that we may learn the consubstantiality. Nevertheless there is also a certain seat of order, not established by our own arrangement, as in the case of constructions and learned doctrines, but arising from the natural sequence itself, as fire has its light from itself. For in these things we call the cause first, and second that which is from it, not separating them from one another by any interval, but by reasoning preconceiving the cause before that which is caused. Therefore also in theology, according to the relation of causes to what is from them, we say the Father is ranked before the Son, but no longer according to a difference of nature, nor according to superiority of time. Otherwise we would also set aside this very phrase, "his Father, God," since alienation according to essence sets aside natural conjunction. From Chrysostom on John. But tell me, have not all the ages come to be through the Son, and every interval? Anyone who does not stumble must altogether confess it. Therefore there is no middle between Father, Son, and Holy Spirit. And if nothing is later, then he is coeternal; for "before" and "after" are concepts indicative of time. For without eternity or time, one could not conceive these words—
μάτα. χρόνων δὲ καὶ αἰώνων ἀνώτερος ὁ Θεός. εἰ δὲ ὅλως τοῦ Υἱοῦ φῇς ἀρχὴν κατειληφέναι, ὅρα μὴ καὶ τὸν Πατέρα ὑπὸ ἀρχὴν ἀναγκασθῇς ἀγαγεῖν, πρεσβυτέραν μὲν, ἀρχὴν δὲ ὅμως. εἰπὲ γάρ μοι, οὐχ ὅρον τινὰ τιθεὶς τῷ Υἱῷ καὶ ἀρχὴν, οὕτω προιὼν ἀπ’ αὐτῆς ἐπὶ τὸ ἄνω προεῖναι τὸν Πατέρα λέγοις; εὔδηλον ὅτι· εἰπὲ οὖν μοι, πόσον ὁ Πατὴρ προυπάρχει; ἄν τε γὰρ ὀλίγον, ἄντε πολὺ διάστημα εἴπῃς, ὑπὸ τὴν ἀρχὴν τὸν Πατέρα ἤγαγες. μετρήσας γὰρ δηλονότι τὸ μέσον, οὕτως ὀλίγον ἐρεῖς ἣ πολὺ μέτρον δὲ, οὐκ ἃν γένηται, μὴ ἑκατέρωθεν οὔσης ἀρχῆς· ὥστε καὶ τῷ Πατρὶ δέδωκας ἀρχὴν, τό γε εἰς σὲ ἧκον· καὶ οὐκ ἔσται λοιπὸν ἄναρχος οὔτε ὁ Πατὴρ καθ’ ὑμᾶς. Άθανασίογἐκ ἐκ τοῦ κατὰ Α᾿ρειανῶν. Ἀλλὰ εἶδε φῶς χωρὶς ἀπαυγάσματος; ἣ τίς τολμᾷ λέγειν ἀλλότριον αὐτοῦ τὸν χαρακτῆρα τῆς ὑποστάσεως; ἢ πῶς οὐ μαίνεται πλέον ὁ κἂν ἐνθυμούμενος ἄλογον καὶ ἄσοφον ποτὲ τὸν Θεόν; τοιαῦτα γὰρ τὰ παραδείγματα καὶ τοιαύτας εἰκόνας ἔθηκεν ἡ γραφὴ, ἵνα, ἐπειδὴ ἀδύνατός ἐστιν ἡ ἀνθρωπίνη φύσις περὶ Θεοῦ καταλαβεῖν, κἂν ἐκ τούτων ἀμυδρῶς ὡς ἐφικτὸν διανοεῖσθαι δυνηθῶμεν. καὶ ὥσπερ περὶ τοῦ αὐτοῦ Θεὸν καὶ πρόνοιαν αὐταρκῶς ἡ κτίσις πρὸς τὴν γνῶσιν· ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτίσεως κόσμου ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, οὕτως περὶ τῆς τοῦ Υἱοῦ θεότητος ἱκανὰ τὰ προειρημένα ῥητά. ὁρῶμεν γὰρ τὸν Λόγον ἀεὶ ὄντα, καὶ ἐξ αὐτοῦ ὄντα καὶ τῆς οὐσίας ἴδιον, οὗ καὶ ἔστιν ὁ Λόγος, καὶ μὴ ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον.
Vain. But God is higher than times and ages. If you say that you have grasped a beginning of the Son at all, see that you are not compelled to bring the Father also under a beginning—older, indeed, but a beginning nonetheless. For tell me, when you set some limit and beginning for the Son, do you not then proceed from it upward and say that the Father is before? It is evident that you do. Tell me, then, how much earlier does the Father exist? For whether you say a small or a large interval, you have brought the Father under a beginning. For having measured the middle, you will obviously say either small or large—but there will be no measure unless there is a beginning on both sides. So you have given a beginning even to the Father, as far as it depends on you; and henceforth, according to you, neither will the Father be without beginning. From Athanasius, from the work Against the Arians. But did he see light without radiance? Or who dares to say that the express image of his substance is alien to him? Or how is he not utterly mad who even conceives of God as at some time irrational and unwise? For Scripture has set forth such examples and such images, so that, since human nature is unable to comprehend concerning God, we might at least from these things be able to think dimly, as far as is attainable. And just as creation is sufficient for the knowledge of the same God and his providence—for from the greatness and beauty of the created world the Creator is contemplated by analogy—so the previously cited words are sufficient concerning the divinity of the Son. For we see the Word always existing, and existing from him and proper to his essence—he whose Word he is—and not having the before and the after.
ὁρῶμεν δὲ καὶ το ἀπαύγασμα τοῦ ἡλίου, ἴ’ διόν τε ὂν αὐτοῦ, καὶ μὴ διαιρουμένην ἣ μειουμένην τὴν οὐσίαν τοῦ φωτὸς, ἀλλὰ γέννημα ἀληθινὸν καὶ ἐξ αὐτοῦ προιόν. ὁρῶμεν καὶ τὸν Υἱὸν οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ Πατρὸς γεννώμενον. καὶ ὁλόκληρον μὲν ὄντα τὸν Πατέρα, τὸν δὲ χαρακτῆρα τῆς ὑποστάσεως ἀεὶ ὄντα, ἐμφέρειάν τε καὶ εἰκόνα ἀπαράλλακτον σώζοντα πρὸς τὸν Πατέρα· ὡς τὸν ἰδόντα τοῦτον ὁρᾷν ἐν αὐτῷ καὶ τὴν ὑπόστασιν, ἧς καὶ χαρακτήρ ἐστιν· ἔκ τε τῆς ἐνεργείας τοῦ χαρακτῆρος, διανοούμεθα ἀληθῶς τὴν τῆς ὑποστάσεως ἀληθῶς θεότητα. οὐκοῦν ἡ χριστομάχος αἵρεσις πειρασάτω πρότερον τὰ ἐν γενητοῖς παραδείγματα διελεῖν, καὶ εἰπεῖν εἴποτε ὁ ἥλιος χωρὶς
τοῦ ἀπαυγάσματος, ἣ ὅτι τοῦτο οὐκ ἔστιν ἴδιον τῆς τοῦ φωτὸς οὐσίας ἣ ἴδιον μέν ἐστι, κατὰ διαίρεσιν δὲ μέρος ἐστὶ τοῦτο τοῦ φωτὸς, καὶ πάλιν διελέτω τὸν λόγον, καὶ εἰπάτω τοῦτον ἀλλότριον αὐτοῦ τοῦ νοῦ. ἣ ὅτι ποτὲ οὐκ ἢν, ἣ οὐκ ἔστιν ἴδιος τῆς οὐσίας αὐτοῦ, ἣ ὅτι μέρος κατὰ διαίρεσιν οὗτος ἐστὶν ἐκείνου. εἰ δὲ ἐπὶ τούτων τῶν γενητῶν καὶ σωματικῶν ζώων εὑρίσκεται τὰ γεννήματα μὴ μέρη ὄντα τῶν οὐσιῶν ἐξ ὧν εἰσὶ, μηδὲ παθητικῶς ὑφιστάμενα, μηδὲ μειοῦντα τὰς οὐσίας τῶν γονέων, πῶς οὐ μαίνονται οἱ ἐπὶ τοῦ ἀσωμάτου καὶ ἀληθινοῦ Θεοῦ ὑπονοοῦντες μέρη, καὶ πάθη καὶ διαιρέσεις προσάπτοντες τῷ ἀπαθεῖ καὶ ἀναλλοιώτῳ Θεῷ, μηδὲ συνορῶντες ὅτι ἔνθα τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα. καὶ ἔνθα τὸ ἀπαύγασμα, ἐκεῖ καὶ ἡ τούτου ἐνέργεια καὶ αὐγοειδὴς χάρις;..... ΘΗ Ρῶν.
We see also the radiance of the sun, which is its own and not divided or diminished in the substance of the light, but a true offspring proceeding from it. We see also the Son, not from outside, but begotten of the Father; and that the Father is whole and complete, while the express image of his substance always exists, preserving an unvarying resemblance and image toward the Father; so that the one who sees this sees in him also the substance of which he is the express image; and from the activity of the express image, we truly understand the true divinity of the substance. Therefore let the Christ-fighting heresy first attempt to divide the examples among created things, and to say whether the sun was ever without its radiance, or that this is not proper to the substance of the light, or that it is proper indeed but is a part of the light by division; and again let it divide the word, and say that this is foreign to the mind itself; or that it once was not, or that it is not proper to his substance, or that this is a part of that by division. But if in these created and bodily beings the offspring are found not to be parts of the substances from which they are, nor to subsist passively, nor to diminish the substances of their parents, how are they not mad who, in the case of the incorporeal and true God, suppose parts, and attach passions and divisions to the impassible and unchanging God, not even perceiving that where the light is, there also is the radiance; and where the radiance is, there also is its activity and radiant grace?
Καὶ ὅτι τὸ μερισμοὺς καὶ ἐλαττώσεις ὑπομένειν, αὔξην τε καὶ πληθυσμὸν, καὶ τὰς ἐν τῷ τίκτειν ἀπορροίας σωμάτων ἴδιον. καὶ ὅτι ὥσπερ ὁ λόγος οὗτος ὁ προφορικὸς, ᾧ κεχρήμεθα, καὶ ἐκ νοῦ γεννᾶται καὶ δοκεῖ μὲν ἕτερος αὐτῷ παρὰ τὸν ἐν καρδίᾳ στρεφόμενον, καθὸ ἔξω στόματος γίνεται, πεμπόμενος ὥσπερ ἐκ βάθους εἰς φῶς, ἔστι δὲ πάλιν ἐν αὐτῷ καὶ ὅμοιος αὐτῷ κατὰ πάντα. ἔστι γὰρ ἰδεῖν ἐν τῷ λόγῳ τὸν ἐν καρδίᾳ κληθέντα λογισμὸν, καὶ πάλιν ἐν τῷ νῷ τὸν λόγον ἔτι σιωπώμενον. οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀμερίστως ἐκ Πατρὸς προελθὼν, χαρακτήρ ἐστι καὶ ὁμοίωμα τῆς ἀιδιότητος αὐτοῦ, Λόγος ὣν ἐνυπόστατος καὶ ζῶν ἐκ ζῶντος Πατρός. Πρὸς ταῦτα φασιν οἱ ἀπὸ Εὐνομίου, εἴπατε ἡμῖν οἱ ἀπαύγασμα λέγοντες αὐτοῦ τοῦ Πατρὸς τὸν Υἱὸν, τι ποτε ἄρα λογίζεσθε ; ὁ δὲ τῆς ἐρωτήσεως τρόπος οὗτος, τὸ φῶς, ἤτοι τὸ πῦρ φέρε εἰπεῖν ἐν λύχνῳ κείμενον φωτίζει τὰ ἐκτὸς, ἀλλ’ αὐτὸ μὲν, οὐ πάντα πληροῖ, κεῖται δὲ ἐν τόπῳ, καὶ περὶ τὰ ἐκτὸς ὁ ἐξ αὐτοῦ φωτισμὸς γίνεται. εἰ τοίνυν φῶς μὲν αὐτοῦ τὸν Πατέρα, ἐκ φωτὸς δὲ ἀπαύγασμα τὸν Υἱὸν, ἀνάγκη λέγειν τοῦ Πατρὸς τὴν οὐσίαν μὴ δύνασθαι τὰ πάντα πληροῦν, ἵνα τόπον ἔχει καὶ χωρῆσαι ποι δύναιτο τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. εἰ δὲ πάντα πληροῖ ὁ Πατὴρ, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία ; ἡμεῖς δὲ ἀποκρινούμεθα· εἰ μὲν ἐν τόπῳ τίθησιν ὁ θεομάχος τὸν Πατέρα, καὶ
And that enduring divisions and diminishings, and increase and multiplication, and the outflows of bodies in begetting, is proper to it. And that just as this spoken word, which we use, is both begotten from the mind and seems indeed to be other than the thought revolving in the heart, inasmuch as it comes forth outside the mouth, sent as it were from the depths into the light, yet is again in it and like it in all respects. For it is possible to see in the word the reasoning that is called in the heart, and again in the mind the word still kept silent. So also the Son of God, having proceeded from the Father without division, is the express image and likeness of his eternity, being a Word subsistent and living from a living Father. To these things those from Eunomius say: Tell us, you who call the Son the radiance of the Father himself, what then do you think? And the manner of the question is this: bring forward the light, that is the fire, placed in a lamp, which illuminates things outside, but it itself does not fill all things, but lies in a place, and the illumination from it comes to be around things outside. If then the Father is light itself, and the Son a radiance from light, it is necessary to say that the essence of the Father cannot fill all things, so that there may be a place and room where the radiance sent from him might be contained. But if the Father fills all things, where will the essence of the begotten one be contained? And we shall answer: if the God-fighter places the Father in a place, and
καθάπερ τι σῶμα χωρεῖσθαι βούλεται, ζητείτω καὶ τῷ γεννήματι τόπον. εἰ δὲ οὐκ ἐν τόπῳ τοῦ Πατρὸς ἡ οὐσία, οὐ γὰρ τόπῳ περιληπτὸν τὸ θεῖον, τι μάτην περιεργάζεται τὰ μηδεμίαν ἔχοντα ζήτησιν, καὶ τολμᾷ λέγειν, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, πληροῦντος τὰ πάντα τοῦ Πατρός; φαίνεται μὲν οὖν ὁ Πατὴρ, καὶ ἔστιν ἐν Υὶῷ. καὶ Τὶος ἐν Πατρὶ οὐχ ὡς ταὐτὸν δὲ οὐδὲ ὡς ἓν ἀριθμῷ. ἔστη γὰρ ὁ Πατὴρ ἐν τῇ αὐτοῦ ἰδιότητι, καὶ ἔστιν ὁ Υἱὸς ἐν τῇ ἰδίᾳ ἰδιότητι, ταύτην ἔχων μόνην πρὸς τὸν γεγεννηκότα τὴν διαφοράν. ὁ μὲν γὰρ Πατὴρ, καθ’ ἑαυτόν ἐστι, καὶ οὐκ ἔστιν Τιος. ὁ δὲ Υἱὸς, καθ’ ἑαυτόν ἐστι, καὶ οὐκ ἔστι Πατὴρ, ἀλλὰ κατὰ τοῦτο μόνον ὡς πρὸς τὸν Πατέρα τὴν διαστολὴν ἔχων, φέρει μὲν αὐτὸ τῆς πατρικῆς φύσεως τὸ ἰδίωμα, ἔστι δὲ πάλιν ἐν τῷ Πατρὶ, ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα· πρόεισι μὲν ἐξ αὐτὸς, ἕτερον δέ τι παρ’ αὐτόν ἐστιν, ἓν κατὰ φύσιν ὑπάρχων. τὸ μὲν γὰρ ἥλιος, τὸ δὲ ἀπαύγασμα. ὣν οὖν Πατὴρ ὁ Πατὴρ, ἀπηύγασε τὸν Υἱὸν, σφραγῖδα καὶ εἰκόνα τῆς ἑαυτοῦ φύσεως ἀκριβεστάτην. Ἐκ Τοῦ Πρὸσ Ἑρμείαν. Καὶ εἴπερ ἐστὶ Πατὴρ ὁ Θεὸς, οὐκ ἐν χρόνῳ, παντέλειος γὰρ, συνεισκρίνεται που πάντως αὐτῶ καὶ ἡ τοῦ τεχθέντος δήλωσίς τε ὁμοῦ καὶ ὕπαρξις, οὐχ ὑστερίζουσα ζοῦσα κατὰ χρόνον, οὔτε μὴν κατόπιν ἰοῦσα τῆς τοῦ τεκόντος δόξης, διὰ τὸ χρῆναι συνεπινοεῖσθαί τε καὶ συνυπάρχειν ἀεὶ, Υἱὸν μὲν Πατρὶ, Πατέρα δὲ Υἱῷ· εἰ καὶ ἔστι γεννητὸς ὡς ἐκ Πατρὸς κατὰ φύσιν.
Just as a body wishes to be contained, let it seek a place also for the offspring. But if the essence is not in a place of the Father—for the divine is not encompassed by place—why does it vainly busy itself with matters that admit no inquiry, and dare to say, "Where will the essence of the offspring be contained," when the Father fills all things? The Father, then, is manifest, and is in the Son. And the Son is in the Father, not as being the same, nor as one in number. For the Father has stood in his own propriety, and the Son is in his own propriety, having this alone as his difference toward the one who begot him. For the Father is by himself, and is not the Son. And the Son is by himself, and is not the Father, but in this alone, as having the distinction toward the Father, he bears the peculiar property of the paternal nature, and is again in the Father, just as the radiance sent forth from the sun: it proceeds from it, yet is something other than it, being one according to nature. For the one is the sun, the other the radiance. As, therefore, the Father is Father, he sent forth the Son as a radiance, a seal and most exact image of his own nature. From the To Hermias. And if God is Father, not in time—for he is all-perfect—the manifestation and at the same time the existence of the one begotten are surely co-introduced with him, not falling short, living according to time, nor indeed coming after the glory of the begetter, because it must always be co-conceived and co-exist: Son with Father, and Father with Son; even if he is begotten as from the Father according to nature.
ἀπαύγασμα δὲ τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζων τὸν Υἱὸν ὁ θεσπέσιος Παῦλος, καὶ μὴν ὅτι καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, κατασφραγιεῖ δή που τὸν ἀρτίως ἥμιν γεγονότα λόγον. τὸ γὰρ ἄπο τινος εζηυγασμένον τουτὶ φῶς, τῆς ἀπαυγαζούσης οὐσίας αὐτὸ διακομίζει τοῖς ἔξω τὴν εἴδησιν, καὶ ταῖς δι’ ὀμμάτων ἐγχρίπτον αἰσθήσεσι, τὸ τὶ κατὰ φύσιν ἐστὶν ἡ προϊεῖσά τε καὶ ἐξαστράπτουσα ῥίζα τὲ αὐτοῦ καὶ γνῶσις, ἐφῆκε νοεῖν. Λαβέτω δὲ ὁ λόγος εἰς παράδειγμα τὴν ἡλίου φύσιν καὶ τὴν ἐξ αὐτοῦ προχεομένην αὐγήν. τι γὰρ κατὰ φύσιν ἐκεῖνος τὸ ἐξ
αὐτοῦ προϊέμενον σέλας ἀποφήνειεν ἃν, δίεσιν δὲ ὅλως, ἤτοι τομὴν καὶ ἀπορροὴν καὶ πάθος, οὐκ ἃν ἀνάσχοιτο ἡ ἡλίου φύσις. καί τοι χύδην καὶ οὐσιωδῶς τὸ ἐξ αὐτῆς προϊεῖσα φῶς· ἀλλ’ ἔστη μὲν ὁλοκληρία ἐν αὐτῷ, καὶ εἰ προχέοιτο τυχὸν, ἔχει δὲ αὖ ἐν ἑαυτῷ τὸ ἴδιον φῶς, οὐ ἀπορριζούμενον ἐν τῷ διαχεῖσθαι καὶ δοκεῖν πὼς ἤδη διὰ τούτου, καὶ εἰς ἰδικὴν ἑτερότητα δραμεῖν. ἀποδιελθὼν γὰρ ὁ λόγος ἥλιον μὲν ἀνὰ μέρος αὐτὸς καθ’ αὑτὸν τὴν οὐσίαν, ὅτι ποτέ ἐστι φαντάζεται. τὸ δ᾿ ἐν αὐτὸ τὲ καὶ ἐξ αὐτοῦ προχεόμενον φῶς, ἴδιον μὲν αὐτοῦ, πλὴν εἰς ἀμέτρητον ἑτερότητα, τὴν ὡς ἐν ψιλαῖς καὶ μόναις ἐννοίαις εὖ μάλα διοικιεῖ, διὰ τὴν ἐξ αὐτοῦ πρὸς τὸ ἔξω πρόοδον. ὅτι δὲ γελοῖον ἃν εἴη, πρεσβυτέραν μὴν τὴν ἡλίου φαντάζεσθαι γένεσιν, ὑστερίζουσαν δὲ κἂν γοῦν τι βραχὺ τῆς ἐνούσης αὐτῷ φωτοειδοῦς ἐνεργείας τὴν δύναμιν, οὐκ ἃν οἰηθείην ἐνδοιάσειν ὅλως τὸν σωφρονοῦντα. ἶσον γὰρ ἥλιον μηδὲ αὐτοῦ λέγειν, εἰ μὴ συνυπάρχειν ἔχει, τὸ δι’ οὗ νοεῖται τοῦθ’ ὅπέρ ἐστιν.
When the divinely inspired Paul calls the Son "the radiance of the glory of God and Father," and indeed also that he is "the express image of his person," he will thereby seal the word that has just now come to us. For this light that has shone forth from something conveys the knowledge of the essence that radiates it to those outside, and instilling it into the perceptions through the eyes, it grants us to understand what is by nature the root that sends it forth and flashes it out, and the knowledge of it. But let the argument take as an example the nature of the sun and the ray that pours forth from it. For what light of its own nature would the sun declare to be emitted from it? But division at all, that is, a cutting and an outflow and a passion, the nature of the sun would not endure. And yet it pours forth the light from itself abundantly and substantially; but wholeness stood in it, and even if it should happen to pour forth, it has again in itself its own light, not being rooted out in being diffused and seeming somehow already through this to run into a peculiar otherness. For the argument, having distinguished the sun in part by itself, imagines what its essence ever is. But the light that is in it and pours forth from it, though it is its own, it will very well separate into a measureless otherness, as in bare and mere conceptions, because of its procession from it toward the outside. But that it would be ridiculous to imagine the generation of the sun as older, and the power of the light-like energy present in it as lagging behind even a little, I would not think any sober-minded person would doubt at all. For it is not even possible to speak of a sun equal to itself, unless that through which it is understood to be what it is coexists with it.
οὐκοῦν ἀνατύπωσιν ὥσπέρ τινα διαπεπλασμένην ὀρθῶς τῶν ἐν αἰσθήσει παραδειγμάτων λαβὼν τὴν δύναμιν, τὴν θείαν γέννησιν οὐ καταφθερεῖς, τομὰς ἐπ’ αὐτῇ καὶ ἀπορροὴν καὶ πάθος ἀσυνέτως εἰσδεδεγμένος. Ἐπὶ γάρ τοι τῆς ἀνωτάτω πασῶν οὐσίας ἀπαθὴς μὲν ἡ γέννησις, καὶ μὴν καὶ οὐσιώδης ἡ τοῦ γεννήματος ὕπαρξις, καὶ διατομῆς ἐλευθέρα, καὶ τῷ τεκόντι συνθέουσα, καὶ ἀπαραιτήτως συννοουμένη. τὸ γὰρ ἄναρχον ἐν χρόνῳ, μεμαρτύρηκε τῷ Υἱῷ καὶ ὁ σοφὸς Ἰωάννης λέγων, “Ἐν ἀρχῇ ἦν ὁ Λόγος.” ἐπειδὴ δὲ τῆς τοῖ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐκπέφηνεν ὁ Υἱὸς, ἐνυπάρχει μὲν αὐτὸς τῷ ἰδίῳ Πατρὶ, παραδείξειε δ’ ἃν ἐν ἑαυτῷ διὰ ταὐτότητος φυσικῆς, καὶ τὴν τοῦ γεγεννηκότος. νοηθείη δ᾿ ἀν’ ὁ Πατὴρ οὐχ ἕτερος ἣ δι’ Υἱοῦ τε καὶ ἐν Υἱῷ, ἐπείπερ ἐστὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τὴν ὅθεν ἐξέφυ διαστείβων φύσιν ἐν ἰδίᾳ μορφῇ. Γρηγορίου Νύσσησ εἰσ Σιμπλίκιον περὶ πίστεωσ. Καὶ ὥσπερ τὸ ἐκ τοῦ λύχνου φῶς καὶ ἐκ τῆς φύσεως ἐστὶ τοῦ ἀπαυγάζοντος, καὶ μετ’ ἐκείνου ἐστὶν, ὁμοῦ τε γὰρ ἐξεφάνη ὁ λύχνος, καὶ τὸ φῶς τὸ ἐξ αὐτοῦ συνεξέλαμψεν, οὕτω καὶ ἐκ τοῦ Πατρὸς ὁ
Therefore, having taken the power of the examples in perception as a kind of rightly molded impression, you will not destroy the divine generation, having unintelligently admitted divisions and emanation and passion upon it. For in the case of the highest of all substances, the generation is impassible, and indeed the existence of the offspring is substantial, and free from division, and running together with the begetter, and inseparably conceived together. For the wise John has testified to the Son regarding the beginningless in time, saying, "In the beginning was the Word." And since the Son has shone forth from the substance of God the Father, he himself exists in his own Father, and would demonstrate in himself through natural identity also that of the one who begot. And the Father would be understood as not other than through the Son and in the Son, since he is the express image of his substance, traversing the nature from which he sprang in his own form. Of Gregory of Nyssa against Simplicius concerning faith. And just as the light from the lamp is also from the nature of the one shining forth, and is with that one, for at the same time the lamp appeared, and the light from it shone forth together, so also from the Father the
Υἱὸς, καὶ οὐδέποτε χωρὶς τοῦ Υἱοῦ ὁ Πατήρ· οὐκ ἐγχωρεῖ γὰρ ἀλαμπῆ αὐτοῦ τὴν δόξαν, ὡς οὐκ ἐγχωρεῖ ἄνευ ἀπαυγάσματος αὐτοῦ τὸν λύχνον. δῆλον δὲ ὅτι ὥσπερ τὸ αὐτοῦ ἀπαύγασμα μαρτυρία ἐστὶ τοῦ κατὰ τὴν δόξαν αὐτοῦ, μὴ γὰρ οὔσης τῆς δόξης, οὐκ ἃν εἴη τὸ ἐκ ταύτης ἀπαυγαζόμενον, οὕτως τὸ λέγειν μὴ αὐτοῦ ποτὲ ἀπαύγασμα, ἀπόδειξίς ἐστι τοῦ μηδὲ τὴν δόξαν αὐτοῦ ὅτε οὐκ ἦν τὸ ἀπαύγασμα. τὴν γὰρ δόξαν ἄνευ ἀπαυγάσματος εἶναι ἀμήχανον. ὥσπερ οὖν οὐκ ἔστιν ἐπὶ τοῦ ἀπαυγάσματος λέγειν ὅτι εἰ ἢν οὐκ ἐγένετο, καὶ εἰ ἐγένετο οὐκ ἢν, οὕτως μάταιον ἐστὶ περὶ τοῦ Υἱοῦ ταῦτα λέγειν· διότι ὁ Υἱός ἐστι τὸ ἀπαύγασμα. οἱ δὲ τὸ μικρότερον καὶ τὸ μεῖζον ἐπὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς λέγοντες, διδαχθήτωσαν παρὰ τοῦ Παύλου μὴ μετρεῖν τὰ ἀμέτρητα. ὁ γὰρ Ἀπόστολος τὸν Υἱὸν χαρακτῆρα λέγει τῆς τοῦ Πατρὸς ὑποστάσεως. δῆλον οὖν ὅτι ὅση ἃν ἡ ὑπόστασις ἦν ἡ τοῦ Πατρὸς, τοσοῦτος καὶ ὁ χαρακτήρ ἐστι τῆς ὑποστάσεως· οὐ γὰρ ἐνδέχεται μικρότερον αὐτοῦ τὸν χαρακτῆρα τῆς θεωρουμένης ἐν αὐτῷ ὑποστάσεως. ἀλλὰ καὶ ὁ μέγας Ἰωάννης ταῦτα διδάσκει λέγων, “ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὴν Θεόν.” ἐκ γὰρ τοῦ εἰπεῖν ὅτι ἐν ἀρχῇ ἦν, καὶ οὐ μετὰ τὴν ἀρχὴν, ἔδειξεν ὅτι οὐδέ ποτε ἄλογος ἢν ἡ ἀρχή. ἐκ δὲ τοῦ ἀποδεῖξαι ὅτι καὶ ὁ Λάγος ἦν πρὸς τὸν Θεὸν, τὸ ἀνελλιπὲς τοῦ Υἱοῦ ὡς πρὸς τὸν Πατέρα ἐσήμανεν· ὅλῳ γὰρ τῷ Θεῷ, ὅλος συνθεωρεῖται ὁ Λόγος. οὐκ ἔχει ἄρα χώραν ἐπὶ τῶν θείων δογμάτων τὸ μεῖζον λέγειν καὶ τὸ μικρότερον. Γρηγορίου Νύσσησ κατὰ Εὐνομίου.
Son, and never is the Father without the Son; for it is impossible for His glory to be without radiance, just as it is impossible for a lamp to be without its effulgence. And it is clear that just as His effulgence is a testimony to His glory—for if the glory did not exist, that which shines forth from it would not exist—so too the statement that there was never an effulgence of His is a proof that His glory did not exist either, when the effulgence was not. For it is impossible for the glory to be without effulgence. Therefore, just as it is not possible to say concerning the effulgence that "if it was, it was not made," and "if it was made, it was not," so it is futile to say these things about the Son; because the Son is the effulgence. But let those who speak of the lesser and the greater in the case of the Son and the Father be taught by Paul not to measure the unmeasurable. For the Apostle calls the Son the express image of the Father's person. It is clear, then, that whatever the magnitude of the Father's person, such also is the express image of the person; for it is not possible that the express image be lesser than the person contemplated in Him. But the great John also teaches these things, saying, "In the beginning was the Word, and the Word was with God." For by saying that He was in the beginning, and not after the beginning, he showed that the beginning was never without the Word. And by demonstrating that the Word was also with God, he signified the Son's completeness in relation to the Father; for the whole Word is contemplated together with the whole God. Therefore, in divine doctrines, there is no place for speaking of the greater and the lesser. Of Gregory of Nyssa, against Eunomius.
Εἰ οὖν Θεὸς μὲν ὁ Πατὴρ, Θεὸς δὲ ὁ Υἱὸς, ἔτι καταλείπεται πρὸς τὴν ἀκριβῆ τοῦ μονογενοῦς θεολογίαν ἀμφιβολία; ὅταν τῇ μὲν τοῦ Υἱοῦ σημασίᾳ τὸ κατὰ φύσιν οἰκεῖον γνωρίζεται, τῷ δὲ ἀπαυγάσματι τὸ συναφές τε καὶ ἀδιάστατον, τῇ δὲ τοῦ Θεοῦ προσηγορίᾳ, κατὰ τὸ ἶσον ἐφηρμοσμένῃ Πατρὶ τε καὶ Υἱῷ, τὸ διὰ πάντων ὁμότιμον. ὁ δὲ χαρακτὴρ πάσῃ τῇ ὑποστάσει τοῦ Πατρὸς ἐπιθεωρούμενος, τὸ ἀνελλιπὲς τοῦ ἰδίου μεγέθους διασημαίνει. καὶ ἡ μορφὴ τοῦ Θεοῦ τὴν διὰ πάντων καταμηνύει ταὐτότητα, τὸ πάντα δεικνύειν ἐφ’
ἑαυτῆς, δι᾿ ὧν ἡ θεότης χαρακτηρίζεται. τί γὰρ ἐρεῖς ὅταν ἀπαύγασμα δόξης καὶ ὀσμὴ νμύρου ἀκούσῃς, καὶ ἀτμίδα Θεοῦ; ὅτι οὐκ ἢν τὸ ἀπαύγασμα πρὸ τῆς οἰκείας γεννήσεως; ἀλλ’ οταν τοῦτο εἴπῃς, οὐδὲ τὴν δόξαν πάντως εἶναι δώσεις, οὔτε τὸ μῦρον· οὐ γάρ ἐστιν ἣ τυφλὴν ἐφ’ ἑαυτῆς καὶ ἀλαμπῆ νομισθῆναι τὴν δόξαν αὐτοῦ, ἥ τὸ μύρον τῆς εὐπνοίας ἄγονον. ὥστε εἰ τὸ απανγασμα οὐκ ἦν, οὐδὲ ἡ δόξα ἦν πάντως. καὶ τῆς ὀσμῆς μὴ οὔσης, τὸ μηδὲ μῦρον αὐτῇ συναπεδείχθη. ἐν γὰρ τῷ λέγειν μὴ αὐτοῦ ἀπαύ- γασμα, τὸ μηδὲ τὴν ἀπαυγάζουσαν αὐτοῦ δύναμιν κατασκευάζεται πάντως· ὡς ἐπὶ τοῦ κατὰ τὸν λύχνον ἐστὶν ἰδεῖν ὑποδείγματος. ὁ γὰρ τὴν αὐγὴν τοῦ λύχνου εἰπὼν, καὶ τὸ λάμπειν τὸν λύχνον συνεδείξατο. καὶ ὁ μὴ αὐτοῦ τὴν αὐγὴν λέγων, τὴν σβέσιν τοῦ φωτίζοντος συνεσήμανεν. ὥστε ὅταν ὁ Κύριος μὴ εἶναι λέγηται, καὶ ἡ τοῦ Πατρὸς ἀνυπαρξία κατὰ πᾶσαν ἀνάγκην ἐκ τοῦ ἀκολούθως διὰ τούτων κατασκευάζεται.
If, then, the Father is God and the Son is God, does any doubt still remain regarding the precise theology of the Only-Begotten? When by the designation "Son" what is proper by nature is made known, and by "effulgence" the closely joined and inseparable connection, and by the appellation "God," applied equally to Father and Son, the equal honor through all things—and the "express image" (charaktēr), being observed upon the entire hypostasis of the Father, signifies the completeness of his own majesty. And the "form of God" declares the sameness through all things, showing in itself all the things by which the Godhead is characterized. For what will you say when you hear "effulgence of glory," and "scent of ointment," and "vapor of God"? That the effulgence did not exist before its own generation? But when you say this, you will by no means grant that the glory exists either, nor the ointment; for it is not possible that his glory be thought blind and lusterless in itself, or that the ointment of its fragrance be barren. So that if the effulgence did not exist, neither did the glory exist at all. And if the scent did not exist, the ointment was not shown to exist with it either. For in saying "not his effulgence," the conclusion is established that not even his effulging power exists at all; as may be seen in the example of the lamp. For he who has spoken of the lamp's radiance has also indicated that the lamp shines. And he who says "not his radiance" has signified the extinguishing of the light-giver. So that when the Lord is said not to exist, the non-existence of the Father is by every necessity established consequently through these things.
εἰ γὰρ συνημμένως ἔχεται τοῦ ἑτέρου τὸ ἕτερον, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν καὶ τὸ ἀπαύγασμα τῆς δόξης καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως, καὶ ἡ σοφία τοῦ Θεοῦ, ὁ τὸ ἕτερον τῶν συνημμένων εἶναι λέγων, τῇ τοῦ ὲνός ἀναιρέσει, συνανεῖλε πάντως καὶ τὸ λειπόμενον· ὥστε τοῦ ἀπαυγάζοντος μὴ ὄντος, ὁμολογεῖσθαι μὴ αὐτοῦ μηδὲ τὴν ἀπαυγάζουσαν φύσιν· καὶ τοῦ χαρακτῆρος μὴ ὑφεστῶτος, μηδὲ τὴν χαρακτηριζομένην αὐτοῦ ὑπόστασιν· σοφίας δὲ καὶ δυνάμεως Θεοῦ μὴ οὔσης, μηδὲ ἐκεῖνον πάντως αὐτῷ ὁμολογεῖσθαι τὸ δίχα σοφίας τε καὶ δυνάμεως ἐφ’ ἑαυτοῦ μὴ νοούμενον. Εἰ οὖν οὐκ ἦν ὁ μονογενὴς Θεὸς πρὶν γενέσθαι, καθὼς φησὶν ὁ Εὐνόμιος, Χριστὸς δὲ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καὶ χα- ρακτὴρ καὶ ἀπαύγασμα, οὐκ ἦν πάντως οὐδὲ ὁ Πατὴρ, οὗ ὁ Υἱὸς δύναμις ἐστὶ καὶ σοφία, καὶ χαρακτὴρ καὶ ἀπαύγασμα. οὐ γάρ ἐστιν ἐπινοῆσαι τῷ λόγῳ, οὔτε ὑπόστασιν ἀχαρακτήριστον, οὔτε ἀλαμπῆ δόξαν, οὔτε ἄσοφον Θεὸν, οὐκ ἄχειρα δημιουργὸν, οὐκ ἄλογον ἀρχὴν, οὐκ ἄπαιδα Πατέρα· ἀλλὰ πάντα τὰ τοιαῦτα, ἔπι τε τῶν ὁμολογούντων, καὶ ἐπὶ τῶν ἀθετούντων, καὶ ἀλλήλοις συναναφαίνεται, καὶ διὰ τῆς τοῦ ἑνὸς ἀναιρέσεως καὶ τὸ συνημμένον συναφανίζεται. ἐπειδὴ τοίνυν κατασκευάζεται παρ’ αὐτῶν τὸ μὴ αὐτοῦ τὸν Υἱὸν πρὸ τοῦ γενέσθαι, ὡς ἔστιν ἀπαύγασμα δόξης· ἡ
For if one thing is held inseparably with the other, according to the apostolic testimony—both the radiance of the glory and the express image of the substance, and the wisdom of God—then he who says that one of the things held inseparably exists, by the removal of the one has certainly removed along with it what remains also; so that, if the radiance does not exist, it is confessed that neither does the nature that radiates exist; and if the express image does not subsist, neither does the substance that is expressed by it; and if the wisdom and power of God do not exist, then neither is that one at all confessed by him, since he is not conceived of in himself apart from wisdom and power. If, then, the only-begotten God did not exist before he was begotten, as Eunomius says, but Christ is the power of God and the wisdom of God and the express image and radiance, then neither at all did the Father exist, of whom the Son is power and wisdom, and express image and radiance. For it is not possible to conceive in thought either a substance without an express image, or a glory without radiance, or a God without wisdom, or a creator without hands, or a beginning without reason, or a Father without a child; but all such things, both in the case of those who confess and in the case of those who deny, appear together with one another, and through the removal of the one the thing held inseparably with it is also made to vanish together. Since, therefore, they establish by their arguments that the Son did not exist before he was begotten, on the ground that he is the radiance of glory—the
δὲ ἀκολουθία συναναιρεῖ τῇ τοῦ ἀπαυγάσματος ἀνυπαρξίᾳ, καὶ τὴν τῆς δόξης ἀιδιότητα, δόξα δὲ ὁ Πατὴρ, ὅθεν τὸ μονογενὲς φῶς ἐστιν ἀπαυγασθὲν, νοησάτωσαν οἱ περιττοὶ τὴν διάνοιαν, ὅτι ἐν προσχήματι Χριστιανισμοῦ τὴν Ἐπικούρου ἀθείαν πρεσβεύουσιν. Κυρίλλου πρὸσ Τιβέριον.᾿ Ἀμήχανον γὰρ αὐτοῦ ποτε τοῦ ἑτέρου τὸ ἕτερον· ἀλλ’ ἔνθα περ ὁ Πατὴρ αὐτοῦ νοοῖτο, ἐστὶ δὲ πανταχοῦ, ἐκεῖ που πάντως καὶ ὁ Υἱός· καὶ ἔνθα περ ἃν ὁ Υἱὸς, ἐκεῖ καὶ ὁ Πατήρ. εἰ γάρ ἐστιν ἀπαύγασμα τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ Λόγος αὐτοῦ καὶ σοφία καὶ δύναμις, πῶς ἐνδέχεται δίχα λόγου σοφίας καὶ δυνάμεως νοεῖσθαι ποτὲ τὸν Πατέρα; πῶς δὲ ἡ σοφία καὶ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἡ δύναμις αὐτοῦ νοοῖτ’ ἄν ποτε δίχα τοῦ Πατρός; ἣ πῶς οὐκ ἐνυπάρξει ποτὲ αὐτῷ ὁ χαρακτὴρ αὐτοῦ; πῶς δὲ καὶ ὁ χαρακτὴρ δίχα τοῦ Πατρὸς, οὗ ἐστι χαρακτήρ; εἰ γὰρ ἐνδέχεται τοῦ φωτὸς ἐκπεσεῖν καὶ χωρισθῆναι τὸ ἀπαύγασμα τὸ ἀπ’ αὐτοῦ, ἦν ἃν εἰκὸς ἐννοῆσαι, ὅτι καὶ τὸν Υἱὸν ἐνδέχεται μὴ αὐτοῦ μετὰ τοῦ Πατρός. πῶς δὲ οὐκ ἐννοοῦσιν, ὅτι γενητὸς ὣν ὁ ἥλιος, κτίσμα γάρ ἐστι δι’ αὐτοῦ τοῦ Λόγου παρενεχθεὶς εἰς γένεσιν, διέρπει μὲν τὴν ἄνω καὶ αὐτῷ ταχθεῖσαν ὁδὸν, καθίησι δὲ τοῖς ἁπανταχόσε φῶς, καὶ πάντα πληρῶν τῆς ἐξ αὐτοῦ προχεομένης αὐγῆς, ἔχει πάλιν αὐτὴν ἐν ἑαυτῷ; πότε τοίνυν οὐκ ἦν ἐν τῷ Πατρὶ τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ; πότε κεχώρισται τῆς ὑποστάσεως αὐτοῦ ὁ χαρακτὴρ αὐτοῦ;
But the sequence does away with the eternity of the glory together with the non-existence of the radiance, and the glory is the Father, from whom the only-begotten light has been radiated. Let those who are excessive in understanding consider that under the pretense of Christianity they advocate the atheism of Epicurus. Of Cyril, to Tiberius. For it is impossible for the one ever to be without the other; but wherever his Father may be understood—and he is everywhere—there certainly the Son is also; and wherever the Son is, there the Father is also. For if the Son is the radiance of the Father, and his Word and wisdom and power, how can it ever be that the Father is understood without Word, wisdom, and power? And how could the wisdom and Word of God, and his power, ever be understood without the Father? Or how will his express image ever not be in him? And how is the express image apart from the Father, whose express image it is? For if it is possible for the radiance to fall away and be separated from the light from which it is, it would be reasonable to conceive that the Son too can be apart from the Father. But how do they not consider that the sun, being created—for it is a creature brought into being through the Word himself—traverses the path assigned to it above, and sends down light to all places, and, filling all things with the radiance poured forth from it, has it again in itself? When, then, was the radiance of his glory not in the Father? When has his express image been separated from his substance?
καὶ εἰ τὰ πάντα πληροῦντος τοῦ Πατρὸς οὐκ ἔχει τοῦτο κατὰ φύσιν ἰδίαν ὁ Υἱὸς, τὰ πάντα φημὶ πληροῦν καὶ αὐτοῦ πανταχοῦ, καὶ οὐδὲν ἀπολιμπάνεσθαι, ἑτεροφυὴς ἄρα παρ’ αὐτόν ἐστι, καὶ ἐκπίπτουσιν εἰς τὴν τῶν Ἀρειανῶν πεπλανημένην δόξαν οἱ περὶ αὐτοῦ τολμῶντες λέγειν, ὅτι γενόμενος ἄνθρωπος ὁ μονογενὴς, κενοὺς ἀφῆκε τῆς ἑαυτοῦ θεότητος τοὺς οὐρανοὺς, καὶ ὅτι κατὰ μὲν τὴν τῆς θεότητος ἀξίαν συνῆν τῷ Πατρὶ, καὶ ὅτε γέγονεν ἄνθρωπος, καὶ ἦν ἐπὶ γῆς, καθ’ ὑπόστασιν δὲ, οὐκέτι. Ὁμιλία τοῦ αὐτοῦ. Ἀνοηταίνουσι δὲ καὶ οἱ λέγοντες τὸν Υἱὸν ἑτεροφυᾶ, καὶ ἀλλότριον τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας. ἀμήχανον γὰρ τὸν ἐκ Θεοῦ κατὰ φύσιν κτιστὸν αὐτοῦ καὶ γεννητόν.
εἰ γὰρ πᾶν ὃ πέφυκε τίκτειν, ὁμοούσιον ἑαυτῷ γεννᾷ, γεγέννηκε δὲ κατὰ ἀλήθειαν τὸν Υἱὸν ὁ Πατὴρ, πάντως που καὶ ὁμοούσιον ἑαυτῷ γεγέννηκεν. ἣ γὰρ οὐκ ἄτοπον ἐξ ἀνθρώπου μὲν οὐχ ἑτεροειδὲς τίκτεσθαι ζῶον, καὶ μὴν ἐκ βοός γε ναὶ ἵππου, τίκτει γὰρ ἕκαστον τὸ κατὰ φύσιν αἴτιον ἑαυτῷ, τὴν δέ γε θείαν καὶ ἀνωτάτω φύσιν, μηδὲ ἐν τούτοις αὐτοῦ νομίζειν ἐν οἷς ἐστιν ἡ κτίσις. οὐκοῦν ἐκ κτίσματος γεννηθὲν, κτιστὸς ἄρα καὶ ο τεκών. ἀλλ’ ἔστιν ἀγένητος ὁ Πατήρ· οὐ γὰρ γέγονε παρά τινος· ἀγένητος ἄρα καὶ ὁ Υἱός. καὶ εἰ χαρακτήρ ἐστι τῆς ὑποστάσεως τοῦ γεγεννηκότος, Θεὸς δὲ κατὰ ἀλήθειαν ἐστὶν ὁ τεκὼν, Θεὸς ἄρα καὶ ὁ χαρακτὴρ αὐτοῦ. χαρακτηρίζει γὰρ, Θεὸν μὲν Θεὸς, κτίσιν δὲ κτίσις. ὥσπερ γὰρ εἰ τις βούλοιτο τὴν γενητὴν καὶ πεποιημένην κτίσιν καταδεῖξαι τισὶν, οὐ δύναται λέγειν, ὅρα μοι τὴν τῆς θεότητος φύσιν, καὶ ἐκ ταύτης νοήσεις ἐκείνην.
And if the Son does not have this by his own nature—I mean filling all things and being himself everywhere, and nothing being left devoid—while the Father fills all things, then he is of a different nature from him, and those who dare to say concerning him fall into the erroneous opinion of the Arians, that the Only-begotten, having become man, left the heavens empty of his own divinity, and that according to the worth of his divinity he was with the Father even when he became man and was on the earth, but not according to hypostasis. Homily of the same author. But those who say that the Son is of a different nature and alien to the essence of God and the Father are also foolish. For it is impossible that he who is from God by nature should be created and generated of him. For if everything that is naturally disposed to beget begets one of the same essence as itself, and the Father has truly begotten the Son, then certainly he has begotten one of the same essence as himself. Or is it not absurd that from a man there is begotten an animal not of a different kind, and indeed from a cow—yes, and a horse; for each begets according to nature its own cause—but that the divine and highest nature should not be thought so even in those things in which creation consists? Therefore, if he was begotten from a creature, then the one who begot him is also a creature. But the Father is unbegotten; for he was not made by anyone; therefore the Son is also unbegotten. And if he is the express image of the hypostasis of the one who begot him, and the one who begot is truly God, then his express image is also God. For God impresses God, and creation impresses creation. For just as if someone wished to demonstrate to certain people the created and made creation, he cannot say, Look at the nature of the divinity for me, and from this you will understand that.
ὀφθήσεται γὰρ ἀμαθὴς ὁ τοῦτο λέγων. οὐ γὰρ ἡ τῆς θεότητος φύσις ἐφ’ ἑαυτῇ καταδείξει τὴν γενητὴν οὐσίαν· οὕτως εἴ τις βούλοιτο τὴν ἄκτιστον φύσιν ἰδεῖν, οὐκ ἃν ἴδοι ταύτην ὡς ἐν εἰκόνι τῇ κτίσει· διὸ ἔλεγε τῷ Φιλίππῳ ὁ Κύριος, “ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.” φυσικὴ δὲ πάντως ἡ ὁμοιότης Υἱῷ πρὸς τὸν Πατέρα, καὶ οὐσιώδης ὁ χαρακτήρ. Τοῦ αὐτοῦ. Πῶς οὑν οὐκ ἀσύνετον καὶ θρασὺ τὸ περιεργάζεσθαι φύσιν, δι’ ἧς τὰ πάντα παρήχθη, πρὸς ὕπαρξιν τὴν χρόνου παντὸς πρεσβυτέραν; γεγόνασι γὰρ δι’ αὐτῆς, καὶ ἔστη πρὸ παντὸς αἰῶνος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος· ἀλλ’ οἱ πάντολμοι κατηγοροῦσιν αὐτοῦ τὸ νεώτερον, καὶ γενητὸν αὐτὸν αὐτοῦ φασίν· οὐκ εἰδότες ὅτι τοῖς τοῦ Ἁγίου Πνεύματος ἀντιφέρονται λόγοις· δι’ αὐτοῦ μὲν γὰρ πεποιῆσθαι τοὺς αἰῶνας φασὶν οἱ λαλοῦντες ἐν Πνεύματι. οἱ δὲ γενητὸν αὐτοῦ διισχυρίζονται τὸν ἐπέκεινα καινοῦ λόγου, καὶ οὐδὲ ἐκεῖνο δέχονται κατὰ νοῦν· οὐ γὰρ ἐν χρόνῳ γέγονε Πατὴρ ὁ Θεὸς, ἀλλ’ ἦν ἀεί τε καὶ ἐν ἀρχῇ. τούτου δὲ οὕτως ἔχοντος, πᾶσα πὼς ἀνάγκη συνυφεστάναι νοεῖν τὸν Υἱὸν, ἵνα καὶ ἀληθὴς ὑπάρχει Πατὴρ ὁ Θεός· ἐπεὶ διδασκέτωσαν εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ σοφία καὶ δύναμις καὶ χαρακτὴρ, καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ, ποῖος ἦν ἄρα χρόνος καθ’ ὃν
For the one who says this will be shown to be ignorant. For the nature of the Godhead does not demonstrate to itself the created substance; thus if anyone wished to see the uncreated nature, he would not see it as in an image in creation; therefore the Lord said to Philip, "He who has seen me has seen the Father." For the likeness of the Son to the Father is altogether natural, and the impress is substantial. Of the same author. How then is it not senseless and rash to pry into the nature through which all things were brought into existence, [a nature] older than all time? For all things came to be through it, and the Word from God the Father stood before every age; but the utterly reckless accuse him of being newer, and say that he is created; not knowing that they are opposing the words of the Holy Spirit; for those who speak in the Spirit say that the ages were made through him. But they insist that he is created—he who is beyond new word—and they do not even receive that in mind; for God did not become Father in time, but he was always and in the beginning. And since this is so, it is altogether necessary to understand that the Son coexists, so that God may truly be Father; otherwise let them teach, if the Son is the Word of the Father, and wisdom and power and impress, and radiance of his substance, what time was it in which
ἦν ἄλογος ὁ Πατὴρ, οὐχ ὑπάρχοντος τοῦ Υἱοῦ; πότε δὲ ἦν δίχα τῆς ἑαυτοῦ σοφίας ἡ τῆς σοφίας πηγή; πότε δὲ δυνάμεως δίχα; πότε δὲ οὐκ ἢν ἐν Θεῷ τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ; ἢ πῶς οὐκ ἃν εἴη σὺν αὐτῷ τε καὶ ἐν αὐτῷ διηνεκῶς ὁ χαρακτὴρ αὐτοῦ; εἰ μὲν οὑν ἐν χρόνῳ ταῦτα γέγονεν, οὐκοῦν ἄρα Πατὴρ πρὶν γεγένηται, ἄλογος τὴν καὶ ἄσοφος, καὶ ἰσχὺν οὐκ ἔχων, χαρακτῆρος τε δίχα καὶ ἀπαυγάσματος. ἀλλ’ οἶμαι τοῦτο αὐτῷ δυσσεβὲς ἐννοεῖν, καὶ τῆς ἀνωτάτω δυσσεβείας ἀπόδειξιν ἔχει. ἀεὶ δὲ ἦν ὁ Πατήρ. ἦν οὖν ἄρα καὶ ὁ Υἱὸς, συνυφεστηκὼς ἀεὶ τῷ ἰδίῳ γεννήτορι. Πρὸσ Ἑρμείαν. Ναὶ φησιν, ἀλλ’ ὁ τινὸς, ὦ βέλτιστε, χαρακτὴρ οὐκ ἔστιν ἐν ὑποστάσει τῇ καθ’ ἑαυτὸν, οὐδὲ ἰδίαν ἔχει τὴν ὕπαρξιν· νοεῖται δὲ μᾶλλον ἐν ὑποκειμένῳ καὶ ὡς ἐν τάξει συμβεβηκότος, εἰ καὶ ἀχώριστος ἐνείη τυχὸν, καθάπερ ἀμέλει τὰ εἴδη τοῖς σώμασιν· ἀνύπαρκτος οὖν ὁ Υἱὸς, εἴπερ ἐστὶ καθ’ ὑμᾶς ὡς χαρακτὴρ ἐν τῷ Πατρί. τὴν μὲν τοῦ Υἱοῦ φύσιν ἥτις ποτὲ ἔστι, νῷ μὲν ἐπαθρῆσαι τῷ καθ’ ἡμᾶς ἀνέφικτον παντελῶς, μεῖζον δὲ εἰπεῖν ἣ κατὰ δύναμιν λόγου· “δόξα γὰρ Κυρίου κρύπτει “λόγον,” κατὰ τὸ γεγραμμένον. ἐκ πλείστων δὲ ὅσων θεωρημάτων τὴν ὡς ἐν ἐσόπτρῳ γνῶσιν οὐκ ἀνιδρωτὶ καὶ μόλις ἐρανιζόμεθα. φῶς γὰρ καὶ ζωὴν καὶ σοφίαν καὶ δύναμιν καὶ ἕτερα ἄττα φαμὲν αὐτοῦ τὸν Υἱὸν, ἀλλ’ οὐχ ἑκάστω τῶν ὀνομάτων τὴν ἄρρητον αὐτοῦ φύσιν ἐγκατακλείοντες, ἐκ διαφόρων αὐτὸν συγκεῖσθαι φαμέν· ἁπλοῦς γάρ ἐστι καὶ μονοειδὴς, ἀλλ’ ἐκ πλείστων ὅσων τῶν αὐτῷ προσπεφυκότων οὐσιωδῶς εἰς αὐγὰς ὥσπερ ἴμεν ἰσχνὰς τῆς ἐπ’ αὐτῷ θεωρίας.
Was the Father without reason, when the Son did not exist? And when was the source of wisdom without its own wisdom? And when was he without power? And when was the radiance of his glory not in God? Or how would his express image not be with him and in him continually? If, then, these things came to be in time, then the Father, before they came to be, was without reason and without wisdom, and had no strength, and was without express image and radiance. But I think it is impious even to conceive this, and it provides proof of the utmost impiety. But the Father always was. Therefore the Son also always was, subsisting together always with his own Begetter. Against Hermeias. Yes, he says, but the express image of someone, my good sir, is not in a hypostasis of its own, nor does it have its own existence; rather it is conceived in a subject and as it were in the order of an accident, even if it happens to be inseparable, just as, for instance, forms are in bodies. Therefore the Son is non-existent, if indeed according to you he is as an express image in the Father. What the nature of the Son ever is, to survey with our mind is wholly unattainable, and to speak of it is greater than the power of speech; for "the glory of the Lord hides a word," according to what is written. But from very many contemplations we gather the knowledge as in a mirror, not without sweat and only with difficulty. For we say that the Son is light and life and wisdom and power and certain other things, but we do not enclose his ineffable nature in each of the names, saying that he is composed of different things; for he is simple and uniform, but from very many things that are essentially attached to him we come as it were to faint rays of the contemplation of him.
Εἰ τοίνυν λέγοιτο χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρὸς, ἀχωρίστως τε ἅμα καὶ προσπεφυκότως συνυπάρχοντα νόει, καὶ οἱονεὶ τὸ εἶδος αὐτοῦ τοῦ γεγεννηκότος. ἡνίκα δ᾿ ἃν ἀπαύγασμα λέγοιτο, μονονουχὶ φωτὸς προέντος τε καὶ ἀπαστράψαντος, εἰς νοῦν ἔ ’χε τὴν ἐκ Πατρὸς οἱονεί πὼς εἰς τὸ ἔξω διεκδρομὴν, οὔτε εἰς ἅπαν ἀπηλλαγμένην τῆς ὅθεν ἐστὶν ὑποστάσεως, οὔτε μὴν εἰς ἅπαν συνεσταλμένην· προεκκόπτουσαν δὲ ὥσπερ εἰς τὸ ὑπεστάναι καθ’ ἑαυτὴν, καὶ εἰς ὕπαρξιν ἰδικήν. ἐμφιλοχωρεῖ μὲν γὰρ τῇ τοῦ
Πατρὸς φύσει μονονουχὶ ῥίζαν ἔχων αὐτὴν ὁ Υἱὸς, καὶ τομῆς τῆς εἰς ἅπαν οὐκ ἀνεχόμενος· πλὴν ὑφέστηκεν ἰδικῶς, καὶ ἔστιν Υἱὸς ἀληθῶς, οὐκ ἀνυπόστατος χαρακτὴρ, οὐδὲ ἀνυπάρκτως ἐπερριμμένος ἣ συμβεβηκὼς ὡς εἶδος ἐν σώματι. ζωὴ γὰρ ὣν κατὰ φύσιν, πῶς ἃν νοοῖτο μὴ ὑφεστάναι; ἐν γὰρ τοῖς οὖσιν ὅσα μὴ μόνον εἰς σχῆμα καὶ ἕδος μεμόρφωται τὸ τινὸς, οὐσιώδη δὲ μᾶλλον ἐκληρώσατο τὴν ἐμφέρειαν, ὁμοφυῆ πάντως εἶεν ἃν, καὶ τῆς κατὰ πᾶσαν ὁτιοῦν ὁμοιότητα ἀνενδεῶς ἐξημμένα· οἷον τὸ χαλκοῦ φέρε εἰπεῖν ἣ λίθου πεποιημένον ἀνδροειδὲς ἄγαλμα, τῆς τοῦ δεῖνος μορφῆς εἴη ἃν ἐξεικονισμὸς, ἀλλ’ οὐ τῆς οὐσίας· ὅγε μὴν τοῦ δεῖνος υἱὸς, πρὸς αὐτῆς εἰς τοῦτο πλαστουργηθεὶς τῆς φύσεως, καὶ ἄκρος ἐξησκημένος πρὸς ὁμοίωσιν τοῦ γεννήσαντος, λόγοις δὲ δή φημι τοῖς κατὰ τὴν φύσιν, νοοῖτο ἂν λοιπὸν, φυσική τε καὶ οὐσιώδης εἰκὼν αὐτοῦ τοῦ ἡλίου·
If, then, he is called the character of the Father's substance, understand these things as coexisting inseparably and at once, and as it were grown together, and as it were the form of him who begot him. But whenever he is called a radiance, as though of a light that has gone forth and shone out, keep in mind the procession, as it were in some way, from the Father outward, neither wholly separated from the substance from which it is, nor yet wholly contracted; but as it were projecting forward into subsisting by itself and into its own existence. For the Son dwells in the Father's nature, having it as it were as a root, and not enduring division into complete separation; yet he subsists individually, and is truly a Son, not a character without subsistence, nor cast upon him without existence, or as an accident, like a form in a body. For being life by nature, how could he be conceived as not subsisting? For among existing things, those which are molded not only into the shape and seat of something, but have rather inherited an essential resemblance, would be altogether of the same nature, and would be connected without lack to similarity in every respect whatsoever; for example, let us say a man-shaped statue made of bronze or stone would be a representation of this or that person's form, but not of his substance; whereas the son of this or that person, molded to this by nature itself, and perfectly trained to likeness of the one who begot him—I mean by the principles according to nature—would be understood henceforth as a natural and essential image of the sun himself.
ἣ τίς μᾶλλον ἓ, ὁρῶν οὕτως τὸ ἀπαύγασμα πρὸς ’τον ἤλιον κα τὴν ταὐτότητα του φωτὸς, οὐκ ἃν εἴποι θαρρήσας, ὄντως τὸ φῶς καὶ τὸ ἀπαύγασμα ἕν εἰσι, καὶ τοῦτο ἐν ἐκείνῳ δείκνυται καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ τυγχάνει ὄν; ὥστε τὸν ὁρῶντα τοῦτο βλέπειν κἀκεῖνο. τὴν δὲ τοιαύτην ἑνότητα καὶ φυσικὴν ἰδιότητα, πῶς ἃν οἱ πιστεύοντες καὶ βλέποντες ὀρθῶς καλέσαιεν, ἣ ὁμοούσιον γέννημα; τὸ δὲ τοῦ Θεοῦ γέννημα, τί ἄν τις οἰκείως καὶ πρεπόντως νοήσειεν, ἣ Λόγον καὶ σοφίαν καὶ δύναμιν; ἣν οὔτε τοῦ Πατρὸς λέγειν ξένην ὅσιόν ἐστιν, οὔτε μὴ ἀιδίως αὐτὸ παρὰ τῷ Πατρί. Λέγει δέ που καὶ Θεόγνωστος ἀνὴρ λόγιος, “οὐκ ἔξωθέν τις ἐστὶν ἐφευρεθεῖσα ἡ τοῦ Υἱοῦ οὐσία, οὐδὲ ἐκ μὴ ὄντων ἐπεισήχθη, ἀλλὰ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας ἔφυ, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα. καὶ οὔτε αὐτός ἐστιν ὁ Πατὴρ, οὔτε ἀλλότριος, ἀλλὰ ἀπόρροια τῆς τοῦ Πατρὸς οὐσίας· ὡς γὰρ μένων ὁ ἥλιος ὁ αὐτὸς, οὐ μειοῦται ταῖς ἐκχεομέναις ὑπ’ αὐτοῦ αὐγαῖς, οὕτως οὐδὲ ἡ οὐσία τοῦ Πατρὸς ἀλλοίωσιν ὑπέμεινεν, εἰκόνα ἑαυτῆς “ἔχουσα ’τον Υἱὸν.” Ἐξέστω δὲ ἀκοῦσαι καὶ παρὰ τοῦ φιλοπόνου Ὡριγένους, “εἰ “ἔστι τοῦ Θεοῦ τοῦ ἀοράτου ἀόρατος εἰκὼν, ἐγὼ δὲ προσθείην
For who, seeing thus the radiance in relation to the sun and the sameness of the light, would dare to say confidently that truly the light and the radiance are one, and that this is shown in that, and that the radiance is in the sun—so that the one who sees this also sees that? And such a unity and natural property, how would those who believe and see rightly call it, except a consubstantial offspring? And the offspring of God, what would one understand fittingly and properly, except Word and Wisdom and Power? Which it is not pious to call foreign to the Father, nor [to say] that it is not eternally with the Father. And somewhere Theognostus, a learned man, says: "The substance of the Son is not something found from outside, nor was it introduced from non-being, but it grew from the substance of the Father, as the radiance from the light. And he is neither the Father himself, nor is he alien, but an effluence of the Father's substance; for as the sun remaining the same is not diminished by the rays poured out by it, so neither did the substance of the Father undergo change, having the Son as its own image."
But let it be permitted also to hear from the diligent Origen: "If he is the invisible image of the invisible God, and I would add
“ἃν τολμήσας, ὅτι καὶ ὁμοιότης τυγχάνων Πατρὸς οὐκ ἔστιν ὅτε “οὐκ ἦν. πότε γὰρ ὁ Θεὸς ὁ κατὰ τὸν Ἰωάννην φῶς λεγόμενος, “ἀπαύγασμα οὐκ εἶχε τῆς ἰδίας δόξης; ἵνα τολμήσας τις ἀρ- “χὴν δῷ εἶναι Υἱοῦ, πρότερον οὐκ ὄντος. πότε δὲ τῆς ἀρρήτου “καὶ ἀκατονομάστου καὶ ἀφθέγκτου ὑποστάσεως, τοῦ Πατρὸς ὁ “χαρακτὴρ Λόγος, ὁ γινώσκων τὸν Πατέρα, οὐκ ἦν; κατανοείτω “γὰρ ὁ τολμῶν καὶ λέγων, ἦν ποτε ὅτε οὐκ ἢν ὁ Υἱὸς, ὅτι ἐρεῖ, “καὶ τὸ, σοφία ποτὲ οὐκ ἦν, καὶ ζωὴ οὐκ ἦν· ἀλλ’ οὐ θέμις ἐστὶν, οὐδὲ ἀκίνδυνον, διὰ τὴν ἡμῶν ἀσθένειαν, ὅσον ἐφ’ ἡμῖν, “ἀποστερεῖσθαι τὸν Θεὸν τοῦ ἀεὶ συνόντος αὐτῷ Λόγου μονο- “γένους, σοφίας ὄντος ᾗ προσέχαιρεν· οὕτω γὰρ οὐδὲ ἀεὶ χαίρων “νοηθήσεται.” Καὶ Διονύσιος δὲ ὁ Ἀλεξανδρείας πρὸς τὸν ὁμώνυμον ἀπολογούμενος γράφει, “οἶδα καὶ μέμνημαι πλείονα προσθεὶς τῶν συγ- “γενῶν ὁμοιώματα· καὶ γὰρ φυτὸν εἷπον ἀπὸ σπέρματος ἢ ἀπὸ “ῥίζης ἀνελθὸν, ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως “ἐκείνῳ καθέστηκεν ὁμοφυές· καὶ ποταμὸν εἷπον ἀπὸ πηγῆς ῥεόντα “ἕτερον ὄνομα μετειληφέναι. μήτε γὰρ τὴν πηγὴν ποταμὸν, μήτε “τὸν ποταμὸν πηγὴν λέγεσθαι, καὶ ἀμφότερα ὑπάρχειν· καὶ τὴν “μὲν πηγὴν οἱονεὶ πατέρα εἶναι, τὸν δὲ ποταμὸν αὐτὸ τὸ ἐκ τῆς “πηγῆς ὕδωρ.” τίς οὖν οὐ μανίαν καταψηφιεῖται τῶν λεγόντων Διονύσιον τὰ Ἀρείου φρονεῖν; ἰδοὺ γὰρ πᾶσαν αὐτοῦ πατεῖ τὴν αἵρεσιν τοῖς τῆς ἀληθείας λογισμοῖς. τὸ μὲν γὰρ οὐκ ἦν, πρὶν γεννηθῇ, ἐν τῷ οὐκ ἢν ποτε ἄγονος·
“Which he dared, that even being a likeness of the Father, there is not a time when “he was not. For when was God, who according to John is called light, “without the radiance of his own glory? So that one who dares might assign “a beginning to the Son, as not previously existing. But when was the “ineffable and unnameable and unutterable hypostasis, the Father’s “express image, the Word, who knows the Father, not existing? Let him consider “who dares and says, ‘There was once when the Son was not,’ that he will say “also, ‘There was once when Wisdom was not, and Life was not.’ But it is not lawful “nor safe, on account of our weakness, as far as lies in us, “that God be deprived of the only-begotten Word who is always with him, “being Wisdom in whom he rejoiced; for thus he will not be understood as “always rejoicing.” And Dionysius of Alexandria, defending himself to his namesake, writes: “I know and remember that I added more likenesses of kindred things; “for I said a plant that has come up from seed or from “a root is other than that from which it sprouted, and is altogether “of the same nature as that; and I said a river flowing from a spring “has received another name. For neither is the spring called a river, nor “the river a spring, and both exist; and the “spring is, as it were, a father, and the river is the very water from the “spring.” Who then will not condemn as madness those who say that Dionysius holds the opinions of Arius? For behold, he tramples the whole of his heresy with the reasonings of truth. For the ‘he was not, before he was begotten’ is in the ‘there was once when he was not,’ as barren.
τὸ δὲ ἐξ οὐκ ὄντων ἀναιρεῖ ἐν τῷ λέγειν τὸν Λόγον αὐτοῦ ὡς ποταμὸν ἀπὸ πηγῆς, καὶ βλαστὸν ἀπὸ ῥίζης, καὶ τέκνον ἀπὸ γονέως, καὶ φῶς ἐκ φωτὸς, καὶ ζωὴν ἐκ ζωῆς. φησὶ γὰρ ὅτι ἀπαύγασμα ὣν φωτὸς ἀιδίου, πάντως καὶ αὐτὸς ἀίδιός ἐστιν· ὄντος γὰρ ἀεὶ τοῦ φωτὸς, δῆλον ὡς ἔστιν ἀεὶ τὸ ἀπαύγασμα. τοῦτο γὰρ καὶ ὅτι φῶς ἐστι τὸ καταυγάζον νοεῖται, καὶ φῶς οὐ δύναται μὴ φωτίζον αὐτό. εἰ ἔστιν ἥλιος, ἔστιν αὐγὴ, ἔστιν ἡμέρα. εἰ τοιοῦτον μηδέν ἐστι, πολύ γε δεῖ παρεῖναι ἥλιον. εἰ μὲν οὖν ἀίδιος ἦν ὁ ἥλιος, ἄπαυστος ἃν ἦν καὶ ἡ ἡμέρα· νῦν δὲ, οὐ γάρ ἐστιν, ἀρξαμένου τε ἤρξατο καὶ παυομένου παύεται. Βασιλείου ἀπὸ τῶν ἀντιρρητικῶν. Ἐχρῆν τοίνυν τοὺς κατὰ μικρὸν γοῦν τῆς ἀληθείας πεφροντικότας, ἀφεμένους τῶν σωματικῶν ὁμοιώσεων, καὶ τοῦ ταῖς ὑλικαῖς φαντασίαις τὰς περὶ Θεοῦ ἐννοίας καταρρυπαίνειν, ταῖς παρὰ τοῦ Ἁγίου Πνεύματος παραδοθείσαις ἡμῖν θεολογίαις ἀκολουθεῖ; καὶ νοεῖν μὲν ἀξίαν τοῦ Θεοῦ γέννησιν ἀπαθῆ, ἀμέριστον, ἀδιαίρετον, ἄχρονον, κατὰ τὴν ἀπολάμπουσαν τοῦ φωτὸς αὐγὴν, τῇ θείᾳ γεννήσει προσαγομένους· νοεῖν δὲ εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, οὐ κατὰ τὰς αἰσθητὰς ταύτας ὕστερον ἀπεργασθεῖσαν πρὸς τὸ ἀρχέτυπον, ἀλλὰ ἐνυπάρχουσαν καὶ παρυφεστηκυῖαν τῷ πρωτοτύπῳ οὐσίαν ζῶσαν καὶ ἐνεργῆ. Ἀπὸ τῶν ἠθικῶν. Ἐνταῦθα μὲν γὰρ ξύλον καὶ κηρὸς καὶ ζωγράφου τέχνη τὴν εἰκόνα ποιεῖ, φθαρτὴν φθαρτοῦ μίμημα, καὶ τεχνητὴν τοῦ ποιηθέντος· ἐκεῖ δὲ ὅταν ἀκούσῃς εἰκόνα, ἀπαύγασμα νόει τῆς δόξης. τί δὲ τὸ ἀπαύγασμα, καὶ τίς ἡ δόξα, εὐθὺς ἑρμηνεύει ὁ Ἀπόστολος, καὶ χαρακτὴρ τῆς ὑποστάσεως·
But the phrase "from non-being" he refutes by calling his Word a river from a spring, and a shoot from a root, and a child from a parent, and light from light, and life from life. For he says that being the radiance of eternal light, he is certainly himself eternal; for since the light always exists, it is clear that the radiance always exists. For this is also understood, that he is the light that illumines, and light cannot fail to illumine itself. If there is a sun, there is a ray, there is day. If there is no such thing, far be it that a sun be present. If, then, the sun were eternal, the day would also be ceaseless; but now, since it is not, when the sun begins the day begins, and when it ceases the day ceases. From the Refutations of Basil. It was fitting, then, that those who have given thought even in small measure to the truth, abandoning bodily likenesses and the defiling of thoughts about God with material images, should follow the theologies handed down to us by the Holy Spirit; and to conceive a generation worthy of God, impassible, indivisible, undivided, timeless, being led to the divine generation according to the ray that shines forth from the light; and to conceive the image of the invisible God, not as these perceptible things later worked out in relation to the archetype, but as a living and active essence existing in and subsisting alongside the prototype. From the Ethical Discourses. For here wood and wax and the painter's craft make the image, a perishable imitation of a perishable thing, and an artificial copy of what was made; but there, when you hear "image," understand "radiance of the glory." And what the radiance is, and what the glory is, the Apostle immediately interprets, and "the express image of his substance."
ταὐτὸν οὖν ἐστι τῆ δόξη μὲν, ἡ ὑπόστασις· τῷ ἀπαυγάσματι δὲ, ὁ χαρακτήρ. ὥστε τελείας μενούσης καὶ μηδὲν μειουμένης τῆς δόξης, τέλειον πρόεισι τὸ ἀπαύγασμα· καὶ οὕτως ὁ τῆς εἰκόνος λόγος θεοπρεπῶς παραδεχθεὶς, τὴν ἑνότητα ἡμῖν παρίστησι τῆς θεότητος. οὗτος γὰρ ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ, ὅτι καὶ οὗτος τοιοῦτος ἐστὶν οἷος ἐκεῖνος, κἀκεῖνος οἷος οὗτος. οὕτως ἑνοῦται τὰ δύο τῷ μὴ διαλάττειν, μηδὲ κἀς ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοῆσαι τὸν Υἱόν. Γρηγορίου Νύσσησ περὶ διαφόρων οὐσιῶν καὶ ὑποστάσεων. Ἀλλ᾿ ἐπειδὴ πολλοὶ τὸ κοινὸν τῆς οὐσίας ἐπὶ τῶν μυστικῶν δογμάτων μὴ διακρίνοντες ἀπὸ τοῦ τῶν ὑποστάσεων λόγου, ταῖς αὐταῖς συμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέρειν μηδὲν, οὐσίαν ἣ ὑπόστασιν λέγειν, ὅθεν καὶ ἤρεσε τισὶ τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν οὕτω καὶ μίαν λέγειν ὑπόστασιν· καὶ τὸ ἔμπαλιν, οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι, καὶ τὴν τῶν οὐσιῶν διαίρεσιν κατὰ τὸν ἶσον ἀριθμὸν ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν· διὰ τοῦτο ὡς ἃν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον ἐποιησάμην. ἔστι δὲ τοιαύτη τῶν λεγομένων ἡ
Therefore the subsistence is the same as the glory in meaning, and the express image is the same as the effulgence. So, since the glory remains perfect and is in no way diminished, the effulgence proceeds forth perfect; and thus the account of the image, received in a manner befitting God, presents to us the unity of the Godhead. For this one is in that one, and that one in this one, because this one is such as that one is, and that one such as this one is. Thus the two are united by not being distinguished, nor is the Son to be understood as passing into another form and a foreign impress. From Gregory of Nyssa, On the Different Essences and Subsistences. But since many, not distinguishing the commonality of essence in the mystical doctrines from the account of the subsistences, fall into the same suspicions, and think it makes no difference whether one says essence or subsistence—whence it also pleased some of those who accept such things without examination to say that just as there is one essence, so also there is one subsistence; and conversely, those who accept the three subsistences think they must dogmatize the division of essences according to the same number from this agreement—for this reason, so that you too may not suffer the same things, I have made for you a brief reminder of the account concerning this. And such is the nature of what is said:
ἔννοια. πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων λεγόμενα πραγμάτων, καθολικωτέραν τινὰ τὴν σημασίαν ἔχει, οἷον ἄνθρωπος· ὁ γὰρ τοῦτο εἰπὼν, τὴν κοινὴν φύσιν διὰ τοῦ ὀνόματος δείξας, οὐ περιέγραψε τῇ φωνῇ τὸν τινὰ ἄνθρωπον, τον ἰδίως ὑπὸ τοῦ ὀνόματος γνωριζόμενον· οὐ γὰρ μᾶλλον Πέτρος ἄνθρωπος ἐστὶν, ἣ καὶ Ἀνδρέας, καὶ Ἰωάννης, καὶ Ἰάκωβος. ἡ οὖν κοινότης τοῦ σημαινομένου, ὁμοίως ἐπὶ πάντας τοὺς ὕπο τὸ αὐτὸ ὄνομα τεταγμένους χωροῦσα, χρείαν ἔχει τῆς υποδιαστολῆς, δι᾿ ἧς οὐ τὸν καθόλου ἄνθρωπον, ἀλλὰ τὸν Πέτρον ἣ τὸν Ιωάννην ἐπιγνωσόμεθα. τὰ δὲ τῶν ὀνομάτων, ἰδικωτέραν ἔχει ἔνδειξιν, δι’ ἧς, οὐχ ἡ κοινότης τῆς φύσεως ἐνθεωρῖται τῷ σημαινομένῳ, ἀλλὰ πράγματος τινὸς περιγραφὴ μηδεμίαν ἔχουσα πρὸς τὸ ὁμογενὲς κατὰ τὸ ἰδιάζον τὴν κοινωνίαν, οἷον ὁ Παῦλος ἣ ὁ Τιμόθεος. οὐκέτι γὰρ ἡ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασα τῆς περιληπτικῆς σημασίας, περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν ὀνομάτων παρίστησιν. Ὅταν οὖν δύο ἣ καὶ πλειόνων κατὰ τὸ αὐτὸ ὄντων, οἷον Παύλου καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητεῖται λόγος, οὐκ ἄλλον τίς ἀποδώσει τῆς οὐσίας ἐπὶ τοῦ Παύλου λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ, καὶ ἄλλον ἐπὶ τοῦ Τιμοθέου, ἀλλὰ δι’ ὧν ἃν λόγων ἡ οὐσία τοῦ Παύλου δειχθῇ, οὗτοι καὶ τοῖς ἄλλοις ἐφαρμόσουσι, καὶ εἰσὶν ἀλλήλοις ὁμοούσιοι οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενοι.
Thought. Of all names, those spoken of things that are more numerous and differ in number have a somewhat more universal signification, for example "man"; for one who says this, having shown the common nature through the name, has not circumscribed by the word the particular man who is known properly by the name; for Peter is not more a man than Andrew, and John, and James. The commonality, then, of the meaning, proceeding equally over all who are ranged under the same name, has need of distinction, through which we will recognize not the universal man but Peter or John. But those of names have a more particular indication, through which the commonality of nature is not contemplated in the meaning, but a delineation of some thing having no communion with what is of the same kind according to what is peculiar, for example Paul or Timothy. For such a word is no longer carried to the common of nature, but having separated from the comprehensive signification, it presents the impression of certain circumscribed things through the names. When, therefore, with two or even more being in the same category, for example Paul and Silvanus and Timothy, a account is sought concerning the essence of the men, one will not give one account of the essence for Paul, and another for Silvanus, and another for Timothy, but the accounts by which the essence of Paul is shown will also apply to the others, and those who are described by the same account of essence are consubstantial with one another.
ἐπειδὰν δέ τις τὸ κοινὸν μαθὼν ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν, δι’ ὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ὁ ἑκάστου γνωριστικὸς λόγος, τῷ περὶ τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων. οὕτω τοίνυν φαμὲν τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι. ὁ γὰρ ἄνθρωπον εἰπὼν, ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας τῆ ἀκοὴ ἐνεποίησεν· ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὸς καὶ δηλούμενον ἰδίως ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι· ὁ δὲ Παῦλον εἰπὼν, ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν τὴν φύσιν. τοῦτο οὖν ἐστιν ἡ ὑπόστασις, οὐχ ἡ ἀόριστος τῆς οὐσίας
ἔννοια, μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλ’ ἣ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα· ὡς καὶ τῇ γραφῆ σύνηθες τὸ τοιοῦτον ποιεῖν, ἐν ἄλλοις τὲ πολλοῖς καὶ ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. ἐπειδὴ γὰρ τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον τοῦ κοινοῦ μνημονεύσασα καὶ εἰποῦσα ἄνθρωπος, εὐθὺς ἀποτέμνει τῷ ἰδιάζοντι ἐν τῇ προσθήκῃ τοῦ τὶς, ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφὴν ὡς οὐδὲν φέρουσαν κέρδος πρὸς τὸν προκείμενον τοῦ λόγου σκοπὸν ἐσιώπησε, τὸν δὲ τινὰ, διὰ τῶν οἰκείων γνωρισμάτων χαρακτηρίζει, καὶ τόπον λέγουσα, καὶ τὰ τοῦ ἤθους γνωρίσματα, καὶ ὅσα τῶν ἔξωθεν συμπαραλειφθέντα χωρίζειν αὐτὸν καὶ ἀμφιστᾶν ἔμελλεν τῆς κοινῆς σημασίας·
When someone has learned the common (element) and turns his contemplation to the particular characteristics, by which one thing is separated from another, the distinctive principle of knowledge of each thing will no longer be brought together with the account of the other in every respect, even if in certain respects it is found to possess the common element. Thus, then, we say that what is spoken of individually is indicated by the word of the hypostasis. For one who says "man" produces in the hearing a certain scattered notion by the indefiniteness of the meaning, so that the nature is indicated by the name, but the subsisting and individually signified thing is not signified by the name. But one who says "Paul" showed in the thing signified by the name the nature as subsisting. This, then, is the hypostasis—not the indefinite concept of the essence, which finds no standing from the commonness of the signified, but that which presents and circumscribes the common and unbounded in a particular thing through the characteristics that appear upon it. As this is also customary for Scripture to do, in many other places and in the account concerning Job. For when it was about to narrate the things concerning him, having first mentioned the common and said "man," it immediately cuts it off by the particular in the addition of "a certain one," but it passed over in silence the outline of the essence as bringing no profit toward the proposed aim of the account, and it characterizes the particular one through its own distinguishing marks, speaking of place, and the marks of character, and all the external circumstances that, being included alongside, would separate him and set him apart from the common meaning.
ὥστε διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφὴν, ἐκ τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν θεωρουμένων. εἰ δὲ τὸν τῆς οὐσίας ἐδήλου λόγον, οὐδεμία ἃν ἐγένετο τῶν εἰρημένων ἐν τῆ τῆς φύσεως ἑρμηνείᾳ μνήμη. ὁ γὰρ αὐτὸς ἃν ἦν λόγος ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ τοῦ Σαυχίτου, καὶ Σωφὰρ τοῦ νυ, καὶ ἐφ’ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων ἀνθρώπων. Βασιλείου. Ἁπλῶς δὲ ὃν λόγον ἔχει τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ αὐτοῦ μετέχει, καὶ τοῖς περὶ αὐτῶν ἰδιώμασιν, ὁ δεῖνα ἐστὶ καὶ ὁ δεῖνα. Πρὸς Ἀμφιλόχιον. Καὶ σαφέστερον εἰπεῖν οὐσία καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφορὰν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθ’ ἕκαστον, οἷον ὡς ἔχει τὸ ζῶον πρὸς τὸν δεῖνα ἄνθρωπον. Μαξίμου. Κοινὸν μὲν γάρ ἐστι καὶ καθολικὸν, ἤγουν γενικὸν, κατὰ τοὺς πατέρας ἡ οὐσία καὶ ἡ φύσις, ἴδιον δὲ καὶ μερικὸν ἡ ὑπόστασις καὶ τὸ πρόσωπον. Βασιλείου. Γρηγορίου ἀδελφοῦ αὐτοῦ. Ὃν τοίνυν ἐν τοῖς καθ’ ἡμᾶς ἔγνως διαφορᾶς λόγον ἐπί τε τῆς οὐσίας καὶ τῆς ὑποστάσεως, τοῦτον μετατιθεὶς καὶ ἐπὶ τῶν θείων δογμάτων, οὐχ ἁμαρτήσῃ πῶς τὸ αὐτοῦ τοῦ Πατρὸς ὁ τι ποτε ὑποτίθεταί σου ἡ ἔννοια· πρὸς οὐδὲν γάρ ἐστιν ἀποτεταγμένον νόημα τὴν ψυχὴν ἐπερείδειν διὰ τὸ πεπεῖσθαι αὐτῷ ὑπὲρ πᾶν αὐτοῦ νόημα· τοῦτο
So that through all these things the description of what is narrated may become vivid—from the name, from the place, from the peculiarities of the soul, from the things observed externally about him. But if he were declaring the account of substance, no mention of the things said would have been made in the interpretation of nature. For the same account would be that which applies also to Baldad the Sauchite, and to Sophar the Nauchite, and to each of the men mentioned there. Of Basil. And simply, the relation that the common has to the particular, this same relation substance has to hypostasis. For each of us both partakes of the same by the common account of substance, and by the peculiarities concerning them is this one and that one. To Amphilochius. And to speak more clearly, substance and hypostasis have this difference, which the common has to the individual, for example as the animal has to a particular man. Of Maximus. For the common and universal, that is, the generic, according to the fathers, is substance and nature, while the particular and partial is hypostasis and person. Of Basil. Of Gregory his brother. The account of difference, then, which you have known in our own matters concerning substance and hypostasis, transferring this also to the divine doctrines, you will not err as to how your thought conceives of the Father himself; for it is not a defined concept to rest the soul upon, because of being persuaded in him beyond every concept of his; this
καὶ ἐπὶ τοῦ Υἱοῦ νοήσεις, τοῦτο ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ Ἁγίου· ὁ γὰρ τοῦ ἀκτίστου καὶ ἀκαταλήπτου λόγος εἷς ἐστι, καὶ ὁ αὐτὸς ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτόν τε καὶ ἄκτιστον, τὸ δὲ ἧττον. ἐπειδὴ δὲ χρὴ διὰ τῶν ἰδιαζόντων σημείων ἀσύγχυτον ἐπὶ τῆς τριάδος τὴν διάκρισιν ἔχειν, τὸ μὲν κοινὸν ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, ἢ τὸ ὑπὲρ πᾶσαν κατάληψιν, ἣ εἴτι τοιοῦτον, οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν· ἐπιζητήσομεν δὲ μόνον δι’ ὧν ἡ περὶ ἑκάστου ἔννοια τηλαυγῶς καὶ ἀμίκτως τοῖς συνθεωρουμένοις ἀφορισθήσεται. καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον πᾶν ὅπερ ἃν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως φθάσει ἀγαθὸν, τῆς πάντα ἐν πᾶσιν ἐνεργούσης χάριτος. ἐνέργειαν αὐτοῦ φαμὲν, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι “ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ “ἑκάστω καθὼς βούλεται.” Ζητοῦντες δὲ εἰ ἐκ μόνου Ἁγίου Πνεύματος ἡ τῶν ἀγαθῶν χορηγία τὴν ἀρχὴν λαβοῦσα οὕτω παραγίνεται τοῖς ἀναξίοις, πάλιν ὑπὸ τῆς γραφῆς ὁδηγούμεθα εἰς τὸ τῆς χορηγίας τῶν ἀγαθῶν διὰ τοῦ Πνεύματος ἡμῖν ἐνεργουμένων, ἀρχηγὸν καὶ αἴτιον τὸν μονογενῆ Θεὸν εἶναι πιστεύειν. πάντα γὰρ δι’ αὐτοῦ γεγενῆσθαι καὶ ἐν αὐτῷ συνεστάναι παρὰ τῆς ἁγίας γραφῆς ἐδιδάχθημεν.
And you will understand this likewise in the case of the Son and in the case of the Holy Spirit; for the account of the uncreated and incomprehensible is one, and the same in the case of the Father and the Son and the Holy Spirit; for it is not that one is more incomprehensible and uncreated and another less. But since it is necessary, by means of distinctive marks, to have the distinction in the Trinity without confusion, while the common element is surveyed, I mean the uncreated, or that which is beyond all comprehension, or whatever of that sort, we shall not include it in the judgment of what is distinctive; we shall seek only those things by which the conception concerning each will be clearly and unmixedly marked off from the things contemplated together. It seems good to me, then, to trace out the discourse in this way: whatever good reaches us from divine power, the grace that works all things in all things being its source. We call it his operation, as the Apostle says: "But all these things the one and the same Spirit works, distributing to each one individually as he wills."
And seeking whether the supply of good things, having taken its beginning from the Holy Spirit alone, thus comes to the unworthy, we are again guided by the Scripture to believe that the only-begotten God is the author and cause of the supply of good things worked in us through the Spirit. For we have been taught by the holy Scripture that all things came to be through him and consist in him.
ὅταν τοίνυν καὶ πρὸς ἐκείνην ὑψωθῶμεν τὴν ἔννοιαν, πάλιν ὑπὸ τῆς θεοπνεύστου χειραγωγίας ἀναγόμενοι διδασκόμεθα, ὅτι δι’ ἐκείνης μὲν πάντα τῆς δυνάμεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται, οὐ μὴν οὐδὲ ἐξ ἐκείνης ἀνάρχως, ἀλλά τις ἐστὶ δύναμις ἀγεννήτως καὶ ἀνάρχως ὑφεστῶσα, ἥτις ἐστὶν αἰτία τῆς ἁπάντων τῶν ὄντων αἰτίας. ἐκ γὰρ τοῦ Πατρὸς ὁ Υἱὸς, δι’ οὗ τὰ πάντα, ᾧ πάντοτε τὸ Πνεῦμα τὸ Ἅγιον ἀχωρίστως συνεπινοεῖται· οὐ γάρ ἐστιν ἐν περινοίᾳ γενέσθαι τοῦ Υἱοῦ μὴ προκαταυγασθέντα τῷ Πνεύματι. ἐπειδὴ τοίνυν τὸ Ἅγιον Πνεῦμα, ἀφ’ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται· τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ αὐτοῦ, ὅθεν καὶ ἐκπορεύεται, τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ τὸ ἐκ τοῦ Πατρὸς ὑφεστάναι. ὁ
δὲ Υἱὸς, ὁ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα δι’ ἑαυτοῦ καὶ μεθ’ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν κατὰ τὸ ἰδιάζον τῶν γνωρισμάτων τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα ἣ πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνος γνωρίζεται. ὁ δὲ ἐπὶ πάντων Θεὸς ἐξαίρετόν τι γνώρισμα τῆς ἑαυτοῦ ὑποστάσεως, τὸ Πατὴρ αὐτοῦ καὶ ἐκ μηδεμιᾶς αἰτίας ὑποστῆναι μόνος ἔχει· καὶ διὰ τούτου πάλιν τοῦ σημείου καὶ αὐτὸς ἰδιαζόντως ἐπιγινωσκεται.
When, therefore, we are raised even to that conception, being again led up by the divinely inspired guidance, we are taught that through that power all things are brought from non-being into being, yet not even from it without a beginning, but there is a certain power subsisting unbegottenly and without a beginning, which is the cause of the cause of all things that exist. For from the Father is the Son, through whom are all things, with whom the Holy Spirit is always inseparably conceived together; for it is not possible to come to the thought of the Son without being first illumined by the Spirit. Since, therefore, the Holy Spirit, from whom every supply of good things flows forth upon creation, depends on the Son, with whom it is inseparably comprehended, and is attached to the cause of the Father, it has its own [property], whence also it proceeds, and it has this distinctive mark of its hypostatic particularity: to be known after the Son and with him, and to subsist from the Father. But the Son, who through himself and with himself makes known the Spirit that proceeds from the Father, having alone shone forth only-begottenly from the unbegotten light, has no communion according to the distinctive character of the marks of recognition either with the Father or with the Holy Spirit, but by the said marks he alone is known. But the God over all has a certain pre-eminent mark of recognition of his own hypostasis: that he alone is his Father and subsists from no cause; and by this mark again he himself is distinctly recognized.
τούτου ἕνεκεν ἐν τῆ τῆς οὐσίας κοινότητι, ἀσύμβατα φαμὲν εἶναι καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ τριάδι γνωρίσματα, δι’ ὧν ἡ ἰδιότης παρίσταται τῶν ἐν τῇ πίστει παραδεδομένων προσώπων· ἑκάστου τοῖς ἰδίοις γνωρίσμασι διακεκριμένως καταλαμβανομένου, ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξαιρεθῆναι. κατὰ δὲ τὸ ἄπειρον καὶ ἀκατάληπτον καὶ τὸ ἄκτιστον αὐτοῦ καὶ μηδενὶ τόπῳ περιειλῆφθαι καὶ πᾶσι τοῖς τοιούτοις μηδεμίαν αὐτῷ παραλλαγὴν ἐν τῇ ζωοποιῷ φύσει ἐπὶ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, ἀλλά τινα συνεχῆ καὶ ἀδιάσπαστον κοινωνίαν ἐν αὐτοῖς θεωρεῖσθαι, καὶ δι’ ὧν ἄν τις νοημάτων τὸ μεγαλεῖον ἑνός τινος τῶν ἐν τῇ Ἀγία τριάδι πιστευομένων ἐπινοήσειε, διὰ τῶν αὐτῶν προελεύσεται ἀπαραλλάκτως ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου τὴν δόξαν βλέπων, ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ Ἄγ’ ἴου Πνεύματος τῆς διανοίας κενεμβατούσης· διότι οὐδέν ἐστι τὸ διὰ μέσου τούτων παρενειρόμενον, οὔτε πρᾶγμα ὑφεστὼς ἄλλο τι παρὰ τὴν θείαν φύσιν, ὡς καταμερίζειν αὐτὴν πρὸς ἑαυτὴν διὰ τῆς τοῦ ἀλλοτρίου παρεμπτώσεως δύνασθαι, οὔτε διαστήματός τινος ἀνυποστάτου κενότης, ἥτις κεχηνέναι ποιεῖ τῆς θείας οὐσίας τὴν πρὸς ἑαυτὴν ἁρμονίαν, τῇ παρενθήκῃ τοῦ κενοῦ τὸ συνεχὲς διαστέλλουσα, ἀλλὰ μᾶλλον, καὶ ἐκ τούτου τὸ ἄτρεπτον αὐτοῦ σημαίνων. Ἐπειδὴ γὰρ τῶν γενητῶν ἡ φύσις τρεπτὴ, καὶ οἱ μὲν παρέβησαν, οἱ δὲ παρήκουσαν, ἥτε πράξις αὐτῶν οὐκ ἔστι βεβαία, ἀλλὰ πολλάκις ἐνδέχεται τὸν νῦν ἀγαθὸν μετὰ ταῦτα τρέπεσθαι·
For this reason, in the community of essence, we say that the distinguishing marks contemplated in the Trinity are incompatible and unshareable, through which the particularity of the persons handed down in the faith is established; each one being apprehended distinctly by its own distinguishing marks, so that through the said signs the separateness of the hypostases is excluded. But according to his infinity and incomprehensibility and his uncreatedness and being contained in no place, and all such things, there is no variation in him in the life-giving nature—I mean of Father and Son and Holy Spirit—but a certain continuous and indivisible communion is contemplated in them; and by whatever concepts one might conceive the greatness of one of those believed in the Holy Trinity, by the same he will proceed without variation, seeing the glory alike in Father and Son and Holy Spirit, with the mind finding no empty gap in between Father and Son and Holy Spirit; because there is nothing interposed in between them, nor any other thing subsisting besides the divine nature, so as to be able to divide it against itself through the intrusion of something alien, nor any emptiness of an unsubstantial interval, which makes the harmony of the divine essence with itself gape open, dividing the continuous by the insertion of void, but rather, and from this he signifies his immutability. For since the nature of created things is mutable, and some transgressed, while others obeyed, and their action is not firm, but it often happens that the one now good afterwards turns;
διὰ τοῦτο ἀτρέπτου χρεία, ἴνα τὸ ἀμετάβλητον τῆς τοῦ λόγου δικαιοσύνης ἔχωσιν εἰκόνα καὶ τύπον πρὸς ἀρετὴν οἱ ἄνθρωποι. ἡ δὲ
τοιαύτη διάνοια ἔχει καὶ τὴν αἰτίαν τοῖς εὖ φρονοῦσιν εὔλογον. ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ ἐτράπη, καὶ διὰ τῆς ἁμαρτίας θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, διὰ τοῦτο τὸν δεύτερον Ἀδὰμ ἔπρεπεν ἄτρεπτον εἶναι, ἵνα κἂν πάλιν ὁ ὄφις ἐπιχειρήσῃ, αὐτοῦ μὲν ἡ ἀπάτη ἐξασθενήσῃ· τοῦ δὲ Κυρίου ἀτρέπτου ὄντος πρὸς πάντα, ὁ ὄφις ἀσθενὴς τοῖς ἐπιχειρήσασι γένητ’ αἰ. ὥσπερ γὰρ τοῦ Ἀδὰμ παραβάντος εἰς πάντας ἀνθρώπους ἡ ἀπάτη διέβη, οὕτω τοῦ Κυρίου ἰσχύσαντος ἡ τοιαύτη λοιπὸν ἰσχὺς εἰς ἡμᾶς διαβήσεται, ὥστε λέγειν ἕκαστον ἡμῶν, “οὐ γὰρ αὐτοῦ τὰ νοή- “μάτα ἀγνοοῦμεν.” οὐκοῦν εἰκότως ὁ Κύριος ὁ ἀεὶ καὶ φύσει ἀτρέπτως ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἀδικίαν χρίεται, καὶ αὐτὸς ἀποστέλλεται, ἵνα ὁ αὐτὸς διαμένων, τὴν τρεπτὴν σάρκα λαβὼν, τὴν μὲν ἁμαρτίαν ἐν αὐτῇ κατακρίνῃ, ἐλευθέραν δὲ αὐτὴν κατασκευάσῃ· εἰς τὸ δύνασθαι λοιπὸν τὸ δικαίωμα τοῦ νόμου πληροῦν ἐν αὐτῇ. ὥστε λέγειν δύνασθαι ἡμεῖς, οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. μάτην ἄρα, ὦ Ἀρειανοὶ, ἡ τοιαύτη ὑμῖν ἀπόνοια γέγονεν, καὶ μάτην τὰ ῥήματα τῶν γραφῶν ἐπροφασίσασθε. Κυρίλλου Θησαυρικῶν. Λέγοντες ὅτι γέγραπται “ἠγάπη- “σὰς δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ “Θεὸς,” οὐκ ἃν οὖν ὅλως κεχρῖσθαι τὸν Κύριον δώσομεν εἰ μὴ δικαιοσύνην ἠγάπησε καὶ ἐμίσησεν ἀδικίαν. ὁ γὰρ αἰτιολογικὸς σύνδεσμος, τουτέστι “διὰ τοῦτο” μεταξὺ κείμενος μισθὸν ὥσπερ ἀρετῆς τὸ χρῖσμα δεικνύει.
For this reason there was need of the unchangeable, so that men might have an image and type of the unchangeable righteousness of the Word for virtue. And such a thought has its cause reasonable to those who think rightly. For since the first man Adam was turned, and through sin death entered into the world, for this reason it was fitting that the second Adam be unturned, so that even if the serpent should attempt again, his deceit might be weakened; and since the Lord is unturned toward all things, the serpent might become weak for those who attempt. For just as when Adam transgressed, the deceit passed through to all men, so when the Lord prevailed, such strength would thereafter pass through to us, so that each of us may say, "For we are not ignorant of his thoughts." Therefore reasonably the Lord, who always and by nature unchangeably loves righteousness and hates iniquity, is anointed, and he himself is sent, so that the same one remaining, having taken the changeable flesh, might condemn sin in it, and make it free; so that thereafter the righteous requirement of the law might be fulfilled in it. So that we may be able to say, we are not in the flesh, but in the Spirit. In vain, then, O Arians, has such folly come upon you, and in vain have you used the words of the Scriptures as a pretext. From Cyril's Treasuries. Saying that it is written, "You loved righteousness and hated iniquity; therefore God has anointed you," we will not grant at all that the Lord was anointed unless he loved righteousness and hated iniquity. For the causal conjunction, that is, "therefore," placed in between, shows the anointing as a reward, as it were, of virtue.
εἰ δὲ διὰ τοῦτο χρίεται ὅτι δικαιοσύνην ἀγαπᾷ καὶ ἀδικίαν μισεῖ, δῶρον ἔχει τὸν ἁγιασμόν. ὁ δὲ προσθήκης τινὸς δεηθεὶς, ἀτελὴς ἃν εἴη, καὶ οὐχ ὅμοιος τῷ τελείῳ Πατρί. ταῦτα μὲν ὑμεῖς· ἀκούσεσθε δὲ ὅτι τοῦτο εἴρηται, οὐχ ἵνα μισθὸν ἀρετῆς τὸ χρῖσμα δεδόσθαι τίς ὑπολάβῃ, ἀλλ’ ἵνα τοιώσδε νοήσωμεν τὸ λεγόμενον. τρεπτῆς ὑπάρχων φύσεως ὁ προ- πάτωρ Ἀδὰμ, καὶ πεφυκὼς ποτὲ μὲν τὴν δικαιοσύνην ἀγαπᾶν καὶ μισεῖν τὴν ἀδικίαν, ποτὲ δὲ πάλιν εἰς τὴν ἐναντίαν ἕξιν μεταπηδᾷν παρηνέχθη παρὰ τοῦ διαβόλου. ἐπειδὴ δὲ πρὸς τὴν τοῦ τοιούτου νοσήματος λύσιν ἔδει τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντιθεῖναι τῷ πονηρῷ, ἵν ὥσπερ διὰ τῆς τοῦ Ἀδὰμ τροπῆς ἐνικήθημεν, οὕτω διὰ τῆς ἀτρεψίας τοῦ Λόγου κρατήσωμεν· διὰ τοῦτο χρίεται, ὡς ἀεὶ καὶ ἀπαραλλάκτως δικαιοσύνην ἀγαπῶν καὶ
μισῶν ἀδικίαν, καὶ τραπῆναι μὴ δυνάμενος. ὅταν οὖν λέγω “ἠγά- “πησας δικαιοσύνη, καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε “ὁ Θεὸς,” τοιαύτην τινὰ δέχεσθε διάνοιαν. ἐπειδὴ πάντων τῶν γενητῶν τρεπομένην ἐχόντων τὴν φύσιν, οὐδὲν ἐδύνατο μάχεσθαι τῷ διαβόλῳ, σὺ δὲ ἐξ ἀτρέπτου Πατρὸς ἄτρεπτος ὣν Θεὸς Λόγος, ἀεὶ δικαιοσύνην ἀγαπᾷς, τὴν δὲ ἀδικίαν μισεῖς, ἔχρισέ σε ὁ Θεὸς, ἵνα ἱν σοὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν πάντα νικῶσαν. θεάσηται. Ἀθανασίου κατὰ Ἀρειανῶν. Ὁ Λάγος γὰρ τοῦ Θεοῦ ἄτρεπτος ἐστὶν ἀεὶ καὶ ὡσαύτως ἔχει, οὐχ ἁπλῶς, ἀλλ’ ὡς ὁ Πατήρ. ἐπεὶ πῶς πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστὶν, εἰ μὴ καὶ τὸ ἄτρεπτον τοῦ Πατρὸς ἔχει;
But if he is anointed for this reason, because he loves righteousness and hates iniquity, he has sanctification as a gift. But he who needs some addition would be imperfect, and not like the perfect Father. These things are yours; but you will hear that this is said, not so that anyone might suppose the anointing was given as a reward for virtue, but so that we may understand what is said in this way. Our forefather Adam, being of a changeable nature, and having a natural capacity at one time to love righteousness and hate iniquity, but at another time again to leap over into the opposite condition, was led astray by the devil. But since for the dissolution of such a disease it was necessary that the immutable Word of God set himself against the evil one on our behalf, so that just as through Adam's change we were conquered, so through the Word's immutability we might prevail; for this reason he is anointed, as one who always and unchangeably loves righteousness and hates iniquity, and cannot be changed. When, then, I say, "You loved righteousness and hated iniquity; therefore God has anointed you," receive some such meaning as this. Since all created things have a changeable nature, nothing was able to fight against the devil, but you, being God the Word from an immutable Father, immutable, always love righteousness and hate iniquity; God has anointed you, so that in you first human nature might behold all things conquered. Of Athanasius against the Arians. For the Word of God is always immutable and remains in the same way, not simply so, but as the Father. For how are all things of the Father the Son's, if he does not also have the Father's immutability?
οὐχ ὡς ὑποκείμενος δὲ νόμοις καὶ τὴν ἐπὶ θάτερα ῥοπὴν ἔχων, τὸ μὲν ἀγαπᾷ, τὸ δὲ μισεῖ, ἵνα μὴ φόβῳ τοῦ ἐκπεσεῖν τὸ ἕτερον προσλαμβάνῃ, καὶ ἄλλως πάλιν τρεπτὸς εἰσάγηται, ἀλλ’ ὡς Θεὸς ὣν καὶ Λόγος τοῦ Πατρὸς, κριτής ἐστι δίκαιος καὶ φιλάρετος, μᾶλλον δὲ καὶ χορηγὸς ἀρετῆς. οὖν φύσει καὶ ὅσιος ὣν, διὰ τοῦτο ἀγαπᾶν λέγεται δικαιοσύνην καὶ μισεῖν ἀδικίαν, ἴσον τῷ εἰπεῖν, ὅτι τοὺς μὲν ἐναρέτους ἀγαπᾷ καὶ προσλαμβάνεται, τοὺς δὲ ἀδίκους ἀποστρέφεται καὶ μισεῖ. τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ Πατρὸς λέγουσιν αἱ γραφαὶ, “δίκαιος “Κύριος καὶ δικαιοσύνας ἠγάπησε.” καὶ “ἐμίσησας πάντας “τοὺς ἐργαζομένους τὴν ἀνομίαν.” καὶ διὰ Ἡσαΐου λέγει, “ἐγώ “ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ “ἀδικίας.” ἣ τοίνυν κἀκεῖνα τὰ ῥήματα ὡς ταῦτα ἐκλαμβανέτωσαν, καὶ γὰρ κἀκεῖνα περὶ τῆς εἰκόνος τοῦ Θεοῦ γέγραπται, ἣ καὶ ταῦτα ὡς ἐκεῖνα κακῶς διανοούμενοι, τρεπτὸν καὶ τὸν Πατέρα ἐπινοείτωσαν. εἰ δὲ ἀσεβὲς τὸ λέγεσθαι τὸν Θεὸν δικαιοσύνας ἀγαπᾷν, καὶ μισεῖν ἁρπάγματα ἐξ ἀδικίας ὡς δεκτικὸν τοῦ ἐναντίου, ὥστε τοῦτο μὲν ἐκλέγεσθαι, τοῦτο δὲ μὴ αἱρεῖσθαι, ἀκόλουθον ἃν εἴη καὶ περὶ τῆς εἰκόνος τοῦ Θεοῦ τοιαῦτα νοεῖν. τοιαύτην γὰρ εἶναι τὴν εἰκόνα δεῖ, οἷος ὁ ταύτης Πατήρ· πρὸς γὰρ τὸ ἀρχέτυπον ἡ εἰκὼν, καὶ πρὸς τὴν εἰκόνα τὸ ἀρχέτυπον. ἀκουέ- τωσαν οὖν οἱ θεομάχοι, ἀπόδοτε τὰ τοῦ ἀνθρώπου τῷ ἀνθρώπῳ, καὶ τὰ τοῦ Θεοῦ τῶ Θεῶ. Κυρίλλου Ὁμιλία. Ὁρᾷς ὅτι Θεὸς χρίεται παρὰ Θεοῦ, ὅτε
Not as one subject to laws and having a inclination to either side, loving one thing and hating another, so that he might not, through fear of falling away, take up the other, and thus again be shown to be changeable; but as being God and the Word of the Father, he is a just judge and a lover of virtue, or rather also a provider of virtue. Therefore, being by nature also holy, for this reason he is said to love righteousness and to hate injustice, which is equal to saying that he loves and receives those who are virtuous, but turns away from and hates the unjust. The Scriptures say the same also concerning the Father: "The Lord is righteous and has loved righteousness"; and "You have hated all those who work lawlessness"; and through Isaiah he says, "I am the Lord who loves righteousness and hates robberies from injustice." Let them therefore interpret those words as these, for those too were written concerning the image of God; and misunderstanding these as those, let them conceive of the Father also as changeable. But if it is impious to say that God loves righteousness and hates robberies from injustice, as though he were receptive of the opposite, so as to choose this and not prefer that, it would be consistent to think such things also concerning the image of God. For the image must be such as its Father is; for the image is toward the archetype, and the archetype toward the image. Let the God-fighters therefore hear: render the things of man to man, and the things of God to God. Homily of Cyril. You see that God is anointed by God, when
γὰρ γέγονεν ἄνθρωπος μεμενηκὼς ὅπερ ἦν, τότε καὶ καθ’ ἡμᾶς ἀνθρωπίνως χρίεται πρὸς ἀποστολήν. χρίεται γὰρ ἡ ἀνθρωπότης τῷ θείῳ Πνεύματι, οὐκ ἐνεργεῖται καθάπερ ἐπὶ τῶν ψιλῶν ἀνθρώπων, οἷον προφητῶν, πατριαρχῶν· καὶ ἔστι χρίσις οἷον ὅλη τοῦ χρίοντος ἡ παρουσία. χρίεται δὲ ὁ Υἱὸς ὅτε εἰς τὴν οἰκουμένην εἰσήχθη, τουτέστιν ὅτε ἐσαρκώθη· τότε γὰρ ἐκοινώνησε τῇ κτίσει, ἑνώσας ἑαυτῷ τὸ κτιστὸν, καὶ χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ ἀμφότερα ἕν. Θεοδωρήτου περὶ . . . Φαίη δ᾿ ἄν τις πῶς ὁ Θεὸς καὶ μετὰ τοῦ ἄρθρου προσαγορευθεὶς Θεὸς, καὶ τὸν θρόνον ἔχων εἰς αἰῶνα αἰῶνος, χρισθείη ἃν ὑπὸ τοῦ Θεοῦ; πῶς δ᾿ ἃν χειροτονητὴν λάβοι βασιλείαν, φυσικὴν ἔχων βασιλείαν; ἐναντίον γὰρ τὸ εἶναι βασιλεία τοῦ χρισθῆναι εἰς βασιλείαν. ἐροῦμεν τοίνυν πρὸς τοῦτο, ὅτι τὸν μὲν Θεὸν, οὗ ὁ θρόνος εἰς αἰῶνα αἰῶνος, τὸν ἀεὶ ὄντα νοεῖν χρὴ, τὸν δὲ ὕστερον ποτὲ χρισθέντα, τὸ ἐξ ἡμῶν ληφθὲν, τὸ ἐκ Δαβὶδ, τὸ ἐξ Ἀβραὰμ, τὸ μετόχους ἔχων, οὓς πλεονεκτεῖ τὸ χρίσματι πάντα ἐν ἑαυτῷ δεξάμενον τὰ τοῦ παναγίου Πνεύματος χαρίσματα. ἐν ἑκατέρᾳ δὲ φύσει ὁ εἷς Θεὸς προσκυνεῖται. Καὶ, σὺ κατ’ ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελιώσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Θεοδωρήτου. Ἔδειξεν αὐτὸν τὸν ἁπάντων δημιουργόν. διὰ γὰρ οὐρανοῦ καὶ γῆς πάντα τὰ ἐν αὐτοῖς περιέλαβεν, ἃ καὶ ἀπὸ ἀρχῆς τινος τοῦ μὴ εἶναι ποτὲ γέγονε καὶ ἐκτίσθη.
For he has become man, having remained what he was; then he is also anointed in a human way, in accordance with us, for a mission. For his humanity is anointed with the divine Spirit, not merely energized as in the case of ordinary men, such as prophets and patriarchs; and the anointing is, as it were, the whole presence of the one who anoints. And the Son is anointed when he was brought into the world, that is, when he was made flesh; for then he shared in creation, uniting the created to himself, and anointing humanity with divinity, so as to make both one. From Theodoret on . . . But one might ask how God, who is addressed as God even with the article, and who has his throne for ever and ever, could be anointed by God? And how could he receive a kingdom by appointment, who has a natural kingdom? For it is contrary for one to be a kingdom and to be anointed into a kingdom. We shall say to this, then, that by "God, whose throne is for ever and ever," we must understand the one who always is; but by the one anointed at some later time, that which was taken from us, from David, from Abraham, having those who partake, whom the anointing surpasses, having received in himself all the gifts of the all-holy Spirit. And in each nature the one God is worshipped. And, You, Lord, in the beginning laid the foundation of the earth, and the heavens are the works of your hands. They will perish, but you remain. And all will grow old like a garment, and like a cloak you will roll them up and they will be changed; but you are the same, and your years will not fail. From Theodoret. He showed him to be the very creator of all things. For through heaven and earth he encompassed all things in them, which also from some beginning came to be and were created from not being.
δῆλον γὰρ ὅτι τὸ κατ’ ἀρχὰς κτιζόμενον, ἀρχὴν ἔχει τοῦ κτίζεσθαι. ἐδίδαξεν ὡς ἄτρεπτος καὶ ἀναλλοίωτος. τοῦτο γὰρ δηλοῖ τὸ “αὐτοὶ ἀπολοῦν- “ται, σὺ δὲ διαμένεις.” ἐδήλωσε καὶ τῆς κτίσεως τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ὑπ’ αὐτοῦ γενησομένην. αὐτοῦ δὲ τὸ ἄναρχον καὶ ἀνώλεθρον. “σὺ γάρ,” φησιν, “ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου “οὐκ ἐκλείψουσιν·” οὐ γὰρ ἐγένου, ἀλλὰ εἶ, οὐδὲ ἀλλοίωσιν δέχῃ
τινά· ἀεὶ γὰρ ὁ αὐτὸς εἰ δηλοῖ δὲ ταῦτα καὶ τὸ ἀπαθὲς τῆς θεότητος· εἰ γὰρ αὕτη πέπονθεν, πῶς ἐστὶν ἡ αὐτή; ἠλλοίωται γάρ. καὶ εἰ τρεῖς ἡμέρας ἐν τῷ θανάτῳ πεποίηκεν, ἐξέλειπε τὰ ὄη. ἀλλὰ καὶ ὁ προφήτης ἡμᾶς, καὶ ὁ Ἀπόστολος διδάσκει, ὁ μὲν, γεγραφὼς τὴν μαρτυρίαν, ὁ δὲ ταύτῃ χρησάμενος, ὡς ὁ αὐτός ἐστι, καὶ τὰ ἔτη αὐτοῦ οὐκ ἐκλείψουσιν. Χργσοστόμου. Ἵνα γὰρ μὴ ἀκούσας “ὅταν δὲ εἰσαγάγῃ τὸν “πρωτότοκον εἰς τὴν οἰκουμένην,” ὡς δῶρον νομίσῃς εἶναι ὕστερον αὐτῷ προσδοθὲν, τοῦτο καὶ ἄνω προδιωρθώσατο. εἶτα καὶ πάλιν ἐπιδιορθοῦται λέγων “καταρχὰς,” οὐχὶ νῦν ἀλλ’ ἄνωθεν. ἰδοὺ πάλιν καὶ τὸν Σαμοσατέα καιρίᾳ πλήττει πληγῇ καὶ Ἄρειον· ἃ περὶ τοῦ Πατρός ἐστιν εἰπεῖν, ταῦτα ἁρμόσας τῷ Υἱῷ. μετὰ δὲ τούτου, καὶ τι ἄλλο πάρεργον ἠνίξατο. καὶ γὰρ τὴν μετασχημάτισιν τοῦ κόσμου παρεδήλωσε λέγων, ὅτι ἀλλαγήσονται, ὃ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φησὶν, ὅτι μετασχηματίσει τὸν κόσμον, καὶ τὸ εὔκολον δηλῶν, ἐπήγαγεν, “ἑλίξεις αὐτοὺς,” ὥσπερ γάρ τις περιβόλαιον, οὕτως αὐτὸς τὸν κόσμον ἑλίξει καὶ ἀλλάξει.
For it is clear that what is created in the beginning has a beginning of its being created. He taught that he is unchangeable and immutable. For this is what the words "they themselves will perish, but you remain" make clear. He also indicated the change of creation to something better that will be brought about by him. And his own being without beginning and indestructible. "For you," he says, "are the same, and your years will not fail." For you did not come to be, but you are, nor do you admit any change; for you are always the same. And these things also indicate the impassibility of the Godhead; for if it had suffered, how is it the same? For it has been changed. And if he spent three days in death, his years failed. But both the prophet and the Apostle teach us—the one by having written the testimony, the other by having used it—that he is the same, and his years will not fail. From Chrysostom. For lest, having heard "when he brings the firstborn into the world," you should think that he was given later as a gift, he corrected this above as well. Then again he corrects it further, saying "in the beginning," not now but from above. Behold, again he strikes the Samosatene with a timely blow, and Arius too, applying to the Son the things that are to be said about the Father. And along with this, he hinted at something else besides. For he indicated the transformation of the world, saying that they will be changed, which he also says in the letter to the Romans, that he will transform the world, and indicating the ease of it, he added, "you will roll them up," for just as one rolls up a cloak, so he will roll up and change the world.
εἰ δὲ τὴν ἐπὶ τὸ βέλτιον μετασχημάτισιν οὕτως εὐκόλως ἐργάζεται, ἐπὶ τῆς ἐλάττονος δημιουργίας ἑτέρου ἐδεῖτο, μέχρι τίνος οὐκ αἰσχύνεσθε; Θεοδωρήτου Ψαλμοῖσ περὶ ... Ὁ δὲ νοῦς τῶν ψαλμικῶν ῥημάτων τοιοῦτος. τὴν μὲν κτίσιν ὁ ποιητὴς ὡς ἃν ἐθέλῃς μετασκευάζεις· τρεπτὴ γάρ ἐστι, καὶ τοῖς σοῖς ἀκολουθεῖ νεύμασιν, αὐτὸς δὲ, ἄτρεπτον ἔχεις τὴν φύσιν καὶ ἀναλλοίωτον. τούτου δὴ χάριν περὶ μὲν τῆς κτίσεως ὁ προφήτης φησὶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων αὐτά, περὶ δὲ σοῦ τοῦ Θεοῦ Λόγου, σὺ δὲ ὁ αὐτὸς εἰ, καὶ σὺ περὶ σεαυτοῦ, ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι. σὺ τῇ γῇ τὸ εἶδος δέδωκας καὶ τὴν τάξιν, “κατ’ ἀρχάζ́” τουτέστιν ἅμα τῷ οὐσιωθῆναι τοὺς ἀνθρώπους μὴ ὄντας ἐποίησας τῇ ἐνεργητικῇ σου δυνάμει, καὶ τούτων μεταβολὴν δεχομένων καὶ ἀλλοιουμένων ὡς ποιημάτων, σὺ τὸ ἄτρεπτον ἔχεις ὡς ποιητής. τὰ μὲν γὰρ γενητὰ ἤρξατο γίνεσθαι, καὶ προάγει αὐτὸν ἡ ἀρχὴ, καὶ τὸ εἶναι αὐτῶν ἐν τῷ γίνεσθαι μετρεῖται. ὁ δὲ Λόγος οὐκ ἔχων ἀρχὴν, τοῦ εἶναι τῶν τὴν ἀρχὴν ἐχόντων δημιουργὸς γίνεταί. Ἀπολοῦνται δὲ οἱ οὐρανοὶ οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα.
But if he so easily accomplishes the transformation to the better, why did he need another for the lesser creation? Until when will you not be ashamed? From Theodore of Psalms concerning... And the meaning of the psalmist's words is as follows. You, the Maker, refashion the creation as you wish; for it is changeable and follows your nod, while you yourself have a nature that is unchanging and immutable. For this reason the prophet says concerning the creation, "He who makes all things and refashions them," and concerning you, God the Word, "But you are the same," and you say concerning yourself, "I am, and I have not changed." You gave the earth its form and order, "in the beginning," that is, as soon as human beings were brought into being, you made those who were not by your active power, and while these, as things made, receive change and alteration, you, as Maker, possess immutability. For created things began to come into being, and their beginning precedes them, and their being is measured in their becoming. But the Word, having no beginning, becomes the creator of those things that have a beginning. And the heavens perish not in essence but in form.
“παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου,” καὶ ἅπαντα δὲ τὰ ὁρώμενα καταγηράσει, καὶ ἱματίου μιμήσεται παλαιότητα, τῇ συνεχεστέρᾳ χρήσει καὶ τῷ χρόνῳ· σὺ δὲ αὐτὴν ἀλλάξεις καὶ νεουργήσεις, καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. καὶ αὐτὴ γὰρ ἡ κτίσις ἐλευθερωθήσεται ἐκ τῆς δουλείας τῆς φθορᾶς, καὶ οἱ οὐρανοὶ ὑποβληθήσονται φθορᾷ. ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμὸν, καὶ συστελεῖς αὐτοὺς οὕτως εὐχερῶς, ὡς ἑλίσσει τις περιβόλαιον· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μεταβαλλόμενοι, καὶ ἀλλαγήσονται, καὶ τροπὴν ἀγαθὴν ὑπομενοῦσι τὴν ἀπὸ τῆς παλαιότητος ἐπὶ τὴν ἀνακαίνισιν καὶ τὴν ἀφθαρσίαν. ἀλλὰ τὴν μὲν κτίσιν οὕτω μεταρυθμίζεις καὶ μεθαρμόζεις, καὶ μεταβάλλεις τὰ πάντα ὡς θέλεις. σὺ δὲ ἅτε Θεὸς, ἄτρεπτον ἔχεις τὴν φύσιν καὶ ἀίδιον, καὶ ἀλλοιώσεως κρείττονα. κτισμάτων γὰρ ἴδιον τὸ ἀλλοιοῦσθαι, τῷ καὶ τὴν οὐσίαν αὐτῆς ἀποτροπῆς ἦρχθαι, καὶ ἀπό τινος ἀρχῆς. σοῦ δὲ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὧσαύτως ἔχοντος ἀτρέπτου τε καὶ ἀμεταβλήτου ὄντος, ὑπερούσιος ἡ οὐσία, ἄναρχός τε καὶ ἀτελεύτητος. μόνος γὰρ ἔχεις ἀθανασίαν καὶ τὴν ὕπαρξιν ἐπ’ ἄπειρον. ἔτη γὰρ ἐπὶ Θεοῦ τὴν παράτασιν τοῦ εἶναι νοητέον. ὡς δὲ οὐκ ἔμελλεν ἄτρεπτος εἶναι ὁ μετὰ τοῦ Πατρὸς ἓν ὢν καὶ τῆς οὐσίας ἴδιος ὢν αὐτοῦ, ἧς ἀτρέπτου οὔσης, ἄτρεπτον καὶ τὸ ἐξ αὐτῆς γέννημα. Εἰ δὲ τοῦ ὄντος Λόγου τροπὴν Ἀρειανικὴν καταψεύδονται, μανθανέτωσαν ποῦ τούτοις ὁ λόγος κινδυνεύει· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. καὶ διὰ τοῦτο ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, καὶ ἡ τοῦ Υἱοῦ γνῶσις, γνῶσις ἐστὶ τοῦ Πατρός.
"For the form of this world is passing away," and all things visible will grow old and imitate the antiquity of a garment through continual use and time; but you will change it and make it new, and make it incorruptible instead of corruptible. For creation itself will be freed from the slavery of corruption, and the heavens will be subjected to corruption. But this corruption will become for them a renewal, and you will roll them up so easily as one rolls up a cloak; for they will be rolled up, changed into a better form, and will be altered, and will undergo a good change from oldness to renewal and incorruption. But creation you thus readjust and refashion, and you change all things as you will. But you, as God, have a nature that is unchanging and eternal, and superior to alteration. For it is proper to created things to be altered, since their very substance began from a turning away and from some beginning. But since you always remain the same and in the same way, being unchanging and immutable, your substance is beyond being, without beginning and without end. For you alone have immortality and existence without limit. For "years" in the case of God must be understood as the extension of his being. But since he who is one with the Father and is proper to his substance could not be subject to change—since that substance is unchanging, the offspring from it is also unchanging. But if they falsely accuse the existing Word of an Arian change, let them learn where the word in these matters is in danger; for the tree is known by its fruit. And for this reason, he who has seen the Son has seen the Father, and the knowledge of the Son is knowledge of the Father.
οὐκοῦν ἀναλλοίωτος ἡ εἰκὼν τοῦ ἀτρέπτου εἴη ἄν. ὁ μὲν οὖν Δαβὶδ πρὸς αὐτὸν ψάλλει, “σὺ δὲ ὁ αὐτὸς εἶ,” ὁ δὲ Κύριος περὶ ἑαυτοῦ φησιν, “ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι· εἰ γὰρ καὶ περὶ τοῦ Πατρὸς ὁ λόγος, ἀλλὰ καὶ τὸν Υἱὸν ἁρμόσει λέγειν, ὅτι μάλιστα γενόμενος ἄνθρωπος, δείκνυσι τὴν ταὐτότητα καὶ τὸ ἄτρεπτον αὐτοῦ τοῖς νομίζουσι διὰ τὴν σάρκα ἠλλοιῶσθαι αὐτὸν καὶ ἕτερόν τι γεγενῆσθαι. Πάντων τοίνυν τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως δία τῆς οὐρανοῦ καὶ γῆς σημασίας τρεπτὴν καὶ ἀλλοιωτὴν τὴν φύσιν ἡ Γραφὴ λέγουσα, καὶ τὸν Υἱὸν ὑπεξαίρουσα τούτων, δείκνυσι μηδόλως
γενητὸν αὐτὸν εἶναι, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἀλλοιοῦντα τὰ ἄλλα· καὶ μὴ ἀλλοιούμενον αὐτὸν διδάσκει δι’ ὣν φησι, σὺ δὲ ὁ αὐτὸς “εἶ.Ζ καὶ εἰκότως· τὰ μὲν γὰρ γενητὰ ἐξ οὐκ ὄντων ὄντα, καὶ ὄντα πρὶν γένηται ὅλως ὅτι οὐκ ὄντα γένηται, ἀλλοιουμένην ἔχει τὴν φύσιν. ὁ δὲ Υἱὸς ἐκ τοῦ Πατρὸς ὣν, καὶ τῆς οὐσίας αὐτοῦ ἴδιος, καὶ οὐκ ἐν ἄλλῃ ἀρχῇ τὸ εἶναι ἔχων, ἀλλ’ ἐν τῷ ἀνάρχῳ Πατρὶ, ἵνα καὶ αὐτὸς ἄναρχος ᾖ, ἀναλλοίωτος καὶ ἄτρεπτος ἐστὶν, ὡς αὐτὸς ὁ Πατήρ. οὐ γὰρ θέμις εἰπεῖν ἐκ τῆς οὐσίας τοῦ ἀτρέπτου τρεπτὸν γεννᾶσθαι Λόγον, καὶ ἀλλοιουμένην σοφίαν. πῶς γὰρ ἔτι Λόγος, εἰ τρεπτός ἐστιν; ἣ πῶς ἐστι σοφία τὸ ἀλλοιούμενον; εἰ μὴ ἄρα ὡς ἐν οὐσίᾳ συμβεβηκέναι τινὰ χάριν καὶ ἕξιν ἀρετῆς, καὶ κεκλῆσθαι ταύτην οὕτως Λόγον καὶ Υἱὸν καὶ σοφίαν εἴποιεν· ὥστε καὶ ἀφαιρεῖσθαι καὶ προστίθεσθαι αὐτῇ δύνασθαι. ἀλλ’ οὐκ ἔστι Χριστιανῶν ἡ πίστις αὕτη· τὸ γὰρ τρεπόμενον καὶ οὐχ ἱστάμενον ἐν ἑνὶ καὶ τῷ αὐτῷ πῶς δύναται εἶναι ἀληθές;
Therefore the image of the unchanging one would be unchangeable. David, then, sings to him, "But you are the same," and the Lord says concerning himself, "See that I am and I have not changed; for even if the statement concerns the Father, it will also be fitting to say it of the Son, since especially when he became man he demonstrates his sameness and his immutability to those who think that he was changed because of the flesh and became something else. Since, then, Scripture, by the signification of heaven and earth, says that the nature of all generated things and of all creation is changeable and alterable, and excepts the Son from these, it shows that he is in no way generated, but rather that he alters the others; and it teaches that he is not altered through what it says: "But you are the same." And with good reason; for generated things, being from non-being, and being before they were generated—since they were not—have a changeable nature. But the Son, being from the Father and proper to his essence, and not having his being in another beginning, but in the unbegun Father, so that he himself may be unbegun, is unchangeable and immutable, as the Father himself is. For it is not lawful to say that from the essence of the unchanging one a changeable Word is begotten, and a wisdom that is altered. For how is he still a Word, if he is changeable? Or how is that which is altered wisdom? Unless perhaps they would say that some grace and habit of virtue have accrued to him as in an essence, and that this has been called Word and Son and wisdom, so that it is possible both to take away from it and to add to it. But this is not the faith of Christians; for how can that which is changed and does not stand in one and the same state be true?
ἀλλὰ μὴν ὁ Κύριος περὶ ἑαυτοῦ λέγει, “ἐγώ εἰμι ἡ ἀλήθεια,” καὶ τὸ ἄτρεπτον αὐτοῦ τοῦτο δείκνυσιν. οἱ δὲ Ἀρειανοὶ ἀπὸ τῆς καρδίας ὡς ἀπὸ φθορᾶς ταῦτα ἐξεμοῦσι, καὶ γένητον αὐτὸν λέγουσι. Κυρίλλου θησαυρικῶν. Ἀλλὰ μὴν πᾶν ὅπερ ἃν φαίνηται γεγονὸς κατ’ οὐσίαν, καὶ εἰς τὸ μὴ εἶναι καταλήξει ποτὲ, θελήσαντος τοῦ δημιουργοῦ· καὶ ὅπερ ἃν ἔχοι φύσιν τοῦ παθεῖν τι δεκτικὴν, πάθοι ἃν καὶ εἰ μήπω πέπονθε· τὸ δὲ πάσχειν οὐ πεφυκὸς, οὐκ ἄν τι πάθοι ποτὲ καὶ ἕτερόν τι παρ’ ἐκεῖνο ἐστί· καὶ τὸ ἀεὶ ὡσαύτως ὣν, οὔτε τοῦ εἶναι ἤρξατο, οὔτε μὴν οἰδε τὸν ἐπὶ τῷ τέλει δρόμον, ὥσπερ τὰ τοῦ εἶναι ἀρξάμενα. ἀλλ’ οὐκ ἄν τις εἴποι νοῦν ἔχων, τὰ τοσαύτην ἔχοντα πρὸς ἄλληλα τὴν ἐναντιότητα, καὶ οὕτω κατὰ φύσιν διεστηκότα, ὁμογενῆ τε εἶναι, καὶ τῆς αὐτῆς ὑπάρχειν οὐσίας. εἰ τοίνυν ἔπι μὲν τῶν ποιημάτων ὡς ὑποκειμένων φθορᾶ λέγεται, αὐτοὶ ἀπολοῦνται, ἐπὶ δὲ τοῦ Υἱοῦ, “σὺ δὲ διαμένεις;” κἀκεῖνα μὲν παλαιωθήσεται ὡς γενητικὴν ἔχοντα τὴν φύσιν, τοῦ δὲ Υἱοῦ τὰ ἔτη οὐκ ἐκλείψουσι, πῶς ὁ μονογενὴς ἔσται τοῖς Ἀγγέλοις ὁ Υἱός; τοῖς γενητοῖς ὁ ἀγένητος; τοῖς πεποιημένοις ὁ ποιητής; τοῖς παρελθεῖν δυναμένοις ὁ αἰώνιος; εἰ γὰρ καὶ
But indeed the Lord says concerning himself, "I am the truth," and this shows his immutability. But the Arians spew these things from the heart as from corruption, and they say he is generated. From Cyril's Treasuries. But indeed whatever appears to have come into being by nature will also at some point cease to be, when the Creator wills it; and whatever has a nature receptive of suffering something would suffer even if it has not yet suffered; but that which is not naturally capable of suffering would never suffer anything, and is something other than that; and that which always is in the same way neither began to be, nor indeed knows the course toward the end, as do those things that began to be. But no one with understanding would say that things having such great opposition to one another, and so separated by nature, are of the same kind and belong to the same substance. If, then, in the case of things made, since they are subject to it, corruption is spoken of—"they themselves will perish"—but in the case of the Son, "but you remain"; and those things will grow old as having a generated nature, but the years of the Son will not fail, how will the only-begotten be the Son to the angels? The ungenerated to the generated? The maker to the things made? The eternal to those able to pass away? For if also
ἀθάνατόν τι χρῆμα ὁ Ἄγγελος ἐστὶ διὰ τὴν οὕτω κειμένην ἐπ’ αὐτῷ τοῦ ποιήσαντος βούλησίν τε καὶ χάριν, ἀλλ’ ἐπείπερ ἀρχὴν τοῦ εἶναι ἔχει, δύναιτ’ ἃν καὶ εἰς τέλος ἐλθεῖν. φύσεως δὲ πλεονεκτήματα τοῖς ἔχουσιν ἐστὶν ἰσχυρὰ, καὶ οὐχὶ τῷ πεποιηκότι Θεῷ· ὥσπερ οὖν καὶ τὸ πῦρ, καυστικὸν μέν ἐστιν, ἀλλ’ οὐ τῷ Θεῷ, οὕτω καὶ Ἄγγελος ἀθάνατος μὲν, ἀλλ’ οὐ τῷ Θεῷ· μόνος γὰρ αὐτὸς κυρίως ἀθάνατος, φυσικῶς ἔχων, οὐκ ἀπὸ χάριτος, τὴν ἀσφάλειαν, ὥσπερ τὰ γενητά. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκε ποτὲ, κάθου ἐκ δεξιῶν μου ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Χρυσοστόμου. Οἱ μὲν περὶ Ἄρειον καὶ Εὐνόμιον εἰς τὸν Θεὸν Λόγον εἰρῆσθαι λέγουσι ταῦτα καὶ πρὶν σαρκωθῆναι. οἱ δὲ περὶ Παῦλον τὸν Σαμοσατέα καὶ Φωτεινὸν, καὶ Σαβέλλιον, εἰ ψιλὸν ἄνθρωπον ἐκ Μάριας τὴν ἀρχὴν ἔχοντα, τι οὖν ἐροῦσι πρὸς τὸ “ἐκ “γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε;” οἱ δὲ ᾿Ιουδαῖοι, τὸ γελοιότερον, εἰς τὸν Ἁβραὰμ ἐκ προσώπου τοῦ δούλου. ὅσης δὲ ἀνοίας τὸ νομίζειν τὸν Ἁβραὰμ καθῆσθαι ἐκ δεξιῶν τοῦ Θεοῦ, ὅς γε καὶ τὸ παρεστάναι τοῖς Ἀγγέλοις, μεγίστης ἄξιον ἡγεῖτο τιμῆς εἶναι; ποῦ δὲ ἱερεὺς ὁ Ἁβραὰμ, ὅς γε καὶ αὐτὸς ἱερεῖ τῷ Μελχισεδὲκ ἐκέχρητο, καὶ τὰς παρ’ αὐτοῦ εὐλογίας ἐζήτει; πῶς δ᾿ ἃν ἔχοι λόγον περὶ τοῦ Ἁβραὰμ εἰρῆσθαι τὸ “ἐκ γαστρὸς πρὸ ἑωσφόρου “ἐγέννησά σε;” ἕτεροι δὲ, τὸν μὲν λέγοντα φασὶ τὸν Θεὸν, τὸν δὲ ἀκούοντα τὸν Ζοροβάβελ. τι οὖν; ὁ Ζοροβάβελ κύριος τοῦ Δαβίδ; καὶ πῶς ἃν ἔχοι λόγον ὃς καὶ αὐτὸς ἀντὶ μεγάλης τιμῆς, Δαβὶδ κέκληται; ποῦ δὲ ἱερωσύνην ἔσχε, καὶ ταύτην ξένην τινὰ καὶ παράδοξον;
An angel is an immortal being because of the will and grace of its Maker thus established upon it, but since it has a beginning of existence, it could also come to an end. The advantages of nature are strong for those who possess them, and not for God who made them; just as fire, too, is burning, but not for God, so also an angel is immortal, but not for God; for he alone is truly immortal, having his security naturally, not from grace, as created things do. But to which of the angels did he ever say, Sit at my right hand until I make your enemies a footstool for your feet. From Chrysostom. Those around Arius and Eunomius say these things were spoken to God the Word even before he was made flesh. But those around Paul of Samosata and Photinus, and Sabellius, say to a mere man having his beginning from Mary. What then will they say to "From the womb before the morning star I begot you"? And the Jews, more ridiculously, say it was spoken to Abraham in the person of the servant. But what great folly it is to think that Abraham sits at the right hand of God, when he considered even to stand before the angels to be worthy of the greatest honor! And where is Abraham a priest, when he himself also employed a priest in Melchizedek, and sought blessings from him? And how could it make sense that "From the womb before the morning star I begot you" was spoken concerning Abraham? But others say that the one speaking is God, and the one hearing is Zerubbabel. What then? Is Zerubbabel lord of David? And how could it make sense that he himself, instead of great honor, was called David? And where did he have a priesthood, and that a strange and paradoxical one?
ἀλλὰ τὰς αἱρετικὰς καὶ Ἰουδαϊκὰς φλυαρίας παρελθόντας, εἰπεῖν χρὴ τἀληθὲς, ὅτι εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν εἴρηται ὁ Ψαλμὸς, τὸν μονογενῆ μὲν ἐκ Πατρὸς, κατὰ σάρκα δὲ πρωτότοκον· εἷς γὰρ τὸ συναμφότερον· ἐπιτρέπεται δὲ καθῆσθαι, οὐχ ὡς μονογενὴς, κατὰ τοῦτο γὰρ συναΐδιος καὶ ὀμόθρονος, ἀλλ’ ὡς πρωτότοκος καὶ κληρονόμος. Θεδωρήτου Ψαλμοῖσ. Τοῦτο καὶ Πέτρος εἰς τὸν Κύριον ἐξελάβετο, καὶ αὐτὸς δὲ ὁ Κύριος ὁρῶν τοὺς Φαρισαίους ἄλλας
περὶ τοῦ Χριστοῦ δόξας ἔχοντας, καὶ ψιλὸν αὐτὸν ἄνθρωπον νομίζοντας, μηδὲν πλέον τῶν λοιπῶν ἔχοντα, πεῦσιν αὐτοῖς τοιάνδε προσήνεγκε, “τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν;” εἰρηκότων δὲ ἐκείνων, τοῦ Δαβὶδ, ἀπεκρίνατο, “πῶς οὖν ὁ Δαβὶδ “ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων, Εἶπεν ὁ Κύριος τῷ “Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου.” εἶτα ἐπισυλλογίζεται· “εἰ “οὖν Δαβὶδ Κύριον αὐτὸν καλεῖ ἐν Πνεύματι,” (ἀλλ᾿ οὐκ ἀνθρωπίνῳ λογισμῷ,) “πῶς υἱὸς αὐτοῦ ἐστί;” τοῦτο δὲ ἔφη, οὐκ ἐκβάλλων τὸ εἶναι υἱὸν Δαβὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς. τὸ μὲν γὰρ εἶναι υἱὸν τοῦ Δαβὶδ τὸν Χριστὸν, ὡμολόγουν οἱ Φαρισαῖοι. ὅτι δὲ καὶ Κύριος ἦν τοῦ Δαβὶδ, ἠγνόουν παντάπασι. τὸ λεῖπον τοίνυν προστίθησιν, οὐ τὸ ὁμολογούμενον ἀναιρεῖ, διδάσκων ὡς αὐτὸς καὶ υἱὸς Δαβὶδ, τὸ κατὰ σάρκα, καὶ Κύριος αὐτοῦ ὡς Θεὸς καὶ δημιουργός.
But passing by the heretical and Jewish babblings, one must speak the truth, that the Psalm was spoken of our Lord Jesus Christ, the only-begotten from the Father, but firstborn according to the flesh; for one is both together; and he is permitted to sit, not as only-begotten—for in this respect he is co-eternal and shares the throne—but as firstborn and heir. From Theodoret on the Psalms. This Peter also understood concerning the Lord, and the Lord himself also, seeing that the Pharisees held other opinions about the Christ, and regarded him as a mere man, having nothing more than the rest, brought to them such a question: "What do you think about the Christ? Whose son is he?" And when they said, "Of David," he answered, "How then does David in the Spirit call him Lord, saying, The Lord said to my Lord, Sit at my right hand"? Then he concludes: "If then David in the Spirit calls him Lord" (but not by human reasoning), "how is he his son?" And this he said, not rejecting that the Christ is the son of David, but adding the unknown to what was acknowledged. For that the Christ is the son of David, the Pharisees acknowledged; but that he was also the Lord of David, they were altogether ignorant of. What was lacking, then, he adds, not abolishing what was acknowledged, teaching that he is both the son of David according to the flesh and his Lord as God and Creator.
εἰ οὖν Δαβὶδ ὁ μέγας καὶ εὐσεβὴς, βασιλεὺς καὶ προφητικῆς Χάριτος ἠξιωμένος, Κύριον ἑαυτοῦ καλεῖ τὸν δεσπότην Χριστὸν, οὐκ ἅ μόνον ἄνθρωπος κατὰ τὴν ᾿Ιουδαίων διάνοιαν, ἀλλὰ καὶ Θεὸς, ὡς τοῦ Δαβὶδ δημιουργός τε καὶ Κύριος. Καὶ τὸ κοινὸν δὲ τῶν ὀνομάτων τὴν ταὐτότητα τῆς οὐσίας δηλοῖ, Κύριος γὰρ Κυρίῳ λέγει, ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ὁ Κύριος κτίσματι. τὸ δὲ “κάθου,” μέγα μὲν καὶ οὐ μόνον ἐπὶ τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ καὶ ὑπὲρ ἅπασαν κτίσιν, πλὴν ἀνθρωπίνως αὐτῷ εἴρηται. ὡς γὰρ Θεὸς ὁ Υἱὸς, αἰώνιον ἔχει τὸν θρόνον, καὶ οὐ μετὰ τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ταύτης ἠξιώθη τῆς τιμῆς, ἀλλ’ ἔλαβεν ὡς ἄνθρωπος, ὅπερ εἶχεν ὡς Θεός. σημαίνει δὲ ὁ μὲν θρόνος τὴν βασιλικὴν ἀξίαν· ἡ δὲ κάθισις, τὸ βέβαιον καὶ ἑδραῖον, καὶ τὴν ἐν ταὐτῷ τῶν ἀγαθῶν ἵδρυσίν τε καὶ διαμονήν· ἡ δεξιὰ δὲ χώρα τὸ τῆς ἀξίας ὁμότιμον. τοῦτο γὰρ ἡ κοινωνία τῆς καθέδρας δηλοῖ τὴν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συμβασίλευσιν. εἰ δὲ τὸ εἰπεῖν “κάθου” σκανδαλίζει τινὰς, ἀκουέτωσαν ὅτι ἐκ δεξιῶν κάθηται, καὶ τοῦ σκανδάλου ἀπαλλαττέσθωσαν· τὸ γὰρ δεξιὸν, τὴν πρὸς τὸ ἶσον σχέσιν δηλοῖ. οὐ σωματικῶς τοῦ δεξιοῦ λαμβανομένου, ἀλλ’ ἐκ τῶν τιμίων τῆς προεδρίας ὀνομάτων, τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς παριστῶντος τοῦ λόγου. Ἀθανασίου περὶ Πίστεωσ. Πλὴν ὅπερ ἔφημεν τὸ “κάθου “ἐκ δεξιῶν μου,” εἰς τὸ κυριακὸν σῶμα λέγεται· εἰ γὰρ κατὰ τὸν Ἰερεμίαν “τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ λέγει Κύριος, πάντα δὲ χωρεῖ ὁ Θεὸς, ὑπ’ οὐδενὸς δὲ χωρεῖται, εἰς ποῖον καθέζεται θρόνον;
If, then, David the great and pious, a king and deemed worthy of prophetic grace, calls his Lord the master Christ—not merely as a man according to the understanding of the Jews, but also as God, since he is David's Creator and Lord. And the commonality of the names reveals the identity of essence, for the Lord speaks to the Lord, the Father to the Son, and the Lord to a creature. But the phrase "Sit" is great, and not only in relation to human nature, but also above all creation, yet it is spoken to him in a human manner. For as God the Son has an eternal throne, and it was not after the cross and the passion and the ascension into heaven that he was deemed worthy of this honor, but he received as a man what he had as God. The throne signifies the royal dignity; the sitting, the firmness and stability, and the establishment and permanence in the same good things; the right-hand place, the equal honor of dignity. For this is what the sharing of the seat reveals—the Son's co-session with the Father. But if the saying "Sit" scandalizes some, let them hear that he sits at the right hand, and let them be rid of the scandal; for the right hand indicates the relation to equality. Not with the right hand taken bodily, but from the honorable names of precedence, the word presenting the magnificence of the honor concerning the Son. Of Athanasius, On the Faith. Moreover, what we said—the "Sit at my right hand"—is said with reference to the Lord's body; for if, according to Jeremiah, "I fill heaven and earth, says the Lord," and God contains all things but is contained by nothing, on what sort of throne does he sit?
τὸ σῶμα τοίνυν ἐστὶν ᾧ λέγει “κάθου ἐκ δεξιῶν μου,” οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσι, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες οἱ τοῖς Χριστοῦ κηρύγμασιν ἀντιπιπτοντες. Ἀπολιναρίου. Καὶ ἀνθρώπινον μὲν τὸ πρόσταγμα, ἀρχὴν τῇ καθέδρᾳ παρεχόμενον. θεῖον δὲ τὸ ἀξίωμα τὸ συγκαθῆσθαι Θεῷ, ᾧ παρεστήκασι καὶ λειτουργοῦσιν αἱ μυριάδες καὶ χιλιάδες. ὥσπερ δὲ ὡς πρὸς ἄνθρωπον λέγει τὸ “κάθου,” οὐ γὰρ τῷ ἀεὶ καθημένῳ ἐπὶ θρόνου δόξης, καθὸ Θεὸς Λόγος εἴρηται, μετὰ τὴν ἐκ γῆς ἄνοδον, ἀλλὰ τῷ νῦν εἰς τὴν ἐπουράνιον ὑψωθέντι δόξαν, καθὸ ἄνθρωπος, οὕτως οὐδὲ τοὺς ἐχθροὺς ὡς Θεῷ ὑποτάσσει, ἀλλ’ ὡς ἀνθρώπῳ. καὶ διδάσκει Παῦλος, ἴδιον αὐτοῦ τιθεὶς τὸ κατόρθωμα, κατὰ τὸ θεικὸν δηλαδὴ, ἐν οἷς φησι, “κατὰ τὴν ἐνέργειαν τοῦ “ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῶ τὰ πάντα.” Χρυσοστόμου Ψαλμοῖσ. Σὺ δὲ ἀκούων τοῦ προφήτου λέγοντος ὅτι ὁ Πατὴρ τίθησιν ὑπὸ τοὺς πόδας, μὴ θορυβηθῇς· οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ παιδὸς τοῦτο εἴρηται. ὁ Παῦλος γοῦν αὐτὸν φησὶ τοὺς ἐχθροὺς τιθέναι ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ τὸ πᾶν αὐτῷ ἀνατίθησι λέγων· “ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν “καὶ δύναμιν·” κοινὰ γὰρ τὰ ἔργα, τὰ ἐκείνου τούτου, καὶ τὰ τούτου ἐκείνου. ὥστε κἂν ἀκούσῃς, ὅτι ὁ Πατὴρ ὑπέταξε, μὴ ἀλλότριον εἶναι λέγε τὸν Πατέρα τοῦ πράγματος· καὶ ὑποπόδιον δὲ ἀκούων, μηδὲν αἰσθητὸν νόμιζε, ἀλλὰ τὴν ἐπιτεταμένην ὑπο- ταγήν. Θεολωρήτου Ψαλμοῖσ. Τὸ δὲ “ἕως οὗ,” οὐ χρόνου ἐστὶν ὅρος, ἐπεὶ, πῶς ἕστηκεν ἐκείνῳ τὸ προφητικὸν τὸ λέγον, “ἡ ἐξουσία “αὐτοῦ ἐξουσία αἰώνιος.
The body, then, is that to which he says, "Sit at my right hand," whose enemy the devil has also become, together with the evil powers, and Jews and Greeks who oppose the proclamations of Christ. Of Apollinarius. And the command is human, providing a beginning for the seat. But the dignity is divine—to sit together with God, before whom stand and minister the myriads and thousands. And just as he says "Sit" as toward a man—for it is not said to him who always sits upon the throne of glory, insofar as he is God the Word, after the ascent from the earth, but to him who has now been exalted to the heavenly glory, insofar as he is man—so neither does he subject the enemies as to God, but as to a man. And Paul teaches this, setting down the achievement as his own, that is, according to the divine nature, in what he says: "according to the working of his power to subject all things to himself." Of Chrysostom, on the Psalms. But you, hearing the prophet saying that the Father places them under his feet, do not be disturbed; for this was not said as though the child were powerless. At any rate, Paul says that he places the enemies under his feet, and he attributes the whole to him, saying: "when he has abolished all rule and authority and power"; for the works are common—his are that one's, and that one's are his. So even if you hear that the Father subjected them, do not say that the Father is a stranger to the deed; and hearing "footstool," think nothing perceptible, but the subjugation that has been accomplished. Of Theodoret, on the Psalms. But the "until" is not a limit of time, since how has the prophetic word stood for him which says, "his authority is an eternal authority"?
καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία ἥτις οὐ “διαφθαρήσεται, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος,” εἴγε μέχρι τούτου μέλλει βασιλεύειν; οὐ τοίνυν χρόνου σημαντικὸν τὸ “ἕως,” ἀλλ’ ἰδίωμα τῆς θείας Γραφῆς, οἷον τὸ “ἕως ἃν “καταγηράσηται, ἐγώ εἰμι.” δῆλον δὲ ὅτι οὐ συμπεριορίζεται τὸ
εἶναι τοῦ Θεοῦ τῷ γήρᾳ τῶν ἀνθρώπων, ἀλλὰ καὶ γηρώντων καὶ τελευτώντων διαμένει ὁ τῶν ὅλων ποιητὴς, καὶ τὰ ἔτη αὐτοῦ οὐκ ἐκλείψουσι. τοῦτο ἔοικεν ἐκείνῳ τῷ ἀποστολικῷ ῥητῷ, “δεῖ γὰρ “αὐτὸν βασιλεύειν ἄχρις οὗ ἃν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ “ὑπὸ τοὺς πόδας αὐτοῦ.” οὐδὲ γὰρ ἐνταῦθα τὸ ἄχρι χρόνου δηλωτικόν. ποῖον γὰρ ἔχει λόγον ἔτι μέν τινων ἀντιλεγόντων βασιλεύειν αὐτὸν, μετὰ δὲ τὴν ἁπάντων ὑποταγὴν ἀφαιρεῖσθαι τὴν βασιλείαν; καὶ μὴν Δανιὴλ ὁ προφήτης μετὰ τὴν τῶν θηρίων ἀναίρεσιν αὐτὸν ἔφη βασιλεύειν εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔσεσθαι τέλος. πῶς δὲ καὶ οἱ ἅγιοι συμβασιλεύουσιν, ἣ τίνι συμβασιλεύσουσι, τοῦ τὴν βασιλείαν ὑπεσχημένου ἀποτιθεμένου τὴν βασιλείαν; οὐκοῦν τὸ “ἕως” χρόνου δηλωτικὸν, ἀλλὰ κατὰ ἰδίωμα τῆς θείας κεῖται Γραφῆς. Γρηγορίου θεολόγου. Σὺ δὲ ὁ τὴν δόξαν τοῦ μονογενοῦς ἐλαττῶν, ὡς μέγιστόν τι προβάλλῃ καὶ ἄμαχον, τὸ “δεῖ γὰρ “αὐτὸν βασιλεύειν ἄχρι τοῦδε,” καὶ “ὑπ’ οὐρανοῦ δειχθῆναι ἄχρι “χρόνων ἀποκαταστάσεως,” καὶ τὴν ἐκ δεξιῶν καθέδραν ἔχειν ἕως τῆς τῶν ἐχθρῶν ἐπικρατήσεως, τὸ μετὰ τοῦτο δὲ τί λῆξαι τῆς βασιλείας, ἢ τῶν οὐρανῶν ἀποστῆναι. τίνος παύσοντος; ἣ δι’ ἥν τινα αἰτίαν;
And his kingdom is a kingdom which "will not be corrupted, and of his kingdom there will be no end," if indeed he is going to reign only up to this point? Therefore the word "until" is not indicative of time, but is a peculiarity of the divine Scripture, like the phrase "until he grows old, I am." And it is clear that the being of God is not circumscribed together with the old age of men, but even when they grow old and die, the Maker of all things remains, and his years will not fail. This seems similar to that apostolic saying, "For he must reign until he has put all his enemies under his feet." For not even here is "until" indicative of time. For what reason is there that, while some are still contradicting, he should reign, but after the subjection of all, his kingdom should be taken away? And indeed Daniel the prophet said that after the destruction of the beasts he reigns into the ages, and of his kingdom there will be no end. And how do the saints also reign with him, or with whom will they reign, if the one who promised the kingdom lays aside the kingdom? Therefore "until" is not indicative of time, but is placed according to a peculiarity of the divine Scripture. Of Gregory the Theologian. But you who diminish the glory of the Only-begotten, as though you put forward something very great and invincible—the "for he must reign until this point," and "to be shown by heaven until the times of restoration," and to have the seat at the right hand until the conquest of the enemies—what is this that follows, that he ceases from the kingdom, or departs from the heavens? Who will make him cease? Or for what cause?
ὡς τολμηρὸς ἐξηγητὴς σὺ καὶ λίαν ἀβασίλευτος, καὶ μὴν ἀκούεις τῆς βασιλείας αὐτοῦ μὴ εἶναι πέρας· ἀλλὰ τοῦτο πάσχεις παρὰ τὸ μὴ γινώσκειν ὅτι τὸ “ἕως” οὐ πάντως ἀντιδιαιρεῖται τῷ μέλλοντι, ἀλλὰ τὸ μέχρι μὲν τοῦδε τίθησι, τὸ ὑπὲρ τοῦτο δὲ, οὐκ ἀναίνεται. ἣ πῶς νοήσεις, ἵνα μὴ τὰ ἄλλα λέγω, τὸ “ἔσομαι μεθ’ ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος;” ἆρ’ ὡς μετὰ τοῦτο οὐκ ἐσομένου; καὶ τίς ὁ λόγος; Θεολωρήτου. Κατὰ δὲ τὸν ἡμέτερον λόγον, οὐχ ὡς Θεῷ λέγει “κάθου ἐκ δεξιῶν μου.” πῶς γάρ; ὁ θρόνος γὰρ αὐτοῦ εἰς αἰῶνα αἰῶνος. ὡς ἄνθρωπος τοίνυν ταύτης μετέλαχε τῆς τιμῆς· ὡς γὰρ Θεὸς αἰώνιον ἔχει τὸν θρόνον. Χρυσοστόμου. Ἅμα δὲ καὶ μεγίστη παραμυθία κἀκεῖνο τοῖς ἐξ Ἐβραίων πιστεύσασι, τὸ γνῶναι ὅτι οὐκ ἔσται οὕτω τὰ πράγματα, ἀλλὰ τὰ πάντα μεταβολὴ, λήψεται καὶ ἀλλαγήσεται, αὐτὸς δὲ μένει διὰ παντὸς ὁ αὐτὸς ὣν, καὶ ἄπειρος ὤν. καὶ νῦν δὲ ἰδοὺ πάλιν αὐτοὺς παραθαρρύνει, εἴ γε μέλλοιεν οἱ ἐχθροὶ αὐτῶν
ἡττηθήσεσθαι. καὶ ὅτι ἐχθροὶ αὐτῶν οἱ αὐτοὶ εἰσὶ καὶ τοῦ Χριστοῦ, τοῦτο βασιλείας, τοῦτο ὁμοτιμίας, τοῦτο τιμῆς, οὐκ ἀδυναμίας· τὸ τὸν Πατέρα ὀργίζεσθαι ὑπὲρ τῶν εἰς τὸν Υἱὸν γεγενημένων, τοῦτο πολλῆς ἀγάπης δεῖγμα καὶ γνησιότητος, τῆς ὡς ἀπὸ πατρὸς πρὸς υἱόν. ὁ δὲ ὀργιζόμενος ὑπὲρ αὐτοῦ πῶς ἀλλότριος αὐτοῦ ἐστίν; ὁ λέγων ἕως ἃν θῶ τοὺς ἐχθρούς σου, ὅπερ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ λέγεται· “ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελά- “σεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
You are a bold interpreter and altogether unkingly. And yet you hear that of his kingdom there is no end; but you suffer this because you do not know that “until” is not in every case set in opposition to what is to come, but it posits the time up to this point, while what is beyond it it does not refuse. Or how will you understand—not to mention other things—the “I will be with you until the consummation of the age”? Is it as though he would not be with them after this? And what is the reason? Of Theodoret. But according to our account, it is not as to God that he says “Sit at my right hand.” For how? For his throne is for ever and ever. As a man, then, he partook of this honor; for as God he has an eternal throne. Of Chrysostom. And at the same time that is also a very great consolation to those who have believed from among the Hebrews, to know that matters will not be so, but all things will undergo change and alteration, while he himself remains the same throughout, being the same and infinite. And now, behold, he again encourages them, if indeed their enemies were going to be defeated. And that their enemies are the same as Christ’s—this is a mark of kingship, of equal honor, of honor, not of weakness; that the Father is angry on behalf of what has been done against the Son is a proof of great love and genuineness, such as from a father toward a son. But he who is angry on his behalf—how is he estranged from him? He who says “until I make your enemies,” which is also said in the second psalm: “He who dwells in the heavens will laugh at them, and the Lord will mock them.
τότε λαλήσει “πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐ- “τούς.” καὶ πάλιν αὐτὸς, τοὺς μὴ θέλοντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς, ἀγάγετε ὧδε ἐνώπιόν μου, καὶ κατασφάξατε αὐτούς.” ὅτι γὰρ αὐτοῦ ἐστὶ τὰ ῥήματα, ἄκουσον τί φησι καὶ ἑτέρωθι, “ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. καὶ πάλιν, ἀρθήσεται ἀφ’ “ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς “αὐτῆς.” καὶ πάλιν, “ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συγκλασθή- “σεται· ἐφ’ ὃν δ᾿ ἂν πέσει, λικμήσει αὐτόν.” ἄλλως δὲ ὁ μέλλων ἐκεῖ κρίνειν αὐτοὺς, πολλῷ μᾶλλον αὐτοὺς δίκην ἐνταῦθα τῆς εἰς αὐτὸν παροινίας ἀπῄτησεν, ὥστε τιμῆς μόνης ἐστὶ τῆς εἰς τὸν Υἱὸν, τὸ “ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν βασι- λείαν ; Θεολωρήτου. ῾Ικανῶς καὶ τὴν κατὰ τὸ ἀνθρώπειον διαφορὰν ἔδειξεν· ὁ μὲν γάρ, φησιν, ἐκ δεξιῶν κάθηται, οὗτοι δὲ ὡς διάκονοι πέμπονται τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας. Χρυσοστόμου. Ὃ δὲ λέγει, τοῦτό ἐστι. τί θαυμαστόν φησιν εἰ τῷ Υἱῷ λειτουργοῦσιν, ὅταν καὶ πρὸς τὴν ἡμετέραν σωτηρίαν ἐκπέμπονται; ὅρα πῶς ἐπαίρει αὐτῶν τὰ φρονήματα, καὶ πολλὴν δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς τιμήν. εἴπερ Ἀγγέλους τοὺς ὑπὲρ ἡμᾶς ταύτην ἔταξεν ἔχειν διακονίαν τὴν ὑπὲρ ἡμῶν, εἰς τοῦτο φησὶ, κέχρηται αὐτοῖς·
Then he will speak “to them in his anger, and in his wrath he will trouble them.” And again he himself says, “Those who did not want me to reign over them, bring them here before me, and slaughter them.” For that these are his words, hear what he says also elsewhere: “How often I wanted to gather your children, and you were not willing; behold, your house is left to you desolate. And again, the kingdom will be taken away from you, and given to a nation producing its fruits.” And again, “The one who falls on this stone will be broken; but on whomever it falls, it will crush him.” But in another way, the one who is going to judge them there demanded of them much more the penalty here for their outrage against him, so that it is a matter of honor belonging to the Son alone, the saying, “until I place your enemies as a footstool for your feet.” Are they not all ministering spirits sent for service because of those who are going to inherit the kingdom? Theodoret. He has sufficiently shown also the difference according to the human order; for he, he says, sits at the right hand, but these are sent as ministers for the sake of the salvation of men. Chrysostom. What he says is this: what is wonderful, he says, if they minister to the Son, when they are also sent out for our salvation? See how he lifts up their thoughts, and shows the great honor of God toward us. If indeed he appointed the angels who are above us to have this ministry on our behalf, he says, he has used them for this purpose.
τοῦτο Ἀγγέλων λειτουργία, τὸ διακονεῖν τῷ Θεῷ εἰς σωτηρίαν τὴν ἡμετέραν, ἅστε ἀγγελικὸν ἔργον τοῦτο τὸ πάντα ποιεῖν εἰς σωτηρίαν τῶν ἀδελφῶν, μᾶλλον δὲ αὐτοῦ τοῦ
Χριστοῦ τὸ ἔργον ἐστίν· αὐτὸς μὲν γὰρ ὡς δεσπότης σώζει, αὐτοὶ δὲ ὡς δοῦλοι ἀποστέλλονται. εἰ δὲ καὶ ἡμεῖς δοῦλοι, μᾶλλον δὲ σύνδουλοι Ἀγγέλων, τι κεχήνατε πρὸς τοὺς Ἀγγέλους; οὗτοι δοῦλοι εἰσὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ πανταχοῦ δι’ ἡμᾶς καὶ πρὸς σωτηρίαν τὴν ἡμετέραν ἐκπέμπονται, ὥστε ὁμόδουλοι ἡμῶν εἰσίν. ἐννοήσατε πῶς οὐ πολλὴν δίδωσι τοῖς κτίσμασιν ὁ Παῦλος διαφορὰν, καίτοι πολὺ τὸ μέσον Ἀγγέλων καὶ ἀνθρώπων. ἀλλ’ ὅμως πλησίον ἡμῶν αὐτοὺς ἵστησι, μονονουχὶ λέγων, ἡμῖν λειτουργοῦσι, δι’ ἡμᾶς περιτρέχουσιν, ἡμῖν, ὡς ἃν εἴποι τις, ὑπηρετοῦσιν. αὕτη ἐστὶν ἡ διακονία αὐτῶν, τὸ δι’ ἡμᾶς πανταχοῦ πέμπεσθαι. Τούτων τῶν ὑποδειγμάτων μεστὴ μὲν ἡ παλαιὰ, μεστὴ δὲ καὶ ἡ καινή· ὅταν γὰρ Ἄγγελοι ποιμένας εὐαγγελίζωνται, ὅταν τὴν Μαρίαν, ὅταν τὸν Ἰωσὴφ, τὸν Ζαχαρίαν, ὅταν ἐπὶ τοῦ μνήματος καθέζωνται, ὅταν πέμπωνται εἰπεῖν τοῖς μαθηταῖς, “Ἄνδρες Γαλι- “λαῖοι τί ἑστήκατε, βλέποντες εἰς τὸν οὐρανόν;” ὅταν Πέτρον ἀπολύωσι τοῦ δεσμωτηρίου· ὅταν Φιλίππῳ διαλέγωνται, πῶς ὑμῖν οὐχ ὑπουργοῦσιν; ἐννόησον τοίνυν τὴν τιμὴν ὅση τυγχάνει· ὅταν ὡς πρὸς φίλους πέμπῃ τοὺς Ἀγγέλους διακόνους ὁ Θεὸς, ὅταν πάντας τοὺς Ἀποστόλους Ἄγγελος ἀπὸ τοῦ δεσμωτηρίου ἐκβάλλῃ καὶ λέγῃ “πορευθέντες στῆτε καὶ λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα “τὰ ῥήματα τῆς ζωῆς ταύτης.” τί τὰ ἄλλα λέγω; καὶ αὐτῷ Παύλῳ Ἄγγελος φαίνεται.
This is the ministry of angels: to serve God for our salvation, so that this is an angelic work—to do everything for the salvation of the brethren, or rather it is the work of Christ himself. For he saves as master, but they are sent as servants. And if we too are servants, or rather fellow-servants of angels, why do you gape after the angels? These are servants of the Son of God, and everywhere they are sent for our sake and for our salvation, so that they are our fellow-servants. Consider how Paul does not give much distinction to created beings, although there is a great difference between angels and men. Yet nevertheless he places them near to us, almost saying: they minister to us, they run about for our sake, they serve us, so to speak. This is their ministry: to be sent everywhere for our sake. The old covenant is full of these examples, and the new is full as well; for when angels announce good tidings to shepherds, when to Mary, when to Joseph, to Zechariah, when they sit at the tomb, when they are sent to tell the disciples, "Men of Galilee, why do you stand looking into heaven?"; when they release Peter from prison; when they converse with Philip—how do they not serve you? Consider, then, how great the honor is: when God sends the angels as servants, as to friends; when an angel brings all the apostles out of prison and says, "Go, stand and speak in the temple to the people all the words of this life." Why do I mention other things? An angel appears even to Paul himself.
ὁρᾷς αὐτοὺς διακονοῦντας ἡμῖν διὰ τὸν Θεὸν, καὶ εἰς τὰ μέγιστα διακονοῦντας; διὰ τοῦτο φησὶ Παῦλος· “πάντα ὑμῶν εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε κόσμος, εἴτε “ἐνεστῶτα εἴτε μέλλοντα.” ἐπέμφθη μὲν οὖν καὶ ὁ Υἱὸς, ἀλλ’ οὐχ ὡς διάκονος, οὐδὲ ὡς λειτουργὸς, ἀλλ’ ὡς Υἱὸς καὶ μονογενὴς, καὶ τὰ αὐτὰ τῷ Πατρὶ βουλόμενος. μᾶλλον δὲ οὐδὲ ἐπέμφθη, οὐδὲ γὰρ ἐκ τόπου εἰς τόπον μετέβη, ἀλλὰ σάρκα ἀνέλαβεν. οὗτοι δὲ τόπους ἀμείβουσι καὶ τοὺς προτέρους ἀφέντες ἐν οἷς εἰσὶν, οὕτως εἰς ἑτέρους ἔρχονται, ἐν οἷς οὐκ ἦσαν. καὶ τοῦτο δὲ πάλιν παραθαρρύνων τοὺς ἐξ Ἑβραίων πιστεύσαντας λέγει, τί δεδοίκατε; ἄλλοι διακονοῦσιν ὑμῖν. Βασιλείου κατ᾿ Εὐνομίου περὶ τοῦ α῾γίου Πνεύματοσ. Πλὴν ἰστέον ὅτι Ἄγγελοι πάντες, ὥσπερ προσηγορίας μιᾶς, οὕτω
καὶ φύσεως πάντως τῆς αὐτῆς τυγχάνουσιν· ἀλλ’ ὅμως οἱ μὲν αὐτῶν ἐθνῶν προεστήκασιν, οἱ δὲ ἑνὶ ἑκάστῳ τῶν πιστῶν εἰσι παρεπόμενοι. ὅσῳ μέν τοι προτιμότερον ἔθνος ὅλον ἑνὸς ἀνδρὸς, τοσοῦτο δή που μεῖζον ὑπάρχειν ἀνάγκη τὸ ἀξίωμα τοῦ ἐθνάρχου Ἀγγέλου, τῶν ἑνὸς ἑκάστου τὴν προστασίαν πεπιστευμένων.
Do you see them ministering to us for God's sake, and ministering in the greatest matters? For this reason Paul says: "All things are yours, whether life, whether death, whether the world, whether things present or things to come." The Son, then, was also sent, but not as a servant, nor as a minister, but as Son and only-begotten, and willing the same things as the Father. Or rather, he was not even sent, for he did not pass from place to place, but took on flesh. But these angels change places, and leaving the former places in which they are, thus come into others in which they were not. And again, encouraging those who believed from among the Hebrews, he says: Why have you feared? Others minister to you. From Basil's work Against Eunomius concerning the Holy Spirit. Nevertheless it must be known that all angels, as they share one designation, so also altogether share the same nature; but nevertheless some of them preside over nations, while others accompany each one of the faithful. However, by as much as a whole nation is more honorable than one man, by so much greater must the dignity of the angel who rules a nation be than that of those entrusted with the guardianship of each individual.
τὸ δὲ συνεῖναι ἑκάστῳ τῶν πιστῶν Ἄγγελον οἷον παιδαγωγόν τινα καὶ νομέα τὴν ζωὴν διευθύνοντα, οὐδεὶς ἀντερεῖ, μεμνημένος τῶν τοῦ Κυρίου λόγων, εἰπόντος, “μὴ καταφρονήσητε ἑνὸς τῶν ἐλαχίστων τούτων, “ὅτι οἱ Ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ “Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.” καὶ ὁ ψαλμῳδὸς φησὶ, “παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν.” καὶ ὁ Ἰακὼβ “ὁ Ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητός μου.” ὅτι δὲ πάλιν εἰσι τινες καὶ Ἄγγελοι καὶ ὅλων ἐθνῶν προεστῶτες, Μώσης ἡμᾶς διδάσκει διὰ τῆς ᾠδῆς λέγων· “ὅτε δὲ ἐμέριζεν ὀ Ὕψιστος “ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ “ἀριθμὸν Ἀγγέλων αὐτοῦ.” καὶ ὁ σοφὸς Δανιὴλ ἐν τῇ τοῦ ᾿Αγγέλου ὀπτασίᾳ ἤκουσεν αὐτοῦ λέγοντος, “ὅτι ὁ ἄρχων βασιλείας “Περσῶν εἱστήκει ἐξ ἐναντίας μου. καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν “ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι.” καὶ μετ’ ὀλίγα φησὶν ὁ αὐτὸς, “καὶ ὁ ἄρχων τῶν Ἑλλήνων ἤρχετο.” ἀλλὰ καὶ ἀρχιστράτηγος Κύριος τῆς δυνάμεως λέγεταί τις ὁ Ἰησοῦ τῷ τοῦ Ναυῆ ἐπὶ τοῦ Ἰορδάνου φανερωθείς· καὶ πάλιν τινὲς λεγεῶνες Ἀγγέλων. ὁ τοίνυν ἀρχιστράτηγος τῶν ἐν τοῖς λεγεῶσι κατατεταγμένων ἄρχων ἐστὶ δηλονότι· Ἄγγελοι δὲ ὅμως τῇ φύσει πάντες. καὶ κατὰ μὲν ἀξίωμα ἡ διαφορὰ, κατὰ δὲ τὴν φύσιν ἡ κοινωνία. καὶ ὥσπερ ὁ ἐπὶ πάντων Θεὸς οὐκ ἀπαξιοῖ διακύπτειν ἐκ τοῦ οὐρανοῦ πρὸς τὴν ἐπιμέλειαν τῶν ἀνθρώπων, οὐδὲ αἱ νοηραὶ δυνάμεις τὴν διακονίαν ὑπὲρ εὐεργεσίας τῶν ἀνθρώπων ἀρνουνται. Ἀθανασίου.
But that each of the faithful has an angel with him, as it were a kind of tutor and shepherd guiding his life, no one will deny, remembering the words of the Lord, who said, "Do not despise one of these least, because their angels always behold the face of my Father who is in the heavens." And the psalmist says, "The angel of the Lord will encamp round about those who fear him." And Jacob: "The angel who delivers me from my youth." And that again there are certain angels also presiding over whole nations, Moses teaches us through the song, saying: "When the Most High divided the nations, as he scattered the sons of Adam, he set the boundaries of the nations according to the number of his angels." And the wise Daniel in the vision of the angel heard him saying, "Because the ruler of the kingdom of the Persians stood against me. And behold, Michael, one of the first rulers, came to help me." And after a little the same says, "And the ruler of the Greeks was coming." But also a certain commander-in-chief of the host of the Lord is spoken of, who appeared to Joshua the son of Nun at the Jordan; and again certain legions of angels. Therefore the commander-in-chief is clearly the ruler of those arrayed in the legions; yet all are angels by nature. And in dignity there is difference, but in nature there is fellowship. And just as God who is over all does not disdain to look down from heaven for the care of men, neither do the intellectual powers refuse the ministry for the benefit of men. Of Athanasius.
Πλὴν τὸ μὲν διακονεῖν τῶν δούλων ἐστὶν, ὡς γενητῶν, τὸ δὲ δημιουργεῖν τοῦ Θεοῦ μόνου, καὶ τοῦ ἰδίου Λόγου αὐτοῦ. διὸ ἐπὶ μὲν τοῦ δημιουργεῖν, οὐκ ἄν τις ἄλλον εὕροι ἣ μόνον τὸν τοῦ Θεοῦ Λόγον. πάντα γὰρ ἐν σοφίᾳ, καὶ χωρὶς τοῦ Λόγου ἐγένετο οὐδὲ ἕν. πρὸς δὲ τὰς διακονίας, οὐχ εἷς, ἀλλ’ ἐκ
πάντων πολλοί εἰσιν. ἐν μὲν γὰρ Ἀγγέλοις, μυριάδες παρεστήκασι λειτουργῶν καὶ ἑτοίμων πρὸς τὸ ἐξαποστέλλεσθαι, καὶ προφῆται δὲ πολλοὶ καὶ Ἀπόστολοι. εἴπερ οὖν κτίσμα ἦν καὶ τῶν γενητῶν ὁ Υἱὸς, ἔδει πολλοὺς εἶναι τοιούτους υἱοὺς, ἵνα καὶ πολλοὺς τοιούτους διακόνους ἔχῃ ὁ Θεός· νῦν δὲ εἷς τοῦ ἑνὸς Πατρὸς Λόγος καὶ μία τοῦ Θεοῦ εἰκών ἐστιν. ἀλλ’ ἰδού φησι, καὶ ὁ ἥλιος μόνος εἶς καὶ ἡ γῆ μία. ἄφρονες, εἰπάτωσαν ὅτι καὶ ὕδωρ ἓν, καὶ πῦρ ἓν, ἵνα ἀκούσωσιν ὅτι τῶν γενομένων ἕκαστον, ἓν μέν ἐστι κατὰ τὴν ἰδίαν οὐσίαν, πρὸς δὲ τὴν ἐγχειριζομένην διακονίαν καὶ λειτουργίαν, οὐκ ἔστιν ἕκαστον ἱκανὸν καὶ μόνον αὐτάρκως· μία δὲ καὶ κοινὴ πάντων ἡ λειτουργία, καὶ τὰ ἑκάστου λείποντα παρὰ τοῦ ἑτέρου πληροῦται. ἥλιος γοῦν ἐν ἡμέρᾳ φαίνει, καὶ σελήνη ἐν νυκτὶ, καὶ γῆ βλαστάνει, καὶ τὸ στερέωμα διαχωρίζει ἀνὰ μέσον ὐδατος καὶ ὕδατος καὶ ὅλως οὐδὲ ἒν μόνον, ἀλλ’ ἕκαστα τῶν γενομένων, ὥσπερ ἀλλήλων ὄντα μέλη, καθάπερ ἓν σῶμα τὸν κόσμον ἀποτελοῦσι. καὶ ἁπλῶς ἐν τοῖς κτίσμασιν, οὐδέν ἐστιν ἓν καὶ μόνον κἄ ἑαυτὸ καὶ πρῶτον γενόμενον, ἀλλὰ μετὰ πάντων ἅμα τὴν γέννησιν ἔχει, κἂν τῇ δόξῃ διαφέρῃ τῶν ἄλλων.
To be sure, serving belongs to servants, as being created, but creating belongs to God alone and to his own Word. Therefore, in the case of creating, one would find no other than only the Word of God. For all things were made in wisdom, and without the Word not even one thing came to be. But for ministries, not one, but many from among all. For among angels, ten thousand thousands stand by, ministering and ready to be sent out, and many prophets and apostles. If, then, the Son were a creature and among things created, there ought to be many such sons, so that God might have many such servants; but now there is one Word of the one Father and one image of God. But behold, he says, the sun also is one alone and the earth one. Fools, let them say that water also is one, and fire one, so that they may hear that each of the things that came to be is one according to its own substance, but for the ministry and service entrusted to it, each is not sufficient and self-sufficient alone; but the service of all is one and common, and what each lacks is filled up by another. At any rate, the sun shines by day, and the moon by night, and the earth sprouts, and the firmament separates between water and water, and in general not one alone, but each of the things that came to be, as being members of one another, complete the world as one body. And simply put, among created things, there is nothing that is one and alone and came to be by itself and first, but it has its generation together with all, even if it differs in glory from the others.
Οὐδὲ γὰρ ἕκαστον τῶν ἀστέρων, οὐδὲ τῶν μεγάλων φωστήρων, ὁ μὲν, πρῶτος, ὁ δὲ, δεύτερος ἐφάνη, ἀλλὰ μιᾷ ἡμέρᾳ καὶ τῷ αὐτῷ προστάγματι οἱ πάντες ἐκλήθησαν εἰς τὸ εἶναι. οὕτω καὶ τῶν τετραπόδων, καὶ πετεινῶν καὶ νηκτῶν, καὶ κτηνῶν καὶ τῶν αὐτῶν ἡ γένεσις ἐπλάσθη, οὕτως καὶ τὸ κατ’ εἰκόνα γένος γέγονε τῶν ἀνθρώπων. εἰ γὰρ καὶ ὁ Ἀδὰμ ἐκ γῆς μόνος ἐπλάσθη, ἀλλ’ ἐν αὐτῷ ἦσαν οἱ λόγοι τῆς διαδοχῆς παντὸς γένους. ἀπὸ δὲ τῆς φαινομένης κτίσεως, καὶ τὰ ἀόρατα νοούμενα καθορᾶται, ὅτι κἀκεῖ ὁμοῦ πάντα κατὰ γένος συνέστη· οὐ γὰρ ἕκαστον ἠρίθμησεν ὁ Ἀπόστολος, εἴτε Ἄγγελος, εἴτε θρόνος, εἴτε κυριότης καὶ ἐξουσία, ἀλλ’ ὁμοῦ πάντα κατὰ τὴν τάξιν, εἴτε Ἄγγελοι, εἴτε Ἀρχάγγελοι, εἴτε ἀρχαί. τῶν γὰρ κτισμάτων τοιαύτη ἡ γένεσις. εἴπερ οὖν κτίσμα ἦν καὶ ὁ Λόγος, ἔδει μὴ πρῶτον αὐτὸν ἀλλὰ μετ’ ἄλλων δυνάμεων ἅμα γίνεσθαι, κἂν τῆ δόξη πλέον τῶν ἄλλων ὑπερέχει. οὕτω γὰρ καὶ ἐπὶ τῶν ἄλλων κτισμάτων εὑρεῖν ἐστιν, ὅτι ἅμα μὲν γεγόνασι, καὶ οὐκ ἔστι πρῶ-
For neither did each of the stars, nor of the great luminaries, appear—one first and another second—but on one day and by the same command all were called into being. Thus also the generation of quadrupeds, and birds and swimming creatures, and cattle and the like was formed; thus also the race of men came to be according to the image. For even if Adam alone was formed from the earth, yet in him were the principles of the succession of every race. And from visible creation the invisible things are also perceived by the mind, because there too all things together were constituted according to kind; for the Apostle did not enumerate each one, whether Angel, or Throne, or Dominion and Authority, but all together according to their order, whether Angels, or Archangels, or Principalities. For such is the generation of created things. If, then, the Word was also a creature, it was necessary that he should not come to be first, but together with other powers, even if in glory he surpasses the others. For thus also in the case of other created things one can find that they came to be at the same time, and it is not first—
τος ἣ δεύτερος. διαφέρουσι δὲ ἀλλήλων ἐν δόξῃ. καὶ οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ κύκλῳ, καὶ ἄλλοι ἐξ ἀριστερῶν, καὶ πάντες ὑμνοῦσιν ἅμα, καὶ παρεστήκασι λειτουργοῦντες τῷ Κυρίῳ. Οὐκοῦν εἰ κτίσμα ἐστὶν ὁ Λόγος, οὐ πρῶτος ἃν εἴη, οὐδὲ ἀρχὴ τῶν ἄλλων. εἰ δὲ πρὸ πάντων ἐστὶν, ὥσπερ οὖν καὶ ἐστὶ, καὶ μόνος αὐτὸς πρῶτος καὶ Υἱός ἐστιν, οὐκ ἄρα οὐδὲ ἀρχὴ τῶν πάν- πάντων τῇ οὐσίᾳ ἐστίν. ἐν γὰρ τοῖς πᾶσι καὶ ἡ ἀρχὴ τῶν πάντων συναριθμεῖται. εἰ δὲ μὴ ἀρχή ἐστιν, οὐδὲ κτίσμα ἐστίν. ἀλλ’ εὔδηλον ἂν εἴη ὡς τῇ οὐσίᾳ καὶ τῇ φύσει τῶν μὲν κτισμάτων διέστηκε, καὶ ἄλλος ἐστὶν αὐτῶν, τοῦ δὲ μόνου καὶ ἀληθινοῦ Θεοῦ εἰκών ἐστι μόνος καὶ αὐτὸς ὑπάρχων. διὰ τοῦτο γοῦν οὐδὲ τοῖς κτίσμασιν αὐτὸν συντάττουσιν αἱ γραφαὶ, ἀλλὰ μὴν καὶ ὁ Δαβὶδ ἐπιπλήττει τοῖς τοιοῦτόν τι κἂν ἐνθυμεῖσθαι τολμῶσι, λέλέγων “ τίς ὅμοιός σοι ἐν Θεοῖς Κύριε ; ἣ τίς ὅμοιος τῷ Κυρίῳ ἐν “ υἱοῖς Θεοῦ ;” ὁ δὲ Bαροὺχ, “ οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσε- ” τᾶι ἕτερος πρὸς αὐτόν.” ὁ μὲν γὰρ κτίζει, τὰ δὲ κτίζεται. καὶ ὁ μὲν ἴδιός ἐστι Λόγος τῆς τοῦ Πατρὸς οὐσίας· τὰ δὲ γενόμενα, οὐκ ὄντα πρότερον, δἰ αὐτοῦ τοῦ Λόγου πεποίηται· ὥστε τὸ παρὰ τῶν Ἀρειανῶν εἰρημένον ὅτι κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐκ ἔστιν ἀληθές. Χρυσοστόμου.
second. But they differ from one another in glory. And some are on the right, some around, and others on the left, and all sing praises together, and stand by ministering to the Lord. If, then, the Word is a creature, he would not be first, nor the beginning of the others. But if he is before all things, as indeed he is, and he alone is first and Son, then he is not the beginning of all things in essence. For among all things the beginning of all things is also counted. But if he is not a beginning, neither is he a creature. But it would be evident that in essence and nature he is distinct from the creatures, and is other than they, and he alone is the image of the only and true God, himself existing alone. For this reason, then, the Scriptures do not rank him with the creatures, but indeed David also rebukes those who dare even to think such a thing, saying, "Who is like you among the gods, O Lord? Or who is like the Lord among the sons of God?" And Baruch says, "This is our God; no other shall be reckoned against him." For he creates, but the others are created. And he is the proper Word of the Father's essence; but the things that came to be, not existing before, were made through the Word himself; so that what the Arians have said, that the Son is a creature, is not true. From Chrysostom.
Ὁ μέν τοι Παῦλος εἰπὼν περὶ τοῦ Υἱοῦ, καὶ κατὰ τὴν οἰκονομίαν, καὶ τὰ κατὰ τὴν δημιουργίαν, καὶ τὰ κατὰ τὴν βασιλείαν, καὶ τὸ ὁμότιμον δείξας, καὶ ὅτι ὡς δεσπότης κρα- τεῖ, οὐχὶ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, λοιπὸν παρακαλεῖ τοὺς πιστεύσαντας, κατασκευάσας τὸν λόγον, ὥστε προσέχειν, καὶ φησὶν, " διὰ τοῦτο χρὴ περισσοτέρως ἡμᾶς προσ- “ ἔχειν τοῖς ἀκουσθεῖσιν, ἵνα μὴ παραρρυῶμεν.” Θεοδωρήτου. ταύτην τὴν διαφορὰν ἐπισταμένους, σπουδαιότερον χρὴ τῇ διδασκαλίᾳ προσέχειν, ἵνα μή τινα ὄλισθον ὑπομείνωμεν. ἐνταῦθα βουλόμενος εἰπεῖν ὅτι δεῖ περισσοτέρως τοῦ νόμου προσέχειν, ἐσιώπησεν αὐτό. δῆλον δὲ ὅμως τοῦτο ποιεῖ ἐν τῇ κατασκευῇ, οὐκ ἐν συμβουλῇ, οὐδὲ ἐν παρακλήσει, οὕτω γὰρ ἄμεινον ἦν. “ εἰ γὰρ ὁ δἰ Ἀγγέλων λαληθεὶς νόμος ἐγένετο βέ- “ βαιος,” καὶ οἱ παραβάντες ἐκολάσθησαν, πῶς ἡμεῖς διαφευ-
ξόμεθα ; “ διὰ τοῦτο περισσοτέρως ἡμᾶς δεῖ προσέχειν τοῖς “ ἀκουσθεῖσιν·” οὐχὶ κἀκεῖνα Θεοῦ καὶ ταῦτα ; ἣ τοίνυν περισσοτέρως τοῦ κόσμου φησὶν, ἣ ὅτι μεγάλως, οὐχὶ συγκρίνων· μὴ γένοιτο,. ἐπειδὴ γὰρ ἀπὸ τοῦ χρόνου τοῦ πολλοῦ μεγάλην εἶχον περὶ τῆς παλαιᾶς ὑπόληψιν, ταῦτα δὲ ὡς νέα ἔτι καταπεφρό- νητο, δείκνυσιν ἐκ περιουσίας ὅτι τούτοις δεῖ μᾶλλον προσέχειν. πῶς ; μονονουχὶ λέγων ὅτι τοῦ Θεοῦ καὶ ταῦτα κἀκεῖνα. ἀλλ’ οὐχ ὁμοίως, καὶ τοῦτο ἡμῖν ὕστερον δείκνυσιν, τέως δὲ ἐπιπολαιότερον αὐτὸ κατασκευάζει λέγων·
Paul, having spoken concerning the Son, both as regards the economy and as regards creation and as regards the kingdom, and having shown his equal honor, and that as Lord he rules not only over men but also over the powers above, now exhorts those who have believed, having prepared his argument so as to urge them to pay attention, and says, "Therefore we ought to give the more earnest heed to the things heard, lest we drift away."
Theodoreti. Knowing this difference, we ought to attend more diligently to the teaching, lest we undergo some slip. Here, wishing to say that one must attend more earnestly than to the law, he passed it over in silence. Yet he makes this clear in the argument, not in advice nor in exhortation, for thus it was better. "For if the law spoken through angels became steadfast," and those who transgressed were punished, how shall we escape? "Therefore we ought to give the more earnest heed to the things heard." Were not those things also of God, and these also? Either, then, he says "more earnestly" in comparison with the world, or that it is greatly, not making a comparison—may it not be! For since from the long time they had a great opinion concerning the old covenant, but these things, as still new, were despised, he shows abundantly that one must attend more to these. How? Almost saying that these and those are both of God. But not equally, and this he shows us later; for now he establishes it more superficially, saying:
εἰ γὰρ ὡς πρώτη ἐκείνη ἄμεμπτος ἦν, καὶ πάλιν, τὸ γὰρ παλαιούμενον ἐγγὺς ἀφανισμοῦ, καὶ πολλὰ ἕτερα τοιαῦτα, ἀλλ’ οὔπω τολμᾷ τοιοῦτον οὐδὲν εἰπεῖν ἐν προοιμίοις, ἕως ἃν προκαταλάβῃ καὶ προκατάσχῃ πλείοσι κατασκευαῖς τὸν ἀκροατὴν, ἀλλὰ διατί “ δεῖ περισσοτέρως ἡμᾶς “ ηοσέχειν,” εἰπὲ, “ μή ποτε,” φησὶ, “ παραρρυῶμεν,” τουττουτέστι μήποτε ἀπολλώμεθα, μὴ ἐκπέσωμεν. δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, καὶ ὅτι δύσκολον τὸ παραρρυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥαθυμίας τοῦτο συνέβη. ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν παροιμιῶν. “ υζ́ε,” γάρ φησι, “ μὴ παραρρυῇς,” καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δεικνὺς, καὶ τῆς ἀπωλείας τὸ χαλεπὸν, τουτἐστιν οὐκ ἀκίνδυνος ἡμῖν ἡ παρακοή· καὶ δι’ ὧν μὲν κατασκευάζει, δείκνυσιν ὅτι ρείζων ἡ κόλασις· ἀφίησι δὲ καὶ καθ’ ἑαυτοὺς τοῦτο τέως σκοπεῖν ἐν τῇ περὶ τούτων ζητήσει. πάλιν δὲ αὐτὸς ἐν τῷ συμπεράσματι ποιεῖ αὐτὸ φανερώτερον· εἰκότως δὲ τὸν λόγον οὕτω κατασκευάζει. καὶ γὰρ τοῦτό ἐστιν ἀνεπαχθῆ ποιεῖν αὐτὸν, μὴ ἀφ’ ἑαυτοῦ πανταχοῦ τὴν κρίσιν ἐπάγοντα ἀποφαίνεσθαι, ἀλλὰ κόριον ἀφιέναι τὸν ἀκροατὴν, ἵνα αὐτὸς ἐνέγκῃ τὴν ψῆφον. ὅπερ καὶ ἕωμονεστερους ἐποίει γενέσθαι. ποιεῖ δὲ αὐτὸ καὶ ἐν τῇ παλαιᾷ ὁ προφήτης Νάθαν, καὶ ἐν τῷ Ματθαίῳ ὁ Χριστὸς, λέ- λέγων, “ τί ποιήσει τοῖς γεωργοῖς τοῦ ἀμπελῶνος ἐκείνου ζ́ καὶ αὐτοὺς ἀναγκάζων τὴν ψῆφον ἐνεγκεῖν. τοῦτο γὰρ ἡμὲ (sic) τέως δ᾿ οὖν ὅρα πῶς κατασκευάζει αὐτό. Εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμε-
For if that first covenant had been blameless—and again, "for what is growing old is near to vanishing"—and many other such things, yet he does not yet dare to say anything of the sort in his opening words, until he has first captured and secured the hearer by more numerous preparations. But why "we ought to pay more abundant attention," tell me? "Lest," he says, "we drift away"—that is, lest we perish, lest we fall away. Here he shows the difficulty of the falling away, and that it is hard for what has drifted away to return again, inasmuch as this happened through negligence. And he took the expression from Proverbs; for it says, "My son, do not drift away," showing both the ease of slipping and the difficulty of destruction—that is, disobedience is not without danger for us. And by the arguments he constructs, he shows that the punishment is more severe; but for the present he leaves them also to consider this by themselves in the inquiry concerning these things. Again, in his conclusion he himself makes it clearer; and reasonably does he construct his argument in this way. For this too is what makes him not burdensome—not everywhere pronouncing judgment on his own authority, but leaving the hearer as judge, so that he himself may cast the vote. Which also made them more ready to learn. The prophet Nathan does this also in the Old Testament, and Christ in Matthew, saying, "What will he do to those farmers of that vineyard?" and compelling them to cast the vote. For this... for now, observe how he constructs it. For if the word spoken through angels became firm, and every transgression and disobedience received a just recompense, how shall we escape so great a...
λήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν. Θεοδωρήτου. τῇ παραινέσει πάλιν συνέζευξε παρεξέτασιν, καὶ δείκνυσιν ὅσον ὑπέρκειται τῶν νομικῶν διατάξεων ἡ τῶν Εὐαγγελίων διδασκαλία. τῇ γὰρ θέσει τοῦ νόμου Ἄγγελοι διηκόνουν. ἐνταῦθα δὲ αὐτὸς ὁ τῶν Ἀγγέλων δεσπότης πρῶτος τὴν σωτήριον διδασκαλίαν προσήνεγκε. διεδέξαντο δὲ ταύτην οἱ τῆς ἀποστολικῆς ἀπολαύσαντες χάριτος. καὶ ὁ μὲν νόμος, λόγος ἦν τὸ πρακτέον ὑποδεικνὺς, ἡ δὲ τοῦ Κυρίου διδασκαλία τῆς αἰωνίου πρόξενος σωτηρίας. ἐπειδὴ δὲ καὶ Μώσης θαυματουργίαις ἐχρήσατο, ἀναγκαίως δείκνυσι κατὰ τοῦτο πλεονεκτοῦσαν τὴν χάριν. ἐνταῦθα γὰρ οὐ μόνος ὁ δεσπότης ἐθαυματούργησεν, ἀλλὰ καὶ οἱ θεῖοι αὐτοῦ μαθηταὶ, καὶ οἱ ἐκείνων διάδοχοι. ἔδειξε δὲ καὶ ἐν αὐτοῖς πνευματικοῖς χαρίσμασι τὴν καινὴν διαθήκην ἀστράπτουσαν. πάλαι μὲν γὰρ οἱ προφῆται μόνοι τῆς πνευματικῆς μετελάγχανον δωρεᾶς, νῦν δὲ ἅπαντες οἱ πιστεύοντες τῆσδε τῆς χάριτος ἀπολαύουσι· τοῦτο γὰρ ἐπήγαγε “καὶ Πνεύματος Ἁγίου, μερισμοῖς “κατὰ τὴν αὐτοῦ θέλησιν.” ταῦτα δὲ εἴρηκε μὲν προτρέπων αὐτοὺς σπουδαιότερον τῇ θείᾳ προσέχειν διδασκαλίᾳ. ἐν σχήματι δὲ παραινέσεως ἐδίδαξε τὴν τούτων κἀκείνων διαφοράν. ἄγαν δὲ σοφῶς ἔφη τὸν Θεὸν διὰ τῶν θαυμάτων μαρτυρεῖν τῷ κηρύγματι· ἥτε γὰρ ἀπόδειξις ἐναργὴς, καὶ τοῦ μάρτυρος ἀναμφισβήτητος ἡ ἀλήθεια. Χρυσοστόμου.
having neglected salvation? which, having received a beginning to be spoken through the Lord, was confirmed to us by those who heard, God bearing witness together with signs and wonders, and various powers, and distributions of the Holy Spirit, according to his will. From Theodore. Again by exhortation he joined a comparison, and he shows how much the teaching of the Gospels surpasses the legal ordinances. For by the institution of the law, angels ministered. But here the very Master of the angels first brought the saving teaching. And those who enjoyed the apostolic grace received it in turn. And the law was a word pointing out what must be done, but the teaching of the Lord is the cause of eternal salvation. And since Moses also used miracles, he necessarily shows that grace is superior in this respect. For here not only the Master worked miracles, but also his divine disciples, and their successors. And he showed also in these spiritual gifts that the new covenant shines forth. For long ago only the prophets partook of the spiritual gift, but now all who believe enjoy this grace; for this he added: "and distributions of the Holy Spirit, according to his will." And he said these things exhorting them to attend more earnestly to the divine teaching. And in the form of an exhortation he taught the difference between these and those. And very wisely he said that God bears witness to the proclamation through wonders; for the demonstration is clear, and the truth of the witness is beyond dispute. From Chrysostom.
Τὸ μὲν οὖν ἀκόλουθον ἢν εἰπεῖν, εἰ ὁ δι’ ᾿Αγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, πολλῷ μᾶλλον ὁ τοῦ Χριστοῦ. ὁ δὲ Παῦλος, τοῦτο μὲν εἴασεν, εἶπε δὲ τὸ ἔλαττον, “πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας.” καὶ ὅρα πῶς ποιεῖται τὴν σύγκρισιν, ἐκεῖ δι’ Ἀγγέλων, ἐνταῦθα δὲ διὰ τοῦ Κυρίου· κἀκεῖ μὲν λόγος, ἐνταῦθα δὲ σωτηρία. εἶτα ἵνα μὴ εἴπῃ τις, τί δὲ ἃ σὺ λέγεις Παῦλε, ταῦτα τοῦ Χριστοῦ
ἐστι, τῷ τε παρ’ ἐκείνου ἀκηκοέναι τὸ ἀξιόπιστον δείκνυσι, καὶ τῷ νῦν ὑπὸ Θεοῦ αὐτὰ λέγεσθαι, οὐχ ἁπλῶς φωνῆς φερομένης, ἀλλὰ σημείων γινομένων καὶ πραγμάτων μαρτυρούντων. Τί δέ ἐστιν “ὁ δι’ ᾿Αγγέλων λαληθείς;” καὶ ἐν τῇ πρὸς Γαλάτας γὰρ οὕτω πῶς φησι, “διαταγεὶς δι’ ᾿Αγγέλων ἐν χειρὶ με- “σίτου.” καὶ πάλιν, “ἐλάβετε νόμον εἰς διαταγὰς ᾿Αγγέλων,” καὶ πανταχοῦ φησι δι’ Ἀγγέλων αὐτὸν δίδοσθαι. τινὲς μὲν, τὸν Μωσέα φασὶν αἰνίττεσθαι· ἀλλ’ οὐκ ἔχει λόγον. Ἀγγέλους γὰρ ἐνταῦθα πολλοὺς λέγει, καὶ Ἀγγέλους τούτους τοὺς ἐν τῷ οὐρανῷ. τί οὖν ἐστιν εἰπεῖν; ἤτοι τὴν δεκάλογον φησὶν οὕτως, ἐκεῖ γὰρ Μώσης ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνατο. ἣ ὅτι παρῆσαν Ἄγγελοι τοῦ Θεοῦ διαταττομένου. ἣ ὅτι περὶ τῶν ἐν τῇ παλαιᾷ λεγομένων καὶ γενομένων ἁπάντων ὡς Ἀγγέλων κοινωνησάντων ἐν τούτοις, ταῦτα φησί. πῶς δὲ ἀλλαχοῦ λέγει ὅτι ὁ νόμος διὰ Μώσεως ἐδόθη, ἐνταῦθα δὲ δι’ Ἀγγέλων; ἣ δηλονότι ἐδόθη τοῖς ἀρχαιοτέροις ὁ νόμος, λαληθεὶς δι’ Ἀγγέλων, καὶ μεσιτεύοντος τοῦ πανσόφου Μωσέως. τί δέ ἐστιν “ἐγένετο βέβαιος;” ἀληθὴς ὡς ἃν εἴποι τις καὶ πιστός. διότι ἐν τῷ προσήκοντι καιρῷ πάντα ἐξέβη τὰ λεχθέντα.
What follows, then, was to say that if the word spoken through angels became firm, much more so the word of Christ. But Paul passed this over and stated the lesser point: "How shall we escape, having neglected so great a salvation?" And observe how he makes the comparison: there through angels, here through the Lord; and there a word, here salvation. Then, lest anyone say, "But what you say, Paul—are these things Christ's?" he shows it to be trustworthy both by his having heard it from him and by its being now spoken by God, not with a voice merely carried along, but with signs occurring and deeds bearing witness. But what is "the word spoken through angels"? For in Galatians too he speaks in this way: "ordained through angels by the hand of a mediator." And again, "You received the law as ordained by angels," and everywhere he says that it was given through angels. Some say that Moses is hinted at; but this makes no sense. For here he calls many angels, and these angels are those in heaven. What then is one to say? Either he speaks thus of the Decalogue—for there Moses spoke, and God answered—or that angels of God were present as he gave the ordinance; or that concerning all the things said and done in the old covenant, as though angels had a share in them, he says these things. But how does he say elsewhere that the law was given through Moses, while here through angels? Or clearly the law was given to the more ancient fathers, spoken through angels, with the all-wise Moses mediating. But what is "became firm"? True, as one might say, and trustworthy—because at the proper time all the things spoken came to pass.
ἣ τοίνυν τοῦτο φησὶν, ὅτι ἐκράτησε, καὶ αἱ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο, ἣ λόγον τὰ προστάγματα λέγει. πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν Ἄγγελοι παρὰ Θεοῦ πεμπόμενοι, οἷον ἐπὶ τοῦ κλαυθμῶνος, ἐπὶ τῶν Κριτῶν, ἐπὶ Σαμψών. διὰ γὰρ τοῦτο οὐδὲ εἶπε νόμος, ἀλλὰ λόγος. καὶ τάχα μοι δοκεῖ τοῦτο λέγειν μᾶλλον τὰ διὰ τῶν Ἀγγέλων οἰκονομηθέντα. καὶ γὰρ παρῆσαν οἱ Ἄγγελοι τότε, οἱ τὸ ἔθνος ἐμπεπιστευμένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ ἄλλα, τὸ πῦρ, τὸν γνόφον, καὶ πᾶσα παράβασις, οὐχ ἡ μὲν, ἡ δὲ οὔ, ἀλλὰ πᾶσα· οὐδὲν ἀνεκδίκητον ἔμεινε φησὶν, ἀλλ’ “ἔλαβεν ἔνδικον μισθαποδοσίαν,” ἀντὶ τοῦ κόλασιν. καὶ τί δήποτε οὕτως εἶπεν; ἔθος τῷ Παύλῳ μὴ πολὺν τῶν λέξεων ποιεῖσθαι λόγον, ἀλλὰ ἀδιαφόρως καὶ ἐπὶ εὐφήμων τιθέναι κακέμφατα, οἷον ἐστὶ τὸ “αἰχμαλωτίζοντι πᾶν νόημα “εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.” καὶ πάλιν ἀλλαχοῦ τὴν ἀντιμισθίαν τέθεικεν ἀντὶ κολάσεως. καὶ ἐνταῦθα τὴν κόλασιν “μισθα- “ποδοσίαν” καλεῖ. “πῶς οὖν ἡμεῖς,” φησὶ, “φευξόμεθα, τηλικαύ-
Therefore, what does it mean when it says "prevailed," and the threats were being fulfilled, or when it calls the commandments a "word"? For the angels, sent from God, gave many commands apart from the law—for instance, at the time of the weeping, at the time of the Judges, at the time of Samson. For this reason he did not say "law" but "word." And perhaps it seems to me that he is speaking rather of the things administered through the angels. For the angels were present then, those entrusted with the nation, and they themselves made the trumpets, and the other things—the fire, the darkness—and every transgression, not one kind but another, but every one; nothing remained unpunished, he says, but "received a just recompense of reward," instead of punishment. And why ever did he say it this way? It is Paul's habit not to make much account of words, but to use ill-sounding terms indifferently even for good ones, such as "bringing every thought into captivity to the obedience of Christ." And again elsewhere he has used "recompense" instead of punishment. And here he calls punishment "recompense of reward." "How then shall we," he says, "escape, having neglected so great—"
“της τῆς ἀμελήσαντες σωτηρίας;” διὰ τούτου ἐδήλωσεν ὅτι οὐ πολλή τις ἦν ἐκείνη ἡ σωτηρία. οὐ γὰρ ἐκ πολέμων φησὶν ἡμᾶς διασώσει νῦν, οὐδὲ τὴν γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθὰ παρέξει, ἀλλὰ θανάτου κατάλυσις ἔσται, ἀλλὰ διαβόλου ἀπώλεια, ἀλλ’ οὐρανῶν βασιλεία, ἀλλὰ ζωὴ αἰώνιος. ταῦτα γὰρ πάντα ἐν συντόμῳ ἐνέφηνεν εἰπὼν, “τηλικαύτης ἀμελήσαντες σωτηρίας.” εἶτα τὸ ἀξιόπιστον ἐπάγει, Ἦτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι ὑπὸ τοῦ Κυρίου. Τουτέστι παρ’ αὐτῆς τῆς πηγῆς ἔσχε τὴν ἀρχὴν, οὐκ ἄνθρωπος αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ’ αὐτὸς ὁ μονογενὴς, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, ἐπιστεύθη ἣ ἐξέβη. τουτέστιν οἱ παρὰ τοῦ Κυρίου ἀκούσαντες αὐτοὶ ἡμᾶς ἐβεβαίωσαν. μέγα τοῦτο καὶ ἀξιόπιστον, ὅπερ καὶ Λουκᾶς φησὶν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· “καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς “αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου.” εἶτα ἐπεὶ τινὰς εἰκὸς ἦν διαποροῦντας εἰπεῖν, πῶς ἐβεβαιώθη; τὶ δὲ εἰ οἱ ἀκούσαντες ἔπλασαν; τοῦτο ἀναιρῶν καὶ δεικνὺς οὐκ ἀνθρωπίνην τὴν χάριν ἐπήγαγε, Συνεπιμαρτυροῦντος τοῦ Θεοῦ. Οὐκ ἂν γὰρ εἰ ἔπλασαν, Θεὸς αὐτοῖς ἐμαρτύρησε. μαρτυροῦσι μὲν γὰρ κἀκεῖνοι, μαρτυρεῖ δὲ καὶ ὁ Θεός. πῶς; οὐ λόγῳ οὐδὲ φωνῇ. ἦν μὲν γὰρ καὶ τοῦτο πιστὸν, “ἀλλὰ σημείοις καὶ τέρασι “καὶ ποικίλαις δυνάμεσι.” καλῶς τὸ “ποικίλαις” τέθεικε, τὴν ἀφθονίαν τῶν χαρισμάτων δηλῶν· ὅπερ οὐ γεγένηται ἐπὶ τῶν προτέρων, οὐδὲ τοσαῦτα σημεῖα καὶ οὕτω διάφορα· τουτέστιν οὐχ ἁπλῶς ἐπιστεύσαμεν ἐκείνοις, ἀλλὰ διὰ σημείων καὶ τεράτων, ὥστε οὐκ ἐκείνοις πιστεύομεν, ἀλλὰ τῷ Θεῷ.
"Of the salvation of which we neglected?" By this he made clear that that salvation was not something small. For he says that he will not now save us from wars, nor will he provide the land and the good things in the land, but there will be the destruction of death, but the destruction of the devil, but the kingdom of the heavens, but eternal life. For he indicated all these things in brief when he said, "having neglected so great a salvation." Then he adds what is worthy of belief:
"Which, having received a beginning to be spoken by the Lord." That is, it had its beginning from the very fountainhead; it was not a man who ferried it across to the earth, nor a created power, but the Only-begotten himself; it was confirmed to us by those who heard, it was believed by those to whom it came. That is, those who heard from the Lord themselves confirmed it to us. This is great and worthy of belief, which Luke also says at the beginning of the Gospel: "just as those who from the beginning were eyewitnesses and servants of the word handed it down to us." Then, since it was likely that some, being in doubt, would say, How was it confirmed? And what if those who heard fabricated it? Refuting this and showing that the grace was not human, he adds:
"God bearing witness together with them." For if they had fabricated it, God would not have borne witness to them. For those men bear witness, and God also bears witness. How? Not by word nor by voice. For this too would have been credible, "but by signs and wonders and various powers." He well placed "various," indicating the abundance of the gifts; which did not happen in the case of former things, nor were there so many signs and so diverse; that is, we did not simply believe those men, but through signs and wonders, so that we do not believe those men, but God.
Καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. Τί οὖν ὅτι καὶ γόητες σημεῖα ποιοῦσι; καὶ Ἰουδαῖοι ἐν Βεελζεβοὺλ ἔλεγον ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια; ἀλλ’ οὐ τοιαῦτα σημεῖα ποιοῦσι· διὰ τοῦτο εἶπε “ποικίλαις δυνάμεσιν.” ἐκεῖνα γὰρ οὐ δυνάμεις, ἀλλὰ ἀσθένεια καὶ φαντασία, καὶ διάκενα
πράγματα. διὰ τοῦτο τε “Πνεύματος Ἁγίου μερισμοῖς κατὰ “τὴν αὐτοῦ θέλησιν.” ἐνταῦθα καί τι ἄλλο αἰνίττεσθαι μοι δοκεῖ. εἰκὸς γὰρ μὴ εἶναι πολλοὺς ἐκεῖ χαρίσματα ἔχοντας, ἐκλελοιπέναι δὲ ταῦτα ἅτε νωθροτέρων αὐτῶν γενομένων. ἱν οὑν αὐτοὺς καὶ ἐν τούτῳ παραμυθήσηται, καὶ μὴ ἀφῇ καταπεσεῖν, τὸ πᾶν ἀνέθηκε τῆ τοῦ Θεοῦ βουλῆ. αὐτὸς οἶδε, φησὶ, τίνι τί συμφέρει, καὶ οὕτω καταμερίζει τὴν χάριν. ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων, “ὁ Θεὸς ἔθετο ἕνα ἕκαστον ἡμῶν, καθὼς ἠθέλησε.” καὶ πάλιν, “ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ “συμφέρον, κατὰ τὴν αὐτοῦ θέλησιν.” εἰ γὰρ ἄνθρωπος οἰκοδεσπότης οἶδε τίνι τι ἐγχειρήσει, πολλῷ μᾶλλον ὁ Θεὸς ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. πολλοὶ μὲν οὖν δι’ ἀκάθαρτον βίον οὐκ ἔλαβον χαρίσματα, οἱ δὲ ὥστε μὴ φυσιωθῆναι. τοῖς ἀφελέσι δὲ μᾶλλον δίδοται. ὁ γὰρ ταπεινὸς καὶ μὴ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος, σπουδαιότερος γίνεται ὅταν λάβῃ χάρισμα, ἅτε παρ᾿ ἀξίαν εἰληφὼς, καὶ οὐκ ἄξιον ἑαυτὸν εἶναι κρίνων. ὁ δὲ κατορθωκέναι νομίζων, ὀφειλὴν εἶναι τὸ πρᾶγμα ἡγούμενος, πεφυσίωται. ὅστε ὁ Θεὸς συμφερόντως οἰκονομεῖ τοῦτο. Κυρίλλου Θησαυροῖσ.
And distributions of the Holy Spirit according to his own will. Why then is it that sorcerers also perform signs? And the Jews said that he cast out demons by Beelzebul. But they do not perform such signs; for this reason he said "various powers." For those things are not powers, but weakness and illusion, and empty matters. For this reason also "distributions of the Holy Spirit according to his own will." Here he seems to me to hint at something else as well. For it is likely that there were not many there who had charisms, but that these had ceased, inasmuch as they had become more sluggish. In order, therefore, to console them in this matter too, and not to let them fall away, he referred the whole matter to the will of God. He himself knows, he says, what is beneficial for whom, and so he distributes grace. Which he also does in the letter to the Corinthians, saying, "God set each one of us, as he willed." And again, "to each one the manifestation of the Spirit is given for the common good, according to his will." For if a man, a householder, knows to whom he will entrust what, much more does God, who knows the mind of men. Many, then, did not receive charisms because of an unclean life, and others so that they might not be puffed up. But to the simple-minded it is given more readily. For the humble man, who does not imagine great things about himself, becomes more zealous when he receives a charism, since he has received it unworthily and judges himself to be unworthy. But the one who thinks he has succeeded, considering the matter to be a debt owed, has been puffed up. So God administers this in a beneficial way. Of Cyril, from the Treasures.
Ὅγε μὴν Παῦλος κρείττονα τῆς διὰ Μώσεως διαθήκης καὶ τῶν προφητικῶν κηρυγμάτων τὴν εὐαγγελικὴν ἀποδεικνύων παίδευσιν, ἱν, ἀπὸ τῆς τῶν προσώπων διαφορᾶς ποιεῖται τὴν διάκρισιν. κατὰ μὲν οὖν τὸ ἀρχαῖον διὰ τῶν προφητῶν τοῖς πατράσιν ἀνακεκηρῦχθαι τὸν λόγον διισχυρίσατο· ἐπ ἐσχάτου δὲ τῶν καιρῶν, δι’ Υἱοῦ, τοῦ τοσαύτην ἔχοντος πρὸς ἐκείνους τὴν ὑπεροχὴν, ὡς τοὺς μὲν, τὸ οἰκετικὸν οὐχ ὑπερβαίνοντας μέτρον, τὸ “τάδε λέγει Κύρος” ἀναφωνεῖν· τὸν δὲ τὸ δεσποτικὸν ἀξίωμα φοροῦντα λέγειν ὡς Υἱὸν “ἐρρέθη τοῖς ἀρχαίοις οὐ μοι- “χεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν.” πῶς οὖν ἐν κτίσμασιν, ὁ κατὰ φύσιν Υἱός; ἣ πῶς ἐν δούλοις ὁ πάντων δεσπότης τετάξεται; καὶ εἰ πάντων ἐστὶ κληρονόμος, ἕτερος ἐστὶ παρὰ πάντα, ὦν καὶ ἐστὶ κληρονόμος· καὶ εἰ δι’ αὐτοῦ πεποίηκε τοὺς αἰῶνας, οὐκ ἃν εἴη τῶν γενητῶν ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. ἐπειδή περ οὐδὲν τῶν κτισμάτων προγενεστέραν τοῦ αἰῶνος ἔχει τὴν γένεσιν, ἀλλ’ ἐν χρόνῳ πεποίηται· μόνῳ δὲ πρόσεστι τῷ Υἱῷ τὸ ἀχρόνως εἶναι μετὰ Πατρός. Τοσαύτην δὲ ὁ Ἀπόστολος τὴν Χριστοῦ ὑπεροχὴν καὶ πρὸς Ἀγγέλους δείκνυσιν, ὡς τὸν μὲν Υἱὸν προσκυνεῖσθαι, λειτουργεῖν δὲ αὐτῶ τοὺς Ἀγγέλους. καὶ τὸν μὲν ἐν τάξει βασιλέως καὶ Υἱοῦ καὶ δεσπότου καθέζεσθαι, τοὺς δὲ ἀποστέλλεσθαι εἰς διακονίαν. πῶς οὖν οὐκ ἔσται Θεὸς, ὁ καὶ ὑπὸ τῶν Ἀγγέλων ὡς τοῦτο ὣν κατὰ φύσιν γινωσκόμενος; εἰ γὰρ ποίημα ἐστὶ κατὰ τὴν τῶν ἑτεροδοξούντων ἀβουλίαν, ὥρα λέγειν οὐ μόνον ἡμᾶς ἀλλ’ ἤδη καὶ αὐτὰς τὰς ἐν τοῖς οὐρανοῖς πεπλανῆσθαι δυνάμεις, ὡς λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα·
But Paul, demonstrating that the evangelical instruction is better than the covenant through Moses and the prophetic proclamations, makes the distinction from the difference of the persons. For he affirmed that in ancient times the word was proclaimed to the fathers through the prophets; but in the last times, through the Son, who has such superiority over them that they, not overstepping the servile measure, cry out, "Thus says Cyrus," while he, bearing the lordly dignity, says as the Son, "It was said to the ancients, You shall not commit adultery, but I say to you." How then is he who is Son by nature among created things? Or how shall the Lord of all be ranked among slaves? And if he is heir of all things, he is other than all things of which he is also heir; and if through him he made the ages, he who exists before the ages would not be among things that came to be. Since none of created things has a generation earlier than the age, but is made in time; to the Son alone belongs being timelessly with the Father. But the Apostle shows such superiority of Christ also over the angels, that the Son is worshiped, and the angels minister to him; and that he sits in the rank of king and Son and Lord, while they are sent for service. How then will he not be God, who is known as such by nature even by the angels? For if he is a creature according to the folly of those who think otherwise, it is time to say that not only we but already the very powers in the heavens have gone astray, so as to serve the creature rather than the Creator.
εἰ δὲ τοῦτο ἄτοπον, οὐ γάρ τις πλανᾶσθαι φήσειεν ἂν τοὺς ἁγίους Ἀγγέλους, ἀληθὴς δὲ μᾶλλον ἐν αὐτοῖς ἡ περὶ Θεοῦ γνῶσις, καὶ προσκυνοῦσιν ὡς τούτῳ κατὰ φύσιν ὄντα τὸν Υἱὸν, οὐκ ἄρα κτίσμα ἐστὶν οὐδὲ ποίημα· τὸ γὰρ ὅλως ποιηθὲν οὐκ ἃν εἴη φύσει Θεός. ἔτι Ἄγγελοι διακονοῦσι τὸν νόμον, καὶ λαλεῖται δι’ αὐτῶν, ἀλλ’ οὐδὲν ἐτελείωσεν ὁ νόμος· ὁ δὲ Υἱὸς ἐτελείωσε τὸ ἔργον τοῦ Πατρός. τέλειος γὰρ εἰς εὐσέβειαν ὁ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμενος. ἐβασίλευσεν ὁ θάνατος καὶ κατὰ τὸν τοῦ νόμου καιρόν. “ἀπὸ γὰρ Ἀδὰμ,” φησὶ, “καὶ μέχρι “Μωσέως” λέλυται θάνατος διὰ Χριστοῦ· οὐκέτι γὰρ ἐν Ἀδὰμ ἀποθνήσκομεν, ἀλλ’ ἐν Χριστῷ ζωοποιούμεθα. ἦν ἐν μόνῃ τῇ ᾿Ιουδαίᾳ γνωστὸς ὁ Θεὸς, νῦν δὲ γεγόνασι πάντες διδακτοὶ Θεοῦ, οὐκ Ἀγγέλων ἀλλὰ Θεοῦ. Θεοῦ μὲν γὰρ καὶ ὁ νόμος, ἀλλὰ δι’ ᾿Αγγέλων. ὁ δὲ Υἱὸς φησὶν, αὐτὸς ὁ λαλῶν πάρειμι. Οὐκοῦν κατὰ τὴν τοῦ Παύλου φωνὴν, ὅσῳ διαφορωτέρας τετύχηκε λειτουργίας, καὶ ὅσῳ κρείττονος διαθήκης γέγονεν ἔγγυος, τοσοῦτον ὑπερέξει τοὺς Ἀγγέλους. οὐχ ὡς πρὸς αὐτοὺς συγκρινόμενος κατὰ τὴν φύσιν, ἀλλὰ τοσοῦτον ὑπεραίρων, ὅσον ἀπῴκισται τῶν γενητῶν ὁ Θεὸς, κατὰ τὸν τῆς οὐσίας λόγον. τοῖς μὲν οὖν Ἀγγέλοις ὡς δούλοις ὁ Παῦλος ἀπονέμει διακονίαν τὴν ἐλάττονα, τῷ δὲ Υἱῷ τὴν Υἱῷ πρέπουσαν καὶ δεσποτείαν. ἐπὶ γὰρ κρείττοσι φησὶν ἐπ’ Ἀγγέλων νενομοθέτηται. εἰ δὲ κατὰ τοὺς χριστομάχους ὁμοιογενὴς τοῖς Ἀγγέλοις ὁ Υἱὸς, καλείσθωσαν καὶ αὐτοὶ Υἱοὶ ὥσπερ ἐκεῖνος, ἣ αὐτὸς ὥσπερ ἐκεῖνοι Ἄγγελος·
But if this is absurd—for no one would say that the holy Angels wander in error, but rather that the knowledge of God in them is true, and they worship the Son as being God by nature—then he is not a creature nor a made thing; for what is altogether made would not be God by nature. Furthermore, Angels ministered the law, and it was spoken through them, but the law perfected nothing; but the Son perfected the work of the Father. For he is perfect in godliness who is trained by his own laws. Death reigned even in the time of the law. "For from Adam," he says, "even to Moses" death has been abolished through Christ; for we no longer die in Adam, but are made alive in Christ. God was known in Judea alone, but now all have become taught of God—not of Angels but of God. For the law is also God's, but through Angels. But the Son says, "I myself who speak am present." Therefore, according to the voice of Paul, inasmuch as he has obtained a more excellent ministry, and inasmuch as he has become the guarantor of a better covenant, by so much will he surpass the Angels. Not as being compared to them according to nature, but surpassing them by as much as God is distant from created things, according to the principle of essence. To the Angels, then, as servants, Paul assigns the lesser ministry, but to the Son the lordship that befits the Son. For he says that the law was enacted upon better things—upon Angels. But if, according to the Christ-fighters, the Son is of the same kind as the Angels, let them also be called sons as he is, or let him be called an Angel as they are.
καθέσθωσαν δὲ καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ λεγέτωσαν διατάττοντες ὥσπερ ὁ Υἱὸς, “ἐγὼ δὲ λέγω ὑμῖν·” ἀλλ’ οὐ τοῦτο φασὶν, ἀλλὰ μᾶλλον “ἀπεστάλην πρὸς σὲ,” καὶ οἱ μὲν διακονοῦσιν, ὁ δὲ
διακονεῖται· ἰδοὺ γάρ φησιν, “Ἄγγελοι προσῆλθον, καὶ διηκόνουν “αὐτῷ·” καὶ οἱ μὲν προσκυνοῦσιν, ὁ δὲ προσκυνεῖται· καὶ οἱ μὲν τὰς τῶν οὐρανῶν πύλας αἴρειν προστάττονται, ὁ δὲ εἰσέρχεται ὡς Κύριος τῶν δυνάμεων, ὡς βασιλεὺς τῆς δόξης· καὶ οἱ μὲν, ζωῆς μετέχουσι τῆς παρὰ Θεοῦ, ὁ δὲ τῆς ζωῆς χορηγός· κἂν “ ἐν τῷ “ὀνόματι τοῦ Υἱοῦ προσευξώμεθα, ὅσα περ ἃν αἰτήσωμεν ληψό- “μεθα·” ἐν ὀνόματι δὲ Ἀγγέλων, οὐκ ἄν τις προσεύξαιτο. καὶ τῷ μὲν Υἱῷ, σὺν τῷ Πατρὶ καὶ μετὰ Πατρὸς ἡ δόξα· Ἄγγελοι δὲ οὐ δοξάζονται, ἀλλὰ μᾶλλον δοξάζουσι μετὰ τοῦ Πατρὸς τὸν Υἱόν. πῶς οὖν τοσαύτης κειμένης διαφορᾶς μεταξὺ τῶν Ἀγγέλων καὶ τοῦ Υἱοῦ, τῆς αὐτῆς οὐσίας εἶναι νομισθήσονται, οὐδενὸς συγχωροῦντος λόγου; κἀνταῦθα δὲ σαφῶς ἐκ τῆς τῶν προσώπων διαφορᾶς πόσην ἔχει τὴν ὑπεροχὴν τὰ εύαγγελικὰ κηρυγματα ὡς πρὸς τὰς τοῦ νόμου σκιὰς ἀποδεικνύειν ὁ Παῦλος πειρᾶται. εἰ γὰρ τοῖς δι’ Αγγέλων, φησὶ, διατεταγμένοις, προσῆν οὕτω τὸ ἀξιόπιστον, ὡς τοῖς παραβαίνειν ἐπιχειροῦσι τὴν χαλεπωτάτην ἐπηρτῆσθαι κόλασιν, πῶς οὐ μᾶλλον τοσούτῳ μειζόνως εἰς τὸ κολάζεσθαι δικαιότερος, ὁ τὰ δι’ Υἱοῦ παραβαίνων φανεῖται, ὅσῳ περ ἃν εἴη τῆς εἰς Ἀγγέλους τιμῆς ἀξιολογώτερος ὁ Υἱός;
But let them also be seated at the right hand of the Father, and let them say, giving commands as the Son does, "But I say to you"; yet they do not say this, but rather, "I was sent to you." And they minister, while he is ministered to; for behold, it says, "Angels came near and were ministering to him." And they worship, while he is worshiped; and they are commanded to lift up the gates of the heavens, while he enters as Lord of the powers, as King of glory; and they partake of the life that comes from God, while he is the provider of life. And even if "in the name of the Son we pray, whatever we ask we will receive," yet no one would pray in the name of angels. And to the Son, together with the Father and with the Father, belongs the glory; but angels are not glorified, but rather they glorify the Son together with the Father. How then, when such a great difference lies between the angels and the Son, will they be thought to be of the same essence, when no argument permits it? And here too, clearly from the difference of the persons, Paul attempts to demonstrate how great is the superiority of the gospel proclamations as compared with the shadows of the law. For if, he says, the things ordained through angels possessed such credibility that the most severe punishment hung over those who attempted to transgress them, how will he not appear far more justly liable to punishment, to the same degree that the Son is more worthy of honor than the honor given to angels, the one who transgresses the things ordained through the Son?
εἰ δὲ χρὴ καὶ τὸ ἑκάστου μέτρον συνιδεῖν, οἱ μὲν παρεστῶτες ὑμνοῦσι, λειτουργικά τε εἰσὶ πνεύματα, ὁ δὲ ὑμνολογεῖται μετὰ Πατρὸς, σύνθρονός τε ὣν καὶ βασιλεύων αὐτῷ, καὶ ὑπὸ τῶν Ἀγγέλων διακονούμενος. πῶς οὑν ο τοσοῦτον ὑπερέχων ἐν τοῖς τοσοῦτον ὑποβεβηκόσιν ὡς ὁμογενὴς εὑρεθήσεται; Θεοδρήτου. Ὁ μέν τοι Παῦλος ταῦτα μεταξὺ παρενθεὶς, ἀναλαμβάνει τὸν περὶ τῆς συγκρίσεως τῶν Ἀγγέλων λόγον. καὶ πάλιν οὐχ ὡς Θεῷ τῷ δεσπότῃ Χριστῷ, ἀλλ’ ὡς ἀνθρώπῳ τοὺς Αγγέλους παρεξετάζει, καὶ δείκνυσιν οὐ τοὺς Ἀγγέλους ἀλλ’ αὐτὸν τὴν τῶν ὅλων ἀναδεξάμενον δεσποτείαν, λέγων, οὐ γὰρ Αγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν περὶ ἧς λαλοῦμεν. Χρυσοστόμου. Ἄρα μὴ περὶ ἑτέρας τινὸς διαλέγεται οὐκ ἔστιν· ἀλλὰ περὶ ταύτης. διὰ γὰρ τοῦτο προστέθεικε περὶ ἧς λαλοῦμεν, ἵνα μὴ ἀφῇ τὸν νοῦν πλανηθέντα, ἑτέραν τινὰ ἐπιζητεῖν. πῶς οὖν αὐτὴν μέλλουσαν καλεῖ, ὥσπερ καὶ ἐτόρωθι
φησὶν, “ὅ ἐστι τύπος τοῦ μέλλοντος;” περὶ τοῦ Ἀδὰμ καὶ τοῦ Χριστοῦ λέγων ἐν τῇ πρὸς Ρωμαίους Ἐπιστολῇ πρὸς τοὺς χρόνους τοῦ Ἀδὰμ, μέλλοντα τὸν κατὰ σάρκα Χριστὸν καλῶν. καὶ γὰρ ἔμελλεν οὕτω καὶ νῦν, ἐπειδὴ εἶπεν, “ὅταν δὲ εἰσαγάγῃ τὸν “πρωτότοκον εἰς τὴν οἰκουμένην,” ἵνα μὴ νομίσῃς ἑτέραν οἰκουμένην λέγειν αὐτὸν, πολλαχόθεν μὲν αὐτὸ καὶ ἄλλοθεν βεβαιοῦται, καὶ ἀπ’ αὐτοῦ δὲ τοῦ εἰπεῖν μέλλουσαν, ἔμελλε γὰρ ἡ οἰκουμένη, ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ἦν ἀεί. ταύτην οὖν τὴν μέλλουσαν ἔσεσθαι, οὐκ Ἀγγέλοις ὑπέταξεν ἀλλὰ τῷ Χριστῷ. Θεοδρήτου. Ἤ μέλλουσαν οἰκουμένην τὸν μέλλοντα βίον ἐκάλεσε, τὸν ἐσόμενον κόσμον, περὶ οὗ φησι, πᾶς ὁ λόγος ἡμῖν.
If it is necessary also to understand the measure of each, the ones standing by sing hymns and are liturgical spirits, while he is hymned with the Father, being enthroned with him and reigning with him, and served by the angels. How then will he who surpasses so greatly be found among those so far inferior as one of the same kind? From Theodoret. Paul, having inserted these things in between, takes up again the discourse concerning the comparison of the angels. And again, not as God the Master Christ, but as man, he compares the angels alongside him, and shows that not the angels but he himself has received the dominion of all things, saying, "For he did not subject to angels the world to come, concerning which we speak." From Chrysostom. Is he perhaps speaking about some other world? It is not so; but about this one. For this reason he added "concerning which we speak," so as not to leave the mind wandering and seeking some other. How then does he call it "to come," just as also elsewhere he says, "which is a type of the one to come," speaking about Adam and Christ in the Epistle to the Romans, calling the Christ according to the flesh "to come" in relation to the times of Adam. For it was indeed going to be so even now, since he said, "When he brings the firstborn into the world," so that you might not think he is speaking of another world. He confirms this from many places and from elsewhere, and also from the very fact of saying "to come"; for the world was going to come, but the Son of God was always. This world, then, which was going to be, he did not subject to angels but to Christ. From Theodoret. Or he called the world to come the life to come, the world that will be, concerning which he says, "our whole discourse."
αὐτὸς γὰρ κριτὴς ὁ Χριστὸς, ἐκεῖνος καθεδεῖται τῆς οἰκουμένης, οἱ δὲ Ἄγγελοι, ὡς λειτουργοὶ καὶ δοῦλοι παρίστανται. εἶτα καὶ ἑτέραν παράγει μαρτυρίαν, καί φησιν, Διεμαρτύρατο δέ που τίς λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ Υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ Ἀγγέλους, δόξῃ καὶ τιμῇ, ἐστεφάνωσας αὐτὸν, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Χρυσοστόμου. Διατὶ μὴ τὸ ὄνομα τοῦ προφήτου εἶπεν, ἀλλ’ ἔκρυψεν αὐτό; καὶ ἐν ἑτέραις μαρτυρίαις τοῦτο ποιεῖ, ὡς ὅταν λέγῃ ἀπὸ τοῦ Δευτερονομίου καὶ τῆς μεγάλης ᾠδῆς, “προσκυ- “νησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. καὶ πάλιν ἀπὸ τῆς τῶν βασιλειῶν δευτέρας, “ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα,” καὶ ἀπὸ τῆς βίβλου τῶν ψαλμῶν, “ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ “Πνεύματα.” Κυρίλλου. Πῶς ἠλάττωται παρὰ τοὺς Ἀγγέλους ὁ πρὸς αὐτῶν προσκυνούμενος; ἣ ὅτι καθίκετο ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ ἀποθνήσκειν πεφυκὸς σῶμα λαβὼν ἐν αὐτῷ πέπονθεν ἑκὼν, καὶ ταῖς ἀνωτάτω δόξαις στεφανοῦται διὰ τὸ πάθος, ὡς δι’ αὐτοῦ καταργήσας τὸν θάνατον· καὶ ἄπρακτον ἀποφήνας τὴν φθορὰν, ἅτε ἀφθαρσία ὣν καὶ ζωή. τὰ δὲ τῆς ὑπεροχῆς τοῖς Ἀγγέλοις, ὅτι καὶ ἔξω σαρκὸς καὶ τοῦ τεθνάναι κρείττους εἰσί. γεγονότος ἐν τούτοις τοῦ Υἱοῦ διὰ τὴν ἑκούσιον κένωσιν· ἀλλ᾿ ὁ
For Christ himself is the judge; he will sit in judgment over the world, while the angels stand by as ministers and servants. Then he brings forward another testimony as well, and says,
“But somewhere someone testified, saying: What is man, that you remember him, or the Son of Man, that you visit him? You made him a little lower than the angels; with glory and honor you crowned him; you subjected all things beneath his feet.”
Of Chrysostom. Why did he not speak the name of the prophet, but concealed it? He does this in other testimonies as well, as when he says from Deuteronomy and the great song, “Let all the angels of God worship him”; and again from the second book of Kings, “I will be to him a Father”; and from the book of Psalms, “who makes his angels spirits.”
Of Cyril. How is he who is worshiped by the angels made lower than the angels? Is it not that he dwelt within the measures of humanity, and taking a body naturally subject to death, he suffered willingly in it, and is crowned with the highest glories because of his passion, since through it he abolished death and rendered corruption powerless, being himself incorruptibility and life? But the things of superiority belong to the angels, because they are both outside the flesh and stronger than death—the Son having come to be among these things through his voluntary emptying; but he...
βραχὺ παρ’ Ἀγγέλους ἠλαττωμένος διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον, ἐν ὑπεροχῇ θεότητος ὣν προσκυνεῖται παρ’ αὐτῶν καὶ ένίδρυται θάκοις οὓς περιεστῶσιν ἐκεῖνοι δοξολογοῦντες ἀεὶ, καὶ τῶν δυνάμεων αὐτὸν ὀνομάζοντες Κύριον. “καὶ σὺ κατ’ ἀρχὰς, Κύριε, “τὴν γῆν ἐθεμελίωσας.” οὕτω καὶ ἐνταῦθα φησὶ “διεμαρτύρατό “τις.” τοῦτο δὲ αὐτὸ οἶμαι τὸ κρύπτειν καὶ μὴ τιθέναι τὸν εἰρηκότα τὴν μαρτυρίαν, ἀλλ’ ὡς περιφερομένην καὶ κατάδηλον οὖσαν εἰσάγειν, δεικνύντος ἐστὶ σφόδρα ἐμπείρους εἶναι τῶν γραφῶν. τὸ δὲ “τί ἐστιν ἄνθρωπος” καὶ τὰ ἑξῆς, εἰ καὶ εἰς τὴν κοινὴν ἀνθρωπότητα εἴρηται, ἀλλ’ ὅμως κυριώτερον ἁρμόσειεν ἃν τῷ Χριστῷ κατὰ σάρκα. τὸ γὰρ “πάντα ὑπέταξας ὑποκάτω τῶν “ποδῶν αὐτοῦ,” ἐκείνου μᾶλλον ἐστὶν ἣ ἡμῶν. ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ οὐδὲν ἡμᾶς ὄντας ἐπεσκέψατο, καὶ τὸ ἐξ ἡμῶν ἀναλαβὼν καὶ ἑνώσας ἑαυτῷ, πάντων ἀνώτερον γέγονεν. Κυρίλλου. Ἐστεφάνωσε δὲ ἡμᾶς δόξῃ καὶ τιμῇ, δι’ ὦν ὑπάρχων Θεὸς κατὰ φύσιν ἠλάττωται δι’ ἡμᾶς, ὡς ἂν ἡμεῖς ὑπὲρ φύσιν πλουτήσωμεν ἐν αὐτῷ. “συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκά- “θισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.” συνεδρεύοντος γὰρ αὐτοῦ, ἐφ’ ὅλην τὴν ἀνθρώπου φύσιν δραμεῖται τὸ καύχημα. οὕτω γὰρ τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν, δι’ οὓς καὶ δόξῃ καὶ τιμῇ ἐστεφάνωται, καὶ τοι τῆς δόξης Κύριος ὣν ὡς Θεός. ἄτιμοι γὰρ ἐν τῇ τοῦ Ἀδὰμ παραβάσει γεγενημένοι, ἐν τῇ ὑπὲρ ἡμῶν ὑπακοῇ τοῦ Χριστοῦ δεδοξάσμεθα. Χρυσοστόμου. Τί γὰρ ἶσον ταύτης τῆς δόξης, ὅταν ρεύωμεν Ἀγγέλοις, ὅταν εἰς υἱοθεσίαν ἀγώμεθα; τὸ δὲ “τί ἐστιν ἄνθρωπος;” ἀντὶ οὐδέν ἐστιν, εὐτελές τι ἐστί.
Having been made a little lower than angels through the measure of humanity, being in the preeminence of divinity he is worshiped by them and is seated on thrones around which they stand, glorifying him always, and naming him Lord of the powers. "And you, Lord, in the beginning laid the foundation of the earth." So also here he says, "someone testified." And this very thing, I think—to conceal and not set forth the one who spoke the testimony, but to introduce it as something current and well known—is the mark of one showing himself to be very experienced in the Scriptures. But the phrase "what is man" and what follows, even if it was spoken of common humanity, would nevertheless fit Christ according to the flesh more properly. For "you subjected all things under his feet" belongs to him rather than to us. For the Son of God visited us who were nothing, and having taken up what is from us and united it to himself, he has become above all. Of Cyril. He crowned us with glory and honor, through which, being God by nature, he was made lower for our sake, so that we might become rich beyond nature in him. "For he raised us together and seated us together in the heavenly places in Christ." For when he sits enthroned, the boast will extend over the whole nature of man. For thus by his poverty we have become rich, for whose sake he has also been crowned with glory and honor, even though he is Lord of glory as God. For having become dishonored in Adam's transgression, we have been glorified in Christ's obedience for our sake. Of Chrysostom. For what is equal to this glory, when we flow with the angels, when we are led into adoption? But the phrase "what is man?" means "he is nothing," something of little worth.
πρὸς γὰρ τὴν πρόνοιαν ἧς ἠξίωσεν αὐτὸν ὁ Θεὸς, ἀφορῶν ὁ προφήτης, καὶ τὰς πραγματείας ἃς ἐπραγματεύσατο διὰ τὴν σωτηρίαν τοῦ τῶν ἀνθρώπων γένους, σφόδρα ἐκπληττόμενος θαυμάζει. Βασιδείου. Βραχὺ μέν τοι ὑποβέβηκε τὴν τῶν Ἀγγέλων ἀξίαν ὁ ἄνθρωπος, διὰ τὴν πρὸς τὸ γεῶδες σῶμα συνάφειαν. Χρυσοστόμου. Καὶ τοῦτο δὲ αὐτὸ τὸ βραχὺ ἡ τῆς ἁμαρτία εἰσήγαγε· μετὰ γὰρ τὴν παρακοὴν τοῦτο ὁ προφήτης ἐφθέγξατο. οὐ μὴν ἐπειδὴ ἠλαττώθη διά τὴν παράβασιν θανάτῳ
καταδικασθεὶς ἐγυμνώθη, καὶ τῆς δωρεᾶς ἣ τῆς ἀρχῆς παρελύθη, ἀλλὰ τῇ δόξῃ ταύτῃ ἐστεφάνωται. Θεοδρήτου. Πλὴν ὅπερ ἔφημεν, εἴρηται μὲν ταῦτα τῆς κοινῆς φύσεως, ἁρμόττει δὲ τῇ ἐξ ἡμῶν ἀπαρχῇ, ὡς οἰκειουμένη τὰ πάσης τῆς φύσεως. οὕτως ἐκ προσώπου πάντων ἡμῶν εἴρηκε, “μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτω- “μάτων μου.” αὐτὸς μὲν γὰρ καὶ κατὰ τὸ ἀνθρώπινον, ἁμαρτίας ἀμύητος ἦν. τὰ δὲ ἡμέτερα οἰκειούμενος, στόμα τῆς φύσεως γέγονεν. “αὐτὸς γὰρ τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους “ἐβάστασε,” καὶ τὴν φύσιν ἡμῶν ἐπεσκέψατο. ταῦτα τοίνυν τοῦ Παύλου σαφῶς ἐπὶ τὸν Σωτῆρα ἡμῶν ἐξειληφότος, ἀρκεῖσθαι τῇ ἐκδόσει χρὴ, εἶτα τῇ προφητικῇ μαρτυρίᾳ τὴν ἑρμηνείαν προσάγων ἐπάγει, Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῶ ἀνυπότακτον. Καὶ ἐπειδὴ εἰκὸς ἦν εἰπεῖν τινὰς, καὶ μὴν πλείστους ὁρῶμεν ἀντιλέγοντας, καὶ προσκυνεῖν αὐτὸν οὐκ ἐθέλοντας, ἐπήγαγε, Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τοῦτο δὲ καὶ ἤδη εἴρηκεν, οὐ γὰρ Ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν· ἀντὶ τοῦ ἐν ἐκείνῳ τῷ βίῳ πάντων κρατήσει·
For looking to the providence with which God deemed him worthy, and to the works which he accomplished for the salvation of the human race, the prophet, being greatly astonished, marvels. Of Basil. The man has indeed fallen a little short of the dignity of the angels, because of his connection with the earthly body. Of Chrysostom. And this very small falling short was introduced by sin; for after the disobedience the prophet uttered this. Yet not because he was diminished, having been condemned to death for his transgression and stripped bare, and the gift of his dominion was paralyzed, but he has been crowned with this glory. Of Theodoret. However, as we said, these things were spoken of the common nature, but they fit the firstfruits taken from us, as appropriating the things of the whole nature. Thus in the person of all of us he has said, "Far from my salvation are the words of my transgressions." For he himself, even according to the human, was untouched by sin. But appropriating our things, he became the mouth of nature. "For he himself took our sins, and bore our diseases," and visited our nature. These things, then, Paul having clearly applied to our Savior, one must be content with the exposition, then bringing the interpretation to the prophetic testimony, he adds, For in subjecting all things to him, he left nothing unsubjected to him. And since it was likely that some would say, and indeed we see very many contradicting and not willing to worship him, he added, But now we do not yet see all things subjected to him. And this he has also already said, for he did not subject the world to angels, the world to come; instead of in that life he will rule over all.
ὑποταγήσονται γὰρ τότε καὶ οἱ νυν ἀντιλέγοντες. Χρυσοστόμου. Ὃ δὲ λέγει τοιοῦτον ἐστίν· ἐπειδὴ εἶπεν “ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,” εἰκὸς δὲ ἦν τοὺς ἐξ Ἑβραίων πιστεύσαντας ἔτι ἀσχάλλειν· εἶτα μετὰ ταῦτα ὀλίγα τινὰ παρενέθηκε, ταύτην τὴν μαρτυρίαν παρήγαγεν, ἵνα βεβαιώσῃ ἐκεῖνο. ἵνα γὰρ μὴ λέγωσι, τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ τοὺς πόδας αὐτοῦ, τοσαῦτα παθόντων ἡμῶν; ἱκανῶς μὲν καὶ ἐν τῷ προτέρῳ ἠνίξατο. τὸ γὰρ ἕως οὔτε εὐθέως ἐδήλου γινόμενον, ἀλλὰ τὸ ἐν χρόνῳ. ἐνταῦθα δὲ αὐτὸ ἐπεξέρχεται καὶ φησὶν, μὴ ἐπειδὴ οὐδέπω ὑπετάγησαν νομίσῃς μηδὲ ὑποτάττεσθαι. ὅτι μὲν γὰρ δέον ὑποταγῆναι, δῆλον. καὶ γὰρ ἡ προφητεία διὰ τοῦτο εἴρηται. “ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ,” φησὶ, “τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ “ἀνυπότακτον.” πῶς οὖν οὔπω πάντα ὑποτέτακται; ὅτι μέλλει
ὑποτάσσεσθαι. εἰ τοίνυν πάντα μὲν ὑποταγῆναι ὀφείλει, οὔπω δὲ ὑποτέτακται, μὴ ἄσχαλλε, μηδὲ θορυβοῦ. εἰ μὲν γὰρ τοῦ τέλους παραγενομένου, καὶ πάντων ὑποταγέντων ταύτα ἔπασχεν, εἰκότως ἤλγεις. “νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. οὔπω ἐκράτησεν ὁ βασιλεὺς καθαρῶς. τι τοίνυν θορυβῇ πάσχων κακῶς; οὔπω πάντων περιγέγονε τὸ κήρυγμα, οὔπω καιρὸς τέλεον υποταγηναι. Κύριλλου. Σὺ δέ μοι πάλιν ὅρα ὅτι εἰς Χριστὸν ἀναφέρων ὁ μακάριος Παῦλος τὸ ἐν ὀγδόῳ Ψαλμῷ λέγει, “τί ἐστιν ἄνθρω- “πος” καὶ τὰ ἑξῆς. εἶτα τούτοις ἐπισυνάπτει, “ἐν γὰρ τῷ ὑπο- “τάξαι αὐτῶ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῶ ἀνυπότακτον. ἤ οὑν οὐχὶ καὶ βασιλέα καὶ κύριον, καὶ τὴν θεοπρεπῆ περικεῖσθαι δόξαν ὁμολογήσαιμεν ’τον ᾧ τὰ πάντα ὑποτέτακται; πως οὑν ο Θεὸς;
For then even those who now contradict will be subjected. From Chrysostom. What he says is of this sort: since he said, "If I place your enemies as a footstool for your feet," and it was likely that those of the Hebrews who had believed were still distressed; then after this he inserted a few things, and brought forward this testimony, in order to confirm that. For lest they say, "He placed his enemies under his feet, though we have suffered so much?" He hinted at it sufficiently also in the former place. For the "until" did not immediately indicate that it was happening, but that it was in time. But here he goes through it in detail and says, do not suppose, because they have not yet been subjected, that they will not be subjected. For that they ought to be subjected is clear. For the prophecy was spoken for this reason. "For in subjecting all things to him," he says, "he left nothing to him unsubjected." How then are not all things yet subjected? Because they are going to be subjected. If, therefore, all things ought to be subjected, but are not yet subjected, do not be distressed, nor be troubled. For if, when the end had come and all things had been subjected, he suffered these things, you would reasonably grieve. "But now we do not yet see all things subjected to him." The king has not yet prevailed purely. Why then are you troubled, suffering badly? The proclamation has not yet prevailed over all, the time of complete subjection has not yet come. From Cyril. But observe again for me that the blessed Paul, referring to Christ, says what is in the eighth Psalm, "What is man" and the rest. Then he joins to these, "For in subjecting all things to him he left nothing to him unsubjected." Or shall we not confess that he who has all things subjected to him is both king and lord, and is clothed with the glory befitting God? How then is he God?
πῶς δὲ ἐν τοῖς πᾶσιν ὁ ὑπὲρ πάντα καὶ τοσοῦτον τῶν γεννητῶν τὴν φύσιν ὑπερκείμενος, ὡς τὰ μὲν ὑποτετάχθαι καὶ τῷ τῆς δουλείας ἐνέχεσθαι ζυγῷ, τὸν δὲ αὖ πάλιν περικεῖσθαι μὲν τῆς κυριότητος τὸ ἐλεύθερον ἀξίωμα, πάντα δὲ ἔχειν ὑπὸ πόδας, ὡς καὶ αὐτός που φησὶ δι’ ἑνὸς τῶν προφητῶν, “ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑπο- “πόδιον τῶν ποδῶν μου;” Θεοδωρήτου. τέλος γε μὴν, ἐπειδὴ τῶν Ἀγγέλων αὐτῶν ὁ Παῦλος καὶ ποιητὴν εἴρηκε καὶ δεσπότην, ἀπίθανον δὲ εἶναι τοῦτο πὼς ἐδόκει τοῖς ἀθάνατον μὲν διδασκομένοις τὴν φύσιν, τὸ δὲ τοῦ δεσπότου Χριστοῦ μανθάνουσι πάθος, ἀναγκαίως καὶ τὴν περὶ τούτου διδασκαλίαν προσφέρει λέγων, Τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου, δόξη καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γένηται θανάτου. Χρτσοστόμου. τοῦτο πάλιν ἑτέρα παράκλησις. εἰ δὴ ὁ μέλλων πάντας ἔχειν ὑποτεταγμένους καὶ αὐτὸς ἀπέθανε, καὶ μυρία πέπονθεν. εἶτα χρηστὰ πάλιν, τουτέστι δόξα καὶ στέφανος. εἶδες πὼς ἀυτῶ πάντα ἥρμοσε; τί γὰρ βραχὺ αὐτῷ ἀν’ ἁρμόσειε, μᾶλλον τὸ τρεῖ; ἡμέρας ἐν ἅδῃ γενομένῳ μόνας, ἀλλ’ οὐχ ἡμῖν
How is it that he who is above all, and so far exalted above the nature of created things, is among all things—so that some are subjected and held under the yoke of slavery, while he again is clothed with the free dignity of lordship and has all things under his feet, as he himself somewhere says through one of the prophets: "Heaven is my throne, and the earth is the footstool of my feet"?
Theodoret. Finally, since Paul has called the angels themselves both maker and master, and this seemed somehow implausible to those who are taught that their nature is immortal but learn of the suffering of Christ their master, he necessarily offers teaching about this as well, saying,
But we see Jesus, who was made a little lower than the angels, crowned with glory and honor because of the suffering of death, so that by the grace of God he might taste death for everyone.
Chrysostom. This again is another consolation. For if he who is about to have all things subjected to himself also died and suffered countless things—then again good things, that is, glory and a crown. Do you see how everything fitted him? For what small thing would not fit him—or rather, what need is there? For him who was in Hades only for days, but not for us—
τοῖς ἐπὶ πολὺ φθειρομένοις· ὁμοίως καὶ τὸ δόξῃ καὶ τιμῇ ἐστεφανῶσθαι, ἐκείνῳ πολλῷ πλέον ἢ ἡμῖν ἁρμόσει. πάλιν μέν τοι αὐτοὺς ἀναμιμνήσκει τοῦ σταυροῦ· δύο ταῦτα κατορθῶσαι σπουδάζων, καὶ τὴν κηδεμονίαν αὐτοῦ δεῖξαι, καὶ πεῖσαι αὐτοὺς πάντα φέρειν γενναίως, εἰς τὸν διδάσκαλον ἀφορῶντας. εἰ γὰρ ὁ προσκυνούμενος ὑπ’ Ἀγγέλων φησὶν, ἠνέσχετο βραχύ τι παρ’ Ἀγγέλους ἔχειν διὰ σὲ, πολλῷ μᾶλλον σὺ ὁ τῶν Ἀγγέλων ἐλάττων πάντα φέρειν ὀφείλεις δι’ αὐτόν. εἶτα δείκνυσιν ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν· ὥσπερ οὖν καὶ αὐτὸς δόξαν αὐτὸν καλεῖ λέγων, “ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.” εἰ οὖν ἐκεῖνος τὰ διὰ τοὺς δούλους δόξαν καλεῖ, πολλῷ μᾶλλον σὺ τὰ διὰ τὸν δεσπότην. ὁρᾷς τοῦ σταυροῦ τὸν καρπὸν ὅσος; μὴ φοβηθῇς τὸ πρᾶγμα· σκυθρωπὸν μὲν γὰρ εἶναι δοκεῖ, μυρία δὲ τίκτει ἀγαθά. τί δέ ἐστιν, “ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται “θανάτου; δείκνυσιν ἐκ τούτων τοῦ πειρασμοῦ τὸ ὄφελος, καὶ ὅτι κἀκεῖ διὰ χάριν τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς ταῦτα πέπονθεν. “ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, φησὶν, ἀλλ’ ὑπὲρ ἡμῶν “πάντων παρέδωκεν αὐτόν.” τίνος δὲ ἕνεκεν οὕτως εἶπε; δεικνὺς ὅτι οὐκ ὤφειλε τοῦτο, εἶπεν, ἀλλὰ χάριτι πεποίηκεν. οὕτω καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ φησίν· “πολλῷ μᾶλλον ἡ χάρις “τοῦ Θεοῦ ἐν χάριτι, τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε. τὸ δὲ ὑπὲρ παντὸς είπε, τουτέστιν οὐχὶ τῶν ποιητῶν μόνον, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης. αὐτὸς μὲν γὰρ ὑπὲρ πάντων ἀπέθανε. τι δὲ εἰ μὴ πάντες ἐπίστευσαν; αὐτὸς τὸ ἑαυτοῦ πεπλήρωκε·
to those who are for the most part being corrupted; likewise also to have been crowned with glory and honor will fit that one far more than us. Yet again he reminds them of the cross, striving to accomplish these two things: both to show his care and to persuade them to bear all things nobly, looking to their teacher. For if the one worshiped by angels, he says, endured to have a little less than the angels for your sake, how much more ought you, who are less than the angels, to bear all things for his sake. Then he shows that the cross is glory and honor; just as he himself also calls it glory, saying, "The hour has come that the Son of Man should be glorified." If, then, that one calls the things done for the sake of servants glory, how much more you the things done for the sake of the Master. Do you see how great is the fruit of the cross? Do not fear the matter; for it seems gloomy, but it gives birth to countless good things. And what is this, "that by the grace of God he should taste death for every man"? From these things he shows the benefit of the trial, and that there too it was by the grace of God that he suffered these things for us. "He who did not spare his own Son," he says, "but delivered him up for us all." And for whose sake did he speak thus? Showing that he did not owe this, he said, but did it by grace. So also in the Epistle to the Romans he says: "Much more the grace of God in grace, which is by one man, Jesus Christ, has abounded unto many." And he said "for every man," that is, not for the makers only, but for the whole inhabited world. For he himself died for all. But what if not all believed? He himself has fulfilled his own part.