ት Tergwame Greek · Coptic · Ethiopic · Syriac · Armenian · Georgian · Latin

Greek · Other ·

Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204)

Catenae (Novum Testamentum) · first1k

BothSourceEnglish
JSON Dossier
machine-draft · no human review 705 passages · 202,127 words no passage flagged by the automatic checks no commentary on this page: model-written commentary and summaries are not shown, because a check found frequent false statements in them

Sources and records

About this work

Apparatus · what the pipeline recorded

Annotation and terms

1270 derived notes
tlg4102.tlg038:601
Source · Greek

πῶς οὖν ἔτι Θεὸς κατὰ φύσιν τὸ ἁγιαζόμενον; ἣ γὰρ οὐ πᾶς ἱερεὺς ἁγιάζεται, εἰσι τε οὕτω, ἐπὶ τὸ ἱερουργεῖν; “οὐ γὰρ ἑαυτῷ τίς λαμβάνει τὴν τιμὴν,” καθὰ γέγραπται, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὼς καὶ Ἀαρών. προστέθεικε δὲ ὁ Παῦλος, ὅτι “καὶ αὐτὸς ὁ Χριστὸς οὐχ ἑαυτὸν “ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτὸν, υἱός μου εἰ οὐ. κα σὺ ἱερεὺς εἰς ’τον αἰῶνα. οὐ ου γὰρ αὐτὸς ο μονογενὴς ἱερατεύειν ἃν λέγοιτο, εἰ μὴ νοοῖτο καθ’ ἡμᾶς δι’ ἡμᾶς γεγονώς. εἰ δὲ δὴ τὸ Πνεῦμα μηδαμοῦ τὴν κένωσιν ὑπομεμενηκὸς ἱερατεύειν λέγομεν, δόξης αὐτὸ τῆς θεοπρεποῦς ἐξοίσομεν, καὶ ἐν τοῖς ὑπὸ Θεὸν καταλογιούμεθά που μέτριον αὐτῷ διδόντες τὸ

γενητόν· ἣ δεικνύτωσαν ἡμῖν ἐνανθρωπῆσαν τὸ Πνεῦμα, καὶ ὑπόβασιν οἰκονομικὴν ὑπομεῖναν, καθάπερ ἀμέλει καὶ τὸν Υἱόν. οὐ γὰρ ἐπειδή περ ἐστὶν ὁμοούσιος ἡ τριὰς, ταύτῃ τοι καθ’ οὗπερ ἃν ἕλοιτό τις προσώπῳ τὸν τῆς ἑνανθρωπήσεως καθοριεῖ λόγον. γέγονε γὰρ ἄνθρωπος, οὐκ αὐτὸς ὁ Πατὴρ, οὐδὲ τὸ Πνεῦμα τὸ Ἅγιον, μόνος δὲ ὁ Υἱός. οὕτως ἡμᾶς αἱ θεῖαι μυσταγωγήκασι γραφαί. Τί τοίνυν παραβιάζονται τὴν ἀλήθειαν, καὶ τὸ πρόφασιν οὐκ ἔχον τοῦ κενοῦσθαι Πνεῦμα ἐν τοῖς τῆς κενώσεως κατακομίζουσι μέτροις, εἶπέρ ἐστιν ἀληθῶς τοῖς ἱερουργεῖν τεταγμένοις ἐναρίθμιον; ἱερεὺς γὰρ ἦν ὁ Μελχισεδὲκ, ἀλλ’ εἰς τιμὴν φησὶ τοῦ Υἱοῦ, πρὸς τύπον τῆς κατ’ αὐτὸ ἐσομένης ἱερωσύνης κατὰ καιροὺς, αὐτὸ δι’ ἑαυτοῦ διεμορφοῦτο τὸ Πνεῦμα. οὐκοῦν, ἐρήσομαι γάρ· κατημέλησεν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον τῆς εἰς τὸν Υἱὸν τιμῆς καὶ ἀγάπης. καί τοι πῶς οὐ λῆρος ταυτὶ λέγειν;

English

How then is God still by nature the one being sanctified? For is not every priest sanctified, and are they not thus appointed to perform the sacred rites? "For no one takes the honor for himself," as it is written, "but he who is called by God, just as Aaron also was." And Paul has added that "Christ also did not glorify himself to become high priest, but the one who spoke to him, You are my Son, today I have begotten you. And you are a priest forever." For the only-begotten himself would not be said to serve as priest, unless he were understood to have become so among us and for our sake. But if we say that the Spirit, who nowhere underwent kenosis, serves as priest, we will be assigning to it the glory befitting God, and we will be ranking it among things subject to God, granting it a moderate measure of createdness. Or let them show us that the Spirit became man and underwent an economic condescension, just as indeed the Son did. For it is not because the Trinity is consubstantial that one would on that account define the account of the incarnation with respect to whichever person one might choose. For the one who became man was not the Father himself, nor the Holy Spirit, but the Son alone. Thus the divine scriptures have instructed us. Why then do they do violence to the truth, and bring the Spirit, who has no pretext for being emptied, into the measures of kenosis, if it is truly counted among those appointed to perform the sacred rites? For Melchizedek was a priest, but, he says, to the honor of the Son, for a type of the priesthood that would come to be according to him at the appointed times, the Spirit itself formed this through itself. Therefore, I will ask: did the Holy Spirit then neglect the honor and love due to the Son? And yet how is this not nonsense to say?

tlg4102.tlg038:602
Source · Greek

δοξάζει γὰρ τὸν Υἱὸν ὁ Παράκλητος, καὶ περὶ αὐτοῦ φησὶν, “ἐκεῖνος ἐμὲ δοξάσει. τὸ τοίνυν τιμᾷν ᾑρημένον, καὶ τοῦτο ἀκαταλήκτως τίμιον μᾶλλον αὐτὸ γέγονεν Ἀαρών. αὐτὸ δὴ καὶ Κῦρος ὁ Περσῶν τε καὶ Μήδων· καὶ μέν τοι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ Ζοροβάβελ ὁ ἐκ φυλῆς Ἰούδα. αὐτὸ καὶ Μώσης πρὸς ὃν εἴρηται που, “προφήτην “ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτοῦ ὥσπερ σέ.” τι μὴ γέγονεν αὐτῷ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ μετὰ Μώσεως στρατηγὸς, ὃς διεβίβασε τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ περιέτεμε μαχαίραις πετρίναις, εἰσκεκόμικε δὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας; ἣ οὐκ ἐν Χριστῷ βεβαπτίσμεθα, καὶ περιτετμήμεθα μὲν ἀχειροποιήτῳ περιτομῇ διὰ πνεύματος, γεγόναμεν καὶ κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας; καὶ τοι πῶς τοῦτο οὐκ ἐναργές; οὐκοῦν, ἣ τὸ Πνεῦμα δώσομεν ἀεὶ μορφούμενον, καὶ ὡς ἐν ἑκάστῳ τῶν ὀνομασμένων, ἵνα τιμήσῃ τὸν Υἱὸν, ἤγουν ἔσται μοι λοιπὸν ἀληθὴς ὁ λόγος, ὡς ὀλίγα τοῦ πρέποντος καταφωρᾶται πεφροντικός· ἐφῆκε γὰρ τῶν ἀρχαιοτέρων τισὶν εἰς τύπον καὶ ὁμοίωσιν πλάττεσθαι τοῦ Υἱοῦ. ἄπαγε τῆς τῶν λογισμῶν ἀτοπίας. Οὐκοῦν ἄνθρωπος ὁ Μελχισεδὲκ, καὶ οὐχὶ τὸ Πνεῦμα τὸ Ἅγιον. ὅτι δὲ οὐδ’ ἃν εἶναι νοοῖτο δύναμις ἁγία καὶ λειτουργικὴ, καθὰ φρονεῖν ἔδοξε τισὶ, φέρε δὴ λέγωμεν τὰ ἐξ εἰκότων συλλέγοντες

English

For the Paraclete glorifies the Son, and says concerning him, "He will glorify me." Therefore the honoring that has been chosen, and this too is honored in an incomprehensible way—rather, it has become Aaron himself. The same indeed also Cyrus of the Persians and Medes; and moreover also Jesus the son of Josedek, and Zerubbabel of the tribe of Judah. The same also Moses, to whom it was said somewhere, "A prophet I will raise up for them from their brothers like you." What then? Has it not also happened to him—Joshua the son of Nun, the general with Moses, who led the sons of Israel across the Jordan, and circumcised with stone knives, and brought them into the land of promise? Have we not been baptized in Christ, and been circumcised with a circumcision not made with hands through the Spirit, and become heirs of the kingdom of the heavens? And yet how is this not evident? Therefore, we shall always give the Spirit as being formed, and as in each of those named, so that he may honor the Son—that is, my account will henceforth be true, that he is convicted of having cared for few things fittingly; for he allowed some of the more ancient ones to be molded into a type and likeness of the Son. Away with the absurdity of such reasonings. Therefore Melchizedek is a man, and not the Holy Spirit. But that he would not even be understood to be a holy and ministering power, as some have seemed to think—come then, let us speak, gathering from images

tlg4102.tlg038:603
Source · Greek

λογισμῶν εἰς τὴν τῆς ἀληθείας ἀπόδειξιν. ἐκείνοις μὲν γὰρ, τοῖός δέ τις καὶ σοφὸς, καθάπερ οἴονται κατὰ σφᾶς αὐτοὺς, συνετέθη τε λόγος. ἐπειδὴ γάρ φασι, γέγραπται περὶ τοῦ Μελχισεδὲκ, “ὡς “ἀπάτωρ τε ἦν καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος, εὐλόγηκε δὲ καὶ “τοι τοσοῦτον ὄντα τὸν Ἁβραὰμ, εὐλογεῖται δὲ τὸ ἔλαττον ὑπὸ “τοῦ κρείττονος ἁπάσης ἀντιλογίας δίχα,” μὴ νοείσθω καθ’ ἡμᾶς, ἀλλ’ ἔστω τὴν φύσιν Ἄγγελος. ἣ γοῦν τῶν ἄνω δυνάμεων καὶ λειτουργῶν μία τίς σεπτὴ καὶ δεδοξασμένη. ἐγὼ δὲ τεθαύμακα λίαν εἰ τρόπος αὐτοὺς εὐλαβείας τῆς εἰς τὸν θεσπέσιον Ἁβραὰμ τῆς τοῦ χρησίμου καὶ πρέποντος ἀπεκόμησε θήρας, καὶ τῶν ἀναγκαίων εἰς ἀληθείας εὕρεσιν ἀπεβουκόλησε λογισμῶν. εἰς ὁμοίωσιν γὰρ δὴ καὶ τύπον τοῦ Ἐμμανουὴλ παραδεικνύντες τὸν Μελχισεδὲκ, οὐκ εἰς τὴν τῶν πραγμάτων ποιότητα βλέπουσιν, ἣ τὸν τῆς ἱερωσύνης δοκιμάζουσι τρόπον, βασανίζουσι δὲ μᾶλλον τῶν εἰς τοῦτο παρενηνεγμένων τὰς φύσεις. Τί γὰρ ἂν γένοιτο τὸ λυποῦν, φαίη τίς ἃν εἰκότως αὐτοῖς, εὐλογεῖσθαι τὸν Ἁβραὰμ ὡς ἐξ ἀνθρώπου τυχὸν τοῦ Μελχισεδὲκ, κάη εἰ μὴ νοοῖτο κρείττων ὢν αὐτοῦ; οὐ γὰρ ἡ φύσις ἐν τούτοις, ἀλλ’ ὁ τῶν δρομαίων δοκιμάζεται νοῦς, καὶ τῆς ἀληθείας οἱ λόγοι τῶν ἐν σκιαῖς αἰνιγμάτων ἀμείνους προαναφαίνονται. ὅτι γάρ ἐστι τῶν λίαν ἀτοπωτάτων, οὐχὶ τὰ ἐκ τῶν σημαινομένων ἀντιπαρεξάγειν τοῖς ὡς ἐν σκιαῖς, ἐπ’ αὐτὰς δὲ μᾶλλον ἰέναι τὰς φύσεις τῶν εἰς μέσον ἐνηνεγμένων, εἴσῃ τοι κἀντεῦθεν. ἀπόλεκτος ἦν Ἀαρὼν προεστηκὼς καὶ ἡγούμενος τῆς ἁγίας σκηνῆς, κατεχρίετό τε τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξιοῦ, καὶ μὴν καὶ χειρὸς καὶ ποδός.

English

...reasonings for the demonstration of the truth. For to those men, such a one—both wise, as they suppose in their own judgment—was also composed the argument. For since, they say, it is written concerning Melchisedek, "that he was without father and without mother and without genealogy, and he blessed Abraham, though he was so great, and the lesser is blessed by the greater without any contradiction," let this not be understood as applying to us, but let him be by nature an Angel—at any rate, one of the powers on high and one of the ministers, venerable and glorified. But I have greatly marveled if a manner of reverence toward the divinely inspired Abraham has cut them off from the hunt of what is useful and fitting, and has driven them away from the reasonings necessary for the discovery of truth. For in presenting Melchisedek as a likeness and type of Emmanuel, they do not look to the quality of the realities, nor do they examine the manner of the priesthood, but rather they scrutinize the natures of those things that have been brought forward for this purpose. For what would be the thing that grieves them, someone might reasonably say on their behalf—that Abraham is blessed as by a man, perhaps by Melchisedek, even if he is not understood to be greater than he? For in these matters it is not nature but the meaning of the courses that is examined, and the words of truth are shown beforehand to be better than the riddles in shadows. For that it is among the most absurd things not to counterpose the things derived from the signified meanings to those that are as in shadows, but rather to go to the very natures of the things brought into the middle—you will know also from this. Aaron was distinguished, presiding and leading the holy tabernacle, and the tip of his right ear was anointed, and indeed also of his hand and foot.

tlg4102.tlg038:604
Source · Greek

ἐτελειοῦτο δὲ οὕτω πρὸς ἱερουργίαν. ἀλλ’ ὦ βέλτιστοι, φαίην ἄη αὐτοῖς, εἰ ταῖς φύσεσι τῶν ἁγιαζόντων καὶ ἁγιαζομένων προσκεῖσθαι καλὸν, καὶ οὐχὶ δὴ μᾶλλον ὡς ἐκ τύπου καὶ σκιᾶς ἐπ’ αὐτὸ τῆς ἀληθείας ἰέναι τὸ κάλλος, πῶς ἔτι λοιπὸν τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται; εἴπερ ἐστιν ἐν ἀμείνοσιν ἡ ἀνθρώπου φύσις δαμάλεος καὶ κριοῦ. Μῆ τοίνυν ἐρυθριάτωσαν, κἂν εἰ πολὺ κρείττων ὑπάρχων ὁ Ἁβραὰμ τοῦ Μελχισεδὲκ, εὐλογεῖσθαι λέγοιτο παρ’ αὐτοῦ. ὁ γὰρ τύπος ἦν ὁ νικῶν καὶ οὐχὶ δὴ πάντως ἡ τοῦ εὐλογοῦντος φύσις. θαυμάζω δὲ ὅτι καὶ εἰς ὁμοίωσιν καὶ τύπον διαμορφοῦντες αὐτὸν

τοῦ Υἱοῦ, ἀμήτορά τε εἶναι καὶ ἀπάτορα φασὶν, ὡς Ἄγγελον. καὶ τοι τρόπον τινὰ καὶ ἀμφιθαλοῦς ὄντος Χριστοῦ· γέγονε γὰρ αὐτῷ μήτηρ μὲν ἐπὶ γῆς, ἡ ἁγία παρθένος, ἦν δὲ καὶ ἔστιν ἐν οὐρανῷ Πατὴρ ὁ Θεός. δεῖν δὲ οἶμαι τὰς εἰκόνας γράφεσθαι πρὸς τὰ ἀρχέτυπα. ἐπειδὴ δὲ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχειν τὸν Μελχισεδὲκ, ὁ θεσπέσιος ἔφη Παῦλος, ταύτῃ τοι καὶ δύναμιν λογικὴν, καὶ ἱερουργὸν ὑπάρχειν διατείνονταί τε καὶ λέγουσιν· οὐκ ἐννοοῦντες ὅτι παρατρέχει τι τῶν ἀναγκαίων αὐτοὺς, οὐδὲ γὰρ τῶν τελούντων ἐν γενητοῖς ἄναρχον ἔσται κατὰ τὸν χρόνον. ἀλλ’ εἰ τι περ ὅλως παρῆκται πρὸς ὕπαρξιν, τοῦτο καὶ ἀρχὴν ἔχει ζωῆς καὶ ἡμερῶν. τίς οὖν ἄρα τῷ μακαρίῳ Παύλῳ γέγονεν ὁ τοῦ λόγου σκοπός; ἣ πῶς εἰς τύπον καὶ ὁμοίωσιν τοῦ Χριστοῦ παρέδειξε τὸν Μελχισεδέκ; τῶν ἐξ εἰκαιότητος οὖν ἐννοιῶν τὸν νοῦν ἀποστήσαντες, φέρε δὴ διασκεψώμεθα, καὶ ὡς ἔνι λέγωμεν·

English

But he was being perfected in this way for the priestly service. But, O best of men, I would say to them, if it is good to attach oneself to the natures of those who sanctify and those who are sanctified, and not rather to go to the beauty of truth itself as from a type and shadow, how then does the lesser still receive a blessing from the greater? If indeed in better things is the nature of man than a calf and a ram. Let them not then blush, even if Abraham, being much better than Melchizedek, is said to be blessed by him. For it was the type that prevailed, and not at all the nature of the one blessing. But I marvel that, shaping him into a likeness and type of the Son, they say he is without mother and without father, as an Angel. And yet in a certain way Christ is also of both parents; for he had a mother on earth, the holy virgin, and he had and has God the Father in heaven. But I think that images ought to be drawn according to the archetypes. Since the divinely inspired Paul said that Melchizedek has neither beginning of days nor end of life, for this reason they also maintain and say that he is a rational power and a priestly minister; not understanding that something necessary escapes them, for not even of those who are perfected among generated things will there be anything without beginning in time. But whatever has at all been brought into existence, this also has a beginning of life and days. What then was the aim of the blessed Paul's argument? Or how did he present Melchizedek as a type and likeness of Christ? Having therefore turned the mind away from random notions, come, let us consider, and let us speak as far as possible:

tlg4102.tlg038:605
Source · Greek

νομομαθὴς ὣν ἄγαν ὁ θεῖος Ἀπόστολος οὐκ ἐξ ἁπλῶν ἐννοιῶν τὸν πρὸς Ἰουδαίους ποιεῖται λόγον, ἀλλ’ ἐκ γραμμάτων Μωσαϊκῶν, οἷς ἦν εἰκὸς καὶ οὐχ ἑκόντας παραχωρεῖν τοὺς τῇ ἀληθείᾳ πολεμεῖν ἐγνωκότας. δέχεται δὲ τὸν Μελχισεδὲκ εἰς ὁμοίωσιν καὶ ὑποτύπωσιν ἱν τοῦ Χριστοῦ. διά τοι τὸ λέγεσθαι βασιλείαν δικαιοσύνης καὶ εἰρήνης· πρέποι γὰρ ἃν οἶμαι ταὐτὴ δὴ μόνῳ κατὰ λόγον τὸν μυστικὸν τῷ Ἐμμανουήλ. δικαιοσύνης γὰρ καὶ εἰρήνης πρύτανις ἀνεδείχθη τοῖς ἐπὶ τῆς γῆς, καὶ δεδικαιώμεθα μὲν ἐν αὐτῷ, τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμψάμενοι, ἐσχήκαμεν δὲ καὶ εἰρήνην τὴν πρὸς τὸν Πατέρα καὶ Θεὸν, τὴν μεσολαβοῦσαν καὶ διιστᾶσαν ἡμᾶς τῶν τρόπων ἀκαθαρσίαν ἀπονιψάμενοι, ἑνούμενοί τε ὡσπερ αὐτῷ διὰ Πνεύματος· “ ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ,” φησὶν, “ἓν Πνεῦμα “ἐστίν.” ἔστι τοίνυν κατά γε τὴν Ἑλλάδα φωνὴν μελχὶ μὲν ὁ βασιλεὺς, σεδὲκ δὲ δικαιοσύνη. καὶ ἴδοι τις ἃν τὸν Μελχισεδὲκ ὡς ἐν ἰδίᾳ κλήσει πεπλουτηκότα, κατά γε τὴν ἐκ τῶν σημαινομένων δύναμιν, τὸ βασιλεὺς δικαιοσύνης, ἐν δὲ τῷ καὶ βασιλεὺς εἰρῆσθαι Σαλὴμ βασιλεὺς εἰρήνης. ἥρμοσε δὴ οὖν ὁ θεσπέσιος Παῦλος ὡς ἐξ ὁμοιώσεως ἤδη σαφοῦς τε καὶ ἐμφανοῦς τοῦ Μελχισεδὲκ τὰ τοιάδε Χριστῷ· δέχεται δὲ τῆς ὑπὲρ νόμον ἱερωσύνης σύμβολον, τὸ εὐλογῆσαι τὸν Ἁβραὰμ, οἶνόν τε καὶ ἄρτους αὐτῷ παρασχεῖν. Εὐλογούμεθα γὰρ οὐχ ἑτέρως παρὰ Χριστοῦ τοῦ μεγάλου καὶ ἀληθινοῦ καὶ ἀληθῶς ἱερέως.

English

Being exceedingly learned in the law, the divine Apostle does not base his argument to the Jews on simple concepts, but on the writings of Moses, to which those who had resolved to fight against the truth would reasonably yield even against their will. He takes Melchisedek as a likeness and figure of Christ. For this reason he is said to be a kingdom of righteousness and peace; for I think this would fittingly apply to Emmanuel alone, according to the mystical sense. For he was shown forth as the prince of righteousness and peace to those on the earth, and we have been justified in him, having sent away the burden of sin, and we have also obtained peace with the Father and God, having washed away the uncleanness that came between and separated us, and being united to him as it were through the Spirit; for "he who is joined to the Lord," he says, "is one Spirit." Therefore, according to the Greek tongue, melchi means king, and sedek means righteousness. And one may see that Melchisedek, as it were in his own name, has been enriched, according to the force of the meanings, with "king of righteousness," and in that he is also called king of Salem, "king of peace." The divinely inspired Paul therefore fitly applied these things to Christ as from a likeness of Melchisedek that is already clear and manifest; and he takes as a symbol of the priesthood beyond the law the blessing of Abraham and the providing of wine and loaves to him. For we are blessed in no other way than by Christ, the great and true and truly high priest.

tlg4102.tlg038:606
Source · Greek

εὐλογούμεθα δὲ κατὰ τὸν θεσπέσιον Ἁβραὰμ εὐσθενέστατα καταγωνισάμενοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ τῆς τῶν πολέμων χειρὸς ἀμείνους ἀναδεικνύμενοι, καὶ μηδενὸς τῶν ἐν κόσμῳ δεδεημένοι· πλοῦτον δὲ μᾶλλον νοητὸν ἡγούμενοι τὰ παρὰ Θεοῦ, καὶ τὴν εὐκλεᾶ καὶ ἀμάραντον τῶν ἄνωθεν χαρισμάτων διανομήν. ἐννόει γὰρ ὅτι νενικηκότα τὸν Ἁβραὰμ καὶ ὑποστρέφοντα μὲν ἐκ τῆς κοπῆς τῶν βασιλέων, οὐκ ἀξιώσαντα δέ τι παρὰ τοῦ Σοδόμων ἄρχοντος εἰς δίαν κτῆσιν ἑλεῖν, εὐλόγησεν ὁ Μελχισεδέκ. δέκ’. ὁ μὲν γὰρ Σοδομιτῶν ἡγούμενος ὡς νενικηκότι τῷ Ἁβραὰμ ἔφασκε, “δός μοι τοὺς ἄνδρας, τὴν “δὲ ἵππον λάβε σεαυτῷ.” ὁ δὲ μηδενὸς τῶν ἐκείνου μεταποιεῖσθαι διεγνωκὼς, “ἐκτενῶ,” φησὶ, “τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν “ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως “σφαιροτέρον ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν.” ἵνα μὴ εἴπῃς ὅτι ἐγὼ ἐπλούτησα τὸν Ἁβραάμ· χαίρειν γὰρ ἁγίοις ἔθος οὐκ ἐπὶ πλούτῳ κοσμικῷ. κεκρατηκότες τοίνυν ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν, καὶ οὐδὲν ἀπὸ κόσμου δεχόμενοι, τιμῶντες δὲ μᾶλλον τὸν ἄνωθεν πλοῦτον, εὐλογούμεθα διὰ Χριστοῦ τοῦ τῆς εἰρήνης βασιλέως· εὐλογούμεθα δὲ ξένιον ὥσπερ οὖν οὐ καὶ ζωῆς ἐφόδιον τῆς εἰς αἰῶνα δεχόμενοι τὰ μυστικά. σεσιγήσθω γὰρ τέως εἰ δοκεῖ, εὐλογούμεθα δὲ παρὰ Χριστοῦ καὶ πρεσβείας ταῖς ὑπὲρ ἡμῶν πρὸς τὸν Πατέρα.

English

We are blessed according to the divinely inspired Abraham, having mightily vanquished the rulers of this age and shown ourselves better than the hand of wars, and having been bound by nothing in the world; but rather counting the things from God as true wealth, and the glorious and unfading distribution of gifts from above. For consider that Melchizedek blessed Abraham when he had conquered and was returning from the slaughter of the kings, and had not deemed it worthy to take anything from the ruler of Sodom for his own possession. For the leader of the Sodomites said to Abraham as to one who had conquered, "Give me the men, but take the horses for yourself." But he, having resolved to lay claim to nothing of his, says, "I will stretch out my hand to God the Most High, who created heaven and earth, if I shall take from all your things a thread to a latchet of a sandal." Lest you say that I made Abraham rich; for it is not the custom of the saints to rejoice in worldly wealth. Having therefore conquered visible and invisible enemies, and receiving nothing from the world, but rather honoring the wealth from above, we are blessed through Christ, the king of peace; and we are blessed as receiving the mystical things as a guest-gift, and indeed as a provision of life unto the age. For let it be silent for now, if it seems good, but we are blessed by Christ and by his intercessions on our behalf to the Father.

tlg4102.tlg038:607
Source · Greek

ὁ μὲν γὰρ Μελχισεδὲκ εὐλόγει τὸν Ἁβραὰμ οὕτω λέγων, “εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος ὃς ἔδωκε τοὺς “ἐχθρούς σου ὑποχειρίους σου.” ὁ δὲ Κύριος τὸ πάντων ἡμῶν ἱλαστήριον, “Πάτερ Ἅγιε,” φησὶν, “τήρησον αὐτοὺς ἐν τῇ ἀλη- “θεία σου.” Οὐκοῦν καὶ ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἁρπάζει τὸ χρήσιμον εἰς ὑποτύπωσιν τοῦ Χριστοῦ ὁ Ἀπόστολος, καὶ αὐτὸν δὲ τῆς ἱερωσύνης τὸν τρόπον εἰς παράδειγμα τοῦ πράγματος ἐποιεῖτο σαφῆ. ἄρτους γὰρ καὶ οἶνον ἐκόμιζεν ὁ Μελχισεδέκ. ὅτι δὲ ἀπάτωρ ἣ ἀμήτωρ ἦν, ἤγουν ἀγενεαλόγητος, ἣ ἀρχὴν ἡμερῶν ἠ’ τέλος ζωῆς οὐκ εἶχεν ὁ Μελχισεδὲκ, οὐδαμοῦ διαμεμήνυκε τὸ γράμμα τὸ ἱερόν. πεφενάκικεν οὑν ἄρα, φαίη τί; ἃν ἴσως, ὁ θεσπέσιος Παῦλος· οὐ τοῦτο φαμὲν, μὴ γένοιτο· λαλεῖ γὰρ ἀλήθειαν, δέχε-

τᾶι δὲ μᾶλλον ὁ μυσταγωγὸς, τεχνίτης ὣν ἄγαν, εἰς τύπον τῆς δόξης τοῦ Ἐμμανουὴλ καὶ τὴν ἐπὶ τούτοις αὐτοῖς οἰκονομικὴν ἀφήγησιν. ὅτι γὰρ μόνον ἦν ἱερεὺς ὁ Μελχισεδὲκ ἡ θεόπνευστος ἡμῖν ὑπέφηνε γραφὴ, γένος οὐκ ὀνομάσασα ἣ τίνος ἐξέφυ πατρὸς ἣ μητρὸς, ἀλλ’ οὐδὲ εἰς πόσον ἐτῶν κατέληξεν ἀριθμὸν, ἣ ποίας ἔχων εὑρίσκεται τῆς ἱερωσύνης τὰς διαδοχὰς, προσθεῖσαν εὑρισκομεν. ὑποπλάττεται τοίνυν ἡ τῶν τοιούτων ἡμῖν ἀφήγησις οἱονεὶ πὼς τὸ διηνεκὲς καὶ ἄναρχον τοῦ Χριστοῦ, καθ’ ὃ νοεῖται Θεός. ἄναρχον δέ φημι τὸ ὡς ἐν ποσότητι δηλονότι κατὰ χρόνον. αὐτὸς γάρ ἐστιν τῶν αἰώνων ποιητής. ὑπεμφαίνει δὲ πρὸς τοῦτο καὶ τὸ ἀκατάληκτον τῆς ἱερωσύνης. διὰ τοῦτο φησὶ Παῦλος περὶ τοῦ Μελχισεδὲκ, ὅτι μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχει, ἀφομοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει εἰς τὸ διηνεκὲς ἱερεύς.

English

For Melchizedek blessed Abraham, saying thus: "Blessed be God Most High, who has given your enemies in subjection under you." But the Lord, the propitiation of us all, says, "Holy Father, keep them in your truth."

Therefore the Apostle also seizes what is useful from the interpretation of the names for the prefiguration of Christ, and he made the very manner of the priesthood a clear example of the matter. For Melchizedek brought bread and wine. But that he was without father or without mother, that is, without genealogy, or that Melchizedek had neither beginning of days nor end of life, the sacred Scripture has nowhere declared. What then, one might say, has the divinely inspired Paul perhaps asserted? We do not say this—may it not be! For he speaks the truth, but the mystagogue rather receives it, being exceedingly skilled, for the type of the glory of Emmanuel and the providential account concerning these very things. For that Melchizedek was only a priest the divinely inspired Scripture has shown us, not naming his race, nor from what father or mother he sprang, nor even to how great a number of years he came, nor of what sort he is found to have had the successions of the priesthood, we find it added. Therefore the account of such things figuratively represents to us, as it were, the continual and unbeginning nature of Christ, insofar as he is understood as God. And I mean "unbeginning" clearly as in quantity with respect to time. For he himself is the maker of the ages. To this the unending nature of the priesthood also gives a hint. For this reason Paul says concerning Melchizedek that he has neither beginning of days nor end of life, but, made like to the Son of God, he remains a priest continually.

tlg4102.tlg038:608
Source · Greek

Ἔοικε δὲ καὶ ἕτερόν τι σοφὸν βεβουλεῦσθαι πάλιν· καὶ τί δὴ τοῦτό ἐστιν, ὡς ἃν οἷός τε ὦ, διειπεῖν πειράσομαι. ἀντέπραττον Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, καὶ τῶν ἀποστολικῶν διδαγμάτων μονονουχὶ καταμειδιᾶν ἀπετόλμων. δύο ταῦτα προτείνοντες, ἓν μὲν ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πατράσι διωρισμένην διὰ Μώσεως ἀπρακτεῖν ἐντολὴν, καὶ ἀθετεῖσθαι τὸν νόμον, πολιτείας ἑτέρας τῆς οὐδενὶ τῶν πάλαι διεγνωσμένης ἀδοκήτως εἰσκρινομένης. ἕτερον δὲ αὖ, μὴ γὰρ δὴ χρῆναι διισχυρίζοντο τῆς ἱερωσύνης τὴν δόξαν, ἔξω τῆς ἀπολέκτου φέρεσθαι φυλῆς, τουτέστι τῆς τοῦ Λευὶ, ἄνω τε καὶ κάτω τῆς ἱερᾶς λειτουργίας ἀποσοβοῦντος Θεοῦ τοὺς οὐκ ὄντας αὐτῆς, καὶ δίκην εὐθὺς τῶ τοιώδε τολμήματι καθορίζοντος τὴν ἐσχάτην. ἀγωνίζεται τοίνυν νομομαθὴς ὣν ὁ Παῦλος, καὶ πειρᾶται πληροφορεῖν ἀπό τε τοῦ εἰκότος, καὶ μέντοι καὶ ἐξ αὐτῆς τῆς θεοπνεύστου γραφῆς, ὅτι καὶ νόμου καινότης καὶ ἱερωσύνης αὐτῆς προανεφωνεῖτο μετάθεσις, καὶ προανέλαμψεν ἐν τύποις ἡ ἑκατέρου δήλωσις. δέχεται οὖν οὐκ ἐκ φυλῆς ὄντος τῆς Λευιτικῆς τὸν Μελχισεδὲκ, εἶτα δείκνυσιν ἱερέα μὲν ὄντα τοῦ ὑψίστου Θεοῦ, προσάγοντα δὲ ἄρτους καὶ οἶνον, καὶ εὐλογοῦντα τὸν Ἁβραὰμ, ἀλλ’ οὐκ ἐν τῇ φύσει τὴν ὑπερβολὴν τῷ Μελχισεδὲκ, ἀλλ’ ἔνγε τοῖς τρόποις τῆς ἱερωσύνης ἐνεῖναι φαμέν· οὐκ ἀνανεύοντος δὲ τοῦ προπάτορος Ἁβραὰμ, ἀπονέμοντος

English

But he seems to have planned something else wise as well; and what this is, I shall try to explain as best I can. The Jews were opposing the preaching about Christ, and they dared almost to laugh at the apostolic teachings, putting forward these two things: one, that it was impossible for the commandment appointed to the fathers through Moses to be set aside and for the law to be rejected, since another way of life, one never recognized by any of the ancients, was being introduced unexpectedly; and the other, in turn, they insisted that the glory of the priesthood ought not to be carried outside the chosen tribe, that is, the tribe of Levi, since God drives away from the sacred ministry, up and down, those who are not of it, and immediately assigns the ultimate penalty to such a daring act. Paul, then, being learned in the law, contends and tries to give full assurance, both from what is fitting and indeed from the divinely inspired Scripture itself, that both the newness of the law and the change of the priesthood itself were proclaimed beforehand, and that the manifestation of each shone forth beforehand in types. He therefore receives Melchizedek, who was not from the tribe of Levi; then he shows that he was a priest of the most high God, bringing forth bread and wine and blessing Abraham. But we say that the superiority does not lie in the nature of Melchizedek, but rather in the modes of the priesthood; and our forefather Abraham did not refuse but assigned

tlg4102.tlg038:609
Source · Greek

δὲ ὥσπερ τὸ προὔχειν αὐτῷ δι’ ὧν ἔγνω τιμὴν, καὶ αὐταῖς ταῖς τῶν δεκτῶν προσαγωγαῖς. ἀποδεκατοῦσι μὲν γὰρ οἱ ἐξ αἵματος Λευὶ τὸν λαὸν, καὶ περ ὄντας ἀδελφούς. ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, τουτέστιν ὁ Μελχισεδὲκ, οὐ γὰρ ἦν ἐκ φυλῆς Λευὶ, δεδεκάτωκε τὸν Ἁβραὰμ, καὶ εὐλόγηκε. καὶ ὁ μὲν τύπος τούτοις· Χριστὸς δὲ δὴ αὖ ὁ ὡς ἐν σκιαῖς γραφόμενος, ἀγενεαλόγητος ὣν τοῖς κατὰ νόμον ἱερᾶσθαι τεταγμένοις· ἀνατέταλκε γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, εἰς ἣν οὐδὲ περὶ ἱερέων Μώσης ἐλάλησε, δεδεκάτωκε τοὺς υἱοὺς Λευὶ, τουτέστι τὴν κατὰ νόμον ἱερωσύνην, δεδεκάτωκε δὲ, πάλαι μὲν ἐν Μελχισεδὲκ, ὕστερον δὲ καὶ ἐκ Ἀαρών. ἀπεδεκάτου γὰρ καὶ αὐτὸς τοὺς υἱοὺς Λευῒ, τύπον ἐπέχων τῆς ἱερωσύνης Χριστοῦ. Ἀποδέδεικται τοίνυν ἐν μὲν τῷ Μελχισεδὲκ ὅτι μεταστήσεταί ποτε τῆς ἱερωσύνης τὸ χρῖσμα τῆς κατὰ νόμον ἱερατευούσης φυλῆς· καὶ μὴν ὅτι καὶ ἕτερος ἱερουργίας ἀναλάμψει τρόπος τε καὶ νόμος. ἦν γάρ πὼς ἀνάγκη συμμεθίστασθαι τῆς ἱερουργίας καὶ αὐτὸν τὸν νόμον. κατεψηφίζετο γὰρ ὁ Παῦλος τὸ μηδὲν δύνασθαι τελειοῦν τῆς κατὰ νόμον ἱερωσύνης, χρησιμωτάτην ἀποδεικνὺς τῆς κρείττονος ἐντολῆς τὴν ἐπιφοράν. εἰ γὰρ ἦν ἐν ἐκείνῃ τὸ ἀναγκαῖον, τί μὴ μᾶλλον, φησὶ, κατὰ τὴν τάξιν Ἀαρὼν ἱερεὺς ἕτερος ἐνεδείκνυτο, καὶ οὐ κατὰ τὴν τάξιν Μελχισεδέκ; ὃς ἦν ὁμοίωσις καὶ τύπος Χριστοῦ, ἥκιστα μὲν σαρκικῶς ἱερατεύοντος ἔτι, κατὰ δύναμιν δὲ μᾶλλον ἀκαταλύτου ζωῆς. τρέφει γὰρ ἡμᾶς εἰς ἀμήρυτον ζωὴν ταῖς μυστικαῖς ἱερουργίαις, καί τοι σαρκικῶς ἱερατεύοντος Ἀαρών·

English

But just as he had the honor of pre-eminence through those whom he knew, so also through the very offerings of those received. For the sons of Levi according to blood take tithes from the people, even though they are brothers. But he who is not traced by genealogy from them, that is, Melchizedek—for he was not of the tribe of Levi—has taken tithes from Abraham and has blessed him. And the type belongs to these; but Christ himself, who is written as in shadows, being without genealogy with respect to those appointed to serve as priests according to the law—for he has arisen from the tribe of Judah, about which Moses spoke nothing concerning priests—has taken tithes from the sons of Levi, that is, the priesthood according to the law; and he took tithes long ago in Melchizedek, and later also from Aaron. For he himself also took tithes from the sons of Levi, holding the type of the priesthood of Christ. It has been demonstrated, then, in Melchizedek that the anointing of the tribe that served as priests according to the law would one day be removed from the priesthood; and indeed that another manner and law of priestly service would shine forth. For it was somehow necessary that the law itself be changed along with the priestly service. For Paul condemned the priesthood according to the law as able to perfect nothing, showing the introduction of the better commandment to be most useful. For if necessity was in that, why, he says, was another priest shown rather according to the order of Aaron, and not according to the order of Melchizedek? He was a likeness and type of Christ, who does not serve as priest in a fleshly way any longer, but rather according to the power of an indissoluble life. For he nourishes us unto unending life by the mystical priestly services, even though Aaron served as priest in a fleshly way.

tlg4102.tlg038:610
Source · Greek

βουθυσίαι τε γὰρ δι’ αὐτοῦ, καὶ προβάτων ἤσαν σφαγαὶ, καὶ ἕτερα ἄττα πρὸς τούτοις οὐ τελειοῦντα κατὰ συνείδησιν τοὺς λατρεύοντας. ὅτε τοίνυν ἕτερος ἡμῖν εἰσκεκόμισται τρόπος ἱερουργίας, ἀποστὰς τῶν πρώτων καὶ ἀρχαιοτέρων ἐθῶν, ἕτερός που πάντως καὶ ἱερεὺς, καὶ εἰ καινὴν ἐπήγγελται διαθήκην Θεὸς, παλαιωθείσης τῆς πρώτης, ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς, ἐφ’ οὗ πρέποι ἃν καὶ τὸ εἰς αἰῶνα νοῆσαι, οὐδεὶς ἃν ἕτερος εἴη παρὰ τὸν Κύριον. (??) c Οἱ μὲν οὑν Απόστολοι ὥσπερ σῖτον τὸν λόγον τῷ κόσμῳ κατέσπειραν. οἱ δὲ ἑτερόφρονες ζιζανίων δίκην ἀνακύψαντες ἐπέ-

κείνα τοῦ σίτου πειρῶνται ὑπερεκτείνεσθαι, μυστικώτατα τῶν Ἀποστόλων ὡς οἴονται διδάσκειν ἐπιχειρήσαντες. τὸν γὰρ Μελχισεδὲκ φύσει Θεὸν ὄντα οὐκ ἐκήρυξαν ἐκεῖνοι, ὡς οὗτοι λέγουσιν. οὐ μὴν ἀλλὰ καὶ τοιαῦτα τινὰ συνεισφέρουσιν νοήματα, ὡς καὶ τὰς ὑπὲρ ἡμῶν γεγενημένας οἰκονομίας τοῦ Κυρίου εὐτελίζεσθαι δι’ αὐτῶν. εἰ γὰρ τὸν ἐκ παρασιωπήσεως γραφικῆς ἀπάτορα καὶ ἀμήτορα ὀνομασθέντα, θεοποιοῦσιν ἄνθρωπον, εὐτελίζουσιν ἄρα τὸν πατέρα ἔχοντα ἐν οὐρανοῖς, καὶ μητέρα ἐπὶ τῆς γῆς ἐσχηκότα δι’ ἡμᾶς Χριστὸν τὸν Θεόν· καὶ εἰ διὰ τὸ ἀγενεαλόγητον ἐκεῖνον λέγεσθαι μέγαν εἶναι ἡγοῦνται, γενεαλογούμενον τὸν Χριστὸν ἥττονα ἃν νομίσαιεν. ἡ δὲ τῆς τοιαύτης ἐννοίας προαγωγὴ τοὺς ἀφρονεστέρους αὐτῶν καὶ εἰς ἄρνησιν κατασύρειν ἔοικεν, ὅπερ πλείονα φέρει κατάκρισιν τῷ προηγησαμένῳ τῆς τοιαύτης ἐννοίας. ταῦτα δὲ πάσχουσιν ὡς οἶμαι διὰ τὸ παρατρέχειν αὐτοὺς τὰ συστατικὰ κεφάλαια τῆς θείας γραφῆς, καὶ τινας περικοπὰς πρὸς τὸν ἴδιον ἕλκειν σκοπόν·

English

For through him there were sacrifices of oxen and slaughters of sheep, and certain other things besides these that do not perfect those who worship according to conscience. Since, therefore, another manner of priestly service has been brought in for us, having departed from the first and more ancient customs, there must surely be somewhere another priest as well; and if God has promised a new covenant, the first having grown old, the priest according to the order of Melchizedek, upon whom it would also be fitting to understand "forever," would be no one other than the Lord. (??) c The apostles, then, sowed the word like grain for the world. But those of a different mind, springing up like tares, attempt to extend themselves beyond the grain, having undertaken, as they think, to teach the most mystical things of the apostles. For those men did not proclaim Melchizedek to be God by nature, as these say. Indeed, they also contribute certain notions of this sort, so that even the economies of the Lord that came to be for our sake are despised by them. For if they deify a man who was named fatherless and motherless from the silence of Scripture, then they despise Christ God, who has a Father in the heavens and had a mother on earth for our sake; and if because that man is said to be without genealogy they consider him to be great, they would suppose Christ, who has a genealogy, to be lesser. But the advancement of such a notion seems to drag the more foolish among them even into denial, which brings greater condemnation upon the one who first introduced such a notion. And they suffer these things, I think, because they run past the constitutive headings of divine Scripture, and drag certain passages toward their own purpose.

tlg4102.tlg038:611
Source · Greek

διὸ καὶ τὸν ἐπὶ Χριστοῦ ἑρμηνευόμενος χρηματισμὸν, τῷ χρηματισθέντι ἀνθρώπῳ ὡς Θεῷ ἀπονέμουσι, καὶ τὸν κατὰ τὴν τάξιν τῆς ἱερατείας ἀφωμοιωμένον τῷ Κυρίῳ ἄνθρωπον, λέγουσι φύσει υἱὸν Θεοῦ. φησὶ γὰρ, εἰ μὴ ἦν οὗτος υἱὸς Θεοῦ, πῶς βασιλεὺς εἰρήνης καὶ δικαιοσύνης ἐλέγετο; γνώτωσαν οὖν εἰ βούλονται, ὅτι ὁ Ἀπόστολος, οὐ λέγει αὐτὸν φύσει βασιλέα εἰρήνης, ἀλλ’ ἑρμηνευόμενον, ὅπερ αὐτοὶ παρατρέχουσι· καὶ διὰ τοῦτο τὴν τοῦ ὀνόματος ἑρμηνείαν, φύσιν εἰναι τοῦ χρηματισθέντος ἔδοξαν. πάλιν φασὶν, εἰ μὴ ἦν Θεὸς, πῶς ἀπάτωρ καὶ ἀμήτωρ; ἐν τούτῳ δὲ ὡς ἔοικεν, οὐκέτι Υἱὸν λέγουσι τὸν Μελχισεδὲκ, ἀλλὰ καὶ Πατέρα· καὶ τοι φασὶν ἡμεῖς οὐ λέγομεν αὐτὸν Πατέρα, ἀλλὰ τὸν Θεὸν Λόγον πρὸ τοῦ σαρκωθῆναι, καὶ ἐκ Μάριας γεννηθῆναι. καὶ πῶς ἀπάτωρ ὁ Θεὸς Λόγος, ὦ ματαιόφρονες; μάθετε ὅτι ὁ μακάριος Παῦλος πάντα ἐκεῖνα ἐπὶ τὸν σαρκωθέντα εἰρῆσθαι λέγει· φησὶ γὰρ, ὅτι ἐφ’ ὃν ταῦτα λέγεται φυλῆς ἑτέρας μετέσχηκε. πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος. ἀλλ’ εἰπὲ φησί· πῶς ἐξ Ἱούδα ἀνατείλας ὁ Χριστὸς, ἀπάτωρ ἐστὶ καὶ ἀμήτωρ κατὰ τὴν τάξιν Μελχισεδέκ; οὐκ εἰδότες ὃ λέγουσιν. οὐ γὰρ περὶ ἀπάτορος ἔθετο τὴν τάξιν ὁ Παῦλος, ἀλλὰ περὶ μόνης τῆς ἱερωσύνης. διὰ τοῦτο οὐδὲ λέγει, σὺ ἀπάτωρ, ἀμήτωρ κατὰ τὴν τάξιν Μελχισεδὲκ, τουτέστι κατὰ τὴν ὁμοίωσιν, καὶ οὐ κατὰ

English

Therefore, interpreting the oracle concerning Christ, they attribute it to the man who received the oracle as to God, and the man who was made like the Lord according to the order of the priesthood, they say is a son of God by nature. For he says, if this one were not a son of God, how was he called king of peace and righteousness? Let them know, then, if they wish, that the Apostle does not say he is a king of peace by nature, but rather that he is interpreted as such, which they themselves overlook; and for this reason they supposed the interpretation of the name to be the nature of the one who received the oracle. Again they say, if he were not God, how is he without father and without mother? But in this matter, as it seems, they no longer call Melchizedek a Son, but also a Father; and yet they say, we do not call him a Father, but the God Word before he was incarnate and born of Mary. And how is the God Word without father, O foolish ones? Learn that the blessed Paul says all those things were spoken of the one who was incarnate; for he says that he of whom these things are said has belonged to another tribe. For it is evident that the Lord has arisen from Judah. But tell me, he says: how is Christ, who arose from Judah, without father and without mother according to the order of Melchizedek? They do not know what they are saying. For Paul did not establish the order concerning being without father, but concerning the priesthood alone. Therefore he does not say, you are without father, without mother according to the order of Melchizedek, that is, according to the likeness, and not according to

tlg4102.tlg038:612
Source · Greek

τὸν νόμον. ἡ μὲν γὰρ φυλὴ τοῦ Λευὶ κατὰ νόμον ἱερατεύειν ἐτέτακτο, ὁ δὲ Μελχισεδὲκ οὐ κατὰ νόμον, ἀλλὰ κατὰ τάξιν προφητείας προδεικνύοντα περὶ Χριστοῦ. διὰ τοῦτο φησὶ, “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα,” οὐ κατὰ τὴν τάξιν Λευὶ ἣ Ἀαρὼν, τῆς αὐτῆς φυλῆς ὄντος, ἀλλὰ κατὰ Μελχισεδὲκ, τοῦ χωρὶς νόμου ἱερατεύσαντος. Ἀλλὰ πάλιν ἐκεῖνοι πρὸς ἡμᾶς· εἰ ὁ Μελχισεδὲκ ἄνθρωπός ἐστι, πῶς μένει εἰς τὸ διηνεκὲς ἱερεύς; καὶ τοῦτο δὲ ἐκ περικοπῆς ἐρωτῶσι, τὰ πλείονα τοῦ κεφαλαίου παρατρέχοντες· λέγει γὰρ, “ἀφωμοιωμένος τῷΥἱῷ τοῦΘεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.” ἀφομοίωσις δὲ καὶ ὑπόστασις ταὐτὸν οὐκ ἔστι· τὸ μὲν γὰρ τύπος, τὸ δὲ ἀλήθεια τυγχάνει. ὥσπερ οὖν ἀφωμοίωται τῷ Χριστῷ Ιωνᾶς, καὶ μένει προφήτης κατὰ τὴν τριήμερον ταφὴν, καὶ ὥσπερ ἀφωμοίωται αὐτῷ Μωϋσῆς κατὰ τὴν τοῦ λαοῦ ἀφήγησιν, καὶ μένει ἡγούμενος εἰς τὸ διηνεκὲς, οὕτως ἀφωμοίωται αὐτῷ καἰ ὁ Μελχισεδὲκ κατὰ τὴν τῶν ἐθνῶν ἱερωσύνη,, καὶ μένει ἱερεὺς εἰς τὸ διηνεκές. διὸ καὶ λέγει· “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν “τάξιν Μελχισεδέκ.” καὶ πάλιν δεδόσθαι φασὶν, ὅτι ἄνθρωπος ἐστὶν ὁ Μελχισεδὲκ ἀφωμοιωμένος τῷ Χριστῷ· δεῖξον πῶς ἀπάτωρ, καὶ ἀμήτωρ ἐστὶ, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων. ἐν τούτοις οὖν δεῖξον τὴν ἀφομοίωσιν, ἵνα γνῶμεν ὅτι ἄνθρωπος ὁ Μελχισεδὲκ καὶ οὐκ αὐτὸς ὁ Χριστός. οὕτως ἐρωτῶντες, οὐχ ἡμῖν ἀλλὰ τὰ θεῖα γραφῇ παρατάσσονται· ἤρκει γὰρ αὐτοῖς πιστεῦσαι τῷ Ἀποστόλῳ ἀφωμοιωμένον αὐτὸν εἰρηκότι τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ οὐχὶ Υἱὸν τοῦ Θεοῦ.

English

The law. For the tribe of Levi was appointed to serve as priests according to the law, but Melchizedek was not according to the law, but according to an order of prophecy prefiguring concerning Christ. Therefore it says, "You are a priest forever," not according to the order of Levi or Aaron, who was of the same tribe, but according to Melchizedek, who served as priest without the law. But again those men say to us: if Melchizedek is a man, how does he remain a priest forever? And this too they ask from a passage, passing over most of the chapter; for it says, "made like the Son of God, he remains a priest forever." But likeness and substance are not the same; for the one is a type, the other is truth. Just as therefore Jonah was made like Christ, and remains a prophet according to the three-day burial, and just as Moses was made like him according to the leading of the people, and remains a leader forever, so also Melchizedek was made like him according to the priesthood of the nations, and remains a priest forever. Therefore it also says: "You are a priest forever according to the order of Melchizedek." And again they say it has been granted that Melchizedek is a man made like Christ; show how he is without father and without mother, having neither beginning of days nor end of life. In these things, then, show the likeness, so that we may know that Melchizedek is a man and not Christ himself. Asking thus, they array themselves not against us but against the divine Scriptures; for it would have been enough for them to believe the Apostle, who said that he was made like the Son of God, and not that he was the Son of God.

tlg4102.tlg038:613
Source · Greek

νῦν δὲ λέγοντες, δεῖξον τὴν ἐπὶ τῶν ὀνομάτων ἀφομοίωσιν ἵνα πιστεύσωμεν, ἐοίκασιν ἀπιστεῖν τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, ὡς εἴγε καὶ ἡμεῖς ἀπορήσαιμεν τῆς τοιαύτης ἀποδείξεως, ἐκεῖνοι τῆς πίστεως ἀποστήσονται, ὡς καὶ ἀπέστησαν. ἐπειδὴ οὖν πολλά ἐστιν εὑρεῖν ἐν τῇ γραφῇ ὀνόματα ὧν ἡ ἀπόδειξις παρὰ τῷ πλήθει δυσεύρετος, παρὰ τοῦτο ἄρα ἡ ἐκκλησία τῆς παραδοθείσης αὐτῇ πίστεως ἀποστήσεται, καὶ ἰδίαις ἀπονοίαις πιστεύσει; μὴ γένοιτο. πλὴν οὐ διὰ τοῦτο σιωπήσομεν ἀκρίτως, ἀλλὰ κατὰ δύναμιν ἀποδείξομεν τὴν ἐν τοῖς προειρημένοις ἀφομοίωσιν. ἀπάτορα καὶ ἀμήτορα τὸν Μελχισεδὲκ λέγει ὁ Ἀπόστολος, κατὰ τὸ ἑπόμενον ῥητὸν, ὅτι ἀγενεαλόγητος φησίν.

ἐπειδὴ γὰρ ἐν τῇ γενεαλογίᾳ οὐκ ἐμφέρεται τίνος πατρὸς ἣ ποίας μητρὸς, ἣ πότε ἐγεννήθη, ἣ πότε ἀπέθανε, διὰ τοῦτο μήτε ἀρχὴν ἡμερῶν ἔχειν μήτε ζωῆς τέλος λέγεται. οὐ γὰρ ἠδύνατο γενεαλογηθῆναι ἐκ τῶν παραληφθέντων καταγόμενος ἐθνῶν, καθὼς ἡ γραφὴ ἐκ τῆς κατοικεσίας αὐτὸν φανεροποιεῖ· ἐν τούτῳ δὲ ἀφωμοίωται τῷ Υἱῷ τοῦ Θεοῦ, ἐπειδὴ ὁ Κύριος ἐπὶ γῆς οὐκ ἔσχε πατέρα, οὐδ’ ἐν οὐρανῷ μητέρα. Ἐπειδὴ δὲ εἰρήκαμεν ὅτι κατ’ οἰκονομίαν οὐκ ἐμφέρεται ἐν τῇ θείᾳ γραφῇ πότε ἐγεννήθη ὁ Μελχισεδὲκ, ἣ πότε ἀπέθανε, καὶ διὰ τοῦτο λέγει μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν, ζητοῦσι καὶ ἐν τούτῳ τῷ λόγῳ τὴν ἀφομοίωσιν· λέγοντες, ἔφης περὶ τοῦ Μελχισεδὲκ, εἰπὲ καὶ περὶ τοῦ Χριστοῦ, πῶς οὔτε ἀρχὴν ἡμερῶν οὔτε ζωῆς τέλος ἔχει, ἵνα γνῶμεν καὶ ἐν τούτῳ τὴν ἀφομοίωσιν.

English

But now, by saying, "Show the likeness in the names, so that we may believe," they seem to disbelieve what Paul says, since if we too were at a loss for such a demonstration, they would fall away from the faith, as indeed they have fallen away. Since, then, it is possible to find many names in Scripture whose demonstration is hard to discover because of the multitude, will the Church therefore fall away from the faith handed down to her, and believe in her own follies? By no means. Nevertheless, we will not for this reason keep silent without judgment, but according to our ability we will demonstrate the likeness in what has been said before. The Apostle calls Melchizedek fatherless and motherless, according to the following text, because, he says, he is without genealogy. For since in the genealogy it is not recorded of what father or of what mother he was, or when he was born, or when he died, for this reason he is said to have neither beginning of days nor end of life. For he could not be given a genealogy as one descended from the nations that were included, just as Scripture makes him manifest from his dwelling place; and in this he was made like the Son of God, since the Lord had no father on earth, nor a mother in heaven. But since we have said that by dispensation it is not recorded in the divine Scripture when Melchizedek was born, or when he died, and for this reason it says that he has neither beginning of days nor end of life, they seek the likeness in this account as well, saying, "You have spoken about Melchizedek; tell us also about Christ, how he has neither beginning of days nor end of life, so that we may know the likeness in this too."

tlg4102.tlg038:614
Source · Greek

οἴδαμεν γὰρ ὅτι γεννηθεὶς ἐκ Μάριας, καὶ ἀρχὴν ἔσχεν αὐτὸ τοῦτο γεννηθῆναι, ἀλλὰ καὶ ἀπέθανε, καὶ ἀνέστη κατὰ τὰς γραφάς. ἡμεῖς δὲ πρὸς ταῦτα· πιστεύετε τὸ εὐαγγέλιον, ὅτι “ὁ Λόγος “σὰρξ ἐγένετο,” οὐ τραπεὶς εἰς ἄνθρωπον, ἀλλ’ ἄνθρωπον εἰς ἑαυτὸν προσλαβόμενος. εἰ οὖν πιστεύετε, γνῶτε ὅτι ἄνθρωπος ψιλὸς οὐκ ἔστιν, ἢ νοεῖται ὁ Χριστὸς, καθότι μονομερῶς οὐχ ὑπέστη, ἀλλ’ εὐθὺς ἡνωμένως ἐγεννήθη, δηλονότι τοῦ Θεοῦ Λόγος πρότερον θεοπρεπῶς ἐνεργήσατο κατὰ τὸ γεγραμμένον, “Πνεῦμα “Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, “διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ,” ὅθεν νοοῦμεν ὅτι ὁ Χριστὸς οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος ἔχει. εἰ γὰρ ὁ ἄναρχος Λόγος τῆς ἐνανθρωπήσεως γέγονεν ἀρχὴ, σαφὲς ὅτι ὁ Χριστὸς ἄναρχος διὰ τὴν ἐκ μήτρας ἕνωσιν. οὕτως οὖν ὁ Μελχισεδὲκ καὶ ἐν τούτῳ ἀφωμοίωται αὐτῷ. οἰκονομικῶς παρασιωπηθείσης τῆς γεννήσεως αὐτοῦ καὶ τῆς τελευτῆς, ἵνα προδηλώσῃ τὰ Χριστοῦ μυστήρια. πάλιν φασίν· ὁ Κύριος τὸ ἡμέτερον ἀνέλαβε σῶμα, ἢ οὔ; ναὶ τὸ ἡμέτερον, ἀλλ’ οὐ διηρημένως αὐτὸ ἀνέλαβεν. οὐ γὰρ προυπέστησεν αὐτὸ καὶ τότε ἡνώθη, ἀλλὰ ἀδιαίρετον ἐκ μήτρας ἐποιήσατο τὴν ἕνωσιν. εὐθὺς δὲ ἐπάγουσι, διὰ τοῦτο οὖν ψηφίζεται αὐτοῦ τὰ ἔτη. ἔτη φημὶ ψηφίζονται οὐ φύσεως θεικῆς μονομερῶς, ἀλλὰ γεννήσεως τῆς κατὰ σάρκα οἰκονομικῶς. οὐκ εἶπε γὰρ ἡ γραφὴ ὅτι ἐγεννήθη ψιλὸς ἄνθρωπος ὁ Θεὸς Λόγος

English

For we know that, having been born of Mary, he also had a beginning—this very thing, to be born—but he also died and rose according to the Scriptures. And we say to these things: believe the Gospel, that "the Word became flesh," not turned into a man, but taking a man into himself. If, then, you believe, know that Christ is not a mere man, nor is he conceived as such, since he did not subsist in one part only, but was born immediately united, evidently because the Word of God first acted in a manner befitting God, according to what is written: "The Holy Spirit will come upon you, and the power of the Most High will overshadow you; therefore also the holy one being born will be called the Son of God." Hence we understand that Christ has neither a beginning of days nor an end of life. For if the beginningless Word became the beginning of the incarnation, it is clear that Christ is beginningless because of the union from the womb. Thus, then, Melchizedek also in this respect has been made like him, his birth and his death having been passed over in silence by the divine economy, so that he might prefigure the mysteries of Christ. Again they say: Did the Lord take up our body, or not? Yes, our body, but he did not take it up in a divided manner. For he did not first bring it into existence and then unite it, but he made the union from the womb indivisible. And immediately they add: therefore, then, his years are reckoned. I mean, years are reckoned not of the divine nature in one part only, but of the birth according to the flesh by the divine economy. For the Scripture did not say that God the Word was born a mere man.

tlg4102.tlg038:615
Source · Greek

ὡς ὑμεῖς λέγετε, ἀλλὰ Χριστὸς, ὅς ἐστιν ἅμα Θεὸς καὶ ἄνθρωπος, ἀμερίστως καὶ ἀδιαιρέτως Υἱὸς Θεοῦ. γεννήσεως οὖν τῆς οἰκονομικῆς ἔσχεν ἀρχὴν, φύσεως δὲ θείας ἀρχὴν οὐκ ἔχει διὰ τὴν ἐκ μήτρας ἕνωσιν. τίνι γὰρ εἰπέ μοι ἐπιθήσεις ἀρχὴν, σώματι ψιλῷ; ἀλλὰ ψιλὸν οὐδέποτε ὑπῆρξε τὸ κυριακὸν σῶμα, ἀλλὰ τῷ γεννηθέντι Χριστῷ διὰ τὴν σάρκα ἀρχὴν ἐπιθήσεις. Ἰδοὺ αὐτὸς ὁ Λόγος σεσαρκωμένος. οὔτε οὖν μερισμὸν οὔτε ἀρχὴν ἐπιθεῖναι δύνασαι τῷ Χριστῷ. δεδόσθω φασὶν ὅτι ὁ Χριστὸς οὐκ ἔχει ἀρχὴν, διὰ τὴν ἕνωσιν· μὴ καὶ ἕνωσις ἀρχὴν οὐκ ἔχει; καὶ ἔχει καὶ οὐκ ἔχει. διότι αὐτὸς ὁ ἄναρχος τῆς ἑνώσεως γέγονεν ἀρχὴ, καὶ διὰ τοῦτο εἶπον, ἔχει καὶ οὐκ ἔχει. εὐσεβέστερον δὲ ἐστὶν εἰπεῖν ὅτι οὐκ ἔχει. ὅσα γὰρ ὑποστατικῶς ἥνωται, κἂν ἐκ δύο νοοῖτο, ὅμως τῇ τοῦ δυνατωτέρου φύσει συνενωθὲν, ἐκεῖνο καὶ νοεῖται καὶ ὀνομά- ζεται, καθάπερ ποταμὸς ἀπὸ βροχῆς συσταθεὶς, καὶ τῇ θαλάσσῃ συμμιγεὶς, οὐκέτι λέγεται ποταμὸς, ἀλλὰ θάλασσα, ἐκεῖθεν ἀρχὴν λαβὼν, καὶ ἐκεῖ καταλήξας. εἰ μὲν γὰρ ἡ σωματικὴ δύναμις ὡς ὑπερέχουσα ἐνήργησε τῷ Λόγῳ, καὶ οὕτως γέγονεν ἕνωσις, νοείσθω καὶ ἀρχὴν ἔχειν, κατὰ τὴν τοῦ σώματος φύσιν.

English

As you say, but Christ, who is at once God and man, is inseparably and undividedly Son of God. So he had a beginning of his economic generation, but he has no beginning of divine nature because of the union from the womb. For tell me, to what will you assign a beginning—to a bare body? But the Lord's body was never bare, but you will assign a beginning to Christ who was born according to the flesh. Behold, the Word himself made flesh. Therefore you can assign neither division nor a beginning to Christ. Let it be granted, they say, that Christ has no beginning because of the union; does the union too not have a beginning? It both has and does not have. Because the unbegun himself became the beginning of the union, and for this reason I said, it has and does not have. But it is more pious to say that it does not have. For whatever things are united hypostatically, even if they are understood from two, nevertheless, being united to the nature of the more powerful, that is both understood and named, just as a river formed from rain, when it has mingled with the sea, is no longer called a river but sea, having taken its beginning from there and ending there. For if the bodily power, as superior, worked with the Word, and thus the union came about, let it be understood also to have a beginning, according to the nature of the body.

tlg4102.tlg038:616
Source · Greek

εἰ δὲ ὁ Θεὸς Λόγος θεοπρεπῶς ἐνήργησε κατὰ τὸ εὐαγγέλιον, φανερὸν ὅτι πρὸς ἐκείνην τὴν φύσιν τὸ ἅγιον σῶμα ηὐγένισται, ὅτι “ἐν αὐτῷ εὐδό- “κησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.” εἰ οὖν πᾶν τὸ πλήρωμα δηλονότι οὐδὲν ὑπολέλειπται τῆς θεότητος, ὃ οὐκ εἶχε τὸ ἅγιον σῶμα τοῦ Χριστοῦ, εἴτε ἀναρχότητα εἴποις, εἴτε θεότητα, εἴτε ἀθανασίαν, εἴτε παντοκρατορικὴν δύναμιν, εἴτε κράτος, εἴτε σοφίαν, πάντα ἔχει. διὰ τοῦτο φησὶν ὁ Παῦλος, “ὅτι “έσμὲν ἐν αὐτῷ πεπληρωμένοι. αὐτὸς γάρ ἐστι τὸ πλήρωμα τοῦ τὰ “ πάντα ἐν πᾶσι πληρουμένου.” οὕτω δὴ νοεῖται Χριστὸς, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων. Πἀλιν λέγουσιν, εἰ ἄνθρωπος ἐστὶν ὁ Μελχισεδὲκ, πῶς μένει ἱερεὺς εἰς τὸ διηνεκές; τοῦτο δὲ ἡμεῖς κατὰ δύο τρόπους φαμὲν νοῆσαι, οὐ μόνον περὶ ἐκείνου, ἀλλὰ καὶ περὶ πάντων τῶν ἀγίων. πρῶτον μὲν ὅτι ἐμφέρεται ἐν τῇ γραφῇ εἰς τὸ διηνεκὲς, καὶ ὅτι μένουσι παρὰ τῷ Θεῷ διηνεκῶς. Ἡσαΐας ὁ προφήτης μένει προφήτης φήτης εἰς τὸ διηνεκὲς, καὶ πάντες μένουσι, παρά τε τῇ θείᾳ γραφῇ καὶ παρὰ τῷ Θεῷ. ὁμοίως καὶ οἱ Ἀπόστολοι μένουσιν εἰς

English

But if the Word of God worked in a manner befitting God according to the gospel, it is evident that the holy body was ennobled in relation to that nature, because "in him it was well-pleasing for all the fullness of the Godhead to dwell bodily." If, then, all the fullness—clearly nothing of the Godhead has been left out—which the holy body of Christ did not have, whether you speak of unbegunness, or Godhead, or immortality, or almighty power, or might, or wisdom, it has all things. For this reason Paul says, "that we are filled in him. For he himself is the fullness of him who fills all things in all." Thus indeed Christ is understood, having neither beginning of days nor end of life. Again they say, if Melchizedek is a man, how does he remain a priest forever? But we say this is to be understood in two ways, not only concerning him, but also concerning all the saints. First, that it is recorded in Scripture as forever, and that they remain with God forever. Isaiah the prophet remains a prophet forever, and all remain, both in the divine Scripture and with God. Likewise the Apostles also remain forever

tlg4102.tlg038:617
Source · Greek

τὸ διηνεκές εἰ δὲ μὴ, ποίᾳ ἐλπίδι ὑπὲρ Χριστοῦ καθημέρον άπέθνησκον; καὶ πάντες δὲ οἱ ἱερατεύσαντες τῷ Χριστῷ μένουσιν εἰς τὸ διηνεκὲς, οὕτως καὶ ὁ ἅγιος Μελχισεδὲκ, ἱερατεύσας τῷ Θεῷ, μένει ἱερεὺς εἰς τὸ διηνεκὲς κατὰ τὸν λόγον τοῦ Κυρίου, λέγοντος “ὅτι ὅτι πάντες αὐτῷ ζῶσιν.” εἰς θεολογίαν δὲ λαμβάνουσι κατὰ τὸν λόγον τοῦτον, τὸν Μελχισεδὲκ, ὡς Θεῷ πρέπειν ἡγούμενοι αὐτῷ τὸ “θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἔδωκεν “Ἀβραᾶμ”, καὶ τί τοῦτο πρὸς θεότητος ἀξίαν; θέλεις ἰδεῖν μείζονα ταπεινότητα τοῦ Ἀβραὰμ, ὁπηνίκα τὸ σπήλαιον ἔλαβε πρὸς ταφὴν Σάῤῥας, τοῖς ἀποδομένοις προσεκύνησας; παρὰ τοῦτο οὖν κἀκείνους θεοποιήσωμεν; μὴ γένοιτο. εἶδες πόσον ἔχονται ἀφροσύνησ, ὅτι ἐν πηλικότητι τὸν Θεὸν Λόγον ὁρίζουσι, καὶ οἵα βραχύ. τητι. οὐ γὰρ εἶπε θεωρεῖτε πηλίκος οὗτος ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, καὶ πρὸς τὰς ἑκουσίως αὐτῶν κινήσεις. τὸ δὲ ἀπαντᾶν ἀπονείμας, νείμας, οὐ προσφάτως ἀλλ’ ἰδίῳ καιρῷ πρὸς φῶς ἀνακύπτειν ὁρισάμενος. οὐδὲ εἶπεν ὁ σταθμίσας ὑετῶν καὶ χιόνων ἐπιφορὰς, κρυμούς τε χειμερινοὺς, καὶ θερινοῦ καύσωνος βολὰς, ἵνα μὴ τὸν κόσμον ἀπολέσῃ, οὐδὲ εἶπεν ὁ ἐν οἰκτιρμοῖς δικαιοσύνης ἀποσώζων, καὶ ἁμαρτωλοὺς ἀνυποκρίτως ἐλεῆσαι δυνάμενος, ὁ πανταχοῦ ὣν ἀδιαιρέτως, καὶ ἐν Πατρὶ μένων ἀσυγχύτως, ὁ ἐν ἀσθενείᾳ δήσας τὸν ἰσχυρὸν, καὶ ἐν μωρίᾳ τοῦ φρονίμου ὄφεως τὰ σκεύη ἁρπάσας, ὁ ἐξαγαγὼν ἐκ θανάτου ζωὴν, καὶ τὰ ἄδηλα φανεροποιήσας·

English

For "continually." But if not, with what hope did they die daily for Christ? And all who have served as priests to Christ remain into perpetuity, just as also the holy Melchisedek, having served as priest to God, remains a priest continually according to the word of the Lord, who says, "that all live to him." But they take Melchisedek for theology according to this word, considering that what befits God applies to him: "But observe how great this one is, to whom Abraham also gave a tenth." And what is this compared to the dignity of divinity? Do you wish to see a greater humility of Abraham, when he received the cave for the burial of Sarah, he bowed down to those who sold it? Shall we therefore make those men gods on account of this? By no means. You have seen how much they are held by folly, in that they define God the Word by greatness, and of what smallness. For he did not say, "Observe how great this one is who made heaven and earth and the sea, who knows the mind of men, and their voluntary movements." But in assigning the meeting, not recently but at his own time, he determined that it should come to light. Nor did he say, "who weighs the falls of rains and snows, and wintry frosts, and the shafts of summer heat, so that he might not destroy the world," nor did he say, "who in the mercies of righteousness saves, and is able to have mercy on sinners without hypocrisy, who is everywhere indivisibly, and remains in the Father without confusion, who in weakness bound the strong one, and in the foolishness of the wise serpent snatched away his vessels, who brought forth life from death, and made manifest the hidden things."

tlg4102.tlg038:618
Source · Greek

οὐδὲν τοιοῦτον εἶπεν ὁ Ἀπόστολος ἐπὶ τοῦ Μελχισεδὲκ, ἀλλὰ “θεωρεῖτε φησὶ, “πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἐμέρισεν Ἁβραάμ.” Ἆρα εἰ ἢν Θεὸς, ὁ Παῦλος ἐν πηλικότητι τὴν ἀκατάληπτον δύναμιν περιώριζε, καὶ τοῦτο ἐν οὐδενὶ θαυμαστῷ, ἀλλ’ ἐν ταῖς δεκάταις τοῦ Ἁβραὰμ, ἃς καὶ οἱ κατὰ νόμον ἱερεῖς ὅταν οὖν ἀναγινώσκων εὕρῃς τι περὶ τοῦ Μελχισεδὲκ γεγραμμένον, μνήσθητι τοῦ εἰρημένου ὑπὸ τοῦ Ἀποστόλου, ὅτι ἐφ’ ὃν λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε, καὶ οὐδέποτε πλανηθήσῃ. πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύρος. ἀκολούθησον τῇ πίστει Παύλου, καὶ μὴ τὰ προφητικῶς χρηματισθέντα πρόσνεμε τῷ χρηματίσαντι. μήδ’ αὖ πάλιν τὰ τυπικῶς γεγενημένα αὐτοῖς ἀπόνεμε τοῖς τύποις. ποίας φυλῆς μετέσχηκεν ὁ Μελχισεδὲκ ὅτι

αὐτῷ ἁρμόζειν ληίζῃ τὰ εἰρημένα ἣ γεγενημένα; οὕτω δὲ πλανώμενος, πάντως ἃν καὶ τὸν ἀμνὸν τὸν σφαγιασθέντα τυπικῶς, Θεὸν ἡγήσῃ, λέγων, εἰ μὴ ἦν Θεὸς, πῶς τὸν ὀλοθρευτὴν Ἄγγελον ἀπήλαυνε τὸ αἷμα αὐτοῦ ; τάχα δὲ καὶ τὸν χαλκοῦν ὄφιν θεοποιήσεις, ὅτι τοὺς δηχθέντας ὑπὸ τῶν ὄφεων ἐθεράπευεν. ἡμεῖς τὸ τοῦ Ἀποσόλου ἐροῦμεν, ἐφ’ ὃν ταῦτα λέγεται φυλῆς ἑτέρας μετέσχηκεν. ἕκαστον γὰρ αὐτῶν οὐ δι’ ἑαυτὸν ἐποίει τὴν δύναμιν, ἀλλὰ τὸν δι’ αὐτοῖς ἑρμηνευόμενον Ἰησοῦν Χριστόν. οὕτω καὶ ὁ Μελχισεδὲκ κἂν ἐχρημάτισε βασιλεὺς δικαιοσύνης, κἂν βασιλεὺς εἰρήνης, οὐ φύσει ἢν, ἀλλ’ ἑρμηνευόμενος κατὰ τὴν γραφήν. Ἤθελον κἀγὼ πυθέσθαι τῶν φρεναπατῶν, τίνος ἕνεκα οἱ προφῆται ἣ οἱ Ἀπόστολοι Θεὸν αὐτὸν εἶναι οὐκ ἐκήρυξαν.

English

The Apostle said nothing of this kind about Melchizedek, but says, "Consider how great this man is, to whom Abraham gave a tenth." If he were God, Paul would be limiting the incomprehensible power by greatness, and this in no wondrous thing, but in the tenths of Abraham, which even the priests according to the law also received. When, therefore, reading, you find something written about Melchizedek, remember what was said by the Apostle, that he of whom these things are said has belonged to another tribe, and you will never go astray. For it is evident that the Lord has arisen from Judah. Follow the faith of Paul, and do not attribute what was divinely revealed prophetically to the one who revealed it. Nor again attribute what happened typically to the types themselves. Of what tribe did Melchizedek partake, that you should reckon the things said or done to fit him? And being thus deceived, you would certainly also consider the lamb that was slain typically to be God, saying, if he were not God, how did his blood drive away the destroying angel? Perhaps you will even make a god of the bronze serpent, because it healed those bitten by the serpents. We will say what the Apostle said: he of whom these things are said has belonged to another tribe. For each of them did not perform the power for his own sake, but for Jesus Christ who is interpreted through them. So also Melchizedek, though he was called king of righteousness, though king of peace, was not so by nature, but being interpreted according to the Scripture. I too wished to ask the deceivers, for what reason the prophets or the apostles did not proclaim him to be God.

tlg4102.tlg038:619
Source · Greek

εἰ μὲν γὰρ φόνῳ ἣ φόβῳ ἐφέροντο, οὐκ ἃν τὸν ἐκ Μάριας ἀφθόνως καὶ ἀφό- βως ἐφανέρωσαν. εἰ δὲ ἠγνόησαν, ἐκεῖνοι μὲν πη ὑμᾶς νήπιοι, ὑμεῖς δὲ παρ᾿ ἐκείνοις τελειότεροι, καθότι τὰ ἐκείνους λαθόντα ὑμῖν ἀπεκαλύφθη. ἀλλὰ τί φασιν οἱ λοιμοί; μὴ θαυμάσῃς εἰ ηγνοησαν οἱ Ἀπόστολοι τὸ μυστήριον τοῦτο, ὅπου γε καὶ τῷ Παύλῳ δυσεύρετον κατεφάνη, λέγοντι, “περὶ οὗ πολὺς ἡμῖν ὁ “λόγος, καὶ δυσερμήνευτος λέγειν.” ὣ τῆς ἀλαζονείας, δοκοῦντες εἰναι τοῦ Ἀποστόλου σοφώτεροι, οὔτε νοοῦσιν ἃ λέγουσιν, οὔτε περὶ τίνων διαβεβαιοῦνται. εἰ γὰρ ὅλως πιστεύουσιν, ὅτι πολὺς ὁ περὶ τοῦ Μελχισεδὲκ λόγος καὶ δυσερμήνευτος, εἰπάτωσαν ἐν ποίῳ μέρει ἐστὶ δυσερμήνευτος. πότερον, τῷ ἡμετέρῳ ἣ τῷ ἐκείνων. ἡμεῖς γὰρ λέγομεν ὅτι ἑρμηνεύεται ὁ Μελχισεδὲκ εἰς τὸν Κύριον, καὶ πολὺς ἡμῖν ἐστιν ὁ λόγος καὶ δυσερμήνευτος. ἐκεῖνοι δὲ φασὶν, ὅτι Θεὸς φύσει ἐστίν. εἰ δὲ φύσει Θεός ἐστι, πῶς δυσερ- μήνευτος; ὁ γὰρ Θεὴ φύσει καθολικῶς πιστεύεται ἀνερμήνευτος, οἱ δὲ τύποι ἑρμηνεύονται. διὰ τοῦτο ἴδωμεν τίνι μαρτυρεῖ ὁ ἅγιος Παῦλος εἰπὼν, “ περὶ οὗ πολὺς ἡμῖν ὁ λίͅγος καὶ δυσερμή- “κύτος, ἡμῖν ἣ ἐκείνοις; εἰ ἐκείνοις ὡς περὶ Θεοῦ τοῦ Μελχισεδὲκ εἰρηκὼς, ἑρμηνευσάτωσαν τὸν Θεὸν αὐτῶν, ὡς νοήσαντες αὐτὸν φύσει Θεόν. εἰ δὲ μήγε, ἡμεῖς ἐν Κυρίῳ κατὰ δύναμιν τὰ τοῦ Μελχισεδὲκ ὡς τυπικὰ ἑρμηνεύσωμεν, κατὰ τὴν ὑπόθεσιν τοῦ ἁγίου Παύλου, καὶ παυσάσθωσαν βλασφημοῦντες. Πρῶτον μὲν γὰρ ἡ νῦν Ἱερουσαλὴμ Ἰεβουσῦ ἐκαλεῖτο. ὄθεν

English

For if they had been carried along by slaughter or by fear, they would not have manifested the one from Mary generously and without fear. But if they were ignorant, then those men were in some way infants compared to you, and you are more perfect than they, inasmuch as what escaped them was revealed to you. But what do the pestilent ones say? Do not marvel if the Apostles were ignorant of this mystery, seeing that it appeared hard to discover even to Paul, who says, "Concerning whom we have much to say, and it is hard to interpret." Oh, the arrogance! Thinking themselves wiser than the Apostle, they neither understand what they say nor about what they make assertions. For if they believe at all that the word concerning Melchizedek is great and hard to interpret, let them say in what respect it is hard to interpret. Is it in our interpretation or in theirs? For we say that Melchizedek is interpreted as referring to the Lord, and that the word is great for us and hard to interpret. But they say that he is God by nature. But if he is God by nature, how is he hard to interpret? For God by nature is universally believed without interpretation, but types are interpreted. Therefore let us see to whom holy Paul bears witness when he says, "Concerning whom we have much to say, and it is hard to interpret"—for us or for them? If for them, as having spoken of Melchizedek as God, let them interpret their God, as having understood him to be God by nature. But if not, let us interpret the things of Melchizedek as types in the Lord according to our ability, in accordance with the holy Paul's hypothesis, and let them cease blaspheming. For first, the present Jerusalem was called Jebus. Hence

tlg4102.tlg038:620
Source · Greek

γινώσκομεν ὅτι ἐκ τῶν καθαιρεθέντων ἑπτὰ ἐθνῶν ἦν ὁ Μελχισεδὲκ, Ιεβουσὼν γὰρ ἐτύγχανεν. ὕστερον δὲ μετὰ τὸ ἐκβληθῆναι τὰ ἔθνη, καὶ κατοικῆσαι τὸν λαὸν, ἀπεκλήρωσεν αὐτὴν ὁ Θεὸς τοῖς ἱερεῦσι τοῦ ἐκεῖ ἀναφέρεσθαι τὰς θυσίας ἐκ παντὸς τόπου τῶν Ἰουδαίων, ὅθεν καὶ μετὰ τὸ καταπαῦσαι ἀπὸ τῶν πολέμων, μετωνόμασαν τὴν πόλιν Σαλήμ, ὁ ἐστιν εἰρήνη· Ἱερουσαλὴμ δὲ εἰρήνης. τούτου χάριν ὁ Μελχισεδὲκ παρὰ τῷ Παύλῳ καὶ τῇ γραφῇ, βασιλεὺς εἰρήνης ἑρμηνεύεται. ἐν αὐτῇ γὰρ ἐβασίλευσε τὸ πρότερον. ὡς εἴτις εἴποι βασιλεὺς Σέλγης· σέλγη δὲ, ἁγνεία ἑρμηνεύεται. οὐκοῦν εἰκότως ὁ μὲν ἡγούμενος Σέλγης κατὰ τὸ τῆς πόλεως ὄνομα, ἡγούμενος. ἁγνείας ἑρμηνευέται. οὐ φύσει μέν ἁγνείας ἐστὶν ἡγούμενος, ἀλλὰ τῇ καθιερωμένῃ ὀνομασίᾳ. Χριστὸς δέ ἐστι φύσει ἁγνείας ἡγούμενος· ἆρα οὐ νοοῦσιν ὅτι ὁ Μελχισεδὲκ καθ’ ἑρμηνείας ὀνομαστικῆς βασιλεὺς εἰρήνης λέγεται. εἰ μὲν γὰρ Ἱερουσαλὴμ αὕτη ἐστὶν ἡ ἐπουράνιος ἔνθα ἐβασίλευσεν, ἤτω καὶ ὁ ἡγούμενος αὐτῆς φύσει βασιλεὺς εἰρήνης. εἰ δὲ αὕτη τύπος ἐστι τῆς ἄνω Ἱερουσαλὴμ, φανερὸν ὅτι καὶ οὗτος τυπικῶς ὠνόμασται βασιλεὺς εἰρήνης, διὰ τὴν ὁμωνυμίαν τῆς πόλεως. τὸ δὲ βασιλεὺς δικαιοσύνης, τοῦ οἰκείου ὀνόματός ἐστιν ἑρμηνεία, τουτέστι Μελχισεδὲκ, γλώσσῃ τῇ Χανανίτιδι, καθὼς παρὰ τῶν ἐπισταμένων ἐμάθομεν, ὡς ἄν τις εἴποι, Ἀμβρόσιος ὃ ἑρμηνεύεται ἀθάνατος. τί οὖν; ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων Ἀμβρόσιοι ὠνομάσθησαν, παρὰ τοῦτο καὶ φύσει ἀθάνατοι εἰσι κατὰ τὴν ἐπωνυμίαν; οὐ πάντως. πόσοι γὰρ Εὐγένιοι λέγονται, δοῦλοι ὄντες; πόσοι Πολυχρόνιοι;

English

We know that Melchizedek was from among the seven nations that were destroyed, for he happened to be a Jebusite. Later, after the nations had been cast out and the people had settled, God allotted that city to the priests, so that sacrifices might be offered there from every place of the Jews; whence also, after they had ceased from wars, they renamed the city Salem, which is peace; and Jerusalem, of peace. For this reason Melchizedek, in Paul and in the Scripture, is interpreted as king of peace. For he reigned in it formerly. As if one were to say king of Selge; and Selge is interpreted as purity. Therefore, reasonably, the ruler of Selge, according to the name of the city, is interpreted as ruler of purity—not by nature a ruler of purity, but by the consecrated designation. But Christ is by nature a ruler of purity. Do they not then understand that Melchizedek is called king of peace according to the interpretation of a name? For if this Jerusalem where he reigned is the heavenly one, then let its ruler also be by nature king of peace. But if this is a type of the Jerusalem above, it is evident that he too was named king of peace typically, because of the sameness of name of the city. And king of righteousness is the interpretation of his own name, that is, Melchizedek, in the Canaanite tongue, as we learned from those who know it—as one might say Ambrosios, which is interpreted immortal. What then? Since many men have been named Ambrosios, are they for this reason also by nature immortal, according to the appellation? By no means. For how many are called Eugenios while being slaves? How many Polychronios?

tlg4102.tlg038:621
Source · Greek

καὶ ἐγένοντο ὀλιγοχρόνιοι, καὶ Ἀθανάσιοι θνητοὶ ὄντες; καὶ Δημοκράται καὶ οὐδενὸς ἐκράτησαν; καὶ εὑρέθησαν οἱ χρηματισμοὶ ἀκατάλληλοι τοῖς πράγμασιν; πειδὴ δὲ τὰς ὀνομασίας ἡρμηνεύσαμεν, κατὰ δύναμιν, φέρε ὡς οἷόν τε καὶ τὰ πράγματα πάλιν. ὥσπερ γὰρ ὁ Ἀβραὰμ μετὰ τῶν ἰδίων οἰκογενῶν τριακοσίων δεκαοκτὼ ὁπλισάμενος ἐπὶ τοῦ Μελχισεδὲκ, καὶ τοὺς ἀλλοφύλους ἐτροπώσατο, οὕτως ἐπὶ οἱ ὄντως οἰκογενεῖς αὐτοῦ τριακόσιοι δέκα καὶ ὀκτὼ πατριάρχαι, ἐν τῇ Νικαέων πόλει ἀποστολικῶς ὁπλισάμενοι, τὰς αἱρέσεις ἐτροπώσαντο. εἶδες ἑρμηνείαν προσφυῆ; τότε ὁ Μελχισεδὲκ ἐξήνεγκεν ἄρτους, καὶ οἶνον εἰς ἀνάπαυσιν τοῖς ἐπαναστρέφουσιν

ἀπὸ τοῦ πολέμου, ὁμοίω καὶ ὁ Χριστὸς ὁ μέγας ἀρχιερεὺς τοῖς ἐκ τοῦ νοεροῦ πολέμου πρὸς αὐτὸν ἀναστρέφουσι, δίδωσιν ἄρτον καὶ οἶνον ἡγιασμένον, λέγων, “λάβετε ἐξ αὐτοῦ πάντες.” πάλιν Ἁβραὰμ δεκάτας ἀπὸ τῶν ἀκροθινίων τῷ ἱερεῖ τοῦ καὶ οἱ ἐφάμιλλοι τῆς ἐκείνου πίστεως προσφέρουσι τῷ Χριστῷ τὰ ἀκροθίνια. αἱ γὰρ πέντε αἰσθήσεις δισσῶς ἀνατεθεῖσαι αὐτῷ, νοερῶς λέγω καὶ ἰδικῶς δεκάται τινές εἰσι τῶν μορίων τῆς φύσεως ἡμῶν, τῆς ποτε αἰχιιαλωτισθείσης ὑπὸ τῶν νοητῶν ἀλλοφύλων, κάτα τῆ των προειρημένων ἱστορίαν· Ἇρα διὰ τῶν εἰρημένων ἐνόησας, πῶς πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος· μὴ οὖν τοὺς τύπους λέγε ἀληθεῖς, μηδὲ ἀκούσας ἀπάτορα καὶ ἀμήτορα διὰ τὸ ἀγενεαλόγητον, λογίζου διὰ τοῦτο Υἱὸν Θεοῦ φύσει. Καὶ τοῦτο δὲ ἀναγκαῖον πυθέσθαι πη αὐτῶν. πῶς ὁ Θεὸς Λόγος, μὴ ἔχων σάρκα τότε ἱεράτευσε, καὶ ὑπὲρ τίνος.

English

And they became short-lived, and Athanasii, being mortal? And Democriti, and they prevailed over nothing? And were the oracles found incongruous with the facts? Since we have interpreted the names, as far as we could, come, let us also [interpret] the facts again as best we can. For just as Abraham, armed with his own household-borns, three hundred and eighteen, against Melchisedek, and routed the foreigners, so in the same way his truly household-born, the three hundred and eighteen patriarchs, having been armed apostolically in the city of the Nicaeans, routed the heresies. Did you see the fitting interpretation? Then Melchisedek brought out bread and wine for the refreshment of those returning from the war; likewise also Christ, the great high priest, gives bread and sanctified wine to those returning to him from the noetic war, saying, "Take from it, all of you." Again, Abraham [gave] tithes from the first-fruits to the priest of God, and those of equal measure to his faith offer the first-fruits to Christ. For the five senses, dedicated to him in two ways—I mean noetically and individually—are certain tithes of the parts of our nature, which was once taken captive by the noetic foreigners, according to the history of those previously mentioned. So through what has been said, have you understood how our discourse is great and hard to interpret? Do not, then, call the types true, nor, having heard "without father and without mother" because of the lack of genealogy, reckon for this reason that he is Son of God by nature. And this too it is necessary to inquire of them: how did God the Word, not having flesh at that time, serve as priest, and on whose behalf?

tlg4102.tlg038:622
Source · Greek

εἰ ὑπὲρ τοῦ κόσμου λέγεις, καὶ ποῦ ἔστι τοῦ Θεοῦ, χωρὶς γὰρ αἱματεκχυσίας ἤκουσας ὅτι οὐ γίνεται ἄφεσις· τίνες δέ εἰσιν οἱ τῆς ἱερωσύνης κήρυκές τε καὶ μάρτυρες; εἰ δὲ λέγουσιν ὅτι αὐτὸς μέν ἐστι τύπος, τύπος δὲ ἐγένετο τῶν μελλόντων, οὐκοῦν ὁ ἄσαρκος τοῦ σαρκοθησομένου τύπος εὑρίσκετο. μᾶλλον δὲ αὐτὸς ἑαυτῷ τύπος ἐγένετο. ὅπου δὲ αὐτὸς πάρεστιν, οὐ λέγεται τύπος, ἀλλὰ ἀλήθεια. εἰ δὲ τότε ἀλήθεια, ἐπὶ τῆς σαρκώσεως τι ἐροῦμεν; πῶς δὲ ἡ γραφὴ λέγει, ὅτι ἑτέραις γενεαῖς τὸ μυστήριον τοῦτο οὐκ ἐρωρίσθη, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις Ἀποστόλοις αὐτοῦ καὶ προφήταις; τότε δὲ οὐ προφῆται ἐβόησαν περὶ τούτου, οὐδὲ Ἀπόστολοι, ἀλλὰ τί λέγουσιν; εἰ μὴ ἢν Θεὸς, πῶς ἦν ἱερεὺς πρὸ νόμου; ἡμεῖς δὲ πρὸς αὐτούς. ἱερωσύνη λέγεται, διὰ τὸ θύειν τῷ Θεῷ θυσίαν, ἄνθρωπον ἔνσαρκον, χωρὶς δὲ σαρκὸς ἱερεὺς οὐκ ὀνομάζεται· ὥσπερ οὖν ἔθυσε τῷ Θεῷ Ἄβελ πρὸ νόμου, καὶ διὰ τοῦτο ἀποδέδεικται ἱερεὺς, καὶ Νῶε καὶ Ἰακὼβ, οὕτω καὶ ὁ Μελχισεδὲκ πρὸ νόμου ἦν ἱερεύς. ἀλλὰ φασὶ, τούτους οὐκ εἶπεν ἡ γραφὴ ἱερεῖς. ἡ μὲν θεία γραφὴ οὐ περιττολογεῖ. εἰ δὲ ὅλως ζητεῖτε τὴν διαφορὰν τοῦ πράγματος, ὁ Μελχισεδὲκ οὐκ ἔθυσεν, ἀλλὰ μόνον ὠνομάσθη. βεβαιότεροι οὖν εἰσὶν οὗτοι θύσαντες, ἢ ἐκεῖνος ὁ μόνον ὀνομασθείς· ἐπειδὴ τὸ θύειν, ἱερωσύνης μᾶλλον

English

If you speak of the world, where is God's? For you have heard that without the shedding of blood there is no forgiveness. And who are the heralds and witnesses of the priesthood? But if they say that he himself is a type, and a type became of things to come, then the fleshless one is found to be a type of the one who was to be made flesh. Or rather, he became a type of himself. But where he himself is present, it is not called a type but truth. But if it was truth then, what shall we say at the incarnation? And how does the Scripture say that in other generations this mystery was not made known, as now it was revealed to his holy Apostles and prophets? But then neither prophets nor Apostles cried out about this, but what do they say? If he was not God, how was he a priest before the law? But we say to them: priesthood is spoken of because of sacrificing a sacrifice to God, a man in the flesh, and without flesh a priest is not named; just as Abel sacrificed to God before the law, and for this reason has been shown to be a priest, and Noah and Jacob, so also Melchizedek was a priest before the law. But they say that the Scripture did not call these priests. Divine Scripture does not speak superfluously. But if you altogether seek the difference of the matter, Melchizedek did not sacrifice, but was only named. Therefore these who sacrificed are more certain than that one who was only named; since sacrificing is more of the priesthood

tlg4102.tlg038:623
Source · Greek

ἐστὶν, ἣ τὸ χρηματίζειν. τὴν δὲ τοιαύτην διαφορὰν τῇ ἐκείνων ἀκαιρολογίᾳ παρεθήκαμεν· ἡμεῖς δὲ ἐν Κυρίῳ κἀκεῖνον κἀκείνους ὁμοίως ἱερεῖς ἔχομεν τοῦ Θεοῦ. Θαυμάζω δὲ πῶς οὐκ ἤκουσαν τοῦ μακαρίου Πέτρου σαφῶς περὶ αὐτῶν λέγοντος, ὅτι “ ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισ- “ ἄξουσιν αἱρέσεις ἀπωλείας.” προσφυῶς δὲ εἰρήκει τὸ “ παρεισ- “ άξουσι.” καιροσκοποῦσι γὰρ ὄντως, καὶ καθὼς ἃν εὕρωσι τοὺς παρατυγχάνοντας, κάτα τὸ αὐτὸ καὶ τὰς ἀποκρίσεις ποιοῦνται. ποτὲ μὲν γὰρ αὐτὸν λέγουσι φανερῶς Θεὸν, πότε δὲ πανούργως ὁμολογοῦσιν ὅτι ἡμεῖς αὐτὸν ἱερέα τοῦ Θεοῦ ὀνομάζομεν, καθὼς καὶ ἡ θεία γραφή. εἰ δὲ ὅλως τῇ θείᾳ γραφῇ πιστεύουσιν, εἰπάτωσαν πάντα τὰ κατὰ τὴν γραφήν. πρῶτον ἡ γραφὴ Θεὸν αὐτὸν οὐ λέγει, μηδὲ ἐκεῖνοι λεγέτωσαν, ὁμολογησάτωσαν δὲ κατ’ αὐτὴν ὅτι ἀφωμοιωμένος ἐστὶ τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ οὐ φύσει υἱὸς, καὶ ὅτι ἑρμηνευόμενός ἐστι βασιλεὺς δικαιοσύνης, καὶ οὐ φύσει, καὶ ὅτι ἐφ’ ὃν λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε, καὶ μὴ περικοπὴν ἀμφιρεπῆ ἐκλεγέσθωσαν, ὡς καὶ πείθειν ἀναγκαζόμεθα. Ἐκεῖνοι δὲ ὅταν ἴδωσι τοὺς ὑπ’ αὐτῶν πλανηθέντας, μετανοῆσαι θέλοντας, οἷα σπείραις ταῖς πιθανολογίαις δίκην ὄφεως περιελιττόμενοι, σφίγγουσι τοὺς ἀποδρᾶναι βουλομένους, λέγοντες, εἰ καὶ μὴ ἔστι φύσει Θεὸς ὁ Μελχισεδὲκ, οὐδὲν ἁμαρτάνομεν ἄνθρωπον θεοποιήσαντες. γέγραπται γὰρ, “ἐγὼ εἶπα θέοι ἐστε,” καὶ οὐκ εἰδότες ὅτι ἡ τοιαύτη διχόνοια ἀβέβαιον τὴν εἰς Χριστὸν πίστιν αὐτῶν ἀποδείκνυσιν.

English

is the bearing of the name. But we have set aside such a difference because of their untimely talk; and we, in the Lord, hold both that man and those men alike as priests of God. But I marvel how they did not hear the blessed Peter clearly speaking about them, that "there will be false teachers, who will bring in destructive heresies." And fittingly he said "will bring in." For they truly watch for their opportunity, and just as they find those who happen to be present, so accordingly they also make their answers. For sometimes they call him openly God, but sometimes craftily they confess that we name him a priest of God, just as the divine Scripture also does. But if they believe the divine Scripture at all, let them state everything according to the Scripture. First, the Scripture does not call him God, nor let them say so, but let them confess according to it that he has been made like to the Son of God, and is not a son by nature, and that he is interpreted king of righteousness, and not by nature, and that he, of whom these things are said, has partaken of another tribe, and let them not select an ambiguous clause, as we are also compelled to persuade. But those men, whenever they see those who have been led astray by them wishing to repent, winding themselves around them like a snake with persuasive arguments as with seeds, squeeze those who wish to escape, saying, "Even if Melchisedek is not God by nature, we sin in no way by making a man a god. For it is written, 'I said, you are gods,'" and not knowing that such double-mindedness proves their faith in Christ to be unstable.

tlg4102.tlg038:624
Source · Greek

οὕτω γὰρ τὸν Κύριον πάντες ἄνθρωπον ἡγήσονται, καὶ οὐκέτι ὡς ἔστι Σωτῆρα καὶ Θεὸν καὶ δεσπότην, λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα παρασκευάζουσιν. ἀνάγκη οὑν καὶ ἡμεῖς ἐντολὴν ἔχοντες τὸ “γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, μιμήσασθαι τὴν ἐκείνων πανουργίαν, καὶ τοῖς ἀγχιστρόφοις νοήμασιν ἐκλύειν αὐτῶν τὰς τοιαύτας περιελίξεις, ὅμοια λέγοντας· ὅτι κἂν ᾖ Θεὸς ὁ Μελχισεδὲκ, οὐδὲν ἁμαρτήσομεν ἐν τούτῳ, ἄνθρωπον αὐτὸν ἔχοντες καὶ ὀνομάζοντες. γέγ ῥάπται γὰρ, “ὅτι οὐκ “ἔστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανὸν ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς, ἀλλ’ ἣ “Κύριος Ἰησοῦς, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. ἀκουσέτωσαν τοῦ Ἀποστόλου παραγγέλλοντος, μὴ δεῖν τοῦ εὐαγγελίου δευτεροκήρυκας παραδέχεσθαι, ἐν οἷς γράφει, “ εἰ ἔστιν

“εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἠνείχεσθε.” εἰ οὖν οὕτω τὰ τοῦ εὐαγγελίου σφραγίζει, τί πείσονται λοιπὸν οἱ τὰς αἱρέσεις παρεισάγοντες; οἱ αἱρετισάμενοι ὅσα μηδεὶς τῶν ἁγίων ὠμολόγησεν; εἰ δὲ ἐκτὸς τῆς τοιαύτης ὁμολογίας, τοῦ νομίζειν φημὶ Θεὸν τὸν Μελχισεδὲκ, ἑαυτοὺς λογίσονται, μὴ δύνασθαι σωθῆναι, δηλονότι πάντας τοὺς ἁγίους ὡς μὴ σωθέντας ἔχουσι πη ἑαυτοῖς βλέπειν, πόσαις βλασφημίαις περιπέπτωκας διὰ τὴν τοιαύτην σου κακοπιστίαν, μᾶλλον δὲ παντελῆ ἀπιστίαν; τὸ δὲ πῶς, μάθε. σημεῖα Μελχισεδὲκ οὐκ ἐποίησεν, ἐντολὰς οὐκ ἔθετο, ἀπειλὰς οὐχ ὡρίσατο, ὑπὲρ ἡμῶν οὐκ ἀπέθανε, Πνεύματος Ἁγίου μετοχὴν οὐκ ἐδωρήσατο. ἀγνοῶ λοιπὸν τίνα τῆς πρὸς ἐκεῖνον πίστεως ἐχέγγυον ἔχεις πληροφορίαν.

English

For in this way all people will consider the Lord a mere man, and no longer as he truly is, Savior and God and Master, and they prepare them to serve the creation rather than the Creator. Therefore there is also a necessity for us, having the commandment, "Be wise as serpents," to imitate their cunning, and with close-fitting thoughts to unravel their such entanglements, saying similar things: that even if Melchizedek is God, we will not sin in this, since we hold and name him a man. For it has been written, "that there is no other name under heaven by which we must be saved, but only the Lord Jesus, the fullness of him who fills all in all." Let them hear the Apostle enjoining that one must not receive second heralds of the gospel, in which he writes, "if there is another gospel which you did not receive, you would do well to bear with it." If, then, he thus seals the things of the gospel, what will those who introduce heresies suffer in the end? Those who have chosen for themselves what none of the saints confessed? But if, outside of such a confession—I mean the belief that Melchizedek is God—they consider themselves unable to be saved, it is clear that they regard all the saints as not saved, so as to see in themselves, in how many blasphemies you have fallen through such faithlessness of yours, or rather complete unbelief? And learn how. Melchizedek did not perform signs, did not establish commandments, did not define threats, did not die for us, did not grant participation in the Holy Spirit. I no longer know what sure guarantee of faith toward him you have.

tlg4102.tlg038:625
Source · Greek

εἰ δὲ λέγεις ὅτι ταῦτα πάντα σαρκωθεὶς παρέσχεν ἡμῖν, πλέον ἑαυτὸν ὑπόδικον τῆς κακοπῖστίας ἐλέγχεις. ἐν οἷς γὰρ ἡμῖν ἑαυτὸν διὰ τῶν ῥημάτων καὶ πραγμάτων ἐφανέρωσεν ὁ Κύριος, ἐν τούτοις καὶ πιστεύειν ἐνετείλατο. οὐκοῦν ὅσοι Θεὸν τὸν Μελχισεδὲκ, ἣ φύσει Υἱὸν Θεοῦ, φανερῶς ᾿Ιουδαΐζουσι. διότι Ἰησοῦς Χριστὸς ὁ ἐκ Μάριας γεννηθεὶς, αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ οὐδὲν αὐτῷ λείπει ἵνα πάλιν ἀλλαχοῦ ζητήτωμεν τὸ πλήρωμα. ἐπεὶ τοίνυν ἀνεκαθήραμεν τὸ ἀποστολικὸν τοῦτο χωρίον, τὰ τῆς αἱρέσεως ἐκτεμόντες ζιζάνια, φέρε πάλιν αὐτὰ τὰ ῥητὰ, εἰς μέσον θέντες θεωρήσωμεν. Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς Σαλήμ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλείων, καὶ εὐλογήσας αὐτόν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἁβραάμ. Χρυσοστόμου κατα ϊ * * *h Ἐνταῦθα βούλεται δεῖξαι ὅτι τῆς κατὰ τὸν Ἀαρὼν ἱερωσύνης ὁ τρόπος οὐκέτι φαίνεται, οὐδὲ ἐπανήξει λοιπόν. καὶ ῥητῶς τοῦτο ἀπὸ τῶν γραφῶν ποιεῖ φανερόν· καὶ τὸ δὴ θαυμαστὸν ὅτι ἐν τῷ τύπῳ δείκνυσι πολλὴν οὖσαν τὴν διαφοράν. ἀπὸ γὰρ τοῦ τύπου ἀεὶ πιστοῦται τὴν ἀλήθειαν, ἀπὸ τῶν παρελθόντων, διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν. Θεοδωρήτου. Ἀφηγηματικῶς μὲν οὖν δοκεῖ ποιεῖσθαι τοὺς λόγους ἐνταῦθα, προκατασκευάζει δὲ τὸ προκείμενον, τουτέστιν τῆς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερωσύνης τὸ βέβαιον. τούτου γὰρ δὴ χάριν καὶ τὸν Ἁβραὰμ δείκνυσιν εὐλογούμενον, καὶ τῶν λαφύρων τὴν δεκάτην προσφέρονται, ἵνα δείξῃ καὶ τῷ τύπῳ τὸν πατριάρχην παραχωροῦντα. Χρυσοστόμου.

English

But if you say that he provided all these things for us by becoming flesh, you prove yourself all the more liable to the charge of evil belief. For in those things in which the Lord revealed himself to us through words and deeds, in these same things he also commanded us to believe. Therefore all who call Melchizedek God, or by nature Son of God, are plainly Judaizing. For Jesus Christ, who was born of Mary, is himself the Son of the living God, and nothing is lacking to him, so that we should seek the fullness again elsewhere. Since, then, we have cleansed this apostolic passage, cutting out the tares of heresy, come, let us again set the very words themselves before us and consider them. For this Melchizedek, king of Salem, priest of God Most High, who met Abraham as he returned from the slaughter of the kings and blessed him, to whom also Abraham apportioned a tenth of all. From Chrysostom. Here he wishes to show that the manner of the priesthood according to Aaron no longer appears, nor will it return any more. And he makes this clear expressly from the Scriptures; and what is wonderful is that in the type he shows the difference to be great. For from the type he always confirms the truth, from things past, because of the weakness of the hearers. From Theodoret. He seems, then, to be making his remarks here in a narrative manner, but he is preparing beforehand the point at issue, that is, the firmness of the high priesthood according to the order of Melchizedek. For it is for this reason that he shows Abraham also being blessed, and they bring the tenth of the spoils, in order to show that the patriarch also yields to the type. From Chrysostom.

tlg4102.tlg038:626
Source · Greek

Πλὴν ἀναγκαῖον ὀλίγα πρότερον προειπεῖν, ὥστε σαφεστέραν γενέσθαι τῶν λεγομένων τὴν ἑρμηνείαν. Ἁβραὰμ ἐπανελθὼν ἀπὸ τῆς Πέρσιδος ἐγέννησε τὸν ᾿Ισαὰκ, εἶτα ἐκεῖνος τὸν Ἰακὼβ, ὁ Ἰακὼβ δώδεκα παῖδας, ἐξ ὧν ἐγένοντο δώδεκα φυλαὶ, μᾶλλον δὲ δέκα καὶ τρεῖς. ἀντὶ γὰρ τοῦ Ἰωσὴφ οἱ παῖδες αὐτοῦ Ἐφραὶμ καὶ Μανασσῆς ἐγένοντο φύλαρχοι. καὶ καθάπερ ἑκάστῳ τῷ υἱῷ Ἰακὼβ ἐπώνυμος ἦν ἡ φυλὴ, τοῦ Ροβιὴμ, τοῦ Συμεὼν, τοῦ Λευῒ, τοῦ Ἰούδα, τοῦ Ἰσάχαρ, τοῦ Ζαβουλὼν, τοῦ Νεφθαλεὶμ, τοῦ Δὰν, τοῦ Γὰδ, τοῦ Ἀσὴρ, τοῦ Βενιαμὴν, οὕτως ἃν τοῦ Ἰωσὴφ οἱ παῖδες οἱ ἐκείνου Μανασσῆς καὶ Ἐφραὶμ, δύο φυλῶν γεγόνασιν ἐπώνυμοι καὶ ἐκαλοῦντο φυλαὶ, ἡ μὲν, τοῦ Ἐφραὶμ, ἡ δὲ τοῦ Μανασσῆ. τῶν δεκατριῶν δὲ τούτων φυλῶν αἱ μὲν ἄλλαι πᾶσαι ἀγροὺς ἔσχον καὶ προσόδους πολλὰς, καὶ ἐγεώργουν πᾶσαι, καὶ τὰ ἄλλα πάντα ἔπραττον τὰ βιωτικά· ἡ δὲ τοῦ Λευὶ φυλὴ ἱερωσύνῃ τιμηθεῖσα μόνῃ, τῶν μὲν βιωτικῶν ἀπήλλακτο, καὶ οὔτε ἐγεώργουν, οὔτε τέχνας μετίεσαν, οὔτε ἄλλο τί τοιοῦτον ἐπραγματεύοντο, ἀλλὰ τῇ ἱερωσύνῃ προσεῖχον μόνῃ, καὶ δεκάτας ἐλάμβανον παρὰ παντὸς τοῦ λαοῦ, οἴνου καὶ πυρῶν καὶ κριθῶν καὶ οἷα ἐδίδοσαν ἅπαντες. καὶ τοῦτο ἦν αὐτοῖς πρόσοδος, καὶ οὐκ ἐξῆν ἐξ οὐδεμιᾶς ἄλλης φυλῆς ἱερέα γενέσθαι ποτέ. ἀπὸ ταύτης ἐγένετο τῆς φυλῆς Ἀαρὼν, τῆς τοῦ Λευὶ λέγω· καὶ κατὰ διαδοχὴν οἱ ἔγγονοι ἐκείνου, τὴν ἱερωσύνην ἐδέχοντο, καὶ οὐδεὶς οὐδέποτε ἑτέρας φυλῆς ἐγένετο ἱερεύς. οὕτως οὖν οἱ Λευῖται δεκάτας ἐλάμβανον παρὰ τῶν ἄλλων φυλῶν, καὶ οὕτως ἐτρέφοντο·

English

However, it is necessary to say a few things beforehand, so that the interpretation of what is said may become clearer. Abraham, after returning from Persia, begot Isaac, then he begot Jacob, and Jacob twelve sons, from whom came twelve tribes, or rather thirteen. For in place of Joseph, his sons Ephraim and Manasseh became tribal heads. And just as the tribe was named after each son of Jacob—of Reuben, of Simeon, of Levi, of Judah, of Issachar, of Zebulun, of Naphtali, of Dan, of Gad, of Asher, of Benjamin—so in the case of Joseph, his sons Manasseh and Ephraim became the namesakes of two tribes and were called tribes, one of Ephraim and the other of Manasseh. Of these thirteen tribes, all the others had fields and many revenues, and they all farmed and did all the other things of life; but the tribe of Levi, honored with the priesthood alone, was released from the things of life, and they neither farmed nor pursued crafts nor engaged in any other such thing, but attended to the priesthood alone, and received tithes from all the people—of wine and wheat and barley and whatever all gave. And this was their revenue, and it was not permitted for a priest ever to come from any other tribe. From this tribe came Aaron—I mean the tribe of Levi—and in succession his descendants received the priesthood, and no one ever became a priest from another tribe. So then the Levites received tithes from the other tribes, and thus were they nourished.

tlg4102.tlg038:627
Source · Greek

ἀλλὰ πρὸ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ ἐπὶ τοῦ Ἁβραὰμ, οὔπω γενομένου Μώσεως, οὐδὲ νόμου γραφέντος, οὐδὲ τῆς ἱερωσύνης τῆς Λευιτικῆς δήλης οὔσης, οὐ σκηνῆς, οὐ ναοῦ γενομένου, οὐ τῶν φυλῶν διακεκριμένων, οὐ τῆς Ἰερουσαλὴμ φαινομένης, οὐδενὸς ὅλως οὐδέπω τῶν κατὰ Ἰουδαίους πραγμάτων

ἀρχὴν λαβόντος, ἐγένετο Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ισως αυτοχειροτονητος ὤν. Ἑξαημέρου. Οὕτως γὰρ ἦσαν τότε οἱ ἱερεῖς, ἤτοι οὖν διὰ τῇ ἡλικίᾳ προβῆναι οἱ προσήκοντες αὐτῷ ἀπονεμήκασι τὴν τιμήν. ἣ καὶ αὐτὸς ἱερατεύειν ἐπετήδευσε, καθάπερ Ἄβελ, καθάπερ Νῶε, καθάπερ Ἀβραὰμ, καθάπερ τὰς θυσίας προσῆγον. Κατὰ ᾿Ιουδαίων. Οὗτος ὁ Μελχισεδὲκ ὁμοῦ καὶ καὶ ἱερεὺς ἦν· τύπος γὰρ ἔμελλε γενέσθαι τοῦ Χριστοῦ καὶ μέμνηται αὐτοῦ σαφῶς ἡ γραφή. ἐπειδὴ γὰρ Ἁβραὰμ τοῖς Πέρσαις ἐπιπεσὼν, καὶ τὸν ἀδελφιδοῦν τὸν ἑαυτοῦ τὸν Λὼτ ἐξαρπάσας τῶν ἐκείνων χειρῶν, καὶ τὰ λάφυρα πάντα λαβὼν, ἐπανῄει νικήσας κατὰ κράτος ἐκείνους, οὕτω περὶ τοῦ Μελχισεδὲκ φησὶν ἡ γραφὴ, “καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον. “ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καὶ εὐλόγησε τὸν Ἀβραὰμ “καὶ εἶπεν, εὐλογημένος Ἅβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν “οὐρανὸν καὶ τὴν γῆν. καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέ- “δωκε τοὺς ἐχθρούς σου ὑπὸ χειρός σου. καὶ ἔδωκεν αὐτῷ δεκάτην “ἀπὸ πάντων Ἅβραμ.” Ἑξαημέρου. Ἀλλὰ τίς καὶ αὕτη ἡ ἱστορία.

English

But before Isaac and Jacob, in the time of Abraham, when Moses had not yet come into being, nor had the law been written, nor was the Levitical priesthood manifest, nor had the tabernacle or the temple come into being, nor had the tribes been distinguished, nor had Jerusalem appeared, when none at all of the affairs of the Jews had yet received a beginning, Melchizedek became priest of God Most High, perhaps being self-appointed. From the Hexaemeron. For such were the priests then, or else those who were fitting for him, having advanced in age, assigned him the honor. And he himself also endeavored to act as priest, just as Abel, just as Noah, just as Abraham, just as they brought sacrifices. Against the Jews. This Melchizedek was at once both king and priest; for he was to become a type of Christ, and the Scripture clearly makes mention of him. For since Abraham, having fallen upon the Persians and snatched his own nephew Lot from their hands, and taken all the spoils, was returning victorious over them with might, thus the Scripture says concerning Melchizedek: "And Melchizedek king of Salem brought out bread and wine. And he was priest of God Most High, and he blessed Abraham and said, 'Blessed be Abram by God Most High, who created heaven and earth. And blessed be God Most High, who delivered your enemies into your hand.' And Abram gave him a tenth of all." From the Hexaemeron. But what is this history also?

tlg4102.tlg038:628
Source · Greek

οἱ τέσσαρες βασιλεῖς Περσῶν, Ἀμαρφὰθ, Ἀριὼθ, Χολοδογομὸρ, καὶ Θαρθὰμ, ἐπεστράτευσαν τοῖς πέντε βασιλεῦσι Σοδόμων, οἳ δώδεκα ἔτη ἐδούλευον τῷ Χοδολογομὸρ, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστησαν, καὶ διὰ τοῦτο Χοδολογομὸρ ἦλθε, καὶ οἱ μετ’ αὐτοῦ βασιλεῖς, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ, τουτέστι τοὺς ἰσχυροὺς, κατὰ τὴν τοῦ σώματος ἕξιν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς ἄρχοντας τῶν Ἀμαληκιτῶν ἐτροπώσαντο. ἐπὶ τούτους ἐξῆλθον οἱ πέντε βασιλεῖς παρατάξασθαι. καταπλαγέντες δὲ αὐτῶν τὴν ἀνδρείαν, εἰς φυγὴν ἐτράπησαν. οἱ δὲ Πέρσαι πάντα τὰ αὐτῶν λαβόντες, καὶ τὴν ἵππον καὶ τὰ βρώματα, καὶ τὸν Λὼτ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ, ᾤχοντο. παραγενόμενος δέ τις τῶν ἀνασωθέντων, ἀνήγγειλεν Ἅβραμ τῷ περάτῃ, τουτέστι τῷ ἀπὸ τῆς Χαλδαίας ἐπανελθόντι, τοῦ ἀδελφιδοῦ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἐν Σοδόμοις πόρθησιν, καὶ τὴν μετ’ αἰσχύνης φυγήν. Ὁ δὲ ἀναβάζεται τοῖς Πέρσαις ἐπιστρατεύειν, οὐ παρὰ τὴν ἀρχὴν αὐτὴν ἀκεραίων ἑκατέρων ἔτι μενόντων τῶν μερῶν, ἀλλὰ

English

The four kings of the Persians—Amraphel, Arioch, Chedorlaomer, and Tidal—made war on the five kings of Sodom, who had been slaves to Chedorlaomer for twelve years, but in the thirteenth year they revolted. And for this reason Chedorlaomer came, along with the kings who were with him, and they cut down the giants in Ashtaroth—that is, the strong ones, according to the condition of the body—and strong nations together with them, and they routed the rulers of the Amalekites. Against these the five kings went out to draw up battle. But struck with amazement at their courage, they turned to flight. And the Persians, taking all their possessions—both the horses and the provisions, and Lot and his baggage—went off. And one of those who had been saved came and reported to Abram the passer-over—that is, to him who had returned from Chaldea—the captivity of his nephew, and the destruction in Sodom, and the shameful flight. And he sets out to make war against the Persians, not at the beginning itself, while the parts on both sides were still intact, but

tlg4102.tlg038:629
Source · Greek

προτροπωθέντων ἁπάντων ὡς εἴπομεν, καὶ τῆς νίκης παρὰ τοῖς πολεμίοις οὔσης, καὶ οὐδενὸς αὐτοὺς ἔτι ἐνεγκεῖν δυναμένου· τῶν μὲν ἄρδην κατακοπέντων, τῶν δὲ κρατουμένων, τῶν δὲ δουλευόντων παρ’ αὐτοῖς· ἀλλ’ ὅμως οὐδὲν αὐτὸν τούτων οἴκαδε μένειν ἔπεισεν, ἀλλ’ ὑπὸ τῆς σφοδρᾶς ἀθυμίας τῶν γενομένων πληγεὶς ἀπῄει κοινωνήσων ἐκείνοις τῶν κακῶν, καὶ εἰς προῦπτον ῥίψων θάνατον ἐαυτόν. τὸ γὰρ μετὰ τριακοσίων δέκα καὶ ὀκτὼ πρὸς τοσαύτην παρατάττεσθαι στρατιὰν, οὐδὲν ἕτερον ἣ ταῦτα λογιζομένου ἦν, καὶ πρὸς αἰχμαλωσίαν καὶ πρὸς τιμωρίαν καὶ πρὸς μυρίους παρεσκευασμένους θανάτους. ἀπῆλθε μὲν οὖν ὡς καὶ αὐτὸς τῆς βαρβαρικῆς ἀπολαύσων ὠμότητος, τῇ δὲ τοῦ Θεοῦ φιλανθρωπίᾳ διασωθεὶς, ἐπανῆλθε μετὰ τῆς αἰχμαλωσίας καὶ τοῦ συγγενοῦς, οὐχ ἁπλῶς γεμὴν ἅπαντας ἔλαβεν, ἀλλὰ τοὺς οἰκογενεῖς τοὺς συνανατρφέντας τῷ Λὼτ, ἵνα μετὰ πολλῆς εὐνοίας τὴν ἐκδίκησιν ποιήσωνται, ὡς ὑπὲρ οἰκείου δεσπότου λοιπὸν ἀγωνιζόμενοι. Κυρίλλου Γλαφυρῶν. Ἐξοπλίζει μὲν οὖν τοὺς οἰκογενεῖς, καὶ ἑτέρους τινὰς τῶν συνωμοτῶν, Ἐσχὼλ, Ἀννὰν, καὶ Μαμβρῆ. ἀντεξάγει δὲ τοῖς νενικηκόσιν, οὐκ ἀγεννῶς, καὶ τῆς ἐκείνων πλεονεξίας ἀπαλλάττει τὸν ἀδελφόπαιδα, καὶ σὺν αὐτῷ πλείστην ὅσην ἀνασώζει πληθὺν συνηδικημένων καὶ κινδυνεύσασαν· ὑπονοστοῦντι δὲ οἴκοι, καὶ τῆς κατ’ ἐχθρῶν εὐανδρίας λαμπρὰ φέροντι τὰ γνωρίσματα, προσυπήντων ἀναγκαίως οἱ διὰ τῶν αὐτοῦ πόνων ὠφελημένοι.

English

When all had been urged on, as we said, and victory was on the side of the enemies, and no one was any longer able to withstand them—some having been cut down utterly, others held captive, others enslaved among them—nevertheless none of these things persuaded him to remain at home, but, struck by the violent despondency of what had happened, he went off to share in their misfortunes and to throw himself into manifest death. For to array oneself with three hundred and eighteen against so great an army was nothing other than the reasoning of one who reckoned these things and was prepared for captivity and for punishment and for countless deaths. So he departed, as though he too would taste of the barbarian cruelty, but being preserved by the loving-kindness of God, he returned with the captives and his kinsman—not simply taking all of them, but the household-born who had been brought up with Lot, so that they might exact vengeance with great goodwill, striving thenceforth as for their own master. From the Elegant Words of Cyril. He arms, then, the household-born, and certain others of the conspirators, Eschol, Anan, and Mamre. And he leads them out against the victors, not ignobly, and delivers his nephew from their greed, and with him saves a very great multitude of those who had been wronged and were in danger. And as he was returning home and bearing bright tokens of his valor against the enemy, those who had been benefited by his labors necessarily came out to meet him.

tlg4102.tlg038:630
Source · Greek

γέγραπται γὰρ οὕτως, “ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς κοπῆς τοῦ Χοδολογομὸρ, καὶ τῶν βασιλέων τῶν μετ’ αὐτοῦ, εἰς τὴν κοιλάδα τὴν Σαυῆ, προσεπάγει δὲ, ὅτι καὶ “Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν “ἄρτους καὶ οἶνον, ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καὶ εὐλό- “γησε τὸν Ἁβραάμ.” Χρυσοστόμου Ἑξαημέρου. Καὶ ὅρα πῶς διὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς μυστήριόν τι αἰνίττεται· ἐξήνεγκε γὰρ ἄρτους καὶ οἶνον. σὺ δὲ ὁρῶν τοὺς τύπους, νόει μοι τὴν ἀλήθειαν, καὶ θαύμαζε τῆς θείας γραφῆς τὴν δύναμιν, πῶς ἄνωθεν καὶ ἐκ προοιμίων τὰ μέλλοντα ἔσεσθαι προεμήνυεν. οὐ μόνον δὲ τὸν δίκαιον ἀνακηρύττει ὁ Μελχισεδὲκ, ἀλλὰ καὶ τὸν Θεὸν δοξάζει, καὶ τὴν συμμαχίαν αὐτοῦ ἐπιγινώσκει λέγων, “εὐλογητὸς ὁ Θεὸς ὃς

“παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σου, καὶ ἔδωκεν αὐτῷ “δεκάτην ἀπὸ πάντων,” δηλονότι ἐκ τῶν λαφύρων ὡν ἠμείψατο τὸν Μελχισεδὲκ, καὶ δεκάτην αὐτῷ ἀφώρισεν· ἐντεῦθεν ἤδη διδάσκαλος ἅπασι γινόμενος πολλὴν ἐπιδείκνυσθαι εὐγνωμοσύνην, καὶ τὰς ἀπαρχὰς προσάγειν τῶν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντων. Φίλων. Τὰ γὰρ τοῦ πολέμου ἀριστεῖα δίδωσι τῷ ἱερεῖ καὶ τὰς τῆς νίκης ἀπαρχάς. ἱεροπρεπεστάτη δὲ καὶ ἁγιωτάτη πασῶν ἀπαρχῶν ἡ δεκάτη, διὰ τὸ παντέλειον εἶναι τὸν ἀριθμὸν, ἀφ’ οὗ καὶ τοῖς ἱερεῦσι καὶ νεωκόροις αἱ δεκάται προστάξει νόμου καρπῶν καὶ θρεμμάτων ἀποδίδονται, ἄρξαντος τῆς ἀπαρχῆς Ἀβραὰμ, ὃς καὶ του γένους ἀρχηγέτης ἐστίν. Κυρίλλου. Ἀναγκαῖον οὖν καὶ ἡμᾶς μιμουμένους τὸν Ἀβραὰμ δεκάτην προσφέρειν τῷ Κυρίῳ.

English

For it is written thus: "And the king of Sodom went out after he returned from the slaughter of Chodologomor, and the kings who were with him, to the valley of Sauē." And it adds that "Melchisedek, king of Salēm, brought out bread and wine, and he was a priest of God Most High, and he blessed Abraham."

From the Hexaemeron of Chrysostom. And see how, through the honor shown to the patriarch, some mystery is hinted at; for he brought out bread and wine. But you, seeing the types, understand for me the truth, and marvel at the power of the divine Scripture, how from above and from the beginning it foretold what was going to be. And not only does Melchisedek proclaim the righteous man, but he also glorifies God, and acknowledges his alliance, saying, "Blessed be God who delivered your enemies into your hands, and gave him a tenth of all things," clearly from the spoils which he received from Melchisedek, and he set apart a tenth for him; from this point, becoming a teacher to all, to display great gratitude, and to bring the firstfruits of what has been provided to us by God.

From Philo. For he gives the prizes of war to the priest and the firstfruits of the victory. And the most priestly and holiest of all firstfruits is the tenth, because the number is perfect, from which both to the priests and to the temple-keepers the tenths of fruits and livestock are given by the command of the law, Abraham having begun the firstfruits, who is also the founder of the race.

From Cyril. It is necessary, then, that we also, imitating Abraham, offer a tenth to the Lord.

tlg4102.tlg038:631
Source · Greek

αὕτη δ᾿ ἃν εἴη τῶν δέκα ἐντολῶν ἡ ὑπερέχουσα, ἐφ’ ἧς ὁ νόμος κρέμαται καὶ οἱ προφῆται, τουτέστι τὸ ἀγαπῆσαι τὸν Θεὸν ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως. πλήρωμα γὰρ νόμου τὴν ἀγάπην καὶ Παῦλος ὁρίζεται. (??) Δύναται δέ τις καὶ Μελχισεδὲκ γενέσθαι· εἰ γάρ τις νεκρωσει τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὸ τῆς σαρκὸς κατασβέσει φρόνημα, καὶ ταύτης τὴν σχέσιν ὁλοσχερῶς ἀποσείσεται, δι’ ἧς ἡ μόνῳ τῷ Θεῷ χρεωστουμένη χάρις, καθὼς καὶ σὺν οὐδενὶ τῷ λόγῳ καταμερίζεται, καὶ εἴ τις πάντα τὰ γνωρίσματα τοῦ κόσμου καὶ τῆς σαρκὸς χάριν τοῦ θείου λόγου καλῶς ἀπαρνήσεται, οὕτως ἀπάτωρ καὶ ἀμήτωρ γέγονε, καὶ ἀγενεαλόγητος, τῇ πρὸς τὸ Πνεῦμα τοῦ Θεοῦ ξένῃ καὶ ἀρρήτῳ συναφείᾳ, ἔξω σαρκὸς καὶ κόσμου τῶν προπύλων γενόμενος. εἰ δὲ καὶ ἑαυτὸν πρὸς τούτοις ἀρνήσεται, καὶ ἀπολέσει τὴν ψυχὴν, τουτέστι τὴν κάτω ζωὴν μετὰ τῶν αὐτῆς ἐκτόπων θελημάτων, ἄναρχος ἔσται καὶ ἀτελεύτητος, οὐκέτι φέρων ἐν ἑαυτῷ τὴν κινουμένην ζωὴν, τὴν ἔχουσαν ἐν ἑαυτῇ ἀρχὴν ὁμοῦ καὶ τέλος. χρόνου δὲ ἀνώτερος ἔσται, ὁ πρὸ θανάτου θνήσκων, καὶ μηδὲ τὰς χρονικὰς ἡμέρας ἡγούμενος. εἰ δὲ καὶ ἐπαγρυπνήσει τῷ δώρῳ μέχρι τέλους μένων, ἔσται διηνεκῶς ἐν τῇ ἱερωσύνῃ, μὴ κωλυόμενος ἐν οὐδενὶ θανάτῳ κακίας ἢ φύσεως, καθάπερ Ἰουδαῖοι προσομιλεῖν τῷ καθαρῷ καθαρῶς. Χρυσοστόμου κατα ᾿Ιουδαίων. Ἀλλ’ ὅπερ ἀποδεῖξαι ἐπαγ-

English

This would be the preeminent one of the ten commandments, on which the law hangs and the prophets, that is, to love God with one's whole soul and strength. For Paul also defines love as the fulfillment of the law. (??) But one can also become a Melchisedek; for if someone puts to death the members that are upon the earth, and extinguishes the mind of the flesh, and wholly shakes off its attachment, through which the grace owed to God alone is divided along with no word, and if someone rightly renounces all the knowledges of the world and of the flesh for the sake of the divine word, thus he has become fatherless and motherless and without genealogy, by his strange and ineffable union with the Spirit of God, having come to be outside flesh and world, outside the forecourts. And if in addition he denies himself and loses his soul, that is, the lower life together with its aberrant wills, he will be without beginning and without end, no longer bearing in himself the moving life that has in itself both beginning and end. And he will be higher than time, who dies before death and does not reckon even the temporal days. And if he also keeps watch over the gift, remaining to the end, he will be continually in the priesthood, hindered by no death of vice or nature, just as Jews may converse with the pure purely. Of Chrysostom Against the Jews. But what he undertook to demonstrate—

tlg4102.tlg038:632
Source · Greek

γειλάμεθα, ὅτι οὐκέτι ὁ τρόπος ἐκεῖνος τῆς Ἰουδαϊκῆς ἱερωσύνης ἐπανελεύσεται, τοῦτο χρὴ παραστήσαι. ἀν’ τοίνυν φάνῃ τις τῶν προφητῶν λέγων ὅτι μετὰ τὸν Ἀαρὼν καὶ τὴν ἱερωσύνην ἐκείνην καὶ τὰς θυσίας ταύτας καὶ τὰς προσφορὰς ἀναστήσεται ἱερεὺς ἕτερος, οὐκ ἀπὸ τῆς φυλῆς ἐκείνης, ἀλλ’ ἐξ ἑτέρας φυλῆς, ἀφ’ ἧς οὐδέποτε γέγονεν ἱερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, εὔδηλον ὅτι ἡ μὲν παλαιὰ πέπαυται ἱερωσύνη, ἑτέρα δὲ νέα ἀντεισενήνεκται. εἰ γὰρ ἔμελλεν ἡ παλαιὰ κρατεῖν, οὐ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀλλὰ κατὰ τὴν τάξιν Ἀαρὼν ἔδει λέγεσθαι. Τίς οὖν τοῦτο φησίν; ὁ Δαβίδ· καὶ ποῦ τοῦτο φησίν; “εἶπεν “ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.” εἶτα, ἵνα μὴ πέρι τινος τῶν πολλῶν ἀνθρώπων τοῦτο ὑποπτεύσει τίς λέγεσθαι, οὔ φησιν αὐτὸ Ἡσαΐας, οὐδὲ Ἱερεμίας, οὐδὲ ἄλλος τις προφήτης, ἰδιώτης γενόμενος, ἀλλ’ αὐτὸς ὁ βασιλεύς. ἵνα μάθῃς ὅτι βασιλεὺς κύριον ἑαυτοῦ τινὰ καλέσαι οὐ δύναται, ἀλλ’ ἣ τὸν Θεὸν μόνον. εἰ μὲν γὰρ ἰδιώτης ἦν, ἴσως ἄν τις εἶπε τῶν ἀναισχυντούντων, περὶ ἀνθρώπου λέγεσθαι. νυνὶ δὲ βασιλεὺς ὣν, ἄνθρωπον ἑαυτοῦ κύριον οὐκ ἃν ἐκάλεσε. πῶς δ᾿ ἃν, εἶπέρ τινος τῶν πολλῶν ἀνθρώπων ταῦτα ἔλεγεν ὁ Δαβὶδ, εἶπεν ἃν ὅτι ἐκ δεξιῶν ἐκάθισε τῆς μεγάλης δόξης ἐκείνης; τοῦτο γὰρ ἀμήχανον.

English

We have said that that manner of the Jewish priesthood will no longer return; this must be established. If, then, any of the prophets appears saying that after Aaron and that priesthood and these sacrifices and offerings another priest will arise, not from that tribe but from another tribe, from which a priest never came into being, not according to the order of Aaron but according to the order of Melchizedek, it is evident that the old priesthood has ceased and another, new one has been brought in instead. For if the old one was going to prevail, it should have been said to be not according to the order of Melchizedek but according to the order of Aaron. Who then says this? David. And where does he say this? "The Lord said to my Lord, Sit at my right hand." Then, so that no one might suspect that this is said about one of the many men, it is not Isaiah who says it, nor Jeremiah, nor any other prophet who was a common man, but the king himself. So that you may learn that a king cannot call anyone his lord, but only God. For if he were a common man, perhaps one of the shameless might say that it is said about a man. But as it is, being a king, he would not have called a man his lord. And how, if David were speaking these things about one of the many men, would he have said that he sat at the right hand of that great glory? For this is impossible.

tlg4102.tlg038:633
Source · Greek

περὶ δὲ τούτου φησὶν, “εἶπεν ὁ Κύριος τῷ “Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑπο- “πόδιον τῶν ποδῶν σου.” εἶτα ἵνα μὴ νομίσης αὐτὸν ἀσθενῆ εἶναι καὶ ἀδυνατοῦντα, ἐπήγαγε, “μετὰ σοῦ ἡ ἀρχὴ, ἐν ἡμέρᾳ τῆς δυνά- “μεώς σου,” καὶ σαφέστερον δηλῶν ἔλεγεν, “ἐκ γαστρὸς πρὸ “ἑωσφόρου ἐγέννησά σε.” πρὸ ἑωσφόρου οὐδεὶς ἀνθρώπων γεγέννηται. “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” οὐκ εἶπε κατὰ τὴν τάξιν Ἀαρών. ἐρώτησον τοίνυν τὸν Ἰούδα. εἰ μὴ ἔμελλεν ἡ ἱερωσύνη καταλύεσθαι ἡ παλαιὰ, τίνος ἕνεκεν ἕτερον εἰσήγαγεν ἱερέα κατὰ τὴν τάξιν Μελχισεδέκ; εἰς τοῦτο γοῦν τὸ χωρίον ἐλθὼν ὁ Παῦλος, ὅρα πῶς σαφέστερον αὐτὸ ἐποίησεν· εἰπὼν γὰρ περὶ τοῦ Χριστοῦ, ὅτι καθὼς ἐν ἑτέρῳ λέγει, “σὺ ἱερεὺς εἰς “τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχ̀ͅισεδὲκ,” ἐπήγαγε, “περὶ οὗ “πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος,” εἶτα ἐπιτιμήσας αὐτοῖς πρὸς οὓς καὶ ἀπέστελλε δεῖ γὰρ ἐπιτέμνειν, λέγει τίς ἐστιν ὁ

English

But about this he says, "The Lord said to my Lord, 'Sit at my right hand, until I place your enemies as a footstool for your feet.'" Then, so that you might not think him weak and powerless, he added, "With you is the beginning, in the day of your power," and declaring it more clearly he said, "From the womb, before the morning star, I begot you." Before the morning star no man has been begotten. "You are a priest forever according to the order of Melchizedek." He did not say according to the order of Aaron. Ask Judah, then. If the old priesthood was not going to be abolished, for what reason did he bring in another priest according to the order of Melchizedek? At any rate, when Paul came to this passage, observe how he made it clearer; for having said about Christ that, as he says in another place, "You are a priest forever according to the order of Melchizedek," he added, "About him we have much to say and it is hard to explain," then having rebuked those to whom he was also sending, for one must be concise, he says who is the

tlg4102.tlg038:634
Source · Greek

Μελχισεδὲκ, καὶ ἐπάγει τὴν ἱστορίαν, καὶ θεὶς τὴν διήγησιν πᾶσαν, ἐν συντόμῳ μυστικῶς αὐτὴν ἐθεώρησε, καὶ πρῶτον ἀπὸ τοῦ ὀνόματος λέγων, Πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, Χρυσοστόμου. Σεδὲκ γὰρ δικαιοσύνη λέγεται, μελχὶ δὲ βασιλεὺς, τὸ δὲ ὅλον Μελχισεδὲκ, βασιλεὺς δικαιοσύνης. ὁρᾷς καὶ ἐν τοῖς ὀνόμασι τὴν· ἀκρίβειαν; τίς δέ ἐστι βασιλεὺς δικαιοσύνης, ἀλλ’ ἣ ὁ Κύριος ἡμῶν ᾿Ιησοῦς Χριστός; ὥσπερ κατὰ τὴν ῾Εβραΐδα διάλεκτον, τὸ μελχὶ, βασιλεὺς σημαίνει, τὸ δὲ σεδὲκ δικαιοσύνη, οὕτω καὶ τὴν πόλι, ἑρμηνεύων ὁ Παῦλος ἐτυμολογίᾳ τινὶ κέχρηται. τὸ γὰρ σαλὴμ εἰρήνην ἐμφαίνει, ὃ πάλιν ἐστὶ τοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστι βασιλεὺς εἰρήνης· οὗτος ἡμᾶς δικαίους ἐποίησε, καὶ εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. τίς ἄνθρωπος βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης ἐστίν; οὐδεὶς ἀλλ’ ἣ μόνος ὁ Χριστός. Θεοδωρήτου. ῾Ορᾷς πῶς καὶ ἀπὸ τῶν ὀνομάτων τοῦ Μελχισεδὲκ τὸ μέγεθος δείκνυσι, τοῦτο γὰρ τὸ Μελχισεδὲκ ὡς εἴρηται ὄνομα, βασιλεὺς δικαιοσύνης σημαίνει. οὗτος δὲ τῆς Σαλὴμ ἐβασίλευσεν, ἑρμηνεύεται δὲ τὸ Σαλὴμ εἰρήνη. δεῖξαι τοίνυν βούλεται διὰ τούτων, τύπον αὐτὸν ὄνομα τοῦ δεσπότου Χριστοῦ. αὐτὸς γάρ ἐστι κατὰ τὸν Ἀπόστολον ἡ εἰρήνη ἡμῶν, αὐτὸς κέκληται κατὰ τὸν προφήτην δικαιοσύνη ἡμῶν. Χρυσοστόμου ἑξαημέρου. Εἶτα καὶ ἑτέραν διαφορὰν “ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν ἔχων, “μήτε ζωῆς τέλος.

English

Melchisedek—and he brings in the history, and having set down the whole narrative, he viewed it mystically in brief, and first speaking from the name: First, being interpreted, king of righteousness, then also king of Salem, which is, king of peace. From Chrysostom. For Sedek means righteousness, and Melchi means king, and the whole, Melchisedek, king of righteousness. Do you see the accuracy even in the names? And who is king of righteousness but our Lord Jesus Christ? Just as in the Hebrew language Melchi signifies king, and Sedek righteousness, so Paul, interpreting the city also, has used a certain etymology. For Salem indicates peace, which again belongs to Christ; for he himself is king of peace; he made us righteous, and made peace both in the heavens and on the earth. What man is king of righteousness and peace? No one but Christ alone. From Theodoret. Do you see how he shows the greatness of Melchisedek even from the names? For this name Melchisedek, as has been said, signifies king of righteousness. And he reigned over Salem, and Salem is interpreted peace. He wishes, then, to show through these things that he was a type and name of the master Christ. For he himself, according to the Apostle, is our peace; he himself is called, according to the prophet, our righteousness. From Chrysostom's Hexaemeron. Then also another difference: without father, without mother, without genealogy, neither having beginning of days nor end of life.

tlg4102.tlg038:635
Source · Greek

ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει “ἱερεὺς εἰς τὸ διηνεκές.” καὶ πῶς φησιν οἷόν τε ἄνθρωπον ὄντα ἀπάτορα εἶναι καὶ ἀμήτορα, καὶ μήτε γενεαλογίαν ἔχων, μήτε ζωῆς τέλος; ἤκουσας ὅτι τύπος ἦν, μὴ τοίνυν ξενίζου, μηδὲ πάντα ἀπαίτει ἐν τῷ τύπῳ· οὐδὲ γὰρ ἃν εἴη τύπος, εἰ μέλλοι πάντα ἔχειν τὰ τῇ ἀληθείᾳ συμβαίνοντα. τί οὖν ἐστι τὸ εἰρημένον; ὥσπερ οὗτος φησὶ διὰ τὸ μὴ μνημονευθῆναι τοὺς γεγεννηκότας, ἀπάτωρ λέγεται καὶ ἀμήτωρ καὶ ἀγενεαλόγητος, οὕτω καὶ ὁ Χριστὸς διὰ τὸ μὴ ἐσχηκέναι μήτε ἐν οὐρανῷ μητέρα, μήτε ἐπὶ τῆς γῆς πατέρα, ἀγενεαλόγητος προσηγόρευται. Χρυσοστόμου. Ἐπειδὴ τοίνυν ἀντέπιπτε τῶ Ἀποστόλῳ, “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ,” ἐκεῖνος δὲ ἐτεθνήκει, καὶ οὐκ ἐγένετο ἱερεὺς εἰς τὸν αἰῶνα, ὅρα πῶς αὐτὸ τεθεώρηκεν. καὶ τίς τοῦτο εἴποι ἂν περὶ ἀνθρώπου; οὐ τῷ πράγματι φησὶ λέγω, τουτέστιν, οὐκ ἴσμεν τίνα πατέρα ἔσχεν, οὔτε τίνα μητέρα. οὐ πότε ἐδέξατο τὴν ἀρχὴν, οὐ πότε ἐτελεύτησε, καὶ τι τοῦτο φησί; μὴ γὰρ ἐπειδὴ ἡμεῖς οὐκ ἴσμεν, οὐκ οὐδὲ ἔσχεν γονεῖς. καλῶς λέγεις. καὶ ἐτελεύτησε, καὶ ἔσχε γονεῖς. πῶς οὖν ἀπάτωρ, ἀμήτωρ, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων; τῷ μὴ ἐμφέρεσθαι· καὶ τί τοῦτο; ὥσπερ οὗτος ταῦτα λέγεται τῷ μὴ γενεαλογεῖσθαι, οὕτως ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος. ἰδοὺ τὸ ἄναρχον, ἰδοὺ τὸ ἀτελεύτητον. ὥσπερ τούτου οὐκ ἴσμεν οὔτε ἀρχὴν ἡμερῶν οὔτε ζωῆς τέλος διὰ τὸ μὴ γεγράφθαι, οὕτως οὐκ ἴσμεν τοῦ Ἰησοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι.

English

Having been made like the Son of God, he remains "a priest forever." And how, he says, can a man be without father and without mother, and have neither genealogy nor end of life? You have heard that he was a type; do not be surprised, then, nor demand everything in the type; for it would not be a type if it were going to have everything that belongs to the truth. What then is the meaning of what was said? Just as this man, because those who begot him are not mentioned, is called without father and without mother and without genealogy, so also Christ, because he had neither a mother in heaven nor a father on earth, has been called without genealogy. From Chrysostom. Since, then, it was opposed to the Apostle—"You are a priest forever according to the order of Melchizedek"—and that man had died and did not become a priest forever, see how he has understood this. And who could say this about a man? I do not say it in fact, that is, we do not know what father he had, nor what mother; not when he received his beginning, not when he died. And what does he say to this? For it is not because we do not know that he did not have parents. You speak well. He both died and had parents. How then is he without father, without mother, having neither beginning of days nor end of life? By not being recorded. And what of that? Just as this man is said to have these things because he is not given a genealogy, so Christ is so by the very nature of the matter. Behold the unbegun, behold the unending. Just as we know neither the beginning of days nor the end of life of this man because it is not written, so we do not know these things of Jesus, not because it is not written, but because they do not exist.

tlg4102.tlg038:636
Source · Greek

ἐκεῖνο μὲν γὰρ τύπος, καὶ διὰ τοῦτο ἀπὸ τοῦ μὴ γεγράφθαι, τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο ἀπὸ τοῦ μὴ εἶναι. ὥσπερ γὰρ ἐν τοῖς ὀνόμασιν, ἐνταῦθα μὲν προσηγορίαι ἦσαν, βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια, οὕτω καὶ ἐν τούτοις, ὁρᾷς ἄναρχον τὸν Υἱὸν, οὐ διὰ τὸ μὴ ἔχειν αἴτιον· τοῦτο γὰρ ἀδύνατον· ἔχει γὰρ Πατέρα, ἐπεὶ πῶς Υἱός; ἀλλὰ κατὰ τὸ μὴ ἔχειν ἀρχὴν ζωῆς μήτε τέλος. Κατὰ ᾿Ιωάννην λόγοσ δ΄. Εἰ δὲ οὐκ ἔστι συναΐδιος ὁ τῷ Πατρὶ, πῶς ἄπειρον αὐτῷ τὴν ζωὴν ἐρεῖς; εἰ γὰρ ἀρχὴν ἄνωθεν ἔχει, κἂν ἀτελεύτητος ᾖ, ἄπειρος ὅμως οὐκ ἔστι. τὸ γὰρ ἄπειρον, ἑκατέρωθεν ἄπειρον εἶναι χρή. ὅπερ οὖν ὁ Παῦλος δηλῶν ἔλεγε, “μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων,” τότε ἄναρχον καὶ ἀτελεύτητον δηλῶν, ὥσπερ γὰρ τοῦτο οὐκ ἔχει πέρας, οὕτως οὐδὲ ἐκεῖνο, οὔτε γὰρ ἐνταῦθα τέλος, οὔτε ἐκεῖ ἀρχή. Χρυσοστόμου. Ἀφωμοιωμένος δέ φησι τῷ Υἱῷ τοῦ Θεοῦ· ποῦ ἡ ὁμοιότης; ὅτι καὶ τούτου κἀκείνου τὸ τέλος ἀγνοοῦμεν καὶ τὴν ἀρχήν· ἀλλὰ τούτου μὲν παρὰ τὸ μὴ γεγράφθαι, ἐκείνου δὲ παρὰ τοῦ μὴ εἶναι· ἐνταῦθα ἡ ὁμοιότης. εἰ δὲ πανταχοῦ ἔμελλεν ἡ ὁμοιότης εἶναι, οὐκ ἔτι τύπος ἦν καὶ ἀλήθεια, ἀλλὰ τύπος ἀμφότερα· ὥσπερ οὖν καὶ ἐν ταῖς εἰκόσιν, ἔστι μέν τοι ὁμοῖον, ἔστι δὲ ἀνόμοιον, διὰ μὲν τῶν γεγραμμένων ὁμοιότης ἐστι τῶν χαρακτή-

English

For that was a type, and for this reason it is from what is not written, while this is truth, and for this reason it is from what does not exist. For just as in names, here there were appellations, king of righteousness and of peace, but there the truth of realities, so also in these things, you see the Son without beginning, not because he has no cause—for this is impossible; for he has a Father, since how is he a Son?—but in respect of not having a beginning of life nor an end. According to John, Discourse 4. But if he is not coeternal with the Father, how will you call his life infinite? For if he has a beginning from above, even if he is endless, he is nevertheless not infinite. For what is infinite must be infinite in both directions. Therefore what Paul was saying when he declared, "having neither beginning of days nor end of life," he was then declaring him without beginning and endless; for just as this has no limit, so neither does that, for there is neither an end here nor a beginning there. From Chrysostom. And he says, "made like unto the Son of God": where is the likeness? Because we do not know the end and the beginning of both this one and that one; but of this one by reason of its not being written, of that one by reason of its not existing; herein is the likeness. But if the likeness were going to be in all respects, it would no longer be type and truth, but both would be type; just as therefore also in images, there is a likeness, yet there is also a dissimilarity, for through the things written there is a likeness of the characters

tlg4102.tlg038:637
Source · Greek

ρων. τῶν χρωμάτων δὲ ἐπιτεθέντων, τότε φανερῶς δείκνυται ἡ διαφορά. καὶ τό τε μὲν, ὅμοιον· τὸ δὲ ἀνόμοιον. Θεοδωρίτου. Ἄθρει κἀνταῦθα, τὸν ῾Αβραὰμ ἐγενεαλόγησεν ἡ θεία γραφὴ, καὶ ἄλλους δὲ πολλοὺς, καὶ πρὸ ἐκείνου, καὶ μετ ἐκεῖνον, καὶ τὸν ἐκείνου πατέρα, καὶ τὸν πάππον, καὶ τὸν ἐπίπαππον, καὶ τοὺς ἐκείνου προγόνους· προστέθεικε δὲ, ὅτι τόσων δὲ γενόμενος ἐτῶν, γεγέννηκε, καὶ τοσάδε πάλιν ἐπιβιώσας, τετελεύτηκε. τοῦ δὲ Μελχισεδὲκ, οὔτε τὸν πατέρα, οὔτε τὴν μητέρα, οὔτε τὸ γένος, ἐδίδαξεν η θεία γράφη, οὔτε πόσον ἐβίωσε χρόνον, οὔτε πότε τοῦ βίου τὸ πέρας ἀδέξατο. κατὰ τοῦτο τοίνυν οὗτος λέγεται “ἀπάτωρ” καὶ τὰ λοιπά. ὁ μέντοι δεσπότης Χριστὸς φύσει καὶ ἀληθῶς τούτων ἕκαστον ἔχει· ἀμήτωρ μὲν γάρ ἐστιν ὡς Θεὸς, ἐκ μόνου γὰρ γεγέννηται τοῦ Πατρὸς, ἀπάτωρ δὲ ὡς ἄνθρωπος· ἐκ μόνης γὰρ ἐτέχθη μητρὸς, τῆς παρθένου φημί· ἀγενεαλόγητος ὡς Θεὸς, οὐ γὰρ χρήζει γενεαλογίας ὁ ἐξ ἀγεννήτου γεγεννημένος Πατρός· οὐκ ἔσχηκεν ἀρχὴν ἡμερῶν· ἀΐδιος γὰρ ἡ γέννησις, οὔτε ζωῆς ἔχει τέλος, ἀθάνατον γὰρ ἔχει τὴν φύσιν. τούτου χάριν, οὐ τὸν δεσπότην Χριστὸν τῷ Μελχισεδὲκ ἀφωμοίωσεν, ἀλλὰ τὸν Μελχισεδὲκ τῷ Χριστῷ. ἐκεῖνος γὰρ τούτου τύπος, οὗτος δὲ τοῦ τύπου ἡ ἀλήθεια. ἐν μέντοι τῇ ἱερωσύνῃ, οὐ Μελχισεδὲκ τὸν Χριστὸν μεμίμηται, ἀλλ’ οὗτος ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· τὸ γὰρ ἱερατεύειν ἀνθρώπου, Θεοῦ δὲ τὸ τὰ προσφερόμενα δέχεσθαι·

English

...of colors, when they have been applied, then the difference is clearly shown: the one is similar, the other dissimilar. From Theodoretus: Observe here too that the divine Scripture gave the genealogy of Abraham, and of many others both before him and after him—his father, his grandfather, his great-grandfather, and his forebears—and it added that having lived so many years he begot, and having survived so many more he died. But of Melchizedek the divine Scripture taught neither his father nor his mother nor his lineage, nor how long a time he lived, nor when he received the end of his life. In this respect, then, he is called "fatherless" and the rest. The Lord Christ, however, has each of these by nature and in truth: he is motherless as God, for he was begotten of the Father alone; fatherless as man, for he was born of a mother alone—the virgin, I mean; without genealogy as God, for he who is begotten of an unbegotten Father has no need of genealogy; he has had no beginning of days, for his generation is eternal; nor does he have an end of life, for his nature is immortal. For this reason, he did not liken the Lord Christ to Melchizedek, but Melchizedek to Christ. For that man is a type of this one, and this one is the truth of the type. In the priesthood, however, it is not Melchizedek whom Christ imitates, but this one is a priest forever according to the order of Melchizedek; for to offer priestly service is the work of a man, but to receive what is offered is the work of God.

tlg4102.tlg038:638
Source · Greek

ἀλλ’ ὅμως ἐνανθρωπίσας ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, καὶ ἀρχιερεὺς ἡμῶν ἐγένετο, κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὐκ ἀξίωμα προσλαβὼν, ἀλλὰ τὴν θείαν κατακρύψας ἀξίαν, καὶ τὴν ὑπὲρ τῆς ἡμετέρας σωτηρίας καταδεξάμενος ταπεινότητα. οὕτως ἀμνὸς κέκληται, καὶ ἁμαρτία καὶ κατάρα, καὶ ὁδὸς, καὶ θύρα, καὶ ἕτερα πλεῖστα παραπλήσια τούτου. περὶ μέντοι τοῦ Μελχισεδὲκ ἔφησεν, ὅτι “μένει ἱερεὺς “εἰς τὸ διηνεκὲς,” ἐπειδή περ τὴν ἱερωσύνην οὐ παρέπεμψεν εἰς παῖδας, καθάπερ Ἀαρὼν καὶ Ἐλεάζαρ καὶ Φινεές· ὁ γὰρ εἰς ἕτερον τοῦτον παραπέμπων τὸν κλῆρον, δοκεῖ πῶς ἀφῃρῆσθαι τὴν ἀξίαν, ἄλλου τὴν ἐνέργειαν ἔχοντος. ἔχει δὲ καὶ ἑτέραν διάνοιαν. ὥσπερ Μωϋσῆν οὐ τὸν νομοθέτην μόνον καλοῦμεν, ἀλλὰ καὶ αὐτὸν τὸν νόμον, οὕτω καὶ Μελχισεδὲκ, καὶ τὸ πρόσωπον ὀνομάζομεν καὶ

τὸ πρᾶγμα, τουτέστι τὴν ἱερωσύνην, ταύτην δὲ ὁ δεσπότης Χριστὸς ἔχει, ἀτελεύτητον ἔχων ζωήν. Ερανιστήσ. ᾿Αμφότερα δὲ αὐτῷ προσήκει, καὶ τὸ ἐν ἀρχῇ εἶναι, καὶ τὸ ἐξ ῾Αβραὰμ καὶ Δαβὶδ κατὰ σάρκα βλαστῆσαι. δύο γὰρ φύσεις ἐν αὐτῷ θεωρῶν, ἑκατέρᾳ προσνέμω τὰ πρόσφορα. εἰ δὲ κατά τινας μία φύσις ἐστὶν ὁ Χριστὸς, πῶς ὄνον τε αὐτῇ προσαρμόσαι τὰ ἐν αὐτῇ. ἐναντίον γὰρ τῷ ἐν ἀρχῇ εἶναι, τὸ ἐξ Ἀβραὰμ καὶ Δαβὶδ καὶ τὴν ἀρχὴν εἰληφέναι. μᾶλλον δὲ πολλοστὴ γενεὰ μετὰ τὸν Δαβὶδ γεννηθῆναι, ἐν αὐτῇ δὲ πάλιν τῷ πάντα πεποιηκέναι, καὶ τῷ ἐκ Θεοῦ εἶναι, τὸ ἐκ πεποιημένων βλαστῆσαι, καὶ τὸ ἀνθρώπους ἐσχηκέναι πατέρας. ἐναντίον δὲ καὶ τῷ αἰωνίῳ τὸ πρόσφατον.

English

But nevertheless, the only-begotten Son of God, having become man, also became our high priest according to the order of Melchizedek, not taking up an honor, but hiding his divine worth, and accepting the lowliness for the sake of our salvation. Thus he is called a lamb, and sin, and curse, and way, and door, and very many other things similar to this. However, concerning Melchizedek he said that "he remains a priest forever," since indeed he did not pass on the priesthood to his children, as Aaron and Eleazar and Phinehas did; for the one who passes this lot on to another seems in some way to have been deprived of the honor, since another has the function. But it has also another meaning. Just as we call Moses not only the lawgiver but also the law itself, so also Melchizedek, we name both the person and the thing, that is, the priesthood; and this the Lord Christ has, having an endless life. Eranistes h. But both belong to him, both to be in the beginning, and to have sprung from Abraham and David according to the flesh. For seeing two natures in him, I assign to each the things that are fitting. But if according to some Christ is one nature, how can one fit to it the things in it? For it is contrary to being in the beginning, that he sprang from Abraham and David and received a beginning. Or rather, to have been born many generations after David, and again in it, to have made all things, and to be from God, to have sprung from things made, and to have had human fathers. And contrary to the eternal is the recent.

tlg4102.tlg038:639
Source · Greek

ἀναμνήσθητι δέ μοι καὶ τῶν περὶ Μελχισεδὲκ εἰρημένων, ἔνθα παρεξετάζων ὁ Ἀπόστολος τὴν Λευιτικὴν ἱερωσύνην τῇ τοῦ Χριστοῦ, ἀπείκασε μὲν ἐν τοῖς ἄλλοις τὸν Μελχισεδὲκ τῷ Χριστῷ, τὴν δέ γε ἱερωσύνην ἔχειν ἔφησε τὸν Κύριον κατὰ τὴν τάξιν Μελχισεδέκ. ἆρά γε οὐκ ἄνθρωπος εἶναι καὶ γενητὸν νομίζεις τὸν Μελχισεδέκ; ἀλλ’ ὁ περὶ αὐτοῦ λόγος τἀναντία διδάσκει. πῶς τοίνυν αὐτῷ τὸ ἀπάτωρ ἁρμόττει καὶ τὰ ἑξῆς; ὑπὲρ ἀνθρωπείαν γὰρ ταῦτά γε φύσιν. τί οὖν; ψευδῆ τὸν ᾿Απόστολον εἰρηκέναι φήσομεν; μὴ γένοιτο. πῶς οὐν οἷόν τε καὶ αὐτῷ προσμαρτυρῆσαι τῇ ἀληθείᾳ, καὶ τῷ Μελχισεδὲκ προσαρμόσαι, τὰ ὑπὲρ φύσιν; ἀσαφὲς μὲν δοκεῖ τὸ χωρίον, τοῖς δὲ προσέχειν ἐθέλουσιν ἐφικτὴ τῆς τῶν ῥητῶν διανοίας ἡ κατανοησις. Εἰρηκὼς γὰρ ὁ Παῦλος ἀπάτωρ καὶ τὰ ἑξῆς, ἐπήγαγεν. “ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ μένει εἰς τὸ διηνεκὲς ἱερεύς.” καὶ σαφῶς ἡμᾶς ἐδίδαξεν ὡς τοῦ Μελχισεδὲκ ἐν τοῖς ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν, ἀρχέτυπον ἐστὶν ὁ Χριστός. ὁ δὲ Μελχισεδὲκ εἰκὼν καὶ τύπος Χριστοῦ, τοῦτον γὰρ εἶπεν ἀφωμοιωμένον τῷ Υἱῷ τοῦ Θεοῦ· σκοπήσωμεν δὲ οὑτωσί. λέγεις ἐσχηκέναι τὸν Κύριον κατὰ σάρκα πατέρα; οὐδαμῶς. ἐκ μόνης γὰρ ἁγίας ἐγεννήθη παρθένου. οὐκοῦν εἰκότως ἀπάτωρ ὠνόμασται. λέγεις αὐτὸν κατὰ τὴν θείαν φύσιν σχεῖν μητέρα; οὐ δῆτα· ἐκ μόνου γὰρ πρὸ τῶν αἰώνων ἐγεννήθη Πατρός. τοιγάρ τοι καὶ ἀγενεαλόγητος, ὡς ἄρρη-

English

Remember for me also what was said about Melchizedek, where the Apostle, comparing the Levitical priesthood with that of Christ, likened Melchizedek in other respects to Christ, but said that the Lord has the priesthood according to the order of Melchizedek. Do you then think that Melchizedek was a man and created? But the account concerning him teaches the opposite. How then does “without father” fit him, and what follows? For these things are beyond human nature. What then? Shall we say that the Apostle spoke falsely? By no means. How then is it possible both to bear witness to the truth in his case and to apply to Melchizedek things beyond nature? The passage seems obscure, but for those willing to pay attention, the understanding of the meaning of the words is attainable. For Paul, having said “without father” and what follows, added: “made like the Son of God, he remains a priest forever.” And he clearly taught us that in the things beyond human nature, Christ is the archetype. But Melchizedek is an image and type of Christ, for he said that this one was made like the Son of God. Let us consider it thus. Do you say that the Lord had a father according to the flesh? Not at all. For he was born of the holy virgin alone. Therefore he is reasonably called “without father.” Do you say that he had a mother according to the divine nature? Certainly not; for he was begotten from the Father alone before the ages. Hence he is also “without genealogy,” as ineffa-

tlg4102.tlg038:640
Source · Greek

τον ἔχων τὴν ἐκ Πατρὸς γέννησιν προσηγόρευται. “τὴν γενεὰν “γὰρ αὐτοῦ,” φησὶν ὁ προφήτης, “τίς διηγήσεται;” οὕτως αὐτῷ προσήκει τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν· ἄναρχος γὰρ καὶ ἀνώλεθρος, καὶ συντόμως ἀΐδιος, καὶ τῷ Πατρὶ συναΐδιος. πῶς δὲ ἁρμόττει ταῦτα καὶ τῷ θαυμασίῳ Μελχισεδέκ; ὡς εἰκόνι καὶ τύπῳ. ἡ δὲ εἰκὼν οὐ πάντα ὅσα ἔχει τὸ ἀρχέτυπον ἔχει. τῷ μὲν οὖν Σωτήρι’ ταῦτα προσήκει φύσει καὶ ἀληθείᾳ. ἐκείνῳ δὲ ἡ τῆς ἀρχαιογονίας ἱστορία προσήρμοσε ταῦτα. τῶν γὰρ πρόπαλαι γεγενημένων τὴν γενεαλογίαν ἐπιδείξασα, ἐκείνου οὔτε ’τον πατέρα εἴρηκεν, οὔτε τὴν μητέρα, οὔτε μὴν ἐκ τινος τῶν Νῶε παίδων κατάγειν τὸ γένος ἐδίδαξεν, ἵνα γένηται τοῦ ἀληθῶς ἀμήτορος καὶ ἀπάτορος τύπος. οὕτω δὲ νοεῖν ἡμᾶς ἐδίδαξε Παῦλος. ἐν αὐτῷ γὰρ τῷ χωρίῳ καὶ ταῦτα προστέθεικεν, “ὁ δὲ μὴ “γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν ῾Αβραὰμ, καὶ τὸν “ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.” εἰ δὲ ἀληθῶς ἀπάτωρ ἦν καὶ ἀμήτωρ, οὐκ ἃν ἦν εἰκὼν, ἀλλ’ ἀλήθεια. ἐπειδὴ δὲ οὐ φύσεως ταῦτ’ ἔχει, ἀλλὰ κατὰ τὴν τῆς θείας γραφῆς οἰκονομίαν, δείκνυσι τῆς ἀληθείας τὸν τύπον. τὸ δὲ “μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς “τέλος ἔχειν,” οὕτω νοήσωμεν· τὴν παλαιὰν γενεαλογίαν συγγράφων Μώσης ἐδίδαξεν ἡμᾶς, ὡς Ἀδὰμ ἐτῶν τοσῶνδε γενόμενος, ἐγέννησε τὸν Σὴθ, καὶ ἐπιζήσας ἔτη τοσάδε, τοῦ βίου τὸ τέρμα κατέλαβεν. οὕτω καὶ περὶ τοῦ Σὴθ καὶ τοῦ Ἐνώς καὶ τῶν ἄλλων εἴρηκε. τοῦ μέν τοι Μελχισεδὲκ καὶ τὴν ἀρχὴν τῆς γενέσεως, καὶ τῆς ζωῆς τὸ τέλος ἐσίγησεν. οὐκοῦν κατὰ τὴν ἱστορίαν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος ἔχει.

English

He who has his generation from the Father has been named. "For his generation," says the prophet, "who shall declare?" Thus it belongs to him to have neither beginning of days nor end of life; for he is without beginning and indestructible, and in short eternal, and coeternal with the Father. But how do these things also fit the wondrous Melchizedek? As an image and type. But the image does not have all that the archetype has. To the Savior, then, these things belong by nature and in truth. But to that one, the history of his ancient origin has fitted these things. For having shown the genealogy of those born long ago, it has stated neither his father nor his mother, nor indeed did it teach that his race was descended from any of the sons of Noah, so that he might become a type of the one truly without mother and without father. And Paul has taught us to understand it thus. For in that very passage he has also added these things: "But he who is not genealogized from them has tithed Abraham, and has blessed the one having the promises." But if he was truly without father and without mother, he would not be an image, but the truth. But since he has these things not by nature, but according to the economy of the divine Scripture, it shows the type of the truth. And "to have neither beginning of days nor end of life," let us understand it thus: Moses, writing the ancient genealogy, taught us that Adam, having lived so many years, begot Seth, and having lived so many years more, reached the end of his life. Thus also he has spoken concerning Seth and Enosh and the others. But concerning Melchizedek he has kept silent both as to the beginning of his generation and the end of his life. Therefore, according to the history, he has neither beginning of days nor end of life.

tlg4102.tlg038:641
Source · Greek

κατὰ δὲ τὴν ἀλήθειαν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, οὔτε ἤρξατο τοῦ εἶανι, οὔτε λήψεται τέλος. κατὰ μὲν οὖν τὰ θεοπρεπῆ ταῦτα καὶ ὄντως θεῖα, τύπος ἐκεῖνος Χριστοῦ. κατὰ δέ γε τὴν ἀρχιερωσύνην, ἥτις ἀνθρώποις μᾶλλον ἣ Θεῷ προσήκει, ὁ Χριστὸς ἀρχιερεὺς γέγονε κατὰ τὴν τάξιν Μελχισεδέκ. καὶ γὰρ ἐκεῖνος ἐθνῶν ὑπῆρχεν ἀρχιερεὺς, καὶ Χριστὸς ὑπὲρ ἁπάντων τὴν παναγίαν καὶ σωτήριον θυσίαν προσήνεγκε. Παναρίων, Οὐκοῦν ληροῦσιν οἱ τὸν Μελχισεδὲκ δύναμιν εἶναί τινα μεγάλην δοξάζοντες, καὶ ἐν τοι ἀκατονομάστοις αὐτὸν διατρίβειν τόποις ἡγούμενοι, καὶ τοῦ χριστοῦ μείζονα τυγχάνειν

τοῦ τῆς ἐκείνου κατηξιωμένου τάξεως. εἰ μὴ γὰρ ἢν φησιν ἐν δευτέρᾳ τινὶ κείμενος ὁ Χριστὸς μοίρᾳ, οὐκ ἃν ἱερατεύειν ἐλέγετο κατὰ τὴν τάξιν Μελχισεδέκ. βλασφημοῦντες δὲ ἀπεδείχθησαν καὶ οἱ τολμήσαντες εἰπεῖν τὸν Μελχισεδὲκ αὐτὸν εἶναι τὸν πατέρα τοῦ Χριστοῦ, καὶ διὰ τοῦτο καλεῖσθαι παρὰ τῆς γραφῆς ἀπάτορα καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον· πολλοὺς γὰρ κατηναλώσαμεν λόγους τὴν ἐκείνων ἐλέγχοντες ἄνοιαν. (??) ᾿Ονομάζεται ὁ Χριστὸς Μελχισεδὲκ ὡς ἀμήτωρ τὸ ὑπὲρ ἡμᾶς, καὶ ἀπάτωρ τὸ καθ’ ἡμᾶς, καὶ ὡς ἀγενεαλόγητος τὸ ἄνω· “τὴν γὰρ γενεὰν αὐτοῦ,” φησὶ, “τίς διηγήσεται;” καὶ ὡς βασιλεὺς Σαλὴμ· εἰρήνη δὲ τοῦτο· καὶ ὡς βασιλεὺς δικαιοσύνης, καὶ ὡς ἀποδεκατῶν πατριάρχας κατὰ τῶν πονηρῶν δυνάμεων ἀριστεύοντας. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Θεοδωρήτου.

English

But according to the truth, the only-begotten Son of God neither began to be nor will receive an end. In these things that befit God and are truly divine, then, that one was a type of Christ. But with respect to the high priesthood, which belongs rather to men than to God, Christ has become high priest according to the order of Melchizedek. For that one also was high priest of the nations, and Christ offered the all-holy and saving sacrifice on behalf of all. From Panarion: Therefore those who glorify Melchizedek as some great power are talking nonsense, and who think that he dwells in unnameable places, and that he is greater than Christ, who was deemed worthy of his order. For unless, he says, Christ were placed in some second rank, he would not be said to serve as priest according to the order of Melchizedek. And those who dared to say that Melchizedek himself was the father of Christ, and that for this reason he is called by the Scripture without father and without mother and without genealogy, have been shown to be blasphemers; for we have spent many words refuting their folly. Christ is named Melchizedek as without mother in that which is above us, and without father in that which is according to us, and as without genealogy in that which is above; for “who,” it says, “will declare his generation?” and as king of Salem—that is, peace—and as king of righteousness, and as one who takes tithes from the patriarchs as they excel against the evil powers. But consider how great this one is, to whom the patriarch gave a tenth from the spoils. From Theodoret.

tlg4102.tlg038:642
Source · Greek

Τοῦ ἀξιώματος τοῦ Ἀβραὰμ οὐχ ἁπλῶς ἐμνημόνευσεν, ἀλλὰ δεῖξαι βουλόμενος ὡς αὐτὴ τῶν ἱερέων ἡ ῥίζα, τῶν ἀγαθῶν ἡ κρηπὶς, δι’ οὗ τῆς εὐλογίας μεταλαγχάνει τὰ ἔθνη, τῆς λείας τὴν δεκάτην τῷ Μελχισεδὲκ προσενήνοχε. Χρυσοστόμου. κατὰ ᾿Ιουδαίων. Τέως μὲν οὖν ἥρμοσε τὸν τύπον, θαρρῶν δὲ λοιπὸν, δείκνυσιν αὐτὸν τῶν ἀληθῶν πραγμάτων παρὰ Ἰουδαίοις λαμπρότερον. εἰ δὲ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων, τί ἄν τις εἴποι περὶ τῆς ἀληθείας; ὁρᾷς ἐξ ὅσης περιουσίας δείκνυσι τὴν ὑπεροχήν. Καὶ ἀνακαλύπτων τοῦ τύπου τὸ θεώρημα, φησὶ, “θεωρεῖτε “πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἔδωκεν ὁ πατριάρχης.” τοῦτο δὲ οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ’ ἐνδείξασθαι βουλόμενος ὅτι πολλῷ μείζων ἡ καθ’ ἡμᾶς ἱερωσύνη τῆς Ἰουδαικῆς, καὶ ἐν τύπῳ αὐτοῖς τῶν πραγμάτων προλαβοῦσα ἡ ὑπεροχὴ δείκνυται. ὁ γὰρ ῾Αβραὰμ τοῦ Ἰσαὰκ πατὴρ ἦν, καὶ τοῦ Ἰακὼβ πάππος, καὶ πρόγονος τοῦ Λευί. τοῦ γὰρ Ἰακὼβ υἱὸς ἦν ὁ Λευὶ, ἀπὸ δὲ τοῦ Λευὶ ἡ ἱερωσύνη παρὰ Ἰουδαίοις τὴν ἀρχὴν ἔλαβεν. ἀλλ’ οὗτος ὁ ῾Αβραὰμ ὁ πρόγονος τῶν Λευιτῶν τῶν Ἰουδαϊκῶν ἱερέων, ἐπὶ τοῦ Μελχισεδὲκ ὃς

English

He did not mention Abraham's dignity without reason, but wishing to show that the very root of the priests, the foundation of the good things, through whom the nations partake of the blessing, brought the tenth of the spoils to Melchizedek. From Chrysostom, Against the Jews. For a time, then, he applied the type; but now, taking courage, he shows it to be brighter among the Jews than the true realities. But if the one who has the type of Christ is so great—better not only than the priests, but even than the very forefather of the priests—what could one say about the truth? Do you see from what abundance he demonstrates the superiority? And unveiling the contemplation of the type, he says, "Consider how great this man is, to whom even the patriarch gave a tenth." He said this not without reason, but wishing to show that our priesthood is far greater than the Jewish, and that the superiority is shown to have come beforehand to them in the type of the realities. For Abraham was the father of Isaac, and the grandfather of Jacob, and the ancestor of Levi. For Levi was a son of Jacob, and from Levi the priesthood among the Jews took its beginning. But this Abraham, the ancestor of the Levites, the Jewish priests, in the time of Melchizedek, who

tlg4102.tlg038:643
Source · Greek

ἦν τύπος τῆς καθ’ ἡμᾶς ἱερωσύνης, λαικοῦ τάξιν ἐπεῖχε. καὶ τοῦτο δι’ ἀμφοτέρων ἐδήλωσε, καὶ διὰ τοῦ δοῦναι δεκάτην αὐτῷ, οἱ γὰρ λαιοὶ τοῖς ἱερεῦσι τὰς δεκάτας διδόασι, καὶ ὅτι ηὐλογήθη παρ’ αὐτοῦ. οἱ γὰρ λαικοὶ παρὰ τῶν ἱερέων εὐλογοῦνται. πάλιν ὅρα πόση ἡ ὑπεροχὴ τῆς καθ’ ἡμᾶς ἱερωσύνης, ὅταν ῾Αβραὰμ ὁ πατριάρχης τῶν ᾿Ιουδαίων, ὁ πρόγονος τῶν Λευιτῶν, εὑρίσκεται ὑπὸ τοῦ Μελχισεδὲκ, καὶ εὐλογούμενος καὶ δεκάτας διδούς· καὶ γὰρ ἀμφότερα ταῦτα φησὶν ἡ παλαιά· αὐτὰ γοῦν ταῦτα καὶ ὁ Παῦλος εἰς μέσον ἀγαγὼν λέγει, “θεωρεῖτε πηλίκος οὗτος.” οὗτος τίς; ὁ Μελχισεδέκ φησιν, ᾧ καὶ δεκάτην ῾Αβραὰμ ἐκ τῶν ἀκροθινίων ἔδωκεν, ὁ πατριάρχης ἐκείνων. Χρυσοστόμου. Ἀκροθίνια δὲ τὰ λάφυρα λέγεται, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ὡς μετέχοντι τοῦ πολέμου ἔδωκε. διὰ γὰρ τοῦτο εἶπεν, ὅτι ὑπήντησεν ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλείων. οἴκοι γὰρ ἐκάθητό φησι, καὶ τῶν αὐτῷ πεπονημένων τὰς ἀπαρχὰς ἔδωκεν. καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καί περ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος ᾿Αβραάμ. ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν ῾Αβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας ευλόγηκεν. Κατὰ ᾿Ιουδαίων. Ὃ λέγει τοιοῦτόν ἐστιν· οἱ Λευῖται οἱ παρὰ τοῖς ᾿Ιουδαίοις ἱερεῖς ἐντολὴν ἔλαβον κατὰ τὸν νόμον, δεκάτας λαμβάνειν ἐκ τῶν ἄλλων ᾿Ιουδαίων· καί τοι γε πάντες ἐκ τοῦ ῾Αβραάμ εἰσι, καὶ οἱ Λευῖται, καὶ ὁ λοιπὸς λαὸς, ἀλλ’ ὅμως δεκάτας λαμβάνουσι παρὰ τῶν ἀδελφῶν αὐτῶν.

English

He was a type of our priesthood, holding the rank of a layman. And he made this clear through both things: both by giving the tithe to him—for laymen give tithes to priests—and because he was blessed by him; for laymen are blessed by priests. Again, observe how great is the superiority of our priesthood, when Abraham, the patriarch of the Jews, the ancestor of the Levites, is found to be both blessed by Melchizedek and giving tithes. For the old Scripture says both these things. At any rate, Paul also, bringing these very things forward, says, "Consider how great this man is." Who is this? Melchizedek, he says, to whom Abraham gave a tenth even from the spoils, that patriarch of those men. From Chrysostom. And the spoils are called akrothinia, and it cannot be said that he gave them as one sharing in the war. For this reason he said that he met him returning from the slaughter of the kings. For he was sitting at home, he says, and he gave the firstfruits of the things for which he had labored. And those who receive the priesthood from the sons of Levi have a commandment to tithe the people according to the law, that is, their brothers, even though they have come out from the loins of Abraham. But he who is not descended from them has tithed Abraham, and has blessed the one who had the promises. Against the Jews. What he says is of this sort: the Levites, the priests among the Jews, received a commandment according to the law to receive tithes from the other Jews; and yet all are from Abraham—both the Levites and the rest of the people—but nevertheless they receive tithes from their brothers.

tlg4102.tlg038:644
Source · Greek

ὁ δὲ Μελχισεδὲκ ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν· οὐ γὰρ ἐκ τοῦ ῾Αβραὰμ ἦν, οὐδὲ ἐκ τῆς φυλῆς τῆς Λευιτικῆς, ἀλλ’ ἑτέρου γένους, δεκάτας παρὰ τοῦ ῾Αβραὰμ ἔλαβε. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερόν τι· καὶ ’τον ἔχοντα τὰς ἐπαγγελιας, τὸν ῾Αβραὰμ πάλιν εὐλόγησε· καὶ τί τοῦτο φησί; δείκνυται ὅτι οὗτος ἐκείνου σφόδρα ἐλάττων. πὼς; Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Θεοδωρήτου. Τουτέστιν ἀναμφίλεκτον τοῦτο καὶ λίαν ἀναμφισ βήτητον, ὡς οἱ μείζους εὐλογεῖν τοὺς ἐλάττους εἰώθασιν. Χρυσοστόμου κατὰ ᾿Ιουδαίων. Ὥστε εἰ μὴ ἦν ἐλάττων Ἁβραὰμ ὁ πρόγονος τῶν Λευιτῶν, τοῦ Μελχισεδὲκ, οὐκ ἃν ἐκεῖνος τοῦτον εὐλόγησεν, οὐδ’ ἂν ἐκεῖνος τούτω δεκάτας δέδωκε. τοσαύτη τῆς ἱερωσύνης ἡ ὑπερβολὴ, ὡς τοὺς ὁμοτίμους ἀπὸ προγόνων καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα πολλῷ βελτίους εἶναι τῶν ἄλλων. δεκάτας γοῦν παρ’ ἐκείνων λαμβάνουσι. καί τοι τὸν αὐτὸν πρόγονον ἔχειν σεμνυνομένων οἱ κατὰ νόμον ἱερεῖς. οὗτος δὲ ἀλλόφυλος ὣν, παρ’ αὐτοῦ τοῦ πατριάρχου τὰς δεκάτας ἐδέξατο, καὶ τῷ τὰς θείας ἐπαγγελίας εἰληφότι, τὴν εὐλογίαν ἀντέδωκεν· ἡρμήνευσε δὲ καὶ τὸ ἀγενεαλόγητος, ἐξ αὐτῶν γὰρ εἶπε τὸν Μελχισεδὲκ μὴ γενεαλογεῖσθαι. δῆλον τοίνυν ὡς ἐκεῖνος οὐκ ἀληθῶς ἀγενεαλόγητος, ἀλλὰ κατὰ τύπον· ἀλλ’ ὅπερ ἐλέγομεν, τοσαύτη τῆς ἱερωσύνης ἡ ἀξία, ὡς τοὺς κατὰ νόμον ἱερέας καὶ παρ’ αὐτῶν τῶν ὁμογενῶν τε καὶ ὁμοφύλων τὰς δεκάτας κομίζεσθαι. ὅταν οὖν εὑρεθῇ τίς παρ’ αὐτῶν τούτων δεκάτας λαμβάνων, ἆρ᾿ οὐχ οὗτοι μὲν ἐν τάξει λαικῶν, ἐκεῖνος δὲ ἐν τοῖς ἱερεῦσι;

English

But Melchizedek, who is not reckoned by genealogy from them; for he was not from Abraham, nor from the tribe of Levi, but from another race, received tithes from Abraham. And not only this, but also something else: he also blessed Abraham, who had the promises. And what does this mean? It is shown that this one was far inferior to that one. How? For without any dispute the lesser is blessed by the greater. From Theodore. That is, this is indisputable and entirely beyond question, as the greater are accustomed to bless the lesser. From Chrysostom Against the Jews. So that if Abraham, the ancestor of the Levites, were not lesser than Melchizedek, that one would not have blessed him, nor would he have given tithes to him. So great is the superiority of the priesthood that those of equal honor by ancestry and having the same forefather are much better than others. At any rate they receive tithes from them. And yet the priests according to the law boast of having the same forefather. But this one, being a foreigner, received tithes from the patriarch himself, and to him who had received the divine promises he gave back the blessing. He also interpreted the phrase "without genealogy," for he said that Melchizedek is not reckoned by genealogy from them. It is clear, then, that he was not truly without genealogy, but in a figure; but, as we were saying, so great is the worth of the priesthood that the priests according to the law receive tithes even from their own kinsmen and those of the same race. When, therefore, someone is found receiving tithes from these very men, are not these in the rank of laymen, while that one is among the priests?

tlg4102.tlg038:645
Source · Greek

καὶ οὐ τοῦτο μόνον, ἀλλ’ οὐδὲ ὁμόφυλος ἦν αὐτοῖς ἀλλ’ ἑτέρου γένους. ὥστε οὐκ ἃν ἔδωκεν ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. βαβαὶ τί εἰργάσατο. μεῖζον ἢ τὰ κατὰ τὴν πίστιν, ἐν τῇ πρὸς ᾿Ρωμαίους κινῶν Ἐπιστολῇ διεσάφησεν. ἐκεῖ μὲν γὰρ καὶ τῆς ἡμετέρας καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν ῾Αβραὰμ προπάτορα εἶναι φησίν. ἐνταῦθα δὲ αὐτοῦ σφόδρα κατατολμᾷ, καὶ δείκνυσι τὸν ἀκρόβυστον πολλῶ βελτίονα. πῶς οὖν ἔδειξεν ὅτι Λευὶ δεκάτας ἔδωκεν; ὁ ῾Αβραάμ φησι ἔδωκεν. καὶ τι πρὸς ἡμᾶς τοῦτο; μάλιστα μὲν πρὸς ὑμᾶς. οὐ γὰρ δὴ φιλονεικήσετε τοὺς Λευίτας, βελτίονας εἶναι τοῦ Ἁβραάμ. ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Λβραάμ. εἶτα οὐχ ἁπλῶς παρῆλθεν, ἀλλὰ προσέθηκε, “καὶ “τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγησε.” ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον τοῦτον, ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων. “χωρὶς γάρ,” φησι, “πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.” τουτέστι πᾶσι δοκεῖ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖσθαι. οὐκοῦν

English

And not only this, but he was not even of the same race as them, but of another lineage. So then, he would not have given tithes to a foreigner unless the honor were great. Alas, what has he done! He has set forth something greater than the matters concerning faith in the Epistle to the Romans, stirring them up. For there he says that Abraham is the forefather of both our commonwealth and the Jewish one. But here he boldly ventures against him and shows that the one of the highest ancestry is far better. How then did he show that Levi gave tithes? Abraham, he says, gave them. And what is this to us? Most especially it is to you. For you will certainly not contend that the Levites are better than Abraham. But he who is not descended from them has tithed Abraham. Then he did not pass over it simply, but added, "and he who had the promises blessed him." For since this was the dignity up and down, he shows that this one is more dignified than that one, from the common judgment of all. "For without," he says, "any dispute, the lesser is blessed by the greater." That is, it seems to all that the lesser is blessed by the greater. Therefore

tlg4102.tlg038:646
Source · Greek

κρείττων ὁ τύπος τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. Κυρίλλου Γλαφυρῶν. Ἄθρει δὴ οὖν τῆς ἐν Χριστῷ τελειώσεως τοὺς τύπους ἐναστράπτοντας ἐναργῶς τῷ Μελχισεδὲκ καὶ τῆς κατὰ νόμον λατρείας τὸ μέτρον ἐν μείοσιν. εἴπερ ἐστιν οὐκ ἐνδοιαστὸν ὅτι πάντη τε καὶ πάντως τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ῥίζα δὲ ὥσπερ τῶν ἐξ Ἰσραὴλ ὁ ῾Αβραὰμ, καὶ τὸ ἐν αὐτῷ προῦχον τε καὶ ἐξαίρετον ὁ Λευὶ, τοῖς τῆς θείας ἱερωσύνης κατεστεμμένος αὐχήμασιν, ἀλλ’ ἦν ἐν ὀσφύι· κείμενος ἔτι· δυνάμει γὰρ ἦν τῶν ἐξ αὐτοῦ κατὰ καιροὺς ἐσομένων πατὴρ ὁ ῾Αβραάμ. καὶ τοῦτο οἶμαί ἐστι τὸ σοφῶς εἰρημένον περὶ τοῦ Λευί. “ἔτι “γὰρ ἐν τῇ ὀσφύι· τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχι- “σεδέκ.” εὐλογεῖται τοίνυν ὡς κατὰ νόμον ἱερωσύνη, παρὰ τῆς ἐν Χριστῷ λατρείας, ἧς ὁ τύπος ἐν Μελχισεδέκ. προφερεστέρα δὲ ὅτι ἀσυγκρίτως ἡ εὐλογεῖν οἷά τε τῆς οὐχ ὧδε ἐχούσης, πῶς ἃν ενοοιασειε τις; Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δὲ, μαρτυρούμενος ὅτι ζῆ. Θεοδωρήτου. Ἀπὸ τῆς προφητείας τοῦτο τέθηκε μαρτυρῶν. “σὺ “γὰρ εἶ,” φησιν, “ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισε- “δέκ.” ἐπειδὴ δὲ εἰκὸς ἦν ᾿Ιουδαίους εἰπεῖν, ὅτι, ᾿Αβραὰμ οὐκ ἦν ἱερεὺς, καὶ εἰκότως τὰς δεκάτας προσήνεγκε, καὶ τὴν εὐλογίαν ἀπέλαβεν· ὁ δὲ Ἀαρὼν τῆς ἱερωσύνης τὴν ἀξίαν ἐδέξατο, καὶ τὸ ἐκείνου γένος μετ’ ἐκεῖνον τῆς θείας μετέλαχε χάριτος, δείκνυσιν ἐκ περινοίας καὶ τούτους διὰ τοῦ πατριάρχου τὰς δεκάτας προσενεγκόντας. Κατὰ ᾿Ιουδαίων.

English

The type of Christ is better, and of him who has the promises. From Cyril's Glaphyra. Consider then how the types of perfection in Christ shine forth clearly in Melchizedek, and the measure of the worship according to the law in lesser things. Since it is not doubtful that in every way and altogether the lesser is blessed by the better. And just as Abraham is the root of those from Israel, and Levi, the preeminent and exceptional one in him, crowned with the boasts of the divine priesthood—but he was in the loins, still lying there; for Abraham was in potential the father of those who would come from him in due time. And this, I think, is what was wisely said about Levi: "For he was still in the loins of his father when Melchizedek met him." Therefore the priesthood according to the law is blessed by the worship in Christ, of which the type is in Melchizedek. But how could one understand that it is far superior, since it is incomparably able to bless what is not of this order? And here indeed men who die receive tithes; but there, he is testified that he lives. From Theodoret. This was set down from the prophecy as testimony. "For you are," he says, "a priest forever according to the order of Melchizedek." But since it was likely that the Jews would say that Abraham was not a priest, and reasonably offered the tithes and received the blessing; but Aaron received the dignity of the priesthood, and his race after him partook of the divine grace, he shows by design that these also, through the patriarch, offered the tithes. Against the Jews.

tlg4102.tlg038:647
Source · Greek

Βουλόμενος γὰρ δεῖξαι ὅτι διὰ τοῦ ἐκείνῳ προσῆλθον, ἐπήγαγε λέγων, “καὶ ὡς ἔπος εἰπεῖν,” τουτέστι σχεδόν. Δἰ ῾Αβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Τί ἐστι δεδεκάτωται; δεκάτας ἔδωκε καὶ αὐτὸς τῷ Με Μελχισεδὲκ, ὁ μηδέπω γεννηθεὶς διὰ τοῦ πατρὸς αὐτοῦ. Ἔτι γὰρ ἐν τῇ ὀσφύι τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ. Θεοδωρήτου. Διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, “ὡς ἔπος “εἰπεῖν,” οὐδέπω γὰρ τοῦ Ἰσαὰκ γέγονε πατὴρ ὅτε τοῦ Μελχισεδὲκ ὁ πατριάρχης τὴν εὐλογίαν ἐδέξατο. ἔτι τοίνυν νῦν ἐν ἑαυτῷ εἶχε τῆς παιδοποιίας τὰς ἀφορμάς. ἐκ δὲ τοῦ Ἰσαὰκ ὁ Ἰακὼβ ἐβλάστησεν, ἐξ ἐκείνου δὲ ὁ Λευί. ἐν αὐτῶ τοίνυν ἦν φησιν ὁ Λευὶ, ἡνίκα καὶ τὴν δεκάτην προσήνεγκε, καὶ τὴν εὐλογίαν ἐδέξατο. ἀνάγκη τοίνυν καὶ αὐτὸν δεκατοῦσθαι καὶ τῆς εὐλογίας μετειληφέναι. Χρυσοστόμου. Καλῶς δὲ αὐτὸ ἐκόλασεν εἰπὼν, “ὡς ἔπος “εἰπεῖν.” ἐν αὐτῷ φησιν ἦν ὁ Λευὶ, εἰ καὶ μηδέπω ἐτέχθη· καὶ οὐκ εἶπεν οἱ Λευῖται, ἀλλ’ ὁ Λευί. εἶδες ὑπερβολήν; εἶδες πόσον τὸ μέσον τοῦ ῾Αβραὰμ, καὶ τοῦ Μελχισεδὲκ, τοῦ τὸν τύπον φέροντος τοῦ ἀρχιερέως τοῦ ἡμετέρου; καὶ δείκνυσι τὴν ὑπεροχὴν ἐξουσίᾳ οὐκ ἀνάγκῃ γεγενημένην. ἐκεῖνος γὰρ ἔδωκε τὴν δεκάτην, ὅπερ ἐστὶν ἱερέως, οὗτος εὐλόγησεν, ὅπερ ἐστὶ κρείττονος. αὕτη ἡ ὑπεροχὴ καὶ εἰς τοὺς ἐκγόνους διαμένει. ὁρᾷς ὅπως θαυμαστῶς ἔρριψεν ἔξω τὰ Ἰουδαικὰ, διὰ τοῦτο ἔλεγε, “νωθροὶ γεγόνατε,” ἐπειδὴ ταῦτα καταβαλέσθαι ἐβούλετο, ὥστε μὴ ἀποσκιρτῆσαι αὐτούς. τοιαύτη γὰρ ἡ σοφία. προκατασκευάζει πρῶτον, καὶ οὕτως ἐμβάλλει εἰς ἃ βούλεται.

English

For he wished to show that through that man they drew near, and he added, saying, "and, so to speak," that is, almost. Through Abraham, Levi also, who receives tithes, has been tithed. What is "has been tithed"? He himself gave tithes to Melchizedek, though not yet born, through his father. For he was still in the loins of his father when Melchizedek met him. From Theodoret. For this reason he said beforehand, "so to speak," for Isaac was not yet a father when the patriarch received the blessing from Melchizedek. Therefore even then he still had within himself the beginnings of childbearing. And from Isaac Jacob sprouted, and from him Levi. Therefore, he says, Levi was in him when he both offered the tithe and received the blessing. Of necessity, then, he too is tithed and has partaken of the blessing. From Chrysostom. And well did he restrain it by saying, "so to speak." Levi, he says, was in him, even though he was not yet born; and he did not say "the Levites," but "Levi." Do you see the hyperbole? Do you see how great the difference between Abraham and Melchizedek, who bears the type of our high priest? And he shows that the superiority came about by authority, not by necessity. For the former gave the tithe, which is the act of a priest; the latter blessed, which is the act of a superior. This superiority remains even for the descendants. Do you see how wonderfully he cast out the Jewish things? For this reason he said, "you have become sluggish," since he wished to lay these things down, so that they might not run away. For such is wisdom. It first prepares beforehand, and thus instills what it wishes.

tlg4102.tlg038:648
Source · Greek

δυσπειθὲς γὰρ τὸ γένος τὸ ἀνθρώπινον, καὶ πολλῆς δεόμενον ἐπιμελείας, καὶ πλείονος ἢ τὰ φυτά. ἐκεῖ μὲν γὰρ φύσις σωμάτων ἐστὶ καὶ γῆς εἴκουσα ταῖς τῶν γηπόνων χερσίν· ἐνταῦθα δὲ προαιρέσεις πολλὰς δεχομένη μεταβολὰς, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο αἱρουμένη. ὀξυρρεπὴς γὰρ αὕτη πρὸς κακίαν. ᾿Ισιδώρου. Εἰ δέ τις ἔροιτο, τίνος ἕνεκεν ὁ ῾Ρουβὶν, καὶ τοι πρωτότοκος ὢν, οὔτε βασιλείας, οὔτε ἱερωσύνης ἠξιώθη; ἐροῦμεν, ὅτι ἐπειδὴ ἐπελύττησε τῇ πατρῴᾳ εὐνῇ. ὁ δὲ Λευὶ τρίτος ὣν, οὐ μόνον διὰ τὸ ἐπαγγείλασθαι τὸν πατέρα δεκάτας ἀφιερώσειν· κάτωθεν γὰρ ἀριθμούμενος δέκατος ἦν, ἀλλὰ καὶ διὰ ὁσιότητα, καὶ τὸ συγγενικῶν αἱμάτων διὰ τὴν εἰς τὸ θεῖον τιμὴν τὰς χεῖρας ἐμπλῆσαι, ἱερωσύνης ἠξιώθη, ὅν περ καὶ θαυμάζων ἐν ταῖς εὐλογίαις ὁ Μωϋσῆς ἔλεγεν· “ὁ λέγων τῷ πατρὶ ἢ τῇ μητρὶ οὐχ ἑώρακά σε, “καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἀπέγνω, ἐφύλαξε τὰ λόγια Κυρίου.” ὁ δὲ ᾿Ιούδας τέταρτος ὢν, διὰ τὴν ἀδέκαστον κρίσιν καὶ τὴν ὀρθὴν

English

For the human race is stubborn and needs much care, and more than plants do. For there, it is the nature of bodies and of earth yielding to the hands of the gardeners; but here, it is the will, which admits many changes, now choosing this and now that. For it is swift to incline toward evil. From Isidore. But if anyone should ask for what reason Reuben, although he was firstborn, was deemed worthy neither of kingship nor of priesthood, we shall say that it was because he defiled his father's bed. But Levi, being third, was deemed worthy of the priesthood not only because the father promised to consecrate the tithes—for counted from below he was the tenth—but also because of his piety and because for the honor of the divine he filled his hands with the blood of his kinsmen, whom Moses also, marveling at him in the blessings, called: "He who says to his father or to his mother, I have not seen you," and he disowned his brothers; he kept the oracles of the Lord. But Judah, being fourth, because of his undeceiving judgment and his upright

tlg4102.tlg038:649
Source · Greek

κρίσιν, βασιλείας ἠξιώθη. ἐπειδὴ γὰρ πολλοὶ τὰ οἰκεῖα κρύπτοντες πλημμελήματα, ἑτέρους καταδικάζουσιν, οὗτος δὲ, ἑαυτοῦ μὲν κατεψηφίσατο, τὴν δὲ πεπορνεῦσαι νομισθεῖσαν ἀπήλλαξε τῆς τιμωρίας. διὰ τοῦτο εἰκότα τῆς βασιλείας ἠξιοῦτο. ἱεροῦντο γὰρ οἱ ἐκ Λευὶ, ἐβασίλευον δὲ οἱ ἐξ Ἰούδα, οὐ κατὰ ἀποκλήρωσιν, ἀλλ᾿ ἀρετῆς γέρας εἰληφότες· ὅτε γοῦν τινες ἐν τῇ ἐρήμῳ ἐκ τοῦ Ῥουβὶν καταγόμενοι, καὶ νομίζοντες ἱερωσύνης ἄξιοι εἶναι, διὰ τὸ του πρωτοτόκου εἶναι ἀπόγονοι, κατὰ τῶν ἱερωμένων ἐμάνησαν, Μωσέα νομίσαντες κατὰ χάριν τῷ τε ἀδελφῷ τοῖς τε ἀδελφιδοῖς τὴν ἱερωσύνην προπεπωκέναι· τότε δὴ σκηπτοῖς καὶ κεραυνοῖς οὐρανόθεν κατετοξεύοντο, τῆς δίκης οὐ τῇ πρεσβυγενείᾳ ἀλλὰ τῆ ἀρετῇ τὸ τῆς ἱερωσύνης γέρας βεβαιούσης. Θεοδωρήτου. Ὁ μέν τοι Παῦλος ἑτέρωθεν μεθοδεύει τὸν λόγον, καὶ τὸ τῶν λεγομένων ἀναντιρρήτῳ θαρρήσας, δείκνυσι παῦλαν μὲν δεχομένην τὴν Λευιτικὴ, ἱερωσύνην, τὴν δὲ κατὰ τάξιν Μελχισεδὲκ ἀντὶ ταύτης εἰσαγομένην. προκατασπείρει δὲ κατὰ ταὐτὸν καὶ τὴν περὶ τῆς καινῆς διαθήκης διδασκαλίαν. Κρυσοστόμου. Εἰπὼν τοίνυν περὶ τοῦ Μελχισεδὲκ, καὶ δείξας ὅσῳ κρείττων ἦν τοῦ ῾Αβραὰμ, καὶ πολὺ τὸ διάφορον ἀποφήνας, ἐντεῦθεν ἄρχεται λοιπὸν τῆς διαθήκης αὐτῆς τὸ μέσον ἀποδεικνύναι, καὶ πῶς ἡ μὲν ἀτελὴς, ἡ δὲ τελεία, καὶ οὐδέπω εἰς αὐτὰ τὰ πράγματα ἐμβαίνει, ἀλλ’ ἀπὸ τῆς ἱερωσύνης τέως μάχεται.

English

judgment, was deemed worthy of a kingdom. For since many, concealing their own offenses, condemn others, but this man condemned himself, and released from punishment the woman who was thought to have committed fornication. For this reason he was reasonably deemed worthy of the kingdom. For those from Levi were made priests, and those from Judah reigned, not by allotment, but having received the prize of virtue as a gift. At any rate, when certain men in the wilderness, descended from Reuben and thinking themselves worthy of the priesthood because they were descendants of the firstborn, raged against those who had been made priests, supposing that Moses had handed over the priesthood to his brother and his nephews as a favor, then indeed they were shot down from heaven with thunderbolts and lightning, justice confirming the prize of the priesthood not to primogeniture but to virtue. From Theodoret. However, Paul manages his argument from another angle, and, emboldened by the irrefutability of what is said, he shows that the Levitical priesthood receives an end, and that the priesthood according to the order of Melchizedek is introduced in its place. At the same time he also pre-sows the teaching about the new covenant. From Chrysostom. Having therefore spoken about Melchizedek, and having shown how much greater he was than Abraham, and having set forth the great difference, from here he begins for the rest to demonstrate the middle point of the covenant itself, and how the one is imperfect and the other perfect, and he does not yet step into the matters themselves, but for the time being contends from the priesthood.

tlg4102.tlg038:650
Source · Greek

ταῦτα γὰρ πιστότερα ἦν τοῖς ἀπίστοις, ὅταν ἀπὸ τῶν ἤδη προειλημμένων καὶ πεπιστευμένων ἡ ἀπόδειξις γίνεται, ἔδειξεν ὅτι πολὺ καὶ τοῦ Λευὶ καὶ τοῦ ῾Αβραὰμ βελτίων ἦν ὁ Μελχισεδὲκ, ἐν τάξει ἱερέων αὐτοῖς γενόμενος. ἐξ ἑτέρου πάλιν ἐπιχειρεῖ. ποίου δὲ τούτου; τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπε κατὰ τὴν τάξιν Ἀαρών; καὶ θέα μοι τὴν ὑπερβολὴν, ἀφ’ οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκβαλεῖν τὴν ἱερωσύνην, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν, ἐκβάλλει δὲ ἐκείνους. αὐτὸ γὰρ τοῦτο λέγω φησί. τίνος ἕνεκεν οὐ κατὰ τὴν τάξιν Ἀαρὼν γέγονεν; ἔχει δὲ ὧδε τὰ ῥήματα. “εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς “ἦν, ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο, τίς ἔτι χρεία κατὰ τὴν “τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν “τάξιν Ἀαρὼν λέγεσθαι;” Χρυσοστόμου. Καὶ τὸ “τίς ἔτι χρεία,” πολλὴν ἔμφασιν ἔχει· εἰ μὲν γὰρ ἦν ὁ Χριστὸς κατὰ σάρκα, κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἔπειτα ὁ νόμος γέγονε καὶ τὰ κατὰ τὸν Ἀαρὼν, εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα ταῦτα, ἐκεῖνα καταλύει, ἅτε ἐπεισελθόντα. εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαμβάνει τύπον τὸν τῆς ἱερωσύνης, δηλονότι ὡς ἀτελεστέρων ὄντων ἐκείνων. θῶμεν γάρ φησι τῷ λόγῳ πάντα πεπληρῶσθαι, καὶ μηδὲν ἀτελὲς εἶναι ἐν τῇ ἱερωσύνῃ, τί οὖν ἔδει κατὰ τὴν τάξιν Μελχισεδὲκ λέγεσθαι, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρών; τίνος ἕνεκεν ἀφεὶς τὸν Ἀαρὼν ἑτέραν εἰσήνεγκεν ἱερωσύνην, τὴν τοῦ Μελχισεδέκ; Θεοδωρήτου. Εἰ τὸ τέλειον φησὶν εἶχεν ἡ κατὰ νόμον ἰερωσύνη· δι’ αὐτῆς γὰρ ἅπαντα ἐπληροῦτο τὰ νόμιμα, τί ἐβούλετο τῆς ἑτέρας ἡ δόσις;

English

For these things were more convincing to the unbelievers, when the demonstration is made from things already previously received and believed. He showed that Melchizedek was much better than both Levi and Abraham, having become for them in the order of priests. From another angle again he makes his attempt. Of what sort is this? For what reason, he says, did he not say "according to the order of Aaron"? And observe for me the excess: for from the very point from which it was likely that he would cast out the priesthood, since it was not according to the order of Aaron, from this point he establishes this man and casts out those. For this very thing, he says, I state. For what reason did it not come to be according to the order of Aaron? And the words stand thus: "If then perfection was through the Levitical priesthood—for the people was legislated upon it—what further need was there for another priest to arise according to the order of Melchizedek, and not to be called according to the order of Aaron?"

From Chrysostom. And the phrase "what further need" has great emphasis. For if Christ was according to the flesh according to the order of Melchizedek, and then the law came and the things concerning Aaron, one would reasonably say that these, being more perfect, abolish those, as having come in afterward. But if Christ is later, and takes another type, that of the priesthood, it is clear that those were less perfect. For let us suppose, he says, by the argument that all things have been fulfilled, and that nothing is imperfect in the priesthood; what then was the need for it to be said "according to the order of Melchizedek," and not "according to the order of Aaron"? For what reason, having set aside Aaron, did he bring in another priesthood, that of Melchizedek? From Theodoret. If, he says, the priesthood according to the law had perfection—for through it all the legal ordinances were fulfilled—what was the purpose of the gift of the other?

tlg4102.tlg038:651
Source · Greek

τι δήποτε δὲ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ταύτην ἐπαγγέλλεται δώσειν; καὶ μὴν κατ’ ἐκείνην ἐπληροῦτο τὰ νόμιμα· ἐκείνη γὰρ τὰς θυσίας προσέφερεν, ἐκείνη τοὺς μολυνομένους ἐκάθηρεν, δι’ ἐκείνης ἐπληροῦντο αἱ περὶ τῶν ἑορτῶν ἐντολαί· τοῦτο γὰρ εἶπεν· ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο. Χρυσοστόμου. Τουτέστιν, αὐτῇ στοιχεῖ, δι’ αὐτῆς ἅπαντα πράττει· οὐκ ἔστιν εἰπεῖν ὅτι ἑτέροις ἐδόθη. “ὁ λαὸς ἐπ’ αὐτῇ “νενομοθέτηται.” τουτέστι κέχρηται αὐτῇ καὶ ἐχρήσατο. οὐκ ἔστιν εἰπεῖν, ὅτι τελεία μὲν ἦν, οὐ προειστήκει δὲ τοῦ λαοῦ. αὐτῇ γὰρ ὁ λαὸς ἐχρήσατο. τίς οὖν ἦν ἑτέρας ἱερωσύνης χρεία, εἴ γε διὰ τῆς Λευιτικῆς ἦν τελείωσις τῶν πραγμάτων, τῶν δογμάτων τοῦ βίου; καὶ ὅρα πῶς ὁδῷ προβαίνει. εἶπεν ὅτι κατὰ τὴν τάξιν ἐστὶ Μελχισεδέκ· δεικνὺς ὅτι πολὺ βελτίων τῆς κατὰ νόμον. δείκνυσι λοιπὸν καὶ ἀπὸ τοῦ χρόνου τοῦτο, ὅτι μετὰ ᾿Ααρὼν δηλονότι ὡς ἀμείνων. (??) Παλαί’ μὲν οὑν εἰς μόνον τοῦ Ἰσραὴλ τὸ ἔθνος τῆς Λευιτικῆς ἱερωσύνης ἀξίωμα ἐχρημάτιζε. Χριστὸς δὲ ὁ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, τῇ μὲν μεταθέσει τῆς ἱερωσύνης τῷ ἐξ ἑτέρας αὐτὸν εἶναι φυλῆς, πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ὁ Κύριος ἀνατέταλκε, τὴν τοῦ νόμου μετάθεσιν ἀπειργάσατο, ἀπὸ τῆς κατὰ νόμον σκιᾶς, ἐπὶ τὸ τῆς βασιλείας τῶν

English

Why then does he promise to give it not according to the order of Aaron, but according to the order of Melchizedek? And yet it was according to that order that the legal ordinances were fulfilled; for that order offered the sacrifices, that order cleansed those who were defiled, through that order the commandments concerning the feasts were fulfilled; for this is what he said: for the people were legislated upon it. Of Chrysostom. That is, it stands as the element, through it he does everything; it cannot be said that these things were given to others. "The people were legislated upon it," that is, it was used and it did use it. It cannot be said that it was perfect but did not preside over the people; for the people used it. What need, then, was there of another priesthood, if indeed through the Levitical order there was perfection of matters, of the doctrines of life? And see how he proceeds by method. He said that it is according to the order of Melchizedek, showing that it is far better than the order according to the law. He shows this henceforth also from the time, that it is after Aaron, evidently as being better. Of old, then, the dignity of the Levitical priesthood was held for the nation of Israel alone. But Christ, who appeared as high priest of the good things to come, and not according to the order of Aaron but according to the order of Melchizedek, by the change of the priesthood—since he is from another tribe; for it is evident that the Lord has arisen from Judah—brought about the change of the law, from the shadow according to the law to that of the kingdom of

tlg4102.tlg038:652
Source · Greek

οὐρανῶν μεταθέμενος ἡμᾶς εὐαγγέλιον· καθάπερ ἀπὸ τῆς Λευϊτικῆς ἐπὶ τὴν βασιλικὴν φυλὴν τὸ τῆς ἱερωσύνης ἀξίωμα. τῇ δὲ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀφομοιώσει, οὐχ ὑπὲρ μόνου τοῦ Ἰσραὴλ, ἀλλ’ ὑπὲρ πάντων τῶν ἐθνῶν λύτρον ἑαυτὸν τῷ Πατρὶ προσηγάγετο, καὶ τῆς πάντων ἀνθρώπων ὁμολογίας ἀρχιερεὺς καθέστηκεν. ἐπεὶ καὶ ὁ Μελχισεδὲκ τῆς ἐθνικῆς μοίρας εἶναι γνωρίζεται, καὶ οὐκ ἐκ τοῦ γένους Ἀβραὰμ εὑρίσκεται. Ὃ δὲ λέγει νῦν ὁ Παῦλος, τοῦτό ἐστιν· εἰ τὴν πρ α (sic) τέλεια ἦν κατὰ Ἰουδαίους, καὶ μὴ σκιὰ ἦν ὁ νόμο·ς τῶν μελλόντων ἀγαθῶν, ἀλλὰ τὸ πᾶν αὐτὸς κατωρθώκει, καὶ οὐκ ἔμελλεν ἑτέρῳ παραχωρεῖν, οὐδὲ ἡ ἱερωσύνη ἡ πρότερον ὑπεξίστασθαι, καὶ ἑτέρα ἀντεισάγεσθαι, τίνος ἕνεκεν ὁ προφήτης ἔλεγε, “σὺ ἱερεὺς εἰς τὸν “αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ;” ἔδει γὰρ εἰπεῖν κατὰ τὴν τάξιν Ἀαρών· διὰ τοῦτο φησὶν, “εἰ μὲν ἦν τελείωσις διὰ τῆς “Λευϊτικῆς ἱερωσύνης, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ “ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;” δῆλον γὰρ ἐκ τούτου, ὡς ἐκείνη μὲν τέλος ἔλαβεν ἡ ἱερωσύνη, ἑτέρα δὲ ἀντεισενήνεκται πολλῷ βελτίων καὶ ὑψηλοτέρα. τούτου δὲ ὡμολσγουμένου, κἀκεῖνο συνωμολόγηται, ὅτι πολιτεία ἑτέρα συμβαίνουσα τῇ ἱερωσύνῃ συναχθήσεται αὕτη ἡ ἡμετέρα καὶ νομοθεσία βελτίων· ὅπερ δὴ κατασκευάζων ὁ Παῦλος, ἐπάγει, “μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετά- “θέσις γίνεται.” Χρυσοστόμου. κατὰ ᾿Ιουδαίων.

English

Having transferred us to the gospel of the heavens, just as the dignity of the priesthood was transferred from the Levitical tribe to the royal tribe. And by the likeness according to the order of Melchizedek, he brought himself to the Father as a ransom not for Israel alone but for all the nations, and he has been appointed high priest of the confession of all men. Since Melchizedek is also known to be of the Gentile portion, and he is not found to be from the lineage of Abraham. What Paul now says is this: if perfection was according to the Jews, and the law was not a shadow of the good things to come, but it had itself set everything right, and was not going to yield to another, nor was the former priesthood going to give way and another be introduced in its place, for what reason did the prophet say, "You are a priest forever according to the order of Melchizedek"? For he ought to have said according to the order of Aaron. Therefore he says, "If indeed there was perfection through the Levitical priesthood, what further need was there for another priest to arise according to the order of Melchizedek, and not to be called according to the order of Aaron?" For it is clear from this that that priesthood came to an end, and another far better and higher has been brought in. And this being agreed, that too is agreed, that another polity, corresponding to the priesthood, will be brought together—this our own—and a better legislation; which is exactly what Paul, establishing it, adds: "For when the priesthood is changed, of necessity there is also a change of law." Of Chrysostom. Against the Jews.

tlg4102.tlg038:653
Source · Greek

Ἐπειδὴ γὰρ τὸ πλέον νομίμων περὶ τὴν τῆς ἱερωσύνης ἀκολουθίαν ἀνηλίσκετο, ἡ ἱερωσύνη ἡ προτέρα ἐξεβέβλητο, εὔδηλον ὅτι ἑτέρας ἀντεισαχθείσης καὶ νομοθεσίαν μείζονα εἰσενεχθῆναι ἔδει. Οὕτω δείξας τὴν τῆς ἱερωσύνης ἐναλλαγὴν, δείκνυσι καὶ τοῦ νόμου τὴν παῦλαν. ὁ νόμος τῇ ἱερωσύνῃ συνέζευκται. ἀνάγκη τοίνυν τῆς ἱερωσύνης παυομένης, τοῦτο παθεῖν καὶ τὸν νόμον. Χρυσοστόμου. Εἰ δὲ ἕτερον τινὰ ἱερέα ἐλᾶι ἐχρῆν, μᾶλλον δὲ ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόμον ἕτερον εἶναι. τοῦτο πρὸς τοὺς λέγοντας, τι ἔδει καινῆς διαθήκης; ἔχει μὲν γὰρ καὶ μαρτυρίαν εἰπεῖν ἀπὸ προφητείας· “αὕτη ἡ διαθήκη ἣν διεθέμην τοῖς “πατράσιν ὑμῶν.” τέως δὲ ἀπὸ τῆς ἱερωσύνης μάχεται· καὶ ὅρα

πῶς ἄνωθεν λέγει. εἶπε κατὰ τὴν τάξιν Μελχισεδὲκ, εἶπεν, εἰ αὕτη ἀμείνων ἦν, τί ἔδει ἑτέρας; εἰ τοίνυν ἱερωσύνη εἰσῆκται ἄλλη, δεῖ καὶ διαθήκην εἶναι· οὔτε γὰρ ἱερέα ἐστὶ χωρὶς διαθήκης εἰναι καὶ νόμων καὶ προσταγμάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι. εἶτα ὅπερ ἀντιθέσεως ἦν, πῶς ἱερεὺς ἃν εἴη, μὴ ὣν Λευίτης; τοῦτο διὰ τῶν ἄνω προκαταβαλὼν, οὐδὲ λύσαι ἀξιοῖ, ἀλλ’ ἐν παραδρομῇ εἰσάγει αὐτό. εἶπον, φησὶν, ὅτι μετετέθη ἡ ἱερωσύνη, οὐκοῦν καὶ ἡ διαθήκη. μετετέθη δὲ οὐ τῷ τρόπῳ μόνον οὐδὲ τοῖς προστάγμασιν, ἀλλὰ καὶ τῇ φυλῇ· ἔδει γὰρ καὶ τῇ φυλῇ. πῶς μετατιθεμένης τῆς ἱερωσύνης ἀπὸ φυλῆς εἰς φυλὴν, ἀπὸ τῆς ἱερατικῆς ἐπὶ τὴν βασιλικήν; ἵνα ᾐ ἡ αὐτὴ καὶ ἱερατικὴ καὶ βασιλική. καὶ θέα τὸ μυστήριον. πρῶτον ἦν βασιλικὴ, καὶ τότε γέγονεν ἱερατική. ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Χριστοῦ.

English

For since the greater part of the law was spent upon the succession of the priesthood, the former priesthood was cast out; it is evident that, when another was introduced, a greater legislation also had to be brought in. Having thus shown the change of the priesthood, he shows also the cessation of the law. The law is yoked together with the priesthood. Of necessity, then, when the priesthood ceases, the law must suffer the same. From Chrysostom. But if he had to bring in another priest, or rather another priesthood, there must also be another law. This is against those who say, What need was there of a new covenant? For he has also a testimony to cite from prophecy: “This is the covenant which I made with your fathers.” For the present, however, he argues from the priesthood; and observe how he speaks from the beginning. He said, According to the order of Melchisedek, he said. If this was better, what need was there of another? If, then, another priesthood has been introduced, there must also be a covenant; for neither is a priest without a covenant, laws, and commandments, nor can one who has received another priesthood use that one. Then, what was the point of objection—how could he be a priest, not being a Levite? Having thrown this down beforehand in the earlier passages, he does not think it worthy even to solve it, but introduces it in passing. I said, he says, that the priesthood has been changed; consequently also the covenant. And it was changed not only in manner and in commandments, but also in tribe; for it had to be also in tribe. How, when the priesthood is changed from tribe to tribe, from the priestly to the royal? So that the same should be both priestly and royal. And behold the mystery. First it was royal, and then it became priestly. As, then, also in the case of Christ.

tlg4102.tlg038:654
Source · Greek

βασιλεὺς μὲν γὰρ ἦν ἀεὶ, ἀρχιερεὺς δὲ γέγονεν, ὅτε τὴν σάρκα ἀνέλαβεν, ὅτε τὴν θυσίαν προσήγαγεν. ὁρᾷς τὴν μεταβολὴν, καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας ἀπαιτούσης εἰσάγει. εἶτα δηλῶν περὶ τίνος ταῦτα λέγεται φησιν, Ἐφ’ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Λέγει δὲ καὶ τὸ φυλῆς ὄνομα, Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἢν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μώσης ἐλάλησεν. Χρυσοστόμου. κατὰ Ἰουδαίων. Κἀγώ φημι καὶ οἶδα ὅτι ἱερωσύνης εἶχε. μετάθεσις γάρ ἐστιν. ὅταν οὖν φαίνηται μηδὲ ἐξ ἐκείνης ὢν τῆς φυλῆς κατὰ τὴν τάξιν Μελχισεδὲκ, οὗτος πολὺ τοῦ Ἁβραὰμ σεμνότερος ὣν, πανταχόθεν συνωμολόγηται, ὅτι ἑτέρα ἀνθ’ ἑτέρας εἰσάγεται ἱερωσύνη, πολὺ τῆς προτέρας ὑψηλοτέρα. εἰ γὰρ ὁ τύπος τοιοῦτος, καὶ τῆς Ἰουδαϊκῆς ἱερωσύνης λαμπρότερος ἦν, πολλῷ μᾶλλον αὐτὴ ἡ ἀλήθεια. Θεοδωρήτου. Τόγε μὴν πρόδηλον ὡς ἀναντίρρητον τέθεικε. καὶ γὰρ τῶν μάγων παραγενομένων, καὶ ἐρωτήσαντος τοῦ Ἡρώδου τοὺς Ἰουδαίους, “ποῦ ὁ Χριστὸς γεννᾶται;” ἔφασαν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. εἶτα καὶ τὸν σφέτερον ἐβεβαίωσαν λόγον τῆς

English

For he was always King, but He became High Priest when He took up the flesh, when He offered the sacrifice. You see the change, and those things which were matters of contrast, these He introduces as the sequence of events requiring it. Then, making clear about whom these things are said, he says, "For He of whom these things are said has partaken of a different tribe, from which no one has attended the altar." And he also speaks the name of the tribe: "For it is evident that our Lord has arisen from Judah, to which tribe Moses spoke nothing concerning priesthood." Of Chrysostom. Against the Jews. And I say and know that it had a priesthood. For there is a change. When, therefore, it appears that He is not even from that tribe according to the order of Melchizedek, He being much more venerable than Abraham, it is agreed on all sides that another priesthood is introduced in place of another, much higher than the former. For if the type is such, and was more splendid than the Jewish priesthood, much more so the truth itself. Of Theodoret. Indeed, he has set down "evident" as incontrovertible. For when the magi came and Herod asked the Jews, "Where is the Christ born?" they said, "In Bethlehem of Judea." Then they also confirmed their own account of the

tlg4102.tlg038:655
Source · Greek

γραφῆς μαρτυρίᾳ. “γέγραπται γὰρ, καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, “οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. ἐκ σοῦ γὰρ ἐξε- “λεύσεται μοι ἡγούμενος, ὅστις ποῖ τὸν λαόν μου τὸν “’Iσραήλ.” τούτων τῶν προρρήσεων τὸ τέλος ὁ θεῖος Ἀπόστολος δέδειχε καὶ κέκραγε· “πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν, “ὁ Κύρος ἡμῶν,” κατὰ τὸ εἰρημένον, “οὐκ ἐκλείψει ἄρχων ᾿Ιούδα, ἕως ἃν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία “ἐθνῶν.” ταύτας ὁ Δαβὶδ τὰς ἐπαγγελίας ἐδέξατο παρὰ Θεοῦ, εἰπόντος “ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου.” ταύτας καὶ διὰ ῾Ησαΐου ὁ δεσπότης ἀνενεώσατο. “ἐξελεύσεται,” γάρ φησι, “ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ” καὶ τὰ ἑξῆς. καὶ πάλιν “ἔσται ἡ ῥίζα Ἰεσσαι, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη “ἐλπιοῦσι.” καὶ αὖθις, “διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ “ὅσια Δαβὶδ τὰ πιστὰ,” τουτέστιν, ἃ ὑπεσχόμην ἐκείνῳ πληρώσω, καὶ διὰ τοῦ σπέρματος ἐκείνου σώσω τὴν οἰκουμένην. πιστὴ γάρ μου καὶ ἀψευδὴς ἡ ὑπόσχεσις. ἐκ ταύτης μέντοι φησὶ τῆς Ἰούδα φυλῆς, οὐδεὶς ἱερεὺς ἀπεφάνθη· ἀλλὰ καὶ Ὀζίας τῆς ἱερωσύνης κατατολμήσας, τὴν ἀτιμίαν τῆς λέπρας ἐπιτίμιον τῆς αὐθαδίας ἐδέξατο. θαυμάσαι δὲ ἄξιον τὸ τῆς οἰκονομίας μυστήριον. ὥσπερ γὰρ ὁ δεσπότης Χριστὸς βασιλεὺς αἰώνιος ὣν, ἀρχιερεὺς ἡμῶν ἐχρημάτισεν, οὕτως ἡ ᾿Ιούδα φυλὴ, βασιλικὴ πρότερον οὖσα, τῆς ἱερωσύνης διὰ τοῦ δεσπότου τετύχηκεν. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστι. Τὸ μέσον δηλαδὴ τῆς ἱερωσύνης ἑκατέρας, τὸ διάφορον ὅσον κρεῖττον. Χρυσοστόμου κατὰ ᾿Ιουδαίων.

English

by the testimony of Scripture. For it is written, "And you, Bethlehem, land of Judah, you are by no means least among the rulers of Judah. For out of you shall come forth to me a leader, who shall shepherd my people Israel." The divine Apostle has shown and proclaimed the fulfillment of these prophecies: "For it is evident that our Lord has arisen out of Judah," according to what was said, "A ruler shall not fail from Judah, until he comes to whom it is reserved, and he shall be the expectation of the nations." These promises David received from God, who said, "Forever I will prepare your seed." These the Master renewed also through Isaiah. For he says, "There shall come forth a rod from the root of Jesse," and the rest. And again, "The root of Jesse shall be, and the one who rises to rule the nations; in him the nations shall hope." And again, "I will make with you an everlasting covenant, the sure mercies of David," that is, what I promised to him I will fulfill, and through his seed I will save the world. For my promise is faithful and without falsehood. Yet from this tribe of Judah, he says, no one was shown to be a priest; but even Uzziah, having dared to seize the priesthood, received the dishonor of leprosy as the penalty for his audacity. But it is worthy of wonder, the mystery of the dispensation. For just as the Master Christ, being eternal King, was called our High Priest, so the tribe of Judah, formerly being royal, has obtained the priesthood through the Master. And it is still more abundantly clear. That is, the difference between the two priesthoods, how much better it is. Of Chrysostom against the Jews.

tlg4102.tlg038:656
Source · Greek

Εἰ κατὰ τὴν ὁμοιότητα ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. μαρτυρεῖ δὲ γὰρ ὅτι “σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” Ἐγώ, φησι, καὶ ἄλλην δείκνυμι διαφορὰν, οὐ μόνον ἀπὸ τῆς φυλῆς, οὐδὲ μόνον ἀπὸ τοῦ προσώπου, οὐδὲ ἀπὸ τοῦ τρόπου, οὐδὲ ἀπὸ τῆς διαθήκης, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ τοῦ τύπου. γέγονε φησὶν ἱερεὺς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, τουτέστι τῶν προσταγμάτων αὐτοῦ· οὐδὲν ἦν σαρκικὸν, οὐ γὰρ πρόβατον θύειν, καὶ μόσχους

ἐπέταξεν. ἀλλὰ διὰ τῆς κατὰ ψυχὴν ἀρετῆς, τὸν θεὸν θεραπεύειν, καὶ τούτων ἆθλα ζωὴν ἡμῖν ἔθηκε, τὴν οὐδέποτε καταλυομένην. καὶ πάλιν νεκρωθέντας ἡμᾶς ὑπὸ τῶν ἁμαρτιῶν, ἐλθὼν ἀνέστησε, διπλοῦν θάνατον λύσας, τὸν μὲν τῆς ἁμαρτίας τὸν δὲ τῆς σαρκός. ἐπεὶ οὖν τοιαῦτα κομίζων ἡμῖν ἦλθεν ἀγαθὰ, διὰ τοῦτο φησὶν, οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Χρυσοστόμου. Ὁ γὰρ νόμος ἐκεῖνος τὰ πολλὰ ἄνομος ἦν. τί ἐστιν “ἐντολῆς σαρκικῆς; περίτεμε, φησὶ, τὴν σάρκα, χρίσον, λοῦσον, καθάρισον, περίκειρον, ἐπίδησον, θρέψον, ἄργησον τῇ σαρκί. καὶ τὰ ἀγαθὰ πάλιν τίνα. πολλὴ ζωὴ τῇ σαρκὶ, τρυφὴ τῇ σαρκί. ἀπὸ τούτου τοῦ νόμου τὴν ἱερωσύνην ἔλαβεν Ἀαρὼν, ὁ μέντοι Μελχισεδὲκ οὐχ οὕτως, μᾶλλον δὲ ὁ Χριστός. Θεοδωρήτου. Δυνατὸν γὰρ καὶ ἐντεῦθεν δεῖξαι τούτου κἀκείνου τὴν ὁμοιότητα, ὅτι καθάπερ ἐκεῖνος τῆς ἱερωσύνης διαδόχους οὐκ ἔσχεν, οὕτως οὐδὲ οὗτος ταύτην εἰς ἑτέραν παραπέμψει.

English

If another priest arises according to the likeness, who has become not according to the law of a fleshly commandment, but according to the power of an indestructible life. For it testifies, "You are a priest forever according to the order of Melchizedek." I, he says, show also another difference, not only from the tribe, nor only from the person, nor from the manner, nor from the covenant, but also from the very type. He has become, he says, a priest not according to the law of a fleshly commandment, that is, of his own precepts: nothing was fleshly, for he did not command the sacrifice of sheep and calves, but to serve God through virtue of the soul, and he set before us as rewards for these things life, which is never destroyed. And again, when we had been put to death by sins, he came and raised us up, having loosed a double death, the one of sin and the other of the flesh. Since, therefore, he came bringing us such good things, he says, not according to the law of a fleshly commandment, but according to the power of an indestructible life. From Chrysostom. For that law was for the most part lawless. What is "of a fleshly commandment"? Circumcise, he says, the flesh, anoint, wash, cleanse, shave, bind up, nourish, give rest to the flesh. And what again are its good things? Much life for the flesh, luxury for the flesh. From this law Aaron received the priesthood, but Melchizedek not so, or rather Christ. From Theodoret. For it is possible to show from this also the likeness of this one and that one, that just as he had no successors of his priesthood, so neither will this one pass it on to another.

tlg4102.tlg038:657
Source · Greek

σαρκίνην γὰρ ἐντολὴν τοῦτο κέκληκεν, ὡς τοῦ νόμου διὰ τὸ θνητὸν τῶν ἀνθρώπων κελεύοντος μετὰ τὴν τοῦ ἀρχιερέως τελευτὴν, τὸν ἐκείνου παῖδα τὴν ἱερωσύνην λαμβάνειν. Χρυσοστόμου. Οὐ κατὰ νόμον τοίνυν ἐντολῆς σαρκίνης γέγονεν ὁ Χριστὸς ἱερεὺς, τουτέστιν οὐ πρόσκαιρος, οὐδὲ πέρας ἔχων, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. καίτοι οὐκ ἔστιν ἀκόλουθον τοῦτο τῷ, “ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονε.” τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν, ἀλλὰ κατὰ πνευματικῆς. ἀλλὰ διὰ τοῦ σαρκικοῦ τὸ πρόσκαιρον ἔδειξεν, ὥσπερ καὶ ἀλλαχοῦ λέγει “μέχρι καιροῦ “διορθώσεως” ἐπικείμενα τὰ δικαιώματα τῆς σαρκός. τὸ δὲ “κατὰ δύναμιν ζωῆς,” τουτέστιν ὅτι οἰκείᾳ δυνάμει ζῇ. Θεοδωρήτου. Οἶμαι δὲ τὴν σαρκικὴν ἐντολὴν οὐ μόνον τὸ πρόσκαιρον, ἀλλὰ καὶ ἕτερόν τι αἰνίττεσθαι, ὃ καὶ φθάσας εἶπον, τὸ σῶμα γὰρ ὡς ἐπίπαν οἱ ἱερεῖς ἐξεκάθαιρον· τοῦτο περιρραίνοντες καὶ λούοντες, ὑπὲρ τούτου τὰς θυσίας προσέφερον. οὐδὲ γὰρ ὑπὲρ ἀνδροφόνων ἢ γάμους ἀλλοτρίους διορυττόντων, ἀλλ’ ὑπὲρ γονορρυῶν καὶ λεπρῶν, καὶ τῶν ἁπτομένων ὀστέων νεκρῶν. Κυρίλλου γλαφυρῶν. Ὅλος δὲ ἱερεὺς ὁ Ἐμμανουὴλ, εἰ καὶ ἐκ τῆς Ἰούδα νοοῖτο φυλῆς, ἵνα καὶ ὑμνητὸς, καὶ βασιλεὺς εἶναι

English

For he has called this a fleshly commandment, since the law, because of the mortality of men, commanded that after the death of the high priest his son should receive the priesthood. From Chrysostom. Christ, therefore, did not become a priest according to the law of a fleshly commandment, that is, not temporary, nor having an end, but according to the power of an indissoluble life. And yet this is not consistent with the statement, "who was not made according to the law of a fleshly commandment." For the consistent thing would have been to say, but according to a spiritual one. But through the fleshly he showed the temporary, just as elsewhere he says, "until the time of reformation," the ordinances of the flesh lying upon them. And "according to the power of life," that is, that he lives by his own power. From Theodoret. But I think that the fleshly commandment hints not only at the temporary, but also at something else, which I also said earlier: for priests for the most part purified the body; sprinkling and washing this, they offered sacrifices on its behalf. For it was not on behalf of murderers or those who break into others' marriages, but on behalf of those with discharges and lepers, and those who touch the bones of the dead. From Cyril of the elegant. But Emmanuel is wholly a priest, even if he is understood to be from the tribe of Judah, so that he might be both praiseworthy and a king.

tlg4102.tlg038:658
Source · Greek

πιστεύηται· καὶ ὅτι μὴ κάτα σάρκα τὸ ἱερὸν αὐτῷ καθάπερ ἀμέλει καὶ τοῖς Ἰουδαίων καθηγηταῖς, ἀλλ’ ὡς Θεῷ καὶ βασιλεῖ τῶν ὅλων ἐν ἁγιασμῷ τε καὶ δόξῃ. οὐκοῦν ὁ τύπος ἐν σαρκικοῖς, ἵν ὑπὲρ σάρκα τὸ ἀληθὲς, τουτέστι Χριστός. Χρυσοστόμου. Εἶπεν ὅτι νόμου μετάθεσις γίνεται, καὶ ἔδειξε πῶς. ζητεῖ λοιπὸν τὴν αἰτίαν, ὃ μάλιστα πάντων πληροφορεῖ τὰς τῶν ἀνθρώπων ψυχὰς, τὸ τὴν αἰτίαν πάντως εἰδέναι, καὶ εἰς πίστιν ἄγει μᾶλλον ὅταν καὶ τὴν αἰτίαν μάθωμεν, καὶ τὸν λόγον καθ’ ὃν γίνεται. ἀναλαμβάνει τοίνυν τὸν περὶ τοῦ νόμου λόγον, καὶ φησί, Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελὲς, οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος. Ἐνταῦθα οἱ αἱρετικοὶ ἐπιφύονται, ἀλλ’ ἄκουε ἀκριβῶς· οὐκ εἶπε διὰ τὸ πονηρὸν, οὐδὲ διὰ τὸ μοχθηρὸν, ἀλλὰ διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελές. καὶ ἀλλαχοῦ δὲ δείκνυσι τὸ ἀσθενὲς, ὡς ὅταν λέγῃ. “ἐν “ᾧ ἡ ἀσθένεια διὰ τῆς σαρκός.” οὐκ ἄρα ἡ ἐντολὴ ἀσθενὴς, ἀλλ’ ἡμεῖς. τί δέ ἐστιν, “οὐδὲν ἐτελείωσεν ὁ νόμος;” οὐδένα τέλειον εἰργάσατο παρακουόμενος. ἄλλως δὲ οὐδὲ εἰ ἠιούσθη τέλειον ἐποίησεν, ἃν καὶ ἐνάρετον· τέως δὲ οὐ τοῦτο φησὶν ὁ λόγος ἐνταῦθα, ἁλλ’ ὅτι οὐδὲν ἴσχυσε. καὶ εἰκότως. γράμματα γὰρ ἦν κείμενα, τόδε πρᾶττε, καὶ τόδε μὴ πρᾶττε, ὑποτιθέμενα μόνον, οὐχὶ καὶ δύναμιν ἐντιθέντα· ἡ δὲ ἐλπὶς οὐ τοιαύτη. τί δέ ἐστιν ἀθέτησις; ἐκβολή. ἡ δὲ ἀθέτησις τῶν κρατούντων ἐστὶν ἀθέτησις. ὥστε ἔδειξεν ὅτι ἐκράτει. ἀλλὰ κατεφρονήθη λοιπὸν, ἐπειδὴ μηδὲν ἤνυσεν. οὐδὲν οὖν ὠφέλησεν ὁ νόμος; ὠφέλησε μὲν καὶ σφόδρα, ἀλλὰ πρὸς τὸ ποιῆσαι τελείους οὐκ ὠφέλησεν.

English

let it be believed; and that his priesthood is not according to the flesh, as indeed it was also with the teachers of the Jews, but as befits God and king of all, in holiness and glory. Therefore the type is in fleshly things, so that the truth, that is Christ, is above the flesh. From Chrysostom. He said that a change of the law takes place, and he showed how. For the rest, he seeks the reason, which most of all fully persuades the souls of men—namely, to know the reason altogether, and it leads to faith more when we also learn the reason, and the account according to which it happens. He therefore takes up the account concerning the law, and says, For there is a setting aside of the preceding commandment because of its weakness and unprofitableness, for the law perfected nothing. Here the heretics grow up, but listen carefully: he did not say because of its wickedness, nor because of its depravity, but because of its weakness and unprofitableness. And elsewhere he shows the weakness, as when he says, "in which the weakness is through the flesh." Therefore the commandment is not weak, but we are. But what is this, "the law perfected nothing"? It made no one perfect when it was disobeyed. Otherwise, not even if it had been obeyed would it have made a perfect man, one also virtuous; but for now the account here does not say this, but that it availed nothing. And reasonably so. For they were letters laid down: do this, and do not do that, merely suggesting, not also implanting power; but hope is not such. But what is a setting aside? A casting out. And the setting aside of things that prevail is a setting aside. So he showed that it prevailed. But for the rest it was despised, since it accomplished nothing. Did the law then profit nothing? It profited indeed, and greatly, but for making men perfect it did not profit.

tlg4102.tlg038:659
Source · Greek

οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος. καθὸ πάντη τύποι ἦσαν, πάντα σκιὰ, περιτομὴ, θυσία, σάββατον. οὐκ ἴσχυσεν οὖν διαβῆναι εἰς τὴν ψυχὴν, διὰ τοῦτο παραχωρεῖ καὶ ὑπεξίσταται, ἐπεισάγεται δὲ ἡ τῶν κρειττόνων ἐλπίς. Θεοδωρήτου. Παύεται δὲ ἐκεῖνος, οὐχ ὡς πονηρὸς κατὰ τὴν τῶν αἱρετικῶν παραπληξίαν, ἀλλ’ ὡς ἀσθενὴς καὶ τὴν τελείαν οὐ δυνάμενος φέρειν ὠφέλειαν. ἐπισημήνασθαι μέντοι δεῖ ὡς ἀσθενῆ καὶ ἀνωφελῆ τὰ περιττὰ τοῦ νόμου καλεῖ, τὴν περιτομὴν, τὸ σάββατον, καὶ τὰ τούτοις παραπλήσια. τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ τούτοις προσόμοια, καὶ ἡ καινὴ διαθήκη μετ’

ἐπιτάσεως φυλάττειν παρακελεύεται. ἀντ᾿ ἐκείνων τοίνυν ἐδεξάμεθα τῶν μελλόντων ἀγαθῶν τὴν ἐλπίδα, ἥτις ἡμᾶς προσοικειοῖ τῷ Θεῷ. ὅρκος δὲ ἡμῖν βεβαιοῖ, τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, τοῦτο γάρ φησιν. Ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δἰ ἧς ἐγγίζομεν τῷ Θεῷ, καὶ καθ᾿ ὅσον οὐ χωρὶς ὁρκωμοσίας. Χρυσοστόμου. Ὁρᾷς ὅτι ἀναγκαῖον οὕτω γέγονε τὸ τοῦ ὅρκου ἐνταῦθα· ὥστε διὰ τοῦτο πολλὰ ἄνω ἐφιλοσόφησεν, ὅτι ὤμοσεν ὁ Θεὸς, καὶ ὤμοσεν ὑπὲρ πλείονος πληροφορίας. εἰπὼν μέντοι “ ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος,” δείκνυσιν ὅτι εἶχε μὲν κἀκεῖνα ἐλπίδα, ἀλλ᾿ οὐ τοιαύτην. ἤλπιζον γὰρ εὐαρεστήσαντες, ἕξειν τὴν γῆν, μηδὲν πείσεσθαι δεινόν. ἐνταῦθα δὲ ἐλπίζομεν εὐαρεστήσαντες οὐ γῆν καθέξειν, ἀλλὰ τὸν οὐρανὸν, μᾶλλον δὲ ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐγγὺς στήσεσθαι τοῦ Θεοῦ, παρ᾿ αὐτὸν ἥκειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷ μετ᾿ Ἀγγέλων. καὶ ὅρα πῶς αὐτὸ τίθησι κατὰ μικρόν.

English

For the law perfected nothing. Inasmuch as they were entirely types, all a shadow—circumcision, sacrifice, Sabbath—it was not able, then, to pass over into the soul; therefore it yields and gives way, and the hope of better things is brought in. From Theodoret. But that law ceases, not as being evil, according to the madness of the heretics, but as being weak and unable to bear the perfect benefit. One must note, however, that he calls the superfluous parts of the law weak and unprofitable—circumcision, the Sabbath, and things like these. For "you shall not commit adultery," "you shall not murder," and things similar to these, the new covenant also enjoins us to keep with greater intensity. In place of those things, then, we have received the hope of the good things to come, which brings us near to God. And an oath confirms to us God's promise—for this is what he says—"and the bringing in of a better hope, through which we draw near to God," and "inasmuch as it was not without an oath." From Chrysostom. Do you see that the matter of the oath became necessary here in this way? So that for this reason he philosophized at length above, because God swore, and swore for greater assurance. Having said, however, "and the bringing in of a better hope," he shows that those things also had a hope, but not such a one. For they hoped that, having been well-pleasing, they would possess the land and suffer nothing terrible. But here we hope that, having been well-pleasing, we shall possess not the land but heaven—or rather, what is far better than this—that we shall stand near to God, come to the paternal throne itself, and minister to him with the angels. And observe how he sets this forth little by little.

tlg4102.tlg038:660
Source · Greek

ἐκεῖ μὲν γὰρ εἶπεν, “ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,” ἐνταῦθα δὲ, “ δἰ ἧς ἐγγίζομεν τῷ Θεῷ.” τί δέ ἐστι, “ καὶ καθ᾿ “ ὅσον οὐ χωρὶς ὁρκωμοσίας;” τουτέστιν ἰδοὺ καὶ ἄλλη διαφορὰ, ὅτι οὐδὲ ἁπλῶς ταῦτα ἐπηγγείλατο. Οἰ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες· ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. Χρυσοστόμου. Δύο τίθησι διαφορὰς, ὅτι οὐκ ἔχει τέλος ὥσπερ ἡ νομική. τοῦτο δὲ ποιεῖ ἀπὸ τοῦ Χριστοῦ τοῦ μετιόντος. κατὰ δύναμιν γάρ φησι ζωῆς ἀκαταλύτου. ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ὅρκου, ὅτι ὤμοσε· καὶ ἀπὸ τοῦ πράγματος. εἰ γὰρ ἐπειδὴ ἀσθενὴς ἦν ἐκείνη ἐξεβλήθη, αὕτη ἐπειδὴ δυνατή ἐστιν, ἕστηκε. ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἱερέως. πῶς; ὅτι εἷς ἐστιν· οὐκ ἂν δὲ εἷς ἦν, εἰ μὴ ἀθάνατος ἦν. ὥσπερ γὰρ πολλοὶ ἱερεῖς διὰ τὸ θνητοὶ εἶναι, οὕτως ὁ εἷς διὰ τὸ ἀθάνατος εἶναι. καὶ καθότι ὤμοσεν αὐτῷ ἀεὶ αὐτὸν ἔσεσθαι· οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ μείζων ἦν. ἐπειδὴ

English

For there he said, “entering into the inner place of the curtain,” but here, “through which we draw near to God.” And what is “and according to how much not without an oath”? That is, behold, here is yet another difference, that he did not promise these things merely in a simple way. For those who became priests were without an oath; but he with an oath, through the one saying to him, “The Lord swore and will not repent: you are a priest forever according to the order of Melchizedek.” According to so much, Jesus has become the guarantor of a better covenant. From Chrysostom. He sets forth two differences, that it does not have an end as the legal covenant does. And he does this from Christ who enters. For he says, according to the power of an indestructible life. And he does it also from the oath, that he swore; and from the matter itself. For if that one was cast out because it was weak, this one stands because it is powerful. And he does it also from the priest. How? Because he is one; and he would not be one, if he were not immortal. For just as there were many priests because they were mortal, so the one is because he is immortal. And inasmuch as he swore to him that he would always be; he would not have done this, if he were not greater. Since

tlg4102.tlg038:661
Source · Greek

γὰρ αὐτὸς καὶ τοὺς ἐν νόμῳ κεχειροτόνηκεν ἱερέας, ἐκείνους δὲ παύσας, ἕτερον ἀντ’ ἐκείνων ἀπέφηνεν, ἀναγκαίως εἴρηκεν, ὡς ἐκείνους μὲν δίχα ὅρκου κεχειροτόνηκεν, ἐπὶ δὲ τούτου καὶ ὅρκον προστέθηκεν. μὴ τοίνυν νομίσητε καὶ τήνδε τὴν ἱερωσύνην ὡς ἐκείνην παθήσεσθαι, καὶ πάλιν ἄλλην ἀντὶ ταύτης γενήσεσθαι. ἐκβάλλει γὰρ τὴν τοιαύτην ὑποψίαν ὁ γενόμενος ὅρκος. Κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. Θεοδωρήτου. Δείξας τὴν ἱερωσύνην τῷ νόμῳ συνεζευγμένην, εἶτα τὴν μὲν Λευιτικὴν παυομένην, τὴν δὲ κατὰ τάξιν Μελχισεδὲκ πεφηνυῖαν, ἀδεῶς λοιπὸν γυμνοῖ καὶ τὴν καινὴν διαθήκην, καὶ ἀποφαίνει τοσοῦτον τῆς παλαιᾶς διαφέρουσαν, ὅσῳ τῆς προτέρας ἱερωσύνης κρείττων πέφηνεν ἡ δευτέρα. ἐπειδὴ ἡ καινὴ διαθήκη τὴν βασιλείαν ἡμῖν ὑπέσχετο τῶν οὐρανῶν, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν καὶ τὴν ζωὴν τὴν αἰώνιον· οὐδὲν δὲ τούτων ἑωρᾶτο, εἰκότως ταύτης ἔγγυον ὠνόμασε τὸν Κύριον Ἰησοῦν, ὃς διὰ μὲν τῆς οἰκείας ἀναστάσεως ἐβεβαίωσε τῆς ἡμετέρας ἀναστάσεως τὴν ἐλπίδα, τὴν δὲ οἰκείαν ἀνάστασιν διὰ τῶν ἐπιτελουμένων ὑπὸ τῶν Ἀποστόλων ἐδήλου θαυμάτων. ᾿Αθανασίου κατὰ ἀρειανῶν. Ὁ νόμος οὐδένα ἐτελείωσε, δεόμενος τῆς τοῦ λόγου ἐπιδημίας. καὶ τότε μὲν τύπος ἦν τὰ δεικνύμενα, ἄρτι δὲ ἡ ἀλήθεια πεφανέρωται, καὶ τοῦ Παύλου ἐξηγεῖται λέγων, “κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν “ἔγγυος ὁ Κύριος, καὶ δι’ ὅλων τὸ κρεῖττον τῷ Κυρίῳ ἀνατίθησι, τῷ κρείττονι καὶ ἄλλῳ ὄντι παρὰ τὴν γενητήν. κρείττων γὰρ ἡ δι’ αὐτοῦ θυσία, κρείττων ἡ ἐν αὐτῷ ἐλπὶς, καὶ αἱ δι’ αὐτοῦ ἐπαγγελίαι.

English

For he himself also appointed the priests under the law, but having stopped those, he revealed another in their place, and necessarily he has said that he appointed those without an oath, but upon this one he also added an oath. Do not, then, suppose that this priesthood will suffer as that one did, and that another will again come into being in place of this one. For the oath that came to be casts out such a suspicion. Jesus has become the guarantor of a better covenant by so much. From Theodore. Having shown that the priesthood was yoked to the law, then that the Levitical priesthood was ceasing and that the one according to the order of Melchizedek had appeared, he now fearlessly lays bare the new covenant as well, and declares it to differ from the old by as much as the second priesthood appeared better than the first. Since the new covenant promised us the kingdom of the heavens, and the resurrection of the dead and eternal life; but none of these things was seen, he reasonably called the Lord Jesus the guarantor of this covenant, who by his own resurrection confirmed the hope of our resurrection, and made his own resurrection clear through the wonders performed by the Apostles. From Athanasius against the Arians. The law perfected no one, needing the coming of the Word. And then the things shown were a type, but now the truth has been made manifest, and he explains Paul's words, saying, "By so much the Lord has become the guarantor of a better covenant," and through all things he attributes the better to the Lord, to the better one who is also other than the created. For better is the sacrifice through him, better the hope in him, and the promises through him.

tlg4102.tlg038:662
Source · Greek

οὐχ ὡς πρὸς μικρὰ μεγάλαι συγκρινόμεναι, ἀλλ’ ὡς ἄλλαι πρὸς ἄλλα τὴν φύσιν τυγχάνουσαι. ἐπεὶ καὶ ὁ ταῦτα οἰκονομήσας, κρείττων τῶν γενητῶν ἐστι. καὶ τὸ λεγόμενον πάλιν, “γέγονεν “ἔγγους,” τὴν παρ’ αὐτοῦ γενομένην σημαίνει ὑπὲρ ἡμῶν ἔγγυαν. ὡς γὰρ Λόγος ὣν σὰρξ ἐγένετο, καὶ τὸ γενέσθαι τῇ σαρκὶ λογιζόμεθα. γενητὴ γὰρ αὕτη καὶ κτιστὴ, οὕτω καὶ ἐνταῦθα τὸ γέγονε διὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ εἰς τὴν τῆς διαθήκης διακονίαν λογίζεται, καθ’ ἣν ὁ ποτὲ βασιλεύων θάνατος κατηργήθη. Κυρίλλου θησαυρῶν. Ὁ μὲν γὰρ νόμος ἠσθένησε κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, κατέκρινε δὲ ὁ Χριστός. καὶ πάλιν ὁ κόσμος ὑπὸ μὲν τοῦ νόμου κατεκρίνετο διὰ τὴν ἁμαρτίαν, καὶ τιμωρίαν ἀπῃτεῖτο. ἐπεδήμησε δὲ ὁ Υἱὸς, ἵνα δικαιώσῃ καὶ χαρισηται πᾶσι. Γλαφυρῶν. Νόμον μὲν γὰρ εἰς βοήθειαν δέδωκεν ὁ Θεὸς, πλὴν παιδοκομεῖ μὲν ὁ νόμος, τελειοῖ δὲ λοιπὸν τοῦ Χριστοῦ μυστήριον. ἀπόχρη δὲ λέγων ὁ Παῦλος περὶ τῶν δύο διαθηκῶν, ὅτι “ἀθέτησις μὲν γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενές. ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ.” οὐκοῦν ἔλθοι μὲν ἄν τις, καὶ μάλα ῥαδίως, εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, οὐ διά γε τῆς πρώτης καὶ Μωσαϊκῆς ἐντολῆς, διὰ τῆς λεγομένης δὲ ἐπεισῆχθαι ἐλπίδος, ἣν ταῖς εἰς τὸ ἄμεινον ψήφοις στεφανοῦν ἐδόκει τῷ μυσταγωγῷ βλέποντι πρὸς ἀληθές. ἠθετῆσθαι δὲ τὰ ἐν νόμῳ φησὶ, καὶ τῆς προαγούσης ἐντολῆς τὸ μηδὲν δύνασθαι τελειοῦν καθορίζει. ἀσθενὴς γὰρ ὁ νόμος πρὸς τὸ δύνασθαι τελειοῦν εἰς ἁγιασμόν. ἀμείνων δὲ ἡ ἐν Χριστῷ δικαίωσις καὶ λατρεία.

English

Not as great things compared with small, but as different things being of a different nature. Since also the one who ordered these things is greater than the created things. And again, the phrase "he has become a surety" signifies the surety that came about from him on our behalf. For just as the Word, being, became flesh, and we reckon the becoming to the flesh—for this is generated and created—so also here "he has become" is reckoned because he became man, and for the ministry of the covenant, by which death, which once reigned, was abolished. From the Treasuries of Cyril. For the law was weak to condemn sin in the flesh, but Christ condemned it. And again, the world was condemned by the law because of sin, and punishment was demanded. But the Son came, that he might justify and grant grace to all. From the Elegant [Commentaries]. For God gave the law for help; yet the law trains as a pedagogue, but the mystery of Christ perfects thereafter. And Paul, speaking sufficiently about the two covenants, says: "There is a setting aside of the preceding commandment because of its weakness, and the introduction of a better hope, through which we draw near to God." Therefore one might come, and very easily, into intimacy as toward God, not through the first and Mosaic commandment, but through the hope said to have been introduced, which the guide, looking toward the truth, seemed to crown with the votes for the better. And he says that the things in the law have been set aside, and he determines that the preceding commandment is able to perfect nothing. For the law is weak as to being able to perfect unto sanctification. But better is the justification and worship in Christ.

tlg4102.tlg038:663
Source · Greek

ἀκούσῃ γοῦν Θεοῦ διακεκραγότος τοῖς τὴν ἐν νόμῳ τετιμηκόσι λατρείαν. καὶ οἱονεί πὼς ἀπρὶξ ἡμεῖς μὴ τῆς παλαιωθίσης ἐντολῆς, ποτὲ μὲν “λούσασθε, καθαροὶ γένεσθε,” ποτὲ δὲ “ἔλεον θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἣ ὁλοκαυτώματα.” ἠλεήμεθα γὰρ ἐν Χριστῷ, καὶ ἐν αὐτῷ τεθεάμεθα νοητῶς τὸν Πατέρα, καὶ τὸν φύσει Θεὸν ἐγνώκαμεν. Θεοδωρήτου. Εἶτα πάλιν δείκνυσι καὶ ἑτέρωθεν τήνδε τὴν ἱερωσύνην ὑπερκειμένην, λέγων, “καὶ οἱ μὲν πλείονες εἰσὶ γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ “μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Οἱ κατὰ νόμον ἱερεῖς θνητὴν ἔχουσι τὴν φύσιν. οὗ δὴ χάριν διηνεκῶς ἱερατεύειν οὐ δύνανται, ἀλλ’ ἔχουσι διαδόχους τῆς ἱερωσύνης τοὺς παῖδας. οὗτος δὲ ἀθάνατος ὣν, εἰς ἕτερον οὐ παραπέμπει τῆς ἱερωσύνης τὸ γέρας. οὕτος ὁ τὰς χεῖρας ὄντως τελειωμένος, ὁ μόνος εἰς τὰ ἅγια τῶν ἁγίων εἰσιὼν, ὁ τῷ ἀνωτάτῳ καὶ ἐνδοτάτω λειτουργῶν θυσιαστήριον· οὐχ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον εἰσιὼν, ἀλλ’ ἅπαξ τοῦ αἰῶνος εἰσελθών· ἀρχιερεὺς γὰρ ἦν αἰώνιος, καὶ λειτουργὸς ἄπαυστος, ἀκμαῖος καὶ ἀγήρως. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχανειν ὕπερ ἀυτῶν. Θεοφωρήτου. Καὶ αὐτὴ τῶν λόγων ἡ ταπεινότης βοᾷ, ὡς οὐδὲν τούτων ἁρμόττει τῇ θεότητι τοῦ Χριστοῦ. οὐδὲ γὰρ διὰ τοῦτο ζῇ ἵνα ἐντυγχάνῃ ὑπὲρ ἡμῶν. ἡ γὰρ ἐκείνου ζωὴ, ἄναρχος καὶ ἀνώλεθρος. οὐκοῦν κατὰ τὸ ἀνθρώπειον νοητέον καὶ ταῦτα. ὥσπερ γὰρ τὸ πάθος ὑπὲρ ἡμῶν κατεδέξατο, οὕτως ἐντυγχάνει ὑπὲρ ἡμῶν.

English

At any rate, you will hear God crying out to those who have honored the worship in the law. And we, so to speak, have not grasped the commandment that has grown old, at one time "Wash yourselves, become clean," and at another "I desire mercy and not sacrifice, and the knowledge of God rather than burnt offerings." For we have been shown mercy in Christ, and in him we have spiritually beheld the Father, and we have known him who is God by nature. From Theodoret. Then again he shows from another angle that this priesthood is superior, saying, "And the former priests were many, because they were prevented by death from remaining; but he, because he remains forever, has an unchangeable priesthood." The priests under the law have a mortal nature. For this reason they cannot serve as priests continually, but they have their children as successors of the priesthood. But this one, being immortal, does not pass on the honor of the priesthood to another. This is the one who has truly been perfected in his hands, the only one who enters into the holy of holies, the one who serves at the highest and innermost altar; not entering only once a year, but having entered once for all ages; for he was an eternal high priest, and a ceaseless minister, in his prime and never growing old. Therefore he is also able to save to the uttermost those who draw near to God through him, always living to intercede for them. From Theophoretus. Even the lowliness of these words cries out that none of these things is fitting for the divinity of Christ. For he does not live for this reason, that he might intercede for us. For his life is without beginning and indestructible. Therefore these things too must be understood in a human sense. For just as he accepted suffering for our sake, so he intercedes for our sake.

tlg4102.tlg038:664
Source · Greek

συνέζευξε μέντοι τῷ ταπεινῶ καὶ ὑψηλὸν ὁ θεῖος ᾿Απόστολος. αὐτὸν γὰρ σώζειν ἡμᾶς εἴρηκεν, καὶ τελείαν σωτηρίαν παρέχειν. Χρυσοστόμου. ῾Ορᾷς ὅτι εἰς τὸ κατὰ σάρκα τοῦτο φησίν. ὅταν γὰρ ὡς ἱερεὺς νοῆται τότε καὶ ἐντυγχάνει. ἐπεὶ ὁ ἐγείρων τοὺς νεκροὺς οὓς θέλει καὶ ζωοποιῶν, καὶ οὕτως ὡς ὁ Πατὴρ, πῶς ἔνθα σῶσαι δεῖ ἐντυγχάνει, ὁ πᾶσαν τὴν κρίσιν ἔχων, ὥστε τοὺς μὲν εἰς κάμινον ἐμβαλεῖν, τοὺς δὲ σῶσαι, πῶς ἐντυγχάνει; ὁ Θεὸς καὶ σώζειν φησὶ, δύναται. διὰ τοῦτο οὖν σώζει, ἐπειδὴ οὐκ ἀποθνήσκει, ἐπειδὴ ἀεὶ ζῇ. οὐκ ἔχει διαδοχὴν φησίν εἰ δὲ οὐκ ἔχει, δύναται πάντων προΐστασθαι. ἐνταῦθα μὲν γὰρ ὁ ἀρχιερεὺς, εἰ καὶ θαυμαστὸς ἦν μέχρι τοῦ καιροῦ ἐκείνου ἐν ᾧ ἦν, οἷον ὁ Σαμουὴλ, καὶ ὅσοι τοιοῦτοι, μετὰ δὲ ταῦτα οὐκέτι· ἐτεθνήκεσαν γάρ. ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ σώζει εἰς τὸ παντελές. μυστήριόν τι αἰνίττεται. οὐκ ἐνταῦθα μόνον φησὶν, οὐδὲ πρὸς καιρὸν, ἀλλὰ καὶ ἐκεῖ ἐν τῇ μελλούσῃ ζωῇ σώζει τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ. πῶς σώζει; “πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.” ὁρᾷς τὴν ταπεινότητα; ὁρᾷς τὴν ἀνθρωπότητα; οὐ γὰρ ἅπαξ φησὶν αὐτὸν ἐντυγχάνοντα τούτου τυχεῖν, ἀλλ’ ἀεὶ, καὶ ἡνίκα ἃν δεῆται. ἀεὶ οὖν δεῖται τοῦ εὔχεσθαι, καὶ πῶς ἃν ἔχοι λόγον; ἄνθρωποι πολλάκις δίκαιοι, ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν· αὐτὸς δὲ ἀεὶ δεῖται· τίνος οὖν ἕνεκεν συγκάθηται; ὁρᾷς ὅτι συγκατάβασίς ἐστι. μὴ δείσητε φησὶ, μὴ εἴπητε, ναὶ φιλεῖ μὲν ἡμᾶς, καὶ παρρησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ’ οὐκ ἀεὶ δύναται ζῆν. ἀεὶ γὰρ ζῇ. Γρηγορίου.

English

The divine Apostle, however, joined the lofty to the lowly. For he said that he saves us and provides complete salvation. From Chrysostom. Do you see that he says this with respect to the flesh? For when he is understood as a priest, then he also intercedes. Since the one who raises the dead whom he wills and gives life, and thus as the Father does—how is it that where it is necessary to save, he intercedes, he who has all judgment, so as to cast some into the furnace and save others—how does he intercede? God, he says, also is able to save. Therefore he saves for this reason, because he does not die, because he always lives. He has no succession, he says; and if he has none, he is able to preside over all. For here the high priest, even if he was wonderful up to that time in which he lived—such as Samuel, and all who were like him—after that no longer; for they had died. But here it is not so, but he saves completely. He hints at some mystery. Not only here, he says, nor for a time, but also there in the life to come he saves those who draw near to God through him. How does he save? "Always living to intercede for them." Do you see the lowliness? Do you see the humanity? For he does not say that he obtained this by interceding once, but always, and whenever there is need. He always needs to pray—and how could that make sense? Often righteous men accomplished everything by a single request; but he always needs. Why then does he sit at the right hand? Do you see that it is condescension? Do not fear, he says; do not say, "Yes, he loves us and has boldness before the Father, but he cannot live forever." For he always lives. From Gregory.

tlg4102.tlg038:665
Source · Greek

Τὸ δὲ ἐντυγχάνειν οὐχ ὡς ἡ τῶν πολλῶν συνήθεια τὸ ζητεῖν ἐκδικήσεως ἔχει· τοῦτο γάρ πὼς καὶ ταπεινότητος, ἀλλὰ τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ λόγῳ τῆς μεσιτείας, ὡς καὶ τὸ

Πνεῦμα ὑπὲρ ἡμῶν ἐντυγχάνειν λέγεται. “εἷς γὰρ Κύριος, εἷς “μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος ᾿Ιησοῦς Χριστός.” πρεσβεύει γὰρ ἔτι καὶ νῦν ὡς ἄνθρωπος ὑπὲρ τῆς ἐμῆς σωτηρίας, ὅτι μετὰ τοῦ σώματός ἐστιν οὗ προσέλαβεν, ἕως ἃν ἐμὲ ποιήσει θεὸν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως. οὕτω δὲ καὶ παράκλητον ἔχομεν Ἰησοῦν, οὐχ ὡς ὑπὲρ ἡμῶν προκαλινδούμενον τοῦ Πατρὸς, καὶ προσπίπτοντα δουλικῶς, ἄπαγε τὴν δούλην ὄντως ὑπόνοιαν καὶ ἀναξίαν τοῦ Πνεύματος. οὔτε γὰρ τοῦ Πατρὸς τοῦτο ἐπιζητεῖν, οὔτε τοῦ Υἱοῦ πάσχειν, εἰ ὡς περὶ Θεοῦ διανοεῖσθαι δίκαιον. ἀλλ’ οἷς πέπονθεν ὡς ἄνθρωπος πείθει καρτερεῖν ὡς Λόγος καὶ παραινέτης. τοῦτο νοεῖται μοι ἡ παράκλησις. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος. Θεοδωρήτου. Οἰμαι καὶ αὐτοὺς ἃν ὁμολογῆσαι τοὺς τὰ ἐναντία τῇ ἀληθείᾳ φρονοῦντας, ὡς καὶ ταῦτα τῆς ἀνθρωπότητος οὐ τῆς θεότητος ἴδια. ἵνα γὰρ τἄλλα παραλίπω, τὸ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, πῶς ἄν τις προσαρμόσοι τῷ Θεῷ Λόγῳ τῷ τὰ πάντα τεκτηναμένῳ; δηλοῖ δὲ ὁ λόγος τὸν μετὰ τὸ πάθος ἄνω τῶν οὐρανῶν γενόμενον. ὁ δὲ Θεὸς Λόγος ἀπερίγραφον ἔχει τὴν φύσιν. οὐκοῦν καὶ ταῦτα προσαρμόσομεν ὡς ἀνθρώπῳ τῷ δεσπότῃ Χριστῷ, οὐκ ἄλλον τινὰ τοῦτον παρὰ τὸν Θεὸν Λόγον νοοῦντες, ἀλλ’ εἰδότες, τι μὲν τῆς θεότητος, τί δὲ τῆς ἀνθρωπότητος ἴδιον. Χρυσοστόμου.

English

But to intercede is not, as is the common custom of most people, to seek vengeance; for this is in some way also a mark of lowliness, but rather to plead on our behalf by the word of mediation, just as the Spirit is also said to intercede on our behalf. "For there is one Lord, one mediator between God and men, the man Jesus Christ." For he still pleads even now as a man for my salvation, because he is with the body which he assumed, until he makes me God by the power of his incarnation. And so we also have Jesus as an advocate, not as one who grovels before the Father on our behalf and falls down in a servile manner—far be the truly servile and unworthy notion, and unworthy of the Spirit. For neither does it befit the Father to require this, nor the Son to suffer it, if one is to think rightly concerning God. But by the things which he suffered as a man he persuades us to endure as the Word and exhorter. This is how I understand the advocacy. For such a high priest was fitting for us: holy, innocent, undefiled, separated from sinners, and having become higher than the heavens. From Theodoret. I think that even those who hold opinions contrary to the truth would agree that these things too are proper to the humanity, not to the divinity. For, to pass over other things, how could anyone apply "having become higher than the heavens" to God the Word, who fashioned all things? The passage makes clear that he who became above the heavens after his passion. But God the Word has a nature without circumscription. Therefore we shall apply these things too to the master Christ as a man, understanding him to be no other than God the Word, but knowing what is proper to the divinity and what is proper to the humanity. From Chrysostom.

tlg4102.tlg038:666
Source · Greek

Ὁρᾷς ὅτι περὶ τῆς ἀνθρωπότητος τὸ πᾶν εἴρηται· ὅταν δὲ εἴπω ἀνθρωπότητα, θεότητας ἐχούσης λέγω, οὐ διαιρῶν, ἀλλ’ ἀφεὶς τὰ πρέποντα. εἶδες τὴν διαφορὰν τοῦ ἀρχιερέως. ἀνεκεφαλαιώσατο τὰ λεχθέντα. πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. “τοιοῦτος γὰρ ἡμῖν,” φησὶν, “πεν ἀρχιερεὺς, ὅσιος, ἄκακος.” τί ἐστιν ἄκακος; ἀπόνηρος. ὃ λέγει ἕτερος προφήτης· “δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐ- “τοῦ.” τουτέστιν οὐχ ὕπουλος· τοῦτο οὖν ἄν τις περὶ Θεοῦ εἴποι, καὶ οὐκ αἰσχύνεται λέγων, ὅτι ὁ Θεὸς οὐκ ἔστιν ὕπουλος, οὐδὲ δολερός. περὶ μέντοι τοῦ κατὰ σάρκα ἔχοι ἃν λόγον, καὶ τὸ ἀμίαντος δὲ περὶ Θεοῦ εἴποι τίς ἄν; ἔχει γὰρ φύσιν μιαίνεσθαι;

οὔ μὲν οὖν. ἀλλ’ ἄκακος ὁ μέγας ἀρχιερεὺς, ὁ διεληλυθὼς τοὺς οὐρανοὺς ὀνομάζεται, ὡς κρείττων πάσης κακίας, καὶ αὐτὸ δὴ τοῦτο “κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν·” οὐ τοῦτο οὖν μόνον δείκνυσι τὸ διάφορον, ἀλλὰ καὶ αὐτὴ ἡ θυσία· διὸ ἐπιφέρει, Ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἱερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ. τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Κυρίλλου. Καὶ οἱ μὲν κατὰ νόμον ἱερουργοὶ, θυσίας ἔχρηζον οὐ μιᾶς, πλειόνων δὲ μᾶλλον, ἅτε δὴ προσάγοντες καθημέραν ὑπέρ τε ἑαυτῶν καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων, διὰ τὸ πλειστάκις ἀσθενεῖν καὶ ὑπομένειν μαλακισμὸν τὸν εἰς πολύτροπον ἁμαρτίαν. ὁ δὲ κρεῖττον ἁμαρτίας ὑπάρχων ὡς Θεὸς, προσκεκόμικεν ἑαυτὸν, καὶ γέγονεν ἡμῶν ἀρχιερεὺς, ἀνθρωπίνως μὲν λεγόμενος λειτουργεῖν, ἱερεύων δὲ τῷ Πατρὶ τὸ ἴδιον σῶμα.

English

Do you see that everything has been said concerning the humanity? And when I say humanity, I mean that it has divinities, not dividing, but setting aside what is fitting. You have seen the difference of the high priest. He has summed up what was said. And having been tempted in all things according to likeness without sin. "For such a one," he says, "is our high priest, holy, guileless." What is guileless? Free from evil. Which another prophet says: "Guile was not found in his mouth." That is, not treacherous; for this one might say concerning God, and he is not ashamed to say that God is not treacherous, nor deceitful. Concerning the one according to the flesh, however, there would be reason, and who could say "undefiled" concerning God? For does he have a nature to be defiled? By no means. But the great high priest is called guileless, the one who has passed through the heavens, as being better than all wickedness, and this very thing "separated from sinners"; therefore he shows not only this as the difference, but also the sacrifice itself; therefore he adds, Who does not have need daily, as the priests, first to offer sacrifices for his own sins, then for those of the people. For this he did once for all, having offered himself. Of Cyril. And the priests according to the law needed sacrifices, not one, but rather more, since they were bringing them daily for themselves and for the ignorances of the people, because they were often weak and subject to weakness unto manifold sin. But he, being better than sin as God, has offered himself, and has become our high priest, being spoken of in a human way as ministering, but priesting to the Father his own body.

tlg4102.tlg038:667
Source · Greek

θεοπρεπῶς οὖν ἄρα παθεῖν οὐκ ἀνέχεται τὴν ἁμαρτίαν, ὅτι μὴ φύσεως ἦν γενητῆς οὐκ ἐχούσης οὐσιωδῶς τὸ ἄτρεπτον καὶ τὸ εἰσάπαν δύνασθαι διαδιδράσκειν τὴν ἁμαρτίαν. Υἱὸς οὖν ἄρα ἐστὶ παντέλειος, ἀνεπικούρητον ἔχων πη ἑτέρου τὸ ἀκράδαντον, εἰς ἁγιασμὸν φύσεως τὲ καρπὸν ἴδιον, τὸ ἀπλημμελές. “ὁ μὲν γὰρ νόμος ἀνθρώπους,” φησὶ, “καθίστα, ἔχοντας δὲ ἀσθένειαν· ἡ δὲ χάρις υἱὸν τετελειωμένον,” ὡς οὐκ ἔχοντα δηλονότι τὸ ἀσθενεῖν· τοῦτο γὰρ οἶμαί ἐστιν τὸ ἀρτίως ἔχον, ἤγουν τὸ ἐν παντὶ καλῶς τετελειωμένον. ὅτι μὴ κατ’ ἐκείνους ἐστὶν τοὺς κατὰ τὸν νόμον, οἷς οὐκ ἀσύνηθες τὸ καὶ ἀσθενεῖν ἔσθ’ ὅτε. πλὴν ἐκεῖνο ἄθρει, πῶς ὁ αὐτὸς καὶ ἀσθενείας κρείττων εἶναι πεπίστευται, καὶ ὡς Υἱὸς τετελειωμένος. σταυροῦται δὲ καὶ ἐξ ἀσθενείας· οὐκοῦν ἀκόλουθον ἐννοεῖν, ὡς ἠσθένησε μὲν σαρκικῶς σταυρὸν ὑπομεἴνας· ἔστι γεμὴν ὡς Θεὸς τοῦ ἀσθενεῖν ἐπέκεινα. “τὸ γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. εἰ δὲ δὴ λέγοι τὴν ἀσθένειαν τοῦτο τὸ ἐν ἁμαρτίαις εἶναι δηλοῦν τοὺς κατὰ νόμον ἱερατεύοντας, οὐκ ἀντιτετάξομαι. σύμφημι δὲ μᾶλλον ὀρθὰ καὶ οὐτῶ φρονεῖν ᾑρημένοις. Θεοδωρήτου. Δύο τέθεικεν ἅπερ οὐκ ἔσχον οἱ τῆς ἱερωσύνης τετυχηκότες. ἐκεῖνοι γὰρ καὶ συνεχῶς τὰ ἱερεῖα προσέφερον, καὶ

English

Therefore, in a manner befitting God, he does not admit of suffering sin, because it was not of a created nature that does not essentially possess immutability and the power to escape sin entirely. He is therefore a perfect Son, possessing in some way the incapacity for stumbling that needs no assistance from another, for sanctification being the proper fruit of his nature, namely, sinlessness. “For the law,” he says, “appoints men, who have weakness; but grace appoints a Son made perfect,” as one who clearly does not have the capacity to be weak; for this, I think, is what “having it perfectly” means, that is, being perfectly accomplished in every good thing. Because he is not like those under the law, for whom it is not unusual even to be weak at times. Nevertheless, observe this: how the same one is believed both to be superior to weakness and to be a perfected Son. But he is crucified also from weakness; therefore it follows to understand that he was weak in the flesh when he endured the cross; yet as God he is beyond weakness. “For the spirit is willing, but the flesh is weak.” But if he should mean by “weakness” this—that those who serve as priests under the law are in sins—I will not oppose it. Rather, I agree that those who have chosen to think thus think rightly. From Theodoret. He has set forth two things which those who obtained the priesthood did not have. For they both continually offered the sacrifices, and

tlg4102.tlg038:668
Source · Greek

ὑπὲρ ἑαυτῶν ἔθυον, ἄτε δὴ καὶ αὐτοὶ πλημμελοῦντες ὡς ἄνθρωποι. οἱ ’δε ἁμαρτήμασιν ὑποκείμενοι, οὐ τοσαύτην ἔχουσι προφέροντες παρρησίαν· οὗτος δὲ οὐδέτερον τούτων ποιεῖ· τὸ μὲν ἐπειδὴ ἁμαρτίας ἀμύητος ἦν, τὸ δὲ, ὥσπερ τῆς μιᾶς θυσίας ἠρκεσάσης εἰς σωτηρίαν. καὶ ἐκεῖνοι μὲν ἕτερα προσέφερον θύματα, οὗτος δὲ τὸ ἑαυτοῦ προσενήνοχε σῶμα. αὐτὸς ἱερεὺς καὶ ἱερεῖον γενόμενος, καὶ ὡς Θεὸς μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, τὸ δῶρον δεχόμενος. Χρυσοστόμου. Ὅρα δὲ, εἶπε τὸ τοῦ ἱερέως, εἶπε τὸ τῆς πίστεως, εἶπε τὸ τῆς διαθήκης, οὐχ ὅλον μὲν, εἶπε δὲ ὅμως. ἐνταῦθα λοιπὸν καὶ αὐτῆς τῆς πνευματικῆς θυσίας τὴν ὑπερβολὴν προανακρούεται. μὴ τοίνυν ἱερέα αὐτὸν ἀκούσας, ἀεὶ ἱερᾶσθαι νόμιζε. ἅπαξ γὰρ ἱερεύσατο, καὶ λοιπὸν ἐκάθισεν. ἵνα γὰρ μὴ νομίσῃς ἄνω ἑστάναι αὐτὸν, καὶ λειτουργὸν εἶναι, δείκνυσιν ὅτι οἰκονομίας τὸ πρᾶγμα ἐστίν· ὥσπερ γὰρ δοῦλος ἐγένετο, οὕτως καὶ ἱερεὺς καὶ λειτουργός. ἀλλ’ ὥσπερ δοῦλος γενόμενος οὐκ ἔμεινε δοῦλος, οὕτως καὶ λειτουργὸς γενόμενος, οὐκ ἔμεινε λειτουργός. οὐ γὰρ λειτουργοῦ τὸ καθῆσθαι, ἀλλὰ τὸ ἑστάναι. τοῦτο οὖν αἰνίττεται ἐνταῦθα καὶ τῆς θυσίας τὸ μεγαλεῖον. εἰ ἤρκεσε μία οὐσα καὶ ἅπαξ προσενεχθεῖσα τοσοῦτον, ὅσον αἱ πᾶσαι οὐκ ἴσχυσαν, ἀλλ’ οὔπω περὶ τούτων. τέως δὲ δείκνυσιν ὅτι, οὐχ ὑπὲρ ἑαυτοῦ προσέφερεν. πῶς γὰρ ὁ ἀναμάρτητος; ἀλλ’ ὑπὲρ τοῦ λαοῦ· τι οὖν; οὐ δεῖται τοῦ προσφέρειν ὑπὲρ ἑαυτοῦ; οὔ φησιν· ἵνα γὰρ μὴ ἀκούσας ὅτι τοῦτο ἐποίησεν ἐφάπαξ, νομίσῃς τοῦτο καὶ περὶ αὐτοῦ εἰρῆσθαι, ἄκουσον τι φησιν·

English

They used to offer sacrifices for themselves, since they too were sinners as human beings. But those who are subject to sins do not have such great confidence to offer; but this one does neither of these things: the one because he was untainted by sin, the other because the one sacrifice was sufficient for salvation. And they offered different sacrifices, but this one offered his own body, having become both priest and victim, and as God with the Father and the Spirit, receiving the gift. From Chrysostom. Observe: he mentioned what belongs to the priest, he mentioned what belongs to faith, he mentioned what belongs to the covenant—not the whole, but he mentioned it nonetheless. Here, then, he also preemptively strikes at the preeminence of the spiritual sacrifice itself. Therefore, when you hear that he is a priest, do not think that he is always performing priestly service. For he performed priestly service once, and thereafter sat down. For so that you might not think that he stands above and is a minister, he shows that the matter belongs to the economy of salvation; for just as he became a servant, so also a priest and minister. But just as, having become a servant, he did not remain a servant, so also, having become a minister, he did not remain a minister. For sitting belongs not to a minister but to one standing. This, then, he hints at here, and also the greatness of the sacrifice. If one sacrifice, being one and offered once, was sufficient to the extent that all the others could not accomplish—but not yet about these things. For now he shows that he did not offer for himself. For how could the sinless one? But for the people. What then? Does he not need to offer for himself? He says no. For so that, having heard that he did this once for all, you might not think that this was said also about him, hear what he says:

tlg4102.tlg038:669
Source · Greek

“ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν “ἀρχιερεῖς ἔχοντας ἀσθένειαν. Χρυσοστόμου. Τοιαύτη γὰρ τῶν ἀνθρώπων ἡ φύσις. διὰ τοῦτο ἀεὶ καὶ ὑπὲρ ἑαυτῶν προσφέρουσιν· ὁ μέντοι δυνατὸς, ὁ μὴ ἔχων ἁμαρτίαν; τίνος ἕνεκεν ὑπὲρ ἑαυτοῦ προσφέρει; ἣ περὶ τῶν ἄλλων μὲν, πολλάκις δέ. Ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Θεοδωρήτου. Ὁ μονογενὴς Υἱὸς σύνδρομον ἔχει τῇ γεννήσει τὴν τελειότητα. τέλειον γὰρ αὐτὸν γεγέννηκεν ὁ Πατὴρ, καὶ τοῦτο

τοίνυν κατὰ τὸ ἀνθρώπειον νόει τέλος. τέλειον γὰρ ἐνταῦθα τὸν ἀθάνατον λέγει. οὐ μὴν ἄλλον υἱὸν νοητέον παρὰ τὸν φύσει Υἱόν. ἀλλὰ τὸν αὐτὸν καὶ φύσει ὄντα Υἱὸν ὡς Θεὸν, καὶ πάλιν δεχόμενον τὴν αὐτὴν προσηγορίαν ὡς ἄνθρωπον. Χρυσοστόμου. Τί δέ ἐστι τετελειωμένον; οὐ τίθησι τὰς ἀντιδιαστολὰς κυρίως ὁ Παῦλος. εἰπὼν γὰρ ἔχοντας ἀσθένειαν, οὐκ εἰπεν υἱὸν δυνατὸν, ἀλλὰ τετελειωμένον, τουτέστι δυνατὸν ὡς ἃν εἴποι τίς. ὁρᾷς ὅτι καὶ τὸ Υἱὸς ὄνομα πρὸς ἀντιδιαστολὴν τοῦ δούλου εἴρηται. ἀσθένειαν δὲ, ἣ ἁμαρτίαν φησὶ, ἣ θάνατον· τρία γὰρ αὕτη σημαίνει· τὴν νόσον, ὡς τὸ “πολλοὶ ἐν ὑμῖν ἀσθενεῖς καὶ “ἄρρωστοι·” τὴν ἁμαρτίαν, ὡς τὸ “ἐπληθύνθησαν αἱ ἀσθενείαι αὐ- “τῶν.” καὶ τοὺς πειρασμοὺς, ὡς τὸ “ἐν ταῖς ἀσθενείαις μου καυχή- “σομαι.” τι δέ ἐστιν; “εἰς τὸν αἰῶνα.” οὐ νῦν μόνον ἀναμάρτητον, ἀλλ’ ἀεί. εἰ τοίνυν τέλος ἐστὶν, εἰ μηδέποτε ἁμαρτάνει, εἰ ἀεὶ ζῇ, τίνος ἕνεκεν προσοίσει πολλὰς ὑπὲρ ἡμῶν θυσίας; ἀλλὰ τέως μὲν ὑπὲρ τούτου οὐκ ἰσχυρίζεται, ὑπὲρ δὲ τοῦ μὴ προσφέρειν αὐτὸν ὑπὲρ ἑαυτοῦ, τοῦτο ἰσχυρίζεται.

English

"For the law appoints men as high priests having weakness." Of Chrysostom. For such is the nature of men. For this reason they always offer also for themselves; but the one who is mighty, who does not have sin—for whose sake does he offer for himself? Or is it for others indeed, and often? But the word of the oath which came after the law, a Son perfected forever. Of Theodoret. The only-begotten Son has perfection running alongside his generation. For the Father has begotten him perfect, and this then understand as a human end. For here he calls the immortal one perfect. Yet one must not think of another son besides the Son by nature, but the same one who is Son by nature as God, and again receiving the same appellation as man. Of Chrysostom. But what is "perfected"? Paul does not strictly set down the antitheses. For having said "having weakness," he did not say "a mighty son," but "perfected," that is, mighty, as one might say. Do you see that the name "Son" also is spoken for the sake of distinction from the servant? And "weakness" he means either sin or death; for this signifies three things: disease, as in "many among you are weak and sick"; sin, as in "their weaknesses have multiplied"; and temptations, as in "in my weaknesses I will boast." But what is "forever"? Not now only without sin, but always. If then he is an end, if he never sins, if he lives always, for whose sake will he offer many sacrifices for us? But for the present he does not insist on this, but on this he does insist, that he does not offer for himself.

tlg4102.tlg038:670
Source · Greek

διὰ τοῦτο δὲ ἄνω καὶ κάτω στρέφει λέγων, ἕνα ἱερέα, καὶ μίαν θυσίαν, ἵνα μὴ νομίζοντες πολλὰς εἶναι, ἀδεῶς ἁμαρτάνωμεν. ἀλλ’ εἰδότες ὅτι οὐκ ἔστιν ἄλλη θυσία, μιᾷ γὰρ ἡμᾶς ἐκαθάρισε, μετὰ δὲ τοῦτο, πῦρ καὶ γέεννα, φυλάττωμεν τὴν εὐγένειαν. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἢν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄν- θρωπος. Κυρίλλου. ᾿Εγείγερται μὲν κατὰ τὸν ἔρημον ἡ ἀρχαία σκηνὴ διὰ Μώσεως, καὶ τοῖς κατὰ νόμον ἴε * * * * ἐνδιαίτημα δὲ τῷ Χριστῷ ἐοικὸς, ἡ ἄνω καλλίπολις, τουτέστι, ὁ οὐρανὸς, ἡ θεία σκηνὴ, καὶ οὐκ ἀνθρωπίνης εὕρημα τέχνης, ἀλλ’ ἱερὰ καὶ θεόλεκτος. ἐκεῖ γεγονὼς προσκομίζει τῷ Θεῷ καὶ Πατρὶ τοὺς εἰς αὐτὸν πιστεύοντας ἡγιασμένους διὰ τοῦ Πνεύματος. “οὐδεὶς “γὰρ ἔρχεται,” φησὶ, “πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ.” καὶ οὗτος αὐτῷ τῆς ἐνθάδε λεγομένης λειτουργίας ὁ τρόπος, θεοπρεπὲς

English

For this reason he turns it upside down and inside out, saying "one priest" and "one sacrifice," so that we might not think there are many and sin without fear. But knowing that there is no other sacrifice—for he cleansed us by one—and that after this come fire and Gehenna, let us keep our noble birth. And the sum of what is being said is this: we have such a high priest, who sat down at the right hand of the throne of the Majesty in the heavens, a minister of the holy things and of the true tabernacle, which the Lord pitched, and not man. Of Cyril. The ancient tabernacle was raised up in the wilderness through Moses, and for those according to the law * * * * but the dwelling-place resembling Christ is the fair city above, that is, heaven, the divine tabernacle, not the invention of human craft, but holy and spoken by God. Having come to be there, he brings to God the Father those who believe in him, sanctified through the Spirit. "For no one," he says, "comes to the Father except through me." And this is the manner of the ministry here spoken of, worthy of God

tlg4102.tlg038:671
Source · Greek

δὲ τὸ χρῆμα κἂν εἰ τοῖς καθ’ ἡμᾶς, ἤγουν ἀνθρωπίνοις σημαίνοιτο λόγοις. τὸ γὰρ ἁγιάζειν δύνασθαι τῷ ἰδίῳ πνεύματι τοὺς πιστεύοντας, ἐλέῳ καὶ χάριτι δεδικαιωμένους, καὶ οἷον ἱερουργεῖν τῷ Θεῷ, κόσμῳ μὲν ἀποθνήσκοντας, ζωοποιουμένους δὲ Πνεύματι, καὶ εἰς εὐδόκιμον ἀναλάμποντας βίον, πῶς οὐκ ἃν εἴη θεοπρεπές; ὅτι δὲ καὶ τοι λεγόμενος λειτουργεῖν, οὐ μείζων ἐστὶ τοῦ Πατρὸς, οὔτε μὴν κατόπιν ἔρχεται τῆς ἐνούσης εὐκλείας αὐτοῦ, προσαποδείκνυσιν ἐναργῶς τὸ τοῖς θείοις αὐτὸν ἐνιδρῦσαι θώκοις, καὶ ἐν δεξιᾷ καθῆσθαι τῷ γεγεννηκότι. εἰ γάρ ἐστιν ἀληθὲς ὅτι πᾶς ἱερεὺς ἕστηκεν ἀεί λειτουργῶν, καὶ οὐκ ἃν νοοῖτο ποτὲ σύνεδρός τε καὶ ἰσοκλεὴς, ὥσπερ καὶ λατρεῦσαι Θεῷ, πῶς οὐκ ἀσυνήθως ἱερουργὸς ὁ Χριστὸς, ὁ καὶ ἐν τοῖς τῆς θεότητος θώκοις ὡς Θεὸς καὶ λειτονργῶν ἀνθρωπίνως; Χρυσοστόμου. Ἀναμίγνυσι τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁ Παῦλος ἀεὶ, τὸν διδάσκαλον μιμούμενος τὸν αὐτοῦ, ὥστε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁδὸν γενέσθαι, καὶ διὰ τούτων ἐπ’ ἐκεῖνα χειραγωγηθῆναι· καὶ γενομένους ἐν τοῖς μεγάλοις, μανθάνειν ὅτι ταῦτα συγκαταβάσεως ἦν. τοῦτο γοῦν ἐνταῦθα ποιεῖ. εἰπὼν γὰρ ὅτι ἀνήνεγκεν ἑαυτὸν, καὶ ἀρχιερέα δείξας, ἐπάγει “κεφάλαιον δὲ ἐπὶ τοῖς “λεγομένοις.” κεφάλαιον δὲ τὸ μέγιστον λέγεται. τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν τοῖς οὐρανοῖς. καί τοι τοῦτο οὐχ ἱερέως, ἀλλὰ τούτου, ᾧ ἱερεύεσθαι ἐκεῖνον χρή. προστίθησι δὲ ὅτι καὶ λειτουργὸς, καὶ οὐχ ἁπλῶς, ἀλλὰ τῶν ἁγίων, καὶ τῆς ἀληθινπῆς σκηνῆς, τουτέστι τοῦ οὐρανοῦ.

English

But the matter, even if it should be signified by our own words, that is, human ones. For to be able to sanctify believers by his own Spirit, who have been justified by mercy and grace, and as it were to perform sacred service to God, dying to the world but being made alive by the Spirit, and shining forth into a life well-pleasing to God—how would this not be fitting for God? But that he who is said to minister is not greater than the Father, nor indeed comes after his own inherent glory, he clearly demonstrates further by establishing him upon the divine thrones and having him sit at the right hand of the one who begot him. For if it is true that every priest stands always ministering, and he would never be conceived of as a fellow-councillor and of equal glory, as also to serve God, how is Christ not a priest in an unusual manner, who even upon the thrones of divinity, as God, also ministers in a human way? From Chrysostom. Paul always mingles the lowly with the lofty, imitating his own Teacher, so that the lowly become a way to the lofty, and through these one is led by the hand to those things; and having come to be among the great things, to learn that these were of condescension. This, then, he does here. For having said that he offered himself up, and having shown him to be high priest, he adds, "Now the sum of the things spoken." And the sum is said to be the greatest. Such a high priest we have, who sat down in the heavens. And yet this is not the role of a priest, but of him to whom that one must be a priest. He adds that he is also a minister, and not simply so, but of the holy things, and of the true tabernacle, that is, of heaven.

tlg4102.tlg038:672
Source · Greek

ὁρᾷς τὴν συγκατάβασιν, οὐχὶ πρὸ μικροῦ διίστη λέγων, “οὐχὶ πάντες εἰσὶ λειτουργικὰ “πνεύματα;” καὶ διὰ τοῦτο φησὶν οὐκ ἀκούουσι, “κάθου ἐκ “δεξιῶν μου,” ὡς τοῦ καθημένου οὐκ ὄντος λειτουργοῦ. πῶς οὖν λειτουργὸς ἐνταῦθα εἴρηται; ὅρα πῶς ἦρε τὰς ψυχὰς τῶν ἐν Ἰουδαίοις πεπιστευκότων· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς φαντάζεσθαι ὅτι σκηνὴν οὐκ ἔχομεν τοιαύτην, ἰδοὺ, φησὶν, ὁ ἱερεὺς καὶ μέγας καὶ πολὺ μείζων ἐκείνου, καὶ θυσίαν θαυμασιωτέραν προσήνεγκεν. ἀλλ’ ἄρα μὴ λόγος ταῦτα; μὴ κόμπος καὶ ψυχαγωγία; διὰ τοῦτο πρῶτον ἐπιστώσατο ἀπὸ τοῦ ὅρκου, λοιπὸν δὲ καὶ ἀπὸ τῆς σκηνῆς. ἦν μὲν γὰρ καὶ αὕτη δήλη ἡ διαφορά. οὗτος δὲ καὶ ἑτέραν ἐπινοεῖ, “ἣν ἔπηξε,” φησὶν, “ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.” ποῦ εἰσὶν

οἱ λέγοντες κινεῖσθαι τὸν οὐρανόν. ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; ἀμφότερα γὰρ ταῦτα ἐνταῦθα ἀνήρηται τῷ ὀνόματι τῆς σκήνης. Ορα δὲ ὅτι τὴν μεγίστην τιμὴν τελευταίαν κατέλιπε, καὶ ἔδειξεν αὐτὸν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης καθήμενον. τῶν μὲν γὰρ ἱερέων ὁ πρόγονος Ἀαρὼν, ὁ πρῶτος τῆς ἀρχιερωσύνης τὸ γέρας δεξάμενος, μετὰ δέους καὶ φρίκης εἰς τὴν θείαν εἰσῄει σκηνήν. οὗτος δὲ τὴν ἐκ δεξιῶν ἔχει καθέδραν. τὸ μέντοι λειτουργὸς προστέθηκεν, ἐπειδὴ περὶ ἀρχιερέως ποιεῖται τοὺς λόγους. ἐπεὶ ποίαν ἐπιτελεῖ λειτουργίαν, ἅπαξ προσενέγκας ἑαυτὸν, καὶ ἑτέραν οὐκέτι θυσίαν προσφέρων; πῶς δὲ οἷόν τε αὐτὸν ὁμοῦ καὶ συνεδρεύειν καὶ λειτουργεῖν; εἰ μή τις ἄρα λειτουργίαν εἴποι, τῶν ἀνθρώπων τὴν σωτηρίαν, ἣν δεσποτικῶς πραγματεύεται.

English

Do you see the condescension? Not long ago he was making a distinction, saying, "Are they not all ministering spirits?" And for this reason he says they do not hear, "Sit at my right hand," since the one who sits is not a minister. How then is he called a minister here? See how he lifted up the souls of those among the Jews who had believed. For since it was likely that they imagined that we do not have such a tabernacle, behold, he says, the priest is both great and far greater than that one, and he offered a more wonderful sacrifice. But are these things merely words? Are they not boast and entertainment? For this reason he first confirmed it from the oath, and then also from the tabernacle. For that difference was indeed clear. But this one also devises another, saying, "which the Lord pitched, and not man." Where are those who say that heaven moves? Where are those who declare that it is spherical? For both of these things are here abolished by the name of the tabernacle. But see that he left the greatest honor for last, and showed him sitting at the right hand of the throne of the Majesty. For of the priests, Aaron the forefather, the first to receive the honor of the high priesthood, entered the divine tabernacle with fear and trembling. But this one has the seat at the right hand. However, he added "minister" because he is making his argument about a high priest. Since what ministry does he perform, having offered himself once, and no longer offering another sacrifice? And how is it possible for him at the same time both to sit in session and to minister? Unless perhaps one should call his ministry the salvation of men, which he accomplishes as Lord.

tlg4102.tlg038:673
Source · Greek

σκηνὴν δὲ τὸν οὐρανὸν ἐκάλεσεν, οὗ δημιουργὸς αὐτὸς, ὃν ὡς ἄνθρωπον λειτουργεῖν ὁ Ἀπόστολος εἴρηκε. Βασιλείου. Τόγε μὴν δεξιὸν, οὐ τὴν κάτω χώραν δηλοῖ, ὡς ὁ τῶν αἱρετικῶν λόγος, ἀλλὰ τὴν πρὸς τὸ ἶσον σχέσιν, καὶ τὸ τῆς ἀξίας ὁμότιμον, ἐκ τῶν τιμίων τῆς προεδρίας ὀνομάτων, τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς, παριστῶντος τοῦ λόγου, καὶ σύνθρονον καὶ ὁμότιμον τῷ πατρὶ δεικνύοντος. εἰ δέ τις σαρκικῶς καὶ ταπεινῶς ἐξακούοι τοῦ δεξιοῦ, καὶ τῷ μὲν Πατρὶ τὴν ἄνω χώραν εἰς προεδρίαν ἀποδιδῷ, τὸν δὲ μονογενῆ Υἱὸν ὑποκαθῆσθαι λέγοι, πάντα ἀκολουθοῦντα ἕξει τὰ σωματικὰ συμπτώματα τῶ ἑαυτοῦ ἀναπλασμῷ, ὥστε τόπῳ τὸν Θεὸν περιγράφειν, καὶ ἀναπλάττειν σχῆμα καὶ τύπον, καὶ σχέσιν σωματικὴν, ἃ παρὰ πολὺ τῆς ἐννοίας τοῦ ἁπλοῦ καὶ ἀπείρου καὶ ἀσωμάτου διώρισται. πῶ; δὲ ἄρα τὸν ᾿Ιησοῦν ἀρχιερέα θεωρήσωμεν; ἆρα κατὰ τὸν ᾿Ααρών; ἅ κατὰ τὸν Μώσεως νόμον, βουθυτοῦντα καὶ τοὺς ἐξ ἀνάγκης ἀμνοὺς τῷ Θεῷ καταθύοντα; ἢ πτηνὰ προσάγοντα, ἣ σεμίδαλιν; καί τοι τῶν τοιούτων οὐδὲν πέπραχεν ὁ Ἐμμανουήλ· ἱερατεύει γὰρ ὑπὲρ νόμον, αὐτὸς ἦν τὸ θῦμα, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ ἄμωμος ἀρχιερεὺς, οὐχ ὑπὲρ ἰδίων πλημμελημάτων ἱερουργῶν· κρείσσων γὰρ ἦν ἁμαρτίας ὡς Θεὸς, ἀλλ’ ἵνα λύσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου. γέγονε τοίνυν αὐτὸς τῆς ἰδίας προσφορᾶς ἱερουργός. οὐ γὰρ ἔδει κοινὸν ἄνθρωπον τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς θυσίαν

English

He called heaven a tabernacle, of which he himself is the creator, which the Apostle said he serves as a man. Of Basil. The right hand does not indicate the lower region, as the account of the heretics holds, but the relation to equality and the equal honor of dignity, from the precious names of pre-eminence, the word presenting the magnificence of the honor concerning the Son, and showing him enthroned with and equal in honor to the Father. But if someone carnally and basely understands the right hand, and assigns the upper region to the Father for pre-eminence, and says that the only-begotten Son sits below, he will have all the bodily consequences following upon his own fashioning, so as to circumscribe God by place, and to fashion a shape and form and bodily relation, which are far removed from the concept of the simple and infinite and incorporeal. But how then shall we behold Jesus as high priest? Is it according to Aaron? Or according to the law of Moses, sacrificing oxen and of necessity offering lambs to God? Or bringing birds, or fine flour? And yet Emmanuel has done none of such things; for he serves as priest beyond the law, he himself was the sacrifice, the true lamb, the blameless high priest, not performing the priestly office for his own transgressions; for as God he was superior to sin, but in order that he might loose the sin of the world. He himself, then, became the performer of his own offering. For it was not necessary that a common man perform the sacrifice for the life of the world

tlg4102.tlg038:674
Source · Greek

προσενεγκεῖν· καὶ γεγονὼς δὲ ἀρχιερεὺς διὰ τὸ ἀνθρώπινον καὶ ἐν τοῖς τῆς θεότητος ὁρᾶσθαι θρόνοις, ἱερατεύειν μὲν ἀνθρωπίνως, ὅτι γέγονεν ἄνθρωπος, συνεδρεύων δὲ θεικῶς ὅτι μεμένηκε Λόγος. Χρυσοστόμου. Εἰπὼν μέντοι τὸ ὑψηλὸν ὅτι κάθηται, πάλιν κατάγει τὸν λόγον, καὶ ἀδεῶς λοιπὸν φθέγγεται. καὶ ἵνα μάθῃς ὅτι τὸ λειτουργὸς περὶ τῆς ἀνθρωπότητος εἶπεν, ὅρα πῶς πάλιν ἐπισημαίνεται. “πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρα τὲ “καὶ θυσίας καθίσταται. ὅθεν ἀναγκαῖον ἔχειν τί καὶ τοῦτον ὃ “προσενέγκῃ.” Ἴδιον φησὶν ἀρχιερέως τὸ προσφέρειν δῶρα τῷ τῶν ὅλων Θεῷ. τούτου χάριν ὁ μονογενὴς ἐνανθρωπήσας, καὶ τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, ταύτην ὑπὲρ ἡμῶν προσενήνοχεν. Χρυσοστόμου. Μὴ οὖν ἐπειδὴ ἀκούεις ὅτι κάθηται, ὕθλον εἶναι νομίσῃς τὸ ἀρχιερέα αὐτὸν εἰρῆσθαι. ἐκεῖνο μὲν γὰρ τῆς ἀξίας τοῦ Θεοῦ τὸ καθῆσθαι, τοῦτο δὲ τῆς φιλανθρωπίας τῆς πολλῆς καὶ τῆς εἰς ἡμᾶς κηδεμονίας. διὰ τοῦτο αὐτὸ λιπαίνει, καὶ τούτῳ πλέον ἐνδιατρίβει. δέδοικε γὰρ μὴ ἐκεῖνο ἀνατρέψῃ. διὰ τοῦτο πάλιν ἐπὶ τοῦτο κατάγει τὸν λόγον. καὶ ἐπειδὴ ἐζήτουν τινὲς, τίνος ἕνεκεν ἀπέθανε, φησὶν, ὅτι ἱερεὺς ἦν· ἱερεὺς δὲ χωρὶς θυσίας οὐκ ἔστι. δεῖ τοίνυν καὶ τοῦτον ἔχειν θυσίαν. ἄλλως, εἰπὼν ὅτι ἄνω ἐστὶ, λέγει καὶ δείκνυσιν ὅτι ἱερεύς ἐστι πάντοθεν, ἀπὸ τοῦ Μελχισεδὲκ, ἀπὸ τοῦ ὅρκου, ἀπὸ τοῦ προσενεγκεῖν θυσίας. ᾿Αθανασίου. Ὥσπερ μέν τοι ἀκούοντες τὸν Χριστὸν Κύριον καὶ Θεὸν καὶ φῶς ἀληθινὸν, νοοῦμεν αὐτὸν ὄντα ἐκ τοῦ Πατρὸς, οὕτως δίκαιόν ἐστιν ἀκούοντας ἀπόστολον καὶ ἀρχιερέα καὶ δοῦλον μὴ τῇ θεότητι λογίζεσθαι·

English

to offer; and having become high priest because of the human nature, and being seen on the thrones of the Godhead, he serves as priest in a human way, because he became man, and sits in council in a divine way, because he has remained the Word. From Chrysostom. Having said the lofty thing, that he sits, he again brings the discourse down, and thereafter speaks without fear. And so that you may learn that he said "minister" concerning the humanity, see how he again points it out. "For every high priest is appointed to offer gifts and sacrifices; therefore it is necessary that this one also have something to offer."

He says it is proper to a high priest to offer gifts to the God of all. For this reason the Only-begotten, having become man and taken up our nature, offered it on our behalf. From Chrysostom. Do not, then, because you hear that he sits, suppose that his being called high priest is mere nonsense. For that—the sitting—belongs to the dignity of God, but this—the priesthood—to his great love for mankind and his care for us. For this reason he emphasizes it and dwells on it more. For he feared lest he might overturn that former point. Therefore he again brings the discourse down to this. And since some were asking for what reason he died, he says, because he was a priest; and a priest without sacrifice is not possible. It is necessary, then, that this one also have a sacrifice. In another way, having said that he is above, he also shows that he is a priest from every angle: from Melchizedek, from the oath, from offering sacrifices. From Athanasius. Just as, when we hear that Christ is Lord and God and true Light, we understand that he is so from the Father, so it is right that, when we hear him called apostle and high priest and servant, we should not reckon these to his Godhead.

tlg4102.tlg038:675
Source · Greek

ἀνόκεον 1 γὰρ, ἀλλὰ τῇ σαρκὶ ταῦτα μετρεῖν, ἣν δι’ ἡμᾶς ἐφόρεσε. ταύτης γὰρ ἴδια ταῦτα. εἰ δὲ καὶ τὸ ἐκ τούτου χρήσιμον ἐθέλοι τίς μαθεῖν, εὑρήσει καὶ τοῦτο. “ὁ γὰρ “Λόγος σὰρξ ἐγένετο,” ἵνα καὶ προσενέγκῃ τοῦτο ὑπὲρ πάντων, καὶ ἡμεῖς ἐκ τοῦ πνεύματος αὐτοῦ μεταλαβόντες, θεοποιηθῆναι δυνηθῶμεν, ἄλλως οὐκ ἃν τούτου τυχόντες, εἰ μὴ τὸ κτιστὸν ἡμῶν αὐτὸς ἐνεδύσατο σῶμα. οὕτω καὶ γὰρ ἄνθρωποι Θεοῦ λοιπὸν, καὶ ἐν Χριστῷ ἄνθρωποι χρηματίζειν ἠρξάμεθα. ἀλλ’ ὥσπερ ἡμεῖς τὸ πνεῦμα λαμβάνοντες, οὐκ ἀπόλλυμεν τὴν ἰδίαν ἑαυτῶν οὐσίαν, οὕτως ὁ Κύριος, γενόμενος δι’ ἡμᾶς ἄνθρωπος, καὶ σῶμα φορέσας,

οὐδὲν ἧττον ἦν Θεός· οὐ γὰρ ἠλαττοῦτο τῇ περιβολῇ τοῦ σώματος, ἀλλὰ καὶ μᾶλλον ἐθεοποίει τοῦτο, καὶ ἀθάνατον ἀπετέλει. πλὴν ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν· ἀθάνατος γὰρ ἦν, ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυνάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ὑπὲρ πάντων αὐτὸ προσενέγκῃ· καὶ ὡς αὐτὸς ὑπὲρ πάντων πάσχων, διὰ τὴν πρὸς αὐτὸ ἐπίβασιν, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· καὶ αὐτὸς ὁ ἀπαθὴς καὶ ἀσώματος Λόγος γενέσεως σαρκὸς ἀνασχόμενος τὰ πάντα πεπλήρωκεν, ἵνα ἔχῃ τι προσενεγκεῖν ὑπὲρ ἡμῶν. νέκρωσιν γὰρ θεότης οὐκ ἐπιδέχεται. ὅθεν χρεία γέγονεν ἔχειν τι τὸν Θεὸν ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, εἴτε ἐν θανάτῳ, εἴτε ἐν ζωῇ. καὶ πῶς, φησὶ, δύναται ἡ τὴν διαδοχὴν τῆς ἁμαρτίας δεξαμένη φύσις, χωρὶς ἁμαρτίας εἶναι, ὅ ἐστιν ἀδύνατον; Ἔσται οὖν καὶ ὁ Χριστὸς ὡς εἷς τῶν ἀνθρώπων. ταῦτα καὶ Μαρκίων ἐφρόνησε. ταύτην καὶ Μανιχαῖος εἰσηγήσατο τὴν γνώμην.

English

For it is not without reason, but these things are to be measured by the flesh, which he wore for our sake. For these things are proper to it. And if anyone wishes to learn the usefulness that comes from this, he will find this too. "For the Word became flesh," so that he might offer this for all, and that we, having partaken of his Spirit, might be able to be made divine, not otherwise obtaining this, unless he himself had put on our created body. For in this way we have begun to be called men of God and men in Christ. But just as we, receiving the Spirit, do not lose our own essence, so the Lord, having become man for our sake and having worn a body, was none the less God; for he was not diminished by the clothing of the body, but rather he was making it divine and rendering it immortal. Nevertheless, since it was not possible for him to die—for he was immortal—he took for himself a body that was able to die, so that as his own he might offer it for all; and as he himself suffering for all, through his approach to it, he might destroy the one who holds the power of death; and he himself, the impassible and incorporeal Word, having endured the generation of flesh, has filled all things, so that he might have something to offer for us. For divinity does not admit of death. Hence there arose a need for God to have something which he might offer for us, whether in death or in life. And how, he says, can the nature that has received the succession of sin be without sin, which is impossible? Therefore Christ also will be as one of men. Marcion also held these opinions. Manichaeus also introduced this same view.

tlg4102.tlg038:676
Source · Greek

τοῦ ἀνθρώπου τὴν σάρκα καὶ αὐτὴν τὴν γέννησιν ὑπὸ τὸν ἄρχοντα τῆς κακίας τάσσων, καὶ ἐξουσιαστὴν τοῦτον ὑπογραφόμενος. ἐπειδὴ ᾧ τίς ἥττηται, τούτῳ καὶ δεδούλωται. τούτων καὶ ὑμεῖς ἀνανεοῦσθε τὴν γνώμην· εἰρήκατε γὰρ ὅτι φωνὴ Κυρίου ἐστὶν ἡ διδάσκουσα, ὅτι ἡ διάνοια τοῦ ἀνθρώπου ἔγκειται ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς νεότητος· οὐ νοοῦντες ὅτι ἐκ νεότητος εἰρηκὼς τὸ ἐξ ἐπισπορᾶς καὶ ἐπικήρως ἐδήλωσεν. οὐδ’ ἐκεῖνο δὲ καλὸν τῶν αἱρετικῶν τὸ τόλμημα, ὅτι εἰς ἄνθρωπόν τινα ἅγιον ἐγένετο ὁ τοῦ Θεοῦ Λόγος. τοῦτο γὰρ ἐν ἑκάστῳ ἐγίνετο τῶν προφητῶν, καὶ ἄλλων ἁγίων· ἵνα μὴ καθ’ ἕκαστον γενώμενος καὶ πολλάκις ἀποθνήσκων φαίνηται. οὐκ ἔστι δὲ οὕτως, μὴ γένοιτο. ἀλλ’ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐκ Μάριας τῆς παρθένου προῆλθεν, ἄνθρωπος καθ’ ὁμοίωσιν ἡμετέραν, διὰ τὴν ἡμετέραν σωτηρίαν· ἵνα ἔχων ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, σώσῃ πάντας ἡμᾶς. οὐ γὰρ ἄνθρωπός τις ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν· ἐπεὶ πᾶς ἄνθρωπος ὑπεύθυνός ἐστι θανάτῳ, κατὰ τὸ “γῆ εἰ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἐν τῷ Ἀδὰμ εἰρημένον πρὸς πάντας. ἀλλ’ οὐδὲ ἕτερόν τι τῶν κτισμάτων. ἐπεὶ πᾶσα κτίσις, ὕποπτός ἐστι τροπῆς. ἀλλ’ αὐτὸς ὁ Λόγος, ἴδιον σῶμα προσήνεγκεν ὑπὲρ ἡμῶν, ἵνα μὴ εἰς ἄνθρωπον ἡ πίστις καὶ ἡ ἐλπὶς, ἀλλ’ εἰς αὐτὸν τὸν Θεὸν λόγον τὴν πίστιν ἔχωμεν. Εὐσεβίου. Καὶ αὕτη ἃν εἴη αἰτία τοῦ σωτηρίου θανάτου ἣν ἀπόρρητοι λόγοι περιέχουσιν. τίνες οὗτοι; ἱερεῖον ἦν ἀντίψυχον τοῦ κοινοῦ γένους, παραδιδόμενον τῷ θανάτῳ· ἱερεῖον ὑπὲρ τῆς κοινῆς τῶν ἀνθρώπων ἀγέλης σφαγιαζόμενον·

English

...placing man's flesh and birth itself under the ruler of evil, and subscribing him as having authority. For by whatever one is defeated, to that he is also enslaved. Be renewed in your mind in these things as well; for you have said that it is the voice of the Lord that teaches, that the mind of man lies upon evil things earnestly from youth; not understanding that, having said "from youth," he made clear what is from sowing and from a curse. Nor is that bold venture of the heretics good either, that the Word of God came into being in some holy man. For this happened in each of the prophets and other saints, so that he might not appear to be born individually and to die many times. But it is not so—may it not be! Rather, once at the consummation of the ages, for the putting away of sin, the Word himself became flesh and came forth from Mary the virgin, a man according to our likeness, for our salvation, so that having what he might offer on our behalf, he might save us all. For no man gave himself on our behalf, since every man is liable to death, according to "Earth you are, and to earth you shall depart," spoken in Adam to all. Nor indeed any other of the created things, since every creature is suspect of change. But the Word himself offered his own body on our behalf, so that our faith and hope might not be in a man, but we might have faith in God the Word himself. Of Eusebius. And this would be the cause of the saving death which the unutterable words contain. What are these? There was a victim in exchange for the soul of the common race, delivered over to death; a victim slain on behalf of the common flock of men.

tlg4102.tlg038:677
Source · Greek

ἱερεῖον δαιμονικῆς πλάνης ἀποτρόπαιον. καὶ τὸ μὲν σωματικὸν ὄργανον τοῦ θείου Λόγου καθιεροῦτο, αὐτὸς δὲ ἕτερος ὣν παρὰ τὸ ἱερεῖον, οὐκ εἰς μακρὰν τὸ θνητὸν ἀνεκαλεῖτο τοῦ θανάτου. καὶ τοῦτο τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν ζωῆς ἐνθέου καὶ ἀθανασίας μέτοχον παρίστη· τρόπαιον ἐπινίκιον κατὰ τοῦ θανάτου, καὶ κατὰ τῆς δαιμονικῆς παρατάξεως, τῶν τε πάλαι τελουμένων θυσιῶν ἀποτρόπαιον, παῖον, τοῦθ’ ὑπὲρ ἁπάντων ἀνθρώπων ἀνεγείρας. Χρυσοστόμου. Ὁ μέν τοι θεῖος Ἀπόστολος, πολλαχόθεν κατασκευάσας ὅτι ἱερεύς ἐστιν ὁ Χριστὸς, ἀπὸ τοῦ Μελχισεδὲκ, ἀπὸ τοῦ ὅρκου, ἀπὸ τοῦ θυσίαν προσενεγκεῖν, ἐκ τούτου λοιπὸν καὶ ἀναγκαῖον ἄλλον πλέκει συλλογισμὸν, λέγων, εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων τὸν νόμον τὰ δῶρα. Εἰ τοίνυν ἐστὶν ὁ ἱερεὺς ὡσπεροῦν καὶ ἐστι, δεῖ αὐτῷ τόπον ζητῆσαι ἕτερον. ἐπὶ γῆς μὲν γὰρ ὣν, οὐκ ἃν ἦν ἱερεὺς, πῶς γάρ; οὐ προσήνεγκεν, οὐχ ἱερεύσατο· καὶ εἰκότως ἦσαν γὰρ οἱ ἱερεῖς. καὶ δείκνυσιν ὅτι οὐδὲ δυνατὸν ἦν ἐπὶ γῆς εἶναι ἱερέα. πῶς γάρ; οὐκ ἐπανάστασις ἦν φησι. τὸ δὲ πᾶν, τοιοῦτον. εἰ μὲν ἦν ἐπὶ γῆς, τοῦτο δὲ ἦν εἰ μὴ τεθνήκει, μηδὲ ἐγερθεὶς ἀνελήφθη, οὐδ’ ἃν ἦν ἱερεὺς, ἦσαν γὰρ ἕτεροι· καὶ ἦν λοιπὸν στάσις ἐν τῷ πράγματι. νῦν δὲ ἀπέθανε μὲν, ἵνα τὴν θυσίαν προσενέγκῃ, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀνελήφθη, ἵνα σχοίη τόπον τὸν οὐρανὸν, ἔνθα αὐτὸν ἱερεύεσθαι δεῖ. ἱερεῦσθαι δὲ νόει, τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν. ταῦτα δὲ πάντα τὰ ταπεινὰ ῥήματα διά τε τὴν ἀνθρωπότητα εἴρηκε, διά τε τὸ νηπιωδες τῶν ἀκουόντων. Φίδωνοσ.

English

a victim, a means of averting demonic error. And the bodily instrument of the divine Word was consecrated, while he himself, being other than the victim, was not far from recalling the mortal from death. And this presented the firstfruits of our common salvation as a partaker of divine life and immortality: a trophy of victory over death, and over the demonic array, a means of averting the sacrifices formerly performed, striking, which he raised up on behalf of all men. Of Chrysostom. The divine Apostle, having established from many angles that Christ is a priest—from Melchizedek, from the oath, from offering a sacrifice—from this now weaves another necessary syllogism as well, saying: for if he were on earth, he would not even be a priest, since there are priests who offer the gifts according to the law. If therefore he is a priest, as indeed he is, he must seek another place for himself. For being on earth, he would not have been a priest—for how? He did not offer, he did not serve as priest; and reasonably so, for there were priests. And he shows that it was not even possible for a priest to be on earth. For how? There was no resurrection, he says. And the whole matter is like this: if he were on earth—and this would be if he had not died, nor been raised and taken up—he would not even be a priest, for there were others; and there would then be a conflict in the matter. But now he died, in order to offer the sacrifice, and having risen from the dead he was taken up, in order that he might have heaven as his place, where he must serve as priest. And understand serving as priest to mean interceding on our behalf. And all these lowly words he has spoken both because of his humanity and because of the childishness of his hearers. Of Phidon.

tlg4102.tlg038:678
Source · Greek

Πρό γε μὴν τὸ προσφέρειν δῶρα καὶ θυσίας, ζητῶν τίνι διαφέρει δῶρον θυσίας, εὑρίσκω ὅτι ὁ μὲν θύων ἐπιδιαιρεῖ, τὸ μὲν αἷμα τῷ βωμῷ προχέων, τὰ δὲ κρέα οἴκαδε κομίζων. ὁ δὲ δωρούμενος, ὅλον ἔοικε παραχωρεῖν τῷ λαμβάνοντι. ὁ μὲν οὖν φίλαυτος, διανομεὺς οἷος ὁ Κάϊν, ὁ δὲ φιλόθεος, δωρῆται οἷον ὁ Ἄβελ. Χρυσοστόμου. Ἐνταῦθα μέν τοι ἀναγκαῖον παραπέμψαι τὸν

νοῦν καὶ συνιδεῖν τὴν ἀποστολικὴν σύνεσιν. πάλιν γὰρ τὴν διαφορὰν δείκνυσι τῆς ἱερωσύνης, λέγων περὶ τῶν κατὰ νόμον ἱερέων, Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανιων. Τίνα δὲ λέγει ἐνταῦθα ἐπουράνια; τὰ πνευματικά. εἰ γὰρ καὶ ἐπὶ γῆς τελεῖται, ἀλλ’ ὅμως τῶν οὐρανῶν εἰσὶν ἄξια. ὅταν γὰρ ὁ Κύριος κεῖται ἐσφαγμένος, ὅταν Πνεῦμα παραγίνηται, ὅταν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾖ, ὅταν υἱοὶ γίνωνται διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὠσι τῶν ἐν οὐρανοῖς, ὅταν. πατριδα ἔχωμεν ἐκεῖ, καὶ πόλιν καὶ πολίτευμα, ὅταν ξένοι ὦμεν τῶν ἐνταῦθα, πῶς οὐκ ἐπουράνια ταῦτα τυγχάνει; ἀλλὰ τι οἱ ὕμνοι; οὐκ ἐπουράνιοι; οὐχ ἅπερ ἄνω ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν ἀσωμάτων δυνάμεων, ταῦτα καὶ ἡμεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόμεθα; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; πῶς οὐδὲν ἔχει σαρκικόν; πάντα πνευματικὰ γίνεται τὰ προκείμενα. οὐκ εἰς τέφραν, οὐκ εἰς καπνὸν, οὐκ εἰς κνίσσαν διαχεῖται ἡ θυσία, ἀλλὰ φαιδρὰ καὶ λαμπρὰ ἐργάζεται τὰ προκείμενα. πῶς δὲ οὐκ οὐράνια τὰ τελούμενα; ὅταν γὰρ λέγῃ, “ἄν τινων κρατεῖτε τὰς ἁμαρτίας, “κεκράτηνται, ἄν τινων ἀφῆτε, ἀφίενται,” καὶ τὰς κλεῖς ἔχουσι τοῦ οὐρανοῦ, πῶς οὐκ οὐράνια πάντα; Θεοδωρήτου.

English

Before offering gifts and sacrifices, seeking in what way a gift differs from a sacrifice, I find that the one who sacrifices distributes, pouring out the blood on the altar but carrying the flesh home. But the one who gives a gift seems to hand over the whole to the one receiving it. The self-lover, then, is a distributor like Cain, but the God-lover is a giver like Abel. Of Chrysostom. Here, however, it is necessary to direct the mind and to perceive the apostolic understanding. For again he shows the difference of the priesthood, speaking about the priests according to the law, "who serve as an example and shadow of heavenly things." But what does he call heavenly things here? The spiritual things. For even if they are accomplished on earth, nevertheless they are worthy of the heavens. For when the Lord lies slain, when the Spirit is present, when the one seated at the right hand of the Father is here, when sons are made through the washing, when they are citizens of those in the heavens, when we have a homeland there, and a city and a citizenship, when we are strangers to the things here, how are these not heavenly? But what of the hymns? Are they not heavenly? Do we not below utter in harmony with them the very things that the divine choirs of the bodiless powers sing above? Is not the altar also heavenly? How does it have nothing fleshly? All the things set before us become spiritual. The sacrifice is not dissolved into ashes, not into smoke, not into soot, but it makes the things set before us bright and radiant. And how are the things accomplished not heavenly? For when he says, "If you retain the sins of any, they are retained; if you forgive the sins of any, they are forgiven," and they hold the keys of heaven, how are all things not heavenly? Of Theodoret.

tlg4102.tlg038:679
Source · Greek

Οἵ τινες, φησὶν, ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. ταῦτα εἰς ἀπολογίαν τέθεικε, διδάσκων ὡς οὐ τοῦ νόμου κατηγορεῖ, ἀλλὰ σεπτὸν ἡγεῖται κἀκεῖνον ὡς ἔχοντα τῶν ἐπουρανίων τὸν τύπον. τούτου χάριν ἔφησεν, ὅτι περιττὸν ἦν αὐτὸν ἐν τῇ γῇ διαιτώμενον ἱερέα καλεῖν, τῶν κατὰ νόμον ἱερέων τὴν νομικὴν ἐκπληροῦντα λατρείαν. εἰ τοίνυν καὶ ἡ κατὰ νόμον ἱερωσύνη τὸ τέλος ἐδέξατο, καὶ ὁ κατὰ τάξιν Μελχισεδὲκ ἀρχιερεὺς τὴν θυσίαν προσήνεγκε, καὶ θυσίας ἑτέρας ἀνενδεεῖς καθεστήκαμεν, τί δήποτε τῆς καινῆς διαθήκης οἱ ἱερεῖς τὴν μυστικὴν λειτουργίαν ἐπιτελοῦσιν; ἀλλὰ δῆλον τοῖς τὰ θεῖα πεπαιδευμένοις, ὡς οὐκ ἄλλην τινὰ θυσίαν προσφέρομεν, ἀλλὰ τῆς μιᾶς ἐκείνης καὶ σωτηρίου τὴν μνήμην ἐπιτελοῦμεν. τοῦτο γὰρ ἡμῖν αὐτὸς ὁ δεσπότης προσέταξε· “τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνά- “μνησιν.” ἵνα τῆ θεωρίᾳ τῶν τύπων τῶν ὑπὲρ ἡμῶν γεγενημένων

ἀναμιμνησκώμεθα παθημάτων, καὶ τὴν περὶ τὸν εὐεργέτην ἀγάπην περισσεύωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν προσμένωμεν τὴν ἀπόλαυσιν· σκιὰν σκιὰν τῶν ἐπουρανίων ὁ Παῦλος καλέσας τὴν κατὰ νόμον λατρείαν, γραφικῇ μαρτυρίᾳ βεβαιοῖ τὸν λόγον εἰπὼν, Καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. ὅρα γάρ, φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Σχήματι γὰρ αὐτῷ ἐν τῷ ὄρει δείξας τινὰ, ἐκείνοις προσόμοια κατασκευᾶσαι προσέταξεν. οὐκοῦν τύποι τῶν ἐπουρανίων τὰ παλαιά. Χρυσοστόμου.

English

These, he says, serve as a copy and shadow of the heavenly things. He has set these things down as a defense, teaching that he does not accuse the law, but regards even that as venerable, since it has the type of the heavenly things. For this reason he said that it was superfluous to call him a priest while he dwelt on the earth, since the priests according to the law fulfilled the legal service. If, then, the priesthood according to the law has received its end, and the high priest according to the order of Melchisedek has offered the sacrifice, and we have been established as needing no other sacrifice, why is it that the priests of the new covenant perform the mystical liturgy? But it is clear to those instructed in divine things that we do not offer some other sacrifice, but perform the remembrance of that one saving sacrifice. For the Master himself commanded us this: "Do this in remembrance of me." So that by the contemplation of the types of the sufferings that were for our sake we may be reminded, and may abound in love toward the benefactor, and may await the enjoyment of the good things to come. Paul, having called the service according to the law a shadow of the heavenly things, confirms his statement by scriptural testimony, saying, "As Moses was instructed when he was about to complete the tabernacle. For see, he says, you shall make all things according to the type shown to you on the mountain." For having shown him certain things on the mountain in outline, he commanded him to construct things similar to those. Therefore the old things are types of the heavenly things. Of Chrysostom.

tlg4102.tlg038:680
Source · Greek

Τί δὲ βούλεται τὸ “κατὰ τὸν τύπον τὸν “δειχθέντα σοι;” ἐπειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεως ἡμῶν, οὐ γὰρ οὕτως ἅπερ ἃν ἀκούσωμεν τῇ ψυχῇ παρακατατιθέμεθα, ὡς ἅπερ ἃν ἴδωμεν αὐταῖς ὄψεσιν, ἔδειξεν αὐτῶ πάντα. Γρηγορίου Θεολόγου. Πάντα μὲν οὖν τὸν νόμον σκιὰν εἶναι τῶν μελλόντων καὶ νοουμένων ὁ θεῖος Ἀπόστολος ἀπεφήνατο. καὶ ὁ χρηματίσας πρὸ τούτου τῷ Μωσεῖ Θεὸς, ἡνίκα περὶ τούτων ἐνομοθέτει. “ὄρα γάρ, φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον “τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·” σκιαγραφίαν τινὰ καὶ προχάραγμα τῶν ἀοράτων παραδεικνὺς τὰ ὁρώμενα. Χρυσοστόμου. Ἢ τοίνυν ὑποδείγματι καὶ σκιᾷ εἰπὼν, περὶ τῆς κατασκευῆς τοῦ ναοῦ λέγει μόνον τοῦτο, ἣ καὶ περὶ τῶν θυσιῶν, καὶ τῶν ἄλλων ἁπάντων. μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτῃ καὶ τοῦτο εἰπών. οὐρανία γάρ ἐστιν ἡ ἐκκλησία, καὶ οὐδὲν ἄλλο ἣ οὐρανός. Νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονος ἐστὶ διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Χρυσοστόμου. Ὁρᾷς φησὶν ὅσον βελτίων ἡ λειτουργία τῆς λειτουργίας· εἴγε ἐκείνη μὲν, ὑπόδειγμα καὶ τύπος· αὕτη δὲ ἀλήθεια. ἀλλ’ οὐδὲν τοῦτο ὠφελεῖ τοὺς ἀκούοντας, οὐδὲ εὐφραίνει. διὰ τοῦτο ὃ μάλιστα αὐτοὺς εὔφραινε λέγει, ὅτι “ἐπὶ κρείττοσιν “ἐπαγγελίαις νενομοθέτηται.” ἐπάρας γὰρ ἀπὸ τοῦ τόπου καὶ τοῦ ἱερέως, καὶ τῆς θυσίας, τότε καὶ τῆς διαθήκης τὸ μέσον τίθησιν. εἰπὼν μὲν καὶ πρότερον ὅτι ἀσθενὴς ἦν καὶ ἀνωφελὴς, καὶ οὐ συνυπούργει

English

What is meant by "according to the pattern shown to you"? Since our hearing is less learned than our sight—for we do not entrust to the soul the things we hear in the same way as the things we see with our very eyes—he showed him everything. From Gregory the Theologian. The divine Apostle declared that the whole law is a shadow of things to come and things understood, and so did God, who spoke beforehand to Moses when he legislated concerning these matters. "See, he says, that you make all things according to the pattern shown to you on the mountain," displaying visible things as a kind of sketch and outline of invisible things. From Chrysostom. Either, then, calling it a copy and shadow, he says this only about the construction of the temple, or also about the sacrifices and all the other things. Or rather, one would not err in saying this too. For the church is heavenly, and nothing other than heaven. But now he has obtained a more excellent ministry, by as much as he is also mediator of a better covenant, which has been legislated upon better promises. From Chrysostom. Do you see, he says, how much better this ministry is than that ministry—since that one was a copy and pattern, but this one is truth. But this benefits the hearers nothing, nor does it gladden them. Therefore he says what most gladdened them: that "it has been legislated upon better promises." For having lifted them from the place, the priest, and the sacrifice, he then also sets down the difference of the covenant. Having said earlier that it was weak and unprofitable, and did not cooperate—

tlg4102.tlg038:681
Source · Greek

πρὸς τὸ γίνεσθαι τὰ λεχθέντα. καὶ ὅρα οἵα τίθησιν ἀσφαλίσματα, μέλλων τῆς παλαιᾶς κατηγορεῖν. ἐκεῖ γὰρ εἰπὼν “κατὰ δύναμιν “ζωῆς ἀκαταλύτου,” τότε εἶπεν “ὅτι ἀθέτησις γίνεται προα- “γούσης ἐντολῆς,” τουτέστιν ἄμειψις καὶ ἐκβολὴ τοῦ παλαιοτέρου νόμου. οὐ γὰρ ἴσχυσε τέλειόν τινα ἐν ἀρετῇ ποιῆσαι· ἔλεγε γὰρ μόνον, τόδε ποίησον, καὶ τόδε μὴ ποιήσῃς, οὐκέτι δὲ ἐνεδυνάμου πρὸς τὸ ποιεῖν ταύτα. εἶτα ὕστερον μέγα τι ἔθηκεν εἴπων, “δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ.” ἐνταῦθα δὲ ἡμᾶς εἰς τὸν οὐρανὸν ἀναγαγὼν, καὶ δείξας ὅτι ἀντὶ τοῦ ἱεροῦ τὸν οὐρανὸν ἔχομεν, καὶ ὅτι τύποι ἦσαν τῶν ἡμετέρων ἐκεῖνα, καὶ τὴν λειτουργίαν ἐπάρας τούτοις, καὶ τὴν ἱερωσύνην εἰκότως ἐπαίρει λοιπόν. ἀλλ’ ὅπερ ἔφην ὃ μάλιστα εὐφραίνει, τίθησι λέγων, “ἥτις ἐπὶ κρείττοσιν ἐπαγ- “γελίαις νενομοθέτηται.” πόθεν τοῦτο δῆλον; ἐξ ὧν αὕτη μὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη. διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων· καὶ πόθεν δῆλον; ὅτι τέλος ἔλαβεν ἐκείνη. ἔδειξε μὲν καὶ ἀπὸ τοῦ ἱερέως. δείκνυσι δὲ τρανότερον νῦν, ὅτι ἐκβέβληται. πῶς δὲ “ἐπὶ κρείττοσιν ἐπαγγελίαις;” ποῦ γὰρ ἶσον, εἰπέ μοι, γῆ, καὶ οὐρανός; σὺ δὲ θεώρει, πῶς κἀκεῖ ἐπαγγελίας φησὶν, ἵνα μὴ ταύτης τούτῳ κατηγορῇς. καὶ γὰρ ἐκεῖ κρείττονα ἐλπίδα ἔφη, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ· δεικνὺς ὅτι κἀκεῖ ἐλπὶς, καὶ ἐνταῦθα φησὶν, ἐπαγγελίας κρείττονας, αἰνιττόμενος ὅτι καὶ ἐκεῖ ἐπηγγείλατο. ὅρα δὲ πῶς συντόμως ἔδειξε τῆς νέας διαθήκης τὴν ὑπεροχήν. ἡ μὲν παλαιά, φησι, σωματικὰς ἐπαγγελίας εἶχε συνεζευγμένα;

English

for the things spoken to come to pass. And see what kind of safeguards he sets down, when he is about to accuse the old covenant. For there, having said “according to the power of an indestructible life,” he then said “that there is a setting aside of the preceding commandment,” that is, a change and casting out of the older law. For it was not able to make anyone perfect in virtue; for it only said, Do this, and do not do that, but it no longer gave strength to do these things. Then afterward he set down something great, saying, “through which we draw near to God.” But here, having led us up into heaven, and having shown that instead of the sanctuary we have heaven, and that those things were types of our own, and having raised the liturgy above them, he reasonably raises the priesthood as well from now on. But what I said, which especially gladdens, he sets down, saying, “which has been legislated upon better promises.” From where is this clear? From the fact that this one was cast out, and that one was brought in in its place. For it prevails for this reason, that it is better; and from where is it clear? Because that one received its end. He showed it also from the priest. But now he shows more clearly that it has been cast out. But how “upon better promises”? For where, tell me, is earth equal to heaven? But observe how he also says there were promises there, so that you may not accuse this one on that account. For there too he said a better hope, “through which we draw near to God,” showing that there too there is hope, and here he says, better promises, hinting that there too he made promises. And see how concisely he showed the superiority of the new covenant. The old one, he says, had bodily promises joined to it?

tlg4102.tlg038:682
Source · Greek

γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ γῆν ἐλαιώνων καὶ ἀμπελώνων, καὶ παίδων πλῆθος καὶ τὰ τούτοις προσόμοια. ἡ δὲ καινὴ ζωὴν αἰώνιον καὶ οὐρανῶν βασιλείαν. οὕτω δείξας τῆς Λευιτικῆς ἱερωσύνης ὑπερκειμένης τὴν κατὰ τάξιν Μελχισεδὲκ προφανῶς λοιπὸν ἀναλαμβάνει τὸν ὑπὲρ τῆς καινῆς διαθήκης ἀγῶνα, καὶ ὥσπερ ἤδη εἶπεν ὅτι τελείωσις ἦν διὰ τῆς παλαιᾶς, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, οὕτω καὶ ἐνταῦθα τῷ αὐτῷ συλλογισμῷ κέχρηται λέγων. Κυρίλλου δτία α΄. Οὐκ ἀμώμητον εἶναι τὴν ἀρχαίαν ἐντολὴν διαβεβαιοῦται σαφῶς· ταύτῃ τοι φησὶ καὶ ἀντ’ ἐκείνης ἡμῖν

εἰσκεκομεῖσθαι χρησίμως τὴν διὰ Χριστοῦ καὶ νέαν, τουτέστιν εὐαγγελικὴν προσοικειοῦσαν ἡμᾶς τῷ Θεῷ. Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἃν δευτέραν ἐζητεῖτο τόπος, τουτέστιν εἰ οὐδὲν εἶχεν ἐλλιπὲς, εἰ ἀμέμπτους ἐποίει τοὺς χρωμένους, εἰ τελεία ἦν, εἰ χρήσιμος, εἰ ἀποχρῶσα πρὸς τελειότητα, οὐ μὴν πονηρὰ, οὐδ’ ἐγκλημάτων ὑπεύθυνος· ὡς ἄν τις εἴποι, οὐκ ἔστιν ἄμεμπτος ἡ οἰκία, ἀντὶ τοῦ ἔχει ἐλάττωμα, σαθρά ἐστιν· οὕτω κἀνταῦθα τὸ ἄμεμπτος τέθεικεν, ἀντὶ τοῦ τελεία, διὸ οὐδ’ εἶπε μεμφόμενος αὐτῇ, ἀλλ’ αὐτοῖς τοῖς ἐν τῆ παλαιᾷ δηλαδὴ νομοθετουμένοις. ἐπειδὴ δὲ ἀπόχρη τοῦτο πλῆξαι τοὺς τῆς νομικῆς πολιτείας ἀντεχομένους, τὸ, αὐτολεξεὶ λέγειν ὅτι ἐκβέβληται ἡ παλαιὰ, οὐκ ἀφ’ ἑαυτοῦ τοῦτο ποιεῖ, ἵνα μὴ γένηται φορτικὸς, ἀλλὰ τὸν ἱερέα παράγει μάρτυρα λέγων, Μεμφόμενος αὐτοῖς λέγει, ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, καὶ συντελέσωσιν ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ διαθήκην καινήν·

English

a land flowing with milk and honey, and a land of olive groves and vineyards, and a multitude of children and things like these. But the new covenant promises eternal life and the kingdom of heaven. Having thus shown that the priesthood according to the order of Melchizedek is superior to the Levitical priesthood, he then plainly takes up the struggle on behalf of the new covenant, and just as he already said that there was a perfection through the old covenant, and what further need was there for another priest to arise according to the order of Melchizedek, so here too he uses the same reasoning, saying: Of Cyril, 1st discourse. He clearly affirms that the ancient commandment was not blameless; for this reason, he says, the new covenant through Christ has also been usefully brought in for us in place of that one, that is, the gospel covenant, which brings us near to God. For if that first covenant had been blameless, no place would have been sought for a second, that is, if it had nothing lacking, if it made those who used it blameless, if it was perfect, if it was useful, if it was sufficient for perfection—not indeed evil, nor liable to accusations; as one might say, a house is not blameless, meaning it has a defect, it is unsound; so here too he has used blameless in the sense of perfect. Therefore he did not say, finding fault with it, but with those who were being legislated for under the old covenant, clearly. But since this is sufficient to strike at those who cling to the legal way of life—the statement, in so many words, that the old covenant has been cast out—he does not do this of himself, lest he become burdensome, but he brings the priest forward as a witness, saying: Finding fault with them, he says, Behold, the days are coming, says the Lord, and I will accomplish for the house of Judah and for the house of Israel a new covenant.

tlg4102.tlg038:683
Source · Greek

οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν. Χρυσοστόμου. εἰσ Μακκαβαίουσ. Ἐνταῦθα δείκνυσιν καὶ τὴν παλαιὰν αὐτὸς ἔδωκεν. ἄκουε δὲ αὐτῶν τῶν τοῦ προφήτου ῥημάτων, “ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος,” ἐκ προοιμίων εὐθέως ἀνίστησι τὸν ἀκροατὴν, δεικνὺς ὅτι οὐκ αὐτοῦ τὰ ῥήματα, ἀλλὰ τοῦ ἀπεσταλκότος αὐτὸν Θεοῦ. εἶτα δείκνυσιν ὅτι περὶ μελλόντων ἡμῖν διαλέγεται πραγμάτων, εἰπὼν, “ἰδοὺ ἡμέραι ἔρχον- “ται.” πῶς οὖν εἰπὲ, μελλόντων διαλέγεται; τὴν παλαιάν φησιν αὐτὸς ἔδωκεν. ἀνάμεινον καὶ μὴ θορύβει, καὶ τότε ὄψει σαφῶς τῆς ἀληθείας τὴν λαμπηδόνα. ὅτε γὰρ ταῦτα ἐλέγετο, ὁ νόμος ἦν δεδομένος καὶ παραβαθεὶς, ταῦτα τοίνυν ταῖς διανοίαις ἐναποθέμενοι, δέχεσθε τὴν λύσιν τῶν πολλοῖς διαπορουμένων. “ἰδοὺ,” φησὶν, “ἡμέραι ἔρχονται,” τὸν παρόντα καιρὸν δηλῶν, “καὶ διαθήσομαι “ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς “πατράσιν ὑμῶν.” ἐνταῦθα σαφῶς δείκνυσιν ὅτι ἐκβέβληται ἡ παλαιά. διαθήσομαι γὰρ φησὶ, διαθήκην καινὴν, τουτέστι πάντῃ νέαν, οὐ μὴν ὡς οἱ ἐκ περιτομῆς νοοῦσιν, ὅτι ὁ Ἔσδρας μετὰ τὴν

English

not according to the covenant that I made with their fathers. From Chrysostom, on Maccabees. Here he shows that he himself gave the old covenant as well. But hear the very words of the prophet: "Behold, days are coming, says the Lord"—from the very opening he immediately rouses the hearer, showing that the words are not his own, but belong to God who sent him. Then he shows that he is speaking to us about things to come, having said, "Behold, days are coming." How then, tell me, is he speaking about things to come? He says that he himself gave the old covenant. Wait and do not be disturbed, and then you will clearly see the radiance of the truth. For when these things were being said, the law had been given and had been transgressed. Therefore, having laid these things up in your minds, receive the solution to the questions that perplex many. "Behold," he says, "days are coming," indicating the present time, "and I will make with you a new covenant, not according to the covenant that I made with your fathers." Here he clearly shows that the old covenant has been cast out. For he says, "I will make a new covenant," that is, entirely new—not, however, as those of the circumcision understand it, that Ezra after the

tlg4102.tlg038:684
Source · Greek

ἐπάνοδον τὴν γραφὴν ἀνεκαίνισεν. ἐρωτῶ τὸν Ἰούδαν, ἐρωτῶ τὸν ἀσθενοῦντα ἀδελφόν. τίς τὴν καινὴν διαθήκην ἔδωκε; παντὶ που δῆλον ἐστὶν ὅτι ὁ Χριστός. οὐκοῦν, οὗτος καὶ τὴν παλαιάν· ὁ γὰρ εἰπὼν ὅτι “διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν “διεθέμην,” ἔδειξεν ὅτι κἀκείνην αὐτὸς διέθετο. οὐκοῦν ἀμφοτέ- “ρων τῶν διαθηκῶν εἶς ὁ νομοθέτης· ἵνα δὲ ἀκούσας “ἣν διεθέμην “τοῖς πατράσιν αὐτῶν,” μὴ τὴν πρὸς τὸν Ἁβραὰμ γεγενημένην εἴπῃς, καὶ τὴν πρὸς τὸν Νῶε, κἀκείνην ἐκβεβλῆσθαι νομίσῃς, τὴν ἐν Χριστῷ μᾶλλον τὸ πέρας δεξαμένην. ἐν γὰρ τῷ σπέρματι Ἀβραὰμ ὅ ἐστι Χριστὸς, τὰ ἔθνη εὐλογήθησαν· διὰ τοῦτο οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ καὶ τὸν χρόνον ὥρισεν, ὅτε διέθετο τὴν παλαιὰν, ἐπαγαγὼν, “ἐν ᾗ ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξα- “γαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.” Εἰσ τὸ ἔχοντεσ τὸ αὐτὸ πνεῦμα. Εἶδες πῶς καὶ τὴν εὐκολίαν ἔδειξε τῆς ἐξόδου, καὶ τὴν φιλοστοργίαν τὴν αὐτοῦ, καὶ τὴν ἄδειαν τῆς τότε διαγωγῆς, καὶ ὅτι πάντα αὐτὸς ἐθαυματούργει τὰ ἐν Αἰγύπτῳ. τὸ γὰρ εἰπεῖν, “ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν “ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου,’ τὰ θαύματα πάντα ἐδήλωσεν. ἡ γὰρ ἔξοδος ἐκείνη διὰ τῶν σημείων τῶν παραδόξων ἐκείνων ἐγίνετο. ποῦ νῦν εἰσὶν οἱ τὴν παλαιὰν διαβάλλοντες, οἱ τὸ σῶμα τῆς γραφῆς διασπῶντες· οἱ τῇ καινῇ μὲν ἄλλον, ἕτερον δὲ τῇ παλαιᾷ Θεὸν ἀπονέμοντες; ἀκουέτωσαν τοῦ προφήτου μαρτυροῦντος ὅτι εἷς ἀμφοτέρας ἐνομοθέτησε. καὶ αὐτὰ δὲ τὰ ὀνόματα πολλὴν ἡμῖν τῶν διαθηκῶν δείκνυσι τὴν συμφωνίαν.

English

He renewed the Scripture by way of return. I ask Judas, I ask the weak brother. Who gave the new covenant? It is clear to everyone, surely, that it was Christ. Therefore he also gave the old one; for the one who said, “I will establish a new covenant, not according to the covenant which I established,” showed that he himself also established that one. Therefore there is one lawgiver of both covenants. But so that, having heard “which I established with their fathers,” you do not say it was the one made with Abraham, and also the one with Noah, and suppose that that one has been cast out—rather, the covenant in Christ received its fulfillment. For in the seed of Abraham, which is Christ, the nations were blessed. For this reason he did not speak simply, but also defined the time when he established the old covenant, adding, “in the day when I took hold of their hand to lead them out of the land of Egypt.”

On “having the same spirit.” You saw how he showed both the ease of the departure and his own tender affection, and the freedom of the conduct at that time, and that he himself wondrously worked all the things in Egypt. For to say, “when I took hold of their hand to lead them out of the land of Egypt,” made clear all the wonders. For that departure came about through those marvelous signs. Where now are those who slander the old covenant, who tear apart the body of the Scripture; who assign one God to the new covenant and another God to the old? Let them hear the prophet testifying that one lawgiver gave laws for both. And the very names themselves show us the great harmony of the covenants.

tlg4102.tlg038:685
Source · Greek

ἡ γὰρ καινὴ, διὰ τὴν παλαιὰν εἴρηται, καὶ ἡ παλαιὰ διὰ τὴν καινὴν, καθάπερ ὁ Παῦλος φησὶν, ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν προτέραν. εἰ δὲ μὴ τοῦ αὐτοῦ εἶεν δεσπότου, οὔτε αὕτη καινὴ, οὔτε ἐκείνη παλαιὰ δύναιτ’ ἃν λέγεσθαι. ὥστε αὕτη ἡ ἐν τοῖς ὀνόμασι διαφορὰ, τὴν συγγένειαν ἑκατέρας ἐνδείκνυται. καὶ ἡ διαφορὰ δὲ αὕτη οὐ κατὰ τὴν οὐσία,, ἀλλὰ κατὰ τὴν τῶν χρόνων ἐναλλαγήν ἐστιν. καὶ γὰρ τὸ καινὸν τῷ παλαιῷ κατὰ τοῦτο ἀντιδιαστέλλεται μόνον. ἡ δὲ τῶν χρόνων ἐναλλαγὴ, διαφορὰν δεσποτείας ἣ μείωσιν οὐκ ἄγει. καὶ τοῦτο πάλιν ὁ Χριστὸς ἐνέφηνεν εἰπὼν, “διὰ τοῦτο λέγω “ὑμῖν, πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρα- “νῶν, ὅμοιος ἐστὶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ

“θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.” ὁρᾷς διάφορα μὲν τὰ κτήματα, μίαν δὲ τὴν δεσποτικήν. ὥσπερ οὖν ἐκεῖνος δύναται ἐκβάλλειν καινὰ καὶ παλαιὰ, εἷς ὣν οἰκοδεσπότης, οὕτω δὴ καὶ ἐνταῦθα δυνατὸν ἑνὸς εἶναι Θεοῦ τὴν καινὴν καὶ τὴν παλαιάν. αὐτὸ γὰρ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὸν πλοῦτον καὶ τὴν περιουσίαν ἐνδείκνυσθαι. ὥστε διαφορὰ μόνον ἐστὶν ἐν ταῖς διαθήκαις, οὐ μάχη οὐδὲ ἐναντίωσις. τὸ γὰρ παλαιὸν ἐκ τοῦ καινοῦ γίνεται παλαιόν. τοῦτο δὲ οὐ μάχης οὐδὲ ἐναντιώσεως, ἀλλὰ διαφορᾶς μόνης. ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι, ὅτι εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι τῆς παλαιᾶς τοῖς τῆς καινῆς, σφόδρα ἃν ἐσχυρισάμην ὡς οὐδὲ οὕτως ἕτερον ἐπεισάγειν Θεὸν ἐχρῆν.

English

For the new covenant is called new because of the old, and the old because of the new, just as Paul says, "In saying 'new,' he has made the former old." But if they were not of the same master, neither could this be called new nor that old. So this difference in names demonstrates the kinship of each. And this difference is not according to essence but according to the change of times. For the new is distinguished from the old only in this respect. But the change of times does not bring about a difference or diminution of ownership. And Christ again made this clear when he said, "Therefore I say to you, every scribe who has been made a disciple in the kingdom of heaven is like a man, a householder, who brings out of his treasure new and old things." You see the possessions are different, but the ownership is one. Just as that man can bring out new and old, being one householder, so too here it is possible for the new and the old to belong to one God. For this very thing most of all shows his wealth and abundance. So there is only a difference in the covenants, not conflict or opposition. For the old becomes old from the new. And this is not of conflict or opposition but of difference only. But I make so great an assertion that even if the laws of the old were opposed to those of the new, I would strongly maintain that not even in this way ought one to introduce another God.

tlg4102.tlg038:686
Source · Greek

εἰ μὲν γὰρ κατὰ τὸν αὐτὸν καιρὸν τοῖς αὐτοῖς ἀνθρώποις περὶ τὰ αὐτὰ διατρίβουσιν, ἐν τοῖς αὐτοῖς οὖσι πράγμασιν, ἐναντίους ἐπέταττε νόμους, εἶχεν ἄν τινα αὐτοῖς λόγον ἴσως τὸ σόφισμα. εἰ δὲ ἑτέραν μὲν ἐκεῖνοι, ἑτέραν δὲ ἐγράφησαν οὗτοι, καὶ ἐν ἑτέρῳ καιρῷ, καὶ ἄλλως διακειμένοις, ποία ἀνάγκη διὰ τὴν τῶν νόμων διαφορὰν ἐναντίους εἰσάγειν νομοθέτας δύο; ἐγὼ μὲν οὐδεμίαν ὁρῶ· εἰ δὲ αὐτοὶ λέγειν ἔχουσιν, εἰπάτωσαν. ἀλλ’ οὐκ ἃν ἔχοιεν. καὶ γὰρ καὶ ἰατρὸς ἐναντία ποιεῖ πολλάκις, καὶ νῦν μὲν πικρὰ, νῦν δὲ γλυκέα δίδωσι πίνειν φάρμακα. καὶ τὰ μὲν γινόμενα ἐναντία, ἡ δὲ γνώμη ἐφ’ ἧς ταῦτα γίνεται, σύμφωνος καὶ μία· πρὸς γὰρ ἓν τέλος βλέπει τὴν τοῦ κάμνοντος ὑγείαν. καὶ γὰρ καίει καὶ οὐ καίει, τέμνει καὶ οὐ τέμνει τὸ αὐτὸ σῶμα πολλάκις, ἀλλ’ οὐκ ἀπὸ ἐναντίας τῆς γνώμης, ἀλλ’ ἀπὸ μιᾶς καὶ συμφώνου. πῶς οὖν οὐκ ἄτοπον ἰατρῷ μὲν μὴ ἐγκαλεῖν ἐναντία ποιοῦντι πολλὰ, καὶ περὶ ἑνὸς σώματος φύσιν, τῷ δὲ Θεῷ μέμψιν ἐπάγειν, εἰ κατὰ διαφόρους καιροὺς, διαφόροις ἀνθρώποις διάφορα ἔδωκε τὰ προστάγματα; ὅτι μὲν οὖν εἰ καὶ ἐναντίοι ἦσαν οἱ νόμοι οὐδὲ οὕτως ἐγκαλεῖν ἔδει, δῆλον ἐκ τούτου. ὅτι δὲ οὐδὲ ἐναντίοι εἰσὶν, ἀλλὰ διάφοροι μόνον, φέρε δείξωμεν. Εἰ μὲν γὰρ τοῦ προτέρου κελεύσαντος μὴ φονεύειν, ὁ νέος φονεύειν ἐκέλευεν, ἴσως ἄν τις ἀντινομίαν ἔφησεν εἶναι τὸ λεγόμενον. εἰ δὲ ἐκείνου κελεύοντος μὴ φονεύειν, οὗτος ἐκέλευσε μηδὲ ὀργίζεσθαι. ἐπίτασις οὐκ ἐναντίωσις ὁ πρότερος τοῦ δευτέρου νόμου ἐστίν. ὁ μὲν γὰρ τὸν καρπὸν τῆς κακίας ἐξέτεμε, τὸν φόνον, οὗτος

English

For if he had given contrary laws to the same men at the same time, who were occupied with the same things and involved in the same circumstances, perhaps the sophism would have some force against them. But if those men received one set of laws and these were written another, and at another time, and for men disposed differently, what necessity is there, because of the difference of the laws, to introduce two contrary lawgivers? I for my part see none; but if they can say so, let them say it. Yet they could not. For a physician also often does contrary things, and now gives bitter, now sweet medicines to drink. And the things done are contrary, but the purpose for which these things are done is consistent and one; for it looks to one end, the health of the patient. For he both cauterizes and does not cauterize, cuts and does not cut the same body many times, but not from a contrary purpose, but from one and the same consistent purpose. How then is it not absurd not to accuse a physician who does many contrary things even concerning the nature of one body, but to bring a charge against God if at different times he gave different commandments to different men? That, then, even if the laws were contrary, one ought not to accuse on this account, is clear from this. But that they are not even contrary, but only different, come, let us show. For if, when the former commanded not to murder, the new law commanded to murder, perhaps someone might say that what is said is a contradiction of laws. But if, when that one commanded not to murder, this one commanded not even to be angry, the former is an intensification, not a contradiction, of the second law. For the one cut off the fruit of wickedness, murder; this one

tlg4102.tlg038:687
Source · Greek

δὲ καὶ τὴν ῥίζαν ἀνέσπασε τὴν ὀργήν. ἐκεῖνος τὸ ῥεῦμα τῆς πονηρίας ἐξέκοψεν, οὗτος καὶ τὴν πηγὴν αὐτὴν ἐξήρανε. πηγὴ γὰρ καὶ ῥίζα τοῦ φόνου, θυμὸς καὶ ὀργή. ἐκεῖνος προπαρεσκεύασεν, οὗτος τὸ λεῖπον ἐπλήρωσεν. ποία οὖν ἐναντιότης ὅταν ὁ μὲν τὸ τέλος τῶν κακῶν, ὁ δὲ καὶ τὴν ἀρχὴν ἐκκόπτῃ; ἐκεῖνος τὴν χεῖρα καθαρὰν ἐποίησεν αἵματος, οὗτος καὶ τὴν διάνοιαν αὐτὴν ἀπήλλαξε τῶν πονηρῶν βουλευμάτων. ταῦτα δὲ συμφωνούντων ἀλλήλοις νόμων οὐχὶ μαχομένων ἐστὶν, ὅπερ κατασκευάζειν οἱ τῆς ἀληθείας ἐχθροὶ σπουδάζουσι Μανιχαῖοι, μὴ συνορῶντες ὅτι ἐκ τούτου μεγάλῃ ῥαθυμίας καὶ ὑπεροψίας αἰτίᾳ τὸν τῆς καινῆς Θεὸν ὑποβάλλουσιν. εὑρεθήσεται γὰρ ἀκαίρως τὴν καθ’ ἡμᾶς οἰκονομήσας, τὸ δὲ πῶς, ἐγὼ λέγω. Γαλακτοτροφίᾳ προσέοικεν ἡ τῆς παλαιᾶς διαθήκης παιδαγωγία, στερεᾷ δὲ τροφῇ τῆς καινῆς διαθήκης ἡ φιλοσοφία. οὐδεὶς δὲ πρὶν ἢ θρέψαι γάλακτι πρὸς τὴν στερεὰν ἄγει τροφὴν, ὅπερ ἔσται πεποιηκὼς ὁ τῆς καινῆς Θεὸς, ἄν περ μὴ αὐτὸς ᾖ ὁ τὴν παλαιὰν δεδωκώς. καὶ ἑτέρῳ δὲ μείζονι αὐτὸν ἐγκλήματι ὑποβάλλουσιν, εἴγε μετὰ πεντακισχίλια καὶ πλείονα ὄη τοῦ γόους ἧκε προνοήσων τοῦ ἡμετέρου. εἰ γὰρ μὴ αὐτὸς ἦν ὁ διὰ τῶν προφητῶν καὶ πατριαρχῶν τὰ καθ’ ἡμᾶς ἅπαντα οἰκονομῶν, ἀλλ’ ἕτερός τις παρὰ τοῦτον, ὀψέ ποτε καἰ βραδέως εὑρεθήσεται τῆς ἡμετέρας ἐπειλημμένος προνοίας· ὥσπερ ἔκ τινος μετανοίας ἀνενεγκών· ὅπερ οὐ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀνθρώπου τοῦ τυχόντος ἀνάξιον ἃν εἴη, τοσούτους ἀφέντα ἀπολέσθαι ἐν τοσούτῳ χρόνῳ, ὀψέ ποτε ἐσχάτῳ τῶν καιρῶν τῆς τῶν ὀλίγων ἐπιλαβέσθαι προνοίας.

English

But he also pulled up the root, namely anger. The one cut off the stream of wickedness, the other dried up the very spring. For the spring and root of murder are wrath and anger. The one made preparation beforehand, the other filled up what was lacking. What opposition is there, then, when the one cuts off the end of evils and the other the very beginning? The one made the hand clean of blood, the other released the very mind from evil counsels. These things are the mark of laws agreeing with one another, not fighting, which the enemies of the truth, the Manichaeans, strive to establish, not seeing that by this they subject the God of the new covenant to a great charge of negligence and contempt. For he will be found to have ordered our affairs at an unseasonable time—and how, I will say. The pedagogy of the old covenant resembles milk-feeding, while the philosophy of the new covenant resembles solid food. But no one leads to solid food before nourishing with milk, which the God of the new covenant will have done, if indeed he is not himself the one who gave the old covenant. And they subject him to another, greater charge, if indeed after five thousand and more years of the human race he came to provide for our welfare. For if it was not he himself who through the prophets and patriarchs ordered all our affairs, but some other besides him, he will be found to have taken up the care of us late and slowly, as if recovering from some repentance—which would be unworthy not only of God but even of any chance man, to have let so many perish in so long a time, and to take up the care of the few late, at the last of the times.

tlg4102.tlg038:688
Source · Greek

ὁρᾷς, ὅσαις τὸν Θεὸν ὑποβάλλουσι βλασφημίαις, ἕτερον μὲν τῆς καινῆς, ἕτερον δὲ τῆς παλαιᾶς λέγοντες εἶναι νομοθέτην; ἅπερ ἅπαντα λύεται, ἃν ἕνα ἑκατέρας τῆς διαθήκης δῶμεν εἶναι Θεόν. εὑρεθήσεται γὰρ κατὰ λόγον τὰ καθ’ ἡμᾶς οἰκονομῶν. τότε μὲν διὰ τοῦ νόμου, νῦν δὲ διὰ τῆς χάριτος, καὶ οὐ προσφάτως οὐδὲ νεωστὶ, ἀλλ’ ἄνωθεν καὶ ἐκ πατρὸς τῆς ἡμέρας τῆς ἡμετέρας ἐπειλημμένος προνοίας. Ἴνα δὲ μειζόνως τὰ στόματα τῶν αἱρετικῶν ἀπορράψωμεν,

παρίτω καὶ αὖθις εἰς μέσον Ἱερεμίας, αὐτὸ τοῦτο δεικνὺς ἕνα καὶ τὸν αὐτὸν ἑκατέρας ὄντα τῆς διαθήκης Θεόν. τι οὖν οὗτος φησὶν, ἐκ προσώπου τοῦ νομοθέτου κηρύττων; “ διαθήσομαι ὑμῖν διαθή- “ κἠν καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν “ ὑμῶν.” ὥστε ὁ τὴν καινὴν αὐτοῖς διαθέμενος, αὐτός ἐστιν ὁ καὶ τὴν παλαιὰν δοὺς Θεός. ἐνταῦθα καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως ἐπεστόμησεν ἱκανῶς, οἳ τὴν προαιώνιον ὕπαρξιν ἀνῄρουν του μονογενοῦς. εἰ γὰρ πρὸ του τόκου τῆς Μαρίας οὐκ τὴν, οὐδὲ ὑπῆρχε πρὶν ἣ φανῆναι ἐν σαρκὶ, πῶς ἐνομοθέτει ὁ μὴ ὣν, πῶς δὲ ἔλεγε, “ διαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν “ διεθέμην τοῖς πατράσιν ὑμῶν;” πῶς γὰρ διέθετο τοῖς πατράσι, μὴ ὑπάρχων, μηδὲ ὣν κατὰ τὸν ἐκείνων λόγον; ἀλλὰ πρὸς Ἰουδαίους μὲν καὶ τοὺς τοῦ Σαμοσατέως, ἱκανὴ στῆναι ἡ τοῦ προφήτου μαρτυρία·

English

Do you see with how many blasphemies they charge God, saying that the lawgiver of the new covenant is one and of the old another? All these things are dissolved if we grant that God is one for each covenant. For he will be found to administer our affairs according to reason: then through the law, now through grace, and not recently nor newly, but from above and from the Father he has taken hold of the providence of our day. But that we may the more greatly stitch up the mouths of the heretics, let Jeremiah again come into the midst, showing this very thing, that God is one and the same for each covenant. What then does he say, proclaiming in the person of the lawgiver? "I will make with you a new covenant, not according to the covenant which I made with your fathers." So that the one who made the new covenant with them is himself the God who also gave the old. Here he has sufficiently stopped up the followers of Paul of Samosata, who were abolishing the pre-eternal existence of the Only-begotten. For if before the birth from Mary he did not exist, nor existed before he appeared in the flesh, how did he legislate, not existing? How did he say, "I will make with you a new covenant, not according to the covenant which I made with your fathers"? For how did he make it with the fathers, not existing, nor being according to their account? But against the Jews and those of Samosata, the testimony of the prophet is sufficient to stand.

tlg4102.tlg038:689
Source · Greek

πρὸς δὲ τοὺς Μανιχαίους, τὸ ἀποστολικὸν ἐκεῖνο ῥητέον, “ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα “ ἐκ τῆς ἐλευθέρας, ἅ ἐστιν ἀλληγορούμενα.” ὥσπερ γὰρ ἐκεῖ δύο γυναῖκες ἑνὸς ἀνδρὸς, οὕτως ἐνταῦθα δύο διαθῆκαι ἑνὸς νομοθέτου. Θεοδωρήτου. Εἷς ἐστιν ἆρα ἑκατέρας ὁ νομοθέτης· εἰ δὲ ἀπιστοῦσι τοῖς προφήταις, ἀκουσάτωσαν τοῦ νομοθετοῦντος καὶ τοὺς παλαιοὺς οὐκ ἀνατρέποντος, ἀλλ’ ἐπισφίγγοντος νόμους. ἀνατρέποντος γὰρ ἦν εἰπεῖν, ἐρρέθη, οὐ μοιχεύσεις, οὐ φονεύσεις, ἐγὼ δὲ λέγω μοίχευσον, φόνευσον. τοῦτο γὰρ οἱ συγγενεῖς Μαρκίωνος ἀντιτάκται ποιοῦσιν. ὁ δὲ Κύριος δι’ ὧν νομοθετεῖ διαρρήδην διδάσκει, ὡς οὐκ ἀνατρέπει τὰ παλαιὰ, ἀλλ’ ἀκριβεστέραν πολιτείαν εἰσάγει, καθάπερ ὁ γραμματιστὴς τοὺς μὲν τῆς μαθήσεως ἀρχομένους τῶν στοιχείων διδάσκων τοὺς χαρακτῆρας, τοῖς δὲ ταῦτα μεμαθηκόσι τῶν συλλαβῶν προσφέρων τὰς συμπλοκάς. ἄλλους δὲ τὴν τῶν ὀνομάτων ἐκπαιδεύων συνθήκην, καὶ ἑτέρους τὴν τῆς ἀναγνώσεως ἁρμονίαν, οὐκ ἐναντίους νόμους διδασκαλίας είσφέρει, ἀλλὰ σύμμετρα ταῖς ἡλικίαις προσφέρει παιδεύματα, οὕτως ὁ δεσπότης Θεὸς ἑκάστῃ γενεᾷ τοὺς ἁρμοδίους ἔδωκε νόμους. Βασιλείου. Σὺ δέ μοι ἐρώτησον τὸν τῆς κατατομῆς ἄνθρωπον τὸν κατὰ σάρκα Ἰουδαῖον, ὅταν λέγῃ Ἠσαΐας, “ ἐκ Σιῶν ἐξελεύ- “ σεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, ” περὶ ποίου

English

But to the Manichaeans, that apostolic saying must be cited: "that Abraham had two sons, one by the slave girl, and one by the free woman, which things are allegorized." For just as there were two women of one man, so here there are two covenants of one lawgiver. From Theodore. Therefore the lawgiver of each is one; but if they disbelieve the prophets, let them hear the lawgiver, who does not overturn the old laws but ratifies them. For it would be the act of one who overturns to say, "It was said, You shall not commit adultery, you shall not murder, but I say to you, commit adultery, murder." For this is what the kindred of Marcion, the opponents, do. But the Lord, through the things he legislates, teaches plainly that he does not overturn the old things, but introduces a more exact way of life, just as the grammar teacher, teaching the shapes of the letters to those beginning their learning of the elements, but to those who have learned these, offering the combinations of syllables, and instructing others in the composition of names, and others in the harmony of reading, does not introduce contrary laws of teaching, but offers lessons proportionate to their ages. Thus the master God has given to each generation the laws suited to it. From Basil. But do you ask me, the man of the division, the Jew according to the flesh, when Isaiah says, "Out of Zion shall go forth the law, and the word of the Lord from Jerusalem," concerning which

tlg4102.tlg038:690
Source · Greek

νόμου λέγει ; ἆρά γε τοῦ διὰ Μώσεως δοθέντος ; ἀλλὰ πῶς οὗτος ἀπὸ Σιῶν, δεικνύτωσαν. Μωϋσῆς γὰρ οὐκ εἰσῆλθεν εἰς τὴν γῆν τῆς κατασχέσεως, τὸ δὲ Σιῶν ἐν τῇ Ἰουδαίᾳ. ἔσφαλται οὖν ἡ γραφὴ κατ’ αὐτοὺς, ἀντ’ ἄλλου ὀνόματος ἄλλο λέγουσα. ἀντὶ γὰρ τοῦ Σινᾶ ἣ τοῦ Χωρὴβ, τὸ Σιῶν τίθησιν. ἀλλὰ περὶ ἄλλου νόμου λέγει ; ποίου ; τοῦ πότε δοθέντος, ἣ ποῦ γεγραμμένου ; καὶ λόγον δὲ ἐκ τῆς Ἱερουσαλὴμ, τὸν προφητικὸν λέγει ; ἀλλ’ ἐκεῖνος πανταχοῦ τῆς Ἰουδαίων γεγένηται. καὶ οὐ μόνον ἐν τῇ Ἱερουσαλὴμ, καὶ κατὰ τὸν Ἰσραὴλ, ἀλλὰ καὶ ἐν τῆ αἰχμαλωσίᾳ, καὶ ἐν Νινευῒν, καὶ πολλαχοῦ τῆς γῆς. ἀγχέσθωσαν οὖν ὑπὸ τῆς ἀληθείας, καὶ καταδεχέσθωσαν τὴν τοῦ Κυρίου νομοθεσίαν, ἀπὸ τῆς Σιῶν καὶ τῆς Ἱερουσλὴμ γινομένην. ἐκεῖθεν γὰρ ἀρξάμενος, εἰς πάντα τὸν κόσμον ἐπεσπάρη τὸ κήρυγμα· Χρυσοστόμου εἰσ τοὺσ Μακκαβαίουσ. Ὅτι μὲν οὖν καινῆς καὶ παλαιᾶς διαθήκης εἷς ὁ νομοθέτης, ἐντεῦθεν δῆλον. ἐνταῦθα δὲ εἴτις ἀκριβῶς κατίδοι τὸ ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Ἱερεμίου εἰρημένον, οὐ τῆς τυχούσης ἀπορίας γέμει. λέγων γὰρ τὴν αἰτίαν δι’ ἣν μέλλει διδόναι τὴν καινὴν διαθήκην, καινήν τινα καὶ παράδοξον τέθεικεν. εἰπὼν γὰρ “ διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν “ διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν,” ἐπήπαγεν, “ ὅτι “ αὐτοὶ οὐκ ἐνέμειναν τὴν διαθήκην μου, κἀγὼ ἠμέλησα αὐτῶν “ λέγει Κύριος.” Καὶ μὴν διὰ τοῦτο αὐτοὺς κολασθῆναι ἔδει, καὶ τὴν ἐσχάτην δοῦναι δίκην, ὅτι τοσούτων ἀπολαύσαντες θαυμάτων, καὶ νόμον λαβόντες, οὐδαμόθεν ἐγένοντο βελτίους.

English

Does he say “of the law”? Is it then of the law given through Moses? But how is this one from Zion? Let them show. For Moses did not enter into the land of possession, but Zion is in Judea. Therefore the Scripture has erred, according to them, saying one name instead of another. For instead of Sinai or Horeb, it puts Zion. But does he speak of another law? Of what sort? Of the one given when, or written where? And does he call the word from Jerusalem the prophetic word? But that word has come everywhere among the Jews, and not only in Jerusalem and among Israel, but also in the captivity, and in Nineveh, and in many places of the earth. Let them therefore be pressed by the truth, and let them accept the legislation of the Lord, which comes from Zion and Jerusalem. For beginning from there, the preaching was scattered to the whole world. From Chrysostom on the Maccabees. That therefore there is one lawgiver of the new and the old covenant is clear from this. But here, if anyone should look carefully at what was said by the Lord through Jeremiah, it is full of no ordinary difficulty. For in stating the reason for which he is about to give the new covenant, he has set down something new and paradoxical. For having said, “I will make a new covenant, not according to the covenant which I made with their fathers,” he added, “because they did not remain in my covenant, and I disregarded them, says the Lord.” And yet for this they ought to have been punished and to have received the ultimate penalty, because, having enjoyed so many wonders and having received the law, they became better in no respect.

tlg4102.tlg038:691
Source · Greek

ὁ δὲ οὐ μόνον αὐτοὺς οὐκ ἀπαιτεῖ δίκην, ἀλλὰ καὶ μείζονα ἐπαγγέλλεται τῶν προτέρων. εἰκότως οὖν τις διαπορήσει. τί δή ποτε τῆς προτέρας διαθήκης παραβαθείσης, ἑτέρα δίδοται βελτίων, καὶ οἱ κολάσεως ὄντες ἄξιοι οὐ μόνον τοῦτο οὐκ ἔπαθον, ἀλλὰ καὶ μείζονος ἀπήλαυσαν τιμῆς ; ὡς μὲν οὑν συντόμως εἰπεῖν, ἐκεῖνο ἐροῦμεν, ὅτι καὶ τοῦτο μάλιστα τὴν τοῦ Θεοῦ δείκνυσι φιλανθρωπίαν. “ ὅπου γὰρ ἐπλεό- “ νασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.” πῶς δὲ τοῦτο γέγονεν, ἐντεῦθεν εἰσόμεθα. ἐν τῷ σπέρματι τοῦ Ἁβραὰμ τὴν εὐλογίαν ἔσεσθαι Θεὸς ἐπηγγείλατο. ἐπεὶ δὲ οἱ μέλλοντε τῆς κληρονομίας

ἀπολαύειν καὶ τῆς εὐλογίας, ἀνάξιοι ταύτης ἦσαν, πρὸς κακίαν αὐτομολοῦντες, ἐπισχεῖν ταύτην βουλόμενος, νόμον ἔδωκεν. ἀλλὰ καὶ ἐκ τούτου πλέον ἐβαροῦντο, κατήγορον αὐτὸν ἔχοντες, καὶ πλέον ἡ ἐπαγγελία ἐκυροῦτο. διὰ τοῦτο εὗρεν ὁδὸν εὐκολωτάτην σωτηρίας τὴν ἀπὸ τῆς πίστεως. ἡ γὰρ τῶν ἐντολῶν κατόρθωσις, δυσκολίαν ἔχει, καὶ διὰ τῆς πίστεως ἄξιοι τῆς ἐπαγγελίας οἱ μέλλοντες αὐτῆς ἀπολαύειν ἐφάνησαν. καὶ τοῦτο κατασκευάζει ὁ Παῦλος, ἔν τε τῇ πρὸς Ῥωμαίους, καὶ ἐν τῇ πρὸς Γαλάτας Επιστολῆ. Χρυεοστόμου. Ἐνταῦθα μέντοι εἰπὼν ὅτι “ αὐτοὶ οὐκ ἐνέμειναν “ ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, ὥσπερ ἀπολογίαν τί- τίθησι, τὴν αἰτίαν δεικνὺς δι’ ἣν ἐγκαταλιμπάνει αὐτούς. ὁρᾷς, πρῶτον παρ’ ἡμῶν ἀρχόμενα τὰ κακὰ, αὐτοὶ φησι, πρῶτοι οὐκ ἐνέμειναν, καὶ παρ’ ἡμῶν ἡ ἀμέλεια, τὰ δὲ ἀγαθὰ παρ’ αὐτοῦ, τὰ τῆς εὐεργεσίας λέγω. ἤρξατο γὰρ αὐτῶν ἡ παρακοὴ, καὶ οὕτως ἡ τοῦ Θεοῦ ἀμέλεια ἐπηκολούθησεν.

English

But he does not only not demand punishment from them, but also promises greater things than the former. Reasonably, then, one might be perplexed: why ever, when the former covenant was transgressed, is another, better one given, and those who were worthy of punishment not only did not suffer this, but also enjoyed greater honor? To speak briefly, we will say this: that this especially demonstrates God's love for humanity. "For where sin abounded, grace superabounded." How this came about, we shall know from this. God promised that the blessing would be in the seed of Abraham. But since those who were about to enjoy the inheritance and the blessing were unworthy of it, deserting to wickedness, wishing to restrain it, he gave the law. But even by this they were burdened more, having it as an accuser, and the promise was more confirmed. For this reason he found the easiest path of salvation, that which comes from faith. For the accomplishment of the commandments involves difficulty, and through faith those who were about to enjoy the promise appeared worthy of it. And Paul establishes this in the Epistle to the Romans and in the Epistle to the Galatians. Of Chrysostom. Here, however, having said that "they themselves did not remain in my covenant, and I neglected them," he sets this down as a kind of defense, showing the reason for which he abandons them. You see, he says, that evils begin first from us; they were the first not to remain, and from us comes the neglect; but good things are from him—I mean the things of his beneficence. For their disobedience began, and thus God's neglect followed.

tlg4102.tlg038:692
Source · Greek

εἶτα ἐπάγει, “ ὅτι αὕτη ἡ δια- “ θήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, μετὰ τὰς ἡμέρας ἐκείνας “ λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ “ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς “ Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. καὶ οὐ μὴ διδάξωσιν “ ἕκαστος τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, “ λέγων, γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ “ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ “ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Χρυσοστόμου. Εἰπὼν παλαιὰν διαθήκην ἣν ἔδωκεν, εἰπὼν καὶ νέαν ἣν μέλλει διδόναι, ὑπογράφει δὴ καὶ τὴν εὐμορφίαν αὐτῆς, καὶ δείκνυσιν αὐτῆς τοὺς χαρακτῆρας, καὶ τὰ παράσημα ἐπάλληλα τίθησιν, ἵνα μάθῃς πόσον τὸ διάφορον τῆς καινῆς πρὸς τὴν παλαιὰν, τὸ διάφορον, οὐ τὸ ἐναντίον, πόση ἡ ὑπεροχὴ, πόση ἡ λαμπάδων, πόση ἡ ἀστραπὴ τῶν δωρεῶν καὶ τῆς χάριτος. τίνες οὖν οἱ Χαρακτῆρες ρακτῆρες τῆς καινῆς; “ διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ “ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς.’ ὁ μὲν γὰρ παλαιὸς νόμος ἐν πλαξὶ λιθίναις ἐγράφη, καὶ ἐπειδὴ αἱ πρῶται συνετρίβησαν πλάκες, ἑτέρας πάλιν ἐκόλαψε, καὶ ἐκεῖ τὰ γράμματα ἐγχαράξας,

English

Then he adds, "For this is the covenant that I will make with the house of Israel after those days, says the Lord, giving my laws into their mind, and I will inscribe them on their hearts, and I will be to them a God, and they shall be to me a people. And each shall not teach his fellow citizen, and each his brother, saying, Know the Lord, for all shall know me, from the least to the greatest of them, for I will be merciful to their iniquities, and their lawless deeds I will remember no more." Of Chrysostom. Having spoken of the old covenant which he gave, and having spoken also of the new which he is about to give, he now sketches its beauty as well, and shows its distinguishing marks, and sets the corresponding features side by side, so that you may learn how great is the difference of the new from the old—the difference, not the opposition—how great the superiority, how great the radiance, how great the lightning-flash of the gifts and of the grace. What, then, are the distinguishing marks of the new? "Giving my laws into their mind, and I will inscribe them on their hearts." For the old law was written on tablets of stone, and since the first tablets were shattered, he carved others again, and having engraved the letters there,

tlg4102.tlg038:693
Source · Greek

κατέβαινε Μωυσῆς, συγγενῆ τῆς ἀναισθησίας τῶν δεχομένων τὴν φύσιν τῶν δέλτων ἔχων. ἡ δὲ καινὴ οὐχ οὕτως· οὐ γὰρ πλάκες ἐκολάφθησαν, ὅτε ἡ καινὴ διαθήκη ἐδίδοτο· ἀλ·λὰ πῶ; καὶ τίν τρόπῳ, ἄκουε Λοῦκα διηγουμένου, “ ἦσαν πάντες ὁμοθυμαδὸν “ ἐπὶ τὸ αὐτό,” φησι, “ καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ φωνὴ ὡσεὶ “ φερομένης πνοῆς βιαίας, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι “ γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ “ ἐπλήσθησαν Πνεύματος Ἁγίου, καὶ ἤρξαντο ἀποφθέγγεσθαι ταῖς “ γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς.” ὁρᾷς πῶς τοῦτο ἄνωθεν ὁ προφήτης σαφῶς προανεφώνησεν ; οὕτως εἰπὼν, “ διδοὺς “ νόμους μου εἰς διάνοια, αὐτῶ,, καὶ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω “ αὐτούς. ” ἡ γὰρ τοῦ Πνεύματος χάρις ἡ παρὰ τοῦ Θεοῦ δοθεῖσα, ταῖς διανοίαις αὐτῶν ἐγκαθισθεῖσα, στήλας αὐτοὺς ἐποίησεν ἐμψύχους, καὶ τῇ διανοίᾳ πάντα ἀνέγραψε μετὰ εὐκολίας ἁπάσης, καὶ εἰς τὸ πλάτος αὐτῶ, τῆς ψυχῆς τὸ πᾶν ἐναπέθετο. οὐδαμοῦ λίθος, οὐδὲ ἄψυχος ὕλη, οὐδὲ γράμματα, πέτρᾳ ἐγκολαπτόμενα, ἀλλὰ Πνεύματος χάρις εἰς τὴν διάνοιαν τῶν Ἀποστόλων ἐγγράφουσα.

English

Moses came down, having the nature of the tablets as something akin to the insensitivity of those who received them. But the new covenant is not so; for no tablets were carved when the new covenant was given. But how? And in what manner? Hear Luke recounting it: "They were all with one accord in the same place," he says, "and suddenly there came from heaven a sound as of a violent wind being borne, and there appeared to them tongues being divided as of fire, and it sat upon each one of them, and they were filled with the Holy Spirit, and began to speak with tongues, as the Spirit gave them utterance." Do you see how the prophet clearly foretold this from above? Thus he said, "Giving my laws into their mind, and upon their heart I will inscribe them." For the grace of the Spirit given by God, having been established in their minds, made them living pillars, and inscribed all things in their mind with all ease, and deposited the whole into the breadth of their soul. Nowhere was there stone, nor lifeless matter, nor letters carved into rock, but the grace of the Spirit inscribing into the mind of the Apostles.

tlg4102.tlg038:694
Source · Greek

διὰ δὴ τοῦτο ἀθρόον καθάπερ σπινθῆρες ἐκπηδήσαντες, πάντων σοφώτεροι καθίσταντο, τὴν πηγὴν τῆς διδασκαλίας ἐν τῇ διανοίᾳ βρύουσα, ἔχοντες, καὶ Ἰουδαίους ἐπεστόμιζον, καὶ φιλοσόφων ἀπέφραττον στόματα, καὶ ῥητόρων ἀπέρραπτον γλώσσας, καὶ γῆν καὶ θάλατταν ἐσαγήνευον, καὶ τοὺς παλαιοὺς ἀνασπῶντες νόμους, τὴν καινὴ, ἐφύτευον διαθήκην, οὐκ ὁ ἑνὶ ἱδρυμένοι χωρίῳ, καθάπερ αἱ πλάκες ἐκεῖναι, ἀλλ’ ἁπανταχοῦ τῆς γῆς περιϊπτάμενοι, καὶ πᾶσιν ἀπαγγέλλοντες τὰ ἐν τῇ διανοίᾳ ἐγγεγραμμένα. Χρυσοστόμου. Ὥστε λέγων “ διαθήσομαι διαθήκη,, οὐ κατὰ “ τὴν παλαιὰν, ” οὐ πραγματείας διαφορὰ,, ἀλλὰ τὸν τρόπον τῆς δόσεως δεικνύσι,. οὐκέτι ἐν γράμμασιν ἔσται φησὶ, ἡ διαθήκη, ἅλ’ ἐν καρδίᾳ. ἐρώτησον τοίνυν τὸν Ἰούδαν, τί φησιν ὁ Ἱερεμίας λέγων, “ διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας “ αὐτῶ, ἐπιγράψω αὐτούς.” ταῦτα γάρ φησιν, ὡς καινόν τι καὶ παράδοξον παρὰ τὸ πρότερον γεγενημ·ένον ποιῶν, καὶ τὸ ἰδιάζον τῆς διαθήκης ταύτης ἡμῖν ὑπαγορεύων, τὸν τρόπον τῆς δόσεως δῆλον ἡμῖν κατέστησε, πολὺ τοῦ προτέρου λαμπρότερον ὄντα. δειξάτω τοίνυν τοῦτο τοτὲ γενόμενον Ἰουδαῖον, καὶ ἅτι ἄγραφον νόμον

English

For this reason, leaping forth suddenly like sparks, they became wiser than all, having the fountain of teaching gushing within their mind, and they silenced the Jews, and stopped the mouths of philosophers, and stitched shut the tongues of orators, and netted land and sea, and uprooting the old laws, they planted the new covenant, not established in one place, like those tablets, but flitting about everywhere on the earth, and proclaiming to all the things inscribed in their mind. Of Chrysostom. So when he says, "I will make a covenant," not "according to the old," he shows not a difference of matter but the manner of the giving. No longer, he says, will the covenant be in letters, but in the heart. Ask Judah, then, what Jeremiah says when he says, "Giving my laws into their mind, and upon their hearts I will inscribe them." For he says these things as one making something new and paradoxical beyond what had come before, and suggesting to us the distinctive feature of this covenant, he set before us clearly the manner of the giving, which is much more brilliant than the former. Let a Jew show, then, that this happened at that time, and that the unwritten law

tlg4102.tlg038:695
Source · Greek

παρέλαβεν, ἀλλ’ οὐκ ἃν εὕροι· πάλιν γὰρ ἐν γράμμασιν ἐγένετο ὑπὸ τοῦ Ἔσδρα μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, καὶ τὴν γραφὴν ἀνεκαίνισε μὲν οὗτος ἀπομνημονεύσας, παλαιὰ δὲ πάλιν ἔμεινε καὶ οὐ γέγονε καινή. ἐγὼ δὲ δείκνυμι τοὺς Ἀποστόλους μηδὲν παραλαβόντας γραπτὸν, ἀλλ’ ἐν ταῖς καρδίαις τὸν νόμον δεξαμένους διὰ Πνεύματος Ἁγίου. διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, “ ἐκεῖνος “ ἐλθὼν ἀναμνήσει ὑμᾶς πάντα, καὶ διδάξει ὑμᾶς. ” Καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ τοῦτο ἐν τῇ καινῇ κατώρθωται. τίς γὰρ ἔπειθεν εὐχερῶς τινα ἐν τῇ παλαιᾷ ἀποστῆναι τῆς δεισιδαιμονίας ’, τοὐναντίον μὲν οὖν καὶ ὁ Ἰσραὴλ εἰς τὴν πλάνην μετετίθετο. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὸν πολίτην αὐτοῦ, λέγων, γνῶθι τὸν Κύριον. Τί τοῦτο ; μεγάλα ἐπαγγειλάμενος, καὶ ἐπάρας ἡμᾶς ταῖς ἐλπίσι, καὶ λαμπρὰ δείξας τὰ σημεῖα, πῶς τοῦτο ἐπήγαγε λέγων, “ ὅτι οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον γνῶθι τὸν Κύριον;” οὗτος ὁ καρπὸς τῆς τοσαύτης χάριτος, τὸ μὴ διδάσκεσθαι, τοῦτο τῆς καινῆς διαθήκης τὸ κατόρθωμα, τὸ μὴ μανθάνειν ; ναί φησι, τοῦτο δὲ λέγει, ἵνα δείξῃ τὴν εὐκολίαν τῆς γνώσεως καὶ τὴν ἀπονωτέραν διδασκαλίαν, καὶ τὸ τάχος τοῦ κηρύγματος.

English

he received, but he would not find it; for again it came into writings by Ezra after the return from Babylon, and he renewed the writing by recalling it, but it remained old and did not become new. But I show that the Apostles received nothing written, but received the law in their hearts through the Holy Spirit. Therefore Christ also said, "That one, having come, will remind you of all things, and will teach you." And I will be to them a God, and they will be to me a people. And this has been set right in the new covenant. For who easily persuaded anyone in the old covenant to depart from superstition? On the contrary, Israel was even being turned aside into error. And they shall not teach each one his brother, and his fellow citizen, saying, Know the Lord. What is this? Having promised great things, and raised us up by hopes, and shown bright signs, how did he add this, saying, "For they shall not teach each one his neighbor, Know the Lord"? This is the fruit of such great grace, not to be taught; this is the accomplishment of the new covenant, not to learn? Yes, he says; and he says this to show the ease of knowledge and the more painless teaching, and the swiftness of the proclamation.

tlg4102.tlg038:696
Source · Greek

καθάπερ γὰρ ἡλίου φανέντος, οὐ δεόμεθα τῶν διδασκόντων καὶ δεικνυόντων ἡμῖν τὸ φῶς, αὐτῆς τῆς ἀκτῖνος δήλην ἑαυτὴν ποιούσης, οὐδέν ἐστιν ὁ λέγων τῷ πλησίον, βλέπε τὸν ἥλιον, οὕτως ἔσται ἡ γνῶσις λαμπρὰ καὶ περιφανὴς, καὶ αὐτῆς τῆς ἀκτῖνος φανοτέρα, ὡς μὴ δεῖσθαι διδασκαλίας, ἀλλὰ πάντας αὐτομολεῖν οἴκοθεν πρὸς τὴν ἀλήθειαν, καὶ μετὰ πολλῆς ταχυτῆτος τὸ κήρυγμα ὑποδέχεσθαι· ὅπερ οὖν καὶ ἐγένετο. ἰδοὺ γὰρ ὁρῶμεν ὅτι οὐδὲ πλειόνων λόγων χρεία πρὸς τοὺς ὑγιαίνοντας τὸν νοῦν εἰς τὸ πεῖσαι πιστεύειν Χριστῷ· θεοδίδακτοι γὰρ ἅπαντες, καθὸ ἐν ταῖς καρδίαις ἡμῶν τοὺς νόμους αὐτοῦ ἔγραψεν ὁ Χριστὸς, ὅθεν ἐπάγει, Ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου ἀυτῶν. Διὰ τοῦτο οὐ χρεία διδασκαλίας, οὐδὲ κατηχήσεως. ταῦτα δὲ λέγει πρὸς ἀντιδιαστολὴν τῶν πρώην λεγομένων, ὅτι Ἰουδαίους μὲν μυρίοι παραλαβόντες διδάσκαλοι καὶ προφῆται καθ’ ἑκάστην ἡμέραν πλάττοντες, οὐκ ἐπαίδευσαν ὡς ἐχρῆν, τὴν οἰκουμένην ἅπασαν ἐν βραχείᾳ χρόνου ῥοπῇ μετὰ πολλῆς ἐπεσπάσαντο τῆς εὐκολίας, ὥστε μήτε δεηθῆναι διδασκάλων, ἀλλὰ τοῦ φωτὸς αὐτοῦ παχύτερον τρέχειν τὸν λόγον· εἰ γὰρ καὶ ἐδίδαξαν οἱ Ἀπόστολοι, ἀλλ ὅμως μετὰ πολλῆς τῆς εὐκολίας ὑπεδέξαντο πάντες τὸν λόγον, τὴν γοῦν πρώτην ἡμέραν, τρισχίλιοι, εἶτα πεντακισχίλιοι, εἶτα μύριοι, εἶτα πᾶσα ἡ οἰκουμένη ἐν βραχείᾳ χρόνου ῥοπῇ πρὸς τὴν ἀλήθειαν μεθορμίσατο. ὃ τοίνυν λέγει τοῦτό ἐστιν· ὅτι διὰ τὴν φορὰν καὶ τὴν χάριν τὴν ἐκκεχυμένην, καὶ τὸ περιφανὲς τῆς γνώσεως, οὐδὲ πόνου χρεία, οὐδὲ χρόνου, ἀλλ’ αὐτόματοι πάντες ἥξουσι πρὸς τὴν τῆς ἀληθείας γνῶσιν.

English

For just as when the sun has appeared, we have no need of teachers and instructors to show us the light, since the beam itself makes itself clear, and there is no one saying to his neighbor, "Look at the sun," so the knowledge will be bright and radiant, and brighter than the beam itself, so that there is no need of teaching, but all will come of their own accord from home to the truth, and will receive the proclamation with great swiftness; which indeed also came to pass. For behold, we see that not even of more words is there need for those who are sound in mind, in order to persuade them to believe in Christ; for all are taught by God, inasmuch as Christ wrote his laws in our hearts; whence he adds, "For all shall know me, from the least to the greatest of them." Therefore there is no need of teaching, nor of instruction. But he says these things in contrast to what was said formerly, that although countless teachers and prophets took the Jews in hand and molded them each day, they did not educate the whole world as was fitting; whereas they drew the whole inhabited world in a brief moment of time with great ease, so that they had no need of teachers, but the word ran more swiftly than the light itself. For even if the Apostles taught, nevertheless all received the word with great ease—at any rate, on the first day three thousand, then five thousand, then ten thousand, then the whole inhabited world in a brief moment of time shifted its moorings to the truth. What he says, then, is this: that because of the impulse and the grace poured out, and the radiance of the knowledge, there is need neither of labor nor of time, but all will come of their own accord to the knowledge of the truth.

tlg4102.tlg038:697
Source · Greek

οὐ τὴν διδασκαλίαν τοίνυν ἀναιρῶν τοῦτο τέθεικεν, ἀλλὰ τὴν εὐκολίαν ἐνδείξασθαι βουλόμενος, καὶ τὸ προλαμβάνειν τοὺς μαθητὰς τῶν διδασκάλων τὴν κατήχησιν· διὸ καὶ ἐπήγαγεν, “ ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως “ μεγάλου αὐτῶν.” Κατὰ τοῦτο φησὶν οὐ διδάξουσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, ὅτι πάντες εἰδήσουσι με. ἡ μὲν γὰρ Ἰουδαικὴ γνῶσις καὶ πίστις ἐν Παλαιστίνῃ ἀποκέκλειστο· ἡ δὲ τῶν Χριστιανῶν, ἁπάσης τῆς γῆς ἐπελάβετο, ὃ καὶ ἕτερος προφήτης φησὶν, ὅτι πλησθήσεται πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ τῇ ῥύμῃ φερόμενον, μετὰ πολλοῦ τοῦ τάχους ἅπαντα ἔπεισιν. οὕτως καὶ ὁ τοῦ κηρύγματος λόγος τὴν οἰκουμένην ἐπέδραμεν ἅπασαν, ποταμοῦ δίκην ἅπαντα περιτρέχων. ἐρώτησον τοίνυν καὶ ἐνταῦθα τὸν Ἰούδαν, πότε τοῦτο γέγονεν ἐν τῇ παλαιᾷ ; ἀλλ’ οὐκ ἃν ἔχοι τοῦτο δεῖξαι. πῶς γάρ ; ὅπου γε οὐδὲ ἔθνος διωρθώθη, τοσούτων θαυμάτων καὶ σημείων γενομένων, καὶ τῶν προφητῶν κἄ ἑκάστην αὐτοὺς ἐνηχούντων τὴν ἡμέραν· εἴδωλα προσεκύνουν, καὶ ἄλση καὶ ξύλα καὶ λίθους ἐθεράπευον, ἐν ἔτεσι χιλίοις καὶ πολλῷ πλείοσι τὰ ἀπὸ τοῦ νόμου παιδευόμενοι. ἀλλ’ οὐκ ἐν τῇ χάριτι τοῦτο, ἀλλ’ ὁμοῦ τε ἀνέτειλεν ὁ τοῦ κηρύγματος λόγος, καὶ τὴν οἰκουμένην κατηύγασεν ἅπασαν· καὶ τοῦτο δηλῶν ὁ Παῦλος, ἐξ ἐκείνων τῶν χρόνων ἐβόα, “ τοῦ εὐαγ-

English

He has not, then, set this down in order to abolish teaching, but wishing to show the ease of it, and that the disciples outstrip their teachers in instruction; therefore he added, "For they shall all know me, from the least of them to the greatest."

In this respect, he says, they shall not each teach his neighbor, because all shall know me. For the Jewish knowledge and faith was confined in Palestine; but that of the Christians has taken hold of the whole earth, which also another prophet says, that the whole earth shall be filled with the knowledge of the Lord, like much water borne along by a stream, it comes upon all things with great swiftness. Thus also the word of the preaching has run over the whole inhabited world, coursing through all things like a river. Ask Judas, then, also here, when did this happen in the old dispensation? But he would not be able to show this. For how could he? Where indeed not even a nation was set right, though so many wonders and signs occurred, and the prophets sounded in their ears each day; they worshipped idols, and tended groves and trees and stones, being instructed by the law for a thousand years and much more. But not so under grace; rather, at the very moment the word of the preaching arose, it shone upon the whole inhabited world; and declaring this, Paul cried out from those times, "of the Gos-

tlg4102.tlg038:698
Source · Greek

γελίου τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. ” καὶ πάλιν, “ καθώς ἐστι καρποφορούμενον καὶ αὐξανόμενον. ” καὶ Ἰουδαίων τὴν ἄνοιαν ἐπικόπτων ἔλεγεν, “ ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν, “ μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. ” Χρυσοστόμου. Ἰδοὺ καὶ ἄλλο σημεῖον τῆς καινῆς, “ ἀπὸ μι- “ κροῦ ἕως μεγάλου εἰδήσουσι με. ” πότε τοῦτο γέγονεν, ἣ νῦν ; δῆλον γὰρ τὸ ἡμέτερον, τὸ δὲ Ἰουδαίων οὐ δῆλον, ἀλλ’ ἀποκέκλειστο εἰς γωνίαν. ἄλλως δὲ καινὴ τότε λέγεται, ὅταν ἕτερα ᾖ, καὶ δεικνύει εἴ τι τῆς παλαιᾶς πλέον ἔχει. καινὴ δὲ καὶ αὕτη τυγχάνει, ὅταν αὐτῆς τὰ μὲν περιαιρέσῃς, τὰ δὲ μή. οἷον ἐπὶ ὑποδείγματος ἵνα εἴπω· εἰ τις οἰκίαν παλαιὰν μέλλουσαν καταπίπτειν, ἀφεὶς τὸ πᾶν, τὸν θεμέλιον ὑπέρραψεν, εὐθέως λέγομεν ὅτι ἐποίησεν αὐτὴν καινὴν, ὅταν τὰ μὲν ἐξέλῃ, τὰ δὲ ἀντεισάγει. καὶ γὰρ καὶ ὁ οὐρανὸς καινὸς λέγεται οὕτως, ὅταν μηκέτι χαλκοῦς ᾖ, ἀλλ’ ὑετὸν διδῷ. καὶ ἡ γῆ καινὴ ὁμοίως, ὅταν μὴ ἄκαρπος ᾖ, οὐχ ὅταν μεταβληθῇ. καὶ οἶκος οὕτως καινὸς, ὅταν τὰ μὲν αὐτοῦ ἐξαιρεθῇ, τὰ δὲ μένῃ. ὥστε καὶ διαθήκην καινὴν καλῶς εἶπεν, ἵνα δείξῃ ὅτι παλαιὰ γέγονεν ἡ διαθήκη ἐκείνη, κατὰ τὸ μηδένα δοῦναι καρπόν. καὶ ἵνα μάθῃς ἀκριβῶς, ἀνάγνωθι τι φησιν Ἀγγαῖος, τί Ζαχαρίας, οὔπω οὐδὲ τῆς ἐπανόδου πλήρους γεγενημένης. τί δὲ Ἔσδρας ἐγκαλεῖ; “ πῶς δὲ οὐδεὶς ἐρωτᾷ Κύριον, ὅπου γε καὶ αὐτοὶ “ παρέβησαν, καὶ οὐδὲ αὐτοὶ ᾔδεσαν ;” ὁρᾷς πῶς βεβίασται τὸ σόν ; ἐγὼ δὲ τὸ ἐμὸν τίθημι. ὅτι καινὴ κυρίως αὕτη ἃν λέγοιτο· ἄλλως δὲ οὐδὲ ἐκεῖνο συγχωρῶ περὶ τούτου εἰρῆσθαι, τὸ ἔσται καινὸς ὁ οὐρανός.

English

of the gospel preached in all creation under heaven. And again, "as it is bearing fruit and growing." And reproving the folly of the Jews, he said, "But I say, have they not heard? Indeed, their voice went out into all the earth."

Of Chrysostom. Behold, also another sign of the new: "from the small to the great they shall know me." When did this happen, if not now? For ours is clear, but that of the Jews is not clear, but has been shut up into a corner. Otherwise, it is then called new when it is different, and it shows if it has anything more than the old. And this too happens to be new when you remove some of its parts and not others. For example, so that I may speak by way of illustration: if someone, when an old house is about to collapse, leaving the whole, stitched up the foundation, we immediately say that he made it new, when he takes out some things and brings in others. For indeed heaven is also called new in this way, when it is no longer bronze, but gives rain. And the earth is new likewise, when it is not unfruitful, not when it has been changed. And a house is new in this way, when some of its parts are taken out and others remain. So that he rightly called it a new covenant, in order to show that that covenant has become old, in that it gave fruit to no one. And so that you may learn accurately, read what Haggai says, what Zechariah says, when not even the return had yet been completed. But what does Ezra bring as a charge? "But how is it that no one asks the Lord, when even they themselves transgressed, and even they themselves did not know?" Do you see how your position is forced? But I set down my own. That this would properly be called new; but otherwise I do not even concede that that saying was spoken about this, namely that the heaven will be new.

tlg4102.tlg038:699
Source · Greek

διατί γὰρ μὴ λέγων ἐν τῷ Δευτερονομίῳ ὅτι “ ἔσται χαλκοῦς “ ὁ οὐρανὸς, ” τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ, “ ἐὰν δὲ εἰσακούσητε, “ ἔσται καινός.” καὶ μὴν διὰ τοῦτο φησὶν ἑτέραν διαθήκην δώσειν, ἐπειδὴ τῇ προτέρᾳ οὐκ ἐνέμειναν. τοῦτο ἐγὼ δείκνυμι, δι’ ᾧ φησι, “ τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧτ’ ἡ ἀσθένεια διὰ τῆς σαρκὸς,” καὶ τὰ ἑξῆς. καὶ πάλιν “ τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν “ ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε “ ἡμεῖς ἰσχύσαμεν βαστάσαι ;” ” ἀλλ’ ἐκεῖνοι οὐκ ἐνέμειναν, ” φησιν. ἐνταῦθα δείκνυσιν ὅτι μειζόνων ἡμᾶς ἀξιοῖ, καὶ πνευματικῶν. “ εἰς πᾶσαν,” γάρ φησι, “ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.

τοῦτό ἐστιν, “ οὐ μὴ εἴπωσιν ἕκαστος τῷ πλησίον, γνῶθι τὸν Κύ- “ ριον. ” καὶ πάλιν, “ πληθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, καὶ “ ὕδωρ πολὺ, κατακαλύψαι θαλάσσας. Χρυσοστόμου εἰσ τοὺσ Μακκαβαίουσ. Εἰπὼν δὴ τοῦτο, λέγει καὶ ἕτερον παράσημον τῆς διαθήκης. ποῖον δὴ τοῦτο ; “ ὅτι “ ἵλεος ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ “ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. ” τί δὴ τοῦτό ἐστι τὸ λεγόμενον ; τὸ βάπτισμα ἐνταῦθα δηλοῖ, καὶ τὴν διὰ τῆς χάριτος συγχώρησιν, ὅπερ ἐπὶ τοῦ νόμου οὐ γέγονεν, ἀλλ’ ἐπὶ τῆς καινῆς διαθήκης. ἐπὶ γὰρ τοῦ νόμου, κόλασις ἦν καὶ τιμωρία καὶ δίκη κολάζουσα τοὺς τὰ γράμματα παραβαίνοντας. ἐπὶ δὲ τῆς καινῆς χάρις καὶ συγχώρησις καὶ πλημμελημάτων ἄφεσις, διὰ λουτροῦ παλιγγενεσίας·

English

For why does he not say in Deuteronomy, "The heaven shall be bronze," but instead set this in the distinction, "But if you listen, it shall be new"? And indeed he says that for this reason he will give another covenant, because they did not remain in the former. This I demonstrate, by which he says, "For the impossibility of the law, in that it was weak through the flesh," and the things that follow. And again, "Why do you tempt God by putting a yoke on the neck of the disciples, which neither our fathers nor we were able to bear?" "But those," he says, "did not remain." Here he shows that he deems us worthy of greater and spiritual things. For, he says, "their sound went out into all the earth."

That is, "They shall not each say to his neighbor, Know the Lord." And again, "The earth shall be filled with the knowledge of the Lord, and much water, to cover the seas." Of Chrysostom on the Maccabees. Having said this, he also mentions another sign of the covenant. What is this? "For I will be merciful to their iniquities, and their sins and their lawless deeds I will remember no more." What is this that is said? Here he makes clear baptism, and the forgiveness through grace, which did not happen under the law, but under the new covenant. For under the law there was punishment and retribution and justice punishing those who transgressed the letters. But under the new covenant there is grace and forgiveness and remission of offenses, through the washing of regeneration.

tlg4102.tlg038:700
Source · Greek

διὸ καὶ Παῦλος ἔλεγεν, ὡς ὅτι “ Θεὸς ἦν ἐν Χριστῷ “ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς, τὰ παραπτώ- “ μάτα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὴν διαθήκην τῆς καταλλαγῆς·” ὅπερ ὁ προφήτης φησὶν, “ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν,” ταῖς προγενομέναις δηλαδὴ, ἀφεὶς αὐτὰς ἐν τῷ βαπτίσματι, ὡς οὐδὲ μνησθῆναι ἔτι λέγει, καὶ εἰρηκὼς, “ καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ “ μνησθῶ ἔτι. ” τρία τοίνυν τίθησι τὰ γνωρίσματα τῆς καινῆς διαθήκης, ἓν μὲν τὸ μὴ ἐν πλαξὶ δοθῆναι λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίαις σαρκίναις· ἕτερον δὲ τὸ μετ’ εὐκολίας τρέχειν τὸν λόγον, καὶ τὴν ἁπάντων καταυγάσαι διάνοιαν· τρίτον, τοῦ νόμου λυθέντος μηδένα ἀπαιτηθῆναι δίκην τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ ἕκαστον λαβεῖν συγχώρησιν τῶν πλημμελημάτων, ἐκπλυθέντων ἐν τῷ βαπτίσματι. ὅρα τοίνυν τὰ τρία ταῦτα πῶς μετὰ ἀκριβείας τίθησι καὶ ὁ Παῦλος, ἵνα μάθῃς καὶ τῶν κηρύκων τῆς καινῆς καὶ τῆς παλαιᾶς τὴν συμφωνίαν. Κορινθίοις γὰρ ἐπιστέλλων οὕτω πῶς φησιν, “ ἡ Ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε διακονηθεῖσα ὑφ’ ἡμῶν, “ ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν “ πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίαις σαρκίναις.” καὶ προιὼν πάλιν φησὶ, “ ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνω- “ σεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ Πνεύ- “ ματος· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ. ἐνταῦθα πάλιν ἐκεῖνο ἡρμήνευσε, τὸ “ ἴλεως ἔσομαι ταῖς ἀδικίαις “ αὐτῶν. ” ἀλλ’ ὁ μὲν προφήτης τῆς παλαιᾶς τὴν φαιδρότητα

English

Therefore Paul also said, as that "God was in Christ reconciling the world to himself, not reckoning to them their trespasses, and placing in us the covenant of reconciliation"; which the prophet says, "I will be merciful to their iniquities," namely those that came before, having forgiven them in baptism, so that he says they are no longer even remembered, and has said, "and their lawless deeds I will remember no more." Three marks, then, of the new covenant he sets forth: one, that it was not given on tablets of stone, but on tablets, hearts of flesh; another, that the word runs with ease, and illumines the mind of all; third, that when the law was loosed, no one is required to pay the penalty of sins, but each also receives forgiveness of offenses, having been washed clean in baptism. Observe, then, how Paul too sets forth these three with precision, so that you may learn the harmony of the heralds of the new and the old covenant. For writing to the Corinthians, how does he say, "You are our letter, ministered by us, written not with ink, but with the Spirit of the living God, not on tablets of stone, but on tablets, hearts of flesh." And proceeding again he says, "But our sufficiency is from God, who also made us sufficient as ministers of a new covenant, not of the letter, but of the Spirit; for the letter kills, but the Spirit gives life." Here again he interpreted that "I will be merciful to their iniquities." But the prophet of the old covenant, the brightness

Citation. Tergwame, “Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204)”, tlg4102.tlg038:1, machine-draft, 2026. https://naxiai.com/christian/works/tlg4102.tlg038#s1
Colophon. Source: first1k · licence: CC BY-SA 4.0 · model: deepseek/deepseek-v4.1-flash:floor · provider: Baidu · cost: $0.0875 · generated 2026-11-28.